TLG 4090 009 :: CYRILLUS :: Fragmenta homiliae quod unus est Christus

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Fragmenta homiliae quod unus est Christus

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 455–458.

fr. 2

Citation: Page — (line)

455

(1t)

II.
2tFRAGMENTA HOMILIAE QUOD UNUS EST CHRISTUS.
3tἘκ τοῦ αὐτοῦ λόγου ὅτι εἷς ὁ Χριστός.
4Οἱ διαιροῦντες εἰς υἱοὺς δύο τὸν ἕνα Χριστὸν, ὥσπερ εἰς
5λήθην ἥκουσι τῶν τοῦ μακαρίου Παύλου φωνῶν· γράφει γὰρ ἐναργῶς, ποτὲ μὲν ὅτι “ἡμῖν εἷς Θεὸς ὁ πατὴρ, ἐξ οὗ “τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χρι‐ “στὸς, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ,” καὶ πάλιν “Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα·” εἰ δὲ ἦσαν υἱοὶ
10δύο κατά τινας, ἔφη ἄν Δύο κύριοι, δύο πίστεις, δύο βαπ‐ τίσματα· ἕνα δὲ λέγων καὶ μίαν πίστιν καὶ ἓν βάπτισμα, ἐκείνων ἀπαιδευσίαν καταψηφίζεται. εἰ γὰρ δύο κατ’ αὐτούς εἰσι, τίνα κύριον εἴπομεν, τίνι τὴν πίστιν ὁμολογοῦμεν, εἰς τὸ τίνος ὄνομα βαπτιζόμεθα;
15tἘκ τοῦ αὐτοῦ λόγου.
16 Ἴδωμεν πρῶτον τί φησιν ὁ μακάριος Δανιὴλ, καὶ τὴν ὅρασιν αὐτοῦ τὴν φρικωδεστάτην φέρε πολυπραγμονήσωμεν ἀναγκαίως, πρῶτον μὲν τεθεᾶσθαι παλαιὸν ἡμερῶν καθήμενον ἐπὶ θρόνου καὶ χιλιάδας λειτουργούσας αὐτῷ, καὶ μυριάδας
20περιεστώτας αὐτοῦ τὸν θρόνον· εἶτά φησιν “Ἐθεώρουν ἐν “ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ “ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμε‐ “ρῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη καὶ αὐτῷ “ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι φυλαὶ γλῶσσαι
25“αὐτῷ δουλεύουσιν.” ἰδοὺ δὴ σαφῶς ὡς υἱὸς ἀνθρώπου μετὰ τῶν νεφελῶν ἔρχεται καὶ μέχρι τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. καὶ τί τοῦτό ἐστι δοκιμάσωμεν ἀκριβῶς. ἆρα γὰρ
τόπῳ περιληπτὸς ὁ τῶν ὅλων Θεὸς οὗ πάντα μεστά; οὐ455

456

πιστεύομεν λέγοντι “Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ “λέγει Κύριος;” ποῦ τοίνυν ἔφθασεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν; κατὰ τὴν δόξαν δηλονότι τὴν θεοπρεπῆ καὶ κατά γε τὴν κατὰ πάντων ὑπεροχήν· συνε‐
5δρεύει γὰρ τῷ Πατρὶ καί ἐστιν ὁμόθρονος αὐτῷ· οὐχ ὅτε μόνον γυμνὸς ἦν ὁ Λόγος καὶ ἄσαρκος ἔτι, ἀλλὰ καὶ ὅτε γέγονεν ἄνθρωπος. ὅρα τοίνυν καὶ ἐν ἀνθρωπότητι Θεὸν ὄντα τὸν Υἱόν· οὐ γὰρ ἂν ἐδόθη αὐτῷ ἡ τῆς θεότητος τιμὴ καὶ ἡ κατὰ πάντων βασιλεία ἀλλ’ οὐδ’ ἂν ἐδούλευσαν αὐτῷ
10φυλαὶ καὶ γλῶσσαι εἰ μὴ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, εἷς καὶ μόνος ὢν Υἱὸς καὶ ὅτε πέφηνεν ἄνθρω‐ πος. δέχου δὲ καὶ ἐπὶ τούτῳ πληροφορίαν· ἔφη μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῆς τοῦ προφητοῦ φωνῆς “Τὴν δόξαν “μου ἑτέρῳ οὐ δώσω,” εἶτά φησιν “Ὃς γὰρ ἂν ἐπαισχυνθῇ
15“με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου “ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ “τῶν ἁγίων ἀγγέλων.” ἆρα οὖν οὐ μέγα καὶ θαυμαστὸν ἐπαγγέλλεται, εἰ ἐν δόξῃ θεότητος υἱὸς ἀνθρώπου, ἐν ὑπερτά‐ ταις ὑπεροχαῖς ὁ ἐκ γυναικὸς κατὰ σάρκα, καὶ ἰδίους ἔχων
20τοὺς ἀγγέλους ὁ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονώς; οὐ‐ ρανὸς ὅλος, ἀρχαὶ, δυνάμεις, ἐξουσίαι, θρόνοι, κυριότητες δορυφοροῦσιν ἄνθρωπον· ὡς Κριτῇ τῶν ὅλων παρεστήκασι λειτουργοῦντες αὐτῷ. καὶ μάρτυς ὁ πάνσοφος Παῦλος γεγρα‐
φὼς ἑβραίοις περὶ αὐτοῦ “Ὅταν γὰρ εἰσαγάγῃ τὸν πρωτότοκον456

457

“εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ “πάντες ἄγγελοι Θεοῦ.” πότε οὖν γέγονεν ὁ Μονογενὴς πρωτότοκος; ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς καὶ κεχρη‐ μάτικε μεθ’ ἡμῶν υἱὸς ἀνθρώπου. ἀλλ’ εἴπερ ᾔδεσαν οὐκ
5ὄντα Θεὸν αἱ ἄνω δυνάμεις οὐδὲ φύσει καὶ ἀληθῶς Υἱὸν τὸν ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, πῶς ἂν ἠνέσχοντο προσ‐ κυνεῖν αὐτῷ; οὐκοῦν ὃν προσκυνοῦσιν ἄγγελοι, μὴ ἀτιμάσῃς αὐτὸς, ἕτερον εἶναι λέγων υἱὸν κατὰ μόνας καὶ ἰδικῶς· πίστευε δὲ μᾶλλον ὡς εἷς καὶ μόνος ἐστὶν Ἰησοῦς Χριστὸς
10ὁ αὐτὸς ἐκ Πατρὸς θεϊκῶς κατὰ τὴν ἄφραστον γέννησιν, καὶ ἐκ γυναικὸς κατὰ σάρκα διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν.
12tΤοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς ὅτι εἷς Κύριος Ἰησοῦς
13tΧριστός.
14Πρὸς δὴ τὰ τοιαῦτα φαῖεν ἂν ἴσως οἱ φιλονεικεῖν ἐθέ‐
15λοντες Οὐκοῦν ὁ φύσει καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ γέγονεν ὑπὸ νόμον; εἶτα τί τὸ λυποῦν εἰπέ μοι κἂν εἰ τοῦτο λέγοιτο παθεῖν; εἰ γὰρ πιστεύομεν ὅτι γέγονε σὰρξ τουτέστιν ἄνθρωπος ὁ καθ’ ἡμᾶς γενέσθαι καταξιώσας, διατί μὴ μεθ’ ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι λέγοιτο; ὥσπερ γὰρ εἰ
20καὶ γέγονε καθ’ ἡμᾶς, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ ἡμᾶς· καὶ εἰ κτίσεως κεχρημάτικε μέρος διὰ τὸ ἀνθρώπινον, ἔχει καὶ οὕτω τὸ ὑπὲρ πᾶσαν εἶναι τὴν κτίσιν. καὶ ὥσπερ μορφὴν δούλου λαβὼν οὐδὲν ἧττόν ἐστι Δεσπότης, ὡμο‐ λόγηται δὲ καὶ ὑπάρχειν τῶν ὅλων Κύριος· οὕτω κἂν
25εἰ λέγοιτο γενέσθαι τυχὸν ὑπὸ νόμον ὡς ἄνθρωπος, οὐκ ἀπέστη τοῦ εἶναι ὑπὲρ νόμον ὡς Θεός. τί γὰρ, εἰπέ μοι, φορτικώτερον τοῦ, γέγραπται περὶ αὐτοῦ ὅτι γέγονεν “ὑπὲρ “ἡμῶν κατάρα,” καὶ πάλιν “Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ
“ἡμῶν ἁμαρτίαν ἐποίησεν,” ἀλλ’ οὔτε κατάρα ἐστὶν ὁ τὴν457

458

ἐφ’ ἡμᾶς κατάραν ἄπρακτον ἀποφήνας, οὔτε μὴν ἁμαρτία κατὰ τὸ ἀληθὲς ὁ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀπαλείψας καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἁπάντας ἐλευθερῶν. τί οὖν ἄρα φορτικώτερον τὸ χρηματίσαι κατάραν καὶ ἁμαρτίαν ἢ τὸ
5μεθ’ ἡμῶν καὶ ὑπὸ νόμον γενέσθαι κατὰ τὸ ἀνθρώπινον; οἰκειοῦται τοίνυν ἅπαντα τὰ τῇ ἀνθρωπότητι πρέποντα διά γε τὸ μεθ’ ἡμῶν γενέσθαι κατὰ σάρκα. πότε τοίνυν γέγονεν ὑπὸ νόμον, ὁ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς ἐξηγήσεται λέγων “Ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν
10“κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα “παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου “ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθή‐ “σεται, καὶ τὸ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ “Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.”
15ἀκούεις ὅπως εἰς ὄψιν ἄγεται τοῦ Πατρὸς ὡς ἄνθρωπος καθ’ ἡμᾶς ὁ σύνεδρος αὐτῷ Θεὸς Λόγος ὁ καὶ διὰ τῆς τοῦ νόμου σκιᾶς ἐν τοῖς πρωτοτόκοις γραφόμενος; ἅγια γὰρ καὶ ἱερὰ τῷ Θεῷ καὶ τὰ πρὸ τῆς ἐνανθρωπήσεως πρωτότοκα. ἔθυον οὖν ὑπὲρ αὐτοῦ κατὰ τὸν νόμον· συνετέλεσε δὲ καὶ τοῖς
20δασμολογοῦσι τὸ δίδραχμον καίτοι συντελέσαι μὴ ὀφείλων αὐτὸς διά τοι τὸ εἶναι κατὰ ἀλήθειαν Υἱός. καὶ γοῦν ἔφη πρὸς τὸν μακάριον Πέτρον “Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων “λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ “τῶν ἀλλοτρίων;” εἴποντος δὲ Πέτρου καὶ μάλα ὀρθῶς
25“Ἀπὸ τῶν ἀλλοτρίων” ἔφη πάλιν αὐτός “Ἄρα ἐλεύθεροί
“εἰσιν οἱ υἱοί.”458