TLG 4090 006 :: CYRILLUS :: Fragmenta in sancti Pauli epistulam ad Hebraeos CYRILLUS Theol. Fragmenta in sancti Pauli epistulam ad Hebraeos Citation: Page — (line) | ||
362(1t) | CYRILLI | |
2t | ARCHIEPISCOPI ALEXANDRINI | |
---|---|---|
3t | COMMENTARIORUM | |
4t | IN EPISTOLAM AD HEBRAEOS | |
5t | FRAGMENTA QUOT REPERIRI POTUERUNT. | |
6t | PRAEFATIONIS FRAGMENTUM. | |
1 | ΓΕΓΟΝΕ δὲ αὐτῷ καὶ σφόδρα σοφὸς ὁ τῆς ὑφηγήσεως τρόπος καὶ πολὺ δὴ λεπτῶς καὶ εὐμηχάνως ἐσκευασμένος. διαποικίλλεται γὰρ ἔκ τε νομικῶν γραμμάτων καὶ πνευματι‐ κῶν ἐννοιῶν καὶ τῆς τῶν ἁγίων προφητῶν πολυτρόπου | |
5 | προαναῤῥήσεως, καὶ σκοπὸς αὐτῷ καταδιδάξαι πανταχῆ καὶ ἀναπείθειν τοὺς ἐντευξομένους ὅτι τύποι μὲν ἦσαν τὰ διὰ | |
Μωυσέως τὴν τῆς ἀληθείας ὠδίνοντα δύναμιν, ἀλήθεια δὲ ὁ | 362 | |
363 | Χριστός· περιττὴν ἀποφαίνων τὴν ὡς ἐκ τύπου καὶ σκιᾶς χρειωδεστάτην τοῖς πάλαι παράδειξιν. καθίστησι δὲ πρὸς τούτῳ καὶ τοῦτο ἡμῖν ἐναργὲς, ὅτι καὶ τοῖς ἐν νόμῳ βεβιω‐ κόσι λαμπρῶς, συμβέβηκεν οὐχ ἑτέρως τὸ ἐν εὐκλείαις γενέ‐ | |
5 | σθαι καὶ εὐδοκιμεῖν, πλὴν ὅτι διὰ τῆς πίστεως τῆς εἰς Θεὸν, καὶ ὅτι χρῆμά ἐστιν ἀρχαῖον ἡ πίστις καὶ τοῖς ἁγίοις πατρά‐ σιν ἐντριβές. οὐκ ἐχρήσατο δὲ ταῖς κατειθισμέναις αὐτῷ ἀρχαῖς τε καὶ προοιμίοις, ἐπειδήπερ ἐν ὑποψίαις τε ἦν καὶ διαβολαῖς παρὰ τοῖς πιστεύσασι τῶν Ἰουδαίων ὡς τοῖς ἐξ | |
10 | ἐθνῶν προσκείμενον καὶ διδάσκοντα πάντας πανταχῆ παρ’ οὐδὲν ἡγεῖσθαι τὸν νόμον καὶ τῶν μὲν πατρῴων ἐθῶν ὡς εἰ‐ καίων καταφρονεῖν, ἐφ’ ἑτέραν δὲ ὥσπερ ἰέναι τρίβον, ὡς ἐκ τῶν πράξεων τῶν ἀποστόλων τοῦτό ἐστι καταμαθεῖν. οἰκο‐ νομικώτατα τοίνυν περιστέλλει τὰ συνήθη, καὶ σεσίγηκε | |
15 | μὲν τῆς ἀποστολῆς τὴν χάριν· κεχώρηκε δὲ μᾶλλον ἐπὶ τὸ μεμνῆσθαι δεῖν πατέρων τε καὶ προφητῶν ἁγίων, εὐπαρά‐ δεκτον ἔσεσθαι τὸν λόγον αὐτοῖς διὰ τούτου πεπιστευκώς. ἔφη γοῦν Λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις. | |
20 | Λελάληκε μὲν ὁ Θεὸς τοῖς ἀρχαιοτέροις ἐν Πνεύματι διὰ στόματος ἁγίων καὶ διὰ φωνῆς προφητῶν, καὶ γοῦν ἔφη δι’ ἑνὸς αὐτῶν τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐντρέπων “Οἱ “πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα “ζήσονται; πλὴν τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου | |
25 | “δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις “μου τοῖς προφήταις.” ἀλλ’ εἰ καὶ ἦν ἐν Πνεύματι τοῖς ἀρχαιοτέροις τῆς προφητείας ἡ χάρις, οὐ γέγονε δίχα τοῦ ἐκ Πατρὸς ὄντος Θεοῦ Λόγου· λαλεῖ γὰρ ἁγίοις ὡσαύτως τὸ Πνεῦμα αὐτοῦ. καὶ οὐ δήπου φαίη τις ἂν εἴ γε νοῦν ἔχοι | |
30 | ὡς τὸ Πνεῦμα τὸ Ἅγιον ὑπουργικὴν εἰς ἡμᾶς ἀποπεραῖνον | 363 |
364 | διακονίαν, ἐν ἴσῳ προφήταις δέχεσθαι μὲν παρὰ τοῦ Θεοῦ Λόγου τὴν περὶ ὧν ἂν βούλοιτο γνῶσιν ἤγουν ἀποκάλυψιν, ποιεῖσθαι δὲ οὕτως εἰς ἡμᾶς αὐτήν· διοίσει γὰρ οὕτως κατ’ οὐδένα τρόπον τῶν ἁγίων προφητῶν εἴπερ ὧδε | |
5 | ἔχοι· ἀλλ’ εἰδὸς πάντα τὰ ἐν αὐτῷ, παρ’ αὐτοῦ λαμβάνειν λέγεται καὶ ἀναγγέλλειν ἁγίοις. οὐκοῦν ἐλάλει καὶ πάλαι διὰ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀρχαιοτέροις ὁ Μονογενής· ἐλάλει δὲ πολυτρόπως, διαμορφοῦσθαι κελεύων τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως ἑαυτοῦ μυστήριον· ἔστιν οὖν | |
10 | ἀκοῦσαι λέγοντος διὰ προφητῶν “Ἐγὼ ὁράσεις ἐπλήθυνα “καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην,” καὶ πάλιν “Αὐτὸς “ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγε‐ “λιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά.” ἐπὶ γὰρ συντελείᾳ τῶν αἰώνων αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ λελάληκεν | |
15 | ὁ Υἱὸς, οὐ μεσολαβοῦντος ἔτι προφήτου καὶ φωνῆς ἁγίων ἀλλὰ δι’ ἑαυτοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ Μονογενὴς τοὺς πρὸς ἡμᾶς πεποίηται λόγους. λαλῆσαι δέ φαμεν ἐν Υἱῷ τὸν Πατέρα, οὐχ ὡς δι’ ἀνθρώπου τινὸς ἰδικῶς διὰ μέσου κει‐ μένου καὶ διαπορθμεύοντος εἰς ἡμᾶς οὐκ ἰδίους μᾶλλον ἀλλὰ | |
20 | τοὺς παρ’ ἑτέρου λόγους, ἄλλ’ ἰδίᾳ φωνῇ τῇ διὰ τοῦ σώμα‐ τος λαλοῦντος ἡμῖν τοῦ Υἱοῦ· αὐτοῦ γὰρ ἦν τοῦ Μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃτοι | |
25 | “καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” Ὀρθῶς οὖν ὁ Παῦλός φησιν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα· ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπό‐ | |
τητι μεθ’ ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον | 364 | |
365 | ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι’ ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δι’ ἡμᾶς εἰς ταπείνωσιν ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρονόμος πάντων τεθεῖσθαι λέγεται, καί‐ | |
5 | τοι κατεξουσιάζων τῶν ὅλων καθὰ καὶ νοεῖται καὶ ἔστι Θεός· πάλιν γὰρ εἰς τὸν ἴδιον πλοῦτον ἀναφοιτᾷ καὶ μετὰ σαρκός. μεμένηκε γὰρ οὐδαμῶς ἐν τῇ καθ’ ἡμᾶς πτωχείᾳ· οὐ διὰ τοῦτο γενόμενος σὰρξ ἵνα πτωχὸς ἀπομείνῃ μεθ’ ἡμῶν, τὸν ἴδιόν τε καὶ θεοπρεπῆ πλοῦτον ἀποβαλὼν, ἀλλ’ ἵνα μᾶλλον | |
10 | ἡμεῖς οἱ τῶν θείων χαρισμάτων νοσοῦντες τὴν ἔνδειαν, τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. καὶ γοῦν Υἱὸς ὢν φύσει καὶ συναΐδιος τῷ Πατρὶ ὅτε διὰ τῆς ἁγίας παρθένου καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι’ ἡμᾶς, ὡς εἰς ἀρχὰς υἱότη‐ τος ἀνακομιζόμενος ἔφασκε διὰ τοῦ Δαυείδ “Κύριος εἶπε | |
15 | “πρὸς μέ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·” τὸ γάρτοι σήμερον καιροῦ τοῦ ἐνεστηκότος καθ’ ὃν καὶ γέγονε σὰρξ ποιεῖται τὴν δήλωσιν· ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος. μεμαρτύρηκε γὰρ Ἰωάννης περὶ αὐτοῦ ὅτι “εἰς τὰ ἴδια ἦλθεν,” ἴδια λέγων αὐτοῦ τὸν κόσμον, ὡς εἰς | |
20 | δόξαν ἀσυνήθη τὴν τῆς βασιλείας καλούμενος ἔφασκεν “Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ,” δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός· ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν’ ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, ὁδοποιήσῃ δι’ ἑαυτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν | |
25 | μεθέξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμένους· ὥσπερ γὰρ οἷά τινα κλῆρον ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος | |
30 | τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά· δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὴ πάντως ὁ Μονογενὴς, πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεὸς, δεῖται δὲ ὅλως οὐδενὸς, καταπλουτίζει μᾶλλον | |
αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. | 365 | |
366 | Τέθειται τοίνυν ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομι‐ κῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς, ἀνοσίως διηρπασμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. καὶ γοῦν | |
5 | ἔφη πρὸς αὐτὸν ὁ Θεὸς καὶ Πατήρ “Αἴτησαι παρ’ ἐμοὶ καὶ “δώσω σοι ἔθνη τὴν κληρονομίαν σου” καὶ ἑξῆς· οὗ πρὸς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν φησιν “Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν κἀμοὶ “αὐτοὺς δέδωκας.” ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα | |
10 | αὐτῷ πλοῦτον κατὰ φύσιν ἄνεισι καὶ μετὰ σαρκός· εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατὰ τίνα δὴ τρόπον νοη‐ θεῖεν ἂν τοῦ συμβασιλεύοντος αὐτῷ Λόγου; τοιγάρτοι καὶ ἔφασκεν ὅτι “πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμὰ, καὶ “δεδόξασμαι ἐν αὐτοῖς.” πῶς οὖν αἰτεῖν προστάττεται, καὶ | |
15 | δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται καὶ τὰ πέρατα τῆς γῆς; ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεῷ διασῶσαι θελήσας ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Πατὴρ, πέπομφεν εἰς τόνδε τὸν κόσμον τὸν Μονογενῆ Θεὸν Λόγον ἵνα γενόμενος σὰρξ καὶ | |
20 | τοῖς ἀνθρώποις συναναστραφεὶς ὡς ἄνθρωπος, κηρύξαι αἰχ‐ μαλώτοις μὲν ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν. οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσομεν τὴν οἰκονομίαν· ποῦ γὰρ ὅλως ἐπτώχευσεν, εἰ μὴ γέγονε | |
25 | καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός; οὕτω φρονεῖν ἡμᾶς ἀναπείθων ὁ θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τέτοκεν ἡμῖν ἡ ἁγία παρθένος τὸν Ἐμμανουὴλ, πῶς | |
30 | δι’ αὐτοῦ τοὺς αἰῶνας πεποιῆσθαί φησι; καὶ μάλα ὀρθῶς. ὁ | |
γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου | 366 | |
367 | γεγεννημένος, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων γεγενῆσθαι λέγεται σαρκικῶς ἐκ γυναικός. ἀδικήσει δὲ ὅλως οὐδὲν εἰς ἀρχαιότητα θεοπρεπῆ τὸν οὕτως ἔχοντα κατὰ φύσιν τὸ νεώ‐ τερον τῆς οἰκονομίας οὔτε μὴν τῆς ὑπάρξεως αὐτοῦ τὸ πρεσ‐ | |
5 | βύτατον τὴν οἰκείαν ἀπολέσει δόξαν· γέγραπται γὰρ ὅτι “Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς “αἰῶνας.” ὅτι δὲ καὶ ἐν σαρκὶ πεφηνὼς προσμεμαρτύρηκεν ἑαυτῷ τὸ ὡς ἐν θείᾳ φύσει πρεσβύτατον, πιστώσεται λέγων πρὸς Ἰουδαίους “Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἁβραὰμ γε‐ | |
10 | “νέσθαι ἐγώ εἰμι·” ἔφη δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγ‐ γελιστής “Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν “ὅτι πρῶτός μου ἦν·” πλουτεῖ γὰρ ἐν πᾶσι καὶ πρωτεύει Χριστός. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης. | |
15 | Ὥσπερ ἐστὶν ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ’ ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Υἱὸς, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ’ αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός. ἴδοι δ’ ἄν τις αὐτῷ τῆς τοῦ τεκόν‐ | |
20 | τος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος. Θεὸς γάρ ἐστιν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωή τε ὁμοίως ἐκ ζωῆς· ὑπερανέστηκε δὲ τοσοῦτον τὴν σύμ‐ πασαν κτίσιν ὅσον ἂν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι γὰρ ἀγένητος ἐξ ἀγενήτου, καὶ οὐ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι | |
25 | παρενηνεγμένοις ἐναρίθμιος· ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ καὶ Θεὸς ἦν ὁ Λόγος· πῶς οὖν ἄρα τό Οὐκ ἦν ἀληθὲς ἔσται λεγόμενον ἐπ’ αὐτοῦ παρὰ τῶν ταῖς θείαις πολεμούντων γραφαῖς; εἰ γάρ ἐστι γενητὸς κατ’ αὐτοὺς, συνυποκείσεται πάντως τοῖς | |
ἄλλοις ἅπασι καὶ τὸν τῆς δουλείας παραδέξεται ζυγὸν, διοί‐ | 367 | |
368 | σει δὲ κατ’ οὐδένα τρόπον τῶν ἑαυτοῦ γεγονότων. ἔστιν οὖν Θεὸς μᾶλλον ὡς ἐκ Θεοῦ· φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. γέγονε μὲν γὰρ “δι’ αὐτοῦ τὰ πάντα καὶ “χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·” ἀνέχει δὲ πάλιν αὐτὸς τὰ | |
5 | πάντα πρὸς ἀκλόνητον διαμονήν. Ἐλέγομεν ὅτι τοῖς μὲν ἀρχαιοτέροις ὁ Θεὸς διὰ Μωυσέως τεθέσπικε καὶ τῶν προφητῶν· ἡμεῖς δὲ γεγόναμεν κατὰ τὴν τοῦ προφήτου φωνήν “διδακτοὶ Θεοῦ.” διδάσκαλον γὰρ ἐσχήκαμεν αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἐνανθρωπήσαντα δι’ | |
10 | ἡμᾶς, τὸν ποιητὴν τῶν αἰώνων, τὸ τῆς πατρικῆς δόξης ἀπαύ‐ γασμα, τὸν χαρακτῆρα τῆς ὑποστάσεως· ταῦτα περιοδικῶς θεωρήσαντες προσθήσομεν τὰ ἐχόμενα· τάδε ἐστί ..... Λόγος ὢν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς παναλκής “Αὐτὸς εἶπε “καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, ἔστη‐ | |
15 | “σεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, “πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται.” ἐπειδὴ γὰρ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διαπαντὸς δύνασθαι· ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας· φέρει τὰ πάντα αὐτὸς | |
20 | τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπόστατος καὶ ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγεννη‐ μένος, πανσθενὲς δὲ καὶ ἐνεργὸν τὸ ῥῆμα αὐτοῦ καὶ πάντα εὐκόλως κατορθοῦν ἰσχύον· ἐπάγει δὲ τούτοις Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης | |
25 | ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ δια‐ φορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς καὶ μὴν καὶ ἀπαύ‐ γασμα τῆς δόξης αὐτοῦ, μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν δι’ ἧς καὶ σεσώσμεθα καὶ τὴν | |
30 | ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ | 368 |
369 | αἵματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος “Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, “τὴν ἄφεσιν τῶν παραπτωμάτων.” γράφει δὲ ὡδὶ καὶ Ἰω‐ άννης περὶ τοῦ Θεοῦ καὶ Πατρός “Ἐὰν περιπατῶμεν ἐν τῷ | |
5 | “φωτὶ κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ “Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρ‐ “τίας.” αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὃς κεκάθικεν ἐν δεξίᾳ τῆς μεγαλω‐ σύνης ἐν ὑψηλοῖς, πότε δέ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ | |
10 | αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων ἀγγέλων, κληρονομῆσαι δὲ παρ’ αὐτοὺς τὸ διαφορώ‐ τερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος καίτοι Λόγος ὢν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἰδίᾳ φύσει | |
15 | ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας ἵν’ οὕτως εἴπω τοὺς πόνους· ὑπέμεινε γὰρ “σταυρὸν αἰσχύνης καταφρονήσας,” ἀτιμίας τε καὶ ὕβρεις καὶ ἐμπτύσματα· ἀλλ’ ἵν’ ἡμᾶς ἀπαλ‐ λάξῃ παντὸς μολυσμοῦ αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· “δι’ αὐτοῦ γὰρ | |
20 | “τὴν προσαγωγὴν” ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε “σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν “ἐν ἡμῖν,” ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίας παρ‐ θένου ληφθὲν, ἀλλ’ οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. | |
25 | ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐ‐ ρανὸν καὶ ἦν αὐτοῦ τὰ πάντα μεστά. καὶ ἠλάττωτο μὲν βραχὺ παρ’ ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις· ἦν δὲ καὶ οὕτως ἔχων “ὑπεράνω πάσης ἀρχῆς ἐξουσίας τε | |
30 | “καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον “ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.” καὶ τοῦτο | |
εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος “Γινώσκετε γὰρ τὴν | 369 | |
370 | “χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πλούσιος ὢν “ἐπτώχευσε δι’ ἡμᾶς, ἵν’ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ” πλου‐ τήσωμεν. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. | |
5 | Τὸ μὲν γάρ Ἄγγελος, ὄνομα λειτουργίας ἐστὶ σημαντικὸν, οἰκετικόν τε ἡμῖν ὑπεμφαίνει μέτρον· τὸ δέ γε Υἱὸς, τὴν ἐκ Πατρὸς ὕπαρξιν οὐσιώδη καὶ φυσικὴν δηλοῖ· διὰ τοῦτο γοῦν οὐδὲ συγκριτικῶς εἴρηκε μείζων ἢ τιμιώτερος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλά | |
10 | Κρείττων εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ γνωρίσῃ· καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος “Ὅτι “κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας,” τοῦ δὲ Σολομῶντος ἀναφωνοῦντος “Κρείσσων σοφία λίθων | |
15 | “πολυτελῶν·” πῶς γὰρ οὐχ ἑτεροούσια καὶ ἄλλα τὴν φύσιν, ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι; ποία δὲ συγγένεια ταῖς ἐν οὐρανοῖς αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; οὕτως ἄρα οὐδεμία συγγένεια τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τό | |
20 | Κρείττων, ἀλλὰ διακριτικῶς διὰ τὸ διαλλάττον τῆς τούτου φύσεως ἀπ’ ἐκείνων· καὶ αὐτὸς οὖν ὁ ἀπόστολος τό Κρείττων ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ, ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων ὅτι ὁ μὲν, Υἱὸς, τὰ δὲ, δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται, τὰ δὲ ὡς | |
25 | δοῦλα παρέστηκε καὶ ἀποστέλλεται καὶ λειτουργεῖ. Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ· καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα Γενόμενος οὐ γενητὸν | |
30 | σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε· εἰ μὲν γὰρ ἁπλῶς | 370 |
371 | εἰρήκει γενόμενος καὶ ἐσιώπησεν, ἦν πρόφασις τοῖς Ἀρειανοῖς· ἐπεὶ δὲ Υἱὸν προείρηκε, δι’ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ γενόμενος ἀπολελυ‐ μένως ἔθηκεν, ἀλλὰ τὸ κρείττων συνῆψε τῷ γενόμενος· ἀδιά‐ | |
5 | φορον γὰρ ἡγήσατο τὴν λέξιν· εἰδὼς ὡς ἐπὶ ὁμολογουμένως γνησίου Υἱοῦ ὁ λέγων τὸ γενόμενος, ἴσον τῷ γεγενῆσθαι ὅτι ἐστὶ κρείττων λέγει· τὸ μὲν γὰρ γεν[ν]ητὸν οὐ διαφέρει, κἂν λέγῃ τις γέγονεν ἢ πεποίηται· τὰ δὲ γενητὰ, δημιουργήματα ὄντα, ἀδύνατον λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα μετὰ ταῦτα | |
10 | μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγων‐ ται· οὔ τι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα “Πάντα δι’ αὐτοῦ “ἐγένετο” καὶ “Πάντα ἐν σοφίᾳ” ἐποίησεν· ἐπὶ δὲ τῶν | |
15 | υἱῶν τῶν γεννητῶν “Ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγα‐ “τέρες τρεῖς,” καὶ “Ἁβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.” οὐκοῦν εἰ τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνος ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ γενόμενος | |
20 | πρόφασις· κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν, συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως, αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους φθεγγόμενοι· ὧν ὁ μὲν | |
25 | τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησιν· παρ’ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις. ἀλλ’ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι, παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος “Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν | |
30 | “υἱοῖς Θεοῦ,” καὶ τίς “ὅμοιός σοι ἐν θεοῖς, Κύριε;” ἀκού‐ | 371 |
372 | σονται δὲ ὅμως, ἐὰν ἄρα μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὸ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν | |
5 | ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτον ἐστὶ πρᾶγμα, ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις εἴποι ἐπὶ τούτων τό Κρείττων, ἀλλὰ τὸ μᾶλλον καὶ τὸ πλέον. | |
10 | οὕτως Ἰωσὴφ ὡραῖος μᾶλλον ἦν παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· καὶ ἀστὴρ ἀστέρος οὐ κρείτ‐ των, ἀλλὰ μᾶλλον “διαφέρει ἐν δόξῃ·” ἐπὶ δὲ τῶν ἑτερογε‐ νῶν, ὅταν τις ταῦτα παραβάλῃ πρὸς ἄλληλα, τότε τὸ κρείττων πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ | |
15 | τῶν λίθων εἴρηται. εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ ἀπόστολος Τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ τοσούτῳ μείζων ἐστὶν, ἦν ἂν ὑμῖν πρόφασις ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν Υἱὸς δούλων, | |
20 | δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως· λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν αὐτὸν ἄλλον εἶναι πάντων τῶν γενητῶν· ἄλλου δὲ καὶ ἑτεροουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά; | |
25 | διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν Ὁ Πατήρ μου κρείττων μου ἐστὶν, ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβῃ· ἀλλὰ μείζων εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν Μείζων ἐστὶν ἔδειξε πάλιν τῆς οὐσίας | |
30 | τὴν ἰδιότητα. καὶ ὁ ἀπόστολος δὲ, οὐ τὴν τοῦ Λόγου οὐσίαν | |
προηγουμένως διακρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε | 372 | |
373 | Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ἀσύγκριτον γὰρ, μᾶλλον δὲ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε γενομένην παρ’ αὐτοῦ οἰκο‐ νομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον, | |
5 | ἵνα ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ’ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρὰ τούτου καὶ δι’ αὐτοῦ γενο‐ μένη χάρις κρείττων τῆς δι’ ἀγγέλων διακονίας γένηται· δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν | |
10 | ἀμπελῶνα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς τὴν ἀλήθειαν· εἰ δ’ ὅτι γέγραπται Γενόμενος κρείττων, τό Γενόμενος οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦ‐ σαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό | |
15 | Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον, ἀκουέτωσαν πάλιν Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ’ αὐτοῦ ὡς ἐπ’ ἐκείνων τό Γενόμενος· καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω, ἀλλ’ ἔστωσαν ἢ καὶ αὐτοὶ υἱοὶ, ἢ κἀκεῖνος | |
20 | ἄγγελος· καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λει‐ τουργικὸν πνεῦμα εἰς διακονίας ἀποστελλόμενος καὶ αὐτὸς τὰς ὁμοίας ἐκείνων· εἰ δὲ διίστησι τὸν Υἱὸν ὁ Παῦλος ἀπὸ τῶν γενητῶν λέγων “Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός | |
25 | “μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν Ἐγὼ “ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν” .... Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον. | |
Πρωτότοκον δὲ αὐτόν φησιν οὐχ ὡς φασὶν οἱ τὰ ὀρθὰ δια‐ | 373 | |
374 | στρέφοντες τῇ κτίσει τοῦτο συντάττοντες ἀλλ’ ἐπειδήπερ ἐστὶν ἐν πᾶσι πρωτεύων αὐτὸς .... ...κὸς, θαυμάζοντες ἔλεγον “Τίς οὗτος ὁ παραγενόμενος “ἐξ Ἐδώμ· τουτέστιν ἐκ γῆς· ἐρύθημα ἱματίων ἐκ Βοσόρ;” | |
5 | ὅ ἐστι τῇ Ἕλλαδι φωνῇ συνοχῆς ἢ θλίψεως “ἱνατί σου “ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματα σου ὡς ἀπὸ πατητοῦ “ληνοῦ;” προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες “Τί αὗται “αἱ πληγαὶ αἱ ἀνὰ μέσον τῶν χειρῶν σου;” ὁ δὲ πρὸς αὐτούς “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.” καὶ οὐ | |
10 | δήπου φαίη τις ἂν ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖναί τε μετὰ τὴν ἀνάστασιν καὶ σὺν αὐτοῖς ἀνα‐ βαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον. ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν ἵνα λοιπὸν ἀναπείσῃ λέγειν | |
15 | ἐξ εὐμαθοῦς διανοίας “Ὁ Κύριός μου καὶ ὁ Θεός μου,” οὕτω καθάπερ ἐγῷμαι τοῖς ἁγίοις ἀγγέλοις ἐμφανῆ καθιστὰς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον μετὰ τῶν τοῦ πάθους σημείων ἐφαίνετο, ἐρυθρὰ γοῦν τὰ ἱμάτια φέρων καὶ αὐτοὺς δὲ τοὺς τύπους τῶν ἥλων ἵνα καὶ αὐτοὶ πιστεύσειαν ὡς | |
20 | φύσει τε καὶ ἀληθῶς ὑπάρχων Θεὸς γέγονε καὶ υἱὸς ἀνθρώ‐ που, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἵνα προσφορὰν καὶ θυσίαν ἑαυτὸν ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἀναθεὶς τῷ Θεῷ καὶ Πατρὶ διασώσῃ τὴν ὑπ’ οὐρανόν· προσκυνεῖ τοιγαροῦν καὶ ἡ τῶν ἀγγέλων ἁγία | |
25 | πληθὺς, οὐ παραιτουμένη τὴν προσκύνησιν ὅτι πρωτότοκος ἦν καὶ ἐν πολλοῖς ἀδελφοῖς ἄνθρωπος, δεδιδαγμένη δὲ τὴν οἰκονομίαν καὶ τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐπιγινώσκουσα Υἱὸν | |
καὶ ὅτε γέγονε σάρξ. | 374 | |
375 | Πρὸς δὲ τὸν Υἱὸν Ὁ θρόνος σου, ὁ Θεός. Πῶς οὖν οὐκ ἀσύνετον καὶ θρασὺ τὸ περιεργάζεσθαι φύσιν, δι’ ἧς τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν, τὴν χρόνου παντὸς πρεσβυτέραν; γεγόνασι γὰρ δι’ αὐτῆς, καὶ ἔστι | |
5 | πρὸ παντὸς αἰῶνος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἀλλ’ οἱ πάν‐ τολμοι κατηγοροῦσιν αὐτοῦ τὸ νεώτερον, καὶ γενητὸν αὐτὸν εἶναί φασιν· οὐκ εἰδότες ὅτι τοῖς τοῦ Ἁγίου Πνεύματος ἀντιφέρονται λόγοις· δι’ αὐτοῦ μὲν γὰρ πεποιῆσθαι τοὺς αἰῶνάς φασιν οἱ λαλοῦντες ἐν Πνεύματι· οἱ δὲ γενητὸν εἶναι | |
10 | διισχυρίζονται τὸν ἐπέκεινα καὶ νοῦ καὶ λόγου, καὶ οὐδ’ ἐκεῖνο δέχονται κατὰ νοῦν· οὐ γὰρ ἐν χρόνῳ γέγονε πατὴρ ὁ Θεὸς, ἀλλ’ ἦν ἀεί τε καὶ ἐν ἀρχῇ· τούτου δὲ οὕτως ἔχοντος, πᾶσά πως ἀνάγκη συνυφεστάναι νοεῖν τὸν Υἱὸν, ἵνα καὶ ἀληθῶς ὑπάρχῃ πατὴρ ὁ Θεός. ἐπεὶ διδασκέτωσαν, εἰ Λόγος ἐστὶ | |
15 | τοῦ Πατρὸς ὁ Υἱὸς καὶ σοφία καὶ δύναμις καὶ χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ποῖος ἦν ἄρα χρόνος καθ’ ὃν ἦν ἄλογος ὁ Πατὴρ, οὐχ ὑπάρχοντος τοῦ Υἱοῦ; πότε δὲ ἦν δίχα τῆς ἑαυτοῦ σοφίας ἡ τῆς σοφίας πηγή; πότε δὲ δυνάμεως δίχα; πότε δὲ οὐκ ἦν ἐν Θεῷ τὸ ἀπαύγα‐ | |
20 | σμα τῆς δόξης αὐτοῦ; ἢ πῶς οὐκ ἂν εἴη σὺν αὐτῷ τε καὶ ἐν αὐτῷ διηνεκῶς ὁ χαρακτὴρ αὐτοῦ; εἰ μὲν οὖν ἐν χρόνῳ ταῦτα γέγονεν, οὐκ ἦν ἄρα πατὴρ πρὶν γένηται, ἄλογος ἦν καὶ ἄσοφος, καὶ ἰσχὺν οὐκ ἔχων, χαρακτῆρός τε δίχα καὶ ἀπαυγάσματος. ἀλλ’ οἶμαι τοῦτο εἶναι δυσσεβὲς ἐννοεῖν, | |
25 | καὶ τῆς ἀνωτάτω δυσσεβείας ἀπόδειξιν ἔχει· ἀεὶ δὲ ἦν ὁ | 375 |
376 | Πατήρ· ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Ἠγάπησας δικαιοσύνην. Ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ | |
5 | Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξε‐ φώνει λιτήν “Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον “ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.” δύναμις δὲ τοῦ Πατρὸς ὁ Υἱὸς δι’ οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακό‐ | |
10 | σμησιν. καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ’ ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα δικαιοσύνης ἐρ‐ γάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ καὶ “πάντες ἐξέκλιναν, ἅμα “ἠχρειώθησαν,” προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμά‐ | |
15 | των ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ “Χριστῷ” καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς. Ὁ Δαυεὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν | |
20 | Υἱόν “Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ “τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως “παρὰ τοὺς μετόχους σου.” οἴονται δέ τινες οὐ τῷ Μονο‐ γενεῖ πρέπειν τὰς τοιάσδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς | |
πρὸς ἄνθρωπον ἁπλῶς τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννη‐ | 376 | |
377 | μένον· ὕθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέ‐ δεικται λόγων· οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἢ τῆς πρὸς Θεὸν ἑνότητος ἐψιλωμένος ἵνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν | |
5 | ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν ὡς ἀπὸ γνώ‐ μης ἰδίας τε καὶ μόνης· καίτοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἂν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογένει, καὶ ταῖς Ἡσαΐου περὶ αὐτοῦ προφητείαις ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε “Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ | |
10 | “ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ‐ “μανουήλ· βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν “ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν. διότι πρὶν ἢ “γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκ‐ “λέξασθαι τὸ ἀγαθόν.” ἠγάπησέ τε δικαιοσύνην καὶ ἐμίση‐ | |
15 | σεν ἀδικίαν ὡς αὐτόχρημα ὑπάρχων καὶ δικαιοσύνη καὶ Θεός· οὔπω γὰρ ἔχον ὡς ἀπό γε τοῦ καιροῦ τὸ παιδίον τὸ εἰδέναι μὲν τὸ κατεψεγμένον, ἐπαινεῖν δὲ τὸ μὴ οὕτως ἔχον, πῶς ἂν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν; ἀλλ’ ἦν ὡς ἔφην Θεὸς ἐν σαρκὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀγαθῶν | |
20 | ἔξω φέρεσθαι μὴ δυνάμενος. καὶ οὐκ ἐπαινῶ μὲν ὃ βούλομαι λέγειν, ἐχέτω δὲ εἰ δοκεῖ κατὰ τὸν τῶν ἐμπλήκτων λόγον καὶ ἰδίαν ἀρετὴν ὁ καταμόνας τῇ κατὰ πρόσωπον ἑνώσει τετιμημένος. πλὴν ἐκεῖνο λεγόντων ἐρήσομαι Ἐκ ποίων ἄρα κατορθωμάτων τοσοῦτος ἔσται τις καίτοι κατὰ φύσιν | |
25 | ἄνθρωπος ὢν ὡς καὶ αὐτῶν τῶν θείων ἀξιωθῆναι θρόνων καὶ συνεδρεῦσαι μὲν τῷ Θεῷ καὶ Πατρὶ, χρηματίσαι δὲ καὶ Κύριος ἐν ἴσῳ τῷ κατὰ φύσιν, καὶ ἀγγέλους μὲν ἔχειν προσ‐ κυνητὰς, λατρεύουσαν δὲ τὴν σύμπασαν, καίτοι τῆς γραφῆς λεγούσης “Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ | |
30 | “μόνῳ λατρεύσεις,” καὶ πρόσφατον ἐν ἡμῖν οὐκ ἐώσης εἶναι | |
θεόν. ἀλλ’ ἐπ’ ἐκεῖνό που τάχα δραμοῦνται τὸ σύνηθες ἐπι‐ | 377 | |
378 | κούρημα, καὶ δὴ καὶ ἐροῦσιν ὡς ἑνώσει τῇ πρὸς Θεὸν τὴν τῆς κατὰ φύσιν θεότητος περικείσεται δόξαν. ὁμολόγει τοί‐ νυν ἀληθῆ τὴν ἕνωσιν καὶ μὴ σοφίζου τὸ χρῆμα, διιστὰς μὲν τὰς φύσεις καὶ ἀνὰ μέρος ἑκάστην τιθεὶς, ἀσυναφῆ τε | |
5 | εἶναι θατέραν λέγων καὶ μόνην ἡμῖν τῶν προσώπων τὴν ἕνωσιν οὐκ οἶδ’ ὅπως ἐξευρηκώς. Εἰρῆσθαι τοίνυν διαβεβαιούμεθα πρὸς τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν ὡς καθ’ ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρι‐ | |
10 | σέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὢν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος | |
15 | καὶ μισῶν τὴν ἀδικίαν γέγονε καθ’ ἡμᾶς καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα διὰ τὸ ἀνθρώπινον καίτοι Θεὸς ὑπάρχων, καὶ ἐξ αὐτοῦ κεχρίσθαι λέγεται διὰ τοῦ Ἁγίου Πνεύματος, οὐχ ἑαυτῷ δεχόμενος τοῦτο· καὶ γάρ ἐστι κατὰ φύσιν ἅγιος ὡς Θεός· ἀλλ’ οἷον δι’ ἑαυτοῦ προσ‐ | |
20 | άγων ἡμᾶς τῇ χάριτι καὶ ἀξίους ἀποφαίνων τῆς παρὰ Πατρὸς εὐλογίας, καίτοι πάλαι προσκεκρουκότας διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν μετὰ τοῦτο καθ’ ἡμῶν τυραν‐ νήσασαν ἁμαρτίαν· “Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος ἀλλ’ “αὐτὸς” ὁ Κύριος ἔσωσεν ἡμᾶς. εἰ δὲ δή τις οἴεται τὸν ἐκ | |
25 | Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν φύσιν δέχεσθαι τὸν ἁγιασμὸν, εἰς πλατὺ καὶ μέγα δυσφημιῶν ἀποδημήσει πέλαγος. εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πεπράχθαι φαμὲν τὴν ἐνθάδε λεγομένην χρίσιν ἤτοι ἁγιασμὸν, πῶς οὐκ ἀναγκαίως καὶ οὐχ ἑκόντας ὁμολογεῖν ὡς οὐκ ἂν εἴη κατὰ φύσιν ἅγιος, | |
30 | μᾶλλον δὲ οὐδὲ ἅγιος κατά γε τοὺς ἐν ἀρχῇ καὶ πρὸ τῆς | |
χρίσεως χρόνους ἤγουν ἀπεράντους αἰῶνας καὶ πρὶν γενέσθαι | 378 | |
379 | καθ’ ἡμᾶς ἀμοιρήσας ἁγιασμοῦ; καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἦν ἁμαρτίας ἐλεύθερος. Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύ‐ γασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως | |
5 | τῆς ὑποστάσεως αὐτοῦ; διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ’ ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν οὐδὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν. εἶτα τίς ὁ ἁγιάζων αὐτόν; ἐῤῥῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν | |
10 | Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶ‐ σθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός. καὶ θαυμαστὸν οὐδὲν εἰ τὰ τῆς ἀνθρωπότητος ἴδια Θεὸς ὢν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ | |
15 | γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἂν εἰκότως παραιτοῖτο τὰ αὐτῆς; οὐκοῦν εἰ μὲν νοοῖτο καθ’ ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀπροσδεής ἐστι παντὸς ἀγαθοῦ, καὶ ἴδιον αὐτοῦ φαμεν τὸ Ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ ὡς ἔφην γέγονε σὰρξ αὐτὸς τῷ ἰδίῳ Πνεύματι τὸν αὐτοῦ καταχρίει | |
20 | ναόν· ἐνεργεῖ γὰρ ὁ Πατὴρ ἅπερ ἂν ἐργάζοιτο δι’ οὐδενὸς ἑτέρου πλὴν διὰ μόνου τοῦ Υἱοῦ ἐν Ἰσραήλ. οὐκοῦν λέγεται μὲν λαβεῖν τὸ Πνεῦμα οἰκονομικῶς ὡς ἄνθρωπος· “Ἰησοῦν “γὰρ τὸν ἀπὸ Ναζαρὲτ, φησὶν, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς “Πνεύματι Ἁγίῳ καὶ δυνάμει·” δίδωσι δὲ ὡς Θεὸς αὐτὸ τοῖς | |
25 | τοῦτο λαβεῖν ἀξίοις. καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις ἐνεφύ‐ σησε λέγων “Λάβετε Πνεῦμα Ἅγιον,” προσεφώνει δὲ καὶ τοῖς Ἰουδαίων δήμοις ὁ θεσπέσιος Πέτρος περὶ αὐτοῦ “Τῇ “δεξίᾳ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύ‐ “ματος λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεε τοῦτο ὃ ὑμεῖς | |
30 | “βλέπετε καὶ ἀκούετε.” ἀκούεις ἐν τούτοις καὶ μάλα σαφῶς | |
ὑψῶσθαί τε αὐτὸν τῇ δεξιᾷ τοῦ Θεοῦ, λαβεῖν τε ἅμα καὶ | 379 | |
380 | δοῦναι τὸ Πνεῦμα, ὑψοῦται δὲ δηλονότι ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς αὐτὸς ὢν ἡ χεὶρ τοῦ Πατρὸς, δι’ ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται. ὑψοῦται | |
5 | τοίνυν δι’ ἑαυτοῦ κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκώς “Ἐξέλθετε,” κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός. Κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ’ | |
10 | ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις ἀποστόλοις “Πορεύομαι πρὸς τὸν Πατέρα “μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.” ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι’ αὐτοῦ πρὸς υἱοθεσίαν, | |
15 | κεχρημάτικεν ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ’ ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κε‐ κλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι, καὶ τὴν τοῦ τετιμηκότος οὐκ ἠγνοήκαμεν χάριν· οὕτως ὁ κατὰ φύσιν Υἱὸς καὶ Κύριος, κἂν ἐπέγνω διὰ τὴν σάρκα καὶ τὴν | |
20 | πρὸς ἡμᾶς ὁμοίωσιν Θεὸν ἑαυτοῦ τὸν Πατέρα, ἀλλ’ οὐκ ἔξω γέγονε τοῦ εἶναι ὅ ἐστιν, οὔτε μὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους ἡμεῖς ἀγνοήσομεν. πῶς δὲ ἄρα παρὰ τοὺς μετόχους αὐτοῦ κεχρίσθαι λέγεται, φέρε λέγωμεν ὡς ἔνι. ἡμεῖς μὲν γὰρ κεχρίσμεθα τῷ Ἁγίῳ Πνεύματι, διωρισμένων | |
25 | δὲ φυσικῶς τῶν καθ’ ἡμᾶς καὶ τοσοῦτον, ὅσον ἂν νοοῖτο θεότητος φύσις παντὸς γενητοῦ· ὁ δὲ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος τοῦ Θεοῦ Λόγος τῷ ἰδίῳ Πνεύματι καταχρίει τὸν ἑαυτοῦ ναὸν, οὐ μερικὴν ἐνέργειαν ἐντιθεὶς, οὔτε μὴν ἐν ἀῤῥαβῶνος τάξει καθὰ καὶ ἡμῖν δωρούμενος, ἀναπιμπλὰς δὲ | |
30 | μᾶλλον ἁγιασμοῦ καὶ τῆς ἑαυτοῦ δυνάμεώς τε καὶ δόξης. τοιγάρτοι καὶ ἔφασκεν “Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν | |
“ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.” | 380 | |
381 | Ὅτι δὲ καίτοι κεχρίσθαι λεγόμενος παρὰ τοῦ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, οὐ πέπαυται τοῦ εἶναι ὃ ἦν τε καὶ ἔστι καὶ ἔσται διαπαντὸς, τουτέστι Θεὸς, αὐτὸς ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἐνδοιάζειν οὐκ ἐᾷ, κατὰ τοῦ αὐτοῦ προσώπου ἐντι‐ | |
5 | θεὶς ἐφεξῆς Καὶ σὺ κατ’ ἀρχὰς Κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. | |
10 | Εἶτα τούτοις ἐπισυνάπτων εὐθύς Πρὸς τίνα δὲ τῶν ἀγγέ‐ λων εἴρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ οὐκ ἂν οἶμαι ὑπολάβοι τις σωφρονῶν ἕτερον εἶναι τὸν σύνεδρον τῷ Πατρὶ παρὰ τὸν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένον. καὶ πρός γε | |
15 | τοῦτο ἡμᾶς αὐτὸς ἐμπεδοῖ λέγων ὁ Ἐμμανουὴλ τοῖς Ἰου‐ δαίων καθηγηταῖς “Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος “υἱός ἐστιν; λέγουσιν αὐτῷ Τοῦ Δαυείδ·” εἶτα πρὸς αὐ‐ τοὺς ὁ Χριστός “Πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ αὐτὸν “κύριον λέγων Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ | |
20 | “δεξιῶν μου;” σύνες οὖν ὅτι τὸν κεχρισμένον ὡς ἄνθρωπον παρὰ τοὺς μετόχους αὐτοῦ καὶ κύριον ὀνομάζει καὶ κατ’ ἀρχὰς ἔφη θεμελιῶσαί τε τὴν γῆν καὶ αὐτοὺς εἰργάσθαι τοὺς οὐρανοὺς, ὑπάρχειν δὲ καὶ διαπαντός· ἀΐδιος γὰρ κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος καίτοι τῶν δι’ αὐτοῦ γεγονότων | |
25 | οὐκ ἐχόντων οὐσιωδῶς τὸ ἄναρχον ἐν χρόνῳ, κέκληνται γὰρ εἰς τὸ εἶναι παρὰ Θεοῦ ὃς καὶ μόνος ἔχειν εἴρηται τὴν ἀθανα‐ σίαν· ἄφθαρτον γὰρ καὶ ἀνώλεθρον παρ’ αὐτὸν οὐδέν. προσε‐ πάγει δὲ τούτοις σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς Πρὸς τίνα γὰρ εἶπε τῶν | |
30 | ἀγγέλων Κάθου ἐκ δεξιῶν μου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας | |
κληρονομεῖν σωτηρίαν; εἰ γὰρ ὁ μὲν τοῖς τῆς θεότητος ἐνί‐ | 381 | |
382 | δρυται θώκοις, τὸ δεσποτικὸν ἀξίωμα περικείμενος κἂν εἰ γέγονεν υἱὸς Δαυεὶδ σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οἱ δὲ παρεστήκασιν ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων, τίνι τῶν ὄντων ἀσυμφανὴς ἡ μεταξὺ κειμένη διαφορὰ Χριστοῦ | |
5 | καὶ ἀγγέλων; ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ τὸ δου‐ λοπρεπὲς αὐχοῦσι μέτρον καὶ πρὸς εὐκλείας τῆς ἀνωτάτω λελόγισται παρ’ αὐτοῖς τὸ γνήσιον εἰς ὑπακοήν. εἰ δὲ δή τις λέγοι Καὶ ποῖος ἡμᾶς ἀναπείσει τρόπος αὐτὸν οἴεσθαι τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς διὰ τῆς ἁγίας παρθένου γεγεν‐ | |
10 | νημένον θεμελιῶσαί τε τὴν γῆν κατ’ ἀρχὰς καὶ αὐτοὺς ἐγεῖραι τοὺς οὐρανοὺς, ἀντακούσεται παρ’ ἡμῶν ὡς εἴπερ ἕλοιτο τὴν τῆς ἀληθοῦς ἑνώσεως ἐννοῆσαι δύναμιν, οὐ τὴν ἐν μόνοις προσώποις καὶ κατὰ θέλησιν ἤγουν εὐδοκίαν, ἴδια μὲν εὑρή‐ σει γεγονότα διὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὰ ἀνθρώπινα, | |
15 | οὐκ ἀλλότρια δὲ τῆς ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέ‐ ποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄνθρωπος. Πάντα ὑπέταξας τῶν ποδῶν αὐτοῦ. | |
20 | Ἄνιθι, φησὶ, ταῖς ἐννοίαις εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου κατασκευὴν καὶ τίνα γέγονε πρῶτον, πολυπραγμόνει δὲ πῶς πεποιήμεθα παρὰ Θεοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, τετι‐ μήμεθα δὲ πλουσίως, ἄρχειν λαχόντες τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ ἡ τοῦ γένους ἀρχὴ, τουτέστιν Ἀδὰμ, τὴν θείαν | |
25 | λελύπηκεν ἐντολὴν, νενόσηκέ τε λοιπὸν ἡ ἀνθρώπου διάνοια τὸ λίαν εὐπάροιστον εἰς τὸ πλημμελὲς, ταύτῃτοι γυμνοὶ δόξης καὶ ἀφθαρσίας καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν διετελοῦμεν ἐν κόσμῳ· σεσώσμεθα δὲ διὰ Χριστοῦ, καὶ τῇ παρ’ αὐτοῦ χάριτι κεκτήμεθα τὰ πρὸς ἀνάληψιν τῶν πάλαι δεδωρη‐ | |
30 | μένων. τῶν τοιούτων διηγημάτων ὁ τῶν προκειμένων λόγος | |
εἰσκομίζει τὸ πλάτος· κατατέθηπε γὰρ ὁ θεσπέσιος Δαυεὶδ | 382 | |
383 | τῆς ἐφ’ ἡμῖν ἡμερότητος τὴν ὑπερβολήν· “Τί γάρ ἐστιν ἄν‐ “θρωπος, φησὶν, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι “ἐπισκέπτῃ αὐτόν;” τὸ μικρὸν οὕτω καὶ εὐτελὲς καὶ ἀπὸ γὴς ζῷον. ἠλάττωσε γὰρ αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, ἡττή‐ | |
5 | μεθα γὰρ ὡμολογουμένως τῆς τῶν ἁγίων ἀγγέλων φύσεώς τε καὶ δόξης. οὐκοῦν τιμῇ τε καὶ δόξῃ στεφανοῦν ἠξίωσε καὶ λαμπροὺς ἀπέδειξεν ὁ τῶν ὅλων Θεός· κεχειροτόνηκε γὰρ εἰς ἀρχὴν τῶν ἐπὶ τῆς γῆς καὶ κατέστησεν “αὐτὸν ἐπὶ “τὰ ἔργα τῶν χειρῶν” αὐτοῦ. | |
10 | Καὶ τεθαύμακε μὲν εἰκότως τὰ ἐφ’ ἡμῖν ὁ μακάριος Δαυείδ· τεχνίτης δὲ λίαν ὑπάρχων εἰς ἐννοίας πνευματικὰς ὁ σοφώ‐ τατος Παῦλος, περιτρέπει μὲν ἀστεῖος εἰς ἐξήγησιν μυστικὴν τῶν εἰρημένων τὴν δύναμιν, οἰκουμένην δὲ μέλλουσαν ὀνο‐ μάζει τοῦ μετὰ τοῦτον αἰῶνος τὴν κατάστασιν, καὶ τὴν ἐσο‐ | |
15 | μένην κατὰ καιροὺς τῶν δοθέντων ἡμῖν ἐπανάληψιν ἤγουν ἐκπλήρωσιν. διαπεπτώκαμεν γὰρ, ὡς ἔφην, τῆς χάριτος ἐν Ἀδάμ· εἴρηται μὲν γὰρ ὡς ἐκείνῳ καὶ πρώτῳ τῇ ἀνθρώπου φύσει τό “Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ κατακυριεύσατε “αὐτῆς·” νῦν δὲ οὔπω φησὶν ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτε‐ | |
20 | ταγμένα. οὐκοῦν τὸν τοῦ πράγματος καιρὸν ἕτερον ὄντα ζητήσωμεν καθ’ ὃν ἔσται καὶ ἀληθὲς τὸ ἐφ’ ἡμῖν εἰρημένον παρὰ τοῦ ψεύδεσθαι μὴ εἰδότος Θεοῦ. ταύτῃτοί φησι τὴν οἰκουμένην τὴν μέλλουσαν οὐκ ἀγγέλοις μᾶλλον ὑποτε‐ τάχθαι παρ’ αὐτοῦ, δεδωρῆσθαι δὲ τοῦτο τοῖς ἐπὶ τῆς γῆς. | |
25 | Ὅτι δὲ περὶ τῆς μελλούσης ἡμῖν οἰκουμένης οἱ μυστα‐ γωγοὶ διαλέγονται, πῶς ἂν ἐνδοιάσειέ τις; ἀφιστάντες γὰρ τῶν ἐνεστηκότων, ζητεῖν ἀναπείθουσι τὰ ἐσόμενα καὶ “ἐπὶ “τὸ βραβεῖον τῆς ἄνω κλήσεως” ἐπείγεσθαι δεῖν συμβου‐ λεύουσι καὶ τὴν τῶν ἁγίων ἐλπίδα διψῆν καθ’ ἣν τὰ πάντα | |
30 | αὐτοῖς ὑποταχθήσεται καὶ κατακυριεύσουσι τῆς γῆς. καὶ αὐτὸς ὁ Σωτὴρ διεμέμνητο λέγων “Μακάριοι οἱ πραεῖς ὅτι | |
“αὐτοὶ κληρονομήσουσι τὴν γῆν.” τίς οὖν ἄρα ἐστὶν ὁ δι’ | 383 | |
384 | οὗ γέγονε παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τῶν καθ’ ἡμᾶς ἀνα‐ κεφαλαίωσις; δῆλον ὅτι Χριστὸς, ὃ καὶ ἡμᾶς ἀκόλουθον εἰπεῖν ὡς διὰ τῆς τοῦ ψάλλοντος λύρας “Κύριος μερὶς τῆς “κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθι‐ | |
5 | “στῶν τὴν κληρονομίαν μου ἐμοί·” δι’ αὐτοῦ γὰρ ἐσχήκαμεν τῶν ἐν ἀρχαῖς τῇ φύσει δεδωρημένων ἀγαθῶν τὴν ἐπανάλη‐ ψιν αὐτὴν καὶ τὸ βέβαιον εἰς κτῆσιν. ἀταλαίπωρον δὲ καὶ τοῦτο ἰδεῖν οὐχ ἑτέρως ἔχον, γεγραφότος περὶ αὐτοῦ τοῦ θεσπεσίου Παύλου “Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλατ‐ | |
10 | “τώμενον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου “δόξῃ καὶ τιμῇ ἐστεφανώμενον.” Ἀκούεις ὅπως ἐπάνω πάντων ὑπέρτατον τὸν σύνθρονον τῷ Πατρὶ τὸν παρὰ τῶν ἄνω πνευμάτων ἐν τάξει Θεοῦ προσκυνούμενον, ᾧ χίλιαι μὲν χιλιάδες λειτουργοῦσιν ἀγγέ‐ | |
15 | λων, παρεστήκασι δὲ καὶ μύριαι μυριάδες, καταβιβάζει πάλιν ὁ μυσταγωγὸς ἐν τοῖς καθ’ ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφη‐ γεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι’ αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ τι παρ’ ἀγγέλους αὐτὸν, ἵν’ ἡμεῖς ἐν αὐτῷ πλουτήσω‐ | |
20 | μεν τὰ ὑπὲρ φύσιν ἰδίαν ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός· συνήγειρε γὰρ ἡμᾶς “καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις “ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ’ ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύ‐ σιν. ἐπεὶ τίνα τρόπον ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκα‐ | |
25 | μεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ’ ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; ἠλάττωται τοίνυν βραχὺ παρ’ ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς, δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος καίτοι τῆς δόξης κύριος ὢν | |
30 | ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξάσμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν “ἵνα | |
“καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” | 384 | |
385 | Πῶς ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ παρ’ αὐτῶν προσ‐ κυνούμενος; ἢ ὅτι καθίκετο ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ ἀποθνήσκειν πεφυκὸς σῶμα λαβὼν ἐν αὐτῷ πέπονθεν ἑκὼν, καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ | |
5 | πάθος, ὡς δι’ αὐτοῦ καταργήσας τὸν θάνατον, καὶ ἄπρακτον ἀποφήνας τὴν φθορὰν, ἅτε ἀφθαρσία ὢν καὶ ζωή. τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσὶ, γεγονότος ἐν τούτοις τοῦ Υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν. ἀλλ’ ὁ βραχὺ παρ’ ἀγγέλους ἠλατ‐ | |
10 | τωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον, ἐν ὑπεροχῇ θεότη‐ τος ὢν προσκυνεῖται παρ’ αὐτῶν, καὶ ἐνίδρυται θώκοις οὓς περιεστᾶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ, καὶ τῶν δυνάμεων | |
αὐτὸν ὀνομάζοντες κύριον. | 385 | |
386 | Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Τί τό Ἐγεύσατο παντί τῳ σαφὲς ὥς γε οἶμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν καὶ πεπάτηκεν εὐθὺς τοῦ | |
5 | θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ’ ἀγγέλους ἠλατ‐ τῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος, οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν· ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι’ ἡμᾶς ἀνθρωπίνως· ἠνέσχετο γὰρ καίτοι | |
10 | Θεὸς ὢν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκο‐ νομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ’ αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον. οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ “Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, “κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην·” ἔκστασις γὰρ ἀληθῶς | |
15 | καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ’ οὐκ οἶδ’ ὅπως τὸ ἐπ’ αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσί τινες καὶ δὴ καὶ γεγράφασι τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες „Σκοπῶμεν τοίνυν τίς ὁ „ἄνθρωπος περὶ οὗ ἐκπλήττεται καὶ θαυμάζει ὅτι δὴ ὁ Μονο‐ | |
20 | „γενὴς κατηξίωσεν αὐτοῦ μνησθῆναί τε καὶ ἐπισκοπὴν ποιή‐ „σασθαι·” εἶτα τούτοις ἐπάγει καὶ μάλα ἐναργῶς ὡς οὐκ „εἴρηται μὲν ἐπὶ παντὸς ἀνθρώπου τό Τί ἐστιν ἄνθρωπος „ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; „ἀλλὰ περὶ μόνου τοῦ Υἱοῦ·“ πειρῶνται δὲ τοὺς ἑαυτῶν | |
25 | λόγους ἐμπεδοῦν εἰς ἀλήθειαν περιενεγκεῖν λέγοντες τὸν | |
μακάριον Παῦλον εἰς τὸ ἑαυτοῦ πρόσωπον τὰ ἐν τῷ ψαλμῷ, | 386 | |
387 | διά τοι τὸ φάναι “Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττω‐ “μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ “καὶ τιμῇ ἐστεφανωμένον.” εἶτα διιστάντες τὰς φύσεις, ὁλότροπον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄν‐ | |
5 | θρωπον εἶναί φασιν ἰδικῶς, περὶ οὗ καὶ θαυμάζει, φησὶν, ὁ Δαυεὶδ, ὅτι καὶ μνήμης καὶ ἐπισκοπῆς ἠξίωται· ἠξίωται δὲ καὶ τῶν ὑπὲρ φύσιν ἰδίαν, ὡς εὐεργετούμενος παρὰ τοῦ Θεοῦ Λόγου. Ἠγνοήκασι δὲ ὡς ἔοικεν, ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ’ | |
10 | ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννοιῶν ἡ ἀπόδοσις ἐν κόσμῳ τῷ δέοντι προϊοῦσα φαίνοιτο, φέρε καὶ πρό γε τῶν ἄλλων τῆς ἐν τῷ παροισθέν‐ των ψαλμῷ θεωρίας ἁψώμεθα. ᾔδει ὡς προφήτης ὁ θεσπέ‐ | |
15 | σιος Δαυεὶδ ὅτι κατὰ τὴν ἀψευδῆ τε καὶ θείαν ὑπόσχεσιν “ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα” γενήσεται, πλὴν οὐκ ἠγνόηκεν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ἐν τοῖς καθ’ ἡμᾶς ἑαυτὸν καθήσει κατὰ καιρόν. διαλέγεται τοίνυν ἐν τῷ ὀγδόῳ ψαλμῷ καὶ τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους ὡς | |
20 | πρὸς ἄνθρωπον ἅμα καὶ Θεὸν ἕνα τὸν ἐξ ἀμφοῖν ἐπιγινώ‐ σκων Θεόν. ταύτῃτοί φησι “Κύριε ὁ Κύριος ἡμῶν, ὡς “θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ “μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν·” ποῦ γὰρ ὅλως ἢ παρὰ τίσι Χριστὸς οὐ τεθαύμαστο; ἢ πῶς οὐκ ἐπήρθη | |
25 | καὶ ὑπεράνω τῶν οὐρανῶν ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ τὸ τῆς δόξης περιφανές; εἴπερ ἐστὶν ἀληθὲς ὅτι “ἐν τῷ ὀνόματι “Ἰησοῦ Χριστοῦ πᾶν γονὺ κάμπτει ἐπουρανίων καὶ ἐπι‐ “γείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται “ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” | |
30 | Ὅτι γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Λόγῳ καὶ | |
ἑνωθέντι σαρκὶ τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος μελῳδὸς | 387 | |
388 | ἐκδείξειεν ἂν εὐκόλως τὰ ἐφεξῆς· ἔφη γὰρ ὅτι “ἐκ στόματος “νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.” ἐπειδὴ γὰρ τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, τεθαύμασται μὲν παρὰ πάντων, “εὑρὼν δὲ ὀνάριον ἐκάθισεν ἐπ’ αὐτῷ,” ὅτε καὶ παῖδες | |
5 | λαβόντες “τὰ βαΐα τῶν φοινίκων” ταῖς καθηκούσαις αὐτὸν καταγεραίροντες εὐφημίαις ἔφασκον “Ὡσαννὰ τῷ υἱῷ “Δαυεὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.” ἐπιτιμώντων δὲ αὐτοῖς τῶν ἄλλων, ἔφασκεν ὁ Χριστός “Οὐκ “ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρ‐ | |
10 | “τίσω αἶνον;” ἐνηνθρωπηκότα δὴ οὖν τὸν Υἱὸν μονονουχὶ καὶ ἐποχούμενον τῷ πώλῳ βλέπων κατατέθηπεν εἰκότως ἐκεῖνο διενθυμούμενος ὅτι πρὸς τοσοῦτο σμικροπρεπείας ἑαυτὸν ὁρᾶται καθεὶς καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, εἶτα τοῦ κεκενῶσθαι τὴν ἀφορμὴν οὐχ ἑτέραν ὁρῶν ὁ μακάριος | |
15 | Δαυεὶδ, πλὴν ὅτι μόνους ἡμᾶς οὓς ἦν ἀναγκαῖον καὶ φθορᾶς ἐξελέσθαι καὶ ἁμαρτίας καὶ τυραννικῶν ἁρπάσαι χειρῶν, τῶν τοῦ διαβόλου φημὶ, τοῦ παντὸς ἀξιοῖ θαύματος τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. ταύτῃτοί φησι “Κύριε “τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου | |
20 | “ὅτι ἐπισκέπτῃ αὐτόν;” τίς γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς Θεόν; καὶ τί τοῦτο λέγω; τί τὸ γένος τὸ ἀνθρώ‐ πινον; μοῖρά τε ὅση καταλογισθεῖεν ἂν οἱ ἐπὶ γῆς ὡς πρός γε φημὶ τὰ τῶν ἁγίων ἀγγέλων τάγματα; ἀλλ’ εἰ καὶ μηδὲν ὅλως ὁ ἄνθρωπος φύσει τε καὶ ἀριθμῷ, οὐχ ὑπερ‐ | |
25 | εῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἐμνήσθη γὰρ καὶ ἡμῶν καὶ ἐπι‐ σκοπῆς ἠξίωσεν, ὡς διολωλότων· ὁ καὶ ἐν ἀρχαῖς τοῦ παρ‐ αγαγεῖν εἰς ὕπαρξιν, βραχὺ μὲν ἡμᾶς ἐλαττώσας παρὰ τοὺς ἀγγέλους, στεφανώσας δὲ τιμῇ τε καὶ δόξῃ καὶ καταστήσας μὲν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, πάντα δὲ ὑποτάξας ὑπὸ | |
30 | πόδας ἡμῶν. | |
Καὶ τῆς μὲν ὅλης ᾠδῆς ὁ σκόπος ἐν τούτοις, φιλοσοφεῖ | 388 | |
389 | δὲ λίαν ὁ θεσπέσιος Παῦλος καὶ περιίστησιν εὐτέχνως νενοσηκότα τὰ καθ’ ἡμᾶς εἰς καινότητα διὰ Χριστοῦ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ πάντα καινά· τοῦτό φησι καὶ δι’ ἑνὸς τῶν προφητῶν τὸ | |
5 | Πνεῦμα τὸ Ἅγιον “Θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ “χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατῶς σῶσαί σε “καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.” Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς πάλαι δεδωρημένης· διὰ τοῦτό φησι “Νῦν δὲ οὔπω ὁρῶμεν | |
10 | “αὐτῷ τὰ πάντα ὑποτεταγμένα.” καὶ οὐ δήπου φρονοῦμεν, ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν αὐτὸν, ἀλλ’ ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων ἄνθρωπον, σεσυλῆσθαί φησιν αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς | |
15 | λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διει‐ πεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως ἀφηγήσηται τρόπον καὶ οἷά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους πτωχείαν ἵνα δείξῃ πάλιν τὸν δι’ οὗ πεπλουτίσμεθα. | |
20 | προσεπάγει γὰρ εὐθύς “Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους “ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανά‐ “του δόξῃ καὶ τιμῇ ἐστεφανωμένον·” Θεὸς γὰρ ὢν φύσει καθὰ πλειστάκις εἰρήκαμεν ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ κεχρημάτικε μεθ’ ἡμῶν ὡς ἄνθρωπος βραχὺ | |
25 | παρ’ ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ καὶ μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος καίτοι τῆς δόξης Κύριος ὤν. Εἰ δὲ δή τις λέγοι μνήμης καὶ ἐπισκοπῆς ἠξιῶσθαι παρὰ | |
30 | τοῦ Θεοῦ Λόγου τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον, εὐεργετῆσθαί τε αὐτὸν καὶ ἠξιῶσθαι τιμῆς ὑπὲρ | |
ἰδίαν φύσιν, κατακομιεῖ μὲν ὥσπερ εἰς γῆν τοῦ μυστηρίου | 389 | |
390 | τὴν δόξαν, πλεῖστον δὲ ὅσον ὀφλήσει γέλωτα. ποῦ γὰρ εἰπέ μοι ψιλὸς ἄνθρωπος ὁ Χριστός; πότε δὲ δίχα τοῦ ἑνωθέντος αὐτῷ νοεῖται Λόγου; ἔστι γὰρ ἐκ μήτρας Ἐμ‐ μανουὴλ καὶ οὐ γέγονε τοῦτο κατὰ καιρούς. πῶς οὖν | |
5 | αὐτὸν ἐπισκοπῆς τε καὶ μνήμης ἠξιῶσθαί φασι παρὰ τοῦ Θεοῦ Λόγου; εἶτα διιστάντες τε καὶ διορίζοντες ὁλοτρόπως ἁλοῖεν ἂν καὶ ἀνὰ μέρος, ἡμῖν γυμνὸν τοῦ ἑνωθέντος Λόγου δεικνύντες ἕτερον Χριστὸν καὶ Υἱόν· ἕτερον γὰρ ἀνάγκη νοεῖσθαι τὸν ἐπισκοπῆς αὐτὸν καὶ μνήμης ἠξιωκότα παρὰ | |
10 | τὸν ᾧ ταῦτα δέδοται παρ’ αὐτοῦ· πῶς οὖν ἔτι Κύριος εἷς μία τε πίστις καὶ ἓν τὸ βάπτισμα; εἰ γὰρ καὶ πολλή τις τῶν φύσεων ἡ διαφορὰ, ἀλλ’ ὅ γε τῆς ἑνώσεως τρόπος ἕνα τὸν ἐξ ἀμφοῖν ἔδειξεν Υἱόν. οὐκοῦν εἰ μνήμης ἠξιῶσθαί φαμεν αὐτὸν παρὰ τοῦ Θεοῦ Λόγου, ψυχικοὶ δὴ πάντως | |
15 | ἐσμὲν πνεῦμα μὴ ἔχοντες καθὰ γέγραπται· διορίζομεν γὰρ εἰς δύο τὸν ἕνα. εἰ δὲ ἦν ἐν ἀρχαῖς ὅπερ ἐστὶ καὶ ἐξ αὐτῆς μήτρας Ἐμμανουὴλ, εἰ τὸν τῆς ἑνώσεως μὴ παραδεξόμεθα τρόπον, ἑαυτοῦ δὴ πάντως ὁ Λόγος διαμεμνήσεται, ἑαυτὸν ἠξίωσε τῆς ἐπισκοπῆς, ἑαυτὸν εὐεργετήσας ὁρᾶται, καὶ πολ‐ | |
20 | λὴν ἡμῖν ἐν τούτοις τὴν ἀτοπίαν εἰσκομιεῖ τῶν ἐννοιῶν ἡ δύναμις· οὐ γὰρ ἀλλότριον τοῦ Λόγου τὸ σῶμα αὐτοῦ, ἄλλως τε τίς ἄρα ἐστὶν ὁ κεκενῶσθαι λεγόμενος παρὰ τῆς ἁγίας γραφῆς; Εἰ μὲν οὖν τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἀνὰ | |
25 | μέρος ἡμῖν ἱστάντες, αὐτὸν ὑπομεῖναί φασι τὴν κένωσιν, πῶς ἐκενώθη δεδοξασμένος, εἴπερ ἐστὶ καθ’ ἡμᾶς ἀνθρώπῳ τιμὴ καὶ δόξα τὸ ἐπισκοπῆς ἀξιοῦσθαι καὶ μνήμης, ἑνώσεώς τε τυχεῖν τῆς πρὸς Θεόν· εἰ δ’ ἐπ’ αὐτοῦ λέγοιεν πεπράχθαι τὴν κένωσιν τοῦ Μονογενοῦς, κεκένωταί τι παθών· ᾧ γὰρ | |
30 | τὸ παθεῖν συμβέβηκε, πρέποι ἂν μᾶλλον καὶ τὸ τῆς κενώ‐ σεως χρῆμα. σεσώσμεθα τοίνυν δι’ ἑαυτῶν, εἴπερ ἐστὶν | |
ἄνθρωπος καθ’ ἡμᾶς οὐχ ἑνωθεὶς καθ’ ὑπόστασιν τῷ ἐκ | 390 | |
391 | Θεοῦ φύντι Λόγῳ, καθάπερ αὐτοί φασιν, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος. πῶς οὖν Θεὸς ὁ Χριστὸς, εἰ καὶ αὐτὸς μεθ’ ἡμῶν ἠξίωται μνήμης τῆς παρὰ Θεοῦ καὶ γέγονεν εἷς τῶν εὐεργετουμένων; καίτοι πρόσιμεν ὡς Θεῷ | |
5 | προσευχόμενοι καὶ τῶν ἄνωθεν ἀγαθῶν αἰτούμενοι τὴν χορηγίαν, ὡς ὅλῃ τῇ κτίσει διανέμοντα θεοπρεπῶς τὰ αἰτή‐ | |
ματα. | 391 | |
392 | Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς καὶ | |
αὐτὸς παραπλησίως. | 392 | |
393 | Ἀναγκαῖον οἶμαι πρό γε τῶν ἄλλων πολυπραγμονῆσαι λεπτῶς περὶ ποίων αὐτῷ παιδίων ὁ λόγος, ἃ δὴ σαρκός τε καὶ αἵματος κεκοινωνηκέναι φησὶ καὶ τίς ὁ παραπλησίως μετεσχηκὼς τῶν αὐτῶν. ὅτε τοίνυν ὁ Μονογενὴς τοῦ Θεοῦ | |
5 | Λόγος καίτοι Θεὸς καὶ Κύριος ὢν κατὰ φύσιν καὶ σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ καθῆκεν αὐτὸν εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον, συντέτακται δὲ διὰ τοῦτο καὶ ὡς ἀδελφὸς τοῖς κεκλημένοις διὰ πίστεως εἰς υἱοθεσίαν Θεοῦ· τότε δὴ τότε τῆς οἰκονομίας τὸ εὐτεχνὲς εὖ μάλα τετηρηκὼς ἔφασκε περὶ | |
10 | ἡμῶν ποτὲ μὲν ὅτι “Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς “μου,” ποτὲ δέ “Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ “Θεός.” Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν καίτοι πάλαι “μερίδες | |
15 | “ἀλωπέκων” ὄντες, καθά φησιν ὁ Δαυείδ. ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι τοῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ’ αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονό‐ μηκεν ὁ Χριστός. καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ | |
20 | “ἦσαν κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν ἣν δέδωκάς “μοι δέδωκα αὐτοῖς.” καίτοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων χάριτι μεθ’ ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν. κατεσφράγισε γὰρ τῷ ἰδίῳ Πνεύματι πρὸς | |
25 | υἱοθεσίαν καὶ ἐν αὐτῷ “κράζομεν Ἀββᾶ ὁ πατήρ.” οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ κεκοινωνήκαμεν αἵμα‐ τος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τε ἐσμὲν καὶ σαρκὶ καὶ | |
ἐν φθαρτοῖς καὶ γηΐνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας | 393 | |
394 | καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ζωὴ κατὰ φύσιν ὑπάρχων μετέσχε τῶν αὐτῶν καὶ οὐ καθ’ ἕτερον τρόπον ἀλλὰ παραπλησίως ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. | |
5 | Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατισχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρ‐ εκάλει λέγων ὁ μακάριος Δαυείδ “Ἵνα τί, Κύριε, ἀφέστηκας | |
10 | “μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσι;” ταύτῃτοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν ἀλλὰ δὴ γέγονεν ἐγγύστερον μεθ’ ἡμῶν ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς | |
15 | γένος τουτέστιν ὁ ἄνθρωπος, καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν “ἀνακεφαλαιώσα‐ “σθαι τὰ πάντα ἐν τῷ Χριστῷ” ἵνα λοιπὸν ἀτονήσῃ θάνα‐ τος καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾶν τοῖς ἐπιγείοις σώμασιν. | |
20 | Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος “Ἐπειδὴ δι’ ἀνθρώπου θάνατος καὶ δι’ ἀνθρώπου “ἀνάστασις νεκρῶν.” ἔδει γὰρ ἔδει τὸ πεπονθὸς θερα‐ πεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς | |
25 | καταργεῖσθαι θάνατον. ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρού‐ σασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρηται καὶ τῶν ἐκείνου δειμάτων ὡς ἐπ’ αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾶν “Ποῦ σοι θάνατε | |
30 | “τὸ νῖκος, ποῦ σου ᾅδη τὸ κέντρον;” ζωὴ γὰρ ὑπάρχων | 394 |
395 | οὐσιωδῶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσων θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενος. οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν | |
5 | ζωήν. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρμα‐ τος Ἁβραὰμ ἐπιλαμβάνεται ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. εἰ μὴ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτῷ τὸ ἀνθρώπου πρόσ‐ ωπον, καθὰ δοκεῖ τοῖς διορίζουσιν ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ | |
10 | κατὰ θέλησιν ῥοπῇ, πῶς ὡμοίωται κατὰ πάντα τοῖς ἀδελ‐ φοῖς, μᾶλλον δὲ πῶς ἂν ὅλως νοοῖτο καὶ ἀδελφὸς ὁ παντὸς ἐπέκεινα γενητοῦ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς, ταῖς κατὰ φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος; πῶς κεκοινώνηκεν αἵματος καὶ σαρκὸς εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς | |
15 | οὖν ἄρα ἐστὶν Υἱὸς καὶ Κύριος ἑνώσει τῇ καθ’ ὑπόστασιν συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς. Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς. | |
20 | Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρ‐ έδειξε τὴν ὁδὸν, ἀλλ’ ἦν ἰσχνόφωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τὸ τηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ Δὰν καὶ ἕως Βιρσαβεὲ | |
25 | καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ. καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαυεὶδ ψάλλει που καί φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραήλ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆ‐ “ρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·” προσεπάγει | |
30 | δὲ τούτοις, ποταμῷ Εὐφράτῃ καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς | 395 |
396 | νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίων “Ἐξέτεινε τὰ “κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παρα‐ “φυάδας αὐτῆς.” συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μωυσέως ὁρᾶται κήρυγμα, | |
5 | προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς τὰ πρόσκαιρα καὶ εὐμάραντα· γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ καί ἐστιν “ἀδύνατον αἷμα τράγων καὶ | |
10 | “ταύρων ἀφαιρεῖν ἁμαρτίας·” ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκε‐ σθαι τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις. κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιε‐ | |
15 | ρεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησι‐ κάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὢν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ Μονογενὴς αὐτοῦ Λόγος, | |
20 | ἵν’ ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν καὶ τῶν ἰδίων οὐκ ἐξιστά‐ μενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ | |
25 | Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν “ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον,” καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ | |
30 | γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις τὸ πειρασθεὶς ἀντὶ τοῦ πεπονθὼς ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων | |
ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, | 396 | |
397 | πάντας ἡμᾶς ἠλευθέρου καὶ θανάτου καὶ ἁμαρτίας καὶ πει‐ ρασμῶν. οὐκοῦν βεβοήθηκε τοῖς πειραζομένοις εἷς ὑπὲρ πάν‐ των ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, “ἵν’ οἱ “ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀπο‐ | |
5 | “θανόντι καὶ ἐγερθέντι.” Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ Χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων “Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλο‐ “τριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς | |
10 | “πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρ‐ “κὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ “ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, εἴ γε ἐπιμέ‐ “νετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετα‐ “κινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε.” | |
15 | σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν Ὅθεν ἀδελφοὶ κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ. ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν | |
20 | τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι’ αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μωυσέως ἐδίδου νόμος, ἀλλ’ ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέ‐ | |
25 | ρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι “Καὶ καθὼς “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου,” καὶ πάλιν “Ὁ πρῶτος ἄνθρωπος “ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἐξ οὐρανοῦ. οἷος ὁ χοϊκὸς, τοι‐ | |
30 | “οῦτοι καὶ οἱ χοϊκοὶ, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ “ἐπουράνιοι.” γεγόναμεν τοίνυν ἐπουράνιοι, μορφούμεθα | |
γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ | 397 | |
398 | τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν “ἐν οὐρανοῖς τὸ “πολίτευμα.” οὐ γὰρ τοῖς ἀρχαίοις ἐν ἴσῳ προσεληλύθαμεν ἡμεῖς “ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ “καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων,” προσεληλύθαμεν | |
5 | δὲ μᾶλλον “Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ “ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ “πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ Θεῷ “πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης “νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι | |
10 | “παρὰ τὸ Ἄβελ.” τὸ μὲν γὰρ αἷμα τοῦ Ἄβελ κατεκε‐ κράγει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου, λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα τὸ τίμιον αἷμα, μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον καὶ ῥεραντίσμεθα δι’ αὐτοῦ πρὸς δικαίωσιν. | |
15 | Κατανοήσωμεν τοίνυν τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμο‐ λογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἀρχιερέα δηλονότι καὶ ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ Πατρὸς ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι’ αὐτὸν δεδιό‐ | |
20 | τας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι’ εὐσέβειαν καὶ ὑπακοήν τινος πρὸς Θεόν. συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων “Εἰς “τοῦτο γὰρ καὶ ἐκλήθητε ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν “ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς | |
25 | “ἴχνεσιν αὐτοῦ,” καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ “Εἴ τις “θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω “τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.” Τὸ γεμὴν ὠνομάσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ, θεοπρεπεστάτην γὰρ οὖσαν τὴν | |
30 | λέξιν κατίδοι τις ἂν καὶ ἐπ’ αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ | |
καὶ Πατρός· γέγραπται γοῦν ὅτι “Θεὸς πιστὸς καὶ οὐκ | 398 | |
399 | “ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος·” ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν “Ὥστε καὶ οἱ πάσχοντες “κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν “τὰς ψυχὰς αὐτῶν,” καὶ μὴν καὶ ὁ Παῦλος “Πιστὸς ὁ | |
5 | “Θεὸς δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ.” τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τό Πιστὸς ἢ τὸ ἀσφα‐ λής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ καὶ ἐν ἀνθρωπότητι καθιγμένος, καὶ σταυρὸν | |
10 | καὶ θάνατον ἀνατλὰς ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν. ἔφη γοῦν “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ “θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· τοῦτο “δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέ μοι “μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ’ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ | |
15 | “ἡμέρᾳ.” δεδόμεθα γὰρ ὡς Σωτῆρι καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι’ Υἱοῦ πᾶν ὅτι ἂν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς ὅτι καὶ δύναμις αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός “Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου, τὰ | |
20 | “γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ τὰ “ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με “ἀπέστειλε·” ψάλλει δέ που καὶ ὁ Δαυείδ “Ἔντειλαι ὁ Θεὸς “τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν “ἡμῖν.” | |
25 | Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλο‐ πρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἢ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως | |
30 | δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκιᾷ | |
προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ | 399 | |
400 | εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων ἀλλ’ ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώ‐ | |
5 | τατος Παῦλος “Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν “μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκη‐ “νῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, “οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου “αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν | |
10 | “εὑρόμενος.” ἐπράττετο μὲν γὰρ δι’ αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω, πολλοῦ γε καὶ δεῖ, σέσωκε γὰρ τὴν ὑπ’ οὐρανὸν αἵματι τῷ ἰδίῳ καὶ “οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης | |
15 | “γέγονεν ἱερεὺς ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·” προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίω‐ σιν τῆς ἐν τύπῳ λατρείας, καὶ γὰρ ἦν “ἀδύνατον αἷμα ταύ‐ “ρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας,” ὅθεν καὶ δευτέρας διαθήκης ἐξῃτήθη τόπος, οὐκ ἐχούσης ἐφ’ ἑαυτῇ τῆς πρώτης | |
20 | τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσ‐ κομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν. καὶ τούτου μάρτυς γένοιτ’ ἂν ἡμῖν οὐ ψευ‐ δοεπὴς ὁ μακάριος Παῦλος, ἔφη γὰρ πάλιν περὶ αὐτοῦ | |
25 | “Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσ‐ “φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ‐ “ματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον Ἰδοὺ ἥκω, “ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ “Θεὸς τὸ θέλημά σου.” τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν | |
30 | κόσμον εἰσερχόμενος; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγε‐ | 400 |
401 | ται; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος; Εἰσβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τοπικῶς δὲ μᾶλλον ἀλλὰ φυσικῶς ὅτε καὶ αὐτὸς μέρος | |
5 | πέφηνε τοῦ κόσμου καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα γένηται τεθνεὼς σαρκὶ κατὰ τὰς γραφάς. γέγονε γὰρ “διὰ τοῦτο “καινῆς διαθήκης μεσίτης ὅπως θανάτου γενομένου εἰς ἀπο‐ “λύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν | |
10 | “ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονο‐ “μίας.” ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμο‐ λογίας ἡμῶν, εὖ μάλα πεποιημένος, προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς καὶ ὡς ἤδη κεκαθαρ‐ μένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μά‐ | |
15 | θημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ ὁμοούσιον Τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς οὐχ ὡς ἑτέρῳ μᾶλλον αὐτὴν ἱερουργεῖ καὶ προὔχοντί τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσιν, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς | |
20 | οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ’ ἂν εἰκότως· δεδικαιώ‐ μεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ καὶ μεμένηκε Λόγος καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν καὶ Υἱὸς ἀληθῶς ὁ | |
25 | Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακά‐ ριος Παῦλος ὡς γέγονε μὲν ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ, πλείονος γεμὴν δόξης αὐτὸς ἠξίωται παρὰ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ | |
30 | οἴκου ὁ κατασκευάσας αὐτόν. καί μοι πάλιν ἐν τούτοις κατα‐ | |
θαυμάζειν ἔπεισι τὸν μυσταγωγὸν, ὑποτρέχει γὰρ εὐμηχάνως | 401 | |
402 | τὸν Ἰσραὴλ οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀπο‐ καλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος | |
5 | ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέσθαι Χριστὸν ἀπόστολον καὶ ἀρχιερέα καὶ πρός γε τούτῳ πιστὸν, καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μωυσῆς, εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μωσέως ὄνομα καὶ τοὺς ἐπαίνους τοὺς ἐπ’ αὐτῷ προκαταθεὶς τῷ Λόγῳ δέδειχεν εὐθὺς | |
10 | κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μει‐ ζόνως αὐτὸν καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατα‐ σκευάσας αὐτόν. Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν | |
15 | τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων καὶ αὐτοῦ δὲ δηλονότι Μωσέως, στεφανοῖ δὲ διὰ τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γάρ ἐστιν ἀλη‐ θὲς ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ’ οὐσίαν | |
20 | τῷ ποιητῇ, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν; ἐπιτήρει δὲ ὅτι τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ αὐτὸς ἦν ὁ ἱεροφάντης Μωσῆς, πλείονος γεμὴν ἠξιῶσθαι δόξης | |
25 | παρ’ ἐκεῖνον καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατα‐ σκευάσας αὐτόν· προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα κατα‐ δεικνὺς τὸν Ἰησοῦν Πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός. οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ’ ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ | |
30 | κατ’ αὐτὸν ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέ‐ σεως· ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος Μονο‐ | |
γενὴς Υἱὸς ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρω‐ | 402 | |
403 | πος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβε‐ βηκὸς, προσέσται πάλιν αὐτῷ καὶ εἰ γέγονε σὰρξ τὸ πρὸ παντὸς εἶναι χρόνου καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν ὅτι | |
5 | τῶν ὅλων ἐστὶ γενεσιουργός· “Εἷς γὰρ Θεὸς ὁ Πατὴρ ἐξ οὗ “τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ “πάντα,” καὶ πάλιν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ “αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.” πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἂν εἴη καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι | |
10 | τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἁβραὰμ πρὸς τὸν Ἰσραὴλ λέγων “Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα | |
15 | “ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδεν καὶ ἐχάρη.” οἱ δὲ κατ’ οὐδένα τρόπον τὸ ἐπ’ αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ’ ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν, ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον “Πεντήκοντα ἔτη οὔπω “ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;” ὁ δὲ πρὸς αὐτούς “Ἀμὴν | |
20 | “λέγω ὑμῖν πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι.” ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἁβραὰμ καὶ Μωσέως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργὸς, ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημάτων προϋφεστάναι λέγειν τὸν ποιητὴν, καὶ τῶν κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλ‐ | |
25 | λος. οὐκοῦν ἀσυγκρίτως τὸ Μωσέως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ’ ἕτερον δὲ τρόπον πειρᾶται πλη‐ ροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων λόγος· ἦν μὲν γὰρ, φησὶν, ὁ | |
30 | Μωσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ οὗ ὁ οἶκός ἐσμεν ἡμεῖς. ἄθρει δὴ οὖν ὅπως τῷ μὲν μακαρίῳ | |
Μωυσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν τῷ γνησιότητος τρόπῳ | 403 | |
404 | κοσμούμενον. εἶναι γάρ φησιν ἐν τῷ οἴκῳ πιστὸν εἰς μαρτύ‐ ριον τῶν λαληθησομένων, τουτέστιν εἰς διακονίαν τῶν παρὰ Θεοῦ λόγων, Χριστὸν δὲ οὐχ οὕτως· οὐ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ’ ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον | |
5 | τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν πνεύματι. πεπαιδαγώγηκε μὲν γὰρ ὁ Μωσῆς διὰ τῆς τοῦ νόμου σκιᾶς τοὺς ἀρχαιοτέρους καὶ τὰ τῆς οἰκετικῆς γνησιότητος ἐκομίζετο γέρα, Θεοῦ λέγοντος πρὸς αὐτόν “Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ,” πολὺ δὲ λίαν | |
10 | ἐν ἀμείνοσιν ἐπὶ Χριστοῦ. κεκάθικε γὰρ “ἐν δεξιᾷ τοῦ θρό‐ “νου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,” καὶ κατῴκηκεν ὡς Υἱὸς καὶ Κύριος ἐν τῷ οἴκῳ τοῦ Πατρὸς αὐτοῦ. ἐναυλίζεται γὰρ ἡμῖν ὡς Θεὸς διὰ τοῦ ἰδίου Πνεύματος, καίτοι τοῦ πανσόφου Μωσέως ἐν οὐδενὶ κατοικήσαντος, οὐ γὰρ μέτοχοι γεγόναμεν | |
15 | Μωσέως, ἀλλ’ οὐδὲ ἑτέρου τινὸς τῶν ἁγίων, μετεσχή‐ καμεν δὲ τοῦ Χριστοῦ, διά τε τοῦ Πνεύματος καὶ τῆς εὐλο‐ γίας τῆς μυστικῆς. καίτοι γὰρ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν ἁγίων προφητῶν “Ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπα‐ “τήσω καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός.” | |
20 | ἐνεστηκότος ἤδη καιροῦ καθ’ ὃν ἔδει τοῦτο πληροῦν, κατῴ‐ κηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν’ ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις “Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὅτι ἐγὼ | |
25 | “ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν· ὁ γὰρ “κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι,” κατὰ τὸ γεγραμ‐ μένον. παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ πάλιν οὕτω φησίν “Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ “καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν | |
30 | “εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ Πατὲρ ἐν ἐμοὶ κἀγὼ | |
“ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν ἵνα ὁ κόσμος πιστεύῃ | 404 | |
405 | “ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι “δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς ἓν, ἐγὼ ἐν “αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.” Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς | |
5 | Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλαΐσμα τετηρηκόσι τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος υἱὸς ὁ ἐκ τῆς ἁγίας παρθένου γεγε‐ | |
10 | νημένος ναὸς, ἀλλ’ ὅτι γέγονε μὲν κατὰ τὰς γραφὰς, “σὰρξ “ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ’ ἔστιν Υἱὸς εἷς καὶ Κύριος εἷς Ἰησοῦς ὁ Χριστός. Καὶ διικνούμενος ἄχρι μερισμοῦ. Τὸ γεμήν Διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος | |
15 | ἔστι καὶ οὕτως νοῆσαι, ὅτι τὸ παρὰ Θεοῦ κήρυγμα διαιρεῖ καὶ μερίζει τὰ τῆς ψυχῆς μέρη, δεκτικὴν ποιοῦν καὶ χωρη‐ | |
τικὴν τῶν ἀκουομένων. | 405 | |
406 | Γῆ ἐκφέρουσα ἀκάνθας. Ἣ γεμὴν ῥᾴθυμος ψυχὴ παρεικάζοιτο ἂν εἰκότως γῇ πονηρᾷ καὶ ἁλμάδι, δεχομένῃ μὲν πολλάκις παρὰ τῶν γηπο‐ νεῖν εἰωθότων τὰς τῶν σπερμάτων καταβολὰς, τικτούσῃ δὲ | |
5 | τὸ σύμπαν οὐδέν· εἰς ποῖον δὲ αὐτῇ τέλος ἡ ῥᾳθυμία ἐκβή‐ σεται, ἄπρακτον ἀποφηνάσῃ τὴν δοθεῖσαν αὐτῇ παρὰ τοῦ Θεοῦ δωρεὰν, διδάξει λέγων ὁ Παῦλος, ὅτι τὸ τέλος αὐτῆς εἰς καῦσιν. βούλει καὶ διὰ πραγμάτων τὸ εἰρημένον ἰδεῖν ἀληθές; γέγονέ ποτε γῆ καρποφόρος ὁ Ἰσραήλ “Ἄμπελος | |
10 | “εὐκληματοῦσα,” κατὰ τὸ γεγραμμένον· ταύτῃ γεγόνασιν ἐν τάξει νεφῶν οἱ μακάριοι προφῆται, καὶ θείοις αὐτὴν κατάρδοντες λόγοις, ὠφελεῖν ἐσπούδαζον, ἀλλ’ “ἐποίησεν “ἀκάνθας,” ἀγρία γέγονε καὶ ὑλομανής· δέδοται τοίνυν εἰς καῦσιν, τουτέστιν ἠχρειώθη παντελῶς, καὶ τῷ πυρὶ τεταμί‐ | |
15 | ευται. Χρυσοῦν ἔχουσα θυμιατήριον κ.τ.λ. Ἀλλὰ ταῦτα μὲν διὰ μακροῦ περὶ τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ εἴρηται· ἀναλαβόντες δὲ διὰ βραχέων αὖθις ἐροῦμεν ὅτι τρεῖς ἦσαν τόποι τῆς σκηνῆς· ὁ μὲν ἔξω ἀφωρισμένος | |
20 | πᾶσι, μεθ’ ὃν τὸ πρῶτον καταπέτασμα, τὸ καὶ ἐπίσπαστρον | 406 |
407 | ἀπὸ τοῦ ἐφέλκεσθαι καλούμενον, ὃ διεῖργε τὴν αὐλὴν, εἰς ἣν πάντες κοινῶς εἰσῄεσαν, ἐν ᾗ καὶ ἔθυον κατὰ τοῦ χαλκοῦ θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· | |
5 | οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τύπος ἦσαν τῆς παλαιᾶς, ἅτε τῶν δι’ αἵματος θυσιῶν ἐκεῖ τελουμένων· ὁ δὲ ἐνδότερος ὠνομάζετο Ἅγια ἁγίων, ἃ τύπος ἦν τοῦ παρ’ ἡμῖν μυστηρίου. τὴν μὲν οὖν μετὰ τὸ χαλκοῦν θυσιαστήριον σκηνὴν πρώτην ὁ ἀπόστολος λέγει, ὡς πρὸς τὰ ἅγια τῶν ἁγίων· ἐπεί τοι | |
10 | μέση ἦν τῷ ἐπισπάστρῳ ἀπὸ τῆς αὐλῆς διειργομένη· μετὰ δὲ τὴν μέσην ταύτην σκηνὴν αὖθις τὸ καταπέτασμα ἐτέτατο· καὶ ἔνδον τούτου ἦν ἡ σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, εἰς ἣν οὐδεὶς εἰσῄει ἢ μόνος ὁ ἀρχιερεὺς, καὶ οὗτος ἅπαξ τοῦ ἐνιαυ‐ τοῦ· ἀπέκειτο δὲ ἐν ταύτῃ ἡ κιβωτὸς τὰς πλάκας τοῦ νόμου | |
15 | φέρουσα, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀαρών. καὶ μὴν αἱ βασιλεῖαί φασιν ἐν τῇ κιβωτῷ μόνας τεθεῖσθαι τὰς πλάκας, ἐκ παραδόσεως δὲ ἴσως ὁ Παῦλος καὶ τὴν ῥάβδον καὶ στάμνον προσέθηκεν. Ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ | |
20 | ἱλαστήριον. Σύνες οὖν, ὅπως ἐποίει τὸ μὲν ἱλαστήριον εἰς εἰκόνα ἐνανθρω‐ πήσαντος τοῦ Υἱοῦ· τότε γὰρ γέγονεν ἱλαστήριον· πλὴν κύκλῳ περιεστάναι προστάττει τὰ χερουβὶμ, καὶ συσκιάζειν ταῖς πτέρυξιν, ἀεὶ πρὸς αὐτὸν τετραμμένα τε καὶ βλέποντα· εἶτά | |
25 | πως ἡμῖν αὐτὸν ὁ προφήτης τεθεᾶσθαί φησιν, “ὅτε εἶδε τὴν “δόξαν, καὶ ἐλάλησε περὶ αὐτοῦ.” εἶδον, γάρ φησι, “τὸν | |
“Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ τε καὶ | 407 | |
408 | “ἐπηρμένου·” καὶ τὰ σεραφὶμ εἱστήκει κύκλῳ αὐτοῦ, καὶ τὸν ἐπὶ θρόνου Κύριον ἐδοξολόγουν, τὰς πτέρυγας τείνοντα· οὕτω τετάχατο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ συσκιάζοντα ταῖς πτέ‐ ρυξιν ἐπὶ τὸ ἱλαστήριον· εἰ δὲ ἦν τις τοῖς χερουβὶμ τοῖς ἐκ | |
5 | χρυσίου πεποιημένοις βοή τε καὶ λόγος, ἐδοξολόγησαν ἂν ὡς κύριον σαβαὼθ, τὸν ἐν τῇ δούλου μορφῇ πεφηνότα Υἱὸν | |
Μονογενῆ τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν. | 408 | |
409 | Καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασι σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Τετελείωκεν ὁ νόμος οὐδένα κατὰ συνείδησιν, εἰσκεκόμικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἀφηγήσεις περιῤῥαντηρίων | |
5 | “πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·” καταλήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις· κἂν γὰρ νεκροῦ τις ἥψατο, κἂν λεπροῦ, κἂν γονοῤῥυὴς ἐγένετο, ἐβαπ‐ τίζετο, καὶ οὕτως ἐδόκει καθαρίζεσθαι· ταῦτα δὲ δικαιώματα ἦσαν σαρκὸς, τουτέστιν ἐντολαὶ σάρκιναι, σαρκικῶς δικαιοῦ‐ | |
10 | σαι τοὺς κατὰ σάρκα δοκοῦντας ἀκαθάρτους. —Ὅτι δὲ ταῖς κατὰ νόμον σκιαῖς τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀσυνέτως ἐμφι‐ λοχωρεῖν οὐκ ἠφίει Θεὸς, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν γραμμάτων· προστέταχε μὲν γὰρ καταθύεσθαι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, ὁδοιπορικῶς δὲ ἐσταλμένους σιτεῖσθαι, | |
15 | σημαίνων ὡς μέχρι παντὸς οὐ στήσεται τὰ ἐν τύποις, ἀλλ’ | |
οἱονεὶ δραμεῖται πρὸς ἀλήθειαν. | 409 | |
410 | Καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ὥσπερ γὰρ στρατιώτην τὸν ῥιψάσπιδα καὶ φυγοπόλεμον οὐ δευτέροις τιμᾶσθαι σημάντροις, ἀλλ’ ἤδη κολάζεσθαι χρὴ, καὶ τῆς ἀνανδρίας ἀποτιννύναι λόγον, τὸν αὐτὸν οἶμαι | |
5 | τρόπον τὴν οὕτω σεπτήν τε καὶ ἀξιάγαστον περιυβρίζοντας χάριν οὐ δευτέρου τιμᾶσθαι Πνεύματος δόσει, τῆς πρώτης ἀθετουμένης, ἀλλ’ ἤδη ποιναῖς ὑποκεῖσθαι πρέπει· οὐ γάρ “ἡ αὐτῶν ἀπιστία τὴν πίστιν τοῦ Θεοῦ καταργήσει,” οὐδ’ ἐπείπερ καταπεφρονήκασί τινες ἀνόπιν ἰόντες, τῆς θείας | |
10 | χάριτος τὸ ἀβέβαιον καταγράψομεν· ποιναῖς δὲ μᾶλλον ὁ τῶν ὅλων ὑποθήσει Κριτὴς τοὺς εἰς τοῦτο δυσσεβείας κατο‐ λισθεῖν οὐ παραιτουμένους, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ καταπατῆ‐ σαι, καὶ τὸ Πνεῦμα τῆς χάριτος ὑβρίσαι, ἐν ᾧ ἡγιάσθησαν καὶ | |
τῆς θείας φύσεως γεγόνασι κοινωνοί. | 410 | |
411 | Ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὅτι δι’ ὑπομονῆς καὶ τοῦ μὴ ἁψικόρως ἔχειν περὶ τὸ πληροῦν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ διψῆν μὲν ἀεὶ, καὶ ἀκορέστως ἔχειν, καὶ ἀπλήστως ἐρᾶν παντὸς ἀγαθοῦ | |
5 | πράγματος, καὶ κατασωρεύειν ἑαυτοῖς τὴν ἐκ πράξεων εὐδο‐ κίμησιν, ἐν τοιαύταις δὲ εἶναι προθυμίαις, ἐν αἷσπερ ἂν εἶεν καὶ οἱ τοῦ πλουτεῖν ἐρασταὶ, περὶ ὧν γέγραπται “Ἀγαπῶν “ἀργύριον οὐ πλησθήσεται ἀργυρίου·” εἰ δὲ οὐ κορέννυσιν ἐκείνους τὰ γήϊνα καὶ πρόσκαιρα καὶ εὐμάραντα, πῶς οὐκ | |
10 | ἀναγκαῖον ἡμᾶς θερμοτέραις κεχρῆσθαι ταῖς ἐπιθυμίαις, ἵνα κερδάνωμεν τὰ παρὰ Θεοῦ, ἃ καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτείνεται, καὶ ἀκατάληκτον ἔχει τὴν εὐθυμίαν; Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. | |
15 | Μέγα δὴ οὖν καὶ ἐξαίρετον ἀγαθὸν ἡ πίστις· πλουτεῖ γὰρ ἁμαρτιῶν ἀπόθεσιν, ῥύπου παντὸς ἀποκάθαρσιν· ἔστι δὲ καὶ μνηστείας πρόξενος τῆς παρὰ Θεοῦ, καὶ ὁδὸς εἰς ἁγια‐ σμὸν καὶ υἱοθεσίαν, καὶ ἁπαξαπλῶς παντὸς ἀγαθοῦ προμνή‐ στρια· οὕτως εὐδόκιμοι γεγόνασιν οἱ πατέρες, οὕτως λαμπρὰν | |
20 | καὶ ἀοίδιμον ἐσχήκασι δόξαν· κατηνδρίσαντο δὲ καὶ αὐτοῦ θανάτου πολλοὶ, καὶ τὸν ἀμάραντον τῆς δόξης ἀνεδήσαντο στέφανον. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλα‐ βηθεὶς κατεσκεύαζε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. | |
25 | Ἐπειδὴ γὰρ ἡ σύμπασα γῆ τὴν ὁδὸν αὐτῆς διέφθειρε, | |
καθὰ γέγραπται, καὶ ἀπονένευκεν ἡ καρδία “τοῦ ἀνθρώπου | 411 | |
412 | “ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος,” κατακλυσμὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐπηφίει Θεὸς, οἷόν τινα κῆπον ὑλομανήσαντα καὶ κεχερσωμένον ἀνακτώμενος, καὶ φυτὸν ἐν αὐτῷ τηρήσας εὐγενὲς, τὸν πανάριστον Νῶε, ἵν’ ἐξ αὐτοῦ τὸ γένος τὸ | |
5 | ἀνθρώπινον, εἰς ἑτέραν ὥσπερ ἀρχὴν μεταστοιχειούμενον, σώζηται πάλιν ἐπὶ τῆς γῆς. πίστει οὖν χρηματισθεὶς Νῶε κατεσκεύαζε τὴν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, “εἰς “ἣν ὀλίγαι τουτέστιν ὀκτὼ ψυχαὶ διεσώθησαν δι’ ὕδατος·” μία μὲν γὰρ ἐξενήνεκται θανάτου ψῆφος κατὰ πάντων τῶν | |
10 | ἐπὶ τῆς γῆς, πεπληθυμένης δηλονότι τῆς ἁμαρτίας καὶ εἰς ἀβούλητον ὀργὴν καλεσάσης τὸν Δημιουργόν· ἀλλ’ ἐσώζετο πανοικὶ δίκαιος ὢν ὁ Νῶε· πεπίστευκε γὰρ τῷ Θεῷ προστάτ‐ τοντι κατασκευάσαι τὴν κιβωτὸν, καὶ βεβάπτιστο μὲν ἡ σύμπασα γῆ, ἡ δὲ τοῖς ὕδασιν ἐπενήχετο, κυβερνήτην | |
15 | λαβοῦσα τὸν τῶν ὅλων σωτῆρα Θεόν· καὶ ἦν ἐν αὐτῇ λεί‐ ψανον ἀνθρωπότητος ὁμοῦ γυναιξὶ καὶ τέκνοις· ὁ πίστιν ἔχων τὸ καύχημα. Πίστει προσήνεγκεν Ἁβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος. Ἀλλ’ οὐ δύναμαι τοῦ μεγάλου τούτου ἀποστῆναι θαύ‐ | |
20 | ματος· πρεσβύτης ἦν ὁ μακάριος Ἁβραὰμ, ἐθρήνει τὴν ἀπαιδίαν, ἐζήτει παρὰ Θεοῦ κληρονόμον ἐξ ἐλευθέρας· εἶτα λαβὼν, καὶ ἐπ’ αὐτῷ πᾶσαν ἔχων τὴν τοῦ γένους ἐλπίδα καὶ τὸ τῆς θείας ὑποσχέσεως τέλος, προσετάττετο θύειν αὐτόν· τί οὖν ὁ πρεσβύτης; ἐννοῶ μὲν ἐν ὅσαις γέγονε δυσθυμίαις· | |
25 | ἡ φύσις αὐτὸν ἐβιάζετο πρὸς φιλοστοργίαν, τὸ θεῖον ἐκάλει πρόσταγμα πρὸς ὑπακοήν· προσέκειτο τῷ παιδὶ μόνον ἔχων αὐτὸν, ἐδεδίει προσκροῦσαι Θεῷ· καὶ καθάπερ τι δένδρον | |
μέγα τε καὶ εὐμηκέστατον ταῖς τῶν ἀνέμων ἀντιπνοίαις τῇδε | 412 | |
413 | κἀκεῖσε διαῤῥιπτούμενον μονονουχὶ μεθύει καὶ σείεται, οὕτω γέγονεν ἡ τοῦ δικαίου ψυχή· πῶς οὖν ἄρα τὸν τοῦ πειρα‐ σμοῦ χειμῶνα νενίκηκεν; ὁ νομομαθέστατος Παῦλος διδάξει λέγων Πίστει προσήνεγκε τὸν Ἰσαὰκ πειραζόμενος, λογισά‐ | |
5 | μενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δύναται ὁ Θεός. ὢ πίστεως ἑδραιότης· ὢ λογισμῶν ἁγιοπρεπῶν ἀσφάλεια· δέδωκε τῷ Θεῷ τὸ πάντα δύνασθαι κατορθοῦν· καὶ τί τὸ ἐντεῦθεν; εἰς ποῖον αὐτῷ τέλος ἐκδεδράμηκεν ἡ πίστις; τὸ γράμμα διδάξει τὸ ἱερόν· “Ἐπίστευσε γὰρ, φησὶν, Ἁβραὰμ τῷ Θεῷ, καὶ | |
10 | “ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Μᾶλλον δὲ ὧδε νοεῖν οἰκειότερον, ὅτι καίτοι ἐνὸν αὐτῷ τοῖς τῆς ἰδίας φύσεως ἀξιώμασιν ἐντρυφᾶν, καὶ ταῖς κατὰ | |
15 | πάντων ἀσυγκρίτως ὑπεροχαῖς θεοπρεπῶς ἐναβρύνεσθαι· τοῦτο γὰρ εἶναί φαμεν τὴν προκειμένην αὐτῷ χαράν· κεκένω‐ κεν ἑαυτὸν καθεὶς ἐν τοῖς καθ’ ἡμᾶς, ἵν’ ὑπὲρ παντὸς τὸν κατὰ σάρκα θάνατον ἀνατλὰς, εἶτα πατήσας αὐτὸν διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, βάσιμον καὶ ἡμῖν ἀποφήνῃ τὸ παλιν‐ | |
20 | δρομεῖν δύνασθαι πρὸς ζωήν· καὶ γέγονε μὲν αὐτῷ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας τὸ παθεῖν· ἐπειδὴ δὲ ἀνέστησε τὸν ἑαυτοῦ ναὸν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθορὰν, ὡς Θεὸς ἐκ Θεοῦ καὶ εἰ πέφηνε μετὰ σαρκὸς, τὸ ἐν ἐκείνοις αἶσχος καὶ τὸ ἐκτροπῆς ἀκαλλὲς κατηφάνισται | |
25 | τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱὸς, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσά‐ | |
μενος θάνατον διὰ τὴν ἑκούσιον κένωσιν. | 413 | |
414 | Ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Δανιὴλ γοῦν θεοπτίας ἡμῖν ἀναγράφων καὶ ὁράσεις προ‐ φητικὰς, καθίζει μὲν ἐπὶ θρόνου τὸν παλαιὸν ἡμερῶν· περιί‐ στησι δὲ αὐτῷ χιλίας μὲν χιλιάδας τῶν τεταγμένων εἰς | |
5 | λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν· Ἡσαΐας δὲ οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν “Εἶδον,” γὰρ ἔφη, “τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ “καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.” καὶ “Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,” καὶ ἐκεκράγεσαν τὸν | |
10 | ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν, ἁγιασμόν. ἆρά σοι δοκεῖ τὸ ἰσοπαγὲς ἐν δόξῃ ἰδίᾳ κεκτῆσθαι λοιπὸν ὁ Υἱός; ὅπου γὰρ θρόνος ὁ ἀνω‐ τάτω, καὶ ἰσοδασμὸς ἡ ὑπεροχὴ, καὶ τῶν ἐν οὐρανῷ δυνά‐ μεων ἡ ὡς ἐν κύκλῳ στάσις, τὸ τῆς δουλείας τῶν γενητῶν | |
15 | ἐμφανίζουσα μέτρον, καὶ τὴν τῆς κυριότητος δόξαν προσμαρ‐ τυροῦσα τῷ καθημένῳ, ποῖον ἂν ἔχοι τόπον ἐνδοιασμοῦ, μὴ τῇ τοῦ Πατρὸς κυριότητι φυσικῇ καταγλαΐζεσθαι τὸν Υἱόν; πλὴν καίτοι ἰσοκλεὴς καὶ ὁμόθρονος ὢν ὁ Κύριος, ὡς Υἱὸς Πατρὶ καὶ Θεὸς Θεῷ, μονονουχὶ καὶ εἰς ἀρχὰς τῆς οὕτω | |
20 | περιφανοῦς καὶ ὑπερκοσμίου δόξης ἀναβιβάζεσθαι δοκεῖ διὰ τὴν σάρκα καὶ τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἀκούων “Κάθου “ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν “ποδῶν σου.” ὃ γὰρ ἂν ὑποστορέσειεν ἑαυτῇ κατευνάζουσα ἡ θεία φύσις, τοῦτο δὴ πάντως τοῖς τοῦ Σωτῆρος ἡμῶν | |
25 | ὑποφέρεται ποσὶν, οὐκ ἀνθρωπίνως ἐνηργηκότος, οὐδὲ ἐπεί τοι γέγονε σὰρξ, διὰ τοῦτο κρατεῖν τῶν ἠπειθηκότων ἰσχύ‐ οντος· ἀλλ’ ὅτι τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς εἰς τὸ τῆς ἀνωτάτω φύσεως ἀναθεὶς ἀξίωμα, καὶ τοῖς τῆς θεότητος θώκοις ἐνιδρύσας ἑαυτὸν καὶ μετὰ σαρκὸς ὁ Μονογενὴς τοῦ | |
30 | Θεοῦ Λόγος, κατακυριεύει τῶν ὅλων οὐ δίχα Πατρός· πάντα | |
γὰρ δι’ ἀμφοῖν ἐν ἴσῳ, ἐνεργοῦντος μὲν τοῦ Πατρὸς, ἔχοντος | 414 | |
415 | δὲ δι’ Υἱοῦ καὶ σὺν αὐτῷ ἐν Πνεύματι τὴν ἐφ’ ὁτῳοῦν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. Οὐ γὰρ προσεληλύθατε κ.τ.λ. ἔμφοβός εἰμι καὶ ἔντρομος. Ταύτης καὶ νῦν μέμνηται Παῦλος τῆς ἱστορίας καὶ τοῦ | |
5 | καιροῦ, καθ’ ὃν καθίκετο μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ Σινὰ ὁ Θεὸς, καὶ “φωνὴ τῆς σάλπιγγος ἤχει μέγα.” ἦν δὲ ἀπρόσ‐ βλητος τοῖς ὁρῶσιν ἡ θέα, καὶ δύσοιστος ἡ τῶν σαλπίγγων ἠχή· διὸ ἔφασκον “Τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, “καὶ οὐκ ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν.” | |
10 | Νῦν δὲ ἔτι ἐπήγγελται λέγων Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. Ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστήριον, ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ· δύο γὰρ γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος, καὶ διαθῆκαι δύο καλοῦνται, | |
15 | καὶ σεισμοὶ γῆς, διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον, ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον· καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα, τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν, τὰ μηκέτι κινούμενα μηδὲ σαλευόμενα. | |
20 | Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν. Ἐνταῦθα ἡδέως ἂν ἐροίμην τοὺς παυθῆναί ποτε τὴν βασι‐ λείαν Χριστοῦ νομίζοντας, τῆς τίνος βασιλείας διαμεμνῆσθαι νῦν τὸν ἀπόστολον φήσομεν, ἣν καὶ ἐρηρεισμένην ἔσεσθαι λέγει, καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον; δηλοῖ γὰρ οἶμαί | |
25 | που τουτὶ τό Ἀσάλευτον· πότερα τὴν Υἱοῦ βασιλείαν ἐν τού‐ | |
τοις φησὶν, ἤγουν τὴν αὐτοῖς τοῖς ἁγίοις δοθησομένην; εἰ μὲν | 415 | |
416 | οὖν ἀμείνω τοῦ μεταπίπτειν εἶναί φασι τήν τε βασιλείαν καὶ ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι’ ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους | |
5 | καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ, καὶ μοῖραν ἤδη λαχόν‐ τες τὴν ἐπέκεινα τῶν αὐτοῦ, εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχὴν, οἱ δὲ ἀμήρυτον λαχόντες τὴν εὐθυμίαν καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται· τὸ δὲ δὴ καὶ ἄγροικον ποιεῖσθαι τὴν συκοφαντίαν, πῶς οὐκ ἀπόβλητον | |
10 | κομιδῆ; τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων, προσήκοι ἂν οὐχ ἑτέρῳ μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ οὐκ ἐπίκτητον ἢ δοτὸν πλουτοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς κυριότητος ἑπόμενον λόγοις· οἱ δέ γε συμπάσχοντες καὶ συμβασιλεύσομεν αὐτῷ, καθὼς γέγρα‐ | |
15 | πται. οὐκοῦν ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι· συμβασι‐ λεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν, εἰ κατασεισθήσεται καὶ καταλήξει τὸ τοῦ Χριστοῦ κράτος, | |
20 | οὗ μετόχους αὐτοὺς εἶναί φαμεν; καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται τοῖον ἔχοντα βάραθρον; ποῦ γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ; ἢ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον, καὶ | |
25 | τοῖς κατωτάτοις βόθροις ἐνιζῆσαι τὰ ἐπερηρεισμένα, ὑπο‐ σπασθέντος τοῦ ἐρείδοντος; ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρη‐ πὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται κατ’ αὐτοὺς, συνοιχήσεταί που πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἄλλων ἐλπίς· τὸ οὖν “Ὅταν παραδῷ τὴν | |
30 | “βασιλείαν,” οὐ τοιοῦτόν ἐστιν, ὅτι ταύτην ἀποθήσει, ἀλλ’ ὅτι ὑφ’ ἑτέρων ἐχομένην ἐκσπάσας προσάξει τῷ Πατρί· | |
συγκατάρξει γεμὴν τούτῳ καὶ αὐτός. | 416 | |
417 | Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς καὶ εἰς αἰῶνας. Τῶν φωνῶν αἱ μὲν θεοπρεπεῖς, ὡς τό “Ἐγὼ ἐν τῷ Πατρὶ “καὶ ὁ Πατὴρ ἐν ἐμοί·” αἱ δὲ ἀνθρωποπρεπεῖς, ὡς τό “Νῦν “δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀληθείαν λελά‐ | |
5 | “ληκα ὑμῖν” [αἱ δὲ μέσαι, ὧν αὕτη· Χριστὸν γὰρ εἰπὼν] χθὲς καὶ σήμερον εἶναί φησι καὶ εἰς τοὺς αἰῶνας. ἰδοὺ δὴ σαφῶς ὁ πνευματοφόρος, ὁ παρὰ αὐτοῦ Χριστοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον, τὸ ἐν ἀτρέπτῳ καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ, ὅπερ ἴδιόν ἐστι μόνου τοῦ | |
10 | Θεοῦ καὶ Πατρὸς, ἑτέρῳ δὲ πρόσεστι τῶν γενητῶν οὐδενί. οὐκοῦν εἰ μόνος ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱὸς, ἀεὶ τοῦτο ὢν ὅπερ καὶ ὁ γεννήσας αὐτὸν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς ὁ μόνος τῷ φύσαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώμενος, καὶ | |
15 | τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι πατήρ; ὅτι γὰρ οὐκ ἀλλοιοῦται γεγονὼς ἄνθρωπος καθ’ ἡμᾶς ὁ Λόγος, ἐν τούτοις διαμεμήνυκεν ὁ πνευματο‐ φόρος. καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖ‐ ται τὸ χθὲς, τοῦ γεμὴν ἐνεστῶτος τὸ σήμερον, τοῦ δὲ ἐσομένου | |
20 | καὶ μέλλοντος τό Εἰς τοὺς αἰῶνας· εἰ δὲ τὸ χθὲς καὶ σήμερον ἀντὶ τοῦ προσφάτου τινὲς δεχόμενοι διατείνονται, ὁ χθὲς καὶ σήμερον πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως· ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ | |
25 | σήμερον ἐφ’ ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστὸς, καὶ οὐ μεμέ‐ ρισται, κατὰ τὴν Παύλου φωνήν; ἢ δηλονότι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον σωματικῶς, ὁ αὐτὸς πνευματικῶς καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. | |
30 | Τὸ δὲ παραφέρεσθαι εἴρηται ἐκ μεταφορᾶς τῶν μαινο‐ | |
μένων, τῶν τῇδε κἀκεῖσε περιφερομένων· ἢ τῶν εὐπαρα‐ | 417 | |
418 | φόρως ἐν ἴσῳ δόναξιν ἐς τὸ ἀεὶ προσωθοῦν εὐκόλως μετα‐ κλινομένων, καὶ μηδὲν βέβαιον ἐχόντων· καίτοι Παύλου μὲν διακεκραγότος “Ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι·” αὐτοῦ δὲ τοῦ Δεσπότου τὸ λίαν εὐπάροιστον καὶ εὐδιαπτόητον τοῦ | |
5 | τρόπου τὴν ἀνωτάτω τοῖς ἔχουσι τιθέντος διαβολὴν, καὶ δίκην ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων “Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ “Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς·” τὸ γάρ τοι βεβαίως τε καὶ ἀκλινῶς ἱδρυμένον πρὸς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν | |
10 | ἀσφαλές τε καὶ ἄσυλον. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα κ.τ.λ. Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος· ἀπέθανε μέντοι κατὰ τὴν σάρκα Χριστὸς, ἵνα ἡμᾶς καθαρίσῃ τῷ ἰδίῳ αἵματι. | |
15 | Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν κ.τ.λ. Φέρωμεν τοίνυν τὸν ὀνειδισμὸν αὐτοῦ, τουτέστι τὸν ὑπὲρ ἡμῶν σταυρόν· οὕτω καὶ αὐτὸς ἔφη “Ὃς οὐ λαμβάνει τὸν “σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστι μου “ἄξιος·” τὸ δὲ ἔξω τῆς πύλης, ἔξω τοῦ κόσμου νοεῖν ἔοικε· | |
20 | ζωῆς γὰρ ἡμᾶς ἐξίστησι κοσμικῆς τὸ θέλειν ἕπεσθαι τῷ | |
Χριστῷ. | 418 | |
419 | Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας κ.τ.λ. Σὺ δέ μοι ὅρα πάλιν, ὅπως ἐνθάδε Θεὸν ὁ Παῦλος τὸν Υἱὸν ἀποκαλεῖ· εἰ γὰρ αὐτός ἐστιν ὁ σύμπαν ἄγων εἰς κρίσιν τὸ ποίημα, καὶ ἀποδιδοὺς “ἑκάστῳ κατὰ τὰ ἔργα | |
5 | “αὐτοῦ,” διά τε τοῦτο τοὺς εὖ ποιοῦντας τὸν πλησίον ἀποδε‐ χόμενος καὶ λέγων “Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμέ‐ “νην ὑμῖν βασιλείαν, ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν,” καὶ τὰ ἑξῆς, πῶς οὐκ ἔσται Θεὸς ὁ οὕτως ἀποκεκλημένος διὰ τῆς ἀψευδοῦς τῶν ἁγίων φωνῆς, καὶ τὰς τῶν εὖ ποιούντων | |
10 | θυσίας ἀποδεχόμενος, ἀποδιδούς τε ἑκάστῳ τὴν αὐτῷ πρέ‐ πουσαν ἀμοιβὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσπέμ‐ | |
πων τὸν τῶν ἁγίων χορόν; | 419 | |
420(1t) | Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. | |
2 | Εἰ γὰρ καὶ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ’ ὑπόστασιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀλλ’ οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπράχθαι φαμὲν, μενούσης δὲ | |
5 | μᾶλλον ἑκατέρας τοῦθ’ ὅπερ ἐστὶν, ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν Λόγον. | |
7t | Κυρίλλου ἐκ τῶν εἰς πρὸς Ἑβραίους δευτέρου τόμου. | |
8 | “Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν” κατὰ τὸ γεγραμ‐ μένον· ἀποδιιστάντες γὰρ ἀλλήλων τὰς δύο φύσεις, καὶ ἀνὰ | |
10 | μέρος ἡμῖν ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύοντες, ἐν μόνοις προσώποις φασὶ γενέσθαι τὴν ἕνωσιν· καὶ ὡς ἔν γε ψιλῇ συναινέσει καὶ ταυτοβουλίᾳ καὶ θελημάτων ῥοπαῖς· κατ’ | |
ἐκεῖνό που τάχα τὸ ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων | 420 | |
421 | γεγραμμένον “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ “καρδία καὶ ἡ ψυχὴ μία.” ἑκάστου γὰρ τῶν πεπιστευκότων κατά γε τὸν τῆς ἰδίας ὑποστάσεως λόγον διεσχοινισμένου τῶν ἄλλων, ὅσον ἧκεν εἰς ταυτοβουλίαν καὶ τὴν ἑνότητα τῆς | |
5 | πίστεως, ψυχὴ πάντων εἶναι μία λέγεται καὶ καρδία· ἆρα οὖν καὶ κατὰ τοῦτον καὶ αὐτοὶ τὸν τρόπον, τῶν προσώπων τὴν ἕνωσιν ὁμολογεῖν ἐγνώκασι; Καὶ μετὰ βραχέα· Καὶ οὐδέπω φαμὲν ἐν τῷ ἀνθρωπίνῳ σώματι τὴν τοῦ Θεοῦ Λόγου περιγεγράφθαι φύσιν· ἄποσον γὰρ τὸ θεῖον. Εἶτα ἐπάγει· | |
10 | Ὄψεταί τις ἐν Χριστῷ τὸ ἀνθρώπινον τελείως ἔχον, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· ὁμοίως τε τέλειον τὸν ἐκ Θεοῦ φύντα Λόγον· πλὴν ἕνα τὸν ἐξ ἀμφοῖν ὁμολογήσει Χριστὸν καὶ Υἱὸν, οὐ προσώπων ἑνώσει μόνον συντιθεὶς τὴν οἰκονομίαν, συλλέγων δὲ μᾶλλον εἰς ἓν τὰς φύσεις ἀποῤῥή‐ | |
15 | τως γε καὶ ὑπὲρ λόγον, ὡς αὐτὸς ἔγνω ὁ Θεός. καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ Λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν· ἀλλ’ οὐδὲ αὖ τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ τοῦ Λόγου· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ | |
20 | τῆς ἰδίας φύσεως ὅρῳ, πεπράχθαι φαμὲν τὴν ἕνωσιν, ἐνοική‐ σαντος τοῦ Λόγου σωματικῶς τῷ ἐκ παρθένου ναῷ. Καὶ μετ’ ὀλίγα· Εἴ τις οὖν ἄρα λέγει μόνων προσώπων τὴν ἕνωσιν, ἀποδιιστὰς ὁλοτρόπως ἀλλήλων τὰς φύσεις, ἔξω | |
τῆς εὐθείας φέρεται τρίβου. | 421 | |
422(1t) | Κυρίλλου ἐκ τῆς αὐτῆς ἑρμηνείας. | |
2 | Ὅρα τοίνυν καὶ ἐν δυσὶ τοῖς χιμάροις τὸν ἕνα Χριστὸν, τουτέστι Θεὸν ἐνανθρωπηκότα, καὶ ἀποθνήσκοντα μὲν σαρ‐ κικῶς ὑπὲρ ἁμαρτίας, ἵνα τῷ ῥαντισμῷ τοῦ ἰδίου αἵματος | |
5 | ὅλην ἁγιάσῃ τὴν Ἐκκλησίαν, μεμενηκότα δὲ πάλιν ἀπαθῆ θεϊκῶς. | |
7t | Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. | |
8 | Εἰ δὲ τετελείωκεν ἡμᾶς δι’ ὕδατος καὶ Πνεύματος, πῶς οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ αὐτὸς ὑπάρχων, | |
10 | καὶ ὡς ἐν ἑνὶ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος; | |
11t | Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους, δευτέρου | |
12t | τόμου. | |
13 | Συνέβησαν δὲ ἀλλήλαις ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν θεότης καὶ ἀνθρωπότης· καὶ διάφοροι μὲν αἱ φύσεις ὁμολο‐ | |
15 | γουμένως, πλὴν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν Υἱός. | |
16t | Κυρίλλου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. | |
17 | Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὴ λέγω καὶ | |
Θεοῦ, ἀλλ’ οὖν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν Υἱὸς, ἀληθῶς | 422 | |
423 | ἔχοντος καὶ ἡμῖν ἀραρότως τοῦ καὶ ἐμψυχῶσθαι ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν. | |
3t | Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς ἑβραίους ἐπιστολῆς. | |
4 | Οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ καὶ τῶν καθ’ ἡμᾶς ἑνὸς, τῆς | |
5 | κατὰ φύσιν ζωῆς ἀποπεραίνειν δύνασθαι τὴν ἐνέργειαν, διὰ τοῦτο “χάριτι Θεοῦ” καὶ αὐτὸ τὸ σῶμα τοῦ δι’ ἡμᾶς ἐναν‐ θρωπήσαντος Λόγου, καίτοι κατὰ φύσιν ὄντος ζωῆς, ὑπὲρ τῆς ἁπάντων σωτηρίας ἐγεύσατο θανάτου, καθά φησιν αὐτὸς ὁ ἱερώτατος Παῦλος, ἵνα μὴ τοῦ γηΐνου σώματος ἔργον εἶναι | |
10 | νομισθείη τὸ καταργῆσαι θάνατον, αὐτοῦ δὲ δὴ μᾶλλον τοῦ ἑνωθέντος αὐτῷ καὶ παρ’ αὐτὸ ἑτέρου κατὰ φύσιν ὑπάρχον‐ | |
τος Λόγου. | 423 |