TLG 4089 030 :: THEODORETUS :: Interpretatio in xiv epistulas sancti Pauli THEODORETUS Scr. Eccl.
Theol. Interpretatio in xiv epistulas sancti Pauli Citation: Volume — page — (line) | ||
82.36(1t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
2t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
---|---|---|
3t | ΕΡΜΗΝΕΙΑ ΤΩΝ ΙΔ ΕΠΙΣΤΟΛΩΝ | |
4t | ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ. | |
10 | ΠΡΟΘΕΩΡΙΑ. Οἶδα μὲν, ὡς οὐ διαφεύξομαι τῶν μεμψιμοίρων τὰς γλώττας, τὴν τοῦ θείου Παύλου διδασκαλίαν ἑρμηνεῦσαι πειρώμενος· ἀλλ’ αὐθαδείας με τυχὸν καὶ θρασύτητος γράψονται, μετὰ τὸν δεῖνα καὶ τὸν | |
15 | δεῖνα, τοὺς τῆς οἰκουμένης φωστῆρας, τῆς ἀποστο‐ λικῆς ἑρμηνείας κατατολμῶντα. Ἐπιχειρήσω δὲ ὅμως, οὐκ ἐμαυτῷ θαῤῥῶν, ἀλλὰ τὴν θείαν χάριν ἀντιβολῶν, τῆς ἀποστολικῆς σοφίας ἐπιδεῖξαι τὸ βά‐ θος, καὶ τῶν τοῦ γράμματος προκαλυμμάτων ἀπο‐ | |
20 | γυμνῶσαι, ἵνα τοῖς μεταλαχεῖν βουλομένοις πρόχει‐ ρον προσενέγκω τὸ κέρδος. Παρακαλῶ δὲ τοὺς τοῖς ἀλλοτρίοις ἐπιμέμφεσθαι πόνοις ἀνεχομένους, τὴν θείαν Γραφὴν καταμαθεῖν ἀκριβῶς. Πολλὰ γὰρ τοι‐ αῦτα εὑρήσουσι παραδείγματα. Καὶ γὰρ Ἐλδὰδ, καὶ | |
25 | Μωδὰδ, ψήφου μὲν ἀνθρωπίνης οὐκ ἔτυχον, οὐδὲ τοῖς ἑβδομήκοντα συνηριθμήθησαν δικασταῖς· ἀλλὰ καὶ Μωσῆς αὐτοὺς ὁ μέγας σὺν τοῖς πολλοῖς καταλέλοι‐ πε· θείας δὲ ὅμως ἠξιώθησαν χάριτος, καὶ προφη‐ τικῆς ἀπήλαυσαν δωρεᾶς. Καὶ Σαμουὴλ ὁ προφήτης, | |
30 | ἔτι μειρακίδιον ὢν, παρὰ μὲν τῶν ἱερέων οὐδὲ τῆς ἐσχάτης λειτουργίας μεταλαχεῖν ἐπετράπη· τὸ γὰρ ἄωρον τῆς ἡλικίας τὴν λειτουργίαν ἐκώλυε· θεοφανίας δὲ ὅμως τετύχηκε, καὶ θείας ὀπτασίας ἀπήλαυσε, καὶ τοῦ Δεσπότου Θεοῦ τὴν φωνὴν εἰσεδέξατο τοῖς | |
35 | ὠσὶ, τί Θεὸς οὐδέπω μεμαθηκώς. Καὶ μέντοι καὶ | |
Ἠλίας ὁ πάνυ μόνος ὑπετόπαζεν ὑπολελεῖφθαι | ||
82.37 | προφήτης· ἀλλ’ ἤκουσεν ὡς ἦσαν ἑπτακισχίλιοι τῆς περὶ τὰ εἴδωλα πλάνης ἀπηλλαγμένοι, καὶ τῷ Θεῷ τὸ προσῆκον προσφέροντες σέβας. Καὶ μυρία δὲ τοιαῦτ’ ἂν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ διηγήματα. | |
5 | Οὐδὲν τοίνυν ἀπεικὸς, οἷόν τινας κώνωπας καὶ ἡμᾶς σὺν ταῖς μελίτταις ἐκείναις τοὺς ἀποστολικοὺς πε‐ ριβομβῆσαι λειμῶνας. Κύριος γὰρ πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πέ‐ νητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν, τοῦ καθίσαι | |
10 | αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνου δόξης· καὶ Κύριος σοφίζει τυφλοὺς, καὶ ἀποστρέφει φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνει. Οὗ δὴ χάριν, τῆς ἀκτῖνος τοῦ νοεροῦ φωτὸς ἀντιβολήσας τυχεῖν, τῆς ἑρμηνείας καταθαῤῥήσω, καὶ τὰς ἀφορ‐ | |
15 | μὰς ἐκ τῶν μακαρίων συλλέξω πατέρων. Συντομίας δὲ ὅτι μάλιστα φροντιῶ. Οἶδα γὰρ τὴν βραχυλογίαν καὶ τοὺς ῥᾳστώνῃ συζῶντας προτρέπουσαν εἰς ἀνάγνωσιν. Πρῶτον δέ γε τὴν κατὰ τὸν χρόνον τάξιν τῶν ἀποστολικῶν ἐπιστολῶν ἐπιδεῖξαι πειρά‐ | |
20 | σομαι. Τὰς τέτταρας μὲν καὶ δέκα ἐπιστολὰς ὁ μακάριος γέγραφε Παῦλος· τὴν δὲ τάξιν, ἣν ἐν τοῖς βιβλίοις ἔχουσιν, οὐκ αὐτὸν ἡγοῦμαι πεποιηκέναι· ἀλλ’ ὥσ‐ περ τοὺς ἱεροὺς Ψαλμοὺς συνέγραψε μὲν ὁ θεῖος Δα‐ | |
25 | βὶδ, τοῦ παναγίου Πνεύματος δεξάμενος τὴν ἐν‐ έργειαν, συνήρμοσαν δὲ τούτους ἀλλήλοις ἄλλοι τινὲς ὡς ἠβουλήθησαν ὕστερον· καὶ τὴν μὲν πνευματικὴν ἐκπέμπουσιν εὐωδίαν, τὴν ἀπὸ τοῦ χρόνου δὲ τάξιν οὐκ ἔχουσιν· οὕτω καὶ τὰς ἀποστολικὰς ταύτας ἐπι‐ | |
30 | στολὰς συγκειμένας ἔστιν εὑρεῖν. Ἡ γάρ τοι πρὸς Ῥωμαίους παρὰ τοῦ θειοτάτου Παύλου γραφεῖσα, τὴν μὲν πρώτην ἔλαχε τάξιν, ἐγράφη δὲ πασῶν ἐσχάτη τῶν ἐκ τῆς Ἀσίας, καὶ Μακεδονίας, καὶ Ἀχαΐας ἐκπεμφθεισῶν. Πρώτην γὰρ δὴ γεγράφθαι | |
35 | νομίζω τῶν πρὸς Θεσσαλονικέας τὴν προτέραν· ταύ‐ την γὰρ ἐξ Ἀθηνῶν ἀπέστειλεν ὁ θεῖος Ἀπόστολος, ὡς πρὸς αὐτοὺς γράφων ἐδίδαξεν. Ἐν γὰρ τῷ μέσῳ τῆς ἐπιστολῆς οὕτω φησί· «Διὸ μὴ στέγοντες εὐ‐ δοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ | |
40 | ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ πιστὸν διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγ‐ γελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρα‐ καλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν.» Σμικροῦ δὲ πάλιν χρόνου διελθόντος, τοῖς αὐτοῖς τὴν δευτέραν ἐπέστει‐ | |
45 | λε. Διδασκόμεθα δὲ παρὰ τῆς ἱστορίας τῶν Πράξεων, ὡς τὰς Ἀθήνας καταλιπὼν ὁ θεσπέσιος Παῦλος κα‐ τέλαβε μὲν τὴν Κόρινθον, πλεῖστον δὲ ἐκεῖ διέτριψε χρόνον. Μετὰ ταύτας ἡγοῦμαι γραφῆναι τὴν πρὸς Κορινθίους προτέραν. Ἐν δέ γε τῇ Ἐφέσῳ τηνικαῦτα | |
82.37(50) | διατρίβων ταύτην ἐπέστειλε· καὶ τοῦτο αὐτὸς πε‐ ποίηκε φανερόν. Περὶ γάρ τοι τὸ τέλος τῆς ἐπιστολῆς φησιν· «Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκο‐ στῆς. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, | |
καὶ οἱ ἀντικείμενοι πολλοί.» Εἰς δὲ τὴν Ἔφεσον | ||
82.40 | μετὰ τὸ κηρῦξαι Μακεδόσι, καὶ Ἀθηναίοις, καὶ Κο‐ ρινθίοις, ἀφίκετο, ὡς ἡ τῶν Πράξεων ἱστορία διδά‐ σκει. Καὶ τὴν δευτέραν δὲ πρὸς Κορινθίους μετὰ ταύτην ἡγοῦμαι γεγράφθαι. Κατὰ γὰρ δὴ τὰς ὑπο‐ | |
5 | σχέσεις, πρὸς αὐτοὺς ἀφικνούμενος, καὶ σμικρὸν ἐν τῇ Μακεδονίᾳ χρόνον διάγων, ἐκεῖθεν ἐπέστειλε, καὶ τοῦτο πάλιν ἐν αὐτῇ τῇ ἐπιστολῇ δεδήλωκε. Τὰς γὰρ κατὰ τὴν Ἀσίαν διηγησάμενος θλίψεις, καὶ κατὰ τὴν Τρωάδα, διεξελθὼν ἐν τῷ μέσῳ φησί· «Καὶ γὰρ ἐλ‐ | |
10 | θόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἄνεσιν ἔσχη‐ κεν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπει‐ νοὺς παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ πα‐ | |
15 | ρακλήσει ᾗ παρακέκληται ἐφ’ ὑμῖν.» Καὶ πάλιν· «Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας.» Καὶ αὖθις· «Μήπως ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδό‐ νες.» Πέμπτην ἡγοῦμαι γεγράφθαι τῶν πρὸς Τι‐ | |
20 | μόθεον τὴν προτέραν. Μετὰ γὰρ δὴ τὸ προοίμιον οὕτω φησί· «Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν.» Διδάσκει δὲ ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία, ὡς ἡνίκα τὸ πρῶ‐ τον εἰς τὴν Μακεδονίαν ἀφίκετο, οὐδέπω μὲν εἰς τὴν | |
25 | Ἔφεσον ἐληλύθει. «Ἐκωλύθησαν γὰρ ὑπὸ τοῦ Πνεύ‐ ματος λαλῆσαι, φησὶ, τὸν λόγον ἐν τῇ Ἀσίᾳ.» Συνῆν δέ γε αὐτῷ καὶ ὁ Τιμόθεος· καὶ τοῦτο σαφῶς καὶ ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Τῶν γὰρ ἀπὸ Θεσσα‐ λονίκης Ἰουδαίων εἰς τὴν Βέῤῥοιαν ἀφικομένων, καὶ | |
30 | τὸ πλῆθος ἐγειράντων εἰς στάσιν, ὁ μὲν θεῖος Ἀπό‐ στολος εἰς τὰς Ἀθήνας ἀπέπλευσεν· «Ἐπέμειναν δὲ, φησὶν, ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.» Καὶ πάλιν τὰ κατὰ τὴν Κόρινθον ὁ συγγραφεὺς διηγούμενος, καὶ διδάσκων ὅπως ὁ θεῖος Ἀπόστολος διελέγετο ἐν | |
35 | τῇ συναγωγῇ κατὰ πᾶν Σάββατον, καὶ ὅτι ἔπεισεν Ἰουδαίους τε καὶ Ἕλληνας, ἐπήγαγεν· «Ὡς δὲ ἦλ‐ θον ἀπὸ τῆς Μακεδονίας, ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν.» Δῆλον τοίνυν, ὡς | |
40 | ἡνίκα τὸ δεύτερον ἀπὸ τῆς Ἐφέσου παρεγίνετο εἰς τὴν Μακεδονίαν ὁ μακάριος Παῦλος, τότε τὸν πάντα ἄριστον Τιμόθεον ἐκεῖ καταλέλοιπεν, εἰς ἐπιμέλειαν τῶν δεξαμένων τὸ σωτήριον κήρυγμα. Μετὰ ταύτην, ὑπολαμβάνω τὴν πρὸς Τίτον γεγράφθαι. Ἐν ἐκείνοις | |
45 | γὰρ ἔτι διάγων τοῖς μέρεσι, καταλαβεῖν αὐτὸν παρ‐ ηγγύησε. Λέγει δὲ οὕτως· «Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ, ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.» Τὴν δὲ Νικόπολιν, Θρᾳκικὴν μὲν πόλιν εἶναί φασι, τῇ δὲ | |
82.40(50) | Μακεδονίᾳ πελάζειν. Ἑβδόμην τὴν πρὸς Ῥωμαίους ἐπέστειλε. Μετὰ γὰρ δὴ ταύτας ἁπάσας, ταύτην αὐτὸς γεγραφέναι διδάσκει. Λέγει δὲ οὕτως· «Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις· | |
ηὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ | ||
82.41 | ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱε‐ ρουσαλήμ.» Περὶ δὲ τούτων τῶν χρημάτων, καὶ ἐν τῇ προτέρᾳ τῇ πρὸς Κορινθίους φησὶν Ἐπιστολῇ· «Ἵνα μὴ ὅταν ἔλθω, τότε λογίαι γίνωνται· ὅταν δὲ | |
5 | παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱε‐ ρουσαλήμ· ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.» Μετὰ τούτων τῶν χρημάτων εἰς Ἱερουσαλὴμ ἀπαίρων, ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔφη | |
10 | πρεσβυτέροις, ὅτι «Οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασι‐ λείαν τοῦ Θεοῦ.» Εὐθὺς γὰρ ἐν Ἱεροσολύμοις παρα‐ νόμων γραφεὶς, καὶ τὸν μέγιστον ἐκεῖνον κίνδυνον ὑπομείνας, διὰ μὲν τοῦ χιλιάρχου τῶν Ἰουδαϊκῶν | |
15 | ἀπηλλάγη χειρῶν· ἐφέσει δὲ χρησάμενος, ἐπὶ τοῦ Φήστου τὴν Ῥώμην κατέλαβεν. Ὅτι δὲ ἀπὸ Κορίν‐ θου γέγραφε τὴν πρὸς Ῥωμαίους Ἐπιστολὴν, σαφῶς ἡμᾶς αὐτὸ διδάσκει τὸ τέλος. Πρῶτον μὲν γὰρ τὴν Φοίβην συνίστησι, διάκονον αὐτὴν εἶναι λέγων τῆς ἐν | |
20 | Κεγχρεαῖς ἐκκλησίας· Κορινθίων δὲ χωρίον αἱ Κεγ‐ χρεαί. Ἔπειτα δὲ καὶ ταῦτά φησιν· «Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου, καὶ τῆς Ἐκκλησίας ὅλης.» Ξένον δὲ τὸν ξενοδόχον καλεῖ. Ὅτι δὲ Κορίνθιος ἦν ὁ Γάϊος, ἐκ τῆς πρὸς Κορινθίους προτέρας κατα‐ | |
25 | μαθεῖν εὐπετές. Γράφει γὰρ οὕτως αὐτοῖς· «Εὐχα‐ ριστῶ τῷ Θεῷ μου, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον.» Ἐσχάτη τοίνυν ἀπὸ τῆς Ἀσίας, καὶ Μακεδονίας, καὶ Ἀχαΐας, ἡ πρὸς Ῥω‐ μαίους ἐγράφη, καὶ τάξιν ἔχει τὴν ἑβδόμην, ὡς ἐκ | |
30 | τῶν ἀποστολικῶν γραμμάτων ἐδείξαμεν. Τὰς γὰρ δὴ ἄλλας ἀπὸ τῆς Ῥώμης ἐπέστειλε. Καὶ πρώτην μὲν ἡγοῦμαι τὴν πρὸς Γαλάτας γραφῆναι. Πρὸ γὰρ τῆς εἰς τὴν Μακεδονίαν ἀποδημίας, διῆλθεν εἰς τὴν Φρυ‐ γίαν καὶ Γαλατικὴν χώραν, κηρύττων τὸ Εὐαγγέλιον. | |
35 | Εἶτά τινα χρόνον ἐν τῇ Μακεδονίᾳ, καὶ τῇ Ἀχαΐᾳ, καὶ μέντοι καὶ τῇ Ἀσίᾳ διατρίψας, ἀπῆρε μὲν εἰς τὴν Ἰουδαίαν. Ἐκεῖθεν δὲ μετὰ τὴν Ἔφεσον τὴν Ῥώμην κατέλαβε· καὶ μαθὼν, ὥς τινες τὰ τῆς εὐσε‐ βείας συνέχεον δόγματα, τὴν ἀπὸ τῶν γραμμάτων | |
40 | αὐτοῖς θεραπείαν προσήνεγκε. Καὶ Φιλιππησίοις μετὰ τούτους ἀπὸ τῆς Ῥώμης ἐπέστειλε, καὶ δηλοῖ τῆς Ἐπιστολῆς τὸ τέλος· «Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς οἱ ἐκ τῆς Καίσαρος οἰκίας.» Καὶ μέντοι καὶ Ἐφεσίοις, καὶ Κολασσαεῦσι, κατὰ τὸν αὐτὸν ἔγραψε | |
45 | χρόνον, ἑνὶ τῶν ἐπιστολῶν ἀμφοτέρων διακόνῳ χρη‐ σάμενος. Ἐν τῷ τέλει γὰρ ἑκατέρας φησίν· «Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς | |
82.41(50) | εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ πα‐ ρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Ἐν δέ γε τῇ πρὸς Κολασσαεῖς καὶ τοῦ Ὀνησίμου μέμνηται. «Σὺν | |
Ὀνησίμῳ γὰρ, φησὶ, τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελ‐ | ||
82.44 | φῷ, ὅς ἐστιν ἐξ ὑμῶν, πάντα γνωρίσουσι τὰ ὧδε.» Πρὸ τῶν δύο τοίνυν τούτων ἡ πρὸς Φιλήμονα τε‐ τάχθω. Ἐν ἐκείνῃ μὲν γὰρ δεχθῆναι παρακαλεῖ τὸν Ὀνήσιμον, ὡς ἐν τῷ δεσμωτηρίῳ τῶν πνευ‐ | |
5 | ματικῶν ὠδίνων τετυχηκότα· ἐνταῦθα δὲ καὶ τοῖς ὑπουργοῖς συντάττει. Μετὰ τούτους Ἑβραίοις ἐπ‐ έστειλε, καὶ τούτοις δέ γε ἀπὸ Ῥώμης, ὡς διδά‐ σκει τὸ τέλος· «Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.» Ἐσχάτην δὲ πασῶν τὴν δευτέ‐ | |
10 | ραν πρὸς Τιμόθεον γέγραφε· καὶ τοῦτο δὲ πάλιν ἐκ τῶν αὐτοῦ γραμμάτων καταμαθεῖν ῥᾴδιον. «Ἐ‐ γὼ γὰρ, φησὶν, ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ἐντεῦθεν ἔστι κα‐ ταμαθεῖν, ὡς καὶ τὴν πρὸς Ἐφεσίους, καὶ τὴν | |
15 | πρὸς Κολασσαεῖς, ἀπὸ τῆς Ῥώμης ἐπέστειλε. «Τυ‐ χικὸν γὰρ, φησὶν, ἐπέστειλα εἰς Ἔφεσον.» Ἡ μὲν τῶν ἐπιστολῶν κατὰ τὸν χρόνον τάξις ἐστὶν αὕτη. Προτετάχασι δὲ τὴν πρὸς Ῥωμαίους, ὡς παντοδα‐ πὴν ἔχουσαν διδασκαλίαν, καὶ τὴν τῶν δογμάτων | |
20 | ἀκρίβειαν διὰ πλειόνων διδάσκουσαν. Τινὲς δέ φα‐ σιν, ὅτι καὶ τὴν πόλιν τιμῶντες, ὡς τῆς οἰκουμένης προκαθημένην, καὶ τῆς βασιλείας τὰ σκῆπτρα κατ‐ έχουσαν, πρώτην ἔταξαν τὴν πρὸς τούτους γρα‐ φεῖσαν Ἐπιστολήν. Ἐμοὶ δὲ τὸ πρότερον ἀληθέστε‐ | |
25 | ρον εἶναι δοκεῖ. Ἀλλὰ τῶν μὲν ἄλλων ἐπιστολῶν τὰς ὑποθέσεις κατὰ τὸν προσήκοντα καιρὸν, σὺν Θεῷ φάναι, γράψομεν καὶ ἑκάστης προτάξομεν. Ἐπὶ δέ γε τοῦ παρόντος τῆς πρὸς Ῥωμαίους τὸν σκοπὸν ἐροῦμεν ἐν κεφαλαίῳ. | |
29t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
30t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
31t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ | |
35 | ΥΠΟΘΕΣΙΣ, Ποικίλην μὲν καὶ παντοδαπὴν ὁ θεῖος Ἀπόστολος διὰ τῶνδε τῶν γραμμάτων προσφέρει διδασκαλίαν. Ἅπας δὲ τῆς Ἐπιστολῆς ὁ σκοπός ἐστιν οὗτος. Τῆς θείας ἐνανθρωπήσεως τὸ μυστήριον, τοῖς μὲν εἰλι‐ | |
40 | κρινῶς πεπιστευκόσι σεπτόν ἐστι καὶ ἄγαν προσ‐ | |
κυνητόν. Ἐναργῶς γὰρ ἡμᾶς τὴν τοῦ Θεοῦ διδάσκει | ||
82.45 | φιλανθρωπίαν. Οἱ δέ γε τῆς ἀπιστίας τὴν ἀχλὺν περικείμενοι, καὶ τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην μηδέπω δεξάμενοι, γελῶσιν ἃ μηδὲ τῶν ἀγγέλων οἱ δῆμοι πρὸς ἀξίαν ὑμνῆσαι δεδύνηνται. Καὶ τοῦτο | |
5 | σαφῶς ὁ θεσπέσιος Ἀπόστολος Κορινθίοις ἐπιστέλ‐ λων ἐδίδαξεν· «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ ἐστι.» Τοῦτο τοίνυν τὸ σωτήριον κήρυγμα, Ῥωμαίοις γράφων, ἀναγκαῖον δείκνυσι, | |
10 | καὶ πᾶσιν ἀνθρώποις, Ἰουδαίοις τε καὶ Ἕλλησι, λυσιτελὲς καὶ συμφέρον. Οὗ δὴ χάριν πρὸ τῶν ἄλλων ἁπάντων, καὶ Ἕλληνας ἐξελέγχει, τὴν ἐντεθεῖσαν τῇ φύσει παρὰ τοῦ πεποιηκότος τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων διάκρισιν ἄντικρυς διαφθείραντας, | |
15 | καὶ τῆς φύσεως παραβεβηκότας τοὺς νόμους· καὶ μέντοι καὶ Ἰουδαίους, ἔγγραφον μὲν θείων νόμων δεξαμένους διδασκαλίαν, ὄνησιν δὲ ἐντεῦθεν οὐ βου‐ ληθέντας λαβεῖν, ἀλλὰ μείζοσι τιμωρίαις ὑπευθύ‐ νους γεγενημένους. Μετὰ ταῦτα λέγει τὴν τοῦ Θεοῦ | |
20 | καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, οὐκ ἐπὶ κρίσει καὶ τιμωρίᾳ τῶν παρανενομηκότων γεγενημένην, ἀλλὰ τῶν ἁμαρτημάτων δωρουμένην τὴν ἄφεσιν, καὶ τοῦ θανάτου τὴν λύσιν ὑπισχνουμένην, καὶ τὴν αἰώνιον ἐπαγγελλομένην ζωήν. Ἐπειδὴ δὲ καὶ Ἰουδαίους | |
25 | ᾔδει λίαν ἀντεχομένους τοῦ νόμου, καὶ τοὺς τὰ Μαρ‐ κίωνος καὶ Βαλεντίνου νοσοῦντας, καὶ μέντοι καὶ Μανιχαίους, λίαν τούτου κατηγοροῦντας, καθάπερ ἄριστός τις στρατηγὸς πάντοθεν ὑπὸ πολεμίων κυ‐ κλούμενος, καὶ τούτους βάλλει κἀκείνους, καὶ τὸ | |
30 | τρόπαιον ἵστησιν· οὕτως ὁ θεῖος Ἀπόστολος καὶ τῶν αἱρετικῶν τὸ στίφος, καὶ τῶν Ἰουδαίων τὴν φάλαγγα διὰ τῆς θείας κατέλυσε χάριτος. Τί γὰρ ποιεῖ; οὔτε ἄγαν ἐπαίρει τὸν νόμον διὰ τὴν Ἰουδαίων ἀναίδειαν, οὔτε πρόφασιν κατηγορίας παρέχει τοῖς δυσσεβέσιν | |
35 | αἱρετικοῖς. Ἀλλὰ δείκνυσι μὲν αὐτὸν τὸ δέον παι‐ δεύσαντα, καὶ τὴν τῆς δικαιοσύνης διδασκαλίαν προσενεγκόντα· κατορθῶσαι δὲ ταύτην οὐ δυνηθέντα διὰ τὴν τῶν νομοθετηθέντων ἀσθένειαν. Εἶτα διδά‐ σκει ὡς ἡ πίστις εἰς ἔργον ἤγαγε τὸν τοῦ νόμου | |
40 | σκοπόν. Ἅπερ γὰρ ἐκεῖνος κατορθῶσαι μὲν ἠθέλη‐ σεν, οὐκ ἴσχυσε δὲ, αὕτη διὰ τῆς τοῦ παναγίου Πνεύματος ἐξετέλεσε χάριτος. Διὰ τούτων δὲ πάντων μανθάνομεν, ὡς ἀεὶ τῶν ἀνθρώπων προμηθούμενος διετέλεσεν ὁ δημιουργήσας ἡμᾶς Θεός. Πρῶτον μὲν | |
45 | γὰρ ἐν τῇ φύσει τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τέ‐ θεικε τὴν διάκρισιν. Εἶτα διὰ τῆς κτίσεως τοὺς βουληθέντας ἐποδήγησε πρὸς εὐσέβειαν. Εἰ γὰρ καὶ μὴ πάντες ἰδεῖν ἠθέλησαν τὴν ἀλήθειαν, ἀλλ’ οὖν οἱ ταύτην ποθήσαντες ἀπήλαυσαν ὧν ἐπόθησαν. | |
82.45(50) | Πρὸς δὲ τούτοις κἀκεῖνο ἡμᾶς ἐκπαιδεύει, ὡς οὐκ ἐκ μεταμελείας ὁ τῶν ὅλων Θεὸς ἐπὶ ταύτην ἐλήλυθε τῆς σωτηρίας τὴν μέθοδον· ἀλλ’ ἄνωθεν αὐτὴν διὰ τῶν θείων προηγόρευσε προφητῶν. Διδάσκει καὶ | |
τῶν Ἰουδαίων ἀποβολῆς τὴν αἰτίαν, καὶ τοῖς ἐξ | ||
82.48 | ἐθνῶν πεπιστευκόσι παραινεῖ μὴ κατεπαίρεσθαι τούτων· προτρέπων ἐκείνους προελθεῖν τῷ κηρύ‐ γματι. Καὶ τῆς πρακτικῆς δὲ ἀρετῆς τὴν διδασκα‐ λίαν τοῖς δογματικοῖς ἀνέμιξε λόγοις, ὁμοῦ καὶ τὴν | |
5 | ἀλήθειαν ἐκπαιδεύων, καὶ τὸ ἦθος ῥυθμίζων. Ἡ μὲν οὖν ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστιν αὕτη· ἀκριβέστερον δὲ πάντα ἡμᾶς ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς | |
10 | ἀπόστολος. Ὕπαρχοι μὲν καὶ στρατηγοὶ τὰ τῶν ἀξιωμάτων ὀνόματα τῶν οἰκείων γραμμάτων προ‐ τάττουσι, τὴν ὀφρὺν αἴροντες, καὶ τῷ ἀξιώματι τὸ φρόνημα συνεπαίροντες. Ὁ δὲ θεῖος Ἀπόστολος ἔκτρωμα μὲν ἑαυτὸν ὀνομάζει, καὶ τῶν ἁμαρτωλῶν | |
15 | πρῶτον ἀποκαλεῖ, καὶ τῆς ἀποστολῆς ἀνάξιον εἶναί φησι. Προτίθησι δ’ ὅμως ἐπιστέλλων τὰς ὑπὸ τῆς χάριτος ἐπιτεθείσας προσηγορίας, εἰς ὠφέλειαν τῶν δεχομένων τὰ γράμματα. Μανθάνοντες γὰρ τίνων ὁ γράφων ἀξιωμάτων μετέχει, μετὰ πλείονος | |
20 | αὐτὰ σπουδῆς τε καὶ προθυμίας ἐδέχοντο. Καὶ πρῶ‐ τον μὲν ἑαυτὸν Παῦλον καλεῖ, οὐ ταύτην ἄνωθεν παρὰ τῶν πατέρων τὴν προσηγορίαν δεξάμενος, ἀλλὰ μετὰ τὴν κλῆσιν ταύτης ἀξιωθεὶς, ὡς Σίμων Πέτρος, καὶ υἱοὶ βροντῆς οἱ Ζεβεδαίου υἱοὶ, καὶ ὁ | |
25 | Ἰακὼβ Ἰσραὴλ, καὶ Ἀβραὰμ ὁ Ἄβραμ. Εἶτα δοῦλον Ἰησοῦ Χριστοῦ, ὃν νεκρὸν ἐκάλουν ἅπαντες οἱ ἀπιστοῦντες, καὶ ἐσταυρωμένον, καὶ τοῦ τέκτονος υἱόν. Ἀλλ’ ὅμως τὴν τούτου δουλείαν ὑπὲρ πᾶσαν βασιλείαν ἠσπάζετο. Ἔπειτα κλητὸν ἑαυτὸν ὀνο‐ | |
30 | μάζει, τὴν ἄνωθεν αἰνιττόμενος κλῆσιν. Καὶ τὸ τοῦ ἀποστόλου δὲ προστίθησιν ὄνομα, διδάσκων ὡς καὶ τούτου τετύχηκεν. Ἐπειδὴ γὰρ τοῖς δώδεκα ταύτην ὁ Κύριος τὴν προσηγορίαν ἐπέθηκε, τίθησι καὶ ταύτην ὁ θεῖος Ἀπόστολος· οὐχ ἁρπάσας αὐτὴν, | |
35 | ἀλλὰ παρ’ αὐτοῦ τοῦ Δεσπότου δεξάμενος. «Πο‐ ρεύου γὰρ, ἔφη πρὸς αὐτὸν, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.» Καὶ τοῦτο δηλοῖ διὰ τῶν ἑξῆς· Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Οὐκ αὐτο‐ χειροτόνητός εἰμι, φησίν· ἀλλὰ παρ’ αὐτοῦ τοῦ Θεοῦ | |
40 | τὴν τοῦ κηρύγματος ἐδεξάμην διακονίαν. Ἀφώρισε δὲ αὐτὸν καὶ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ὅτι μὲν αὐτὸν ὁ Πατὴρ ἀφώρισεν, αὐτὸς ἐν τῇ πρὸς Γαλάτας διδάσκει· «Ὅτε δὲ εὐ‐ δόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός | |
45 | μου, καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν.» Ὅτι δὲ καὶ ὁ μονογενὴς Υἱὸς ταυτὸ τοῦτο πεποίηκε, πάλιν ὁ Ἀπόστολος ἐν ταῖς Πράξεσι λέγει, ὡς ὤφθη μὲν αὐτῷ ἐν τῷ ἱερῷ ὁ | |
82.48(50) | Κύριος, παρεκελεύσατο δὲ σπεῦσαι, καὶ ἐξελθεῖν, ὡς Ἰουδαίων μὴ δεχομένων τὸ κήρυγμα, καὶ προστέ‐ θηκε· «Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.» Ταυτὸ δὲ τοῦτο καὶ πρὸς τὸν Ἀνανίαν ἔφη ἀναδυόμενον· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι | |
55 | ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ.» Ὁ δέ γε | |
μακάριος Λουκᾶς διδάσκει ἡμᾶς, ὡς τῶν ἐν Ἀντιο‐ | ||
82.49 | χείᾳ προφητῶν λειτουργούντων τῷ Κυρίῳ, καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· «Ἀφορί‐ σατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Δήλη τοίνυν καὶ | |
5 | ἐντεῦθεν ἡ τῆς Τριάδος ἰσότης. Καὶ τὸ Εὐαγγέλιον δὲ, τοῦ Θεοῦ μὲν ἐνταῦθα προσηγόρευσε· μετὰ βρα‐ χέα δέ φησι τοῦ Υἱοῦ τοῦτο εἶναι. Λέγει δὲ οὕτω· Μάρτυς γάρ μοι ἐστὶν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ Πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ. | |
10 | Ταῦτα δὲ οὐκ εἰκῆ καὶ μάτην ἐπεσημηνάμην, ἀλλὰ δεικνὺς ὡς ἀδιαφόρως τὰ αὐτὰ, ποτὲ μὲν ἐπὶ τοῦ Πατρὸς, ποτὲ δὲ ἐπὶ τοῦ Υἱοῦ τιθέασιν οἱ τῆς ἀληθείας διδάσκαλοι. Εὐαγγέλιον δὲ τὸ κήρυγμα προσηγόρευσεν, ὡς πολλῶν ἀγαθῶν ὑπισχνούμενον | |
15 | χορηγίαν. Εὐαγγελίζεται γὰρ τὰς τοῦ Θεοῦ καταλ‐ λαγὰς, τὴν τοῦ διαβόλου κατάλυσιν, τῶν ἁμαρτη‐ μάτων τὴν ἄφεσιν, τοῦ θανάτου τὴν παῦλαν, τῶν νεκρῶν τὴν ἀνάστασιν, τὴν ζωὴν τὴν αἰώνιον, τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δὲ θεῖος Ἀπόστολος εἰρηκὼς ὡς ἀφωρίσθη εἰς Εὐαγγέλιον Θεοῦ, εὐθὺς | |
20 | αὐτοῦ πρὸ πάντων τὴν ἀρχαιότητα δείκνυσιν, ἵνα μή τις τῶν ἀνοήτων ὡς νεώτερον ἀποκρίνας ἐκβάλλῃ, καί φησιν· βʹ. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς ἁγίαις. Πλήρης γὰρ ἡ Παλαιὰ Διαθήκη τῶν περὶ τοῦ Κυρίου προῤῥήσεων. Τὸ δὲ ἁγίαις | |
25 | οὐχ ἁπλῶς τέθεικεν. Ἀλλὰ πρῶτον μὲν διδάσκων ὡς καὶ τὴν Παλαιὰν θείαν οἶδε Γραφήν· εἶτα πᾶσαν ἀποκρίνων τὴν ἀλλοτρίαν. Μόνη γὰρ ἡ θεόπνευστος Γραφὴ τὸ ὠφέλιμον ἔχει. Λέγει δὲ καὶ τῆς ἐπαγγε‐ λίας τὸ εἶδος. | |
30 | γʹ. Περὶ τοῦ Υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. Διὰ πάντων, φησὶ, τῶν προφητῶν τὰ περὶ τοῦ Υἱοῦ προεθέσπισεν· ὃς ἐξ αὐτοῦ φύσει πρὸ τῶν αἰώνων γεγεννημένος, καὶ τοῦ Δαβὶδ υἱὸς ἐχρημάτισεν, ὡς ἐκ σπέρματος Δαβὶδ | |
35 | τὴν ἀνθρωπείαν φύσιν ἀναλαβών. Τοῦ μέντοι Δαβὶδ μνημονεύσας, ἄγαν ἀναγκαίως τὸ κατὰ σάρκα προσ‐ τέθεικεν· ἵνα μὴ φύσει μὲν τοῦ Δαβὶδ υἱὸς νομισθῇ, κατὰ χάριν δὲ τοῦ Θεοῦ. Ἡ γὰρ τοῦ κατὰ σάρκα προσθήκη, αἰνίττεται ὡς τοῦ Θεοῦ καὶ Πατρὸς υἱός | |
40 | ἐστιν ἀληθῶς κατὰ τὴν θεότητα. Οὐδὲ γὰρ ἐπὶ τῶν τοῦτο μόνον ὄντων ὅπερ ὁρῶνται, ἔστιν εὑρεῖν τὸ κατὰ σάρκα προσκείμενον. Καὶ μάρτυς ὁ μακά‐ ριος Ματθαῖος ὁ εὐαγγελιστής. Εἰρηκὼς γάρ· «Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ δὲ ἐγέννησε | |
45 | τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν,» καὶ πᾶσαν ἐφεξῆς τὴν γενεαλογίαν διεξελθὼν, οὐδαμοῦ τὸ κατὰ σάρκα προστέθεικεν. Οὐχ ἥρμοττε γὰρ αὐτοῖς ἀνθρώποις οὖσιν ἡ τοιαύτη προσθήκη. Ἐν‐ ταῦθα δὲ, ἐπειδὴ οὐκ ἄνθρωπος μόνον ἐστὶν, ἀλλὰ | |
82.49(50) | καὶ Θεὸς προαιώνιος ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, τοῦ σπέρματος τοῦ Δαβὶδ μνημονεύσας ὁ θεῖος Ἀπό‐ στολος, ἀναγκαίως τὸ κατὰ σάρκα προστέθεικε, σαφῶς ἡμᾶς διδάξας, πῶς μὲν Υἱός ἐστι τοῦ Θεοῦ, | |
πῶς δὲ τοῦ Δαβὶδ ἐχρημάτισε. | ||
82.52 | δʹ. Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ Κυρίου ἡμῶν. Πρὸ μὲν τοῦ σταυροῦ καὶ τοῦ πάθους, ὁ Δεσπότης Χριστὸς οὐ | |
5 | μόνον τοῖς ἄλλοις Ἰουδαίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀποστόλοις οὐκ ἐδόκει εἶναι Θεός. Προσέπταιον γὰρ τοῖς ἀνθρωπίνοις, ἐσθίοντά τε καὶ πίνοντα, καὶ καθ‐ εύδοντα, καὶ κοπιῶντα θεώμενοι, καὶ οὐδὲ τὰ θαύματα αὐτοὺς πρὸς ταύτην ἐποδήγει τὴν δόξαν. Αὐτίκα | |
10 | τοίνυν τὸ κατὰ τὴν θάλατταν θεασάμενοι θαῦμα ἔλεγον· «Ποταπός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;» Διά τοι τοῦτο καὶ ὁ Κύριος ἔλεγε πρὸς αὐτούς· «Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· | |
15 | ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ὑμᾶς ὀδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν.» Καὶ πάλιν· «Μείνατε αὐτοῦ ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς.» Πρὸ μὲν οὖν τοῦ πάθους | |
20 | τοιαύτας εἶχον δόξας περὶ αὐτοῦ. Μετὰ δὲ τὴν ἀνά‐ στασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, καὶ τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν, καὶ τὰς παντο‐ δαπὰς θαυματουργίας ἃς ἐπετέλουν, καλοῦντες αὐτοῦ τὸ σεβάσμιον ὄνομα, ἔγνωσαν ἅπαντες οἱ | |
25 | πιστεύοντες, ὅτι καὶ Θεός ἐστι, καὶ τοῦ Θεοῦ μονογενὴς Υἱός. Τοῦτο τοίνυν κἀνταῦθα ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, ὅτι κατὰ σάρκα τοῦ Δαβὶδ χρημα‐ τίσας Υἱὸς, ὡρίσθη καὶ ἀπεδείχθη τοῦ Θεοῦ Υἱὸς, διὰ τῆς ὑπὸ τοῦ παναγίου Πνεύματος ἐνεργουμένης | |
30 | δυνάμεως μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. εʹ. Δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως, ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ. Αὐτὸς γὰρ ἡμᾶς προὐβάλετο | |
35 | κήρυκας, τῶν ἐθνῶν ἁπάντων ἐγχειρίσας τὴν σωτη‐ ρίαν, καὶ ἀναλογοῦσαν τῷ κηρύγματι δωρησάμενος χάριν, ὥστε ἡμῖν, καὶ ὑπακούειν, καὶ πιστεύειν τῷ λόγῳ, τοὺς δεχομένους τὸ κήρυγμα. ϛʹ. Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ | |
40 | Χριστοῦ. Ἐκ τούτων ἐστὲ καὶ ὑμεῖς τῶν ἐθνῶν, ὧν τὴν γεωργίαν ἐνεχειρίσθην. Μὴ γὰρ δὴ νομίσητε τὰ ἀλλότρια σφετερίζεσθαι, καὶ τὰς ἄλλοις ἀπονεμη‐ θείσας ἁρπάζειν ἀρούρας. Πάντων γάρ με τῶν ἐθνῶν ὁ Δεσπότης κεχειροτόνηκε κήρυκα. | |
45 | ζʹ. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις. Καὶ ταῖς θείαις αὐτοὺς προσηγο‐ ρίαις τετίμηκε, καὶ τὴν ἀλαζονείαν κατέστειλε. Πρῶτον μὲν γὰρ αὐτοὺς, οὐχ ὡς κρατοῦντας τῆς οἰκουμένης ἀπέκρινε τῶν ἄλλων ἐθνῶν, ἀλλὰ τοῖς | |
82.52(50) | ἄλλοις ἀνέμιξεν· ἔπειτα δὲ πᾶσιν ὁμοῦ γράφει, καὶ οἰκέτας ἀναμιγνὺς, καὶ προσαίτας, καὶ ἀποχειρο‐ βιώτους, καὶ τοὺς πλούτῳ κομῶντας, καὶ τοὺς δυνα‐ στείαν περικειμένους. Ὅτι γὰρ καὶ ἐκ τούτων ἦσαν πεπιστευκότες τινὲς, ἐν τῇ πρὸς Φιλιππησίους | |
55 | διδάσκει. «Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς οἱ ἐκ τῆς | |
82.53 | Καίσαρος οἰκίας.» Ἐδίδαξε μέντοι, ὡς οὐκ ἀπίστοις γράφει, ἀλλὰ τοῖς ἤδη πεπιστευκόσιν. Ὅθεν αὐτοὺς καὶ κλητοὺς καὶ ἁγίους προσαγορεύει, ταῖς πνευ‐ ματικαῖς εὐφημίαις ἐπαίρων, καὶ τὸν περὶ τὸν | |
5 | εὐεργέτην πόθον πυρσεύων. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χρι‐ στοῦ. Ἐνταῦθα συμπεπλήρωκε τὴν τῆς Ἐπιστολῆς προγραφήν· Παῦλος γὰρ, φησὶ, δοῦλος Ἰησοῦ Χριστοῦ πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς | |
10 | Θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Τἄλλα δὲ ἅπαντα μεταξὺ παρενέθηκε, διδάσκων τίνος τε κήρυξ προβέβληται, καὶ ὁποῖα κηρύττειν προσ‐ τέτακται, καὶ τίσι ταῦτα προσφέρειν ἀφώρισται. | |
15 | Ἐπεύχεται δὲ αὐτοῖς, πρῶτον μὲν τοῦ Θεοῦ τὴν χάριν· διὰ ταύτης γὰρ ἅπαντες σωτηρίας ἀπήλαυ‐ σαν οἱ πιστεύσαντες. Εἶτα τὴν εἰρήνην, δι’ ἧς πᾶσαν αἰνίττεται τῆς ἀρετῆς τὴν κατόρθωσιν. Εἰρηνεύει γὰρ πρὸς Θεὸν ὁ τὴν εὐαγγελικὴν ἀσπαζόμενος πολι‐ | |
20 | τείαν, ὁ θεραπεύειν αὐτὸν εἰς ἅπαντα προθυμού‐ μενος. Τούτων δὲ τῶν δωρεῶν, οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν δείκνυσι χορηγόν· Ἀπὸ Θεοῦ γὰρ, φησὶ, Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Δι’ ὧν ἡμᾶς ἐδίδαξεν ἄντικρυς Πατρὸς καὶ | |
25 | Υἱοῦ τὴν ἰσότητα. ηʹ. Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Τοῦτο δὲ οὐ θεραπεύων αὐτοὺς, ἀλλ’ ἀληθεύων ὁ Ἀπόστολος | |
30 | τέθεικεν. Οὔτε γὰρ οἷόν τε ἦν λαθεῖν τοὺς κατὰ τὴν οἰκουμένην τὰ ἐν τῇ Ῥώμῃ συμβαίνοντα. Ἐν ἐκείνῃ γὰρ εἶχον πάλαι Ῥωμαίων οἱ βασιλεῖς τὰ βασίλεια, κἀκεῖθεν οἵ τε τῶν ἐθνῶν ἄρχοντες ἐξεπέμποντο, καὶ οἱ τὸν δασμὸν τὰς πόλεις εἰσπράττοντες. Καὶ | |
35 | μέντοι καὶ εἰς ἐκείνην συνέτρεχον ἅπαντες οἱ βασι‐ λικὰς ἐπαγγέλλοντες χάριτας. Καὶ διὰ τούτων ἁπάντων κατεμηνύετο πανταχοῦ, ὡς καὶ ἡ Ῥωμαίων πόλις τὴν κατὰ τὸν Χριστὸν διδασκαλίαν ἐδέξατο. Μεγίστην δὲ τοῦτο τοῖς ἀκούουσιν ὠφέλειαν προὐξένει. | |
40 | Ὅθεν ὁ θεῖος Ἀπόστολος ἐπὶ τούτοις τὸν Δεσπότην ἀνύμνησεν. Ἐπειδὴ δὲ κεχειροτονῆσθαι μὲν ἔφη τῶν ἐθνῶν ἁπάντων διδάσκαλος, συχνοῦ δὲ χρόνου διεληλυθό‐ τος οὔτε αὐτὸς πρὸς αὐτοὺς ἀπελήλυθεν, οὔτε διὰ γραμ‐ μάτων αὐτοὺς πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν, ἀναγ‐ | |
45 | καίως καὶ τὴν ἀπολογίαν προσφέρει, καὶ τὸν Δεσπότην Θεὸν εἰς μαρτυρίαν τῆς περὶ αὐτοὺς καλεῖ διαθέσεως. θʹ, ιʹ. Μάρτυς γάρ μου ἐστὶν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι. | |
82.53(50) | Πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Εἴδη λατρείας πολλά. Καὶ γὰρ ὁ προσευχόμενος Θεῷ λατρεύει, καὶ ὁ νηστείᾳ χρώμενος, καὶ ὁ τοῖς θείοις προσέχων λογίοις, καὶ | |
55 | μέντοι καὶ ὁ τῆς τῶν ξένων θεραπείας ἐπιμελού‐ | |
82.56 | μενος. Ὁ δέ γε θεῖος Ἀπόστολος λατρεύειν ἔφη τῷ Θεῷ, τὸ τοῦ Υἱοῦ αὐτοῦ προσφέρων τοῖς ἔθνεσιν Εὐαγγέλιον· καὶ λατρεύειν ἐν τῷ πνεύματι, τουτέστιν ἐν τῷ διδομένῳ χαρίσματι· οὕτως οἶδεν ἀρέσκουσαν | |
5 | τῷ Θεῷ τοῦ Μονογενοῦς τὴν τιμήν. Ἀκριβείᾳ δὲ χρώμενος, οὐχ ἁπλῶς εἶπεν ᾐτηκέναι τὴν πρὸς αὐτοὺς πορείαν, ἀλλ’ ἐν τῷ θελήματι τοῦ Θεοῦ. Εἰ τοῦτο, φησὶν, ἀρέσκει τῷ Κυβερνήτῃ τῶν ὅλων· εἰ δὲ ὅπου σωτηρία μυριάδων τοσούτων, οὐδὲν ἀορίστως | |
10 | ᾔτησεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ τῇ αἰτήσει τὸ θεῖον συνέταξε θέλημα, ποίας ἡμεῖς ἄξιοι συγγνώμης, περὶ αἰσθητῶν πραγμάτων, καὶ διαλεγόμενοι, καὶ εὐχόμενοι, καὶ τῆς θείας βουλῆς οὐκ ἐξαρτῶντες τὰ καθ’ ἡμᾶς; | |
15 | ιαʹ. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Ταπεινοῦ φρονήματος τὰ εἰρημένα μεστά. Οὐ γὰρ εἶπεν, Ἵνα δῶ, ἀλλ’, Ἵνα μεταδῶ· ἀφ’ ὧν γὰρ ἔλαβον, δίδωμι. Καὶ ἐπειδὴ πρῶτος αὐτοῖς ὁ μέγας Πέτρος τὴν εὐαγγελικὴν | |
20 | διδασκαλίαν προσήνεγκεν, ἀναγκαίως ἐπήγαγεν· Εἰς τὸ στηριχθῆναι ὑμᾶς. Οὐ γὰρ ἑτέραν ὑμῖν, φησὶ, διδασκαλίαν προσφέρειν, ἀλλὰ τὴν ἤδη προσενεχθεῖσαν βεβαιώσασθαι βούλομαι, καὶ τοῖς ἤδη φυτευθεῖσι φυτοῖς τὴν ἀρδείαν προσενεγκεῖν. | |
25 | Εἶτα πάλιν μετριότητος πολλῆς τὸν λόγον ἐμπί‐ πλησι. ιβʹ. Τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. Οὐ γὰρ μόνον δοῦναι βούλομαι, ἀλλὰ καὶ λαβεῖν παρ’ | |
30 | ὑμῶν. Παρακαλεῖ δὲ καὶ διδάσκαλον ἡ προθυμία τῶν μαθητῶν. ιγʹ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκω‐ λύθην ἄχρι τοῦ δεῦρο. Καὶ τὴν πρόθεσιν ἔδειξε, | |
35 | καὶ τὴν οἰκονομίαν ἐδήλωσεν. Ἡ θεία γάρ με χάρις, φησὶν, ὡς βούλεται κυβερνᾷ. Τεθεικὼς δὲ ἐν μέσῳ τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, διδάσκει σαφέστερον τίνος ἕνεκεν πρὸς αὐτοὺς ἀπελθεῖν ἠβουλήθη· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς | |
40 | λοιποῖς ἔθνεσιν. ιδʹ, ιεʹ. Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Οὕτω τὸ κατ’ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Τῶν ἐθνῶν ἁπάντων ἐχειροτονήθην διδάσκαλος. Οὗ | |
45 | δὴ χάριν πᾶσιν ὀφείλω τῆς διδασκαλίας τὸ χρέος, καὶ οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις. Διὰ γάρ τοι τοῦτο καὶ τὰς διαφόρους γλώττας δέδωκεν ἡμῖν ἡ τοῦ Πνεύματος χάρις, καὶ προσήκει μὲν καὶ τοῖς ἐπὶ παιδείᾳ μέγα φρονοῦσι, καὶ τοῖς λόγων ἀμυήτοις | |
82.56(50) | ἐκτῖσαι τὸ ὄφλημα. Καλεῖ γὰρ σοφοὺς μὲν τοὺς ἐπ’ εὐγλωττίᾳ βρενθυομένους, ἀνοήτους δὲ τοὺς ὑπὸ τῶν καλουμένων σοφῶν δι’ ἀπαιδευσίαν οὕτω προσ‐ αγορευομένους. Καὶ ἐπειδὴ οὐ πάντες ἐδέχοντο τοῦ Εὐαγγελίου τὸ κήρυγμα, εἰκότως προστέθεικε· Τὸ | |
55 | κατ’ ἐμὲ πρόθυμον. Ἐμὸν γὰρ τὸ κηρύττειν, τὸ δέ γε | |
πιστεύειν τῶν ἀκουόντων. Καὶ ἐπειδὴ τὸ κήρυγμα | ||
82.57 | πολλάκις Εὐαγγέλιον προσηγόρευσε, πάθους δὲ τοῦτο μνήμην εἶχε, καὶ σταυροῦ, καὶ θανάτου, τοῖς δὲ μήπω πεπιστευκόσιν ἀτιμίας εἶναι ἐδόκει ταῦτα μεστὰ, εἰς καιρὸν ἐπήγαγεν· | |
5 | ιϛʹ. Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ βλέπω, φησὶ, τὴν φαινομένην ἀτιμίαν, ἀλλὰ τὴν ἐκ ταύτης φυομένην εὐεργεσίαν. Ἐκ ταύ‐ | |
10 | της γὰρ οἱ πιστεύσαντες τὴν σωτηρίαν τρυγῶσιν. Οὕτω καὶ τῶν αἰσθητῶν πολλὰ κεκρυμμένην ἔχει τὴν οἰκείαν ἐνέργειαν. Καὶ γὰρ τὸ πέπερι ψυχρὰν μὲν ἔχει τὴν περιφάνειαν, καὶ τοῖς ἀγνοοῦσιν οὐ‐ δεμίαν δείκνυσι θερμότητος ἔμφασιν. Ὁ δὲ τοῖς | |
15 | ὀδοῦσιν λεπτύνας, τῆς πυροειδοῦς θερμότητος δέχε‐ ται τὴν αἴσθησιν. Διά τοι τοῦτο ἰατρῶν παῖδες δυνά‐ μει τοῦτο θερμὸν ὀνομάζουσιν, ὡς οὐ φαινόμενον μὲν τοιοῦτο, δυνάμενον δὲ δειχθῆναι τοιοῦτον. Οὕτω καὶ ὁ σῖτος δύναται μὲν εἶναι καὶ ῥίζα, καὶ καλάμη, | |
20 | καὶ ἄσταχυς· οὐ φαίνεται δὲ τοιοῦτος, πρὶν εἰς τὰς αὔλακας κατασπαρῆναι τῆς γῆς. Εἰκότως τοίνυν καὶ ὁ θεῖος Ἀπόστολος δύναμιν Θεοῦ τὸ σωτήριον προσ‐ ηγόρευσε κήρυγμα, ὡς τοῖς πιστεύουσι μόνοις ἀπο‐ καλύπτον τὴν δύναμιν, καὶ τὴν σωτηρίαν δωρούμε‐ | |
25 | νον. Τοῦτο δὲ πᾶσιν ἔφη προσκεῖσθαι, καὶ Ἰουδαίοις καὶ Ἕλλησι. Προτέθεικε δὲ τῶν Ἑλλήνων τοὺς Ἰου‐ δαίους, ἐπειδὴ καὶ ὁ Δεσπότης Χριστὸς τούτοις πρώ‐ τοις τοὺς ἱεροὺς ἀποστόλους ἀπέστειλε κήρυκας. Οὕτω καὶ ὁ Θεὸς διὰ τοῦ Προφήτου φησί· «Τέθεικά | |
30 | σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.» Γένος κα‐ λῶν τοὺς Ἰουδαίους, ἐπειδὴ κατὰ σάρκα ἐκ τούτων ἐβλάστησε. ιζʹ. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτε‐ ται, ἐκ πίστεως εἰς πίστιν. Οὐ πᾶσιν ἀποκαλύπτε‐ | |
35 | ται, ἀλλὰ τοῖς ἔχουσι τοὺς τῆς πίστεως ὀφθαλμούς. Διδάσκει δὲ ἡμᾶς ὁ θεῖος Ἀπόστολος, ὡς ἄνωθεν ὁ Θεὸς οὕτω καθ’ ἡμᾶς ᾠκονόμησε, καὶ ταῦτα διὰ τῶν προφητῶν προεθέσπισε, καὶ πρὸ τῶν προφητῶν, τὴν περὶ τούτων εἶχε βουλὴν ἐν αὑτῷ κεκρυμμένην. Τοῦτο | |
40 | γὰρ καὶ ἀλλαχοῦ φησι· «Τὸ μυστήριον τὸ ἀπο‐ κεκρυμμένον ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι.» Καὶ πάλιν· «Λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ ἀπο‐ κεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.» Καὶ ἐνταῦθα τοίνυν οὐκ εἶπε δί‐ | |
45 | δοται δικαιοσύνη, ἀλλ’ ἀποκαλύπτεται. Ἡ γὰρ πά‐ λαι κεκρυμμένη δήλη γίνεται τοῖς πιστεύουσιν. Ἐκ πίστεως εἰς πίστιν, φησί. Δεῖ γὰρ πιστεῦσαι τοῖς προφήταις, καὶ δι’ ἐκείνων εἰς τὴν τοῦ Εὐαγγελίου πίσ‐ τιν ποδηγηθῆναι. Ἔχει δὲ καὶ ἑτέραν τοῦτο διάνοιαν. | |
82.57(50) | Ὁ γὰρ τῷ Δεσπότῃ πιστεύων Χριστῷ, καὶ τοῦ παν‐ αγίου βαπτίσματος τὴν χάριν ὑποδεχόμενος, καὶ τὸ τῆς υἱοθεσίας κομιζόμενος χάρισμα, ποδηγεῖται | |
διὰ τούτων εἰς τὸ πιστεῦσαι τοῖς μέλλουσιν ἀγαθοῖς· | ||
82.60 | τῇ ἐκ νεκρῶν ἀναστάσει, φημὶ, καὶ τῇ αἰωνίῳ ζωῇ. καὶ τῇ βασιλείᾳ τῶν οὐρανῶν. Δικαιοσύνην δὲ Θεοῦ διὰ τοῦ Εὐαγγελίου ἀποκαλύπτεσθαι ἔφη, οὐ μόνον τὴν ἡμῖν χορηγουμένην, ἀλλὰ καὶ τὴν ἐν αὐτῷ τῷ | |
5 | τῆς οἰκονομίας μυστηρίῳ προφανῶς δεικνυμένην. Οὐ γὰρ ἐξουσίᾳ τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν, οὐδὲ προστάγματι καὶ λόγῳ κατέλυσε τοῦ θανάτου τὸ κράτος, ἀλλ’ ἐκέρασε τῷ δικαίῳ τὸν ἔλεον. Καὶ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν τοῦ Ἀδὰμ | |
10 | ἐνδυσάμενος φύσιν, καὶ πάσης ἁμαρτίας φυλάξας ἀμύητον, ταύτην ὑπὲρ ἡμῶν προσενήνοχε, καὶ τὸ χρέος τῆς φύσεως ἀποδοὺς, τὸ κοινὸν πάντων ἀνθρώ‐ πων διέλυσεν ὄφλημα. Ἀλλὰ τοῦτο διδάσκει σαφέ‐ στερον ἡμᾶς ἐν τοῖς ἑξῆς ὁ θεῖος Ἀπόστολος. Ἡμεῖς | |
15 | δὲ τῆς κατὰ μέρος ἑρμηνείας ἐχώμεθα. Εἰρηκὼς τοίνυν ὡς καὶ Ἰουδαίοις καὶ Ἕλλησι βουλομένοις ἡ σωτηρία προσγίνεται, Γραφικῇ μαρτυρίᾳ τὸν λόγον ὠχύρωσε, καί φησι· Καθὼς γέγραπται· Ὁ δὲ δί‐ καιος ἐκ πίστεως ζήσεται. Τοῦτο δὲ Ἰουδαίων | |
20 | ἕνεκα τέθεικε· διδάσκων αὐτοὺς μὴ τῆς νομικῆς ἀντ‐ έχεσθαι πολιτείας, ἀλλὰ τοῖς οἰκείοις προφήταις ἀκολουθεῖν. Οὗτοι γὰρ ἄνωθεν τὴν διὰ πίστεως προ‐ εκήρυξαν σωτηρίαν. Ἐντεῦθεν τοίνυν τῶν Ἰουδαίων ἀφεὶς πρῶτον κατηγορεῖν, κατηγορεῖ τῶν ἄλλων | |
25 | ἁπάντων ἀνθρώπων, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ Δημιουργοῦ τεθέντα νόμον ἀδεῶς παραβάντων. Ἡ δέ γε τούτων κατηγορία καὶ ἀπολογίαν ἔχει τοῦ Ποιητοῦ. Δημιουργήσας γὰρ αὐτοὺς, οὐκ ἀλόγων δίκην εἴασε βιοτεύειν, ἀλλὰ τῷ λόγῳ τετίμηκε, καὶ διάκρισιν | |
30 | δέδωκε, καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων ἐντέθεικε τὴν διάγνωσιν. Καὶ τῷδε μαρτυροῦσι τῷ λόγῳ οἱ πρὸ τοῦ Μωσαϊκοῦ νόμου διαπρέψαντες ἐν εὐσεβείᾳ καὶ ἀρετῇ, καὶ αὖ πάλιν οἱ τὴν ἐναντίαν ὁδεύσαντες. Καὶ γὰρ ὁ Ἀδὰμ, εὐθὺς τὴν ἐντολὴν παραβὰς καὶ τοῦ | |
35 | καρποῦ γευσάμενος, ὃν ἀπηγόρευεν αὐτῷ, λαθεῖν μὲν ἐπειράθη, τοῦ συνειδότος ἀμείψαντος. Εἶτα κλη‐ θεὶς εἰς τὸ κριτήριον, οὔτε ἠρνήθη τὸ γεγονὸς, οὔτε μὴν τὴν ἄγνοιαν εἰς ἀπολογίαν προὐβάλετο, ἀλλ’ ἐπὶ τὴν γυναῖκα μετατέθεικε τῆς κατηγορίας τὸ ἔγκλημα. | |
40 | Σαφῶς δὲ τοῦτο διδάσκει, ὡς εἶχεν ἡ φύσις τὴν τῶν πραγμάτων διάγνωσιν. Οὕτω καὶ ὁ Κάϊν, λάθρα μὲν ἀνεῖλε τὸν ἀδελφόν· ἐρωτηθεὶς δὲ, «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἠρνήθη, καὶ τὸ γεγονὸς ἐπεχείρησε κρύψαι; ἐλεγχθεὶς δέ γε, ὡμολόγησε δικαίαν εἶναι | |
45 | τὴν τιμωρίαν, καὶ συνεψηφίσατο τῷ κριτῇ, καὶ πέρα συγγνώμης εἶπεν ἡμαρτηκέναι. Καὶ ἕτερα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Τούτου χάριν ὁ θεῖος Ἀπόστολος ἔφη· ιηʹ. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρα‐ νοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων, | |
82.60(50) | τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. Ἀμφό‐ τερα γὰρ αὐτοὺς ἡ φύσις ἐδίδαξε, καὶ τὸν Θεὸν εἶναι τῶν ἁπάντων Δημιουργὸν, καὶ τὸ φεύγειν μὲν τὴν ἀδικίαν, τὴν δέ γε δικαιοσύνην ἀσπάζεσθαι· ἀλλ’ οὐκ εἰς δέον τοῖς δοθεῖσιν ἐχρήσαντο διδασκάλοις· ὅθεν αὐτοῖς καὶ | |
55 | τὴν ἐσομένην ἠπείλησε κόλασιν. Εἰκότως δὲ κἀνταῦθα τὸ ἀποκαλύπτεται τέθεικεν, ὡς τῶν ἀπιστούντων οὐ | |
δεχομένων τὰς ἀπειλὰς, τῶν δέ γε ὀψομένων τὴν τῶν | ||
82.61 | λόγων ἀλήθειαν. Ὀργὴν Θεοῦ τὴν τιμωρίαν καλεῖ, οὐκ ἐπειδὴ πάθει κολάζει ὁ Θεός· ἀλλ’ ἵνα τῷ ὀνό‐ ματι φοβήσῃ τοὺς ἀντιλέγοντας. Ἀπ’ οὐρανοῦ δὲ αὐτὴν ἀποκαλύπτεσθαι ἔφη, ὡς τοῦ Θεοῦ καὶ Σωτῆ‐ | |
5 | ρος ἡμῶν ἐκεῖθεν ἐπιφανησομένου. Τοῦτο γὰρ καὶ αὐτὸς ὁ Κύριος ἔφη· «Τότε ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ πολλῆς δόξης.» ιθʹ. Διότι τὸ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν | |
10 | ἐν αὐτοῖς. Τίνος ταύτην αὐτοῖς δεδωκότος τὴν γνῶσιν; Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. Πῶς καὶ τίνι τρόπῳ; κʹ. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος | |
15 | αὐτοῦ δύναμις καὶ θειότης. Ἡ κτίσις, φησὶ, καὶ τὰ ἐν τῇ κτίσει γινόμενα, ὡρῶν ἐναλλαγαὶ, καὶ μεταλ‐ λαγαὶ καιρῶν, καὶ νυκτὸς καὶ ἡμέρας διαδοχαὶ, νε‐ φῶν ὠδῖνες, ἀνέμων αὖραι, καρπογονία φυτῶν καὶ σπερμάτων, καὶ τἄλλα ὅσα τοιαῦτα σαφῶς ἡμᾶς δι‐ | |
20 | δάσκει, καὶ ποιητὴν εἶναι τῶν ἁπάντων τὸν Θεὸν, καὶ σοφῶς κατέχειν τοὺς τῆς κτίσεως οἴακας. Ὁ γὰρ πάντα διὰ μόνην φιλανθρωπίαν πεποιηκὼς, οὐκ ἄν ποτε ἃ πεποίηκεν ἀτημέλητα καταλείποι. Διά τοι τοῦτο, οὐκ εἶπεν ὁ θεῖος Ἀπόστολος, τὸ ἀόρατον | |
25 | αὐτοῦ, ἀλλὰ τὰ ἀόρατα αὐτοῦ, τουτέστιν ἡ δη‐ μιουργία αὐτοῦ, καὶ ἡ πρόνοια, καὶ ἡ δικαία ἐφ’ ἑκάστῳ ψῆφος, καὶ αἱ παντοδαπαὶ οἰκονομίαι. Οὗ δὴ χάριν συγγνώμης ἀνάξιοι οἱ τοσούτων μὲν ἀπολαύ‐ σαντες διδασκάλων, οὐδεμίαν δὲ ὄνησιν ἐκ τοσούτων | |
30 | μαθημάτων δεξάμενοι. Τοῦτο γὰρ ἐπήγαγεν· Εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Αὐτὰ γὰρ μονονουχὶ βοᾷ τὰ πράγματα, ὡς οὐδεμίαν ἔχουσι παραίτησιν εἰς ἀπαλλαγὴν τῶν ἠπειλημένων κακῶν. καʹ. Διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξα‐ | |
35 | σαν, ἢ εὐχαρίστησαν. Ὅτι γὰρ ἔγνωσαν εἶναι Θεὸν, καὶ αὐτοὶ μαρτυροῦσι· περιφέρουσι γὰρ τὸ σεπτὸν ὄνομα τοῦτο· ἀξίας δὲ περὶ αὐτοῦ δόξας οὐκ ἐθέλουσιν ἔχειν. Ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς δια‐ λογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος | |
40 | αὐτῶν καρδία. Τοῖς γὰρ ἀνοήτοις ἠκολούθησαν λο‐ γισμοῖς, καὶ ἑκόντες τὸν τῆς ἀπιστίας εἰσεδέξαντο ζόφον. κβʹ. Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Ηὔξησε τῇ προσηγορίᾳ τὴν κατηγορίαν. Σοφοὺς γὰρ | |
45 | ἑαυτοὺς ὀνομάζοντας, ἀνοήτους σφᾶς αὐτοὺς ἀπὸ τῶν ἔργων ἀπέφηναν. κγʹ. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. Συνιδεῖν γὰρ οὐκ ἐθελήσαντες, ὡς ὁ τῶν ἁπάντων | |
82.61(50) | Δημιουργὸς φθορᾶς ἀμείνων, καὶ τῶν ὁρωμένων ὑπέρτερος, τὰς τῶν οἰκείων σωμάτων εἰκόνας, θεοὺς | |
προσηγόρευσαν. Οὐδὲ γὰρ τῶν ἀοράτων ψυχῶν ἀν‐ | ||
82.64 | δριαντοποιοὶ, καὶ ἀγαλματογλύφοι, καὶ ζωγράφοι τὰς εἰκόνας μιμοῦνται, ἀλλὰ τῶν φθειρομένων σωμά‐ των. Οὐκ ἤρκεσε δὲ αὐτοῖς εἰς ἀσέβειαν τοῦτο· ἀλλὰ καὶ τῶν πετεινῶν, ταὶ τῶν τετραπόδων, καὶ τῶν | |
5 | ἑρπετῶν προσεκύνησαν τὰ ἰνδάλματα. Ἔδει δὲ αὐ‐ τοὺς συνιδεῖν, ὡς τούτων τὰ μὲν ἐσθίουσιν ὡς ἐδώ‐ διμα, τὰ δὲ μυσάττονται ὡς ἀκάθαρτα, τὰ δὲ φεύ‐ γουσιν ὡς ἐπίβουλα. Ἀλλ’ ἐξ ἀβελτερίας, καὶ παρα‐ πληξίας ἐσχάτης, καὶ ὧν ἤσθιον, καὶ ὧν ἐμυσάτ‐ | |
10 | τοντο, καὶ ὧν ἀνῄρουν, τὰς εἰκόνας ἐθεοποίησαν. κδʹ. Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. Τὸ παρέδωκεν ἀντὶ τοῦ συνεχώρησε τέθεικε. Λέγει | |
15 | δὲ, ὅτι θεασάμενος αὐτοὺς, οὔτε διὰ τῆς κτίσεως πρὸς τὸν Ποιητὴν ποδηγηθῆναι θελήσαντας, οὔτε διὰ τῆς τῶν λογισμῶν διακρίσεως, ἑλέσθαι μὲν τῶν πρακτέων τὰ κρείττω, φυγεῖν δὲ τὰ χείρω, τῆς οἰ‐ κείας προμηθείας ἐγύμνωσε, καὶ καθάπερ σκάφος | |
20 | ἀτερμάτιστον φέρεσθαι εἴασεν· οὐκ ἀνασχόμενος κυβερνᾷν τοὺς εἰς ἐσχάτην ἐκπεσόντας ἀσέβειαν, ἥτις καὶ τὸν παράνομον ἀπεκύησε βίον. κεʹ. Οἵτινες μετηλλάξαντο τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλά‐ | |
25 | τρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὑποβάθρα, φησὶ, τῆς παρανομίας γεγένηται ἡ ἀσέβεια· δι’ ἀμ‐ φότερα δὲ τῆς θείας ἐγυμνώθησαν χάριτος. Ἀλήθειαν δὲ τοῦ Θεοῦ καλεῖ τὸ Θεὸς ὄνομα· ψεῦδος δὲ τὸ | |
30 | χειροποίητον εἴδωλον. Δέον γὰρ αὐτοὺς τὸν ἀληθῆ προσκυνῆσαι Θεὸν, τῇ κτίσει τὸ θεῖον σέβας προσ‐ ήνεγκαν. Ταύταις ὑπόκεινται ταῖς κατηγορίαις, καὶ οἱ τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν κτίσμα μὲν ἀποκα‐ λοῦντες, ὡς δὲ Θεὸν προσκυνοῦντες. Δεῖ γὰρ, ἢ θεο‐ | |
35 | λογοῦντας μὴ τῇ κτίσει συντάττειν, ἀλλὰ τῷ γεγεν‐ νηκότι Θεῷ· ἢ κτίσμα προσαγορεύοντας, τὸ σέβας αὐτῷ μὴ προσφέρειν τῷ θείῳ. Ἀλλὰ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. κϛʹ, κζʹ. Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς | |
40 | εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλ‐ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄῤῥενες ἐν ἄῤῥεσι τὴν | |
45 | ἀσχημοσύνην κατεργαζόμενοι. Κατάλληλος ἡ παρανομία τῇ δυσσεβείᾳ. Ὥσπερ γὰρ μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· οὕτω τὴν ἔννο‐ μον τῆς ἐπιθυμίας ἀπόλαυσιν μετέβαλον εἰς παράνο‐ μον. Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης | |
82.64(50) | αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Τιμωρία γὰρ ἐσχάτη τοῦδε τοῦ πάθους ἡ ἀτιμία. Ἃ γὰρ οὐδεὶς | |
αὐτοὺς τῶν πολεμίων ἐπειράθη διαθεῖναί ποτε, ταῦτα | ||
82.65 | μετὰ πάσης ἀσπάζονται προθυμίας· καὶ ἣν οὐδεὶς ἂν αὐτῶν δικαστὴς κατεψηφίσατο τιμωρίαν, ταύτην αὐτοὶ καθ’ ἑαυτῶν ἐπισπῶνται. Τί δὲ τὸ αἴτιον τῶν κακῶν; | |
5 | κηʹ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδό‐ κιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. Εἰ γὰρ δὴ γνῶναι αὐτὸν ἐβουλήθησαν, τοῖς θείοις ἂν ἠκολού‐ θησαν νόμοις. Ἐπειδὴ δὲ τὸν Ποιητὴν ἠρνήθησαν, | |
10 | τῆς ἐκείνου προνοίας παντελῶς ἐγυμνώθησαν. Οὗ δὴ χάριν πᾶν εἶδος κακίας σὺν ἀδείᾳ τολμῶσι. κθʹ. Πεπληρωμένους πάσῃ ἀδικίᾳ. —Ἀδικίαν καλεῖ τὴν ἐναντίαν ἐκ διαμέτρου τῇ δικαιοσύνῃ κει‐ μένην. Ἐκ γὰρ ταύτης ὡς ἐπίπαν εἶδος βλαστάνει | |
15 | κατηγορούμενον. Διέξεισι δὲ καὶ αὐτὰ τὰ βλαστή‐ ματα. Πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψι‐ θυριστὰς. (λʹ, λαʹ). Καταλάλους, θεοστυγεῖς, | |
20 | ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κα‐ κῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας. Καὶ καλεῖ πορνείαν μὲν τὴν οὐ κατὰ γάμον γινομένην συνου‐ σίαν. Πονηρίαν δὲ, τὴν θηριώδη γνώμην· πλεο‐ | |
25 | νεξίαν δὲ, τὴν τοῦ πλείονος ἔφεσιν, καὶ τῶν οὐ προσηκόντων τὴν ἁρπαγήν. Κακίαν, τῆς ψυχῆς τὴν ἐπὶ τὰ χείρω ῥοπὴν, καὶ τὸν ἐπὶ βλάβῃ τοῦ πέλας γινόμενον λογισμόν. Μεστοὺς φθόνου χαλεπὸν τὸ πάθος, καὶ φέρειν οὐκ ἀνεχόμενον τοῦ πέλας τὴν | |
30 | εὐπραξίαν· οὗτος καὶ τὸν φόνον ἐγέννησε, καὶ τὸν δόλον ἐκύησε· φθόνῳ γὰρ ὁ Κάϊν τρωθεὶς, καὶ δόλῳ χρησάμενος συνεργῷ, ἐξήγαγε μὲν εἰς τὸ πεδίον τὸν ἀδελφὸν, τὸν δὲ φόνον ἐτόλμησε. Κακοήθεις δὲ καλεῖ, τοὺς εἰς ἐπιβουλὴν κεχρημένους τοῖς λογισμοῖς, καὶ | |
35 | τὴν βλάβην τῷ πέλας τεκταινομένους. Ψιθυριστὰς δὲ, τοὺς πρὸς τὸ οὖς διαλεγομένους, καὶ παρόντας τινὰς κακῶς ἀγορεύοντας. Καταλάλους, τοὺς δια‐ βολαῖς κατὰ τῶν ἀπόντων ἀδεῶς κεχρημένους. Θεο‐ στυγεῖς, τοὺς ἀπεχθῶς περὶ τὸν Θεὸν διακειμένους. | |
40 | Ὑβριστὰς, τοὺς περὶ τὴν παροινίαν προχείρους. Ὑπερηφάνους, τοὺς ἐφ’ οἷς ἔχουσι πλεονεκτήμασι μεγάλα φρονοῦντας. Ἀλαζόνας, τοὺς οὐδεμίαν μὲν ἔχοντας πρόφασιν εἰς φρονήματος ὄγκον, μάτην δὲ φυσιωμένους. Ἐφευρετὰς κακῶν, τοὺς οὐ μόνον τὰ | |
45 | πολιτευόμενα τολμῶντας κακὰ, ἀλλὰ καὶ ἕτερα προ‐ επινοοῦντας. Γονεῦσιν ἀπειθεῖς, ἀτοπία καὶ αὕτη μεγίστη, τὴν φύσιν κατήγορον ἔχουσα. Ἀσυνέτους· οἱ γὰρ εἰς τὸν παράνομον ἐξοκείλαντες βίον, τοῦ λο‐ γικοῦ τοὺς χαρακτῆρας ἀπέβαλον. Ἀσυνθέτους, | |
82.65(50) | τοὺς ἀκοινώνητον καὶ πονηρὸν βίον ἀσπαζομένους. Ἀστόργους, τοὺς φιλίας νόμους μαθεῖν οὐκ ἐθέλοντας. Ἀσπόνδους, τοὺς ἀδεῶς τὰ συγκείμενα παραβαίνον‐ τας. Ἀνελεήμονας, τοὺς τῶν θηρίων τὴν ὠμότητα | |
μιμουμένους. | ||
82.68 | λβʹ. Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν. Ἐδείξαμεν ὅπως ἡ φύσις διδά‐ | |
5 | σκει καὶ τῶν ἀγαθῶν τὴν αἵρεσιν, καὶ τὴν τῶν ἐναν‐ τίων φυγήν. Ἀλλ’ ὅμως οὗτοι, φησὶν, οὐκ ἀποχρῆν ἡγοῦνται τὸ ταῦτα ποιεῖν· ἀλλὰ καὶ ἐπαίνους τοῖς τὰ ὅμοια δρῶσιν ὑφαίνουσιν. Ἔσχατος δὲ οὗτος ὅρος τῆς παρανομίας. Ἔδει γὰρ μὴ μόνον τὴν τῶν ἄλλων | |
10 | παρανομίαν μισεῖν, ἀλλὰ καὶ τὴν οἰκείαν βδελύτ‐ τεσθαι. ΚΕΦΑΛ. Βʹ. Εἶτα πάλιν ἑτέρως δείκνυσιν ἔχοντας ἡμᾶς τὴν τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων διάκρισιν. | |
15 | αʹ. Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Ἀλλὰ καὶ οὕτω διακείμενοι, εἰ τοῦ κρίνειν τὴν ἐξ‐ ουσίαν παρά τινος λάβοιτε, τοὺς τῶν νόμων παρα‐ | |
20 | βάτας ὡς ὑπευθύνους κολάζετε· τοσαύτην ἔχετε τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων διάγνωσιν. Χρὴ μέντοι εἰδέναι, ὅτι δι’ ὧν τοὺς ἄλλους ἁμαρτάνοντας κρίνετε, καὶ ὑμᾶς αὐτοὺς ταῖς αὐταῖς ψήφοις ὑπάγετε· τὴν αὐτὴν γὰρ τολμᾶτε παρανομίαν. | |
25 | βʹ. Οἴδαμεν δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Δῆ‐ λον δὲ τοῖς εὖ φρονοῦσιν, ὅτι κατὰ θείαν ψῆφον οἱ τὰς παρανομίας τολμῶντες κολάζονται. γʹ, δʹ. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων | |
30 | τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλού‐ του τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς; Ἡμεῖς μὲν ἴσμεν, ὡς εἰς καιρὸν ἑκάστῳ παρανομοῦντι τὴν τι‐ | |
35 | μωρίαν ὁ δίκαιος ἐπάξει κριτής. Ὑμεῖς δὲ, φησὶν, ὑπολαμβάνετε, οἱ τοὺς μὲν ἄλλους κολάζοντες, τὴν δὲ οἰκείαν παρανομίαν ἰδεῖν οὐκ ἐθέλοντες, ὅτι τὸ θεῖον διαφεύξεσθε δικαστήριον. Ἀλλ’ οὐχ οὕτω ταῦτα ἔχει. Ἀνέχεται γὰρ καὶ μακροθυμεῖ, τὴν σὴν ἀνα‐ | |
40 | μένων μετάνοιαν. Τοῦτο γὰρ ἐπήγαγεν· Ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγε. εʹ. Κατὰ δὲ τὴν σκληρότητα σου, καὶ ἀμετανόη‐ τον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ | |
45 | Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐ‐ τοῦ. Ἐπειδὴ γὰρ ἀτεράμονα γνώμην ἔχεις, καὶ τῇ πονηρίᾳ προσμένεις, κατὰ σαυτοῦ κρινεῖς τῆς τιμωρίας τὴν ψῆφον· ἢν νῦν μὲν ὁ Θεὸς δι’ ἔλεον ἀναβάλλεται, ἀποκαλύψει δὲ κατὰ τὴν τῆς συντελείας | |
82.68(50) | ἡμέραν, καὶ καταλλήλους τοῖς ἔργοις τὰς ἀντιδό‐ σεις παρέξει. Καλῶς δὲ καὶ τὸ θησαυρίζεις σεαυτῷ τέθεικε, δεικνὺς ὡς οὐδὲν τῶν ἡμετέρων ἢ λόγων ἢ ἔργων παραδέδοται λήθῃ· ἀλλὰ καὶ οἱ τῆς ἀρετῆς ἐρασταὶ σφίσιν ἑαυτοῖς τὰ ἀγαθὰ θησαυρίζουσι, καὶ | |
55 | οἱ τῆς πονηρίας ἐργάται ταυτὸ τοῦτο ποιοῦσι. ζʹ. Τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν, καὶ τιμὴν, καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον. | |
Καὶ τοὺς πόνους ἐδίδαξε τῆς ἀρετῆς, καὶ τοὺς στε‐ | ||
82.69 | φάνους ὑπέδειξε. Τὸ γὰρ, καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ, τῶν πόνων δηλωτικόν. Δεῖ γὰρ ὑπομεῖναι καὶ κατορθῶσαι τὴν ἀρετὴν, καὶ οὕτω τοὺς ταύτης ἀναμεῖναι στεφάνους. Ἀλλὰ πρόσκαιρος μὲν ὁ πόνος, | |
5 | αἰώνιον δὲ τὸ κέρδος. Οὐ μόνον δὲ τῇ ζωῇ τὸ αἰώνιον πρόσκειται, ἀλλὰ καὶ τῇ δόξῃ, καὶ τῇ τιμῇ, καὶ τῇ ἀφθαρσίᾳ Διὰ πλειόνων γὰρ ἐβουλήθη δεῖξαι τῶν ἀγαθῶν τὴν ἀντίδοσιν. ηʹ, θʹ. Τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν | |
10 | τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ, θλίψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου, τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰου‐ δαίου τε πρῶτον καὶ Ἕλληνος. Ὥσπερ ἐπὶ τῆς ἑτέρας συμμορίας, οὐχ ἁπλῶς τοῖς τυχοῦσιν ἐκεῖνα | |
15 | ὑπέσχετο τὰ ἀγαθὰ, οὐδὲ τοῖς μετὰ ῥᾳστώνης μετ‐ ιοῦσι τὴν ἀρετὴν, ἀλλὰ τοῖς ὑπομένειν αὐτῆς ἀνεχο‐ μένοις τοὺς πόνους· οὕτω καὶ ἐπὶ τῆς κακίας τὰς χαλεπὰς ἠπείλησεν ἀπειλὰς, οὐ τοῖς ἐκ περιστάσεώς τινος ὀλισθαίνουσιν εἰς αὐτὴν, ἀλλὰ τοῖς μετὰ πολλῆς | |
20 | αὐτὴν μετιοῦσι σπουδῆς· τοῦτο γὰρ δηλοῖ τὸ, Ἐξ ἐρι‐ θείας, καὶ Ἀπειθοῦσι τῇ ἀληθείᾳ, καὶ Κατεργαζο‐ μένοις τὸ κακόν. Ὁμοίως δὲ, φησὶ, καὶ Ἰουδαίους καὶ Ἕλληνας, καὶ παρανομοῦντας κολάσει, καὶ εὐσε‐ βείας καὶ δικαιοσύνης ἐπιμελουμένους ἀξιώσει στεφά‐ | |
25 | νων. Ἕλληνας δὲ νῦν καλεῖ, οὐ τοὺς τῷ θείῳ κη‐ ρύγματι προσεληλυθότας, ἀλλὰ τοὺς πρὸ τῆς θείας ἐνανθρωπήσεως γεγονότας. Οὐ μὴν τοῖς τὰ εἴδωλα προσκυνήσασι τὴν ζωὴν τὴν αἰώνιον ἐπηγγείλατο, ἀλλὰ τοῖς ἔξω μὲν τοῦ Μωσαϊκοῦ πολιτευσαμένοις | |
30 | νόμου, θεοσέβειαν δὲ ἀσπασαμένοις, καὶ δικαιοσύνης πεφροντικόσι. ιʹ. Δόξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη, παντὶ τῷ ἐρ‐ γαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Οὐχ ἁπλῶς τοῦτο τέθεικεν, ἀλλ’ ἵνα τούτοις | |
35 | τὸν ἑξῆς συνυφήνῃ λόγον. Μέλλει γὰρ τὴν Ἰουδαίων λοιπὸν εἰσφέρειν κατηγορίαν. ιαʹ, ιβʹ. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νό‐ | |
40 | μου κριθήσονται. Πάντων γὰρ, φησὶ, ποιητὴς ὁ Θεὸς πάντων οὖν ἔσται κριτὴς, καὶ τοὺς μὲν Ἰου‐ δαίους κατὰ τὸν Μωσαϊκὸν νόμον εὐθύνας εἰσπράξε‐ ται, τοὺς δέ γε τοῦτον οὐ δεξαμένους (τούτους γὰρ ἀνόμους καλεῖ), εἶτα ἡμαρτηκότας, κατὰ τὴν ἐντε‐ | |
45 | θεῖσαν τῇ φύσει διάγνωσιν ἐνδίκως κολάσει. ιγʹ. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσον‐ ται. Οὐ γὰρ δὴ τούτου χάριν ἡμῖν ἐτέθη νόμος, ἵνα τὰς ἡμετέρας ἀκοὰς καταθέλγῃ, ἀλλ’ ἵνα ποδηγήσῃ | |
82.69(50) | πρὸς τὴν πρᾶξιν τῶν ἀγαθῶν. ιδʹ. Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύ‐ σει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. Ὅτι γὰρ τὴν πρᾶξιν ὁ θεῖος ἀπαιτεῖ νόμος, μαρτυροῦσιν οἱ πρὸ τοῦ Μωσαϊκοῦ | |
55 | νόμου, εὐσεβέσι μὲν χρησάμενοι λογισμοῖς, πράξεσι | |
82.72 | δὲ ἀγαθαῖς τὸν βίον κατακοσμήσαντες, καὶ σφῶν αὐ‐ τῶν νομοθέται γενόμενοι. ιεʹ, ιϛʹ. Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νό‐ μου γραπτὸν ἐν ταῖς καρδίαις αὑτῶν, συμμαρτυ‐ | |
5 | ρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων. Ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. Ἔδειξε τὸν τῆς φύσεως | |
10 | νόμον ταῖς καρδίαις ἐγγεγραμμένον, καὶ τοῦ συνει‐ δότος καὶ τὴν κατηγορίαν καὶ τὴν ἀπολογίαν ἀληθείᾳ κεκοσμημένην. Ἐγὼ δὲ προὔργου νομίζω διά τινος παραδείγματος σαφῆ ποιῆσαι τὸν λόγον. Ὅτε τὸ κατὰ τὸν Βενιαμὶν ἐξύφηνε δρᾶμα ὁ θαυμάσιος Ἰω‐ | |
15 | σὴφ, καὶ ὡς κεκλοφότα τὸν κόνδυ, δοῦλον ἐπειρᾶτο λαβεῖν, τῶν ἀδελφῶν ὡς ἐν πυρὶ δοκιμάζων τὴν γνώμην, ἄντικρυς ἐδείχθη τῆς τοῦ συνειδότος μαρτυ‐ ρίας ἡ δύναμις. Τότε γὰρ δὴ, τότε ταύτῃ μὲν ἥκιστα τῇ τραγῳδίᾳ προσέχειν ἐβούλοντο, τῆς δὲ πρὸ δύο | |
20 | καὶ εἴκοσι ἐτῶν γενομένης παρανομίας ἀνεμιμνή‐ σκοντο. Καὶ οἱ μὲν ἔλεγον, ὅτι «Τὸ αἷμα τοῦ ἀδελ‐ φοῦ ἡμῶν τοῦ νεωτέρου ἐκζητεῖται εἰς τὰς χεῖρας ἡμῶν·» τῶν δὲ γεγενημένων πρὸς αὐτοὺς παρακλή‐ σεων ὁ Ῥουβεὶμ ἀνεμίμνησκε. Κατὰ ταύτην τὴν εἰ‐ | |
25 | κόνα διαγράψωμεν τὸ μέλλον κριτήριον, καὶ τῶν ἔξω νόμου πολιτευσαμένων τὸ συνειδὸς, νῦν μὲν ἀπολο‐ γούμενον, καὶ τὴν ἄγνοιαν προβαλλόμενον, νῦν δέ γε τὴν κατηγορίαν δεχόμενον, καὶ ἀνακηρύττον τῆς ἐπενεχθείσης ψήφου τὸ δίκαιον. Οὕτω καὶ Ἀβιμέλεχ, | |
30 | τοῦ συνειδότος ἔχων τὴν μαρτυρίαν, πρὸς τὸν Θεὸν ἔλεγε· «Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀποκτε‐ νεῖς; Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μου ἐστὶ, καὶ αὐτή μοι εἶπεν, ὅτι Ἀδελφός μου ἐστίν; Ἐν κα‐ θαρᾷ καρδίᾳ ἐποίησα τὸ ῥῆμα τοῦτο.» Ὁ μέντοι | |
35 | θεῖος Ἀπόστολος οὕτω ταῦτα διδάξας, ἐπὶ τὸν Ἰου‐ δαῖον μεταφέρει τὸν λόγον, καί φησιν· ιζʹ. Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ. Κοινὸν γὰρ τοῦτο τὸ ὄνομα, καὶ τίμιον ἦν πάλαι· διὸ οὐκ εἶπεν, ὀνομάζῃ, ἀλλ’ ἐπονομάζῃ. —Καὶ ἐπαναπαύῃ τῷ | |
40 | νόμῳ. Οὐ γὰρ κάμνεις, ὡς ἔξω νόμου πολιτευόμε‐ νος, τὸ πρακτέον ἐπιζητῶν· ἀλλ’ ἔχεις τὸν νόμον σαφῶς ἅπαντά σε διδάσκοντα. Καὶ καυχᾶσαι ἐν Θεῷ. Ὡς πάντων σε προτετιμηκότι τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν, ὡς πολλῆς σε κηδεμονίας ἠξιω‐ | |
45 | κότι, καὶ νόμον δεδωκότι, καὶ διὰ τῶν προφητῶν ποδ‐ ηγήσαντι. ιηʹ. Καὶ γινώσκεις τὸ θέλημα, τουτέστι τοῦ Θεοῦ. Καὶ δοκιμάζεις τὰ διαφέροντα. Ἀντὶ τοῦ, ἐναντία ἀλλήλοις, δικαιοσύνην καὶ ἀδικίαν, σωφρο‐ | |
82.72(50) | σύνην καὶ ἀκολασίαν, εὐσέβειαν καὶ ἀσέβειαν. Κατ‐ ηχούμενος ἐκ τοῦ νόμου. Τούτων γάρ σοι ἐκεῖνος διδάσκαλος γεγένηται. | |
ιθʹ, κʹ. Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυ‐ | ||
82.73 | φλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ἐνταῦθα τὸ ὑψηλὸν αὐτῶν ἐπέδειξε φρόνημα, καὶ ἐγύμνωσεν ἣν εἶχον κατὰ τῶν προσηλύτων ὀφρύν. Ἔχοντα τὴν μόρφωσιν | |
5 | τῆς γνώσεως, καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Τού‐ των γάρ σοι πάντων τοὺς χαρακτῆρας ὁ θεῖος προσ‐ έφερε νόμος. καʹ—κγʹ. Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; | |
10 | ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; ὁ βδελυσσό‐ μενος τὰ εἴδωλα ἱεροσυλεῖς; ὃς ἐν νόμῳ καυ‐ χᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ἔδειξεν αὐτὸν οὐδεμίαν ἐκ τῆς τοῦ νόμου θέσεως ὠφέλειαν δεξάμενον, ἀλλὰ τοῖς γράμμασι | |
15 | μόνοις ἐναβρυνόμενον· καὶ διδάσκειν μὲν ἑτέρους πειρώμενον, ἀντιφθεγγόμενον δὲ διὰ τῶν ἔργων τοῖς λόγοις, καὶ μάτην ἐπὶ τῷ νόμῳ μεγαλαυχούμενον. Τίθησι δὲ καὶ μαρτυρίαν εἰς τὴν τῆς κατηγορίας βεβαίωσιν. | |
20 | κδʹ. Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφη‐ μεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται. Οὐ γὰρ μόνον δοξολογίας αἴτιος οὐ γεγένησαι τῷ Θεῷ, ἀλλὰ καὶ εἰς βλασφημίαν πολλὰς ἐκίνησας γλώττας. Ὁρῶντες γάρ σου τὸν παράνομον βίον, τὸν ἐκλεξά‐ | |
25 | μενόν σε προφανῶς ἐβλασφήμουν Θεόν. Οὕτω δείξας ὄνησιν αὐτοὺς ἐκ τῆς Μωσαϊκῆς νομοθεσίας οὐ δεξα‐ μένους, εἰς τὴν περιτομὴν μεταφέρει τὸν λόγον· καὶ δείκνυσι καὶ ταύτην ἀνόνητον, ὅταν τῶν ἄλλων ἔργων ἄμοιρος ᾖ. | |
30 | κεʹ. Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περι‐ τομή σου ἀκροβυστία γέγονε. Τοῖς προφητικοῖς ὁ θεῖος Ἀπόστολος ἠκολούθησε λόγοις. Ὁ γὰρ τῶν ὅλων Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν, ὅτι | |
35 | «Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί· ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίαις αὑτῶν.» Καὶ πάλιν· «Περιτμή‐ θητε τῷ Θεῷ.» Καὶ δεικνὺς ποίαν λέγει περιτομὴν ἀρέσκουσαν τῷ Θεῷ, ἐπήγαγε· «Καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν τὴν σκληράν.» | |
40 | Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος, περιττὴν ἔδειξε τὴν περιτομὴν, τῆς κατὰ ψυχὴν οὐχ ὑπαρχού‐ σης περιτομῆς. Δι’ ἐκείνην γὰρ αὕτη δέδοται. Ἐὰν γὰρ ἐκείνη μὴ προσῇ, οὐδὲν ἀπὸ ταύτης ὄφελος· μόνης γὰρ τάξιν ἐπέχει σφραγῖδος. Ἔνθα δὲ χρυσὸν ἔχομεν, ἢ | |
45 | ἄργυρον, ἢ λίθους τιμίους, ἢ ἐσθῆτα πολυτελῆ, εἰώθα‐ μεν ἐπιτιθέναι τὰ σήμαντρα. Ὅταν δέ γε τούτων ἔνδον μηδὲν ἀπόκειται, περιττὴ τῶν σημάντρων ἡ θέσις. κϛʹ. Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ | |
82.73(50) | εἰς περιτομὴν λογισθήσεται; Ὁ νόμος, φησὶ, τὸ ἔργον ἀπαιτεῖ. Ὅταν οὖν σὺ ὁ περιτετμημένος τοῦτο | |
μὴ ἔχῃς, ὁ δὲ ἀκρόβυστος ἔχῃ, οὐκ ἂν εἰκότως σὺ | ||
82.76 | μὲν κληθείης παράνομος, ἐκεῖνος δὲ τὴν ἔντιμόν σου λάβοι προσηγορίαν, καὶ ἀκρόβυστος μὲν οὐκ ἔτι κατὰ τὴν σὴν ὀνομάζοιτο λοιδορίαν, περιτετμημένος δὲ μᾶλλον, ὡς τῆς ψυχῆς τὴν κακίαν περιτεμών; | |
5 | κζʹ. Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περι‐ τομῆς παραβάτην νόμου. Ἄξιον θαυμάσαι τοῦ Ἀποστόλου τὴν τῆς σοφίας ὑπερβολήν. Οὐ γὰρ τὸν φυσικὸν νόμον ἀντέταξε τῷ γραπτῷ, ἀλλὰ τὸ ἐπονεί‐ | |
10 | διστον ὄνομα τῷ σεμνῷ, τῇ περιτομῇ τὴν ἀκροβυ‐ στίαν. Τοῦτο δὲ, φησὶ, κατηγορίας ἐλεύθερον· οὐ γὰρ ἑκών τις οὕτω γεννᾶται, ἀλλ’ ὁ Δημιουργὸς οὕτω διαπλάττει τὴν φύσιν. Οὗ δὴ χάριν οὐδὲ βλάβη τις ἐντεῦθεν γεγένηται τοῖς τῆς ἀρετῆς ἐρασταῖς. | |
15 | Σὺ δὲ, ἐδέξω μὲν παρὰ τῶν προγόνων τῆς περιτομῆς τὸ σημεῖον, ἔχεις δὲ τὸν νόμον τὸ πρακτέον ὑποδει‐ κνύοντα· ἀντιπράττεις δὲ τοῖς ἔργοις τῷ τοῦ νόμου σκοπῷ. Οὕτω δείξας τὴν περιτομὴν ἀντὶ σημείου μὲν δεδομένην, περιττὴν δὲ μετὰ ταῦτα γεγενημέ‐ | |
20 | νην, δείκνυσι λοιπὸν καὶ τὴν τοῦ Ἰουδαίου προσηγο‐ ρίαν οὐδεμίαν ὄνησιν ἔχουσαν. κηʹ, κθʹ. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή. Ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ | |
25 | καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ. Κατέφυγεν ἐνταῦθα σαφῶς ἐπὶ τὰς προφητικὰς μαρτυρίας, ἃς ἄνω τεθείκαμεν. «Περιτέμνεσθε γὰρ, φησὶ, τὴν ἀκρο‐ βυστίαν τῆς καρδίας ὑμῶν τὴν σκληράν.» | |
30 | ΚΕΦΑΛΑΙΟΝ. Γʹ. Οὕτω τὴν Ἰουδαϊκὴν καταστείλας ὀφρὺν, καὶ δεί‐ ξας μάτην αὐτὸν ἐπὶ τῇ περιτομῇ, καὶ τῷ νόμῳ, καὶ τῇ τοῦ Ἰουδαίου προσηγορίᾳ μεγαλαυχούμενον, ἵνα μή τις αὐτὸν ὑπολάβοι δυσμενείᾳ τοῦτο καὶ | |
35 | ἀπεχθείᾳ ποιεῖν, ἐπάγει· αʹ. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Εἰ τῶν ἀλλοφύλων, φησὶν, ἐθνῶν τινες θεοσεβείᾳ καὶ ἀρετῇ κοσμούμενοι τῶν θείων ἀναῤῥήσεων ἀπολαύουσι, τί δήποτε καὶ | |
40 | τῶν ἐθνῶν ἐχώρισε τὸν Ἰσραὴλ ὁ Θεὸς, καὶ τὴν περιτομὴν αὐτοῖς δέδωκε; Τὸ γὰρ περισσὸν τοῦ Ἰουδαίου, τὴν προτίμησιν λέγει τῶν ἐθνῶν. Εἶτα ἐπάγει· βʹ. Πολὺ κατὰ πάντα τρόπον. Ἐξελέξατο γὰρ | |
45 | αὐτῶν τοὺς προγόνους, τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας, πολυθρυλλήτους διὰ τὰς παντοδαπὰς θαυματουργίας ἀπέφηνε, νόμον εἰς βοήθειαν ἔδωκε, προφήτας ἐπέστησε. Τοῦτο γὰρ λέγει· Πολὺ κατὰ πάντα τρόπον. Ταῦτα μέντοι πάντα σιγήσας, τοῦ | |
82.76(50) | νόμου τὴν θέσιν τίθησι μόνην. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Μεγίστη | |
γὰρ αὕτη τιμὴ, τῶν ἄλλων ἐθνῶν μόνην τὴν ἐκ φύ‐ | ||
82.77 | σεως ἐσχηκότων διάγνωσιν, τούτους λαβεῖν καὶ τοῦ νόμου τὴν θέσιν. γʹ. Τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ | |
5 | γένοιτο. ᾜδει, φησὶν, ἄνωθεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς φύλακας ἐσομένους τοῦ νόμου, καὶ τοὺς τοῦτον παραβήσεσθαι μέλλοντας· οὐδαμῶς τοίνυν οἱ ἀπι‐ στήσαντες ἐλυμήναντο τὰς θείας εὐεργεσίας. Κἂν γὰρ ἅπαντες οἱ ἄνθρωποι περὶ αὐτὸν ἀχάριστοι γέ‐ | |
10 | νωνται, οὐκ ἐλαττώσει τοῦ Θεοῦ τὴν δόξαν ἡ τούτων ἀχαριστία. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δεδή‐ λωκε. δʹ. Γινέσθω δὲ ὁ Θεὸς ἀληθής· πᾶς δὲ ἄνθρω‐ πος ψεύστης. Δῶμεν γὰρ, φησὶ, τῷ λόγῳ, μηδένα | |
15 | τῶν ἀνθρώπων τὴν προσήκουσαν αὐτῷ δοξολογίαν προσφέρειν, ἀλλὰ πάντας ἀχαριστίαν νοσεῖν (τοῦτο γὰρ λέγει· Πᾶς δὲ ἄνθρωπος ψεύστης)· ποίαν ἐν‐ τεῦθεν μείωσιν ἡ τοῦ Θεοῦ δέξεται δόξα; Τοῦτο καὶ ἀλλαχοῦ τέθεικεν ὁ μακάριος Παῦλος. «Εἰ ἀπιστοῦ‐ | |
20 | μεν γὰρ, φησὶν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.» Ἐνταῦθα δὲ καὶ Γραφικῇ κέχρηται μαρτυρίᾳ· Καθάπερ γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τὸ δὲ ὅπως οὐκ αἰτιολογικόν | |
25 | ἐστιν ἐνταῦθα, ἀλλὰ τῆς ἐκβάσεως δηλωτικόν. Οὐδὲ γὰρ τούτου χάριν ἁμαρτάνομεν, ἵνα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν δείξωμεν· ἀλλ’ αὐτὸς μὲν τῶν εὐερ‐ γεσιῶν χορηγεῖ τὰς πηγὰς, σωτηρίαν πραγματευό‐ μενος ἅπασιν· αὐτεξούσιοι δὲ ὄντες οἱ ἄνθρωποι, οἱ | |
30 | μὲν προτιμῶσι τὴν τοῦ Θεοῦ θεραπείαν, οἱ δὲ τὴν ἐναντίαν ὁδεύουσι, καὶ κατάλληλον εὑρίσκουσι τῆς ὁδοῦ τὸ τέλος. Ὁ μέντοι Θεὸς, καὶ τούτους εὐεργε‐ τῶν, ἀπολογίαν ἐν τῷ κρίνειν ἔχει, τὴν παντοδαπὴν αὐτῶν ἐπιμέλειαν. Οὕτω καὶ πρὸς τὸν Ἰσραὴλ ἔλεγε· | |
35 | «Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι.» Εἶτα κατὰ μέρος τῶν εὐεργεσιῶν ἀναμιμνήσκει. Οὕτω καὶ διὰ Ἱερε‐ μίου βοᾷ· «Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημ‐ μέλημα, ὅτι ἀπέστησαν ἀπ’ ἐμοῦ μακρὰν, καὶ ἐπο‐ | |
40 | ρεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν;» Καὶ πάλιν τὸν τῶν εὐεργεσιῶν εἰσφέρει κατάλογον. Ὁ μέντοι θεῖος Ἀπόστολος ὡς ἐκ τοῦ τῶν ἐναντίων ἐπισυλλογίζεται προσώπου. εʹ, ϛʹ. Εἰ δὲ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην | |
45 | συνίστησι, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπι‐ φέρων τὴν ὀργήν; Κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο. Ἀναγκαίως τὴν ὑφ’ ἑτέρων προφερομένην ἀντίθεσιν τέθεικε, καὶ τῇ ἀπαγορεύσει τὸ ἄτοπον ἔδειξεν. Οὐ γὰρ ἐγὼ, φησὶ, ταῦτα λέγω, ἀλλὰ τοὺς | |
82.77(50) | τῶν ἄλλων τέθεικα λογισμούς. Τοῦτο γὰρ λέγει· «Κατὰ ἄνθρωπον.» Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; (ζʹ.) Εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι | |
ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ | ||
82.80 | ὡς ἁμαρτωλὸς κρίνομαι; Τῶν ἀτοπωτάτων, φησὶν, ἐστὶ, τὸ ταῦτα λέγειν. Δικαία γὰρ ἡ τοῦ Θεοῦ ψῆφος· καὶ οὐ τὸ ἐμὸν ἄγνωμον προξενεῖ τῷ Θεῷ τὴν ἐπὶ φιλανθρωπίᾳ δόξαν. Ἀδικία γὰρ ἐσχάτη, τοὺς προ‐ | |
5 | ξένους αὐτοῦ γενομένους τῆς δόξης, δίκας εἰσπράτ‐ τεσθαι παρ’ αὐτοῦ, καὶ κόλασιν ὑπομεῖναι αἰώνιον. Τοῦτο γὰρ οὐδὲ τῶν ἄγαν ἀδικωτάτων ἀνθρώπων δράσοι τις ἂν, ἤπου γε αὐτὸς ὁ τὰς τῆς δικαιοσύνης ἀναβλύζων πηγάς. | |
10 | ηʹ. Καὶ μὴ καθὼς βλασφημούμεθα, καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. Οὐδὲν, φησὶ, τούτων ἡμεῖς φαμεν, παρ’ ἑτέρων δὲ λέγειν συκοφαντούμεθα, οἳ τῆς συκοφαντίας τίσουσι | |
15 | δίκας. Εἰδέναι μέντοι χρὴ, ὡς τῶν ἱερῶν ἀποστόλων λεγόντων· «Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπε‐ ρίσσευσεν ἡ χάρις·» τινὲς τῇ θεοσεβείᾳ δουλεύοντες, ψευδολογίαις κατ’ αὐτῶν κεχρημένοι, λέγειν αὐτοὺς ἔφασκον· Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. | |
20 | Ἀλλ’ οὐχ οὗτος ἦν ὁ τῆς ἀποστολικῆς διδασκαλίας σκοπός. Πᾶν γὰρ τοὐναντίον ἐνομοθέτουν, πάσης ἅπαντας παρανομίας ἀπέχεσθαι. Τοὺς δὲ τῷ παναγίῳ κηρύγματι προσιόντας θαῤῥεῖν ἐκέλευον, ὡς τῆς ἀφέσεως τῶν προτέρων ἁμαρτημάτων ὑπὸ τοῦ Θεοῦ | |
25 | δεδομένης. Ἡμεῖς δὲ ἐνταῦθα τὴν ἑρμηνείαν στήσαν‐ τες, καὶ τὸν νοῦν διαναπαύσαντες, τὸν δεδωκότα στόμα ἀνθρώπῳ, καὶ ποιήσαντα δύσκωφον καὶ κωφὸν, ἀνυμνήσωμεν, καὶ τῆς ἀποστολικῆς διδασκαλίας τὸν νοῦν καταμαθεῖν ἱκετεύσωμεν. Δώσει γὰρ πάντως ὁ | |
30 | εἰπών· «Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.» Μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
35 | ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Εἰρήκαμεν ἤδη, ὡς ὁ θεῖος Ἀπόστολος δεῖξαι βού‐ λεται τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναγκαίως γεγενημένην. Τούτου γὰρ δὴ χάριν τὸν περὶ τῶν ἔξω τοῦ νόμου, καὶ μέντοι | |
40 | καὶ τῶν ὑπ’ αὐτὸν πολιτευσαμένων, κεκίνηκε λόγον· καὶ διήλεγξε κἀκείνους τὸν φυσικὸν, καὶ τούτους τὸν Μωσαϊκὸν παραβεβηκότας νόμον, καὶ τιμωρίας ὄντας τῆς ἐσχάτης ἀξίους. Καὶ ἰατρὸν ἄριστον ἐμιμήσατο, ὃς πρότερον τὴν τοῦ νοσήματος χαλεπότητα διδάσκει | |
45 | τοὺς κάμνοντας, εἶθ’ οὕτω προσφέρει τὴν τῶν ἀλεξι‐ κάκων φαρμάκων βοήθειαν. Οὕτω γὰρ καὶ αὐτὸς τὴν τούτων κἀκείνων διελέγξας παρανομίαν, καὶ δείξας ὑπευθύνους καὶ τιμωρίας ἀξίους, προσφέρει λοιπὸν τὸ τῆς πίστεως φάρμακον, καὶ τῆς θείας οἰκονομίας | |
82.80(50) | τὴν φιλανθρωπίαν διδάσκει, καί φησιν· θʹ—ιηʹ. Τί οὖν κατέχομεν περισσόν; Προῃτια‐ σάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας, πάντας ὑφ’ ἁμαρτίαν εἶναι, καθὼς γέγραπται, ὅτι Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς. Οὐκ ἔστιν ὁ συνιῶν· οὐκ | |
55 | ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, | |
οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ | ||
82.81 | αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα. Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς | |
5 | αὐτῶν· καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις, τὰ κατὰ τὴν περι‐ τομὴν καὶ τὴν ἀκροβυστίαν παρεξετάσας, ἐπήγαγε· Τί οὖν τὸ περιττὸν τοῦ Ἰουδαίου; Καὶ ἐνταῦθα, | |
10 | δεῖξαι βουλόμενος τῆς εὐαγγελικῆς χάριτος τὴν ὑπερ‐ βολὴν, ἔφη· Τί οὖν κατέχομεν περισσόν; Ἐδεί‐ ξαμεν γὰρ καὶ τοὺς ἔξω τοῦ νόμου, καὶ τοὺς ὑπὸ τῷ νόμῳ πολιτευσαμένους ἡμαρτηκέναι. Προστέ‐ θεικε δὲ καὶ τὴν Δαβιτικὴν μαρτυρίαν, ὡς ἄγαν | |
15 | ἁρμόττουσαν εἰς τὴν προκειμένην ὑπόθεσιν. Συντο‐ μίας δὲ ὅτι μάλιστα φροντίζων τοῦτο ποιεῖ· ἢ γὰρ ἂν ἅπαντας τοὺς προφήτας εἰς κατηγορίαν Ἰουδαίων ἐκάλεσεν, οἳ τὰ τοιαῦτα περὶ αὐτῶν καὶ ἔτι τούτων ἀτοπώτερα λέγουσιν. Ὅθεν ἐπήγαγεν· | |
20 | ιθʹ. Οἴδαμεν ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Σὺν πολλῇ δὲ καὶ τοῦτο τέθεικεν ἀκρι‐ βείᾳ. Οὐ γὰρ εἶπε, περὶ τῶν ἐν τῷ νόμῳ, ἀλλὰ, τοῖς ἐν τῷ νόμῳ. Πολλὰ γὰρ καὶ περὶ Βαβυλωνίων λέγει, Περσῶν τε καὶ Μήδων καὶ Αἰγυπτίων, καὶ | |
25 | ἑτέρων πλείστων ἐθνῶν. Ἀλλ’ ὅμως Ἰουδαίοις καὶ τὰς περὶ τούτων προῤῥήσεις προσέφερεν. Ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Τὸ ἵνα πάλιν κατὰ τὸ οἰκεῖον ἰδίωμα τέ‐ θεικεν. Οὐδὲ γὰρ τούτου χάριν καὶ νομοθετεῖ ὁ τῶν | |
30 | ὅλων Θεὸς, καὶ τὰς παραινέσεις τοῖς ἀνθρώποις προσ‐ φέρει, ἵνα ταῖς τιμωρίαις ὑπευθύνους ἐργάσηται· ἀλλ’ αὐτὸς μὲν τῆς σωτηρίας αὐτῶν προμηθούμενος τοῦτο ποιεῖ, οἱ δὲ τὴν ἐναντίαν ὁδεύοντες, ἐπισπῶν‐ ται τὴν τιμωρίαν. Εἶτα μέλλων δεικνύναι τὰ δῶρα | |
35 | τῆς πίστεως, δείκνυσι πρότερον ἅπαντας ταύτης προσδεομένους· καὶ πρό γε τῶν ἄλλων αὐτοὺς τοὺς ἐπὶ τῷ νόμῳ σεμνυνομένους. κʹ. Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. Τοῦ Μωσαϊκοῦ νόμου | |
40 | τὰ μὲν συνέβαινε τῇ γνώσει τῆς φύσεως, ὡς τό· «Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδο‐ μαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,» καὶ ὅσα τοιαῦτα. ᾜδεσαν γὰρ καὶ οἱ τοῦτον μὴ δεξάμενοι | |
45 | τὸν νόμον, ὅτι τούτων ἕκαστον κατηγορίαις καὶ μέν‐ τοι καὶ τιμωρίαις ὑπεύθυνον. Τινὰ δὲ Ἰουδαίοις μό‐ νον κατ’ ἐκεῖνον συμφέροντα τὸν καιρὸν τέθεικεν ὁ νομοθέτης· οἷον περιτομὴν λέγω, καὶ Σάββατον, καὶ τὰς θυσίας, καὶ τὰ περιῤῥαντήρια, καὶ τὰ περὶ λε‐ | |
82.81(50) | προῦ καὶ γονοῤῥυοῦς, καὶ τὰ τούτοις προσόμοια· ἃ σύμβολα μέν ἐστιν ἑτέρων· πληρούμενα δὲ αὐτὰ καθ’ ἑαυτὰ οὐκ ἀπέχρη δίκαιον ἀποφῆναι τὸν μετ‐ ιόντα. Οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· | |
Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα | ||
82.84 | σὰρξ ἐνώπιον αὐτοῦ. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ τοῦ νόμου κατηγορεῖν, ἐπήγαγε· Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Ἀκριβεστέραν, φησὶν, ὁ νό‐ μος τοῖς ἀνθρώποις ἐπίγνωσιν τῆς ἁμαρτίας ἐντέ‐ | |
5 | θεικε, σφοδροτέραν τὴν κατ’ αὐτῆς κατηγορίαν πε‐ ποίηκε· εἰς δὲ τῆς ἀρετῆς τὴν κατόρθωσιν ἐπαρκέσαι τοῖς ἀνθρώποις οὐκ ἴσχυσεν. Οὕτω δείξας τὸν νόμον μόνον διδάσκαλον τῶν καλῶν, ὑποδείκνυσι τῆς χάρι‐ τος τὴν ἰσχύν. | |
10 | καʹ. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πε‐ φανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Τίς ἂν ἀξίως θαυμάσοι τῆς ἀποστο‐ λικῆς σοφίας τὴν δύναμιν; Ἔδειξε γὰρ κατὰ ταυτὸν καὶ πεπαυμένον τὸν νόμον, καὶ συνηγοροῦντα τῇ | |
15 | χάριτι. Ἁρμοδίως δὲ καὶ τὸ, πεφανέρωται, τέθεικε. Τὸ γὰρ κεκρυμμένον τῆς οἰκονομίας μυστήριον δῆλον πεποίηκεν ἅπασιν. Ἐν δέ γε τῇ παρεξετάσει τῆς χάριτος, καὶ τοῦ νόμου, ἔδειξε τὴν τῆς νίκης ὑπερ‐ βολὴν, αὐτὸν τὸν νόμον καὶ τοὺς προφήτας μάρτυρας | |
20 | ἀποφήνας τῆς χάριτος. κβʹ. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πι‐ στεύοντας. Ἀνελάβετο τὸ προειρημένον, ἵνα προσθῇ τὸ λειπόμενον. Ἐπειδὴ γὰρ εἶπε, Δικαιοσύνη Θεοῦ | |
25 | πεφανέρωται, εἶτά τινα παρενέθεικεν, ἀναγκαίως τοῦτον τὸν λόγον ἀναλαβὼν, δείκνυσι διὰ τῆς εἰς τὸν Δεσπότην Χριστὸν πίστεως ταύτης ἀπολαύοντας, εἴτε Ἰουδαῖοι εἶεν, εἴτε Ἕλληνες, οἱ ταύτης τυχεῖν ἐφιέ‐ μενοι. Τὸ γὰρ εἰς πάντας, τοὺς Ἰουδαίους λέγει· | |
30 | ἐπὶ πάντας δὲ, τοὺς ἐκ τῶν ἄλλων ἐθνῶν. Καὶ ἐπι‐ μένει τοῦτο διδάσκων σαφέστερον· Οὐ γάρ ἐστι διαστολή. κγʹ. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ἐν συντόμῳ πάντας ὑπευθύνους | |
35 | ἔδειξε, καὶ τῆς χάριτος ἐνδεεῖς. κδʹ. Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Πίστιν γὰρ μόνην εἰσενεγκόντες, τῶν ἁμαρτημάτων τὴν ἄφεσιν ἐδεξάμεθα· ἐπειδὴ οἷόν τι λύτρον ὑπὲρ | |
40 | ἡμῶν ὁ Δεσπότης Χριστὸς τὸ οἰκεῖον προσενήνοχε σῶμα. κεʹ. Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως, ἐν τῷ αὑτοῦ αἵματι. Τὸ ἱλαστήριον πέτα‐ λον ἦν χρυσοῦν· ἐπέκειτο δὲ τῇ κιβωτῷ· ἑκατέρωθεν | |
45 | δὲ εἶχε τὰ τῶν Χερουβὶμ ἐκτυπώματα. Ἐκεῖθεν τῷ ἀρχιερεῖ λειτουργοῦντι ἐγίνετο δήλη τοῦ Θεοῦ ἡ εὐ‐ μένεια. Διδάσκει τοίνυν ὁ θεῖος Ἀπόστολος, ὡς τὸ ἀληθινὸν ἱλαστήριον ὁ Δεσπότης ἐστὶ Χριστός. Ἐκεῖνο γὰρ τὸ παλαιὸν τούτου τὸν τύπον ἐπλήρου. Ἁρμότ‐ | |
82.84(50) | τει δὲ αὐτῷ ὡς ἀνθρώπῳ τὸ ὄνομα, οὐχ ὡς Θεῷ. Ὡς γὰρ Θεὸς, αὐτὸς διὰ τοῦ ἱλαστηρίου χρηματίζει· ὡς δὲ ἄνθρωπος, καὶ ταύτην δέχεται τὴν προσηγορίαν, καθάπερ καὶ τὰς ἄλλας, οἷον πρόβατον, καὶ ἀμνὸς, καὶ ἁμαρτία, καὶ κατάρα, καὶ ὅσα τοιαῦτα. Καὶ τὸ | |
55 | μὲν παλαιὸν ἱλαστήριον καὶ ἄναιμον ἦν, ἐπείπερ καὶ ἄψυχον· τοῦ δὲ τῶν ἱερείων αἵματος τὰς ῥανίδας | |
ἐδέχετο. Ὁ δὲ Δεσπότης Χριστὸς, καὶ Θεός ἐστι, καὶ | ||
82.85 | ἱλαστήριον, καὶ ἀρχιερεὺς, καὶ ἀμνὸς, καὶ ἐν τῷ οἰκείῳ αἵματι τὴν ἡμετέραν ἐπραγματεύσατο σωτη‐ ρίαν, πίστιν μόνην παρ’ ἡμῶν ἀπαιτήσας. Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὑτοῦ, διὰ τὴν | |
5 | πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων. (κϛʹ.) Ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιο‐ σύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ. Καὶ τὴν ἀγαθότητα τὴν οἰκείαν ἔδειξεν ὁ Θεὸς, ἐπὶ πλεῖστον μακροθυ‐ μήσας τοῖς ἀνθρώποις παρανομοῦσι, καὶ τὴν δικαιο‐ | |
10 | σύνην αὑτοῦ δήλην πεποίηκεν ἅπασιν. Ὅτι δὲ οὐ μάτην ἤνεγκε τοὺς ἀνθρώπους παρανομοῦντας, ἀλλὰ τοῦτο προκατασκευάζων αὐτοῖς τῆς σωτηρίας τὸ φάρ‐ μακον, λέγει· Εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δι‐ καιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ. Ἀμφό‐ | |
15 | τερα γὰρ εἰδέναι προσήκει, καὶ ὅτι δικαίως καὶ φιλανθρώπως ὁ τῶν ὅλων Θεὸς τὰ καθ’ ἡμᾶς ᾠκονό‐ μησε, καὶ ὅτι πᾶς τῷ Δεσπότῃ πιστεύων Χριστῷ τὴν ἐκ τῆς πίστεως δικαιοσύνην καρποῦται. Οὕτω συντό‐ μως δείξας τὰ δῶρα τῆς χάριτος, ἀνατρέχει πάλιν | |
20 | ἐπὶ τὸν περὶ τοῦ νόμου λόγον, καὶ δείκνυσιν αὐτὸν παραχωροῦντα τῇ χάριτι. κζʹ. Ποῦ οὖν ἡ καύχησις; Κατ’ ἐρώτησιν ἀνα‐ γνωστέον. Εἶτα ἡ ἀπόκρισις· Ἐξεκλείσθη. Οὐκ εἶπε, Κατελύθη, ἀλλ’ Ἐξεκλείσθη, ἀντὶ τοῦ, Οὐκ ἔτι | |
25 | χώραν ἔχει. Καύχησιν δὲ καλεῖ τὸ ὑψηλὸν τῶν Ἰου‐ δαίων φρόνημα. Ἐσεμνύνοντο γὰρ ὡς μόνοι τῆς θείας ἀπολαύοντες προμηθείας. Ἀλλὰ τῆς θείας χά‐ ριτος ἀναφανείσης, καὶ εἰς ἅπαντα χυθείσης τὰ ἔθνη, πέπαυται τῶν Ἰουδαίων τὸ αὔχημα. Σύντομον γὰρ | |
30 | ἀφορμὴν σωτηρίας τοῖς ἀνθρώποις τὴν πίστιν δέδω‐ κεν ὁ Θεός. Τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς ἐδίδαξεν ὁ Ἀπόστολος· Διὰ ποίου νόμου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως. Οὐχ ἁπλῶς δὲ τὴν πίστιν προσηγόρευσε νόμον· ἀλλὰ τῆς Ἱερεμίου προφητείας | |
35 | ἀναμιμνήσκων. «Ἐν ταῖς ἡμέραις γὰρ, φησὶν, ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.» Εἰ δὲ ὁ Μωσαϊκὸς νόμος Διαθήκη κέκληται, | |
40 | καὶ ἡ Καινὴ πάλιν ὁμοίως Διαθήκη ὠνόμασται· αὕτη δὲ πιστεύειν νομοθετεῖ τῷ Χριστῷ· προφητικῶς ὁ θεῖος Ἀπόστολος τὴν τοῦ νόμου προσηγορίαν τῇ πίστει συνέζευξεν. Εἶτα τὸν περὶ τῆς πίστεως ἐξ‐ υφαίνει λόγον. | |
45 | κηʹ. Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄν‐ θρωπον, χωρὶς ἔργων νόμου. Νόμον ἐνταῦθα τὸν Μωσαϊκὸν λέγει· ἀλλ’ ὅμως οὐκ εἶπε· Λογιζόμεθα πίστει δικαιοῦσθαι Ἰουδαῖον, ἀλλ’ Ἄνθρωπον, τὸ κοινὸν τῆς φύσεως ὄνομα. Ὅθεν συλλογιστικῶς | |
82.85(50) | ἐπήγαγεν· κθʹ. Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Ἔπειτα ὡς ἀναντίῤῥητον βεβαιοῖ τῇ ἀποφάσει. λʹ. Ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτο‐ | |
55 | μὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πί‐ | |
στεως. Εἷς ἐστι, φησὶν, ὁ τῶν ἁπάντων Θεὸς, εἷς | ||
82.88 | τῶν ἁπάντων ὁ Δημιουργός· καὶ οὐχ οἷόν τε αὐτὸν τῶν μὲν ἐπιμελεῖσθαι, τοὺς δὲ ἀτημελήτους ἐᾷν. Οὐκοῦν ἅπασι τοῖς πιστεύουσιν ὀρέγει τὴν σωτηρίαν. Καλεῖ δὲ περιτομὴν μὲν τοὺς Ἰουδαίους, ἀκροβυ‐ | |
5 | στίαν δὲ τὰ ἔθνη. Λύει δὲ καὶ τὸ ὑφορμοῦν. λαʹ. Νόμον δὲ καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν. Ἄνωθεν γὰρ καὶ ὁ νόμος, καὶ οἱ προφῆται, τὰ περὶ τῆς πίστεως ἐθέσπισαν. Δεχόμενοι τοίνυν τὴν πίστιν, βεβαιοῦμεν | |
10 | τὸν νόμον. Εἶτα τούτων προσφέρει τὰς ἀποδείξεις· καὶ πλείστας παραγαγεῖν δυνάμενος τῶν προφητῶν μαρτυρίας, ἐπ’ αὐτὴν χωρεῖ τῶν Ἰουδαίων τὴν ῥίζαν, καὶ δείκνυσι τὸν πατριάρχην Ἀβραὰμ τὴν διὰ πίστεως δικαιοσύνην κτησάμενον, καί φησι· | |
15 | ΚΕΦΑΛΑΙΟΝ Δʹ αʹ. Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; Ποίαν, φησὶ, πρὸ τοῦ πιστεῦσαι τῷ Θεῷ τὸν Ἀβραὰμ, δικαιοσύνην αὐτοῦ δι’ ἔργων γεγενημένην ἠκούσαμεν; Κατὰ σάρκα | |
20 | γὰρ τὴν ἐν ἔργοις λέγει, ἐπειδήπερ διὰ τοῦ σώμα‐ τος ἐκπληροῦμεν τὰ ἔργα. βʹ. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ’ οὐ πρὸς τὸν Θεόν. Ἡ τῶν ἀγα‐ θῶν ἔργων ἐκπλήρωσις αὐτοὺς στεφανοῖ τοὺς ἐργα‐ | |
25 | ζομένους, τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν οὐ δεί‐ κνυσιν· ἡ δὲ πίστις ἀμφότερα ποιεῖ δῆλα, καὶ τοῦ πεπιστευκότος τὴν περὶ τὸν Θεὸν διάθεσιν, καὶ τοῦ Θεοῦ τὸ φιλάνθρωπον· ὅτι τὴν πίστιν δεχόμενος ἀνακηρύττει τὸν κεκτημένον. Καὶ τοῦτο διὰ τῆς | |
30 | Γραφικῆς βεβαιοῖ μαρτυρίας. γʹ. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύ‐ νην. Οὐ γὰρ κατὰ νόμον πολιτευσάμενος ὁ μακά‐ ριος Ἀβραὰμ τῆς θείας μαρτυρίας τετύχηκεν, ἀλλὰ | |
35 | τῷ κεκληκότι πιστεύσας τῆς δικαιοσύνης τὸν πλοῦ‐ τον ἐτρύγησε. δʹ. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Ὁ γὰρ τῆς δικαιοσύνης ἐργάτης μισθὸν ἀπαιτεῖ· ἡ δὲ ἐκ πί‐ | |
40 | στεως δικαιοσύνη δῶρόν ἐστι τοῦ τῶν ὅλων Θεοῦ. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς. εʹ. Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Οὕτω διὰ τοῦ πατριάρχου | |
45 | Ἀβραὰμ δείξας τοῦ νόμου πρεσβυτέραν τὴν πίστιν, ἕτερον πάλιν ἀξιόχρεων μάρτυρα ταύτης καλεῖ Δαβὶδ τὸν προφήτην καὶ βασιλέα, πρὸς ὃν ὁ τῶν ὅλων Θεὸς ἀνενεώσατο τὰς πρὸς τὸν Ἀβραὰμ γε‐ γενημένας ἐπαγγελίας. Ὥσπερ γὰρ τῷ πατριάρχῃ | |
82.88(50) | ὑπέσχετο Ἀβραὰμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογή‐ σειν πάντα τὰ ἔθνη, οὕτω καὶ τῷ θειοτάτῳ ἔφη Δαβίδ· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, | |
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς | ||
82.89 | ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρ‐ τυς ἐν οὐρανῷ πιστός.» Καὶ πάλιν· «Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.» Καὶ αὖθις· «Καὶ προσκυνήσουσιν αὐτῷ πάντες | |
5 | οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ,» καὶ τὰ τούτοις προσόμοια. Καὶ ἐπειδήπερ τὸν μακάριον ἔδειξεν Ἀβραὰμ διὰ πίστεως τὴν δι‐ καιοσύνην κτησάμενον, πρὸ δὲ τῆς τοῦ νόμου θέσεως Ἀβραὰμ ἐγεγόνει, ἀναγκαίως τὸν Δαβὶδ ὑπὸ τῷ νόμῳ πολιτευσάμενον, δείκνυσι μαρτυροῦντα τῇ | |
10 | χάριτι, καί φησι· ϛʹ—ηʹ. Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρι‐ σμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιο‐ σύνην χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. | |
15 | Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ὁ νόμος, φησὶ, τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν ἐπήγαγε· ὁ δὲ Προφήτης μακαρίζει τοὺς τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Δῆλον τοίνυν ὡς τὰ ἡμέτερα μακαρίζει, καὶ τῆς χάριτος | |
20 | προαγορεύει τὰ δῶρα. Δείκνυσι δὲ ταύτην ἅπασι προκειμένην, καί φησι κατ’ ἐρώτησιν· θʹ. Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτο‐ μὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Εἶτα πάλιν ἀπὸ τοῦ πατριάρχου Ἀβραὰμ συνίστησι τὸ προκεί‐ | |
25 | μενον. Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. (ιʹ.) Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περι‐ τομῇ, ἀλλ’ ἐν ἀκροβυστίᾳ. Ἔδειξεν οὐ μόνον τοῦ | |
30 | νόμου, ἀλλὰ καὶ αὐτῆς τῆς περιτομῆς πρεσβυτέραν τὴν πίστιν, καὶ ὅτι πρὸ τῆς περιτομῆς ὁ πατριάρ‐ χης τῆς κατὰ τὴν πίστιν δικαιοσύνης τὴν μαρτυρίαν ἐδέξατο. Ποῦ τοίνυν ἐδεῖτο τῆς περιτομῆς, τὴν ἐκ πίστεως δικαιοσύνην κτησάμενος; Διδάσκει τοῦτο | |
35 | σαφῶς. ιαʹ. Καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκρο‐ βυστίᾳ. Οὐ δικαιοσύνη, φησὶν, ἐστὶν ἡ περιτομὴ, ἀλλὰ μαρτυρία δικαιοσύνης, καὶ σφραγὶς, καὶ | |
40 | σημεῖον τῆς πίστεως, ἣν πρὸ τῆς περιτομῆς ἐπ‐ εδείξατο. Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πι‐ στευόντων δι’ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην. (ιβʹ.) Καὶ πατέρα | |
45 | περιτομῆς. Ὧδε χρὴ στίξαι. Δείκνυσι γὰρ τὸν πα‐ τριάρχην, πρῶτον μὲν τῶν ἐν ἀκροβυστίᾳ πεπιστευ‐ κότων πατέρα· ἐπειδὴ καὶ αὐτὸς ἀκρόβυστος ὢν ἔτι, τὸ τῆς πίστεως δῶρον προσενήνοχε τῷ Θεῷ· ἔπειτα μέντοι καὶ Ἰουδαίων, ὡς τῆς περιτομῆς | |
82.89(50) | αὐτῷ κοινωνησάντων. Καὶ τὸ αὐτὸ πάλιν σαφέστερον διὰ τῶν ἐπιφερομένων διδάσκει· Οὐ τοῖς ἐκ περι‐ τομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. Εἰ γάρ τις ἐξ ἐθνῶν ὁρμώ‐ | |
55 | μενος, καὶ περιτομὴν οὐ δεδεγμένος, ἰχνηλατήσει τὴν πίστιν ἐκείνην τοῦ πατριάρχου, ἣν πρὸ τῆς | |
περιτομῆς ἐπεδείξατο, τῆς ἐκείνου συγγενείας οὐκ | ||
82.92 | ἀποτεύξεται. Ὁ γὰρ τῶν ὅλων Θεὸς, προειδὼς ὡς Θεὸς, καὶ ὡς ἕνα λαὸν ἐξ ἐθνῶν καὶ Ἰουδαίων ἀθροί‐ σει, καὶ διὰ πίστεως αὐτοῖς τὴν σωτηρίαν παρέξει, ἐν τῷ πατριάρχῃ Ἀβραὰμ ἀμφότερα προδιέγραψε. | |
5 | Δείξας γὰρ αὐτὸν καὶ πρὸ τῆς περιτομῆς τὴν ἐκ πίστεως δικαιοσύνην κτησάμενον, καὶ μετὰ τὴν περιτομὴν, οὐ κατὰ τὸν Μωσαϊκὸν πολιτευσάμενον νόμον, ἀλλ’ ἐπιμείναντα τῇ τῆς πίστεως ποδηγίᾳ, πατέρα τῶν ἐθνῶν αὐτὸν προσηγόρευσεν· ἵνα εἰς | |
10 | ἐκεῖνον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἀποβλέποντες, μήτε οὗτοι τὴν περιτομὴν, μήτε μὴν ἐκεῖνοι τὴν ἀκροβυστίαν, ἀλλ’ ἀμφότεροι αὐτοῦ τὴν πίστιν ζηλώ‐ σωσιν. Οὔτε γὰρ τὴν περιτομὴν, οὔτε μὴν τὴν ἀκροβυστίαν, ἀλλὰ τὴν πίστιν δικαιοσύνην προσ‐ | |
15 | ηγόρευσεν ἡ θεία Γραφή. Οὕτω δείξας τὴν πίστιν τοῦ νόμου καὶ πρεσβυτέραν καὶ τιμιωτέραν, δείκνυσι πάλιν τὸν νόμον τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημέ‐ νης ἐπαγγελίας μεταγενέστερον, ἀποφήνας τὴν χάριν πρεσβυτέραν τοῦ νόμου. Περὶ ταύτης γὰρ πρὸς | |
20 | τὸν Ἀβραὰμ αἱ ὑποσχέσεις γεγένηνται. Ὑπέσχετο δὲ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· διὰ δὲ τοῦ Δεσπότου Χριστοῦ ἡ ἐπαγγελία τὸ πέρας ἐδέξατο. ιγʹ. Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι | |
25 | τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Πιστεύσας γὰρ τῷ Θεῷ, καὶ οὐ κατὰ τὸν Μωσαϊκὸν πολιτευσάμενος νόμον, ἔλαβε τὴν ἐπαγγελίαν τῆς τῶν ἐθνῶν εὐλογίας. ιδʹ. Εἰ γὰρ ἐκ νόμου οἱ κληρονόμοι, κεκένωται | |
30 | ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Εἰ γὰρ οἱ κατὰ νόμον πολιτευσάμενοι, τῶν ἐπηγγελμένων τυγ‐ χάνουσιν ἀγαθῶν, μάτην μὲν ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ· ψευδεῖς δὲ, καὶ οὐκ ἀληθεῖς, αἱ πρὸς αὐτὸν ὑποσχέσεις παρὰ τοῦ Θεοῦ γεγενημέναι. | |
35 | ιεʹ. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ἔθος γὰρ τῷ νόμῳ κολάζειν τοὺς παραβαίνοντας· ὀργὴν γὰρ τὴν τιμωρίαν ἐκάλεσεν. Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Τιμωρεῖται γὰρ ὁ νόμος τοὺς παραβαίνοντας· συνέζευκται γὰρ τῷ νόμῳ καὶ φυ‐ | |
40 | λακὴ καὶ παράβασις· τῶν μὲν δι’ ἀρετῆς ἐπι‐ μέλειαν φυλάττειν αὐτὸν προαιρουμένων, τῶν δὲ διὰ ῥᾳστώνην ἀδεῶς τοῦτον παραβαίνειν ἀνεχο‐ μένων. ιϛʹ. Διά τοι τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, | |
45 | εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν. Κατέστειλε τὴν Ἰουδαίων ὀφρὺν, σπέρμα τοῦ Ἀβραὰμ καλέσας τοὺς τοῦ Ἀβραὰμ τὴν πίστιν | |
82.92(50) | μεμιμημένους, εἰ καὶ κατὰ τὸ γένος εἶεν ἀλλόφυλοι. Εἰ δὲ ὁ νόμος κολάζει τοὺς παραβαίνοντας, ἡ δὲ χάρις δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὕτη βεβαιοῖ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, δωρουμένη τὴν εὐλογίαν τοῖς ἔθνεσιν. Ἐπειδὴ δὲ καὶ τῶν ἐθνῶν, | |
55 | καὶ τῶν Ἰουδαίων πατέρα τὸν Ἀβραὰμ προσ‐ ηγόρευσε, βεβαιοῖ τῇ Γραφικῇ μαρτυρίᾳ τὸν | |
λόγον. | ||
82.93 | ιζʹ. Καθὼς γέγραπται, Ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἶτα κρατύνει τὴν μαρτυρίαν ἀπὸ τοῦ παραδείγματος. Κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ κα‐ | |
5 | λοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Ὥσπερ γὰρ, φησὶ, πάντων ἐστὶ ποιητὴς ὁ Θεὸς, καὶ πάντων Θεός τε καὶ κηδεμών· οὕτω καὶ τὸν Ἀβραὰμ πατέρα πάν‐ των κεχειροτόνηκεν, οὐχὶ Ἰουδαίων μόνον, ἀλλὰ πάντων τῶν πιστευόντων. Διδάσκει δὲ καὶ τῆς πί‐ | |
10 | στεως τοῦ Ἀβραὰμ τὴν ὑπερβολήν. ιηʹ, ιθʹ. Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει, ὡς κατενόησε τὸ | |
15 | ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν μήτρας Σάῤῥας. Ὁρῶν γὰρ στερίφην μὲν τὴν ὁμόζυγα, τὴν δὲ τοῦ γήρως ἀσθένειαν ἀμφοτέροις ἐπικειμένην, ἐλπίδα δὲ παιδογονίας οὐδὲ σμικρὰν ὑποφαινομένην κατά γε | |
20 | ἀνθρώπινον λογισμὸν, οὔτε μὴν ὑπόδειγμα ἀρχαιότε‐ ρον ψυχαγωγῆσαι δυνάμενον, πιστῶς ἐδέξατο τὴν θείαν ὑπόσχεσιν. Παρ’ ἐλπίδα γὰρ, τὴν κατὰ φύσιν λέγει· ἐπ’ ἐλπίδι δὲ, τῆς τοῦ Θεοῦ ὑποσχέσεως. κʹ, καʹ. Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ | |
25 | διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πί‐ στει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Οὐ γὰρ ἀπεῖδεν εἰς τὴν ἀσθένειαν τῆς φύσεως, ἀλλὰ τῷ ταύτης ἀναμφιβόλως ἐπίστευσε Ποιητῇ. | |
30 | κβʹ. Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἀντὶ τοῦ, ἡ πίστις. Οὕτω καὶ ἐν τοῖς ὑπὸ τὸν νόμον, καὶ ἐν τοῖς πρὸ τοῦ νόμου, δείξας τὴν πίστιν ἀνθή‐ σασαν, ἐπὶ τὸ προκείμενον μεταφέρει τὸν λόγον. κγʹ, κδʹ. Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι | |
35 | ἐλογίσθη αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην· ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πι‐ στεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν ἐκ νεκρῶν. Καὶ ὁ πατριάρχης, νεκρὰν ὁρῶν τὴν τῆς ὁμοζύγου μήτραν, ἐπίστευσεν ὡς εὐπετὲς | |
40 | τῷ Θεῷ τὴν ἐπαγγελίαν πληρῶσαι· καὶ Ἰουδαίων ἡμεῖς ἀκούοντες, νεκρὸν ἀποκαλούντων τὸν ἡμέτερον Δεσπότην, πιστεύομεν ὡς ἐγήγερται. Τρυγήσωμεν τοιγαροῦν καὶ ἡμεῖς τῆς πίστεως τοὺς καρποὺς, καὶ τὴν ἐκ ταύτης φυομένην δικαιοσύνην δρεψώμεθα. | |
45 | Οὐ γὰρ μάτην ἀνάγραπτα, ἃ κατὰ τὸν πατριάρχην Ἀβραὰμ πεποίηκεν ὁ Δεσπότης Θεός· ἀλλ’ ἵνα ἐκεῖνα ὁρῶντες, τὴν ἴσην ἐπιδειξώμεθα πίστιν. Τὸ μέντοι, Ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν, κατὰ τὸ ἀνθρώπειον εἴρηκεν· ᾗ γὰρ ἔπαθε, ταύτῃ | |
82.93(50) | καὶ ἐγήγερται· τῆς δὲ σαρκὸς τὸ πάθος, οὐ τῆς ἀπαθοῦς θεότητος. κεʹ. Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. Ὑπὲρ γὰρ τῶν ἡμετέρων ἁμαρτημάτων τὸ πάθος ὑπέμεινεν, ὅπως | |
55 | ἐκτίσῃ τὸ ἡμέτερον χρέος, καὶ ἵνα ἡ ἀνάστασις αὐ‐ τοῦ τὴν κοινὴν πάντων ἀνάστασιν πραγματεύσηται. Δι’ ἐκείνης γὰρ καὶ τῆς δικαιώσεως τὰς ἀφορμὰς κο‐ μιζόμεθα, καὶ ἐν τῷ βαπτίσματι συνθαπτόμενοι δε‐ | |
χόμεθα τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Οὕτω δείξας | ||
82.96 | τῆς πίστεως τὴν ἰσχὺν, καὶ τῆς χάριτος τὰ δῶρα γυμνώσας, ἐπὶ παραίνεσιν μεταφέρει τὸν λόγον, καὶ τῆς πρακτικῆς ἀρετῆς φροντίζειν παρακαλῶν. Ἐπειδὴ γὰρ ἀργεῖν ἔφη τὸν νόμον ἀναφανείσης τῆς | |
5 | πίστεως, καὶ τὸν πατριάρχην ἔδειξε τὴν ἐκ πίστεως δικαιοσύνην κτησάμενον· ἵνα μὴ πρόφασιν λάβωσιν οἱ ῥᾳστώνῃ συζῶντες ἀμελεῖν τῆς πρακτικῆς ἀρετῆς, ὡς τῆς πίστεως δικαιοῦν ἀποχρώσης, ἀναγκαίως τοὺς ἠθικοὺς ἀναμίγνυσι λόγους, καί φησι· | |
10 | ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ, βʹ. Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, δι’ οὗ νῦν τὴν προσαγωγὴν ἐσχή‐ καμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾖ ἑστή‐ | |
15 | καμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Ἡ πίστις μὲν ἡμῖν ἐδωρήσατο τῶν ἁμαρτη‐ μάτων τὴν ἄφεσιν, καὶ ἀμώμους καὶ δικαίους διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἀπέφηνε· προσήκει δὲ ὑμᾶς τὴν πρὸς τὸν Θεὸν γεγενημένην φυλάττειν | |
20 | εἰρήνην. Ἐκπεπολεμωμένους γὰρ αὐτῷ κατήλλαξεν ὑμᾶς ὁ Μονογενὴς ἐνανθρωπήσας, τὴν δὲ δυσμένειαν ἐκείνην ἡ ἁμαρτία προὐξένησεν. Οὐκοῦν τὴν γεγενη‐ μένην εἰρήνην δικαιοσύνη φυλάξει. Οὐχ ἥκιστα δὲ ταύτην μετιέναι προσήκει, τὰς δεδομένας ἡμῖν λογι‐ | |
25 | ζομένους ἐλπίδας, καὶ τὴν ἐπηγγελμένην ἡμῖν παρὰ τοῦ Θεοῦ δοθήσεσθαι δόξαν· τὴν γὰρ τῶν πόνων ἀν‐ τίδοσιν, οὐ μισθὸν, ἀλλὰ δόξαν ἐκάλεσε, δεικνὺς τῶν ἀμοιβῶν τὴν ὑπερβολήν. Ἐπειδὴ δὲ πολλοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν θορύβους ὑπέμενον, αἰκιζόμενοι, | |
30 | καὶ στρεβλούμενοι, καὶ μυρία θανάτων εἴδη ὑπομέ‐ νοντες, εἰκότως καὶ τὴν περὶ τούτων ψυχαγωγίαν προσφέρει. γʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Σαφῶς ἑαυτοῦ τὴν ἀνυπέρβλητον μεγαλο‐ | |
35 | ψυχίαν ἐπέδειξεν. Οὐ γὰρ εἶπεν, Ὑπομένομεν τὰς θλίψεις, ἀλλὰ, Καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Σεμνυνόμεθα, φησὶ, καὶ μέγα φρονοῦμεν, ὡς κοι‐ νωνοῦντες τῷ Δεσπότῃ τῶν παθημάτων. Καὶ τοῦτο μὲν οὐκ εἶπε σαφῶς· τῶν γὰρ κατ’ αὐτὸν τελείων | |
40 | τὸ οὕτω φρονεῖν· τοὺς δὲ ἄλλους ἀπὸ τῶν μελλόντων ψυχαγωγεῖ. δʹ, εʹ. Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατερ‐ γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλ‐ πίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅταν τινὰ | |
45 | περιστοιχήσῃ τὰ σκυθρωπὰ, εἶτα γενναίως ἐνέγκῃ τούτων τὴν προσβολὴν, δόκιμος ἀποδείκνυται, καὶ τῇ ἐλπίδι τῶν μελλόντων ἐρείδεται. Ἀψευδὴς δὲ ἐκείνη, καὶ τὸ ἀληθὲς ἔχουσα. Τοῦτο γὰρ εἶπε· Οὐ καταισχύνει· ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόν‐ | |
82.96(50) | των δὲ, αἰσχυνομένων καὶ ἐρυθριώντων. Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Ἡ γὰρ τοῦ παναγίου Πνεύματος χάρις, ἣν διὰ τοῦ βαπτί‐ σματος ἐδεξάμεθα, τὸν περὶ Θεὸν ἐν ἡμῖν ἐπύρσευσε | |
55 | πόθον. Εἶτα διδάσκει καὶ τοῦ φίλτρου τὰς ἀφορμάς. | |
ϛʹ, ζʹ. Ἔτι γὰρ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν, | ||
82.97 | κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Λογιζόμεθα γὰρ, ὅτι παρανομούντων ἡμῶν ἔτι, καὶ τῆς ἀσε‐ | |
5 | βείας περικειμένων τὴν νόσον, ὁ Δεσπότης Χριστὸς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον· καὶ μανθάνομεν ἐντεῦθεν τῆς φιλανθρωπίας τὴν ἄβυσσον. Ὑπὲρ γὰρ δικαίου ἴσως ἄν τις κατεδέξατο θάνατον· αὐτὸς δὲ δι’ ἀγάπης ὑπερβολὴν τῆς ὑπὲρ ἁμαρτωλῶν ἠν‐ | |
10 | έσχετο τελευτῆς. Τοῦτο γὰρ ἐπάγει· ηʹ, θʹ. Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χρι‐ στὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. Ὁ μέντοι Θεὸς τοῦ περὶ ἡμᾶς φίλτρου δηλοῖ τὴν ὑπερβολὴν, τοῦ | |
15 | Χριστοῦ τὸν θάνατον, οὐχ ὑπὲρ δικαίων, ἀλλ’ ὑπὲρ ἁμαρτωλῶν γεγενῆσθαι. Ἡμεῖς γὰρ νῦν διὰ τῆς εἰς αὐτὸν ἐδικαιώθημεν πίστεως· ὅτε δὲ τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἔτι ταῖς παντοδαπαῖς ὑπεκεί‐ μεθα πλημμελείαις. Τὸ δὲ, κατὰ καιρὸν, ἀντὶ τοῦ, | |
20 | εἰς καιρὸν, κατὰ τὸν προσήκοντα καιρόν. Τοῦτο καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει· «Ὅτε δὲ ἦλθε τὸ πλή‐ ρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν | |
25 | ἀπολάβωμεν.» Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι’ αὐτοῦ, ἀπὸ τῆς ὀργῆς. Ὑπὲρ δυσσεβῶν καὶ παρανόμων τὸν ἐπ‐ άρατον ἐκεῖνον καταδεξάμενος θάνατον, εὔδηλον ὅτι | |
30 | καὶ τῆς μελλούσης τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐλευθερώσει κολάσεως. Ὀργὴν γὰρ καλεῖ τὴν μέλ‐ λουσαν κόλασιν. ιʹ. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον | |
35 | καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Εἰ δυσμενεῖς ὄντας καὶ πολεμίους τοσαύτης κηδε‐ μονίας ἠξίωσεν, ὡς τὸν Υἱὸν ὑπὲρ ἡμῶν παραδοῦ‐ ναι θανάτῳ, πῶς οἷόν τε τῶν καταλλαγῶν γεγενημέ‐ νων μὴ μεταλαχεῖν ἡμᾶς τῆς αἰωνίου ζωῆς; Πάλιν | |
40 | νων μὴ μεταλαχεῖν ἡμᾶς τῆς αἰωνίου ζωῆς; Πάλιν μέντοι Υἱὸν καλεῖ τὸν Δεσπότην Χριστὸν, ὃς Θεός ἐστί τε καὶ ἄνθρωπος ὁ αὐτός. Δῆλον δὲ, ὡς οἶμαι, καὶ τοῖς ἄγαν αἱρετικοῖς, περὶ ποίαν φύσιν τὸ πά‐ θος γεγένηται. | |
45 | ιαʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. Οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ Θεῷ σεμνυ‐ | |
82.97(50) | νόμεθα, τὰ κατὰ τὸν Δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος τὴν εἰρήνην ἐπραγμα‐ τεύσατο. Ἐντεῦθεν λοιπὸν τὸ τῆς οἰκονομίας ἀποκα‐ λύπτει μυστήριον, καὶ τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν διδάσκει. | |
55 | ιβʹ. Διὰ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρ‐ | |
82.100 | τία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ’ ᾧ πάντες ἥμαρτον. Τὸν Ἀδὰμ ὁ Δεσπότης δημιουργήσας Θεὸς, καὶ λόγῳ | |
5 | τιμήσας, μίαν δέδωκεν ἐντολὴν εἰς γυμνασίαν τοῦ λογικοῦ. Οὐδὲ γὰρ οἷόν τε ἦν τὸν λόγον μετειληφότα, καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν ἔχοντα, νόμου τινὸς χωρὶς πολιτεύεσθαι. Οὗτος ἐξ‐ απατηθεὶς παρέβη τὴν ἐντολήν· τῆς δὲ τιμωρίας | |
10 | τὴν ἀπειλὴν ὁ νομοθέτης τῇ ἐντολῇ συνέζευξεν ἐξ ἀρχῆς. Ὑπὸ τὸν ὅρον τοίνυν οὗτος τοῦ θανάτου γε‐ νόμενος, οὕτω τὸν Κάϊν, καὶ τὸν Σὴθ, καὶ τοὺς ἄλλους ἐγέννησεν. Ἅπαντες οὖν, ὡς ἐκ τοιούτου φύντες, θνητὴν εἶχον τὴν φύσιν· ἡ δὲ τοιαύτη φύσις | |
15 | πολλῶν ἐστιν ἐνδεὴς, καὶ βρωτῶν, καὶ ποτῶν, καὶ περιβολαίων, καὶ οἰκημάτων, καὶ τεχνῶν διαφόρων. Ἡ δὲ τούτων χρεία ἐρεθίζει πολλάκις εἰς ἀμετρίαν τὰ πάθη· ἡ δὲ ἀμετρία τὴν ἁμαρτίαν γεννᾷ. Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος, ὅτι τοῦ Ἀδὰμ ἡμαρτη‐ | |
20 | κότος, καὶ θνητοῦ διὰ τὴν ἁμαρτίαν γεγενημένου, ἐχώρησεν εἰς τὸ γένος ἀμφότερα. Εἰς πάντας γὰρ ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ’ ᾧ πάντες ἥμαρ‐ τον. Οὐ γὰρ διὰ τὴν τοῦ προπάτορος ἁμαρτίαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἕκαστος δέχεται τοῦ θανάτου | |
25 | τὸν ὅρον. ιγʹ. Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν τῷ κόσμῳ· ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Οὐχ ὥς τινες ὑπέλαβον, τῶν πρὸ τοῦ νόμου κατηγο‐ ρεῖ, ἀλλὰ πάντων ὁμοῦ. Τὸ γὰρ, ἄχρι νόμου, οὐχ | |
30 | ἕως τῆς ἀρχῆς τοῦ νόμου λέγει, ἀλλ’ ἕως τοῦ τέλους τοῦ νόμου, ἀντὶ τοῦ, Ἕως ὁ νόμος ἐκράτει, εἶχεν ἡ ἁμαρτία τὸ κράτος. Νόμου γὰρ οὐκ ὄντος οὐχ οἷόν τε γενέσθαι παράβασιν. ιδʹ. Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ | |
35 | μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. Μωσέα τὸν νόμον καλεῖ. Τοῦτο δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις εὑρίσκομεν· «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας.» Οὕτω καὶ ὁ | |
40 | θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ φησί· «Ἀλλ’ ἕως σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται,» ἀντὶ τοῦ, ὁ νόμος. Ἐβασίλευσε τοίνυν, φησὶν, ὁ θάνατος ἀπὸ Ἀδὰμ ἕως τῆς τοῦ Σωτῆρος ἐπιφανείας· | |
45 | τότε γὰρ τέλος ὁ νόμος ἐδέξατο. «Ὁ νόμος γὰρ, φησὶ, καὶ οἱ προφῆται, ἕως Ἰωάννου προεφήτευσαν. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου ἡ βασιλεία τῶν οὐ‐ ρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Ἐβασίλευσε δὲ ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρ‐ | |
82.100(50) | τήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ. Εἰ γὰρ καὶ ἐκείνην οὐ παρέβησαν τὴν ἐντολὴν, ἀλλ’ οὖν ἑτέρας παρανομίας ἐτόλμησαν. Τὸν δέ γε Ἀδὰμ τύπον ἐκάλεσε τοῦ Χριστοῦ· αὐτὸν γὰρ καλεῖ τὸν | |
μέλλοντα, κατὰ τοῦτον τὸν λόγον, ὅτι καθάπερ | ||
82.101 | ἐκεῖνος πρῶτος ἡμαρτηκὼς ὑπὸ τὸν ὅρον ἐγένετο τοῦ θανάτου, καὶ τὸ γένος ἅπαν ἠκολούθησε τῷ προ‐ πάτορι· οὕτως ὁ Δεσπότης Χριστὸς, τὴν ἄκραν δι‐ καιοσύνην πεπληρωκὼς, κατέλυσε τοῦ θανάτου τὴν | |
5 | δυναστείαν, καὶ πρῶτος ἐκ νεκρῶν ἀναστὰς, πᾶσαν εἰς ζωὴν ἐπανάξει τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ ἐπειδὴ τύπον ἐκάλεσε τὸν Ἀδὰμ τοῦ Χριστοῦ, δεί‐ κνυσι τὴν ὑπεροχήν. ιεʹ. Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ | |
10 | χάρισμα. Ἀλλὰ πῶς; Εἰ γὰρ τῷ τοῦ ἑνὸς παρα‐ πτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ, ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολ‐ λοὺς ἐπερίσσευσεν. Ἐπὶ τῆς τιμωρίας, φησὶν, | |
15 | ὁ Δεσπότης Θεὸς τοῦ δικαίου τὸν ὅρον ἐφύλαξε, καὶ τοῦ Ἀδὰμ ἡμαρτηκότος, καὶ τῷ θανάτῳ παραδο‐ θέντος, ἅπαν ἠκολούθησε τὸ γένος· πολλῷ δήπουθεν δικαιότερον ἐπὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας φυλαχθῆ‐ ναι τὸ δίκαιον, καὶ τῆς τοῦ Δεσπότου Χριστοῦ πάν‐ | |
20 | τας ἀνθρώπους μεταλαχεῖν ἀναστάσεως. Ἄνθρωπον δὲ ἐνταῦθα τὸν Δεσπότην Χριστὸν προσηγόρευσεν, ἵνα τοῦ Ἀδὰμ ἀκριβῶς ἐπιδείξῃ τὸν τύπον· ὅτι καθάπερ ἐκεῖ δι’ ἑνὸς ἀνθρώπου ὁ θάνατος, οὕτω δι’ ἑνὸς ἀνθρώπου ἐνταῦθα ἡ τοῦ θανάτου κατάλυσις. | |
25 | ιϛʹ. Καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήματος, τὸ δώ‐ ρημα· τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Ὑπερβαίνει, φησὶν, ἡ τῆς χάριτος φιλο‐ τιμία τοῦ δικαίου τὸν ὅρον. Τότε γὰρ ἑνὸς ἡμαρτη‐ | |
30 | κότος ὅλον τὸ γένος τὴν τιμωρίαν ἐδέξατο· νῦν δὲ, πάντων ἀνθρώπων ἀσεβούντων τε καὶ παρανο‐ μούντων, οὐ τιμωρίαν ἐπήγαγεν, ἀλλὰ ζωὴν ἐδω‐ ρήσατο. ιζʹ. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος | |
35 | ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος, καὶ τῆς δωρεᾶς, καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύ‐ σουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. Εἰ δὲ ἑνὸς ἀνθρώπου παράβασις ἐκράτυνε τοῦ θανάτου τὴν | |
40 | δυναστείαν, οἱ τὰς ἀφθόνους τοῦ Θεοῦ τρυγήσαντες δωρεὰς, δῆλον ὅτι κρείττους μὲν ἔσονται τοῦ θανά‐ του, κοινωνήσουσι δὲ τῷ Χριστῷ τῆς ἀνωλέθρου βα‐ σιλείας καὶ τῆς αἰωνίου ζωῆς. ιηʹ. Ἆρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς | |
45 | πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Μὴ ἀμφιβάλλετε, φησὶ, περὶ τῶν παρ’ ἐμοῦ λεγομένων εἰς τὸν Ἀδὰμ ἀποβλέποντες. Εἰ γὰρ ἐκεῖνα ἀληθῆ, ὥσπερ οὖν ἀληθῆ, καὶ ἐκείνου πα‐ | |
82.101(50) | ραβεβηκότος ὅλον τὸ γένος ἐδέξατο τοῦ θανάτου τὸν ὅρον, εὔδηλον ὡς ἡ τοῦ Σωτῆρος δικαιοσύνη πᾶσιν ἀνθρώποις πραγματεύεται τὴν ζωήν. Καὶ πάλιν ἑτέ‐ ρως τὸ αὐτὸ λέγει, καταποικίλλων τὸν λόγον, καὶ συνεχῶς ἀνελίττων, ἵνα σαφέστερον ἡμᾶς διδάξῃ τὸ | |
55 | τῆς οἰκονομίας μυστήριον. ιθʹ. Ὥσπερ γὰρ διὰ παρακοῆς τοῦ ἑνὸς ἀν‐ θρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατα‐ | |
σταθήσονται οἱ πολλοί. Ἀκριβῶς ἐνταῦθα καὶ ἐπὶ | ||
82.104 | τοῦ Ἀδὰμ, καὶ ἐπὶ τῆς χάριτος, τὸ πολλοὶ τέθεικε. Καὶ γὰρ ἐν ἐκείνοις εὑρίσκομέν τινας κρείττους τῶν μειζόνων ἁμαρτημάτων γεγενημένους, ὡς τὸν Ἄβελ, καὶ τὸν Ἐνὼχ, καὶ τὸν Νῶε, καὶ τὸν Μελχισεδὲκ, | |
5 | καὶ τοὺς πατριάρχας, καὶ μέντοι καὶ τοὺς ἐν νόμῳ διαλάμψαντας· καὶ μετὰ τὴν χάριν, εἰσὶ πολλοὶ τὸν παράνομον ἀσπαζόμενοι βίον. Οὕτως ἀπὸ τῶν κατὰ τὸν Ἀδὰμ τὰς αἰτίας ἡμᾶς διδάξας τῆς θείας ἐναν‐ θρωπήσεως, τὸ ὑφορμοῦν ἀντιτίθησι, καὶ τὴν λύσιν | |
10 | ἐπάγει· ὑφορμεῖ δὲ τὰ κατὰ τὸν νόμον, ὃς μεταξὺ τοῦ τε Ἀδὰμ καὶ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἐδόθη. Διὸ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· κʹ. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Τὸ δὲ ἵνα οὐκ ἐπὶ αἰτίας τέθεικεν, | |
15 | ἀλλὰ κατὰ τὸ οἰκεῖον ἰδίωμα· βούλεται δὲ εἰπεῖν, ὡς οὐδὲ κατὰ τὸν ἔμπροσθεν χρόνον ἀτημελήτους εἴασεν ὁ Θεὸς τοὺς ἀνθρώπους· ἀλλὰ δέδωκε μὲν Ἰουδαίοις τὸν νόμον, διὰ δὲ τῆς ἐκείνων ἐπιμελείας, καὶ τοῖς ἄλλοις ἔθνεσιν ὑπεδείκνυ τῆς εὐσεβείας τὸ | |
20 | φῶς. Κυρίως δὲ τὸ παρεισῆλθε τέθεικεν, ἐπειδὴ τῆς τῷ πατριάρχῃ δοθείσης ὑποσχέσεως ὁ Χριστὸς ἦν τὸ τέλος. «Ἐν γὰρ τῷ σπέρματί σου, φησὶν, εὐλογηθή‐ σεται πάντα τὰ ἔθνη τῆς γῆς.» Τοῦ δὲ Ἀβραὰμ καὶ τοῦ Χριστοῦ μέσος παρεισῆλθεν ὁ νόμος. Οὗτος δὲ | |
25 | ἐδίδαξε μὲν ἀκριβέστερον, ὅτι κακὸν ἡ ἁμαρτία· παῦσαι δὲ ταύτην οὐκ ἴσχυσεν, ἀλλὰ καὶ λίαν ἐπηύ‐ ξησεν. Ὅσῳ γὰρ πλείους ἐδόθησαν ἐντολαὶ, τοσούτῳ πλείους αἱ παραβάσεις ἐγίνοντο, ἀλλὰ τὴν λύσιν ὁ θεῖος Ἀπόστολος ἐπήγαγε σύντομον· Οὗ δὲ ἐπλεό‐ | |
30 | νασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· Οὐκ ἐλυμήνατο, φησὶ, τῇ τοῦ Θεοῦ φιλοτιμίᾳ· ἔδειξε δὲ μᾶλλον τῆς ἀγαθότητος τὴν ὑπερβολήν. καʹ. Ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ· οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δι‐ | |
35 | καιοσύνης, εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἐνταῦθα συνεπλήρωσε τὸ κε‐ φάλαιον. Διδάσκει δὲ, ὅτι, καθάπερ ἡ ἁμαρτία, τε‐ κοῦσα τὸν θάνατον, ἐν τοῖς θνητοῖς ἐβασίλευσε σώ‐ μασιν, εἰς ἀμετρίαν ἐκκαλουμένη τὰ πάθη· οὕτως ἡ | |
40 | χάρις, τὴν διὰ πίστεως δικαιοσύνην τοῖς πεπιστευ‐ κόσι δωρησαμένη, οὐχ ὁμόχρονον ἔχει τῇ ἁμαρτίᾳ τὴν βασιλείαν, ἀλλ’ αἰώνιόν τε καὶ ἀτελεύτητον. Ἡ μὲν γὰρ ἐκράτει σωμάτων, τῷ δὲ τούτων θανάτῳ τῆς βασιλείας ἐπαύετο. «Ὁ γὰρ ἀποθανὼν, κατὰ τὸν | |
45 | θεῖον Ἀπόστολον, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.» Μετὰ δέ γε τὴν ἀνάστασιν, ἀφθάρτων τε καὶ ἀθανά‐ των τῶν ἡμετέρων γινομένων σωμάτων, ἡ χάρις ἐν αὐτοῖς βασιλεύσει, οὐδεμίαν λοιπὸν χώραν τῆς ἁμαρ‐ τίας ἐχούσης. Τῶν γὰρ παθῶν πεπαυμένων, οὐχ | |
82.104(50) | ἕξει χώραν ἡ ἁμαρτία. Εἶτα πάλιν ἑτέραν ἀντίθεσιν ἀνακύπτουσαν καὶ τίθησι, καὶ διαλύει ῥᾳδίως. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. α. Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο! Τῇ ἀπαγο‐ | |
55 | ρεύσει τὸ ἄτοπον ἔδειξε. Τέθεικε δὲ τοῦτο διὰ τὸ ἤδη προειρημένον· «Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, | |
ὑπερεπερίσσευσεν ἡ χάρις.» Οὐκ ἠρκέσθη μέντοι τῇ | ||
82.105 | ἀποφατικῇ ἀπαγορεύσει· ἀλλὰ καὶ ἑτέρως μεθοδεύει τὸν λόγον. βʹ. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Καὶ πῶς ἀπεθάνομεν; | |
5 | γʹ. Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν Ἰησοῦν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Ἠρνήθης, φησὶ, τὴν ἁμαρτίαν, καὶ νεκρὸς αὐτῇ γέγονας, καὶ τῷ Χριστῷ συνετάφης· πῶς τοίνυν οἷόν τέ σε τὴν ἐκείνην ἁμαρτίαν δέ‐ | |
10 | ξασθαι; δʹ. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσμα‐ τος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Αὐτὸ | |
15 | τοῦ βαπτίσματος τὸ μυστήριον ἐδίδαξέ σε φεύγειν τὴν ἁμαρτίαν. Τοῦ γὰρ Δεσποτικοῦ θανάτου τύπον ἔχει τὸ βάπτισμα· ἐν ἐκείνῳ δὲ σὺ καὶ τοῦ θανάτου, καὶ τῆς ἀναστάσεως κεκοινώνηκας τῷ Χριστῷ. Προσ‐ ήκει σε τοίνυν καινήν τινα βιοτεῦσαι ζωὴν, καὶ συμ‐ | |
20 | βαίνουσαν ἐκείνῳ, ᾧ τῆς ἀναστάσεως κεκοινώνηκας. Δόξαν δὲ τοῦ Πατρὸς τὴν θεότητα καλεῖ τοῦ Χρι‐ στοῦ· καὶ γὰρ ἐν ἑτέρᾳ φησὶν Ἐπιστολῇ· «Ἵνα ὁ Θεὸς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δό‐ ξης.» Καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις· «Λύ‐ | |
25 | σατε τοίνυν τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ‐ ραις ἐγερῶ αὐτόν.» Εἰ δὲ ταύτην οἱ αἱρετικοὶ τὴν ἑρμηνείαν μὴ δέξαιντο, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ Μονογενοῦς δόξῃ. Εἰ γὰρ καὶ ὁ Πατὴρ αὐτὸν ἤγειρεν, ὡς ἄνθρωπον ἤγειρεν· ὡς ἄνθρωπος γὰρ | |
30 | καὶ τὸ πάθος ἐδέξατο. εʹ. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Ἐπειδὴ θανάτου τύπον ἐκάλεσε τὸ σωτή‐ ριον βάπτισμα, τῇ τοῦ ὀνόματος ἐναλλαγῇ σαφῶς | |
35 | ᾐνίξατο τὴν ἀνάστασιν. Φύεται γὰρ τὸ σαφῶς φυ‐ τευόμενον. ϛʹ. Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς | |
40 | τῇ ἁμαρτίᾳ. Παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ἐκά‐ λεσεν, ἀλλὰ τὴν πονηρὰν γνώμην. Ταύτην δὲ ἔφη τῷ βαπτίσματι νεκρωθῆναι, ἵνα ἀργὸν γένηται τῇ ἁμαρτίᾳ τὸ σῶμα. Τοῦτο γὰρ εἶπεν· Ἵνα καταρ‐ γηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, ὥστε αὐτὸ μηδαμῶς | |
45 | τῇ ἁμαρτίᾳ δουλεύειν. Εἶτα καὶ ἐξ ἑτέρας εἰκόνος τοῦτο σαφέστερον δείκνυσιν. ζʹ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρ‐ τίας. Τίς γὰρ ἐθεάσατο πώποτε νεκρὸν, ἢ γάμον ἀλλότριον διορύττοντα, ἢ μιαιφονίᾳ τὰς χεῖρας | |
82.105(50) | φοινίττοντα, ἢ ἄλλο τι τῶν ἀτόπων διαπραττό‐ μενον; ηʹ. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ. Προσήκει τοίνυν καὶ ἡμᾶς | |
τῷ Χριστῷ συνταφέντας, νεκροὺς μὲν εἶναι τῇ ἁμαρ‐ | ||
82.108 | τίᾳ, προσμένειν δὲ τὴν ἀνάστασιν. Εἶτα πάλιν τὸ παράδειγμα τίθησιν. θʹ, ιʹ. Εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. | |
5 | Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Ἱκανῶς διὰ τούτων ἐδίδαξε τῶν ῥημάτων, τῆς ἁμαρτίας ἀποστῆσαι τοὺς πεπι‐ στευκότας βουλόμενος. Ἅπαξ, φησὶν, ἀπέθανεν ὁ Χριστὸς, καὶ δὶς αὐτὸν ἀποθανεῖν τῶν ἀδυνάτων· | |
10 | ἀθάνατον γὰρ νῦν ἔχει τὸ σῶμα. Διά τοι τοῦτο καὶ ἑνὸς βαπτίσματος ἅπαντες ἀπολαύομεν. Μὴ τοίνυν ἑτέραν ἀναμείνῃς διὰ τοῦ βαπτίσματος ἄφεσιν. Κα‐ λῶς δὲ τῇ ἁμαρτίᾳ αὐτὸν ἔφη τεθνάναι. Οὐ γὰρ ὑπ‐ έκειτο θανάτῳ· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν· ἀλλὰ | |
15 | διὰ τὴν ἡμετέραν ἁμαρτίαν τὸν θάνατον κατεδέξατο. ιαʹ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ὑμεῖς τοίνυν, τῇ μὲν ἐνεργείᾳ τῆς ἁμαρτίας νεκρὰ δείξατε τὰ ὑμέτερα μέλη, τὴν δὲ κατὰ | |
20 | Χριστὸν ἀσπάσασθε βιοτὴν, δι’ ἧς τεύξεσθε τῆς ἀθα‐ νάτου ζωῆς. Ταύτῃ προσέχειν ἅπαντας ἡμᾶς τῇ δι‐ δασκαλίᾳ προσήκει, καὶ φεύγειν μὲν τὰς τῆς ἁμαρ‐ τίας ἐπιβουλὰς, καλεῖν δὲ εἰς ἐπικουρίαν σεσωκότα Χριστόν. Ἐπιφανεῖται γὰρ καλούμενος, καὶ τὴν οἰ‐ | |
25 | κείαν ἡμῖν ὀρέξει ῥοπήν· μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέ‐ πεια, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. | |
30 | ιβʹ. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπι‐ θυμίαις αὐτῆς. Βασιλεία τυραννίδος διαφέρει ταύτῃ, τῷ τὴν μὲν τυραννίδα ἀκόντων γίνεσθαι τῶν ὑπηκόων, τὴν δὲ βασιλείαν βουλομένων τῶν ἀρχο‐ | |
35 | μένων. Παραινεῖ τοίνυν, μηκέτι δυναστείᾳ τῆς ἁμαρ‐ τίας συντίθεσθαι· κατέλυσε γὰρ αὐτῆς τὴν βασι‐ λείαν ὁ Δεσπότης ἐνανθρωπήσας· καὶ ἅτε δὴ θνητοῖς ἔτι καὶ παθητὸν ἔχουσι σῶμα νομοθετῶν, σύμμετρα τῇ ἀσθενείᾳ νομοθετεῖ. Καὶ οὐ λέγει, Μὴ τυραννείτω | |
40 | ἡ ἁμαρτία, ἀλλὰ, Μὴ βασιλευέτω. Τὸ μὲν γὰρ ἴδιον ἐκείνης, τὸ δὲ τῆς ἡμετέρας γνώμης. Ἡ μὲν γὰρ τῶν παθημάτων κίνησίς τε καὶ ἐνόχλησις κατὰ φύσιν ἡμῖν ἐγγίνεται· τῶν δὲ ἀπειρημένων ἡ πρᾶξις τῆς γνώμης ἐξήρτηται. Ἔδειξε δὲ καὶ τοῦ πολέμου | |
45 | τὸ πρόσκαιρον, θνητὸν τὸ σῶμα προσαγορεύσας. Τούτου γὰρ δεξαμένου τοῦ θανάτου τὸν ὅρον, παύε‐ ται καὶ τῶν μαθημάτων ἡ προσβολή. Κελεύει τοίνυν ἡμῖν, οὐ παύειν τῆς ἁμαρτίας τὴν τυραννίδα, ἀλλὰ μὴ ὑπακούειν αὐτῇ ἀμέτρως ἐξαπτούσῃ τὰς ὀρέξεις | |
82.108(50) | τοῦ σώματος. ιγʹ. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ. Βασιλείας μνημονεύσας, ἀναγ‐ καίως καὶ τὴν ταύτης ἔδειξε πανοπλίαν, καὶ τὸν τῆς νίκης ἡμᾶς ἐξεπαίδευσε τρόπον. Ὅπλοις γὰρ καθ’ | |
55 | ἡμῶν ἡ ἁμαρτία τοῖς ἡμετέροις κέχρηται μέλεσιν. | |
82.109 | Ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νε‐ κρῶν ζῶντας. Καὶ ἤδη τοῦτο εἴρηκεν· «Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρ‐ τίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ·» ἀντὶ | |
5 | τοῦ, Συνετάφητε τῷ Χριστῷ, καὶ συνηγέρθητε· οὐκοῦν τῇ ἁμαρτίᾳ νεκροί ἐστε, ἑτέραν δὲ ζητεῖτε ζωήν. Καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ἔδειξεν οὐ πονηρὸν τὸ σῶμα, ἀλλ’ ἀγαθοῦ Θεοῦ δημιούργημα. Δύναται γὰρ, εὖ καὶ καλῶς ὑπὸ τῆς | |
10 | ψυχῆς κυβερνούμενον, τῷ Θεῷ λειτουργεῖν. Οὐκ‐ οῦν ἡ τῆς προαιρέσεως ἐπὶ τὸ χεῖρον ῥοπὴ, οἷόν τινα ὅπλα τῇ ἁμαρτίᾳ παρέχει τὰ μέλη· καὶ αὖ πάλιν, ἡ περὶ τὰ ἀγαθὰ τῆς γνώσεως διάθεσις, τοῖς θείοις νόμοις διακονεῖν παρασκευάζει τὰ μέλη. Καὶ γὰρ ἡ | |
15 | γλῶττα, σωφρονοῦντος μὲν τοῦ μουσικοῦ, τὴν προσ‐ ήκουσαν ὑμνῳδίαν προσφέρει τῷ τῶν ὅλων Θεῷ· μεθύοντος δὲ καὶ παραπαίοντος, μανικῶς ἀποτελεῖ τὴν δυσηχῆ τῆς βλασφημίας ἠχήν. Οὕτω καὶ τοῖς ἀληθέσι κοσμεῖται λόγοις, καὶ τοῖς ψευδέσι μολύνε‐ | |
20 | ται. Οὕτω καὶ ὀφθαλμὸς καὶ σῶφρον βλέπει καὶ ἀσελ‐ γὲς, καὶ ὠμὸν καὶ φιλάνθρωπον· οὕτω καὶ χεὶρ καὶ φονεύει καὶ ἐλεεῖ· καὶ ἁπαξαπλῶς ἅπαντα τὰ τοῦ σώματος μόρια καὶ δικαιοσύνης ὅπλα γίνεται, βουλο‐ μένου τοῦ νοῦ, καὶ αὖ πάλιν ἁμαρτίας, ὅταν ἐκεῖνος | |
25 | τῆς ἁμαρτίας τὴν δυναστείαν ἀσπάσηται. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἑτέρωθεν δείκνυσι τῆς νίκης τὴν εὐκολίαν. ιδʹ. Ἁμαρτία γὰρ ὑμῶν, φησὶν, οὐκέτι κυριεύ‐ σει. Οὐκέτι γὰρ ἡ φύσις μόνη παλαίει, ἀλλ’ ἔχει συνεργοῦσαν τὴν χάριν τοῦ Πνεύματος. Τοῦτο γὰρ | |
30 | ἐπήγαγεν· Οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χά‐ ριν. Διδάσκει δὲ, ὡς πρὸ τῆς χάριτος ὁ νόμος μόνον τὸ πρακτέον ἐδίδασκεν, ἐπικουρίαν δέ τινα τοῖς νο‐ μοθετουμένοις οὐκ ὤρεγεν. Ἡ δὲ χάρις, πρὸς τῇ νο‐ μοθεσίᾳ, καὶ τὴν συμμαχίαν παρέχει. Διά τοι τοῦτο | |
35 | καὶ ἀκριβεστέρα τοῦ νόμου ἡ νομοθεσία τῆς χάριτος, ὡς τῆς ἐπικουρίας τὴν δυσκολίαν λυούσης. Εἶτα πά‐ λιν λύει τὸ ὑφορμοῦν. ιεʹ. Τί οὖν; ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν; Διὰ τοὺς φιλαιτίους τὴν | |
40 | ἀντίθεσιν τέθεικε. Καὶ πρῶτον μὲν ἀπηγόρευσε, τὴν ἀτοπίαν δεικνὺς, καὶ ἔφη· Μὴ γένοιτο. Εἶτα διὰ πλειόνων τὸ ἐναντίον διδάσκει. ιϛʹ. Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, | |
45 | ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δι‐ καιοσύνην; ᾯπερ ἂν ἕλῃ δουλεῦσαι, τούτῳ σε προσήκει κελεύοντι πείθεσθαι· οὐ γὰρ οἷόν τε δύο δεσπόταις δουλεύειν κατὰ ταυτόν. Ἐναντία δὲ ἐκ δια‐ μέτρου δικαιοσύνη καὶ ἁμαρτία. Τοῦτο καὶ ὁ Κύριος | |
82.109(50) | ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» ιζʹ. Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρ‐ τίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδό‐ | |
θητε τύπον διδαχῆς. Καὶ τὴν μεταβολὴν αὐτῶν | ||
82.112 | ἔδειξε, καὶ τὴν ἐπὶ ταύτῃ θυμηδίαν ἐγύμνωσε, τῷ Θεῷ τὸν ὕμνον προσενεγκών. Δοῦλοι γὰρ ἦτε, φησὶ, τῆς ἁμαρτίας, αὐθαιρέτῳ δὲ γνώμῃ τὴν ἐκείνης ἀπ‐ εσείσασθε δεσποτείαν, καὶ τὴν πνευματικὴν διδασκα‐ | |
5 | λίαν ἠσπάσασθε. ιηʹ. Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Τὴν τῆς ἁμαρτίας ἀπεσείσασθε δουλείαν, τὸν δὲ τῆς δικαιοσύνης ζυγὸν ὑπεισήλθετε. Οὐχ οἷόν τε τοίνυν ὑμᾶς τοῦτον ἔχοντας | |
10 | τοῖς ἐκείνου ἐπιτάγμασιν εἴκειν. ιθʹ. Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Τῇ φύσει μετρῶ τὴν παραίνεσιν. Οἶδα γὰρ τὰ ἐν τῷ θνητῷ σώματι κινούμενα πάθη. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα | |
15 | τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Ἔδειξε καὶ διὰ τούτων, ὡς οὐ τὸ σῶμα κατηγορίας ἄξιον, ἀλλ’ ἡ τοῦτο κα‐ κῶς ἄγουσα γνώμη. Ἀπαιτεῖ δὲ οὐδὲν ἀδύνατον | |
20 | παρ’ ἡμῶν· ἀλλ’ ἅπερ τῇ ἁμαρτίᾳ παρεσχήκαμεν, ταῦτα μόνα τῇ δικαιοσύνῃ προσενεγκεῖν. Καίτοι ἐκείνῃ μὲν ὑπηκούσαμεν κελευούσῃ παράνομα· ταύ‐ τῃ δὲ εἰ πειθώμεθα, τὸν ἁγιασμὸν προξενήσει. κʹ. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύ‐ | |
25 | θεροι ἦτε τῇ δικαιοσύνῃ. Τὰ γὰρ ἐκείνης μόνης ἐπληροῦτε προστάγματα, τοὺς δὲ τῆς δικαιοσύνης οὐκ ἐδέχεσθε νόμους. Εἶτα καὶ ἑτέρωθεν δείκνυσι τὴν διαφοράν. καʹ. Τίνα οὖν καρπὸν εἴχετε τότε; Ὑμεῖς εἴ‐ | |
30 | πατε τῆς ἁμαρτίας τὰ κέρδη· μᾶλλον δὲ περιττὸν ἐρωτᾷν. Καὶ σιγῶντες γὰρ ὁμολογεῖτε τὴν βλάβην· τὴν γὰρ αἰσχύνην περίκεισθε. Τοῦτο γὰρ ἐπήγαγεν· Ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; Κἂν γὰρ λίαν τις ἀναιδέστατος ᾖ, μετὰ τὴν παῦλαν τῆς ἡδονῆς τὴν | |
35 | αἰσχύνην εἰσδέχεται. Δείκνυσι δὲ πρὸς ταύτῃ καὶ τὸν μείζονα καὶ χαλεπώτερον τῆς ἁμαρτίας καρπόν. Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος. Θάνατον δὲ λέγει, οὐ τὸν πρόσκαιρον τοῦτον, ἀλλὰ τὸν αἰώ‐ νιον. | |
40 | κβʹ. Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Ἐν τούτοις ἀντέστησε τῇ μὲν ἁμαρτίᾳ τὸν Θεὸν, τῇ δὲ αἰσχύνῃ τὸν ἁγιασμὸν, τῷ δὲ αἰωνίῳ θα‐ | |
45 | νάτῳ τὴν ζωὴν τὴν αἰώνιον. κγʹ. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας, θάνατος. Ἐπειδὴ πάλαι μὲν ἐβασίλευσε, νῦν δὲ τυραννεῖ, καὶ ὅπλα αὐτῆς τὰ κακῶς ἰθυνόμενα προσηγόρευσε μέλη, εἰκότως καὶ τὸν μισθὸν ὀψώνιον κέκληκεν. | |
82.112(50) | Ὀνομάζειν γὰρ οὕτω φίλον αὐτῷ τὸ στρατιωτικὸν σιτηρέσιον. Καὶ γὰρ ἐν τῇ πρὸς Κορινθίους φησί· «Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ;» Τὸ δὲ | |
χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰη‐ | ||
82.113 | σοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐνταῦθα οὐκ ἔφη μισθὸν, ἀλλὰ χάρισμα. Θεοῦ γὰρ δῶρον ἡ ζωὴ ἡ αἰώνιος. Κἂν γὰρ τὴν ἄκραν τις κατορθώσῃ δικαιοσύνην, οὐκ ἀντιταλαντεύεται τοῖς προσκαίροις πόνοις τὰ | |
5 | αἰώνια ἀγαθά. Ταῦτα περὶ τοῦ μὴ δεῖν ἁμαρτά‐ νειν τοῖς κατὰ χάριν πολιτευομένοις εἰπὼν, πάλιν εἰς τὴν παρεξέτασιν τοῦ νόμου καὶ τῆς χάριτος μεταφέρει τὸν λόγον, καὶ δείκνυσι τῆς μὲν τὴν ἰσχὺν, τοῦ δὲ τὴν ἀσθένειαν, καὶ διδάσκει ὡς | |
10 | ταύτης ἀναφανείσης ἐκεῖνος ἐπαύσατο. Ἄρχεται δὲ οὕτως· ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. Ἢ ἀγνοεῖτε, ἀδελφοὶ (γινώσκουσι γὰρ νό‐ μον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, | |
15 | ἐφ’ ὅσον χρόνον ζῇ; Ἀκριβῶς ἴστε, φησὶ, καὶ ὑμεῖς ἐντεθραμμένοι τῷ νόμῳ, ὡς τῶν ἔτι περιόν‐ των ὁ νόμος κρατεῖ. Εἰσφέρει δὲ καὶ παράδειγμα τῷ προκειμένῳ κατάλληλον, καί φησιν· βʹ. Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέ‐ | |
20 | δεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Εἶτα τοῦτο διδάσκει σαφέστερον. γʹ. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρη‐ ματίζει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀπο‐ | |
25 | θάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Μοιχεύτριαν καλεῖ, φησὶν, ὁ νόμος, οὐ τὴν μετὰ τὴν τοῦ ὁμόζυγος τελευτὴν συναπτομένην ἑτέρῳ, ἀλλὰ τὴν ἔτι περιόντος τοῦ συνοικοῦντος | |
30 | ἄλλῳ συζευγνυμένην· ταύτην γὰρ, ὡς ἐξυβρίζουσαν εἰς τὸν νόμον τοῦ γάμου, τιμωρεῖσθαι κελεύει. Εὔ‐ δηλον τοίνυν ὡς, τοῦ ἀνδρὸς δεξαμένου τοῦ βίου τὸ πέρας, ἔννομον, ἀλλ’ οὐ παράνομον, τὸ ἑτέρῳ γήμα‐ σθαι τὴν χηρεύουσαν. Καὶ ᾔδει μὲν ὁ θεῖος Ἀπό‐ | |
35 | στολος ὡς ἄδειαν καὶ τοῖς ζῶσιν ὁ νόμος ἐδεδώκει διαζευγνύναι τὸν γάμον, ὅταν οὐ καταθύμιος ᾖ. Ἀλλὰ τῆς Δεσποτικῆς διδασκαλίας ἐπήκουσεν, ἢ τὸν Μωϋσέα πρὸς τὴν Ἰουδαίων σκληροκαρδίαν τοῦ‐ τον ἔφη δεδωκέναι τὸν νόμον, τὸν δὲ τῆς φύσεως | |
40 | νόμον οὐ ταῦτα προστεθεικέναι. Ἕνα γὰρ ἄνδρα, φησὶ, καὶ μίαν γυναῖκα ἐδημιούργησεν ὁ Θεὸς, ἐν αὐτῇ τῇ διαπλάσει τὸν περὶ τοῦ γάμου νόμον τιθείς. Διά τοι τοῦτο ἐκεῖνο καταλιπὼν, ἐπὶ τὸν περὶ τῶν τετελευτηκότων ἐλήλυθε νόμον, καὶ ἐπήγαγεν· | |
45 | δʹ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώ‐ θητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερ‐ θέντι. Καὶ μὴν τῷ παραδείγματι κατάλληλον ἦν εἰπεῖν, Ἐθανατώθη ὁ νόμος, τουτέστιν, ἐπαύσατο. | |
82.113(50) | Ἀλλὰ τῆς Ἰουδαίων ἀσθενείας κηδόμενος, σφόδρα γὰρ περιεῖπον τὸν νόμον, καὶ τοῖς τῇ Παλαιᾷ Δια‐ θήκῃ πολεμοῦσιν αἱρετικοῖς πρόφασιν εἰς κατηγο‐ ρίαν οὐ βουλόμενος δοῦναι, οὐ τὸν νόμον ἔφη πεπαῦ‐ σθαι, ἀλλ’ εἶπεν ἡμᾶς τεθανατῶσθαι τῷ νόμῳ διὰ | |
55 | τοῦ σωτηρίου βαπτίσματος· εἶτα πάλιν ἀναστάντας | |
82.116 | ἑτέρῳ συναφθῆναι τῷ ἐκ νεκρῶν ἐγερθέντι, τουτέστι τῷ Δεσπότῃ Χριστῷ. Καὶ ἐπειδὴ συνάφειαν καὶ γάμον τὴν εἰς τὸν Κύριον προσηγόρευσε πίστιν, εἰκότως δείκνυσι καὶ τὸν τοῦ γάμου καρπόν. Ἵνα | |
5 | καρποφορήσωμεν, φησὶ, τῷ Θεῷ. Τίς δὲ ἡ καρ‐ ποφορία; Τὸ τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης γε‐ νέσθαι. Μάλα δὲ σοφῶς αὐτὸν ὑπέδειξε τὸν νόμον παρεγγυῶντα τῷ Χριστῷ συναφθῆναι. Οὐκ εἶργε γὰρ, φησὶ, τὴν γυναῖκα γήμασθαι ἀνδρὶ ἑτέρῳ μετὰ | |
10 | τὴν τελευτὴν τοῦ προτέρου. Εἶτα πάλιν τὸ διάφορον δείκνυσιν. εʹ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ (τουτέστι τῇ κατὰ νόμον πολιτείᾳ. Σάρκα γὰρ τὰς τῇ σαρκὶ δε‐ δομένας νομοθεσίας ὠνόμασε, τὰς περὶ βρώσεως, | |
15 | καὶ πόσεως, καὶ λέπρας, καὶ τὰ τούτοις προσ‐ όμοια), τὰ παθήματα τῶν ἁμαρτιῶν, τὰ διὰ τοῦ νόμου, ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν. Οὐκ εἶπεν, ὑπὸ τοῦ νόμου, ἀλλὰ, διὰ τοῦ νόμου. Οὐ γὰρ αὐτὸς ἐνήργει τὴν ἁμαρτίαν, ἀλλ’ αὐτὸς κατ‐ | |
20 | ηγόρει τῆς ἁμαρτίας. Ἡ δὲ ἁμαρτία κακῶς ἐκέχρητο τῷ ἀγαθῷ. Οὔτε μὴν τὰ μέλη ἡμῶν ἐνήργει τὴν ἁμαρτίαν, ἀλλὰ διὰ τῶν ἡμετέρων μελῶν ἡ τῆς ψυ‐ χῆς ἐπὶ τὸ χεῖρον ῥοπὴ ἀπετέλει τὴν ταύτης ἐνέρ‐ γειαν. Τί δὲ ἐντεῦθεν ἐγίνετο; Εἰς τὸ καρποφο‐ | |
25 | ρῆσαι τῷ θανάτῳ. Διὰ τούτων δὲ ἡμᾶς ἐδίδαξεν ὡς, πρὸ τῆς χάριτος, ὑπὸ τῷ νόμῳ πολιτευόμενοι. σφοδροτέρας ἐδεχόμεθα τῆς ἁμαρτίας τὰς προσβο‐ λὰς, τοῦ νόμου μὲν τὸ πρακτέον ὑποδεικνύντος, ἐπικουρίαν δὲ οὐ παρέχοντος. | |
30 | ϛʹ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου. Πάλιν ἐπέμεινε τῇ φειδοῖ· καὶ οὐκ εἶπε, Κατηργήθη ὁ νόμος, ἀλλ’, Ἡμεῖς κατηργήθημεν ἀπὸ τοῦ νό‐ μου. Τουτέστιν, ἀργὸς ἡμῖν ἐστιν, οὐκέτι κατ’ ἐ‐ κεῖνον πολιτευόμεθα. Καὶ πῶς κατηργήθημεν; Ἀπο‐ | |
35 | θανόντες ἐν ᾧ κατειχόμεθα. Ὑποκείμενοι γὰρ τῷ νόμῳ, προσεληλύθαμεν τῷ βαπτίσματι· συν‐ αποθανόντες δὲ τῷ Χριστῷ, καὶ συναναστάντες αὐ‐ τῷ, τῷ νομοθέτῃ συνήφθημεν, καὶ οὐκέτι τῆς νο‐ μικῆς πολιτείας δεόμεθα· αὐτὴν γὰρ τὴν τοῦ Πνεύ‐ | |
40 | ματος χάριν ἐδεξάμεθα. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Καὶ ἀντέθηκε τῷ μὲν γράμματι τὸ πνεῦμα, τῷ δὲ παλαιῷ τὸ καινὸν, ἵνα δείξῃ τῷ μὲν γράμματι τὸν νόμον, τῷ δὲ παλαιῷ | |
45 | τὴν τούτου παῦλαν. Καὶ γὰρ διὰ Ἱερεμίου φησὶν ὁ Θεός· «Διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβο‐ μένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ | |
82.116(50) | γῆς Αἰγύπτου.» Ὥστε καὶ διὰ τοῦ Προφήτου δέ‐ δεικται τὸ διάφορον, καὶ τῆς Καινῆς Διαθήκης ἀνα‐ φανείσης, ὑποχωρῆσαι προσήκει τὴν Παλαιάν. Ταῦτα ὁ θεῖος Ἀπόστολος εἰρηκὼς, καὶ προορῶν, ὡς πνευ‐ | |
ματικῆς χάριτος ἠξιωμένος, ὅτι τῶν αἱρετικῶν τινες | ||
82.117 | εἰς κατηγορίαν ταῦτα τῆς Παλαιᾶς λήψονται Διαθή‐ κης, καὶ νομιοῦσιν ἄλλου τινὸς εἶναι Θεοῦ τὸν νόμον τὸν παλαιὸν, ἀναγκαίως καὶ τὰς ἀντιθέσεις τίθησι, καὶ ἐπιφέρει τὰς λύσεις. | |
5 | ζʹ. Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Πολλὰ τέθεικεν ἐν τοῖς πρόσθεν εἰρημένοις, ἃ τοῖς βλασ‐ φημεῖν τὸν νόμον ἐθέλουσι παρέσχεν ἂν πρόφασιν εἰς τὴν τοῦ νόμου κατηγορίαν, εἰ μὴ τὴν προ‐ κειμένην τῶν ζητημάτων ἐποιήσατο λύσιν. «Νόμος | |
10 | γὰρ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Καί· «Ὁ νόμος ὀργὴν κατεργάζεται.» Καί· «Ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται ἐνώπιον αὐτοῦ πᾶσα σάρξ·» καὶ τὰ τούτοις προσόμοια. Ὅθεν ἐπὶ τῇ λύσει τούτων αὐτῶν τέθεικε τὴν ἀντίθεσιν. Καὶ | |
15 | πρῶτον μὲν βλάσφημον ἔδειξε τὴν ἐρώτησιν, καὶ τὸν ἀπαγορευτικὸν τέθεικε λόγον, Μὴ γένοιτο. Εἶτα διδάσκει τοῦ νόμου τὸ χρήσιμον· Ἀλλὰ τὴν ἁμαρ‐ τίαν οὐκ ἔγνων, εἰ μὴ διὰ τοῦ νόμου. Οὐ μόνον, φησὶν, ὁ νόμος οὐκ ἔστιν ἁμαρτίας διδάσκαλος, | |
20 | μὴ γένοιτο, ἀλλὰ καὶ τοὐναντίον ἁμαρτίας κατ‐ ήγορος. Οὐ γὰρ ἂν ἔγνων τί τὸ κακὸν, εἰ μὴ ἐκεῖνος ἐδίδαξε. Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις. Τὸ, οὐκ ᾔδειν, καὶ, οὐκ ἔγνων, οὐ παντελῶς ἀγνοίας ἐνταῦθα | |
25 | δηλωτικά· ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου. ηʹ. Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. | |
30 | Διὰ πάντων πειρᾶται δεικνύναι τῆς κατηγορίας ἐλεύθερον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ηὐξήθη τὰ ἁμαρ‐ τήματα τῇ θέσει τοῦ νόμου, ἵνα μή τις ὑπολάβῃ τὸν νόμον αἴτιον γεγενῆσθαι, ἀναγκαίως τὸν ταύτης ὑποδείκνυσι τρόπον· ὅτι πρόφασιν διαμάχης ἡ | |
35 | ἁμαρτία τὴν νομοθεσίαν λαβοῦσα, τὸν ἀσθενέστερον κατηγωνίσατο λογισμόν. Χωρὶς γὰρ νόμου ἡ ἁμαρ‐ τία νεκρά. Νόμου γὰρ οὐκ ὄντος, τοῦ τὸ πρακτέον ὑποδεικνύντος, καὶ τὸ οὐ πρακτέον ἀπαγορεύοντος, οὐκ ἔχει χώραν ἡ ἁμαρτία. Εἶτα ἀπὸ παραδείγματος | |
40 | τοῦτο ποιεῖ φανερόν. θʹ. Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Ὁ γὰρ Ἀδὰμ πρὸ τῆς παραβάσεως οὐκ εἶχε τοῦ θανάτου τὸ δέος. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζη‐ | |
45 | σεν· (ιʹ). ἐγὼ δὲ ἀπέθανον. Τοῦ γὰρ Θεοῦ τὴν περὶ τῶν δένδρων ἐντολὴν τεθεικότος, εὐθὺς μὲν προσελήλυθε διὰ τοῦ ὄφεως ὁ διάβολος τῇ γυναικὶ, καὶ τοῖς ἀπατηλοῖς ἐκείνοις ἐχρήσατο λόγοις. Δελεα‐ σθεῖσα δὲ ἐκείνη, καὶ τοῦ καρποῦ τὴν ὥραν θεα‐ | |
82.117(50) | σαμένη, ἡττήθη μὲν τῆς ἡδονῆς, παρέβη δὲ τὴν ἐντολήν· ἐδέξατο δὲ σὺν τῷ Ἀδὰμ παραυτίκα τὸν ὅρον τῆς τελευτῆς· ἐκοινώνησε γὰρ κἀκεῖνος τῆς βρώσεως. Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. Διὰ πάντων ἀπολογεῖται μὲν | |
55 | ὑπὲρ τοῦ νόμου καὶ τῆς ἐντολῆς· τῆς δὲ ἁμαρτίας | |
82.120 | τὴν πονηρίαν ἐλέγχει. Ζωῆς γὰρ, φησὶν, ἡ ἐντολὴ χορηγὸς, ἡ δὲ περὶ τὸ χεῖρον τροπὴ τὸν θάνατον ἀπεκύησε. Διὰ τοῦτο κυρίως τὸ, εὑρέθη, τέθεικεν, ἵνα δείξῃ, ἄλλον μὲν τὸν τοῦ νόμου σκοπὸν, ἄλλο δὲ | |
5 | τὸ διὰ τὴν ἁμαρτίαν συμβάν. ιαʹ. Ἡ γὰρ ἁμαρτία, ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι’ αὐτῆς ἀπ‐ έκτεινε. Τὸ αὐτὸ διαφόρως εἴρηκεν. ιβʹ. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ | |
10 | ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Νόμον τὸν Μωσαϊκὸν καλεῖ, ἐντολὴν δὲ τὴν τῷ Ἀδὰμ δεδομένην. Οὗ δὴ χάριν καὶ πλείοσιν ἐταινίωσεν αὐτὴν εὐφημίαις, ὡς πλείους παρὰ πολλῶν δεχομένην κατηγορίας. Οἱ γὰρ ῥᾳθυμίᾳ συζῶντες, καὶ τοὺς τῆς ἀρετῆς οὐκ | |
15 | ἀσπαζόμενοι πόνους, καὶ τοῦ Δεσπότου Θεοῦ κατ‐ ηγοροῦσιν, ὡς τεθεικότος τὴν ἐντολήν. Εἰ μὲν γὰρ ἠγνόει, φασὶ, τὸ γενησόμενον, πῶς Θεὸς ὁ μὴ προ‐ γινώσκων τὰ μέλλοντα; Εἰ δὲ προορῶν τὴν παρά‐ βασιν, τέθεικε τὴν ἐντολὴν, αὐτὸς τῆς παραβάσεως | |
20 | αἴτιος. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς ἴδιον τῶν λογι‐ κῶν ἡ τῶν καλῶν καὶ τῶν ἐναντίων διάγνωσις. Τῶν γὰρ ἀλόγων ἡ φύσις οὐκ ἔχει τὴν τούτων δι‐ άκρισιν. Ἁρπακτικὸς γὰρ ὁ λύκος, ὠμοβόρος ὁ λέων, καὶ ἄρκτοι καὶ παρδάλεις τὰ ὅμοια δρῶσι· καὶ οὐκ | |
25 | ἔχουσι τῆς ἁμαρτίας αἴσθησιν, οὐ δὲ συνειδὸς ὑπὸ τῶν γινομένων κεντούμενον. Ἄνθρωποι δὲ, κἂν μηδεὶς τοῖς γινομένοις παρῇ, ἐρυθριῶσι καὶ δεδίασι τὰ τολμώμενα. Τὴν γὰρ κατηγορίαν ὑφαίνει τὸ συν‐ ειδός. Πῶς τοίνυν ἐνῆν τοὺς τοιαύτην ἔχοντας φύσιν | |
30 | χωρὶς νόμου πολιτεύεσθαι; Διά τοι τοῦτο τέθεικε τὴν ἐντολὴν ὁ Θεὸς, ἵνα καὶ τὴν οἰκείαν φύσιν ἐπι‐ γινώσκῃ, καὶ τὸν νομοθέτην δειμαίνῃ. Ἔστι δὲ ἰδεῖν καὶ τοῦ νομοθέτου τὴν φιλανθρωπίαν. Οὐ γάρ τινα δυσκατόρθωτον τέθεικε νόμον, ἀλλὰ καὶ λίαν εὐπε‐ | |
35 | τῶς φυλαχθῆναι δυνάμενον. Πάντων ἐδεδώκει τῶν φυτῶν τὴν ἀπόλαυσιν, ἑνὸς δὲ μόνου ἐκεκωλύκει τὴν μετάληψιν, οὐ φθονῶν αὐτῷ τοῦ ἑνὸς (πῶς γὰρ ὅ γε πάντων αὐτῷ τὴν ἐξουσίαν παρεσχηκώς;) ἀλλὰ τῆς δουλείας αὐτὸν ἐκπαιδεύων τοὺς ὅρους, | |
40 | καὶ εὔνουν εἶναι περὶ τὸν Πεποιηκότα διδάσκων, καὶ ἀφορμὴν εἰς γυμνασίαν παρέχων τῷ λογικῷ. Εἰ δὲ τὴν ἐντολὴν μὴ φυλάξας ὑπὸ τὸν ὅρον τοῦ θανάτου κατέστη, οὐ κατηγορία τοῦτο τοῦ τεθεικό‐ τος, ἀλλὰ τοῦ παραβεβηκότος. Οὐ γὰρ ἰατρὸς, ἀπ‐ | |
45 | έχεσθαι κελεύων ψυχροποσίας τῷ κάμνοντι, φθόνῳ βαλλόμενος τοῦτο ποιεῖ, ἀλλὰ τὴν ὑγείαν πραγμα‐ τευόμενος. Εἰ δὲ ἐκεῖνος, μὴ φυλάξας τὴν ἐντολὴν, μεταλάβοι τοῦ ὕδατος, αὐτὸς ἐπισπᾶται τὴν βλάβην· ὁ δέ γε ἰατρὸς τῆς κατηγορίας ἀνεύθυνος. Ὁ μέντοι | |
82.120(50) | Δεσπότης Θεὸς, καὶ αὐτὸν τὸν Ἀδὰμ, καὶ ἅπαν τὸ ἐκείνου γένος, πάσης ἐπιμελείας ἠξίωσε. Καὶ ἵνα, τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὸ κυριώτατον ἔλθω, δι’ ἐκεῖνον, καὶ τὸ ἐκείνου γένος, ὁ μονογενὴς ἐνηνθρώπησε Λόγος, καὶ τοῦ θανάτου τὴν δυναστείαν κατέπαυσεν, | |
55 | ἐξ ἐκείνου τὴν ἀρχὴν δεξαμένην· καὶ τὴν ἀνάστασιν | |
82.121 | ἐπηγγείλατο, καὶ βασιλείαν ηὐτρέπισεν οὐρανῶν· ὥστε καὶ τὴν ἐκείνου παράβασιν ᾔδει, καὶ τὴν ἐσομένην ἴασιν προηυτρέπισε. Διά τοι τοῦτο ὁ θεῖος Ἀπόστολος καὶ ἁγίαν, καὶ δικαίαν, καὶ ἀγαθὴν | |
5 | τὴν ἐντολὴν προσηγόρευσεν· ἁγίαν μὲν, ὡς τὸ δέον διδάξασαν· δικαίαν δὲ, ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐξενεγκοῦσαν· ἀγαθὴν δὲ, ὡς ζωὴν τοῖς φυλάττουσιν εὐτρεπίζουσαν. Εἶτα πάλιν τὸ ὑφορμοῦν τίθησι. | |
10 | ιγʹ. Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; Καὶ πάλιν συνήθως ἀπαγορεύει· Μὴ γένοιτο. Καὶ ἐπι‐ δείκνυσι τῶν κακῶν τὴν αἰτίαν. Ἀλλ’ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατερ‐ γαζομένη θάνατον. Ἀσαφές ἐστι διὰ πολλὴν συν‐ | |
15 | τομίαν· λέγει δὲ τοῦτο, ὅτι διὰ τοῦ ἀγαθοῦ, τουτέστι διὰ τοῦ νόμου καὶ τῆς ἐντολῆς, δείκνυταί μοι ἡ ἁμαρτία, τουτέστι κακὴ καὶ πονηρά. Καὶ πῶς δεί‐ κνυται; Κατεργαζομένη θάνατον. Ἀπὸ γὰρ τοῦ καρποῦ γινώσκω τὸ δένδρον, καὶ τὸν θάνατον βλέ‐ | |
20 | πων, τὴν τούτου μητέρα μισῶ. Τούτων δέ μοι ὁ νόμος διδάσκαλος. Οὐ τοίνυν ὁ νόμος κακὸς ὁ ταῦτα διδάσκων· ἀλλ’ ἡ ἁμαρτία, προξενοῦσα τὸν θάνατον. Ποιεῖ δὲ τὴν ἁμαρτίαν τῆς ἡμετέρας προαιρέσεως ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. Ἵνα γένηται καθ’ ὑπερ‐ | |
25 | βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Εἰ γὰρ καὶ ἡ φύσις αὐτὴν ὑποδείκνυσιν, ἀλλ’ οὖν γε ὁ νόμος ἀκριβέστερον ἡμᾶς ἐδίδαξε τῆς πονηρίας αὐτῆς τὴν ὑπερβολήν. Τὸ δὲ, ἵνα γένηται, ἐλλειπῶς κεῖται· προσυπακούεται δὲ, φανερά. Οὕτω γὰρ καὶ | |
30 | ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν· Ἀλλ’ ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργα‐ ζομένη θάνατον, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Τουτέστιν, ἵνα γένηται διὰ τῆς ἐντολῆς φανερὰ, ὅτι καθ’ ὑπερ‐ | |
35 | βολήν ἐστιν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἀντὶ τοῦ, πο‐ νηρά. Εἶτα καθάπερ τις ἄριστος ζωγράφος, τῆς ἡμετέρας φύσεως καὶ τῆς ἁμαρτίας διαγράφει τὸν πόλεμον. ιδʹ. Οἴδαμεν δὲ ὅτι ὁ νόμος πνευματικός ἐστι. | |
40 | Πάλιν ταινιοῖ τὸν νόμον τῇ εὐφημίᾳ. Τί γὰρ ταύτης τῆς προσηγορίας σεβασμιώτερον; Θείῳ γὰρ, φησὶν, ἐγράφη Πνεύματι· ταύτης μετέχων τῆς χάριτος ὁ μακάριος Μωσῆς τὸν νόμον συνέγραψεν. Ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. | |
45 | Τὸν πρὸ τῆς χάριτος ἄνθρωπον εἰσάγει πολιορκού‐ μενον ὑπὸ τῶν παθῶν. Σαρκικὸν γὰρ καλεῖ, τὸν μηδέπω τῆς πνευματικῆς ἐπικουρίας τετυχηκότα. Τὸ δὲ, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, διὰ τῆς προφητικῆς νοήσωμεν χρήσεως. «Ἰδοὺ, φησὶ, ταῖς | |
82.121(50) | ἁμαρτίαις ὑμῶν ἐπράθητε.» Τοῦτο καὶ ἐνταῦθά φη‐ σιν· Ηὐτομόλησα πρὸς τὴν ἁμαρτίαν, καὶ ἐμαυτὸν αὐτῇ πέπρακα. ιεʹ. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω. Ὁ γὰρ ἡττώμενος ὑπὸ τῆς ἡδονῆς, καὶ μέντοι καὶ τῆς | |
55 | ὀργῆς τῷ πάθει μεθύων, οὐκ ἔχει σαφῆ τὴν γνῶσιν | |
82.124 | τῆς ἁμαρτίας· μετὰ δέ γε τὴν παῦλαν τοῦ πάθους, τὴν αἴσθησιν δέχεται τοῦ κακοῦ. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. Τοῦτο τοῦ νόμου κατόρθωμα, τὸ διδάξαι τί τὸ κακὸν, καὶ | |
5 | μῖσος ἐνθεῖναι τῇ ψυχῇ περὶ τοῦτο. Τὸ μέντοι, ὃ οὐ θέλω, καὶ, ὃ μισῶ, οὐκ ἀνάγκης, ἀλλ’ ἀσθε‐ νείας δηλωτικά. Οὐ γὰρ ὑπ’ ἀνάγκης τινὸς καὶ βίας ὠθούμενοι πλημμελοῦμεν, ἀλλ’ ὑπὸ τῆς ἡδονῆς καταθελγόμενοι ποιοῦμεν ἅπερ ὡς παράνομα βδε‐ | |
10 | λυττόμεθα. ιϛʹ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Αὐτὸ γὰρ τὸ μῖσος, ὃ περὶ τὴν ἁμαρτίαν ἔχω, παρὰ τοῦ νόμου λαβὼν ἔχω. Οὐκοῦν συνηγορῶ τῷ νόμῳ, καὶ εὖ αὐτὸν ἔχειν ὁμο‐ | |
15 | λογῶ. ιζʹ. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Σαφηνείας τοῦτο δεῖται, καὶ λόγων πλειόνων. Θνητὸν τὸ σῶμα γενό‐ μενον μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, ὑπεδέξατο | |
20 | τὰ παθήματα. Διὰ τούτων γὰρ τὰ κατὰ τὸν παρόντα συνέστηκε βίον. Δεῖται γὰρ ἐπιθυμίας, οὐ τροφῆς ἕνεκα μόνον, ἀλλὰ καὶ παιδοποιίας, καὶ γηπονίας, καὶ τῶν ἄλλων χάριν τεχνῶν. Ταύτης γὰρ οὐκ οὔσης, οὐδὲν τούτων συνέστηκεν. Αὕτη ἡμῖν καὶ εἰς τὴν | |
25 | τῆς ἀρετῆς κατόρθωσιν συντελεῖ. Ὁ γὰρ μὴ ἐφιέμε‐ νος ταύτης, τῶν ὑπὲρ ταύτης οὐκ ἀνέχεται πόνων. Αὕτη καὶ τὸν θεῖον ἡμῖν ἐξεργάζεται πόθον. Ἡ μὲν οὖν συμμετρία τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐστι συνεργός· ἡ δὲ ταύτης ἀμετρία τὴν ἀκολασίαν εἰσ‐ | |
30 | άγει. Αὕτη γὰρ καὶ γάμοις ἀλλοτρίοις ἐπιβουλεύειν, καὶ τῶν οὐ προσηκόντων ἐφίεσθαι, καὶ λῃστεύειν, καὶ τάφους ὀρύττειν, καὶ μιαιφονίας κατατολμᾷν, καὶ τἄλλα τὰ τοιαῦτα παρασκευάζει ποιεῖν. Διά τοι τοῦτο συνέζευξεν αὐτῇ τὸν θυμὸν ὁ τῶν ὅλων Θεὸς, | |
35 | ἵν’ αὐτῆς ἀναστείλῃ τὴν ἀμετρίαν. Δεῖται δὲ ὅμως καὶ οὗτος τοῦ τὴν ἀπληστίαν κωλύοντος. Καθάπερ τοίνυν τῷ ἄγαν ψυχρῷ κεράννυμεν τὸ θερμὸν, καὶ αὖ πάλιν τὸ ἄγαν ψυχρὸν κολάζομεν τῷ θερμῷ· οὕτως ὁ δημιουργήσας Θεὸς ἐνθεὶς ἡμῖν τὰ δύο | |
40 | ταῦτα παθήματα, ἐναντία ὄντα ἀλλήλοις ἐκ διαμέ‐ τρου, τοῦ ἑτέρου κολάζειν διὰ θατέρου τὴν ἀμε‐ τρίαν ἐδίδαξεν. Ἐπέστησε γὰρ αὐτοῖς τὸν νοῦν, καθάπερ τισὶ πώλοις ἡνίοχον, καὶ ἐπέθηκεν αὐτοῖς τὸν τῆς δουλείας ζυγὸν, ἴσως φέρειν νομοθετήσας. | |
45 | Εἰ δέ ποτε συμβαίη πέρα τοῦ μέτρου τὴν ἐπιθυμίαν προκύψαι, νύττειν ἐκέλευσε τὸν θυμόν· ἵνα ὁρμήσας οὗτος, ἴσον πάλιν ἐργάσηται τὸν ζυγόν. Εἰ δὲ οὗτος δέξαιτο τῆς ἀμετρίας τὸ πάθος, τὴν ἐπιθυμίαν πάλιν κινεῖσθαι παρεγγυᾷ, καὶ τοῦ θυμοῦ τὴν ἀμετρίαν | |
82.124(50) | κολάζειν. Νήφων μὲν οὖν ὁ νοῦς, καὶ σωφρονῶν, τοῦτον ἰθύνει τὸν τρόπον. Ἀμελήσας δὲ, καὶ κατα‐ λιπὼν τὰς ἡνίας, σκιρτᾷν μὲν τοὺς πώλους παρα‐ σκευάζει· σύρεται δὲ αὐτὸς, καὶ εἰς βάραθρα καὶ κρημνοὺς σὺν αὐτοῖς καταπίπτει. Τοῦτο ἐνταῦθα | |
55 | ὁ θεῖος Ἀπόστολος εἴρηκε· Νυνὶ δὲ οὐκέτι ἐγὼ | |
82.125 | κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ἁμαρτίαν καλῶν τοῦ νοῦ τὴν δουλείαν, καὶ τῶν παθῶν τὴν δεσποτείαν. Καὶ αὐτὸς μὲν οὐ κατεργάζεται, ἐπειδὴ μισεῖ τὸ γινόμενον· ἡ δὲ τῶν | |
5 | παθῶν δυναστεία ταύτην ἔχει τὴν πρᾶξιν. ιηʹ. Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν. Τῶν παθῶν λέγει τὴν ἐπικράτειαν, ἃ ἐπεισήγαγε μὲν θνητὸν τὸ σῶμα γε‐ γενημένον, ηὔξησε δὲ ἡ τοῦ νοῦ ῥᾳθυμία. Τὸ γὰρ | |
10 | θέλειν παρακειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Τὴν γὰρ περὶ τὰ καλὰ προθυ‐ μίαν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας προσέλαβον· ἀσθενῶ δὲ ὅμως περὶ τὴν πρᾶξιν, ἑτέραν ἐπικουρίαν οὐκ ἔχων. | |
15 | ιθʹ, κʹ. Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ μισῶ κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Σαφέστερον αὐτὸ εἴ‐ ρηκεν. | |
20 | καʹ. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν. Ἐνταῦθα δεῖ στίξαι. Ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Πάλιν διὰ τὴν συντομίαν ἀσα‐ φῶς αὐτὸ τέθεικε· λέγει δὲ, ὅτι Καὶ ὁ νόμος μοι κα‐ λὸς εἶναι δοκεῖ. Ἐπαινῶ γὰρ τὰ ὑπ’ αὐτοῦ διηγο‐ | |
25 | ρευμένα, ὡς εὖ ἔχοντα, καὶ ὁμοίως αὐτῷ, καὶ τὰ καλὰ φιλῶ, καὶ τἀναντία μισῶ· ἀλλ’ ὅμως ἐμοὶ τὸ κακὸν παράκειται, τουτέστιν ἡ ἁμαρτία, διά τε τὸ θνητὸν ἔχειν τὸ σῶμα καὶ παθητὸν, καὶ τὴν τῆς ψυχῆς ῥᾳθυμίαν τε καὶ ἀσθένειαν. Εἶτα σαφέστερον | |
30 | τοῦ νοῦ καὶ τῶν παθῶν τὸν πόλεμον δείκνυσι. κβʹ. Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον. Ἔσω ἄνθρωπον τὸν νοῦν λέγει. κγʹ. Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, | |
35 | ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Νόμον ἁμαρτίας τὴν ἁμαρτίαν καλεῖ. Ἐνεργεῖται δὲ αὐτὴ, τῶν μὲν τοῦ σώματος παθῶν σκιρτώντων, τῆς δέ γε ψυχῆς ταῦτα | |
40 | διὰ τὴν ἐξ ἀρχῆς γεγενημένην ῥᾳθυμίαν ἐπισχεῖν οὐ δυναμένης, ἀλλὰ τὴν μὲν οἰκείαν ἐλευθερίαν ἀπο‐ βαλούσης, δουλεύειν δὲ τούτοις ἀνεχομένης· ἀλλ’ ὅμως καὶ δουλεύουσα τὴν δουλείαν μισεῖ, καὶ ἐπαινεῖ τὸν τῆς δουλείας κατήγορον. Ταῦτα διεξελθὼν | |
45 | πάντα ὁ Ἀπόστολος, ὥστε δεῖξαι τίνες μὲν πρὸ τῆς χάριτος ἦμεν, τίνες δὲ μετὰ τὴν χάριν γεγόναμεν· καὶ οἷόν τι προσωπεῖον τῶν πρὸ τῆς χάριτος ὑπὸ τῆς ἁμαρτίας πολιορκηθέντων ἀναλαβὼν, ὡς ἐν μέ‐ | |
σοις τοῖς πολεμίοις γεγενημένος, καὶ ἐξηνδραπο‐ | ||
82.128 | δισμένος, καὶ δουλεύειν ἠναγκασμένος, καὶ μηδεμίαν ἑτέρωθεν συμμαχίαν ὁρῶν, στένει μὲν πικρὸν καὶ ὀδύρεται, δείκνυσι δὲ τὸν νόμον ἐπικουρῆσαι μὴ δυνάμενον, καί φησι· | |
5 | κδʹ, κεʹ. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσε‐ ται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαρι‐ στῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Θανάτου δὲ σῶμα καλεῖ, ὡς ὑπὸ τὸν θάνατον γεγενημένον, τουτέστι θνητόν· ἡ ψυχὴ γὰρ ἀθάνατος. | |
10 | Μόνος, φησὶν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῆς πικρᾶς ἡμᾶς ἠλευθέρωσε δυναστείας, τὸν μὲν θάνα‐ τον λύσας, τὴν δὲ ἀθανασίαν ἡμῖν ὑποσχόμενος, καὶ τὴν ἄπονον καὶ ἄλυπον βιοτὴν, καὶ τὴν πολέμου δίχα καὶ ἁμαρτίας ζωήν. Τούτων μέντοι τὴν ἀπό‐ | |
15 | λαυσιν κατὰ τὸν μέλλοντα δεξόμεθα βίον· ἐν δὲ τῷ παρόντι τῆς τοῦ παναγίου Πνεύματος χάριτος ἀπο‐ λαύοντες, οὐ μόνοι κατὰ τῶν παθημάτων παρατατ‐ τόμεθα, ἀλλ’ ἐκείνην ἐπίκουρον ἔχοντες περιγενέσθαι τούτων δυνάμεθα. Εἶτα τῶν εἰρημένων ἁπάντων | |
20 | προσφέρει τὴν λύσιν· Ἄρα οὖν αὐτὸς ἐγὼ ἐν τῷ νοῒ δουλεύων νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ. Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ | |
25 | Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Οὐ γὰρ περιγίνεται νῦν μὴ βουλομένων ἡμῶν τὰ παθήματα, ἐπειδὴ τοῦ Θεοῦ Πνεύματος τὴν χάριν δεδέγμεθα. βʹ. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν | |
30 | Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ὥσπερ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν ἐκάλεσεν, οὕτω νόμον πνεύματος ζωῆς τὸ ζωοποιὸν προσηγόρευσε Πνεῦμα. Ἡ τούτου, φησὶ, χάρις διὰ τὴν εἰς τὸν Χριστὸν πίστιν δύο σοι ἐλευ‐ | |
35 | θερίας δεδώρηται. Οὐ μόνον γὰρ τῆς ἁμαρτίας τὴν δυναστείαν κατέλυσεν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν τυραννίδα κατέπαυσεν. Ὑποδείκνυσι δὲ καὶ τὸν τῆς καταλύσεως τρόπον. γʹ. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει | |
40 | διὰ τῆς σαρκός. Οὐ τοίνυν πονηρὸς ὁ νόμος, ἀλλ’ ἀγαθὸς μὲν, ἀδύνατος δέ· ἠσθένει δὲ τοῖς θνητὴν φύσιν περικειμένοις τὴν νομοθεσίαν προσφέρων. Ἐπὶ γὰρ τοῦ παρόντος διὰ τοῦ παναγίου βαπτίσματος τὸν τῆς ἀθανασίας ἀῤῥαβῶνα δεχόμεθα. Ὁ Θεὸς τὸν | |
45 | ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρ‐ τίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Οὐκ εἶπεν, Ἐν ὁμοιώματι σαρκὸς, ἀλλ’, Ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Φύσιν μὲν γὰρ ἀνθρωπείαν ἔλαβεν, ἁμαρτίαν δὲ ἀνθρωπείαν | |
82.128(50) | οὐκ ἔλαβε. Τούτου δὴ χάριν, τὸ ληφθὲν οὐχ ὁμοίωμα σαρκὸς, ἀλλ’ ὁμοίωμα σαρκὸς ἁμαρ‐ τίας ἐκάλεσε· τὴν γὰρ αὐτὴν ἔχων φύσιν ἡμῖν, τὴν αὐτὴν οὐκ ἔσχε ἡμῖν γνώμην. Λέγει δὲ ὅτι, τοῦ νό‐ μου μὴ δυνηθέντος τὸν οἰκεῖον ἐκπληρῶσαι σκοπὸν, | |
55 | διὰ τὴν τῶν νομοθετουμένων ἀσθένειαν (θνητὴν γὰρ | |
82.129 | εἶχον τὴν φύσιν καὶ παθητὴν), ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας, δι’ ἀνθρωπείας σαρκὸς τὴν ἁμαρ‐ τίαν κατέλυσε, πᾶσαν μὲν δικαιοσύνην πεπληρωκὼς, μῶμον δὲ οὐ δεξάμενος ἁμαρτίας· καὶ τὸν τῶν ἁμαρτω‐ | |
5 | λῶν ὡς ἁμαρτωλὸς θάνατον ὑπομείνας, ἤλεγξε τῆς ἁμαρτίας τὴν ἀδικίαν, ὅτι καὶ μὴ ὑποκείμενον θανάτῳ σῶμα θανάτῳ παρέδωκεν. Ἀλλὰ γὰρ δὴ τοῦτο αὐτὸ καὶ αὐτὴν κατέλυσε, καὶ τὸν θάνατον. Ὡς γὰρ θανά‐ τῳ μὴ ὑποκείμενος (ἁμαρτίαν γὰρ οὐκ ἐποίησε), τοῦ‐ | |
10 | τον δέ γε δεξάμενος διὰ τὴν ἄδικον ψῆφον τῆς ἁμαρ‐ τίας, ἐγένετο λύτρον, ὡς ἐν νεκροῖς ἐλεύθερος, τῶν δικαίως ὑπὸ τοῦ θανάτου κατεχομένων· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς ἐδίδαξεν. δʹ. Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν | |
15 | ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Τὸ γὰρ ἡμέτερον, φησὶν, ἀποδέδωκε χρέος, καὶ τοῦ νόμου πεπλήρωκε τὸν σκοπόν. Τίς δὲ οὗτος ἦν; Τὸ δικαίους ἀποφῆναι τοὺς δεξαμένους τὸν νόμον. Εἰ τοίνυν ἡ κατὰ τὸν Δεσπότην Χριστὸν οἰκο‐ | |
20 | νομία εἰς ἔργον ἤνεγκε τὸν τοῦ νόμου σκοπὸν, οὐ κατηγορίας ἄξιος, ἀλλ’ εὐφημίας, ὁ νόμος. Τοῦ δὲ περὶ τῆς δικαιοσύνης ἁψάμενος λόγου, τὴν περὶ ταύτης εἰσφέρει παραίνεσιν· καὶ εἰρηκώς· Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα, | |
25 | ἐπήγαγεν· εʹ. Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύμα‐ τος. Οὕτω καὶ ἀλλαχοῦ· «Εἰ ζῶμεν οὖν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.» Πνεῦμα δὲ ἐνταῦθα τὴν | |
30 | χάριν λέγει τοῦ Πνεύματος· καὶ διδάσκει ὡς ὁ ταύτῃ ἑπόμενος, τὰ ταύτῃ ἀρέσκοντα καὶ φρονεῖ καὶ ποιεῖ· ὁ δὲ τῇ σαρκὶ δουλεύων, τουτέστι τοῖς τοῦ σώματος πάθεσι, τὴν ἐλευθερίαν ἀφῄρηται. ϛʹ. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος. Οὐκ | |
35 | εἶπεν, Ἡ σὰρξ, ἀλλὰ, Τὸ φρόνημα τῆς σαρκὸς, τουτ‐ έστι τὰ τῶν παθημάτων σκιρτήματα. Τῶν γὰρ ἡμαρτηκότων ὁ θάνατος ἐπιτίμιον. Τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. Ὁ γὰρ πνευμα‐ τικῶς ζῶν, τῆς πρὸς τὸν Θεὸν εἰρήνης μεταλαγ‐ | |
40 | χάνει. ζʹ. Διότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν. Πάλιν τοῦ φρονήματος τῆς σαρκὸς κατηγόρησε, τουτέστι τῆς τῶν παθῶν δυναστείας, καὶ ταύτην ἐκ‐ πεπολεμῶσθαι πρὸς τὸν Θεὸν ἔφη. Τῷ γὰρ νόμῳ τοῦ | |
45 | Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Πῶς γὰρ οἷόν τε, τὸν τῶν παθῶν δυναστείαν καταδεξά‐ μενον, τοῦ Θεοῦ τὴν θεραπείαν ἀσπάσασθαι, ἔτι τῇ ἁμαρτία δουλεύειν αἱρούμενον; ηʹ. Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύ‐ | |
82.129(50) | νανται. Οὐ τῶν σωμάτων ἡμᾶς ἔξω γενέσθαι κε‐ λεύει, ἀλλὰ τοῦ τῆς σαρκὸς ἀπηλλάχθαι φρονήματος. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς. | |
θʹ. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν | ||
82.132 | Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Δῆλον δὲ ὡς οὐκ ἀσώματοι ἦσαν οἱ τήνδε τὴν διδασκαλίαν δεχόμενοι· ἀλλὰ κρείττους αὐτοὺς ἔφη εἶναι τῶν σαρκικῶν παθημάτων, καὶ τοῦ παναγίου Πνεύματος | |
5 | ἔνοικον ἔχειν τὴν χάριν. Οὕτω καὶ τοὺς ἀποστόλους ἔφη ὁ Κύριος μὴ εἶναι ἐκ τοῦ κόσμου· οὐκ ἐπειδὴ ἄλλοθεν ἦσαν, ἀλλ’ ὅτι νεκροὶ ἦσαν τῷ κόσμῳ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἐπειδὴ τὸ, εἴπερ, τέθεικεν, ἀμφιβολίας δὲ | |
10 | τοῦτό ἐστιν, εἰκότως ἐπήγαγεν, ὡς ὁ ταύτης τῆς χάριτος ἄμοιρος οὐδεμίαν ἔχει πρὸς τὸν Χριστὸν κοινωνίαν. Καὶ ἐπειδὴ ἱκανὸν ἦν τοῦτο τοὺς δεχο‐ μένους πλῆξαι, διὰ τῶν ἑξῆς θεραπεύει· ιʹ. Εἰ δὲ Χριστὸς οἰκεῖ ἐν ὑμῖν, τὸ μὲν σῶμα | |
15 | νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δι‐ καιοσύνην. Δῆλα πεποίηκε τὰ ἀμφίβολα, καὶ ἔδειξεν ὡς οὐ τῆς σαρκὸς κατηγορεῖ, ἀλλὰ τῆς ἁμαρτίας. Τῇ γὰρ ἁμαρτίᾳ προσέταξε τὸ σῶμα γενέσθαι νεκρὸν, ἀντὶ τοῦ, τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν. Πνεῦμα | |
20 | δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν, ὡς πνευμα‐ τικὴν ἤδη γεγενημένην. Ταύτῃ μετιέναι τὴν δικαιο‐ σύνην κελεύει, ἧς καρπὸς ἀξιέραστος ἡ ζωή. ιαʹ. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν | |
25 | ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ οἰκοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Ἐψυχαγώ‐ γησε τῇ τῶν μελλόντων ἐλπίδι, καὶ δέδωκεν ἱκανὴν προθυμίαν εἰς τοὺς παρόντας ἀγῶνας. Οὐκ εἰς μακρὰν γὰρ, φησὶν, ἀθάνατα ὑμῶν ἔσται τὰ σώ‐ | |
30 | ματα, καὶ κρείττονα τῶν νῦν ἐνοχλούντων παθημά‐ των γενήσεται. Ποιήσει δὲ τοῦτο αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ὁ νῦν ὑμῖν τοῦ Πνεύματος τὸν ἀῤῥαβῶνα παρασχὼν φιλοτίμως. Δέδωκε δὲ αὐτοῖς καὶ ἐνέχυρον τῆς ἀναστάσεως, τοῦ Χριστοῦ τὴν ἀνάστασιν. Ἐδί‐ | |
35 | δαξε δὲ ἡμᾶς διὰ τῶν εἰρημένων καὶ τὴν μίαν τῆς θεότητος φύσιν. Τὸ γὰρ πανάγιον Πνεῦμα καὶ Θεοῦ προσηγόρευσε, καὶ Χριστοῦ· οὐκ ἐπειδὴ, κατὰ τοὺς δυσωνύμους αἱρετικοὺς, ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ δεδημιούργηται· ἀλλ’ ἐπειδὴ ὁμοούσιόν ἐστι Πατρὸς | |
40 | καὶ Υἱοῦ, καὶ ἐκ Πατρὸς μὲν ἐκπορεύεται κατὰ τὴν τῶν Εὐαγγελίων διδασκαλίαν, ἡ δὲ τούτου χάρις τοῖς ἀξίοις διὰ τοῦ Χριστοῦ χορηγεῖται. Ἐπιμένει δὲ δι‐ δάσκων, ὅπως χρὴ περιγενέσθαι τῶν τῆς σαρκὸς πα‐ θημάτων. | |
45 | ιβʹ. Ἄρα οὖν ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Ἀπὸ γὰρ τοῦ Δεσπότου Χριστοῦ τῆς σωτηρίας τετυχηκότες, καὶ τοῦ Πνεύματος τὴν χάριν δεξάμενοι, αὐτῷ τῆς δουλείας τὸ χρέος ὀφεί‐ λομεν. | |
82.132(50) | ιγʹ. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνή‐ | |
σκειν. —Κατὰ σάρκα, τουτέστι τοῖς τῆς σαρκὸς | ||
82.133 | ἑπόμενοι πάθεσι· θάνατον δὲ τὸν αἰώνιον λέγει. Εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Τοῦτο ὑπὲρ τὸν νόμον ἡ χάρις ἔχει, ὅτι ὁ μὲν τὸ δέον ἐδίδαξεν, ἡ δὲ καὶ τοῦ Πνεύματος ἔχει | |
5 | συνεργοῦσαν τὴν χάριν. Καὶ ἐνταῦθα μέντοι ὁ θεῖος Ἀπόστολος, Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ τοῦ Μάνεντος τὴν βλασφημίαν ὁρῶν, σὺν ἀκριβείᾳ πολλῇ τὴν διδασκαλίαν προσήνεγκεν. Οὐ γὰρ εἶπε, Τὸ σῶμα θανατώσατε, ἀλλὰ, Τὰς πράξεις τοῦ σώματος, τουτ‐ | |
10 | έστι τὸ φρόνημα τῆς σαρκὸς, τὰ τῶν παθημάτων σκιρτήματα· ἔχετε γὰρ συνεργοῦσαν τὴν τοῦ Πνεύ‐ ματος χάριν. Καρπὸς γὰρ τῆς νίκης ζωή. ιδʹ. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οἱ γὰρ πνευματικῶς πολιτευόμενοι | |
15 | τοῦ τῆς υἱοθεσίας μεταλαγχάνουσιν ἀξιώματος. Ἐν‐ ταῦθα δὲ καὶ τοὺς Ἰουδαίους νύττει, διδάσκων μὴ μέγα φρονεῖν, ἐπειδήπερ κἀκεῖνοι υἱοὶ προσηγορεύ‐ θησαν. Ἔρημοι γάρ εἰσι τῆς τιμῆς τῆς τοῦ παναγίου Πνεύματος, ἄμοιροι τυγχάνοντες χάριτος. | |
20 | ιεʹ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. Πάλιν τῷ νόμῳ τὴν χάριν παρεξετάζει, καὶ καλεῖ δουλείαν τὴν ὑπ’ ἐκείνῳ πολιτείαν. Διδάσκει δὲ ὅμως, ὅτι κἀκεῖνον ἡ τοῦ Πνεύματος ἔγραψε χάρις. Πνεῦμα τοίνυν δου‐ | |
25 | λείας οὐ τὸ πανάγιον Πνεῦμα καλεῖ, ἀλλὰ τὴν τοῦ νόμου θέσιν, καὶ αὐτὴν διὰ τοῦ θείου Πνεύματος γε‐ νομένην. Εἰ δὲ τὸ πανάγιον Πνεῦμα πνεῦμα δουλείας καλεῖ, ἄλλο δηλονότι ἐστὶ τὸ τῆς υἱοθεσίας πνεῦμα. Ἀλλ’ οὐχ οὕτω ταῦτ’ ἔχει. Ἓν γὰρ τὸ πανάγιον | |
30 | Πνεῦμα· διάφορα δὲ καὶ ποικίλα τὰ τούτου χα‐ ρίσματα. «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι,» καὶ τὰ ἑξῆς. Δεικνὺς δὲ ὅτι ὡς ἀληθῶς τοῦ τῆς υἱοθε‐ | |
35 | σίας τετυχήκαμεν ἀξιώματος, ἐπήγαγεν· Ἐν ᾧ κρά‐ ζομεν Ἀββᾶ, ὁ Πατήρ. Καὶ γὰρ τὴν μυστικὴν εὐχὴν τῷ Δεσπότῃ προσφέροντες, Πατέρα καλεῖν αὐ‐ τὸν προσετάχθημεν, καὶ λέγομεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τὸ δὲ, Ἀββᾶ, προστέθεικε, τὴν | |
40 | παῤῥησίαν τῶν καλούντων διδάσκων. Τὰ γάρ τοι παιδία, πλείονι παῤῥησίᾳ κεχρημένα πρὸς τοὺς πα‐ τέρας (οὐδέπω γὰρ τελείαν τὴν διάκρισιν ἔχει), συ‐ χνότερον πρὸς αὐτοὺς τῇδε κέχρηται τῇ φωνῇ. Οὕτω δὴ καὶ ἡμεῖς, διὰ τὴν ἄῤῥητον αὐτοῦ φιλαν‐ | |
45 | θρωπίαν, καὶ ἀμέτρητον ἀγαθότητα, πατέρα μὲν καλοῦμεν, ὡς προσετάχθημεν, τῶν ὅλων τὸν Ποιητήν· | |
ἀγνοοῦμεν δὲ ὅσον αὐτοῦ τε καὶ ἡμῶν τὸ διάφορον, | ||
82.136 | οὔτε ἡμᾶς αὐτοὺς ἀκριβῶς ἐπιστάμενοι, καὶ αὐτοῦ τὴν φύσιν παντελῶς μὴ γινώσκοντες. ιϛʹ. Αὐτὸ γὰρ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύ‐ ματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Πνεῦμα καλεῖ | |
5 | τὴν φύσιν τοῦ Πνεύματος· πνεῦμα δὲ ἡμῶν, τὴν δε‐ δομένην χάριν· ὁμωνύμως γὰρ ταῦτα καλεῖται. Λέγει δὲ ὅτι τῇ πνευματικῇ διδασκαλίᾳ πειθόμενοι προσφέρομεν τὴν εὐχήν· οὐ κατηγορούμεθα δὲ τοῦτο ποιοῦντες, ἐπειδὴ κατὰ νόμον θεῖον ἐπιτελοῦμεν. | |
10 | ιζʹ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι. Οὐκ ἤρκεσεν ἡμᾶς ἡ τῆς δουλείας ἀπαλλαγὴ, οὐδὲ τῆς ἐλευθε‐ ρίας ἡ χάρις, ἀλλὰ καὶ τῷ τῆς υἱοθεσίας ἐκοσμήθη‐ μεν ἀξιώματι· καὶ οὐ μόνον υἱοὶ προσηγορεύθη‐ μεν, ἀλλὰ καὶ Θεοῦ κληρονόμοι, καὶ Χριστοῦ συγ‐ | |
15 | κληρονόμοι. Τοῦτο γὰρ ἐπήγαγε· Κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Ἐπειδὴ οὐ πᾶς υἱὸς κληρονόμος τοῦ φύσαντος γίνεται, εἰκότως ὁ θεῖος Ἀπόστολος τῇ υἱοθεσίᾳ τὴν κληρονομίαν συνέζευξε. Καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ | |
20 | τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνε‐ ται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, συγκληρο‐ νόμοι δὲ Χριστοῦ, ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώσῃ. Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξα‐ σθῶμεν. Οὐ γὰρ ἅπαντες οἱ τοῦ σωτηρίου βαπτίσμα‐ | |
25 | τος ἀξιωθέντες τούτων ἀπολαύουσι τῶν ἀγαθῶν, ἀλλ’ οἱ πρὸς τούτῳ καὶ τὴν κοινωνίαν τῶν Δεσποτικῶν παθημάτων καταδεχόμενοι. Τοῦτο δὲ οὐχ ἁπλῶς προστέθεικεν, ἀλλ’ εἰς ψυχαγωγίαν τῶν τὰ γράμ‐ ματα δεχομένων. Παντοδαπὰς γὰρ ἐδέχοντο πειρα‐ | |
30 | σμῶν προσβολὰς, αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι, καὶ μυρία θανάτων ὑπομένοντες εἴδη. Οὗ δὴ χάριν παραμυθητικοὺς ἐξυφαίνει λόγους, ἀπὸ τῶν μελλόντων ψυχαγωγῶν, καὶ φέρειν γενναίως τὰ παρόντα παρακαλῶν. | |
35 | ιηʹ. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀπο‐ καλύπτεσθαι εἰς ἡμᾶς. Ὑπερβαίνουσι τοὺς ἀγῶνας οἱ στέφανοι, οὐ συγκρίνονται τοῖς πόνοις αἱ ἀντιδό‐ σεις· σμικρὸς ὁ πόνος, ἀλλὰ πολὺ τὸ ἐλπιζόμενον | |
40 | κέρδος. Διά τοι τοῦτο, οὐ μισθὸν, ἀλλὰ δόξαν τὰ προσ‐ δοκώμενα προσηγόρευσεν. ιθʹ. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Οὐχ ὁρᾶτε, φησὶν, οὐρανὸν, γῆν, θάλατταν, ἀέρα, | |
45 | ἥλιον, σελήνην, πᾶσαν τὴν ὁρωμένην κτίσιν, καὶ πρὸς τούτοις ἀόρατα, Ἀγγέλους, Ἀρχαγγέλους, Δυ‐ νάμεις, Ἐξουσίας, Κυριότητας; Ταῦτα πάντα τὴν ὑμετέραν προσμένει τελείωσιν. κʹ. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ | |
82.136(50) | ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι. Ματαιότητα καλεῖ τὴν φθοράν. Τοῦτο γὰρ μετ’ ὀλίγα διδάσκει, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Διδάσκει δὲ, ὡς πᾶσα ἡ κτίσις ἡ ὁρωμένη θνητὴν ἔλαχε φύσιν· ἐπειδήπερ τῶν | |
55 | ὅλων ὁ Ποιητὴς προεώρα τοῦ Ἀδὰμ τὴν παράβασιν, | |
82.137 | καὶ τὴν ἐπενεχθησομένην αὐτῷ τοῦ θανάτου ψῆ‐ φον· οὐ γὰρ ἦν εἰκὸς, οὐδὲ δίκαιον, τὰ μὲν δι’ αὐ‐ τὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας, αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. | |
5 | Τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαγχάνει τῆς ἀφθαρσίας. Λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. Τρε‐ πτὴ γὰρ ἐγένετο, οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργή‐ | |
10 | σαντος ἀσπασαμένη τὸν ὅρον. Τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Τῷ δὲ τρεπτῷ τῆς κτίσεως καὶ ὁ θεῖος Δαβὶδ μαρτυρεῖ. Οὐρανοῦ γὰρ καὶ γῆς μνημονεύσας. ἐπ‐ | |
15 | ήγαγεν· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς.» καʹ. Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Τούτων γὰρ δεικνυ‐ μένων ὅπερ καλοῦνται, καὶ διὰ τῆς ἀθανασίας ἀπο‐ | |
20 | φαινομένων υἱῶν Θεοῦ, δέξεται κἀκεῖνα πάντως τῆς φθορᾶς τὴν ἀπαλλαγήν. Ταῦτα δὲ ἔφη, οὐ λογικὴν εἶναι λέγων τὴν ὁρωμένην κτίσιν, ἀλλὰ προσωποποιίᾳ χρησάμενος. Τοῦτο γὰρ καὶ τῶν προφητῶν ἴδιον· καὶ ὁ μὲν ὀλολύζειν λέγει τὰς πίτυς, ὁ δέ γε ἀγαλ‐ | |
25 | λιᾶσθαι τὰ ξύλα, καὶ τὰ ὄρη σκιρτᾷν, καὶ τοὺς πο‐ ταμοὺς κροτεῖν. κβʹ. Οἴδαμεν γὰρ, ὅτι πᾶσα ἡ κτίσις συστενά‐ ζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Ἐνταῦθα καὶ τὴν ἀόρατον συμπεριέλαβε κτίσιν· Πᾶσα γὰρ, εἶπεν, ἡ | |
30 | κτίσις. Εἰς ἀκριβεστέραν δὲ κατανόησιν τοῦ χωρίου, τῆς εὐαγγελικῆς ἀναμνήσω φωνῆς. Ὁ γὰρ Κύριος ἔφη, καὶ τοὺς ἀγγέλους, ἐν τοῖς οὐρανοῖς χαίρειν ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἰ δὲ χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν ἁμαρτωλοῖς, καὶ ἀθυμοῦσι δηλονότι, | |
35 | τὰς ἡμετέρας παρανομίας ὁρῶντες. κγʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐ‐ τοὶ ἐν ἑαυτοῖς στενάζομεν. Καὶ τί θαυμαστὸν, εἰ ἡ κτίσις δι’ ἡμᾶς τοῦτο πάσχει; Ἡμεῖς γὰρ αὐτοὶ, | |
40 | πολλὰ τῶν μελλόντων εἰληφότες ἐνέχυρα, καὶ πρὸ τῶν ἄλλων τὴν τοῦ Πνεύματος χάριν, στένομεν τῆς ἀπαλλαγῆς ἐφιέμενοι. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Υἱο‐ θεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. Καὶ μὴν εἶπεν ὅτι ἐλάβομεν Πνεῦμα | |
45 | υἱοθεσίας. Ἀλλ’ ὅμως διδάσκει σαφέστερον, ὅτι τὸ μὲν ὄνομα νῦν ἐλάβομεν, τοῦ δέ γε πράγματος τότε μεθέξομεν, ὅταν ἡμῶν ἀπαλλαγῇ τὰ σώματα τῆς φθορᾶς, καὶ τὴν ἀθανασίαν ἐνδύσηται. Διὰ μέντοι | |
τῆς ἀπαρχῆς ἐσημείωσεν, ὡς ἐν τῷ μέλλοντι αἰῶνι | ||
82.140 | πολλαπλασίαν τὴν τοῦ Πνεύματος δεξόμεθα χάριν. Εἰ γὰρ τὸ νῦν δεδομένον ἀπαρχὴ καλεῖται καὶ ἀῤῥαβὼν, εὔδηλον ὡς ἐκεῖνο τούτου πολλαπλάσιον ἔσται. | |
5 | κδʹ. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Οὐδέπω γὰρ τῆς ἀναστάσεως τετυχήκαμεν, ἀλλὰ δεξάμενοι τὴν ὑπό‐ σχεσιν, ταῖς ἐλπίσι ψυχαγωγούμεθα. Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; (κεʹ.) Εἰ δὲ ὃ οὐ | |
10 | βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα. Μὴ δυσχεράνητε, φησὶν, ὁρῶντες τὰ σκυθρωπά· οὐ γὰρ ψευδεῖς ὑμῖν προσηνέγκαμεν ὑποσχέσεις. Ἀνα‐ μένειν γὰρ εἴπομεν τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν· τὰ δὲ προσδοκώμενα ἀγαθὰ οὐχ ὁρᾶται τοῖς τοῦ σώμα‐ | |
15 | τος ὀφθαλμοῖς· εἰ γὰρ ἑωρᾶτο, οὐκέτι προσεδοκᾶτο· εἰ δὲ προσδοκᾶται, προσμένειν αὐτὰ χρὴ, καὶ μὴ ἀποβάλλειν τῆς ἐλπίδος τὴν ἄγκυραν. Δείκνυσι πρὸς τούτοις καὶ ἑτέραν δεδομένην βοήθειαν. κϛʹ. Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμ‐ | |
20 | βάνεται ταῖς ἀσθενείαις ἡμῶν. Ἔχομεν ἀρκοῦσαν ἐπικουρίαν, τὴν χάριν τοῦ Πνεύματος. Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν· ἀλλ’ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στενα‐ γμοῖς ἀλαλήτοις. Μὴ αἰτεῖτε, φησὶ, τῶν λυπηρῶν | |
25 | τὴν ἀπαλλαγήν· οὐ γὰρ ἴστε τὸ συμφέρον, ὡς ὁ κυ‐ βερνῶν Θεός. Δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια. Οὗτος γὰρ, κἂν μηδὲν αἰτήσητε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοικούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ καθ’ ὑμᾶς πρυτανεύει, καὶ | |
30 | τὸ συνοίσειν μέλλον παρέξει. Τοῦτο γὰρ ἐπ‐ ήγαγεν· κζʹ. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγ‐ χάνει ὑπὲρ ἁγίων. Πνεῦμα δὲ ἐνταῦθα οὐ τὴν ὑπό‐ | |
35 | στασιν λέγει τοῦ Πνεύματος, ἀλλὰ τὴν δεδομένην τοῖς πιστεύουσι χάριν. Ὑπὸ γὰρ ταύτης [διεγειρό‐ μενοι κατανυττόμεθα], πυρσευόμενοι προθυμότε‐ ρον προσευχόμεθα, καὶ στεναγμοῖς ἀλαλήτοις ἐντυγ‐ χάνομεν τῷ Σωτῆρι Θεῷ. Τοῦτο δὲ ὁ θεῖος Ἀπόστολος | |
40 | καὶ ἀφ’ ὧν πέπονθε, γέγραφεν. ᾜτησε γὰρ καὶ αὐ‐ τὸς ἀπαλλαγὴν πειρασμῶν, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς, καὶ αἰτήσας διήμαρτε. Ἤκουσε γάρ· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Ἀλλὰ τοῦτο μαθὼν, ἠσπά‐ | |
45 | σατο ἐκεῖνα, ὧν τὴν ἀπαλλαγὴν γενέσθαι προσηύ‐ ξατο, καί φησι· «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» κηʹ. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν, | |
82.140(50) | πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν, τοῖς κατὰ πρό‐ θεσιν κλητοῖς οὖσιν. Οὐχ ἅπασι συνεργεῖ, ἀλλὰ τοῖς ἀγαπῶσι· καὶ οὐχ ἁπλῶς συνεργεῖ, ἀλλ’ εἰς ἀγα‐ | |
θὸν συνεργεῖ. Εἰ γάρ τις αἰτήσῃ τὰ μὴ συμφέροντα, | ||
82.141 | διαμαρτάνει τῆς αἰτήσεως, ἐπειδὴ τὸ μὴ τυχεῖν συμ‐ φέρει. Σφόδρα δὲ ἀκριβῶς συνέζευξε τῇ κλήσει τὴν πρόθεσιν. Οὐ γὰρ ἁπλῶς καλεῖ, ἀλλὰ τοὺς πρόθεσιν ἔχοντας. Διὰ τοῦτο ἐν μὲν Κορίνθῳ ἔφη τῷ Ἀπο‐ | |
5 | στόλῳ· «Λάλει καὶ μὴ σιωπήσῃς· ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.» Εἰς δὲ τὴν Μυσίαν λαλῆσαι τὸν λόγον ἐκώλυσεν. Εἰς μέντοι τὴν Ἀσίαν, τὸ μὲν πρῶτον ἐπέσχεν, ὕστερον δὲ τοῦτο προσέταξε ποιῆσαι. Διὰ τοῦτο καὶ ἐν Ἱεροσολύμοις | |
10 | ἔφη πρὸς αὐτόν· «Σπεῦσον, καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν· οὐ γὰρ μὴ προσδέξονταί σου τὴν μαρ‐ τυρίαν.» Διὰ τοῦτο κἀνταῦθα τοῖς κατὰ πρό‐ θεσιν ἔφη κλητοῖς. Συμφωνεῖ δὲ καὶ τὰ ἐπαγό‐ μενα. | |
15 | κθʹ. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρ‐ φους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὐ γὰρ ἁπλῶς προώρισεν, ἀλλὰ προγνοὺς προώρισεν. Ἀκρι‐ βῶς δὲ πάντα φθεγγόμενος, οὐκ εἶπε, Συμμόρφους | |
20 | τοῦ Υἱοῦ αὐτοῦ, ἀλλὰ, Τῆς εἰκόνος τοῦ Υἱοῦ αὑ‐ τοῦ. Σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φι‐ λιππησίους Ἐπιστολῇ. Εἰρηκὼς γάρ· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν,» ἐπήγαγεν· | |
25 | «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ.» Οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμ‐ μορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ τῷ σώματι τῆς δόξης αὐτοῦ. Οὕτω κἀνταῦθα τοὺς τῆς κλήσεως ἀξιω‐ | |
30 | θέντας τῆς εἰκόνος τοῦ Υἱοῦ συμμόρφους ὠνόμασε, τουτέστι τοῦ σώματος τοῦ Υἱοῦ. Ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις, τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. Εἰς τὸ εἶναι αὐ‐ τὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Μαρτυρεῖ | |
35 | καὶ τοῦτο ἡ ἀλήθεια τῆς διδασκαλίας. Πρωτότοκος γὰρ ὡς ἄνθρωπος ὀνομάζεται· Μονογενὴς γάρ ἐστιν ὡς Θεός. Οὐκ ἔχει γὰρ ἀδελφοὺς ὡς Θεὸς, ὡς δὲ ἄν‐ θρωπος, ἀδελφοὺς τοὺς πεπιστευκότας καλεῖ. Τού‐ των ἐστὶ πρωτότοκος, οὐκ ἄλλος ὢν παρὰ τὸν | |
40 | μονογενῆ, ἀλλ’ ὁ αὐτὸς καὶ μονογενὴς καὶ πρωτό‐ τοκος. λʹ. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ὧν προέγνω | |
45 | τὴν πρόθεσιν, τούτους προώρισεν ἄνωθεν· προορίσας δὲ καὶ ἐκάλεσεν· εἶτα καλέσας, διὰ τοῦ βαπτίσματος ἐδικαίωσε· δικαιώσας δὲ ἐδόξασεν, υἱοὺς ὀνομάσας, | |
καὶ Πνεύματος ἁγίου δωρησάμενος χάριν. Ἀλλὰ | ||
82.144 | μηδεὶς τὴν προγνωσίαν αἰτίαν εἶναι τούτων λε‐ γέτω. Οὐ γὰρ ἡ πρόγνωσις αὐτοὺς τοιούτους εἰργά‐ σατο, ἀλλὰ πόῤῥωθεν ὁ Θεὸς τὰ ἐσόμενα προεθεώρη‐ σεν ὡς Θεός. Οὐδὲ γὰρ, εἰ γαῦρον ἵππον ὁρῶν ἐνδα‐ | |
5 | κόντα τὸν χαλινὸν, καὶ τοῦ ἐποχουμένου οὐδαμῶς ἀνεχόμενον, εἴποιμι αὐτὸν κατὰ κρημνῶν χωρήσειν πελάζοντα, εἶτα γένοιτο κατὰ τὸν λόγον ἡ ἔκβασις, οὐκ ἐγὼ τὸν ἵππον ἐνέβαλον εἰς κρημνὸν, ἀλλὰ τὸ μέλλον ἔσεσθαι προηγόρευσα, τεκμηρίῳ χρησά‐ | |
10 | μενος τῇ τοῦ ἵππου θρασύτητι. Ὁ δὲ τῶν ὅλων Θεὸς πόῤῥωθεν οἶδεν ἅπαντα ὡς Θεός· οὐ μὴν ἀνάγκην ἐπάγει τῷ δεῖνι εἰς κατόρθωσιν ἀρετῆς, τῷ δεῖνι δὲ εἰς ἐργασίαν κακίας. Εἰ γὰρ αὐτὸς εἰς ἑκάτερον ἐβιάζετο, οὐ δικαίως τὸν μὲν ἀνακηρύττει καὶ στε‐ | |
15 | φανοῖ, τοῦ δὲ καταψηφίζεται κόλασιν. Εἰ δὲ δίκαιος ὁ Θεὸς, ὥσπερ οὖν δίκαιος, προτρέπει μὲν ἐπὶ τὰ καλὰ, καὶ ἀπαγορεύει τἀναντία, ἐπαινεῖ δὲ τοὺς τῶν ἀγαθῶν ἐργάτας, καὶ τιμωρεῖται τοὺς ἑκόντας τὴν κακίαν ἀσπασαμένους. | |
20 | λαʹ. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; Θεὸν ἔχοντες σύμμα‐ χον, ἀνθρώπους δεδοίκαμεν; Πάντα δὲ ὁμοῦ συμπε‐ ριέλαβε διὰ τοῦ τίς, καὶ βασιλέας, καὶ στρατηγοὺς, καὶ δήμους, καὶ δημαγωγοὺς, καὶ πᾶσαν ὁμοῦ τὴν | |
25 | οἰκουμένην. Εἶτα τὸν κολοφῶνα τῶν εὐεργεσιῶν εἰς μέσον παράγει. λβʹ. Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; | |
30 | Τὸ μεῖζον ἔδωκε, καὶ τὸ ἔλαττον οὐ προσδώσει; Τὸν Υἱὸν ἐχαρίσατο, καὶ τῶν κτημάτων ἀποστερήσει; Εἰδέναι μέντοι χρὴ, ὡς ἓν μὲν τοῦ Υἱοῦ τὸ πρόσωπον· δέδοται δὲ ὑπὸ τῆς θεότητος ἡ ἀνθρωπεία φύσις ὑπὲρ ἡμῶν. «Ὁ γὰρ ἄρτος, φησὶν, ὃν ἐγὼ δώσω, | |
35 | ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κό‐ σμου ζωῆς.» Καί· «Ἐξουσίαν θεῖναι τὴν ψυχήν μου ἔχω, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐ‐ τήν.» λγʹ, λδʹ. Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; | |
40 | Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Εἰπὼν ὅτι, Θεοῦ βοηθοῦντος, τίς ἡμᾶς λυμανεῖται; προστέθει‐ κεν ὅτι, τοῦ Θεοῦ δικαίους ἀποφήναντος, τίς κατα‐ κρῖναι δυνήσεται; Χριστὸς, ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς | |
45 | καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τί τούτων μεῖζον ζη‐ τεῖς; ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Δεσπότης Χριστὸς, καὶ ἀναστὰς τῷ Πατρὶ συνεδρεύει, καὶ οὐδὲ οὕτω τῆς περὶ ἡμᾶς ἐπαύσατο προμηθείας· ἀλλ’ ἣν ἐξ ἡμῶν ἀνέλαβε δεικνὺς ἀπαρχὴν, καὶ τὸ ταύτης ἄμωμον | |
82.144(50) | ἐπιδεικνὺς τῷ Πατρὶ, δι’ ἐκείνης ἡμῖν τὴν σωτηρίαν αἰτεῖ. Καὶ τοῦτο μέντοι κατὰ τὸ ἀνθρώπειον τέ‐ | |
θεικεν· ὡς γὰρ Θεὸς οὐκ αἰτεῖ, ἀλλὰ χορηγεῖ. Εἰ δὲ | ||
82.145 | καὶ κατὰ τὴν θεότητα φήσαιεν οἱ αἱρετικοὶ τοῦτο ποιεῖν τὸν Υἱὸν, οὐδὲ οὕτως αὐτοῦ τὴν δόξαν ἐλάτ‐ τονα δείξουσι. Δῶμεν γὰρ δύο βασιλεῖς ἰσοτίμους εἶναι, τὴν αὐτὴν ἔχοντας ἐξουσίαν, ὕπαρχον δέ τινα, | |
5 | ἢ στρατηγὸν ἀμφοτέροις [προσκεκρουκέναι], καὶ τούτων τὸν ἕτερον, πρότερον τοῦ προσκεκρουκότος τὰς ἱκεσίας δεξάμενον, αἰτεῖν παρὰ τοῦ κοινωνοῦ τῆς βασιλείας τὰς πρὸς τοῦτον καταλλαγὰς, ἆρα τοῦτο σμικρύνει τὴν τοῦ αἰτοῦντος ἀξίαν; Οὐδαμῶς. | |
10 | Ἀλλ’ ἐνταῦθα οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Τὰ γὰρ δο‐ κοῦντα τῷ Υἱῷ, καὶ τῷ Πατρὶ συνδοκεῖ, καὶ ἓν ἀμφο‐ τέρων τὸ βούλημα. Ἐσχημάτισται τοίνυν τῷ Ἀπο‐ στόλῳ ὁ λόγος, δεῖξαι βουλομένῳ τὴν τῆς κηδεμονίας ὑπερβολήν. | |
15 | λεʹ, λϛʹ. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται· Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφα‐ | |
20 | γῆς. Κατάλληλος τοῖς προκειμένοις μαρτυρία. Ἐκ προσώπου γὰρ ἀνδρῶν εἴρηται τὸν αὐτὸν ἐσχηκότων σκοπόν. Τὸ γὰρ πανάγιον Πνεῦμα διὰ τοῦ θεσπε‐ σίου Δαβὶδ περὶ τῶν θαυμασίων Μακκαβαίων γέγραφε ψαλμόν. | |
25 | λζʹ. Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τὴν περὶ ἡμᾶς ἀγάπην τοῦ Θεοῦ τῶν ὅλων τούτοις ἅπασιν ἀντιτάττοντες, περιγινόμεθα τῶν δεινῶν. Λογιζόμεθα γὰρ ὅτι τῶν ἀτοπωτάτων, τὸν μὲν Δεσπότην Χριστὸν τὸν ὑπὲρ | |
30 | ἁμαρτωλῶν καταδέξασθαι θάνατον, ἡμᾶς δὲ τὴν ὑπὲρ αὐτοῦ σφαγὴν μὴ λίαν ἀσπαστῶς ὑπομένειν. ληʹ, λθʹ. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε Ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε Δυνά‐ μεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, | |
35 | οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Πᾶσαν ὁμοῦ τὴν κτίσιν ἀντιταλαντεύσας τῇ περὶ τὸν Θεὸν ἀγάπῃ, καὶ τοῖς ὁρωμένοις συνάψας τὰ νοητὰ, Ἀγγέλους, | |
40 | καὶ Ἀρχὰς, καὶ Δυνάμεις, καὶ τοῖς παροῦσι τὰ προσδοκώμενα ἀγαθὰ, καὶ μὲν δὴ καὶ τὰς ἠπειλη‐ μένας κολάσεις (βάθος γὰρ, ὡς οἶμαι, τὴν γέενναν ὀνομάζει, ὕψος τὴν βασιλείαν), καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον· καὶ | |
45 | θεασάμενος ἔτι τοῦτο τὸ μέρος ἐλλεῖπον, ζητεῖ μὲν ἄλλο τι προσθεῖναι· οὐχ εὑρὼν δὲ, ἄλλην τοσαύτην κτίσιν καὶ πολλαπλασίαν διαπλάττει τῷ λόγῳ· καὶ οὐδὲ οὕτως ἐξισούμενα ταῦτα πάντα ὁρᾷ τῇ περὶ τὸν Θεὸν ἀγάπῃ. Οὐ γὰρ προσήκει, φησὶν, ἀγαπᾷν | |
82.145(50) | αὐτὸν διὰ τὰς τῶν ἀγαθῶν ὑποσχέσεις, ἀλλ’ ἐκεῖνα ποθεῖν δι’ αὐτόν. Οὐδὲ γὰρ ὁ γνησίως περί τινα πλούσιον διακείμενος, διὰ τὴν τοῦ πλούτου περιουσίαν | |
αὐτὸν ἀγαπᾷ, ἀλλὰ διὰ τὴν περὶ αὐτὸν διάθεσιν, καὶ | ||
82.148 | τὰ προσήκοντα αὐτῷ κτήματα στέργει. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος, Οὐκ ἂν, φησὶν, ἑλοίμην τὴν βασιλείαν τῶν οὐρανῶν ἔχειν, καὶ τὰ ὁρώμενα πάντα, καὶ τὰ νοούμενα, καὶ ἄλλα δὶς τοσαῦτα καὶ | |
5 | τρὶς, δίχα τῆς περὶ τὸν Θεὸν ἀγάπης. Εἰ δέ τίς μοι προὔτεινε τά τε παρόντα σκυθρωπὰ, καὶ τὰ μέλ‐ λοντα, τὸν πρόσκαιρον θάνατον, καὶ τὸν αἰώνιον, καὶ τὴν ἐν γεέννῃ μακροτάτην κόλασιν, μετὰ τῆς περὶ αὐτὸν ἀγάπης ἀσπασίως ἂν ταῦτα καὶ προθύμως | |
10 | ἑλοίμην, ἢ ἐκεῖνα τὰ λαμπρὰ, καὶ μεγάλα, καὶ ὑπὲρ λόγον, τῆς ἀγάπης ἐστερημένος. Ταύτην τοίνυν καὶ ἡμεῖς ἔχειν καὶ ἱκετεύσωμεν, καὶ σπουδάσωμεν· ἵνα τοῖς ἀποστολικοῖς ἀκολουθήσαντες ἴχνεσι, τῶν ἀποστολικῶν ἀξιωθῶμεν σκηνῶν, χάριτι καὶ φιλαν‐ | |
15 | θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. | |
20 | Ὅτι μὲν ἀναγκαία, καὶ τῶν ἀῤῥήτων πρόξενος ἀγαθῶν τοῖς πιστεύουσιν, ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησις, διαῤῥήδην ἀπέδειξεν ὁ θεῖος Ἀπόστολος. Ἰουδαίους γὰρ ἤλεγξεν ἐκ τῆς τοῦ νόμου θέσεως μείζοσι κατηγορίαις ὑπευθύνους γεγε‐ | |
25 | νημένους, καὶ τοὺς ἄλλους ἅπαντας τῆς φύσεως παραβαίνοντας τὸν νόμον· καὶ γυμνώσας τῆς τιμωρίας τὴν ἀπειλὴν, τῆς εὐαγγελικῆς χάριτος τὰ δῶρα παρέθηκε, καὶ τὴν ἐκ τῆς πίστεως σωτη‐ ρίαν ὑπέδειξεν. Ἵνα δὲ μήτε Ἰουδαῖοι δυσχεραί‐ | |
30 | νωσι, κατηγορεῖσθαι τὸν νόμον ὑπειληφότες, μήτε μὴν οἱ περὶ τὴν Παλαιὰν ἐπαχθεῖς Διαθήκην αἱρε‐ τικοὶ, πρόφασιν εἰς τὴν κατὰ τοῦ νόμου συκοφαν‐ τίαν λάβωσιν ἐκ τῆς γεγενημένης παρεξετάσεως, ἔδειξεν ἀναγκαίως τοῦ νόμου τὸ χρήσιμον, καὶ πολ‐ | |
35 | λαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. Ἐπειδὴ δὲ πάλιν Ἰουδαῖοι, τὸν πατριάρχην Ἀβραὰμ προβαλλόμενοι, καὶ τὰς πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ γεγενημένας ἐπαγγελίας, ἐναντίον ταύταις ἐπειρῶντο δεικνύναι τῶν ἀποστόλων τὸ κήρυγμα, παρὰ τὴν θείαν ὑπό‐ | |
40 | σχεσιν τοῖς ἔθνεσι προσφερόμενον, ἀναγκαίως καὶ τούτους εἰς μέσον προσφέρει τοὺς λόγους· καὶ σοφῶς ἄγαν διαλύει, καὶ Γραφικαῖς μαρτυρίαις, καὶ παραδείγμασι παλαιοῖς εἰς καιρὸν κεχρημένος, καὶ δεικνὺς ἐναργῶς τῶν θείων ὑποσχέσεων τὴν ἀλήθειαν. Μέλλων μέντοι τῆς Ἰουδαίων ἀπιστίας κατ‐ | |
45 | ηγορεῖν, πρῶτον ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ, καί φησι· ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ. Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ. Καὶ ψεύδους ἐλεύθερον, καὶ ἀλη‐ | |
82.148(50) | θείᾳ κοσμούμενον τὸ ῥηθησόμενον ἔδειξε. Τοῦ γὰρ θείου Πνεύματος τὴν χάριν μετὰ τοῦ συνειδότος εἰς μαρτυρίαν ἐκάλεσε, πείθων δι’ ἁπάντων μὴ ἀπι‐ | |
στῆσαι τῷ λόγῳ. | ||
82.149 | βʹ. Ὅτι λύπη μοι ἐστὶ μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ἀτελὴς μὲν ἡ συνθήκη τοῦ λόγου. Ἔδει γὰρ προσκεῖσθαι, διὰ τὴν Ἰουδαίων ἢ ἀποβολὴν, ἢ ἀπιστίαν, τὴν ἀδιάλειπτον εἶναι λύπην. | |
5 | Φειδοῖ δὲ κεχρημένος, ταῦτα μὲν οὐ τέθεικε τὰ ῥήματα, τὴν δὲ τούτων διὰ τῶν ἑξῆς διδάσκει διά‐ νοιαν. Λέγει δὲ οὕτως· γʹ. Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν | |
10 | συγγενῶν μου τῶν κατὰ σάρκα. Τὸ ἀνάθεμα διπλῆν ἔχει τὴν διάνοιαν. Καὶ γὰρ τὸ ἀφιερωμένον τῷ Θεῷ, ἀνάθημα ὀνομάζεται, καὶ τὸ τούτου ἀλλό‐ τριον τὴν αὐτὴν ἔχει προσηγορίαν. Καὶ τὸ μὲν δεύ‐ τερον ἐν τῇ πρὸς Κορινθίους ἡμᾶς ἐδίδαξεν ὁ θεῖος | |
15 | Ἀπόστολος· «Εἴ τις γὰρ οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα.» Τὸ δέ γε πρότερον καὶ ἡ κοινὴ διδάσκει συνήθεια· ἀναθήματα γὰρ καλοῦμεν τὰ τῷ Θεῷ προσφερόμενα· καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, τὴν Ἱεριχὼ πόλιν ἀνάθεμα γενέσθαι | |
20 | κελεύσας. Ἐνταῦθα μέντοι ὁ μακάριος Παῦλος τὴν δευτέραν διάνοιαν τέθεικεν, ἣν ἔχει περὶ τοὺς ὁμο‐ φύλους διδάσκων διάθεσιν. Καὶ οὐκ εἶπεν, Ἐβου‐ λόμην, ἀλλ’, Ηὐχόμην ἀλλότριος εἶναι τοῦ Χρι‐ στοῦ, ὥστε τοὺς κατὰ σάρκα μου συγγενεῖς, προσοι‐ | |
25 | κειωθέντας αὐτῷ, τὴν σωτηρίαν καρπώσασθαι. Σφόδρα δὲ ἁρμοδίως παρενέθηκε καὶ τὸ, ἐγὼ αὐτὸς, τῶν ἤδη περὶ τῆς ἀγάπης τῆς περὶ τὸν Χριστὸν εἰρημένων ἀναμιμνήσκων, καὶ μονονουχὶ λέγων, ὅτι Ἐγὼ, ὃν οὔτε ζωὴ, οὔτε θάνατος, οὔτε τὰ ἐνεστῶτα, | |
30 | οὔτε τὰ μέλλοντα, οὔτε τις κτίσις ἑτέρα χωρίσαι δυνήσεται ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, ὑπὲρ τῆς Ἰουδαίων σωτηρίας ἥδιστα ἂν ἐχωρίσθην αὐτοῦ. Δῆλον δὲ ὅτι οὐ τούτους προτιμῶν τοῦ σεσωκότος, ἀλλὰ τὸν περὶ ἐκείνων ἔρωτά τε καὶ | |
35 | πόθον δηλῶν, ταῦτα εἴρηκε, πάντας ὑποκύπτοντας ἰδεῖν ποθῶν, καὶ ἀσπαστῶς δεχομένους τὸ σωτήριον κήρυγμα. Πιθανὸν δὲ τὸν λόγον κατασκευάζων, ἐπιδείκνυσιν αὐτῶν καὶ τὴν προτέραν εὐγένειαν, καὶ τῶν δωρεῶν τῶν θεοσδότων τὸν πλοῦτον, καί φησιν· | |
40 | δʹ. Οἵτινές εἰσιν Ἰσραηλῖται. Ἦν γὰρ καὶ τοῦτο τὸ ὄνομα πολυθρύλλητον, ἐπιτεθὲν μὲν παρὰ τοῦ Θεοῦ τῷ προπάτορι, καθάπερ δέ τις κλῆρος εἰς τοὺς ἐκγόνους παραπεμφθέν. Ὧν ἡ υἱοθεσία. Καὶ τοῦδε γὰρ μετέλαχον τοῦ ὀνόματος. «Υἱὸς γὰρ, | |
45 | φησὶ, πρωτότοκός μου Ἰσραήλ.» Καὶ ἡ δόξα. Πε‐ ριφανεῖς γὰρ ἀπὸ τῶν θαυμάτων ἐγένοντο. Καὶ αἱ διαθῆκαι. Οὐ γὰρ μόνον τὴν παλαιὰν, ἀλλὰ καὶ τὴν καινὴν αὐτοῖς ὑπέσχετο δώσειν. «Θήσομαι γὰρ, φησὶ, τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ | |
82.149(50) | τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἀλλὰ ταύτην αὐτοὶ λαβεῖν οὐκ ἠθέλησαν.» Καὶ ἡ νομοθεσία. Αὐτοῖς γὰρ τὸν Μωσαϊκὸν ἐδεδώκει | |
νόμον. Καὶ ἡ λατρεία. Τῶν γὰρ ἄλλων αὐτοὺς | ||
82.152 | ἐθνῶν προτιμήσας, τὴν νομικὴν ἱερουργίαν ἐδίδαξε. Καὶ αἱ ἐπαγγελίαι. Ἴσως αἵ τε πρὸς τοὺς πατέρας παρὰ τοῦ Θεοῦ γεγενημέναι, καὶ αἱ διὰ τῶν προ‐ φητῶν προσενηνεγμέναι. | |
5 | εʹ. Ὧν οἱ πατέρες. Οἱ ἀοίδιμοί τε καὶ πολυθρύλ‐ λητοι, ὧν Θεὸς ἐχρημάτισεν ὁ Θεός. Εἶτα τελευταῖον τέθεικε τὸ μέγιστον τῶν ἀγαθῶν. Καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ ἤρκει | |
10 | μὲν ἡ τοῦ κατὰ σάρκα προσθήκη, παραδηλῶσαι τοῦ Δεσπότου Χριστοῦ τὴν θεότητα. Ἀλλ’ ὥσπερ ἐν τῷ προοιμίῳ, εἰρηκώς· «Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα·» ἐπήγαγε· «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει·» οὕτως ἐνταῦθα | |
15 | εἰπὼν τὸ, κατὰ σάρκα, προστέθεικε τὸ, Ὢν ἐπὶ πάντα Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ τῶν φύσεων δεικνὺς τὴν διαφορὰν, καὶ τοῦ θρήνου διδάσκων τὸ εὔλογον, ὅτι ἐξ αὐτῶν μὲν κατὰ σάρκα ὁ ἐπὶ πάντων Θεὸς, αὐτοὶ δὲ τῆς εὐγενείας | |
20 | ἐξέπεσον, καὶ ἀλλότριοι τῆς συγγενείας ἐκείνης ἐγένοντο. Καὶ τὰς θρηνούσας ἐμιμήσατο γυναῖκας, αἳ τῶν τεθνεώτων καὶ θρηνουμένων, καὶ τὴν ὥραν τοῦ σώματος, καὶ τὴν ἀκμὴν τῆς ἡλικίας, καὶ τὴν τῶν προγόνων περιφάνειαν, καὶ τὴν περιουσίαν, καὶ | |
25 | τὴν δυναστείαν ἐνυφαίνουσι τοῖς θρήνοις. Οὕτω μέντοι γυμνώσας τὴν περὶ Ἰουδαίους φιλοστοργίαν, ἄρχεται λοιπὸν τοῦ προκειμένου νοήματος. ϛʹ. Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Ἐγὼ μὲν, φησὶ, οὐκ ἐβουλόμην μόνον, ἀλλὰ | |
30 | καὶ ηὐχόμην ἀλλότριος εἶναι τοῦ Χριστοῦ, εἴπερ οἷόν τε ἦν διὰ τῆς ἐμῆς ἀλλοτριώσεως Ἰουδαίους τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. Ἀλλ’ ὅμως, καὶ τούτων ἀντιλεγόντων, καὶ σωτηρίαν οὐ βουλομένων καρπώσασθαι, ἔχουσι τἀληθὲς αἱ πρὸς τοὺς πατέρας | |
35 | ἐπαγγελίαι. Πῶς ἔχουσιν; Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. Οὐ γὰρ τῆς φύσεως ὁ Θεὸς, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ συγγένειαν. Εἶτα διδάσκει τοῦτο σαφέστερον. ζʹ. Οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες | |
40 | τέκνα· τουτέστι Θεοῦ. Τοῦτο γὰρ μετὰ βραχέα δι‐ δάσκει. Ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ τεθεικὼς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἀναπτύσσει ταύτην, καὶ τῇ ἑρμηνείᾳ σαφῆ τὸν λόγον ποιεῖ. ηʹ. Τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα | |
45 | τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, λογίζεται εἰς σπέρμα. Καλεῖ δὲ σαρκὸς μὲν τέκνα, τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγεν[ν]ημένα· ἐπαγγελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα. θʹ. Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος. Κατὰ τὸν | |
82.152(50) | καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ | |
82.153 | υἱός. Τῆς γὰρ φύσεως ἀπειρηκυίας, κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. Λέγει δὲ τοῦτο, ὅτι καὶ Ἰσμαὴλ τοῦ Ἀβραὰμ ἦν υἱὸς, καὶ πρωτότοκος υἱός. Διὰ τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ὡς μόνος | |
5 | σπέρμα τοῦ Ἀβραὰμ προσαγορευόμενος; Εἰ δὲ νομί‐ ζεις ἐκεῖνον, ὡς ἡμίδουλον, ἐκβεβλῆσθαι τῆς συγγε‐ νείας, οὐκ εἰκότως νομίζεις. Ἐκ πατέρων γὰρ, ἀλλ’ οὐκ ἐκ μητέρων, ἔθος γενεαλογεῖν τῇ θείᾳ Γραφῇ. Καὶ ἠδύνατο μὲν ὁ θεῖος Ἀπόστολος, καὶ τοὺς ἐκ τῆς | |
10 | Χεττούρας γεγεννημένους εἰς μέσον παραγαγεῖν, καὶ δεῖξαι τούτους ἐξ ἐλευθέρας μὲν γεγεννημένους, σπέρμα δὲ τοῦ Ἀβραὰμ οὐ καλουμένους. Ῥᾴδιον ἦν αὐτῷ καὶ τοὺς δύο καὶ δέκα παῖδας τοῦ Ἰακὼβ ἐκ διαφόρων δεῖξαι μητέρων, καὶ τοὺς τέτταρας | |
15 | ἡμιδούλους, καὶ ὅλους Ἰσραὴλ χρηματίζοντας, καὶ οὐδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας. Ἀλλὰ μετὰ φειδοῦς τοὺς ἐλέγχους προσφέρων, τοῦτο μὲν παραλέλοιπεν, ἐκ πολλοῦ δὲ τοῦ περιόντος ἐνί‐ κησε. Τεθεικὼς γὰρ τὸ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν | |
20 | Ἀβραὰμ εἰρημένον, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, δείκνυσιν οὐδὲ τὸ τούτου γένος ἄπαν τῆσδε τῆς εὐλογίας μετειληφός. Τῶν γὰρ τούτου παίδων ὁ μὲν τὴν εὐλογίαν εἴληφεν, ὁ δὲ ταύτης διήμαρτε. Τοῦτο γὰρ ἐπήγαγεν | |
25 | ιʹ—ιγʹ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μήτε γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν, ἢ κακὸν (ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ), οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐῤ‐ | |
30 | ῥέθη πρὸς αὐτὴν, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Εἰ νομίζεις, φησὶ, διὰ τὴν Σάῤῥαν προτι‐ μηθῆναι τὸν Ἰσαὰκ τοῦ τε Ἰσμαὴλ καὶ τῶν ἀπὸ τῆς Χεττούρας γενομένων παίδων τῷ Ἀβραὰμ, τί ἂν εἴπῃς περὶ τῆς Ῥεβέκκας; Ἐνταῦθα γὰρ καὶ | |
35 | μία μήτηρ, καὶ εἷς πατὴρ, καὶ μία σύλληψις· δίδυμοι γὰρ οἱ παῖδες. Τοῦτο γὰρ εἶπεν· «Ἐξ ἑνὸς κοίτην ἔχουσα· ἀντὶ τοῦ, Κατὰ τὸν αὐτὸν καιρὸν ἀμφο‐ τέρους συνέλαβεν. Ἀλλ’ ὅμως ὁ μὲν θεοφιλὴς, ὁ δὲ τῆς θείας κηδεμονίας ἀνάξιος. Καὶ οὐκ ἀνέμεινεν ὁ | |
40 | Θεὸς τῶν πραγμάτων τὴν πεῖραν, ἀλλ’ ἔτι κυϊσκο‐ μένων τὴν τούτων διαφορὰν προηγόρευσε. Προηγό‐ ρευ[σ]ε δὲ, τὴν τούτων πρόθεσιν προμαθών. Οὐ γὰρ ἄδικος ἡ ἐκλογὴ, ἀλλὰ τῇ προθέσει τῶν ἀνθρώπων συμβαίνουσα. Εἶτα καὶ προφητικὴν μαρτυρίαν προσ‐ | |
45 | φέρει. Καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Οὐ τοίνυν τῇ φύσει προσ‐ έχει, ἀλλὰ ἀρετὴν μόνην ἐπιζητεῖ. Τοῦτο γὰρ διὰ πλειόνων κατασκευάζει. ιδʹ. Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; | |
82.153(50) | Μὴ γένοιτο. Οὐκ ἔχει, φησὶν, ἡ θεία ψῆφος τὸ ἄδικον, ἀλλὰ τῷ δικαίῳ κοσμεῖται. Καὶ τοῦτο δεῖξαι δυνάμενος, καὶ διδάξαι σαφῶς, ὡς οὐ τῇ φύσει προσ‐ έχειν ἔθος τῷ τῶν ὅλων Θεῷ, ἀλλ’ ὅτι γνώμην ἀρίστην ἐπιζητεῖ· καὶ ἀναμνῆσαι αὐτοὺς, ὡς πολλοῖς | |
55 | πολλάκις παρεδόθησαν πολεμίοις, οὐδεμιᾶς διὰ τοὺς | |
προγόνους φειδοῦς ἀπολαύσαντες, ἐπειδὴ τὴν ἐκείνων | ||
82.156 | οὐκ ἐζήλωσαν ἀρετήν· καὶ ὅτι Βαβυλωνίοις μὲν αὐ‐ τοὶ παρεδόθησαν ἅπαντες· Ἀβιμέλεχ δὲ, καὶ δοῦλος ὢν, καὶ Αἰθίοψ, σωτηρίας τετύχηκε διὰ τὴν εὐ‐ σέβειαν· τοῦτο μὲν οὐ ποιεῖ, πλῆξαι μὴ βουλόμενος· | |
5 | δείκνυσι δὲ τὰς θείας οἰκονομίας ὑπερβαινούσας τὸν ἀνθρώπινον λογισμὸν, καὶ πολλοὺς μὲν παρανομίας τολμῶντας, οὐ πάντας δὲ δίκας εἰσπραττομένους. Καὶ γὰρ ἐν τῇ ἐρήμῳ οἱ πλεῖστοι μὲν τοῦ μόσχου τὴν εἰκόνα προσεκύνησαν ὡς Θεὸν, ἀλλ’ οὐχ ἅπαντες | |
10 | ἔδοσαν δίκας· ἀλλ’ οἱ μὲν ἐκολάσθησαν, οἱ δὲ ταῖς ἐκείνων τιμωρίαις ἐσωφρονίσθησαν. Οὕτω τὸν Φα‐ ραὼ τιμωρούμενος, πολλοῖς ὠφέλειαν διὰ τούτου προσήνεγκε. Καὶ ταῦτα τέθεικεν ὁ θεῖος Ἀπόστολος. Λέγει δὲ οὕτως· | |
15 | ιεʹ. Τῷ γὰρ Μωσῇ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ταῦτα δὲ ἐπὶ τῆς μοσχοποιίας εἴρηκεν ὁ Θεός. Ἀναγκαίως δὲ καὶ τοῦ Μωσέως ἐμνημόνευσεν, ἵνα καὶ διὰ τοῦ εἰρηκότος, καὶ διὰ τοῦ ἀκηκοότος, δείξῃ τῶν εἰρη‐ | |
20 | μένων τὸ ἀξιόπιστον. Εἶτα ἐπισυλλογίζεται· ιϛʹ. Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέ‐ χοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Καὶ τὴν λύσιν οὐκ ἐπάγει, ἀλλ’ ἐπιτείνει τῇ τῶν ἐπιφερομένων προσθήκῃ τὴν ζήτησιν. | |
25 | ιζʹ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Εἶτα πάλιν συλλογιστικῶς ἐπάγει· ιηʹ. Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει | |
30 | σκληρύνει. Σαφῆ, φησὶ, ταῦτα τὰ γράμματα. Οὐ γὰρ ἑτέρωθεν αὐτὰ συλλέξας προσφέρω· αὐτοῦ ἤκουσας τοῦ Θεοῦ εἰρηκότος· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Αὐτοῦ πά‐ λιν ἐστὶ τὰ περὶ τοῦ Φαραὼ εἰρημένα. Αὐτὸς κατα‐ | |
35 | λιπὼν τὸν Ἰσμαὴλ καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, τὸν Ἰσαὰκ ἐξελέξατο· αὐτὸς καὶ τὸν Ἰακὼβ τοῦ Ἡσαῦ προτετίμηκε, καίτοι ἐν μιᾷ γαστρὶ κατὰ ταυτὸν τὴν διάπλασιν αὑτῶν δεξαμένων. Τί τοίνυν θαυμάζεις, εἰ καὶ νῦν ταυτὸ τοῦτο πεποίηκε, καὶ | |
40 | τοὺς ἐξ ὑμῶν πεπιστευκότας ἐδέξατο, τοὺς δὲ τὴν ἀκτῖνα ταύτην μὴ δεξαμένους ἀπώσατο; Ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει, αὔξει δὲ τῶν ζητημάτων τὴν ἀπορίαν, καί φησι· ιθʹ. Ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ | |
45 | βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν· Εἰ γὰρ ὃν θέλει ἐλεεῖ, καὶ ὃν θέλει σκληρύνει, τῆς αὐτοῦ βουλῆς ἐξήρτηται τῶν ἀνθρώπων ἡ γνώμη. Εἰ δὲ τοῦθ’ οὕ‐ τως ἔχει, οὐκ ἐν δίκῃ τοῖς ἁμαρτάνουσιν ἐπιφέρει τὰς τιμωρίας. Ἀντιστῆναι γὰρ τοῖς αὐτῷ δοκοῦσιν | |
82.156(50) | οὐχ οἷόν τε. Οὕτω τὴν ἀπορίαν τῷ πλήθει τῶν ζητη‐ μάτων αὐξήσας, καὶ τὰς ἀντιθέσεις πάσας προστε‐ θεικὼς, ἐπήγαγε· κʹ. Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀντα‐ | |
ποκρινόμενος τῷ Θεῷ; Ἐπειδὴ εἶπας, φησί· Τῷ | ||
82.157 | βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; εἰπέ μοι, σὺ τίς εἶ; οὐκ ἄνθρωπος; Πῶς οὖν ἀνταποκρίνῃ, καὶ περιεργάζῃ τὰς θείας οἰκονομίας; Εἰ γὰρ οὐκ αὐτ‐ εξούσιος ἦσθα, οὐδὲ γνώμῃ τὸ πρακτέον ᾑροῦ, ἀλλὰ | |
5 | τῇ τοῦ θείου βουλήματος ἀνάγκῃ ἐδούλευες, παρα‐ πλησίως ἂν τοῖς ἀψύχοις ἐσίγησας, τὰ οἰκονομού‐ μενα στέργων. Ἐπειδὴ δὲ λόγῳ τετίμησαι, καὶ τὰ δοκοῦντά σοι καὶ λέγεις καὶ πράττεις, καὶ οὐκ ἀγα‐ πᾷς τὰ γινόμενα, ἀλλὰ τῶν θείων οἰκονομιῶν τὰς | |
10 | αἰτίας ἐπιζητεῖς, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίη‐ σας οὕτως; (καʹ.) Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κερα‐ μεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτι‐ | |
15 | μίαν; Ἀπόβλεψον εἰς τὸν τοῦ κεραμέως πηλὸν, ὃς τῆς λογικῆς διακρίσεως ἄμοιρος ὢν, οὐκ ἀντιλέγει τῷ πλάττοντι· ἀλλὰ κἂν εἰς ἀτίμου σκεύους ἐργα‐ σίαν ἀφορισθῇ, σιγῇ τὸ γινόμενον δέχεται. Σὺ δὲ ἀντιτείνεις καὶ ἀντιλέγεις. Οὐ τοίνυν φυσικαῖς ἀνάγ‐ | |
20 | καις προσδέδεσαι, οὐδὲ παρανομεῖς παρὰ γνώμην, ἀλλ’ ἑκὼν ἀσπάζῃ τὴν πονηρίαν, καὶ αὐθαιρέτως καταδέχῃ τοὺς πόνους τῆς ἀρετῆς. Ὀρθὴ οὖν ἄρα καὶ δικαία τοῦ Θεοῦ τῶν ὅλων ἡ ψῆφος. Ἐνδίκως γὰρ κολάζει τοὺς ἁμαρτάνοντας, ὡς γνώμῃ τοῦτο | |
25 | ποιεῖν τολμῶντας· ἔχει δὲ καὶ ἡ φιλανθρωπία τὸ δίκαιον· πρόφασιν γὰρ παρ’ ἡμῶν λαμβάνουσα, ὀρέγει τὸν ἔλεον. Τινὲς μέντοι τὸ, Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; κατ’ ἐπιτίμησιν εἰρῆσθαί φασι. Πρότερον γὰρ | |
30 | ἐπιτιμήσας, φησὶ, τοῖς τὰ θεῖα πολυπραγμονοῦσι, καὶ τὴν εὐτέλειαν δείξας (πηλοῦ γὰρ οὐδὲν διενήνοχε τῶν ἀνθρώπων ἡ φύσις), οὕτω τὴν λύσιν ἐπήγαγεν. Ἡ δὲ λύσις ἐστὶν αὕτη· κβʹ. Εἰ δέ. Ἐνταῦθα ὑποστίξαι δεῖ. Λέγει γάρ· | |
35 | Εἰ τοῦτο ποθεῖς μαθεῖν, τίνος ἕνεκα πλειόνων ἁμαρ‐ τανόντων τοὺς μὲν κολάζει, τοὺς δὲ δι’ ἐκείνων εὐερ‐ γετεῖ· καὶ πολλῶν τὴν ἀρετὴν μετιόντων, τοὺς μὲν περιφανεῖς ἀποφαίνει, τοῖς δὲ διὰ τούτων ὑποφαίνει τὰς τῶν μελλόντων ἐλπίδας· ἄκουσον τῶν ἑξῆς· | |
40 | Θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνω‐ ρίσαι τὸ δυνατὸν αὑτοῦ, ἤνεγκεν ἐν πολλῇ μα‐ κροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπ‐ ώλειαν. (κγʹ, κδʹ.) Καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί‐ | |
45 | μασεν εἰς δόξαν. Οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Οὐχ ὁ Θεὸς, φησὶ, δημιουργὸς τῆς τοῦ Φαραὼ πονηρίας· ἀλλ’ αὐτὸς τῇ μακροθυμίᾳ συνήθως ἐχρήσατο· ἐκεῖνος δὲ ὑπέλαβε τὴν μακροθυμίαν ἀσθένειαν, καὶ | |
82.157(50) | διὰ ταύτης τὴν οἰκείαν ηὔξησεν ἀπείθειαν. Ἀλλ’ ὅμως σοφὸς ὢν τῶν ὅλων ὁ Πρύτανις, καὶ τούτῳ δικαίως τὴν τιμωρίαν ἐπήγαγε, καὶ ἐκ τῆς τούτου πονηρίας τοῖς ἄλλοις ἀλεξίκακον κατεσκεύασε φάρ‐ | |
μακον. Καὶ καθάπερ οἱ ἰατροὶ οὐκ αὐτοὶ τὰς ἐχίδνας | ||
82.160 | δημιουργοῦσιν, ἐκ δὲ τούτων ὠφέλιμον τοῖς ἀνθρώ‐ ποις κατασκευάζουσι φάρμακον· οὕτως ὁ Θεὸς ἠβούλετο μὲν τὸν Φαραὼ τῆς τιμωρίας μὴ μεταλα‐ χεῖν· ἐπειδὴ δὲ εἰς πολλὴν ἐκεῖνος θηριωδίαν ἐξώ‐ | |
5 | κειλε, παντοδαπὰς μὲν αὐτῷ τιμωρίας ἐπήγαγε, τὴν δὲ οἰκείαν πᾶσιν ἀνθρώποις ἐπέδειξε δύναμιν. Διό φησιν· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξω‐ μαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Τὸ δὲ, Ἐξήγειρά σε, | |
10 | ἀντὶ τοῦ. Συνεχώρησά σοι τῆς βασιλείας τυχεῖν, καὶ κωλῦσαι δυνάμενος οὐκ ἐκώλυσα, τὴν ἐντεῦθεν τοῖς ἄλλοις γενησομένην προορῶν ὠφέλειαν. Σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν καλεῖ τοὺς αὐ‐ θαιρέτῳ γνώμῃ τοῦτο γεγενημένους. Τοῦτο γὰρ καὶ | |
15 | Τιμοθέῳ γέγραφεν· «Ἐν οἰκίᾳ δὲ μεγάλῃ οὐκ ἔστι μόνα σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ τὰ μὲν εἰς τιμὴν, τὰ δὲ εἰς ἀτιμίαν» Καὶ διδάσκων ὡς ἑκών τις τοῦτο γίνεται ἢ ἐκεῖνο, ἐπήγαγεν· «Ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τῶν | |
20 | τοιούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἡτοιμασμέ‐ νον.» Καὶ Κορινθίοις οὕτω γράφει· «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυ‐ ρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην·» ἄν‐ | |
25 | τικρυς διδάσκων τῶν ἀνθρώπων τὸ αὐτεξούσιον. Οὕτω σκεύη ἐλέους ἐκάλεσε τοὺς τῆς θείας φιλαν‐ θρωπίας ἀξίους· τὸ δὲ, Ἃ προητοίμασεν εἰς δόξαν, τὴν πρόγνωσιν τὴν θείαν παραδηλοῖ. Τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν, ὅτι «Οὓς προέγνω, καὶ | |
30 | προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ.» Σκοπὸς γὰρ τῷ Ἀποστόλῳ δεῖξαι, ὡς τοὺς ἀξίους σωτηρίας μόνος οἶδεν ὁ τῶν ὅλων Θεὸς, ἀνθρώπων δὲ οὐδὲ εἷς. Εἰρηκὼς δὲ, ὅτι Ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν, βεβαιοῖ τὸν λόγον τῇ Γραφικῇ μαρτυρίᾳ, καί φησιν· | |
35 | κεʹ, κϛʹ. Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ τὴν οὐκ ἠγαπη‐ μένην, ἠγαπημένην. Καὶ ἔσται, ἐν τῷ τόπῳ, ᾧ ἐῤῥέθη αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κλη‐ θήσονται υἱοὶ Θεοῦ ζῶντος. Ταῦτα δὲ ὁ Θεὸς οὐ | |
40 | περὶ τῶν ἐθνῶν, ἀλλὰ περὶ αὐτῶν εἴρηκε τῶν Ἰου‐ δαίων. Τῷ γὰρ Ὠσηὲ κελεύσας λαβεῖν γυναῖκα πόρνην, καὶ μέντοι καὶ μοιχαλίδα, οὕτω τὰ γεννη‐ θέντα παιδία προσαγορευθῆναι ἐκέλευσε, τὸν μὲν Οὐ λαὸν, τὴν δὲ Οὐκ ἠγαπημένην, τὰ συμβησό‐ | |
45 | μενα Ἰουδαίοις προλέγων. Ἀλλ’ ὅμως πάλιν ὑπ‐ έσχετο αὐτοῖς χρηστὰ, ὅτι Καὶ οὐ λαὸς κληθήσεται λαὸς, καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη. Σκοπή‐ σατε τοίνυν, φησὶν, ὅτι καὶ ὑμεῖς οὐκ ἀεὶ τῶν αὐτῶν ἀπελαύσατε· ἀλλὰ ποτὲ μὲν λαὸς, ποτὲ δὲ οὐ λαὸς, | |
82.160(50) | καὶ πάλιν λαὸς ἐχρηματίσατε· καὶ ποτὲ μὲν ἠγαπη‐ μένη, εἶτα οὐκ ἠγαπημένη, καὶ πάλιν ἠγαπημένη. Οὐδὲν τοίνυν ἀπεικὸς οὐδὲ ἐπὶ τοῦ παρόντος γεγένη‐ ται. Συνήθως γὰρ ἀπεβλήθητε· ἀλλὰ κἂν πάλιν θελήσητε, λαὸς καὶ ἠγαπημένη κληθήσεσθε. Καὶ | |
55 | γὰρ τὰ ἔθνη οὐ λαὸς ὄντες νῦν λαὸς χρηματίζει. | |
Προστέθεικε δὲ τῷ λόγῳ καὶ ἑτέραν μαρτυρίαν. | ||
82.161 | κζʹ, κηʹ. Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Λόγον γὰρ συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. | |
5 | Εἰς καιρὸν δὲ μάλιστα ταύτην τέθεικε τὴν μαρτυ‐ ρίαν, διδάσκων ὡς ἄνωθεν προεῖδεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς τῇ πίστει προσεληλυθότας, καὶ τοὺς ἀπι‐ στίαν νενοσηκότας. Ἐπειδὴ γὰρ ἔλεγον οἱ Ἰουδαῖοι ὀλίγους ἐξ αὐτῶν δεδέχθαι τὸ κήρυγμα, τοὺς δὲ | |
10 | ἄλλους ἅπαντας ὡς ἐξαπάτην φυγεῖν, ἔδειξεν ἄνωθεν ταῦτα προειρημένα, καὶ ὅτι κἂν ὑπερβάλ‐ λωσι τῷ πλήθει τὸν ἀριθμὸν, καὶ μιμῶνται τῆς θαλάσσης τὴν ψάμμον, οὐχ ἅπαντες τεύξονται τῆς σωτηρίας, ἀλλ’ οἱ τῇ πίστει κοσμούμενοι. Τὸν γὰρ | |
15 | συντετμημένον λόγον τὴν πίστιν ἐκάλεσεν. Ἃ γὰρ διὰ πολλῶν ἐντολῶν ὁ νόμος ἐπαίδευσε, καὶ τελείαν παρασχεῖν τὴν σωτηρίαν οὐκ ἴσχυσεν, ἡ εἰς Χριστὸν ὁμολογία κατώρθωσε, καὶ τὴν πίστιν προὐξένησε. Σύντομος δὲ αὕτη, καὶ μακρῶν περιόδων οὐ δεομένη· | |
20 | διαθέσει δὲ ψυχῆς κρινομένη, καὶ διὰ γλώττης κη‐ ρυττομένη. κθʹ. Καὶ καθὼς προείρηκεν Ἡσαΐας· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν | |
25 | ὡμοιώθημεν. Οὓς ἄνω κατάλειμμα προσηγόρευσε, τούτους ὠνόμασε σπέρμα, δι’ οὓς ὁ Προφήτης ἔφη τὰ Σοδόμων καὶ Γομόῤῥων μὴ παθεῖν Ἰουδαίους. Ἐκεῖνοι γὰρ πανωλεθρίαν ὑπέμειναν. Οὕτω διδάξας ὡς ὁ τῶν ὅλων Θεὸς, οὐκ εἰς τὴν κατὰ φύσιν ἀπο‐ | |
30 | βλέπει συγγένειαν, ἀλλὰ τῆς πίστεως τὴν κοινωνίαν ζητεῖ, διδάσκει σαφέστερον τίνος ἕνεκεν Ἰουδαῖοι μὲν τῆς προγονικῆς εὐγενείας ἐξέπεσον, τὰ δέ γε ἔθνη τῆς σωτηρίας μετέλαχον· καί φησι· λʹ. Τί οὖν ἐροῦμεν; Κατ’ ἐρώτησιν ἀναγνωστέον | |
35 | ὑποστίζοντας. Εἶτα κατ’ ἀπόκρισιν τὰ ἑξῆς· Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατ‐ έλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πί‐ στεως. (λαʹ.) Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύ‐ νης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Ἴσθι, | |
40 | φησὶν, ὡς ἡ πίστις αἰτία τοῖς ἔθνεσι τῶν ἀγαθῶν. Αὐτὴ γὰρ αὐτοὺς πάλαι πλανωμένους, καὶ τὴν δι‐ καιοσύνην οὔτε ἔχοντας, οὔτε ζητῆσαι βουληθέντας, τῆς κατὰ χάριν δικαιοσύνης ἠξίωσεν· ὁ δέ γε Ἰσραὴλ, καίτοι τὸν νόμον κατέχων, καὶ τὴν δικαιο‐ | |
45 | σύνην τὴν ἐκ τοῦ νόμου μεταδιώκων, διήμαρτε τοῦ σκοποῦ, καὶ τῆς δικαιοσύνης οὐκ ἔτυχεν. Εἶτα πάλιν κατ’ ἐρώτησιν· λβʹ. Διὰ τί, Τὴν αἰτίαν, φησὶ, τούτου θέλεις μα‐ θεῖν; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων | |
82.161(50) | νόμου. Ἐνόμισαν ἐξαρκεῖν αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν εἰς κτῆσιν δικαιοσύνης, καὶ τῆς πίστεως κατεφρόνησαν. Οὗ δὴ χάριν, καὶ τῶν τῆς πίστεως οὐ μετέλαχον δωρεῶν, καὶ τὴν ἐξ ἐκείνης τῆς πολι‐ τείας οὐκ ἔσχον δικαιοσύνην. Εἶτα διδάσκει διὰ | |
55 | ποίαν αἰτίαν τῶν τῆς πίστεως ἀγαθῶν οὐκ ἀπήλαυσαν. | |
82.164 | Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος (λγʹ.) καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτὸν οὐ καταισχυνθή‐ | |
5 | σεται. Προσπταίειν εἰώθασιν οἱ ἑτέρως τὴν διά‐ νοιαν ἔχοντες, καὶ τὴν ὁδὸν προσκοπεῖν οὐκ ἐθέ‐ λοντες. Τοῦτο πεπόνθασιν Ἰουδαῖοι· περὶ γὰρ δὴ τὰ περιττὰ τοῦ νόμου κεχηνότες, τὸν ὑπὸ τῶν προφητῶν προαγορευθέντα λίθον ἰδεῖν οὐκ ἠθέλησαν, καίτοι | |
10 | σαφῶς ἐκείνων προθεσπισάντων ὡς ὁ τούτῳ πι‐ στεύων, μεγίστων τεύξεται ἀγαθῶν. Τοῦτο γὰρ εἶπεν· Οὐ καταισχυνθήσεται· ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόντων δὲ τῆς ἐλπίδος, αἰσχυνομένων. Οὕτω μετρίως αὐτῶν καθαψάμενος, πάλιν ἣν ἔχει περὶ | |
15 | αὐτοὺς διάθεσιν δείκνυσιν, ἵνα μὴ δυσμενείας δόξαν οἱ ἔλεγχοι λάβωσι. Τὰς γὰρ μείζους κατηγορίας ἐσχάτας ἐφύλαξεν. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, | |
20 | καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν. Εὐδοκίαν ἐνταῦθα τὴν ἐπιθυ‐ μίαν ἐκάλεσε. Καὶ γὰρ ἐπιθυμῶ, φησὶ, καὶ προσ‐ εύχομαι τῆς σωτηρίας αὐτοὺς τυχεῖν. βʹ. Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχου‐ | |
25 | σιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Ἐπαίνῳ τὸν ψόγον συνέζευξεν, οἷόν τινι δελέατι κατακρύπτων τὸ ἄγκι‐ στρον, ἵνα τοῦ λόγου τὸ κέρδος δεκτικὸν αὐτοῖς γέ‐ νηται. γʹ. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, | |
30 | καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἰδίαν δικαιοσύνην τὴν ἄκαιρον τοῦ νόμου προσηγόρευσε φυλακήν· πεπαυμένον γὰρ αὐτὸν φυλάττειν σπου‐ δάζουσι· Θεοῦ δὲ δικαιοσύνην, τὴν κατὰ χάριν διὰ | |
35 | τῆς πίστεως γινομένην ὠνόμασε. Τοῦτο γὰρ ἐπ‐ ήγαγε. δʹ. Τέλος γὰρ νόμου Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Οὐ γὰρ ἐναντία τῷ νόμῳ ἡ εἰς τὸν Κύριον πίστις, ἀλλὰ καὶ μάλα σύμφωνος. | |
40 | Ὁ γὰρ νόμος ἡμᾶς πρὸς τὸν Δεσπότην Χριστὸν ἐποδήγησε. Τὸν τοῦ νόμου τοίνυν πληροῖ σκοπὸν ὁ πιστεύων τῷ Δεσπότῃ Χριστῷ. Καλῶς δὲ πάλιν, παντὶ τῷ πιστεύοντι, τέθεικε. Συμπεριέλαβε γὰρ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν. Κἂν γὰρ Ἕλλην | |
45 | ᾖ, κἂν βάρβαρος, πιστεύσῃ δὲ, τῆς σωτηρίας μετα‐ λαγχάνει. Εἶτα διδάσκει πάλιν νόμου καὶ χάριτος τὴν διαφορὰν, καὶ ἀμφοτέρων εἰσάγει Μωϋσέα τὸν νομοθέτην διδάσκαλον, καί φησι· εʹ. Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ | |
82.164(50) | τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσε‐ ται ἐν αὐτοῖς. Ὁ τὰ τῷ νόμῳ διηγορευμένα πάντα πεπληρωκὼς, καρπὸν ἔχει τῆς φυλακῆς τὴν ζωήν· | |
ἡ δὲ τυχοῦσα παράβασις τὴν τιμωρίαν ἐπάγει. | ||
82.165 | ϛʹ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει. Ἀντὶ τοῦ, περὶ δὲ τῆς ἐκ πίστεως δικαιοσύνης, οὐ Μωσῆς ταῦτα λέγει, ἀλλὰ διὰ Μωσέως ὁ τῶν ὅλων Θεός. | |
5 | Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· (ζʹ, ηʹ.) ἢ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν | |
10 | τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. Περὶ μὲν τοῦ νόμου ταῦτα εἴρηκεν ὁ τῶν ὅλων Θεὸς, διδάσκων Ἰουδαίους, ὡς δίχα πόνων τὴν τῶν πρακτέων διδα‐ σκαλίαν ἐδέξαντο, καὶ οὔτε τῆς εἰς οὐρανοὺς ἀναβά‐ σεως, οὔτε τῆς εἰς τὸν ᾅδην καταβάσεως δέονται. | |
15 | Ἐγγύς σου γὰρ τὸ ῥῆμά ἐστι. Δέδοται γάρ σοι τῶν ποιητέων ἡ γνῶσις. Ὁ μέντοι θεῖος Ἀπόστολος εἰς τὸν περὶ τῆς πίστεως ταῦτα ἐξείληφε λόγον, δι‐ δάσκων ὡς οὐ δεῖ τὴν Δεσποτικὴν οἰκονομίαν περι‐ εργάζεσθαι, ἢ ἀμφιβάλλειν ὡς ὁ μονογενὴς τοῦ Θεοῦ | |
20 | Υἱὸς ἐνηνθρώπησε, καὶ τὸ πάθος καταδεξάμενος ἐπραγματεύσατο τὴν ἀνάστασιν, ἀλλὰ πίστει καρ‐ ποῦσθαι τὴν σωτηρίαν. Ἐγγύς σου γὰρ τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. Εἶτα ἐπάγει· Τουτέστι τὸ ῥῆμα τῆς πίστεως, ὃ | |
25 | κηρύσσομεν. Ὅπερ Μωϋσῆς περὶ τῶν νομικῶν εἴρηκεν ἐντολῶν, τοῦτο ἡμεῖς περὶ τῆς πίστεως λέ‐ γομεν. θʹ, ιʹ. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. | |
30 | Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Ἀμφοτέρων γὰρ χρεία, καὶ πίστεως ἀληθοῦς καὶ βεβαίας, καὶ ὁμο‐ λογίας σὺν παῤῥησίᾳ γινομένης· ἵνα καὶ ἡ καρδία κοσμῆται τῷ ἀναμφιβόλῳ τῆς πίστεως, καὶ ἡ γλῶττα | |
35 | λαμπρύνηται ἀδεῶς κηρύττουσα τὴν ἀλήθειαν. Εἶτα πάλιν ἀναμιμνήσκει τῆς Γραφικῆς μαρτυρίας. ιαʹ. Λέγει γὰρ ἡ Γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. Ἑρμηνεύει δὲ καὶ τὸ Πᾶς. | |
40 | ιβʹ, ιγʹ. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος. Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλου‐ τῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικα‐ λουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πλοῦτον τοῦ Θεοῦ | |
45 | προσηγόρευσε τῶν ἀνθρώπων τὴν σωτηρίαν. Οἶδε γὰρ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν. Ἁρμοδίως δὲ τῇ καρδίᾳ καὶ τῇ γλώττῃ τὰς μαρτυρίας προσήρ‐ μοσε· τῇ μὲν καρδίᾳ τὸ, Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται· τῇ δὲ γλώττῃ· Πᾶς | |
82.165(50) | γὰρ ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σω‐ θήσεται. Εἶτα διδάσκει ὡς ἑκόντες Ἰουδαῖοι τῆς σωτηρίας ἐστέρηνται, προσενεχθὲν τὸ κήρυγμα δέ‐ ξασθαι μὴ θελήσαντες. Ἀλλ’ ἐναργῶς οὐ προσφέρει | |
τὸν ἔλεγχον, ἀλλ’ ἑτέρως μεθοδεύει τὸν λόγον. | ||
82.168 | ιδʹ, ιεʹ. Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπί‐ στευσαν; Πῶς δὲ πιστεύσουσιν, οὗ οὐκ ἤκου‐ σαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; Προσ‐ | |
5 | ήκει, φησὶ, πρότερον πιστεῦσαι, εἶτα ἐπικαλέσασθαι. Ἀδύνατον δὲ πιστεῦσαι τὸν διδασκαλίας οὐκ ἀπολαύ‐ σαντα· ταύτης δὲ τυχεῖν οὐχ οἷόν τε τῶν κηρυτ‐ τόντων οὐκ ὄντων· καὶ τούτους πάλιν ἡ χειροτονία ποιεῖ. Οὕτω ταῦτα ὡς εἰς ἀπολογίαν τεθεικὼς Ἰου‐ | |
10 | δαίων, δι’ αὐτῶν αὔξει τὴν κατ’ ἐκείνων κατηγορίαν· καὶ τελευταῖον πρῶτον τέθεικε, τὸ τῆς τῶν κηρύκων ἀποστολῆς, δεικνὺς ἄνωθεν ταῦτα προτεθεσπισμένα. Καὶ γὰρ ἀκόλουθον ἦν τοῦτο πρὸ τῶν ἄλλων ἐπι‐ δεῖξαι. Δεῖ γὰρ πρῶτον χειροτονηθῆναι τοὺς κήρυ‐ | |
15 | κας, εἶτα κηρύξαι, ἔπειτα τῶν κηρυγμάτων ἀκοῦσαι, καὶ τηνικαῦτα πιστεῦσαι. Φέρει τοίνυν τοῦ Ἡσαΐου τὴν προφητείαν, καί φησιν· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομέ‐ νων τὰ ἀγαθά! Καὶ γὰρ τοῖς ἀποστόλοις ὁ Κύριος | |
20 | ἐνετείλατο εἰς οἰκίαν εἰσιοῦσι λέγειν· «Εἰρήνη τῷ οἴκῳ τούτῳ.» Κατεμήνυον γὰρ τὰς θείας καταλ‐ λαγὰς, εὐηγγελίζοντο δὲ καὶ τῶν ἀγαθῶν τὴν ἀπό‐ λαυσιν. Τούτων τοὺς πόδας ὡραίους ἀποκαλεῖ, ὡς τὸν καλὸν τρέχοντας δρόμον, ὡς ὑπὸ τῶν Δεσποτι‐ | |
25 | κῶν ἀπονιφθέντας χειρῶν. Οὕτω τὴν περὶ τῶν κηρύκων μαρτυρίαν παραγαγὼν, κατ’ ἐρώτησιν λέγει· ιϛʹ. Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγε‐ λίῳ; Εἶτα κατὰ ἀπόκρισιν· Ἠσαΐας λέγει· Κύ‐ | |
30 | ριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Οὐδὲ τοῦτο, φησὶν, ἐσίγησεν ἡ θεία Γραφὴ, ἀλλὰ καὶ τοῦτο ἄνω‐ θεν διὰ Ἡσαΐου προείρηκεν ὁ Θεός. Εἶτα συλλογι‐ στικῶς· ιζʹ. Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ | |
35 | ῥήματος Θεοῦ. Οὐκοῦν ὁ ἀπιστῶν, τοῖς θείοις λο‐ γίοις διαπιστεῖ· καὶ ὁ πιστεύων θεῖα δεχόμενος ῥή‐ ματα, καρπὸν προσφέρει τῆς ἀκοῆς, τὴν πί‐ στιν. ιηʹ. Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Καὶ τοῦτο | |
40 | πάλιν κατ’ ἐρώτησιν ἀναγνωστέον. Εἶτα κατὰ ἀπόκρι‐ σιν· Μενοῦν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐ γος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Πῶς γὰρ οἷόν τε ἦν Ἰουδαίους μὴ ἀκοῦσαι τῶν κατὰ τὴν οἰκουμένην ἀκηκοότων | |
45 | ἐθνῶν; Πρώτοις γὰρ αὐτοῖς τῆς ἀληθείας οἱ κήρυ‐ κες προσήνεγκαν τὰ κηρύγματα. Καὶ γὰρ αὐτὸς ὁ Κύριος πρὸς αὐτοὺς ἔφη· «Πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· «Ὑμῖν ἦν ἀναγ‐ | |
82.168(50) | καῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ.» Ὁ | |
82.169 | δὲ θεῖος Ἀπόστολος ἐπέμεινε τῷ σχήματι, διὰ τῆς ἐρωτήσεως καὶ ἀποκρίσεως σαφέστερον ἀποφαί‐ νων τὸν λόγον. Πάλιν γὰρ κατ’ ἐρώτησιν ἀναγνω‐ στέον· | |
5 | ιθʹ. Ἀλλὰ λέγω· Μὴ οὐκ ἔγνω Ἰσραήλ; Τὰ δὲ ἑξῆς κατὰ ἀπόκρισιν· Πρῶτος Μωσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυν‐ έτῳ παροργιῶ ὑμᾶς. Ἀσυνέτους δὲ ἡμᾶς προσ‐ ηγόρευσε, τὴν πρὸ τῆς πίστεως ἡμῶν ἀφροσύνην | |
10 | ἐπιδεικνύς. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἦμεν γὰρ καὶ ἡμεῖς ποτε ἀνόητοι, ἀπειθεῖς, πλα‐ νώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποι‐ κίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.» Ταύτῃ διαφερόντως ἠνίασεν | |
15 | Ἰουδαίους ὁ Θεός. Οὐδὲ γὰρ αὐτοὺς οὕτως ἀλγύνει ἡ δουλεία, καὶ ἡ διασπορὰ, καὶ ἡ τοῦ ναοῦ ἐρημία, ὡς ἡ τῶν ἐθνῶν εὐσέβειά τε καὶ περιφάνεια. κʹ. Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ | |
20 | μὴ ἐπερωτῶσιν. Ἔδειξε κατὰ ταυτὸν καὶ τῆς τῶν ἐθνῶν θεογνωσίας τὴν πρόῤῥησιν, καὶ τὴν Ἰουδαίων μιαιφονίαν. Τὸ γὰρ, ἀποτολμᾷ, τοῦτο δηλοῖ. Οὐκ ἔδεισε, φησὶ, φονῶντας Ἰουδαίους, καὶ μεμηνότας, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε | |
25 | σωτηρίαν. Προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. καʹ. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Τὸ δὲ, ὅλην τὴν ἡμέ‐ | |
30 | ραν, τὸ διηνεκὲς λέγει. Τοῦτο γὰρ καὶ ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, πᾶσαν ἡμέραν, ἡρμήνευσαν. Οὕτω δείξας τοὺς θαυμασίους προφήτας, καὶ Ἰουδαίων κατηγοροῦντας, καὶ τὴν τῶν ἐθνῶν προκηρύττοντας πίστιν, δοκεῖ μὲν αὐτοῖς διὰ τῶν ἑξῆς ψυχαγωγίαν | |
35 | προσφέρειν, αὔξει δὲ τὴν τῶν ἀπίστων κατηγο‐ | |
ρίαν. | ||
82.172 | ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. Λέγω οὖν· Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ; Μὴ γένοιτο. Εἶτα τὴν τούτου ἀπόδειξιν ἐξ ἑτέρων πολλῶν δυνάμενος παρασχεῖν, καὶ ἀγαγεῖν | |
5 | εἰς μέσον τούς τε ἐν Ἱεροσολύμοις πεπιστευκότας τρισχιλίους, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, καὶ τοὺς κατὰ τὴν οἰκουμένην ἐξ Ἰουδαίων δεξαμένους τὸ κήρυγμα, ἀντὶ τούτων πάντων ἑαυτὸν ἐπιδείκνυσι, καί φησι· | |
10 | Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. (βʹ.) Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, ὃν προέγνω. Εἰ γὰρ ἀπ‐ ώσατο, εἷς ἂν ἦν τῶν κατηγορουμένων κἀγώ. Ἐξ ἐκείνης γὰρ κἀγὼ τῆς ῥίζης ἐβλάστησα, καὶ τὸν | |
15 | Ἀβραὰμ αὐχῶ πρόγονον, καὶ τὸν Βενιαμὶν φύλ‐ αρχον, καὶ τῇ τοῦ Ἰσραὴλ προσηγορίᾳ σεμνύνομαι. Καλῶς δὲ καὶ, ὃν προέγνω, προστέθεικε, τουτέστι τοὺς τῆς θεογνωσίας ἀξίους, τοὺς τῆς πίστεως δε‐ ξαμένους τὴν αἴγλην. Τοῦτο γὰρ μετὰ ταῦτα δι‐ | |
20 | δάσκει. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφὴ, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ; (γʹ, δʹ.) Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Κἀγὼ ὑπελείφθην | |
25 | μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Καὶ κατ’ ἐκεῖνον, φησὶ, τὸν καιρὸν πολλαὶ μυριάδες ἦσαν τοῦ Ἰσραὴλ, καὶ πάντες Ἰσραὴλ ὠνο‐ | |
30 | μάζοντο· ἀλλ’ ὁ τῶν ὅλων Θεὸς τῶν ἑπτακισχιλίων ἑαυτὸν Θεὸν προσηγόρευσε, τοὺς δὲ ἄλλους ἀπεδοκί‐ μασεν ἅπαντας. Κατέλιπον γὰρ ἐμαυτῷ, ἔφη, ἑπτα‐ κισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Ὁ μέντοι Προφήτης καὶ τοῦτο ἠγνόει, καὶ | |
35 | ἐν αὑτῷ μόνῳ τὰ λείψανα σεσῶσθαι τῆς εὐσεβείας ἐνόμιζεν. Οὐδὲν οὖν καινὸν, ἢ παράδοξον, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε τοὺς ἐξ ὑμῶν τῷ Σωτῆρι πεπιστευ‐ κότας, οὓς λαὸν ὁ τῶν ὅλων προσαγορεύει Θεός. Εἰς καιρὸν δὲ τὸν μέγαν Ἠλίαν εἰς μέσον ἤγαγε, | |
40 | τὴν κατ’ ἐκείνων πεποιημένον γραφὴν, ὡς οὐ μόνον τοὺς προφήτας ἀνελόντων, ἀλλὰ καὶ τὰ θυσιαστήρια ἐκ βάθρων ἀνασπασάντων. Δῶμεν γὰρ ὅτι δυσμενῶς περὶ τοὺς προφήτας διέκειντο, ὡς τὰ σκυθρωπὰ προ‐ θεσπίζοντας· τί τοῖς θείοις εἶχον ἐγκαλεῖν θυσιαστη‐ | |
45 | ρίοις; ἀλλ’ ἐδήλωσαν δι’ ὧν ἐτόλμησαν, ὡς τὸν τού‐ των ἐμίσουν Θεόν. Ὁ μέντοι θεῖος Ἀπόστολος ἐκ τῆς Γραφικῆς μαρτυρίας ἐπὶ τὸν οἰκεῖον μεταβαίνει λόγον, καί φησιν· εʹ, ϛʹ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα | |
82.172(50) | κατ’ ἐκλογὴν χάριτος γέγονεν. Εἰ δὲ χάριτι, οὐκ‐ έτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον | |
οὐκέτι ἐστὶν ἔργον. Καθάπερ τότε, φησὶν, ἀπὸ | ||
82.173 | μυριάδων ἀπείρων ἑπτακισχίλιοι κατελείφθησαν μόνον τῆς ἀσεβείας ἐλεύθεροι· οὕτω καὶ νῦν πλείους μὲν οἱ ἀπιστήσαντες, ἐλάττους δὲ οἱ πιστεύσαντες, καὶ τῆς θείας χάριτος ἀπολαύσαντες. Οὐ γὰρ ἡ κατὰ | |
5 | νόμον αὐτοὺς ἐδικαίωσε πολιτεία (τοῦτο γὰρ λέγει, ἐξ ἔργων), ἀλλ’ ἡ τοῦ Θεοῦ διέσωσε χάρις. Διὰ τοῦτο καὶ χάρις ἡ σωτηρία καλεῖται, ἐπειδὴ κατὰ θείαν φιλοτιμίαν γεγένηται. Τοῦτο καὶ ἐν τοῖς κατὰ τὸν πατριάρχην Ἀβραὰμ φησί· «Τῷ δὲ ἐργαζομένῳ ὁ | |
10 | μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφεί‐ λημα.» ζʹ. Τί οὖν; Ἐνταῦθα ὑποστικτέον· κατ’ ἐρώτησιν γὰρ κεῖται, ἀντὶ τοῦ· Τί τοίνυν ἔστιν εἰπεῖν; Εἶτα κατὰ ἀπόκρισιν τὰ λοιπά· Ὃ ἐπιζητεῖ Ἰσραὴλ, | |
15 | τούτου οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν. —Ἐκλογὴν τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ. Λέγει δὲ τοῦτο· Ὁ Ἰσραὴλ τῷ νόμῳ προστετηκὼς διήμαρτε τοῦ σκοποῦ· παρανόμως γὰρ νῦν φυλάττει τὸν νόμον, καὶ δικαιο‐ | |
20 | σύνην οὐδεμίαν καρποῦται. Οἱ δὲ ἐξ αὐτῶν πεπι‐ στευκότες ἐπέτυχον· οἱ δὲ λοιποὶ ἐπωρώθησαν· ἀντὶ τοῦ, σκληροτέραν ἡ ἀπιστία τὴν καρδίαν αὐτῶν ἀπειργάσατο. Δείκνυσι δὲ καὶ τοῦτο ἄνωθεν προ‐ ηγορευμένον. | |
25 | ηʹ. Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. Τὸ ἔδωκεν, ὡς τὸ παρέδωκεν, ἀντὶ τοῦ συνεχώρησεν· οὐ γὰρ ὁ Θεὸς αὐτοὺς παρεσκεύασεν ἀπιστῆσαι· | |
30 | πῶς γὰρ οἷόν τε καὶ αὐτὸν αὐτοῖς ἐνθεῖναι τὴν ἀπι‐ στίαν, καὶ αὐτὸν δίκας ὑπὲρ ταύτης εἰσπρᾶξαι; Τοῦτο καὶ ὁ Προφήτης σαφέστερον ἐδίδαξεν· «Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν.» | |
35 | Οὐκ ἄλλος τοίνυν αὐτοὺς ἐτύφλωσεν, ἀλλ’ αὐτοὶ τοὺς ὀφθαλμοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠθέλησαν. Πνεῦμα δὲ κατανύξεως τὴν ἀμετάβλητον ἐκάλεσε γνώμην. Ὥσπερ γὰρ ὁ τὴν ἐπαινουμένην ἔχων κατά‐ νυξιν, τὴν ἐπὶ τὸ χεῖρον τροπὴν οὐκ εἰσδέχεται· | |
40 | οὕτως ὁ παντελῶς ἑαυτὸν ἐκδοὺς τῇ πονηρίᾳ, τὴν ἐπὶ τὸ κρεῖττον οὐχ αἱρεῖται μεταβολήν. θʹ, ιʹ. Καὶ Δαβὶδ λέγει· Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς. | |
45 | Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέ‐ πειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμ‐ ψον. Τράπεζαν δὲ τὴν τρυφὴν προσηγόρευσεν, ἣν εἰς τοὐναντίον μεταβληθήσεσθαι προεθέσπισε. ιαʹ. Λέγω οὖν· Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ | |
82.173(50) | γένοιτο. Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτη‐ ρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. | |
Τούτοις γὰρ πρώτοις οἱ ἐξ αὐτῶν πεπιστευκότες | ||
82.176 | προσήνεγκαν τὸ σωτήριον κήρυγμα· ἀντειπόντων δὲ τούτων, καὶ τὴν διδασκαλίαν οὐ δεξαμένων, τοῖς ἔθνεσι τὸ θεῖον προσήνεγκαν Εὐαγγέλιον· οἱ δὲ πι‐ στεύσαντες, τῆς σωτηρίας ἀπήλαυσαν. Ἱκανὸν δὲ | |
5 | τοῦτο παρακνίσαι τῶν. Ἰουδαίων τοὺς ἀντιλέγοντας, καὶ εἰς ζῆλον ἐρεθίσαι, καὶ προξενῆσαι τῆς σωτηρίας τὴν μετουσίαν. Ὁρῶσι γὰρ τοὺς ἐσχάτους πρώτους γεγενημένους. ιβʹ. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κό‐ | |
10 | σμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Εἰ γὰρ τῶν πλειόνων ἀπιστησάντων, οἱ ἐξ αὐτῶν πεπιστευκότες τοῖς ἔθνεσι τῆς θεογνωσίας τὸν πλοῦτον προσήνεγκαν, δηλονότι πάντες πιστεύσαντες μειζόνων ἀγαθῶν πᾶσιν ἀνθρώ‐ | |
15 | ποις ἐγένοντο ἂν πρόξενοι. Ῥᾷον γὰρ ἐπίστευον πάν‐ τες, οὐκέτι τούτων ἀντιλεγόντων, ἀλλὰ μεθ’ ἡμῶν τὴν ἀλήθειαν κηρυττόντων. Ἐντεῦθεν τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι προσφέρει παραίνεσιν, μετρίῳ κεχρῆ‐ σθαι συμβουλεύων φρονήματι· δύο κατὰ ταυτὸν | |
20 | μηχανώμενος· καὶ τούτων τὴν ὀφρὺν καταστέλλων, καὶ δεδοικέναι παρασκευάζων· καὶ Ἰουδαίους εἰς τὴν τῆς πατρῴας κληρονομίας κοινωνίαν τρέπων Ἄρχεται δὲ οὕτως· ιγʹ, ιδʹ. Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν· Ἐφ’ | |
25 | ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν δια‐ κονίαν μου δοξάζω. Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ἐπειδή με τῶν ἐθνῶν ὁ Θεὸς προὐβάλετο κήρυκα, ἀναγκαίως τὴν σωτηρίαν τῶν ἐθνῶν πραγματεύομαι, καὶ τοὺς | |
30 | ὑπὲρ τούτων ποιοῦμαι λόγους, καὶ τοὺς θείους προ‐ φήτας ἄνωθεν ταῦτα δείκνυμι προθεσπίσαντας· ἵνα ταύτῃ γοῦν Ἰουδαίους εἰς ζῆλον ἐρεθίσω, καί τινας ἐξ αὐτῶν μεταλαχεῖν παρασκευάσω τῆς σωτηρίας. Σάρκα γὰρ αὑτοῦ τοὺς Ἰουδαίους λέγει ὡς κατὰ | |
35 | μὲν τὸ φρόνημα ἀλλοτρίους ὄντας, μόνης δὲ αὐτῷ κοινωνοῦντας τῆς συγγενείας. ιεʹ. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κό‐ σμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Εἰ γὰρ τούτων ἀπιστησάντων, φησὶ, προσελήφθη τὰ | |
40 | ἔθνη, καὶ τῆς προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστα‐ σιν. Τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη· «Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη | |
45 | εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ τέλος.» Εἰδέναι μέντοι χρὴ, ὡς ταῦτα ὁ θεῖος Ἀπόστολος εἴρηκεν, οἰκονομικῶς κατασκευάζων τὸν λόγον· καὶ τούς τε ἐξ ἐθνῶν πεπιστευκότας μετριοφρονεῖν ἐκπαιδεύων, καὶ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων χεῖρα ὀρέγων, καὶ | |
82.176(50) | τὴν ἐκ τῆς μεταμελείας ὑποδεικνὺς σωτηρίαν. Καὶ τοῦτο τὰ ἑξῆς διδάσκει σαφέστερον. | |
ιϛʹ—ιηʹ. Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· | ||
82.177 | καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐν‐ εκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου· μὴ | |
5 | κατακαυχῶ τῶν κλάδων. —Ἀπαρχὴν καλεῖ τὸν Δεσπότην Χριστὸν κατὰ τὴν ἀνθρωπείαν φύσιν· ῥίζαν δὲ, τὸν πατριάρχην Ἀβραάμ· κλάδους δὲ ἐλαίας, τὸν τῶν Ἰουδαίων λαὸν, ὡς ἐκεῖθεν βλαστή‐ σαντα· πιότητα δὲ ἐλαίας, τὴν τῆς εὐσεβείας διδα‐ | |
10 | σκαλίαν. Παρακελεύεται τοίνυν τοῖς ἐξ ἐθνῶν πεπι‐ στευκόσι, τῶν ἀπιστησάντων Ἰουδαίων μὴ κατεπαί‐ ρεσθαι· τούτους γὰρ ὀνομάζει κλάδους ἀποκλα‐ σθέντας. Σκοπήσατε δὲ, φησὶν, ὅτι ὑμεῖς ἐξ ἑτέρας συγγενείας ὁρμώμενοι εἰς ταύτην ἐνεκεντρίσθητε, | |
15 | καὶ τῆς εὐσεβοῦς ῥίζης ἐδέξασθε τὴν πιότητα. Εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ. Λογίζου δὲ καὶ τοῦτο, ὅτι σὲ ἡ ῥίζα φέρει, οὐ σὺ τὴν ῥίζαν· καὶ σὺ ἐκείνης δέῃ, οὐκ ἐκείνη σοῦ. | |
20 | ιθʹ, κʹ. Ἐρεῖς οὖν· Ἐξεκλάσθησαν οἱ κλά‐ δοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. Κἀκείνους ἡ ἀπιστία τῆς ῥίζης ἀλλοτρίους ἀπέφηνε, καὶ σὲ ἡ πίστις | |
25 | συνῆψε τῇ ῥίζῃ, καὶ τῆς ταύτης πιότητος μετα‐ λαχεῖν παρεσκεύασε. Προσήκει σε τοίνυν μὴ μέγα φρονεῖν, ἀλλὰ δεδιέναι καὶ τρέμειν. Διὰ τί; καʹ. Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσεται. Εἰ γὰρ ἐκεί‐ | |
30 | νους οὐδὲν ὤνησεν ἡ τῆς φύσεως οἰκειότης, ἐπειδὴ τὴν αὐτὴν οὐκ ἔσχον προαίρεσιν· πολλῷ μᾶλλον σὺ μὴ φυλάξας τὴν χάριν, γενήσῃ τῆς ῥίζης ἀλλό‐ τριος. κβʹ. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· | |
35 | ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Ὅρα νῦν ὅπως μὲν ἐκείνους ἀπέτεμεν ὁ Θεὸς, τὴν τῶν προγόνων οὐ ζηλώσαντας πίστιν· ὅπως δὲ σὲ φιλανθρωπίας ἠξίωσε, καὶ ῥίζης | |
40 | ἀλλοτρίας ἀπέφηνε κοινωνὸν, ἧς ἀλλότριος ᾖ πάντως τὴν δοθεῖσαν οὐ φυλάξας δωρεάν. κγʹ. Καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπι‐ στίᾳ ἐγκεντρισθήσονται. Πρέπει γὰρ τῇ τοῦ Θεοῦ δικαιοσύνῃ, καὶ σὲ παρ’ ἐλπίδα τῆς ἐκείνων ῥίζης | |
45 | ἀξιωθέντα, εἶτα τὴν δοθεῖσαν μὴ φυλάξαντα χάριν, χωρίσαι πάλιν τῆς ῥίζης· καὶ τούτους τῆς ἀπιστίας ἀπαλλαγέντας, αὖθις ἐκείνῃ συνάψαι. Καλῶς δὲ καὶ ἐπὶ τούτων τὸ, ἐγκεντρισθήσονται, τέθεικεν, ὡς τῆς ἀπιστίας αὐτοὺς παντελῶς χωρισάσης, καὶ τῆς πί‐ | |
82.177(50) | στεως παραπλησίως τοῖς ἔθνεσι συναπτούσης τῇ ῥίζῃ. Δυνατὸς γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐ‐ | |
τούς. Τῇ τοῦ Θεοῦ δυνάμει τὴν τοῦ πράγματος εὐ‐ | ||
82.180 | κολίαν ἐπέδειξε, καὶ τίθησι παράδειγμα, οὔτε ἀλλό‐ τριον, οὔτε παλαιὸν, ἀλλ’ οἰκεῖον καὶ νέον. Αὐτοὺς γὰρ εἰς μαρτυρίαν τούτου καλεῖ, καί φησι· κδʹ. Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης | |
5 | ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Εἰ σὺ ἀγριέλαιος ὢν (οὐ γὰρ ἔσχες γεωργοῦντα τὸν νόμον, οὐδὲ τοὺς προφήτας ἄρδοντας, καὶ καθαίροντας, καὶ τὴν | |
10 | προσήκουσάν σου ἐπιμέλειαν ποιουμένους), τῶν μὲν δυσσεβῶν ἐχωρίσθης προγόνων τε καὶ συγγενῶν, τῆς δὲ τοῦ Ἀβραὰμ πίστεως κοινωνὸς ἀπεφάνθης, καὶ τοῦτον αὐχεῖς ῥίζαν, καὶ πατέρα, καὶ πρόγονον, οὐ κατὰ φύσιν νόμου, ἀλλὰ διὰ τὴν θείαν φιλοτιμίαν· | |
15 | πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ φυσικώτερον οὗτοι πιστεύσαντες τῇ οἰκείᾳ συναφθήσονται ῥίζῃ. Ταῦτα δὲ, ὡς ἔφην, λέγει, καὶ τοὺς ἐξ ἐθνῶν πεπι‐ στευκότας μετριάζειν διδάσκων, καὶ τοὺς ἀπιστή‐ σαντας τῶν Ἰουδαίων εἰς σωτηρίαν προτρέπων. | |
20 | Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς. κεʹ. Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρό‐ νιμοι. Μυστήριόν ἐστι τὸ μὴ πᾶσι γνώριμον, ἀλλὰ μόνοις τοῖς θαῤῥουμένοις. Λέγει τοίνυν, ὅτι Βούλο‐ | |
25 | μαι ὑμᾶς μαθεῖν ὅπερ οἴδαμεν περὶ τῶν προκειμένων μυστήριον, ἵνα μὴ σφόδρα ἡγούμενοι ἑαυτοὺς συν‐ ετοὺς, ὑψηλὸν ἐντεῦθεν εἰσδέξησθε φρόνημα. Τί δὲ τὸ μυστήριον; Ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσ‐ ραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν | |
30 | εἰσέλθῃ, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Τὸ ἀπὸ μέρους τέθεικε, διδάσκων ὡς οὐ πάντες ἠπί‐ στησαν· πολλοὶ γὰρ καὶ ἐξ ἐκείνων ἐπίστευσαν. Παρεγγυᾷ δὲ μὴ τῶν ἄλλων ἀπαγορεῦσαι τὴν σω‐ τηρίαν· τῶν γὰρ ἐθνῶν δεξαμένων τὸ κήρυγμα, | |
35 | πιστεύσουσι κἀκεῖνοι, Ἠλία τοῦ πάνυ παραγενο‐ μένου, καὶ τῆς πίστεως αὐτοῖς τὴν διδασκαλίαν προσφέροντος. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ἠλίας ἔρχεται, καὶ ἀποκατα‐ στήσει πάντα.» Τέθεικε δὲ καὶ τὴν προφητικὴν | |
40 | μαρτυρίαν. κϛʹ, κζʹ. Καθὼς γέγραπται· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφ‐ έλωμαι τὰς ἁμαρτίας αὐτῶν. Εἰ ἡ κατὰ νόμον πολι‐ | |
45 | τεία δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὐτὴν ὁ προφητικὸς προεθέσπισε λόγος. Εἰ δὲ κολάζει μὲν ὁ νόμος τοὺς παραβαίνοντας, ἀεὶ δὲ παρανομίαν ἐν‐ εκλήθησαν Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτί‐ σματος χορηγουμένην ἄφεσιν ὁ λόγος δηλοῖ. Πάντα | |
82.180(50) | δὲ Ἰσραὴλ καλεῖ τοὺς πιστεύοντας, εἴτε ἐξ Ἰουδαίων εἶεν, τὴν φυσικὴν συγγένειαν πρὸς τὸν Ἰσραὴλ ἔχον‐ τες, εἴτε ἐξ ἐθνῶν, κατὰ τὴν τῆς πίστεως συγγέ‐ | |
νειαν αὐτῷ συναπτόμενοι. | ||
82.181 | κηʹ. Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι’ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέ‐ ρας. Ὅταν εἰς ὑμᾶς ἀποβλέψω, ὧν τὴν διδασκαλίαν ἐνεχειρίσθην, ἐχθροὺς ἐκείνους ὑπολαμβάνω καὶ | |
5 | δυσμενεῖς, πάντα εἰς ὑμετέραν βλάβην ἐργαζομένους. Ὅταν δέ γε εἰς τοὺς προγόνους ἀπίδω, καὶ λογίσω‐ μαι ὡς ἐκείνους ἐξ ἁπάσης τῆς οἰκουμένης ὁ Θεὸς ἐξελέξατο, στέργω δι’ ἐκείνους καὶ τούτους. κθʹ. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ | |
10 | κλῆσις τοῦ Θεοῦ. Ταῦτα πάντα εἰς προτροπὴν λέγει τῶν Ἰουδαίων. Ὅτι γὰρ ἃ δίδωσι ὁ Θεὸς ἀγαθὰ, πάλιν λαμβάνει, ὅταν ἴδῃ τοὺς εἰληφότας ἀχαριστίαν νοσοῦντας, μάρτυς ὁ Σαοὺλ πνευματικῆς χάριτος ἀπολαύσας, εἶτα ταύτης ἔρημος μετὰ ταῦτα γεγενη‐ | |
15 | μένος. Καὶ ὁ Σολομὼν δὲ ὡσαύτως, εἰρήνης ἀπολαύ‐ σας διὰ τὴν θείαν φιλοτιμίαν, μετὰ τὴν παράβασιν ἐγυμνώθη τῆς χάριτος. Καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι, προφητικῆς ἐπιμελείας διηνεκῶς ἀπολαύσαντες, ἐπὶ τοῦ παρόντος τῆς κηδεμονίας ταύτης ἐστέρηνται. | |
20 | Τοῦτο καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι πρὸ βραχέος ἠπείλησεν. Ἐὰν ἐπιμείνῃς γὰρ, φησὶ, τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. λʹ, λαʹ. Ὥσπερ γὰρ καὶ ὑμεῖς πο‐ τὲ ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τού‐ | |
25 | των ἀπειθείᾳ· οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν. Ἀναμνή‐ σθητε δὲ, ὡς ἅπαντες ἐπὶ πλεῖστον ἠσεβήσατε χρόνον, καὶ οὐκ ἀπέβλεψεν ὁ φιλάνθρωπος Δεσπότης εἰς τὴν μακρὰν ἐκείνην καὶ χαλεπὴν ἀσέβειαν, ἀλλὰ τῆς | |
30 | ἀῤῥήτου φιλανθρωπίας τοὺς βουληθέντας ἠξίωσε, καὶ τούτων ἀπιστησάντων, ὑμᾶς ἀντὶ τούτων ἐκάλεσεν. Οὐδὲν τοίνυν ἀπεικὸς, καὶ τοὺς νῦν ἀντιλέγοντας δεχθῆναι παρὰ τοῦ Θεοῦ πιστεῦσαι θελήσαντας, καὶ τῆς αὐτῆς φιλανθρωπίας τυχεῖν. Τὸ δὲ ἵνα πάλιν | |
35 | κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν. Οὐδὲ γὰρ διὰ τοῦτο ἠπείθησαν, ἵνα ἐλεηθῶσιν· ἀλλ’ ἠπείθησαν μὲν διὰ τὸ τῆς διανοίας ἀντίτυπον, ἐλεηθήσονται δὲ μεταμε‐ λείᾳ χρησάμενοι. λβʹ. Συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς | |
40 | ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. Τὸ, συνέκλει‐ σεν, ἀντὶ τοῦ, ἤλεγξε, τέθεικεν. Ἤλεγξε δὲ καὶ τὰ ἔθνη, καὶ φυσικὴν εἰληφότα διάγνωσιν, καὶ τὴν κτίσιν ἐσχηκότα θεογνωσίας διδάσκαλον, καὶ μήτε ἐντεῦθεν, μήτε ἐκεῖθεν ὠφέλειαν εἰσδεξάμενα. Ἤλεγξε δὲ καὶ | |
45 | Ἰουδαίους πλείονος μὲν διδασκαλίας τετυχηκότας· πρὸς γὰρ τῇ φύσει, καὶ τῇ κτίσει, καὶ νόμον ἐδέξαν‐ το, καὶ προφήτας τὸ δέον παιδεύοντας· καὶ μείζοσι τιμωρίαις ὑπευθύνους γεγενημένους· ἀλλ’ ὅμως καὶ τούτους κἀκείνους πανωλεθρίας ὄντας ἀξίους, τῆς | |
82.181(50) | σωτηρίας ἠξίωσε, πιστεῦσαι μόνον θελήσαντας. Ταῦτα διεξελθὼν, καὶ θεασάμενος τῆς θείας φιλανθρωπίας τὴν ἄβυσσον, καὶ τὸ τῆς σοφίας ἀνέφικτον, ἐβόησεν· | |
λγʹ. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως | ||
82.184 | Θεοῦ! Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς ταῦτα προέγνω, καὶ προγνοὺς σοφῶς ᾠκονόμησε, καὶ οἰκονομῶν τῆς φιλανθρωπίας τὸν πλοῦτον ὑπέδειξεν. Ὡς ἀνεξ‐ ερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι | |
5 | αἱ ὁδοὶ αὐτοῦ! Ὑπερβαίνει δὲ τὸν νοῦν τὸν ἀνθρώ‐ πινον τῶν θείων οἰκονομιῶν ὁ λόγος, οὐδὲ ταῖς ἀο‐ ράτοις δυνάμεσιν ἐφικτὴ τοῦ Θεοῦ τῶν ὅλων ἡ προ‐ μήθεια. λδʹ, λεʹ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμ‐ | |
10 | βουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Τὰ τρία ταῦτα πρὸς τὰ τρία τέθεικε, τὸν πλοῦτον, καὶ τὴν σοφίαν, καὶ τὴν γνῶσιν· τὸ μὲν, Τίς ἔγνω νοῦν Κυρίου, πρὸς τὴν γνῶσιν· τὸ δὲ, Τίς σύμβουλος αὐτοῦ ἐγένετο, | |
15 | πρὸς τὴν σοφίαν· τὸ δὲ, Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ, πρὸς τὸν πλοῦτον. Οὕτω γὰρ ἀμέτρητος ὁ τῆς ἀγαθότητος πλοῦτος, ὅτι καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δέδωκε, καὶ τοῖς γεγονόσι τὸ εὖ εἶναι χαρίζεται· καὶ οὐκ ἀντιδίδωσιν, ἀλλὰ δίδωσι | |
20 | τὰ ἀγαθά. Φιλάνθρωπος δὲ ὢν, ἀντίδοσιν τὴν δόσιν καλεῖ. λϛʹ. Ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Αὐτὸς γὰρ τὰ πάντα πεποίηκεν, αὐτὸς τὰ γεγονότα | |
25 | διατελεῖ κυβερνῶν. Εἰς αὐτὸν ἀφορᾷν ἅπαντας προσ‐ ήκει, ὑπὲρ μὲν τῶν ὑπαρξάντων χάριν ὁμολογοῦντας, αἰτοῦντας δὲ τὴν ἔπειτα προμήθειαν. Αὐτῷ δὲ χρὴ καὶ τὴν προσήκουσαν ἀναπέμπειν δοξολογίαν. Ἔδειξε δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς οὐκ οἶδε τῆς ἐξ | |
30 | οὗ καὶ τῆς δι’ οὗ προθέσεως διαφορὰν, καὶ τὴν μὲν, ὡς μεῖζόν τι σημαίνουσαν, προσήκουσαν τῷ Πατρί· τὴν δὲ, ὡς ἔλαττόν τι διδάσκουσαν, ἁρμόττουσαν τῷ Υἱῷ. Ἀμφοτέρας γὰρ ἐφ’ ἑνὸς προσώπου τέθει‐ κεν. Ὅπερ εἴτε τοῦ Πατρὸς εἴποιεν εἶναι οἱ τὰ | |
35 | Ἀρείου φρονοῦντες καὶ Εὐνομίου, εὑρήσουσι τῇ ἐξ οὗ καὶ τὴν δι’ οὗ συζευγνυμένην· εἴτε τῷ Υἱῷ προσαρμόσαιεν, ὄψονται τῇ δι’ οὗ καὶ τὴν ἐξ οὗ συνημμένην. Εἰ δὲ ἡ μὲν ἐξ οὗ μεῖζόν τι σημαίνει, ἡ δὲ δι’ οὗ τὸ ἔλαττον, ἀμφότεραι δὲ ἐφ’ ἑνὸς κεῖνται | |
40 | προσώπου· ὁ αὐτὸς ἄρα ἑαυτοῦ μείζων μὲν διὰ τὴν ἐξ οὗ, ἐλάττων δὲ διὰ τῆς δι’ οὗ εἰκότως ἂν νοηθῇ. Ἡμεῖς δὲ τούτους ἐπὶ τοῦ παρόντος κατα‐ λιπόντες, τὸν ἡμέτερον Δημιουργόν τε καὶ Σωτῆρα δοξάσωμεν· ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν | |
45 | αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ. Τὸ μὲν κεφάλαιον τῶν ἀγαθῶν, καὶ ἡ κρηπὶς ἡ ἀληθὴς, ἡ περὶ τῆς θείας φύσεως γνῶσις, καὶ ἡ περὶ ταύτην πίστις τε καὶ διάθεσις. Ὅπερ γάρ ἐστιν | |
82.184(50) | ὀφθαλμὸς ἐν σώματι, τοῦτο τῇ ψυχῇ πίστις, καὶ τῶν θείων ἡ γνῶσις. Δεῖται δὲ ὅμως αὕτη τῆς πρα‐ κτικῆς ἀρετῆς, καθάπερ ὁ ὀφθαλμὸς χειρῶν, καὶ ποδῶν, καὶ τῶν ἄλλων μορίων τοῦ σώματος. Τούτου δὲ χάριν ὁ θεῖος Ἀπόστολος τοῖς δογματικοῖς λόγοις | |
55 | καὶ τὴν ἠθικὴν διδασκαλίαν προστέθεικε, τὴν τελεω‐ | |
82.185 | τάτην κατασκευάζων ἐν ἡμῖν ἀρετήν. Διὰ γὰρ δὴ Ῥωμαίων πᾶσιν ἀνθρώποις τὴν ὠφέλειαν προσήνεγ‐ κεν. Ἄρχεται δὲ οὕτως· ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. | |
5 | αʹ. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰ‐ κτιρμῶν τοῦ Θεοῦ. Νόμους τίθησι, καὶ κρύπτει τὴν ἐξουσίαν, καὶ μεθ’ ἱκετηρίας τὴν διδασκαλίαν προσ‐ φέρει, καὶ τῆς θείας φιλανθρωπίας ἀναμιμνήσκει, περὶ ἧς ἐν τοῖς πρόσθεν μακροὺς ἀπέτεινε λόγους. | |
10 | Τί δὲ παρακαλεῖς; Παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Καὶ ἤδη προέτρεψεν ὅπλα δικαιοσύνης ἀπο‐ φῆναι τὰ μέλη, καὶ παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ | |
15 | ὡσεὶ ἐκ νεκρῶν ζῶντας. Ἐνταῦθα δὲ καὶ θυσίαν γε‐ νέσθαι ταῦτα παρακαλεῖ, καὶ ζῶσαν τὴν θυσίαν καλεῖ. Οὐ γὰρ σφαγῆναι κελεύει τὰ σώματα, ἀλλ’ εἶναι τῇ ἁμαρτίᾳ νεκρὰ, καὶ μηδεμίαν ἐκείνης ἐνέργειαν δέ‐ χεσθαι. Ἁγίαν δὲ, καὶ λογικὴν, καὶ εὐάρεστον τὴν | |
20 | θυσίαν ταύτην ὠνόμασε, ταῖς τῶν ἀλόγων ἱερουρ‐ γίαις παρεξετάζων, καὶ δεικνὺς ταύτῃ τὸν Δεσπότην Θεὸν ἀρεσκόμενον. Διὰ πάντων γὰρ, ὡς ἔπος εἰπεῖν τῶν προφητῶν, ταῖς μὲν τῶν ἀλόγων ἐπιμέμφεται θυσίαις, ταύτην δέ γε νομοθετεῖ. «Θῦσον γὰρ, φησὶ, | |
25 | τῷ Θεῷ θυσίαν αἰνέσεως·» καί «Θυσία αἰνέσεως δοξάσει με.» Καὶ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. βʹ. Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ. Σχήματα μὲν καλεῖ τὰ τοῦ παρόντος αἰῶνος, οἷον | |
30 | πλοῦτον καὶ δυναστείαν, καὶ τὴν ἄλλην περιφάνειαν· πράγματα δὲ τὰ μέλλοντα, ὡς μόνιμα ὄντα καὶ διαρ‐ κῆ. Οὕτω καὶ ἀλλαχοῦ· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Πολλοὶ γὰρ ἐξ εὐπορίας ἄκρας εἰς πενίαν ἐσχάτην μετέπεσαν· ἄλλοι δὲ ἐκ πενήτων | |
35 | φύντες, τὰς μεγάλας ἀρχὰς ἐπιστεύθησαν· καὶ ἕτε‐ ροι τὰς ὀφρῦς ἀνασπῶντες, καὶ τὰς γνάθους φυσῶν‐ τες, καὶ πάντων εἶναι κρείττους ὑπολαμβάνοντες, ἐξαπίνης ἀναρπασθέντες κόνις δυσώδης ἐγένοντο. Βούλεται τοίνυν ἡμᾶς ὁ θεῖος Ἀπόστολος μὴ περὶ | |
40 | ταῦτα κεχηνέναι, μηδὲ στέργειν τοῦδε τοῦ βίου τὸ σχῆμα· ἀλλ’ ἐκεῖνα μετιέναι, ἃ προξενεῖ τὴν ζωὴν τὴν αἰώνιον. Ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώ‐ σει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον καὶ | |
45 | τέλειον. Ἐνταῦθα καὶ τοὺς ἐπὶ τὸ χεῖρον ῥέποντας ἐπανελθεῖν ἐπὶ τὰ κρείττω παρακαλεῖ· τοῦτο γὰρ δηλοῖ τὸ, μεταμορφοῦσθε. Ἐδίδασκε δὲ καὶ ὅσον πρὸς τὰ παρόντα τῆς ἀρετῆς τὸ διάφορον. Ταῦτα γὰρ ἐκάλεσε σχῆμα, τὴν ἀρετὴν δὲ μορφήν. Ἡ | |
82.185(50) | μορφὴ δὲ ἀληθῶν πραγμάτων σημαντικὴ, τὸ δὲ σχῆμα εὐδιάλυτον χρῆμα. Ἔδειξε δὲ καὶ τὸ τῆς ψυ‐ χῆς αὐτεξούσιον, καὶ νεουργεῖν αὐτῇ κελεύσας τὸν | |
λογισμὸν, καὶ διακρίνειν ἀπὸ τῶν χειρόνων τὰ | ||
82.188 | κρείττω. Ταῦτα γὰρ ἔφη τὸν Θεὸν θεραπεύειν. Διδάσκει δὲ καὶ τίνα ταῦτα· καὶ πρὸ τῶν ἄλλων ἁπάντων ἐξορίζει τὸν τῦφον, καὶ τὴν ταπεινοφροσύ‐ νην νομοθετεῖ. | |
5 | γʹ. Λέγω γὰρ, φησὶ, διὰ τῆς χάριτος τῆς δοθεί‐ σης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρο‐ νεῖν. Καὶ οὐδὲ αὐτὸς ταῦτα λέγει νομοθετεῖν, ἀλλὰ δι’ αὐτοῦ τὴν χάριν τοῦ Πνεύματος. Ὄργανον γὰρ, | |
10 | φησὶν, ἐκείνης ἐγώ. Σωφροσύνην δὲ ἐνταῦθα τὴν τῶν φρενῶν ὑγείαν ἐκάλεσε, διδάσκων ὡς ἡ ὑπερηφάνεια νόσος φρενῶν. Τὸν οἰκεῖον μέντοι Δεσπότην ἐζήλωσε. Καὶ γὰρ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοὺς τὴν ταπεινοφροσύνην κεκτημένους ἐμακάρισε πρώ‐ | |
15 | τους. «Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Πᾶσι δὲ ταῦτα νομοθετεῖ, καὶ πλουσίοις καὶ πένησι, καὶ δού‐ λοις καὶ δεσπόταις, καὶ ἀνδράσι καὶ γυναιξί. Τοῦτο γὰρ δηλοῖ τὸ, παντὶ τῷ ὄντι ἐν ὑμῖν. Δίδωσι δὲ καὶ | |
20 | τὰ τοῦ φρονήματος μέτρα. Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Τὴν χάριν ἐνταῦθα πίστιν ἐκάλεσε. Διὰ γὰρ πίστεως ἡ τῆς χάριτος δόσις, καὶ πρὸς τὸ μέτρον τῆς πίστεως χορηγεῖται τὰ δῶρα τῆς χάριτος. Κελεύει δὲ τῇ δοθείσῃ χάριτι μετρεῖν | |
25 | τὸ φρόνημα τῆς ψυχῆς. δʹ, εʹ. Καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ’ εἷς ἀλλήλων μέλη. Πρόσφορος | |
30 | ἡ εἰκὼν τῇ περὶ τῆς ἀγάπης διδασκαλίᾳ. Καὶ γὰρ ἕκα‐ στον τῶν μορίων τοῦ σώματος οὐχ ἑαυτῷ μόνον χρή‐ σιμον, ἀλλὰ τῷ κοινῷ προσφέρει τὴν ὠφέλειαν. Οὕτω τοίνυν προσήκει τὸν χάριτός τινος ἄνωθεν ἀπολαύ‐ σαντα εἰδέναι σαφῶς, ὡς τῆς κοινῆς χρείας ἕνεκα τὸ | |
35 | δῶρον τοῦτο ἐδέξατο. Σῶμα γὰρ ἓν οἱ πιστεύσαντες, μέλους δὲ χρείαν ἕκαστος ἡμῶν πληροῖ. ϛʹ. Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. Οὕτω νοητέον· Μέλη ἐσμὲν ἀλλήλων, ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δο‐ | |
40 | θεῖσαν ἡμῖν διάφορα. Εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ’ οὖν εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγην‐ ται χάριτος. Εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πί‐ στεως, (ζʹ.) εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε | |
45 | ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει. Τῇ ἑκάστου πίστει μετρεῖ τὴν χάριν ὁ τῶν ἀγαθῶν χορηγός. Καλεῖ δὲ προφητείαν, οὐ μόνον τῶν ἐσομένων τὴν πρόγνωσιν, ἀλλὰ καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν· διακονίαν δὲ, τὴν τοῦ | |
82.188(50) | κηρύγματος λειτουργίαν· διδασκαλίαν, τῶν θείων | |
δογμάτων τὴν μάθησιν· παράκλησιν, τὴν ἐπὶ τὴν | ||
82.189 | ἀρετὴν προτροπήν. Ὁ μεταδιδοὺς ἐν ἁπλότητι. Μὴ τὴν τῶν ἄλλων θηρώμενος δόξαν, ἀλλὰ τὴν χρείαν τοῦ δεομένου πληρῶν· μηδὲ λογισμοῖς κεχρη‐ μένος, εἴτε ἀπόχρη τὰ ὄντα, εἴτε καὶ μή· ἀλλὰ τῷ | |
5 | Θεῷ θαῤῥῶν, καὶ φιλοτίμως τὴν χορηγίαν ποιούμε‐ νος. ηʹ, θʹ. Ὁ προϊστάμενος ἐν σπουδῇ· ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος. Μετ’ ἐπι‐ τάσεως πάντα νομοθετεῖ, καὶ τὴν μὲν κηδεμονίαν | |
10 | σπουδαίαν εἶναι κελεύει, ὥστε μὴ ὄνομα εἶναι πρά‐ γματος ἔρημον· τῇ δὲ εὐποιίᾳ τὴν εὐφροσύνην συν‐ τάττει, τῆς μεταδόσεως ὑποφαίνων τὸ κέρδος· χαίρειν γὰρ εἰώθασιν οἱ κερδαίνοντες. Τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη· «Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης· | |
15 | ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.» Καὶ τὴν ἀγάπην δὲ γνησίαν εἶναι παρεγγυᾷ, καὶ τῆς ὑποκρίσεως τὸ προσωπεῖον ἐκβάλλει. Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. Πάλιν οὐχ ἁπλῶς εἶπε, τὸ μὲν φεύγειν, τὸ δὲ μεταδιώκειν· ἀλλὰ τὴν μὲν πο‐ | |
20 | νηρίαν ἄγαν μισεῖν παρηγγύησε, τῇ δὲ τῶν ἀγαθῶν ἐργασίᾳ συνῆφθαι λίαν προσέταξεν, οἷόν τινι κόλλῃ τῇ διαθέσει χρωμένους. ιʹ. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι. Θερμὴν ἔχετε | |
25 | καὶ ἀδελφοῖς πρέπουσαν τὴν περὶ ἀλλήλους διάθεσιν· παραχωρείτω δὲ ἕκαστος τῶν πρωτείων τῷ πέλας. Τοῦτο γὰρ τῆς ἀληθοῦς φιλοστοργίας τεκμήριον. ιαʹ. Τῇ σπουδῇ μὴ ὀκνηροί. Ἀκραιφνῆ δεικνύν‐ τες τὴν περὶ τὰ καλὰ προθυμίαν, καὶ τὸν ὄκνον | |
30 | παντελῶς ἀπελαύνοντες. Τῷ πνεύματι ζέοντες. — Πνεῦμα τὸ χάρισμα προσηγόρευσεν. Ὕλην δὲ τούτῳ προσφέρειν, καθάπερ ξύλα πυρὶ, τὴν προθυμίαν ἐκέλευσε. Τοῦτο δὲ καὶ ἑτέρωθι λέγει· «Τὸ Πνεῦμα μὴ σβέννυτε.» Σβέννυται δὲ τὸ Πνεῦμα τοῖς ἀναξίοις | |
35 | τῆς χάριτος. Οὐκ ἔχοντες γὰρ καθαρὸν τῆς διανοίας τὸ ὄμμα, τὴν αἴγλην ἐκείνην οὐ δέχονται. Οὕτω καὶ τοῖς τὸ σῶμα τυφλώττουσι σκότος ἐστὶ καὶ τὸ φῶς, καὶ ἐν μεσημβρίᾳ μέσῃ τῷ ζόφῳ δουλεύουσι. Διὰ τοῦτο ζέειν ἡμᾶς κελεύει τῷ πνεύματι, καὶ θερμὸν | |
40 | ἔχειν περὶ τὰ θεῖα τὸν πόθον. Τοῦτο γὰρ ἐπήγαγε· Τῷ Κυρίῳ δουλεύοντες, (ιβʹ.) τῇ ἐλπίδι χαίρον‐ τες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσ‐ καρτεροῦντες. Ὁ γὰρ τῷ πνεύματι ζέων, καὶ προ‐ θύμως τῷ Δεσπότῃ δουλεύει, καὶ προσμένει τῶν ἐλ‐ | |
45 | πιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τῶν προσ‐ πιπτόντων περιγίνεται πειρασμῶν, ταῖς τούτων προσβολαῖς τὴν ὑπομονὴν ἀντιτάττων, καὶ τὴν θείαν χάριν διηνεκῶς εἰς συμμαχίαν καλῶν. Τοῦτο γὰρ εἶπε, τῇ προσευχῇ προσκαρτεροῦντες, τουτέστι, | |
82.189(50) | διηνεκῶς τοῦτο δρῶντες. ιγʹ. Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. Τῇ μνήμῃ τῆς κοινωνίας εἰς φιλοτιμίαν προτρέπει. Τίς | |
γὰρ οὐχ αἱρεῖται μεταδοῦναι χρημάτων, καὶ κοινω‐ | ||
82.192 | νὸς γενέσθαι κατορθωμάτων; Τοῦτο γὰρ καὶ Κο‐ ρινθίοις ἐπιστέλλων ἔφη· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα.» Τὴν φιλοξενίαν | |
5 | διώκοντες. —Ξένους οὐ τοὺς ἁγίους μόνους καλεῖ, ἀλλὰ καὶ τοὺς ἑτέρωθεν μέν ποθεν ἀφιγμένους, θερα‐ πείας δὲ δεομένους, ὧν ἐπιμελεῖσθαι κελεύει. ιδʹ. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Δεσποτικὸς οὗτος ὁ νόμος. Τοῖς | |
10 | γὰρ θείοις αὐτὸν ἀποστόλοις ὁ Δεσπότης προσ‐ ήνεγκε. ιεʹ, ιϛʹ. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦν‐ τες. Κοινωνεῖτε ἀλλήλοις, καὶ τῶν λυπηρῶν καὶ τῶν | |
15 | ἐναντίων· τὸ μὲν γὰρ συμπαθείας, τὸ δὲ φιλίας οὐκ ἐχούσης τοῦ φθόνου τὸν μῶμον. Μὴ τὰ ὑψηλὰ φρο‐ νοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Πάλιν ἐξορίζει τῆς ὑπερηφανείας τὸ φύσημα, καὶ τοῖς δοκοῦσι ταπεινοῖς συγκατιέναι νομοθετεῖ. Μὴ | |
20 | γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς. Ἀντὶ τοῦ, Μὴ ταῖς οἰκείαις ἀρκεῖσθε βουλαῖς, ἀλλὰ τὰς παρ’ ἑτέρων δέχεσθε συμβουλάς. ιζʹ. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Καὶ τοῦτο τῆς τελεωτάτης ἀρετῆς καὶ ἀπαθείας ἐγγὺς τὸ | |
25 | κατόρθωμα. Προνοούμενοι καλὰ ἐνώπιον πάντων. Οὕτω καὶ ἀλλαχοῦ· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» ιηʹ. Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀν‐ | |
30 | θρώπων εἰρηνεύοντες. Μετὰ ἀκριβείας ἡ προσθήκη, καὶ τὸ, εἰ δυνατὸν, καὶ τὸ, ἐξ ὑμῶν. Μηδὲν, φησὶ, παρ’ ὑμᾶς γινέσθω, ἀλλὰ πᾶσαν ὑπὲρ τῆς εἰρήνης προσφέρετε μηχανήν. Καὶ τοῦτο δὲ τοῖς προειρημέ‐ νοις ἀκόλουθον. Ὁ γὰρ εὐλογῶν τὸν διώκοντα, καὶ | |
35 | μὴ ἀμυνόμενος τὸν ἀδικοῦντα, ποίαν δυσμένειαν ἀναδέχεται; ιθʹ, κʹ. Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐὰν | |
40 | οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τὸν κριτὴν ὑποδείξας, καὶ τὴν δικαίαν αὐτοῦ ψῆφον γυμνώσας (τοῦτο γὰρ δηλοῖ τό· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀντ‐ | |
45 | αποδώσω, λέγει Κύριος), τὰς ἐπιφερομένας ἀδικίας φέρειν κελεύει γενναίως, καὶ τοῖς ἐναντίοις τοὺς ἀδικοῦντας ἀμείβεσθαι, καὶ τὰς χρείας τοῖς δυσμε‐ νέσι παρέχειν. Ταῦτα γὰρ τοῖς μὲν φιλοσοφοῦσι τοὺς στεφάνους ὑφαίνει, τῶν δέ γε ἀδικούντων αὔξει τὴν | |
82.192(50) | τιμωρίαν. Εἰδέναι μέντοι χρὴ, ὡς οὐκ ἐπὶ τούτῳ θε‐ ραπεύειν προσήκει τοὺς δυσμενεῖς, ἵνα μείζους ἐκεῖ‐ νοι τίσωσι δίκας. Ὁ γὰρ θεῖος Ἀπόστολος ταῦτα | |
προστέθεικε, σβέσαι τοῦ ἀδικουμένου βουλόμενος | ||
82.193 | τὸν θυμὸν, οὐ τῷ ἀγαθῷ τὸ κακὸν αὐξῆσαι πειρώ‐ μενος. Ὅτι γὰρ φιλοσοφεῖν κελεύει, καὶ τὰ ἑξῆς διδάσκει. καʹ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ | |
5 | ἀγαθῷ τὸ κακόν. Τὸ μὲν γὰρ ἀμύνεσθαι, τὴν ἧτταν σημαίνει· νίκη δὲ προφανὴς, τὸ τοῖς ἀγαθοῖς ἀμεί‐ βεσθαι τὰ κακά. Οὕτω διὰ τούτων τὸ ἦθος παιδεύ‐ σας, παρακελεύεται καὶ τοῖς ἄρχουσι τὴν προσ‐ ήκουσαν ἀπονέμειν τιμήν. Προῄδει γὰρ, ἅτε δὴ τοῦ | |
10 | παναγίου Πνεύματος πλουσίως τὴν χάριν δεξάμενος, ὥς τινες, τύφῳ μᾶλλον ἢ ζήλῳ κεχρημένοι, τῶν βιωτικῶν ἀρχόντων καταφρονήσουσι, μείζους ἑαυ‐ τοὺς διὰ τὴν γνῶσιν ὑπολαμβάνοντες· ἄλλως τε καὶ τὴν καταχυθεῖσαν αὐτῶν δόξαν ἀποτριβόμενος, | |
15 | τοῦτο ποιεῖ. Διεβάλλοντο γὰρ, ὡς τοὺς κοινοὺς ἀνα‐ τρέποντες νόμους. Καὶ οἱ μὲν ἔλεγον· Οἱ τὴν οἰκου‐ μένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα πάρει‐ σιν· οἱ δὲ, ὅτι ἕτερα ἔθη εἰσάγουσι. Προὔργου τοίνυν ἐνόμισε καὶ περὶ τούτου νομοθετῆσαι. | |
20 | ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. αʹ. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑπο‐ τασσέσθω. Εἴτε ἱερεύς τίς ἐστιν, εἴτε ἀρχιερεὺς, εἴτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, τοῖς τὰς ἀρ‐ χὰς πεπιστευμένοις εἰκέτω. Πρόδηλον εἰ μετ’ εὐσε‐ | |
25 | βείας· οὐ γὰρ ἡ ἐναντίωσις τῶν ἐντολῶν τοῦ Θεοῦ ὑπείκειν συγχωρεῖ τοῖς ἄρχουσιν. Οὐ γὰρ ἔστιν ἐξουσία, εἰ μὴ ἀπὸ Θεοῦ. Αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσί. Καὶ ταῦτα τῆς τοῦ Θεοῦ προμηθείας ἐξήρτηται. Αὐτὸς γὰρ τῆς | |
30 | κοινῆς προμηθούμενος εὐταξίας, τοὺς μὲν ἄρχειν, καὶ ἄρχεσθαι ᾠκονόμησεν, οἷόν τινα χαλινὸν τοῖς ἀδικοῦσι τῶν ἀρχόντων τὸ δέος περιτιθείς. Ἰστέον μέντοι, ὡς τὸ ἄρχειν καὶ ἄρχεσθαι τῆς τοῦ Θεοῦ προμηθείας ἐξήρτησεν ὁ θεῖος Ἀπόστολος, οὐ τὸ | |
35 | τὸν δεῖνα, ἢ τὸν δεῖνα ἄρχειν. Οὐ γὰρ τοῦ Θεοῦ χει‐ ροτονίᾳ τῶν ἀδίκων ἡ ἐξουσία, ἀλλ’ αὐτὴν ἡ τῆς ἡγεμονίας οἰκονομία. Εὐμενὴς μέντοι ὢν, δίδωσιν ἄρχοντας τιμῶντας τὸ δίκαιον. «Δώσω γὰρ αὐτοῖς, φησὶ, ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσι | |
40 | αὐτοὺς ποιμαίνοντες μετ’ ἐπιστήμης.» Καὶ πάλιν· «Δώσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου, ὡς τὸ ἀπαρχῆς.» Παιδεῦσαι δὲ πλημμελοῦντας βουλόμενος, καὶ παρὰ πονηρῶν ἀρχόντων ἄρχεσθαι συγχωρεῖ. «Ἐπιστήσω γὰρ, | |
45 | φησὶ, νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμη‐ νείας ἐπανελθεῖν καιρός. βʹ. Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν. Ἱκανῶς ἐδεδί‐ | |
82.193(50) | ξατο. Οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λή‐ ψονται. Τουτέστιν, ὑπεύθυνοι τιμωριῶν γενήσονται. | |
Εἶτα διδάσκει καὶ τῆς ἡγεμονίας τὴν χρείαν. | ||
82.196 | γʹ. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγα‐ θῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Τοὺς γὰρ πονηρίᾳ συζῶντας κολάζουσι. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ | |
5 | ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. (δʹ.) Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Αἰδοῦς αὐτὸν ἀπέφηνεν ἄξιον, Θεοῦ προσαγορεύσας διάκονον. Προέτρεψε δὲ καὶ ἐπὶ τὴν πρᾶξιν τῶν ἀγαθῶν, φήσας εἶναι τοὺς ἄρχοντας ἐπαινέτας τῶν ἀγαθῶν. | |
10 | Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, εἰς ὀργὴν ἔκδικος τῷ τὸ κακὸν πράσσοντι. Εἰ τῶν ἀγαθῶν ἐρᾷς, τίμα τὴν ἐξουσίαν, ὡς ταῦτα νομοθετοῦσαν· εἰ δὲ τἀναντία μετέρχῃ, δέδιθι ταύ‐ | |
15 | της τὴν ψῆφον· ἐπὶ τιμωρίᾳ γὰρ τῶν πονηρῶν θεόθεν κεχειροτόνηται. εʹ. Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. —Ὀργὴν τὴν τιμωρίαν καλεῖ. Δι’ ἀμφότερα δὲ ὑποτετάχθαι | |
20 | κελεύει, διά τε τὸ δέος τῆς τιμωρίας, καὶ διὰ τὸ πληροῦν τὰ προσήκοντα· τοῦτο γὰρ συνείδησιν προσηγόρευσε. ϛʹ. Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουρ‐ γοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτε‐ | |
25 | ροῦντες. Σὺ γὰρ καθεύδεις, κἀκεῖνος τὴν κοινὴν περιφέρει φροντίδα· καὶ σὺ μὲν οἴκοι κάθησαι, ἐκεῖνος δὲ τὸν ὑπὲρ τῆς εἰρήνης ἀναδέχεται πό‐ λεμον. ζʹ. Ἀπόδοτε τοίνυν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν | |
30 | φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιμὴν, τὴν τιμήν. —Φόρον καλεῖ, τὴν ὑπὲρ τῆς γῆς εἰσφοράν· τέλος δὲ, τὴν ὑπὲρ ἐμπορίας συντέλειαν· ὀφλήματα δὲ, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὸν φόβον, καὶ τὴν τιμὴν | |
35 | ὀνομάζει. Ταῦτα γὰρ τοῖς ἄρχουσι παρὰ τῶν ἀρχο‐ μένων ὀφείλεται. ηʹ. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Οὐχ ἵνα μὴ ἐκτίνωμεν τῆς ἀγάπης τὸ χρέος (τοῦτο γὰρ ἐκτίνειν προσήκει πρὸ τῶν ἄλλων | |
40 | ἁπάντων), ἀλλ’ ἵνα αὔξωμεν τῇ ἐκτίσει. Ἡ γὰρ ἀπόδοσις πολυπλασιάζει τὸ χρέος· θερμοτέραν γὰρ τὴν ἀγάπην ποιεῖ. Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Πῶς καὶ τίνα τρόπον; θʹ. Τὸ γάρ· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ | |
45 | κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐν‐ τολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ γὰρ εὖ περί τινα διακείμενος, οὐκ ἀναιρεῖ ὃν φιλεῖ, οὐ μοιχεύει τὴν τούτου γυναῖκα, οὐκ ἀφ‐ | |
82.196(50) | αιρεῖταί τι τῶν προσηκόντων τῷ φιλουμένῳ, οὐδ’ ἄλλο τι δρᾷ, ὃ λύπην ἐκείνῳ γεννᾷ. Τοῦτο γὰρ ἐπ‐ ήγαγεν· ιʹ. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Εἶτα συλλογιστικῶς· Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. | |
55 | Οὕτω καὶ ὁ Κύριος, ἐρωτηθεὶς ποία ἐντολὴ πρώτη, καὶ τὴν πρώτην εἶπε, καὶ τὴν δευτέραν συνῆψεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρ‐ δίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης | |
τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ | ||
82.197 | τὸν πλησίον σου ὡς σεαυτόν.» Καὶ δείκνυσιν, ἐν μὲν τῇ πρώτῃ τὴν θεωρητικὴν ἀρετὴν κατορθουμέ‐ νην· ἐν δέ γε τῇ δευτέρᾳ τὴν πρακτικήν. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος· Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. | |
5 | Εἶτα ἐπάγει· ιαʹ. Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι. Ἀντὶ τοῦ, καὶ μάλιστα ὅτι ὁ καιρὸς οὐχ ὕπνου, ἀλλ’ ἐγρηγόρσεως. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπι‐ | |
10 | στεύσαμεν. Καθ’ ἑκάστην γὰρ ἡμέραν πλησιαίτεροι τῆς Δεσποτικῆς γινόμεθα παρουσίας. ιβʹ. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. —Νύκτα καλεῖ τὸν τῆς ἀγνοίας καιρὸν, ἡμέραν δὲ τὸν μετὰ τὴν παρουσίαν τοῦ Δεσπότου χρόνον. Ἀνα‐ | |
15 | τείλας γὰρ τῆς δικαιοσύνης ὁ ἥλιος ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Σκότος καλεῖ τὴν ἄγνοιαν, ἔργα δὲ τοῦ σκότους τὰς παρανόμους πράξεις· καὶ φῶς | |
20 | μὲν ὀνομάζει τὴν γνῶσιν, ὅπλα δὲ φωτὸς τῶν ἀγα‐ θῶν τὴν ἐνέργειαν. ιγʹ. Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. Ἀπὸ τῶν σωματικῶν δείκνυσι τὰ πνευματικά. Καὶ γὰρ οἱ τὸν παράνομον ἀσπαζόμενοι βίον, ἐκεῖνα ἐν | |
25 | νυκτὶ δρῶντες, μεθ’ ἡμέραν τὸ τῆς εὐκοσμίας περι‐ τίθενται σχῆμα. Βούλεται τοίνυν, ὡς τῆς νυκτὸς διελθούσης, καὶ τῆς ἀγνοίας ληξάσης, ἀπηλλάχθαι κακῶν. Διδάσκει δὲ καὶ τίνα ταῦτα. Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι | |
30 | καὶ ζήλῳ. Κωμάζειν τινὲς εἰώθασιν ἐν συμποσίοις, καὶ αἰσχροῖς ᾄσμασι καταμολύνειν τὴν γλῶτταν· ἡ μέθη δὲ τούτων πρόξενος, καὶ μέντοι καὶ ἀσελγείας αὕτη μήτηρ, καὶ ἔριδος καὶ φιλονεικίας διδά‐ σκαλος. | |
35 | ιδʹ. Ἀλλ’ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χρι‐ στόν· οὐχ ἵνα ἄλλο δέξωνται βάπτισμα, ἀλλ’ ἵνα ὃ περίκεινται ἱμάτιον ἴδωσι. Καὶ τῆς σαρκὸς πρό‐ νοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ἐνταῦθα καὶ τῶν τῆς σαρκὸς κατηγορούντων αἱρετικῶν ἐμφράττει | |
40 | τὰ στόματα. Οὐ γὰρ ἀπηγόρευσε τὴν τοῦ σώματος ἐπιμέλειαν, ἀλλὰ τὴν τρυφὴν καὶ τὴν ἀκρασίαν ἐξέβαλεν. Οὐ γὰρ εἶπε· Μὴ ποιεῖσθε τῆς σαρκὸς πρόνοιαν, ἀλλ’, Εἰς ἐπιθυμίας μὴ ποιεῖσθε· ἀντὶ τοῦ, Μὴ σκιρτᾷν αὐτὴν παρασκευάζετε διὰ τῆς | |
45 | τρυφῆς. Ταῦτα πάλιν περὶ τῆς πρακτικῆς διελθὼν ἀρετῆς, εἰς τοὺς δογματικοὺς αὖθις ἐπανελήλυθε λόγους. Χρὴ δὲ πρότερον εἰπεῖν τὸν τῆς ἀποστολικῆς διδασκαλίας σκοπὸν, ἵν’ εὐσύνοπτος γένηται ἡ τῶν ῥητῶν ἑρμηνεία. Οἱ ἐξ ἐθνῶν πεπιστευκότες τὴν | |
82.197(50) | εὐαγγελικὴν πολιτείαν ἠσπάζοντο. Πολλοὶ δὲ τῶν ἐξ Ἰουδαίων τῷ εὐαγγελικῷ προσεληλυθότων κηρύ‐ γματι, ταῖς νομικαῖς ἐδούλευον διατάξεσι, καὶ τῶν ἡμερῶν τὴν παραφυλακὴν ἀσπαζόμενοι, καὶ τροφῆς | |
μεταλαγχάνοντες, ἣν ὁ νόμος ἐκέλευσεν. Ἐντεῦθεν | ||
82.200 | ἔρις ἐφύετο, καὶ δὴ καὶ μάχη· καὶ τούτων κατα‐ κρινόντων τοὺς ἐξ ἐθνῶν ἐπὶ τῇ ἀδιαφόρῳ μεταλήψει τῶν ἐδωδίμων, κἀκείνων τούτους διαπτυόντων διὰ τὴν ἄκραν τοῦ νόμου καὶ περιττὴν φυλακήν. Ταῦτα | |
5 | τοίνυν ἰώμενος ὁ θεῖος Ἀπόστολος, τὴν προσήκουσαν ἑκατέρῳ μέρει προσφέρει παραίνεσιν. Πρῶτον δέ γε τοὺς ἐξ ἐθνῶν εἰς φιλαδελφίαν προτρέπει. ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. αʹ. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβά‐ | |
10 | νεσθε, μὴ εἰς διακρίσεις λογισμῶν. Ἀσθενοῦντα δὲ τὸν ταῖς νομικαῖς παρατηρήσεσι δεδουλωμένον καλεῖ. βʹ. Ὃς μὲν πιστεύει φαγεῖν πάντα. Τουτέστιν, ὁ ἐξ ἐθνῶν πεπιστευκώς. Ὁ δὲ ἀσθενῶν λάχανα | |
15 | ἐσθίει. Τινές φασιν, ὡς αἰσχυνόμενοι τοὺς ἐξ ἐθνῶν οἱ ἐξ Ἰουδαίων, οὐ μόνον τῶν ὑείων κρεῶν, ἀλλὰ καὶ τῆς ἄλλης κρεοφαγίας ἀπείχοντο, ἄσκησιν σκηπτόμενοι καὶ ἐγκράτειαν. Ὅθεν ὁ θεῖος Ἀπό‐ στολος ἔφη· Ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. Οὐκ | |
20 | ἔχων γὰρ τελείαν τὴν πίστιν, μολύνεσθαι· διὰ τῆσδε τῆς βρώσεως ὑπελάμβανεν. γʹ. Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω. Διέπτυον γὰρ τοὺς ἐξ Ἰουδαίων οἱ ἐξ ἐθνῶν, ὡς εἰ‐ λικρινῆ πίστιν οὐκ ἔχοντας, καὶ διὰ τοῦτο τῆς τοιᾶσδε | |
25 | τροφῆς μεταλαχεῖν οὐκ ἐθέλοντας. Καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Καὶ οἱ ἐξ Ἰουδαίων μέντοι τοὺς ἐξ ἐθνῶν κατέκρινον, παρανομίαν νομίζοντες τὴν ἀδιάφορον τῶν ἐδωδίμων ἀπόλαυσιν. Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· τουτέστι τὸν ἐθνικόν. | |
30 | Καὶ ἐπιμένει πρὸς τὸν Ἰουδαῖον ἀποτεινόμενος. δʹ. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει, ἢ πίπτει. Πᾶς οἰκέτης, καὶ ζῶν τοῦ οἰκείου δεσπότου κέρδος ἐστὶ, καὶ τελευ‐ τήσας πάλιν αὐτῷ προξενεῖ τὴν ζημίαν. Καὶ τοῦτον | |
35 | τοίνυν ὁ τῶν ὅλων ἐπρίατο Κύριος, τὸ οἰκεῖον αἷμα τιμὴν δεδωκώς. Καὶ ἐπειδὴ εἶπε, Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει, ἀναγκαίως ἐπήγαγε· Σταθήσεται δέ. Καὶ κυροῖ τὸν λόγον τῇ τοῦ Θεοῦ δυνάμει. Δυ‐ νατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. Ταῦτα περὶ | |
40 | τῶν ἐδεσμάτων εἰπὼν, εἰς τὰς ἡμέρας μεταφέρει τὸν λόγον. εʹ. Ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Οἱ μὲν γὰρ διηνεκῶς ἀπεί‐ χοντο τῶν ἀπηγορευμένων ὑπὸ τοῦ νόμου βρωμάτων, | |
45 | οἱ δὲ ἐνίας ἡμέρας. Ἕκαστος τῷ ἰδίῳ νοῒ πλη‐ ροφορείσθω. Οὐ καθολικῶς τοῦτο τέθεικεν· οὐδὲ γὰρ περὶ τῶν θείων δογμάτων τοῦτο κελεύει φρονεῖν. Ἀναθεματίζει γὰρ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδά‐ σκειν ἀνεχομένους. «Εἴ τις γὰρ, φησὶν, ὑμᾶς εὐαγ‐ | |
82.200(50) | γελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Περὶ | |
μόνων τοίνυν τῶν ἐδεσμάτων τῇ ἑκάστου διανοίᾳ | ||
82.201 | τὴν ἐξουσίαν ἀπένειμε. Τοῦτο γάρ τοι καὶ μέχρι τοῦ παρόντος ἐν ταῖς Ἐκκλησίαις τὸ ἔθος μεμένηκε· καὶ ὁ μὲν ἀσπάζεται τὴν ἐγκράτειαν, ὁ δὲ πάντων ἀδεῶς μεταλαμβάνει τῶν ἐδωδίμων· καὶ οὔτε οὗτος ἐκεῖ‐ | |
5 | νον κρίνει, οὔτε ἐκεῖνος ἐπιμέμφεται τούτῳ, ἀλλὰ τῷ νόμῳ τῆς ὁμονοίας λαμπρύνονται. ϛʹ. Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ· καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· | |
10 | καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαρι‐ στεῖ τῷ Θεῷ. Συγκαταβατικῶς ταῦτα λέγει, τὴν συμφωνίαν τῇ Ἐκκλησίᾳ πραγματευόμενος. Οἶδε, φησὶν, ὁ τῶν ὅλων Θεὸς τὸν τῶν ἐσθιόντων καὶ τὸν τῶν οὐκ ἐσθιόντων σκοπόν· καὶ οὐ τῷ ἔργῳ μόνῳ | |
15 | προσέχει, ἀλλὰ καὶ τὴν τοῦ γινομένου διάνοιαν ἐξ‐ ετάζει. ζʹ, ηʹ. Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἡμῶν ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ | |
20 | ἀποθνήσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀπο‐ θνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Οὐκ ἐσμὲν ἑαυ‐ τῶν κύριοι, τιμῆς ἠγοράσθημεν. Καὶ ζῶντες οὖν τοῦ Κυρίου ἐσμὲν, καὶ ἀποθνήσκοντες τοῦ Κυρίου ἐσμέν. Ἀντὶ τοῦ· Οὔτε σὺ ἐκείνου δεσπόζεις, οὔτε | |
25 | ἐκεῖνος σοῦ· ἕνα γὰρ πάντες ἔχομεν Κύριον. θʹ. Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε, καὶ ἀνέστη, καὶ ἀνέζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἐκεῖνός ἐστιν ὁ πάντων Δεσπότης, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θανάτῳ, ὁ καταλύσας τοῦ | |
30 | θανάτου τὸ κράτος, καὶ πᾶσιν ἡμῖν ἐπαγγειλάμενος τὴν ἀνάστασιν. Αὐτῷ τοίνυν ὑποκείμεθα, ὡς παρ’ αὐτοῦ δεξάμενοι τὴν ζωήν. ιʹ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Τῷ Ἰου‐ δαίῳ ταῦτα λέγει. Πάντες γὰρ παραστησόμεθα τῷ | |
35 | βήματι τοῦ Χριστοῦ. Εἶτα καὶ βεβαιοῖ τὸν λόγον Γραφικῇ μαρτυρίᾳ. Γέγραπται γάρ· (ιαʹ.) Ζῶ γὰρ ἐγὼ, λέγει Κύ‐ ριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἐκεῖνος ἡμῶν κριτὴς, | |
40 | ἐκεῖνος ἡμῶν δικαστὴς, ἐκείνῳ τῷ βήματι παραστῆ‐ ναι ἡμᾶς ἀνάγκη. Ἡ μέντοι προφητικὴ μαρτυρία τῆς τοῦ Μονογενοῦς θεότητος διδάσκει τὸ ὕψος. Εἰ‐ ρηκὼς γὰρ διὰ τοῦ Προφήτου· «Ἐγὼ Θεὸς προ‐ αιώνιος, καὶ ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, | |
45 | καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· καί· «Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔσται, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι·» καί «Δίκαιος καὶ σωτὴρ οὐκ ἔστι παρὲξ ἐμοῦ·» τότε ἐπήγαγε· «Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα | |
82.201(50) | γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.» Ἀλλ’ ἐπὶ τὰ συν‐ εχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ιβʹ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον | |
δώσει τῷ Θεῷ. Ἐπειδὴ τὸ Δεσποτικὸν ὑπέδειξε δι‐ | ||
82.204 | καστήριον, ἀναγκαίως παρῄνεσε μὴ ἀλλήλους κρί‐ νειν, ἀλλ’ ἐκείνην ἀναμένειν τὴν ψῆφον. Τοῦτο γὰρ πάλιν ἐπήγαγε· ιγʹ. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ | |
5 | τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα ἢ σκάνδαλον τῷ ἀδελφῷ. Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν ἀποτείνεται, μὴ συγκατιόντας τῇ ἀσθενείᾳ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, ἀλλ’ ἄκραν ἀρετὴν ὑπειληφότας εἶναι, καὶ ζῆλον θερμὸν, τὴν ἀδιάφορον | |
10 | τῶν ἐδωδίμων μετάληψιν. Καὶ πρῶτον μὲν διδάσκει, ὡς οὐδὲν τούτων ἐναγὲς καὶ ἀκάθαρτον. Λέγει δὲ οὕτως· ιδʹ. Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι’ αὐτοῦ. Ἀναγκαίως τὸ, ἐν Κυρίῳ | |
15 | Ἰησοῦ, προστέθεικε διὰ τὴν Ἰουδαίων ἀσθένειαν. Ἵνα γὰρ μὴ λέγωσι· Σὺ τίς ὢν ἀντινομοθετεῖς Μωϋσῇ; τὸν Μωϋσέως Δεσπότην εἰς μέσον προ‐ ήγαγε, διδάσκων ὡς αὐτὸς τὰς νομικὰς παρατηρή‐ σεις ἔπαυσε, καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον | |
20 | ἔδεσμα. Τὸ γὰρ, δι’ αὐτοῦ, τουτέστι, διὰ τὴν εὐαγ‐ γελικὴν αὐτοῦ νομοθεσίαν. Αὐτὸς γὰρ καὶ πρὸς τὸν μακάριον ἔφη Πέτρον· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.» Εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Εἰ δέ τις νομίζων ἀκάθαρτον εἶναι | |
25 | τόδε τὸ ἔδεσμα, τούτου μεταλαγχάνει, ἀκάθαρτόν ἐστιν, οὐ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὸν τοῦ μεταλαμ‐ βάνοντος λογισμόν. Οὕτω ταῦτα διακρινησάμενος (sic), πάλιν ἐπιμέμφεται τοῖς ἐξ ἐθνῶν, μὴ φέρουσι τὴν Ἰουδαίων ἀσθένειαν. | |
30 | ιεʹ. Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Ηὔξησε τῆς ἀγάπης τὸ ἔγκλημα, τὸν ἐκεῖνα μετιόντα γυμνώσας. Εἶτα μειζόνως δείκνυσι τὴν ἀτοπίαν τοῦ γινομένου. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ | |
35 | Χριστὸς ἀπέθανεν. Ὑπὲρ ἐκείνου τὸν θάνατον ὁ Δεσπότης Χριστὸς κατεδέξατο· σὺ δὲ οὐ βούλῃ τῇ τῆς βρώσεως ἀποχῇ ζωὴν αὐτῷ πραγματεύσασθαι, ἀλλὰ τῇ μεταλήψει τεκταίνῃ τὸν θάνατον. ιϛʹ. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. | |
40 | Μετ’ εὐφημίας πάλιν τὸ ἔγκλημα· ἀγαθὸν γὰρ τὴν πίστιν καλεῖ. Ἐπαινῶ σου, φησὶ, τὴν πίστιν, ἀλλ’ οὐ βούλομαι αὐτὴν βλάβης αἰτίαν καὶ βλασφημίας γενέ‐ σθαι. ιζʹ. Οὐ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν | |
45 | βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ. Μὴ γὰρ δὴ νομίσητε τοῦτο εἶναι κατόρθωμα μέγιστον, καὶ τῆς τῶν οὐ‐ ρανῶν πρόξενον βασιλείας. Ἡ γὰρ ἀληθὴς ταύτην προξενεῖ δικαιοσύνη, καὶ ἡ κατὰ τὴν εἰρήνην καὶ τὴν | |
82.204(50) | ἀγάπην συμφωνία τε καὶ σπουδὴ, ἐξ ὧν φύεται ἡ | |
κατὰ Θεὸν εὐφροσύνη. | ||
82.205 | ιηʹ. Ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. Ταῦτα γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς ἀπαιτεῖ παρ’ ἡμῶν· ταῦτα καὶ τοῖς ἀνθρώποις τὴν ὠφέλειαν προσφέρει. | |
5 | Ἐπισημήνασθαι μέντοι προσήκει, ὡς τὸ τῷ Χριστῷ δουλεύειν εὐάρεστον εἶπεν εἶναι τῷ τῶν ὅλων Θεῷ. Εἰ δὲ τὸ δουλεύειν τῷ Χριστῷ εὐάρεστον τῷ Θεῷ, καὶ τὸ τιμᾷν ἄρα τὸν Χριστὸν εὐάρεστον τῷ Θεῷ. Οὐκοῦν καὶ τὸ βλασφημεῖν τὸν Χριστὸν, καὶ σμικρύ‐ | |
10 | νειν αὐτοῦ τὴν ἀξίαν ἐπιχειρεῖν, ἀπαρέσκον τῷ τῶν ὅλων Θεῷ. ιθʹ. Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. Προσήκει τοίνυν ἡμᾶς πάντων προτιμᾷν τὴν ἐπωφελῆ συμφωνίαν, | |
15 | καὶ τῆς ἀλλήλων ὠφελείας ἕνεκα πάντα ποιεῖν. Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Ἔργον τοῦ Θεοῦ ὁ Κύριος εἶπε τὸ εἰς αὐτὸν πι‐ στεύειν. «Τοῦτο γάρ ἐστι, φησὶ, τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Ἐπειδὴ | |
20 | τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως, τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Ἵνα δὲ πάλιν μὴ πρό‐ φασιν ἐντεῦθεν οἱ ἐξ Ἰουδαίων λάβωσι κρατῦναι | |
25 | τοῦ νόμου τὴν φυλακὴν, προμηθεῖται καὶ τούτου, καί φησι· κʹ. Πάντα μὲν καθαρά. Οὐδὲν, φησὶ, τούτων τῶν ἐδωδίμων φύσει ἀκάθαρτον. Ἀλλὰ κακὸν τῷ ἀν‐ θρώπῳ, τῷ διὰ προσκόμματος ἐσθίοντι. Σοὶ μέν‐ | |
30 | τοι βλάβην ἡ μετάληψις φέρει, ἐπειδὴ τῆς τοῦ πέλας ἀμελεῖς ὠφελείας, καὶ καταφρονεῖς βλαπτόμενον θεωρῶν. καʹ. Καλὸν τὸ μὴ φαγεῖν κρέα, καὶ μὴ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ | |
35 | σκανδαλίζεται, ἢ ἀσθενεῖ. Ἐγὼ δὲ οὐ μόνον κρεῶν, ἀλλὰ καὶ οἴνου μηδαμῶς μεταλαμβάνειν παρ‐ εγγυῶ, εἴπερ ἄρα τοῦτο λώβην τινὰ τοῦ πέλας ἐρ‐ γάζεται. κβʹ. Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐν‐ | |
40 | ώπιον τοῦ Θεοῦ. Τῇ πίστει κεχρημένος σὺ φυλάτ‐ τεις τὸν νόμον· μέγα τὸ κτῆμα, ἀξιέπαινον τὸ κατ‐ όρθωμα· ἀλλὰ μὴ λυμαινέσθω τὸν πέλας. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Αἰνίττεται ὁ λόγος, ὡς οἱ ἐξ ἐθνῶν πεπιστευκότες καὶ ἐβιάζοντο | |
45 | τοὺς Ἰουδαίους μεταλαμβάνειν ὧν οὐκ ἠβούλοντο. Διδάσκει τοίνυν, ὡς ὁ μὲν πιστεύων οὐδεμίαν ἐκ τῆς μεταλήψεως δέχεται βλάβην· ὁ δὲ μετά τινος διακρίσεως ἐσθίων, ὡς ἀκαθάρτου μεταλαμ‐ βάνει. Διὸ μακαρίζει τὸν μὴ κρίνοντα ἑαυτὸν, | |
82.205(50) | τουτέστι μὴ διακρινόμενον. Καὶ τοῦτο ἑρμηνεύων ἐπήγαγεν· κγʹ. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκρι‐ | |
ται. Καὶ τὴν αἰτίαν διδάσκει· Ὅτι οὐκ ἐκ πίστεως. | ||
82.208 | Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως. ἁμαρτία ἐστίν. Ὁ γὰρ πιστεύων, ἀβλαβῶς μεταλαμβάνει· ὁ δὲ μετά τινος διακρίσεως ἐσθίων, καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐκφέρει. Καὶ διδάσκων ὡς ἀρέσκοντα τῷ Θεῷ νομοθετεῖ, εὐ‐ | |
5 | χὴν ὑπὲρ αὐτῶν σπουδαίαν προσφέρει. Τῷ δὲ δυ‐ ναμένῳ ὑμᾶς στηρίξαι. Καὶ τίς ὁ τρόπος τῆς βεβαιώσεως; Κατὰ τὸ εὐαγγέλιόν μου. Τί δὲ εὐαγ‐ γελίζει; Καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ. Καὶ διδάσκων τὴν τοῦ κηρύγματος ἀρχαιότητα, ἐπάγει· | |
10 | Κατὰ ἀποκάλυψιν μυστηρίου. Οὐ γὰρ νῦν ἐγέ‐ νετο, ἀλλὰ νῦν ἀπεκαλύφθη τὸ σεσιγημένον μυστή‐ ριον. Τοῦτο γὰρ ἐν τοῖς ἑξῆς φησι· Χρόνοις αἰω‐ νίοις σεσιγημένου. Εἶτα ἐπάγει καὶ τοὺς τοῦ κηρύγματος μάρτυρας. Φανερωθέντος δὲ νῦν διά | |
15 | τε Γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰω‐ νίου Θεοῦ. Ἃ γὰρ διὰ τῶν προφητῶν συνεσκιασμέ‐ νως προηγόρευσε, ταῦτα νῦν ἐφανέρωσεν ὁ τῶν αἰώνων Δημιουργός. Καὶ τίς τοῦ κηρύγματος ὁ καρπός; Εἰς ὑπακοὴν πίστεως. Τοὺς γὰρ ἀκούον‐ | |
20 | τας προσήκει πιστεῦσαι τοῖς λεγομένοις. Τίνες δὲ οὗτοι; Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Οὕτω νοητέον· Κατὰ τὸ εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα | |
25 | εἰς τοὺς αἰῶνας. Ἀμήν. Δείξας τὸ τῆς οἰκονομίας μυστήριον, ἄνωθεν μὲν προῳκονομημένον, εἶτα διὰ τῶν προφητῶν προειρημένον, μετὰ δὲ ταῦτα φανε‐ ρὸν διὰ πραγμάτων γεγενημένον, τοῦ Θεοῦ τὴν σοφίαν ἐθαύμασε, καὶ τὴν πρέπουσαν δοξολογίαν ἀν‐ | |
30 | έπεμψεν. Εἰ δὲ εἴποιεν οἱ αἱρετικοὶ, ὅτι μόνος σοφὸς ὁ Θεὸς ὀνομάζεται, μανθανέτωσαν ὅτι ὁ Δεσπότης Χριστὸς οὐ μόνον σοφὸς, ἀλλὰ καὶ σοφία καλεῖται. Εἰ δὲ ταύτης νομίζουσι τῆς τοῦ σοφοῦ προσηγο‐ ρίας ἀποστερεῖν τὸν Υἱὸν, μηδὲ ἀθάνατον αὐτὸν | |
35 | καλείτωσαν. Ὁ γὰρ αὐτὸς Ἀπόστολος περὶ τοῦ Θεοῦ φησιν· «Ὁ μόνος ἔχων ἀθανασίαν.» Ἀλλὰ τούτους καταλιπόντες ληρεῖν, τῆς ἀκολουθίας ἐχώ‐ μεθα. Ταῦτα γὰρ αὐτοῖς ἐπευξάμενος ὁ θεῖος Ἀπό‐ στολος, προσφέρει παραίνεσιν, εὐφημίαν ὑφαίνων | |
40 | τοῖς ἐξ ἐθνῶν, καὶ δυνατοὺς ὀνομάζων διὰ τὴν πίστιν. ΚΕΦΑΛ. ΙΕʹ. αʹ, βʹ. Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθε‐ νήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυ‐ | |
45 | τοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Οἶδα ὡς ἔῤῥωσαι, καὶ δυνατόν σε ἡ πίστις ἀπέφηνεν. Ἀλλὰ παρακαλῶ σε ὀρέξαι χεῖρα τῷ ἀσθενοῦντι, καὶ μὴ τὰ οἰκεῖα μόνα ζητεῖν, ἀλλὰ καὶ τοῦ πέλας | |
82.208(50) | μηχανᾶσθαι τὴν ὠφέλειαν. Οὐχ ἁπλῶς δὲ εἶπε τῷ πλησίον ἀρέσκειν, ἀλλ’, εἰς τὸ ἀγαθὸν, καὶ, πρὸς οἰκοδομήν. Ἔστι γὰρ ἀρέσκειν καὶ ἐπὶ λύμῃ καὶ ἑαυτοῦ καὶ τοῦ πλησίον. Εἶτα τὸ παράδειγμα· γʹ. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ | |
55 | καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων | |
82.209 | σε ἐπέπεσον ἐπ’ ἐμέ. Αὐτὸς γὰρ ὁ Δεσπότης οὐ τὸ οἰκεῖον ἐζήτησεν, ἀλλ’ ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ἑαυτὸν θανάτῳ παρέδωκεν. Ἀκούομεν γὰρ αὐτοῦ παρὰ τὸ πάθος προσευχομένου καὶ λέγοντος· «Πά‐ | |
5 | τερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Ἐδέξατο δὲ καὶ τῶν Ἰουδαίων τὰς βλασφημίας, καὶ ἃς πάλαι τῷ Πατρὶ αὐτοῦ προεξένουν παρανόμως βιοῦντες, ταύταις ἐχρήσαντο κατ’ αὐτοῦ. Οὗ δὴ χάριν καὶ τὴν | |
10 | προφητικὴν παρέθηκε μαρτυρίαν. δʹ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Τῆς ἡμετέρας ὠφελείας προμηθούμενος ὁ | |
15 | Θεὸς, καὶ διδασκαλίαν ἡμῖν ἔγγραφον προσενήνοχε, καὶ τὰ τῶν ἁγίων διηγήματα συγγραφῇ διετήρησεν. εʹ. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλή‐ σεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Ἰησοῦν Χριστόν. Πάλιν τῇ, κατὰ Χριστὸν Ἰησοῦν, | |
20 | προσθήκῃ διδάσκει, ὡς οὐκ ἀορίστως αὐτοῖς τὴν ὁμόνοιαν γενέσθαι προσεύχεται, ἀλλὰ τὴν εὐσεβῆ συμφωνίαν αἰτεῖ. Τῇ δὲ μνήμῃ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως καὶ τὸν περὶ τῆς ἀγάπης συν‐ εισήγαγε λόγον, ἵνα ταύτῃ κοσμούμενοι τὰ τοῦ πέλας | |
25 | φέρωσιν ἐλαττώματα, καὶ διὰ συμβουλῆς, καὶ διὰ παρακλήσεως, ἐπὶ τὴν τελειότητα ποδηγῶσιν. ϛʹ. Ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡμῶν Θεὸν ἐκάλεσε τὸν Θεὸν, τοῦ δὲ Κυ‐ | |
30 | ρίου Ἰησοῦ Πατέρα· ὁ γὰρ πάντων ἡμῶν Θεὸς, αὐ‐ τοῦ Πατήρ. ζʹ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ. Καὶ ὁ Δεσπότης Χριστὸς, οὐ δικαίους ὄντας ἠγάπη‐ | |
35 | σεν, ἀλλ’ ἁμαρτωλοὺς λαβὼν ἐδικαίωσε. Προσήκει τοίνυν καὶ ὑμᾶς φέρειν τῶν ἀδελφῶν τὴν ἀσθένειαν, καὶ πάντα ὑπὲρ τῆς ἐκείνων πραγματεύεσθαι σωτη‐ ρίας. Ἐπειδὴ δὲ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες καὶ τοῦ Κυρίου τὴν περιτομὴν προεβάλλοντο, λέγοντες | |
40 | καὶ αὐτὸν τὴν κατὰ νόμον ἀσπάσασθαι πολιτείαν, προὔργου νενόμικεν ὁ θεῖος Ἀπόστολος καὶ περὶ τούτου τὰ προσήκοντα γράψαι, καί φησι· ηʹ, θʹ. Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γε‐ γενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ | |
45 | βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν. Ὑπέσχετο τῷ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη· ἐδέξατο δὲ καὶ αὐτὸς ὁ πατριάρ‐ χης, καὶ πᾶν τὸ ἐκείνου γένος, τῆς περιτομῆς τὸ | |
82.209(50) | σημεῖον. Ἔδει τοίνυν καὶ τὸν ἐκείνου σπέρμα κατὰ σάρκα προσαγορευόμενον, καὶ τοῖς ἔθνεσι τὴν εὐλο‐ γίαν πηγάζοντα, ἔχειν τὸ σημεῖον τῆς συγγενείας, ἵνα δειχθῇ σαφῶς ἡ τῆς θείας ἐπαγγελίας ἀλήθεια, καὶ τὴν χάριν τὰ ἔθνη δεξάμενα ὑμνήσῃ τῆς φιλαν‐ | |
55 | θρωπίας τὸν χορηγόν. Εἶτα Γραφικαῖς κέχρηται | |
82.212 | μαρτυρίαις, διδάσκων ἄνωθεν τῶν ἐθνῶν προηγο‐ ρευμένην τὴν σωτηρίαν. Καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. (ιʹ. ιβʹ.) | |
5 | Καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν· Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, καὶ ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, | |
10 | ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. Ταύτας μέντοι τὰς μαρ‐ τυρίας παρήγαγε, τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας διδάσκων μὴ ἀσχάλλειν ἐπὶ τῇ τῶν ἐθνῶν σωτηρίᾳ, ἀλλὰ ταῖς περὶ αὐτῶν προφητείαις πιστεύειν. Αὖθις δὲ αὐτοῖς ἐπεύχεται, τὴν πατρικὴν εὐσπλαγχνίαν | |
15 | δεικνύς. ιγʹ. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισ‐ σεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Εἶπε καὶ ἐν τοῖς ἔμπροσθεν ἡρμηνευμένοις, | |
20 | ὅτι ἐλπὶς βλεπομένη οὐκ ἔστιν ἐλπίς· διὰ τοῦτο καὶ Θεὸν ἐλπίδος τὸν Θεὸν προσαγορεύει, ὡς ἄνωθεν μὲν δεδωκότα τοῖς ἔθνεσι τὴν ἐλπίδα τῆς εὐλογίας, τοῖς ἔργοις δὲ τὴν ὑπόσχεσιν βεβαιώσαντα. Τοῦτο δὲ τῶν ἐλπιζομένων ἐστὶν ἐνέχυρον ἀγαθῶν. Ὁ γὰρ ἐκεῖνα | |
25 | ὑποσχόμενος, εἶτα πληρώσας, πληρώσει πάντως καὶ ἃ νῦν ἡμῖν ἐπηγγείλατο. Κελεύει δὲ ἡμᾶς οὐ μόνον ἐλπίζειν, ἀλλὰ καὶ περισσεύειν ἐν τῇ ἐλπίδι, τουτ‐ έστιν εἰλικρινῶς ἐλπίζειν, καὶ νομίζειν ὁρᾷν τὰ ἐλπιζόμενα ἀγαθά. Τοῦτο δὲ ἔφη παρέχειν τὴν τοῦ | |
30 | Πνεύματος χάριν. Ταῦτα καὶ παραινέσας, καὶ ἐπευξά‐ μενος, εὐφημίαν προσφέρει, ταύτῃ προτρέπων ἐπὶ τὰ κρείττονα· ιδʹ. Πέπεισμαι δὲ καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ἀδελφοὶ, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, | |
35 | πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Οἶδα, φησὶν, ὡς οὐ δεῖσθε δι‐ δασκαλίας. Ἔχετε γὰρ καὶ γνῶσιν αὐτάρκη, καὶ πλή‐ ρεις ἐστὲ παντοδαπῶν ἀγαθῶν, ὥστε καὶ ἑτέροις τὴν ἁρμόττουσαν προσφέρειν παραίνεσιν. | |
40 | ιεʹ. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοὶ, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ Θεοῦ. Καὶ τὸ μέτρον τοῦ φρονήματος ἔδειξε, κατατολμῆσαι τῆς διδασκα‐ λίας εἰπών· καὶ τὴν δοθεῖσαν χάριν ἐδήλωσε, ταύτῃ | |
45 | διδάσκων ὡς ἀκόλουθα γράφων. Τίς δὲ ἡ δοθεῖσά σοι χάρις; ιϛʹ Εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Διδάσκαλος κεχειροτόνημαι τῶν ἐθνῶν, ταύ‐ | |
82.212(50) | την εἰσφέρω τὴν λειτουργίαν τῷ Δεσπότῃ Χριστῷ. Καὶ τί τὸ ἐντεῦθεν φυόμενον κέρδος; Ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ. Πάντα πόνον φέρω προθύμως, ὥστε τὰ ἔθνη τῇ πίστει βεβαιωθῆναι, καὶ τυχεῖν | |
55 | τῆς τοῦ Πνεύματος χάριτος. Καὶ τὸ μὲν κήρυγμα | |
82.213 | ἱερουργίαν ἐκάλεσε· τὴν δὲ γνησίαν πίστιν, εὐπρόσ‐ δεκτον προσφοράν. Οὐδὲν οὖν, φησὶ, δέδρακα περιτ‐ τὸν, εἰ καὶ τολμηρότερον ἔγραψα, καὶ τοὺς πλημ‐ μελοῦντας διήλεγξα. | |
5 | ιζʹ. Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Εἶτα διδάσκει τὸ τῆς καυχήσεως εἶδος. ιηʹ, ιθʹ. Οὐ γὰρ τολμήσω τι λαλῆσαι, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν | |
10 | λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Οὐκ ἐπὶ τοῖς ἐμαυ‐ τοῦ σεμνύνομαι πόνοις, ἀλλ’ ἐπὶ τῇ τοῦ Δεσπότου Χριστοῦ δωρεᾷ. Ἔδωκε γάρ μοι τὴν τοῦ παναγίου Πνεύματος χάριν, εἰς σημείων καὶ τεράτων θαυματ‐ | |
15 | ουργίαν, ὥστε διὰ τούτων ζωγρηθῆναι τὰ ἔθνη, καὶ τῆς θεογνωσίας δέξασθαι τὴν ἀκτῖνα. Διδάσκει δὲ καὶ πόσοις ἐκήρυξεν ἔθνεσιν· Ὥστε με ἀπὸ Ἱερου‐ σαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλη‐ ρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Οὐ γὰρ τὰ | |
20 | κατὰ τὴν εὐθεῖαν ὁδὸν παρακείμενα ἔθνη ἐγεώργησα μόνα, ἀλλὰ καὶ κύκλῳ περιιὼν, τά τε ἑῷα καὶ τὰ Ποντικὰ μέρη, καὶ πρὸς τούτοις τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Θρᾴκην τῆς διδασκαλίας ἐπλήρωσα. Τοῦτο γὰρ δηλοῖ τὸ, κύκλῳ. | |
25 | κʹ. καʹ. Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζε‐ σθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλὰ καθὼς γέ‐ γραπται· Οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Τῆς φιλοπονίας | |
30 | τοῦτο τὴν φιλοτιμίαν σημαίνει. Τὰς γὰρ ἔτι χερ‐ σευούσας ἀρούρας λαμβάνων ἐνεούργει, καὶ ἔσπειρε, καὶ ἀπέφαινεν εὔκομα λήϊα, καὶ ἐπετίθει τῇ προῤ‐ ῥήσει τὴν ἔκβασιν. κβʹ. Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν | |
35 | πρὸς ὑμᾶς. Ἡ γὰρ περὶ τοὺς ἄλλους ἀσχολία τὴν πρὸς ὑμᾶς ἐκώλυσε παρουσίαν. κγʹ, κδʹ. Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν· ὡς ἐὰν πορεύ‐ | |
40 | σωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω δὲ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Δύο αἰτίας τῆς πρὸς αὐτοὺς ἀφίξεως τέθεικε, τό τε τοὺς ἄλλους τὸ κήρυγμα | |
45 | δέξασθαι, καὶ μηδὲν ἔθνος μεῖναι τῆς εὐαγγελικῆς δι‐ δασκαλίας ἀνήκοον, καὶ τὸν περὶ αὐτοὺς πόθον. Τῶν γὰρ προτέρων κωλυμάτων πεπαυμένων, ὁ πόθος ἐπὶ τὴν ἀποδημίαν ἠρέθιζε. Λέγει δὲ τὸν πόθον εἶναι πολλῷ τῆς παρουσίας πρεσβύτερον. Ἀπὸ πολλῶν | |
82.213(50) | γὰρ ἐτῶν, φησὶν, ἰδεῖν ὑμᾶς ἐπόθουν. Προλέγει δὲ ὡς οὐ μόνον αὐτοὺς ὄψεται, ἀλλὰ καὶ τὴν Σπανίαν καταλήψεται. Καὶ ἵνα μὴ νομίσωσι πάρεργον εἶναι | |
τῆς ὁδοῦ τὴν πρὸς αὐτοὺς παρουσίαν, ἐπήγαγε· Καὶ | ||
82.216 | ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Ὑμᾶς γὰρ πρώτους ἰδεῖν ἐφίεμαι, καὶ μεθ’ ὑμᾶς, ἐκείνους. κεʹ. Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, δια‐ | |
5 | κονῶν τοῖς ἁγίοις. —Διακονίαν καλεῖ τὴν τῶν χρημάτων διανομήν. Λέγει δὲ καὶ τοὺς πεπομφό‐ τας. κϛʹ. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς | |
10 | τῶν ἁγίων ἐν Ἱερουσαλήμ. Ταύτας πρὸς τοὺς μακαρίους ἀποστόλους, Πέτρον φημὶ, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, τὰς συνθήκας ποιούμενοι οἱ θεσπέσιοι Βαρνάβας καὶ Παῦλος, καὶ τὴν τῶν ἐθνῶν διδασκα‐ λίαν ἀναδεξάμενοι, ὑπέσχοντο προτρέπειν τοὺς | |
15 | πιστεύοντας τῶν ἐθνῶν, τῶν ἐν τῇ Ἰουδαίᾳ πιστῶν θεραπεύειν τὴν ἔνδειαν. Καὶ τοῦτο ἐν τῇ πρὸς Γαλά‐ τας διδάσκει σαφῶς· «Πέτρος γὰρ, ἔφη, καὶ Ἰάκω‐ βος, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν | |
20 | εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη, μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.» Τοῦτο καὶ ἐνταῦθά φησι, Μακεδο‐ νίας καὶ Ἀχαΐας τὴν προθυμίαν θαυμάζων. Ταύτην δὲ τὴν εὐποιίαν καὶ χρέος καλεῖ. | |
25 | κζʹ. Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν. Καὶ πόθεν τοῦτο τὸ χρέος γεγένηται; Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ἐκείνων, φησὶ, οἱ πατριάρχαι πατέρες· | |
30 | πρὸς ἐκείνους αἱ ἐπαγγελίαι γεγένηνται· οἱ ἐκείνων προφῆται τὰ κοινὰ προεθέσπισαν ἀγαθά· ἐξ ἐκείνων κατὰ τὴν ἀνθρωπείαν φύσιν ὁ Δεσπότης Χριστός· ἐξ ἐκείνων οἱ ἀπόστολοι τῆς οἰκουμένης οἱ κήρυκες· δι’ ἐκείνων διενεμήθη τὰ τοῦ Πνεύματος δῶρα. Δίκαιον | |
35 | τοίνυν τῶν μειζόνων μεταδεδωκότας μεταλαχεῖν τῶν μειόνων. Διὰ τοῦτο καὶ τὴν μετάδοσιν τῶν χρημάτων ἄνω μὲν κοινωνίαν, κάτω δὲ λειτουργίαν ἐκάλεσε· τῇ μὲν κοινωνίᾳ τὴν ἀντίδοσιν ὑποφαίνων, τῇ δὲ λειτουργίᾳ τὸν ὀφειλόμενον φόρον. | |
40 | κηʹ. Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι’ ὑμῶν εἰς τὴν Σπανίαν. Σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον· Μακεδόσι λέγει καὶ Ἀχαιοῖς. Διὰ γὰρ τῶν χειρῶν τῶν ἁγίων τῇ δεξιᾷ τοῦ Θεοῦ τὰ | |
45 | πεμφθέντα προσφέρω ἐκείνη δὲ ἀνέπαφα ταῦτα φυλάξει καὶ ἄσυλα. κθʹ. Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πλη‐ ρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. Πλήρωμα εὐλογίας τοῦ εὐαγγελίου, | |
82.216(50) | τοὺς ὑπὲρ τοῦ εὐαγγελίου κινδύνους ἐκάλεσεν, οὓς ἐν Ἱεροσολύμοις ὑπέμεινε. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. λʹ, λαʹ. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ | |
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγά‐ | ||
82.217 | πης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος | |
5 | γένηται τοῖς ἁγίοις. Ποίαις ἄν τις εὐφημίαις ἀξίαις τὴν μακαρίαν ταύτην καὶ τρισμακαρίαν κεφαλὴν στεφανώσει; Πρῶτον μὲν γὰρ καὶ ᾔδει τὰ συμβησόμενα καὶ προλέγει ταῦτα. Καὶ γὰρ ἐν Μιλή‐ τῳ τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις, ὅτι «Κατὰ | |
10 | πόλιν διαμαρτύρεταί με τὸ Πνεῦμα, ὅτι δεσμά με καὶ θλίψεις μένουσι· καὶ τοῦ Ἀγάβου δὲ ταῦτα αὐτὰ προειπόντος, καὶ πάντων ὀδυρομένων, καὶ ἐπισχεῖν αὐτὸν πειρωμένων, ὁ θεῖος εἶπεν ἀνήρ· «Τί κλαίετε, καὶ συνθρύπτετέ μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ | |
15 | μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμός εἰμι ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ ἐνταῦθα προείρηκεν, ὅτι καὶ Ῥωμαίους ὄψεται καὶ Σπανούς. Προστέθεικε δὲ ὅτι καὶ ἐν πληρώματι εὐλογίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσεται. | |
20 | Εἶτα ὡς ἀκριβῶς θεωρῶν τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς τούτων ἐπήγγειλε προσευχὰς, οὐ μόνον ἕνεκα τῶν ἀπειθούντων, ἀλλὰ καὶ τῶν πιστευόντων. Οὐδὲ γὰρ ἐκεῖνοι περὶ αὐτὸν φιλοστόργως διέκειντο, παραβάτην εἶναι τοῦ νόμου νομίζοντες. Οὗ δὴ χάριν | |
25 | προστέθεικε· Καὶ ἵνα ἡ διακονία μου εἰς Ἱε‐ ρουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις. Μετὰ μυρίων αὐτὰ συνέλεξε πόνων, παντοδαπὰς τοῖς μαθηταῖς παραινέσεις προσφέρων, καὶ τοὺς δεχο‐ μένους ἀγωνιᾷ, μὴ τὸ μῖσος νικήσῃ τὴν χρείαν. λβʹ. Ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελή‐ | |
30 | ματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. Οὐδὲ τὰ καλὰ δίχα τοῦ θείου θελήματος διαπράττεσθαι βού‐ λεται. λγʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν. —Θεὸν εἰρήνης οὐχ ἁπλῶς ἐνταῦθα τὸν | |
35 | Θεὸν προσηγόρευσεν, ἀλλὰ καὶ ὡς αὐτὸς ταύτης δεόμενος, διά τε τοὺς προφανῶς πολεμοῦντας, καὶ τοὺς ὑπόπτως περὶ αὐτὸν διακειμένους· καὶ ἐκείνοις ταύτην ἐπευχόμενος, δι’ ἣν εἶχον πρὸς ἀλλήλους ἀμφιβολίαν τῶν νομικῶν χάριν παρατηρήσεων. | |
40 | ΚΕΦΑΛ. Ιϛʹ. αʹ—γʹ. Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς· ἵνα αὐτὴν προσδέξησθε ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ | |
45 | πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγε‐ νήθη, καὶ ἐμοῦ αὐτοῦ. Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ. Αἱ Κεγχρεαὶ κώμη τίς ἐστι τῆς Κορίνθου μεγίστη. Ἄξιον τοίνυν θαυμάσαι τοῦ κηρύγματος | |
82.217(50) | τὴν ἰσχύν. Ἐν ὀλίγῳ γὰρ χρόνῳ οὐ μόνον τὰς πόλεις | |
τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰς κώμας ἐπλήρωσε· καὶ | ||
82.220 | τοσοῦτον ἦν τῆς τῶν Κεγχρεῶν Ἐκκλησίας τὸ σύστημα, ὡς καὶ γυναῖκα διάκονον ἔχειν, καὶ ταύ‐ την ἀοίδιμόν τε καὶ πολυθρύλλητον. Τοσοῦτον γὰρ εἶχε πλοῦτον κατορθωμάτων, ὡς παρὰ τῆς ἀποστο‐ | |
5 | λικῆς γλώττης τοιαύτας εὐφημίας καρπώσασθαι· Προστάτις γὰρ, φησὶ, πολλῶν ἐγενήθη, καὶ ἐμοῦ αὐτοῦ. Προστασίαν δὲ, ὡς οἶμαι, τὴν φιλοξενίαν καὶ κηδεμονίαν καλεῖ· καὶ τιμαῖς αὐτὴν πολλαπλασίαις ἀμείβεται. Αὐτὴ μὲν γὰρ, ὡς εἰκὸς, εἰς μίαν οἰκίαν | |
10 | αὐτὸν ὑπεδέξατο, καὶ πρὸς ὀλίγον χρόνον· δῆλον γὰρ ὃν ἐν Κορίνθῳ διέτριψεν· αὐτὸς δὲ αὐτῇ τὴν οἰκου‐ μένην ἀνέῳξε, καὶ ἐν πάσῃ γῇ καὶ θαλάττῃ περι‐ φανὴς ἡ γυνή· καὶ οὐκ ἔγνωσαν αὐτὴν οἱ Ῥωμαῖοι μόνοι καὶ Ἕλληνες, ἀλλὰ καὶ πάντες οἱ βάρβαροι. | |
15 | Ἡ δὲ μετὰ ταύτην μνημονευομένη καὶ ταύτην ὑπερ‐ ηκόντισε Τὴν γὰρ Πρίσκιλλαν, ἢ Πρίσκαν (ἀμφό‐ τερα γὰρ ἔστιν εὑρεῖν ἐν τοῖς βιβλίοις) καὶ τὸν Ἀκύ‐ λαν συνεργοὺς καλεῖ, καὶ προστίθησι τὸ, ἐν Χριστῷ Ἰησοῦ, ἵνα μή τις ὑπολάβῃ τὴν κοινωνίαν τῆς | |
20 | τέχνης αἰνίττεσθαι· σκηνοποιοὶ γὰρ ἦσαν καὶ οὗτοι. Λέγει δὲ καὶ ἑτέραν ἀγωνίαν μεγίστην. δʹ. Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Προστίθησι τῷ ἰδίῳ καὶ τὸ κοινόν· Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ | |
25 | πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Λέγει δὲ καὶ ἑτέραν ἀρετὴν ἀξιέπαινον. Ἀσπάζεται γὰρ εʹ. Καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. Δηλοῖ δὲ ὁ λόγος τὴν τῆς εὐσεβείας ὑπερβολήν. Πάν‐ τες γὰρ, ὡς εἰκὸς, τοὺς οἰκείους τὴν ἄκραν ἐδί‐ | |
30 | δαξαν ἀρετὴν, καὶ τὰς θείας λειτουργίας ἔνδον ἐπετέ‐ λουν προθύμως. Τούτων μέμνηται καὶ ὁ θεῖος Λουκᾶς, καὶ διδάσκει πῶς τὸν Ἀπολλὼ πρὸς τὴν ἀλήθειαν ἐποδήγησαν. Ἀσπάσασθε Ἐπαινετὸν τὸν ἀγαπητόν μου· | |
35 | ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν. Πρῶ‐ τος δὲ, ὡς εἰκὸς, παντὸς τοῦ ἔθνους ἐπίστευσεν· οὗ δὴ χάριν καὶ τῆς ἀπαρχῆς τὴν προσηγορίαν ἐδέ‐ ξατο. ϛʹ. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπία‐ | |
40 | σεν εἰς ἡμᾶς. Ἄλλη πάλιν γυνὴ ὑπὸ τῶν οἰκείων πόνων στεφανουμένη. ζʹ. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου, καὶ συναιχμαλώτους μου, οἵ‐ τινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ | |
45 | πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Πολλὰ κατὰ ταυ‐ τὸν τὰ ἐγκώμια· καὶ πρῶτον μὲν ὅτι κοινωνοὶ τῶν τοῦ θείου Παύλου κινδύνων. Συναιχμαλώτους γὰρ, ὡς τῶν παθημάτων αὐτῷ συμμετασχόντας, ἐκάλεσεν. Ἔπειτα ἐπισήμους εἶναι λέγει, οὐκ ἐν τοῖς μαθηταῖς, | |
82.220(50) | ἀλλ’ ἐν τοῖς διδασκάλοις, οὐδὲ ἐν τοῖς τυχοῦσι διδα‐ σκάλοις, ἀλλ’ ἐν τοῖς ἀποστόλοις. Ἐπαινεῖ δὲ αὐτοὺς καὶ ἀπὸ τοῦ χρόνου τῆς πίστεως· Πρὸ ἐμοῦ γὰρ, φησὶ, γεγόνασιν ἐν Χριστῷ· μετ’ αὐτοὺς γὰρ ἐκλήθην ἐγώ. Ἐγὼ δὲ πανταχοῦ θαυμάζω τῆς | |
55 | θεσπεσίας κεφαλῆς τὸ μέτριον φρόνημα. | |
82.221 | ηʹ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. Οὐδὲ τοῦτο σμικρὸς ἔπαινος. Ἐν Κυρίῳ γὰρ ἀγαπητὸν αὐτὸν προσηγόρευσε· κατορθωμάτων δὲ τοῦτο δηλωτικόν. | |
5 | θʹ. Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. Μεί‐ ζοσιν εὐφημίαις τὸν Οὐρβανὸν ἐταινίωσε. Συνεργὸν [γὰρ] αὐτὸν τῶν τοῦ Χριστοῦ κηρυγμάτων καὶ τῶν ἀγώνων ἐκάλεσεν. | |
10 | ιʹ. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χρι‐ στῷ. Ἀρετῆς ἄκρας ἡ μαρτυρία. Τὸ γὰρ μηδὲν ἔχειν κίβδηλον, τῶν ἀγαθῶν ἐστι κολοφών. ιαʹ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα τὸν συγγενῆ μου, καὶ τοὺς ἐκ | |
15 | τῶν Ναρκίσσου. Δῆλον δὲ, ὡς οἰκίαι ἦσαν πεπι‐ στευκυῖαι. Περὶ δέ γε τῶν Ναρκίσσου φησί· Τοὺς ὄντας ἐν Κυρίῳ, ὡς ὄντων δήπουθε καὶ ἄλλων οὐ‐ δέπω τοῦτο γεγενημένων. ιβʹ. Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν, | |
20 | τὰς κοπιώσας ἐν Κυρίῳ. Πάλιν ἀπὸ τῶν κόπων ὁ στέφανος· κόπον δὲ, ἢ φιλοξενίας, ἢ νηστείας, ἢ ἄλλης ἀρετῆς τινος, ὁ λόγος δηλοῖ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητὴν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. Μείζων ταύτης ἡ εὐφημία· μείζων γὰρ | |
25 | ἡ φιλοπονία. ιγʹ. Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυ‐ ρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Καὶ οὗτος πάλιν ὁ ἔπαινος ἀξιέραστος. «Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» Καὶ τὴν τούτου δὲ μητέρα πολλοῖς | |
30 | ἐλάμπρυνεν ἀρετῆς κατορθώμασιν· οὐ γὰρ ἄλλως ἠξιώθη Παύλου μήτηρ ὀνομασθῆναι. Τοῦ μὲν γὰρ Ῥούφου ἡ φύσις αὐτὴν ἀπέφηνε μητέρα, τοῦ δὲ θείου Παύλου τῆς ἀρετῆς τὸ αἰδέσιμον. ιδʹ. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρ‐ | |
35 | μᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἄλλη αὕτη συνοικία πιστῶν, τῆς Παύ‐ λου προσηγορίας ἀξία. ιεʹ. Ἀσπάσασθε Φιλόλογον, καὶ Ἰουλίαν, Νη‐ ρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ | |
40 | τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Καὶ οὗτοι πάλιν κατὰ ταυτὸν διάγοντες, δι’ ἣν εἶχον ἀρετὴν, τῆς ἀποστολικῆς προσρήσεως ἔτυχον. Οὕτω τούτους ὀνομαστὶ προσειπὼν, ἅπασι λοιπὸν ἀλλήλους ἀσπά‐ σασθαι παρηγγύησεν. | |
45 | ιϛʹ. Ἀσπάσασθε γὰρ, φησὶν, ἀλλήλους ἐν φιλή‐ ματι ἁγίῳ. Ἐπειδὴ γὰρ ἀπὼν αὐτὸς αὐτοὺς οὐκ ἐδύνατο περιπτύξασθαι, δι’ αὐτῶν ποιεῖ παρα‐ κελευσάμενος ἀλλήλους ἀσπάσασθαι, καὶ ἀσπά‐ σασθαι ἐν ἁγίῳ φιλήματι, σεμνῷ, καὶ σώφρονι, καὶ | |
82.221(50) | εἰλικρινεῖ, καὶ γνησίῳ, καὶ δόλου παντὸς ἀπηλλαγ‐ μένῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ. Ἀπὸ πάσης, ὡς εἰπεῖν, τῆς οἰκουμέ‐ | |
νης προσεῖπε τὴν τῆς οἰκουμένης προκαθημένην. | ||
82.224 | ιζʹ. Παρακαλῶ δὲ ὑμᾶς. ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκ‐ κλίνετε ἀπ’ αὐτῶν. Τοὺς κακοὺς τοῦ νόμου συνηγό‐ | |
5 | ρους διὰ τούτων αἰνίττεται, ὧν φεύγειν τὴν διδα‐ σκαλίαν παρακελεύεται, ἐπαινῶν τοῦ κορυφαίου τῶν ἀποστόλων τὸ κήρυγμα. Τὸ γὰρ λέγειν, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, μάλα θαυ‐ μάζοντός ἐστι τὴν διδασκαλίαν ἧς ἔτυχον. | |
10 | ιηʹ. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. Καὶ ἐντεῦ‐ θεν δῆλον, ὡς περὶ Ἰουδαίων ταῦτά φησιν· ἀεὶ γὰρ αὐτῶν τῆς γαστριμαργίας κατηγορεῖ· καὶ ἀλλαχοῦ φησιν· «Ὧν Θεὸς ἡ κοιλία.» Καὶ διὰ τῆς χρηστολο‐ | |
15 | γίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. —Εὐλογίαν τὸν ἔπαινον ἐκάλεσεν. Αἰνίτ‐ τεται δὲ καί τινας ὑπαχθέντας ἐξ αὐτῶν. Ἐξαπα‐ τῶσι γὰρ, φησὶ, τὰς καρδίας τῶν ἀκάκων. Οὐ κακοήθειαν μέντοι, ἀλλὰ ἁπλότητα ᾐτιάσατο. Εἶτα | |
20 | πάλιν αὐτοὺς τοῖς ἐπαίνοις ἐγείρει. ιθʹ. Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ὅτι προθύμως τὴν ἀποστολικὴν διδασκαλίαν ἐδέ‐ ξασθε. Χαίρω οὖν, φησὶ, τὸ ἐφ’ ὑμῖν. Ἀλλ’ ὅμως καὶ ἐπαινῶν ἐπιμένει διδάσκων. Θέλω δὲ ὑμᾶς | |
25 | σοφοὺς εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Τοῦτον καὶ ὁ Κύριος τοῖς ἀποστόλοις τὸν νόμον προσήνεγκε, «Γίνεσθε, λέγων, φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Βούλεται δὲ καὶ ὁ Δεσποτικὸς λόγος, ἀποθέσθαι μὲν τὰς | |
30 | παρὰ τῶν δυσμενῶν προσφερομένας ἐπιβουλὰς, ἥκιστα δὲ τοὺς ἀδικοῦντας ἀμύνεσθαι. κʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἐπειδὴ φυλάττεσθαι τοὺς δυσμενεῖς παρηγγύησεν, εἰς και‐ | |
35 | ρὸν τὸν Θεὸν ἠντιβόλησε τὸν τῶν ἐπιβουλῶν συντρίψαι διδάσκαλον, καὶ τοῖς τῶν πεπιστευκότων ὑποτάξαι ποσίν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Δείξας τὸν πολέμιον, ὑπέδειξε τὸν ἐπίκουρον. Οἱ γὰρ τῆς θείας χάριτος ἀπολαύ‐ | |
40 | σαντες τὸ ἄμαχον ἔχουσιν. καʹ. Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος, καὶ Ἰάσων, καὶ Σωσίπατρος, οἱ συγγενεῖς μου. Ὁ μὲν ἐπίσημον ἔχει τοῦ ἔργου τὴν κοινωνίαν, οἱ δὲ τὴν συγγένειαν· τοῦ δὲ συγγε‐ | |
45 | νοῦς ὁ συνεργὸς πολλῷ τιμαλφέστερος. Οὗτος δέ ἐστι Τιμόθεος, ὃν ἐν Λύστροις περιέτεμε, πρὸς ὃν τὰς δύο γέγραφεν Ἐπιστολάς. καὶ τοῦ Ἰάσωνος δὲ μέμνηται ἡ τῶν Πράξεων ἱστορία. κβʹ. Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας | |
82.224(50) | τὴν ἐπιστολὴν ἐν Κυρίῳ. Εἷς ἦν καὶ οὗτος τῶν τῆς ἀποστολικῆς διδασκαλίας ἠξιωμένων· οὗ δὴ καὶ χάριν, τῆς ἁγίας ψυχῆς τὰς ὠδῖνας διὰ τῆς γλώττης | |
δεχόμενος, ἐνθεῖναι ταύτας προσετάχθη τῷ χάρτῃ. | ||
82.225 | κγʹ. Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου, καὶ τῆς Ἐκκλησίας ὅλης. Μεγίστη καὶ αὕτη τῆς εὐ‐ φημίας ἡ μαρτυρία, τὸ τὴν οἰκίαν τοῖς τῆς πίστεως ἀναπετάσαι τροφίμοις, καὶ μετὰ τῶν ἄλλων ἁπάν‐ | |
5 | των, καὶ αὐτὸν τὸν τῆς οἰκουμένης θεραπεῦσαι διδά‐ σκαλον. Ξένον γὰρ τὸν ξενοδόχον καλεῖ. Κορίνθιος δὲ ἦν οὗτος, καὶ τοῦτο ἡμᾶς ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος· «Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ μου, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρί‐ | |
10 | σπον καὶ Γάϊον.» Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός. Οὐ τῆς Ἐκκλησίας αὐτὸν οἰκονόμον καλεῖ, ἀλλὰ τῆς πόλεως, ὡς κηδεμονίαν τινὰ πάντως πεπιστευμένον. Μέμνηται δὲ αὐτοῦ καὶ ἐν τῇ πρὸς Τιμόθεον Ἐπι‐ | |
15 | στολῇ· λέγει δὲ οὕτως· «Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ. Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθε‐ νοῦντα.» κδʹ. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Πάλιν αὐτοῖς τῆς | |
20 | πνευματικῆς εὐλογίας μετέδωκε, καὶ τῇ τοῦ Κυρίου χάριτι καθάπερ τινὶ ἀδαμαντίνῳ περιέβαλε τείχει. Τοῦτο καὶ προοίμιον τῆς Ἐπιστολῆς ἐποιήσατο, καὶ τέλος ἐπέθεικε. Ταύτης καὶ ἡμεῖς μεταλάβωμεν, ἵνα κρείττους τῶν ἐπιβουλῶν γενώμεθα, ἵνα ὑπὸ ταύτης | |
25 | φωτιζόμενοι, τὴν εὐθεῖαν ὁδὸν ἀπλανῶς διοδεύσωμεν, καὶ τοῖς ἀποστολικοῖς ἀκολουθήσαντες ἴχνεσιν, ἀξιω‐ θῶμεν ἰδεῖν τὸν διδάσκαλον, καὶ διὰ τῆς ἐκείνου πρεσβείας τῆς Δεσποτικῆς ἀπολαύσωμεν εὐμενείας, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, χάριτι καὶ | |
30 | φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἰστέον ὅτι ἡ πρὸς Ῥωμαίους Ἐπιστολὴ ἐγράφη | |
35 | ἀπὸ Κορίνθου. | |
36t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
37t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
38t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. | |
42 | ΥΠΟΘΕΣΙΣ. Κορινθίοις τὸ σωτήριον κήρυγμα πρῶτος ὁ θεσπέ‐ | |
σιος προσενήνοχε Παῦλος, καὶ συχνὸν δὲ παρ’ αὐ‐ | ||
82.228 | τοῖς διέτριψε χρόνον, τοῦτο τοῦ Δεσπότου διαῤῥήδην παρεγγυήσαντος· «Λάλει γὰρ, ἔφη πρὸς αὐτὸν, καὶ μὴ σιωπήσῃς· ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.» Ἐνιαυτοῦ τοίνυν καὶ μηνῶν ἓξ διεληλυ‐ | |
5 | θότων, αὐτὸς μὲν εἰς ἑτέρας ἐξεδήμησε πόλεις τοῦ κηρύγματος χάριν. Ἐκεῖνοι δὲ τὴν σοφιστικὴν ἔριν καὶ φιλοτιμίαν ἐζήλωσαν. Εἰς πολλὰς γὰρ συμμορίας διῃρέθησαν, ἐλλογίμους ἄνδρας προστησάμενοι δι‐ δασκάλους, καὶ ἕκαστοι τὸν οἰκεῖον διετέλουν θαυμά‐ | |
10 | ζοντες, καὶ πρὸς ἀλλήλους περὶ τούτων φιλονεικοῦν‐ τες. Εἷς δὲ τούτων τῶν ἐπ’ εὐγλωττίᾳ σεμνυνομέ‐ νων, καὶ παρανομίαν μεγίστην ἐτόλμησε· τῇ γὰρ μητρυιᾷ συνευνάζετο. Οἱ δὲ τῆς τούτου συμμορίας τοῦτο μὲν παρεώρων, μόνην δὲ τὴν εὐγλωττίαν εὐ‐ | |
15 | φήμουν. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος ἀρξάμενος τῆς Ἐπιστολῆς, τῆς νομιζομένης σοφίας κατηγορεῖ, καὶ δείκνυσι τὸ κήρυγμα ταύτης μὲν γεγυμνωμένον, μεγίστην δὲ δύναμιν ἔχον. Ἐπιμέμφεται δὲ καὶ τοῖς ἀμφισβητοῦσι μὲν πρὸς ἀλλήλους περὶ πραγμά‐ | |
20 | των ἑτέρων, βιωτικοῖς δὲ ἄρχουσι δικασταῖς κεχρη‐ μένοις. Ἀπαγορεύει δὲ καὶ τὴν τῶν εἰδωλοθύτων μετάληψιν, αἰνιττόμενος ὡς καὶ τοῦτο παρά τινων ἐτολμᾶτο. Ἐν δὲ τῷ μεταξὺ, καὶ περὶ παρθενίας καὶ χηρείας συμβουλεύει τὰ πρόσφορα· καὶ μέντοι | |
25 | καὶ περὶ τῶν πνευματικῶν χαρισμάτων μακροὺς ἀποτείνει λόγους, τὴν τούτων διδάσκων διαφορὰν, καὶ παρεγγυῶν τῷ χαρίσματι τῶν γλωττῶν μὴ κατὰ φιλοτιμίαν, ἀλλὰ κατὰ χρείαν, κεχρῆσθαι. Προσ‐ φέρει δὲ αὐτοῖς καὶ τὴν περὶ τῆς ἀναστάσεως διδα‐ | |
30 | σκαλίαν, τινῶν, ὡς εἰκὸς, πείθειν αὐτοὺς πειρωμέ‐ νων τὸν περὶ τῆς ἀναστάσεως τῶν σωμάτων μὴ προσ‐ δέχεσθαι λόγον. Καὶ ἄλλα δέ τινα, ἵνα μὴ καθ’ ἕκα‐ στον λέγων μηκύνω, τοῖς πρὸς αὐτοὺς ἐνέθηκε γράμμασι, κἀκείνοις ὀνησιφόρα, καὶ πᾶσιν ἀνθρώ‐ | |
35 | ποις ὠφέλειαν πραγματευόμενα. Περὶ μέντοι τοῦ δόγματος οὐ πολλοῖς ἐχρήσατο λόγοις, ἐπειδήπερ οὐκ ὀλίγον παρ’ αὐτοῖς διατρίψας χρόνον, ἀκριβῶς αὐτοὺς ἅπερ δεῖ φρονεῖν ἐξεπαίδευσε, καὶ ὁ θαυμάσιος δὲ Ἀπολλὼς μετ’ αὐτὸν ἀφικόμενος τὴν ἀποστολικὴν | |
40 | διδασκαλίαν ἐκράτυνεν. Ἄριστον τοίνυν ἰατρὸν ἐμι‐ μήσατο, καὶ τοῖς πάθεσι κατάλληλα προσενήνοχε φάρμακα. Διηκόνησαν δὲ τοῖς γράμμασι Στεφανᾶς, καὶ Φουρτουνᾶτος, καὶ Ἀχαϊκὸς, παρὰ τῶν Κοριν‐ θίων πρὸς αὐτὸν ἀποσταλέντες, ὡς ἐν τῷ τέλει διδά‐ | |
45 | σκει. Τὸν γὰρ μακάριον Τιμόθεον ἀπέστειλε μὲν πρὸς αὐτοὺς, οὐ μὴν μετὰ ἐπιστολῆς, καὶ τοῦτο δῆλον αὐτὸς πεποίηκεν· ἔφη γάρ· «Ἐὰν ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.» ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. | |
82.228(50) | αʹ. «Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ.» Καὶ αὐτὸ τὸ προοίμιον τὸν τῆς κατηγορίας μηνύει σκοπόν. Διδάσκει γὰρ αὐτοὺς μὴ ἑαυτοῖς θαῤῥεῖν, ἀλλ’ ἐπὶ τῷ σεσωκότι Θεῷ μέγα φρονεῖν. Διὰ τοῦτο καὶ τῆς ἀποστολῆς καὶ τῆς κλήσεως ἐμνημόνευσε, | |
55 | μονονουχὶ λέγων· Ὑμεῖς μὲν ἑαυτοὺς ἐξ ἀνθρώπων ὀνομάζετε, ἐγὼ δὲ ἐμαυτὸν ἀπὸ τοῦ καλέσαντός με | |
καὶ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ. «Διὰ θελήματος | ||
82.229 | Θεοῦ.» Καὶ τοῦτο ὡσαύτως τῆς διαφωνίας κατηγο‐ ρεῖ· Πατρὸς γὰρ καὶ Υἱοῦ τὴν συμφωνίαν ὑπέδειξε. Διδάσκει δὲ ἡμᾶς κατὰ ταυτὸν, ὡς ἀδιαφόρως ταῖς προθέσεσι κέχρηται. Ἐνταῦθα γὰρ τὴν δι’ οὗ, ἣν | |
5 | οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες προσνέμουσι τῷ Υἱῷ, ἐπὶ τοῦ Πατρὸς τέθεικεν. Οὐκ ἂν δὲ τοῦτο ἔδρασεν, εἴπερ ἄρα ἔλαττόν τι τῆς ἐξ οὗ τὴν δι’ οὗ σημαίνειν ὑπέλαβε. «Καὶ Σωσθένης ὁ ἀδελφός.» Τοῦτον ὑπολαμβάνω Κορίνθιον εἶναι. Μέμνηται δὲ | |
10 | αὐτοῦ καὶ ἡ τῶν Πράξεων ἱστορία, καὶ διδάσκει ἡμᾶς ὁ μακάριος Λουκᾶς, ὡς ἁρπάσαντες αὐτὸν ἐπὶ τοῦ Γαλλίωνος οἱ Ἕλληνες λίαν ᾐκίσαντο. βʹ. «Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν | |
15 | πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.» Πάντα τὰ εἰρημένα τοῦ πάθους ἀλεξιφάρμακα· τὴν γὰρ κακῶς γεγενημένην συνάπτει διαίρεσιν. Καὶ πρῶτον μὲν αὐτοὺς μίαν Ἐκκλησίαν ἀποκαλεῖ, | |
20 | καὶ Θεοῦ Ἐκκλησίαν, καὶ προστίθησιν, ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν τῷ δεῖνι καὶ δεῖνι. Καλεῖ δὲ αὐτοὺς καὶ κλητοὺς καὶ ἁγίους, καὶ συνάπτει τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι, διδάσκων ὡς οὐκ αὐτοὺς μόνον ὁμονοεῖν προσήκει, ἀλλὰ καὶ πάντας τοὺς τῷ | |
25 | σωτηρίῳ πεπιστευκότας κηρύγματι ἓν ἔχειν φρό‐ νημα, ἅτε δὴ εἰς ἓν σῶμα συντελοῦντας τοῦ Δεσπό‐ του Χριστοῦ. Τὸ δὲ, αὐτῶν δὲ καὶ ἡμῶν, τῷ Κυρίῳ συνήρμοσται, ἀντὶ τοῦ, Καὶ ἡμεῖς οἱ γράφοντες, καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Κύριον | |
30 | ἔχομεν Ἰησοῦν Χριστόν. γʹ. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Εἰς καιρὸν αὐ‐ τοῖς καὶ τὴν χάριν ἐπηύξατο καὶ τὴν εἰρήνην, ἅτε δὴ διῃρημένοις καὶ στασιάζουσι πρὸς ἀλλήλους. Ταύτης | |
35 | δὲ ἔδειξε χορηγὸν οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δεικνὺς τὴν ἰσό‐ τητα. δʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ, τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ | |
40 | Ἰησοῦ.» Μέλλων κατηγορεῖν προθεραπεύει τὴν ἀκοὴν, ὥστε δεκτὴν γενέσθαι τὴν ἰατρείαν. Ἔχει δὲ καὶ τὸ ἀψευδὲς τὰ εἰρημένα· ἐπὶ γὰρ ταῖς δοθείσαις αὐτοῖς εὐχαρίστησε τῷ Θεῷ δωρεαῖς. Λέγει δὲ καὶ ταῦτα σαφέστερον. | |
45 | εʹ, ϛʹ. «Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.» Ταῦτα εἴδη τῶν τοῦ Πνεύματος χαρισμάτων. «ᾯ μὲν γὰρ, φησὶ, διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ | |
82.229(50) | λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα.» Συνεχῶς δὲ τὸ τοῦ Κυρίου ὄνομα παρεντίθησι· διδάσκων ὡς οὐχ ἑτέρωθεν ὀνομάζεσθαι χρὴ, ἀλλ’ ἐκ τοῦ τὴν σωτηρίαν παρεσχηκότος. Μαρτύριον δὲ τὸ τοῦ Χριστοῦ κή‐ ρυγμα καλεῖ· διαμαρτύρονται γάρ πως οἱ κηρύτ‐ | |
55 | τοντες. Οὕτω καὶ Τιμοθέῳ γράφων ἔλεγε· «Δια‐ | |
82.232 | μαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκρούς.» Οὕτω καὶ ὁ Κύριος εἶπεν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Κηρυχθήσεται τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύ‐ | |
5 | ριον αὐτοῖς.» Βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου καλεῖ τὴν τῶν σημείων θαυματουργίαν. Δι’ ἐκείνων γὰρ ἐδείκνυτο τοῦ κηρύγματος ἡ ἀλήθεια. ζʹ. «Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρί‐ σματι.» Καὶ γὰρ προφητικῆς μετέλαχον χάριτος, | |
10 | καὶ γλώτταις διαφόροις ἐλάλουν, ὡς ἐν τοῖς μετὰ ταῦτα διδάσκει σαφέστερον. «Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τού‐ των δὲ ἀπηλαύσατε, ἵνα τὴν δευτέραν ἐπιφάνειαν τοῦ Σωτῆρος προσμείνητε. | |
15 | ηʹ. «Ὃς καὶ βεβαιώσει ἡμᾶς ἕως τέλους ἀνεγκλή‐ τους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» Καὶ τὸ βέβαιον αὐτοῖς ἐπηύξατο, καὶ τὸ ἄμωμον. Τὸ εἰπεῖν ἀνεγκλήτους, ἔδειξε τέως ὄντας ἐγκλήμασιν ὑπευθύνους. | |
20 | θʹ. «Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινω‐ νίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Ποιήσει δὲ τοῦτο ὁ καὶ τῆς υἱοθεσίας ὑμῖν τὸ χάρισμα δωρησάμενος. Κοινωνίαν γὰρ Υἱοῦ τὴν υἱοθεσίαν ἐκάλεσε· τὸ δὲ, πιστός, ἀντὶ τοῦ, ἀψευ‐ | |
25 | δής τε καὶ ἀληθής. Καὶ ἐνταῦθα μέντοι τὸ, δι’ οὗ, ἐπὶ τοῦ Πατρὸς τέθεικε, τῶν αἱρετικῶν ἐμφράττων τὰ ἀναίσχυντα στόματα, καὶ διδάσκων ὡς οὐ μικρό‐ τητος αὕτη σημαντική. Οὕτω ταῖς εὐφημίαις καὶ ταῖς εὐλογίαις προλεάνας τὴν ἀκοὴν, ἄρχεται τῆς | |
30 | κατηγορίας, οὐ γυμνὴν αὐτὴν εἰσάγων, ἀλλὰ παραί‐ νεσιν προεισφέρων. ιʹ. «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.» Καλῶς τὸ | |
35 | ὄνομα τοῦ Κυρίου τῇ παρακλήσει συνέταξεν· αὐτὸ γὰρ ἦν τὸ παρ’ αὐτῶν ἀθετούμενον. Δέον γὰρ αὐ‐ τοὺς ἀπὸ τούτου προσαγορεύεσθαι, ταῖς ἀπὸ τῶν προεστώτων ἐπωνυμίαις ἐχρῶντο. «Ἦτε δὲ κατηρ‐ τισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ.» | |
40 | Οὐ δογμάτων αὐτοῖς διαφορὰν ἐπιμέμφεται, ἀλλὰ τὴν περὶ τῶν προεστώτων ἔριν τε καὶ φιλονεικίαν. Ἡ μὲν διάνοια, φησὶ, τοῦ κηρύγματος μία· τοῦτο γὰρ λέγει, ἐν τῷ αὐτῷ νοΐ· ἡ δὲ διάθεσις οὐκέτι μία· τοῦτο γὰρ δηλοῖ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Παρακαλεῖ | |
45 | τοίνυν αὐτοὺς τὰ αὐτὰ νοοῦντάς τε καὶ φρονοῦντας, μὴ διεστάναι, καὶ περὶ τῶν ἡγουμένων μάτην φιλο‐ νεικεῖν. ιαʹ. «Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης.» Οἰκία τις ἦν οὕτως ἐπονομαζομένη | |
82.232(50) | ἴσως. Οὐκ εἶπε δὲ ὀνομαστὶ τοὺς δηλώσαντας, ἵνα μὴ πρὸς ἑαυτοὺς ἐκπολεμώσῃ. «Ὅτι ἔριδες ἐν ὑμῖν | |
εἰσι.» Διδάσκει δὲ καὶ τῆς φιλονεικίας τὸ εἶδος. | ||
82.233 | ιβʹ. «Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.» Ἐκεῖνοι μὲν ἀφ’ ἑτέρων ἑαυτοὺς ὠνόμα‐ ζον διδασκάλων, αὐτὸς δὲ τὸ ἑαυτοῦ καὶ τὸ Ἀπολλὼ τέ‐ | |
5 | θεικε· προστέθεικε δὲ καὶ τὸ τοῦ κορυφαίου τῶν ἀπο‐ στόλων, διδάσκων ὡς οὐδὲ τοῖς αὐτῶν δίκαιόν ἐστιν εἰς τοῦτο κεχρῆσθαι ὀνόμασι. Καὶ τοῦτο ἐν τοῖς ἑξῆς σα‐ φέστερον μαθησόμεθα. Σοφῶς δὲ ἄγαν καὶ τὸ τοῦ Χριστοῦ ὄνομα συνηρίθμησε τοῖς ἄλλοις, δεικνὺς τοῦ | |
10 | γινομένου τὸ ἄτοπον, ὅτι ἐν ἴσῃ τάξει καὶ τὸν Δεσπό‐ την καὶ τοὺς δούλους ἐτίθεσαν. ιγʹ. «Μεμέρισται ὁ Χριστός;» Τοῦτό τινες ἀποφαντικῶς ἀνέγνωσαν, Χριστὸν ἐνταῦθα τὴν Ἐκκλη‐ σίαν ὠνομάσθαι φήσαντες, καὶ ἑρμηνεύσαντες οὕ‐ | |
15 | τως, ὅτι κακῶς ἐμερίσατε τοῦ Χριστοῦ τὸ σῶμα. Ἐγὼ δὲ αὐτὸ κατ’ ἐρώτησιν κεῖσθαι νομίζω· τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα· «Μὴ Παῦλος ἐσταυ‐ ρώθη ὑπὲρ ἡμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτί‐ σθητε;» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μὴ κοινωνοὺς | |
20 | ἔχει τῆς δεσποτείας καὶ τῆς ἐξουσίας ὁ Χριστὸς, καὶ διὰ τοῦτο διῄρηται, καὶ οἱ μὲν ἐξ αὐτοῦ καλεῖσθε, οἱ δὲ ἐκ τοῦ δεῖνος καὶ τοῦ δεῖνος; Οὐ μόνος τὸν ὑπὲρ πάντων ὑμῶν κατεδέξατο θάνατον; Οὐκ ἐν τῷ ὀνόματι αὐτοῦ τῆς τοῦ βαπτίσματος ἀπηλαύσατε χάριτος; | |
25 | Μὴ ἀνθρώπων ἐπικλήσεις τὴν τῶν ἁμαρτημάτων ὑμῖν ἄφεσιν ἐδωρήσαντο; ιδʹ—ιϛʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρῖσπον καὶ Γάϊον· ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. Ἐβάπτισα | |
30 | δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλων ἐβάπτισα.» Αὔξει μὲν τὴν κατηγορίαν δι’ ἑκάστου τῶν λεγομένων· οὐ πλήττει δὲ σφόδρα τοὺς κατηγορουμένους, τὸ οἰκεῖον ἀντ’ ἐκείνων ὑποτιθεὶς πρόσωπον. Αἰνίττεται δὲ, ὡς οὐ μόνον ἀπὸ τῶν δι‐ | |
35 | δασκάλων, ἀλλὰ καὶ ἀπὸ τῶν βαπτισάντων τινὲς ἑαυ‐ τοὺς ἀπεκάλουν. Λέγει δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν πολ‐ λοὺς οὐκ ἐβάπτισεν. ιζʹ. «Οὐ γὰρ ἀπέστειλέ με ὁ Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι.» Καίτοι ἀμφότερα προσ‐ | |
40 | έταξε· «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πα‐ τρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Ἀλλὰ τὸ κηρύττειν τοῦ βαπτίζειν ἦν τιμιώτερον. Τὸ μὲν γὰρ βαπτίζειν πᾶσίν ἐστιν εὐπετὲς τοῖς τῆς ἱερωσύ‐ | |
45 | νης ἠξιωμένοις· τὸ δέ γε κηρύττειν ὀλίγων ἦν, τῶν τοῦτο θεόθεν δεξαμένων τὸ χάρισμα. Ἐντεῦθεν λοι‐ πὸν τῶν ἐπ’ εὐγλωττίᾳ βρενθυομένων καταστέλλει τὴν ὀφρὺν, καί φησιν, «Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.» Εἰ γὰρ στωμυλίᾳ | |
82.233(50) | καὶ δεινότητι λόγων ἐχρώμην, οὐκ ἂν ἐδείχθη τοῦ σταυρωθέντος ἡ δύναμις· πάντες γὰρ ἂν ὑπέλαβον τῇ περὶ τὸ λέγειν ἐπιστήμῃ τοὺς πεπιστευκότας ἠγρεῦσθαι· ἡ δὲ τῶν κηρυττόντων ἀπαιδευσία τοὺς ἐπ’ εὐγλωττίᾳ σεμνυνομένους νικῶσα, τοῦ σταυροῦ | |
55 | τὴν ἰσχὺν ἐναργῶς ἀποδείκνυσιν. | |
82.236 | ιηʹ, ιθʹ. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν | |
5 | ἀθετήσω.» Λόγον τοῦ σταυροῦ τὸ περὶ τοῦ σταυροῦ κήρυγμα λέγει. Ἀπολλυμένους δὲ τοὺς ἀπιστοῦντας καλεῖ· σωζομένους δὲ τοὺς πιστεύοντας, ἀπὸ τοῦ τέλους τὰς προσηγορίας τιθείς. Τὴν δὲ Γραφικὴν τέ‐ θεικε μαρτυρίαν, διδάσκων ὡς ἄνωθεν ταῦτα προ‐ | |
10 | ηγόρευσεν ὁ τῶν ὅλων Θεός. Εἶτα δείκνυσι τὸ τῆς προῤῥήσεως ἀψευδές. κʹ. «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητη‐ τὴς τοῦ αἰῶνος τούτου;» Πάντας τούτους νενίκηκε τοῦ σταυροῦ τὰ κηρύγματα. Καλεῖ μὲν σοφὸν, τὸν | |
15 | τῇ Ἑλληνικῇ στωμυλίᾳ κοσμούμενον· γραμματέα δὲ τὸν τῶν Ἰουδαίων διδάσκαλον, τὸν ἐπὶ τῇ νομικῇ γνώσει μεγαλαυχούμενον· συζητητὴν δὲ, τὸν ἐκ τούτων κἀκείνων διαλεκτικὴν ἠσκημένον τέχνην. Εἶτα ἐπάγει· «Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν | |
20 | τοῦ κόσμου τούτου;» Σοφίαν τοῦ κόσμου τούτου, οὐ τὴν εὐγλωττίαν καλεῖ· καὶ γὰρ ταύτης χορηγὸς ὁ Θεός. Αὐτὸς γὰρ καὶ τὰς γλώττας διεῖλε, καὶ ἑκάστῃ χαρακτῆρας ἰδίους ἀπένειμε. Καὶ τῇ Ἑλλάδι τοίνυν φωνῇ αὐτὸς ἔδωκε τὴν λαμπρότητα. Οἱ δέ γε οὐκ εἰς | |
25 | δέον ταύτῃ χρησάμενοι, δέλεαρ αὐτὴν τῆς ἀπάτης ἀπέφηναν, καὶ πιθανὴν τὴν μυθολογίαν τῆς πλάνης εἰργάσαντο. Κατηγορεῖ τοίνυν, οὐ τῆς εὐγλωττίας, ἀλλὰ τῆς ἐν ταύτῃ κρυπτομένης ψευδολογίας. Ταύτην ἐλεγχθῆναι λέγει, καὶ μωρὰν ἀποφανθῆναι. | |
30 | καʹ. «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύ‐ οντας.» Δύο σοφίας λέγει Θεοῦ, μᾶλλον δὲ τρεῖς. Καὶ γὰρ τὴν νομισθεῖσαν μωρίαν, σοφίαν ἔδειξεν οὖσαν, | |
35 | καὶ τῶν ἄλλων ἀμείνονα. Λέγει δὲ μίαν μὲν σοφίαν, τὴν τοῖς ἀνθρώποις δεδομένην, δι’ ἣν λογικοί τέ ἐσμεν, καὶ τῶν πρακτέων τὴν διάγνωσιν ἔχομεν, καὶ τέχνας καὶ ἐπιστήμας εὑρήκαμεν, καὶ Θεὸν γνῶναι δυνάμεθα· δευτέραν δὲ, τὴν τὰ ἐν τῇ κτίσει θεωρου‐ | |
40 | μένην· ὁρῶμεν γὰρ οὐρανοῦ μέγεθος, ἡλίου κάλλος, ἀστέρων χορείαν, γῆς καὶ θαλάττης εὖρος, φυτῶν καὶ ζώων διαφορὰν, καὶ τὰ ἄλλα, ἵνα μὴ καθ’ ἕκα‐ στον λέγω· τρίτην δὲ, τὴν διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν δεικνυμένην, ἣν οἱ ἀπιστοῦντες μωρίαν προσαγο‐ | |
45 | ρεύουσιν. Λέγει δὲ τοῦτο, ὅτι ἔδει μὲν τοὺς ἀνθρώ‐ πους φυσικὴν παρὰ τοῦ Θεοῦ γνῶσιν εἰληφότας πο‐ δηγηθῆναι διὰ τῆς κτίσεως, καὶ τὸν ταύτης προσ‐ κυνῆσαι Δημιουργόν· ἐπειδὴ δὲ ὄνησιν ἐντεῦθεν λα‐ βεῖν οὐκ ἠθέλησαν, ἑτέρως αὐτῶν ὁ φιλάνθρωπος τὴν | |
82.236(50) | σωτηρίαν ἐπραγματεύσατο, καὶ διὰ τῆς καλουμένης παρὰ τοῖς ἀνοήτοις μωρίας τῆς πλάνης αὐτοὺς ἠλευ‐ θέρωσεν. κβʹ, κγʹ. «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, | |
καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν | ||
82.237 | Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» Τὸν Κύριον Ἰουδαῖοι θαυματ‐ ουργίας ἀπῄτουν, καὶ τοῦτο ἡμᾶς οἱ εὐαγγελισταὶ διδάσκουσι. Καὶ τοῖς ἀποστόλοις δὲ, ὡς εἰκός· τοῦτο | |
5 | γὰρ ὁ θεῖος Ἀπόστολος ἔφη· σημεῖα δεικνῦναι παρ‐ εκελεύοντο. Ἕλληνες δὲ τὴν ἀπαιδευσίαν ἐγέλων, ὥσπερ ἀμέλει καὶ ἐν Ἀθήναις ἔλεγον· «Τί ἂν θέλει ὁ σπερμολόγος οὗτος λέγειν;» Ἀλλ’ ἡμεῖς, φησὶ, τῆς τούτων κἀκείνων ἀνοίας καταφρονοῦντες, τὸ | |
10 | Δεσποτικὸν κηρύττομεν πάθος, καίτοι σαφῶς εἰδότες καὶ τούτους κἀκείνους ἄντικρυς ἀντιλέγοντας. Καὶ τίς ὄνησις τοῦ κηρύγματος; κδʹ. «Αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.» | |
15 | Τὸ αὐτὸ καὶ σοφία καὶ μωρία, καὶ δύναμις καὶ ἀσθέ‐ νεια· μωρία μὲν καὶ ἀσθένεια τοῖς ἀπιστοῦσι, σοφία δὲ καὶ δύναμις τοῖς πιστεύουσι. Καὶ γὰρ ὁ ἥλιος φῶς μέν ἐστι τοῖς βλέπουσι, σκότος δὲ τοῖς τυφλώττουσιν· οὐκ αὐτὸς μέντοι προσφέρει τὸ σκότος, ἀλλὰ τὸ πάθος | |
20 | ἐπέχει τῆς ἀκτῖνος τὴν αἴγλην. Οὕτω τῆς ἀπιστίας ἡ λήμη κωλύει τῆς θεογνωσίας τὸ φῶς τὴν ψυχὴν καταυγάσαι. Εἰδέναι μέντοι χρὴ, ὡς σοφίαν καὶ δύναμιν οὐ τὴν θεότητα τοῦ Μονογενοῦς προσηγό‐ ρευσεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ τὸ περὶ τοῦ σταυ‐ | |
25 | ροῦ κήρυγμα· καὶ διελέγχει τοὺς Ἀρείου καὶ Εὐνο‐ μίου, κακῶς ἐντεῦθεν πειρωμένους δεικνῦναι σοφίαν τὸν Θεὸν Λόγον ὀνομαζόμενον. Ἐντεῦθεν γὰρ καὶ τὴν ἐκ τῆς Παροιμιακῆς φωνῆς βλασφημίαν κατα‐ σκευάζουσιν. | |
30 | κεʹ. «Ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀν‐ θρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.» Μωρὸν τοῦ Θεοῦ καὶ ἀσθενὲς τοῦ σταυροῦ καλεῖ τὸ μυστήριον, κατὰ τὴν τῶν ἀνοήτων δόξαν. Δείκνυσι δὲ τοῦτο καὶ τῶν σοφῶν καὶ | |
35 | ἰσχυρῶν περιγεγενημένον. κϛʹ. «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς.» Οὐκ εἶπεν, οὐδεὶς σοφὸς, οὐδεὶς δυνατὸς, οὐδεὶς εὐγενής· καὶ γὰρ ἐκ τούτων ἦσαν | |
40 | πεπιστευκότες· ἀλλ’ οὐ πολλοί· οἱ πλείους γὰρ τῶν πενεστέρων ἐτύγχανον ὄντες. κζʹ, κηʹ. «Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ | |
45 | ἰσχυρά. Καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενη‐ μένα ἐξελέξατο ὁ Θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.» Μωρὰ καὶ ἀσθενῆ, καὶ ἀγενῆ, κατὰ τὴν τῶν ἀνθρώπων ἐκάλεσε δόξαν. Μωρία γὰρ ἀλη‐ θὴς, οὐχ ἡ τῶν λόγων ἀπειρία, ἀλλ’ ἡ τῆς πίστεως | |
82.237(50) | ἐρημία· καὶ ἀσθένεια καὶ ἀγένεια, οὐχ ἡ πενία, ἀλλ’ ἡ ἀσέβεια, καὶ τῶν τρόπων ἡ πονηρία. Ὁ δέ γε τῶν ὅλων Θεὸς δι’ ἀπαιδεύτων τοὺς πεπαιδευμένους, καὶ διὰ πενήτων τοὺς πλουσίους ἐνίκησε, καὶ δι’ ἁλιέων | |
τὴν οἰκουμένην ἡλίευσεν. | ||
82.240 | κθʹ. «Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ.» Εἰ γὰρ εὐθὺς ἐξ ἀρχῆς τοὺς πλούτῳ κομῶν‐ τας, καὶ σοφιστικῇ τέχνῃ σεμνυνομένους ἐκλεξά‐ μενος ἀπέφηνε κήρυκας, οὐ μόνον οἱ ἀντιλέγοντες, | |
5 | ἀλλὰ καὶ αὐτοὶ ἂν ἐβλάβησαν οἱ κηρύττοντες, διὰ τὴν σφετέραν δύναμιν περιγεγενῆσθαι τῆς πλάνης νομί‐ ζοντες. λʹ, λαʹ. «Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰη‐ σοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη | |
10 | τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Καθὼς γέγρα‐ πται· Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Τὸ ἐξ αὐτοῦ οὐ κατὰ τὸν δημιουργίας ἔφη λόγον, ἀλλὰ κατὰ τὸν τῆς σωτηρίας. «Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, | |
15 | τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱ‐ μάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Ἐπειδὴ γὰρ εἶπεν, ὅτι τὰ μωρὰ τοῦ κόσμου, καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἀγενῆ ἐξελέξατο ὁ Θεὸς, ἀναγκαίως ἐπήγαγεν· | |
20 | Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε, τὴν δωρηθεῖσαν διδάσκων εὐγένειαν. Ὑπέδειξε δὲ καὶ τὸν τῆς γεννήσεως τρό‐ πον εἰπὼν Ἐν Χριστῷ Ἰησοῦ. Οὐ γὰρ ἐν τῷ δεῖνι καὶ δεῖνι ἐπονομάζεσθε, ἀλλ’ ἐν τῷ Χριστῷ ἀναγεν‐ νήσεως ἠξιώθητε. Αὐτὸς ὑμῖν τὴν ἀληθῆ σοφίαν ἐδω‐ | |
25 | ρήσατο, αὐτὸς ὑμῖν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν ἐχαρίσατο, καὶ τῆς δικαιοσύνης ἠξίωσε, καὶ ἁγίους ἀπέφηνεν ἐκ τῆς τοῦ διαβόλου λυτρωσάμενος τυραν‐ νίδος. Προσήκει τοίνυν ὑμᾶς μὴ ἐπ’ ἀνθρώποις αὐ‐ χεῖν, ἀλλ’ ἐπὶ τῷ σεσωκότι Θεῷ. | |
30 | ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοὶ, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου, ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Λόγον τὴν εὐγλωττίαν λέ‐ γει· σοφίαν δὲ τῶν λόγων, τὴν τέχνην. Οὐδετέρῳ | |
35 | τούτων, φησὶν, ἐχρησάμην πρὸς ὑμᾶς ἀφικόμενος. βʹ. «Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» Καλῶς τὸ ἔκρινα τέθεικε, διδάσκων ὡς ἠδύνατο καὶ τὸν περὶ τῆς θεολογίας αὐτοῖς λόγον προσενεγκεῖν· ἀλλ’ | |
40 | ὅμως μόνην τὴν περὶ τῆς οἰκονομίας ἐποιήσατο δι‐ δασκαλίαν, ἐπὶ τῷ Δεσποτικῷ σεμνυνόμενος πάθει. γʹ. «Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, καὶ ἐν φόβῳ, καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.» Αἰκιζόμενος, καὶ στρεβλούμενος, καὶ καθειργόμενος διετέλεσα. | |
45 | δʹ. «Καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀπο‐ δείξει Πνεύματος καὶ δυνάμεως.» Ἐμαρτύρει γὰρ τῷ κηρύγματι ἡ θαυματουργία τοῦ Πνεύματος· μάλα δὲ ἁρμοδίως συνέταξε τῇ ἀσθενείᾳ τῶν παθημάτων | |
82.240(50) | τὴν τοῦ Πνεύματος δύναμιν. | |
82.241 | εʹ. «Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ.» Τούτου γὰρ χάριν οὐκ εἴασεν ἡμᾶς εὐγλωττίᾳ χρήσασθαι ὁ Δεσπότης, ἵνα ὑμῶν ἡ πίστις ἀνύποπτος φαίνηται, οὐ δεινότητι λόγων | |
5 | ὑπαχθεῖσα, ἀλλὰ τῇ δυνάμει ποδηγηθεῖσα τοῦ Πνεύ‐ ματος. ϛʹ. «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων.» Ἐπειδὴ μω‐ | |
10 | ρίαν ἐν τοῖς πρόσθεν τὸ κήρυγμα προσηγόρευσε, τῇ παρὰ τῶν ἀπίστων προσφερομένῃ προσηγορίᾳ χρη‐ σάμενος, ἀναγκαίως δείκνυσι τοῦτο σοφίαν καὶ ὂν καὶ καλούμενον παρὰ τοῖς εἰλικρινῆ καὶ τελείαν δεξα‐ μένοις πίστιν. Ἄρχοντας δὲ τοῦ αἰῶνος, σοφιστὰς | |
15 | λέγει, καὶ ποιητὰς, καὶ φιλοσόφους, καὶ ῥήτορας, ὡς ἐκ τῆς εὐγλωττίας κατὰ τὸν παρόντα βίον τὴν περι‐ φάνειαν ἔχοντας. ζʹ. «Ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ | |
20 | τῶν αἰώνων εἰς δόξαν ἡμῶν.» Οὐ τοῦτο λέγει, ὅτι ἐν μυστηρίῳ λαλοῦμεν, ἀλλὰ τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ σοφίαν τοῖς ἀνθρώποις προσφέρομεν· ἣν οὐκ ἔκ τινος μεταμελείας νῦν ὁ Θεὸς ᾠκονόμησεν, ἀλλ’ ἄνωθεν καὶ ἐξ ἀρχῆς προώρισε τὴν ἐντεῦθεν | |
25 | ἡμῖν πραγματευόμενος δόξαν. Οὐ γὰρ μόνην σω‐ τηρίαν, ἀλλὰ καὶ δόξαν χορηγεῖ τοῖς πιστεύουσιν. ηʹ. «Ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τού‐ του ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Ἄρχοντας τοῦ αἰῶνος τού‐ | |
30 | του προσηγόρευσε, τὸν Πιλάτον, τὸν Ἡρώδην, τὸν Ἄνναν, τὸν Καϊάφαν, καὶ τοὺς ἄλλους τῶν Ἰουδαίων ἄρχοντας. Τούτους δὲ λέγει τὸ θεῖον ἠγνοηκέναι μυ‐ στήριον, καὶ διὰ τοῦτο τὸν Δεσπότην ἐσταυρωκέναι. Οὗ δὴ χάριν καὶ ὁ Κύριος σταυρούμενος ἔλεγε· | |
35 | «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Εἰ γὰρ ἔγνωσαν ὡς τὸ σωτήριον πάθος, αὐτοὺς μὲν εἰς τὴν οἰκουμένην διασκεδάσει, τῆς δὲ σωτηρίας μεταδώσει τοῖς ἔθνεσιν, οὐκ ἂν τὸ πάθος ἐτόλμησαν. Διὰ τοῦτο συγγνώμης αὐτοὺς ὁ Δεσπότης ἠξίωσε. | |
40 | Μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν, καὶ τὰς παντοδαπὰς τῶν ἀποστόλων θαυματουργίας, ἐπιμείναντας τῇ ἀπιστίᾳ τῇ πολιορ‐ κίᾳ παρέδωκε. Κύριον δὲ δόξης τὸν ἐσταυρωμένον | |
45 | ἐκάλεσεν, οὐ τῇ θεότητι περιάπτων τὸ πάθος, ἀλλὰ τῆς τῶν ἡμαρτηκότων παρανομίας δεικνὺς τὴν ὑπερ‐ βολήν. θʹ. «Ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου | |
82.241(50) | οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἐπειδὴ τῆς τῶν Ἰουδαίων ἀγνοίας ἐμνήσθη, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀποκεκρύφθαι εἴρηκεν, | |
ἀναγκαίως προστέθεικεν, ὡς ἃ μηδεὶς μήτε ἤκουσε. | ||
82.244 | μήτε εἶδε πώποτε, μήτε ὁ ἀπληστότατος ἐνενόησεν νοῦς, ταῦτα ὁ τῶν ὅλων Θεὸς τοῖς περὶ αὐτὸν θερμῶς διακειμένοις εὐτρέπισε. Περὶ μέντοι τῆς μαρτυρίας ἀμφιβάλλειν οὐ δεῖ· ἀρκεῖ γὰρ ἡ μακαρία γλῶττα, | |
5 | φήσασα· Καθὼς γέγραπται. Διδάσκει δὲ ἡμᾶς καὶ τῶν Παραλειπομένων ἡ βίβλος, ὡς καὶ ἄλλαι πολλαὶ συνεγράφησαν προφητεῖαι. ιʹ. «Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύμα‐ τος αὑτοῦ.» Ἀπόχρη καὶ τοῦτο δεῖξαι τὴν τῆς μαρ‐ | |
10 | τυρίας ἀλήθειαν. Ὁ γὰρ τοῦ θείου Πνεύματος δεξά‐ μενος ἀποκάλυψιν, ἐντεῦθεν κἀκείνης τὴν γνῶσιν ἐδέξατο. «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Τὸ ἐρευνᾷ οὐκ ἐπὶ ἀγνοίας τέθεικεν, ἀλλ’ ἐπὶ γνώσεως ἀκριβοῦς. Τοῦτο γὰρ καὶ περὶ Θεοῦ | |
15 | μετὰ βραχέα φησίν· «Ὁ δὲ ἐρευνῶν τὰς καρδίας.» Εἰ δὲ ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ὡσαύτως· εἰ δὲ γνώ‐ σεως ἐκεῖνο, καὶ τοῦτο ὁμοίως. Ἡ μὲν γνῶσις τὴν ἰσότητα δείκνυσι, τὴν ἀνισότητα δὲ ἡ ἄγνοια. Εὑρε‐ θήσεται γὰρ ὁ μὲν Θεὸς τῶν ἀνθρώπων ἀγνοῶν τὰς | |
20 | καρδίας, τὸ δὲ Πνεῦμα τοῦ Θεοῦ βάθη. Πάλιν εἰ τὸ ἐρευνᾷν ἀγνοίας σημαντικὸν, πάντα δὲ ἐρευνᾷ, πάντα, ὡς ἔοικεν, οὐκ ἀγνοεῖ. Ἀλλὰ ταῦτα διὰ πλειόνων ἐν ἑτέροις ἐδείξαμεν· τῆς ἑρμηνείας τοίνυν ἐχώμεθα. ιαʹ. «Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, | |
25 | εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἔδειξεν ὡς οὐκ ἀγνοίας ἡ ἔρευνα. Ἐπήγαγε γὰρ, ὅτι οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς ἡμεῖς τοὺς οἰκείους λογισμοὺς ἐπιστάμεθα. | |
30 | ιβʹ. «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβο‐ μεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶ‐ μεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Ἔδειξεν οὐ μέρος ὂν τῆς κτίσεως τὸ πανάγιον Πνεῦμα, ἀλλ’ ἐκ τοῦ Θεοῦ τὴν ὕπαρξιν ἔχον. Τοῦτο γὰρ λέγει· Ἡμεῖς | |
35 | δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀντὶ τοῦ, Οὐ κτιστὸν ἐλάβομεν πνεῦμα, οὐδὲ δι’ ἀγγέλου τὴν τῶν θείων ἀποκάλυψιν ἐδεξάμεθα· ἀλλ’ αὐτὸ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα ἐδίδαξεν ἡμᾶς τὰ κεκρυμμένα μυστήρια. | |
40 | ιγʹ. «Ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου.» Διὰ τοῦτο οὐ δεόμεθα τῆς ἀνθρωπίνης σοφίας· ἀρκεῖ γὰρ ἡμῖν ἡ διδασκαλία τοῦ Πνεύματος. «Πνευ‐ ματικοῖς πνευματικὰ συγκρίνοντες.» Ἔχομεν | |
45 | γὰρ τῆς Παλαιᾶς Διαθήκης τὴν μαρτυρίαν, καὶ δι’ ἐκείνης τὴν Καινὴν βεβαιοῦμεν· πνευματικὴ γὰρ κἀκείνη. Καὶ γὰρ δεῖξαι βουλόμενοι τῶν ἡμετέρων μυστηρίων τοὺς τύπους, τὸν ἀμνὸν εἰς μέσον φέρομεν, καὶ τὸ αἷμα τὸ ταῖς φλιαῖς ἐπιχριό‐ | |
82.244(50) | μενον, καὶ τὴν τῆς θαλάττης διάβασιν, καὶ τῆς πέτρας τὰ νάματα, καὶ τοῦ μάννα τὴν χορηγίαν, καὶ μυρία | |
τοιαῦτα, καὶ διὰ τῶν τύπων δείκνυμεν τὴν ἀλήθειαν. | ||
82.245 | ιδʹ. «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.» Ψυχικὸν καλεῖ τὸν μόνοις τοῖς οἰκείοις ἀρκούμενον | |
5 | λογισμοῖς, καὶ τὴν τοῦ Πνεύματος διδασκαλίαν μὴ προσιέμενον, οὔτε μὴν ἐπιγνῶναι δυνάμενον. ιεʹ. «Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.» Ὁ γὰρ τῆς τοῦ Πνεύματος χάριτος ἠξιωμένος, αὐτὸς μὲν ἱκανὸς ἑτέ‐ | |
10 | ρους διδάξαι, τῆς δὲ ἑτέρων διδασκαλίας οὐκ ἐν‐ δεής. ιϛʹ. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Ἱκανῶς ἀπέδειξεν τὸ τῆς θείας διδασκαλίας ἀνενδεές. Εἰ γὰρ | |
15 | οὐ μόνον ἀνενδεὴς ὁ τῶν ὅλων Θεὸς, ἀλλὰ καὶ ἀνέφι‐ κτον ἔχει σοφίαν, ταύτης δὲ καὶ ἡμῖν μεταδέδωκεν, οὐδὲ ἡμεῖς ἄρα τῆς τῶν καλουμένων σοφῶν διδασκα‐ λίας δεόμεθα. ΚΕΦΑΛΑΙΟΝ Γʹ. | |
20 | αʹ. «Καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς.» Σαρκι‐ κοὺς αὐτοὺς ἐκάλεσεν, ὡς περὶ τὸν βίον τοῦτον ἐπτοη‐ μένους, καὶ κεχηνότας περὶ τὰ δοκοῦντα λαμπρὰ, καὶ τῷ πλούτῳ, καὶ τῇ εὐγλωττίᾳ τῶν διδασκάλων προσ‐ | |
25 | εσχηκότας. Καὶ ἐπειδὴ πλῆξαι ἱκανὸν ἦν τὸ εἰρημέ‐ νον, διά τινος εἰκόνος τὴν πληγὴν θεραπεύει. «Ὡς νηπίοις ἐν Χριστῷ.» Ἀντὶ τοῦ, διὰ τὸ ἀρτιγενὲς ὑμῶν, καὶ τὸ ἀτελές. Εἶτα τῇ μεταφορᾷ ἐπιμένει, καί φησι· | |
30 | βʹ. «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἐμέτρησα, φησὶ, τὴν διδασκαλίαν τῇ ἀσθενείᾳ τῆς ἀκοῆς· καὶ ἐμιμησάμην πατέρα κατάλ‐ ληλον τροφὴν τοῖς ἀρτιτόκοις προσφέροντα βρέφε‐ σιν. | |
35 | «Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· (γʹ.) ἔτι γὰρ σαρκι‐ κοί ἐστε.» Εἶτα σαφέστερον τὴν κατηγορίαν εἰσφέ‐ ρει· «Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχο‐ στασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» Τούτων ἕκαστον, φησὶ, δείκνυσιν ὑμᾶς | |
40 | οὐδὲν πνευματικὸν φρονοῦντας, ἀλλὰ τοῖς γηΐνοις πράγμασι προστετηκότας. δʹ. «Ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου· ἕτερος δέ· Ἀπολλώ· οὐχὶ σαρκικοί ἐστε;» Πάλιν τὸ οἰκεῖον τίθησιν ὄνομα, καὶ τῷ τοῦ Ἀπολλὼ συν‐ | |
45 | τάττει, τοῦ γινομένου τὴν ἀτοπίαν δεικνύς. Εἰ γὰρ ἐπ’ ἐμοῦ, φησὶ, τοῦ τῆς ἀποστολικῆς χάριτος ἠξι‐ ωμένου, καὶ φυτουργοῦ ὑμῶν γεγενημένου, καὶ | |
Ἀπολλὼ τοῦ τὴν ἀρδείαν ὑμῖν προσενεγκόντος, | ||
82.248 | τοῦτο γίνεσθαι τῶν ἀτοποτάτων, πολλῷ μᾶλλον ἐφ’ ἑτέρων τοῦτο γινόμενον δυσσεβές ἐστι καὶ ἀνόσιον. εʹ. «Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς, ἀλλ’ ἢ διάκονοι δι’ ὧν ἐπιστεύσατε;» Ἄλλος ἐστὶν ὁ Δε‐ | |
5 | σπότης, ἡμεῖς ἐκείνου δοῦλοι, καὶ τῆς ὑμετέρας σω‐ τηρίας διάκονοι. «Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκε.» Καὶ γὰρ ἐν ἡμῖν διαφορά. Εἰ γὰρ καὶ τῆς διακονίας κοινωνοῦμεν ἀλλήλοις, ἀλλὰ μέτρῳ τινὶ τὴν χάριν ἐκομισάμεθα. | |
10 | ϛʹ. «Ἐγὼ ἐφύτευσα.» Πρῶτος γὰρ ὑμῖν ἐκήρυξα. «Ἀπολλὼς ἐπότισεν.» Μετ’ ἐμὲ τὴν ἐμὴν διδα‐ σκαλίαν ἐκράτυνεν. «Ἀλλ’ ὁ Θεὸς ηὔξανε.» Τῆς γὰρ αὐτοῦ χάριτος τὸ κατόρθωμα. ζʹ. «Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, | |
15 | ἀλλ’ ὁ αὐξάνων Θεός.» Θεοῦ γὰρ μὴ συνεργοῦντος, μάταιος ὁ ἡμέτερος πόνος. ηʹ. «Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν·» κατὰ τὴν ὑπουργίαν. Ἀμφότεροι γὰρ τῷ θείῳ δια‐ κονοῦσι βουλήματι· οὐ μὴν κατὰ τὸ ἔργον, ἢ κατὰ | |
20 | τὴν προθυμίαν· ἐν γὰρ τούτοις πολλὴ ἡ τῶν δια‐ κονούντων διαφορά. Τοῦτο γὰρ καὶ αὐτός φησιν· «Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Οὐχ ἁπλῶς κατὰ τὸ ἔργον, ἀλλὰ κατὰ τὸν τοῦ ἔργου κόπον. Οὗτος μὲν γὰρ πολλάκις δια‐ | |
25 | κοσίους τῷ Σωτῆρι μετὰ πολλῆς εὐκολίας προσφέ‐ ρει· ἐκεῖνος δὲ ἕνα ἢ δύο πλεῖστον ὑπομείνας πόνον τῆς πλάνης ἐλευθεροῖ. Τοῦτο δὲ καὶ ἐπὶ νηστείας καὶ σωφροσύνης ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ ὑπὸ τῆς φύσεως βοηθούμενος κατορθοῖ δίχα πόνων τὴν σω‐ | |
30 | φροσύνην· ὁ δὲ ὑπὸ τῆς φύσεως πολεμούμενος μετὰ πλείστων πόνων ἀπολαύει τοῦ ποθουμένου. Καὶ ὁ μὲν θερμοτέραν ἔχων τὴν κρᾶσιν μετὰ πολλῆς ὀδύνης ἄσιτος τὴν ἑσπέραν προσμένει· ὁ δὲ καὶ δύο καὶ τρεῖς ἡμέρας διατελεῖ, τροφῆς μὲν οὐ μεταλαγχάνων, | |
35 | πόνον δὲ πλεῖστον οὐχ ὑπομένων. Οὗ δὴ χάριν ὁ δί‐ καιος κριτὴς οὐ τὸ ἔργον, ἀλλὰ τὸν πόνον ὁρᾷ. θʹ. «Θεοῦ γάρ ἐσμεν συνεργοί.» Οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες οὐδὲ τῷ Υἱῷ ταύτης τῆς προσηγορίας μετέδωκαν, ἀλλ’ ὑπουργὸν αὐτὸν ὀνο‐ | |
40 | μάζουσιν. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τοὺς κήρυκας τῆς ἀληθείας συνεργοὺς προσαγορεύει Θεοῦ. Ἀλλὰ πολὺ τὸ διάφορον. Ὁ μὲν γὰρ ὡς Υἱὸς συνεργεῖ, οἱ δὲ ὡς εὐνούστατοι δοῦλοι τοῦ Θεοῦ πληροῦσι τὸ βού‐ λημα. «Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.» Οὐ | |
45 | τοῦ δεῖνος καὶ τοῦ δεῖνος, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ. ιʹ. «Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.» Τὴν θείαν πρῶτον ὑποδείξας χάριν, οὕτως ἑαυτὸν σοφὸν ἀρχι‐ τέκτονα προσηγόρευσεν. Ἐγὼ, φησὶ, πρῶτος ἐν ὑμῖν | |
82.248(50) | τῆς εὐσεβείας κατέπηξα τὰ θεμέλια. «Ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. (ιαʹ.) Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύνα‐ | |
ται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς | ||
82.249 | Χριστός. Ἐποικοδομεῖν δεῖ, οὐ θεμέλια καταβάλλειν. Ἄλλον γὰρ θεμέλιον καταβάλλειν ἀδύνατον τὸν ἐπι‐ στημόνως οἰκοδομῆσαι βουλόμενον. Τοῦτον καὶ ὁ μακάριος Πέτρος τέθεικε τὸν θεμέλιον, μᾶλλον δὲ | |
5 | αὐτὸς ὁ Δεσπότης. Πέτρου γὰρ εἰρηκότος· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» ὁ Κύριος εἶπεν· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.» Μὴ τοίνυν ἐξ ἀνθρώπων ἑαυτοὺς ὀνο‐ μάζετε· Χριστὸς γάρ ἐστιν ὁ θεμέλιος. | |
10 | ιβʹ, ιγʹ. «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρ‐ τον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Τινὲς περὶ δογμάτων ταῦτα εἰρῆσθαι τῷ Ἀποστόλῳ φασίν· ἐγὼ δὲ οἶμαι περὶ τῆς πρακτικῆς ἀρετῆς τε | |
15 | καὶ κακίας ταῦτα λέγειν αὐτὸν, καὶ προκατασκευάζειν τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν. Χρυσὸν μέντοι καὶ ἄργυρον, καὶ λίθους τιμίους, τὰ εἴδη λέ‐ γει τῆς ἀρετῆς· ξύλα δὲ, καὶ χόρτον, καὶ καλάμην, τὰ ἐναντία τῆς ἀρετῆς, οἷς ηὐτρέπισται τῆς γεέννης | |
20 | τὸ πῦρ. Ταῦτα δὲ οὐ τῆς τῶν διδασκάλων κακίας, ἀλλὰ τῆς τῶν μαθητῶν ἐξήρτηται προαιρέσεως. Οἱ μὲν γὰρ προσφέρουσι τὰ θεῖα παιδεύματα· τῶν δὲ ἀκουόντων, οἱ μὲν χρυσὸν ἑαυτοὺς, οἱ δὲ ἄργυρον, οἱ δὲ λίθους τιμίους κατασκευάζουσι, σπουδαίως τοῖς | |
25 | λεγομένοις προσέχοντες. Ἕτεροι δ’ αὖ πάλιν ῥᾳθυ‐ μίᾳ συζῶντες, τῶν ξύλων, καὶ τοῦ χόρτου, καὶ τῆς καλάμης μιμοῦνται τὸ εὔπρηστον, τὴν κακίαν αἱρού‐ μενοι. Τὴν δὲ τῶν ὑλῶν διαφορὰν οὐχ ὁ παρὼν βίος, ἀλλ’ ὁ μέλλων ἐλέγξει. Τοῦτο γὰρ εἶπεν· «Ἡ γὰρ | |
30 | ἡμέρα δηλώσει.» Ἀντὶ τοῦ, ἡ τῆς κρίσεως. «Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει. (ιδʹ, ιεʹ.) Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς | |
35 | δὲ σωθήσεται· οὕτως δὲ ὡς διὰ πυρός.» Οἱ διδάσκα‐ λοι τὰ θεῖα παιδεύουσιν, οἱ δὲ ἀκούοντες κατὰ τὸ τῆς γνώμης αὐθαίρετον τὸ πρακτέον αἱροῦνται. Ἀλλὰ κατὰ τὴν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμέραν βάσα‐ νος ἔσται καὶ ἐξέτασις ἀκριβής· καὶ τοὺς μὲν εὖ βε‐ | |
40 | βιωκότας, καθάπερ χρυσὸν καὶ ἄργυρον, τὸ πῦρ λαμπροτέρους ἀποφανεῖ· τοὺς δὲ τῆς κακίας ἐργάτας δίκην ξύλων, καὶ χόρτου, καὶ καλάμης καταναλώσει. Ὁ δέ γε διδάσκαλος, τὰ προσήκοντα διδάξας, οὐκ εἰσπραχθήσεται δίκας, ἀλλὰ τῆς σωτηρίας ἀξιωθή‐ | |
45 | σεται. Τοῦτο γὰρ λέγει· Αὐτὸς δὲ σωθήσεται, τουτέστιν ὁ διδάσκαλος· τὸ δὲ ἔργον κατακαήσεται, ἀντὶ τοῦ, οἱ πονηρὸν ἑαυτοὺς κατασκευάσαντες ἔρ‐ γον. Οὕτω δὲ ἀναγνόντες, ἀκριβῶς εὑρήσομεν τὴν τῶν Γραμμάτων διάνοιαν· Εἴ τινος τὸ ἔργον κατα‐ | |
82.249(50) | καήσεται, ζημιωθήσεται· οὕτως δὲ ὡς διὰ πυ‐ | |
82.252 | ρός· ἀντὶ τοῦ, καήσεται αὐτοῦ τὸ ἔργον ὑπὸ τοῦ πυρός· αὐτὸς δὲ σωθήσεται, τουτέστιν ὁ διδάσκαλος. Οὐ γὰρ αἴτιος τῆς τούτων ἐπὶ τὸ χεῖρον τροπῆς· αὐ‐ τὸς γὰρ τὴν προσήκουσαν διδασκαλίαν προσήνεγκε. | |
5 | Εἰ δέ τις οὐ βούλεται, ὡς διὰ πυρὸς τῷ ἔργῳ προσ‐ αρμόσαι, ἀλλὰ τῷ διδασκάλῳ, οὕτω νοησάτω, ὅτι ὑπὲρ μὲν ἐκείνων οὐκ εἰσπραχθήσεται δίκας· σωθήσεται δὲ καὶ αὐτὸς διὰ πυρὸς δοκιμαζόμενος, εἴπερ ἄρα ἔχει τὸν βίον τῇ διδασκαλίᾳ κατάλληλον. Ὅτι δὲ οὐ | |
10 | περὶ δογμάτων, ἀλλὰ περὶ ἔργων ταῦτα εἴρηται, καὶ τὰ ἐπαγόμενα μαρτυρεῖ· φησὶ γάρ· ιϛʹ, ιζʹ. «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς | |
15 | τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ γὰρ τῷ ἐκ ξύλων ᾠκοδομημένῳ ναῷ τὸ προσῆκον ἀπονέ‐ μομεν σέβας, πολλῷ δήπουθεν δικαιότερον τοὺς λογι‐ κοὺς ναοὺς ἀφιεροῦν τῷ Θεῷ. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς ναοὺς Θεοῦ προσηγόρευσε τοὺς ἔνοικον | |
20 | ἔχοντας τὴν τοῦ Πνεύματος χάριν. Μαρτυρεῖ γὰρ ὁ λόγος ὅτι Θεὸς τὸ πανάγιον Πνεῦμα. ιηʹ. «Μηδεὶς ἑαυτὸν ἐξαπατάτω.» Τουτέστιν ἐπ’ εὐγλωττίᾳ μέγα φρονῶν, ἢ γένους περιφανείᾳ. Τοῦτο γὰρ ἐπάγει· | |
25 | «Εἰ δέ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω ἵνα γένηται σοφός. (ιθʹ.) Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι.» Σοφίαν τοῦ κόσμου καλεῖ τὴν ἔρημον τοῦ Πνεύματος χάριτος, τὴν μόνοις τοῖς ἀνθρωπίνοις | |
30 | λογισμοῖς κεχρημένην. Ταύτῃ παρεγγυᾷ μὴ θαῤῥεῖν, ἀλλ’ ἐπὶ τῇ καλουμένῃ τοῦ κηρύγματος μωρίᾳ σεμ‐ νύνεσθαι. Συνάπτει δὲ τῇ κατηγορίᾳ τῆς τοιαύτης σοφίας καὶ Γραφικὰς μαρτυρίας. «Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς | |
35 | ἐν τῇ πανουργίᾳ αὐτῶν. (κʹ.) Καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μά‐ ταιοι.» Οὕτως ἐλέγξας τῶν διδασκάλων τὸ μάταιον αὔχημα, πρὸς τοὺς ἐπὶ τούτῳ μέγα φρονοῦντας με‐ ταφέρει τὸν λόγον. | |
40 | καʹ. «Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστι.» Ποῖα ταῦτα; κβʹ. «Εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν· ὑμεῖς δὲ Χριστοῦ· | |
45 | Χριστὸς δὲ Θεοῦ.» Ὑπέδειξε τὸν ἀληθῆ πλοῦτον καὶ | |
82.253 | τοῦ πλούτου τὸν χορηγὸν, καὶ καταφρονῆσαι τῶν οὐ‐ δὲν ὄντων ἐδίδαξε. Καὶ γὰρ ἡμεῖς, φησὶν, οἱ ἀπό‐ στολοι ὑμῶν ἕνεκα τῆς ἀποστολικῆς ἠξιώθημεν χάρι‐ τος, ἵνα ὑμῖν τὸν λόγον κηρύξωμεν. Ὑμῖν δέδοται | |
5 | καὶ ἡ παροῦσα καὶ ἡ προσδοκωμένη ζωή. Καὶ αὐτὸς δὲ ὁ θάνατος τῆς ὑμετέρας ἕνεκεν ὠφελείας ἐπηνέχθη τῇ φύσει· καὶ τὰ ὁρώμενα πάντα εἰς ὑμετέραν δεδη‐ μιούργηται χρείαν, καὶ τὰ προσδοκώμενα ὑμῶν χάριν ηὐτρέπισται. Προσήκει τοίνυν ὑμᾶς τῷ Δεσπότῃ | |
10 | συνῆφθαι Χριστῷ, ὃς τούτων ἐστὶ τῶν ἀγαθῶν χο‐ ρηγὸς, καὶ δι’ αὐτοῦ τῷ τῶν ὅλων Θεῷ. Ἡμῖν μὲν γὰρ ἥνωται κατὰ τὴν φύσιν, ἣν ἔλαβε παρ’ ἡμῶν, τῷ δὲ Πατρὶ κατὰ τὴν θείαν οὐσίαν. Ἐξ αὐτοῦ γὰρ φύσει γεγένηται. Χριστὸς γὰρ Θεοῦ, οὐχ ὡς κτίσμα | |
15 | Θεοῦ, ἀλλ’ ὡς Υἱὸς τοῦ Θεοῦ. Εἰ δὲ ἀντιλέγουσιν οἱ τὰ Ἀρείου φρονοῦντες, καὶ οὐ βούλονται δοῦναι τῆς σχέσεως τὴν διαφορὰν, καλείτωσαν καὶ τὰ παρόντα, καὶ τὰ μέλλοντα, καὶ τοὺς ἀποστόλους, καὶ τὴν ζωὴν, καὶ τὸν θάνατον, ἡμέτερα ποιήματα, ἐπειδήπερ ὁ | |
20 | θεῖος Ἀπόστολος ἔφη· Πάντα ὑμῶν ἐστιν. Ἀλλ’ οὐκ ἂν εἴποιεν. Οὐκοῦν ταῦτα μὲν ἡμῶν διὰ τὴν θείαν φιλοτιμίαν· ἡμεῖς δὲ Χριστοῦ, ὡς μὲν ἀν‐ θρώπου, μέλη· ὡς δὲ Θεοῦ, ποιήματα. Χριστὸς δὲ Θεοῦ, ὡς Υἱὸς γνήσιος, ἐξ αὐτοῦ γεγεννημένος κατὰ | |
25 | τὴν θεότητα. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέ‐ τας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Ὁ τιμῆσαι βουλόμενος ἡμᾶς, ὡς ὑπηρέτας τιμάτω, | |
30 | ὡς οἰκονόμους αἰδείσθω, μετρείτω τῇ φύσει τὸ γέρας. Καὶ ταῦτα οὐ μόνον γέγραφεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ καὶ δέδρακε. Τοὺς γὰρ Λυκάονας θύσαι πει‐ ραθέντας ἐκώλυσε, τὴν ἐσθῆτα σὺν τῷ Βαρνάβᾳ διαῤῥήξας, καὶ βοήσας, ὅτι «Ὁμοιοπαθεῖς ὑμῖν | |
35 | ἐσμεν ἄνθρωποι.» Οὕτως ὁ μακάριος Πέτρος ἔφη τῷ Κορνηλίῳ· «Καὶ αὐτὸς ἐγὼ ἄνθρωπος.» βʹ. «Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ.» Οὐχ ἵνα τοῦ δεσπότου τὴν ἀξίαν ἁρπάσῃ· ἀλλ’ ἵνα τῷ δεσπότῃ τὴν εὔνοιαν φυ‐ | |
40 | λάξῃ. γʹ. «Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ.» Διπλῆν αὐτῶν ποιεῖται κατηγορίαν, καὶ ὅτι τὴν τιμὴν οὐ μετροῦσιν, ἀλλ’ ἀμέτρως τιμῶσι, καὶ ὅτι τοῦ κρίνειν τὴν ἐξουσίαν οὐκ ἔχοντες κρί‐ | |
45 | νουσι, καὶ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς διδασκάλοις. Οὐ γὰρ ἂν οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προέκριναν, εἰ μὴ σφίσιν αὐτοῖς τὸ κρίνειν ἀπένειμαν. Τούτου χάριν τῆς τοῦ κρίνειν αὐτοὺς ἐξουσίας ἐγύμνωσεν, εὐτέλειαν τῶν διδασκάλων καλέσας τῇ κρίσει τῶν | |
82.253(50) | μαθητῶν ὑποκεῖσθαι τὰ κατ’ αὐτούς. Εἶτα θερα‐ πεύων αὐτοὺς τὸν κοινὸν ποιεῖται λόγον. «Ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας.» Ἀνθρωπίνην δὲ ἡμέραν ἐκά‐ λεσε τὸ τῆς φύσεως ὀλιγόβιον. | |
«Ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. (δʹ.) Οὐδὲν γὰρ | ||
82.256 | ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστι.» Τί γὰρ, φησὶ, λέγω τοὺς ἄλλους; Ἐγὼ τὰ κατ’ ἐμαυτὸν ἀκριβῶς ἐπιστάμενος καίτοι παράνομον οὐδὲν ἐμαυτῷ συν‐ | |
5 | ειδὼς, οὔτε κρῖναι ἐμαυτῷ, οὔτε ἀθῶον ἐμαυτὸν ἀποφῆναι ἀνέξομαι· ἀναμενῶ δὲ τὴν τοῦ Κυρίου ψῆφον. Μηδεὶς δὲ οἰέσθω ἐναντίον εἶναι τὸ, Οὐκ ἐν τούτῳ δεδικαίωμαι, τῷ Οὐδὲν ἐμαυτῷ σύνοιδα. Οὐ γάρ ἐστιν ἐναντίον, ἀλλὰ ἀκόλουθον. Συμβαίνει | |
10 | γὰρ πολλάκις καὶ ἀγνοοῦντας ἁμαρτάνειν, ἴσον εἶναι τοῦτο καὶ δίκαιον ἡγουμένους· ἀλλ’ ἑτέρως ὁρᾷ τοῦτο ὁ τῶν ὅλων Θεός. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. εʹ. «Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ὁ | |
15 | Κύριος ἔλθῃ, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.» Ὑμεῖς, φησὶν, ὁρᾶτε τὰ φαινόμενα, Θεῷ δὲ δῆλα καὶ τὰ κρυπτόμενα· ἀλλὰ κατὰ τὸν παρόντα βίον οὐ πάντα | |
20 | γυμνοῖ, ἐν ἐκείνῳ δὲ πάντα δῆλα γενήσεται. Τὸ δίκαιον τοίνυν κριτήριον ἀναμείνατε· ὄψεσθε γὰρ τηνικαῦτα δικαίας τὰς ἀναῤῥήσεις. Καὶ ἐπειδὴ ἐν τοῖς πρόσθεν ἑαυτὸν εἰς μέσον προτέθεικε, καὶ τὸν Ἀπολλὼ, καὶ τὸν Κηφᾶν, ἀπὸ τῶν μειζόνων δεικνὺς | |
25 | τοῦ γινομένου τὴν ἀτοπίαν, ἀναγκαίως λοιπὸν τὴν κατηγορίαν γυμνοῖ. ϛʹ. «Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.» Εἰ | |
30 | ἡμεῖς οἱ τῶν διδασκάλων διδάσκαλοι, οἱ τὸ κήρυγμα θεόθεν δεξάμενοι, τὰς ἡμετέρας προσηγορίας οὐκ ἐπεθείκαμεν, ἀλλ’ ἀπὸ Χριστοῦ καλεῖσθαι παρηγ‐ γυήσαμεν, σκοπήσατε πόσης ἐστὶν ἀσεβείας μεστὸν, τὸ παρ’ ἐκείνων γινόμενον. Τοῦτο γὰρ λέγει· Ἵνα ἐν | |
35 | ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, Γέγραπται δέ· «Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος.» Καί· «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω.» Ἕνα ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθαι κατὰ τοῦ ἑτέρου.» Οἱ γὰρ ἑαυτοὺς διανεί‐ | |
40 | μαντες, καὶ οἱ μὲν ἐκ τούτου, οἱ δὲ ἐξ ἐκείνου κα‐ λεῖσθαι βουληθέντες, ἀλλήλοις διεμάχοντο, τοὺς σφετέρους ἕκαστοι διδασκάλους ὑπερτιθέναι τῶν ἄλλων φιλονεικοῦντες. Εἶτα πρὸς αὐτοὺς λοιπὸν τοὺς διδασκάλους· | |
45 | ζʹ. «Τίς γάρ σε διακρίνει;» Τί σε μέρος ἐχειρο‐ τόνησε; διὰ τί μὴ πάντων διδάσκαλος ὁμοίως καλῇ; «Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες;» Ἐπὶ τίνι δὲ μεγαφρο‐ νεῖς; ἐπ’ εὐγλωττίᾳ; ἀλλ’ ὁ Θεός σοι ταύτην κεχά‐ ρισται. Ἀλλ’ ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. | |
82.256(50) | Ἀλλ’ ἐπὶ θαυματουργίαις; καὶ αὕτη τοῦ Πνεύμα‐ τος ἡ ἐνέργεια. «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Οὐδεὶς ἐπ’ ἀλλοτρίαις παρακαταθήκαις μεγαφρονεῖ· ἐπαγρυπνεῖ δὲ ταύταις, ἵνα φυλάξῃ τῷ | |
δεδωκότι. | ||
82.257 | ηʹ. «Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε.» Οὐδενός ἐστε ἐνδεεῖς, πάντων ἀφθόνως ἀπηλαύσατε ἀγαθῶν. «Χωρὶς ἡμῶν ἐβασιλεύσατε.» Ἡμῶν ἔτι ταλαιπωρουμένων, καὶ τῶν ὑπὲρ τοῦ κηρύγματος | |
5 | παθημάτων ἀνεχομένων, ὑμεῖς ἀπηλαύσατε τῆς βα‐ σιλείας. Καὶ ἐπειδὴ εἰρωνικῶς ταῦτα τέθεικε, γυμ‐ νοῖ ἣν ἔχει διάθεσιν. «Καὶ ὄφελόν γε ἐβασιλεύσατε.» Οὐ μόνον γὰρ ὑμῖν οὐ φθονῶ, ἀλλὰ καὶ εὔχομαι τού‐ των ὑμᾶς ἀπολαῦσαι τῶν ἀγαθῶν. Εἶτα τίθησι τῆς | |
10 | ταπεινοφροσύνης τὴν ἀμετρίαν. «Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.» Καίτοι τοῦτο ἐπὶ τοῦ Δε‐ σπότου Χριστοῦ τίθησιν ἀεὶ, «Εἰ ὑπομένομεν, καὶ συμ‐ βασιλεύσομεν, ὡς ἐκείνου μὲν ἀληθῶς βασιλεύον‐ τος, τῶν δὲ γνησίων αὐτοῦ δούλων κοινωνούντων | |
15 | τῆς βασιλείας· ἀλλ’ ὅμως μετριάζων καὶ ἐνταῦθα τοῦτο τέθεικε, τὴν ἐκείνων καταστέλλων ὀφρύν. θʹ. «Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστό‐ λους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους.» Εἰ γὰρ ἀληθὲς τὸ μηδενὸς ὑμᾶς δεῖσθαι, καὶ τῆς βασιλείας | |
20 | ἐν ἀπολαύσει γενέσθαι, ἡμεῖς, ὡς ἔοικεν, εἰς τὸ σφαγῆναι μόνον εἰς τὸν βίον παρήχθημεν· τοῦτο γὰρ λέγει ἐπιθανατίους. «Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις.» Πᾶσιν εἰς θεωρίαν πρόκειται τὰ ἡμέτερα. Ἄγγελοι μὲν γὰρ | |
25 | τὴν ἡμετέραν ἀνδρίαν θαυμάζουσι· τῶν δὲ ἀνθρώ‐ πων, οἱ μὲν ἐφήδονται τοῖς ἡμετέροις παθήμασιν, οἱ δὲ συναλγοῦσι μὲν, ἐπαμῦναι δὲ οὐκ ἰσχύουσιν. ιʹ. «Ἡμεῖς μωροὶ διὰ Χριστόν.» Τὴν γὰρ παρὰ τοῖς ἀπίστοις ὑπειλημμένην μωρίαν κηρύττομεν. | |
30 | «Ὑμεῖς δὲ φρόνιμοι.» Καὶ ἵνα μὴ σφόδρα πλήξῃ, ἐπήγαγεν· «Ἐν Χριστῷ·» ἀντὶ τοῦ, Γένοιτο ὑμᾶς τὴν ἀληθῆ φρόνησιν ἔχειν. «Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.» Εἶτα κατ’ εἶδος ἀπαριθμεῖται τὰ παθήματα. | |
35 | ιαʹ, ιβʹ. «Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν. Καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί.» Διὰ δὲ τούτων ἁπάντων τὴν καρτερίαν ἐγύμνωσε· διὰ δὲ τῶν ἑξῆς τὴν τελειοτέραν φιλο‐ | |
40 | σοφίαν. «Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, (ιγʹ.) βλασφημούμενοι παρακαλοῦμεν.» Ἔπειτα δείκνυσι τὴν ἐσχάτην εὐτέλειαν. «Ὡς περικαθάρ‐ ματα τοῦ κόσμου ἐγενήθημεν.» Οὐδὲν, φησὶ, δια‐ | |
45 | φέρομεν τῶν ἐν ταῖς οἰκίαις ὡς περιττῶν ἀποῤ‐ ῥιπτουμένων, ἢ λαχάνων, ἢ λημμάτων, ἢ ἄλλων τοιούτων τινῶν· οὕτως εὐτελεῖς τινες τοῖς πλείοσιν ὑπειλήμμεθα. «Πάντων περίψημα ἕως ἄρτι.» Ἀντὶ τοῦ, Χάριν πολλὴν ὁμολογῶ. Τοῦτο οὐ περὶ τῶν | |
82.257(50) | διωκόντων ἔφη, ἀλλὰ περὶ τῶν δεξαμένων τὸ κήρυ‐ γμα. Οὗ δὴ ἕνεκα ἐπήγαγεν· ιδʹ. «Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα· ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.» Ἐπιδείκνυσι δὲ καὶ | |
τὰς γονάς. | ||
82.260 | ιεʹ. «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Παιδαγωγοὺς τοὺς ἄλλους ἐκάλεσε διδασκάλους, ἑαυ‐ | |
5 | τὸν δὲ πατέρα, ὡς πρῶτον αὐτοῖς τὴν εὐαγγελικὴν διδασκαλίαν προσενεγκόντα. ιϛʹ. «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, μιμηταί μου γίνεσθε.» Τουτέστιν, ὡς μετριάζω, μετριάζετε· ἃ πάσχω, πάσχετε· ἀπὸ τῶν παθημάτων, μὴ ἀπὸ τῶν | |
10 | χαρισμάτων σεμνύνεσθε. ιζʹ. «Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω.» Καὶ τὴν | |
15 | περὶ αὐτοὺς διάθεσιν ἔδειξε τὸν Τιμόθεον πέμψας, καὶ τὴν περὶ τὸν Τιμόθεον φιλοστοργίαν, τέκνον ἀγαπητὸν ὀνομάσας· καὶ τὴν ἄλλην αὐτοῦ δεδήλωκεν ἀρετὴν, πιστὸν ἐν Κυρίῳ καλέσας. Οὗτος, φησὶ, τὰς ἐμὰς διηγήσεται πράξεις· Ὁδοὺς γὰρ τὰς πράξεις | |
20 | καλεῖ. Ταύτας δὲ οὐκ εἶπεν ὅτι διδάξει, ἀλλ’ ὅτι ἀναμνήσει. Λήθην δὲ αὐτῶν ὁ λόγος κατηγορεῖ. Αὐ‐ τόπται γὰρ ἐγεγόνεισαν τῆς ἀποστολικῆς ἀρετῆς. Προστέθεικε δὲ, ὅτι καὶ ταῖς Ἐκκλησίαις ἁπάσαις τήνδε προσφέρειν εἴωθε τὴν διδασκαλίαν. Ταῦτα | |
25 | κοινῇ πάντων κατηγορήσας, κατὰ τοῦ πεπορνευ‐ κότος λοιπὸν ἐκφέρει τὴν ψῆφον. ιηʹ. «Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυ‐ σιώθησάν τινες.» Προειδὼς αὐτοῦ τὴν μεταμέ‐ λειαν ὁ θεσπέσιος Παῦλος, οὐ τίθησι τὴν προσηγο‐ | |
30 | ρίαν, ἵνα μὴ πᾶσιν ἀνθρώποις κατάδηλος γένηται· ἀλλ’ ἀορίστως ἔφη, Τινές. ιθʹ. «Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυ‐ σιωμένων, ἀλλὰ τὴν δύναμιν.» Οὐ γὰρ εὐγλωττίαν, | |
35 | ἀλλὰ πρᾶξιν ἐπιζητῶ. Εἶτα τοῦτο κρατύνει. κʹ. «Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει.» Οὐκ ἀπόχρη γὰρ εἰς σωτηρίαν τὸ τοῦ Θεοῦ τὴν βασιλείαν κηρύττειν, ἀλλὰ προσήκει καὶ ἄξια πράττειν τῆς βασιλείας. | |
40 | καʹ. «Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος;» Ὑπὸ τὴν αἵρεσιν αὐτῶν ἀμφότερα τέθεικεν. Ἀφίξομαι γὰρ, φησὶν, ὡς ἂν ὑμεῖς ἐθελήσητε, εἴτε πνευματικῶς, εἴτε δικαστικῶς. Ῥάβδον δὲ καλεῖ τὴν παιδευτικὴν | |
45 | ἐνέργειαν. Διὰ ταύτης γὰρ ἐστέρησε τὸν Ἐλύμαν τοῦ φωτός. ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ. «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία.» Ἀπο‐ χρώντως ἐνέφηνε τὴν τῆς ἀτοπίας ὑπερβολήν. Οὔτε | |
82.260(50) | γὰρ ἀκούεσθαι τοῦτο, φησὶν, ἔδει. Δείκνυσι δὲ καὶ τῆς παρανομίας τὸ μέγεθος. «Καὶ τοιαύτη πορνεία, | |
ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Ἃ γὰρ οὐ | ||
82.261 | τολμῶσιν οἱ ταῖς τῶν δαιμόνων διδασκαλίαις ἐσχολα‐ κότες, τοῦτο τετόλμηται παρ’ ὑμῖν. «Ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.» Ἄξιον κἀνταῦθα τὴν ἀπο‐ στολικὴν θαυμάσαι σοφίαν. Οὐ γὰρ εἶπε μητρυιὰν, | |
5 | ἐπειδήπερ τινὰ δυσμένειαν ἐμφαίνει τὸ ὄνομα· ἀλλὰ τοῦ πατρὸς γυναῖκα, τουτέστι τὴν ἐν τάξει μητρὸς οὖσαν, τὴν ἀντὶ τῆς μητρὸς αὐτοῦ τῷ πατρὶ συν‐ αφθεῖσαν, τὴν τοῦτο τῷ γεννήτορι γενομένην, ὅπερ ἦν ἡ τεκοῦσα. Εἶτα τοῦτον καταλιπὼν, κατὰ τῆς τούτου | |
10 | συμμορίας τὴν κατηγορίαν εἰσφέρει. βʹ. «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ.» Μέγα γὰρ ἐφρόνουν, ὡς πεπαιδευμένον διδάσκαλον ἔχοντες. «Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας;» Οὐκ ἐναντία νο‐ | |
15 | μοθετεῖ. Οὐ γὰρ εἶπε, Τί δήποτε οὐκ ἐξηλάσατε; ἀπηγόρευσε γὰρ ἄνω τὸ κρίνειν τοῖς διδασκάλοις· ἀλλὰ, Τίνος χάριν οὐκ ἐθρηνήσατε, τὸν Θεὸν ἱκετεύοντες ὥστε τῆς τούτου λώβης ἀπαλλαγῆναι; γʹ. «Ἐγὼ μὲν ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ | |
20 | πνεύματι, ἤδη κέκρικα ὡς παρών.» Μηδεὶς ὑμῶν ἕτερόν τι βούλεται· ἐκφέρω γὰρ παραυτίκα τὴν ψῆ‐ φον. «Τὸν οὕτως τοῦτο κατεργασάμενον.» Πάλιν ἔδειξε τὴν τῆς παρανομίας ὑπερβολήν. δʹ, εʹ. «Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
25 | Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Φρίκης μεστὸν συνεκρότησε | |
30 | δικαστήριον. Πρῶτον γὰρ ἅπαντας ἐν τῷ ὀνόματι τοῦ Κυρίου συνήγαγεν. Εἶτα καὶ ἑαυτὸν εἰσήγαγε διὰ τῆς τοῦ Πνεύματος χάριτος. Καὶ αὐτὸν δὲ τὸν Δεσπό‐ την προκαθήμενον ἔδειξε, καὶ τὴν ψῆφον ἐκφέροντα, καὶ τῷ δημίῳ παραδιδόντα, καὶ ὅρους τιθέντα, ὥστε | |
35 | μόνον παιδεῦσαι τὸ σῶμα· τῇ γὰρ ψυχῇ τὸ ἐκ τῆς παιδείας κατασκευάζει φάρμακον ἀλεξίκακον. Πνεῦμα δὲ ἐνταῦθα οὐ τὴν ψυχὴν καλεῖ, ἀλλὰ τὸ χάρισμα, Ταῦτα γὰρ, φησὶ, πάντα ποιῶ, ἵνα τοῦτο ἐν αὐτῷ φυλαχθῇ ἕως τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας. | |
40 | Διδασκόμεθα δὲ ἐντεῦθεν, ὡς τοῖς ἀφοριζομένοις, καὶ τοῦ ἐκκλησιαστικοῦ σώματος χωριζομένοις, ἔπεισιν ὁ διάβολος ἐρήμους εὑρίσκων τῆς χάριτος. Οὕτως αὐτὸν ἐκταμὼν, τοῦ γεγενημένου τὴν αἰτίαν δι‐ δάσκει. | |
45 | ϛʹ, ζʹ. «Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ἐκκαθά‐ ρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύ‐ ραμα, καθώς ἐστε ἄζυμοι.» Ζύμην παλαιὰν τὴν πρὸ τοῦ βαπτίσματος καλεῖ· ἧς κεχωρίσθαι παρεγ‐ | |
82.261(50) | γυᾷ, καὶ εἶναι ἀζύμους, οὐδὲν ἐκείνης λείψανον ἔχοντας. Καὶ ἐπειδὴ ἀζύμων ἐμνημόνευσεν, ἐν δὲ τῷ Πάσχα τοὺς ἀζύμους ἤσθιον Ἰουδαῖοι, ἀκολούθως ἐπήγαγε· «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.» Ἔχομεν καὶ ἡμεῖς ἀμνὸν τὴν ὑπὲρ ἡμῶν | |
55 | ἱερουργίαν καταδεξάμενον. | |
82.264 | ηʹ. «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλι‐ κρινείας καὶ ἀληθείας.» Ὑπέμεινε τῇ μεταφορᾷ, καὶ ἔδειξε τί μὲν ζύμην, τί δὲ ἄζυμον κέκληκεν. | |
5 | θʹ. «Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ, μὴ συνανα‐ μίγνυσθαι πόρνοις.» Οὐκ ἐν ἄλλῃ, ἀλλ’ ἐν ταύτῃ. Πρὸ βραχέων γὰρ ἔφη· «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;» Εἶτα διδάσκει περὶ ὧν ἔγραψε. | |
10 | ιʹ. «Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τού‐ του, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.» Οὐδὲν ὑμῖν νομοθετῶ δυσχερές· οὐδὲ γὰρ τῶν ἀλλοτρίων ὑμᾶς τῆς πίστεως παντελῶς χωρισθῆναι κελεύω· | |
15 | τοῦτο γάρ ἐστιν εἰς ἕτερον ὑμᾶς τινα κόσμον ἐκ‐ πέμψαι. ιαʹ. «Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι.» Ἀντὶ τοῦ, Κατὰ ταύτην ἔγραψα ὑμῖν τὴν διάνοιαν, «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεον‐ | |
20 | έκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Εἰ δὲ κοινῆς τροφῆς τοῖς τοιούτοις οὐ δεῖ κοινωνεῖν, ἤπου γε μυστικῆς τε καὶ θείας. ιβʹ. «Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν;» Ἐκεί‐ | |
25 | νων ἐξουσίαν οὐκ ἔχω. «Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; (ιγʹ.) Τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ.» Ἐκείνους ὑπὸ τὴν κρίσιν κατα‐ λείπομεν τοῦ Θεοῦ· τούτους δὲ καὶ ἡμεῖς προσετάχθη‐ μεν κρίνειν. «Καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ ὑμῶν | |
30 | αὐτῶν.» Μωσαϊκὴν τέθεικε μαρτυρίαν, θείῳ νόμῳ βεβαιώσας τὸν λόγον. Ἐπειδὴ δὲ τοῖς πόρνοις καὶ τὸν πλεονέκτην ἀνέμιξεν, ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν ἐντίθησι. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. | |
35 | αʹ. «Τολμᾷ τις ἐξ ὑμῶν πρὸς τὸν ἕτερον πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ ἀδίκων, καὶ οὐχὶ ἐπὶ ἁγίων;» Οἱ τῆς θείας σοφίας ἠξιωμένοι, πρὸς ἀλλήλους ἀμφι‐ σβητοῦντες, κέχρησθε κριταῖς τοῖς τὴν ἄνοιαν τῆς ἀσεβείας περικειμένοις. | |
40 | βʹ. «Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι;» Τὸ, κρινοῦσι, ἀντὶ τοῦ, κατακρινοῦσι, τέθεικε· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;» Οὕτως ἄνδρες Νινευῖται, καὶ βασίλισσα νότου κατακρινεῖ | |
45 | τὴν γενεὰν ἐκείνην· οὕτως οἱ δώδεκα ἀπόστολοι κρι‐ νοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, τουτέστι κατα‐ κρινοῦσι. Κατακρινοῦσι δὲ, ὡς ἐξ αὐτῶν ὄντες, καὶ τῷ Κυρίῳ πιστεύοντες, καὶ μυρία θανάτων εἴδη ὑπομεμενηκότες, καὶ τὴν εἰς αὐτὸν οὐκ ἀρνησάμενοι | |
82.264(50) | πίστιν. Οὕτω πάλιν οἱ ἐκ τῶν ἐθνῶν πεπιστευκότες τοὺς μὴ πιστεύσαντας κατακρινοῦσιν εἰς τὸ σωτή‐ ριον κήρυγμα. | |
γʹ. «Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μή τί | ||
82.265 | γε βιωτικά,» Πάλιν τὸ κρινοῦμεν ἀντὶ τοῦ κατα‐ κρινοῦμεν τέθεικεν. Ἀγγέλους δὲ λέγει τοὺς δαίμο‐ νας, τοῦτο γὰρ ἦσαν πάλαι. Κατακρινοῦσι δὲ αὐτοὺς οἱ ἅγιοι, ὅτι σῶμα περικείμενοι τῆς θείας θεραπείας | |
5 | ἐφρόντισαν, ἐκείνων ἐν ἀσωμάτῳ φύσει τὴν πονηρίαν ἀσπασαμένων. δʹ. «Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ τούτους καθίζετε.» Ὁ πάντων, φησὶν, εὐτελέστατος, καὶ τῆς Ἐκκλη‐ | |
10 | σίας ἐλάχιστος, κρείττων ἐστὶ τῶν παρ’ ἐκείνοις νο‐ μιζομένων ἐπιστημόνων. Οὐ γὰρ τοὺς εὐτελεστάτους τῆς Ἐκκλησίας κρίνειν κελεύει. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς. εʹ, ϛʹ. «Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ | |
15 | ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ. Ἀλλ’ ἀδελφὸς μετ’ ἀδελφοῦ κρίνεται, καὶ ταῦτα ἐπὶ ἀπίστων;» Πολλὰ τὰ ἄτοπα ἔδειξε. Πρῶτον μὲν τὸ πιστὸν ὄντα δικά‐ ζεσθαι· τοῦτον γὰρ λέγει ἀδελφόν. Εἶτα τῷ ὁμο‐ | |
20 | πίστῳ. Πάντων δὲ χαλεπώτατον, τὸ καὶ ἀπίστῳ κεχρῆσθαι κριτῇ. Εἰδέναι μέντοι χρὴ, ὡς οὐκ ἐναν‐ τία ταῦτα τοῖς πρὸς Ῥωμαίους γραφεῖσιν. Οὐ γὰρ ἀντιτείνειν κελεύει τοῖς ἄρχουσιν, ἀλλὰ τοῖς ἠδικη‐ μένοις νομοθετεῖ μὴ κεχρῆσθαι τοῖς ἄρχουσι. Τὸ γὰρ | |
25 | αἱρεῖσθαι, ἢ ἀδικεῖσθαι, ἢ παρὰ τοῖς ὁμοπίστοις δο‐ κιμάζεσθαι, τῆς αὐτῶν ἐξηρτᾶτο γνώμης. Εἶτα τὴν τελεωτέραν εἰσφέρει νομοθεσίαν. ζʹ. «Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν.» Νεμεσητὸν γὰρ καὶ | |
30 | αὐτὸ τὸ δικάζεσθαι. «Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;» Ταῦτα τῆς τε‐ λειότητος. Ἀλλὰ δείκνυσιν αὐτοὺς οὐ μόνον ταῦτα οὐ μετιόντας, ἀλλὰ καὶ τούτων ἐναντία ἐκ διαμέ‐ τρου ποιοῦντας. | |
35 | ηʹ. «Ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε.» Εἶτα τελευταῖον τὸ μέγιστον ἔγκλημα. «Καὶ ταῦτα ἀδελ‐ φούς.» Χαλεπὸν μὲν γὰρ καὶ τὸ τὸν ἀλλότριον ἀδι‐ κεῖν, πολλῷ δὲ πλέον τὸ τὸν οἰκεῖον. θʹ. «Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ | |
40 | κληρονομήσουσιν;» Εἶτα κατ’ εἶδος καὶ τὰς ἄλλας παρανομίας διέξεισι. «Μὴ πλανᾶσθε.» Τινὰς αἰνίτ‐ τεται λέγοντας ὅτι φιλάνθρωπος ὢν ὁ Θεὸς οὐ κο‐ λάζει. Διὰ τοῦτο ἐπάγει· «Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, | |
45 | (ιʹ) οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεον‐ έκται, οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Καὶ τὰ ἐλάττονα δὲ τοῖς μείζοσι συνέταξεν ἁμαρτήμα‐ σιν, ἐπειδὴ οὐ περὶ τιμωρίας, ἀλλὰ περὶ βασιλείας ὁ | |
82.265(50) | λόγος. Ἵνα δὲ μὴ τῶν πρὸ τοῦ παναγίου βαπτίσμα‐ τος μνημονεύοντες ἁμαρτημάτων ἀπαγορεύσωσι τὴν | |
σωτηρίαν, ἀναγκαίως ἐπήγαγεν· | ||
82.268 | ιαʹ. «Καὶ ταῦτά τινες ἦτε, ἀλλ’ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Σαφῶς ἔδειξε τοῦ Υἱοῦ καὶ τοῦ | |
5 | Πνεύματος τὴν ἰσότητα· συνέταξε καὶ τοῦ Θεοῦ καὶ τοῦ Πατρὸς τὴν μνήμην. Τῇ γὰρ ἐπικλήσει τῆς ἁγίας Τριάδος ἁγιάζεται τῶν ὑδάτων ἡ φύσις, καὶ χορηγεῖται τῶν ἁμαρτημάτων ἡ ἄφεσις. Εἶτα πάλιν τὸν περὶ τῆς πορνείας ἀνέλαβε λόγον, καί φησι· | |
10 | ιβʹ. «Πάντα μοι ἔξεστιν; Κατ’ ἐρώτησιν ἀναγνωστέον· εἶτα κατὰ ἀπόκρισιν, «Ἀλλ’ οὐ πάντα συμφέρει.» Οὕτω δὲ καὶ τὸ ἑξῆς, «Πάντα μοι ἔξε‐ στιν; Ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.» Τοῦτο λέγεις, ὅτι οὐχ ὑπὸ τῷ νόμῳ πολιτεύῃ, καὶ | |
15 | ὅτι αὐτεξούσιος εἶ, καὶ αὐθαίρετον ἔχεις τὴν γνώ‐ μην· ἀλλ’ οὐ λυσιτελεῖ σοι πανταχοῦ τῇ ἐξουσίᾳ κεχρῆσθαι. Ὅταν γάρ τι τῶν ἀτόπων ἐπιτελέσῃς, ἀποβάλλῃ τὴν ἐξουσίαν, καὶ δοῦλος γίνῃ τῆς ἁμαρ‐ τίας. | |
20 | ιγʹ. «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώ‐ μασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταρ‐ γήσει.» Ἐν τούτοις εἰ θέλεις χρήσασθαι τῇ ἐξουσίᾳ, χρῆσαι· διὰ γὰρ τὴν κοιλίαν ἐδημιουργήθη τὰ βρώ‐ ματα. Προσήκει μέντοι εἰδέναι σε, ὅτι καὶ ταῦτα | |
25 | λήψεται τέλος· μετὰ γὰρ τὸν τάφον, περιττὰ τοῖς ἀνθρώποις τὰ βρώματα· καὶ ὁ μέλλων δὲ βίος ἔχει τούτων οὐδέν. Ὥσπερ γὰρ οὐ γαμοῦσιν, οὐδὲ γαμί‐ σκονται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, οὕτως οὐδὲ ἐσθίουσιν, οὐδὲ πίνουσι. Τὸ δὲ, καταργήσει, προῤ‐ | |
30 | ῥητικῶς τέθεικε. «Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι.» Κεφαλὴν ἡμῶν πολλάκις τὸν Κύριον προσηγόρευσε· τούτῳ τοίνυν ὡς κεφαλῇ συνῆπται τὸ σῶμα. Οὐ γὰρ ὥσπερ ἡ γαστὴρ τροφῆς δοχεῖον ἐγένετο, οὕτω τὸ σῶμα διὰ | |
35 | τὴν πορνείαν δεδημιούργηται. ιδʹ. «Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Μὴ καταφρο‐ νήσῃς ὡς νεκροῦ τοῦ Δεσπότου. Ἐγήγερται γάρ· ἐγερεῖ δὲ καὶ ἡμᾶς ὁ τοῦτον ἐγείρας Θεὸς τῇ τοῦ | |
40 | ἐγερθέντος δυνάμει. Ἔδειξε τοίνυν σαφῶς, ὡς ἠγέρθη μὲν κατὰ τὸ ἀνθρώπειον. Ἐγερεῖ δὲ ἡμᾶς ὡς Θεός. ιεʹ. «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;» Οὐ καθάπερ νύμφη νυμφίῳ συνήφθητε τῷ | |
45 | Χριστῷ; «Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.» Σφόδρα τὸ παράνομον ηὔξησε, μέλη Χριστοῦ τὰ ἡμέτερα μέλη προσαγο‐ ρεύσας. Οὐκέτι σὰ, φησὶν, ἐστὶν, ἀλλὰ τοῦ Χριστοῦ· πῶς τοίνυν αὐτὰ μέλη πόρνης ποιεῖς; Εἶτα τούτου | |
82.268(50) | διδάσκει τὸν τρόπον. ιϛʹ, ιζʹ. «Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γὰρ, φησὶν, οἱ δύο | |
εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν | ||
82.269 | πνεῦμά ἐστιν.» Οὐκ ἀπεικότως τὸ περὶ τῆς γαμικῆς συναφείας εἰρημένον τέθεικεν ἐπὶ τῆς πορνείας, ἓν γὰρ καὶ τοῦτο κἀκεῖνο τῇ φύσει τοῦ πράγματος· τὸ δὲ ἔννομον καὶ παράνομον δείκνυσι τὴν διαφοράν. | |
5 | Λέγει τοίνυν, ὅτι Τῇ πόρνῃ κολλώμενος μέλη πόρνης τὰ μέλη ποιεῖς· τῷ δὲ Κυρίῳ διὰ τοῦ Πνεύματος συναπτόμενος μέλη Χριστοῦ τὰ μέλη ποιεῖς. Ἐὰν τοίνυν συναφθῇς τῷ Κυρίῳ, καὶ πάλιν πρὸς ἐκείνην ἀπέλθῃς, εἰς αὐτὸν χωρεῖ τὸν Δεσπότην ἡ παροινία. | |
10 | Τὰ μέλη γὰρ αὐτοῦ προσάγεις τῇ πόρνῃ, καὶ ἀπο‐ φαίνεις μέλη πόρνης τοῦ Δεσπότου τὰ μέλη. ιηʹ. «Φεύγετε τὴν πορνείαν.» Οὐκ εἶπε· Μισεῖτε καὶ ἀποστρέφεσθε, ἀλλὰ Φεύγετε, εἰδὼς τὴν τῆς ἁμαρτίας ταύτης ὀξύτητα, καὶ τὸν διωκόμενον | |
15 | διανίστησι, καὶ παρεγγυᾷ φεύγειν τὴν διώκουσαν. Διδάσκει δὲ καὶ τὸ τοῦ πράγματος μυσαρόν.» Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώ‐ ματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρ‐ τάνει.» Μυρία γάρ τις ἕτερα ἁμαρτάνων, καὶ ὅρκους | |
20 | παραβαίνων, καὶ βλασφημίᾳ μολύνων τὴν γλῶτταν, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα, οὐ τοσαύτην αἴσθησιν λαμβάνει τῆς ἁμαρτίας. Ὁ δὲ τῆς ἀσελγείας δοῦλος γεγενημένος, εὐθὺς μετὰ τὴν ἁμαρτίαν αἰσθάνεται τοῦ κακοῦ, καὶ αὐτὸ τὸ σῶμα | |
25 | βδελύττεται. Διά τοι τοῦτο καὶ λουτροῖς κεχρημένοι ἀπορύπτουσι τὸ σῶμα, ἐκβάλλειν οὕτω πως τὸ μῦσος ὑπολαμβάνοντες. ιθʹ. «Ἢ οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ | |
30 | τοῦ Θεοῦ.» Εἶπεν ἄνω τὸ σῶμα ναὸν τοῦ Θεοῦ, εἶπεν αὐτὸ μέλη Χριστοῦ· νῦν πάλιν τοῦ παναγίου Πνεύ‐ ματος ὀνομάζει ναόν. Πνεῦμα δὲ προσαγορεύει τὸ χάρισμα. Καὶ διὰ πάντων μανθάνομεν τὴν τῆς Τριά‐ δος ἰσότητα. «Καὶ οὐκ ἐστὲ ἑαυτῶν;» Διά τι; | |
35 | κʹ. «Ἠγοράσθητε γὰρ τιμῆς.» Τὸ αἷμα τὸ Δεσπο‐ τικὸν ὑπὲρ ὑμῶν καταβέβληται, ὑφ’ ἑτέραν δεσπο‐ τείαν τελεῖτε. Τοῦτο μέντοι πρὸς τὸ, πάντα μοι ἔξε‐ στι, τέθεικε, διδάσκων ὡς ὑπὸ δεσπότην τελοῦμεν, καὶ κατὰ τοὺς ἐκείνου νόμους ἡμᾶς πολιτεύεσθαι | |
40 | χρή. Τοῦτο γὰρ ἐπήγαγε· «Δοξάσατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.» Καὶ τῶν ψυχῶν ἡμῶν, καὶ τῶν σωμάτων δημιουργός ἐστιν ὁ Θεός· οὐ μόνον δὲ αὐτὰ πεποίηκεν, ἀλλὰ καὶ τῆς διαβολικῆς ἠλευθέρωσε δυναστείας. | |
45 | Προσήκει τοίνυν ἡμᾶς καὶ διὰ τοῦ σώματος, καὶ διὰ τῆς ψυχῆς αὐτὸν δοξάζειν, ἐκεῖνα καὶ ποιοῦντας καὶ λέγοντας, ἃ τὰς ἁπάντων γλώσσας εἰς εὐφημίαν κινεῖ. Ἐνταῦθα τὸ πρῶτον κεφάλαιον πεπλήρωκεν ὁ Ἀπόστολος. Ἡμεῖς δὲ τῆς παραινέσεως μεμνη‐ | |
82.269(50) | μένοι, καὶ τὰ σώματα παραστήσωμεν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, καὶ τὴν ψυχὴν τῇ τῶν παντοδαπῶν εὐεργεσιῶν ἁγιάσωμεν μνήμῃ· ἵνα καὶ κατὰ τὸν παρόντα βίον ἀληθῶς ναοὶ Θεοῦ χρημα‐ | |
τίσωμεν, καὶ τῶν ἐπηγγελμένων ἀπολαύσωμεν ἀγα‐ | ||
82.272 | θῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
5 | ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. «Περὶ δ’ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Σαφῶς δεδήλωκεν, ὡς περὶ ὧν ἐκεῖνοι τὰς πεύσεις προσήνεγκαν, ποιεῖται τὰς | |
10 | ἀποκρίσεις. Ἤροντο δὲ οἱ Κορίνθιοι, εἰ χρὴ τῷ νόμῳ γάμου γυναιξὶ συναφθέντας, εἶτα τοῦ σωτηρίου βαπτίσματος ἀξιωθέντας, τῆς γαμικῆς ὁμιλίας μεταλαγχάνειν. Γράφει τοίνυν, τὴν μὲν ἐγκράτειαν ἐπαινῶν, τῆς δὲ πορνείας κατηγορῶν, συγχωρῶν δὲ | |
15 | τὴν γαμικὴν κοινωνίαν. Εἰρηκὼς γὰρ, ὅτι καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, ἐπήγαγε· βʹ. «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἰδίαν γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.» Τὰ αὐτὰ δὲ καὶ ἀνδράσι καὶ γυναιξὶ νομο‐ | |
20 | θετεῖ, ἐπειδὴ μία ἡ φύσις. Εἰς καιρὸν δὲ τὸ διὰ τὰς πορνείας προστέθεικεν, ἐπειδὴ ταύτης ἤδη κατη‐ γόρησε. γʹ. «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.» Περὶ | |
25 | σωφροσύνης ταῦτα νομοθετεῖ, καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἴσως ἕλκειν κελεύων τὸν τοῦ γάμου ζυγὸν, καὶ μὴ ἑτέρωσε βλέπειν καὶ διαφθείρειν τὴν ζεύγλην, ἀλλὰ τὴν προσήκουσαν ἀλλήλοις εὔνοιαν ἀπονέμειν. Τῷ δὲ ἀνδρὶ προτέρῳ τοῦτο νενομοθέτηκεν, ἐπειδὴ | |
30 | γυναικὸς κεφαλὴ ὁ ἀνήρ. Οἱ μὲν γὰρ ἀνθρώπινοι νόμοι ταῖς μὲν γυναιξὶ διαγορεύουσι σωφρονεῖν, καὶ κολάζουσι παραβαινούσας τὸν νόμον· τοὺς δέ γε ἄνδρας τὴν ἴσην σωφροσύνην οὐκ ἀπαιτοῦσιν. Ἄνδρες γὰρ ὄντες οἱ τεθεικότες τοὺς νόμους, τῆς ἰσότητος | |
35 | οὐκ ἐφρόντισαν, ἀλλὰ σφίσι συγγνώμην ἀπένειμαν. Ὁ δέ γε θεῖος Ἀπόστολος, ὑπὸ τῆς θείας χάριτος ἐμπνεόμενος, τοῖς ἀνδράσι πρώτοις νομοθετεῖ σωφρο‐ σύνην· ἐπειδὴ δὲ συνέβαινε τῆς ἐγκρατείας ἢ γυναῖ‐ κας ἢ ἄνδρας ἐφιεμένους, καὶ τῶν ὁμοζύγων οὐ βου‐ | |
40 | λομένων, τῆς γαμικῆς ὁμιλίας χωρίζεσθαι, εἰκότως καὶ περὶ τούτου διαγορεύει. δʹ. «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ. Ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώμα‐ τος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή.» Ἐπειδὴ μίαν γὰρ | |
45 | αὐτοὺς ὁ τοῦ γάμου νόμος ἀπέφηνε σάρκα, εἰκότως καὶ τὸ τῆς γυναικὸς σῶμα τοῦ ἀνδρὸς προσηγόρευσε, καὶ αὖ πάλιν τὸ τοῦ ἀνδρὸς ὑπὸ τὴν ἐξουσίαν τέ‐ θεικε τῆς γυναικός. Ἐνταῦθα μέντοι ταῖς γυναιξὶ πρώταις τὸν νόμον προσήνεγκεν· ἐπειδὴ αὗται μά‐ | |
82.272(50) | λιστα πρὸ τῶν ἀνδρῶν εἰώθασιν ἀσπάζεσθαι τὴν ἐγκράτειαν. εʹ. «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ | |
καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε.» | ||
82.273 | Ἀποστερεῖσθαί τις ὑπολαμβάνει τούτων, ἅπερ οὐκ ἐθέλων δίδωσιν. Ἄγαν τοίνυν ἁρμοδίως τοῦτο τέθει‐ κεν ἐπὶ τῶν οὐ συμφώνως τὴν ἐγκράτειαν αἱρουμέ‐ νων. Τῆς γὰρ δὴ μόνης γυναικὸς ταύτην ἀσπαζο‐ | |
5 | μένης, δυσχεραίνει δήπουθεν ὁ ἀνὴρ, ὡς παρὰ τὴν αὐτοῦ γνώμην ἐγκρατευομένης ἐκείνης. Ταὐτὸ δὲ τοῦτο καὶ ἡ γυνὴ τὸ πάθος ὑπομένει, τοῦ ἀνδρὸς αἱρου‐ μένου τὰ κρείττονα· εἰκότως τοίνυν ἔφη· Μὴ ἀπο‐ στερεῖτε ἀλλήλους, καὶ προστέθεικεν, εἰ μή τι ἂν | |
10 | ἐκ συμφώνου· καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, ἐπήγαγε, πρὸς καιρόν. Ἐδίδαξε δὲ καὶ τὸν καιρὸν εἰπών· Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσ‐ ευχῇ. Δεῖ γὰρ τῇ ἁγιωσύνῃ τὴν νηστείαν τιμᾶσθαι. Μετὰ δὲ τὴν νηστείαν ἐπιτρέπει τὴν ὁμιλίαν. Τοῦτο | |
15 | γὰρ λέγει, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε. Καὶ διδάσκων ὡς ἕτερον ὑφορώμενος ταῦτα νομοθετεῖ, ἐπήγαγεν· «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς.» Καὶ δεικνὺς ὡς ἡμεῖς τὴν ἐκείνου καθ’ ἡμῶν αὔξομεν δυναστείαν, προστέθεικε, «Διὰ τὴν ἀκρασίαν ὑμῶν.» | |
20 | Ὑμῶν γὰρ ῥᾳθυμίᾳ συζώντων, καὶ δουλεύειν αἱρου‐ μένων ταῖς ἡδοναῖς, πρόφασιν ὁ διάβολος λαμβάνει τῆς καθ’ ὑμῶν παρατάξεως. Ὅτι δὲ τῇ τῶν ἀνθρώ‐ πων ἀσθενείᾳ τοὺς νόμους ἐμέτρησεν, ἐδίδαξε διὰ τῶν ἑξῆς. | |
25 | ϛʹ, ζʹ. «Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν.» Ἐν ἐγκρατείᾳ καὶ τὴν τελειότητα ὑπ‐ έδειξε, καὶ τὰ ἐλάττονα συνεχώρησε· καὶ τὰ μὲν τῆς ἀσθενείας ἀλεξίκακα φάρμακα ὁ λόγος προσήνεγκεν· | |
30 | ἐπὶ δὲ τῇ τῶν κρειττόνων αἱρέσει τὸ ἀρχέτυπον διε‐ γείρει· ἑαυτὸν δὲ ἀρχέτυπόν τε προὔθηκε, τῆς οἰ‐ κείας ἡμῖν ἁγνείας ἀναγκασθεὶς ἀποκαλύψαι τὸν πλοῦτον. «Ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.» Παρεμυθήσατο καὶ | |
35 | τοὺς ἐν γάμῳ, χάρισμα Θεοῦ προσαγορεύσας τὸν γάμον. Ὑπ’ ἐκείνης γάρ τις τῆς χάριτος βοηθούμε‐ νος, καὶ τὴν ἐν γάμῳ κατορθοῖ σωφροσύνην. Ἐπι‐ κουρεῖ δὲ ἡ χάρις τοῖς τὴν ἀγαθὴν εἰσφέρουσι προ‐ θυμίαν. «Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· | |
40 | ζητεῖτε, καὶ εὑρήσετε.» Ταῦτα πρὸς τὰς Κορινθίων ἐρωτήσεις ἀποκρινάμενος, καὶ τὰ πρόσφορα τοῖς ἐν γάμῳ νομοθετήσας, γράφει καὶ τοῖς μηδέπω τοῦ γάμου τὸν ζυγὸν δεξαμένοις, καὶ τοῖς δεξαμένοις μὲν, εἶτα δὲ τῷ θανάτῳ διαζευχθεῖσι, καὶ τὴν χη‐ | |
45 | ρείαν ὀδυρομένοις, ἃ προσήκει ποιεῖν. | |
48 | ηʹ. «Λέγω δὲ τοῖς ἀγάμοις, καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.» Ἔδειξε | |
82.273(50) | πάλιν ἑαυτὸν τῆς τῶν ἀγάμων ὄντα συμμορίας. Οὐ γὰρ ἄν τις αὐτὸν εἰκότως ταῖς χηρευούσαις ἐντάττοι, νεανίας ὢν ἔτι ὅτε τῆς κλήσεως ἠξιώθη. Μηδεὶς δὲ αὐτὸν οἰέσθω τὴν μὲν ἀγαμίαν τοῖς ἀνδράσι, τὴν δέ | |
γε μετὰ τὸν γάμον ἐγκράτειαν ταῖς γυναιξὶ μόναις | ||
82.276 | νομοθετεῖν. Ἀμφότερα γὰρ ἑκάτερον ἐκπαιδεύει γένος. θʹ. «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γὰρ αὐτοῖς ἐστι γαμῆσαι, ἢ πυροῦσθαι.» | |
5 | Πύρωσιν οὐ τῆς ἐπιθυμίας καλεῖ τὴν ἐνόχλησιν, ἀλλὰ τὴν δούλωσιν τῆς ψυχῆς, καὶ τὴν πρὸς τὸ χεῖρον ῥο‐ πήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄμεινον μὲν καὶ ὑμᾶς τοὺς μηδέπω γαμικῆς ὁμιλίας μεταλαχόντας, καὶ ὑμᾶς τοὺς συναφθέντας μὲν, εἶτα δὲ τῷ θανάτῳ | |
10 | διαζευχθέντας, τὴν ἐγκράτειαν προελέσθαι. Εἰ δὲ φέρειν οὐ δύνασθε τῆς ἐπιθυμίας τὴν προσβολὴν, ἀλλ’ ἀσθενῶς τῇ ψυχῇ περὶ τὸν ἀγῶνα τοῦτον διάκεισθε, διὰ τὸ μὴ θερμὴν ἔχειν περὶ τὰ καλὰ προθυμίαν, οὐ‐ δεὶς ὑμᾶς ἀπείργει τοῦ γάμου νόμος. Ἐντεῦθεν εἰς | |
15 | ἑτέραν μεταβαίνει νομοθεσίαν. ιʹ, ιαʹ. «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρι‐ σθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω. Καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.» | |
20 | Τῆς Εὐαγγελικῆς νομοθεσίας ἀνέμνησεν. Ὁ γὰρ Κύ‐ ριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πᾶς ὁ ἀπο‐ λύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.» Διὰ τοῦτο προστέθεικεν, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος. Τὸ δὲ, μενέτω ἄγαμος ἢ | |
25 | τῷ ἀνδρὶ καταλλαγήτω, οὐκ ἔστιν ἐναντίον τῷ μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐκεῖνα γὰρ τοῖς μὴ δι’ ἄλλην πρόφασιν χωριζομέ‐ νοις, ἀλλὰ διὰ μόνην ἐγκράτειαν, εἴρηται· ἐνταῦθα δὲ τοῖς περὶ ἑτέρων πραγμάτων ζυγομαχοῦσι νομο‐ | |
30 | θετεῖ. Καὶ πειρᾶται μὲν ἀῤῥαγῆ φυλάξαι τοῦ γάμου τὴν ζεύγλην· συγκατιὼν δὲ τῇ ἀσθενείᾳ, τῷ χωρι‐ ζομένῳ νομοθετεῖ τὴν ἐγκράτειαν, καὶ ταύτῃ κωλύων τὴν τοῦ γάμου διαίρεσιν. Ἀπείργων γὰρ ἑτέρῳ συνάπτεσθαι, πρὸς τὸν πρότερον γάμον ἐπανελθεῖν | |
35 | μέρος ἑκάτερον συνωθεῖ. ιβʹ. «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος.» Τὸ, ἐγὼ λέγω, ἀντὶ τοῦ· Οὐχ εὗρον τοῦτον τὸν νόμον τοῖς ἱεροῖς Εὐαγγελίοις ἐγγεγραμμένον, ἀλλὰ νῦν αὐτὸν τίθημι. Ὅτι δὲ οἱ τοῦ Ἀποστόλου νόμοι τοῦ | |
40 | Δεσπότου Χριστοῦ νόμοι, δῆλόν ἐστι τοῖς τὰ θεῖα πε‐ παιδευμένοις. Αὐτοῦ γάρ ἐστι φωνή· «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ·» Καί· «Οὐκ ἐγὼ, ἀλλ’ ἡ χάρις ἡ ἐν ἐμοί.» Καί· «Λέγω διὰ τῆς χάριτος τῆς δοθείσης μοι.» Οὕτω κἀνταῦθα | |
45 | νομοθετεῖ τοῦ παναγίου Πνεύματος δι’ αὐτοῦ φθεγ‐ γομένου. «Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. (ιγʹ, ιδʹ.) Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ | |
82.276(50) | αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. | |
Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ | ||
82.277 | ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ἐπεὶ ἄρα τὰ τέ‐ κνα ὑμῶν ἀκάθαρτά ἐστιν· νῦν δὲ ἅγιά ἐστιν.» Οὐκ ἄπι‐ στον γυναῖκα νομοθετεῖ λαμβάνειν, οὐδὲ ἀπίστῳ ἀνδρὶ πιστὴν γυναῖκα κελεύει συνάπτεσθαι· πᾶν γὰρ τοὐ‐ | |
5 | ναντίον διαγορεύει. Μετὰ βραχέα γὰρ ταῖς χήραις νομοθετῶν ἐπήγαγε, μόνον ἐν Κυρίῳ, τουτέστι πι‐ στῷ, εὐσεβεῖ, σωφρόνως, κοσμίως. Ἐνταῦθα δὲ περὶ τῶν πρὸ τοῦ κηρύγματος συναφθέντων ἔφη. Συν‐ έβαινε γὰρ τὸν μὲν ἄνδρα πιστεῦσαι, τὴν δὲ γυναῖκα | |
10 | τῇ ἀπιστίᾳ προσμεῖναι, καὶ αὖ πάλιν, τὴν μὲν γυναῖκα τὸ κήρυγμα δέξασθαι, τὸν δὲ ἄνδρα τῆς ἀπι‐ στίας περικεῖσθαι τὴν λύμην. Καὶ παρεγγυᾷ τοῖς ὑγιαίνουσι φέρειν τὴν τῶν ὁμοζύγων ἀσθένειαν, καὶ τὴν τούτων πραγματεύεσθαι σωτηρίαν. Τοῦτο γὰρ | |
15 | λέγει· Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναι‐ κὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρὶ,» τουτέστιν, ἔχει σωτηρίας ἐλπίδα. Εἰ δὲ καὶ αὐτὸς ἢ αὐτὴ ἐπιμένοι τῇ νόσῳ, τὸ ἐκείνου σπέρμα μεθέξει τῆς σωτηρίας. Ὑπερβολικώτερον δὲ ταῦτα τέθεικε, | |
20 | πείθων μὴ καταλιπεῖν τὴν συνάφειαν. ιεʹ. «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις.» Τὸ πιστεῦον, φησὶ, μέρος μὴ διδότω πρόφασιν τῷ χωρισμῷ. Εἰ δὲ τὸ νοσοῦν ἀποστῆναι βούλεται, ἀθῶος | |
25 | εἶ σὺ, καὶ τῆς κατηγορίας ἐλεύθερος. «Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.» Καὶ μὴν ὁ Κύριος ἔφη· «Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μά‐ χαιραν, διχᾶσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ.» Ἀλλ’ οὐκ ἐναντίον τοῦτο ἐκείνῳ. Ἑρμηνεύει δὲ ὁ | |
30 | Ἀπόστολος τὴν τοῦ Κυρίου διδασκαλίαν. Τὸ σωτή‐ ριον γὰρ, φησὶ, κήρυγμα οὐ σύγχυσιν εἰς τὸν βίον εἰσάγει, ἀλλὰ μᾶλλον πραγματεύεται τὴν ἀληθῆ καὶ θεοφιλῆ εἰρήνην. Διαιρεῖ μέντοι πρότερον τὴν καλὴν συμφωνίαν, καὶ διαφωνίᾳ τὴν ἐπαινουμένην ὁμόνοιαν | |
35 | πραγματεύεται. Οἱ γὰρ τὸ θεῖον δεξάμενοι κήρυγμα, διδάσκαλοι τῶν ἀπίστων γινόμενοι, εἰργάζοντο παρα‐ δόξως τὴν θαυμασίαν μεταβολὴν, καὶ τὰς διαιρεθεί‐ σας οἰκίας ἐποδήγουν εἰς τὴν ἀξιέραστον συμφωνίαν. Τοῦτο καὶ ἐνταῦθά φησι· | |
40 | ιϛʹ, ιζʹ. «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώ‐ σεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός.» Ἀνάδεξαι, φησὶν, ἐπὶ χρησταῖς ἐλπίσι τὸν πόνον· ἔχεις τὸν Θεὸν τῆς προθυμίας ἐπίκουρον. «Ἕκαστον ὡς κέκληκεν ὁ Κύ‐ | |
45 | ριος, οὕτω περιπατείτω· καὶ οὕτως ἐν ταῖς Ἐκκλη‐ σίαις πάσαις διατάσσομαι.» Ἐδίδαξεν ἐνταῦθα σα‐ φῶς, ὡς οὐκ ἀπίστοις ἀνδράσιν ἢ γυναιξὶ συνάπτεσθαι παρηγγύησεν, ἀλλὰ τοῖς οὕτω κληθεῖσιν ἐκεῖνα νενο‐ μοθέτηκεν. Εἶτα συνήθως ἀπὸ τοῦ προκειμένου εἰς | |
82.277(50) | ἕτερα μεταβαίνει, πᾶσι νομοθετῶν τὰ κατάλληλα. ιηʹ, ιθʹ. «Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπι‐ σπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέ‐ σθω. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.» Μήτε | |
55 | ἀκρόβυστός τις κληθεὶς δεχέσθω περιτομὴν, μήτε ὁ | |
περιτετμημένος πειράσθω ἑαυτὸν ἀπερίτμητον δει‐ | ||
82.280 | κνῦναι. Ἥ τε γὰρ ἀκροβυστία τῆς φύσεως, καὶ ἡ περιτομὴ κατὰ τὸν παλαιὸν γεγένηται νόμον. Ἐπαινεῖται δὲ οὐ τὸ πρᾶγμα, ἀλλ’ ἡ τῆς θείας ἐν‐ τολῆς φυλακή. | |
5 | κʹ. «Ἕκαστος ἐν τῇ κλήσει, ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.» Εἶτα καὶ εἰς ἕτερα μεταβαίνει. καʹ. «Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.» Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ δεσποτείας διαφοράν. Μὴ | |
10 | τοίνυν φύγῃς ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· ἀλλὰ κἂν τυχεῖν τῆς ἐλευθερίας ᾖ δυνατὸν, ἐπίμεινον δουλεύων, καὶ πρόσμεινον τὴν ἀντίδοσιν. Ταύτην δὲ τὴν ὑπερβολὴν οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ πείθων μὴ φυγεῖν τὴν δουλείαν προφάσει θεοσεβείας. Προσφέρει | |
15 | δὲ καὶ ἑτέραν παραψυχήν. κβʹ. «Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύ‐ θερος Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι Χριστοῦ.» Ἀπελεύθερον καλεῖν εἰώθαμεν τὸν ἐκ δούλων γεγενημένον. Τούτῳ τῷ ὀνόματι τὸν | |
20 | τῆς πίστεως ἠξιωμένον προσηγόρευσε δοῦλον. Καὶ τὸν μὲν ἐλεύθερον δοῦλον ἔφη Χριστοῦ, τὸν δὲ δοῦλον ἀπελεύθερον· καὶ τοὺς ἐλευθέρους διδάσκων, ὡς Δε‐ σπότην ἔχουσι τὸν Χριστὸν, καὶ τοὺς δούλους ὡσαύ‐ τως, ὅτι τῆς ἀληθοῦς ἐλευθερίας ἀπέλαυσαν. Τίς γὰρ | |
25 | οὕτως ἐλεύθερος, ὡς ὁ τῆς ἁμαρτίας ἀπηλλαγμένος; Τίς δὲ πικρὰν οὕτω δουλεύει δουλείαν, ὡς ὁ τῇ δου‐ λείᾳ τῶν παθῶν ὑποκείμενος; κγʹ. «Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀν‐ θρώπων.» Οὐκ ἐναντία τοῖς εἰρημένοις νενομοθέτηκε. | |
30 | Κελεύει δὲ μὴ δουλοπρεπὲς ἔχειν φρόνημα, μήτε τὸν δοῦλον καλούμενον, μήτε τὸν ἐλεύθερον προσαγο‐ ρευόμενον. Σοφῶς δὲ ἄγαν καὶ τοὺς δούλους καὶ τοὺς δεσπότας ὁμοδούλους ἀπέφηνε, τιμῆς ἠγοράσθητε, τούτοις κἀκείνοις εἰπών. Τὸ γὰρ οἰκεῖον αἷμα δοὺς ὁ | |
35 | Δεσπότης ὑμᾶς ἐπρίατο. κδʹ. «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ Θεῷ.» Τοῦτο καὶ προοίμιον καὶ ἐπίλογον τῆς παραινέσεως τέθεικεν. Ἐφ’ ἑτέραν δὲ πάλιν μετα‐ βαίνει νομοθεσίαν. | |
40 | κεʹ. «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω.» Ὁ Κύριος γὰρ, τῶν ἀποστόλων εἰρηκό‐ των· «Εἰ οὕτως ἐστὶν ὁ νόμος τῆς γυναικὸς, συμ‐ φέρει μὴ γῆμαι,» ἀπεκρίνατο· «Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον·» καὶ πάλιν· «Ὁ δυνάμενος χω‐ | |
45 | ρεῖν χωρείτω.» Διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Εἰ τοίνυν οὐκ ἐδέξω νόμον, τί σοι βούλεται ὁ λόγος; «Γνώμην δὲ δίδωμι.» Οὐ νόμον εἰσφέρω, ἀλλὰ συμβουλὴν προσ‐ φέρω. Καὶ γὰρ ὁ Θεὸς τὰ κατὰ φύσιν νομοθετήσας, | |
82.280(50) | ἐπὶ τὰ ὑπὲρ φύσιν προτρέπει. Ἐπειδὴ δὲ εἰκὸς ἦν τινας ἀντιλέγειν ὡς καινοτομίᾳ τῇ συμβουλῇ, προστέ‐ | |
θεικεν· «Ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.» | ||
82.281 | Μετὰ τῆς συνήθους μετριότητος τὴν ἀποστολικὴν ἀξίαν ὑπέδειξεν. Ἀξιόχρεώς εἰμι σύμβουλος, φησὶ, διὰ μὲν τὸν πολὺν τοῦ Δεσπότου κληθεὶς ἔλεον, πι‐ στευθεὶς δὲ τὸ κήρυγμα. Τί δὲ συμβουλεύεις; | |
5 | κϛʹ, κζʹ. «Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν ἀν‐ θρώπῳ, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναι‐ κός; μὴ ζήτει γυναῖκα.» Τὸ, νομίζω, προστέθεικεν, οὐκ ἀμφιβάλλων ὡς ἡ παρθενία καλὸν, καὶ τῶν καλῶν | |
10 | τὸ κάλλιστον· ἀλλ’ ἵνα μὴ νόμος ἡ παραίνεσις γένη‐ ται, τὴν ἀμφιβολίαν προστέθεικεν. Ἕπεται γὰρ τῷ νόμῳ καὶ φυλακὴ, καὶ παράβασις, καὶ τῶν παρα‐ βαινόντων ἡ κόλασις. Διὰ τοῦτο οὐ νομοθετεῖ τὰ με‐ γάλα, ἀλλ’ ἐπὶ ταῦτα προτρέπει, καὶ εἰρηκὼς μὴ | |
15 | ζήτει γυναῖκα, ἐπήγαγεν· κηʹ. «Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε.» Καὶ τί δήποτε συμ‐ βουλεύεις μὴ γῆμαι, εἴπερ ἄρα ὁ γάμος ἁμαρτίας ἐλεύθερος; «Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.» | |
20 | Καὶ τί σοι τούτου μέλει; «Ἐγὼ δὲ ὑμῶν φείδομαι.» Καὶ τὴν πατρικὴν φιλοστοργίαν ἐγύμνωσε, καὶ τῆς ἀγαμίας τὸ χρήσιμον ἔδειξεν. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ περὶ τῶν ἅπαξ ἀποταξαμένων τῷ βίῳ εἴρηκεν· Ἐὰν γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρ‐ | |
25 | θένος, οὐχ ἥμαρτεν· ἀλλὰ περὶ τῶν μηδέπω μήτε τοῦτο μήτε ἐκεῖνο προελομένων, ἀλλ’ ἐν μεθορίῳ γά‐ μου καὶ ἀγαμίας ἑστώτων. Εἶτα καὶ ἑτέρωθεν κρα‐ τύνει τὸν λόγον. κθʹ. «Τοῦτο δέ φημι, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλ‐ | |
30 | μένος τὸ λοιπόν ἐστιν.» Πρὸς τέλος ὁ βίος ἐλαύνει· ἐγγὺς ἡ συντέλεια τοῦ παρόντος αἰῶνος. «Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι.» (λʹ, λαʹ.) «Καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγορά‐ | |
35 | ζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ παραχρώμενοι.» Ἀλλότρια, φησὶν, ἡμῶν τὰ παρόντα· μεταβαίνομεν γὰρ ἐντεῦθεν ὡς τάχιστα. Μηδεὶς τοίνυν μήτε πενίαν ὀδυρέσθω, μήτε ἐπὶ πλούτῳ μέγα φρονείτω, μήτε μὴν οἱ πλεῖστα | |
40 | κεκτημένοι εἰς τρυφὴν ταῦτα καὶ ἀσωτίαν ἀναλισκέ‐ τωσαν, ἀλλὰ μόνην ἐξ αὐτῶν τὴν χρείαν καρπού‐ σθωσαν. Τοῦτο γὰρ λέγει, Καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ παραχρώμενοι. Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ τῶν κριῶν κατηγόρησεν ὁ Θεὸς, | |
45 | ὅτι τὴν καλὴν νομὴν ἐνέμοντο, καὶ τὰ λοιπὰ τοῖς ποσὶ συνεπάτουν· καὶ τὸ καθαρὸν ὕδωρ ἔπινον, καὶ τὸ λοιπὸν τοῖς ποσὶ διετάραττον. Τούτοις συμφωνεῖ τὸ, Οἱ χρώμενοι τῷ κόσμῳ, ὡς μὴ παραχρώμενοι. Εἶτα δεικνὺς τῶν παρόντων τὸ πρόσκαιρον, ἐπήγαγε· | |
82.281(50) | «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Οὐκέτι γὰρ γεωργία καὶ ναυτιλία, οὐκέτι βασιλεῖαι καὶ στρατηγίαι, οὐκέτι δουλεία καὶ δεσποτεία, οὐκέτι τέχναι καὶ ἐπιστῆμαι, οὐκέτι πενία καὶ πλοῦτος. Ἐκ | |
γὰρ τούτων καὶ τῶν τοιούτων ὁ παρὼν βίος συν‐ | ||
82.284 | έστηκε. Τοῦτο καὶ ὁ μακάριος Ἡσαΐας φησὶ προ‐ θεσπίζων τὰ μέλλοντα· «Καὶ ἔσται ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία, καὶ ὁ ἀγοράζων ὡς ὁ πωλῶν, καὶ ὁ ὀφείλων ὡς μὴ ὀφεί‐ | |
5 | λων.» Ἄλλην γὰρ ὁ μέλλων βίος ἔχει πραγμάτων διαφοράν. Ὁ μέντοι θεῖος Ἀπόστολος δείξας τοῦ βίου τὸ πρόσκαιρον, ἐπήγαγε· λβʹ. «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι.» Σαφῶς ἔδειξε τὸν τῆς παρθενίας σκοπόν. Τῶν γὰρ περιττῶν | |
10 | καὶ ἀνοήτων φροντίδων ἐλευθέραν ὁ παρθενεύων ἔχει ψυχὴν, καὶ τὸν μέλλοντα μιμεῖται βίον ὡς ἔνεστι. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς φησιν. «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· (λγʹ, λδʹ.) ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ | |
15 | κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Μεμέρισται καὶ ἡ γυνή· καὶ ἡ παρθένος ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.» Συντόμως μὲν τῆς φροντίδος τὸ διάφορον | |
20 | ἔδειξε, τοῦ τε τοῦ γάμου τὸν ζυγὸν αἱρουμένου, καὶ τοῦ τὴν ἀγαμίαν ἀσπαζομένου. Ῥᾴδιον δὲ τῷ βουλο‐ μένῳ καταμαθεῖν τῶν ἐν τῷ βίῳ στρεφομένων τοὺς πόνους, καὶ τὰς φροντίδας. Ταύτας δὲ καὶ ἡμεῖς πλατύτερον ἐπεδείξαμεν τοὺς Περὶ τῆς παρθενίας | |
25 | λόγους συγγράφοντες, καὶ ἐπὶ τὸν ταύτης πλοῦτον προτρέψαντες τοὺς τῶν ἀγαθῶν ἐραστάς. Ἐπιμένων δὲ τῇ συμβουλῇ ὁ θεῖος Ἀπόστολος καὶ ταῦτα προσ‐ τέθεικε· λεʹ. «Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον | |
30 | λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπά‐ στως.» Οὐκ ἀνάγκῃ, φησὶν, ὑμᾶς ἐπὶ τοῦτον ἕλκω τὸν πλοῦτον, οἷόν τινι βρόχῳ κεχρημένος, καὶ βίᾳ θηρεύων· ἀλλὰ τὸ ἐντεῦθεν φυόμενον ὑποδείκνυμι | |
35 | κέρδος. Οὐδὲ γὰρ ἄλλως οἷόν τε τῇ θεραπείᾳ τοῦ Θεοῦ διηνεκῶς ἡμᾶς προσεδρεύειν, εἰ μὴ τὰ τοῦ βίου δεσμὰ διαφύγοιμεν. λϛʹ. «Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν ἑαυτοῦ παρ‐ θένον νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει | |
40 | γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτω‐ σαν.» Ὁ δὲ τὴν ἀγαμίαν ἀκοσμίαν ὑπολαμβάνων, καὶ τούτου χάριν συνάπτειν ἀνδρὶ τὴν θυγατέρα βου‐ λόμενος, τὸ δοκοῦν πραττέτω· ἁμαρτίας γὰρ ὁ γάμος ἐλεύθερος. Πάλιν ἐνταῦθα περὶ τῶν μηδέπω τὴν | |
45 | παρθενίαν ἑλομένων παρεκελεύσατο. λζʹ. «Ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.» Τὸ | |
82.284(50) | μὴ ἔχων ἀνάγκην, ἀντὶ τοῦ, αὐτεξούσιος ὢν, οὐχ | |
ὑποκείμενος δεσπότῃ. | ||
82.285 | ληʹ. «Ὥστε καὶ ὁ ἐγγαμίζων καλῶς ποιεῖ· ὁ δὲ μὴ ἐγγαμίζων κρεῖσσον ποιεῖ.» Ἔδειξε τὸ μὲν κα‐ λὸν, τὸ δὲ κάλλιστον· καὶ τῶν τοῦ γάμου κατηγο‐ ρούντων αἱρετικῶν τὰς γλώσσας ἐπέδησεν. Ἀναγ‐ | |
5 | καῖον δὲ νενόμικε καὶ ταῖς χήραις συμβουλεῦσαι τὰ πρόσφορα. λθʹ. «Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» Τουτέστιν ὁμο‐ | |
10 | πίστῳ, εὐσεβεῖ, σωφρόνως, ἐννόμως. μʹ. «Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην.» Πάλιν οὐ νόμον τέθεικεν, ἀλλὰ συμβουλὴν εἰσήνεγκεν. Ἀξιόπιστον δὲ ταύτην ποιῶν ἐπήγαγε· «Δοκῶ δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.» | |
15 | Οὐκ ἐμοῦ, φησὶ, τὰ ῥήματα, ἀλλὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος· ὄργανον γὰρ ἐκείνης ἐγώ. Ἐπι‐ σημήνασθαι μέντοι χρὴ, ὡς οὐ χρὴ ἁπλῶς καλεῖν μακαρίαν τὴν ἐγκρατευομένην· ἀλλὰ μακαριωτέραν ἐκάλεσε, διδάσκων ὡς οὐδὲ ἡ δευτέροις ὁμιλοῦσα γά‐ | |
20 | μοις ἀθλία, ἀλλὰ μακαρία, κατὰ τὸν ἀποστολικὸν νόμον συναπτομένη. Ἡ γὰρ σύγκρισις κἀκείνην μα‐ καρίαν ἀπέφηνεν. Ἱκανὴ δὲ καὶ αὕτη τῶν Νοουάτου κατηγορία, οἳ τῆς διγαμίας ὡς πορνείας κατηγο‐ ροῦσιν, ἄντικρυς τοῖς ἀποστολικοῖς ἐναντιούμενοι | |
25 | νόμοις. Ταῦτα μετὰ τὴν προτέραν γράψας κατηγο‐ ρίαν, καὶ τὴν ἁρμόττουσαν γάμου καὶ ἀγαμίας, καὶ μέντοι καὶ χηρείας καὶ παρθενίας εἰσενεγκὼν συμ‐ βουλὴν, πάλιν ἑτέρας ἅπτεται κατηγορίας, ἧς ἐν κε‐ φαλαίῳ τὴν ὑπόθεσιν προειπεῖν ἀναγκαῖον. Τινὲς τῶν | |
30 | ἐν Κορίνθῳ ἴσως πεπιστευκότων, συνήθεις ἔχοντες καὶ γνωρίμους τινὰς ἐπὶ τῇ πλάνῃ κατεχομένους, συνησθίοντο τούτοις ἐν τοῖς τῶν εἰδώλων ναοῖς, οὐχ ὡς εἰδωλοθύτων δῆθεν τῶν παρατιθεμένων μετα‐ λαμβάνοντες, ἀλλ’ ὡς πεπεισμένοι πάντα εἶναι τοῦ | |
35 | Θεοῦ ποιήματα. Ἀλλὰ τοῖς οὐδέπω ταύτην ἐσχηκόσι τὴν γνῶσιν ἄγαν ἐλωβᾶτο τὸ παρὰ τούτων γινόμενον· τοὺς γὰρ ἐν αὐτοῖς διαπράττοντας ἀδεῶς τῶν εἰδωλο‐ θύτων ὁρῶντες μεταλαμβάνοντας, προετρέποντο ταὐτὸ τοῦτο ποιεῖν, καὶ μεῖζον ἐγίνετο τὸ πλημμέ‐ | |
40 | λημα. Οὐδὲ γὰρ κατὰ τὸν ἐκείνων σκοπὸν μετελάμ‐ βανον καὶ οὗτοι· ἀλλ’ ὡς εἰδωλόθυτα ἤσθιον, τὴν ἐκεί‐ νων γνῶσιν οὐκ ἔχοντες. Τοῦτο μαθὼν ὁ θεῖος Ἀπό‐ στολος, κατηγορεῖ τοῦ γινομένου, καὶ φάρμακα προσφέρει τῷ πάθει παντοδαπά. | |
45 | ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ. «Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.» Μετά τινος εἰρωνείας αὐτοῖς τὴν γνῶσιν προσεμαρτύρησεν. Ὅτι γὰρ οὐκ ἀληθῶς ταύτην αὐτοὺς ἔχειν εἴρηκε, διδάσκει μετὰ ταῦτα. | |
82.285(50) | Λέγει γάρ· «Εἰ δέ τις δοκεῖ εἰδέναι τίς οὐδέπω οὐ‐ δὲν ἔγνωκε καθὼς δεῖ γνῶναι.» Εἰρωνικῶς τοίνυν τέθεικε τὸ, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Εἶτα ἐπάγει· «Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκο‐ | |
δομεῖ.» Κρείττων ἡ ἀγάπη τῆς γνώσεως. Ἡ μὲν | ||
82.288 | γὰρ ἐπαίρει πολλάκις τοὺς οὐ καλῶς αὐτῇ κεχρημέ‐ νους· ἡ δὲ προμηθεῖται τῆς τοῦ πέλας εὐεργεσίας· τοῦτο γὰρ λέγει, οἰκοδομεῖ. Κατηγορεῖ δὲ αὐτῶν ὁ λόγος, ὡς ἀγάπης ἐστερημένων. Εἰ γὰρ ταύτην ἐκ‐ | |
5 | έκτηντο, τῆς τῶν ἀσθενεστέρων ἂν ὠφελείας ἐπεμε‐ λήθησαν. βʹ. «Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω ἔγνωκε καθὼς δεῖ γνῶναι.» Ἔδειξεν αὐτοὺς οὐ μόνον τῆς ἀγάπης γεγυμνωμένους, ἀλλὰ καὶ τῆς γνώσεως, ἐφ’ | |
10 | ἧς μέγα ἐφρόνουν, ἐστερημένους. Ἀορίστως δὲ τὴν κατηγορίαν ποιεῖται, θεραπεύειν μᾶλλον ἢ πλήτ‐ τειν βουλόμενος. γʹ. «Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ.» Πολλῆς ἡμῖν δεῖ γνώσεως, καὶ ταύτην | |
15 | λαβεῖν τελείαν κατὰ τὸν παρόντα βίον τῶν ἀδυνάτων. Ἀγαπήσωμεν τοίνυν τὸν Θεὸν, ἵνα τῆς παρ’ αὐτοῦ τύχωμεν προμηθείας. Καὶ γὰρ τοῦτο μετὰ πολ‐ λῆς τέθεικεν ἀκριβείας. Οὐ γὰρ εἶπεν· Ὁ ἀγα‐ πῶν τὸν Θεὸν ἔγνω αὐτὸν, ἀλλ’ ἔγνωσται ὑπ’ | |
20 | αὐτοῦ, ἀντὶ τοῦ, τῆς παρ’ αὐτοῦ κηδεμονίας τυγ‐ χάνει. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωϋσῆς πρὸς αὐ‐ τὸν τῶν ὅλων Θεόν· «Σύ μοι εἶπας· Εὗρες χάριν παρ’ ἐμοὶ, καὶ οἶδά σε παρὰ πάντας.» Οὐκοῦν τὸ ἔγνωσται ὑπ’ αὐτοῦ τὴν πλείονα τοῦ Θεοῦ κηδεμονίαν | |
25 | δηλοῖ. δʹ. «Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴ‐ δαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.» Οἶδα, φησὶ, ταῦτα, ἃ καὶ ὑμεῖς λέγειν εἰώθατε· παρ’ ἐμοῦ γὰρ ταῦτα μεμαθήκατε | |
30 | λέγειν· οἶδα ὡς ἄψυχα τὰ εἴδωλα, καὶ ἀναίσθητα, καὶ ὅτι εἷς Θεὸς ὁ τῶν ὅλων ποιητὴς καὶ Δεσπότης. εʹ. «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί.» Ἕτερον ὁ θεῖος Ἀπόστολος κατα‐ | |
35 | σκευᾶσαι βούλεται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς, ἐκήρυττε δὲ καὶ τὸν Χριστὸν Θεὸν, καὶ τὸ πανάγιον δὲ ὡσαύτως Πνεῦμα Πατρὶ καὶ Υἱῷ συνηρίθμει, τοῖς δὲ τὴν ἀκριβῆ θεολογίαν οὐδέπω μεμαθηκόσιν ἀμφεβάλλετο πῶς εἷς Θεὸς, | |
40 | καὶ τοῦ Υἱοῦ Θεοῦ, καὶ μέντοι καὶ τοῦ παναγίου Πνεύματος συνηριθμημένου· ἐκ τῶν παρὰ τῶν ἐναν‐ τίων λεγομένων τὰ οἰκεῖα κατασκευάζει, καὶ διδάσκει, ὡς πολλοὺς μὲν Ἕλληνες λέγουσιν εἶναι θεοὺς, τοὺς δὲ αὐτοὺς ὀνομάζουσι καὶ κυρίους. Οὗτοι δὲ οὐδαμῶς | |
45 | εἰσιν, ἀλλ’ ἐν ὀνόμασι γνωρίζονται μόνοις. Τοῦτο γὰρ εἶπεν, Εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐ‐ ρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ πολλοὶ θεοὶ καὶ κύριοι πολλοί· τοὺς γὰρ αὐτοὺς καὶ θεοὺς καὶ κυρίους ἐκάλουν. Τὸ δὲ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ | |
82.288(50) | τῆς γῆς, κατὰ τὴν Ἑλλήνων μυθολογίαν λέγει. Τοὺς μὲν γὰρ οὐρανίους ἐκάλουν θεοὺς, οἷον τὸν Δία, καὶ | |
τὸν Ἀπόλλωνα, καὶ τὴν Ἥραν, καὶ τὴν Ἀθηνᾶν· | ||
82.289 | τοὺς δὲ ἐπιγείους, ὡς τὰς πηγὰς, καὶ τοὺς ποταμοὺς, καὶ τὰς καλουμένας νύμφας, καὶ τὸν Ἡρακλέα, καὶ τὸν Διόνυσον, καὶ τὸν Ἀσκληπιὸν, καὶ ἑτέρους μυρίους. | |
5 | ϛʹ. «Ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.» Ἐκεῖνοι μὲν οὖν, τὸν τῆς ἀγνοίας περικείμενοι ζόφον, περὶ πολ‐ λοὺς πλανῶνται, καὶ τούτους οὐκ ὄντας· ἡμεῖς δὲ | |
10 | ἕνα ἴσμεν Θεὸν Πατέρα, καὶ ἕνα Ἰησοῦν Χριστόν. Θαυμᾶσαι δὲ ἄξιον κἀνταῦθα τὴν ἀποστολικὴν σο‐ φίαν. Δείξας γὰρ ἐν τοῖς πρόσθεν ἰσοδυναμοῦσαν τῇ Θεὸς προσηγορίᾳ τὴν Κύριος, διεῖλε ταύτας, καὶ τὴν μὲν τῷ Πατρὶ συνήρμοσε, τὴν δὲ τῷ Υἱῷ, τὴν | |
15 | Κορινθίων θεραπεύων ἀσθένειαν. Ὅτι γὰρ πολλαχοῦ Θεὸν τὸν Υἱὸν ὀνομάζει, ῥᾴδιον ἐκ τῶν αὐτοῦ γραμ‐ μάτων καταμαθεῖν τὸν βουλόμενον. «Προσδεχόμενοι γὰρ, φησὶ, τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καί· «Ἐξ | |
20 | ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς, καὶ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ Θεοῦ,» καὶ μυρία τοιαῦτα ἕτερα. Ἐνταῦθα μέντοι τὸν μὲν Θεὸν προσ‐ ηγόρευσε, τὸν δὲ Κύριον· ἵνα μὴ τοῖς ἔναγχος τῆς Ἑλληνικῆς πλάνης ἀπαλλαγεῖσι, καὶ τὴν ἀλήθειαν | |
25 | μεταμαθοῦσι, παράσχῃ πρόφασιν εἰς τὴν πολύθεον ἐξαπάτην παλινδρομῆσαι. Εἰ δὲ οἱ ἐξ Ἀρείου καὶ Εὐνομίου λέγοιεν τὸ εἷς Θεὸς, ἐκβάλλειν τὸν Υἱὸν τῆς τοῦ Πατρὸς θεότητος, ἀκουέτωσαν τῶν ἑξῆς, ὅτι καὶ εἷς Κύριος. Εἰ γὰρ, ἐπειδὴ εἷς Θεὸς ὁ Πατὴρ, | |
30 | οὐ Θεὸς ὁ Υἱὸς, οὐδὲ Πατὴρ ἄρα Κύριος, ἐπειδὴ εἷς Κύριος Ἰησοῦς Χριστός. Ἀλλ’ εἰς τὴν ἐκείνων κε‐ φαλὴν τραπείη τὸ βλάσφημον. Ὁ γὰρ θεῖος Ἀπό‐ στολος τὴν ἰσότητα δείκνυσι, καὶ εἷς ὁμοίως ἐπὶ Πα‐ τρὸς καὶ Υἱοῦ τεθεικὼς, καὶ τὴν Κύριος φωνὴν ἰσο‐ | |
35 | δυναμοῦσαν τῇ Θεὸς ἐπιδείξας. Οὕτω δὲ καὶ ἡ Πα‐ λαιὰ Γραφὴ τὰς προσηγορίας ταύτας δείκνυσι συν‐ ημμένας· «Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου.» Καί· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καί· | |
40 | «Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα·» καὶ μυ‐ ρία τοιαῦτα. Ὁ τοίνυν ὄντως Θεὸς, πάντως καὶ Κύ‐ ριος· καὶ ὁ ὄντως Κύριος, πάντως καὶ Θεός. Ἄλλος τε οὐδέ ἐστιν ἄλλως Θεὸς Πατήρ· εἷς γὰρ Θεὸς Πα‐ τήρ· οὐδὲ ἄλλως Κύριος Ἰησοῦς Χριστός· εἷς γὰρ | |
45 | Κύριος Ἰησοῦς Χριστός. Τὸ δὲ, ἡμεῖς εἰς αὐτὸν, ἀντὶ τοῦ, Πρὸς αὐτὸν ἀπεστράφθαι ὀφείλομεν, εἰς αὐ‐ τὸν ἀφορᾷν, αὐτὸν διηνεκῶς ἀνυμνεῖν. Τὸ δὲ, καὶ ἡμεῖς δι’ αὐτοῦ, οὐ τὴν δημιουργίαν, ἀλλὰ τὴν σω‐ τηρίαν αἰνίττεται. Δι’ αὐτοῦ μὲν γὰρ τὰ πάντα, | |
82.289(50) | ἡμεῖς δὲ οἱ πεπιστευκότες δι’ αὐτοῦ τῆς σωτηρίας τετυχήκαμεν. ζʹ. «Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις.» Ταῦτα, φησὶν, οὐχ ἅπαντες ἴσασιν. Ἐντεῦθεν δῆλον ὡς κατ’ εἰρω‐ νείαν εἶπεν ἔμπροσθεν, οἴδαμεν ὅτι πάντες γνῶ‐ | |
55 | σιν ἔχομεν. «Τινὲς δὲ τῇ συνειδήσει ἕως ἄρτι τοῦ | |
82.292 | εἰδώλου, ὡς εἰδωλόθυτον ἐσθίουσι· καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.» Οὐχ ἡ βρῶσις μολύνει, ἀλλὰ ἡ συνείδησις μολύνεται, τὴν τελείαν οὐ δεξαμένη γνῶσιν, ἔτι δὲ τῇ πλάνῃ τῶν εἰδώλων | |
5 | κατεχομένη. ηʹ. «Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φά‐ γωμεν, ὑστερούμεθα.» Τοὺς ἐπὶ τῇ γνώσει μεγα‐ φρονοῦντας διδάσκει μὴ ταύτην ὁρίζεσθαι τοῦ Θεοῦ | |
10 | θεραπείαν, τὸ καταφρονητικῶς μὲν τοῖς εἰδώλοις προσέχειν, ἀδιαφόρως δὲ τῶν εἰδωλοθύτων μεταλαμ‐ βάνειν, καὶ τῆς τῶν βλαπτομένων ἀσθενείας κατα‐ φρονεῖν· Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. θʹ. «Βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη | |
15 | πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.» Διδάσκει δὲ καὶ τῆς βλάβης τὸν τρόπον. ιʹ. «Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα | |
20 | ἐσθίειν;» Ὑπέδειξε δὲ τὸ μέγεθος. ιαʹ. «Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν,» Ηὔξησε τὴν κατ‐ ηγορίαν, ἵνα παύσῃ τὴν βλάβην. Ὑπὲρ τούτου γὰρ, φησὶν, οὗ καταφρονεῖς ἀδελφοῦ θάνατον ὁ Χριστὸς | |
25 | κατεδέξατο· σὺ δὲ παρὰ τοῦ Χριστοῦ τὴν γνῶσιν δεξάμενος, ἀναιρεῖς τῷ δώρῳ τὸν ὑπ’ αὐτοῦ σεσω‐ σμένον. Πάλιν μέντοι κατ’ εἰρωνείαν τὸ ἐπὶ τῇ γνώσει τέθεικεν. Οὐ γὰρ γνῶσιν αὐτῷ προσμαρτυρεῖ, ἀλλὰ μισαδελφίαν, καὶ γαστριμαργίαν, καὶ τὰ τοιαῦτα. | |
30 | ιβʹ. «Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Αὐτοῦ γάρ ἐστι τοῦ Δε‐ σπότου φωνή· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς | |
35 | ἐμέ.» Αἰνίττεται δὲ καὶ ἕτερον ὁ λόγος, ὅτι καὶ ὁ ἀσθενῶν ἀδελφὸς εἰς τὸ τοῦ Δεσπότου σῶμα τελεῖ. Τοῦ γὰρ Δεσποτικοῦ μεταλαγχάνει σώματος· οἰκειοῦται δὲ ἡ κεφαλὴ τοῦ μέλους τὴν ἀδικίαν. Εἶτα ἀρχέτυπον ὠφελείας προτίθησιν ἑαυτὸν, καὶ διδάσκει | |
40 | πόσα ποιεῖν δυνάμενος, διὰ τὴν ἑτέρων οὐ πεποίηκεν ὠφέλειαν. ιγʹ. «Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Οὐ γὰρ μόνον εἰδωλο‐ | |
45 | θύτου, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων κρεῶν, οὐ νῦν μόνον, ἀλλὰ καὶ διηνεκῶς ἀποστῆναι ἂν ἑλοίμην τῆς τῶν ἀδελφῶν εἵνεκα σωτηρίας. ΚΕΦΑΛΑΙΟΝ. Θʹ. αʹ. «Οὐκ εἰμὶ ἀπόστολος;» Τουτέστι θεόθεν τὴν | |
82.292(50) | χειροτονίαν δεξάμενος. «Οὐκ εἰμὶ ἐλεύθερος;» Ἀντὶ τοῦ, οὐχ ὑπὸ τὴν ἑτέρου ἐξουσίαν τελῶν, οὐδὲ | |
μαθητοῦ τάξιν ἐπέχων, ἀλλὰ τὴν οἰκουμένην πεπι‐ | ||
82.293 | στευμένος. Καὶ ἐπειδὴ μετὰ τὴν ἀνάληψιν τοῦ Σω‐ τῆρος ἐκλήθη, εἶχον δὲ δόξαν οἱ ἀπόστολοι παρὰ πᾶσι μεγίστην, ὡς τῆς τοῦ Κυρίου θέας ἠξιωμένοι, ἀναγκαίως καὶ τοῦτο προστέθεικεν. «Οὐχὶ Ἰησοῦν | |
5 | Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα;» Εἶτα καὶ αὐτοὺς εἰς μαρτυρίαν καλεῖ. «Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;» Καὶ τὸ αὐτὸ πλατύτερον λέγει. βʹ. «Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.» Συντόμως μὲν αὐτὸ τέθεικε, πολλὰ δὲ κατὰ | |
10 | ταὐτὸν εἴρηκε, καὶ τοὺς περὶ τὴν διδασκαλίαν πόνους, καὶ τοὺς ὑπὲρ ταύτης ἀγῶνας, καὶ τὰ παντοδαπὰ παθήματα, καὶ τὰς θαυματουργίας τῆς χάριτος, ὧν ἦσαν μάρτυρες ἀληθεῖς οἱ Κορίνθιοι, αὐτόπται τού‐ των γεγενημένοι. Οὗ δὴ χάριν ἔφη· Εἰ ἄλλοις οὐκ | |
15 | εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. Εἰ γὰρ καὶ μηδένα ἔχω μάρτυρα, ἡ ὑμετέρα μοι ἀπόχρη μαρ‐ τυρία. «Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.» Ἀπόδειξιν γὰρ τῶν ἀποστολικῶν κατορθωμάτων τὴν ὑμετέραν ἔχω μεταβολήν. Σφρα‐ | |
20 | γῖδα γὰρ τὴν ἀπόδειξιν καὶ τὴν βεβαίωσιν καλεῖ. Οὕτω καὶ ὁ θεσπέσιος Ἰωάννης ἔφη· «Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστι, τουτέστιν ἐβεβαίωσεν.» γʹ. «Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη | |
25 | ἐστίν.» Εἴ τις τοὺς ἐμοὺς ἀνακρῖναι βούλεται πόνους, ὑμᾶς εἰς μαρτυρίαν καλῶ· ἀρκεῖ γάρ μοι τὸ ὑμέτε‐ ρον ἔργον εἰς μαρτυρίαν τῶν πόνων. δʹ, εʹ. «Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα | |
30 | περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελ‐ φοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς;» Τὸ φαγεῖν καὶ πιεῖν ἐκ τοῦ Εὐαγγελίου λέγει. Βούλεται δὲ δεῖξαι, ὅτι δυνάμενος κατὰ τὸν Δεσποτικὸν νόμον παρὰ τῶν μαθητῶν κομίζεσθαι τὴν ἀναγκαίαν τροφὴν, ἐργα‐ | |
35 | ζόμενος διετέλει καὶ ἀπὸ τῶν πόνων περιποιούμενος τὴν ἀναγκαίαν τροφὴν, διὰ τὴν τῶν μαθητῶν ὠφέ‐ λειαν. Τὸ δὲ, ἀδελφὴν γυναῖκα περιάγειν, τινὲς οὕτως ἡρμήνευσαν, ὅτι καθάπερ τῷ Κυρίῳ εἵποντο γυναῖκες πισταὶ τὴν ἀναγκαίαν τοῖς μαθηταῖς χορη‐ | |
40 | γοῦσαι τροφὴν, οὕτω καί τισι τῶν ἀποστόλων ἠκο‐ λούθουν τινὲς θερμοτέραν ἐπιδεικνύμεναι πίστιν, καὶ τῆς τούτων διδασκαλίας ἐξηρτημέναι, καὶ τῷ θείῳ συνεργοῦσαι κηρύγματι. ϛʹ. «Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν | |
45 | ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;» Ἀντὶ τοῦ· πᾶσιν ὁ Κύριος ἐπέτρεψε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν, καὶ μόνοι ἡμεῖς ἐστερήμεθα τῆς ἐξουσίας; Εἶτα καὶ ἀπὸ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων δίκαιόν τε τοῦτο καὶ ἀναγκαῖον | |
82.293(50) | δείκνυσι. ζʹ. «Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος | |
τῆς ποίμνης οὐκ ἐσθίει;» Οὕτω δείξας καὶ τὸν | ||
82.296 | στρατιώτην ἐκ τῆς στρατείας τρεφόμενον, καὶ τὸν φυτουργὸν μεταλαγχάνοντα τοῦ καρποῦ, καὶ τὸν ποιμένα ἐκ τοῦ γάλακτος τῶν θρεμμάτων περι‐ ποιούμενον τὴν τροφὴν, ἐπήγαγε· | |
5 | ηʹ, θʹ. «Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται.» Εἰ δέ τινι ἀνθρώπινος εἶναι ταῦτα δοκεῖ λογισμὸς, ἀκουέτω τοῦ νόμου διαῤῥήδην διαγο‐ ρεύοντος· | |
10 | «Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; (ιʹ) Ἢ δι’ ἡμᾶς πάντως λέγει; Δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ’ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν· καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι.» Οὐ τοῦτο λέγει ὅτι τῶν βοῶν οὐ μέλει | |
15 | τῷ Θεῷ· μέλει γὰρ αὐτῷ· ἀλλὰ δι’ ἡμᾶς μέλει· δι’ ἡμᾶς γὰρ κἀκείνους ἐδημιούργησε· Δι’ ὃ καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» ιαʹ. «Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, | |
20 | μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσωμεν;» Τὰ πολλῷ μείζονα δεδωκότες ἁμαρτάνομεν εἰ τὰ πολλῷ ἐλάττονα λάβοιμεν; ιβʹ. «Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;» Τοὺς κακῶς αὐτῶν ἡγουμένους διὰ | |
25 | τούτων ᾐνίξατο. «Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξου‐ σίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν·» τουτέστι, φέρο‐ μεν, ὑπομένομεν, καρτεροῦμεν. Διὰ τί; «Ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Λίαν ἁρμοδίως τὴν βλάβην ἐκκοπὴν προσηγόρευσεν. | |
30 | Οὐκ ἐᾷ γὰρ, φησὶ, τρέχειν τὸ Εὐαγγέλιον, κωλύει τὸν δρόμον, ἐπέχει τὴν διὰ τοῦ κηρύγματος σωτη‐ ρίαν. Εἶτα ἐπειδὴ βοῶν ἐμνημόνευσε, καὶ τὸν νόμον ἡρμήνευσεν· εἰκὸς δὲ ἦν ἀντιλέγειν τινὰς, ὡς οὐκ εἰς δέον τῆς ἑρμηνείας γεγενημένης, δείκνυσι σαφέ‐ | |
35 | στερον τὸν νόμον μαρτυροῦντα τῷ λόγῳ. ιγʹ. «Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, καὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;» Βλέπετε τοὺς κατὰ νόμον ἱερουργοῦντας, τὰ μὲν τῷ θυσιαστηρίῳ | |
40 | προσφέροντας, τὰ δὲ αὐτοὺς καρπουμένους. Τοῦτο γὰρ εἶπε, τῷ θυσιαστηρίῳ συμμερίζονται. Προσ‐ έφερον γὰρ τῷ μὲν θυσιαστηρίῳ τοὺς νεφροὺς, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν· αὐτοὶ δὲ ἐλάμβανον τόν τε βραχίονα τὸν δεξιὸν, καὶ | |
45 | τὸ στηθήνιον· δείκνυσι δὲ τῷ νόμῳ συνῳδὰ καὶ τὸν Δεσπότην προστεταχότα. ιδʹ. «Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέ‐ λιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν.» Αὐτοῦ γάρ ἐστι φωνή· «Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τρο‐ | |
82.296(50) | φῆς αὐτοῦ ἐστι.» Καὶ οὐκ εἶπεν, ἐκ τοῦ Εὐαγγε‐ λίου πλουτεῖν, ἀλλὰ ζῇν· τὴν γὰρ ἀναγκαίαν μόνην | |
τροφὴν λαμβάνειν ἐκέλευσεν. | ||
82.297 | ιεʹ. «Ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων.» Τουτ‐ έστι, παρ’ ὑμῖν κηρύττων· τοῦτο γὰρ καὶ ἐν τῇ δευ‐ τέρᾳ διδάσκει Ἐπιστολῇ· «Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ | |
5 | οὐ κατενάρκησα ὑμῶν;» Ὅτι γὰρ παρ’ ἑτέρων ἐλάμβανεν, οὓς ὠφελεῖν διὰ τοῦ λαμβάνειν ἐνόμιζε, διδάσκει διὰ τῶν ἑξῆς· Ἄλλας Ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν.» Οὕτω καὶ Φιλιππησίους ἐπαινεῖ πολλάκις αὐτὸν ἐπιμελῶς | |
10 | τεθεραπευκότας. Διὰ τοῦτο καὶ Ὀνησιφόρῳ ἐπεύχε‐ ται τὰ ἀγαθά. Κορινθίων δὲ τὴν ἀσθένειαν ἐπιστά‐ μενος, ἐργαζόμενος διετέλει, παρ’ αὐτῶν οὐδὲν κομι‐ ζόμενος. Ἵνα δὲ μή τις ἐκείνων ὑπολάβῃ ταῦτα αὐ‐ τὸν εἰρηκέναι ὡς λαβεῖν. ἐφιέμενον, εἰκότως προσ‐ | |
15 | τέθεικεν· «Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί. Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ.» Καύχημα δὲ καλεῖ τὸ προῖκα κηρύττειν, καὶ ὑπερβαίνειν τὸν κείμενον ὅρον. | |
20 | ιϛʹ. «Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύ‐ χημα· ἀνάγκη γάρ μοι ἐπίκειται.» Τοῦτο ὡς δοῦλος Δεσπότῃ διακονῶν ἐκτελῶ· οὐδεὶς δὲ οἰκέτης μέγα φρονεῖ τὰ παρὰ τοῦ δεσπότου προσταττόμενα πλη‐ ρῶν. «Οὐαὶ δέ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» | |
25 | Τιμωρίας γὰρ ἄξιον τὸ ἀντιτείνειν Δεσπότῃ. ιζʹ. «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.» Τὸ ἑκὼν καὶ ἄκων οὐκ ἐπὶ γνώμης τέθεικεν, ἀλλὰ διδάσκων ὅτι νόμον ἐπλήρου Δεσποτικόν. | |
30 | ιηʹ. «Τίς οὖν μοί ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζό‐ μενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ Εὐ‐ αγγελίῳ.» Ἔδωκέ μοι, φησὶν, ἐξουσίαν ὁ Δεσπότης ἐκ τῶν μαθητῶν λαμβάνειν τὴν ἀναγκαίαν τροφήν· | |
35 | ἐγὼ δὲ οὐ χρῶμαι τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ τῆς ἐργα‐ σίας εἰσφέρω τὸν πόνον, ἵνα τὸν τοῦ πόνου τρυγήσω καρπόν. Ταῦτα πάντα διεξῆλθε, τοὺς κακῶς τῇ γνώσει κεχρημένους, καὶ ἀδεῶς τῶν εἰδωλοθύτων μεταλαμβάνοντας, καὶ τοῖς ἀσθενεστέροις πρόφασιν | |
40 | βλάβης παρέχοντας, ἀποστῆσαι τῆς κακῆς ἐξουσίας πειρώμενος. Οὗ δὴ χάριν ἔδειξεν ὡς, καὶ παρὰ τοῦ νόμου καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν ἐξουσίαν λαβὼν, καὶ ταύτῃ τοὺς ἀποστόλους κεχρημένους ὁρῶν, καὶ αὐτῇ τῶν πραγμάτων προσέχων τῇ φύσει, | |
45 | οὐδενὸς τούτων ἠνέσχετο, εἰς ἓν μόνον ἀποβλέπων, τὸν τοῦ κηρύγματος δρόμον, καὶ τῶν ἀκουόντων τὴν ὠφέλειαν. Τούτοις καὶ τὰ ἑξῆς συμφωνεῖ. ιθʹ. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυ‐ τὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.» Ἐλευ‐ | |
82.297(50) | θερίαν λέγει τὴν ὑπὸ τῆς χάριτος δεδομένην. Διδά‐ σκει δὲ σαφέστερον τί δουλείαν ἐκάλεσε. | |
κʹ. «Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. | ||
82.300 | ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.» Ἰουδαίους, οἶμαι, τοὺς μηδέπω πεπιστευκότας καλεῖ· ὑπὸ νόμον δὲ, τοὺς τὸ μὲν Εὐαγγέλιον δεξαμένους, ἔτι δὲ τῇ τοῦ νόμου φυλακῇ | |
5 | προσδεδεμένους. Καὶ διὰ τούτους γάρ τοι καὶ ἐκεί‐ νους, καὶ τῆς νομικῆς καθάρσεως ἐν Ἱεροσολύμοις ἠνέσχετο, καὶ ἐν τῇ Λυκαονίᾳ τὸν Τιμόθεον περιέ‐ τεμε, καὶ ἄλλα μυρία παραπλήσια ᾠκονόμησε. κα. «Τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, | |
10 | ἀλλ’ ἔννομος Χριστῷ, ἵνα κερδήσω ἀνόμους.» Ἀνό‐ μους λέγει τοὺς ἔξω πολιτευομένους τοῦ νόμου. Ἔστι δὲ αὐτοῦ τὰς παντοδαπὰς οἰκονομίας ἰδεῖν, οὐ μόνον ἐν τοῖς αὐτοῦ γράμμασιν, ἀλλὰ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἄλλως γὰρ ἐν ταῖς Ἰου‐ | |
15 | δαίων συναγωγαῖς διελέγετο, καὶ ἄλλως ἐπὶ τοῦ Ἀρείου πάγου τὴν διδασκαλίαν προσήνεγκεν, ἑκάστῳ πάθει προσφέρων κατάλληλα φάρμακα. κβʹ. «Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω.» Οὕτω καὶ Ῥωμαίοις ἐπι‐ | |
20 | στέλλων ἔλεγεν· «Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν.» Προσήκει δὲ ἡμᾶς ἀκριβῶς τὰ εἰρημένα καταμαθεῖν. Οὐ γὰρ, ὥς τινες συκοφαντοῦντες τὸν θεῖον Ἀπόστολον ἔφα‐ σαν, πρὸς τοὺς καιροὺς μετεβάλλετο· ἀλλὰ τῆς τῶν | |
25 | ἄλλων ὠφελείας ἕνεκα πάντα ἐπραγματεύετο. Τοῦτο γὰρ λέγει· Ἵνα Ἰουδαίους κερδήσω, ἵνα τοὺς ὑπὸ τὸν νόμον κερδήσω, ἵνα κερδήσω ἀνόμους, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Εἶτα συντόμως· «Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς | |
30 | σώσω.» ᾜδει γὰρ ὡς οὐ πάντες τῆς σωτηρίας μεθέξουσιν, ἀλλ’ ὅμως καὶ ἑνὸς ἕνεκα πάντα συνεισ‐ έφερε πόνον. κγʹ. «Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγ‐ κοινωνὸς αὐτοῦ γένωμαι.» Ὁ γὰρ τοῦ Εὐαγγελίου | |
35 | σκοπὸς τῶν ἀνθρώπων ἡ σωτηρία. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης καὶ τελώναις συνήσθιε, καὶ ἁμαρτωλοῦ γυναικὸς παρὰ τοὺς πόδας ὀδυρομένης ἠνέσχετο, διδάσκων ὡς τῆς τῶν ἀνθρώπων ἕνεκα παρεγένετο σωτηρίας. Εἶτα λέγει ὡς ὁ μὲν πόνος τῶν τὸ Εὐαγ‐ | |
40 | γέλιον κηρυττόντων τοῖς σῶμα ἀσκοῦσι προσόμοιος, ὁ δὲ στέφανος οὐ παραπλήσιος, ἀλλ’ ἀσυγκρίτως ὑπερ‐ έχων ἐκείνου. κδʹ. «Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάν‐ τες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; | |
45 | Οὕτω τρέχετε ἵνα καταλάβητε.» Ἐκεῖ πολλῶν ἀγω‐ νιζομένων, εἷς ἀνακηρύττεται μόνος, ἐνταῦθα δὲ τῶν καλῶς ἀγωνιζομένων ἕκαστος ἀξιοῦται τῆς ἀναῤῥή‐ σεως. κεʹ. «Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύε‐ | |
82.300(50) | ται.» Ἀποβλέψατε τοίνυν εἰς τοὺς ἐκείνων πόνους. Οὐδὲ γὰρ πάντων μεταλαγχάνουσιν ὡς ἂν ἐπιθυμή‐ σωσιν, ἀλλ’ ἐκείνης ἀπολαύουσι τῆς τροφῆς, ἣν ὁ παιδοτρίβης προσφέρει. Δείξας τοίνυν τὸν πόνον, ἐπιδείκνυσι τὴν τῶν στεφάνων διαφοράν. «Ἐκεῖνοι | |
55 | μὲν οὖν ἵνα φθαρτὸν λάβωσι στέφανον, ἡμεῖς δὲ ἄφ‐ | |
82.301 | θαρτον.» Προστίθησι καὶ ἑαυτὸν ἀντὶ τοῦ παρα‐ δείγματος. κϛʹ. «Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.» Ὁρῶ τὰ ἐλπι‐ | |
5 | ζόμενα ἀγαθά· οὐ γὰρ ἄδηλός μοι στέφανος, οὐδὲ ματαιοπονῶ τὸν ἀέρα τύπτων, ἀλλὰ τοῖς ἀοράτοις ἀντιπάλοις τὴν πληγὴν ἐπιφέρω. Τοῦτο δὲ ἐκ μετα‐ φορᾶς τῶν παγκρατιαστῶν τέθεικεν. Εἰώθασι γὰρ ἐκεῖνοι γυμναζόμενοι κατὰ τοῦ ἀέρος τὰς χεῖρας | |
10 | κινεῖν. Τίς δὲ τῆς πληγῆς ὁ τρόπος; κζʹ. «Ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλ‐ αγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένω‐ μαι.» Ὥσπερ ἡ τροφὴ τὸν ἀθλητὴν ῥωμαλέον ἐργά‐ ζεται, οὕτως ἡ φιλοπονία καὶ ἡ ἐγκράτεια ἐμὲ μὲν | |
15 | ῥώννυσι, τὸν δὲ ἀνταγωνιστὴν καταβάλλει. Κέχρημαι δὲ τούτοις, δεδιὼς καὶ τρέμων μὴ, τοὺς ἄλλους τὸ δέον διδάξας, αὐτὸς τοῦ τέλους τῶν ἀγώνων παντελῶς διαμάρτω. Εἶτα πλεῖον αὐτοὺς δεδίξασθαι βουληθεὶς, τῶν κατὰ τὸν Ἰσραὴλ ἀναμιμνήσκει, καὶ ὅσων ἀπή‐ | |
20 | λαυσαν ἀγαθῶν, καὶ ὅσαις περιέπεσαν τιμωρίαις· καὶ καλεῖ τύπους τούτων ἐκεῖνα, διδάσκων ὡς τὰ ὅμοια πείσονται, τὴν ὁμοίαν ἀπιστίαν κτησάμενοι ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ—δʹ. «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ | |
25 | πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάττης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.» | |
30 | Τύπος, φησὶν, ἐκεῖνα τῶν ἡμετέρων· ἡ θάλασσα γὰρ ἐμιμεῖτο τὴν κολυμβήθραν, ἡ δὲ νεφέλη τὴν χάριν τοῦ Πνεύματος. Μωσῆς δὲ τὸν ἱερέα, ἡ ῥάβδος δὲ τὸν σταυρὸν, ὁ δὲ Ἰσραὴλ διεὶς τοὺς βαπτιζομέ‐ νους, οἱ διώκοντες δὲ Αἰγύπτιοι τύπον τῶν δαιμό‐ | |
35 | νων ἐπλήρουν, αὐτὸς δὲ ὁ Φαραὼ εἰκὼν ἦν τοῦ δια‐ βόλου. Μετὰ γὰρ δὴ τὴν διάβασιν, τῆς τῶν Αἰγυπτίων οἱ Ἰσραηλῖται δυναστείας ἠλευθερώθησαν· ὡς ἐν τύπῳ δέ τινι καὶ τὸ μάννα οὐρανόθεν ἐδέξαντο. Ἐμι‐ μεῖτο δὲ καὶ ἡ πέτρα τὴν τοῦ Δεσπότου πλευράν. | |
40 | Ἀνέβλυσε γὰρ αὐτοῖς παρ’ ἐλπίδα τὰ νάματα. Καὶ τοῦτο διδάσκει σαφέστερον. «Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Βούλεται δὲ εἰπεῖν ὅτι οὐ τοῦτο ἦν ἐκείνοις ἡ πέτρα, ἀλλ’ ἡ θεία χάρις, ἡ καὶ τὴν πέτραν | |
45 | ἐκείνην παρ’ ἐλπίδα πᾶσαν ἀναδοῦναι τὰ ῥεῖθρα τῶν ὑδάτων παρασκευάσασα. Εἰ γὰρ ἡ πέτρα αὐτοῖς ἠκο‐ λούθει, ἢ τὰ τῆς πέτρας ὕδατα, πῶς αὖθις ἐδεήθησαν ὑδάτων; εʹ. «Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν | |
82.301(50) | ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.» Πλὴν γὰρ Χαλὲβ καὶ Ἰησοῦ τοῦ Ναυῆ, πάντες οἱ ἀρι‐ θμηθέντες κατηναλώθησαν. Οὕτω δείξας πάντας μὲν τῶν εὐεργεσιῶν ἀπολαύσαντας, τοὺς δὲ πλείστους οὐδὲν μὲν τῶν θείων δωρεῶν ἀπωναμένους, δίκας δὲ | |
55 | τίσαντας τῆς ἀπειθείας, ἐπήγαγε· | |
ϛʹ—ιʹ. «Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ | ||
82.304 | μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνο· ἐπεθύμησαν. Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Μηδὲ πορνεύωμεν, | |
5 | καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι καὶ τρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζω‐ μεν τὸν Κύριον, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζετε, κα‐ θώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ | |
10 | ὀλοθρευτοῦ.» Ἕκαστον τῶν εἰρημένων ὡς συμβαῖ‐ νον τᾶς Κορινθίων πλημμελήμασι τέθεικε· καὶ πρῶτον μὲν τὴν κακὴν ἐπιθυμίαν, δι’ ἧς τῶν κακῶν τὰ πλείονα φύεται· εἶτα τὴν εἰδωλολατρείαν, καὶ τὴν γαστριμαργίαν, δι’ ἧς ἐκείνη βεβλάστηκε. Καὶ | |
15 | γὰρ οὗτοι, γαστριμαργίᾳ δουλεύοντες, ἐν τοῖς τῶν εἰδώλων ἡστιῶντο ναοῖς. Ἐμνημόνευσε δὲ καὶ τῆς πορνείας, καὶ τῶν διὰ ταύτην ἀναιρεθέντων εἶπε τὸν ἀριθμὸν, τῇ τοῦ πεπορνευκότος ἐμβαλὼν διανοίᾳ τῆς τιμωρίας τὸ δέος. Ἐγόγγυζον δὲ καὶ οἱ τῶν ἐλατ‐ | |
20 | τόνων χαρισμάτων τετυχηκότες, ἐπειδὴ μὴ πάντων ἦσαν ἠξιωμένοι. Ἐπείραζον δὲ καὶ οἱ ταῖς διαφόροις κεχρημένοι γλώτταις, κατὰ φιλοτιμίαν μᾶλλον ἢ χρείαν ταύτας ἐπ’ Ἐκκλησίας προσφέροντες. ιαʹ. «Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκεί‐ | |
25 | νοις.» Ἀντὶ τοῦ, ὡς τύποι· ἐν ἐκείνοις γὰρ τὰ ἡμέτερα συνεγράφετο. «Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.» Οὐ γὰρ τῆς ἐκείνων ἕνεκεν ὠφελείας ἀνάγραπτα ταῦτα πεποίηκεν ὁ Θεός. Ποίαν γὰρ οἱ τελευτήσαντες | |
30 | ἐκ τῶν γραμμάτων ὄνησιν ἐκαρπώσαντο; Ἀλλ’ ἡμῖν τὸ ἐντεῦθεν φυόμενον πραγματευόμενος κέρδος. Καλῶς δὲ καὶ τοῦ αἰῶνος τὸ τέλος προστέθεικεν, ἐπείγων αὐτοὺς καὶ διεγείρων πρὸς ἐργασίαν τῆς ἀρετῆς. | |
35 | ιβʹ. «Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Σὺ, φησὶν, ὁ τὴν γνῶσιν ἔχειν ὑπειληφώς. Ἐπειδὴ πολλὰς καὶ αὐτοὶ παροινίας καὶ ὕβρεις ὑπέμεινον παρὰ τῶν ἀπιστούντων, καὶ εἰκὸς ἦν αὐτοὺς καὶ διὰ τοῦτο μεγαφρονεῖν, ἐπήγαγε· | |
40 | ιγʹ. «Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώ‐ πινος.» Ἀντὶ τοῦ, σμικρός. Τούτῳ γὰρ τῷ προσ‐ ρήματι ἐπὶ τοῦ σμικροῦ κεχρῆσθαι εἴωθεν ὁ θεῖος Ἀπόστολος· ὥσπερ ὅταν λέγει· «Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν·» ἀντὶ τοῦ, | |
45 | σύμμετρον τῇ φύσει. «Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποι‐ ήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δυνηθῆ‐ ναι ὑμᾶς ὑπενεγκεῖν.» Ἐδίδαξε δὲ μὴ ἑαυτοῖς θαῤῥεῖν, ἀλλὰ τὴν θείαν ἐπικουρίαν αἰτεῖν. Ταῦτα δὲ | |
82.304(50) | πάντα διεξελθὼν, ἐπὶ τὸ προκείμενον ἐπανῆλθε κεφά‐ | |
λαιον. | ||
82.305 | ιδʹ. «Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰ‐ δωλολατρείας.» Κατὰ μέρος αὔξει τὴν κατηγορίαν, καὶ δείκνυσι τὴν ἀδιάφορον τῶν εἰδωλοθύτων μετάληψιν οὐδὲν διαφέρουσαν τῆς τῶν εἰδώλων λα‐ | |
5 | τρείας. ιεʹ. «Ὡς φρονίμοις λέγω.» Μετὰ ἐπαίνου προσ‐ φέρει τὸν ἔλεγχον, δεκτὸν αὐτὸν τῇ εὐφημίᾳ πραγ‐ ματευόμενος. «Κρίνατε ὑμεῖς ὅ φημι.» Ὑμῖν κέχρημαι δικασταῖς, οἶδα γὰρ ὑμῶν τὸ συνετόν. | |
10 | ιϛʹ, ιζʹ. «Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Κυρίου ἐστί; Ὁ ἄρ‐ τος ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Κυ‐ ρίου ἐστίν; Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν. Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Τῶν | |
15 | ἱερῶν ἀπολαύοντες μυστηρίων, οὐκ αὐτῷ κοινωνοῦ‐ μεν τῷ Δεσπότῃ, οὗ καὶ τὸ σῶμα εἶναι καὶ τὸ αἷμά φαμεν, ἐπειδὴ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαγ‐ χάνομεν; Εἶτα τοῦτο ἑτέρωθεν βεβαιοῖ. ιηʹ. «Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ | |
20 | ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;» Ἀποβλέψατε δὲ καὶ εἰς τὸν Ἰσραὴλ, καὶ μάθετε ὡς οἱ τῶν ἱερείων μεταλαμβάνοντες αὐτῷ κοινωνοῦσι τῷ θυσιαστηρίῳ, ἐπειδὴ ἐκ τοῦ ἑνὸς ἱερείου τὰ μὲν ἐκεῖ προσφέρουσι, τὰ δὲ αὐτοὶ ἐσθίουσι. | |
25 | Κατὰ σάρκα δὲ τὸν Ἰσραὴλ ἐκάλεσε, τὸν τῇ ἀπι‐ στίᾳ προσμείναντα, ὡς τῶν πεπιστευκότων πνευμα‐ τικοῦ Ἰσραὴλ χρηματιζόντων. ιθʹ, κʹ. «Τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν, ἢ εἰδω‐ λόθυτόν τί ἐστιν; Ἀλλ’ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις | |
30 | θύει, καὶ οὐ Θεῷ.» Ἀλλὰ μηδείς με οἰέσθω λέγειν, ὡς ἰσχύν τινα τῶν εἰδωλοθύτων ἐχόντων, καὶ φύσει μιᾶναι τὸν μεταλαμβάνοντα δυναμένων. Οὐ γὰρ τοῦτο λέγω, ἀλλ’ ὅτι οἱ τῇ δεισιδαιμονίᾳ δουλεύοντες, τοῖς δαίμοσι τὰς θυσίας προσφέρουσιν. «Οὐ θέλω δὲ | |
35 | ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.» Εἶτα πλείονα φόβον ἐντίθησιν· «Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων.» Καὶ γὰρ ἐκεῖνοι τῶν σπονδῶν ἀπεγεύοντο. καʹ. «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ | |
40 | τραπέζης δαιμονίων.» Πῶς οἷόν τε ἡμᾶς καὶ τῷ Κυρίῳ κοινωνεῖν διὰ τοῦ τιμίου αὐτοῦ σώματος καὶ αἵματος, καὶ πάλιν τοῖς δαίμοσι διὰ τῆς εἰδωλοθύτου τροφῆς; κβʹ. «Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρό‐ | |
45 | τεροι αὐτοῦ ἐσμεν;» Τὸ, παραζηλοῦμεν, ἀντὶ τοῦ, παρακνίζομεν, τέθεικεν. Ἀνέμνησε δὲ αὐτοὺς καὶ τῆς θείας φωνῆς τῆς πρὸς τὸν Ἰσραὴλ γεγενημένης· «Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν.» —«Πάντα μοι ἔξ‐ | |
82.305(50) | εστιν;» Κατ’ ἐρώτησιν ἀναγνωστέον· εἶτα κατὰ ἀπό‐ | |
κρισιν· «Ἀλλ’ οὐ πάντα συμφέρει. | ||
82.308 | κγʹ. Πάντα μοι ἔξεστιν;» Καὶ τοῦτο ὁμοίως· «Ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.» Ἔξεστί σοι δι’ ἣν λέ‐ γεις ἔχειν γνῶσιν πάντα ποιεῖν, ἀλλ’ οὔτε σοι συμφέ‐ ρει τὸ βλάπτειν ἑτέρους, οὔτε ἐκείνους οἰκοδομεῖ τὸ | |
5 | παρὰ σοῦ γινόμενον. Ἀλλὰ τέλειος εἶ· ἀλλὰ προσήκει καὶ τῶν ἀσθενεστέρων ἐπιμελεῖσθαι. Τοῦτο γὰρ ἐπήγαγε· κδʹ. «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.» Ἐπειδὴ δὲ παντελῶς τὴν τῶν εἰ‐ | |
10 | δωλοθύτων μετάληψιν ἀπηγόρευσε, πλήρεις δὲ ἦσαν αἱ πόλεις κατ’ ἐκεῖνο τοῦ καιροῦ τῶν τοιούτων κρε‐ ῶν, καὶ εἰκὸς ἦν τοὺς μὲν τὸν ἀποστολικὸν ἀγωνιῶν‐ τας νόμον μηδαμῶς ὠνεῖσθαι, τοὺς δὲ διὰ γαστρι‐ μαργίαν τοῦ νόμου καταφρονεῖν, ἀναγκαίως καὶ | |
15 | περὶ τούτου νομοθετεῖ τὰ προσήκοντα. κεʹ, κϛʹ. «Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» Πάντα τοῦ Θεοῦ ποιήματα, πάντα αὐτὸς εἰς τὸ εἶναι παρήγα‐ | |
20 | γεν. Ἀδεῶς τοίνυν ὠνεῖσθε, μὴ ἐρωτῶντες εἴτε εἰ‐ δωλόθυτόν ἐστιν, εἴτε καὶ μή· τοῦτο γὰρ λέγει ἀνα‐ κρίνοντες. κζʹ. «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν | |
25 | ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Οὐκ ἐκέλευσε καλούμενον ἀπελθεῖν, οὔτε μὴν ἐκώλυ‐ σε· τῇ δὲ τῶν καλουμένων ἐξουσίᾳ τὸ πρακτέον ἐπέτρεψεν. Οὐδὲ γὰρ οἷόν τε ἦν τοὺς ἀπίστους ἀγρεύε‐ σθαι, τῆς ἐπιμιξίας ἀνῃρημένης. | |
30 | κηʹ. «Ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε, δι’ ἐκεῖνον τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.» Καὶ ἐπὶ τοῦ ἐσθίειν τοῦτο τέθεικεν, καὶ ἐπὶ τοῦ μὴ ἐσθίειν· διδάσκων ὡς καὶ μεταλαμβάνον‐ | |
35 | τας εἰδέναι δεῖ, ὅτι τοῦ Θεοῦ πάντα ποιήματα· καὶ αὖ πάλιν μὴ ἐσθίοντας τοῦτο προσήκει πεπεῖσθαι. κθʹ. «Συνείδησιν λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου.» Σὺ μὲν γὰρ οἶδας ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, καὶ τῆς τῶν εἰδώλων ἀσθε‐ | |
40 | νείας καταφρονεῖς· ἐκεῖνος δὲ τῇ πλάνῃ δεδουλωμέ‐ νος βλάβην ἐντεῦθεν καρποῦται, εἰδωλοθύτων σε κρεῶν μεταλαμβάνειν ἡγούμενος. Τοῦτο γὰρ διδάσκει τὰ ἑξῆς· «Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;» Ἐλευθερίαν καλεῖ τὴν | |
45 | χάριν τῆς πίστεως. Τοῦτο γὰρ καὶ ἐν τοῖς μετὰ ταῦτα διδάσκει· λʹ. «Εἰ δὲ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;» Οὐχ ὅσιον, φησὶν, ἄλλον λωβᾶσθαι διὰ τῆς ἐμῆς τελειότητος. | |
82.308(50) | λα. «Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποι‐ εῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Καλῶς ἅπαντα | |
περιέλαβε, καὶ τὸ καθῆσθαι, καὶ τὸ βαδίζειν, καὶ τὸ | ||
82.309 | διαλέγεσθαι, καὶ τὸ ἐλεεῖν, καὶ τὸ παιδεύειν, ὥστε πάντων ἕνα ἡγεῖσθαι σκοπὸν τὴν τοῦ Θεοῦ δόξαν. Οὕτω καὶ ὁ Κύριος παρηγγύησε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδω‐ | |
5 | σι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πα‐ τέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὕτω κἀν‐ ταῦθα· λβʹ. «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Ἐξ ὑμῶν | |
10 | πρόφασις σκανδάλου μηδεμία γενέσθω, μὴ τοῖς ἀπι‐ στοῦσι, μὴ τοῖς ἤδη πιστεύσασι. λγʹ. «Καθὼς ἐγὼ πάντα πᾶσιν ἀρέσκω.» Ἀλλὰ τοῦτο κολάκων ἴδιον· ἀλλὰ τὸ ἑξῆς λεγόμενον οὐ τῶν τοιούτων. «Μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ | |
15 | τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» Οἱ δὲ κόλακες οὐ τὸ ἀλλότριον συμφέρον, ἀλλὰ τὸ οἰκεῖον ζητοῦσι· μᾶλ‐ λον δὲ οὐ τὸ οἰκεῖον· ἑαυτοῖς γὰρ πρὸ τῶν ἄλλων λυμαίνονται. Ὁ δὲ θεῖος Ἀπόστολος τὸ μὲν οἰ‐ κεῖον οὐκ ἐζήτει, τὴν δὲ τῶν ἄλλων ἐπραγμα‐ | |
20 | τεύετο σωτηρίαν, δι’ ἐκείνων αὔξων ἀνώλεθρον πλοῦτον. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ» Ταύτας μου τὰς οἰκονομίας ζηλώσατε. Καὶ γὰρ ἐγὼ | |
25 | τὸν Δεσπότην μεμίμημαι, ὃς ἑτέρως μὲν Ἰουδαίοις, ἑτέρως δὲ τοῖς Ἀποστόλοις ὡμίλει· καὶ ἄλλα μὲν τοῖς τελείοις, ἄλλα δὲ τοῖς ἀτελέσι προσέφερεν. Οὕτω συμπεράνας τὴν περὶ τῶν εἰδωλοθύτων κατηγορίαν, ἕτερα πάλιν ἁμαρτήματα διορθοῦται. Καὶ γὰρ εἰώ‐ | |
30 | θασιν αἱ Κορινθίων γυναῖκες οὐδὲ κατὰ τὸν τῆς προσευχῆς καιρὸν καλύπτειν τὰς κεφαλάς· ἔνιαι δὲ, ἐπ’ εὐγλωττίᾳ σεμνυνόμεναι, καὶ διδάσκειν ἐπεχεί‐ ρουν ἐν ἐκκλησίᾳ. Τοῦτο τοίνυν ἐνταῦθα διορθοῦται. βʹ. «Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ὅτι μου μέμνησθε | |
35 | πάντες, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε.» Οὐδὲ οὗτος ἔπαινος ἀληθής· ἐπιμέμφεται γὰρ μᾶλλον αὐτοῖς, ὡς τοὺς τεθέντας οὐ φυλάξασιν ὅρους. γʹ. «Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ | |
40 | κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.» Τοῖς ἀνδράσιν ὑποτά‐ ξαι βουλόμενος τὰς γυναῖκας, καὶ διδάσκων ὡς οὐ προσήκει διδασκαλίας κατατολμᾷν, ἣν ἄνωθεν ὑπὸ τὴν τοῦ ἀνδρὸς τελεῖν ἐξουσίαν προσέταξεν ὁ Θεὸς, | |
45 | τούτοις τοῖς λόγοις ἐχρήσατο. Οὐ γὰρ δόγματα θεῖα παραδιδοὺς, οὐδὲ θεολογίᾳ κεχρημένος, τὴν τάξιν ταύτην συνήρμοσεν. Οἱ δὲ Ἀρείου καὶ Εὐνομίου κτίσμα καὶ ποίημα τὸν Υἱὸν καὶ ἐντεῦθεν ἀποδεικνύ‐ ναι πειρῶνται. Κεφαλὴ γὰρ, φησὶ, Χριστοῦ ὁ Θεός. | |
82.309(50) | Οὐκοῦν καὶ ἡ γυνὴ ποίημα τοῦ ἀνδρὸς, ἐπειδήπερ κεφαλὴ γυναικὸς ὁ ἀνήρ. Ἡ δὲ γυνὴ οὐ ποίημα τοῦ ἀνδρὸς, ἀλλ’ ἐκ τῆς οὐσίας τοῦ ἀνδρός. Οὐδὲ ὁ Υἱὸς | |
ἄρα ποίημα τοῦ Θεοῦ, ἀλλ’ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ. | ||
82.312 | Τοῦτο δὲ λέγει ὁ θεῖος Ἀπόστολος, ὅτι παντὸς ἀν‐ δρὸς κεφαλὴ ὁ Χριστός ἐστι, δηλονότι τῶν πιστευόν‐ των. Κεφαλὴ δὲ ἡμῶν ἐστιν, οὐ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Σῶμα γὰρ αὐτοῦ προσ‐ | |
5 | αγορευόμεθα. Τῷ δὲ σώματι ὁμόφυλον εἶναι προσ‐ ήκει τὴν κεφαλήν. Κατὰ τὴν ἀνθρωπότητα τοίνυν ἡμῶν κεφαλή. Οὐκοῦν καὶ κατὰ ταύτην αὐτοῦ κεφαλὴ ὁ Θεός. Εἰ δὲ καὶ κατὰ τὴν θεότητα βούλονται τοῦτο εἰρῆσθαι, εἰδέτωσαν ὅτι ὥσπερ ἡμῶν ἀνθρωπείαν | |
10 | φύσιν ἐχόντων, πιστευόντων δὲ εἰς αὐτὸν, κατὰ τὴν ἀνθρωπότητα κεφαλὴ χρηματίζει· κατὰ ταύτην γάρ ἐστιν ἡμῖν ὁμοούσιος· οὕτως αὐτοῦ κεφαλὴ χρη‐ ματίζων ὁ Πατὴρ τὸ ὁμοούσιον δείκνυσι· καὶ ἐστὶν ὁ αὐτὸς κατὰ μὲν τὴν θεότητα τῷ Πατρὶ | |
15 | ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα. Κε‐ φαλὴ δὲ αὐτοῦ ὡς Πατὴρ καὶ αἴτιος ὀνομάζε‐ ται. δʹ. «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.» | |
20 | Ἀδιαφόρως γὰρ καὶ τοῦτο παρ’ αὐτοῖς ἐτολμᾶτο. Κατὰ γὰρ τὸ Ἑλληνικὸν ἔθος καὶ κόμας εἶχον, καὶ τὰς κεφαλὰς κεκαλυμμένας ἔχοντες προσηύχοντο τῷ Θεῷ. εʹ, ϛʹ. «Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφη‐ | |
25 | τεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς. Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρη‐ μένῃ. Εἰ γὰρ οὐ κατακαλύπτεται γυνὴ, καὶ κει‐ ράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυ‐ ρᾶσθαι, κατακαλυπτέσθω.» Ἀποχρώντως ἔδειξεν | |
30 | ἀπὸ τῆς κόμης ἁρμόττον τῇ γυναικὶ τὸ καλύπτε‐ σθαι. ζʹ. «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.» Εἰκὼν Θεοῦ ὁ ἄνθρωπος, οὔτε | |
35 | κατὰ τὸ σῶμα, οὔτε κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ μό‐ νον τὸ ἀρχικόν. Ὡς ἁπάντων τοίνυν τῶν ἐπὶ τῆς γῆς τὴν ἀρχὴν πεπιστευμένος, εἰκὼν προσηγόρευται τοῦ Θεοῦ. Ἡ δὲ γυνὴ ὡς ὑπὸ τὴν τοῦ ἀνδρὸς ἐξου‐ σίαν τελοῦσα, τοῦ ἀνδρός ἐστι δόξα, καὶ οἷον εἰκόνος | |
40 | εἰκών. Ἄρχει μὲν γὰρ καὶ αὐτὴ τῶν ἄλλων, ἀλλ’ ὑποτετάχθαι τῷ ἀνδρὶ προσετάχθη. Εἶτα καὶ ἑτέ‐ ρωθεν· ηʹ. «Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός.» Πρωτεύουσι τοίνυν καὶ κατὰ τὸν δημιουρ‐ | |
45 | γίας λόγον οἱ ἄνδρες. θʹ. «Καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.» Ἱκανὸν καὶ τοῦτο δεῖξαι ἄξιον τῆς ἡγεμονίας τὸν ἄνδρα. Οὐ γὰρ οὗτος διὰ τὴν ἐκείνης χρείαν, ἀλλ’ αὐτὴ διὰ τὴν ἐκείνου παρ‐ | |
82.312(50) | ήχθη. ιʹ. «Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.» Τὸ κάλυμμα ἐξ‐ ουσίαν ἐκάλεσεν, ἀντὶ τοῦ, δεικνύτω τὴν ὑποταγὴν, ἑαυτὴν συστέλλουσα, καὶ οὐχ ἥκιστα τῶν ἀγγέλων | |
55 | ἕνεκα, οἳ ἐφεστᾶσι τοῖς ἀνθρώποις τὴν τούτων κη‐ | |
82.313 | δεμονίαν πεπιστευμένοι. Οὕτω καὶ ἐν ταῖς Πράξεσιν· «Οὐκ ἔστιν αὐτὸς, ἀλλ’ ὁ ἄγγελος αὐτοῦ ἐστι.» Καὶ ὁ Κύριος· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μι‐ κρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ. Ἀμὴν γὰρ | |
5 | λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἐμοῦ τοῦ ἐν οὐρανοῖς.» Ἐπειδὴ δὲ σφόδρα τοὺς ἄνδρας διὰ τῶν εἰρημένων ἐπῆρεν, ἀναγκαίως ἐπήγαγε· ιαʹ. «Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ | |
10 | χωρὶς ἀνδρὸς ἐν κόσμῳ.» Διὰ γὰρ τῆς συζυγίας καὶ κοινωνίας ηὐξήθη τὸ γένος. ιβʹ. «Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός.» Καὶ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ τὸν τούτων αἴτιον ἔδειξε. «Τὰ δὲ πάντα | |
15 | ἐκ τοῦ Θεοῦ.» Πάλιν δὲ αὐτοῖς κέχρηται δικα‐ σταῖς. ιγʹ—ιεʹ. «Ἐν ὑμῖν αὐτοῖς κρίνατε. Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν, ἐὰν | |
20 | κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ, ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδο‐ ται;» Εἰ αὐτὴ τιμὴν ἡγεῖται τὴν κόμην, καὶ ἀτιμίαν τὴν ταύτης ἀφαίρεσιν, λογιζέσθω ὡς ἀτιμά‐ ζει τὸν τὴν κόμην δεδωκότα, μὴ μετὰ τῆς προσ‐ | |
25 | ηκούσης αἰδοῦς καὶ τιμῆς προσιοῦσα. ιϛʹ. «Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοι‐ αύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.» Ἱκανὸς οὗτος ὁ λόγος ἐντρέψαι καὶ τοὺς λίαν ἐριστικούς. Ἔδειξε γὰρ οὐκ αὐτῷ μόνῳ ταῦτα δο‐ | |
30 | κοῦντα, ἀλλὰ καὶ πάσαις ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις. Καὶ τούτῳ τοίνυν τῷ πλημμελήματι τὴν ἁρμόττου‐ σαν θεραπείαν προσενεγκὼν, κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν ἕτερον ἰατρεύει πάθος. Καὶ γὰρ εἰώθασιν ἐν ταῖς Ἐκκλησίαις, μετὰ τὴν μυστικὴν λειτουργίαν, | |
35 | ἑστιᾶσθαι κοινῇ πλούσιοί τε καὶ πένητες, καὶ πολλὴ ἐντεῦθεν παραμυθία τοῖς πενομένοις ἐγίνετο· τῶν μὲν εὐπόρων οἴκοθεν τὰ ὀψώνια κομιζόντων, τῶν δὲ πενίᾳ συζώντων, διὰ τὴν μετουσίαν τῆς πίστεως, κοινωνούντων τῆς εὐωχίας. Ἀλλὰ τοῦτο τοῦ χρόνου | |
40 | προϊόντος οὐ δεόντως ἐγίνετο, ἀλλὰ κατεφρόνουν τῶν πενήτων οἱ εὔποροι. Τοῦτο μαθὼν ὁ θεῖος Ἀπόστολος, γράφει καὶ περὶ τούτου τὰ πρόσ‐ φορα. ιζʹ. «Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ | |
45 | εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἔλαττον συνέρχεσθε.» Εἰκότως ὑμῖν ἐπιμέμφομαι· δέον γὰρ ὑμᾶς αὔξειν τῷ χρόνῳ τὴν ἀρετὴν, μειοῦτε ταύτην καὶ ἐλαττοῦτε καὶ τὸν πλοῦτον. ιηʹ. «Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐπὶ τὸ | |
82.313(50) | αὐτὸ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω» Σχίσματα οὐ δογματικὰ λέγει, ἀλλ’ ἐκεῖνα τὰ τῆς φιλαρχίας, ὧν καὶ ἐν ἀρχῇ τῆς ἐπιστο‐ λῆς κατηγόρησε. Σοφῶς δὲ ἄγαν τὸ σφοδρὸν τῆς κατη‐ γορίας ἐκόλασεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, πιστεύω, ἀλλὰ, | |
55 | καὶ μέρος τι πιστεύω. | |
82.316 | ιθʹ. «Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Αἱρέσεις τὰς φιλονεικίας λέγει, οὐ τὰς τῶν δογμάτων διαφοράς. Τὸ δὲ δεῖ οὐκ ἀναγκαστικόν. Τοιοῦτόν ἐστι καὶ τὸ | |
5 | ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι· «Τὰ σκάνδαλα ἐλ‐ θεῖν ἀνάγκη.» Ὡς ἀκριβῶς γὰρ τὰ ἐσόμενα προ‐ ορῶν, ὃ προεῖδε προείρηκεν, οὐκ αὐτὸς γενέσθαι ἠνάγκασεν. Ἀλλὰ τοῦτο, φησὶν ὁ θεῖος Ἀπό‐ στολος, οὐ λυμαίνεται· ἐλεγχομένων τῶν πονη‐ | |
10 | ρίᾳ συζώντων, τῶν ἀρίστων ἀνδρῶν τὸ δόκιμον δείκνυται. κʹ. «Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν.» Κυριακὸν δεῖπνον καλεῖ τὸ Δεσποτικὸν μυστήριον. Ἐκείνου γὰρ πάντες | |
15 | ὁμοίως μεταλαμβάνουσι, καὶ οἱ πενίᾳ συζῶντες καὶ οἱ πλούτῳ κομῶντες, καὶ οἰκέται καὶ δεσπόται, καὶ ἄρχοντες καὶ ἀρχόμενοι. Ἔδει τοίνυν, φησὶ, καὶ τὰς κοινὰς τραπέζας εἶναι κοινὰς, καὶ τὴν Δεσποτικὴν μιμεῖσθαι, ἣ πᾶσιν ὁμοίως πρόκειται· νῦν δὲ οὐχ | |
20 | οὕτω δρᾶτε. καʹ. «Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.» Ἔδειξε τῆς Δεσποτικῆς τραπέζης τὰς κοινὰς τραπέ‐ ζας, ἐναντίας ἐκ διαμέτρου. Ἐξ ἐκείνης μὲν γὰρ | |
25 | ἴσως μεταλαμβάνουσιν ἅπαντες· ἐνταῦθα δὲ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Καὶ οὐκ εἶπε, πίνει ἢ κορέν‐ νυται, ἀλλὰ, μεθύει· διπλῆν τὴν κατηγορίαν ποιού‐ μενος, καὶ ὅτι μόνος πίνει, καὶ ὅτι μεθύει. Εἶτα ἐπιτιμητικῶς· | |
30 | κβʹ. «Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν, ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; «Εἰ τοῦ τρυφᾷν ἕνεκα παραγίνεσθε, ἐν ταῖς οἰκίαις τοῦτο δρᾶτε· ὕβρις γὰρ τοῦτο τῇ ἐκκλησίᾳ, καὶ προφανὴς παροι‐ | |
35 | νία. Πῶς γὰρ οὐκ ἄτοπον, ἔνδον ἐν τῷ τοῦ Θεοῦ ναῷ, τοῦ Δεσπότου παρόντος, ὃς κοινὴν ἡμῖν παρ‐ έθηκε τράπεζαν, ὑμᾶς μὲν τρυφᾷν, τοὺς δὲ δεομένους πεινῇν, καὶ διὰ τὴν πενίαν ἐρυθριᾷν; «Τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ.» Τῇ | |
40 | συνήθει πραότητι κέχρηται· πνευματικῶς, οὐ δικα‐ στικῶς ἐπιμέμφεται. Εἶτα σαφέστερον τῶν ἱερῶν αὐτοὺς, ἀναμιμνήσκει μυστηρίων. κγʹ—κεʹ. «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν ὅτι Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ | |
45 | ᾗ παρεδίδοτο, λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ Δια‐ | |
82.316(50) | θήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Ἀνέμνησεν αὐτοὺς τῆς ἱερᾶς ἐκείνης καὶ παναγίας νυκτὸς, ἐν ᾗ καὶ τῷ τυπικῷ Πάσχα τὸ τέλος ἐπέθηκε, καὶ τοῦ τύπου τὸ ἀρχέτυπον ἔδειξε, καὶ τοῦ σωτηρίου μυ‐ | |
55 | στηρίου τὰς θύρας ἀνέῳξε, καὶ οὐ μόνον τοῖς ἕνδεκα | |
ἀποστόλοις, ἀλλὰ καὶ τῷ προδότῃ, τοῦ τιμίου μετ‐ | ||
82.317 | έδωκε σώματός τε καὶ αἵματος. Διδάσκει δὲ ὡς ἀεὶ τῶν τῆς νυκτὸς ἐκείνης ἀγαθῶν δυνατὸν ἀπολαύειν. κϛʹ. «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυ‐ | |
5 | ρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ.» Μετὰ γὰρ δὴ τὴν αὐτοῦ παρουσίαν, οὐκέτι χρεία τῶν συμβόλων τοῦ σώματος, αὐτοῦ φαινομένου τοῦ σώματος. Διὰ τοῦτο εἶπεν, ἄχρις οὗ ἂν ἔλθῃ. Τοῦτο μὲν οὖν ὁ θεῖος Ἀπόστολος ἀντὶ παραδείγματος τέθεικε, δι‐ | |
10 | δάσκων τοῦ παρὰ Κορινθίοις τολμωμένου τὸ ἄτοπον. Ἀρξάμενος δὲ τοῦ περὶ τῶν μυστηρίων λόγου, καὶ περὶ τούτου τὰ προσήκοντα παραινεῖ. κζʹ. «Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ | |
15 | σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου.» Ἐνταῦθα νύττει μὲν τοὺς τὴν φιλαρχίαν νενοσηκότας, νύττει δὲ τὸν πεπορνευκότα, καὶ μετὰ τούτων τοὺς τῶν εἰ‐ δωλοθύτων ἀδιαφόρως μετειληφότας· πρὸς δὲ τού‐ τοις, καὶ ἡμᾶς μετὰ πονηροῦ συνειδότος τῶν θείων | |
20 | μυστηρίων ἀπολαύειν τολμῶντας. Τὸ δὲ, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος, τοῦτο δηλοῖ, ὅτι καθάπερ παρέδωκε μὲν αὐτὸν Ἰούδας, ἐπαρῴ‐ νησαν δὲ εἰς αὐτὸν Ἰουδαῖοι, οὕτως ἀτιμάζουσιν αὐ‐ τὸν οἱ τὸ πανάγιον αὐτοῦ σῶμα χερσὶν ἀκαθάρτοις | |
25 | δεχόμενοι, καὶ ἐναγεῖ προσφέροντες στόματι. Οὕτω φοβήσας παραινεῖ τὰ προσήκοντα. κηʹ. «Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.» Σὺ σαυτοῦ γένου κριτὴς, καὶ τῶν βεβιωμένων ἀκρι‐ | |
30 | βὴς δικαστὴς, ἐρεύνα τὸ συνειδὸς, καὶ τότε δέχου τὸ δῶρον. κθʹ. «Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Οὐ γὰρ μόνον σωτηρίας ἐκεῖθεν οὐ τεύξῃ | |
35 | παρανόμως τὸ δῶρον δεξάμενος, ἀλλὰ καὶ δίκας τί‐ σεις τῆς εἰς αὐτὸ παροινίας. Πιστοῦται δὲ τὰ μέλ‐ λοντα καὶ ἀπὸ τῶν ἤδη γεγενημένων. λʹ. «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤ‐ ῥωστοι, καὶ κοιμῶνται ἱκανοί.» Ταῦτα δὲ ὡς γεγε‐ | |
40 | νημένα τέθεικεν. Οὐ γὰρ ἂν ἠνέσχετο τὰ μὴ γενό‐ μενα γράψαι, εἰδὼς τοῦ ψεύδους τὸ προφανές. λαʹ, λβʹ. «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρι‐ νόμεθα. Κρινόμενοι δὲ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Εἰ τὰ βεβιωμένα | |
45 | λογιστεύειν ἠθέλομεν, καὶ δικαίαν καθ’ ἡμῶν αὐτῶν ἐξεφέρομεν ψῆφον, οὐκ ἂν παρὰ τοῦ Θεοῦ κολαστικὴν ἐδεξάμεθα ψῆφον. Ἀλλ’ ὅμως καὶ τὰ μέγιστα πλημ‐ μελοῦντας μετρίως ὁ Δεσπότης παιδεύει, ἵνα μὴ τῷ τῶν δυσσεβῶν παραδοθῶμεν ὀλέθρῳ. Ὅτι δὲ τὸν περὶ | |
82.317(50) | τῶν μυστηρίων λόγον ἀντὶ παραδείγματος τέθεικε, διδάσκων αὐτοὺς κοινὰς ποιεῖσθαι τὰς ἐν ταῖς ἐκ‐ κλησίαις τραπέζας εἰς ἐκείνην ἀφορῶντας τὴν ἱερὰν | |
τράπεζαν, τὰ ἐπαγόμενα μαρτυρεῖ. | ||
82.320 | λγʹ, λδʹ. «Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.» Οὐ γὰρ περὶ πάντων | |
5 | οἷόν τε ἦν· ἀλλὰ περὶ τῶν ἀναγκαιοτέρων γράψας, τὰ λοιπὰ τῇ παρουσίᾳ τετήρηκεν. Ἡμεῖς δὲ καὶ τὴν ἐντεῦθεν ὠφέλειαν δεξάμενοι, φύγωμεν μὲν ὅσα τῇ πίστει λυμαίνεται, τῆς δὲ τῶν πενήτων ἐπιμελείας φροντίσωμεν, καὶ τὸ συνειδὸς προκαθαίροντες, οὕτω | |
10 | τῶν θείων μυστηρίων μεταλαγχάνωμεν, ἵνα τὸν ἀγαθὸν Δεσπότην ἔνοικον λάβωμεν· μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
15 | ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.» Πάλαι τοῖς τὸ θεῖον κήρυγμα δεξα‐ μένοις, καὶ τοῦ σωτηρίου βαπτίσματος ἠξιωμένοις, ἐναργῶς ἐδέδοτο τῆς πνευματικῆς χάριτος ἐνέργεια· | |
20 | καὶ οἱ μὲν γλώτταις διαφόροις ἐλάλουν, ἃς οὔτε κατὰ φύσιν ᾔδεσαν, οὔτε παρ’ ἄλλων ἐμεμαθήκεισαν· οἱ δὲ θαύματα ἐποίουν, καὶ ἰῶντο παθήματα· ἄλλοι δὲ τῆς προφητικῆς ἀπήλαυον δωρεᾶς, καὶ τά τε μέλ‐ λοντα προὔλεγον, ἔστιν ὅτε καὶ τὰ κρύβδην γινόμενα | |
25 | δῆλα ἐποίουν, τῆς ἐνοικούσης χάριτος ἀποκαλύ‐ πτοντες τὴν ἐνέργειαν. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοὺς ἐπὶ πλεῖστον τῇ τῶν δαιμόνων ἐξαπάτῃ δεδουλευκότας, καὶ κοινὴν νόσον νενοσηκότας, ἀπαιδεύτοις ἀνθρώποις καὶ πενίᾳ συζῶσιν οὕτω ῥᾳδίως πιστεῦσαι, καὶ μετα‐ | |
30 | μαθεῖν τὴν ἀλήθειαν, μὴ τῆς θείας χάριτος ἐναργῶς φαινομένης, καὶ οἷον ἐχέγγυα τῆς πίστεως παρ‐ εχούσης τὰ θαύματα. Τούτων μετὰ τῶν ἄλλων, τῶν κατὰ τὴν οἰκουμένην πεπιστευκότων, ἀπέλαυσαν καὶ Κορίνθιοι· ἀλλ’ οὐκ εἰς δέον τοῖς δοθεῖσιν ἐχρήσαντο. | |
35 | Κατὰ φιλοτιμίαν γὰρ μᾶλλον, ἢ χρείαν, τῆς χάριτος ἐδείκνυον τὴν ἐνέργειαν. Διαφερόντως δὲ αὐτοὺς εἰς τύφον ἐξώγκωσε τὸ χάρισμα τῶν γλωττῶν, καὶ οὔτε τοῦ ἐπαϊόντος, οὔτε τοῦ ἑρμηνεύοντος, διαφόροις ἐλάλουν φωναῖς· καὶ οὐδὲ κατὰ τάξιν τοῦτο ἔδρων, | |
40 | ἀλλὰ δύο κατὰ ταὐτὸν καὶ τρεῖς, καὶ τέτταρες. Τοῖς δὲ θείοις ἀποστόλοις ἡ χάρις τοῦ Πνεύματος τὴν τῶν γλωττῶν εἴδησιν ἐδεδώκει, ἐπειδὴ τῶν ἐθνῶν ἁπάντων διδασκάλους ἀποφανθέντας ἔδει τὰς ἁπάντων εἰδέναι φωνὰς, ἵν’ ἑκάστῳ διὰ τῆς οἰκείας φωνῆς τὸ εὐαγ‐ | |
45 | γελικὸν προσενέγκωσι κήρυγμα. Καὶ περὶ τούτων τοίνυν ὁ τρισμακάριος γέγραφε Παῦλος, τὴν προσ‐ ήκουσαν αὐτοὺς εὐταξίαν διδάσκων. βʹ. «Οἴδατε, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.» Ἀσαφῶς εἴρηται | |
82.320(50) | διὰ πολλὴν συντομίαν. Βούλεται δὲ καὶ τῆς Ἑλλη‐ νικῆς μυθολογίας τὴν διαφωνίαν ἐλέγξαι, καὶ τῆς εὐσε‐ βείας τὴν ἀλήθειαν δεῖξαι. Οἱ γὰρ δαίμονες τὴν Θεὸς προσηγορίαν ἁρπάσαντες, καὶ ἑαυτοῖς ταύτην ἐπιθέν‐ τες, πολλὴν πλάνην ἐν τοῖς ἀνθρώποις ἀπειργάσαντο. | |
55 | Τῆς γὰρ εὐθείας οὗτοι παρατραπέντες ὁδοῦ, καὶ | |
82.321 | τὸν ὄντως καταλιπόντες Θεὸν, πολλοῖς τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Οὐ πάντα γὰρ ἰσχύειν ἐνόμιζον ἕκαστον, ἀλλὰ τὸν μὲν σοφίας, τὸν δὲ πολεμικῆς ἐμπειρίας, τὸν δὲ ναυτικῆς ἐπιστήμης χορηγὸν ὑπ‐ | |
5 | ελάμβανον. Τοῦτο τοίνυν ὁ θεῖος Ἀπόστολος διὰ τῶν εἰρημένων δεδήλωκεν, ὅτι πρὶν δέξησθε τῆς εὐσεβείας τὸ φῶς, ἔτι τῷ ψεύδει δουλεύοντες, δίκην ἀλόγων τῇδε κἀκεῖσε περιήγεσθε, τῇ τῶν ἀναισθήτων εἰδώ‐ λων ἐξαπάτῃ δεδουλωμένοι. | |
10 | γʹ. «Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύ‐ ναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Παρ’ ἡμῖν δὲ πλείστη συμφωνία τε καὶ ὁμόνοια. Οὐ γὰρ ἄλλα μὲν ὁ μονογενὴς Υἱὸς, ἄλλα | |
15 | δὲ διδάσκει τὸ πανάγιον Πνεῦμα· ἀλλὰ ὥσπερ ἐν τοῖς θείοις Εὐαγγελίοις τοῦ παναγίου Πνεύματος τὴν ἀξίαν ἐδίδαξεν ὁ Δεσπότης Χριστὸς, οὕτως τὴν αὐτοῦ δεσποτείαν τὸ θεῖον ἐκήρυξε Πνεῦμα. Καὶ οὐχ οἷόν τε τὸν ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργούμενον, | |
20 | ἀλλότριον τῆς θείας φύσεως τὸν Χριστὸν ἀποφῆναι· οὐδ’ αὖ πάλιν αὐτὸν εἰλικρινῶς ὁμολογῆσαι Θεὸν, μὴ ὑπ’ ἐκείνης τῆς χάριτος φωτιζόμενον. δʹ—ϛʹ. «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς | |
25 | Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Σα‐ φῶς ἡμῖν διὰ τούτων τὸν εἰρημένων σκοπὸν ἀπ‐ εκάλυψεν. Ἔδειξε γὰρ πολλὰ μὲν καὶ διάφορα τὰ δι‐ δόμενα χαρίσματα, μίαν δὲ τὴν τούτων πηγήν. Τὰ | |
30 | γὰρ αὐτὰ ἔφη χορηγεῖσθαι, καὶ παρὰ τοῦ παναγίου Πνεύματος, καὶ παρὰ τοῦ Κυρίου, καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Τὰ αὐτὰ γὰρ χαρίσματα καὶ διακονίας καὶ ἐνεργήματα προσηγόρευσε. Χαρίσματα δὲ κα‐ λεῖται, διὰ τὸ κατὰ θείαν δίδοσθαι φιλοτιμίαν· δια‐ | |
35 | κονίαι δὲ, ἐπειδὴ δι’ ἀνθρώπων τῶν εἰς ταύτην τε‐ ταγμένων τὴν λειτουργίαν ἐδίδοντο. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους εἶπεν· «Ἐφ’ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω.» Καὶ Τιμοθέῳ γράφων, νῦν μέν· «Τὴν διακονίαν σου | |
40 | πληροφόρησον·» νῦν δέ· «Ἀναμιμνήσκω σε ἀναζω‐ πυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ.» Ἐνεργήματα δὲ πάλιν ἐκάλεσε, τὰ χαρίσματα, ὡς ὑπὸ τῆς θείας ἐνερ‐ γούμενα φύσεως. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον τῶν ἀνοήτων αἱρετικῶν, τὰ μὲν ἔφη ὑπὸ τοῦ Πνεύματος | |
45 | ἐνεργεῖσθαι, τὰ δὲ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· ἀλλὰ τῶν αὐτῶν δωρεῶν χορηγὸν ἔδειξε τὴν ἁγίαν Τριάδα· καὶ τοῦτο ἐν τοῖς ἑξῆς διδάσκει σαφέστερον. Ἐν‐ ταῦθα γὰρ εἰρηκὼς τὸν Θεὸν ἐνεργεῖν, μετὰ βραχέα φησί· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ | |
82.321(50) | Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Ταῦτα μέντοι πρὸς τὰς Ἑλληνικὰς δόξας τέθεικεν ἐπὶ τοῦ παρόντος ὁ θεῖος Ἀπόστολος, ἐκείνων μὲν | |
τὴν διαφωνίαν δεικνὺς, πρὸς δὲ τοῦτο καὶ τοὺς τὰ | ||
82.324 | ἐλάττονα δοκοῦντας εἶναι χαρίσματα εἰληφότας παρα‐ μυθούμενος, καὶ διδάσκων ὡς ἐκ τοῦ αὐτοῦ Πνεύμα‐ τος δέδοται καὶ ταῦτα κἀκεῖνα. Τοῦτο γὰρ αἰνίττεται καὶ τὰ ἑξῆς. | |
5 | ζʹ. «Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύμα‐ τος πρὸς τὸ συμφέρον.» Οὐκ εἶπεν, ἡ χάρις, ἀλλ’, ἡ φανέρωσις. Ἡ μὲν γὰρ χάρις καὶ νῦν δίδοται τοῖς τοῦ παναγίου βαπτίσματος ἀξιουμένοις, ἀλλ’ οὐκ ἐναργῶς· τότε δὲ παραυτίκα καὶ γλώτταις διαφόροις | |
10 | ἐλάλουν, καὶ ἐθαυματοποίουν, βεβαιούμενοι διὰ τού‐ των, καὶ τῆς διδασκαλίας τἀληθὲς διδασκόμενοι. Ἀναγκαίως δὲ ἔφη πρὸς τὸ συμφέρον δίδοσθαι τοῦ Πνεύματος τὴν φανέρωσιν, τοὺς αὐτοὺς ἀνιωμένους ψυχαγωγῶν, καὶ διδάσκων ὡς ὁ πάντα σαφῶς ἐπι‐ | |
15 | στάμενος, καὶ τὸ λυσιτελοῦν ἑκάστῳ γινώσκων, σο‐ φῶς τὰ πάντα ἰθύνει. ηʹ. «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λό‐ γος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα.» Λόγον σοφίας οὐ τὴν εὐγλωττίαν καλεῖ, | |
20 | ἀλλὰ τὴν ἀληθῆ διδασκαλίαν, ἧς καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος τὴν χάριν ἐδέξατο, καὶ ὁ θεσπέσιος Ἰωάν‐ νης ὁ εὐαγγελιστὴς, καὶ ὁ θειότατος Πέτρος, τῶν ἀποστόλων ὁ κορυφαῖος, καὶ τῶν μαρτύρων ὁ πρῶτος ὁ μακάριος Στέφανος. Οὐ γὰρ ἂν ἠδυνήθησαν ἄνδρες | |
25 | ἁλιεῖς καὶ ἀποχειροβίωτοι, καὶ γραμμάτων ἀμύητοι, καὶ δημηγορίας κατατολμῆσαι καὶ συγγραφῆς, καὶ δυνάμεως ὅτι μάλιστα πλείστης ἐμπλῆσαι τοὺς λόγους καὶ τὴν συγγραφὴν, εἰ μὴ παρὰ τοῦ θείου Πνεύματος τὴν ἀληθῆ σοφίαν ἐδέξαντο. Ἕτεροι δὲ τῶν πεπι‐ | |
30 | στευκότων, τὴν μὲν γνῶσιν εἶχον τῶν θείων δογμά‐ των, δημηγορεῖν δὲ τούτοις ὁμοίως οὐκ ἴσχυον· καὶ τοῦτο μέντοι δῶρον ἦν τῆς τοῦ Πνεύματος χάριτος. θʹ. «Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Πίστιν ἐνταῦθα οὐ τὴν κοινὴν ταύτην λέγει, ἀλλ’ | |
35 | ἐκείνην περὶ ἧς μετὰ βραχέα φησί· «καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν.» Διὰ γὰρ τὴν τηνικαῦτα κατέχουσαν ἀπιστίαν, πολλὰ τοιαῦτα ἐθαυματούργουν εἰς ἔκπληξιν, διὰ τούτων αὐτοὺς ποδηγοῦντες πρὸς τὴν ἀλήθειαν. «Ἄλλῳ δὲ χαρίσματα | |
40 | ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι.» Τῶν ἀῤῥώστων λέγει τὴν θεραπείαν, καὶ τῶν χωλῶν τὸν δρόμον, καὶ τῶν τὸ βλέπειν ἀφῃρημένων τοῦ φωτὸς τὴν ἀπόλαυ‐ σιν. Καὶ ταῦτα γὰρ κατ’ ἐκεῖνον ἐγίνετο τὸν καιρὸν, καὶ μάρτυς ἡ ἱστορία τῶν Πράξεων. Περὶ μὲν γὰρ | |
45 | τοῦ θεσπεσίου Πέτρου φησὶν, ὅτι πολλοὺς τῶν ἀῤῥώ‐ στων ἐν ταῖς πλατείαις ἐπὶ κλινῶν ἐτίθεσαν, ἵνα, παριόντος Πέτρου, κἂν ἡ σκιὰ αὐτοῦ ἐπισκιάσῃ τινὶ αὐτῶν. Περὶ δὲ τοῦ θειοτάτου Παύλου, ὅτι ὁ χρῶς τῶν ἱματίων αὐτοῦ τὰς νόσους ἐξήλαυνεν. | |
82.324(50) | ιʹ. «Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων.» Τοῦτο | |
τὸ χάρισμα καὶ τιμωρίαν πολλάκις ἐπήγαγεν, ὡς | ||
82.325 | τῷ Ἐλύμᾳ τὴν στέρησιν τοῦ φωτὸς, καὶ τῷ Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ τὸν πρόωρον θάνατον. «Ἄλλῳ δὲ προφητεία.» Καὶ τούτου μετέλαχον πολλοὶ τοῦ χαρίσματος, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· | |
5 | καὶ διδάσκει σαφῶς ἡ ἱστορία τῶν Πράξεων. «Ἄλλῳ δὲ διακρίσεις πνευμάτων.» Ἐπειδὴ γὰρ καὶ μάντεις ἦσαν κατ’ ἐκεῖνον τὸν καιρὸν τοὺς ἀνθρώπους ἐξ‐ απατῶντες, ἐδέδοτό τισι τοιαύτη τις παρὰ τοῦ θείου Πνεύματος χάρις, ὥστε διακρίνειν τοὺς ὑπὸ τοῦ | |
10 | ἐναντίου πνεύματος ἐνεργουμένους. «Ἑτέρῳ δὲ γένη γλωσσῶν.» Περὶ τοῦδε τοῦ χαρίσματος ἃ ἐχρῆν προειρήκαμεν. Ἔσχατον δὲ αὐτὸ τέθεικε, τὸ δὲ τῆς διδασκαλίας πρῶτον, ἐπειδὴ δι’ ἐκεῖνο καὶ τοῦτο καὶ τὰ ἄλλα ἐδόθη, ἵνα τὸ κήρυγμα πιστευθῇ. Ἄλλῳ δὲ | |
15 | ἑρμηνεία γλωσσῶν.» Πνευματικὸν ἦν καὶ τοῦτο τὸ χάρισμα. Ἀνὴρ γὰρ πολλάκις τὴν Ἑλλάδα γλῶτταν μόνην εἰδὼς, ἑτέρου τὴν Σκυθῶν καὶ Θρᾳκῶν διαλε‐ γομένου, τὴν ἑρμηνείαν προσέφερε τοῖς ἀκούουσι. Πανταχοῦ μέντοι προστέθεικε «κατὰ τὸ αὐτὸ Πνεῦμα, | |
20 | καὶ ἐν τῷ αὐτῷ Πνεύματι,» διδάσκων ὡς διάφοροι μὲν οἱ κρουνοὶ, μία δὲ πάντων πηγή. Καὶ οὐκ ἀποχρῆν ὑπέλαβε τοῦτο, ἀλλ’ ἐπήγαγε· ιαʹ. «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» | |
25 | Διὰ πάντων δὲ τούτων τοὺς τὰ ἐλάττονα τῶν χαρισμά‐ των εἰληφότας ψυχαγωγεῖ, διδάσκων ὡς καὶ ταῦτα τοῦ θείου Πνεύματος δῶρα. Δίδωσι δὲ τὸ θεῖον Πνεῦμα ὡς βούλεται· βούλεται δὲ τὰ συμφέροντα. Τοῦτο γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηκεν· Ἑκάστῳ δὲ δίδοται ἡ | |
30 | φανέρωσις τοῦ Πνεύματος· πρὸς τὸ συμφέρον. Διὰ τοῦτο οὐκ εἶπε τὸ Πνεῦμα, ἀλλὰ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα· διδάσκων οὐκ ἄλλου μὲν ταῦτα, ἄλλου δὲ ἐκεῖνα, ἀλλὰ τοῦ ἑνὸς Πνεύματος καὶ ταῦτα κἀ‐ κεῖνα χαρίσματα. Εἶτα εἰκόνι κέχρηται, δεικνὺς ἀπὸ | |
35 | τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ιβʹ. «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.» Χριστὸν ἐνταῦθα τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας ἐκάλεσεν, | |
40 | ἐπειδὴ κεφαλὴ τοῦδε τοῦ σώματός ἐστιν ὁ Δεσπότης Χριστός. Παρεγγυᾷ τοίνυν ἀπιδεῖν εἰς τὸ σῶμα, καὶ γνῶναι ὡς ἐκ διαφόρων μὲν σύγκειται μελῶν, ἓν δὲ σῶμα καὶ ἔστι καὶ καλεῖται· καὶ μαθεῖν ἐντεῦθεν, ὡς καὶ ἡ Ἐκκλησία σῶμα μὲν τοῦ Δεσπότου καλεῖται | |
45 | Χριστοῦ, μέλη δὲ ἔχει πολλὰ καὶ διάφορα, καὶ τὰ μὲν μείζονα, τὰ δὲ ἐλάττονα, καὶ τὰ μὲν τίμια, τὰ δὲ ἐκείνων ὑποδεέστερα, πάντα δὲ ὅμως ἀναγκαῖα καὶ χρήσιμα. Διδάσκει δὲ καὶ πῶς ἅπαντες οἱ πι‐ στεύοντες ἓν προσαγορευόμεθα σῶμα. | |
82.325(50) | ιγʹ. «Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς | |
82.328 | ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν.» Ὑφ’ ἑνὸς ἅπαντες ἐνεουργήθημεν Πνεύματος, τῆς αὐτῆς ἅπαντες ἐν τῷ βαπτίσματι | |
5 | δωρεᾶς ἀπελαύσαμεν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων ὁμοίως εἰλήφαμεν, τῶν θείων μυστηρίων παραπλη‐ σίως μεταλαγχάνομεν. Εἰς ἓν τοιγαροῦν σῶμα τελοῦ‐ μεν, εἰ καὶ διάφορα ἔχομεν μέλη. Τοῦτο γὰρ εἶπεν, Εἰς ἓν σῶμα ἐβαπτίσθημεν, ἀντὶ τοῦ, ἐπὶ τούτῳ | |
10 | ὥστε εἰς ἓν σῶμα τελεῖν. ιδʹ. «Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.» Οὐδὲ γὰρ τὸ σῶμα ἁπλοῦν ἐστιν, ἀλλ’ ἐκ πολλῶν μορίων συγκείμενον. ιεʹ, ιϛʹ. Ἐὰν εἴπῃ ὁ ποῦς, Ὅτι οὐκ εἰμὶ χεὶρ, οὐκ | |
15 | εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφ‐ θαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;» Πάλιν τοὺς τὰ ἐλάττονα τῶν χαρισμάτων εἰληφότας διὰ τούτων παιδεύει μὴ | |
20 | δυσχεραίνειν, ἀλλὰ στέργειν τὰ δεδομένα. Εἰ γὰρ καὶ μὴ χειρὸς ἐνέργειαν ἀλλὰ ποδὸς πληροῖς, μήτε μὴν ὀφθαλμοῦ χρείαν, ἀλλ’ ἀκοῆς ἐκτελεῖς, εἰδέναι σε χρὴ ὡς καὶ ταῦτα ἀναγκαῖα τῷ σώματι. ιζʹ. «Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ | |
25 | ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις;» Εἰ γὰρ ἔμελλεν ἅπαν τὸ σῶμα ἓν ἔχειν μέλος τὸ τιμιώτατον, ἄχρηστον ἂν ἦν παντελῶς, τῶν λοιπῶν ἐστερημένον μελῶν. ιηʹ. «Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.» Ἱκανὰ ἦν | |
30 | καὶ ταῦτα πεῖσαι τὸν δυσχεραίνοντα, στέργειν τὰ δεδομένα. Εἰ γὰρ ὁ Θεὸς τοῖς τοῦ σώματος μορίοις τὰς ἐνεργείας ἀπένειμεν, ὁ μὴ τοῖς κειμένοις ὅροις ἐμμένων, ἀντικρὺ ἀντιτείνει τῷ τεθεικότι τοὺς ὅρους. Καὶ διὰ τούτων μέντοι τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος | |
35 | τὸ ὁμότιμον ἔδειξε. Καὶ γὰρ περὶ τοῦ Πνεύματος εἴρηκεν, ὅτι πάντα ταῦτα ἐνεργεῖ καθὼς βούλεται· καὶ περὶ τοῦ Θεοῦ, ὅτι ἔθετο τὰ μέλη καθὼς ἠθέ‐ λησεν. ιθʹ, κʹ. «Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; | |
40 | Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.» Ἄχρηστον γὰρ ἂν ἦν τὸ σῶμα, τὴν τῶν μελῶν οὐκ ἔχον διαφο‐ ράν. Ἐντεῦθεν λοιπὸν τοὺς τὰ μείζονα τῶν χαρισ‐ μάτων εἰληφότας διδάσκει, μὴ διαπτύειν τοὺς ἄλλους, ἀλλ’ ὡς ἀναγκαῖα μέλη τιμᾷν. | |
45 | καʹ, κγʹ. «Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω. Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα τοῦ σώματος μέλη ἀσθενέστερα ὑπάρ‐ χειν, ἀναγκαῖά ἐστι. Καὶ ἃ δοκοῦμεν ἀτιμότερα | |
82.328(50) | εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν πε‐ ριτίθεμεν.» Ἀσθενέστερα τῶν μορίων, καὶ ἀναγ‐ καιότερα, τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος· τούτων γὰρ τὰ ὀστᾶ στεγανώτερα· ἀλλ’ ὅμως πλείονος ἀσφαλείας τετύχηκε παρὰ τοῦ Ποιητοῦ. Ἀτιμότεροι δὲ πάλιν | |
55 | τῶν τοῦ σώματος μορίων εἶναι δοκοῦσιν οἱ πόδες· ἀλλὰ καὶ τούτων πολλὴν ποιούμεθα πρόνοιαν, τοῖς | |
ὑποδήμασιν αὐτοὺς συγκαλύπτοντες. | ||
82.329 | «Καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσο‐ τέραν ἔχει. (κδʹ.) Τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει.» Τὸ μὲν γὰρ πρόσωπον οὐ δεῖται καλύμματος· τὰ δὲ παιδογόνα μόρια καὶ ἡμεῖς τῇ ἐσθῆτι καλύ‐ | |
5 | πτομεν, καὶ ἡ φύσις αὐτοῖς τὰς τρίχας οἷόν τι περιβό‐ λαιον περιτέθεικε. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἀλλ’ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσο‐ τέραν τιμὴν δούς.» Οὕτω τοῖς γλουτοῖς τὸ τῆς ἀπο‐ κρίσεως συνεκάλυψε μόριον. Ἀσχήμονα δὲ κέκλη‐ | |
10 | κεν ἀπὸ τῆς κατεχούσης δόξης. κεʹ, κϛʹ. «Ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» | |
15 | Ταύτην ἔστιν εὑρεῖν τὴν ἄκραν κοινωνίαν κρατοῦσαν ἐν τοῖς μορίοις τοῦ σώματος. Καὶ γὰρ τοῦ ποδὸς προσπταίοντος, ἅπαν ἀνιᾶται τὸ σῶμα· καὶ ὄνυχος πέρα τῆς χρείας τεμνομένου, πάντοσε χωρεῖ τῆς ὀδύνης ἡ αἴσθησις· καὶ γλώττης βλασφημούσης ἢ | |
20 | ψευδομένης, δακρύουσιν ὀφθαλμοί· καὶ αὖ πάλιν ῥητορευούσης μειδιῶσι, τὴν εὐφροσύνην ὑποσημαί‐ νοντες. Οὕτω τὴν εἰκόνα δείξας διὰ πλειόνων, ἐπὶ τὸ προκείμενον μεταβαίνει. κζʹ. «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ | |
25 | μέρους.» Οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ κατὰ τὴν οἰκουμένην πεπιστευκότες. Διὰ τοῦτο γὰρ τὸ ἐκ μέρους προστέθεικεν. Εἶτα διδάσκει τῆς Ἐκκλησίας τὰ τάγματα. κηʹ. «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, | |
30 | πρῶτον ἀποστόλους.» Οὐ μόνον λέγει τοὺς δώδεκα, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα, καὶ τοὺς μετὰ ταῦτα τῆς χάριτος ταύτης τετυχηκότας. Καὶ γὰρ καὶ αὐτὸς ὕστερον κληθεὶς τῆς χειροτονίας ταύτης τετύχηκε, καὶ ὁ μακάριος Βαρνάβας, καὶ ἕτεροι πρὸς τούτοις | |
35 | μύριοι· καὶ τὸν Ἐπαφρόδιτον δὲ ἀπόστολον τῶν Φι‐ λιππησίων καλεῖ· «Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον καὶ συνεργὸν τῆς χρείας μου.» —«Δεύτερον προφήτας.» Οὐ τοὺς πρὸ τῆς χάριτος λέγει, ἀλλὰ τοὺς ἐν τῇ χάριτι· ἐξ ὧν ἦν Ἄγαβος, καὶ οἱ ἐν Ἀντιοχείᾳ | |
40 | προφητεύσαντες, καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος. «Τρί‐ τον διδασκάλους.» Καὶ γὰρ οὗτοι ὑπὸ τῆς θείας ἐμ‐ πνεόμενοι χάριτος, καὶ τὴν περὶ τῶν θείων δογμά‐ των διδασκαλίαν προσέφερον, καὶ τὴν ἠθικὴν ἐποι‐ οῦντο παραίνεσιν. «Ἔπειτα δυνάμεις, εἶτα χαρί‐ | |
45 | σματα ἰαμάτων.» Τούτων τὴν διδασκαλίαν προτέθει‐ κεν, οὐχ ἁπλῶς, ἀλλὰ διδάσκων ὡς ἐκεῖνα διὰ ταύτην, οὐκ αὐτὴ δι’ ἐκεῖνα. Ἡ γὰρ διδασκαλία τὴν σωτηρίαν ἐπραγματεύετο· ἐπειδὴ δὲ χωρὶς σημείων οὐκ ἐδέ‐ χοντο ταύτην, ἀναγκαίως οἷόν τινα ἐνέχυρα τὰ θαύ‐ | |
82.329(50) | ματα τοῖς προσιοῦσιν ἐδίδοντο. «Ἀντιλήψεις, κυ‐ | |
82.332 | βερνήσεις.» Τὰς τῶν Ἐκκλησιῶν οἰκονομίας διὰ τούτων δεδήλωκε. «Γένη γλωσσῶν.» Ἔσχατον τόδε τὸ χάρισμα τέθεικεν, οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ μέγα ἐπὶ τούτῳ ἐφρόνουν, καὶ λίαν αὐτῷ ἐπιδεικτικῶς | |
5 | καὶ οὐκ ἀναγκαίως ἐχρῶντο. Τούτου γὰρ ἕνεκα καὶ τὴν τάξιν τέθεικε τῶν χαρισμάτων, καὶ εἶπε ποῖον μὲν πρῶτον, ποῖον δὲ δεύτερον, καὶ ποῖον τρίτον· ἵνα τῶν ἀναγκαιοτέρων ἐπιμελῶνται. κθʹ, λʹ. «Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προ‐ | |
10 | φῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι;» Διὰ τούτων πάλιν ἐψυχαγώγησε τοὺς τὰ ἐλάττονα δο‐ κοῦντας εἰληφέναι χαρίσματα, καὶ σαφῶς ἐδίδαξεν, | |
15 | ὡς οὐχ οἷόν τε ἦν πάντας τὰ αὐτὰ ἔχειν, καὶ ὅτι ἀλλήλων προσδέονται, ὥσπερ τῆς ἀλλήλων ἐπικουρίας δέονται τὰ μέλη. λαʹ. «Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα.» Τοῦτό τινες κατ’ ἐρώτησιν ἀνέγνωσαν, ἀντὶ τοῦ, | |
20 | Ὅλως γὰρ ἐφίεσθε τῶν μειζόνων χαρισμάτων; Εἰ ὄντως ἐφίεσθε, ἐγὼ ὑμᾶς ἐπὶ ταῦτα ποδηγήσω προθύμως. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ ἔτι καθ’ ὑπερ‐ βολὴν ὁδὸν ὑμῖν δείκνυμι.» Τουτέστι· Τῶν καθ’ ὑπερβολὴν μειζόνων χαρισμάτων δείκνυμι τὴν ὁδόν· | |
25 | καὶ διδάσκει αὐτοὺς ὡς τούτων ἁπάντων κρείττων ἡ περὶ τὸν πέλας ἀγάπη. ΚΕΦΑΛ. ΙΓʹ. αʹ. «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς | |
30 | ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον.» Πρῶτον ἁπάντων τέ‐ θεικε τὴν παρεξέτασιν ποιούμενος τὸ χάρισμα τῶν γλωσσῶν, ἐπειδὴ τοῦτο παρ’ αὐτοῖς ἐδόκει μεῖζον εἶναι τῶν ἄλλων· μεῖζον δὲ αὐτὸ ὑπελάμβανον, ἐπειδὴ πρὸ τῶν ἄλλων ἁπάντων τοῖς ἀποστόλοις | |
35 | ἐδόθη κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν, τοῦ παν‐ αγίου ἐπιφοιτήσαντος Πνεύματος. Λέγει τοίνυν, ὅτι Κἂν πάσας εἰδῶ τὰς τῶν ἀνθρώπων φωνὰς, πρὸς δὲ τούτοις καὶ τὰς τῶν ἀοράτων δυνάμεων, τὴν δὲ περὶ τὸν πέλας ἀγάπην μὴ ἔχω, τῶν ἀψύχων ὀργάνων | |
40 | οὐδὲν διενήνοχα. Ἀγγέλων δὲ γλώττας οὐκ αἰσθητὰς λέγει, ἀλλὰ νοητάς τινας, δι’ ὧν καὶ τῶν ὅλων ὑμνοῦσι Θεὸν, καὶ ἀλλήλοις προσδιαλέγονται. Ἤκουσε γὰρ αὐτῶν καὶ Ἡσαΐας ὑμνούντων, καὶ Ἰεζεκιὴλ, καὶ μέντοι Δανιὴλ προσδιαλεγομένων αὐτῶν ἤκουσε, | |
45 | καὶ Ζαχαρίας, καὶ Μιχαίας. Τέθεικε δὲ αὐτὸ ὁ θεῖος Ἀπόστολος ὑπερβολικῶς, δεῖξαι βουλόμενος τῆς ἀγά‐ πης τὸ κέρδος. βʹ. «Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυ‐ στήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω | |
82.332(50) | πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.» Πάλιν τὰ τῷ ὄντι μείζονα τῶν χαρισμάτων, τὴν προφητείαν καὶ τὴν πίστιν, τῇ | |
ἀγάπῃ παραθεὶς, ἔδειξε τῆς ἀγάπης τὴν νίκην. Τέ‐ | ||
82.333 | θεικε δὲ ταῦτα πάλιν, οὐχ ἁπλῶς, ἀλλὰ μετ’ ἐπιτά‐ σεως. Περὶ μὲν γὰρ τῆς προφητείας ἔφη· Ἐὰν εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· περὶ δὲ τῆς πίστεως· Ὥστε ὄρη μεθιστάνειν. Ἀλλὰ | |
5 | καὶ οὕτως ἔδειξεν ὑπερκειμένην τῆς ἀγάπης τὴν κτῆσιν. γʹ. «Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Ἐνταῦθα | |
10 | τοῖς μεγίστοις εἴδεσι τῆς ἀρετῆς, τῇ τῶν χρημάτων ὑπεροψίᾳ, καὶ αὐθαιρέτῳ πενίᾳ, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι, τὴν ἀγάπην συγκρίνων, δείκνυσι καὶ ταῦτα νικῶσαν. Καὶ ταῦτα δὲ πάλιν μετ’ ἐπιτά‐ σεως τέθεικε· καὶ γὰρ ἐπὶ τῶν ὑπαρχόντων εἴρηκεν· | |
15 | Ἐὰν ψωμίσω τὰ ὑπάρχοντά μου, τουτέστιν, Ἐὰν αὐτουργὸς γένωμαι τὰ ἐμαυτοῦ διανέμων, καὶ θερα‐ πεύων τοὺς δεομένους· καὶ ἐπὶ τοῦ μαρτυρίου οὐχ ἁπλῶς τὸν θάνατον τέθεικεν, ἀλλὰ τὸν τοῦ σώματος ἐμπρησμόν· τοῦτο γὰρ δὴ τὸ πάθος τῶν ἄλλων τι‐ | |
20 | μωριῶν δοκεῖ χαλεπώτερον εἶναι. Καὶ ἴσως ἄν τις ζητήσειε, πῶς τὸν ταῦτα δεδρακότα δυνατὸν τῆς ἀγάπης ἔρημον εἶναι. Χρὴ τοίνυν εἰδέναι, ὡς οὐ τὸ δίκαιον μόνον ἔργον ὁρᾷ ὁ δίκαιος κριτὴς, ἀλλὰ καὶ τὸν τοῦ ἔργου σκοπόν. Εἰσὶ δὲ πολλοὶ δι’ ἀνθρωπίνην | |
25 | δόξαν πλεῖστα ἐπιτηδεύοντες· καὶ εἰκὸς, τὸν ἀποκτώ‐ μενον, τὴν ἀπ’ ἀνθρώπων δόξαν θηρώμενον τοῦτο ποιεῖν· ἀλλ’ αὖ πάλιν διὰ τὸν θεῖον νόμον, καὶ τὴν ἐπιθυμίαν τῆς τῶν οὐρανῶν βασιλείας, καὶ οὐ διὰ τὴν τῶν δεομένων ἐπιμέλειάν τε καὶ θεραπείαν. Εἰ‐ | |
30 | δέναι μέντοι χρὴ, ὡς πολλὰ ὁ θεῖος Ἀπόστολος ὑπερβολικῶς τίθησι, τὴν προκειμένην κρατύνων δι‐ δασκαλίαν. Οὕτω καὶ Γαλάταις ἐπιστέλλων ἔφη «Κἂν ἐγὼ ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Καὶ ᾔδει | |
35 | μὲν ὡς οὐχ οἷόν τε ἀγγέλων τινὰ τἀναντία διδάξαι τοῦ θείου κηρύγματος· ὅμως δὲ αὐτὸ τέθεικε, διδά‐ σκων μηδενὶ πιστεῦσαι ἄλλην τινὰ διδασκαλίαν προσ‐ φέροντι, κἂν ἄγαν ἀξιόπιστος ᾖ. δʹ. «Ἡ ἀγάπη μακροθυμεῖ.» Φέρει γενναίως τοῦ | |
40 | πέλας τὰ ἐλαττώματα, φησί. «Χρηστεύεται.» Ἡμε‐ ρότητι χρῆται καὶ καλοκἀγαθίᾳ. «Ἡ ἀγάπη οὐ ζη‐ λοῖ.» Οὐ δέχεται τοῦ φθόνου τὸ πάθος. «Ἡ ἀγάπη οὐ περπερεύεται.» Οὐ πολυπραγμονεῖ τὰ μὴ ἀνήκοντα· τοῦτο γάρ ἐστι τὸ περπερεύεσθαι. Οὐ ψηλαφᾷ τὰ | |
45 | μέτρα τῆς οὐσίας τοῦ Θεοῦ, οὐδὲ ἀνακρίνει ἐν οἷς οἰκονομεῖ, ὅπερ τινὲς εἰώθασιν. Οὐδὲν προπετὲς ὁ ἀγαπῶν ἀνέχεται πρᾶξαι. Τὸ γὰρ, ἡ ἀγάπη, ἀντὶ τοῦ, ὁ τὴν ἀγάπην ἔχων. «Οὐ φυσιοῦται.» Οὐκ ἐπαίρεται κατὰ τῶν ἀδελφῶν. | |
82.333(50) | εʹ. «Οὐκ ἀσχημονεῖ.» Οὐδὲν τῶν εὐτελῶν τε καὶ | |
ταπεινῶν τῆς τῶν ἀδελφῶν ὠφελείας ἕνεκα παραι‐ | ||
82.336 | τεῖται δρᾶσαι, ἄσχημον τὴν τοιαύτην πρᾶξιν ὑπο‐ λαμβάνων. «Οὐ ζητεῖ τὰ ἑαυτῆς.» Τοῦτο πολλάκις ὁ θεῖος Ἀπόστολος εἴρηκε· «Μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» — | |
5 | «Οὐ παροξύνεται.» Κἄν τι λυπηρὸν παρά τινος γένηται, φέρει μακροθύμως δι’ ἣν ἔχει φιλοστοργίαν. «Οὐ λογίζεται τὸ κακόν.» Συγγινώσκει τοῖς ἐπται‐ σμένοις, οὐκ ἐπὶ κακῷ σκοπῷ ταῦτα γεγενῆσθαι ὑπο‐ λαμβάνων. | |
10 | ϛʹ. «Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ.» Μισεῖ τὰ παράνομα, συνευφραίνεται τοῖς καλοῖς. ζʹ. «Πάντα στέγει.» Ἀνέχεται διὰ τὴν ἀγάπην τῶν λυπηρῶν. «Πάντα πιστεύει.» Ἀψευδῆ νομίζει | |
15 | τὸν ἀγαπώμενον. «Πάντα ἐλπίζει.» Κἂν ἐπὶ τὸ χεῖρον ἴδῃ ῥέψαντα, προσμένει αὐτοῦ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. «Πάντα ὑπομένει.» Οὐδὲν αὐ‐ τὸν τῶν εἰς αὐτὸν γινομένων ἀποῤῥίψαι δύναται τῆς ἀγάπης. Ταῦτα κατὰ μέρος διεξελθὼν ὁ θεῖος Ἀπό‐ | |
20 | στολος, καὶ θεασάμενος εἰς τὴν τῆς ἀγάπης εὐφη‐ μίαν οὐκ ἐξαρκοῦσαν τὴν γλῶτταν, ἐπάγει συν‐ τόμως· ηʹ. «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Τουτέστιν, οὐ διασφάλλεται, ἀλλ’ ἀεὶ μένει βεβαία, καὶ ἀσάλευτος, | |
25 | καὶ ἀκίνητος, ἐς ἀεὶ διαμένουσα. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδίδαξεν· «Εἴτε δὲ προφητεῖαι καταργη‐ θήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις κατ‐ αργηθήσεται.» Ὁ γὰρ μέλλων βίος τούτων ἀνεν‐ δεής. Περιττὴ γὰρ ἡ προφητεία τῶν πραγμάτων | |
30 | παρόντων· ἄχρηστοι δὲ καὶ αἱ γλῶσσαι, τῆς τούτων ἀναιρουμένης διαφορᾶς· ἡ γνῶσις δὲ παύεται ἡ ἐλάττων χορηγουμένης τῆς μείζονος. Τοῦτο γὰρ ἐπήγαγεν· θʹ, ιʹ. «Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέ‐ | |
35 | ρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.» Περιττὴ γὰρ τοῖς τελείοις τῶν μειρακίων ἡ γνῶσις. Ταύτῃ γὰρ κέ‐ χρηται τῇ εἰκόνι καὶ ὁ θεῖος Ἀπόστολος· ιαʹ. «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς | |
40 | νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.» Οἱ γὰρ μετὰ τὴν τελείαν ἡλικίαν ἀγχινοίᾳ καὶ συνέσει κο‐ σμούμενοι, τῆς μειρακιώδους οὐ προσδέονται γνώσεως. Ἀπείκασε τοίνυν τὴν μὲν ἐπὶ τοῦ παρόντος βίου δε‐ | |
45 | δομένην ἡμῖν γνῶσιν τῇ τῶν νηπίων γνώσει, τὴν δέ γε προσδοκωμένην, τῇ τῶν τελείων ἀνδρῶν· διδά‐ σκων πάλιν διὰ τούτων, μὴ μέγα φρονεῖν ἐπὶ τῇ γνώσει τοὺς κατατέμνοντας τῆς Ἐκκλησίας τὸ σῶμα. | |
82.336(50) | ιβʹ. «Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνί‐ γματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.» Σκιὰ, | |
φησὶ, τὰ παρόντα τῶν μελλόντων. Ἐν γὰρ τῷ παν‐ | ||
82.337 | αγίῳ βαπτίσματι τὸν τύπον ὁρῶμεν τῆς ἀναστάσεως, τότε δὲ αὐτὴν ὀψόμεθα τὴν ἀνάστασιν. Ἐνταῦθα τὰ σύμβολα τοῦ Δεσποτικοῦ θεώμεθα σώματος, ἐκεῖ δὲ αὐτὸν ὀψόμεθα τὸν Δεσπότην. Τοῦτο γὰρ, Πρόσωπον | |
5 | πρὸς πρόσωπον. Ὁρῶμεν δὲ αὐτοῦ οὐ τὴν ἀθέατον φύσιν τὴν πᾶσιν ἀόρατον, ἀλλὰ τὴν ἐξ ἡμῶν ληφθεῖ‐ σαν. «Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσο‐ μαι, καθὼς καὶ ἐπεγνώσθην.» Οὐ τοῦτο λέγει, ὅτι Ὡς ἔγνωσμαι, γνώσομαι αὐτόν· ἀλλ’, Ἀκριβέστερον | |
10 | αὐτὸν ὄψομαι, ἅτε δὴ προσῳκειωμένος αὐτῷ. Τὸ γὰρ, ἐπεγνώσθην, ἀντὶ τοῦ, ᾠκειώθην τέθεικεν. Οὕτω καὶ τῷ Μωσεῖ ἔφη· «Οἶδά σε παρὰ πάντας.» Καὶ ὁ Ἀπόστολος· «Οἶδε Κύριος τοὺς ὄντας αὐτοῦ,» ἀντὶ τοῦ, πλείονος αὐτοὺς ἀξιοῖ προμηθείας. | |
15 | ιγʹ. «Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.» Ἔδειξε παυόμενα τὰ χαρίσματα, μόνην δὲ τὴν ἀγάπην μέ‐ νουσαν. Ἔδειξε δὲ καὶ τῶν γνωμικῶν κατορθωμάτων αὐτὴν ὑπερέχουσαν. Περιττὴ γὰρ πίστις ἐν τῷ μέλ‐ | |
20 | λοντι βίῳ, τῶν πραγμάτων ἐναργῶς φαινομένων. Εἰ γὰρ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων φαινομένων οὐκ ἔτι χρεία τῆς πίστεως. Οὕτω καὶ ἐλπὶς ἐκεῖ περιττή· «Ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει;» Ἡ δέ γε | |
25 | ἀγάπη ἐκεῖ μᾶλλον ἔχει τὸ κράτος, τῶν παθῶν παυο‐ μένων, καὶ τῶν μὲν σωμάτων ἀφθάρτων γενομένων, τῶν δὲ ψυχῶν οὐκέτι νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένων. ΚΕΦΑΛ. ΙΔʹ. | |
30 | αʹ. «Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευμα‐ τικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.» Ἐπειδὴ τοίνυν οὕτω μέγιστόν ἐστι τῆς ἀγάπης τὸ χρῆμα, τὴν ταύ‐ της κτῆσιν περὶ πολλοῦ ποιεῖσθε, μηδὲ τῶν πνευμα‐ τικῶν ἀμελοῦντες χαρισμάτων· πρὸ δέ γε τῶν ἄλλων | |
35 | τὴν προφητείαν ἀσπάζεσθε. Πάλιν γὰρ τὴν ἐπὶ τῷ χαρίσματι τῶν γλωττῶν φιλοτιμουμένην τὴν ὀφρὺν καταστέλλει. βʹ. «Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· Πνεύματι δὲ λαλεῖ | |
40 | μυστήρια.» Ἀμφότερα κατὰ ταυτὸν ποιεῖ, καὶ τῆς ἐκείνων φιλοτιμίας κατηγορεῖ, καὶ τοῦ χαρίσματος διδάσκει τὴν χρείαν. Ἐδόθη γὰρ τοῦτο τοῖς κήρυξι διὰ τὰς διαφόρους τῶν ἀνθρώπων φωνάς· ἵνα πρὸς Ἰνδοὺς ἀφικνούμενοι, τῇ ἐκείνων χρώμενοι γλώττῃ, | |
45 | τὸ θεῖον προσφέρωσι κήρυγμα· καὶ Πέρσαις πάλιν διαλεγόμενοι, καὶ Σκύθαις, καὶ Ῥωμαίοις, καὶ Αἰ‐ γυπτίοις, ταῖς ἑκάστων κεχρημένοι φωναῖς τὴν εὐ‐ αγγελικὴν διδασκαλίαν κηρύττωσι. Περιττὸν τοίνυν ἦν τοῖς ἐν Κορίνθῳ διαλεγομένοις, τῇ Σκυθῶν, ἢ Περ‐ | |
82.337(50) | σῶν, ἢ Αἰγυπτίων κεχρῆσθαι φωνῇ, ἐπαΐειν ἐκείνων | |
οὐ δυναμένων. Οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος | ||
82.340 | ἔφη, τὸν γλώτταις λαλοῦντα καὶ μὴ ἀνθρώποις λα‐ λεῖν, ἀλλὰ Θεῷ· τοῦτο γὰρ ἐπήγαγεν· οὐδεὶς γὰρ ἀκούει. Καὶ ἵνα μὴ ἄχρηστον τὸ χάρισμα νομισθῇ, Πνεύματι δὲ λαλεῖ μυστήρια. | |
5 | γʹ. «Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν, καὶ παράκλησιν, καὶ παραμυθίαν.» Πάντες γὰρ τῶν λεγομένων ἀκούουσιν. δʹ. «Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ.» Οὐ συνίεσαν γὰρ τὰ λεγόμενα οἱ παρόντες. «Ὁ δὲ προ‐ | |
10 | φητεύων, Ἐκκλησίαν οἰκοδομεῖ.» Ὁρῶντες γὰρ καὶ τὴν λογισμῶν ἀποκάλυψιν, καὶ τὴν τῶν κρύβδην γινο‐ μένων φανέρωσιν, πλείστην ὄνησιν εἰσεδέχοντο. Καὶ ἵνα μή τις αὐτὸν ὑποτοπήσῃ φθόνῳ βαλλόμενον ταῦτα λέγειν, ἀναγκαίως ἐπήγαγε· | |
15 | εʹ. «Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλ‐ λον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσῃ, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ.» Σαφῶς ἔδειξε διατί τὸ μᾶλλον τέθεικεν. Οὐ γὰρ σμικρύνω, φησὶ, τὸ χάρισμα, | |
20 | ἀλλὰ τὴν χρείαν αὐτοῦ ζητῶ. Μὴ παρόντος γὰρ ἑρμηνέως, ἄμεινον ἡ προφητεία· πλεῖον γὰρ ἔχει τὸ κέρδος. ϛʹ. «Νῦν δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ | |
25 | λαλήσω ὑμῖν ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ;» Πάλιν τὸ ἑαυτοῦ ὑπέθηκε πρόσωπον, τοὺς κατηγορουμένους ταύτῃ πα‐ ραμυθούμενος. Ἐγὼ γὰρ, φησὶ, πρὸς ὑμᾶς ἀφικνού‐ μενος, καὶ τῇ διαφορᾷ τῶν γλωττῶν κεχρημένος, | |
30 | ποῖον ἂν ὑμῖν προσκομίσαιμι κέρδος, εἰ μή ποτε ἄρα διδασκαλίᾳ χρησαίμην, ἀποκαλύπτων ὑμῖν τὰ κεκρυμμένα μυστήρια, καὶ ποδηγῶν πρὸς τὰ θεῖα, καὶ παραινῶν τὰ προσήκοντα; Τίθησι δὲ καὶ εἰκόνα τῷ προκειμένῳ λόγῳ κατάλληλον. | |
35 | ζʹ, ηʹ. «Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐ‐ λὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον, ἢ τὸ κιθαρι‐ ζόμενον; Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;» Ἴστε δὲ καὶ | |
40 | ὑμεῖς, ὡς καὶ αὐλὸς, καὶ κιθάρα ῥυθμοῦ τινος δεῖται καὶ τέχνης. Τούτων γὰρ ἀπολαύοντα, καίτοι ἄψυχα ὄντα, ἐναρμόνιόν τινα ἐκπέμπει ἠχήν. Εἰ δὲ παρὰ ταῦτά τις χρήσαιτο τούτοις, ἄσημον τὸ ἀποτελούμε‐ νον. Οὕτω καὶ σάλπιγξ, εἰ μὴ τὸ πολεμικὸν ἠχήσει, | |
45 | οὐχ ὁπλίζει τοὺς στρατιώτας. θʹ, ι. «Οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώττης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν | |
82.340(50) | ἄφωνον.» Ὅπερ ἐστὶν ὁ ἐναρμόνιος ῥυθμὸς ἐπὶ τῆς κιθάρας, καὶ ἐπὶ τῆς σάλπιγγος ἡ πολεμικὴ σημασία, τοῦτο ἐπὶ τῶν γλωττῶν ἡ ἑρμηνεία. Τῶν γὰρ παρ‐ όντων οὐ συνιόντων, εἰς ἀέρα μάτην διαχεῖται τὰ | |
ῥήματα. | ||
82.341 | ιαʹ. «Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.» Τὸ αὐτὸ διαφόρως εἴρηκεν. ιβʹ. «Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευ‐ | |
5 | μάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.» Κατ’ εἰρωνείαν αὐτοὺς ζηλωτὰς πνευμάτων ἐκάλεσε. Παρακελεύεται δὲ αὐτοῖς, τῆς ἐκκλησιαστικῆς εἵνεκεν ὠφελείας πάντα ποιεῖν. ιγʹ. «Διόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα | |
10 | διερμηνεύσῃ.» Αἴτησαι, φησὶ, τὸν δεδωκότα σοι τὸ τῶν γλωττῶν χάρισμα, προσθεῖναι καὶ τὸ τῆς ἑρμηνείας, ἵνα προσφέρῃς τῇ Ἐκκλησίᾳ τὴν ὠφέ‐ λειαν. ιδʹ. «Ἐὰν γὰρ προσεύξωμαι γλώττῃ, τὸ πνεῦμά | |
15 | μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι.» Καρπὸς τοῦ λέγοντος ἡ ὠφέλεια τῶν ἀκουόντων. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους εἴρηκεν· «Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.» Ἑτέρᾳ τοίνυν γλώττῃ διαλεγόμενος, καὶ | |
20 | τοῖς παροῦσι μὴ προσφέρων τὴν ἑρμηνείαν, οὐδένα ἔχω καρπὸν, ὄνησιν ἐκείνων μὴ δεχομένων. ιεʹ. «Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.» Πνεῦμα τὸ χάρισμα κα‐ | |
25 | λεῖ· νοῦν δὲ τὴν σαφήνειαν τῶν λεγομένων. Λέ‐ γει δὲ ὅτι προσήκει τὸν ἑτέρᾳ γλώττῃ διαλεγόμε‐ νον, εἴτε ἐπὶ ψαλμῳδίας, εἴτε ἐπὶ προσευχῆς, εἴτε ἐπὶ διδασκαλίας, ἢ αὐτὸν ἑρμηνεύειν εἰς ὠφέλειαν τῶν ἀκουόντων, ἢ ἕτερον τοῦτο ποιεῖν δυνάμενον | |
30 | συνεργὸν τῆς διδασκαλίας λαμβάνειν. ιϛʹ. «Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀνα‐ πληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδε.» Ἰδιώ‐ την καλεῖ τὸν ἐν τῷ λαϊκῷ τάγματι τεταγμένον· | |
35 | ἐπειδὴ καὶ τοὺς ἔξω τῆς στρατιᾶς ὄντας ἰδιώτας καλεῖν εἰώθασι. ιζʹ. «Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.» Οἶδα, φησὶν, ὅτι ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος ἀνυμνεῖς τὸν Θεόν· ἀλλ’ οὐ | |
40 | συνίεισι τῶν λεγομένων ὁ τὴν γλῶτταν οὐκ ἐπιστά‐ μενος. Εἶτα ἐντρεπτικῶς· ιηʹ, ιθʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Ἀλλ’ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλ‐ | |
45 | λους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.» Πρῶτος τοῦ ὑμῶν τοῦδε χαρίσματος ἠξιώθην, δι’ ἐμοῦ καὶ ὑμεῖς τήνδε τὴν χάριν ἐδέξασθε. Ἀλλ’ ὅμως ἐγὼ τῆς τῶν πολλῶν ὠφελείας κηδόμενος, τὴν σαφῆ διδασκαλίαν τῆς ἀσεβοῦς προτιμῶ. Εἶτα κατ’ ἐπι‐ | |
82.341(50) | τίμησιν· κʹ. «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, | |
ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γί‐ | ||
82.344 | νεσθε.» Μὴ ἀντιστρέψητε τὴν τάξιν, μηδὲ τῶν παι‐ δίων τὴν ἄνοιαν, ἀλλὰ τὴν ἀκακίαν ζηλώσατε· τῶν δὲ τελείων μὴ τὴν πονηρίαν, ἀλλὰ τὴν ἀγχίνοιαν ἔχετε. | |
5 | καʹ. «Ἐν τῷ νόμῳ γέγραπται· ὅτι Ἐν ἑτερογλώσ‐ σοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσεταί μου, λέγει Κύριος.» Προφητικὴ μέν ἐστι φωνή· νόμον δὲ τὴν Πα‐ λαιὰν Γραφὴν προσηγόρευσε. Τεθεικὼς δὲ τὴν μαρ‐ | |
10 | τυρίαν, ἐπάγει τὴν ἑρμηνείαν. κβʹ. «Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις.» Ἐκπλήττει γὰρ τὸν ἄπιστον ἡ διαφορὰ τῶν γλωσσῶν. Τοῦτο καὶ κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν ἐν Ἱεροσολύμοις ὑπ‐ | |
15 | έμειναν οἱ αὐτόθι συνηθροισμένοι. Αὐτίκα τοίνυν ἔλε‐ γον· «Οὐχὶ πάντες εἰσὶν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἀκούομεν αὐτῶν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ, ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι;» καὶ τὰ ἑξῆς. «Ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύου‐ | |
20 | σιν.» Εἷς τῷ Ἀποστόλῳ σκοπὸς ἡ τῶν πολλῶν ὠφέ‐ λεια. Διά τοι τοῦτο καὶ Κορινθίοις παρακελεύεται προαιρεῖσθαι τὴν προφητείαν, ὡς τῷ κοινῷ τὴν ὠφέλειαν προσφέρουσαν. Δείκνυσι δὲ διὰ τῶν ἑξῆς τῆς προφητείας τὸ χρήσιμον. | |
25 | κγʹ. «Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;» Ἰδιώτας ἐνταῦθα τοὺς ἀμυήτους ἐκάλεσε, καὶ διδά‐ σκει ὡς οἱ μὴ συνιέντες τῶν λεγομένων, μεμηνότων | |
30 | περὶ αὐτῶν σχήσουσι δόξαν. κδʹ, κεʹ. «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσ‐ έλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ | |
35 | πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.» Οὕτω δέος ἐπέπεσεν ἅπασι, τοῦ Ἀνανία καὶ τῆς Σαφείρας δεξαμένων τὸν ἔλεγχον. Ἐπισημήνασθαι μέντοι δεῖ, ὡς Θεὸν ἐν‐ ταῦθα σαφῶς τὸ πανάγιον προσηγόρευσε Πνεῦμα. | |
40 | Τοῦ γὰρ θείου Πνεύματος ἦν ἡ τῆς προφητείας ἐνέρ‐ γεια. Πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ἀλλ’ ὅμως ἐνταῦθα τέθεικεν, ὅτι Πεσὼν ἐπὶ πρόσ‐ ωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ | |
45 | Θεὸς ἐν ὑμῖν ἐστι, Θεὸν εἰπὼν τὸ πανάγιον Πνεῦμα. Οὕτω δὲ καὶ ὁ μακάριος ἔφη Πέτρος· «Ἵνα τί ἠπά‐ τησεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Οὕτω δείξας τὴν τῶν χαρισμάτων διαφορὰν, | |
82.344(50) | καὶ τὴν προσήκουσαν αὐτοῖς εὐταξίαν διδάσκει. κϛʹ. «Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πρὸς οἰκο‐ | |
δομὴν πάντα γινέσθω.» Πάλιν ἔδειξε τὸ σῶμα καὶ | ||
82.345 | τὰ μέλη τοῦ σώματος. Διὰ γὰρ τοῦ, συνέρχησθε, τὸ ἓν ἔδειξε τὸ σῶμα· διὰ δὲ τοῦ, ἕκαστος ὑμῶν τόδε ἔχει καὶ τόδε, τὴν τῶν μελῶν διαφοράν· εἶτα πάλιν τὴν τῷ κοινῷ παρ’ ἑκάστου προσφερομένην | |
5 | ὠφέλειαν· Πάντα πρὸς οἰκοδομὴν γινέσθω. κζʹ. «Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖ‐ στον τρεῖς, καὶ ἀνὰ μέρος.» Μὴ κοινῇ διαλέγεσθε· τοῦτο γὰρ ἀταξίας καὶ συγχύσεως· μήτε μὴν πολλοί· ἀρκοῦσι γὰρ καὶ δύο, ἀλλ’ ὅμως μέχρι τριῶν ὁρίσθω | |
10 | τῶν οὕτω διαλεγομένων ἀριθμός. «Καὶ εἷς διερμη‐ νευέτω.» Χρὴ γὰρ τοὺς παρόντας νοεῖν τὰ λε‐ γόμενα. κηʹ. «Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκ‐ κλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ.» Ἀτοπώτα‐ | |
15 | τον γὰρ κατὰ φιλοτιμίαν καὶ μὴ δι’ ὠφέλειαν τῷ θείῳ κεχρῆσθαι χαρίσματι. κθʹ. «Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.» Καὶ ἤδη ὁ θεῖος Ἀπόστολος τοῖς πνευματικοῖς χαρίσμασι κατέλεξε τὴν τῶν πνευ‐ | |
20 | μάτων διάκρισιν. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι, τοὺς τοῦδε τοῦ χαρίσματος ἠξιωμένους διακρίνειν τὰ λεγόμενα, εἰ κατ’ ἐνέργειαν τοῦ θείου Πνεύματος λέγεται. Ὥσπερ γὰρ τοῖς προφήταις ψευδοπροφήτας ἀντέταξεν ὁ διάβολος, οὕτω τοῖς ἀποστόλοις ψευδαπο‐ | |
25 | στόλους. Καὶ τοῦτο ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους διδάσκει· «Οἱ γὰρ τοιοῦτοι, φησὶ, ψευδαπόστολοι ἐργάται δόλιοι.» λʹ. «Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶ‐ τος σιγάτω.» Ἐὰν, φησὶν, ἄλλον παρακινήσῃ ἡ | |
30 | χάρις τοῦ Πνεύματος, παραχωρείτω ὁ τοῦ λέγειν ἀρξάμενος. λαʹ. «Δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶν‐ ται.» Μηδὲν ἀτάκτως, μηδὲ συγκεχυμένως γινέ‐ | |
35 | σθω· καὶ γὰρ οἷόν τε πάντας ὑμᾶς τὴν προφητείαν τοῖς ἀθροιζομένοις προσφέρειν, καὶ τὴν ἐντεῦθεν αὐ‐ τοῖς ὄνησιν πραγματεύεσθαι. Αὕτη μέχρι τοῦ παρόντος ἡ τάξις ἐν ταῖς Ἐκκλησίαις μεμένηκε, καὶ τῶν διδα‐ σκάλων οἱ μὲν ἐν ταύτῃ τῇ πανηγύρει, οἱ δὲ ἐν ἑτέρᾳ | |
40 | τῷ λαῷ διαλέγονται. λβʹ. «Καὶ πνεῦμα προφητῶν προφήταις ὑποτάσ‐ σεται.» Πνεῦμα καλεῖ τὰ χαρίσματα. Οὕτως Ἰησοῦς ὑπετάσσετο τῷ Μωϋσεῖ· οὕτως ὁ Ἑλισσαῖος τῷ Ἠλίᾳ· οὕτως αὐτῷ τῷ Ἑλισσαίῳ τὸ πλῆθος | |
45 | τῶν προφητῶν· οὕτως αὐτῷ τῷ Ἀποστόλῳ Τιμόθεος, καὶ Τίτος, καὶ οἱ λοιποί. λγʹ. «Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ’ εἰ‐ ρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων.» Οὐδὲν καινὸν νομοθετοῦμεν, ἀλλὰ τοὺς τῶν Ἐκκλη‐ | |
82.345(50) | σιῶν ὑμᾶς διδάσκομεν νόμους, οὓς αὐτὸς τέθεικε τῆς εἰρήνης ὁ Πρύτανις. Ἐπειδὴ δὲ οὐ μόνον ἄνδρες, | |
ἀλλὰ καὶ γυναῖκες τῆς πνευματικῆς ἀπήλαυσαν χά‐ | ||
82.348 | ριτος (τοῦτο γὰρ καὶ διὰ Ἰωὴλ τοῦ προφήτου προ‐ ηγόρευσεν ὁ Θεός· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν»), ἀναγκαίως καὶ περὶ τού‐ | |
5 | των ἐνομοθέτησεν. λδʹ. «Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγά‐ τωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.» Τῇ γὰρ Εὔᾳ εἴρηκεν ὁ Θεός· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀπο‐ | |
10 | στροφή σου, καὶ αὐτός σου κυριεύσει.» λεʹ. «Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίαις λαλεῖν.» Εἶτα πάλιν κατ’ ἐπιτίμησιν· λϛʹ. «Ἢ ἀφ’ ὑμῶν ἐξῆλθεν ὁ λόγος τοῦ Θεοῦ, ἢ | |
15 | εἰς ὑμᾶς μόνους κατήντησεν;» Οὔτε πρῶτοι, οὔτε μὴν μόνοι τὸ εὐαγγελικὸν ἐδέξασθε κήρυγμα· μὴ τοίνυν τοῖς οἰκείοις ἀρκεῖσθε, ἀλλὰ ταῖς τῶν Ἐκ‐ κλησιῶν νομοθεσίαις ἀκολουθεῖτε. λζʹ. «Εἴ τις δοκεῖ προφήτης εἶναι, ἢ πνευματικὸς, | |
20 | γινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν ἐντολαί.» Τοὺς ἔνοικον ἔχοντας τὸ θεῖον Πνεῦμα πνευματικοὺς προσηγόρευσεν. Ὁ δὲ τῆς χάριτος ταύτης ἐστερημέ‐ νος, συνιέναι οὐ δύναται. Ὅθεν ἐπήγαγεν· ληʹ. «Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.» Εἶτα παραι‐ | |
25 | νετικῶς· λθʹ. «Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε.» Πάλιν τὸ μὲν ἔδειξε τιμιώτερον, τὸ δὲ καὶ αὐτὸ χρειῶδες· τοῦτο γὰρ δηλοῖ τὸ, μὴ κωλύετε. | |
30 | μʹ. «Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέ‐ σθω.» Τὴν δὲ τάξιν ἐν τοῖς πρόσθεν ἐδίδαξεν. Ταύ‐ την καὶ ἡμεῖς τὴν εὐταξίαν φυλάξωμεν, καὶ ταῖς ἀποστολικαῖς νομοθεσίαις ἀκολουθήσωμεν, ἵνα τῆς τοῦ νομοθέτου μεταλάχωμεν κοινωνίας, χάριτι καὶ | |
35 | φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι πρέπει δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. | |
40 | Τὴν περὶ τῶν πνευματικῶν χαρισμάτων ὁ θεῖος Ἀπόστολος συμπεράνας διδασκαλίαν προὔργου νε‐ νόμικε καὶ τοὺς περὶ τῆς ἀναστάσεως λόγους διεξ‐ ελθεῖν. Καὶ γάρ τινες ἀπατεῶνες ἀπεβουκόλουν αὐ‐ τοὺς, λέγοντες μὴ ἔσεσθαι σωμάτων ἀνάστασιν. Τῆς | |
45 | δὲ πνευματικῆς σοφίας ἀνάπλεως ὢν, οὐχ ἁπλῶς, ἀλλὰ πρῶτον τὸν τῆς Δεσποτικῆς ἐνανθρωπήσεως διδάσκει σκοπόν· καὶ δείκνυσι καὶ τὸν σταυρὸν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος διὰ τὴν κοινὴν γεγενημένην ἀνάστασιν· καὶ τοῦτο σαφέστερον | |
82.348(50) | ἐξ αὐτῶν μαθησόμεθα τῶν ῥητῶν. [ΚΕΦΑΛ. ΙΕʹ.] αʹ, βʹ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέ‐ | |
λιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ | ||
82.349 | καὶ ἑστήκατε· δι’ οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγ‐ γελισάμην ὑμῖν.» Πάλιν τῇ διδασκαλίᾳ τὴν εὐφημίαν ἀνέμιξε, προλεαίνων τὴν ἀκοήν. Διὰ τοῦτο εἶπεν, ἐν ᾧ ἑστήκατε· καὶ βεβαιῶν τὴν στάσιν προστέθεικε, | |
5 | δι’ οὗ καὶ σώζεσθε. Λέγει δὲ τοῦτο· Βούλομαι ὑμᾶς ἀναμνῆσαι τοῦ παρ’ ἐμοῦ κηρυχθέντος ἐν ὑμῖν Εὐ‐ αγγελίου, ὃ προθύμως μὲν ἐδέξασθε, τὴν ἐκ τούτου δὲ φυομένην προσμένετε σωτηρίαν. Ἀναμιμνήσκω δὲ ὑμᾶς, ἀποδεῖξαι θέλων τὸν τούτου σκοπόν· τοῦτο | |
10 | γὰρ εἶπε. Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. Εἶτα ἐπάγει· «Εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύ‐ σατε.» Τῆς γὰρ τῶν σωμάτων ἀπιστουμένης ἀνα‐ στάσεως, περιττὸν τοῦ Εὐαγγελίου τὸ κήρυγμα. γʹ. «Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρ‐ | |
15 | έλαβον.» Οὐ γὰρ αὐτὸς εὗρον τὸ κήρυγμα, οὐδὲ ἀνθρω‐ πίνοις ἠκολούθησα λογισμοῖς· ἀλλὰ παρὰ τοῦ Δεσπό‐ του Χριστοῦ τὴν τούτου διδασκαλίαν παρέλαβον. Τί δὲ παρέλαβες; «Ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς.» Τοῦτο γὰρ καὶ | |
20 | οἱ προφῆται προεῖπον, καὶ βοᾷ Ἡσαΐας· «Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλά‐ κισται διὰ τὰς ἁμαρτίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν.» δʹ. «Καὶ ὅτι ἐτάφη.» Καὶ τοῦτο οἱ προφῆται | |
25 | προεῖπον· «Ἔσται γὰρ, φησὶν, ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.» —«Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς.» Λέγει μὲν καὶ ὁ θεῖος Δαβὶδ, ὅτι «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Ὁ δὲ | |
30 | Κύριος τὸν Ἰωνᾶν εἰς μέσον παράγει· ἔχει γὰρ ὁ τύπος τῶν τριῶν ἡμερῶν ἀριθμόν. εʹ. «Καὶ ὅτι ὤφθη Κηφᾷ.» Ἀξιόχρεων εἰς μαρ‐ τυρίαν τὸ πρόσωπον, ἀλλὰ μόνον. Διὸ ἐπήγαγεν· «Εἶτα τοῖς δώδεκα.» Καὶ ἵνα μή τις τούτους | |
35 | ὑποπτεύσῃ, διὰ τὸ περὶ τὸν διδάσκαλον φίλτρον, κηρῦξαι τὴν οὐ γεγενημένην ἀνάστασιν, ἀναγκαίως προστέθεικεν· ϛʹ. «Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.» Οὐ καθ’ ἕνα, ἀλλ’ ὁμοῦ πᾶσιν· ἀνύποπτος | |
40 | δὲ τῶν τοσούτων ἡ μαρτυρία. Καὶ ὡς ἂν μή τις αὐτὸν ὑπολάβοι τὰ μὴ ὄντα λέγειν, ἐπήγαγεν· «Ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν.» Δυνατὸν, φησὶ, τὸν βουλόμενον παρ’ αὐτῶν ἐκείνων τοῦτο μαθεῖν. | |
45 | ζʹ. «Ἔπειτα ὤφθη Ἰακώβῳ.» Καὶ τοῦτο πρόσ‐ ωπον ἐπίσημον ἦν, οὐκ ἀπὸ τῆς συγγενείας μόνης· ἀδελφὸς γὰρ ἐχρημάτιζε τοῦ Κυρίου· ἀλλὰ καὶ ἐκ τῆς οἰκείας ἀρετῆς· Δίκαιος γὰρ ὠνομάζετο. «Εἶτα τοῖς ἀποστόλοις πᾶσιν.» Πάλιν ἀποστόλους οὐ τοὺς | |
82.349(50) | δώδεκα μόνους ἐκάλεσε· τούτων γὰρ ἐμνημόνευσεν ἤδη· ἀλλὰ πάντας τοὺς τοιαύτην δεξαμένους χειρο‐ τονίαν. Ὡς ἂν δὲ μὴ δόξαι ἐξ ἀκοῆς ταῦτα λέγειν, ἐγκαταλέγει καὶ ἑαυτὸν τοῖς μάρτυσι, τὴν συνήθη | |
τοῦ φρονήματος μετριότητα τοῖς λόγοις περιτιθείς· | ||
82.352 | ηʹ. «Ἔσχατον δὲ πάντων, ὡσπερεί τῳ ἐκτρώματι, ὤφθη κἀμοί.» Πάντων ἀνθρώπων ἑαυτὸν εὐτελέστε‐ ρον ἀποκαλέσαι θελήσας, πάντας καταλιπὼν τοὺς ἐν τῇ μήτρᾳ τελεσιουργηθέντας, εἶτα κατὰ τὸν νόμον | |
5 | τῆς φύσεως γεννηθέντας, ἀμβλωθριδίῳ ἑαυτὸν ἀπ‐ εικάζει ἐμβρύῳ, ὃ τῷ τῶν ἀνθρώπων οὐκ ἐγκατεί‐ λεκται καταλόγῳ. Εἶτα τούτου τὰς αἰτίας διέξεισιν. θʹ. «Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα | |
10 | τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.» Καὶ ἵνα μὴ τῇ διηγήσει τῶν προτέρων τὴν οἰκείαν μαρτυρίαν ἀδόκιμον ἀποφήνῃ, ἐπήγαγε· ιʹ. «Χάριτι δὲ τοῦ Θεοῦ εἰμὶ ὅ εἰμι.» Καὶ πειρᾶ‐ ται κρύπτειν τὸν πλοῦτον, καὶ γυμνοῦν ἀναγκάζεται· | |
15 | οὐδὲ γὰρ σαφῶς εἴρηκε τί ἐστιν, ἀλλ’, Εἰμὶ ὅ εἰμι. «Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη.» Οὐ μάτην με ἠλέησε· προῄδει γὰρ ὃ ποιεῖ. «Ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα.» Καὶ οὐδὲ ἀναγκασθεὶς τὰ καθ’ ἑαυτὸν γυμνῶσαι, τοῦ οἰκείου | |
20 | φρονήματος ἐπλήσθη. Κρύπτει γὰρ τὰ θαύματα, καὶ τὸν πόνον δείκνυσι μόνον, καὶ τοῦτον τῆς θείας εἶναι χάριτος λέγει. Τοῦτο γὰρ ἐπήγαγεν· ιαʹ. «Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.» Εἶτα ἐπὶ τὸ προκείμενον μεταφέρει τὸν | |
25 | λόγον. «Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσ‐ σομεν, καὶ οὕτως ἐπιστεύσατε.» Ἐὰν καὶ παρ’ ἐμοῦ καὶ παρὰ τῶν ἄλλων ἀποστόλων εὐαγγέλιον ἐκη‐ ρύχθη ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνάστασις, τοῦτο καὶ ὑμεῖς προθύμως ἐδέξασθε. Ταύτην οἷόν | |
30 | τινα τεθεικὼς ὑποβάθραν, τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον οἰκοδομεῖ, συλλογισμοῖς ἄγαν ἰσχυροῖς κεχρημένος. ιβʹ. «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις | |
35 | νεκρῶν οὐκ ἔστιν;» Τὸν Χριστὸν, φησὶν, ἐκηρύξα‐ μεν, οὐ μόνον Θεὸν, ἀλλὰ καὶ ἄνθρωπον· «Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, μορφὴν ἔλαβε δούλου.» Τοῦτον καὶ τεθνάναι, καὶ ἐγηγέρθαι εἰρήκαμεν. Ἀλλὰ δῆλον ὡς ἀπαθὴς μὲν ἡ θεότης, παθητὸν δὲ τὸ σῶμα· | |
40 | τοῦτο γὰρ καὶ τῷ σταυρῷ παραδέδωκε, καὶ ἀπὸ τοῦ τάφου ἀνέστησε. Πῶς τοίνυν, φησὶ, παρά τισιν ἀμφιβάλλεται ἡ τῶν σωμάτων ἀνάστασις, τῆς τοῦ Δεσπότου Χριστοῦ ἀναστάσεως πιστευθείσης. ιγʹ. «Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ | |
45 | Χριστὸς ἐγήγερται.» Εἰ γὰρ τοῦτο οὐ δυνατὸν, οὐδὲ ἐκεῖνο γεγένηται· σῶμα γὰρ καὶ ὁ Δεσπότης εἶχε Χριστός. ιδʹ. «Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.» Εἰ δὲ | |
82.352(50) | ἀληθῶς οὐκ ἀνέστη Χριστὸς, μάτην μὲν ἡμεῖς μετὰ πλείστων κινδύνων κηρύττομεν, μάτην δὲ ὑμεῖς τοῖς κηρυττομένοις πιστεύετε. ιεʹ. «Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, | |
ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν | ||
82.353 | Χριστὸν, ὃν οὐκ ἤγειρε.» Συκοφαντίας δὲ ὀφείλομεν δίκας, φάναι τετολμηκότες ἀναστῆσαι τὸν Θεὸν ὃν οὐκ ἤγειρε Χριστόν. Εἶτα πάλιν τοὺς αὐτοὺς ἀνακυ‐ κλοῖ λόγους, τοῖς πλείοσι συλλογισμοῖς βεβαιώσασθαι | |
5 | βουλόμενος τὴν περὶ τῆς ἀναστάσεως πίστιν, καί φησιν· ιϛʹ, ιζʹ. «Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χρι‐ στὸς ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις | |
10 | ὑμῶν.» Τύπος γὰρ τοῦ Δεσποτικοῦ θανάτου τὸ βάπτισμα· περιττὸς δὲ ὁ τύπος, οὐκ ἔχων τῶν ἁμαρ‐ τημάτων τὴν ἄφεσιν· ἔτι τοίνυν φέρεται τὸ τῶν ἁμαρτημάτων φορτίον. Τοῦτο μέντοι πρὸς ἐκεῖνο τέθεικεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρ‐ | |
15 | τιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. ιηʹ. «Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ, ἀπ‐ ώλοντο.» Μάτην, ὡς ἔοικεν, ἀνῃρέθησαν ὑπὲρ τῆς εἰς τὸν Χριστὸν ὁμολογίας οἱ καλλίνικοι μάρτυρες· καὶ τοὺς μὲν ἀγῶνας προθύμως ἐδέξαντο, τῶν δὲ | |
20 | στεφάνων διήμαρτον. Ἀναστάσεως γὰρ ἀνῃρημένης, καὶ ἡ ἀνάῤῥησις συνανῄρηται. ιθʹ. «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.» Μετὰ παντοδαπῶν γὰρ κινδύνων τὸν βίον | |
25 | ὁδεύομεν, λιμῷ πιεζόμενοι, καὶ διηνεκῶς αἰκιζό‐ μενοι, καὶ τὰ δεσμωτήρια τῆς οἰκουμένης ἀμείβον‐ τες, ἀνέστιοι, καὶ μετανάσται, καὶ κλυδωνίοις δι‐ ηνεκέσι παλαίοντες. Ἀλλ’ οὐχ οὕτω ταῦτ’ ἔχει· ἐπὶ γὰρ ἀγαθῆς ἐλπίδος ὀχούμεθα, καὶ τὴν τοῦ ἡμετέ‐ | |
30 | ρου Σωτῆρος ἀνάστασιν ἐχέγγυον τῆς ἡμετέρας ἔχομεν ἀναστάσεως. Τοῦτο γὰρ ἐπήγαγε· κʹ. «Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρ‐ χὴ τῶν κεκοιμημένων ἐγένετο.» Πρῶτος γὰρ ἔλυσε τοῦ θανάτου τὸ κράτος· τῇ ἀπαρχῇ δὲ πάντως ἀκο‐ | |
35 | λουθήσει τὸ φύραμα. Καὶ κυροῖ τὸν λόγον διὰ πα‐ λαιοῦ παραδείγματος· καʹ. «Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.» Εἶτα ἀπὸ τῆς φύσεως ἐπὶ τὰ πρόσωπα μεταβαίνει, ταύτῃ ποιῶν | |
40 | τὸν λόγον σαφέστερον· κβʹ. «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνή‐ σκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθή‐ σονται.» Ἀποβλέψατε εἰς τὴν κρηπῖδα τοῦ γένους, καὶ βλέπετε τῷ προγόνῳ τοὺς ἀπογόνους ἀκολουθή‐ | |
45 | σαντας, καὶ θνητοὺς ἅπαντας γενομένους, ἐπειδήπερ ἐκεῖνος ἐδέξατο τὴν θνητότητα. Οὕτως ἅπασα τῶν ἀνθρώπων ἡ φύσις ἀκολουθήσει τῷ Δεσπότῃ Χριστῷ, καὶ κοινωνήσει τῆς ἀναστάσεως. Πρωτότοκος γὰρ καὶ οὗτος τῶν νεκρῶν, ὥσπερ ἐκεῖνος πρωτόπλα‐ | |
82.353(50) | στος. Εἰκότως δὲ αὐτὸν νῦν προσηγόρευσεν ἄνθρω‐ πον, εἰδὼς αὐτὸν καὶ Θεόν· ἵνα τὸ ὁμοφυὲς δείξας τὸν περὶ τῆς ἀναστάσεως βεβαιώσῃ λόγον. Ἐπειδὴ δὲ πάντας εἶπε ζωοποιηθήσεσθαι, μετὰ δὲ τὴν ἀνά‐ στασιν διάκρισις ἔσται τῶν σωφρόνως βεβιωκότων | |
55 | καὶ τῶν ἀκολασίᾳ συνεζηκότων, τῶν τὴν ἀπιστίαν | |
82.356 | νενοσηκότων καὶ τῇ πίστει λαμπρυνομένων, καὶ τῶν ἄλλων ἁπαξαπλῶς τῶν τὰ ἐπαινούμενα καὶ τὰ κατηγορούμενα μετεληλυθότων, ἀναγκαίως ἐπ‐ ήγαγε· | |
5 | κγʹ. «Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.» Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διδάσκει, ὡς τοὺς μὲν ἀμνοὺς στήσει ἐκ δεξιῶν, τοὺς δὲ ἐρί‐ φους ἐξ εὐωνύμων. «Ἀπαρχὴ Χριστός.» Τουτέστι, πρῶτος ἀνέστη. «Ἔπειτα οἱ τοῦ Χριστοῦ, ἐν τῇ | |
10 | παρουσίᾳ αὐτοῦ.» Κατὰ τὸν τῆς συντελείας καιρόν. Τοῦ δὲ Χριστοῦ καλεῖ, οὐ μόνον τοὺς μετὰ τὴν ἐνανθρώπησιν εἰς αὐτὸν πεπιστευκότας, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ καὶ πρὸ τοῦ νόμου ἐν εὐσεβείᾳ καὶ ἀρετῇ διαλάμψαντας. | |
15 | κδʹ. «Εἶτα τὸ τέλος.» Ἀντὶ τοῦ, ἡ κοινὴ πάντων ἀνάστασις. Ὅταν γὰρ αὐτὴ γένηται, πάντα λήψεται τέλος, καὶ τὰ παρόντα πράγματα, καὶ τῶν προφη‐ τῶν αἱ προῤῥήσεις. «Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, | |
20 | καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.» Παραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ οὐκ αὐτὸς τῆς βασι‐ λείας γυμνούμενος, ἀλλὰ τὸν τύραννον διάβολον καὶ τοὺς ἐκείνου συνεργοὺς ὑποτάττων, καὶ πάντας ὑπο‐ κύψαι παρασκευάζων, καὶ τὸν τῶν ὅλων ἐπιγνῶναι | |
25 | Θεόν. κεʹ. «Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.» Τὸ, ἄχρις οὗ, οὐ χρόνον ἐνταῦθα δηλοῖ, ἀλλὰ διδάσκει ὡς πάντως ἅπαντας ὑποτάξει. Τούτῳ ἔοικε τὸ ὑπὸ | |
30 | τοῦ Δαβὶδ εἰρημένον· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Εἰ δὲ λέγουσιν οἱ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες, ἐπὶ μόνου τοῦ Υἱοῦ ταύτην κεῖσθαι τὴν φωνὴν, ἀκουσάτωσαν καὶ | |
35 | αὐτοῦ τοῦ Θεοῦ λέγοντος· «Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι.» Οὕτω δὲ τού‐ του νοουμένου, εὑρεθήσεται ὁ τῶν ὅλων Θεὸς τῷ γήρᾳ τῶν ἀνθρώπων σύμμετρον ἔχων τὸ εἶναι. Ἀλλὰ μεμηνότων τὸ ταῦτα ληρεῖν. Ἀΐδιος μὲν γὰρ | |
40 | ὁ τῶν ὅλων Θεὸς, συναΐδιος δὲ αὐτῷ καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός. Ἔχει δὲ καὶ τὴν βασιλείαν αἰώνιον· καὶ τοῦτο διαῤῥήδην ἡμᾶς ὁ θειότατος ἐδίδαξε Δανιήλ· «Ἡ βασιλεία γὰρ αὐτοῦ, ἔφη, βασιλεία αἰώνιος, ἥτις οὐ καταλυθήσεται εἰς τὸν αἰῶνα | |
45 | χρόνον.» κϛʹ. «Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» Τὸν γὰρ διάβολον καὶ τοὺς ἐκείνου συνεργοὺς εἰς τὸ ἐξώτερον παραπέμψας σκότος, παύσει τὸν θάνατον, καὶ τοὺς κειμένους ἅπαντας ἀναστήσει. «Πάντα γὰρ | |
82.356(50) | ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Ἐνταῦθα τὸν Πατέρα εἶπεν ὑποτάξαι αὐτῷ τὰ πάντα, ἐν δὲ τῇ πρὸς Φιλιππησίους, αὐτὸν λέγει τοῦτο πεποιηκέναι. Εἰρηκὼς γάρ· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον | |
55 | τῷ σώματι τῆς δόξης αὑτοῦ,» ἐπήγαγε· «Κατὰ | |
82.357 | τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.» Ὁ γὰρ ἑαυτῷ, φησὶ, πάντα δυνηθεὶς ὑποτάξαι, οὗτος καὶ τὸ φθαρτὸν ἡμῶν σῶμα τῇ ἀφθαρσίᾳ κοσμήσει. | |
5 | «Ὅταν δὲ εἴπῃ, (κζʹ, κηʹ.) ὅτι Πάντα ὑποτέτα‐ κται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Τοῦτο τὸ χωρίον οἱ τὰ Ἀρείου καὶ Εὐ‐ | |
10 | νομίου φρονοῦντες, συνεχῶς ἐν τῇ γλώσσῃ περιφέρειν εἰώθασι, τοῦ Μονογενοῦς τὴν ἀξίαν ταύτῃ σμικρύνειν ὑπολαμβάνοντες. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς οὐδὲν ὁ θεῖος Ἀπόστολος ἐν τῷδε τῷ χωρίῳ περὶ τῆς τοῦ Μονογενοῦς θεότητος γέγραφε. Τῇ γὰρ ἀναστάσει | |
15 | τῆς σαρκὸς πιστεύειν παρεγγυῶν, ἀπὸ τῆς Δεσπο‐ τικῆς ἀναστάσεως ἐπειράθη δεῖξαι τὴν ταύτης ἀνά‐ στασιν. Δῆλον δὲ ὡς τῷ ὁμοίῳ τὸ ὅμοιον βεβαιοῦται. Διὰ γὰρ τοῦτο καὶ ἀπαρχὴν αὐτὸν τῶν κεκοιμη‐ μένων ἐκάλεσε, καὶ ἄνθρωπον προσηγόρευσε, καὶ | |
20 | τῇ παραθέσει τῶν κατὰ τὸν Ἀδὰμ ἔδειξε δι’ αὐτοῦ τὴν κοινὴν ἐσομένην ἀνάστασιν· ἵνα τοῦ ὁμοφυοῦς τὴν ἀνάστασιν δείξας, πείσῃ πιστεῦσαι τοὺς ἀντι‐ λέγοντας, ὡς ἅπαντες ἄνθρωποι τῆς αὐτῆς μεθέξου‐ σιν ἀναστάσεως. Προσήκει τοίνυν εἰδέναι ὡς δύο | |
25 | τοῦ Δεσπότου Χριστοῦ αἱ φύσεις· καὶ ὅτι ποτὲ μὲν αὐτὸν ἀπὸ τῆς ἀνθρωπείας ἡ θεία προσαγορεύει Γραφὴ, ποτὲ δὲ ἀπὸ τῆς θείας. Κἂν γὰρ Θεὸν εἴπῃ, οὐκ ἀρνεῖται τὴν ἀνθρωπότητα· κἂν ἄνθρωπον ὀνο‐ μάσῃ, συνομολογεῖ τὴν θεότητα. Ὑψηλὰ δὲ πάντα | |
30 | περὶ αὐτοῦ λέγειν οὐχ οἷόν τε δι’ ἣν ἐξ ἡμῶν ἀνέλαβε φύσιν. Εἰ γὰρ καὶ τῶν ταπεινῶν εἰρημέ‐ νων, ἀρνοῦνταί τινες τῆς σαρκὸς τὴν ἀνάληψιν· πλείους ἂν δηλονότι τὴν νόσον ἐκείνην ἐνόσησαν, εἰ μηδὲν εἴρητο ταπεινόν. Τί δή ποτε, καὶ τότε ὑπο‐ | |
35 | τάσσεται; Τοῦτο γὰρ τοῖς ἐπὶ τοῦ παρόντος τυραν‐ νοῦσιν ἁρμόδιον. Εἰ γὰρ τότε ὑποτάσσεται, οὐδέπω νῦν ὑποτέτακται. Παρανομοῦσι τοίνυν οἱ βλασφη‐ μοῦντες, καὶ τὸν οὐδέπω τοὺς τῆς ὑποταγῆς κατα‐ δεξάμενον ὅρους ὑποτάττειν ἐπιχειροῦντες. Χρὴ γὰρ | |
40 | ἀναμεῖναι, καὶ τῆς ὑποταγῆς τὸν τρόπον καταμα‐ θεῖν. Ἀλλὰ περὶ τούτων ἐν τοῖς πρὸς αὐτοὺς ἀγῶσι μακροὺς διεξήλθομεν λόγους. Συντόμως τοίνυν εἰ‐ πεῖν προσήκει τὸν τοῦ Ἀποστόλου σκοπόν· Κορινθίοις ἐπέστειλεν, ἔναγχος τῆς Ἑλληνικῆς ἀπαλλαγεῖσι | |
45 | μυθολογίας. Ἡ δὲ ἐκείνων μυθολογία πάσης ἀκολα‐ σίας καὶ ἀδικίας μεστή. Καὶ ἵνα τὰ ἄλλα σιγήσω, καὶ μὴ μολύνω τὴν γλῶσσαν, πατραλοίας προσκυ‐ νοῦσι θεοὺς, καὶ λέγουσι τοὺς παῖδας τοῖς γεγεννη‐ κόσιν ἐπαναστῆναι, καὶ τούτους ἐξελάσαι τῆς βασι‐ | |
82.357(50) | λείας, καὶ αὐτοὺς τὴν δυναστείαν ἁρπάσαι. Ἐπειδὴ τοίνυν μεγάλα εἴρηκε περὶ τοῦ Δεσπότου Χριστοῦ, ὅτι πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καταργήσει καὶ δύναμιν, καὶ αὐτὸν παύσει τὸν θάνατον, καὶ | |
πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας· ἵνα μὴ ἐξ ἐκεί‐ | ||
82.360 | νης τῆς μυθολογίας ὁρμώμενοι, καὶ αὐτὸν ὑποπτεύ‐ σωσι ταυτὰ ποιεῖν τῷ γεγεννηκότι Πατρί, ἅπερ οἱ παρ’ αὐτῶν θρησκευόμενοι δεδράκασι δαίμονες· ἀναγκαίως εἰπὼν ὅτι πάντα ὑποτέτακται, ἐπήγαγε· | |
5 | «Δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα·» καὶ προστέθεικεν, ὅτι «Καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγή‐ σεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Οὐ γὰρ μόνον οὐχ ὑποτάξει ἑαυτῷ τὸν Πατέρα, ἀλλὰ καὶ αὐτὸς τὴν Υἱῷ πρέπουσαν ὑποταγὴν ὑποδέξεται. | |
10 | Ὁ μὲν οὖν θεῖος Ἀπόστολος τὴν ἐκ τῆς Ἑλληνικῆς μυθολογίας φυομένην ὑφορώμενος βλάβην, ταῦτα προστέθεικε, ταπεινοτέροις χρησάμενος λόγοις διὰ τὴν ἐκείνων ὠφέλειαν. Εἰπάτωσαν δὲ οἱ ἀντιλέγον‐ τες τῆς ὑποταγῆς ἐκείνης τὸ εἶδος. Καὶ μὴν, εἰ | |
15 | συνιδεῖν ἐθέλουσι τὸ ἀληθὲς, νῦν ἐπεδείξατο τὴν ὑπακοὴν ἐνανθρωπήσας, καὶ τὴν ἡμετέραν πραγμα‐ τευσάμενος σωτηρίαν. Πῶς οὖν τότε ὑποταγήσεται; πῶς δὲ καὶ τότε παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί; Εὑρεθήσεται γὰρ, οὕτω τούτου νοουμέ‐ | |
20 | νου, οὐκ ἔχων νῦν τὴν βασιλείαν ὁ Θεὸς καὶ Πατήρ. Τοσαύτης ἀτοπίας μεστὰ τὰ ὑπ’ ἐκείνων λεγόμενα. Ἀλλὰ γὰρ καὶ τὰ ἡμέτερα οἰκειοῦται, ἐπειδήπερ αὐτοῦ χρηματίζομεν σῶμα, αὐτὸς δὲ ἡμῶν ὀνομά‐ ζεται κεφαλή. «Οὗτος τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ | |
25 | τὰς νόσους ἐβάστασεν.» Οὕτω καὶ διὰ τοῦ ψαλμοῦ λέγει· «Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με; Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Καίτοι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι | |
30 | αὐτοῦ. Ἀλλὰ στόμα τῆς ἡμετέρας γίνεται φύσεως, ὡς ἀπαρχὴ γεγενημένος τῆς φύσεως. Οὕτω καὶ τὴν νῦν ἡμῶν ἀπείθειαν, καὶ τὴν τότε ὑποταγὴν οἰκειοῦ‐ ται, καὶ ἡμῶν μετὰ τὴν τῆς φθορᾶς ἀπαλλαγὴν ὑποτασσομένων, αὐτὸς λέγεται ὑποτάσσεσθαι. Εἰς | |
35 | γὰρ ταύτην ἡμᾶς τὴν διάνοιαν τὰ ἑξῆς ποδηγεῖ. Εἰρηκὼς γὰρ ὁ θεῖος Ἀπόστολος· «Τότε αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα,» ἐπήγαγεν· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Νῦν μὲν γὰρ πανταχοῦ κατὰ τὴν οὐσίαν | |
40 | ἐστίν· ἀπερίγραπτον γὰρ ἔχει τὴν φύσιν, καὶ «Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν,» κατὰ τὸν θεῖον Ἀπόστολον· κατὰ μέντοι τὴν εὐδοκίαν, οὐκ ἐν ἅπασίν ἐστιν. «Εὐδοκεῖ γὰρ ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.» | |
45 | Καὶ ἐν τούτοις δὲ οὐ πάντα ἐστίν. «Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου·» καὶ, «Οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν·» καὶ, «Ἐὰν ἁμαρτίας παρα‐ τηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Οὐκοῦν εὐδοκεῖ μὲν ἐν οἷς κατορθοῦσιν, οὐκ εὐδοκεῖ δὲ ἐν οἷς | |
82.360(50) | πταίουσιν· ἐν δὲ τῷ μέλλοντι βίῳ, τῆς φθορᾶς παυομένης, καὶ τῆς ἀθανασίας χορηγουμένης, χώραν οὐκ ἔχει τὰ πάθη· τούτων δὲ παντελῶς ἐξεληλαμέ‐ νων, οὐδὲν εἶδος ἁμαρτίας ἐνεργεῖται λοιπόν. Οὕ‐ τως ἔσται λοιπὸν ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, πάντων | |
55 | τοῦ πταίειν ἀπηλλαγμένων, καὶ πρὸς αὐτὸν τε‐ | |
τραμμένων, καὶ τὴν ἐπὶ τὰ χείρω οὐ δεχομένων | ||
82.361 | ῥοπήν. Ὅπερ δὲ ἐνταῦθα ἐπὶ τοῦ Θεοῦ εἴρηκεν ὁ θεῖος Ἀπόστολος, ἀλλαχοῦ ἐπὶ τοῦ Χριστοῦ τέθεικε. Λέγει δὲ οὕτως· «Ὅπου οὐκ ἔνι Ἰουδαῖος καὶ Ἕλλην, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, | |
5 | Σκύθα, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Οὐκ ἂν δὲ τὰ ἁρμόττοντα τῷ Πατρὶ προσήρμοσε τῷ Υἱῷ, εἰ μὴ τὸ ὁμότιμον αὐτῷ παρὰ τῆς θείας χά‐ ριτος ἐδιδάχθη. Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. | |
10 | κθʹ. «Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;» Ὁ βαπτιζόμενος, φησὶ, τῷ Δεσπότῃ συνθάπτεται, ἵνα τοῦ θανάτου κοινωνήσας, καὶ τῆς ἀναστάσεως γένηται κοινωνός. | |
15 | Εἰ δὲ νεκρόν ἐστι τὸ σῶμα, καὶ οὐκ ἀνίσταται, τί δήποτε καὶ βαπτίζεται; λʹ. «Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;» Τοῦτο κατὰ κοινοῦ τεθεικὼς, καθ’ ἑαυτὸν λέγει· λαʹ. «Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ἡμε‐ | |
20 | τέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Καὶ τὴν ὑπερβολὴν τῶν κινδύνων δεδήλωκε, καὶ τὴν οἰκείαν προμήθειαν ἐγύμνωσε. Διηνεκῶς γὰρ, φησὶν, ἐμαυτὸν εἰς προὔπτους θανάτους ἐκδί‐ δωμι. Καύχησιν δὲ αὑτοῦ τὴν πίστιν αὐτῶν ἐκά‐ | |
25 | λεσε, καὶ ταύτῃ προτρέπων εἰς τὸ πιστεῦσαι. λβʹ. «Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται;» Κατὰ ἀνθρώπινον, φησὶ, λογισμὸν θηρίων ἐγενόμην βορά· ἀλλὰ παραδόξως ἐσώθην. Τίνα τοίνυν ἔχω τοῦδε τοῦ | |
30 | κινδύνου καρπὸν, εἰ νεκρῶν οὐκ ἔστιν ἀνάστασις; «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» Προφητικὰ μὲν τὰ ῥήματα, εἰς καιρὸν δὲ αὐτὰ τέ‐ θεικε, μονονουχὶ λέγων· Περιττὴ ἡ νηστεία, περιττὴ ἡ ἐγκράτεια· τῶν κατὰ τὸν παρόντα βίον ἀπολαύσω‐ | |
35 | μεν ἡδονῶν, ἀντιδόσεως οὐδεμιᾶς τοῖς τῆς ἀρετῆς ἐρασταῖς ἀποκειμένης. Εἶτα ἐντρεπτικῶς· λγʹ. «Μὴ πλανᾶσθε. Φθείρουσιν ἤθη χρηστὰ ὁμι‐ λίαι κακαί.» Χρηστὰ ἐνταῦθα τὰ κοῦφα ἐκάλεσε, τὰ ῥᾳδίως ἐξαπατώμενα. | |
40 | λδʹ. «Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω.» Ὡς ἀποβουκοληθεῖσι, καὶ τῇ ἀπιστίᾳ μεθύουσι, τὸ ἐκνήψατε, εἴρηκεν. Ἄγαν δὲ σοφῶς, Θεοῦ ἄγνοιαν τῆς ἀναστάσεως τὴν ἀπιστίαν ἐκά‐ | |
45 | λεσεν. Ὁ γὰρ ὁμολογῶν εἰδέναι Θεὸν, δίκαιον εἶναι τοῦτον πιστεύει· τῷ δικαίῳ ἡ ἀντίδοσις πρέπει· τὴν δὲ δικαίαν ἀντίδοσιν κατὰ τὸν παρόντα βίον οὐ βλέ‐ πομεν. Δεῖ τοίνυν προσμένειν τὴν ἀνάστασιν τὸν τῷ Θεῷ πιστεύειν ὁμολογοῦντα. Εἶτα τίθησιν ἐρώτησιν | |
82.361(50) | ὑπὸ τῶν ἀπίστων προσφερομένην, καί φησιν· | |
λεʹ. «Ἀλλ’ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροὶ, | ||
82.364 | ποίῳ δὲ σώματι ἔρχονται;» Διπλῆ ἡ ἐρώτησις, καὶ περὶ τοῦ τρόπου τῆς ἀναστάσεως, καὶ περὶ τῆς ἐσο‐ μένης τοῦ σώματος ποιότητος. Εἶτα ἀπὸ τῶν ἀν‐ θρωπίνων ἀμφότερα δείκνυσι, καὶ ἄφρονα προσαγο‐ | |
5 | ρεύει τὸν ταῦτα συνιδεῖν οὐ δυνηθέντα. λϛʹ, λζʹ. «Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γε‐ νησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν.» Ἀπόβλεψον εἰς τὰ | |
10 | σπέρματα, καὶ βλέπε τὰς αὔλακας μιμουμένας τοὺς τάφους, καὶ τὰ σπέρματα θαπτόμενα ὡς τὰ σώματα, εἶτα φυόμενα καὶ βλαστάνοντα. Οὐ γὰρ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, τουτέστιν οὐ τὸν ἄσταχυν, ἀλλὰ γυμνὸν τὸν κόκκον, ἢ σίτου, ἤ τινος τῶν λοι‐ | |
15 | πῶν. Σφόδρα δὲ ἁρμοδίως ἐνήλλαξε τὰ ὀνόματα· οὐ γὰρ εἶπεν, Οὐ φύεται ἐὰν μὴ ἀποθάνῃ· τὰ δὲ ἡμέ‐ τερα ὀνόματα τοῖς σπέρμασιν ἐπιτέθεικεν, ἐξ ἐκεί‐ νων δεικνὺς τὴν ἡμετέραν ἀνάστασιν. Οὕτω δὲ καὶ ὁ Κύριος ἔφη· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν | |
20 | εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. «Οὕτω δείξας τὸν τρόπον τῆς ἀναστάσεως, δείκνυσι καὶ τὴν τῶν σωμάτων ποιό‐ τητα. ληʹ. «Ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἤθελε, | |
25 | καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.» Ὥσπερ γὰρ ἀπὸ σίτου σῖτος φύεται, καὶ ἀπὸ φακοῦ φακὸς, καὶ ἐξ ἑκάστου εἴδους τὸ αὐτὸ εἶδος· οὕτω καὶ τὰ ἡμέτερα σώματα αὐτὰ μὲν ἀνίσταται, μετὰ δόξης δὲ πλείονος, καὶ ἀφθαρσίας, καὶ ἀθανασίας. Τοῦτο | |
30 | δὲ καὶ ἐπὶ τῶν σπερμάτων ἔστιν ἰδεῖν γινόμενον. Γυμνὰ γὰρ σπειρόμενα μετὰ λαμπρῶν περιβολαίων βλαστάνει. Ἀμφότερα τοίνυν, καὶ τὸν τρόπον τῆς ἀναστάσεως, καὶ τὴν ποιότητα τῶν σωμάτων, διδά‐ σκει. Εἶτα λέγει καὶ τὴν τῶν ἀνισταμένων διαί‐ | |
35 | ρεσιν. λθʹ. «Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σὰρξ, ἀλλ’ ἄλλη μὲν ἡ τῶν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν.» Μία, φησὶ, τῆς σαρκὸς ἡ φύσις, ἐκ γὰρ τῶν τεσσάρων στοιχείων συνέστηκεν· | |
40 | ἡ δὲ διαφορὰ ἐν τῷ εἴδει. Οὕτω τοίνυν μία μὲν πάν‐ των ἀνάστασις, καὶ ἡ τῶν σωμάτων εἰς ἀφθαρσίαν μεταβολή· ἡ δὲ τῶν τρόπων διαφορὰ καὶ τὴν τῶν ἀντιδόσεων κατασκευάζει διαφοράν. μʹ. «Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπί‐ | |
45 | γεια· ἀλλ’ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.» Οἱ μὲν γὰρ οὐρανῶν ἄξιοι τὴν οὐρανίοις πρέπουσαν περιβαλοῦνται δό‐ ξαν· οἱ δὲ φρόνημα γήϊνον ἐσχηκότες, κατάλλη‐ λον τῇ προαιρέσει τὸ ἔνδυμα λήψονται. Οὕτω ταύ‐ | |
82.364(50) | την τὴν διαίρεσιν ἐργασάμενος, καὶ δείξας τοὺς γηΐνους κεχωρισμένους, δείκνυσι καὶ τὴν τῶν οὐ‐ ρανίων διαφοράν. Οὐδὲ γὰρ ἅπαντες οἱ δίκαιοι τῶν αὐτῶν μεθέξουσιν, ἀλλὰ σύμμετρον τοῖς κατορθώ‐ | |
μασι τὴν ἀντίδοσιν λήψονται. Τοῦτο καὶ ὁ Κύριος ἐν | ||
82.365 | τοῖς ἱεροῖς Εὐαγγελίοις προείρηκε· «Πολλαὶ γὰρ, ἔφη, μοναὶ παρὰ τῷ Πατρί μου.» Οὕτω καὶ ἐν‐ ταῦθα· μαʹ. «Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, | |
5 | καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Οὕτω καὶ τῶν δικαίων οἱ μὲν ἡλίῳ παρα‐ πλησίως ἐκλάμψουσιν, οἱ δὲ σελήνῃ, οἱ δὲ φανω‐ τάτων ἀστέρων μιμήσονται τὴν λαμπρότητα, οἱ δὲ τοῖς ἀμυδροτέροις ἀπεικασθήσονται. Οὕτω καὶ ταύ‐ | |
10 | την δείξας τὴν διαφορὰν, εἰς τὸν τῆς κοινῆς ἀναστά‐ σεως μεταβαίνει λόγον. μβʹ. «Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.» Ἀντὶ τοῦ, ὡς ἡ παραβολὴ τῶν σπερμάτων.» Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ.» Ἐν δύο γὰρ ἢ τρι‐ | |
15 | σὶν ἡμέραις τὴν δυσώδη φθορὰν ὑπομένει, ἀλλὰ τῆς φθορᾶς ἐλευθεροῦται, καὶ ἀνίσταται ἄφθαρ‐ τον. μγʹ. «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ.» Τί γὰρ οὕτως ἄτιμον ὡς σῶμα νεκρόν; «Σπείρεται | |
20 | ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει.» Τί γὰρ τοῦ ἰχῶ‐ ρος ἐκείνου ἢ τῆς κόνεως ἀσθενέστερον; Ἀλλ’ ὅμως δύναμιν ἀνώλεθρον δέξεται. μδʹ. «Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα | |
25 | πνευματικόν.» Πανταχοῦ τὸ σπείρεται τέθεικε, θαῤῥεῖν παρεγγυῶν ὡς φυομένου τοῦ σπειρομένου. Ψυχικὸν δὲ καλεῖ, τὸ ὑπὸ τῆς ψυχῆς κυβερνώμενον· πνευματικὸν δὲ, ὑπὸ τοῦ Πνεύματος οἰκονομούμε‐ νον. Ταύτην δὲ τὴν χάριν πολλαπλασίαν οἱ ἄξιοι λή‐ | |
30 | ψονται. Διὰ τοῦτο γὰρ καὶ ἀῤῥαβὼν τὸ νῦν δοθὲν ὀνομάζεται, ὡς πολλαπλασίας ἐκεῖ δοθησομένης τῆς χάριτος. «Οὕτω καὶ γέγραπται (μεʹ)· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ | |
35 | εἰς πνεῦμα ζωοποιοῦν.» Τὸ πρότερον ἐν τοῖς γράμ‐ μασιν ἀνέγνωμεν, τὸ δὲ δεύτερον ἐν τοῖς πράγμασιν ἔγνωμεν. Οὐκ ἐκάλεσε δὲ τὸν δεύτερον Ἀδὰμ πνεῦμα ζῶν, ἀλλὰ ζωοποιοῦν. Πᾶσι γὰρ χορηγεῖ τὴν ζωὴν τὴν αἰώνιον. | |
40 | μϛʹ. «Ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν· ἔπειτα τὸ πνευματικόν.» Διὰ γὰρ τὴν ἀσθένειαν τοῦ ψυχικοῦ, τὸ πνευματικὸν κατεσκευά‐ σθη φάρμακον· μζʹ. «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός· ὁ | |
45 | δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ.» Τὴν δευτέραν αὐτοῦ δεδήλωκεν ἐπιφάνειαν· ἐκεῖθεν γὰρ ἡμῖν ἐπιφανήσεται. μηʹ, μθʹ. «Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ | |
82.365(50) | καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Ὥσπερ τῆς τοῦ χοϊ‐ κοῦ προπάτορος ἀρᾶς μετεσχήκαμεν, καὶ τοῦ θανά‐ | |
του κεκοινωνήκαμεν, οὕτω τῆς τοῦ ἐπουρανίου Δε‐ | ||
82.368 | σπότου μεθέξομεν δόξης. Τὸ γὰρ φορέσομεν προῤ‐ ῥητικῶς, οὐ παραινετικῶς εἴρηκε νʹ. «Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται.» Σάρκα | |
5 | καὶ αἷμα τὴν θνητὴν φύσιν καλεῖ· ἀδύνατον δὲ ταύ‐ την ἔτι θνητὴν οὖσαν τῆς ἐπουρανίου βασιλείας τυ‐ χεῖν. Τοῦτο γὰρ ἐπήγαγεν· «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρ‐ σίαν κληρονομεῖ.» Ἀλλὰ δῆλον ὅτι ἄφθαρτος γενο‐ μένη, τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσει. | |
10 | ναʹ. «Ἰδοὺ μυστήριον ὑμῖν λέγω.» Μυστήριον λέγεται, τὸ μὴ πᾶσι δηλούμενον, ἀλλὰ μόνοις τοῖς φίλοις θαῤῥούμενον. Ψυχαγωγεῖ τοίνυν αὐτοὺς τὰ κεκρυμμένα δηλῶν. «Πάντες μὲν οὐ κοιμηθησό‐ μεθα, πάντες δὲ ἀλλαγησόμεθα.» Οὐ γὰρ μόνον οἱ | |
15 | τετελευτηκότες ἀναστήσονται ἄφθαρτοι, ἀλλὰ καὶ οἱ ἔτι περιόντες, τὴν ἀφθαρσίαν ἐνδύσονται. νβʹ. «Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ.» Τὸ σύν‐ τομον τῆς ἀναστάσεως ἔδειξεν. Ἄτομον δὲ καλεῖ τὸ λεπτότατον σῶμα τὸ ἐν τῷ ἡλίῳ φαινόμενον, ὃ τομὴν | |
20 | οὐ δέχεται διὰ τὴν ἄγαν σμικρότητα· ῥιπὴν δὲ ὀφθαλμοῦ κέκληκε τῆς κόρης τὴν κίνησιν. Διὰ τού‐ των δὲ τὴν τοῦ Θεοῦ δύναμιν ἔδειξεν. Οὐδὲ γὰρ τὸ ἀκαριαῖον ἀναλίσκεται μεταξὺ τῆς τοῦ Θεοῦ κελεύ‐ σεως, καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως. «Ἐν τῇ | |
25 | ἐσχάτῃ σάλπιγγι.» Ἔσται δὲ τοῦτο, φησὶν, ὅταν ἡ τελευταία σάλπιγξ ἠχήσει. «Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησό‐ μεθα.» Ἡμεῖς οὐ περὶ ἑαυτοῦ εἴρηκεν, ἀλλὰ περὶ τῶν κατ’ ἐκεῖνον τὸν καιρὸν ἔτι περιόντων ἀνθρώ‐ | |
30 | πων. νγʹ. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρ‐ σίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» Σαφῶς ἐδίδαξεν ὡς οὐχ ἕτερον ἀνίσταται, ἀλλ’ αὐτὸ τὸ φθειρόμενον. Οἷον γάρ τινι δακτύλῳ τῷ λόγῳ | |
35 | τούτῳ αὐτὸ ὑπέδειξε, λέγων τὸ φθαρτὸν τοῦτο, καὶ τὸ θνητὸν τοῦτο. νδʹ, νεʹ. «Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανα‐ σίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατ‐ | |
40 | επόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέν‐ τρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» Ὥσπερ αὐτὰ θεω‐ ρῶν τὰ πράγματα ὁ θεῖος Ἀπόστολος, καὶ τοῦ Δεσπότου τὴν νίκην ὁρῶν, καὶ τῶν νεκρῶν τὴν ἀνά‐ στασιν, οἱονεὶ παιανίζων κατὰ τῶν πολεμίων τὴν | |
45 | προφητικὴν εἶπεν ᾠδήν. νϛʹ. «Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.» Αὕτη γὰρ τῷ θανάτῳ τὴν φύσιν παραδέδωκεν. «Ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.» Ἁμαρτία γὰρ οὐκ ἐλλόγηται μὴ ὄντος νόμου. | |
82.368(50) | νζʹ. «Τῷ δὲ Θεῷ χάριν, τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀναγ‐ καίως εἰς ὕμνον τὸν περὶ τῆς ἀναστάσεως συνεπέ‐ | |
ρανε λόγον. | ||
82.369 | νηʹ. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γί‐ νεσθε, ἀμετακίνητοι.» Ὡς σαλευομένοις ταῦτα παρ‐ εγγυᾷ. «Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε.» Φιλοπόνως τὸν πλοῦτον εὐσεβείας συλλέ‐ | |
5 | γετε. «Εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.» Δίκαιος γὰρ ὁ κριτὴς καὶ τοὺς στεφάνους ὑφαίνει τοῖς ἀθληταῖς, καὶ τοῖς ἐργάταις τὸν μισθὸν ἀποδώσει. Οὕτω ταῦτα παραινέσας, τῆς θεραπείας τῶν ἁγίων φροντίσαι παρακαλεῖ. | |
10 | ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ. αʹ. «Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.» Λογίαν τὴν συλλογὴν τῶν χρημάτων καλεῖ· οὐχ ἁπλῶς δὲ τῶν Γαλατῶν ἐμνη‐ | |
15 | μόνευσεν, ἀλλὰ σημαίνων ὡς καὶ ἐκείνοις τοῦτο ποιῆσαι παρεκαλέσατο. βʹ. «Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅτι ἂν εὐοδῶται.» Τῇ γνώμῃ τὸ ποσὸν ἐπιτρέπει, διδάσκων ὡς ταῖς τὰ | |
20 | βέλτιστα προαιρουμέναις ψυχαῖς συνεργεῖ ὁ Θεός. Τοῦτο γὰρ εἶπεν, ὅτι ἂν εὐοδῶται. Κατάλληλος δὲ τῷ ἔργῳ καὶ ἡ Δεσποτικὴ ἡμέρα τῇ ἀναστάσει τετι‐ μημένη. «Ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται. (γʹ, δʹ.) | |
25 | Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι’ ἐπι‐ στολῶν, πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.» Οὐ γὰρ πρέπον ἐμοῦ παρόν‐ τος τὴν τῶν χρημάτων γίνεσθαι συλλογήν· ἐμὲ γὰρ | |
30 | προσήκει ταῦτα πέμψαι τοῖς ἁγίοις δι’ ὧν ἂν ὑμεῖς δοκιμάσητε. Εἰ δὲ φιλότιμον ἴδοιμι τὴν χορηγίαν γεγενημένην, καὶ αὐτὸς κοινωνήσω τῆς ὑπουργίας. Οὐ γὰρ εἶπεν ὅτι Ταῦτα κομιῶ, ἀλλὰ, σὺν ἐμοὶ πορεύσονται. Ὃ γὰρ τοῖς ἄλλοις παραινεῖ πρῶτος | |
35 | ποιεῖ, καὶ ἀπρόσκοπος γίνεται καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Σημαίνει δὲ αὐτοῖς καὶ τὸν τῆς παρουσίας καιρόν. εʹ. «Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω.» Καὶ ἵνα μὴ ἀσχάλωσιν ὡς Μακεδόνων προ‐ | |
40 | τιμωμένων, ἐπήγαγε· «Μακεδονίαν γὰρ διέρχομαι. (ϛʹ, ζʹ.) Πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν. Ἐλπίζω δὲ χρόνον τινὰ | |
45 | ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ.» Οὐδὲν γὰρ ποιεῖν δίχα τοῦ θείου νεύματος βούλεται, ἀλλ’ ὑπ’ ἐκείνης θέλει τῆς δεξιᾶς κυβερνᾶσθαι. Ἱκανῶς μέντοι αὐτοὺς διὰ τῶν εἰρημένων ἐψυχ‐ αγώγησε, χρόνον τινὰ συνδιατρίψειν αὐτοῖς ὑποσχό‐ | |
82.369(50) | μενος· διδάσκει δὲ καὶ τίνος ἕνεκεν οὐκ εὐθὺς παραγίνεται. ηʹ, θʹ. «Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντη‐ κοστῆς. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί.» Πολλοὶ γὰρ οἱ τῷ κη‐ | |
55 | ρύγματι προσιόντες, πολλοὶ δὲ καὶ οἱ ἀντιτείνοντες, | |
82.372 | καὶ ἐμποδῶν γίνεσθαι τῇ τούτων σωτηρίᾳ πειρώ‐ μενοι. ιʹ. «Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.» Ἀντὶ τοῦ, Δέξασθε, θεραπεύ‐ | |
5 | σατε, μηδενὸς λυπηροῦ πειρασθήτω. «Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ.» Ἀρκοῦσα ἡ μαρ‐ τυρία καὶ τὸν ῥᾴθυμον εἰς θεραπείαν διεγεῖραι τοῦ μαθητοῦ. ιαʹ. «Μή τις οὖν αὐτὸν ἐξουδενήσῃ.» Μὴ εἰς τὸ | |
10 | νέον τῆς ἡλικίας ἀπίδητε, ἀλλὰ τοὺς ἀποστολικοὺς ἐν αὐτῷ θεωρήσατε πόνους. «Προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.» Καὶ πάλιν ταῦτα προστέθεικεν, εἰς τὴν τοῦ μαθητοῦ θεραπείαν αὐτοὺς διεγείρων· | |
15 | ἀντὶ τοῦ· Πρὸς ἐμὲ ἥξει, καὶ μηνύσει μοι τὰ ὑμέ‐ τερα πάντα. ιβʹ. «Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρ‐ εκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελ‐ φῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ.» | |
20 | Καὶ ἐλλόγιμος ἦν ὁ Ἀπολλὼ, καὶ συνήθης αὐτοῖς· θεραπεύει τοίνυν αὐτοὺς, διδάσκων ὡς προέτρεψεν αὐτὸν παραγενέσθαι. Οὐ προστέθεικε δὲ ὅτι αὐτὸς παρῃτήσατο, ἀλλὰ τῇ τοῦ Θεοῦ προνοίᾳ τὸ πᾶν ἀν‐ έθηκεν. «Ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.» Παρεμυ‐ | |
25 | θήσατο τῇ ἐλπίδι. ιγʹ, ιδʹ. «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀν‐ δρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.» Τὸ, γρηγορεῖτε, διὰ τοὺς ἀπατεῶνας τέθεικε· τὸ δὲ, στήκετε καὶ ἀνδρίζεσθε καὶ κρα‐ | |
30 | ταιοῦσθε, διὰ τοὺς προφανεῖς πολεμίους· ἐδιώκοντο γὰρ παρὰ τῶν δυσσεβούντων οἱ εὐσεβεῖς. Τὸ δὲ, πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, πρὸς τοὺς διελόν‐ τας τῆς Ἐκκλησίας τὸ σῶμα, καὶ τῆς φιλαρχίας δεξαμένους τὸ πάθος, καὶ τοὺς τῶν εἰδωλοθύτων | |
35 | μεταλαγχάνοντας, καὶ τῶν σκανδαλιζομένων κατα‐ φρονοῦντας. ιεʹ, ιϛʹ. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ καὶ Φουρτουνάτου, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστὸν, καὶ εἰς διακονίαν | |
40 | τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσ‐ σησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι, καὶ κοπιῶντι.» Δύο τέθεικεν ἐπαίνους, καὶ ὅτι πρῶτοι τὸ σωτήριον ἐδέξαντο κήρυγμα, καὶ ὅτι τὴν οἰκίαν τοῖς ἁγίοις ἀναπετάσαντες, πᾶσαν αὐτοῖς θεραπείαν | |
45 | προσφέρουσιν· οὗ δὴ χάριν καὶ τούτους, καὶ τοὺς τὰ ὅμοια προαιρουμένους, πάσης τιμῆς ἀπολαύειν παρακελεύεται. ιζʹ, ιηʹ. «Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέ‐ | |
82.372(50) | ρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιού‐ τους.» Διὰ τούτων ἔγραψαν οἱ Κορίνθιοι, καὶ τὸν Ἀπόστολον ἐπηρώτησαν περὶ τῶν γεγαμηκότων. Διὰ τούτων καὶ αὐτὸς ἀπέστειλε τὴν ἐπιστολήν. Οὐ | |
55 | γὰρ, ὥς τινες ὑπέλαβον, ὁ μακάριος Τιμόθεος τοῖς | |
γράμμασι διηκόνησεν· ἀλλ’ ἀπεστάλη μὲν πρὸς | ||
82.373 | αὐτοὺς, εἰκὸς δὲ ὅτι χρείαν ἑτέραν ἐν ἄλλῃ πόλει πληρώσας, οὕτω πρὸς αὐτοὺς παρεγένετο· τοῦτο γὰρ αἰνίττεται τὰ περὶ αὐτοῦ γεγραμμένα· Ἐὰν γὰρ ἔλθῃ, φησὶ, Τιμόθεος, βλέπετε ἵνα ἀφόβως | |
5 | γένηται πρὸς ὑμᾶς. Σπουδαιότερον δὲ τούτους συν‐ έστησεν, ἵνα μὴ τοπάσαντες αὐτοὺς αὐτῶν γεγενῆ‐ σθαι κατηγόρους λύπης πειραθῶσιν. ιθʹ. «Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι τῆς Ἀσίας.» Καὶ τοῦτο εἰς ὠφέλειαν προστέθεικε, δεικνὺς τὸν | |
10 | τοῦ κηρύγματος δρόμον. «Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.» Τούτοις συνῴκησεν ὁ θεῖος Ἀπόστολος· ἦσαν γὰρ καὶ αὐτοὶ σκηνοποιοὶ τὴν τέχνην. Καὶ οὗτοι διὰ πολλὴν ἀρετὴν καὶ τὴν οἰκίαν | |
15 | ἐκκλησίαν ἀπέφηναν, μόνα τὰ τῇ ἐκκλησίᾳ πρέποντα ποιεῖν προελόμενοι. κʹ. «Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπά‐ σασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.» Ἐξήλασε τὴν διάστασιν, καὶ διὰ τοῦ ἁγίου φιλήματος ἀλλήλους | |
20 | συνέδησεν. καʹ. «Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.» Ἐγὼ, φησὶ, ὑπηγόρευσα τὴν ἐπιστολὴν, τὸν δὲ ἀσπασμὸν προστέθεικα τῇ χειρὶ, διὰ τούτων δηλῶν τῶν γραμ‐ μάτων, ὡς ἐμὰ πάντα τὰ γεγραμμένα. «Εἴ τις οὐ | |
25 | φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα.» Ἀλλό‐ τριος ἔστω τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας ὁ μὴ θερμὸν ἔχων τὸ φίλτρον περὶ τὸν Δεσπότην Χριστόν. Καὶ διὰ τούτου δὲ τοῖς ἤδη κατηγορηθεῖσι δέος ἐν‐ έθηκε. Καὶ οἱ μὲν σωμάτων ἐρῶντες οὐδένα τοῦ | |
30 | ἔρωτος κοινωνὸν ἔχειν ἐθέλουσιν· ὁ δὲ θεῖος Ἀπό‐ στολος πάντας ἀνθρώπους συνεραστὰς ἔχειν ποθεῖ, καὶ τοὺς οὐ τοιούτους τῆς Ἐκκλησίας ἐκτέμνει. «Μαραναθά.» Τοῦτο οὐ τῆς ἑβραίας, ὥς τινες ὑπέλαβον, ἀλλὰ τῆς Σύρων ἐστὶ φωνῆς· ἑρμηνεύεται | |
35 | δὲ, ὁ Κύριος ἦλθε. Τέθεικε δὲ αὐτὸ, τῶν εὐγλωτ‐ τίᾳ λαμπρυνομένων Κορινθίων τὴν ὀφρὺν κατα‐ στέλλων, καὶ διδάσκων ὡς οὐ παιδεύσεως, ἀλλὰ πίστεως, χρεία. κβʹ, κγʹ. «Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μεθ’ ὑμῶν. | |
40 | Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰη‐ σοῦ, Ἀμήν.» Τοῦ μὲν Κυρίου Ἰησοῦ τὴν χάριν αὐτοῖς συνήθως ἐπηύξατο· τὴν δὲ ἑαυτοῦ ἀγάπην οὐχ ἁπλῶς προστέθεικεν, ἀλλὰ διδάσκων ὡς, ὑπὸ τῆς περὶ αὐτοὺς ἀγάπης κινούμενος, αὐστηροτέροις | |
45 | ἐχρήσατο λόγοις, πατρὸς φιλοστοργίαν μιμούμενος, καὶ τῆς αὐτῶν ἐφιέμενος σωτηρίας. Ἡμεῖς δὲ τὴν ἐντεῦθεν ὠφέλειαν δρεψώμεθα, καὶ τὸν ἀγαπήσαντα Δεσπότην φιλήσωμεν, ἵνα μὴ τῆς ἀποστολικῆς ἀρᾶς μεταλάχωμεν, ἀλλὰ τῶν ἀποστολικῶν ἀξιωθῶμεν | |
82.373(50) | σκηνῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ | |
οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι, τιμὴ καὶ | ||
82.376 | μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Κορινθίους πρώτη ἐπιστολὴ ἐγράφη ἀπὸ Φιλίππων διὰ Στεφανᾶ καὶ Φουρτουνάτου | |
5 | καὶ Ἀχαϊκοῦ. | |
6t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
7t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
8t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ. | |
9 | ΥΠΟΘΕΣΙΣ. | |
10 | Πολλὴν μὲν ἐκ τῆς προτέρας Ἐπιστολῆς οἱ Κο‐ ρίνθιοι ὄνησιν ἐκαρπώσαντο· ηὔξησαν δὲ αὐτῶν τὴν ὠφέλειαν καὶ οἱ πάντα ἄριστοι καὶ ἀξιάγαστοι, πρῶτος μὲν Τιμόθεος, μετὰ δὲ τοῦτον ὁ Τίτος. Ἀμ‐ φότεροι γὰρ πρὸς αὐτοὺς ἀπεστάλησαν. Ἀλλὰ πάλιν | |
15 | τινὲς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τὴν νομικὴν ἀσπαζόμενοι πολιτείαν, πάντοσε περινοστοῦντες, τὴν ἀποστολικὴν διδασκαλίαν διέβαλλον, ἀποστάτην καὶ παράνομον τὸν θεσπέσιον Παῦλον ἀποκαλοῦντες, καὶ φυλάττειν ἅπασι τὸν νόμον παρεγγυῶντες· ταὐτὸ | |
20 | δὲ τοῦτο καὶ ἐν Κορίνθῳ δεδράκασι. Γράφει τοίνυν ὁ θεῖος Ἀπόστολος, ἤδη τὴν Μακεδονίαν κατειληφὼς κατὰ τὴν ὑπόσχεσιν, καὶ πρῶτον μὲν ἀπολογίαν ὑφαίνει ὡς μηδέπω παραγενόμενος, οὐκ ἐπειδὴ τὴν ὑπόσχεσιν οὐκ ἐπέρανεν· ὑπέσχετο γὰρ πρῶτον μὲν | |
25 | Μακεδόνας ὁρᾷν, μετὰ δὲ ταῦτα πρὸς αὐτοὺς παρα‐ γίνεσθαι· ἔφη δὲ οὕτως ἐν τῇ προτέρᾳ· «Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν | |
30 | πορεύσωμαι.» Οὐ τοίνυν παρὰ τὰς ὑποσχέσεις τι δέδρακεν. Ἀλλ’ ἐν Ἐφέσῳ μελλήσας, τῆς βραδύτητος τὰς αἰτίας διδάσκει. Ἀξιοῖ δὲ φειδοῦς καὶ τὸν τὴν παρανομίαν ἐκείνην τολμήσαντα. Εἶτα συγκρίνει τὴν Παλαιὰν τῇ Καινῇ, οὐκ ἐκείνην ἀτιμάζων, ἀλλὰ ταύ‐ | |
35 | την δεικνὺς ὑπερέχουσαν. Μετὰ ταῦτα τοὺς οἰκείους πόνους ἀναριθμεῖται οὐ φιλοτιμίας πάθει δουλεύων, ἀλλὰ τῶν ἐξαπατώντων διελέγχων τὸ ψεῦδος. Προ‐ τρέπει δὲ καὶ τῆς τῶν ἁγίων θεραπείας φροντίσαι, τῇ Μακεδόνων μνήμῃ παραθήγων εἰς φιλότιμον | |
40 | χορηγίαν. Τίθησι δὲ καὶ τὸν τῶν οἰκείων παθημάτων | |
82.377 | κατάλογον, τοῦτον εἶναι χαρακτῆρα διδάσκων τῶν κηρύκων τῆς ἀληθείας. Αὕτη μὲν οὖν τῆς Ἐπιστο‐ λῆς ἡ ὑπόθεσις· τὸν δὲ νοῦν τῶν γεγραμμένων ἀκρι‐ βέστερον ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. | |
5 | ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ, βʹ. «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκ‐ κλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ. Χάρις ὑμῖν καὶ | |
10 | εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἀμφότεροι μὲν πρὸς αὐτοὺς ἀπεστάλη‐ σαν, καὶ ὁ Τιμόθεος, καὶ ὁ Τίτος· ἀλλὰ τὸν μακάριον Τίτον οὐ συνέταξεν ἐν τοῖσδε τοῖς γράμμασιν, ἐπει‐ δήπερ αὐτὸν ὥρισε τούτων γενέσθαι διάκονον· δι’ | |
15 | αὐτοῦ γὰρ τήνδε πέπομφε τὴν Ἐπιστολήν. Ἐκκλη‐ σίαν δὲ αὐτοὺς ὀνομάζει Θεοῦ, εἰς ὁμόνοιαν πάλιν συνάπτων, καὶ τὸν Δεσπότην καὶ εὐεργέτην δεικνύς. Συνέταξε δὲ αὐτοῖς καὶ ἅπαντας τοὺς ἐν τῷ ἔθνει πεπιστευκότας, ἓν σῶμα πάντας ἀποφαίνων τοὺς τῆς | |
20 | σωτηρίας ἠξιωμένους. γʹ. «Εὐλογητὸς ὁ Θεός.» Ἐνταῦθα στικτέον, «Καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ. Ταύτην τὴν διαίρεσιν καὶ ὁ Δεσπό‐ | |
25 | της ἡμᾶς ἐδίδαξεν, καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐ‐ ρανοῦ καὶ τῆς γῆς·» σαφῶς διδάσκων ὡς αὐτοῦ μὲν ἔστι Πατὴρ, τῆς δὲ κτίσεως ποιητὴς καὶ Δεσπό‐ της. «Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης | |
30 | παρακλήσεως.» Ἀντὶ τοῦ, ὁ τοὺς οἰκτιρμοὺς πη‐ γάζων, καὶ τὸν ἔλεον ἀναβλύζων, καὶ πατρικοῖς οἰκτιρμοῖς περὶ ἡμᾶς κεχρημένος. δʹ. «Ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ | |
35 | θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.» Τοὺς συμβεβηκότας αὐτῷ διηγούμενος πειρασμοὺς, τὰ τῶν πειρασμῶν ἀλεξι‐ φάρμακα πρότερα τέθεικε καὶ δείκνυσι τὸν τῶν ὅλων Θεὸν ἰσομέτρους τοῖς πειρασμοῖς τὰς παραμυ‐ | |
40 | θίας προσφέροντα. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.» Συνήθως δὲ τῷ μετρίῳ κεχρημένος φρονήματι, οὐ δι’ ἑαυτὸν, ἀλλὰ διὰ τοὺς λαοὺς ἔφη τῆς ψυχα‐ | |
45 | γωγίας τυγχάνειν. εʹ. «Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» Καὶ ἐπὶ τῶν παθημάτων, καὶ ἐπὶ τῆς παρακλήσεως τὸ, περισσεύει, τέθεικε, | |
82.377(50) | δεικνὺς κἀκείνων καὶ ταύτης τὸ μέγεθος. ϛʹ, ζʹ. «Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρα‐ | |
κλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπο‐ | ||
82.380 | μονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρα‐ καλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτη‐ ρίας· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν πα‐ | |
5 | θημάτων, οὕτω καὶ τῆς παρακλήσεως.» Ὑμῶν ἕνεκα τοῖς παντοδαποῖς περιπίπτομεν πειρασμοῖς· εἰ γὰρ προσφέρειν ὑμῖν τὸ σωτήριον οὐ μὴ βουλόμεθα κήρυγμα, οὐδεὶς ἂν ἡμῖν ἐπήνεγκε τὰ παθήματα. Ἐπειδὴ δὲ τῆς ὑμετέρας προμηθούμεθα σωτηρίας, | |
10 | παρὰ μὲν τῶν ἐναντίων τὴν τῶν σκυθρωπῶν δεχό‐ μεθα προσβολὴν, παρὰ δὲ τοῦ Δεσπότου Θεοῦ τὴν ψυχαγωγίαν καρπούμεθα. Ὥστε καὶ τούτων κἀ‐ κείνων δι’ ὑμᾶς ἀπολαύομεν. Κοινωνεῖτε δὲ ἡμῖν ἀμφοτέρων, ἅτε δὴ τὰ καθ’ ἡμᾶς οἰκειούμενοι. | |
15 | ηʹ. «Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν.» Διὰ πολλῶν ἐνέφηνε τοῦ κινδύνου τὸ μέγεθος. Καὶ γὰρ τὸ ἐβαρή‐ | |
20 | θημεν, καὶ τὸ ὑπὲρ δύναμιν, καὶ τὸ καθ’ ὑπερβολὴν, τοῦτο σημαίνει, καὶ πρὸς τούτοις, καὶ τὸ ἐξαπορη‐ θῆναι καὶ τοῦ ζῇν. Λέγει δὲ τοῦτο, ὅτι τοσοῦτος ἦν ὁ κίνδυνος, ὥστε ἀπορήσαντας ἡμᾶς ἀπαγορεῦσαι καὶ τὸ ζῇν. Οἶμαι δὲ αὐτὸν τὴν κατὰ Δημήτριον τὸν | |
25 | ἀργυροκόπον στάσιν δηλοῦν. θʹ. «Ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείραντι τοὺς νεκρούς.» Ἀλλὰ τὴν τῆς ἀπογνώσεως ψῆφον οὐκ εἴασε πεῖραν | |
30 | λαβεῖν ὁ Δεσπότης· ἀλλὰ μέχρι τῆς ἡμετέρας ἔστη‐ σεν ὑπονοίας τοῦ θανάτου τὴν ἀπειλὴν, ἵνα μὴ ἡμῖν αὐτοῖς θαῤῥῶμεν, ἀλλὰ τὴν αὐτοῦ συμμαχίαν ἐπι‐ ζητῶμεν. Ἀπόκριμα δὲ θανάτου, τὴν τοῦ θανάτου ψῆφον ἐκάλεσε. Σφόδρα δὲ ἁρμοδίως τῆς τῶν νεκρῶν | |
35 | ἀναστάσεως ἐμνημόνευσε, διδάσκων ὡς ἴσον ἦν τῷ τοὺς νεκροὺς ἐγεῖραι, τὸ τῶν μεγίστων ἐκείνων ἀπαλλάξαι κινδύνων. ιʹ. «Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται.» Εἶτα ὡς ἔχων ἐχέγγυα τῶν ἐσομένων | |
40 | τὰ γεγενημένα, ἐπήγαγεν· «Εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται.» Καὶ συνήθως μετριάζειν διδάσκων ἐπιφέρει· ιαʹ. «Συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει· ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χά‐ | |
45 | ρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.» Τούτου γὰρ γιγνομένου, πολλοὶ τὸν Θεὸν ὑμνήσουσιν ἐφ’ ἡμῖν, ὁρῶντες ἡμᾶς διὰ κινδύνων ὁδεύοντας, καὶ τούτους διὰ τῆς θείας ῥοπῆς διαφεύγοντας. ιβʹ. «Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρ‐ | |
82.380(50) | τύριον τῆς συνειδήσεως ἡμῶν.» Ἡμῖν δὲ τὴν παῤ‐ ῥησίαν ἡ τοῦ συνειδότος παρέχει μαρτυρία. Τί δὲ σαυτῷ σύνοιδας; «Ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν χάριτι Θεοῦ ἀνεστρά‐ φημεν ἐν τῷ κόσμῳ· περισσοτέρως δὲ πρὸς ὑμᾶς. | |
55 | Ἂ παρὰ τῆς θείας, φησὶν, ἐδιδάχθημεν χάριτος | |
82.381 | ταῦτα γυμνὰ πᾶσι προσφέρομεν, οὐδὲν οἰκεῖον τού‐ τοις ἀναμιγνύντες. Σοφίαν δὲ σαρκικὴν, οὐ τὴν εὐγλωττίαν ἐνταῦθα λέγει, ἀλλὰ τὴν πανουργίαν. Αἰνίττεται δὲ τοὺς ἀπατεῶνας ἐκείνους, ὡς τὸ κή‐ | |
5 | ρυγμα διαφθείραντας, καὶ τὰ αὐτοῖς δοκοῦντα κη‐ ρύττοντας. ιγʹ, ιδʹ. «Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ’ ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε, καθὼς καὶ ἐπέγνωτε | |
10 | ἡμᾶς ἀπὸ μέρους.» Οὐ γὰρ, ὥς τινες ἡμᾶς διαβάλ‐ λειν ἐπιχειροῦσιν, ἕτερα μὲν φρονοῦμεν, ἕτερα δὲ κηρύττομεν. Καὶ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα. Ἃ γὰρ παρὼν ὑμᾶς ἐδίδαξα, ταῦτα καὶ ἀπὼν ἐπι‐ στέλλω, ταῦτα καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον κη‐ | |
15 | ρύξειν ἐλπίζω. Τὸ δὲ, ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, οὐχ ἁπλῶς προστέθεικεν, ἀλλὰ νύττων αὐτοὺς, ὡς μὴ παντελῶς ἀπωσαμένους τὰς κατ’ αὐτοῦ γεγενη‐ μένας διαβολάς. «Ὅτι καύχημα ὑμῶν ἐσμεν κα‐ θάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου | |
20 | ἡμῶν Ἰησοῦ.» Πανταχοῦ τὸν τοῦ οἰκείου φρονήμα‐ τος κανόνα διατηρεῖ. Καὶ ἐνταῦθα δὲ ἐν ἴσῃ τέθεικε τάξει ἑαυτὸν καὶ τοὺς μαθητάς. Ὁμοίως γὰρ ἔφη σεμνύνεσθαι καὶ αὐτοὺς ἐπ’ αὐτῷ, καὶ αὐτὸν ἐπ’ αὐτοῖς, ἐν τῇ τῆς Δεσποτικῆς ἐπιφανείας ἡμέρᾳ. | |
25 | ιεʹ, ιϛʹ. «Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς πρότερον, ἵνα δευτέραν χαρὰν σχῆτε. Καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.» Τινὲς | |
30 | ᾠήθησαν ἐναντία ἑαυτῷ τὸν Ἀπόστολον εἰρηκέναι, ἐπειδήπερ τῇ προτέρᾳ ὑπέσχετο πρώτους Μακεδόνας ὁρᾷν, εἶτα πρὸς αὐτοὺς παραγενέσθαι οὐ προσεσχη‐ κότες ὡς ἐκεῖνα μὲν ὑπέσχετο, ἐνταῦθα δὲ τὴν οἰ‐ κείαν ἀπεκάλυψε γνώμην. Ἔφη γὰρ ὅτι, Ἐβουλό‐ | |
35 | μην ἐλθεῖν πρὸς ὑμᾶς πρότερον, εἶτα δι’ ὑμῶν εἰς Μακεδονίαν διελθεῖν, καὶ πάλιν ἐκεῖθεν ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα δευτέραν χαρὰν σχῆτε, τουτέστι, διπλῆν εὐφροσύνην, ὥστε δὶς ὑμᾶς δέξασθαί με. Ἀλλὰ τοῦτο μὲν ἐβουλόμην, αἰτίαι δέ τινες διεκώλυ‐ | |
40 | σαν· ταύτας δὲ μετὰ βραχέα διδάσκει, διὰ πλειόνων τὴν ἀπολογίαν ποιούμενος. ιζʹ. «Τοῦτο οὖν βουλευόμενος, μήτι ἄρα ἐλαφρίᾳ ἐχρησάμην, ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύο‐ μαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ;» | |
45 | Δύο τέθεικεν ἐναντία, ὧν τὸ μὲν πρότερόν ἐστι τοῦτο οὔτε κοῦφός εἰμι, οὔτε ὀξυῤῥόπους ἔχω τὰς τῆς γνώμης μεταβολὰς, ὥστε νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρεῖσθαι. Τὸ δὲ δεύτερον τοῦτο· Οὔτε μὴν πάθει δουλεύω, ἵνα ἐκ παντὸς τρόπου τὴν ἐπιθυμίαν πλη‐ | |
82.381(50) | ρώσω. Τοῦτο γὰρ λέγει, ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ; Ὁ γὰρ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἑπόμενος, ὑπὸ τῶν οἰκείων σύρεται λογισμῶν, κἂν λίαν τὸ ἄτοπον ἔχωσιν· ὁ δὲ σωφρόνως βουλευόμενος, | |
55 | κἂν ἀγαθόν τι βουλεύηται, συνῄδει δὲ τοῦτο μὴ συν‐ | |
82.384 | οίσειν μέλλον ἑτέροις, οὐκ ἐπιτίθησι τῇ βουλῇ τὸ πέρας. Ὅτι δὲ ἅπερ ὑμῖν συνορῶμεν λυσιτελοῦντα, προθύμως προσφέρομεν οὐδὲν ἐνδοιάζοντες, τὸ κή‐ ρυγμα μαρτυρεῖ. Πολλάκις γὰρ ὑμῖν τοῦτο προσενεγ‐ | |
5 | κόντες οὐκ ἐνηλλάξαμεν ἡμῶν τοὺς λόγους. Τοῦτο γὰρ ἐπήγαγε· ιηʹ. «Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ.» Τοῦτο πρὸς τὸ, Μὴ τῇ ἐλαφρίᾳ ἐχρησάμην; τέθεικεν, αὐτοὺς καλῶν | |
10 | εἰς μαρτυρίαν, ὡς ἀναμφίβολον αὐτοῖς ἀεὶ τὸ κή‐ ρυγμα προσενήνοχεν, ἀεὶ τὰ αὐτὰ διδάξας, καὶ ἐν‐ αλλάξαι οὐδὲν ἀνασχόμενος. ιθʹ. «Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθεὶς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ, | |
15 | καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν.» Ἀντὶ τοῦ κηρύγματος αὐτὸν τὸν κηρυττόμενον τέθεικε. Λέγει δὲ, ὅτι Ὁ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λόγος, ὃν ἐκηρύξαμεν ἐγὼ καὶ Σι‐ λουανὸς, καὶ Τιμόθεος, οὐδὲ μίαν ἔσχε διχόνοιαν, | |
20 | οὐδὲ ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἕτερα ἐκηρύξαμεν, ἀλλὰ τὴν αὐτὴν ὑμῖν ἀεὶ διδασκαλίαν προσενηνόχα‐ μεν. Σιλουανὸν δὲ ἡγοῦμαι τὸν Σίλαν καλεῖσθαι· αὐτὸς γὰρ αὐτῷ καὶ ἐν Φιλίπποις ἐκοινώνησε τῶν δεσμῶν. Αὐτὸν καὶ ἐν Βεῤῥοίᾳ τῆς Μακεδονίας κατα‐ | |
25 | λιπὼν, τὰς Ἀθήνας κατέλαβεν. Οὗτος εἰς τὴν Κορίν‐ θου σὺν τῷ Τιμοθέῳ παραγενόμενος πρὸς αὐτὸν, συνεργὸς ἐγένετο τοῦ κηρύγματος. Εὑρίσκομεν δὲ καὶ ἄλλων ὀνομάτων ἐναλλαγάς· καὶ γὰρ τὴν Πρί‐ σκιλλαν Πρίσκαν ἐν τῇ πρὸς Ῥωμαίους ἐκάλε‐ | |
30 | σεν. κʹ. «Ὅσαι γὰρ ἐπαγγελίαι τοῦ Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι’ ἡμῶν.» Πολλαὶ τοῦ Θεοῦ αἱ ἐπαγγελίαι· νεκρῶν ἀνάστασις, σώματος ἀφθαρσία, ζωὴ ἀτελεύτητος, | |
35 | οὐρανῶν βασιλεία. Ἀλλὰ ταῦτα ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ μονογενοῦς Υἱοῦ κεχορήγηκεν. Οὗ δὴ χάριν, καὶ δι’ αὐτοῦ τὸν τῆς εὐχαριστίας αὐτῷ προσφέρομεν ὕμνον. Τὸ δὲ Ἀμὴν ἐνταῦθα οὐχ ἁπλῶς προστέ‐ θεικεν· ἀλλὰ διδάσκων ὡς οὐ μόνος ὁ προσευχόμε‐ | |
40 | νος ἱερεὺς προσφέρει τὸν ὕμνον, ἀλλὰ καὶ ὁ τὸ Ἀμὴν ἐπιλέγων κοινωνεῖ τῆς προσφερομένης δοξο‐ λογίας. καʹ, κβʹ. «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χρι‐ στὸν, καὶ χρίσας ἡμᾶς, Θεός. Ὁ καὶ σφραγισάμενος | |
45 | ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.» Ὁ Θεὸς δὲ τούτων αἴτιος τῶν ἀγαθῶν· αὐτὸς γὰρ καὶ ἡμῖν βεβαίαν περὶ τὸν Χρι‐ στὸν ἐδωρήσατο πίστιν· αὐτὸς ἡμᾶς ἔχρισε, καὶ τῆς τοῦ παναγίου Πνεύματος σφραγῖδος ἠξίωσεν, οἷόν τινα | |
82.384(50) | ἀῤῥαβῶνα τῶν μελλόντων ἀγαθῶν δωρησάμενος | |
82.385 | ταύτην ἡμῖν τὴν χάριν. Διὰ μέντοι τοῦ ἀῤῥαβῶνος ᾐνίξατο τῶν δοθησομένων τὸ μέγεθος. Ὁ γὰρ ἀῤῥα‐ βὼν μικρόν τι μέρος ἐστὶ τοῦ παντός. Εἶτα διδάσκει σαφέστερον, τί δήποτε προτέρους μὲν αὐτοὺς ἰδεῖν | |
5 | ἐβουλήθη, μετὰ Μακεδόνας δὲ παραγενήσεσθαι πρὸς αὐτοὺς ἐπηγγείλατο. κγʹ. «Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν οὐκ ἔτι ἦλθον εἰς Κόρινθον.» Πεῖσαι βουληθεὶς ὁ θεῖος | |
10 | Ἀπόστολος ὡς ἀληθῆ τὰ λεγόμενα, τὸν τῶν ἐννοιῶν ἐπόπτην εἰς μαρτυρίαν ἐκάλεσεν. Εἶτα κολάζει τὸ τραχὺ τῶν εἰρημένων· σκληρὸν γὰρ ἦν, καὶ ἀπει‐ λῆς γέμον, ὅτι φειδόμενος αὐτῶν τὴν πρὸς αὐτοὺς ὁδὸν ἀνεβάλλετο, καί φησι· «Οὐχ ὅτι κυριεύομεν | |
15 | ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν.» Τοῦτο δὲ ὡς ὑφορμοῦν τέθεικεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας εἰπεῖν· Τί οὖν; τούτου χάριν ἐπιστεύσαμεν, ἵνα δουλεύειν δεξώμεθα, καὶ δεσπο‐ τικῶς παρὰ σοῦ παιδευώμεθα; ἀναγκαίως ἐπήγαγεν, | |
20 | ὅτι Ταῦτα οὐχ ὡς δεσπόζων ὑμῶν εἴρηκα, ἀλλ’ ὡς τῆς πνευματικῆς ὑμῶν συνεργὸς εὐφροσύνης. «Τῇ γὰρ πίστει ἑστήκατε.» ΚΕΦΑΛΑΙΟΝ Β. αʹ. «Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν | |
25 | λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.» Κατὰ τὴν συνθήκην λείπει τὸ μὲν, ἵνα ᾖ, Τῇ μὲν γὰρ πίστει ἑστήκατε. Λέγει δὲ τοῦτο· Τῆς μὲν πίστεως ἕνεκεν οὐδαμῶς ὑμῖν ἐπιμέμφομαι, τὴν γὰρ ταύτης ὑγείαν περίκεισθε· ἕτερα δέ τινα παρ’ ὑμῶν πλημμελεῖται, ἅ τινος | |
30 | διορθώσεως δεῖται. Οὐκ ἐδοκίμασα δὲ πρὸς ὑμᾶς ἀφικνούμενος λυπῆσαι τοὺς ἁμαρτάνοντας. Τὸ δὲ πάλιν, τῇ παρουσίᾳ, οὐ τῇ λύπῃ συνέζευκται. βʹ. «Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐ‐ φραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;» Τί γάρ | |
35 | με οὕτως εὐφραίνει, ὡς τῶν ἐγκαλουμένων ἡ αἴ‐ σθησις; Τεκμηριοῖ γὰρ αὐτὴ τὴν ἐκ τῶν ἐγκλημά‐ των ἐγγινομένην ὠφέλειαν. γʹ. «Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ | |
40 | πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.» Τούτου χάριν προὔλαβε τὴν παρουσίαν τὰ γράμματα, ἵνα δι’ ἐκείνων ἡ θεραπεία γενομένη, ἐμοὶ προξενήσῃ τὴν εὐφροσύνην. Ταύτης δὲ μεταλαγχάνετε καὶ ὑμεῖς, οἰκεῖα κρίνοντες τὰ ἡμέτερα. | |
45 | δʹ. «Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρ‐ δίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυ‐ πηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισ‐ σοτέρως εἰς ὑμᾶς.» Σφοδρότερον αὐτῶν ἐν τοῖς προ‐ τέροις καθήψατο γράμμασι. Διδάσκει τοίνυν, ὡς οὐχ | |
82.385(50) | ἁπλῶς λυπῆσαι βουλόμενος ἐκεῖνα γέγραφεν, ἀλλὰ τὴν τῶν πεπλημμεληκότων ἰατρείαν πραγματευόμε‐ νος, δι’ οὓς καὶ πλείστην ὀδύνην ἐδέξατο, καὶ θαῤ‐ ῥῶν ἐπέστειλεν, ἣν ἔχει περὶ αὐτοὺς μηνύων διάθε‐ | |
σιν. Εἶτα γυμνοῖ καὶ τὴν τῆς λύπης αἰτίαν. | ||
82.388 | εʹ. «Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ’ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.» Μεῖζόν τι εἰπεῖν ἐβουλήθη, καὶ δεῖξαι πᾶν τὸ σῶμα τῆς Ἐκκλησίας κοινωνῆσαν τῆς λύπης· ἀλλὰ τοὺς | |
5 | ἄλλους καταλιπὼν, αὐτῶν ἐμνημόνευσε μόνων. Τοῦτο γὰρ δηλοῖ τὸ, ἀπὸ μέρους, καὶ, ἵνα μὴ ἐπι‐ βαρῶ. Εἶτα τὴν πατρικὴν φιλοστοργίαν γυμνοῖ. ϛʹ, ζʹ. «Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς | |
10 | χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσο‐ τέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» Ἔδειξε μὲν καὶ τὴν τῆς μεταμελείας ἐπίτασιν, τὴν περισσοτέραν λύπην εἰπών. Χάριν δὲ ὅμως ὀνομάζει τὴν ἄφεσιν, μείζονα τῆς μεταμελείας τὴν ἁμαρτίαν δεικνύς. Δε‐ | |
15 | δήλωκε δὲ καὶ τὴν τῶν Κορινθίων σπουδήν. Ἱκανὸν γὰρ, ἔφη, τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Πάντες γὰρ αὐτὸν ἀπεστράφησαν ὡς ἐκέ‐ λευσε. Τοσοῦτον ἴσχυε καὶ γράφων ὁ σκηνοῤῥάφος, διὰ τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν. Καταποθῆναι δὲ | |
20 | τὸ ἀπογνῶναι ἐκάλεσε, καὶ παντελῶς ἀποστῆναι τῆς πίστεως. ηʹ. «Παρακαλῶ οὖν ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγά‐ πην.» Ἑνώσατε τὸ μέλος τῷ σώματι, συνάψατε τῇ ποίμνῃ τὸ πρόβατον, θερμὴν αὐτῷ διάθεσιν δεί‐ | |
25 | ξατε. θʹ. «Εἰς τοῦτο γὰρ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.» Προσ‐ ήκει γὰρ ὑμᾶς μὴ μόνον τέμνοντι συνεργεῖν, ἀλλὰ καὶ συνάπτοντι. | |
30 | ιʹ. «ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ.» Ἡνίκα μὲν τὴν τιμωρητικὴν κατ’ αὐτοῦ ψῆφον ἐξήνεγκεν, οὐδε‐ μιᾶς αὐτοῖς φειδοῦς ἔδωκεν ἐξουσίαν, ἐπειδήπερ αὐτοὺς εἶδεν οὐκ ἴσως κατέχοντας τὰ τῆς δίκης ζυγά. Ἐπειδὴ δὲ μεμάθηκεν αὐτοὺς ἐκ τῶν γρα‐ | |
35 | φέντων ὄνησιν δεξαμένους, δίδωσιν αὐτοῖς φιλοτιμίας τὴν ἐξουσίαν, καί φησιν· ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ. «Καὶ γὰρ ἐγὼ, εἴ τι κεχάρισμαι, ᾧ κεχάρι‐ σμαι, δι’ ὑμᾶς.» Αἰνίττεται δὲ ὁ λόγος, ὡς αὐτοὶ διὰ τῶν μακαρίων ἀνδρῶν Τιμοθέου καὶ Τίτου τὴν | |
40 | ὑπὲρ τοῦ πεπλημμεληκότος προσήνεγκαν δέησιν. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ τῇ πρὸς ἀνθρώπους χάριτι τοῦ δικαίου καταμελεῖν, ἐπήγαγεν· «Ἐν προσώπῳ Χριστοῦ.» Ποιῶ γὰρ τοῦτο, φησὶν, ὡς τοῦ Χριστοῦ ἐφορῶντος, καὶ ἀρεσκομένου τοῖς γενομέ‐ | |
45 | νοις. Λέγει δὲ τὴν αἰτίαν· ιαʹ. «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Οἶδε γὰρ πολλάκις ὁ τῶν ἀνθρώπων ἀλάστωρ ἀπογνώσεως λο‐ γισμοὺς ἐνιέναι, καὶ παντελῆ τοῖς τοιούτοις μηχα‐ | |
82.388(50) | νᾶσθαι τὸν ὄλεθρον. Οὕτω ταῦτα παρενθεὶς, εἰς τὴν τῆς προκειμένης διηγήσεως ἐπανῆλθεν ἀκολουθίαν. | |
Τὰ γὰρ κατὰ τὴν Ἀσίαν αὐτῷ συμβεβηκότα διεξελ‐ | ||
82.389 | θὼν, ἠναγκάσθη μὲν εἰπεῖν ὡς εἰλικρινῶς τὸ θεῖον αὐτοῖς ἐκήρυξεν εὐαγγέλιον. Ἐκεῖθεν δὲ τὴν περὶ αὐτοὺς ἀγάπην ἐγύμνωσεν, εἰρηκὼς ὅτι πρὸ Μακε‐ δόνων ἰδεῖν αὐτοὺς ἐβουλήθη· εἶτα τῆς ἀναβολῆς τὰς | |
5 | αἰτίας διδάξας, καὶ τῆς λύπης ἀναμνήσας, καὶ τὸν τῆς Ἐκκλησίας κεχωρισμένον τῷ καταλόγῳ συνάψας, εἰς τὴν τῆς διηγήσεως ἐπανῆλθεν ἀκολουθίαν. ιβʹ. ιγʹ. «Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ Εὐαγγέ‐ λιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυ‐ | |
10 | ρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλ’ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.» Οὐκ ἄλλου του, φησὶ, χάριν τὴν Τρωάδα κατειληφὼς, ἀλλὰ μόνου τοῦ κηρύγματος ἕνεκα, σφόδρα τὴν ψυχὴν ἠνιάθην, | |
15 | πολλοὺς μὲν ὁρῶν τῷ κηρύγματι προσιόντας, συν‐ εργὸν δὲ τῆς τούτων ἐπιμελείας οὐκ ἔχων. Οὐδέπω γὰρ ἀφῖκτο πρὸς ἡμᾶς ὁ Τίτος, ὃν τῆς ὑμετέρας προμηθούμενος ὠφελείας ἀπέστειλα πρὸς ὑμᾶς. Οὗ δὴ χάριν ὡς τῶν πόνων οὐκ ἔχων τὸν κοινωνὸν, | |
20 | καταλιπὼν αὐτοὺς ἐξεδήμησα. Τοῦ μέντοι τρισμα‐ καρίου Τίτου οὐ μάτην ἐπὶ τοῦ παρόντος ἐμνήσθη· ἀλλ’ ἐπειδὴ τοῖσδε τοῖς γράμμασι διακονεῖν ἔμελλεν, ἐβουλήθη δεῖξαι τὴν τοῦ ἀνδρὸς ἀρετήν. Ἱκανῶς δὲ τοῦτο πεποίηκε, διδάξας ὡς ἀπόντος ἐκείνου, καίτοι | |
25 | πολλῶν τῷ κηρύγματι προσιόντων, δρᾶσαί τι τῶν ἀναγκαίων οὐκ ἴσχυε. Τούτου χάριν καὶ ἀδελφὸν αὐ‐ τὸν ὠνόμασε, καὶ τὴν ἀντωνυμίαν προστέθεικε, δι‐ δάσκων τὸ γνήσιον. ιδʹ. «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε ἡμᾶς θριαμβεύ‐ | |
30 | οντι ἐν τῷ Χριστῷ, καὶ ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ.» Ἀλλὰ διὰ πάντων ὑμνοῦμεν τὸν Θεὸν, ὃς, σοφῶς τὰ καθ’ ἡμᾶς πρυτανεύων, τῇδε κἀκεῖσε περιάγει, δήλους ἡμᾶς ἅπασιν ἀποφαίνων, καὶ δι’ ἡμῶν προσφέρων τῆς εὐ‐ | |
35 | σεβείας τὴν γνῶσιν. Ὀσμὴν δὲ γνώσεως τὴν παροῦ‐ σαν ἐκάλεσε γνῶσιν, δύο κατὰ ταὐτὸν διδάσκων· καὶ ὅτι τῆς τελείας γνώσεως μέρος αὕτη σμικρὸν, καὶ ὅτι νῦν μὲν ἐκείνη λανθάνει, κατὰ καιρὸν δὲ φανή‐ σεται, κατὰ τὴν εἰκόνα τοῦ θυμιάματος, ὃ πολλάκις | |
40 | ἐν θαλάμῳ τινὶ προσομιλοῦν τῷ πυρὶ, καὶ ἐκτὸς τὴν εὐοσμίαν ἐκπέμπει. Οἱ δὲ ταύτης μεταλαγχάνοντες, ἐκείνην μὲν οὐχ ὁρῶσι, τῆς δὲ ὀσμῆς ἀπολαύουσιν. ιεʹ, ιϛʹ. «Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις. Οἷς μὲν | |
45 | ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Ἡμεῖς δὲ τοῦ Χριστοῦ τὴν εὐοσμίαν προσ‐ φέρομεν ἅπασιν, ἀλλ’ οὐχ ἅπαντες οἱ μεταλαγχάνον‐ τες ἀπολαύουσι σωτηρίας. Τοῖς γὰρ τοῖς ὀφθαλμοῖς ἀνιαρῶς διακειμένοις ἐπίβουλον τὸ φῶς καὶ πολέμιον· | |
82.389(50) | ἀλλ’ οὐχ ὁ ἥλιος ἐπιφέρει τὴν βλάβην. Φασὶ δὲ καὶ τοὺς γύπας φεύγειν τοῦ μύρου τὴν εὐοσμίαν. Μύρον δὲ ὅμως τὸ μύρον, κἄν οἱ γύπες ἀποδιδράσκωσιν. Οὕτω καὶ τὸ σωτήριον κήρυγμα τοῖς μὲν πιστεύουσι πραγματεύεται σωτηρίαν, τοῖς δ’ ἀπιστοῦσιν ἐπάγει | |
55 | τὸν ὄλεθρον· «Καὶ πρὸς ταῦτα τίς ἱκανός;» Ταῦτα | |
82.392 | δὲ οὖχ ἡμεῖς κατορθοῦμεν, ἀλλὰ δι’ ἡμῶν ἡ χάρις τοῦ Πνεύματος. Ἡμεῖς γὰρ οὐδὲ αὐτῆς τῆς διακονίας ἡμᾶς αὐτοὺς ἀξίους ἡγούμεθα. ιζʹ. «Οὐ γάρ ἐσμεν, ὡς οἱ λοιποὶ, καπηλεύοντες | |
5 | τὸν λόγον τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ Θεοῦ, κατ’ ἐνώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.» Ἐνταῦθα λοιπὸν τῆς πρὸς τοὺς ἐναντίους ἅπτεται διαμάχης, καὶ διδάσκει ὡς αὐτὸς μὲν τὰ παρὰ τῆς θείας χάριτος ἐνεργούμενα προσφέρει παιδεύματα· | |
10 | ἐκεῖνοι δὲ τὸν θεῖον καπηλεύουσι λόγον, μῦθον αὐτὸν ἐργαζόμενοι, καὶ τοὺς οἰκείους λογισμοὺς ἀναμιγνύν‐ τες τῇ χάριτι, καθάπερ οἱ τοῦ οἴνου τὸ ἀκραιφνὲς τῷ ὕδατι κεραννύντες, κατὰ τὴν προφητείαν τὴν λέ‐ γουσαν· «Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι.» | |
15 | Εἶτα ἐπειδὴ τοὺς μὲν ἔπληξεν, ἑαυτῷ δὲ τἀληθὲς μεμαρτύρηκεν, ἀναγκαίως ἐπήγαγεν· ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάναι;» Οὐχ ἡμῶν γὰρ ταῦτα ἦν λέγειν, ἀλλ’ ὑμῶν τῶν ἀκρι‐ | |
20 | βῶς καὶ τὰ καθ’ ἡμῶν καὶ τὰ κατ’ ἐκείνους ἐπι‐ σταμένων. Καὶ ἐπιμένει νύττων τῷ λόγῳ· «Ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν;» Αἰνίττεται δὲ διὰ τούτων, ὡς τῶν ἀπατεώνων ἐκείνων τινὲς, καὶ παρ’ ἑτέρων αὐ‐ | |
25 | τοῖς συνέστησαν, καὶ παρ’ αὐτῶν πρὸς ἑτέρους συσ‐ τατικοῖς ἐφωδιάσθησαν γράμμασι. Καὶ ἐπειδὴ ἀπόχρη πλῆξαι τὰ εἰρημένα, διὰ τῶν ἑξῆς τὴν θε‐ ραπείαν προσφέρει, καί φησιν· βʹ. «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμ‐ | |
30 | μένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων.» Ἡμεῖς οὐ δεόμεθα γραμμάτων· αὐτὰ γὰρ ἡμῖν τὰ πράγ‐ ματα μαρτυρεῖ· καὶ ἐπιστολὴν ἔμψυχον ἔχομεν τὰ καθ’ ἡμᾶς συνιστῶσαν ὑμῖν, τὴν πίστιν τὴν | |
35 | ὑμετέραν, τὴν πανταχοῦ γῆς καὶ θαλάττης ᾀδομέ‐ νην. Ἡμεῖς γὰρ ὑμᾶς τῆς πλάνης ἀπαλλάξαντες τῷ τῆς θεογνωσίας φωτὶ προσηγάγομεν. Τοῦτο γὰρ δη‐ λοῖ τὰ ἑξῆς· γʹ. «Φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, | |
40 | διακονηθεῖσα ὑφ’ ἡμῶν.» Καὶ τί λέγω ἡμῶν; Αὐτοῦ γάρ ἐστε τοῦ Σωτῆρος ἡμῶν ἐπιστολή. Αὐτοῦ γὰρ τὰ ῥήματα τοῦ κηρύγματος, ἡμεῖς δὲ τῶν γραμ‐ μάτων διάκονοι. Ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ | |
45 | ἐν πλαξὶ καρδίας σαρκίναις.» Καταλιπὼν τοὺς τἀναντία διδάσκοντας, εἰς τὰ πράγματα μεταβαίνει, καὶ δείκνυσι τῶν δύο διαθηκῶν τὸ διάφορον. Ἡ μὲν γὰρ πλαξὶν ἐνεκολάφθη λιθίναις, ἡ δὲ ταῖς λογικαῖς ἐνεγράφη καρδίαις. | |
82.392(50) | δʹ, εʹ. «Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χρι‐ | |
στοῦ πρὸς τὸν Θεόν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ | ||
82.393 | ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν.» Εἰς καιρὸν τοῦ Θεοῦ τῶν ὅλων τὴν μνήμην παρήγαγεν, ἐπειδή‐ περ οἱ τἀναντία κηρύττοντες τὸν Θεὸν θεραπεύειν ἔλεγον τοῦ νόμου τὴν φυλακήν. Λέγει τοίνυν, ὅτι | |
5 | Θαῤῥοῦμεν τῷ τῶν ὅλων Θεῷ, τοῦ Χριστοῦ τοῦτο ἡμῖν δεδωκότος τὸ θάρσος. Οὐκ ἐφ’ ἑαυτοῖς μέγα φρονοῦμεν, οὐδὲ ἐξ οἰκείων ὑφαίνοντες λογισμῶν προσφέρομεν τὰ κηρύγματα. «Ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, (ϛʹ.) ὃς καὶ | |
10 | ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος.» Αὐτὸς γὰρ ἡμῖν ὁ τῶν ὅλων Θεὸς ἀρκοῦσαν ἐχορήγησε δύναμιν, ὥστε διακονῆσαι τῇ τοῦ Πνεύματος χάριτι. Οὐ γὰρ τὰ πα‐ λαιὰ τοῦ νόμου προσφέρομεν γράμματα, ἀλλὰ τὴν | |
15 | καινὴν τοῦ Πνεύματος δωρεάν.» Τὸ γὰρ γράμμα ἀπο‐ κτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Ἀπὸ τοῦ τέλους ἀμφότερα τέθεικε. Τοὺς γὰρ παραβαίνοντας ὁ νόμος ἐκόλαζε, τοὺς δέ γε πιστεύοντας ἡ χάρις ζωοποιεῖ. Εἶτα σαφέστερον ποιεῖται τὴν παρεξέτασιν. | |
20 | ζʹ, ηʹ. «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύ‐ νασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ | |
25 | Πνεύματος ἔσται ἐν δόξῃ;» Τὴν διακονίαν τοῦ νό‐ μου διακονίαν τοῦ θανάτου προσηγόρευσεν, ἐπειδὴ τοὺς παραβαίνοντας ὁ νόμος ἐκόλαζεν. Εἰ τοίνυν, φησὶν, ἔνθα τιμωρία, καὶ θάνατος, καὶ γράμματα λίθοις ἐγκεκολαμμένα, τοσαύτην ὁ ταῦτα κομίζων ἐν | |
30 | τῷ προσώπῳ δόξαν ἐδέξατο, ὡς μὴ φέρειν τοὺς ὁρῶντας τὴν αἴγλην τὴν ἐκεῖθεν ἐκπεμπομένην· πολλῷ μᾶλλον οἱ τῷ θείῳ διακονοῦντες Πνεύματι, πλείονος ἀπολαύσονται δόξης. Διακονίαν γὰρ Πνεύ‐ ματος τῷ Πνεύματι διακονοῦντας ἐκάλεσεν, ὥσπερ | |
35 | αὖ πάλιν διακονίαν θανάτου τοὺς τῷ νόμῳ διακο‐ νήσαντας, τουτέστι Μωϋσέα. Σύγκρισιν γὰρ ποιεῖται Μωσέως καὶ τῶν κηρύκων τῆς χάριτος, καὶ δείκνυσιν ἐκεῖνον μὲν πλάκας κομίσαντα γεγραμμένας, τούτους δὲ τοῦ παναγίου Πνεύματος τὴν χάριν παρέχοντας· | |
40 | καὶ τὸν νόμον κολάζοντα, τὴν δὲ χάριν ζωοποιοῦσαν· καὶ τὴν μὲν ἐκείνῳ προσγενομένην δόξαν πρὸς ὀλί‐ γον ἀρκέσασαν, τὴν δὲ τούτων εἰς αἰῶνα διαμένου‐ σαν· καὶ ἐκεῖ μὲν Μωϋσέα μόνον μεταλαγχάνοντα τῆς δόξης, ἐνταῦθα δὲ οὐ μόνους τοὺς ἀποστόλους, | |
45 | ἀλλὰ καὶ τοὺς διὰ τούτων πεπιστευκότας. Εἶτα πλατύτερον ποιεῖται τὴν σύγκρισιν, ἵνα δείξῃ τῆς χάρι‐ τος τὴν ὑπερβολήν. θʹ. Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιο‐ σύνης ἐν δόξῃ.» Ὁ νόμος τῶν ἁμαρτανόντων κατ‐ | |
82.393(50) | εψηφίζετο, ἡ δὲ χάρις τούτους δεχομένη, διὰ τῆς πίστεως δικαιοῖ· προσάγει γὰρ τῷ θείῳ βαπτίσματι, καὶ δωρεῖται τὴν ἄφεσιν. Εἰ τοίνυν ὁ ἐκείνῃ διακο‐ νήσας μετέλαχε δόξης, πολλῷ μᾶλλον οἱ ταύτης ὑπ‐ ηρέται πλείονος ἀπολαύσονται. | |
55 | ιʹ. «Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν | |
82.396 | τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.» Τοσαύτη γάρ ἐστιν ἡ τούτοις προσεσωσμένη, ὅτι οὔτε δόξαν εἴποι τις ἂν εἰκότως τὴν Μωϋσῇ προσ‐ γενομένην, ἀποβλέπων εἰς τούτους. Ἐν νυκτὶ μὲν | |
5 | γὰρ τὸ λυχνιαῖον φῶς φανώτατον εἶναι δοκεῖ, ἐν μεσημβρίᾳ δὲ μέσῃ κρύπτεται, καὶ οὐδὲ φῶς εἶναι νομίζεται. Εἶτα καὶ ἑτέρως· ιαʹ. «Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.» Τὸν νόμον ἐκάλεσε κατ‐ | |
10 | αργούμενον, ὡς παυσάμενον τῇ τοῦ Δεσπότου Χριστοῦ παρουσίᾳ μένον δὲ τὸ τῆς χάριτος δῶρον, ὡς οὐ ληψόμενον τέλος. Εἰ τοίνυν ἐκεῖνο, φησὶ, τε‐ τύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύ‐ ξεται. | |
15 | ιβʹ. «Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥη‐ σίᾳ χρώμεθα.» Ἴσμεν τῆς δόξης τὸ μέγεθος, καὶ οὐδὲν ὑφορώμεθα, ἀλλὰ σὺν παῤῥησίᾳ δείκνυμεν τῆς χάριτος τὴν ὑπερβολήν. ιγʹ. «Καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ | |
20 | τῷ προσώπῳ ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.» Ἡμεῖς οὐ δεόμεθα τοῦ καλύμματος, καθάπερ ἐκεῖ‐ νος· πιστοῖς γὰρ διαλεγόμεθα, πάντες δὲ οἱ πιστεύον‐ τες τῆς τοῦ νοεροῦ φωτὸς ἀπολαύουσιν αἴγλης, | |
25 | Δηλοῖ δὲ ὁ λόγος, ὡς τὴν Ἰουδαίων ἀπιστίαν ὁ θειό‐ τατος Μωϋσῆς προθεσπίζων, ἐπετίθει τῷ προσώπῳ τὸ κάλυμμα, διδάσκων ὡς τοῦ νόμου τὸ τέλος ἰδεῖν οὐ δυνήσονται. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιο‐ σύνην παντὶ τῷ πιστεύοντι.» Τοῦτο γὰρ ἔφη, πρὸς τὸ | |
30 | μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Καταργούμενον γὰρ ἔφη τὸν νόμον, τουτέστι παυόμενον· τέλος δὲ τοῦ καταργουμένου, τὸν ὑπὸ τὸν νόμον κηρυττόμενον, τουτέστι, τὸν Χρι‐ στόν. Εἶτα δείκνυσι τὸ τῆς παῤῥησίας ἀληθές. | |
35 | ιδʹ. «Ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν.» Οὐκ ἄλλου τινὸς πωρώσαντος, ἀλλ’ αὐτῶν αὐθαιρέτῳ γνώμῃ τὸ πάθος εἰσδεξαμένων. «Ἄχρι γὰρ τῆς σήμε‐ ρον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι (ὅτι) ἐν | |
40 | Χριστῷ καταργεῖται.» Τὸ σχῆμα τοῦ Μωϋσέως μέ‐ χρι σήμερον ὁ νόμος περίκειται, καὶ ἐπίκειται τὸ κάλυμμα τοῖς δίχα πίστεως ἀναγινώσκειν ἐπιχει‐ ροῦσιν. ιεʹ. «Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκηται | |
45 | Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Μωϋσέα τὸν νόμον ἐκάλεσε, κάλυμμα δὲ τὴν ἀπιστίαν· διδάσκει δὲ καὶ πῶς δυνατὸν περιαιρεθῆναι τὸ κά‐ λυμμα. | |
ιϛʹ. «Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περι‐ | ||
82.397 | αιρεῖται τὸ κάλυμμα.» Μωϋσῆς τῷ μὲν λαῷ διαλε‐ γόμενος ἐπικείμενον εἶχε τὸ κάλυμμα· τῷ δὲ Θεῷ προσιὼν, περιῃρεῖτο τὸ κάλυμμα. Οὕτω τοίνυν καὶ σὺ, ἐὰν πρὸς τὸν Κύριον ἀπιδεῖν ἐθέλεις, τοῦ τῆς | |
5 | ἀπιστίας ἀπαλλαγήσῃ καλύμματος. Τίς δὲ οὗτος πρὸς ὃν δεῖ ἀποβλέψαι; ιζʹ. «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἔδειξε τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος τὸ ὁμότιμον. Μωϋσῆς γὰρ πρὸς τὸν Θεὸν τὴν ὄψιν ἐπέστρεφεν, ἡμεῖς δὲ | |
10 | πρὸς τὸ Πνεῦμα. Οὐκ ἂν δὲ, κρείττονα δεῖξαι βουλό‐ μενος τῶν παλαιῶν τὰ καινὰ, τοῦ Πνεύματος τὴν μνήμην παρήγαγεν, εἴπερ ἄρα κτίσμα ᾔδει τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ κτίσμα κατὰ τοὺς Ἀρείου καὶ Εὐνομίου, ἡμεῖς δὲ τούτῳ προσίεμεν, Μωϋσῆς δὲ | |
15 | τῷ Θεῷ καὶ Πατρί. Ἐλάττονα ἄρα πολλῷ τῶν πα‐ λαιῶν τὰ ἡμέτερα. Εἰ δέ γε οὐκ ἐλάττονα, ἀλλὰ καὶ μείζονα, καὶ πολλῷ μείζονα, οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἰσοδύναμον καὶ ὁμότιμον. Ἀλλ’ ἀναιδείᾳ χρώμενοι, τὸν Κύριον ἐνταῦθα | |
20 | Πνεῦμα προσηγορεῦσθαί φασιν, οὐκ αὐτὸ τὸ Πνεῦμα Κύριον. Ἀνοίας δὲ τοῦτο καὶ ἀναιδείας μεστόν. Πᾶ‐ σαν γὰρ τὴν σύγκρισιν τοῦ γράμματος καὶ τοῦ Πνεύ‐ ματος ὁ θεῖος Ἀπόστολος ἐποιήσατο. Ἐγγεγραμ‐ μένη γὰρ, φησὶν, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ | |
25 | ζῶντος. Καὶ πάλιν· Οὐ γράμματος, ἀλλὰ Πνεύ‐ ματος· Καὶ αὖθις· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Καὶ πάλιν· Πῶς οὐχὶ ἡ δια‐ κονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; δῆλον τοίνυν ὡς τὸ πανάγιον Πνεῦμα Κύριον ὁ θεῖος Ἀπόστολος | |
30 | προσηγόρευσε. Μαρτυρεῖ δὲ καὶ τὰ ἑξῆς· φησὶ γάρ· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Εἰ δὲ τὸν Κύριον Πνεῦμα προσηγόρευσεν, εἶπεν ἄν, Οὗ δὲ ὁ Κύριος· ἀλλ’ οὐχ οὕτως εἴρηται, ἀλλὰ Πνεῦμα Κυρίου αὐτὸ προσηγόρευσεν, ἐπειδὴ δι’ αὐτοῦ ἡ τού‐ | |
35 | του κεχορήγηται χάρις. Καὶ ἵνα μή τις αὐτὸ ὑπουρ‐ γὸν ὑπολάβῃ, ἀναγκαίως προστέθεικεν ὅτι Κύριος τὸ Πνεῦμα. ιηʹ. «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσ‐ ώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐ‐ | |
40 | τὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Μωϋσῆς μόνος ἀπήλαυσε τῆς δόξης· ἐνταῦθα δὲ οἱ πιστεύοντες ἅπαντες. Ἐκεῖνος κάλυμμα εἶχε διὰ τὴν Ἰουδαίων ἀσθένειαν· ἡμεῖς δὲ πιστοῖς τὴν διδασκαλίαν προσ‐ | |
45 | φέροντες οὐ δεόμεθα καλύμματος, ἀλλὰ γυμνῷ τῷ προσώπῳ τὴν τοῦ Κυρίου κατοπτριζόμεθα δόξαν· τὴν γὰρ τῆς ἀπιστίας οὐ περικείμεθα λήμην. Ἕλκο‐ μεν ἐκεῖθεν οὐ σμικρὰν δόξης μαρμαρυγήν. Τοῦτο δὲ ἴδιον τῶν καθαρὰν κεκτημένων καρδίαν. Ὥσπερ | |
82.397(50) | γὰρ τὸ διαφανὲς ὕδωρ ἐκμάττεται τῶν εἰσορώντων τὰς ὄψεις, καὶ αὐτοῦ τοῦ ἡλίου τὸν κύκλον, καὶ τῶν οὐρανῶν τὰ κύτη· οὕτως ἡ καθαρὰ καρδία τῆς θείας δόξης οἷόν τι ἐκμαγεῖον καὶ κάτοπτρον γίνεται. | |
Οὕτω καὶ ὁ Κύριος ἔφη· «Μακάριοι οἱ καθαροὶ τῇ | ||
82.400 | καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ἀπὸ δόξης δὲ λέγει τῆς τοῦ θείου Πνεύματος, εἰς δόξαν τὴν ἡμε‐ τέραν, ἀντὶ τοῦ, Ἐκεῖθεν δεχόμεθα. Τοῦτο γὰρ ἐπ‐ ήγαγε· Καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Καὶ ἐν‐ | |
5 | τεῦθεν δὲ δῆλον, ὅτι καὶ ἐν τοῖς πρόσθεν τὸ Πνεῦμα προσηγόρευσε Κύριον. ΚΕΦΑΛ. Δʹ. αʹ. «Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.» Ἐναργῶς | |
10 | ἐδίδαξεν ὡς διακονίαν Πνεύματος τοὺς κήρυκας προσ‐ ηγόρευσεν· ἔφη δὲ ταύτης διὰ μόνην φιλανθρωπίαν τετυχηκέναι. Οὗ δὴ χάριν, φησὶ, φέρομεν γενναίως τὰ προσπίπτοντα λυπηρά. βʹ. «Ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης.» | |
15 | Τὴν περιτομὴν λέγει, ἣν οἱ ἐξ ἐθνῶν πεπιστευκότες ἐκήρυττον· τοῦτο καὶ ἀλλαχοῦ ἔφη· «Ἀλλ’ ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν.» Καὶ πάλιν· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα σκύβαλα, ἵνα Χριστὸν κερδήσω. «Μὴ περιπατοῦντες | |
20 | ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυ‐ τοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ.» Πάλιν ἐκείνους ἐλέγχει τῇ τοῦ νόμου ἐπιμι‐ ξίᾳ τὸ θεῖον κήρυγμα διαφθείροντας, καὶ πανουργίᾳ | |
25 | χρωμένους, καὶ οὐχ ἁπλοϊκῶς τὴν διδασκαλίαν προσ‐ φέροντας. Ἡμεῖς δὲ, φησὶ, τῆς ἀληθείας καὶ τῶν ἀνθρώπων τοὺς εὖ φρονοῦντας ἔχομεν μάρτυρας, καὶ αὐτὸν τὸν τοῦ συνειδότος Ἐπόπτην. Εἶτα ἐπειδὴ ἔφη, Ἡμεῖς πάντες ἀνακεκαλυμμένῳ προσώπῳ | |
30 | τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, ἦσαν δὲ πλεῖστοι τὴν τῆς ἀπιστίας περικείμενοι λήμην, καὶ τὰ θεῖα καθορᾷν οὐ δυνάμενοι, ἀναγκαίως ἐπ‐ ήγαγεν· γʹ. «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέ‐ | |
35 | λιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμ‐ μένον.» Τοῦτο καὶ ἄνω ἔφη· Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. δʹ. «Ἐν οἷς ὁ Θεός.» Ἐνταῦθα ὑποστικτέον. «Τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν | |
40 | ἀπίστων, εἰς τὸ μὴ αὐγῆσαι τὸν φωτισμὸν τοῦ Εὐαγ‐ γελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.» Ἔδειξεν ὅτι τῷδε τῷ αἰῶνι ἡ ἀπιστία περι‐ ώρισται· ἐκείνῳ γὰρ τῷ βίῳ γυμνὴ πᾶσιν ἡ ἀλήθεια δείκνυται. Ἐτύφλωσε δὲ τούτους ὁ Θεὸς, οὐκ αὐτὸς | |
45 | τὴν ἀπιστίαν ἐνθεὶς, ἀλλὰ τὴν ἀπιστίαν αὐτῶν θεασά‐ μενος, οὐκ εἴασεν ἰδεῖν τὰ κεκρυμμένα μυστήρια. «Μὴ δῶτε, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.» Καὶ πάλιν· «Διὰ τοῦτο ἐν παραβολαῖς λαλῶ αὐτοῖς, | |
82.400(50) | ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐ συνιῶσι.» Δεῖ γὰρ ἐπιγνώσεως καὶ πίστεως, ὥστε μεταλαχεῖν τοῦ φωτός.» Ἀσθενοῦσι γὰρ ὀφθαλμοῖς πολέμιος | |
ἥλιος. Εἰκόνα δὲ τοῦ Θεοῦ τὸν Χριστὸν, ὡς Θεὸν ἐκ | ||
82.401 | Θεοῦ προσηγόρευσεν. Ἐν ἑαυτῷ γὰρ δείκνυσι τὸν Πατέρα. Διό φησιν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» εʹ. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν | |
5 | Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.» Τοῦτο καὶ ἐν τῇ προτέρᾳ γέγραφεν· «Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Ἐνταῦθα δὲ καὶ ταπεινότερα περὶ ἑαυτοῦ εἴρηκεν· οὐ γὰρ | |
10 | μόνον τοῦ Χριστοῦ δοῦλον ἑαυτὸν, ἀλλὰ καὶ τῶν πιστῶν προσηγόρευσε, διὰ τὴν περὶ ἐκεῖνον ἀγάπην. Τοῦτο γὰρ εἶπε, διὰ Ἰησοῦν. ϛʹ. «Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν | |
15 | τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.» Ὁ πάλαι, φησὶ, λόγῳ τοῦ φωτὸς τὴν φύσιν παραγαγὼν, καὶ εἰπών· «Γενηθήτω φῶς,» οὗτος νῦν οὐκ ἐκείνῳ, ἀλλὰ τῷ οἰκείῳ τὰς ἡμετέρας διανοίας κατηύγασεν, ὥστε αὐτοῦ τὴν δόξαν δι’ αὐτοῦ | |
20 | τοῦ Χριστοῦ κατιδεῖν· τὸ δὲ, ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, ταύτην ἔχει τὴν διάνοιαν. Ἐπειδὴ ἡ θεία φύσις ἀόρατος, διὰ τῆς ληφθείσης ἀνθρωπότητος, τῷ θείῳ φωτὶ περιλαμπομένης, καὶ ἀστραπὰς ἀφιείσης, καθορᾶται ὡς ἔνεστι. Δῆλον δὲ καὶ ἐντεῦ‐ | |
25 | θεν, ὡς οὐχ ὁ Θεὸς τοῖς ἀπίστοις τὴν ἀπιστίαν ἐν‐ έθηκεν, ὁ πᾶσιν ἀφθόνως τὴν τοῦ νοεροῦ φωτὸς δωρη‐ σάμενος αἴγλην· ἀλλ’ αὐτοὶ μὲν τὴν ἀπιστίαν ἠγά‐ πησαν, αὐτὸς δὲ αὐτοῖς ἰδεῖν οὐκ ἐθελήσασιν, οὐ προσήνεγκε τὴν ἀκτῖνα. | |
30 | ζʹ. «Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρα‐ κίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν.» Ἐπειδὴ γὰρ μεγάλα ἦν τὰ περὶ τῶν κηρύκων τῆς Καινῆς Διαθήκης εἰρημένα, ἑωρῶντο δὲ οὗτοι παγχάλεπα ὑπομένοντες, ἀναγκαίως | |
35 | ἐδίδαξεν, ὅτι καὶ ταῦτα τοῦ Θεοῦ κηρύττει τὴν δύνα‐ μιν. Καὶ θησαυρῷ μὲν ἀπεικάζει τὴν δεδομένην τοῦ Πνεύματος χάριν· ὀστράκῳ δὲ τὴν φύσιν τοῦ σώματος. Τεκμήριον δὲ τῆς τοῦ Θεοῦ δυνάμεως μέγιστον, τὸ πληγὰς τοῦτο μυρίας δεχόμενον μὴ ἀπολέσαι τὸν | |
40 | θησαυρόν. Εἶτα τὸν τῶν πειρασμῶν ἀπαριθμεῖται κατάλογον, καὶ τὴν ἀναλογοῦσαν τούτοις ἐπικουρίαν δείκνυσι τοῦ Θεοῦ, ηʹ, θʹ. «Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχω‐ ρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· | |
45 | διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλιπόμενοι· καταβαλλό‐ μενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι.» Εἰ γὰρ τούτων οὐδὲν ἡμῖν προσέβαλλεν, οὐκ ἂν ἐδείχθη τὸ τῆς θείας δυνά‐ μεως μέγεθος. Ἐπειδὴ δὲ ὡς ἐοίκαμεν φυτοῖς ἐν πυρὶ τεθηλόσι, κηρύττομεν δι’ ὧν πάσχοντες ἀπήμαν‐ | |
82.401(50) | τοι φυλαττόμεθα, τοῦ προασπίζοντος Θεοῦ τὴν ἰσχύν. Τὸ δὲ ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι, ἀντὶ τοῦ, Ἐν ἀπόροις πράγμασι πόρους εὑρίσκομεν σωτη‐ | |
ρίας. | ||
82.404 | ιʹ. «Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.» Οὕτω καὶ ἀλλαχοῦ φησιν· «Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶ‐ | |
5 | μεν.» ιαʹ. «Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παρα‐ διδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.» Τούτου δὴ χάριν ἀσπασίως δεχόμεθα τοὺς θανατηφόρους ὑπὲρ τοῦ | |
10 | Δεσπότου κινδύνους, ἵνα καὶ τῆς ζωῆς αὐτοῦ μετά‐ σχωμεν, καὶ τὴν πρόσκαιρον διδόντες ζωὴν, τῆς σαρκὸς τὴν ἀφθαρσίαν ἀντιλάβωμεν. Τὸ δὲ, ἀεὶ, πρὸς τὴν ἀκριβῆ συνθήκην· ἠβουλήθη γὰρ εἰπεῖν· Ἡμεῖς γὰρ οἱ ζῶντες. | |
15 | ιβʹ. «Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.» Τῆς γὰρ ὑμετέρας εἵνεκα σωτηρίας ὑπο‐ μένομεν τοὺς κινδύνους· μετὰ κινδύνων γὰρ ὑμῖν τὴν διδασκαλίαν προσφέρομεν· ἡμῶν δὲ κινδυνευόν‐ των, ὑμεῖς ἀπολαύετε τῆς ζωῆς. Ἐπειδὴ δὲ τῆς | |
20 | ἀθανάτου ζωῆς ἐμνημόνευσεν, ἐν ἐλπίσι δὲ αὕτη, τὸ δὲ ἐλπιζόμενον οὐχ ὁρᾶται, προφητικῆς ἀναμιμνήσκει φωνῆς, δεικνὺς καὶ τοὺς πάλαι γεγεννημένους ἁγίους τῇ πίστει λαμπρυνομένους. ιγʹ. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, | |
25 | κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν.» Ἄγαν δὲ ἁρμοδίως τὴν μαρτυρίαν παρήγαγεν· ὁ γὰρ μακά‐ ριος Δαβὶδ ἐν τῷ πρὸ τούτου ψαλμῷ εἰρηκὼς, ὅτι «Ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλ‐ | |
30 | μούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων·» οὐχ ἑωρᾶτο δὲ αὕτη ἡ χώρα· ἀρχό‐ μενος τοῦ μετὰ τοῦτον ψαλμοῦ ἔφη· «Ἐπίστευσα, διὸ ἐλάλησα.» Τὸ αὐτὸ δὲ, φησὶ, Πνεῦμα καὶ δι’ | |
35 | ἐκείνων ἐφθέγξατο, καὶ δι’ ἡμῶν φθέγγεται. ιδʹ. «Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.» Πάντων ἕνεκα τὸν θάνατον ὁ Δεσπότης κατ‐ εδέξατο, ἵνα πάντες αὐτῷ τῆς ἀναστάσεως κοινωνή‐ | |
40 | σωμεν. Πιστεύομεν τοιγαροῦν, ὡς καὶ ἡμᾶς δι’ αὐτοῦ κρείττους ἀποφανεῖ τοῦ θανάτου, καὶ κοινῇ ὑμᾶς τε καὶ ἡμᾶς τῷ φοβερῷ βήματι παραστήσει. ιεʹ. «Τὰ γὰρ πάντα δι’ ὑμᾶς·» τουτέστι τοὺς πιστεύοντας. Οὐ γὰρ περὶ μόνων ἔφη τῶν Κορινθίων, | |
45 | ἀλλὰ περὶ πάντων τῶν τὸ κήρυγμα δεξαμένων. «Ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν, περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.» Τῆς γὰρ κοινῆς ἁπάντων προμηθούμενος σωτηρίας, τὰ κατὰ τὸν Δεσπότην Χριστὸν ᾠκονόμησε. Προσήκει | |
82.404(50) | τοίνυν ἡμᾶς διηνεκῶς αὐτὸν τοῖς ὕμνοις ἀμείβεσθαι. ιϛʹ. «Διὸ οὐκ ἐκκακοῦμεν.» Οὐκ ἀλύομεν, οὐδὲ ἀθυμοῦμεν, ἀλλὰ γενναίως ἅπαντα φέρομεν. «Ἀλλ’ | |
εἰ καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, | ||
82.405 | ἀλλ’ ὁ ἔσωθεν ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Μέγιστον γὰρ ἡ ψυχὴ κομίζεται κέρδος ἀνδρείᾳ χρωμένη. Εἶτα τοῖς προσδοκωμένοις ἀγαθοῖς παρεξετάζει τοῦ παρόντος βίου τὰ λυπηρά. | |
5 | ιζʹ. «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ’ ὑπερβολὴν, εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν.» Καὶ διὰ μὲν τοῦ παρ‐ αυτίκα, ἔδειξε τὸ βραχύ τε καὶ πρόσκαιρον. Ἀντιπα‐ ρατίθησι δὲ τῷ παραυτίκα, τὸ αἰώνιον· τῷ δὲ ἐλα‐ | |
10 | φρῷ καὶ κούφῳ, τὸ βαρὺ, τουτέστι, τὸ πολύτιμον· τὸ δὲ, καθ’ ὑπερβολὴν, εἰς ὑπερβολήν· τῇ δὲ θλίψει, οὐ τὴν ἄνεσιν, ἀλλὰ τὴν δόξαν, ἥπερ ἐστὶ μείζων πολλῷ. Καὶ ἐπειδὴ ταῦτα μὲν ἑωρᾶτο, ἐκεῖνα δὲ οὐκ ἐφαίνετο, εἰκότως προστέθεικε· | |
15 | ιηʹ. «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.» Πρόσκαιροι δὲ οὐχ αἱ θλίψεις μόναι, ἀλλὰ καὶ αἱ ἀνέσεις τοῦ παρόντος βίου. Οὐ χρὴ τοίνυν προσηλῶσθαι τοῖς ἐπικήροις, | |
20 | ἀλλὰ προσμένειν τὴν τῶν αἰωνίων ἀπόλαυσιν ἀγαθῶν. ΚΕΦΑΛ. Εʹ. αʹ. «Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰ‐ | |
25 | κίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.» Ἐπί‐ γειον οἰκίαν τὴν κατὰ τὸν παρόντα βίον λέγει διαγω‐ γήν· σκῆνος δὲ τὸ σῶμα. Ἐὰν τοίνυν, φησὶ, τέλος λάβῃ τὰ παρόντα, τὴν ἀχειροποίητον ἔχομεν οἰκίαν, τὴν αἰώνιον, τὴν οὐράνιον. Ἀντιτέθεικε γὰρ τῇ μὲν | |
30 | ἐπιγείῳ τὴν οὐράνιον, τῇ δὲ καταλυομένῃ τὴν αἰώ‐ νιον, τῇ δὲ ὑπ’ ἀνθρώπων κατασκευαζομένῃ τὴν ἀχειροποίητον. βʹ. «Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.» | |
35 | Οἰκητήριον ἐνταῦθα τὴν ἀφθαρσίαν ἐκάλεσεν· ἐξ οὐρανοῦ δὲ αὐτὴν εἴρηκεν, ἐπειδὴ ἐκεῖθεν ἡμῖν ἡ δωρεὰ καταπέμπεται. Οὐκ εἶπε δὲ, ἐνδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι, ἐπειδὴ οὐχ ἕτερον ἐνδυόμεθα σῶμα, ἀλλὰ τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν ἐπενδύεται. | |
40 | γʹ. «Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησό‐ μεθα.» Πάντες μὲν γὰρ ἄνθρωποι τὸ τῆς ἀφθαρσίας ἔνδυμα περιβαλοῦνται, οὐχ ἅπαντες δὲ τῆς θείας μετασχήσουσι δόξης. Γυμνοὺς τοίνυν καλεῖ τοὺς τῆς δόξης γεγυμνωμένους, οἷς ἑαυτὸν συνέταξεν ὁ Ἀπό‐ | |
45 | στολος, μετριάζειν καὶ Κορινθίους καὶ πάντας ἀν‐ θρώπους διδάσκων. δʹ. «Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ | |
ἐπενδύσασθαι.» Στενάζομεν δὲ, οὐκ ἀπαλλαγῆναι | ||
82.408 | τοῦ σώματος ἐφιέμενοι, ἀλλὰ τῶν τούτου παθῶν ἐλεύθεροι γίνεσθαι ποθοῦντες. Οὐ γὰρ ἀποδύσασθαι τὸ σῶμα, ἀλλ’ ἐπενδύσασθαι τὴν ἀφθαρσίαν ὀρεγό‐ μεθα. Γνωσόμεθα δὲ πῶς τοῦτο ἔσται. «Ἵνα κατα‐ | |
5 | ποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Ὥσπερ ἀνίσχον τὸ φῶς φροῦδον τὸ σκότος ποιεῖ, οὕτως ἡ ἀνώλεθρος ζωὴ τὴν φθορὰν ἀφανίζει. εʹ. «Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος.» | |
10 | Ἄνωθεν δὲ τὰ καθ’ ἡμᾶς οὕτως ὁ Ποιητὴς ᾠκονό‐ μησε· καὶ προορῶν τοῦ Ἀδὰμ τὴν παράβασιν, προ‐ κατεσκεύασε τῷ τραύματι κατάλληλον φάρμακον. Αὐτὸς δὲ ἡμῖν καὶ τοῦ Πνεύματος τὸν ἀῤῥαβῶνα κε‐ χάρισται. Τοῦτο δὲ τέθεικεν, ἀπὸ τῶν διὰ τοῦ Πνεύ‐ | |
15 | ματος ἐνεργουμένων θαυμάτων τὰς περὶ τῶν μελ‐ λόντων ἐπαγγελίας δεικνὺς ἀληθεῖς. ϛʹ—ηʹ. «Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες, ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυ‐ ρίου. (Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.) | |
20 | Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.» Οὐ τοῦτο λέγει, ὅτι πόῤῥω τοῦ Κυρίου ἐσμὲν ἔτι τῷ θνητῷ συνεζευγμένοι σώματι· ἀλλ’ ὅτι νῦν αὐτὸν τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐχ ὁρῶμεν, τότε δὲ καὶ | |
25 | ὀψόμεθα, καὶ συνεσόμεθα. Νῦν γὰρ, φησὶ, οὐκ αὐτὰ βλέπομεν τὰ προσδοκώμενα πράγματα, ἀλλὰ διὰ μόνης αὐτὰ τῆς πίστεως ὁρῶμεν. Διά τοι τοῦτο καὶ ἐφιέμεθα ἐκδημῆσαι μὲν ἐκ τοῦ σώματος, ἐνδημῆσαι δὲ πρὸς τὸν Κύριον. Διδάσκει δὲ διὰ τούτων μὴ δε‐ | |
30 | διέναι τὸν θάνατον, ἀλλὰ ποθεῖν τὴν ἐντεῦθεν ἀπαλ‐ λαγήν. θʹ. «Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.» Οὐκ ἀρκεῖ γὰρ ἡ πίστις εἰς σωτηρίαν, ἀλλὰ προσήκει διὰ πάντων | |
35 | θεραπεῦσαι τὸν εὐεργέτην. Τὸ δὲ, φιλοτιμούμεθα, ἀντὶ τοῦ, προθυμούμεθα, τέθεικε. Δείκνυσι δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν οὖσαν τὴν κτῆσιν τῆς ἀρετῆς. ιʹ. «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.» Οὐκ εἶπε, | |
40 | παραστῆναι, ἀλλὰ, φανερωθῆναι. Ἱκανὸν δὲ τοῦτο καὶ τοὺς ἀναλγησίαν νοσοῦντας δειδίξασθαι, καὶ θερα‐ πεῦσαι τῆς ἁμαρτίας τὰ τραύματα, ἵνα μὴ ταῦτα πᾶσι γένηται φανερά. Καὶ ἑτέρωθεν δὲ πάλιν αὔξει τὸ δέος· «Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώμα‐ | |
45 | τος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.» Δί‐ καιος γὰρ ὢν ὁ κριτὴς ὑπὲρ τῶν βεβιωμένων ἑκάστῳ καταλλήλους τὰς ἀντιδόσεις παρέξει. Ἔδειξε δὲ κατὰ ταυτὸν, καὶ τὰς τιμωμένας καὶ τὰς κολαζομένας ψυχὰς μετὰ τῶν σωμάτων δεχομένας τὰς ἀντι‐ | |
82.408(50) | δόσεις. ιαʹ. «Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώ‐ | |
πους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα.» Τοῦτο τὸ | ||
82.409 | δέος ἐπικείμενον ἔχοντες, τοὺς περὶ ἡμῶν ψευδεῖς ἔχοντας δόξας ἐπανορθοῦν πειρώμεθα, καὶ τὰ καθ’ ἡμᾶς ὅπως ἔχει διδάσκειν, καίτοι σαφῶς εἰδότες ὡς πάντων ἐστὶν ἐπόπτης ὁ τῶν ὅλων Θεός. «Ἐλπίζω | |
5 | δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.» Ὑμᾶς δὲ οἶμαι τῶν ἡμετέρων μὴ δεῖσθαι λόγων, ἀκριβῶς τὸν ἡμέτερον ἐπισταμένους σκοπόν. ιβʹ. «Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλ’ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα | |
10 | ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ καρδίᾳ.» Πάλιν αὐτοὺς ἐθεράπευσε, τὴν περὶ αὐτὸν αὐτοῖς μαρτυρήσας διάθεσιν. Οὐ γὰρ ὑμῶν ἕνεκα, φησὶ, ταῦτα λέγω· ἀλλ’ ἵνα μάθητε πῶς ὑμᾶς προσήκει τῷ διδασκάλῳ συνηγορεῖν, καὶ τῶν ἐναντίων | |
15 | τὴν ψευδολογίαν ἐλέγχειν, οἳ διπλόην περίκεινται, καὶ ἕτερα μὲν φρονοῦσιν, ἕτερα δὲ λαλοῦσιν. ιγʹ. «Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦ‐ μεν, ὑμῖν.» Σωφροσύνην ἐνταῦθα τὴν ταπεινο‐ φροσύνην ἐκάλεσε· ἔκστασιν δὲ τὴν τῶν κατορθω‐ | |
20 | μάτων διήγησιν· ἀμφότερα δὲ ὀρθῷ ποιῶ λογισμῷ. ιδʹ, ιεʹ. «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθα‐ νεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ | |
25 | τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ταῦτα πάλιν τῇ προτέρᾳ συνῆψεν ἀκολουθίᾳ. Εἰρηκὼς γάρ· Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι, ἀναγκαίως τῆς ἀγάπης τὴν αἰτίαν ἐπέδειξε. Πυρπολούμεθα γὰρ, | |
30 | φησὶν, ὑπὸ τῆς περὶ τὸν Χριστὸν ἀγάπης, λογιζό‐ μενοι ὅτι πάντων ἡμῶν ὑποκειμένων θανάτῳ, μόνος τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἵνα Πνεῦμα ἡμῖν τὴν ζωὴν πραγματεύσηται. Οὗ δὴ χάριν ὑπει‐ λήφαμεν δίκαιον αὐτῷ ζῇν, καὶ κατὰ τοὺς αὐτοῦ | |
35 | πολιτεύεσθαι νόμους· τοῦτο γὰρ αὐτῷ τὸ χρέος ὀφεί‐ λομεν. ιϛʹ. «Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Λελύσθαι γὰρ τῷ Δε‐ | |
40 | σποτικῷ θανάτῳ μεμαθηκότες τὸν θάνατον, οὐδένα λοι‐ πὸν ἀνθρώπων θνητὸν ἐπιστάμεθα. Εἰ γὰρ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς παθητὸν εἶχε τὸ σῶμα, ἀλλὰ μετὰ τὸ πάθος ἄφθαρτον τοῦτο πεποίηκε καὶ ἀθά‐ νατον. | |
45 | ιζʹ. «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Προσήκει τοίνυν τοὺς τῷ Χριστῷ πεπιστευκότας, ὡς | |
ἐν καινῇ τινι πολιτεύεσθαι κτίσει· νεουργηθέντες γὰρ | ||
82.412 | διὰ τοῦ παναγίου βαπτίσματος τὸ τῆς ἁμαρτίας ἀπεκδυσάμεθα γῆρας. ιηʹ. «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαν‐ τος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν | |
5 | τὴν διακονίαν τῆς καταλλαγῆς.» Τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐδήλωσεν. Οὐ γὰρ αὐτὸς ἡμῖν, φησὶ, κατηλλάγη, καίτοι αὐτὸς ἦν ὁ διὰ τῆς παρα‐ βάσεως ὑβρισμένος· ἀλλ’ ἡμᾶς ἑαυτῷ κατήλλαξεν, οὐκ ἀνθρώπῳ μεσίτῃ χρησάμενος, ἀλλὰ τὸν μονο‐ | |
10 | γενῆ Υἱὸν τῆς εἰρήνης ἀποφήνας μεσίτην. Ἐνεχεί‐ ρισε δὲ καὶ ἡμῖν τὰ τῶν καταλλαγῶν εὐαγγέλια. ιθʹ. «Ὡς ὅτι ὁ Θεὸς ἦν.» Ἐνταῦθα δεῖ στίξαι. «Ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ.» Αὐτὸς γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ Χριστοῦ τὰς πρὸς τοὺς | |
15 | ἀνθρώπους καταλλαγὰς ἐποιήσατο. Τίς δὲ ὁ τούτων τρόπος; «Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλα‐ γῆς.» Ἐδωρήσατο τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ ἡμᾶς ὑπηρέτας τῆς εἰρήνης ἐχειροτόνησεν. | |
20 | κʹ. «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν.» Ἐπειδὴ διάκονος τῶν καταλλαγῶν ἔφη προκεχειρίσθαι, ἀναγ‐ καίως τὴν πρεσβείαν προσφέρει, καὶ δεικνὺς τῆς πρεσβείας τὸ ἀξιόπιστον, ἐπήγαγεν· «Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν.» Τί δὲ πρεσβεύσεις; | |
25 | «Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Ἱκανὰ καὶ τοὺς ἄγαν ἀτεράμονας ἐντρέψαι τὰ εἰρη‐ μένα. Πρῶτον μὲν γὰρ εἶπεν, ὅτι ἐκείνου ἀναιρε‐ θέντος οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ ἡμᾶς ἀπ‐ έστειλε πρεσβευτὰς, ὥστε πεῖσαι πάντας ἀνθρώπους, | |
30 | καὶ τὴν αὐτοῦ μακροθυμίαν αἰδεσθῆναι, καὶ τοῦ Χριστοῦ τὴν σφαγὴν ἐντραπῆναι, καὶ καταλλαγῆναι τῷ Ποιητῇ, καὶ Θεῷ, καὶ Δεσπότῃ. Προστίθησι δὲ τοῖς προειρημένοις καὶ τοῦ πάθους τὴν ἀτιμίαν. καʹ. «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν | |
35 | ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δι‐ καιοσύνη ἐν αὐτῷ.» Ἁμαρτίας γὰρ ἐλεύθερος ὢν τὸν τῶν ἁμαρτωλῶν ὑπέμεινε θάνατον, ἵνα τῶν ἀνθρώ‐ πων λύσῃ τὴν ἁμαρτίαν, καὶ τοῦτο κληθεὶς ὅπερ ἦμεν ἡμεῖς, ἐκάλεσεν ἡμᾶς ὅπερ ὑπῆρχεν αὐτός. Τὸν | |
40 | γὰρ τῆς δικαιοσύνης ἡμῖν ἐδωρήσατο πλοῦτον. ΚΕΦΑΛ. ϛʹ. αʹ. «Συνεργοῦντες δὲ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς.» Ἐπειδὴ γὰρ εἶπεν, ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ἀναγκαίως δι‐ | |
45 | δάσκει, ὡς αὐτοῖς τοῖς παρακαλουμένοις συμπράτ‐ τουσιν οἱ πρεσβεύοντες, ἵνα τὸ τῆς θείας χάριτος κομίσωνται κέρδος, καὶ μὴ κενὴν δείξωσι καὶ μα‐ ταίαν τὴν οἰκονομίαν, ἐναντίον βίον ταύτῃ ἐπιδεικνύ‐ μενοι. | |
82.412(50) | βʹ. «Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.» Οὕτω τῇ προ‐ φητικῇ χρησάμενος μαρτυρίᾳ τὴν παραίνεσιν αὔξει. | |
«Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα | ||
82.413 | σωτηρίας.» Πρὸς τέλος γὰρ ὁ βίος ἐλαύνει· κἂν μὴ νῦν τῆς σωτηρίας μεταλάχωμεν, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν οὐκ ἔρημοι ταύτης ἐσόμεθα. Εἶτα τοὺς οἰ‐ κείους πόνους εἰς τὴν ἐκείνων ὠφέλειαν διέξεισι. | |
5 | γʹ, δʹ. «Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι.» Σπουδὴ γὰρ ἡμῖν μηδὲ τὴν τυχοῦσαν πρόφασιν σκανδάλου παρέχειν τινὶ, ἀλλὰ διὰ πάντων ἀξίους ἡμᾶς αὐτοὺς | |
10 | τῆς τοῦ Θεοῦ διακονίας δεικνύναι. Τίνα δὲ τῆς δια‐ κονίας ταύτης τὰ εἴδη; «Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, (εʹ.) ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις.» Διαφόρως εἶπε τὰ ἔξωθεν ἐπιόντα. | |
15 | Προστίθησι δὲ τοῖς ἀκουσίοις καὶ τοὺς αὐθαιρέτους πόνους. «Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, (ϛʹ, ζʹ.) ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρη‐ στότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, | |
20 | ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ.» Οὐ γὰρ ἠρ‐ κεῖτο τοῖς ἔξωθεν ἐπιφερομένοις αὐτῷ σκυθρωποῖς, ἀλλὰ καὶ αὐτὸς ἐπενόει παιδαγωγίαν τῷ σώματι, οὐ μόνην τὴν νηστείαν καὶ τὴν ἀγρυπνίαν, ἀλλὰ καὶ τὴν τῶν χειρῶν ἐργασίαν· τοῦτο γὰρ λέγει, ἐν κό‐ | |
25 | ποις. Ἁγνότητα δὲ καλεῖ τὴν τῶν χρημάτων ὑπερ‐ οψίαν· οὐδὲ γὰρ τὰς ἀναγκαίας χρείας παρὰ Κοριν‐ θίων ἐδέξατο. Γνῶσιν δὲ, ὡς οἶμαι, τὴν διδασκαλίαν καλεῖ· ἐπίπονος γὰρ καὶ αὕτη. Εἶτα τὴν μακροθυ‐ μίαν περὶ τοὺς ἀλλοτρίους, τὴν χρηστότητα περὶ | |
30 | τοὺς οἰκείους, τὴν τοῦ Πνεύματος τοῦ παναγίου θερα‐ πείαν· τοῖς γὰρ τούτου νεύμασιν ἠκολούθει. Ἀνυπό‐ κριτον δὲ ἀγάπην καλεῖ τὴν εἰλικρινῆ καὶ γνησίαν, τὴν οὐκ ἐν σχήματι φαινομένην, ἀλλὰ βεβαιουμένην τῷ πράγματι. Λόγον δὲ ἀληθείας, τῆς εὐσεβείας τὸ | |
35 | κήρυγμα. Ἅπαντα δὲ ἐξήρτησε τῆς θείας δυνάμεως· ὑπ’ ἐκείνης γὰρ βοηθούμενος τὰ εἰρημένα κατ‐ ώρθου. «Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, (ηʹ—ιʹ.) διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφη‐ | |
40 | μίας καὶ εὐφημίας, ὡς πλάνοι, καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνήσκον‐ τες, καὶ ἰδοὺ ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανα‐ τούμενοι· ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, | |
45 | καὶ πάντα κατέχοντες.» Πάντα ἐκ διαμέτρου ἐναντία· δόξα καὶ ἀτιμία, βλασφημία καὶ εὐφημία, ζωὴ καὶ θάνατος, εὐφροσύνη καὶ λύπη· ἀλλ’ ὅμως καὶ ταῦτα κἀκεῖνα ὅπλα δικαιοσύνης ἀπέφηνε, καὶ διὰ τῶν ἐναντίων τὴν μίαν ἐκέρασεν ἀρετήν. Οὔτε γὰρ | |
82.413(50) | δόξα αὐτὸν ἐπῆρεν, οὔτε ἀτιμία κατήνεγκεν· οὐκ εὐφημία ἐφύσησεν, οὐ δυσφημία ἠνίασεν· ἀλλὰ διὰ τῶν ἐναντίων ὁδεύων, ἀμετάβλητος ἔμεινε. Δεξιὰ δὲ καλεῖ τὰ δοκοῦντα θυμήρη· ἀρι‐ στερὰ δὲ τὰ ἐναντία, ἀπὸ τῆς κατεχούσης δόξης | |
55 | τεθεικὼς τὰ ὀνόματα. Ἄξιον δὲ αὐτοῦ καὶ τὰ τελευ‐ ταῖα θαυμᾶσαι. Εἰρηκὼς γὰρ, ὡς πτωχοὶ, οὐκ ἐπ‐ ήγαγε, τῶν δὲ ἀναγκαίων εὐποροῦντες, ἀλλὰ, πολ‐ | |
λοὺς δὲ πλουτίζοντες· καὶ γὰρ παρὰ πάντων χρή‐ | ||
82.416 | ματα συλλέγων τοῖς πενομένοις ἐξέπεμπε, καὶ μηδὲν ἔχων πάσης εὐσεβοῦς ἐδέσποζεν οἰκίας. ιαʹ. «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίν‐ θιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.» Ἀπὸ τοῦ περὶ | |
5 | ὑμᾶς ταῦτα λέγειν ἀναγκάζομαι φίλτρου· πάντας γὰρ ὑμᾶς ἐν ἐμαυτῷ περιφέρω. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις, εὐρυχώρους ἐργάζεται τὰς τῶν κεκτημένων καρδίας. Τοῦτο δηλοῖ τὰ ἑξῆς. ιβʹ. «Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.» Ὁ γὰρ ἀπεχθῶς | |
10 | περί τινα διακείμενος, καὶ αὐτὴν αὐτοῦ τῆς διανοίας ἐξελαύνει τὴν μνήμην. «Στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.» Μέγιστον αὐτῶν ἔγκλημα κατ‐ ηγόρησεν, ἑαυτὸν μὲν δείξας πάντας αὐτοὺς μετ’ εὐρυχωρίας ἐν τῇ καρδίᾳ δεξάμενον, ἐκείνους δὲ | |
15 | ἐλέγξας, ὡς τοῖς ἴσοις ἀμείψασθαι μὴ θελήσαντας, ἀλλ’ ἐν ἑνὶ στενοχωρηθέντας ἀνθρώπῳ. Ὅθεν ἐπ‐ ήγαγε· ιγʹ. «Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω.» Ἐπειδήπερ ἔπληξε τῇ κατηγορίᾳ, θεραπεύει τῇ τῶν | |
20 | τέκνων προσηγορίᾳ. «Πλατύνθητε καὶ ὑμεῖς. (ιδʹ.) Μὴ γίνεσθε ἑτερο‐ ζυγοῦντες ἀπίστοις.» Ἀντίδοτέ μοι τὴν ἴσην ἀγά‐ πην· μὴ μιμήσησθε τοὺς ἑτέρως ἐννεύοντας βόας, καὶ τὸν ζυγὸν κλίνοντας, τὴν τῶν ἀπίστων ἀπάτην | |
25 | τῆς ἡμετέρας προτιμῶντες διδασκαλίας. «Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; (ιεʹ, ιϛʹ.) Τίς δὲ συμ‐ φώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ | |
30 | εἰδώλων;» Διὰ τούτων δὲ πάντων ἔδειξε τοὺς ἐναν‐ τίους διδασκάλους ἀνομίας καὶ σκότους προξένους καὶ ὑπουργοὺς διαβόλου· Βελίαρ γὰρ τὸν διάβολον προσηγόρευσεν. «Ὑμεῖς γὰρ ναός ἐστε Θεοῦ ζῶν‐ τος.» Εἶτα προφητικῇ μαρτυρίᾳ ἔδειξε τοῦ λόγου τὸ | |
35 | ἀληθές. «Καθὼς εἶπεν ὁ Θεὸς, ὅτι Ἐνοικήσω ἐν αὐ‐ τοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. (ιζʹ, ιηʹ.) Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος· καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ | |
40 | ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.» Οὕτω διὰ τῆς προφητικῆς διδασκαλίας, καὶ φυγεῖν αὐτοὺς τὴν τῶν ἐναντίων συνουσίαν διδάξας, καὶ ταῖς θείαις ἐπαγγελίαις ψυχαγωγήσας, προσφέρει καὶ αὐ‐ | |
45 | τὸς τὴν οἰκείαν παραίνεσιν. ΚΕΦΑΛ. Ζʹ. αʹ. «Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπη‐ τοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν | |
82.416(50) | φόβῳ Θεοῦ.» Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν καλεῖ· | |
82.417 | μολυσμὸν δὲ πνεύματος, τῶν εἰδώλων τὴν κοινω‐ νίαν· μολυσμὸν δὲ σαρκὸς, τὴν ἐν ταῖς πράξεσι παρανομίαν. βʹ. «Χωρήσατε ἡμᾶς οὐδένα ἠδικήσαμεν, οὐ‐ | |
5 | δένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.» Οὐκ ἐναντία φθέγγεται, ποτὲ μὲν αὐτοὺς ἐπαινῶν, ποτὲ δὲ αὐτῶν κατηγορῶν. Καὶ γὰρ κατορθώματα εἶχον, καὶ ἐπλημμέλουν ὡς ἄνθρωποι· καὶ ἐπαινεῖ μὲν δι’ ἐκεῖνα, κατηγορεῖ δὲ διὰ ταῦτα. Σκοπὸς δὲ | |
10 | αὐτῷ, καὶ διὰ τῶν ἐπαίνων, καὶ διὰ τῶν ψόγων, εἰς τὴν ἄκραν αὐτοὺς παιδοτριβῆσαι φιλοσοφίαν. Ἐνταῦθα μέν τινας αἰνίττεται ὡς τοῖς ἀπατεῶσιν ὑπαχθέντας ἐκείνοις, καὶ τὰς κατ’ αὐτοῦ δεξα‐ μένους διαβολάς. Ὅθεν ἀπολογούμενος ἔφη· Οὐ‐ | |
15 | δένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν· ἀντὶ τοῦ, Οὔτε ἀπατηλοῖς ἐχρησάμεθα λόγοις, χρωννύν‐ τες τῇ κακίᾳ τὸ ψεῦδος, οὔτε ἐπὶ χρήμασιν ἐκηρύ‐ ξαμεν. Τὸ δὲ, χωρήσατε, τοῖς στενοχωρουμένοις λέγει, καὶ ἀγάπην οὐ κεκτημένοις. Τοῦτο γὰρ καὶ | |
20 | ἄνω ἔφη· Πλατύνθητε καὶ ὑμεῖς. Ἐπειδὴ δὲ εἶπεν, Οὐδένα ἐπλεονεκτήσαμεν, ἀναγκαίως ἐπήγαγεν· γʹ. «Οὐ πρὸς κατάκρισιν λέγω.» Ἀντὶ τοῦ, Οὐ σμικρολογίαν ὑμῖν ὀνειδίζων ταῦτα ἔφην. «Προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναπο‐ | |
25 | θανεῖν καὶ συζῇν.» Καὶ ἐπιμένει θεραπεύων. δʹ. «Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς.» Ὡς πατρὶ πρὸς παῖδας, ὡς διδασκάλῳ πρὸς μαθητάς. «Πολλὴ μοι καύχησις ὑπὲρ ὑμῶν.» Σεμνύνομαι γὰρ ἐφ’ ὑμῖν, καὶ πανταχοῦ τὴν ὑμετέραν πίστιν ἀνακηρύττω. | |
30 | «Πεπλήρωμαι γὰρ τῇ παρακλήσει, ὑπερπερισσεύο‐ μαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.» Πάσης γάρ μοι ψυχαγωγίας ἀφορμὴ γίνεται ἡ ὑμετέρα μνήμη. Εἶτα πάλιν ἐξηγεῖται τοὺς πειρασμούς. εʹ. «Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, | |
35 | οὐδεμίαν ἄνεσιν ἔσχηκεν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.» Οὐ γὰρ μόνον ἡμᾶς συνεῖχεν ὁ πρὸς τοὺς ἐναντίους ἀγὼν, ἀλλὰ καὶ τῶν ἀσθενέστερον διακειμένων ἡ φροντὶς κατανήλισκεν. Ἐδεδίει μὲν γὰρ αὐτῶν τὴν | |
40 | ἐπὶ τὸ χεῖρον μεταβολήν. ϛʹ. «Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκά‐ λεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου.» Ἐν‐ ταῦθα σκοπὸς αὐτῷ, καὶ τοῦ μακαρίου Τίτου δεῖξαι τὴν ἀρετὴν, καὶ τὴν περὶ αὐτὸν ἐν αὐτοῖς ἀγάπην | |
45 | πυρσεῦσαι. Αὐτὸς γὰρ τοῖσδε διηκόνει τοῖς γράμμασι. Τούτου χάριν ἔφη, ὅτι ἤρκεσεν εὐθὺς φανεὶς ἀπο‐ σκεδᾶσαι τὴν τῶν ἀνιαρῶν προσβολήν. ζʹ. «Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, | |
82.417(50) | ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ.» Ηὔξησε δέ μοι τὴν εὐθυμίαν καὶ τοῖς περὶ ὑμῶν διηγήμασιν· ἀπήγγειλε γάρ μοι ὅπως ἡμᾶς ποθεῖτε θεάσασθαι, | |
ὅπως δὲ ἀποδύρεσθε τὰ γινόμενα πλημμελήματα, | ||
82.420 | καὶ ὅσον ὑπὲρ ἐμοῦ πρὸς τοὺς ἐναντίους ἀνεδέξασθε ζῆλον. «Ὥστε μᾶλλον ἐμὲ χαρῆναι. (ηʹ.) Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ Ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ | |
5 | καὶ μετεμελόμην.» Ταῦτα γὰρ μαθὼν, πολλὴν ἐδεξάμην τὴν εὐφροσύνην, καίτοι λίαν ἀλγῶν, ὅτι λυπῆσαι ὑμᾶς διὰ τῶν γραμμάτων ἠναγκάσθην ἐκείνων. «Βλέπω γὰρ ὅτι ἡ Ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς | |
10 | ὥραν, ἐλύπησεν ὑμᾶς. (θʹ.) Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυ‐ πήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.» Εἰ γὰρ καὶ πρὸς ὀλίγον ὑμᾶς ἠνίασεν ἐκεῖνα τὰ γράμματα, ἀλλ’ οὖν μεγίστην ὠφέλειαν ἐπραγμα‐ | |
15 | τεύσατο. Ἐγὼ δὲ χαίρω, οὐ γυμνὴν τὴν λύπην, ἀλλὰ τῆς λύπης θεωρῶν τὸν καρπόν· ἡ λύπη γὰρ ἐκείνη βεβλάστηκε τὴν ἐπαινουμένην μετάνοιαν. ιʹ. «Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτη‐ ρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου | |
20 | λύπη θάνατον κατεργάζεται.» Τὸ γὰρ ἐπὶ τοῖς ἐπταισμένοις ἀλγεῖν τὴν ἀληθῆ πραγματεύεται σωτη‐ ρίαν. Κόσμου δὲ λύπην ἐκάλεσε, τὴν ἐπὶ ζημίᾳ χρημάτων, τὴν ἐπὶ θανάτῳ παίδων ἢ γυναικῶν, ἧς ἡ ἀμετρία τὸν θάνατον οἶδεν ἐπάγειν. Οὗ δὴ χάριν | |
25 | καὶ μεταμέλονται πολλάκις οἱ πέρα τοῦ μέτρου θρηνήσαντες. Οἱ δὲ τὴν ἁμαρτίαν ὀλοφυρόμενοι, κἂν ἀμέτρως θρηνήσωσιν, εὐφροσύνην καρποῦνται, μετα‐ μέλειαν οὐ δεχόμενοι. ιαʹ. «Ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπη‐ | |
30 | θῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδὴν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν.» Δεξάμε‐ νοι τῶν γραμμάτων τὸν ἔλεγχον, πᾶσαν μὲν σπουδὴν εἰς ἀπολογίαν εἰσενέγκατε, κατὰ δὲ τῶν ἡμαρτηκό‐ | |
35 | των ὁπλίσατε τὸν θυμὸν, τὸ δὲ θεῖον εἰσεδέξασθε δέος, ἐποθήσατε δὲ καὶ ἡμᾶς θερμότερον ἢ πάλαι, ζῆλον δὲ δίκαιον ἀναλαβόντες, ἐπὶ τοῖς παραβεβα‐ σμένοις ἐθρηνήσατε νόμοις. «Ἐν παντὶ συνεστή‐ σατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι.» | |
40 | Ἐδείξατε σαφῶς ὡς οὐ συνήσθητε τοῖς κακῶς ὑπ’ ἐκείνων γεγενημένοις· τοῦτο γὰρ λέγει ἁγνοὺς εἶναι. ιβʹ, ιγʹ. «Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ | |
45 | εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς, ἐνώπιον τοῦ Θεοῦ.» Ὡς ἔδειξε τῶν πραγμάτων ἡ ἔκβασις, ὑμῶν ἕνεκα τὴν Ἐπιστολὴν ἐκείνην ἐγράψαμεν, ὥστε ἡμῶν τὴν περὶ ὑμᾶς γυμνωθῆναι διάθεσιν. Ἀδικήσαντα δὲ λέγει | |
82.420(50) | τὸν πεπορνευκότα· ἀδικηθέντα δὲ τὸν ἐκείνου πατέρα. Καὶ τεθνεὼς γὰρ ἠδίκητο, τῆς εὐνῆς ὑβρισθείσης. «Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσότερον μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων | |
55 | ὑμῶν. (ιδʹ.) Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, | |
οὐ κατῃσχύνθην.» Διαφερόντως δὲ ἥσθην, ὅτι τὴν | ||
82.421 | ὑμετέραν μνήμην ὁ Τίτος ἐν τῇ ψυχῇ περιφέρει, τὴν ἁπάντων ὑμῶν ἀνακηρύττων ἀγάπην· καὶ διὰ τῆς πείρας μεμάθηκεν ὡς ἀληθῆ τὰ παρ’ ἐμοῦ πολλάκις περὶ ὑμῶν εἰρημένα. «Ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ | |
5 | ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.» Οὐδὲν γὰρ ψευδὲς εἰπεῖν ἠνεσχόμεθα πώποτε, ἀλλὰ καὶ ὑμῖν ἀληθῆ δι‐ δασκαλίαν προσενηνόχαμεν, καὶ τοὺς ὑμετέρους ἐπαίνους ἀληθείᾳ διεκοσμήσαμεν. | |
10 | ιεʹ. «Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως πρὸς ὑμᾶς ἐστιν, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοὴν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐ‐ τόν.» Ἄγαν δὲ περὶ ὑμᾶς διάκειται, καὶ ἄληστον ὑμῶν περιφέρει τὴν μνήμην, διηγούμενος ὅπως μὲν | |
15 | αὐτοῦ παραινέσεσιν εἴξατε, ὅσον δὲ αὐτῷ προσενη‐ νόχατε γέρας, καὶ ὡς πατέρα τιμῶντες, καὶ ὡς ἄρχοντα πνευματικὸν δεδιότες. ιϛʹ. «Χαίρω οὖν ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν.» Ἐγὼ δὲ θυμηδίας ἐμπίπλαμαι, ὅτι καὶ ἐπιπλήττειν | |
20 | ὑμῖν καὶ ἐπιτιμᾶν θαῤῥῶ. Καὶ αὖ πάλιν εὐφημῶν οὐ διαμαρτάνω τῆς ἀληθείας. Προσήκει τοίνυν καὶ ἡμᾶς, καὶ τοὺς διδασκομένους, καὶ τοὺς διδάσκοντας, ὠφελείας ἐντεῦθεν χαρακτῆρα λαβεῖν· καὶ τοὺς μὲν διδασκάλους τὸν τῆς οἰκουμένης μιμεῖσθαι διδάσκα‐ | |
25 | λον, καὶ ἐπιτιμᾷν εἰς καιρὸν, καὶ ἐλέγχειν εἰς δέον, καὶ παρακαλεῖν καὶ προτρέπειν, καὶ διεγείρειν ταῖς εὐφημίαις· τοὺς δὲ τῆς διδασκαλίας ἀπολαύοντας πείθεσθαι τοῖς διδάσκουσι, καὶ μετὰ πόθου καὶ φόβου δέχεσθαι τῆς διδασκαλίας τὰ νάματα, καὶ διὰ τῆς | |
30 | τοιαύτης ἀρδείας φέρειν τῷ Σωτῆρι Χριστῷ τὸν καρ‐ πὸν, μεθ’ οὗ τῷ Πατρὶ ἐν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. | |
35 | ΚΕΦΑΛ. Ηʹ. αʹ. «Γνωρίζω δὲ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας.» Τὰ κατὰ μακάριον διηγησάμενος Τίτον, καὶ τοῖς ἐπαίνοις αὐτοὺς ἱκανῶς προθεραπεύσας, ἐπήγαγε· | |
40 | Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ὑμῖν. Δείκνυσι δὲ διὰ τῶν πραγμάτων τὸ θάρσος, καὶ περὶ τῆς τῶν ἁγίων προμηθείας προσφέρει παραίνεσιν. Πρῶτον δέ γε τῶν Μακεδόνων διηγεῖται τὴν εἰλικρινῆ πίστιν, καὶ τοὺς περὶ ταύτης ἀγῶνας, καὶ τὴν ἐν πενίᾳ μεγαλο‐ | |
45 | ψυχίαν. Θεοῦ δὲ χάριν ὠνόμασε τὴν κτῆσιν τῶν ἀγαθῶν· οὐ τὸ τῆς γνώμης ἐκβαλὼν αὐθαίρετον, ἀλλὰ διδάσκων ὅτι διὰ τῆς θείας ἐπικουρίας δυνατὸν συναγαγεῖν τὸν πλοῦτον τῆς ἀρετῆς. βʹ. «Ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία | |
82.421(50) | τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν.» Μέγιστον αὐτοῖς ἐγκώμιον ἔπλεξεν. Ἐν δυσθυμίᾳ γὰρ αὐτοὺς ἔδειξεν εὐθυμοῦντας, καὶ ἐν ἐσχάτῃ πενίᾳ | |
φιλοτιμίᾳ πλουτοῦντας. Τοῖς κύμασι γὰρ περικλυζό‐ | ||
82.424 | μενοι πάντοθεν, ὡς ἐξ οὐρίων φερόμενοι χαίρουσι, καὶ αὐτῶν τῶν ἀναγκαίων σπανίζοντες, ἐπιδεί‐ κνυνται μεγαλοψυχίαν ὡς πλούτῳ περιῤῥεόμενοι. γʹ, δʹ. «Ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ | |
5 | δύναμιν αὐθαίρετοι. Μετὰ πολλῆς παρακλήσεως δεό‐ μενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς δια‐ κονίας τῆς εἰς τοὺς ἁγίους.» Μαρτυρῶ γὰρ αὐτοῖς, ὡς ἐνίκησαν τῇ προθυμίᾳ τὴν δύναμιν, καὶ τὴν ἡμετέραν παραίνεσιν προὔλαβον αὐτοὶ, δεηθέντες | |
10 | ἡμῶν τῆς τῶν ἁγίων θεραπείας φροντίσαι. Χάριν δὲ καὶ κοινωνίαν, τὴν τοιαύτην θεραπείαν ἐκάλεσε· δι’ ἀμφοτέρων διδάσκων ὡς τοῦ μεταδιδόντος τὸ κέρδος· κοινωνοὶ γὰρ τῶν θεραπευομένων οἱ θεραπεύοντες. εʹ, ϛʹ. «Καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ’ ἑαυτοὺς | |
15 | παρέδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν διὰ θελή‐ ματος Θεοῦ. Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.» Τὸ, οὐ καθὼς ἠλπίσαμεν, οὐ περὶ τῆς γνώμης λέγει, ἀλλὰ περὶ τοῦ πλήθους | |
20 | τῶν χρημάτων· ἀφορῶντες σμικρά τινα προσεδοκή‐ σαμεν συλλογήσασθαι, ἀλλ’ ἐνίκησε τὴν πενίαν ἡ μεγαλοψυχία. Αἰτία δὲ τούτων ἡ περὶ τὸν Θεὸν ἀγάπη· ἑαυτοὺς γὰρ ἀνέθηκαν τῷ Θεῷ, καὶ ἡμῖν δὲ ὡσαύτως ὡς διακόνοις Θεοῦ. Ταύτην τοίνυν αὐτῶν | |
25 | τὴν σπουδὴν θεασάμενοι, παρεκαλέσαμεν Τίτον αὖθις δραμεῖν πρὸς ὑμᾶς, καὶ ἐπιθεῖναι τῇ προλαβούσῃ διδασκαλίᾳ τὸ πέρας. Οὕτως αὐτοὺς τοῖς τῶν Μακε‐ δόνων διεγείρας ἐπαίνοις, ἄρχεται λοιπὸν τῆς εἰσ‐ ηγήσεως. | |
30 | ζʹ. «Ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ὑμῶν ἐν ἡμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι πε‐ ρισσεύητε.» Τῶν πνευματικῶν αὐτοὺς ἀνέμνησε χαρι‐ σμάτων· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται | |
35 | λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Ἐμαρτύρησε δὲ αὐτοῖς καὶ τὴν περὶ ἀλλήλους ἀγά‐ πην, διὰ τῆς εὐφημίας τὴν μεγαλοψυχίαν πραγμα‐ τευόμενος. | |
40 | ηʹ. «Οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκι‐ μάζων.» Ταῦτα δὲ ἔφην, οὐ κελεύων, ἀλλὰ συμβου‐ λεύων, καὶ δοκίμους ἀποφῆναι βουλόμενος· διὰ γὰρ δὴ τοῦτο καὶ τὴν Μακεδόνων ὑπέδειξα προθυμίαν. | |
45 | Εἶτα τὸ μέγιστον εἰσφέρει παράδειγμα. θʹ. «Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.» | |
Ἀποβλέψατε γὰρ εἰς τὸν τῶν ὅλων ποιητὴν καὶ | ||
82.425 | Δεσπότην, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, ὃς τῆς ἡμε‐ τέρας ἕνεκα σωτηρίας τὴν ἐσχάτην μετελήλυθε πε‐ νίαν, ἡμῖν τὸν ἐκ τῆς πενίας φυόμενον πραγματευό‐ μενος πλοῦτον. | |
5 | ιʹ, ιαʹ. «Καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.» | |
10 | Ταῦτα δὲ λέγω τοῦ λυσιτελοῦντος ὑμῖν προμηθούμε‐ νος, καὶ τὴν ὑμετέραν προμαθὼν προθυμίαν· πάλαι γὰρ ταύτην ἡμῖν ἐγυμνώσατε. Χρὴ δὲ τοίνυν τῇ προθυμίᾳ καὶ τῶν πραγμάτων προστεθῆναι τὴν μαρτυρίαν. Διὰ γὰρ τοῦ θέλειν τὴν προθυμίαν δε‐ | |
15 | δήλωκεν. Οὕτω γὰρ ἐν τοῖς ἑξῆς ἑρμηνεύει. ιβʹ. «Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ’ ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ’ ὃ οὐκ ἔχει.» Τὴν μὲν γὰρ προθυμίαν τελείαν εἶναι προσήκει· τὰ δὲ προσ‐ φερόμενα τῇ δυνάμει μετρεῖν εἴωθεν ὁ τῶν ὅλων | |
20 | Θεός· οὐ γὰρ τὴν ποσότητα, ἀλλὰ τῆς γνώμης ὁρᾷ τὴν ποιότητα. ιγʹ—ιεʹ. «Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις, ἀλλ’ ἐξ ἰσότητος, ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσ‐ σευμα εἰς τὸ ἐκείνων ὑστέρημα· ἵνα γένηται καὶ τὸ | |
25 | ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα· ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ ὀλίγον οὐκ ἠλαττόνησε.» Τὴν τελειότητα μὲν ὁ Δεσπότης ὁρίζεται τῇ παντελεῖ τῶν χρημάτων ὑπεροψίᾳ, καὶ τῇ αὐθαιρέτῳ πενίᾳ. Ἐδί‐ | |
30 | δαξε δὲ ὅμως, ὡς καὶ δίχα τῆς τελειότητος δυνατὸν τυχεῖν τῆς αἰωνίου ζωῆς. Ἐρωτηθεὶς γὰρ ὑπὸ τοῦ νεανίσκου, «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» οὐκ εὐθὺς αὐτῷ τὴν περὶ τελειότητος διδασκαλίαν προσήνεγκεν, ἀλλὰ τῶν ἄλλων ἀνέμνησεν ἐντολῶν. | |
35 | Ἐκείνου δὲ εἰρηκότος πάσας πεπληρωκέναι, τότε τὸν ἀφρόντιδα καὶ ἀκτήμονα βίον ἑλέσθαι προέτρεψε. Ταῦτα πεπαιδευμένος ὁ θεῖος Ἀπόστολος, οὐ τὰ μεγάλα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς γνώμης τοὺς νόμους μετρεῖ. Οὗ δὴ χάριν ἔφη, Οὐχ ἵνα ἄλ‐ | |
40 | λοις ἄνεσις, ὑμῖν δὲ θλίψις· καὶ τῶν περιττῶν μεταδοῦναι προσέταξε, καὶ τὸ ἐντεῦθεν φυόμενον ὑπέδειξε κέρδος· Ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα. Ἀντίδοσις, φησὶν, ἀρίστη γενήσεται, καὶ τὰ ἐλάττονα διδόντες τὰ μεί‐ | |
45 | ζονα λήψεσθε. Τῆς γὰρ ἀξιεπαίνου καρτερίας αὐτοῖς κοινωνήσετε. Μάλα δὲ εἰς καιρὸν καὶ τὴν μαρτυρίαν παρέθηκε. Καὶ γὰρ ἐπὶ τῆς τοῦ μάννα συλλογῆς τὴν ἰσότητα ταύτην ὁ Δεσπότης ὑπέδειξεν. Οὐδὲν γὰρ ὤνησεν ὁ τὸ πλέον συλλέξας· τὸ γὰρ μέτρον ὁ μεγα‐ | |
82.425(50) | λόδωρος τῷ δώρῳ συνέζευξε. | |
ιϛʹ, ιζʹ. «Χάρις δὲ τῷ Θεῷ, τῷ διδόντι τὴν αὐτὴν | ||
82.428 | σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθε πρὸς ὑμᾶς.» Πάλιν τοῦ Τίτου τὴν περὶ αὐτοὺς ἀγάπην δεδήλωκεν, εὐπειθεστέρους αὐ‐ | |
5 | τοὺς περὶ τὰς ἐκείνου παραινέσεις κατασκευάζων. ιηʹ, ιθʹ. «Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελ‐ φὸν, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι | |
10 | ταύτῃ, τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν.» Τὸν τρισ‐ μακάριον Βαρνάβαν τὰ εἰρημένα χαρακτηρίζει. Αὐ‐ τὸς γὰρ καὶ ἐν Ἀντιοχείᾳ σὺν τῷ μακαρίῳ Παύλῳ τῆς χειροτονίας τετύχηκε, τοῦ θείου Πνεύματος | |
15 | εἰρηκότος· «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Καὶ ἐν Ἱεροσολύμοις ὕστερον σὺν αὐτῷ πρὸς τοὺς θείους ἀποστόλους ἐποιήσατο τὰς συνθήκας. «Πέ‐ τρος γὰρ, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ | |
20 | δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοί τε καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, ἐκεῖ‐ νοι δὲ εἰς τὴν περιτομήν· μόνον δὲ τῶν πτωχῶν ἵνα μνημονεύωμεν.» Τούτων ἐπὶ τοῦ παρόντος ἀνέμνη‐ σεν. Ἔφη γάρ· Συνέκδημος ἡμῶν ἐχειροτονήθη | |
25 | σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν, τουτέστι τῇ τῶν ἁγίων θεραπείᾳ. Εἶτα ἐπήγαγε· «Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν. Αὐτὸς μὲν γὰρ ἐπὶ τούτοις ὑμνεῖται, ἡμεῖς δὲ τὴν οἰκείαν δείκνυμεν προθυμίαν. Λέγει δὲ καὶ τίνος | |
30 | χάριν τὸν τοσοῦτον ἀπέστειλεν ἄνδρα. κʹ. «Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν.» Ὑφορώμεθα γὰρ μή τις τῶν συλλεγομένων χρημά‐ των τὸ πλῆθος θεώμενος ἕτερά τινα ὑπολάβῃ. Τούτου | |
35 | χάριν πολλοὺς καὶ θαυμασίους ἄνδρας εἰς τὴν τῆς διακονίας ταύτης κοινωνίαν λαμβάνω. καʹ. «Προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.» Οὐκ ἀρκούμενοι γὰρ μόνῃ τῇ τοῦ Κυρίου μαρτυρίᾳ, ἀλλὰ καὶ τοὺς ἀν‐ | |
40 | θρώπους βουλόμεθα ἀγαθά τε ἡμῖν συνειδέναι, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦσθαι. κβʹ «Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολλῷ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ | |
45 | εἰς ὑμᾶς.» Ἐπῄνεσε μὲν καὶ τοῦτον, οὐ δεδήλωκε δὲ ὅστις ἐστί· φασὶν αὐτόν τινες εἶναι τὸν Ἀπολλὼ, ἐπειδὴ καὶ ὑπέσχετο πέμψειν αὐτὸν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ. | |
κγʹ. «Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς | ||
82.429 | ὑμᾶς συνεργὸς, εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι Ἐκ‐ κλησιῶν, δόξα Χριστοῦ.» Περὶ μὲν οὖν Τίτου τοῦτό φημι, ὅτι καὶ τοῦ κηρύγματός μοι γεγένηται κοινω‐ νὸς, καὶ εἰς τὴν ὑμετέραν ὠφέλειάν ἐστι συνεργός· | |
5 | περὶ δὲ τῶν ἄλλων, ὅτι ἀδελφοὶ ἡμῶν, καὶ τῶν Ἐκ‐ κλησιῶν ἀπόστολοι, καὶ δόξα τοῦ Δεσπότου Χριστοῦ. Οἱ γὰρ ὁρῶντες αὐτῶν τὴν λαμπηδόνα τῆς ἀρετῆς, τὸν ὑπὸ τούτου κηρυττόμενον ἀνυμνοῦσι Θεόν. κδʹ. «Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ | |
10 | ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν.» Πάντα τοίνυν τῆς ἀγάπης ὑμῶν τὸν πλοῦτον γυμνώσατε, καὶ τὰς ἐμὰς περὶ ὑμῶν εὐφημίας κυρώσατε· πάσας γὰρ τὰς Ἐκκλησίας διὰ τούτων τιμήσετε. | |
15 | ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ, βʹ. «Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσιν.» | |
20 | Ἐκεῖνα περὶ τῶν τῇ χρείᾳ διακονουμένων διεξελθὼν, περιττὴν ἐκάλεσε τὴν περὶ τῆς φιλοτιμίας παραί‐ νεσιν· οὐ περιττὴν ὄντως ὑπολαμβάνων, ἀλλὰ τῇ τοιαύτῃ τῶν λόγων μεθόδῳ πρὸς πλείω διεγείρων φιλοτιμίαν. Οὗ δὴ χάριν αὐτοῖς καὶ τὴν προθυμίαν | |
25 | μεμαρτύρηκε, καὶ ταύτην ἔφη τοῖς Μακεδόσι πάλαι δεδηλωκέναι, ὥστε καὶ ἐντεῦθεν ἐκείνους προθυμο‐ τέρους γίνεσθαι. Τοῦτο γὰρ ἐπάγει· «Καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.» Ἄξιον δὲ θαυμᾶσαι τὸν θεῖον Ἀπόστολον τὴν πνευματικὴν θεωροῦντας | |
30 | σοφίαν. Διὰ μὲν γὰρ Κορινθίων τοὺς Μακεδόνας, διὰ δὲ Μακεδόνων τοὺς Κορινθίους ἐπὶ τὴν ἀγαθὴν ἐργα‐ σίαν προέτρεψεν. γʹ, δʹ. «Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει | |
35 | τούτῳ, ἀλλ’ ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.» Ἔδειξεν ἑαυτὸν ἀγωνιῶντα, | |
40 | καὶ τῶν ψευδῶν ἐγκωμίων ὑφορώμενον τοὺς ἐλέγ‐ χους, ἵνα καὶ τῆς οἰκείας δόξης, καὶ τῆς τοῦ διδα‐ σκάλου φροντίζοντες, φιλότιμοι περὶ τὴν τῶν χρημά‐ των μετάδοσιν γένωνται. εʹ. «Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι | |
45 | τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν ταύτην ἑτοίμην εἶναι οὕτως, ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν.» Οὐδαμοῦ φιλανθρωπίαν ὠνόμασε τὴν μετάδοσιν, ἀλλὰ χάριν, καὶ κοινωνίαν, καὶ εὐ‐ | |
82.429(50) | λογίαν. Μετ’ εὐφροσύνης δὲ ταύτην κελεύει γίνεσθαι. Τοῦτο γὰρ εἶπεν, ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεον‐ εξίαν. Ὁ γὰρ πλεονεκτούμενος ἀνιᾶται, ὁ δὲ φιλο‐ τιμούμενος ἥδεται. Ἐπειδὴ δὲ τῇ ἐξουσίᾳ τῆς γνώ‐ μης τὸ τῆς μεταδόσεως ἐπίστευσε μέτρον, ἀναγκαίως | |
55 | καὶ περὶ τούτου παραινεῖ τὰ εἰκότα. | |
82.432 | ϛʹ. «Τοῦτο δὲ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλο‐ γίαις καὶ θερίσει.» Ἄγαν ἁρμοδίως ἐχρήσατο τῇ μεταφορᾷ, καὶ σπόρον τὴν τοιαύτην φιλοτιμίαν ὠνό‐ | |
5 | μασε, τὸν πολύχουν τῆς εὐποιΐας μηνύων καρπόν. Ἐνεδείξατο καὶ τοὺς σμικρολογίᾳ χρωμένους, τῇ ποσότητι τοῦ σπόρου τὸν ἀμητὸν ἀκολουθεῖν εἰρηκώς. Εἶτα πάλιν τῇ γνώμῃ παραχωρεῖ. ζʹ. «Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ | |
10 | ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Ὁ ἐλεῶν, ἐν ἱλαρότητι.» Χρὴ γὰρ ἡγεῖσθαι τῆς τῶν χρημάτων χορηγίας τὴν τῆς ψυχῆς εὐθυμίαν. Εἶτα αὐτοῖς ἐπεύχεται, τὴν πατρικὴν φιλοστοργίαν ἐπι‐ | |
15 | δεικνύς. ηʹ, θʹ. «Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦ‐ σαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτ‐ άρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· | |
20 | ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Καὶ τῶν θείων αὐτοῖς χαρισμάτων τὸν πλοῦτον, καὶ τῶν τῆς ἀρετῆς κατορθωμάτων περιουσίαν ἐξῄτησε. Πᾶ‐ σαν γὰρ χάριν τὰ χαρίσματα λέγει, ἔργον δὲ ἀγα‐ θὸν, τὰ εἴδη τῆς ἀρετῆς. Εἰς καιρὸν δὲ καὶ τὴν προ‐ | |
25 | φητικὴν παρατέθεικε μαρτυρίαν, σαφῶς διδάσκου‐ σαν ὡς ἡ τῶν χρημάτων ὑπεροψία τὴν αἰώνιον φύει δικαιοσύνην. ιʹ, ιαʹ. «Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν | |
30 | σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δι‐ καιοσύνης ὑμῶν. Ἐν παντὶ πλουτιζόμενοι, εἰς πᾶ‐ σαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαρι‐ στίαν τῷ Θεῷ.» Οὐχ ἁπλῶς τὴν εὐχὴν τῇ παραινέσει συνήρμοσεν, ἀλλὰ διδάσκων τὸν τῆς θείας δυνάμεως | |
35 | πλοῦτον, καὶ ὅτι δύναται μὲν αὐτὸς ἅπασιν ἀφθόνως χορηγεῖν τἀγαθά. Αὐτὸς γὰρ καὶ τὸν σπόρον ἐξ ἀρ‐ χῆς δέδωκε τοῖς ἀνθρώποις, αὐτὸς καὶ τοῦτον εἰς τὴν γῆν καταβαλλόμενον τρέφει, καὶ τὴν ἐκ τούτου τρο‐ φὴν τοῖς ἀνθρώποις πορίζει. Τῆς δὲ ὑμετέρας ὅμως | |
40 | προμηθούμενος ὠφελείας, δι’ ὑμῶν βούλεται τοὺς δεομένους ἀπολαύειν τῶν ἀναγκαίων. Σπόρον μέν‐ τοι πάλιν τὴν εὐποιΐαν ἐκάλεσε· γεννήματα δὲ δικαιοσύνης, τὴν ἐκ ταύτης βλαστάνουσαν ὠφέ‐ λειαν· ἁπλότητα δὲ τὴν φιλοτιμίαν. Ὁ γὰρ λογι‐ | |
45 | σμοῖς περιττοῖς κεχρημένος τῆς σμικρολογίας τὸ πάθος εἰσδέχεται. ιβʹ, ιγʹ. «Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαρι‐ | |
82.432(50) | στιῶν τῷ Θεῷ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεόν.» Μὴ νομίσητε, φησὶν, ἓν ἐκ τοῦδε κατορθοῦσθαι τοῦ πράγματος, καὶ μόνην τῶν ἁγίων τὴν ἔνδειαν θεραπεύεσθαι· καὶ γὰρ ἑτέρους | |
φύει πολλῷ μείζους καρπούς. Παρασκευάζει γὰρ | ||
82.433 | διὰ πάντων τὸν τῶν ὅλων ὑμνεῖσθαι Θεόν. Λέγει δὲ καὶ ἐπὶ τίσιν ὑμνεῖται. «Ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας | |
5 | εἰς αὐτοὺς, καὶ εἰς πάντας, (ιδʹ) καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλου‐ σαν χάριν τοῦ Θεοῦ ἐν ὑμῖν.» Ὁρῶντες γὰρ ὅπως μὲν τὸ θεῖον ἐδέξασθε κήρυγμα, ὅπως δὲ ὑμᾶς αὐ‐ τοὺς ὑπετάξατε τῷ Δεσπότῃ, θεωροῦντες δὲ καὶ τὴν | |
10 | περὶ τοὺς ἁγίους φιλοτιμίαν, οὐκ ἐκείνους μόνους τοὺς ἐν Ἱεροσολύμοις διάγοντας, ἀλλὰ καὶ τοὺς ὁπου‐ δήποτε, τὴν δοξολογίαν προσφέρουσι τῷ τούτων αἰτίῳ Θεῷ· καρποῦσθε δὲ καὶ ὑμεῖς τὰς ὑπὲρ ὑμῶν ὑπ’ ἐκείνων προσφερομένας δεήσεις. Σφόδρα γὰρ | |
15 | ὑμᾶς ποθοῦσι, τὴν περὶ ὑμᾶς τοῦ Θεοῦ φιλοτιμίαν μανθάνοντες. ιεʹ. «Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.» Σύνηθες τῷ Ἀποστόλῳ τὸν Θεὸν ἀνυμνεῖν ὅταν περί τινος τῶν θείων οἰκονομιῶν διεξίῃ. Οὗ δὲ | |
20 | ἡ δωρεὰ ἀνεκδιήγητος, πῶς ἡ οὐσία καταληπτή; Ταῦτα περὶ τῆς τῶν ἁγίων θεραπείας διεξελθὼν, ἄρχεται λοιπὸν τὴν κατὰ τῶν ἀπατεώνων ἐκείνων ἐξυφαίνειν κατηγορίαν· ἅπτεται δὲ καὶ αὐτῶν Κοριν‐ θίων, αἰνιττόμενος ὥς τινες ἐξ αὐτῶν ταῖς ἐκείνων | |
25 | ψευδολογίαις ὑπήχθησαν. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ, βʹ. «Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤ‐ | |
30 | ῥῶ εἰς ὑμᾶς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.» Οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, καὶ τὴν νομικὴν πολιτείαν μετιέναι παρεγγυῶντες, ἐκακηγόρουν τὸν | |
35 | θεῖον Ἀπόστολον, εὐτελῆ μὲν ἀποκαλοῦντες καὶ ἰδιώτην, λέγοντες δὲ αὐτὸν λάθρα φυλάττειν τὸν νόμον, προφανῶς δὲ τοῦτο μὴ ποιεῖν διὰ τὴν τῶν ἐξ ἐθνῶν πεπιστευκότων ἀσθένειαν. Τὸ γὰρ, κατὰ σάρκα περιπατεῖν, ἀντὶ τοῦ, κατὰ τὸν νόμον πολιτεύ‐ | |
40 | εσθαι, τέθεικε. Τὸ δὲ, αὐτὸς ἐγὼ Παῦλος, πολλὴν ἔμφασιν ἔχει τῆς ἀποστολικῆς ἀξίας· ἀναμιμνήσκει γὰρ αὐτοὺς τῶν παρ’ αὐτοῖς γεγενημένων θαυμάτων, καὶ τῶν δι’ αὐτοῦ παρασχεθέντων αὐτοῖς χαρισμά‐ των. Τῆς δὲ τοῦ Χριστοῦ πραότητος καὶ ἐπιεικείας | |
45 | ἐμνήσθη, διδάσκων ὅτι ταύτης ὢν ζηλωτὴς μετρίῳ κέχρηται τῷ φρονήματι, καὶ τὴν ἀποστολικὴν οὐκ ἐπιδείκνυσι ἐξουσίαν. γʹ. «Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα.» Σάρκα γὰρ περικείμενοι, | |
82.433(50) | τοῖς τῆς σαρκὸς οὐκ ἀκολουθοῦμεν παθήμασι. δʹ. «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρ‐ | |
κικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρω‐ | ||
82.436 | μάτων.» Ὅπλα γὰρ ἔχομεν τοῦ Πνεύματος τὰ χα‐ ρίσματα, δι’ ὧν νικηφόροι γινόμεθα, καὶ τοὺς ἀντι‐ τείνοντας ὑποτάττομεν τῷ Δεσπότῃ. Εἶτα σαφέστερον τὰ ὀχυρώματα δείκνυσι. | |
5 | «Λογισμοὺς καθαιροῦντες, (εʹ) καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμα‐ λωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Ὥσπερ ναοὺς τοῦ Θεοῦ τοὺς ἁγίους ὠνόμασεν, οὕτως ὀχυρώματα διαβόλου τοὺς τῇ δυσσεβείᾳ δεδουλω‐ | |
10 | μένους. Τούτους, φησὶ, καθάπερ τινὰς δορυαλώτους, ἀπὸ τῆς παρατάξεως ἄγοντες, τῷ βασιλεῖ τῶν ὅλων προσφέρομεν, καὶ τοῖς τούτου νόμοις παρασκευάζο‐ μεν ἕπεσθαι. ϛʹ. «Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρ‐ | |
15 | ακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.» Τὴν τῆς μακροθυμίας αἰτίαν δεδήλωκεν. Ἀναμένομεν γὰρ, φησὶ, λόγῳ πεῖσαι καὶ παραινέσει τοὺς πλείστους, εἶθ’ οὕτως κολᾶσαι τοὺς ἐπὶ πλεῖστον ἀντιτείνειν ἐπιχειροῦντας. | |
20 | ζʹ. «Τὰ κατὰ πρόσωπον βλέπετε;» Κατ’ ἐρώτη‐ σιν ἀναγνωστέον. Δοκιμάζειν, φησὶν, ἕκαστον ἡμῶν βούλεσθε, καὶ τὰ καθ’ ἡμᾶς ἐξετάζειν; Οὐκοῦν σὺν ἀκριβείᾳ τοῦτο ποιήσατε. «Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ’ ἑαυτοῦ, | |
25 | ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.» Τέως, φησὶ, κατ’ αὐτὴν τὴν ἐπωνυμίαν οὐκ ἠλαττώμεθα. τῇ γὰρ τοῦ Χριστοῦ προσηγορίᾳ καὶ ἡμεῖς λαμ‐ πρυνόμεθα. Σοφῶς δὲ ἄγαν τὴν τῶν ἔργων παρ‐ εξέτασιν τελευταίαν κατέλιπε, πρώτην δὲ τὴν | |
30 | ἀπὸ τῆς προσηγορίας ἰσότητα τέθεικεν. Εἶτα ἐπ‐ άγει· ηʹ. «Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσω‐ μαι καὶ περὶ τῆς ἐξουσίας ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ | |
35 | αἰσχυνθήσομαι.» Ἔδειξεν ὡς ἑκὼν παραλιμπάνει τῶν χαρισμάτων τὸν πλοῦτον· τὴν δέ γε ἐξουσίαν εἰληφέναι εἴρηκεν εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαί‐ ρεσιν, δεικνὺς ἐκείνους τοὐναντίον ποιοῦντας, καὶ οἰκοδομεῖν μὲν οὐ βουλομένους, τοὺς δὲ ἀλλοτρίους | |
40 | πόνους καθαιρεῖν πειρωμένους. θʹ, ιʹ. «Ἵνα μὴ δόξω ὡς ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος.» Ταῦτα περὶ αὐτοῦ λέγειν | |
45 | εἰώθεσαν οἱ ταῖς κατ’ αὐτοῦ κεχρημένοι διαβολαῖς. ὅτι μεγαλοῤῥημονεῖ μὲν ἀπὼν, παρὼν δέ ἐστιν εὐτε‐ λὴς καὶ λίαν ἀπαίδευτος. ιαʹ. «Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόν‐ | |
82.436(50) | τες τῷ ἔργῳ.» Δυνάμεθα γυμνῶσαι τῆς ἀποστολικῆ ἀξίας τὸ μέγεθος, καὶ τὰ πράγματα δεῖξαι συνομολο‐ γοῦντα τοῖς γράμμασιν. ιβʹ. «Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλ’ αὐτοὶ | |
55 | ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες | |
82.437 | ἑαυτοῖς ἑαυτοὺς, οὐ συνιᾶσιν.» Ἀσαφῶς ἅπαν τὸ χωρίον τοῦτο γέγραφεν, ἐναργῶς ἐλέγξαι τοὺς αἰτίους οὐ βουλόμενος. Λέγει δὲ τοῦτο· Ἐκεῖνοι εἰς ἑαυτοὺς ἀποβλέποντες, μόνους μεγίστους ἑαυτοὺς | |
5 | ὑπειλήφασιν· ἡμᾶς δὲ μὴ γένοιτο κατ’ ἐκείνους τὰ καθ’ ἡμᾶς αὐτοὺς ἐξετάσαι. Τοῦτο δὲ διὰ τῶν ἑξῆς διδάσκει σαφέστερον. ιγʹ. «Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν | |
10 | ὁ Θεὸς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.» Μέτρον κανόνος τὴν ὑπὸ Θεοῦ δεδομένην ἐκάλεσε χάριν. Ταύτην γὰρ ὁ μεγαλόδωρος διένειμε τοῖς πιστεύουσι. Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.» Λέγει δὲ, ὅτι Τὴν | |
15 | τοῦ φρονήματος περικόπτομεν ἀμετρίαν, εἰς δὲ τὴν δεδομένην ἀποβλέπομεν χάριν, καὶ ἴσμεν ὅτι μέχρις ὑμῶν ὁ ἡμέτερος ἔφθασε δρόμος. Τοῦτο γὰρ διδάσκει τὰ ἑξῆς· ιδʹ—ιϛʹ. «Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς, | |
20 | ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθά‐ σαμεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν· | |
25 | εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλ‐ λοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.» Ἡμεῖς τῷ δεδομένῳ κεχρήμεθα μέτρῳ, καὶ πρὸς ἐκεῖνο μετροῦμεν τὰ καθ’ ἡμᾶς. Οἴδαμεν δὲ ὅτι καὶ μέχρις ὑμῶν ἐληλύθαμεν, καὶ τὸ θεῖον ὑμῖν προσενηνόχα‐ | |
30 | μεν Εὐαγγέλιον. Ἐλπίζομεν δὲ καὶ περαιτέρω προ‐ βῆναι, ὑμῶν δηλονότι τῇ πίστει βεβαιουμένων, καὶ τοῖς ἡμετέροις πόνοις προσμαρτυρούντων. Μὴ γὰρ γένοιτο ἡμᾶς ἐπὶ τοῖς ἀλλοτρίοις ἱδρῶσι μέγα φρο‐ νεῖν. Τοῦτο γὰρ εἶπεν, οὐκ ἐν ἀλλοτρίῳ κανόνι, | |
35 | εἰς τὰ ἕτοιμα καυχήσασθαι. Αἰνίττεται δὲ ἐκείνους, τοὺς τοῖς μὲν οὐδέπω πεπιστευκόσι κηρύττειν οὐχ αἱρουμένους, τοὺς δὲ τὸ κήρυγμα δεξαμένους δια‐ φθείρειν ἐπιχειροῦντας. Ἐπειδὴ δὲ πολλάκις εἶπε, καυχώμεθα, ἵνα μή τις αὐτὸν ἀληθῶς μέγα φρονεῖν | |
40 | οἰηθῇ, ἀναγκαίως ἐπήγαγεν· ιζʹ. «Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Οὐδὲ γὰρ ἐφ’ ἑαυτοῖς σεμνυνόμεθα, ἀλλ’ ἐπὶ ταῖς θείαις ἀγαλλόμεθα δωρεαῖς. ιηʹ. «Οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων ἐκεῖνός ἐστι | |
45 | δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν.» Οὐ γὰρ ἑαυ‐ τοῖς προσήκει προσμαρτυρεῖν ἀρετὴν, ἀλλὰ τὴν θείαν ψῆφον προσμένειν. Εἶτα, μέλλων τοὺς οἰκείους ἐπαί‐ νους διεξιέναι, προθεραπεύει τὴν ἀκοὴν, ἀφροσύνην τὸ πρᾶγμα καλῶν. | |
82.437(50) | ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. «Ὄφελον ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ.» Οἶδα, φησὶν, ὡς οὐ προσήκει τοῖς ἀγχινοίᾳ κεκο‐ σμημένοις οἰκείους ἐπαίνους διεξιέναι· ἀναγκάζομαι | |
δὲ τοῦτο ποιεῖν· ἀνέχεσθε τοίνυν μικρᾶς ἀφροσύνης. | ||
82.440 | Εἶτα ἠθικώτερον· «Ἀλλὰ καὶ ἀνέχεσθέ μου.» Δεί‐ κνυσι δὲ καὶ τὸν τῶν εἰρημένων σκοπόν. βʹ, γʹ. «Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσά‐ μην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παρα‐ | |
5 | στῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.» Προμνήστωρ ὑμῶν ἐγενόμην, καὶ τοῦ γάμου μεσίτης· δι’ ἐμοῦ ἐδέξασθε τοῦ νυμφίου | |
10 | τὰ δῶρα. Οὗ δὴ χάριν ζηλοτύπως διάκειμαι, δεδιὼς καὶ τρέμων μὴ τῆς ἁπλότητος ὑμῶν ἡ τούτων περι‐ γένηται πανουργία. Πᾶσαν μέντοι τὴν Ἐκκλησίαν παρθένον ὠνόμασε, τῆς πίστεως τὸ ἀκραιφνὲς οὕτω καλῶν. Οὐ γὰρ παρθενίαν ἅπαντες οἱ πιστεύοντες | |
15 | ἐπαγγέλλονται· ἀλλὰ τῷ γνησίῳ τῆς πίστεως ἅπαντας προσήκει διακοσμεῖσθαι. Σφόδρα δὲ ἁρμο‐ δίως οὐ τοῦ διαβόλου, ἀλλὰ τοῦ ὄφεως ἐμνημόνευσε, δεικνὺς καὶ τούτους τῷ ὄφει παραπλησίως ὄργανα τοῦ διαβόλου γεγενημένους. Καὶ αὐτὴν δὲ τὴν βλά‐ | |
20 | βην φθορὰν προσηγόρευσεν, ἐπειδὴ καὶ αὐτοὺς παρθένον ὠνόμασεν. δʹ. «Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κη‐ ρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ Πνεῦμα ἕτερον λαμ‐ βάνετε ὃ οὐκ ἐλάβετε, ἢ Εὐαγγέλιον ἕτερον ὃ οὐκ | |
25 | ἐδέξασθε, καλῶς ἠνείχεσθε.» Πρὸς τοὺς ἀπατηθέν‐ τας τὴν κατηγορίαν μετήνεγκεν, καὶ σαφῶς ἔδειξε τῆς ἐξαπάτης τὴν ἀτοπίαν. Τί δήποτε γὰρ, φησὶ, ὑπήχθητε; Ἄλλον ὑμῖν ἐκήρυξαν Ἰησοῦν· ἑτέρας δὲ ὑμῖν παρέσχον τοῦ Πνεύματος δωρεάς· ἄλλο δὲ | |
30 | προσήνεγκαν Εὐαγγέλιον. εʹ. «Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων.» Ἀλλὰ γὰρ, φησὶ, περιττὸν τού‐ τοις τὰ ἡμέτερα συγκρίνειν. Ἡγοῦμαι γὰρ ὅτι τῶν μεγάλων τῆς ἀληθείας οὐκ ἀποδέομεν κηρύκων. Καὶ | |
35 | τοῦτο δὲ ἐκέρασε τῇ μετριότητι· οὐ γὰρ εἶπεν, Ἴσος εἰμὶ τῶν ὑπὲρ λίαν ἀποστόλων· ἀλλὰ, λογί‐ ζομαι, τουτέστι νομίζω, μηδὲν αὐτῶν ὑστερη‐ κέναι. ϛʹ. «Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώ‐ | |
40 | σει.» Ἠδύνατο μὲν εἰπεῖν, ὅτι οἱ κορυφαῖοι τῶν ἀποστόλων ἰδιῶται· ἀλλ’ οὐδὲν περὶ ἐκείνων ἔφη, ἀλλὰ περὶ ἑαυτοῦ φησιν ὅτι Τὴν μὲν γλῶτταν ἀπαίδευτον ἔχω, τὴν δὲ διάνοιαν τῇ θεογνωσίᾳ κεκο‐ σμημένην. «Ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν | |
45 | εἰς ὑμᾶς.» Τούτων δὲ καὶ ὑμεῖς μάρτυρες· δῆλα γὰρ ὑμῖν ἐγένετο τὰ ἡμέτερα. ζʹ. «Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε; ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ Εὐαγ‐ γέλιον εὐηγγελισάμην ὑμῖν;» Ταύτην, ὡς ἔοικεν, | |
82.440(50) | ἔχω κατηγορίαν, ὅτι μετριότητι πολλῇ παρ’ ὑμῖν ἐχρησάμην, καὶ κηρύττων ὑμῖν Εὐαγγέλιον, οὐδὲ τὴν ἀναγκαίαν παρ’ ὑμῶν ἐκομισάμην τροφήν. ηʹ. «Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον | |
πρὸς τὴν ὑμῶν διακονίαν.» Ὑμῖν προσφέρων τὸ | ||
82.441 | κήρυγμα, παρ’ ἄλλων ἐκομιζόμην ἀναγκαίαν τρο‐ φήν. Καλῶς δὲ τὸ ὀψώνιον τέθεικεν, ἐπειδὴ καὶ στρατείας ἐν τοῖς πρόσθεν ἐμνήσθη. Σεσυληκέναι δὲ ἔφη τὰς ἄλλας Ἐκκλησίας, ἐπειδὴ παρὰ Κορινθίοις | |
5 | κηρύττων παρ’ ἄλλων ἐτρέφετο. θʹ. «Καὶ παρὼν πρὸς ὑμᾶς, καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσ‐ ανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας.» Διὰ πάντων ἔδειξε καὶ τὴν ἐκείνων σμικρολογίαν, | |
10 | καὶ τὴν αὑτοῦ φιλοτιμίαν. Καὶ παρήμην γὰρ, φησὶ, καὶ ὑμῖν, τὸ θεῖον προσφέρων κήρυγμα, καὶ ἐν ἐνδείᾳ κατέστην, καὶ βαρῦναι ὑμᾶς οὐκ ἠνεσχό‐ μην. Μακεδόνες γάρ μου τὴν χρείαν ἐπλήρωσαν. Καὶ αὐτὴ δὲ μεγίστη Κορινθίων κατηγορία· παρ’ αὐτοῖς | |
15 | γὰρ διάγων ὁ Ἀπόστολος, παρ’ ἑτέρων ἐτρέφετο. Ἵνα δὲ μὴ νομίσωσιν αὐτὸν τοῦ λαβεῖν ἕνεκεν ταῦτα λέγειν, ἀναγκαίως ἐπήγαγε· «Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω.» Καὶ ὡς ἂν μή τις ὑπολάβῃ λόγοις αὐτὸν μόνον τοιούτοις κεχρῆ‐ | |
20 | σθαι, προστέθεικε καὶ ὅρκον. ιʹ. «Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας.» Οὐδεὶς, φησὶ, ἐμφράξει μου τὸ στόμα, οὐδὲ ἀποστερήσει με τοῦ τῆσδε φιλοτιμίας αὐχή‐ | |
25 | ματος. Ἔπειτα εἰδὼς τὸ βαρὺ τῶν εἰρημένων, τὴν θεραπείαν προσφέρει. ιαʹ. «Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Θεὸς οἶδε.» Τῇ μαρτυρίᾳ πᾶσαν πονηρὰν ὑποψίαν ἐξήλασε. Διὰ τί οὖν οὐ λαμβάνεις; | |
30 | ιβʹ. «Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, ἵνα ἐν ᾧ καυχῶν‐ ται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.» Τῶν ἐναντίων χάριν τοῦτο ποιῶ, τὰς τῆς καθ’ ἡμῶν λοιδορίας περικό‐ πτων προφάσεις. Ἔδειξε δὲ αὐτοὺς λόγῳ κομπάζον‐ | |
35 | τας, λάθρα δὲ χρηματιζομένους· τοῦτο γὰρ μετ’ ὀλίγα φησί· Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδου‐ λοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει. ιγʹ—ιεʹ. «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργά‐ ται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους | |
40 | Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.» Ἔθος τῷ διαβόλῳ μιμεῖσθαι τὰ θεῖα, | |
45 | καὶ τοῖς μὲν προφήταις ψευδοπροφήτας ἀντιστρα‐ τεύειν, ἀγγέλων δὲ τὸ σχῆμα μιμεῖσθαι, καὶ τοὺς ἀνθρώπους ἐξαπατᾷν. Οὐ τοίνυν θαυμαστὸν, εἰ καὶ οὗτοι τῆς ἀποστολικῆς προσηγορίας ἑαυτοῖς περιτιθέασι προσωπεῖα, καὶ δόλῳ κέχρηνται συν‐ | |
82.441(50) | εργῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπάτην. Δρέψον‐ ται δὲ οὐκ εἰς μακρὰν ὧν ἐπιτηδεύουσι τοὺς καρ‐ | |
πούς. | ||
82.444 | ιϛʹ. «Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.» Πολλάκις ὁρμήσας διὰ τὴν τῶν μαθητῶν ὠφέλειαν τοὺς οἰκείους πόνους διεξ‐ | |
5 | ελθεῖν, ὑπὸ τοῦ οἰκείου πάλιν ἐχαλινώθη φρονήματος. Κἀνταῦθα τοίνυν παρακαλεῖ μὴ δόξαι παρ’ αὐτοῖς ἄφρονος ἔργον ποιεῖν. Εἰ δὲ μὴ πείθεσθε, φησὶν, ἀνέχεσθε γοῦν ὡς ἄφρονος. ιζʹ. «Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ’ ὡς ἐν | |
10 | ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.» Νόμος ἐστὶ Δεσποτικὸς, διδάσκων· «Ὅταν ταῦτα πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.» Τούτου χάριν ὁ θεσπέσιος ἔφη Παῦλος· Ὃ λαλῶ, οὐ λαλῶ | |
15 | κατὰ Κύριον, ἀντὶ τοῦ, Παρὰ τὸν αὐτοῦ νόμον ταῦτα λέγω. Ἵνα δὲ μή τις ὑπολάβῃ πᾶσαν αὐτοῦ τὴν διδασκαλίαν ἀφροσύνην καλεῖσθαι, ἀναγκαίως προσ‐ τέθεικεν, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ἄφρονα, φησὶν, ἐμαυτὸν ἐν τούτοις ὀνομάζω τοῖς | |
20 | λόγοις. ιηʹ. «Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι.» Κατὰ σάρκα ἐνταῦθα τὰ ἐκτὸς ὠνόμασε, πλοῦτον, εὐγένειαν, εὐγλωττίαν. Καὶ γὰρ οἱ ἐναντίοι, ὡς Ἑβραῖοι, μέγα ἐφρόνουν, | |
25 | καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εἰς μέσον προ‐ έφερον. ιθʹ—καʹ. «Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς κατα‐ δουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπ‐ | |
30 | αίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δαίρει. Κατὰ ἀτιμίαν λέγω.» Ἔδειξεν ἐκείνους μάτην ἐπὶ τῇ τῶν χρημάτων ὑπεροψίᾳ βρενθυομένους. Τούτου γὰρ δὴ χάριν τέθεικε τὸ, εἴ τις κατεσθίει, καὶ εἴ τις λαμβάνει· τὸ δὲ, εἴ τις ὑμᾶς εἰς πρόσωπον δαίρει, | |
35 | ἀντὶ τοῦ, διαπτύει, παροινεῖ. Τοῦτο γὰρ ἐπήγαγε, Κατὰ ἀτιμίαν λέγω, ἀντὶ τοῦ, Διὰ τὴν παρ’ ἐκείνων ἐπαγομένην ὑμῖν ἀτιμίαν τοῦτο ἔφην. «Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν.» Ἡμᾶς ὑμεῖς ὑπολαμβάνετε δι’ ἀσθένειαν μηδὲν τοιοῦτον ποιεῖν. «Ἐν ᾧ δ’ ἄν | |
40 | τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.» Ἐκό‐ λασε τὸ εἰρημένον, ἀφροσύνην καλέσας. Διδάσκει δὲ, ὡς οὐ τὸ ὑβρίζειν, καὶ κατεσθίειν, καὶ λαμ‐ βάνειν τολμᾷ, ἀλλὰ τὸ τοὺς οἰκείους ὑποδεικνύναι πόνους. Πρῶτα μέντοι τίθησι τὰ παρ’ ἐκείνων ὡς | |
45 | σεμνὰ προσφερόμενα, διδάσκων ὡς οὐδὲ ἐν ἐκείνοις ἔχουσί τι πλέον αὐτοῦ. κβʹ. «Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ.» Ταῦτα ὡς παρ’ ἐκείνων περὶ ἑαυτῶν λεγόμενα τέθεικε· καὶ ἐν μὲν | |
82.444(50) | τούτοις ἔδειξε τὴν ἰσότητα, ἐν δέ γε τοῖς γνωμικοῖς κατορθώμασι δείκνυσι τὴν ὑπερβολήν. κγʹ. «Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. «Πάλιν τὸ, παραφρονῶν, τέθεικε, δι‐ | |
δάσκων ὡς παρὰ γνώμην ταῦτα λέγειν βιάζεται. | ||
82.445 | Λέγει δὲ καὶ τῆς ὑπεροχῆς τὸν τρόπον, οὐ τὰς θαυ‐ ματουργίας φέρων εἰς μέσον, καὶ τοὺς ἀναστάντας νεκροὺς, καὶ τοὺς δραμόντας χωλοὺς, καὶ τὴν τῶν δαιμόνων φυγὴν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν· | |
5 | ἀλλὰ τὰ ὑπὲρ τοῦ Εὐαγγελίου παθήματα. «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόν‐ τως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτῳ πολλάκις. (κδʹ, κεʹ) Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθά‐ | |
10 | σθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πε‐ ποίηκα.» Τουτέστι, τοῦ σκάφους διαλυθέντος πᾶσαν τήν τε νύκτα καὶ τὴν ἡμέραν διετέλεσα τῇδε κἀκεῖσε ὑπὸ τῶν κυμάτων φερόμενος. Τεσσαρά‐ κοντα δὲ παρὰ μίαν ἐπιφέρειν πληγὰς εἰώθασιν | |
15 | Ἰουδαῖοι. κϛʹ. «Ὁδοιπορίαις πολλάκις.» Τοῦ γὰρ κηρύγ‐ ματος ἕνεκα τῶν τῆς ἀποδημίας ἠνεσχόμην πόνων. «Κινδύνοις ποταμῶν.» Διαβαίνειν γὰρ αὐτοὺς ἠναγ‐ καζόμην ὁδοιπορῶν. «Καὶ κινδύνοις λῃστῶν.» Τοῖς | |
20 | κατὰ τὴν ὁδὸν ἐπιοῦσι. «Κινδύνοις ἐκ γένους.» Τοὺς Ἰουδαίους ἐμήνυσε. «Κινδύνοις ἐξ ἐθνῶν.» Δῆλον τὸ εἰρημένον. «Κινδύνοις ἐν πόλει.» Τὰς κατ’ αὐτοῦ γινομένας ἐπαναστάσεις ἐδήλωσε. «Κιν‐ δύνοις ἐν ἐρημίᾳ.» Μόνος γὰρ πολλάκις ἐρήμους | |
25 | τόπους ἠναγκάζετο διαβαίνειν. «Κινδύνοις ἐν θα‐ λάσσῃ.» Καὶ ναυτιλίᾳ ἐχρῆτο, καὶ τὰς νήσους, καὶ τὰς ἠπείρους ἐμπλῆσαι προθυμούμενος τῆς εὐσε‐ βείας. «Κινδύνοις ἐν ψευδαδέλφοις.» Ἄνωθεν γὰρ ὁ διάβολος παρέσπειρε τὰ ζιζάνια. | |
30 | κζʹ. «Ἐν κόπῳ καὶ μόχθῳ.» Τῷ τῆς διδασκα‐ λίας, τῷ τῆς ἐργασίας. «Ἐν ἀγρυπνίαις πολλάκις.» Οὔτε γὰρ ἐν τοῖς δεσμωτηρίοις τὸν ὕπνον ᾑρεῖτο, καὶ μαρτυρεῖ τὰ ἐν Φιλίπποις. «Ἐν λιμῷ καὶ δίψει.» Τοῦτο τῶν ἀκουσίων. «Ἐν νηστείαις | |
35 | πολλάκις.» Τοῦτο τῶν ἑκουσίων. «Ἐν ψύχει καὶ γυμνότητι.» Τοῦτο τῆς ἐνδείας καὶ τῆς ἐσχάτης πενίας. κηʹ. «Χωρὶς τῶν παρεκτός.» Ὀλίγα, φησὶν, ἐκ πολλῶν ἠναγκάσθην διελθεῖν. «Ἡ ἐπισύστασίς μου | |
40 | ἡ καθ’ ἡμέραν.» Ἄγομαι, φησὶ, καὶ περιάγομαι καθ’ ἑκάστην ἡμέραν εἰς συνέδρια, εἰς δεσμωτήρια, εἰς δικαστήρια. «Ἡ μέριμνα πασῶν τῶν Ἐκκλη‐ σιῶν.» Εἰ δέ ποτε καὶ παύσαιντο οἱ διώκοντες, αὐτή με τῶν Ἐκκλησιῶν ἡ φροντὶς κατατήκει. | |
45 | Πάσης γὰρ τῆς οἰκουμένης ἐν ἐμαυτῷ περιφέρω τὴν μέριμναν. κθʹ. «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;» Οὐκ εἶπε, συνασθενῶ, ἀλλ’, ἀσθενῶ. Ὡς γὰρ αὐτὴν περικείμενος τὴν ἀσθένειαν, οὕτως ἀνιῶμαι καὶ ὀλο‐ | |
82.445(50) | φύρομαι. «Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦ‐ μαι;» Ἄλλων σκανδαλιζομένων ἐγὼ πυρπολοῦμαι καὶ καίομαι. λʹ. «Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου | |
καυχήσομαι.» Ἔδειξε μὲν ὡς ἠδύνατο τὰ τῆς χάρι‐ | ||
82.448 | τος ὑποδεῖξαι, ἁρμόζειν δὲ αὐτῷ μᾶλλον τὰ τῆς καρ‐ τερίας ἐνόμισεν. λαʹ. «Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι | |
5 | οὐ ψεύδομαι.» Πάλιν τὸ, Θεὸς, διέλωμεν τοῦ Πα‐ τρός· ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου Πατήρ. λβʹ, λγʹ. «Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιᾶσαί με θέλων· καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην | |
10 | διὰ τοῦ τείχους, καὶ οὕτως ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Τὸ τοῦ κινδύνου μέγεθος τῷ τρόπῳ τῆς φυγῆς παρεδήλωσε. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι, ἐλεύσομαι | |
15 | γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.» Ἐμοὶ μὲν οὐ λυσιτελὴς ἡ τούτων διήγησις, ὑμῖν δὲ σύμ‐ φορος· τῆς ὑμετέρας τοίνυν προμηθούμενος ὠφε‐ λείας, ἀναγκάζομαι λέγειν ἅπερ ἐμαυτῷ συμφέρειν οὐκ οἴομαι. | |
20 | βʹ—εʹ. «Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσ‐ σάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ | |
25 | Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆ‐ σαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυ‐ τοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.» Πολλὰς μὲν ἀποκαλύψεις ἑώρακεν, ὡς καὶ αὐτὸς εἴ‐ | |
30 | ρηκεν· Ἐλεύσομαι γὰρ, ἔφη, εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου· μίαν δὲ εἶπε βιασθεὶς, καὶ ταύ‐ την ἑτέρῳ περιτέθεικε προσώπῳ. Οἶδα γὰρ, ἔφη, ἄνθρωπον, οὐκ ἐμαυτόν. Λέγει δὲ καὶ τὸν χρόνον, διδάσκων ὡς ἐκείνων χάριν ταῦτα εἰπεῖν ἠναγκάσθη. | |
35 | Τεττάρων γὰρ καὶ δέκα διεληλυθότων ἐτῶν, οὐκ ἐξ‐ εῖπεν ἅπερ ἰδεῖν ἠξιώθη. Τὸ δὲ, ἕως τρίτου οὐρανοῦ, τινὲς ἔφασαν τοῦ ἀπὸ γῆς εἰς οὐρανὸν διαστήματος τὸ τρίτον αὐτὸν εἰρηκέναι, τοσοῦτον μὲν ἀπαχθέντα, καὶ τῶν ἀῤῥήτων ῥημάτων ἀκηκοότα· ἅπερ οὐκ εἶπε | |
40 | μὴ ἐξεῖναι ἀνθρώπῳ ἀκοῦσαι, ἀλλὰ μὴ λαλῆσαι. Εἰ γὰρ μὴ ἐξῆν ἄνθρωπον ἀκοῦσαι, πῶς αὐτὸς ἤκουσεν; ἀλλ’ ἤκουσε μὲν, ἐξειπεῖν δὲ αὐτὰ οὐκ ἐτόλμησε. Τινὲς δέ φασι τὰ ῥήματα πράγματα εἶναι· ἑωρακέναι γὰρ αὐτὸν τοῦ παραδείσου τὸ κάλλος, καὶ τὰς ἐν | |
45 | ἐκείνῳ τῶν ἁγίων χορείας, καὶ τὴν παναρμόνιον τῆς ὑμνῳδίας φωνήν. Ἀλλὰ καὶ τούτων τὴν ἀκρί‐ βειαν αὐτὸς οἶδεν ὁ ταῦτα τεθεαμένος. Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ϛʹ. «Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι | |
82.448(50) | ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ.» Ἐπειδὴ πολλάκις ἄφρονα ἑαυτὸν προσηγόρευσεν, ἵνα μή τις τούτου χάριν ὑπολάβῃ ψευδῆ τὰ λεγόμενα, ἀναγκαίως ἔδειξε τὴν τούτων ἀλήθειαν. Φείδομαι δὲ, μή τις εἰς ἐμὲ λο‐ | |
γίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ.» | ||
82.449 | Διὰ τοῦτο λέγειν πάντα δέδια, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον δόξαν περὶ ἐμοῦ τις δέξηται. Τοῦτο γὰρ καὶ ἐν Λυκαονίᾳ γεγένηται. Νομίσαντες γὰρ αὐτὸν Θεὸν, ταύρους ἐπειράθησαν θῦσαι, ἀλλὰ τὴν ἐσθῆτα | |
5 | διαῤῥήξας, ἣν εἶχε φύσιν ἐδίδαξε. ζʹ. «Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.» Ἔδειξε πάλιν διὰ τούτων, ὡς πολλῶν ἀποκαλύψεων | |
10 | ἠξιώθη. Τούτου γὰρ δὴ χάριν, φησὶ, τῆς ἐμῆς ὁ Δεσπότης προμηθούμενος ὠφελείας, τοὺς παντοδα‐ πούς μοι συνεκλήρωσε πειρασμοὺς, ταύτῃ τὸ φρό‐ νημα χαλινῶν, καὶ οὐκ εἴκων ὑπέρογκόν τι λογίσα‐ σθαι. Ἄγγελον γὰρ Σατᾶν τὰς ὕβρεις, καὶ τὰς | |
15 | παροινίας, καὶ τὰς τῶν δήμων ἐπαναστάσεις ἐκάλεσε. Καὶ τοῦτο ἐν τοῖς ἑξῆς ἑρμηνεύει σαφέστερον. ηʹ, θʹ. «Καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρ‐ εκάλεσα, ἵν’ ἀποστῇ ἀπ’ ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν | |
20 | ἀσθενείᾳ τελειοῦται.» Ἔδειξε τῆς φύσεως τὴν ἀσθέ‐ νειαν· Ἱκέτευσα γὰρ, φησὶν, ἀπαλλαγῆναι τῶν πει‐ ρασμῶν. Ἔδειξε καὶ τὴν τοῦ Δεσπότου ψυχαγωγίαν. Τὴν γὰρ τῆς χάριτος φιλοτιμίαν ἀρκεῖν ἔφησεν εἰς παραψυχήν· τὴν δὲ τῶν κηρυττόντων ἀσθένειαν καὶ | |
25 | καρτερίαν σαφῶς δεικνύναι τοῦ κηρυττομένου τὴν δύναμιν. «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» Ἐδίδαξε τίνα προσηγόρευσεν ἄγγελον Σατᾶν. Ἵνα δὲ μή τις ὑπολάβῃ τὴν ἀσθένειαν | |
30 | πάθος εἶναι σωματικὸν, σαφέστερον τὰ περὶ ταύτης διέξεισι. ιʹ. «Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.» | |
35 | Καὶ οὐκ εἶπεν, ὑπομένω, ἀλλ’, εὐδοκῶ, τουτέστι, χαίρω, εὐφραίνομαι, μετ’ εὐθυμίας δέχομαι τὰ προσπίπτοντα· ἡ γὰρ δοκοῦσα ἀσθένεια τὴν ἀληθῆ μοι δύναμιν προξενεῖ. Οὕτω ταῦτα διεξελθὼν ἐπ‐ ήγαγε· | |
40 | ιαʹ. «Γέγονα ἄφρων καυχώμενος.» Καὶ τούτου τὴν αἰτίαν διδάσκει. «Ὑμεῖς με ἠναγκάσατε.» Τουτέστι, ταῖς κατ’ ἐμοῦ πεπιστευκότες διαβολαῖς· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. «Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι.» Ὑμᾶς ἔδει με συνηγόρους ἔχειν | |
45 | καὶ τῆς πολιτείας μάρτυρας. «Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων.» Πάλιν τὴν εὐφημίαν ἐκόλασε, καὶ πλείους πάντων ἀναδεξάμενος πόνους, οὐδὲ ἁπλῶς ἐξισῶσαι τοῖς ἀποστόλοις ἑαυτὸν ἠνέσχετο, ἀλλὰ μηδὲν ἀποδεῖν ἐκείνων ἔφη. Καὶ πάλιν εἰς τὸ | |
82.449(50) | οἰκεῖον ἐπανέρχεται φρόνημα. | |
82.452 | «Εἰ καὶ οὐδέν εἰμι, (ιβʹ) τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις, καὶ τέρασι, καὶ δυνάμεσι.» Μὴ εἰς ἐμὲ ἀποβλέψητε, ἀλλὰ τὰ τῆς χάριτος ἐξετάζετε. | |
5 | Τῆς γὰρ ἀποστολικῆς ἀξίας γεγένησθε μάρτυρες, καὶ τῆς πνευματικῆς μαρτυρίας γεγόνατε θεωροί. Καλῶς δὲ τὴν ὑπομονὴν τῶν σημείων προτέθεικεν, ἐπειδὴ τῆς γνώμης τὰ κατορθώματα πολλῷ τιμιώ‐ τερα. | |
10 | ιγʹ. «Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Ποίας δὲ ἡμῶν πνευματικῆς οὐκ ἀπελαύσατε δωρεᾶς, εἰ μὴ ἄρα τοῦτο μόνον ἡμῖν ἐπιμέμφοισθε, ὅτι τῆς σωματικῆς παρ’ ὑμῶν οὐ τετυχήκαμεν θερα‐ | |
15 | πείας; Εἶτα εἰρωνικῶς· «Χαρίσασθέ μοι τὴν ἀδι‐ κίαν ταύτην.» Ὁμολογῶ, τοῦτο ἠδίκησα, καὶ συγ‐ γνώμην αἰτῶ. Ἵνα δὲ πάλιν μή τινες ὑπολάβωσιν, ὅτι ὡς ὀνειδίζων ταῦτα προσφέρει, καὶ τὸ λαβεῖν πραγματεύεται, καὶ εἰς τὸν ἑξῆς ὑπισχνεῖται χρόνον | |
20 | φυλάξειν τοῦτον τὸν σκοπόν. ιδʹ. «Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν.» Εἶτα θεραπεύει τοῦ λόγου τὸ αὐστηρόν. «Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ’ ὑμᾶς.» Κέχρηται δέ τινι καὶ φυσικῇ γνωμολογίᾳ. | |
25 | «Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις. «Οὐ χρημάτων ἐφίεμαι, ἀλλὰ τῶν ὑμετέρων ὀρέγομαι ψυχῶν. Οἶδα γὰρ καὶ τοὺς πατέρας τοῖς παισὶν ἀεὶ συναθροίζοντας πλοῦ‐ τον· ἐγὼ δὲ τῶν φύσει πατέρων καὶ πλέον τι ποιεῖν | |
30 | ἐπαγγέλλομαι. ιεʹ. «Ἥδιστα γὰρ δαπανήσω, καὶ ἐκδαπανηθήσο‐ μαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.» Ἀντὶ τοῦ, καὶ ἐμαυ‐ τὸν ὑπὲρ ὑμῶν δίδωμι. «Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι.» Μετὰ θεραπείας ἡ κατη‐ | |
35 | γορία. Ἠνίασε γὰρ αὐτοὺς σμικρολογίαν αὐτοῖς ἐγκαλέσας ἀγάπης, εὔφρανε δὲ τὴν αὐτοῦ περὶ αὐ‐ τοὺς σφοδροτάτην δείξας. ιϛʹ—ιηʹ. «Ἔστω δὲ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ὑπ‐ άρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν | |
40 | ἀπέστειλα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύ‐ ματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;» Ἀλλ’ ἴσως ἄν τις εἴποι, ὅτι πανουργίᾳ κεχρημένος, παρὼν | |
45 | μὲν οὐδὲν εἴληφα παρ’ ὑμῶν, δι’ ὧν δὲ πρὸς ὑμᾶς ἀπέστελλον, ἐδεχόμην τὰ παρ’ ὑμῶν. Εἴπατε τοίνυν, πρὸς τῆς ἀληθείας αὐτῆς, εἴ τις τῶν παρ’ ἡμῶν ἀποσταλέντων, εἴτε Τίτος, εἴτε ἄλλος τις, ἐχρήσατο τῇ δεδομένῃ τοῖς κήρυξιν ἐξουσίᾳ. Πλεονεξίαν δὲ | |
82.452(50) | τὴν δόσιν ἐκάλεσεν· ἐπειδὴ πέφυκέ πως ὁ παρὰ γνώ‐ μην διδοὺς, κἂν χρέος ἐκτίνῃ, πλεονεκτεῖσθαι νομί‐ ζειν. Οὕτω ταῦτα εἰς ἔλεγχον τῶν ψευδαποστόλων διεξελθὼν, τὸ διδασκαλικὸν αὐτοῖς ἀξίωμα δείκνυσι. | |
ιθʹ. «Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα;» | ||
82.453 | Ἴσως, φησὶ, καὶ τὴν ἀπολογίαν τεκμήριον εὐτε‐ λείας νομίζετε. «Κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.» Ἀλλ’ ἡμεῖς ὑπὸ μάρτυρι τῷ Θεῷ ταῦτά φαμεν, ὑπὸ τῶν ἐντολῶν τοῦ Δεσπότου Χριστοῦ φω‐ | |
5 | τιζόμενοι. Τὸ γὰρ, ἐν Χριστῷ, ἀντὶ τοῦ, κατὰ τοὺς τοῦ Χριστοῦ νόμους. Αὐτοῦ γάρ ἐστι νόμος· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε, | |
10 | πρῶτον καταλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Καὶ πάλιν· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς.» Τοῦτο καὶ αὐτὸς ἐνταῦθά | |
15 | φησι· «Τὰ δὲ πάντα, ἀγαπητοὶ, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.» Εἴτε γὰρ ταπεινούμεθα, εἴτε ὑψηλὰ φθεγγόμεθα, εἴτε κατηγοροῦμεν, εἴτε ἐπαινοῦμεν, τῆς ὑμετέρας ἕνεκεν ὠφελείας πάντα πραγμα‐ τευόμεθα. | |
20 | κʹ. «Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε.» Λέγει δὲ καὶ τίνα ἀπεύχεται παρ’ αὐτοῖς. «Μή πως ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, καταλαλιαὶ, ψιθυ‐ ρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι.» Ταῦτα αὐτῶν | |
25 | καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ κατηγόρησε. καʹ. «Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτη‐ κότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ ᾖ ἔπραξαν.» Ταπείνωσιν | |
30 | ἑαυτοῦ τὴν ἐκείνων παρανομίαν ἐκάλεσε, βεβαιῶν ἅπερ ἤδη προείρηκε· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Θρη‐ νεῖν δὲ ἔφη, οὐχ ἁπλῶς τοὺς ἡμαρτηκότας, ἀλλὰ τοὺς μετὰ τὴν ἁμαρτίαν τοῖς τῆς μετανοίας μὴ χρη‐ | |
35 | σαμένους φαρμάκοις. Κατηγορεῖ δὲ ἄντικρυς ἡ ἀποστολικὴ διδασκαλία τῆς Νουάτου ἀλαζονείας. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. α. «Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόμα‐ τος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.» | |
40 | Ἀντὶ τῶν προσώπων τὰ πράγματα τέθεικε, τοὺς τῆς μετανοίας ὀλιγωροῦντας διαμαρτυρόμενός τε καὶ δειδιττόμενος. βʹ. «Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύ‐ τερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ | |
45 | τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Τὴν ἀποστολικὴν ἐξουσίαν ἐγύμνωσε, παῦσαι τῷ δέει τῆς ἁμαρτίας τὴν ῥύμην πειρώμε‐ νος. Ῥᾴδιον γὰρ ἦν αὐτοῖς καὶ τοὺς οἰκείους παι‐ δεύειν, καὶ τοὺς ἀλλοτρίους κολάζειν. Ὁ μὲν γὰρ | |
82.453(50) | θειότατος Πέτρος τὸν Ἀνανίαν καὶ τὴν ὁμόζυγα ἐκεί‐ | |
82.456 | νου, τοῦ καταλόγου τῶν μαθητῶν γεγενημένους, λόγῳ τῷ θανάτῳ παρέπεμψε. Τὸν δὲ Ἐλύμαν τῶν ἀπίστων ὄντα, καὶ ἀντιλέγοντα, αὐτὸς ὁ μακάριος Παῦλος τῷ ζόφῳ παρέδωκε, τὴν ὀπτικὴν αἴσθησιν ἀποσβέ‐ | |
5 | σας. γʹ. «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦν‐ τος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν;» Πεῖραν λαβεῖν, ὡς ἔοικε, βούλεσθε τοῦ ἐν ἐμοὶ φθεγγομένου Χριστοῦ, καίτοι σαφῶς αὐτοῦ με‐ | |
10 | μαθηκότες τὴν δύναμιν. δʹ. «Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ τοῦ σταυροῦ τὸ πάθος ὑπέμεινε διὰ τὴν θνητὴν τοῦ σώματος φύσιν, ἀλλὰ ζῇ καὶ ζωή ἐστιν ὡς Θεὸς καὶ Θεοῦ Υἱός. Τούτῳ | |
15 | ἔοικε τό· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δὲ ποτὲ μὲν ἡ τοῦ Μονο‐ γενοῦς θεότης λέγεται ἀναστῆσαι τὸ σῶμα, ποτὲ δὲ αὐτὸς ὁ Πατὴρ, οὐδεμίαν ἔχει τοῦτο διαφοράν. Τὰ γὰρ ὑπὸ τοῦ Υἱοῦ γινόμενα τῷ Πατρὶ πολλάκις προσ‐ | |
20 | αρμόζει ἡ θεία Γραφή. Οὕτω δημιουργὸς μὲν ἁπάν‐ των ὁ Μονογενὴς, δημιουργὸς δὲ πάλιν καλεῖται καὶ ὁ τούτου Πατήρ. Ἀλλ’ ἐπὶ τὰ ἐχόμενα τῆς ἑρμη‐ νείας βαδίσωμεν. «Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ | |
25 | εἰς ὑμᾶς.» Καὶ ἡμεῖς δὲ ὡσαύτως καὶ τῶν παθημά‐ των αὐτῷ κοινωνοῦμεν, δι’ αὐτὸν γὰρ ὑπομένομεν ταῦτα, καὶ τῆς ζωῆς συμμεθέξομεν. Ἐγγυᾶται γὰρ τὴν ἀνάστασιν ἡ Θεοῦ δύναμις. εʹ. «Ἑαυτοὺς πειράζετε εἰ ἑστήκατε ἐν τῇ πίστει, | |
30 | ἑαυτοὺς δοκιμάζετε.» Μὴ τὰ καθ’ ἡμᾶς ἐξετάζετε, ἀλλὰ τὰ καθ’ ὑμᾶς αὐτούς· καὶ σκοπεῖτε εἰ ἀληθῶς ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι ἐστέ. «Ἢ οὐκ ἐπι‐ γινώσκετε ἑαυτοὺς, ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε;» Προσήκει γὰρ ὑμᾶς εἰδέ‐ | |
35 | ναι ὅτι αὐτὸν ἔνοικον ἔχετε τὸν Δεσπότην Χριστόν. Ὁ γὰρ ταύτην οὐκ ἔχων τὴν γνῶσιν, τῆς πίστεως ἔρημος. Τοῦτο γὰρ εἶπεν ἀδόκιμοι. Ἐπειδὴ γὰρ ἔφη πρὸ βραχέος, ἐν αὐτῷ τὸν Χριστὸν φθέγγεσθαι, ἐδίδαξεν αὐτοὺς ὅτι ἐν αὐτοῖς οἰκεῖ καὶ ἐμπεριπατεῖ, | |
40 | κατὰ τὴν προφητικὴν χρησμολογίαν. ϛʹ. «Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.» Ἀπειλητικῶς τοῦτο τέθεικεν, ὡς μέλλων αὐτοῖς τῆς πνευματικῆς δυνάμεως παρέχειν ἀπό‐ δειξιν· ἀλλὰ πάλιν τὴν οἰκείαν φιλοστοργίαν γυ‐ | |
45 | μνοῖ. ζʹ. «Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν· οὐχ ἵνα (ἵνα μὴ) ἡμεῖς δόκιμοι φανῶ‐ μεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.» Ἀπευχόμεθα, φησὶ, πρόφασίν τινα | |
82.456(50) | παρ’ ὑμῶν λαβεῖν, ὥστε δεῖξαι τῆς ἀποστολικῆς χά‐ ριτος τὴν ἐνέργειαν. Εὔχομαι δὲ μᾶλλον ὑμᾶς δια‐ λάμπειν ἐν πᾶσι τοῖς καλοῖς, ἡμᾶς δὲ κρύπτειν τὴν | |
ἐξουσίαν. | ||
82.457 | ηʹ. «Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ’ ὑπὲρ τῆς ἀληθείας.» Πῶς γὰρ οἷόν τε ὑμῶν μετιόντων τὰ πρέποντα τὴν τιμωρητικὴν ἡμᾶς ἐνέρ‐ γειαν ἐπιδεῖξαι; | |
5 | θʹ. «Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.» Διαφόρως τὰ αὐτὰ εἴρηκεν, ἣν ἔχει περὶ αὐτοὺς ἀγάπην ἐπιδεικνύς. ιʹ. «Διὰ τοῦτο ἀπὼν ταῦτα γράφω, ἵνα παρὼν μὴ | |
10 | ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.» Ἔδειξε καὶ τὴν τιμωρίαν οἰκοδομίαν οὖσαν. Ἑνὸς γὰρ ἢ δύο κολαζομένων ἅπας ὁ σύλλογος τὴν ὠφέ‐ λειαν καρποῦται. Οὕτω τοῦ Ἀνανίου καὶ τῆς Σαπ‐ | |
15 | φείρας δεξαμένων τὴν τιμωρίαν ἐπέπεσε φόβος ἐπὶ πάντας, φησὶ, τοὺς ἀκούοντας. Ἐνταῦθα τοὺς αὐστη‐ ροτέρους καταπαύσας λόγους, παραίνεσιν αὐτοῖς ὀνησιφόρον προσενήνοχε. ιαʹ. «Λοιπὸν, ἀδελφοὶ, χαίρετε.» Ἴδιον γὰρ τῶν | |
20 | κατορθούντων τὴν ἀρετὴν εὐφροσύνη. «Καταρτί‐ ζεσθε.» Ἀντὶ τοῦ, Ἀναπληρώσατε τὰ ἐλλείποντα. «Παρακαλεῖσθε.» Τῆς ὑπ’ ἀλλήλων ἐν τοῖς πειρα‐ σμοῖς παραψυχῆς ἀπολαύετε. «Τὸ αὐτὸ φρονεῖτε.» Τῇ ὁμονοίᾳ συσφίγγεσθε, ἓν ὑμῶν ἔστω τὸ φρόνημα. | |
25 | «Εἰρηνεύετε,» καὶ πρὸς ἡμᾶς, καὶ πρὸς ἀλλήλους, καὶ πρὸ πάντων πρὸς τὸν σεσωκότα Θεόν. «Καὶ ὁ Θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ’ ὑμῶν.» Ταῦτα γὰρ ὁρῶν κατορθούμενα πάσης ὑμᾶς ἀξιώ‐ σει προνοίας· ἐπειδὴ τούτων αὐτός ἐστι νομοθέ‐ | |
30 | της. ιβʹ. «Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.» Ἀντὶ τοῦ, ἀδόλως, σωφρόνως, ὡς μέλη ἀλλήλων, καὶ σῶμα Χριστοῦ. «Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.» Συνῆψεν αὐτοῖς καὶ τοὺς κατὰ τὴν οἰκουμένην πεπι‐ | |
35 | στευκότας. ιγʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.» Οὐ κατὰ διαίρεσιν ταῦτα τέθεικεν, οὐδὲ τὰ μὲν τῷ Χρι‐ | |
40 | στῷ ἀπένειμεν, τὰ δὲ τῷ Πατρὶ, τὰ δὲ τῷ Πνεύ‐ ματι. Πολλάκις γὰρ τὴν ἀγάπην ἐπὶ τοῦ Πνεύματος τέθεικε, καὶ τὴν κοινωνίαν ἐπὶ τοῦ Υἱοῦ, καὶ τὴν χάριν ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός. Οὕτω καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ τὴν ἐνέργειαν ἐπὶ τοῦ Πατρὸς | |
45 | τεθεικὼς, μετ’ ὀλίγα ταύτην ἐπὶ τοῦ Πνεύματος εἴ‐ ρηκεν. Ἑτέρως δὲ καὶ τὴν τάξιν τέθεικε τῶν προσ‐ ώπων, οὐ τὴν ὑπὸ τοῦ Κυρίου τεθεῖσαν ἀνατρέπων, ἀλλὰ διδάσκων ὡς ἡ τάξις τῶν ὀνομάτων οὐ σημαί‐ νει φύσεως ἑτερότητα, ἢ δυνάμεως, ἢ ἀξιωμάτων | |
82.457(50) | διαφοράν. Εὐξώμεθα καὶ ἡμεῖς τῆς ἀποστολικῆς εὐλογίας ἀξιωθῆναι, καὶ τῶν ἐπηγγελμένων τυχεῖν | |
ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Θεοῦ καὶ Σω‐ | ||
82.460 | τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
5 | Ἡ πρὸς Κορινθίους δευτέρα Ἐπιστολὴ ἐγράφη ἀπὸ Φιλίππων διὰ Τίτου καὶ Λουκᾶ. | |
7t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
8t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
9t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΕΠΙΣΤΟΛΗΣ. | |
13 | ΥΠΟΘΕΣΙΣ. Ἀνήροτον μὲν καὶ ἄσπαρτον τῶν Γαλατῶν τὸ γέ‐ | |
15 | νος ὁ τρισμακάριος ἐγεώργησε Παῦλος, καὶ τὰ τῆς εὐσεβείας ἐν αὐτῷ κατέβαλε σπέρματα· αὐξανομέ‐ νων δὲ τούτων, καὶ βαθὺ δεικνύντων τὸ λήϊον, ἀφ‐ ικόμενοί τινες τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τὰ περιττὰ τοῦ νόμου παρασπείρειν ἐσπούδαζον, τοὺς | |
20 | θειοτάτους ἀποστόλους, Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ τοὺς ἄλλους ἅπαντας διδασκάλους ἔχειν αὐχοῦντες, καὶ τὰ τούτοις δοκοῦντα ποιεῖν νεανιευόμενοι, τὸν δὲ θεσπέσιον διαβάλλοντες Παῦ‐ λον, καὶ φάσκοντες μήτε τῆς Δεσποτικῆς αὐτὸν ἠξιῶ‐ | |
25 | σθαι διδασκαλίας, καὶ τῶν ἀποστόλων μαθητὴν γε‐ γενημένον, τὸν τῆς διδασκαλίας διαφθείρειν κανόνα, καὶ παρὰ τὸν ἐκείνων ὅρον παραβαίνειν τὸν νόμον. Ταῦτα καὶ τὰ τούτοις προσόμοια λέγοντες, πολλοὺς ἔπεισαν τῶν Γαλατῶν τὴν νομικὴν πολιτείαν ἀσπά‐ | |
30 | σασθαι, καὶ τὴν περιτομὴν καταδέξασθαι. Μαθὼν τοίνυν ὁ θεῖος Ἀπόστολος, τήνδε γέγραφε τὴν Ἐπι‐ στολήν· τῶν δὲ κατ’ αὐτοῦ γεγενημένων διαβολῶν διελέγχων τὸ ψεῦδος, καὶ τὴν κατὰ νόμον πολιτείαν μετὰ τὴν χάριν περιττὴν ἀποφαίνων. Πρῶτον δὲ τὰ | |
35 | καθ’ ἑαυτὸν ἐξηγήσατο, διδάσκων ὡς καὶ αὐτὸς τῆς ἄνωθεν τετύχηκε κλήσεως, οὐκ ἀνθρώπων διδασκαλίᾳ πεισθεὶς, ἀλλ’ ὑπὸ τῆς Δεσποτικῆς φωνῆς. Ταῦτα δὲ λέγει, οὐ τὰ τῶν ἀποστόλων σμικρύνων, ἀλλὰ τὴν ἐπισκήψασαν νόσον προσφόροις θεραπεύων φαρμά‐ | |
40 | κοις. Ὅτι γὰρ ἔκτρωμα καλεῖ ἑαυτὸν, καὶ τῶν | |
82.461 | ἀποστόλων ἔσχατον, καὶ τῶν ἁμαρτωλῶν πρῶτον, καὶ βλάσφημον ὀνομάζει, καὶ διώκτην, καὶ ὑβρι‐ στὴν, ἴσασιν οἱ τοῖς ἐκείνου γράμμασιν ἐντυγχάνον‐ τες. Ἀλλ’ ἐνταῦθα τὴν γεγενημένην βλάβην ἀποσκευα‐ | |
5 | ζόμενος, γυμνῶσαι τὰ καθ’ ἑαυτὸν ἠναγκάσθη, καὶ τῶν διαφθείρειν τὸ Εὐαγγέλιον πειρωμένων τὴν ψευ‐ δολογίαν ἐλέγχων, καὶ τῶν ἐκείνοις ὑποταχθέντων θεραπεύων τὸ πάθος. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. | |
10 | αʹ. «Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου.» Εὐθὺς τὸ προοίμιον τὴν γεγενη‐ μένην ἐλέγχει διαβολήν. Τῆς γὰρ ἀποστολικῆς ἔφη χάριτος ἠξιῶσθαι, οὐκ ἀνθρώπων αὐτῷ τοῦτο δεδω‐ κότων τὸ δῶρον· οὐδεὶς γὰρ αὐτὸν τῶν θείων | |
15 | ἐζώγρησεν ἀποστόλων, ἀλλ’ αὐτὸς ὁ Δεσπότης οὐρα‐ νόθεν ἐκάλεσεν, οὐκ ἀνθρώπῳ χρησάμενος ὑπουργῷ. Τοῦτο γὰρ ἔφη, οὐ δι’ ἀνθρώπου. Εἶτα δείκνυσι τὸν καλέσαντα. «Ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ ἵνα μή τις ὑπολάβῃ ὑπουργὸν εἶναι τοῦ Πατρὸς τὸν | |
20 | Υἱὸν, εὑρὼν προσκείμενον τὸ διὰ, ἐπήγαγε· «Καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.» Ἐφ’ ἑκατέρου γὰρ προσώπου τὸ, διὰ, τέθεικε, δι‐ δάσκων ὡς οὐδεμίαν φύσεως ἡ πρόθεσις αὕτη ση‐ μαίνει διαφοράν. Καὶ τὸ, ἐγείραντος αὐτὸν ἐκ | |
25 | νεκρῶν, οὐ τῆς τοῦ Μονογενοῦς θεότητος αἰνίττεται τὴν ἀσθένειαν· οὐδὲ γὰρ περὶ τὴν θεότητα τὸ πάθος γεγένηται· ἀλλὰ τὴν τοῦ κηρύγματος δείκνυσι συμ‐ φωνίαν, ὅτι τῆς θείας ἐνανθρωπήσεως τὸ μυστήριον οὐ μόνος Υἱὸς ᾠκονόμησεν, ἀλλὰ καὶ αὐτὸς ὁ Πατὴρ | |
30 | κοινωνός ἐστι ταύτης τῆς προνοίας. Ἐπειδὴ γὰρ οἱ τῷ νόμῳ συνηγοροῦντες τὸν Θεὸν θεραπεύειν διὰ τῆς τοῦ νόμου φυλακῆς ὑπελάμβανον, δείκνυσιν ὁ θεῖος Ἀπόστολος οὐ μόνον τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν Πατέρα, τῆς Καινῆς χορηγὸν Διαθήκης. | |
35 | βʹ. «Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί.» Ἔδειξεν ὡς πολλοὺς ἔχει τοῦ κηρύγματος συνεργούς. «Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Οὐ γὰρ μιᾷ πόλει, ἀλλὰ παντὶ γράφει τῷ ἔθνει· πανταχοῦ γὰρ εἷρψεν ἡ νόσος. | |
40 | γʹ, δʹ. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἔδειξε τὴν κατὰ νόμον πολιτείαν τῶν ἁμαρτημάτων ἀπαλλάξαι μὴ δυνηθεῖ‐ σαν, ἀλλὰ τὸν Δεσπότην Χριστὸν, τὸν ὑπὲρ ἡμῶν | |
45 | καταδεξάμενον θάνατον, καὶ τῶν τῆς ἁμαρτίας ὀφλη‐ μάτων τὸ γένος ἐλευθερώσαντα. «Ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.» Αἰῶνα πονηρὸν οὐ τὰ στοιχεῖα προσηγόρευσε κατὰ τὴν Μα‐ νιχαίων ἐμβροντησίαν, ἀλλὰ τὸν παρόντα βίον, τουτ‐ | |
82.461(50) | έστι τὴν πρόσκαιρον ταύτην τῶν ἀνθρώπων διαγωγὴν, ἐν ᾗ χώραν ἔχει τὸ πλημμελεῖν. Θνητὴν γὰρ ἔτι περικείμενοι φύσιν, οἱ μὲν τὰ μείζονα τῶν ἁμαρ‐ τημάτων τολμῶμεν, οἱ δὲ τὰ ἐλάττονα· εἰς δὲ τὴν ἀθάνατον ἐκείνην μεταστάντες ζωὴν, καὶ τῆς παρ‐ | |
55 | ούσης ἀπαλλαγέντες φθορᾶς, καὶ τὴν ἀφθαρσίαν ἐν‐ | |
δυσάμενοι, κρείττους τοῦ ἁμαρτάνειν ἐσόμεθα. Ταύ‐ | ||
82.464 | την δὲ τὴν ἐλπίδα δέδωκεν ἡμῖν ὁ Δεσπότης Χριστὸς, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενος θάνατον, καὶ πρῶτος μὲν ἀναστὰς ἐκ τῶν νεκρῶν, πᾶσι δὲ ἡμῖν ὑποσχό‐ μενος τὴν ἀνάστασιν. Ἐξείλετο δὲ ἡμᾶς τοῦ ἐνεστῶ‐ | |
5 | τος πονηροῦ, τουτέστι τῆς κατὰ τὸν παρόντα βίον διαγωγῆς, ἐν ᾗ χώραν ἔχει τὰ τῆς πονηρίας. Ὅτι δὲ αὕτη οὐ πᾶσιν ἐπιβλαβὴς ἡ ζωὴ, αὐτὸς ἐδίδαξεν ὁ Ἀπόστολος. Λέγει δὲ οὕτως· «Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γινώ‐ | |
10 | σκω·» καὶ προτίθησι τοῦ σὺν Χριστῷ εἶναι τὸ ζῆσαι, διὰ τὸ ἐντεῦθεν φυόμενον κέρδος. Καὶ περὶ Ἐπαφρο‐ δίτου φησὶν, ὅτι «Ἠλέησεν αὐτὸν ὁ Θεὸς τὴν ζωὴν αὐτῷ χαρισάμενος.» Οὐ τοίνυν φύσει πονηρὸς ὁ παρὼν αἰὼν, ἀλλ’ ἐν αὐτῷ παρά τινων πονηρία | |
15 | τολμᾶται. Ἔδειξε δὲ αὐτοῦ καὶ τὸ πρόσκαιρον· ἐν‐ εστῶτα γὰρ προσηγόρευσεν. Ὁ μέντοι Δεσπότης Χριστὸς οὐ μόνον τὴν ἡμετέραν ᾠκονόμησε σωτηρίαν, ἀλλὰ τὸν Πατέρα συνευδοκοῦντα ἔχει. Τοῦτο γὰρ ἐπήγαγε· «Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, | |
20 | (εʹ) ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Πανταχοῦ συντάττει τῷ Χριστῷ τὸν Πατέρα, δι‐ δάσκων ὡς καὶ αὐτῷ συνδοκεῖ, μὴ νομικῶς ἡμᾶς, ἀλλ’ εὐαγγελικῶς πολιτεύεσθαι. Τὴν μὲν οὖν πρόῤῥησιν ἐνταῦθα πεπλήρωκε, καινοπρεπῶς αὐτὴν ποιησά‐ | |
25 | μενος, καὶ τὸν τοῦ κηρύγματος ἐν κεφαλαίῳ διδάξας σκοπόν. Ἄρχεται δὲ τῶν ἐγκλημάτων οὕτως· ϛʹ, ζʹ. «Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Θεοῦ εἰς ἕτερον Εὐαγγέλιον. Ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ | |
30 | ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» Πολλῆς σοφίας τὴν κατ‐ ηγορίαν ἐπλήρωσεν. Ἔδειξε γὰρ τοῦ νόμου τὴν φυ‐ λακὴν ἄρνησιν τοῦ νομοθέτου. Οὐ γὰρ εἶπε, Μετα‐ τίθεσθε ἀπὸ τῆσδε διδασκαλίας εἰς τήνδε, ἀλλ’, ἀπὸ | |
35 | τοῦ καλέσαντος ὑμᾶς. Τίς δὲ ὁ καλέσας, τὰ ἑξῆς διδάσκει, ἐν χάριτι Θεοῦ. Αὐτὸς ὑμᾶς, φησὶν, ὁ Πατὴρ ὁ τὸν νόμον δεδωκὼς, εἰς τόδε τὸ Εὐαγγέλιον κέκληκε. Τοῦτο τοίνυν καταλιπόντες, καὶ εἰς τὸν νόμον πάλιν δρομήσαντες, αὐτοῦ τοῦ κεκληκότος | |
40 | ἀπέστητε. Καὶ τοῦτο δὴ καταλιπόντες τὸ Εὐαγγέλιον, ἕτερον οὐχ εὑρήσετε. Οὐδὲ γὰρ ἄλλα μὲν δι’ ἡμῶν, ἄλλα δὲ διὰ τῶν ἄλλων ἀποστόλων ὁ Δεσπότης κηρύσ‐ σει· ἀλλὰ τὸ αὐτὸ κηρύττομεν ἅπαντες, ὅσοι τῆς ἀληθείας ὑπάρχομεν ἐρασταί. Οἱ δὲ τἀναντία φρο‐ | |
45 | νοῦντες, οὐδὲν ὑμῖν θεῖον προσφέρουσιν, ἀλλὰ τὰ θεῖα παραφθείρειν ἐπιχειροῦσιν. Εἶτα θερμανθεὶς ἐκ τῆς μνήμης τῶν ἐναντίων, καὶ τῷ δικαίῳ ζέσας θυμῷ, ἀλλότριον τῆς εὐσεβείας καλεῖ τὸν ἕτερα κη‐ ρύττειν πειρώμενον, καὶ βοᾷ· | |
82.464(50) | ηʹ. «Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω.» Ἐπειδὴ ἐκεῖνοι τοὺς θείους ἔλεγον ἀποστόλους τὸν νόμον φυλάττειν, ἐκείνους μὲν καταλέλοιπεν ὁ | |
θεῖος Ἀπόστολος, ἵνα μὴ δόξῃ φθόνῳ τινὶ καὶ δυσμε‐ | ||
82.465 | νείᾳ τοῦτο ποιεῖν, ἐπὶ δὲ τὸ μεῖζον ἐχώρησε, πάντα συμπεριλαμβάνων διὰ τοῦ μείζονος, καὶ πρὸ τῶν ἄλλων ἑαυτὸν ὑπέβαλε τῇ ἀρᾷ. Ἀγγέλων δὲ ἐμνη‐ μόνευσεν, οὐ τοῦτο ὑφορώμενος, μή τις τῶν ἁγίων | |
5 | ἀγγέλων ἐναντία διδάξῃ τῷ θείῳ κηρύγματι· ᾔδει γὰρ ὡς ἀδύνατον τοῦτο· ἀλλὰ διὰ τούτου πᾶσαν ἀνθρώπων καινοτομίαν ἐκβαλών. θʹ. «Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγομεν, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, | |
10 | ἀνάθεμα ἔστω.» Μὴ γὰρ δή τις ἡμᾶς νομιζέτω θυμῷ εἰρηκέναι τὰ πρότερα· τούτου γὰρ δὴ χάριν καὶ δεύτερον τὰ αὐτὰ εἰρήκαμεν. Ἐνταῦθα μέντοι τοὺς ἀγγέλους καταλιπὼν ἀορίστως εἶπεν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται. Καὶ διδάσκων ὡς τὴν τοῦ | |
15 | Θεοῦ θεραπείαν πάντων ὁμοῦ προαιρούμενος ταῦτα εἰπεῖν ἠναγκάσθη, ἐπήγαγεν· ιʹ. «Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Εἰ θερα‐ | |
20 | πεύειν ἀνθρώπους ἐβουλόμην, οὐ τοῖς διωκομένοις συνηριθμούμην, ἀλλὰ τοῖς τῇ ἀληθείᾳ πολεμοῦσι συνεταττόμην. Μηδείς με τοίνυν ἡγείσθω τὴν παρ’ ἀνθρώπων δόξαν θηρᾶσθαι, καὶ τούτου χάριν τούσδε τοὺς λόγους ὑφαίνειν. Ἐντεῦθεν λοιπὸν διηγεῖται | |
25 | ὅπως μὲν ὑπὸ τῆς θείας ἐκλήθη χάριτος, ὅπως δὲ πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων τὰς περὶ τοῦ κηρύγματος ἐποιήσατο συνθήκας. ιαʹ. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄν‐ | |
30 | θρωπον.» Οὐχ ὑπὸ ἀνθρωπίνων, φησὶ, σύγκειται λογισμῶν· πόθεν τοῦτο; ιβʹ. «Οὐδὲ γὰρ ἐγὼ παρ’ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην.» Ἀλλὰ τίνα ἔσχες διδάσκαλον; «Ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Ἄγαν | |
35 | σοφῶς τὸ δι’ ἀποκαλύψεως τέθεικεν. Ἀναληφθεὶς γὰρ ἦν ὁ Δεσπότης Χριστὸς, καὶ οὐκέτι ὁμοίως ἅπασιν ἑωρᾶτο· αὐτῷ δὲ κατὰ τὴν ὁδὸν ἀπεκαλύφθη, καὶ τῆς τοῦ κηρύγματος διακονίας ἠξίωσε. Ταῦτα δὲ πάλιν πρὸς τὰς ἐκείνων τέθεικε διαβολὰς, διδάσκων | |
40 | ὡς οὐδὲ κατὰ τοῦτο τῶν ἀποστόλων ἀποδεῖ τῶν ἄλ‐ λων. Ὥσπερ γὰρ ἐκεῖνοι παρ’ αὐτοῦ τὴν διδασκαλίαν παρέλαβον, οὕτω καὶ αὐτὸς αὐτὸν ἔσχε διδάσκαλον. ιγʹ, ιδʹ. «Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον | |
45 | τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλι‐ κιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.» Οὐδὲν ὑμᾶς λέληθε τῶν κατ’ ἐμέ. Εἰ γὰρ πολλοῖς σταθμοῖς | |
82.465(50) | ἀφεστήκατε τοῖς Ἰουδαίοις, ἀλλ’ οὖν ἡ φήμη δι‐ έδραμε πάντοσε, καὶ δῆλα τὰ κατ’ ἐμὲ πεποίηκεν ἅπασιν· ὅτι πάλαι δυσμενὴς τῆς Ἐκκλησίας, καὶ | |
προφανὴς ἤμην πολέμιος, σκοπὸν ἔχων ἐκ βάθρων | ||
82.468 | ἀνασπάσαι τὰ ταύτης θεμέλια, καὶ τῶν ἡλικιωτῶν θερμότερον κατὰ τῶν τῆς ἀληθείας ἐκινούμην κηρύ‐ κων, καὶ ταῦτα ἐποίουν τῷ νόμῳ συνηγορῶν, καὶ τούτῳ συνηγοροῦντι ἀντίπαλον τοῦ Εὐαγγελίου τὸ | |
5 | κήρυγμα ἦν. ιεʹ, ιϛʹ. «Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς ὁ ἀφορί‐ σας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν.» Πάλιν | |
10 | ἐνταῦθα συνῆψε τῷ Υἱῷ τὸν Πατέρα, καὶ αὐτὸν ἔφη καὶ πρὸ αἰώνων προεγνωκέναι τὰ κατ’ αὐτὸν, καὶ μετὰ ταῦτα κεκληκέναι καθ’ ὃν καιρὸν ἐδοκίμασε. Ταύτης δέ μοι τῆς χάριτος μεταδέδωκεν, οὐχ ἵνα τὸν νόμον κηρύττω, ἀλλ’ ἵνα τὸν Υἱὸν ἀποκαλύψω | |
15 | τοῖς ἔθνεσιν. «Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, (ιζʹ) οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους.» Ταῦτα πάντα πρὸς τὰς ἐκείνων λέγει διαβολάς· ἐκεῖνοι γὰρ αὐτὸν ἔλεγον τῆς τῶν ἀποστό‐ | |
20 | λων ἠξιῶσθαι διδασκαλίας, παραβαίνειν δὲ τὰ συγ‐ κείμενα. Ἀναγκάζεται τοίνυν τὰ καθ’ ἑαυτὸν διηγή‐ σασθαι, ὅπερ οὐδὲ ἐν μιᾷ δέδρακεν Ἐπιστολῇ. Λέγει δὲ, ὅτι Τῆς κλήσεως ἐκείνης ἀξιωθεὶς, οὐκ εἰς τὰ Ἱεροσόλυμα παραυτίκα ἀνέδραμον, ἀλλ’ ἠρκέσθην τῇ | |
25 | παρὰ τοῦ Θεοῦ δοθείσῃ μοι χάριτι. Καὶ γὰρ λίαν ἄτοπον ἦν, τὸν παρὰ τοῦ Θεοῦ τὴν διδασκαλίαν δεξά‐ μενον, ἀνθρώποις περὶ ταύτης ἀνακοινοῦσθαι. «Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δα‐ μασκόν.» Εὐθὺς τοῦ κηρύγματος ἡψάμην, τοῖς μη‐ | |
30 | δέπω τῆς θεογνωσίας ἠξιωμένοις προσφέρων τὸ Εὐαγ‐ γέλιον. ιηʹ. «Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσό‐ λυμα ἱστορῆσαι Πέτρον.» Καὶ τοῦτο πάλιν δείκνυσιν αὐτοῦ τὴν ἀρετὴν τῆς ψυχῆς. Καὶ γὰρ μὴ δεόμενος | |
35 | ἀνθρωπίνης διδασκαλίας, ἅτε δὴ ταύτην παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεξάμενος, τὴν πρέπουσαν ἀπονέμει τῷ κορυφαίῳ τιμήν. Τούτου γὰρ χάριν πρὸς αὐτὸν ἀπεληλύθει, οὐχ ἵνα τι παρ’ αὐτοῦ μάθῃ, ἀλλ’ ἵνα μόνον θεάσηται. Δείκνυσι δὲ καὶ τὸ φίλτρον. | |
40 | «Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. (ιθʹ) Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.» Ἀδελφὸς τοῦ Κυρίου ἐκαλεῖτο μὲν, οὐκ ἦν δὲ φύσει. Οὔτε μὴν, ὥς τινες ὑπειλήφασι, τοῦ Ἰωσὴφ υἱὸς ἐτύγχανεν ὢν, ἐκ προ‐ | |
45 | τέρων γάμων γενόμενος, ἀλλὰ τοῦ Κλωπᾶ μὲν ἦν υἱὸς, τοῦ δὲ Κυρίου ἀνεψιός· μητέρα γὰρ εἶχε τὴν ἀδελφὴν τῆς τοῦ Κυρίου μητέρος. κʹ—κδʹ. «Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς | |
82.468(50) | Συρίας, καὶ τῆς Κιλικίας. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς | |
ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. | ||
82.469 | Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.» Μανθάνοντες γὰρ τὴν ἀθρόαν μεταβολὴν, καὶ ὅτι ὁ λύκος τὰ ποιμένων ἐργάζεται, τῆς εἰς τὸν Θεὸν ὑμνῳδίας τὰ κατ’ ἐμὲ πρόφασιν ἐλάμβανον. | |
5 | ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. «Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλα‐ βὼν καὶ Τίτον. Ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.» Ἀμ‐ φότεροι χρόνον συχνὸν ἐν Ἀντιοχείᾳ διέτριψαν, καὶ | |
10 | πλείστους ἐξ ἐθνῶν ἐσαγήνευσαν, κατὰ τὸν νόμον τῆς χάριτος βιοῦν παρεγγυῶντες. Ἀφικόμενοι δέ τινες ἐκ τῆς Ἰουδαίας τοῦ νόμου συνήγοροι, πείθειν ἐπει‐ ρῶντο τοὺς ἐξ ἐθνῶν τὴν κατὰ νόμον πολιτείαν ἀσπά‐ ζεσθαι· ἀλλ’ οἱ μεγάλοι κήρυκες τῆς ἀληθείας Βαρ‐ | |
15 | νάβας καὶ Παῦλος τὴν παρ’ ἐκείνων προσφερομένην διδασκαλίαν ἀπώσαντο. Πεῖσαι δὲ τὸν σύλλογον τῶν πιστῶν ἐθελήσαντες, ὅτι καὶ τοῖς μεγάλοις ἀποστό‐ λοις τοῦτο δοκεῖ, ἔδραμον μὲν εἰς τὴν Ἰουδαίαν, ἐδί‐ δαξαν δὲ τοὺς ἀποστόλους τὰ παρ’ ἐκείνων γεγενη‐ | |
20 | μένα, καὶ ἐκόμισαν γράμματα διαῤῥήδην παρεγγυ‐ ῶντα, μὴ ἐπιθεῖναι τοῖς ἔθνεσι τὸν τοῦ νόμου ζυγὸν, ἀλλ’ ἀπέχεσθαι εἰδωλοθύτου, καὶ πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος. Ταῦτα ἡγοῦμαι διηγεῖσθαι τὸν θεῖον Ἀπόστολον. «Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγ‐ | |
25 | γέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω, ἢ ἔδραμον.» Τοῖς δοκοῦσιν εἶπεν, ἀντὶ τοῦ, τοῖς ἐπισήμοις. Ἰδίᾳ δὲ αὐτοῖς ἀνέθετο, ἐπειδήπερ ἦσαν πολλοὶ τὸν ὑπὲρ τοῦ νόμου ζῆλον ἔχοντες, ὡς ὁ μακάριος εἶπεν Ἰάκωβος. | |
30 | Τὸ δὲ, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον, οὐ περὶ ἑαυτοῦ τέθεικεν, ἀλλὰ περὶ τῶν ἄλλων· τουτέστιν, ἵνα μάθωσιν ἅπαντες τὴν τοῦ κηρύγματος συμφω‐ νίαν, καὶ ὅτι καὶ τοῖς ἄλλοις ἀρέσκει τὰ ὑπ’ ἐμοῦ κηρυττόμενα. | |
35 | γʹ. «Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ, Ἕλλην ὢν, ἠναγκάσθη περιτμηθῆναι.» Ἀπόδειξις αὕτη μεγίστη τοῦ μηδὲ τοῖς ἀποστόλοις δοκεῖν τοὺς ἐξ ἐθνῶν φυ‐ λάττειν τὸν νόμον. Τὸν γὰρ Τίτον, ἀπερίτμητον ὄντα, καὶ ἐξ Ἑλλήνων κληθέντα, ἥκιστα περιτμηθῆναι | |
40 | προσέταξαν, καίτοι πλείστων τἀναντία προαιρουμέ‐ νων. Τοῦτο γάρ φησι· δʹ. «Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵ‐ τινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς κατα‐ | |
45 | δουλώσωνται.» Ὁ δὲ σύνδεσμος πρὸς τὴν τοῦ λόγου συνθήκην περιττός. Ἔστι γὰρ ἡ διάνοια τῶν ῥητῶν αὕτη· Οὐδὲ Τίτος, καίτοι Ἕλλην ὢν, ἠναγκάσθη πε‐ ριτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, καὶ τὰ ἑξῆς. Ἐλευθερίαν δὲ καλεῖ τὴν ἔξω τοῦ νόμου | |
82.469(50) | διαγωγήν. εʹ. «Οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.» Οὐδὲ γὰρ πρὸς βραχὺ ἠνεσχόμεθα τῆς ἐκείνων φιλο‐ νείκου γνώμης, ἀλλὰ πάντων τοῦ Εὐαγγελίου προ‐ | |
55 | τετιμήκαμεν τὴν ἀλήθειαν. Ταῦτα μὲν οὖν περὶ τῶν διαθέσει τῷ νόμῳ δουλευόντων εἴρηκεν. Ἐπειδὴ δὲ | |
εἰκὸς ἦν καὶ Γαλάτας εἰπεῖν, ὅτι καὶ αὐτοὶ τῶν ἀπο‐ | ||
82.472 | στόλων οἱ πρῶτοι τὸν νόμον φυλάττουσιν· ᾔδει δὲ ὁ θεῖος Ἀπόστολος, ὡς τοῖς ἐξ Ἰουδαίων πεπιστευκό‐ σιν, ἀσθενῶς ἔτι διακειμένοις, συγκαταβαίνοντες τοῦτο ποιεῖν ἠναγκάζοντο· μέσος ἀποληφθεὶς, καὶ | |
5 | κατηγορῆσαι μὲν αὐτῶν ἀτοπώτατον νομίσας, γυ‐ μνῶσαι δὲ τὸν σκοπὸν οὐκ ἐθελήσας, ἵνα μὴ τῇ οἰ‐ κονομίᾳ λυμήνηται, μέσην τινὰ διατέμνει ὁδόν· καὶ σχηματίζεται μὲν ὡς δυσχεραίνων δῆθεν τὰ γινόμενα, εἰπεῖν δέ τι περὶ αὐτῶν βαρυνόμενος, τῇ τοῦ Θεοῦ | |
10 | ψήφῳ τὸ πᾶν ἀνατίθησιν. ϛʹ. «Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει.» Deest interpretatio mediae partis capituli. —De insigni hac lacuna, aliisque non integris Theodoreti locis | |
15 | diximus in dissertatione praefationi nostrae subjecta. Caeterum, ne tamen nihil de ipso Pauli textu afferamus, quo hic usus videtur Theodoretus, e caeteris ejus libris, quantum reperire licet, eum hic constituemus: θʹ—ιδʹ. «Καὶ γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν μοι Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη· μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι .... Ἀλλ’ ὅτε | |
20 | εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ζῇς, καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;» Περὶ μὲν οὖν τῶν ἄλλων, φησὶ, τῶν κακῶς κε‐ χρημένων τῷ νόμῳ ἐκεῖνα εἶπον, δυσχεραίνων δὲ, ὡς τῶν οἰκείων μαθητῶν βλαπτομένων ἐντεῦθεν· | |
25 | τοῦτο γὰρ δὴ καὶ εἴρηκε, Τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; Σόν ἐστι δόγμα, μὴ κατὰ νόμον πολι‐ τεύεσθαι τούτους· ἀντιφθέγγεται δὲ τοῖς ἤδη γρα‐ φεῖσι τὰ πράγματα. Ὁ δὲ μέγας Πέτρος τῇ σιγῇ κυροῖ τὰ λεγόμενα, μονονουχὶ λέγων πρὸς τοὺς ἐξ | |
30 | Ἰουδαίων πεπιστευκότας τοὺς τηνικαῦτα παρόντας, ὅτι Δίκαια ἐπιμέμφεται, καὶ ἀντιλέγειν τοῖς λεγο‐ μένοις οὐκ ἔνεστιν. Ὅτι γὰρ ἔστερξε τὰ λεγόμενα, τῆς τῶν ἀκουόντων προμηθούμενος ὠφελείας, παντί που δῆλον· ἐπειδὴ τοίνυν ὁ μὲν ἐπεμέμψατο, ὁ δὲ | |
35 | σιγῇ κατεδέξατο, καὶ τοῖς ἐξ Ἰουδαίων, καὶ τοῖς ἐξ ἐθνῶν, ὀνησιφόρον κατεσκευάσθη φάρμακον. Ταῦτα δὲ Γαλάταις γέγραφεν ὁ θεῖος Ἀπόστολος, διδάσκων ὡς καὶ οἱ μεγάλοι καὶ οἱ πρῶτοι ἀπόστολοι, τῆς Ἰουδαίων ἀσθενείας χάριν, ἔστιν ὅτε τὸν νόμον φυ‐ | |
40 | λάττειν ἠνείχοντο, οὐκ ἀεὶ δὲ τοῦτο διετέλουν ποιοῦν‐ τες. Λέγει δὲ καὶ τὰ ἄλλα, ὅσα πρὸς τὸν μακάριον ἔφη Πέτρον, τῆς τῶν παρόντων Ἰουδαίων προμηθού‐ μενος ὠφελείας. ιεʹ, ιϛʹ. «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν | |
45 | ἁμαρτωλοί· εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χρι‐ στοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσα‐ | |
μεν, ἵνα ἐκ πίστεως Χριστοῦ δικαιωθῶμεν, καὶ | ||
82.473 | οὐκ ἐξ ἔργων νόμου.» Τὸ, φύσει Ἰουδαῖοι, ἀντὶ τοῦ, Ἄνωθεν τοῦτο καὶ ἐκ προγόνων ὄντες, ἐξ Ἀβραὰμ τὸ γένος κατάγοντες, καὶ τοῦτο μέντοι τὸ γένος αὐχοῦντες, ἐπειδὴ ἔγνωμεν ὡς οὐχ οἷόν τε τὴν ἀληθῆ | |
5 | δικαιοσύνην ἐκ τῆς κατὰ νόμον πολιτείας καρπώ‐ σασθαι, τῷ Δεσπότῃ Χριστῷ πεπιστεύκαμεν, τὴν ἐκ τῆς πίστεως δικαιοσύνην δρεπόμενοι, καὶ τὰ ἐπηγγελμένα προσμένοντες ἀγαθά. «Διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα | |
10 | σάρξ.» Τὰ ἀναγκαῖα τοῦ νόμου καὶ ἡ φύσις ἐδί‐ δασκε· τουτέστι τό· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλη‐ σίον σου μαρτυρίαν ψευδῆ, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ὅσα τοιαῦτα. Τὰ δέ γε περὶ | |
15 | Σαββάτου, καὶ περιτομῆς, καὶ λεπροῦ, καὶ γονοῤ‐ ῥυοῦς, καὶ θυσιῶν, καὶ περιῤῥαντηρίων, ἴδια ἦν τοῦ νόμου· οὐδὲν γὰρ περὶ τούτων ἡ φύσις ἐπαί‐ δευσε. Ταῦτα τοίνυν ἔργα λέγει τοῦ νόμου. Τούτων δὲ ἡ μὲν παράβασις ἁμαρτία, ἡ δὲ φυλακὴ οὐ δι‐ | |
20 | καιοσύνης τελείας κατόρθωσις. Ταῦτα γὰρ ἑτέρων αἰνίγματα· Ἰουδαίοις δὲ ὅμως κατ’ ἐκεῖνον ἥρμοττε τὸν καιρόν. Περὶ τούτων εἶπεν ὁ θεῖος Ἀπόστολος, Διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἶτα συλλογίζεται τὰ εἰρημένα. | |
25 | ιζʹ. «Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἄρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.» Εἰ δὲ ὅτι τὸν νόμον καταλιπόντες τῷ Χριστῷ προσεληλύθαμεν, διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τῆς δικαιοσύνης ἀπολαύσασθαι | |
30 | προσδοκήσαντες, παράβασις τοῦτο νενόμισται, εἰς αὐτὸν ἡ αἰτία χωρήσει τὸν Δεσπότην Χριστόν· αὐτὸς γὰρ ἡμῖν τὴν Καινὴν ὑπέδειξε Διαθήκην· ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς τολμῆσαι τὴν βλασ‐ φημίαν. | |
35 | ιηʹ. «Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.» Ταῦτα οὐ περὶ ἑαυτοῦ μόνον ἔφη, ἀλλὰ καὶ περὶ τῶν ἀποστόλων· καὶ γὰρ καὶ ἐκείνοις συνέδοξε, τοὺς ἐξ ἐθνῶν μὴ φυλάττειν τὸν νόμον. Παραβαίνομεν δὲ, φησὶ, προ‐ | |
40 | φανῶς τὰ συγκείμενα, ἅπερ ᾠκοδομήσαμεν κατα‐ λύοντες· ᾠκοδομήσαμεν δὲ τὰ ἔθνη, οὐκ ἐπὶ τὸν τοῦ νόμου, ἀλλ’ ἐπὶ τὸν τοῦ Χριστοῦ θεμέλιον. Ἄγαν δὲ σοφῶς τὴν κατηγορίαν ἀντέστρεψεν. Ἐκείνων γὰρ παράβασιν καλούντων τὸ μὴ φυλάττειν τὸν | |
45 | νόμον, αὐτὸς παράβασιν κέκληκε τοῦ νόμου τὴν φυ‐ λακήν. Εἶτα τοῦτο σαφέστερον δείκνυσιν. ιθʹ. «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.» Ἐγὼ, φησὶν, αὐτῷ τῷ νόμῳ πεισθεὶς νεκρὸν ἐμαυτὸν τῷ νόμῳ κατέστησα. Ὁ νόμος γάρ | |
82.473(50) | μοι τὸν Χριστὸν προεμήνυσεν· ἐκείνῳ πεισθεὶς προσ‐ ελήλυθα τούτῳ. Καὶ ἐκείνῳ μέν εἰμι νεκρὸς, οὐκέτι γὰρ πολιτεύομαι κατ’ ἐκεῖνον, τοῖς δὲ τούτου δόγμα‐ σιν ἕπομαι. «Χριστῷ συνεσταύρωμαι.» Συνετά‐ | |
φην γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος. | ||
82.476 | κʹ. «Ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τὴν προτέραν ἀπεθέμην ζωὴν, εἰς ἑτέραν ζωὴν μεταβέβηκα, τούτῳ πολιτεύομαι, οὗ περίκειμαι τὴν ζωήν. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ | |
5 | Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόν‐ τος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Καὶ ἐν τῇ θνητῇ δὲ ταύτῃ ζωῇ τὴν ἀθάνατον προδιαγράφω ζωὴν, καὶ διὰ τῆς πίστεως ἐκείνην ὁρῶ. Τούτου χάριν τὸν ὑπὲρ ἐμοῦ θάνατον ὁ Δεσπότης Χριστὸς κατεδέξατο, ἵνα | |
10 | μοι τὴν ἀθάνατον ζωὴν πραγματεύσηται. καʹ. «Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.» Ὁ γὰρ κατὰ νόμον πολιτευόμενος ἀτιμάζει τὴν χάριν, ὡς οὐκ ἀρκοῦσαν εἰς σωτηρίαν. «Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε.» Περιτ‐ | |
15 | τὸς γὰρ ὁ τοῦ Δεσπότου θάνατος, εἴπερ ἄρα ὁ νόμος εἰς κτῆσιν δικαιοσύνης ἀρκεῖ. Οὕτω ταῦτα διεξελθὼν ἐκ τῆς πρὸς τὸν τρισμακάριον Πέτρον διαλέξεως, πρὸς αὐτοὺς λοιπὸν ἀποτείνεται, καὶ βαρυθυμῶν ἀποτείνεται. | |
20 | ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Μετ’ εὐφημίας ἡ παροινία. Βασκαίνει γάρ τις εὐπόρῳ, οὐ πένητι· εὐημεροῦσιν, οὐ δυσπραγοῦσι. Δηλοῖ τοίνυν ὁ λόγος | |
25 | τὴν προτέραν αὐτῶν περὶ τὴν εὐσέβειαν προθυ‐ μίαν· ἐκφαίνει δὲ καὶ τὴν πατρικὴν τοῦ Ἀποστόλου φιλοστοργίαν. Ὀλοφύρεται γὰρ αὐτοὺς, ὡς τὸν συν‐ ειλεγμένον ἀπολέσαντας πλοῦτον. Ποῖος, φησὶ, δαί‐ μων φθονερός τε καὶ βάσκανος τὸν ἀξιάγαστον ὑμῶν | |
30 | ἐσύλησε πλοῦτον; «Οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.» Οὕτω γὰρ ἐπιστεύσατε, ὡς αὐτὸν τοῦ Χριστοῦ τὸν σταυρὸν θεασάμενοι. Εἶτα τὸν νόμον καὶ τὴν χάριν παράλληλα τίθησι, καὶ τὰς ἀποδείξεις ἀναντιῤῥήτους | |
35 | παράγει. βʹ. «Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔρ‐ γων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;» Κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ τῆς πνευματικῆς χάριτος ἀξιούμενοι, καὶ γλώτταις διαφόροις ἐλάλουν, καὶ | |
40 | προεφήτευον, καὶ ἐθαυματούργουν, ἀπὸ τῶν θαυμά‐ των λαμβάνοντες τοῦ κηρύγματος τὴν βεβαίωσιν. Τοῦτο τοίνυν ἐνταῦθα ἔφη· Ὁ νόμος ὑμῖν ἔδωκεν τοῦ θείου Πνεύματος τὴν ἐνέργειαν, ἢ μόνη ἡ ἐπὶ τὸν Κύριον πίστις; | |
45 | γʹ. «Οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;» Πνεῦμα τὴν χάριν ἐκά‐ λεσε· σάρκα δὲ τὴν κατὰ νόμον πολιτείαν, ἐπειδὴ σωματικὰ ἦν τοῦ νόμου τὰ περιττά. Περὶ σῶμα γὰρ ἡ περιτομὴ, καὶ τοῦ Σαββάτου ἡ φυλακὴ, καὶ | |
82.476(50) | ἡ λέπρα, καὶ τὰ περιῤῥαντήρια, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. Εἶτα ἀπὸ τῶν παθημάτων τὴν κατηγορίαν ὑφαίνει. δʹ. «Τοσαῦτα ἐπάθετε εἰκῆ;» Οὐ γὰρ ὑπὲρ τοῦ | |
νόμου, ἀλλ’ ὑπὲρ τοῦ Χριστοῦ τὰ παθήματα. Τὸν δὲ | ||
82.477 | Χριστὸν καταλελοιπότες, καὶ τὴν κατὰ νόμον ἀσπα‐ σάμενοι πολιτείαν, οὐδὲν λοιπὸν ἀπὸ τῶν παθημά‐ των ἔχετε κέρδος. Ἀλλ’ ἐλπίδα αὐτοῖς ὑποφαίνων χρηστὴν, ἐπήγαγεν· «Εἴ γε καὶ εἰκῆ.» Ἐὰν γὰρ | |
5 | θελήσητε προσμεῖναι τῇ χάριτι, ἀπολήψεσθε τὸν ὑπὲρ τῶν παθημάτων μισθόν. Εἶτα σαφέστερον περὶ τῶν χαρισμάτων διέξεισιν. εʹ. «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ | |
10 | ἀκοῆς πίστεως;» Οὕτω δείξας τῆς πίστεως τὸν καρπὸν, ἀπὸ τῶν πάλαι γεγενημένων πάλιν αὐτοὺς ταινιοῖ. ϛʹ. «Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Ταῦτα ἐν τῇ | |
15 | πρὸς Ῥωμαίους πλατύτερον γέγραφε. Καὶ ἐνταῦθα δὲ ἐν κεφαλαίῳ διδάσκει τὸν Ἀβραὰμ ἐκ πίστεως δικαιωθέντα, καὶ τοὺς τροφίμους τῆς πίστεως υἱοὺς τοῦ Ἀβραὰμ χρηματίζοντας. Τοῦτο γὰρ ἐπ‐ ήγαγε· | |
20 | ζʹ. «Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ.» Λέγει δὲ καὶ τὸν τρόπον. ηʹ, θʹ. «Προϊδοῦσα δὲ ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε | |
25 | οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.» Ἄνωθεν ταῦτα καὶ ὥρισε καὶ προηγόρευσεν ὁ Θεός. Τῷ γὰρ Ἀβραὰμ ἐπηγγείλατο τὴν τῶν ἐθνῶν εὐλο‐ γίαν. Εἴ τις τοίνυν τῆς ἐκείνου συγγενείας ἀξιω‐ θῆναι ποθεῖ, τὴν ἐκείνου πίστιν ζηλούτω. Οὕτω τὴν | |
30 | πίστιν ἐγκωμιάσας, καὶ δείξας αὐτῆς τοὺς καρποὺς ἀπὸ τῶν τοῦ Πνεύματος χαρισμάτων, δείξας δὲ αὐ‐ τὴν καὶ τοῦ νόμου πρεσβυτέραν ἐξ αὐτῆς τοῦ νόμου τῆς μαρτυρίας (ἡ γὰρ Παλαιὰ Διαθήκη τὰ κατὰ τὸν Ἀβραὰμ διηγεῖται), παρατίθησι λοιπὸν τὸν νόμον | |
35 | ἐκ παραλλήλου, δεικνὺς τὸ διάφορον. ιʹ. «Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατά‐ ραν εἰσί.» Πόθεν τοῦτο δῆλον; «Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι | |
40 | αὐτά.» Ὁ νόμος κελεύει πάντα πληροῦσθαι τὰ ἐν αὐτῷ διηγορευμένα, τοὺς δὲ τὸ τυχὸν παραβαίνον‐ τας, ἀραῖς ὑποβάλλει. ιαʹ. «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον.» Πόθεν δῆλον; «Ὅτι ὁ δίκαιος ἐκ πί‐ | |
45 | στεως ζήσεται.» Τῇ προφητικῇ μαρτυρίᾳ τὸν οἰκεῖον ἐβεβαίωσε λόγον. ιβʹ. «Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως· ἀλλ’ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.» Ὁ νό‐ μος οὐ πίστιν ζητεῖ, ἀλλὰ πρᾶξιν ἀπαιτεῖ, καὶ τοῖς | |
82.477(50) | φυλάττουσι τὴν ζωὴν ἐπαγγέλλεται. ιγʹ. «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας | |
τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἔδειξε | ||
82.480 | τὸν νόμον ἀρώμενον πᾶσι τοῖς μὴ πάντα τὰ ἐν αὐτῷ διηγορευμένα φυλάττουσιν· ἔδειξε δὲ πάλιν οὐδένα κατὰ νόμον δικαιωθῆναι δυνάμενον. Πάντων τοίνυν ὑπὸ τὴν ἀρὰν τοῦ νόμου γεγενημένων, δείκνυσι τὸν | |
5 | Χριστὸν ταύτης ἡμᾶς ἐλευθερώσαντα τῆς ἀρᾶς. Λέ‐ γει δὲ καὶ τὸν τρόπον. «Γέγραπται γάρ· Ἐπικατά‐ ρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ταῖς ἀραῖς γὰρ τοῦ νόμου πάντων ὑποκειμένων, τὸν κατὰ τὸν νόμον ἐπάρατον αὐτὸς κατεδέξατο θάνατον, ἵνα τῆς ἀρᾶς | |
10 | πάντας ἀνθρώπους ἐλευθερώσῃ, καὶ τὴν ἐπηγγελμέ‐ νην πᾶσιν εὐλογίαν δωρήσηται. Τοῦτο γὰρ ἐπάγει· ιδʹ. «Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γέ‐ νηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» Τὴν γὰρ | |
15 | ἐπηγγελμένην τοῖς ἔθνεσι διὰ τοῦ Ἀβραὰμ εὐλογίαν δωρεῖται τοῖς πιστεύουσιν ἡ χάρις τοῦ Πνεύματος. Οὕτω δείξας τὴν πίστιν πρεσβυτέραν τοῦ νόμου, δι‐ δάσκει πάλιν ὡς ὁ νόμος ἐμποδὼν οὐ δύναται γενέ‐ σθαι ταῖς θείαις ἐπαγγελίαις. | |
20 | ιεʹ. «Ἀδελφοὶ, κατ’ ἄνθρωπον λέγω.» Ἀντὶ τοῦ, Ἀνθρωπίνοις πράγμασι κέχρημαι. «Ὅμως ἀνθρώ‐ που κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδια‐ τάσσεται.» Τὴν εὖ καὶ καλῶς καὶ λίαν ἀκολούθως ὑπό τινος γεγενημένην διαθήκην ἀνατρέψαι οὐχ οἷόν | |
25 | τε, οὔτε μὴν προσθεῖναί τι αὐτῇ δυνατόν. Εἶτα ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ προκείμενον μεταβαίνει. ιϛʹ, ιζʹ. «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγε‐ λίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ | |
30 | τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.» Καὶ ἡ πάλαι Γραφὴ διαθήκην τοῦ Θεοῦ καλεῖ τὴν | |
35 | πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν. Οὐχ οἷόν τε τοίνυν, ἢ προσθήκην τινὰ, ἢ ἀφαίρεσιν, ἢ λύσιν ἐκείνην λαβεῖν διὰ τῆς τοῦ νόμου θέσεως, ὃς μετὰ πλεῖστον γεγένηται χρόνον. Ἐπηγγείλατο δὲ διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ εὐλογεῖν τὰ ἔθνη ὁ | |
40 | τῶν ὅλων Θεός. Τοῦτο δὲ τὸ σπέρμα αὐτός ἐστιν ὁ Δεσπότης Χριστός· δι’ αὐτοῦ γὰρ πέρας ἡ ὑπόσχεσις ἔλαβε, καὶ τὰ ἔθνη τῆς εὐλογίας τετύχηκεν. Οἱ δὲ ἄλλοι πάντες, καίτοι τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, εἴτε Μωϋσῆς, εἴτε Σαμουὴλ, εἴτε Ἠλίας, καὶ ἁπαξ‐ | |
45 | απλῶς ἅπαντες οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, σπέρμα μὲν αὐτοῦ κατὰ φύσιν καλοῦνται, οὐ μὴν ἐκεῖνό εἰσι τὸ τὴν πηγὴν τῆς εὐλογίας κομίσαν τοῖς ἔθνεσιν. Τοῦτο γὰρ λέγει ὁ θεῖος Ἀπόστολος· Οὐ λέ‐ γει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς | |
82.480(50) | ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Οὐκ ἐπειδὴ οὖν ἐξ Ἀβραὰμ τὸ γένος κατάγουσι κἀκεῖνοι, σπέρμα τοῦ Ἀβραὰμ ὀνομάζονται, ἀλλ’ ὅτι οὗτος | |
κυρίως ταύτην ἔχει τὴν κλῆσιν, ἅτε δὴ μόνος κατὰ | ||
82.481 | τὴν ἐπαγγελίαν δωρησάμενος εὐλογίαν τοῖς ἔθνεσιν. «Ἐν τῷ σπέρματί σου γὰρ, ἔφη, ἐνευλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς.» Δι’ οὐδενὸς δὲ ἄλλου τῆσδε τῆς εὐλογίας τὰ ἔθνη μετέλαχεν. Οὗ χάριν ὁ θεῖος | |
5 | Ἀπόστολος δείκνυσι τὴν ἐπαγγελίαν ἰσχυροτέραν τοῦ νόμου, καί φησιν· ιηʹ. «Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκ ἔτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρι‐ σται ὁ Θεός.» Ὁ γὰρ νόμος τὴν ἀρὰν τοῖς ὑποκειμέ‐ | |
10 | νοις ἐπήγαγε τῇ ἀπειλῇ δεδιττόμενος, καὶ πρὸς τὸ δέον ποδηγῆσαι τοὺς ὑποκειμένους βουλόμενος. Ἡ δὲ ἐπαγγελία τὴν εὐλογίαν προσφέρει τοῖς ἔθνεσιν. Εἶτα λύει τὸ ὑφορμοῦν. Ὑφορμεῖ δὲ τοῦτο, ὅτι περιττῶς ὁ νόμος ἐδόθη, τῆς ἐπαγγελίας τὴν εὐλογίαν ἐχούσης. | |
15 | Διδάσκει τοίνυν τῆς νομοθεσίας τὴν χρείαν. ιθʹ. «Τί οὖν ὁ νόμος;» Καθ’ ὑπόκρισιν ἀναγνω‐ στέον. Τοῦτο, φησὶ, θέλεις μαθεῖν, τίνος χάριν ὁ νό‐ μος ἐτέθη; ἐγώ σε διδάσκω. «Τῶν παραβάσεων χά‐ ριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγ‐ | |
20 | γελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου.» Εἰς ἐπιμέλειαν ἐτέθη τοῦ γένους, ἐξ οὗ τὸ σπέρμα ἔμελλεν ἐκεῖνο κατὰ σάρκα βλαστάνειν. Ἐτέθη δὲ ἀγγέλων ὑπουργούντων, καὶ τῇ τούτου θέσει Μωϋ‐ σέως διακονοῦντος. Αὐτὸν γὰρ μεσίτην ἐκάλεσε. | |
25 | Τῶν δὲ ἀγγέλων ἐμνημόνευσε κἀν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· ἔφη δὲ οὕτως· «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος.» Καὶ γὰρ τὸν Μιχαὴλ αὐτοῖς ἐπ‐ έστησεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦτο ἡμᾶς ὁ μακάριος ἐδίδαξε Δανιήλ. Καὶ τῷ μεγάλῳ δὲ Μωσῇ ὑπέσχετο | |
30 | συμπέμψειν τὸν ἄγγελον τῷ λαῷ. κʹ. «Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν.» Ἐμεσίτευσε γὰρ τῷ λαῷ καὶ τῷ Θεῷ. «Ὁ δὲ Θεὸς εἷς ἐστιν.» Ὁ καὶ τὴν ἐπαγγελίαν τῷ Ἀβραὰμ δεδωκὼς, καὶ τὸν νόμον τεθεικὼς, καὶ νῦν τῆς ἐπαγγελίας ἡμῖν | |
35 | ἐπιδείξας τὸ πέρας. Οὐ γὰρ ἄλλος μὲν ἐκεῖνα Θεὸς ᾠκονόμησεν, ἄλλος δὲ ταῦτα. καʹ. «Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη.» | |
40 | Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ εἶπεν ὁ τῶν ὅλων Θεός· «Καὶ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δι‐ καιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Ταῦτα λέ‐ γων ἃ ἐκ περιουσίας εἶχεν ὁ νόμος, ἅπερ ἡ φύσις οὐ διηγόρευσε, τὰ περὶ θυσιῶν, καὶ λεπρῶν, καὶ γονοῤ‐ | |
45 | ῥυῶν, καὶ τὰ τούτοις παραπλήσια. Ὅτι γὰρ τὰ ἀναγκαῖα τοῦ νόμου ζωοποιὰ, πάλιν δι’ αὐτοῦ τοῦ προφήτου εἴρηκεν· «Καὶ ἔδωκα αὐτοῖς προστάγματα καὶ δικαιώματα, ἃ ποιήσει ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς.» Ἐπειδὴ δὲ ταῦτα, φησὶ, παρέβησαν, | |
82.481(50) | «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα, | |
ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Καὶ οὐδὲ ταῦτα εἶπε | ||
82.484 | κακὰ, ἀλλ’ οὐ καλὰ, τελείοις ἀνάρμοστα παντελῶς. Οὕτω τὸ γάλα τῆς θηλῆς τοῖς μὲν τελείοις ἐστὶν ἀηδὲς, τοῖς βρέφεσιν ἐπιτήδειον. Τοῦτο καὶ ἐνταῦθα ἔφη ὁ θεῖος Ἀπόστολος· Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος | |
5 | ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Τὰ γὰρ περιττὰ τοῦ νόμου θαυμάζειν μὲν εἰς τὸν θεῖον νεὼν παρεσκεύαζεν. κβʹ. «Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ | |
10 | Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.» Διήλεγξε γὰρ ἡ θεία Γραφὴ καὶ τοὺς πρὸ νόμου, καὶ τοὺς ἐν νόμῳ, τοὺς μὲν τὸν τῆς φύσεως, τοὺς δὲ τὸν Μωσαϊκὸν παραβεβηκότας νόμον. Ἀλεξιφάρμακον δὲ καὶ τούτοις κἀκείνοις τὴν ἐπηγγελμένην διὰ τῆς πίστεως | |
15 | προσενήνοχε σωτηρίαν. Πάλιν γὰρ τὸ, συνέκλεισεν, ἀντὶ τοῦ ἤλεγξε, τέθεικε. κγʹ. «Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.» Ἔδει γὰρ οἷόν τινι τειχίῳ | |
20 | τὸ Ἰσραηλιτικὸν φυλάττεσθαι γένος, ἕως ἂν ἡ τῶν ἐθνῶν προσδοκία βλαστήσῃ. κδʹ. «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.» Ἀναγ‐ καίως τοίνυν καὶ ὁ νόμος ἐδόθη. Παιδαγωγοῦ γὰρ | |
25 | ἡμῖν ἐπλήρωσε χρείαν· καὶ τῆς μὲν προτέρας ἡμᾶς ἠλευθέρωσεν ἀσεβείας, θεογνωσίαν δὲ παιδεύσας, οἷόν τινι σοφῷ διδασκάλῳ προσφέρει τῷ Δεσπότῃ Χριστῷ, ἵνα τέλεια παρ’ αὐτοῦ παιδευθῶμεν μαθή‐ ματα, καὶ τὴν διὰ τῆς πίστεως δικαιοσύνην κτη‐ | |
30 | σώμεθα. κεʹ. «Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν.» Οἱ γὰρ ἐν ἕξει, τῆς παιδαγω‐ γικῆς ἐπιμελείας οὐ δέονται. κϛʹ. «Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως | |
35 | ἐν Χριστῷ Ἰησοῦ.» Ἔδειξε τῶν πεπιστευκότων τὸ τέλειον. Τί γὰρ τελειότερον τῶν υἱῶν χρηματι‐ ζόντων Θεοῦ; Ὑποδείκνυσι δὲ καὶ τὸν τῆς γεννή‐ σεως τρόπον. κζʹ. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, | |
40 | Χριστὸν ἐνεδύσασθε.» Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Πάντες υἱοὶ Θεοῦ ἐστε, διδάσκει καὶ πῶς ἔτυχον τούτου, καί φησιν· Ἐνεδύσασθε τὸν Χριστὸν τὸν ἀληθῶς Υἱὸν τοῦ Θεοῦ· ἐκεῖνον δὲ ἐνδεδυμένοι, εἰκότως υἱοὶ Θεοῦ χρηματίζετε. | |
45 | κηʹ. «Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Τὸ εἷς, ἀντὶ τοῦ, ἓν σῶμα. αὐτὸς γὰρ ἡμῶν ἐστι κε‐ φαλή. Οὗ δὴ χάριν οὐδὲ διαφορὰν εἰδέναι προσήκει | |
82.484(50) | οἰκέτου καὶ δεσπότου, ἄῤῥενός τε καὶ θήλεως, Ἰου‐ δαίου καὶ Ἕλληνος. κθʹ. «Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ | |
σπέρμα ἐστὲ, καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι.» | ||
82.485 | Εἶπε τοὺς πιστοὺς υἱοὺς τοῦ Θεοῦ· ἔπειτα ἔδειξε καὶ τῆς υἱοθεσίας τὸν τρόπον. Τὸν γὰρ Χριστὸν ἐνδυ‐ σάμενοι, ὃς ἀληθῶς ἐστιν Υἱὸς τοῦ Θεοῦ, εἰκότως, φησὶ, καλεῖσθε υἱοὶ τοῦ Θεοῦ. Οὕτω πάλιν ἡμᾶς | |
5 | συνάπτει τῷ Ἀβραάμ. Εἰ γὰρ ἡμεῖς σῶμα Χριστοῦ, αὐτὸς δὲ ἡμῶν κεφαλὴ, σπέρμα δὲ χρηματίζει τοῦ Ἀβραὰμ, δι’ αὐτοῦ ἄρα καὶ τῷ Ἀβραὰμ κατὰ πίστιν συνήφθημεν, καὶ τὴν τῆς ἐπαγγελίας ἐτρυγήσαμεν εὐλογίαν. Οὐχ οἷόν τε τὴν μὲν κεφαλὴν ἐκείνου νομί‐ | |
10 | ζεσθαι, τὸ δὲ σῶμα ἄλλου τινός. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ—γʹ. «Λέγω δὲ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὢν, ἀλλ’ ὑπὸ ἐπιτρόπους ἐστὶ, καὶ οἰκονόμους, ἄχρι | |
15 | τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.» Τὰ κομιδῇ νέα παιδία τελευτῶντες οἱ πατέρες ἐπιτρόποις τισὶν ἐγχειρίζουσιν, ἐκείνους αὐτῶν ἐπιμελεῖσθαι κελεύοντες, ἕως ἂν εἰς ἄνδρα | |
20 | τελέσωσι. Τοῦτο γὰρ λέγει, ἄχρι τῆς προθεσμίας τοῦ πατρός· αὕτη δέ ἐστιν ἡ τελεία ἡλικία. Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς, φησὶν, ἡνίκα μὲν νήπιοί τε καὶ ἀτελεῖς, οἷόν τινα ἐπίτροπον εἴχομεν καὶ οἰκονόμον τὸν νόμον. Στοιχεῖα γὰρ τοῦ κόσμου τὰς | |
25 | νομικὰς παρατηρήσεις ἐκάλεσεν, ἐπειδήπερ ἀπὸ ἡλίου καὶ σελήνης νύξ τε καὶ ἡμέρα τελεῖται, ἀπὸ δὲ ἡμερῶν ἑβδομάδες, καὶ μῆνες, καὶ ἐνιαυτοὶ συνίστανται. Ὁ δὲ νόμος καὶ Σάββατα, καὶ Νου‐ μηνίας, καὶ ἐνιαυσιαίους ἑορτὰς, καὶ ἐνιαυτῶν | |
30 | ἑβδομάδας φυλάττειν ἐκέλευσε. Τούτου χάριν εἶπεν· Ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι, ἐπειδὴ διὰ τούτων ὁ χρόνος συνίσταται. δʹ, εʹ. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ | |
35 | γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Κατὰ δὲ τὸν προσήκοντα καιρὸν, ὃν ὥρισεν ὁ Θεὸς, τὸν Υἱὸν αὐτοῦ πέπομφεν, ὥστε τὸ τῆς ἐνανθρωπήσεως πληρῶσαι μυστήριον· ὃς τὴν ἡμετέραν φύσιν ἀνα‐ | |
40 | λαβὼν, ἐκ Παρθένου τε γεννηθεὶς, καὶ κατὰ νόμον πολιτευόμενος, τοὺς ὑποκειμένους ταῖς τοῦ νόμου τιμωρίαις ἐλευθέρους ἀπέφηνε, καὶ τὴν ἐπηγγελ‐ μένην ἡμῖν υἱοθεσίαν ἐδωρήσατο. Ἐπισημήνασθαι μέντοι προσήκει, ὅτι τὸ, ἐξαπέστειλε, τῇ ἐνανθρω‐ | |
45 | πήσει προσήρμοσεν. Οὐ γὰρ εἶπεν, Ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἵνα τῆς θεότητος τὴν ἀποστολὴν ὑπολάβωμεν, ἀλλὰ, γεννώμενον ἐκ γυ‐ ναικός· τοῦτο δὲ τῆς οἰκονομίας ἴδιον | |
ϛʹ. «Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ | ||
82.488 | Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρά‐ ζον· Ἀββᾶ, ὁ Πατήρ.» Οὐ γὰρ ἂν ἐτολμήσαμεν Πατέρα προσαγορεῦσαι τὸν Θεὸν προσευχόμενοι, μὴ τοῦ τῆς υἱοθεσίας ἀξιωθέντες χαρίσματος. Ἀναν‐ | |
5 | τίῤῥητος δὲ ἡ ἀπόδειξις. Ἑώρων γὰρ τὰ διὰ τοῦ θείου Πνεύματος ἐνεργούμενα θαύματα. ζʹ. «Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Οὐ γὰρ πᾶς υἱὸς καὶ κληρονόμος. Σὺ δὲ καὶ υἱὸς καὶ κλη‐ | |
10 | ρονόμος· ἔτυχες δὲ τούτων διὰ τοῦ Χριστοῦ, οὐ διὰ τοῦ νόμου. ηʹ, θʹ. «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδου‐ λεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς. Νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέ‐ | |
15 | φετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε;» Καὶ τίς τῆς δου‐ λείας ταύτης ὁ τρόπος; ιʹ. «Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ και‐ ροὺς, καὶ ἐνιαυτούς.» Εἰδωλολατρείαν πειρᾶται | |
20 | δεῖξαι τὴν κατὰ νόμον τῶν ἡμερῶν παρατήρησιν. Πρὶν γὰρ, φησὶν, ἀξιωθῆναι τῆς κλήσεως, ἐλατρεύετε τοῖς μὴ φύσει οὖσι θεοῖς, τὰ στοιχεῖα θεοποιοῦντες· ἀλλὰ ταύτης ὑμᾶς τῆς πλάνης ἠλευθέρωσεν ὁ Δεσπό‐ της Χριστός· νῦν δὲ οὐκ οἶδα πῶς εἰς τὴν αὐτὴν | |
25 | ἐπανέρχεσθε πλάνην. Σάββατα γὰρ, καὶ Νουμηνίας, καὶ τὰς ἄλλας τηροῦντες ἡμέρας, καὶ τὴν τούτων παράβασιν δεδιότες, τοῖς τὰ στοιχεῖα θεοποιοῦσιν ἐοίκατε. ιαʹ. «Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς | |
30 | ὑμᾶς.» Πατρικὴ καὶ αὕτη ἡ φωνὴ, μεμνημένου μὲν τῶν πόνων, τὸν δὲ καρπὸν οὐχ ὁρῶντος. ιβʹ. «Γίνεσθε ὡς ἐγὼ, ὅτι καὶ ἐγὼ ὡς ὑμεῖς.» Τοῦτον εἶχον πάλαι τὸν ζῆλον· σφόδρα τὸν νόμον ἐπόθουν· ἀλλὰ ὁρᾶτε πῶς μεταβέβλημαι. Ταύτην | |
35 | τοίνυν καὶ ὑμεῖς ζηλώσατε τὴν μεταβολήν. «Ἀδελ‐ φοὶ, δέομαι ὑμῶν· οὐδέν με ἠδικήσατε.» Τῆς ὀδύ‐ νης τὸ πάθος συνεχῶς αὐτὸν μεταβάλλειν ἀναγκάζει τοῦ λόγου τὸ εἶδος, καὶ νῦν μὲν ἐπιτιμᾷν, νῦν δὲ παρακαλεῖν, καὶ ποτὲ μὲν κατηγορεῖν, ποτὲ δὲ θρη‐ | |
40 | νεῖν· ἐνταῦθα τοίνυν διδάσκει ὅσαπερ γράφει. Οὐδὲν γὰρ, φησὶ, παρ’ ὑμῶν ἠδίκημαι, ἀλλὰ καὶ θεραπείας ὅτι μάλιστα πλείστης ἠξίωμαι. ιγʹ, ιδʹ. «Οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμόν | |
45 | μου, τὸν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ’ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με.» Οὐκ ἐπιλέλησμαι τῆς παρ’ ὑμῶν μοι προσενεχθείσης τι‐ μῆς. Καίτοι πολλὴν ἔφερον ἐπὶ τοῦ σώματος ἀτιμίαν αἰκιζόμενος, καὶ στρεβλούμενος, καὶ μυρία ὑπομένων | |
82.488(50) | δεινά· ἀλλ’ ὅμως ὑμεῖς οὐ τὴν ἀτιμίαν ἑωρᾶτε, ἀλλ’ ὡς Θεοῦ ἄγγελον ἐτιμᾶτε. Καὶ τί λέγω ὡς ἄγγελον; «Ὡς Χριστὸν Ἰησοῦν.» Αὐτὸν γὰρ ὑπελάβετε δι’ | |
ἐμοῦ τὸν Χριστὸν θεραπεύεσθαι. | ||
82.489 | ιεʹ. «Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν;» Ποῦ τὰ ζηλωτὰ τῆς πίστεως κατορθώματα; Τὸ γὰρ, τίς, ἀντὶ τοῦ, ποῦ, τέθεικε. «Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν | |
5 | ἐδώκατέ μοι.» Οὐ τοίνυν ἰδίαν τινὰ πρὸς ὑμᾶς ἔχω λύπην· τοὐναντίον γὰρ καὶ χάριν ὑμῖν ὁμολογῶ· ὑμῶν δὲ χάριν ἀλγῶ. Τοῦτο γὰρ ἐπάγει· ιϛʹ. «Ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν;» Διὰ τὴν ἀλήθειαν αὐστηροτέροις κέχρημαι λόγοις. | |
10 | ιζʹ. «Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.» Περὶ τῶν πονη‐ ρῶν ἐκείνων ταῦτα εἴρηκε διδασκάλων. Ὁρῶντες δὲ, φησὶν, ὑμᾶς τῇ πίστει λάμποντας, ἀνιῶνται, καὶ πάντα πραγματεύονται, ὥστε ὑμᾶς ἐκείνων μὲν | |
15 | στερῆσαι τῶν ἀγαθῶν, ὑπὸ δὲ τὴν αὐτῶν καταστῆσαι ἐξουσίαν. Τοῦτο γὰρ εἶπεν, ἵνα αὐτοὺς ζηλοῦτε. ιηʹ. «Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε.» Ἐγὼ δὲ ὑμᾶς διαλάμπειν ἐν ἅπασι βούλομαι τοῖς καλοῖς, ὥστε τοὺς ἄλλους παρ’ ὑμῶν ὠφελεῖσθαι. | |
20 | «Καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.» Ἵνα καὶ παρόντος μου καὶ ἀπόντος ὁμοίως εὐδοκιμῆτε. Οὕτω ταῦτα εἰρηκὼς, πάλιν μητέρα πικρῶς θρηνοῦ‐ σαν καὶ ὀλοφυρομένην μιμεῖται, καὶ βοᾷ· ιθʹ. «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ | |
25 | μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἀνέχομαι καὶ δευτέρων ὠδίνων, ἐπειδὴ τῶν πρώτων διήμαρτον, ἀμβλωθρι‐ δίων ὑμῶν γενομένων. Ταῦτα καὶ τῶν τοῦ Νουάτου διελέγχει τὴν ἄνοιαν, οἳ τὴν τῆς μετανοίας ἀπο‐ κλείουσι θύραν. | |
30 | κʹ. «Ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.» Πυρπολούμενος ὑπὸ τοῦ πάθους γενέσθαι ὑπόπτερος ἤθελον, καὶ δραμεῖν, καὶ ἰδεῖν τὰ γινόμενα, καὶ τῶν μὲν τὴν ἐκτροπὴν θρηνῆσαι, τῶν δὲ τὸ βέβαιον θαυ‐ | |
35 | μάσαι. Νῦν γὰρ, φησὶν, ἀπὼν ἀπορῶ τί εἴπω, τί φθέγξομαι, τί ὀδύρομαι. Ταῦτα πρὸς τούτους διεξελ‐ θὼν μεταφέρει τὸν λόγον πρὸς τοὺς κακοὺς συνηγό‐ ρους τοῦ νόμου, καί φησι· καʹ—κδʹ. «Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες | |
40 | εἶναι, τοῦ νόμου οὐκ ἀκούετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ’ ὁ μὲν ἐκ τῆς παι‐ δίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέ‐ ρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορού‐ | |
45 | μενα.» Ἀλληγορούμενα εἶπεν ὁ θεῖος Ἀπόστολος, ἀντὶ τοῦ, Καὶ ἑτέρως νοούμενα. Οὐ γὰρ τὴν ἱστορίαν ἀνεῖλεν, ἀλλὰ τὰ ἐν τῇ ἱστορίᾳ προτυπωθέντα δι‐ δάσκει. Ἐπάγει γάρ· «Αὗται γάρ εἰσι δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους | |
82.489(50) | Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. (κεʹ, κϛʹ.) Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, δουλεύει δὲ μετὰ | |
τῶν τέκνων αὑτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα | ||
82.492 | ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Τί δήποτε, φησὶ, τῷ νόμῳ δουλεύειν αἱρούμενοι, ταῖς τοῦ νόμου διδασκαλίαις οὐ πείθεσθε; ἐκεῖνος γὰρ ὑμᾶς διδάσκει, ὡς δύο μὲν ἔσχε γυναῖκας Ἀβραὰμ, δύο δὲ παίδων | |
5 | ἀπεφάνθη πατήρ· ἀλλ’ ὁ μὲν ἐκ δούλης, ὁ δὲ ἐξ ἐλευθέρας ἐβλάστησε. Συμφωνεῖ ταῦτα τοῖς ἡμε‐ τέροις. Καθάπερ γὰρ ἐκεῖ εἷς μὲν πατὴρ, δύο δὲ μητέρες, καὶ δύο παῖδες· οὕτω κἀνταῦθα εἷς μὲν Θεὸς, δύο δὲ διαθῆκαι καὶ δύο λαοί· ἀλλὰ τῆς μὲν | |
10 | πρώτης διαθήκης ἡ Ἄγαρ εἰκὼν, τῆς δὲ δευτέρας ἡ Σάῤῥα. Καὶ γὰρ ἀπὸ τοῦ Σινᾶ ὄρους ὁ παλαιὸς ἐδόθη νόμος· παρὰ δὲ ἐκεῖνο τὸ ὄρος τὸ τῆς Ἄγαρ ἐσκήνωται γένος. Ἐκεῖνο δὲ τὸ ὄρος τῇ ἐπιγείῳ ταύτῃ συμφωνεῖ Ἱερουσαλήμ· ἡ δὲ Σάῤῥα τῆς ἐπουρανίου | |
15 | πόλεως τύπος, ἧς ἡμεῖς ὀνομαζόμεθα παῖδες. Ἐλευ‐ θέρα δὲ αὕτη, τουτέστιν, οὐκ ἔχουσα τὸν τοῦ νόμου ζυγόν· ἐκείνη δὲ δούλη· τοιοῦτοι δὲ καὶ οἱ τῷ νόμῳ ὑποκείμενοι. Δείκνυσι δὲ καὶ τὴν προφητείαν συμ‐ φωνοῦσαν τῷ τύπῳ. | |
20 | κζʹ. «Γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Καθάπερ γὰρ ἡ Σάῤῥα ἐν γήρᾳ γεγέν‐ νηκε παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα· οὕτω τὰ ἔθνη | |
25 | παρ’ αὐτὸ τὸ τοῦ βίου τέλος τῆς θεογνωσίας τετύ‐ χηκε, καὶ νενίκηκεν ἡ στεῖρα τῷ πλήθει τῶν γεννη‐ θέντων τὴν πάλαι πολύπαιδα. κηʹ. «Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.» Οὐ γὰρ κατὰ φύσιν, ἀλλὰ κατὰ | |
30 | χάριν ἐτέχθημεν. Ὥσπερ γὰρ τὸν Ἰσαὰκ οὐχ ὁ τῆς φύσεως νόμος, ἀλλ’ ὁ τῆς ἐπαγγελίας διέπλασε λό‐ γος· οὕτω καὶ ἡμᾶς ἡ δοθεῖσα τῷ Ἀβραὰμ ἐπαγγελία γεγέννηκεν. κθʹ. «Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς | |
35 | ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.» Μηδὲ τοῦτο ὑμᾶς ἀνιάτω, τὸ τοὺς πεπιστευκότας ὑπὸ τῶν ἀπί‐ στων ἐλαύνεσθαι. Τοιοῦτο γὰρ καὶ ἐν τῷ τύπῳ εὑ‐ ρίσκομεν. λʹ. «Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παι‐ | |
40 | δίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.» Τῆς Σάῤῥας τὰ ῥήματα, τῆς Γραφῆς εἶπε ῥήματα, τὸν σκοπὸν δεικνὺς τῆς Γραφῆς, ὅτι τούτου χάριν ἀνάγραπτα ταῦτα πεποίηκεν, ἵνα καὶ μετὰ τὴν ἀλή‐ | |
45 | θειαν ὁ τύπος δειχθῇ. λαʹ. «Ἄρα οὖν, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.» Τί οὖν κελεύεις; ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ. «Τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἐλευθέρωσε | |
82.492(50) | στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» | |
82.493 | Ἐλευθερίαν τὴν ἔξω τοῦ νόμου πολιτείαν καλεῖ· ζυγὸν δὲ δουλείας, τὴν κατὰ νόμον ζωήν. Οὕτω γὰρ καὶ ὁ θεῖος Πέτρος ἐν ταῖς Πράξεσιν ἔφη· «Τί πει‐ ράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον | |
5 | τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες, οὔτε ἡμεῖς ἰσχύ‐ σαμεν βαστάσαι;» βʹ. «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι, ἐὰν περι‐ τέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Ἄντικρυς ὑμῖν λέγω καὶ διαῤῥήδην, καὶ τὸ ἐμαυτοῦ προτίθημι | |
10 | ὄνομα, ὅτι οὐδεμίαν ὄνησιν ἐκ τῆς εἰς τὸν Χριστὸν πίστεως δέξησθε, τῆς περιτομῆς ἀνεχόμενοι. γʹ. «Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περι‐ τεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.» Καὶ μάλα εἰκότως· ἐπαρᾶται γὰρ ὁ νόμος | |
15 | τοῖς μὴ πάντα πληροῦσι τὰ διηγορευμένα· ἄλλως τε ὁ γνώμῃ τὴν ἐλευθερίαν καταλιπὼν, καὶ δουλεύειν ἑλόμενος, πᾶσιν ὑπόκειται τοῖς τοῦ Δεσπότου προσ‐ τάγμασι. δʹ. «Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ.» Πῶς τοῦτο | |
20 | λέγεις; «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Ὁ τὸν νόμον δεδωκὼς ταύτην ὑπέσχετο δώσειν. Ταύτης τοίνυν δοθείσης, δέδεικται ἀργὸς ἐκεῖνος καὶ περιττός. Κατ’ ἐκεῖνον τοίνυν ζῇν προ‐ αιρούμενοι, τῶν τῆς χάριτος ἐστερήθησαν δωρεῶν. | |
25 | εʹ. «Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δι‐ καιοσύνης ἀπεκδεχόμεθα.» Τὸν γὰρ τοῦ Πνεύματος ἀῤῥαβῶνα δεξάμενοι, καὶ ταῖς ἐπαγγελίαις πιστεύον‐ τες, τὸν προσδοκώμενον βίον προσμένομεν, ὃς ἀθα‐ νασίᾳ κοσμούμενος τῆς ἁμαρτίας οὐκ ἔχει τὴν προσ‐ | |
30 | βολήν. ϛʹ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.» Ἐραστὴς εἶ τοῦ νόμου; φύλαττε τοῦ νόμου τὰ ἀναγκαῖα· κτῆσαι τὴν περὶ τὸν πέλας ἀγά‐ | |
35 | πην, διὰ γὰρ ταύτης ἅπας ὁ νόμος πληροῦται. Περιτομῆς δὲ καὶ ἀκροβυστίας διαφορὰν ἀνεῖλεν ἡ πίστις. Οὐδὲ γὰρ ἐν τοῖς στρατιώταις τὸ λευκὸν, ἢ τὸ μέλαν, ἀλλὰ τὴν πολεμικὴν ἐμπειρίαν ἐπιζητοῦσιν οἱ στρατηγοί. | |
40 | ζʹ. «Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἀνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Ἐπαινεῖ τὸν δρόμον, καὶ θρηνεῖ τοῦ δρόμου τὴν παῦλαν. ηʹ. «Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.» Ἴδιον Θεοῦ τὸ καλεῖν, τὸ δὲ πείθεσθαι τῶν ἀκουόν‐ | |
45 | των. θʹ. «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Ὑμᾶς μὲν θρηνῶ, δέδια δὲ τὴν τῆς νόσου μετάδοσιν. ιʹ. «Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.» Οὐκ εἶπεν, Οὐ φρονεῖτε, ἀλλὰ, | |
82.493(50) | Φρονήσετε. Τοῖς γὰρ ἤδη γεγενημένοις ἐπιμέμ‐ φεται· εὔχεται δὲ ἰδεῖν τὴν ἐπὶ τὸ κρεῖττον μετα‐ | |
βολήν. «Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, | ||
82.496 | ὅστις ἂν ᾖ.» Πάλιν ἀρίστως τέθεικεν τὸ, ὅστις ἂν ᾖ, ἵνα κἂν μεγάλας περὶ αὐτῶν ἔχωσι δόξας, μάθωσιν ὡς δίκας ὀφείλουσι τῷ Θεῷ. Ἐπειδὴ δὲ οἱ πονηροὶ οὗτοι τοῦ νόμου συνήγοροι καὶ αὐτὸν ἔλεγον τὸν | |
5 | Ἀπόστολον διαφυλάττειν τὸν νόμον, καὶ μὴ παντα‐ χοῦ αὐτὰ κηρύττειν, ἀναγκαίως καὶ περὶ τούτου τὴν ἀπολογίαν ποιεῖται. ιαʹ. «Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ | |
10 | σταυροῦ.» Τί δήποτε γάρ με Ἰουδαῖοι μισοῦσι, καὶ προφανῶς μοι πολεμοῦσιν, εἰ περιτομὴν κηρύττω, καὶ τὸν νόμον φυλάττειν παρεγγυῶ; Εἰ γὰρ τοῦτο ποιῶ, περιττὸν τοῦ σταυροῦ τὸ κήρυγμα. Ἀνῄρηται δὲ καὶ τῶν Ἰουδαίων τὸ σκάνδαλον. Τοῦτο καὶ πρὸς | |
15 | Κορινθίους ἔφη· «Ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» ιβʹ. «Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.» Εἴθε καὶ τέλεον ἐξέτεμον ἑαυτοὺς οἱ τὴν | |
20 | περιτομῆς ὑμῖν ἐξαπάτην προσφέροντες! ιγʹ. «Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελ‐ φοί.» Τῆς τοῦ νόμου δουλείας ἠλευθερώθητε. «Μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.» Εἰς ἠθι‐ κὴν λοιπὸν μεταβαίνει παραίνεσιν, καὶ παρεγγυᾷ | |
25 | φροντίσαι καὶ τῆς πρακτικῆς ἀρετῆς. Οὐ γὰρ διὰ τοῦτο, φησὶ, τῆς τοῦ νόμου δουλείας ἠλευθερώθημεν, ἵνα ἀδεῶς ἁμαρτάνωμεν. Καὶ ἐντεῦθεν δῆλον ὡς τὰ περιττὰ τοῦ νόμου ἐκβαλὼν, τὰ ἀναγκαῖα φυλάττειν παρεγγυᾷ, καὶ πρῶτον μὲν τὴν ἀγάπην· τοῦτο γὰρ | |
30 | λέγει· «Ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.» Ὁ γὰρ εἰλικρινῶς ἀγαπῶν, οὐδὲ δουλεύειν παραι‐ τεῖται τῷ φιλουμένῳ. ιδʹ. «Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» | |
35 | Δύνασθε διὰ τῆς μιᾶς ταύτης ἐντολῆς πάντα πληρῶ‐ σαι τὸν νόμον. ιεʹ. «Εἰ δὲ ἀλλήλους δάκνετε, καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.» Ἐνταῦθα αἰνίττεται, ὡς οἱ μὲν ὑπαχθέντες περιετμήθησαν, οἱ | |
40 | δὲ ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι διέμειναν· ἀλλ’ ὅμως διεμάχοντο, καὶ αὐτοὶ τὴν νομικὴν πολιτείαν ἐπαινοῦντες, καὶ ἐκεῖνοι τῆς χάριτος τὰ δῶρα θαυ‐ μάζοντες. Οὗ δὴ χάριν καὶ τῆς ἀγάπης αὐτοῖς πρώτην προσήνεγκε τὴν παραίνεσιν. | |
45 | ιϛʹ. «Λέγω δέ· Πνεύματι περιπατεῖτε, καὶ ἐπι‐ θυμίας σαρκὸς οὐ μὴ τελέσητε.» Εἰ βούλεσθε κρα‐ τεῖν τῶν τῆς σαρκὸς παθημάτων, ταῖς πνευματικαῖς ὑποθήκαις ἀκολουθεῖτε. ιζʹ. «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, | |
82.496(50) | τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται | |
ἀλλήλοις.» Σάρκα λέγει τὴν ἐπὶ τὰ χείρω τῆς γνώ‐ | ||
82.497 | μης ῥοπήν· πνεῦμα δὲ τὴν ἐνοικοῦσαν χάριν· αὐτὴ γὰρ ἐπὶ τὰ κρείττω ποδηγεῖ τὴν ψυχήν. Πῶς δὲ δυνατὸν νικῆσαι τῆς σαρκὸς τὰ παθήματα; «Ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» Μὴ τοῖς ἀτόποις ἕπεσθε | |
5 | λογισμοῖς, ἀντὶ τοῦ, Περιγίνεσθε τούτων, ἔχοντες συνεργὸν τὴν χάριν τοῦ Πνεύματος. ιηʹ. «Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.» Τοῦτο γὰρ ὁ νόμος οὐκ ἐχορήγει. Εἰ γὰρ καὶ ἔτυχόν τινες πνευματικῆς χάριτος ὑπὸ τῷ νόμῳ πολιτευό‐ | |
10 | μενοι, ἀλλ’ οὖν ἄγαν ὀλίγοι προφητείας ἠξιωμένοι· ἐνταῦθα δὲ ἅπαντες οἱ τοῦ σωτηρίου βαπτίσματος ἠξιωμένοι. ιθʹ. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός.» Πάλιν σάρκα τὸ σαρκικὸν καλεῖ φρόνημα. | |
15 | «Ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλ‐ γεια, (κʹ, καʹ.) εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τού‐ τοις.» Δῆλον δὲ ὅτι εἰδωλολατρεία καὶ φαρμακεία, | |
20 | καὶ τὰ τούτοις ὅμοια, οὐ τῆς σαρκὸς, ἀλλὰ τῆς ψυχῆς ἐστιν ἴδια. Οὐ τοίνυν τῆς σαρκὸς κατηγορεῖ, ἀλλὰ τοῦ ῥᾳθύμου φρονήματος. «Ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασι‐ λείαν Θεοῦ οὐ κληρονομήσουσι.» Ταῦτα καὶ ἐν τῇ | |
25 | πρὸς Κορινθίους εἴρηκεν ὁ θεῖος Ἀπόστολος. κβʹ, κγʹ. «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγα‐ θωσύνη, πίστις, πραότης, ἐγκράτεια.» Εἰ τοῦ σώ‐ ματος ἦν ἐκεῖνα μόνου, ἔδει δειχθῆναι καὶ τὰ τῆς | |
30 | ψυχῆς ἔργα· ἀλλ’ οὐ τέθεικε. Δῆλον τοίνυν, ὡς σάρκα μὲν τὸ σαρκικὸν ἐκάλεσε φρόνημα, τουτέστι τῆς ψυχῆς τὴν ἐπὶ τὰ χείρω ῥοπήν· πνεῦμα δὲ καλεῖ, τὴν δεδομένην χάριν. Διά τοι τοῦτο καὶ καρπὸν τοῦ Πνεύματος τὴν ἀγάπην, καὶ τὴν χαρὰν, καὶ τὰ λοιπὰ | |
35 | προσηγόρευσεν. Ἐκείνου γὰρ τῇ ψυχῇ συνεργοῦντος τούτων ἕκαστον κατορθοῦται. «Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» Περιττὸς γὰρ ὁ νόμος τοῖς κατορ‐ θοῦσι τὴν ἀρετήν· δικαίῳ γὰρ ὁ νόμος οὐ κεῖται. κδʹ. «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν | |
40 | σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Τουτέστι, τῷ Χριστῷ συνταφέντες νεκρὸν ἀπέφηναν τῇ ἁμαρτίᾳ τὸ σῶμα. κεʹ. «Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶ‐ μεν.» Μὴ κατὰ νόμον πολιτευόμενοι, ἀλλὰ τῇ χάριτι | |
45 | ἑπόμενοι. κϛʹ. «Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προ‐ καλούμενοι, ἀλλήλοις φθονοῦντες.» Τὴν κενοδοξίαν καὶ τὸν φθόνον ἡ διάστασις ἐκείνη πεποίηκεν. Ἴσως | |
γὰρ οἱ ἐπὶ τῆς πίστεως ἐρηρεισμένοι, τῶν κλονη‐ | ||
82.500 | θέντων συνεχῶς καταγινώσκοντες, εἰς ἔριν παρέθη‐ γον· οἷς καὶ παραινεῖ ὀρέξαι χεῖρα τοῖς ἐπὶ τὸν νό‐ μον νενευκόσιν. ΚΕΦΑΛ. ϛʹ. | |
5 | αʹ. «Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον.» Ἀντὶ τοῦ, Διορθοῦσθε, στηρίζετε, τὸ ἐλ‐ λεῖπον ἀναπληροῦτε. Διδάσκει δὲ καὶ τῆς θεραπείας τὸν τρόπον· «Ἐν πνεύματι πραότητος.» Εἶτα ἐμ‐ | |
10 | βάλλει δέος τῷ ἰατρεύοντι· «Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.» Ἄνθρωπος εἶ, τρεπτὴν ἔχων τὴν φύσιν· συνάλγησον τῷ κακῶς διακειμένῳ. βʹ. «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Τόδε ἔχεις | |
15 | τὸ ἐλάττωμα σὺ, τόδε οὐκ ἔχεις· ἐκεῖνος τὸ ἐναντίον, ὃ μὲν ἔχεις οὐκ ἔχει, ἕτερον δέ. Σὺ φέρε τὸ ἐκείνου, κἀκεῖνος τὸ σόν· οὕτω γὰρ πληροῦται τῆς ἀγάπης ὁ νόμος. Νόμον γὰρ Χριστοῦ τὴν ἀγάπην ἐκάλεσεν αὐτοῦ γάρ ἐστι φωνή· «Ἐντολὴν καινὴν δίδωμι | |
20 | ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. γʹ. «Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὢν, ἑαυτὸν φρεναπατᾷ.» Τῶν φυσωμένων ἐπὶ σμικροῖς τισι κατορθώμασι κατέστειλε τὴν ὀφρύν. δʹ. «Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ | |
25 | τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Εἰ δὲ καὶ σεμνύνεσθαι θέλεις, τὸν ἑαυτοῦ περισκόπησον βίον, κἂν ἀξιάγαστον εὕρῃς, κατὰ σαυτὸν σεμνύνου, εἴπερ ἄρα τοῦτό σε δεῖ ποιεῖν. | |
30 | εʹ. «Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.» Μὴ περιεργάζου τὰ ἀλλότρια· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων λόγον ὑφέξει. ϛʹ. «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.» Ἐνταῦθα τοὺς δι‐ | |
35 | δασκάλους παρεγγυᾷ τῆς προσηκούσης θεραπείας παρὰ τῶν μαθητευομένων μεταλαγχάνειν· καὶ κοι‐ νωνίαν τὸ πρᾶγμα καλεῖ, καὶ κελεύει τοῖς τῶν πνευματικῶν ἀπολαύουσι μεταδιδόναι τῶν σαρ‐ κικῶν. | |
40 | ζʹ, η. «Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.» Ἐφορᾷ πάντα ὁ τῶν ὅλων Θεὸς, μὴ νομίσητε αὐτὸν ἀγνοεῖν τὰ γενόμενα. Γινώσκετε δὲ ὡς ἀμητὸς ἔσται τῷ σπόρῳ κατάλληλος, καὶ ὅπερ ἂν σπείρῃς, τοῦτο | |
45 | καὶ θερίσεις. «Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα αὑτοῦ, ἐκ τῆς σαρκὸς αὑτοῦ θερίσει φθοράν.» Ὁ γὰρ τῇ σαρκὶ χαριζόμενος τρυφήν τε καὶ ἡδονὴν, φθορὰν ἐντεῦθεν καρπώσεται. Τὸ σῶμα γὰρ εἰς φθορὰν δια‐ | |
λύεται. «Ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ | ||
82.501 | πνεύματος θερίσει ζωὴν αἰώνιον.» Ὁ δὲ τῷ σκοπῷ τοῦ πνεύματος ἀκολουθῶν, καὶ τοῖς τούτου νόμοις ἑπόμενος, τὴν αἰώνιον τρυγήσει ζωήν. θʹ. «Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ | |
5 | γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.» Μηδὲν τῶν ἀνιαρῶν διακοπτέτω τὴν περὶ τὰ καλὰ προθυμίαν. Πόνου γὰρ δίχα θερίσομεν τὰ σπειρόμενα· τοῦτο γὰρ ἔφη, μὴ ἐκλυόμενοι. Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν σπερμάτων καὶ ὁ σπόρος ἔχει πόνον, καὶ ὁ | |
10 | ἀμητὸς ὡσαύτως· διαλύει δὲ πολλάκις τοὺς ἀμῶν‐ τας καὶ τὸ τῆς ὥρας θερμόν· ἀλλ’ ἐκεῖνος οὐ τοι‐ οῦτος ὁ ἀμητός· πόνου γάρ ἐστι καὶ ἱδρῶτος ἐλεύ‐ θερος. ιʹ. «Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα | |
15 | τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰ‐ κείους τῆς πίστεως.» Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Γίνεσθε οἰκτίρμονες, καθ‐ ὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν, ὅτι ἀνατέλλει τὸν ἥλιον αὑτοῦ ἐπὶ πονηροὺς καὶ | |
20 | ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Διαφερόντως μέντοι προσήκει θεραπεύειν τοὺς ὁμο‐ πίστους. ιαʹ. «Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.» Πᾶσαν, ὡς ἔοικε, τήνδε τὴν Ἐπιστολὴν | |
25 | αὐτὸς ἔγραψε, διδάσκων ὡς οὐχ ὑφορᾶται προσώπων ἀξίωμα προκειμένης τῆς ἀληθείας. Τὸ δὲ, πηλίκοις γράμμασι, τινὲς μὲν, μεγάλοις, τινὲς δὲ, φαύλοις, ἡρμήνευσαν. Ἐγὼ γὰρ, φησὶν, ἔγραψα τὴν Ἐπιστο‐ λὴν, καίτοι μὴ γράφων εἰς κάλλος. | |
30 | ιβʹ. «Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗ‐ τοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.» Τὴν παρὰ ἀν‐ θρώπων θηρώμενοι δόξαν, καὶ τῆς ἀσφαλείας προ‐ μηθούμενοι τῆς οἰκείας, τὴν ἀναγκαστικὴν τῆς περι‐ | |
35 | τομῆς ὑμῖν διδασκαλίαν προσφέρουσιν, ἵνα μὴ παρα‐ πλησίως ἡμῖν τοῖς κηρύττουσι τὸν Χριστὸν αἰκίζων‐ ται, καὶ καθείργωνται. ιγʹ. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυ‐ λάττουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα | |
40 | ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.» Πῶς γὰρ ἔστιν αὐτοὺς φυλάξαι τὸν νόμον πόῤῥω τῶν Ἱεροσολύμων διάγοντας; Πῶς ἐπιτελοῦσι τὰς ἑορτάς; Πῶς τὰς θυσίας προσφέρουσι; Πῶς ἀκαθάρτων ἁπτόμενοι περιῤῥαίνονται; Δῆλον τοίνυν ὡς αὐχεῖν ἐθέλοντες, | |
45 | ἅτε δὴ μεταμαθόντες, περιτμηθῆναι ὑμᾶς παρ‐ εσκεύασαν. ιδʹ. «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» | |
82.501(50) | Ἐγὼ δὲ ἐπὶ μόνῳ τῷ σωτηρίῳ σταυρῷ μεγαλοφρο‐ νεῖν εὔχομαι. Διὰ τοῦτον περιττός μοι πᾶς ὁ βίος, καὶ νεκρῷ παραπλήσιος. Οὐ μόνον δὲ αὐτὸς ἐμοὶ, ἀλλὰ κἀγὼ αὐτῷ· τὴν γὰρ ἀθάνατον προσμένω ζωήν. | |
Τοῦτο γὰρ ἐπήγαγεν· | ||
82.504 | ιεʹ. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομὴ ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.» Τοῦτο καὶ Κορινθίοις ἐπιστέλλων ἔφη· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Καινὴν δὲ κτίσιν κυρίως | |
5 | μὲν καλεῖ τὴν ἐσομένην μετὰ τὴν ἐκ νεκρῶν ἀνά‐ στασιν τῶν πραγμάτων μεταβολήν. Τότε γὰρ καὶ ἡ κτίσις τῆς ἐπικειμένης ἐλευθεροῦται φθορᾶς, καὶ τῶν ἀνθρώπων ἡ φύσις τὴν ἀθανασίαν ἐνδύεται. Οἷον δέ τινα τῶν μελλόντων εἰκόνα δείκνυσι τὸ σω‐ | |
10 | τήριον βάπτισμα. Ἐν τούτῳ γὰρ ἀποδυόμεθα τὸν παλαιὸν ἄνθρωπον, ἐνδυόμεθα δὲ τὸν νέον· καὶ τῶν ἁμαρτημάτων τὸ φορτίον ἀποτιθέμενοι, δεχόμεθα τὴν χάριν τοῦ Πνεύματος. Οὔτε τοίνυν τὸ πανάγιον βάπτισμα, οὔτε ὁ μέλλων βίος, οἶδε περιτομῆς καὶ | |
15 | ἀκροβυστίας διαφοράν. Κόσμον δὲ ἐκάλεσε τὰ βιω‐ τικὰ πράγματα, τὴν τιμὴν, τὴν δόξαν, τὸν πλοῦτον· τούτοις εἶπεν εἶναι νεκρός. ιϛʹ. «Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ | |
20 | τοῦ Θεοῦ.» Κανόνα ἐκάλεσε τὴν προκειμένην διδα‐ σκαλίαν, ὡς εὐθύτητι κοσμουμένην, καὶ μήτε ἐλ‐ λεῖπόν τι, μήτε περιττὸν ἔχουσαν· τοῖς δὲ ταύτην ἀσπαζομένοις ἐπηύξατο τὸν ἔλεον καὶ τὴν εἰρήνην. Ἰσραὴλ δὲ τοῦ Θεοῦ τοὺς πιστοὺς ὠνόμασεν, ἅτε | |
25 | δὴ τὸν Θεὸν ὁρῶντας διὰ τῆς πίστεως. Τοῦτο γὰρ ἑρ‐ μηνεύει τὸ ὄνομα. ιζʹ. «Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώ‐ ματί μου βαστάζω.» Εἰς μνήμην ἐλθὼν ὧν ὑπ‐ | |
30 | έμεινε πόνων, τὸ θεῖον αὐτοῖς προσφέρων Εὐαγγέ‐ λιον, οἷόν τινα μαρτυρίαν ταύτην ἔῤῥηξε τὴν φωνήν. Οὐκέτι, φησὶ, γράψαι τι πάλιν ἀνέξομαι· ἀντὶ δὲ γραμμάτων τοὺς μώλωπας δείκνυμι, καὶ τῶν αἰκι‐ σμῶν τὰ σημεῖα. Ταῦτα μαρτυρείτω τῇ τοῦ κηρύ‐ | |
35 | γματος ἀληθείᾳ· ὑπὲρ ἐκείνης γὰρ πάντα παθεῖν ἀνέχομαι. ιηʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν οἷόν τινα σφραγῖδα τοῖς γράμμασιν | |
40 | ἐπιτέθεικε. Προστέθεικε δὲ τὴν τοῦ πνεύματος μνή‐ μην, τῆς δοθείσης ἀναμιμνήσκων αὐτοὺς δωρεᾶς, ἢν οὐ διὰ τοῦ νόμου, διὰ δὲ τῆς πίστεως ἔλαβον. Ταύτην καὶ ἡμεῖς τὴν χάριν φυλάξωμεν, καὶ μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν | |
45 | ἀπολυτρώσεως, ἀλλ’ οἷόν τι ἔλαιον τὴν ἀγαθὴν πρᾶ‐ ξιν τῷ νοερῷ τούτῳ φωτὶ προσενέγκωμεν, ἵνα φωτι‐ ζόμενοι τὴν εὐθεῖαν ὁδεύωμεν, καὶ τὸ ἀξιάγαστον τῆς ὁδοῦ καταλάβωμεν τέλος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
82.504(50) | τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Γαλάτας Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης, ἑωρακὼς αὐτοὺς ἤδη ὁ θεῖος Ἀπόστολος, καὶ διδά‐ | |
ξας. | ||
82.505(1t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
2t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
3t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. | |
7 | ΥΠΟΘΕΣΙΣ. Τινὲς τῶν προηρμηνευκότων τὸν θεῖον Ἀπόστολον, ἔφασαν τὸν θεσπέσιον Ἰωάννην τὸν εὐαγγελιστὴν | |
10 | πρῶτον παραδεδωκέναι τοῖς Ἐφεσίοις τὸ σωτήριον κήρυγμα· τινὲς δὲ ἄλλους μέν τινας εἰρήκασι πεποιη‐ κέναι, τὸν δὲ θειότατον Παῦλον μηδέπω τοὺς Ἐφε‐ σίους τεθεαμένον, τήνδε τὴν Ἐπιστολὴν πρὸς αὐτοὺς γεγραφέναι. Ἀλλ’ ἡ τῶν ἀποστολικῶν Πράξεων | |
15 | ἱστορία τούτων ἡμᾶς οὐδέτερον διδάσκει. Σαφέστερον δὲ μαθησόμεθα τὴν ἀλήθειαν, εἰ τῆς διηγήσεως ἐκείνης ἀναμνησθείημεν. Ἐν Ἀντιοχείᾳ γὰρ, τῆς περὶ τοῦ νόμου ζητήσεως γενομένης, ἀπεστάλησαν πρὸς τοὺς ἁγίους ἀποστόλους οἱ θειότατοι Βαρνάβας | |
20 | καὶ Παῦλος, καὶ τῆς ἀμφισβητήσεως τὴν λύσιν δε‐ ξάμενοι, καὶ τὰ περὶ ταύτης κομισάμενοι γράμματα, κατέλαβον πάλιν τὴν Ἀντιόχειαν. Δῆλον δὲ ὡς κατὰ τουτονὶ τὸν καιρὸν, καὶ τὰς πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων ἐποιήσατο συνθήκας, περὶ ὧν ἐν τῇ | |
25 | πρὸς Γαλάτας ὁ θεσπέσιος ἔφη Παῦλος· «Καὶ γνόν‐ τες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα αὐ‐ τοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη.» | |
30 | Ἐξ ὧν ῥᾴδιον κατιδεῖν, ὡς οὐδέπω καταλελοίπει τὴν Ἰουδαίαν ὁ θεῖος ἀπόστολος Ἰωάννης. Μετὰ μέντοι τὴν ἀπὸ τῶν Ἱεροσολύμων ἐπάνοδον, τῆς περὶ τοῦ μακαρίου Μάρκου φιλονεικίας τοῖς ἁγίοις ἀποστόλοις γεγενημένης, Βαρνάβᾳ καὶ Παύλῳ, ὁ μὲν τὸν Μάρ‐ | |
35 | κον λαβὼν, εἰς τὴν Κύπρον ἐξέπλευσεν, ὁ δὲ θειό‐ τατος Παῦλος μετὰ τοῦ Σίλα τὴν Συρίαν καὶ Κιλι‐ κίαν περινοστήσας, εἰς τὴν Λυκαονίαν ἀφίκετο· ἐκεῖ δὲ τὸν πάντα ἄριστον περιτεμὼν Τιμόθεον, εἰς τὴν Φρυγίαν καὶ Γαλατίαν ἐξώρμησε, τῆς εὐσεβείας | |
40 | κατασπείρων τὰ σπέρματα· ἐκώλυσε γὰρ αὐτοὺς, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Εἶτα τὴν Μυσίαν διελθόντες ἐπειράθησαν καὶ Βιθυνοῖς προσενεγκεῖν τὸ σωτήριον κήρυγμα, καὶ πάλιν ὑπὸ τοῦ θείου Πνεύματος ἐκωλύθησαν. Τὴν | |
45 | δὲ Τρωάδα καταλαβόντες, εἰς τὴν Μακεδονίαν ὑπὸ | |
τῆς χάριτος προσεκλήθησαν. Εἶτα μετὰ τὴν Μακε‐ | ||
82.508 | δονίαν καὶ Ἀθηναίοις καὶ Κορινθίοις τῆς θεογνωσίας τὴν ἀκτῖνα προσενεγκόντες, εἰς τὴν Ἔφεσον ἦλθον· συνῆν δὲ τῷ Ἀποστόλῳ καὶ Ἀκύλας καὶ Πρίσκιλλα. Διδάσκει τοίνυν ὁ μακάριος Λουκᾶς, ὡς εἰσελθὼν | |
5 | εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις, καὶ παρακληθεὶς αὐτοῖς συνδιατρίψαι οὐκ εἶξεν, ἀλλ’ εἰς τὴν Ἰουδαίαν ἀπέπλευσεν. Εὔδηλον τοίνυν ὡς οὐ‐ δέπω τῶν Ἐφεσίων ἡ πόλις κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπολελαύκει σωτηρίου κηρύγματος. Οὐ γὰρ ἂν τοὺς | |
10 | πιστοὺς καταλελοιπὼς ὁ θεῖος Ἀπόστολος ὥρμησεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγήν. Καὶ τὰ ἑξῆς δὲ τῆς ἱστορίας τοῦτο διδάσκει σαφέστερον. Ἐπανελθὼν γὰρ πάλιν ἀπὸ τῆς Ἰουδαίας εὗρέ τινας ἐν Ἐφέσῳ τὸν ἀριθμὸν δυοκαίδεκα, κατηχηθέντας μὲν, τοῦ δὲ | |
15 | θείου Πνεύματος τὴν χάριν οὐ δεδεγμένους, τὸ δὲ Ἰωάννου βάπτισμα μόνον ἐπισταμένους. Τούτους τοίνυν βαπτίσας, δύο κατὰ ταυτὸν ἔτη διέτριψεν αὐ‐ τόθι, παιδεύων τοὺς Ἐφεσίους τὰ σωτήρια δόγματα. Καὶ πρῶτον μὲν ἐν ταῖς συναγωγαῖς διελέγετο· | |
20 | ἐπειδὴ δὲ συνήθως ἀντέλεγον Ἰουδαῖοι, ἐν τῇ Τυ‐ ράννου σχολῇ τὰς διατριβὰς ἐποιεῖτο. Ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ χρὼς τῶν ἱματίων αὐτοῦ τὰς νόσους ἐξήλασε, καὶ τοῖς Σκευᾶ υἱέσιν ὁ δαίμων ἐφαλλόμε‐ νος ἐβόησε· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον | |
25 | ἐπίσταμαι, ὑμεῖς δὲ, τίνες ἐστέ; Ἐν ταύτῃ καὶ τὰ τῆς γοητείας ἐνεπρήσθη συγγράμματα, ὧν τὴν τι‐ μὴν συνεψήφισαν, καὶ εὗρον ἀργυρίου μυριάδας πέν‐ τε. Ὅτι μὲν οὖν οὐχ ὁ θεῖος Ἰωάννης αὐτοῖς πρῶ‐ τος προσενήνοχε τὸ σωτήριον κήρυγμα, ἀλλ’ ὁ θεσπέ‐ | |
30 | σιος Παῦλος, σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ τῶν Πράξεων ἱστορία. Ὅτι δὲ καὶ τὴν Ἐπιστολὴν μετὰ ταῦτα γέ‐ γραφεν, αὐτὰ διδάσκει τὰ γράμματα. Πρὸς γὰρ τῷ τέλει φησίν· «Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ, ὅ τι πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγα‐ | |
35 | πητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Τὸν δὲ μακάριον Τυχικὸν ἀπὸ τῆς Ῥώμης ἀπέστειλε, καὶ τοῦτο ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ διδάσκει. Εἰρη‐ | |
40 | κὼς γάρ· «Σπούδασον ταχέως ἐλθεῖν πρός με· Δη‐ μᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλα‐ τίαν, Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ· Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γὰρ | |
45 | χρήσιμος εἰς διακονίαν·» ἐπήγαγε· «Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.» Ὅτι δὲ ἐσχάτην ταύτην ἔγραψε τὴν Ἐπιστολὴν, σαφῶς ἐν αὐτῇ διδάσκει· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ὁ τοίνυν Ἐφεσίοις κηρύ‐ | |
82.508(50) | ξας, τὸ δεύτερον εἰς τὴν Μακεδονίαν καὶ Ἀχαΐαν ἐξώρμησε, κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν. Εἶτα τῇ Ἐφέ‐ σῳ χρησάμενος τὴν Ῥώμην κατέλαβεν. Ἐκεῖθεν δὲ γράφων ἐδήλωσεν ὡς Τυχικὸν ἀπέστειλεν εἰς Ἔφε‐ σον· Τυχικὸς δὲ τῶν πρὸς Ἐφεσίους γραμμάτων | |
55 | διάκονος. Δέδεικται ἄρα σαφῶς, ὡς προκηρύξας αὐ‐ τοῖς τὸ Εὐαγγέλιον οὕτως ἔγραψε τὴν Ἐπιστολήν. Τῆς δὲ Ἐπιστολῆς τὰ μὲν πρῶτα περιέχει διδασκαλίαν τοῦ | |
θείου κηρύγματος, τὰ δὲ τελευταῖα παραίνεσιν ἠθικήν. | ||
82.509 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ, βʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη | |
5 | ἀπὸ Θεοῦ Πατέρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χρι‐ στοῦ.» Πάλιν τὴν, διά, πρόθεσιν ἐπὶ τοῦ Θεοῦ καὶ Πατέρος τέθεικε, τῶν τῇ θεότητι τοῦ Μονογενοῦς πολεμούντων ἐμφράττων τὰ στόματα, καὶ διδάσκων ὡς οὐ σμικρότητος αὕτη δηλωτική. Σὺν εὐφημίᾳ δὲ | |
10 | τὴν πρόσρησιν τέθεικεν. Ἁγίους γὰρ αὐτοὺς καὶ πι‐ στοὺς προσηγόρευσεν. γʹ. «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Δῆλον ὡς ἡμῶν μέν ἐστι Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Πατήρ. Τοῦτο δὲ καὶ τὴν | |
15 | πρὸς Κορινθίους ἑρμηνεύοντες τὴν δευτέραν Ἐπι‐ στολὴν ἐσημηνάμεθα. «Ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Ἐδωρήσατο γὰρ ἡμῖν τοῦ θείου Πνεύματος τὰ χα‐ ρίσματα, ἔδωκε τὴν ἐλπίδα τῆς ἀναστάσεως, τὰς τῆς | |
20 | ἀθανασίας ἐπαγγελίας, τὴν ὑπόσχεσιν τῆς βασιλείας τῶν οὐρανῶν, τὸ τῆς υἱοθεσίας ἀξίωμα. Ταύτας ἐκά‐ λεσεν εὐλογίας πνευματικάς. Καὶ προστέθεικεν, ἐν τοῖς ἐπουρανίοις· ἐπουράνια γὰρ τὰ δῶρα ταῦτα. Ἐπειδὴ δέ τινες ὑπελάμβανον πρόσφατον εἶναι τὸ | |
25 | κήρυγμα, καὶ κατεφρόνουν ὡς νεωτέρου τῆς νομι‐ κῆς πολιτείας, ἀναγκαίως καὶ περὶ τούτου διδά‐ σκει. δʹ. «Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ κατα‐ βολῆς κόσμου.» Ἄνωθεν γὰρ, πρὸ τῆς τοῦ κόσμου | |
30 | συστάσεως, καὶ προέγνω τὰ καθ’ ἡμᾶς, καὶ προώρισε. Διδάσκει δὲ καὶ ἐπὶ τίνι ἐξελέξατο. «Εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐ‐ τοῦ.» Καὶ πῶς ἐξελέξατο τοὺς μηδέπω γεγενημέ‐ νους; | |
35 | «Ἐν ἀγάπῃ (εʹ.) προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν.» Καὶ προεῖδεν ἡμᾶς, καὶ ἠγάπησε, καὶ τὴν ἡμετέραν προώρισε κλῆσιν, ὥστε τοῦ τῆς υἱοθεσίας ἡμᾶς ἀπολαῦσαι χαρίσματος διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας. Τὸ δὲ εἰς αὐ‐ | |
40 | τὸν, τὸν Πατέρα λέγει, ἀντὶ τοῦ, ἵνα αὐτοῦ χρημα‐ τίζωμεν υἱοί. Εἶτα ἐκπλαγεὶς τῆς φιλοτιμίας τὸ μέγεθος, ἐπήγαγε· «Κατὰ τὴν εὐδοκίαν τοῦ θελή‐ ματος αὐτοῦ.» Τοῦτο γὰρ, φησὶν, ἠθέλησε, τοῦτο αὐτῷ ἤρεσεν. Εὐδοκίαν γὰρ τὴν ἐπ’ εὐεργεσίᾳ βού‐ | |
45 | λησιν ἔθος τῇ θείᾳ καλεῖν Γραφῇ. «Εὐδόκησας γὰρ, φησὶ, Κύριε, τὴν γῆν σου.» Καί· «Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτόν.» Καί· «Ἐὰν ὑποστεί‐ ληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» ϛʹ. «Εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ.» Ἡ | |
82.509(50) | γὰρ τῆς εὐεργεσίας ὑπερβολὴ καὶ τῶν ἀχαρίστων | |
τὰς γλώττας εἰς εὐχαριστίαν κινεῖ. | ||
82.512 | «Ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν (ζʹ.) ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐ‐ τοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων.» Ἀξιεράστους ἡμᾶς πεποίηκεν ὁ Δεσποτικὸς θάνατος. Δι’ ἐκείνου | |
5 | γὰρ τὰς τῶν ἁμαρτημάτων ἀποθέμενοι κηλῖδας, καὶ τῆς τοῦ τυράννου δουλείας ἀπαλλαγέντες, τοὺς τῆς εἰκόνος τῆς θείας ἀνελάβομεν χαρακτῆρας. Διδάσκει δὲ καὶ πῶς τούτων τετυχήκαμεν. «Κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, (ηʹ.) ἧς | |
10 | ἐπερίσσευσεν εἰς ἡμᾶς.» Ἀναβλύζει γὰρ τὰς τοῦ ἐλέους πηγὰς, καὶ τούτοις ἡμᾶς περικλύζει τοῖς ῥεύμασιν. «Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, (θʹ.) γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑτοῦ.» Μυστή‐ | |
15 | ριον τοῦ θελήματος αὑτοῦ τὸ κεκρυμμένον προσ‐ ηγόρευσε θέλημα. Ἄνωθεν γὰρ, φησὶ, ταῦτα προορί‐ σας, ὕστερον ἀπεκάλυψε. Τοῦτο γὰρ ἐπάγει· «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ, (ιʹ.) εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν.» | |
20 | Τὸ, ἐν αὐτῷ, ἐν τῷ Χριστῷ λέγει. Πλήρωμαδὲ τῶν καιρῶν, τὸν ὁρισθέντα παρὰ τοῦ Θεοῦ καλεῖ καιρόν. Οὕτω καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου.» —«Ἀνα‐ κεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ | |
25 | τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ.» Σα‐ φέστερον ταῦτα ἐν τῇ πρὸς Ῥωμαίους διδάσκει. «Πᾶσα γὰρ ἡ κτίσις, φησὶ, συστενάζει καὶ συν‐ ωδίνει ἄχρι τοῦ νῦν.» Καὶ πάλιν· «Ἡ γὰρ ἀποκα‐ ραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ | |
30 | Θεοῦ ἀπεκδέχεται.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ἑβραίους φησίν· «Ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Μόνη δὲ ἡ θεία φύσις ἀνενδεής. Πᾶσα δὲ ἡ κτίσις ἐδεῖτο τοῦ τῆς οἰκονομίας φαρμάκου. Τὰ μὲν γὰρ στοιχεῖα, διὰ τὴν τῶν ἀνθρώπων χρείαν | |
35 | γενόμενα, τῇ φθορᾷ ὑποκεῖσθαι πεποίηκεν, ἐπειδὴ καὶ τοῦτον θνητὸν ποιήσειν ἔμελλεν ἡ παράβασις. Αἱ δέ γε ἀόρατοι δυνάμεις ἤχθοντο, ὡς εἰκὸς, τὴν ἐν ἀνθρώποις πολιτευομένην πονηρίαν ὁρῶσαι. Εἰ γὰρ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ὡς ὁ Κύ‐ | |
40 | ριος ἔφη, εὔδηλον ὡς ἀσχάλλουσι τἀναντία θεώμενοι. Ἀλλ’ ἡ τοῦ Μονογενοῦς ἐνανθρώπησις, τὸν θάνατον λύσασα, καὶ τὴν ἀνάστασιν δείξασα, καὶ τὰ τῆς κοι‐ νῆς ἀναστάσεως ἐνέχυρα δεδωκυῖα, τὸ σκυθρωπὸν ἐκεῖνο διέλυσε νέφος. Ἀνακεφαλαίωσιν τοίνυν κα‐ | |
45 | λεῖ τὴν σύντομον τῶν πραγμάτων μεταβολήν. Διὰ γὰρ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας, καὶ τῶν ἀνθρώπων ἡ φύσις ἀνίσταται, καὶ τὴν ἀφθαρ‐ σίαν ἐνδύεται, καὶ ἡ ὁρωμένη κτίσις τῆς φθορᾶς ἐλευθερουμένη τεύξεται τῆς ἀφθαρσίας, καὶ τῶν | |
82.512(50) | ἀοράτων οἱ δῆμοι ἐν εὐφροσύνῃ διατελέσουσιν, ἐπειδὴ ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός. Τοῦτο διὰ τῶνδε τῶν ῥητῶν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Οὐ | |
γὰρ ἁπλῶς εἶπε, τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλὰ, τὰ | ||
82.513 | ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Καὶ δεικνὺς τὸ τῆς οἰκονομίας μυστήριον, ἐπήγαγεν, ἐν αὐτῷ, τουτέστιν ἐν τῷ Χριστῷ. ιαʹ. «Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες | |
5 | κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὑτοῦ.» Ἄνωθεν γὰρ προορί‐ σας ἡμᾶς, εἰς ταύτην ἀπεκλήρωσε τὴν ζωὴν ὁ πάντα ποιῶν ὅσα βούλεται. Διδάσκει δὲ σαφέστερον καὶ εἰς ποῖον προωρίσθημεν κλῆρον. | |
10 | ιβʹ. «Εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐ‐ τοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.» Πάντες γὰρ εἰς ἡμᾶς ὁρῶντες, τοὺς εἰς τὸν Δεσπότην πεπι‐ στευκότας, Χριστὸν ἀνυμνοῦσι τὸν τούτων αἴτιον τῶν ἀγαθῶν. | |
15 | ιγʹ. «Ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.» Οὐ γὰρ μόνον ἠκούσατε, ἀλλὰ καὶ ἐπιστεύσατε· οὗ δὴ χάριν καὶ τῆς τοῦ | |
20 | παναγίου Πνεύματος τετυχήκατε χάριτος. Τὸ δὲ, ἐσφραγίσθητε, ἔοικε τῷ προφητικῷ ῥητῷ· «Ἐση‐ μειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» ἀντὶ τοῦ· Οἷόν τινα σφραγῖδα τὴν τοῦ Πνεύματος ἐκομίσασθε δωρεάν. Ἐπαγγελίαν δὲ αὐτὴν καλεῖ, | |
25 | ὡς τοῦ Κυρίου ἐπαγγελλομένου πέμψειν τὴν χάριν τοῦ Πνεύματος. ιδʹ. «Ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν.» Ἔδειξε τῶν προσδοκωμένων τὸ μέγεθος. Εἰ γὰρ ἡ δοθεῖσα χάρις, δι’ ἧς τὰ θαύματα ἐνηργεῖτο, καὶ | |
30 | λεπροὶ ἐκαθαίροντο, καὶ δαίμονες ἠλαύνοντο, καὶ τἄλλα τὰ τούτοις ἐγίνετο παραπλήσια, ἀῤῥαβῶνος τάξιν ἐπέχει, δῆλον ὡς πολὺ μείζονος οἱ πιστεύοντες τῆς χάριτος ἀπολαύσονται. «Εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.» Οὗτος, | |
35 | φησὶν, ὁ ἀῤῥαβὼν ἐπὶ τοῦ παρόντος ἡμῖν ἐδόθη, ὥστε ἡμᾶς ἐλευθερῶσαι μὲν τῆς τοῦ Δυσμενοῦς τυ‐ ραννίδος, προσοικειῶσαι δὲ τῷ Θεῷ· ἵνα διὰ παντὸς αὐτὸν ὑμνῶμεν μεμνημένοι τῆς χάριτος. ιεʹ, ιϛʹ. «Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς | |
40 | πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου.» Ἐντεῦθέν τινες ὑπετόπησαν, ὡς μηδέπω θεασάμενος αὐτοὺς ὁ θεῖος Ἀπόστολος γέγραφε τὴν | |
45 | Ἐπιστολήν. Ἔδει δὲ συνιδεῖν, ὅτι καὶ Κορινθίοις ἐπι‐ στέλλων τὰ λυπηρὰ ἀκούσας, ἀπέστειλεν· «Ἀνηγ‐ γέλη γάρ μοι, φησὶ, περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.» Ὥσπερ τοί‐ νυν ἐκεῖ τὰ λυπηρὰ μαθὼν, ἀθυμῶν ἐπιστέλλει· | |
82.513(50) | οὕτω καὶ περὶ τούτων ἀκούσας τὰ θυμήρη, τὴν εὐ‐ φημίαν ὑφαίνει. Ἐπαινεῖ δὲ αὐτῶν οὐ μόνον τὴν | |
περὶ τὴν εὐσέβειαν σπουδὴν, ἀλλὰ καὶ τὴν περὶ τοὺς | ||
82.516 | ἁγίους φιλοτιμίαν, καὶ ἐπὶ τούτοις ἀνυμνεῖ τὸν Θεὸν τὸν ἁπάντων αἴτιον τῶν ἀγαθῶν, καί φησιν· ιζʹ, ιηʹ. «Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν Πνεῦμα σο‐ | |
5 | φίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ, πεφω‐ τισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν.» Αἰτῶ δὲ προσευχόμενος σοφίας ὑμᾶς ἐμπλησθῆναι πνευματικῆς, ὥστε γνῶναι τῶν ἐλπιζομένων ἀγα‐ θῶν τὴν ἀπόλαυσιν. Τοῦτο ἐκάλεσεν ἀποκάλυψιν. | |
10 | Τὸ μέντοι, Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, κατὰ διαίρεσιν τέθεικε. Τὸν γὰρ αὐτὸν τοῦ αὐτοῦ καὶ Θεὸν ἐκάλεσε καὶ Πατέρα· Θεὸν μὲν ὡς ἀνθρώπου, Πατέρα δὲ ὡς Θεοῦ. Δόξαν γὰρ τὴν θείαν φύσιν ὠνόμασεν. Οὕτω καὶ ἐν τῇ πρὸς Ἑβραίους | |
15 | Ἐπιστολῇ· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης,» τουτ‐ έστι τῆς θείας φύσεως. Οὕτω καὶ ὁ θεῖος Ἰεζεκιὴλ, «Τοῦτο, φησὶν, ὁμοίωμα δόξης Κυρίου.» Ἐπειδὴ γὰρ τὴν θείαν φύσιν διαγνῶναι πάμπαν ἀδύνατον, δόξαν αὐτὴν ὀνομάζουσιν, ἀπὸ τῆς προσκυνήσεως | |
20 | καὶ δοξολογίας τὴν προσηγορίαν τιθέντες. «Εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλή‐ σεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρο‐ νομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, (ιθʹ) καὶ τί τὸ ὑπερβάλ‐ λον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πι‐ | |
25 | στεύοντας.» Ἱκετεύω δὲ, τῷ νοερῷ φωτὶ τῆς δια‐ νοίας ὑμῶν καταυγασθῆναι τὸ ὀπτικὸν, ὥστε καὶ ἐπὶ τίσιν ἐκλήθημεν διαγνῶναι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τὸ μέγεθος προμαθεῖν. Γλώττῃ δὲ σαρκικῇ διαλεγόμενος ὁ θεῖος Ἀπόστολος, καὶ μὴ δυνάμενος | |
30 | ὡς βούλεται τὸν Δεσπότην ὑμνῆσαι, καὶ τῶν δωρεῶν ὑποδεῖξαι τὸ μέγεθος, πολλὰ κατὰ ταυτὸν ὀνόματα συναθροίζει, δεῖξαι ταῦτα φιλονεικῶν κατὰ δύναμιν. Διὰ τοῦτο ἐλπίδα κλήσεως, καὶ πλοῦτον δόξης κληρονομίας, καὶ ὑπερβάλλον μέγεθος δυνάμεως, | |
35 | καὶ εὐδοκίαν θελήματος, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα συναγείρει. Τὸ δὲ, ὑπερβάλλον μέγεθος τῆς δυ‐ νάμεως, τέθεικε, τοῦ σταυροῦ τὴν ἀτιμίαν εἰς νοῦν λαβὼν, καὶ ἐνθυμηθεὶς ἡλίκα διὰ τούτου κατώρθωσε. Τοῦτο γὰρ ἐπήγαγε· | |
40 | «Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, (κʹ, κβʹ.) ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγεί‐ ρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως καὶ κυριότητος, καὶ παν‐ | |
45 | τὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ πάντα ὑπέτα‐ ξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Δῆλον δὲ ὅτι ταῦτα πάντα ὡς περὶ ἀνθρώπου τέθεικε· τοῦτο γὰρ αὐτῷ καὶ τὴν ἔκπληξιν ἐποίησεν. Τὸ γὰρ τὸν Θεὸν ὄντα συνεδρεύειν | |
82.516(50) | τῷ Θεῷ, καὶ Υἱὸν ὄντα συμβασιλεύειν τῷ Πατρὶ, | |
θαυμαστὸν οὐδαμῶς· τῇ ταυτότητι γὰρ τῆς φύσεως | ||
82.517 | ἡ κοινωνία τῆς ἐξουσίας συνέζευκτο. Τὸ δὲ τὴν ληφθεῖσαν ἐξ ἡμῶν φύσιν τῆς αὐτῆς τῷ λαβόντι μετέχειν τιμῆς, ὥστε μηδεμίαν φαίνεσθαι διαφορὰν προσκυνήσεως, ἀλλὰ διὰ τῆς ὁρωμένης φύσεως τὴν | |
5 | ἀόρατον προσκυνεῖσθαι θεότητα, τοῦτο παντὸς ἐπ‐ έκεινα θαύματος. Διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ὑπεραγασθεὶς, πρῶτον μὲν ὑμνεῖ τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως, εἶτα τὴν ἐνέργειαν τοῦ κρά‐ τους τῆς ἰσχύος· καὶ ζητεῖ ὀνόματα δηλῶσαι δυνά‐ | |
10 | μενα τοῦ πράγματος τὸ παράδοξον. Πρῶτον μὲν γὰρ, φησὶν, ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, δῆλον ὅτι ὡς ἄν‐ θρωπον· εἶτα ἐκάθισε. Καὶ δεικνὺς τὸ μέγεθος τῆς τιμῆς προστέθεικεν, ἐν δεξιᾷ αὐτοῦ. Ἐπιδείκνυσι δὲ καὶ τὰ βασίλεια, ἐν τοῖς ἐπουρανίοις. Εἶτα καὶ | |
15 | τοὺς ὑπηκόους, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξ‐ ουσίας. Καὶ διεξελθὼν πάντα ὅσα ἐδιδάχθημεν τῶν ἀοράτων ὀνόματα, προστέθεικεν ὅτι καὶ εἴ τινας τού‐ των ἀγνοοῦμεν, μετὰ δὲ ταῦτα γνωσόμεθα ἐν τῷ μέλλοντι βίῳ, καὶ οὗτοι πάντες ὑπόκεινται· καὶ τὴν | |
20 | προφητικὴν ἐπήγαγε μαρτυρίαν· Πάντα γὰρ ὑπ‐ έταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ τοῦτο δὲ ὁ Προφήτης ὡς περὶ ἀνθρώπου τέθεικεν. Τί γάρ ἐστι, φησὶν, ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ, ἢ υἱὸς ἀνθρώ‐ που, ὅτι ἐπισκέπτῃ αὐτόν; | |
25 | «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, (κγʹ.) ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ.» Κεφα‐ λῆς τάξιν ὁ Δεσπότης ἐπέχει Χριστός· οἱ δέ γε πι‐ στεύοντες εἰς αὐτὸν, τὴν τοῦ σώματος. «Τὸ πλή‐ ρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Ἐκ‐ | |
30 | κλησίαν καλεῖ τὸν σύλλογον τῶν πιστῶν. Ταύτην προσηγόρευσε τοῦ μὲν Χριστοῦ σῶμα, τοῦ δὲ Πα‐ τρὸς πλήρωμα. Ἐπλήρωσε γὰρ αὐτὴν παντοδαπῶν χαρισμάτων, καὶ οἰκεῖ ἐν αὐτῇ, καὶ ἐμπεριπατεῖ, κατὰ τὴν προφητικὴν φωνήν. Τοῦτο δὲ ἀκριβέστερον | |
35 | κατὰ τὸν μέλλοντα βίον γενήσεται. Οὕτω γὰρ καὶ Κορινθίοις ἐπιστέλλων ἐδίδαξεν. Εἰπὼν γάρ· «Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·» καὶ, ὅτι «Πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ·» τελευταῖον τέθεικεν· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν | |
40 | πᾶσι.» Καὶ ἐκεῖνα μὲν διὰ πλειόνων ἡρμηνεύσαμεν, ἐροῦμεν δὲ καὶ ἐνταῦθα συντόμως, ὅτι κατὰ τὸν παρόντα βίον ἐν πᾶσι μὲν ἔστιν ὁ Θεός· ἀπερίγρα‐ πτον γὰρ ἔχει τὴν φύσιν· οὐ πάντα δὲ ἐν πᾶσι, ἐπειδὴ οἱ μὲν δυσσεβοῦσιν, οἱ δὲ παρανομοῦσι· | |
45 | οἰκεῖ δὲ ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπί‐ ζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἐν δέ γε τῷ μέλλοντι βίῳ, τῆς θνητότητος παυομένης, καὶ τῆς ἀθανασίας χορηγουμένης, καὶ τῆς ἁμαρτίας οὐκ ἔτι χώραν ἐχούσης, πάντα ἐν πᾶσιν ἔσται. | |
82.517(50) | ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. «Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώ‐ μασι, καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτε περιεπα‐ τήσατε.» Ἐνέκρωσε γὰρ ἡμᾶς τῆς ἁμαρτίας ἐνέρ‐ | |
γεια· αὐτὴ γὰρ τὸν θάνατον ἀπεκύησε. «Κατὰ τὸν | ||
82.520 | αἰῶνα τοῦ κόσμου τούτου.» Κόσμον καλεῖ τὰ δη‐ μιουργήματα, αἰῶνα δὲ τὴν παροῦσαν ζωήν. «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύμα‐ τος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» | |
5 | Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς πάλαι μὲν ὁ διάβολος τοῦ ἀέρος ἐνεπιστεύθη τὴν ἐξουσίαν· ἐκπεσὼν δὲ ταύτης διὰ τὴν πονηρίαν, διδάσκαλος δυσσεβείας καὶ πονη‐ ρίας ἐγένετο. Οὐ μὴν ἁπάντων κρατεῖ, ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα· τούτους | |
10 | γὰρ υἱοὺς ἀπειθείας ἐκάλεσε· τῆς θείας εὐεργεσίας τοὺς Ἐφεσίους ἀναμιμνήσκων, ὅτι νεκροὺς ἤδη γεγενημένους διὰ τὴν ἁμαρτίαν, καὶ ὑπὸ τὴν ἐξου‐ σίαν τελοῦντας τοῦ διαβόλου, τῆς σωτηρίας ἠξίωσεν. Ἵνα δὲ μὴ κατηγορίαν ὑπολάβωσι τὴν τῶν βεβιωμέ‐ | |
15 | νων ἀνάμνησιν, συντάττει καὶ ἑαυτὸν, κοινὴν τὴν νόσον δεικνύς. γʹ. «Ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ποιοῦν‐ τες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν· | |
20 | καὶ ἦμεν φύσει τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί.» Ἔδειξεν οὐ μόνην τὴν σάρκα ταῖς κατηγορίαις ὑπ‐ εύθυνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχήν. Πρότερος γὰρ ὁ νοῦς δέχεται τὴν ἐπὶ τὰ χείρω ῥοπήν· εἶθ’ οὕτω διὰ τῆς σαρκὸς ἐνεργεῖ τὰ βουλεύματα. Τέκνα | |
25 | δὲ φύσει ὀργῆς εἶπεν, ἀντὶ τοῦ, ὀργῆς ἄξιοι, καὶ τιμωρίας ἐσχάτης. Οὕτω τὸν Ἀντίχριστον υἱὸν ἀπωλείας ὠνόμασε, τουτέστιν, ἀπωλείας ἄξιον. δʹ, εʹ. «Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας | |
30 | ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ.» Ἀλλὰ καὶ οὕτω διακειμένους ἄβυσσον ἀγαθότητος ἔχων ὁ Δεσπότης Θεὸς κοινωνοὺς ἡμᾶς ἀπέφηνε τῆς ἀθανάτου ζωῆς τοῦ Δεσπότου ἡμῶν. Τοῦτο γὰρ λέγει, συνεζωοποίησε τῷ Χριστῷ. Ἐκεί‐ | |
35 | νου γὰρ ἀναστάντος, καὶ ἡμεῖς ἐλπίζομεν ἀναστή‐ σεσθαι. Ἐν αὐτῷ γὰρ τὰ ἡμέτερα κατωρθώθη. Εἶτα σαφέστερον διδάσκει τὸ μέγεθος τῆς δωρεᾶς. «Χά‐ ριτί ἐστε σεσωσμένοι.» Οὐ γὰρ διὰ τὸν ἄριστον ἡμῶν ἐκλήθημεν βίον, ἀλλὰ διὰ τὴν τοῦ σεσωκότος | |
40 | ἀγάπην. ϛʹ. «Καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.» Αὐτοῦ γὰρ ἀνα‐ στάντος ἡμεῖς τῇ ἐλπίδι ἀνέστημεν, καὶ αὐτοῦ τῷ Πατρὶ συνεδρεύοντος, μετέχομεν καὶ ἡμεῖς τῆς τι‐ | |
45 | μῆς. Κεφαλὴ γὰρ ἡμῶν ὁ συνεδρεύων, ἀπαρχὴ ἡμῶν ὁ συμβασιλεύων· τὴν γὰρ ἡμετέραν ἐνδέδυται φύσιν. ζʹ. «Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχο‐ μένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ, | |
82.520(50) | ἐν τῇ χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.» Νῦν γὰρ τῶν ἐλπιζομένων ἀγαθῶν τὸ μέγεθος, τοῖς μὲν ἀπίστοις ἄδηλον παντελῶς, οἱ δέ γε πιστοὶ ὡς ἐν ἐσόπτρῳ βλέπουσι καὶ αἰνίγματι. Διὰ πίστεως γὰρ | |
περιπατοῦσιν, οὐ διὰ εἴδους· τότε δὲ πρόσωπον πρὸς | ||
82.521 | πρόσωπον ὄψονται· τότε καὶ οἱ πιστοὶ καὶ οἱ ἄπι‐ στοι τὴν ἐξ ἡμῶν ληφθεῖσαν φύσιν θεάσονται παρὰ πάσης προσκυνουμένην τῆς κτίσεως καὶ τοὺς ἁγίους συμβασιλεύοντας. «Εἰ γὰρ ἀπεθάνομεν, | |
5 | φησὶν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβα‐ σιλεύσομεν.» ηʹ. «Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως.» Ἡ τοῦ Θεοῦ χάρις τούτων ἡμᾶς ἠξίωσε τῶν ἀγαθῶν. Ἡμεῖς δὲ μόνην τὴν πίστιν προσ‐ | |
10 | ενηνόχαμεν. Ἀλλὰ καὶ ταύτης ἡ θεία χάρις γεγέ‐ νηται συνεργός. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον· (θʹ.) οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.» Οὐ γὰρ αὐτόμα‐ τοι πεπιστεύκαμεν, ἀλλὰ κληθέντες προσεληλύθαμεν, | |
15 | καὶ προσελθόντας οὐκ ἀπῄτησε καθαρότητα βίου, ἀλλὰ μόνην τὴν πίστιν δεξάμενος, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν ἐδωρήσατο. ιʹ. «Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπ’ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν | |
20 | ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.» Τὸ, κτι‐ σθέντες, ἐνταῦθα ἐπὶ τῆς ἀναγεννήσεως τέθεικεν. Ἐκάλεσεν ἡμᾶς, φησὶ, διὰ τὴν ἄφατον ἀγαθότητα· ὑπηκούσαμεν, καὶ πιστεύσαντες τετυχήκαμεν τῆς σωτηρίας· ἀλλὰ πρὸ μὲν τοῦ βαπτίσματος οὐκ ἀπ‐ | |
25 | ῄτησεν ἡμᾶς πρακτικὴν ἀρετήν· μετὰ μέντοι τὸ βάπτισμα καὶ ταύτης ἔχεσθαι παρεγγυᾷ. Τοῦτο γὰρ λέγει, ἐπ’ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπα‐ τήσωμεν. Πάλιν δὲ αὐτοὺς τῶν προτέρων ἀναμι‐ μνήσκει, ἵνα δείξῃ τῆς θείας εὐεργεσίας τὸ μέ‐ | |
30 | γεθος. «Διὸ μνημονεύετε, (ιαʹ.) ὅτι ὑμεῖς ποτε τὰ ἔθνη.» Ἐνταῦθα δεῖ στίξαι. «Ἐν σαρκὶ οἱ λεγόμενοι ἀκρο‐ βυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χει‐ ροποιήτου.» Καὶ ἡ περιτομὴ τῆς σαρκὸς, καὶ ἡ | |
35 | ἀκροβυστία τῆς σαρκός. Λέγει δὲ τοῦτο, ὅτι Ὑμεῖς οἱ λεγόμενοι ἀκροβυστία ἐν σαρκὶ (τοῦτο δὲ ὑμᾶς ἐκάλουν οἱ τὴν περιτομὴν τῆς σαρκὸς τὴν χειρο‐ ποίητον ἔχοντες), οὐδεμίαν εἴχετε κοινωνίαν πρὸς τὰς τοῦ Ἰσραὴλ εὐλογίας· τοῦτο γὰρ τὰ ἐπαγόμενα δι‐ | |
40 | δάσκει· ιβʹ. «Ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χρι‐ στοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Δεῖξαι βούλεται | |
45 | τὸν Δεσπότην Χριστὸν πάντων αὐτοῖς πρόξενον γε‐ γενημένον τῶν ἀγαθῶν. Πρὶν γὰρ, φησὶ, τούτῳ πι‐ στεῦσαι, ἔρημοι μὲν ἦτε θεογνωσίας, τῶν δὲ τῷ Ἰσραὴλ ἐπηγγελμένων οὐκ ἀπελάβετε ἀγαθῶν. ιγʹ. «Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς, οἱ ποτὲ | |
82.521(50) | ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ | |
Χριστοῦ.» Πόῤῥω γὰρ ὑμᾶς διάγοντας, καὶ τοῦ | ||
82.524 | Ἰσραὴλ κεχωρισμένους, οἰκείους ἀπέφηνεν ὁ Δεσπό‐ της Χριστός. Τοῦτο εἶπεν, ἐγγὺς ἐγενήθητε. ιδʹ, ιεʹ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ | |
5 | φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» Αὐτὸς γὰρ τῆς εἰρήνης γεγένηται πρύτανις, αὐτὸς καὶ τοὺς ἐξ ἐκείνων καὶ τοὺς ἐξ ὑμῶν πιστεύοντας εἰς ἓν τε‐ λεῖν παρεσκεύασε σῶμα· καὶ τὸν νόμον ἔπαυσεν, ὃς, | |
10 | τοῖχόν τινα μιμούμενος, ἀπ’ ἀλλήλων ὑμᾶς διείργει. Πρότερον δὲ τὴν πρὸς τὸν Θεὸν κατέλυσεν ἔχθραν, τὴν οἰκείαν σάρκα λύτρον ὑπὲρ ἡμῶν δεδωκώς. Τού‐ του δὲ γενομένου, ἐκεῖνα ἔπαυσεν ὅσα ὑμᾶς κἀκεί‐ νους ἐχώριζε· τοῦτο γὰρ εἶπε, τὸν νόμον τῶν ἐν‐ | |
15 | τολῶν. Οὐ γὰρ ἀνεῖλε τὸ, Οὐ μοιχεύσεις, οὐ φονεύ‐ σεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· οὐδὲ τὸ, Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα· οὐδὲ τὸ, Οὐκ ἐπιθυμή‐ σεις τὴν γυναῖκα τοῦ πλησίον σου, καὶ ὅσα τοιαῦτα. | |
20 | Ταῦτα γὰρ καὶ τῷ μαθεῖν βουληθέντι τῆς αἰωνίου ζωῆς τὴν ὁδὸν ὁ Δεσπότης Χριστὸς ὑπέδειξε. Δόγματα δὲ, τὴν εὐαγγελικὴν διδασκαλίαν ἐκάλεσεν· ἐπειδὴ ἐν τῇ αἱρέσει τῆς γνώμης κεῖται τῆς τελειότητος ἡ κατόρθωσις. «Ὁ δυνάμενος γὰρ, φησὶ, χωρεῖν χω‐ | |
25 | ρείτω.» Καί· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα.» Καί· «Ὅταν νηστεύῃς.» Ταῦτα γὰρ οὐ νομοθεσία, ἀλλ’ αὐθαιρέτου γνώμης. Νομεθετεῖ δὲ ἐκεῖνα, ἅπερ καὶ ἐξ ἀρχῆς τὴν φύσιν δημιουργήσας ἐνέγραψε ταύτῃ. | |
30 | «Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, (ιϛʹ.) καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ, διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.» Ἀπ‐ έκτεινε τὴν ἔχθραν ἐν τῷ σταυρῷ, τὴν ἄμωμον θυσίαν | |
35 | προσενεγκών. Κατήλλαξε δὲ ἀμφοτέρους, τουτέστι τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων, ἐν ἑνὶ σώματι τῷ ὑπὲρ πάντας προσενεχθέντι, ὥστε αὐτοὺς εἰς ἓν σῶμα τελεῖν. Πάντας δὲ τοὺς πιστεύοντας ἕνα κέ‐ κληκεν ἄνθρωπον, ἐπειδὴ μία μὲν ἁπάντων κεφαλὴ | |
40 | ὁ Δεσπότης Χριστὸς, τὴν δὲ τοῦ σώματος τάξιν πλη‐ ροῦσιν οἱ τῆς σωτηρίας ἠξιωμένοι. ιζʹ. «Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Μακρὰν τὰ ἔθνη λέγει, ἐγγὺς δὲ τοὺς Ἰουδαίους. | |
45 | ιηʹ. «Ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα.» Τοῦτο ἔοικε τοῖς ὑπὸ Κυρίου εἰρημένοις· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Αὐτὸς ἡμᾶς, φησὶ, προσήγαγε τῷ Πατέρι· προσήγαγε δὲ τῆς πνευ‐ | |
82.524(50) | ματικῆς χάριτος ἀξιώσας. ιθʹ. «Ἄρα οὖν οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, | |
ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ.» | ||
82.525 | Ἁγίους ἐνταῦθα οὐ μόνον τοὺς τῆς χάριτος, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ, καὶ τοὺς πρὸ νόμου λέγει. Καὶ γὰρ περὶ τοῦ Ἀβραὰμ ὁ αὐτὸς Ἀπόστολος ἔφη, ὅτι «Ἐξεδέχετο τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς | |
5 | τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Μεγίστου, φησὶν, ἀξιώματος τετυχήκατε, τῷ μὲν ὡς Θεῷ προσοικει‐ ωθέντες, τῶν δὲ ἁγίων συμπολῖται γεγενημένοι. κʹ. «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.» Προφήτας ἐνταῦθα οὐ | |
10 | τοὺς τῆς Καινῆς λέγει Διαθήκης, ἀλλὰ τοὺς τῆς Παλαιᾶς. Προέταξε δὲ τοὺς ἀποστόλους, ἐπειδὴ δι’ αὐτῶν ἐδεξάμεθα τὰ θεῖα κηρύγματα. «Ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Ὥσπερ εἶπεν αὐτὸν τοῦ σώματος κεφαλὴν, οὕτω τῆς οἰκοδομίας | |
15 | ἀκρογωνιαῖον λίθον καλεῖ. Τοὺς γὰρ δύο τοίχους συν‐ άπτει, καὶ τοὺς ἐξ Ἰουδαίων, καὶ τοὺς ἐξ ἐθνῶν πε‐ πιστευκότας δίκην γωνίας ἑνοῖ. καʹ, κβʹ. «Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογου‐ μένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς | |
20 | συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Καὶ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις πλήρωμα τοῦ Θεοῦ τὴν Ἐκκλησίαν ἐκάλεσε, καὶ ἐν‐ ταῦθα ναὸν καὶ κατοικητήριον. Τὴν δέ γε ἐκείνων καὶ τούτων συνάφειαν ἡ γωνία ποιεῖ, τὴν δὲ οἰκοδο‐ | |
25 | μίαν ἡ χάρις τοῦ Πνεύματος, διὰ τῶν κηρύκων τῆς ἀληθείας προσφέρουσα τὰ θεῖα παιδεύματα. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ—δʹ. «Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκού‐ | |
30 | σατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθεί‐ σης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ.» Βούλεται μὲν εἰπεῖν, | |
35 | ὅτι Ταύτην ὑμῶν τὴν κλῆσιν εἰδὼς, καὶ ἀκριβῶς ἐπι‐ στάμενος, καὶ τίνες ἦτε, καὶ πῶς ἐκλήθητε, καὶ ἐπὶ τίσιν ἐκλήθητε, δέομαι καὶ ἱκετεύω τὸν τῶν ὅλων Θεὸν, βεβαιῶσαι ὑμᾶς τῇ πίστει, καὶ τὴν ἐντεῦθεν φυομένην παρασχεῖν ὑμῖν σωτηρίαν. Τέθεικε δὲ | |
40 | πλεῖστα διὰ μέσου, πάλιν τῆς εὐεργεσίας σημαίνων τὸ μέγεθος. Διηγεῖται δὲ καὶ ὅπως ἐκλήθη, καὶ ὅπως τῆς θείας ἀπήλαυσε χάριτος, καὶ ὅτι τῶν ἐθνῶν προ‐ κεχείρισται κήρυξ· διδάσκων ὡς ἄγαν αὐτῷ τὸ κη‐ ρύττειν ἁρμόττει, καὶ οὐ τὰ ἀλλότρια σφετερίζεται, | |
45 | ἀλλὰ τὰ προστεταγμένα πληροῖ. Τὸ μέντοι, προ‐ έγραψα ἐν ὀλίγῳ, οὐχ ὥς τινες ὑπέλαβον, ὅτι ἑτέραν Ἐπιστολὴν γέγραφεν. Οὐδὲ γὰρ περὶ τῶν καθ’ ἑαυτὸν ἔφη, ὅτι Προέγραψα, ἀλλὰ περὶ τοῦ μυστηρίου. Τοῦτο γὰρ ἔφη, ὅτι Κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ | |
82.525(50) | μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, τουτέστι περὶ οὗ νῦν ἔγραψα· καὶ γὰρ περὶ τούτου διεξελήλυθεν ἀπὸ τοῦ προοιμίου μέχρι τοῦδε τοῦ χωρίου. Περὶ | |
τούτου δὲ καὶ ἐν τοῖς ἑξῆς λέγει. | ||
82.528 | εʹ. «Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι.» Ἐγνωρίσθη μὲν τοῖς πάλαι προφήταις, ἀλλ’ οὐχ ὡς | |
5 | νῦν· οὐ γὰρ τὰ πράγματα εἶδον, ἀλλὰ τοὺς περὶ τῶν πραγμάτων προέγραψαν λόγους. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πολλοὶ προφῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.» Νῦν δὲ τοῖς ἀποστόλοις ἀπεκάλυψε | |
10 | πρώτοις, εἶτα τοῖς προφήταις. Πολλοὶ γὰρ κατὰ τῶν ἀποστόλων καιρὸν προφητικῆς ἀπήλαυσαν χάριτος. Τί δὲ ἀπεκάλυψεν; ϛʹ, ζʹ. «Εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ | |
15 | διὰ τοῦ Εὐαγγελίου, οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.» Ἐπειδὴ ἓν σῶμα προσηγόρευσε τοὺς πιστοὺς, σύσσωμα τὰ ἔθνη γεγενῆσθαί φησι. Καὶ ἐπειδὴ ἡ κληρονομία | |
20 | Ἰουδαίων ἐνενόμιστο, συγκληρονόμα πάλιν τὰ ἔθνη ὠνόμασε. Καὶ ὡς Ἰουδαίων μόνων ἔχειν ὑπειληφότων τὰς ἐπαγγελίας· τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥω‐ μαίους ἔφη· «Ὧν αἱ ἐπαγγελίαι·» πάλιν τὰ ἔθνη συμμέτοχα τῆς ἐπαγγελίας ἐκάλεσε. Τούτων δὲ, φη‐ | |
25 | σὶν, ἀπέλαυσαν διὰ τοῦ Εὐαγγελίου, οὗ κήρυξ ἐγὼ καὶ διάκονος διὰ τὴν ἄῤῥητον τοῦ κεκληκότος φιλοτι‐ μίαν, καὶ τὴν ἄφραστον αὐτοῦ δύναμιν. Λέγει δὲ καὶ τίνος χάριν τῆς δυνάμεως ἐμνημόνευσεν. ηʹ. «Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων | |
30 | ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ.» Ἐν γὰρ τοῖς κατ’ ἐμὲ τῆς οἰκείας δυνάμεως τὴν ἐνέργειαν ἔδειξεν, ἀνάξιον ὄντα με καλέσας, τὴν δὲ τῶν ἐθνῶν διδασκαλίαν πιστεύσας. Ἐνέφραξε μέντοι τὸ ἀναί‐ | |
35 | σχυντον Εὐνομίου στόμα, ἀνεξιχνίαστον καλέσας τοῦ Χριστοῦ τὸν πλοῦτον. Ἐκεῖνος γὰρ ποιητὴν τοῦ Χρι‐ στοῦ τὸν Πατέρα λέγων, καὶ τὴν αὐτοῦ τοῦ Πατέρος οὐσίαν ἔφη κατειληφέναι. Ὁ δὲ θεῖος Ἀπόστολος οὐ μόνον τοῦ Χριστοῦ τὴν θείαν φύσιν, ἀλλὰ καὶ τὸν | |
40 | πλοῦτον ἀνεξιχνίαστον κέκληκε. Καὶ πῶς κηρύττεις, εἴπερ ὁ πλοῦτος ἀνεξιχνίαστος; Τοῦτο γὰρ αὐτὸ, φησὶ, κηρύττω ὅτι ἀνεξιχνίαστος. Τοῦτο γὰρ ἐπάγει· θʹ. «Καὶ φωτίσαι πάντας τίς οἰκονομία τοῦ μυ‐ στηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ | |
45 | Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.» Οὐκ ἰχνηλατῶ τὰ ἀνεξιχνίαστα, ἀλλὰ τὸ νῦν ἀπο‐ | |
καλυφθὲν μυστήριον τοὺς ἀγνοοῦντας διδάσκω. Πάλαι | ||
82.529 | γὰρ τοῦτο ἦν κεκρυμμένον, καὶ μόνῳ τῷ Θεῷ γνώ‐ ριμον, ὃς τὰ πάντα πεποίηκε συνεργῷ χρησάμενος τῷ Υἱῷ. ιʹ, ιαʹ. Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς | |
5 | ἐξουσίαις ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐ ρίῳ ἡμῶν.» Οὐδὲ γὰρ αἱ ἀόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον, ἀλλὰ διὰ τῆς περὶ τὴν Ἐκκλησίαν | |
10 | οἰκονομίας τὴν ἄῤῥητον τοῦ Θεοῦ σοφίαν κατέμαθεν. Κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει, ἀντὶ τοῦ, Ταῦτα πρὸ τῶν αἰώνων προέθετο, ἐποίησε δὲ διὰ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας. ιβʹ. «Ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν, καὶ τὴν προσ‐ | |
15 | αγωγὴν ἐν πεποιθήσει, τῇ διὰ τῆς πίστεως αὐτοῦ.» Αὐτῷ γὰρ πιστεύσαντες, δι’ αὐτοῦ προσήχθημεν τῷ Θεῷ καὶ Πατρί. ιγʹ. «Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.» Δέομαι | |
20 | τοίνυν τῆς θείας ἀπολαῦσαι ῥοπῆς, ἵνα γενναίως φέρω τὰ προσπίπτοντα σκυθρωπὰ διὰ τὴν ὑμετέραν σωτηρίαν. Ὑμετέρα γὰρ δόξα ἡ ἐν τούτοις μου καρ‐ τερία. Ταῦτα πάντα ἐν μέσῳ τεθεικὼς, ἀναλαμβάνει τὸν περὶ προσευχῆς λόγον, καί φησι· | |
25 | ιδʹ, ιεʹ. «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνο‐ μάζεται.» Κυρίως Πατὴρ, καὶ ἀληθῶς Πατὴρ ὁ Θεός. Οὐ γὰρ ἐγένετο πρῶτον Υἱὸς, εἶτα Πατήρ· ἀλλ’ ἀεὶ | |
30 | Πατήρ ἐστι, καὶ φύσει Πατήρ· οἱ δὲ ἄλλοι πατέρες, εἴτε σωματικοὶ, εἴτε πνευματικοὶ, ἄνωθεν τὴν προσ‐ ηγορίαν εἵλκυσαν. Λέγει δὲ ἐπὶ γῆς πατέρας, τοὺς φύσει πατέρας· οὐρανίους δὲ πατέρας, τοὺς πνευμα‐ τικοὺς καλεῖ. Τοιοῦτος ἦν αὐτὸς ὁ θεῖος Ἀπόστολος. | |
35 | Καὶ τοῦτο Κορινθίοις γράφων ἐδίδαξεν· «Ἐὰν γὰρ, φησὶ, μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Λέγει τοίνυν, ὅτι Δεόμενος καὶ ἀντιβολῶν κάμπτω τὰ γόνατά μου, καὶ | |
40 | ἱκετεύω τὸν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ Πατέρα, ὃς ἀληθῶς ὑπάρχει Πατὴρ, ὃς οὐ παρ’ ἄλλου τοῦτο λα‐ βὼν ἔχει, ἀλλ’ αὐτὸς τοῖς ἄλλοις μεταδέδωκε τοῦτο. Τί δὲ παρακαλεῖς; ιϛʹ, ιζʹ. «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς | |
45 | δόξης αὑτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύ‐ ματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν.» Καὶ πλοῦτον ἄῤῥητον ἔχει, καὶ δύνα‐ | |
μιν ἀμέτρητον. Αἰτῶ τοίνυν ὑμᾶς τυχεῖν, ὥστε διὰ | ||
82.532 | τῆς τοῦ Πνεύματος χάριτος οἰκητήριον ὑμῶν γενέσθαι τὰς ψυχὰς τοῦ σεσωκότος ὑμᾶς Χριστοῦ. Εἶτα διδά‐ σκει τίνα καὶ αὐτοὺς δεῖ συνεισενεγκεῖν εἰς τὴν τοῦ ναοῦ τούτου κατασκευήν. «Διὰ τῆς πίστεως ἐν ταῖς | |
5 | καρδίαις ὑμῶν ἐν ἀγάπῃ ἐῤῥιζωμένοι, καὶ τεθεμε‐ λιωμένοι.» Χρεία γὰρ πίστεως καὶ ἀγάπης, ὥστε ἐν ταύταις ὑμᾶς τεθηλέναι, οἷόν τινα κρηπῖδα καὶ ῥίζαν τὸ βέβαιον ἔχοντας. ιηʹ, ιθʹ. «Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι | |
10 | τοῖς ἁγίοις τί τὸ μῆκος, καὶ πλάτος, καὶ βάθος, καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλή‐ ρωμα τοῦ Θεοῦ.» Δυνατὸν ἡμᾶς διὰ τῆς πίστεως καὶ ἀγάπης τῆς πνευματικῆς χάριτος ἀπολαῦσαι, | |
15 | καὶ διὰ ταύτης καταμαθεῖν τῆς γεγενημένης οἰκο‐ νομίας τὸ μέγεθος. Διὰ γὰρ τοῦ μήκους, καὶ πλά‐ τους, καὶ βάθους, καὶ ὕψους, τὸ μέγεθος παρεδή‐ λωσεν· ἐπειδὴ ταῦτα μεγέθους δηλωτικά. Τὸ δὲ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ, ἀντὶ | |
20 | τοῦ, Ἵνα τελείως αὐτὸν ἔνοικον δέξησθε. Εἶτα εἰς δοξολογίαν τὸν δογματικὸν συμπληροῖ λόγον. κʹ, καʹ. «Τῷ δὲ δυναμένῳ ὑπερεκπερισσοῦ ποιῆσαι ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ, | |
25 | ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.» Ὑμνῶ δὲ αὐτὸν, ὅτι καὶ δύ‐ ναται, καὶ βούλεται, καὶ πλείονα ὧν αἰτοῦμεν δω‐ ρεῖται. Αὐτὸν δὲ καὶ παρὰ πάντων ὑμνεῖσθαι προσ‐ ήκει ἔν τε τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι. Οὕ‐ | |
30 | τως αὐτοῖς ἐπιδείξας τῆς θείας εὐεργεσίας τὸν πλοῦ‐ τον, ἐπὶ τὰ εἴδη προτρέπει τῆς ἀρετῆς. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.» Ἱκανὴ τῶν δεσμῶν ἡ μνήμη καὶ τοὺς λίαν ἀναλγη‐ | |
35 | σίαν νοσοῦντας εἰς ἀρετὴν διεγεῖραι. Δι’ ὑμᾶς γὰρ, φησὶ, ταῦτα περίκειμαι. Εἰ γὰρ κηρύττειν οὐκ ἐβου‐ λόμην, τούτων ἂν παντελῶς ἀπηλλάγην. Θαυμάσαι δὲ ἄξιον κἀν τούτοις τὸν θεῖον Ἀπόστολον, ὅτι τοῖς διὰ τὸν Χριστὸν δεσμοῖς ἐναβρύνεται μᾶλλον, ἢ βασι‐ | |
40 | λεὺς διαδήματι. Τί δὲ παρακαλεῖς; «Ἀξίως περι‐ πατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε.» Κατάλληλον τῇ κλήσει πολιτείαν ἀσπάσασθε· μὴ καθυβρίσητε τὴν θείαν εὐεργεσίαν τῷ παρανόμῳ βίῳ. Καὶ ἐπειδὴ χαρισμάτων πνευματικῶν ἀπολαύοντες, καὶ θαύματα | |
45 | ἐποίουν, καὶ γλώτταις διαφόροις ἐλάλουν, καὶ προφη‐ τικῆς ἐνεργείας ἀπήλαυον, ἱκανὰ δὲ ταῦτα ἦν ὀγκῶ‐ σαι τὸ φρόνημα, καὶ περὶ τούτου πρῶτον προσφέρει παραίνεσιν· βʹ, γʹ. «Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότη‐ | |
82.532(50) | τος, μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύ‐ | |
ματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.» Μιᾶς ἅπαντες | ||
82.533 | τετυχήκατε χάριτος, μία πηγὴ τοὺς διαφόρους ἐκ‐ πέμπει κρουνούς. Ταπεινοφροσύνῃ τοίνυν καὶ πραό‐ τητι χρώμενοι ἀνέχεσθε μὲν ἀλλήλων κατὰ τὸν ἀγάπης νόμον, φυλάξατε δὲ τῆς εἰρήνης τὸν σύν‐ | |
5 | δεσμον. δʹ. «Ἓν σῶμα, καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν.» Ἑνὸς ἀπηλαύσατε Πνεύματος, εἰς ἓν σῶμα τελεῖτε, μία ἐλπὶς ὑμῖν δέδοται τῆς τε ἀναστάσεως, καὶ τῆς βα‐ | |
10 | σιλείας τῶν οὐρανῶν. εʹ, ϛʹ. «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν.» Πανταχοῦ τὸ ἓν καὶ εἷς τέθεικεν, εἰς συμφωνίαν συνάπτων τὴν Ἐκκλη‐ | |
15 | σίαν. Ἕνα, φησὶ, Κύριον ἔχομεν, ἑνὸς βαπτίσματος ἀπηλαύσαμεν, μίαν πίστιν προσενηνόχαμεν, εἷς ὁ πάντων ἡμῶν Θεὸς καὶ Πατήρ. Προσήκει τοίνυν ὑμᾶς, ὡς ἀδελφοὺς, τὴν περὶ ἀλλήλους ἔχειν ὁμόνοιαν. Τὸ μέντοι, ἐπὶ πάντας τὴν δεσποτείαν σημαίνει, | |
20 | τὸ δὲ, διὰ πάντων, τὴν πρόνοιαν, τὸ δέ γε, ἐν πᾶσι, τὴν ἐνοίκησιν. ζʹ. «Ἑνὶ δὲ ἑκάστῳ ὑμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.» Ἐνταῦθα παραμυθεῖται τοὺς τὰ δοκοῦντα ἐλάττονα τῶν χαρι‐ | |
25 | σμάτων εἰληφότας, καὶ δείκνυσι ταῦτα τὸν Δεσπότην Χριστὸν διανεῖμαι· μονονουχὶ δὲ λέγων· Μὴ δυ‐ σχεράνητε· αὐτὸς γὰρ, ὡς οἶδεν, ἑκάστῳ τὴν χάριν ἐμέτρησεν. Βεβαιοῖ δὲ καὶ τῇ προφητικῇ μαρτυρίᾳ τὸν λόγον. | |
30 | ηʹ. «Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.» Ὁ μὲν ψαλμὸς λέγει, ἔλαβε δόματα ἐν ἀνθρώποις· αὐτὸς δὲ τὸ, ἔδωκε, τέθεικεν. Ἀμφότερα δὲ γεγέ‐ νηται· λαμβάνων γὰρ τὴν πίστιν ἀντιδίδωσι τὴν | |
35 | χάριν. Ἀκριβῶς δὲ καὶ τὸ, ᾐχμαλώτευσεν αἰχμα‐ λωσίαν, τέθεικεν ὁ Προφήτης. Οὐ γὰρ ἐλευθέρους ὄντας ἡμᾶς ᾐχμαλώτευσεν, ἀλλ’ ὑπὸ τοῦ διαβόλου γεγενημένους ἀντῃχμαλώτευσε, καὶ τὴν ἐλευθερίαν ἡμῖν ἐδωρήσατο. Εἶτα τὴν ἀνάβασιν ἑρμηνεύει. | |
40 | θʹ. «Τὸ δὲ, ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;» Ἡ ἀνάβα‐ σις τῆς καταβάσεως σημαντική. Κατελθὼν γὰρ πρό‐ τερον, καὶ τὴν ἡμετέραν πραγματευσάμενος σωτη‐ ρίαν, οὕτω πάλιν ἀνελήλυθε. Κατώτερα γὰρ μέρη | |
45 | τῆς γῆς τὸν θάνατον ἐκάλεσεν. Οὕτω γὰρ καὶ ὁ Προφήτης φησίν· «Ἔθετό με ἐν λάκκῳ κατωτάτῳ·» καὶ πάλιν· «Καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτά‐ τοις τῆς γῆς.» ιʹ. «Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπερ‐ | |
82.533(50) | άνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» | |
82.536 | Οὐ γὰρ ἄλλος κατελήλυθε, καὶ ἄλλος ἀνελήλυθεν· ἀλλ’ ἵνα συντόμως εἴπω, ἄλλως κατελήλυθε, ἄλλως ἀνελήλυθεν. Ἀσώματος γὰρ κατελθὼν, μετὰ σώμα‐ τος ἀνελήλυθεν. Ἡ δέ γε κατάβασις οὐ τοπικήν τινα | |
5 | σημαίνει μετάβασιν, ἀλλὰ τῆς οἰκονομίας διδάσκει τὸ μέγεθος, ὅτι ὁ Ὕψιστος τοσαύτης ἠνέσχετο ταπει‐ νότητος. ιαʹ, ιβʹ. «Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ | |
10 | ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.» Ἦσαν κατὰ τὸν καιρὸν ἐκεῖ‐ νον, ὡς πολλάκις ἔφην, προφητικῆς ἠξιωμένοι χά‐ ριτος. Καὶ μέμνηται ἡ ἱστορία τῶν Πράξεων καὶ | |
15 | Ἀγάβου τοῦ προφήτου, καὶ ἄλλων ἐν Ἀντιοχείᾳ προ‐ φητευόντων, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος. Ἦσαν δὲ καὶ εὐαγγελισταὶ, ἐν οἷς ἦν καὶ ὁ μακά‐ ριος Φίλιππος, εἷς τῶν ἑπτά. Ποιμένας δὲ καὶ δι‐ δασκάλους, τοὺς κατὰ πόλιν καὶ κώμην ἀφωρισμέ‐ | |
20 | νους λέγει. Οὗ δὴ χάριν αὐτοὺς μετὰ τοὺς εὐαγγελι‐ στὰς τέθεικεν, ἐπειδὴ ἐκεῖνοι περιιόντες ἐκήρυττον. Ταῦτα δὲ, φησὶ, δέδωκε τὰ χαρίσματα εἰς οἰκοδομὴν καὶ ὠφέλειαν τῶν πιστευόντων. Τούτους γὰρ τοῦ Χριστοῦ προσηγόρευσε σῶμα. | |
25 | ιγʹ. «Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.» Τῆς δὲ τελειότητος ἐν τῷ μέλλοντι βίῳ τευξόμεθα. Ἐν τῷ παρόντι τοίνυν | |
30 | τῆς τῶν ἀποστόλων, καὶ προφητῶν, καὶ διδασκάλων βοηθείας δεόμεθα. ιδʹ. «Ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ τῷ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν | |
35 | μεθοδείαν τῆς πλάνης.» Ἴδιον τῶν ἔτι νηπίων τὸ τῆς γνώμης ὀξύῤῥοπόν τε καὶ κοῦφον. Τοιοῦτοι, φησὶ, πρὸ τῆς κλήσεως ἦμεν, τῇδε κἀκεῖσε καθάπερ ὑπὸ κυμάτων φερόμενοι, καὶ τοῖς ἐξαπατῶσι πειθόμενοι. Κυβείαν δὲ τὴν πανουργίαν καλεῖ. Πεποίηται δὲ ἀπὸ κυ‐ | |
40 | βεύειν τὸ ὄνομα· ἴδιον δὲ τῶν κυβευόντων τὸ τῇδε κἀκεῖσε μεταφέρειν τὰς ψήφους, καὶ πανούργως τοῦτο ποιεῖν. Μεθοδείαν δὲ πλάνης τὴν μηχανὴν ἐκάλεσεν. Οὐ γὰρ προφανῶς ὁ διάβολος μοιχεύειν κελεύει, ἀλλ’ ἢ δι’ ὀφθαλμῶν δελεάζει, ἢ δι’ ἀκοῶν | |
45 | καταθέλγει· οὐδὲ προφανῶς ἀρνήσασθαι τὸν Θεὸν παρεγγυᾷ, ἀλλ’ οἰωνοῖς ἢ κλῃδόσιν, ἢ περιάπτοις παρασκευάζει κεχρῆσθαι. ιεʹ. «Ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός.» Τοῦτο καὶ ἐν τῇ πρὸς | |
82.536(50) | Ῥωμαίους ἔφη· «Ἡ ἀγάπη ἀνυπόκριτος·» καὶ ἐν | |
82.537 | τῇ πρὸς Κορινθίους ἔφη· «Ἐν ἀγάπῃ ἀνυποκρίτῳ.» Οὕτω καὶ ἐνταῦθα ἀληθῆ ἔχειν ἀγάπην παρεγγυᾷ, καὶ διὰ ταύτης αὔξειν τὸν πλοῦτον τῆς ἀρετῆς ἐν αὐτῷ τῷ Δεσπότῃ. «Πᾶν γὰρ, φησὶ, κλῆμα ἐν ἐμοὶ | |
5 | μὴ φέρον καρπὸν αἴρεται, καὶ εἰς πῦρ βάλλεται.» Καὶ ἐπειδὴ κεφαλὴν πάλιν αὐτὸν ὠνόμασε, δείκνυσι πόσα ἀπὸ τῆς κεφαλῆς ἀγαθὰ χορηγεῖται. ιϛʹ. «Ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, | |
10 | κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.» Καθάπερ, φησὶν, ἡ κεφαλὴ πᾶσι τοῖς μορίοις τοῦ σώματος χορηγεῖ τῆς αἰσθήσεως τὴν ἐν‐ έργειαν· πηγὴ γὰρ τῆς αἰσθητικῆς δυνάμεως ὁ ἐγ‐ | |
15 | κέφαλος· οὕτως ὁ Δεσπότης Χριστὸς κεφαλῆς τάξιν ἐπέχων, τὰ τοῦ Πνεύματος διανέμει χαρίσματα, εἰς μίαν ἁρμονίαν συνάπτων τὰ μέλη τοῦ σώματος. Ἁφὴν δὲ τὴν αἴσθησιν προσηγόρευσεν, ἐπειδὴ καὶ αὕτη μία τῶν πέντε αἰσθήσεων, καὶ ἀπὸ τοῦ μέ‐ | |
20 | ρους τὸ πᾶν ὠνόμασε. ζʹ. «Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυ‐ ρίῳ.» Πάλιν ἀνέλαβε τῆς παραινέσεως τὸ προοίμιον, καὶ τῇ τοῦ Κυρίου μνήμῃ μαρτύρεται. Ὑπὸ μάρ‐ τυρι γὰρ, φησὶ, τῷ Κυρίῳ ταῦτα λέγω. Τί δὲ μαρτυ‐ | |
25 | ρεῖ; «Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ.» Τὰ λοιπὰ ἔθνη, τὰ μηδέπω πεπι‐ στευκότα λέγει. Πῶς δὲ ἐκεῖνα περιπατεῖ; «Ἐν μα‐ ταιότητι τοῦ νοὸς αὑτῶν.» Λογισμοῖς χρώμενα δυσ‐ σεβέσι, τὰ μὴ ὄντα θεοποιοῦντα. | |
30 | ιηʹ. «Ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες.» Τὴν ἄ‐ γνοιαν τοῦ Θεοῦ προσηγόρευσε σκότος. Εἶτα καὶ τοῦ βίου τὴν παρανομίαν ἐλέγχει. «Ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ.» Ζωὴν τοῦ Θεοῦ, τὴν ἐν ἀρετῇ ζωὴν προσηγόρευσε. Λέγει δὲ καὶ τὴν τῆς παρανο‐ | |
35 | μίας αἰτίαν. «Διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν.» Οὕτω καὶ Δα‐ βὶδ ὁ προφήτης λέγει· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑ‐ τοῦ· Οὐκ ἔστι Θεός.» Διεφθάρησαν, καὶ ἐβδελύχθη‐ σαν ἐν ἐπιτηδεύμασι. Πώρωσιν δὲ καρδίας τὴν ἐσχά‐ | |
40 | την ἀναλγησίαν ἐκάλεσε· καὶ γὰρ αἱ τῷ σώματι ἐγγινόμεναι πωρώσεις οὐδεμίαν αἴσθησιν ἔχουσι, διὰ τὸ παντελῶς νενεκρῶσθαι. Τοῦτο καὶ ὁ θεῖος Ἀπό‐ στολος εἶπεν. Ἐπάγει γάρ· ιθʹ. «Οἵτινες ἀπηλγηκότες.» Ἐνταῦθα δεῖ | |
45 | στίξαι. «Ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐρ‐ γασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. «Πρῶτον παρανομίαν, εἶτα κόρον ἐνόσησαν. Εἰς τὸν παρά‐ νομον γὰρ ἐξοκείλαντες βίον, κατὰ βραχὺ τὴν ἀναλγη‐ | |
σίαν ἐνόσησαν. Εἶτα λοιπὸν ἀδεῶς πᾶσαν ἁμαρτίαν | ||
82.540 | τολμῶσι, ὑπὲρ κόρον τῷ διεφθαρμένῳ καταχρώμενοι βίῳ. Πλεονεξίαν γὰρ τὴν ἀμετρίαν ἐκάλεσεν. Ἐν‐ τεῦθεν νοήσωμεν καὶ τὸ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπι‐ στολῇ εἰρημένον, τό «Παρέδωκεν αὐτοὺς ὁ Θεὸς | |
5 | εἰς ἀδόκιμον νοῦν.» Τὴν γὰρ συγχώρησιν οὕτως ἐκά‐ λεσεν. Ἐνταῦθα γὰρ σαφῶς ἐδίδαξεν ὡς ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ. κʹ, καʹ. «Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χρι‐ στὸν, εἴγε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, | |
10 | καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ.» Τοιαῦτα μὲν οὖν τὰ τῆς δυσσεβείας παιδεύματα. Τὰ δὲ τοῦ Δε‐ σπότου τοῦ Χριστοῦ παντάπασιν ἐναντία. Λέγει δὲ καὶ ταῦτα. κβʹ—κδʹ. «Ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀνα‐ | |
15 | στροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Παλαιὸν ἄνθρωπον οὐ | |
20 | τὴν φύσιν ἐκάλεσεν, ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐν‐ έργειαν· οὐδὲ γὰρ τὸ σῶμα ὁ βαπτιζόμενος ἀποτίθε‐ ται, ἀλλὰ τῆς ἁμαρτίας τὸ πιναρὸν ἔνδυμα. Καινὸν δὲ ἄνθρωπον κέκληκε, τὸν κατὰ τὴν εὐαγγελικὴν νομοθεσίαν πολιτευόμενον. Ἄνθρωπον δὲ, καὶ τὴν | |
25 | ἀρετὴν, καὶ τὴν κακίαν ἐκάλεσεν, ἐπειδὴ παρ’ ἀν‐ θρώπων ἐνεργεῖται· Πνεῦμα δὲ νόου, τὴν ὁρμὴν τοῦ νόου πνευματικὴν εἴρηκε. Λέγει δὲ καὶ τίνα ἐστὶ τὰ τοῦ καινοῦ ἀνθρώπου. κεʹ. «Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν | |
30 | ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.» Τῶν γὰρ ἀτοπωτάτων, μέλη ὄντας ἀλλήλους τὰ μὴ ὄντα λέγειν ἀλλήλοις· τοῦτο γὰρ οὐκ ἴδιον τῶν μελῶν· καὶ γὰρ ὀφθαλμοὶ, κρημνοὺς ὁρῶντες καὶ βά‐ ραθρα, μηνύουσι τοῖς ποσὶ, ἵνα ἐκκλίνωσι, καὶ μὴ ἅπαν | |
35 | τὸ σῶμα λωβήσονται· καὶ ἀκοαὶ ἀπὸ τῶν ψόφων αἴ‐ σθησιν δεχόμεναι, σημαίνουσι τοῖς ὀφθαλμοῖς· καὶ μὴ ψεύδονται αἱ αἰσθήσεις ἀλλήλας· κοινὴ γὰρ ἡ ζημία τοῦ ψεύδους. κϛʹ. «Ὀργίζεσθε.» Ἐνταῦθα ὑποστικτέον. «Καὶ | |
40 | μὴ ἁμαρτάνετε.» Σύμμετρα τῇ φύσει νομοθετεῖ· οἶδε γὰρ ὡς οὐκ ἀεὶ φέρει γενναίως ὁ λογισμὸς τοῦ πάθους τὴν προσβολήν. Παρεγγυᾷ τοίνυν λύειν ὅτι τάχιστα τὴν ὀργήν. Τοῦτο γὰρ ἐπάγει· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν.» Μέτρον | |
45 | ἔδωκε τῷ θυμῷ τῆς ἡμέρας τὸ μέτρον. Ὑφορᾶται γὰρ, μὴ νύκτωρ ἡσυχάζων ὁ λογισμὸς ἐπιτείνῃ τὴν νόσον. Οἶδε δὲ καὶ τοῦ διαβόλου τὰς μηχανάς· ὅθεν ἐπήγαγε· κζʹ. «Μήτε δίδοτε τόπον τῷ διαβόλῳ.» Οὕτω κατ‐ | |
82.540(50) | άλληλον τῷ πάθει τούτῳ προσενεγκὼν φάρμακον, | |
εἰς ἕτερον μεταβαίνει. | ||
82.541 | κηʹ. «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κο‐ πιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.» Ἐπειδὴ γὰρ ἡ ἀργία ταύτην διαφερόντως τὴν ἁμαρτίαν γεννᾷ, εἰ‐ | |
5 | κότως αὐτῇ τὴν ἀγαθὴν ἐργασίαν ἀντέταξεν. Ἔστι γὰρ καὶ πονηρὰ ἐργασία· ταύτης εἶδος ἡ κλοπή. Παρεγγυᾷ δὲ μὴ μόνης ἕνεκεν τῆς γαστρὸς μετιέναι τὴν ἐργασίαν, ἀλλὰ καὶ διὰ τὴν χρείαν τῶν δεομένων. Οὕτω θεραπεύσας τῶν χειρῶν τὸ πάθος, ἰατρεύει | |
10 | καὶ τῆς γλώσσης τὴν νόσον. κθʹ. «Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.» Λόγος σαπρὸς, αἰσχρολογία, λοιδορία, συκοφαντία, βλασφημία, ψευδολογία, καὶ τὰ τούτοις προσόμοια. «Ἀλλ’ εἴ τις ἀγαθός.» Καὶ τοῦ‐ | |
15 | τον δὲ εἰς καιρὸν προσφέρειν κελεύει· τοῦτο γὰρ ἐπήγαγε· «Πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.» Χάριν δὲ τὴν θυμηδίαν ἐκάλεσε· τουτέστιν, ἵνα φανῇ δεκτὸς τοῖς ἀκούουσι. λʹ. «Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, | |
20 | ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Λυ‐ πεῖ δὲ τὸ Πνεῦμα τὸ ἅγιον τῶν εἰρημένων τὰ ἐναν‐ τία, ὁ παράνομος βίος. Διὰ δὲ τοῦ παναγίου Πνεύ‐ ματος θεῖον ἀπεφάνθημεν ποίμνιον. λαʹ. «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ | |
25 | κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ.» Πάντα τοῦδε τοῦ πάθους τὸν ἐσμὸν πρόῤῥι‐ ζον ἀνασπᾶσαι προσήκει. λβʹ. «Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγ‐ χνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρί‐ | |
30 | σατο ἡμῖν.» Τὰ ἀλλήλων ἐλαττώματα φέρετε, καὶ μιμήσασθε τὸν τῶν ὅλων Θεὸν, ὃς διὰ τοῦ Δεσπότου Χριστοῦ τῶν παμπόλλων ἡμῖν ἁμαρτημάτων τὴν ἄφεσιν δέδωκε. ΚΕΦΑΛΑΙΟΝ Εʹ. | |
35 | αʹ. «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά.» Υἱοθεσίας ἠξιώθητε, Πατέρα τὸν Θεὸν ὀνομάζετε· ζηλώσατε τοιγαροῦν τὴν συγγένειαν. βʹ. «Καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χρι‐ στὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ | |
40 | ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Ἔδειξε κἀνταῦθα τοῦ Πατέρος καὶ τοῦ Υἱοῦ τὴν ἰσότητα. Μιμήσασθαι γὰρ τὸν Θεὸν παρα‐ κελευσάμενος, τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ παρηγ‐ γύησε· καὶ ὥσπερ ἔφη περὶ τοῦ Πατέρος, ὅτι ἐχαρί‐ | |
45 | σατο ἡμῖν, οὕτω καὶ περὶ τοῦ Χριστοῦ ὅτι ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐ γὰρ ἀνάγκῃ καθάπερ τις δοῦλος ὑπήκουσεν, ἀλλ’ ἑκὼν ἑαυτὸν ὑπὲρ ἡμῶν παρέδωκε. Τὸ δὲ, θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας, δῆλον ὅτι περὶ τοῦ | |
82.541(50) | σώματος λέγει· τοῦτο γὰρ τῷ σταυρῷ προσηλώθη. γʹ. «Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεον‐ | |
εξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει | ||
82.544 | ἁγίοις.» Ἱκανῶς τὸ μυσαρὸν τῶν εἰρημένων ὑπ‐ έδειξε, καὶ αὐτὰς αὐτῶν προσηγορίας τῆς μνήμης ἐξορίσαι κελεύσας. δʹ. «Καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, | |
5 | τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία.» Ἐξ‐ ελαύνει τοῦ συλλόγου τῶν εὐσεβῶν καὶ τὴν ἀμετρίαν τοῦ γέλωτος· τοῦτον γὰρ ἡ μωρολογία καὶ ἡ εὐτρα‐ πελία τίκτει. εʹ. «Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς | |
10 | πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδω‐ λολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Τοῦτο καὶ ἐν τῇ πρὸς Κο‐ ρινθίους Ἐπιστολῇ. Εἰδωλολατρείαν δὲ τὴν πλεον‐ εξίαν ἐκάλεσε, κατὰ τὴν τοῦ Κυρίου φωνήν. «Οὐδεὶς | |
15 | γὰρ, ἔφη, δύναται δυσὶ κυρίοις δουλεύειν·» καὶ, «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. ϛʹ. «Μηδεὶς ἡμᾶς ἐξαπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Ἐπειδὴ γὰρ οἱ τοῖς Ἑλληνικοῖς | |
20 | ἑπόμενοι δόγμασι τούτων ἕκαστον ἔδρων, παρακε‐ λεύεται μὴ προσέχειν ἐκείνοις, ὡς τῆς τοῦ Θεοῦ δίκης ἐπιφερομένης τοῖς τῆς πονηρίας ἐργάταις. ζʹ. «Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.» Τουτ‐ έστι, τῶν τῇ δυσσεβείᾳ δεδουλωμένων. | |
25 | ηʹ. «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυ‐ ρίῳ.» Τῷ γὰρ θείῳ φωτὶ κατηυγάσθητε. «Ὡς τέκνα φωτὸς περιπατεῖτε.» Ἐπειδὴ φῶς αὐτοὺς προσηγό‐ ρευσε, φῶς δὲ ἀληθινὸν ὁ Κύριος κέκληται, φωτὸς αὐτοὺς προσηγόρευσε τέκνα. | |
30 | θʹ. «Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγα‐ θωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ.» Ὁ τοῦ παν‐ αγίου μετέχων Πνεύματος τοὺς τοῦ Πνεύματος φερέ‐ τω καρπούς. ιʹ. «Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ» | |
35 | Καὶ λόγου μετέχετε, καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐδέξασθε· ῥᾳδίως τοίνυν τὰ ἀρέσκοντα τῷ Θεῷ διαγνῶναι δυνήσεσθε. ιαʹ—ιγʹ. «Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ | |
40 | γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέ‐ γειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανε‐ ροῦται, πᾶν δὲ τὸ φανερούμενον φῶς ἐστι.» Ἐκάλε‐ σεν αὐτοὺς φῶς, καὶ τέκνα φωτός· τὸ δὲ φῶς ἐλέγ‐ χει τὰ ἐν τῷ σκότει κρυπτόμενα. Παρεγγυᾷ τοίνυν | |
45 | αὐτοῖς, μὴ μόνον φεύγειν αὐτῶν τὴν συνουσίαν, ἀλ‐ λὰ καὶ ἐλέγχειν τὴν πονηρίαν. ιδʹ. «Διὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσει σου ὁ Χριστός.» Ἔνια δὲ τῶν ἀντιγράφων ἐπιφαύσει σοι ὁ Χριστὸς | |
82.544(50) | ἔχει, καὶ τοῦτο μάλιστα τῇ ἀκολουθίᾳ τῶν εἰρημέ‐ | |
νων πρόσφορον. Ὁ γὰρ τὴν ῥᾳθυμίαν καθάπερ | ||
82.545 | ὕπνον ἀποτιθέμενος, δέχεται τοῦ Δεσποτικοῦ φωτὸς τὴν ἀκτῖνα. Ἰστέον μέντοι, ὡς οὐ Γραφική ἐστιν αὐτὴ μαρτυρία. Οὐδαμοῦ γὰρ αὐτὴν παρὰ τῇ θείᾳ Γραφῇ κειμένην εὑρίσκομεν. Τινὲς δὲ τῶν ἑρμηνευ‐ | |
5 | τῶν ἔφασαν πνευματικῆς χάριτος ἀξιωθέντας τινὰς ψαλμοὺς συγγράψαι· καὶ τοῦτο αἰνίττεσθαι τὸν θεῖον Ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· «Ἕκα‐ στος ὑμῶν ψαλμὸν ἔχει.» ιεʹ, ιϛʹ. «Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, | |
10 | μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.» Πονηρὰς ἡμέ‐ ρας, οὐκ αὐτὸν καλεῖ τὸν χρόνον (ποίαν γὰρ ἂν σχοίη πονηρίαν ὁ χρόνος;) ἀλλὰ τὴν ἐν αὐταῖς τολμωμένην κακίαν. Διὰ τοῦτο καὶ εἶπεν, ἐξαγοραζόμενοι τὸν | |
15 | καιρὸν, τουτέστιν, Οὐκ ἔστιν ὑμέτερος· πάροικοι γάρ ἐστε καὶ παρεπίδημοι. Φέρετε τοίνυν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, καὶ χρήσασθε εἰς δέον τῷ παρόντι καιρῷ. ιζʹ. «Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέν‐ | |
20 | τες τί τὸ θέλημα τοῦ Κυρίου.» Ἀνοίας γὰρ ἐσχάτης, τὸ μὴ διὰ πάντα θεραπεύειν τὸν σεσωκότα Δεσπό‐ την. ιηʹ, ιθʹ. «Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες | |
25 | ἑαυτοῖς ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματι‐ καῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.» Τὴν μέθην ἐκβάλλων τὴν ἐπιβλαβῆ, τὴν πνευματικὴν ἀντεισήγαγε. Τοῦτο γὰρ εἶπε, Πλη‐ ροῦσθε ἐν Πνεύματι, ἀντὶ τοῦ, Τὸν Θεὸν ἐνδελεχῶς | |
30 | ὑμνοῦντες, καὶ πρὸς ἑαυτοὺς νεύοντες, καὶ τὸν λο‐ γισμὸν ἀεὶ διεγείροντες. Τῇ καρδίᾳ γὰρ ψάλλει ὁ μὴ μόνον τὴν γλῶτταν κινῶν, ἀλλὰ καὶ τὸν νοῦν εἰς τὴν τῶν λεγομένων κατανόησιν διεγείρων. κʹ. «Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν | |
35 | ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί.» Οὐ γὰρ μόνον ὑπὲρ ἑαυτῶν προσήκει ὑμνεῖν τὸν εὐεργέτην Θεὸν, ἀλλὰ καὶ ὑπὲρ πάντων τῶν τῆς εὐεργεσίας μετειληχότων. Προσήκει δὲ τοῦτο ποιεῖν μεμνημένους ἀεὶ τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ. | |
40 | καʹ. «Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.» Οὐ γὰρ τοῖς παρανομεῖν κελεύουσιν ὑποτάσσεσθαι δεῖ, ἀλλὰ τοῖς εὐσεβείᾳ συζῶσι. Καὶ ἐπειδὴ κοινὴν τὴν περὶ τῆς ὑποταγῆς νομοθεσίαν προσήνεγκε, κατ’ εἶδος λοιπὸν παραινεῖ τὰ κατάλληλα. | |
45 | κβʹ, κγʹ. «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑπο‐ τασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη‐ σίας, καὶ αὐτός ἐστι Σωτὴρ τοῦ σώματος.» Σοφῶς ἄγαν ὁ θεῖος Ἀπόστολος τέθεικε τὸ παράδειγμα. Ἱκα‐ | |
82.545(50) | νὸν γὰρ καὶ τὰς γυναῖκας αἰδεῖσθαι τοὺς ἄνδρας πα‐ ρασκευάσαι, καὶ τοῖς ἀνδράσι περὶ τὰς ἰδίας γυναῖκας φιλοστοργίαν ἐνθεῖναι. κδʹ. «Ἀλλ’ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ | |
Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν | ||
82.548 | ἐν παντί.» Ὡς εὐσεβέσι νομοθετῶν, προστέθεικε τὸ, ἐν παντί. Ὅτι γὰρ εὐσεβέσι νομοθετεῖ, δηλοῖ τὸ παράδειγμα. Οὐδεὶς δὲ τῶν τῆς εὐσεβείας τροφίμων τὰ οἰκεῖα προστίθησι τοῦ Θεοῦ. | |
5 | κεʹ—κηʹ. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυ‐ τῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλη‐ σίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλη‐ | |
10 | σίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα.» Τὴν Δεσποτικὴν μιμήσασθε κηδεμονίαν, καὶ ἥνπερ αὐτὸς περὶ τὴν Ἐκκλησίαν ἐπεδείξατο, | |
15 | ταύτην ὑμεῖς ποιεῖσθε τῶν ὁμοζύγων. Ὁ γὰρ Δεσπό‐ της Χριστὸς οὐδὲ ἀποθανεῖν ὑπὲρ τῆς αὑτοῦ παρ‐ ῃτήσατο νύμφης, ὥστε αὐτὴν ἐκκαθᾶραι, καὶ λαμ‐ πρὰν ἀποφῆναι, καὶ τὸ παλαιὸν αὐτῆς ἀποξύσαι γῆ‐ ρας, καὶ δεῖξαι μώμου παντὸς ἐλευθέραν. Προσήκει | |
20 | τοίνυν τοῦτο καὶ ἡμᾶς περὶ αὐτὰς ἔχειν τὸ φίλτρον, καὶ ὡς οἰκείου ἐπιμελεῖσθαι σώματος. Τὸ δὲ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἀντὶ τοῦ, Εἰς ὄνομα Πατέρος, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ‐ ματος. | |
25 | «Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. (κθʹ.) Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν.» Κἄν τι πάθος περί τι γένηται τῶν μελῶν, οὐκ ἀποκόπτομεν, ἀλλὰ θερα‐ πεύομεν τοῦτο· οὕτω καὶ ὑμᾶς, φησὶ, προσήκει προ‐ | |
30 | μηθεῖσθαι τῶν γυναικῶν. «Καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν.» Ἐκτρέφων αὐτὴν καὶ θάλπων, καὶ τὸ οἰκεῖον αὐτῇ σῶμα καὶ αἷμα προσφέρων. λʹ. «Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.» Καθάπερ | |
35 | γὰρ ἡ Εὔα ἐκ τοῦ Ἀδὰμ ἐπλάσθη, οὕτως ἡμεῖς ἐκ τοῦ Δεσπότου Χριστοῦ· συναπτόμεθα γὰρ αὐτῷ ἐν τῷ βαπτίσματι, καὶ συνανιστάμεθα, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν, καὶ τὸ αἷμα αὐτοῦ πίνομεν. Ἀνα‐ μιμνήσκει δὲ ἡμᾶς καὶ τῶν περὶ τῆς γυναικὸς εἰρη‐ | |
40 | μένων. λαʹ. «Ἀντὶ τούτου γὰρ καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολλη‐ θήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸν πρῶτον αἰδέσθητι νόμον, ὃς | |
45 | μετὰ τὴν τῆς γυναικὸς δημιουργίαν ἐτέθη, καὶ τῇ φύσει τῶν ἀνθρώπων ἐμπέπηγε. Τοὺς γὰρ γεγεννη‐ κότας καταλιμπάνων ὁ γάμῳ προσομιλῶν, τῇ γυ‐ ναικὶ συνάπτεται, καὶ τοσαύτη συνάφεια γίνεται, ὥστε μίαν σάρκα τοὺς δύο νομίζεσθαι. Καὶ μάρτυς | |
82.548(50) | ὁ τοῦ γάμου καρπός· ἓν γὰρ παιδίον ἐξ ἀμφοτέρων γεννᾶται. Ὁ μέντοι θεῖος Ἀπόστολος ἀναγνοὺς τοῦ γάμου τὸν νόμον, δείκνυσιν αὐτὸν καὶ ἐν τῷ πνευμα‐ | |
τικῷ διαλάμπειν γάμῳ, καὶ βοᾷ· | ||
82.549 | λβʹ. «Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν.» Καὶ γὰρ αὐ‐ τὸς τὸν ἄνω Πατέρα καταλιπὼν, τῇ Ἐκκλησίᾳ συν‐ ήφθη. Καταλιμπάνειν δὲ ἔδοξε τῷ τῆς ἐνανθρωπή‐ | |
5 | σεως λόγῳ· ἀχώριστος γὰρ ὡς Θεὸς Θεοῦ, ἅτε δὴ καὶ αὐτὸς ἀπερίγραφον ἔχων τὴν φύσιν. λγʹ. «Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυ‐ τοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.» Οὐ παντελῶς, φησὶν, εἰς | |
10 | τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν τὸν γαμικὸν μετέθεικα νόμον· καὶ γὰρ ὑμεῖς ὑπόκεισθε τῷ νόμῳ, καὶ προσήκει τὸν μὲν ἄνδρα, ὡς οἰκεῖον σῶμα, τὴν γυναῖκα φιλεῖν, τὴν δὲ γυναῖκα καὶ φιλεῖν καὶ δε‐ διέναι τὸν ἄνδρα. Τοῦτο γὰρ καὶ ὁ θεῖος παρεκελεύ‐ | |
15 | σατο νόμος· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.» ΚΕΦΑΛΑΙΟΝ ϛʹ. αʹ. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γὰρ εὐάρεστον καὶ δίκαιον.» Τουτ‐ | |
20 | έστι, κατὰ τὸν τοῦ Θεοῦ νόμον· τοῦτο γὰρ ἐπ‐ ήγαγε· βʹ. «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ.» Εἰσὶν ἄλλαι πρὸ ταύτης ἐντολαὶ, ἀλλ’ ἐκείναις οὐ συνέζευ‐ | |
25 | ξεν ἐπαγγελίαν ὁ νομοθέτης. Ἐνταῦθα γὰρ ἐπήγα‐ γεν· γʹ. «Ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Ἔδειξεν ὁ θεῖος Ἀπόστολος, ὡς τὰ περιττὰ τοῦ νόμου μετὰ τὴν τοῦ νομοθέτου παρουσίαν ἐπαύ‐ | |
30 | σατο, τὰ δέ γε φυσικῶς προηγορευμένα, καὶ μετὰ τὴν Καινὴν Διαθήκην κρατεῖ. δʹ. «Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» Τοῖς παισὶν ὑπακούειν ἐκέλευσε, τοῖς πα‐ | |
35 | τράσι θεραπεύειν, καὶ μὴ λυπεῖν, καὶ πρὸς τούτοις εὐσεβῶς ἐκτρέφειν, καὶ τὰ θεῖα παιδεύειν. εʹ. «Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ.» Ἀναγκαίως καὶ δούλοις νο‐ | |
40 | μοθετεῖ· πάντα γὰρ ἔχει τῆς Ἐκκλησίας τὸ σῶμα, καὶ ἄνδρας καὶ γυναῖκας, καὶ πατέρας καὶ παῖδας, καὶ δούλους καὶ δεσπότας, καὶ πλουσίους καὶ πένη‐ τας, καὶ ἄρχοντας καὶ ἀρχομένους. Παρεγγυᾷ τοίνυν τοῖς δούλοις μετὰ τοῦ προσήκοντος δέους τῆς τῶν | |
45 | δεσποτῶν ἔχεσθαι θεραπείας καὶ κακοηθείας ἀπ‐ ηλλάχθαι. Τοῦτο γὰρ εἶπεν, ἐν ἁπλότητι τῆς καρ‐ δίας ὑμῶν. Προστέθεικε δὲ, ὡς τῷ Χριστῷ, ψυχα‐ γωγῶν αὐτοὺς, καὶ διδάσκων ὡς μισθὸς ἀπόκειται τοῖς γνησίως δουλεύουσι. | |
82.549(50) | ϛʹ, ζʹ. «Μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρε‐ σκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέ‐ | |
λημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ’ εὐνοίας δουλεύοντες | ||
82.552 | τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις.» Πάλιν τὸ, μετ’ εὐνοίας τοῖς δεσπόταις δουλεύειν, τοῦ Κυρίου δου‐ λείαν ἐκάλεσε, παραψυχὴν αὐτοῖς μηχανώμενος. Ὀφθαλμοδουλείαν δὲ καλεῖ, τὴν οὐκ ἐξ εἰλικρινοῦς | |
5 | καρδίας προσφερομένην θεραπείαν, ἀλλὰ τῷ σχήματι κεχρωσμένην. Ὑποδείκνυσι δὲ καὶ τὸν ἀποκείμενον μισθόν. ηʹ. «Εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ἡμῶν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦ‐ | |
10 | λος, εἴτε ἐλεύθερος.» Ἔδειξε τῷ παρόντι βίῳ περι‐ ωρισμένην τὴν δουλείαν καὶ δεσποτείαν, μετὰ δέ γε τὴν ἐντεῦθεν ἐκδημίαν, οὐκ ἔτι δουλείας καὶ δεσπο‐ τείας, ἀλλ’ ἀρετῆς καὶ κακίας ἐσομένην διαφοράν. θʹ. «Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς.» | |
15 | Οὐχ ἵνα δουλεύσωσιν, ἀλλ’ ἵνα εὐνοϊκῶς θεραπεύ‐ σωσι· τοῦτο γὰρ ἐπήγαγεν· «Ἀνιέντες τὴν ἀπειλήν.» Χρηστότητί φησι καὶ ἡμερότητι κεχρῆσθαι πρὸς αὐ‐ τούς. Εἶτα αὐτοὺς καὶ δεδίττεται. «Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσ‐ | |
20 | ωποληψία οὐκ ἔστι παρ’ αὐτῷ.» Οἷον βούλει περὶ σὲ τὸν Δεσπότην γενέσθαι, τοιοῦτος γενοῦ περὶ τὸν οἰ‐ κέτην. Οὐ γὰρ οἶδεν ὁ Θεὸς δούλου καὶ δεσπότου δια‐ φοράν· πάντας γὰρ ὁμοίως διέπλασε. Θαυμάσαι δὲ ἄξιον τὴν τῆς παραινέσεως τάξιν. Πρώτοις γὰρ ἐνο‐ | |
25 | μοθέτησεν ἀνδράσι καὶ γυναιξίν· ἡγεῖται γὰρ τῆς παιδοποιίας ὁ γάμος. Εἶτα καὶ παισὶ καὶ πατράσι· γάμου γὰρ παιδοποιία καρπός· μετὰ γὰρ τὸν τόκον ὁ μὲν πατὴρ, ὁ δὲ υἱὸς ὀνομάζεται. Ἐσχάτην δὲ τῶν οἰκετῶν καὶ δεσποτῶν τὴν συζυγίαν τέθεικεν· ἐκ | |
30 | περιστάσεως γὰρ αὐτὴ γεγένηται, ἐκεῖναι δὲ τοῖς τῆς φύσεως προνομίοις τετίμηνται. Οὕτω τοίνυν ἐκεῖνα νομοθετήσας κατὰ διαίρεσιν, κοινὴν εἰσφέρει πάλιν παραίνεσιν. ιʹ. «Τὸ λοιπὸν, ἀδελφοὶ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, | |
35 | καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.» Πᾶσαν δει‐ λίαν ἀπώσασθε τῇ τοῦ Θεοῦ δυνάμει φρουρούμε‐ νοι. ιαʹ. «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας | |
40 | τοῦ διαβόλου.» Οἱ ἐν τοῖς αἰσθητοῖς στρατηγοῦντες πολέμοις, οὔτε γυναῖκας, οὔτε παῖδας, οὔτε τοὺς γεγηρακότας ὁπλίζουσιν· ὁ δὲ τοῦ Δεσπότου Χριστοῦ στρατηγὸς ἅπασιν ὁμοίως διανέμει τὴν βασιλικὴν παντευχίαν, καὶ τοῦ πολεμίου μηχανήματα δείκνυσι. | |
45 | Μεθοδείας γὰρ τὰς μηχανὰς ἐκάλεσε. Πολλάκις γὰρ καὶ διὰ τῶν τῆς ἀρετῆς εἰδῶν κατασκευάζει κακίαν· καὶ ἔστιν ὅτε καὶ τῇ νηστείᾳ, καὶ τῇ προσευχῇ, καὶ τῇ τῶν δεομένων ἐπιμελείᾳ, τὴν κενὴν ἀναμίγνυσι δόξαν, καὶ μέντοι καὶ τῇ σωφροσύνῃ τοῦ τύφου τὸν | |
82.552(50) | μῶμον ἐντίθησι. Δείκνυσι δὲ καὶ τῶν πολεμίων τὸ πλῆθος. ιβʹ. «Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ | |
σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, | ||
82.553 | πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Ἐκ τῶν ἁγίων ἦσαν ταγμάτων οἱ πο‐ νηροὶ δαίμονες, ἀλλὰ καὶ διὰ πονηρίαν τῆς τάξεως | |
5 | ἐκείνης ἐξέπεσαν· ἔχουσι δὲ καὶ νῦν τὰς προσηγο‐ ρίας εἰς ἔλεγχον τῆς βδελυρίας. Κοσμοκράτορας δὲ αὐτοὺς ὠνόμασεν, οὐχ ὡς παρὰ τοῦ Θεοῦ τήνδε τὴν ἀρχὴν δεξαμένους, ἀλλ’ ὡς τῶν ῥᾳθυμίᾳ συζώντων γνώμῃ τὴν δουλείαν ἀσπασαμένων. Ἐμιμήσατο δὲ | |
10 | στρατηγὸν ἄριστον ὁ θεῖος Ἀπόστολος, ὃς ἐξελάσαι τῆς στρατείας τὴν νωθείαν βουλόμενος, τὴν τῶν πο‐ λεμίων ἀνδρείαν ἐξηγεῖται. Ὑπέδειξε δὲ καὶ τῆς νίκης τὸ κέρδος, ἵνα προθυμοτέρους τοὺς στρατιώτας ἐργάσηται. Ἐν γὰρ τοῖς ἐπουρανίοις φησὶ, τουτέστι | |
15 | περὶ τῶν οὐρανίων ταγμάτων ἡ μάχη, ἆθλον ἡμῖν πρόκειται τῆς παρατάξεως ἡ βασιλεία τῶν οὐρα‐ νῶν. ιγʹ. «Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πο‐ | |
20 | νηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.» Ἡμέραν πονηρὰν τὴν τῆς παρατάξεως ἡμέραν καλεῖ, ἀπὸ τοῦ ἐνεργοῦντος αὐτῇ διαβόλου τὸ ὄνομα τεθεικώς. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν καὶ προφανῶς ἐπολεμοῦντο, διωκόμενοι καὶ στρεβλούμενοι, καὶ θανάτων ὑπο‐ | |
25 | μένοντες εἴδη παντοδαπά. ιδʹ. «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Πρῶτον τῆς ἐπιθυμίας κολάζει τὴν ἀπληστίαν· ἐν γὰρ τῇ ὀσφύϊ διάκεινται οἱ νεφροὶ, ἐν ἐκείνοις δὲ ἡ τῆς ἐπιθυμίας ἐνέργεια. Οὕτω καὶ | |
30 | ὁ μακάριος ἔφη Δαβὶδ, τὴν τῆς μοιχείας ἁμαρτίαν ὀλοφυρόμενος· «Ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμ‐ παίγματα·» ἀντὶ τοῦ, Οὐκ εἰς δέον ἐχρησάμην τῇ ἐπιθυμίᾳ τῆς φύσεως. Οὕτω καὶ περὶ τοῦ Λευῒ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ | |
35 | πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ·» Κελεύει τοίνυν τῇ ἀληθείᾳ τὴν ὀσφὺν περιζῶσαι, ἵνα τῶν ἀληθῶν καὶ μονίμων ἐπιθυμῶμεν πραγμά‐ των. «Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύ‐ νης.» Τὸ ἐν τῇ καρδίᾳ λογικὸν τῇ δικαιοσύνῃ καὶ | |
40 | φρουρεῖ καὶ λαμπρύνει, ἵνα μηδὲν πέρα τοῦ δικαίου λογίζηται. ιεʹ. «Καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.» Μὴ εἰς ἀτόπους πρά‐ ξεις τοὺς πόδας κινεῖτε, ἀλλὰ τοῦ Εὐαγγελίου δρό‐ | |
45 | μον πληροῦτε, ἵνα καὶ τὴν προφητικὴν δέξησθε εὐ‐ φημίαν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων ἀγαθά!» Τὴν δὲ εἰρή‐ νην τέθεικεν, ἐπειδὴ καὶ πολέμου ἐμνήσθη· ἵνα πρὸς μὲν ἀλλήλους καὶ πρὸς τὸν κοινὸν εἰρηνεύωμεν | |
82.553(50) | Δεσπότην, πρὸς δὲ μόνον τὸν διάβολον καὶ τὴν ἐκείνου φάλαγγα τὴν παράταξιν ἔχωμεν. ιϛʹ. «Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πί‐ στεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ | |
τὰ πεπυρωμένα σβέσαι.» Ἀντὶ ἀσπίδος ὑμῖν ἡ πί‐ | ||
82.556 | στις γενέσθω· ἐκείνη γὰρ ὑμῖν ὑποδείκνυσι τὸν ἐπι‐ κουροῦντα Θεόν· ἐκείνη ὑμῖν γυμνοῖ τοῦ πολέμου τὰ ἆθλα, τῶν νικώντων τὰς ἀναῤῥήσεις, τοὺς τῶν ἀριστευόντων στεφάνους. Ταῦτα δὲ πάντα τὰ τοῦ | |
5 | Πονηροῦ κατασβέννυσι βέλη. Πεπυρωμένα δὲ αὐτὰ κέκληκε, διεγείρων τοὺς στρατιώτας, καὶ κελεύων ἀσφαλῶς περιφράττεσθαι. ιζʹ. «Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξα‐ σθε.» Αὐτὸς ὑμῶν, φησὶν, ὁ Δεσπότης Χριστὸς κα‐ | |
10 | λύψει τὴν κεφαλὴν, καὶ τῇ σωτηρίᾳ, οἷόν τινι κράνει περιφράξει, ὥστε μὴ δέξασθαι παρὰ τῶν δυσμενῶν ἐπιφερομένας πληγάς. «Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.» Μάχαιραν τοῦ Πνεύματος τὴν τοῦ Πνεύματος ἐνέργειαν κέκληκε, | |
15 | τὴν δὲ ἐνέργειαν τοῦ Πνεύματος, ῥῆμα Θεοῦ προσ‐ ηγόρευσε. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ λόγῳ τὸ πανάγιον Πνεῦμα τὴν ἡμετέραν πραγματεύεται σω‐ τηρίαν. Ἐπιτιμᾷ γὰρ ὁ πνευματικὸς ἄνθρωπος τῷ διαβόλῳ, καὶ δραπετεύει. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. | |
20 | ιηʹ. «Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσ‐ ευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες, ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει. «Οἱ διηνεκῶς ἔχοντες τοὺς πολεμίους ἐπι‐ κειμένους οὐδὲ καθεύδειν δύνανται. Διά τοι τοῦτο καὶ | |
25 | ὁ θεῖος Ἀπόστολος ἀγρυπνεῖν κελεύει, καὶ ἐνδελε‐ χῶς προσεύχεσθαι, καὶ μὴ ἐνδιδόναι τῷ πόνῳ τοῦ σώματος, ἀλλὰ μετὰ πλείστης καρτερίας τοῦτο ποιεῖν. Παρεγγυᾷ δὲ μὴ ὑπὲρ ἑαυτῶν μόνων εὔχε‐ σθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ὁμοπίστων ἁπάντων. Τοῦτο | |
30 | γὰρ ἐπήγαγεν· «Ὑπὲρ πάντων τῶν ἁγίων» Δεί‐ κνυσι δὲ καὶ τὴν οἰκείαν ταπεινοφροσύνην ὁμοῦ καὶ ἀπληστίαν. Κατὰ ταυτὸν γὰρ καὶ ταπεινοφρονεῖ, καὶ ἀπλήστως συλᾷ, καί φησι· ιθʹ. «Καὶ ὑπὲρ ἐμοῦ.» Ποῦ δὲ χρῄζεις εὐχῆς; | |
35 | «Ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου.» Ἵνα τί εἴπῃς; «Ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγ‐ γελίου, (κʹ.) ὑπὲρ οὗ πρεσβεύω ἐν ἀλύσει, ἵνα ἐν αὐ‐ τῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.» Αἰτήσατε | |
40 | καὶ ἐμοὶ θάρσος, καὶ παῤῥησίαν, καὶ λόγου χορηγίαν, ἵνα κατὰ τὸν θεῖον νόμον πληρώσω τὸν δρόμον. Πά‐ λιν δὲ τὴν ἄλυσιν ἔδειξε, παραθαῤῥύνων αὐτοὺς, καὶ διδάσκων, ὡς οὐ δεῖ ἀλύειν, ἢ ἐρυθριᾷν ἐν τοῖς ὑπὲρ τοῦ Δεσπότου παθήμασιν, ἀλλὰ σεμνύνεσθαι καὶ | |
45 | λαμπρύνεσθαι. καʹ, κβʹ. «Ἵνα δὲ καὶ ὑμεῖς εἰδῆτε τὰ κατ’ ἐμὲ, τί πράσσω, πάνθ’ ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπη‐ τὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμ‐ ψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ | |
82.556(50) | ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.» Ἀσια‐ νὸς ἦν ὁ Τυχικὸς, καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακά‐ ριος Λουκᾶς ἐν ταῖς Πράξεσιν. Εἰρηκὼς γὰρ τοὺς ἀπὸ Θεσσαλονίκης καὶ Βεῤῥοίας ἀκολουθήσαντας, ἐπ‐ ήγαγεν· «Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. | |
55 | κγʹ. «Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πί‐ στεως ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» | |
Πρώτην τέθεικε τὴν εἰρήνην, προστέθεικε δὲ τὴν | ||
82.557 | ἀγάπην, δεικνὺς ὅτι αὕτη ἐκείνην ἐργάζεται. Τὴν δέ γε πίστιν τῇ ἀγάπῃ συνέζευξε, κατὰ τὸν εὐαγγελι‐ κὸν νόμον παρεγγυῶν ἀγαπᾷν. Ἔδειξε δὲ τούτων χορηγὸν, οὐ μόνον τὸν Θεὸν καὶ Πατέρα, ἀλλὰ καὶ | |
5 | τὸν Κύριον Ἰησοῦν Χριστὸν, πρὸς δὲ τούτοις καὶ τὸ πανάγιον Πνεῦμα. Ἐπήγαγε γάρ· κδʹ. «Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν.» Οὐ γὰρ πᾶσιν ἁπλῶς χορηγεῖται ἡ χάρις, ἀλλὰ τοῖς | |
10 | ἀγαπῶσι τὸν Κύριον· καὶ οὐδὲ τούτοις ἁπλῶς· ἀλλὰ τοῖς πρὸς τὸ ἀγαπᾷν καὶ τοὺς ζωοποιοὺς αὐτοῦ φυλάτ‐ τουσι νόμους. Τούτους καὶ ἡμεῖς φυλάξωμεν, καὶ τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσωμεν· ἵνα τῆς ἀπο‐ στολικῆς μεταλάχωμεν εὐλογίας, χάριτι αὐτοῦ τοῦ | |
15 | σεσωκότος ἡμᾶς Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Ἐφεσίους Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ. | |
20t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
21t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
22t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. | |
26 | ΥΠΟΘΕΣΙΣ. Ἀπὸ τῆς θείας χάριτος κυβερνώμενος ὁ θεῖος Ἀπόστολος ἀπὸ μὲν τῆς Τρωάδος εἰς Μακεδονίαν ἀφίκετο· πρώτοις δὲ Φιλιππησίοις τὸ θεῖον προσ‐ | |
30 | ενήνοχεν Εὐαγγέλιον, ἐβεβαίωσε δὲ καὶ θαυματουρ‐ γίαις τὸ κήρυγμα. Ἐκεῖ γὰρ καὶ τὸν ψευδόμαντιν ἔκ τινος κόρης ἐξήλασε δαίμονα· ἐκεῖ σὺν τῷ Σίλᾳ τὸ δεσμωτήριον οἰκήσας, καὶ πεδηθεὶς χεῖράς τε καὶ πόδας, καὶ πάννυχος διετέλεσε τὸν Θεὸν ἀνυμνῶν. Ὁ | |
35 | δέ γε ὑμνούμενος ἔσεισε μὲν τὸ δεσμωτήριον, ἔλυσε δὲ τὰ τῶν πεπεδημένων ἁπάντων δεσμά· διὰ δέ τι‐ νος λαμπροτάτου φωτὸς τὴν οἰκείαν ἐδήλωσεν ἐπιφά‐ νειαν. Ταῦτα καὶ τὸν δεσμοφύλακα προσδραμεῖν τῇ σωτηρίᾳ κατήπειξεν· ἀπήλαυσε δὲ σὺν αὐτῷ καὶ πᾶς | |
40 | ὁ οἶκος τοῦ τῆς θεογνωσίας φωτός. Πρὸ δέ γε τού‐ των ἡ πορφυρόπωλις εἴσω τῆς τούτου σαγήνης ἐγέ‐ νετο. Θερμοὶ τοίνυν οἱ Φιλιππήσιοι τῆς εὐσεβείας ἀπεφάνθησαν ἐρασταί. Τεκμήριον δὲ τῆς περὶ τὰ θεῖα | |
προθυμίας αὐτῶν, τὸ μὴ μόνον παρόντα θεραπεῦσαι | ||
82.560 | τὸν θεῖον Ἀπόστολον, ἀλλὰ καὶ εἰς Θεσσαλονίκην, καὶ εἰς Κόρινθον πέμψαι χρήματα, εἰς τὴν τοῦ σώ‐ ματος αὐτοῦ ἐπιμέλειαν. Ταυτὸ δὲ τοῦτο δεδράκασι καὶ ἡνίκα τὴν Ῥώμην κατέλαβε. Τὸν γὰρ μακάριον | |
5 | Ἐπαφρόδιτον, ὃς τῶν ψυχῶν αὐτῶν ἐπιστεύθη ἐπι‐ μέλειαν, εἰς τὴν μεγίστην ἐκείνην ἀπέστειλαν πόλιν, οὐ δείσαντες τὸ θηριῶδες τοῦ Νέρωνος. Διὰ τούτου ταύτην γέγραφε τὴν Ἐπιστολὴν, καὶ τὴν τῆς ἀγάπης αὐτῶν ἀποδεχόμενος προθυμίαν, καὶ παραινῶν τὰ | |
10 | προσήκοντα. Μάλιστα δὲ αὐτοῖς παρεγγυᾷ φεύγειν τὴν ἐξαπάτην τῶν ἐξ Ἰουδαίων μὲν πεπιστευκότων, συνηγορεῖν δὲ πειρωμένων τῷ νόμῳ, καὶ διαφθείρειν ἐπιχειρούντων τὸ σωτήριον κήρυγμα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. | |
15 | αʹ, βʹ. «Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χρι‐ στοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ.» Πᾶσι τὰ κατ’ αὐτὸν ἐπιστέλ‐ | |
20 | λει, τοῖς τε τῆς ἱερωσύνης ἠξιωμένοις, καὶ τοῖς ἀπὸ τούτων ποιμαινομένοις. Ἁγίους γὰρ τοὺς τοῦ βα‐ πτίσματος ἀξιωθέντας ὠνόμασεν· ἐπισκόπους δὲ τοὺς πρεσβυτέρους καλεῖ· ἀμφότερα γὰρ εἶχον κατ’ ἐκεῖνον τὸν καιρὸν τὰ ὀνόματα. Καὶ τοῦτο ἡμᾶς καὶ | |
25 | ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Εἰρηκὼς γὰρ ὁ μα‐ κάριος Λουκᾶς, ὡς εἰς τὴν Μίλητον τοὺς Ἐφεσίων μετεπέμψατο πρεσβυτέρους ὁ θεῖος Ἀπόστολος, λέγει καὶ τὰ πρὸς αὐτοὺς εἰρημένα. «Προσέχετε γὰρ, φησὶν, ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς | |
30 | ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.» Καὶ τοὺς αὐτοὺς καὶ πρεσβυτέρους καὶ ἐπισκόπους ὠνόμασεν. Οὕτω καὶ ἐν τῇ πρὸς τὸν μακάριον Τίτον Ἐπιστολῇ· «Διὰ τοῦτο κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ | |
35 | πόλιν πρεσβυτέριον, ὡς ἐγώ σοι διεταξάμην.» Καὶ εἰπὼν ὁποίους εἶναι χρὴ τοὺς χειροτονουμένους, ἐπ‐ ήγαγε· «Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον.» Καὶ ἐνταῦθα δὲ δῆλον τοῦτο πεποίηκε. Τοῖς γὰρ ἐπισκόποις τοὺς διακόνους συν‐ | |
40 | έζευξε, τῶν πρεσβυτέρων οὐ ποιησάμενος μνήμην· ἄλλως τε οὐδὲ οἷόν τε ἦν πολλοὺς ἐπισκόπους μίαν πόλιν ποιμαίνειν, ὡς εἶναι δῆλον ὅτι τοὺς μὲν πρε‐ σβυτέρους ἐπισκόπους ὠνόμασε· τὸν δέ γε μακά‐ ριον Ἐπαφρόδιτον ἐν αὐτῇ τῇ Ἐπιστολῇ ἀπόστολον | |
45 | αὐτῶν κέκληκεν. «Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον, καὶ συνεργὸν τῆς χρείας μου.» Σαφῶς τοίνυν ἐδί‐ δαξεν, ὡς τὴν ἐπισκοπικὴν οἰκονομίαν αὐτὸς ἐπεπί‐ στευτο ἔχων ἀποστόλου προσηγορίαν. γʹ—εʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ | |
82.560(50) | ὑμῶν, πάντοτε ἐπὶ πάσῃ μου τῇ δεήσει ὑπὲρ πάν‐ των ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν.» Διηνεκῶς ὑμῶν μεμνημένος | |
θυμηδίας ἁπάσης ἐμπίπλαμαι· ὑμνῶ δὲ καὶ τὸν τῶν | ||
82.561 | ὅλων Θεὸν, ὅτι καὶ προθύμως ἐδέξασθε τοῦ Εὐαγ‐ γελίου τὸ κήρυγμα, καὶ μέχρι καὶ τήμερον ἀσά‐ λευτοι μεμενήκατε. Κοινωνίαν δὲ τοῦ Εὐαγγελίου τὴν πίστιν ἐκάλεσε. | |
5 | ϛʹ. «Πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.» Πιστεύω δὲ, ὡς ὁ ταύτην ὑμῖν δωρησά‐ μενος τὴν ἀγαθὴν προθυμίαν, ἄσυλον διατηρήσει αὐ‐ τὴν, μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας. | |
10 | ζʹ. «Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάν‐ τας ὑμᾶς ὄντας.» Τοῦτο δὲ ὑμῖν ὀφείλω τὸ χρέος, | |
15 | ἐπειδήπερ ὑμῶν καὶ φυτουργὸς ἐγενόμην. Τούτου χάριν καὶ ἄσβεστον ὑμῶν περιφέρω τὴν μνήμην, καὶ καθειργμένος, καὶ δεδεμένος, καὶ τὴν ὑπὲρ τοῦ κη‐ ρύγματος ἀπολογίαν ποιούμενος. Βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου τὰ παθήματα προσηγόρευσεν. Οἱ γὰρ | |
20 | ἐξαπατᾷν ἐπιχειροῦντες, πρὸς τοὺς καιροὺς μετα‐ βάλλονται, καὶ μέχρι θανάτου τῷ ψεύδει συνηγορεῖν οὐκ ἀνέχονται. Ὁ δέ γε μυρίους ὑπὲρ τοῦ κηρύγμα‐ τος ὑπομένων κινδύνους, καὶ τοῖς αὐτοῖς ἐπιμένων, δῆλός ἐστιν ἀληθῆ πρεσβεύων, καὶ τὴν διδασκαλίαν | |
25 | βεβαιοῖ τοῖς παθήμασιν. Ἐπῄνεσε δὲ αὐτοὺς κομιδῇ, κοινωνοὺς καλέσας χάριτος. Χάριν δὲ κέκληκε τὰ παθήματα. Τοῦτο γὰρ καὶ ἐν τοῖς ἑξῆς διδάσκει· «Ὅτι ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. | |
30 | ηʹ. «Μάρτυς γάρ μου ἐστὶν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.» Οὐκ ἀνθρώπινον τὸ φίλτρον, ἀλλὰ πνευματικόν. Σπλάγχνα γὰρ Ἰησοῦ Χριστοῦ τὴν πνευματικὴν φιλοστοργίαν ἐκάλεσε. | |
35 | θʹ, ιʹ. «Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέ‐ ροντα.» Εὔχομαι δὲ καὶ τὴν ἀγάπην ὑμῶν ἐπίδοσιν λαμβάνειν ἀεὶ, καὶ γνώσεως ὑμᾶς ἐμφορεῖσθαι, καὶ | |
40 | διακρίσεως, ὥστε εἰδέναι τίνα μὲν καλὰ, τίνα δὲ κρείττονα, τίνα δὲ παντάπασι τὰ διαφορὰν πρὸς ἄλ‐ ληλα ἔχοντα. Καὶ ἐνταῦθα δὲ τοὺς ἀπατεῶνας ἐκεί‐ νους ᾐνίξατο, καὶ διὰ τῆς εὐχῆς τὸ πρακτέον αὐτοὺς διδάσκει, ὥστε γινώσκειν τίς μὲν ἀληθὴς διδασκαλία, | |
45 | τίς δὲ τῆς ἀληθείας ἐστερημένη. «Ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, (ιαʹ.) πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.» Τούτων γὰρ ἀπολαύοντες τῶν χαρισμάτων, ἀκραιφνῆ | |
82.561(50) | μὲν τὴν πίστιν φυλάξετε, τὸν τῆς δικαιοσύνης καρ‐ πὸν προσφέροντες τῷ Θεῷ, καὶ παρασκευάζοντες αὐ‐ τὸν παρὰ πάντων ὑμνεῖσθαι. Τοῦτο γὰρ εἶπεν, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Διηγεῖται δὲ εἰς ὠφέλειαν αὐτῶν καὶ τὰ ἐν τῇ Ῥώμῃ γεγενημένα. | |
55 | ιβʹ, ιγʹ. «Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν Εὐαγγελίου | |
ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χρι‐ | ||
82.564 | στῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοι‐ ποῖς πᾶσιν.» Ἐπειδὴ λίαν μεριμνῶντες τὸν μακά‐ ριον ἀπέστειλαν Ἐπαφρόδιτον, ψυχαγωγεῖ αὐτοὺς, διδάσκων ὡς τὰ περιτιθέντα αὐτῷ δεσμὰ πολλοῖς | |
5 | ἐγένετο πρόξενα σωτηρίας. Προκοπὴν γὰρ τοῦ Εὐαγγελίου τὸ πλῆθος τῶν πιστευόντων ἐκάλεσε. Δήλη δὲ, φησὶ, καὶ ἡ τούτων αἰτία γεγένηται πᾶσι τοῖς εἰς τὰ βασίλεια· τὰ βασίλεια γὰρ πραιτώριον προσηγόρευσεν. Εἰκὸς δὲ ὅτι καὶ οὕτως κατ’ ἐκεῖνον | |
10 | ὠνομάζετο τὸν καιρόν. Ἀρχὴν γὰρ εἶχεν ἡ Ῥωμαϊκὴ δυναστεία. ιδʹ. «Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν.» Πολλοῖς δὲ τῶν ἀδελφῶν | |
15 | καὶ θάρσος ἐκ τῶν ἐμῶν δεσμῶν ἐνεγένετο. Ὁρῶντες γάρ με σὺν ἡδονῇ τὰ δυσχερῆ φέροντα, ἀδεῶς τὸ θεῖον κηρύττουσιν Εὐαγγέλιον. ιεʹ. «Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύττουσιν.» Ἀλλ’ οὐ | |
20 | πάντων εἷς ὑπάρχει σκοπός. Οἱ μὲν γὰρ τοῦτο δρῶσιν ὡς θερμῶς περὶ τὴν εὐσέβειαν διακείμενοι· οἱ δὲ δι’ ἣν ἔχουσι περὶ ἐμὲ δυσμένειαν, αὔξειν ταύτῃ τοὺς ἐμοὺς μηχανῶνται κινδύνους. Τοῦτο γὰρ ἐν τοῖς ἑξῆς διδάσκει. | |
25 | ιϛʹ. «Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλ‐ λουσιν οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου.» Ἐπειδὴ γὰρ ἑώρων τοὺς τῇ δυσσεβείᾳ δουλεύοντας κομιδῇ δυσχεραίνοντας τοῦ Εὐαγγελίου τὸν δρόμον, καὶ τούτων τὸν θεσπέσιον Παῦλον ὑπο‐ | |
30 | λαμβάνοντες αἴτιον· τινὲς τὸν ἐκείνων θυμὸν παρα‐ θήγοντες, ἀναίδην κατὰ τὴν ἀγορὰν περιιόντες ἐκή‐ ρυττον τὸν Χριστὸν, οὐ τῆς τῶν ἀκουόντων προμη‐ θούμενοι σωτηρίας, ἀλλὰ κινδύνους τῷ Ἀποστόλῳ τυ‐ ρεύοντες. | |
35 | ιζʹ. «Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι.» Ἄλλοι δὲ, φησὶν, εἰλικρι‐ νῶς κηρύττουσι, τοῖς ἐμοῖς θαῤῥοῦντες δεσμοῖς, σα‐ φῶς ἐπιστάμενοι ὡς ὁ Δεσπότης με Θεὸς κήρυκα τοῦ Εὐαγγελίου κεχειροτόνηκε. | |
40 | ιηʹ. «Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται.» Καὶ ἄκοντες, φησὶν, οἱ τῆς ἀληθείας ἐχθροὶ τῇ ἀληθείᾳ συμπράτ‐ τουσι. Τοῦτό τινες τῶν ἀνοήτων καὶ περὶ τῶν αἱρέ‐ σεων ὑπειλήφασιν εἰρῆσθαι. Καίτοι συνιδεῖν αὐτοὺς | |
45 | ἔδει, ὡς οὐ προστακτικῶς, ἀλλ’ ἀφηγηματικῶς τοῦτο τέθεικεν ὁ θεῖος Ἀπόστολος. Οὐ γὰρ εἶπε, καταγ‐ γελλέσθω, ἀλλὰ, καταγγέλλεται· καὶ ἐκείνων μὲν κατηγόρησεν οὐχ ὡς φαῦλα διδασκόντων, ἀλλ’ ὡς καλὰ μὲν, οὐ καλῶς δέ· οὐδὲ σκοπῷ εὐσεβείας χρη‐ | |
82.564(50) | σαμένων, ἀλλ’ ἄκρας δυσμενείας. Ὅτι δὲ τῶν αἱρετι‐ κῶν ἄντικρυς κατηγορεῖ, ῥᾴδιον τῷ βουλομένῳ κατα‐ μαθεῖν. Ποτὲ μὲν γὰρ Φύγελλον καὶ Ἑρμογένην, | |
ποτὲ δὲ Ὑμέναιον στηλιτεύει, καὶ Φιλητὸν, καὶ αἱ‐ | ||
82.565 | ρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νου‐ θεσίαν παραιτεῖσθαι κελεύει. Ἀλλ’ ἡμεῖς ἐπὶ τὴν ἑρμηνείαν βαδίσωμεν. «Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. (ιθʹ, κʹ.) | |
5 | Οἶδα γὰρ ὅτι τοῦτο ἀποβήσεταί μοι εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλ‐ πίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.» Ἐγὼ δὲ, φησὶν, εὐφραίνομαι, καὶ ὑπὸ τῶν ἐναντίων μαρτυρου‐ | |
10 | μένην ὁρῶν τὴν ἀλήθειαν. Καὶ γὰρ οἱ ἐντεῦθεν φυό‐ μενοι κίνδυνοι, ἐμοὶ προξενοῦσι τὴν σωτηρίαν καὶ ὑμῶν δηλονότι ταῖς εὐχαῖς συνεργούντων, καὶ τοῦ θείου μοι Πνεύματος χορηγοῦντος τὴν χάριν. Ταύτῃ γὰρ πεποιθὼς, οἶδα ὡς κρείττων ἔσομαι τῶν δυσχε‐ | |
15 | ρῶν. Τοῦτο γὰρ λέγει, Οὐκ αἰσχυνθήσομαι. Πνεῦμα δὲ Ἰησοῦ τὴν χάριν τοῦ Πνεύματος προσηγόρευ‐ σεν, ἐπειδὴ αὐτὸς ταύτην αὐτοῖς ἐχορήγησε. Κατὰ γὰρ τὸν θεσπέσιον Ἰωάννην, «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» —«Ἀλλ’ ἐν πάσῃ | |
20 | παῤῥησίᾳ, ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χρι‐ στὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θα‐ νάτου.» Τὸ μεγαλυνθήσεται εἴρηκεν, ἀντὶ τοῦ δειχθήσεται ὅς ἐστι, δῆλον αὐτοῦ τὸ τῆς δυνάμεως γενήσεται μέγεθος. Λέγει δὲ, ὅτι Κἂν διαφύγω τοῦ | |
25 | θανάτου τὸν κίνδυνον, καὶ ὑπομείνω τὸν θάνατον, ὁμοίως τὸ δυνατὸν δειχθήσεται τοῦ Δεσπότου Χρι‐ στοῦ· ἐὰν μὲν γὰρ κρείττων γένωμαι τῶν κινδύνων, θαυμάσουσιν ἅπαντες τὸν ἐκ τοιούτων με καὶ τηλι‐ κούτων ἀρκύων ἁρπάσαντα. Εἰ δὲ καὶ ἀναιρεθείην, | |
30 | ἐκπλαγήσονται τοῦ κηρύγματος τὴν ἰσχὺν, ὅτι καὶ θανάτου καταφρονεῖν παρασκευάζει τοὺς κήρυκας. καʹ. «Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθα‐ νεῖν κέρδος.» Ὀνησιφόρα μοι ἀμφότερα, καὶ ἡ ζωὴ, καὶ ὁ θάνατος. Καὶ τὴν ζωὴν γὰρ τοῖς τοῦ Χριστοῦ | |
35 | νόμοις διακοσμῶ, καὶ τὸν θάνατον δι’ αὐτὸν αἱροῦμαι μεθ’ ἡδονῆς. κβʹ—κδʹ. «Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦ‐ | |
40 | σαι, καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.» Καὶ τῆς ζωῆς ἐπιθυμίαν ἔχω διὰ τὸ συμφέρειν ὑμῖν· καὶ τοῦ θανάτου, διὰ τὸ συνεῖναι τῷ Χριστῷ. Δύσκρι‐ τον οὖν ἔχω τὴν αἵρεσιν, ἐπειδὴ καὶ τὸ ζωῆς οἶδα | |
45 | κέρδος, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς τὴν ἄῤῥητον ἡδονήν. Θαυμάσαι δὲ ἄξιον τὸν θεῖον Ἀπόστολον, ὅτι τὴν μετὰ πόνων καὶ κινδύνων προῃρεῖτο ζωὴν τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας.» κεʹ, κϛʹ. «Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ | |
82.565(50) | καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκο‐ πὴν, καὶ χαρὰν τῆς πίστεως. Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.» Οἶδα ὡς τὸν προκεί‐ | |
μενον διαφεύξομαι κίνδυνον, ὥστε ὑμᾶς καὶ ὠφελείας | ||
82.568 | πάλιν ἐμπλησθῆναι καὶ θυμηδίας· ἅτε δὴ τοῦ πο‐ θουμένου τετυχηκότας. Καὶ τέλος ἡ πρόῤῥησις ἔλαβε· διέφυγε γὰρ τὸ πρῶτον τοῦ Νέρωνος τὸν θυμὸν, καὶ τοῦτο ἐν τοῖς πρὸς τὸν μακάριον Τιμόθεον δεδήλωκε | |
5 | γράμμασι. Λέγει δὲ οὕτως· «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μου παρέστηκε, καὶ ἐνεδυνάμωσέ με, καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. Καὶ ἡ τῶν Πράξεων δὲ ἡμᾶς | |
10 | ἐδίδαξεν ἱστορία, ὡς δύο ἔτη τὸ πρῶτον ἐν τῇ Ῥώμῃ διήγαγε καθ’ ἑαυτὸν οἰκῶν ἐν ἰδίῳ μισθώματι. Ἐκεῖθεν δὲ εἰς τὰς Σπανίας ἀπελθὼν, καὶ τὸ θεῖον κἀκείνοις προσενεγκὼν Εὐαγγέλιον, ἐπανῆλθε, καὶ τότε τὴν κεφαλὴν ἀπετμήθη. Οὕτω τὰ καθ’ ἑαυτὸν | |
15 | διηγησάμενος, εἰς παραίνεσιν μεταφέρει τὸν λόγον. κζʹ, κηʹ. «Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χρι‐ στοῦ πολιτεύεσθε, ἵνα, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ | |
20 | πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπ‐ ωλείας, ὑμῖν δὲ σωτηρίας.» Παρακαλῶ τοίνυν ὑμᾶς ἁρμόδιον τῷ Εὐαγγελίῳ βίον ἀσπάσασθαι, ἵνα κἂν | |
25 | ἀφίκωμαι πρὸς ὑμᾶς, κἂν ἑτέρωθί που διάγω, ταῖς ὑμετέραις εὐφημίαις εὐφραίνωμαι. Ποιεῖ δέ μοι ταύ‐ την τὴν εὐφροσύνην ἡ ὑμετέρα συμφωνία, καὶ ἡ ἐν τοῖς θείοις ὁμόνοια, καὶ ὁ κοινὸς ὑμῶν ὑπὲρ ἀληθείας ἀγὼν, καὶ τὸ μηδόλως ὑπὸ τῶν ἐναντίων ταράττε‐ | |
30 | σθαι. Τοῦτο γὰρ ἐκείνοις μὲν ὄλεθρον, ὑμῖν δὲ προξε‐ νεῖ σωτηρίαν. Εἰδέναι μέντοι χρὴ, ὡς οὐχ ἁπλῶς ταῦτα γέγραφεν, ἀλλὰ μαθὼν ὡς τῆς ἀρετῆς τὸ μέ‐ γεθος ὄγκον τισὶ φρονήματος ἐνειργάσατο. Οὗ δὴ χάριν τὴν περὶ ὁμονοίας αὐτοῖς καὶ συμφωνίας προσ‐ | |
35 | ήγαγε συμβουλήν. Πρὸς δὲ τοῦτο κἀκεῖνο χρὴ συν‐ ιδεῖν, ὡς οὐκ ἀορίστως αὐτοῖς τὴν οἰκείαν ὑπέσχετο παρουσίαν, ἀλλὰ διορισμόν τινα τῇ ἐπαγγελίᾳ συν‐ έζευξεν. Οὕτω γὰρ ἔφη· Ἵνα, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν. | |
40 | «Καὶ τοῦτο ἀπὸ Θεοῦ. (κθʹ, λ.) Ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί.» Δῶρα Θεοῦ κέκληκε καὶ τὸ πιστεῦσαι, καὶ τὸ | |
45 | λαμπρῶς ἀγωνίσασθαι, οὐ τὸ αὐθαίρετον τῆς γνώμης ἐκβάλλων, ἀλλὰ διδάσκων ὡς αὐτὴ καθ’ ἑαυτὴν ἡ γνώμη, γεγυμνωμένη τῆς χάριτος, οὐδὲν δύναται κατορθῶσαι τῶν ἀγαθῶν. Ἀμφοτέρων γὰρ χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς θείας ἐπικουρίας. | |
82.568(50) | Οὔτε γὰρ τοῖς τὴν προθυμίαν οὐκ ἔχουσιν ἐπαρκεῖ τοῦ Πνεύματος ἡ χάρις, οὔτ’ αὖ πάλιν ἡ προθυμία ταύτης ἐστερημένη τῆς ἀρετῆς δύναται συναθροῖσαι | |
τὸν πλοῦτον. | ||
82.569 | ΚΕΦΑΛ. Βʹ. αʹ. «Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις παραμυθία ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν | |
5 | χαράν.» Πατρικῆς φιλοστοργίας τὰ ῥήματα. Εἴ τινα γὰρ ἐμοὶ παράκλησιν, φησὶ, προσενεγκεῖν βούλεσθε, εἴ τινα ἀγάπης παραμυθίαν. καὶ ψυχαγωγίαν, διὰ τούτου παράσχετε. Λέγει δὲ καὶ ἅπερ αἰτεῖ. «Ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμ‐ | |
10 | ψυχοι, τὸ ἓν φρονοῦντες. (γʹ, δʹ.) Μηδὲν κατ’ ἐρί‐ θειαν, ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλή‐ λους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.» Διὰ πάντων αὐτοὺς τὸ μέτριον ἐξεπαίδευσε φρόνημα. | |
15 | Ὁ γὰρ τοῦτο κεκτημένος ταῖς τῆς κενῆς δόξης οὐχ ἁλίσκεται πάγαις, οὐχ ἡγεῖται ἑαυτὸν ὑπερέχειν ἑτέρου, τὸ τῆς ἔριδος οὐ προσίεται πάθος. Ἐπειδὴ τοίνυν, ὡς ἔφην, ὑπὸ τῶν τῆς ἀρετῆς κατορθωμάτων τινὲς ἐπήρθησαν εἰς φρονήματος ὄγκον, πρόσφορον | |
20 | αὐτοῖς θεραπείαν προσφέρει· εἶτα ὑποδείκνυσι καὶ τὸ μέγιστον τῆς ταπεινοφροσύνης παράδειγμα. εʹ. «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ.» Μιμήσασθε τὸν τῶν ἁπάντων Δεσπότην. | |
25 | ϛʹ, ζʹ. «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρ‐ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Θεὸς γὰρ ὢν, καὶ φύσει Θεὸς, καὶ τὴν πρὸς τὸν Πατέρα ἰσότητα ἔχων, οὐ μέγα τοῦτο ὑπέλαβε. Τοῦτο γὰρ ἴδιον τῶν | |
30 | παρ’ ἀξίαν τιμῆς τινος τετυχηκότων. Ἀλλὰ τὴν ἀξίαν κατακρύψας, τὴν ἄκραν ταπεινοφροσύνην εἵλετο, καὶ τὴν ἀνθρωπείαν ὑπέδυ μορφήν. «Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Περὶ τοῦ Θεοῦ Λόγου ταῦτά φησιν, ὅτι | |
35 | Θεὸς ὢν οὐχ ἑωρᾶτο Θεὸς, τὴν ἀνθρωπείαν περικεί‐ μενος φύσιν. Αὐτῷ γὰρ τοίνυν ἁρμόττει τὸ, ὡς ἄν‐ θρωπος. Ἡ γὰρ ἀναληφθεῖσα φύσις ἀληθῶς τοῦτο ἦν. Αὐτὸς δὲ τοῦτο μὲν οὐκ ἦν· τοῦτο δὲ περι‐ έκειτο. | |
40 | ηʹ. «Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Οὐ γὰρ ὡς δοῦλος δεσποτικὸν πεπλήρωκε πρόσταγμα, ἀλλ’ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο σωτηρίαν, καὶ ὑπήκουσεν ὡς υἱὸς, οὐχ ὡς δοῦλος. | |
45 | θʹ. «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχα‐ ρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Δῆλον καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ἡ θεία φύσις ἀνενδεὴς, καὶ ἐνανθρωπήσας, οὐ ταπεινὸς ὢν ὑψώθη, ἀλλὰ καὶ ὕψιστος ὢν ἑαυτὸν ἐταπείνωσεν. Οὐ τοίνυν ἔλαβεν | |
82.569(50) | ἃ μὴ πρότερον εἶχεν, ἀλλ’ ἔλαβεν ὡς ἄνθρωπος, ἅπερ | |
82.572 | εἶχεν ὡς Θεός. Τὸ δὲ, ὄνομα, τινὲς δόξαν ἡρμήνευ‐ σαν· ἐγὼ δὲ ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστο‐ λῆς ἑτέραν εὑρίσκω τοῦ ἀποστολικοῦ ῥητοῦ διάνοιαν. Εἰρηκὼς γὰρ, ὅτι «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλω‐ | |
5 | σύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ καὶ διαφορώτερον παρ’ αὐτοὺς κε‐ κληρονόμηκεν ὄνομα,» ἑρμηνεύει τοῦ ὀνόματος τὴν διάνοιαν, καί φησιν· «Τίνι γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; | |
10 | καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; «Καὶ ἐνταῦθα τοίνυν τοῦτο λέγει, ὅτι ἑαυτὸν ταπεινώσας, οὐ μόνον οὐκ ἀπώλεσεν ὅπερ εἶχεν ὡς Θεὸς, ἀλλὰ καὶ ὡς ἄνθρωπος τοῦτο προσ‐ έλαβεν. | |
15 | ιʹ. «Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» Ἐπουρανίους καλεῖ τὰς ἀοράτους δυνάμεις, ἐπι‐ γείους δὲ τοὺς ἔτι ζῶντας ἀνθρώπους, καὶ κατα‐ χθονίους τοὺς τεθνεῶτας. | |
20 | ιαʹ. «Καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Πᾶσα γλῶσσα, ἀντὶ τοῦ, πάντα τὰ ἔθνη. Εἰ δὲ τὸ ὁμολογεῖν Χριστὸν τὸν Κύριον τὸν Πατέρα δοξάζει, εὔδηλον ὡς οἱ κτίσμα τοῦτον καὶ δοῦλον ἀποκαλοῦν‐ | |
25 | τες ἀδοξίαν τῷ γεγεννηκότι προστρίβουσι. Πᾶσαν μέντοι αἵρεσιν διὰ τῶν ὀλίγων τούτων κατηγωνίσατο ῥημάτων ὁ θεῖος Ἀπόστολος, καὶ τοὺς τὴν θεότητα τοῦ Μονογενοῦς βλασφημοῦντας, καὶ τοὺς ἀρνουμέ‐ νους τὴν ἀνθρωπότητα, καὶ πρὸς τούτοις τοὺς τὰς | |
30 | ὑποστάσεις συγχέοντας· καὶ Σαβέλλιον μὲν, καὶ Φωτεινὸν, καὶ Μάρκελλον, καὶ τὸν Σαμοσατέα Παῦ‐ λον δυσσεβοῦντας ἐλέγχει, τῶν προσώπων ὑποδεικνὺς τὴν δυάδα. Ἔφη γὰρ, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ἐπήγαγεν, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι | |
35 | ἴσα Θεῷ. Οὐδεὶς δὲ ἴσος ἑαυτῷ λέγεται. Καὶ Ἄρειον δὲ καὶ Εὐνόμιον διὰ τούτων αὐτῶν τῶν ῥητῶν ἔδειξε βλασφημοῦντας. Οὐ γὰρ εἶπεν, Ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ’, Ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ ἐπήγαγεν· Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα | |
40 | Θεῷ. Τῶν γὰρ τὰ ἀλλότρια ἁρπαζόντων ἴδιον τὸ μέγα φρονεῖν ἐφ’ οἷς ἔχουσιν. Ὁ δὲ Θεὸς Λόγος φύσει Θεός· ἐν μορφῇ γὰρ Θεοῦ ὑπῆρχε, καὶ οὐχ ἁρπα‐ γμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· φύσει γὰρ εἶχε τὴν ἰσότητα ταύτην. Εἰ δὲ τὴν μορφὴν τοῦ Θεοῦ οὐ λέ‐ | |
45 | γουσιν οὐσίαν εἶναι Θεοῦ, ἐρωτάσθωσαν τί νοοῦσι τὴν τοῦ δούλου μορφήν. Οὐ γὰρ δήπου Μαρκίωνι, καὶ Βαλεντίνῳ, καὶ Μάνεντι παραπλησίως ἀρνοῦν‐ ται τῆς σαρκὸς τὴν ἀνάληψιν. Εἰ τοίνυν ἡ μορφὴ τοῦ δούλου οὐσία δούλου, οὐσία ἄρα τοῦ Θεοῦ καὶ | |
82.572(50) | ἡ μορφὴ τοῦ Θεοῦ. Οὕτως ἐρωτήσωμεν καὶ τοὺς τὴν φαντασίαν εἰσάγοντας· Ἡ μορφὴ τοῦ Θεοῦ οὐ‐ σία τοῦ Θεοῦ; Πάντως ὅτι συνομολογήσουσιν· οὐ γὰρ | |
ἀρνοῦνται τὸ εἶναι Θεὸν τὸν Δεσπότην Χριστόν. Συλ‐ | ||
82.573 | λογισώμεθα τοίνυν. Εἰ τοίνυν ἡ μορφὴ τοῦ Θεοῦ οὐσία Θεοῦ, οὐσία ἄρα δούλου ἡ τοῦ δούλου μορφή· καὶ εὑρεθήσονται οἱ τἀναντία φρονοῦντες, δι’ ὧν ὁμολογήσουσι βεβαιοῦντες ἅπερ ὁμολογεῖν οὐκ ἐθέ‐ | |
5 | λουσι. Πρὸς δὲ τούτοις κἀκεῖνο συνείδομεν, ὅτι τα‐ πεινοφροσύνην διδάσκων ὁ θεῖος Ἀπόστολος τέθεικε τοῦ Χριστοῦ τὸ παράδειγμα· Τῇ ταπεινοφροσύνῃ γὰρ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Εἰ δὲ οὐκ ἴσος ἦν, ἀλλ’ ἐλάττων τοῦ Πατρὸς | |
10 | ὁ Υἱὸς, οὐ ταπεινοφρονῶν ὑπήκουσεν, ἀλλὰ τάξιν ἐπλήρωσεν. Ἀλλὰ περὶ τούτων καὶ ἐν ἑτέροις πλεί‐ στους διεξήλθομεν λόγους. Ἐπὶ τὰ συνεχῆ τοίνυν τῆς ἑρμηνείας βαδίσωμεν. ιβʹ. «Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπ‐ | |
15 | ηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.» Εἰς τοῦτο, φησὶν, ἀφορῶντες τὸ παράδειγμα, πλείονα σπουδὴν παρὰ τὴν ἐμὴν ἀπουσίαν ὑπὲρ τῆς οἰκείας | |
20 | εἰσενέγκατε σωτηρίας. Τοῦτο γὰρ ὑμῶν τὸν ἀγαθὸν ἐγύμνωσε σκοπὸν, ὅτι οὐ πρὸς τὸν διδάσκαλον χάριτι, ἀλλὰ τῇ περὶ τὰ καλὰ προθυμίᾳ τὸν ἀξιέπαινον ἀνα‐ δέχεσθε πόνον. ιγʹ. «Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ | |
25 | θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Οὐκ ἐπειδὴ καὶ ἄκοντας βιάζεται, ἀλλ’ ὅτι προθυμίαν εὑρίσκων αὔξει ταύτην διὰ τῆς χάριτος. Εὐδοκίαν δὲ τὸ ἀγαθὸν τοῦ Θεοῦ προσηγόρευσε θέλημα· θέλει δὲ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν | |
30 | ἀληθείας ἐλθεῖν. ιδʹ. «Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν.» Προθύμως φέρετε τὸν ὑπὲρ τῆς ἀρετῆς πόνον, τοὺς ὑπὲρ τοῦ Εὐαγγελίου κινδύνους, μὴ δυσχεραίνοντες τὰ προσπίπτοντα λυπηρὰ, μηδὲ | |
35 | διαφόροις χρώμενοι λογισμοῖς· ἑαυτοῖς γὰρ τὸν πλοῦτον ἀθροίζετε· οὐδεὶς δὲ κέρδη συλλέγων μέ‐ γιστα ἀσχάλλει καὶ τονθορύζει. Δείκνυσι δὲ καὶ τοῦ πόνου τὸ κέρδος. ιεʹ. «Ἵνα γένησθε ἄμεμπτοι, καὶ ἀκέραιοι, τέκνα | |
40 | Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμ‐ μένης.» Οὕτω καὶ ὁ Κύριος προσέταξεν ἀκεραίους εἶναι ὡς τὰς περιστεράς. «Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ. (ιϛ.) Λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέ‐ | |
45 | ραν Χριστοῦ.» Οὐ λυμανοῦνται, φησὶν, ὑμῖν οἱ πολεμοῦντες. Δίκην γὰρ φωστήρων ἐν τῷ κόσμῳ λάμψετε, καὶ ἐμοὶ παρέξετε τὸ ἐφ’ ὑμῖν σεμνύνεσθαι ἐν τῇ τοῦ Σωτῆρος ἐπιφανείᾳ. Τὸ δὲ, Λόγον ζωῆς ἐπέχοντες, ἀντὶ τοῦ, Τῷ λόγῳ προσέχοντες τῆς | |
82.573(50) | ζωῆς. Οὕτω γὰρ καὶ Τιμοθέῳ γράφων ἔφη· «Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ,» ἀντὶ τοῦ, Πρόσεχε | |
σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Λόγον δὲ ζωῆς τὸ κήρυ‐ | ||
82.576 | γμα κέκληκεν, ἐπειδὴ τὴν αἰώνιον προξενεῖ ζωήν. «Ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.» Αὐχῶ δὲ καὶ μεγαλοφρονῶ, ὅτι οὐ μάτην τὴν ὑπὲρ ὑμῶν ἀνεδεξάμην σπουδήν. | |
5 | ιζʹ, ιηʹ. «Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγ‐ χαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.» Τὸ, ὑμῶν, ἀντὶ τοῦ, πάντων τῶν δι’ αὐτοῦ πεπιστευκότων, τέθεικεν. Ὑπὲρ γὰρ τῆς | |
10 | ὑμετέρας πίστεως καθάπερ θυσία τῷ Θεῷ προσ‐ φερόμενος εὐφραίνομαί τε καὶ ἥδομαι. Προσήκει δὲ καὶ ὑμᾶς κοινωνεῖν μοι τῆς εὐφροσύνης. Ταῦτα δὲ λέγει ψυχαγωγῶν αὐτοὺς, καὶ διδάσκων τοῦ μαρτυρίου τὸ μέγεθος, ὅτι σπονδῆς τινος καὶ θυσίας | |
15 | τάξιν ἐπέχει. ιθʹ—κβʹ. «Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνη‐ σίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ | |
20 | ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον.» Ἀληθεῖς μὲν τοῦ μακαρίου Τιμοθέου αἱ εὐφημίαι· ὁ δὲ θεῖος Ἀπόστολος ταύταις ἐχρήσατο νῦν, καὶ τὴν οἰκείαν | |
25 | περὶ αὐτοὺς ἐπιδεικνὺς διάθεσιν, ὅτι ὃν μόνον ἔχει ψυχαγωγοῦντα, τοῦτον διὰ τὴν αὐτῶν ἀπέστειλεν ὠφέλειαν· καὶ αὐτοὺς προτρέπων, ὡς ἀληθείας κήρυκα μετὰ πάσης δέξασθαι θεραπείας. κγʹ, κδʹ. «Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς | |
30 | ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξαυτῆς. Πέποιθα δὲ ἐν Κυ‐ ρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.» Οὐδὲ ἐν‐ ταῦθα τὴν οἰκείαν παρουσίαν ἀποφαντικῶς ἐπηγ‐ γείλατο, ἀλλὰ τῆς θείας αὐτὴν ἐξήρτησε προμηθείας. Δῆλος δέ ἐστι μηδέπω παντελῶς τὸν πρότερον δια‐ | |
35 | φυγὼν κίνδυνον. Τοῦτο αἰνίττεται εἰρηκώς· Ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· τουτέστιν, ἐὰν τέλεον λάβῃ λύσιν τὰ δυσχερῆ. κεʹ. «Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν | |
40 | δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς.» Πολλὰ καὶ τούτου κατορθώ‐ ματα διεξῆλθεν, οὐκ ἀδελφὸν μόνον, ἀλλὰ καὶ συν‐ εργὸν, καὶ συστρατιώτην ἀποκαλέσας. Ἀπόστο‐ λον δὲ αὐτὸν κέκληκεν αὐτῶν, ὡς τὴν ἐπιμέλειαν | |
45 | αὐτῶν ἐμπεπιστευμένον. Ὡς εἶναι δῆλον ὅτι ὑπὸ τοῦτον ἐτέλουν οἱ ἐν τῷ προοιμίῳ κληθέντες ἐπίσκο‐ ποι, τοῦ πρεσβυτέρου δηλονότι τὴν τάξιν πληροῦντες· λειτουργὸν δὲ αὐτὸν εἴρηκε τῆς χρείας, ὡς τὰ παρ’ αὐτῶν ἀποσταλέντα κομίσαντα χρήματα. Αἰνίττεται | |
82.576(50) | δὲ καὶ ὅτι ταύτην τὴν θεραπείαν ὀφείλουσι, καθάπερ οἱ λειτουργοῦντες τὰς εἰσφοράς. κϛʹ, κζʹ. «Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς | |
καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. | ||
82.577 | γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ’ ὁ Θεὸς αὐ‐ τὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ.» Ὑπὲρ τῆς γεγενημέ‐ νης ἀπολογεῖται βραδυτῆτος, καὶ τῆς ἐπισκηψάσης | |
5 | νόσου τὸ μέγεθος δείκνυσι, καὶ τὴν περὶ αὐτοὺς διά‐ θεσιν τοῦ Ἐπαφροδίτου δηλοῖ· φήσας αὐτὸν διά τε τὴν βραδυτῆτα ἠθυμηκέναι, καὶ διὰ τὴν αὐτῶν φροντίδα, ἣν ἡ νόσος εἰργάζετο. Τὸ δὲ, ἠλέησεν αὐτὸν, δηλοῖ καὶ τὴν τοῦ Ἐπαφροδίτου περὶ τοὺς | |
10 | ἀγῶνας σπουδήν. Οὐ γὰρ ἤθελε τῆς ὀδυνηρᾶς ἀπαλ‐ λαγῆναι ζωῆς, τὸ ἐκ ταύτης φυόμενον ἐπιστάμενος κέρδος. Ἐμὲ δὲ, φησὶν, ἠλέησεν, μὴ γυμνώσας με τοῦ συνεργοῦ. κηʹ—λʹ. «Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα | |
15 | ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε. Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσά‐ μενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα | |
20 | τῆς πρός με λειτουργίας.» Μέγιστον ᾐνίξατο κίνδυ‐ νον διὰ τοῦ, παραβουλευσάμενος τῇ ψυχῇ. Καθ‐ ειργόμενον γὰρ πάντως μαθὼν, καὶ ὑπὸ πλείστων φυλαττόμενον, εἰσελθὼν ἐθεάσατο, τοῦ κινδύνου κατα‐ φρονήσας. Ἐξέτισε δὲ, φησὶν, ὑπὲρ ἁπάντων ὑμῶν | |
25 | τὸ χρέος. Ὃ γὰρ πάντες ὀφείλετε μόνος πεποίηκεν. Ἐντεῦθεν εἰς τὴν κατηγορίαν τῶν τὰ περιττὰ τοῦ νόμου φυλάττειν παρεγγυώντων μεταφέρει τὸν λό‐ γον. ΚΕΦΑΛ. Γʹ. | |
30 | αʹ. «Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ.» Πάσης θυμηδίας πνευματικῆς ἐμφορεῖσθε. «Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφα‐ λές.» Οὐκ ἄλλην αὐτοῖς Ἐπιστολὴν γέγραφεν, ἀλλ’ ἐν ταύτη πολλὰς αὐτοῖς προσήνεγκεν εἰσηγήσεις. | |
35 | βʹ. «Βλέπετε τοὺς κύνας.» Ἴδιον τῶν κυνῶν ἡ ἀναίδεια. Ἐπειδὴ τοίνυν πολλάκις διελεγχθέντες οὗτοι, ὡς κακῶς τὸ κήρυγμα διαφθείροντες, ἐπέμε‐ νον τῇ μοχθηρίᾳ τῆς γνώμης, εἰκότως αὐτοὺς προσ‐ ηγόρευσε κύνας. Ἀλλὰ τοῦτο πάλαι τῶν ἐθνῶν ἦν | |
40 | τὸ ὄνομα. «Οὐκ ἔστι γὰρ, φησὶν ὁ Κύριος, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυνα‐ ρίοις.» Ἀλλὰ μετέβη μετὰ τῶν πραγμάτων καὶ τὰ ὀνόματα· καὶ τὰ μὲν ἔθνη υἱοὶ, Ἰουδαῖοι δὲ προσ‐ αγορεύονται κύνες. «Βλέπετε τοὺς κακοὺς ἐργάτας.» | |
45 | Οὐ γὰρ οἰκοδομοῦσιν, ἀλλὰ τὴν οἰκοδομίαν κατασκά‐ πτειν ἐπιχειροῦσι. «Βλέπετε τὴν κατατομήν.» Τὴν γὰρ περιτομὴν κηρύττοντες, καὶ τέμνειν πειρῶν‐ ται τῆς Ἐκκλησίας τὸ σῶμα. γʹ. «Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι | |
82.577(50) | Θεοῦ λατρεύοντες, καὶ καυχωμένοι ἐν Χριστῷ | |
82.580 | Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.» Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι.» Τοῦτο καὶ ὁ Θεὸς διὰ τοῦ Προφήτου παρηγγύησεν Ἰουδαίοις· «Περιτμή‐ | |
5 | θητε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν τὴν σκλη‐ ράν.» δʹ. «Καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.» Ἀλλὰ μηδεὶς οἰέσθω με ταῦτα λέγειν ὡς ἀπερίτμη‐ τον, καὶ διὰ τῆς περιτομῆς σεμνύνεσθαι μὴ δυνάμε‐ | |
10 | νον. «Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον.» Καλῶς τὸ δοκεῖ προστέθεικεν. Οὐ γὰρ εἰκότως πέποιθε τῇ σαρκί. Εἶτα κατὰ μέρος διέξεισι τὰ τῶν Ἰουδαίων σεμνά. εʹ. «Περιτομὴ ὀκταήμερος.» Οὐ γὰρ ὡς προσήλυ‐ | |
15 | τος τὴν περιτομὴν ἐδεξάμην. «Ἐκ γένους Ἰσ‐ ραήλ.» Οὔτε μὴν ἐκ προσηλύτων γεγέννημαι, ἀλλὰ τὸν Ἰσραὴλ αὐχῶ πρόγονον. «Φυλῆς Βενιαμίν.» Καὶ οὐδὲ τῶν ἡμιδούλων εἰμὶ, ἀλλ’ ἐκ τῆς ἐλευθερίας ἐβλάστησα, ἐκ τῆς Ῥαχὴλ τῆς ἠγαπημένης, ὑπὲρ ἧς | |
20 | ὁ πατριάρχης ἐδούλευσεν. «Ἑβραῖος ἐξ Ἑβραίων.» Εἰς αὐτὴν τὴν ῥίζαν ἀνέδραμεν. Εἶτα τὸ λοιπὸν τῆς γνώμης. «Κατὰ νόμον Φαρισαῖος.» Αὐτὴ γὰρ κρείτ‐ των ἡ αἵρεσις ἦν. ϛʹ. «Κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν.» | |
25 | Οὐ γὰρ διὰ τὴν φιλοτιμίαν, οὐδὲ διὰ δόξαν κενὴν, οὐδὲ φθόνῳ βαλλόμενος, ὡς Ἰουδαίων ἄρχοντες, ἀλλὰ τῷ ὑπὲρ τοῦ νόμου φλεγόμενος ζήλῳ, τὴν Ἐκκλη‐ σίαν ἐπόρθουν. «Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.» Ἔδειξεν οὐκ ἀκριβῆ δικαιο‐ | |
30 | σύνην τὴν νομικήν. Οὗ δὴ χάριν οὐκ ἀορίστως ἔφη, κατὰ δικαιοσύνην γενόμενος ἄμεμπτος, ἀλλὰ προσ‐ τέθεικε, τὴν ἐν νόμῳ. Οὕτω ταῦτα διεξελθὼν, δείκνυσιν ὡς οὐδαμῶς ἐπὶ τούτοις σεμνύνεται, καί φησιν· | |
35 | ζʹ. «Ἀλλ’ ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημα διὰ τὸν Χριστὸν ζημίαν.» Τῇ παραθέσει τῶν κρειττόνων ζημίαν ὠνόμασε τὰ ἐλάττονα. Περιτ‐ τὸς γὰρ ὁ λύχνος τοῦ ἡλίου φανέντος· περιττὸς ὁ παιδαγωγὸς τοῖς τὴν τελείαν τὴν σοφίαν δεξαμέ‐ | |
40 | νοις, ἄχρηστόν ἐστι τῆς τιτθῆς τὸ γάλα τοῖς μετα‐ λαχοῦσι τελείας τροφῆς. Λέγει δὲ τοῦτο σαφέστε‐ ρον. ηʹ. «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι ζημίαν εἶναι πάντα, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ | |
45 | Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.» Διὰ τὴν μείζονα γνῶσιν τὴν ἐλάττονα ζημίαν καλῶ, καὶ καταφρονῶ τῶν μειόνων διὰ τὰ κρείττονα. Οὐ γὰρ ὡς φαῦλα φεύγω, ἀλλὰ προαιροῦμαι τὰ μείζονα, | |
82.580(50) | καὶ τὸν σῖτον λαβὼν, περιττὸν ἡγοῦμαι τὸ σκύβαλον. | |
82.581 | Σκύβαλον γὰρ τὸ παχύτερον καὶ σκληρότερον ἄχυ‐ ρον ὀνομάζεται· τοῦτο δὲ φέρει τὸν σῖτον, ἀλλὰ μετὰ τὴν τοῦ σίτου συλλογὴν ἀποβάλλεται τοῦτο. Οὕτως ὁ νόμος ὑπέδειξε τὸν Χριστὸν, τούτου δὲ φα‐ | |
5 | νέντος λοιπὸν περιττός. θʹ. «Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύ‐ νην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.» Τίς δὲ αὕτη; ιʹ. «Ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν, καὶ τὴν | |
10 | δύναμιν τῆς ἀναστάσεως αὐτοῦ.» Ὥστε γνῶναι διὰ τῆς πίστεως, ὅτι τῶν ἁπάντων ἐστὶ Θεός τε καὶ ποιητὴς, καὶ τὴν ἡμετέραν ἀνέλαβε φύσιν, τὴν ἡμετέ‐ ραν πραγματευσάμενος σωτηρίαν, καὶ ἀνέστησεν ὅπερ ἔλαβε σῶμα, τὴν κοινὴν ἁπάντων ἀνθρώπων | |
15 | ἀνάστασιν μηχανώμενος· τὴν γὰρ δύναμιν τῆς ἀνα‐ στάσεως αὐτοῦ, τὸν σκοπὸν τῆς ἀναστάσεως κέκληκε. «Καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμ‐ μορφούμενος τῷ θανάτῳ αὐτοῦ. (ιαʹ.) Εἴ πως καταν‐ τήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.» Σπουδάζω | |
20 | δὲ καὶ κοινωνῆσαι αὐτῷ τῶν παθημάτων, καὶ τὸν σωτήριον αὐτοῦ μιμήσασθαι θάνατον, ἵνα μετάσχω καὶ τῆς ἀναστάσεως. ιβʹ. «Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώ‐ κω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην | |
25 | ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ.» Αὐτός με πρότερος κατα‐ λαβὼν ἐσαγήνευσεν. Ἔφευγον γὰρ αὐτὸν, καὶ λίαν ἀπεστρεφόμην· αὐτὸς δὲ κατέλαβε φεύγοντα. Διώκω τοίνυν κἀγὼ καταλαβεῖν αὐτὸν ἐφιέμενος, ἵνα μὴ διαμάρτω τῆς σωτηρίας. | |
30 | ιγʹ. «Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι.» Ταῦτα πρὸς τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς ἤδη κατορθωθεῖσι λέγει, καταστέλλων αὐτῶν τὸ φρόνημα. «Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ | |
35 | ἔμπροσθεν ἐπεκτεινόμενος, (ιδʹ.) κατὰ σκοπὸν διώ‐ κω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.» Τινὲς τὰ ὀπίσω ἐπιλανθανόμε‐ νος περὶ τῆς νομικῆς πολιτείας ἔφασαν εἰρῆσθαι· ἐγὼ δὲ οἶμαι περὶ τῶν τοῦ κηρύγματος πόνων αὐτὸν | |
40 | ταῦτα φάναι. Καὶ γὰρ εἴωθεν ἐκδρομαῖς κεχρῆσθαι, καὶ τοῖς παραινετικοῖς λόγοις δογματικοὺς ἐπιμιγνύ‐ ναι. Λέγει τοίνυν, ὅτι Τῶν μὲν προτέρων ἐπιλανθά‐ νομαι πόνων, τρέχειν δὲ εἰς τὰ πρόσω προθύμως ἐπείγομαι· εἷς δέ μοι σκοπὸς τὸ τῶν ἀποκειμένων | |
45 | ἀπολαῦσαι βραβείων· τοῦτο δέ ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία. Βραβεῖον τὸ ἆθλον ἐκάλεσεν. ιεʹ. «Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» Ταῦτα φρονεῖν ἡμᾶς περὶ τῶν προκειμένων βραβείων | |
82.581(50) | προσήκει. Εἰ δὲ καὶ μὴ ἀκριβῶς ἐπιστάμεθα ὁποῖα ταῦτά ἐστιν, ἀλλ’ οὖν εἰδέναι προσήκει ὡς δείξει ταῦτα ἡμῖν ὁ ἀγωνοθέτης Θεός. ιϛʹ. «Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν | |
κανόνι, τὸ αὐτὸ φρονεῖν.» Πάλιν περὶ τῆς συμφω‐ | ||
82.584 | νίας αὐτοῖς διαλέγεται. Κανόνα δὲ τὸ εὐαγγελικὸν ἐκάλεσε κήρυγμα· ὁ δὲ κανὼν εὐθύτητος ὅρος οὐδ‐ ενὸς προσδεόμενος. Παρεγγυᾷ τοίνυν αὐτοῖς μὴ ἀν‐ έχεσθαι τῶν τὰ νομικὰ τῷ Εὐαγγελίῳ παραμιγνύντων. | |
5 | Εἶτα οἷόν τι ἀρχέτυπον ἑαυτὸν προτίθησι. ιζʹ. «Συμμιμηταί μου γίνεσθε, ἀδελφοί.» Καὶ διδάσκων ὡς πολλοὺς ἔχει τοῦδε τοῦ σκοποῦ κοινω‐ νοὺς, ἐπήγαγε· «Καὶ σκοπεῖτε τοὺς οὕτω περι‐ πατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.» Τούτοις ἀκο‐ | |
10 | λουθεῖτε, εἰ τὴν αὐτὴν ἡμῖν διδασκαλίαν προσφέ‐ ρουσιν. ιηʹ, ιθʹ. «Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ὧν τὸ τέλος ἀπώλεια, | |
15 | ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐ‐ τῶν.» Ἐχθροὺς τοῦ σταυροῦ προσηγόρευσεν αὐτοὺς, ὡς διδάσκοντας ὅτι δίχα τῆς νομικῆς πολι‐ τείας ἀδύνατον σωτηρίας τυχεῖν. Θεὸν δὲ αὐτῶν τὴν κοιλίαν ἐκάλεσε, τῆς γαστριμαργίας κατηγο‐ | |
20 | ρῶν. Διαφερόντως γὰρ οἱ Ἰουδαῖοι πολλὴν ποιοῦνται τροφῆς ἐπιμέλειαν, καὶ δικαιοσύνης ὅρον νομίζουσι τὴν ἐν Σαββάτῳ χλιδήν· δόξαν ταῦτα ὑπολαμβάνον‐ τες ἐφ’ οἷς ἔδει αἰσχύνεσθαι. «Οἱ τὰ ἐπίγεια φρονοῦντες. (κʹ, καʹ.) Ἡμῶν | |
25 | γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δό‐ ξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν | |
30 | καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.» Ἐκεῖνοι μὲν οὖν τῇ γῇ προστετήκασιν, ἡμεῖς δὲ τὸν οὐρανὸν φαντα‐ ζόμεθα, καὶ τὴν Δεσποτικὴν προσμένομεν ἐκεῖθεν ἐπιφάνειαν. Αὐτὸς γὰρ ἡμῶν τὸ σῶμα τῆς φθορᾶς ἐλευθερώσας ἀθανασίᾳ κοσμήσει· δέδωκε δὲ ἡμῖν | |
35 | τῆς ἐλπίδος ταύτης ἐνέχυρον, τὸ οἰκεῖον ἀναστήσας σῶμα, καὶ δόξης τοῦτο πληρώσας. Τὸ δὲ, μετασχη‐ ματίσει, οὐκ ἐπὶ τῆς μεταποιήσεως τοῦ σχήματος τέθεικεν, ἀλλ’ ἐπὶ τῆς ἀπαλλαγῆς τῆς φθορᾶς. Σύμ‐ μορφον δὲ τῷ σώματι τῆς δόξης αὐτοῦ, τὸ ἡμέτε‐ | |
40 | ρον ἔφη γεγενῆσθαι σῶμα, οὐ κατὰ τὴν ποσότητα τῆς δόξης, ἀλλὰ κατὰ τὴν ποιότητα· φωτοειδὲς γὰρ ἔσται καὶ τοῦτο. Ταῦτα δὲ ποιήσει, ἅτε δὴ δύναμιν ἄῤῥητον ἔχων, καὶ ῥᾳδίως καὶ τὴν φθορὰν καὶ τὸν θάνατον καταπαύων, καὶ εἰς ἀθανασίαν τὰ ἡμέτερα | |
45 | σώματα μεταβάλλων, καὶ παρασκευάζων ἅπαντας εἰς αὐτὸν ἀποβλέπειν. ΚΕΦΑΛ. Δʹ. αʹ. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, | |
82.584(50) | ἀγαπητοί.» Μετ’ εὐφημίας πολλῆς ἡ παραίνεσις. Ἐφ’ ὑμῖν γὰρ, φησὶ, μέγα φρονῶ, ἐφ’ ὑμῖν λαμπρύ‐ | |
νομαι. | ||
82.585 | βʹ. «Εὐωδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ.» Θαυμάζει μὲν τὰς γυ‐ ναῖκας· αἰνίττεται δὲ ὡς ἔριν τινὰ πρὸς ἀλλήλας ἐχούσας. | |
5 | γʹ. «Ναὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συλλαμ‐ βάνου αὐταῖς αἵτινες ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» Μεγίστη τῶν γυναικῶν ἡ εὐφημία· κοινωνοὺς γὰρ αὐτὰς καλεῖ τῶν | |
10 | ὑπὲρ τοῦ Εὐαγγελίου κινδύνων. Τὸν δὲ σύζυγον τινὲς ἀνοήτως ὑπέλαβον γυναῖκα εἶναι τοῦ Ἀποστόλου, οὐ προσεσχηκότες τοῖς ἐν τῇ πρὸς Κορινθίους γεγραμ‐ μένοις, ὅτι τοῖς ἀγάμοις συνέταξεν ἑαυτόν· «Λέγω γὰρ, φησὶ, τοῖς ἀγάμοις, καὶ ταῖς χήραις· καλὸν | |
15 | αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.» Καὶ δῆλον μὲν ὡς, εἴτε ἄγαμος ἦν, εἴτε χῆρος, οὐκ εἶχε γυναῖκα· ἀλλὰ τὸ τῆς ἀγαμίας ἀληθέστερον· νεανίας γὰρ ὢν ἐκλήθη. Σύζυγον οὖν αὐτὸν καλεῖ, ὡς τὸν αὐτὸν ἕλ‐ κοντα τῆς εὐσεβείας ζυγόν· καὶ παρακαλεῖ ὥστε | |
20 | τῶν ἀρίστων γυναικῶν συνεργὸν γενέσθαι, καὶ τὴν συμφωνίαν βραβεῦσαι. | |
24 | δʹ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαί‐ | |
25 | ρετε.» Δῆλός ἐστι σφόδρα περὶ αὐτοὺς διακείμενος. Οὗ δὴ χάριν συχνότερον αὐτοὺς παραθαῤῥύνει καὶ ἐπαινεῖ. εʹ. «Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώ‐ ποις. Φέρετε γενναίως τῶν ἐναντίων τὰς προσβολὰς, | |
30 | μὴ ἀμύνεσθε κακῷ τὸ κακόν. «Ὁ Κύριος ἐγγύς. (ϛʹ.) Μηδὲν μεριμνᾶτε.» Ὁ κριτὴς πελάζει, λοιπὸν ἀποδώσει τῶν πόνων τὰς ἀντιδόσεις. «Ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνω‐ | |
35 | ριζέσθω πρὸς τὸν Θεόν.» Χρὴ γὰρ πρότερον μὲν ὑμνεῖν ἐπὶ πᾶσι τὸν Θεὸν εὐεργέτην, εἴτε θυμήρη, εἴτε καὶ μή· εἶθ’ οὕτως σπουδαίως τὰς ἱκετείας προσφέρειν. ζʹ. «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα | |
40 | νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ ὀνόματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» Ὡς ὑπαλλήλων ὄντων τῶν διωγμῶν, ἀναγκαίως αὐτοῖς τὴν εἰρήνην ἐπ‐ ηύξατο· οὗ δὲ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, πῶς ἡ οὐσία καταληπτή; | |
45 | ηʹ, θʹ. «Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔ‐ φημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογί‐ ζεσθε. Ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκού‐ σατε, καὶ εἴδετε ἐν ἐμοὶ, ταῦτα πράσσετε, καὶ ὁ Θεὸς | |
82.585(50) | τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.» Συντόμως δὲ παρα‐ καλῶ πάντας ὑμᾶς ἀληθείᾳ τοὺς λόγους κοσμεῖν, σεμνότητι καὶ δικαιοσύνῃ τὸν βίον λαμπρύνειν· ἐκεῖνα ποιεῖν ἅπερ ἐστὶ τῷ Θεῷ προσφιλῆ, καὶ ὑμῖν | |
τὸν ἐντεῦθεν ἔπαινον πραγματεύεται. Ταῦτα γὰρ | ||
82.588 | καὶ διὰ τῶν λόγων ὑμᾶς ἐδίδαξα, καὶ διὰ τῶν πρα‐ γμάτων ὑπέδειξα· ταῦτα δὲ ποιοῦντες συνεργὸν ἕξετε τὸν τῶν ὅλων Θεόν. Εἶτα καὶ περὶ τῶν πεμφθέντων παρ’ αὐτῶν γράφει χρημάτων. | |
5 | ιʹ. «Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρο‐ νεῖτε· ἠκαιρεῖσθε δέ.» Οἶδα ὑμῶν τὸν σκοπὸν, καὶ λίαν εὐφραίνομαι τοῦτον ἐν ὑμῖν βλέπων. Πάλαι γὰρ ἐβούλεσθε τῆς ἡμετέρας θεραπείας φροντίσαι, | |
10 | ἀλλὰ καιρὸν οὐκ ἐσχήκατε. ιαʹ—ιγʹ. «Οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπει‐ νοῦσθαι, οἶδα καὶ περισσεύειν, οἶδα καὶ ὑστερεῖ‐ σθαι. Ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτά‐ | |
15 | ζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ταῦτα δὲ λέγω οὐ διὰ τὴν ἐμὴν χρείαν· ἐγὼ γὰρ διὰ τὴν θείαν χάριν ἀεὶ διὰ τῶν ἐναντίων ὁδεύων, ἀμφο‐ τέρων πεῖραν ἔλαβον ἱκανὴν, καὶ κόρου καὶ πείνης, | |
20 | καὶ ἐνδείας καὶ εὐπορίας. Ἵνα δὲ μὴ λυπήσῃ ταῦτα γράφων, ὡς περιττοῦ πράγματος γενομένου ἐπήγαγε· ιδʹ. «Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.» Ὑμῶν γὰρ τοῦτο κέρδος· κοινωνοὶ γὰρ τῶν ἐμῶν ἐγένεσθε παθημάτων. Εἶτα καὶ ἕτε‐ | |
25 | ρος ἔπαινος. ιεʹ, ιϛʹ. «Οἴδατε καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγους δό‐ σεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Ὅτι καὶ ἐν | |
30 | Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.» Ἀξία τῶν ἀνδρῶν ἡ εὐφημία, ἐπειδὴ οὐ παρόντα μόνον ᾐδοῦντο, ἀλλὰ καὶ ἀπόν‐ τος ἐπεμελοῦντο, καὶ ἐν τῇ μητροπόλει διάγοντι, καὶ εἰς ἕτερον ἀπάραντι, τὰς χρείας ἔπεμπον φιλοτί‐ | |
35 | μως. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ διὰ τὴν σωματι‐ κὴν αὐτοὺς ἐπαινεῖν θεραπείαν, ἐπήγαγεν· ιζʹ. «Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.» Οὐ γὰρ τούτων δέομαι, ἀλλὰ τὸ ὑμέτερον κέρδος περὶ | |
40 | πολλοῦ ποιοῦμαι. Εἶτα αὔξων τὴν θεραπείαν φησίν· ιηʹ. «Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλή‐ ρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ.» Ὑμεῖς μὲν γὰρ Ἐπαφροδίτῳ δεδώκατε, Ἐπαφρόδι‐ | |
45 | τος ἐμοὶ, ὁ δὲ Θεὸς δι’ ἐμοῦ προσεδέξατο τὴν θυσίαν. Αὔξει δὲ αὐτῶν τὸν ἔπαινον ἡ προσοῦσα πενία· οὐ γὰρ εὐποροῦντες ἔπεμπον, ἀλλ’ ἐσχάτῃ πενίᾳ συν‐ εζευγμένοι. Καὶ τοῦτο ἐν τῇ δευτέρᾳ πρὸς Κοριν‐ θίους ἐδίδαξε· λέγει δὲ οὕτω· «Καὶ ἡ κατὰ βάθους | |
82.588(50) | πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς | |
ἁπλότητος αὐτῶν. | ||
82.589 | ιθʹ. «Ὁ δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.» Τὸν ἐπουράνιον αὐτοῖς ἀντιδέδωκε πλοῦτον. Σφόδρα δὲ ἁρμοδίως τὴν εὐλογίαν ἐπήγα‐ | |
5 | γεν. Εἰρηκὼς γὰρ τὰ πεμφθέντα ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν εὐάρεστον τῷ Θεῷ, αἰτεῖ αὐτοῖς παρὰ τοῦ ταῦτα κομισαμένου καὶ τὴν κατὰ τὸν παρ‐ όντα βίον χρείαν. «Πληρώσαι γὰρ, φησὶ, πᾶσαν χρείαν ὑμῶν.» Οὐδὲν δὲ ἀπεικὸς πεποίηκε καὶ ταύτην | |
10 | αὐτοῖς τὴν εὐλογίαν αἰτήσας. Καὶ γὰρ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παρεκελεύσατο λέγειν· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» ᾜτησε δὲ αὐτοῖς καὶ τὴν μέλλουσαν δόξαν τὴν ἐν Χριστῷ Ἰησοῦ. Καὶ ταῦτα δὲ κἀκεῖνα ἱκανὸς παρα‐ | |
15 | σχεῖν· ἀμέτρητον γὰρ ἔχει τὸν πλοῦτον. κʹ. «Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἐνταῦθα μὲν μόνον ὕμνησε τὸν Πατέρα, ἀλλαχοῦ δὲ μόνον ὑμνεῖ τὸν Υἱόν. «Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς κατὰ σάρκα, | |
20 | ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἀλλ’ οὔτε ἐκεῖ χωρίζει τοῦ Υἱοῦ τὸν Πατέρα, οὔτε ἐνταῦθα τοῦ Πατρὸς τὸν Υἱὸν, ἀλλὰ κοινὸν τῇ θείᾳ φύσει τὸν ὕμνον προσφέρει. καʹ. «Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ.» | |
25 | Οὐ πᾶς ὁ ἑαυτὸν ἅγιον ὀνομάζων ἅγιός ἐστιν, ἀλλ’ ὁ τῷ Κυρίῳ Ἰησοῦ πιστεύων, καὶ κατὰ τοὺς αὐτοῦ πολιτευόμενος νόμους. κβʹ. «Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα οἱ ἐκ τῆς | |
30 | Καίσαρος οἰκίας.» Ἱκανὴν αὐτοῖς παραψυχὴν προσ‐ ενήνοχε, διδάξας ὡς καὶ τῶν βασιλείων τὸ θεῖον ἐκράτησεν Εὐαγγέλιον, καὶ τοὺς τοῦ δυσσεβοῦς βα‐ σιλέως οἰκείους ἐζώγρησεν εἰς ζωήν. κγʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
35 | μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν τῷ τέλει προστέθεικε. Ταύτης καὶ ἡμεῖς τύχοιμεν, πρεσβείᾳ μὲν τοῦ ταῦτα γεγραφότος, συνεργείᾳ δὲ τοῦ Δεσπότου Χριστοῦ· μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
40 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Φιλιππησίους Ἐπιστολὴ ἐγράφη ἀπὸ | |
Ῥώμης δι’ Ἐπαφροδίτου. | ||
82.592(1t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
2t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
3t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ | |
7 | ΥΠΟΘΕΣΙΣ. Κατὰ τὸν αὐτὸν καιρὸν Ἐφεσίοις καὶ Κολασ‐ σαεῦσιν ἔγραψεν ὁ θεῖος Ἀπόστολος, τῷ θαυμασίῳ | |
10 | Τυχικῷ διακόνῳ τῶν γραμμάτων χρησάμενος. Ἔγραψε δὲ ἀπὸ τῆς Ῥώμης, ἤδη τὸν πρῶτον δια‐ φυγὼν κίνδυνον· καὶ δηλοῖ τῆς Ἐπιστολῆς τὸ προοί‐ μιον. Κοινωνὸν γὰρ τῶν γραμμάτων τὸν τρισμακά‐ ριον Τιμόθεον ἐποιήσατο· ἡνίκα δὲ τὸν πρῶτον ἔσχε, | |
15 | ἐπὶ Νέρωνος, ἀγῶνα, οὐδεὶς αὐτῷ τῶν γνωρίμων συνῆν. Καὶ τοῦτο αὐτὸς δεδήλωκεν ἐν τοῖς πρὸς Τιμό‐ θεον γράμμασιν· «Ἐν τῇ πρώτῃ μὲν ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο.» Καὶ ὅτε δὲ πρὸς αὐτὸ ἦν λοιπὸν τοῦ βίου τὸ τέρμα, οὐκ ἐν τῇ Ῥώμῃ διῆγεν | |
20 | ὁ θεῖος Τιμόθεος, ἀλλὰ μᾶλλον ἐν τῇ Ἀσίᾳ. Καὶ τοῦτο διδάσκει σαφέστερον ἡ πρὸς αὐτὸν γραφεῖσα δευτέρα Ἐπιστολή. Εἰρηκὼς γάρ· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφ‐ έστηκε·» μετ’ ὀλίγα φησί· «Σπούδασον ἐλθεῖν πρός | |
25 | με ταχέως.» Εἶτα ἐπάγει· «Τὸν φελώνην, ὃν ἀπ‐ έλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἄγαγε μετὰ σεαυτοῦ, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.» Τινὲς μέντοι φασὶ μηδέπω τοὺς Κολασσαεῖς τεθεαμένον τὸν θεῖον Ἀπόστολον γράψαι πρὸς αὐτοὺς τὴν Ἐπιστολὴν, | |
30 | καὶ τοῦτο συνιστάνειν ἐκ τῶν ῥητῶν ἐκείνων ἐπι‐ χειροῦσι· «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Ἔδει δὲ συνιδεῖν τῶν ῥητῶν τὴν διάνοιαν. Βούλεται γὰρ εἰ‐ | |
35 | πεῖν, ὅτι Οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ τῶν μὴ τεθεαμέ‐ νων με πολλὴν ἔχω φροντίδα. Εἰ γὰρ τῶν μὴ ἑωρα‐ κότων αὐτὸν μόνον τὴν μέριμναν περιέφερε, τῶν ἀπολαυσάντων αὐτοῦ τῆς θέας καὶ τῆς διδασκαλίας οὐδεμίαν ἔχει φροντίδα. Κατ’ ἐκείνην γὰρ τὴν διά‐ | |
40 | νοιαν τοῦτό ἐστι νοῆσαι· «Ἡλίκον γὰρ, φησὶν, ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Δῆλον τοίνυν, ὡς οὐ περὶ αὐτῶν τοῦτο ἔφη, ἀλλὰ | |
βεβαιῶσαι τὰ κατ’ αὐτοὺς βουληθεὶς ἐκεῖνο τέθεικεν, | ||
82.593 | ὅτι «Οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ τῶν μηδέπω τεθεαμέ‐ νων με πολλὴν ἔχω φροντίδα.» Ἐδίδαξε δὲ ἡμᾶς καὶ ὁ τρισμακάριος Λουκᾶς ἐν ταῖς Πράξεσιν, ὡς κατὰ τὸν αὐτὸν καιρὸν διῆλθε τὴν Φρυγίαν καὶ τὴν Γαλα‐ | |
5 | τικὴν χώραν. Τῆς δὲ Φρυγίας αἱ Κολασσαί· μητρό‐ πολις δὲ αὐτῆς καὶ γείτων, ἡ Λαοδίκεια. Πῶς τοίνυν οἷόν τε ἦν αὐτὸν ἀφικόμενον εἰς τὴν Φρυγίαν, τὸ θεῖον αὐταῖς μὴ προσενεγκεῖν Εὐαγγέλιον; Οὐδὲ εἴποι τις ἂν, ὡς ὑπὸ τῆς θείας ἐκωλύθησαν χάριτος τοῦτο | |
10 | πρᾶξαι. Περὶ μὲν γὰρ τῆς Ἀσίας καὶ τῆς Βιθυνίας εἶπεν ὁ μακάριος Λουκᾶς κεκωλυκέναι αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον· περὶ δέ γε τῆς Φρυγίας οὐδὲν τοι‐ οῦτον ἔφη. Ἀλλὰ τοῦτο μὲν ὡς βούλεταί τις νοείτω· οὐδὲ γὰρ δογμάτων ποιεῖ διαφορὰν τὸ οὕτως ἢ ἐκεί‐ | |
15 | νως εἰπεῖν. Ἡ δὲ ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστὶν αὕτη· Τινὲς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων ἐξηπάτησαν, καὶ παρεσκεύασαν τούτους φυλάττειν τοῦ νόμου τὰ περιττά. Γέγραφε τοίνυν ὁ θεῖος Ἀπόστολος, δι‐ δάσκων ὡς τῆς σωτηρίας ἡμῖν ὁ Δεσπότης Χριστὸς | |
20 | γεγένηται χορηγός. Δείκνυσι δὲ καὶ τὸ τῆς οἰκονο‐ μίας μυστήριον πάντα λογισμὸν ὑπερβαῖνον ἀνθρώ‐ πινον, καὶ ὅτι κοινωνοὶ τῆς τοῦ Χριστοῦ βασιλείας ἐσόμεθα, καὶ ὅτι τοῖς τελείοις αἱ νομικαὶ παρατηρή‐ σεις οὐ πρόσφοροι. | |
25 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ—γʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ | |
30 | Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἐπειδὴ τοῖς ἐξαπατή‐ σασιν ὑπαχθέντες τὴν νομικὴν ἠσπάσαντο πολιτείαν, ἀτελῆ δὲ τοῦτο πρὸς σωτηρίαν ἐδείκνυ τοῦ Κυρίου τὴν παρουσίαν, ἀναγκαίως ἑαυτοὺς ἀποστόλους Χριστοῦ προσηγόρευσε. Προστέθεικε δὲ, διὰ θελή‐ | |
35 | ματος, διδάσκων ὡς καὶ τῷ Θεῷ καὶ Πατρὶ τοῦτο συνδοκεῖ. Πάλιν μέντοι τὴν διὰ πρόθεσιν ἐπὶ τοῦ Πατρὸς τέθεικεν. «Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχό‐ | |
40 | μενοι, (δʹ.) ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.» Τελειότητα αὐτοῖς μεμαρτύρηκε πίστει καὶ ἀγάπῃ λάμπειν αὐτοὺς εἰρηκώς· ἡ γὰρ ἀγάπη πάσης ἐντο‐ λῆς πρακτικῆς περιεκτική. Σύνηθες δὲ τῷ Ἀποστόλῳ | |
45 | ταῖς εὐφημίαις προλεαίνειν τὰς ἀκοὰς, εἶθ’ οὕτω τὴν προσήκουσαν προσφέρειν διδασκαλίαν. Καὶ ἐνταῦθα τοίνυν ἔφη τὸν Θεὸν ἀνυμνεῖν ταῖς προσευχαῖς ἐπὶ τῇ πίστει αὐτῶν τῇ περὶ τὸν Δεσπότην Χριστὸν, καὶ τῇ ἀγάπῃ, ἢν εἰς πάντας τοὺς ὁμοπίστους ἐπιδεικνύ‐ | |
82.593(50) | μενοι διετέλουν. εʹ. «Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς.» Ταῦτα δὲ, φησὶ, ποιεῖτε προθύμως, τὴν εὐτρεπισμένην ὑμῖν τῶν οὐρανῶν βασιλείαν διὰ τῶν | |
τῆς πίστεως ὀφθαλμῶν θεωροῦντες. | ||
82.596 | «Ἢν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου, (ϛʹ.) τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ.» Ταύτην δὲ ὑμῖν τὸ θεῖον Εὐαγ‐ γέλιον ἀπαγγέλλεται· οὐχ ὑμῖν δὲ μόνοις, ἀλλὰ καὶ | |
5 | πᾶσιν ἀνθρώποις. Εἶτα δείκνυσι καὶ τοῦ κηρύγματος τὴν ἰσχύν· «Καὶ ἔστι καρποφορούμενον καὶ αὐξα‐ νόμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ.» Καρποφορίαν τοῦ Εὐαγγελίου κέκληκε τὴν πίστιν | |
10 | τῶν ἀκηκοότων καὶ τὴν ἐπαινουμένην πολιτείαν· αὔξησιν δὲ, τῶν πιστευόντων τὸ πλῆθος. ζʹ, ηʹ. «Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ· ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν | |
15 | ἀγάπην ἐν πνεύματι.» Πολίτης αὐτῶν ὁ ἀξιέπαινος οὗτος ἀνὴρ, ὁ Ἐπαφρᾶς φημι. Εἰς δὲ τὴν Ῥώμην παραγενόμενος, ἐδίδαξε τὸν θεῖον Ἀπόστολον, καὶ τὴν θερμὴν αὐτῶν περὶ τὸν Κύριον πίστιν, καὶ τὴν γενομένην παρά τινος ἐξαπάτην. Πολλοῖς δὲ αὐτὸν | |
20 | ἐκό[σ]μησεν ἐγκωμίοις, ἀγαπητὸν, καὶ σύνδουλον, καὶ πιστὸν τοῦ Χριστοῦ διάκονον ἀποκαλέσας, ἵνα αὐτοῖς πλείονος αἰδοῦς ἀξιώτερος γένηται. Ἔφη δὲ αὐτοὺς παρὰ τούτου μεμαθηκέναι τὸν πανταχοῦ γενόμενον τοῦ κηρύγματος δρόμον, καὶ τῶν ἐν ἑκάστῳ ἔθνει | |
25 | πεπιστευκότων πλῆθος. θʹ. «Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσα‐ μεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελή‐ ματος αὐτοῦ.» Ταῦτα δὲ περὶ ὑμῶν παρὰ τοῦ ὑμε‐ | |
30 | τέρου διδασκάλου μεμαθηκότες, ἀπαύστως τὸν Θεὸν ἱκετεύομεν τελείαν ὑμῖν παρασχεῖν τοῦ οἰκείου θελή‐ ματος τὴν ἐπίγνωσιν. Ἐνταῦθα δὲ ᾐνίξατο, ὡς ἀτελῆ ταύτην ἔχουσι ταῖς νομικαῖς ἀκολουθοῦντες παρατη‐ ρήσεσιν. | |
35 | «Ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, (ιʹ.) περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν.» Αἰτοῦμεν δὲ τῆς πνευματικῆς ὑμᾶς ἐμπλησθῆναι σοφίας, ἵνα πάντα τὰ ἀρέσκοντα τῷ Θεῷ διαπράττησθε. | |
40 | «Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, (ιαʹ.) ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς.» Ἵνα τῶν ἀγαθῶν ἔργων προσφέρητε | |
45 | τῷ Θεῷ τοὺς καρποὺς, καὶ τῆς γνώσεως αὐτοῦ τὴν ἐπίδοσιν ἐπιδείκνυσθε, καὶ τῇ θείᾳ ῥοπῇ κρατυνό‐ μενοι ἑδραῖοι μένητε, μετ’ εὐθυμίας φέροντες τῶν ἐναντίων τὰς τρικυμίας. Τὴν γὰρ ὑπομονὴν ἐπὶ τῶν ἐναντίων τέθεικε· ταύτης γὰρ χρῄζομεν ὑπὸ τῶν | |
82.596(50) | δυσσεβῶν πολεμούμενοι. ιβʹ. «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, τῷ ἱκανώ‐ σαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.» Ὑμνοῦμεν δὲ τὸν φιλάνθρωπον Δεσπότην, ὅτι ἡμᾶς ἀναξίους ὄντας κοινωνοὺς ἀπέφηνε τοῦ τῶν | |
55 | ἁγίων φωτός. Πάλιν μέντοι τῷ σχήματι τῆς εὐχαρι‐ | |
82.597 | στίας, τῆς θείας φιλανθρωπίας τὸ ἄῤῥητον, καὶ τῆς περὶ ἡμᾶς οἰκονομίας τὸ μέγεθος δείκνυσιν. ιγʹ. «Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκό‐ τους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ | |
5 | τῆς ἀγάπης αὑτοῦ.» Ἐξουσίαν σκότους, τοῦ δια‐ βόλου τὴν δυναστείαν ἐκάλεσεν. Υἱὸν δὲ ἀγάπης τὸν Δεσπότην Χριστὸν προσηγόρευσε· διδάσκων ὅτι οὐχ ὡς κτίσμα καὶ δοῦλος, ἀλλ’ ὡς Υἱὸς ἀγαπᾶται. Οὐ γὰρ ἀγάπης Υἱὸς, ἀλλ’ ἀγαπητὸς Υἱὸς, τουτέστι | |
10 | γνήσιος· οὕτω γὰρ καὶ Ἰσαὰκ ὠνομάζετο. «Λάβε γὰρ, ἔφη, τὸν υἱόν σου τὸν ἀγαπητὸν,» ἀντὶ τοῦ γνήσιον, τὸν τῶν ἄλλων σοι τιμιώτατον. Τοῦ σκότους τοίνυν, φησὶν, ἡμᾶς ἐλευθερώσας, τῆς τοῦ Υἱοῦ βα‐ σιλείας ἠξίωσε. Τοῦτο καὶ ἐν τῇ πρὸς Τιμόθεον ἔφη· | |
15 | «Εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν.» ιδʹ. «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵ‐ ματος, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.» Οὐ γὰρ ὁ νόμος, ἀλλ’ ὁ Δεσπότης Χριστὸς, ὁ τοῦ νόμου νομοθέτης, ταύτην ἡμῖν διὰ τοῦ σωτηρίου βαπτίσματος ἐδωρή‐ | |
20 | σατο. Ταῦτα εἰρηκὼς, καὶ θεολογίας ἅπτεται, καὶ δείκνυσιν αὐτὸν τῶν ἁπάντων δημιουργόν. ιεʹ. «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Ἐναργεῖς γὰρ φέρει τοῦ γεγεννηκότος τοὺς χαρα‐ κτῆρας. Τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν Φί‐ | |
25 | λιππον εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε καὶ τὸν Πατέρα.» Καὶ Ἀδὰμ δὲ ἐγέννησε κατὰ τὴν εἰκόνα αὑτοῦ, τουτέστι κατὰ πάντα αὐτῷ ἐοικότα. Ἔστι τοίνυν εἰκὼν δηλοῦσα τὸ ὁμοούσιον. Αἱ μὲν γὰρ ἄψυ‐ χοι εἰκόνες οὐκ ἔχουσι τὴν οὐσίαν τούτων ὧνπερ εἰ‐ | |
30 | κόνες εἰσίν· ἡ δὲ ζῶσα εἰκὼν, καὶ τὸ ἀπαράλλακτον ἔχουσα, τὴν αὐτὴν ἔχει φύσιν τῷ ἀρχετύπῳ. «Πρω‐ τότοκος πάσης κτίσεως.» Εἰ μονογενὴς, πῶς πρω‐ τότοκος; εἰ πρωτότοκος, πῶς μονογενής; Ἀλλὰ μὴν μονογενὴς ἐν τοῖς θείοις Εὐαγγελίοις ὠνόμασται. | |
35 | Πρωτότοκος τοίνυν ἐστὶ τῆς κτίσεως, οὐχ ὡς ἀδελφὴν ἔχων τὴν κτίσιν ἀλλ’ ὡς πρὸ πάσης κτίσεως γεννη‐ θείς. Πῶς γὰρ οἷόν τε καὶ ἀδελφὸν εἶναι τῆς κτίσεως καὶ δημιουργόν; Εἰ γὰρ, κατὰ τὸν τῶν αἱρετικῶν λόγον, κτίσμα ἐστὶν, ἀδελφὴν ἔχει τὴν κτίσιν. Οὐχ | |
40 | οἷόν τε δὲ κατὰ ταυτὸν ταύτης αὐτὸν καὶ ἀδελφὸν εἶναι καὶ δημιουργόν· δημιουργὸν δὲ αὐτὸν ἡ θεία καλεῖ Γραφή· εἰ δὲ δημιουργὸς, οὐκ ἄρα καὶ ἀδελφός· εἰ δὲ οὐκ ἀδελφὸς, οὐ κτίσμα. Ἄλλως τε οὐδὲ πρω‐ τόκτιστον αὐτὸν εἶπεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ πρω‐ | |
45 | τότοκον, τουτέστι, πρῶτον. Οὕτω καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ ἀνέστη. Οὕτω καὶ Ἐκ‐ κλησίαν πρωτοτόκων τὸν τῶν ἁγίων σύλλογον ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν· οὐκ ἐπειδὴ φύσει πάντες ἔλυσαν πρῶτοι τὰς τῶν μητέρων ὠδῖνας, ἀλλ’ ἐπειδὴ | |
82.597(50) | πλείων τις ἀφώριστο τοῖς πρωτοτόκοις κατὰ τὸν νό‐ | |
82.600 | μον τιμὴ, τὸ τίμιον αὐτῶν διὰ τῆσδε τῆς προσηγο‐ ρίας δεδήλωκεν. Ὅτι δὲ ὁ Μονογενὴς οὐ τῆς κτίσεως ἀδελφὸς, ἀλλὰ τῆς κτίσεως ὑπάρχει ποιητὴς, καὶ τὰ ἑξῆς διδάσκει· | |
5 | ιϛʹ. «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Ποῖα; «Τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα.» Καὶ ἐπειδή ἐστι καὶ ἐν οὐρανοῖς ὁρατὰ, ὡς ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες, διδάσκει σαφέστερον τίνα καλεῖ οὐράνια, εἴτε ὁρατὰ, | |
10 | εἴτε ἀόρατα. Εἶτα ὡς τῶν ὁρατῶν δήλων ἅπασιν ὄντων, καὶ παρὰ τοῦ θειοτάτου Μωσέως πάντων με‐ μαθηκότων, ὅτι τούτων ἐστὶ ποιητὴς ὁ Θεὸς, ταῦτα καταλιπὼν, τὸν τῶν ἀοράτων κατάλογον διεξέρχεται. «Εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε | |
15 | Ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτι‐ σται.» Θρόνους ἡγοῦμαι τὰ Χερουβὶμ αὐτὸν λέγειν· τούτοις γὰρ εἶδε τὸν θεῖον ἐπικείμενον θρόνον ὁ προ‐ φήτης Ἰεζεκιήλ· Κυριότητας δὲ, καὶ Ἀρχὰς, καὶ Ἐξουσίας, τοὺς τῶν ἐθνῶν πεπιστευμένους τὴν ἐπι‐ | |
20 | μέλειαν. Καὶ γὰρ Μιχαὴλ ἦρχε τῶν Ἰουδαίων, καὶ ὁ μακάριος Δανιὴλ ἄρχοντα λέγει Περσῶν, καὶ ἄρχοντα Ἑλλήνων. Τὸ δὲ, Πάντα δι’ αὐτοῦ ἔκτισται, τὴν πρώτην δημιουργίαν δηλοῖ. Τὸ δὲ, εἰς αὐτὸν, τὴν διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενομένην ἐνέργειαν. «Εἴ | |
25 | τις γὰρ ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις.» Καὶ πάλιν· «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ.» Καὶ ὁ Προφήτης· «Ἔσται ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινή.» Καί· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέ‐ γονε τὰ πάντα καινά.» Ἐν ἐλπίσι δὲ ἔχομεν τὴν | |
30 | τούτων μεταβολήν. «Καὶ αὐτὴ γὰρ ἡ κτίσις ἐλευθε‐ ρωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Ὅτι δὲ ἐνταῦθα τὸ πρωτότοκος ὄνομα τὸ πρῶτον δηλοῖ, τὰ ἑξῆς ἡμᾶς διδάσκει· | |
35 | ιζʹ. «Καὶ αὐτός ἐστι πρὸ πάντων.» Οὐκ εἶπεν, Αὐτὸς ἐγένετο πρὸ πάντων, ἀλλ’, Αὐτός ἐστι πρὸ πάντων. «Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Οὐ γὰρ μόνον ἐστὶν ἁπάντων δημιουργὸς, ἀλλὰ καὶ προ‐ μηθεῖται ὧν ἐποίησε, καὶ κυβερνᾷ τὴν κτίσιν, καὶ | |
40 | διὰ τὴν αὐτοῦ σοφίαν καὶ δύναμιν ἕστηκε. ιηʹ. «Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας.» Ἀπὸ τῆς θεολογίας εἰς τὴν οἰκονομίαν μετέβη. Κεφαλὴ γὰρ ἡμῶν κατὰ τὸ ἀνθρώπινον· ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι· οὕτω καὶ αὐτὸς | |
45 | ἡμῖν ὡς ἄνθρωπος ὁμοούσιος. «Ὅς ἐστιν ἀρχή.» Ἀντὶ τοῦ, πρῶτος ἐκ νεκρῶν ἐγήγερται. Τοῦτο γὰρ | |
ἐπάγει· «Πρωτότοκος ἐκ τῶν νεκρῶν.» Πρῶτος | ||
82.601 | γὰρ τὰς ὠδῖνας ἔλυσε τοῦ θανάτου. Αἰνίττεται δὲ ὁ λόγος καὶ τὴν πάντων ἡμῶν ἀνάστασιν. «Ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Καὶ γὰρ ὡς Θεὸς, πρὸ πάντων ἐστὶ, καὶ σὺν τῷ Πατρί ἐστι· καὶ ὡς ἄν‐ | |
5 | θρωπος, πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ τοῦ σώμα‐ τος κεφαλή. ιθʹ. «Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι.» Πλήρωμα τὴν Ἐκκλησίαν ἐν τῇ πρὸς Ἐφεσίους ἐκάλεσεν, ὡς τῶν θείων χαρισμάτων πε‐ | |
10 | πληρωμένων. Ταύτην ἔφη εὐδοκῆσαι τὸν Θεὸν ἐν τῷ Χριστῷ κατοικῆσαι, τουτέστιν αὐτῷ συνῆφθαι, ὑπὸ τὴν αὐτοῦ σκέπην εἶναι, τοῖς αὐτοῦ νόμοις ἀκολου‐ θεῖν. κʹ. «Καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς | |
15 | αὐτόν.» Λέγει δὲ καὶ τῆς καταλλαγῆς τὸν τρόπον. «Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ δι’ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐ‐ ρανοῖς.» Αὐτὸς ἐπραγματεύσατο τὰς ἡμετέρας κατ‐ αλλαγὰς, τὸ σωτήριον ὑπομείνας πάθος, καὶ τὸ αἷμα | |
20 | ἐκχέας, καὶ τὴν ὑπὲρ ἡμῶν θυσίαν προσενεγκὼν, καὶ συνῆψε τοῖς ἐπιγείοις τὰ ἐπουράνια. Ἀπεστρέφοντο γὰρ ἡμᾶς καὶ τῶν ἀγγέλων οἱ δῆμοι, διὰ τὴν πολλὴν πονηρίαν. Τούτου χάριν καὶ τεχθέντος χορὸν συστη‐ σάμενοι τῷ Θεῷ τὸν ὕμνον προσέφερον, λέγοντες· | |
25 | «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀν‐ θρώποις εὐδοκία.» Οὕτω τὰ κοινῇ πᾶσιν παρασχε‐ θέντα διηγησάμενος ἀγαθὰ, πρὸς αὐτοὺς μεταφέρει τὸν λόγον, καί φησι· καʹ, κβʹ. «Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους, | |
30 | καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου παραστῆσαι ὑμᾶς ἁγίους, καὶ ἀμώμους, καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.» Ἀπὸ τῶν ὑμετέρων σκοπήσατε τὰ κοινά. Καὶ γὰρ ὑμεῖς | |
35 | πονηρίᾳ καὶ δυσσεβείᾳ συζῶντες, καὶ τοῦ τῆς θεο‐ γνωσίας φωτὸς πάμπαν ἐστερημένοι, προσῳκειώθητε τῷ Θεῷ, οὐ τοῦ νόμου τοῦτο ὑμῖν δωρησαμένου τὸ δῶρον, ἀλλὰ τοῦ Δεσπότου Χριστοῦ τὸ ὑμέτερον ἀπο‐ δεδωκότος χρέος, καὶ παραδεδωκότος τῷ θανάτῳ τὸ | |
40 | σῶμα· ὥστε ὑμᾶς ἀξιωθέντας τῆς κλήσεως ἁγίους καὶ μώμου παντὸς ἐλευθέρους ἀποφανθῆναι. Εἶτα καὶ αἰνίττεται τὴν γενομένην παρατροπὴν, καὶ δε‐ δίττεται. κγʹ. «Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι, | |
45 | καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε.» Ἔσεσθε δὲ ἅγιοι, καὶ ἄμωμοι, καὶ ἀνέγκλητοι ἐπιμένοντες οἷς ἐξ ἀρχῆς ἐδιδάχθητε, καὶ τὴν προσενεχθεῖσαν ὑμῖν διδασκα‐ λίαν βεβαίαν φυλάττοντες. Ἐλπίδα δὲ τοῦ Εὐαγγε‐ | |
82.601(50) | λίου τὴν ἀνάστασιν καλεῖ, καὶ τὴν ζωὴν τὴν ἀθά‐ νατον, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν. Εἶτα διδάσκει ὡς οὐκ αὐτοῖς μόνοις, ἀλλὰ πᾶσι προσηνέχθη τὸ κή‐ ρυγμα τοῖς ἀνθρώποις. «Τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, οὗ ἐγενόμην ἐγὼ Παῦ‐ | |
55 | λος διάκονος.» Αὐτὸς γὰρ τῶν ἐθνῶν ἐπιστεύθη τὴν γεωργίαν. Τοῦτο δὲ οὐκ ἂν εἶπεν, εἴπερ αὐτοὺς ἀλη‐ | |
θῶς οὐκ ἐθεάσατο πώποτε. Εἰ γὰρ τῶν ἐθνῶν, φησὶ, | ||
82.604 | κεχειροτόνησαι κῆρυξ, τί δήποτε ἡμῶν κατεφρόνησας, καὶ τὴν εὐαγγελικὴν ἡμῖν διδασκαλίαν οὐ προσενή‐ νοχας; Καὶ τὰ ἐπαγόμενα δὲ τῆς αὐτῆς ἔχεται δια‐ νοίας. | |
5 | κδʹ. «Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν.» Πῶς γὰρ εἶχε λόγον, τὸν μὴ τεθεαμένον αὐτοὺς, μηδὲ τὴν πνευματικὴν διδασκαλίαν προσενεγκόντα, διαῤῥήδην λέγειν ὡς ὑπὲρ αὐτῶν τοὺς διαφόρους ὑπομένει κινδύνους; «Καὶ ἀνταναπληρῶ τὰ ὑστερή‐ | |
10 | ματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία.» Καὶ ὁ Δεσπότης Χριστὸς τὸν ὑπὲρ τῆς Ἐκκλησίας κατεδέξατο θάνατον, καὶ τοῦ σταυροῦ τὴν ἀτιμίαν, καὶ τὰς ἐπὶ κόῤῥης πληγὰς, καὶ τὰς κατὰ τοῦ νώτου | |
15 | μάστιγας, καὶ τὰ ἄλλα ὅσα ὑπέμεινε· καὶ ὁ θεῖος Ἀπόστολος ὡσαύτως ὑπὲρ αὐτῆς ὑπέστη τὰ ποικίλα παθήματα, καὶ μεθ’ ἡδονῆς ὑπέστη. Χαίρω γὰρ, φησὶν, ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν. ᾜδει γὰρ τὴν πραγματευομένην ἐντεῦθεν ζωήν. Ἀνταναπληροῦν | |
20 | δὲ ἔφη τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ὡς τὸ λειπόμενον πληρῶν, καὶ τῶν ὑπὲρ τούτου παθημάτων ἀνεχόμενος. Ἐλείπετο δὲ τὸ κηρύξαι τοῖς ἔθνεσι, καὶ δεῖξαι τῆς σωτηρίας τὸν μεγαλό‐ δωρον χορηγόν. | |
25 | κεʹ. «Ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκο‐ νομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πλη‐ ρῶσαι τὸν λόγον τοῦ Θεοῦ.» Τῆς Ἐκκλησίας ἐν‐ επιστεύθην τὴν σωτηρίαν, καὶ τὴν τοῦ κηρύγματος ἐνεχειρίσθην διακονίαν, ὥστε πάντας ὑμᾶς τῆς | |
30 | θείας ἐμπλῆσαι διδασκαλίας. Τὸ γὰρ, ὑμᾶς, οὐκ αὐτοὺς λέγει μόνους, ἀλλὰ τοὺς κατὰ τὴν οἰκουμένην πιστούς. Δῆλον τοίνυν κἀντεῦθεν, ὡς θεασάμενος αὐτοὺς ἔγραψε τὴν Ἐπιστολήν· εἰ γὰρ καὶ αὐτοὺς ἐνεχειρίσθη, οὐκ ἂν αὐτοὺς παρέδραμεν, εἰς τὴν | |
35 | Φρυγίαν παραγενόμενος, καὶ μετὰ τοῦτο Λαοδικέας τοὺς τοῦ ἔθνους ἄρχοντας. Διδάσκει δὲ καὶ τίς ὁ τῆς οἰκονομίας τρόπος. κϛʹ, κζʹ. «Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη | |
40 | τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι.» Μυστήριον ἐκάλεσε τῆς οἰκονομίας τὸ κήρυγμα, ὡς παρὰ πάντων ἀγνοούμενον πάλαι, μόνῳ δὲ τῷ Θεῷ γινωσκόμενον. Τοῦτο δὲ, φησὶν, ὃ ἐν ταῖς προτέραις ἀπεκρύπτετο γενεαῖς, νῦν ἐφανέρωσεν οἷς ἠβουλήθη | |
45 | ἁγίοις, τουτέστι τοῖς ἀποστόλοις, καὶ τοῖς διὰ τούτων πεπιστευκόσι, Δείκνυσι δὲ διὰ τούτων τοῦ Εὐαγγελίου τὴν ἀρχαιότητα, καὶ ὅτι πρὸ τοῦ νόμου, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ταύτην ὁ τῶν ὅλων Θεὸς τὴν οἰκονομίαν προώρισεν. Ἐγνώρισε δὲ ἡμῖν, φησὶ, | |
82.604(50) | τοῖς ἁγίοις, «Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστη‐ ρίου τούτου ἐν τοῖς ἔθνεσιν.» Ὅτι τὰ ἔθνη ἐν σκότῳ καθήμενα, τὸν τῆς θεογνωσίας ἐδέξατο πλοῦτον, καὶ τῷ Χριστῷ κοινωνήσει τῆς δόξης. Πλοῦτον γὰρ δόξης τὴν φιλοτιμίαν τῆς δόξης ἐκάλεσε. Τοῦτο δὲ | |
55 | καὶ τὰ ἐπαγόμενα δηλοῖ· | |
82.605 | «Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· (κηʹ.) «Ὃν ἡμεῖς καταγγέλλομεν.» Οὐ γὰρ αἱ τῶν ἡμερῶν καὶ τῶν βρωμάτων παρατηρήσεις, ἀλλ’ ὁ Δεσπότης Χριστὸς ἐκείνης ὑμᾶς ἀξιώσει τῆς δόξης. | |
5 | Ἐλπίδα γὰρ δόξης τὴν προσδοκωμένην ἐκάλεσε δόξαν. «Νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. (κθʹ.) Εἰς | |
10 | ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐ‐ τοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.» Πάντα δὲ πόνον ἀσπαστῶς ἀναδέχομαι ὑπὸ τῆς θείας βοη‐ θούμενος χάριτος, ὥστε πάντας ἀνθρώπους διὰ τῆς τοῦ κηρύγματος διδασκαλίας ἀποφῆναι τελείους. | |
15 | Τελειότητα δὲ, οὐχ ὁ νόμος, ἀλλ’ ἡ τοῦ κηρύγματος σοφία χαρίζεται. Εἶτα καὶ ἣν ἔχει περὶ αὐτοὺς φι‐ λοστοργίαν γυμνοῖ. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω | |
20 | περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.» Πεπεῖσθαι γὰρ ὑμᾶς βούλομαι, ὡς πολλὴν περιφέρω φροντίδα, καὶ ὑπὲρ ὑμῶν, καὶ ὑπὲρ Λαοδικέων, καὶ οὐ μόνον ὑπὲρ ὑμῶν καὶ ὑπὲρ Λαοδικέων, ἀλλὰ καὶ ὑπὲρ πάν‐ | |
25 | των τῶν μηδέπω με τεθεαμένων. Ὅτι δὲ ταῦτα κατὰ ταύτην αὐτῷ τὴν διάνοιαν εἴρηται, καὶ τὰ ἐπαγό‐ μενα δηλοῖ· βʹ. «Ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν.» Οὐκ εἶπεν, Ὑμῶν, ἀλλ’, Αὐτῶν· τουτέστι, τῶν μηδέπω | |
30 | τεθεαμένων. Τίς δὲ τῆς παρακλήσεως ὁ τρόπος; «Συμβιβασθέντων ἐν ἀγάπῃ.» Ἵνα τὴν κατὰ Χρι‐ στὸν φυλάξωσι συμφωνίαν. «Καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως.» Καὶ μετὰ πάσης πληροφορίας τὸν τοῦ κηρύγματος καταδέξωνται | |
35 | πλοῦτον. «Εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Πα‐ τρὸς, καὶ τοῦ Χριστοῦ· (γʹ.) ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.» Ἔδειξε κοινὸν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ τῆς οἰκο‐ | |
40 | νομίας μυστήριον· ἐν δὲ τῷ Χριστῷ ἔφη πάντας εἶναι τῆς σοφίας καὶ τῆς γνώσεως τοὺς θησαυροὺς ἀποκρύφους· ἐπειδὴ δι’ αὐτοῦ κατὰ τὸν μέλλοντα βίον ἀποκαλύπτεται πᾶσιν ἀνθρώποις ὁ τῆς οἰκονο‐ μίας σκοπός. Ταῦτα μέντοι ἅπαντα εἴρηκε, τὴν ἐπι‐ | |
45 | σκήψασαν ἰατρεύων νόσον, καὶ διδάσκων ὡς οὐχ αἱ νομικαὶ παρατηρήσεις, ἀλλ’ ἡ εἰς τὸν Κύριον πίστις προξενεῖ τὴν ἀληθῆ σωτηρίαν. Τοῦτο γὰρ ἐπήγαγε· δʹ. «Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογί‐ ζηται ἐν πιθανολογίᾳ.» Τούτοις δὲ ἐχρησάμην τοῖς | |
82.605(50) | λόγοις, παρακαλῶν ὑμᾶς, τοῖς ἀπατηλοῖς μὴ ὑπάγε‐ σθαι λόγοις. εʹ. «Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύ‐ ματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως | |
55 | ὑμῶν.» Πάλιν ἀναμίγνυσι τῇ διδασκαλίᾳ τὰς εὐφη‐ | |
μίας, καταθέλγων τὴν ἀκοὴν, καὶ τῇ παραινέσει | ||
82.608 | προκατασκευάζων τὴν εἴσοδον. Καὶ διὰ τούτων δὲ πάλιν δεδήλωκεν, ὡς θεασάμενος αὐτοὺς ἔγραψε τὴν Ἐπιστολήν. Ὥσπερ γὰρ ἐνταῦθα ἔφη· Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι· | |
5 | οὕτως καὶ Κορινθίοις ἐπέστειλεν· «Ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.» ϛʹ, ζʹ. «Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε. Ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ | |
10 | πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.» Ἀκήρατον ἣν παρελάβετε διδασκαλίαν φυλάξατε, καὶ ταῖς εὐαγγελικαῖς ἀκολουθεῖτε νομο‐ θεσίαις, βεβαίαν ἐπιδεικνύμενοι πίστιν· τοῦτο γὰρ λέγει, ἐῤῥιζωμένοι· καὶ τῆς ἀρετῆς προστιθέντες | |
15 | τὴν κτῆσιν· τοῦτο γὰρ δηλοῖ τὸ, ἐποικοδομούμενοι. Τὸ δὲ, περισσεύοντες ἐν τῇ πίστει, ἀντὶ τοῦ, Τε‐ λείαν αὐτὴν ἔχετε, μηδὲν αὐτῇ ἐλλειπέτω, ἀλλὰ καὶ ἀναβλυζέτω, καὶ περιττευέτω ἐν ὑμῖν· ὥστε ὑμᾶς διὰ πάντα τὸν εὐεργέτην ὑμνεῖν. Τοῦτο γὰρ | |
20 | λέγει, ἐν εὐχαριστίᾳ. ηʹ. «Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.» Ἣν ἄνω πιθανολο‐ | |
25 | γίαν, ἐνταῦθα φιλοσοφίαν ἐκάλεσε· κενὴν δὲ ἀπάτην, τὴν ματαίαν ἔφη καὶ βλαβερὰν παράδοσιν τῶν ἀνθρώπων, οὐκ αὐτὸν τὸν νόμον, ἀλλὰ τὴν ἄκαιρον αὐτοῦ φυλακήν· στοιχεῖα δὲ τοῦ κόσμου, τὴν τῶν ἡμερῶν παρατήρησιν· ἀπὸ γὰρ ἡλίου καὶ | |
30 | σελήνης ἡμέραι καὶ νύκτες. Παρεγγυᾷ τοίνυν αὐ‐ τοὺς ἐγρηγορέναι καὶ νήφειν, καὶ τοὺς ἀποσυλᾷν τὴν πίστιν ἐπιχειροῦντας παντελῶς ἀποστρέφεσθαι, ὡς τοῦ μὲν Χριστοῦ χωρίζοντας, ταῖς δὲ ἀκερδέσι τοῦ νόμου παραφυλακαῖς προσδεσμοῦντας. | |
35 | θʹ. «Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.» Τινὲς τῶν διδασκάλων ἐνταῦθα Χριστὸν τὴν Ἐκκλησίαν ἔφησαν ὠνομᾶσθαι, καὶ ἐν αὐτῇ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος. Οὐκ οἶδα δὲ, εἰ καὶ σωματικῶς ἁρμόττει τῇ τοιαύτῃ | |
40 | τοῦ νοήματος θεωρίᾳ. Ἡγοῦμαι τοίνυν, ἐπειδὴ κεφαλὴν τῆς Ἐκκλησίας ὠνόμασε τὸν Χριστὸν, δῆλον δὲ ὅτι κατὰ τὸ ἀνθρώπειον ἡμῶν ἐστι κεφαλὴ, ὡς καὶ περὶ ἀνθρώπου καὶ ταῦτα εἰρῆσθαι, πᾶσαν ἐν αὑτῷ φέροντος τὴν θεότητα. Καὶ γὰρ δηλῶσαι θέλων | |
45 | ὁ θεῖος Ἀπόστολος τοῦ νόμου καὶ τῆς χάριτος τὸ διάφορον, τῇ τῶν στοιχείων πτωχείᾳ παρατέθεικε τὸν Χριστόν· καὶ δεῖξαι τὴν ὑπερβολὴν ἐκ παραλλή‐ λου βουλόμενος, προστέθεικεν· Ὅτι ἐν αὐτῷ κατοι‐ κεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, | |
82.608(50) | τουτέστιν, ὡς ἐν ἰδίῳ σώματι. Οὐ γὰρ μερικήν τινα χάριν, φησὶ, Μωσῇ παραπλησίως ἐδέξατο. Θεὸς γάρ | |
ἐστιν ἄνθρωπος, καὶ τὸ ὁρώμενον τοῦτο πᾶσαν ἔχει | ||
82.609 | ἡνωμένην τοῦ Μονογενοῦς τὴν θεότητα. Ταύτῃ δὲ τῇ διανοίᾳ καὶ τὰ ἑξῆς συμφωνεῖ· ιʹ. «Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι.» Τῆς γὰρ παρ’ αὐτοῦ χάριτος ἀπηλαύσατε, καὶ τὰς ἐκεῖθεν | |
5 | φερομένας ἀκτῖνας ἐδέξασθε. «Ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐ περὶ τῆς Ἐκκλησίας ἐκεῖνα εἴρηκεν, ἀλλὰ περὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ, ὃς ἡμῶν μέν ἐστι κατὰ τὸ ἀνθρώπειον κεφαλὴ, ἀγγέλων δὲ καὶ ἀρχαγ‐ | |
10 | γέλων κατὰ τὴν θείαν φύσιν δεσπόζει. Ἐνταῦθα γὰρ τὸ, κεφαλὴ, ἀντὶ τοῦ, ἀρχὴ, τέθεικε. Καὶ τὰ ἑξῆς δείκνυσιν, ὡς οὐ τὴν Ἐκκλησίαν ἄνω Χριστὸν ἐκάλεσεν. ιαʹ. «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειρο‐ | |
15 | ποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρ‐ τιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.» Ἐπειδὴ γὰρ ὑπαχθέντες τὴν νομικὴν πολιτείαν ἠσπάσαντο, διδάσκει πάλιν τῆς περιτομῆς τὴν διαφο‐ ράν. Οὐ γάρ ἐστι, φησὶ, σαρκικὴ, ἀλλὰ πνευματικὴ, | |
20 | οὐδὲ χειροποίητος, ἀλλὰ θεία, οὐδὲ σμικροῦ σώματος ἀφαίρεσις, ἀλλὰ πάσης ἀπαλλαγὴ τῆς φθορᾶς. Τούτων δὲ αἴτιος οὐχ ὁ νόμος, ἀλλ’ ὁ Δεσπότης Χριστὸς, ὁ τοῦ νόμου νομοθέτης. Τοῦτο γὰρ εἶπεν, ἐν ᾧ καὶ περι‐ ετμήθητε· καὶ πάλιν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. | |
25 | Ἀπέκδυσιν δὲ τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, τὸ σωτήριον ἐκάλεσε βάπτισμα· ἐν ἐκείνῳ γὰρ ἀποδυόμεθα τὸν ἐῤῥυπωμένον τῆς ἁμαρτίας χιτῶνα. Τύπος δὲ τῶν μελλόντων, τὸ πανάγιον βάπτισμα. Ἐν δὲ τῷ μελλόντι βίῳ, ἄφθαρτον καὶ ἀθάνατον τὸ σῶμα | |
30 | γενόμενον, οὐκ ἔτι δέξασθαι δύναται τῆς ἁμαρτίας τὸν ῥύπον. Ὅτι δὲ περὶ τοῦ βαπτίσματος ἐκεῖνα εἴρηκε, καὶ τὰ ἑξῆς μαρτυρεῖ· ιβʹ. «Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι.» Ἐπειδὴ δὲ θανάτου τύπον ἐκάλεσε τὸ σωτήριον | |
35 | βάπτισμα (τοῦτο γὰρ εἶπε, συνταφέντες), εὐαγγε‐ λίζεται τὴν ἀνάστασιν· «Ἐν ᾧ καὶ συνηγέρθητε.» Καὶ ἐπειδὴ ἔτι θνητὴν ἔχομεν φύσιν, ἐπήγαγε· «Διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.» Πιστεύοντες γὰρ τῇ τοῦ Θεοῦ | |
40 | δυνάμει προσμένομεν τὴν ἀνάστασιν, ἐνέχυρον ἔχον‐ τες τοῦ Δεσπότου Χριστοῦ τὴν ἀνάστασιν. ιγʹ. «Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παρα‐ πτώμασι, καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συν‐ εζωοποίησε σὺν αὐτῷ, χαρισάμενος ὑμῖν πάντα | |
45 | τὰ παραπτώματα.» Πάντας ἡμᾶς ἀνεῖλεν ἡ ἁμαρτία. Αὕτη γὰρ ἡμῖν τοῦ θανάτου τὴν ψῆφον ἐπήνεγκεν. Ἀλλ’ ὁ τῶν ὅλων Θεὸς κοινωνοὺς ἡμᾶς ἀπέφηνε τῆς τοῦ Δεσπότου Χριστοῦ ζωῆς, καὶ τῶν ἁμαρτημάτων ἡμῖν ἄφεσιν ἐδωρήσατο. Ἀκροβυστίαν δὲ τῆς σαρ‐ | |
82.609(50) | κὸς, τὴν πονηρίαν ἐκάλεσε, διδάσκων ὡς ἡ μὲν τοῦ σώματος ἀκροβυστία οὐδὲν λωβᾶται τοῖς ἔχουσιν, ἡ | |
δὲ τῆς ψυχῆς καὶ σώματι λυμαίνεται καὶ ψυχῇ. Ἐκ | ||
82.612 | δὲ τούτου δείκνυσιν, ὡς ἡ τοῦ σώματος περιτομὴ οὐδὲν τοὺς περιτεμνομένους ὀνίνησιν· ἡ δὲ τῆς πονη‐ ρίας ἀφαίρεσις, τὴν ἀληθῆ πραγματεύεται σωτη‐ ρίαν. | |
5 | ιδʹ. «Ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Χειρό‐ γραφον τινὲς τὸν νόμον ἔφασαν· μετὰ γὰρ τὴν τού‐ του ἀρὰν, «Εἶπε, φησὶν, ὁ λαός· Πάντα ὅσα εἶπε | |
10 | Κύριος ὁ Θεὸς ἡμῶν ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἀλλὰ τῶν Ἰουδαίων χειρόγραφον ἦν, οὐ πάντων ἀνθρώπων. Ἡγοῦμαι τοίνυν καὶ τὸ σῶμα ἡμῶν καλεῖσθαι χειρόγραφον. Διὰ τούτου γὰρ πᾶσαν παρά‐ νομον τολμῶμεν πρᾶξιν· διὰ μὲν τῶν ὀφθαλμῶν | |
15 | ἀκολάστως ὁρῶντες, διὰ δὲ τῆς γλώττης φθεγγό‐ μενοι τὰ μὴ δέοντα, διὰ δὲ τῶν ἀκοῶν βλαβερὰν διδασκαλίαν δεχόμενοι, ταῖς δὲ χερσὶ κλοπὴν, καὶ πλεονεξίαν, καὶ μιαιφονίαν τολμῶντες. Ὁ τοίνυν Θεὸς Λόγος, τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, πάσης | |
20 | αὐτὴν ἁμαρτίας ἐλευθέραν ἐφύλαξε, καὶ ἐξήλειψε τὰ κακῶς ὑφ’ ἡμῶν ἐν αὐτῇ γενόμενα τῶν ὀφλημάτων γράμματα. Ταύτην δὲ συγχωρήσας τῷ σταυρῷ προσηλωθῆναι, τὸ πάντων ἡμῶν ἐξέτισε χρέος· καὶ τὸν νόμον πεπληρωκὼς, ἐκεῖνον μὲν ἔπαυσεν, ὡς | |
25 | Ἰουδαίοις μὲν πάλαι μόνοις γενόμενον χρήσιμον, ἡμῖν δὲ οὐδαμῶς ἐπιτήδειον. Ἔδωκε δὲ ἡμῖν τὰ εὐαγγελικὰ δόγματα, ἐν τῇ τούτων φυλακῇ τὴν σω‐ τηρίαν ἡμῖν ἐπαγγειλάμενος. ιεʹ. «Ἀπεκδυσάμενος τὰς ἀρχὰς, καὶ τὰς ἐξου‐ | |
30 | σίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὑτῷ.» Ἐπειδὴ γὰρ διὰ τῶν τοῦ σώματος παθῶν εἶχον καθ’ ἡμῶν τὴν δυναστείαν οἱ δαίμονες, αὐτὸς δὲ σῶμα περικείμενος κρείττων ἁμαρτίας ἐγένετο· κατέλυσε τῶν ἐναντίων τὴν δυναστείαν, καὶ δήλην | |
35 | αὐτῶν ἅπασιν ἀνθρώποις τὴν ἀσθένειαν ἔδειξε, διὰ τοῦ οἰκείου σώματος πᾶσιν ἡμῖν τὴν κατ’ αὐτῶν χαρισάμενος νίκην. ιϛʹ, ιζʹ. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ Νουμηνίας, ἢ Σαβ‐ | |
40 | βάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.» Πεπαῦσθαι τοίνυν μεμαθηκότες τὸν νόμον, μηδαμῶς ὑπάγεσθε τοῖς τὰς νομικὰς παρατηρήσεις ἐν ὑμῖν παρασπείρειν ἐπιχειροῦσι. Καλῶς δὲ προστέθεικε καὶ τὸ, ἐν μέρει ἑορτῆς· οὐδὲ γὰρ ἠδύναντο ταύτας πληροῦν. Πῶς | |
45 | γὰρ οἷόν τε ἦν τρὶς τοῦ ἔτους ἀπὸ τῆς Φρυγίας εἰς τὴν Ἰουδαίαν τρέχειν, ἵν’ ἐν τοῖς Ἱεροσολύμοις ἐπιτελέσωσι κατὰ τὸν νόμον τὰς ἑορτὰς, καὶ μάλιστα τῆς Πεντηκοστῆς πελαζούσης τῷ Πάσχᾳ· Πλειόνων γάρ ἐστιν ἢ πεντήκοντα ἡμερῶν ὁδός. Σκιὰν δὲ | |
82.612(50) | τῶν μελλόντων τὸν νόμον ἐκάλεσε, διδάσκων ὡς ἐκείνῳ προετυπώθη τῆς Καινῆς Διαθήκης ἡ χάρις. Τοῦτο δὲ καὶ ἐπήγαγε· «Τὸ δὲ σῶμα Χριστοῦ.» Τουτέστιν ἡ εὐαγγελικὴ πολιτεία σώματος ἐπέχει | |
τάξιν, ὁ δὲ νόμος σκιᾶς. Προλαμβάνει δὲ ἡ σκιὰ τὸ | ||
82.613 | σῶμα, ἀνίσχοντος τοῦ φωτός· ὡς εἶναι σκιὰν μὲν τὸν νόμον, σῶμα δὲ τὴν χάριν, φῶς δὲ τὸν Δεσπότην Χριστόν. ιηʹ. «Μηδεὶς ὑμᾶς καταβραβευέτω.» Βραβευτὰς | |
5 | καλοῦσι τοὺς τῶν ἀγωνιζομένων κριτάς· οὗτοι γὰρ τοῖς νικῶσι τῆς νίκης τὴν ψῆφον ὀρέγουσι. Κατα‐ βραβεύειν δέ ἐστι, τὸ ἀδίκως βραβεύειν. Ἐπειδὴ τοίνυν καὶ οἱ τὰς νομικὰς παρατηρήσεις τῷ Εὐαγ‐ γελίῳ παραμιγνύντες ἀπὸ τῶν κρειττόνων αὐτοὺς | |
10 | ἐπὶ τὰ ἐλάττω μετέφερον, εἰκότως ἔφη· Μηδεὶς ὑμᾶς καταβραβευέτω. Εἶτα διδάσκει τὴν γενομένην βλάβην σαφέστερον. «Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ἀπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ.» | |
15 | Οἱ τῷ νόμῳ συνηγοροῦντες, καὶ τοὺς ἀγγέλους σέβειν αὐτοῖς εἰσηγοῦντο, διὰ τούτων λέγοντες δεδό‐ σθαι τὸν νόμον. Ἔμεινε δὲ τοῦτο τὸ πάθος ἐν τῇ Φρυγίᾳ καὶ Πισιδίᾳ μέχρι πολλοῦ. Οὗ δὴ χάριν καὶ συνελθοῦσα σύνοδος ἐν Λαοδικείᾳ τῆς Φρυγίας, νόμῳ | |
20 | κεκώλυκε τὸ τοῖς ἀγγέλοις προσεύχεσθαι· καὶ μέχρι δὲ τοῦ νῦν εὐκτήρια τοῦ ἁγίου Μιχαὴλ παρ’ ἐκείνοις καὶ τοῖς ὁμόροις ἐκείνων ἔστιν ἰδεῖν. Τοῦτο τοίνυν συνεβούλευον ἐκεῖνοι γίνεσθαι, ταπεινοφροσύνῃ δῆθεν κεχρημένοι, καὶ λέγοντες ὡς ἀόρατος ὁ τῶν ὅλων | |
25 | Θεὸς, ἀνέφικτός τε καὶ ἀκατάληπτος, καὶ προσήκει διὰ τῶν ἀγγέλων τὴν θείαν εὐμένειαν πραγματεύεσθαι. Τοῦτο λέγει, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων. Τὸ δέ γε, φυσιούμενος, τῇ ταπεινο‐ φροσύνῃ ἐναντίον οὐκ ἔστι· τὴν μὲν γὰρ ἐσκήπτοντο, | |
30 | τοῦ δὲ τύφου τὸ πάθος ἀκριβῶς περιέκειντο. Τὸ δὲ, ἃ μὴ ἑώρακεν ἐμβατεύων, ἀντὶ τοῦ, λογισμοῖς οἰκείοις χρώμενος. Τοῦτο γὰρ ἐπήγαγεν· «Εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ. (ιθʹ.) «Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ | |
35 | σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγού‐ μενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Πάλιν κεφαλὴν ὠνόμασε τὸν Δεσπότην Χριστὸν, σῶμα δὲ τῆς Ἐκκλησίας τὸ σύστημα. Μεταφορικῶς δὲ ἅπαν τέθεικεν. Ὥσπερ γὰρ ἐπὶ τοῦ | |
40 | σώματος ῥίζα τῶν νεύρων ἐστὶν ὁ ἐγκέφαλος, διὰ δὲ τῶν νεύρων ἔχει τὰς αἰσθήσεις τὸ σῶμα· οὕτω παρὰ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὰς τῆς διδασκαλίας πηγὰς, καὶ τῆς σωτηρίας τὰς ἀφορμὰς δέχεται τῆς Ἐκκλησίας τὸ σῶμα. Ὅπερ δέ εἰσιν ἐν τῷ σώματι | |
45 | σύνδεσμοι, τοῦτο ἀπόστολοι, καὶ προφῆται, καὶ διδάσκαλοι ἐν τῷ τῆς Ἐκκλησίας συστήματι. Εἶτα καὶ ἑτέρωθεν ἀποδείκνυσιν οὐδαμῶς αὐτοῖς προσ‐ ήκουσαν τοῦ νόμου τὴν φυλακήν. κʹ—κβʹ. «Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν | |
82.613(50) | στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογμα‐ τίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.» Ἐν τῷ βαπτί‐ σματι συνετάφητε τῷ Χριστῷ, νεκροὶ τῷ νόμῳ γεγέ‐ | |
55 | νησθε· πῶς τοίνυν τῶν ταῦτα διδασκόντων ἀνέχεσθε, | |
καὶ νομίζετε τινὰ μὲν τῶν ἐδεσμάτων ἔννομα, τινὰ | ||
82.616 | δὲ παράνομα, καὶ οὐ σκοπεῖτε ὡς νόμιμον τούτων οὐδέν; Εἰς κόπρον γὰρ ἅπαντα μεταβάλλεται. Ἐν‐ τάλματα δὲ καὶ διδασκαλίας οὐ τὸν νόμον ἐκάλεσεν, ἀλλὰ τὴν ἄκαιρον τούτων διδασκαλίαν. | |
5 | κγʹ. «Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώ‐ ματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.» Ἔδειξε σχῆμα περικειμένους, οὐκ ἀλήθειαν. Ἡ γὰρ ἐθελοθρησκεία τοῦτο αἰνίττεται, ἀντὶ τοῦ, Ἴδιον | |
10 | εἰσφέρουσι δόγμα, οὐκ ἀκολουθοῦσι τῷ τοῦ νόμου σκοπῷ· καὶ τῇ κομψείᾳ τῶν λόγων ἐξαπατῶσι, καὶ ταπεινοφροσύνην καλοῦσι τοῦ νόμου τὴν φυλακὴν, λέγοντες μὴ δεῖν παραβαίνειν τὸν ὑπὸ τοῦ Θεοῦ δε‐ δομένον, καὶ ἀφείδειαν σώματος τὸ μὴ πάντων ἔχειν | |
15 | ἀδεῶς τὴν ἀπόλαυσιν. Τοῦτο δὲ προφανὴς δουλεία, καὶ τῆς τιμῆς τῆς δεδομένης ἀφαίρεσις. Γνώμῃ γὰρ ἀπέχεσθαι δεῖ, οὐχ ὡς βδελυκτῶν, ἀλλ’ ὡς ἡδί‐ στων. ΚΕΦΑΛΑΙΟΝ Γʹ. | |
20 | αʹ, βʹ. «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθ‐ ήμενος. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Ἐκοινωνήσατε τῷ Χριστῷ τῆς ἀναστάσεως. Πάντων δὲ οὗτος ὑπέρτατος ἐν τοῖς οὐρανίοις τῷ Πατρὶ συν‐ | |
25 | εδρεύων. Τὴν ἄνω τοίνυν πολιτείαν μιμεῖσθε. γʹ, δʹ. «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέ‐ κρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Νεκροὶ γεγένησθε τῷ παρ‐ | |
30 | όντι βίῳ· συνετάφητε γὰρ ἐν τῷ βαπτίσματι τῷ Χριστῷ, ἐδέξασθε δὲ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ λέγει, Ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ἐκείνου γὰρ ἀναστάντος, πάντες ἠγέρθημεν. Ἀλλ’ οὐδέπω ὁρῶμεν τῶν πραγμάτων | |
35 | τὴν ἔκβασιν· κέκρυπται δὲ ἐν αὐτῷ τῆς ἡμετέρας ἀναστάσεως τὸ μυστήριον. Ὅταν τοίνυν ἐπιφανῇ τὸ δεύτερον, τηνικαῦτα τευξόμεθα τῆς ἀναστάσεως, καὶ ἀπολαυσόμεθα τῆς ἀθανάτου ζωῆς. Ἄγαν δὲ ἁρμο‐ δίως καὶ ἐπὶ τοῦ Χριστοῦ, φανερωθῇ, εἴρηκεν. Οὔτε | |
40 | γὰρ ὑφ’ ὑμῶν ὁρᾶται, καὶ ὑπὸ τῶν ἀπίστων παντε‐ λῶς ἀγνοεῖται. Τοῦτο δὲ καὶ ἐφ’ ἡμῶν τέθεικε· Φα‐ νερωθήσεσθε, φησὶν, ἐν δόξῃ. Ἐν ἐλπίσι γὰρ ἔχο‐ μεν τὰς ἐπαγγελίας τῶν ἀγαθῶν· τότε δῆλα ἔσται τὰ νῦν ἀγνοούμενα. Ἐπειδὴ δὲ τὰς νομικὰς παρα‐ | |
45 | τηρήσεις ἐξέβαλεν, ἵνα μὴ νομίσωσιν ἄδειαν ἔχειν τοῦ ἁμαρτάνειν, ἀναγκαίως καὶ περὶ τούτου σοφῶς ὑποτίθεται τὰ προσήκοντα. εʹ. «Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, | |
82.616(50) | καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.» Μέλη | |
ταῦτα τοῦ σώματος προσηγόρευσεν, ἐπειδὴ διὰ τού‐ | ||
82.617 | του ἐνεργεῖται ταῦτα. Τούτου χάριν ἐχρήσατο τῷ διορισμῷ καὶ οὐκ εἶπε, τὰ μέλη ὑμῶν, ἀλλὰ προσ‐ τέθεικε τὰ ἐπὶ τῆς γῆς, τουτέστι τὴν ἐπὶ τὰ χείρω τοῦ φρονήματος ῥοπήν· ἀντὶ τοῦ, Μηκέτι τὸ σῶμα | |
5 | ἐνεργείτω τὴν ἁμαρτίαν. Τὴν μέντοι πλεονεξίαν εἰδωλολατρείαν ἐκάλεσεν, ἐπειδὴ τὸν μαμμωνᾶ κύ‐ ριον ὁ Σωτὴρ προσηγόρευσε, διδάσκων ὡς ὁ τῷ πά‐ θει τῆς πλεονεξίας δουλεύων, ὡς Θεὸν τὸν πλοῦτον τιμᾷ. | |
10 | ϛʹ. «Δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Ἀναγκαίως καὶ τὴν ἀπειλὴν τῆς τιμωρίας προστέθεικεν. ζʹ. «Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.» Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων | |
15 | εἴρηκε· «Καὶ ταῦτά τινες ἦτε, ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε,» καὶ τὰ ἑξῆς. ηʹ. «Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα.» Εἶτα λέγει ποῖα ταῦτα. «Ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρο‐ | |
20 | λογίαν ἐκ τοῦ στόματος ὑμῶν. (θʹ.) Μὴ ψεύδεσθε εἰς ἀλλήλους.» Οὕτω διδάξας τίνα ἐκάλεσε τοῦ σώματος μέλη, δείκνυσι καὶ αὐτὸ τὸ σῶμα, οὗ ταῦτα τὰ μέλη. «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.» Παλαιὸν ἄνθρωπον τὴν προτέραν | |
25 | ἐκάλεσε πολιτείαν. Ἐν οἷς γὰρ, φησὶ, καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Τοῦτον δὲ ἀπεκδύσασθε ἐν τῷ βαπτίσματι. ιʹ. «Καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.» | |
30 | Ἄνωθεν γὰρ ἡμᾶς ἐδημιούργησεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας, οὓς ἡ ἁμαρ‐ τία διέφθειρεν, ἀκριβέστερον ἐν ἡμῖν ἐξετύπωσε. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Οὓς προ‐ έγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ | |
35 | Υἱοῦ αὑτοῦ.» Καὶ ἐν τῇ πρὸς Φιλιππησίους· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ.» ιαʹ. «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περι‐ | |
40 | τομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.» Ἀπὸ τοῦ τύπου εἰς τὸν ἀρχέτυπον τὸν λόγον μετ‐ ήνεγκε. Περὶ γὰρ τοῦ παναγίου βαπτίσματος δια‐ λεγόμενος, τοῦ μέλλοντος βίου τὴν πολιτείαν ἡμᾶς | |
45 | διδάσκει. Οὐδεμίαν γὰρ ἐκεῖνος τοιαύτην ἔχει δια‐ φοράν· ἀλλὰ, τῆς ἁμαρτίας πεπαυμένης, τὸ βού‐ λημα τὸ θεῖον ἐν ἅπασιν ἐκτελεῖται. Τοῦτο γὰρ εἶπε, τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Οὕτω καὶ ἐν τῇ | |
πρὸς Κορινθίους· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.» | ||
82.620 | Ἐν ἐκείνῳ τοίνυν τῷ βίῳ τὸν νέον ἀκριβῶς ἄνθρωπον ἐνδυόμεθα. Ἐν ἐκείνῳ γὰρ τῆς φθορᾶς ἀπαλλαττόμεθα, καὶ τὴν ἀφθαρσίαν ἀμφιεννύμεθα. Ἐν δὲ τῷ βαπτί‐ σματι τὸν ἐκείνου τοῦ βίου τύπον ἀποπληροῦμεν. | |
5 | ιβʹ, ιγʹ. «Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρη‐ στότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυ‐ μίαν. Ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυ‐ τοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν.» Εἶτα ἀπὸ τοῦ | |
10 | παραδείγματος τὴν παραίνεσιν βεβαιοῖ. «Καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· οὕτω καὶ ὑμεῖς.» Ἀποβλέψατε εἰς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν, πόσων ὑμῖν ἁμαρτημάτων ἄφεσιν ἐδωρήσατο. Μιμεῖ‐ σθε τοίνυν τὸν Δεσπότην, καὶ συγχωρεῖτε ἕκαστος τὰ | |
15 | εἰς αὐτὸν ὑπὸ τοῦ ἀδελφοῦ πλημμελούμενα. ιδʹ. «Ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Αὕτη γὰρ καὶ τῶν ἄλλων ἐστὶν ἐντολῶν καὶ φύλαξ καὶ συνεργός· καὶ ὥσπερ αἱ ἱμαντίαι τὰς οἰκοδομίας συνέχουσιν, οὕτως | |
20 | αὕτη τὴν τελειότητα προξενεῖ, καὶ συνάπτει τὰ μέλη τοῦ σώματος. ιεʹ. «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι.» Ἓν σῶμα ἐκ πάντων ὑμῶν ὁ καλέσας ὑμᾶς Θεὸς | |
25 | συνεστήσατο· μὴ τοίνυν τοῦτο μερίζετε· ἀλλὰ κἄν τις λυπηροῦ τινος παρά τινος πειρασθῇ, ἐχέτω τὴν εἰρήνην ἐν τῇ καρδίᾳ, ἀγωνοθετοῦσάν τε καὶ βρα‐ βεύουσαν, καὶ τὴν Θεῷ φίλην πραγματευομένην ὁμόνοιαν. «Καὶ εὐχάριστοι γίνεσθε.» Δι’ αὐτῶν τῶν | |
30 | πραγμάτων ὁμολογεῖτε τῷ Δεσπότῃ τὰς χάριτας. ιϛʹ. «Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλου‐ σίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικοῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ» | |
35 | Τὴν διηνεκῆ τῶν θείων λογίων μελέτην καὶ ὁ πα‐ λαιὸς νόμος παρεγγυᾷ. «Μελετήσεις γὰρ, φησὶν, ἐν αὐτοῖς καθήμενος, καὶ διανιστάμενος, καὶ κοιταζό‐ μενος, καὶ πορευόμενος ἐν ὁδῷ.» Τοῦτο παρακελεύεται καὶ ὁ θεῖος Ἀπόστολος, ὥστε ἡμᾶς τὴν τοῦ Χριστοῦ | |
40 | διδασκαλίαν ἐν τῇ ψυχῇ περιφέρειν ἀεὶ, ὑμνεῖν τε αὐτὸν, καὶ ταῖς πνευματικαῖς ᾠδαῖς ἁγιάζειν τὴν γλῶτταν. Τὸ δὲ ἐν ταῖς καρδίαις, ἀντὶ τοῦ, μὴ μό‐ νον τῷ στόματι. ιζʹ. «Καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, | |
45 | πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ.» Ἐπειδὴ γὰρ ἐκεῖνοι τοὺς ἀγγέλους σέβειν ἐκέλευον, αὐτὸς τὸ ἐναντίον παρεγ‐ γυᾷ, ὥστε καὶ τοὺς λόγους, καὶ τὰ ἔργα κοσμῆσαι τῇ μνήμῃ τοῦ Δεσπότου Χριστοῦ· Καὶ τῷ Θεῷ δὲ καὶ | |
82.620(50) | Πατρὶ τὴν εὐχαριστίαν δι’ αὐτοῦ, φησὶν, ἀναπέμ‐ πετε, μὴ διὰ τῶν ἀγγέλων. Τούτῳ ἑπομένη τῷ νόμῳ καὶ ἡ ἐν Λαοδικείᾳ σύνοδος, καὶ τὸ παλαιὸν ἐκεῖνο πάθος θεραπεῦσαι βουλομένη, ἐνομοθέτησε μὴ εὔχε‐ | |
σθαι ἀγγέλοις, μηδὲ καταλιμπάνειν τὸν Κύριον ἡμῶν | ||
82.621 | Ἰησοῦν Χριστόν. Ἐντεῦθεν λοιπὸν κατ’ εἶδος τὰς παραινέσεις προσφέρει. ιηʹ. «Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδρά‐ σιν, ὡς ἀνῆκεν, ἐν Κυρίῳ.» Ἐπειδὴ συνέβαινε δυσ‐ | |
5 | σεβέσιν ἀνδράσι συνῆφθαι τὰς εὐσεβεῖς, ἀναγκαίως τὸν διορισμὸν τέθεικεν. Ἐν Κυρίῳ γὰρ εἶπεν, ἀντὶ τοῦ, ὡς ὁ τοῦ Κυρίου παρακελεύεται νόμος. ιθʹ. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.» Ταῖς γυναιξὶ τὴν ὑπο‐ | |
10 | ταγὴν, τοῖς ἀνδράσι τὴν ἀγάπην ἐνομοθέτησεν, ἡμέ‐ ρως αὐταῖς προσφέρεσθαι, καὶ ὡς μέλεσιν οἰκείοις παρεγγυήσας. κʹ. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ.» Τοῦτο γὰρ | |
15 | καὶ νομοθετῶν προσέταξεν ὁ Θεός. καʹ. «Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσι.» Προσήκει δὲ καὶ ὑμᾶς μὴ λυπεῖν τὰ τέκνα, ἀλλὰ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσφέρειν. | |
20 | κβʹ. «Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.» Ἔδειξε τὴν ψυχὴν ἐλευθέραν, τὸ σῶμα δὲ μόνον ὑποκείμενον τῇ δουλείᾳ. «Μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. ἀλλ’ ἐν ἁπλό‐ τητι τῆς καρδίας, φοβούμενοι τὸν Θεόν.» Μετὰ τῆς | |
25 | προσηκούσης εὐνοίας θεραπεύετε τοὺς δεσπότας, πάσης κακοηθείας ἀπηλλαγμένοι. Καὶ ἑρμηνεύων τὸ, μὴ κατ’ ὀφθαλμοδουλείαν, ἐπήγαγε· κγʹ. «Καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργά‐ ζεσθε.» Καὶ προθυμοτέρους ποιῆσαι βουλόμενος | |
30 | προστέθεικεν· «Ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώ‐ ποις.» Ἀπόκειται γὰρ ὑμῖν ὑπὲρ τούτου μισθός. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς. κδʹ. «Εἰδότες ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀντ‐ απόδοσιν τῆς κληρονομίας ὑμῶν. Τῷ γὰρ Κυρίῳ Χρι‐ | |
35 | στῷ δουλεύετε.» Ἱκανὴ ψυχαγωγία, τὸ τοὺς δου‐ λεύοντας εἰδέναι, ὡς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ δουλεύουσι. Καὶ ἐπειδὴ συμβαίνει ἀδίκους εἶναι δεσπότας, ἀναγκαίως προστέθεικεν· κεʹ. «Ὁ δὲ ἀδικῶν κομίσεται ὃ ἠδίκησε, καὶ οὐκ | |
40 | ἔστι προσωποληψία.» Ὥστε, φησὶ, κἂν μὴ τύχητε ἀγαθῶν ἀντιδόσεων παρὰ τῶν δεσποτῶν, ἔστι δικαιο‐ κρίτης ὃς οὐκ οἶδε δούλου καὶ δεσπότου διαφορὰν, ἀλλὰ δικαίαν εἰσφέρει τὴν ψῆφον. ΚΕΦΑΛΑΙΟΝ Δʹ. | |
45 | αʹ. «Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύ‐ ριον ἐν οὐρανοῖς.» Ἰσότητα οὐ τὴν ἰσοτιμίαν ἐκά‐ λεσεν, ἀλλὰ τὴν προσήκουσαν ἐπιμέλειαν, ἧς παρὰ τῶν δεσποτῶν ἀπολαύειν χρὴ τοὺς οἰκέτας. | |
82.621(50) | βʹ. «Τῇ προσευχῇ προσκαρτερεῖτε γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.» Δεῖ γὰρ ὑπὲρ τῶν δεδομέ‐ νων εὐχαριστεῖν πρότερον, καὶ τηνικαῦτα τὴν ἱκε‐ τείαν προσφέρειν. | |
γʹ. «Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ | ||
82.624 | Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυ‐ στήριον τοῦ Χριστοῦ.» Τὴν συνήθη μὲν ταπεινοφρο‐ σύνην ἔδειξε· διδάσκει δὲ καὶ ἡμᾶς, μὴ ἑαυτοῖς θαῤ‐ ῥεῖν, ἀλλὰ τὴν παρ’ ἀλλήλων ἐπικουρίαν ζητεῖν. | |
5 | «Δι’ ὃ καὶ δέδεμαι, (δʹ.) ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.» Ἔδειξε τῶν δεσμῶν τὴν αἰτίαν. Ταῦτα γὰρ, φησὶ, ποιεῖ τὸ κήρυγμα φανερώτερον. Οὕτω καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἔφη· «Ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ | |
10 | πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν.» εʹ. «Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω.» Τουτ‐ έστι, τοὺς μηδέπω πεπιστευκότας. Μηδεμίαν, φησὶν, αὐτοῖς πρόφασιν δίδοτε βλάβης· πάντα ὑπὲρ τῆς αὐ‐ τῶν μηχανᾶσθε σωτηρίας. «Τὸν καιρὸν ἐξαγοραζό‐ | |
15 | μενοι.» Οὐκ ἔστιν ὑμέτερος ὁ παρὼν αἰών· χρήσασθε τοίνυν αὐτῷ εἰς δέον, καὶ οἰκεῖον ποιήσασθε, διὰ τῶν ἀγαθῶν αὐτὸν ὠνούμενοι πράξεων. ϛʹ. «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρ‐ τυμένος.» Τῇ πνευματικῇ συνέσει κοσμεῖσθε. Οὕτω | |
20 | καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἅλας ἔχειν προσέταξε, καὶ ἅλας αὐτοὺς προσηγόρευσε. Διδάσκει δὲ καὶ τού‐ του τὸν τρόπον. «Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.» Ἄλλως γὰρ τῷ ἀπίστῳ, καὶ ἄλλως τῷ πιστῷ, καὶ ἄλλως τῷ τελείῳ, καὶ ἄλλως τῷ ἀτε‐ | |
25 | λεῖ, καὶ ἑτέρως τῷ ἀσθενεῖ, καὶ ἄλλως τῷ ὑγιαί‐ νοντι προσφέρειν τὴν διδασκαλίαν προσήκει. ζʹ—θʹ. «Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχι‐ κὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς | |
30 | αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρα‐ καλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.» Ὁ Ὀνήσιμος τοῦ Φιλή‐ μονος ἦν οἰκέτης. Τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατ‐ | |
35 | ηχήσας ὁ θεῖος Ἀπόστολος, ἔπεμψε τῷ δεσπότῃ· ἐπειδὴ γράφων εἶπεν, ὡς ἐβουλήθη μὲν αὐτὸν κατασχεῖν, παρὰ δὲ τὴν ἐκείνου γνώμην τοῦτο οὐκ ἠθέλησε πρᾶξαι. Ἀπέστειλεν, ὡς εἰκὸς, ὁ Φιλή‐ μων· ἀλλὰ τοῦτον σὺν τῷ Τυχικῷ πάλιν ἔπεμψεν ὁ | |
40 | θεῖος Ἀπόστολος, ὡς ὑπουργὸν λοιπὸν γενόμενον τοῦ κηρύγματος. Ἔστι δὲ αὐτοῦ καὶ ἐνταῦθα τὴν σοφίαν καταμαθεῖν. Τὸ μὲν γὰρ μηνῦσαι τὰ κατ’ αὐτὸν, κοινὸν πεποίηκεν ἀμφοτέρων· Πάντα γὰρ ὑμῖν, φησὶ, γνωριοῦσι τὰ ὧδε. Τὸ δὲ παρακα‐ | |
45 | λέσαι μόνῳ ἀπένειμεν τῷ Τυχικῷ· Ἵνα γνῷ γὰρ, φησὶ, τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Ἐπειδὴ γὰρ ᾔδεισαν τὸν Ὀνήσιμον δοῦλον, καὶ εἰκὸς ἦν δυσχερᾶναι, ὅτι ὁ χθὲς καὶ πρώην δου‐ λεύων, ἱκανὸς ἐξαπίνης γέγονεν Ἐκκλησίαν ὅλην | |
82.624(50) | παρακαλέσαι τε καὶ διδάξαι, μόνον ἔφη τὸν Τυχικὸν εἰς τοῦτο πεπομφέναι. Τὸ δέ γε μηνῦσαι τὰ κατ’ αὐτὸν ἀμφοτέροις συνήρμοσε, καὶ τοῦτον ταύτῃ | |
τιμῶν, καὶ ἐκείνους οὐ πλήττων. | ||
82.625 | ιʹ. «Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλω‐ τός μου.» Θεσσαλονικεὺς ἦν, ὡς ὁ μακάριος διδάσκει Λουκᾶς· συναπῆλθε δὲ αὐτῷ εἰς τὴν Ἰουδαίαν. Ἐκεῖ‐ θεν συνεξεδήμησεν εἰς τὴν Ῥώμην. Συναιχμάλω‐ | |
5 | τον δὲ αὐτὸν κέκληκεν, ὡς κοινωνὸν τῶν παθημάτων γενόμενον. «Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν.» Καὶ τοῦτο δηλοῖ, ὡς τεθεαμένος αὐτοὺς ἔγραψε τὴν ἐπιστολήν. Μετὰ γὰρ τὴν γεγενημένην | |
10 | αὐτῷ τε καὶ τῷ μακαρίῳ Βαρνάβᾳ περὶ τοῦ Μάρκου φιλονεικίαν, τῇ Φρυγίᾳ καὶ τῇ Γαλατίᾳ τὴν διδασκα‐ λίαν προσήνεγκεν. Εἰκὸς οὖν ὅτι τότε τὰς περὶ αὐ‐ τῶν δέδωκεν ἐντολάς. Τοῦτον κελεύει παραγενόμενον διδασκαλικῆς ἀξιωθῆναι τιμῆς. | |
15 | ιαʹ. «Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς. Οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.» Μέ‐ γιστον ἐγκώμιον τὸ τῷ Ἀποστόλῳ γενέσθαι θυμηδίας πρόξενον. | |
20 | ιβʹ. «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν δοῦ‐ λος Χριστοῦ.» Πολίτης αὐτῶν ἦν ὁ Ἐπαφρᾶς, ὡς καὶ ἤδη προειρήκαμεν. «Πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πε‐ πληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.» Ἀναγ‐ | |
25 | καίως αὐτοῦ τὴν περὶ αὐτοὺς ἔδειξεν εὔνοιαν, ἵνα προθυμότερον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσι. ιγʹ. «Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱερα‐ πόλει.» Πελάζουσιν ἀλλήλαις αὐταὶ αἱ πόλεις· πᾶσαι | |
30 | δὲ τῆς Φρυγίας εἰσίν. ιδʹ. «Ἀσπάζεται ὑμᾶς Λουκᾶς ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς.» Οὗτος καὶ τὸ θεῖον συνέγραψεν Εὐαγ‐ γέλιον, καὶ τὴν ἱστορίαν τῶν Πράξεων. Καὶ ἐντεῦθεν δῆλον, ὡς ἐσχάτη πασῶν Ἐπιστολῶν ἡ δευτέρα πρὸς | |
35 | Τιμόθεον ἐγράφη. Ἐκεῖ γὰρ περὶ τοῦ Δημᾶ λέγει· «Δημᾶς με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα.» ιεʹ. «Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν, καὶ τὴν κατ’ οἶκον αὐτοῦ Ἐκκλησίαν.» Οὗτος, ὡς ἔοικε, τῶν ἐν Λαοδικείᾳ πιστῶν ἐτύγχανεν | |
40 | ὣν, ὃς καὶ τὴν οἰκίαν Ἐκκλησίαν ἀπέφηνεν, εὐσεβείᾳ ταύτην κοσμήσας. ιϛʹ. «Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.» Τινὲς | |
45 | ὑπέλαβον καὶ πρὸς Λαοδικέας αὐτὸν γεγραφέναι· αὐ‐ τίκα τοίνυν καὶ προσφέρουσι πεπλασμένην ἐπιστο‐ λήν. Ὁ δὲ θεῖος Ἀπόστολος οὐκ ἔφη, Καὶ τὴν πρὸς Λαοδικέας, ἀλλὰ, καὶ τὴν ἐκ Λαοδικείας. Ἐκεῖνοι γὰρ πρὸς αὐτὸν περί τινων ἔγραψαν. Εἰκὸς δὲ αὐτοὺς | |
82.625(50) | ἢ τὰ ἐν Κολοσσαῖς γενόμενα αἰτιάσασθαι, ἢ τὰ αὐτὰ τούτοις νενοσηκέναι. Διὸ καὶ ταύτην εἶπε τὴν ἐπι‐ στολὴν κἀκείνοις ἀναγνωσθῆναι. | |
ιζʹ. «Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπετε τὴν δια‐ | ||
82.628 | κονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.» Τινὲς ἔφασαν τοῦτον Λαοδικείας γεγενῆσθαι διδάσκα‐ λον. Ἀλλ’ ἡ πρὸς Φιλήμονα Ἐπιστολὴ διδάσκει ὡς ἐν Κολοσσαῖς οὗτος ᾤκει· τῷ γὰρ Φιλήμονι καὶ τοῦτον | |
5 | συντάττει. ιηʹ. «Ὁ ἀσπασμὸς, τῇ ἐμῇ χειρὶ Παύλου.» Τοῦ‐ τον προστέθεικε, διδάσκων ὡς σὺν παῤῥησίᾳ κε‐ λεύει μὴ φυλάττειν τὸν νόμον. «Μνημονεύετέ μου τῶν δεσμῶν.» Ἀντὶ τοῦ, Ζηλοῦτε καὶ μιμεῖσθε, καὶ | |
10 | τὰ προσπίπτοντα λυπηρὰ φέρετε καρτερῶς. «Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν.» Τούτων καὶ ἡμᾶς προσ‐ ήκει τῶν δεσμῶν μνημονεύειν ἀεὶ, καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν καρποῦσθαι· καὶ προσεύχεσθαι μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δὲ τοῦτο γεγένη‐ | |
15 | ται, στέργειν τὴν θείαν οἰκονομίαν, καὶ δεικνύναι τὴν οἰκείαν ἀνδρείαν, καὶ τὴν θείαν χάριν εἰς συμμαχίαν καλεῖν. Οὕτω γὰρ δυνατὸν ἀγωνίσασθαι, καὶ νικῆσαι, καὶ τυχεῖν τῶν ἀναῤῥήσεων ἐν Χριστῷ· μεθ’ οὗ τῷ Πατρὶ δόξα πρέπει καὶ μεγαλοπρέπεια, σὺν τῷ | |
20 | παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Κολασσαεῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχι‐ κοῦ καὶ Ὀνησίμου. | |
24t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
25t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
26t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ Αʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. | |
30 | ΥΠΟΘΕΣΙΣ. Η Θεσσαλονίκη πρωτεύει μὲν τῆς Μακεδονίας· ἐδέξατο δὲ προθύμως τὸ σωτήριον κήρυγμα. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἐνταῦθα κατέπηξε τὰ τῆς εὐσε‐ βείας θεμέλια, ἀντιλεγόντων μὲν Ἰουδαίων καὶ προ‐ | |
35 | φανῶς πολεμούντων, ἀνόνητα δὲ πονούντων· ὑπερ‐ έπλει γὰρ τῶν κυμάτων τὸ Εὐαγγέλιον. Τὰς τούτων ἐκκλίνας ἐπιβουλὰς ὁ θεσπέσιος Παῦλος, ἀπὸ μὲν τῆς Θεσσαλονίκης εἰς τὴν Βέροιαν ἦλθεν, ἀπὸ δὲ τῆς Βεροίας εἰς τὰς Ἀθήνας ἀπέπλευσε. Τῶν δέ γε πε‐ | |
40 | πιστευκότων διηνεκῶς περιφέρων τὴν μέριμναν, τὸν τρισμακάριον Τιμόθεον ἀπὸ τῶν Ἀθηνῶν εἰς τὴν Θεσσαλονίκην ἐξέπεμψεν, ὥστε αὐτοὺς ἐρεῖσαι καὶ | |
κρατῦναι, καὶ τῶν παρὰ τῶν ἐναντίων προσφερομένων | ||
82.629 | μηχανημάτων δεῖξαι δυνατωτέρους. Οὗτος ἐπανελθὼν ἐπῄνεσε μὲν τὸ τῆς πίστεως ἄμαχον, ἔφη δὲ δεῖσθαι αὐτοὺς διδασκαλίας τινὸς παραινέσεως περί τινων ζη‐ τημάτων παρ’ αὐτοῖς κινουμένων. Γέγραφε τοίνυν | |
5 | τὴν ἐπιστολὴν, πρῶτον μὲν αὐτῶν τὸ στεῤῥὸν τῆς πίστεως εὐφημῶν, ἔπειτα προσμένειν τῶν νεκρῶν τὴν ἀνάστασιν παραινῶν, τῆς δὲ τοῦ Κυρίου παρου‐ σίας μὴ πολυπραγμονεῖν τὸν καιρόν. Προσενήνοχε δὲ αὐτοῖς καὶ τῆς ἠθικῆς διδασκαλίας παραίνεσιν. | |
10 | Ἀκριβέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία δι‐ δάξει. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκ‐ κλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ | |
15 | Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν, καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Σιλουανὸν ἡγοῦμαι τὸν Σίλαν καλεῖσθαι. Οὗτος γὰρ αὐτῷ καὶ ἐν Φιλίπποις, καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἐν Βεροίᾳ συνῆν, καὶ τοῦτον σὺν τῷ τρισμακαρίῳ Τιμοθέῳ | |
20 | καταλιπών, εἰς τὰς Ἀθήνας ἀπῆρε. Τούτοις ἐν ταῖς Ἀθήναις διατρίβων προσέμενεν· οὗτοι αὐτῷ καὶ ἐν Κορίνθῳ συνῆσαν κηρύττοντι. βʹ. «Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάν‐ των ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευ‐ | |
25 | χῶν ἡμῶν.» Διδασκόμεθα πρῶτον εὐχαριστεῖν ὑπὲρ τῶν προϋπηργμένων ἡμῖν ἀγαθῶν, εἶθ’ οὕτως αἰτεῖν τὰ ἐλλείποντα. Τοῦτο γὰρ ἔστιν εὑρεῖν πανταχοῦ ποιοῦντα τὸν θεῖον Ἀπόστολον. Διδάσκει δὲ καὶ ἐφ’ οἷς ἂν ὑμνεῖ τὸν τῶν ὅλων Θεόν. | |
30 | «Ἀδιαλείπτως (γʹ.) μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.» Ἔργον τῆς πίστεως, τὸ ἐν κινδύνοις βέβαιον· οὐ γὰρ μόνον ἐν εἰρήνῃ καὶ γαλήνῃ | |
35 | δεικνύναι προσήκει τὴν πίστιν, ἀλλὰ καὶ ἐν κλύδωνι καὶ ζάλῃ ταύτης ἔχεσθαι δεῖ. Οὕτω καὶ ἡ ἀγάπη οὐ μόνον ἔχει τὴν ἡδίστην ἀπόλαυσιν, ἀλλὰ καὶ τὸν ὑπερβάλλοντα κόπον. Φέρειν γὰρ προσήκει τὰ τοῦ ἀδελφοῦ πλημμελήματα, κἂν φθονῇ, κἂν ὀργίζηται, | |
40 | κἂν ἐπαίρηται, κἂν ἀχαριστίαν νοσῇ. Τούτου χάριν τῇ ἀγάπῃ τὸν κόπον συνέζευξε, τῇ δὲ ἐλπίδι συν‐ έταξε τὴν ὑπομονήν. Ἐλπίδα δὲ ἡμῖν δέδωκεν ὁ Δε‐ σπότης Χριστὸς τῆς ἀναστάσεως τῶν νεκρῶν, τῆς ἀθανάτου ζωῆς, τῆς βασιλείας τῶν οὐρανῶν. Ὑπο‐ | |
45 | μένειν δὲ προσήκει τὸν ταύτην δεξάμενον τὴν ἐλπίδα καὶ φέρειν γενναίως τὰ προσπίπτοντα σκυθρωπά. Ἐπόπτης δὲ τούτων, φησὶν, ἐστὶν ὁ τῶν ὅλων Θεός· τὸ γὰρ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, τοῦτο δηλοῖ. | |
82.629(50) | δʹ, εʹ. «Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς.» | |
55 | Ὑμεῖς ἐστε τῆς τοῦ Εὐαγγελίου δυνάμεως μάρτυ‐ | |
82.632 | ρες. Οὐ γὰρ λόγον ὑμῖν διδασκαλικὸν προσηνέγκα‐ μεν μόνον, ἀλλὰ καὶ τὴν ἀλήθειαν τῶν λόγων διὰ τῶν θαυμάτων ἐδείξαμεν. Μεταδεδώκαμεν δὲ ὑμῖν καὶ ἧς μετειλήφαμεν χάριτος. Τοῦτο γὰρ λέγει ἐν Πνεύ‐ | |
5 | ματι ἁγίῳ. Ἔπεισε δὲ ὑμᾶς καὶ τῶν κινδύνων τὸ μέγεθος, οἷς οὐκ εἴξαμεν, ὡς θεῖα τὰ παρ’ ἡμῶν προσφερόμενα. Τὸ γὰρ, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς, τοὺς κινδύνους δηλοῖ, οὓς ὑπὲρ αὐτῶν ὑπέστησαν, τὸ σωτήριον αὐτοῖς προσφέροντες κή‐ | |
10 | ρυγμα. ϛʹ. «Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε, καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου.» Μέγα μὲν Θεσσαλονικέων ἐγκώμιον καὶ τὸ τοὺς ἀποστόλους ζηλῶσαι· πολλῷ | |
15 | δὲ μεῖζον, μᾶλλον δὲ πάντων μέγιστον, τὸ καὶ αὐ‐ τοῦ τοῦ Δεσπότου μιμήσασθαι τὰ παθήματα, καὶ μὴ ἀλύειν, μηδὲ ἀδημονεῖν ἐν τοῖς κινδύνοις, ἀλλὰ πνευματικῆς ἡδονῆς ἐμφορεῖσθαι. ζʹ. «Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πι‐ | |
20 | στεύουσιν ἐν τῇ Μακεδονίᾳ, καὶ ἐν τῇ Ἀχαΐᾳ.» Ηὔξησε τὴν εὐφημίαν, ἀρχέτυπα αὐτοὺς εὐσεβείας γεγενῆσθαι φήσας ἔθνεσι μεγίστοις καὶ ἐπὶ σοφίᾳ θαυμαζομένοις. ηʹ. «Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυ‐ | |
25 | ρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε.» Καὶ τί λέγω, φησὶ, τὴν Μακεδονίαν καὶ τὴν Ἀχαΐαν; Πανταχοῦ γὰρ ᾄδεται τῆς πίστεως ὑμῶν ἡ θερμότης. Τὸ δὲ, ἀφ’ ὑμῶν ἐξήχηται ὁ λό‐ | |
30 | γος τοῦ Κυρίου, εἴρηκεν, οὐκ ἐπειδὴ ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβε τὸ κήρυγμα, ἀλλ’ ὅτι τούτων ἡ περὶ τὰ θεῖα προθυμία πολυθρύλλητος γενομένη, πολλοὺς εἰς ζῆλον τῆς εὐσεβείας ἐκίνησεν. «Ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι. (θʹ.) Αὐ‐ | |
35 | τοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς.» Προὔλαβεν ἡμᾶς ἡ φήμη, καὶ παρ’ ἄλλων ἀκούομεν ἃ λέγειν ἐθέλομεν. Δήλη γὰρ ἅπασι γέγονε τῆς ἡμετέρας διδασκαλίας ἡ ἐν ὑμῖν εὐκαρπία. «Καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν | |
40 | ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθι‐ νῷ.» Διαῤῥήδην ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, πῶς προσήκει νοεῖν τὸ, ἵνα γινώσκωσί σε τὸν μό‐ νον ἀληθινὸν Θεόν. Οὐ γὰρ τῷ Υἱῷ συγκρίνων, ἀλλὰ τοῖς οὐκ οὖσι θεοῖς τὸν ὄντα Θεὸν, ζῶντα καὶ | |
45 | ἀληθινὸν αὐτὸν προσηγόρευσε. Καὶ ζῶντα μὲν αὐτὸν ὠνόμασεν, ὡς ἐκείνων οὐ ζώντων· ἀληθινὸν δὲ, ὡς ἐκείνων ψευδῶς θεῶν καλουμένων. ιʹ. «Καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐ‐ ρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυό‐ | |
82.632(50) | μενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.» Τῆς τῶν εἰδώλων, φησὶ, πλάνης ἐλευθερώσας, καὶ πρὸς τὴν ἑαυτοῦ μεταθεὶς δεσποτείαν, τὴν δευτέραν ἡμᾶς | |
προσμένειν ἐκέλευσε τοῦ Μονογενοῦς ἐπιφάνειαν, ὃς | ||
82.633 | τῆς ἠπειλημένης τιμωρίας κρείττους ἡμᾶς ἀποφανεῖ. Εἰδέναι μέντοι προσήκει, ὡς οὔτε ἡ θεία τοῦ Μονογε‐ νοῦς φύσις ἐκ νεκρῶν ἠγέρθη, ἀπαθὴς γάρ· οὔτε μὴν ἕτερος υἱὸς ὁ Ἰησοῦς παρὰ τὸν μονογενῆ Υἱόν· ἀλλ’ | |
5 | ὁ αὐτὸς μὲν ἔστιν, ἔπαθε δὲ ὡς ἄνθρωπος, καὶ ἀν‐ έστη ὡς ἄνθρωπος. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. «Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν. Ἀλλὰ | |
10 | προπαθόντες, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φι‐ λίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.» Ἱκανὴ καὶ τῶν παθημάτων ἡ μαρτυρία δεῖξαι τοῦ κηρύγματος τὴν ἀλήθειαν. Οἱ γὰρ ἐξαπατᾷν ἐπιχει‐ | |
15 | ροῦντες μέχρι τῶν κινδύνων τὸ προσωπεῖον περί‐ κεινται· ὅταν δὲ τούτους θεάσωνται, σφᾶς αὐτοὺς ἀπογυμνοῦσι, καὶ τὸ ψεῦδος ἐλέγχουσι. Τούτου χά‐ ριν ὁ θεῖος Ἀπόστολος τῶν ἐν Φιλίπποις δεσμῶν, καὶ μαστίγων, καὶ τῆς μετὰ ταῦτα παῤῥησίας ἀνέμνησε· | |
20 | διδάσκων ὡς πλείονος ἐνεπλήσθη μετὰ τὰ σκυθρωπὰ προθυμίας, ἐπειδὴ προεώρα τῶν πόνων τὸ κέρδος. γʹ. «Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὔτε ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ.» Παράκλησιν τὴν διδασκαλίαν ἐκάλεσεν. Οὐκ ἔοικε, φησὶ, τὰ παρ’ | |
25 | ἡμῶν προσφερόμενα τῇ μυθολογίᾳ τῶν ποιητῶν, ἃ πολλοῦ μὲν ψεύδους, πολλῆς δὲ ἀκολασίας ἐμπέπλη‐ σται· οὔτε μὴν δόλῳ χρώμενοι συνεργῷ εἰς ὄλεθρον ὑμᾶς θηρεύομεν. δʹ. «Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ | |
30 | πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.» Οὐκ αὐτοχειροτόνητοι διδάσκαλοι καθεστήκαμεν, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ τὸ Εὐαγγέλιον ἐπιστεύθημεν. Οὗ δὴ χάριν ὡς ὑπὸ μάρτυρι τῷ Θεῷ | |
35 | πάντα λέγομέν τε καὶ πράττομεν· ἴσμεν γὰρ ὡς οὐδὲν αὐτὸν λέληθε τῶν τῆς ψυχῆς κινημάτων. Τὸ δὲ, καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, ἀντὶ τοῦ, Ἐπειδὴ ἔδοξεν αὐτῷ καὶ ἐδοκίμασε πιστεῦσαι ἡμῖν. | |
40 | εʹ. «Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς.» Τῆς μὲν κολακείας αὐτοὺς ἐκάλεσε μάρ‐ τυρας· δῆλα γὰρ τοῖς ἀκούουσι τῶν κολάκων τὰ ῥήματα· τῆς δὲ πλεονεξίας οὐκ ἔτι αὐτοὺς, ἀλλὰ τὸν | |
45 | τῶν ὅλων Ἐπόπτην. Λανθάνει γὰρ πολλάκις ἀνθρώ‐ πους ὁ τοῦ γιγνομένου σκοπός. Πλεονεξίαν δὲ κέκληκε τὸ ἐπὶ χρήμασι κηρύξαι. ϛʹ, ζʹ. «Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, | |
82.633(50) | ὡς Χριστοῦ ἀπόστολοι.» Οὔτε μὴν δόξης ἀνθρωπίνης ἐρῶμεν. Τοῦτο διὰ μέσου τέθεικε· τὰ δὲ ἐπαγόμενα πρὸς τὸ πρὸ τούτου εἰρημένον, οὔτε προφάσει πλεονεξίας. Τούτῳ γὰρ ἁρμόττει, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι. Προσετά‐ | |
55 | χθημεν, φησὶν, ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἀλλ’ οὐκ | |
82.636 | ἐχρησάμεθα τῇ ἐξουσίᾳ. Τὸ δὲ, ἐν βάρει, πρὸς τοὺς οὐ μεθ’ ἡδονῆς παρέχοντας εἴρηκεν. «Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν· ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα (ηʹ), οὕτως ἱμειρό‐ | |
5 | μενοι ὑμῶν εὐδοκοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.» Ἔδειξε διὰ τῆς εἰκόνος, καὶ τὴν ἠπιότητα, καὶ τὴν κηδεμονίαν. Μητρὶ γὰρ οἰκείων ἐπιμελουμένῃ βρεφῶν ἀπείκασεν | |
10 | ἑαυτόν. Τὴν αὐτὴν γὰρ καὶ τροφὸν καλεῖ, καὶ μητέρα. Ὡς ἐὰν τροφὸς γὰρ, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα, ταύτῃ καὶ ἡμεῖς παραπλησίως ἱμειρόμεθα καὶ ποθοῦ‐ μεν πρὸς τῇ πνευματικῇ διδασκαλίᾳ καὶ τὰς ἡμετέρας ὑμῖν δοῦναι ψυχάς· οὕτως ἡμῖν ἐγένεσθε περιπό‐ | |
15 | θητοι. θʹ. «Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον.» Διδάσκει δὲ καὶ τίς οὗτος. «Νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ | |
20 | Θεοῦ.» Ἔδειξε τοῦ πόνου τὴν ὑπερβολὴν, οὐ μόνον κόπον καὶ μόχθον εἰπὼν, ἀλλὰ καὶ ταῖς ἡμέραις τὸν νυκτερινὸν συζεύξας καιρόν. ιʹ. «Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενή‐ | |
25 | θημεν.» Ὁ διορισμὸς τὴν ἐπιστολικὴν ἡμῖν ἀκρί‐ βειαν ἔδειξεν. Οὐ γὰρ εἶπεν, Ἄμεμπτοι πᾶσιν ὤφθη‐ μεν, ἀλλ’, ὑμῖν τοῖς πιστεύουσι. Τοῦ δὲ Θεοῦ τὴν μαρτυρίαν προστέθεικεν· ἐπειδὴ τοῖς ἀνθρώποις δῆλα τὰ ὁρώμενα μόνα, τῷ δὲ Θεῷ καὶ τὰ τοὺς | |
30 | ἀνθρώπους λανθανόμενα. ιαʹ, ιβʹ. «Καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρούμενοι, εἰς τὸ περιπα‐ τῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς | |
35 | τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.» Πάλιν ἑτέραν εἰκόνα προὔθηκε, καὶ πατρὶ ἑαυτὸν ἀπείκασε, διὰ πλειόνων ἣν περὶ αὐτοὺς ἔχει φιλοστοργίαν δεικνύς. Ἄγαν δὲ ἁρμοδίως τὰ τρία τέθεικε, τὸ παρακα‐ λοῦντες, καὶ παραμυθούμενοι, καὶ μαρτυρού‐ | |
40 | μενοι. Οὐ γὰρ μόνον ψυχαγωγίαν δεῖ τοῖς ἀθυμοῦσι προσφέρειν, ἀλλὰ καὶ τοὺς ῥᾳστώνῃ συζῶντας δεδίτ‐ τεσθαι τῇ μνήμῃ τῶν ἠπειλημένων κακῶν. Ταῦτα δὲ ἐποίουν, φησὶ, προτρέπων ὑμᾶς κατάλληλον ἑλέσθαι βίον τῷ κεκληκότι Θεῷ, καὶ τῶν οὐρανῶν | |
45 | ὑποσχομένῳ τὴν βασιλείαν. ιγʹ. «Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνερ‐ | |
82.636(50) | γεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.» Ἐπειδὴ τῇ δια‐ μαρτυρίᾳ δέος ἐνέθηκε, τοῖς ἐπαίνοις παρεμυθήσατο. Οὐ γὰρ ὡς ἀνθρωπίνους, φησὶ, λόγους, ἀλλ’ ὡς θείους τοὺς παρ’ ἡμῶν προσενεχθέντας ἐδέξασθε. | |
Ἔδειξε δὲ αὐτοὺς τοιούτους καὶ τῶν πραγμάτων ἡ | ||
82.637 | πεῖρα. Προφητικῆς γὰρ καὶ αὐτοὶ χάριτος ἀπολαύ‐ σαντες, καὶ προεφήτευον, καὶ γλώσσαις ἐλάλουν, καὶ θαύματα ἐπετέλουν παράδοξα. Οὐ μόνον δὲ ὁ λόγος ταῦτα ᾐνίξατο, ἀλλὰ καὶ τοὺς ὑπὸ τῶν ἐναντίων | |
5 | προσενεχθέντας αὐτοῖς κινδύνους. Τοῦτο γὰρ τὰ ἐπ‐ αγόμενα δηλοῖ. ιδʹ, ιεʹ. «Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελ‐ φοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε | |
10 | καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀπο‐ κτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.» Εἶτα δείκνυσι τῆς ἐναν‐ | |
15 | τιώσεως τὸν τρόπον. ιϛʹ. «Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Ἱκανὸν εἰς παραψυχὴν τὸ παράδειγμα. Ἡ γὰρ τοῦ | |
20 | πάθους ὁμοιότης ἀρκοῦσαν προσφέρει ψυχαγωγίαν. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὡς καὶ οἱ ἐν Θεσσαλονίκῃ πεπιστευκότες ὑπὸ τῶν ἀπίστων ἐπορθήθησαν, καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἐγυμνώθησαν. Ταυτὸ δὲ τὸ πάθος ὑπέμειναν καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ τὸ σωτήριον | |
25 | δεξάμενοι κήρυγμα. Προηγόρευσε δὲ καὶ τῶν Ἰου‐ δαίων τὴν πανωλεθρίαν· Ἔφθασε γὰρ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκ ἔτι γὰρ ἀνακλήσεως ἀπολαύ‐ σουσι. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Τὸ δὲ, πᾶσιν ἀνθρώποις | |
30 | ἐναντίων, οὕτω νοητέον· Τῇ οἰκουμένῃ, φησὶ, προσενεγκεῖν προσετάχθημεν τὸ σωτήριον κήρυγμα. Οὗτοι δὲ ἡμῖν ἀντιπράττουσιν. Οὐκοῦν πάντων ἀνθρώπων εἰσὶ δυσμενεῖς. ιζʹ. «Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ’ | |
35 | ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισ‐ σοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.» Ἀπείκασεν ἑαυτὸν μητρὶ τρε‐ φούσῃ καὶ θαλπούσῃ τὰ βρέφη, εἶτα πατρὶ φιλο‐ στόργως περὶ τοὺς παῖδας διακειμένῳ, νῦν μειρακίῳ | |
40 | παραπλησίως ἄωρον ὀρφανίαν ὀδυρομένῳ, καὶ τοὺς γεγεννηκότας ἐπιζητοῦντι, ποθεῖν αὐτοὺς ἔφη, καίτοι πρὸς ὀλίγον αὐτῶν χωρισθείς. Καλὴ δὲ καὶ ἡ προσ‐ θήκη, προσώπῳ καὶ οὐ καρδίᾳ, ἀντὶ τοῦ, Τῆς αἰσθη‐ τῆς ὑμῶν ἐστέρημαι θέας, τῆς δὲ νοητῆς ἀπολαύω | |
45 | διηνεκῶς. ιηʹ. «Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.» Ἐπέσχον, φησὶ, τὴν προθυμίαν οἱ ἐπάλ‐ ληλοι πειρασμοί· τούτους δὲ ὁ κοινὸς κινεῖν πολέ‐ | |
82.637(50) | μιος εἴωθεν. Οὗ δὴ χάριν αὐτὸν ἔφη κεκωλυκέναι τὴν πρὸς αὐτοὺς ἐκδημίαν. | |
ιθʹ, κʹ. «Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος | ||
82.640 | καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.» Ἐπειδὴ μητρὶ ἑαυτὸν ἀπείκασε τιθηνουμένῃ τὰ βρέφη, τὰ αὐτῆς | |
5 | φθέγγεται ῥήματα. Αὐταὶ γὰρ τὰ κομιδῇ νέα παιδία καὶ ἐλπίδα, καὶ χαρὰν, καὶ τὰ τοιαῦτα προσαγο‐ ρεύειν εἰώθασι. ΚΕΦΑΛΑΙΟΝ Γ. αʹ—γʹ. «Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν | |
10 | καταλειφθῆναι ἐν Ἀθήναις μόνον, καὶ ἐπέμψα‐ μεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑμᾶς, περὶ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνε‐ | |
15 | σθαι ἐν ταῖς θλίψεσι ταύταις.» Ἐπειδὴ ἡμεῖς δραμεῖν πρὸς ὑμᾶς ἐκωλύθημεν, ἀπεστείλαμεν Τιμόθεον, ὃς ἡμέτερός ἐστιν ἀδελφὸς, τὸ θεῖον δὲ πεπίστευται Εὐαγγέλιον. Ἀπεστείλαμεν δὲ αὐτὸν, οὐχ ἵνα ἑτέραν ὑμῖν προσενέγκῃ διδασκαλίαν, ἀλλ’ ἵνα ἐπὶ τῆς | |
20 | προτέρας ὑμᾶς ἐρείσῃ, καὶ παρακαλέσῃ φέρειν γεν‐ ναίως τὰς τῶν ἐναντίων ἐπιβουλὰς, καὶ μὴ κλονεῖσθαι, μηδὲ τῆς προτέρας ἐξίστασθαι γνώμης. Ἐπισημήνα‐ σθαι μέντοι δεῖ, ὅτι διάκονον τοῦ Θεοῦ κέκληκε τὸν πιστευόμενον τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, διδάσκων | |
25 | ὡς οὐκ οἶδεν ἐλάττονα τοῦ Πατρὸς τὸν Υἱόν. «Αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα.» Ἄνωθεν ἡμῖν ταῦτα προηγόρευσεν ὁ Δεσπότης Χριστός. Οὐδὲν οὖν καινὸν ὑπομένομεν, ἀλλ’ ἅπερ αὐτὸς προείρηκεν· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων·» | |
30 | καί· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ πλεῖστα τούτοις προσόμοια. δʹ. «Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ | |
35 | οἴδατε.» Τοῖς προῤῥηθεῖσι τὰ παρ’ ἡμῶν πράγματα μεμαρτύρηκε. εʹ. «Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.» | |
40 | Τούτου χάριν μηκέτι φέρων τὴν τῆς φροντίδος ὑπερ‐ βολὴν, ἔπεμψα μαθεῖν ποθῶν, μή τις ὑμῖν ἐκ τῶν πειρασμῶν προσεγένετο βλάβη, καὶ ὃν ὑπὲρ ὑμῶν ὑπεμείναμεν, ἐζημιώθημεν πόνον. Οὕτω δείξας τὴν προτέραν φροντίδα, λέγει καὶ τὴν προσγενομένην | |
45 | αὐτῷ θυμηδίαν ἐκ τῶν παρὰ τοῦ θαυμασίου Τιμο‐ θέου κομισθέντων εὐαγγελίων. ϛʹ, ζʹ. «Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγα‐ | |
82.640(50) | θὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει, καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς | |
ὑμῶν πίστεως.» Τρία τέθεικεν ἀξιέραστα, τὴν | ||
82.641 | πίστιν, καὶ τὴν ἀγάπην, καὶ τοῦ διδασκάλου τὴν μνήμην. Δηλοῖ ἡ μὲν πίστις τῆς εὐσεβείας τὸ βέ‐ βαιον· ἡ δὲ ἀγάπη τὴν πρακτικὴν ἀρετήν· ἡ δὲ τοῦ διδασκάλου μνήμη, καὶ ὁ περὶ αὐτὸν πόθος, μαρτυ‐ | |
5 | ρεῖ τῇ περὶ τὴν διδασκαλίαν στοργῇ. Ταῦτα, φησὶν, ἡμῖν τὴν εὐθυμίαν ἐνέθηκε, καὶ τῶν ἐπιφερομένων ἡμῖν ἐπελήσθημεν θλίψεων, ἃς διὰ τὴν ὑμετέραν ὑπομένομεν πίστιν, ἀντὶ τοῦ, διὰ τὸ κηρύττειν ὑμῖν. ηʹ. «Ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυ‐ | |
10 | ρίῳ.» Τὴν γὰρ ὑμετέραν βεβαίωσιν, ζωὴν ἡμετέραν ὑπολαμβάνομεν. θʹ, ιʹ. «Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα ἀνταπο‐ δοῦναι τῷ Θεῷ περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς | |
15 | καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;» Νικᾷ τῆς εὐφροσύνης τὸ μέγε‐ θος τῆς γλώττης τὴν ὑμνῳδίαν. Οὐκ ἰσχύομεν γὰρ ἀντίῤῥοπον ὕμνον τῇ παρασχεθείσῃ ἡμῖν ἐφ’ ὑμῖν | |
20 | θυμηδίᾳ προσενεγκεῖν τῷ Θεῷ. Καὶ νύκτωρ δὲ καὶ μεθ’ ἡμέραν, ἀντιβολοῦμεν παρασχεῖν ἡμῖν τὸν Δεσπότην αὖθις ὑμᾶς ἰδεῖν καὶ ἐπιῤῥῶσαι, καὶ τὴν ἁρμόττουσαν ὑμῖν διδασκαλίαν προσενεγκεῖν. Τοῦτο γὰρ λέγει, καταρτίσαι τὰ ὑστερήματα τῆς πί‐ | |
25 | στεως ὑμῶν, τουτέστι, τὰ ἐλλείποντα πληρῶσαι. Ταύτην δὲ αὐτοῖς τὴν ὠφέλειαν καὶ διὰ τῶν γραμμά‐ των προσφέρει· ἄρχεται δὲ ἀπὸ εὐχῆς. ιαʹ. «Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν | |
30 | ἡμῶν πρὸς ὑμᾶς.» Ἀντὶ τοῦ, Πληρώσαι ἡμῶν τὸν πόθον, καὶ τὰς ἐν μέσῳ δυσκολίας ἀνέλοι. Καὶ ταῦτα δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ἰσότητα δι‐ δάσκει. Οὐ γὰρ τὴν διά πρόθεσιν τέθεικε, ἀλλὰ τὸν καί σύνδεσμον, διδάσκων ὡς τὰ αὐτὰ ὁ Πατὴρ καὶ ὁ | |
35 | Υἱὸς οἰκονομοῦσιν, ὥσπερ αὐτὰ καὶ δημιουργοῦσιν. Ὅτι δὲ μία ἡ οἰκονομία, καὶ τὰ ἐπαγόμενα μαρτυ‐ ρεῖ. Τὸ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς καταλιπὼν πρόσ‐ ωπον, μόνου μέμνηται τοῦ Υἱοῦ, καί φησιν· ιβʹ, ιγʹ. «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ | |
40 | περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐ‐ | |
45 | τοῦ.» Τὸ τῆς ἀγάπης κατόρθωμα πλήρωμα τοῦ νό‐ μου παντὸς ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν. Εὔ‐ χεται τοίνυν αὐτοὺς καὶ τῷ ἀριθμῷ πλεονάσαι, καὶ τῇ ἀγάπῃ περισσεῦσαι, τουτέστι, τελείαν αὐτὴν κτή‐ σασθαι, ὥστε μηδὲν ἐλλείπειν αὐτῇ, καὶ μὴ μόνον | |
82.641(50) | αὐτῇ περὶ ἀλλήλους κεχρῆσθαι, ἀλλὰ καὶ περὶ πάν‐ τας τοὺς ὁμοπίστους, τοὺς ὁπουδήποτε ὄντας. Οὕτως γὰρ, φησὶ, καὶ ἡμεῖς πόῤῥωθεν ὄντες περὶ ὑμᾶς διετέθημεν, στηρίξαι ὑμῶν τὰς καρδίας βουλόμενοι, | |
ὥστε ὑμᾶς μώμου παντὸς ἐλευθέρους, καὶ νῦν ὁρᾶ‐ | ||
82.644 | σθαι τῷ τῶν ὅλων Θεῷ, καὶ μετὰ τῶν ἁγίων ἁπάν‐ των τῷ Δεσπότῃ ὑπαντῆσαι Χριστῷ. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Τὸ λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ | |
5 | παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ.» Τούτῳ κεχρημέ‐ νοι τῷ σκοπῷ, προσφέρομεν ὑμῖν τὴν παραίνεσιν. Τὸ γὰρ λοιπὸν, ἀντὶ τοῦ, Ἀποχρώντως ὑμῖν τὴν ἡμετέραν παράκλησιν. Τίς δὲ αὕτη; «Καθὼς παρ‐ ελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ | |
10 | ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον.» Ὑπεδεί‐ ξαμεν ὑμῖν, ποῖος θεραπεύει βίος τὸν τῶν ὅλων Θεόν· τοὺς τεθέντας ὑμῖν τοίνυν ὅρους φυλάττειν σπουδά‐ ζετε. βʹ. «Οἴδατε γὰρ, τίνας παραγγελίας ἐδώκαμεν | |
15 | ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.» Καὶ ἄνω, ἐν Κυ‐ ρίῳ Ἰησοῦ, εἴρηκε, καὶ ἐνταῦθα διὰ τοῦ Κυρίου Ἰησοῦ, ἀξιόπιστον τῇ τοῦ Δεσπότου μνήμῃ ποιῶν τὴν παραίνεσιν. Ἱκανὰ δὲ ταῦτα τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξαι Εἰ γὰρ διὰ πρόθεσις | |
20 | τὸν ὑπουργὸν σημαίνει, ὑπουργὸς ἄρα τοῦ Παύλου ὁ Κύριος Ἰησοῦς. Διὰ γὰρ τοῦ Κυρίου Ἰησοῦ τὴν παραγγελίαν προσήνεγκε, καὶ ἐν Κυρίῳ Ἰησοῦ τὴν παράκλησιν ἐποιήσατο. Εἰ δὲ καὶ αὐτοὶ ταύτην φεύγουσι τὴν βλασφημίαν, καὶ ὁμολογοῦσι τὸν μὲν | |
25 | Παῦλον δοῦλον, κύριον δὲ τὸν Κύριον· δῆλον ἄρα ὡς ἀδιαφόρως ὁ θεῖος Ἀπόστολος ταῖς προθέσεσι κέ‐ χρηται. Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδί‐ σωμεν. γʹ. «Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς | |
30 | ὑμῶν.» Εἶτα διδάσκει, ποίαν ἀρετὴν ἁγιασμὸν προσ‐ ηγόρευσεν. «Ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας.» Πολλὰ τῆς ἀκολασίας εἴδη· οὗ δὴ χάριν οὐκ ἔφη, πορνείας, ἀλλὰ ἀπὸ πάσης πορνείας. δʹ. «Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶ‐ | |
35 | σθαι ἐν ἁγιασμῷ καὶ τιμῇ.» Τινὲς τὸ, ἑαυτοῦ σκεῦος, τὴν ὁμόζυγα ἡρμήνευσαν· ἐγὼ δὲ νομίζω τὸ ἑκάστου σῶμα οὕτως αὐτὸν κεκληκέναι. Οὐ γὰρ τοῖς γεγαμηκόσι μόνοις τὴν νομοθεσίαν προσφέ‐ ρει. | |
40 | εʹ. «Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν.» Ἀπηλλάγητε, φησὶ, τῆς πλάνης, ἐπέγνωτε τὸν ὄντα Θεόν. Μὴ μιμεῖσθε τοίνυν τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας διάγοντας, μηδὲ τῷ πάθει τῆς ἐπιθυμίας δουλεύετε. Εἶτα σαφέ‐ | |
45 | στερον τὸν νόμον ποιεῖ. ϛʹ. «Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὑτοῦ.» Πλεονεξίαν ἐνταῦθα τὴν μοιχείαν ἐκάλεσε. Τοῦ γὰρ μὴ προσήκοντος ἅπτεται ὁ γάμον διορύττων ἀλλότριον, καὶ τὴν ἄλλῳ | |
82.644(50) | διαφέρουσαν εὐνὴν λῃστεύων. Ηὔξησε δὲ τὴν κατηγο‐ ρίαν, ἀδελφὸν δείξας τὸν ἀδικούμενον. Ὑποδείκνυσι δὲ τὴν τιμωρίαν, τῇ παρανομίᾳ τὸ δέος ἀντιστρα‐ τεύων. «Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τού‐ | |
των, καθὼς καὶ προείπομεν ὑμῖν, καὶ διεμαρτυρά‐ | ||
82.645 | μεθα.» Καὶ ἤδη γὰρ ἐδιδάξαμεν ὡς κριτής ἐστι δίκαιος ὁ τῶν ὅλων Δεσπότης, καὶ δίκας τοὺς παρα‐ νομοῦντας εἰσπράττεται. Δείκνυσι δὲ καὶ τῆς τιμω‐ ρίας τὸ δίκαιον. | |
5 | ζʹ. «Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπ’ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ.» Ὁ διάβολος τῶν οὐκ ὄντων θεῶν τὰ δόγματα ἀκολασίας ἐνέπλησε, ταύτην ἰέναι τὴν ὁδὸν τοὺς ἀνθρώπους προτρέπων· ὁ δὲ ὄντως Θεὸς ἐκείνην μὲν ἐκκλίνειν ἡμᾶς κελεύει, τὴν δὲ τῆς σω‐ | |
10 | φροσύνης μετιέναι παρεγγυᾶται. ηʹ. «Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὑτοῦ τὸ ἅγιον εἰς ἡμᾶς.» Εἰς αὐτὸν τοίνυν ἡ ἀδικία χωρεῖ τὸν τῶν ὅλων Θεόν. Αὐτὸς γὰρ ἡμῖν καὶ τοῦ παν‐ | |
15 | αγίου Πνεύματος τὴν χάριν δεδώρηται. Οὕτω τὴν περὶ τῆς σωφροσύνης διδασκαλίαν περάνας, εἰς ἕτε‐ ρον εἶδος παραινέσεως μεταβαίνει. θʹ, ιʹ. «Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς | |
20 | τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς, καὶ τοὺς ἐν ὅλῃ τῇ Μακε‐ δονίᾳ.» Φιλαδελφίαν ἐνταῦθα τὴν τῶν χρημάτων φιλοτιμίαν ἐκάλεσε, περὶ ἧς ἔφη μὴ χρῄζειν αὐτοὺς παραινέσεως· ἐκ θείας γὰρ αὐτοῖς προσγεγενῆσθαι | |
25 | χάριτος τὸ κατόρθωμα. «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, (ιαʹ) καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγείλαμεν ὑμῖν, ἵνα περιπα‐ | |
30 | τῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.» Οὐκ ἐναντία τοῖς προῤῥηθεῖσιν ἐπαίνοις ἡ παραίνεσις. Συνέβαινε γὰρ, τοὺς μὲν φιλοτίμως χορηγεῖν τοῖς δεομένοις τὴν χρείαν, τοὺς δὲ διὰ τὴν τούτων φιλοτιμίαν ἀμελεῖν τῆς ἐργασίας. Εἰκότως | |
35 | τοίνυν κἀκείνους ἐπῄνεσε, καὶ τούτοις τὰ πρόσφορα συνεβούλευσε. Καὶ φιλοτιμίαν ἁρμοδίως τὴν ἐργα‐ σίαν ἐκάλεσεν. Οἱ γὰρ δυνάμενοι καὶ δίχα τῆς ἐργα‐ σίας τρέφεσθαι διὰ τὴν τῶν ὁμοπίστων φιλαδελφίαν, εἶτα δίχα πόνων οὐκ ἀνεχόμενοι ζῇν, ἀλλ’ ἐκ τῶν | |
40 | χειρῶν τὸν βίον ποιούμενοι, οἷόν τινα φιλοτιμίαν τὴν φιλοπονίαν εἰσέφερον. Τὸ δὲ, ἵνα περιπατῆτε εὐ‐ σχημόνως πρὸς τοὺς ἔξω, αὐτὸς ἡρμήνευσεν ἐπ‐ αγαγὼν, καὶ μηδενὸς χρείαν ἔχητε. Ἀσχημοσύνη γὰρ, φησὶ, τὸ ἐν ἀργίᾳ ζῇν, τὸ μὴ ἐξ ἐργασίας τὴν | |
45 | χρείαν πορίζεσθαι, ἀλλὰ προσαίτου βίου αἱρεῖσθαι, καὶ τὴν ἄλλων προσμένειν φιλοτιμίαν. Ἐντεῦθεν τὴν περὶ τῆς ἀναστάσεως διδασκαλίαν προσφέρει, τοὺς ἐπὶ τοὺς τεθνεῶτας ἀθυμοῦντας ψυχαγωγῶν. ιβʹ. «Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, | |
82.645(50) | περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.» Οὐ παντελῶς κωλύει τὴν λύπην, ἀλλὰ τὴν ἀμετρίαν ἐκβάλλει, καὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι ψυχαγωγεῖ. Οἱ γὰρ ταύ‐ | |
την οὐκ ἔχοντες ἔχουσι τῆς ἀμέτρου λύπης ἀπολο‐ | ||
82.648 | γίαν. Διὰ τοῦτο οὐδὲ περὶ τῶν τεθνεώτων ἔφη, ἀλλὰ περὶ τῶν κεκοιμημένων, καὶ δι’ αὐτοῦ τοῦ ὀνόματος τὴν παραμυθίαν πραγματευόμενος. Εἶτα ἀφ’ ἧς κατεδέξαντο περὶ τοῦ Δεσπότου Χριστοῦ διδασκαλίας | |
5 | προσφέρει τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. ιγʹ. «Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη· οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.» Εἰ τοῦ Χριστοῦ ἡ ἀνά‐ στασις πίστεως ἡμῖν ἀξία εἶναι δοκεῖ, πιστεύσωμεν | |
10 | ὅτι καὶ ἡμεῖς τευξόμεθα τῆς ἀναστάσεως. Δι’ ἡμᾶς γὰρ τὸ τῆς ἐνανθρωπήσεως ᾠκονομήθη μυστήριον· σοφῶς δὲ λίαν ὁ θεῖος Ἀπόστολος τὸν μὲν Κύριον Ἰησοῦν τεθνάναι ἔφη, διὰ τοὺς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, φαντασίᾳ δὲ οἰομένους καὶ | |
15 | ὀφθῆναι αὐτὸν καὶ παθεῖν. Τοὺς δὲ ἀποθνήσκοντας κοιμωμένους ἐκάλεσε, καὶ τῷ ὀνόματι τοὺς ἀθυ‐ μοῦντας ψυχαγωγῶν· τῷ γὰρ ὕπνῳ ἐγρήγορσις ἕπεται. ιδʹ. «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» | |
20 | Οὐ γὰρ οἰκείοις χρώμεθα λογισμοῖς, ἀλλ’ ἐκ θείας ἡμῖν ἀποκαλύψεως ἡ διδασκαλία γεγένηται. Τίς δὲ αὕτη, «Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας.» Οὕτω, φησὶν, ὀξέως καὶ τα‐ | |
25 | χέως, καὶ ἐν ἀκαρεῖ, οἱ τετελευτηκότες ἅπαντες ἀναστήσονται, ὡς τοὺς ἔτι κατ’ ἐκεῖνον τὸν καιρὸν περιόντας προλαβεῖν, καὶ προαπαντῆσαι τῷ Σωτῆρι τῶν ὅλων. Τὸ γὰρ ἡμεῖς οἱ ζῶντες, οὐκ ἐπὶ τοῦ ἑαυτοῦ προσώπου τέθεικεν, ἀλλ’ ἐπὶ τῶν κατ’ ἐκεῖ‐ | |
30 | νον τὸν καιρὸν περιόντων ἀνθρώπων. Πιστοῦται δὲ τὸ τοῦ εἰρημένου παράδοξον τῇ δυνάμει τοῦ ἐν‐ εργοῦντος. ιεʹ. «Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ σάλπιγγι Θεοῦ καταβήσεται | |
35 | ἀπ’ οὐρανοῦ.» Αὐτὸς γὰρ πρῶτος τῶν ὅλων ὁ Κύ‐ ριος ἐκ τῶν οὐρανῶν ἐπιφανήσεται κατιὼν, τῶν ἀοράτων ἡγουμένων δυνάμεων, καὶ κελεύσει μὲν ἀρχάγγελον βοῆσαι, καὶ τοὺς νεκροὺς ἀναστῆσαι. Σάλπιγγες δὲ πανταχόθεν ἠχήσουσι μέγα τι καὶ | |
40 | ἐξαίσιον. Τοῦτο δὲ καὶ ἐν τῇ πρὸς Κορινθίους ἔφη· «Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλα‐ γησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.» Εἰ δὲ ἐν τῷ | |
45 | Σινᾷ ὄρει συμμέτρου τοῖς τότε παροῦσι γεγενημένης ἠχῆς, οὐκ ἤνεγκεν ὁ λαὸς τὴν τοῦ δέους ὑπερβολὴν, ἀλλὰ πρὸς τὸν μέγαν ἔφη Μωυσέα· «Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω ὁ Θεὸς πρὸς ἡμᾶς, ἵνα μὴ ἀπο‐ θάνωμεν·» τίς οἴσει τὴν ἐνεχθησομένην τότε φω‐ | |
82.648(50) | νήν; Τὸ δὲ, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, τοῦτο σημαίνει, ὅτι κελευόμενός τις τῶν ἀρχαγγέ‐ | |
λων παρακελεύσεται τοῖς νεκροῖς ἀναστῆναι· οἱ δὲ | ||
82.649 | παραυτίκα ἀνίστανται, καὶ μετὰ τοσαύτης ὀξύτητος, ὡς προφθάσαι τοὺς ἔτι περιόντας. Τοιοῦτό τι καὶ ἐν τοῖς θείοις Εὐαγγελίοις ἐπὶ τῆς παραβολῆς τῶν παρθένων εἴρηται· «Μέσης δὲ νυκτὸς κραυγὴ γέ‐ | |
5 | γονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάν‐ τησιν αὐτοῦ.» —«Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτον.» Νεκροὺς τοὺς πιστοὺς λέγει, οὐ μόνον τοὺς τῷ Εὐαγγελίῳ πεπιστευκότας, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ, καὶ τοὺς πρὸ νόμου διαλάμ‐ | |
10 | ψαντας. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ἑβραίους ἔφη· «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Ἅπαντες τοίνυν οἱ εὐσεβείᾳ | |
15 | λαμπρυνόμενοι, πρῶτοι τῆς ἀναστάσεως ἀπολαύσον‐ ται. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν· «Ἀπαρχὴ γὰρ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος.» ιϛʹ. «Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμε‐ | |
20 | νοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ἔδειξε τὸ μέγεθος τῆς τιμῆς. Ὥσπερ γὰρ αὐτὸς ὁ Δεσπότης ἐπὶ νεφέ‐ λης φωτεινῆς ἀνελήφθη· οὕτω καὶ οἱ εἰς αὐτὸν | |
25 | πεπιστευκότες, οἵ τε ἐκ νεκρῶν ἀνιστάμενοι, καὶ οἱ ἔτι περιόντες, ἐπὶ νεφελῶν ὀχούμενοι ὑπαντήσουσι τῷ τῶν ὅλων Κριτῇ, καὶ σὺν αὐτῷ διάγοντες τὸν ἀπέραντον αἰῶνα διατελέσουσι. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξε· «Δύο εὑρεθή‐ | |
30 | σονται ἐν τῇ κλίνῃ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται· δύο ἐν τῷ μύλωνι, μία παραλαμβάνεται, [καὶ μία ἀφίεται·] δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνε‐ ται, καὶ εἷς ἀφίεται.» Καὶ διὰ μὲν τῆς κλίνης τὴν εὐπορίαν ᾐνίξατο· διὰ δὲ τοῦ μύλωνος, τήν τε δου‐ | |
35 | λείαν καὶ τὴν θητείαν· διὰ δὲ τοῦ ἀγροῦ, τὸν γεωρ‐ γικὸν βίον. Καὶ ἐδίδαξεν ὡς ἕκαστος βίος καὶ τοὺς σωζομένους ἔχει, καὶ τοὺς κολαζομένους. Οὕτω καὶ βασιλέως εἴς τινα πόλιν εἰσιόντος, οἱ μὲν ἐν τέλει καὶ ἀξιώτατοι πόῤῥω που ἀπαντῶσιν· οἱ δὲ ἐγκλή‐ | |
40 | μασιν ὑπεύθυνοι ἔνδον προσμένουσι τὴν τοῦ κριτοῦ παρουσίαν. ιζʹ. «Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν λόγοις τούτοις.» Ταῦτα τοίνυν εἰδότες, φέρετε γενναίως τοῦ παρόντος αἰῶνος τὰ σκυθρωπά. | |
45 | ΚΕΦΑΛ. Εʹ. αʹ, βʹ. «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελ‐ φοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.» Ὡς προδεδιδαγμένοις | |
82.649(50) | ταῦτα γράφει. Τὸ δὲ αἰφνίδιον τῆς Δεσποτικῆς παρ‐ ουσίας ἀπείκασε κλέπτῃ. Καὶ γὰρ οὗτος πειρᾶται | |
λαθεῖν, ἀλλ’ ὁ φυλάττων τὴν οἰκίαν, τῆς τοῦ κλέπτου | ||
82.652 | παρουσίας αἰσθάνεται· ὁ δὲ ὀλιγωρῶν καὶ καθεύδων ἀποσυλᾶται. Οὕτως ὁ νήφων τῆς Δεσποτικῆς ἐπι‐ φανείας τὰ σημεῖα γινώσκει. γʹ. «Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε | |
5 | αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι.» Σφόδρα πρόσφορον τὸ παράδειγμα. Καὶ γὰρ ἡ κύουσα οἶδεν ὅτι φέρει τὸ ἔμβρυον, ἀγνοεῖ δὲ τὸν τῶν ὠδί‐ νων καιρόν. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἐπιφανήσεται | |
10 | τῶν ὅλων ὁ Κύριος, ἴσμεν· σαφῶς δὲ αὐτὸν τὸν καιρὸν οὐδαμῶς ἐδιδάχθημεν. Οὗ δὴ χάριν προσ‐ μένειν ἀεὶ δεῖ τὴν ἡμέραν ἐκείνην. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις ἔφη· «Ὥσπερ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξ‐ | |
15 | εγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἀπ‐ ώλεσεν ἅπαντας· οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Διὰ πάντα δὲ τὸ αἰφνίδιον αὐτῆς δεδήλωκεν. δʹ, εʹ. «Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, | |
20 | ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους.» Τῷ γὰρ παραβο‐ λικῷ ἐπέμεινε σχήματι· καὶ σκότος μὲν καλεῖ τὴν ἄγνοιαν, ἡμέραν δὲ τὴν γνῶσιν. Λέγει τοίνυν, ὅτι Τῆς | |
25 | θεογνωσίας τὴν ἀκτῖνα δεξάμενοι, φεύγετε τὰ τοῦ σκότους ἐπιτηδεύματα, ἵνα μὴ ἐξαπιναίως ὑμῖν ἐπενεχθῇ τῆς τιμωρίας ἡ ψῆφος. Καὶ ἐπιμένων τῇ παραινέσει ἐπήγαγε· ϛʹ. «Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποί.» | |
30 | Τουτέστιν, οἱ τῇ δυσσεβείᾳ δουλεύοντες. «Ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.» Εἶτα ἀπὸ τῶν κατὰ τὸν βίον γινομένων πορίζει τὴν ὠφέλειαν. ζʹ, ηʹ. «Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν. Ἡμεῖς δὲ | |
35 | ἡμέρας ὄντες νήφωμεν.» Τοῦτο καὶ ἑτέρωθι ἔφη· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώ‐ μεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.» Ταῦτα καὶ ἐνταῦθα προσφέρει τὰ ὅπλα. «Ἐνδυσώμεθα θώρακα πίστεως καὶ ἀγάπης, | |
40 | καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας.» Φραξάτω ἡμᾶς, φησὶν, ἀντὶ θώρακος ἡ περὶ τὸν Θεὸν πίστις, καὶ ἡ περὶ τὸν πέλας ἀγάπη. Γενέσθω δὲ ἡμῖν κράνος ἀῤῥαγὲς ἡ τῆς ἐπηγγελμένης σωτηρίας ἐλπίς. | |
45 | θʹ, ιʹ. «Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.» Οὐ γὰρ τούτου χάριν ἡμᾶς ἐκάλεσεν, ἵνα δῷ τιμω‐ ρίαν, ἀλλ’ ἵνα σωτηρίας ἀξιώσῃ, καὶ οἰκείους ἀπο‐ | |
82.652(50) | φήνῃ, συνεργῷ χρησάμενος τῷ Δεσπότῃ Χριστῷ, ὃς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον. «Ἵνα εἴτε γρηγορῶμεν, εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζή‐ σωμεν.» Ἵνα καὶ οἱ τετελευτηκότες, καὶ οἱ ἔτι | |
περιόντες, κοινωνήσωμεν αὐτῷ τῆς ζωῆς. Ἐγρη‐ | ||
82.653 | γορότας γὰρ ἐκάλεσε τοὺς ἔτι κατ’ ἐκεῖνον τὸν καιρὸν περιόντας· καθεύδοντας δὲ τοὺς τετελευ‐ τηκότας. ιαʹ. «Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε | |
5 | εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Ἀλλήλους τοιγαρ‐ οῦν ψυχαγωγεῖτε, καὶ ἐπὶ ταύτης βεβαιοῦτε τῆς πίστεως. Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, τὴν περὶ τῶν διδασκάλων αὐτοῖς προσφέρει παρ‐ αίνεσιν. | |
10 | ιβʹ, ιγʹ. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐ‐ τῶν· εἰρηνεύετε ἐν αὐτοῖς.» Δίκαιον πάσης παρ’ | |
15 | ὑμῶν ἀξιοῦσθαι τοὺς διδασκάλους τιμῆς, καὶ τὸ προσῆκον αὐτοῖς παρ’ ὑμῶν προσφέρεσθαι γέρας, καὶ μὴ ἀντιλέγειν τοῖς παρ’ αὐτῶν λεγομένοις. Τοῦτο γὰρ λέγει, Εἰρηνεύετε ἐν αὐτοῖς. Τὸ δὲ, προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, ἀντὶ τοῦ, ὑπερ‐ | |
20 | ευχομένους ὑμῶν, καὶ τῷ Θεῷ τὴν ὑπὲρ ὑμῶν πρεσβείαν προσφέροντας. Τὸ δὲ, Ἡγεῖσθε αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ, ἀντὶ τοῦ, Πλείονος αὐτοὺς ἀξιοῦτε τιμῆς μετὰ διαθέσεως προσφερομέ‐ νης εἰλικρινοῦς. | |
25 | ιδʹ. «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους.» Τοὺς ἀργίᾳ συζῶντας οὕτως ἐκά‐ λεσεν, ὡς τὴν κειμένην μὴ φυλάττοντας τάξιν· τούτους οὐ μισεῖσθαι, ἀλλὰ νουθετεῖσθαι προσέταξε. «Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους.» Ὀλιγοψύχους | |
30 | τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ἀμέτρως ἀθυμοῦντας ὠνό‐ μασεν· ὡσαύτως δὲ καὶ τοὺς μὴ ἀνδρείως φέροντας τῶν ἐναντίων τὰς προσβολάς. «Ἀντέχεσθε τῶν ἀσθενῶν.» Τοὺς μὴ ἑδραίαν κεκτημένους πίστιν ὑπερείδετε. «Μακροθυμεῖτε πρὸς πάντας.» Καὶ | |
35 | τοὺς οἰκείους, καὶ τοὺς ἀλλοτρίους· τοῦτο γὰρ ἐπ‐ ήγαγεν· ιεʹ. «Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων | |
40 | ἔγραψε· «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.» ιϛʹ. «Πάντοτε χαίρετε.» Καὶ ἐν πενίᾳ, καὶ ἐν ἀῤῥωστίᾳ, καὶ αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι. | |
45 | ιζʹ. «Ἀδιαλείπτως προσεύχεσθε.» Οὐδὲ τοῦτο τῶν ἀδυνάτων· ῥᾴδιον γὰρ καὶ τῷ ἐσθίοντι τὸν Θεὸν ἀνυμνεῖν, καὶ τῷ βαδίζοντι τὴν θείαν συμμαχίαν αἰτεῖν. ιηʹ. «Ἐν παντὶ εὐχαριστεῖτε.» Μὴ μόνον ἐν | |
82.653(50) | τοῖς θυμήρεσιν, ἀλλὰ κἀν τοῖς ἐναντίοις. Οἶδε γὰρ τὸ συμφέρον ὁ μεγαλόδωρος. «Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.» Ῥᾴδιον ἦν αὐτῷ κατασβέσαι πᾶσαν τὴν ζάλην, ἀλλὰ διὰ τρικυμιῶν βούλεται τὴν ἡμετέραν πραγματεύσασθαι σωτη‐ | |
55 | ρίαν. ιθʹ. «Τὸ πνεῦμα μὴ σβέννυτε.» Καὶ τί τὸ τοῦτο | |
ποιοῦν; | ||
82.656 | κʹ. «Προφητείας μὴ ἐξουθενεῖτε.» Τινές φασιν, ὡς ἐπανέστησεν ὁ διάβολος καὶ κατὰ τὸν τῶν ἀπο‐ στόλων καιρὸν τοῖς προφήταις ψευδοπροφήτας, καὶ ὅτι τινὲς διὰ τὰς ψευδεῖς προφητείας καὶ τοὺς τἀληθῆ | |
5 | προαγορεύοντας προφητεύειν ἐκώλυον. Παρεγγυᾷ τοίνυν αὐτοῖς τὴν προφητικὴν μὴ κωλύειν χάριν, ὡς τῶν τοῦτο ποιούντων μονονουχὶ σβεννύντων τὴν ἐκεῖθεν φερομένην αὐγήν. Τοῦτο δηλοῖ καὶ τὰ ἑξῆς. | |
10 | καʹ. «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε.» Ῥᾴδιον ὑμῖν διαγνῶναι, τίνα μὲν τὰ τοῦ θείου Πνεύ‐ ματος, τίνα δὲ τὰ τοῦ ἐναντίου. Τὰ τῆς ἀπάτης τοί‐ νυν ἀποκρίναντες, τὰ τῆς ἀληθείας κατέχετε. Εἶτα γενικῶς ἀποτρέπει. | |
15 | κβʹ. «Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Κατὰ ταυτὸν συμπεριέλαβε τὰ δογματικὰ καὶ τὰ ἠθικά. κγʹ. «Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς.» Τουτέστι, τελείως. «Καὶ ὁλόκληρον ὑμῶν | |
20 | τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρη‐ θείη.» Πνεῦμα τὸ χάρισμα κέκληκε. Τοῦτο δὲ αὐ‐ τοῖς μέχρι τῆς Δεσποτικῆς παρουσίας ἐπηύξατο φυ‐ λαχθῆναι. Ἕπεται δὲ αὐτοῦ ἡ φυλακὴ τῇ τῆς ψυ‐ | |
25 | χῆς καὶ τοῦ σώματος καθαρότητι. κδʹ. «Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.» Τὸ, πιστὸς, ἀντὶ τοῦ, ἀληθής. Ὁ γὰρ ἐπὶ τὸ σῶσαι καλέσας, τῷ ἀγαθῷ ὑμῶν συμπράξει σκοπῷ. Εἶτα πάλιν τὸ μέτριον αὑτοῦ δείκνυσι φρόνημα. | |
30 | κεʹ. «Ἀδελφοὶ, προσεύχεσθε περὶ ἡμῶν.» Τοῦτο δὲ τέθεικεν, οὐχ ἵνα λάβῃ μόνον τῆς εὐχῆς τὴν βοή‐ θειαν, ἀλλ’ ἵνα καὶ αὐτοὺς μετριάζειν διδάξῃ. κϛʹ, κζʹ. «Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλήματι. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνω‐ | |
35 | σθῆναι τὴν Ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.» Τὸν ὅρκον προστέθεικε, πᾶσι τὴν ἐκ τῆς ἀναγνώσεως ὠφέλειαν πραγματευόμενος. Εἰκὸς γὰρ ἦν τοὺς πρώ‐ τους τὴν Ἐπιστολὴν δεξαμένους μὴ πᾶσι ταύτην προσενεγκεῖν. | |
40 | κηʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν.» Ταύτης καὶ ἡμεῖς ἀπολαύσαι‐ μεν· ἀπολαυσόμεθα δὲ, ἢν ἐθελήσωμεν. Πάντων γὰρ ἡμῶν ἀπόστολος καὶ διδάσκαλος, ὁ τήνδε τὴν εὐλο‐ γίαν προσενεγκών. Ἢν τοίνυν τοὺς τεθέντας φυλάτ‐ | |
45 | τωμεν νόμους, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν τρυ‐ γήσομεν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέ‐ πει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
82.656(50) | Ἡ πρὸς Θεσσαλονικεῖς πρώτη ἐγράφη ἀπὸ | |
Ἀθηνῶν. | ||
82.657(1t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
2t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
3t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ Βʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. | |
7 | ΥΠΟΘΕΣΙΣ. Γνοὺς ὁ θεῖος Ἀπόστολος τὴν ἐκ τῶν προτέρων γραμμάτων τοῖς Θεσσαλονικεῦσιν ἐγγινομένην ὠφέ‐ | |
10 | λειαν, καὶ ὅτι χαλεπῶς ὑπὲρ τῆς πίστεως πολεμού‐ μενοι φέρουσι γενναίως τῶν ἐναντίων τὰς προσβολὰς, καὶ δευτέραν αὐτοῖς Ἐπιστολὴν γέγραφε, παραθήγων εἰς ἀνδρείαν, καὶ τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγω‐ γῶν. Ἐπειδὴ δὲ καὶ πεῖσαί τινες αὐτοὺς ἐπειράθη‐ | |
15 | σαν, ὡς ἐνέστηκεν ὁ τῆς συντελείας καιρὸς, τὸν Ἀπόστολον ταῦτα λέγοντες εἰρηκέναι· καὶ περὶ τού‐ των ἐπέστειλε, τὰ προσήκοντα διδάσκων, ὡς δεῖ πρό‐ τερον ὀφθῆναι τὸν τῆς ἀληθείας ἐχθρὸν, τὸν Ἀντί‐ χριστον λέγων· εἶθ’ οὕτω γίνεσθαι τὴν τοῦ Θεοῦ καὶ | |
20 | Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Παρῄνεσε δὲ καὶ τοῖς τὸν ἀργὸν βίον προαιρουμένοις τὰ πρόσφορα. Ἑκάστου δὲ τούτων τὴν διάνοιαν ἐκ τῆς τῶν ῥητῶν ἑρμηνείας εἰσόμεθα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. | |
25 | αʹ, βʹ. «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Τοὺς αὐτοὺς πάλιν ἔλαβε κοινωνοὺς τῶν γραμμάτων, | |
30 | ὡς συνεργοὺς τοῦ κηρύγματος γενομένους. Τὸ δὲ, ἐν Θεῷ Πατρὶ, ἔοικε τῷ παρ’ ἡμῶν ἐν ταῖς ἐπιστο‐ λαῖς γραφομένῳ. Καὶ γὰρ ἡμεῖς εἰώθαμεν γράφειν· Ὁ δεῖνα τῷ δεῖνι ἐν Κυρίῳ χαίρειν. Καὶ ἐνταῦθα δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ ἰσοδύναμον ἡμᾶς ἐδί‐ | |
35 | δαξεν. Εἰρηκὼς γὰρ, ἐν Θεῷ Πατρὶ ἡμῶν, ἐπήγαγε, καὶ ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ. Καὶ πάλιν εἰπὼν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, προστέθεικε, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, ὡς τῶν αὐτῶν ἀγαθῶν καὶ παρὰ τοῦ Πατρὸς ἡμῖν καὶ παρὰ τοῦ Υἱοῦ χορηγου‐ | |
40 | μένων. γʹ. «Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου | |
πάντων ὑμῶν εἰς ἀλλήλους.» Πάλιν τῇ εὐχαριστίᾳ | ||
82.660 | σχηματίζει τὴν εὐφημίαν, καὶ θαυμάζει μὲν αὐτῶν τὴν περὶ τὸν Θεὸν πίστιν, θαυμάζει δὲ τὴν περὶ τοῦ πέλας ἀγάπην. Δι’ ἀμφοτέρων δὲ τὴν τελεωτάτην αὐ‐ τοῖς ἀρετὴν μαρτυρεῖ. Καὶ γὰρ ὁ Κύριος ἐν ταῖς δύο | |
5 | ταύταις ἐντολαῖς ὅλον ἔφη τὸν νόμον καὶ τοὺς προ‐ φήτας πληροῦσθαι. δʹ, εʹ. «Ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν, ἐν ταῖς | |
10 | θλίψεσιν αἷς ἀνέχεσθε. Ἔνδειγμα τῆς δικαίας κρί‐ σεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ἡμᾶς τῆς βασι‐ λείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε.» Καὶ τὸ μέ‐ γεθος τῶν προσλαμβανόντων ὑμῖν μανθάνοντες λυ‐ πηρῶν, καὶ τὴν ὑμετέραν καρτερίαν, δι’ ἧς ἀπο‐ | |
15 | κρούεσθε ταῦτα, σεμνυνόμενοι ἐφ’ ὑμῖν καὶ τὴν ὑμετέραν ἀνδρείαν ἐν ταῖς ἄλλαις Ἐκκλησίαις θαυ‐ μάζομεν. Οἴδαμεν δὲ καὶ, ὡς ἴστε σαφῶς, τῶν κινδύνων τὰ ἆθλα, καὶ τὴν τῶν οὐρανῶν προσδέχεσθε βασιλείαν, τοῦ ἀγωνοθέτου τὴν δικαίαν ἐπιστάμενοι ψῆφον. Τοῦτο | |
20 | γὰρ εἶπεν ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ποιεῖ δὲ αὐτὸ σαφέστερον διὰ τῶν ἑξῆς· ϛʹ—ηʹ. «Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου | |
25 | Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν Θεὸν, καὶ τοῖς μὴ ἀκούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.» Τὸ, εἴπερ, οὐκ ἐπὶ ἀμφιβο‐ λίας τέθεικεν, ἀλλ’ ἐπὶ βεβαιώσεως. Καὶ γὰρ ἡμεῖς | |
30 | εἰώθαμεν ἰσχυριζόμενοι λέγειν· Εἴπερ τόδε ἀληθὲς, ὥσπερ οὖν ἀληθές. Λέγει τοίνυν ὅτι δίκαιον καὶ πρέ‐ πον τῷ τῆς δικαιοσύνης νομοθέτῃ, καὶ ἡμᾶς ὑπὲρ τῶν τῆς πίστεως ἀμείψασθαι παθημάτων, καὶ τοὺς ἐναν‐ τίους δίκας εἰσπράξασθαι ἀσεβείας. Ἔσται δὲ τοῦτο | |
35 | κατὰ τὸν τῆς συντελείας καιρόν· τηνικαῦτα γὰρ παρα‐ γίνεται μὲν οὐρανόθεν ὁ Κύριος, ἡγοῦνται δὲ τῶν ἀγγέλων οἱ δῆμοι, καὶ παραδοθήσονται τῇ ἀσβέστῳ φλογὶ οἱ τὸν τῆς ἀπιστίας περικείμενοι ζόφον. Ταῦτα δὲ γέγραφεν ὁ θεῖος Ἀπόστολος, τοὺς τὰ δεινὰ ἐκεῖνα | |
40 | καὶ χαλεπὰ ὑπομένοντας τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγῶν. Διά τοι τοῦτο καὶ φόβου μεστὸν ἔδειξε τὸ κριτήριον· πρῶτον μὲν ἀπ’ οὐρανοῦ δείξας παραγι‐ νόμενον τὸν Κριτήν· ἔπειτα τῶν διακονούντων τὴν δύναμιν· ἄγγελοι γὰρ οὗτοι· εἶτα τῆς τιμωρίας τὸ | |
45 | εἶδος· φλογὶ γὰρ πυρὸς παραδίδονται. Εἰ δὲ οἱ μὴ πειθόμενοι τῷ Εὐαγγελίῳ ταῦτα πείσονται, εὔδηλον ὡς καὶ χαλεπωτέρων πειρασθήσονται οἱ καὶ τοῖς πι‐ στεύσασι πολεμοῦντες. θʹ, ιʹ. «Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, | |
82.660(50) | ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὑτοῦ, καὶ θαυμασθῆναι ἐπὶ πᾶσι τοῖς πιστεύσασιν.» Ἀκριβέστερον ἔδειξε τῆς τιμωρίας τὸ μέγεθος, αἰώ‐ νιον ταύτην ἀποκαλέσας. Ἔδειξε δὲ καὶ τῶν πεπι‐ | |
55 | στευκότων τὴν περιφάνειαν, αὐτὸν εἰρηκὼς τὸν Θεὸν | |
ἐν αὐτοῖς δοξασθήσεσθαί τε καὶ θαυμασθήσεσθαι. | ||
82.661 | Ἐπειδὴ γὰρ κατὰ τὸν παρόντα βίον, οἱ μὲν εἰσὶν ἐν ταλαιπωρίαις καὶ πόνοις, τινὲς δὲ πονηρίᾳ συζῶντες ἀφθόνων ἀπολαύουσιν ἀγαθῶν, ἐν δέ γε τῇ τῆς κρί‐ σεως ἡμέρᾳ ἀναῤῥηθήσονται μὲν οἱ δίκαιοι, καὶ στε‐ | |
5 | φάνων ἀξιωθήσονται, κολασθήσονται δὲ οἱ πονηρίᾳ συνεζηκότες· εἰκότως ἔφη, ὅταν ἔλθῃ ἐνδοξασθῆ‐ ναι ἐν τοῖς ἁγίοις αὑτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς μὴ πιστεύσασι. Τότε γὰρ τοῦ κριτοῦ τὴν δικαίαν ψῆφον θαυμάσουσιν ἅπαντες. «Ὅτι ἐπι‐ | |
10 | στεύθη τὸ μαρτύριον ἡμῶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Τὸ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ ἄνω ἀποδοτέον· θαυ‐ μάσεται γὰρ ἐν πᾶσι τοῖς πιστεύσασιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Μαρτύριον δὲ τὸ κήρυγμα προσηγόρευσε. Τοῦτο δὲ καὶ αὐτοὺς ἔφη πεπιστευκέναι. | |
15 | ιαʹ, ιβʹ. «Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν | |
20 | αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Τούτου δὴ χάριν ἀντιβολοῦμεν τὸν τῶν ὅλων Θεὸν, ὥστε ὑμᾶς ἀξιωθέντας τῆς κλήσεως πάντων ἐμφορηθῆναι τῶν ἀγαθῶν, ὥστε ὑμᾶς καὶ τοὺς τῆς πίστεως βλαστῆσαι καρπούς. Ἔργον δὲ | |
25 | πίστεως ἐνταῦθα τὴν ἐν τοῖς παθήμασιν ὑπομονὴν προσηγόρευσεν. Οὕτω γὰρ, φησὶ, καὶ αὐτὸς ἐν ὑμῖν δοξασθήσεται, καὶ ὑμεῖς αὐτῷ τῆς μελλούσης κοινω‐ νήσετε δόξης. Οὕτω τῇ ἐλπίδι τῶν μελλόντων ψυχ‐ αγωγήσας αὐτοὺς, εἰς τὴν περὶ συντελείας διδασκα‐ | |
30 | λίαν μεταφέρει τὸν λόγον. ΚΕΦΑΛ. Βʹ. αʹ, βʹ. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν, εἰς τὸ μὴ ταχέως | |
35 | σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου.» Τὸ, ἐρωτῶμεν, ἀντὶ τοῦ, παρακαλοῦμεν, ἀεὶ τίθησι. Τὸ δὲ, ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτὸν, σαφέστερον | |
40 | ἐν τῇ προτέρᾳ δεδήλωκεν Ἐπιστολῇ. Εἶπε γὰρ, ὅτι εἰς ἀέρα ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τοῦτο δὲ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔφη, ὅτι «Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ, καὶ | |
45 | συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.» Παρεγγυᾷ τοίνυν ὁ θεῖος Ἀπόστολος, μὴ πιστεύειν τοῖς λέγουσιν ἐνεστηκέναι τὸν τῆς συντελείας καιρὸν, καὶ παραυτίκα τὸν Κύριον ἐπιφανήσεσθαι, μήτε εἰ | |
82.661(50) | προσποιοῖντο χρησμῳδεῖν καὶ προφητεύειν· τοῦτο γὰρ λέγει, μήτε διὰ πνεύματος· μήτε εἰ πλασά‐ μενοι ὡς ἐξ αὐτοῦ γραφεῖσαν ἐπιστολὴν προφέροιεν, μήτε εἰ ἀγράφως αὐτὸν εἰρηκέναι λέγοιεν. Εἶτα | |
πάλιν τὸ αὐτὸ συντόμως· | ||
82.664 | γʹ. «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρό‐ πον.» Πάντα κατὰ ταυτὸν τὰ τῆς ἀπάτης ἐξέβαλεν εἴδη. Διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν πάντας ἡμᾶς, καὶ τὸ μέγιστον τῆς τοῦ Κυρίου παρουσίας ση‐ | |
5 | μεῖον. «Ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀπο‐ καλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπ‐ ωλείας· (δʹ.) ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν εἰς | |
10 | τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι θεός.» Ἀποστασίαν αὐτὸν ἐκάλεσε τὸν Ἀντίχριστον, ἀπὸ τοῦ πράγματος αὐτῷ τοὔνομα τεθεικώς. Ἀποστῆσαι γὰρ ἅπαντας τῆς ἀληθείας πειρᾶται. Ἄνθρωπον δὲ αὐτὸν ἁμαρτίας προσηγό‐ | |
15 | ρευσεν, ἐπειδὴ ἄνθρωπός ἐστι τὴν φύσιν, πᾶσαν ἐν ἑαυτῷ τοῦ διαβόλου δεχόμενος τὴν ἐνέργειαν· υἱὸν δὲ ἀπωλείας, ὡς καὶ αὐτὸν ἀπολλύμενον, καὶ ἑτέροις πρόξενον τούτου γινόμενον. Μιμεῖται γὰρ ὁ τῶν ἀν‐ θρώπων ἀλάστωρ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν | |
20 | ἐνανθρώπησιν· καὶ ὥσπερ αὐτὸς ἀνθρωπείαν φύσιν ἀναλαβὼν, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτως ἐκεῖνος ἄνθρωπον ἐκλεξάμενος πᾶσαν αὐτοῦ δέξασθαι δυνάμενον τὴν ἐνέργειαν, δι’ αὐτοῦ πάντας ἐξαπατῆσαι τοὺς ἀνθρώπους πειράσεται, Χριστὸν | |
25 | ἑαυτὸν καὶ Θεὸν ὀνομάζων, καὶ τῶν καλουμένων θεῶν διελέγχων τὸ ψεῦδος, ὅπερ αὐτὸς ἐν τοῖς παρελη‐ λυθόσι χρόνοις ἐκράτυνε. Ναὸν δὲ Θεοῦ τὰς ἐκκλη‐ σίας ἐκάλεσεν, ἐν αἷς ἁρπάσει τὴν προεδρείαν, θεὸν ἑαυτὸν ἀποδεικνύναι πειρώμενος. Ταῦτα καὶ ὁ θεῖος | |
30 | προηγόρευσε Δανιήλ. Ἔφη γάρ· «Καὶ ἐπὶ θεοὺς τῶν πατρῶν αὐτοῦ οὐ συνήσει, καὶ θεὸν Μαωζεὶμ ἐπὶ τόπῳ ἑαυτοῦ δοξάσει·» ἀντὶ τοῦ, Θεὸν ἰσχυρὸν ἑαυτὸν ὀνομάσει. Εἶτα διδάσκων ὡς οὐ καινὴν αὐτοῖς προσφέρει διδασκαλίαν, ἐπήγαγεν· | |
35 | εʹ. «Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;» Λέγει δὲ καὶ τί δήποτε μέλλει, καὶ μὴ παραυτίκα φαίνεται. ϛʹ. «Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκα‐ λυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.» Τινὲς τὸ, | |
40 | κατέχον, τὴν Ῥωμαϊκὴν ἐνόησαν βασιλείαν· τινὲς δὲ τὴν χάριν τοῦ Πνεύματος. Κατεχούσης γὰρ, φησὶ, τῆς τοῦ Πνεύματος χάριτος, ἐκεῖνος οὐ παραγίνεται. Ἀλλ’ οὐχ οἷόν τε παύσασθαι παντελῶς τὴν χάριν τοῦ Πνεύματος. Πῶς γὰρ ἔνεστι τῶν ἐκείνου περι‐ | |
45 | γενέσθαι μηχανημάτων τοὺς τῆς πνευματικῆς ἐπι‐ κουρίας ἐστερημένους; Ἀλλ’ οὐδὲ τὴν Ῥωμαϊκὴν βα‐ σιλείαν ἑτέρα διαδέξεται βασιλεία. Διὰ γὰρ τοῦ τε‐ τάρτου θηρίου καὶ ὁ θειότατος Δανιὴλ τὴν Ῥωμαϊκὴν ᾐνίξατο βασιλείαν. Ἐν δὲ τούτῳ τὸ μικρὸν κέρας | |
82.664(50) | ἐβλάστησε τὸ ποιοῦν πόλεμον μετὰ τῶν ἁγίων. Αὐ‐ | |
82.665 | τὸς δὲ οὗτός ἐστι, περὶ οὗ τὰ προῤῥηθέντα εἶπεν ὁ θεῖος Ἀπόστολος. Οὐδέτερον τούτων οἶμαι φάναι τὸν θεῖον Ἀπόστολον, ἀλλὰ τὸ παρ’ ἑτέρων εἰρημένον ἀληθὲς εἶναι ὑπολαμβάνω. Ἐδοκίμασε γὰρ ὁ τῶν ὅλων | |
5 | Θεὸς παρὰ τὸν τῆς συντελείας αὐτὸν ὀφθῆναι καιρόν. Ὁ τοῦ Θεοῦ τοίνυν αὐτὸν ὅρος νῦν ἐπέχει φανῆναι. Οἶμαι δὲ καὶ ἑτέραν ἔχειν διάνοιαν τὸ ῥητόν. Με‐ μαθηκὼς γὰρ ὁ θεῖος Ἀπόστολος εἰρηκέναι τὸν Κύ‐ ριον, ὡς κηρυχθῆναι δεῖ τὸ Εὐαγγέλιον εἰς πάντα τὰ | |
10 | ἔθνη, καὶ τότε γίνεσθαι τὸ τέλος· ὁρῶν δὲ κρατοῦ‐ σαν ἔτι τῶν εἰδώλων τὴν θεραπείαν, τῇ Δεσποτικῇ διδασκαλίᾳ ἑπόμενος, ἔφη πρότερον καταλυθήσεσθαι τῆς δεισιδαιμονίας τὸ κράτος, καὶ πανταχοῦ διαλάμ‐ ψειν τὸ σωτήριον κήρυγμα, καὶ τότε φανήσεσθαι τὸν | |
15 | τῆς ἀληθείας ἀντίπαλον. ζʹ. «Τὸ γὰρ μυστήριον τῆς ἀνομίας ἤδη ἐνερ‐ γεῖται.» Τινὲς τὸν Νέρωνα ἔφασαν κληθῆναι τῆς ἀνομίας μυστήριον, καὶ δυσσεβείας ἐργάτην γεγε‐ νημένον. Ἐγὼ δὲ οἶμαι τὰς ἀναφυείσας αἱρέσεις | |
20 | δηλοῦν τὸν Ἀπόστολον. Δι’ ἐκείνων γὰρ ὁ διάβολος πολλοὺς ἀποστήσας τῆς ἀληθείας, προκατασκευάζει τῆς ἀπάτης τὸν ὄλεθρον. Μυστήριον δὲ αὐτοὺς ἀνομίας ἐκάλεσεν, ὡς κεκρυμμένην ἔχοντας τῆς ἀνομίας τὴν πάγην. Αὐτὸς γὰρ προφανῶς τοῦ Θεοῦ | |
25 | τοὺς ἀνθρώπους ἀφίστησιν. Οὗ δὴ χάριν καὶ ἀποκά‐ λυψιν αὐτοῦ τὴν παρουσίαν ὁ Ἀπόστολος κέκληκεν. Ὃ γὰρ κρύβδην ἀεὶ κατεσκεύαζε, τότε προφανῶς καὶ διαῤῥήδην κηρύξει. «Μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται.» Δεῖ δὲ παύσασθαι τῆς δει‐ | |
30 | σιδαιμονίας τὴν πλάνην, καὶ κηρυχθῆναι τὸ Εὐαγ‐ γέλιον. ηʹ. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς | |
35 | παρουσίας αὑτοῦ.» Ἔδειξεν ὡς ἐνῆν τὸ τῆς Δεσπο‐ τικῆς δυνάμεως μέγεθος. Ἐπιφανεὶς γὰρ, φησὶ, οὐ‐ ρανόθεν, φθέγξεται μόνον, καὶ πανωλεθρίᾳ παραδώ‐ σει τὸν ἀλιτήριον. Τοῦτο καὶ ὁ Προφήτης προεθέσπισεν Ἡσαΐας. Εἰρηκὼς γάρ· «Ἐξελεύσεται ῥάβδος ἐκ | |
40 | τῆς ῥίζης Ἰεσσαὶ,» καὶ τὰ περὶ τούτου διεξελθὼν, ἐπήγαγε· «Καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελῇ τὸν ἀσεβῆ.» Διδάσκει δὲ ὁ θεῖος Ἀπόστολος ὑπὸ τίνος οὗτος ἐνεργούμενος ταῦτα πάντα ἐργάσεται. θʹ, ιʹ. «Οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ | |
45 | Σατανᾶ, ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις.» Οὐ γὰρ πάντων κρατήσει, ἀλλὰ τῶν ἀπωλείας ἀξίων, οἳ καὶ δίχα τῆς τούτου παρουσίας σφᾶς αὐτοὺς τῆς σωτηρίας ἐστέρησαν. Τοῦτο καὶ | |
82.665(50) | ἐν τοῖς ἑξῆς φησι. Διδάσκει δὲ ὡς καὶ τὰ ἐσόμενα | |
82.668 | οὐκ ἀληθῆ θαύματα. Τοιαῦτα δὲ ποιοῦσι καὶ οἱ ἀπὸ τῶν ψήφων τὰς ἐπωνυμίας ἔχοντες. Δεικνύουσι γὰρ χρυσὸν οὐκ ἀληθῶς ὄντα χρυσὸν, καὶ ἕτερά τινα, ἃ μετ’ ὀλίγον ἐλέγχεται. | |
5 | «Ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, (ιαʹ.) ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύον‐ τες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.» | |
10 | Ἀγάπην ἀληθείας τὸν Κύριον κέκληκεν, ὡς ἀλη‐ θῶς ἡμᾶς καὶ γνησίως ἀγαπήσαντα. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Δεσπότης ἔφη τοῖς Ἰουδαίοις· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον | |
15 | λήψεσθε. Ἰουδαίοις τοίνυν μάλιστα πρόφασις συγ‐ γνώμης οὐδεμία καταλειφθήσεται. Ὡς ἀντιθέῳ γὰρ πιστεῦσαι τῷ Κυρίῳ μὴ βουληθέντες, ἐκείνῳ πιστεύ‐ σουσι· καίτοι ὁ μὲν Κύριος Θεὸν ἑαυτὸν προφανῶς οὐκ ἐκάλεσε· ὑπὸ δὲ τοῦ πατρὸς ἀπεστάλθαι, καὶ | |
20 | ἐντολὴν εἰληφέναι, καὶ τὰ ἀρεστὰ ποιεῖν ἔλεγε τῷ Θεῷ καὶ Πατρί. Οὗτος δὲ τοὐναντίον ἑαυτὸν ἀποκα‐ λέσει τῶν ὅλων Θεόν. Ἀλλ’ ὅμως αὐτὸν οἱ Ἰουδαῖοι προσμένουσι, καὶ παραγενομένῳ πιστεύσουσι. Τὸ δὲ, Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἀντὶ | |
25 | τοῦ, Συγχωρήσει φανῆναι τὴν πλάνην, τέθεικεν, ὥστε δειχθῆναι τῆς πονηρίας τοὺς ἐραστάς. Οὐ γὰρ αὐτὸς αὐτὴν πέμψει, ἀλλ’ αὐτὸς αὐτὴν ἀναλώσει τῷ λόγῳ τοῦ στόματος αὑτοῦ. ιβʹ, ιγʹ. «Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ | |
30 | πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. Εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περι‐ ποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» | |
35 | Ταῦτα μὲν οὖν κατὰ τὸν προσήκοντα ἔσται καιρόν. Ἡμεῖς δὲ τὸν τῶν ἀγαθῶν χορηγὸν ἀνυμνοῦμεν, ὅτι τῆς σωτηρίας ὑμᾶς ἠξίωσε, καὶ Πνεύματος ἁγίου μετέδωκεν, ὥστε καὶ ἐφ’ ὑμῖν αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι. | |
40 | ιδʹ. «Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ Ἐπιστολῆς ἡμῶν.» Ἔχετε κανόνα διδασκαλίας τοὺς παρ’ ἡμῶν ὑμῖν προσενεχθέντας λόγους, οὓς καὶ παρόντες ὑμῖν ἐκηρύξαμεν, καὶ ἀπόντες | |
45 | ἐγράψαμεν. Εἶτα πάλιν εὐχῇ τὴν διδασκαλίαν κρα‐ τύνει. ιεʹ, ιϛʹ. «Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χά‐ | |
82.668(50) | ριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.» Ὁ μισοῦντας | |
ἀγαπήσας, καὶ ἐχθροὺς ὄντας καλέσας, καὶ τῶν | ||
82.669 | μελλόντων ἀγαθῶν δεδωκὼς τὴν ἐλπίδα, κρατύναι ὑμᾶς ἐν τῇ πίστει, ὥστε καὶ λόγοις ἀγαθοῖς καὶ ἔργοις διαλάμπειν παραπλησίοις. Καὶ ταῦτα δὲ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγχει, καὶ διδά‐ | |
5 | σκει σαφῶς, ὡς οὐδὲ ἡ τάξις τῶν ὀνομάτων διαφορὰν ἀξιωμάτων δηλοῖ. Τὸν γὰρ Υἱὸν ἐνταῦθα προέταξε τοῦ Πατρὸς, οὐ μείζονα τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδάσκων, ἀλλὰ τῇ τῆς τάξεως ἐναλλαγῇ τὴν ὁμοτι‐ μίαν δεικνύων. | |
10 | ΚΕΦΑΛ. Γʹ. αʹ, βʹ. «Τὸ λοιπὸν προσεύχεσθε περὶ ἡμῶν, ἀδελ‐ φοὶ, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς· καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων.» Διπλῆ μὲν ἡ αἴ‐ | |
15 | τησις εἶναι δοκεῖ, μία δὲ ὅμως ἐστί. Τῶν γὰρ πονη‐ ρῶν ἀνθρώπων ἡττωμένων, ἀκωλύτως καὶ ὁ τοῦ κηρύγματος συντρέχει λόγος. «Οὐ γὰρ πάντων ἡ πίστις.» Τοῦτο καὶ ἀλλαχοῦ ἔφη· Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος· Θεοῦ γὰρ ἴδιον τὸ καλεῖν, ἡμῶν δὲ | |
20 | τὸ πείθεσθαι. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔλεγεν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.» Καί· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήτω μοι.» Οὐ γὰρ ἀνάγκῃ βιάζεται, | |
25 | ἀλλὰ τὴν γνώμην ζητεῖ. γʹ. «Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ Πονηροῦ.» Ἣν ᾔτησεν εὐχὴν ἀντιδέδωκε. δʹ. «Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ | |
30 | παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε, καὶ ποιήσετε.» Καὶ τοῦτο εἰς προτροπὴν αὐτῶν τέθεικεν, ἵνα μαθόν‐ τες οἵας ἔχει δόξας περὶ αὐτῶν, τοῖς ἔργοις βεβαιώ‐ σωσι ταύτας. εʹ. «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας | |
35 | εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Ἀμφοτέρων ἡμῖν χρεία, καὶ προθέ‐ σεως ἀγαθῆς, καὶ τῆς ἄνωθεν συνεργείας. Τούτων τυχεῖν καὶ ὁ Προφήτης ἱκέτευσε· «Κατεύθυνον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ | |
40 | διαβήματά μου.» Ὁ δὲ θεῖος Ἀπόστολος τὴν Τριάδα ἡμῖν ὑπέδειξε. Κύριον γὰρ τέθεικε, καὶ Θεὸν, καὶ Χριστόν. Δῆλον δὲ ὅτι Κύριον τὸ πανάγιον προσηγό‐ ρευσε Πνεῦμα. Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων γέ‐ γραφεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἐντεῦ‐ | |
45 | θεν λοιπὸν περὶ τῶν τοὺς ἀποστολικοὺς ὅρους παρα‐ βαινόντων ποιεῖται τοὺς λόγους. ϛʹ. «Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀξιόπιστον ἀπέφηνε τὸν λόγον τῇ τοῦ Κυρίου μνήμῃ. Αὐτὸς γάρ | |
82.669(50) | ἐστι, φησὶν, ὁ δι’ ἡμῶν ταῦτα νομοθετῶν. Καὶ τίς ἡ παραγγελία; «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν.» Τὸ, στέλλεσθαι, ἀντὶ τοῦ, | |
χωρίζεσθαι, τέθεικε. Παράδοσιν δὲ λέγει, οὐ τὴν | ||
82.672 | διὰ λόγων, ἀλλὰ τὴν διὰ τῶν ἔργων. Διδάσκει δὲ καὶ τίς αὐτή. ζʹ. «Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν.» Τί δὲ τὸ εἶδος τῆς | |
5 | ἀταξίας; ηʹ. «Οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Ἴστε σαφῶς ὡς τὸ θεῖον ὑμῖν προσφέροντες Εὐαγγέλιον, οὐδὲν | |
10 | παρ’ οὐδενὸς ἐκομισάμεθα, ἀλλὰ νύκτωρ καὶ μεθ’ ἡμέραν διετελέσαμεν πονοῦντες, ὥστε τῆς ἀναγκαίας ἐντεῦθεν ἀπολαύειν τροφῆς. Εἶτα διδάσκων ὡς ὑπὲρ τὸν θεῖον ταῦτα ἦν νόμον, ἐπήγαγεν· θʹ. «Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς | |
15 | τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.» Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων γέγραφε· «Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;» Καὶ ὅτι ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγε‐ λίου ζῇν. | |
20 | ιʹ. «Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγ‐ γέλλομεν ὑμῖν, ὅτι, εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.» Οὐδὲν καινὸν ὑμῖν γράφομεν, ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ὑμᾶς ἐδιδάξαμεν. Τὸ δὲ, μὴ ἐσθιέτω, οὐ πρὸς τοὺς παρέχοντας εἴρηκεν, ἀλλὰ πρὸς τοὺς ἀρ‐ | |
25 | γίᾳ συζῶντας. Τοῖς δὲ παρέχουσι παραινεῖ μετ’ ὀλίγα, μὴ εἰς τὴν ἐκείνων ἀφορᾷν μοχθηρίαν, ἀλλὰ τῇ οἰ‐ κείᾳ φιλοτιμίᾳ κεχρῆσθαι. ιαʹ. «Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομέ‐ | |
30 | νους.» Ἴδιον γὰρ τῶν ἀργίᾳ συζώντων ἀδολεσχία, καὶ φλυαρία, καὶ ἡ ἀνόνητος πολυπραγμοσύνη. ιβʹ. «Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρα‐ καλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίω‐ | |
35 | σιν.» Οὕτω τούτοις τὴν ἐργασίαν καὶ τὴν ἡσυχίαν νομοθετήσας, παραινεῖ τοῖς ἄλλοις τῇ φιλαδελφίᾳ κε‐ χρῆσθαι. ιγʹ. «Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλο‐ ποιοῦντες.» Μὴ νικήσῃ τὴν ὑμετέραν φιλοτιμίαν ἡ | |
40 | ἐκείνων μοχθηρία. ιδʹ, ιεʹ. «Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε, καὶ μὴ συν‐ αναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.» Τούτῳ δεῖ τῷ | |
45 | κανόνι προσέχειν τοὺς τῶν Ἐκκλησιῶν πεπιστευμέ‐ νους οἴακας. Τὴν γὰρ σωματικὴν θεραπείαν τῶν πλημμελούντων οὐκ ἐκώλυσεν ὁ θεῖος Ἀπόστολος· τῆς δὲ πνευματικῆς αὐτοὺς ἐστέρησε παῤῥησίας. Ἐπιμε‐ λείας δὲ αὐτοὺς ἀξιοῦσθαι προσέταξεν· Μὴ ὡς ἐχθρὸν | |
82.672(50) | γὰρ, φησὶν, ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Μελῶν γὰρ νενοσηκότων ἐπέχουσι τάξιν· τοῖς δὲ τοιούτοις τὴν πρόσφορον θεραπείαν προσφέρειν εἰώ‐ θαμεν. ιϛʹ. «Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν | |
55 | τὴν εἰρήνην ἐν παντὶ τρόπῳ.» Ὥστε καὶ πρὸς αὐτὸν | |
εἰρηνεύειν, καὶ πρὸς ἀλλήλους, καὶ τῆς τῶν ἐναντίων | ||
82.673 | ἐπιβουλῆς ἀπηλλάχθαι. Τοῦτο γὰρ δηλοῖ τὸ, ἐν παντὶ τρόπῳ. «Ὁ Κύριος μετὰ πάντων ὑμῶν. (ιζʹ.) Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ Ἐπι‐ | |
5 | στολῇ. Οὕτως γράφω.» Ἀσπασμὸν ἐκάλεσε τὴν ἐν τῷ τέλει κειμένην εὐλογίαν. ιηʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τοῦτο δὲ προστέθεικε διὰ τοὺς πεπλασμένας ἐπιστολὰς περιφέρειν τολμῶν‐ | |
10 | τας, διδάσκων ἐπιζητεῖν αὐτοῦ τὴν ὑπογραφήν. Τοῦτο γὰρ, φησὶ, τῶν ἐμῶν Ἐπιστολῶν σημεῖον. Ἐν πάσῃ γὰρ Ἐπιστολῇ τὸν ἀσπασμὸν ἐγὼ γράφω. Μανθάνομεν τοίνυν ἐντεῦθεν, ὡς τὸ, Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν· ἀντὶ | |
15 | τοῦ, Ἐῤῥῶσθαί σε, γράφειν εἰώθει. Ἡμεῖς δὲ τὴν ἀποστολικὴν εὐλογίαν τρυγήσαντες, τὸν διὰ τούτου φθεγξάμενον Χριστὸν ἀνυμνήσωμεν. Μεθ’ οὗ τῷ Πα‐ τρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλο‐ πρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
20 | νων. Ἀμήν. Ἡ πρὸς Θεσσαλονικεῖς δευτέρα Ἐπιστολὴ ἐγράφη ἀπὸ Ἀθηνῶν. | |
23t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
24t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
25t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. | |
29 | ΥΠΟΘΕΣΙΣ. | |
30 | Θαυμαστὸν οὐδὲν δρῶσιν οἱ τὴν Ἀρειανικὴν εἰσδε‐ ξάμενοι νόσον, κατὰ τῶν ἀποστολικῶν λυττῶντες γραμμάτων, καὶ τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν τῶν λοιπῶν ἀποκρίνοντες, καὶ νόθον ταύτην ἀποκαλοῦν‐ τες. Οἱ γὰρ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς | |
35 | γλώττας κινοῦντες, τί οὐκ ἂν τολμήσαιεν κατὰ τῶν εὔνων αὐτοῦ καὶ μεγαλοφώνων τῆς ἀληθείας κηρύ‐ κων; Αὐτοῦ γάρ ἐστι τοῦ Δεσπότου φωνή· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.» Ἔδει δὲ αὐτοὺς, εἰ καὶ μηδὲν ἕτερον, τοῦ χρόνου γοῦν αἰδεσθῆναι τὸ | |
40 | μῆκος, ἐν ᾧ τήνδε τὴν Ἐπιστολὴν ἐν ταῖς Ἐκκλησίαις ἀναγινώσκοντες διετέλεσαν τῆς Ἐκκλησίας οἱ τρόφι‐ μοι. Ἐξ οὗ γὰρ τῶν ἀποστολικῶν γραμμάτων αἱ τοῦ Θεοῦ μετέλαχον Ἐκκλησίαι, ἐξ ἐκείνου καὶ τῆς πρὸς Ἕβραίους Ἐπιστολῆς τὴν ὠφέλειαν καρποῦνται. Εἰ | |
45 | δὲ μηδὲ τοῦτο ἱκανὸν πεῖσαι αὐτοὺς, Εὐσεβίῳ γοῦν | |
82.676 | ἐχρῆν πεισθῆναι τῷ Παλαιστινῷ, ὃν τῶν οἰκείων δογμάτων ἀποκαλοῦσι συνήγορον. Καὶ οὗτος γὰρ τοῦ θειοτάτου Παύλου τήνδε τὴν Ἐπιστολὴν ὡμολόγησεν εἶναι, καὶ τοὺς παλαιοὺς ἅπαντας ταύτην περὶ αὐτῆς | |
5 | ἔφησεν ἐσχηκέναι τὴν δόξαν. Ἀλλ’ οὗτοι πᾶσιν ἐῤῥῶ‐ σθαι φράσαντες, ἀναίδην πρὸς τὴν ἀλήθειαν διαμά‐ χονται, τῆς ἀποστολικῆς θεολογίας, ᾗ τὸ προοίμιον κατεκόσμησε, τὴν αἴγλην οὐ φέροντες. Ἀντιλέγειν γὰρ οὐ δυνάμενοι πρὸς τὰ διαῤῥήδην περὶ τῆς τοῦ | |
10 | Μονογενοῦς εἰρημένα θεότητος, πᾶσαν ἐκβάλλειν ἐτόλμησαν τὴν Ἐπιστολὴν, καίτοι καὶ τῶν δογμάτων, καὶ τῶν ἄλλων ἐνθυμημάτων, πολλὴν συγγένειαν πρὸς τὰς ἄλλας ἐχόντων Ἐπιστολάς. Πρόσχημα δὲ τῇ κατηγορίᾳ περιτιθέασι, τὸ μὴ τὴν ἀποστολικὴν | |
15 | προσηγορίαν ὁμοίως ἐγκεῖσθαι τῷ προοιμίῳ. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς τῶν ἐξ ἐθνῶν, ἀλλ’ οὐ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων ἀπόστολος ἐκεχειροτόνητο. Καὶ γὰρ ὁ Κύριος πρὸς αὐτὸν ἔφη· «Σπεῦσον, καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν· οὐ γὰρ μὴ προσδέξονταί | |
20 | σου τὴν μαρτυρίαν τὴν περὶ ἐμοῦ. Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.» Τοιαύτας δὲ καὶ πρὸς τοὺς ἄλλους ἐποιήσατο συνθήκας. «Ἰάκωβος γὰρ, φησὶ, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, | |
25 | ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ εἰς τὰ ἔθνη.» Οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων ἔφη· «Ἐφ’ ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάσω.» Τούτου δὴ χάριν τοῖς μὲν ἐξ ἐθνῶν πεπι‐ στευκόσιν ἐπιστέλλων, καὶ τὴν προσηγορίαν προστέ‐ | |
30 | θεικε, καὶ τὴν ἀποστολικὴν ἀξίαν προστέθεικεν, ὡς διδάσκαλος μαθηταῖς ἐπιστέλλων. Ἑβραίοις δὲ γρά‐ φων, ὧν οὐκ ἐνεχειρίσθη τὴν ἐπιμέλειαν, γυμνὴν τῶν ἀξιωμάτων εἰκότως τὴν διδασκαλίαν προσήνεγκεν. Ὑπὸ γὰρ τὴν τῶν ἄλλων ἀποστόλων προμήθειαν | |
35 | ἐτέλουν. Ὅτι δὲ τῆς πνευματικῆς χάριτος ἀνάπλεως ἡ Ἐπιστολὴ, καὶ οὐδὲ τὴν τυχοῦσαν παρέχουσα δια‐ βολῆς ἀφορμὴν, ἡ κατὰ μέρος ἑρμηνεία διδάξει σα‐ φέστερον. Ἡ δὲ ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστιν αὕ‐ τη· Τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας οἱ τὴν τῆς ἀπι‐ | |
40 | στίας περικείμενοι νόσον, πολλοῖς καὶ παντοδαποῖς περιέβαλλον ἀλγεινοῖς. Τούτων δὲ τῶν παθημάτων καὶ Θεσσαλονικεῦσιν ὁ θεῖος Ἀπόστολος ἐπιστέλλων ἐμνήσθη. «Μιμηταὶ γὰρ, φησὶν, ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ· τὰ | |
45 | γὰρ αὐτὰ καὶ ὑμεῖς ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυ‐ λετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων.» Καὶ αὐτοῖς δὲ γράφων καὶ τοῦτο προστέθεικε· «Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μεθ’ ἡδονῆς κατ‐ εδέξασθε.» Καὶ ὁ μακάριος δὲ ἡμᾶς διδάσκει Λου‐ | |
82.676(50) | κᾶς, ὡς πρὸ τῆς κλήσεως ὁ θεῖος Ἀπόστολος ἐλυμαί‐ νετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμε‐ νος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. Οὐ μόνον δὲ ταῦτα κατὰ τῶν πεπιστευκό‐ των οἱ ἀπιστοῦντες ἐτόλμων, ἀλλὰ καὶ ἐκωμῴδουν, | |
55 | ὡς ἀνθρώπῳ τεθνεῶτι πιστεύειν ἀνασχομένους, καὶ | |
82.677 | τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον καταλελοιπότας νόμον. Τούτου δὴ χάριν ὁ θεῖος Ἀπόστολος εὐθὺς ἐν τῷ προοιμίῳ τῶν προφητῶν αὐτὸν ἁπάντων ἀποδείκνυσι κρείττονα. Εἶτα τῆς θεολογίας ἀρξάμενος, ἀΐδιον | |
5 | ἀποφαίνει, καὶ τοῦ Πατρὸς συναΐδιον, καὶ τῶν ἁπάν‐ των δημιουργόν. Ἔπειτα τοῖς ἀγγέλοις παρεξετάσας, τὴν θείαν εἰς μέσον φέρει Γραφὴν, διαῤῥήδην διδά‐ σκουσαν ὡς ὁ μὲν ἔστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ λειτουρ‐ γοὶ καὶ ποιήματα. Ἐντεῦθεν δείκνυσιν ὡς τῶν διὰ | |
10 | Μωσέως παραχθέντων μείζονα τὰ παρὰ τοῦ Δεσπότου δεδομένα Χριστοῦ. Ὁ μὲν γὰρ ἔδωκε τὴν Παλαιὰν Διαθήκην· ὁ δὲ τὴν Καινὴν, ἣν διὰ τῶν παλαιῶν προεπηγγείλατο προφητῶν. Καὶ ὁ μὲν ὑπέσχετο δώ‐ σειν τὴν Παλαιστίνην· ὁ δὲ τὴν βασιλείαν τῶν οὐρα‐ | |
15 | νῶν. Συγκρίνει δὲ καὶ τῇ Λευϊτικῇ ἱερωσύνῃ τὴν κατὰ τάξιν Μελχισεδὲκ, καὶ δείκνυσι τὴν ὑπεροχήν. Πρὸς τούτοις καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ἐν νόμῳ τῆς εὐσεβείας τροφίμους διὰ πίστεως ἀποφαίνει πε‐ ριβλέπτους γεγενημένους. Λέγει δὲ αὐτῶν καὶ τὰ | |
20 | πάθη καὶ τὴν ἀνδρείαν, τούτους πρὸς τοὺς κινδύνους ἀλείφων. Εἶτα τῶν οἰκείων αὐτοὺς ἀναμνήσας ἀγώ‐ νων καὶ στῆναι μέχρι τέλους ἀνδρείως παρακαλέσας, καὶ τοῖς δογματικοῖς καὶ ἠθικὴν συνάψας παραίνεσιν, πεπλήρωκε τὴν Ἐπιστολήν. Γέγραφε δὲ αὐτὴν τῇ | |
25 | Ἑβραίων φωνῇ· ἑρμηνευθῆναι δὲ αὐτήν φασιν ὑπὸ Κλήμεντος. Ἡμεῖς δὲ λοιπὸν τῆς ἑρμηνείας ἁψώ‐ μεθα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ, βʹ. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς | |
30 | λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Σαφῶς ἔδειξε τοῦ Δεσπότου Χριστοῦ καὶ τῶν προφητῶν τὸ διάφορον. Αὐτὸν γὰρ μόνον Υἱὸν προσ‐ ηγόρευσεν. Ἔοικε δὲ τὸ προοίμιον τῇ τοῦ Κυρίου | |
35 | παραβολῇ. Καὶ γὰρ ὁ Κύριος τοῖς Ἰουδαίοις τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν εἰρηκὼς, ἔδειξε πρώτους μὲν δούλους ἀποσταλέντας πρὸς τοὺς πονη‐ ροὺς γεωργούς· εἶτα μετὰ τὴν ἐκείνων ἀναίρεσιν υἱὸν παραγενόμενον. Τὸ μέντοι, πολυμερῶς, τὰς | |
40 | παντοδαπὰς οἰκονομίας σημαίνει; τὸ δὲ, πολυτρό‐ πως, τῶν θείων ὀπτασιῶν τὸ διάφορον. Ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ, καὶ ἄλλως τῷ Μωϋσῇ, καὶ ἑτέρως Ἠλίᾳ, καὶ ἄλλως τῷ Μιχαίᾳ. Καὶ Ἡσαΐας δὲ, καὶ Δανιὴλ, καὶ Ἰεζεκιὴλ, διάφορα ἐθεάσαντο | |
45 | σχήματα. Τοῦτο διδάσκων ὁ τῶν ὅλων ἔφη Θεός· «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.» Οὐ γὰρ πολύμορφος ἡ θεία φύσις, ἀλλὰ ἀνείδεός τε καὶ ἀσχημάτιστος, καὶ ἁπλῆ καὶ ἀσύν‐ θετος. Οὐκ αὐτὴν τοίνυν ἑώρων τὴν ἀνέφικτον φύ‐ | |
82.677(50) | σιν, ἀλλά τινα σχήματα, ἃ πρὸς τὴν χρείαν ὁ ἀόρατος ἐδείκνυε Θεός. Τὸ μέντοι, πολυμερῶς, καὶ ἕτερον αἰνίττεται, ὅτι τῶν προφητῶν ἕκαστος μερικήν τινα οἰκονομίαν ἐνεχειρίζετο· ὁ δὲ τούτων Θεὸς, ὁ Δεσπό‐ | |
της, λέγω, Χριστὸς, οὐ μίαν τινὰ ᾠκονόμησε χρείαν, | ||
82.680 | ἀλλὰ τὸ πᾶν ἐνανθρωπήσας κατώρθωσε, καὶ τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν. Δέδεικται μέντοι ὡς εἷς τῶν παλαιῶν καὶ καινῶν νομοθέτης. «Ὃν ἔθηκε κληρονόμον πάντων.» Ἀπὸ τῶν ἀν‐ | |
5 | θρωπίνων ὁ θεῖος Ἀπόστολος ἤρξατο, καὶ τὰ ταπεινό‐ τερα πρῶτον λέγων, οὕτως ἅπτεται μειζόνων. Κλη‐ ρονόμος γὰρ πάντων ὁ Δεσπότης Χριστὸς, οὐχ ὡς Θεὸς, ἀλλ’ ὡς ἄνθρωπος. Ὡς γὰρ Θεὸς, ποιητής ἐστι πάν‐ των· ὁ δὲ πάντων δημιουργὸς φύσει πάντων Δεσπότης. | |
10 | Ὁ δὲ κληρονόμος ἀποφαίνεται κύριος ὧν οὐκ ἦν πάλαι δεσπότης. Οὕτως οἱ πιστεύοντες, κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ· χάριτι γὰρ λαμβάνουσιν ὃ μὴ πρότερον εἶχον. Ὅτι δὲ αὐτὸς τῶν ἁπάντων Δεσπότης, τὰ ἐπαγόμενα μαρτυρεῖ. «Δι’ οὗ καὶ τοὺς | |
15 | αἰῶνας ἐποίησε.» Τοῦτο δηλωτικὸν τῆς θεότητος. Οὐ μόνον γὰρ αὐτὸν δημιουργὸν, ἀλλὰ καὶ ἀΐδιον ἔδειξεν. Ὁ γὰρ αἰὼν οὐκ οὐσία τις ἐστὶν, ἀλλ’ ἀν‐ υπόστατον χρῆμα, συμπαρομαρτοῦν τοῖς γεννητὴν ἔχουσι φύσιν. Καλεῖται γὰρ αἰὼν καὶ τὸ ἀπὸ τῆς τοῦ | |
20 | κόσμου συστάσεως μέχρι τῆς συντελείας διάστημα. Οὕτω γὰρ καὶ ὁ Κύριος ἔφη· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Καὶ τῆς ἑκάστου δὲ ἡμῶν ζωῆς τὸν χρό‐ νον, αἰῶνα κέκληκεν ὁ θεῖος Δαβίδ. «Ὁ αἰὼν γὰρ | |
25 | ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου.» Καὶ τοῦ μέλλοντος δὲ βίου τὴν σύστασιν, αἰῶνα προσ‐ ηγόρευσεν ὁ θεῖος Ἀπόστολος. «Οὐ μόνον γὰρ, φη‐ σὶν, ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Καὶ πάλιν· «Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς | |
30 | ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς. Αἰὼν τοίνυν ἐστὶ τὸ τῇ κτιστῇ φύσει παρεζευγμένον διάστημα. Τῶν αἰώνων δὲ ποιητὴν εἴρηκε τὸν Υἱὸν, ἀΐδιον αὐτὸν εἶναι διδάσκων, καὶ παιδεύων ἡμᾶς, ὡς ἀεὶ ἦν παν‐ | |
35 | τὸς οὑτινοσοῦν ὑπερκείμενος χρονικοῦ διαστήματος. Οὕτω περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ Παλαιὰ Γραφὴ λέγει· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἀντὶ τοῦ, Ὁ ἀεὶ ὤν. Εἶτα, ἐπειδὴ Υἱὸν εἰπὼν ἀΐδιον, αὐτὸν προσ‐ ηγόρευσεν, ἀπίθανον δὲ εἶναί πως ἐδόκει τοῖς ἀμυή‐ | |
40 | τοις τῶν θείων, τὸν υἱὸν ὄντα μὴ δεύτερον εἶναι τοῦ γεγεννηκότος τῷ χρόνῳ, ἀπό τινος ὁρωμένης εἰκόνος δείκνυσι τὴν τῆς θεολογίας ἀλήθειαν, καί φησιν· γʹ. «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης.» Τὸ γὰρ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρός ἐστι, καὶ σὺν τῷ πυρί | |
45 | ἐστι· καὶ αἴτιον μὲν ἔχει τὸ πῦρ, ἀχώριστον δέ ἐστι τοῦ πυρός. Ἐξ οὗ γὰρ τὸ πῦρ, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα. Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν δυνατὸν εἶναί τι ἔκ τινος, καὶ συνυπάρχειν τούτῳ ἐξ οὗπέρ ἐστι· Μὴ ἀμφιβάλῃς, φησὶν, ὡς ὁ Θεὸς Λόγος, ὁ μο‐ | |
82.680(50) | νογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ γεγέννηται ὡς Υἱὸς, καὶ συνυπάρχει τῷ γεγεννηκότι ὡς Λόγος, ὃς ἀπαύ‐ | |
γασμα δόξης. Ἐξ οὗ γὰρ ἡ δόξα, ἐξ ἐκείνου καὶ τὸ | ||
82.681 | ἀπαύγασμα. Ἀεὶ δὲ ἡ δόξα, ἀεὶ τοίνυν καὶ τὸ ἀπαύ‐ γασμα. Καὶ τῷ πυρὶ δὲ ὁμοφυὲς τὸ ἀπαύγασμα· οὐκοῦν καὶ ὁ Υἱὸς τῷ Πατρί. Καὶ ἐπειδὴ τοῦ ἀπαυ‐ γάσματος ἡ εἰκὼν τὸ μὲν συναΐδιον καὶ ὁμοούσιον | |
5 | ἀποχρώντως δεδήλωκεν, ἀφορμὴν δὲ παρεῖχε βλα‐ σφημίας τοῖς τὰ Σαβελλίου καὶ Φωτεινοῦ νοσοῦσι· καθ’ ἑαυτὸ γὰρ οὐχ ὑφέστηκε τὸ ἀπαύγασμα· δι’ ἑτέρας εἰκόνος καὶ ταύτην ἐξορίζει τὴν βλασφημίαν. ἐπάγει γάρ. «Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» | |
10 | Καθ’ ἑαυτὸν, γὰρ, φησὶν, ὑφέστηκεν, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα. Τοὺς γὰρ πατρικοὺς περίκειται χαρακτῆρας. Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν Φίλιππον εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου.» Οὕτω διὰ πλειόνων ὀνομάτων ἐδίδαξεν | |
15 | ὁ θεῖος Ἀπόστολος, καὶ τὸ γνήσιον τῆς γεννήσεως, καὶ τὸ ὁμοούσιον, καὶ τὸ συναΐδιον. Ἐπειδὴ γὰρ πάντα νοῦν ὑπερβαίνει τὰ θεῖα, καὶ οὐχ οἷόν τε διὰ μιᾶς μόνης εἰκόνος τὸ τῆς θεολογίας διδάξαι μυστήριον, διὰ πλειόνων τοῦτο ποιεῖν ἀναγκάζονται τῆς ἀληθείας οἱ | |
20 | κήρυκες. Οὕτως ὁ θεσπέσιος Ἰωάννης Λόγον ὠνόμασε τὸν Υἱόν. Ἐπειδὴ γὰρ τῇ ἀνθρωπίνῃ γεννήσει καὶ πάθος καὶ χρόνος συνέζευκται, ἀναγκαίως αὐτὸν προσηγόρευσε Λόγον, ἵνα δείξῃ καὶ τὸ ἀπαθὲς, καὶ τὸ ἄχρονον τῆς γεννήσεως. Ὅπως δὲ μηδεὶς ὑπολάβῃ | |
25 | πάλιν ἀνυπόστατον αὐτὸν εἶναι Λόγον, ὃ Μάρκελλος πέπονθε, καὶ Φωτεινὸς, καὶ Παῦλος, ἀναγκαίως προστέθεικε· «Καὶ Θεὸς ἦν ὁ Λόγος,» καὶ τὴν ἰδίαν αὐτοῦ σημαίνων ὑπόστασιν, καὶ τὴν μίαν φύσιν ἐμ‐ φαίνων, καὶ τῆς γεννήσεως τὸ ἀπαθές τε καὶ ἄχρονον | |
30 | ἐκπαιδεύων. Οὕτως ὁ μακάριος Παῦλος Υἱὸν μὲν αὐ‐ τὸν προσηγόρευσεν, ἄλλον αὐτὸν παρὰ τὸν Πατέρα δεικνὺς κατὰ τὸν τῆς ἰδιότητος λόγον. Τῶν αἰώνων δὲ αὐτὸν εἴρηκε Ποιητὴν, τὸ ἀΐδιον αὐτοῦ διὰ τού‐ των διδάσκων. Ὠνόμασε δὲ αὐτὸν καὶ ἀπαύγασμα | |
35 | δόξης, καὶ τὸ συναΐδιον διὰ τούτου, καὶ τὸ ταυτὸν τῆς οὐσίας σημαίνων. Ἐκ γὰρ τῆς τοῦ πυρὸς φύσεως τὸ ἀπαύγασμα. Προστέθεικε δὲ ὅτι καὶ χαρακτήρ ἐστιν ὑποστάσεως, ἀμφότερα κατὰ ταυτὸν διδάσκων, ὅτι καὶ καθ’ ἑαυτὸν ὑφέστηκε, καὶ ἐν ἑαυτῷ δείκνυσι | |
40 | τοὺς πατρικοὺς χαρακτῆρας. Προστίθησι δὲ καὶ ἕτερον· «Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνά‐ μεως αὑτοῦ.» Οὐ γὰρ μόνον τὰ πάντα πεποίηκεν, ἀλλὰ καὶ ἰθύνει ταῦτα καὶ κυβερνᾷ. Τὴν δὲ τῆς δυνάμεως ὑπερβολὴν ἔδειξεν, εἰρηκὼς ἀρκεῖν αὐτῷ | |
45 | λόγον εἰς τὴν ἁπάντων δημιουργίαν τε καὶ προμή‐ θειαν. Εἶπε γάρ· «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Καὶ εἶπε· «Γενηθήτω στερέωμα, καὶ ἐγέ‐ νετο οὕτως·» καὶ τἄλλα πάντα ὁμοίως. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβὶδ, ὅτι «Αὐτὸς εἶπε, καὶ | |
82.681(50) | ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ταύτης τῆς θεολογίας τὸ ἀναμφίλεκτον ὁρῶντες οἱ τὰ Ἀρείου φρονοῦντες, τῶν ἀποστολικῶν θησαυ‐ ρῶν ἐκβάλλειν τήνδε τὴν Ἐπιστολὴν ἐπειράθησαν. | |
Οὗ δὴ χάριν ἡμεῖς ταῖς εὐαγγελικαῖς αὐτὴν συμ‐ | ||
82.684 | φωνοῦσαν διδασκαλίαις ἐδείξαμεν. Ὁ μέντοι θεῖος Ἀπόστολος οὕτω τὰ περὶ τῆς θείας διεξελθὼν φύσεως, ἐπὶ τὰ ἀνθρώπεια μεταβαίνει, διδάσκων τὸ τῆς οἰκονομίας μυστήριον. «Δι’ αὑτοῦ καθαρι‐ | |
5 | σμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Τὸ, δι’ αὑ‐ τοῦ δασέως ἀναγινώσκειν προσήκει, ἀντὶ τοῦ, δι’ ἑαυτοῦ. Οὗτος γὰρ ὁ τοῦ Πατρὸς Υἱὸς, ὁ τῷ γεγεν‐ νηκότι συνὼν, ὁ ἁπάντων δημιουργός τε καὶ πρύτα‐ | |
10 | νις, ὁ ἐν αὑτῷ δεικνὺς τὸν Πατέρα, τὴν ἡμετέραν ἐνανθρωπήσας ἐπραγματεύσατο σωτηρίαν. Τὸ δὲ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνθρωπίνως εἴρηται. Ὕψιστος γὰρ ὢν ἐταπείνωσεν ἑαυτὸν, καὶ Θεὸς ὢν ἐνηνθρώπησεν. Οὐ ταπεινὸς ὢν | |
15 | ὑψώθη, οὐδὲ ἄνθρωπος ὢν Θεὸς ἐγένετο· ἀλλ’ ὡς μὲν Θεὸς Δεσπότης ἦν τῶν ὅλων ἀεὶ, ὡς δὲ ἄνθρωπος προσέλαβε δόξαν, ἥνπερ εἶχεν ὡς Θεός. Τοῦτο καὶ αὐτὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον | |
20 | εἶναι, παρὰ σοί. Καὶ ᾔτησεν οὐ λαβεῖν ἅπερ οὐκ εἶχεν, ἀλλ’ ἅπερ εἶχε δειχθῆναι. δʹ. «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Καὶ τοῦτο δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηκεν· | |
25 | ὡς γὰρ Θεὸς, ποιητὴς ἀγγέλων, καὶ Δεσπότης ἀγ‐ γέλων· ὡς δὲ ἄνθρωπος, μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, κρείττων ἀγγέλων ἐγέ‐ νετο· ἐπειδὴ καὶ ἐλάττων ἦν ἀγγέλων διὰ τὸ πάθημα τοῦ θανάτου. «Τὸν γὰρ βραχύ τι παρ’ ἀγγέλους | |
30 | ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ὥσπερ τοίνυν ἐλάττων ἦν ἀγγέλων ὡς ἄνθρωπος, ἐπειδὴ ἐκεῖνοι μὲν ἀθάνατον ἔχουσι φύ‐ σιν, αὐτὸς δὲ τὸ πάθος ὑπέμεινεν· οὕτω μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν κρείττων ἀγγέλων ἐγένετο. | |
35 | «Ἐκάθισε γὰρ ἐπάνω πάσης Ἀρχῆς, καὶ Ἐξου‐ σίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Ποιεῖται δὲ τὴν σύγκρι‐ σιν καὶ ἐκ τῶν ὀνομάτων ὁ θεῖος Ἀπόστολος. Οὕτω | |
40 | καὶ πρὸς τοὺς προφήτας παρεξέτασιν ἐποιήσατο, Υἱὸν δείξας τὸν Δεσπότην Χριστόν· οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων τῆς υἱότητος μνημονεύει, καὶ ταύτῃ δείκνυσι τὸ διάφορον. Τοσούτῳ γὰρ, φησὶ, κρείττων γενόμενος ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐ‐ | |
45 | τοὺς κεκληρονόμηκεν ὄνομα. Ὅτι δὲ τῆς υἱότητος ὄνομα λέγει, τὰ ἐπαγόμενα διδάσκει. εʹ. «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; «Καὶ πάλιν· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται | |
82.684(50) | μοι εἰς υἱόν; «Ταῦτα δὲ πάλιν κατὰ τὸ ἀνθρώπινον | |
εἴρηκε. Τοῦτο γὰρ δηλοῖ τὸ Ἔσομαι αὐτῷ εἰς πα‐ | ||
82.685 | τέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Μέλλοντος γὰρ ταῦτα χρόνου. Καὶ μέντοι καὶ τὸ, Σήμερον γεγέν‐ νηκά σε, οὐ τὴν αἰώνιον δηλοῖ γέννησιν, ἀλλὰ τὴν τῷ χρόνῳ συνεζευγμένην. Τοιοῦτόν ἐστι τό· «Σήμε‐ | |
5 | ρον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε.» Καὶ τὸ πρὸ τούτων δὲ εἰρημένον, τὸ, κεκληρονόμηκεν ὄνομα, τούτοις σύμφωνον. Ὁ γὰρ φύσει Υἱὸς, οὐ κατὰ χά‐ ριν τοῦτο λαμβάνει· ἔχει γὰρ αὐτὸ κατὰ φύσιν. Ἀλλ’ ὡς ἔφην ἤδη, τὰ θεῖα διδάξας, ἐνταῦθα τὰ | |
10 | περὶ τῆς οἰκονομίας διέξεισι, καὶ διδάσκει, ὡς αὐτὸς καὶ ποιητὴς πάντων ὡς Θεὸς, καὶ κληρονόμος πάν‐ των ὡς ἄνθρωπος· καὶ δημιουργὸς ἀγγέλων ὡς Θεὸς, καὶ κρείττων γέγονε τούτων ὡς ἄνθρωπος· καὶ φύσει Υἱὸς, καὶ λαμβάνει τοῦτο πάλιν ὡς ἄνθρωπος | |
15 | ὅπερ εἶχεν ὡς Θεός. Καὶ τὰ ἐπαγόμενα δὲ συνῳδὰ τοῖς εἰρημένοις. ϛʹ. «Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ἀμφότερά τε, καὶ τὸ, εἰσ‐ | |
20 | αγάγῃ τὸν Πρωτότοκον, καὶ πρὸς τούτοις τὸ προσκυνησάτωσαν, τὴν οἰκονομίαν αἰνίττεται. Ὁ γὰρ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὑτοῦ, καὶ τῶν αἰώνων ποιητὴς καὶ δημιουργὸς, πόθεν εἰς τὴν οἰκουμένην εἰσέρχεται; Πῶς δὲ Πρωτότοκος ὁ | |
25 | Μονογενής; Εἰ δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτὸν οἱ ἄγγελοι προσεκύνησαν, πρὸ τῆς ἐνανθρωπήσεως ταύτην αὐτῷ τιμὴν οὐ προσέφερον; Ἀλλὰ καὶ παντα‐ χοῦ ἦν ὡς Θεὸς, καὶ εἰς τὴν οἰκουμένην εἰσῆλθεν ὡς ἄνθρωπος. Οὕτω καὶ ὁ θεσπέσιος εἴρηκεν Ἰωάννης· | |
30 | «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Ἐναντία δὲ εἶναί πως ταῦτα δοκεῖ. Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, πῶς ἦλθεν; Εἰ δὲ ἦλθε, πῶς ἐν τῷ κόσμῳ ἦν; Ἀλλὰ καὶ ἐν τῷ | |
35 | κόσμῳ ἦν ὡς Θεὸς, καὶ ἦλθεν ὡς ἄνθρωπος. Οὕτω καὶ Μονογενής ἐστιν ὡς Θεὸς, καὶ Πρωτότοκος ὡς ἄνθρωπος ἐν πολλοῖς ἀδελφοῖς. Οὕτως ἀεὶ τὸ σέβας παρὰ τῶν ἀγγέλων ἐδέχετο· ἦν γὰρ ἀεὶ Θεός· προσ‐ εκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον. Ταύτην καὶ | |
40 | κατὰ τὸ ἀνθρώπινον τὴν παρεξέτασιν ποιησάμενος, πάλιν ἐπὶ τὰ θεῖα μεταβαίνει, καί φησι· ζʹ—θʹ. «Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτ‐ ουργοὺς αὑτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ | |
45 | θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥά‐ βδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπη‐ σας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Σαφῶς δὲ διὰ τούτων | |
82.685(50) | ἔδειξε τοὺς μὲν ἀγγέλους κτιστὴν ἔχοντας φύσιν, τὸν δὲ μονογενῆ Υἱὸν ἄκτιστον καὶ ἀΐδιον. Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | |
Ἐδίδαξε δὲ διὰ τούτων ἡμᾶς, ὡς τὸ, Ἐκάθισεν ἐν | ||
82.688 | δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνθρωπίνως εἴρηκεν. Ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸν θρόνον, καὶ ἄναρχον τὴν βασιλείαν, καὶ ἀτελεύτητον. Καὶ ἐνταῦθα μέντοι συνέζευκται τὰ ἀνθρώπεια. Τὸ γὰρ, Ἠγάπη‐ | |
5 | σας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, κατὰ τὸ ἀν‐ θρώπειον εἴρηται. Καὶ γὰρ ὁ προφήτης Ἡσαΐας τὰ περὶ τοῦ Ἐμμανουὴλ προθεσπίσας, καὶ ταῦτα προσ‐ τέθεικε· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, | |
10 | ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Καὶ ἡ χρίσις δὲ οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν. Τοῦτο δὲ καὶ ἡ διαφορὰ διδάσκει. Ἔλαιον γὰρ, φησὶ, ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Μέτοχοι δὲ ἡμεῖς καὶ κοινωνοὶ οὐ τῆς θεότητος, | |
15 | ἀλλὰ τῆς ἀνθρωπότητος. Τοῦτο καὶ ἐν τῇ πρὸς Φι‐ λιππησίους ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. «Μετασχη‐ ματίσει γὰρ, φησὶ, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δό‐ ξης αὐτοῦ.» Οὐ γὰρ τῇ θεότητι σύμμορφον ἔσται | |
20 | τῶν ἁγίων τὸ σῶμα, ἀλλὰ τῷ σώματι τῆς δόξης. Αὕτη μέντοι ἡ μαρτυρία καὶ τὴν Ἀρείου βλασφημίαν διήλεγξεν· αἰώνιον γὰρ ἔδειξε τοῦ Θεοῦ Λόγου τὸν θρόνον, καὶ τῇ δυάδι τῶν προσώπων ἐξήλασε τοῦ Σαβελλίου τὴν σύγχυσιν. Ταυτὸ δὲ τοῦτο καὶ τὸ | |
25 | ἀναίσχυντον Ἰουδαίων ἐμφράττει στόμα. Ὁ δὲ θεῖος Ἀπόστολος προστέθεικε καὶ ἑτέραν μαρτυρίαν τὴν θείαν αὐτοῦ φύσιν κηρύττουσαν. ιʹ—ιβʹ. «Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθε‐ μελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. | |
30 | Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡσεὶ περιβόλαιον ἑλί‐ ξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ἔδειξεν αὐτὸν τῶν ἁπάντων Δημιουργόν· διὰ γὰρ οὐρανοῦ καὶ γῆς | |
35 | πάντα τὰ ἐν αὐτοῖς περιέλαβεν. Ἐδίδαξεν ὡς ἄτρε‐ πτός τε καὶ ἀναλλοίωτος· τοῦτο γὰρ δηλοῖ τὸ, Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Ἐδήλωσε καὶ τῆς κτίσεως τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἀπ’ αὐτοῦ γενησομένην, αὐτοῦ δὲ τὸ ἄναρχον καὶ ἀνώλεθρον. | |
40 | Σὺ γὰρ, φησὶν, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐ γὰρ ἐγένου, ἀλλὰ εἶ, οὐδὲ ἀλλοίω‐ σιν δέχῃ τινά· ἀεὶ γὰρ ὁ αὐτὸς εἶ. Δηλοῖ δὲ ταῦτα καὶ τὸ ἀπαθὲς τῆς θεότητος. Εἰ γὰρ αὐτὴ πέπονθε, πῶς ἡ αὐτή ἐστιν; ἠλλοίωται γὰρ, καὶ εἰ τρεῖς ἡμέ‐ | |
45 | ρας ἐν τῷ θανάτῳ πεποίηκεν, ἐξέλιπε τὰ ἔτη. Ἀλλὰ καὶ ὁ Προφήτης ἡμᾶς καὶ ὁ Ἀπόστολος διδάσκει, ὁ μὲν γεγραφὼς τὴν μαρτυρίαν, ὁ δὲ ταύτῃ χρησάμε‐ νος, ὡς ὁ αὐτός ἐστιν ἀεὶ, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλεί‐ ψουσιν. Οὕτω τὰ θεῖα διεξελθὼν, πάλιν ἐπὶ τὰ ἀν‐ | |
82.688(50) | θρώπεια μεταβαίνει. ιγʹ. «Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἶπέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐ πόδιον τῶν ποδῶν σου; «Οὐ γὰρ ὡς Θεῷ λέγει· Κά‐ θου ἐκ δεξιῶν μου· πῶς γάρ;» Ὁ θρόνος γὰρ αὐ‐ | |
55 | τοῦ εἰς αἰῶνα αἰῶνος.» Ὡς ἄνθρωπος τοίνυν ταύτης μετέλαχε τῆς τιμῆς· ὡς Θεὸν γὰρ αἰώνιον ἔχει τὸν | |
θρόνον. | ||
82.689 | ιδʹ. «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κλη‐ ρονομεῖν σωτηρίαν;» Ἱκανῶς καὶ τὴν κατὰ τὸ ἀν‐ θρώπειον διαφορὰν ἔδειξεν. Ὁ μὲν γὰρ, φησὶν, ἐκ | |
5 | δεξιῶν κάθηται· οὗτοι δὲ ὡς διάκονοι πέμπονται τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας. Εἶτα εἰς παραίνεσιν μεταφέρει τὸν λόγον, καί φησιν· ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν | |
10 | τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν.» Ταύτην τοίνυν τὴν διαφορὰν ἐπισταμένους σπουδαιότερον χρὴ τῇ διδασκαλίᾳ προσέχειν, ἵνα μή τινα ὄλισθον ὑπομείνωμεν. βʹ—δʹ. «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος | |
15 | ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβε ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκου‐ σάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος | |
20 | τοῦ Θεοῦ, σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὑτοῦ θέλησιν.» Τῇ παραινέσει πάλιν συνέζευξε παρεξέτασιν, καὶ δείκνυσιν ὅσον ὑπέρκειται τῶν νο‐ μικῶν διατάξεων, ἡ τῶν εὐαγγελικῶν διδασκαλία. | |
25 | Τῇ γὰρ θέσει τοῦ νόμου ἄγγελοι διηκόνουν· ἐνταῦθα δὲ αὐτὸς ὁ τῶν ἀγγέλων Δεσπότης πρῶτος τὴν σω‐ τήριον διδασκαλίαν προσήνεγκε, διεδέξαντο δὲ ταύτην οἱ τῆς ἀποστολικῆς ἀπολαύσαντες χάριτος. Καὶ ὁ μὲν νόμος λόγος ἦν τὸ πρακτέον ὑποδεικνύς· ἡ δὲ τοῦ | |
30 | Κυρίου διδασκαλία τῆς αἰωνίου πρόξενος σωτηρίας. Ἐπειδὴ δὲ καὶ Μωσῆς θαυματουργίαις ἐχρήσατο, ἀναγκαίως δείκνυσι καὶ κατὰ τοῦτο πλεονεκτοῦσαν τὴν χάριν. Ἐνταῦθα γὰρ οὐ μόνος ὁ Δεσπότης ἐθαυ‐ ματούργησεν, ἀλλὰ καὶ οἱ θεῖοι αὐτοῦ μαθηταὶ, καὶ | |
35 | οἱ ἐκείνων διάδοχοι. Ἔδειξε δὲ καὶ ἐν τοῖς πνευμα‐ τικοῖς χαρίσμασι τὴν Καινὴν Διαθήκην ἀστράπτου‐ σαν. Πάλαι μὲν γὰρ οἱ προφῆται μόνοι τῆς πνευμα‐ τικῆς μετελάγχανον δωρεᾶς· νῦν δὲ ἅπαντες οἱ πι‐ στεύοντες τῆσδε τῆς χάριτος ἀπολαύουσι. Τοῦτο γὰρ | |
40 | ἐπήγαγε, Καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὑτοῦ θέλησιν. Ταῦτα δὲ εἴρηκε μὲν προτρέπων αὐτοὺς σπουδαιότερον τῇ θείᾳ προσέχειν διδασκαλίᾳ· ἐν σχήματι δὲ παραινέσεως ἐδίδαξε τὴν τούτων κἀκεί‐ νων διαφοράν. Ἄγαν δὲ σοφῶς ἔφη τὸν Θεὸν διὰ τῶν | |
45 | θαυμάτων μαρτυρεῖν τῷ κηρύγματι. Ἥ τε γὰρ ἀπό‐ δειξις ἐναργὴς, καὶ τοῦ μάρτυρος ἀναμφισβήτητος ἡ ἀλήθεια. Ταῦτα δὲ μεταξὺ παρενθεὶς, ἀναλαμβά‐ νει τὸν περὶ τῆς συγκρίσεως τῶν ἀγγέλων λό‐ γον. | |
82.689(50) | εʹ—ηʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. Διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; | |
Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· δόξῃ | ||
82.692 | καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐ‐ τὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Οἰκουμένην μέλλου‐ σαν τὸν μέλλοντα βίον ἐκάλεσε. Πάλιν μέντοι οὐχ | |
5 | ὡς Θεῷ τῷ Δεσπότῃ Χριστῷ, ἀλλ’ ὡς ἀνθρώπῳ τοὺς ἀγγέλους παρεξετάζει, καὶ δείκνυσιν οὐ τοὺς ἀγγέ‐ λους, ἀλλ’ αὐτὸν τὴν τῶν ὅλων ἀναδεξάμενον δεσπο‐ τείαν. Τὸ δὲ, Τί ἐστιν ἄνθρωπος; εἴρηται μὲν περὶ τῆς κοινῆς φύσεως, ἁρμόττει δὲ τῇ ἐξ ἡμῶν ἀπαρχῇ, | |
10 | ὡς οἰκειουμένῃ τὰ πάσης τῆς φύσεως. Οὕτως ἐκ προσώπου πάντων ἡμῶν εἴρηκε· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Αὐ‐ τὸς μὲν γὰρ καὶ κατὰ τὸ ἀνθρώπειον ἁμαρτίας ἀμύη‐ τος ἦν. «Ἁμαρτίαν γὰρ οὐ πεποίηκεν, οὐδὲ εὑρέθη | |
15 | δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τὰ δὲ ἡμέτερα οἰκειού‐ μενος στόμα τῆς φύσεως γέγονεν. Αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Ὅτι δὲ καὶ ταύτην τὴν μαρτυρίαν, ὡς τῇ Δεσποτικῇ συμφωνοῦσαν διδασκαλίᾳ, ὁ θεῖος Ἀπόστολος τέθει‐ | |
20 | κεν, ἀκούσωμεν τοῦ Κυρίου πρὸς Ἰουδαίους λέγοντος· «Οὐκ ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόν‐ των κατηρτίσω αἶνον;» Οὗτος τοιγαροῦν ἐκ στόμα‐ τος νηπίων καὶ θηλαζόντων καταρτισάμενος αἶνον, ἐπεσκέψατο τῶν ἀνθρώπων τὴν φύσιν. Ὁ δὲ θεῖος | |
25 | Ἀπόστολος τῇ προφητικῇ μαρτυρίᾳ τὴν ἑρμηνείαν προσήνεγκεν. «Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.» Καὶ ἐπειδὴ εἰ‐ κὸς ἦν εἰπεῖν τινας· Καὶ μὴν πλείστους ὁρῶμεν ἀντι‐ λέγοντας, καὶ προσκυνεῖν αὐτὸν οὐκ ἐθέλοντας, ἀναγ‐ | |
30 | καίως ἐπήγαγε· «Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Τοῦτο γὰρ καὶ ἤδη εἴρη‐ κεν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν· ἀντὶ τοῦ, Ἐν ἐκείνῳ τῷ βίῳ πάντων κρατήσει· ὑποταγήσονται γὰρ τότε | |
35 | καὶ οἱ νῦν ἀντιλέγοντες. Ἐπειδὴ δὲ τῶν ἀγγέλων αὐτὸν καὶ Ποιητὴν εἴρηκε καὶ Δεσπότην, ἀπίθανον δὲ τοῦτο εἶναί πως ἐδόκει τοῖς ἀθάνατον μὲν διδασκο‐ μένοις τῶν ἀγγέλων τὴν φύσιν, τὸ δὲ τοῦ Δεσπότου Χριστοῦ μανθάνουσι πάθος, ἀναγκαίως καὶ περὶ | |
40 | τούτου διδασκαλίαν προσφέρει. θʹ. «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμέ‐ νον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.» Οὐ τῇ φύσει τῆς | |
45 | θεότητος τῶν ἀγγέλων ἠλάττωται, ἀλλὰ τῷ πάθει τῆς ἀνθρωπότητος. Καὶ αὐτὴ δὲ μετὰ τὴν ἀνάστα‐ σιν τῆς θείας μετέλαχε δόξης. Τὸ μέντοι πάθος ὑπὲρ ἁπάντων ὑπέμεινε. Πάντα γὰρ ὅσα κτιστὴν ἔχει τὴν φύσιν, ταύτης ἐδεῖτο τῆς θεραπείας· τοῦτο γὰρ εἶ‐ | |
82.692(50) | πεν, ὅπως χωρὶς Θεοῦ ὑπὲρ παντὸς γεύσηται θα‐ νάτου. Μόνη, φησὶν, ἡ θεία φύσις ἀνενδεὴς, τἄλλα δὲ πάντα τοῦ τῆς ἐνανθρωπήσεως ἐδεῖτο φαρμάκου. | |
Ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος κατέλυσε τοῦ θα‐ | ||
82.693 | νάτου τὸ κράτος· καταλύσας δὲ ἐπηγγείλατο ἡμῖν τὴν ἀνάστασιν· τῇ δὲ ἀναστάσει ἀφθαρσία καὶ ἀθα‐ νασία συνέζευκται· τῆς δὲ ἀφθαρσίας μεθέξει καὶ τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους | |
5 | ἔφη· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δό‐ ξης τῶν τέκνων τοῦ Θεοῦ.» Καὶ οἱ ἄγγελοι δὲ ἐν θυμηδίᾳ διατελοῦσι τὴν τῶν ἀνθρώπων θεώμενοι σωτηρίαν. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ χαίρουσι, πολλῷ | |
10 | μᾶλλον τοσαύτας ὁρῶντες μυριάδας τῆς σωτηρίας ἀξιουμένας θυμηδίας πλησθήσονται. Ὑπὲρ ἁπάντων τοίνυν τὸ σωτήριον ὑπέμεινε πάθος. Μόνη γὰρ ἡ θεία φύσις τῆς ἐντεῦθεν γενομένης θεραπείας ἀνεν‐ δεής. | |
15 | ιʹ. «Ἔπρεπε γὰρ αὐτὸν δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελει‐ ῶσαι.» Τὸν Θεὸν Λόγον ἔδειξεν ἣν ἀνέλαβε τελει‐ ώσαντα φύσιν. Ἀρχηγὸς τῆς ἡμετέρας σωτηρίας ἡ | |
20 | ληφθεῖσα φύσις. Ἐκείνη γὰρ ἐκ νεκρῶν ἀναστᾶσα πᾶσιν ἡμῖν ἐπραγματεύσατο τὴν ἀνάστασιν. ιαʹ. «Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.» Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον τέ‐ θεικε. Κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις· εἷς δέ γε καὶ | |
25 | ἡμῶν καὶ αὐτῆς Ποιητής· ἀλλὰ δι’ ἐκείνης ἁγιαζό‐ μεθα. Εἰ δὲ καὶ κατὰ θείαν φύσιν οἱ αἱρετικοὶ τοῦτο νοῆσαι θελήσαιεν, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ Μονογενοῦς δόξῃ. Ἕνα γὰρ, φησὶν, ἔχομεν Πα‐ τέρα καὶ ἡμεῖς καὶ αὐτός. Ἀλλ’ εὔδηλον, ὡς ὁ μέν | |
30 | ἐστι φύσει Υἱὸς, ἡμεῖς δὲ χάριτι. Ταύτην γὰρ ἡμᾶς διδάσκει τὴν διαφορὰν τὸ, τὸν μὲν ἁγιάζειν, ἡμᾶς δὲ ἁγιάζεσθαι. «Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· (ιβʹ, ιγʹ.) Ἀπαγγελῶ τὸ ὄνομά σου | |
35 | τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Ἀπόχρη καὶ τὸ, οὐκ ἐπαισχύνεται, δεῖξαι τὴν δια‐ φορὰν τῆς υἱότητος. Περὶ δεσποτῶν γὰρ καὶ δούλων | |
40 | διαλεγόμενοι, καὶ τὴν τῶν δεσποτῶν ταπεινοφροσύ‐ νην διδάσκοντες εἰώθαμεν λέγειν· Οὐκ ἐπαισχύνεται μετὰ τῶν οἰκετῶν ἐσθίων καὶ πίνων, καὶ συγκαθ‐ ήμενος, καὶ τοὺς τούτων ἀῤῥώστους δι’ ἑαυτοῦ θερα‐ πεύων. Τοῦτο τοίνυν κἀνταῦθα αἰνίττεται, ὡς ὁ τὸ | |
45 | ὑπὲρ ἡμῶν καταδεξάμενος πάθος οὐκ ἐπαισχύνεται καλεῖν ἀδελφοὺς τούτους, ὑπὲρ ὧν τὸ πάθος ὑπέμει‐ νεν. Οὐ μόνον δὲ αὐτοὺς ἀδελφοὺς, ἀλλὰ καὶ παιδία καλεῖ. Οὕτως ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς θείοις ἔλεγεν ἀποστόλοις· «Τεκνία, ἔτι μικρὸν | |
82.693(50) | χρόνον μεθ’ ὑμῶν εἰμι.» Καὶ πάλιν· «Τεκνία, μή τι προσφάγιον ἔχετε;» Ἔδειξε δὲ καὶ τὰ ταπει‐ νῶς εἰρημένα οἰκονομικῶς εἰρημένα· τῷ γὰρ, οὐκ | |
ἐπαισχύνεται, συνέζευξε τὸ, Ἐγὼ ἔσομαι πεποι‐ | ||
82.696 | θὼς ἐπ’ αὐτῷ. Οὐκ ἐπαισχύνεται γὰρ, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ταπεινοῖς παρὰ τὴν οἰκείαν ἀξίαν κεχρῆσθαι λόγοις. Εἶτα τῆς περὶ τῶν παι‐ δίων μαρτυρίας ἐπιλαβόμενος, τὸν περὶ τοῦ σωτη‐ | |
5 | ρίου πάθους ἐξυφαίνει λόγον. ιδʹ, ιεʹ. «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, | |
10 | καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παν‐ τὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Πῶς οἷόν τε ἦν, φησὶν, ἢ ἀδελφὸν αὐτὸν ἡμῶν χρηματίσαι, ἢ παῖδας ἡμᾶς γνησίως καλέσαι, μὴ τὴν αὐτὴν περι‐ κείμενον φύσιν; Οὗ δὴ χάριν ταύτην ἀναλαβὼν, | |
15 | τὴν τοῦ θανάτου κατέλυσε δυναστείαν, καὶ τὸ ἐπι‐ κείμενον ἡμῖν διέλυσε δέος. Δειμαίνοντες γὰρ ἀεὶ δι‐ ετελοῦμεν τὸν θάνατον, ἐπειδήπερ ἕλκειν ἠναγκαζό‐ μεθα τῆς θνητότητος τὸν ζυγόν. Σφόδρα δὲ ἀναγ‐ καίως καὶ τὸ, παραπλησίως τέθεικεν, ἵνα τὴν τῆς | |
20 | φαντασίας διελέγξῃ συκοφαντίαν. Ταῦτα δὲ διεξῆλθεν ἅπαντα, διδάσκων τοὺς ἐλάττονα τῶν ἀγγέλων τὸν Υἱὸν διὰ τὸ πάθος ὑπολαμβάνοντας, ὡς ἀναγκαίως τὸ πάθος ὑπέμεινε. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς ἐκ‐ παιδεύει σαφέστερον. | |
25 | ιϛʹ. «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Εἰ γὰρ ἀγγέλων ἀνειλήφῃ φύσιν, κρείττων ἂν ἐγεγόνει θα‐ νάτου. Ἐπειδὴ δὲ ἀνθρώπειον ἦν ὃ ἀνέλαβε, διὰ μὲν τοῦ πάθους τὸ τῶν ἀνθρώπων ἀπέδωκε χρέος, διὰ | |
30 | δὲ τῆς τοῦ πεπονθότος σώματος ἀναστάσεως τὴν οἰ‐ κείαν ἀπέδειξε δύναμιν. Ἄγαν δὲ σοφῶς ὁ θεῖος Ἀπόστολος ἀντὶ τοῦ γενικοῦ ὀνόματος τὸ ἰδικὸν τέ‐ θεικεν. Οὐ γὰρ εἶπε, Σπέρματος ἀνθρώπου ἐπιλαμ‐ βάνεται, ἀλλὰ, σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, | |
35 | ἀναμιμνήσκων αὐτοὺς καὶ τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας. ιζʹ. «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ὁμοίως γὰρ ἡμῖν καὶ τροφῆς μετ‐ έλαβε, καὶ πόνον ὑπέμεινε, καὶ ἠθύμησε, καὶ ἐδά‐ | |
40 | κρυσε, καὶ θάνατον κατεδέξατο. «Ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. (ιηʹ.) Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Ἔδειξε | |
45 | προσφορὰν αὐτοῦ γεγενημένον τὸν σωτήριον θάνατον. Ὑπὲρ ἁπάσης γὰρ τῆς κτίσεως ὃ ἀνέλαβε προσεν‐ ήνοχε σῶμα. Προστέθεικε δὲ καὶ ἕτερον εἰς ψυχαγω‐ γίαν ἐκείνων. Τῇ πείρᾳ γὰρ, φησὶ, μεμαθηκὼς τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν, ἅτε δὴ κατὰ νό‐ | |
82.696(50) | μον καὶ κατὰ χάριν πολιτευσάμενος, τοῖς πολεμου‐ μένοις ἐπικουρίαν ὀρέγει. Καὶ ταῦτα δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηται. Οὔτε γὰρ ἀρχιερεὺς ἡμῶν ὡς | |
Θεὸς, ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς πέπονθεν, | ||
82.697 | ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς διὰ τῆς πείρας μεμάθηκε τὰ ἡμέτερα, ἀλλ’ ὡς Θεὸς καὶ δημιουργὸς γινώσκει τὰ πάντα σαφῶς. Οὕτω τὴν πρὸς τοὺς ἀγγέλους παρεξέτασιν συμπεράνας, τῶν ἁπάντων | |
5 | μείζονα τῶν προφητῶν Μωϋσῆν τὸν μέγαν ἐκ παρ‐ αλλήλου τίθησιν· ἵνα δείξας ἄπειρον τὸ διάφορον, δείξῃ κατὰ ταυτὸν καὶ τῶν διαθηκῶν, καὶ τῶν ἐπαγ‐ γελιῶν, καὶ μέντοι καὶ τῶν ἱερέων, τὸ μέσον. Πάλιν δὲ τῇ συγκρίσει παραίνεσιν ἀναμίγνυσιν, ἵνα μὴ | |
10 | δόξῃ ὥσπερ ἐξεπίτηδες τοῦτο ποιεῖν, ἀλλ’ ὡς ὑπό τινος ἀνάγκης ὠθούμενος. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ, βʹ. «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρα‐ νίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρ‐ | |
15 | χιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πι‐ στὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.» Πάλιν ἀρχιερέα καὶ ἀπόστο‐ λον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν. Εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο | |
20 | ἂν ἦν. Ὅτι δὲ καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονεν, ἐν τῇ πρὸς Γαλά‐ τας ἐδίδαξεν. «Ὅτε γὰρ ἦλθε, φησὶ, τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γε‐ νόμενον ἐκ γυναικός.» Καὶ οὐκ εἶπεν, Ἀπέστειλεν | |
25 | αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἀλλὰ, γενόμενον ἐκ γυναικὸς ἀπέστειλεν· ὡς εἶναι δῆλον, ὅτι τῇ ἐν‐ ανθρωπήσει πρόσφορον τὸ τῆς ἀποστολῆς ὄνομα. Ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ἐκάλεσε, ποίησιν δὲ, οὐ τὴν δημιουργίαν, ἀλλὰ τὴν χειροτονίαν κέκλη‐ | |
30 | κεν. Πιστὸν γὰρ ὄντα, φησὶν, τῷ ποιήσαντι αὐ‐ τὸν, τουτέστιν ἀπόστολον καὶ ἀρχιερέα. Εἶτα καὶ τῶν περὶ τοῦ Μωϋσέως ὑπὸ τοῦ Θεοῦ εἰρημένων ἀναμνήσας, τοῦ γὰρ Θεοῦ ἐστι φωνή· Ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι, δείκνυσιν ἐν τοῖς ἑξῆς τὸ | |
35 | διάφορον. γʹ. «Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.» Ὅση, φησὶ, ποιήματος πρὸς ποιητὴν διαφορὰ, τοσαύτη Μωϋσέως πρὸς τὸν Χρι‐ | |
40 | στόν. Τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει σαφέστερον. δʹ. «Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός.» Εἰδέναι μέντοι χρὴ, ὡς τὴν μὲν ὑπεροχὴν ἀπὸ τῆς θείας ἔδειξε φύσεως· πλείονος δὲ αὐτὸν ἠξιῶσθαι δόξης κατὰ τὸ ἀνθρώ‐ | |
45 | πειον εἴρηκεν. Ἐπειδὴ γὰρ καὶ Θεὸς καὶ ἄνθρωπος ὁ Δεσπότης Χριστὸς, ἀμφότερα δὲ ἐν τῷ ἑνὶ θεωρεῖ‐ ται προσώπῳ, ἀναγκαίως καὶ τὰ ὑψηλὰ καὶ τὰ τα‐ πεινὰ, περὶ αὐτοῦ λέγειν εἰς δήλωσιν τῶν δύο φύ‐ σεων ἀναγκάζεται. | |
82.697(50) | εʹ, ϛʹ. «Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομέ‐ | |
νων. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ | ||
82.700 | οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατά‐ σχωμεν.» Ἀπὸ τῆς Παλαιᾶς Γραφῆς τὰ ὀνόματα τέθεικε· καὶ γὰρ τὸν Μωϋσῆν θεράποντα κέκληκεν | |
5 | ὁ Θεός· «Μωϋσῆς γὰρ, φησὶν, ὁ θεράπων μου τε‐ τελεύτηκε.» Καὶ πάλιν· «Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς.» Καὶ αὐτὸν δὲ τὸν Δεσπότην Χριστὸν Υἱὸν ἡ Παλαιὰ Γραφὴ καλεῖ· «Τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Καί· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γε‐ | |
10 | γέννηκά σε.» Καὶ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Γινώσκεται τοίνυν, φησὶ, τούτου κἀ‐ κείνου τὸ μέσον· ὁ μὲν γὰρ θεράπων, ὁ δὲ Υἱός· καὶ ἐκεῖνος μὲν πιστὸς ἐκλήθη, ἵνα δειχθῇ ἀξιόχρεως νομοθέτης. Τοῦτο γὰρ εἶπεν, Εἰς μαρτύριον τῶν | |
15 | λαληθησομένων. Ὁ δὲ Χριστὸς ὡς Υἱὸς καλεῖται πιστός. Εἰ δὲ εὐτελείας τήνδε τὴν προσηγορίαν οἱ αἱρετικοὶ σημαντικὴν εἶναι νομίζουσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος· «Πιστὸς ὁ Θεὸς δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ | |
20 | Υἱοῦ αὐτοῦ.» Καὶ τοῦ προφήτου Δαβίδ· «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ.» Καὶ πάλιν· «Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Καὶ ὁ θεῖος δὲ Μωϋσῆς οὕτω λέγει· «Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Οἶκον δὲ τοῦ Θεοῦ κέκληκε τοὺς | |
25 | πιστεύοντας κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.» Ταύ‐ της δὲ, φησὶν, ἀπολαυσόμεθα τῆς τιμῆς, ἐὰν τὴν παῤῥησίαν, ἧς τετυχήκαμεν, καὶ τὴν ἀξιέραστον ἐλ‐ πίδα διὰ τῶν τῆς ἀρετῆς κατορθωμάτων διατηρήσω‐ | |
30 | μεν. Ἐπειδὴ δὲ τῆς ἐλπίδος ἐμνήσθη, ἐλπὶς δὲ βλε‐ πομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Ὑπέσχετο δὲ ἡμῖν ὁ Δεσπότης τὴν βασιλείαν τῶν οὐρανῶν, σύγκρισιν πάλιν ποιεῖται τῶν Ἰου‐ δαίοις δεδομένων καὶ τῶν ἡμῖν ἐπηγγελμένων. | |
35 | ζʹ—ιαʹ. «Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σή‐ μερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρα‐ σάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον | |
40 | τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου;» Τέθεικε μὲν τὴν μαρτυρίαν, δεδιττόμενος | |
45 | δῆθεν αὐτοὺς, ἵνα φυλάξωσι διὰ σπουδῆς τὴν δεδομέ‐ νην ἐλπίδα. Πλὴν ἕτερον κατασκευάζει, ἀνυπόπτως πάλιν μεθοδεύων τὸν λόγον. Ἐπιμένει δὲ τῇ παραι‐ νέσει. ιβʹ. «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι | |
82.700(50) | ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Πολλῆς ὑμῖν ἐπιμελείας δεῖ καὶ σπουδῆς, ὥστε φυλάξαι τὴν πίστιν, καὶ μὴ τὴν λώ‐ βην τῆς ἀπιστίας εἰσδέξασθαι. Αὕτη γὰρ χωρίζει | |
τοῦ ζῶντος Θεοῦ. | ||
82.701 | ιγʹ. «Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας.» Καθ’ ἑκάστην ἡμέραν τοὺς ἔτι ζῶντας προσήκει πᾶσαν | |
5 | ἑαυτῶν ποιεῖσθαι φροντίδα, ἵνα μὴ χώραν ἡ ἁμαρτία λαβοῦσα ἀντίτυπον τὴν ἡμετέραν καρδίαν ἐργάσηται. Σήμερον δὲ τὸν παρόντα κέκληκε βίον. ιδʹ. «Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βε‐ | |
10 | βαίαν κατάσχωμεν.» Κεκοινωνήκαμεν γὰρ τῷ Δεσπότῃ Χριστῷ διὰ τοῦ παναγίου βαπτίσματος τοῦ θανάτου, καὶ συνταφέντες αὐτῷ ἐν τῷ τύπῳ τῆς ἀναστάσεως γεγενήμεθα, εἴπερ ἄρα βεβαίαν τὴν πίστιν φυλάξωμεν. Ταύτην τὴν ἀρχὴν τῆς ὑπο‐ | |
15 | στάσεως κέκληκε· δι’ ἐκείνης γὰρ ἐνεουργήθημεν, καὶ συνήφθημεν τῷ Δεσπότῃ Χριστῷ, καὶ τῆς τοῦ παναγίου Πνεύματος μετειλήφαμεν χάριτος. Εἶτα πάλιν τὸν προφητικὸν ἀναλαμβάνει λόγον. ιεʹ. «Ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς | |
20 | αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Μέμνηται δὲ καὶ τῶν τοῦτο δεξαμένων τὸ πάθος. ιϛʹ. «Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως.» | |
25 | Κατ’ ἐρώτησιν τὸ πρῶτον ἀναγνωστέον· τὸ δὲ δεύ‐ τερον μὴ ἀποφαντικῶς, ἀλλὰ καθ’ ὑπόκρισιν. Οὕτω γὰρ νοεῖν τὰ ἑξῆς παρασκευάζει· πλὴν γὰρ Χαλὲβ τοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ τοῦ Ναυῆ, ἑξακόσιαι δι‐ εφθάρησαν χιλιάδες. Τούτους γὰρ εἶπεν, ἐξεληλυθό‐ | |
30 | τας ἐξ Αἰγύπτου. ιζʹ—ιθʹ. «Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέ‐ | |
35 | πομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.» Τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος εἰς τὴν ἐπηγγελμέ‐ νην ἀπᾶραι γῆν, ἀντεῖπον ἐκεῖνοι, προβαλλόμενοι τὸ δέος, καὶ τῶν πολεμίων τὸ μέγεθος. Οὗ δὴ χάριν ὁ τῶν ὅλων Θεὸς ἅπαντας κατὰ μέρος ἐν τῇ ἐρήμῳ | |
40 | καταναλώσας, τοὺς ἐκείνων παῖδας ἀντ’ ἐκείνων εἰσήγαγε. Ταῦτα παρενθεὶς, ὥστε διὰ τούτων δεδί‐ ξασθαι, καὶ παρασκευᾶσαι προσμεῖναι τὰς δεδομένας ἐλπίδας, περὶ τῆς καταπαύσεως λοιπὸν ποιεῖται τὸν λόγον, διδάσκων ὡς ἄνωθεν ὁ προφήτης Δαβὶδ ταύ‐ | |
45 | την ἡμῖν προεθέσπισε. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Φοβηθῶμεν οὖν μήποτε καταλιπομένης ἐπαγ‐ γελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ἡμῶν ὑστερηκέναι.» Ἐπηγγείλατο, φησὶν, ἡμῖν | |
82.701(50) | ὁ Δαβὶδ, ὡς ἔστιν ἑτέρα κατάπαυσις. Σπουδάσωμεν τοίνυν ταύτης τυχεῖν, ἵνα μὴ ἐκείνοις τὰ ὅμοια πά‐ θωμεν. βʹ. «Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ | |
κἀκεῖνοι, ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκεί‐ | ||
82.704 | νους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσα‐ σιν.» Οὐκ ἀπόχρη εἰς σωτηρίαν ἡ τῶν λόγων ἀκρόα‐ σις. Προσήκει γὰρ τοῦτο μετὰ πίστεως δέξασθαι, καὶ βεβαίως φυλάξαι. Τί γὰρ ὤνησεν ἡ τοῦ Θεοῦ | |
5 | ἐπαγγελία τοὺς ταύτην δεξαμένους, μὴ πιστῶς δεξαμένους, καὶ τῇ τοῦ Θεοῦ δυνάμει τεθαῤῥηκότας, καὶ οἷον τοῖς Θεοῦ λόγοις ἀνακραθέντας; γʹ. «Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ | |
10 | ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Βούλεται δεῖξαι τρεῖς καταπαύσεις κεκλημέ‐ νας ἐν τῇ θείᾳ Γραφῇ· καὶ πρώτην μὲν τὴν ἑβδό‐ μην ἡμέραν, ἐν ᾗ τὴν κτίσιν πεπλήρωκεν ὁ Θεός· δευτέραν δὲ τῆς ἐπαγγελίας τὴν γῆν· τρίτην δέ γε | |
15 | τὴν βασιλείαν τῶν οὐρανῶν. Κατασκευάζει δὲ τὴν ταύτης ἀπόδειξιν ἀπὸ τῆς προφητικῆς μαρτυρίας. Εἰ γὰρ μὴ ἀληθῶς, φησὶν, ἔστιν ἑτέρα κατάπαυσις, τί δήποτε τοῖς τὴν δευτέραν δεξαμένοις καὶ παρεγ‐ γυᾷ μὴ σκληρύναι τὰς καρδίας, καὶ ἀπειλεῖ τιμω‐ | |
20 | ρίαν, καὶ τῶν τῆς δευτέρας καταπαύσεως καταπε‐ φρονηκότων ποιεῖται τὴν μνήμην; κατὰ τάξιν δὲ ταύ‐ τας τίθησι, καὶ πρώτην μὲν τὴν τῆς ἑβδόμης ἡμέρας. «Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενη‐ θέντων. (δʹ.) Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕ‐ | |
25 | τως· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ.» Ὅτι, φησὶν, οὐ περὶ ἐκείνης ὁ μακάριος λέγει Δαβὶδ, παντί που δῆλον· πρὸ πολλῶν γὰρ γενεῶν ἐκείνη γεγένηται τοῦ Δαβίδ· ἐν γὰρ τῇ ἑβδόμῃ ἡμέρᾳ πεπλήρωκε τὴν | |
30 | κτίσιν ὁ τῶν ὅλων Θεός. εʹ. «Καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου;» Ἀλλ’ ὅμως καὶ ταῦτα σαφῶς ἐπιστάμενος ὁ Προφήτης, οὐδὲν ἧττον ἑτέραν κατά‐ παυσιν ἐπαγγέλλεται. | |
35 | ϛʹ, ζ. «Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλ‐ θον δι’ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προεί‐ ρηται· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ | |
40 | σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι‐ κρασμῷ.» Εἶτα διδάσκων ὡς οὐ περὶ τῆς Παλαιστί‐ νης ταῦτά φησιν ὁ Προφήτης, ἐπισυλλογίζεται· ηʹ. «Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.» Οὐκ ἂν, | |
45 | φησὶ, περὶ ἐκείνης εἶπε τῆς γῆς. Εἰς ἐκείνην γὰρ αὐτοὺς εἰσήγαγεν ὁ τοῦ Ναυῆ Ἰησοῦς. Ἐν αὐτῇ δὲ ἦν καὶ ὁ θεῖος Δαβὶδ, ὅτε ταύτην ἐπηγγέλλετο τὴν κατάπαυσιν. Εἶτα συλλογιστικῶς· θʹ. «Ἄρα οὖν ἀπολείπεται σαββατισμὸς τῷ λαῷ | |
82.704(50) | τοῦ Θεοῦ.» Οὐ κατ’ ἐρώτησιν, ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. Σαββατισμὸν δὲ τὴν κατάπαυσιν κέ‐ κληκεν, ἐπειδὴ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων, ὧν ἐποίησεν· ἐν τῷ | |
μέλλοντι δὲ βίῳ ἄλυπος ἔσται ζωὴ, καὶ πόνων ἐλευ‐ | ||
82.705 | θέρα, καὶ φροντίδων ἀπηλλαγμένη. Σαββατισμὸν τοί‐ νυν ὠνόμασε τὴν τῶν σωματικῶν ἔργων ἀπαλλαγήν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· ιʹ. «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, | |
5 | καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.» Ὥσπερ γὰρ ὁ τῶν ὅλων Θεὸς, ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἅπασαν τὴν κτίσιν πεπλη‐ ρωκὼς, τῇ ἑβδόμῃ ἐπαύσατο τοῦ δημιουργεῖν· οὕτως οἱ τόνδε τὸν βίον ὑπεξελθόντες, καὶ εἰς ἐκεῖνον μετα‐ | |
10 | βάντες, τῶν παρόντων ἀπαλλαγήσονται πόνων. Καὶ Ἰουδαίοις δὲ ὁ νόμος ἐκέλευσε τῷ Σαββάτῳ τῶν μὲν σωματικῶν ἔργων ἀπέχεσθαι, μόναις δὲ προσφέρειν ταῖς ψυχαῖς ἐπιμέλειαν. Εἶτα συμβουλευτικῶς· ιαʹ. «Σπουδάσωμεν οὖν εἰς ἐκείνην τὴν κατά‐ | |
15 | παυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.» Ὁ γὰρ ῥᾳστώνῃ συζῶν, καὶ μὴ ποθῶν τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι, ταῖς ἐκείνων τῶν ἀπειθησάντων ὑπεύθυνος ἔσται κατηγο‐ ρίαις. Ἔπειτα τὸ φρίκης γέμον κριτήριον ἐπιδεί‐ | |
20 | κνυσι. ιβʹ, ιγʹ. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνερ‐ γὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύμα‐ τος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων | |
25 | καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Οὐδὲν δύναται λαθεῖν ἐκεῖνον τὸν ἀδέκαστον δικαστὴν, πάντα δὲ ἀκριβῶς ἐπίσταται, καὶ αὐ‐ | |
30 | τῶν τῶν λογισμῶν τὰ κινήματα. Οἶδε τὰ ἐν τῷ σκότει γινόμενα, οἶδε τὰ κρύβδην τολμώμενα· οὐ λέληθεν αὐτὸν τὰ πονηρὰ βουλεύματα τῆς ψυχῆς, αὐτῷ τὰ κεκρυμμένα γυμνά. Τὸ δὲ, τετραχηλι‐ σμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἐκ μεταφορᾶς τέ‐ | |
35 | θεικε τῶν θυομένων ζώων, ἃ παντελῶς ἄφωνα κεῖται, τῆς σφαγῆς τὴν ζωὴν ἀφελομένης, καὶ μετὰ τῆς ζωῆς τὴν φωνήν. Οὕτω, φησὶ, καὶ ἡμεῖς κρινόμενοι θεώμεθα μὲν ἅπαντα τὰ δυσσεβῶς παρ’ ἡμῶν ἢ παρανόμως γεγενημένα· σιγῶντες δὲ τὴν τῆς τιμω‐ | |
40 | ρίας δεχόμεθα ψῆφον, ἅτε δὴ τὸ δίκαιον αὐτῆς ἐπι‐ στάμενοι. Ταῦτα δὲ οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἡμῖν γέγραφεν ὁ θεῖος Ἀπόστολος. Προσήκει τοίνυν διηνεκῶς ἡμᾶς σκοπεῖν τὸ θεῖον ἐκεῖνο κριτή‐ ριον, καὶ πεφρικέναι, καὶ τρέμειν, καὶ τὰς θείας | |
45 | ἐντολὰς φυλάττειν ἐπιμελῶς, καὶ τὴν ἐπηγγελμένην προσμένειν κατάπαυσιν· ἧς τύχοιμεν ἐν Χριστῷ· μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
82.705(50) | ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. ιδʹ. «Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶ‐ μεν τῆς ὁμολογίας.» Ἐν μὲν τοῖς πρόσθεν ἡρμη‐ | |
νευμένοις τῶν καταπαύσεων τὴν σύγκρισιν ἐποιήσατο, | ||
82.708 | καὶ ἔδειξε τὴν ἡμῖν ἐπηγγελμένην ἀμείνω τῆς Ἰου‐ δαίοις ὑπεσχημένης. Ἐκείνοις γὰρ τὴν γῆν τῆς ἐπαγγελίας ὑπέσχετο, ἡμῖν δὲ τὸν οὐρανόν. Ἐντεῦ‐ θεν δὲ λοιπὸν τῆς ἀρχιερωσύνης ποιεῖται τὴν παρ‐ | |
5 | εξέτασιν, καὶ δείκνυσι πολλῷ μείζονά τε καὶ κρείτ‐ τονα τῆς Λευϊτικῆς τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ. Τῷ παραινετικῷ δὲ πάλιν σχήματι κεχρημένος, ποιεῖται τὴν σύγκρισιν, ἵνα μὴ δόξῃ τοῖς ἔτι τὴν κατὰ νόμον πολιτείαν ἀσπαζομένοις τῷ νόμῳ πολε‐ | |
10 | μεῖν, ἀλλ’ οὐ τῇ ἀληθείᾳ συνηγορεῖν. Ἀρχιερέα δὲ τὸν Κύριον Ἰησοῦν προσηγόρευσεν, ὡς τὴν ὑπὲρ ἡμῶν προσενηνοχότα θυσίαν, καὶ ἄραντα τοῦ κόσμου τὴν ἁμαρτίαν. Τούτου δὴ χάριν καὶ ἀμνὸς ὠνομά‐ σθη. «Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων | |
15 | τὴν ἁμαρτίαν τοῦ κόσμου.» Δῆλον δὲ καὶ τοῖς ἄγαν φιλονείκοις, ὡς ἀνθρώπεια τὰ ὀνόματα. Εἰ δὲ τῆς θεότητος ταῦτά τινες ὑπειλήφασι, καλείτωσαν αὐτὴν καὶ κατάραν, καὶ δούλου μορφὴν, καὶ ὅσα τοιαῦτα. Εἰ δὲ οὐδὲν τούτων τῆς θείας φύσεως ἴδιον, λείπεται | |
20 | νοεῖν ταῦτα τῆς οἰκονομίας ὀνόματα. Ὥσπερ γὰρ ἄνθρωπος λέγεται γεγενῆσθαι, φύσιν ἀνθρωπείαν ἀνειληφώς· οὕτως ἀρχιερεὺς ἡμῶν ὡς ἄνθρωπος κέκληται. Τοῦτο δὲ ἡμᾶς καὶ τὰ ἀποστολικὰ διδάσκει ῥητά. Δείκνυσι γὰρ αὐτὸν τοὺς οὐρανοὺς διεληλυθότα· | |
25 | ἡ δὲ τοῦ Δεσπότου Χριστοῦ θεότης ἀπερίγραφον ἔχει τὴν φύσιν, πανταχοῦ πάρεστι, καὶ τοῖς πᾶσι παρ‐ ίσταται. Τοῦτο καὶ αὐτὸς ἡμᾶς ὁ Δεσπότης ἐδίδαξεν. «Οὐδεὶς γὰρ, φησὶν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, | |
30 | ὁ ὢν ἐν τῷ οὐρανῷ.» Κάτω γὰρ ὢν, καὶ τοῖς ἀνθρώ‐ ποις διαλεγόμενος, ἔλεγεν εἶναι καὶ ἄνω. Χρὴ τοίνυν ἡμᾶς εἰδέναι, τίνα μὲν τῆς θεολογίας, τίνα δὲ τῆς οἰκονομίας ὀνόματα. Ὁ μέντοι θεῖος Ἀπόστολος ὑπο‐ δείξας ἡμῖν τὸν μέγαν ἡμῶν ἀρχιερέα πρῶτον εἰς | |
35 | τὴν ἀληθινὴν εἰσεληλυθότα κατάπαυσιν, καὶ τῶν οὐρανῶν γεγενημένον ὑπέρτερον, τὴν ὁμολογίαν κατ‐ έχειν παρεγγυᾷ. Ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ὠνόμασεν. Ὁμολογοῦμεν γὰρ πιστεύειν, οὐ μόνον εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἀλλὰ καὶ | |
40 | εἰς ἀνάστασιν νεκρῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ εἰς οὐρανῶν βασιλείαν. ιεʹ. «Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.» | |
45 | Πολλὰς κατ’ ἐκεῖνον τὸν καιρὸν οἱ πεπιστευκότες ἐδέχοντο πειρασμῶν τρικυμίας. Ψυχαγωγεῖ τοίνυν αὐτοὺς, διδάσκων ὡς ὁ ἡμέτερος ἀρχιερεὺς οὐ μόνον ὡς Θεὸς οἶδε τῆς ἡμετέρας φύσεως τὴν ἀσθένειαν, ἀλλὰ καὶ ὡς ἄνθρωπος πεῖραν τῶν ἡμετέρων ἔλαβε | |
82.708(50) | παθημάτων, μόνης τῆς ἁμαρτίας διαμείνας ἀμύη‐ τος. Ταύτην δὲ, φησὶν, ἡμῶν τὴν ἀσθένειαν ἐπι‐ | |
στάμενος, καὶ τὴν ἁρμόττουσαν ὀρέγει βοήθειαν, | ||
82.709 | καὶ δικάζων ἡμῖν, πρὸς τὴν ἀσθένειαν ἐξοίσει τὴν ψῆφον. ιϛʹ. «Προσερχώμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν | |
5 | εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.» Ὡς Θεὸς ὁ Δε‐ σπότης Χριστὸς φυσικὴν ἔχει τὴν βασιλείαν, αἰώνιον τὸν θρόνον. «Ὁ θρόνος σου γὰρ, φησὶν, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ὡς δὲ ἄνθρωπος, καὶ ἀρ‐ χιερεὺς, καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, ἀκούει· | |
10 | «Κάθου ἐκ δεξιῶν μου.» Τοῦτον χάριτος θρόνον κέκληκεν ὁ θεῖος Ἀπόστολος. Οἶμαι δὲ αὐτὸν καὶ τὴν φιλανθρωπίαν αἰνίττεσθαι, ἧ κεχρημένος δικά‐ σει. Τοῦτο γὰρ προστέθεικεν· Ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Κατὰ | |
15 | γὰρ τὸν παρόντα προσιόντες βίον, καὶ τὴν ἀκραιφνῆ καὶ εἰλικρινῆ πίστιν ἐπιδεικνύμενοι, ἐν τῇ τῆς κρί‐ σεως ἡμέρᾳ τῆς φιλανθρωπίας τευξόμεθα. Εἶτα τῆς ἱερωσύνης τὴν αἰτίαν διδάσκει, καὶ τίνος ἕνεκεν ταύτης ἀξιοῦνταί τινες, καὶ τί προσήκει τὸν | |
20 | ἀρχιερέα. ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ—γʹ. «Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμ‐ βανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρ‐ | |
25 | τιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλα‐ νωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.» Εἶπεν, ὅτι «Οὐκ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον | |
30 | συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, ἀλλὰ πεπειρα‐ μένον κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας·» ἀναγκαίως τοίνυν καὶ ταῦτα προστέθεικε, διδάσκων ὡς κἀν τῷ νόμῳ οὐκ ἄγγελος ὑπὲρ ἀνθρώπων ἱερα‐ τεύειν ἐτάχθη, ἀλλ’ ἄνθρωπος ὑπὲρ ἀνθρώπων, τὴν | |
35 | αὐτὴν φύσιν ἔχων, τὰ αὐτὰ περικείμενος πάθη, τῆς φύσεως τὴν ἀσθένειαν ἐπιστάμενος, συγγνώμην νέμων τοῖς ὀλισθαίνουσιν, ὀρέγων χεῖρα τοῖς ἁμαρτά‐ νουσιν, ἐκ τῶν οἰκείων καὶ τὰ τοῦ πέλας σκοπῶν. Οὗ δὴ χάριν, καὶ τὰς θυσίας οὐχ ὑπὲρ τοῦ λαοῦ | |
40 | μόνου, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ προσφέρειν νενομο‐ θέτηται. δʹ. «Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Ἀαρών.» Ἀρχιερεὺς γὰρ ἔννομος, ὁ παρὰ τοῦ | |
45 | Θεοῦ τὴν χειροτονίαν δεχόμενος. Οὕτω γὰρ καὶ Ἀαρὼν ὁ πρῶτος ἀρχιερεὺς τὴν ἀξίαν ταύτην ἐδέ‐ ξατο. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος εἴρηκεν, οὐ τῆς ἀρχιερωσύνης ἡμῖν τοὺς κανόνας νῦν ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ τὰ περὶ τῆς Δεσποτικῆς ἀρχιερω‐ | |
82.709(50) | σύνης προκατασκευάζων· σοφῶς αὐτίκα τοίνυν ἐπ‐ ήγαγεν· εʹ, ϛʹ. «Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· | |
Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς | ||
82.712 | καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἐπειδὴ γὰρ ἐξ ἑτέρας ὑπῆρχε φυλῆς (ἐκ τοῦ Δαβιτικοῦ γὰρ κατὰ τὴν ἀν‐ θρωπείαν φύσιν ἐβλάστησε γένους) εἰδὼς ὁ Ἀπό‐ | |
5 | στολος τῶν ἀπιστούντων Ἰουδαίων τὸ τῆς γνώμης ἀντίτυπον, εἰς τὰς προφητικὰς κατέφυγε μαρτυ‐ ρίας· καὶ σοφῶς μὲν διὰ τούτων τὸν οἰκεῖον ἐβε‐ βαίωσε λόγον· σοφῶς δὲ αὐτὸν ἔδειξεν οὐκ ἀρχιερέα μόνον, ἀλλὰ καὶ Υἱὸν προσαγορευόμενον, καὶ καινήν | |
10 | τινα καὶ παράδοξον ἀρχιερωσύνην δεξάμενον. Ἐπειδὴ δὲ εἶπεν ὡς τούτου χάριν ἄνθρωπος ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς προβάλλεται, ὥστε συμπάσχειν τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· δείκνυσι καὶ τὸν Δεσπότην | |
15 | Χριστὸν, πλὴν ἁμαρτίας, πάντα τῆς ἀνθρωπείας φύσεως δεξάμενον τὰ παθήματα. ζʹ—ιʹ. «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δα‐ | |
20 | κρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν. Καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπ‐ ακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν | |
25 | τάξιν Μελχισεδέκ.» Τίς ἂν μὴ κομιδῇ παραπαίων ταῦτα περὶ τῆς θείας εἰρῆσθαι φύσεως εἴποι; Εἰ γὰρ ὁ μακάριος Παῦλος οὐκ ἐδεδίει τὸν θάνατον, ἀλλὰ ἐπιθυμίαν εἶχεν εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, καὶ τοῖς προειρηκόσι τὰ ἐν Ἱεροσο‐ | |
30 | λύμοις αὐτῷ συμβησόμενα, καὶ πειρασθεῖσιν ἐπι‐ σχεῖν, ἔφη· «Τί κλαίετε, καὶ συνθρύπτετέ μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· πῶς ὁ Θεὸς Λόγος, ὁ | |
35 | τῶν αἰώνων δημιουργὸς, ὁ ἀναλλοίωτός τε, καὶ ἄτρεπτος, καὶ πάθους ἐλεύθερος, ἐδεδίει τὸν θάνα‐ τον; Ἀλλὰ γὰρ ἴσως καὶ τὸ μηκύνειν περὶ τούτων ἀνοίας ἐσχάτης. Ἡ γὰρ τῆς ταπεινότητος τῶν εἰ‐ ρημένων ὑπερβολὴ, καὶ αὐτοὺς ἀναγκάζει τοὺς τὴν | |
40 | θεότητα βλασφημοῦντας, μηδὲν τούτων τῇ θεότητι προσαρμόσαι. Καὶ γὰρ τὴν ἀνθρωπότητα τοῦτο παθεῖν ἡ θεότης συνεχώρησεν, ἵνα μάθωμεν ὡς ἀλη‐ θῶς ἐνηνθρώπησε, καὶ φύσιν ἀνθρωπείαν ἀνέλαβε, καὶ οὐ φαντασίᾳ καὶ δοκήσει τὸ τῆς οἰκονομίας | |
45 | ἐτελέσθη μυστήριον. Εἰ γὰρ καὶ τούτων οὕτως γεγε‐ νημένων, καὶ Σίμων, καὶ Μένανδρος, καὶ Κέρδων, καὶ Μαρκίων, καὶ Βαλεντῖνος, καὶ Βασιλίδης, καὶ Βαρδισάνης, καὶ Μάνης, τοὺς οἰκείους ἐδίδαξαν θια‐ σώτας, ὡς οὐδὲν εἶχε τῆς ἀνθρωπείας φύσεως, δῆλον | |
82.712(50) | ὅτι πλείους ἂν τὸν πλάνον τοῦτον ὑπέμειναν, εἰ μὴ τῶν ἀνθρωπείων πλὴν ἁμαρτίας ἠνέσχετο παθημά‐ των. Ἡμέρας δὲ σαρκὸς τὸν τῆς θνητότητος ἔφη καιρὸν, τουτέστιν ἡνίκα θνητὸν εἶχε τὸ σῶμα. Λέγει | |
δὲ τὴν εὐχὴν, ἣν παρὰ τὸ πάθος προσηύξατο· «Πά‐ | ||
82.713 | τερ, εἰπὼν, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.» Τὸ δὲ, Ἔμαθεν, ἀφ’ ὧν ἔπαθε, τὴν ὑπακοὴν, ὑπερβολικῶς ὁ Ἀπόστολος τέθεικε. Τὴν γὰρ ὑπακοὴν οὐ μετὰ τὸ πάθος, ἀλλὰ πρὸ τοῦ | |
5 | πάθους ἐπεδείξατο. Τελείωσιν δὲ τὴν ἀνάστασιν καὶ τὴν ἀθανασίαν ἐκάλεσε. Τοῦτο γὰρ τῆς οἰκονομίας τὸ πέρας. Ὑπερβολικῶς δὲ ἅπαντα τέθεικε τὰ παθήματα, οὐ μόνον δεῖξαι βουλόμενος τὸ τῆς ἐν‐ ανθρωπήσεως ἀληθὲς, ἀλλὰ καὶ ἐκεῖνον βεβαιῶν τὸν | |
10 | λόγον, ὃν ἤδη προείρηκεν· «Οὐ γὰρ ἔχομεν ἀρ‐ χιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας·» ἵνα καὶ ταύτῃ προτρέψῃ τού‐ τους, οἷς ἔγραφεν, ἐπιμεῖναι τῇ πίστει, καὶ θαῤῥῆ‐ | |
15 | σαι τῇ τοῦ ἀρχιερέως συμπαθείᾳ τε καὶ φιλανθρω‐ πίᾳ. Πάλιν δὲ τοῦ Μελχισεδὲκ μνημονεύσας, βούλεται μὲν τὴν τούτου ἱερωσύνην δεῖξαι τῆς Λευϊτικῆς μείζονα· ἀναβάλλεσθαι δὲ τέως δοκεῖ, διὰ τὴν τῶν διδασκομένων ἀσθένειαν. Τοῦτο γὰρ ἔφη· | |
20 | ιαʹ. «Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμή‐ νευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.» Εἶτα καὶ μετρίαν αὐτῶν ποιεῖται κατηγορίαν, καὶ εὐφημίᾳ ταύτην κεράννυσιν, ἵνα διὰ ταύτης τὴν ὠφέλειαν εἰσδέξωνται. | |
25 | ιβʹ. «Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.» Στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, | |
30 | τοὺς ταπεινοτέρους περὶ τοῦ Χριστοῦ λόγους ἐκάλεσε. Τοῖς γὰρ μηδέπω τὴν πίστιν ἐσχηκόσι τελείαν, τὰ περὶ τῆς ἀνθρωπότητος προσέφερον μόνα τῆς ἀλη‐ θείας οἱ κήρυκες. Οὕτως ὁ μακάριος Πέτρος ἐν Ἰου‐ δαίοις δημηγορῶν, ἐμέτρησε τὴν διδασκαλίαν τῇ | |
35 | ἀσθενείᾳ τῶν ἀκουόντων. «Ἰησοῦν γὰρ, ἔφη, τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς,» καὶ τὰ τούτων ἑξῆς τῷ λόγῳ τούτῳ συμβαί‐ νοντα. Καὶ ὁ θεσπέσιος Παῦλος προσφέρων Ἀθη‐ ναίοις τὸ κήρυγμα, οὐ Θεὸν, ἀλλ’ ἄνδρα τὸν | |
40 | Δεσπότην Χριστὸν προσηγόρευσεν. Οὕτω καὶ Κο‐ ρινθίοις γράφων ἔφη, «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἐν δὲ τοῖς πρὸ τού‐ των γεγραμμένοις, ἐδήλωσε τί προσηγόρευσε γάλα. «Οὐ γὰρ ἔκρινα, φησὶ, τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ | |
45 | μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.» Τοῦτο καὶ ἐνταῦθα λέγει· Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Τὰ ταπεινότερα, φησὶ, περὶ τοῦ Δεσπότου Χριστοῦ λέγειν ὑμῖν ἀναγκαζόμεθα. Τοῖς γὰρ μηδὲ ταῦτα | |
82.713(50) | δεχομένοις πῶς οἷόν τε τὰ μείζονα προσενεγκεῖν; Εἶτα δείκνυσιν ἀτελοῦς καὶ τελείου διαφοράν. ιγʹ, ιδʹ. «Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθη‐ | |
55 | τήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Ἀπὸ τῶν ἡλικιῶν ἔδειξε τὴν διαφο‐ | |
ράν. Καθάπερ γὰρ τοῖς μὲν εὐθυγενέσι βρέφεσι τὸ | ||
82.716 | γάλα προσφέρειν εἰώθαμεν, τοῖς δὲ στεγανωτέρους ἐσχηκόσιν ὀδόντας, πάσης λοιπὸν ἀπολαύειν τροφῆς ἐπιτρέπομεν· οὕτω τοῖς ἀτελῆ πίστιν ἔχουσι σύμ‐ μετρον τῆς ἀσθενείας τὴν διδασκαλίαν προσφέρομεν· | |
5 | τοὺς δὲ τελείαν εἰσδεξαμένους τῶν τελεωτέρων δογμάτων μεταλαγχάνειν παρασκευάζομεν. Καὶ σα‐ φέστερον διδάσκων, τί προσηγόρευσε γάλα, ἐπ‐ ήγαγε· ΚΕΦΑΛΑΙΟΝ ϛʹ. | |
10 | α. «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα.» Τίς δὲ ὁ τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγος; «Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, (βʹ, γʹ.) | |
15 | βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστά‐ σεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.» Μεμψά‐ μενος αὐτοῖς τὸ περὶ τὴν πίστιν ἀμφίβολον, τοῦτο γὰρ ἐκάλεσε γάλα, τῆς τελειότητος ἔχεσθαι παρ‐ | |
20 | αινεῖ, καὶ τοῖς ἤδη καταβληθεῖσι θεμελίοις ἐποικο‐ δομεῖν τὰ λοιπὰ, μὴ ἄλλον ἄνωθεν πηγνύναι θεμέλιον. Θεμέλιον δὲ τὴν πίστιν ἐκάλεσεν· ἔργα δὲ νεκρὰ τὴν πονηρίαν. Οἱ γὰρ πεπιστευκότες τὴν τούτων βδελυττόμενοι δυσοσμίαν, καὶ μεταμελείᾳ χρώμενοι, | |
25 | προσίασι τῷ θείῳ βαπτίσματι, καὶ διὰ τῆς ἱερατικῆς χειρὸς ὑποδέχονται τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐν τῷ θείῳ βαπτίσματι τὸν τῆς ἀναστάσεως δεχόμενοι τύπον, προσμένουσι τὴν κοινὴν πάντων ἀνάστασιν, καὶ τὸ μέλλον κριτήριον. Ταῦτα στοιχεῖα ἐκάλεσε | |
30 | τῶν λογίων. Καθάπερ γὰρ τοῖς μειρακίοις ὁ γραμ‐ ματιστὴς πρῶτον ὑποδείκνυσι τῶν στοιχείων τοὺς χαρακτῆρας· οὕτως οἱ τῆς εὐσεβείας διδάσκαλοι ταῦτα πρῶτα τοὺς πίστει προσιόντας παιδεύουσι. Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος, ὅτι τῶν τελειωτέ‐ | |
35 | ρων ἐφίεσθαι χρὴ, καὶ μὴ πάλιν ἄνωθεν μανθάνειν τὰ τῆς εὐσεβείας στοιχεῖα. Τὸ μέντοι, Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεὸς, τῷ ἄνω προσήρμοσε, Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. | |
40 | Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεὸς, ἀντὶ τοῦ, Σπουδάσωμεν, ἐπιθυμήσωμεν, πάντα πόνον ὑπὲρ τῆς τελειότητος ἀσπασώμεθα. Εἴωθε δὲ ὁ Ἀπόστολος πάντα ἐξαρτᾷν τῆς θείας προμηθείας. Διὰ τοῦτο προστέθεικεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. | |
45 | Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ἐλεύ‐ σομαι δὲ πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ.» Πλη‐ θυντικῶς δὲ τὸ βάπτισμα τέθεικεν, οὐ πολλὰ εἶναι διδάσκων βαπτίσματα, ἀλλ’ ἐπειδὴ πολλοὶ τῆς τοῦ βαπτίσματος ἀπολαύουσι χάριτος. Ὅτι γὰρ ἓν ἐκή‐ | |
82.716(50) | ρυττε βάπτισμα, διδάσκει τὰ ἑξῆς· δʹ—ϛʹ. «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν | |
γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος | ||
82.717 | αἰῶνος. Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας.» Τῶν ἄγαν ἀδυνά‐ των, φησὶν, τοὺς τῷ παναγίῳ προσεληλυθότας βαπτί‐ | |
5 | σματι, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος μετ‐ ειληφότας, καὶ τῶν αἰωνίων ἀγαθῶν δεξαμένους τὸν τύπον, αὖθις προσελθεῖν, καὶ τυχεῖν ἑτέρου βαπτί‐ σματος. Τοῦτο γὰρ οὐδέν ἐστιν ἕτερον, ἢ πάλιν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ σταυρῷ προσηλῶσαι, καὶ τὴν | |
10 | γεγενημένην ἀτιμίαν πάλιν αὐτῷ προσάψαι. Ὥσπερ γὰρ ἅπαξ τὸ πάθος αὐτὸς ὑπέμεινεν, οὕτω καὶ ἡμᾶς ἅπαξ αὐτῷ προσήκει κοινωνῆσαι τοῦ πάθους. Συν‐ θαπτόμεθα δὲ αὐτῷ διὰ τοῦ βαπτίσματος, καὶ συν‐ ανιστάμεθα. Οὐχ οἷόν τε οὖν ἡμᾶς πάλιν ἀπολαῦσαι | |
15 | τῆς τοῦ βαπτίσματος δωρεᾶς. Χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν οὐκ ἔτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Καὶ ἡμῶν δὲ ὁ πα‐ λαιὸς ἄνθρωπος συνεσταυρώθη ἐν τῷ βαπτίσματι, | |
20 | τοῦ θανάτου τὸν τύπον δεξάμενος. Καλὸν δὲ Θεοῦ ῥῆμα, τὴν ὑπόσχεσιν ἔφη τῶν ἀγαθῶν. Δυνάμεις δὲ μέλλοντος αἰῶνος τὸ βάπτισμα προσηγόρευσε, καὶ τὴν χάριν τοῦ Πνεύματος· διὰ τούτων γὰρ δυ‐ νατὸν τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. Ταῦτα δὲ | |
25 | ὁ Ἀπόστολος εἴρηκε, τοὺς ἐξ Ἰουδαίων πεπιστευκό‐ τας διδάσκων, μὴ νομίζειν τὸ πανάγιον βάπτισμα τοῖς Ἰουδαϊκοῖς ἐοικέναι βαπτίσμασιν. Ἐκεῖνα μὲν γὰρ οὐχ ἁμαρτήματα ἔλυεν, ἀλλὰ τὸν δοκοῦντα τοῦ σώματος ἐκάθαιρε μολυσμόν· οὗ δὴ χάριν, καὶ | |
30 | πολλὰ καὶ συνεχῶς προσεφέρετο. Τοῦτο δέ γε ἕν ἐστιν, ἅτε δὴ τοῦ σωτηρίου πάθους καὶ τῆς ἀνα‐ στάσεως ἔχον τὸν τύπον, καὶ προδιαγράφον ἡμῖν τὴν ἐσομένην ἀνάστασιν. Ταῦτα οἱ Ναυάτου κατὰ τῆς ἀληθείας ὁπλίζουσι τὰ ῥητὰ, μὴ συνιέντες ὡς ὁ | |
35 | θεῖος Ἀπόστολος οὐ τὰ τῆς μετανοίας ἀπηγόρευσε φάρμακα, ἀλλὰ τοῦ θείου βαπτίσματος τὸν ὅρον ἐδί‐ δαξεν. Ὅθεν ἐπήγαγεν· Ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Παραδειγματίσαι γάρ ἐστι τὸ θεῖον μυστήριον, τὸ | |
40 | δὶς τούτου μεταλαχεῖν. Ὅτι γὰρ πανταχοῦ κηρύττει μετάνοιαν, μαρτυρεῖ μὲν τὰ πρὸς Κορινθίους αὐτῷ γεγραμμένα, μαρτυρεῖ δὲ τὰ πρὸς Γαλάτας· καὶ πανταχοῦ δὲ τούτους κατασπείρει τοὺς λόγους. Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδί‐ | |
45 | σωμεν. ζʹ, ηʹ. «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλο‐ γίας παρὰ τοῦ Θεοῦ. Ἐκφέρουσα δὲ ἀκάνθας καὶ | |
82.717(50) | τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» Ἀπὸ τῆς εἰκόνος ἔδειξε μὲν, τίνων ἀγαθῶν ἀπολαύουσιν οἱ τοὺς ὡρίμους φέροντες τῆς εὐσεβείας καρπούς· τίνα δὲ πείσονται οἱ τὰς ἀκάν‐ | |
θας βλαστάνοντες. Ὑετὸν δὲ μεταφορικῶς τὴν | ||
82.720 | διδασκαλίαν ἐκάλεσεν· οὕτω γὰρ καὶ ὁ προφήτης Ἡσαΐας εἴρηκε, μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ Προφή‐ του· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν.» Καὶ ἐν τοῖς θείοις Εὐαγγελίοις· | |
5 | «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.» Ἐπειδὴ δὲ αὐστηροτέροις ἐχρήσατο λόγοις, ἀκαν‐ θῶν καὶ πυρὸς μνημονεύσας, τὴν ἀπὸ τῆς εὐφημίας ψυχαγωγίαν προσφέρει. θʹ. «Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ | |
10 | κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.» Καὶ ἵνα μὴ δόξῃ κολακείᾳ μᾶλλον, ἢ ἀληθείᾳ κεχρῆσθαι, τῶν ἤδη κατωρθωμένων αὐτοῖς ἀναμιμνήσκει, προθυμοτέρους ταύτῃ περὶ τὰ θεῖα ποιῶν. | |
15 | ιʹ. «Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες.» Ταῦτα τοίνυν αὐτοῖς συνειδὼς τί δήποτε νωθροὺς καλεῖς, καὶ νηπίους, καὶ εὐ‐ | |
20 | τελεῖς; ιαʹ, ιβʹ. «Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κλη‐ | |
25 | ρονομούντων τὰς ἐπαγγελίας.» Αἰνίττεται διὰ τῶν λόγων, ὡς πολλὴν μὲν ἐξ ἀρχῆς ἐπεδείξαντο μακρο‐ θυμίαν· ἤμβλυνε δὲ ταύτην τὰ συνεχῆ καὶ ἐπάλληλα τῶν ἐναντίων κύματα. Καὶ οἰκείαν δὲ φιλοστοργίαν ὑπέφηνεν. Ἐφίεμαι γὰρ, φησὶ, καὶ λίαν ποθῶ μετ’ | |
30 | ἐκείνης ὑμᾶς τῆς προθυμίας ὁρᾷν ἀεί. Ἔσται δὲ τοῦτο, εἰ δίχα πάσης ἀμφιβολίας τὰς δεδομένας ὑμῖν τῶν μελλόντων ἐλπίδας κατάσχοιτε, εἰς τοὺς διὰ πίστεως περιφανεῖς γεγενημένους ἀφορῶντας ἁγίους, οἳ διὰ πολλῆς καρτερίας τῶν ἐπηγγελμένων ἀγαθῶν | |
35 | ἀπέλαυσαν. Καὶ τῶν μὲν πλειόνων μετὰ τὴν παρ‐ εξέτασιν ποιεῖται τὴν μνήμην· τέως δὲ τὸν πατριάρ‐ χην Ἀβραὰμ εἰς μέσον ἄγει, καὶ δείκνυσι τὰς μὲν θείας ἐπαγγελίας δεξάμενον, μετὰ πλεῖστον δὲ χρόνον τὸ τούτων θεασάμενον πέρας. | |
40 | ιγʹ—ιεʹ. «Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.» Ἔδειξε τοῦ ἐπαγγειλα‐ | |
45 | μένου τὴν ἀλήθειαν. Θεὸς γὰρ, φησὶν, ἦν οὐδὲν ὑπερ‐ κείμενον ἔχων· καὶ μάρτυς ὁ ὅρκος· καθ’ ἑαυτοῦ γὰρ ὀμώμοκεν. Ἀλλ’ ὅμως καὶ ὑποσχόμενος, καὶ μεθ’ ὅρ‐ κων τοῦτο ποιησάμενος, οὐκ εὐθὺς τὰς ἐπαγγελίας ἐπλήρωσεν· ἀλλ’ ἐδεήθη καρτερίας ὁ πατριάρχης | |
82.720(50) | πολλῆς, καὶ πλείστου χρόνου διεληλυθότος, οὕτως εἶδε τὴν τῆς ἐπαγγελίας ἀλήθειαν· διδάσκει δὲ καὶ τίνος χάριν ὀμώμοκε, καὶ τί δήποτε καθ’ ἑαυτοῦ πε‐ | |
ποίηκεν. | ||
82.721 | ιϛʹ. «Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύ‐ ουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βε‐ βαίωσιν ὁ ὅρκος.» Ἔθος τοῖς ἀνθρώποις ὅρκῳ βε‐ βαιοῦν τοὺς λόγους, ἔθος δὲ αὐτοῖς καὶ κατὰ τῶν | |
5 | μειζόνων ὀμνύναι. ιζʹ. «Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπι‐ δεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθε‐ τον τῆς βουλῆς αὑτοῦ, ἐμεσίτευσεν ὅρκῳ.» Τούτου χάριν ὅρκον τῷ λόγῳ προστέθεικεν ὁ Θεὸς, δεῖξαι βου‐ | |
10 | λόμενος τῆς ἐπαγγελίας τὸ ἀψευδὲς, καὶ ὡς ἀδύνατον ἄλλο τι μετὰ τὸν ὅρκον βουλεύσασθαι. ιηʹ. «Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφεύγοντες κρατῆσαι τῆς προκειμέ‐ | |
15 | νης ἐλπίδος.» Δύο πράγματα τὸν λόγον καὶ τὸν ὅρ‐ κον εἴρηκε. Καὶ μόνῳ γὰρ λόγῳ χρώμενος ὁ Θεὸς πληροῖ τὴν ὑπόσχεσιν· πολλῷ δὲ μᾶλλον ὅρκον συν‐ άπτων τῷ λόγῳ. Τοῦτο δὲ, φησὶ, πεποίηκεν ἡμᾶς παραθαῤῥύνων, καὶ προσμένειν τὰς θείας ἐπαγγελίας | |
20 | παρασκευάζων, καὶ μὴ ἀπιστεῖν ἐπειδήπερ οὐχ ὁρῶ‐ μεν τὰς ὑποσχέσεις. Ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς. ιθʹ. «Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς (τουτ‐ έστι τὴν ἐλπίδα), ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερ‐ | |
25 | χομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος.» Κα‐ ταπέτασμα τὸν οὐρανὸν ἐκάλεσε. Τὴν γὰρ τῶν οὐρα‐ νῶν βασιλείαν ὑπέσχετο δώσειν τοῖς εἰς αὐτὸν πεπι‐ στευκόσιν ὁ Κύριος. Ἐκεῖνα, φησὶν, ἐλπίζομεν τὰ ἀγαθὰ, ταύτην κατέχομεν τὴν ἐλπίδα, καθάπερ ἄγ‐ | |
30 | κυραν ἱεράν. Καὶ γὰρ ἄγκυρα ἐν τῷ βυθῷ κεκρυμμέ‐ νη, οὐκ ἐᾷ κλονεῖσθαι τὰς ἡμετέρας ψυχάς. Δείκνυσι δὲ καὶ ἑτέρωθεν ἀναντίῤῥητον τῶν ἀγαθῶν τὴν ἐλ‐ πίδα. κʹ. «Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς.» | |
35 | Δι’ ἡμᾶς, φησὶν, ἐνηνθρώπησε, δι’ ἡμᾶς τὸ σῶμα τῷ θανάτῳ παρέδωκε, καὶ καταλύσας τὸν θάνατον εἰς οὐρανοὺς ἀνελήλυθεν ἀπαρχὴ τῶν κεκοιμημένων γε‐ νόμενος. Ηὔξησε δὲ τὸ θάρσος τῇ τοῦ προδρόμου προσηγορίᾳ. Εἰ γὰρ πρόδρομος ἡμῶν ἐστι, καὶ ὑπὲρ | |
40 | ἡμῶν ἀνελήλυθεν, ἀνάγκη καὶ ἡμᾶς ἀκολουθῆσαι, καὶ τῆς ἀνόδου τυχεῖν. Τοῦτο καὶ ὁ Κύριος τοῖς ἀπο‐ στόλοις ἔφη· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου. Εἰ δὲ μή γε, εἶπον ἂν ὑμῖν ὅτι Πορεύσομαι, καὶ ἑτοι‐ μάσω τόπον ὑμῖν. Κἂν πορευθῶ, καὶ ἑτοιμάσω τόπον | |
45 | ὑμῖν, πάλιν ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵν’ ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.» Οὕτω καὶ ἐνταῦθα, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν Ἰησοῦς. Ἀναλαμβάνει δὲ καὶ τὸν περὶ τῆς ἀρχιερωσύνης λόγον. «Κατὰ τὴν τάξιν Μελχισεδὲκ | |
82.721(50) | ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Ἐκ τῆς προφητικῆς τοῦτο εἴληφε μαρτυρίας. «Σὺ γὰρ εἶ, | |
φησὶν, ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελ‐ | ||
82.724 | χισεδέκ.» Ἀρχιερεὺς δὲ εἰς τὸν αἰῶνά ἐστιν, οὐχ ὡς θυσίας προσφέρων, ἅπαξ γὰρ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα· ἀλλ’ ὡς μεσίτης προσάγων τῷ Πατρὶ τοὺς πι‐ στεύοντας. Δι’ αὐτοῦ γὰρ, φησὶν, ἐσχήκαμεν τὴν | |
5 | προσαγωγὴν ἀμφότεροι πρὸς τὸν Πατέρα. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν· «Οὐ‐ δεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ.» Εἰ‐ δέναι μέντοι χρὴ, ὡς τῶν πρὸς τὸν Ἀβραὰμ γεγενη‐ μένων ὅρκων ὁ θεῖος Ἀπόστολος ἐμνημόνευσεν, ὥστε | |
10 | δειχθῆναι τὸ τῆς θείας βουλῆς ἀμετάθετον. Προκατα‐ σκευάζει γὰρ τῆς κατὰ τάξιν Μελχισεδὲκ ἀρχιερωσύ‐ νης τὸ βέβαιον. Καὶ ἐνταῦθα γὰρ ὅρκος τῷ λόγῳ συνέζευκται. Ἣν μέντοι πολλάκις ὤδινε ποιήσασθαι σύγκρισιν, ἐπὶ τοῦ παρόντος ποιεῖται· καὶ πρῶτον | |
15 | τῆς κατὰ τὸν Μελχισεδὲκ ἱστορίας ἀναμιμνήσκει. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ, βʹ. «Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σα‐ λὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, | |
20 | καὶ εὐλόγησεν αὐτόν· ᾧ καὶ δεκάτην ἀπὸ πάν‐ των ἐμέρισεν Ἀβραάμ.» Ἀφηγηματικῶς μὲν δοκεῖ ποιεῖσθαι τοὺς λόγους· προκατασκευάζει δὲ τὸ προ‐ κείμενον. Τούτου γὰρ δὴ χάριν καὶ τὸν Ἀβραὰμ ἔδειξεν εὐλογούμενον, καὶ τῶν λαφύρων τὴν δεκά‐ | |
25 | την προσφέροντα, ἵνα δείξῃ καὶ τῷ τύπῳ τὸν πα‐ τριάρχην παραχωροῦντα. Εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων αὐτοῦ τὸ μέγεθος δείκνυσι. «Πρῶτον μὲν ἑρμη‐ νευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα καὶ βασι‐ λεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης.» Τοῦτο τὸ | |
30 | Μελχισεδὲκ ὄνομα, κατὰ τῶν Ἑβραίων καὶ Σύ‐ ρων φωνὴν, βασιλεὺς δικαιοσύνης σημαίνει. Οὗτος δὲ τῆς Σαλὴμ ἐβασίλευσεν· ἑρμηνεύεται δὲ τὸ Σαλὴμ εἰρήνη. Δεῖξαι τοίνυν βούλεται διὰ τούτων τύπον αὐ‐ τὸν ὄντα τοῦ Δεσπότου Χριστοῦ. Αὐτὸς γάρ ἐστι κατὰ | |
35 | τὸν Ἀπόστολον ἡ εἰρήνη ἡμῶν, αὐτὸς κέκληται κατὰ τὸν Προφήτην δικαιοσύνη ἡμῶν. γʹ. «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιω‐ μένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει εἰς τὸ διηνεκές.» | |
40 | Τὸν Ἀβραὰμ ἐγενεαλόγησεν ἡ θεία Γραφὴ, καὶ ἄλ‐ λους δὲ πολλοὺς καὶ πρὸ ἐκείνου καὶ μετ’ ἐκεῖνον, καὶ τὸν ἐκείνου πατέρα, καὶ τὸν πάππον, καὶ τὸν ἐπί‐ παππον, καὶ τοὺς ἐκείνου προγόνους· προστέθεικε δὲ ὅτι τοσῶνδε γενόμενος ἐτῶν γεγέννηκε, καὶ τοσάδε | |
45 | πάλιν ἐπιβιώσας τετελεύτηκε. Τοῦ δὲ Μελχισεδὲκ οὔτε τὸν πατέρα, οὔτε μὴν τὴν μητέρα, οὔτε τὸ γένος ἐδίδαξεν ἡ θεία Γραφή· καὶ οὔτε πόσον ἐβίωσε χρό‐ νον, οὔτε πότε τοῦ βίου τὸ πέρας ἐδέξατο. Κατὰ τοῦτο τοίνυν οὗτος ἀπάτωρ, καὶ ἀμήτωρ, καὶ ἀγε‐ | |
82.724(50) | νεαλόγητος, οὔτε ἀρχὴν ἡμερῶν ἐσχηκὼς, οὔτε ζωῆς τέλος ἔχων. Οὐδὲν γὰρ τούτων ἡμᾶς ἐδίδαξεν ἡ θεία Γραφή. Ὁ μέντοι Δεσπότης Χριστὸς φύσει καὶ ἀληθῶς τούτων ἕκαστον ἔχει. Ἀμήτωρ μὲν γάρ ἐστιν | |
ὡς Θεὸς, ἐκ μόνου γὰρ γεγέννηται τοῦ Πατρός· | ||
82.725 | ἀπάτωρ δὲ ὡς ἄνθρωπος, ἐκ μόνης γὰρ ἐτέχθη μη‐ τρὸς, τῆς Παρθένου φημί. Ἀγενεαλόγητος ὡς Θεός· οὐ γὰρ χρῄζει γενεαλογίας ὁ ἐξ ἀγεννήτου γεγεννη‐ μένος Πατρός. Οὐκ ἔσχεν ἀρχὴν ἡμερῶν, ἀΐδιος | |
5 | γὰρ ἡ γέννησις. Οὔτε ζωῆς ἔχει τέλος· ἀθάνατον γὰρ ἔχει φύσιν. Τούτου χάριν οὐ τὸν Δεσπότην Χρι‐ στὸν τῷ Μελχισεδὲκ ἀφωμοίωσεν, ἀλλὰ τὸν Μελχι‐ σεδὲκ τῷ Χριστῷ. Ἐκεῖνος γὰρ τούτου τύπος, οὗτος δὲ τοῦ τύπου ἡ ἀλήθεια. Ἐν μέντοι τῇ ἱερωσύνῃ οὐ | |
10 | Μελχισεδὲκ μεμίμηται τὸν Δεσπότην Χριστὸν, ἀλλ’ ὁ Δεσπότης Χριστὸς ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τὸ γὰρ ἱερατεύειν ἀνθρώπου, Θεοῦ δὲ τὰ προσφερόμενα δέχεσθαι. Ἀλλ’ ὅμως ἐναν‐ θρωπήσας ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ ἀρχιερεὺς | |
15 | ἡμῶν ἐγένετο κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐκ ἀξίω‐ μα προσλαβὼν, ἀλλὰ τὴν θείαν κατακρύψας ἀξίαν, καὶ τὴν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καταδεξάμενος ταπεινότητα. Οὕτως ἀμνὸς κέκληται, καὶ ἁμαρτία, καὶ κατάρα, καὶ ὁδὸς, καὶ θύρα, καὶ ἕτερα πλεῖστα | |
20 | παραπλήσια τούτων. Περὶ μέντοι τοῦ Μελχισεδὲκ ἔφη, ὅτι μένει ἱερεὺς εἰς τὸ διηνεκὲς, ἐπειδήπερ τὴν ἱερωσύνην οὐ παρέπεμψεν εἰς παῖδας, καθάπερ Ἀαρὼν, καὶ Ἐλεάζαρ, καὶ Φινεές. Ὁ γὰρ εἰς ἕτε‐ ρον τοῦτον παραπέμπων τὸν κλῆρον, δοκεῖ πως | |
25 | ἀφαιρεῖσθαι τὴν ἀξίαν, ἄλλου τὴν ἐνέργειαν ἔχοντος. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν. Ὥσπερ γὰρ Μωϋσῆν οὐ τὸν νομοθέτην μόνον καλοῦμεν, ἀλλὰ καὶ αὐτὸν τὸν νόμον, οὕτω καὶ Μελχισεδὲκ, καὶ τὸ πρόσωπον ὀνο‐ μάζομεν, καὶ τὸ πρᾶγμα, τὴν ἱερωσύνην. Ταύτην δὲ | |
30 | ὁ Δεσπότης ἔχει Χριστὸς, ἀτελεύτητον ἔχων ζωήν. δʹ. «Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.» Τοῦ ἀξιώματος τοῦ Ἀβραὰμ οὐχ ἁπλῶς ἐμνημόνευ‐ σεν, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς αὐτὴ τῶν ἱερέων ἡ | |
35 | ῥίζα, τῶν ἀγαθῶν ἡ κρηπὶς, δι’ οὗ τῆς εὐλογίας με‐ ταλαγχάνει τὰ ἔθνη, τῆς λείας τὴν δεκάτην τῷ Μελ‐ χισεδὲκ προσενήνοχε. εʹ. «Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσι ἀποδεκατοῦν τὸν λαὸν | |
40 | κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὑτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ.» Τοσαύτη δὲ, φησὶν, ἡ τῆς ἱερωσύνης ἀξία, ὡς τοὺς κατὰ νόμον ἱερέας, καὶ παρ’ αὐτῶν τῶν ὁμογενῶν τε καὶ ὁμο‐ φύλων τὰς δεκάτας κομίζεσθαι, καίτοι τὸν αὐτὸν | |
45 | πρόγονον ἔχειν σεμνυνομένων. ϛʹ. «Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκά‐ τωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.» Οἱ μὲν οὖν κατὰ τὸν νόμον ἱερεῖς, τοὺς ὁμοφύλους ἀπαιτοῦσι δεκάτας. Οὗτος δὲ ἀλλόφυλος ὢν | |
82.725(50) | παρ’ αὐτοῦ τοῦ πατριάρχου τὰς δεκάτας ἐδέξατο, καὶ τῷ τὰς θείας ἐπαγγελίας εἰληφότι τὴν εὐλογίαν ἀντ‐ έδωκεν. Ἡρμήνευσε δὲ καὶ τὸ ἀγενεαλόγητος. Ἐξ αὐτῶν γὰρ εἶπε τὸν Μελχισεδὲκ μὴ γενεαλογεῖσθαι. Δῆλον τοίνυν ὡς ἐκεῖνος οὐκ ἀληθῶς ἀγενεαλόγητος, | |
55 | ἀλλὰ κατὰ τύπον. | |
ζʹ. «Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ | ||
82.728 | τοῦ κρείττονος εὐλογεῖται.» Ἀναμφίλεκτόν τε καὶ λίαν ἀναμφισβήτητον, ὡς οἱ μείζους εὐλογεῖν τοὺς ἐλάττους εἰώθασι. ηʹ. «Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρω‐ | |
5 | ποι λαμβάνουσιν· ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.» Ἀπὸ τῆς προφητικῆς τοῦτο τέθεικε μαρτυρίας. «Σὺ γὰρ εἶ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἐπειδὴ δὲ εἰκὸς ἦν Ἰουδαίους εἰπεῖν ὅτι Ἀβραὰμ οὐκ ἦν ἱερεὺς, καὶ εἰκότως τὰς δεκάτας | |
10 | προσενήνεγκε, καὶ τὴν εὐλογίαν ἀπέλαβεν, ὁ δὲ Ἀαρὼν τῆς ἱερωσύνης τὴν ἀξίαν ἐδέξατο, καὶ τὸ ἐκείνου γένος μετ’ ἐκεῖνον τῆς θείας μετέλαχε χάρι‐ τος, δείκνυσιν ἐκ περινοίας καὶ τούτους διὰ πατριάρ‐ χου τὰς δεκάτας προσενεγκόντας. | |
15 | θʹ, ιʹ. «Καὶ, ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ Πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελ‐ χισεδέκ.» Οὐδέπω τοῦ Ἰσαὰκ ἐγεγόνει πατὴρ, ὅτε τοῦ Μελχισεδὲκ ὁ πατριάρχης τὴν εὐλογίαν ἐδέξατο. | |
20 | Ἔτι τοίνυν ἐν ἑαυτῷ εἶχε τῆς παιδοποιΐας τὰς ἀφορ‐ μάς. Ἐκ δὲ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ ἐβλάστησεν, ἐξ ἐκείνου δὲ ὁ Λευΐς. Ἐν αὐτῷ τοίνυν ἦν, φησὶν, ὁ Λευΐς, ἡνίκα καὶ τὴν δεκάτην προσήνεγκε, καὶ τὴν εὐλογίαν ἐδέξατο. Ἀνάγκη τοίνυν καὶ αὐτὸν δεδεκα‐ | |
25 | τῶσθαι, καὶ τῆς εὐλογίας μετειληφέναι. Εἶτα πάλιν ἑτέρωθεν μεθοδεύει τὸν λόγον, καὶ τῷ τῶν λεγομέ‐ νων ἀναντιῤῥήτῳ καταθαῤῥήσας, δείκνυσι παῦλαν μὲν δεχομένην τὴν Λευϊτικὴν ἱερωσύνην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ ἀντὶ ταύτης εἰσαγομένην. Προσ‐ | |
30 | κατασπείρει δὲ κατὰ ταυτὸν καὶ τὴν περὶ τῆς Καινῆς Διαθήκης διδασκαλίαν. ιαʹ. «Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱε‐ ρωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπὶ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία ἦν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον | |
35 | ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέ‐ γεσθαι;» Εἰ τὸ τέλειον, φησὶν, εἶχεν ἡ κατὰ νόμον ἱερωσύνη, δι’ αὐτῆς γὰρ ἅπαντα ἐπληροῦτο τὰ νό‐ μιμα, τί βούλεται τῆς ἑτέρας ἡ δόσις; Τί δήποτε δὲ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελ‐ | |
40 | χισεδὲκ ταύτην ἐπαγγέλλεται δώσειν; Καὶ μὴν κατ’ ἐκείνην ἐπληροῦτο τὰ νόμιμα. Ἐκείνη γὰρ τὰς θυ‐ σίας προσέφερεν, ἐκείνη τοῦ μολυνομένου ἐκάθαιρε, δι’ ἐκείνης ἐπληροῦντο αἱ περὶ τῶν ἑορτῶν ἐντολαί. Τοῦτο γὰρ εἶπεν· Ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέ‐ | |
45 | τητο. Οὕτω δείξας τὴν τῆς ἱερωσύνης ἐναλλαγὴν δείκνυσι καὶ τοῦ νόμου τὴν παῦλαν. ιβʹ. «Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγ‐ κης καὶ νόμου μετάθεσις γίνεται.» Ὁ νόμος τῇ ἱερωσύνῃ συνέζευκται. Ἀνάγκη τοίνυν τῆς ἱερωσύνης | |
82.728(50) | παυομένης, τοῦτο παθεῖν καὶ τὸν νόμον. ιγʹ. «Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσια‐ | |
στηρίῳ.» Λέγει δὲ καὶ τὸ τῆς φυλῆς ὄνομα. | ||
82.729 | ιδʹ. «Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.» Τὸ, πρόδηλον, ὡς ἀναντίῤῥητον τέθεικε. Καὶ γὰρ τῶν Μάγων παραγενομένων, καὶ | |
5 | ἐρωτήσαντος τοῦ Ἡρώδου τοὺς Ἰουδαίους, ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφασαν· Ἐν Βηθλεὲμ τῆς Ἰου‐ δαίας. Εἶτα καὶ τὸν σφέτερον ἐβεβαίωσαν λόγον τῇ Γραφικῇ μαρτυρίᾳ. Γέγραπται γάρ· «Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς | |
10 | ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγού‐ μενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.» Ἐκ δὲ ταύτης, φησὶν, οὐδεὶς ἱερεὺς ἀπεφάνθη. Ἀλλὰ καὶ Ὀζίας τῆς ἱερωσύνης κατατολμήσας, τὴν ἀτιμίαν τῆς λέπρας, ἐπιτίμιον τῆς αὐθαδείας | |
15 | ἐδέξατο. Θαυμάσαι δὲ ἄξιον τὸ τῆς οἰκονομίας μυστή‐ ριον. Ὥσπερ γὰρ ὁ Δεσπότης Χριστὸς βασιλεὺς αἰώνιος ὢν, ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν· οὕτως ἡ Ἰούδα φυλὴ, καὶ βασιλικὴ πρότερον οὖσα, τῆς ἱερω‐ σύνης διὰ τοῦ Δεσπότου τετύχηκε. | |
20 | ιεʹ—ιζʹ. «Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖ γάρ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» | |
25 | Καὶ ἑτέρωθεν, φησὶ, δεῖξαι δυνατὸν τούτου κἀκείνου τὴν ὁμοιότητα. Καθάπερ γὰρ ἐκεῖνος τῆς ἱερωσύνης διαδόχους οὐκ ἔσχεν, οὕτως οὐδὲ οὗτος ταύτην εἰς ἕτερον παραπέμψει. Σαρκικὴν γὰρ ἐντολὴν τοῦτο κέκληκεν, ὡς τοῦ νόμου διὰ τὸ θνητὸν τῶν ἀνθρώπων | |
30 | κελεύοντος, μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν τὸν ἐκείνου παῖδα τὴν ἱερωσύνην λαμβάνειν. Οἶμαι δὲ καὶ ἕτερον τὸν λόγον τόνδε αἰνίττεσθαι. Τὸ σῶμα γὰρ ὡς ἐπίπαν οἱ ἱερεῖς ἐξεκάθαιρον, τοῦτο περιῤῥαί‐ νοντες καὶ λούοντες. Ὑπὲρ τούτου τὰς θυσίας προσ‐ | |
35 | έφερον. Οὐδὲ γὰρ ὑπὲρ ἀνδροφόνων, ἢ γάμους ἀλ‐ λοτρίους διορυττόντων, τὰς θυσίας προσκομίζειν εἰώθεσαν, ἀλλ’ ὑπὲρ γονοῤῥυῶν, καὶ λεπρῶν, καὶ τῶν ἁπτομένων ὀστέων νεκρῶν. Εἶτα πάλιν ἀναλαμ‐ βάνει τὸν περὶ τοῦ νόμου λόγον. | |
40 | ιηʹ—κʹ. «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας.» Παύεται, φησὶν, ὁ νόμος, | |
45 | ἐπεισάγεται δὲ ἡ τῶν κρειττόνων ἐλπίς. Παύεται δὲ ἐκεῖνος, οὐχ ὡς πονηρὸς, κατὰ τὴν τῶν αἱρετικῶν παραπληξίαν, ἀλλ’ ὡς ἀσθενὴς, καὶ τὴν τελείαν οὐ δυνάμενος προσφέρειν ὠφέλειαν. Ἐπισημήνασθαι μέντοι δεῖ, ὡς ἀσθενῆ καὶ ἀνωφελῆ τὰ περιττὰ τοῦ | |
82.729(50) | νόμου καλεῖ, τὴν περιτομὴν, τὸ Σάββατον, καὶ τὰ | |
82.732 | τούτοις παραπλήσια. Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ μοι‐ χεύσεις, καὶ τὰ τούτοις προσόμοια, καὶ ἡ Καινὴ Δια‐ θήκη μετ’ ἐπιτάσεως φυλάττειν παρακελεύεται. Ἀντ’ ἐκείνων τοίνυν ἐδεξάμεθα τῶν μελλόντων ἀγα‐ | |
5 | θῶν τὴν ἐλπίδα· αὕτη ἡμᾶς προσοικειοῖ τῷ Θεῷ. Ὅρκος δὲ ἡμῖν βεβαιοῖ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν. «Οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γε‐ γονότες· (καʹ.) ὁ δὲ μετ’ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθή‐ | |
10 | σεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελ‐ χισεδέκ.» Ἐπειδὴ γὰρ αὐτὸς καὶ τοὺς ἐν νόμῳ κεχειροτόνηκεν ἱερέας, ἐκείνους δὲ παύσας, ἕτερον ἀντ’ ἐκείνων ἀπέφηνεν, ἀναγκαίως εἴρηκεν, ὡς ἐκεί‐ νους μὲν δίχα ὅρκου κεχειροτόνηκεν, ἐπὶ δὲ τούτου | |
15 | καὶ ὅρκον προστέθεικεν. Μὴ τοίνυν νομίσητε, καὶ τήνδε τὴν ἱερωσύνην ὡς ἐκείνην παυθήσεσθαι, καὶ πάλιν ἄλλην ἀντὶ ταύτης γενήσεσθαι. Ἐκβάλλει γὰρ τὴν τοιαύτην ὑποψίαν ὁ γενόμενος ὅρκος. κβʹ. «Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν | |
20 | ἔγγυος Ἰησοῦς.» Δείξας τὴν ἱερωσύνην τῷ νόμῳ συνεζευγμένην, εἶτα τὴν μὲν Λευϊτικὴν παυομένην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ πεφηνυῖαν, ἀδεῶς λοι‐ πὸν γυμνοῖ καὶ τὴν καινὴν διαθήκην, καὶ ἀποφαίνει τοσούτῳ τῆς παλαιᾶς διαφέρουσαν, ὅσῳ τῆς προτέ‐ | |
25 | ρας ἱερωσύνης κρείττων πέφηνεν ἡ δευτέρα. Ἐπειδὴ δὲ ἡ καινὴ διαθήκη τὴν βασιλείαν ἡμῖν ὑπέσχετο τῶν οὐρανῶν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ τὴν ζωὴν τὴν αἰώνιον, οὐδὲν δὲ τούτων ἑωρᾶτο, εἰ‐ κότως ταύτης ἔγγυον ὠνόμασε τὸν Κύριον Ἰησοῦν | |
30 | ὃς διὰ μὲν τῆς οἰκείας ἀναστάσεως ἐβεβαίωσε τῆς ἡμετέρας ἀναστάσεως τὴν ἐλπίδα· τὴν δὲ οἰκείαν ἀνάστασιν διὰ τῶν ἐπιτελουμένων ὑπὸ τῶν ἀποστόλων ἐδίδου θαυμάτων. Εἶτα πάλιν δείκνυσι καὶ ἑτέρωθεν τήνδε τὴν ἱερωσύνην ὑπερκειμένην. | |
35 | κγʹ, κδʹ. «Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱε‐ ρεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν. Ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην.» Οἱ κατὰ νόμον ἱερεῖς θνητὴν ἔχουσι φύσιν· οὗ δὴ χάριν διηνεκῶς ἱερατεύειν οὐ δύνανται, | |
40 | ἀλλ’ ἔχουσι διαδόχους τῆς ἱερωσύνης τοὺς παῖδας. Οὗτος δὲ, ἀθάνατος ὢν, εἰς ἕτερον οὐ παραπέμπει τῆς ἱερωσύνης τὸ γέρας. κεʹ. «Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν | |
45 | εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.» Καὶ αὐτὴ τῶν λό‐ γων ἡ ταπεινότης βοᾷ, ὡς οὐδὲν τούτων ἁρμόττει τῇ θεότητι τοῦ Χριστοῦ. Οὐδὲ γὰρ διὰ τοῦτο ζῇ, ἵνα ἐντυγχάνῃ ὑπὲρ ἡμῶν· ἡ γὰρ ἐκείνου ζωὴ ἄναρχος καὶ ἀνώλεθρος. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον νοητέον | |
82.732(50) | καὶ ταῦτα. Ὥσπερ γὰρ τὸ πάθος ὑπὲρ ἡμῶν κατ‐ εδέξατο, οὕτως ἐντυγχάνει ὑπὲρ ἡμῶν. Συνέζευξε μέντοι τῷ ταπεινῷ καὶ ὑψηλὸν ὁ θεῖος Ἀπόστολος· αὐτὸν γὰρ σώζειν ἡμᾶς εἴρηκεν, καὶ τελείαν σωτη‐ ρίαν παρέχειν. | |
55 | κϛʹ. «Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, | |
ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν | ||
82.733 | ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενό‐ μενος.» Οἶμαι καὶ αὐτοὺς ἂν ὁμολογῆσαι τοὺς τἀν‐ αντία τῇ ἀληθείᾳ φρονοῦντας, ὡς καὶ ταῦτα τῆς ἀνθρωπότητος, ἀλλ’ οὐ τῆς θεότητος ἴδια. Ἵνα | |
5 | γὰρ τἄλλα παραλίπω, τὸ, ὑψηλότερος τῶν οὐ‐ ρανῶν γενόμενος, πῶς ἄν τις προσαρμόσοι τῷ Θεῷ Λόγῳ, τῷ τὰ πάντα τεκτηναμένῳ; Δηλοῖ δὲ ὁ λόγος τὸν μετὰ τὸ πάθος ἄνω τῶν οὐρανῶν γενό‐ μενον. Ὁ δὲ Θεὸς Λόγος ἀπερίγραφον ἔχει τὴν φύσιν. | |
10 | Οὐκοῦν καὶ ταῦτα ὡς ἀνθρώπῳ προσαρμόσομεν τῷ Δεσπότῃ Χριστῷ, οὐκ ἄλλον τινὰ τοῦτον παρὰ τὸν Θεὸν Λόγον νοοῦντες, ἀλλ’ εἰδότες, τί μὲν τῆς θεότη‐ τος, τί δὲ τῆς ἀνθρωπότητος ἴδιον. κζʹ. «Ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ | |
15 | οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.» Δύο τέθεικεν, ἅπερ οὐκ ἔσχον οἱ τῆς ἱερωσύνης τετυχηκότες. Ἐκεῖ‐ νοι γὰρ καὶ συνεχῶς τὰ ἱερεῖα προσέφερον, καὶ ὑπὲρ | |
20 | ἑαυτῶν ἔθυον, ἅτε δὴ καὶ αὐτοὶ πλημμελοῦντες ὡς ἄνθρωποι· οἱ δὲ ἁμαρτήμασιν ὑποκείμενοι οὐ τοσαύ‐ την ἔχουσι προσφέροντες παῤῥησίαν. Οὗτος δὲ οὐδ‐ έτερον τούτων ποιεῖ, τὸ μὲν, ἐπειδὴ ἁμαρτίας ἀμύη‐ τος, τὸ δὲ, ὡς τῆς μιᾶς θυσίας ἀρκεσάσης εἰς σωτη‐ | |
25 | ρίαν. Καὶ ἐκεῖνοι μὲν ἕτερα προσέφερον θύματα· οὗτος δὲ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα, αὐτὸς ἱερεὺς καὶ ἱερεῖον γενόμενος, καὶ ὡς Θεὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὸ δῶρον δεχό‐ μενος. | |
30 | κηʹ. «Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιε‐ ρεῖς ἔχοντας ἀσθένειαν.» Τοιαύτη γὰρ τῶν ἀνθρώ‐ πων ἡ φύσις. «Ὁ δὲ λόγος τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» Ὁ μονογενὴς Υἱὸς σύνδρομον ἔχει τῇ γεννήσει τὴν τε‐ | |
35 | λειότητα· τέλειον γὰρ αὐτὸν γεγέννηκεν ὁ Πατήρ. Καὶ τοῦτο τοίνυν κατὰ τὸ ἀνθρώπινον νοητέον. Τέ‐ λειον γὰρ ἐνταῦθα τὸν ἀθάνατον λέγει. Οὐ μὴν ἄλλον υἱὸν νοητέον παρὰ τὸν φύσει Υἱὸν, ἀλλὰ τὸν αὐτὸν καὶ φύσει ὄντα Υἱὸν ὡς Θεὸν, καὶ πάλιν δεχόμενον | |
40 | τὴν αὐτὴν προσηγορίαν ὡς ἄνθρωπον. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ, βʹ. «Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λει‐ | |
45 | τουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.» Τὴν μεγίστην τιμὴν τελευταίαν κατέλιπε, καὶ ἔδειξεν αὐτὸν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης καθήμενον. Τῶν μὲν γὰρ ἱερέων ὁ πρόγονος Ἀαρὼν, ὁ πρῶτος τῆς ἀρχιερω‐ | |
82.733(50) | σύνης τὸ γέρας δεξάμενος, μετὰ δέους καὶ φρίκης εἰς τὴν θείαν εἰσίει σκηνήν. Οὗτος δὲ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν. Τὸ μέντοι λειτουργὸς προστέθεικεν, ἐπειδὴ περὶ ἀρχιερέως ποιεῖται τοὺς λόγους. Ἐπεὶ ποίαν ἐπιτελεῖ λειτουργίαν ἅπαξ προσενέγκας ἑαυτὸν, | |
55 | καὶ οὐκ ἔτι ἑτέραν θυσίαν προσφέρων; Πῶς δὲ οἷόν | |
82.736 | τε αὐτὸν ὁμοῦ καὶ συνεδρεύειν καὶ λειτουργεῖν; Εἰ μή τις ἄρα λειτουργίαν εἴποι τῶν ἀνθρώπων τὴν σωτηρίαν, ἣν Δεσποτικῶς πραγματεύεται. Σκηνὴν δὲ τὸν οὐρανὸν ἐκάλεσεν, οὗ δημιουργὸς αὐτὸς ὢν, | |
5 | ὡς ἄνθρωπον λειτουργεῖν ὁ Ἀπόστολος εἴρηκε. γʹ. «Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.» Ἴδιον ἀρχιερέως τὸ προσφέρειν δῶρα τῷ τῶν ὅλων Θεῷ. Τούτου χάριν ὁ | |
10 | Μονογενὴς ἐνανθρωπήσας, καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ταύτην ὑπὲρ ἡμῶν προσενήνοχε. δʹ, εʹ. «Εἰ μὲν γὰρ ἦν ἐπὶ τῆς γῆς, οὐδ’ ἂν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λα‐ | |
15 | τρεύουσι τῶν ἐπουρανίων.» Ταῦτα εἰς ἀπολογίαν τέθεικεν, διδάσκων ὡς οὐ τοῦ νόμου κατηγορεῖ, ἀλλὰ σεπτὸν ἡγεῖται κἀκεῖνον, ὡς ἔχοντα τῶν ἐπουρανίων τὸν τύπον. Τούτου χάριν ἔφη ὅτι περιττὸν ἦν αὐτὸν ἐν τῇ γῇ διαιτώμενον ἱερέα καλεῖν, τῶν κατὰ νόμον | |
20 | ἱερέων τὴν νομικὴν ἐκπληρούντων λατρείαν. Εἰ τοί‐ νυν καὶ ἡ κατὰ νόμον ἱερωσύνη τὸ τέλος ἐδέξατο, καὶ ὁ κατὰ τάξιν Μελχισεδὲκ ἀρχιερεὺς τὴν θυσίαν προσήνεγκε, καὶ θυσίας ἑτέρας ἀνενδεεῖς καθέστηκε, τί δήποτε τῆς καινῆς διαθήκης οἱ ἱερεῖς τὴν μυστι‐ | |
25 | κὴν λειτουργίαν ἐπιτελοῦσιν; Ἀλλὰ δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις, ὡς οὐκ ἄλλην τινὰ θυσίαν προσφέρομεν, ἀλλὰ τῆς μιᾶς ἐκείνης καὶ σωτηρίου τὴν μνήμην ἐπιτελοῦμεν. Τοῦτο γὰρ ἡμῖν αὐτὸς ὁ Δεσπότης προσέταξε· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν | |
30 | ἀνάμνησιν·» ἵνα τῇ θεωρίᾳ τὸν τύπον τῶν ὑπὲρ ἡμῶν γεγενημένων ἀναμιμνησκώμεθα παθημάτων, καὶ τὴν περὶ τὸν εὐεργέτην ἀγάπην πυρσεύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν προσμένωμεν τὴν ἀπό‐ λαυσιν. Ὁ μέντοι θεῖος Ἀπόστολος σκιὰν τῶν ἐπου‐ | |
35 | ρανίων καλέσας τὴν κατὰ νόμον λατρείαν, Γραφικῇ μαρτυρίᾳ βεβαιοῖ τὸν λόγον. «Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει» Σχήματα γὰρ αὐτῷ δείξας ἐν τῷ | |
40 | ὄρει τινὰ, ἐκείνοις προσόμοια κατασκευάσαι προσ‐ έταξεν. Οὐκοῦν τύποι τῶν ἐπουρανίων τὰ παλαιά. Τοῦτο γὰρ ἐπάγει· ϛʹ. «Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ | |
45 | κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.» Συντόμως ἔδειξε τὴν ὑπεροχήν. Ἡ μὲν γὰρ παλαιὰ διαθήκη σωματικὰς ἐπαγγελίας εἶχε συνεζευγμένας, γῆν ῥέου‐ σαν γάλα καὶ μέλι, καὶ γῆν ἐλαιώνων καὶ ἀμπελώ‐ νων, καὶ παίδων πλῆθος, καὶ τὰ τούτοις προσόμοια. | |
82.736(50) | Ἡ δὲ καινὴ ζωὴν αἰώνιον καὶ οὐρανῶν βασιλείαν. Οὕτω δείξας τῆς Λευϊτικῆς ἱερωσύνης ὑπερκειμένην τὴν κατὰ τάξιν Μελχισεδὲκ, προφανῶς λοιπὸν ἀνα‐ λαμβάνει τὸν ὑπὲρ τῆς καινῆς διαθήκης ἀγῶνα. ζʹ. «Εἰ γὰρ ἡ πρώτη σκηνὴ ἦν ἄμεμπτος, οὐκ ἂν | |
55 | δευτέρας ἐζητεῖτο τόπος.» Τὸ, ἄμεμπτος, ἀντὶ τοῦ | |
82.737 | τελεία, τέθεικε, τουτέστιν ἀποχρῶσα πρὸς τελειό‐ τητα, ἀμέμπτους τοὺς χρωμένους ἐργαζομένη. Ἐπει‐ δὴ δὲ ἀπέχρη τοῦτο πλῆξαι τοὺς τῆς νομικῆς πολι‐ τείας ἀντεχομένους, τὸν προφήτην Ἱερεμίαν εἰς τὴν | |
5 | τοῦ εἰρημένου μαρτυρίαν καλεῖ, καί φησι· ηʹ—ιβʹ. «Μεμφόμενος γὰρ αὐτοὺς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πα‐ | |
10 | τράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐ‐ τῶν, λέγει Κύριος· ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσο‐ μαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει | |
15 | Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὑ‐ τοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι | |
20 | τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Ταύτην προσ‐ ενεγκὼν τὴν μαρτυρίαν θαυμασίως ἄγαν καὶ συν‐ | |
25 | τόμως ἐκβάλλει τὸν νόμον, καί φησιν· ιγʹ. «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Θνητοῖς γὰρ ἀνθρώποις ὁ νόμος ἁρμό‐ διος, ἡ δὲ καινὴ διαθήκη τὴν αἰώνιον ἡμῖν ὑπισχνεῖται | |
30 | ζωήν. Εἰκότως τοίνυν ἐκείνη μὲν γεγήρακεν, αὕτη δὲ καινὴ μένει διὰ παντὸς, ὡς τοῖς ἀγηράτοις αἰῶσι συνεζευγμένη. Τοῦτο καὶ ἡ προφητεία δεδήλωκεν, ὅτι Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ, λέγων· Γνῶθι | |
35 | τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν. Τοῦτο δὲ οὐ κατὰ τὸν παρόντα βίον γεγένηται, ἀλλὰ κατ’ ἐκεῖνον γενή‐ σεται. Οἱ γὰρ ἔτι τὸν τῆς ἀπιστίας περικείμενοι ζό‐ φον, ἐκεῖ τὴν ἀλήθειαν ὄψονται, καὶ κόψονται κατὰ | |
40 | τὴν θείαν φωνήν. Ἐπειδὴ δὲ σκιὰν τῶν ἐπουρα‐ νίων τὴν κατὰ νόμον λατρείαν ἐκάλεσεν ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις, τοῦτον ἐξυφαίνει τὸν λόγον. ΚΕΦΑΛΑΙΟΝ Θʹ. αʹ. «Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα | |
45 | λατρείας.» Τὰς ἐντολὰς οὕτως ἐκάλεσε, καθὼς τὴν θείαν ἐποιοῦντο λατρείαν. Οὕτω γὰρ καὶ ὁ μακάριος λέγει Δαβίδ· «Τὰ δικαιώματά σου δίδαξόν με.» Καὶ αὐτὸς δὲ ὁ νομοθέτης· Ταῦτα τὰ κρίματα, καὶ τὰ δικαιώματα, ἃ ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ. | |
82.737(50) | Ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων περὶ τῆς σκηνῆς δια‐ λέγεται. «Τό τε ἅγιον κοσμικόν.» Τὴν σκηνὴν οὕ‐ τως ἐκάλεσε, τύπον ἐπέχουσαν τοῦ κόσμου παντός. | |
Καταπετάσματι γὰρ μέσῳ διῃρεῖτο διχῆ, καὶ τὰ μὲν | ||
82.740 | αὐτῆς ἐκαλεῖτο ἅγια, τὰ δὲ Ἅγια τῶν ἁγίων. Καὶ ἐμιμεῖτο τὰ μὲν ἅγια τὴν ἐν τῇ γῇ πολιτείαν· τὰ δὲ Ἅγια τῶν ἁγίων τὸ τῶν οὐρανῶν ἐνδιαίτημα. Αὐτὸ δὲ τὸ καταπέτασμα τοῦ στερεώματος ἐπλήρου τὴν | |
5 | χρείαν. Δύο γὰρ εἶναι οὐρανοὺς ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ, ὧν τὸν μὲν πρῶτον μετὰ τῆς γῆς ἐδημιούρ‐ γησεν ὁ Θεὸς, τὸν δὲ δεύτερον τῇ δευτέρᾳ πεποίηκεν, εἰρηκώς· «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος.» Εἶτα ἐπήγαγε· «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα | |
10 | οὐρανόν.» Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» Οὗτος γὰρ ὁ οὐ‐ ρανὸς ἡμῶν μέν ἐστιν ὄροφος, ταῖς δὲ ἀοράτοις δυνά‐ μεσιν ἐδάφους χρείαν πληροῖ. Καθάπερ τοίνυν οὗτος ἀπὸ τῶν ἄνω τὰ κάτω διείργει, οὕτω τὸ καταπέτασμα | |
15 | μέσον τῆς σκηνῆς διατεταμένον ἐχώριζεν ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων. βʹ. «Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια.» Προπαροξυτόνως ἀναγνωστέον | |
20 | τὰ ἅγια· οὕτω γὰρ ἡμᾶς διδάσκει νοεῖν τὸ ἕτερον ὄνομα. γ—εʹ. «Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην | |
25 | πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης ἐπισκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.» Διὰ τοῦ ἱλαστηρίου καὶ | |
30 | τῶν Χερουβὶμ ἔδειξεν ὡς ἐκεῖνα τῶν ἐπουρανίων ἔχει τὸν τύπον· διὰ δὲ τοῦ λύχνου, καὶ τῆς τραπέ‐ ζης, τὸν παρόντα βίον ᾐνίξατο. ϛʹ, ζʹ. «Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν εἰσίασιν οἱ ἱερεῖς μόνοι διαπαντὸς | |
35 | τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοη‐ μάτων.» Διαῤῥαίνειν γὰρ τὴν τοῦ ἱλαστηρίου τῷ δακτύλῳ προσετάχθη τὸ αἷμα. | |
40 | ηʹ. «Τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.» Τούτου χάριν, φησὶν, ἄβατα ἦν τοῖς πολλοῖς τὰ Ἅγια τῶν ἁγίων, ὡς ἔτι κρατούσης τῆς κατὰ νόμον λατρείας. Εἰδέναι | |
45 | μέντοι χρὴ, ὡς τοῦ Θεοῦ ταῦθ’ οὕτως γενέσθαι κε‐ λεύσαντος, ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα ἔφη τὸ ἅγιον ταῦτα δεδηλωκέναι, δεικνὺς τὴν ἀξίαν τοῦ Πνεύματος. θʹ, ιʹ. «Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστη‐ | |
82.740(50) | κότα, καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, μόνον ἐπὶ βρώμασι καὶ πόμασι. Καὶ διαφόροις βα‐ πτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.» Παραβολικῶς, φησὶ, διὰ | |
55 | τῆς σκηνῆς διδασκόμεθα, ὡς ὁ νόμος τῷδε τῷ βίῳ | |
πρόσφορος, καὶ τοῖς θνητὴν ἔτι ἔχουσι τὴν φύσιν ἁρ‐ | ||
82.741 | μόδιος. Τούτου χάριν οἱ ἱερεῖς εἰς μὲν τὴν πρώτην εἰσίεσαν σκηνὴν, καὶ τὴν νενομισμένην ἐπετέλουν λατρείαν· εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων οὐκέτι, εἷς δὲ μόνος ὁ ἀρχιερεὺς εἰσιὼν, τοῦ Δεσπότου Χριστοῦ τὸν | |
5 | τύπον ἐπλήρου, ὃς πρῶτος εἰς τὸν οὐρανὸν ἀνελή‐ λυθε, καὶ βατὸν ἡμῖν τοῦτον ἀπέφηνε. Σαφῶς ἡμᾶς κἀν τοῖσδε λόγοις ἐδίδαξεν, ὡς οὐχ ἅπαντα τὸν νόμον ἐκβάλλει, τὰ περὶ βρώσεώς τε καὶ πόσεως, καὶ γονοῤῥυοῦς, καὶ λεπροῦ, καὶ τῆς ἀπὸ λέχους, καὶ | |
10 | ῥύσεως αἵματος. Οὗτοι γὰρ ἐβαπτίζοντο, καὶ τοῖς περιῤῥαντηρίοις ἀπεκαθαίροντο· οὐδὲν δὲ τούτων ἴσχυε καθαρὰν ἀποφῆναι συνείδησιν. Τούτων δὲ ἕκα‐ στον οὐκ ἀλόγως ἐδόθη, ἀλλὰ κατά τινα χρείαν, ἣν λέγειν οὐ τοῦ παρόντος καιροῦ. Πρόσκαιρα δὲ ἦν | |
15 | ὅμως ἅπαντα, τὸν τῆς τελειότητος καιρὸν ἀναμέ‐ νοντα· τοῦτο γὰρ ἔφη, μέχρις καιροῦ διορθώσεως ἐπικείμενα. Οὕτω δείξας τούτων τὸ ἀσθενὲς, τί‐ θησιν ἐκ παραλλήλου τὰ τῆς καινῆς διαθήκης. ιαʹ, ιβʹ. «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς | |
20 | τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειο‐ τέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.» Ἐνταῦθα σκηνὴν | |
25 | ἀχειροποίητον τὴν ἀνθρωπείαν φύσιν ἐκάλεσεν, ἣν ἀνέλαβεν ὁ Δεσπότης Χριστός. Οὐ γὰρ κατὰ γαμικὸν γεγένηται νόμον, ἀλλὰ τὸ πανάγιον Πνεῦμα τὴν σκηνὴν κατεσκεύασε. Τὸ δὲ, οὐ τῆς κτίσεως ταύ‐ της, ἀντὶ τοῦ, Οὐ κατὰ νόμον φύσεως τῆς ἐν τῇ | |
30 | κτίσει πολιτευομένης. Προσενήνοχε δὲ ὑπὲρ ἡμῶν οὐχ αἷμα ταύρων καὶ τράγων, ἀλλὰ τὸ ἴδιον αἷμα· καὶ διὰ τούτου τοῦ αἵματος εἰς τὸν οὐρανὸν ἀνελή‐ λυθεν, οὐχ ὡς οἱ ἀρχιερεῖς ἅπαξ τοῦ ἐνιαυτοῦ, ἀλλ’ ἐφάπαξ αἰώνιον λύτρωσιν εὑράμενος. Λύτρον γὰρ | |
35 | ἡμῶν γενόμενος, τῆς τοῦ θανάτου δυναστείας ἅπαντας ἡμᾶς ἠλευθέρωσεν. Εἶτα ἐκ παραδείγματος τοῦ εἰρη‐ μένου τὴν ἀλήθειαν δείκνυσιν. ιγʹ, ιδʹ. «Εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους | |
40 | ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰω‐ νίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λα‐ τρεύειν Θεῷ ζῶντι;» Εἰ γὰρ ζώων ἀλόγων αἷμα, καὶ | |
45 | τέφρα μεθ’ ὕδατος περιῤῥαινόμενα καθαίρει τὸν ἐγ‐ γεγενῆσθαι δοκοῦντα τῷ σώματι μολυσμὸν, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ αἷμα τὰς ἡμετέρας συνειδή‐ σεις τῶν πονηρῶν ἔργων ἐλευθεροῖ. Νεκρὰ γὰρ ἔργα τὰ δυσώδη καὶ πονηρὰ κέκληκε. Καὶ τοῦτο δὲ κατὰ | |
82.741(50) | τὸ ἀνθρώπινον εἴρηκεν· ἄμωμον γὰρ ἐκεῖνο τὸ σῶμα τὸ θεῖον ἀπετέλεσε Πνεῦμα. Πάντα γὰρ εἶχε τοῦ θείου Πνεύματος τὰ χαρίσματα· καὶ ἐκ τοῦ πληρώ‐ | |
ματος αὐτοῦ, κατὰ τὸν θεῖον Ἰωάννην, ἡμεῖς πάντες | ||
82.744 | ἐλάβομεν. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς αἰώνιον προσηγόρευσε τὸ θεῖον Πνεῦμα. Τὸ δὲ αἰώνιον, οὐ κτιστόν. Τὸ γὰρ αἰώνιον χρονικὴν ἀρχὴν οὐκ εἶχε τοῦ εἶναι. | |
5 | ιεʹ. «Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου, εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπ‐ αγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρο‐ νομίας.» Τούτου χάριν τὸν ὑπὲρ ἁπάντων κατεδέξατο | |
10 | θάνατον, ἵνα καὶ τοὺς ὑπὸ τὴν ἀρὰν τοῦ νόμου διὰ τὴν παράβασιν γενομένους ἀξιώσῃ τῆς σωτηρίας, καὶ τῶν αἰωνίων ἀγαθῶν κοινωνοὺς ἀποφήνῃ. ιϛʹ, ιζʹ. «Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέ‐ ρεσθαι τοῦ διατιθεμένου. Διαθήκη γὰρ ἐπὶ νεκροῖς | |
15 | βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.» Τοῦτο τέθεικε, τοὺς ἐπὶ τῷ Δεσποτικῷ θανάτῳ πλητ‐ τομένους ψυχαγωγῶν, ὅτι διαθήκης διδομένης καινῆς, ἔδει γενέσθαι τὸν θάνατον. Μετὰ γὰρ τὴν τῶν δια‐ τιθεμένων τελευτὴν αἱ διαθῆκαι λαμβάνουσι τὴν | |
20 | ἰσχύν. Καὶ τοῦτο δείκνυσιν ἀπὸ τῆς παλαιᾶς. ιηʹ—κβʹ. «Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγ‐ κεκαίνισται. Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος, καὶ ἐρίου | |
25 | κοκκίνου, καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν λαὸν ἐῤῥάντισε, λέγων· «Τοῦτο τὸ αἷμα τῆς δια‐ θήκης, ἧς ἐνετείλατο πρὸς ἡμᾶς ὁ Θεός. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε. Καὶ σχεδὸν ἐν αἵματι πάντα | |
30 | καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκ‐ χυσίας οὐ γίνεται ἄφεσις. «Ὁ τύπος τὰ παλαιὰ τῶν καινῶν ἀναμφισβητήτως ἀπέδειξεν. Εἰ τοίνυν καὶ ἐν τῷ τύπῳ αἷμα λαβὼν ὁ νομοθέτης, καὶ ὕδατι τοῦτο κεράσας, καὶ τὴν διαθήκην αὐτὴν, καὶ τὸν λαὸν, | |
35 | καὶ τὴν σκηνὴν περιέῤῥανε· καὶ μέντοι καὶ οἱ μο‐ λυνόμενοι περιῤῥαινόμενοι τῆς καθαρότητος ἀπ‐ ήλαυον, τί θαυμαστὸν, εἰ καὶ ἐπὶ τῆς ἀληθείας τοῦτο γεγενημένον εὑρίσκομεν; Ἀναγκαίως δὲ καὶ τὴν Μωσαϊκὴν τέθεικε μαρτυρίαν, ἐναργῶς τοῦτο δηλώ‐ | |
40 | σασαν· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀθάνατος, διὰ τοῦ αἵματος τῶν ἱερείων τὸν τύπον ἐπλήρωσε τοῦ θανάτου, καὶ τὴν διαθήκην ἐκύρωσεν. Ἐπειδὴ δὲ ἐνηνθρώπησεν ὁ Θεὸς Λόγος, καὶ σῶμα εἶχε θνητὸν, | |
45 | οὐκέτι τῶν ἀλόγων ἐδεήθη θυμάτων, ἀλλὰ τῷ οἰκείῳ αἵματι τὴν καινὴν ἐκύρωσε διαθήκην. Ἁρμόττει γὰρ τῇ μὲν σκιᾷ ὁ τύπος, τῷ δὲ σώματι ἡ ἀλήθεια. Τύπος δὲ ἦν, τοῦ μὲν βαπτίσματος, τὸ ὕδωρ· τοῦ δὲ σω‐ τηρίου αἵματος, τῶν ἀλόγων αἷμα· τῆς δὲ τοῦ θείου | |
82.744(50) | Πνεύματος χάριτος, ἡ τοῦ ὑσσώπου θερμότης· τοῦ δὲ καινοῦ ἐνδύματος, τὸ κόκκινον ἔριον· τοῦ δὲ ἀπαθοῦς τῆς θεότητος, τὸ κέδρινον ξύλον, ἄσηπτον γὰρ τὸ ξύλον· τοῦ δὲ πάθους ἀνθρωπότητος, ἡ τῆς | |
δαμάλεως κόνις. | ||
82.745 | κγʹ. «Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι,» ἀντὶ τοῦ, τοῖς ἀλόγοις. «Αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας,» τουτέστι τῇ λογικῇ, καὶ ἀμώμῳ, καὶ | |
5 | ἁγίᾳ θυσίᾳ. Οὐράνια δὲ τὰ πνευματικὰ κέκληκεν, οἷς ἡ Ἐκκλησία καθαίρεται. κδʹ. «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ | |
10 | ὑπὲρ ἡμῶν.» Ἔδειξε καὶ ἀπὸ τοῦ τόπου τὴν δια‐ φοράν. Οἱ μὲν γὰρ ἱερεῖς εἰς τὴν χειροποίητον εἰσῄε‐ σαν σκηνὴν, ἢ εἰς τὸν χειρότμητον νεών· αὐτὸς δὲ εἰς τὸν οὐρανόν. Τὸ δὲ, νῦν ἐμφανισθῆναι, ἀντὶ τοῦ, ὡς ἄνθρωπος. Νῦν γὰρ πρῶτον εἰς τὸν οὐρανὸν φύ‐ | |
15 | σις ἀνελήλυθεν ἀνθρωπεία. κεʹ, κϛʹ. «Οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται κατ’ ἐνιαυτὸν εἰς τὰ ἅγια ἐν αἵματι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου.» Οἱ κατὰ νόμον ἱε‐ | |
20 | ρεῖς καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσίασιν· ὁ δὲ Χριστὸς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώ‐ νων τοῦτο πεποίηκεν. Καὶ ἐκεῖνοι μὲν ἐν αἵματι ἀλλοτρίῳ· αὐτὸς δὲ ἐν οἰκείῳ. «Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, διὰ | |
25 | τῆς θυσίας αὑτοῦ πεφανέρωται.» Παντελῶς γὰρ τῆς ἁμαρτίας κατέλυσε τὴν ἰσχὺν, ἀθανασίαν ἡμῖν ὑπο‐ σχόμενος· ἐνοχλεῖν γὰρ αὕτη τοῖς ἀθανάτοις οὐ δύ‐ ναται σώμασι. κζʹ, κηʹ. «Καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις | |
30 | ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.» Ὥσπερ γὰρ ἅπαξ ὥρισται τῶν ἀνθρώπων ἀποθανεῖν ἕκα‐ | |
35 | στον, ὁ δὲ τοῦ θανάτου τὸν ὅρον δεξάμενος, οὐκέτι μὲν ἁμαρτάνει, ἀναμένει δὲ τὴν ἐπὶ τοῖς βεβιωμένοις ἐξέτασιν· οὕτως ὁ Δεσπότης Χριστὸς ἅπαξ ὑπὲρ ἡμῶν προσενεχθεὶς, καὶ τὰς ἡμετέρας ἁμαρτίας ἀναλαβὼν, ἐπιφανήσεται πάλιν ἡμῖν, οὐκέτι τῆς ἁμαρτίας κρα‐ | |
40 | τούσης, ἀντὶ τοῦ, χώραν οὐκέτι ἐχούσης κατὰ τῶν ἀνθρώπων τῆς ἁμαρτίας. Αὐτὸς γὰρ καὶ θνητὸν ἔχων ἔτι τὸ σῶμα, «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐπισημήνα‐ σθαι μέντοι δεῖ, ὅτι πολλῶν εἶπεν ἀνενεγκεῖν ἁμαρ‐ | |
45 | τίας, καὶ οὐ πάντων. Οὐ γὰρ πάντες ἐπίστευσαν· τῶν οὖν πεπιστευκότων μόνων τὰς ἁμαρτίας δι‐ έλυσε. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγα‐ | |
82.745(50) | θῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις, αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι.» Πράγματα καλεῖ τὸν μέλλοντα βίον· | |
εἰκόνα δὲ τῶν πραγμάτων, τὴν εὐαγγελικὴν πολι‐ | ||
82.748 | τείαν· σκιὰν δὲ τῆς τῶν πραγμάτων εἰκόνος, τὴν Παλαιὰν Διαθήκην. Ἡ γὰρ εἰκὼν ἐναργέστερον δεί‐ κνυσι τὰ ἀρχέτυπα· ἡ δὲ σκιαγραφία τῆς εἰκόνος ἀμυδρότερον ταῦτα παραδηλοῖ. Ταύτῃ τῆς Παλαιᾶς | |
5 | Διαθήκης ἀπείκασε τὴν ἀσθένειαν. Πολλὰς γὰρ, φησὶ, θυσίας καὶ τὰς αὐτὰς κατ’ ἐνιαυτὸν προσ‐ φέροντες, τελειῶσαι τοὺς κατὰ νόμον πολιτευομένους οὐ δύνανται. βʹ. «Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, | |
10 | διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους.» Διὰ τοῦτο τέλος ἐκεῖνα λαμβάνει, ὡς οὐ δυνάμενα συνείδησιν καθαρὰν ἀποφῆναι. γʹ. «Ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ | |
15 | ἐνιαυτόν.» Καὶ τὸ ἀσθενὲς ἔδειξε τοῦ νόμου, καὶ τὸ ὠφέλιμον. Περιελεῖν μὲν γὰρ τὰς ἁμαρτίας οὐ δύνα‐ ται· κατηγορεῖ δὲ τούτων, καὶ δέος ἐντίθησι, καὶ προστρέχειν ἀναγκάζει τῇ χάριτι. δʹ. «Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων | |
20 | ἀφαιρεῖν ἁμαρτίας.» Τίνα γὰρ ἀνδροφόνον ἢ πατρα‐ λοίαν ἀφῆκεν ἀνεύθυνον τῶν ἀλόγων τὸ αἷμα; Διὰ τοῦτο καὶ ὁ μακάριος ἐβόα Δαβὶδ, ὅτι «Εἰ ἠθέλησας, θυσίαν ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἑτέραν τίθησι μαρτυ‐ | |
25 | ρίαν· εʹ—ζʹ. «Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρ‐ τίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι | |
30 | βιβλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Εἶτα ἑρμηνεύει τὴν μαρτυρίαν. ηʹ, θʹ. «Ἀνώτερον λέγων· Ὅτι θυσίαν καὶ προσ‐ φορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ ηὐδόκησας· αἵτινες κατὰ νόμον προσ‐ | |
35 | φέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βι‐ βλίου γέγραπται περὶ ἐμοῦ· Τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Δείξας γὰρ, φησὶ, ἀπαρεσκούσας τῷ Θεῷ τὰς τῶν ἀλόγων θυσίας, τότε ὑπέδειξεν αὑτὸν, καὶ τὰς περὶ τῆς ἐπιφανείας αὑτοῦ προῤῥήσεις. Τοῦτο | |
40 | γὰρ εἶπεν· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Καὶ τὸ αὐτὸ πάλιν ἑτέρως φησίν· «Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ.» Πρῶτον εἶπε τὴν τῶν ἀλόγων θυσίαν· δεύτερον δὲ τὴν λογικὴν, τὴν ὑπ’ αὐτοῦ προσενεχθεῖσαν. | |
45 | ιʹ. «Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.» Σαφῶς ἔδειξε θέλημα τοῦ Θεοῦ τῶν ἀνθρώπων τὴν σωτηρίαν. Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ πιστεύων | |
82.748(50) | εἰς ἐμὲ μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» ιαʹ. «Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ’ ἡμέραν | |
λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων | ||
82.749 | θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρ‐ τίας.» Τὰς γὰρ αὐτὰς θυσίας οἱ ἱερεῖς προσφέρειν ἐνδελεχῶς ἐκελεύσθησαν· ἀλλ’ ὅμως ἁμαρτημάτων λύσις οὐδαμῶς δι’ ἐκείνων ἐγίνετο. | |
5 | ιβʹ—ιδʹ. «Αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσ‐ ενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσ‐ φορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομέ‐ | |
10 | νους.» Ἐκεῖ καὶ πλῆθος ἱερέων, καὶ πλῆθος ἱερείων, καὶ ὄνησις· οὐδεμία· ἐνταῦθα δὲ εἷς ὁ αὐτὸς καὶ ἱε‐ ρεὺς καὶ ἱερεῖον, καὶ τῶν ἁμαρτημάτων τὴν λύσιν εἰργάσατο, καὶ λειτουργίας ἑτέρας οὐ δεῖται· ἀλλὰ τῷ γεγεννηκότι συνεδρεύει τῷ Πατρὶ, προσμένων | |
15 | τοῦ παρόντος βίου τὸ τέλος. Τότε γὰρ αὐτὸν οἱ δυσμε‐ νεῖς ἅπαντες ὡς Θεὸν προσκυνήσουσι καὶ Δεσπότην. Ἐχθροὶ δὲ αὐτοῦ, πρῶτος μὲν ὁ διάβολος, καὶ τῶν δαιμόνων τὸ στῖφος· ἔπειτα τῶν Ἰουδαίων καὶ τῶν ἐθνῶν οἱ τῆς πίστεως μὴ δεξάμενοι τὴν ἀκτῖνα· μετὰ | |
20 | δὲ τούτων καὶ τῶν αἱρετικῶν αἱ συμμορίαι τὰς κατ’ αὐτοῦ βλασφημίας τολμῶσαι. Εἶτα μέλλων τιθέναι τῇ παρεξετάσει τὸ τέλος, τῆς Ἱερεμίου πάλιν προ‐ φητείας ἀναμιμνήσκει· καὶ τοῦ μὲν Προφήτου τὴν προσηγορίαν οὐ λέγει, τὸ δὲ δι’ ἐκείνου φθεγξάμενον | |
25 | ὑποδείκνυσι Πνεῦμα, καί φησι· ιεʹ—ιζʹ. «Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ προειρηκέναι· Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκεί‐ νας, λέγει Κύριος· Διδοὺς νόμους μου ἐπὶ καρδίας | |
30 | αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐ‐ τούς· καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.» Εἶτα θαυμασίως ἐπι‐ συνάπτει· ιηʹ. «Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ | |
35 | περὶ ἁμαρτίας.» Περιττὴ γὰρ αὕτη, τῆς ἀφέσεως δω‐ ρηθείσης. Ὑπέσχετο δὲ τὴν ἄφεσιν· Τῶν γὰρ ἁμαρ‐ τιῶν αὐτῶν, φησὶ, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Τοῦτο δὲ γέγονε διὰ τῆς Καινῆς Δια‐ θήκης. Δεχόμεθα γὰρ καὶ ἐν τῷ παναγίῳ βαπτί‐ | |
40 | σματι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Ἐν δὲ τῷ μέλλοντι βίῳ, τῆς ἀθανασίας ἡμῖν χορηγουμένης, δίχα πάντων πολιτευσόμεθα, οὐκέτι τῆς ἁμαρτίας δυναμένης ἐνοχλεῖν τοῖς ἀθανάτοις γεγενημένοις. Ταύτης γένοιτο τυχεῖν ἡμᾶς τῆς ζωῆς! Τευξόμεθα δὲ, | |
45 | κατὰ τὸν παρόντα βίον ἀσπαζόμενοι προθύμως τοὺς πόνους τῆς ἀρετῆς, καὶ τοὺς ὑπὲρ ταύτης ἀγῶνας ἀναδεχόμενοι. Συνεργήσει δὲ ἡμῖν καὶ αὐτὸς ὁ Δε‐ σπότης, ὁ τῶν μελλόντων πρόξενος ἀγαθῶν· ᾧ καὶ μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα | |
82.749(50) | πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. ιθʹ—κβʹ. «Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐν‐ | |
55 | εκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ | |
82.752 | καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως.» Παρεξετάσας ἤδη, καὶ δείξας καὶ τὴν κατάπαυσιν | |
5 | ταύτην τῆς νομικῆς ἀμείνω πολλῷ, καὶ μέντοι καὶ τὴν ἱερωσύνην καὶ τὴν διαθήκην ἐκ παραλλήλου θεὶς, καὶ τὴν τούτων δηλώσας ὑπερβολὴν, παραί‐ νεσιν προσφέρει λοιπὸν, ἔχεσθαι τῶν μειζόνων παρα‐ καλῶν. Ἅγια δὲ τὸν οὐρανὸν κέκληκεν. Οὕτω | |
10 | γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηκεν· «Οὐ γὰρ εἰς χειρο‐ ποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀλλὰ εἰς αὐτὸν τὸν οὐρανόν.» Ὁδὸν δὲ τούτων, τὴν ἀρίστην πολι‐ τείαν, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ἐγκαινισμὸν δὲ ὁδοῦ, τὸ πρῶτον διὰ τούτων ὁδεῦσαι. Πρῶτος δὲ | |
15 | ὁ Δεσπότης ἐκ νεκρῶν ἀναστὰς, εἰς οὐρανοὺς ἀνελή‐ λυθε. Διὰ τοῦτο καὶ πρόσφατον καὶ ζῶσαν ἐκάλεσε τὴν ὁδόν· πρόσφατον μὲν, ὡς τότε πρῶτον φανεῖσαν· ζῶσαν δὲ, ὡς τοῦ θανάτου πεπαυμένου. Τοὺς γὰρ τῆς ἀναστάσεως τετυχηκότας, ἀδύνατον πάλιν θανάτῳ | |
20 | περιπεσεῖν. Καταπέτασμα δὲ τὴν Δεσποτικὴν ὠνό‐ μασε σάρκα· διὰ ταύτης γὰρ ἀπολαύομεν τῆς εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσόδου. Ὥσπερ γὰρ ὁ κατὰ νό‐ μον ἀρχιερεὺς διὰ τοῦ καταπετάσματος εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει, ἑτέρως δὲ αὐτὸν εἰσελθεῖν ἀδύνα‐ | |
25 | τον ἦν· οὕτως οἱ εἰς τὸν Κύριον πεπιστευκότες, διὰ τῆς τοῦ παναγίου σώματος μεταλήψεως, τῆς ἐν οὐ‐ ρανοῖς ἀπολαύσουσι πολιτείας. Οἶκον δὲ τοῦ Θεοῦ, τοὺς πιστοὺς προσηγόρευσεν. Ἀναγκαίως δὲ προσ‐ τέθεικε τὸ, ἐν πληροφορίᾳ πίστεως· ἐπειδὴ πάντα | |
30 | ἀθέατα, καὶ τὰ ἄδυτα τῆς σκηνῆς, καὶ ἡ θυσία, καὶ ὁ ἀρχιερεὺς, διὰ μόνης δὲ τῆς πίστεως θεωρεῖται. Αὕτη τοίνυν τῶν εἰρημένων ἡ διάνοια· Ἐπειδὴ δέ‐ δεικται, φησὶν, τῶν κατὰ νόμον πολλῷ τὰ τῆς χάρι‐ τος μείζονα, καὶ ἀνέῳκται μὲν ἡμῖν ὁ οὐρανὸς, εὐ‐ | |
35 | πρεπὴς δὲ ἡ ὁδὸς, ταύτην δὲ πρῶτος ὥδευσεν αὐτὸς ὁ Δεσπότης Χριστὸς, μετὰ εἰλικρινοῦς προσέλθωμεν διαθέσεως, ταῦτα οὕτως ἔχειν πιστεύοντες, καὶ πᾶσαν διχόνοιαν τῆς ψυχῆς ἐξορίζοντες. Τοῦτο γὰρ πληρο‐ φορίαν ἐκάλεσεν. | |
40 | «Ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, (κγʹ.) κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλι‐ νῶς.» Καὶ ταῦτα πάλιν ἐκ παραλλήλου τέθεικε. Περιῤῥαντηρίοις γὰρ κατὰ νόμον ἐχρῶντο, καὶ | |
45 | τὸ σῶμα συνεχῶς ἀπελούοντο. Οἱ δὲ κατὰ τὴν Καινὴν πολιτευόμενοι Διαθήκην, διὰ τοῦ παναγίου βαπτί‐ σματος τὴν ψυχὴν ἐκκαθαίρονται, καὶ τὸ συνειδὸς τῶν προτέρων κηλίδων ἐλεύθερον ἀποφαίνουσι. Ῥαν‐ τισμὸν τοίνυν καὶ ὕδωρ, καθαρὸν τὸ θεῖον ἐκάλεσε | |
82.752(50) | βάπτισμα· ὁμολογίαν δὲ τῆς ἐλπίδος, τὸ πιστεύειν εἰς τὰ μέλλοντα ἀγαθά. Τοῦτο γὰρ ἐπήγαγε· «Πι‐ στὸς γὰρ ὁ ἐπαγγειλάμενος.» Ἀληθὴς γὰρ ὁ τὴν ὑπόσχεσιν δεδωκώς. Τῇ δὲ τοῦ προσώπου ποιότητι τῆς ὑποσχέσεως τὸ βέβαιον ἔδειξε. | |
55 | κδʹ. «Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν | |
82.753 | ἀγάπης καὶ καλῶν ἔργων.» Εἰς ἀλλήλους, φησὶν, ἀποβλέπωμεν, καὶ ζηλούτω τὰ τοῦ πέλας ἕκαστος κατορθώματα. Καὶ γὰρ σίδηρος σίδηρον θήγει, καὶ λίθος λίθῳ προστριβόμενος ἀποκύει φλόγα. | |
5 | κεʹ. «Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν.» Ἔργον γὰρ τῆς ἀγάπης οὐχ ἡ διαίρεσις, ἀλλ’ ἡ ἀκριβὴς ἕνωσις· ἐπισυναγω‐ γὴν γὰρ, τὴν συμφωνίαν ἐκάλεσεν. Αἰνίττεται δέ τινας ὡς ταύτην διασπᾶσαι τετολμηκότας. «Ἀλλὰ | |
10 | παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.» Καθ’ ἑκάστην γὰρ ἡμέραν πλησιέστεροι τῆς Δεσποτικῆς ἐπιφανείας γιγνόμεθα. Οὕτω καὶ Ῥωμαίοις ἐπιστέλλων εἴρηκε· «Νῦν ἐγγύ‐ τερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Εἶτα | |
15 | δεδίττεται αὐτοὺς τῇ μνήμῃ τῆς κρίσεως· κϛʹ, κζʹ. «Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλ‐ | |
20 | λοντος τοὺς ὑπεναντίους.» Διὰ δὲ τούτων οὐ τὴν μετάνοιαν ἀπηγόρευσεν, ἀλλὰ δευτέραν ἔφη μὴ εἶναι θυσίαν. Ἅπαξ γὰρ ὑπὲρ ἡμῶν ὁ Δεσπότης ἐτύθη Χριστός. Καὶ τὸ ἑκουσίως δὲ τέθεικε, διδάσκων, ὡς τὰ παρὰ γνώμην γιγνόμενα συγγνώμης ἀπολαύει | |
25 | τινός. Ὑπεναντίους δὲ κέκληκεν, οὐ μόνον τοὺς τῆς ἀληθείας ἐχθροὺς, ἀλλὰ καὶ τοὺς τἀναντία τῶν θείων νόμων μετιέναι τολμῶντας. Καὶ τοῦτο δὲ πάλιν ἐκ τῆς τῶν νομίμων παραθέσεως ἄτοπον δεί‐ κνυσιν· | |
30 | κηʹ, κθʹ. «Ἀθετήσας τις τὸν νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀπο‐ θνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμω‐ ρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ | |
35 | τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;» Εἰ τὸν Μωσέως νόμον ὁ παραβαίνων ἐλεγχόμενος ἀναιρεῖται, σκοπή‐ σατε πόσων ἄξιος θανάτων ὁ αὐτὸν τὸν Μωσέως ἀτιμάζων Θεὸν, καὶ, ὡς κοινοῦ αἵματος, τοῦ τιμίου καταφρονῶν, καὶ εἰς αὐτὴν ἐνυβρίζων τὴν χάριν τοῦ | |
40 | Πνεύματος. Πάλιν γὰρ ἐν σχήματι παραινέσεως τὸ διάφορον ἔδειξεν· ὅτι ὁ μὲν Υἱὸς, ὁ δὲ δοῦλος, καὶ ὅτι ἐκεῖναι μὲν ἀλόγων θυσίαι, αὕτη δὲ λογική τε καὶ παναγία. Καὶ τῷ νόμῳ δὲ οὐ νόμον ἀντέταξεν, ἀλλὰ τὸ αἷμα καὶ τὸ πνεῦμα. Διὰ τούτων γὰρ ἡμῖν ἡ | |
45 | σωτηρία προσγίνεται. Βεβαιοῖ δὲ τὴν ἀπειλὴν Γραφι‐ καῖς μαρτυρίαις· λʹ. «Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὑτοῦ.» Ταῖς δὲ μαρτυρίαις ὀχυ‐ | |
82.753(50) | ρώσας τὸν λόγον, ὁριστικῶς ποιεῖται τὴν ἀπειλήν. | |
82.756 | λαʹ. «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν‐ τος.» Ἐπειδὴ δὲ ταῦτα ἱκανὰ ἦν αὐτοὺς ἀνιᾶσαι, ὀλιγωρίαν αἰνιττόμενα, καὶ τῶν θείων ἀμέλειαν· κεράννυσι τῶν εἰρημένων τὸ αὐστηρὸν τῇ μνήμῃ τῶν | |
5 | ἤδη κατορθωμένων. Οὐδὲν γὰρ οὕτως εἰς προθυμίαν διεγείρει, ὡς τῶν οἰκείων κατορθωμάτων μνήμη. λβʹ—λδʹ. «Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέ‐ ρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι | |
10 | θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀνα‐ στρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν, καὶ μένουσαν ἐν οὐρα‐ | |
15 | νοῖς.» Ἐκείνων ὑμᾶς τῶν λαμπρῶν ἀγωνισμάτων εἰς μνήμην ἐλθεῖν βούλομαι. Παραυτίκα γὰρ τῆς θεογνωσίας τὸ φῶς εἰσδεξάμενοι, πολλοὺς ἄθλους καὶ λαμπροὺς νενικήκατε· ποτὲ μὲν αὐτοὶ λοιδορούμενοι, καὶ προπηλακιζόμενοι, καὶ τῶν ὑπαρχόντων μετὰ | |
20 | πολλῆς ἀποστερούμενοι θυμηδίας· ποτὲ δὲ τοῖς ταῦτα πάσχουσι κοινωνοῦντες, καὶ παντοδαπὴν αὐτοῖς προσ‐ φέροντες θεραπείαν. Ἕκαστον δὲ τούτων ἐποιεῖτε προθύμως, ἐπειδὴ τῶν ἐπηγγελμένων ἐν οὐρανοῖς ἀγαθῶν εἴχετε τὴν ἐλπίδα. Εἶτα παραινετικῶς· | |
25 | λεʹ. «Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν.» Ἀπὸ γὰρ τῆς νίκης πολλὴν ἐκτήσασθε παῤῥησίαν. Ὑποδείκνυσι δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα· «Ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.» Διδάσκει δὲ καὶ πῶς τούτων τυχεῖν δυνατόν. | |
30 | λϛʹ. «Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε ἕκαστος τὴν ἐπαγ‐ γελίαν.» Τῷ πόνῳ γὰρ ἰσόμετρος ὁ μισθὸς, καὶ πρὸς τὸ ἔργον ἡ ἀντίδοσις χορηγεῖται. Καὶ ὡς ἄγαν ὀλιγ‐ ωροῦντας ψυχαγωγῶν (σφοδραὶ γὰρ ἦσαν τῶν ἐναν‐ | |
35 | τίων αἱ προσβολαὶ), ἐπιδείκνυσι τὸν ἀγωνοθέτην πελά‐ ζοντα, καὶ οὐκ εἰς μακρὰν τοὺς στεφάνους παρ‐ έξοντα. λζʹ. «Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Ἐγγὺς, φησὶν, ἐστὶν ὁ Δεσπότης, | |
40 | τὴν ταχίστην παραγενήσεται, καὶ τοῖς ἐπουρανίοις ἀγαθοῖς τοὺς πόνους ἀμείψεται. Καὶ ἐπειδὴ εἰκὸς ἦν ἀμφιβάλλειν περὶ τούτων τινὰς, εἰκότως ἐπήγαγεν· ληʹ. «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» Διὰ τῶν προφητῶν, φησὶ, ταῦτα εἴρηκεν ὁ Θεός. Ὥστε | |
45 | καὶ ἡνίκα ὁ νόμος ἐκράτει, τὸ τῆς πίστεως φάρμακον τὴν σωτηρίαν ἐπραγματεύετο. «Καὶ ἐὰν ὑποστεί‐ ληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.» Ὑποστο‐ λὴν τὴν ἀμφιβολίαν ἐκάλεσεν. λθʹ. «Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, | |
82.756(50) | ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.» Διὰ γὰρ τῆς | |
πίστεως προσοικειούμεθα τῷ Θεῷ. Εἶτα δείκνυσι | ||
82.757 | τούς τε πρὸ νόμου, καὶ τοὺς ἐν νόμῳ διὰ πίστεως θεοφιλεῖς τε καὶ περιφανεῖς γενομένους. Δύο δὲ κατὰ ταυτὸν διὰ τούτων κατασκευάζει· τῆς τε γὰρ πίστεως δείκνυσι τὴν ἰσχὺν (ἃ γὰρ οὐ κατώρθωσεν ὁ νόμος, | |
5 | ἡ πίστις ἐξήνυσε), καὶ τοῖς ἀθυμοῦσι διὰ τὰς τῶν ἐναντίων ἐπαναστάσεις, προσφέρει παραψυχὴν, δει‐ κνὺς ἅπαντας τοὺς ἀείμνηστον ἐσχηκότας τὸ κλέος διὰ τοιούτων κλυδωνίων ὁδεύσαντας. Καὶ πρῶτον μὲν αὐτὸν ἡμᾶς διδάσκει τὸν τῆς πίστεως ὅρον. | |
10 | ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. «Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγ‐ μάτων, ἔλεγχος οὐ βλεπομένων.» Τὰ γὰρ οὐχ ὁρώ‐ μενα διὰ ταύτης ὁρῶμεν, καὶ πρὸς τὴν τῶν ἐλπιζο‐ μένων θεωρίαν ὀφθαλμὸς ἡμῖν γίνεται, καὶ δείκνυσιν | |
15 | ὡς ὑφεστῶτα τὰ μηδέπω γεγενημένα. Τῶν νεκρῶν ἁπάντων ἐν τοῖς τάφοις ἔτι κειμένων, ἡ πίστις ἡμῖν προζωγραφεῖ τὴν ἀνάστασιν, καὶ τῆς κόνεως τῶν σωμάτων τὴν ἀθανασίαν παρασκευάζει φαντάζεσθαι. Εἶτα τὸν κατάλογον τῶν πάλαι γεγενημένων ἁγίων | |
20 | ταύτῃ λαμπρυνόμενον δείκνυσιν. βʹ. «Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύ‐ τεροι.» Τουτέστιν, οἱ πάλαι γεγενημένοι, οἱ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ διαλάμψαντες ἅγιοι. Τί‐ θησι δὲ πρῶτον τὸ πρῶτον ἡμῖν ἐγγράφως παραδο‐ | |
25 | θέν. Πρώτη δὲ ἡμῖν ἐγγράφως ἐδόθη διδασκαλία, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τἄλλα τὰ περὶ κτίσεως εἰρημένα. γʹ. «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπό‐ | |
30 | μενα γεγονέναι.» Οὐ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς εἶδε δημιουργοῦντα τὸν τῶν ὅλων Θεὸν, ἀλλ’ ἡ πίστις ἡμᾶς ἐξεπαίδευσεν, ὡς ὁ ἀεὶ ὢν Θεὸς, τὰ μὴ ὄντα πεποίηκε. Τούτου γὰρ οὐδέν ἐστι παρ’ ἀνθρώποις παράδειγμα· ἀλλ’ ὅμως οὐδὲν τοιοῦτον παρὰ τῆς | |
35 | φύσεως διδασκόμενοι, τὴν πίστιν ἔχομεν τῶν παρα‐ δόξων διδάσκαλον. Ἐξ ὄντων γὰρ δημιουργοῦσι οἱ ἄνθρωποι· ὁ δὲ τῶν ὅλων Θεὸς ἐκ μὴ ὄντων τὰ ὄντα παρήγαγε δʹ. «Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν | |
40 | προσήνεγκε τῷ Θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.» Πλείονα τὴν τιμιω‐ τέραν ἐκάλεσε. Καὶ τοῦτο δῆλον ἐκ τῆς τοῦ Κάϊν κατ‐ ηγορίας. Ἐκείνῳ γὰρ εἶπεν· «Οὐκ, ἐὰν ὀρθῶς | |
45 | προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, [ἥμαρτες]; Οὐκ‐ οῦν ὁ Ἄβελ καὶ διεῖλεν ὀρθῶς, καὶ προσενήνοχεν εὐσεβῶς· ἑκάτερον δὲ πεποίηκε, τὴν πίστιν ἔχων δι‐ δάσκαλον. Τὸ δὲ, Ἔτι λαλεῖ, ἀντὶ τοῦ, Ἀοίδιμός ἐστι μέχρι τοῦ παρόντος, καὶ πολυθρύλλητος, καὶ | |
82.757(50) | παρὰ πάντων εὐφημεῖται τῶν εὐσεβῶν. εʹ. «Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· | |
πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐ‐ | ||
82.760 | ηρεστηκέναι τῷ Θεῷ.» Μετέθηκεν εὐαρεστήσαντα ὁ Θεός· εὐηρέστησε δὲ, πιστεύσας εἶναι Θεὸν εὐσε‐ βείας ἀγωνοθέτην. Εἶτα ἀποφαντικῶς· ϛʹ. «Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι | |
5 | Θεῷ.» Τέθεικε δὲ καὶ τῆς ἀποφάσεως τὴν ἀπόδειξιν, ἤδη ταύτην γνωμικῶς σχηματίσας. «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Ὁ γὰρ μὴ ταῦτα οὕτως ἔχειν πιστεύσας, τῶν τῆς ἀρετῆς | |
10 | οὐκ ἀνέχεται πόνων. Οὐδὲ γὰρ ὁ γηπόνος τοὺς τῆς γεωργίας ὑπέμεινεν ἂν ἱδρῶτας, εἰ μὴ τῶν πόνων ἐπίστευσε τοὺς καρποὺς κομιεῖσθαι· οὕτω καὶ κυβερ‐ νήτης εἰς τοὺς λιμένας ἀποβλέπων τῶν παμπόλλων κινδύνων ἀνέχεται. | |
15 | ζʹ. «Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σω‐ τηρίαν τοῦ οἴκου αὑτοῦ, δι’ ἧς κατέκρινε τὸν κόσμον, καὶ κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.» Ἡ πίστις γὰρ αὐτὸν παρεσκεύασε κατασκευάσαι τὴν | |
20 | κιβωτόν. Εἰ γὰρ μὴ λίαν ἐπίστευσε τῷ τοῦτο ποιῆ‐ σαι κελεύσαντι, τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τὴν πονηρίαν ἠγάπησε. Κατέκρινε δὲ τὸν κόσμον, μόνος ἐξ ἁπάντων ἐκείνων τὴν εὐθεῖαν ὁδεύσας ὁδόν. Τῆς δὲ κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρο‐ | |
25 | νόμος, ἀντὶ τοῦ, ταύτην κατώρθωσεν. Οὐ γὰρ τὴν νομικὴν πολιτείαν μετῆλθεν· ἀλλὰ τῆς πίστεως γε‐ νόμενος τρόφιμος, τῶν ἀναῤῥήσεων ἔτυχε. ηʹ. «Πίστει ὁ καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξ‐ ελθεῖν εἰς τὸν τόπον, ὃν ἤμελλε λαμβάνειν εἰς κλη‐ | |
30 | ρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.» Τὸ, ὁ καλούμενος Ἀβραὰμ, διὰ τὴν τοῦ ὀνόματος ἐναλλαγὴν εἴρηκεν. Ἀβρὰμ γὰρ καλούμενος, Ἀβραὰμ ὠνομάσθη. Πιστεύσας δὲ τῷ καλέσαντι τὸν πατρῷον κατέλιπεν οἶκον, καὶ ἠκολούθησεν ἀγνοῶν ποίαν αὐτῷ | |
35 | δώσειν ἐπαγγέλλεται γῆν. «Δεῦρο γὰρ, ἔφη πρὸς αὐτὸν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.» θʹ. «Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἐν ἀλλοτρίᾳ, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς | |
40 | αὐτῆς.» Ἀλλ’ οὐδὲ παραγενόμενος εἰς τὴν ἐπηγγελ‐ μένην γῆν, ἐδέσποσε ταύτης, ἀλλὰ καὶ αὐτὸς, καὶ ὁ υἱὸς, καὶ ὁ ἔκγονος, μετοίκων ἔζησαν βίον, ὡς ἐν ξένῃ παροικοῦντες τῇ κατ’ ἐπαγγελίαν οἰκείᾳ. Οὗ δὴ χάριν οὐδὲ οἰκίας ἐδείμαντο, ἀλλ’ ἐν σκηναῖς διετέλε‐ | |
45 | σαν οἰκοῦντες. Ἐπίστευον δὲ ὅμως ἀληθῆ τὸν ἐπαγ‐ γειλάμενον εἶναι, καίτοι τῶν πραγμάτων τὴν μαρ‐ τυρίαν οὐχ ὁρῶντες συμφωνοῦσαν τῇ πίστει. ιʹ. «Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Οὐ γὰρ | |
82.760(50) | τῶν παρόντων ἐπεθύμει, ἀλλὰ τῶν μελλόντων ἱμεί‐ | |
ρετο. Ἐκεῖνα γὰρ ἀληθῶς βέβαιά τε καὶ μόνιμα. | ||
82.761 | Διὰ γὰρ τῶν θεμελίων τὸ διαρκὲς ἐσήμανεν. Ἀχει‐ ροποίητον δὲ πόλιν, τὴν ἐν οὐρανοῖς πολιτείαν ἐκάλεσε. Τοῦτο δὲ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀλλ’ | |
5 | εἰς αὐτὸν τὸν οὐρανόν.» ιαʹ. «Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς κατα‐ βολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.» Ἐγέλασε μὲν γὰρ τὸ πρῶτον οὐκ εἰδυῖα τοῦ ὑπ‐ | |
10 | ισχνουμένου τὴν φύσιν, καὶ τῆς ἀνθρωπείας φύσεως τοὺς ὅρους ἐπισταμένη. Ἀπηγόρευσε γὰρ τὸν τόκον, οὐ μόνον τὸ γῆρας, ἀλλὰ καὶ τῆς μήτρας ἡ πήρωσις. Ὕστερον μέντοι μαθοῦσα τὸν ὑποσχόμενον, καὶ ἐπί‐ στευσε, καὶ ἐγέννησεν ὡς ἐπίστευσε. | |
15 | ιβʹ. «Διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νε‐ νεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.» Ἀφ’ ἑνὸς τοῦ Ἀβραάμ. Εἰ δὲ καὶ ἀμφοτέρους ἕνα νοήσαιμεν, οὐχ ἁμαρτησόμεθα. | |
20 | «Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν.» Εἶτα συλλογιστικῶς δείκνυσι, τούτους ἅπαντας θεασαμένους μὲν διὰ τῆς πίστεως τῶν ἀγαθῶν πόνων τὰς ἀντιδό‐ σεις, κατὰ δὲ τὸν παρόντα βίον τούτων οὐκ ἀπολαύ‐ σαντας. Τούτου γὰρ οὕτω δειχθέντος, καὶ τοῦ κριτοῦ | |
25 | δικαίου συνομολογηθέντος, ὁ μέλλων συναπεδείκνυτο βίος. Οἱ γὰρ διὰ πάσης ὁδεύσαντες ἀρετῆς, τῶν δὲ πόνων τὰ ἆθλα κατὰ τὸν παρόντα βίον οὐκ εἰληφότες, δῆλον ὅτι λήψονται πάντως, ἐπειδήπερ δίκαιος ὁ κριτής. Οὐκοῦν ἔσται τις βίος ἕτερος, ἐν ᾧ τῶν νε‐ | |
30 | νικηκότων αἱ ἀναῤῥήσεις γενήσονται. Ταῦτα δὲ ἐν τοῖς ἑξῆς ὁ Ἀπόστολος διδάσκει· ιγʹ. «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λα‐ βόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόν‐ τες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι | |
35 | ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.» Οὕτως ὁ πατριάρχης Ἀβραὰμ εἴρηκε τοῖς υἱοῖς Χέτ· «Πάροι‐ κος ἐγὼ καὶ παρεπίδημός εἰμι μεθ’ ὑμῶν· δότε μοι κτῆσιν τάφου μεθ’ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ’ ἐμοῦ.» Καὶ ὁ τῆς γῆς ἁπάσης τὴν ἐπαγγελίαν | |
40 | δεξάμενος, οὐδὲ τριπηχυαῖον ἐκέκτητο τόπον. Τοῦτο καὶ ὁ καλλίνικος Στέφανος ἔφη· «Καὶ οὐκ ἔδωκεν αὐτῷ οὐδὲ βῆμα ποδός.» Οὕτω καὶ ὁ μακάριος Δαβὶδ, καίτοι βασιλεὺς ὢν, καὶ τῆς γῆς ἐκείνης δεσπόζων, διηνεκῶς ἐβόα, ὅτι «Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ | |
45 | παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.» ιδʹ. «Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.» Οἱ ξένους ἑαυτοὺς, φησὶν, ὀνομάζοντες δηλοῦσιν ὡς οὐδὲν οἰκεῖον κρίνουσι τῶν παρόντων, ἀλλ’ ἑτέρων ἐπιθυμοῦσι πραγμάτων. | |
82.761(50) | Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Εἰ ἐν τῷ ἀλλοτρίῳ πι‐ στοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;» ιεʹ. «Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς | |
ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι.» Εἰ γὰρ τὴν | ||
82.764 | Χαῤῥὰν, ἢ τὴν Χαλδαίων γῆν πατρίδα ὑπελάμβανεν ὁ πατριάρχης, καὶ τούτου χάριν πάροικον ἑαυτὸν ὠνόμαζε, τὴν Παλαιστίνην οἰκῶν, ῥᾷστα ἂν ὑπ‐ έστρεψεν ἐθελήσας. | |
5 | ιϛʹ. «Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπ‐ ουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.» Οὐχὶ οἰκοδομίαν τινὰ λέγει, ἀλλὰ τὴν ἐν οὐρανοῖς πο‐ λιτείαν. Τοῦτο γὰρ καὶ μετ’ ὀλίγα φησίν· «Ἀλλὰ | |
10 | προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Εἰς καιρὸν δὲ καὶ τὸ, οὐκ ἐπαισχύνεται τέθεικεν. Ὁ γὰρ τῶν δυνάμεων Κύ‐ ριος, καὶ τῶν ἀγγέλων Δεσπότης, καὶ οὐρανοῦ καὶ γῆς Ποιητὴς, ἐρωτηθεὶς, Τί ὄνομά σοι, τἄλλα πάντα | |
15 | καταλιπὼν ἔφη· «Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. Τοῦτό μοι ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεαῖς γενεῶν.» ιζʹ, ιηʹ. «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς | |
20 | ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Καὶ τῶν τοῦ Ἰσαὰκ ἀπογόνων τὸ πλῆθος ὁ Θεὸς ἐπηγγείλατο τῇ θαλαττίᾳ ψάμμῳ παραπλήσιον δείξειν, καὶ τὸν Ἰσαὰκ αὐτὸς γενέσθαι θυσίαν προσέταξεν. Ὑπὸ δύο | |
25 | τοίνυν λογισμῶν ἐναντίων ὁ πατριάρχης πολιορκού‐ μενος, καὶ πρὸς τούτοις τὴν φύσιν ἔχων δημίου παν‐ τὸς πικροτέρως καταξαίνουσαν, πάντα ῥᾳδίως ἐνί‐ κησε, καὶ τὴν θυσίαν προσήνεγκε. Δείκνυσι δὲ καὶ τὸν λογισμὸν, ᾧ χρησάμενος τοὺς ἄλλους ἐσκέ‐ | |
30 | δασε. ιθʹ. «Λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυ‐ νατὸς ὁ Θεός.» Τὸν γὰρ περὶ τοῦ πλήθους τῶν ἀπο‐ γόνων ἐγγενόμενον λογισμὸν κατηγωνίσατο, πιστεύσας ὡς καὶ σφαγέντα τὸν παῖδα δυνατὸν ἀναβιῶσαι βου‐ | |
35 | λομένου Θεοῦ. «Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκο‐ μίσατο,» τουτέστιν ὡς ἐν συμβόλῳ καὶ τύπῳ τῆς ἀναστάσεως. Τῇ γὰρ τοῦ πατρὸς ἀναιρεθεὶς προθυ‐ μίᾳ, τῇ τοῦ κεκωλυκότος τὴν σφαγὴν ἀνεβίω φωνῇ. Ἐν αὐτῷ δὲ προεγράφη καὶ τοῦ σωτηρίου πάθους ὁ | |
40 | τύπος οὗ δὴ χάριν καὶ ὁ Κύριος τοῖς Ἰουδαίοις ἔλεγεν· «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη.» κʹ. «Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ.» Οὐ γὰρ ἂν τὰς οὐχ | |
45 | ὁρωμένας ἔδωκεν εὐλογίας, εἰ μὴ τοῖς λόγοις ἀκο‐ λουθήσειν τὸ ἔργον ἐπίστευσε. καʹ. «Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.» Τὴν γὰρ τοῦ Ἐφραῒμ προεσή‐ | |
82.764(50) | μαινε βασιλείαν, καὶ τῶν δέκα φυλῶν τὴν ὑποταγήν. Οὗ δὴ χάριν αὐτὸς προτυποῖ τὴν ἐκείνων προσκύ‐ νησιν. | |
κβʹ. «Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου | ||
82.765 | τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὑτοῦ ἐνετείλατο.» Οὐκ ἂν γὰρ περὶ τῶν ὀστῶν ἔδω‐ κεν ἐντολὴν, εἰ μὴ ταῖς θείαις ἐπαγγελίαις ἐπίστευ‐ σεν. | |
5 | κγʹ. «Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὑτοῦ, διότι εἶδον ἀστεῖον τὸ παι‐ δίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.» Εἰς γὰρ τὸ τοῦ παιδὸς ἀποβλέψαντες εἶδος, θείας αὐτὸ κηδεμονίας ἤλπισαν ἀπολαύσεσθαι. | |
10 | κδʹ, κεʹ. «Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρ‐ νήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσ‐ καιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» Ὁ γὰρ ἐν βα‐ σιλείοις τρεφόμενος, καὶ παντοδαπῆς ἀπολαύων χλι‐ | |
15 | δῆς, καὶ τῆς βασιλίδος υἱὸς προσαγορευόμενος, οὐκ ἂν προείλετο τῶν ὁμοφύλων τὴν κακουχίαν, εἰ μὴ τοῖς τῆς πίστεως χρώμενος ὀφθαλμοῖς τὸν ἀγωνοθέτην ἑώρα. Ἁμαρτίας δὲ ἀπόλαυσιν, τὴν μετὰ τῶν δυσ‐ σεβούντων ἐκάλεσε βιοτήν. | |
20 | κϛʹ. «Μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.» Ἀντὶ τοῦ, τὸν ἐν τύπῳ Χριστοῦ, τὸν ἐοικότα τοῖς ὀνείδεσι τοῦ Χριστοῦ, τὸν κατὰ τῆς εὐσεβείας ὑπὸ τῶν ἐναντίων τολμώ‐ | |
25 | μενον. κζʹ. «Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως. Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.» Τὴν μὲν Αἴγυπτον φοβηθεὶς κατέλιπε, θαρσαλέως δὲ τὸν Αἰγύπτιον κατηκόντισε. Τὴν φυγὴν | |
30 | τοίνυν ἀντὶ τῆς αἰτίας τέθεικε τῆς φυγῆς. κηʹ. «Πίστει πεποίηκε τὸ Πάσχα, καὶ τὴν πρό‐ χυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτό‐ τοκα θίγῃ αὐτῶν.» Πίστεως γὰρ δίχα πῶς ἂν ἐπί‐ στευσεν ὡς αἵματι προβάτου κωλύεται θάνατος; Ἀλλὰ | |
35 | διὰ τοῦ τύπου τὴν ἀλήθειαν προεώρα, καὶ τοῦ Δεσπο‐ τικοῦ αἵματος ὠνειροπόλει τὴν δύναμιν. κθʹ. «Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατ‐ εποντίσθησαν.» Μετὰ πίστεως γὰρ πατάξας τῇ ῥάβδῳ | |
40 | τὰ ὕδατα, τὴν ξένην ἐκείνην ὁδὸν τῷ λαῷ κατεσκεύα‐ σεν, ἥτις τάφος τῶν Αἰγυπτίων ἐγένετο. λʹ. «Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.» Ἡ γὰρ τῶν σαλπίγγων ἠχὴ μετὰ πίστεως γενομένη μηχανημάτων δίκην τὰ τείχη | |
45 | κατέβαλε. λαʹ. «Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρή‐ νης.» Καὶ οὐκ ἐκώλυσεν ἡ τοῦ βίου παρανομία τὴν σωτηρίαν. Ἐκάλυψε γὰρ ἡ πίστις τῆς ἁμαρτίας τὰ | |
82.765(50) | τραύματα. Θαυμάσαι δὲ ἄξιον τὴν ἀποστολικὴν σο‐ φίαν, μᾶλλον δὲ ὑμνῆσαι προσήκει τοῦ θείου Πνεύ‐ ματος τὴν ἐνέργειαν, ὅτι τῷ Μωϋσεῖ, τῷ Ἀβραὰμ, καὶ τῷ Νῶε, καὶ τῷ Ἐνὼχ, καὶ τοῖς ἄλλοις ἁγίοις, ἀλλόφυλον γυναῖκα καὶ πόρνην συνέταξεν, ἵνα καὶ | |
55 | τῆς πίστεως ἐπιδείξῃ τὴν δύναμιν, καὶ καταστείλῃ | |
τὴν Ἰουδαίων ὀφρύν. Ἑξακόσιαι μὲν γὰρ αὐτῶν | ||
82.768 | χιλιάδες διὰ τὴν ἀπιστίαν ἐν τῇ ἐρήμῳ κατηναλώθη‐ σαν; οὐδὲν τῆς νομικῆς ἀπονάμενοι πολιτείας· αὕτη δὲ πόῤῥω μὲν οὖσα τῆς τοῦ Ἀβραὰμ συγγενείας, ἔξω δὲ τῆς νομικῆς ὑπάρχουσα πολιτείας, ἐν ἀκολα‐ | |
5 | σίᾳ τε τὸν πλεῖστον διαβιώσασα χρόνον, διὰ τῆς πί‐ στεως τὴν σωτηρίαν ἐδρέψατο, καὶ τῆς Ἐκκλησίας τὸν τύπον ἐσκιαγράφησεν. Ὥσπερ γὰρ αὕτη μετὰ πίστεως τοὺς κατασκόπους ἐδέξατο, οὕτως ἡ Ἐκκλη‐ σία τοὺς ἀποστόλους. Καὶ καθάπερ ἐκείνη σημεῖον | |
10 | ἔλαβε τῆς σωτηρίας τὸ σπαρτίον τὸ κόκκινον, οὕτως ἡ Ἐκκλησία διὰ τοῦ Δεσποτικοῦ αἵματος τῶν αἰωνίων ἀπήλαυσεν ἀγαθῶν. Τούτων οὕτω μνημονεύσας, ὁ θεῖος Ἀπόστολος, καὶ τὸ τῶν εἰρημένων θεασάμενος πλῆθος, συλλήβδην τῶν λοιπῶν μνημονεύει· | |
15 | λβʹ. «Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγού‐ μενον ὁ χρόνος περὶ Γεδεὼν, Βαράκ τε καὶ Σαμψὼν, καὶ Ἰεφθαὲ, Δαβίδ τε καὶ Σαμουήλ.» Τούτων τὰ μὲν ὀνόματα τέθεικε, τὰ δὲ τῶν κατορθωμάτων ἐσιώ‐ πησεν εἴδη. Ἐν δὲ τοῖς ἑξῆς ἀσαφῶς μὲν, λέγει δὲ | |
20 | ὅμως τὰ ἑκάστου πλεονεκτήματα. Εἶτα κοινῇ μνη‐ μονεύει τῶν ἄλλων, καί φησι· «Καὶ τῶν ἄλλων προ‐ φητῶν.» Λέγει δὲ καὶ τὰ κατορθωθέντα. λγʹ. «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.» Ὁ Γεδεὼν τὴν Μαδιὰν κατηνάλωσε, Σαμψὼν τοὺς | |
25 | ἀλλοφύλους, Βαρὰκ τὸ Σισάρα, Δαβὶδ καὶ Ἀμμανί‐ τας, καὶ Ἀμαληκίτας, καὶ Σύρους ἑκατέρους, Σα‐ μουὴλ τοὺς ἀλλοφύλους. «Εἰργάσαντο δικαιοσύνην.» Τοῦτο κοινὸν τῶν ἁγίων ἁπάντων. «Ἐπέτυχον ἐπαγ‐ γελιῶν.» Καὶ τῷ Ἀβραὰμ ἐπηγγείλατο ὁ Θεὸς ἐν τῷ | |
30 | σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη, καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ τὴν αὐτὴν ἔδωκεν εὐλογίαν, καὶ μέντοι καὶ τῷ Δαβὶδ τὰς περὶ τοῦ Δεσπότου Χρι‐ στοῦ δέδωκεν ὑποσχέσεις, καὶ τούτων διὰ τῶν ἔργων τὴν ἀλήθειαν ἔδειξεν. Ἐπηγγείλατο δὲ καὶ τὴν ἀπὸ | |
35 | Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν ἐπαγγελίαν πεπλήρω‐ κεν. «Ἔφραξαν στόματα λεόντων.» Ὁ Δανιήλ. λδʹ. «Ἔσβεσαν δύναμιν πυρός.» Οἱ περὶ τὸν Ἀνα‐ νίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ. «Ἔφυγον στό‐ ματα μαχαίρας.» Οἱ ἐν πολέμοις νενικηκότες. | |
40 | «Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας.» Οἱ περὶ τὸν Ζοροβάβελ ἐπανελθόντες, καὶ τῆς μὲν αἰχμαλωσίας ἀπαλλαγέντες, τοὺς δὲ πλησιοχώρους ἐπαναστάντας νενικηκότες. «Ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ.» Καὶ οἱ προῤῥηθέντες, καὶ οἱ τοῦ Ματταθίου παῖδες, | |
45 | Ἰούδας, καὶ Ἰωνάθης, καὶ Σίμων. «Παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.» Τὸ αὐτὸ διαφόρως εἴρηκεν. λεʹ. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νε‐ κροὺς αὑτῶν.» Ἠλία τοῦ πάνυ καὶ Ἑλισσαίου τὰ θαύματα. Ὁ μὲν γὰρ τῆς χήρας, ὁ δὲ τῆς Σωμανί‐ | |
82.768(50) | τιδος ἀνέστησε τὸν υἱόν. «Ἄλλοι δὲ ἐτυμπανίσθη‐ σαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείτ‐ τονος ἀναστάσεως τύχωσιν.» Οἱ περὶ τὸν Ἐλεάζα‐ ρον, καὶ τοὺς ἑπτὰ Μακκαβαίους, καὶ τὴν τούτων | |
μητέρα. | ||
82.769 | λϛʹ. «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον· ἔτι δὲ δεσμῶν καὶ φυλακῆς.» Οἱ αὐτοὶ, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. λζʹ. «Ἐλιθάσθησαν.» Ζαχαρίας ὁ ἱερεὺς, ὁ | |
5 | Ἰωδαὲ υἱός. «Ἐπρίσθησαν.» Τὸν προφήτην Ἡσαΐαν τοῦτο πεπονθέναι φασίν. «Ἐπειράσθησαν.» Ἀβραὰμ καὶ Ἰακώβ. «Ἐν φόνῳ μαχαίρας ἀπέθανον.» Τοῦτο καὶ ὁ Κύριος ἔφη· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολήσασα τοὺς | |
10 | ἀπεσταλμένους ἐπ’ αὐτήν.» «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (ληʹ.) ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. | |
15 | Οὕτως Ἠλίας ὁ μέγας, οὕτως Ἑλισσαῖος ὁ τῆς ἐκεί‐ νου χάριτος κληρονόμος, οὕτως οἱ πλεῖστοι τῶν προ‐ φητῶν, οἳ οὐδὲ οἰκίας ἔσχον, ἀλλὰ ξύλα τέμνοντες καλύβας ἑαυτοῖς κατεσκεύαζον. λθʹ, μʹ. «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ | |
20 | τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Οἱ μὲν οὖν τούτων ἀγῶ‐ νες τοσοῦτοι καὶ τηλικοῦτοι, ἀλλ’ ὅμως οὐδέπω τῶν στεφάνων ἀπήλαυσαν. Ἀναμένει γὰρ ὁ τῶν ὅλων Θεὸς | |
25 | τοὺς τῶν ἄλλων ἀγῶνας, ἵνα, τοῦ σταδίου λυθέντος, κοινῇ πάντας τῶν ἀναῤῥήσεων ἀξιώσῃ τοὺς νικηφό‐ ρους. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περι‐ | |
30 | κείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμε‐ νοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπο‐ μονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα.» Πάντοθεν ἡμῖν, φησὶ, τὰ τῆς εὐσεβείας ἀρχέτυπα πρόκειται, καὶ πλῆθος τοσοῦτον, νέφος μιμούμενον | |
35 | τῇ πυκνότητι, μαρτυρεῖ τῇ δυνάμει τῆς πίστεως. Εἰς τούτους τοιγαροῦν ἀφορῶντες, κοῦφοι περὶ τὸν δρό‐ μον γενώμεθα, καὶ τὸν τῶν περιττῶν φροντίδων ἀποῤῥίψωμεν ὄγκον. Οὕτω γὰρ διαφυγεῖν δυνησόμεθα καὶ τὴν ἁμαρτίαν τὴν ῥᾳδίως συνισταμένην. Ὑπο‐ | |
40 | μονῆς δὲ πρὸ τῶν ἄλλων ἁπάντων δεόμεθα, ἵνα τὸν προκείμενον ἀγῶνα νικήσωμεν. Εὐπερίστατον δὲ τὴν ἁμαρτίαν ἐκάλεσεν, ὡς εὐκόλως συνισταμένην τε καὶ γινομένην. Καὶ γὰρ ὀφθαλμὸς δελεάζεται, ἀκοὴ καταθέλγεται, ἁφὴ γαργαρίζεται, καὶ γλῶσσα ῥᾷστα | |
45 | διολισθαίνει, καὶ ὁ λογισμὸς περὶ τὸ χεῖρον ὀξύῤῥο‐ πος. Προστίθησι δὲ καὶ τὸ μεῖζον ἀρχέτυπον· βʹ. «Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.» Κατὰ τὸ ἀνθρώπινον ἀμφότερα τέθεικεν. «Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς | |
82.769(50) | ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.» Ἠδύνατο, φη‐ σὶ, μὴ παθεῖν, εἴπερ τοῦτο ἠθέλησεν· ἀλλὰ τοῦ πά‐ | |
θους ἠνέσχετο, πάντας εὐεργετῶν. Χαρὰ δὲ τοῦ | ||
82.772 | Σωτῆρος, τῶν ἀνθρώπων ἡ σωτηρία. Ὑπὲρ ταύτης τὸ πάθος ὑπέμεινε, καὶ μετὰ τὸ πάθος τῷ γεγεννη‐ κότι συνεδρεύει Πατρί. γʹ. «Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενη‐ | |
5 | κότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὑτοὺς ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.» Τὸ εἰς αὑτοὺς, ἀντὶ τοῦ εἰς ἑαυτούς. Λογίσασθε, φησὶ, παρ’ ὑμῖν αὐτοῖς, πόσην παρὰ τῶν ἁμαρτωλῶν ἀν‐ τιλογίαν ὑπέμεινεν ὁ τῶν ἁπάντων Δεσπότης. Ἱκα‐ | |
10 | νὴν γὰρ ἐντεῦθεν ψυχαγωγίαν καρπώσεσθε. Εἶτα καὶ δριμυτέραν αὐτοῖς ἰατρείαν προσφέρει. δʹ—ϛʹ. «Οὔπω μέχρις αἵματος ἀντεκατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ | |
15 | μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παι‐ δεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.» Οὐκ ἐναντία ταῦτα τοῖς πρόσθεν εἰρημένοις. Ἐκεῖ μὲν γὰρ αὐτοῖς ἐμαρτύρησεν, ὡς τὴν ἁρπαγὴν τῶν ὑπαρ‐ | |
20 | χόντων μεθ’ ἡδονῆς κατεδέξαντο, καὶ γενναίως ἤνεγ‐ καν τὰ ὑπὲρ τῆς εὐσεβείας ὀνείδη· ἐνταῦθα δὲ ὡς ὀκλάζουσι ἐπιμέμφεται· εἰς καιρὸν δὲ τὸ, Οὔπω μέ‐ χρις αἵματος ἀντεκατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι τέθεικεν, ἐκ παραλλήλου δεικνὺς | |
25 | πόσον ἀποδέουσιν ἐκείνων οἳ ἐλιθάσθησαν, καὶ ἐπρί‐ σθησαν, καὶ ἐν φόνῳ μαχαίρας ἀπέθανον. Εἶτα τῆς Παροιμιακῆς παραινέσεως ἀναμνήσας ἐπήγαγεν· ζʹ. «Εἰ παιδείαν ὑπομένετε.» Εἰ φέρετε γεν‐ ναίως τὰς ἐπιφερομένας παιδείας. «Ὡς υἱοῖς ὑμῖν | |
30 | προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παι‐ δεύει πατήρ; (ηʹ.) Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.» Οἱ πατέρες, φησὶ, τοὺς γνησίους παῖδας παιδεύειν εἰώθασι, καὶ μαστιγουμένους ὑπὸ τῶν δι‐ | |
35 | δασκάλων ὁρῶντες, οὐκ ἀνιῶνται. Τὸν γὰρ ἐκ τῆς παιδείας φυόμενον ὁρῶσι καρπόν. Τῶν μέντοι νόθων καταφρονοῦσι παίδων, καὶ τῆς ἴσης αὐτοὺς ἐπιμε‐ λείας οὐκ ἀξιοῦσιν. Εἰ τοίνυν καὶ ὑμεῖς τὴν παιδείαν ἐκκλίνετε, τῆς τῶν νόθων μερίδος ἐστέ. | |
40 | θʹ. «Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;» Τὴν παρὰ τῶν σωματικῶν πατέρων προσφερομένην παιδείαν δεχόμενοι, τοῦ πνευματικοῦ | |
45 | Πατρὸς τὴν παιδείαν οὐκ ἀσπαζόμεθα; Πατέρα καὶ πνευμάτων τὸν πνευματικὸν πατέρα κέκληκεν, ὡς τῶν πνευματικῶν χαρισμάτων πηγήν. Δι’ ἐκείνων δὲ ἡμῖν δέδωκε τὸ τῆς υἱοθεσίας ἀξίωμα. Ἔπειτα δείκνυσι καὶ τὸ τῆς παιδείας διάφορον. | |
82.772(50) | ιʹ. «Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας, κατὰ τὸ δο‐ κοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.» Καὶ ἐπ’ ἐκεί‐ | |
νων μὲν εἴρηκε, κατὰ τὸ δοκοῦν. Οὐ γὰρ ἅπαντες | ||
82.773 | τὸ συμφέρον διδάσκουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ τὸν καρπὸν ἔδειξε τῆς παιδείας. Ἁγίους γὰρ ἡμᾶς, φησὶν, ἀποφῆναι βούλεται, καὶ τῆς οἰκείας ἁγιότητος κοι‐ νωνούς. Εἶτα ὁριστικῶς· | |
5 | ιαʹ. «Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δο‐ κεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰ‐ ρηνικὸν τοῖς δι’ αὐτῆς. γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Πάσης παιδείας τὰ προοίμια λυπηρὰ, καὶ λίαν ἀνιαρά· ἀλλ’ ἀξιαγάστους φύει καρποὺς, | |
10 | τὴν κατὰ Θεὸν εἰρήνην, καὶ τὴν ἐπαινουμένην δικαιο‐ σύνην. Οὕτω καὶ ὁ Κύριος ἔφη, ὅτι «Στενὴ ἡ πύ‐ λη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.» ιβʹ, ιγʹ. «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ | |
15 | παραλελυμένα γόνατα ἀνορθώσατε. Καὶ τροχιὰς ὀρ‐ θὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Τούτων τὰ μὲν ἐκ τῶν Παροιμιῶν, τὰ δὲ ἐκ τῆς Ἡσαΐου τέθεικε προφητείας. Τὸ μὲν γὰρ, Τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν, | |
20 | ἡ Παροιμιακὴ διδάσκει παραίνεσις· τὸ δὲ, Ἰσχύσατε χεῖρας παρειμένας, καὶ γόνατα παραλελυμένα, ὁ προφήτης εἴρηκεν Ἡσαΐας. Αἰνίττεται δὲ διὰ τού‐ των ὁ θεῖος Ἀπόστολος, ὡς πρὸς τὸ πλῆθος τῶν κιν‐ δύνων ὀκλάζοντες, ὀκνηρότεροι περὶ τὸν τῆς εὐσεβείας | |
25 | ἐγένοντο δρόμον· ἱκανὰ δὲ ταῦτα καταλῦσαι καὶ Ναυάτου τὸν τῦφον. Τοὺς γὰρ λαμπρῶς ἀγωνισαμέ‐ νους, εἶτα χαυνωθέντας διαῤῥώννυσι, καὶ τοῖς τῆς μετανοίας θεραπεύει φαρμάκοις. Χωλὸν γὰρ εἰπὼν, τὴν ἴασιν ἐπηγγείλατο. Προσφέρει δὲ αὐτοῖς καὶ τῆς | |
30 | πρακτικῆς ἀρετῆς ὑποθήκας· ιδʹ. «Εἰρήνην διώκετε μετὰ πάντων.» Τοῦτο καὶ Ῥωμαίοις ἐπιστέλλων εἴρηκεν· «Εἰ δυνατὸν γὰρ, φησὶ, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Τὸ σὸν ποίησον· δεῖξον τὴν προθυμίαν. «Καὶ τὸν | |
35 | ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Ἁγιασμὸν τὴν σωφροσύνην ἐκάλεσε· ταύτην δὲ δυνατὸν καὶ τοὺς ἐν γάμῳ κατορθῶσαι. «Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοι‐ χοὺς κρινεῖ ὁ Θεός.» | |
40 | ιεʹ. «Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ.» Μὴ μόνον δὲ ἑαυτῶν, ἀλλὰ καὶ ἀλλήλων ἐπιμελεῖσθε, καὶ τὸν κλονούμενον ὑπερεί‐ δετε, καὶ τὸν χειραγωγίας δεόμενον ἰατρεύσατε. «Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ | |
45 | ταύτης μιανθῶσιν οἱ πολλοί.» Τοῦτο καὶ Κορινθίοις γέγραφεν· «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;» Ῥίζαν δὲ πικρίας, καὶ τὰ πονηρὰ δόγματα, καὶ τὸν διεφθαρμένον ὠνόμασε βίον. Τοῦτο γὰρ ἐπήγαγε· | |
82.773(50) | ιϛʹ. «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ.» | |
Πορνείαν τοῦ Ἡσαῦ τὴν γαστριμαργίαν ἐκάλεσε. | ||
82.776 | διὰ ταύτην γὰρ ἀπέδοτο τῶν πρωτοτοκίων τὴν εὐλο‐ γίαν. Οὐκ ἂν δέ τις ἁμάρτοι, πορνείαν αὐτοῦ καλέσας καὶ τὸν παράνομον γάμον· ἀλλοφύλους γὰρ γυναῖκας ἠγάγετο. | |
5 | ιζʹ. «Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονο‐ μῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.» Καὶ τοῦτο οἱ Ναυάτου ὅπλον οἰκεῖον νομί‐ ζουσιν, ἀλλὰ τοῖς οἰκείοις βληθήσονται βέλεσιν. Ὁ | |
10 | γὰρ Ἡσαῦ οὐ μετανοῶν ἐδάκρυσεν, ἀλλὰ τῇ τοῦ ἀδελφοῦ φθονῶν εὐπραξίᾳ. Ταυτὸ δὲ τοῦτο καὶ ὁ Κάϊν ὑπέμεινε. «Συνέπεσε γὰρ, φησὶ, τὸ πρόσωπον αὐ‐ τοῦ·» ἀλλ’ οὐχ ὅτι κακῶς προσενήνοχεν, ἀλλ’ ἐπειδὴ τὸν ἀδελφὸν εἶδε ψήφῳ θείᾳ τετιμημένον. Καὶ ὁ | |
15 | θεῖος Ἀπόστολος τοῦτο δι’ ὧν εἶπεν ᾐνίξατο. Μετα‐ νοίας γὰρ, φησὶ, τόπον οὐχ εὗρεν, ἀντὶ τοῦ, Οὐχ εὗρε τὴν τῆς μετανοίας ὁδὸν, οὐδὲ ἐθρήνησεν ἐφ’ οἷς κακῶς ἐβουλεύσατο. Ὠδύρατο δὲ, οὐ τὴν ἁμαρτίαν, ἀλλὰ τὴν τοῦ Ἰακὼβ εὐκληρίαν. Καὶ μαρτυρεῖ τὰ | |
20 | ῥήματα· «Ἐγγισάτωσαν γὰρ, ἔφη, αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.» Οὐχ ἁπλῶς δὲ τῶν κατὰ τὸν Ἡσαῦ ἐμνημόνευσεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ διδάσκων ὡς καὶ ἐκεῖνος πρωτότοκος ὢν, διὰ γαστριμαργίαν καὶ | |
25 | μοχθηρίαν ἀπεστερήθη τῆς εὐλογίας. Καὶ Ἰουδαῖοι τοῖς πρωτοτοκίοις τετιμημένοι, καὶ τοῖς περιττοῖς τοῦ νόμου διὰ γαστριμαργίαν δεδουλωμένοι, τῆς σωτηρίας ἐξέπεσον· τὰ δὲ ἔθνη, ὁ νέος λαὸς, οὗ τύ‐ πος ὁ Ἰακὼβ, τῶν πρωτοτοκίων ἀπήλαυσε. Παρ‐ | |
30 | εγγυᾷ τοίνυν τοῖς ἐξ Ἰουδαίων πεπιστευκόσι, μὴ τοῦ πρωτοτόκου τὴν παρανομίαν ζηλῶσαι, ἀλλὰ τῆς τοῦ νεωτέρου λαοῦ μεταλαχεῖν εὐλογίας. Ἐντεῦθεν πάλιν εἰς παρεξέτασιν ἑτέραν μεταφέρει τὸν λόγον· δεικνὺς τῶν ὑπὸ τοῦ Δεσπότου Χριστοῦ χορηγηθέντων ἀγα‐ | |
35 | θῶν τὴν ὑπεροχήν. ιηʹ—καʹ. «Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐ‐ | |
40 | τοῖς λόγον. Οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον. Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· ἔμφο‐ βός εἰμι καὶ ἔντρομος.» Φοβερὰ, φησὶν, ἦν ἐκεῖνα τὰ ἐν τῷ Σινᾷ ὄρει γεγενημένα· πῦρ ὁρατὸν, καὶ | |
45 | καπνὸς πάντοσε περιθέων, καὶ γνόφος, καὶ σκότος, καὶ θύελλα, καὶ σάλπιγγος ἠχὴ φοβερά. Καὶ τοσοῦτον ἐντεῦθεν ἐνεγένετο δέος, ὡς μὴ μόνον τὸν λαὸν εἰπεῖν τῷ θεσπεσίῳ Προφήτῃ· Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἀλλὰ καὶ αὐτὸν τὸν νομο‐ | |
82.776(50) | θέτην δεδιότα λέγειν· Ἔμφοβός εἰμι καὶ ἔντρομος. Καὶ τὰ μὲν φοβερὰ ἔδειξε, τὸν δὲ βλαστήσαντα ἐκ τούτων καρπὸν οὐκ ἐγύμνωσε· φανταζόμενον δὲ εἶπεν, ἐπειδὴ οὐκ αὐτὸν ἑώρων τὸν τῶν ὅλων Θεὸν, | |
ἀλλά τινα φαντασίαν τῆς θείας ἐπιφανείας. Ἀποκα‐ | ||
82.777 | λύπτει δὲ λοιπὸν τὸν τῆς χάριτος σκοπὸν, καί φησιν· κβʹ—κδʹ. «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυ‐ | |
5 | ριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτο‐ τόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ.» | |
10 | Ἐκεῖ, φησὶ, δέος, ἐνταῦθα δὲ ἑορτὴ καὶ παν‐ ήγυρις· καὶ ἐκεῖνα μὲν ἐν τῇ γῇ, ταῦτα δὲ ἐν τοῖς οὐρανοῖς· ἐκεῖ χιλιάδες ἀνθρώπων, ἐνταῦθα δὲ μυριάδες ἀγγέλων· ἐκεῖ ἄπιστοι καὶ παράνομοι, ἐνταῦθα ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν | |
15 | τοῖς οὐρανοῖς, καὶ πνεύματα δικαίων τετελειωμένων· ἐκεῖ διαθήκη παλαιὰ, ἐνταῦθα καινή· ἐκεῖ δοῦλος μεσίτης, ἐνταῦθα Υἱός· ἐκεῖ αἷμα ἀλόγων, ἐνταῦθα αἷμα Ἀμνοῦ λογικοῦ. Τὸ δὲ, κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ, ἀντὶ τοῦ, Διὰ τῶν πραγμάτων | |
20 | φθεγγόμενον, καὶ τὴν οἰκείαν δεικνύον ἐνέργειαν. Τὸ μὲν γὰρ τοῦ Ἄβελ αἷμα ᾄδεται· τοῦτο δὲ καὶ ἐνερ‐ γεῖ τὴν τῶν ἀνθρώπων σωτηρίαν. Πρωτοτόκους δὲ τοὺς ἐκλεκτοὺς κέκληκεν, ἐπειδὴ διπλοῦν κλῆρον κατὰ τὸν νόμον ἐλάμβανον οἱ πρωτότοκοι. Ταῦτα δὲ | |
25 | εἴρηκε, καὶ τὴν ὑπεροχὴν τούτων δεικνὺς, καὶ σπου‐ δαιότερον αὐτοῖς προσιέναι παρεγγυῶν. κεʹ. «Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ γῆς παραιτησά‐ μενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ | |
30 | οὐρανῶν ἀποστρεφόμενοι.» Ἐπειδὴ ἔφασαν ἐκεῖνοι «Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς,» παρακελεύεται αὐτοῖς μὴ ζηλῶσαι τὴν ἐκείνων παχύτητα, μηδὲ παραπλησίως ἐκείνοις κατα‐ λιπεῖν τὸν Δεσπότην, καὶ πρὸς τὸν οἰκέτην δραμεῖν, | |
35 | καὶ ἀντὶ τοῦ Θεοῦ τὸν Μωϋσέα λαβεῖν, καὶ ἀντὶ τῶν καινῶν προσμεῖναι τοῖς παλαιοῖς. Καίτοι, φησὶν, οὐκ οὐρανόθεν αὐτοῖς ὁ Θεὸς, ἀλλ’ ἐν τῷ Σινᾷ ὄρει τὴν νομοθεσίαν ἐδίδου· ἡμεῖς δὲ τὴν ἀπ’ οὐρανῶν ἐπιφάνειαν προσδεχόμεθα τοῦ Δεσπότου. Καὶ διδά‐ | |
40 | σκων ὡς αὐτὸς καὶ τούτων κἀκείνων νομοθέτης γε‐ γένηται, ἐπήγαγεν· κϛʹ. «Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε.» Ἐσα‐ λεύθη γὰρ τὸ ὅρος, τοῦ Θεοῦ σημαῖνον τὴν ἐπιφά‐ νειαν. «Νῦν δὲ ἐπαγγέλλεται λέγων· Ἔτι ἅπαξ | |
45 | ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.» Αὐτὸς, φησὶ, καὶ τότε τὴν γῆν ἔσεισεν, αὐτὸς καὶ τὸν οὐρανὸν σὺν τῇ γῇ προηγόρευσε σείσειν. κζʹ. «Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ | |
82.777(50) | σαλευόμενα.» Σεισμοὶ, φησὶ, γίνονται συνεχεῖς. Τὸ | |
τοίνυν ἅπαξ μεταβολήν τινα πραγμάτων δηλοῖ, καὶ | ||
82.780 | τῶν φθειρομένων τὴν ἐπὶ τὰ κρείττω μετάστασιν, ἅπερ μόνιμον λοιπὸν ἔξει τὴν φύσιν. κηʹ. «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ, | |
5 | μετὰ αἰδοῦς καὶ εὐλαβείας.» Τὸ δὲ, ἀσάλευτον, ἀντὶ τοῦ, Διαρκῆ, τέθεικεν. Ἔδειξε δὲ καὶ πῶς δεῖ προσφέρειν τῷ Θεῷ τὴν λατρείαν. Εἶτα καὶ τῶν θείων λογίων ἀναμιμνήσκει, τῷ φόβῳ προθυμοτέρους ποιῶν. | |
10 | κθʹ. «Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.» Πάλιν δὲ τὴν ἠθικὴν προσφέρει παραίνεσιν. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. αʹ. «Ἡ φιλαδελφία μενέτω.» Ἡ τοῦ ὀνόματος συνθήκη τὴν ἐπίτασιν τῆς ἀγάπης δηλοῖ. Ἐκ φίλου | |
15 | γὰρ καὶ ἀδελφοῦ ἓν συνέθηκεν ὄνομα. βʹ. «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύ‐ της γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.» Ἀβραὰμ ὁ πατριάρχης ὡς ἀνθρώποις γὰρ προσελθὼν, εὗρεν ἀγγέλους, καὶ τὸν ἀγγέλων Δεσπότην. Οὕτω καὶ ὁ | |
20 | μακάριος Λὼτ, ὡς ἀνθρώπους μὲν ὑπεδέξατο τοὺς ἀγγέλους, ὡς δὲ παρ’ ἀγγέλων τὴν εὐλογίαν ἐδέ‐ ξατο. γʹ. «Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων. ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» | |
25 | Κοινωνεῖτε διὰ τῆς συμπαθείας, καὶ τῆς προσφόρου θεραπείας, τοῖς ταῦτα πάσχουσι διὰ τὴν εὐσέ‐ βειαν. δʹ. «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» | |
30 | Τὸ μὲν γὰρ ἔννομον, τὸ δὲ λίαν παράνομον. Καὶ τὸ μὲν ὁ Θεὸς ἐνομοθέτησεν ἐξ ἀρχῆς· «Ποιήσωμεν γὰρ αὐτῷ, ἔφη, βοηθὸν κατ’ αὐτόν.» Καὶ διαπλάσας ἤγαγε καὶ συνῆψε, καὶ τὴν γαμήλιον δέδωκεν εὐλο‐ γίαν· «Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πλη‐ | |
35 | ρώσατε τὴν γῆν.» Τὴν δὲ μοιχείαν καὶ πορνείαν ὁ ἀκόλαστος ἐπεισήγαγε λογισμός. εʹ. «Ἀφιλάργυρος ὁ τρόπος.» Οὐ τὴν κτῆσιν ἀπηγόρευσεν, ἀλλὰ τὸ χρημάτων ἐρᾷν. Ἐντεῦθεν γὰρ ἡ πλεονεξία γεννᾶται. «Ἀρκούμενοι τοῖς παρ‐ | |
40 | οῦσιν.» Αὔξειν τὰ ὄντα σπουδαζέτω μηδείς· ἐπαι‐ νουμένη γὰρ ἡ αὐτάρκεια. Δίδωσι δὲ καὶ ἐχέγγυον τῆς παραινέσεως ἱκανόν. «Αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Ἀψευδὴς ὁ ὑποσχόμενος, πιστῶς τὴν ἐπαγγελίαν δεξώμεθα· | |
45 | τοῦτο γὰρ ἐπήγαγεν· ϛʹ. «Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρω‐ πος.» Ἀναγκαίως καὶ τοῦτο τῇ παραινέσει προσ‐ ήρμοσεν, ἵνα καταθαῤῥήσωσι τῶν διωκόντων, εἰς τὸν | |
82.780(50) | Θεὸν ἀποβλέποντες. | |
82.781 | ζʹ. «Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦν‐ τες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πί‐ στιν.» Περὶ τῶν ἤδη τετελευτηκότων ἁγίων ἔφη, | |
5 | Στεφάνου τοῦ πρωτομάρτυρος, Ἰακώβου τοῦ Ἰωάν‐ νου ἀδελφοῦ, Ἰακώβου τοῦ ἐπίκλην Δικαίου. Καὶ ἕτεροι δὲ πλεῖστοι ὑπὸ τῆς Ἰουδαίων ἀνῃρέθησαν λύττης. Εἰς τούτους, φησὶν, ἀφορῶντες, καὶ τὴν ἀξιέπαινον αὐτῶν μανθάνοντες πολιτείαν, τὴν πίστιν | |
10 | ζηλώσατε. ηʹ. «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Καὶ τοῦτο οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ τοῖς ἀναιρεθεῖσι προσήρμοσε, διδάσκων ὡς καὶ αὐτὸς ὑπὸ Ἰουδαίων τῷ σταυρῷ προσηλώθη. Δείκνυσι | |
15 | δὲ αὐτοῦ καὶ τὴν αἰώνιον ὕπαρξιν. Χθὲς γὰρ καὶ σήμερον τὴν ἀνθρωπείαν ἐκάλεσε φύσιν· αἰώνιον δὲ τὴν θεότητα προσηγόρευσε. Τὸν δὲ αὐτὸν ἔφη καὶ τοῦτο εἶναι κἀκεῖνο· ἐπειδὴ εἷς Υἱὸς μονογενὴς ὁ αὐτὸς καὶ πρωτότοκος. | |
20 | θʹ. «Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέ‐ ρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατή‐ σαντες.» Διδασκαλίας ξένας ἐκάλεσε τὰς ταῖς εὐαγγελικαῖς ἐναντίας. Παρακελεύεται τοίνυν αὐτοῖς | |
25 | τῆς χάριτος προσμεῖναι διδασκαλίᾳ, καὶ τὰς νομικὰς παρατηρήσεις καταλιπεῖν. Οὐδεὶς γὰρ, φησὶν, ἐκ τούτων ὄνησιν ἐκαρπώσατο. Ἐπειδὴ δὲ καὶ ὁ θεῖος νεὼς κατὰ τὸν καιρὸν ἐκεῖνον εἱστήκει, καὶ τὰ ἱερὰ κατὰ νόμον ἐθύετο, ἀναγκαίως ἐπήγαγεν· | |
30 | ιʹ. «Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχου‐ σιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.» Τοῦτο, φησὶ, τοῦ παλαιοῦ πολλῷ τιμιώτερον· ἐκεῖνο γὰρ τούτου σκιά. Ἐκεῖνο δέχεται τὰς ἀλόγους θυσίας· τοῦτο δὲ τὴν λογικήν τε καὶ θείαν. Οὗ δὴ χάριν οὐ‐ | |
35 | δεὶς ἐκείνων τῶν ἱερέων ταύτης μεταλαγχάνει, εἰ μὴ πρότερον τὴν εἰς τὸν Κύριον δέξηται πίστιν. ιαʹ, ιβʹ. «Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὸ καὶ | |
40 | Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε.» Βλέπετε τὸν τύπον, καὶ παράθετε τὴν ἀλήθειαν, καὶ τὴν ὁμοιότητα θεωρή‐ σατε. Δάμαλιν πυῤῥὰν ὁ νόμος ἐκέλευσε σφαγῆναι, καὶ ἐκ τοῦ ταύτης αἵματος τὸν ἀρχιερέα λαβεῖν, καὶ | |
45 | πρὸ τοῦ ἱλαστηρίου ῥᾶναι τῷ δακτύλῳ ἑπτάκις. Αὐ‐ τὴν μέντοι τὴν δάμαλιν ἔξω τῆς παρεμβολῆς κατα‐ καίοντες, τὴν κόνιν ἐλάμβανον, καὶ διὰ ταύτης τοὺς καλουμένους ἀκαθάρτους ἐκάθαιρον. Τοῦτο δὲ τοῦ σωτηρίου πάθους ἐπλήρου τὸν τύπον. Καὶ γὰρ ἐν‐ | |
82.781(50) | ταῦθα τὸ ἐξ Ἀδὰμ σῶμα τὸ ἐρυθρὸν σημαίνει τὸ ὄνομα τῇ Ἑβραίων φωνῇ. Ἔξω δὲ τῆς πύλης τῷ σταυρῷ προσηλώθη· τὸ δὲ τούτου αἷμα τὰς ἡμετέρας καθαίρει ψυχάς. Ἀντὶ δὲ τῆς κόνεως αὐτὸ τὸ ζωο‐ | |
ποιὸν ἡμῖν γίνεται σῶμα. | ||
82.784 | ιγʹ. «Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» Ἔξω τῆς παρεμβολῆς, ἀντὶ τοῦ, Ἔξω τῆς κατὰ νόμον γενώμεθα πολιτείας, φέροντες τὰ ὑπὲρ τοῦ σεσω‐ | |
5 | κότος ὀνείδη. ιδʹ. «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.» Καταφρονήσωμεν τοίνυν τῶν παρόντων, καὶ προσμείνωμεν ἐκεῖνα τὰ μόνιμά τε καὶ διαρκῆ. | |
10 | ιεʹ. «Δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ, τουτέστι καρπὸν χειλέων ὁμολο‐ γούντων τῷ ὀνόματι αὐτοῦ.» Οὐδὲν γὰρ ἡμᾶς ὀνίνη‐ σιν ὑμνῳδία τῷ Θεῷ προσφερομένη δίχα τῆς εἰς τὸν Υἱὸν πίστεως. Ἐπειδὴ γὰρ Ἑβραίοις ἔγραφεν, οἱ | |
15 | μόνον τιμᾷν εἰώθασι τὸν Πατέρα, ἀναγκαίως τὸ, δι’ αὐτοῦ, προστέθεικε. ιϛʹ. «Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλαν‐ θάνεσθε. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.» Ἔδειξε τὴν τῆς αἰνέσεως θυσίαν ἀρέσκουσαν | |
20 | τῷ Θεῷ. Συνέζευξε δὲ αὐτῇ καὶ τὴν τῆς εὐποιίας, ἢν κοινωνίαν εἰκότως ἐκάλεσε. Καὶ γὰρ ὁ Κύριος ἔφη· «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδι‐ κίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰω‐ νίους αὑτῶν σκηνάς.» Καὶ ὁ θεῖος Ἀπόστολος· «Τὸ | |
25 | ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα γένη‐ ται καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέ‐ ρημα, ὅπως γένηται ἰσότης.» Κοινωνία τοίνυν ἐστὶ καὶ ἀντίδοσις. Ὁ μὲν γὰρ δίδωσι χρήματα, ὁ δὲ ἀντιδίδωσιν εὐλογίαν, καὶ ἔστι τοῦ δεομένου τὰ μεί‐ | |
30 | ζονα. ιζʹ. «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπεί‐ κετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.» | |
35 | Παραινεῖ μὲν τοῖς μαθηταῖς ὑπακούειν τοῖς διδα‐ σκάλοις. Διήγειρε δὲ κατὰ ταυτὸν καὶ τοὺς διδασκά‐ λους εἰς πλείονα προθυμίαν· διδάσκει γὰρ αὐτοὺς ἀγρυπνεῖν, καὶ τὰς εὐθύνας δειμαίνειν. ιηʹ. «Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ | |
40 | ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.» Διεβέβλητο αὐτοῖς ὡς τἀναντία τῷ νόμῳ κηρύττων. Διδάσκει τοίνυν αὐτοὺς ὡς οὐκ ἄλλου του χάριν τοῦτο ποιεῖ, ἀλλὰ τῷ θείῳ λόγῳ πειθό‐ μενος. Διά τοι τοῦτο καὶ τὴν συνείδησιν εἰς μαρτυ‐ | |
45 | ρίαν ἐκάλεσεν. ιθʹ. «Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶμεν ὑμῖν.» Δότε τῶν προσευχῶν τὴν βοήθειαν, συνεργήσατέ μου τῇ προ‐ θυμίᾳ· ποθῶ γὰρ ὑμᾶς θεάσασθαι. | |
82.784(50) | κʹ, καʹ. «Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ | |
εἰς τὸ ποιῆσαι θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ | ||
82.785 | εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἀναγ‐ καίως τὴν εὐλογίαν τῇ διδασκαλίᾳ προστέθεικε, καὶ οἷόν τινας σφραγῖδας τοῖς πολλοῖς ἐπέθεικε λόγοις. | |
5 | Ποιμένα δὲ προβάτων μέγαν τὸν Δεσπότην προσ‐ ηγόρευσε Χριστόν· αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Αἰώνιον δὲ τὴν καινὴν κέκληκε διαθήκην, ὡς ἑτέρας μετὰ ταύτην οὐκ ἐσομένης. Ἵνα γὰρ μή τις ὑπολάβῃ καὶ ταύτην δι’ ἄλλης δια‐ | |
10 | θήκης παυθήσεσθαι, εἰκότως αὐτῆς τὸ ἀτελεύτητον ἔδειξε. κβʹ. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἐπ‐ έστειλα ὑμῖν.» Ἀσμένως δέξασθε τὴν παρ’ ἐμοῦ | |
15 | πεμφθεῖσαν διὰ τῶν γραμμάτων παράκλησιν. Ἵνα γὰρ μηδένα τῶν λόγων ἀποκναίσῃ τὸ μῆκος, ἐν κε‐ φαλαίῳ γέγραφα τὴν Ἐπιστολήν. κγʹ. «Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυ‐ μένον, μεθ’ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.» | |
20 | Ἔδειξεν ὡς δι’ αὐτοῦ πέπομφε τὴν Ἐπιστολήν. Εἰκὸς δὲ ἦν αὐτοὺς καὶ χαίρειν αὐτῷ, ἐπειδήπερ καὶ αὐτὸς περιτετμημένος ὑπῆρχεν. κδʹ. «Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους.» Αἰνίττεται ὁ λόγος ὡς οἱ | |
25 | προστατεύοντες αὐτῶν τοιαύτης διδασκαλίας οὐκ ἔχρῃζον. Οὗ δὴ χάριν οὐκ ἐκείνοις ἐπέστειλεν, ἀλλὰ τοῖς μαθηταῖς. «Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰτα‐ λίας.» Ἔδειξε πόθεν γέγραφε τὴν Ἐπιστολὴν, καὶ κατὰ ταυτὸν ἐδίδαξεν, ὡς ἐν βραχεῖ καιρῷ πάντα τὸ | |
30 | εὐαγγελικὸν διέδραμε κήρυγμα, καὶ τὰ ἔθνη κατὰ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν τῆς εὐλογίας τετύχηκεν. κεʹ. «Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.» Τὸ σύνηθες ἀκροτελεύτιον τέθεικε, τὴν τῆς χάριτος αὐ‐ | |
35 | τοῖς ἐπευξάμενος μετουσίαν. Ἡμεῖς δὲ τὸν τῶν και‐ νῶν καὶ τῶν παλαιῶν ἀνυμνήσωμεν νομοθέτην, καὶ τῆς παρ’ αὐτοῦ τυχεῖν ῥοπῆς ἱκετεύσωμεν· ἵνα τοὺς θείους αὐτοῦ φυλάξαντες νόμους, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· | |
40 | μεθ’ οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Ἑβραίους ἐγράφη ἀπὸ Ἰταλίας διὰ Τιμο‐ | |
θέου. | ||
82.788(1t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
2t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
3t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ Αʹ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΣ. | |
7 | ΥΠΟΘΕΣΙΣ. Λυκαὼν ὁ τρισμακάριος Τιμόθεος ἦν. Καταλιπὼν δὲ καὶ πατρίδα, καὶ οἰκίαν, καὶ τοὺς γεγεννηκότας, | |
10 | εἴπετο τῷ Ἀποστόλῳ, πάντων ὁμοῦ τὴν σὺν αὐτῷ διαγωγὴν προαιρούμενος. Τούτῳ τῆς Ἀσίας τὴν ἐπι‐ μέλειαν ἐνεχείρισεν ὁ θεσπέσιος Παῦλος. Γράφει τοί‐ νυν αὐτῷ, πρῶτον μὲν τοὺς τἀναντία διδάσκειν ἐπι‐ χειροῦντας ἐπιστομίζειν παρακαλῶν· εἶτα τῆς ἐκ‐ | |
15 | κλησιαστικῆς αὐτὸν λειτουργίας ἐκπαιδεύων τὴν τάξιν· ἔπειτα καὶ τῶν ἱερατικῶν, καὶ μέντοι καὶ τῶν ἄλλων ταγμάτων τῆς πολιτείας τοὺς χαρακτῆρας ὑποδεικνύς. Προηγόρευσε δὲ καὶ τῶν δυσωνύμων αἱ‐ ρετικῶν τὰ ὀλέθρια σπέρματα. Παρῄνεσε δὲ καὶ αὐτῷ | |
20 | ποιεῖν ἅπερ προσήκει ποιεῖν τὸν ψυχῶν κηδεμονίαν πεπιστευμένον. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπι‐ ταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χρι‐ | |
25 | στοῦ τῆς ἐλπίδος ἡμῶν.» Διδάσκει τὸν μαθητὴν, ὡς τὴν ἀποστολικὴν ἀξίαν οὐχ ἥρπασεν, ἀλλὰ προστα‐ χθεὶς ὑπὸ τοῦ Θεοῦ προσέφερεν ἅπασι τὸ σωτήριον κήρυγμα. Συνῆψε τῷ Θεῷ καὶ τὸν Δεσπότην Χριστὸν, τὴν ὁμοτιμίαν δεικνύς. Σωτηρίαν δὲ τὸν Θεὸν καὶ | |
30 | τὸν Χριστὸν ἐλπίδα κέκληκεν, οὐ διαιρῶν τὰ ὀνό‐ ματα, καὶ τῷ μὲν τοῦτο, τῷ δὲ ἐκεῖνο προσνέμων, ἀλλ’ ἀμφότερα ἐφ’ ἑκατέρου προσώπου νοῶν. Καὶ γὰρ ὁ μακάριος Δαβὶδ ἀμφότερα ἐφ’ ἑνὸς προσώπου τέ‐ θεικεν· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, | |
35 | ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. βʹ. «Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἄγαν ἁρμοδίως τῷ σχετικῷ ὀνό‐ ματι τὴν πίστιν συνέζευξεν. Οὐ γὰρ ἡ φύσις, ἀλλ’ ἡ | |
40 | πίστις υἱὸν αὐτὸν ἀπειργάσατο. Πεπιστευκὼς γὰρ τῷ θείῳ κηρύγματι, πατέρα καλεῖν ἠξιώθη τὸν θεῖον Ἀπόστολον. γʹ, δʹ. «Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν | |
Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγεί‐ | ||
82.789 | λῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύ‐ θοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει.» Οἱ ἐξ Ἰουδαίων πεπιστευκότες, ἐπὶ τῇ γνώσει τῆς | |
5 | Παλαιᾶς Διαθήκης μέγα φρονοῦντες, ζητήματα ἄττα τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι προσέφερον, ἐλέγχειν μὲν αὐτοὺς ὡς ἀμυήτους τῶν θείων λογίων πειρώμενοι, φυλάττειν δὲ τὴν νομικὴν πολιτείαν παραπείθειν ἐπιχειροῦντες. Οὕτω καὶ τὰς ἐξ Ἀβραὰμ καὶ Δαβὶδ | |
10 | γενεαλογίας κατέλεγον, ἐρευνῶντες δῆθεν εἰ ἀληθῶς ἐκ τούτων ὁ Κύριος κατὰ σάρκα γεγέννηται. Παρεγ‐ γυᾷ τοίνυν ὁ θεῖος Ἀπόστολος τῷ θαυμασίῳ Τιμοθέῳ τούτους μὲν ἐπιστομίζειν, καὶ μὴ συγχωρεῖν αὐτοῖς παραφθείρειν τὸν τῆς διδασκαλίας κανόνα· τοῖς δέ γε | |
15 | ἄλλοις παρακελεύεσθαι τῇ τούτων μὴ προσέχειν ἀδολεσχίᾳ. Μύθους δὲ οὐ τὴν τοῦ νόμου διδασκαλίαν ἐκάλεσεν, ἀλλὰ τὴν Ἰουδαϊκὴν ἑρμηνείαν, τὴν ὑπ’ αὐτῶν καλουμένην δευτέρωσιν· καὶ διδάσκει ὡς αἱ μὲν περιτταὶ ζητήσεις ἀνόνητοι, ἡ δὲ πίστις φωτί‐ | |
20 | ζει τὸν νοῦν, καὶ ἐπιδείκνυσι τὰς θείας οἰκονομίας. εʹ. «Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου.» Δείξας τῆς ἐκείνων μυθολο‐ γίας τὸ ἀκερδὲς, προὔθεικε τῆς οἰκείας διδασκαλίας | |
25 | τὸ χρήσιμον. Προσήκει γάρ σε, φησὶ, διδάσκειν αὐτοὺς εἰλικρινῶς ἀγαπᾷν τὸν εὐεργέτην Θεὸν, καὶ πίστιν ἔχειν ἀκραιφνῆ, τῇ τοῦ συνειδότος μαρτυρίᾳ βεβαιου‐ μένην. Εἶτα πάλιν τὸν κατηγορικὸν ἀνέλαβε λόγον. ϛʹ, ζʹ. «Ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς | |
30 | ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαι‐ οῦνται.» Δεδήλωκεν ὡς οὐ περὶ τῶν προφανῶς ἐναν‐ τίων ταῦτα λέγει, ἀλλὰ περὶ τῶν πεπιστευκέναι μὲν τῷ Κυρίῳ λεγόντων, τὴν εὐαγγελικὴν δὲ διαφθει‐ | |
35 | ρόντων διδασκαλίαν, καὶ τοὺς ἀνοήτους αὑτῶν λο‐ γισμοὺς τῶν θείων λογίων σοφωτέρους ὑπειληφότων. Ὅτι δὲ ἐξ Ἰουδαίων οὗτοι ἦσαν, σαφῶς διδάσκει τὸ, θέλοντες εἶναι νομοδιδάσκαλοι. Ἐπειδὴ δὲ σφο‐ δροτέροις κατὰ τούτων ἐχρήσατο λόγοις, ἵνα μή τις | |
40 | αὐτὸν ὑπολάβῃ τοῦ νόμου κατηγορεῖν, ἀναγκαίως ἐπήγαγεν· ηʹ. «Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται.» Οὐ τῷ νόμῳ μέμφομαι, ἀλλὰ τοῖς κακοῖς διδασκάλοις τοῦ νόμου. Οἶδα γὰρ τὸν νόμον | |
45 | ὠφέλιμον τοῖς φυλάττειν προαιρουμένοις τὸν τούτου σκοπόν. Τὸ γὰρ, ἐάν τις αὐτῷ νομίμως χρῆται, τοῦτο δηλοῖ, ἐάν τις ἀκολουθῇ αὐτοῦ τῷ σκοπῷ. Σκο‐ πὸς δὲ τῷ νόμῳ, προσαγαγεῖν ἡμᾶς τῷ Δεσπότῃ Χριστῷ, μετὰ τὴν ἐκείνου παρουσίαν μηκέτι κρα‐ | |
82.789(50) | τεῖν. Τοῦτο γὰρ καὶ Γαλάταις ἐπιστέλλων εἴρηκεν· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.» Τῷ νόμῳ γὰρ, φησὶ, πειθόμενος, οὐ φυ‐ λάττω τὸν νόμον. Δείκνυσι δὲ καὶ ἑτέρως περιττὸν | |
τὸν νόμον, τοῖς φύσει οὐ μετιοῦσι καλά. | ||
82.792 | θʹ, ιʹ. «Εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτω‐ λοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητρα‐ λοίαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀν‐ | |
5 | δραποδισταῖς, ψεύσταις, ἐπιόρκοις.» Τούτων, φη‐ σὶν, ἁπάντων ὁ νόμος ἀπαγορεύει τὴν πρᾶξιν· ὁ δὲ τούτων ἀπεχόμενος τῆς νομικῆς οὐ δεῖται διαγο‐ ρεύσεως. Ταῦτα δὲ καὶ ἡμεῖς τῆς καινῆς διαθήκης οἱ κήρυκες ὡσαύτως ἀπαγορεύομεν. Τοῦτο γὰρ δηλοῖ | |
10 | τὰ ἑξῆς. «Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντί‐ κειται, (ιαʹ) κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μα‐ καρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.» Ἔδειξεν ὡς τὰ ἀναγκαῖα τοῦ νόμου συνῳδὰ τῷ Εὐαγγελίῳ καὶ σύμ‐ | |
15 | φωνα. Ἀναγκαῖα δὲ τοῦ νόμου τὸ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ οὐ κλέψεις, καὶ ὅσα τοιαῦτα. Πε‐ ριττὰ δὲ, τὰ περὶ θυσιῶν, καὶ ἡμερῶν, καὶ νεκρῶν, καὶ λεπρῶν, καὶ τὰ τούτοις προσόμοια· ὧν τὴν ἐκπλήρωσιν τῷ ἀφιερωθέντι συνέζευξε τόπῳ, ἵνα | |
20 | ἐκείνου λυθέντος, δειχθῇ καὶ τούτων ἡ λύσις. Εὐαγ‐ γέλιον δὲ δόξης, τὸ κήρυγμα κέκληκεν, ἐπειδὴ τὴν μέλλουσαν δόξαν ἐπαγγέλλεται τοῖς πιστεύουσιν. Ὁ μέντοι θεῖος Ἀπόστολος εἰρηκὼς πεπιστεῦσθαι τὸ Εὐαγγέλιον, εἰς μνήμην ἦλθεν ὧν πάλαι κατὰ τῆς | |
25 | Ἐκκλησίας ἐτόλμησε, καὶ ὕμνοις τὸν εὐεργέτην ἠμείψατο, βοῶν. ιβʹ, ιγʹ. «Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χρι‐ στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφη‐ | |
30 | μον, καὶ διώκτην, καὶ ὑβριστήν.» Οὐ γὰρ οἰκείᾳ δυνάμει χρώμενος ταύτην τοῖς ἀνθρώποις προσφέρω τὴν διδασκαλίαν, ἀλλ’ ὑπὸ τοῦ σεσωκότος ῥωννύμενός τε καὶ νευρούμενος· ὃς τὸν κατ’ αὐτοῦ λυττῆσαι τετολμηκότα, πιστὸν ἀπέφηνε τοῦ Εὐαγγελίου διά‐ | |
35 | κονον. Δείκνυσι δὲ καὶ αὐτὸν τῆς μεταβολῆς τὸν τρό‐ πον. «Ἀλλ’ ἠλεήθην.» Τίς δὲ τοῦ ἐλέους ἡ πρόφα‐ σις; «Ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.» Ἐτύφλωτ‐ τον γὰρ, οὐχ ἑώρων τὸ φῶς. Οὐ γὰρ φθόνῳ βαλλό‐ μενος ἐπολέμουν, ἀλλ’ ὑπὲρ τοῦ νόμου δῆθεν ἀγω‐ | |
40 | νιζόμενος. Τί δὲ μετὰ ταῦτα πεποίηκας; ιδʹ. «Ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ἔδειξε πρὸς οἷς ἔλαβεν ἅπερ αὐτὸς συνεισήνεγκε. Τυχὼν γὰρ τῆς ἄνωθεν χάριτος, τὴν πίστιν καὶ τὴν | |
45 | ἀγάπην προσήνεγκεν. Εἰλικρινῶς γὰρ πιστεύσας, θερμῶς ἄγαν ἠγάπησε, καὶ τῷ ἔρωτι τούτῳ πυρπο‐ λούμενος διετέλεσεν. Οὕτω τὰ καθ’ ἑαυτὸν γυμνώ‐ σας, δείκνυσι ταύτην πᾶσι προκειμένην τὴν χά‐ ριν. | |
82.792(50) | ιεʹ. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, ἀψευδὴς καὶ ἀλη‐ θής. «Καὶ πάσης ἀποδοχῆς ἄξιος.» Ἀξιάγαστος, | |
καὶ πάσης ἄξιος εὐφημίας. «Ὅτι Χριστὸς Ἰησοῦς | ||
82.793 | ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.» Ὅτι μὲν ἁμαρτωλῶν χάριν ὁ Μονογενὴς ἐνηνθρώπησε, καὶ αὐτὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξεν· «Οὐκ ἦλθον γὰρ, φησὶ, καλέσαι δικαίους, | |
5 | ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Τῶν δὲ ἁμαρτω‐ λῶν ἁπάντων πρῶτον ἑαυτὸν φάναι, καὶ αὐτὸν ὑπερ‐ βαίνει τῆς ταπεινοφροσύνης ὅρον. Διὰ δὲ τῶν ἑξῆς καὶ ἕτερόν τι μεῖζον κατασκευάζει. Προσήκει δὲ πρότερον αὐτὰ θεῖναι τὰ ῥήματα, καὶ τότε τὴν ἑρμη‐ | |
10 | νείαν προσθεῖναι. ιϛʹ. «Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶ‐ τον ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακρο‐ θυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.» Καθάπερ, φησὶν, | |
15 | ἰατρὸς ἐν οἰκίᾳ μιᾷ πολλῶν κατὰ ταυτὸν ἀῤῥωστούν‐ των, καὶ πάντων ἀπαγορευσάντων τὴν ὑγείαν, ἕνα λαβὼν χαλεπώτατα διακείμενον, καὶ τούτῳ προσ‐ ενεγκὼν τὰ ἀλεξίκακα φάρμακα, καὶ εἰς τὴν ἄκραν αὐτὸν μεταγαγὼν ὑγείαν, πᾶσι τοῖς ἄλλοις ἐντίθησι | |
20 | θάρσος· οὕτως ὁ Δεσπότης Χριστὸς ὁ τῶν ψυχῶν ἰατρὸς, τῆς τῶν ἁμαρτωλῶν ἕνεκα σωτηρίας ἐναν‐ θρωπήσας, ἐμὲ τῶν πάντων παρανομώτατον εἰς μέ‐ σον ἀγαγὼν, οὐ μόνον τῶν προτέρων ἠλευθέρωσε κηλίδων, ἀλλὰ καὶ μεγίσταις ἐπέκλυσε δωρεαῖς· δι’ | |
25 | ἐμοῦ πᾶσιν ἀνθρώποις τὴν ἀμέτρητον μακροθυμίαν δεικνὺς, ἵνα μηδεὶς τῶν μεγάλα παρανενομηκότων εἰς ἐμὲ ἀποβλέπων ἀπαγορεύσῃ τὴν σωτηρίαν. Ἀλλ’ ὁ μὲν θεῖος Ἀπόστολος ταῦτα εἴρηκε μετρίῳ κεχρη‐ μένος φρονήματι. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ βίον | |
30 | ἑαυτῷ συνῄδει παράνομον· πῶς γὰρ, ὅς γε Φιλιπ‐ πησίοις γράφων εἴρηκε· «Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος;» ἀλλὰ τῶν κατὰ τῆς Ἐκκλησίας μεμνημένος ἐγχειρημάτων. Οὕτω καὶ Κορινθίοις γράφων ἔφη· «Ὃς οὐκ εἰμὶ ἱκανὸς κα‐ | |
35 | λεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.» Οὕτω τοίνυν τῆς θείας μνημονεύσας εὐερ‐ γεσίας, πάλιν εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτ‐ ταν. ιζʹ. «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, | |
40 | μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ἐπειδὴ τὸν Δεσπότην Χριστὸν ἐκείνων ἔδειξε τῶν ἀγαθῶν χορηγὸν, διδάξαι βουλόμενος ὡς τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκοῦντος, καὶ τοῦ θείου Πνεύματος συνεργοῦντος, ἐκεῖνα γεγένηται, ἀπὸ τοῦ | |
45 | ἑνὸς προσώπου ἐπὶ τὸ κοινὸν μετέβη τῆς φύσεως, καὶ τὸν ὕμνον τῇ Τριάδι προσήνεγκε. Καὶ τὰ πρόσ‐ ωπα σιγήσας, τὴν θείαν φύσιν ἀνύμνησεν. Ὅτι γὰρ οὐ μόνον τῷ Θεῷ καὶ Πατρὶ, ἀλλὰ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι τὰ εἰρημένα προσήκει, καταμα‐ | |
82.793(50) | θεῖν εὐπετές. Βασιλεὺς γὰρ τῶν αἰώνων οὐ μόνος ὁ Πατὴρ, ἀλλὰ καὶ ὁ μονογενὴς Υἱός· τῶν γὰρ αἰώνων ἐστὶ ποιητής. Καὶ μέντοι καὶ τὸ πανάγιον Πνεῦμα· αἰώνιον γὰρ καὶ αὐτὸ προσηγόρευσεν ὁ | |
θεῖος Ἀπόστολος· «Ὃς διὰ Πνεύματος γὰρ, φησὶν, | ||
82.796 | αἰωνίου.» Καὶ τὸ ἄφθαρτόν τε καὶ ἀόρατον, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἴδια. Τούτων δὲ οὕτω δεδη‐ λωμένων, καὶ τὸ Θεὸς ὄνομα τῆς Τριάδος μόνης ἀληθῶς ὄνομα. Οὐδεὶς γὰρ παρὰ ταύτην φύσει | |
5 | Θεός. Οὕτω τῶν καθ’ ἑαυτὸν ἐν μέσῳ μνημονεύσας, καὶ τὸν ὕμνον συμπεράνας, πάλιν τὸν πρῶτον ἀν‐ έλαβε λόγον. ιηʹ. «Ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προ‐ | |
10 | φητείας.» Τῇ μὲν οὖν τοῦ τέκνου προσηγορίᾳ τὴν πατρικὴν φιλοστοργίαν γυμνοῖ· τῇ δὲ μνήμῃ τῆς προφητείας, τὴν περὶ τὸν εὐεργέτην ἀγάπην πυρ‐ σεύει. Οὐ γὰρ ἀνθρωπίνης, φησὶ, τετύχηκας κλή‐ σεως, ἀλλὰ κατὰ θείαν ἀποκάλυψιν τὴν χειροτονίαν | |
15 | ἐδέξω. Εἰκὸς δὲ οὐ μόνον αὐτὸν ἐξ ἀποκαλύψεως προβληθῆναι διδάσκαλον, ἀλλὰ καὶ κατὰ τοιοῦτόν τινα τρόπον καὶ τῆς ἐξ ἀρχῆς κλήσεως ἀπολαῦσαι. Οὗ δὴ χάριν οὐκ ἔφη, προφητείαν, ἀλλὰ, προφη‐ τείας. «Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρα‐ | |
20 | τείαν.» Προσήκει γάρ σε τῆς ἐκλογῆς σαυτὸν ἄξιον ἀποφῆναι, καὶ ταῖς προφητείαις ἐπιθεῖναι τὸ πέρας, καὶ ἀνδρείως τὴν πρὸς τοὺς ἀντιπάλους δαί‐ μονας ἀναδέξασθαι μάχην. Τὸν γὰρ διδάσκαλον ἑαυ‐ τοῦ χρὴ πρῶτον εἶναι διδάσκαλον, καὶ τὸν στρατηλά‐ | |
25 | την στρατιώτην εἶναι δεῖ ἀγαθόν. ιθʹ. «Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν.» Συνεζεῦχθαι γὰρ προσήκει τῇ πίστει καὶ τὸν ἐπ‐ αινούμενον βίον. Συνείδησιν ἀγαθὴν τὴν σωφρο‐ σύνῃ καὶ δικαιοσύνῃ κεκοσμημένην λέγει ζωήν. | |
30 | Τῆς δὲ τούτων ἐστερημένης πίστεως τὴν ἀσθένειαν διὰ τῶν ἑξῆς δείκνυσιν. «Ἥν τινες ἀπωσάμενοι.» Τουτέστι τὴν ἀγαθὴν συνείδησιν. «Περὶ πίστιν ἐναυ‐ άγησαν.» Ὑποβάθρα γὰρ πολλάκις ἀσεβείας ὁ διεφθαρμένος γίνεται βίος· καί τινες τοῦ συνειδότος | |
35 | τὴν κατηγορίαν οὐ φέροντες, ἠρνήθησαν καὶ τὴν καθ‐ όλου πρόνοιαν τοῦ Θεοῦ, καὶ εἱμαρμένῃ καὶ μοί‐ ραις τὰ καθ’ ἑαυτοὺς ἀνέθεσαν. Λέγει δὲ καὶ τοὺς τότε ναυαγήσαντας. κʹ. «Ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος.» | |
40 | Εἶτα καὶ τὴν κατ’ αὐτῶν ἐξενεχθεῖσαν δείκνυσι ψῆ‐ φον. «Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.» Τὸ μέντοι τῆς βλασφημίας εἶδος οὐ πεποίηκε δῆλον· εἰδότι γὰρ ἔγραφε. Τῷ δὲ διαβόλῳ οὐχ ὡς ἀγαθῶν διδασκάλῳ παρέδωκε τούτους, ἀλλ’ | |
45 | ὡς δημίῳ πικρῷ. Τούτου χάριν οὐκ εἶπεν, ἵνα παι‐ δεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ’ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τοῦ γὰρ ἐκκλησιαστικοῦ σώματος χωρισθέντες, καὶ τῆς θείας χάριτος γυμνωθέντες, πι‐ κρὰς παρὰ τοῦ δυσμενοῦς ἐδέχοντο μάστιγας, καὶ | |
82.796(50) | νόσοις καὶ παθήμασι χαλεποῖς περιπίπτοντες, καὶ ζημίαις καὶ συμφοραῖς ἑτέραις. Ταῦτα γὰρ ἐκείνῳ φίλον τοῖς ἀνθρώποις ἐπάγειν· ἐπειδὴ καὶ ἐχθρός ἐστι καὶ ἐκδικητὴς, κατὰ τὸν Προφήτην. Ἐκείνους | |
δὲ εἰκὸς ἦν παιδευομένους μεταβαλεῖν τὴν γνώμην, | ||
82.797 | ὁρῶντας τὴν ἐκ τῆς βλασφημίας προσγενομένην βλά‐ βην. Ἐντεῦθεν τοὺς περὶ τῆς ἐκκλησιαστικῆς τάξεως τίθησιν ὅρους. ΚΕΦΑΛΑΙΟΝ Βʹ. | |
5 | αʹ. «Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή‐ σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων.» Δέησις μέν ἐστιν, ὑπὲρ ἀπαλ‐ λαγῆς τινων λυπηρῶν ἱκετεία προσφερομένη· προσ‐ ευχὴ δὲ, αἴτησις ἀγαθῶν· ἔντευξις δὲ, κατηγορία | |
10 | τῶν ἀδικούντων. Ἡ πάλη δὲ ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Κατὰ τούτων πρόσιμεν τῷ δικαιοκρίτῃ, καὶ τὴν δι‐ | |
15 | καίαν αἰτοῦμεν ἐπικουρίαν. Ἡ δέ γε εὐχαριστία ὑπὲρ τῶν προϋπηργμένων ἀγαθῶν προσφέρεται τῷ Θεῷ. Ταῦτα δὲ ποιεῖν ὑπὲρ ἁπάντων ἀνθρώπων πα‐ ρεγγυᾷ, ἐπειδὴ καὶ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι. | |
20 | βʹ. «Ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων.» Μάλα σοφῶς τὸ κοινὸν τῶν ἀνθρώπων προσ‐ τέθεικεν, ἵνα μή τις κολακείαν νομίσῃ τὴν ὑπὲρ τῶν βασιλέων εὐχήν. Ἐπειδὴ δὲ δυσσεβεῖς ἦσαν οἱ τηνι‐ καῦτα κρατοῦντες, καὶ προφανεῖς τῆς εὐσεβείας | |
25 | πολέμιοι, τῆς ὑπὲρ τούτων γινομένης προσευχῆς δι‐ δάσκει τὸ εὔλογον. «Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.» Ἐκεί‐ νων γὰρ πρυτανευόντων εἰρήνην, μεταλαγχάνομεν καὶ ἡμεῖς τῆς γαλήνης, καὶ ἐν ἡσυχίᾳ εὐσεβείας ἐκ‐ | |
30 | πληροῦμεν τοὺς νόμους. Τῇ δὲ εὐσεβείᾳ συνέζευξε τὴν σεμνότητα, διδάσκων ὡς δεῖται τῶν ἔργων ἡ πί‐ στις. Οὕτω καὶ οἱ ἐν Βαβυλῶνι τῶν Ἰουδαίων αἰχ‐ μάλωτοι τοῖς ἐν τῇ Ἰουδαίᾳ καταλειφθεῖσιν, ἐπ‐ έστειλαν, ὑπὲρ τοῦ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ | |
35 | τοῦ υἱοῦ αὐτοῦ προσενεγκεῖν προσευχήν. Ὁ δὲ θεῖος Ἀπόστολος οὐ τούτου μόνον χάριν τὰς ὑπὲρ τούτων γίνεσθαι δεήσεις παρεγγυᾷ, ἀλλ’ ἵνα καὶ τῆς ἀσεβείας παυσάμενοι μεταμάθωσι τὴν εὐσέβειαν. γʹ, δʹ. «Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον | |
40 | τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Πάντας γὰρ ἀπολαῦσαι βούλεται σωτηρίας. Εἶτα καὶ ἑτέρωθεν τοῦτον πιστοῦται τὸν λόγον. εʹ. «Εἷς γὰρ Θεός.» Οὐ γὰρ ἄλλος τῶν πιστῶν, καὶ | |
45 | ἄλλος τῶν ἀπίστων ἐστὶ ποιητὴς, ἀλλ’ εἷς ὑπάρχει Δη‐ μιουργός. «Εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅν‐ θρωπος Χριστὸς Ἰησοῦς.» Εἷς τῆς εἰρήνης ὁ πρύ‐ τανις, ὁ ἐν ἑαυτῷ τὰ διεστῶτα συνάψας. Ἄνθρω‐ πον δὲ τὸν Χριστὸν ὠνόμασεν, ἐπειδὴ μεσίτην ἐκά‐ | |
82.797(50) | λεσεν· ἐνανθρωπήσας γὰρ ἐμεσίτευσεν. Καὶ καθά‐ περ ὁ δύο τινὰς πρὸς ἀλλήλους ζυγομαχοῦντας καταλ‐ | |
λάξαι βουλόμενος, μέσος γινόμενος, καὶ τοῦτον μὲν | ||
82.800 | τῇ δεξιᾷ χειρὶ, τοῦτον δὲ τῇ εὐωνύμῳ κατέχων, εἰς φιλίαν συνάπτει· οὕτως αὐτὸς τῇ θείᾳ φύσει τὴν ἀνθρωπείαν ἑνώσας, ἀκήρατον καὶ ἀδιάλυτον εἰρήνην ἐπραγματεύσατο. Εἰ δὲ, κατὰ Ἄρειον καὶ Εὐνόμιον, | |
5 | οὐ μετέχει τῆς τοῦ Πατρὸς οὐσίας, πῶς μεσίτης ἐστίν; Ἡμῖν μὲν γὰρ ἥνωται, ἐπειδήπερ ἡμῖν ἐστι κατὰ τὸ ἀνθρώπινον ὁμοούσιος· τῷ δὲ Πατρὶ οὐκ ἔτι, εἴπερ κατ’ ἐκείνους, τῆς φύσεως ἐκείνης ἀφέστη‐ κεν. Ἀλλὰ μεσίτην αὐτὸν ὁ θεῖος Ἀπόστολος κέκλη‐ | |
10 | κεν. Οὐκοῦν καὶ τῷ Πατρὶ ἥνωται κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὡσαύτως κατὰ τὴν ἀνθρωπότητα. Δείκνυσι δὲ καὶ τὸ Δεσποτικὸν πάθος ὑπὲρ ἁπάντων γεγενη‐ μένον. ϛʹ, ζʹ. «Ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων | |
15 | τὸ μαρτύριον καιροῖς ἰδίοις. Εἰς ὃ ἐτέθνη ἐγὼ κῆρυξ καὶ ἀπόστολος· ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδο‐ μαι· διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.» Πάν‐ των γὰρ ὑπὸ τὴν τοῦ θανάτου δυναστείαν γεγενημένων, αὐτὸς οὔτε ὡς Θεὸς ὑποκείμενος θανάτῳ, ἀθάνατον | |
20 | γὰρ ἔχει τὴν φύσιν, οὔτε μὴν ὡς ἄνθρωπος, ἁμαρ‐ τίαν γὰρ οὐκ ἐποίησε τοῦ θανάτου τὴν πρόξενον, οἷόν τι λύτρον ἑαυτὸν δέδωκε, καὶ τῆς ἐκείνου δουλείας ἅπαντας ἠλευθέρωσε. Μαρτύριον δὲ τὸ πάθος ἐκά‐ λεσε, πρῶτον μὲν διὰ τὸ ἄδικον τῆς σφαγῆς· ἔπειτα | |
25 | δὲ καὶ διὰ τὸ πάντας ἔχειν μάρτυρας τοὺς προφή‐ τας. Καὶ Ἰουδαίων δὲ λεγόντων· «Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς,» ἀπεκρίνατο, ὅτι «Μόνος οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ.» Καιροὺς δὲ ἰδίους τοῦ μαρ‐ | |
30 | τυρίου τοὺς ἐπιτηδείους ἐκάλεσεν. Οὕτω καὶ ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ «Ὅτε δὲ ἦλθε τὸ πλή‐ ρωμα τοῦ χρόνου.» Τούτου δὲ, φησὶ, τοῦ μυστηρίου κῆρυξ κεχειροτόνημαι καὶ ἀπόστολος· καὶ μετὰ τῆς προσηκούσης πίστεώς τε καὶ ἀληθείας τοῦτο πᾶσι | |
35 | προσφέρω· βεβαιῶ γὰρ τῇ θαυματουργίᾳ τοὺς λό‐ γους. ηʹ. «Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀρ‐ γῆς καὶ διαλογισμοῦ.» Τὸ, ἐν παντὶ τόπῳ. πρὸς | |
40 | τὴν νομικὴν διαγόρευσιν τέθεικεν· ὃς γὰρ τοῖς Ἱεροσολύμοις περιέγραψε τὴν λατρείαν. Ἀλλ’ ὅμως καὶ τοῦ νόμου κρατοῦντος, οἱ προφῆται τὰ τῆς χά‐ ριτος προεώρων. Καὶ ἔστιν ἀκοῦσαι τοῦ θείου Δαβὶδ βοῶντος· «Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα | |
45 | αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ.» Καὶ διὰ Μαλαχίου δὲ τοῦ προφήτου φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι «Ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Τὸ δὲ, τὰς χεῖρας ἐπαίρειν καὶ εὔχεσθαι, τῶν τῆς Παλαιᾶς | |
82.800(50) | Διαθήκης ἱερέων ἴδιον ἦν. Ἀλλὰ τοῦτο πᾶσιν ἀνθρώ‐ | |
ποις ὁ θεῖος Ἀπόστολος παρακελεύεται ὁρᾷν, ἐπειδὴ | ||
82.801 | πάντες ἐγένοντο λαὸς περιούσιος, βασίλειον ἱερά‐ τευμα, ἔθνος ἅγιον. Ἀλλ’ ὁσίως τοῦτο παρεγγυᾷ ποιεῖν, ἀντὶ τοῦ, πάσης ἀδικίας καὶ παρανομίας ἀπηλλαγμένους. Τὸ δὲ, χωρὶς ὀργῆς, τὴν μνησικα‐ | |
5 | κίαν ἐκβάλλει. Οὕτω γὰρ καὶ ὁ Κύριος ἐνομοθέτησεν· «Ἐὰν προσέρχῃ προσενεγκεῖν τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυ‐ σιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ | |
10 | ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Τὸ δὲ, χωρὶς διαλογισμῶν, ἀντὶ τοῦ, ἀμ‐ φιβολίας χωρὶς, πιστεύων ὅτι λήψῃ πάντως ὅπερ αἰ‐ τεῖς. Τοιαῦτα τοίνυν ἔστω καὶ τὰ αἰτήματα. θʹ. «Ὡσαύτως καὶ τὰς γυναῖκας.» Μία γὰρ ἡ φύ‐ | |
15 | σις, καὶ μία ἡ χάρις. Λέγει δὲ καὶ τὰ ταύταις ἁρ‐ μόττοντα. «Ἐν καταστολῇ κοσμίῳ.» Καὶ αὐτῇ τῇ περιβολῇ μηνυούσῃ τῶν ψυχῶν τὴν σεμνότητα. «Μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς.» Οὗτος γὰρ ἀληθὴς κόσμος. «Μὴ ἐν πλέγμασιν, ἢ | |
20 | χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ.» Τὸ, ἐν πλέγμασι, κοινὸν καὶ πλουσίων καὶ πενήτων, τὰ δὲ λοιπὰ τῶν κεκτημένων τὸν πλοῦτον. ιʹ. «Ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεο‐ σέβειαν δι’ ἔργων ἀγαθῶν.» Εὐσέβειαν, φησὶν, ἐπ‐ | |
25 | αγγέλλεσθε, καὶ τὴν δι’ ἔργων ἀρετήν. Τούτῳ τοίνυν τῷ σκοπῷ καὶ τὰ λοιπὰ συνεζεύχθω. ιαʹ, ιβʹ. «Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ.» Ἐπειδὴ | |
30 | καὶ γυναῖκες προφητικῆς ἀπήλαυσαν χάριτος, ἀναγ‐ καίως καὶ περὶ τούτου νομοθετεῖ. Ὥστε αὐτὰς ἐν ἐκκλησίᾳ τοῖς ἀνδράσι τοῖς δεομένοις διδασκαλίας διδασκάλους (οὐκ) ἐφίστησι τὰς γυναῖκας. Τὰ πρὸς Κορινθίους διδάσκει γραφέντα σαφῶς· «Τί γὰρ, | |
35 | φησὶν, οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;» Εἶτα καὶ ἀπὸ τῆς φύσεως διδάσκει τὴν εὐταξίαν. ιγʹ. «Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα.» Ἔπειτα καὶ ἀπὸ τῶν πλημμελημάτων. ιδʹ. «Καὶ Ἀδὰμ οὐκ ἠπατήθη· ἡ δὲ γυνὴ ἀπατη‐ | |
40 | θεῖσα ἐν παραβάσει γέγονε.» Τὸ, Οὐκ ἠπατήθη, ἀντὶ τοῦ, οὐ πρῶτος, εἴρηκεν. Ἠκολούθησε δὲ καὶ τῇ Γραφῇ. Ἀπαιτουμένη γὰρ εὐθύνας ἡ γυνὴ εἶπεν· «Ὁ ὄφις ἐξηπάτησέ με, καὶ ἔφαγον.» Ὁ δὲ Ἀδὰμ οὐχ οὕτως· ἀλλ’, «Ἡ γυνὴ ἣν ἔδωκας μετ’ | |
45 | ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.» Καὶ ἐκείνη μὲν συγγνώμης ἐστέρηται τῷ ὄφει πει‐ σθεῖσα· οὗτος δὲ ἀπολογίαν ἔχει σμικρὰν, ὡς ὑπ‐ αχθεὶς γυναικί. Καὶ τοῦ φυτοῦ δὲ τὸν καρπὸν οὐκ αὐτὸς ἐτρύγησεν, ἀλλ’ ἐκείνη· καὶ προτέρα δὲ | |
82.801(50) | μεταλαβοῦσα μεταδέδωκε τῷ ἀνδρί. Διὰ τοῦτο ἔφη· | |
Καὶ Ἀδὰμ οὐκ ἠπατήθη. Εἰδέναι μέντοι καὶ τοῦτο | ||
82.804 | χρὴ, ὡς ὁ θεῖος Ἀπόστολος πρὸς τὴν προκειμένην χρείαν ἐξυφαίνει τοὺς λόγους. ιεʹ. «Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας.» Οὐ περὶ τῆς Εὔας ἔφη, ἀλλὰ περὶ τοῦ κοινοῦ τῆς φύσεως, | |
5 | «Ἐὰν μένωσιν ἐν πίστει καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.» Ἀντὶ τοῦ, Οὐ μόνον οὐκ ἐβλά‐ βησαν ἀπὸ τῆς Εὔας ἂν ἐθελήσωσιν· ἀλλὰ καὶ πλείστην ὠφέλειαν διὰ πίστεως καὶ ἀγάπης καρπώ‐ σονται, τὸν ἁγιασμὸν καὶ τὴν σωφροσύνην φυλάτ‐ | |
10 | τουσαι. Οὕτω καὶ ταύταις τὰ προσήκοντα νομοθε‐ τήσας, περὶ τῶν ἐκκλησιαστικῶν λοιπῶν ταγμάτων νομοθετεῖ. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. αʹ. «Πιστὸς ὁ λόγος.» Ἀψευδής τε καὶ ἀληθής. | |
15 | «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.» Οὐχ ἁπλῶς τῆς ἐπιθυμίας, ἀλλὰ τῆς φιλαρχίας κατ‐ ηγορεῖ· καὶ διδάσκει μὴ τιμῆς, ἀλλ’ ἀρετῆς ὀρέγε‐ σθαι· μὴ τὴν ἀξίαν ποθεῖν, ἀλλὰ τῆς ἀξίας τὸ ἔργον ἐπιζητεῖν. Ἐπίσκοπον δὲ ἐνταῦθα τὸν πρε‐ | |
20 | σβύτερον λέγει, ὡς τὴν πρὸς Φιλιππησίους Ἐπιστο‐ λὴν ἑρμηνεύοντες ἀπεδείξαμεν. Ῥᾴδιον δὲ τοῦτο καὶ ἐντεῦθεν καταμαθεῖν· μετὰ γὰρ τοὺς ἐπισκοπικοὺς νόμους τοὺς τοῖς διακόνοις προσήκοντας γράφει, τοὺς πρεσβυτέρους παραλιπών. Ἀλλ’, ὅπερ ἔφην, | |
25 | τοὺς αὐτοὺς ἐκάλουν ποτὲ πρεσβυτέρους καὶ ἐπι‐ σκόπους· τοὺς δὲ νῦν καλουμένους ἐπισκόπους, ἀποστόλους ὠνόμαζον· τοῦ δὲ χρόνου προϊόντος, τὸ μὲν τῆς ἀποστολῆς ὄνομα τοῖς ἀληθῶς ἀποστόλοις κατέλιπον· τὴν δὲ τῆς ἐπισκοπῆς προσηγορίαν τοῖς | |
30 | πάλαι καλουμένοις ἀποστόλοις ἐπέθεσαν. Οὕτω Φι‐ λιππησίων ἀπόστολος ὁ Ἐπαφρόδιτος ἦν· «Ὑμῶν γὰρ, φησὶν, ἀπόστολον, καὶ συνεργὸν τῆς χρείας μου.» Οὕτω Κρητῶν ὁ Τίτος, καὶ Ἀσιανῶν ὁ Τι‐ μόθεος ἀπόστολοι. Οὕτω ἀπὸ τῶν Ἱεροσολύμων τοῖς | |
35 | ἐν Ἀντιοχείᾳ ἔγραψαν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύ‐ τεροι. Ἀλλ’ ὅμως εἰ καὶ πρεσβυτέροις ταῦτα ὁ θεῖος ἐνομοθέτησε Παῦλος, εὔδηλον ὡς τοὺς ἐπισκόπους πρώτους προσήκει τούτους φυλάττειν τοὺς νόμους, ἅτε δὴ καὶ μείζονος μεταλαχόντας τιμῆς. | |
40 | βʹ. «Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι.» Μηδεμίαν πρόφασιν μέμψεως παρέχειν δικαίαν. Τὸ γὰρ ἀνεπίληπτον, οὐ τὸ ἀσυκοφάντητον λέγει· ἐπεὶ καὶ αὐτὸς Ἀπόστολος παντοδαπὰς συκοφαντίας ὑπέμεινεν. «Οἱ τὴν οἰκουμένην γὰρ, φησὶν, ἀνα‐ | |
45 | στατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι.» Καὶ ὁ Κύριος δὲ τῶν μάτην σκανδαλιζομένων καταφρονεῖν κελεύει. Τῶν γὰρ ἀποστόλων εἰρηκότων· «Οἶδας ὅτι ἀκούσαντες οἱ Φαρισαῖοι τὸν λόγον ἐσκανδαλί‐ σθησαν;» ἀπεκρίνατο· «Ἄφετε αὐτούς· τυφλοί | |
82.804(50) | εἰσιν ὁδηγοὶ τυφλῶν.» Παρακελεύεται τοίνυν μηδε‐ μίαν ἀφορμὴν εὐλόγου παρέχειν κατηγορίας. «Μιᾶς γυναικὸς ἄνδρα.» Ἀρχὴν εἶχε τὸ κήρυγμα. Τὴν δὲ παρθενίαν οὔτε Ἕλληνες ἤσκουν, οὔτε Ἰουδαῖοι | |
μετῄεσαν· εὐλογίαν γὰρ τὴν παιδοποιίαν ἐνόμιζον. | ||
82.805 | Ἐπειδὴ τοίνυν κατ’ ἐκεῖνον τὸν καιρὸν, οὐχ οἷόν τε ἦν ῥᾳδίως εὑρεῖν τοὺς τὴν ἁγνείαν ἀσκοῦντας, τῶν γεγαμηκότων τοὺς τὴν σωφροσύνην τετιμηκότας κελεύει χειροτονεῖν. Τὸ δὲ, μιᾶς γυναικὸς ἄνδρα, | |
5 | εὖ μοι δοκοῦσιν εἰρηκέναι τινές. Πάλαι γὰρ εἰώθει‐ σαν καὶ Ἕλληνες καὶ Ἰουδαῖοι, καὶ δύο, καὶ τρισὶ, καὶ πλείοσι γυναιξὶ νόμῳ γάμου κατὰ ταυτὸν συν‐ οικεῖν. Τινὲς δὲ καὶ νῦν, καίτοι τῶν βασιλικῶν νόμων δύο κατὰ ταυτὸν ἄγεσθαι κωλυόντων γυναῖ‐ | |
10 | κας, καὶ παλλακῖσι μίγνυνται καὶ ἑταίραις. Ἔφα‐ σαν τοίνυν τὸν θεῖον Ἀπόστολον εἰρηκέναι, τὸν μιᾷ μόνῃ γυναικὶ συνοικοῦντα σωφρόνως, τῆς ἐπισκο‐ πικῆς ἄξιον εἶναι χειροτονίας. Οὐ γὰρ τὸν δεύτερον, φασὶν, ἐξέβαλε γάμον, ὅγε πολλάκις τοῦτο γενέσθαι | |
15 | κελεύσας. «Γυνὴ γὰρ, φησὶ, δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.» Καὶ πάλιν· «Λέγω δὲ ταῖς ἀγάμοις, καὶ ταῖς χήραις·» καὶ συνάψας ἑκάτερον τάγμα, ἕνα τέ‐ | |
20 | θεικε νόμον. Τῷ ὄντι γὰρ ὑπερκειμένης τῆς ἐγκρα‐ τείας, οὐ τῆς γνώμης ἡ διγαμία. Εἰ μὲν γὰρ αὐτὸς τὴν προτέραν ἐκβαλὼν ἑτέρᾳ συνεζύγη, μέμψεως ἄξιος καὶ κατηγορίας ὑπεύθυνος. Εἰ δὲ τὸ βίαιον τοῦ θανάτου διέζευξε τὴν προτέραν, ἡ δὲ φύσις | |
25 | ἐπικειμένη δευτέρᾳ ζευχθῆναι κατηνάγκασε γυναικὶ, οὐκ ἐκ γνώμης, ἀλλ’ ἐκ περιστάσεως ὁ δεύτερος γεγένηται γάμος. Ταῦτα καὶ τὰ τοιαῦτα σκοπού‐ μενος, ἀποδέχομαι τῶν οὕτω νενοηκότων τὴν ἑρμη‐ νείαν. «Νηφάλιον.» Διεγηγερμένον, καὶ προσκο‐ | |
30 | πεῖν τὸ πρακτέον δυνάμενον. «Σώφρονα.» Τῆς ψυχῆς τὸ κατόρθωμα. «Κόσμιον.» Καὶ φθέγματι, καὶ σχήματι, καὶ βλέμματι, καὶ βαδίσματι· ὥστε καὶ διὰ τοῦ σώματος φαίνεσθαι τὴν τῆς ψυχῆς σωφροσύνην. «Φιλόξενον.» Φιλοφρόνως τοὺς ἐπιδη‐ | |
35 | μοῦντας ὑποδεχόμενον. «Διδακτικόν.» Οὐ τὸν εὐ‐ γλωττίᾳ λέγει κεκοσμημένον, ἀλλὰ τὸν τὰ θεῖα πεπαιδευμένον, καὶ παραινεῖν δυνάμενον τὰ προσ‐ ήκοντα. γʹ. «Μὴ πάροινον.» Τοῦτο σαφῶς ἡρμήνευσε τῇ | |
40 | τῶν διακόνων νομοθεσίᾳ· «Μὴ οἴνῳ γὰρ, φησὶ, πολλῷ προσέχοντα.» —«Μὴ πλήκτην.» Οὐ τὸ ἐπιτιμᾷν εἰς καιρὸν κωλύει, ἀλλὰ τὸ μὴ δεόντως τοῦτο ποιεῖν. Ὅτι γὰρ ἐπιτιμᾷν κελεύει, ἀκουσώμεθα αὐτοῦ μετὰ βραχέα λέγοντος· «Τοὺς ἁμαρτάνοντας | |
45 | ἐνώπιον πάντων ἔλεγχε.» Καὶ πάλιν· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον.» Οὕτω καὶ αὐτὸς Γαλά‐ ταις γράφων ἔλεγεν· «Ὦ ἀνόητοι Γαλάται.» Καὶ πάλιν· «Οὕτως ἀνόητοί ἐστε.» —«Ἀλλ’ ἐπιεικῆ.» Φέρειν εἰδότα τὰ εἰς αὐτὸν πλημμελήματα. Οὐ γὰρ | |
82.805(50) | ἐπιεικείας τὸ ἄλλων ἀδικουμένων ὑπερορᾷν. «Ὁ προ‐ ϊστάμενος γὰρ, φησὶν, ἐν σπουδῇ.» —«Ἄμαχον.» Ζυγομαχεῖν περὶ χρημάτων οὐκ ἀνεχόμενον. Τοῦτο γὰρ δηλοῖ τὸ ἐπαγόμενον· «Ἀφιλάργυρον.» Οὐκ | |
εἶπεν, ἀκτήμονα· σύμμετρα γὰρ νομοθετεῖ· ἀλλὰ, | ||
82.808 | μὴ ἐρῶντα χρημάτων. Δυνατὸν γὰρ κεκτῆσθαι μὲν, οἰκονομεῖν δὲ ταῦτα δεόντως, καὶ μὴ δουλεύειν τού‐ τοις, ἀλλὰ τούτων δεσπόζειν. δʹ. «Τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον.» Τουτ‐ | |
5 | έστι, μετὰ δικαιοσύνης τε καὶ ἰσότητος. «Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.» Πᾶσαν ἀρετὴν παῖδας διδάσκοντα. Οὐ γὰρ τὴν ἐκείνων ἀπαιτεῖται γνώμην, ἀλλὰ τὴν οἰκείαν εἰσφέρει προαίρεσιν. | |
10 | εʹ. «Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;» Ὁ τὰ σμι‐ κρὰ οἰκονομεῖν οὐκ εἰδὼς, πῶς δύναται τῶν κρειτ‐ τόνων καὶ θείων πιστευθῆναι τὴν ἐπιμέλειαν; ϛʹ. «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα | |
15 | ἐμπέσῃ τοῦ διαβόλου.» Νεόφυτον τὸν εὐθὺς πεπι‐ στευκότα καλεῖ. «Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα.» Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, τὸν νέον τῆς ἡλικίας ἐκβάλλει· καὶ γὰρ ὁ μακάριος Τιμόθεος, πρὸς ὃν ταῦτα γέγραφε, νέος ὢν ἔτι, τοὺς νόμους τούτους | |
20 | ἐδέχετο. «Μηδεὶς γάρ σου, φησὶ, τῆς νεότητος καταφρονείτω.» Καὶ αὐτὸς δὲ ὁ θεῖος Ἀπόστολος νεανίας ὢν ἠξιώθη τῆς κλήσεως. ᾘνίξατο δὲ καὶ τῆς τροπῆς τοῦ διαβόλου τὴν πρόφασιν. «Τυφωθεὶς γὰρ, φησὶν, ἐξέπεσεν.» Ἐὰν τοίνυν μὴ προπαι‐ | |
25 | δευθῇ τις τὰ θεῖα, καὶ πρῶτον ἐν τῷ τῶν μαθητῶν καταλόγῳ ταχθεὶς τὴν ἀρετὴν ἀσκηθῇ, τῆς ἀλαζο‐ νείας τὸ πάθος ἐκ τῆς προεδρίας δεξάμενος, τῇ τοῦ διαβόλου τιμωρίᾳ περιπεσεῖται. Κρῖμα γὰρ ἐνταῦθα τὴν τιμωρίαν ἐκάλεσε. | |
30 | ζʹ. «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.» Τῶν ἔξωθεν τῶν ἀπί‐ στων λέγει. Ὁ γὰρ καὶ παρ’ ἐκείνοις πλείστην ἔχων πρὸ τῆς χειροτονίας διαβολὴν, ἐπονείδιστος ἔσται, | |
35 | καὶ πολλοῖς ὀνείδεσι περιβαλεῖ τὸ κοινὸν, καὶ εἰς τὴν προτέραν ὅτι τάχιστα παλινδρομήσει παρα‐ νομίαν, τοῦ διαβόλου πάντα πρὸς τοῦτο μηχανω‐ μένου. ηʹ. «Διακόνους ὡσαύτως.» Τοῖς αὐτοῖς καὶ οὗτοι | |
40 | κομισθήτωσαν νόμοις. «Σεμνούς.» Σωφροσύνῃ λάμ‐ ποντας. «Μὴ διλόγους.» Μὴ ἕτερα μὲν τούτῳ, ἕτερα δὲ ἐκείνῳ λέγοντας· ἀλλ’ ἀληθείᾳ τὴν γλῶτ‐ ταν κοσμοῦντας. «Μὴ οἴνῳ πολλῷ προσέχοντας.» Τοὺς γὰρ τὴν θείαν λειτουργίαν πεπιστευμένους | |
45 | διαφερόντως τοῦδε τοῦ πάθους ἀπηλλάχθαι προσ‐ ήκει. «Μὴ αἰσχροκερδεῖς.» Αἰσχροκερδής ἐστιν, οὐχ, ὥς τινες ὑπειλήφασιν, ὁ καὶ τῶν μικρῶν κερ‐ δῶν ἐφιέμενος, ἀλλ’ ὁ ἐκ πραγμάτων αἰσχρῶν καὶ λίαν ἀτόπων κέρδη συλλέγειν ἀνεχόμενος. | |
82.808(50) | θʹ. «Ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.» Ἀντὶ τοῦ, τοῖς ἔργοις βεβαιοῦντας πίστιν. Συνείδησιν γὰρ καθαρὰν τὰ ἀγαθὰ προσ‐ ηγόρευσεν ἔργα. Ὁ γὰρ τούτων ἐργάτης ὑπὸ τοῦ | |
συνειδότος οὐ νύττεται. | ||
82.809 | ιʹ. «Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.» Πρότερον δὲ προσήκει τὸν τούτων ἐξετάζεσθαι βίον, εἶθ’ οὕτως τῆς πνευματικῆς χάριτος ἀπολαῦσαι. | |
5 | ιαʹ. «Γυναῖκας ὡσαύτως.» Τουτέστι διακόνους. «Σεμνὰς, μὴ διαβόλους· νηφαλίους, πιστὰς ἐν πᾶσιν.» Ἃ τοῖς ἀνδράσιν ἐνομοθέτησε, ταῦτα παρα‐ πλησίως καὶ ταῖς γυναιξίν. Ὥσπερ γὰρ εἶπε τοὺς διακόνους σεμνοὺς, οὕτω καὶ ταύτας σεμνάς· καὶ | |
10 | καθάπερ ἐκείνοις προσέταξε μὴ εἶναι διαλόγους· οὕτω καὶ ταύτας μὴ εἶναι διαβόλους· καὶ ὥσπερ ἐκείνοις ἐνομοθέτησε μὴ οἴνῳ πολλῷ προσέχειν, οὕτω καὶ ταύτας ἐκέλευσε νηφαλίους εἶναι. ιβʹ. «Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες.» | |
15 | Κατ’ ἐκείνην τὴν ἑρμηνείαν καὶ τοῦτο νοητέον. «Τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων.» Ταῦτα καὶ τοῖς καλουμένοις ἐπισκόποις ἐνομοθέ‐ τησαν. ιγʹ. «Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς | |
20 | καλὸν περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πί‐ στει τῇ ἐν Χριστῷ Ἰησοῦ.» Εἰ καὶ ἐλάττονα, φησὶ, τιμὴν ἔχουσι κατὰ τόνδε τὸν βίον, ἀλλ’ οὖν εἰδέναι προσήκει, ὡς τὴν ἐγχειρισθεῖσαν πεπληρωκότες δια‐ κονίαν, τὸν τιμιώτατον βαθμὸν ἐν τῷ μέλλοντι λή‐ | |
25 | ψονται βίῳ, καὶ τῆς πρὸς τὸν Δεσπότην Χριστὸν ἀπο‐ λαύσονται παῤῥησίας. ιδʹ, ιεʹ. «Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ | |
30 | ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Οὔτε οἱ θεῖοι προφῆται, οὔτε οἱ θεσπέσιοι ἀπόστολοι πάντα προῄδεσαν. Ὅσα γὰρ ἐλυσιτέλει, προεδήλου αὐτοῖς ἡ χάρις τοῦ Πνεύματος. Τοῦτο δηλοῖ καὶ ἡ ἐν τοῖσδε τοῖς ῥητοῖς ἄγνοια. Εἰπὼν γὰρ, ὅτι Ἐλπίζω ἐλθεῖν, | |
35 | ἐπήγαγεν, Ἐὰν δὲ βραδύνω. Πολλάκις γὰρ αὐτὸν χρεία τις ἐπεῖχεν ἑτέρα. Ταῦτα τοίνυν, φησὶ, γράφω, διδάσκων πῶς δεῖ πολιτεύεσθαι τοὺς ψυχῶν πεπι‐ στευμένους κηδεμονίαν. Οἶκον γὰρ Θεοῦ καὶ Ἐκ‐ κλησίαν, τῶν πεπιστευκότων τὸν σύλλογον προσ‐ | |
40 | ηγόρευσε. Τούτους ἔφη στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἐπὶ γὰρ τῆς πέτρας ἐρηρεισμένοι, καὶ ἀκλόνητοι διαμένουσι, καὶ διὰ τῶν πραγμάτων κη‐ ρύττοντες τὴν τῶν δογμάτων ἀλήθειαν. Ταῦτα περὶ τῆς Ἐκκλησίας εἰπὼν, ἀναγκαίως τὸν δογματικὸν | |
45 | παρεισήγαγε λόγον. ιϛʹ. «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσε‐ βείας μυστήριον.» Μυστήριον δὲ αὐτὸ καλεῖ, ὡς ἄνωθεν μὲν προορισθὲν, ὕστερον δὲ φανερωθέν. «Θεὸς ἐφανερώθη ἐν σαρκί.» Θεὸς γὰρ ὢν, καὶ | |
82.809(50) | Θεοῦ Υἱὸς, καὶ ἀόρατον ἔχων τὴν φύσιν, δῆλος ἅπα‐ σιν ἐνανθρωπήσας ἐγένετο. Σαφῶς δὲ ἡμᾶς τὰς δύο φύσεις ἐδίδαξεν. Ἐν σαρκὶ γὰρ τὴν θείαν ἔφη φανε‐ ρωθῆναι φύσιν. «Ἐδικαιώθη ἐν Πνεύματι.» Τὴν | |
γὰρ ἀνθρωπείαν φύσιν ἀνειληφὼς, ἐλευθέραν ταύτην | ||
82.812 | ἁμαρτημάτων ἐφύλαξεν. Ἔχει δὲ καὶ ἑτέραν διά‐ νοιαν τουτὶ τὸ ῥητὸν, Ἐδικαιώθη ἐν Πνεύματι· διὰ τοῦ θείου Πνεύματος ἐνεργεῖ τὰ θαύματα. «Εἰ γὰρ ἐγὼ, φησὶν, ἐν Πνεύματι ἐκβάλλω τὰ δαιμόνια.» | |
5 | Ἀπεδείχθη τοίνυν διὰ τῶν θαυμάτων καὶ ἀπεφάνθη, ὅτι Θεὸς ἀληθὴς, καὶ Θεοῦ Υἱός. Οὕτω καὶ ὁ ἑκατόν‐ ταρχος παρὰ τὸν σταυρὸν, κλονουμένην ἰδὼν τὴν γῆν, καὶ σκότους πληρωθεῖσαν τὴν οἰκουμένην, ἐβόησεν· «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.» —«Ὤφθη | |
10 | ἀγγέλοις.» Τὴν γὰρ ἀόρατον τῆς θεότητος φύσιν οὐδὲ ἐκεῖνοι ἑώρων, σαρκωθέντα δὲ ἐθεάσαντο. «Ἐκηρύχθη ἐν ἔθνεσιν.» Ὁ παρὰ τῶν Ἰουδαίων σταυρωθείς. «Ἐπιστεύθη ἐν κόσμῳ.» Οὐκ ἐκηρύχθη γὰρ μόνον, ἀλλὰ καὶ ἐπιστεύθη, καὶ τὴν θείαν παρὰ | |
15 | τῶν πεπιστευκότων προσκύνησιν δέχεται. «Ἀνελήφθη ἐν δόξῃ.» Τοῦτο γεγένηται μὲν πρὸ τοῦ κηρύγματος· τελευταῖον δὲ αὐτὸ τέθεικε, διδάσκων ὡς εἰκότως ἐπι‐ στεύθη τὸ κήρυγμα. Ἐν οὐρανοῖς γάρ ἐστιν ὁ τοῦτο γενέσθαι κελεύσας, καὶ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν. | |
20 | Οὕτω τῆς οἰκονομίας μνημονεύσας, καὶ διὰ τῆς πνευματικῆς χάριτος τὰς αἱρετικὰς προθεωρήσας ἀκάνθας, ἃς Βαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μαρκίων, καὶ Μάνης παρέσπειραν, πάντες μὲν ὁμοίως τῆς σαρκὸς ἀρνούμενοι τὴν ἀνάληψιν, καὶ τῇ Παλαιᾷ Δια‐ | |
25 | θήκῃ μαχόμενοι, ἐν δὲ τοῖς ἄλλοις πολυσχεδεῖς ὑπο‐ μείναντες πλάνας, καὶ τὰ περὶ τούτων ἀναγκαίως προλέγει. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει.» Ὡς, Τάδε λέ‐ | |
30 | γει Κύριος, καὶ, Τάδε λέγει ὁ Θεὸς τῶν δυνάμεων, οὕτω καὶ τὸ Πνεῦμα θεοπρεπῶς. «Ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, (βʹ.) ἐν ὑποκρίσει ψευδο‐ | |
35 | λόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν.» Ἔδειξεν ὡς τῷ ἐκκλησιαστικῷ πάλαι σώματι συνημ‐ μένοι, ὕστερον ὑποφῆται τοῦ ψεύδους ἐγένοντο. Τοῦ‐ το γὰρ δηλοῖ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης. Καλῶς δὲ καὶ δι‐ | |
40 | δασκαλίας δαιμονίων τὰ ἐκείνων προσηγόρευσε δόγματα· ἐκείνων γὰρ ἀληθῶς κυήματα ἐκεῖνα τὰ ῥήματα. Τὸ δὲ, ἐν ὑποκρίσει ψευδολόγων, τέθει‐ κεν, ἐπειδὴ τὴν Χριστιανικὴν ἑαυτοῖς ἐπιθέντες προσ‐ ηγορίαν, ἀντικρὺς ἐναντία διδάσκουσι. Κεκαυτη‐ | |
45 | ριασμένους δὲ τὴν ἰδίαν συνείδησιν αὐτοὺς κέ‐ κληκε, τὴν ἐσχάτην αὐτῶν ἀναλγησίαν διδάσκων· ὁ γὰρ τοῦ καυτῆρος τόπος νεκρωθεὶς τὴν προτέραν αἴσθησιν ἀποβάλλει. Οὕτως αὐτῶν τὴν διαφθορὰν τῶν δογμάτων δηλώσας, καὶ τῶν ἄλλων νομίμων | |
82.812(50) | τὴν βδελυρίαν προλέγει. γʹ. «Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς | |
πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.» Μυσαρὸν | ||
82.813 | γὰρ καὶ τὸν γάμον, καὶ τῶν βρωμάτων τὰ πλεῖστα ἀποκαλοῦσιν, ἵνα τὸν τοιούτων Δημιουργὸν ἐνυβρί‐ σωσι. Ταῦτα μέντοι πεποίηκεν εἰς ἀπόλαυσιν, ὥστε πρόφασιν ἐντεῦθεν τοὺς μεταλαμβάνοντας εἰς εὐχα‐ | |
5 | ριστίαν λαμβάνειν, καὶ χορηγὸν ἀνυμνεῖν. Καλῶς δὲ τὸ, κωλυόντων γαμεῖν, τέθεικεν. Οὐδὲ γὰρ τὴν ἀγαμίαν καὶ τὴν ἐγκράτειαν διαβάλλει, ἀλλὰ τῶν ἀναγκαζόντων νόμῳ ταῦτα μετιέναι κατηγορεῖ. δʹ, εʹ. «Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν | |
10 | ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζε‐ ται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.» Τὸ, Πᾶν κτίσμα Θεοῦ καλὸν, ἀπὸ τῆς Μωσαϊκῆς ἔλαβε Συγ‐ γραφῆς. «Ἴδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Τοῦτο μέντοι τὸ φύσει καλὸν, | |
15 | μετ’ εὐχαριστίας λαμβανόμενον, τῇ τοῦ Θεοῦ μνήμῃ καὶ ἅγιον ἀποφαίνεται. Οὕτω τὴν ἐκείνων ἀσέβειαν διελέγξας, πάλιν τῷ μαθητῇ τὴν προσήκουσαν προσφέρει παραίνεσιν. ϛʹ. «Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς | |
20 | ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ.» Ἴδιον γὰρ τοῦ διακονοῦντος, τὸ πληροῦν τὰ κελευόμενα, καὶ δια‐ πορθμεύειν τοῖς ὁμοπίστοις τὰ τοῦ Δεσπότου προσ‐ τάγματα. «Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.» | |
25 | Προσήκει δέ σε πρῶτον πάντων τῇ πνευματικῇ προσ‐ εδρεύειν διδασκαλίᾳ, καὶ ταύτην ἀρύεσθαι· τοὺς δὲ ταύτης κανόνας παρείληφας ἀκριβῶς. ζʹ. «Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παρ‐ αιτοῦ.» Πάλιν τῶν ἐν τῷ προοιμίῳ εἰρημένων ἀν‐ | |
30 | έμνησε. Γραώδεις γὰρ μύθους, τὰς Ἰουδαϊκὰς δι‐ δασκαλίας ἐκάλεσεν, οὐ τὸν νόμον, ἀλλὰ τὴν ἐψευσμέ‐ νην ἑρμηνείαν τοῦ νόμου, καὶ τὴν ἄκαιρον αὐτοῦ φυλακήν. «Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. (ηʹ.) Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν | |
35 | ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλού‐ σης.» Οἱ τῆς τοῦ σώματος, φησὶν, εὐεξίας ἐπιμε‐ λούμενοι, πρὸς ὀλίγον ταύτης ἀπολαύουσιν· οἱ δὲ τῆς εὐσεβείας ἀγῶνες, καὶ κατὰ τόνδε τὸν βίον περιβλέ‐ | |
40 | πτους ἀποφαίνουσι τοὺς ἀγωνιστὰς, καὶ ἐν ἐκείνῳ παρασκευάζουσι τῶν ἀγηράτων ἀπολαῦσαι στεφάνων. Εὐσεβείας δὲ γυμνασίαν ἐκάλεσε τὸν ἐπαινούμενον βίον. Ἡ πολιτεία γὰρ τοῖς ἀγῶσιν ἁρμόττει. θʹ. «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος.» | |
45 | Ἐπειδὴ τῆς μελλούσης ἐμνήσθη ζωῆς, πρᾶγμα δὲ ἦν τοῦτο οὐχ ὁρώμενον, ἀναγκαίως πιστὸν ἐκάλεσε τὸν λόγον. Πίστεως γὰρ ἄξιος, ὡς ἀληθείᾳ κοσμούμε‐ νος· ἀλλὰ μὴν καὶ ἐπαινετός. Χρὴ γὰρ τὸν ἀγωνο‐ θέτην παρέχειν τοῖς νικῶσι τὰ ἆθλα. Εἶτα καὶ ἑαυτὸν | |
82.813(50) | ἀντὶ παραδείγματος τίθησιν. | |
ιʹ. «Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν, καὶ ὀνειδιζό‐ | ||
82.816 | μεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.» Τί δήποτε γὰρ τὸν πολὺν τοῦτον ἀνεδεξάμεθα πόνον, καὶ τὰ παρὰ πάντων ὀνείδη δεχόμεθα, εἰ μή τίς ἐστι τῶν πόνων | |
5 | ἀντίδοσις; Ἀλλὰ γὰρ ἔστιν ἀντίδοσις. Ἀΐδιος γὰρ Θεὸς ἀγωνοθετεῖ τοῖς ἀθλοῦσι, καὶ πάντων ἐστὶν ἀνθρώπων Σωτὴρ, διαφερόντως δὲ τῶν εἰς αὐτὸν πεπιστευκότων. ιαʹ. «Παράγγελλε ταῦτα καὶ δίδασκε.» Τουτέστι τὸ ἐν εὐσεβείᾳ γυμνάζεσθαι, τὸ προσμένειν τὰς ἀν‐ | |
10 | τιδόσεις, τὸ τὸν ἀγωνοθέτην ὁρᾷν. ιβʹ. «Μηδείς σου τῆς νεότητος καταφρονείτω.» Ἀλλὰ τοῦτο οὐκ ἐμόν. Τί τοίνυν ἐπιτάττεις μοι τὰ τοῖς ἄλλοις προσήκοντα; «Ἀλλὰ τύπος γίνου τῶν πιστῶν.» Θέλεις, φησὶ, μὴ καταφρονεῖσθαι κελεύων; | |
15 | ἔμψυχος νόμος γενοῦ· δεῖξον ἐν σαυτῷ τὸ τῶν νόμων κατόρθωμα· ἔχε τὸν βίον μαρτυροῦντα τῷ λόγῳ. Τοῦτο γὰρ λέγει· «Ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.» Ἑκά‐ στου τῶν εἰρημένων ἐπίδειξον ἐν σεαυτῷ τὴν εἰ‐ | |
20 | κόνα. ιγʹ. «Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ πα‐ ρακλήσει, τῇ διδασκαλίᾳ.» Καὶ ἐντεῦθεν ἔστι μα‐ θεῖν, ὡς καὶ ἡμᾶς προσήκει συνεισφέρειν τὸν πόνον, καὶ οὕτω λαμβάνειν τὴν χάριν τοῦ Πνεύματος. Καὶ | |
25 | γὰρ τῷ τρισμακαρίῳ Τιμοθέῳ πνευματικῷ ὄντι τῇ ἀναγνώσει προσέχειν ἐκέλευσεν ὁ διδάσκαλος. Παρά‐ κλησις δὲ, διδασκαλίας διαφέρει· τῷ τὴν μὲν διδα‐ σκαλίαν ἀκωλύτως διάφορα προσφέρειν παιδεύματα· τὴν δὲ παράκλησιν ἢ τοὺς ἀθυμοῦντας ψυχαγωγεῖν, | |
30 | ἢ τοὺς ὀργιζομένους ταῖς συμβουλαῖς μεταβάλ‐ λειν. ιδʹ. «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.» Χάρισμα τὴν διδασκαλίαν ἐκάλεσε· | |
35 | πρεσβυτέριον δὲ ἐνταῦθα, τοὺς τῆς ἀποστολικῆς χά‐ ριτος ἠξιωμένους. Οὕτω καὶ τοὺς ἐντίμους τοῦ Ἰσραὴλ γερουσίαν προσηγόρευσεν ἡ θεία Γραφή. ιεʹ. «Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται ἐν πᾶσι.» Τὸ γὰρ τοῖς | |
40 | πνευματικοῖς ἐνδιατρίβειν τὴν ἐν τοῖς θείοις ἐπίδοσιν πραγματεύεται. ιϛʹ. «Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου.» Ἐκεῖνοί τε γὰρ τὸ πρακτέον | |
45 | μαθήσονται, καὶ σὺ τὰ διηγορευμένα πληρώσεις, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσῃ. ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ. «Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα.» Οὐ τὸν ἱερέα ἐνταῦθα λέγει, ἀλλὰ τὸν | |
82.816(50) | γεγηρακότα· τοῦτο γὰρ καὶ τὰ ἐπαγόμενα δηλοῖ. «Νεωτέρους ὡς ἀδελφοὺς, (βʹ.) πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ.» Ἐπειδὴ γὰρ ἀνάγκη τὸν ψυχὰς πεπιστευμένον καὶ | |
νεωτέραις προσδιαλέγεσθαι γυναιξὶν, ἀναγκαίως | ||
82.817 | προστέθεικε τὸ, ἐν πάσῃ ἁγνείᾳ, ὥστε μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν σωφρονεῖν, καὶ μηδεμίαν ἢ διὰ τῶν ὀφθαλμῶν, ἢ διὰ τῶν ἀκοῶν εἰσδέχεσθαι βλά‐ βην. Εἶτα πάλιν ἀναλαμβάνει τὴν περὶ τῶν ἐκκλη‐ | |
5 | σιαστικῶν ταγμάτων διδασκαλίαν. γʹ. «Χήρας τίμα τὰς ὄντως χήρας.» Τίνες δὲ αὐταί; δʹ, εʹ. «Εἰ δέ τις χήρα τέκνα ἢ ἔγγονα ἔχει, μαν‐ θανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ | |
10 | ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέ‐ ρας.» Τῆς ἐκκλησιαστικῆς, φησὶ, προσήκει ἀπο‐ | |
15 | λαύειν θεραπείας τὰς οὐδεμίαν ἑτέρωθεν ἐχούσας παραψυχῆς ἀφορμήν. Αὗται δὲ, διὰ τὸ φροντίδων ἀπηλλάχθαι, ἓν ἔργον ἔχουσι, τὸ ταῖς θείαις προσευ‐ χαῖς ἐνδιατρίβειν ἀεί. Τὰς μέντοι τέκνα καὶ ἔγγονα ἐχούσας, τούτων ἐπιμελεῖσθαι προσήκει, καὶ ἧς παρὰ | |
20 | τῶν πατέρων κηδεμονίας ἀπήλαυσαν, ταύτης τού‐ τοις μεταδιδόναι· ἵνα τὴν ἐκείνοις ὀφειλομένην ἀντί‐ δοσιν τούτοις ἐκτίνωσι, καὶ τὴν παρὰ τούτων θερα‐ πείαν ἀντιλαμβάνωσιν. ϛʹ. «Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.» Ἡ γὰρ | |
25 | τῆς τρυφῆς ἀμετρία τὸ λογικὸν καταχώννυσι, καὶ ἀκίνητον ὡς ἐν τάφῳ τινὶ τῷ σώματι κεῖσθαι παρα‐ σκευάζει. ζʹ. «Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.» Οὐ περὶ μόνων ταῦτα εἶπε τῶν τῆς ἐκκλη‐ | |
30 | σιαστικῆς ἐπιμελείας ἀξιουμένων· ἀλλὰ καὶ περὶ τῶν παιδοτροφίᾳ προσδεδεμένων. ηʹ. «Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰ‐ κείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.» Τοῦτο καὶ περὶ τῶν μητέρων, καὶ | |
35 | περὶ τῶν παίδων εἴρηκε· καὶ γὰρ τὰς μητέρας προσ‐ ήκει τιθηνεῖσθαι τοὺς παῖδας, καὶ τὴν εὐσέβειαν ἐκ‐ παιδεύειν. Κἀκείνους ὡσαύτως χρὴ τὴν προσήκουσαν τοῖς γονεῦσι θεραπείαν προσφέρειν. θʹ. «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκον‐ | |
40 | τα.» Οὐκ εἶπε, μὴ ἔστω, ἀλλὰ, μὴ καταλεγέσθω. Ὡς τῶν ἀκμαζουσῶν καὶ ἐργάζεσθαι καὶ τρέφεσθαι δυναμένων· ἃς καὶ τοῖς πόνοις δαμάζειν χρὴ τῆς ἀκμῆς τὰ σκιρτήματα. «Γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή.» Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐ τὴν διγαμίαν ἐκ‐ | |
45 | βάλλει, ἀλλὰ τὸ σωφρόνως ἐν γάμῳ βιοῦν νομοθετεῖ. Οὐ γὰρ ἄνω τὸν δεύτερον γάμον νομοθετήσας σωμα‐ τικῆς ἀπολαῦσαι θεραπείας ἐκώλυσε τὴν δευτέροις ὁμιλήσασαν γάμοις· ὅς γε τὸ ἀγαθὸν ποιεῖν πρὸς πάντας διαγορεύει σαφῶς. | |
82.817(50) | ιʹ. «Ἐν ἔργοις καλοῖς μαρτυρουμένη.» Εἶτα λέ‐ γει ταῦτα κατ’ εἶδος. «Εἰ ἐτεκνοτρόφησεν.» Οὐ τὸ θρέψαι μόνον ἀπαιτεῖ, ἀλλὰ καὶ τὸ εὐσεβῶς θρέψαι. Τοῦτο καὶ περὶ τοῦ Ἀβραάμ φησιν ὁ Θεός· ὅτι συνέταξε τοῖς υἱοῖς αὑτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ | |
55 | αὐτὸν, φυλάττειν πάντα τὰ κρίματα Κυρίου τοῦ | |
82.820 | Θεοῦ. «Εἰ ἐξενοδόχησεν.» Εἶτα λέγει καὶ τίνας.» «Εἰ ἁγίων πόδας ἔνιψεν.» Ἐποίουν γὰρ τοῦτο πά‐ λαι. Οὕτως ἡ Λυδία καὶ αὐτὸν τὸν Ἀπόστολον, καὶ τοὺς σὺν αὐτῷ ὑπεδέξατο. Οὕτω περὶ τῆς Φοίβης ἔφη, | |
5 | ὅτι «Προστάτις πολλῶν ἐγενήθη, καὶ ἐμοῦ αὐτοῦ.» —«Εἰ θλιβομένοις ἐπήρκεσεν.» Οὐ τὴν ποσότητα τῆς χορηγίας, ἀλλὰ τῆς γνώμης ζητεῖ τὴν ποιότητα. Τοιαῦτα ἦν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις χήρας τὰ δύο λεπτά. «Ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.» | |
10 | Συλλήβδην ἅπαντα τῆς ἀρετῆς εἶπε τὰ εἴδη. ιαʹ, ιβʹ. «Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.» Τῷ γὰρ Χριστῷ συνταξάμεναι σωφρόνως ζῇν ἐν χη‐ | |
15 | ρείᾳ, δευτέροις ὁμιλοῦσι γάμοις. ιγʹ. «Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχό‐ μεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύα‐ ροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.» Ἔδειξε τὰς αἰτίας, δι’ ἃς αὐτὰς οὐκ ἐντάττει τῷ τῶν χηρῶν | |
20 | καταλόγῳ. Τὸ δὲ, καταστρηνιάσωσιν, ἀντὶ τοῦ, Τῆς ἐκκλησιαστικῆς ἀπολαύουσαι θεραπείας, καὶ δίχα φροντίδος τὴν σωματικὴν κομιζόμεναι χρείαν, ἀργίᾳ συντρέφονται· ἡ δὲ ἀργία εἰσάγει τὴν πονη‐ ρίαν. | |
25 | ιδʹ. «Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν δι‐ δόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.» Τοῦ θείου Παύλου λέγοντος, Βούλομαι, Ναυᾶτος λέγει, Οὐ βού‐ λομαι. Λέγει δὲ καὶ τίνος χάριν βούλεται. Ὥστε αὐ‐ | |
30 | τὰς, φησὶ, καὶ ἀνδράσιν ὑποκειμένας, καὶ τῇ τῆς οἰκίας ἐνασχολουμένας φροντίδι, βλάβης ἀπαλλαγῆ‐ ναι, ἣν ἀργία γεννᾷ. Εἶτα καὶ σαφέστερον τούτου τὴν αἰτίαν διδάσκει. ιεʹ. «Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ | |
35 | Σατανᾶ.» Ἀπὸ πείρας ἡ νομοθεσία γεγένηται. ιϛʹ. «Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπ‐ αρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.» Τουτέστι ταῖς μη‐ δεμίαν μηδαμόθεν ἐχούσαις παραψυχήν. Τοῖς δὲ πι‐ | |
40 | στοῖς τοῦτο κελεύει ποιεῖν. Τὰς γὰρ τοῖς μὲν ἀπίστοις διαφερούσας, τῇ δὲ πίστει κοσμουμένας, τῆς ἐκκλη‐ σιαστικῆς βούλεται κηδεμονίας τυγχάνειν. ιζʹ. «Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ | |
45 | καὶ διδασκαλίᾳ.» Οὕτως ἀξιέπαινον τῆς διδασκαλίας τὸ χρῆμα. Τὸ δὲ, διπλῆς τιμῆς, ἀντὶ τοῦ, πλείονος, τέθεικε. Βεβαιοῖ δὲ τὸν λόγον Γραφικῇ μαρτυρίᾳ. ιηʹ. «Λέγει γὰρ ἡ Γραφή· Οὐ φιμώσεις βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ.» | |
82.820(50) | Τὸ μὲν ἀπὸ τῆς Παλαιᾶς, τὸ δὲ ἀπὸ τῆς Καινῆς τέθεικε. | |
ιθʹ. «Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παρα‐ | ||
82.821 | δέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.» Περὶ πάντων ὁ νόμος τοῦτο κελεύει. «Ἐπὶ δύο γὰρ, φησὶ, καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Οὐχ ἥκιστα δὲ, φησὶν, ἐπὶ πρεσβυτέρου τοῦτο προσ‐ | |
5 | ήκει ποιεῖν. Συμβαίνει γὰρ Ἐκκλησίας αὐτὸν προσ‐ τασίαν πεπιστευμένον, καὶ λυπῆσαι τῶν ἁμαρτανόν‐ των τινὰς, εἶτα ἐντεῦθεν ἐκείνους δυσμενῶς δια‐ τεθέντας συκοφαντίαν ὑφῆναι. Δεῖ τοίνυν ἀπαντῆσαι τῶν μαρτύρων τὸν ἀριθμόν. | |
10 | κʹ. «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.» Μήτε κατακρίνῃς πρὸ τῶν ἐλέγχων, μήτε τοὺς προφανῶς ἐπί τισι παρανομίαις ἐλεγχομένους φειδοῦς ἀξιώσεις· ἀλλὰ τῶν ἁλισκομένων πάντων παρόντων καταψηφίζου· | |
15 | ἵνα τῷ δέει τῆς τιμωρίας, φύγωσι τὴν ἁμαρτίαν. Εἶτα καὶ αὐτὸν δεδίττεται τῇ φοβερᾷ μαρτυρίᾳ. καʹ. «Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χρι‐ στοῦ Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ | |
20 | πρόσκλισιν.» Δύο παρακελεύεται· μήτε τῇ τῶν κατηγόρων ἀξιοπιστίᾳ πιστεύσαντα κατακρίνειν, ἢ φιλαπεχθημόνως διακείμενον τοῦτο ποιεῖν πρὸ τῆς ἀκριβοῦς ἐξετάσεως· μήτε τῶν ἐλέγχων προφανῶς γενομένων ἀναβάλλεσθαι τὴν ψῆφον τῇ πρὸς τὸν | |
25 | κρινόμενον χάριτι τὸ δίκαιον διαφθείροντα. Τοὺς μέντοι ἀγγέλους τῷ Θεῷ καὶ τῷ Χριστῷ συνέταξεν· οὐχ ὡς ὁμοτίμους, ἀλλ’ ὡς δούλους. Καὶ γὰρ ἡμεῖς πολλάκις τοῖς μείζοσι τοὺς ἐλάττους συντάττομεν· καὶ δούλων ὁμοῦ καὶ δεσποτῶν, καὶ ἱερέων, καὶ λαϊ‐ | |
30 | κῶν παρόντων φαμέν· Ἐπὶ τούτων σε πάντων μαρ‐ τύρομαι. Οὕτω καὶ ὁ μακάριος Παῦλος· Μαρτύρο‐ μαί σε, φησὶν, ἐπὶ τοῦ Θεοῦ, καὶ τοῦ Υἱοῦ αὐτοῦ, καὶ τῶν θεραπόντων αὐτοῦ. κβʹ. «Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοι‐ | |
35 | νώνει ἁμαρτίαις ἀλλοτρίαις.» Ἐξετάζειν γὰρ πρό‐ τερον χρὴ τοῦ χειροτονουμένου τὸν βίον· εἶθ’ οὕτω καλεῖν ἐπ’ αὐτὸν τὴν χάριν τοῦ Πνεύματος. «Σεαυ‐ τὸν ἁγνὸν τήρει.» Μὴ ποίει σαυτὸν κατηγορίας ὑπεύθυνον. Εἶτα καὶ σύμμετρον τῷ σώματι προσ‐ | |
40 | φέρειν θεραπείαν κελεύει. κγʹ. «Μηκέτι ὑδροπότει, ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθε‐ νείας.» Λόγῳ τοὺς ἄλλους ἰώμενος, τὴν ἀπὸ τοῦ οἴνου τῷ μαθητῇ θεραπείαν προσφέρει, πιστεύων τῷ εἰρη‐ | |
45 | κότι· «Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Εἶτα τὸν περὶ τῆς χειροτονίας ἀναλαμβάνει λόγον. κδʹ, κεʹ. «Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρό‐ δηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπ‐ ακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά | |
82.821(50) | ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.» Οὐ πάντες, φησὶ, προφανῶς ἁμαρτάνουσιν· εἰσὶ γὰρ οἳ καὶ κρύβδην παρανομοῦσιν. Ἀλλ’ ὅμως τὸ σήμερον λανθάνον τῷ χρόνῳ φωρᾶται. Ἀνάμενε τοίνυν τὴν | |
ἀπὸ τῆς πείρας διδασκαλίαν | ||
82.824 | ΚΕΦΑΛΑΙΟΝ ϛʹ. αʹ. «Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.» | |
5 | Ταῦτα περὶ ἀπίστους ἐχόντων δεσπότας λέγει. Ἐκεῖ‐ νοι γὰρ πάντως τυραννοῦντας τοὺς οἰκέτας ὁρῶντες, τὴν εὐαγγελικὴν ἐβλασφήμουν διδασκαλίαν, ὡς τού‐ των αἰτίαν γεγενημένην. βʹ. «Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ κατα‐ | |
10 | φρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δου‐ λευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐερ‐ γεσίας ἀντιλαμβανόμενοι.» Μήτε μὴν οἱ εὐσεβεῖς ἔχοντες δεσπότας καταφρονήσεως λαμβανέτωσαν πρό‐ φασιν τὴν τούτων εὐσέβειαν· ἀλλὰ πλείονος αὐτοὺς | |
15 | τούτου χάριν ἀξιούτωσαν θεραπείας. «Ταῦτα δί‐ δασκε, καὶ παρακάλει.» Τὸ μὲν διδακτικῶς, τὸ δὲ πατρικῶς. γʹ, δʹ. «Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρ‐ χεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
20 | Χριστοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύ‐ φωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζη‐ τήσεις καὶ λογομαχίας.» Προσήκει τοῖς Δεσποτι‐ κοῖς ὅροις ἐμμένειν. Οἱ γὰρ τούτους μὲν παραβαίνειν τολμῶντες, τοῖς οἰκείοις δὲ λογισμοῖς ἀκολουθοῦντες, | |
25 | ἴσασι μὲν τῶν δεόντων οὐδὲν, τύφῳ δὲ μόνῳ δουλεύου‐ σιν. «Ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπό‐ νοιαι πονηραὶ, (εʹ) διαπαρατριβαὶ διεφθαρμένων ἀν‐ θρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, | |
30 | νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.» Οἱ γὰρ τῆς ἀληθείας ἀφιστάμενοι, καὶ λογισμοῖς οἰκείοις ἑπόμενοι, διδάσκειν μὲν πειρῶνται τὰ μὴ προσ‐ ήκοντα, ἔρις δὲ καὶ φθόνος ἐντεῦθεν ἀκολουθεῖ· ἐκ δὲ τῆς ἔριδος, ἡ κατὰ τοῦ Θεοῦ βλασφημία τολμᾶται· | |
35 | τῆς δὲ πίστεως ἐληλαμένης, ὑπόνοιαι πονηραὶ περι‐ φύονται. Ἐντεῦθεν δὲ λύμη τις γεννᾶται διαφθεί‐ ρουσα τοὺς πελάζοντας· τοῦτο γὰρ δηλοῖ, ἡ διαπαρα‐ τριβὴ τῶν διεφθαρμένων τὸν νοῦν. Ὥσπερ γὰρ τὰ νοσοῦντα πρόβατα τοῖς εὐεκτοῦσι συνδιαιτώμενα | |
40 | μεταδίδωσι τῆς νόσου· οὕτω καὶ οὗτοι τοὺς πελάζον‐ τας ἐμφοροῦσι τῆς λύμης. Ὅθεν αὐτῷ καὶ ἀπαγο‐ ρευτικῶς βοᾷ· «Ἀφίστασο ἀπὸ τῶν τοιούτων.» Ἐπειδὴ δὲ ἐκεῖνοι ἐπὶ βλάβῃ πορισμὸν ὑπέλαβον τὴν εὐσέβειαν, ἐπήγαγεν· | |
45 | ϛʹ. «Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.» Τὴν γὰρ αἰώνιον ἡμῖν πορίζει ζωήν. Κατὰ μέντοι τὸν παρόντα βίον φεύγειν προσήκει τὴν πλεονεξίαν, καὶ τὴν αὐτάρκειαν στέργειν. Εἶτα ἀπὸ τῆς φύσεως αὐτῆς βεβαιοῖ τὴν παραίνεσιν. | |
82.824(50) | ζʹ. «Οὐδὲν γὰρ εἰσενέγκαμεν εἰς τὸν κόσμον· δῆ‐ λον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Τοῦτο καὶ ὁ μακάριος Ἰὼβ ἔφη· «Α τὸς γυμνὸς ἐξῆλθον ἐκ κοι‐ | |
λίας μητρός μου· γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.» | ||
82.825 | ηʹ. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Τροφῆς γὰρ συμμέτρου μόνης, καὶ καλυμμάτων καταλλήλων δεόμεθα. Δι‐ δάσκει δὲ καὶ τῆς ἀπληστίας τὴν λώβην. | |
5 | θʹ. «Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς παγίδα καὶ πειρασμὸν τοῦ διαβόλου, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.» Οὐχ ἁπλῶς εἶπεν, οἱ πλουτοῦντες, ἀλλ’, οἱ βουλόμενοι | |
10 | πλουτεῖν. Ἐὰν γάρ τις τὸν ἐκ προγόνων διαδεξά‐ μενος πλοῦτον, κατὰ τοὺς θείους νόμους τοῦτον οἰ‐ κονομεῖ, κατηγορίας ἐλεύθερος. Ὁ δὲ ἐκ πενήτων μὲν φὺς, πλούτου δὲ ἐφιέμενος, καὶ πάντα πόρον εἰς τὴν τούτου κτίσιν κινῶν, κόρον μὲν τῆς ἐπιθυμίας | |
15 | οὐ λήψεται, ταῖς δὲ τῆς ἁμαρτίας περιπαρήσεται πάγαις· καὶ κλυδωνιζόμενος, καὶ ναυαγῶν ἐκτελέσει τὸν βίον. ιʹ. «Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλ‐ αργυρία.» Καὶ γὰρ μιαιφονίαι, καὶ γοητεῖαι, καὶ | |
20 | ἁρπαγαὶ, καὶ πλεονεξίαι, καὶ ψεῦδος, καὶ παράβασις ὅρκων, καὶ τἄλλα τῆς παρανομίας εἴδη, ἐκ τῆς ῥίζης ταύτης βλαστάνει. «Ἧς τινὲς ὀρεγόμενοι ἀπεπλα‐ νήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.» Ἀπρόσωπον τὴν κατηγορίαν εἰσ‐ | |
25 | ήνεγκεν, ὡς φιλόστοργος πατὴρ, καὶ τῶν ἀλλοτρίων γεγενημένων κηδόμενος. ιαʹ. «Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε.» Μέγας ὁ ἔπαινος. Οὕτως ἐκαλεῖτο καὶ Ἠλίας ὁ μέ‐ γας· οὕτω καὶ πολλοὶ τῶν προφητῶν ὠνομάσθησαν. | |
30 | Οὐχ ὡς τῶν ἄλλων ἀνθρώπων οὐκ ὄντων Θεοῦ· πάν‐ τες γὰρ Θεοῦ ποιήματα· ἀλλ’ οἱ τοὺς ἀρχαίους τῆς δημιουργίας χαρακτῆρας φυλάξαντες, ἀληθῶς κα‐ λοῦνται ἄνθρωποι τοῦ Θεοῦ. Οὕτω πάντες δοῦλοι Θεοῦ, ὡς ποιήματα· καὶ γὰρ ὁ Ναβουχοδονόσωρ | |
35 | δοῦλος ὁ δυσσεβής. Ἀλλ’ ἐκεῖνος μὲν φύσει· Ἀβραὰμ δὲ, καὶ Δαβὶδ, καὶ Παῦλος, καὶ οἱ κατὰ τούτους, καὶ σχέσει. «Δι’ Ἀβραὰμ γὰρ, φησὶ, τὸν δοῦλόν σου·» καί· «Διὰ Δαβὶδ τὸν δοῦλόν μου·» καί· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.» | |
40 | «Δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. (ιβʹ.) Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως.» Ἄνω γυμνάζεσθαι παρεγγυήσας, νῦν ἀγωνίζεσθαι παραινεῖ. Τὸ ἐντεῦθεν δείκνυσι κέρδος. «Ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ | |
45 | ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.» Πάντας γὰρ παρ’ αὐτοῦ δεξαμένους τὸ κήρυγμα μάρτυρας εἶχε τῆς καλῆς ὁμολογίας. ιγʹ. «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ | |
82.825(50) | μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμο‐ λογίαν.» Τοῦ ταλάντου τὰς εὐθύνας δεδιὼς ὁ θεῖος | |
Ἀπόστολος, ἀφειδῶς τῷ μαθητῇ τὰς διαμαρτυρίας | ||
82.828 | προσφέρει. Μᾶλλον δὲ καὶ τούτου κηδόμενος, τοῦτο ποιεῖ· ἵνα μετὰ πλείονος καὶ αὐτὸς προθυμίας ῥυθμίσῃ τοὺς ἑαυτοῦ μαθητάς. Καλὴν δὲ ὁμολογίαν τοῦ Κυρίου, τὴν τῆς οἰκουμένης κέκληκε σωτηρίαν· | |
5 | ὑπὲρ αὐτῆς γὰρ τὸ πάθος ὑπέμεινεν. Ἐπειδὴ δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, τὸ, «Πάντα δι’ αὐτοῦ ἐγένετο.» κακῶς νοοῦντες, καὶ τὸ Πνεῦμα τοῖς πᾶσι συμπεριλαμβάνειν φιλονεικοῦσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου λέγοντος, τοῦ ζωοποιοῦντος τὰ πάντα, | |
10 | καὶ εἰπάτωσαν ἡμῖν πῶς νοοῦσιν ἐνταῦθα, τὰ πάντα. Ἆρα καὶ τῶν ἀλόγων τὰ γένη τῆς ἀναστάσεως τεύξε‐ ται, καὶ πρὸς τοῖς ἀλόγοις τὰ ἄψυχα, φυτὰ λέγω καὶ σπέρματα, καὶ λίθοι, καὶ ξύλα, καὶ τὰ τούτοις προσ‐ όμοια; Ἀλλὰ δῆλον ὡς οὐκ ἂν εἴποιεν. Οὐκοῦν ἡμῖν | |
15 | ὁ θεῖος Ἀπόστολος καταλέλοιπε τὸ εὐσεβῶς νοῆσαι τὰ πάντα. Οὕτω τοίνυν καὶ τὸ εὐαγγελικὸν νοητέον ῥητόν. Ἀλλ’ ἐπὶ τὰ λοιπὰ τῆς ἑρμηνείας βαδίσωμεν. Διαμαρτυράμενος γὰρ αὐτὸν, λέγει καὶ ἐπὶ τίσι δια‐ μαρτύρεται. | |
20 | ιδʹ. «Τηρῆσαί σε τὴν ἐντολήν.» Τουτέστι, ταῦτα ἃ γράφω. «Ἄσπιλον, ἀνεπίληπτον, μέχρι τῆς ἐπι‐ φανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀντὶ τοῦ, Εἰς ἐκείνην ἀποβλέπων, καὶ ἐκείνην προσμένων, μηδὲν ἀναμίξῃς ἀλλότριον τῇ θείᾳ διδασκαλίᾳ. | |
25 | ιεʹ, ιϛʹ. «Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανα‐ σίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώ‐ πων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. | |
30 | Ἀμήν.» Ἀπὸ τῶν προσόντων τῷ Θεῷ τὸν περὶ τῆς ἀναστάσεως, καὶ τῆς κρίσεως, καὶ τῶν ἀντιδόσεων ἐβεβαίωσε λόγον. Πρῶτον μὲν γὰρ αὐτοῦ τὸ ἄτρε‐ πτον ἔδειξεν, μακάριον ὀνομάσας. Ὁ γὰρ φύσει μα‐ κάριος οὐδεμίαν τροπὴν ἐπιδέχεται. Εἶτα τὸ δυνατόν· | |
35 | Μόνος γὰρ, φησὶ, δυνατὸς, καὶ Βασιλεὺς τῶν βα‐ σιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Ἔπειτα τὸ ἀνώλεθρον· Ὁ μόνος ἔχων ἀθανασίαν. Πρὸς τούτοις αὐτὴν οὐ δυνηθεὶς ἐρευνῆσαι τὴν φύσιν, τὸ περὶ αὐτὴν ὑπέδειξε φῶς· Φῶς γὰρ, φησὶν, οἰκῶν | |
40 | ἀπρόσιτον. Ἀλλ’ οὐδὲ τοῦτο ἁρμόδιον Θεῷ· ἀπερί‐ γραφον γὰρ ἔχει τὴν φύσιν, εἰ δὲ φῶς οἰκεῖ, περι‐ γράφεται ἀπὸ τούτου· ἀλλ’ ὡς δύναται ὑμνεῖ, καὶ ὅσον φθάνει βλέπει. Εἰ δὲ τὸ περὶ αὐτὸν φῶς ἀπρόσ‐ ιτον, πῶς οἷόν τε αὐτὸν κατιδεῖν; Ὅθεν ἐπήγαγεν· | |
45 | Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. ιζʹ. «Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδη‐ λότητι.» Ἄδηλον γὰρ τοῦ πλούτου τὸ κτῆμα. Νῦν μὲν γὰρ παρὰ τούτῳ φοιτᾷ, νῦν δὲ πρὸς ἐκεῖνον μετα‐ | |
82.828(50) | βαίνει· καὶ πολλοὺς ἔχων κυρίους, οὐδενός ἐστι κτῆμα. Τῷ δὲ διορισμῷ ἀναγκαίως ἐχρήσατο. Εἰσὶ | |
γὰρ πλούσιοι καὶ τοῦ μέλλοντος αἰῶνος, οἱ τὸν μόνι‐ | ||
82.829 | μον πλοῦτον καὶ διαρκῆ κεκτημένοι. «Ἀλλ’ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν.» Αὐτῷ δὲ, φησὶ, προσήκει θαῤῥεῖν, ὃς ἀεὶ μὲν ζῇ, πᾶσι δὲ χορηγεῖ τῶν ἀγαθῶν τὴν | |
5 | ἀπόλαυσιν. Οὐ μόνον δὲ πιστεύειν Θεῷ παρεγγυᾷ, ἀλλὰ καὶ πράττειν ὅσα τῇ πίστει συμβαίνει. ιηʹ. «Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐ‐ μεταδότους εἶναι, κοινωνικούς.» Τὸ μὲν γάρ ἐστι τῆς τῶν χρημάτων χορηγίας· τὸ δὲ τῆς τῶν ἠθῶν | |
10 | μετριότητος. Κοινωνικοὺς γὰρ καλεῖν εἰώθαμεν τοὺς ἄτυφον ἦθος ἔχοντας. ιθʹ. «Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.» Τοῦ πλούτου τὴν κτῆσιν ἐκάλεσεν ἄδηλον· τῶν δὲ | |
15 | μελλόντων ἀγαθῶν τὴν ἀπόλαυσιν θεμέλιον κέκλη‐ κεν· ἀκίνητα γὰρ ἐκεῖνα καὶ ἄτρεπτα. κʹ. «Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον.» Παραθήκην οἶμαι αὐτὸν τὴν χάριν λέγειν τοῦ Πνεύ‐ ματος, ἣν διὰ τῆς χειροτονίας ἐδέξατο. | |
20 | «Ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας, καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, (καʹ.) ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.» Οἳ ἀπὸ Σίμωνος γνωστικοὺς ἑαυτοὺς προσηγόρευσαν· ἃ γὰρ σεσίγηκε, φασὶν, ἡ θεία Γραφὴ, ταῦτα ὁ Θεὸς αὐ‐ | |
25 | τοῖς ἀπεκάλυψεν· ἔστι δὲ πάσης δυσσεβείας καὶ ἀσελ‐ γείας μεστά. Ταύτην εἰκότως ψευδώνυμον ἐκάλεσε γνῶσιν. Ἀγνοίας ζόφον, ἀλλ’ οὐ θεογνωσίας ἔχουσι φῶς. «Ἡ χάρις μετὰ σοῦ. Ἀμήν.» Τὴν συνήθη εὐλογίαν ἐπέθηκε. Ταύτην προσήκει τὴν διδασκαλίαν | |
30 | ἅπαντας τοὺς ἱερωσύνης ἠξιωμένους σὺν ἀκριβείᾳ φυλάττειν, καὶ οἷόν τινα κανόνα ἑαυτοῖς προσφέρειν ἀεὶ, καὶ πρὸς τοῦτον διευθύνειν τά τε λεγόμενα, τά τε πραττόμενα παρ’ αὐτῶν. Οὕτω γὰρ δυνατὸν καὶ τῆς τοῦ μακαρίου Τιμοθέου γενέσθαι μερίδος, καὶ μέντοι | |
35 | καὶ αὐτοῦ τοῦ θειοτάτου Παύλου, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
40 | Ἡ πρὸς Τιμόθεον αʹ Ἐπιστολὴ ἐγράφη ἀπὸ Λαο‐ | |
δικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας. | ||
82.832(1t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
2t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
3t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ ΕΠΙΣΤΟΛΗΣ. | |
7 | ΥΠΟΘΕΣΙΣ. Ἀπὸ τῆς Ῥώμης τὴν δευτέραν τῷ τρισμακαρίῳ Τιμοθέῳ γέγραφεν Ἐπιστολὴν ὁ θεῖος Ἀπόστολος, | |
10 | παρ’ αὐτὸ λοιπὸν ὢν τοῦ βίου τὸ τέλος. Καὶ τοῦτο δε‐ δήλωκεν αὐτὸς ὡδὶ γεγραφώς· «Ἐγὼ ἤδη σπένδο‐ μαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ἐπέστελλε δὲ αὐτῷ, παραθαρσύνων εἰς τοὺς περὶ τῆς εὐσεβείας ἀγῶνας, καὶ φέρειν γενναίως τοὺς ὑπὲρ | |
15 | τῆς πίστεως κινδύνους παρακαλῶν. Ὑπέδειξε δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα. Προείρηκε δὲ καὶ περί τινων, τὸ μὲν πρόσχημα τῆς εὐσεβείας περικειμένων, ἀλλό‐ τριον δὲ τῆς ἐπαγγελίας βίον προαιρουμένων. ΚΕΦΑΛΑΙΟΝ Αʹ. | |
20 | αʹ, βʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ, καὶ γνησίῳ τέκνῳ, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.» Οὐ πᾶς υἱὸς ἀγαπητός· ἔστι | |
25 | γὰρ ὅτε καὶ τὴν φυσικὴν σβέννυσι φιλοστοργίαν τῶν παίδων ἡ δυστροπία. Τὸν δὲ πάντα ἄριστον Τιμόθεον καὶ υἱὸν καὶ ἀγαπητὸν οὐχ ἡ φύσις, ἀλλ’ ἡ γνώμη πεποίηκε. Τὸ δὲ, κατ’ ἐπαγγελίαν ζωῆς, οὕτω νοη‐ τέον· Ἀπόστολόν με προεβάλετο, φησὶν, ὁ Δεσπότης | |
30 | Θεὸς, συμψηφισαμένου καὶ τοῦ Υἱοῦ, ὥστε με τὴν ἐπαγγελθεῖσαν αἰώνιον ζωὴν τοῖς ἀνθρώποις κη‐ ρύξαι. γʹ. «Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει.» Ἀψευδὴς μὲν ὁ λόγος εἰ καὶ | |
35 | τοῦ βίου προσεμαρτύρει λαμπρότητι, ἀλλ’ ὅμως τὴν εἰλικρινῆ περὶ τὸν Θεὸν διάθεσιν διὰ τοῦ καθαροῦ συνειδότος ᾐνίξατο. Καὶ γὰρ ἡνίκα ἐδίωκεν, ὑπὲρ Θεοῦ, τοῦτο ποιεῖν ὑπελάμβανε. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἔφη· «Κατὰ ζῆλον διώκων τὴν | |
40 | Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενό‐ μενος ἄμεμπτος.» «Ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, (δʹ.) ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πλη‐ | |
45 | ρωθῶ.» Ἀσαφῆ τὴν διάνοιαν ἡ συνθήκη πεποίηκε. | |
Λέγει δὲ τοῦτο, ἀναμιμνησκόμενός σου τῶν δακρύων, | ||
82.833 | θυμηδίας ἐμφοροῦμαι πολλῆς, καὶ τῷ πόθῳ πυρσεύο‐ μαι, ἱμειρόμενός σε πάλιν ἰδεῖν· καὶ προσευχόμενος δὲ διηνεκῶς ἐπὶ σοὶ τὸν Θεὸν ἀνυμνῶ. Εἰκὸς δὲ αὐτῷ γενέσθαι τὰ δάκρυα συνταττομένῳ, καὶ τοῦ διδα‐ | |
5 | σκάλου χωριζομένῳ. εʹ. «Ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.» Εὐφραίνει με καὶ διαφερόντως τὸ εἰλι‐ κρινές σου τῆς πίστεως. «Ἥτις ἐνῴκησε πρότερον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ.» | |
10 | Μέμνηται αὐτοῦ τῆς μητρὸς καὶ Λουκᾶς ὁ μακάριος ἐν ταῖς Πράξεσιν· «Ἦν δὲ ἐκεῖ, φησὶ, μαθητὴς ὀνόματι Τιμόθεος, υἱὸς Ἰουδαίας πιστῆς.» Ἀλλὰ τὸ μὲν ἦν πάλαι, τὸ δὲ προσέλαβεν. Ἰουδαία γὰρ οὖσα, τῷ Σωτῆρι τῶν ὅλων ἐπίστευσε. Τῇ μέντοι μετ’ εὐ‐ | |
15 | φημίας μνήμῃ τῶν προγόνων ὁ θεῖος Ἀπόστολος κρατύνει τὴν πίστιν ἐν τῷ μαθητῇ. Οὐδὲν γὰρ οὕτως ὀνίνησιν ὡς οἰκεῖον παράδειγμα. Καὶ ἐπειδὴ συμ‐ βαίνει τινὰς ἐξ εὐσεβῶν γενομένους μὴ ζηλῶσαι τὴν τῶν προγόνων εὐσέβειαν, ἀναγκαίως ἐπήγαγε· | |
20 | «Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.» Εἶτα τοῦτο αὐτὸ τῆς παραινέσεως ὑποβάθραν ποιεῖται. ϛʹ. «Δι’ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπι‐ θέσεως τῶν χειρῶν μου.» Ταῦτα περὶ σοῦ πεπει‐ | |
25 | σμένος παρακαλῶ σε πυρσεύειν τῇ προθυμίᾳ τὴν χάριν τοῦ Πνεύματος, ἣν διὰ τῆς ἐμῆς ἐκομίσω χει‐ ροτονίας. Καθάπερ γὰρ τὸ ἔλαιον τῆς λαμπάδος τὴν φλόγα σφοδροτέραν ἐργάζεται, οὕτως ἡ καλὴ τῆς ψυχῆς προθυμία τοῦ παναγίου Πνεύματος τὴν χάριν | |
30 | ἐφέλκεται. ζʹ. «Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.» Τοῦ παναγίου γὰρ Πνεύματος τὴν χάριν δέδωκεν ἡμῖν ὁ Θεὸς, οὐχ ἵνα δειλιῶμεν τοὺς ὑπὲρ τῆς εὐσεβείας | |
35 | κινδύνους, ἀλλ’ ἵνα θείας δυνάμεως ἐμφορούμενοι, θερμῶς μὲν αὐτὸν ἀγαπήσωμεν, σωφρονίσωμεν δὲ τῶν ἐν ἡμῖν οἰκουμένων παθημάτων τὴν ἀταξίαν. ηʹ. «Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυ‐ ρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ.» Σταυρὸς | |
40 | ἦν ὁ κηρυττόμενος, καὶ ὕβρεις, καὶ λοιδορίαι, καὶ πάθος, καὶ θάνατος. Ταῦτα δὲ τοῖς ἀπιστοῦσιν αἰ‐ σχύνης ἐδόκει εἶναι μεστά. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, φησὶ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν.» Οὗ δὴ χάριν καὶ αὐτὸς Ῥωμαίοις ἐπιστέλλων ἔφη· | |
45 | «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Παραινεῖ τοίνυν τῷ μαθητῇ μετὰ παῤῥησίας ταῦτα κηρύττειν. Διά τοι τοῦτο καὶ τῶν οἰκείων ἐμνήσθη δεσμῶν, διδάσκων ὡς τοῦ κηρύγματος ἕνεκα πεπε‐ | |
82.833(50) | δημένος ᾤκει τὸ δεσμωτήριον. «Ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, (θʹ.) τοῦ σώσαντος ἡμᾶς, καὶ καλέ‐ σαντος κλήσει ἁγίᾳ.» Τῶν κηρύκων τὸ πάθος, τοῦ | |
Εὐαγγελίου προσηγόρευσε πάθος, ἐπειδὴ χάριν ἐκεί‐ | ||
82.836 | νου τὰς παντοδαπὰς τιμωρίας ὑπέμενον. Παρεγγυᾷ τοίνυν αὐτῷ ταῦτα φέρειν γενναίως, καὶ παραθαῤ‐ ῥύνει τῇ μνήμῃ τῆς θείας δυνάμεως. Ὁ γὰρ ἐπὶ σωτηρίᾳ καλέσας, καὶ δύναμιν παρέχει, τῇ πίστει | |
5 | τῶν δεχομένων τὴν χάριν μετρῶν. «Οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν.» Κέκληκε δὲ ἡμᾶς, οὐκ εἰς τὸν ἡμέτερον ἀποβλέψας βίον, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν. «Τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων | |
10 | αἰωνίων. (ιʹ.) Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφα‐ νείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ταῦτα ἄνωθεν μὲν καὶ πρὸ τῶν αἰώνων προώρισεν ὁ τῶν ὅλων Θεός· νυνὶ δὲ τοῖς προωρισθεῖσι τὸ πέρας ἐπ‐ έθηκε. Ταῦτα δὲ καὶ βουλευόμενος σύμψηφον ἔσχε τὸν | |
15 | Δεσπότην Χριστὸν, καὶ ἐπιτελῶν συνεργόν. Διὰ γὰρ τῆς ἐπιφανείας αὐτοῦ τὸ ἔργον ἐπέθηκε. Σαφῶς δὲ καὶ διὰ τούτων ἔδειξε τοῦ Υἱοῦ τὸ ἀΐδιον. Λέγει δὲ καὶ τὰ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος γεγενη‐ μένα. | |
20 | «Καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου· (ιαʹ.) εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, καὶ διδάσκα‐ λος ἐθνῶν.» Ἐνανθρωπήσας γὰρ ὁ μονογενὴς Λόγος ἔπαυσε μὲν τοῦ θανάτου τὴν δυναστείαν, ἔδωκε δὲ | |
25 | ἡμῖν τῆς αἰωνίου ζωῆς τὴν ἐπαγγελίαν. Τοῦτο γὰρ εἶπε φωτίσαντος, ἀντὶ τοῦ, προμηνύσαντος. Ἐμὲ δὲ, φησὶ, τούτων κεχειροτόνηκε κήρυκα, ὥστε με πᾶσι τοῖς ἔθνεσι προσενεγκεῖν τὰ τῶν ἀγαθῶν εὐ‐ αγγέλια. | |
30 | ιβʹ. «Δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω.» Σαφῶς ἔδειξε καὶ τὴν ἐκείνων ἀχαριστίαν, καὶ τὴν οἰκείαν ἀνδρείαν. Εὐαγγέλια γὰρ ἐκεῖνοι δεχόμενοι, δέον θεραπεύειν, ἐκόλαζον· αὐτὸς δὲ μεθ’ ἡδονῆς τὰς τιμωρίας ἐδέχετο. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἀλλ’ οὐκ | |
35 | ἐπαισχύνομαι.» Τούτου χάριν καὶ τῷ μαθητῇ μὴ ἐπαισχύνεσθαι παρεγγύησεν. «Οἶδα γὰρ ᾧ πεπί‐ στευκα.» Τουτέστιν ὅτι Θεὸς, ὅτι ποιητὴς, ὅτι Δε‐ σπότης καὶ Κύριος. «Καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν | |
40 | ἡμέραν.» Θαῤῥῶ γὰρ εἰς τὴν αὐτοῦ δύναμιν ἀπο‐ βλέπων, ὅσην παρέσχε μοι τοῦ Πνεύματος χάριν, ἀκήρατον φυλάξει μέχρι τῆς αὑτοῦ παρουσίας. Εἶτα διδάσκει πῶς δυνατὸν κατορθῶσαι τὴν κατὰ Θεὸν ἀρετήν. | |
45 | ιγʹ. «Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ.» Μιμοῦ, φησὶ, τοὺς ζωγράφους, καὶ καθά‐ περ ἐκεῖνοι τοῖς ἀρχετύποις προσέχοντες, σὺν ἀκρι‐ βείᾳ ἐκείνων ζωγραφοῦσιν εἰκόνας· οὕτω καὶ σὺ | |
82.836(50) | οἷόν τι ἀρχέτυπον ἔχε τὴν παρ’ ἐμοῦ περὶ πίστεως καὶ ἀγάπης γεγενημένην διδασκαλίαν. ιδʹ. «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύ‐ ματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.» Ἔχεις ἀρ‐ κοῦσαν εἰς φωταγωγίαν τοῦ Πνεύματος χάριν. Ταύτῃ | |
55 | τοίνυν διατήρησον τὴν προθυμίαν. Εἶτα τῇ μνήμῃ τῶν οἰκείων πειρασμῶν κἀκεῖνον φέρειν τὰ τοιαῦτα προτρέπει. ιεʹ. «Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες | |
οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης.» | ||
82.837 | Ἐν τῇ Ῥώμῃ πάλαι ἦν τὰ βασίλεια. Πολλοὶ τοίνυν ἐπεδήμουν ἐκεῖσε, οἱ μὲν ἐμπορείας χάριν, οἱ δὲ καὶ διὰ χρείας ἑτέρας. Εἰκότως τοίνυν καὶ κατ’ ἐκεῖνον τὸν καιρὸν, τῶν ἐν Ἀσίᾳ πεπιστευκότων | |
5 | ἀποδημῆσαί τινας, καὶ φυγεῖν τοῦ Ἀποστόλου τὴν συνουσίαν, διὰ τὸ Νέρωνος δέος. Τῶν δύο δὲ τούτων καὶ τὰ ὀνόματα τέθεικεν, ὡς ἐναργεστάτην ἐπιδει‐ ξαμένων δηλονότι δυσμένειαν. Καὶ τοῦτο δὲ πεποίη‐ κεν, οὐ τούτων κατηγορῶν, ἀλλὰ τῷ τῆς Ἀσίας | |
10 | ἐγκεχειρισμένῳ τὸ κήρυγμα δήλους ποιῶν τοὺς ἀντι‐ πάλους τῆς πίστεως. Ἀλλ’ ὥσπερ διὰ τούτων φέρειν αὐτὸν γενναίως τὰ προσπίπτοντα λυπηρὰ παρεκά‐ λεσεν· οὕτω διὰ τῶν ἑξῆς ψυχαγωγίαν αὐτῷ προσ‐ φέρει. | |
15 | ιϛʹ—ιηʹ. «Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπου‐ δαιότερον ἐζήτησέ με, καὶ εὗρε. Δῴη αὐτῷ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ | |
20 | ὅσα ἐν Ἐφέσῳ διηκόνησέ μοι βέλτιον σὺ γινώσκεις.» Ἀξιάγαστος, καὶ ζηλωτὸς, καὶ τρισμακάριος ὁ τοσ‐ αύτην μὲν τῷ Ἀποστόλῳ θεραπείαν προσενεγκὼν, τὴν δὲ παρ’ ἐκείνης τῆς γλώττης εὐλογίαν δρεψά‐ μενος. Ἐκεῖνοι μὲν γὰρ, ὧν ἐν τοῖς πρόσθεν ἐμνή‐ | |
25 | σθη, καὶ παρόντες ἀπεστράφησαν τὸν Ἀπόστολον· οὗτος δὲ ἀπὸ τῆς Ἀσίας ἔδραμεν εἰς τὴν Ῥώμην, οὔτε πρὸς τὸ μῆκος τῆς ὁδοιπορίας ὀκλάσας, οὔτε τὸν ὠμότατον φοβηθεὶς βασιλέα, καὶ παντοδαπῆς αὐτὸν θεραπείας ἠξίωσεν. Οὗ δὴ χάριν οὐ μόνον | |
30 | αὐτῷ, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ τὸν θεῖον ἀντέδωκεν ἔλεον. Ἀνέμνησε δὲ αὐτὸν, ὡς εἰδότα καὶ τῆς ἐν Ἐφέσῳ παρ’ αὐτοῦ θεραπείας γεγενημένης. Ὅτι δὲ εἰς ὠφέλειαν τοῦ μαθητοῦ, καὶ τὰ σκυθρωπὰ καὶ τὰ θυμήρη γέγραφε, τὰ ἑξῆς μαρτυρεῖ. | |
35 | ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.» Ταῦτα, φησὶν, εἰδὼς, στῆθι ἀνδρείως· ὑπερείδει γάρ σε τοῦ Κυρίου ἡ χάρις. | |
40 | βʹ. «Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρ‐ τύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.» Ἅπερ ἤκου‐ σάς μου πολλοὺς διδάσκοντος· τοῦτο γὰρ ἔφη, διὰ πολλῶν μαρτύρων, ταῦτα διατέλει κηρύττων· καὶ | |
45 | ὥσπερ παρ’ ἐμοῦ προεβλήθης διδάσκαλος, οὕτω καὶ σὺ τοὺς τῇ πίστει κεκοσμημένους ταῦτα δίδαξον ἃ μεμάθηκας, ἵνα κἀκεῖνοι πάλιν πρὸς ἑτέρους τὴν διδασκαλίαν διαπορθμεύσωσι. γʹ. «Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης | |
82.837(50) | Ἰησοῦ Χριστοῦ.» Ἀπόβλεψον τίνος εἶ στρατιώτης, καὶ φέρε γενναίως τοὺς πόνους τῆς στρατείας. Εἶτα τῇ μεταφορᾷ ἐπιμένων ἐκεῖθεν πορίζει τὴν ὠφέλειαν. δʹ. «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ | |
55 | βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» | |
82.840 | Οἱ στρατιωτικὸν ἀσπαζόμενοι βίον, τῶν ἐμπορικῶν εἰσιν ἐπιτηδευμάτων κεχωρισμένοι, μόνης δὲ τῆς ὁπλιτικῆς ἐμπειρίας ποιοῦνται φροντίδα, ἵνα τοὺς τὴν αὐτὴν φύσιν ἔχοντας θεραπεύσωσιν ἄρχοντας. | |
5 | Εἶτα καὶ ἐξ ἑτέρας εἰκόνος τὴν αὐτὴν κατασκευάζει παραίνεσιν. εʹ. «Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Καὶ ἡ ἀθλητικὴ νόμους ἔχει τινὰς, καθ’ οὓς προσήκει τοὺς ἀθλητὰς ἀγωνίζεσθαι· | |
10 | ὁ δὲ παρὰ τούτους παλαίων τῶν στεφάνων διαμαρ‐ τάνει. Οὕτω δείξας τὸν ἄριστον στρατιώτην τῶν ἄλλων φροντίδων ἀπηλλαγμένον, καὶ τὸν γενναῖον ἀθλητὴν ἐννόμως μὲν ἀγωνιζόμενον, ἐννόμως δὲ στεφανούμενον, ἑτέραν εἰκόνα πάλιν εἰσφέρει, καὶ | |
15 | αὐτὴν ἔχουσαν μετὰ τοῦ πόνου τὸ κέρδος. ϛʹ. «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρ‐ πῶν μεταλαμβάνειν.» Πρὸ γὰρ τῶν κεκτημένων οἱ γηπόνοι μεταλαγχάνουσι τῶν καρπῶν. Ἔχεις τοίνυν καὶ σὺ, φησὶ, μεγάλας τῶν πόνων ἀντιδόσεις, γεωρ‐ | |
20 | γεῖν τὰς τῶν ἀνθρώπων πεπιστευμένας ψυχάς. Τοῦτο γὰρ ἐπήγαγε· ζʹ. «Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν.» Ἐπειδὴ γὰρ παραβολικὸν ἦν τοῦ λόγου τὸ σχῆμα, ἀναγκαίως αὐτὸν διήγειρεν εἰς κατανόησιν | |
25 | τοῦ κεκρυμμένου νοήματος, καὶ τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν αὐτὸν συνέσεως ηὔξατο. Τινὲς μέντοι τοῦ γεωργοῦ τὴν εἰκόνα ἑτέρως ἐνόησαν. Ἔφασαν γὰρ τὸν Ἀπόστολον τῷ μαθητῇ παρεγγυῆσαι ἐκ τοῦ κηρύγματος ἔχειν τὴν ἀναγκαίαν τροφήν. | |
30 | ηʹ, θʹ. «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβὶδ, κατὰ τὸ Εὐαγγέ‐ λιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κα‐ κοῦργος.» Σίμων ἤρξατο κατ’ ἐκεῖνον τὸν καιρὸν τὰς αἱρετικὰς κατασπείρειν ἀκάνθας. Οὗτος δὲ καὶ | |
35 | οἱ ἐκ τούτου πάντες τῆς σαρκὸς ἠρνήθησαν τὴν ἀνάληψιν, καὶ φαντασίᾳ γεγενῆσθαι τὴν ἐνανθρώ‐ πησιν ἔφασαν. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος, τὰ περὶ τῆς θείας φύσεως ἐπὶ τοῦ παρόντος σιγήσας, περὶ μόνης αὐτῷ τῆς οἰκονομίας ἐπέστειλεν, ἀεὶ | |
40 | μεμνῆσθαι τῆς ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γεννήσεως παρεγγυήσας, καὶ τῆς ἐκ νεκρῶν ἀνα‐ στάσεως. Ἀμφότερα δὲ τέθεικε, τὴν γέννησιν καὶ τὸ πάθος· καὶ τὸ γένος δέ γε προστέθεικεν, ἐπειδὴ ταῦτα πάντα προφανῶς ἠρνήθησαν οἱ τῆς ἀληθείας | |
45 | ἐχθροί. Τοῦτο δὲ, φησὶν, ἐγὼ κηρύττων τὸ Εὐαγγέ‐ λιον, τὰ τῶν κακούργων ὑπομένω πάθη. Δεικνὺς δὲ τοῦ κηρύγματος τὴν ἰσχὺν, ἐπήγαγεν· «Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.» Τῶν γὰρ δὴ χειρῶν καὶ τῶν ποδῶν δεδεμένων, ἡ γλῶττα κηρύττει τὸ Εὐαγ‐ | |
82.840(50) | γέλιον. ιʹ. «Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰη‐ | |
σοῦ, μετὰ δόξης αἰωνίου.» Ἀσπασίως γὰρ φέρω τὰ | ||
82.841 | παντοδαπὰ σκυθρωπὰ, ὥστε τῆς σωτηρίας τοὺς ἀξίους ἀπολαῦσαι, καὶ τῆς δόξης ἐκείνης τῆς αἰωνίου μεταλαχεῖν. Οὐ γὰρ μόνον σωτηρίας ἠξίωσε τοὺς πιστεύοντας ὁ Δεσπότης, ἀλλὰ καὶ τὴν ἀνώλεθρον | |
5 | αὐτοῖς ἐπηγγείλατο δόξαν. Οὕτω δείξας τῶν πόνων τὰς ἀντιδόσεις, ἐπήγαγε· ιαʹ. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, Ἀληθὴς, ἀναμφίλεκτος, ψεύδους ἐλεύθερος. «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· | |
10 | (ιβʹ.) εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Τὸ, συν‐ απεθάνομεν, οὐ περὶ τῶν ἀναιρουμένων μόνον τέ‐ θεικεν, ἀλλὰ καὶ περὶ τῶν βαπτιζομένων. Καὶ γὰρ οὗτοι γνησίως πιστεύοντες, καὶ κατάλληλον τῇ πίστει ἐπιδεικνύμενοι βίον, κοινωνοῦσι τῆς ζωῆς | |
15 | τῷ Δεσπότῃ. «Εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς.» Ταῦτα γὰρ καὶ αὐτὸς ὁ Δεσπότης ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἴρηκεν· «Ὃς δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» | |
20 | Εἶτα διδάσκει ὡς ὁ ἀρνούμενος αὐτὸν μὲν οὐ βλάψει, ἑαυτὸν δὲ λωβήσεται. ιγʹ. «Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρ‐ νήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.» Οὔτε γὰρ πι‐ στεύοντες Θεὸν αὐτὸν ἀποφαίνομεν, οὔτε ἀπιστοῦντες | |
25 | τῆς θείας ἐκβάλλομεν φύσεως· ἀλλὰ καὶ πιστευόν‐ των ἡμῶν, καὶ ἀπιστούντων, αὐτὸς Θεός ἐστιν. Ἡμεῖς τοίνυν πιστεύοντες τὴν ὠφέλειαν καρπούμεθα. ιδʹ. «Ταῦτα ὑπομίμνησκε, διαμαρτυρούμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν, εἰς οὐδὲν | |
30 | χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Πι‐ στεύειν γὰρ δεῖ μόνον, καὶ μὴ βλασφημίας ἀφορ‐ μὴν ποιεῖσθαι τὴν περὶ τούτων διάλεξιν, καὶ τὴν ἀπὸ τῆς ἔριδος βλάβην τοῖς ἀκούουσι πραγματεύεσθαι. ιεʹ. «Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ | |
35 | Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.» Ἐπαινοῦμεν τῶν γεωργῶν τοὺς εὐθείας τὰς αὔλακας ἀνατέμνοντας. Οὕτω καὶ διδάσκαλος ἀξιέπαινος, ὁ τῷ κανόνι τῶν θείων λο‐ γίων ἑπόμενος. | |
40 | ιϛʹ. «Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο.» Ἔδειξε σαφῶς ὡς ὀρθοτομίαν ἐκάλεσε τὴν τῆς ἀληθείας διδασκαλίαν. Φεύγειν γὰρ αὐτῶν παρῄνεσε τὰ μυσαρὰ καὶ μάταια δόγματα. «Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας· | |
45 | (ιζʹ.) καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει.» Πάθος ἐστὶν ἡ γάγγραινα, ἕρπον καὶ τὸ ὑγιαῖνον τοῦ σώματος λυμαῖνον. Τούτῳ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἐπιχειροῦντας ἀπείκασε. Διαφθείρουσι γὰρ πολλάκις καὶ τοὺς τοῦ πάθους ἀπηλλαγμένους· | |
82.841(50) | τίθησι δὲ καὶ τὰ ὀνόματα τούτων, οἷς τὸ πάθος ἀπείκασεν. «Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός.» Τί | |
δὲ οὗτοι διδάσκουσιν; | ||
82.844 | ιηʹ. «Οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέ‐ γοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέ‐ πουσι τήν τινων πίστιν.» Τὰς ἐκ παιδοποιίας δια‐ δοχὰς ἀνάστασιν οἱ δυσώνυμοι προσηγόρευον· καί | |
5 | τινας ἐξηπάτησαν τῆς ἀποστολικῆς ἀποστῆναι διδα‐ σκαλίας. Ἐπεὶ δὲ εἶπεν, ἀνατρέπουσι τήν τινων πίστιν, ἀναγκαίως δείκνυσι τὴν τῆς ἀληθείας ἰσχύν. ιθʹ. «Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστη‐ | |
10 | κεν, ἔχων τὴν σφραγῖδα ταύτην.» Παρασαλεῦσαι, φησὶν, οὐ δύνανται τὴν τῆς ἀληθείας κρηπῖδα· ὁ Θεὸς γὰρ τοῦτον τέθεικε τὸν θεμέλιον. Σφραγὶς δὲ τοῦ θεμελίου, τῆς ἀναστάσεως ἡ ἐλπίς. Ὁ γὰρ τὴν κοινὴν ἐκβάλλων ἀνάστασιν, ἀρνεῖται τοῦ | |
15 | Χριστοῦ τὴν ἀνάστασιν. Ὁ δὲ ταύτην ἀρνούμε‐ νος, καὶ τὸ πάθος ἐκβάλλει· ὁ δὲ τοῦτο ἐκβάλ‐ λων, συναναιρεῖ καὶ τῆς Παρθένου τὴν γέννησιν Εἰκότως τοίνυν σφραγῖδα τοῦ θεμελίου, τῆς ἀναστά‐ σεως τὴν πίστιν ἐκάλεσεν. «Ἔγνω Κύριος τοὺς ὄν‐ | |
20 | τας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομά‐ ζων τὸ ὄνομα Κυρίου.» Γραφικὰ μὲν τὰ ῥήματα, εἰς καιρὸν δὲ ἀμφότερα τέθεικε, καὶ φεύγειν τοῖς πεπιστευκόσι παρακελευόμενος τῶν δυσσεβούντων τὰς συνουσίας, καὶ μὴ δυσχεραίνειν τὰς τούτων | |
25 | ἐπαναστάσεις. Ἄνωθεν γὰρ ὁ τῶν ὅλων, φησὶ, προ‐ ῄδει Θεὸς καὶ τοὺς πιστεύοντας, καὶ τοὺς τῇ ἀλη‐ θείᾳ προφανῶς πολεμήσοντας. Εἶτα κατάλληλον εἰκόνα τιθεὶς, τὴν ἐντεῦθεν αὐτῷ ψυχαγωγίαν προσ‐ φέρει. | |
30 | κʹ. «Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ, καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.» Μεγάλῃ μὲν οἰκίᾳ τὸν κόσμον ἀπείκασε· σκεύεσι δὲ χρυσοῖς τοὺς εὐσεβείᾳ καὶ ἀρετῇ διαλάμποντας· ἀργυροῖς δὲ, | |
35 | τοὺς μετὰ πίστεως καὶ δικαιοσύνης τὸν πολιτικὸν βίον ἀσπαζομένους· ξυλίνοις δὲ καὶ ὀστρακίνοις, τοὺς δυσσεβείᾳ καὶ πονηρίᾳ συζῶντας. Ἀλλ’ ἐκεῖνα μὲν ἡ φύσις ἀπέκρινε, ταῦτα δὲ ἡ γνώμη πεποίηκε τίμιά τε καὶ ἄτιμα. Τοῦτο γὰρ διδάσκει τὰ ἐπ‐ | |
40 | αγόμενα. καʹ. «Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τού‐ των, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.» Οὕτω δείξας τῆς γνώμης ἐξηρτημένην τὴν τοῦ κρείτ‐ | |
45 | τονος αἵρεσιν, παραίνεσιν αὐτῷ περὶ τῶν πρακτέων προσφέρει. κβʹ. «Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε.» Τουτ‐ έστι, τρυφὴν, γέλωτος ἀμετρίαν, δόξαν κενὴν, καὶ τὰ τούτοις προσόμοια. Λέγει δὲ καὶ τὰ πρακτέα· | |
82.844(50) | «Δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθα‐ ρᾶς καρδίας.» Ἀγαπᾷν μὲν γὰρ ἅπαντας δυνα‐ | |
τὸν, ἐπειδήπερ τοῦτο καὶ ὁ εὐαγγελικὸς παρακε‐ | ||
82.845 | λεύεται νόμος· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν·» εἰρηνεύειν δὲ οὐ πρὸς ἅπαντας ἔνεστι· τῆς γὰρ κοινῆς τοῦτο προαιρέσεως δεῖται. Τοιοῦτοι δὲ πάν‐ τες οἱ ἐκ καθαρᾶς καρδίας τὸν Δεσπότην ἐπικαλού‐ | |
5 | μενοι. κγʹ. «Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας.» Τοιαῦται δὲ αἱ κατὰ φιλοτιμίαν, καὶ οὐ κατά τινα χρείαν γινό‐ μεναι διαλέξεις. | |
10 | κδʹ. «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι.» Ἀμά‐ χως γὰρ δεῖ προσφέρειν τὰ θεῖα παιδεύματα τὸν κηρύττειν ταῦτα πιστευόμενον. Τοῦτο γὰρ ἐπάγει· «Ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀν‐ εξίκακον (κεʹ.), ἐν πραότητι παιδεύοντα τοὺς ἀντι‐ | |
15 | διατιθεμένους.» Ὁ γὰρ μετὰ πατρικῆς ἠπιότητος ἀπιστοῦσι τὴν διδασκαλίαν προσφέρων, καὶ φέρων αὐτῶν μακροθύμως τὰς ἀντιθέσεις, πείσει πολλάκις καὶ τοὺς λίαν αἱρετικούς. Διδάσκει δὲ αὐτὸν τῇ διδασκαλίᾳ προσμένειν, καὶ μὴ ἀπαγορεύειν τοὺς | |
20 | μὴ ῥᾳδίως δεχομένους τὸν τοῦ κηρύγματος λόγον. «Μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς σωτη‐ ρίαν, (κϛʹ.) καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέ‐ λημα.» Εἰκὸς γὰρ αὐτοὺς τῆς ἄνωθεν ἐπικουρίας | |
25 | τυχεῖν, καὶ τοῦ διαβόλου τὰς παγίδας διαφυγεῖν, καὶ μαθεῖν ὅσον τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον. Εἶτα προλέγει τὴν ἐσομένην ἐν ταῖς Ἐκ‐ κλησίαις τῶν πλείστων διαφθορὰν, διδάσκων αὐτὸν μὴ δυσχεραίνειν τήν τινων ῥᾳθυμίαν, ὡς τῶν ὕστε‐ | |
30 | ρον ἐσομένων μοχθηροτέρων γενησομένων. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ—εʹ. «Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέ‐ ραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ‐ | |
35 | ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυ‐ φωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρ‐ φωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.» | |
40 | Τοῦτον ἡγοῦμαι τὸν καιρὸν προειρῆσθαι. Τούτων γὰρ τῶν κακῶν πλήρης ὁ ἡμέτερος βίος, καὶ τὸ τῆς εὐσεβείας περικείμενοι πρόσχημα, τὸ τῆς πονηρίας διὰ τῶν ἔργων κατασκευάζομεν εἴδωλον. Ἐρασι‐ χρήματοι γὰρ ἀντὶ φιλοθέων γεγόναμεν, καὶ τῶν | |
45 | παθῶν ἀσπαζόμεθα τὴν δουλείαν, καὶ τἄλλα ἁπαξ‐ απλῶς ἔστιν εὑρεῖν ἐν ἡμῖν, ἃ προηγόρευσεν ὁ θεῖος Ἀπόστολος. Τὴν δὲ τούτων φεύγειν συνουσίαν τοὺς ὑπὸ τὴν Τιμοθέου πεπιστευμένους κηδεμονίαν ἐκέλευσε διὰ τῆς ἑξῆς. Φησὶ γάρ· «Καὶ τούτους ἀπο‐ | |
82.845(50) | τρέπου.» Καὶ ἐπιμένων τῇ κατηγορίᾳ προστίθησι καὶ ταῦτα· | |
ϛʹ, ζʹ. «Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες | ||
82.848 | εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σε‐ σωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδο‐ ναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ οὐδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.» Καὶ | |
5 | τῆσδε τῆς προφητείας ὁρῶμεν τὸ τέλος. Πλεῖστοι γὰρ οὐδὲ τὴν ἀποστολικὴν ὑφορώμενοι πρόῤῥησιν, ἄντικρυς καὶ τήνδε τὴν παρανομίαν τολμῶσιν. Εἶτα ἐκ παλαιοτέρων διηγημάτων τοῖς ἀθυμοῦσι διὰ ταῦτα προσφέρει παραψυχήν. | |
10 | ηʹ. «Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντ‐ έστησαν Μωσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκι‐ μοι περὶ τὴν πίστιν.» Εἴωθε, φησὶ, παραφύεσθαι τῷ σίτῳ ζιζάνια· ἀεὶ τοὺς ἀντιπάλους ἔσχον τῆς | |
15 | ἀληθείας οἱ κήρυκες. Τί Μωσέως ἐν εὐσεβείᾳ περι‐ φανέστερον; ἀλλ’ ὅμως ἔσχε κἀκεῖνος γόητας ἄνδρας ἄντικρυς παραταττομένους πρὸς τὴν ἀλήθειαν. Τὰ μέντοι τούτων ὀνόματα, οὐκ ἐκ τῆς θείας Γρα‐ φῆς μεμάθηκεν ὁ θεῖος Ἀπόστολος, ἀλλ’ ἐκ τῆς | |
20 | ἀγράφου τῶν Ἰουδαίων διδασκαλίας. Εἰκὸς δὲ ἦν αὐτῷ καὶ τὴν χάριν ἀποκαλύψαι τοῦ Πνεύ‐ ματος. θʹ. «Ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκεί‐ | |
25 | νων ἐγένετο.» Οὐ γὰρ οἷόν τε λαθεῖν ἐπὶ πολὺ τὴν ὑπόκρισιν. Οὐκ ἐναντίον δὲ τοῦτο τοῖς πρόσθεν εἰρη‐ μένοις. Ἐκεῖ μὲν γὰρ περὶ αὐτῶν ἔφη, ὅτι «Ἐπὶ πλεῖον προκόψουσιν ἀσεβείας·» ἐνταῦθα δὲ περὶ τῆς ὑπ’ αὐτῶν τολμωμένης ἀπάτης τὸ, οὐ προκόψου‐ | |
30 | σιν, εἴρηκεν, ἀντὶ τοῦ, Οὐ λήσουσι μέχρι πολλοῦ σχηματιζόμενοι τὴν εὐσέβειαν, ἀλλ’ ὅτι τάχιστα γυμνωθήσονται. Οὕτω ταῦτα προθεσπίσας, ἀρχέτυπον ἑαυτὸν προτίθησι τῷ μαθητῇ. ιʹ. «Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ.» | |
35 | Τουτέστι, τῇ διὰ τοῦ κηρύγματος ἀληθείᾳ. «Τῇ ἀγωγῇ.» Τῇ διὰ τῶν ἔργων πολιτείᾳ. «Τῇ προθέ‐ σει.» Μεμάθηκάς μου καὶ τὸν σκοπὸν ἀκριβῶς. «Τῇ πίστει.» Ὁποίαν ἔχω περὶ τὸν Δεσπότην διά‐ θεσιν. «Τῇ μακροθυμίᾳ.» Ὅπως φέρω τὰ τῶν | |
40 | ἀδελφῶν πλημμελήματα. «Τῇ ἀγάπῃ.» Ὅπως φιλοστόργως περὶ πάντας διάκειμαι. «Τῇ ὑπο‐ μονῇ·» πῶς φέρω γενναίως τῶν ἐναντίων τὰς προσ‐ βολάς. ιαʹ. «Τοῖς διωγμοῖς, τοῖς παθήμασιν.» Εἶτα αὐ‐ | |
45 | τὸν ἐνίων ἀναμιμνήσκει. «Οἷά μοι ἐγένετο ἐν Ἀν‐ τιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπ‐ ήνεγκα, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος.» Τοὺς ἄλλους καταλιπὼν τῶν ἐν τῇ Πισιδίᾳ καὶ τῇ Λυκαονίᾳ συμβεβηκότων αὐτῷ κινδύνων ἀνέμνησε. | |
82.848(50) | Λυκάων γὰρ ἦν καὶ αὐτὸς πρὸς ὃν ἔγραφε, καὶ ταῦτα τῶν ἄλλων ἦν αὐτῷ γνωριμώτερα. Ἔδειξε δὲ καὶ τὴν θείαν ἐπικουρίαν, παραθαῤῥύνων τὸν μαθητήν. Εἶτα λέγει καὶ οἱονεὶ ὁρίζεται τὰ συμπαρομαρτοῦντα τοῖς τῆς εὐσεβείας τροφίμοις. | |
55 | ιβʹ. «Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν | |
82.849 | Χριστῷ Ἰησοῦ διωχθήσονται.» Ὁ γὰρ κοινὸς δυσμε‐ νὴς, ἢ δι’ ἀνθρώπων ἀνθρώποις, ἢ διὰ τῶν οἰκείων αὐτοῖς πολεμεῖ λογισμῶν. ιγʹ. «Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψου‐ | |
5 | σιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.» Συν‐ εργεῖ γὰρ τοῖς οἰκείοις ὁ τῶν ἀνθρώπων ἀλάστωρ, καὶ οἷόν τις παιδοτρίβης αὐτοὺς πρὸς τὴν κακίαν ἀλείφει. ιδʹ. «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης.» | |
10 | Βεβαίαν φύλαξον τὴν διδασκαλίαν, ἧς τὴν ἀλήθειαν τῇ πείρᾳ μεμάθηκας. Τοῦτο γὰρ εἶπεν, ἐπιστώθης. Καὶ γὰρ τῶν ἀποστολικῶν θαυμάτων αὐτόπτης ἐγέ‐ νετο, καὶ αὐτὸς πολλὰ τοιαῦτα εἰργάσατο. Εἶτα δεί‐ κνυσι καὶ τοῦ διδασκάλου τὸ ἀξιόπιστον, μονιμωτέραν | |
15 | ταύτῃ τὴν διδασκαλίαν ποιῶν. «Εἰδὼς παρὰ τίνος ἔμαθες.» Ἀναμιμνήσκει δὲ αὐτὸν καὶ τῆς ἐν εὐσεβείᾳ τροφῆς. ιεʹ. «Καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶ‐ δας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ | |
20 | πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Καὶ ἐπειδὴ τοσαύ‐ την τοῖς ἱεροῖς Γράμμασι προσεμαρτύρησε δύναμιν, καὶ τὴν ἐξ αὐτῶν βλαστάνουσαν ὠφέλειαν δι‐ δάσκει. ιϛʹ. «Πᾶσα Γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος.» | |
25 | Τῷ διορισμῷ χρησάμενος ἀπέκρινε τὰ τῆς ἀνθρωπί‐ νης σοφίας συγγράμματα. Θεόπνευστον δὲ Γραφὴν τὴν πνευματικὴν ὠνόμασεν. Ἡ γὰρ τοῦ θείου Πνεύ‐ ματος χάρις διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων ἐφθέγξατο. Θεὸς τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον, εἴπερ | |
30 | ἀληθῶς, κατὰ τὸν Ἀπόστολον, θεόπνευστος τοῦ Πνεύ‐ ματος ἡ Γραφή. Διδάσκει δὲ καὶ τὰ εἴδη τῆς ὠφε‐ λείας. «Πρὸς διδασκαλίαν.» Ἃ γὰρ ἀγνοοῦμεν, ἐκεῖ‐ θεν μανθάνομεν. «Πρὸς ἔλεγχον.» Ἐλέγχει γὰρ ἡμῶν τὸν παράνομον βίον. «Πρὸς ἐπανόρθωσιν.» | |
35 | Παρακαλεῖ γὰρ καὶ τοὺς παρατραπέντας ἐπανελ‐ θεῖν εἰς τὴν εὐθεῖαν ὁδόν. «Πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ.» Ἐκπαιδεύει γὰρ ἡμᾶς τὰ εἴδη τῆς ἀρετῆς. ιζʹ. «Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν | |
40 | ἔργον ἀγαθὸν ἐξηρτισμένος.» Ταῦτα δὲ ἅπαντα τὴν τελειότητα πραγματεύεται, καὶ προσοικειοῖ τῷ τῶν ὅλων Θεῷ. Οὕτω δείξας τὴν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς ὠφέλειαν, ταύτην ἅπασι προσφέρειν παρα‐ κελεύεται, καὶ τῇ διαμαρτυρίᾳ δεδίττεται. | |
45 | ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ, βʹ. «Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκροὺς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν λόγον.» Δεδιὼς | |
82.849(50) | μὲν ὁ θεῖος Ἀπόστολος τὰς εὐθύνας, βαρύνει συν‐ εχῶς τῇ μαρτυρίᾳ τὸν μαθητήν· ἀλλὰ καὶ ἐξ ἀγάπης τοῦτο ποιεῖ, λαμπρὸν αὐτὸν καὶ περίβλεπτον ἀπο‐ φῆναι βουλόμενος, καὶ προτρέπων μετὰ παῤῥησίας κηρύττειν. Νεκρῶν δὲ καὶ ζώντων κριτὴν τὸν Κύ‐ | |
55 | ριον κέκληκεν, ἐπειδὴ καὶ τοὺς νεκροὺς ἀνίστησι, καὶ | |
82.852 | εἰς τὸ κριτήριον ἄγει, καὶ τοὺς κατὰ τὸν τῆς συντε‐ λείας καιρὸν εὑρισκομένους ἐνδύων τὴν ἀφθαρσίαν, ἀπαιτεῖ τὰς εὐθύνας. «Πάντες γὰρ, φησὶν, οὐ κοι‐ μηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα.» —«Ἐπί‐ | |
5 | στηθι εὐκαίρως, ἀκαίρως.» Οὐδὲν ἀκαίρως γιγνό‐ μενον ἐπαινούμενον. Οὐ τοίνυν ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν κηρύττειν παρεγγυᾷ, ἀλλὰ πάντα καιρὸν ἐπι‐ τήδειον εἰς τοῦτο νομίζειν. Τοῦτο γὰρ καὶ αὐτὸς δι‐ ετέλει ποιῶν, καὶ ἐν δεσμωτηρίῳ. καὶ ἐν πλοίῳ, καὶ | |
10 | παρακειμένης τραπέζης. Καὶ μαρτυρεῖ τὰ ἐν Φιλίπ‐ ποις, τὰ ἐν Τρωάδι, τὰ ἐν τῇ θαλάττῃ. «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.» Τοῦτο καὶ οἱ σοφοὶ ποιοῦσι τῶν ἰατρῶν. Τὸ γὰρ κεκρυμμένον πάθος τέμνουσι πρῶτον, καὶ τοῖς | |
15 | αὐστηροτέροις χρῶνται φαρμάκοις, εἶθ’ οὕτω τὰ ἤπια ἐπιπάττουσιν. Ἔοικε τοίνυν ὁ μὲν ἔλεγχος τῇ τομῇ· ἡ δὲ ἐπιτίμησις, τοῖς στίφουσι τῶν φαρ‐ μάκων· τοῖς ἠπίοις δὲ ἡ παράκλησις. Ἐπειδὴ δὲ συνέβαινέ τινας τὴν προσφερομένην θεραπείαν μὴ | |
20 | δέχεσθαι, ἀναγκαίως καὶ περὶ τούτων τὴν προσ‐ ήκουσαν ποιεῖται διδασκαλίαν. γʹ, δʹ. «Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας. Ἐπισωρεύσουσιν ἑαυτοῖς διδασκάλους, | |
25 | κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐντραπή‐ σονται.» Τὸ, κνηθόμενοι τὴν ἀκοὴν, ἀντὶ τοῦ, Τερπόμενοι, τέθεικεν· ἐπειδήπερ ἡδονήν τινα τῆς ἀκοῆς ἡ κνῆσις ἐργάζεται. Τοιαῦτα δὲ καὶ τὰ μυθώδη | |
30 | παιδεύματα, τέρψιν, οὐκ ὄνησιν ἔχοντα. εʹ. «Σὺ δὲ, νῆφε ἐν πᾶσι.» Ἐγρηγορότα ἔχε τὸν λογισμόν. «Κακοπάθησον.» Ἀσπάζου τοὺς πόνους τῆς ἀρετῆς. «Ἔργον ποίησον εὐαγγελιστοῦ.» Φέρε μεθ’ ἡδονῆς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους. | |
35 | «Τὴν διακονίαν σου πληροφόρησον.» Εἴτε πείθονται, εἴτε καὶ μὴ, πρόσφερε τὴν διδασκαλίαν. Οὕτω γὰρ τὸ τῇ διακονίᾳ πρέπον ἔργον ἐπιτελέσεις. Εἶτα διδά‐ σκει τίνος ἕνεκεν πολλὰς αὐτῷ καὶ περὶ πολλῶν παραινέσεις προσήνεγκεν. | |
40 | ϛʹ. «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.» Παρ’ αὐτὸ ἕστηκα τῶν ἀγώνων τὸ τέλος. Σπονδὴν δὲ αὐτοῦ τὴν σφαγὴν προσηγόρευσεν, ὡς ὑπὲρ εὐσεβείας ἐκχεομένου τοῦ αἵματος. | |
45 | ζʹ. «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι.» Πρὸς γὰρ ἅπαν τοῦ διαβόλου τὸ στίφος παραταξάμενος, τὸ τρόπαιον ἔστησα. «Τὸν δρόμον τετέλεκα.» Τῆς γὰρ γῆς καὶ τῆς θαλάττης τὸ πλεῖστον περιδραμὼν, τοὺς τῷ σκότει τῆς ἀγνωσίας κατεχομένους ἐφώτισα. | |
82.852(50) | «Τὴν πίστιν τετήρηκα.» Οὐδεὶς γὰρ ταύτην ἐσύ‐ λησεν, οὐ δῆμος, οὐ δημαγωγὸς, οὐ βασιλεὺς, οὐ τύραννος, οὐκ αὐτὸς ὁ διάβολος. Δείκνυσι δὲ καὶ τῶν ἀγώνων τὰ ἆθλα. | |
ηʹ. «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης | ||
82.853 | στέφανος.» Δικαιοσύνης δὲ στέφανον τὸν τοῖς δικαίοις ηὐτρεπισμένον λέγει, τὸν δικαίᾳ ψήφῳ δωρού‐ μενον. «Ὃν ἀποδώσει μοι ὁ Κύριος.» Πότε; «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.» Πόθεν τοῦτο δῆλον; «Ὁ δίκαιος | |
5 | κριτής.» Οἶδα, φησὶν, αὐτὸν δίκαιον· οἶδα δὲ καὶ κριτήν· καὶ θαῤῥῶ τῇ κρίσει, καὶ προσμένω τὴν ψῆφον. Εἶτα καὶ πᾶσι τοῖς τῆς εὐσεβείας τροφίμοις προσφέρει παραψυχήν. «Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.» | |
10 | Ἀγάπης γὰρ καιρὸς ἀεί· ἀγαπᾷ δὲ τοῦ Δεσπότου τὴν ἐπιφάνειαν ὁ τοῖς ἐκείνου νόμοις ἀκολουθῶν, καὶ κατ’ ἐκείνους πολιτευόμενος. Οὗτος γὰρ μετὰ χρηστῆς ἐλπίδος προσμένει τὸ θεῖον κριτήριον. Ταῦτα δὲ οὐ κομπάζων εἴρηκεν, ἀλλὰ τὸν μαθητὴν προτρέπων | |
15 | ἔχεσθαι τῶν ἀγώνων, ὡς ἀγηράτων προκειμένων στεφάνων. Εἶτα αὐτὸν πρὸς ἑαυτὸν καλεῖ. «Σπού‐ δασον ἐλθεῖν πρός με ταχέως.» Τὸ, ταχέως, τὴν ἐκδημίαν αἰνίττεται. Λέγει δὲ καὶ τὴν αἰτίαν τῆς κλήσεως. | |
20 | θʹ. «Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην.» Εἷς ἦν καὶ οὗτος τῶν συνεργῶν, καὶ τῶν λίαν ἐπαινουμένων. Ἀσπάζονται γάρ σε, φησὶ, Δημᾶς καὶ Λουκᾶς οἱ συνεργοί μου. Ἀλλ’ ἐν τοῖς κινδύνοις καταλιπὼν | |
25 | Δημᾶς τὸν Ἀπόστολον ἐξεδήμησεν, ἀσφάλειαν οἰκείαν νομίσας τὸν χωρισμόν. ιʹ. «Κρήσκης εἰς Γαλατίαν.» Τὰς Γαλλίας οὕτως ἐκάλεσεν· οὕτω γὰρ ἐκαλοῦντο πάλαι· οὕτω δὲ καὶ νῦν αὐτὰς ὀνομάζουσιν οἱ τῆς ἔξω παιδείας μετειλη‐ | |
30 | χότες. «Τίτος εἰς Δαλματίαν.» Οὗτοι τῆς κατηγο‐ ρίας ἐκείνης ἐλεύθεροι· ὑπ’ αὐτοῦ γὰρ ἀπεστάλησαν τοῦ κηρύγματος ἕνεκα. ιαʹ. «Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ.» Ὁ τὸ Εὐαγ‐ γέλιον συγγράψας, καὶ τῶν ἀποστόλων Πράξεις. | |
35 | «Μάρκον ἀναλαβὼν, ἄγαγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.» Μέγιστον ἐγκώμιον τοῦ θείου Παύλου ἡ μαρτυρία. ιβʹ. «Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.» Δῆλον ἐντεῦθεν, ὡς οὐκ ἐν Ἐφέσῳ διῆγεν, ἀλλ’ ἑτέρωθί | |
40 | που κατὰ τουτονὶ τὸν καιρὸν ὁ μακάριος Τιμόθεος. ιγʹ. «Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.» Μεμβράνας τὰ εἱλητὰ κέκληκεν· οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὰ δέρματα. Ἐν εἱλητοῖς | |
45 | δὲ εἶχον πάλαι τὰς θείας Γραφάς. Οὕτω δὲ καὶ μέχρι τοῦ παρόντος ἔχουσιν οἱ Ἰουδαῖοι. ιδʹ, ιεʹ. «Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς | |
82.853(50) | ἡμετέροις λόγοις.» Πρόῤῥησίς ἐστιν, οὐκ ἀρά. Καὶ τοῦτο δὲ ψυχαγωγῶν τὸν μακάριον Τιμόθεον τέθεικε, | |
καὶ διδάσκων μὴ δυσχεραίνειν τὰς ἐπαλλήλους τῶν | ||
82.856 | ἐναντίων ἐπαναστάσεις. Θαυμαστὸν δὲ οὐδὲν, τὸ ἄνδρα χαλκέα θορύβους αὐτῷ καὶ κινδύνους κινῆσαι· τῶν γὰρ ἀποχειροβιώτων ἴδιον διεγείρειν τοὺς δήμους. Οὕτω Δημήτριος ὁ ἀργυροκόπος πᾶσαν κατ’ αὐτοῦ | |
5 | τὴν Ἔφεσον συνέταξεν. ιϛʹ. «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.» Τὴν πατρικὴν περὶ αὐτῶν ἔδειξεν εὐσπλαγχνίαν. Οὐ γὰρ κακοηθείας ἦν, ἀλλὰ δειλίας | |
10 | ἡ ὑποχώρησις. ιζʹ. «Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνά‐ μωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη.» Ἡνίκα τῇ ἐφέσει χρησάμενος εἰς τὴν Ῥώμην ὑπὸ τοῦ Φήστου παρ‐ | |
15 | επέμφθη, ἀπολογισάμενος ὡς ἀθῶος ἀφείθη, καὶ τὰς Σπανίας κατέλαβε, καὶ εἰς ἕτερα ἔθνη δραμὼν, τὴν τῆς διδασκαλίας λαμπάδα προσήνεγκε. Πρώτην τοίνυν ἀπολογίαν τὴν ἐν ἐκείνῃ τῇ ἐκδημίᾳ γεγενη‐ μένην ἐκάλεσε. «Καὶ ἐῤῥύσθην ἐκ στόματος λέον‐ | |
20 | τος.» Τὸν Νέρωνα λέοντα προσηγόρευσε, καὶ ὡς βα‐ σιλέα, καὶ ὡς ὠμότατον γεγενημένον. ιηʹ. «Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
25 | Ἀμήν.» Οὐκ εἶπεν, ὅτι Ῥύσεταί με πάλιν τοῦ λέον‐ τος, ἀλλ’, ἀπὸ παντὸς ἔργου πονηροῦ. ᾜδει γὰρ ὡς δέξεται πάντως τοῦ βίου τὸ τέλος. ιθʹ. «Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.» Πάλιν τοῦ ἀνδρὸς προτετίμηκε | |
30 | τὴν γυναῖκα· σπουδαιοτέρα γὰρ ἦν πάντως, καὶ πλείονα εἶχε περὶ τὰ καλὰ προθυμίαν. Ἐπεὶ δὲ παρ’ αὐτῷ ἦν ὁ Ὀνησιφόρος, τὸν ἐκείνου οἶκον ἠσπά‐ σατο, καὶ διὰ τοῦ ἀσπασμοῦ τὴν εὐλογίαν προσ‐ ήνεγκεν. | |
35 | κʹ. «Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.» Καὶ ταῦτα προστέθεικεν εἰς τὴν ἐκδημίαν αὐτὸν κατεπείγων, καὶ διδάσκων ὡς διαφόρως οἱ συνήθεις ἀπελείφθησαν ἅπαντες. | |
40 | καʹ. «Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν.» Διὰ πάντων μηνύει τὴν τελευτήν. «Ἀσπάζεταί σε Εὔ‐ βουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.» Τῶν μὲν σπουδαιοτέρων καὶ τὰς προσηγορίας ἐντέθεικε· τοὺς δὲ τῷ κοινῷ προσρή‐ | |
45 | ματι κέκληκε. Τὸν δὲ Λῖνον φασὶ τὸν μέγαν δια‐ δέξασθαι Πέτρον, καὶ τῆς Ῥωμαίων Ἐκκλησίας μετ’ ἐκεῖνον διακοσμῆσαι τὸν θρόνον. κβʹ. «Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου.» Ταύτην αὐτῷ δέδωκε τὴν εὐλο‐ | |
82.856(50) | γίαν, καὶ τὴν συνήθη προστέθεικεν· «Ἡ χάρις μεθ’ ἡμῶν. Ἀμήν.» Συνέταξε καὶ ἑαυτὸν εἰς τὴν μετουσίαν τῆς χάριτος. Ἧς γένοιτο καὶ ἡμᾶς ἐπιτυ‐ χεῖν, ταῖς τοῦ γράψαντος καὶ ἀποδεξαμένου τὰ γράμ‐ | |
ματα πρεσβείαις· καὶ εἴδοιμεν αὐτοὺς ἐν ταῖς αἰω‐ | ||
82.857 | νίαις αὐτῶν σκηναῖς, μὴ πόῤῥωθεν, ὡς ὁ πλούσιος τὸν Λάζαρον, ἀλλὰ παροικοῦντες, καὶ ὑπὸ τὴν ἐκεί‐ νων ἡγεμονίαν τελοῦντες. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, σὺν | |
5 | τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλοπρέ‐ πεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τιμόθεον βʹ Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώ‐ μης, ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι | |
10 | Ῥώμης Νέρωνι. | |
11t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
12t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
13t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΣ. | |
17 | ΥΠΟΘΕΣΙΣ. Οὐκ ἠπειρώταις μόνοις ἀλλὰ καὶ νησιώταις ὁ θεῖος Ἀπόστολος τὴν σωτήριον διδασκαλίαν προσήνεγκε, | |
20 | καὶ πρὸς τοῖς ἄλλοις καὶ τὴν Κρήτην (νῆσος δὲ αὕτη μεγίστη) τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε. Τὰ δὲ τῆς εὐσεβείας καταπήξας θεμέλια, τῷ τρισμακαρίῳ Τίτῳ τὴν λοιπὴν οἰκονομίαν ἐπίστευσεν, ὃν πολλαῖς εὐφημίαις ἐν τοῖς πρὸς Κορινθίους ἐταινίωσε γράμ‐ | |
25 | μασι. Γράφει δὲ αὐτῷ, πρῶτον μὲν διδάσκων ὁποίους εἶναι δεῖ τοὺς τὴν θείαν λειτουργίαν πεπιστευμένους. Εἶτα καί τινων ἐξ Ἰουδαίων πεπιστευκότων κατ‐ ηγορεῖ, παραφθείρειν ἐπιχειρούντων τὸ σωτήριον κήρυγμα. Μέμνηται δὲ καὶ τῆς θείας οἰκονομίας, | |
30 | τὴν ταύτης αἰτίαν ἐπιδεικνύς. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ, βʹ. «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, ἐπ’ ἐλπίδι ζωῆς αἰω‐ | |
35 | νίου.» Ἀδιαφόρως ποτὲ μὲν τοῦ Χριστοῦ, ποτὲ δὲ τοῦ Θεοῦ δοῦλον ἑαυτὸν ὀνομάζει. Οἶδε γὰρ κοινὴν οὖσαν τὴν δεσποτείαν. Ἔφη δὲ Ἀπόστολος προβε‐ βλῆσθαι ὥστε πιστεῦσαι τῆς ἐκλογῆς τοὺς ἀξίους, καὶ τῆς εὐσεβείας τὴν ἀλήθειαν ἐπιγνῶναι, καὶ τῆς αἰω‐ | |
40 | νίου ζωῆς δέξασθαι τὴν ἐλπίδα. Εἶτα τοῦ θείου κη‐ | |
ρύγματος τὴν ἀρχαιότητα δείκνυσιν. | ||
82.860 | «Ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων (γʹ.), ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ, ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπι‐ ταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.» Ταῦτα γὰρ ἄνω‐ | |
5 | θεν μὲν καὶ πρὸ τῶν αἰώνων ἐδέδοκτο τῷ τῶν ὅλων Θεῷ· δῆλα δὲ πεποίηκεν, ὅτε ἐδοκίμασε, καὶ κατεπί‐ στευσεν ἐμοὶ τῆς οἰκονομίας τὸ κήρυγμα. δʹ. «Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ | |
10 | τοῦ Σωτῆρος ἡμῶν.» Ἡ φυσικὴ γέννησις οὐ χρῄζει τῆς τοῦ τικτομένου συγκαταθέσεως· ὁ δὲ τῆς πί‐ στεως τόκος καὶ τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου τὴν συμφωνίαν ζητεῖ. Κἂν γὰρ γνησίως ὁ κηρύττων πιστεύῃ, ὁ δὲ ἀκούων μὴ πιστῶς τὰ μαθήματα δέ‐ | |
15 | χοιτο, υἱὸς χρηματίζειν οὐ δύναται τοῦ κηρύττοντος γνωμικὴ γὰρ ἡ τοιαύτη συγγένεια. Τὸ τοίνυν, γνη‐ σίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, τὴν ἀρετὴν τοῦ μακαρίου Τίτου δηλοῖ. Κοινωνήσας γὰρ τῷ Ἀπο‐ στόλῳ τῆς πίστεως, καλεῖν αὐτὸν ἠξιώθη πατέρα. | |
20 | εʹ. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ.» Ἔδειξεν ὡς αὐτὸς ἔθηκε τὸν τῆς εὐσεβείας θεμέλιον. Κατέλιπον γάρ σε, φησὶν, ἵνα τὰ ἐλλείποντα διορθώσῃ. Καὶ δεικνὺς τίνα ταῦτα, ἐπήγαγε· «Καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέ‐ | |
25 | ρους, ὡς ἐγώ σοι διεταξάμην.» Λέγει δὲ καὶ τίνας ἔδωκεν ὅρους, καὶ ὁποίους εἶναι δεῖ τοὺς εἰς τοῦτο προβαλλομένους. ϛʹ. «Εἴ τίς ἐστιν ἀνέγκλητος.» Μηδεμίαν διδοὺς ἀφορμὴν εὐλόγου κατηγορίας. «Μιᾶς γυναικὸς ἀνὴρ, | |
30 | τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτείας, ἢ ἀν‐ υπότακτα.» Τοὺς αὐτοὺς ἀπαιτεῖ χαρακτῆρας, οὓς καὶ ἐν τοῖς πρὸς Τιμόθεον διέθηκε γράμμασι. ζʹ. «Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον.» Καὶ ἐντεῦθεν δῆλον ὡς τοὺς πρε‐ | |
35 | σβυτέρους ἐπισκόπους ὠνόμαζον. Εἰρηκὼς γὰρ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ἐπήγα‐ γε· Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι. Ἐν ἑκάστῃ δὲ πόλει, οὐκ ἐπισκόπους, ἀλλὰ πρεσβυ‐ τέρους ἔθος εἶναι πολλούς. | |
40 | «Μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλή‐ κτην, μὴ αἰσχροκερδῆ (ηʹ.)· ἀλλὰ φιλόξενον, φιλ‐ άγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ.» Ταῦτα καὶ ἐν τῇ πρὸς Τιμόθεον εἴρηκεν. Αὐθάδην δὲ καλεῖ τὸν θρασύν· ὀργίλον δὲ, τὸν μνησίκακον· πάρ‐ | |
45 | οινον, τὸν μέθυσον· πλήκτην, τὸν μὴ κατὰ λόγον ταῖς ἐπιτιμήσεσι χρώμενον. θʹ. «Ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκα‐ λίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.» | |
82.860(50) | Οὐκ εὔγλωττον εἶναι νομοθετεῖ, ἀλλὰ τῶν θείων λο‐ | |
82.861 | γίων εἰδήμονα. Ὁ γὰρ ταῦτα σαφῶς ἐπιστάμενος, καὶ τοῖς πιστεύουσι τὴν ὀνησιφόρον προσφέρει διδα‐ σκαλίαν, καὶ τῶν ἐναντίων ἐλέγχει τὸ ψεῦδος. Οὕτω δείξας τοῦ ἱερέως τοὺς χαρακτῆρας, μεταφέρει τὸν | |
5 | λόγον εἰς κατηγορίαν τῶν νόθα τινὰ καὶ διεφθαρμένα δόγματα κηρύττειν ἐπιχειρούντων. ιʹ, ιαʹ. «Εἰσὶ γὰρ πολλοὶ ἀνυπότακτοι. ματαιολό‐ γοι, καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς· οὓς δεῖ ἐπιστομίζειν.» Λέγει δὲ καὶ τὸν τῆς ματαιο‐ | |
10 | λογίας τρόπον. «Οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.» Ταῦτα περὶ τῶν τἀναντία διδασκόντων εἰπὼν, τοῖς ἐξαπατηθεῖσιν ἐπιφέρει τὴν ἐπιτίμησιν. Ἐθνικοὶ δὲ ἦσαν οὗτοι, οὐκ Ἰουδαῖοι· καὶ τοῦτο σαφῶς διδά‐ | |
15 | σκει τὰ ἐπαγόμενα. ιβʹ, ιγʹ. «Εἶπέ τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφή‐ της· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής.» Οὐ γὰρ Ἰουδαίων προφήτης Καλλίμαχος ἦν (αὐτοῦ γὰρ ἡ | |
20 | τοῦ ἔπους ἀρχὴ), ἀλλ’ Ἑλλήνων ἦν ποιητής. Ἀλλ’ ὁ μὲν ποιητὴς διὰ τὸν τοῦ Διὸς τάφον τοὺς Κρῆτας ὠνόμασε ψεύστας. Ὁ δὲ θεῖος Ἀπόστολος ἀληθῆ τὴν μαρτυρίαν ἐκάλεσεν, οὐ τὴν ποιητικὴν βεβαιῶν μυ‐ θολογίαν, ἀλλὰ τῶν Κρητῶν διελέγχων τὸ τῆς γνώ‐ | |
25 | μης ἀβέβαιον· ἀντὶ τοῦ, Καλῶς ὑμᾶς προσηγόρευσε ψεύστας· τοιοῦτοι γὰρ καθεστήκατε. Εἰκὸς δὲ καὶ ἑτέρωθι τὸν καλούμενον Δία τεθνᾶναι, καὶ τούτους μάτην οἰκοδομῆσαι τὸν τάφον. «Δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα | |
30 | ὑγιαίνωσιν ἐν τῇ πίστει (ιδʹ.), μὴ προσέχοντες Ἰου‐ δαϊκοῖς μύθοις, καὶ ἐντάλμασιν ἀνθρώπων ἀποστρε‐ φομένων τὴν ἀλήθειαν.» Μύθους Ἰουδαϊκοὺς, οὐ τὸν νόμον κέκληκεν, ἀλλὰ τὴν παρὰ Ἰουδαίων προσ‐ φερομένην ἑρμηνείαν τοῦ νόμου. Ταύτην δὲ αὐτῶν | |
35 | καὶ ὁ Κύριος ἐποιήσατο τὴν γραφήν· «Ἵνα τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὰς παραδόσεις ὑμῶν;» Τὸ μέντοι, ἔλεγχε αὐτοὺς ἀπο‐ τόμως, οὐκ ἐναντίον ἐστὶ τοῦ, «Ἐν πραότητι παι‐ δεύοντος τοὺς ἀντιδιατιθεμένους.» Τοῖς γὰρ μη‐ | |
40 | δέπω πεπιστευκόσιν ἠπίως καὶ πράως δεῖ προσφέ‐ ρειν τὴν θείαν διδασκαλίαν· τοὺς δέ γε πιστεύειν ὑπισχνουμένους, καὶ τἀναντία ποιεῖν τῇ πίστει πει‐ ρωμένους, τοῖς αὐστηροτέροις προσήκει θεραπεύειν φαρμάκοις. Εἶτα τῶν νομικῶν παρατηρήσεων ἐπι‐ | |
45 | δείκνυσι τὸν σκοπόν. ιεʹ. «Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ με‐ μιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ με‐ μίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.» Οὐ‐ δένα γὰρ περὶ βρωμάτων Ἀβραὰμ ὁ πατριάρχης | |
82.861(50) | ἐδέξατο νόμον, οὐδὲ οἱ πρὸ ἐκείνου λαμπτῆρες τῆς εὐσεβείας γενόμενοι. Ἰουδαίοις δὲ τὸν περὶ τούτων τέθεικε νόμον, ἕτερόν τι κατασκευάζων, περὶ οὗ | |
λέγειν νῦν οὐ καιρός. Τὸν γὰρ τῆς ἑρμηνείας, οὐ | ||
82.864 | τὸν τῆς Ἰουδαίων κατηγορίας ἐπὶ τοῦ παρόντος ἀν‐ εδεξάμεθα πόνον. Περὶ τούτων πάλιν ὁ θεσπέσιος ἔφη Παῦλος· ιϛʹ. «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις | |
5 | ἀρνοῦνται, βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.» Ἰσχυρίζονται μὲν γὰρ σέβειν [τὸν] τῶν ὅλων Θεόν· ἐναντία δὲ ἄντικρυς οἷς βούλεται δρῶσι. Ῥητῷ γάρ τινι τὸν νόμον περιέγραψε χρόνῳ· οὗτοι δὲ κατ’ ἐκεῖνον τὸν χρόνον οὐκ ἐπλή‐ | |
10 | ρουν τὸν νόμον· μετὰ δὲ τὸ τέλος τοῦ χρόνου ὑπερ‐ μαχοῦσι τοῦ νόμου. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδα‐ σκαλίᾳ.» Μὴ ταραττέτωσάν σε, φησὶν, οἱ τἀναντία | |
15 | διδάσκοντες, ἀλλὰ πρόσφερε συνήθως τὰ θεῖα παι‐ δεύματα. Λέγει δὲ καὶ τίνα τὰ ἑκάστῃ ἡλικίᾳ προσ‐ ήκοντα. βʹ. «Πρεσβύτας νηφαλίους εἶναι.» Ἐγρηγορέναι καὶ νήφειν ἀεὶ, καὶ σύνεσιν ἔχειν τῇ ἡλικίᾳ κατάλ‐ | |
20 | ληλον. «Σεμνούς.» Καὶ κατὰ τὸ σχῆμα κοσμίους. «Σώφρονας.» Τοῦ βίου ἐπιμελεῖς. «Ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.» Ὥστε αὐτοὺς καὶ γνησίως πιστεύειν, καὶ τῇ περὶ τὸν πέλας ἀγά‐ πῃ λάμπειν, καὶ φέρειν γενναίως τὰ παρὰ τῶν τῆς | |
25 | ἀληθείας δυσμενῶν προσφερόμενα. γʹ. «Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱερο‐ πρεπεῖ.» Τὰς γεγηρακυίας οὕτως ὠνόμασεν, οὐ τὰς λειτουργίας τινὸς ἠξιωμένας. Ἱεροπρεπῆ δὲ τὴν τῆς σεμνότητος εὐκοσμίαν ἐκάλεσε. «Μὴ διαβόλους, | |
30 | μὴ οἴνῳ πολλῷ δεδουλωμένας.» Ταῦτα καὶ ἐν τῇ πρὸς Τιμόθεον τέθεικε. «Καλοδιδασκάλους.» Εἶτα λέγει καὶ τίνας καὶ τί προσήκει διδάσκειν. δʹ, εʹ. «Ἵνα σωφρονίζωσι τὰς νέας, φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, | |
35 | ἀγαθὰς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.» Τὸ γὰρ προφάσει θεοσε‐ βείας καταλιμπάνειν τοὺς ἄνδρας, βλασφημίαν ἔφερε τῷ κηρύγματι. ϛʹ. «Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρο‐ | |
40 | νεῖν.» Αὕτη γὰρ διαφερόντως ἡ ἀρετὴ κοσμεῖ τὴν νεότητα· ἐπειδὴ καὶ τῆς ἐπιθυμίας ταύτῃ σφοδρό‐ τερον τὸ πάθος πολεμεῖ. Εἶτα διδάσκει πῶς δεῖ τὴν διδασκαλίαν πιθανὴν ποιεῖν. ζʹ. «Περὶ πάντας σεαυτὸν παρεχόμενος τύπον κα‐ | |
45 | λῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ.» Ἀρχέτυπον ἔστω τῶν παρὰ σοῦ προσφερομένων λόγων ὁ βίος. Ὑπὸ γὰρ τῶν ἔργων μαρτυρούμενος ὁ λόγος, ἀξιόχρεως γίνεται. Λέγει δὲ καὶ ἃ προσήκει ποιεῖν. «Ἀδια‐ φθορίαν, σεμνότητα, ἀφθαρσίαν.» Οὗτοι τῶν | |
82.864(50) | ἐπαινουμένων ἔργων οἱ χαρακτῆρες. Λέγει δὲ καὶ τῆς ὀρθῆς διδασκαλίας τοὺς ὅρους. ηʹ. «Λόγον ὑγιῆ, ἀκατάγνωστον.» Τοιοῦτος δὲ ὁ τῇ πνευματικῇ κοσμούμενος χάριτι. «Ἵνα ὁ ἐξ ἐναν‐ | |
τίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ὑμῶν φαῦ‐ | ||
82.865 | λον.» Ὅταν γὰρ καὶ τὰ λεγόμενα τῇ ἀληθείᾳ κο‐ σμεῖται, καὶ τὰ γινόμενα συμφωνεῖ τοῖς λεγομένοις, ἐμφράττεται καὶ αὐτῶν τῶν φιλολοιδόρων τὰ στό‐ ματα. | |
5 | θʹ. «Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι.» Τὸ, ἐν πᾶσιν, ἀντὶ τοῦ, τοῖς τῇ σωματικῇ τῶν δεσποτῶν ἁρμόττουσι θερα‐ πείᾳ. Οὔτε γὰρ, εἰ κελεύει δεσπότης δυσσεβεῖν. ὑπακούειν τῷ δούλῳ προστάττει. Καὶ τοῦτο δηλοῖ τὰ | |
10 | ἐπαγόμενα· «Μὴ ἀντιλέγοντας, (ιʹ.) μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν.» Εὐνοίᾳ καὶ ἐλευθερίᾳ κοσμείσθωσαν, τῆς τῶν δεσποτῶν ἐπιμε‐ λείσθωσαν θεραπείας. Ταῦτα δὲ δῆλον ὅτι περὶ τῶν | |
15 | ἤδη πεπιστευκότων δούλων νομοθετεῖ. Τοῦτο γὰρ καὶ ἐπήγαγεν· «Ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.» Ἔπαινος γὰρ τοῦ θείου κηρύγματος, τὸ τοὺς οἰκέτας τοσαύτην δέξα‐ σθαι τῆς γνώμης μεταβολήν. Εἶτα διδάσκει τὸν τῆς | |
20 | θείας οἰκονομίας σκοπόν. ιαʹ, ιβʹ. «Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυ‐ μίας, σωφρόνως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσω‐ | |
25 | μεν ἐν τῷ νῦν αἰῶνι.» Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ἵνα πάντας ἀνθρώπους, καὶ δεσπότας καὶ οἰκέτας, ἀξιώσῃ τῆς σωτηρίας· παρα‐ σκευάσας πρὸς τῇ δυσσεβείᾳ καὶ τὸν παράνομον βίον καταλιπεῖν. Ὑπέδειξε δὲ ἡμῖν καὶ τὴν εὐθεῖαν ὁδὸν, | |
30 | ἐν εὐσεβείᾳ καὶ σωφροσύνῃ βιοῦν κελεύσας. Ἐπι‐ δείκνυσι δὲ καὶ τὸν τῶν κατορθωμάτων καρπόν. ιγʹ. «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆ‐ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἔδωκε δὲ ἡμῖν καὶ τῆς | |
35 | ἐνδόξου παρουσίας αὐτοῦ τὴν ἐλπίδα, ἐν ᾗ τὰς μεγί‐ στας ἀντιδόσεις παρέξειν ὑπέσχετο. Μέγαν δὲ Θεὸν ὠνόμασε τὸν Χριστὸν, τὴν αἱρετικὴν βλασφημίαν ἀνελέγχων. Ἀναμιμνήσκει δὲ καὶ τοῦ Δεσποτικοῦ πάθους, ἀπὸ τῶν ἤδη παρ’ αὐτοῦ γεγενημένων πι‐ | |
40 | στούμενος τὰ ἐσόμενα. ιδʹ. «Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώ‐ σηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.» Τούτου χάριν τὸν ὑπὲρ ἁπάντων ἡμῶν κατεδέξατο θάνατον, | |
45 | ἵνα τῆς ἁμαρτίας λύσας τὴν τυραννίδα, τῆς πικρᾶς ἡμᾶς ἐκείνης ἐλευθερώσῃ δουλείας, καὶ λαὸν οἰκεῖον ἀποφήνῃ τῶν ἐπαινουμένων ἔργων ἐραστήν τε καὶ ζηλωτήν. ιεʹ. «Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε | |
82.865(50) | μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.» Ἀντὶ τοῦ, Καταφρονείτω. Χρὴ γὰρ τὸν τὰ θεῖα πε‐ παιδευμένον μαθήματα, μὴ ὑφειμένως, μηδὲ μετά τινος δειλίας τοῦτο ποιεῖν, ἀλλὰ σὺν παῤῥησίᾳ διδά‐ | |
σκειν καὶ ἐπιτιμᾷν ἔνθα δεῖ. | ||
82.868 | ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν.» Καὶ ἐπειδὴ δυσσεβεῖς ἦσαν οἱ τότε κρατοῦντες, ἀναγκαίως ἐπήγαγε τὸν | |
5 | διορισμόν· «Πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι.» Οὐδὲ γὰρ εἰς ἅπαντα δεῖ τοῖς ἄρχουσι πειθαρχεῖν· ἀλλὰ τὸν μὲν δασμὸν καὶ τὸν φόρον εἰσφέρειν, καὶ τὴν προσήκουσαν ἀπονέμειν τιμήν· εἰ δὲ δυσσεβεῖν κελεύσειεν, ἄντικρυς ἀντιλέγειν. | |
10 | βʹ. «Μηδένα βλασφημεῖν.» Ἀντὶ τοῦ, Μηδένα ἀγορεύειν κακῶς. «Ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶ‐ σαν ἐνδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώ‐ πους.» Οὐκ ἐναντία ταῦτα τοῖς πρόσθεν εἰρημένοις. Ὡς γὰρ ἔφην ἤδη, τοῖς μὲν ἀπίστοις ἡμᾶς ἠπίως | |
15 | καὶ πράως προσφέρειν τὴν διδασκαλίαν κελεύει· τοῖς δὲ πεπιστευκόσιν, εἰ ἁμάρτοιεν, θαρσαλέως ἐπιτι‐ μᾷν. Λέγει δὲ καὶ τῆς πραότητος τὴν αἰτίαν. γʹ. «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπει‐ θεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδο‐ | |
20 | ναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυ‐ γητοὶ, μισοῦντες ἀλλήλους.» Ἀναμνησθῶμεν τῆς προτέρας ἡμῶν ἀναστροφῆς, λογισώμεθα πόσοις κακοῖς ὑπεκείμεθα, καὶ ὅτι τοιούτους ὄντας τῆς σωτηρίας ἠξίωσεν ὁ τῶν ὅλων Θεός. Φέρωμεν τοίνυν | |
25 | καὶ ἡμεῖς τῶν ἔτι πλανωμένων τὴν μοχθηρίαν. Ἑαυ‐ τὸν μέντοι συνέταξεν ὁ θεῖος Ἀπόστολος, οὐχ ὡς ἅπασι τοῖς ἐγκλήμασιν ὑποκείμενον, ἀλλ’ ὡς διώκτην γεγενημένον. Οὐδὲ γὰρ τοῖς ἄλλοις πᾶσι πάντες ὑπέκειντο· ἀλλ’ οἱ μὲν τόδε ἦσαν, οἱ δὲ τόδε· ἀλλ’ | |
30 | ὅμως τῆς σωτηρίας ἀπήλαυσαν. δʹ—ζʹ. «Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὑτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ πα‐ | |
35 | λιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γινώμεθα κατ’ ἐλπίδα ζωῆς αἰωνίου.» Φιλανθρωπίᾳ, φησὶ, χρησάμενος ὁ Δεσπότης, διὰ | |
40 | τοῦ Μονογενοῦς τῶν προτέρων ἡμᾶς κακῶν ἠλευθέ‐ ρωσε, τῷ μὲν σωτηρίῳ βαπτίσματι τὴν τῶν ἁμαρ‐ τημάτων ἡμῖν χαρισάμενος ἄφεσιν, καὶ ἀνακτίσας ἡμᾶς καὶ νεουργήσας, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς ἀξιώσας, τὴν δὲ τῆς δικαιοσύνης ἐπιδείξας ὁδόν. | |
45 | Τοῖς δέ γε ταύτην ὁδεύουσι τὴν τῶν οὐρανῶν ὑπέσχετο βασιλείαν. Καὶ ἐπειδὴ ἀόρατος αὕτη (ἐλπὶς γὰρ βλε‐ | |
πομένη οὐκ ἔστιν ἐλπὶς), ἀναγκαίως ἐπήγαγε· | ||
82.869 | ηʹ. «Πιστὸς ὁ λόγος.» Ἀντὶ τοῦ, Ἀληθὴς, μηδεὶς ἀμφιβαλλέτω. «Καὶ περὶ τούτων βούλομαί σε διαβε‐ βαιοῦσθαι, ἵνα φροντίσωσι καλῶν ἔργων προΐστα‐ σθαι οἱ πεπιστευκότες Θεῷ.» Οὐκ ἀρκεῖ γὰρ ἡ πίστις | |
5 | πρὸς σωτηρίαν, ἀγαθῶν ἔργων γεγυμνωμένοις. «Ταῦτά ἐστι τὰ καλὰ, καὶ ὠφέλιμα τοῖς ἀνθρώ‐ ποις.» Τὸ πιστεύειν τῷ Θεῷ, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους. θʹ. «Μωρὰς δὲ ζητήσεις, καὶ γενεαλογίας, καὶ | |
10 | ἔρεις, καὶ μάχας νομικὰς περιίστασο, σπούδαζε φεύ‐ γειν τὰς ἀκερδεῖς διαλέξεις.» Οὐδεμίαν γὰρ φέρουσιν, οὔτε τοῖς διαλεγομένοις, οὔτε τοῖς ἀκούουσιν ὄνησιν. Τοῦτο γὰρ ἐπήγαγεν· «Εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιαι.» Ταῦτα δὲ πάλιν περὶ τῶν ἐξ Ἰουδαίων | |
15 | ἔφη. Περὶ τούτων δὲ καὶ τῷ μακαρίῳ γέγραφε Τι‐ μοθέῳ. ιʹ, ιαʹ. «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.» Ὅταν | |
20 | δὶς καὶ τρὶς τοῖς τὰ ἐναντία διδάσκειν ἐπιχειροῦσι, τὴν προσήκουσαν προσενέγκῃς διδασκαλίαν, εἶτα τοῖς πονηροῖς δόγμασιν ἐπιμένοντας ἴδῃς, μηκέτι τὰς πρὸς αὐτοὺς διαλέξεις ποιοῦ· ἀνόνητος γὰρ ὁ πό‐ νος. | |
25 | ιβʹ. «Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ, ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμᾶσαι.» Τῆς Θρᾴκης ἐστὶν ἡ Νικό‐ πολις, τῇ δὲ Μακεδονίᾳ πελάζει. Δῆλον τοίνυν ὡς κατ’ ἐκεῖνον τὸν καιρὸν, καθ’ ὃν ἐν τῇ Μακεδονίᾳ | |
30 | καὶ Ἀχαΐᾳ διέτριβεν, ἔγραψε τὴν Ἐπιστολήν. ιγʹ. «Ζηνᾶν τὸν νομικὸν, καὶ Ἀπολλὼ, σπου‐ δαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.» Καὶ ἐπειδὴ τὸν ἀκτήμονα βίον ὁ μακάριος μετίει Τίτος, ἀναγκαίως ἐπήγαγεν· | |
35 | ιδʹ. «Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.» Δίδαξον τοὺς πεπιστευκότας τῆς σωματικῆς θεραπείας ἐπιμελεῖσθαι τῶν τὰ θεῖα δι‐ δάσκειν πεπιστευμένων. Προσήκει γὰρ αὐτοὺς καὶ | |
40 | τοὺς τοιούτους φέρειν καρπούς. ιεʹ. «Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες· ἄσπα‐ σαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.» Οὐ γὰρ ἤθελεν ἑτέρως φιλεῖσθαι ὁ τῆς ἀληθείας διδάσκαλος, ἀλλὰ μόνον κατὰ τὸν τῆς εὐσεβείας σκοπόν. «Ἡ χάρις | |
45 | μετὰ πάντων ὑμῶν. Ἀμήν.» Ταῦτα τῷ μὲν μακα‐ ρίῳ Τίτῳ γέγραφεν ὁ θεῖος Ἀπόστολος· πᾶσι δὲ ἡμῖν τὴν ἐντεῦθεν προσενήνοχεν ὠφέλειαν. Ὡς γὰρ ἀπὸ τῶν κοινῶν θησαυρῶν τὸν πλοῦτον καρπούμεθα. Γένοιτο δὲ ἡμᾶς καὶ φυλάξαι τὰ συλλεγέντα· ἐν Χρι‐ | |
82.869(50) | στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Τίτον τῆς Κρητῶν Ἐκκλησίας Ἐπιστολὴ | |
55 | ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας. | |
82.872(1t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
2t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
3t | ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΣ | |
7 | ΥΠΟΘΕΣΙΣ. Τῶν πεπιστευκότων ὁ Φιλήμων ἐτύγχανεν ὤν· πόλιν δὲ εἶχε τὰς Κολασσάς. Καὶ ἡ οἰκία δὲ αὐτοῦ | |
10 | μέχρι τοῦ παρόντος μεμένηκε. Τούτου οἰκέτης Ὀνή‐ σιμος τοὔνομα, ὑφελόμενός τι καὶ ἀποδρὰς, εἴσω τῶν ἀποστολικῶν δικτύων ἐγένετο. ᾬκει δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν τὸ ἐν Ῥώμῃ δεσμωτήριον, ὁ θεσπέσιος Παῦλος. Ἐκεῖ τοίνυν τοῦτον τοῦ σωτηρίου βαπτί‐ | |
15 | σματος ἀξιώσας, ἀπέστειλε τῷ δεσπότῃ τήνδε γεγρα‐ φὼς τὴν Ἐπιστολήν. Ὁ δὲ οἰκέτου δραπέτου, καὶ μαστιγίου, καὶ λωποδύτου μὴ ἀμελήσας, ἀλλὰ διὰ τῆς πνευματικῆς αὐτὸν διδασκαλίας ἀξιώσας τῆς σωτηρίας, τίνος ἂν ἠμέλησε πώποτε; | |
20 | ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ—γʹ. «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τι‐ μόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνερ‐ γῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ’ οἶκόν σου ἐκ‐ | |
25 | κλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Δέσμιον ἑαυτὸν προσηγόρευσεν, ἀξιόχρεων διὰ τῶν δεσμῶν κατα‐ σκευάζων τὴν αἴτησιν. Δι’ ὑμᾶς γὰρ, φησὶ, περίκει‐ μαι τὰ δεσμά. Τὴν γὰρ ἡσυχίαν αἱρούμενος, καὶ μὴ | |
30 | τὴν οἰκουμένην περινοστεῖν, καὶ πᾶσιν ἀνθρώποις προσφέρειν τὸ Εὐαγγέλιον, οὐκ ἂν τούτων ἐδεξάμην τὴν πεῖραν. Ἐπαινεῖ δὲ τὸν Φιλήμονα, συνεργὸν ὀνομάσας. Συνάπτει δὲ αὐτῷ τὴν ὁμόζυγα ὡς κοινω‐ νοῦσαν τῆς πίστεως. Εἰκὸς δὲ ἦν παραλειφθεῖσαν | |
35 | καὶ ἀντιπρᾶξαι τοῖς γραφομένοις. Ὁ δὲ Ἄρχιππος τὴν διδασκαλίαν αὐτῶν ἐπεπίστευτο. Περὶ τούτου γὰρ Κολασσαεῦσιν ἔγραψεν· «Εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.» Καὶ τοῦτον δὲ εἰς κοινωνίαν τῆς | |
40 | παρακλήσεως ἔλαβε. Πρὸς δὲ τούτοις καὶ πᾶσαν τὴν οἰκίαν, ἣν Ἐκκλησίαν ὠνόμασεν, ὡς εὐσεβείᾳ λαμ‐ πρυνομένην· ἵνα καὶ οἱ οἰκέται τῆς ἀποστολικῆς ἀξιωθέντες τιμῆς, συνεργοὶ τῆς παρακλήσεως γίνων‐ | |
ται. Ὁ μὲν οὖν μακάριος Παῦλος ἀγαπητὴν ὠνό‐ | ||
82.873 | μασε τοῦ Φιλήμονος τὴν ὁμόζυγα, ὡς τῇ πίστει κο‐ σμουμένην. Θαυμαζέτω δὲ μηδεὶς, εἰ καὶ προσπί‐ πτουσι νῦν τινες τῷ προσρήματι τούτῳ. Οἱ γὰρ κα‐ κῶς κεχρημένοι τῷ πράγματι, τῇ προσηγορίᾳ τὴν | |
5 | λοιδορίαν προσῆψαν. Πάλαι δὲ σεμνὸν τὸ ὄνομα καὶ ἀξιέπαινον ἦν. δʹ—ϛʹ. «Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν | |
10 | Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπι‐ γνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰη‐ σοῦν.» Μέμνημαί σου, φησὶ, διὰ παντὸς προσευχό‐ μενος, καὶ τὸν τῶν ὅλων Θεὸν ἐπὶ τοῖς σοῖς κατορ‐ | |
15 | θώμασιν ἀνυμνῶ. Μανθάνω γὰρ ὅσην μὲν ἐδέξω πί‐ στιν περὶ τὸν σεσωκότα Δεσπότην· ἡλίκην δὲ ἔχεις ἀγάπην, καὶ ὅσης ἀξιοῖς θεραπείας τοὺς τὰ θεῖα περὶ πολλοῦ ποιουμένους· καὶ δέομαι καὶ ἀντιβολῶ τὸν κοινὸν εὐεργέτην, τελείαν σοι δοῦναι τὴν κτῆσιν τῶν | |
20 | ἀγαθῶν. ζʹ. «Χάριν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων διὰ σοῦ ἀναπέπαυται, ἀδελφέ.» Πολλῆς γὰρ ἐμπίπλαμαι θυμηδίας, ὅτι παντοδαπὴν τοῖς ἁγίοις θεραπείαν | |
25 | προσφέρεις. ηʹ, θʹ. «Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ.» Δυνάμενος, φησὶ, θαῤῥεῖν ὡς θερμῶς πεπιστευκότι, καὶ διδασκαλικῶς κελεύειν, τοῦτο μὲν | |
30 | οὐ ποιῶ· παράκλησιν δὲ προσφέρω. Εἶτα τῇ τοῦ εἰρημένου ταπεινότητι περιτίθησι κόμπον. «Τοι‐ οῦτος ὢν ὡς Παῦλος πρεσβύτης.» Βλέπε τίς ὁ αἰτῶν· ἀρκεῖ δὲ ἡ τοῦ ὀνόματος μνήμη καταιδέσαι καὶ τὸν λίαν ἀντίτυπον. Ὁ γὰρ Παῦλον ἀκούσας, | |
35 | τῆς οἰκουμένης ἀκούει τὸν κήρυκα, γῆς καὶ θαλάττης τὸν γεωργὸν, τῆς ἐκλογῆς τὸ σκεῦος, καὶ τἄλλα μυ‐ ρίων δεῖται γλωττῶν εἰς διήγησιν. Προστέθεικε δὲ καὶ τὸν πρεσβύτην, ἐπιδεικνὺς πολιὰν ἐν πόνοις βλαστήσασαν, καὶ ταύτῃ τὸν λόγον ἀξιοπιστότερον | |
40 | ἐργαζόμενος. Ἐπισυνάπτει καὶ ἕτερον. «Νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ.» Αἰδέσθητι Παῦλον, αἰδέ‐ σθητί μου τὸ γῆρας, αἰδέσθητι τὰ δεσμὰ, ἅπερ ὡς κήρυξ τῆς ἀληθείας περίκειμαι. ιʹ. «Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου.» Τίς | |
45 | λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; τίς ἀξίως ὑμνήσει τὴν θείαν φιλανθρωπίαν; Ὁ μαστιγίας καὶ τοιχωρυχὺς, Παύλου τέκνον ἐξαπίνης ἐγένετο. Λέγει δὲ καὶ τοῦ τόκου τὸν τρόπον. «Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.» Οὐ γὰρ ἐκώλυσε τὰ δεσμὰ τὰς | |
82.873(50) | ὠδῖνας τοῦ πνεύματος. Εἶτα μετὰ τὰ ἐγκώμια τὸ ὄνομα τέθεικεν. | |
«Ὀνήσιμον, (ιαʹ.) τόν ποτέ σοι ἄχρηστον.» Ἀν‐ | ||
82.876 | έμνησε τῶν παλαιῶν, ἀλλ’ εὐθὺς καὶ τὴν μεταβολὴν ἔδειξεν. «Νυνὶ δὲ σοὶ κἀμοὶ εὔχρηστον.» Ἔδειξε τὴν περιουσίαν τῆς τοῦ τρόπου μεταβολῆς. Οὐ γὰρ μόνον σοὶ, φησὶν, εὔχρηστος νῦν, ἀλλὰ καὶ ἐμοί. | |
5 | ιβʹ. «Ὃν ἀνέπεμψα.» Οὐδὲ γὰρ μεταβληθέντα κατασχεῖν ἠνεσχόμην. «Σὺ δὲ αὐτὸν προσλαβοῦ, τουτέστι τὰ ἐμὰ σπλάγχνα.» Ἐμός ἐστι, φησὶν, υἱὸς, ἐκ τῶν ἐμῶν γεγέννηται σπλάγχνων. ιγʹ. «Ὃν ἐγὼ ἠβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, | |
10 | ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγ‐ γελίου.» Ὀφείλεις μοι διακονίαν, ὡς μαθητὴς δι‐ δασκάλῳ, καὶ διδασκάλῳ τὰ θεῖα κηρύττοντι. Ἐβου‐ λήθην τοίνυν ἀντὶ σοῦ τοῦτον λαβεῖν· ἵνα τῆς σῆς μοι διακονίας ἐκτίσῃ τὸ χρέος. Βλέπε τοῦ Εὐαγγε‐ | |
15 | λίου τὴν δύναμιν· ἴσον τῷ δεσπότῃ τὸν οἰκέτην εἰρ‐ γάσατο. ιδʹ. «Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ’ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.» Σὲ γὰρ βούλομαι τὸ ἐντεῦθεν | |
20 | προσπορίσασθαι κέρδος, ἵνα τῇ συγκαταθέσει τῆς γνώμης τὴν ὠφέλειαν καρπώσῃ. Καὶ ἐντεῦθεν δῆλον, ὡς Κολασσαεῦσιν αὐτὸς τὸ σωτήριον προσενήνοχε κήρυγμα. Ὡς μαθητῇ γὰρ οἰκείῳ, τῷ Φιλήμονι γράφει. Ἐνταῦθα μὲν γὰρ ὑπὲρ τοῦ Ὀνησίμου πα‐ | |
25 | ρακαλεῖ· ἐκεῖ δὲ ὡς γνώμῃ τοῦ Φιλήμονος λαβὼν αὐτὸν ὑπουργὸν τῷ Τυχικῷ συνέπεμψεν, ὡς τοῦ Εὐαγγελίου γενόμενον ὑπουργόν. «Τὰ κατ’ ἐμὲ γὰρ, φησὶ, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελ‐ φὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Χριστῷ, | |
30 | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσι τὰ ὧδε.» Δεξάμενος γὰρ ὁ Φιλήμων τὰ γράμματα ἔπεμψε τῷ Ἀποστόλῳ | |
35 | τὸν Ὀνήσιμον· ὁ δὲ τοῦτον σὺν τῷ Τυχικῷ ἀπέστει‐ λεν εἰς τοὺς Κολασσαεῖς. ιεʹ, ιϛʹ. «Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκ ἔτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί· | |
40 | πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ, καὶ ἐν Κυρίῳ;» Ἀγαθῶν αὐτῷ, φησὶν, αἰτία γέγονεν ἡ φυγή. Ἀντὶ γὰρ ἀχρήστου δούλου, γνήσιος ἀδελφὸς ἀπεφάνθη. Εἰ δὲ καὶ ἐμὸς ἀδελφὸς, πολλῷ μᾶλλον σοὶ, ᾧ καὶ κατὰ τὴν σωματικὴν θεραπείαν προσήκει | |
45 | ιζʹ. «Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.» Τί τῶν λόγων τούτων πιθανώτερον, τί δὲ βιαιότερον; Εἰ λόγου, φησὶ, τινὸς ἀξιοῖς τὴν ἐμὴν κοινωνίαν, ὡς ἐμὲ δέξαι τὸν δεξάμενον τὴν ξένην μεταβολήν. | |
82.876(50) | ιηʹ. «Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει.» Αἰνίττεται ὁ λόγος ὡς ὑφελκόμενός τι κακῶς δεδαπάνηκε. Κέκλοφεν ὁ Ὀνήσιμος· ὁ δὲ | |
θεῖος Ἀπόστολος αἰτεῖ τὸν Φιλήμονα αὐτῷ λογίσα‐ | ||
82.877 | σθαι τὸ πλημμέλημα. Εἶτα μετὰ πλείστης χάριτος ποιεῖται τὴν τοῦ χρέους ὁμολογίαν. ιθʹ. «Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω.» Ἀντὶ γραμματίου τήνδε κάτεχε τὴν | |
5 | ἐπιστολήν. Πᾶσαν αὐτὴν ἐγὼ γέγραφα· ἐγὼ καὶ ὀφείλειν, καὶ ἀποδώσειν ὑπισχνοῦμαι τὸ χρέος. Εἶτα δείκνυσιν αὐτὸν μείζοσιν ἐγκλήμασιν ὑποκείμενον. «Ἵνα μὴ λέγω, Σοὶ, ὅτι καὶ σεαυτόν μοι προσοφεί‐ λεις.» Δι’ ἐμοῦ γὰρ, φησὶ, τῆς σωτηρίας ἀπήλαυσας. | |
10 | Καὶ ἐντεῦθεν δῆλον ὡς τῆς ἀποστολικῆς ἠξιώθη δι‐ δασκαλίας ὁ Φιλήμων. κʹ. «Ναὶ, ἀδελφὲ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ, ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.» Τὸ, Ἐγώ σου ὀναίμην ἐν Κυρίῳ, ἀντὶ τοῦ, Ἀπολαύ‐ | |
15 | σαιμί σου τῶν ἐν Χριστῷ κατορθωμάτων, εἴδοιμί σε πλουτοῦντα ἐν ἅπασι τοῖς πνευματικοῖς ἀγαθοῖς. καʹ. «Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις.» Οἶδα σου τὸ εὐπειθὲς τῆς ψυχῆς. Οὗ δὴ χάριν καὶ γράφω, θαῤῥῶν ὡς | |
20 | πλείονα παρέξεις ὧν ᾔτησα. κβʹ. «Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν. Ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.» Καὶ τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἵνα προσδοκῶν αὐτοῦ τὴν παρουσίαν αἰδεσθῇ καὶ τὰ | |
25 | γράμματα. κγʹ, κδʹ. «Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμ‐ άλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.» Τὸν Ἐπαφρᾶν ἐνταῦθα προστέθεικεν, ἐπειδὴ καὶ αὐτὸς Κολασσαεὺς | |
30 | ἐτύγχανεν ὤν. Οὕτω γὰρ καὶ Κολασσαεῦσιν ἔγραφεν· «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ.» Τὸν δὲ Δημᾶν πρὸ τοῦ Λουκᾶ τέθεικεν, ὡς ἐπίσημον ὄντα, καὶ συνεργόν. Μετὰ ταῦτα γὰρ καταλέλοιπε τὸν Ἀπόστολον, ἀγαπήσας τὸν νῦν | |
35 | αἰῶνα. κεʹ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.» Τούτοις προσ‐ ήκει τοῖς νόμοις ἀκολουθεῖν τοὺς τῆς θείας διδασκα‐ λίας ἠξιωμένους· οὕτω διδάσκειν τοὺς οἰκέτας τῆς | |
40 | τῶν δεσποτῶν ἔχεσθαι θεραπείας, ἵνα διὰ πάντων ὁ Δεσπότης ἀνυμνῆται Χριστὸς, μεθ’ οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει καὶ μεγαλο‐ πρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
45 | Ἡ πρὸς Φιλήμονα Ἐπιστολὴ ἐγράφη ἀπὸ Ῥώμης | |
διὰ Ὀνησίμου οἰκέτου. |