TLG 4090 004 :: CYRILLUS :: Fragmenta in sancti Pauli epistulam i ad Corinthios CYRILLUS Theol. Fragmenta in sancti Pauli epistulam i ad Corinthios Citation: Page — (line) | ||
249(t1) | ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
---|---|---|
3t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
4t | ΑΠΟΣΠΑΣΜΑΤΑ ΟΛΙΓΑ ΤΙΝΑ | |
5t | ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ Α. | |
1 | Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ. ἈΠΕΣΤΑΛΘΑΙ φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός· τοῦτο γὰρ οἶμαί ἐστι τό Διὰ θελήματος Θεοῦ· ἐπειδὴ γὰρ δι’ Υἱοῦ τὸ θέλειν | |
5 | καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρὸς, δι’ αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαί φαμεν. Καὶ Σωσθένης ὁ ἀδελφὸς κ.τ.λ. Ὅτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις οὐ μόνον Κοριν‐ θίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν | |
10 | διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων Ἡγιασμένοις ἐν Χριστῷ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· ὁ μὲν γὰρ νόμος | |
οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ’ εἰς τὸν θεῖον | 249 | |
250 | αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικέσθαι· ἐδεδίει γὰρ τῆς παρ’ αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον, μὴ ἄρα πως προσκυνεῖν ἢ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς [ἔχοιεν] τὸν νόμον, καὶ προσ‐ | |
5 | κυνήσειαν τοῖς γλυπτοῖς, ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς· ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἔν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ’ ἐν | |
10 | παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον “Καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ “τόπου αὐτοῦ.” Ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστός· καὶ τίς αὐτὴν | |
15 | ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν, ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν, τουτέστιν εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῇ, εἴτ’ οὖν ἐν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις. Θεὸν δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ | |
20 | δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ ἐκκλησίαν ὀνομάζει τοὺς ἡγιασμένους, Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων “Εἰ δέ τις Πνεῦμα Χριστοῦ “οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου | |
25 | Ἰησοῦ Χριστοῦ. Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, συνδοτήρ τε ἐστὶ καὶ συνχορηγὸς τῷ γεγεννηκότι τῶν ἄνωθεν ἀγαθῶν, | |
30 | καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων, καὶ αὐτός ἐστιν | |
ἡ πάντων εἰρήνη, τῇ παρ’ ἑαυτοῦ χάριτι καταλαμπρύνων | 250 | |
251 | ἀρχὰς, θρόνους τε καὶ ἐξουσίας καὶ ἁπαξαπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν. Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ὅτι ὀνόματι τῷ δεσποτικῷ κατασεμνύνεσθαι δεῖν, ἀναγ‐ | |
5 | καῖον ἦν ἅμα καὶ σοφὸν ἀναπεῖσαι, λέγων αὐτὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν “Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται “ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς·” χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ τὸ ὄνομα τὸ καινὸν πεπλουτήκα‐ μεν, οὗ δικαίως ἐστέρηνταί τινες τῶν ὀρθῶν τῆς Ἐκκλησίας | |
10 | ἀποφοιτῶντες· καὶ προσκείμενοι πνεύμασι πλάνοις καὶ ἀνοσίων τινῶν ψευδοδιδασκάλων τερατισμοῖς, τὸ αὐτῶν ἐσχήκασιν ὄνομα, καὶ μάλα εἰκότως· οὐ γὰρ εἰσὶ τοῦ Χρι‐ στοῦ, τὴν κατ’ αὐτοῦ δυσφημίαν μερισάμενοι, καὶ εἰς δια‐ φόρους δόξας τε καὶ γνώμας κατεσχισμένοι, καίτοι Χριστοῦ | |
15 | τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ. καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ, συνδέντος ἡμᾶς εἰς ὁμοψυχίαν καθ’ ἕνωσιν τὴν πνευ‐ ματικὴν τοῦ περὶ ἡμῶν λέγοντος τῷ Θεῷ καὶ Πατρί Θέλω | |
20 | ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτως “καὶ αὐτοὶ ἐν ἡμῖν ἓν “ὦσιν.” Μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; Εἰ ἕτερος τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, αὐτοῦ καὶ λεγώμεθα· καὶ εἰ βεβαπτίσμεθα τυχὸν εἰς τὴν ἑτέρου κλῆ‐ | |
25 | σιν, ἐκεῖνος ἡμᾶς ἐχέτω, καὶ αὐτὸν ἐπιγραψώμεθα σωτῆρα καὶ λυτρωτήν· εἰ δέ “Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν “ἡμῶν,” καὶ αὐτῷ καὶ μόνῳ συντεθάμμεθα “διὰ τοῦ βαπ‐ “τίσματος εἰς τὸν θάνατον,” πλουτείτω, φησὶ, τοὺς ἠγορα‐ σμένους αὐτός· σεσώσμεθα γὰρ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ | |
30 | τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν. | 251 |
252 | Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι. Ἀπέσταλται μὲν ὁμολογουμένως διακηρύξων τοῖς ἔθνεσι τὸν Ἰησοῦν· ἀλλ’ ἔργον εἶναί φαμεν τῆς ἀποστολῆς τὸ ὡς ἐν καιρῷ τε καὶ χρείαις πληροῦν, εἴτ’ οὖν ἕλοιτο, καὶ τὸ βαπ‐ | |
5 | τίσαι τινάς. ἵνα δὲ μὴ τὸν τοῦ χρῆναι κηρύττειν καιρὸν ἑτέροις φαίνοιτο δαπανῶν σπουδάσμασι, παρεὶς εὖ μάλα τοῖς κατὰ χώρας καὶ πᾶσι τεταγμένοις εἰς ἐπισκοπὴν τὸ ὡς ἐν σχολῇ τοῦτο δρᾶν, εὐηγγελίζετο μᾶλλον αὐτὸς, ἅτε δὴ καὶ λόγου χρείαν πεπιστευμένος καὶ πολὺ λίαν ἠκριβωκὼς τὸ | |
10 | Χριστοῦ μυστήριον· ἀλλ’ ὥσπερ ὁ θεσπέσιος Στέφανος, καίτοι τραπεζῶν διάκονον προχειρισάμενος, οὐκ ἀπόπεμπτον ἐποιεῖτο τὸ χρῆναι μυσταγωγεῖν, οὕτω καὶ ὁ θεσπέσιος Παῦ‐ λος καίτοι τεθειμένος εἰς τὸ δεῖν εὐαγγελίζεσθαι τὸ Χριστοῦ μυστήριον, ἐπλήρου κατὰ καιρὸν καὶ τὴν τοῦ βαπτίσματος | |
15 | χρείαν, προκειμένης ἐπ’ ἄμφω τῆς ἐξουσίας αὐτῷ, καὶ ἐξείρ‐ γοντος οὐδενὸς εἴπερ ἕλοιτο τοῦτο δρᾶν. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Τοῖς μὲν μέγα φρονοῦσιν ἐπὶ σοφίᾳ κοσμικῇ καὶ τὴν | |
20 | πίστιν οὐ προσιεμένοις, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, μωρία τὸ εὐαγγέλιον· ἡμῖν δὲ οὐχ οὕτως, πολλοῦ γε καὶ δεῖ· δια‐ τεθείμεθα γὰρ ὅτι δύναμις Θεοῦ ἐστι, καὶ σωτηρίας ὁδὸς ἀποφέρουσα πρὸς ἁγιασμὸν, καὶ εἰς τὴν τῆς ἀληθείας ἐπί‐ γνωσιν παιδαγωγοῦσα σοφῶς δαψιλῶν κηρυγμάτων. οἶμαι | |
25 | δὲ ἔγωγε σοφοὺς νῦν αὐτὸν ἀποκαλεῖν τοὺς ῥήτορας, οἳ τῇ τῶν λόγων δεινότητι τὸ πιθανὸν ἀεὶ τῷ ψεύδει συμπλέ‐ κοντες, τῆς ἀληθείας αὐτῷ τὴν δόκησιν περιποιεῖν ἐσπού‐ δαζον· γραμματέας δὲ οἶμαι τοὺς γραμματιστὰς ἤτοι γραμ‐ ματικοὺς, οἷς ἦν ἔθος τὰς τῶν ποιητῶν περιεργάζεσθαι | |
30 | συγγραφὰς καὶ διερμηνεύειν τοῖς νέοις· συζητητὰς δέ φησι | |
τοὺς λογομαχεῖν εἰωθότας καὶ ἀκριβείᾳ δῆθεν τῶν πραγμά‐ | 252 | |
253 | των βασανιστὰς, οἳ ταῖς τῶν ἐννοιῶν εὑρέσεσιν, ὡς ἑνὶ τὸ ἐφ’ ἑκάστῳ τῶν προκειμένων ἀδιαβλήτως ἔχειν δοκοῦν, ζητεῖν ὑποκρίνονται τὴν ἀλήθειαν, ἀλλ’ οὔτι πω ὀρθῶς, μᾶλλον δὲ εἰς ἅπαν ἠμελημένως· ἠγνοήκασι γὰρ τὸν τῶν ὅλων Θεὸν, | |
5 | ὃς τόδε τὸ σύμπαν ἀποῤῥήτοις ἐνεργείαις ἀπονητὶ διεπή‐ ξατο, καὶ παρήνεγκεν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα πάντα, κατα‐ νεύσας μόνον· μεμώραται τοίνυν ἀληθῶς ἡ τοῦ κόσμου σοφία. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς | |
10 | σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Σοφίαν Θεοῦ καὶ τὴν ἀνθρωπίνην ὀνομάζει σύνεσιν καὶ τὴν εὐγλωττίαν, ἤτοι αὐτὸ τὸ τῆς λέξεως ἀνθηρόν· ἵνα διδάξῃ ὅτι νοῦ ποιητὴς ὁ Θεὸς καὶ φρονήσεως χορηγὸς καὶ | |
15 | εὐγλωττίας, καὶ εἴ τινες αὐτοῖς ἐχρήσαντο ἐφ’ ἃ μὴ προσῆ‐ κεν· μωρίαν δὲ τοῦ κηρύγματος, τῶν λέξεων τὴν ἁπλότητα λέγει· ἰδιῶται μὲν γὰρ τῷ λόγῳ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, πλούσιοι δὲ τῇ γνώσει. Ἐπειδὴ καὶ ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ ἕλληνες σοφίαν | |
20 | ζητοῦσι. Κατ’ ἄμφω ἀληθὴς ὁ τοῦ Παύλου λόγος· ἐξελαύνοντος γάρ ποτε τοῦ Χριστοῦ τῶν ἱερῶν περιβόλων τοὺς πωλοῦν‐ τας τὰ πρόβατα καὶ τὰς βοῦς, τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος “Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου | |
25 | “οἶκον ἐμπορίου,” ἀντεφέροντο λέγοντες “Τί σημεῖον δεικ‐ “νύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;” καί “Τίς ἔδωκέν σοι τὴν “ἐξουσίαν ταύτην;” προσῄεσαν δὲ καὶ τῶν γραμματέων τινὲς μετὰ πλείστην ὅσην σημείων ἐπίδειξιν φιλοκακούργως | |
λέγοντες “Διδάσκαλε θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.” | 253 | |
254 | ὀλίγου τοίνυν παντελῶς ἀξιοῦντες λόγου τὰς τῶν ἁγίων φωνὰς, δι’ ὧν ἦν εἰκὸς αὐτοὺς δύνασθαι μαθεῖν ὅτι αὐτὸς ἦν ὁ Χριστὸς, θεοσημίας ἐζήτουν· ὅθεν ἔλεγεν ὁ Σωτὴρ τοῖς ἀποσταλεῖσιν ὑπὸ Ἰωάννου “Ἀπελθόντες ἀπαγγείλατε | |
5 | “Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ “περιπατοῦσι” κ.τ.λ. καὶ οἱ ἕλληνες τὴν ἐν λέξει τε καὶ λόγοις ζητοῦντες λαμπρότητα, ἡγοῦνται δὲ καὶ μωρίαν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καί φασι Τί γὰρ ὅλως ἔδει Θεὸν ὄντα κατὰ φύσιν τὸν ἐκ Θεοῦ Λόγον, θελήσει καὶ | |
10 | νεύματι κατορθοῦν ἰσχύοντα τὰ κατὰ γνώμην αὐτῷ, γενέσθαι ἄνθρωπον καὶ ὑπομεῖναι θάνατον; πῶς δ’ ἂν γένοιτο, φασὶν, ἀποτεκεῖν παρθένον; πῶς δὲ καὶ ἀναστήσεται τὸ θανάτῳ κατεφθαρμένον; ἀλλ’ οὐδὲν αὐτοὺς ἀπεικὸς τοιαῦτα λέγειν “Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· | |
15 | “μωρία γὰρ αὐτῷ ἐστιν,” ἀλλ’ ἡμῖν Θεοῦ δύναμίς ἐστι καὶ σοφία· σέσωκε γὰρ δι’ αὐτοῦ τὴν ὑπ’ οὐρανὸν ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ δυνάμεως τῆς ἐνούσης αὐτῷ φυσικῶς, καὶ τῆς ἀποῤῥήτου σοφίας, τῆς ἑαυτοῦ δηλονότι· σοφία γὰρ καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι’ ἧς τὰ πάντα παρῆκ‐ | |
20 | ται πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. καὶ εἰ δή τις, φησὶν, ἕλοιτο ταῖς ἀνθρώπων δυνάμεσιν ἀντεξετάσαι τὴν ἐν Θεῷ, καταθρήσει δὴ πάντως ὅτι τὸ δοκοῦν τῶν θείων ἔργων ὡς ἐν ἀσθενείᾳ πεπράχθαι τυχὸν, καὶ οἷον οὐχ ὅλῃ δυνάμει τοῦ πεποιηκότος, ἁπάσης ἐστὶν ἐπέκεινά τε καὶ ἄμεινον τῆς | |
25 | ἀνθρωπίνης ἰσχύος· κατ’ αὐτὸν δὲ τουτονὶ τὸν τρόπον καὶ ἐπὶ τῆς σοφίας νοήσεις, ὅτι τὸ μωρὸν εἶναι δοκοῦν, σοφώτερον τῶν ἀνθρώπων ἐστίν. οἱονεὶ πρὸς τὰ μεγέθη καὶ κάλλη τῶν στοιχείων, οὐρανοῦ τε φημὶ καὶ ἡλίου καὶ τῶν λοιπῶν ἄστρων καὶ πυρὸς καὶ ὕδατος καὶ τῶν ἄλλων, συγκρῖναί τις βούλοιτο | |
30 | τὰ μικρὰ τῶν κτισμάτων καὶ ἐλάχιστα, ὀλίγη παντελῶς ἡ | |
ἐν τούτοις εὑρεθήσεται δύναμίς τε καὶ σοφία, καὶ ὡς ἀπό γε | 254 | |
255 | τοῦ ἡττῆσθαι ... τις εἶναι δόξειεν· ἀλλ’ οὐκ ἂν γένοιτό τις τῶν ἐν ἡμῖν οὐδὲ τῶν οὕτως ... ἐργάτης. ἀληθῶς οὖν, ὅτι τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν, καὶ τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν. ἔχει τοίνυν τὸ | |
5 | πάνσοφον ἡ οἰκονομία, βεβασίλευκε γὰρ συνετῶς ἁπάσης τῆς ὑπ’ οὐρανὸν ἐν σοφίᾳ Χριστός. Καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Μαρτύριον τοῦ Θεοῦ φησι τὸν Χριστόν· μεμαρτύρηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐπ’ αὐτῷ λέγων “Οὗτός ἐστιν ὁ υἱός μου | |
10 | “ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.” Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ κ.τ.λ. Καίτοι γὰρ οὕτω μετρίᾳ χρησάμενος ὑφηγήσει, ἐδεδίειν σφόδρα, φησὶ, μὴ ἄρα πως ἀμείνους τῆς ἐνούσης ἡμῖν εὑρι‐ σκόμενοι διανοίας, ὀνήσειαν μὲν οὐδὲν, ἀδικήσειαν δὲ μᾶλλον· | |
15 | τοῖς γὰρ νηπίοις τὴν φρένα τρυφερός τε καὶ εὐαφὴς πρέποι ἂν εἰς εἴδησιν λόγος, “τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, “τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων “πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.” γέγονε τοίνυν, φησὶν, ὡς ἐν ἀσθενείᾳ πολλῇ, καὶ οὐκ ἐν ὅλῃ δυνάμει τοῦ | |
20 | μυσταγωγοῦ πρὸς ὑμᾶς ὁ λόγος· οὔτε μὴν ἐν πειθοῖς σοφίας ἀνθρωπίνης ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει Θεοῦ· τῷ γὰρ κηρύγματι προσεπῆγον οἱ ἀπόστολοι καὶ θεοσημίας, ἀπόδειξιν ἐναργῆ τὸ χρῆμα ποιούμενοι τὸ χρῆναι πιστεύειν | |
25 | ὅτι Θεὸς ἐν τούτοις διὰ τοῦ Πνεύματος καὶ δι’ αὐτῶν μεμαρ‐ τύρηται τῶν πραγμάτων· ὡς ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τε καὶ ἐνεργείᾳ χρώμενοι, καὶ κατορθοῦν εὐκόλως | |
τὰς τερατουργίας. τὰ μὲν γὰρ ἑλλήνων μυθάρια δέοιντ’ ἂν | 255 | |
256 | εἰκότως τοῦ συνασπίζοντος λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος. | |
5 | Σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. Πρόεισι μὲν ὁ λόγος τῶν ἁγίων μυσταγωγῶν διὰ λέξεως χαμαιπετοῦς, ἐνίησι δὲ τῶν θείων ἡμῖν μυστηρίων τὴν ἀκιβ‐ δήλευτον γνῶσιν, καὶ σοφίαν ὄντα Χριστὸν ἀποφαίνει, οὐ | |
10 | διὰ τῆς τῶν ἐν κόσμῳ σοφῶν καλλιεπείας, ἀλλ’ ἐξ ἰδίας φύσεως μαρτυρούμενον, ὃν οὐδεὶς ἔγνω τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, οἵ τινές εἰσιν αἱ πονηραὶ δυνάμεις καὶ ἀντικεί‐ μεναι, αἵτινες λελαλήκασιν ἐν τοῖς τοῦ κόσμου σοφοῖς. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. | |
15 | Ἔχει πολὺ τὸ εἰκὸς ὁ λόγος· τεθριάμβευκε γὰρ ὁ Χρι‐ στὸς διὰ τοῦ ἰδίου σταυροῦ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, προσηλώσας τῷ ξύλῳ “τὸ καθ’ ἡμῶν χειρόγρα‐ “φον,” ἀπεσόβησεν τῆς καθ’ ἡμῶν τυραννίδος τὸν σατανᾶν, κατήργηκε τοῦ κόσμου τὴν ἁμαρτίαν, ἀνήκας τοῖς κάτω | |
20 | πνεύμασι τὰς ᾅδου πύλας, καθεῖλε τοῦ θανάτου τὸ κράτος· εἶτα πῶς οὐκ ἀπηχθημένον τοῖς ἀκαθάρτοις δαίμοσίν ἐστι τὸ ἐπὶ τῷ σταυρῷ πάθος; οὐκ ἂν οὖν ἐσταύρωσαν, εἴπερ ᾔδεσαν ἀκριβῶς αὐτὸν ὄντα τὸν λυτρωτὴν καὶ τῆς δόξης Κύριον. ὅτι γὰρ διαβολικῆς ἀγριότητος ἔργον ἦν τὸ διὰ τῆς ἰουδαίων | |
25 | ἀπονοίας σταυροῦσθαι Χριστὸν, παρέδειξεν ἐναργῶς ὁ θε‐ σπέσιος Ἰωάννης εἰπὼν περὶ τοῦ Ἰούδα “Μετὰ γὰρ τὸ “ψωμίον, φησὶν, εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς,” ὃς οὐκ ᾔδει Θεὸν ὄντα τὸν Ἰησοῦν· εἰ γὰρ καὶ ἔγνω καὶ ἐπέπειστο, | |
πῶς ἐπείραζεν αὐτὸν ἐν τῇ ἐρήμῳ λέγων “Εἰ υἱὸς εἶ τοῦ | 256 | |
257 | “Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται;” γέγονε δὲ ὁμολογουμένως καὶ αὐτῷ τῷ Σωτῆρι σπουδὴ τὸ λαθεῖν τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, ἵνα καὶ πάθοι λαθὼν καὶ τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν ὑπ’ οὐρανὸν ἑαυτῷ τε καὶ τῷ ἰδίῳ | |
5 | Πατρί. Καὶ τὰ βάθη τοῦ Θεοῦ. Βάθη τοῦ Θεοῦ τῶν ἱερῶν γραμμάτων ἡ κεκρυμμένη καὶ ἀπόθετος γνῶσις, ἢν εἰδὸς τὸ Πνεῦμα ταῖς τῶν ἁγίων ἀποκα‐ λύπτει ψυχαῖς, θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. | |
10 | Ψυχικὸς δὲ ἄνθρωπος. Ψυχικός ἐστιν ὁ κατὰ σάρκα ζῶν καὶ μήπω τὸν νοῦν φωτισθεὶς διὰ τοῦ Πνεύματος, ἀλλὰ μόνην τὴν ἔμφυτον καὶ ἀνθρωπίνην σύνεσιν ἔχων, ἣν ταῖς ἁπάντων ψυχαῖς ἐμβάλλει ὁ δημιουργός. | |
15 | Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα. Ὁ πνευματικὸς ἀνακρίνει μὲν πάντα καὶ οἷον καταλεπτύνει ταῖς ἀκριβείαις, ἀνακρίνεται δὲ ὑπ’ οὐδενὸς αὐτός· ὅτι δὲ τοῖς λεγομένοις εἶναι ψυχικοῖς δεῖ δὴ πάντως εἰς ὄνησιν καὶ παιδαγωγίαν πνευματικῶν διδασκάλων, καθίστησιν ἐναργὲς | |
20 | προστιθείς τε καὶ λέγων Τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβι‐ βάσει αὐτόν; ὅμοιον ὡσεὶ λέγοι Τὸν ψυχικὸν ἄνθρωπον | |
συμβιβάσειεν ἂν οὐδεὶς, εἰ μὴ νοῦν ἔχοι Χριστοῦ· τὸ δὲ | 257 | |
258 | συμβιβάσαι φησὶν ἀντὶ τοῦ νοῆσαι παρασκευάσει· καὶ τίνες ἂν εἶεν οἱ νοῦν ἔχοντες Κυρίου, πάλιν αὐτὸς παρέδειξεν εἰπών Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τουτέστι τὸ Πνεῦμα τὸ λαλοῦν ἐν ἁγίοις, καὶ ἐκκαλύπτον αὐτοῖς μυστήρια, καὶ θεῖόν τινα | |
5 | νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. οὐκοῦν ὧν γεγράφασι τὰ ἀμείνω τε καὶ ὑψηλότερα, νοεῖν τε καὶ λέγειν δυναμένοις συμμεμετρήκασιν οἰκονομικῶς ταῖς τῶν μυσταγωγουμένων ἕξεσι τὴν ὑφήγησιν. Καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, | |
10 | ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Οὐχ ὡς ἀπορῶν τοῦ λόγου πρὸς τελείαν γνῶσιν ἀνακο‐ μίζειν ἰσχύοντος ἐκωλύθην ὑμῖν λαλῆσαι τὰ τελειότερα, ἀλλ’ ἐπειδὴ νήπιοί ἐστε τὴν ἕξιν καὶ ἀνασφαλῆ τὸν νοῦν ἔχετε, μὴ προβεβηκότα πρὸς εἴδησιν τῶν τελειωτέρων, καὶ οὐ δυνά‐ | |
15 | μενον χωρεῖν τέως μυστήρια. Ἐγὼ ἐφύτευσα. Ἐφύτευσε μὲν Παῦλος, ὁ δὲ Ἀπολλὼς ἐπότισεν, ἐκάλει πρὸς αὔξησιν Θεός. τίς οὖν ἡ φύτευσις ἢ τὸ ἐν ἀρχῇ τῆς πίστεως, καὶ ὅτι τῶν ὅλων Κύριος ὁ Θεὸς ἐπιγνῶναί τε καὶ | |
20 | εἰπεῖν; τίς δὲ ὁ ποτισμὸς ἢ τῶν ἐκ διδασκαλίας λόγων οἱονεὶ καταβολὴ καὶ ἐπίχυσις, τρέφουσα πρὸς εὐρωστίαν τὸν τοῦ πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ “εἰς ἄνδρα τέλειον” ἀναδρομὴ ἀναλόγως ταῖς ἑκάστου | |
25 | σπουδαῖς τε καὶ προθυμίαις χορηγουμένη; | 258 |
259 | Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Ἐπειδὴ Χριστὸς ἡμᾶς ἐξηγόρασεν τῷ τιμίῳ αὐτοῦ αἵματι τὸν τῆς σαρκὸς ἀνατλὰς θανατὸν, τοῦ ἀγοράσαντος πάντως ἐσμὲν, οὐχ ἑτέρων, εἰ καὶ γεγόνασιν εἰς ἡμᾶς τινες διάκονοι | |
5 | καὶ διαλλάκται καὶ μεσίται καὶ μυσταγωγοὶ τῆς παρ’ αὐτοῦ χάριτος· διὸ οὐχ ἑτέρων ὀνομαζόμεθα ἀλλὰ μόνου Χριστοῦ ὃς καὶ κυριεύει ἡμῶν. Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἐπειδὴ οἶκον ὠνόμασεν Θεοῦ τοὺς πεπιστευκότας, θεμέ‐ | |
10 | λιον εἰκότως ὀνομάζει Χριστόν· καὶ πολλοὶ μὲν διδάσκαλοι γεγόνασι παρὰ Κορινθίοις, αὐχεῖ δὲ ὁ Παῦλος τὸ πρῶτος εἶναι τῶν ἄλλων, καὶ οἷόν τις ἀπαρχὴ τῶν εὐαγγελισαμένων αὐτοῖς τὸ Χριστοῦ μυστήριον, ὅς ἐστι θεμέλιος ἀκατάσει‐ στος, ἀνέχων τοὺς ἐποικοδομουμένους αὐτῷ, καὶ ναοὺς ὑπο‐ | |
15 | φαίνων, συναρμολογουμένους τε ἀλλήλοις διὰ τῆς πίστεως καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι συμβαίνοντος εἰς ὁμοψυ‐ χίαν· περὶ τούτου τοῦ θεμελίου ἔφασκεν ὁ Θεὸς καὶ Πατὴρ διὰ προφήτου “Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν “λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον, εἰς τὰ θεμέλια | |
20 | “αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ.” Τεθεικέναι τοίνυν ὁ Παῦλος εὖ μάλα φησὶ τὸν θεμέλιον αὐτὸς, καὶ δύνασθαι μὲν ἑτέρους ἐπεργάζεσθαί τε καὶ οἰκο‐ δομεῖν, οὐ μὴν ἔτι καταθεῖναι καὶ ἕτερον παρὰ τὸν ἤδη κεί‐ μενον ὅς ἐστιν Ἰησοῦς Χριστός· “οὐ γάρ ἐστιν ἕτερον ὄνομα | |
25 | “ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἄνθρωποις, ἐν ᾧ δεῖ | |
“σωθῆναι ἡμᾶς.” “Εἷς γὰρ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ | 259 | |
260 | “πάντα καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, “δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ, καὶ αὐτός ἐστιν ἡ “κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας.” εἴ τις οὖν ἀρνεῖται τὸν θεμέλιον καὶ παραιτεῖται τὴν πέτραν, οὐκ οἰκοδομεῖ ἐπ’ | |
5 | αὐτῇ ἀλλ’ εἰς τὴν ἄμμον· ταύτῃτοι καὶ λίαν εὐκόλως κατα‐ σεισθήσεται· ὃ γὰρ μὴ ἀνέχῃ Χριστὸς, τοῦτο δὴ πάντως κινηθήσεται, οὐχ ἑδραίαν ἔχων τὴν στάσιν. Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμὰς ἐφυσιώθησάν τινες. Ἐπειδή τινες ἦσαν ἐν Κορίνθῳ οἰόμενοι ἀρκεῖν ἑαυτοῖς | |
10 | καὶ μὴ δεῖσθαι διδασκάλων, καὶ ὑπεραίρειν ἐν σοφίᾳ κοσμι‐ κῆς εὐγλωττίας τὸν Παῦλον· καὶ διὰ τοῦτο ἀνεφυσῶντο πρὸς ὑπεροψίαν κατεξανιστάμενοι τῶν ἄλλων, ὅμως οὐκ ἀνεπίληπτοι κατὰ τὸν βίον. ἐπεὶ οὖν πεφυσίωνταί τινες ἀπόντος μου καὶ νομίζουσι διὰ τοῦτό με ἀπολιμπάνεσθαι ὡς | |
15 | δεδιότα τοῦ ἐλθεῖν αὐτοῖς εἰς λόγους, ὅπερ οὐχ οὕτως ἔχει, ἥξω θέλοντος καὶ ἐπιτρέποντος Θεοῦ. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἐπηγγείλατο μὲν ἀφίξεσθαι πλὴν οὐ πάντως, ἀλλ’ ὡς πρέπον ἦν ἐπιεικῶς προσθεὶς τὸ ἀναγκαῖον τό Ἐὰν ὁ Κύριος | |
20 | θελήσῃ· δεῖ γὰρ ἡμᾶς οὐχ ἑτέρως ἢ φρονεῖν ἢ λέγειν ἢ ὧδέ τε καὶ μόνος. Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Τίς ἡ ὄνησις λέξεως λαμπρᾶς ἐχούσης τῶν ἀγαθῶν οὐδὲν, | |
25 | ὁποῖα ἡ τῶν ἑλλήνων ἐστίν; ἡ δέ γε τῆς θεοπνεύστου γραφῆς ἁπλὴ μέν ἐστι καὶ κατειθισμένη, πλουσίως γεμὴν | |
ὀνίνησι καὶ ἀποφέρει λαμπρῶς εἰς ἐπίγνωσιν ἀληθῆ τοῦ | 260 | |
261 | κατὰ φύσιν ὄντος Θεοῦ· ἀποτελεῖ δὲ πρὸς τοῦτο καὶ παντὸς ἀξια[γασ]τοῦ πράγματος ἐπιμελητάς· οὗ δὴ γεγονότος, καταπλουτήσειεν ἄν τις καὶ τῶν διὰ Πνεύματος χαρισμάτων τὴν ἀξιόληπτον χάριν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρα‐ | |
5 | νῶν, ἀλλ’ ἐν δυνάμει· τὸ δέ Ἐν δυνάμει νοήσεις, εἰ μὲν ἐπ’ αὐτῶν φέροιτο τῶν ἁγίων ἀποστόλων, ὡς ἐν ἰσχύϊ τε καὶ ἐνεργείᾳ τῇ διὰ τοῦ Πνεύματος, καθ’ ἥν εἰσι καὶ θαυματουρ‐ γοί· εἰ δ’ ἐφ’ ἡμῶν αὐτῶν, ὡς ἐν δυνάμει ζωῆς τῆς ἁγίας καὶ εἰλικρινοῦς ἐκδέξῃ τὸ εἰρημένον. | |
10 | Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ; Βούλεσθε, φησὶν, σοφὴν ἐπίπληξιν οἵᾳ τινὶ ῥάβδῳ ἐπα‐ γάγω τοῖς ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ’ ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τὸ | |
15 | ῥᾴθυμον καὶ τῆς τοιαύτης παρανομίας τὴν ἐπιχείρησιν· περὶ ἧς καὶ ἡ θεόπνευστος ἔφη γραφὴ περὶ τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἰωήλ “Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς “τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ “Θεοῦ αὐτῶν.” ταύτην φησὶ τὴν πορνείαν οὐδὲ ἐν τοῖς ἔθνεσιν | |
20 | ἔστιν ἀκοῦσαι· Θησέα γὰρ ἠκηκόει που κατὰ τὸ εἰκὸς τεθηγ‐ μένον ἐπὶ τῷ ἰδίῳ παιδὶ, ἐπαρασάμενόν τε αὐτῷ, καὶ δὴ καὶ ἀπεκτονότα διαβεβλημένον ἐκ μητρυιᾶς· καὶ ἑτέρους τινὰς ἐπὶ τοιοῖσδε αἰτιάμασι ταῖς τῶν ποιητῶν εὐστομίαις κατε‐ σκωμμένους. | |
25 | Παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Ἀπέδειξε δι’ ὧν τὸν πεπορνευκότα δέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς ἵνα τὸ πνεῦμα σωθῇ, τί ἐστιν “Οὐκ ἐν λόγῳ | |
“ἀλλ’ ἐν δυνάμει ἡ βασιλεία τῶν οὐρανῶν·” ἐξουσίας γὰρ | 261 | |
262 | τῆς τεθαυμασμένης καὶ δοθείσης ἄνωθεν αὐτῷ μήνυσις ἐναργής. τετίμηκε γὰρ τοὺς ἁγίους ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. Κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; | |
5 | Ἁγίους καλεῖ τοὺς ἡγιασμένους ἐν πνεύματι, ἀδίκους δὲ τοὺς οὔπω πεπιστευκότας ὡς ἑτοιμότατα λίαν πρὸς πᾶν ὁτιοῦν ἰόντας τῶν κακῶν· ἀνεπιτήδευτον γὰρ τῶν ἀτόπων οὐδὲν τοῖς οὔπω τὸν φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; | |
10 | Κρινοῦσι δὲ αὐτὸν οὐ πάντη τε καὶ πάντως προκαθήμενοι δικασταί· “Εἷς γὰρ ὁ νομοθέτης καὶ κριτής·” ἀλλὰ τῇ τοῦ βίου σεμνότητι καὶ τῇ πρὸς πᾶν εὐπειθείᾳ μονονουχὶ καθορί‐ ζοντες τοῦ κόσμου τὴν ἁμαρτίαν, ὅτι μὴ γεγόνασιν αὐτῶν μιμηταί. μιᾶς μὲν γὰρ φύσεως οἱ πάντες ἐσμὲν, εἰ καὶ | |
15 | μητέρα λαχόντες τὴν γῆν καὶ ἐν τούτοις τοῖς ἐπικήροις ὄντες σώμασιν, ἀλλ’ εἰ γεγόνασίν τινες ἐξ ἡμῶν φιλόθεοί τε καὶ ἀγαθοὶ, ποῖος ἄρα λοιπὸν ἐπικουρήσει λόγος τοῖς τὴν ἀκλεᾶ καὶ ἐπάρατον ἑλομένοις ζωὴν ἐπὶ τοῦ θείου βήματος; ἐξὸν γὰρ ἐν ἴσῳ τοῖς ἄλλοις κατασεμνύνεσθαι, πρὸς πᾶν ὁτιοῦν | |
20 | τῶν ἐκτόπων ἐθελονταὶ κεχωρήκασιν. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; Ἀναγνωσόμεθα δὲ τὸν στίχον ὡς ἐν ἐρωτήσει καὶ ὑπο‐ στιγμῇ, ὡς κατὰ ἐρώτησιν ἀναγνωστέον τοῦτο καθ’ ὑπο‐ στιγμήν Τίς γὰρ ὁ τολμῶν εἰπεῖν, ὅτι ἀνάξιοί ἐστε τῶν | |
25 | οὕτως εὐτελεστάτων κριτηρίων, οἱ τῇ τοῦ βίου λαμπρότητι κρίνοντες τὸν κόσμον; εἶτα καὶ λογισμὸν ἐπάγει τοῦ εἰρη‐ μένου τῇ τοῦ μείζονος παραθέσει συνιστῶν τὸ τοῦ λόγου | |
βέβαιον. ἀγγέλους δὲ ὧδε οὐχ ἁγίους, τοὺς ἀποστάτας δὲ | 262 | |
263 | μᾶλλον λέγει, τοὺς τὴν ἑαυτῶν ἀρχὴν οὐ τετηρηκότας, οἳ ἄνωθεν ὄντες καὶ σώμασι τοῖς ἀπὸ γῆς οὐ πεφορτισμένοι, κατακριθήσονται ὑπὸ τῶν ἁγίων κατὰ τὸν ἴσον τῷ κόσμῳ τρόπον διὰ τῆς τῶν ἁγίων ἐπιεικείας, ἐφ’ ἅπασι τοῖς αἰσχί‐ | |
5 | στοις κατηγορούμενοι. εἰ οὖν ἀγγελῶν ἀμείνους οἱ ἅγιοι, πῶς ἀνάξιοι κριτηρίων ἐλαχίστων εἶεν ἂν τῶν ἐπὶ πράγμασι κοσμικοῖς; Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε. Μικρὸν κομιδῆ καὶ τοῦ μηδενὸς ἄξιον τοῖς ἄγαν ἐπιεικέσιν | |
10 | ἐν ἐκκλησίᾳ τὸ κρίνειν ἐστὶ τὰ βιωτικά· πεπαιδεύμεθα δὲ καὶ τοῦτο παρὰ τοῦ Κυρίου· προσῄει μὲν γάρ τις αὐτῷ λέγων “Διδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ “ἐμοῦ τὴν κληρονομίαν· ὁ δὲ πρὸς αὐτόν Ἄνθρωπε, φησὶ, “τίς με κατέστησε κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς;” πρέποι | |
15 | γὰρ ἂν μᾶλλον καὶ νουνεχεστέροις ἐν ἐκκλησίᾳ τὸ κρίνειν τὰ πνευματικὰ, τὸ βασανίζειν εὐτέχνως τὸν περὶ πίστεως λόγον· ἐνηρίθμηται δὲ τοῦτο τοῖς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος ἀγαθοῖς· δίδοται γάρ τισι λόγος σοφίας καὶ λόγος γνώσεως, ἑτέροις δὲ καὶ διάκρισις πνευμάτων. | |
20 | Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Πῶς ἂν εἶεν μέλη Χριστοῦ τὰ ἡμῶν; ἔχομεν αὐτὸν ἐν ἑαυτοῖς αἰσθητῶς τε καὶ νοητῶς· κατοικεῖ μὲν γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, μετεσχήκαμεν δὲ καὶ τῆς | |
ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν | 263 | |
264 | ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα θάνατον καταργήσῃ δι’ ἑαυτοῦ· καὶ τοῦτο ἡμᾶς ἀπαλλάσσει φθορᾶς καὶ τῶν τοῦ θανάτου βρόχων καὶ ἀμεί‐ νους ποιεῖ παθῶν σαρκικῶν. καὶ δεχόμεθα τὴν ἄζυμον ἐν | |
5 | ἑαυτοῖς διδασκαλίαν τῶν θείων λογίων τὴν τρέφουσαν τὸ ἡγεμονικὸν, καὶ συζῶμεν Χριστῷ, δῆλον δὲ ὅτι πνευματικῶς, περιγενόμενοι τῶν τῆς σαρκὸς παθῶν. εἰ τοίνυν αὐτός ἐστιν “ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας,” ἡμεῖς ἄρα ἐσμὲν οἱ καθ’ ἕκαστα μέλη· ὅταν οὖν εἰς ἀτόπους ἡδονὰς καταπίπ‐ | |
10 | τωμεν, τότε δὴ τότε πλημμελήσομεν εἰς αὐτὸν, οὗ καὶ γεγόνα‐ μεν μέλη· πόρνοις γὰρ ὥσπερ τὰ αὐτοῦ χαριούμεθα· τὰ μέλη αὐτοῦ μολύνονται τῇ ἁμαρτίᾳ καὶ πόρνης ποιοῦνται μέλη. ὥσπερ γὰρ ὁ γυναικὶ κολλώμενος ἓν πρὸς αὐτὴν ἔσται σῶμα, οὕτως καὶ ὁ Θεῷ συνδεσμούμενος νοητῶς ἒν πρὸς αὐτὸν | |
15 | ἔσται πνεῦμα· γεγόναμεν γὰρ “θείας κοινωνοὶ φύσεως,” συνή‐ | |
φθημέν τε καὶ ἡγιάσμεθα διὰ τοῦ Πνεύματος ἐν Χριστῷ. | 264 | |
265(1t) | ΤΟΥ ΑΥΤΟΥ | |
2t | ΚΥΡΙΛΛΟΥ | |
3t | ΕΚ ΤΟΥ Γ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. | |
4 | Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός | |
5 | ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ΦΑΙΗ τις ἄν Ὁ φονευτὴς, εἰπέ μοι, τίνα δὴ τρόπον ἐνεργήσει τὸν φόνον; ἆρ’ οὐ δι’ αἵματος; εἰ δὲ δή τις ἕλοιτο φιλοψογεῖν ἑτέρους, οὐ διὰ γλώττης ἐστὶ τοιοῦτος; εἶτα ποῖον ἔσται τῶν πλημμελημάτων ὃ δρῶτο ἂν, οὐχὶ διὰ τοῦ | |
10 | σώματος; ψευδοέπης οὖν ἆρα λοιπὸν ὁ πνευματοφόρος ἀναφανεῖταί που; μὴ γένοιτο· λαλεῖ γὰρ ἐν Χριστῷ, Χρι‐ στὸς δέ ἐστιν ἡ ἀλήθεια· ἔσται δὴ οὖν ἀληθής. εἰ τῇδέ πη. τὸ χρῆμα διασκεπτόμεθα, εἴ τις ἕλοιτο τυχὸν σκαιὸς εἶναι τοὺς τρόπους, εἰς ἑτέρους που πάντως ἔσται τοιοῦτος | |
15 | καὶ οὐκ εἰς ἑαυτόν. ἀποκτενεῖ γὰρ ὁ φονευτὴς, οὐχ ἑαυτὸν, ἀλλ’ ἑτέρους, ὑβρίσει δὲ καὶ ὁ λοίδορος οὐχ ἑαυτὸν, ἀλλ’ ἑτέρους, ἀδικήσει δὲ καὶ ὁ πλεονέκτης οὐχ ἑαυτὸν ἀλλ’ ἐφ’ ἑτέρους, καὶ ἐφ’ ἑκάστῳ τῶν ἐκτόπων τινὰ τῶν δρωμένων τοιαύτην εὑρήσεις ὁδόν. οὐκοῦν κατὰ τόνδε τὸν τρόπον Πᾶν | |
20 | ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον | |
σῶμα ἁμαρτάνει. ἁλώσεται γὰρ ἀδικῶν αὐτὸ τὸ ἴδιον σῶμα, | 265 | |
266 | καὶ τίνα τρόπον, ἐρῶ. τὰ μέλη τοῦ σώματος ἡμῶν διὰ μὲν τῆς ἁγνείας Χριστοῦ μέλη μεμενηκότα, μεθέξουσι πάντως τῆς παρ’ αὐτοῦ ζωῆς τε καὶ δόξης· “μετασχηματίσει γὰρ τὸ “σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς | |
5 | “δόξης αὐτοῦ·” εἰ δὲ δὴ γένοιτο πόρνης μέλη, πῶς ἂν λάβοι τὸν μετασχηματισμὸν καὶ τὴν τῆς πρὸς αὐτὸν συμμορφίας λαμπρότητα νοητήν; ἐγηγερμένων γὰρ τῶν ἀπὸ γῆς σωμά‐ των κατὰ τὸν τῆς ἀναστάσεως καιρόν “Ἐκλάμψουσι μὲν οἱ “δίκαιοι ὡς ὁ ἥλιος,” οἱ δὲ ἀσεβεῖς τε καὶ βέβηλοι καὶ | |
10 | βεβιωκότες ἐκτόπως, ἐγερθήσονται μὲν, οὐ μὴν ἔτι καὶ τὴν εὐκλεᾶ διαβιώσονται ζωὴν, ἀμέτοχοι δὲ μένουσι καὶ δόξης· ἀναστήσονται γὰρ οὐκ “ἐν κρίσει οὔτε μὴν ἐν βουλῇ “δικαίων,” ἀλλ’ ἐπὶ ποινῇ καὶ δίκῃ, κατοιχήσονται γὰρ εἰς τὸ σκότος τὸ ἐξώτερον· πῶς γὰρ ἐν δόξῃ τὸ κολαζόμενον; | |
15 | προσεπάγει δέ τι καὶ ἕτερον, οὐκ ἀνικάνως ἔχον ἀναπεῖσαι μισεῖν τὴν ἐπάρατον τοῦ σώματος ἡδονήν. Ἐπειδὴ καὶ ὁ φονεύων καὶ ἀτιμάζων καὶ λοιδορῶν, εἰ καὶ σώματι ποιεῖ τὴν ἁμαρτίαν, ἀλλ’ ὅμως εἰς ἑτέρους αὐτὸ πράτ‐ τει, τούτων τῶν τρόπων λέγεται Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ | |
20 | σώματος, ὁ δὲ πορνεύων αὐτὸ τὸ ἴδιον ἀδικεῖ σῶμα· τὰ σώματα ἡμῶν δι’ ἁγνείας μένουσι μέλη Χριστοῦ, καὶ μεταλαμβάνουσι τῆς παρ’ αὐτοῦ ζωῆς καὶ δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου | |
25 | Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς “υἱοθεσίας Πνεῦμα,” τουτ‐ έστι τὸ Ἅγιον, “ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατήρ·” ἠγορά‐ | |
σμεθα δὲ καὶ τιμῆς, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν | 266 | |
267 | τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐσμὲν οὖν ἄρα ναοὶ Θεοῦ ζῶντος, ἐναυλίζεται γὰρ ἡμῖν δι’ Ἁγίου Πνεύματος Χριστὸς, ἔχων ἐν ἰδίᾳ φύσει καὶ τὸν ἐξ οὗ πέφηνεν οὐσιω‐ δῶς Πατέρα καὶ Θεόν· ἔφη γὰρ αὐτός “Ἐάν τις ἀγαπᾷ με, | |
5 | “τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐ‐ “τὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ “ποιησόμεθα.” ἀπέστω δὴ οὖν τῶν ἡμετέρων διανοιῶν ὡς ἀπὸ ναοῦ Θεοῦ ἡ κάκοσμος ἡδονὴ, ἀναφοιτάτω δὲ μᾶλλον καθάπερ ἐν τάξει θυμιαμάτων τῆς ἐγκρατείας ἡ εὐοσμία, | |
10 | καὶ παραστήσωμεν “τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, “εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν” ἡμῶν· ἠγορά‐ σθημεν γὰρ “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ “αἵματι,” κατὰ τὸ γεγραμμένον· οὐκοῦν τῷ πριαμένῳ δου‐ λεύσωμεν, αὐτῷ παραστήσωμεν ἑαυτοὺς εἰς ὑπακοὴν, “καὶ | |
15 | “τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·” γέγραπται γὰρ ὅτι “Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ “Κύριος τῷ σώματι.” ὅταν τοίνυν τηρῶμεν τὰ μέλη τοῦ σώματος, τὸν ἐκ τῆς φιλοσαρκίας οὐκ ἔχοντα μολυσμὸν, τότε καὶ ὁ Κύριος ἔσται τῷ σώματι· κατοικεῖ γὰρ ἐν ἁγίοις | |
20 | ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. Ἐλαφροὶ καὶ εὐπάροιστοι κατεφωρῶντο λίαν εἰς πᾶν ὁτιοῦν τῶν σφίσι καθ’ ἡδονὴν οἱ ἐξ Ἰσραήλ· ταύτῃτοι | |
25 | δικαίως τὸ χρῆναι γνωμοδοτεῖν παρῄρηντο νόμῳ· ἐπ’ αὐτῶν γὰρ, φησὶν, οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσηγη‐ ταὶ βεβηκότα τὸν νοῦν ἔχοντες εἰς τὸ ἀγαθὸν, καὶ αὐτὸν ἐν | |
ἑαυτοῖς ἐσχηκότες λαλοῦντα Χριστὸν, ἐθαρσήθησαν εἰκότως | 267 | |
268 | ἐπ’ ἐξουσίας ποιεῖσθαι πολλῆς τοὺς τῆς ὑφηγήσεως λόγους, κἂν εἰ μή τι κέοιτο τῶν πρακτέων παρά γε τοῖς ἱεροῖς γράμ‐ μασιν· τοιοῦτός τις ὑπάρχων καὶ ὁ θεσπέσιος Παῦλος Λέγω δέ φησι τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνω‐ | |
5 | σιν ὡς κἀγὼ, καὶ τὰ ἑξῆς· ἔνθα μὲν γὰρ οὐ θεῖος ἡμῖν νόμος τό Λέγω τέθεικεν ἀναγκαίως· οὗ δὲ Χριστὸς ὁ προστάττων ἦν, τό Παραγγέλλω φησὶ, προσεπάγων εὐθὺς τό Οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος· τί δὲ ἄρα παρῶπται τῶν ἀναγκαίων νομοθε‐ τοῦντι Χριστῷ; ἐπινοοῦσι δὲ τί τὸ ἄμεινον οἱ μυσταγωγοί; | |
10 | καίτοι πῶς οὐκ ἀμαθὲς καὶ ἀπόπληκτον παντελῶς τὸ μὴ ἀρτίως ἔχειν οἴεσθαι τὰ παρὰ Χριστοῦ; τί οὖν ἐροῦμεν; οὐκ ἀπέφησεν τὸν γάμον τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἐπιμετροῦντος οἶμαί που τοῦ Θεοῦ τῇ ἀνθρώπου φύσει τὴν ἐντολήν· ἔφη γὰρ τοῖς πειράζουσι φαρισαίοις ὁ | |
15 | Κύριος ἐρωτήσασιν αὐτόν “Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυ‐ “ναῖκα αὐτοῦ” μὴ ἐπὶ πορνείᾳ, ὅτι ὁ ἀπολύων “τὴν γυναῖκα “αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.” πρὸς ταῦτα λέγουσιν αὐτῷ οἱ μαθηταί “Εἰ οὕτως ἐστὶ τοῦ “ἀνθρώπου ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆ‐ | |
20 | “σαι· ὁ δὲ εἶπεν αὐτοῖς Εἰσὶν εὐνοῦχοι οἵτινες ἐκ κοιλίας “μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐ‐ “νουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵ‐ “τινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· “ὁ δυνάμενος χωρεῖν χωρείτω.” προὔθηκε γὰρ τοῖς ἐθέλουσι | |
25 | κατορθοῦν, οὐ μὴν ὑπήγαγε νόμῳ, ὅτι μὴ πάντας ἠπίστατο | |
τῶν τῆς σαρκὸς κινημάτων κατευμεγεθεῖν δύνασθαι. | 268 | |
269 | Καὶ τοῦτο εἰς ἅπαν ἔχει τι τοιοῦτον καὶ ἡ κατὰ νόμον σκιά· προστέταχε μὲν γὰρ τοὺς τῶν θυσιῶν ποιεῖσθαι τρό‐ πους εἰς δόξαν Θεοῦ, τοῦτο μὲν ὑπὲρ ἁμαρτίας καὶ ἀγνοη‐ μάτων, τοῦτο δὲ εἰς καθαρισμὸν καὶ ἀπόῤῥιψιν ῥύπου, καὶ | |
5 | μὴν καὶ τὰς ἐν σαββάτῳ τὰς κατὰ νουμηνίαν, τὰς ἐν ταῖς ἑορταῖς· ἠφίει γεμὴν πρὸς τούτοις καὶ ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ’ ἦν μὲν οὐ θέμις τῶν ἐν νόμῳ διατεταγμένων | |
10 | ῥᾳθυμῆσαι θυσιῶν· ἐπαίνου γεμὴν ἀξίους ἡγεῖτο Θεὸς τοὺς προστιθέντας ἐκείνοις τὰ οἴκοθέν τε καὶ ἀπὸ γνώμης ἰδίας. τοῦτό τι καὶ νῦν ἐξῳκονομῆσθαί φαμεν· οὐκ ἀπέφησε μὲν γὰρ ὁ Χριστὸς τὸ εἴπερ τις ἕλοιτο καὶ τῆς κατὰ νόμον ἅπτεσθαι κοινωνίας· κατορθοῦν δὲ τὸ μεῖζον ἡμᾶς ἀπείρξειεν | |
15 | ἂν οὐδὲν, εἰ τῆς εἰς λῆξιν εὐκλείας μεταποιεῖσθαι σπουδάζο‐ μεν. ἄριστα οὖν ὁ Παῦλος λέγει μὲν τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· τοῖς δὲ γεγαμη‐ κόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ’ ὁ Κύριος, καὶ τὰ ἑξῆς· παρα‐ κομίζει δὲ εἰς ὑποτύπωσιν τῆς ἐξειλεγμένης καὶ ἀπερισπά‐ | |
20 | στου ζωῆς τὰ καθ’ ἑαυτὸν, πάντως που τὴν ἀγαμίαν τοῦ ἑτέρου προθείς. οὐκοῦν εἰ καὶ ἀπεδύσατό τις τὸν τοῦ νόμου ζυγὸν, μενέτω φησὶν ἐν ἐγκρατείᾳ· κληρονομήσει γὰρ οὕτω τὴν τῶν οὐρανῶν βασιλείαν. καὶ πιστώσεται λέγων ὁ τῶν | |
στεφάνων διανομεύς “Τάδε λέγει Κύριος τοῖς εὐνούχοις | 269 | |
270 | “Ὅσοι ἂν φυλάζωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ “ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς “ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, “κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς | |
5 | “καὶ οὐκ ἐκλείψει.” Οὐκοῦν τῆς ἐγκρατείας ἀξιόληπτος ὁ μισθός· τοῖς γεμὴν ἤδη τῷ γάμῳ κατειλημμένοις, ἀποφοιτᾶν οὐκ ἀφίησι τῆς ἅπαξ συνῳκισμένης, ἵνα μὴ θορύβων ἔμπλεων τὴν ὑπ’ οὐ‐ ρανὸν τὸ σωτήριον ἀποφήνῃ κήρυγμα· οὐκ ἐπαινοῦντος τὸ | |
10 | χρῆμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, εἰ καὶ ὁ νόμος οἰκονομικῶς ἐφῆκε τοῖς ἀρχαιοτέροις τοῦτο ποιεῖν διὰ “τὴν “σκληροκαρδίαν αὐτῶν,” καθά φησιν αὐτὸς ὁ Σωτήρ. Ὅτι δὲ ἀσφαλέστεροί τε καὶ ἀλκιμώτεροι τῶν ἀρχαιο‐ τέρων οἱ ἐν Χριστῷ, κἀντεῦθεν ἰδεῖν τοῖς ἐθέλουσι ῥᾷον· | |
15 | ὁ μὲν γὰρ νόμος τοῖς ἐξ Ἰσραὴλ ἀπέφησε τὸ δεῖν ἀλλο‐ φύλοις συνιέναι τε καὶ γαμικῶς ἀναπλέκεσθαι· ἡμῖν δὲ ὁ Παῦλος Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ τὰ ἑξῆς. ἐκείνοις μὲν γὰρ ὁ νοῦς ἦν σαθρὸς καὶ σεσαλευμένος, ἡμεῖς δὲ οὐχ οὕτως· κεχρίσμεθα γὰρ εἰς υἱοθεσίαν τῷ Ἁγίῳ Πνεύ‐ | |
20 | ματι καὶ κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστός· βεβηκότες δὴ οὖν οὕτως πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, δεδίαμεν κατ’ οὐδένα τρόπον τὸ συνεῖναί τινι τῶν ἀπίστων ἔτι· τεθαῤῥήκαμεν δὲ μᾶλλον ὅτι σαγηνεύσομεν εἰς εὐσέβειαν, καὶ οὐχ ἡμεῖς τῆς ἐνούσης ἐκείνοις ἀμαθίας ἐσόμεθα θήραμα· καὶ εὐλογοῦμεν | |
25 | μᾶλλον τοὺς οὔπω πιστεύσαντας ἢ μολυνόμεθα παρ’ αὐτῶν· | |
ἡγίασται γάρ φησιν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί· οὕτως | 270 | |
271 | εἰσὶν ἅγια καὶ τὰ τέκνα ὑμῶν, νικῶντος πάντως που τοῦ ἐν τοῖς πιστεύουσιν ἁγιασμοῦ τῶν οὔπω πεπιστευκότων τὸν ῥύπον. εἰ δὲ ὁ ἄπιστος χωρίζεταί φησιν, χωριζέσθω· οὐ δεδού‐ λωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· οἰχέσθω γὰρ, | |
5 | εἰ δοκεῖ, τοῦ ἁγιάζοντος ὁ μεμολυσμένος, γνώμης ἰδίας ὀψώνιον ἔχων τὴν ἔν γε τούτῳ ζημίαν· ἀνυπαίτιος δὲ παντε‐ λῶς ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς· εὐλογηθήσεται γὰρ ὡς εὐήνιος παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις | |
10 | ἐκλήθη; μὴ περιτεμνέσθω. Τινὲς ὡς εἰκὸς τῶν ἐκ περιτομῆς διελογίζοντο καθ’ ἑαυ‐ τούς Πῶς ἐσόμεθα δεκτοὶ καὶ τὴν ἐν Χριστῷ ζωὴν τιμή‐ | |
σομεν, ἔχοντες ἤδη τὴν περιτομήν; δεήσει τάχα που καὶ | 271 | |
272 | ἐπισπᾶσθαι, τουτέστι παλινδρομεῖν εἰς ἀκροβυστίαν, καὶ τὴν τῆς σαρκὸς καταβιάζεσθαι φύσιν· οἱ γεμὴν ἐξ ἑλληνικῆς ἐρχόμενοι πλάνης, παρὰ τῶν ἔτι τὴν ἐν νόμῳ τιμώντων σκιὰν τάχα που μανθάνοντες, ὡς ἔστι χρῆμα τίμιον ἡ περι‐ | |
5 | τομὴ, καὶ πᾶσιν ἁγίοις τετηρημένον, καίτοι τὴν πίστιν ἔσθ’ ὅτε παραδεξάμενοι, ἐπετελοῦντο σαρκὶ, καθάπερ ἀμέλει καὶ τῶν ἐν Γαλατίᾳ τινὲς, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιπλήτ‐ τει λέγων “Ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;” ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας | |
10 | αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θεοῦ ἐστερημένη· ὁμοίως δὲ καὶ ἡ ἀκρο‐ βυστία οὐδέν ἐστι μὴ εὐαγγελικῷ βίῳ κεκοσμημένη. Προσήκει τοίνυν τὸν κεκλημένον ἐν τῇ κλήσει μένειν ὅπως ἂν ἔχοι σχήματος· μέτεισι δὲ ἀναγκαίως ἐπὶ τὸ χρῆναι πάλιν | |
15 | δυσφημίαν ἑτέραν μονονουχὶ ἀποσοβεῖν τοῦ θείου κηρύγμα‐ τος· πνεῦμα μὲν γὰρ δουλείας ἦν ἐν τοῖς ὑπὸ νόμον· τὸ δὲ θέσπισμα τὸ εὐαγγελικὸν, τῆς υἱοθεσίας τὸ πνεῦμα τοῖς πιστεύειν ἐθέλουσιν ἐνίεσθαί φησιν, καὶ οὐκ ἔτι καλοῦν εἰς | |
δουλείαν, ἀλλ’ εἰς ἐλεύθερον ἀξίωμα. | 272 | |
273(1t) | ΤΟΥ ΑΥΤΟΥ | |
2t | ΕΚ ΤΟΥ Δ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ | |
3t | ΚΥΡΙΛΛΟΥ. | |
4 | Δοῦλος ἐκλήθης; μή σοι μελέτω. | |
5 | ἘΠΕΙΔΗ τινες τῆς τοῦ Ἁγίου Πνεύματος ἀξιούμενοι χάριτος, τὸν τῆς κατὰ σάρκα δουλείας ἀπεσείοντο ζυγὸν, ἐπιστέλλει μὲν καὶ δι’ ἑτέρων “Μόνον μὴ τὴν ἐλευθερίαν εἰς “ἀφορμὴν τῇ σαρκὶ,” καταγοητεύει δὲ ὥσπερ καὶ διὰ τού‐ των αὐτοὺς ἀστειότατα λέγων Δοῦλος ἐκλήθης; μή σοι | |
10 | μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆ‐ σαι· τουτέστι κἂν εἰς τὸν τῆς δουλείας τῆς κατὰ σάρκα ζυγὸν ἐπηρτημένον ἔχων ἐκλήθης διὰ τῆς πίστεως εἰς ἐλευ‐ θέραν υἱότητα, κἂν εἰ τῆς θείας φύσεως γέγονας κοινωνὸς, ἄμεινον ἔσο μικροψυχίας, οὐκ ἄμισθον εὑρήσεις τὸν ἐπὶ τῇ | |
15 | δουλείᾳ πόνον· οἶδεν μὲν γὰρ ἐλευθέραν τὴν φύσιν ὁ δημι‐ ουργός· πεποίηται γὰρ οὕτως παρ’ αὐτοῦ· πλεονεξία δέ τις παρεισδραμοῦσά πως κατὰ καιροὺς τῷ τῆς ἐλευθερίας κάλλει | |
διελυμήνατο. δεῖ δὲ δὴ πάντως τοὺς πεπονθότας, ἀποφορτί‐ | 273 | |
274 | σασθαι τὸ κακὸν, μεταστοιχειοῦντος ἅπαντα πρὸς τὸ ἐν ἀρχαῖς τοῦ Χριστοῦ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ καὶ οὔτε δοῦλος οὔτε “ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν” αὐτός. καὶ γοῦν ὁ Ἡσαΐας τοῦ προσδοκωμένου καὶ τοῦ μέλ‐ | |
5 | λοντος ἔσεσθαι βίου τὴν κατάστασιν καὶ τὴν ἰσότητα τὴν παρὰ Θεῷ προανακέκραγεν λέγων “Καὶ ἔσται ὁ λαὸς ὡς “ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ “κυρία.” οὐκοῦν κἂν εἰ δύναιό φησιν ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· καὶ γάρ ἐστιν, ὡς ἔφην, οὐκ ἀκερδὴς ὁ ζυγὸς | |
10 | τοῖς ἀγαθῇ κεχρημένοις εὐνοίᾳ καὶ ὀρθῶς ἐν αὐτῷ διαγεγο‐ νόσιν· ἀδικήσει δὲ τὸ σύμπαν οὐδὲν τὸ νῦν ἐκ πλεονεξίας ἐπεῤῥίφθαι τισὶ τὴν κατὰ σάρκα δουλείαν, ἔσται ἂν ἅπασιν ἐν ἴσῳ τρόπῳ καὶ λόγῳ σώζηται τὸ ἐλεύθερον παρά γε τῷ τὰ δίκαια κρίνοντι καὶ τὰ καθ’ ἡμᾶς ὁσίως ταλαντεύοντι | |
15 | Θεῷ. ἄλλως τε, φησὶν, οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀνθρώ‐ πους ὄντας ἡμᾶς τὸ τῆς δουλείας ὄνομα φυγεῖν· δοῦλον γὰρ ἅπαν ἐστὶ τὸ πεποιημένον καὶ τοῖς θείοις ὑποφέρεται σκήπ‐ τροις πᾶν ὅπερ ἐστὶ κεκλημένον εἰς γένεσιν· ὥστε καὶ ὁ δοῦλος ἀπελεύθερός ἐστι Χριστοῦ, δοῦλος δὲ πάντως καὶ ὁ | |
20 | κεκλημένος εἰς ἐλευθερίαν, καθά φησιν ὁ ψαλμός “ὅτι τὰ “σύμπαντα δοῦλα σά.” Ἀποφαίνει γεμὴν ὁ μυσταγωγὸς καὶ καθ’ ἕτερον τρόπον ὠφελουμένους Χριστῷ τοὺς δι’ αὐτὸν σεσωσμένους· ταύτῃ τοί φησι Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· | |
25 | ἠγοράσμεθα μὲν γὰρ τιμῆς ὁμολογουμένως τεθεικότος ὑπὲρ | 274 |
275 | ἡμῶν τὸ ἴδιον αἷμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐξῃρήμεθα δὲ τῆς τοῦ διαβόλου πλεονεξίας, τῆς τῶν δαιμο‐ νίων ὠμότητος, κεκλήμεθα δὲ πρὸς ἐλευθερίαν διὰ Χριστοῦ. οὐκοῦν ὡς ἠγορασμένοι καὶ τῷ πριαμένῳ τὴν ἑαυτῶν ὀφείλον‐ | |
5 | τες ζωὴν, μὴ γίνεσθέ φησι δοῦλοι ἀνθρώπων. καὶ οὔτι φαμὲν ὡς τῆς κατὰ σάρκα δουλείας ἀποπηδᾶν ἀναπείθει, διδάσκει δὲ μᾶλλον ἐκεῖνο καὶ μάλα ὀρθῶς μὴ δουλεύειν τοῖς ἀποφέρειν τοὺς πεπιστευκότας ἐπιχειροῦσιν εἰς νομικὴν παρατήρησιν, καὶ τῆς ἀρχαίας ἀπάτης ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλου‐ | |
10 | στέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπεί‐ θουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις ἑλέσθαι πληροῦν συμβουλεύουσιν. ἐπειδὴ τοίνυν, φησὶ, τιμῆς ἠγοράσθητε, καὶ “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ “ἐλυτρώθητε, τιμίῳ δὲ μᾶλλον αἵματι ὡς ἀμνοῦ ἀμώμου | |
15 | “καὶ ἀσπίλου Χριστοῦ,” τοῖς αὐτοῦ μᾶλλον ὑποταττώμεθα νόμοις. Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἐπειδὴ οἱ πιστοὶ τῶν ἐν Κορίνθῳ ἦσαν πεπεισμένοι ὅτι Θεὸς κατὰ φύσιν εἷς καὶ μόνος, καὶ ὅτι τὰ εἴδωλα οὐ θεοὶ, | |
20 | καὶ κατεγέλων τῶν θυόντων αὐτοῖς λέγοντες οὐδὲν ὅλως εἶναι τὸ ἱερόθυτον, καὶ ἤσθιον ἀδιακρίτως ταῦτα οὐδένα μολυσμὸν ἐκ τούτου λογιζόμενοι· ἐσκανδάλιζον δὲ τοὺς ἀσθενεῖς τοὺς νομίζοντας μὴ προσκρούειν Θεῷ εἰ τὰς τῶν εἰδώλων τιμή‐ σειαν ἑορτάς· τούτου χάριν ἀνακόπτει ταύτας ὁ Παῦλος, | |
25 | μονοτρόπους εἶναι θέλων τοὺς πιστοὺς μόνῳ τῷ παναγίῳ | |
λατρεύοντας Θεῷ. | 275 | |
276 | Οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Τοῖς ὅλως οὐκ εἰδόσι τὰ εἴδωλα, ἢ καὶ εἰδόσιν ἀκριβῶς ὅτι ξύλα εἰσὶ καὶ λίθοι ψιλὰ, οὐδὲν εἴδωλον ἐν κόσμῳ, οὐδὲ γὰρ ὅλως ἀξιοῦσι ταῦτα λόγου τινὸς, ἀλλ’ οὕτω φρονοῦντες, | |
5 | εἰς ἕνα πιστεύουσι Θεὸν καὶ Πατέρα ἐξ οὗ τὰ πάντα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν δι’ οὗ τὰ πάντα. ἔχοντος· τὴν τῆς κυριότητος δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ τεχθέντος ἐξ αὐτοῦ τὴν ὑπεροχὴν τοῦ τεκόντος αὐτὸν, ὡς ἐν ἰδίᾳ φύσει ὑπάρχοντός τε καὶ νοουμένου Θεοῦ, οὐ κατὰ μέθεξιν τὴν ἐν | |
10 | Πνεύματι θεοὶ καὶ κύριοι κέκληνται πολλοὶ, ἥνπερ γνῶσιν ὀλίγοι ἔχουσιν. Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί. Κατὰ τὸ ἀξιωθῆναι τῆς τοῦ Ἁγίου Πνεύματος μετοχῆς, θεοὶ καὶ κύριοι κέκληνται πολλοί· καὶ τὴν μυστικὴν ταύτην | |
15 | γνῶσιν ὀλίγοι ἔχουσιν. οἱ μὲν γὰρ ἄπιστοι πολλοὺς ἔτι νομίζουσι θεοὺς, τινὲς δὲ καὶ τῶν εἰς Χριστὸν πιστευσάντων ὁλοτρόπως οὐκ ἀφίστανται τῶν τῆς εἰδωλολατρείας ἐθῶν. Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. | |
20 | Τῶν εἰς Χριστὸν πιστευσάντων τινὲς ὁλοτρόπως οὐκ ἀποστάντες τῆς εἰδωλολατρείας, ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. ἀπὸ γὰρ ἀσθενοῦς ψυχῆς, ἴσως καὶ νομί‐ ζουσιν ὠφελεῖν αὐτοὺς τῷ μετασχεῖν ἱερῶν θυσιῶν ἀγγεύ‐ σασθαι καὶ βρῶσιν ποιεῖσθαι τὸ ἱερόθυτον. ἀναγκαῖον δὲ | |
25 | τοὺς ἀσθενεῖς πνευματικαῖς διδασκαλίαις ψυχαγωγεῖν, οὐ μὴν τὸ ἀδιαφόρως ἐσθίειν καὶ τοῖς ἀπίστοις συγκατακεῖ‐ | |
σθαι. | 276 | |
277 | Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἀδιαφοροῦντες περὶ τὸ ἐσθίειν τὰ ἱερόθυτα καὶ συνανα‐ κεῖσθαι τοῖς ἀπίστοις ἐν τοῖς ἱεροῖς, σκανδάλου πρόφασιν | |
5 | ἐποιοῦντό τισι τῆς ἑαυτῶν ἑδραιότητος τὴν ἐπίδειξιν. δεῖ γὰρ οὐκ ἐφ’ ἅπασιν οὔτε ἔξω καιροῦ καὶ ἀδιακρίτως τῇ τῆς πίστεως ἐξουσίᾳ κατακεχρῆσθαι, πάντα δὲ μᾶλλον εὐσχη‐ μόνως πρέποι ἂν γίνεσθαι πρὸς ἡμῶν. Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν | |
10 | τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Σκανδαλίζοντες ἀδελφοὺς, εἰς αὐτὸν πλημμελήσομεν τὸν ὑπὲρ τῆς ἁπάντων ἡμῶν σωτηρίας τεθνεῶτα Χριστὸν, οὗ τί ἂν γένοιτο τὸ ἰσοστατοῦν ἀδίκημα; ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, καὶ γέγονεν ἡμῶν ἁμαρτία τὸ ἀγαθὸν, καὶ | |
15 | σκάνδαλον ἀδελφοῖς ἡ τῆς πίστεως ἑδραιότης, καὶ βόθρος ἡ γνῶσις. Παγχάλεπον τὸ πρᾶγμα· μόνον γὰρ οὐχὶ ταῖς τῶν ἀδελ‐ φῶν ἀσθενείαις ἐνάλλεσθαι καὶ οὐχὶ μᾶλλον ἐν σπουδῇ ποιεῖ‐ σθαι τὸ ἀσθενὲς αὐτῶν συνειδὸς ἐπιῤῥῶσαι· δεῖ γὰρ “μὴ | |
20 | “τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον,” ἐννοοῦντας τὸ γεγραμμένον “Μὴ καταφρονεῖτε ἑνὸς τῶν μικρῶν τούτων, “ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον “τοῦ Πατρός.” εἶτα πῶς οὐ παγχάλεπον καὶ πρὸς αὐτῶν ἡμᾶς κατηγορεῖσθαι τῶν ἁγίων ἀγγέλων, ὡς ταῖς ἀδελφῶν | |
25 | ἀσθενείαις μονονουχὶ καὶ ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι | |
συνειδός; | 277 | |
278(1t) | ΤΟΜΟΣ Δ ΛΟΓΟΣ Γ. | |
2 | Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν. Παραγγείλας ὁ Παῦλος μὴ ἐσθίειν ἱερόθυτα τοῖς δῆθεν | |
5 | τελείαν ἔχουσι γνῶσιν, πειρᾶται λοιπὸν ἀναπείθειν ἐκ τῶν τοῖς ἀρχαιοτέροις συμβάντων, ὅτι τὸ χρῆμα οὐκ ἔστιν ἐπώ‐ φελες, ἀλλὰ μᾶλλον ἐπισφαλὲς, καὶ ὅτι τοῖς ἀδικεῖν εἰωθόσιν ἐπιπηδᾶν οὐκ ἀζήμιον· ἀποκομίζει γὰρ εἰς τὸ δρᾶν ἃ μὴ θέμις, καταδονουμένης εὐκόλως τῆς ἀνθρώπου διανοίας ἐφ’ | |
10 | ἃ μὴ προσῆκε κατὰ βραχύ. δέχεται τοίνυν οὐκ ἀκαλλῆ τοῦ πράγματος εἰκόνα, μᾶλλον δὲ καὶ λίαν ἐμφερεστάτην, τὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ συμβεβηκότα κατὰ τὴν ἔρημον· ἀποδεικνύοι δὲ καὶ μάλα γοργῶς, ὅτι τὸ συζῆν ἐθέλειν ἀπί‐ στοις οὐδ’ ἂν αὐτοῖς γένοιτο τοῖς ἐρηρεισμένοις ἀζήμιον. ὃ | |
15 | δὲ λέγει, τοῦτό ἐστιν· ἐτελειοῦντο διὰ τῆς νεφέλης ἐν τῇ θαλάσσῃ, μέσης ἐπηρτημένης αὐτοῖς τῆς νεφέλης, μεσιτεύ‐ οντος Μωσέως, οἱ τῆς δουλείας ἀπηλλαγμένοι· ἔφαγον τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, ἔπιον τὸ πόμα τὸ ζωοποιόν· πεπότικε γὰρ αὐτοὺς ὁ Χριστὸς αὐτὸς ὢν ἡ πέτρα· καὶ γάρ ἐστιν | |
20 | ἄθραυστος ὡς Θεὸς κἂν εἰ πέπονθεν ἑκὼν τοῦ θανάτου τὴν ἔφοδον. πνευματικοῦ δὲ πράγματος προανατυπώσεις εἶναί φαμεν τὰ τοιαῦτα· καὶ τί μετὰ τοῦτο τοῖς ἀρχαιοτέροις συνέβη; προσκεκρούκασι δὲ τίνα τρόπον; ἐβεβηλώθησαν ἐν Σαττὶ, λελατρεύκασιν εἰδώλοις, ἐτελέσθησαν τῷ Βεελφεγώρ. | |
25 | ἄθρει δὴ οὖν ὅπως οἱ ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ βε‐ βαπτισμένοι, καίτοι φάγοντες τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ | |
πόμα πίοντες τὸ πνευματικὸν συνεπλάκησαν μὲν τοῖς εἰδω‐ | 278 | |
279 | λολάτραις· ἐπειδὴ δὲ συνέστιοί τε ἦσαν αὐτοῖς, καὶ τραπέζης ἥπτοντο τῆς εἰδωλικῆς, εὐπαράφοροί τε ἦσαν εὐθὺς καὶ παρώλισθον εἰς ἀπόστασιν, καὶ συνεχόρευον γυναιξίν “Καὶ “ὁ λαὸς συνιὼν συνεπλέκετο μετὰ πόρνης,” κατὰ τῆν τοῦ | |
5 | προφήτου φωνήν· τοῦτο γάρ ἐστι τὸ καὶ ἀνέστησαν παίζειν· ἐπισφαλὲς οὖν ἄρα τὸ συνδιαιτᾶσθαι πονηροῖς καὶ ἀπίστοις· καὶ γοῦν ἔφη που Σολομῶν “Ὁ συμπορευόμενος σοφοῖς “σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθή‐ “σεται.” | |
10 | Καὶ ἡμεῖς γὰρ πρὸ τῆς εἰς Χριστὸν πίστεως, ταῖς τῶν δαιμονίων πλεονεξίαις ὑπεζευγμένοι δεδουλεύκαμεν τῷ νοητῷ Φαραῷ, τουτέστι τῷ ἀρχεκάκῳ σατανᾷ· ἐπονοῦμεν αὐτῷ μάτην οἷα πηλῷ καὶ πλινθείᾳ τοῖς τῆς σαρκὸς ἔργοις ἐμβε‐ βηκότες· ἐξείλετο δὲ καὶ ἡμᾶς ὁ “μεσίτης Θεοῦ καὶ ἀνθρώ‐ | |
15 | “πων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον “ὑπὲρ πάντων·” διεβίβασε καὶ ἡμᾶς οἷά τινα θάλασσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, τετελείωκε διὰ τοῦ ἁγίου βαπτίσματος· αὐτὸς γάρ ἐστιν ἡ ἄνωθέν τε καὶ νοητὴ νεφέλη, ἡ τοῦ ζῶντος ὕδατος τοῖς ἀγαπῶσιν αὐτὴν ποιου‐ | |
20 | μένη τὴν χορηγίαν· ὕδωρ δὲ ζῶν τὸ Πνεῦμά ἐστιν· καὶ γοῦν ἔφη ὁ Χριστός “Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ “γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος “ζῶντος,” διατρανῶν δὲ τὸ εἰρημένον ὁ θεσπέσιος εὐαγ‐ γελιστὴς, προσεπήγαγεν εὐθὺς τοῖς περὶ τούτου λόγοις | |
25 | “Τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἤμελλον λαμβάνειν “οἱ πιστεύοντες εἰς αὐτόν·” ἐφάγομεν καὶ ἡμεῖς ἄρτον ἀληθῶς τὸν ζωοποιὸν, ἐπίομεν πόμα τὸ πνευματικὸν, καθά‐ | |
περ ἀμέλει κἀκεῖνοι τὸ ὕδωρ ἐκ πέτρας· ἡ πέτρα δὲ ἦν ὁ | 279 | |
280 | Χριστὸς, ὃς καὶ ἡμῖν αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμ‐ μιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγει τὴν ἐν τοῖς ἀριθμοῖς διδάσ‐ | |
5 | κων ὅτι ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ βεβαπτισμένοι, καὶ τῶν τροφῶν τῶν πνευματικῶν ἀξιωθέντες, ἐπειδὴ συνέφαγον τοῖς εἰδωλολάτραις, ὠλίσθησαν. τὸ δὲ ἀνέστησαν παίζειν, ἀντὶ τοῦ πορνεύειν μετὰ τῶν μαδιανιτῶν γυναικῶν. Συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. | |
10 | Διὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ· γνωστικὴ γάρ· ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίαν μιμούμενος ὃ μὴ γινώκη καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. | |
14t | ΤΟΜΟΣ Δ ΛΟΓΟΣ Δ. | |
15 | Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἐπειδή τινες τῶν ἐν Κορίνθῳ νεοπαγεῖς τὸν τῆς προσευ‐ χῆς ἀγνοοῦντες τρόπον εἰσοικισάμενοι μὲν τὴν πίστιν, οὐ μὴν ἔτι καὶ ἠκριβωκότες τίνα χρὴ τρόπον εἰς οἶκον ἰέναι | |
20 | Θεοῦ· προσῄεσαν μὲν προσευξόμενοι τῷ Θεῷ καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσκομίσαντες λιτὰς, εἶτα τοῦτο εὑρὼν ἐν ἀκαλλεστάτῳ σχήματι· ἄνδρες γὰρ τῶν ἐξ ἔθους περιβλη‐ μάτων οὐκ ἀπογυμνοῦντες τὰς κεφαλὰς ἐποιοῦντο τὴν | |
πρόσοδον, γύναια δὲ ὁμοίως ἀκατασκίαστόν τε καὶ ἀναμφίε‐ | 280 | |
281 | στον ἔχοντα τὴν τρίχα προσῄεσαν τῷ Θεῷ, μονονουχὶ κατα‐ βοώσης ἀμφοῖν τῆς φύσεως· δεδώρηται γὰρ ἀνδρὶ μὲν τὴν παῤῥησίαν, αἰδοῖ δὲ τὸ γύναιον συστέλλει πρὸς εὐκοσμίαν. ἐπειδὴ δὲ ἦν ἀκόλουθον λογισμοῖς αὐτοὺς ἀναγκαίοις ἐκδυ‐ | |
5 | σωπεῖν εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ἃ χρὴ, καὶ οἱονεί τινα βραβευτὴν τοῦ ἑκατέρῳ πρέποντος τὸν τῆς φύσεως ποιεῖσθαι νόμον, πειρᾶται ὁ Παῦλος ἐκ τοῦ φυσικοῦ νόμου πεῖσαι φρονεῖν ἃ χρὴ, καὶ ἄνεισιν ἐπὶ τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν. κεφαλὴν ἐνθάδε φησὶ τὸ ἀρχέτυπον | |
10 | κάλλος, οὗ τὴν εἰκόνα καταπλουτούντων ὠνομασμένων ἕ‐ καστον νοοῖτ’ ἂν εἰκότως, καὶ οὐσιώδη πως τὸν τῆς εὐγενείας, εἴτ’ οὖν ἑτέρως ὁμοφυΐας, διακληρώσασθαι τρόπον. γέγονε μὲν γὰρ ὁ πρῶτος ἄνθρωπος, τουτέστιν Ἀδὰμ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ· οὕτως γάρ που φησὶν ὁ τῶν ὅλων δημι‐ | |
15 | ουργός “Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.” οὐκοῦν ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστὸς, ἀρχέτυπος μὲν ὡς Θεὸς, φύσεως δὲ νόμῳ τῆς καθ’ ἡμᾶς καὶ ὁμοειδὴς ὅτε πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς ὢν ὁ Λόγος, καὶ γοῦν υἱὸν ἑαυτὸν ἀνθρώπου κατονομάζεται πανταχοῦ καίτοι τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν | |
20 | ἀπόῤῥητον ἔχων· γέγονε λοιπὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου τουτέστιν Ἀδὰμ ἡ γυνὴ, ἔκφυλος δὲ οὐδαμῶς, ὁμοφυὴς δὲ μᾶλλον καὶ ὁμοειδὴς αὐτῷ· καὶ τοῦτο αὐτὸς διω‐ μολόγηκεν ἐναργῶς ὁ προπάτωρ Ἀδὰμ φήσας “Τοῦτο νῦν “ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου,” | |
25 | καὶ τὰ ἑξῆς. Ἐπειδὴ δέ τινες γενητὸν λέγουσι τὸν Υἱὸν, ὡς καὶ τὰ λοιπὰ κτίσματα, ὧν, φησὶν, ἐστὶ κεφαλὴ ὁ Χριστός· κεφαλὴ | |
γὰρ παντὸς ἀνδρὸς ὁ Χριστός· διενθυμεῖσθαι δεῖ καὶ πρό γε | 281 | |
282 | τῶν ἄλλων αὐτοὺς ὅτι τῆς βλασφημίας ἡ δύναμις, οὐ τῆς ἐφ’ Υἱῷ θεωρίας ἅψεται μόνης, διελάσει δὲ ὥσπερ ἀσχέτῳ διάττουσα δρόμῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα· καὶ τίνα τρόπον, ἐρῶ. εἰ γὰρ εἶναι γενητόν φασιν, καὶ τοῖς κτίσμασιν ἐναρίθ‐ | |
5 | μιον ἡγεῖσθαι πρέπειν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἐπείπερ ἐστὶ κεφαλὴ παντὸς ἀνδρὸς, πῶς οὐκ ἂν νοοῖτο κατὰ τὸν ἴσον τρόπον κτιστὸς καὶ πεποιημένος ὑπάρχειν καὶ αὐτὸς ὁ Πατὴρ, εἴπερ ἐστὶ κεφαλὴ τοῦ Υἱοῦ σχέσιν ἔχοντος οὐσιώδη τὴν πρὸς ἡμᾶς, ἤτοι πρὸς κτίσματα; ὡς γὰρ αὐτοί φασι, πάντη | |
10 | τε καὶ πάντως ἡ κεφαλὴ τῷ λοιπῷ σώματι φυσικοῖς εἰς ταυτότητα συνδεῖται νόμοις· οὐκοῦν ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ εἰς αὐτὸν ἥξει τὸν Θεὸν καὶ Πατέρα τὸ πρὸς πάντα ἄνδρα συγγενές· πῶς οὖν ἔτι τὴν τῶν γεγονότων ὑπερνή‐ χεται φύσιν; ἢ τίνα ζητήσωμεν τὸν ὅλων Δημιουργόν; | |
15 | ἀλλ’ οὐ ταῖς ἐκείνων ἀβελτερίαις ἑψόμεθα· πόθεν; ἀγένητον δὲ εἶναι πιστεύομεν ὡς ἐξ ἀγενήτου Πατρὸς τὸν ἐξ αὐτοῦ φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθρώποις ὁμόφυλα | |
20 | κατά γε τὸ ἀνθρώπινον εἰς “κεφαλὴν τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ “τὸ σῶμα αὐτοῦ·” πρωτεύει γὰρ αὐτὸς ἐν πᾶσι κατὰ τὴν τοῦ Παύλου φωνήν. Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ κ.τ.λ. | |
25 | Ὁρᾷς ὅπως τοῦ ἑκατέρῳ πρέποντος βραβευτὴν ποιεῖται | 282 |
283 | καὶ ὁριστὴν τὸν τῆς φύσεως νόμον; ἀνδράσι μὲν γὰρ ἡ παῤῥησία πρεπωδεστάτη, γυναικὶ γεμὴν τὸ ἐγκαλύπτεσθαι κόσμος· οὐκοῦν ὕβρις εἰς τὸ ἀρχέτυπον εἴη ἂν καὶ μάλα εἰκότως, τῆς εἰκόνος τὸ ἀκαλλές· εἰ γάρ ἐστιν ἀνὴρ εἰκὼν καὶ | |
5 | δόξα Θεοῦ, πεποίηται γὰρ κατὰ τὰς γραφὰς οὕτως, σωζέτω Θεῷ τὴν πρέπουσαν παῤῥησίαν, ἀκατακάλυπτον ἔχων τὴν κεφαλὴν, καὶ οὐκ ἐπιτιμώσης αὐτῷ τῆς φύσεως εἴς γε τὸ ἐκκαλύπτεσθαι δεῖν· ἐλεύθερον γὰρ τὸ θεῖον καὶ πέρα μώμου παντὸς, ἰδίᾳ τε δόξῃ καταπλουτοῦν καὶ τεθαυμασμένον. καὶ | |
10 | εἴπερ ἐστὶν ἡ γυνὴ καθ’ ὁμοίωσιν ἀνδρὸς, καὶ εἰκὼν εἰκόνος, καὶ δόξης δόξα, νομοθετεῖ δὲ αὐτῇ καὶ τὸ κομᾶν ἡ φύσις, τί τὸ πρῶτον φιλονεικεῖ τὸ ὑστερίζον ἐν χάριτι; κατ’ εἰκόνα μὲν γὰρ καὶ αὕτη καὶ ὁμοίωσιν Θεοῦ, πλὴν ὡς διὰ μέσου τοῦ ἀνδρὸς, ὥστε κατά τι παραλλάττοι βραχὺ τὴν φύσιν· οὐ | |
15 | γράψομαι αἰδοῖ περιστέλλουσαν, ὡς ἔνι, τὸ ζῷον καὶ στεφα‐ νοῦσαν τῇ κόμῃ· τὸ γάρ τοι παῤῥησιάζεσθαι, γυναιξὶν οὐκ ἀζήμιον. οὐκοῦν κατακαλυπτέσθω φησὶ διὰ τοὺς ἀγγέλους, δῆλον δὲ ὅτι τοὺς ταῖς ἐκκλησίαις ἐνιδρυμένους παρὰ Θεοῦ. οὐχ ὅτι πάσχουσί τι ἐν τῷ ὁρᾶν γυναῖκας· ἄνθρωποι μὲν | |
20 | γὰρ τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς ἔχοντες σῶμα, καὶ ταῖς ἐμφύτοις ἡδοναῖς πρὸς τὰ αἰσχίω κατωθούμενοι, πάθοιεν ἂν τὸ βλάβος, ταῖς γυναίων ὥραις ἐφ’ ἃ μὴ πρόσηκεν ἐρεθιζό‐ μενοι· περὶ δέ γε τῶν ἁγίων ἀγγέλων, τί ἄν τις ἔχοι τοιοῦ‐ τον ἢ νοεῖν ἢ φράσαι; ἅγιοι γάρ εἰσι καὶ ῥύπου παντὸς | |
25 | ἀμείνους ὅτι καὶ ἔξω σαρκὸς λεπτοῖς τε καὶ νοητοῖς καὶ τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον κεχρημένοι σώμασιν· ἀλλ’ ὅτι δυσφοροῦσι λίαν εἰ ἀμελοῖτο πρός τινος ὁ τοῦ πρέποντος νόμος. πρέποι δὲ γυναιξὶ τὸ κατακαλύπτεσθαι· καὶ τούτου | |
μάρτυς ἡ φύσις· ἡ γὰρ κόμη φησὶν ἀντὶ περιβολαίου δέδοται | 283 | |
284 | αὐτῇ. τηρείσθω τοίνυν καὶ ἐπ’ αὐτῷ τὸ πρέπον διὰ τοὺς εἰδότας ὑπὲρ ἡμᾶς τὴν τοῦ δημιουργήσαντος βούλησιν. Χρῆται γεμὴν ὁ θεσπέσιος Παῦλος εὐτεχνίᾳ πάλιν ἑτέρᾳ· ἔφη μὲν γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ πεποιῆσθαι τὸν | |
5 | ἄνδρα· κατόπιν δὲ τῆς αὐτοῦ τιμῆς τε καὶ δόξης οἷον ἐῤῥί‐ φθαι τὸ θῆλυ, διισχυρίσατο σαφῶς ἐπάγων τὸ ἑξῆς Ἡ γυνὴ γάρ φησι δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· εἶτα περιστέλλων εὖ μάλα ἐφ’ οἷς ἦν εἰκὸς λυπεῖσθαι τὸ θῆλυ, προσεπάγει καί φησι | |
10 | Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικός. γέγονε μὲν γὰρ ὁμολογουμένως ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ τοῦτό ἐστιν ἀληθές· εὕρηται γεμὴν εἰς ἀνδρὸς γένεσιν οὐκ ἀσυντελής· συνενεγκοῦσα δὲ ἄμφω πρὸς ἓν ἡ φύσις, ἀλλήλων ἐν χρείᾳ κατεστήσατο οἰκονομικῶς συνείρουσα πρὸς ἀγάπην· Θεὸς | |
15 | δὲ ὅτι τῶν ὅλων ἐστὶν ὁ δημιουργὸς, προσεμπεδοῖ λέγων Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, παρῆκται γὰρ εἰς τὸ εἶναι τὰ πάντα | |
διὰ Χριστοῦ. | 284 | |
285(1t) | ΤΟΜΟΣ Ε. | |
2t | ΛΟΓΟΣ Α. | |
3 | Οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν κ.τ.λ. Ὁ ΚΥΡΙΟΣ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν | |
5 | ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τού‐ τοις τό “Ἐκεῖνος ἐμὲ δοξάσει.” συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς ὅτι δοξάζει Χριστὸν τὸ Πνεῦμα αὐτοῦ, καὶ σοφοὺς ἀποτελοῦν τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ αὐτὸν τοῖς ἁγίοις ἐνοι‐ κίζον δι’ ἑαυτοῦ· ἔστι γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος· | |
10 | δοξάζει δὲ καὶ ἑτέρως, ἐνεργεῖ γὰρ τὰ εἰς δόξαν αὐτοῦ διὰ χειρὸς ἁγίων· εἰ δὲ δοξάζει τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ, πῶς ἂν εἰς αὐτὸν δυσφημήσειέν τις λαλῶν ἐν Πνεύματι; ἐρεῖ γὰρ μᾶλλον ὅτι Κύριος Ἰησοῦς. οὐκοῦν οἱ τῇ κτίσει συντάτ‐ τοντες τὸν δι’ οὗ τὰ πάντα παρῆκται πρὸς γένεσιν, ἀμέτοχοι | |
15 | παντελῶς εἶεν ἂν τοῦ Ἁγίου Πνεύματος· λέγουσι γὰρ ἐναρ‐ γῶς Ἀνάθεμα Ἰησοῦς· οἱ δὲ ὁμολογοῦντες ὅτι Θεὸς καὶ Κύριος Ἰησοῦς, εὐσεβῶς ἐξ αὐτοῦ μαρτυρηθήσονται τοῦ πράγματος, ὅτι τῆς ἐπ’ αὐτῷ θεοπτίας τὴν γνῶσιν μεμυ‐ σταγώγηνται διὰ Πνεύματος· “τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, | |
20 | “καὶ τὰ βάθη τοῦ Θεοῦ.” εἰδὼς δὲ τὸ Πνεῦμα τὰ ἐν Θεῷ κεκρυμμένα, ταῖς τῶν ἁγίων αὐτὰ διαπορθμεύει ψυχαῖς, καὶ | |
ἀπλανῆ καὶ ἀμώμητον αὐταῖς ἐνίησι γνῶσιν. καὶ τούτου | 285 | |
286 | μάρτυς αὐτὸς ὁ θεσπέσιος Παῦλος προστιθείς τε καὶ λέγων Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαι‐ ρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνερ‐ γημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. | |
5 | ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων, καὶ τοῖς τῆς βασιλείας ἐμπρέποντες θρόνοις, διαφόροις τιμαῖς τοὺς τῶν ἰδίων ὑπασπιστῶν στεφανοῦσι γνησιωτέρους, οὕτως ἡ ἁγία τε καὶ ὁμοούσιος Τριὰς τοῖς ἐξ ὑγιοῦς καρδίας καὶ φρενὸς ὁλοτελοῦς ἀγαπῶσιν αὐτὴν, ἀμφιλαφῆ διανέμει τῶν | |
10 | ἄνωθεν ἀγαθῶν τὴν κτῆσιν, δι’ ἑνὸς τοῦ Πνεύματος ὡς διὰ Χριστοῦ παρὰ τοῦ Πατρός· πάντα γὰρ παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. Ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας κ.τ.λ. | |
15 | Οἶδεν γὰρ οἶδεν καιροὺς τοὺς ἑκάστῳ πρέποντας τῶν παρ’ αὐτοῦ δρωμένων, “ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς “σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι,” κατὰ τὸ γεγραμ‐ μένον· ποῖα γεμὴν χαρίσματα καὶ ποῖαί τινες αἱ διανομαὶ, καὶ μὴν καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, διαλευκαίνει | |
20 | λέγων Ὧι μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· σοφίας δὲ λόγος, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ὁ “ἐν ἀνοίξει “τοῦ στόματος,” ὁ πρόχειρός τε καὶ εὔρους καὶ ὡς ἀπὸ γλώσσης ἰὼν τῆς ἄγαν εὐτροχωτάτης. ἄλλῳ δὲ λόγος γνώ‐ σεως· εἰσὶ γὰρ τῶν ἐν ἡμῖν τινες, οἱ τὸ πρόχειρον μὲν εἰς | |
25 | λόγους οὐκ ἔχοντες, καὶ τοῦ φράζειν εὐκόλως δύνασθαι τὴν παῤῥησίαν οὐ κεκτημένοι, βαθεῖς γεμὴν ἄγαν εἰς σύνεσιν, νουνεχέστατά τε καὶ λίαν ἴσχνως τοῖς ἱεροῖς προσβάλλοντες | |
λόγοις, καὶ μυσταγωγεῖν ἑτέρους οἷοί τε καὶ τὰ τῶν θεωρημά‐ | 286 | |
287 | των ἀντικαταψιλοῦντες εὐκόλως. ἀλλὰ καὶ τῆς σοφίας ὁ λόγος καὶ μέντοι τῆς γνώσεως δι’ ἑνὸς τοῦ Πνεύματος τοῖς ἑλεῖν ἀξίοις χορηγεῖται παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ· λόγος γνώσεώς ἐστιν ὅταν τις οἶδε τὸν νοῦν τῶν θείων λογίων καὶ | |
5 | ἱκανὸς ἀναπτῦξαι νοήματα, εὐφραδῶς δὲ ταῦτα διδάξαι οὐ δυνάμενος. καὶ τοῦτο δὲ κἀκεῖνο δι’ ἑνὸς τοῦ Πνεύματος τοῖς ἀξίοις χορηγεῖται παρὰ Πατρὸς δι’ Υἱοῦ, ὃς διαιρεῖν λέγεται τὰς διακονίας· οὓς μὲν γὰρ τῶν ἁγίων ἀποστόλων διακη‐ ρύττειν ἐκέλευσε τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸν τῆς πίστεως | |
10 | λόγον· ἑτέρους δ’ αὖ ταῖς τῶν ἐθνῶν ἀπονενέμηκε χώραις. ἐνήργηκε δὲ καὶ τοῦτο διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ γοῦν ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων γεγραμμένον εὑρή‐ σομεν ὅτι “Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευ‐ “όντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν | |
15 | “Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι “αὐτούς·” τέθειται δὲ ὁ θεσπέσιος Παῦλος εἰς ἀποστολὴν ἐθνῶν, καὶ ταύτην ἔλαχεν τὴν διακονίαν· καὶ πιστώσεται γράφων αὐτός “Ἐφ’ ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, “τὴν διακονίαν μου δοξάζω.” οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς | |
20 | τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγιον μετ’ ἐξουσίας· Πνεῦμα γάρ ἐστι τοῦ Υἱοῦ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, τουτέστι τὰς διὰ τῶν ἁγίων θεοσημίας, ὁ αὐτὸς ἡμῖν ἀποπεραίνει Θεός· πάντα γὰρ, ὡς ἔφην, παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι, καὶ ἐφ’ ἅπασι τοῖς κατορθου‐ | |
25 | μένοις ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς δοξάζεται. ἄθρει γὰρ | 287 |
288 | ὅπως ἄρχεται μὲν ἀπὸ τοῦ Πνεύματος ὡς ὄντος ἐν ἡμῖν καὶ τὴν τῶν θείων χαρισμάτων ἐνεργοῦντος διανομήν· ἀναβι‐ βάσας δὲ τὸν λόγον ἐπὶ τὸν Υἱὸν, ὅς ἐστιν Υἱὸς κατὰ φύσιν, ἄνεισιν οὕτω λοιπὸν ἐπὶ τὸν Πατέρα, τὴν διὰ τοῦ Πνεύματος | |
5 | ἐνέργειαν διὰ μέσου τοῦ Υἱοῦ προσνέμων αὐτῷ. Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι. Πίστις ἐν τούτοις εἴη ἂν, καθάπερ ἐγῷμαι, ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑδραιότης καὶ ὧν ἂν βούλοιτο Θεός· φαμὲν γὰρ οὕτω γενέσθαι πιστὸν “ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ” | |
10 | τὸν ἱεροφάντην Μωσέα· οὐ γὰρ τὸ χρῆναι πιστεῦσαι μόνον ὅτι φύσει καὶ ἀληθῶς εἷς ἐστι τῶν ὅλων Θεὸς, πίστις ἂν νοοῖτο καὶ λέγοιτο, ἀλλὰ τὸ εὖ βεβηκέναι κατὰ ψυχὴν, “καὶ “ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ” κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ | |
15 | προσῄεσάν ποτε τῷ Χριστῷ λέγοντες ἐναργῶς “Πρόσθες “ἡμῖν πίστιν.” δίδοται δὲ πρὸς τούτῳ καὶ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι. καί μοι πάλιν ἐπιτήρει λεπτῶς· τοῦ γὰρ Πνεύματος διανέμειν λεγομένου τὰ τῶν ἰαμάτων χαρίσματα, Χριστός ἐστιν ὁ διδούς· δέδωκε γὰρ τοῖς ἁγίοις | |
20 | ἀποστόλοις “ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε “ἐκβάλλειν αὐτά·” καὶ δὴ καὶ ἔφασκεν “Ἀσθενοῦντας θερα‐ “πεύετε, καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, καὶ δαι‐ “μόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.” αὐτοῦ δὲ δὴ πάντως καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, πλὴν ἐν Πνεύ‐ | |
25 | ματι τῷ ἑνί· οἷον ἔῤῥιψεν ὁ Μωσῆς τὴν ῥάβδον εἰς γῆν καὶ γέγονεν ὄφις, μετεσκεύασεν εἰς αἷμα τοὺς ποταμοὺς, ἐξήγα‐ | |
γεν ὕδωρ ἐκ πέτρας· τετελέκασι δὲ πλεῖστα ὅσα καὶ πέρα | 288 | |
289 | λόγου καὶ θαύματος οἱ μακάριοι προφῆται· ταῦτα δὲ εἶναί φαμεν τὰ τῶν δυνάμεων ἐνεργήματα δι’ ἑνὸς τοῦ Πνεύματος· ἀλλὰ καὶ προφητεύει τις ἕτερος, πλὴν οὐ δίχα τοῦ Πνεύ‐ ματος· ἔχει δέ τις καὶ διακρίσεις πνευμάτων, πλὴν ἐν αὐτῷ | |
5 | τῷ Πνεύματι· ποίων δὲ πνευμάτων, εἴρηται πρότερον· δι‐ δόναι γεμὴν καὶ ἑτέροις ἰσχυρίζεται τὸ εἰδέναι γένη γλωσσῶν, καὶ μέντοι καὶ ἑρμηνείας· χάρισμα δὲ τοῦτό φαμεν ἴδιον καὶ ἐν καιρῷ καὶ χρείᾳ τισὶν οἰκονομικῶς κεχορηγημένον. Ἀλλ’ οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ | |
10 | εἰδότες αὐτὰς, οἱ δὲ συνῆσαν διερμηνεύοντες καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γεμὴν ὁ θεσπέσιος Παῦλος τοῖς τὸ τηνικάδε διισχυ‐ ρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς ἐν μοίρᾳ χαρίσματος, ἀλλ’ ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προφητι‐ | |
15 | κὸν παρετίθει λόγιον οὕτως ἔχον “Ὅτι ἐν ἑτερογλώσσοις “καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ “ὡς πιστεύσουσιν.” ἐνεργεῖ δὲ διαφόρως ἐν ἑκάστῳ τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν. ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, | |
20 | οὕτω καὶ ὁ Χριστὸς ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκ‐ κλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν τελεωτάτην ἔχει τὴν σύστασιν. ταύτῃτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ περιεστάλθαι φησὶν αὐτὴν “ἐν ἱματισμῷ διαχρύσῳ” περιπεποικιλμένῳ, τὸ τῶν χαρισμάτων οἶμαι πολυειδὲς καὶ | |
25 | τίμιον ὡς ἔν γε τούτῳ σημαίνων. | |
Ὅτι τοίνυν ἔμελλον οἱ τῆς ὑφ’ ἡλίῳ μυσταγωγοὶ γλώσσῃ | 289 | |
290 | τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλο‐ νότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς· ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰουδαίαν, Ἑβραῖοι τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ | |
5 | Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκού‐ σης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ ὅτι “ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς” | |
10 | καὶ τὰ ἑξῆς· ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν, συνίεσαν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσ‐ σαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν | |
15 | ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συνα‐ γορεύειν δόγμασιν, ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκη‐ ρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις. | |
20 | Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ κ.τ.λ. Ἡνώμεθα γὰρ ἀλλήλοις, σύσσωμοί τε γεγόναμεν ἐν Χριστῷ, συνεγείραντος ἡμᾶς καὶ μονονουχὶ συνδέοντος διὰ τοῦ ἑνὸς καὶ ἐν πᾶσιν Ἁγίου Πνεύματος, ὃ καὶ ἐν πόματος τάξει ζωοποιοῦ πεποτίσμεθα. καὶ γοῦν ἔφη Χριστὸς ὅτε | |
25 | πρὸς τὸ γύναιον ἐποιεῖτο τοὺς λόγους τὸ ἐπὶ τῇ πηγῇ τοῦ Ἰακώβ “Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς “δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται “ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.” ἔφη δέ που καὶ πρὸς Ἰουδαίους “Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς | |
30 | “εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν | 290 |
291 | “ὕδατος ζῶντος· τοῦτο δὲ εἶπεν, φησὶ, περὶ τοῦ Πνεύματος “οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.” καὶ μὴ θαυμάσῃς· εἰ γάρ ἐστιν αὐτὸς “ὁ ποταμὸς τοῦ Θεοῦ,” κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ὁ πλήρης ὑδάτων, ὁ χειμάῤ‐ | |
5 | ῥους τῆς τρυφῆς, ὃν ποτίζειν λέγεται τοὺς ἀγαπῶντας αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ, πῶς οὐκ ἔδει τὸ Πνεῦμα αὐτοῦ πόμα τε καὶ ὕδωρ νοεῖσθαι τὸ ζωοποιόν; οὐκοῦν εἰς ἑνότητα κεκλη‐ μένοι διὰ τοῦ Πνεύματος, σύσσωμοί τε γεγονότες Χριστῷ, τῆς ἀγάπης τὸν σύνδεσμον τηρήσωμεν ἀῤῥαγῆ. | |
10t | ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Β. | |
11 | Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ κ.τ.λ. Ἐξίστησιν αὐτοὺς τοῦ χρῆναι νομίζειν ὥς ἐστι δὴ μᾶλ‐ λον πρὸς εὐκλείας αὐτῆς τοῦ διερμηνεύειν τὰ προφητῶν, τὸ γλώσσαις λαλεῖν· προϋποκειμένων γὰρ ἐν ἡμῖν καὶ προτι‐ | |
15 | μωμένων πίστεώς τε καὶ ἐλπίδος καὶ μὴν καὶ ἀγάπης τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς, ἥτις καὶ παντὸς τοῦ νόμου τὴν πλήρωσιν ἔχει, προσεπαγέσθω τὰ ἕτερα· τότε γὰρ τότε καὶ λίαν ἐπὶ καιροῦ καὶ αὐτῶν ἐσόμεθα τῶν παρὰ Θεοῦ χαρισμά‐ των μεμεστωμένοι, καὶ τὰς διὰ τοῦ Πνεύματος καταπλουτή‐ | |
20 | σομεν δωρεάς· τὸ προφητεύειν δύνασθαί φημι, τουτέστι τὸ διερμηνεύειν τὰ προφητῶν. ἐνηνθρωπηκότος γὰρ ἅπαξ τοῦ | |
Μονογενοῦς, παθόντος τε καὶ ἐγηγερμένου, καὶ τῆς καθ’ | 291 | |
292 | ἡμᾶς οἰκονομίας ἐκπεπερασμένης, ποίας ἦν ἔτι προφητείας καιρὸς, ἢ ποίων ἔτι πραγμάτων ἡ προαγόρευσις; οὐκοῦν τὸ προφητεύειν ἐν τούτοις εἴη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι καὶ μόνον τὸ διερμηνεύειν δύνασθαι προφητείας· καὶ τοῖς ἀκροω‐ | |
5 | μένοις ὡς ἔνι καταλευκαίνοντες, εἶτα πρὸς ἀλήθειαν τὸν οἰκεῖον ἐξ αὐτῶν ἐμπεδοῦντες λόγον, ὀρθοί τε καὶ ἀπλανεῖς ἐσόμεθα τῶν καλλίστων ἐξηγηταί. ὁ τοίνυν φησὶ γλώσσῃ λαλῶν οὐκ ἀνθρώποις μᾶλλον ἀλλὰ τῷ Θεῷ προσλαλεῖ· πῶς δὲ ἢ τινὰ τρόπον; οὐδεὶς γὰρ ἀκούει, φησίν· εἰ γὰρ δέδοται | |
10 | τυχὸν τῷ μὲν δεῖνι τῶν μαθητῶν τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλαις, τίς ὁ ἀκουσόμενος, ἢ ποία τῶν λόγων ἡ ὄνησις ἔσται; συνήσει γὰρ οὐδεὶς, πλὴν μόνου τοῦ | |
15 | πάντα εἰδότος Θεοῦ· τῷ γὰρ πνεύματι, φησὶ, λαλεῖ μυστήρια. ἄθρει δὲ ὅπως ὁ Θεῷ λαλῶν πνεύματι λαλεῖ· Θεὸς οὖν ἄρα τὸ Πνεῦμα. οὐκοῦν ὁ γλώσσῃ λαλῶν Θεῷ μᾶλλον, φησὶ, καὶ οὐκ ἀνθρώποις λαλεῖ· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκο‐ δομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. συνιεὶς οὖν ὅτι τὸ | |
20 | προφητεύειν ἐν τούτοις, τὸ διερμηνεύειν ἐστὶ τὰ τῶν προφη‐ τῶν, δι’ ὧν ὁ τῆς παρακλήσεως πιστοῦται λόγος καὶ ὁ τῶν μυσταγωγουμένων χειραγωγεῖται νοῦς εἰς ἀλήθειαν τὴν ἐπὶ Χριστῷ, προαποδείκνυσι καὶ ἑτέρως ἀσυγκρίτως ὂν ἐν ἀμεί‐ νοσι τοῦ γλώσσῃ λαλεῖν, τὸ διερμηνεύειν τὰ προφητῶν· | |
25 | ἑαυτὸν μὲν γὰρ οἰκοδομεῖ φησιν ὁ γλώσσῃ λαλῶν· συνίησι γὰρ αὐτὸς, ἕτερος δὲ ὅλως οὐδείς· ὁ δὲ ταῖς τῶν ἁγίων προ‐ | |
φητῶν φωναῖς καὶ προῤῥήσεσιν εἰς μαρτυρίαν χρώμενος, | 292 | |
293 | ἐκκλησίαν οἰκοδομεῖ. μεῖζον οὖν ἄρα καὶ ἐν ὑπερτάτοις αὐχή‐ μασι τὸ προφητεύειν ἐστὶν καὶ ἐν ἐλπίσι λαμπραῖς· εἴπερ ἐστὶν ἄμεινον ὁμολογουμένως τὸ ἐκκλησίαν οἰκοδομεῖν, τοῦ ἑαυτῷ τε καὶ μόνῳ προσδιαλέγεσθαι γλώσσῃ. | |
5 | Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε κ.τ.λ. Ἐπειδὴ παράδοξον ἦν καὶ θεόσδοτον ἀληθῶς τὸ δύνασθαι γλώσσαις ταῖς ἑτέρων λαλεῖν ἄνδρας ὄντας Ἑβραίους, ἵνα μή τις οἴηται τὸν ἀπόστολον καθορίζειν ἀβούλως τοῦ γεγο‐ | |
10 | νότος τὸ εἰκαῖον εἶναι λέγειν τὸ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δεδωρημένον, δέδοται γὰρ εἰς σημεῖον τοῖς πιστοῖς· ἀποδέχεται τὸ χρῆμα καί φησι Θέλω δὲ πάντας λαλεῖν γλώσ‐ σαις. ἀποκείρει δὲ παραχρῆμα σαφῶς τὴν ἔν γε τούτω σπου‐ δὴν, καὶ μεθίστησι πρὸς τὸ ἄμεινον ἐπενεγκὼν εὐθύς Μᾶλλον | |
15 | δὲ ἵνα προφητεύητε, μείζονά τε τὸν προφητεύοντα τοῦ γλώσσῃ λαλοῦντος ἐναργέστατα λέγων· καταδείκνυσι δὲ οὐδὲ παντε‐ λῶς ἀνόνητον ἐκεῖνο τοῖς ἔχουσι καὶ τοῖς ἀκροωμένοις, ἐπιφέ‐ ρων Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, τουτέστιν εἰ μὴ ἔχοι τινὰ τὸν ἀεὶ προσεδρεύοντα καὶ τοῖς μυσταγωγουμένοις διερμηνεύοντα. | |
20t | ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Γ. | |
21 | Καὶ οὐδὲν αὐτῶν ἄφωνον. Εἰσεφοίτων ἐν ταῖς ἐκκλησίαις τινὲς τῇ τοῦ Πνεύματος | |
ἐνεργείᾳ πεπλουτηκότες τὸ δύνασθαι γλώσσαις λαλεῖν· εἶτα | 293 | |
294 | δέον τὰς ἐν αὐταῖς ποιεῖσθαι προσευχὰς, καὶ πρό γε τούτων λιτὰς ἤγουν ψαλμῳδίας, τῇ τῶν παρόντων γλώσσῃ κεχρῆ‐ σθαι δυναμένους, τοῦτο μὲν οὐκ ἔδρων, ἐναβρυνόμενοι δὲ τῷ τῶν γλωσσῶν χαρίσματι μόνῳ, οὔτε προσευχὰς ἢ ψαλμῳ‐ | |
5 | δίας ἐποιοῦντο· τοῦτο διδάσκει ὁ Παῦλος ὅτι ἐὰν μή εἰσιν οἱ ἀκούοντες ἐπιστήμονες τῆς γλώσσης, ᾗ διαλέγοιτο ὁ τὸ χάρισμα ἔχων, οὐδὲν ὄφελος ἐκ τοῦ πράγματος· μύρια γάρ εἰσιν ἔθνη καὶ πολλαὶ γλώσσαι τῶν ἀνθρώπων· ἄφωνον δὲ οὐδὲν τῶν ἅπαξ τελούντων ἐν λογικοῖς ἢ ἐν ἀνθρώποις. | |
10 | Ἄφωνον λέγει παντελῶς οὐδὲν τῶν τελούντων ἐν λογικοῖς ἤγουν ἐν ἀνθρώποις· ἀλλὰ τῆς ἑκάστου φωνῆς τὴν δύναμιν εἰ μή τις εἰδείη τυχὸν, μήτε μὴν ἐκεῖνοι τῆς αὐτοῦ γλώσσης εἶεν ἐπιστήμονες, ἀλλήλοις ἔσονται βάρβαροι, καίτοι λαλοῦν‐ τες ὀρθῶς κατά γε τὴν ἰδίαν ἑκάστου φωνήν. δεῖ δὴ οὖν ἄρα | |
15 | τοὺς διδάσκειν ἑτέρους ἐθέλοντας, τὸν συνήθη τοῖς ἀκροω‐ μένοις ἐρεύγεσθαι λόγον· εἰ δὲ ἄσημός τε ὁ φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσ‐ αράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν. Δεῖ, φησὶ, τοὺς διδάσκειν ἐθέλοντας, συνήθη τοῖς ἀκροω‐ | |
20 | μένοις λαλεῖν λόγον, ἐπεὶ εἰς μάτην πονεῖ· οὐ γὰρ τὸ ἐν μόναις γλώσσαις λαλεῖν ἐκκλησίαν οἰκοδομεῖ. Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται. Πνεῦμα ἐν τούτοις τὴν διὰ τοῦ Πνεύματος ὀνομάζει χάριν, τουτέστι τὸ δύνασθαι γλώσσαις λαλεῖν. ἐὰν οὖν, φησὶ, τὰς | |
25 | ἐν ταῖς ἐκκλησίαις εὐχὰς προσεύξωμαι πνεύματι, τουτέστιν | 294 |
295 | ἀποκεχρημένος τῇ γλώσσῃ τῇ διὰ τοῦ πνεύματος, ἕξω ἄκαρ‐ πον τὸν νοῦν· δεῖ γὰρ ἐν προσευχαῖς συντείνεσθαι, καὶ τὰ τελοῦντα πρὸς σωτηρίαν παρὰ Θεοῦ ζητεῖν, οὐκ ἐναβρύνε‐ σθαι γλώσσῃ καὶ γίνεσθαι ἁπλῶς τοῦ γλώσσῃ λαλεῖν· ἐπεὶ | |
5 | ὁ νοῦς ἄκαρπος γίνεται, μηδεμίαν ἐκ τῆς τοιαύτης φιλοτιμίας ἀποφερόμενος ὄνησιν. Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Δεῖ με τοίνυν, φησὶν, εἴπερ ἑλοίμην προσεύχεσθαι γλώσσῃ τουτέστιν εὐδοκιμεῖν ἐν τῷ λαλεῖν γλώσσῃ, πει‐ | |
10 | ρᾶσθαι σπουδαίως μὴ ἄκαρπον ἔχειν τὸν νοῦν, μηδὲ μόνου γενέσθαι τῇ γλώσσῃ λαλεῖν ἀλλὰ διεγείρειν ἐν ἐμαυτῷ τὸν νοῦν. καὶ εἰ ψάλοιμι τυχὸν ἐν γλώσσῃ ψάλλειν οὐδὲν ἧττον καὶ τῷ νοῒ ἐν τῷ νοεῖν τῆς ψαλμῳδίας καὶ τῆς προ‐ φητείας τὴν δύναμιν, καὶ μὴ ἀζητήτους ἐᾶν τοὺς τοιού‐ | |
15 | τους λόγους. εἰ γὰρ εἰκαίας λέγοιμι φωνὰς, “γέγονα χαλκὸς “ἠχῶν.” διὸ ἄμεινον τὸ προφητεύειν ἤτοι διερμηνεύειν τὰς θείας γραφὰς ἐν ἐκκλησίᾳ ἢ γλώσσαις ἁπλῶς κατακεχρῆ‐ σθαι φιλεῖν. τί οὖν ἔσται τὸ ἄμεινον; Προσεύξομαι τῷ πνεύ‐ ματι, προσεύξομαι καὶ τῷ νοΐ. πνεύματι δὲ πάλιν ἐνθάδε, τῷ | |
20 | διὰ τοῦ Πνεύματος χαρίσματι λέγει. ἐπειδὴ δὲ σκοπὸς αὐτῷ διὰ πλείστων ὅσων καὶ ἀναγκαίων ἐννοιῶν ἀνόνητον ἀπο‐ φῆναι τὸ γλώσσῃ λαλεῖν, οὐχ ἑπομένου τοῦ δύνασθαι δια‐ τρανοῦν ἑτέροις τὰ προφητῶν, προσεπάγει καὶ ἕτερα δι’ ὧν | |
ἄν τις εἴδοι λέγοντα σαφῶς. | 295 | |
296 | Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμήν; Ὅταν, φησὶν, αὐτὸς μὲν γλώσσῃ λαλῇς, ὁ γεμὴν ἐν τάξει τῇ τοῦ λαϊκοῦ κείμενος, εἰ τὴν σὴν οὐκ εἰδείη φωνὴν, πῶς | |
5 | προσυπακούσεται τό Ἀμὴν ἐν ταῖς ἰδίαις εὐχαριστίαις ἤτοι προσευχαῖς; ὅτι γὰρ ταῖς τῶν ἡγουμένων εὐχαῖς τὰς τῶν ὑπὸ χεῖρα συγκαταλήγειν ἔθος ἐν ἐκκλησίαις παντί τῳ σαφές. προσυπακούουσι γὰρ τό Ἀμὴν ταῖς ἑαυτῶν πρὸς τὸν Θεὸν ἱκετείαις τὸ πέρας ἐπάγοντες τῇ τοῦ ἱερέως φωνῇ, ἵνα | |
10 | τῇ τῶν ἱερέων τελειότητι τὸ δοκοῦν ἐλλείπειν, τοῖς τῶν λαῶν ἀναπληρῷτο μέτροις, καὶ οἱονεὶ “τοὺς μικροὺς μετὰ τῶν “μεγάλων” ὡς ἐν ἑνότητι πνεύματος παραδέχοιτο Θεός. ταῖς γὰρ τῶν ἱερέων εὐχαῖς τὰς ἑαυτῶν παραζευγνύντες οἱ ὑπὸ χεῖρα λαοὶ, δεκτὰς ἔσεσθαι πεπιστεύκασιν· τούτῳ τῷ | |
15 | σκοπῷ καὶ πενιχρὰς θυσίας ὁ Θεὸς πρὸς τὸ θυσιαστήριον ἐκέλευσε προσάγεσθαι τῶν ὁλοκαυτωμάτων, ἵνα τὸ βραχὺ τῷ τελείῳ συμμιγὲν, δεκτὸν γένηται τῷ Θεῷ· ἓν γὰρ οἱ πάντες ἐσμὲν ἐν Κυρίῳ. ὅταν τοίνυν, φησὶ, σὺ μὲν γλώσσῃ λαλῇς· τοῦτο γάρ ἐστιν τὸ εὐλογεῖν πνεύματι· ὁ μὴ εἰδὼς | |
20 | ὃ φῂς, πῶς ἐρεῖ τό Ἀμὴν ἐπὶ τῇ ἰδίᾳ εὐχαριστίᾳ; δράσεις μὲν γὰρ ὀρθῶς αὐτὸς, κατά γε τὸν ἐνόντα σοι νοῦν, πλὴν ὁ ἕτερος οὐκ οἰκοδομεῖται. δεῖ δὲ δὴ πάντα πράττεσθαι πρὸς ἡμῶν | |
εἰς οἰκοδομὴν καὶ εἰς ὄνησιν ἀδελφῶν. | 296 | |
297(1t) | ΤΟΜΟΣ Ε ΛΟΓΟΣ Δ. | |
2 | Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν. Ἐπὶ καιροῦ δὴ λίαν καὶ σοφῶς εὐαγγέλιον ἀποκαλεῖ τὸ περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως κήρυγμα, καὶ αὐτοῦ δὲ | |
5 | πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσθαι. τοῦ μὲν ἑστάναι κατασημαίνοντος τὸ ἐν ἑδραιότητι τῆς ἐλπίδος καὶ τὸ ἐν καλῷ τῆς δόξης γενέσθαι τοὺς πεπιστευκότας· τοῦ δέ γε | |
10 | σώζεσθαι, τὸ καὶ αὐτῆς ἀναπεφάνθαι τῆς ἁμαρτίας ἀμείνους, καὶ τῶν τοῦ θανάτου βρόχων ἐπέκεινα δραμεῖν. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον. Παραδεδωκέναι φησὶν αὐτοῖς οὐ τὸ εἰς νοῦν ἧκον ἁπλῶς καὶ ἀβασανίστως εἰσδεδεγμένον, ἀλλ’ εὐαγγέλιον ὃ παρέ‐ | |
15 | λαβεν, ἐνιέντος αὐτῷ τὴν γνῶσιν τοῦ δι’ ἡμᾶς ἐνηνθρωπη‐ κότος· ἔφη γὰρ πάλιν ὁ αὐτὸς διὰ τοῦ εὐαγγελίου “Οὐδὲ “γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, “ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.” εἴπερ οὖν ἐστι θεοδίδακτος ὁ παραδιδοὺς, πῶς οὐκ ἀληθὲς τὸ δι’ αὐτοῦ | |
20 | κηρυσσόμενον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν | |
κατὰ τὰς γραφὰς, δηλονότι τῆς τε παλαιᾶς καὶ νέας; πολ‐ | 297 | |
298 | λοὶ γὰρ λίαν οἵ τε τοῦ θανάτου Χριστοῦ καὶ τῆς ἀναστάσεως μάρτυρες· εἶναι λοιπὸν κατ’ οὐδένα τρόπον ἐνδοίαστον τὸ ἐκτεθνάναι μὲν ὑπὲρ ἡμῶν κατὰ σάρκα Χριστὸν Ἰησοῦν, ἵν’ ἐξέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἐγηγέρθαι τε αὖ πατοῦντα | |
5 | τὸν θάνατον, ἵνα καὶ ἡμεῖς τὸ χρῆμα κερδάνωμεν. ἀναγκαίως δὲ εἰς τὸ παρὸν οὐ τεθνάναι μόνον, ἀλλὰ καὶ τετάφθαι φησὶν αὐτόν· πιστούμενος γὰρ τὸ τεθνάναι κατὰ ἀλήθειαν ὁ Ἐμ‐ μανουὴλ, τέθειται ἐν μνημείῳ· πλὴν ἀνεβίω, καθάπερ ἔφην ἀρτίως· διὰ μὲν τοῦ τεθνάναι σαρκὶ πληροφορῶν ὅτι γέγονε | |
10 | σὰρξ, καίτοι Θεὸς ὢν ὁ Λόγος· διὰ δὲ τοῦ πατῆσαι τὸν θάνατον, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐναργῶς ἀποφαίνων. πλὴν οὐκ ἀλλότριον ζωοποιεῖ ναὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐδὲ τό τινος ἁπλῶς, σῶμα δὲ μᾶλλον τὸ ἴδιον αὐτοῦ, δι’ οὗ καὶ ὑπὲρ ἡμῶν τεθνάναι λέγεται, ἵνα καὶ τὸ τῆς ἀναστάσεως | |
15 | ἀγαθὸν ὑπὲρ ἡμῶν ἀληθῶς γεγονὸς εὑρεθῇ· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πατοῦσα τὸν θάνατον· οὕτω γὰρ αὐτῷ συνταφῆναί τε καὶ συνεγηγέρθαι λεγόμεθα, συγκαθίσαι τε καὶ “ἐν τοῖς ἐπουρανίοις.” οὐκοῦν ἐγηγέρθαι μέν φησι κατὰ τὰς γραφὰς, ὦφθαι δὲ τοῖς ἁγίοις ἀποστόλοις, ἀνὰ | |
20 | μέρος τε τισὶν ὡς ἐξειλεγμένοις, καὶ μὴν καὶ κατὰ πληθύν· ὤφθη δὲ κἀμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι τῶν ἀποστόλων. μετρι‐ άζει δὲ σφόδρα, διῶξαί τε τὴν ἐκκλησίαν ἰσχυρίζεται, πλὴν ἠλεῆσθαι παρὰ Χριστοῦ καὶ κεκλῆσθαι πρὸς ἀποστολήν· ἀποφῆναι δὲ τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, οὔτε τοῖς | |
25 | ἀρχαίοις ἁγίοις ἠγνοημένον· προείρηται γάρ· οὔτε μὴν τοῖς | 298 |
299 | ἐξειλεγμένοις εἰς ἀποστολὴν οἳ καὶ “αὐτόπται καὶ ὑπηρέται “γεγόνασι τοῦ λόγου.” Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; | |
5 | Καταπλήττεται τῶν οὐκ οἶδ’ ὅπως ἀναπεπεισμένων ταῖς ἱεραῖς τε καὶ θείαις ἀντιφέρεσθαι γραφαῖς, καὶ ἕτερόν τι παρὰ τοῦτο φρονεῖν ἀποτολμώντων· εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς οὐχ ἵνα μένῃ νεκρὸς, ἀλλ’ ἵνα κρείττων θανάτου καὶ φθορᾶς εὑρεθεὶς, ὁδὸς ὥσπερ τις καὶ θύρα τῇ τοῦ ἀνθρώπου | |
10 | γένηται φύσει πρός τε τὸ δύνασθαι καταθλεῖν τῆς φθορᾶς καὶ παλινδρομῆσαι πρὸς ζωὴν, πῶς, ἐγηγερμένου τοῦ δι’ ἡμᾶς ἐν νεκροῖς ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ πρὸς ζωὴν, τοῖς τοῦ θανάτου βρόχοις καταδεσμοῦσιν ἔτι τοὺς δι’ οὓς τεθνάναι καὶ ἀναβιῶναι λέγεται Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουήλ; | |
15 | τί παραιροῦνται τὸ γένος τὸ ἀνθρώπινον τῶν ἐξ ἀναστάσεως ἀγαθῶν, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας συκοφαντοῦσι πέρας; εἰ γὰρ γέγονεν ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἕψεταί που πάντως ἀπαρχῇ ἰδίᾳ τὸ λεῖπον αὐτῇ, καὶ τῷ πρωτοτόκῳ συμπαρομαρτήσειεν | |
20 | ἂν, καὶ μάλα εἰκότως, οἷόν περ ἂν νοοῖτο πρωτότοκος. καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος “Εἰ γὰρ “σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, “ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.” οὐκοῦν εἰ συναινοῦσί | |
τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσίενται δὲ τῆς ἐκ | 299 | |
300 | νεκρῶν ἀναστάσεως τὸ μυστήριον, ἠγνοήκασι παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸν σκοπόν· γέγονε γὰρ ἄν‐ θρωπος οὐ δι’ ἑαυτὸν ὁ Θεὸς Λόγος, “ἀντὶ δὲ τῆς προκειμένης “αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας·” | |
5 | διὰ ποῖαν αἰτίαν, διδάξει λέγων αὐτὸς ὁ σοφώτατος Παῦλος “Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, “καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ “θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, “τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ | |
10 | “θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.” οὐκοῦν εἰ μὴ καταργηθῇ θάνατος, εἰκαῖον αὐτῷ τὸ σκέμμα, ἀνόνητον δὲ καὶ ἡμῖν αὐτοῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· διημαρτήκαμεν δὲ καὶ τῆς εἰς ζωὴν ἐλπίδος· κεκλήμεθα δὲ πῶς εἰς υἱοθεσίαν καί ἐσμεν τέκνα Θεοῦ, καθά φησιν Ἰωάννης | |
15 | ὁ σοφός; εἴπερ ἐστὶν ἀληθὲς ὡς “υἱοθεσίαν ἀπεκδεχόμεθα τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν,” ποῖα δὲ ὅλως ἡ ἀπολύτρωσις, εἰ μὴ θανάτου κρείττους ἡμᾶς ἀπέφηνεν ὁ Χριστός; ἢ πῶς “μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ‐ “σεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ;” | |
20 | ποῖος γὰρ ὅλως ὁ τοῦδε καιρὸς, εἰ μὴ ἀπρακτήσῃ θάνατος; ἢ ποῖος ἔσται μετασχηματισμὸς, τοῖς ἐν ταυτότητι, μᾶλλον δὲ καὶ ἐν χείροσιν ἐσομένοις; Ἄθρει δὲ ὅπως περιίστησιν εὐτέχνως εἰς ἀναγκαίαν ὁμο‐ λογίαν τοῦ χρῆναι λέγειν ὡς ἀναβιώσονται κατὰ καιροὺς | |
25 | τὰ ἐκ γῆς ἡμῶν σώματα. εἰ γὰρ δὴ, φησὶ, διὰ πάσης τῆς θεοπνεύστου γραφῆς ἐγηγερμένος ἐκ νεκρῶν διακεκήρυκται Χριστὸς, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; ἀπέθανεν γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, οὐχ ἑαυτῷ μᾶλλον ἀλλ’ ἡμῖν· ἵν’ ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν ὡς | |
30 | Θεὸς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον, ὡς | 300 |
301 | ἑψομένης αὐτῷ τῆς ἀνθρώπου φύσεως· ἀνεβίω γὰρ καὶ γέγονεν ὥσπερ τις ἀνθρωπότητος ἀπαρχὴ μεταφοιτώσης εἰς ζωὴν καὶ ἀνακτιζομένης εἰς ἀφθαρσίαν καὶ νικώσης θάνατον· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ· λαβόντος τοῦ πράγματος | |
5 | τὴν ἀρχὴν, πῶς ἀπομενοῦμεν ἐν γῇ; ἢ πῶς ἐν ὑμῖν τινες ἀποτολμῶσι λέγειν οὐκ ἀναβιώσεσθαι τοὺς νεκρούς; Σαδ‐ δουκαῖοι δὲ οὗτοι, κατά γε τὸ εἰκός· ἔφασκον γὰρ αὐτοὶ “μὴ “εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα·” σεσυκοφαν‐ τήκασι δὲ τῆς ἀναστάσεως τὸ μυστήριον καὶ Ὑμέναιος καὶ | |
10 | Ἀλέξανδρος “λέγοντες ἀνάστασιν ἤδη γεγονέναι·” πλὴν ἐναυάγησαν ἐκεῖνοι περὶ τὴν πίστιν, καὶ ὅσοι ταῖς ἐκείνων ἐξιτηλίαις ἕπεσθαι βούλονται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν. Ἀκολουθεῖ γὰρ ὥσπερ τῷ πρώτῳ τὸ δεύτερον, καὶ τῷ | |
15 | δευτέρῳ συναναιρεῖται τὸ πρῶτον· οὗ δὴ γεγονότος, ἤγουν πρὸς ἡμῶν παραδεχθέντος εἰς πίστιν, κενὸν καὶ ἀδρανὲς ἔσται τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα· κενὴ καὶ ἡ πίστις· ἔχει γὰρ ὧδε τὸ ῥῆμα τῆς πίστεως τὸ διὰ τῶν ἁγίων μυσταγω‐ γοῦν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν μεμυσταγωγημένοις· πῶς οὖν | |
20 | ἔτι πιστεύσομεν, εἰ μὴ ἀνεβίω κατά τινας; εὑρισκόμεθα γάρ φησι καὶ ψευδομάρτυρες κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρεν τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν εἴπερ νεκροὶ οὐκ ἐγείρονται. εἶτα τοσαύτη πληθὺς ἁγίων πῶς ἂν διαφύγοι συκοφαντίας γραφήν; οὐκοῦν εἶεν ἂν οὐδὲ ἅγιοι· πόθεν; οἷς ἂν εἴη τὸ πλημμέλημα συκο‐ | |
25 | φαντία κατὰ τοῦ Θεοῦ· ἀλλ’ οὐχ ὧδε ταῦτα ἔχει, ἀψευδεῖς | |
γὰρ οἱ μυσταγωγοὶ Χριστὸν ἐγηγέρθαι λέγοντες. | 301 | |
302 | Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Ἀληθέστατα καὶ λίαν ὀρθῶς προσεπάγει τοῖς ἄλλοις καὶ τοῦτο· δικαιοῖ μὲν γὰρ ἡ πίστις, ἀλλ’ εἴ τις αὐτῇ καθαρίζει τὸ μάταιον ὡς Χριστοῦ μὴ ἐγηγερμένου, τί τὸ διάφορόν | |
5 | ἐστι λοιπόν; οὐκοῦν ἐνεσχήμεθα τοῖς ἀρχαίοις ἐγκλήμασιν, ἀναπόνιπτον ἔχομεν τὴν ἁμαρτίαν· μάτην καὶ ὁ θεσπέσιος ἔφη μελῳδός “Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς “ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας “αὐτῶν·” καὶ πάλιν “Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, | |
10 | “καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ “μὴ λογίσηται Κύριος ἁμαρτίαν·” καίτοι τὸν ἔν γε τούτοις μακαρισμὸν ἐπί τε τὴν περιτομὴν καὶ τοὺς ἐξ ἐθνῶν κατευ‐ ρύνεσθαι, φησὶν ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους· δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, “Ὃς παρεδόθη διὰ τὰ παρα‐ | |
15 | “πτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.” Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Ἠπάτηνται γὰρ ὡς ἔοικεν καὶ ἀμισθὶ τεθείκασιν ὑπὲρ αὐ‐ τοῦ τὴν ψυχὴν, εἴ γε μὴ ἐγήγερται Χριστός· εἰ μὴ ἀθανασίας ἐστὶ πλήρης τῶν ἁγίων ἡ ἐλπὶς, εἰ μὴ προσδοκῶσι συμβα‐ | |
20 | σιλεύειν αὐτῷ, ἀπολώλασι τάχα που, καὶ ἐπ’ οὐδενὶ τῶν χρησίμων καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον ζημίαν ἔχουσι πόνων· ἄπαγε τῆς οὕτω δεινῆς ἀμαθίας· “ἀναστήσονται “γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις,” κατὰ | |
τὴν τοῦ προφήτου φωνὴν, καὶ ταλαντεύει ἑκάστῳ τὸ ὅτι | 302 | |
303 | μάλιστα πρέπον αὐτῷ τῶν στεφάνων ὁ διανομεὺς, ἐποίσει δὲ πάντως τοῖς δυσσεβοῦσιν τὴν κόλασιν· κρίτης γάρ ἐστιν τῶν ὅλων ὡς Θεός. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων | |
5 | ἐγένετο κ.τ.λ. Δέχεται λοιπὸν ὡς ὁμολογούμενον τὸ χρῆναι πιστεύειν, ὡς ἀνεβίω μὲν Χριστὸς, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημέ‐ νων, πρῶτος τῶν ἐπὶ τῆς γῆς πατήσας τὸν θάνατον· καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ πρῶτος εἰς αὐτὸν ἐμβέβηκεν, | |
10 | καὶ γέγονεν ἀπαρχὴ τῶν ὠλισθηκότων εἰς φθοράν· ἕψεται δὲ ὅτι τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει καὶ ἡ τῶν νεκρῶν, προσεπάγει λέγων Ὥσπερ γὰρ δι’ ἀνθρώπου θάνατος καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ἄθρει δὲ ὅπως τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον θεοπρεποῦς ἀνάμεστον εὐτεχνίας | |
15 | ἀποφαίνει πάλιν· ἔδει γὰρ ἔδει, φησὶν, ἄνθρωπον ὑπὲρ ἡμῶν νικῆσαι τὸν θάνατον· ταύτης τε ἕνεκα τῆς αἰτίας ὁ ἐκ Θεοῦ πεφηνὼς Θεὸς Λόγος, οὐκ ἀγγέλων ἐπελάβετο, καθά φησιν αὐτὸς, ἀλλὰ σπέρματος Ἁβραὰμ, ἵνα κατὰ πάντα τοῖς ἀδελ‐ φοῖς ὁμοιωθῇ· ἔδει γὰρ, ὡς ἔφην, θεραπεύεσθαι τὸ ἠῤῥω‐ | |
20 | στηκὸς, ἀναστῆναι τὸ πεπτωκός· ἔδει καταθλῆσαι θανάτου δι’ ὑπακοῆς καὶ δικαιοσύνης τὸ ὑπ’ αὐτῷ γεγονὸς διὰ παρα‐ βάσεως καὶ ἁμαρτίας· ταύτῃ γέγονεν ἄνθρωπος οὐκ εἰδὼς ἁμαρτίαν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν’ ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες κατακεκρίμεθα, τῆς ἀνθρώπου φύσεως παθού‐ | |
25 | σης τὸν θάνατον, οὕτω καὶ δικαιωθέντες ἐν Χριστῷ συν‐ | |
αποδυσόμεθα τῇ ἁμαρτίᾳ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον. | 303 | |
304 | καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος “Ὥσπερ “γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατ‐ “εστάθησαν οἱ πολλοί.” οὐκοῦν ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσι, καταδεδικασμένης ὡς ἔφην ἐν αὐτῷ τῆς φύσεως | |
5 | διὰ τὴν παράβασιν, οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, πάλιν εὐλογουμένης ἐν αὐτῷ τῆς φύσεως κατὰ τὸν ἴσον τρόπον διὰ τὴν δικαίωσιν. λύσις οὖν ἄρα τῶν πρώτων τὰ δεύτερα· “Παρεδόθη γὰρ διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ “τὴν δικαίωσιν ἡμῶν·” ἐγηγερμένῳ δὴ οὖν συνεγηγέρμεθα | |
10 | καὶ ἡμεῖς· ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Λόγος· οὐχὶ δήπου μόνῃ τῇ ἰδίᾳ σαρκὶ τὸ τῆς αὐτοῦ φύσεως ἀγαθὸν δωρούμενος, φημὶ δὴ τὴν ζωὴν, ἀλλ’ εἰς ὅλην αὐτὸ παρα‐ πέμπων τὴν τοῦ ἀνθρώπου φύσιν. ἐγήγερται μὲν γὰρ ὁμολο‐ γουμένως ὡς ἀπαρχὴ Χριστὸς, “ἵνα γένηται ἐν πᾶσιν αὐτὸς | |
15 | “πρωτεύων,” κατὰ τὸ γεγραμμένον· ἕψεται γεμὴν ἐν καιρῷ τὸ ἀναβιῶναι τοὺς ἄλλους, πλὴν κατὰ τὸ εἰκὸς οὐ χύδην, ἀλλ’ ἐν κόσμῳ τε καὶ διακεκριμένως καὶ οἷον ἐν κελεύσματι. μετὰ γάρ τοι τὴν ἀπαρχὴν, τουτέστι Χριστὸν, τοὺς αὐτοῦ φησιν ἐγερθήσεσθαι· δῆλον δὲ ὅτι τοὺς ἐν καιρῷ τῆς ἐπιδη‐ | |
20 | μίας, ἤγουν γεγονότας μετὰ τὴν ἐνανθρώπησιν, καὶ ὡς ἐν πίστει κεκοιμημένους. ἦσαν μὲν γὰρ ὁμολογουμένως ἅγιοι κατὰ καιροὺς ἐν τῷ Ἰσραὴλ, τῆς ἐν νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαί‐ ωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι | |
25 | κοινωνοὶ, καὶ τὸ τῆς υἱοθεσίας ἐκπεπλουτήκασι πνεῦμα· κέκληνται δὲ καὶ εἰς ἀδελφότητα κατὰ χάριν τοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς Υἱοῦ· καὶ ἦν μὲν πνεῦμα δουλείας ἐν τοῖς | |
ὑπὸ νόμον, κράζομεν δὲ ἡμεῖς “Ἀββᾶ ὁ πατήρ.” οὐκοῦν | 304 | |
305 | ἀμείνους, ὡς ἔφην, τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ· τοιγάρτοι καὶ πρώτους αὐτοὺς ἀναβιώσεσθαί φησιν, οἷον ἰόντας κατ’ ἴχνος τῇ πάντων ἀρχῇ, διά τοι τὸ εἶναι προσεχεστέρους αὐτῇ, καὶ προτετιμῆσθαι ταύτῃ τοι τῶν ἄλλων. ὑπεμφαίνει δέ τι | |
5 | τοιοῦτον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν παρα‐ βολαῖς εὐαγγελικαῖς· ἔφη γὰρ ὅτι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος· οἰκοδεσπότης δὲ οὗτος· “ὀψίας γε‐ “γενημένης ἔφη τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας “καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων | |
10 | “ἕως τῶν πρώτων.” Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Παραδοθήσεσθαί φησιν τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ, κατηργημένης ἀρχῆς ἁπάσης τῶν ἀκαθάρτων | |
15 | πνευμάτων καὶ αὐτοῦ τοῦ θανάτου λοιπὸν ἀπρακτοῦντος εἰσάπαν. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑπο‐ ταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. | |
20 | Ἐπειδή τινες ἐξευτελίζειν πειρῶνται τό γε ἐφ’ ἑαυτοῖς τὸν Υἱὸν λέγοντες παραδιδόναι τῷ Πατρὶ τὴν βασιλείαν καὶ ὑποτάττεσθαι ὡς μειζόνι, λεκτέον ὅτι ὁ Υἱὸς ὑπέμεινεν τὴν ἐθελούσιον κένωσιν γεγονὼς καθ’ ἡμᾶς, καὶ οἷον ἐξ ὑψωμά‐ των ἑαυτὸν ταπεινώσας, σύμμορφος ὢν καὶ ἴσος τῷ Πατρί· | |
25 | καὶ κέκρυπται μὲν ἐν Θεῷ, ἀποκαλυφθήσεται γεμὴν ἐν δόξῃ κατὰ τὸν τῆς συντελείας τοῦ νῦν αἰῶνος καιρὸν, νῦν ἐν δεξίᾳ καθήμενος τοῦ Πατρός. εἰ δὲ καταβιβάζεται τῆς νῦν ἐνούσης αὐτῷ τιμῆς, δευτέραν ἆρα κένωσιν ὑφίσταται; εἰ δὲ καὶ τὴν βασιλείαν παραδίδωσι, πῶς ἔρχεται “μετὰ τῶν ἁγίων ἀγ‐ | |
30 | “γέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;” οὐκοῦν καὶ ἀνεθέ‐ | 305 |
306 | λητον τῷ Υἱῷ τὸ “ὑπὸ τοὺς πόδας αὐτοῦ τεθῆναι τοὺς “ἐχθροὺς αὐτοῦ,” εἴ γε νῦν μὲν συμβασιλεύει τῷ Πατρὶ, τότε δὲ τῆς βασιλείας ἐκπίπτει. ὅμως κἂν ὑποτάσσεται ὁ Υἱὸς τῷ Πατρὶ οὐ κατὰ τοῦτο ἥττων ἐστὶ τοῦ Πατρός· τὸ γὰρ | |
5 | τῆς ὑποταγῆς χρῆμα, οὐ φύσεως καὶ οὐσίας ὅρος ἐστὶν, ἀλλὰ πράγματος ὑπεμφαίνει τρόπον. εἰ γένοιτο καὶ ἐφ’ ἡμῶν οὐχ ἑτεροουσίους ὄντας ἀλλήλοις ἀποφαίνει· πόθεν; ὑποτάττεται γὰρ πατρὶ μὲν ὁ υἱὸς, δεσπότῃ δὲ δοῦλος, διδασκάλῳ δὲ μαθητὴς, ἡγουμένῳ δέ τις τῶν ὑπὸ χεῖρα καὶ | |
10 | ὑπεζευγμένων. ἀλλ’ οὐδὲν ἐν τούτοις ὁ τῆς ὁμοουσιότητος ἀδικεῖται λόγος· εἰσὶ γὰρ ἀλλήλοις ὁμοειδεῖς, κἂν εἰ τοῦτον ἔχοιεν τὸν τρόπον, εἴκοντές τε ἀλλήλοις καὶ ὑποταττόμενοι καὶ τὸ μὴ οὐκ ἀτιμάζοντες διὰ τὸ σύμφερον. τὸ τοίνυν καὶ ἐφ’ ἡμῶν ἀσθενοῦν πῶς ἐπὶ Θεοῦ κρατύνουσιν; εἰ γὰρ φύ‐ | |
15 | σεως ἰδιότης ἤτοι μέτρον καθά φασι τὸ ὑποτάττεσθαί ἐστι τῷ Υἱῷ, τὸ μὴ ὑποτάττεσθαι φύσεως ἑτέρας ἰδιότης ἐστὶν αὐτῷ, τάχα που τὸ ἄμεινον παρ’ ἐκείνην ἐχούσης, εἴπερ ἐστὶν ἐν μείοσιν ἡ ὑποταγή· οἰκονομικῶς γὰρ ὑποτάττεται δι’ ἡμᾶς. ὁ δὲ τῶν ῥητῶν οὕτως· ἐπειδὴ ὁ ἄνθρωπος ἁμαρτήσας | |
20 | γέγονεν ὑπὸ φθορὰν καὶ ὑπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἀποστὰς τοῦ φύσει Θεοῦ, γέγονε δι’ ἡμᾶς ἄνθρωπος ὁ Μονο‐ γενὴς καὶ κατήργηκε τοῦ θανάτου τὸ κράτος, ἐξῆρε καὶ τὴν τοῦ θανάτου ῥίζαν τὴν ἁμαρτίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. ταῦτα δὲ πάντα πεποιηκὼς καὶ τῆς ὅλης | |
25 | οἰκονομίας συμπεπερασμένης, παραδίδωσι τουτέστι προσκο‐ μίσει τῷ Πατρὶ τὴν βασιλείαν τὴν διηρπασμένην πάλαι καὶ ὑφ’ ἑτέροις γεγενημένην, τὸ κατεξουσιάζειν πάντων τῶν ἐπὶ γῆς ἀποκαταστήσας αὐτῷ, κατηργημένου τοῦ θανάτου καὶ τοῦ τυραννήσαντος κατ’ αὐτῶν σατανᾶ, ἕξει πάλιν ὁ | |
30 | Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας | |
τὴν ὑπεροχήν. | 306 | |
307(1t) | ΤΟΜΟΣ Ζ. | |
2 | Ἀλλ’ ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; κ.τ.λ. Ὁ ΠΡΟΦΗΤΗΣ Ἡσαΐας μετὰ τῆς ἐκ νεκρῶν ἀναστά‐ | |
5 | σεως τὸ μυστήριον ὡς ἔσται κατὰ καιροὺς Θεοῦ κατανεύοντος, καὶ ἀφάτῳ δυνάμει μεταπλάττοντος εἰς ζωὴν τὸ τῷ θανάτῳ κεκρατημένον, προανακεκράγει λέγων “Ἀναστήσονται οἱ “νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραν‐ “θήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα | |
10 | “αὐτοῖς ἐστιν·” δρόσον οἶμαι λέγων τροπικῶς τὴν ζωοποιὸν ἐνέργειαν τοῦ Θεοῦ, καθ’ ἣν καὶ τὸ εἶναι τοῖς οὐκ οὖσι προσνέμει, καὶ τοῖς ἤδη παρενηνεγμένοις εἰς ὕπαρξιν τὸ εὖ εἶναι χαρίζεται· συνέστηκε γὰρ τὰ πάντα ἐν αὐτῷ, καθάπερ ἀμέλει καὶ δι’ αὐτοῦ παρήχθη πρὸς γένεσιν· ψάλλει δέ που | |
15 | καὶ ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν ἐπὶ γῆς πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμ‐ “παντα πλησθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου “τὸ πρόσωπον, ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐ‐ “τῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου‐ | |
20 | “σιν· ἐξαποστελεῖς τὸ πνεῦμα σου καὶ κτισθήσονται, καὶ “ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.” πέπονθε μὲν γὰρ ἡ ἀνθρώπου φύσις τοῦ θείου προσώπου τὴν ἀποστροφὴν ἐν Ἀδὰμ διὰ τὴν παράβασιν· τοιγάρτοι μονονουχὶ συγκέχυται καὶ τετάρακται, καὶ εἰς τὸν ἴδιον ὑπενόστησε χοῦν, κατεβι‐ | |
25 | βάσθη τε καὶ εἰς θάνατον καὶ φθοράν. ἐπειδὴ δὲ γέγονε καθ’ ἡμᾶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν μέθεξιν, ἀναμορφούμεθα πρὸς τὸ ἐν ἀρχαῖς καὶ οἷον ἀνεκτίσμεθα· κεκλήμεθα γὰρ εἰς και‐ | |
νότητα ζωῆς, τὸ τοῦ θανάτου διαδιδράσκοντες κράτος. καὶ | 307 | |
308 | μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος “Εἰ δὲ τὸ πνεῦμα “τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν “Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν “διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” ὅτε τοίνυν | |
5 | ἀνεβίω μὲν ὁ Χριστὸς πατήσας τοῦ θανάτου τὸ κράτος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων ὡς ἑψομένων πάντως τοῖς ἴχνεσιν αὐτοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῆ τὸ κατά τι γοῦν ὅλως ἐνδοιάζειν ἔτι περὶ τὸ τῆς ἀναστάσεως μυστή‐ ριον; | |
10 | Εἴ τις ἕλοιτο τοῖς τῆς θεότητος ἔργοις περιεργότερον ἐνιεὶς τῆς ἑαυτοῦ διανοίας τὸν ὀφθαλμὸν πειρᾶσθαι περια‐ θρεῖν τῆς ἑκάστου παραγωγῆς τὸν τρόπον καὶ τῆς γενέσεως τὴν ἀρχὴν, καταλήξειεν ἂν οὐδαμῶς τό Πῶς δὴ τοῦτο ἀπό‐ πληκτον λέγων. πῶς γὰρ γέγονεν ὁ οὐρανὸς, ἐκ ποίας ὕλης | |
15 | ἢ πόθεν; ποίαν ἔχει τὴν ἕδραν; γῆ δὲ πῶς ἢ πόθεν καὶ ὅποι ποτὲ διερήρεισται; παρήχθη δὲ ὅπως ὁ ἡλίου κύκλος, σελήνη καὶ ἄστρα καὶ τὰ ἕτερα τῶν κτισμάτων; πῶς δὲ ὁ τῶν ὅλων Δημιουργὸς χοῦν ἀπὸ γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον; πῶς εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκας ἡ γῆ μετε‐ | |
20 | πλάττετο; εἰ δὲ εἴπερ οὐχ εὑρεθησόμεθα τὸν ἐφ’ ἑκάστῳ τῶν πεποιημένων ἀποδοῦναι λόγον, ταύτῃ καὶ ἀναιρήσομεν ὅτι καὶ γεγόνασιν ὅλως, ὅποι ποτὲ λοιπὸν ἐκτελευτήσειεν ἂν ἡ τῶν ἐννοιῶν ἤτοι σκαιῶν ἐγχειρημάτων ἔκβασις; Τὸ μετὰ τὴν Χριστοῦ ἀνάστασιν ἀμφιβάλλειν περὶ ἀνα‐ | |
25 | στάσεως, δυσβουλίας ἐστὶ καὶ ἀμαθίας καὶ ἀλαζονείας, τὸ λέγειν ἐπὶ τῶν τοῦ Θεοῦ ἔργων τὸ πῶς, ἀλλὰ μὴν καὶ τὸ λέγειν Ποίῳ σώματι ἐγείρονται οἱ νεκροὶ καὶ τοῦτο εὔηθες· εὔδηλον γὰρ ὅτι τῷ αὐτῷ. καὶ γὰρ καὶ ὁ Κύριος τὴν ἑαυτοῦ σάρκα ἀνέστησεν ὡς ἦν. ἐπειδὴ δέ τινες λέγουσι προὐπεῖναι | |
30 | τὴν ψυχὴν, τιμωρίας δὲ ἕνεκεν ἐνδεσμεῖσθαι τῷ σώματι, | |
ἀθετοῦσιν οὐ μόνον τὸν τῆς δημιουργίας λόγον καθ’ ὃν ἐπὶ | 308 | |
309 | ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστά‐ σεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς Ναὶ λέγεις ὀρθῶς· παρίημί τε | |
5 | λοιπὸν τὸ χρῆναι ζητεῖν Πῶς ἐγείρονται οἱ νεκροί· διειδέναι γεμὴν ἀναγκαῖον ποίῳ σώματι ἔρχονται· ἆρα γὰρ τὸ ἐκ γῆς δὴ τοῦτο καὶ τῇ φθορᾷ κάτοχον ἀναβιώσεται σῶμα, ἢ ἕτερόν τι παρ’ αὐτὸ πλὴν ἐξ αὐτοῦ; φαίην δ’ ἂν ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὡς ὁ μὲν ὀρθὸς τῆς πίστεως λόγος περιίστησιν ἡμᾶς | |
10 | εἰς τήνδε τὴν σάρκα τὴν ἀνάστασιν· ἀνεβίω γὰρ οὕτω Χρι‐ στὸς ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ ἀρπαχὴ τῶν κεκοιμημένων· ἐπειδὴ δὲ οὐ σφόδρα τισὶν ἀρέσκει τὸ δόγμα, φέρε παρα‐ θέντες ὃν εὖ ἔχειν οἴονται λόγον, τὰ εἰκότα λέγωμεν· (εἶτα παραθεὶς τῶν προϋπάρχειν λεγόντων τὰς ψυχὰς τὰς μυθο‐ | |
15 | λογίας φησίν) Εἶτα πῶς ἀποσεμνύνεται Θεὸς ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ; φησὶ γάρ που πρὸς τὸν μακάριον Ἰώβ “Εἰ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν “αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;” πέρα γὰρ οἶμαι παντὸς ἂν ἴοι θαύματος τὸ λογικὸν ἐκ γῆς ἀποτελέσαι ζῷον· πῶς δὲ γεγο‐ | |
20 | νότα τὸν ἄνθρωπον εὐθὺς καὶ πεπλασμένον ἐκ γῆς εὐλόγησεν ὁ Δημιουργός “Αὐξάνεσθε καὶ πληθύνεσθε λέγων καὶ πλη‐ “ρώσατε τὴν γῆν;” (καὶ πολλὰ ἕτερα πρὸς αὐτοὺς εἰπὼν, ἐπιφέρει) ἀρίστῳ χρῆται παραδείγματι ὁ θεσπέσιος Παῦλος, πίπτειν μὲν εἰς γῆν τὸ σῶμα λέγων οἷά τινα κόκκον, οὐχ | |
25 | οὕτως ἀναστησόμενον καθὰ καὶ ἐσπάρη γυμνὸν, ἀλλ’ ὡς ἐν ἀμφιάσει καὶ περιστολῇ τῶν ἐξ ἔθους ἐμφυομένων αὐτῷ, καλάμης δὴ λέγω καὶ φυλλάδος· δίδωσι γάρ φησιν ὁ Θεὸς ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα. ἐπειδὴ γὰρ οὐχ ἅπαντας τοὺς κεκοιμημένους ἀναβιώσεσθαί φησιν ἐν δόξῃ, κἂν εἰ | |
30 | πάντες ἐν ἀφθαρσίᾳ· οὐ γάρ που τοῖς ἀνεπιεικέσι καὶ τοῖς | 309 |
310 | τῶν φαύλων ἐργάταις τὸ ἐν εὐκλείᾳ τῇ παρὰ Θεοῦ στεφα‐ νοῦσθαι πρέπει· ταύτῃτοι χρησίμως διαφόρων μέμνηται σπερμάτων, οἷς καὶ διανέμει Θεὸς, καθ’ ὃν ἂν ἕλοι τρόπον αὐτὸς, τὸ ἐν τοιῷδε τυχὸν ἢ ἑτεροίῳ σχήματι διαφέρεσθαι· | |
5 | φησὶ γάρ Καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. Εἷς μὲν ὁ λόγος καθὸ σῶμα ἑκάστου καὶ ἔστι καὶ λέγεται, μερίζεται δὲ εἰς διάφορα καθ’ ἕτερόν τινα λόγον· καὶ ἀνα‐ βιώσεται μὲν ἐν ἀφθαρσίᾳ τὰ πάντων σώματα, πλὴν ἔσται | |
10 | τις διαφορὰ περί γε τὴν δόξαν καὶ τὴν περιστολὴν ἣν ποιοῖτο Θεὸς, τὰ πρὸς ἀξίαν ἑκάστῳ διανέμων. Ἀλλ’ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. Ἰστέον ὅτι δυσὶν ἀρτίως παραδειγμάτοιν εἰς μέσον ἡμῖν | |
15 | παρενηνεγμένοιν τοῦ τε κατὰ τὸν κόκκον φημὶ, καὶ τοῦ διεκφαίνοντος τὴν τῶν οὐρανίων σωμάτων τὴν ὡς ἐν δόξῃ διαφορὰν, ἀποφέρει τέως πρὸς τὴν τοῦ πρώτου δύναμιν τῆς τῶν νεκρῶν ἀναστάσεως ἐμφέρειαν, καί φησι τὸ ἑξῆς· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. | |
20 | Ὅνπερ γὰρ τρόπον ὁ τοῦ σίτου κόκκος ἐγκαταβληθεὶς τῷ βώλῳ γυμνὸς καὶ νεκρὸς, ἐν περιστολῇ σώματος καὶ ἐν προσθήκῃ κάλλους ἀναφὺς θαυμάζεται, κατὰ τὸν αὐτὸν του‐ τονὶ τρόπον καὶ τὸ ἀνθρώπινον σῶμα σπείρεται μὲν ἐν φθορᾷ καὶ ἐν ἀσθενείᾳ τε καὶ ἐν ἀτιμίᾳ, πλὴν ἀναβιώσεται τιμῇ τε | |
25 | καὶ ἀφθαρσίᾳ καὶ μὴν καὶ δυνάμει κατημφιασμένον. ἄξιον δὲ θαυμάσαι τοῦ θεηγόρου τὴν νῆψιν· ἐρηρεισμένην γὰρ ἔχων τὴν πίστιν, καὶ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσεται πεποι‐ | |
θὼς, σπορᾷ παρεικάζει τὴν τοῦ σώματος φθορὰν, εὐτέχνως | 310 | |
311 | δὴ λίαν καὶ σοφῶς πανταχῆ τῷ παραδείγματι τὴν τοῦ πράγ‐ ματος φύσιν ἐξομοιῶν. οὐκοῦν τῷ κόκκῳ παραπλησίως οὐ γυμνὸν ἀναβιώσεται τὸ σῶμα, φησὶν, ἀλλ’ εὖ μάλα περιε‐ σταλμένον τὴν ἀφθαρσίαν καὶ τὴν δόξαν, καὶ πρός γε τού‐ | |
5 | τοις τὸ εὐσθενὲς, καὶ μὴν καὶ τοῦτο καταπλουτοῦν τὸ ἐν φρονήματι γενέσθαι πνευματικῷ, μεταπλαττούσης τρόπον τινὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἀσυγκρίτου δυνάμεως τοῦ πάντων Δημιουργοῦ πρὸς πᾶν τοὐναντίον τὰ ἐν αὐτῷ. ἐνυ‐ πάρχει μὲν γὰρ τῷ πεσόντι σώματι καὶ οἷον εἰς γῆν ἐσπαρ‐ | |
10 | μένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδε‐ στέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν ἐν ἀρχαῖς, κατὰ φύσιν οὐχ ὧδε ἔχον· παρεισέδυσαν δὲ ταυτὶ διὰ τὴν παρά‐ βασιν καὶ τὴν ἐπὶ τῷ θανάτῳ δίκην, ἀναφωνούσης ἡμῖν τῆς | |
15 | φύσεως εἰς τὸ ἐν ἀρχαῖς· πράττεται μὲν ἀναγκαίως δυνάμει τε καὶ ἐνεργείᾳ Θεοῦ τῶν μεταξὺ παρεισβεβληκότων ἡ ἀπό‐ θεσις, ἀντεισκρίνεται δὲ τῶν πρώτων καὶ ἐν ἀρχαῖς ἐνόντων ἡμῖν ἀγαθῶν ἡ μέθεξις· ἀνεκαινίσμεθα γὰρ ἐν Χριστῷ κατὰ τὰς γραφάς· ἔφη γὰρ προφήτης ἅγιος “Θάρσει Σιὼν, μὴ | |
20 | “παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ, “δυνατὸς σῶσαί σε, καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει “αὐτοῦ.” ὅτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, τότε δὴ τότε καὶ ἀνεκαίνισεν ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς πάντα τὰ ἐν αὐτῷ “καινὴ κτίσις· καὶ τὰ μὲν ἀρχαῖα | |
25 | “παρῆλθε, γέγονε δὲ καινά.” ποῖα δέ φησιν ἀρχαῖα; τὰ παριππεύσαντα· καὶ ποῖα καινά; τὰ εἰσκεκριμένα· παλαιὰ μὲν ἡ φθορὰ, καὶ μέντοι τὸ ἄναλκι, καὶ πρός γε τούτῳ τὸ | |
δυσκλεὲς, καὶ τοῦ ψυχικοῦ φρονήματος τὰ ἐγκλήματα· καινὰ | 311 | |
312 | δὲ διὰ Χριστοῦ, δόξα τε καὶ ἀφθαρσία καὶ δύναμις καὶ τὸ φρόνημα τὸ πνευματικόν· ἔσται γὰρ ἡμῶν τὸ σῶμα πνευ‐ ματικόν. Τί τὸ πνευματικὸν εἴη ἂν ὢ μυσταγωγέ; ἆρα γὰρ ἔσται | |
5 | σὰρξ μὲν οὐκέτι, συγκείσεται δὲ οὐδαμῶς, καθάπερ ἀμέλει καὶ νῦν ἐξ ὀστῶν τε καὶ νεύρων δι’ ὧν ἂν ἡ τοῦ καθ’ ἡμᾶς σώματος ἀποτελοῖτο φύσις· ἔσται δὲ μᾶλλον ἰσχνόν τε καὶ ἀερῶδες καὶ σκιαῖς ὀλίγα παραχωροῦν φησιν; οὐδαμῶς· εἰ γὰρ ὧδε ταῦτα ἔχειν οἴονταί τινες, οὐκ αὐτό που πάντως | |
10 | ἀναβιώσεται τὸ πίπτον εἰς γῆν, ἀλλ’ ἕτερόν τι παρ’ ἐκεῖνο, καὶ τῷ πρώτῳ προσεοικὸς οὐδέν· φαίην δ’ ἂν εἶναι πνευμα‐ τικὸν, οὐ τὸ ἐν εἴδει σκιᾶς, ἤγουν ἀσωμάτου πνεύματος, τὸ ἀφεστηκὸς δὲ μᾶλλον καὶ μὴν καὶ εἰσάπαν ἀπηλλαγμένον τοῦ σαρκικοῦ καὶ γεωδεστέρου φρονήματος. εἰ γάρ ἐστί | |
15 | φησι σῶμα ψυχικὸν, ἔστι καὶ πνευματικόν. ὥσπερ γὰρ εἴπερ ἕλοιτό τις τὸ ἀπὸ γῆς ἡμῶν σῶμα ψυχικὸν ἀποκαλεῖν, περι‐ θείη ἄν τις εἰκότως οὐ τὸ ψυχῆς εἶδος αὐτῷ, περιτρέψει δὲ μᾶλλον τοῦ λόγου τὴν δύναμιν εἰς τὸ φρόνημα τὸ ψυχικὸν ἤγουν τὸ σαρκικὸν, καθάπερ ἀμέλει καὶ σοφίαν νοοῦμεν | |
20 | ψυχικὴν καὶ ἐπίγειον τὴν καθ’ ἡμᾶς τε καὶ ἀνθρωπίνην· οὕτω κἂν εἰ λέγοιτο σῶμα ψυχικὸν, οὐκ ἂν οἶμαι τῷ αὐτῷ τὸ ψυχῆς εἶδος περιτιθεὶς, τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαφύγοι γραφὴν, ἐπεὶ κατὰ τίνα τρόπον ζῶντές τε ἔτι καὶ ἐν αὐτοῖς δὴ τούτοις τοῖς ἀπὸ γῆς ὄντες σώμασι, ψυχικοὶ λέγονταί | |
25 | τινες καὶ πνευματικοί; γέγραπται γὰρ ὅτι “ψυχικὸς ἄνθρω‐ | |
“πος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, μωρία γὰρ | 312 | |
313 | “αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς “δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.” ἐπειδὴ δὲ ἦν ἀκόλουθον τὸν ἐπὶ τῷδε λόγον καὶ διὰ πραγμάτων ἐμπεδοῦν, προσεπάγει καί φησιν Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, | |
5 | ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. ψυχικὸν μὲν οὖν ὠνόμασε τὸν Ἀδάμ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ εἰς ψυχὴν πεποιῆσθαι ζῶσαν, ὡς οὐκ εἰς ἅπαν ἀπηλλαγμένον σαρκικῶν ἐπιθυμιῶν· αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς τὰ τῆς σαρκὸς ὁρῶσαί τε καὶ τετραμμέναι πάθη, κἂν εἰ νόμον ἔχοιεν τὸν συνήγορον, | |
10 | ἀλλ’ οὖν εἶεν ἂν κατά γε τὸ ἀληθὲς σαρκικῆς ἀσθενείας ἐγκλήματα, εἰ πρός γε τὴν τῶν δρωμένων ὁρῶν τις φύσιν. οἷον δή τι φημί “Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος·” ἐγκαταβέβληται γὰρ τῇ τοῦ σώματος φύσει παρὰ τοῦ πάν‐ των δημιουργοῦ κίνησις ὀρεκτικὴ, διανιστᾶσα τὸ ζῷον εἰς | |
15 | παιδοποιΐας ἔφεσιν· εἴρηται γὰρ πρὸς τὸν ἄνθρωπον “Αὐ‐ “ξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν·” καὶ ὁ πλάσας δὲ, φησὶν, ἐν ἀρχῇ, “ἄρσεν καὶ θῆλυ ἐποίησεν “αὐτούς.” οὐκοῦν ἀκαταιτίατος μὲν ἡ εἰς μόνον ὁρῶσα παι‐ δοποιΐαν ἔφεσις· πλὴν ὅσον ἧκεν εἰς τὴν τοῦ δρωμένου | |
20 | φύσιν, εἴη ἂν σαρκικὸν τὸ πάθος ἤτοι ψυχικόν· οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ’ εἰς πνεῦμα γέγονε ζωοποιοῦν· ἑνώσας γὰρ ἑαυτῷ τὸ ἀνθρώπινον ὁ ἐκ | |
25 | Θεοῦ Πατρὸς πεφηνὼς κατὰ φύσιν Θεὸς Λόγος, οὐ τὴν καθ’ ἡμᾶς ἀνθρωπίνην, ἀλλὰ θεῖάν τινα καὶ θεοπρεπῆ καὶ ἀμώμη‐ τον παντελῶς διεβίω ζωήν· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀνέ‐ παφον μὲν ἡδοναῖς ἐκτόποις ἔχων τὸν νοῦν, ἐπιθυμίαις δὲ ταῖς τῶν ἐδωδίμων οὐχ ἁλώσιμον· εἰ γὰρ καὶ ὁρᾶται μετε‐ | |
30 | σχηκὼς τροφῆς καὶ ποτοῦ, διά τοι τὸ πιστεύεσθαι κατὰ ἀλή‐ θειαν εἶναι ἄνθρωπος καθ’ ἡμᾶς, ἀλλ’ οὖν ἐλευθέραν ἐποιεῖτο τὴν μέθεξιν· ἦν μὲν γὰρ ἐν σαρκὶ δι’ ἡμᾶς οἰκονομικῶς, | |
ὑπὲρ σάρκα δὲ πάλιν· πνεῦμα γὰρ ἦν ζωοποιὸν ὡς Θεός· ὁ | 313 | |
314 | δέ γε προπάτωρ Ἀδὰμ οὐκ ἀνέγκλητον παντελῶς τὴν τῶν ἐδωδίμων ἔφεσιν εἰσεδέξατο· πεποίηται γὰρ εἰς ζῶσαν ψυχὴν, καὶ βρωμάτων ἡδονῆς ἡττώμενος, ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καίτοι τοῦ θείου νόμου τοῦτο δρᾶν ἐξείργοντος. | |
5 | Ὅτι τοίνυν ὁ ψυχικὸς οὐ φύσεως ἡμῖν διαφορᾶς ὑπεμφήνειεν ἂν, ζωῆς δὲ μᾶλλον ἠθῶν τε καὶ τρόπων ποιότητα, καθ’ ἣν ὁ μέν τις ἐστὶ τῷ γεωδεστέρῳ καὶ σαρκικῷ φρονήματι κάτοχος, ὁ δὲ τῇ τοῦ πνεύματος ἐλευθερίᾳ περιφανὴς, ἀποδείκνυσι σαφῶς ἀπό τε Ἀδὰμ τοῦ πρώτου καὶ τοῦ δευτέρου· ἄμφω | |
10 | μὲν γὰρ γεγόνασιν ἐν γηΐνοις σώμασιν, ἀλλ’ ἥ γε τοῦ φρο‐ νήματος οἱονεὶ ποιότης, καὶ μὴν καὶ τὸ ἑτεροίως ἑλέσθαι δια‐ βιοῦν, τὸν μὲν ἀπέφηνε ψυχικὸν, ἕτερον γεμὴν ἀσυγκρίτως ἐν ἀμείνοσι τουτέστι πνευματικόν. Ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν· ἔπειτα τὸ | |
15 | πνευματικόν. Ἐπιλαμβάνεται δὲ τρόπον τινὰ τῶν καιρῶν καθ’ οὓς γεγόνασι, καί φησιν Ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν· ἐπειδὴ ἔφη σπείρεσθαι μὲν εἰς γῆν τὸ σῶμα ψυχικὸν, ἀποφαίνει λευκῶς ὡς ἔστιν | |
20 | οὐκ ἀπαράδεκτον τῇ τοῦ ἀνθρώπου φύσει τὸ ἐκ φρονήματος ψυχικοῦ μεταφοιτᾶν εἰς πνευματικὸν, καὶ ὅτι πρεσβύτερον τοῦ πνευματικοῦ τὸ ψυχικὸν εἴη ἄν· καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός κ.τ.λ. | |
25 | Ὁ πρῶτός φησιν ἄνθρωπος τουτέστιν Ἀδὰμ, εἰς ψυχὴν | |
πεποίητο ζῶσαν, τουτέστι γεώδης καὶ σαρκικός· ὁ γεμὴν | 314 | |
315 | δεύτερος ἐξ οὐρανοῦ· εἰ γὰρ καὶ γέγονε σὰρξ ὁ τοῦ Θεοῦ Λόγος κατὰ τὰς γραφὰς, ἀλλ’ ἠ ... καὶ ὁ ἐξ οὐρανοῦ καὶ “ἐπάνω πάντων,” κατὰ τὴν Ἰωάννου φωνήν· οὐκοῦν ἄμφω μὲν ἤστην, ὡς ἔφην, ἐν γηΐνοις σώμασιν, οὐ μὴν καὶ ἐν ἴσοις | |
5 | ἔτι κατά τε τὴν γνώμην ἤτοι τὸν τῆς ζωῆς τρόπον· ἦν μὲν γὰρ ὁ πρῶτος ἐν φρονήματι σαρκικῷ, πνεῦμα δὲ ζωοποιοῦν ὁ δεύτερος καὶ ἐξ οὐρανοῦ. καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τουτέστι τὴν πρὸς Ἀδὰμ ὁμοίωσιν, καὶ παθῶν ἡττώμενοι καὶ ἀσθενοῦντες εἰς ἁμαρτίας, καίτοι τῆς φθορᾶς | |
10 | ὑπενηνεγμένοι ζυγοῖς, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ· καὶ φιλοσαρκίας ἀμείνους καὶ τοῦ πλημμελεῖν ἐθέλειν ἔτι γεγενημένοι, καὶ αὐτὸν ἤδη νενι‐ κηκότες τὸν πάλαι δεινὸν καὶ δυσάντητον καὶ ἀγρίως καθ’ ἡμῶν τυραννήσαντα θάνατον. | |
15 | Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. Συνίστησι τὸ τῆς ἀναστάσεως καὶ διὰ τούτου μυστήριον· ἕως μὲν γάρ ἐστι τὸ σῶμα τὸ ἀνθρώπινον σὰρξ καὶ αἷμα, τουτέστι θνητὸν καὶ φθαρτὸν, Θεοῦ βασιλείαν, τουτέστι τὸ | |
20 | εἶναι διηνεκῶς, οὐκ ἂν δύναιτο κληρονομεῖν. πᾶσα δὴ οὖν ἀνάγκη καταπίνεσθαι τὴν φθορὰν καὶ ἀφανίζεσθαι τὸ εὐμά‐ ραντον, μεταπλάττεσθαι δὲ πρὸς ἀφθαρσίαν αὐτὸ, καὶ θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ δόξῃ καταφαιδρύνεσθαι· κληρονομήσει γὰρ τότε τὴν τοῦ Θεοῦ βασιλείαν. | |
25 | Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Μέγα καὶ οὐράνιον ἀληθῶς τὸ μυστήριον, καὶ ἀποκα‐ | |
λυφθὲν αὐτῷ πάντως που διὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χρι‐ | 315 | |
316 | στοῦ, “ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως “ἀπόκρυφοι.” αὐτὸς γάρ ἐστι καὶ τῶν ἔσεσθαι προσδοκω‐ μένων διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει “δουλείας εἰς | |
5 | “τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.” καὶ εἰ ταῦτα ἀληθῆ, πῶς οὐκ ἔδει πάντη τε καὶ πάντως συνκαινουρ‐ γεῖσθαι τῇ κτίσει τὸν δι’ ὃν ἡ κτίσις, φημὶ δὲ τὸν ἄνθρωπον; ἔδει καὶ αὐτὸν ὁρᾶσθαι καινὸν, οὐ φθορᾷ τῇ πρώτῃ τυραννού‐ μενον, οὐ σαρκικαῖς ἡδοναῖς εἰς ἁμαρτίας πλεονεκτούμενον, | |
10 | ἐγηγερμένον δὲ μᾶλλον ἐν ἀφθαρσίᾳ τε καὶ ἐν εὐσθενείᾳ καὶ ἐν τιμῇ καὶ θείᾳ τινι δόξῃ περιεσταλμένον. ἔφη γάρ που καὶ ὁ θεσπέσιος Ἡσαΐας “Καὶ προπορεύσεται ἔμπροσθέν σου “ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε·” καὶ μὴν καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς διεβεβαιοῦτο· | |
15 | σαφῶς, ὡς ἐν καιρῷ συντελείας τοῦ αἰῶνος τούτου ἀναβιώ‐ σονται μὲν οἱ νεκροὶ, “οἱ γεμὴν συνιέντες ἐκλάμψουσιν ὡς “ἡ λαμπρότης τοῦ στερεώματος.” πλὴν οὐχ ἅπασιν ἀδια‐ κρίτως ἡ τῆς τοιᾶσδε τιμῆς καὶ δόξης προκείσεται χάρις· πρέποι δ’ ἂν μᾶλλον ἀπολέγδην τοῖς τῶν ἄλλων ἐξῃρημένοις, | |
20 | οἳ καὶ σύμμορφοι γεγόνασι “τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ·” ἀναβιώσονται μὲν γὰρ ὁμολογουμένως τὰ πάντων σώματα τῇ τῆς ἀφθαρσίας χάριτι κατημφιασμένα, ἀλλαχθήσονται δὲ οὐ πάντες· ἀλλ’ οἱ μὲν φαῦλοι ἀπομενοῦσιν ἐν τῷ τῆς ἀτιμίας σχήματι ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι, οἱ δέ γε | |
25 | δίκαιοι ἀλλαχθήσονται μόνοι πρὸς τῷ τῆς ἀφθαρσίας ἀγαθῷ, καὶ τῆς θείας δόξης καταπλουτήσαντες τὴν περιστολήν. αὐτὸς τοιγαροῦν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ θεοπρεπεῖ “μετα‐ “σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον “τῷ σώματι τῆς δόξης αὐτοῦ.” ποῖον δὲ τὸ σῶμα τῆς | |
30 | ταπεινώσεως ἡμῶν; τουτὶ τὸ ἐκ γῆς, τὸ τῷ θανάτῳ κατη‐ | |
σχημένον ἐκ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς, ἣν λέλυκεν ὁ Χριστὸς | 316 | |
317 | “γενόμενος ὑπὲρ ἡμῶν κατάρα·” ἔσται δὲ ὁ μετασχημα‐ τισμὸς οὐκ εἰς ἑτέραν τινὰ φύσιν ἀποκομίζων ἡμᾶς, ἐσόμεθα γὰρ ὅπερ ἐσμὲν, τουτέστιν ἄνθρωποι, πλὴν ἀμείνους ἀσυγ‐ κρίτως· ἄφθαρτοι γὰρ καὶ ἀνώλεθροι, καὶ πρός γε τούτῳ | |
5 | δεδοξασμένοι. τί δ’ ἂν βούλοιτο δηλοῦν ἡ ἐσχάτη σάλπιγξ ἣ διανιστᾷ τοὺς νεκροὺς, αὐτὸς ἡμῖν σαφηνιεῖ λέγων ὁ θεσπέ‐ σιος Παῦλος “Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ “ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐ‐ “ρανοῦ·” καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. οὐκοῦν παρει‐ | |
10 | κάζει σάλπιγγι τὴν τοῦ ἀρχαγγέλου φωνὴν, καὶ τὸ θεῖον ἐκεῖνο καὶ φρικωδέστατον κέλευσμα. εἰ δὲ καὶ ὁ ἀρχάγγελός ἐστιν ὁ κεκραγὼς καὶ τὸ τῆς ἀναστάσεως σύνθημα διδοὺς τοῖς ἐν γῇ κειμένοις, ἀλλ’ οὖν τοῦ Χριστοῦ ἔσται φωνή· καὶ γάρ ἐστιν αὐτὸς ἰδίᾳ δυνάμει διανιστὰς τοὺς νεκροὺς, καὶ | |
15 | οὐχί που πάντως ἡ τοῦ ἀρχαγγέλου φωνή· δεσποτικοῖς γὰρ προστάγμασι πᾶσα κτίσις ὑπέζευκται λογική· ποία τοίνυν ὅλως ἀνάστασις ἔσται κατὰ ἀλήθειαν, εἰ μὴ αὐτό φαμεν ἀναβιώσεσθαι τὸ τῷ θανάτῳ κατησχημένον; ἢ τίνα τρόπον ἐροῦμεν, μονονουχὶ κατορχούμενοι τῆς φθορᾶς Κατεπόθη ὁ | |
20 | θάνατος εἰς νῖκος, καὶ τὰ ἑξῆς; Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾅδη τὸ νῖκος; Ἰστέον δὲ ὅτι τὴν τοῦ προκειμένου ῥητοῦ παράθεσιν ὁ μακάριος Παῦλος κατὰ τὴν ἑβραίων ἔκδοσιν ἐποιήσατο· ἔχει δὲ οὐχ οὕτως ἡ τῶν ἑβδομήκοντα· γέγραπται γὰρ ἐν προφή‐ | |
25 | ταις “Ποῦ ἡ δίκη σου θάνατε; ποῦ τὸ κέντρον σου ᾅδη;” Πλὴν τὸ κέντρον τοῦ θανάτου φησὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις | |
τῆς ἁμαρτίας ὁ νόμος· πλήττει μὲν γὰρ οἷά τις σκορπίος ὁ | 317 | |
318 | τὸ κέντρον ἔχων τοῦ θανάτου, τουτέστιν ὁ σατανᾶς. πλήττει δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ τῆς ἁμαρτίας· ἀλλ’ ἔδωκεν ἡμῖν ὁ Σωτὴρ “ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν καὶ ἐπὶ πᾶσαν “τὴν δύναμιν τοῦ ἐχθροῦ.” κατηφάνισται γὰρ τοῦ θανάτου | |
5 | τὸ κέντρον, ἐξῃρημένης τῆς ἁμαρτίας καὶ οὐκ ἔτι δύναμιν ἐχούσης τὸν νόμον· κατακρίνει γὰρ ὁ νόμος τοὺς ἁμαρτά‐ νοντας· τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος δύναμιν εἶναι τῆς ἁμαρτίας τὸν νόμον· λέλυται δὲ καὶ τοῦτο ἐν Χριστῷ· ἁμαρτία γὰρ ἡμῶν οὐ κυριεύσει, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, | |
10 | ἀλλ’ ὑπὸ χάριν· χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρό‐ φασις, εἰσόμεθα λέγοντος τοῦ μακαρίου Παύλου Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
15 | Χριστοῦ. | 318 |