TLG 4090 014 :: CYRILLUS :: Fragmenta ex libro contra Diodorum Tarsensem CYRILLUS Theol. Fragmenta ex libro contra Diodorum Tarsensem Citation: Page — (line) | ||
492(3t) | ΤΟΥ ΑΥΤΟΥ | |
4t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
5t | Ἐκ τοῦ λόγου τοῦ κατὰ Διοδώρου ἐπισκόπου Ταρσῶν | |
6t | Οὗ ἡ ἀρχή | |
7t | αʹ. | |
8 | ΠΡΟΤΕΤΑΞΕΤΑΙ μὲν τῆς ἀληθείας οὐδὲν παρά γε τοῖς | |
ἀγαπῶσιν αὐτὴν καὶ εὖ εἰδόσι λαλεῖν τὰ περὶ αὐτῆς. | 492 | |
493(20t) | βʹ. | |
21 | Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν τὴν ἑτερότητα τῶν ἰδιωμά‐ των καταδεῖξαι βεβουλημένον, σαρκός τε φημὶ καὶ θεότητος, δι’ ὧν ἦν εἰκὸς ἐννοιῶν τε καὶ λόγων ἐπ’ αὐτὸ δὴ τοῦτο χωρεῖν· οὐ γὰρ ταὐτὸν τό γε ἧκον εἰς ποιότητά φημι τὴν | |
25 | ἐνοῦσαν ἑκατέρῳ τῶν ὠνομασμένων, σῶμά τε καὶ ἀσώματον, ἡ ἐξ ἀνθρωπίνου φυράματος ληφθεῖσα σὰρξ καὶ ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος. πλὴν οὐ ταύτης ἕνεκα τῆς αἰτίας διαιρετέον εἰς δύο χριστοὺς καὶ υἱοὺς | |
τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν. | 493 | |
494(1t) | γʹ. | |
2 | Ὅτι δὲ καὶ ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ τοῦ Κυρίου τὴν σάρκα, πλεισταχοῦ μὲν εἴρηται πρὸς ἡμῶν, διαβεβαιού‐ μεθα δὲ καὶ νῦν οὐχ ἑτέρως ἔχειν. | |
5t | δʹ. | |
6 | Ἀκουέτω δὴ καὶ πρὸς ἡμῶν ὁ Διόδωρος Εἰ δὴ σάρκα λέγεις ὃν δὴ Ναζωραῖον ἤγουν ἄνθρωπον ἀναληφθέντα καλεῖς, δεῖξον ἡμῖν σεαυτὸν περιστολῆς ἁπάσης καὶ προσω‐ πείου δίχα, εἰπὲ δὴ σαφῶς ἃ φρονεῖν ἀξιοῖς καὶ μὴ ὡς ἄψυχον | |
10 | ἁπλῶς ὀνομάζων σάρκα, πειρῶ συναρπάζειν ἀκροωμένους. ἐπεὶ καὶ ἡμεῖς αὐτοί φαμεν ὅτι κατά γε τὸν ἰδιότητος λόγον, εἴη που ἂν δὴ πάντως ἑτεροφυὴς ἡ σὰρξ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, πλὴν αὐτοῦ γέγονε καθ’ ἔνωσιν ἀδιά‐ σπαστον. | |
15t | εʹ. | |
16 | Ἔστι δὲ μᾶλλον εἷς τε καὶ ὁ αὐτὸς Υἱὸς ὥστε καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας νοεῖσθαι θεϊκῶς καὶ ἐξ ἡμῶν ἀνθρωπίνως, ἤγουν ἐκ σπέρματος Δαυεὶδ, ὠνομάσθη προφή‐ της κατὰ Μωσέα. καὶ οὐκ ἀπιστοῦμεν αὐτοῦ τῇ κλήσει, | |
20 | ἐπείπερ ἐγνώκαμεν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, οὐκ αὐτὸς ἦν ὁ ναὸς οὔτε μὴν εἰς ἰδίαν φύσιν καθὸ νοεῖται Θεὸς τὴν λύσιν ἐδέχετο, ἀλλ’ ἦν ἴδιον αὐτοῦ τὸ λυθὲν καθά‐ περ ἀμέλει καὶ ἡμῶν ἑκάστου τὸ ἴδιον σῶμα. | |
24t | ϛʹ. | 494 |
495 | Ἡ γὰρ ἐκ τῆς ἁγίας παρθένου γέννησις, οὐχ ὁδὸς εἰς ὕπαρξιν εὑρέθη τῷ Λόγῳ ἀλλ’ εἰς φανέρωσιν τὴν μετὰ σαρκός· καὶ ἥκιστα μέν ἐστι θνητὸς ἐκ θνητῶν, ζωὴ δὲ μᾶλλον ὡς ἐκ ζωῆς τοῦ Πατρός. ἀλλ’ | |
5 | ἴδιον γέγονε τῆς ζωῆς τὸ θνητὸν ἐκ θνητῶν καὶ τῷ θανάτῳ κάτοχον σῶμα, ἵνα δι’ αὐτοῦ τῷ θανάτῳ προσβαλὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν ἀναμορφώσῃ πρὸς ἀφθαρσίαν καὶ θανάτου κρεῖττον ἀποφήνῃ τὸ τῷ θανάτῳ κεκρατημένον, τό γε ἧκον εἰς ἰδίαν φύσιν· ἠτόνησε γὰρ ἐμβαλὼν ὁ θάνατος | |
10 | τῷ σώματι τῆς ζωῆς. | |
11t | ζʹ. | |
12 | Ὅτι γὰρ “τροπῆς ἀποσκίασμα” παθεῖν ὁ τοῦ Θεοῦ Λόγος οὐκ ἀνέχεται, ἀλλ’ οὐδ’ ἂν ἡ σὰρξ ἀφεῖσα τοῦθ’ ὅπερ ἐστὶν, εἰς τὴν τοῦ ἑνωθέντος αὐτῇ Λόγου μεταβάλῃ φύσιν | |
15 | ἁπαστισοῦν οἶμαι τῶν εὖ φρονούντων ἐρεῖ. | |
16t | ηʹ. | |
17 | Βραχὺ γὰρ ἀπενεγκόντες εἰ δοκεῖ τοῦ προσώπου τοῦ πάν‐ των ἡμῶν Σωτῆρος Χριστοῦ τὴν βάσανον, ὅταν αὐτὴν καθ’ ἑαυτὴν ὅτι ποτέ ἐστι πολυπραγμονήσωμεν, ἓν τῶν ὠνομα‐ | |
20 | σμένων τὴν φύσιν ἕτερον ἂν εἴη παντελῶς καὶ ἕτερον, δουλικὴ μορφὴ καὶ δεσποτικὴ, ἤγουν ἀνθρωπίνη καὶ θεϊκὴ, ἀμνὸς καὶ ἀρχιερεὺς, ποιήτης καὶ ποίημα. | |
23t | θʹ. | |
24 | Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς Οὐκοῦν οὐ κατῴκηκεν “ἐν αὐτῷ | |
25 | “πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς;” ἀληθὲς καὶ | 495 |
496 | τοῦτο καὶ οὐκ ἀρνήσαιτό τις τὸ γεγραμμένον, πλὴν ἐκεῖνό φαμεν ὅτι οὐκ ἐν ἀλλοτρίῳ σώματι κατῳκηκέναι νοοῦμεν τὴν θεότητα τοῦ Υἱοῦ, ἀλλ’ ὡς ἐν ἰδίῳ μᾶλλον ναῷ, καθάπερ ἀμέλει καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἑτέραν μὲν οὖσαν κατὰ | |
5 | τὴν σάρκα, τελοῦσαν γεμὴν ὁμοῦ τῇ σαρκὶ πρὸς ὑπόστασιν ἑνὸς ἀνθρώπου Πέτρου τυχὸν ἢ Παύλου. πλὴν καὶ ὑπὲρ τοῦτο νοεῖται Χριστός. οὐ γάρ τοι τὸν τοῦ Θεοῦ Λόγον ἀντὶ ψυχῆς γενέσθαι φαμὲν τῷ σώματι, κατά γε τό τισιν ἐκτο‐ πώτατα δοκοῦν· διαβεβαιούμεθα δὲ μᾶλλον ἐψυχῶσθαι | |
10 | ψυχῇ νοερᾷ τὸ ἅγιον αὐτοῦ καὶ ἄχραντον σῶμα. | |
11t | ιʹ. | |
12 | Παντέλειος μὲν καὶ ὁμολογουμένως καὶ ἀναυξὴς ὁ τοῦ Θεοῦ Λόγος· γεγέννηται γὰρ ἐκ τελείου Πατρὸς, ἐκ σοφίας σοφία καὶ δύναμις ἐκ δυνάμεως. ἐπειδὴ δὲ πρόσεστιν αὐτῷ | |
15 | τὸ ἀναλλοιώτως ἔχειν κατὰ φύσιν, ἀδικηθεὶς οὐδὲν ὑπὸ τοῦ γενέσθαι ἐν ναῷ, μεμένηκεν ὁ αὐτὸς, τουτέστι παντέλειος καὶ σοφία καὶ δύναμις, καὶ προέκοπτε μὲν ἡ σὰρξ ἁδρυνο‐ μένη κατὰ βραχὺ κατά γε τὸν τῆς φύσεως νόμον, ὁ δὲ ἑνω‐ θεὶς αὐτῇ Λόγος τῆς ἑαυτοῦ σοφίας τὴν ἔκφρασιν ἐποιεῖτο | |
20 | κατὰ βραχὺ, καὶ οἷον συμπαρατρέχουσαν τῇ τοῦ σώματος αὐξήσει καὶ ἐπιδόσει, καὶ οὐκ ἀνάρμοστον κομιδὴ τῇ τῆς ἡλικίας ποσότητι. | |
24t | ιαʹ. | |
25 | Οὐκοῦν “κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος καὶ | 496 |
497 | “σαρκὸς,” ἵνα σαρκὶ τῇ ἰδίᾳ τῷ θανάτῳ προσβαλὼν, εἶτα καταργήσας αὐτὸν τοῖς θνητοῖς ἡμῶν σώμασι κατορθώσῃ τὴν ἀφθαρσίαν καὶ ἵνα τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαί‐ νοντα νόμον τῆς καθ’ ἡμῶν ἀποστήσῃ πλεονεξίας. οὐ γὰρ | |
5 | ἦν ἑτέρως προσμίξαι τῷ θανάτῳ τὴν ζωὴν, εἰ μὴ θνητῷ σώματι προσεχρήσατο· καὶ οὐδ’ ἂν τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἡδονῶν ἠμβλύνθη τὸ κέντρον, εἰ μὴ γέγονεν ἴδιον σῶμα τοῦ Λόγου τὸ ἐξ ἡμετέρου ληφθὲν φυράματος. | |
9t | ιβʹ. | |
10 | Οὐκ ἄψυχον μὲν, ὦ γενναῖε, φαμὲν εἶναι τὴν ἐκ σπέρ‐ ματος τοῦ Δαυεὶδ ἑνωθεῖσαν τῷ Θεῷ Λόγῳ σάρκα, ἀλλ’ οὐδ’ ἂν αὐτὸν τὸν Λόγον ὑποτοπήσειέ τις, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον, ἀντὶ νοῦ καὶ ψυχῆς γενέσθαι τῷ ἁγίῳ ναῷ, πλὴν οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς Υἱὸν ὀνομάζειν | |
15 | εἰθίσμεθα τὸ ἐκ τοῦ σπέρματος τοῦ Δαυείδ. | |
16t | ιγʹ. | |
17t | Τοῦ μακαρίου κυΚυρίλλου ἀλεξανδρείας ἐκ τοῦ κατὰ διοδώρου. | |
18 | Ἀλλ’ ὦ σοφὲ φαίην ἂν ψυχὴ μὲν καὶ σῶμα πρὸς ἀνθρώ‐ | |
που γένεσιν καὶ οὐκ ἂν προανίσχει θατέρου θάτερος. | 497 |