TLG 4090 012 :: CYRILLUS :: Homiliarum incertarum fragmenta

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Homiliarum incertarum fragmenta

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 461–468, 470–475.

frr. 5–11, 13–15

Citation: Page — (line)

21tV.
22 Ἀνοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας· ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, κτιστὸν εἶναι καὶ γενητόν· εἰ γὰρ
25πᾶν ὃ πέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοού‐ σιον ἑαυτῷ γεγέννηκεν. ἢ γὰρ οὐκ ἄτοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῷον, καὶ μὴν ἐκ βοός γε καὶ ἵππου·
τίκτει γὰρ ἕκαστον τὸ κατὰ φύσιν ὅμοιον ἑαυτῷ· τὴν δέ γε461

462

θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις εἶναι νομίζειν ἐν οἷς ἐστιν ἡ κτίσις; οὐκοῦν εἰ κτίσμα τὸ γεννηθὲν, κτιστὸς ἄρα καὶ ὁ τεκών· ἀλλ’ ἔστιν ἀγένητος ὁ Πατὴρ, οὐ γὰρ γέγονε παρά τινος, ἀγένητος ἄρα καὶ ὁ Υἱός· καὶ εἰ χαρακ‐
5τήρ ἐστι τῆς ὑποστάσεως τοῦ γεγεννηκότος, Θεὸς δὲ κατὰ ἀλήθειάν ἐστιν ὁ τεκὼν, Θεὸς ἄρα καὶ ὁ χαρακτὴρ αὐτοῦ· χαρακτηρίζει γὰρ, Θεὸν μὲν Θεὸς, κτίσιν δὲ κτίσις. ὥσπερ γὰρ εἴ τις βούλοιτο τὴν γενητὴν καὶ πεποιημένην κτίσιν καταδεῖξαί τισιν, οὐ δύναται λέγειν Ὅρα μοι τὴν τῆς θεό‐
10τητος φύσιν, καὶ ἐκ ταύτης νοήσεις ἐκείνην· ὀφθήσεται γὰρ ἀμαθὴς ὁ τοῦτο λέγων· οὐ γὰρ ἡ τῆς θεότητος φύσις ἐφ’ ἑαυτῇ καταδείξει τὴν γενητὴν οὐσίαν· οὕτως εἴ τις βούλοιτο τὴν ἄκτιστον φύσιν ἰδεῖν, οὐκ ἂν ἴδοι ταύτην ὡς ἐν εἰκόνι τῇ κτίσει· διὸ ἔλεγε τῷ Φιλίππῳ ὁ Κύριος “Ὁ ἑωρακὼς ἐμὲ
15“ἑώρακε τὸν Πατέρα·” φυσικὴ δὲ πάντως ἡ ὁμοιότης Υἱῷ πρὸς τὸν Πατέρα καὶ οὐσιώδης ὁ χαρακτήρ.
17tVI.
18 Ὁρᾷς ὅτι Θεὸς χρίεται παρὰ Θεοῦ; ὅτε γὰρ γέγονεν ἄνθρωπος μεμενηκὼς ὅπερ ἦν, τότε καὶ καθ’ ἡμᾶς ἀνθρω‐
20πίνως χρίεται πρὸς ἀποστολήν· χρίεται γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ Πνεύματι, οὐκ ἐνεργεῖται καθάπερ ἐπὶ τῶν ψιλῶν ἀνθρώπων, οἷον προφητῶν πατριαρχῶν· χρίσις δέ ἐστιν οἷον ὅλη τοῦ χρίοντος ἡ παρουσία· χρίεται δὲ ὁ Υἱὸς ὅτε εἰς τὴν οἰκουμένην εἰσήχθη, τουτέστιν ὅτε ἐσαρκώθη· τότε
25γὰρ ἐκοινώνησε τῇ κτίσει, ἑνώσας ἑαυτῷ τὸ κτιστὸν, καὶ χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ
ἀμφότερα ἕν.462

463

(1t)

VII.
2 Ὁ πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγὼν οὐκ ἂν ὀλισθήσειε τοῦ εἶναι κατὰ ἀλήθειαν Υἱός· οὐ γὰρ ἠμέλησε τοῦ εἶναι ὅ ἐστιν, ὅπερ οὐκ ἦν γεγονὼς, μένει δὲ Κύριος ἐν τῇ τοῦ
5δούλου μορφῇ.
6tVIII.
7 Νοοῖτο δ’ ἂν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκὸς, ὡς ἕτερος ὢν παρ’ ἡμᾶς κατὰ φύσιν· οὐ γάρ τοι φαίη τις ἂν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος
10μετασχεῖν· ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβὼν ὡς ἕτερον ὤν τι παρ’ ὅπερ ἐστί; τί δέ ἐστι “Παραπλησίως “μετέσχε τῶν αὐτῶν,” ἢ ἐκεῖνό που πάντως, ὅτι γέγονε καθ’ ἡμᾶς ἐν αἵματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ ἄψυχον, καθάπερ ἔδοξέ τισι τῶν αἱρετικῶν, ἐψυ‐
15χωμένον δὲ ψυχῇ λογικῇ· καὶ οὕτω προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ εἶναι Θεὸς, ἀλλὰ καὶ ἐν προσ‐ λήψει σαρκὸς, μεμενηκὼς ὅπερ ἦν ἀεί; ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ νοῒ πῶς ἡμεῖς κεκοινωνήκαμεν αἵματος καὶ σαρκός· ἑτεροφυὴς μὲν γὰρ ἡ ψυχὴ πρὸς αἷμα
20καὶ σάρκα, ἀλλ’ εἰς ἄνθρωπον ἕνα δι’ ἀμφοῖν συντεθείμεθα, ταῖς τοῦ πλάσαντος ἡμᾶς εὐτεχνίαις, εἰς ἄφραστόν τινα συν‐ δεδραμηκότων ἑνότητα τῶν ἀλλήλοις ἐναντίων κατὰ τὴν φύσιν. βούλει καθά φησιν Ἡσαΐας, μετρήσωμεν “τῇ χειρὶ “τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν
25“δρακί;” βούλει τὰ ὑπὲρ ἡμᾶς ἴδωμεν ἐκ τῶν καθ’ ἡμᾶς; οὐκοῦν παραθέντες εἰς παράδειγμα βραχὺ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, ἀναπηδήσωμεν εἰς ἐννοίας τὰς ἐπὶ Χρι‐
στῷ· ἕνωσιν ἀληθῆ γενέσθαι φαμὲν προσλαβόντος τοῦ463

464

Λόγου τὸ ἀνθρώπινον· ἴδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ἴδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτοῦ· καὶ τοῦτο οἶμαι δηλοῦν τὸ γενέσθαι σάρκα αὐτὸν, οὐ κατὰ τροπὴν ἢ μετάστασιν· ἄτρεπτος γὰρ
5ἡ θεία φύσις· ἀλλ’ ὅτι τῇ θείᾳ γραφῇ σύνηθές πως ἀεὶ καὶ ὅλον ἔσθ’ ὅτε τὸν ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ὡς ἀπὸ μόνης καταδηλοῦν τῆς σαρκὸς, οἷόν ἐστι τό “Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.” ἕνα τοίνυν ὁμολογοῦμεν Υἱὸν, γεννηθέντα μὲν θεϊκῶς ἐκ
10Πατρὸς, καθὸ νοεῖται καὶ ἔστι Λόγος, ἀποτεχθέντα δὲ τὸν αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα· νοηθήσεται γὰρ οὕτω, κεκοι‐ νωνηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, ἵνα διὰ τοῦ οἰκείου θανάτου καταργήσῃ τὸν διάβολον, οὗ “φθόνῳ θάνα‐ “τος εἰς τὸν κόσμον εἰσῆλθε·” ῥίζα γὰρ ὥσπερ ζωῆς ὁ
15Χριστοῦ γέγονε θάνατος, καὶ φθορᾶς ἀναίρεσις, καὶ ἁμαρτίας ἀποτροπὴ καὶ πέρας ὀργῆς· γεγόναμεν ἐπάρατοι, καὶ ὑπὸ θανάτου δίκην ἐν Ἀδὰμ, ἀλλὰ κεχρημάτικεν ὁ Λόγος, ὁ μὴ εἰδὼς ἁμαρτίαν, υἱὸς Ἀδὰμ, καὶ λέλυται δι’ αὐτοῦ τῆς τοῦ πρώτου παραβάσεως τὰ ἐγκλήματα· ὤφθη γὰρ ἡ ἀνθρώπου
20φύσις ἐν Χριστῷ ὑγιῶς ἔχουσα τὸ ἀπλημμελὲς, τοῦτο σέ‐ σωκε τοὺς ἐπὶ γῆς.
22tIX.
23 Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τό Ἀρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρ‐
25κὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ’ ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν, τίς ἦν ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν ἔχων ἐπιλαβέσθαι ἀγγέλων, εἰ τοῦτο χρήσιμον ἦν, οὐκ ἐπιλαβόμενος
δὲ μᾶλλον ἐκείνων, “ἀλλὰ σπέρματος Ἁβραάμ;” εἰ μὲν οὖν464

465

οἴονταί τινες περὶ ἀνθρώπου ταῦτα λέγεσθαι κοινοῦ, πῶς ἐνεδέχετο τὸν οὔπω γεγεννημένον μηδὲ ὑπάρχοντα, φύσεως ἐπιλαβέσθαι τῆς τῶν ἁγίων ἀγγέλων, εἴπερ ἤθελε τοῦτο δρᾶν, ἀλλ’ ἐκεῖνο μὲν οὐ πεποιηκότα, ἐπιλαβόμενον δὲ μᾶλ‐
5λον σπέρματος Ἁβραάμ; ἄλλως τε, κἀκεῖνο γὰρ οἶμαι κατ‐ ιδεῖν ἀναγκαῖον, τὸ λέγειν ἄνθρωπον ἀνθρωπότητος ἐπιλα‐ βέσθαι, ἀσύνετον παντελῶς. οὐκοῦν ὁ ἔξω τῆς ἀνθρώπου φύσεως ὢν ὡς Θεὸς, ἐπιλαμβάνεται σπέρματος Ἁβραάμ· σῶμα γὰρ οὕτω λαβὼν ἔμψυχόν τε καὶ ἔννουν ἐκ τῆς ἁγίας
10καὶ θεοτόκου Μαρίας, ὡμοιώθη τοῖς ἀδελφοῖς κατὰ πάντα, τουτέστιν ἡμῖν· τότε γέγονεν ἐφ’ ἡμᾶς ἀρχιερεὺς ἐλεήμων, καὶ πρός γε τούτῳ πιστός. πῶς οὖν γέγονεν, ἀκόλουθον ἰδεῖν· οὐ γὰρ ἦν ἐλεήμων καὶ πρὶν γένηται καθ’ ἡμᾶς; οὐκ ἦν ἀγαθὸς ὡς ἐξ ἀγαθοῦ Πατρὸς, ἀλλ’ ὅτε γέγονεν ἄνθρω‐
15πος, τότε καὶ ἐλεήμων; προέκοψεν οὖν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ κρείττων ἑαυτοῦ γέγονεν, ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο· οὐκοῦν ὅπερ οὐκ ἦν ἐγένετο, καὶ ὠφέληται μᾶλ‐ λον γενόμενος ἄνθρωπος· πῶς οὖν ἄτρεπτος ἔτι κατὰ φύσιν, εἰ γέγονεν ὅπερ οὐκ ἦν; πῶς μεμένηκεν ὁ αὐτός; ποῦ δὲ
20κεκένωκε καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, εἰ γέγονεν ἑαυ‐ τοῦ καλλίων; ἀλλ’ οὐχ οὕτω ταῦτ’ ἔχει, μὴ γένοιτο· ἦν γὰρ ἐλεήμων καὶ ἔστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος Ἁβραὰμ, ἵν’ εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον, ἐρῶ· οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν
25ἄνθρωπον, οὐκ ἦν παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου· πιστώσεται δὲ γράφων ὁ Παῦλος “Ἀθετήσας τις νόμον Μωϋσέως “χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει.” ἵνα τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ
30ἀποτομίας, κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν
ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ465

466

ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας· δικαιῶν δὲ μᾶλ‐ λον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, οὕτω τε συνάπτων δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· ἐλεήμων γὰρ ἀρχιερεὺς εἰς ἡμᾶς
5γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας· πιστὸς δὲ, ὅτι μόνιμος καὶ διηνεκὴς, καὶ ἀξιό‐ χρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον ἔχων τὴν ἱερωσύνην· ἐλεήμων τοίνυν καὶ πιστὸς, τουτέστιν ἀεὶ μένων
10γέγονεν ἱερεὺς ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο, Θεὸς ὢν ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ εἶναι ὅ ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην;
14tX.
15 Ἀλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς· καὶ δὴ φασὶ τὸν μακά‐ ριον Παῦλον, ἀπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν Ἰησοῦν· ἀποστολὴ δὲ, φασὶ, καὶ ἱερωσύνη λειτουργίας εἰσὶ τρόποι·
20καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱεράτευσε δὲ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ εἴπερ ἐν τούτοις ἐστί φασι τὸ τοῦ Υἱοῦ μέτρον, πῶς ὁμοούσιος εἶναι δύναται τῷ Θεῷ καὶ Πατρί; ὢ πολλῆς δυστροπίας· ἀποπροσποιοῦνται τὸ εἰδέ‐ ναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν ἢ
25λέγειν· ὁμολογοῦντες γὰρ μεθ’ ἡμῶν, ὅτι καίπερ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστή‐ ριον, ἀκούοντες δὲ τοῦ ἀποστόλου λέγοντος “Ἀρχιερέα καὶ
“ἀπόστολον Ἰησοῦν·” οὐκ εἰσδέχονται κατὰ νοῦν ὅτι γεγο‐466

467

νὼς καθ’ ἡμᾶς ὁ Μονογενὴς, ὠνόμασται τότε καὶ Ἰησοῦς διὰ τῆς τοῦ ἀγγέλου φωνῆς· τότε κεχρημάτικε καὶ ἀπόστο‐ λος καὶ ἀρχιερεύς. οὐκοῦν ἢ ἀρνείσθωσαν ἐναργῶς ὅτι γέ‐ γονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, ἐμψυχωμένον τε
5καὶ ἔννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν· ἢ εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ’ ἡμῶν τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ οὕτω Θεόν· τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμο‐
10νοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ ἀπόστολον ἀνθρω‐ πίνως, καὶ κηρυσσόμενον θεϊκῶς παρὰ τῶν ἀπεσταλμένων· τίνα γὰρ ἐκήρυττον τοῖς ἔθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; ἆρ’ οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐ‐
15τὸν ὄντα Θεὸν, ὅτι Λόγος ἦν τοῦ Πατρός; πῶς αὐτὸν ἀρχι‐ ερέα γεγονότα θεωρήσομεν; ἆρα κατὰ τὸν Ἀαρών; ἆρα κατὰ τὸν Μωσέως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; ἆρα τρυγόνας προσάγοντα καὶ περιστερὰς καὶ σεμίδαλιν ἐλαιοβραχῆ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν
20ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ ἄμωμός τε καὶ ἄκακος ἀρχι‐ ερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ’ ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός·
25οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν. Ἄλλως δὲ τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον “Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα “τῆς ὁμολογίας ἡμῶν, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ
30“κηρύσσομεν·” τί τοίνυν ἱερουργεῖ ἑαυτῷ καὶ τῷ Πατρί;467

468

“Πιστεύομεν γὰρ εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάν‐ “των ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς ἕνα κύριον “Ἰησοῦν Χριστὸν τὸν αὐτοῦ Υἱόν.” οὐκοῦν οἱ λέγοντες ὅτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν
5ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν; ποῖος ἱερεὺς ἐν ἴσῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ’ αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν; ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δι’ ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν
10ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶται θρόνοις· καὶ πιστώ‐ σεται γράφων ὁ Παῦλος “Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, “τοιοῦτον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου “τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, “καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ
15“ἄνθρωπος.” οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύει δὲ θεϊκῶς ὅτι μεμένηκε Λόγος.
17tXI.
18 Θεὸν μέντοι ζῶντά φησι τὸν Χριστὸν, οὗ πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶν‐
20τές τινες· ἀλλὰ τί φησιν ὁ αὐτοῦ μαθητής; “Ὡς οὖν “παρελάβετε τὸν Χριστὸν Ἰησοῦν Κύριον, ἐν αὐτῷ περιπα‐ “τεῖτε.” παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν
Χριστόν.468

470

(3t)

XIII.
4Τούτους προανετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ
5προφῆται. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ “Καὶ λή‐ “ψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους καὶ “ἐπιθήσετε αὐτοὺς δύο θέματα ἐπὶ τὴν τράπεζαν τὴν καθα‐ “ρὰν ἔναντι Κυρίου καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ “ἅλας καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ
10“Κυρίῳ.” ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν; κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐτοὶ διὰ
15τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. ὥσπερ δὲ φῶς ὑπάρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· “Ὑμεῖς γάρ ἐστε τὸ φῶς “τοῦ κόσμου·” οὕτως καὶ αὐτὸς ὢν ὁ ἄρτος τῆς ζωῆς ἐχαρί‐ σατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων.
20καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές· ἐπιθήσετε γάρ φησιν ἐπὶ τοὺς ἄρτους λίβανον καὶ ἅλας· καὶ ὁ μὲν λίβανος εὐ‐ ωδίας ἐστὶ σύμβολον· οἱ δὲ ἅλες, συνέσεως καὶ φρενῶν.
ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις. εὐ‐470

471

ώδης γὰρ ἦν ὁ βίος αὐτοῖς· καὶ γοῦν ἔφασκον ὅτι “Χριστοῦ “εὐωδία ἐσμὲν τῷ Θεῷ,” ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνε‐ τοι· διὸ καὶ ἤκουον “Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.” ἀκούω δὲ καὶ τοῦ προφήτου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ
5αὐτῶν “Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα “ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθα‐ “λείμ.” σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπό‐ λεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταὶ καὶ φωστῆρες ἦσαν οἰκουμενικοὶ λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον·
10εὐγλωττίαν μὲν γὰρ ἔχουσι λαμπρὰν οἱ τῶν ἑλλήνων σοφοὶ καὶ εὐστομοῦσιν ἄγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ἄνθρωποι γεγόνασι χειροτέχναι καὶ θαλασσουργοὶ καὶ ἰχθυο‐ θῆραι, οὐ κόμπον ἔχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκι‐ μασμένων· ἀλλ’ ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώ‐
15σει. καὶ σεσίγηται μὲν τὰ ἑλλήνων γράμματα καὶ ἡ τῶν λέξεων εὐκομπία, κατακρατεῖ δὲ τῆς ὑπ’ οὐρανὸν τῶν εὐαγ‐ γελικῶν κηρυγμάτων ἡ δύναμις. τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς Ἱερεμίου λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ “Οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα
20“αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαί‐ “φνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.” ἅπαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς καταβαρύνων αὐτοῦ τὸν κλοιόν·
25ἀλλ’ ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον ἅπαντας τοὺς
πεπλανημένους καὶ προσεκόμισαν τῷ Θεῷ τὴν ὑπ’ οὐρανόν.471

472

(1t)

XIV.
2 Διανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέ‐ ταις κατά γε τὴν ἐν εὐαγγελίοις παραβολήν· οὐκοῦν ἁπλώ‐ σατε τὰς καρδίας καὶ ὑποδέξασθε χαίροντες· “Δόκιμοι
5“γενέσθε τραπεζῖται·” ἐμπορεύσασθε τὸ δοθὲν ἐπιστημό‐ νως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις, μέγα καὶ ἁγιοπρε‐ πὲς τὸ καύχημα καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ, καὶ τί τοῦτο λέγω, τὸ ἔτι μεῖζον ἀφείς; οὐρα‐ νοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ
10συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. ἴδωμεν δὲ τοῦτο καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων· ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσερ‐ γασάμενος δὲ καὶ ἕτερα πέντε, τί προσέρχεται λέγων; “Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἐποίησα ἄλλα
15“πέντε.” ὁρᾶς ὅσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; καὶ τί πρὸς αὐτὸν ἔφη Χριστός; “Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, “ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε “εἰς τὴν χαρὰν τοῦ κυρίου σου.” τί τούτου τὸ μεῖζον εἰς δόξαν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; ἔπαινοι παρὰ Χρι‐
20στοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ Δεσπότῃ τὸ κέρδος προσήνεγκε; μὴ γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ’ ἑαυτόν; αὐτός ἐστι τὸ πάντων πλήρωμα καὶ ὡς ὁ πάνσοφος Ἰωάννης φησίν “Ἐκ τοῦ πληρώματος αὐτοῦ
25“πάντες ἡμεῖς ἐλάβομεν.” ἀλλ’ ὅταν ἡμεῖς ἑαυτοὺς κερ‐ δάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χρι‐ στὸς, πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν· καὶ τὸ ἔτι μεῖζον ἐρῶ· τροφὴν ὥσπερ ποιεῖται τὸ πρᾶγμα. ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμά‐
30των. νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· εἶτα
λεγούσης ἐκείνης “Ὅτε ἔλθῃ Μεσίας ἀπαγγελεῖ ἡμῖν472

473

“πάντα,” ἑαυτὸν ἐμφανῆ κατέστησε λέγων “Ἐγώ εἰμι ὁ “λαλῶν σοι.” καὶ τὸ μὲν γύναιον δρόμῳ συντείνεται καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν· εἰδὼς δὲ Χριστὸς ὅτι πολλοὶ πιστεύσουσιν ἐπ’ αὐτὸν, τοῖς ἁγίοις ἔφασκε
5μαθηταῖς “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε,” τρέφει γὰρ ὥσπερ τὴν ἡμερωτάτην φύσιν τῶν ἀπολωλότων ἡ σωτηρία. Ὁ μὲν οὖν γνήσιος οἰκέτης· ἀναβήσομαι γὰρ αὖθις ἐπὶ τὸν τοῦ λόγου σκοπόν· τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέ‐
10φανον, εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου· ὁ δέ γε λαβὼν τὸ τάλαντον, εἶτα γεγονὼς ὀκνηρὸς, προσερ‐ γασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. φύγωμεν τοί‐ νυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν
15ἀκερδῆ καὶ ἐπάρατον ὄκνον, τὸν ἐπ’ ἀγαθοῖς δηλονότι σπου‐ δάσμασι, μὴ εἰς ἀργίαν τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. φησί που διὰ φωνῆς Ἡσαΐου ὁ τῶν ὅλων Θεός “Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ·” τί δὲ εἰ ὁ μὲν διδάσκων τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι
20λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀπο‐ τίθενται τὴν μυσταγωγίαν, ἀλλ’ ἐπικροτήσαντες μόνον καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, ἄγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; ἆρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; εἶτα ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου
25βήματος τοὺς ἐπικουροῦντας αὐτῷ ὅταν αἰτιάσηται τῶν ἀκρο‐ ωμένων τὸ ῥᾴθυμον καὶ εὐάφορμον εἴπῃ διὰ τοῦτο τὸν ὄκνον; κατακριθήσεται γὰρ μᾶλλον ὡς ἔστιν ἰδεῖν ἐκ τῆς εὐαγγελι‐ κῆς παραβολῆς· ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ καὶ ἀπολυπλα‐
30σίαστον ἔχων προσεκόμιζε λέγων “Κύριε ἴδε ἔχεις τὸ σόν.”
ἆρ’ οὖν ἐπῃνέθη καὶ γερῶν ἠξίωται, ἢ κατεδικάσθη μᾶλλον473

474

ὡς ὀκνηρός; “Ἔδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν “μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν “σὺν τόκῳ.” οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, εἰς
5νοῦν ἀπόθεσθε τὸ δοθὲν καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρ‐ δίας κρύψατε, εὖ εἰδότες ὅτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων ἐγχωννύμενα μὲν ταῖς βώλοις καρποφορεῖ, τὰ δὲ ἀκατάχωστα διαρπάζεται.
9tXV.
10 Πλὴν ἐσπούδασεν ὁ Κύριος μήτε δι’ ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι, τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ὥστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας, ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις
15ἀπιστηθῇ. ἐπειδὴ γὰρ ἔμελλεν αἵρεσις ἀνακύπτειν ἡ λέ‐ γουσα ὅτι φάντασμα ἦν τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν· οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ’ ἂν κατεδέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον· ἵνα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος ὅτι τοῦτο ἐγέ‐
20νετο ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια, καὶ ἔδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως.
24tΤοῦ ἁγίου Κυρίλλου εἰς τό Πατὲρ εἰς χεῖράς σου παρατίθημι
25tτὸ πνεῦμά μου.
26 Μέγα πάλιν καὶ ἐξαίρετον κατόρθωμα ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. ἐπειδὴ γὰρ
δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ ἐν αὐτῷ τὸ474

475

ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, καὶ κεκαινοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμ‐ πεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς
5ὁ ἅγιος ἔφη Στέφανος “Κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά “μου·” καὶ ὁ μακάριος δὲ γράφει Πέτρος “Ὥστε καὶ “πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατι‐
“θέσθωσαν τὰς ἑαυτῶν ψυχάς.”475