TLG 4090 015 :: CYRILLUS :: Fragmenta ex libro ii contra Theodorum Mopsuestenum

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Fragmenta ex libro ii contra Theodorum Mopsuestenum

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 511–513.

Citation: Page — (line)

511

(1t)

ΤΟΥ ΑΥΤΟΥ
2tΚΥΡΙΛΛΟΥ
3tἘκ τοῦ πρὸς τὰ Θεοδώρου δευτέρου λόγου
4tΟὗ ἡ ἀρχή
5tΟἱ τὴν ἁγίαν καὶ θεόπνευστον γραφὴν καθαρῷ διανοίας
6tπεριαθρήσαντες ὀφθαλμῷ.
7tαʹ.
8 ΤΟΙΣ μαθηταῖς ἔλεγε “Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς “γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς, ὁ Χριστός·” οὐ γὰρ ὅτε
10τοῦτο τοῖς ἀποστόλοις παρήγγειλε, τοῦ φαινομένου σώματος τὴν οἰκείαν διώριζε θεότητα, οὐδ’ ὅτε Χριστὸν ἑαυτὸν διεμαρ‐ τύρατο εἶναι ψυχῆς καὶ σαρκὸς διωρίζετο οὕτως ἄμφω τυγ‐ χάνων Θεός τε καὶ ἄνθρωπος, δοῦλος ὁρώμενος καὶ Κύριος γνωριζόμενος, τὸ μὲν ὑψηλὸν τῆς θεότητος τῷ ταπεινῷ τῆς
15ἐνανθρωπήσεως ὑποκρυπτόμενος φρονήματι, τὸ δέ γε τα‐ πεινὸν τοῦ ὁρωμένου σώματος τῆς θεότητος ὑπεραίρων
ἐνεργείᾳ.511

512

(1t)

βʹ.
2 Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι, μηδὲ ἀπατάσθωσαν ἄν‐ θρωπον ἄνουν δεχόμενοι τὸν κυριακὸν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν· οὐδὲ γὰρ τὸν
5ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ μόνον Υἱὸν καὶ προαιώνιον ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον προσληφθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, παθητὸν σαρκὶ, ἀπαθῆ θεότητι, περι‐
10γραπτὸν σώματι, ἀπερίγραπτον θεότητι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρη‐ τον, ἵν’ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ ὁ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν.
14tγʹ.
15 Ἐπειδὴ γὰρ ἐσαρκώθη ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Μονο‐ γενὴς τοῦ Θεοῦ Λόγος, ἀνέθαλλεν εἰς ζωὴν ἡ ἀνθρώπου φύσις· γέγονε γὰρ “πρωτεύων ἐν πᾶσιν αὐτός.” καὶ ταύτης ἕνεκα τῆς αἰτίας ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἰδίαν ἐποιήσατο σάρκα τὴν θανάτῳ κάτοχον, ἵνα κρείττονα καὶ θανάτου καὶ
20φθορᾶς αὐτὴν ἀποφήνας, παραπέμψῃ καὶ εἰς ἡμᾶς τὴν χάριν. ὥσπερ γὰρ κατεβιβάσθημεν εἰς θάνατον ἐν Ἀδὰμ, οὕτως ἐν Χριστῷ τὴν θανάτου παρωσάμενοι τυραννίδα, πρὸς ἀφθαρ‐
σίαν ἀναμορφούμεθα.512

513

(1t)

δʹ.
2tΤοῦ αὐτοῦ ἐκ τῶν κατὰ Θεοδώρου λόγου πρώτου.
3 Ὥσπερ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπος εἷς, καίτοι τῶν ἑκατέρων προσόντων ἰδιωμάτων πλείστην ὅσην ἐχόν‐
5των τὴν διαφορὰν πρὸς ἄλληλα κατά γε τὸ εἶναι τοιῶσδέ φημι· ψυχὴ γὰρ ἑτέρα παρὰ τὸ σῶμα· οὕτως ἂν νοοῖτο καὶ
ἐπὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.513