TLG 4089 033 :: THEODORETUS :: Libellus contra Nestorium ad Sporacium [Sp.]

THEODORETUS Scr. Eccl. Theol.
(Cyrrhensis: A.D. 4–5)

Libellus contra Nestorium ad Sporacium [Sp.]

Citation: Volume — page — (line)

83

.

1153

(1t)

ΘΕΟΔΩΡΗΤΟΥ
2tΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ
3tΚΑΤΑ ΝΕΣΤΟΡΙΟΥ
4tΠΡΟΣ ΣΠΟΡΑΚΙΟΝ.
9Ἐπειδὴ δὲ τοῦ κόσμου παντὸς κατὰ μικρὸν
10ὑποῤῥέοντος, καὶ πρὸς τὴν τοῦδε τοῦ παντὸς ἐπειγο‐ μένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀν‐ θρωποκτόνος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν
15ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανεροῖς πο‐ λεμίοις κατὰ τῆς Ἐκκλησίας ὡπλίζετο· ἀλλ’ εὑρὼν ὄργανον, πᾶσαν ὡς εἰπεῖν ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενον, ἐν τῷ τῆς ὀρθοδοξίας προσχήματι τὴν ἄρνησιν τῆς θεότητος ὁμοῦ καὶ φιλανθρωπίας τοῦ Μο‐
20νογενοῦς παρεισάγει, τὸ ἁπλοῦν καὶ ἀτεχνολόγητον τῆς πίστεως ἡμῶν Ἑλληνικοῖς συνταράττων σοφί‐ σμασι. Νεστόριόν που πάντως ἀκούετε· καὶ γὰρ ἐπί‐ σημος ὁ ἀνήρ. Οὗτος ἐκ τῆς Γερμανικέων πολίχνης ὁρμώμενος, οὐκ οἶδα ποδαποῖς τὸ ἐξ ἀρχῆς ἐντεθραμ‐
25μένος ἐπιτηδεύμασιν, ἄλλην ἐξ ἄλλης ἀμείβων χώ‐ ραν, καθάπερ Αἰγυπτιακὴ μάστιξ, τῇ μεγάλῃ τῶν Ἀντιοχέων ἐνέσκηψε πόλει. Ἐν ταύτῃ λόγων ἐλευ‐ θερίων μετρίως μετεσχηκὼς, φωνήν τε ὅτι καλλίστην καὶ μεγίστην ἀσκήσας, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσ‐
30ιὼν εἰσεφθάρη, καὶ τῷ καταλόγῳ τῶν πρεσβυτέ‐ ρων ἐναρίθμιος γεγονὼς, τόν τε τοῦ Θεοῦ λαὸν διδά‐ σκειν πεπιστευμένος, ἔδειξεν εὐθὺς ἐν προοιμίοις, οἷος παρὰ πάντα τὸν βίον γενήσεται. Οὐ γὰρ τὸν εὐγενῆ καὶ γόνιμον, καὶ γεωργῆσαι ψυχὰς ἀνθρώ‐
35πων δυνάμενον, ἐζήλωσε χαρακτῆρα τῶν λόγων· ἀλλὰ πρὸς τὸ δημοτερπὲς ἀποκλίνας, καὶ τῶν εἰς
ἀέρα λυομένων κρότων θηρευτὴς, εἰ καί τις ἄλλος,1153

83

.

1156

γενόμενος, τὸ συρφετῶδες καὶ ἀστάθμητον πλῆθος πρὸς τὸν οἰκεῖον ἐξεκαλέσατο πόθον, φαιὸν περιβε‐ βλημένος ἱμάτιον, ἐστυγνακὼς βαδίζων, τοὺς ἀγο‐ ραίους ἐκκλίνων θορύβους, ὠχρότητι σώματος τὸ δο‐
5κεῖν ἐγκρατὴς εἶναι θηρώμενος, οἴκοι τὰ πολλὰ βιβλίοις προσανέχων, καὶ καθ’ ἡσυχίαν ἑαυτῷ συγγι‐ νόμενος. Τοιούτοις σχήμασί τε καὶ πλάσμασι τοὺς πολλοὺς δελεάζων, μέχρι πόῤῥω προῆλθε τῆς ἡλι‐ κίας, τὸ δοκεῖν Χριστιανὸς εἶναι πρὸ τοῦ εἶναι διώ‐
10κων, καὶ τῆς τοῦ Χριστοῦ δόξης τὴν ἑαυτοῦ προτι‐ μῶν. Ἐπεὶ δὲ, κατὰ τὸ εἰρημένον τῷ Δεσπότῃ, «Οὐδὲν κρυπτὸν, ὃ οὐ γνωσθήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ μὴ εἰς φανερὸν ἔλθῃ·» καὶ, «Τὰ καλὰ ἔργα πρό‐ δηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνα‐
15ται·» κατὰ τὴν ἀνεξιχνίαστον τῶν τοῦ Θεοῦ κρι‐ μάτων ἄβυσσον, καὶ Νεστόριος, ψήφῳ τῶν περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, καὶ αὐτοῦ τοῦ τηνικαῦτα τῆς οἰκουμένης τὰ σκῆπτρα διέποντος, τὴν κατὰ Κωνσταντινούπολιν τῶν ὀρθοδόξων καθολικῆς Ἐκκλη‐
20σίας τὴν προεδρίαν πιστεύεται, οὐδὲν δὲ ἧττον καὶ τῆς οἰκουμένης ἁπάσης. Ἐνταῦθά μοι λοιπὸν καὶ τὰ δράματα, ὧν μικροῦ πλήρης πᾶσα γῆ τε καὶ θάλασσα. Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθά‐ περ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστα‐
25σίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ’ ἀπὸ τῆς ἐξουσίας προσ‐ λαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτί‐ θησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονο‐ γενοῦς βλασφημίαν· καὶ πόλεμον ἄντικρυς κατὰ τῶν
30ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων πα‐ τέρων, τῶν ἀφ’ οὗ κατηγγέλη τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους· ταράττων μὲν τῆς βασιλίδος πόλεως τὴν Ἐκκλησίαν, ταράττων δὲ καὶ τὴν οἰκου‐
35μένην ἅπασαν, οὐδὲν τοῦ θεσπεσίου Παύλου κεκρα‐ γότος ἐπιστρεφόμενος· «Ὁ δὲ ταράσσων ὑμᾶς βα‐ στάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.» Ἀλλ’ ἐπὶ τὴν λυχνίαν τοῦ θείου τῶν ἀρχιερέων βήματος, οὐ τὸν λύχνον τῆς ἀληθείας, ἀλλὰ τὸν ζόφον τίθησι τῆς ἀσεβείας.
40Γίνεται δὲ αὐτῷ πρῶτον τῆς καινοτομίας ἐγχείρημα, τὸ μὴ δεῖν τὴν ἁγίαν Παρθένον, τὴν τοῦ Θεοῦ Λόγου κατὰ σάρκα μητέρα, Θεοτόκον ὁμολογεῖν, Χρι‐ στοτόκον δὲ μόνον, τῶν πάλαι καὶ πρόπαλαι τῆς ὀρ‐ θοδόξου πίστεως κηρύκων κατὰ τὴν ἀποστολικὴν παράδοσιν Θεοτόκον διδαξάντων ὀνομάζειν τε καὶ
45πιστεύειν τὴν τοῦ Κυρίου μητέρα. Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσφημον τεχνολογίαν, καὶ παρατήρη‐ σιν οὐδενὶ πρότερον ἐγνωσμένην, εἰς μέσον ἀγάγωμεν. Ἡ τοῦ Χριστοῦ προσηγορία, φησὶ, τῶν δύο φύσεών ἐστι σημαντικὴ, τῆς τε θεότητος τοῦ Μονογενοῦς, καὶ τῆς ἀνθρωπότητος· ἡ δὲ τοῦ Θεοῦ ἀπολύτως λε‐

83

.

1156

(50)

γομένη φωνὴ, τὴν ἁπλῆν καὶ ἀσώματον τοῦ Θεοῦ Λόγου παρίστησιν οὐσίαν· ἡ δὲ τοῦ ἀνθρώπου, μόνην τὴν ἀνθρωπείαν ὑποδείκνυσι φύσιν· διὰ τοῦτο Χρι‐
στοτόκον φησὶν, ἀλλ’ οὐ Θεοτόκον τὴν Παρθένον ὁμο‐1155

83

.

1157

λογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφέναι Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς κατὰ τὸ ἀκόλουθον ὁμολογεῖν
5βιασθῶμεν. Ἵνα δὲ μὴ δόξω λοιδορίαις κεναῖς ταῦτα τοῦ ἀνδρὸς κατηγορεῖν, αὐτὸν ἐκεῖνον οἷς εἶπε τῆς οἰκείας ἀσεβείας ποιήσομαι μάρτυρα. Τῶν γὰρ ἀπο‐ στολικῶν διδαγμάτων, καὶ παντὸς ἁγίου μνήμην τῆς ἑαυτοῦ διανοίας ὑπερορίσας, ἐν τῇ τῶν ὀρθοδόξων
10Ἐκκλησίᾳ πολλὰς τοιαύτας ἐξεβόησε φωνάς· Οὐκ ἔτεκεν, ὦ βέλτιστε, Μαρία Θεὸν, ἀλλ’ ἔτεκεν ἄνθρωπον, θεότητος ὄργανον. Καὶ ἐν ἑτέροις δὲ πάλιν φληνάφοις· Ἀνέγκλητος Ἕλλην, μητέρα θεοῖς ἐπεισ‐ άγων. Ταῦτα μὲν ὡς ἀπὸ πολλῶν ὀλίγα μοι τῶν ἐκεί‐
15νου τέως εἰρήσθω, πρὸς τὰ ἑξῆς ἐπειγομένου τοῦ λόγου. Ὅθεν ἐπειδὴ θανάτῳ ἐξαισίῳ ἀπολοῦνται πα‐ ράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψή‐ φου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς
20οἰκεῖν, τῆς μελλούσης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρε‐ νοβλαβείας γενόμενος, καὶ ἐφ’ ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι «Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν.»
25Ἀλλὰ ταῦτα μὲν, ὡς καὶ ἄλλοις πολλοῖς ἐξητασμένα, παραδραμεῖν ἀναγκαῖον. Ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ὁμολογίαν μετέλθω‐ μεν. Ἡμεῖς τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παν‐ ταχοῦ πειθόμενοι δόγμασι, κατὰ τὴν παράδοσιν τῶν
30ἁγίων Πατέρων, τὸν Θεὸν Λόγον, τὸν τοῦδε τοῦ παν‐ τὸς Δημιουργόν τε καὶ Κύριον, τὸν μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν προαιώνιον, τὸν ἀμιγῆ σώματος καὶ πάντων ὅσα σώματος, τὸν πάντα ὄντα ὅσα καὶ ὁ Πατὴρ, πλὴν ἑνὸς μόνου τοῦ εἶναι Πατὴρ, πιστεύο‐
35μεν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ὑπὸ τῆς αὑτοῦ κινη‐ θέντα φιλανθρωπίας, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐκ τῆς ἁγίας Παρθένου, ὁμοούσιον τῇ τικτούσῃ σάρκα λαβόντα καὶ γενόμενον ἄνθρωπον, γεννηθῆναι Θεὸν μετὰ τοῦ προσλήμματος, οὐχ ὅπερ ἦν ἀποβαλόντα
40(τροπῆς γὰρ πάσης τὸ θεῖον ἐλεύθερον), ἀλλὰ προσει‐ ληφότα τὸ γενέσθαι καὶ ἄνθρωπον. Τοῦτον, κατὰ τὸν ἀποστολικὸν λόγον, πειραθῆναι καὶ τῶν ἀνθρωπίνων παθῶν κατὰ πάντα, καθ’ ὁμοιότητα καὶ νόμον τὸν ἀνθρώπειον, χωρὶς ἁμαρτίας· τὸ γὰρ πεινῆσαι, καὶ
45κοπιάσαι, καὶ δακρύσαι, καὶ ὅσα τοιαῦτα, τῆς ἀν‐ θρωπείας φύσεως παρίστησι τὴν ἀλήθειαν· σταυρω‐ θῆναί τε ἐπὶ Ποντίου Πιλάτου, καὶ ἀποθανεῖν, καὶ ταφῆναι, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναλη‐ φθῆναι εἰς τοὺς οὐρανοὺς, τῷ οἰκείῳ Πατρὶ συμπρο‐

83

.

1157

(50)

σκυνούμενον, καὶ συνδοξαζόμενον παρὰ πάσης νοητῆς τε καὶ αἰσθητῆς φύσεως· καὶ αὐτὸν πάλιν ἐλεύσεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς, οὐδὲν ὑπὸ τῆς τοῦ δούλου μορφῆς εἰς τὴν θείαν ἐλαττωθέντα φύσιν· ἀλλ’ ἕνα
Θεὸν μονογενῆ καὶ Κύριον τοῦ παντὸς, μετὰ τῆς1157

83

.

1160

ἰδίας σαρκὸς ὁμολογούμενόν τε καὶ εἰς ἀεὶ προσκυ‐ νούμενον· διὰ τοῦτο Θεοτόκος, ὦ βέλτιστε, παρὰ τῶν τὸν Χριστὸν ὡς Θεὸν προσκυνούντων ἡ Παρθένος κηρύττεται· οὐχ ὡς τῆς θείας φύσεως τοῦ Μονογε‐
5νοῦς ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς· Θεὸς γὰρ ἔστι τε καὶ ἔσται καὶ ἦν ἐν ἀρχῇ, οὐδέποτε παρ’ οὐ‐ δενὸς ἀρχὴν τοῦ εἶναι λαβών· ἀλλ’ ὢν ἤδη, τῆς ἐναν‐ θρωπήσεως καὶ τῆς περὶ ἡμᾶς οἰκονομίας ὁ τοῦ Θεοῦ Λόγος ἀρχὴν ἐποιήσατο τῆς παρθενικῆς καὶ ἀχράντου
10νηδύος τὴν οἴκησιν. Καὶ τούτου μάρτυς μὲν ὁ ἀπό‐ στολος Παῦλος· μάρτυς δὲ ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης. Ὁ μὲν ἅγιος Παῦλος οὑτωσὶ κεκραγώς. «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ·» τὸν ὄντα δηλονότι· οὐ γὰρ ἀποστέλλεται τὸ μὴ ὂν, ἀλλὰ γίνε‐
15ται· «γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον,» καὶ τὰ ἑξῆς. Ὁ δὲ βροντῆς υἱὸς διὰ τὸ με‐ γαλόφωνον καὶ οὐράνιον τῶν δογμάτων παρὰ τοῦ Δε‐ σπότου κληθεὶς Ἰωάννης, πρότερον εἰπὼν, ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ
20ἀεὶ ἦν, καὶ ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ ὅτι πάν‐ των ἐστὶ Κύριος αὐτὸς, καὶ δείξας ἄναρχον αὐτοῦ τὸ εἶναι καὶ ὁμοούσιον τῷ Πατρὶ, καθάπερ Μονογενοῦς· τότε καὶ πρὸς τοὺς ἀποῤῥήτους τῆς οἰκονομίας κα‐ ταβαίνων λόγους, φησίν· «Καὶ ὁ Λόγος σὰρξ ἐγέ‐
25νετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Πῶς οὖν οὐ Θεοτό‐ κος, ὦ πάντων ἀνθρώπων, ὡς οἴει, σοφώτατε, ἡ τὸν Θεὸν Λόγον κυοφορήσασά τε γενόμενον ἄνθρωπον, καὶ γεννήσασα, καὶ μήτηρ εἶναι τοῦ γεννηθέντος ἀναγκαίως πιστευομένη; Καὶ πάντες οἱ προφῆται
30ταῦτα κηρύττουσιν. Ἢ οὐκ ἤκουσας τοῦ μὲν Ἡσαΐου βοῶντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμα‐ νουήλ;» οὐ, κατὰ σὲ, καὶ κατὰ τὰς σὰς ληρῳδίας, θεότητος ὄργανον, ἀλλὰ Θεὸν μεθ’ ἡμῶν, καθ’ ἡμᾶς
35γενόμενον ἄνθρωπον. Τοῦ δὲ Ἱερεμίου, καὶ αὐτοῦ θεολογοῦντος τὸν ἐνανθρωπήσαντα Λόγον, ἐν οἷς φη‐ σιν· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης.» Καὶ μετ’ ὀλίγα· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ
40τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ τῆς τοῦ προ‐ δρόμου δὲ μητρὸς ὑπὸ τοῦ προσκυνητοῦ Πνεύματος προφητικῶς κινουμένης τε καὶ βοώσης· «Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;» Ταῦτα πολλοῖς πρότερον εἰρημένα, καὶ νῦν δὲ οὐδὲν
45ἧττον λεγόμενα, παραδραμεῖν ἀναγκαῖον. Ὅτι μὲν οὖν Θεοτόκος ἡ ἁγία Παρθένος, ἱκανὰ τοῖς εὐγνώμοσι τὰ εἰρημένα. Τὴν δὲ σοφὴν αὐτοῦ τεχνολογίαν διὰ βραχέων ἀνατρέψαι πειράσομαι. Μικρὸν δὲ ἄνωθεν, ἡ Χριστὸς, φησὶ, προσηγορία

83

.

1160

(50)

τῶν δύο φύσεών ἐστι σημαντική· ἡ δὲ Θεὸς, τῆς ἁπλῆς καὶ ἀσυνθέτου· ἡ δὲ ἄνθρωπος, τὴν ἀνθρω‐ πείαν παρίστησι φύσιν. Τί λέγεις; Ὅταν οὖν ὁ Κύ‐ ριος ἐν τοῖς Εὐαγγελίοις τὰ θειότερα, καὶ ὡς αὐτὸς εἶπεν ἐπουράνια διδάσκων, πρὸς τὸν Νικόδημον
55λέγῃ (ὡς γὰρ εἰδότι σοι τὰς θείας διαλέξομαι Γρα‐1159

83

.

1161

φάς)· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Ἐπειδὴ Υἱὸν ἀνθρώπου σαφῶς εἶ‐ πεν, ἆρα τὴν ἀνθρωπείαν φύσιν ἐροῦμεν ἐκ τῶν οὐ‐
5ρανῶν κατεληλυθέναι κατὰ τὴν ἀσεβῆ καὶ ἄσοφόν σου σοφίαν; Τοῖς γὰρ σοῖς κατὰ σοῦ χρήσομαι σοφίσμα‐ σιν. Ἄπαγε τῆς βλασφημίας. Οὐ γὰρ ἡ τοῦ Δεσπό‐ του σὰρξ ἐκ τῶν οὐρανῶν κατελήλυθεν, ἢ τὰ πάντα πληροῖ. Ἀλλ’ ἐνταῦθα περὶ τῆς θεότητός ἐστιν
10ὁ λόγος τῷ Δεσπότῃ Χριστῷ· ὁ γὰρ καταβὰς ἐκ τῶν οὐρανῶν, καὶ πάντα πληρῶν, καὶ μὴ ἀπολιμπάνων ἐκεῖνα ὅθεν κατέβη, ὁ Θεός ἐστι Λόγος, διὰ τοῦ προ‐ φήτου βοῶν· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.» Καὶ πάλιν· «Τίς ἐμέτρησε
15τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶ‐ σαν τὴν γῆν δρακί;» καί· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Καθὸ μὲν Θεὸς, ἐν οὐρανῷ τε ὢν, καὶ κατιὼν πρὸς ἡμᾶς, καὶ τὰ πάντα πληρῶν· καθ’ ὃ δὲ ἄνθρωπος γέγονε, μετὰ
20τὴν πρὸς ἡμᾶς συγκατάβασιν, ἀνιών τε εἰς οὐρα‐ νοὺς, καὶ τῷ οἰκείῳ Πατρὶ συνδοξαζόμενος. Τοῦτο γὰρ δηλοῖ καὶ τὸ εἰρημένον τῷ ἱεροψάλτῃ Δαβίδ. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Ἰδοὺ τῆς περιττῆς σου τῶν λόγων σοφίας ἀκριβὴς
25ἔλεγχος ἡ τοῦ Κυρίου φωνή. Υἱὸν γὰρ ἀνθρώπου προτάξας καταβαίνοντα ἐκ τῶν οὐρανῶν, καὶ ὄντα ἐν ἐκείνοις ὅθεν κατέβη· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· «Ὁ ὢν ἐν τῷ οὐρανῷ·» τὴν θείαν καὶ πάντα περι‐ έχουσαν ἐδήλωσεν οὐσίαν, πρὸς ἡμᾶς τῷ τῆς οἰκονο‐
30μίας κατιοῦσαν λόγῳ, καὶ τὴν ἡμετέραν ἐν ἑαυτῇ φύσιν πρὸς τὸν πατρικὸν ἄγουσαν θρόνον, κατὰ τὸ εἰρημένον τῷ θεσπεσίῳ Παύλῳ· «Καὶ αὐτὸν ἤγει‐ ρεν τὸν Χριστὸν ἐκ τῶν νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης Ἀρχῆς, καὶ
35Ἐξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παν‐ τὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Οὐ δή που τῆς θείας τοῦ Μονογενοῦς οὐσίας μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τῆς τοῦ Πατρὸς δόξης ἀξιουμένης· ἀλλὰ
40τότε, μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, τοῦ Θεοῦ Λόγου τῇ τοῦ Πατρὸς δόξῃ τιμωμένου τε καὶ προσκυνουμέ‐ νου μετὰ τῆς ἰδίας σαρκός. Καὶ ἑτέρωθι δὲ ὁ αὐτὸς ἀπόστολος Παῦλος ἐκβάλλει σου ταύτην τὴν κενοφω‐ νίαν. Κορινθίοις γὰρ ἐπιστέλλων φησίν· «Ὁ πρῶτος
45ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύ‐ ριος ἐξ οὐρανοῦ.» Ἰδοὺ μόνου προσηγορίαν ἀνθρώ‐ που προτάξας, ἐπήγαγεν· Ὁ Κύριος ἐξ οὐρανοῦ, τὴν θείαν διὰ τοῦ ἐξ οὐρανῶν εἰπεῖν ἑρμηνεύων οὐ‐ σίαν. Καὶ Θεὸν δὲ πολλάκις λέγοντες οἱ θεοφόροι προ‐

83

.

1161

(50)

φῆται καὶ ἀπόστολοι, τὴν ἀνθρωπείαν ὑποτίθενται φύσιν. Ὁ μὲν Ἱερεμίας βοῶν· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Εἶτα, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγω· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς
ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Οὐ δήπου1161

83

.

1164

τὴν θεότητα τοῦ Μονογενοῦς ὀφθαλμοῖς ἀνθρώπων ληπτὴν ἔσεσθαι προφητεύων· ἀλλὰ διὰ τοῦ Ὤφθη τὴν σάρκα τοῦ Θεοῦ Λόγου σαφῶς ὑποδείκνυσιν. Τῆς δὲ αὐτῆς ἔχεται διανοίας καὶ τὸ ἐν τεσσαρακοστῷ
5ἐννάτῳ ψαλμῷ παρὰ τοῦ θεσπεσίου Δαβὶδ εἰρημένον· «Ὁ Θεὸς ἐμφανῶς ἥξει.» Καὶ Σοφονίας δὲ ὁ προ‐ φήτης τὸ αὐτὸ τοῦτο προφητεύει λέγων· «Ἐπιφα‐ νήσεται Κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς.» Οὐδὲν δὲ ἧττον καὶ
10ὁ εὐαγγελιστὴς Ἰωάννης τὸ ἀπόῤῥητον τοῦτο κηρύτ‐ τει μυστήριον· «Ὃ ἦν ἀπ’ ἀρχῆς, λέγων, ὃ ἀκη‐ κόαμεν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψη‐ λάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς.» Οὐ δήπου τὴν ἀσώματον καὶ ἀόρατον τοῦ Θεοῦ Λόγου φύσιν χερσὶ
15ψηλαφωμένην εἰδὼς, ἀλλὰ τὸ σῶμα τοῦ Θεοῦ Λόγου προσηγορίᾳ τιμῶν. Καὶ γὰρ οὕτως ἔχει, καὶ ταύτην ἡμῖν παρέδοσαν τὴν πίστιν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ ὁ ἱερὸς τῶν μετ’ ἐκείνους ἅπαντας ἁγίων Πατέρων κατάλογος.
20Ὅτι μετὰ τὸ γενέσθαι τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον καθ’ ἡμᾶς ἄνθρωπον, μετὰ τοῦ μεῖναι Θεὸν, καὶ εἰς ἑαυτὸν διὰ τῆς τοῦ δούλου μορφῆς τὰ ἡμέτερα κατα‐ δέξασθαι πάθη, οὔτε προσηγορίαις, οὔτε τῇ φύσει λοιπὸν ἀπὸ τῆς ἰδίας μερίζεται σαρκός· ἀλλὰ κἂν
25ἄνθρωπον εἴπῃ, τὸν Θεὸν Λόγον λέγει· κἂν Θεὸν ὀνο‐ μάσῃ, οὐδὲν ἧττον μετὰ τῆς ἑαυτοῦ σαρκὸς ὀνομάζει. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Οὐ γὰρ πλήθους
μαρτυριῶν ἡμῖν ἐπίδειξις πρόκειται, ἀλλ’ ἔλεγχος τῆς ἀπαιδεύτου τεχνολογίας καὶ παρατηρήσεως.1163