TLG 4090 008 :: CYRILLUS :: Fragmenta homiliae de uno filio

CYRILLUS Theol.
(Alexandrinus: A.D. 4–5)

Fragmenta homiliae de uno filio

Source: Pusey, P.E. (ed.), Sancti patris nostri Cyrilli archiepiscopi Alexandrini in D. Joannis evangelium, vol. 3. Oxford: Clarendon Press, 1872 (repr. Brussels: Culture et Civilisation, 1965): 452–454.

fr. 1

Citation: Page — (line)

452

(1t)

HOMILIARUM FRAGMENTA.
2tI.
3tFRAGMENTA HOMILIAE DE UNO FILIO.
4tΤοῦ αὐτοῦ ἐκ τῆς ὁμιλίας τῆς περὶ ἑνὸς υἱοῦ.
5 ΕΙ γὰρ εἷς ἐστιν ἰδικῶς Υἱὸς ὁ ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγος, εἷς δὲ ὁμοίως ἰδικῶς καὶ ἕτερος παρ’ αὐτὸν ὁ ἐκ σπέρματος Δαυεὶδ, τῇ πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν κοινωνίᾳ τιμώ‐ μενος, πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι ὁ μὲν δίδωσιν, ὁ δὲ λαμβάνει· ὁ μὲν στεφανοῖ, ὁ δὲ στεφανοῦται· καὶ ὁ μέν ἐστι
10φύσει Κύριος, ὁ δὲ οὐκ ἔστι; τίνες οὖν οἱ ταῦτα λέγοντες καὶ φρονοῦντες, ἢ ποῖον αὐτῶν τὸ κρῖμα, τοὺς ἁγίους ἐρωτή‐ σωμεν μαθητάς. ἄκουε λέγοντος ἐναργῶς “Παρεισέδυσαν “γάρ τινες ἄνθρωποι, οἱ καὶ πάλαι προγεγραμμένοι εἰς τοῦτο “τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ χάριν μετατιθέντες καὶ τὸν
15“μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνού‐ “μενοι.” πῶς οὖν μόνος ἐστὶ δεσπότης Ἰησοῦς Χριστὸς ὁ κοινωνὸς τῆς ἑτέρου δεσποτείας γεγονὼς, εἰ κατὰ χάριν ἔχει τοῦτο, εἰ δοτὸν αὐτῷ καὶ αὐτὸ τὸ τῆς υἱοθεσίας ἀξίωμα, εἰ μηδὲν ὅλως αὐτοῦ, πάντα δὲ μᾶλλον ἑτέρου τοῦ δόντος αὐτῷ;
20μόνον ἔφη δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἐκ Θεοῦ Λόγον· πῶς οὖν συνάπτεις αὐτῷ κοινωνὸν τὸν ἐκ
σπέρματος Δαυείδ; οὐκ ἐᾷς γὰρ μόνον εἶναι δεσπότην,452

453

μερίζων αὐτοῦ τὴν κυριότητα καὶ προσνέμων ἑτέρῳ. οὐκοῦν λέγομεν τοῖς οὕτω φρονεῖν ἑλομένοις, τὸ διὰ φωνῆς Ἡλίου “Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;” οὐδὲν παρ’ ὑμῖν ὀρθὸν, χωλεύει δὲ πάντα καὶ πολλὴ σαθρό‐
5της ἐννοιῶν· ἀλλ’ οὐ ταῖς τινῶν εἰκαιοβουλίας ἑψόμεθα, Χριστὸν δὲ μᾶλλον ὁμολογοῦμεν ἕνα τῇ φύσει καὶ ἀληθῶς ἐκ Πατρὸς Λόγον, καὶ ἐν προσλήψει γεγονότα σαρκὸς καὶ αἵματος.
9tἘκ τοῦ αὐτοῦ λόγου.
10 Ὑπὸ κατάραν ἐσμὲν οἱ εἰς Χριστὸν πιστεύσαντες, εἰ μὴ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ὁ ἐκ παρθένου σαρκωθείς· ἔφη γάρ που περὶ αὐτοῦ ὁ προφήτης Ἡσαΐας “Καὶ ἔσται ἡ “ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ “ἔθνη ἐλπιοῦσι.” πῶς οὖν ἐπ’ αὐτῷ τὰς ἐλπίδας ἔχοντες,
15οὐκ ἐσμὲν ἐπάρατοι εἴπερ ἐστὶν ἀληθὴς ὁ προφήτης Ἱερεμίας λέγων “Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον;” ἀλλ’ οὐκ ἐπ’ ἀνθρώπῳ τὰς ἐλπίδας ἐσχήκαμεν οἱ εἰς Χρι‐ στὸν πιστεύσαντες· Θεὸς ἄρα ἐστὶν εἷς καὶ μόνος καὶ κατὰ ἀλήθειαν Υἱὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, ὃς ἔποχος
20ὢν τῷ πώλῳ κατὰ τὴν τῶν εὐαγγελιστῶν πίστιν ἀνέβαινεν εἰς Ἱεροσόλυμα, εἶτα προυπήντων εὐφημοῦντα μειράκια καὶ δὴ καὶ ἔφασκον “Ὡσαννὰ τῷ υἱῷ Δαυεὶδ, εὐλογημένος ὁ “ἐρχόμενος ἐν ὀνόματι Κυρίου.” πρὸς ταύτην τῶν παίδων τὴν φωνὴν, ἠγανάκτουν οἱ φαρισαῖοι· ἐπειδὴ γὰρ ὁρώμενος
25ἄνθρωπος τὴν Θεῷ πρέπουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ453

454

καὶ προσῄεσαν οἱ θρασεῖς διαμαρτυρόμενοί τε καὶ λέγοντες “Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;” μονονουχὶ γάρ φασιν Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων;
5καὶ τί πρὸς ταῦτα Χριστός; ἠγανάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφη‐ μοῦσιν αὐτὸν ὡς Θεόν; οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας “Οὐκ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ “θηλαζόντων κατηρτίσω αἶνον; ἀμὴν λέγω ὑμῖν ἐὰν οὗτοι
10“σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.” ὅρας ὅπως προσμε‐ μαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς Δαυείδ; ἀλλ’ οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς ὡς αὐτοί φασιν ἀλλ’ οὐδὲ ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας. διὰ τοῦτο καὶ
15Θεὸς καὶ Κύριος καὶ Ὕψιστος ὀνομάζεται καὶ διὰ τῆς τῶν ἀγγέλων φωνῆς. καὶ γοῦν ὁ μακάριος Γαβριὴλ τὴν Ἰωάννου γέννησιν εὐαγγελιζόμενος καὶ τὴν ἐσομένην αὐτοῦ διακονίαν ἐναργῆ καθιστὰς τῷ Ζαχαρίᾳ φησὶν ὅτι “πολλοὶ ἐπὶ τῇ “γεννήσει αὐτοῦ χαρήσονται καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ
20“ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν.” πῶς οὖν ἐπέ‐ στρεφεν ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν τοὺς υἱοὺς Ἰσραήλ; εὐηγγελίζετο γὰρ αὐτοῖς λέγων “Ὀπίσω μου ἔρχεται ἀνὴρ “ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, κἀγὼ οὐκ “ᾔδειν αὐτὸν ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός
25“μοι εἶπεν Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐ‐ “ρανοῦ καὶ μένον ἐπ’ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν “Πνεύματι Ἁγίῳ, κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός “ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.” καὶ οὐκ εἶπε μετὰ τούτου ἐστὶν ὁ
υἱὸς τοῦ Θεοῦ ἀλλ’ οὐδ’ ἐν τούτῳ ἐστὶν, ἀλλ’ ὅτι οὗτός ἐστιν.454