TLG 4090 005 :: CYRILLUS :: Fragmenta in sancti Pauli epistulam ii ad Corinthios CYRILLUS Theol. Fragmenta in sancti Pauli epistulam ii ad Corinthios Citation: Page — (line) | ||
320(1t) | ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
3t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
4t | ΑΠΟΣΠΑΣΜΑΤΑ ΟΛΙΓΑ ΤΙΝΑ | |
5t | ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ Β. | |
6t | ΤΟΜΟΣ Α ΛΟΓΟΣ Α. | |
7 | Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός. Ὁ ΣΟΦΩΤΑΤΟΣ ἀπόστολος Παῦλος προκεχειρισμένος | |
10 | εἰς διακονίαν τὴν ἐπὶ Χριστῷ διὰ θελήματος Θεοῦ παρῆχθαί φησιν, τὴν τῶν ψευδοπροφητῶν καὶ ψευδαποστόλων δόξαν ὡς δυσσεβῆ παρωθούμενος, λαλῶν δὲ ἐν Πνεύματι, καὶ αὐτὸν ἔχων ἐνηυλισμένον ἐν ἰδίᾳ ψυχῇ τὸν Ἰησοῦν· ὡς φάσκειν πῆ μέν “Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν,” πῆ δέ “Εἰ | |
15 | “δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.” δοῦλον ἑαυτὸν εἶναί φησιν αὐτοῦ, καίτοι τῶν ὅλων κατεξουσιάζοντος τοῦ Θεοῦ καὶ κατάρχοντος μόνου· εἴρηται γὰρ πρὸς αὐτόν “Ὅτι τὰ σύμπαντα δοῦλα σά·” πῶς οὖν οὐκ ἐναργῶς φυσικήν τε αὐτῷ καὶ ἀληθῶς θεοπρεπεστάτην τῆς κυριότητος | |
20 | ἀπονέμει δόξαν; | 320 |
321 | Ἐξ ὧν ἀπόστολον ἑαυτὸν λέγει τοῦ Ἰησοῦ, Θεὸν φύσει καὶ ἀληθῶς καταγγέλλει τὸν Ἰησοῦν· οὐδεὶς γὰρ ἀπόστολον εἴη ἂν ἀνθρώπων ἀλλὰ Θεοῦ μᾶλλον τοῦ κατὰ φύσιν· καὶ δείκνυσιν ὅτι οὐ παρὰ γνώμην τοῦ Πατρὸς ἐκλήθη πρὸς τὴν | |
5 | ἀποστολὴν, οὔτε ἀπὸ καρδίας λαλεῖ ὡς οἱ ψευδομάντεις, ἀλλὰ Θεοῦ λόγια διακονεῖται. κοινωνὸν δὲ ποιεῖ τῆς ἐπιστο‐ λῆς τὸν Τιμόθεον, ὡς δόκιμον καὶ ἀκολουθοῦντα τοῖς αὐτοῦ ἴχνεσιν, ἵνα γοργότερον πείσῃ διὰ τῆς συμφωνίας, ἐπείπερ ὁ νόμος λέγει “Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν | |
10 | “σταθήσεται πᾶν ῥῆμα.” Τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Γράφουσι τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καίτοι Χριστοῦ λεγομένης εἶναι τῆς Ἐκκλησίας· αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησε παρθένον ἁγνήν· εἴπερ οὖν ἐστιν ἡ Ἐκ‐ | |
15 | κλησία Θεοῦ, Χριστὸς δὲ ὁ ταύτην ἑαυτῷ παραστήσας, Θεὸς ἄρα κατὰ φύσιν ἐστὶν ὁ ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. | |
20 | Εἴπερ οὐκ ὄντα Θεὸν κατὰ φύσιν ἠπίστατο τὸν Υἱὸν, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Χάρις ὑμῖν καὶ εἰρήνη παρὰ μόνου τοῦ Θεοῦ καὶ Πατρός; νυνὶ δὲ συνεισδεχόμενος καὶ συνδο‐ τῆρα τιθεὶς τὸν Χριστὸν ὧν ἂν ἡ θεία χαρίσαιτο φύσις, | |
δῆλος ἂν εἴη δήπουθεν οὐκ ἠγνοηκὼς ὄντα κατὰ φύσιν Θεόν· | 321 | |
322 | ἀναγκαίως τοιγαροῦν συνεισδεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν εἰς τὸν τῆς ταυτότητός τε καὶ ὁμοουσιότητος λόγον, ἵνα καὶ Θεὸς εἷς χορηγὸς ὑπάρχων νοῆται τῶν πνευματικῶν ἀγαθῶν. Χριστὸν δὲ Ἰησοῦν ὀνομάζων, τὸν ἐκ Θεοῦ Λόγον | |
5 | ἐν σαρκὶ πεφηνότα δηλοῖ· εἰ δέ ἐστι χορηγὸς ὧν ἂν καὶ αὐτὸς ὁ Πατὴρ, πῶς οὐ Θεὸς κατὰ φύσιν καθ’ ἕνωσιν οἰκο‐ νομικὴν μετὰ τῆς ἰδίας σαρκὸς νοεῖται Χριστός; οὕτω καὶ ὁ σοφώτατος Παῦλος περὶ τῶν ἐξ Ἰσραήλ που φησίν “Ὧν “οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ | |
10 | “πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.” | |
11t | ΤΟΜΟΣ Α ΛΟΓΟΣ Β. | |
12 | Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς λέγει “Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ·” | |
15 | τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια, κατὰ τὸ γεγραμμένον· ἔμπλεων δὴ οὖν ἀληθείας, ἤτοι τοῦ Ἁγίου Πνεύματος, τὴν διάνοιαν ἔχοντες οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων κήρυκες, οὐκ ἂν νοοῖντο ψευδοεπεῖς· ἃ δ’ ἂν λέγοιεν περὶ Χριστοῦ, ταῦτα δὴ πάντως ἐστὶν ὀρθῶς τε καὶ ἀραρότως ἔχοντα· καὶ πιστώ‐ | |
20 | σεται λέγων αὐτὸς ὁ Χριστός “Οὐ γὰρ ὑμεῖς ἐστε οἱ “λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” διὸ οὐ λέγει τοῦτό ἐστιν ὡς πρὸς τοὺς διαβάλλειν αὐτὸν πειρωμένους ὡς τὰ ἐναντία ἑαυτῷ λέγοντα διάτοι τὸ ποτὲ μὲν, ὡς Θεὸν κατὰ φύσιν κηρύττειν τὸν Ἰησοῦν, ὅτε | |
25 | δὲ καὶ ὡς ἄνθρωπον. ἀναγκαίως τοίνυν ταῖς ἐκείνων ἀνεπιει‐ κείαις οἱονείπως ἐπιπηδῶν, ὅτι μὴ γέγονεν αὐτῷ διττός τε | |
καὶ ἀσαφὴς ὁ λόγος, ἁπλοῦς δὲ μᾶλλον καὶ ἀληθὴς, πληρο‐ | 322 | |
323 | φορεῖ λέγων Ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ· τουτέστιν οὐκ αὐτὸς ἑαυτῷ μαχόμενος καὶ νενοσηκὼς τὸ ἀσύμβατον, ποτὲ μὲν τοῦτο ἐπαινεῖν, ποτὲ δὲ ψέγειν, ἀλλ’ ἀληθεύων ἐν τῷ κηρύγματι· πιστὸς οὖν ἐστιν ὁ Θεὸς, τουτ‐ | |
5 | έστιν ἀψευδής τε καὶ ἀληθής. Ἑλλήνων οἱ λογάδες περὶ τῶν παρ’ αὐτοῖς ὑπειλημμένων θεῶν δοξάσουσι διαφόρως, ναί τε καὶ οὔ λέγοντες· οὐ γάρ ἐστι παρ’ αὐτοῖς ἡ ἀλήθεια ἀλλὰ μᾶλλον τὸ ψεῦδος· διὸ καὶ διαφόροις σαλεύονται δόξαις· ὁ δὲ ἀληθῶς καὶ κατὰ φύσιν | |
10 | Υἱὸς τοῦ πάντα ἰσχύοντος Θεοῦ, πῶς ἂν γένοιτο ναὶ καὶ οὔ; .... ἀναγκαίως δὲ καὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθεὶς δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ· πᾶς γὰρ ἐπ’ αὐτῷ λόγος ἀληθὴς διὰ τῆς τῶν θεηγόρων γέγονε φωνῆς. καὶ ὅσαι δή φησιν ἐπαγ‐ | |
15 | γελίαι τοῦ Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ, τουτέστι φιλοτιμίαν τε καὶ ὑπόσχεσιν ἅπασαν ἐν αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐσχήκαμεν· καὶ τοῦτο ἐν τῷ Ναὶ, τουτέστιν ἐν ἀληθείᾳ· ἥκει γὰρ ταῦτα πρὸς πέρας διὰ Χριστοῦ· “κατεπόθη γὰρ ὁ “θάνατος εἰς νῖκος,” καὶ τὸ τῆς φθορᾶς κατεσείσθη κράτος, | |
20 | παύσεται δὲ καὶ τὸ ἄναλκι καὶ πρὸς τούτοις ἡ ἀτιμία· καθὰ ἔφη καὶ ὁ σοφώτατος Παῦλος καὶ ἐν τῇ προτέρᾳ ἐπιστολῇ· ἀποδεδείγμεθα δὲ καὶ αὐτῆς τῆς τῶν ἁγίων βασιλείας κλη‐ ρονόμοι καὶ μέτοχοι· ἐρεῖ γὰρ ἡμῖν αὐτὸς ἐπὶ τοῦ θείου βήματος ὁ ἐν ᾧ τὸ ναί “Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός | |
25 | “μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν “ἀπὸ καταβολῆς κόσμου.” οἰκέται μὲν γὰρ ἡμεῖς τό γε ἧκον εἰς τὴν φύσιν· ἀλλ’ ἀπὸ δούλων εἰς ἐλεύθερον ἐκλήθημεν ἀξίωμα δι’ αὐτοῦ, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ δου‐ | |
λεύειν τῷ διαβόλῳ ἀπαλλάγημεν. πᾶσα τοίνυν ἐπαγγελία | 323 | |
324 | τοῦ Θεοῦ διὰ Χριστοῦ μόνον ἔχουσα τὸ ναί· ἀπαράδεκτον δὲ παντελῶς τὸ οὔ· ὅπερ ἐστὶν ἡ ἄρνησις· καὶ γάρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. προσαποδείκνυσι δὲ καὶ τοῦτον ἑνικῶς ὅτι κατὰ φύσιν ἐστὶ Θεός· εἰ γὰρ οὐκ ἂν διαψεύσαιτο τὰς ἐπαγ‐ | |
5 | γελίας, ἀποπερανεῖ δὲ μᾶλλον τοῖς ἁγίοις αὐτὰς, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ ἀγαθὰ διανέμοντος, πῶς οὐκ ἂν εἴη φύσει τε καὶ ἀληθῶς Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, ὁ ἐν ᾧ “πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον” οὐ διεψευ‐ σμένως; | |
10 | Ὅτι δέ ἐστιν ἀψευδὴς ὁ λόγος, προσεμπεδοῖ λέγων Διὸ καὶ δι’ αὐτοῦ τῷ Θεῷ τὸ ἀμὴν πρὸς δόξαν δι’ ἡμῶν· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ὁ μεσίτης, ὁ δι’ οὗ καὶ μόνου προσιτὸς ὁ Πατὴρ, ὁ ἐν ᾧ πᾶσα δόσις πνευματικὴ, δι’ αὐτοῦ δὴ πάντως καὶ πᾶν ἔσται πέρας εὐχῆς· καὶ τοῦτό ἐστι τὸ ἀμήν· καὶ πρός γε | |
15 | τοῦτο ἡμᾶς αὐτὸς ὁ Υἱὸς πεπαιδαγώγηκε λέγων τοῖς ἁγίοις ἀποστόλοις “Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε “οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα, “δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου· ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν “ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν | |
20 | “ᾖ πεπληρωμένη.” δι’ αὐτοῦ μὲν οὖν τὸ ἀμὴν τῷ Θεῷ Πατρὶ πρὸς δόξαν δι’ ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτὶ διοψόμεθα τοῦ μακαρίου προφητεύοντος Ἰακώβ “Ἰούδα, σὲ αἰνέσαισαν οἱ | |
25 | “ἀδελφοί σου·” ἀνέφυ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς κατὰ σάρκα Χριστός· Ἡσαΐου γεμὴν τοῦ προφήτου λέγοντος “Εἶδον | |
“τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ | 324 | |
325 | “ἐπηρμένου,” περιεστηκότα δὲ τὰ σεραφεὶμ, ἅγιον αὐτὸν ἀποκαλοῦντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα, πλήρη τε λέγοντα εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. ὅτι δὲ αὐτὸν τεθέαται τὸν Υἱὸν, ἀποδείξει λέγων ὁ σοφὸς ὁ | |
5 | Ἰωάννης “Ταῦτα δὲ εἶπεν Ἡσαΐας ὅτι εἶδεν τὴν δόξαν “αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ.” οὐκοῦν καὶ εἰ ὁ Πατὴρ δοξάζοιτο δι’ αὐτοῦ, καὶ ἐπειδὴ δὲ τέθειται “διὰ πίστεως ἱλα‐ “στήριον,” γέγονε δὲ καὶ “τῶν ἁγίων λειτουργὸς” διὰ τὸ ἀνθρώπινον, ὡς θυσίαν πνευματικὴν τὴν ἑκάστου τῶν ἁγίων | |
10 | ἱερουργεῖ προσευχήν· δι’ αὐτοῦ γὰρ ἡμῶν τὸ ἀμήν· καὶ οὐκ ἂν ἔξω νοοῖτο τοῦ καὶ προσκυνεῖσθαι δεῖν καὶ συνδοξάζεσθαι τῷ γεγεννηκότι παρά γε ἡμῶν αὐτῶν καὶ τῆς ἄνω πληθύος τῶν ἁγίων πνευμάτων. ἔφη δέ που θεσπέσιος Παῦλος “Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκου‐ | |
15 | “μένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι “Θεοῦ·” καίτοι τίνι τῶν ὄντων ἀσυμφανὲς ὡς ἔστι Μονο‐ γενὴς καθ’ ὃ ἂν νοοῖτο Θεός; μόνος γὰρ ἐκ μόνου γεγέν‐ νηται τοῦ Πατρός· ἐπειδὴ δὲ καθεὶς ἑαυτὸν ἐν τοῖς καθ’ ἡμᾶς ἐν πολλοῖς γέγονεν ἀδελφοῖς, τότε τέθειται πρωτεύων | |
20 | αὐτός· καὶ πρός γε τῷ εἶναι Μονογενὴς ὡς Θεὸς, κεχρη‐ μάτικε καὶ πρωτότοκος διὰ τὸ ἀνθρώπινον. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν κ.τ.λ. Βεβαιοῖ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ εἰς Χριστὸν, ὀρθὴν καὶ ἀκατάσειστον ἐνιδρυσάμενος πίστιν ταῖς ἁπάντων ψυχαῖς, | |
25 | φρονεῖν ἀναπείθων ὡς ἔστι φύσει τε καὶ ἀληθείᾳ Θεὸς, κἂν εἰ ἐν τῷ καθ’ ἡμᾶς ὁρῷτο σχήματι, γεννηθεὶς κατὰ σάρκα ἐκ γυναικὸς ὁ ὑπὲρ πᾶσαν κτίσιν· καὶ γοῦν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁμολογοῦντι τῷ Πέτρῳ τὴν πίστιν, λέγοντί τε σαφῶς “Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ | |
30 | “ζῶντος,” ἀντανεφώνει λέγων “Μακάριος εἶ σὺ Σίμων | 325 |
326 | “βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ὁ “Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.” ἐπειδὴ γὰρ παμμέγεθες τὸ μυστήριον, δέοιτ’ ἂν εἰκότως μυσταγωγίας τῆς ἄνωθεν καὶ παρὰ Πατρός· βεβαιοῖ τοιγαροῦν ἡμᾶς αὐτὸς εἰς Χριστὸν | |
5 | ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ χρίσας Θεὸς καὶ δοὺς τὸν ἀῤῥα‐ βῶνα τοῦ Πνεύματος. εἴη δ’ ἂν οὐκ ἀσυμφανὲς καὶ διά γε τούτων ἡμῖν, ὅτι μὴ γέγονεν ὁ Υἱὸς “ναὶ καὶ οὔ·” Θεὸς δὲ μᾶλλον ἀληθινὸς, καὶ ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς “ἐν αὐτῷ “τὸ ναί·” Θεοῦ γὰρ ἡμᾶς σφραγίσαι τε καὶ χρίσαι λεγο‐ | |
10 | μένου, δόντος τε τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, Χριστὸς ἂν εἴη πάλιν ὁ ταῦτα πληρῶν ἐν ἡμῖν, οὐχ ὑπουργικῶς, οὔτε μὴν ἀλλοτρίῳ καταχρίων τε ἡμᾶς καὶ σφραγίζων Πνεύματι, ἀλλ’ αὐτῷ τῷ ἰδίῳ καὶ τῷ τοῦ Πατρός· ἐν γὰρ ἀμφοῖν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τὴν ταυτότητα τῆς οὐσίας οὐ μεμε‐ | |
15 | ρισμένως, ἀλλ’ ὡς ἐκ Πατρὸς δι’ Υἱοῦ διῆκον ἐπὶ τὴν κτίσιν· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων “Λάβετε “Πνεῦμα Ἅγιον·” δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς εἰκόνα κατεσφραγίσμεθα τὴν θείαν καὶ νοητήν· ἔφη γὰρ αὐτὸς ὁ θεῖος ἀπόστολος Γαλάταις ἐπιστέλλων “Τεκνία μου, οὓς | |
20 | “πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·” εἰ δὲ εἰς Χριστὸν μορφούμενοι, τὸν θεῖον ἐν ἑαυτοῖς πλουτοῦμεν εἰκονισμὸν, αὐτὸς ἄρα ἐστὶν ἡ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ ἀκριβὴς ἐμφέρεια, καὶ οὐ καθάπερ ἡμεῖς κατὰ μέθεξιν ἁγιασμοῦ πρὸς ὁμοιότητα κεκλημένοι, φύσει δὲ μᾶλλον καὶ | |
25 | οὐσιωδῶς· Θεὸς γὰρ ὁ φύσει πρὸς τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ ἐκ τῆς αὐτοῦ γεγενημένον οὐσίας, οὐδὲν ἂν ἔχοι τὸ ἀπεοικός· ἐσφραγίσθαι δὲ καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, Ἰωάννης φησὶν ὁ σοφώτατος· “Ὁ λαβὼν γὰρ | |
“αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής | 326 | |
327 | “ἐστιν·” ἐσφράγισται δὲ πάλιν οὐκ ἐν ἴσῳ τρόπῳ καθ’ ὃν καὶ ἡμεῖς, ἀλλ’ ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.” | |
5 | Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χρι‐ στῷ καὶ τὴν ὀσμὴ γνώσεως αὐτοῦ φανεροῦντι δ’ ἡμῶν ἐν παντὶ τόπῳ. Εὐχαριστοῦσιν οἱ ἀπόστολοι δοκιμαζόμενοι καὶ πονοῦντες καὶ καυχῶνται τοῖς ἀγῶσιν τοῖς διὰ Χριστόν· ὥσπερ γὰρ | |
10 | ὑπὲρ ἡμῶν τεθριάμβευται Χριστὸς τὸν ἐπὶ ξύλου θάνατον ἀνατλὰς, καὶ τελειωθεὶς διὰ παθημάτων, οὕτω καὶ αὐτοὶ θρι‐ αμβεύεσθαί φασιν ὑπὲρ αὐτοῦ, τουτέστι γνωρίζεσθαι τοῖς ἁπανταχῆ καὶ καταλαμπρύνεσθαι διὰ πειρασμῶν καὶ νικᾶν τὸν κόσμον, διά γε τοῦ πάντα παθεῖν ἑτοίμως ἔχειν καὶ λίαν | |
15 | ἀσμένως ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ· εἰσὶ γάρ εἰσι μέτοχοι τῶν αὐτοῦ παθημάτων, ὡς φησὶ, “καὶ τῆς μελλού‐ “σης ἀποκαλύπτεσθαι δόξης” κοινωνοί· Θεὸν δὲ εἶναί φασι τὸν θριαμβεύοντα αὐτοὺς, οὐχ ὡς ἐνιέντα τῷ πάσχειν αὐτοὺς οὔτε μὴν ὡς θλίψεις ἐπισωρεύοντα, ἀλλ’ ὅτι κατὰ τὸ αὐτῷ | |
20 | δοκοῦν τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν διακηρύττοντες τὸν Ἰησοῦν, τοῖς ὑπὲρ αὐτοῦ περιπίπτουσι πειρασμοῖς· ἄνευ γὰρ πειρασμῶν εὐδοκιμεῖν ἀδύνατον· ὁ δὲ τούτων καρπὸς ὅτι πάσχουσιν ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν, ὅπερ ἐστὶν εὐκλεὲς καὶ ἐλπίδων ἀνάμεστον ἀγαθῶν. | |
25 | Ποία δέ τις ἄρα ἐστὶν ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, | |
ἡ διὰ τῶν ἁγίων ἀποστόλων τῷ κόσμῳ φανερουμένη καὶ ἐν | 327 | |
328 | παντὶ τόπῳ, καθά φασιν αὐτοὶ, διδάξει πάλιν αὐτὸς ὁ θεσπέ‐ σιος Παῦλος ἐκεῖνο λέγων “Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, “ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν “διὰ Ἰησοῦ Χριστοῦ·” καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι | |
5 | “εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ τοῦτον ἐσταυ‐ “ρωμένον.” εἶτα τίνα τρόπον ὁ γεννηθεὶς ἐκ γυναικὸς, ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον ὑποδὺς, εἰ καὶ ἀνεβίω πάλιν, ὀσμὴ τῆς γνώσεως ἔσται τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καθάπερ οἴονταί τινες ψιλὸς καθ’ ἡμᾶς, ἤγουν θεοφόρος, ἄνθρωπος | |
10 | νοεῖται Χριστὸς, καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχων Θεὸς, κἂν εἰ νοοῖτο προλαβὼν τὸ ἀνθρώπινον οἰκονομικῶς ὁ ἐκ Θεοῦ Λόγος; οὐ γὰρ ἔν γε τῷ εἶναι καθ’ ἡμᾶς καὶ πέρα τοῦ μηδὲν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐωδιάσει φύσιν, οὐδ’ ἂν ὀσμὴ γένοιτο τοῦ μὴ εἰδότος θάνατον ὁ θάνατον ἀνατλάς· | |
15 | πῶς οὖν ὀσμὴ τῆς γνώσεως τοῦ Πατρὸς ὁ Χριστός; ἢ δῆλον ὅτι καθὸ νοεῖται καὶ ἔστι Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκὶ δι’ ἡμᾶς; ἐπεὶ τίνα τρόπον οἱ διακηρύσσοντες τὸν Χριστὸν καταγγέλλουσι τῷ κόσμῳ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν; ἢ πῶς ἂν εἰδεῖεν τὸν Ἰησοῦν; τίνα δὲ τρόπον καὶ | |
20 | Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὸν κόσμον ἑαυτῷ καταλλάττειν λέγεται παρὰ τῶν ἁγίων μυσταγωγῶν, εἰ μὴ συνεισδέξαιτό τις τῷ ἐκ Θεοῦ φύντι Λόγῳ πρὸς ἕνωσιν τὸ ἀνθρώπινον, ἀπαιτούσης τοῦτο τῆς σοφῆς οἰκονομίας; καταγγέλλουσι γὰρ οἱ θεσπέσιοι μαθηταὶ λαλοῦντες ἐν πνεύματι, οὐχ ὡς ἐν | |
25 | ἀνθρώπῳ κατοικήσαντα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ’ ὡς σάρκα γεγονότα, τουτέστιν ἑνωθέντα σαρκὶ ψυχὴν ἐχούσῃ τὴν | |
λογικήν· οὕτω γὰρ ἂν εἴη καὶ τῆς δόξης κύριος ὁ ἐσταυ‐ | 328 | |
329 | ρωμένος· οὐκοῦν κἂν εἰ νοοῖτο μετὰ σαρκὸς, κἂν εἰ τοῦτο μὲν οὐχὶ, καταμόνας δὲ ὥσπερ καὶ οὔπω καθ’ ἡμᾶς γε‐ γονὼς, ὁ ἐκ Θεοῦ Λόγος, ὀσμὴ τῆς γνώσεώς ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐν ἰδίᾳ φύσει τὸν ἐξ οὗπέρ ἐστιν εὐω‐ | |
5 | διάζων εἰς ἡμᾶς. καὶ εἴπερ ἐστὶν ἀληθὲς ὅ φημι, πῶς ἂν εἴη γενητὸς καὶ τοῖς ἐξ οὐκ ὄντων λαχοῦσι γένεσιν ἐναρίθμιος; οὐκ ἂν γὰρ γένοιτο τοῦ μὴ κτισμένου ὀσμὴ, μήτε ὑπάρχον‐ τος γενητῶς· οὐ γὰρ ἔν γε τῷ ἀγενήτῳ τὸ γενητὸν ὀψόμεθα, οὐδὲ ἐν τῷ γενητῷ τὸ ἀγένητον. ἀλλὰ μὴν ἔδειξεν ὁ Υἱὸς | |
10 | ἐν ἑαυτῷ τὸν Πατέρα· Θεὸς ἄρα κατὰ φύσιν ἐστὶ διὰ τὸ τῆς οὐσίας ταὐτόν· ἀκουέτω τοίνυν καὶ πρὸς ἡμῶν ὁ Υἱός “Μύρον ἐκκενωθὲν ὄνομά σου·” ἐγνώκαμεν γὰρ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν ἐξ οὗ γεγέννηται Πατέρα καὶ Θεόν. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν | |
15 | τοῖς ἀπολλυμένοις. Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύ‐ ματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτι τοῖς ἁπαντα‐ χοῦ διακηρύττοντές τε καὶ περιφέροντες τὸν ἐπ’ αὐτῷ λόγον, | |
20 | καθάπερ τι τῶν εὐοσμοτάτων θυμιαμάτων, προσεκόμιζον τῷ Θεῷ τὴν ἔν γε τούτῳ σπουδήν· κατὰ τρίτον δὲ τρόπον, ὅτι καὶ σύμμορφοι γεγονότες αὐτῷ, διὰ τῶν ἴσων τετελείωνται παθημάτων. εὐωδίαν γεμὴν ἑαυτοὺς εἶναί φασι τοῦ Χριστοῦ | |
ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ | 329 | |
330 | θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωὴν, κατιδεῖν ἀκόλουθον. οὐκοῦν νοηθεῖεν πρὸς ἡμῶν εἰκότως οἱ σωζόμενοί τε καὶ ἀπολλύμενοι, κατά γε τὸν πρέποντα ταῖς θεωρίαις σκοπὸν, οἱ πιστεύοντές τε καὶ οἱ τὴν πίστιν παρωθούμενοι, | |
5 | καὶ οἱ μὲν οὔπω Θεὸν τὸν φύσει τε καὶ ἀληθῶς ἐγνωκότες, λελατρευκότες δὲ μᾶλλον τῇ κτίσει παρὰ τὸν κτίσαντα. οὗτοι τοῦ θείου κηρύγματος τὸν λόγον οὐ προσιέμενοι, δια‐ γελῶντες δὲ μᾶλλον καὶ μωρίαν εἶναι νομίσαντες τὸ Χριστοῦ μυστήριον, δέχονται “τὴν ὀσμὴν τῆς γνώσεως” τοῦ Πατρὸς, | |
10 | ἐκ θανάτου πρὸς θάνατον· ἐν θανάτῳ γὰρ ὄντες διά τοι τὴν ἐνοῦσαν αὐτοῖς ἀγνωσίαν καὶ πώρωσιν, μονονουχὶ καὶ δευ‐ τέρῳ θανάτῳ περιπταίοντες ἁλοῖεν ἄν· οἱ γεμὴν διὰ τῆς νομικῆς παιδεύσεως πρὸς ἀρχὰς ἐνηνεγμένοι τῆς γνώσεως τοῦ Θεοῦ, γεγόνασι μέν πως ἐν ζωῇ, πλὴν εἰ πιστεύσειαν παρα‐ | |
15 | δέξονται τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Πατρὸς ἐκ ζωῆς εἰς ζωήν· φησὶ γάρ που Χριστὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Αὕτη δέ ἐστιν αἰώνιος ζωὴ, ἵνα γινώ‐ “σκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας “Ἰησοῦν Χριστόν.” ἀλλὰ τίς ἂν γένοιτό φησι πρὸς ταῦτα | |
20 | ἱκανός; καὶ μάλα εἰκότως· δυσεύρετος γὰρ ἀληθῶς ᾧπερ ἂν ἐνυπάρχοι τὸ δύνασθαι λαλεῖν ὀρθῶς τε καὶ ἀπλανῶς τὸ Χριστοῦ μυστήριον, ὁποῖοί τινες ἦσαν οἱ θεσπέσιοι μαθηταὶ, καὶ τὰς τῶν ἑτεροφρόνων δυστροπίας διορθούμενοι, οἷς ἔθος ἐστὶ καὶ διὰ πλείστης τέθειται σπουδῆς τὸ οἷον ἐκκαπηλεύειν | |
25 | τὸν τοῦ Θεοῦ λόγον, ἀπάτῃ τε καὶ ψεύδει συγκεκραμένην ἀεὶ ποιεῖσθαι φιλεῖν τῆς πίστεως τὴν ἀπόδοσιν· οὐ γὰρ ἔστι παρ’ αὐτοῖς ἄκρατον ὥσπερ καὶ ἀνόθευτον εὑρεῖν τὴν ἀλήθειαν· ἀλλ’ οἵ γε θεῖοι μυσταγωγοὶ λαλοῦντες ἐν Πνεύματι, ὡς ἐξ | |
εἰλικρινείας κατέναντι Θεοῦ πάντα τε δρῶσι καὶ λέγουσιν. | 330 | |
331 | Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Οὐ τῆς διὰ λόγων δεόμεθα μαρτυρίας, αὐτοῖς γὰρ πράγ‐ μασιν εὐδοκιμοῦντες ὑμεῖς οἱ μαθηταὶ καὶ πιστοὶ δειχθέντες | |
5 | Χριστοῦ, ἡμᾶς τοὺς διδασκάλους ὑμῶν στεφανοῦτε καὶ εὐδοκίμους ἐδείξατε. διὸ ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγε‐ γραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, τουτέστιν ἀεὶ καὶ διαπαντὸς ἐν μνήμῃ τῇ παρ’ ἡμῖν κειμένῃ· ἀεὶ γὰρ σεμνυνόμεθα, φησὶν, ἐν ὑμῖν. | |
10 | Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Ἐπισφραγίζει καὶ προφητικῇ μαρτυρίᾳ τό Οὐκ ἐν πλαξὶ λιθίναις ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις· ἔφη γάρ που, φησὶν, ὁ Θεὸς διὰ φωνῆς προφήτου “Ἰδοὺ ἡμέραι ἔρχονται, “λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ | |
15 | “οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου “τῆς χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, “ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ‐ “λησα αὐτῶν, φησὶ Κύριος· διδοὺς νόμους μου εἰς τὴν | |
20 | “διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτοὺς, “ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ “τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος·” πάλαι μὲν γὰρ ὁ θε‐ σπέσιος Μωσῆς νόμον ἐδέχετο τὸν παιδαγωγὸν ἐν πλαξὶ λιθίναις, καθὰ γέγραπται· αἴνιγμα δὲ τοῦτο γεγενῆσθαί | |
25 | φαμεν τῆς Ἰουδαίων σκληροκαρδίας· μᾶλλον γὰρ ἀπαρά‐ δεκτον ὥσπερ ταῖς σφῶν αὐτῶν διανοίαις ἀποφαίνει τὸν νόμον, καὶ οἷον ἐν λίθοις βραχὺ μὲν καὶ μόλις ἐνιζηκότα, | |
πλὴν εὐαπόβλητον παντελῶς καὶ μάλα ῥᾳδίως ἀποπτυό‐ | 331 | |
332 | μενον. καὶ γοῦν ἔφη που Θεός “Ἐγγίζει μοι ὁ λαὸς οὗτος “τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ “δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβον‐ “ταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.” | |
5 | ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πλαξὶ καρδίας σαρκί‐ ναις, τουτέστιν αἰσθητικαῖς, τοὺς ἱεροὺς ἡμῖν καὶ θείους ἐγγράφει νόμους· τοιγάρτοι καὶ ἔφασκεν διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν “λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν | |
10 | “σαρκίνην, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται.” εἴ τις οὖν οὐ ταῖς διὰ Μωσέως προσερήρεισται σκιαῖς, οὔτε μὴν μέλανι γεγραμμένον ἔχει τὸν νόμον ὡς ἐν πλαξὶ λιθί‐ ναις, ἀλλ’ εἰς νοῦν ἔσω διὰ τοῦ Πνεύματος, οὗτός ἐστιν | |
ἐπιστολὴ Χριστοῦ γινωσκομένη ὑπὸ πάντων ἀνθρώπων. | 332 | |
333(1t) | ΤΟΜΟΣ Β. | |
2t | ΛΟΓΟΣ Α. | |
3 | Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ Χριστοῦ πρὸς τὸν Θεόν κ.τ.λ. | |
5 | ΕΙΔΩΣ ὁ Παῦλος τῆς ἀποστολῆς τὸ ἀξίωμα οὐκ ἀνθρω‐ πίναις μᾶλλον ἀνάπτει δυνάμεσιν ἀλλὰ τῷ πάντα ἰσχύοντι Θεῷ καὶ τοῖς τοῦ λαβεῖν ἀξίοις ὀρέγοντι διὰ μεσίτου Χρι‐ στοῦ. διό φησι πάντα μὲν ἐν Χριστῷ τοῖς ἁγίοις τὰ ἀγαθά· καὶ γάρ “ἐστιν ἄνωθεν καὶ ἐκ τοῦ πατρὸς τῶν φώτων πᾶν | |
10 | “δώρημα τέλειον·” ἀλλ’ οὖν ὁ δι’ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα Χριστός ἐστιν, μεσιτεύων μὲν ἡμᾶς καὶ Θεὸν διὰ τὴν οἰκονομίαν, πλὴν ἐνεργῶν τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἅτε δὴ καὶ ὑπάρχων αὐτοσοφία τε καὶ δύναμις αὐτοῦ· ποία δέ ἐστιν ἡ πεποίθησις ἡ διὰ Χριστοῦ πρὸς Θεὸν, | |
15 | ἄκουε δὴ προσεπάγοντός τε καὶ λέγοντος Οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· “πᾶσα γὰρ σοφία “παρὰ Κυρίου,” κατὰ τὸ γεγραμμένον· ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς δια‐ θήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀπο‐ | |
20 | κτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. καὶ τί τὸ γράμμα ἐστίν; ὁ | 333 |
334 | ἐν νόμῳ τύπος, τὰ ὡς ἐν σκιαῖς ἔτι πληρούμενα· πνεῦμα δὲ, τῆς ἐν Χριστῷ λατρείας ἡ δύναμις, πνευματικοὺς ἀποφαί‐ νουσα τοὺς προσιόντας αὐτῇ διὰ τῆς πίστεως· ὅσῳ δ’ ἂν ἥττων τῆς ἀληθείας ὁ τύπος, τοσοῦτον οἶμαι κατόπιν οἱ | |
5 | διακονοῦντες αὐτὸν τῶν ἱερουργούντων τὴν ἀλήθειαν· ῥαν‐ τίζει γὰρ ἡμᾶς Χριστὸς αἵματι τῷ ἰδίῳ, καὶ οὐ πρὸς μόνην “τὴν “τῆς σαρκὸς καθαρότητα,” καθάπερ ἀμέλει καὶ τὰ ἐν νόμῳ, καθαρίζει δὲ μᾶλλον καὶ “τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν “ἔργων,” καὶ ἐξίστησι πλημμελήματος· χαρίζεται δὲ πρὸς | |
10 | τούτῳ καὶ ζωῆς ἐλπίδα· καὶ γάρ ἐστιν ἀληθὲς ὡς “ὁ “πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον·” ἐπήγγελται γὰρ καὶ αὐτῶν τῶν σωμάτων τὴν ἀνάστασιν καὶ ἀναφοί‐ τησιν τὴν εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, | |
15 | εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἀναφέρει πάλιν ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν τῆς θείας ἀποστολῆς τὸ ἀξίωμα καὶ τῶν διακονιῶν τὴν σύγκρισιν ποιησάμενος καὶ τὸ ἑκατέρας ἴδιον εὖ μάλα παρενεγκὼν δια‐ φανεστέραν ἀποφαίνει τὴν ἐν Χριστῷ διὰ πνεύματος. καὶ ὁ | |
20 | μὲν τῆς ἐννοίας αὐτῷ διὰ τούτων ἔρχεται σκόπος, πέφρασται γεμὴν οὐ σφόδρα σαφῶς τὸ ῥητόν· ἔοικεν γὰρ εἶναί πως οὐ | |
λίαν εὐκάτοπτον οὔτε μὴν τοῖς ἐθέλουσιν ἕτοιμον ἰδεῖν. τί | 334 | |
335 | γάρ ἐστι τό Οὐ δεδόξασται τὸ δεδοξασμένον καὶ τὰ ἑξῆς; ἔστι δέ τι τοιοῦτον ὃ βούλεται δηλοῦν. δεδόξασται μὲν γὰρ, φησὶν, ὁ Μωσῆς, ὡς διάκονος νόμου τοῦ καταργουμένου, ἀλλ’ ἡ τοῦ νέου καὶ ἐν Χριστῷ κηρύγματος δόξα νικῶσα τὴν | |
5 | πρώτην ἀπέφηνε τοιαύτην αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ’ αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπα‐ στράπτει μὲν ὥσπερ τῆς σελήνης ὁ κύκλος, δόξαν δὲ τὴν ἰδίαν ἔχει ὁ τῶν ἄστρων χορός· ἡλίου γεμὴν ἀνίσχοντος καὶ | |
10 | τῆς ἑαυτοῦ μαρμαρυγῆς ἁπλοῦντος τὴν δόξαν, ἥτταται τῷ προὔχοντι τῆς σελήνης τὸ φῶς, ἔοικε δέ πως μηδὲ πεφωτί‐ σθαι δοκεῖν· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, τὸν τῶν προκει‐ μένων ἐκδέξῃ νοῦν. τὸ γάρ τοι δεδοξασμένον, φησὶ, τουτέστιν ἡ τοῦ νόμου διακονία, καίτοι λαχοῦσα παρὰ Θεοῦ τὴν δόξαν, | |
15 | ἔοικέ πως μὴ δεδοξάσθαι τὴν ἀρχὴν εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης, τῆς δεδωρημένης δηλονότι τοῖς διακονοῦσι τῷ θείῳ τε καὶ εὐαγγελικῷ κηρύγματι· παραχωρεῖ γάρ πως ἀεὶ τὸ μεῖον τῷ προὔχοντι. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, | |
20 | ἐν δόξῃ. Τί τὸ καταργούμενον; ἡ σκιὰ καὶ ὁ νόμος ἤγουν ὁ τύπος, τί δὲ τὸ μένον; τὰ τοῦ Θεοῦ θεσπίσματα. οὐκοῦν καὶ ἐν δόξῃ ἦν ἡ σκιὰ, ἀλλ’ ἐν δόξῃ διαφανεστέρᾳ τὰ Χριστοῦ· μένει γὰρ εἰ κατακρατήσει τῆς ὑπ’ οὐρανόν. | |
25 | Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα. Ποίαν ἐλπίδα; τὸ ἱκανῶσθαι παρὰ Θεοῦ καὶ ἀρτίως ἔχειν διὰ τῆς χάριτος πρὸς τὸ εἶναι “διακόνους καινῆς διαθήκης “οὐ γράμματος.” πρέπει δὲ τοῖς τοιούτοις τὸ ἐν πολλῇ | |
παῤῥησίᾳ λαλεῖν, οὔτε τῶν τύπων αἰσχυνομένους τὸ ἀδρανὲς, | 335 | |
336 | οὔτε τῶν ἀκροατῶν τὸ ἄσοφον· καὶ γὰρ τὸ Ἅγιον Πνεῦμα ἐνιδρυθὲν ἐν ταῖς τῶν πιστῶν ψυχαῖς, ποιεῖ αὐτοὺς νοεῖν εὐκόλως καὶ τοὺς βαθεῖς λόγους. Καὶ οὐ καθάπερ Μωσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ. | |
5 | Κἀν τούτῳ πάλιν οἱ Χριστοῦ μαθηταὶ διαφανέστεροι δόξῃ, ὅτι γέγονεν αὐτοῖς ὁ τοῦ κηρύγματος λόγος σαφής τε καὶ ἀνυπόστατος καὶ οὐδὲν ἔχων δύσκολον καθάπερ τὸ διὰ Μώσεως. ἐπειδὴ γὰρ ἦσαν ἀδόκιμοι οἱ υἱοὶ Ἰσραὴλ μετὰ τοσαύτας τερατουργίας μοσχοποιήσαντες, προσωπεῖον ἐτίθει | |
10 | ἑαυτῷ Μωυσῆς καὶ τὸν θεῖον αὐτοῖς λαλῶν νόμον ἐχρῆτο καλύμμασι, δι’ αἰνιγμάτων διδάσκων ὡς τὸ ἀληθὲς τοῦ νόμου πρόσωπον, τουτέστι Χριστὸν, οὐκ ἂν ἰσχύσειαν ἰδεῖν, δευ‐ τέρῳ δὲ ὥσπερ προσβάλλουσι προσώπῳ μόλις, τῇ σκιᾷ δόξαν οὐδεμίαν ἐχούσῃ, ἥτις καὶ καταργεῖται ἡ σκιὰ καὶ ὁ | |
15 | τύπος. πέπαυται γὰρ καινῆς διαθήκης εἰσκεκομισμένης, τέλος δὲ τοῦ καταργουμένου νόμου ὁ Χριστός. οὐκοῦν ἡ κεκρυμ‐ μένη δόξα Μωσέως, ὁ Χριστὸς, ἦν τὸ τέλος τοῦ καταργου‐ μένου νόμου· εἰ γάρ τις ἀφέλῃ τὴν σκιὰν καὶ οἷον τὸ ἐμφανὲς καὶ δεύτερον πρόσωπον τὸ ὡς ἐν γράμματι περιε‐ | |
20 | λεῖν αὐτὸ, ὄψεται τὸν Ἐμμανουὴλ πολυτρόπως ἐφ’ ἑκάστῳ διαμορφούμενον, καὶ τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν ὑπομέ‐ νοντα καὶ σώζοντα τὴν ὑπ’ οὐρανὸν, ἵνα καὶ δοξάζηται πρὸς ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενος. ἀπρόσιτον οὖν ταῖς Ἰουδαίων διανοίαις τῆς τοῦ Σωτῆρος δόξης τὸ φῶς. | |
25 | ἐπειδὴ γὰρ πᾶσα θεωρία πνευματικὴ πρὸς τὸ Χριστοῦ βλέπει μυστήριον, οὐ προσίενται δὲ τὴν εἰς αὐτὸν πίστιν οἱ τάλανες Ἰουδαῖοι, μεμένηκεν ἐπ’ αὐτοῖς τὸ κάλυμμα, καταργεῖται δὲ | |
ἐν Χριστῷ. | 336 | |
337 | Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Αὐτὸς ὁ Κύριός ἐστι τὸ φῶς καὶ ἀποκαλύπτει “τὰ βαθέα “καὶ ἀπόκρυφα,” καὶ τὸ ἀληθὲς τοῦ νόμου πρόσωπον τὸ δεδοξασμένον δείκνυσι τοῖς σοφοῖς τοῖς ἡγιασμένοις ἐν πνεύ‐ | |
5 | ματι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως λελαμπρυσμένοις. παιδαγωγεῖ μὲν γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ὁ δὲ ἐφ’ ἕτερόν τινα παιδαγωγεῖν τεταγμένος, ἵστησι μὲν οὐκ ἐφ’ ἑαυτῶν τοὺς παιδευομένους, ἀποφέρει δὲ μᾶλλον ἐπί τι τῶν ἀμείνω καὶ μειζόνων ἢ καθ’ ἑαυτόν. ὅθεν τοι καὶ ὁ θεσπέσιος | |
10 | Παῦλος σκύβαλά φησιν ἡγήσασθαι τὰ ἐν νόμῳ “διὰ τὸ “ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ.” Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν, οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Δεῖ οὖν γενέσθαι πνευματικοὺς, οὐ γὰρ ἄλλως δυνατὸν | |
15 | θεωρῆσαι Χριστὸν, ὅς ἐστι “τέλος τοῦ καταργουμένου,” φημὶ δὴ τοῦ νόμου. τότε πάντη τε καὶ πάντως “περιαιρεῖται τὸ “κάλυμμα,” γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ ἐκ τῆς ἐμφανοῦς ἱστορίας οὐκ ἔχοντα. εἰσὶ | |
20 | γὰρ ἐν τούτοις οἱ ἐν Χριστῷ τὴν ἐλευθέραν τοῦ Πνεύματος ἀποκάλυψιν πλουσίως εἰσδεδεγμένοι. εἰ δὲ ἔνθα που πέρ ἐστι τὸ Πνεῦμα, ἐκεῖ πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύ‐ θερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δουλείας ἀνῴκισται μέτρων, καὶ γενητὸν μὲν οὐκέτι, συντάττοιτο δ’ | |
25 | ἂν εἰκότως τῇ ἀνωτάτω τε καὶ ἐλευθέρᾳ φύσει, ᾗ τὸ κατὰ πάντων μετέστι κράτος· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ | |
αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. | 337 | |
338 | Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος. Μωσῆς μὲν γὰρ ἐπετίθει ἑαυτῷ κάλυμμα διά τοι τὸ μὴ | |
5 | δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ κατιδεῖν “τὴν δόξαν τοῦ προσ‐ “ώπου αὐτοῦ·” ψυχικοὶ γὰρ ἦσαν καὶ σαρκικοὶ καὶ ἀτελεῖς εἰς πίστιν· ἡμεῖς δὲ οἱ πιστοὶ διὰ τῆς τοῦ Πνεύματος δᾳ‐ δουχίας πεφωτισμένην ἔχοντες τὴν καρδίαν καὶ καθαρῶς βλέπειν εἰδότα τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνακεκαλυμμένῳ | |
10 | προσώπῳ τεθεάμεθα τὸν Κύριον· λελάληκε γὰρ ἡμῖν καὶ ὤφθη ἐν δόξῃ καὶ ὑπεροχῇ τῇ θεοπρεπεστάτῃ· Θεὸν γὰρ αὐτὸν ἐγνώκαμεν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρός. ὡς ἐν ἐσόπτρῳ οὖν θεωροῦμεν τὴν θείαν καὶ ἀπόῤῥητον φύσιν, μεταπλάττεται γὰρ ὥσπερ τῶν πιστευόντων ὁ νοῦς | |
15 | ἐκ νομικῆς εὐμαθείας εἰς παίδευσιν εὐαγγελικὴν, καὶ μεταμορ‐ φοῦται τρόπον τινὰ εἰς εἴδησιν τὴν πνευματικὴν, σκιᾶς ἢ τύπων οὐκ ἀνεχόμενος, ἀλλ’ ἐκ δόξης τῆς κατὰ τὸν νόμον εἰς δόξαν ἑτέραν τὴν ἐν Χριστῷ διὰ Πνεύματος μεταφοιτᾶν ᾑρημένος. οὐκοῦν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα· μεθι‐ | |
20 | στάντες γὰρ τοὺς τύπους εἰς ἀλήθειαν, καὶ ἐκ τῆς κατὰ τὸν νόμον σκιᾶς τὸ Χριστοῦ μυστήριον τῇ τῶν ἐννοιῶν ἰσχνό‐ τητι διαμορφοῦντες, ὡς ἐν εἴδει τὴν αὐτὴν εὑρήσομεν δόξαν· εἰ γὰρ δέδοται δόξα τοῖς διακονοῦσι τὸν νόμον, μείζων καὶ ἀσυγκρίτως ὑπερκειμένη τὴν πρώτην ἡ τῶν ἁγίων ἱερουργῶν, | |
25 | οἳ καὶ ἱκάνωνται παρὰ Θεοῦ διάκονοι “καινῆς διαθήκης οὐ “γράμματος ἀλλὰ πνεύματος.” πρόδηλον δήπου καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς, ὅτι πάντη τε καὶ πάντως οἱ ἐκ νομι‐ | |
κῆς παιδεύσεως μεθιστάμενοι πρὸς ἀκρίβειαν εὐαγγελικὴν, | 338 | |
339 | ἐκ δόξης ὥσπερ τῆς πρώτης εἰς δόξαν ἰόντες ἑτέραν νοηθεῖεν ἂν, καὶ οἷον πρὸς τὰ ἀμείνω μεταπλαττόμενοι. τὸ δὲ δὴ μεθιστᾶν εἰς τοῦτο αὐτοὺς τὸ Πνεῦμά ἐστι, τὸ τῆς ἐκ νόμου δουλείας ἐλευθεροῦν· ἐν αὐτῷ γὰρ “κράζομεν Ἀββᾶ ὁ | |
5 | “πατὴρ” ὡς υἱοὶ καὶ ἐλεύθεροι. ἔστι δὲ οὐχ ἑτέρως τῆς κατὰ τὸν νόμον ἰσχνολογίας τὸ βάθος ἰδεῖν, πλὴν ὅτι διὰ μόνου τοῦ Ἁγίου Πνεύματος· αὐτὸ γάρ ἐστι καὶ τὸ ἐρευνοῦν “καὶ “τὰ βάθη τοῦ Θεοῦ.” βάθη δὲ Θεοῦ, τὴν ἐν τοῖς ἱεροῖς γράμμασι τεθησαυρισμένην γνῶσιν ὠνομάσθαι φαμέν· ταύτῃ | |
10 | τοι καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰς πρὸς Θεὸν ἐποιεῖτο λιτὰς οὕτω λέγων “Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατα‐ “νοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου·” ἐποιεῖτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ οὐκ ἀθαύμαστον τὸν ἐκ νομικῆς εἰδήσεως ἀναβαίνοντα πρὸς πνευματικὴν τουτέστι τὴν εὐαγγελικήν· | |
15 | ἔφη γὰρ ὅτι “Διὰ τοῦτο λέγω ὑμῖν ὅτι πᾶς γραμματεὺς “μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀν‐ “θρώπῳ πλουσίῳ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ “νέα καὶ παλαιά.” παλαιὰ μὲν γὰρ, τὰ ἐν νόμῳ· νέα γεμὴν, τὰ ἐν Χριστῷ. εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερον νοεῖ‐ | |
20 | σθαι τρόπον τὴν ἐκ δόξης εἰς δόξαν μεταμόρφωσιν τῆς αὐτῆς ἡμῶν εἰκόνος, παραδέξεταί τι τοιοῦτον εἰς νοῦν, ὅτι ὅσοι Χριστὸν ἐγνώκαμεν, καταλελογίσμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, πάντη τε καὶ πάντως ἐσμὲν ἐν δόξῃ· κατὰ δέ γε τὸν τῆς ἀναστάσεως καιρὸν τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ | |
25 | δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος· αὐτὸς γὰρ ἡμῖν ὁ Χριστὸς, ὁ “τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος” χαρι‐ σάμενος, προσθήσει τὸ λεῖπον κατ’ ἐκεῖνο τοῦ καιροῦ, μετα‐ σχηματίσει δὲ καὶ “τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμ‐ | |
“μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.” | 339 | |
340 | Ἐπειδὴ δέ φησιν ὁ μυσταγωγός Καθάπερ ἀπὸ κυρίου πνεύματος, καί “Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία,” τῆς τῶν ἀνοσίων αἱρετικῶν συκοφαντίας οὐκ ἀνεξόμεθα, τοῖς γενητοῖς ἐναρίθμιον ποιεῖσθαι τὸ Πνεῦμα· εἰ γὰρ ἔνθα που | |
5 | ἐστὶ τὸ Πνεῦμα, ἐκεῖ που πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν; εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δου‐ λείας ἄνω κεῖται μέτρων· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς | |
10 | δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Ἐπειδὴ ἡλίου δίκην τὸ ἱερὸν ἀναλάμπει κήρυγμα καὶ ἀνακεκαλυμμένῳ προσώπῳ πᾶς πιστὸς “τὴν δόξαν Κυρίου” κατοπτρίζεται, οὐκ ἄν τις τῶν ὀρθὰ φρονούντων τὴν τινῶν ἀμάθιαν τῷ θείῳ καταγράψει κηρύγματι. τί γὰρ εἰ ἐξὸν | |
15 | εἰδέναι ἀποσείονται τὴν γνῶσιν τινῶν πεπωρωμένοι τὸν νοῦν ἐξ ἀπάτης διαβολικῆς; ἀλλ’ οἵ γε τῆς ἐκείνου δυστροπίας ἀμείνους σοφοί τε καὶ νουνεχέστεροι πεπλουτήκασι τὴν γνῶ‐ σιν. ἆρα γὰρ εἰ βαρβάρων τινὰς εἰρηκότων καὶ τοῖς τῆς δουλείας ὑποθέντων ζυγῷ, προσθείη τις ἕτερος τοῖς εἰς τοῦτο | |
20 | πεσοῦσι ταλαιπωρίας τῶν συμβεβηκότων αὐτοῖς τὴν ἀπαλ‐ λαγήν· εἶτα τῆς ἐλευθερίας ἐκεῖνοι προθέντες τὰ ὑπόζυγα κεῖσθαι, ἀνεξίτητον ποιοῖντο τὴν συμφοράν· αἰτιάσαιτό τις εἰπέ μοι τὸν προθέντα φιλαγάθως τῆς ἐλευθερίας αὐτοῖς τὴν ἄδειαν ἢ μᾶλλον ἐκείνους δυσβουλίας γράψεται; οὐκοῦν | |
25 | προὔθηκεν μὲν ὁ τῶν ὅλων Θεὸς τοῖς ἐθέλουσι πιστεύειν εἰς τὸν Υἱὸν, τὸ γυμνῷ καὶ ἀνακεκαλυμμένῳ προσώπῳ καταθεά‐ | |
σασθαι τὴν δόξαν αὐτοῦ· διημαρτήκασι δὲ τῆς χάριτος οἱ | 340 | |
341 | τοῦ διαβόλου τὸν σκοτισμὸν ἀπόβλητον ἔχοντες, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ φῶς ἀσυνέτως οὐ προσιέμενοι. διηύγασε γὰρ ἂν καὶ αὐτοῖς ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. καὶ θεὸν μὲν τοῦ αἰῶνος | |
5 | τούτου κατονομάζει τὸν σατανᾶν, οὐχ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, ἀλλ’ ὅτι τοῦτο εἶναι νενόμισται παρά γε τοῖς οὐκ εἰδόσι τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· ἐκεῖνο γεμὴν ἄξιον καταθαυμάσαι πάλιν· θεολογεῖ γὰρ ὁ Παῦλος, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς διατρανοῖ τὸ μυστή‐ | |
10 | ριον. ἰδοὺ γὰρ σαφῶς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης Χριστοῦ τὸ ἀποστολικὸν ὀνομάζει κήρυγμα· καίτοι Χριστοῦ κεκλημένου τοῦ ἐκ Θεοῦ κατὰ φύσιν ὄντος Υἱοῦ, κατὰ τὸν τῆς χρίσεως καιρὸν, καθ’ ὃν καίτοι τοῦ Ἁγίου Πνεύματος αὐτὸς ὑπάρχων χορηγὸς, κεχρίσθαι λέγεται παρὰ τοῦ Θεοῦ | |
15 | καὶ Πατρὸς τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. οὐκοῦν ἐν εἴδει τῷ καθ’ ἡμᾶς γεγονὼς καὶ ὀφθεὶς ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε δὴ τότε καὶ μάλα ὀρθῶς Χριστὸς νοεῖται καὶ λέγεται. οὐκ εἰς ἕνα τοίνυν τῶν καθ’ ἡμᾶς ἡ πίστις τῷ κόσμῳ διακηρύττεται καὶ ψιλὸν ἄνθρωπον | |
20 | ὑπὸ τῶν πνευματοφόρων, καταγγέλλουσι δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Λόγον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα, καὶ ὡς πρωτό‐ τοκον ἐν πολλοῖς ἀδελφοῖς τὸν Μονογενῆ. ἐπεὶ ποῖος ἂν | |
νοοῖτο πρὸς ἡμῶν ὁ φωτισμὸς τοῦ εὐαγγελίου τῆς δόξης αὐτοῦ, | 341 | |
342 | εἰ μὴ ἔν γε τῷ νοεῖσθαι Θεὸς καὶ εἰκὼν τοῦ Πατρὸς, καὶ οὐκ ἐν ἴσῳ τρόπῳ τοῖς καθ’ ἡμᾶς, οὐσιωδῶς δὲ μᾶλλον καὶ φυ‐ σικῶς; καὶ οὔ τι που φαμὲν ὡς ἄρα δεήσει καὶ αὐτὸν ἐν σαρκὶ γεγονότα νοεῖσθαι τὸν Πατέρα· οὐ γάρ ἐστιν ἐν τού‐ | |
5 | τοις τῆς εἰκόνος τὸ κάλλος· ἐκεῖνο δὲ μᾶλλον περινοεῖν ἄξιον, ὡς Θεὸς ἦν ὁ Λόγος καὶ πρὸ σαρκὸς χαρακτὴρ καὶ ὁμοίωσις φυσικὴ τοῦ γεννήτορος· καὶ πάλιν καθ’ ἡμᾶς γεγονότι τὸ ἐν μορφῇ νοεῖσθαι τοῦ Πατρὸς, ἐνούσης αὐτῷ τῆς οἰκονομίας τὸ ἀνθρώπινον· λελόγισται τοίνυν ὡς ἓν | |
10 | μετὰ τῆς ἰδίας σαρκός· ἔστι δὲ καὶ οὕτως εἰκῶν τοῦ Πατρὸς καθ’ ὃ καὶ ἔστι Θεὸς καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν. Ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώ‐ σεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο | |
15 | τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες πρὸς ἐπί‐ γνωσιν τοῦ Χριστοῦ, οἱ μὲν ὡς ἐκ πλάνης καὶ λατρείας ψευδοῦς εἰς θεογνωσίαν τὴν ἀληθῆ, οἱ δὲ εἰς ἀκριβεστέραν εἴδησιν τῆς ἐν νόμῳ παιδαγωγούμενοι. ταύτῃτοι καὶ ὁ | |
20 | θεσπέσιος Παῦλος “διὰ τὸ ὑπερέχον τῆς γνώσεως” τοῦ Χριστοῦ ὀλίγα πεφροντικὼς τῶν ἐν νόμῳ μαθημάτων ὁρᾶται. ὅτε τοίνυν Χριστὸν κηρύττουσιν οἱ μυσταγωγοὶ, καὶ οἱ πι‐ στεύοντες εἰς Θεὸν εἰς Θεὸν τὸν ἕνα καὶ ἀληθῶς πιστεύουσιν, πῶς οὐχὶ Θεὸς ὁ Χριστὸς οὐ νόθος, οὐ ψευδώνυμος, ἤγουν | |
25 | ἑτεροφυὴς παρὰ τὸν Πατέρα, ἀληθὴς δὲ μᾶλλον ὡς ἐξ αὐτοῦ κατὰ φύσιν; ἀχλύος μὲν γὰρ νοητῆς καὶ δαιμονιώδους ἀπάτης ὁ τῶν πλανωμένων μεμέστωται νοῦς, ἀλλ’ ἐπηγγέλ‐ λετο Θεὸς ἐκ σκότους ἡμῖν ἀναλάμψειν τὸ φῶς· ἔφη γάρ που | |
διὰ φωνῆς Ἡσαΐου “Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ἴδε | 342 | |
343 | “φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς “λάμψει ἐφ’ ὑμᾶς·” καὶ ὁ θεσπέσιος δὲ Δαυείδ φησιν, ὡς ἐκ προσώπου τῶν ἐν ἀχλύϊ καὶ σκότῳ “Ὅτι σὺ φωτιεῖς “λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου.” | |
5 | ἐπειδὴ δὲ πεπλήρωται λοιπὸν ἐφ’ ἡμῖν ἡ ὑπόσχεσις τοῦ Πατρὸς, καὶ τὸ θεῖον ἡμῖν καὶ νοητὸν διηύγασε φῶς, ἐγνώ‐ καμεν αὐτοῦ τὴν δόξαν ἐν προσώπῳ Χριστοῦ· εἶτα εἴπερ ἐστὶν ὁ Χριστὸς οὐ φύσει τε καὶ ἀληθῶς Θεὸς, τὴν τοῦ Πατρὸς δόξαν ἐν αὐτῷ τεθεάμεθα; καίτοι λέγοντος ἀκούω σαφῶς τοῦ | |
10 | Θεοῦ καὶ Πατρός “Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·” ἀλλ’ ἰδοὺ δέδωκεν αὐτὴν τῷ Υἱῷ· οὐχ ἕτερος ἄρα παρ’ αὐτόν ἐστιν, πλὴν ὅσον ἐν ὑποστάσει καὶ τὸ ὑπάρχειν ἰδικῶς, ἵνα μὴ φαίνηται ψευδοεπήσας ὁ Πατὴρ τῷ προσώπῳ τοῦ Υἱοῦ τὴν ἰδίαν δόξαν προθεὶς, καὶ ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐν | |
15 | αὐτῷ τε καὶ δι’ αὐτοῦ γινωσκόμενος· πρόσωπος γάρ ἐστι καὶ εἰκὼν καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ· καὶ ἀπο‐ καλύπτεται μὲν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, ἀποκαλύπτει δὲ | |
καὶ αὐτὸς ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα. | 343 | |
344(1t) | ΤΟΜΟΣ Γ. | |
2t | ΛΟΓΟΣ Α. | |
3 | Ἐν ὀστρακίνοις σκεύεσιν. ΣΚΕΥΗ ὀστράκινα τὸ τῆς λέξεως ὀνομάζει κοινὸν, οὐ γὰρ | |
5 | ἐν κόμπῳ ῥημάτων τῶν θείων ἡμῖν μυστηρίων ἡ παράδοσις, ἀλλ’ ὡς ἐν λέξει τῇ πᾶσι κατειθισμένῃ, ἵνα πάντες μανθά‐ νωσι καὶ νοοῦσιν. τί οὖν, ὦ Παῦλε; οὐ γὰρ ἦν ἐφικτὸν τῷ πάντας σοφοῦντι Θεῷ τοὺς ἁγίους ἀποστόλους εὐστομωτά‐ τους τε ἄγαν ἀποφῆναι ῥᾳδίως καὶ πολὺ μᾶλλον ἢ ἐκεῖνοι | |
10 | κατευγλωττισμένους καὶ κτύπῳ ῥημάτων καταπλήττειν εἰ‐ δότας τοὺς ἐντυγχάνοντας; ναί φησιν, αὐτὸς γάρ ἐστι τῆς σοφίας ὁ χορηγός· ἀλλ’ ἐν ὀστρακίνοις σκεύεσι, τουτέστιν, ἐν ἕξει μικρῷ τὸν θεῖον ἡμῖν κατέκλεισε θησαῦρον. διὰ ποίαν αἰτίαν; ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ | |
15 | ἡμῶν. οὕτως γὰρ ἔπεισαν πάντας προσδραμεῖν τῇ πίστει. εἰ γὰρ ἦν ἐν αὐτοῖς λαμπρὸς ὁ λόγος, ἔδοξαν ἂν ἔσθ’ ὅτε οὐ τῆς αὐτοῦ δυνάμεως γεγενῆσθαι κατόρθωσις τῶν κεκλημένων ἡ πίστις. ἐπειδὴ δὲ διὰ ψιλῶν ἔπεισαν ῥημάτων οὐδεὶς ἐν‐ δοιάζει ὅτι Θεοῦ γέγονε τῆς ἐν τούτῳ δυνάμεως ἡ ὑπερβολή. | |
20 | Ὀστράκινα σκεύη λέγομεν ἃ περικείμεθα σώματα ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα περικεί‐ μενοι τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς Τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ’ ἐκ Θεοῦ δυνάμεως ὑπάρχουσα | |
25 | ἡμῖν γνωρίζεται. | 344 |
345 | Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι κ.τ.λ. Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ’ οὖν ζῶσι, τῷ Θεῷ ζήσειν μέλλοντες· | |
5 | καὶ καθά φησι τῆς σοφίας ὁ λόγος “Ἔδοξαν ἐν ὀφθαλμοῖς “ἀνθρώπων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐ‐ “τῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσὶν ἐν “εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.” ποία τίς οὖν ἄρα τῶν ἱδρώτων ἡ νόησις, διερμηνεύει πάλιν ὁ Παῦλος | |
10 | οὕτω λέγων Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανε‐ ρωθῇ. διττὸν εἶναί φαμεν τὸν τῆς ἐνθάδε νοουμένης νεκρώ‐ σεως τρόπον, ὧν εἷς μέν ἐστι νοητὸς καὶ πνευματικὸς, ἕτερος γεμὴν ὡς ἐν αἰσθήσει τῇ κατὰ σῶμα λαμβάνεται· Θεὸς γὰρ | |
15 | ὑπάρχων καὶ ἐκ Θεοῦ πεφηνὼς κατὰ φύσιν ὁ Μονογενὴς αὐτοῦ Λόγος, ἰδίαν ἐποιήσατο σάρκα τὴν ἀπὸ τῆς γῆς, καὶ τὸ θνητὸν δὴ τοῦτο καὶ ἀνθρώπινον ἠμπέσχετο σῶμα, ψυχὴν ἔχων τὴν λογικήν· καὶ τίς ἡ τοῦδε πρόφασις; ἵνα νεκρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ τῶν ἐμφύτων τε καὶ | |
20 | ἐν αὐτῇ κινημάτων τῶν εἰς ἐκτόπους ἀποφερόντων ἡδονὰς ἀπαμβλύνῃ τὸ κέντρον· κατώρθωκε δὲ οὐχ ἑαυτῷ Θεὸς ὢν ὁ Λόγος τὸ ἐπέκεινα τῶν ἐν ἡμῖν ὁρᾶσθαι παθῶν· οὐ γὰρ οἶδεν ἁμαρτίαν· ἀλλ’ οἷον ὅλην ἐν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν μεταστοιχειῶν εἰς ζωὴν ἁγίαν καὶ ἄμωμον, ὅτε γέγονεν | |
25 | ἄνθρωπος καὶ ἐν εἴδει τῷ καθ’ ἡμᾶς· γέγονε γὰρ “ἐν πᾶσιν “αὐτὸς πρωτεύων,” ἵνα καὶ ἡμεῖς τοῖς ἴχνεσιν αὐτοῦ κατα‐ κολουθήσαντες ἔχωμεν ἐν ἑαυτοῖς τὴν αὐτοῦ νέκρωσιν, τουτ‐ | |
έστιν ἀπρακτοῦσαν ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὴν δύναμιν· | 345 | |
346 | οὕτω τε ἀναλαβεῖν ἰσχύσωμεν καὶ τὸ ἀμώμητον εἰς ζωήν. καὶ καθ’ ἕτερον δὲ τρόπον τὴν ἐνθάδε λεγομένην τοῦ Ἰησοῦ παραδέξῃ νέκρωσιν καὶ ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καθὰ γέγραπται, καὶ μέχρις αὐτοῦ θανάτου, | |
5 | καὶ τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν προβάτων· πλὴν “ἀπέθανεν ἐφάπαξ τῇ ἁμαρτίᾳ·” τουτέστιν ὑπὲρ τῆς ἁμαρ‐ τίας τοῦ κόσμου, τέθειται γὰρ ἱλασμὸς διὰ πίστεως· “ὃ δὲ “ζῇ, ζῇ τῷ Θεῷ.” Ταύτην οὖν ἄρα τὴν νέκρωσιν, τὴν διά γε τῶν παθη‐ | |
10 | μάτων καὶ μέχρις αὐτοῦ θανάτου διήκουσαν, ἐν τοῖς ἑαυτῶν σώμασι περιφέρουσιν οἱ μυσταγωγοὶ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ, καθά φησιν αὐτὸς, ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ· ζήσονται γὰρ καὶ αὐτοὶ τῷ Θεῷ τὴν ἁγίαν καὶ ἄμωμον καὶ μακαρίαν ζωήν. ὅτι δὲ ταύτης ἰδίως μέμνηται τῆς νεκρώσεως καὶ μέν‐ | |
15 | τοι ζωῆς, εἴς γε τὸ παρὸν πιστώσεται μὲν καὶ ἡ τῶν προλα‐ βόντων διάνοια, πειρασμῶν ἔχουσα καὶ πόνων ἀφήγησιν, οὓς ὑπομένειν ἀνάγκη πληροῦν ἐθέλοντα τῆς ἀποστολῆς τὸν εὐκλεᾶ δρόμον· οὐδὲν δὲ ἧττον ἡμᾶς οὕτω φρονεῖν ἀναπείσει μονονουχὶ καὶ διερμηνεύων αὐτοῖς ὅπερ ἔφη· προσεπάγει | |
20 | γὰρ εὐθὺς τὸ ἑξῆς· Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν κ.τ.λ. Δείκνυσι δὲ διὰ τούτων καὶ αὐτοὺς ἀσμένως ὑπομένειν ἐθέλοντας τὸν τῆς σαρκὸς θάνατον, διὰ τὴν εἰς Χριστὸν | |
25 | εὐσέβειαν· σκοπὸς γὰρ αὐτοῖς οὐκ εἰς τὰ παρόντα βλέπειν, | |
προαθρεῖν δὲ μᾶλλον τὰ ἐσόμενα καὶ τὰς ἀμοιβὰς τῶν | 346 | |
347 | πόνων. καὶ δι’ οὐδενὸς μὲν ποιοῦνται λόγου τοὺς ἐκ τῶν ἀγώνων ἱδρῶτας, ἐπιγάνυνται δὲ μᾶλλον τοῖς ἄνωθεν ἀγα‐ θοῖς, διαλογίζονται γὰρ τῆς τοῦ Θεοῦ φιλοτιμίας τὸ πλάτος· διὰ γὰρ τοῦτο εἰς θάνατον παραδίδονται διὰ Ἰησοῦν ἵνα καὶ | |
5 | ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκί. καὶ τίς ἡ τοῦ Ἰησοῦ ζωή; ἡ ἀφθαρσία καὶ ἁγιασμὸς, δόξα τε μεγάλη καὶ ὑπερκόσμιος· οὕτως γὰρ ἡμῖν ὀφθήσεται κατὰ καιροὺς, ὅταν ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνῃ κριτής· μετασχημα‐ τίσει δὲ καὶ “τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον | |
10 | “τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνα‐ “σθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.” ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. μεμίμηνται γὰρ τὸν ἑαυτῶν δεσπότην οἱ τῆς ὑφ’ ἡλίῳ μυσταγωγοί· τεθεί‐ κασι καὶ αὐτοὶ τὰς ἑαυτῶν ψυχὰς, ἵνα ἡμεῖς οἱ ποτὲ πλανώ‐ | |
15 | μενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Ὅτι ἕνεκεν σοῦ θανα‐ “τούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα “σφαγῆς.” | |
20 | ΤΟΜΟΣ Γ ΛΟΓΟΣ Β. Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος δια‐ φθείρεται, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἔξεστι τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν οὐκ ἀκόμψως, κοινὸν ὥσπερ ἅπασι τοῖς εὐσεβεῖν ᾑρημένοις | |
25 | προθέντας τὸ χρῆμα· “στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ | 347 |
348 | “τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ “ἀντίκειται ἀλλήλοις,” κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν ὅτι πᾶσά πως ἀνάγκη, κατεφθαρμένης τρόπον τινὰ τῆς σαρκὸς, καὶ τῶν ἐν αὐτῇ κινημάτων ἠσθενηκότων, τότε δὴ | |
5 | μάλιστα μειζόνως ἐῤῥῶσθαι τὸ ἕτερον, τουτέστι τὸ φρόνημα τοῦ πνεύματος. αἰτίας ἀπόδοσιν καὶ οἷον ἀνάμνησιν προει‐ ρημένου τινὸς εἰσκομίζει τό Διό. ἔφη τοίνυν Εἰ γὰρ “ἡμεῖς “οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ “ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν” ταῖς καρδίαις ἡμῶν, | |
10 | ταύτην ἔχοντες τὴν ἐλπίδα, φησὶ, καὶ τοῖς ἐσομένοις ἐπιγανύ‐ μενοι, οὐκ ἐκκακοῦμεν, τῆς μελλούσης δόξης προθεωροῦντες τὸ κάλλος, ἀλλὰ κἂν ἐπέλθοι θλίψις, φέρομεν γενναίως. εἰ γὰρ καὶ ὡς ἄνθρωποι ἀλγοῦμεν καὶ βλάβην τινὰ περὶ τὸ σῶμα ὑπομένωμεν, ἀλλ’ οὐχ ἡττώμεθα τούτοις· ὁ γὰρ ἔσω | |
15 | ἡμῶν ἄνθρωπος ἀνακαινοῦται. καὶ κοινὸς μὲν ὁ λόγος. ὅταν τοίνυν τοῖς εἰς ἄσκησιν πόνοις ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθεί‐ ρεται, τότε λοιπὸν ἀναγκαίως ὁ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. καὶ ἑτέρως γεμὴν τοῖς εἰρημένοις ἐπιβαλεῖς· ἐπειδὴ Ἰουδαίοις τε καὶ Ἕλλησι διεκήρυττον τὸν Ἰησοῦν, | |
20 | δεινοὺς καὶ ἀφορήτους ὑπομεμενήκασι διωγμοὺς, καὶ διέφ‐ θαρτο τοῖς εἰς τοῦτο πόνοις τὸ σῶμα αὐτῶν. ἀλλ’ ὅσῳ μείζων ὁ πόνος, τοσούτῳ οἶμαί που παρέποιτο ἂν εἰκότως ἀμφιλα‐ | |
φεστέρα τῆς χάριτος ἡ ἀντέκτισις. | 348 | |
349 | Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. | |
5 | Ἐπιῤῥώννυσι τῶν ἀθλεῖν βουλομένων τὸν νοῦν, τοὺς μὲν ἀγῶνας εὐτελίζων, τοὺς δὲ στεφάνους ὑψῶν τῶν νενικηκό‐ των, καὶ τὸ μὲν ἐλαφρὸν ἐπὶ τῶν θλίψεων τιθεὶς, τὸ δὲ βάρος ἐπὶ τῆς δόξης· τῶν γὰρ ἐν τῷδε τῷ βίῳ τὴν μεμετρημένην ἔφοδον διὰ τὸ πρόσκαιρον κἂν εἰ γένοιτο καθ’ ὑπερβολὴν εἰς | |
10 | ὑπερβολήν. ἀλλ’ οὖν εἰς αἰώνιον βάρος δόξης ἐκβήσεσθαί φησιν, ἐπειδὴ πέρα λόγου τὰ τοῦ μέλλοντος αἰῶνος ἀγαθά. διὸ οὐ δεῖ σκοπεῖν τὰ βλεπόμενα πρόσκαιρα ἀλλὰ τὰ μὴ βλεπόμενα αἰώνια. Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους | |
15 | καταλυθῇ κ.τ.λ. Ἐπίγειον ἡμῶν οἰκίαν τοῦ σκήνους, αὐτὸ περιφραστικῶς ὀνομάζει τὸ σκῆνος, ἤτοι τὸ σῶμα· γέγραπται γὰρ ἐν τῷ Ἰώβ “Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ “ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν.” ἴσμεν οὖν ἄρα, φησὶν, ὡς | |
20 | καταλύσαντος τοῦ θανάτου τὴν ἐπίγειον ἡμῶν τοῦ σκήνους οἰκίαν, τουτέστι τὸ σῶμα, διαδέξεται καὶ οὐκ εἰς μακρὰν, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, οἰκητήριον τὸ ἐξ οὐρανοῦ, τουτέστιν ἡ ἀφθαρσία· ἄνωθεν δὲ αὐτὴν εἶναί φησι, πρῶτον μὲν ὅτι θεόσδοτον τὸ χρῆμά ἐστιν· εἶτα πρὸς | |
25 | τούτῳ διά τοι τὸ πάντας τοὺς τὴν ἄνωθεν οἰκοῦντας πόλιν, φημὶ δὴ τὰ τῶν ἁγίων ἀγγέλων συντάγματα, ἐν ἀφθάρτοις | |
τε καὶ ἀνωλέθροις εἶναι σώμασιν· ἀπήλλακται γὰρ τῆς | 349 | |
350 | γεώδους ταυτησὶ παχύτητος ἡ ἀγγέλων φύσις. οἰκοδομὴν τοιγαροῦν ἐκ Θεοῦ καὶ ἀχειροποίητον οἰκίαν καὶ μὴν καὶ αἰώ‐ νιον ὀνομάζει, τὴν ἀφθαρσίαν. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ | |
5 | οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Διὰ τοῦτο στενάζομεν ὡς καταβαρυνόμενοι τῇ φθορᾷ, γλι‐ χόμεθα δὲ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλον | |
10 | αὐτῷ τὴν ἀφθαρσίαν εὐχόμενοι τὸ ἀχειροποίητον οἰκητήριον, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Φθαρτὸν σῶμα βαρύνει ψυχὴν,” πεποιήμεθα δὲ τοῦ στενάζειν τὴν ἀφορμὴν τὸ καταβαρύνεσθαι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ οἰκητήριον τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ τουτέστι | |
15 | τὴν ἀφθαρσίαν ἐπενδύσασθαι. εἶτα τί τὸ ἐπενδύσασθαι δηλοῖ ἢ πάντως ὅτι τῷ νῦν ὄντι σώματι προσπεριβαλέσθαι τὴν ἀφθαρσίαν; στενάζομεν οὖν. Εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. Τό Εἴ γε οὐκ ἐνδοιάζων λέγει, ἀλλ’ ἀποφαινόμενος μᾶλλον | |
20 | καὶ ἀραρότως ἔχον ἀποδεικνὺς ὅτι τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν οἰκητήριον ἐπαμφιεννύμενοι τοῦ προϋποκειμένου σκήνους, τουτέστι τοῦ γηΐνου σώματος, οὐκ ἐσόμεθα γυμνοί. οὐκοῦν τό Εἴ γε τέθεικεν ἀντὶ τοῦ ὁπότε, ἵν’ ᾖ τι τοιοῦτον τὸ εἰρημένον Ὁπότε καὶ ἐνδυσάμενοι, οὐκ ἀπόθεσιν τοῦ πρώτου πεισόμεθα, | |
25 | οὔτε μὴν ἐσόμεθα γυμνοὶ τοῦ προϋποκειμένου σώματος, ὅπερ | |
σαφηνίζει διὰ τῶν ἑξῆς. καταπίνεται δὲ τὸ θνητὸν ὑπὸ τῆς | 350 | |
351 | ζωῆς, οὐκ ἀφανιζόμενον, οὐδὲ χωροῦν εἰς τὸ μὴ ὑπάρχειν ὅλως, μεταστοιχειούμενον δὲ μᾶλλον εἰς ἀφθαρσίαν· πε‐ ποίηται γὰρ οὕτω καὶ ἐν ἀρχαῖς. γέγραπται γὰρ ὅτι καὶ ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. | |
5 | ἵνα δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνηται, φθαρτὴ γὰρ ἡ σὰρξ κατὰ φύσιν, “ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ “πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” ἀλλ’ εἰσκέκριται μεταξὺ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· εἶτα, καθά φησιν αὐτὸς ὁ θεσπέσιος Παῦλος, εὐδόκησεν ὁ Θεὸς | |
10 | καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ·” ἀφίκετο γὰρ ἀνακαινίσων ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς τὸ ἀπ’ ἀρχῆς· καὶ αὐτός ἐστιν ὁ πρὸς τοῦτο ἡμᾶς κατεργασά‐ μενος ὡς Θεὸς καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. οὐκοῦν ἐνέχυρον ὥσπερ ἀσφαλὲς τῆς ἐν ὑστέροις τοῦ αἰῶνος | |
15 | καιροῖς δοθησομένης ἡμῖν ἀφθαρσίας, τὸ ζωοποιὸν ἐντέθειται Πνεῦμα παρὰ Χριστοῦ· νυνὶ μὲν τέως ὡς ἐν ἀπαρχῇ, μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὡς ἐν ὁλοκλήρῳ μέτρῳ. τότε δὴ τότε κατηργημένης εἰσάπαν τῆς φθορᾶς, ἐξελευ‐ σόμεθα, καθά φησιν ὁ προφήτης, καὶ σκιρτήσομεν “ὡς | |
20 | “μοσχάρια ἐκ δεσμῶν ἀνειμένα,” καὶ δὴ καὶ ἐροῦμεν ἐπιτω‐ θάζοντες τῇ φθορᾷ “Ποῦ ἡ δίκη σου θάνατε, ποῦ τὸ κέντρον “σου ᾅδη;” πεπαύσονται γὰρ ἁμαρτία καὶ θάνατος, βασι‐ λεύσει δὲ τῶν ἁγίων ἐν ἀφθαρσίᾳ Χριστός. καὶ ἵνα τὸ φθαρ‐ τὸν ὅ ἐστιν ἡ φθαρτὴ σὰρξ κατὰ φύσιν, καταποθῇ ὑπὸ τῆς | |
25 | ζωῆς, “ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν | |
“ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” | 351 | |
352(1t) | ΤΟΜΟΣ Δ. | |
2t | ΛΟΓΟΣ Α. | |
3 | Ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος κ.τ.λ. ΟΙ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχοντες, καὶ τὴν τῆς ἀνα‐ | |
5 | στάσεως ἐλπίδα πεπλουτηκότες, τῶν ἔσεσθαι προσδοκω‐ μένων ὡς ἐνεστηκότων ἤδη ἐπιδραττόμενοί φασιν Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα, πάντες γάρ ἐσμεν πνευματικοὶ καὶ οὐκ ἐν φθορᾷ σαρκικῇ· σάρκα γὰρ ἐν τούτοις, καθάπερ ἐγῷμαι, τὴν τῆς σαρκὸς ὀνομάζει φθοράν· | |
10 | ἐπιλάμψαντος γὰρ ἡμῖν τοῦ Μονογενοῦς, μετεστοιχειώμεθα πρὸς τὸν τὰ πάντα ζωοποιοῦντα Λόγον. ὥσπερ γὰρ τοῖς τοῦ θανάτου δεσμοῖς ὑπεκείμεθα βασιλευούσης τῆς ἁμαρτίας, οὕτω τῆς ἐν Χριστῷ δικαιοσύνης εἰσκεκριμένης, ἀπεσεισά‐ μεθα τὴν φθοράν· οὐδεὶς οὖν ἄρα ἐστὶν ἐν σαρκὶ, τουτέστιν | |
15 | ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ’ ἂν εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τινῶν ὑφορώμενος ἐκτόπους ἐν‐ νοίας Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν. ὅμοιον ὡς εἴπερ ἕλοιτο λέγειν, γέγονε | |
20 | “σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” καὶ τὸν ὑπὲρ τῆς | 352 |
353 | ἁπάντων ζωῆς ὑπέστη θάνατον κατὰ σάρκα, καὶ οὕτως αὐτὸν ἐγνώκαμεν· πλὴν ἀπὸ τοῦ νῦν οὐκ ἔτι γινώσκομεν· εἰ γὰρ καὶ ἔστιν ἐν σαρκὶ, τριήμερος γὰρ ἀνεβίω καὶ ἔστι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, ἀλλ’ οὖν ὑπὲρ σάρκα νοεῖται· ἅπαξ | |
5 | γὰρ ἀποθανὼν “οὐκ ἔτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκ ἔτι “κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ “δὲ ζῇ, ζῇ τῷ Θεῷ.” οὐκοῦν εἰ γέγονεν ἐν τούτοις ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, πᾶσά πως ἀνάγκη καὶ ἡμᾶς αὐτοὺς τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθήσαντας, οὐκ ἐν σαρκὶ μᾶλλον, | |
10 | ἀλλ’ ὑπὲρ σάρκα νοεῖσθαι. ὀρθῶς οὖν λίαν ὁ θεσπέσιος Παῦλος Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις φησὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονε καινά· ἀρχαῖον μὲν γὰρ τό “Γῆ “εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·” καὶ μὴν καὶ ἐκεῖνο τὸ ἐν βίβλῳ Μωσέως “Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ | |
15 | “ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος·” ἀρχαῖα δὲ πρὸς τούτοις καὶ τὰ ἐν νόμῳ· ταυτὶ δὴ πάντα παρελάσαι φησίν· δεδικαιώμεθα γὰρ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ πέπαυται τῆς ἀρᾶς ἡ δύναμις· ἀνεβίω γὰρ ὑπὲρ ἡμῶν ὁ τοῦ θανάτου πατήσας τὸ κράτος, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν | |
20 | ἐγνώκαμεν, τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ πληροῦντες λατρείαν, μεσιτεύοντος τοῦ Υἱοῦ καὶ τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογίας τῷ κόσμῳ διδόντος· ὅθεν τοι καὶ μάλα σοφῶς ὁ θεσπέσιος Παῦλος Τὰ δὲ πάντα φησὶν ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ. καὶ γάρ ἐστιν | |
25 | ἀληθῶς οὐκ ἀβούλητον τῷ Πατρὶ τῆς μετὰ σαρκὸς οἰκονο‐ μίας τὸ μυστήριον καὶ ἡ δι’ αὐτοῦ καινουργία. προσεπάγει δὲ τούτοις ὁ μυσταγωγὸς ὅτι αὐτὸς ὁ Πατὴρ ἡμᾶς ἑαυτῷ | |
κατήλλαξεν διὰ Χριστοῦ, ἐκπεπολεμωμένους αὐτῷ διὰ τῆς εἰς | 353 | |
354 | πολύθεον πλάνης ἕλληνας, καὶ ἰουδαίους διά γε τοῦ βού‐ λεσθαι ταῖς κατὰ νόμον προσπεπῆχθαι σκιαῖς, καὶ τὸν τῆς ἀληθοῦς λατρείας οὐ προσίεσθαι λόγον· δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καί “Οὐδεὶς ἔρχεται πρὸς τὸν | |
5 | “Πατέρα, καθά φησιν αὐτὸς, εἰ μὴ δι’” αὐτοῦ. οὐκοῦν τὰ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ἄθρει δή μοι πάλιν ὅτι Χριστοῦ δεδωκότος αὐτοῖς τὴν διακονίαν τῆς καταλλαγῆς, κεχειροτόνηνται γὰρ δι’ αὐτοῦ | |
10 | πρὸς ἀποστολὴν, Θεὸν ἔφη τὸν δεδωκότα· Θεὸν οὖν ἄρα καὶ ἰσοκλεᾶ τῷ Πατρὶ διακηρύττουσιν αὐτὸν, μίαν εἰδότες τὴν ἀμφοῖν κυριότητά τε καὶ ἐξουσίαν· ποῖος οὖν ἄρα ἐστὶ, τίς οὗτος ἐπὶ τῆς διακονίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς καταλλαγῆς, ἐπιφέρει λέγων Θεὸς ἦν ἐν Χριστῷ κόσμον | |
15 | καταλλάσσων ἑαυτῷ, τουτέστιν ὁ ἐν Χριστῷ κόσμον καταλ‐ λάσσων ἑαυτῷ, Θεὸς ἦν· διὰ γὰρ πίστεως, ὡς ἔφην, τῆς εἰς Χριστὸν, εἰρηνεύσαμεν πρὸς Θεὸν, ἤτοι κατηλλάγμεθα. καὶ τούτου σαφὴς ἀπόδειξις, τῶν πεπλημμελημένων ἡ ἄφεσις, ἣν χαρίζεται μὲν ὁ Θεὸς καὶ Πατήρ· ὀρέγει δὲ πάλιν ἐπ’ | |
20 | ἐξουσίᾳ ὡς Θεὸς ὁ Υἱὸς, λέγων τῷ παραλυτικῷ “Ἀφέωνταί “σοι ἁμαρτίαι σου.” οὐκοῦν ἐν Χριστῷ τουτέστιν ἐν προσ‐ | |
ώπῳ Χριστοῦ, κόσμον ἑαυτῷ καταλλάσσει Θεὸς, μὴ λογιζό‐ | 354 | |
355 | μενος τοῖς ἡμαρτηκόσι τὰ παραπτώματα αὐτῶν. ἐπειδὴ δὲ τετάγμεθα, φησὶ, πρὸς ἱερουργίαν τῶν εὐαγγελικῶν θεσπι‐ σμάτων, καὶ τέθειται τῆς καταλλαγῆς ἐν ἡμῖν ὁ λόγος· διά‐ κονοι γάρ ἐσμεν Θεοῦ· ἀναγκαίως τοῖς οὕτω πεπιστευκόσι | |
5 | τὰς ὑπέρ γε σφῶν αὐτῶν λιτὰς, καὶ οἷον αὐτοῦ τὸ πρόσωπον ἀναλαβόντες Χριστοῦ, τοῖς ἀποφοιτᾶν ἐθέλουσί φαμεν Δεό‐ μεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ, πιστεύσαντες εἰς αὐτὸν, δῆλον ὅτι τὸν ὑπὲρ οὗ πρεσβεύομεν· Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. | |
10 | Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ’ οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τὸν εὐπρόσδεκτον ἀληθῶς, παρωθεῖσθαί τε καὶ μετὰ τοῦτο τὴν πίστιν, προσεπινοεῖ τι πάλιν αὐτοῖς ὁ μυσταγω‐ γὸς οὐκ ἀνικάνως ἔχον εἰς ἐντροπὴν, καὶ πρὸς τὸ ἀναπεῖσαι | |
15 | ῥᾳδίως μὴ ἀναπίπτειν εἰς ῥᾳθυμίας, ἐπιδράξασθαι δὲ μᾶλλον τῆς ἐν Χριστῷ ζωῆς· καί φησι περὶ τοῦ Θεοῦ καὶ Πατρός Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. ὅμοιον ὡσεὶ λέγοι Τὸν οὐδὲν ἡμαρτηκότα πώποτε παρεσκεύασε παθεῖν τὸ τῶν | |
20 | σφόδρα φιλαμαρτημόνων, ἵν’ ἡμᾶς ἀποφήνῃ δικαίους τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους· ὑπέμεινε γὰρ “σταυρὸν, “αἰσχύνης καταφρονήσας·” εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ὁ πάντων ἀντάξιος. ὅταν τοίνυν ἁμαρτία γενέσθαι λέγηται, μὴ ὑπολάβῃς ὅτι πέπραχεν ἁμαρτίαν· οὐ γὰρ οἶδεν πλημμελεῖν | |
25 | Θεὸς ὢν ὁ Λόγος· ἴσθι δὲ μᾶλλον ὅτι δέδοται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καθάπερ ἀμέλει καὶ τὰ ὑπὲρ ἁμαρτίας σφάγια, κατὰ τὸν Μωσέως νόμον, ἁμαρ‐ | |
τίας ὠνόμαζον· γέγραπται γοῦν ἐν προφήταις περὶ τῶν | 355 | |
356 | ἱερᾶσθαι προστεταγμένων “Ἁμαρτίας λαοῦ μου φάγονται, “καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν·” ἤσθιον γὰρ τὰ ὑπὲρ ἁμαρτιῶν θύματα κατὰ τὸν νόμον, οἱ τῶν θείων θυσιαστηρίων ἐπιμεληταὶ καὶ διάκονοι. μέγα | |
5 | τοίνυν πρὸς ἐντροπὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὸ διενθυμεῖ‐ σθαι σοφῶς ὅτι τοῖς ἁμαρτωλοῖς συγκατεδικάσθη καὶ συγ‐ κεκρέμαται δι’ ἡμᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· δεδικαιώμεθα γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς “οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν | |
10 | “ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος” διὰ πίστεως τῆς ἐν Χριστῷ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ κ.τ.λ. Πολλοὶ ἦσαν τῶν Ἀθήνῃσι σοφῶν, τοῖς ἐν Κορίνθῳ | |
15 | συνδιαιτώμενοι, οἳ μωρίαν ἡγοῦντο τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὸν τῆς θεοπνεύστου γραφῆς διαγγέλλοντα λόγον, ἀγύρτην καὶ σπερμολόγον ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ αὐτὸν ὠνόμαζον τὸν μακάριον Παῦλον· ἕτεροι δέ τινες τῶν ἐκ περι‐ τομῆς κατεπεφύοντο πάλιν τῶν πεπιστευκότων, ἐπαινοῦντες | |
20 | τὴν περιτομὴν καὶ τὰς νομικὰς θυσίας, ἐξεστηκότα τε λέγον‐ τες τὸν μακάριον Παῦλον, ὡς τοῖς ἀρχαίοις θεσπίσμασιν ἀνοσίως πολεμεῖν ᾑρημένον. πρὸς δὲ τοὺς τοιούτους παρω‐ τρύνοντο μὲν καὶ μάλα εἰκότως τῶν Κορινθίων οἱ ζηλωταὶ, χεῖρας δὲ αὐτοῖς ἐπιφέρειν ἤθελον, ὡς ἐχθροῖς τοῦ θείου | |
25 | κηρύγματος· ἐπειδὴ δὲ ἦν ἀκαλλὲς λίαν τὸ χρῆμα, καὶ τῆς ἁγίοις πρεπούσης ἐπιεικείας ὡς ἀπωτάτω· “Δοῦλον γὰρ | |
“Κυρίου οὐ δεῖ μάχεσθαι, κατὰ τὸ γεγραμμένον, ἀλλ’ ἤπιον | 356 | |
357 | “εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδια‐ “τιθεμένους·” ἐπιτάττει λέγων Αὐτὸς δὲ ἐγὼ Παῦλος ὁ τῶν θείων μυστηρίων ἱερουργὸς, ὁ ταμίας καὶ ἀπόστολος, ὁ ζήλῳ διαπρεπὴς, παραθήγων καὶ ὑμᾶς αὐτοὺς εἰς τὸ λέγειν σὺν | |
5 | ἐμοί “Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος,” παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, “ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, “παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.” ἐπὶ καιροῦ τοιγαροῦν τῆς Χριστοῦ ζωῆς εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει, πραοτά‐ | |
10 | τους καὶ ἐπιεικεῖς καθιστάς· ἐγὼ δὲ αὐτός φησιν Παῦλος ὁ παρὼν μὲν ἐν ὑμῖν κατὰ πρόσωπόν εἰμι ταπεινὸς, οὐ γαῦρος, οὔτε μὴν ἠκονημένος εἰς ἔριδάς τε καὶ μάχας, ὃς θαῤῥῶ μὲν ἀπὼν, δέομαι δὲ καὶ νῦν μὴ παρὼν θαῤῥῆσαι· ὅτι καθάπερ ἔπεισί μοι λογίζεσθαι, κατ’ οὐδένα τρόπον τολμήσετε κατά τινων οἰο‐ | |
15 | μένων ἡμᾶς ὡς κατὰ σάρκα περιπατεῖν, τουτέστι πολιτεύ‐ εσθαι σαρκικῶς ἐν ἔριδί τε καὶ ζήλῳ· “ὅπου γὰρ, φησὶ, “ζῆλος καὶ ἔρις ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄν‐ “θρωπον περιπατεῖτε;” κρείττους οὖν ἄρα τῆς ἐκείνων ὑπο‐ ψίας γενέσθαι προσήκει τοὺς ἀκολουθεῖν ἐθέλοντας ταῖς τοῦ | |
20 | Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιά‐ ζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλον τὴν ἑκούσιον αὐτῶν πρὸς Θεὸν ἐπιστροφήν. Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ | |
25 | γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οἱ μὲν γὰρ εἰδότες εὐδοκιμεῖν ἐν μάχαις, καὶ τοῖς πολε‐ μοῦσιν αὐτοὺς ἀντανιστάμενοι σαρκικῶς, σαρκικὴν ἂν ἔχοιεν καὶ μάλα εἰκότως τὴν παντευχίαν· κράνη γὰρ αὐτοῖς καὶ | |
30 | θώρακες ὅπλα τε καὶ ξίφη καὶ τὰ δι’ ὧν ἂν δύναιντο νικᾶν· | |
ἡμῖν δὲ ἡ πάλη καὶ ὁ τοῦ πολέμου τρόπος ὅπλων χρῄζει | 357 | |
358 | πνευματικῶν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, ταῖς οὕτω λαμπραῖς εὐοπλίαις κατα‐ σεμνύνεσθαι δεῖν εὖ μάλα φησί· θώρακα μὲν γὰρ αὐτῷ περιτίθησι δικαιοσύνην, περικεφαλαίαν δὲ σωτηρίου, “καὶ | |
5 | “τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ,” καὶ πρὸς τούτοις ἔτι “τὸν θυρεὸν τῆς πίστεως,” δι’ οὗ δὴ πάντα τὰ πεπυρωμένα τοῦ πονηροῦ κατασβέννυται βέλη. οὐκοῦν οὐ σαρκικὰ τῶν ἁγίων τὰ βέλη, πνευματικὰ δὲ μᾶλλον καὶ δυνατὰ τῷ Θεῷ, χρήσιμά τε πρὸς καθαίρεσιν ὀχυρωμάτων, τῶν | |
10 | ἑλληνικῶν δογμάτων φημὶ καὶ αἱρετικῶν, καὶ πρὸς τὸ ἀπο‐ φαίνειν τοὺς ἐκείνων συλλογισμοὺς σαθρούς τε καὶ ἀτεχνε‐ στάτους καὶ ἀσυνέτως συντεθειμένους. τοιούτους οὖν καθαι‐ ρήσωμεν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· αἰχμαλωτιοῦμεν δὲ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ | |
15 | Χριστοῦ, ἀντὶ τοῦ Πᾶν ὕψωμα κατὰ τοῦ Θεοῦ ἐπαιρόμενον ἐννοιῶν δυσσεβῶν καθαιρήσωμεν, καὶ ταῖς πρεπούσαις φω‐ ναῖς δοξολογήσωμεν, μηδὲν ταπεινὸν περὶ αὐτοῦ φανταζό‐ μενοι· ὀνήσομεν γὰρ καὶ ἑτέρους, εἰς ὀρθὴν καὶ ἀπλανεστάτην ἐννοιῶν ἀποκομίζοντες τρίβον, ὅπως ἐκδικήσωμεν πᾶσαν | |
20 | παρακοὴν, πληρωθείσης πρότερον τῆς ἡμῶν· ἔσται γὰρ μέγας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οὐχ ὁ διδάξας μόνον, ἀλλ’ εἴ τις τῷ λόγῳ προσεπάγειν βούλοιτο τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα. Ἐπεὶ δοκιμὴν ζητεῖτε κ.τ.λ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, | |
25 | ἀλλὰ ζησόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. Ἀπειλεῖ τοῖς ἐν Κορίνθῳ προημαρτηκόσιν, ὡς εἰ μὴ βού‐ λοιντο δρᾶν ἃ προσῆκε καὶ διαζῆν ἁγίως, πάλιν οὐ φείσεται· τὸ δέ Πάλιν τῆς ἤδη γεγενημένης ἀγανακτήσεως ἀνάμνησιν ἔχει. ὅτι δὲ πάντως τοῖς πταίουσιν ἐπιτιμήσειεν, ἐνεργὸν | |
30 | ἔσται τὸ ῥῆμα αὐτοῦ, πειρᾶται προσαναπείθειν καὶ ὡς ἀπό | 358 |
359 | γε τῶν ἤδη παρῳχηκότων καὶ τῶν ἔσεσθαι προσδοκωμένων· ταύτῃτοί φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρι‐ στοῦ. εἰκὸς γὰρ, φησὶ, περιμένετε καὶ διὰ τῶν δευτέρων ἰδεῖν πότερόν ποτε Χριστὸς ἐν ἐμοὶ λαλεῖ, καὶ πρὸς πέρας ἄγει | |
5 | τοὺς τῶν ἐπιτιμήσεων τρόπους· μὴ γὰρ οἴεσθε, φησὶ, κατά τινας τῶν ἀπίστων ἔτι καὶ ὑβριστῶν ἀσθενεῖν αὐτόν· δυνατεῖ γὰρ ἐν ὑμῖν, δῆλον ὅτι τοῖς πεπιστευκόσι καὶ ὑπ’ αὐτῷ γεγο‐ νόσιν, ἐν οἷς καὶ ἀναγκαίαν χαρίζεται τὴν φροντίδα, καὶ πλημμελοῦντας ἐπιστρέφει. δυνατεῖ τοιγαροῦν ἐν ὑμῖν· ἐν‐ | |
10 | εργεῖ γὰρ ὡς Θεὸς καὶ ἀληθεῖς ἀποφαίνει τὰς τῶν ἁγίων φωνάς· καὶ τὸν ἐμὸν ἰσχύοντα πάντη τε καὶ πάντως εὑρή‐ σετε λόγον· εἰμὶ γὰρ ὁ λαλῶν οὐκ αὐτὸς ἐγὼ, Χριστὸς δὲ μᾶλλον ὁ ἐν ἐμοί. ἐπειδὴ δὲ ποιεῖται μνήμην τῶν ἐκ πολλῆς ἄγαν ἀβελτερίας οἰηθέντων ἀληθῶς ἀσθενῆσαι Χριστὸν, διά | |
15 | τοι τὸ ὑπομεῖναι σταυρὸν, καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος ἤγουν δυσσεβείας, ἀπολογεῖται χρησίμως, τὴν τοῦ μυστηρίου δύναμιν εἰς μέσον ἄγων ἐπὶ καιροῦ, καὶ τὴν ἑκούσιον κένωσιν τοῦ Μονογενοῦς ἐξηγούμενος, καὶ τῆς μετὰ τοῦτο δόξης τὴν ἀσύγκριτον ὑπεροχήν. ναὶ γάρ φησιν, ὡς | |
20 | γοῦν οἴονται κατὰ σφὰς αὐτοὺς οἱ τοῦ πιστεύειν ἔτι μακρὰν, ἐσταυρώθη ἐξ ἀσθενείας, πέπονθεν ὡς ἄνθρωπος, καὶ τὸν ἐν σαρκὶ θάνατον ὑπέμεινεν ἑκὼν, ἀλλ’ ἦν ἀναγκαῖον εἰδέναι πρὸς τούτοις, ὅτι σκυλεύσας τὸν ᾅδην, καὶ πατήσας τοῦ | |
θανάτου τὸ κράτος, ἀνεβίω τριήμερος, οὐκ ἀνθρωπείᾳ δυνά‐ | 359 | |
360 | μει χρώμενος ἀλλὰ θείᾳ τε καὶ ἀποῤῥήτῳ· Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶσαι χάριτι. οὐκοῦν ὑπέ‐ | |
5 | μεινεν ἑκὼν τὸ ἀσθενῆσαι βραχὺ κατά γε τὴν τῆς σαρκὸς φύσιν· καθάπερ ἀμέλει πεινῆσαί τε καὶ διψῆσαι καὶ κο‐ πιάσαι λέγεται, καὶ μὴν καὶ ἀποθανεῖν διὰ τὴν οἰκονομίαν· ζῇ γεμὴν ἐκ δυνάμεως Θεοῦ, καὶ οὐ παρ’ ἑτέρου τὸ πάντα δύ‐ νασθαι λαβὼν, ἀλλ’ οἴκοθεν ἔχων καὶ οὐσιωδῶς ἐνυπάρχων· | |
10 | Θεὸς γάρ ἐστιν κατὰ φύσιν ὁ σαρκὶ παθὼν δι’ ἡμᾶς· | |
19 | Οὐκοῦν εἰ σκανδαλίζονται διὰ τὸν σταυρὸν, θαυμαζέτωσαν | |
20 | διὰ τὴν ἀνάστασιν· κἂν εἰ λέγοιτο ζῆν ἐκ δυνάμεως Θεοῦ, οὐδὲν ἧττον νοήσεις τὴν τοῦ Θεοῦ δύναμιν αὐτὸν τὸν | |
Υἱόν. | 360 |