TLG 4089 025 :: THEODORETUS :: Explanatio in Canticum canticorum

THEODORETUS Scr. Eccl. Theol.
(Cyrrhensis: A.D. 4–5)

Explanatio in Canticum canticorum

Citation: Volume — page — (line)

81

.

28

(1t)

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ
2tΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ
3tΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΑΣΜΑ ΤΩΝ ΑΣΜΑΤΩΝ.
8Τῷ Θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰωάννῃ Θεοδώρητος. Ἡ τῶν θείων λογίων ἐξήγησις δεῖται μὲν ψυχῆς
10κεκαθαρμένης, καὶ ῥύπου παντὸς ἀπηλλαγμένης· δεῖται δὲ καὶ διανοίας ἐπτερωμένης, καὶ καθορᾷν τὰ θεῖα δυναμένης, κατατολμώσης τῶν ἀδύτων τοῦ Πνεύματος· χρῄζει δὲ καὶ γλώττης ὑπουργούσης τῇ διανοίᾳ, καὶ τὴν ἐκείνης θεωρίαν ἀξίως ἑρμηνευού‐
15σης. Ἐμοὶ δὲ καὶ ψυχὴ πολὺν ἁμαρτημάτων φορυ‐ τὸν περικειμένη, καὶ φροντίσιν ὧν ἐγκεχείρισμαι πραγμάτων βεβαπτισμένη διάνοια, καὶ διὰ ταῦτα ταπεινὴ καὶ χαμαίζηλος, καὶ κατοπτεύειν ἀκριβῶς τὰ θεῖα μὴ δυναμένη λόγια, καὶ πρὸς τούτοις γλῶττα
20τῆς διανοίας νωθεστέρα καὶ βραδυτέρα. Ἐπειδὴ δὲ προσέταξας, ὦ φίλη μοι κεφαλὴ, τοῦ ᾌσματος τῶν ᾀσμάτων ἑρμηνεῦσαι τὴν βίβλον, καὶ τῶν αἰνιγμα‐ τωδῶς καὶ μυστικῶς εἰρημένων σαφῆ καὶ δήλην τὴν διάνοιαν δεῖξαι, κατετολμήκαμεν τῶν ὑπὲρ δύνα‐
25μιν, καὶ ταῦτα μυρίαις ἀστικαῖς τε καὶ χωριτικαῖς, στρατιωτικαῖς τε καὶ πολιτικαῖς, ἐκκλησιαστικαῖς τε καὶ κοιναῖς περιεχόμενοι φροντίσι· τόν τε βυθὸν τοῦ πελάγους κατεθαῤῥήσαμεν, καὶ εἰς τὸ βάθος τοῦ γράμματος καταβῆναι τετολμήκαμεν, ἵνα σοι τὸν τοῦ
30νοήματος ἀνενέγκωμεν μαργαρίτην. Ἐλάβομεν δὲ οὐκ ἔλαιον ἐν τῷ στόματι, ἵν’ εἰς ἔρευναν τοῦ ζη‐
τουμένου συνεργῷ χρήσωμαι χειροποιήτῳ φωτὶ,

81

.

29

ἀλλ’ εὐχὴν καὶ ἱκετείαν, ἧς ὅτι μάλιστα χρῄζουσιν οἱ τῆς τῶν θείων λογίων διανοίας ἐφικέσθαι ποθοῦν‐ τες. Ἐδίδαξε γὰρ ἡμᾶς ὁ μακάριος Δαβὶδ λέγειν· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω
5τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Ταῦτα δεδιδα‐ γμένοι, τὴν θείαν ἱκετεύσωμεν χάριν, ὑποδεῖξαι ἡμῖν τὴν τοῦδε τοῦ βιβλίου διάνοιαν. Ἐπειδὴ δέ τινες τῶν τὸ ᾎσμα τῶν ᾀσμάτων διαβαλλόντων, καὶ πνευματικὸν εἶναι τὸ βιβλίον οὐ
10πιστευόντων, μύθους δέ τινας οὐδὲ γραϊδίοις παρα‐ ληροῦσιν ἁρμόττοντας ὑφαινόντων, καὶ λέγειν τολμών‐ των, ὡς σοφὸς Σολομὼν εἰς ἑαυτὸν, καὶ τὴν τοῦ Φα‐ ραὼ θυγατέρα, τοῦτο συγγέγραφε, καὶ ἄλλοι δέ τινες ταυτησὶ τῆς συμμορίας ὑπάρχοντες, Ἀβισαὴ τὴν Σου‐
15ναμῖτιν, ἀντὶ τῆς τοῦ Φαραὼ θυγατρὸς, εἶναι τὴν νύμ‐ φην ἀνεπλάσαντο· οἱ δὲ τούτων σεμνότερον νενοηκότες, βασιλικὸν τὸν λόγον ὠνομάκασι, καὶ νύμφην τὸν λαὸν προσηγορεύκασι, τὸν δὲ βασιλέα νυμφίον· ἀναγ‐ καῖον τοίνυν ἡγησάμεθα, τῆς ἑρμηνείας ἀρχόμενοι,
20τὴν διεψευσμένην ταύτην καὶ βλαβερὰν πρότερον διελέγξαι διάνοιαν, εἶθ’ οὕτως σαφῆ τοῦ γράμματος τὸν σκοπὸν καταστῆσαι. Ἐχρῆν μὲν οὖν αὐτοὺς συν‐ ιδεῖν, ὡς πολὺ λίαν αὐτῶν καὶ σοφώτεροι, καὶ πνευ‐ ματικώτεροι τυγχάνουσιν οἱ μακάριοι Πατέρες, οἱ
25τοῦτο τὸ βιβλίον ταῖς θείαις Γραφαῖς συντεταχότες, καὶ ἅτε δὴ πνευματικὸν κανονίσαντές τε αὐτὸ, καὶ Ἐκκλησίᾳ πρέπειν ἀποφηνάμενοι. Οὐ γὰρ ἂν, εἴπερ ἄλλως ὑπέλαβον, ταῖς ἁγίαις αὐτὸ Γραφαῖς συνηρί‐ θμησαν, ἀκρασίας ἔχον καὶ φιληδονίας ὑπόθεσιν. Καὶ
30τί δεῖ τοὺς κάτω λέγειν Πατέρας, ἐξὸν αὐτοῦ τοῦ θείου Πνεύματος καλέσαι τὴν μαρτυρίαν; Ἐπειδὴ γὰρ αἱ θεῖαι Γραφαὶ, αἱ μὲν ὑπὸ Μανασσοῦ, τοῦ πονηρίᾳ καὶ δυσσεβείᾳ τούς τε πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν ἅπαντας ἀποκρύψαντος, ἐνεπρήσθησαν· αἱ δὲ
35κατὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν φροῦδοι παντε‐ λῶς ἐγένοντο· τῶν Βαβυλωνίων καὶ τὸν θεῖον ναὸν ἐμπρησάντων, καὶ τὴν πόλιν ἀνάστατον πεποιηκό‐ των, καὶ τὸν λαὸν ἐξανδραποδισαμένων μετὰ πολὺν ἐτῶν ἀριθμὸν, τοῦ λαοῦ πάλιν ἀνακλήσεως τετυχη‐
40κότος, ὁ μακάριος Ἔσδρας, ἀνὴρ ἀρετῇ διαπρέπων, καὶ τοῦ παναγίου Πνεύματος πλήρης γενόμενος, ὡς βοᾷ τὰ πράγματα, τὰς ἀναγκαίας ἡμῖν καὶ σωτηρίας παρεκτικὰς ἀναγράφει Γραφάς· καὶ οὐ μόνον τὰ Μωσέως συγγράμματα, ἀλλὰ καὶ τὴν Ἰησοῦ, καὶ τῶν Κριτῶν,
45καὶ τῶν Βασιλέων ἱστορίαν, καὶ τοῦ γενναίου Ἰὼβ τὸ διήγημα· καὶ τὴν ἱερὰν τοῦ Δαβὶδ μελῳδίαν, τὴν τῆς Ἐκ‐ κλησίας εὐφροσύνην, καὶ τοὺς ἑκκαίδεκα προφήτας, καὶ τοῦ σοφοῦ Σολομῶντος τὰς παροιμίας, καὶ τὸν Ἐκ‐ κλησιαστὴν, καὶ τὸ ᾎσμα τῶν ᾀσμάτων. Πῶς τοίνυν

81

.

29

(50)

ταύτην ἔχει τὴν διάνοιαν, ἥν φατε, τὸ βιβλίον, ὦ βέλ‐ τιστοι, εἰ ὁ μὲν Ἔσδρας ταῦτα συνέγραψεν, οὐκ ἐξ ἀντιγράφων δὲ ἔγραψεν, ἀλλὰ τοῦ θείου Πνεύματος πλήρης γενόμενος, ἵνα πᾶσιν ἀνθρώποις ἀνάγραπτον
παραπέμψῃ τὴν ὠφέλειαν; Τὰ γὰρ τῆς ἀκολασίας

81

.

32

συγγράμματα, οὐ τοῦ θείου Πνεύματος, ἀλλὰ τοῦ ἐναντίου πνεύματος. «Ὁ γὰρ καρπὸς τοῦ Πνεύμα‐ τος, κατὰ τὸν μακάριον Παῦλον, ἀγάπη, χαρὰ, εἰ‐ ρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
5πραότης, ἐγκράτεια.» Εἰ δὲ τοῦ θείου Πνεύματος καρπὸς ἡ ἐγκράτεια, τοῦ ἐναντίου δηλονότι ἡ ἀκρασία· ἀκρασίας δὲ ὑπόθεσιν, ὥς φατε, περιέχει τοῦ ᾌσμα‐ τος τῶν ᾀσμάτων τὸ σύγγραμμα. Ὁρᾶτε τοίνυν ποῦ τὰ τῆς βλασφημίας χωρεῖ; Κατὰ γὰρ τοῦ παναγίου
10Πνεύματος ἡ κατὰ τοῦ βιβλίου λοιδορία τολμᾶται. Τῆς γὰρ τούτου χάριτος ἐμπλησθεὶς ὁ μακάριος Ἔσδρας διαφθαρὲν, ὡς ἔφαμεν, τὸ βιβλίον ἀνενεώ‐ σατο· καὶ τοῦτο συνειδότες οἱ μακάριοι Πατέρες ταῖς θείαις αὐτὸ Γραφαῖς συντετάχασι. Πολλοὶ δὲ αὐτὸ
15τῶν παλαιῶν καὶ ἡρμηνεύκασιν· οἱ δὲ τοῦτο ἐφεξῆς μὴ πεποιηκότες, ταῖς ἐκεῖθεν χρήσεσι τὰ οἰκεῖα συγ‐ γράμματα κατεκόσμησαν. Καὶ οὐ μόνον Εὐσέβιος ὁ Παλαιστινὸς, καὶ Ὠριγένης ὁ Αἰγύπτιος, καὶ Κυ‐ πριανὸς ὁ Καρχηδόνιος, ὁ καὶ τοῦ μαρτυρίου στέφα‐
20νον ἀναδησάμενος, καὶ οἱ τούτων παλαιότεροι, καὶ τῶν ἀποστόλων πλησιέστεροι· ἀλλὰ καὶ οἱ μετ’ ἐκεί‐ νους ἐν ταῖς Ἐκκλησίαις διαπρέψαντες, πνευματικὸν ἔγνωσαν τὸ βιβλίον, Βασίλειός τε ὁ μέγας τὴν ἀρχὴν τῶν Παροιμιῶν ἑρμηνεύων, καὶ Γρηγόριος ἑκάτερος,
25ὁ μὲν τὴν ἐκείνου συγγένειαν, ὁ δὲ τὴν φιλίαν αὐ‐ χῶν, καὶ Διόδωρος ὁ γενναῖος τῆς εὐσεβείας πρό‐ μαχος· καὶ Ἰωάννης ὁ τοῖς ῥεύμασι τῆς διδασκαλίας μέχρι καὶ τήμερον πᾶσαν τὴν οἰκουμένην ἀρδεύων, καὶ οἱ μετ’ ἐκείνους ἅπαντες, ἵνα συνελὼν εἴπω,
30καὶ τοῦ λόγου διαφύγω τὸ μῆκος. Συνίδωμεν τοίνυν, εἰ δίκαιον τοσούτους καὶ τοιούτους ἄνδρας διαπτύσαν‐ τας, καὶ αὐτοῦ δὲ τοῦ παναγίου καταφρονήσαντας Πνεύματος, ταῖς οἰκείαις ἐννοίαις ἀκολουθεῖν, μὴ πει‐ θομένους τῷ καλῶς εἰρηκότι· «Λογισμοὶ ἀνθρώπων
35δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν·» μηδὲ ἀκούοντας τοῦ μακαρίου Παύλου περί τινων λέγοντος, ὅτι «Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.» Διὸ ἡμεῖς μετὰ τοῦ μακαρίου Πέτρου βοῶμεν· «Πειθαρχεῖν
40δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.» Ἐροῦμεν δὲ καὶ πρὸς αὐτούς· «Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν μᾶλλον ἀκούειν ἢ τοῦ Θεοῦ, κρίνατε· ἡμεῖς γὰρ οὐ δυνάμεθα, ἃ εἴδομεν διὰ τοῦ Πνεύματος, καὶ ἠκού‐ σαμεν, μὴ λαλεῖν.» Ἵνα δὲ μὴ μόνον αὐτῶν ἡμῶν φροντίζωμεν, αὐτοὺς δὲ βλαπτομένους παρίδωμεν,
45φέρε ζητήσωμεν, πόθεν αὐτοῖς γέγονεν ἡ τῆς βλάβης ἀφορμὴ, καὶ τὴν δυνατὴν αὐτοῖς θεραπείαν ἐκ τῶν θείων Γραφῶν προσενέγκωμεν. Ἀναγινώσκοντες, ὡς οἶμαι, τοῦτο τὸ σύγγραμμα, καὶ ὁρῶντες ἐν αὐτῷ μύρα καὶ φιλήματα, καὶ μη‐ ροὺς, καὶ κοιλίαν, καὶ ὀμφαλὸν, καὶ σιαγόνας, καὶ

81

.

32

(50)

ὀφθαλμοὺς, καὶ κρίνα, καὶ μῆλα, καὶ νάρδον, καὶ στακτὴν, καὶ σμύρναν, καὶ ὅσα τοιαῦτα, καὶ τῆς θείας Γραφῆς ἀγνοοῦντες τὰ ἰδιώματα, οὐκ ἠθέλησαν διαδῦναι, καὶ τοῦ γράμματος ὑπερβῆναι τὸ κάλυμμα, καὶ ἐντὸς γενέσθαι τῷ πνεύματι, καὶ ἀνακεκαλυμ‐
55μένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρισθῆναι·

81

.

33

ἀλλὰ σαρκικῶς νενοηκότες τὰ εἰρημένα, εἰς ἐκείνην τὴν βλασφημίαν ἐξώκειλαν. Ἔδει δὲ αὐτοὺς συν‐ ιδεῖν, ὅτι καὶ ἐν τῇ Παλαιᾷ πολλὰ τροπικῶς ἡ θεία λέγει Γραφή· καὶ ἑτέροις ὀνόμασι κεχρημένη, ἕτερα
5δὲ διὰ τούτων σημαίνει. Περὶ γὰρ τοῦ Βαβυλωνίου διηγουμένη, οὔτε τὸ κύριον ὄνομα τέθεικεν, οὔτε τὸ κοινὸν τῆς φύσεως· οὔτε γὰρ Ναβουχοδονόσωρ ὠνό‐ μασεν, οὔτε ἄνθρωπον προσηγόρευσεν· ἀλλά φησιν· «Ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει,
10ὁ πλήρης ὀνύχων· ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε.» Καὶ οὐδεὶς πώποτε τὸν ἀετὸν, ἀετὸν ἐνόησεν, οὔτε τὸν Λίβανον, Λίβα‐ νον, οὔτε τὴν κέδρον, κέδρον· ἀλλ’ ἀετὸν μὲν
15τὸν βασιλέα, ἐπειδὴ καὶ τὸ ζῶον βασιλικόν· μεγαλο‐ πτέρυγον δὲ, διὰ τὸ πλάτος τῆς βασιλείας· πλήρη δὲ ὀνύχων, διὰ τὸ πλῆθος τῆς στρατιᾶς. Ἥγημα δὲ αὐτὸν ἔχειν ἔφησε, διὰ τὸ θείῳ νεύματι ἀγόμενον πεποιηκέναι ἃ πεποίηκε. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ
20προσηγόρευσε, διὰ τὸ δασὺ καὶ πυκνὸν τῶν πνευμα‐ τικῶν χαρισμάτων. Ἁπαλὰ δὲ τῆς κέδρου, τοὺς ἁβροὺς καὶ τρυφῇ προσέχοντας, καὶ ἐν ἀξιώμασι διαπρέποντας. Καὶ ταῦτα οὕτω νοεῖν, οὐ μόνον τοῖς τῆς εὐσεβείας τροφίμοις, ἀλλὰ καὶ Ἰουδαίοις σύν‐
25ηθες, τοῖς παχύτερον καὶ σαρκικώτερον τὰς θείας νοοῦσι Γραφάς. Καὶ ὁ μακάριος δὲ Ζαχαρίας· «Δι‐ άνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος.» Καὶ οὔτε Λίβανον νοοῦμεν τὸν Λίβανον,
30οὔτε κέδρους τὰς κέδρους, οὔτε πῦρ τὸ πῦρ, οὔτε πίτυς τὰς πίτυς· ἀλλὰ πῦρ μὲν πάλιν τὸν Βαβυλώ‐ νιον, ὃν ὁ Ἐζεκιὴλ ἀετὸν προσηγόρευσε· Λίβα‐ νον δὲ, τὴν Ἱερουσαλήμ· κέδρους δὲ, τοὺς ἐπὶ πλούτῳ βριθομένους, καὶ ἐν ἀξιώμασι λαμπρυνομένους·
35πίτυς δὲ τοὺς τούτων ὑποδεεστέρους. Διὸ ἐπάγει· «Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος,» ὅτι μεγά‐ λως μεγιστᾶνες ἐταλαιπώρησαν. Καὶ τί δεῖ πάντα καταλέγειν, ὅσα τροπικῶς ἡ θεία λέγει Γραφή; Τ’ ἄλλα τοίνυν καταλιπόντες, φέρε δείξωμεν τὸν τῶν
40ὅλων Θεὸν, καὶ ἐν τῇ Παλαιᾷ, ὡς γυναικὶ τῇ τῶν Ἰουδαίων πληθύϊ διαλεγόμενον, καὶ τοιούτοις ὀνόμασι μελῶν κεχρημένον, ὁποίοις ὁ Σολομὼν περὶ ταύτης τῆς νύμφης συγγράφων ἐχρήσατο. Φησὶ τοίνυν πρὸς τὸν Ἐζεκιὴλ ὁ τῶν ὅλων Θεός·
45«Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς· καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύ‐ ριος τῇ Ἱερουσαλήμ· Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου, ἐκ γῆς Χαναάν. Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία· καὶ ἡ γένεσίς σου, ἐν ᾗ

81

.

33

(50)

ἡμέρᾳ ἐτέχθης, οὐκ ἐτμήθη ὁ ὀμφαλός σου, καὶ οὐκ
ἔδησαν τοὺς μαστούς σου· καὶ ἐν ὕδατι οὐκ ἐλούσθης

81

.

36

εἰς σωτηρίαν, οὐδὲ ἁλὶ ἡλίσθης, καὶ ἐν σπαργά‐ νοις οὐκ ἐσπαργανώθης· οὐδὲ ἐφείσατο ὁ ὀφθαλμὸς ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἐπὶ προσώπου τοῦ
5πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης. Καὶ διῆλθον ἐπὶ σὲ, καὶ εἶδόν σε, πεφυρ‐ μένην ἐν τῷ αἵματί σου. Καὶ εἶπά σοι· Ἐκ τοῦ αἵ‐ ματός σου ζωὴ, πληθύνου· καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε. Καὶ ἐπληθύνθης, καὶ ἐμεγαλύνθης, καὶ
10εἰσῆλθες εἰς πόλεις πόλεων. Οἱ μαστοί σου ἀνωρθώθη‐ σαν, καὶ ἡ θρίξ σου ἀνέτειλε. Σὺ δὲ ἦς γυμνὴ, καὶ ἀσχημονοῦσα. Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ δι‐ επέτασα τὰς πτέρυγάς μου ἐπὶ σοὶ, καὶ ἐκάλυψα τὴν
15ἀσχημοσύνην σου. Καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐγέ‐ νου μοι. Καὶ ἔλουσά σε ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ· καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Καὶ ἐνέδυσά σε ποικίλα· καὶ ὑπέδησά σε ὑάκινθον, καὶ
20ἔζωσά σε βύσσῳ, καὶ περιέβαλόν σε τριχάπτῳ. Καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου· καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχί‐ σκους ἐπὶ τὰ ὦτά σου, καὶ στέφανον καυχήσεως ἐπὶ
25τὴν κεφαλήν σου.» Καὶ μετ’ ὀλίγα· «Σεμίδαλιν, καὶ μέλι, καὶ ἔλαιον ἔφαγες. Καὶ ἐγένου καλὴ σφό‐ δρα· καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐπὶ τῷ κάλλει σου.» Καὶ μετ’ ὀλίγα πάλιν· «Καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Ἀδωναῒ Κύριος,
30καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικόν· καὶ ἐποίη‐ σας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ, καὶ ἐπ’ ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖα· καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου· καὶ ἐξ‐
35επόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦν‐ τάς σοι, τοὺς μεγαλοσάρκους· καὶ πολλαχῶς ἐξ‐ επόρνευσας τοῦ παροργίσαι με.» Καὶ μετ’ ὀλίγα πάλιν· «Καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα τὰ μισθώματα· ἡ γυνὴ ἡ μοιχωμένη ὑπὸ τὸν ἄνδρα
40αὐτῆς εἰς ἀλλοτρίους, ὁμοία σοι· ἡ παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα, καὶ πᾶσι τοῖς ἐκπορ‐ νεύσασιν εἰς αὐτὴν προσδιδοῦσα μισθώματα. Πάσαις πόρναις δίδοται μισθώματα· σὺ δὲ προέδωκας μι‐ σθώματα πᾶσι τοῖς ἐρασταῖς σου· καὶ ἐφόρτιζες
45αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου. Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου· καὶ μετὰ σὲ οὐ πορ‐ νεύσουσιν. Ἐν τῷ προσδιδόναι σε μισθώματα, καί σοι μισθώματα οὐκ ἐδόθη, ἐγένετο ἐν σοὶ διεστραμμέ‐ νον.» Καὶ τὰ ἑξῆς τοῦ αὐτοῦ εἴδους ὑπάρχοντα.

81

.

36

(50)

Τί ἂν εἴποιεν οἱ τοῦ ᾌσματος τῶν ᾀσμάτων βλασ‐ φημοῦντες τὸ σύγγραμμα, καὶ ἀκολάστως αὐτὸ νοεῖν τολμῶντες, τοιαῦτα καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ
περὶ τῆς Ἰουδαίων πληθύος εὑρίσκοντες εἰρημένα;

81

.

37

Ἰδοὺ γὰρ καὶ ἐνταῦθα μαστοὺς, καὶ ὀμφαλὸν, καὶ σκέλη, καὶ χεῖρας, καὶ ῥῖνας, καὶ ὦτα, καὶ κάλλος, καὶ ἀγάπην, καὶ περίληψιν, καὶ συνάφειαν εὑρίσκο‐ μεν, καὶ πάντα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων εἰρημένα, καὶ
5οὐδὲν οὕτω νοοῦμεν, ὡς ἀναγινώσκομεν, οὐδὲ τῷ ἀποκτείνοντι πειθόμεθα γράμματι· ἀλλ’ ἐντὸς τούτου γενόμενοι, τὴν τοῦ Πνεύματος ἐρευνῶμεν διάνοιαν, καὶ ὑπ’ αὐτοῦ φωτιζόμενοι πνευματικῶς ἐκλαμβά‐ νομεν τὰ τοῦ Πνεύματος. Καὶ ἀκούοντες πρὸς τὴν
10Ἱερουσαλὴμ λέγοντος τοῦ Θεοῦ, «Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία,» οὐ φυσικὴν, ἀλλὰ γνωμικὴν νοοῦμεν συγγένειαν. Κατὰ γὰρ φύσιν, τοῦ Ἀβραὰμ ἦσαν ἀπόγονοι, ὃς ἐκ τοῦ Σὴμ κατῆγε τὸ γένος· κατὰ δὲ τὴν τοῦ τρόπου μοχθηρίαν, τῷ
15γένει τοῦ καταράτου συνέβαινον Χαναάν. Διὸ καὶ τὸν πατέρα Ἀμοῤῥαῖον, τὴν δὲ μητέρα εἶναι λέγει Χετ‐ ταίαν· παῖδες δὲ οὗτοι τοῦ Χαναάν. Ὧν γὰρ τὴν πο‐ νηρίαν ἐμιμήσαντο, τούτων ἔλαχον τὴν συγγένειαν. Διὸ καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς τοῖς πρὸς
20αὐτὸν ἐξεληλυθόσιν ἔλεγε· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς, Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Καὶ τοὺς τὸν Ἀβραὰμ αὐχοῦντας, γεν‐
25νήματα ἐχιδνῶν προσηγόρευσεν, διὰ τὴν τῆς πονηρίας συγγένειαν. Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς εἰρηκόσιν, «Ἡμεῖς Πατέρα ἔχομεν τὸν Ἀβραὰμ,» ἀπεκρίνατο λέγων· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.» Καὶ δεικνὺς τὴν αἰτίαν ἐπάγει· «Καὶ τὰ ἔργα
30τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.» Καὶ δηλῶν ὁποῖα, «Ἐκεῖνος, φησὶν, ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς·» οὕτως τοιγαροῦν καὶ ἐνταῦθα ὁ τῶν ὅλων ἔφη Θεός· «Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου, ἐκ γῆς Χαναάν. Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία.» Εἶτα δει‐
35κνὺς τὴν ἐν Αἰγύπτῳ διαγωγὴν, τὴν ἀτημέλητον καὶ κηδεμονίας οὐδεμιᾶς ἠξιωμένην· «Ἐν ᾗ ἡμέρᾳ ἐτέ‐ χθης, φησὶν, οὐκ ἔδησαν τοὺς μαστούς σου.» Τροπι‐ κῶς καὶ τοὺς μαστοὺς, καὶ τοὺς δεσμοὺς προσαγο‐ ρεύσας, ἐπειδὴ ἔθος ταῖς παρθένοις παιδόθεν τῶν μα‐
40στῶν ἐπιμελεῖσθαι. Διὸ καὶ διὰ Ἱερεμίου τοῦ προ‐ φήτου φησὶν ὁ Θεός· «Μὴ ἐπιλήσεται νύμφη τοῦ κόσμου αὐτῆς; ἢ παρθένος τῆς στηθοδεσμίδος αὐτῆς;» ἐπιμελοῦνται δὲ τούτων παρθένοι, τοῖς οἰκείοις νυμ‐ φίοις ἀρέσκειν βουλόμεναι. Ἐπεὶ οὖν οὐδεμιᾶς
45ἐπιμελείας τετύχηκε μετὰ τὸν τῆς ἐν Αἰγύπτῳ παρ‐ οικίας καιρὸν ἡ Ἰουδαίων πληθὺς, οὐδὲ τῶν τῆς ἀρετῆς μορίων ἐφρόντισαν, εἰκότως φησίν· «Ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησαν τοὺς μαστούς σου·» τουτ‐ έστι, τὸ θρεπτικὸν τῆς ψυχῆς μόριον, τὸ τοῦ θρεπτι‐

81

.

37

(50)

κοῦ γάλακτος γεννητικὸν, ἐπιμελείας οὐκ ἠξίωσαν, ὥστε εἰς καιρὸν ὀρέξαι τοῖς μετὰ ταῦτα τῆς διδασκα‐ λίας τὰς θηλάς. Καὶ ἐπιμένων τῇ τροπῇ, «Ἐν ὕδατι, φησὶν, οὐκ ἐλούσθης·» τουτέστι, Τῆς Αἰγυ‐
πτιακῆς εἰδωλολατρείας οὐκ ἀπώσω τὸν ῥύπον· ἀλλὰ

81

.

40

καὶ οἱονεὶ τεχθεῖσα τῷ τῆς δουλείας ἐκείνης ἐξελθεῖν, ἔτι φέρεις τὰ τοῦ τόκου σημεῖα, μὴ ἀπολουσαμένη, ἀλλὰ τὸν μητρῷον περικειμένη ῥύπον. Ἀκολούθως τούτοις ἐπάγει· «Οὐδὲ ἁλὶ ἡλίσθης,» ὅπερ ἔθος ταῖς
5μαίαις προσφέρειν τοῖς βρέφεσι. Καὶ τοῦτο δὲ κατὰ τοὺς τῆς ἀλληγορίας νόμους νοήσομεν· ἅλας εἰδότες τὴν πνευματικὴν σύνεσιν, καὶ τὴν θείαν διδασκαλίαν, τὴν διαστύφουσαν τὰ σεσηπότα, καὶ σῶα φυλάττου‐ σαν. Διὸ καὶ ὁ Κύριος ἔλεγε τοῖς μαθηταῖς· «Ἔχετε
10ἅλας·» καὶ πάλιν, «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Καὶ ἐν τῇ Παλαιᾷ δὲ εὑρίσκομεν οὐδεμίαν θυσίαν ἄνευ ἁλῶν προσφερομένην. Οὕτως νοοῦμεν τὸ, «Οὐκ ἐτμήθη ὁ ὀμφαλός σου.» Ἐπειδὴ γὰρ οἷόν τις ῥίζα τοῦ ἐμβρύου, κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς, ὁ ὀμφαλὸς
15ὑπάρχει (δι’ αὐτοῦ γὰρ ὡς διά τινος ῥίζης ἀρύεται τὴν τροφὴν, καὶ αὔξεται, καὶ τελειοῦται)· εἰκότως ἐνταῦθα τὴν Ἱερουσαλὴμ ἔφη μὴ τετμῆσθαι· ὡς ἐξ Αἰγύπτου μὲν τεχθεῖσαν, ἔτι δὲ καὶ τὴν Αἰγυπτια‐ κὴν εἰδωλολατρείαν ἀρυομένην, καὶ ἐκ τῆς μητρῴας,
20νηδύος τὴν πονηρὰν ἐκείνην ἕλκουσαν τροφήν. «Καὶ διῆλθον ἐπὶ σὲ, φησὶν, καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου.» Σημαίνει δὲ τὰς τοῖς εἰδώλοις προσ‐ φερομένας θυσίας. «Καὶ εἶπά σοι· Ἐκ τοῦ αἵματός σου ζωὴ, πληθύνου.» Ἐπειδὴ συνεχώρησε μὲν αὐ‐
25τοῖς θύειν· αὐτῷ δὲ θύειν ἐνομοθέτησεν, οὐκ αὐτὸς θυσίας δεόμενος, ἀλλὰ τῇ ἐκείνων ἀσθενείᾳ συγκατα‐ βαίνων, Χαίρεις, φησὶ, θυσίαις καὶ αἵμασι; μὴ τοῖς δαίμοσι θύε· ἀλλ’ ἐμοὶ πρόσφερε τὰς θυσίας. Ἀν‐ έχομαι γὰρ, μὴ δεόμενος τῶν θυμάτων, σοὶ παντα‐
30χόθεν πραγματευόμενος σωτηρίαν. Διὰ τοῦτό φησιν· «Ἐκ τοῦ αἵματός σου ζωὴ, πληθύνου.» Οὕτω νοήσωμεν τὸ, «Οἱ μαστοί σου ἀνωρθώθησαν·» ἀντὶ τοῦ, Καθειμένοι πρότερον διὰ τὴν πολλὴν ἀκολα‐ σίαν καὶ ἀκρασίαν, καὶ τὴν περὶ τὰ εἴδωλα μανίαν,
35ἐπιμελείας παρ’ ἐμοῦ τυχόντες ἀνωρθώθησαν, καὶ οἱονεὶ παρθένων ἐγένοντο. Δηλοῖ δὲ τὴν ἐπὶ τὸ βέλ‐ τιον μεταβολὴν, καὶ τὴν ἐπὶ τὰ ἄνω ὁρμὴν, καὶ τῆς ἐγκρατείας τὴν κτῆσιν. «Καὶ ἡ θρίξ σου, φησὶν, ἀνέτειλε·» τουτέστι κόσμου παντὸς ἐστερημένη,
40ἐξαίφνης ἔσχηκας τρίχας κοσμῆσαι δυναμένας. «Σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα·» οὐδέπω γὰρ οὔτε νόμος ἐδέδοτο, οὔτε σκηνὴ κατεσκεύαστο, οὔτε τὰ νυμφικὰ ἕδνα προσενήνεκτο. Διὸ ἐπάγει· «Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ καιρός σου,
45καὶ καιρὸς καταλυόντων·» ἀντὶ τοῦ, Ὡραία ἐγένου γάμου, καὶ ἐπιτηδεία πρὸς συνάφειαν. «Διὸ διεπέ‐ τασα πτέρυγάς μου ἐπὶ σέ· καὶ ἐκάλυψα τὴν ἀσχη‐ μοσύνην σου.» Σημαίνει δὲ διὰ τῶν πτερύγων τὰ ποικίλα χαρίσματα· τὴν ἱερωσύνην, τὴν προφητείαν,

81

.

40

(50)

τὴν δημαγωγίαν, τὴν βασιλείαν, τὰ θαύματα, τὰς ἀῤῥήτους ἐκείνας δωρεάς. «Καὶ ὤμοσά σοι.» Τοῦτο σαφῶς ἔστιν εὑρεῖν ἐν τοῖς τοῦ μεγάλου Μωσέως συγ‐ γράμμασιν. «Ἀρῶ γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν τὴν
χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου· καὶ ἐρῶ· Ζῶ

81

.

41

ἐγὼ εἰς τὸν αἰῶνα.» Καὶ πάλιν· «Ἀλλ’ ἢ ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν.» Διὸ τῶν γεγενημένων αὐτῇ ὅρκων ἀναμιμνήσκει, καί φησιν· «Ὤμοσά σοι, καὶ εἰσῆλθον
5ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος.» Ἔν‐ νομον, φησὶ, γέγονε τὸ συνοικέσιον, καὶ συνθῆκαι μεταξὺ ἡμῶν γεγένηνται· καὶ προικῷα γραμματεῖα παρηκολούθησαν, αἱρέσεις ἐννόμους ἔχοντα, σημαι‐ νούσας ὡς εἰ παραβαίης τὰς κειμένας συνθήκας, καὶ
10τῆς οἰκίας ἐκβληθήσῃ, καὶ τῶν ἕδνων ἀποστερηθήσῃ, καὶ ἀπελεύσῃ γυμνὴ, ὥσπερ εἰσελήλυθας. Σὺ γὰρ οὐδὲ τῷ γάμῳ προσενήνοχας. Ἐγὼ δὲ καὶ ἐῤῥυπω‐ μένην ἐξεκάθηρα, ἁλὸς ἐστερημένην διήρτυσα, καὶ γυμνὴν οὖσαν ἠμφίασα, καὶ ἀκόλαστον οὖσαν ὀρθοὺς
15ἔχειν πεποίηκα τοὺς μαστούς. Διὸ ἐπάγει· «Καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐγένου μοι, καὶ ἔλουσά σε ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ, καὶ ἐνέδυσά σε ποικίλα· καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ
20ἔζωσά σε βύσσῳ,» καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ ἔστι μαθεῖν ἀκριβῶς ἐκ τῶν τοῦ θειωτάτου Μωσέως συγ‐ γραμμάτων. Ἐκεῖνος γὰρ τὸν ἱερατικὸν κατασκευά‐ ζει κόσμον, καὶ τὸ ἅγιον ἔλαιον τῆς χρίσεως, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς τῆς κατασκευῆς τὸν
25τρόπον. Οὕτω νοήσωμεν τὰ ψέλλια τῶν χειρῶν, καὶ τὸ κάθεμα τοῦ τραχήλου, καὶ τὸ ἐνώτιον τοῦ μυ‐ κτῆρος, καὶ τοὺς τροχίσκους τῶν ὤτων, καὶ τὸν στέ‐ φανον τῆς καυχήσεως ἐπὶ τῆς κεφαλῆς κείμενον. Ψέλλια γὰρ χειρῶν τὴν πρακτικὴν ἀρετὴν ὀνομάζει·
30τροχίσκους δὲ ὤτων τὴν τῶν θείων λογίων ἀκρόασιν, ὧν ἔχεσθαι δεῖ καθάπερ ἡ ἀκοὴ τοῦ τροχίσκου· κάθ‐ εμα δὲ τοῦ τραχήλου τὸν τῆς συνέσεως κόσμον ἐν τῷ ἡγεμονικῷ λάμποντα, ὃ τῇ καρδίᾳ ἐπαναπαύεται, τῇ τοῦ τραχήλου ἐξηρτημένῃ· ἐνώτιον δὲ ἐν μυκτῆρι
35κείμενον, τῶν θείων νόμων τὸν χαλινόν· ἐκ μετα‐ φορᾶς τῶν ταύρων, τῶν οὕτως ὑπὸ τῶν βοηλατῶν ἀγομένων. Καὶ γὰρ διὰ Ὠσηὲ τοῦ προφήτου τοιαῦτα πάλιν φησὶν ὁ Θεός· «Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἐφραΐμ.» Καὶ πάλιν, «Ἤκουσα,
40φησὶν, Ἐφραῒμ ὀδυρομένου· Ἐπαίδευσάς με, Κύριε, καὶ οὐκ ἐπαιδεύθην· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην.» Διὸ ἀναγκαίως τοῦ τοιούτου χαλινοῦ ἐδεήθη, ἵνα τῆς ἀτάκτου φορᾶς διὰ τούτου κωλύηται. Οὕτω νοήσωμεν καὶ πορνικὸν οἴκημα. Τοὺς γὰρ τῶν εἰδώλων οἴκους διὰ
45τούτων ἐσήμανε. Πορνικὸν δὲ αὐτὸ προσηγόρευσεν οἴκη‐ μα· ἐπειδὴ οἷον τῷ Θεῷ συνημμένη, καὶ τοῦτον ἄνδρα ὀνομάζουσα, τῶν πονηρῶν ἠράσθη δαιμόνων, καὶ τού‐ τοις ἐδείματο ναοὺς, καὶ τὰ ὑπὸ τοῦ Θεοῦ χορηγούμενα αὐτῇ δῶρα τούτοις προσέφερε. Διὰ τοῦτο ἐπήγαγε·

81

.

41

(50)

«Καὶ ἐπ’ ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ,» τὴν τῆς ἀκολασίας ὑπερβολὴν διὰ τούτου παραδηλῶν. Οὐ γὰρ τοῖς συνήθεσι μόνοις
ἐγένου· ἀλλὰ πάντας τοὺς παριόντας ἐφελκομένη

81

.

44

ἀκολάστως ἐμίγνυσο· μίξιν δὲ πάλιν ἐνταῦθα τροπι‐ κῶς τὴν τῶν εἰδώλων θεραπείαν ὀνομάζει. Δεῖ δὲ ἐπιτηρῆσαι, ὁποίοις ὀνόμασιν ὁ τῶν ὅλων Θεὸς ἐχρήσατο, τὴν τῆς εἰδωλολατρείας ἀμετρίαν σημᾶναι
5βουλόμενος. «Διήγαγες γὰρ τὰ σκέλη σου παντὶ παρόδῳ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου. Καὶ ἐξ‐ επόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι, τοὺς μεγαλοσάρκους.» Πάλιν ἐνταῦθα τῆς εἰ‐ δωλολατρείας τὸ μέγεθος, καὶ ἀσεβείας τὴν ὑπερ‐
10βολὴν τοιούτοις ὀνόμασι παρεδήλωσεν· «Καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα· ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι, ἣ παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμ‐ βάνουσα μισθώματα, πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προεδίδου μισθώματα· καὶ σὺ δέδωκας μισθώματα
15πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς, τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου.» Καὶ διὰ τούτων πάλιν ἐσήμανεν, ὅτι παρὰ τοῦ Θεοῦ λαμβάνοντες, καὶ σῖτον, καὶ οἶ‐
20νον, καὶ ἔλαιον, καὶ πρόβατα, καὶ βόας, καὶ μόσχους, τοῖς εἰδώλοις τὰς θυσίας προσέφερον· τὸν μὲν Θεὸν ἀτιμάζοντες, οὗ ταῦτα τὰ δῶρα ἐτύγχανον· τοῖς δὲ μηδὲν πώποτε παρεσχηκόσιν, ὀλέθρου δὲ μόνον προξένοις, ταῦτα προσφέροντες· καὶ μισθὸν τοῖς
25μοιχοῖς ὀρέγοντες, μισθὸν δὲ παρ’ αὐτῶν οὐ λαμβάνον‐ τες. Τούτοις ὅμοια καὶ τὰ παρὰ τῷ προφήτῃ Ἱερε‐ μίᾳ· «Νῦν μὲν γὰρ, φησὶ, ἐμοίχευσας τὸ ξύλον, καὶ τὸν λίθον. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἰδὲ ποῦ οὐκ ἐξεφύρθης. Νῦν δὲ ἐπὶ ταῖς ὁδοῖς ἐκάθ‐
30ισας προσδοκῶσα αὐτοὺς, ὡσεὶ κορώνη ἐν ἐρήμῳ μόνη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου.» Καὶ ὁ μακάριος δὲ Ἡσαΐας, «Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, ἡ πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.» Καὶ αὖθις· «Ποῖον, φησὶ, τὸ βιβλίον τοῦτο τοῦ ἀποστα‐
35σίου τῆς μητρὸς ὑμῶν; ἢ τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.» Καὶ τί δεῖ πάντα λέγειν τὰ διὰ τῶν προφητῶν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων λεγόμενα; ἀπόχρη γὰρ καὶ τὰ εἰρημένα διδάξαι ἡμᾶς, ὅπως δεῖ νοεῖν τὰς θείας Γραφὰς, μὴ τῷ γράμματι μόνον προσέχοντας, ἀλλὰ καὶ τὴν τούτου διάνοιαν ἀναπτύσσοντας. Ἐκ τῆς παλαιᾶς τοίνυν νύμφης ἐπὶ τὴν νέαν ποδ‐
40ηγηθέντες, οὕτω νοήσωμεν τὸ τοῦ ᾌσματος τῶν ᾀσμάτων βιβλίον, καὶ τὰς διεψευσμένας καὶ βλαβερὰς ἐκείνας δόξας καταλιπόντες, τοῖς ἁγίοις Πατράσιν ἀκολουθήσωμεν, καὶ νοήσωμεν μίαν νύμφην ἑνὶ νυμφίῳ διαλεγομένην, καὶ μάθωμεν παρὰ τῶν ἁγίων
45ἀποστόλων, τίς τε ὁ νυμφίος, καὶ τίς ἡ νύμφη. Δι‐ δάσκει γὰρ ἡμᾶς καὶ ὁ θειότατος Παῦλος, οὕτως γράφων· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ τὴν μὲν νύμ‐ φην ἐκ πολλῶν λέγει συγκεκροτημένην. Ἡρμοσάμην

81

.

44

(50)

γὰρ, λέγει, ὑμᾶς, οὐ σὲ, ὡς εἶναι δηλονότι τὰς εὐσε‐ βεῖς καὶ τελείας ἐν ἀρετῇ ψυχάς. Νύμφην γὰρ οἶδεν ὁ θεῖος λόγος τὴν Ἐκκλησίαν· νυμφίον δὲ τὸν
Χριστὸν ὀνομάζει. Καὶ ὁ μέγας δὲ Ἰωάννης, ὁ δείξας

81

.

45

τοῦ νόμου τὸ τέλος, καὶ τῆς χάριτος τὴν ἀρχὴν, ὁ μέσος τοῦ παιδαγωγοῦ καὶ τοῦ σοφοῦ διδασκάλου, ἐφ’ οὗ ἡ σκιὰ τὸ σῶμα ἐδέξατο, «Ὁ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστὶν, ὁ δὲ φίλος τοῦ νυμφίου,
5ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ τῶν λόγων, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.» Καὶ αὐτὸς δὲ ὁ Κύριος νυμφίον ἑαυτὸν ὀνομάζει. Τῶν γὰρ Φαρισαίων αἰτιασαμένων τοὺς ἱεροὺς ἀποστόλους, ὡς μὴ νη‐ στεύοντας, ἐπήγαγε λέγων· «Οὐ δύνανται οἱ υἱοὶ
10τοῦ νυμφῶνος νηστεύειν ἐν ὅσῳ μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος. Ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀρθῇ ἀπ’ αὐ‐ τῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Οὐκοῦν νοήσωμεν νύμφην μὲν τὴν Ἐκκλησίαν, νυμφίον δὲ τὸν Χριστόν· νεάνιδας δὲ τὰς τῇ νύμφῃ ἑπομένας, εὐσε‐
15βεῖς μὲν ψυχὰς καὶ νεανικὰς, οὐδέπω δὲ τῆς νύμφης τὴν ἀρετὴν μιμησαμένας καὶ τῆς τελειότητος ἠξιω‐ μένας. Διὸ ἕπονται μὲν τῇ νύμφῃ, νύμφαι δὲ οὐ προσαγορεύονται. Ἔχει δὲ τὸ σύγγραμμα καὶ ἑτέρους τινὰς τῷ νυμφίῳ συνόντας· οὓς εἴτε ἀγγέλους εἴποι
20τις τῷ Δεσποτικῷ προστάγματι διακονοῦντας, καὶ τὴν νύμφην διακοσμοῦντας, εἴτε προφήτας πόῤ‐ ῥωθεν ταῦτα προκηρύττοντας, εἴτε ἀποστόλους ἀγγε‐ λικῶς καὶ αὐτοὺς τοῖς Δεσποτικοῖς νεύμασιν ὑπηρε‐ τοῦντας, τοῦ τῆς ἀληθείας οὐχ ἁμαρτήσεται σκοποῦ.
25Ἐμοὶ δὲ δοκεῖ μᾶλλον ἀγγέλους εἶναι. Ἐπειδὴ τὰς τετελειωμένας ἐν ἀρετῇ ψυχὰς αὐτὴν νοεῖν τὴν νύμφην τὰ θεῖα ἡμᾶς ἐδίδαξε λόγια· οὐδὲν δὲ ἀποστό‐ λων καὶ προφητῶν τελειότερον, πλὴν ἀγγέλων· διὸ μᾶλλον ἐμοὶ δοκεῖ ἀγγέλους εἶναι τοὺς τῷ νυμφίῳ
30διακονοῦντας, καὶ τὴν νύμφην θεραπεύειν ἐσπουδα‐ κότας. Εὑρίσκομεν γὰρ καὶ εὐθὺς τοῦ νυμφίου τε‐ χθέντος χορὸν ἀγγελικὸν γαννύμενον, καὶ εὐφραινόμε‐ νον, καὶ ὑμνοῦντα, καὶ βοῶντα· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ τῆς γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδο‐
35κία.» Καὶ αὐτῇ δὲ τῇ συλλήψει Γαβριὴλ ὁ ἀρχάγγε‐ λος διηκόνησε· καὶ τῷ Ἰωσὴφ ἄγγελος, καὶ τὴν εἰς Αἴγυπτον φυγὴν, καὶ τὴν ἐκεῖθεν ἐπάνοδον προστετα‐ χὼς φαίνεται· καὶ μετὰ τοὺς κατὰ τοῦ διαβόλου ἀγῶ‐ νας, ἄγγελοι προσελθόντες διηκόνησαν τῷ ὑπὲρ τῆς
40ἡμετέρας ἀσθενείας ἀγωνισαμένῳ, καὶ τὸν ἀνταγω‐ νιστὴν καταλύσαντι, εὐφημοῦντες, ἀνυμνοῦντες, πε‐ ριέποντες. Καὶ ἐν τῷ καιρῷ δὲ τοῦ πάθους, ἄγγελοι παρῆσαν τὸ ἀνθρώπινον ὑπερείδοντες. Καὶ τῷ τάφῳ ἄγγελοι προσεδρεύοντες ἐκήρυττον αὐτοῦ τὴν ἀνά‐
45στασιν· καὶ ἡνίκα εἰς τοὺς οὐρανοὺς ἀνελήφθη, ἄγ‐ γελοι τοῖς ἀποστόλοις ἔλεγον· «Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος Ἰη‐ σοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται πάλιν.» Διό μοι δοκεῖ τὰ σὺν τῷ νυμφίῳ

81

.

45

(50)

τάγματα ἀγγέλων εἶναι τοῖς τοῦ νυμφίου νεύμασιν ὑπηρετούντων, καὶ τὴν νύμφην πάσης κηδεμονίας ἀξιούντων. Καὶ τοῦτο δὲ προειπεῖν ἀναγκαῖον, ὡς τρία τοῦ Σολομῶντος ἐδιδάχθημεν εἶναι συγγράμ‐
ματα, τὰς Παροιμίας, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ

81

.

48

τὸ ᾎσμα τῶν ᾀσμάτων· καὶ αἱ μὲν Παροιμίαι τὴν ἠθικὴν ὠφέλειαν τοῖς βουλομένοις προσφέρουσιν· ὁ δὲ Ἐκκλησιαστὴς, τῶν ὁρωμένων ἑρμηνεύει τὴν φύσιν, καὶ τοῦ παρόντος βίου τὸ μάταιον ἐκδιδάσκει,
5ἵνα μαθόντες αὐτῶν τὸ ἐπίκηρον, ὡς παριόντων κα‐ ταφρονήσωμεν, καὶ τῶν μελλόντων ὡς μενόντων ἐπιθυμήσωμεν. Τὸ δὲ ᾎσμα τῶν ᾀσμάτων, τὴν μυ‐ στικὴν συνάφειαν τῆς νύμφης καὶ τοῦ νυμφίου διδά‐ σκει· ὡς εἶναι τὴν πᾶσαν τοῦ Σολομῶντος πραγμα‐
10τείαν κλίμακά τινα, τρεῖς ἔχουσαν τοὺς βαθμοὺς, τὸν ἠθικὸν, τὸν φυσιολογικὸν, τὸν μυστικόν. Δεῖ γὰρ τὸν εὐθὺς προσιόντα τῇ εὐσεβείᾳ καθαρθῆναι πρότερον διὰ τῆς ἀγαθῆς πράξεως τὴν διάνοιαν· εἶθ’ οὕτως κατοπτεῦσαι τῶν παριόντων τὸ μάταιον, καὶ τῶν
15δοκούντων τερπνῶν τὸ ἐπίκηρον· καὶ ἐντεῦθεν λοιπὸν ἀναπτῆναι, καὶ τὸν νυμφίον ποθῆσαι, τὸν τὰ αἰώνια ἐπαγγειλάμενον ἀγαθά. Διὰ τοῦτο καὶ τρίτον τέτα‐ κται τὸ βιβλίον τοῦτο· ἵνα ὁδῷ τις βαδίζων ἐπὶ τὸ τέ‐ λειον ἔλθοι. Ἡγοῦμαι δὲ τὸν σοφὸν Σολομῶντα ὑπὸ
20τοῦ πατρὸς, ἅτε δὴ προφήτου καὶ μεγάλου προφή‐ του, δεδιδαγμένον ταῦτα συγγεγραφέναι. Ἤκουσε γὰρ αὐτοῦ πάντως ᾄδοντος· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.» Καὶ πάλιν· «Ἄκουσον, θύγατερ,
25καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυ‐ μήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύ‐ ριός σου.» Ἀμέλει τοῖς μειρακίοις, καὶ τοῖς ἀτελέ‐ σιν ἔτι τὴν ἡλικίαν, οὐκ ἐπιτρέπουσιν αὐτοῦ τὴν
30ἀνάγνωσιν· μόνοις δὲ τοῖς εἰς ἄνδρας τελοῦσιν, καὶ συνιέναι δυναμένοις τὰ κεκρυμμένα, καὶ πνευματι‐ κῶς νοῆσαι τὰ γεγραμμένα, ἀναγινώσκειν κελεύου‐ σιν. Οὐκοῦν παυσάμενοι τοῦ ζυγομαχεῖν, εἴτε προ‐ φητικῶς συγγέγραπται τὸ βιβλίον, εἴτε μεμαθηκὼς
35παρὰ τοῦ πατρὸς, ἃ ἐδιδάχθη διδάσκει, τῆς ἑρμη‐ νείας ἁψώμεθα· τοσοῦτον τοὺς ἐντευξομένους παρα‐ καλέσαντες, μὴ κλοπὴν ἡμῶν κατηγορεῖν, εἴ τι τοῖς πατράσιν εἰρημένον ἐν ταῖς ἡμετέραις εὕροιεν ἑρμη‐ νείαις. Ὁμολογοῦμεν γὰρ καὶ ἡμεῖς παρ’ ἐκείνων
40τὰς ἀφορμὰς εὑρηκέναι τῆς σαφηνείας· ἔστι δὲ τὸ τοιοῦτον οὐ κλοπὴ, ἀλλὰ κληρονομία πατρῴα. Καὶ τὰ μὲν παρ’ ἐκείνων εἰληφότες τίθεμεν, τὰ δὲ αὐτοὶ ἐπεξευρόντες προστίθεμεν. Καὶ τὰ μὲν, ὡς διὰ πλά‐ τους εἰρημένα τισὶν, συντέμνομεν· τὰ δὲ ἐπεξεργα‐
45σίας δεόμενα διευρύνομεν. Καὶ ὅλως ἀνεδεξάμεθα πόνον, οὐκ ἄχρηστον οἶμαι τοῖς ἐντευξομένοις ἐσόμε‐ νον. Διὸ τοὺς ἀπόνως τοὺς ἡμετέρους καρπουμένους πόνους παρακαλοῦμεν, εὐχὰς ἡμῖν ἀντιδοῦναι τῶν πόνων. Εἰ δὲ οὐκ ἀκριβὴς ἡ ἑρμηνεία φανείη, τὸν

81

.

48

(50)

γοῦν πόνον ἀπόδεξαι, καὶ τὰ λείποντα δίδαξον.

81

.

49

(1t)

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ
2tΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ
3tΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ᾼΣΜΑ ΤΩΝ ᾼΣΜΑΤΩΝ.
7 Ἐπειδὴ τῇ θείᾳ θαῤῥήσαντες χάριτι τῆς ἑρμηνείας τοῦ βιβλίου τούτου κατεθαῤῥήσαμεν, φέρε πρῶτον ἁπάντων αὐτὴν τοῦ βιβλίου τὴν προγραφὴν ἐξετάσαν‐
10τες εὐκρινῆ καταστήσωμεν. ᾎσμα ᾀσμάτων, ὃ ᾔσθη τῷ Σολομῶντι. Σκοπήσωμεν τί δήποτε οὐκ ᾎσμα, ἀλλ’ «ᾎσμα ᾀσμάτων» αὐτὸ προσηγόρευ‐ σεν ὁ σοφὸς Σολομών. Ὅτι γὰρ οὐδὲν εἰκῆ καὶ μάτην ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργούμενον λέγεται, δῆ‐
15λον τοῖς σώφρονι λογισμῷ καὶ εὐσεβεῖ κεχρημένοις καθέστηκε. Τούτου δὲ οὕτως ἔχοντος, σκοπητέον τίνος ἕνεκεν «ᾎσμα ᾀσμάτων,» ἀλλ’ οὐκ ᾎσμα, τοῦτο καλεῖται τὸ σύγγραμμα. Πολλὰ μὲν οὖν ᾄσμα‐ τα, καὶ ψαλμοὺς, καὶ ὕμνους, καὶ ᾠδὰς, παρά τε τῷ
20μακαρίῳ Δαβὶδ, καὶ παρὰ τοῖς πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν προφήταις εὑρίσκομεν εἰρημένα καὶ συγγε‐ γραμμένα· καὶ Μωσῆς μὲν ὁ μέγας ᾖσε πρώτην μὲν ᾠδὴν τὴν ἐπινίκιον, ἡνίκα ἡ θάλασσα διαιρεθεῖσα, αὐ‐ τοῖς μὲν τοῖς Ἰσραηλίταις ὁδὸς ἐγένετο, τοῖς δὲ Αἰ‐
25γυπτίοις τάφος· δευτέραν δὲ ᾠδὴν ᾖσεν εὐχαριστήριον τὴν ἐπὶ τῷ φρέατι· τρίτην δὲ, ἐν ᾗ τὰς θείας διηγή‐ σατο δωρεὰς, καὶ τῆς ἀγνώμονος γνώμης τοῦ λαοῦ κατηγόρησεν. Καὶ ὁ μακάριος δὲ Δαβὶδ τοὺς μὲν ἐπι‐ νικίους ᾖσεν ὕμνους, τοὺς δὲ ἐπιληνίους· καὶ τοὺς μὲν
30ὀρθρίους, τοὺς δὲ ἑσπερίους. Ὁ δὲ σοφὸς Σολομὼν οὐκ ἐπινίκιον, οὐδὲ ὄρθριον, ἀλλ’ ἐπιθαλάμιον ᾆσμα συγγράφει. Τὰ μὲν γὰρ ἐπινίκια ᾄσματα δηλοῖ τῶν πολεμίων κατάλυσιν καὶ τῶν αἰχμαλώτων λύσιν, ὡς τὸ, «Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς
35γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» Σημαίνει γὰρ, ὅτι τῶν πολεμίων τὴν πανοπλίαν συντρίψας, καὶ τοὺς ὑπ’
40ἐκείνους πάλαι τελοῦντας αἰχμαλώτους ἐλευθερώσας,

81

.

52

ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ τὴν τῶν πάντων ἑκόντων ἀνεδήσατο βασιλείαν. Διό φησιν· «Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» Τοιοῦτόν ἐστι καὶ τὸ, «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας·
5ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.» Καὶ πάλιν· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε.»
10Καὶ αὖθις· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.» Ἐν μὲν οὖν τούτοις τοῖς ᾄσμασι τὴν νίκην τοῦ βασιλέως οἱ προφῆται διεξίασι,
15καὶ ἐπὶ τῇ τῶν αἰχμαλώτων αὐτὸν ὑμνοῦσιν ἐλευ‐ θερίᾳ. Τὸ δὲ ᾎσμα τῶν ᾀσμάτων τὸν γάμον αὐτοῦ διαγράφει, καὶ τὸν περὶ τὴν νύμφην ἔρωτα διαγρά‐ φεται. «Νύμφην» δὲ προσαγορεύει τοὺς ἐν ἐκείνοις τοῖς ᾄσμασι τῆς αἰχμαλωσίας ἀπαλλαγέντας, καὶ
20τῆς ἐλευθερίας τετυχηκότας, καὶ προσοικειωθέντας τῷ βασιλεῖ, καὶ ἄληστον τῶν εὐεργεσιῶν τὴν μνήμην ἐσχηκότας, καὶ πολλὴν περὶ αὐτὸν εὔνοιαν καὶ στορ‐ γὴν ἐπιδεικνυμένους, καὶ διηνεκῶς αὐτῷ ἑπομένους· εἶτα, τῶν ἄνω δυνάμεων πυνθανομένων, «Τίς ἐστιν ὁ
25βασιλεὺς δόξης;» συνεῖναι ἱμειρομένους, καὶ οὐδὲ πρὸς βραχὺ μόριον ἡμέρας χωρισθῆναι τοῦ σεσωκό‐ τος ἀνεχομένους. Τούτου χάριν ᾎσμα τῶν ᾀσμά‐ των καλεῖται τοῦτο τὸ βιβλίον, σημαίνοντος τοῦ λό‐ γου, ὡς ἐκεῖνα τὰ ᾄσματα διὰ τοῦτο τὸ ᾆσμα γεγέ‐
30νηται, κἀκεῖνα πρὸς τοῦτο ἄγει. «Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ θείας φιλανθρωπίας ὁ κολοφὼν, ἡ ἄῤῥητος ἀγαθότης, ὁ ἀμέτρητος ἔλεος, ὁ ἀστάθμητος οἶκτος, ἡ ἄφραστος ἀγάπη, τὸ ἀνέχε‐ σθαι τὸν ποιητὴν, καὶ πλάστην, καὶ δημιουργὸν, καὶ
35Κύριον, καὶ Θεὸν, καὶ Δεσπότην, καὶ ἀεὶ ὡσαύτως ἔχοντα, τὸ πήλινον τοῦτο ζῶον, καὶ παθητὸν, καὶ φθαρτὸν, καὶ ἀγνῶμον, καὶ ἄχρηστον, μὴ μόνον ἀπαλ‐ λάξαι θανάτου, καὶ διαβολικῆς τυραννίδος, ἀλλὰ καὶ ἐλευθερίαν δωρήσασθαι, καὶ μὴ μόνον ἐλευθέρους
40ἀποφῆναι, ἀλλὰ καὶ υἱοὺς καταστῆσαι· καὶ μὴ μό‐ νον τῆς υἱοθεσίας δωρήσασθαι χάρισμα, ἀλλὰ καὶ νύμφην προσαγορεῦσαί τε καὶ ποιῆσαι, καὶ νυμφίῳ παραπλησίως συναρμοσθῆναι αὐτῇ, καὶ ἕδνα μυρία προσενεγκεῖν, καὶ νυμφῶνα καὶ θάλαμον προευτρε‐
45πίσαι· καὶ γυμνὴν οὖσαν ἀμφιάσαι, καὶ γενέσθαι αὐτῇ περιβόλαιον, καὶ τροφὴν, καὶ πόμα, καὶ ὁδὸν, καὶ θυρεὸν, καὶ ζωὴν, καὶ φῶς, καὶ ἀνάστασιν. Ἀλλὰ γὰρ φιλονεικῶ ψάμμον ἀριθμεῖν, ἢ ὑετοῦ σταγόνας, ἢ τὴν θάλασσαν κυάθῳ μετρεῖν, τῆς θείας φιλαν‐

81

.

52

(50)

θρωπίας ἐφικέσθαι λόγῳ τολμῶν. Διὰ τοῦτο τοίνυν ᾎσμα τῶν ᾀσμάτων προσαγορεύεται τὸ βιβλίον,
ὡς τὰ μείζω τοῦ Θεοῦ ἀγαθότητος εἴδη διδάσκον

81

.

53

ἡμᾶς, καὶ τὰ ἐνδότατα, καὶ ἄδυτα, καὶ ἁγίων ἅγια τῆς θείας ἡμῖν φιλανθρωπίας ἀποκαλύπτον μυστή‐ ρια. ΚΕΦΑΛΑΙΟΝ Αʹ.
5 αʹ. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐ‐ τοῦ. Ταῦτα ἡ νύμφη λέγει προσευχομένη τῷ τοῦ νυμφίου Πατρί. Ἤκουσε γὰρ καὶ τῶν τῷ Ἀβραὰμ τῷ πατριάρχῃ δοθεισῶν ὑποσχέσεων, καὶ τῶν τοῦ Ἰακὼβ ἐν εὐλογίαις προῤῥήσεων. Ἤκουσε καὶ τοῦ
10μεγάλου Μωσέως περὶ αὐτοῦ προθεσπίσαντος· ἤκουσε καὶ τῶν Ψαλμῶν τὸ κάλλος αὐτοῦ καὶ δύναμιν δι‐ ηγουμένων· «Ὡραῖος γὰρ, φησὶ, κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Περί‐
15ζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης.» Ἐδιδάχθη, ὅτι καὶ Θεός ἐστι, καὶ Υἱὸς προαιώνιος οὗτος αὐτὸς ὡραῖος, καὶ
20εὐπρεπής. «Ὁ θρόνος γάρ σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Καὶ Ἡσαΐας δὲ βοᾷ· «Τίς οὗτος ὁ παραγενό‐ μενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὗτος ὡραῖος ἐν στολῇ μετὰ ἰσχύος.» Διδαχθεῖσα
25τοίνυν τοῦ νυμφίου τὸ κάλλος, τὴν ῥώμην, τὸν πλοῦ‐ τον, τὴν βασιλείαν, τὸ κράτος ὃ κατὰ πάντων ἔχει, τὸ ἀΐδιον, τὸ ἀνώλεθρον, τὸ ἀτελεύτητον, ἱμείρεται ἰδεῖν τε αὐτὸν, καὶ περιπτύξασθαι, καὶ τὰ πνευματικὰ αὐτῷ ἀποδοῦναι φιλήματα. Ἀλλὰ μηδεὶς τῶν χαμαι‐
30ζήλων καὶ περιγείων ἀπὸ τῆς τῶν φιλημάτων προσ‐ ηγορίας πληττέσθω· σκοπείτω δὲ ὡς καὶ, ἐν τῷ μυ‐ στικῷ καιρῷ, τοῦ νυμφίου τὰ μέλη δεχόμενοι, κατα‐ φιλοῦμέν τε καὶ περιπτυσσόμεθα, καὶ τοῖς ὀφθαλμοῖς ἐπιτίθεμεν τῇ καρδίᾳ, καὶ οἱονεὶ περίληψίν τινα
35φανταζόμεθα νυμφικὴν, καὶ αὐτῷ συνεῖναι ἡγούμεθα, καὶ αὐτὸν περιπτύσσεσθαι καὶ καταφιλεῖν, τῆς ἀγά‐ πης ἐκβαλλούσης τὸν φόβον, κατὰ τὴν θείαν Γραφήν. Ποθεῖ τοίνυν ἡ νύμφη ὑπ’ αὐτοῦ φιληθῆναι τοῦ νυμ‐ φίου, μονονουχὶ λέγουσα πρὸς τὸν τούτου Πατέρα·
40Πέμψον μοι τὸν μονογενῆ σου Υἱὸν, ὦ Δέσποτα καὶ Πάτερ· τοῦτο γὰρ μᾶλλον ἢ ἐκεῖνο θέλεις ἀκούειν· πάλαι αὐτὸν ἀναμένω, πάλαι ποθῶ. Ἔκαμον αὐτοῦ τὰς ἐπιστολὰς δεχομένη διὰ πατριαρχῶν, διὰ νομοθετῶν, διὰ προφητῶν· οὐκέτι φέρω τοῦ ἔρωτος
45τὴν φλόγα· πῦρ ἐστι καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ἐγκάτοις μου. Διὰ πάντων μοι τῶν προφητῶν ὑπισχνεῖται παραγίνεσθαι, καὶ οὐδέπω καὶ τήμε‐ ρον ἐμπεδῶσαι τὰς ὑποσχέσεις ἠθέλησεν. Ὑπέσχετό μοι διὰ τοῦ Δαβὶδ, διὰ τοῦ Ἱερεμίου, διὰ τοῦ Ἡσαΐου,

81

.

53

(50)

διὰ τοῦ Ἰεζεκιὴλ, καὶ Ζαχαρίου, καὶ Δανιὴλ, καὶ τῶν
λοιπῶν προφητῶν παραγίνεσθαι, καὶ τὸν γάμον

81

.

56

ἐπιτελέσειν. Οὐκ οἶδα δὲ ἀνθ’ οὗ μέλλει, καὶ πε‐ ριορᾷ με ποθοῦσαν. Εἶπέ μοι διὰ Ὠσηέ· «Καὶ μνη‐ στεύσομαί σε ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς, καὶ μνηστεύσομαί σε ἐν
5πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.» Εἶπέ μοι διὰ Ἡσαΐου· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·» καὶ ἀνα‐ μένω καθ’ ἑκάστην ἡμέραν τυχεῖν ἐφιεμένη τῶν
10ὑποσχέσεων. Ταῦτα αἰνίττεται λέγουσα· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Καὶ ἵνα μὴ ἀποφαντικῶς ἑρμηνεύσωμεν, φέρε μάρτυρα τῶν εἰρημένων τὸν μακάριον καλέσωμεν Παῦλον. Οὗτος Ἑβραίοις γράφων, καὶ περὶ πίστεως λόγον διεξιὼν,
15τοιαῦτά φησι περὶ τοῦ Ἀβραάμ· «Πίστει παρῴκη‐ σεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης
20καὶ δημιουργὸς ὁ Θεός·» καὶ μετὰ βραχέα· «Κατὰ πίστιν, φησὶν, ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρ‐ επίδημοί εἰσιν ἐπὶ τῆς γῆς· οἳ γὰρ τοιαῦτα λέγουσιν,
25ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστι τῆς ἐπουρανίου· διὸ καὶ οὐκ ἐπαισχύνεται ὁ Θεὸς αὐτῶν καλεῖσθαι Θεός· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
30Καὶ περὶ τοῦ μεγάλου Μωσέως φησὶν, ὅτι «Μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαι‐ ρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεψε γὰρ εἰς τὴν μισθαποδοσίαν.
35Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέ‐ ρησε.» Καὶ περὶ πάντων δὲ ὁμοῦ τῶν ἁγίων, τῶν ἐν τῇ Παλαιᾷ διαπρεψάντων τοιαῦτά φησι· «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομί‐
40σαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖτ‐ τόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶ‐ σιν.» Καὶ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοιαῦτα πρὸς τοὺς ἀποστόλους φησί «Πολλοὶ προ‐ φῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι, ἐπεθύμησαν ἰδεῖν
45ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει.» Καὶ πρὸς Ἰουδαίους δὲ διαλεγόμενος ἔλεγεν· «Ἀβραὰμ ὁ πα‐ τὴρ ὑμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν ἐμήν· καὶ

81

.

56

(50)

εἶδε, καὶ ἐχάρη.» Καὶ Συμεὼν δὲ ὁ πρεσβύτης
ἐχρηματίσθη μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χρι‐

81

.

57

στὸν Κυρίου. Τεχθέντα τοίνυν, καὶ εἰς τὸν ναὸν ἀνεν‐ εχθέντα, δεξάμενός τε ἐν χερσὶν, φησί· «Νῦν ἀπο‐ λύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου,
5ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·» καὶ τὰ ἑξῆς. Δῆλον τοίνυν, ὡς ταῖς θείαις ὑποσχέσεσι πιστεύοντες ἐπεθύμουν τῶν ἐπαγγελιῶν τὸ τέλος ἰδεῖν· διὸ τὸ ᾎσμα τῶν ᾀσμάτων εἰσάγει τὴν νύμφην λέγουσαν· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος
10αὑτοῦ.» Φίλημα δὲ νοοῦμεν οὐ στομάτων συνάφειαν, ἀλλ’ εὐσεβοῦς ψυχῆς καὶ θείου λόγου κοινωνίαν. Καὶ ἔοικεν ἡ νύμφη τοιοῦτόν τι λέγειν· Ἤκουσά σου τῶν λόγων διὰ γραμμάτων· ἐπιθυμῶ δὲ καὶ αὐτῆς ἀκοῦ‐ σαί σου τῆς φωνῆς· βούλομαι ἀμέσως ἐκ τοῦ στόμα‐
15τος τὴν ἱερὰν δέξασθαι διδασκαλίαν, καὶ ταύτην τοῖς τῆς διανοίας μου καταφιλῆσαι χείλεσι. «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὑτοῦ.» Ταῦτα τῆς νύμφης εἰρηκυίας, εὐθὺς ὁ νυμφίος ἐπιφαίνεται τῇ νύμφῃ, τὴν ὑπόσχεσιν ἐκείνην πληρῶν, ὅτι «Ἔτι
20λαλούσης σου, ἰδοὺ πάρειμι.» Αὕτη δὲ εὐθὺς θεα‐ σαμένη τὸν ποθούμενον ἐκπλήττεται, αὐτοῦ καὶ θαυ‐ μάζει τοὺς μαστοὺς, καὶ τὴν εὐωδίαν, καὶ βοᾷ· βʹ. Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα. Οἶδα,
25φησὶ, τὰ ὑπὸ Μωσέως κατασκευασθέντα μύρα, τό τε ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως· ἀλλὰ πάντων ἐκείνων τῶν ἀρωμάτων τὸ σὸν μύ‐ ρον ἐστὶν εὐωδέστατον. Μύρον δὲ ἐνταῦθα καλεῖ τὴν πνευματικὴν χάριν, ἧς πλήρης ὑπάρχων, ἐκ τοῦ
30πληρώματος αὐτοῦ πᾶσιν ἡμῖν δέδωκεν. Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ, ὅτι «Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου, εἰς θάνατον· οἷς δὲ ὀσμὴ ζωῆς, εἰς ζωήν.» Γυψὶ γὰρ τοῖς νεκροβόροις, τροφὴ μέν ἐστι
35τὰ δυσώδη σώματα, τὸ δὲ μύρον ὄλεθρον. Οὕτω τοῖς δυσσεβέσι, καὶ τῇ δυσωδίᾳ τῆς ἁμαρτίας προσ‐ εδρεύειν προῃρημένοις, ἡδίστη μὲν τῆς ἀκολασίας ἡ δυσωδία, βαρεῖα δὲ καὶ ἐπαχθὴς ἡ Χριστοῦ διδα‐ σκαλία· διὸ καὶ τὸν αὐθαίρετον αὐτοῖς θάνατον ἐπ‐
40άγει. «Αὕτη γάρ ἐστι, φησὶ, κρίσις, ὅτι τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν μᾶλλον οἱ ἄνθρωποι τὸ σκότος, ἢ τὸ φῶς.» Εἰκότως τοίνυν φησὶν ἡ νύμφη· «Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.» Καὶ οὐ λέγει, Τοῦ μύρου σου, ἀλλὰ, «Τῶν
45μύρων σου·» δεικνύουσα ὅτι πολλὰ καὶ μυρία χαρίσματα. «ᾯ μὲν γὰρ, κατὰ τὸν μακάριον Παῦλον, δέδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύ‐ ματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ δὲ προ‐

81

.

57

(50)

φητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν.» Διὰ τοῦτο οὐ λέγει, Ὀσμὴ μύρου σου, ἀλλὰ, «Ὀσμὴ μύρων σου.» Δείξασα τὰ πολλὰ
καὶ ποικίλα χαρίσματα, διδάσκει ἡμᾶς ὅτι ἀπὸ μιᾶς

81

.

60

προχεῖται πηγῆς. Διὸ ἐπάγει· «Μύρον ἐκκενωθὲν ὄνομά σου.» Οἱ γὰρ πολλοὶ, φησὶν, οὗτοι καὶ διάφοροι κρουνοὶ, οἱ πᾶσαν τὴν οἰκουμένην εὐωδίας πληρώσαντες, μίαν ἔχουσι φλέβα καὶ πηγὴν, τὸ σὸν
5μύρον. «Ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος,» καὶ αὐτὸς πάντα ὁμοῦ τὰ τοῦ Πνεύ‐ ματος κατὰ τὸ ἀνθρώπινον ὑπεδέξατο δῶρα. Διὸ καὶ Ἡσαΐας βοᾷ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσε‐
10ται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτῷ τὸ Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Διὰ τοῦτο λέγει· «Μύρον ἐκκενωθὲν ὄνομά σοι·» καὶ οὐ λέγει «μύ‐
15ρον» ἁπλῶς, ἀλλὰ «ἐκκενωθέν.» Καθάπερ γὰρ τὸ μύρον ἐν ἀγγείῳ κεκρυμμένον, κεκρυμμένην ἔχει καὶ τὴν εὐοσμίαν, εἰ δὲ προχυθείη, καὶ αὐτὸν ἀνα‐ πίμπλησι τὸν ἀέρα· οὕτως ὁ Δεσπότης Χριστὸς, πρὸ μὲν τοῦ πάθους ὀλίγοις ἦν γνώριμος· ἐπειδὴ
20δὲ τὸν σταυρὸν ὑπέμεινε, καὶ τὸν θάνατον, καὶ οἱονεὶ διηνοίγη τὸ τοῦ σώματος ἄγγος, πλήρεις μὲν εὐθὺς οἱ μακάριοι ἀπόστολοι τῆς εὐοσμίας ἐκείνης ἐγένοντο· δραμόντες δὲ, γῆν καὶ θάλασσαν περινο‐ στήσαντες, καὶ τὸ κήρυγμα πᾶσι διαπορθμεύσαντες,
25ἅπασαν τὴν οἰκουμένην τῆς εὐοσμίας ἐπλήρωσαν. Διὰ τοῦτό φησιν ἡ νύμφη· «Μύρον ἐκκενωθὲν ὄνομά σοι.» Ἀρκεῖ γὰρ ἡ Χριστοῦ προσηγορία οἱονεὶ μυρίσαι καὶ εὐωδίας ἁπάσης ἐμφορῆσαι τῶν εὐσεβῶν τὰς ψυχάς. Εἰ δὲ βούλῃ καὶ μυστικώτερον νοῆσαι, ἀνά‐
30μνησον σεαυτὸν τῆς ἱερᾶς μυσταγωγίας, ἐν ᾗ οἱ τε‐ λούμενοι, μετὰ τὴν ἄρνησιν τοῦ τυράννου, καὶ τὴν τοῦ βασιλέως ὁμολογίαν, οἱονεὶ σφραγῖδά τινα βασιλικὴν δέξονται τοῦ πνευματικοῦ μύρου τὸ χρίσμα· ὡς ἐν τύπῳ τῷ μύρῳ τὴν ἀόρατον τοῦ παναγίου Πνεύματος
35χάριν ὑποδεχόμενοι. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. (στιχ. γʹ.) Εἵλ‐ κυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δρα‐ μοῦσαι. Ταύτης, φησὶ, τῆς εὐοσμίας τοῦ μύρου σου, τουτέστι τῆς θείας καὶ σωτηριώδους σου διδα‐
40σκαλίας, ἀντιλαμβανόμεναι αἱ νεανικαὶ καὶ ἀνδρεῖαι ψυχαὶ (ταύτας γὰρ νεάνιδας ὁ λόγος καλεῖ), οὕτως σε θερμῶς ἠγάπησαν, ὡς ἑλκῦσαί σε πρὸς ἑαυτὰς, καὶ ὀπίσω σου ἀκολουθῆσαι, ἀλλὰ καὶ σὺν δρόμῳ τοῦτο ποιῆσαι, ἵνα μὴ ἀπολειφθῶσι, μηδὲ χωρισθῶσι τοῦ
45ποθουμένου. Δηλοῖ δὲ καὶ ὁ μακάριος Παῦλος τοῦτον τὸν δρόμον, λέγων· «Τρέχω εἴ γε καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην.» Καὶ πάλιν· «Οὕτως, φησὶ, τρέχετε, ἵνα καταλάβητε.» Καὶ ἑτέρωθι· «Τὸν κα‐ λὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πί‐

81

.

60

(50)

στιν τετήρηκα.» Τρέχουσι τοίνυν αἱ νεανικὸν φρόνη‐

81

.

61

μα κεκτημέναι ψυχαὶ, καὶ τὸν ἁβρὸν καὶ ὑγρὸν καὶ χαῦνον βίον διαφυγοῦσαι, καὶ τὸν πόνον ἀντὶ τρυφῆς προελόμεναι, ὀπίσω τοῦ νυμφίου θελγόμεναι καὶ καλού‐ μεναι τῇ εὐωδίᾳ τοῦ μύρου, καὶ οἱονεὶ ἀῤῥήτῳ δεσμῷ
5κατεχόμεναι. Ταῦτα μὲν οὖν ἡ νύμφη, μηδέπω τοῦ νυμφῶνος ἀξιωθεῖσα, πρός τε τὸν τοῦ νυμφίου Πατέρα, καὶ πρὸς αὐτὸν τὸν νυμφίον ἐληλυθότα πρὸς αὐτὴν διεξέρχεται. Ἀξιοῦται δὲ καὶ τῆς παστάδος, καὶ τῶν τοῦ νυμφίου θαλάμων τε καὶ ταμιείων, καὶ σεμνυνο‐
10μένη πρὸς τὸν οἰκεῖον λέγει χορόν· «Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ,» τουτέστι, τὰ κεκρυμ‐ μένα αὐτοῦ ἀπεκάλυψέ μοι βουλεύματα· τὸ μυστήριον τὸ ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ἐγνώρισέ μοι· τοὺς θησαυροὺς, τοὺς σκοτεινοὺς, καὶ ἀποκρύφους,
15καὶ ἀοράτους, ἀνέῳξέ μοι, κατὰ τὴν τοῦ Ἡσαΐου προ‐ φητείαν. Καὶ τοῦτο ἔστιν ἀκριβέστερον ἐκ τῶν ἱερῶν Εὐαγγελίων μαθεῖν, ἡνίκα ὁ Δεσπότης Χριστὸς, τοῖς μὲν Ἰουδαίοις ἐν παραβολαῖς διελέγετο, τοῖς δὲ ἁγίοις αὐτοῦ μαθηταῖς ἀπεκάλυπτε τῶν παραβολῶν τὴν
20διάνοιαν, λέγων· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. Καὶ ταμιεῖον δὲ ὁ Κύριος τὴν διάνοιαν προσαγορεύει, λέγων· «Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ.»
25«Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ·» μονονουχὶ λέγουσα μετὰ τοῦ μακαρίου Παύλου, ὅτι «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ
30τοῦ Πνεύματος αὐτοῦ. Ἡμεῖς γὰρ νοῦν Χριστοῦ ἔχο‐ μεν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.» —«Εἰσήνεγκέ με ὁ βασι‐ λεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.» Ἀναγκαῖον ζητῆσαι τίνος ἕνεκεν μόνη ἡ νύμφη εἰσάγεται, αἱ δὲ νεάνιδες
35οὐκ εἰσάγονται, ἀλλ’ ἔξω ἑστηκυῖαι, τὴν νύμφην εἰσ‐ ελθοῦσαν ἀναμένουσι· καὶ ἐξελθούσης καὶ διηγησα‐ μένης πῶς εἰσήγαγεν αὐτὴν ὁ βασιλεὺς εἰς τὸ τα‐ μιεῖον αὐτοῦ, ἐπάγουσιν· «Ἀγαλλιασώμεθα, καὶ εὐ‐ φρανθῶμεν ἐν σοί. Ἀγαπήσομεν μαστούς σου ὑπὲρ
40οἶνον. Εὐθύτης ἠγάπησέ σε.» Οὐ πάντες οἱ πεπι‐ στευκότες, τῆς ἴσης ἀξίας ὑπάρχουσι. «Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί μου,» φησὶν ὁ Χριστὸς, τουτέστιν, ἀξιωμάτων διαφοραί. Ἄλλο γὰρ τάγμα πατριαρχῶν, καὶ ἄλλο προφητῶν· ἄλλο ἀποστό‐
45λων, καὶ ἄλλο μαρτύρων· ἄλλο τῶν ἐν παρθενίᾳ διαπρεψάντων, καὶ ἄλλο τῶν τοῦ γάμου ζυγὸν ἐννόμως ὑπελθόντων· ἄλλο τῶν ἐν πλούτῳ τὸν Θεὸν θεραπευσάντων, καὶ πιστῶν οἰκονόμων γεγενημέ‐ νων, καὶ ἄλλο τῶν τῆς πενίας τὰ ποικίλα παθήματα

81

.

61

(50)

καρτερῶς ὑπενεγκάντων· ἄλλο τῶν τὴν πολιτικὴν ἀρετὴν μετιόντων, καὶ ἄλλο τῶν ἐν ὄρεσι διαιτωμέ‐
νων, καὶ τῇ θείᾳ θεωρίᾳ μόνῃ προσέχειν προαιρου‐

81

.

64

μένων. Καὶ ἐν αὐτοῖς δὲ τούτοις τοῖς τάγμασι πολλὰς ἔστιν εὑρεῖν τὰς διαφοράς· τῶν μὲν θερμό‐ τερον, τῶν δὲ χαυνότερον μετιόντων ἃ μετίασι· καὶ τῶν μὲν σπουδαιότερον, τῶν δὲ ἀμελέστερον. Καὶ
5τοῦτο ἔστιν εὑρεῖν καὶ ἐκ τῆς τοῦ Κυρίου παραβολῆς. Δέκα γὰρ παρθένους εἰσάγων, τὰς μὲν πέντε λέγει φρονίμους, τὰς δὲ πέντε μωράς· καὶ τὰς μὲν ἀξιοῖ τοῦ νυμφῶνος, ταῖς δὲ ἀποκλείει τὰς θύρας· καὶ ἀποκρίνεται μὲν αὐταῖς, τὴν παρθενίαν τιμῶν, οὐκ
10ἀξιοῖ δὲ τῆς εἰσόδου, διὰ τὴν περὶ τὰς ἄλλας ἀρετὰς ῥᾳθυμίαν. Ἐπειδὴ τοίνυν οὕτω ταῦτα διευκρινησά‐ μεθα, νοήσωμεν νύμφην μὲν εἶναι τὰς ἐν ἁπά‐ σαις ταῖς ἀρεταῖς τετελειωμένας ψυχὰς, νεάνιδας δὲ ταύτῃ ἑπομένας, τὰς ἀγαπώσας μὲν τὸν νυμφίον,
15καὶ ἀκολουθεῖν αὐτῷ σπουδαζούσας, τὴν τελειότητα δὲ τῆς νύμφης οὐδέπω μιμησαμένας. Καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, μαρτυρεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μδʹ ψαλμῷ τὰ ὅμοια λέγον. Διηγησάμενον γὰρ τοῦ νυμ‐ φίου τὸ κάλλος, καὶ τὴν ἐν τοῖς χείλεσι χάριν, καὶ
20τὴν αἰώνιον εὐλογίαν, καὶ τὴν φοβερὰν παντευχίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ τῶν πάλαι αἰχμ‐ αλώτων λαῶν τὴν ὑπόπτωσιν καὶ προσκύνησιν, τὸν βασιλικὸν αὐτοῦ καὶ αἰώνιον θρόνον, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, τὰ τῇ δικαιοσύνῃ κεκοσμη‐
25μένα· πρὸς δὲ τούτοις καὶ τὴν ἀνθρωπείαν ἀρετὴν, ἣν μετελήλυθεν, «ἡνίκα ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·» πρὸς δὲ τούτοις καὶ τὴν χρίσιν τὴν κατὰ τὸ ἀνθρώπινον γεγενημέ‐
30νην, καὶ τὰ δῶρα τὰ ὑπὸ τῶν Μάγων προσενεχ‐ θέντα, παράγει· «Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποι‐ κιλμένη.» Καὶ βασίλισσαν μὲν καλεῖ τὰς τετελειω‐ μένας ἐν ἀρετῇ ψυχὰς, ἐπειδὴ καὶ Παῦλος οὕτω λέγει·
35«Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·» ἱματισμὸν δὲ διάχρυσον καὶ ποικίλον, τὰ αὐτὰ τοῦ Πνεύματος ποι‐ κίλα χαρίσματα. Εἶτα καὶ συμβουλὴν αὐτῇ προσφέρει· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου,
40καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» Δείκνυσι δὲ ἑαυτὸν οὐ μόνον αὐτῆς συγγενῆ ὄντα κατὰ τὸ ἀνθρώ‐ πινον, ἀλλὰ καὶ Κύριον καὶ Δεσπότην κατὰ τὴν κε‐ κρυμμένην θεότητα· καὶ τῆς ἀῤῥήτου φιλανθρωπίας αὐτὴν ἀναμιμνήσκων, φησὶν, «Ὅτι αὐτός ἐστι Κύ‐
45ριος καὶ Θεός σου, καὶ προσκυνήσεις αὐτῷ.» Προ‐ αγορεύει αὐτῇ καὶ τὴν οὐκ εἰς μακρὰν θεωμένην παρά τε βασιλέων καὶ ἀρχόντων προσκύνησιν. «Τὸ πρόσωπόν σου γὰρ, φησὶ, λιτανεύσουσι πάντες οἱ πλούσιοι τοῦ λαοῦ.» Πρόσωπον δὲ τῆς Ἐκκλησίας,

81

.

64

(50)

κατὰ μὲν τὸ ὁρώμενον, τὸ ἱερατικὸν ἀξίωμα, κατὰ δὲ τὸ νοούμενον, αὐτὸς ὁ νυμφίος, ὁ κεφαλὴ αὐτῆς
γεγενῆσθαι ἀξιώσας, κατὰ τὴν τοῦ Ἀποστόλου φω‐

81

.

65

νήν. Εἶτα τὴν κεκρυμμένην αὐτῆς διηγεῖται δόξαν· «Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.» Ἐπειδὴ κατὰ τὸν μακάριον Παῦλον, «Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·» κατὰ δὲ
5τὸν παρόντα βίον πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἐσμέν.» Διὰ τοῦτο μέν φησι· «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ
10βασιλέως ἔσωθέν ἐστιν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη·» πάλιν κροσσωτὰ χρυσᾶ καὶ ποικίλα τὰ διάφορα λέγων χαρίσματα. Τούτοις γὰρ ἐπιφέρει· «Ἀπενεχθήσονται τῷ βασι‐ λεῖ παρθένοι ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπ‐
15ενεχθήσονταί σοι, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.» Εὔδη‐ λον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οἱ μὲν φθάσαντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, κατὰ τὸν μα‐ κάριον Παῦλον, καὶ τῆς ἀρετῆς τὴν τελειότητα κτη‐
20σάμενοι, νύμφη προσαγορεύονται· οἱ δὲ μήπω τὴν τηλειότητα φθάσαντες, ἀλλὰ τούτων ὑποδεέστεροι τυγχάνοντες, οἷόν τινες νεάνιδες ἀκολουθοῦσι τῇ νύμφῃ, πᾶσαν εὔνοιαν καὶ φιλοστοργίαν περί τε αὐ‐ τὴν καὶ τὸν νυμφίον ἐπιδεικνύμεναι. «Εἰσ‐
25ήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἀγαλλια‐ σώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί.» Οὐ γὰρ ζηλοτυποῦσιν, οὐδὲ φθονοῦσιν, ἔξω μείνασαι, καὶ μηδέπω τῆς πα‐ στάδος τυχοῦσαι· ἀλλ’ εὐφραίνονται, καὶ ἀγαλλιῶνται, καὶ γάννυνται ἐπὶ τῇ τιμῇ τῆς νύμφης, καὶ ἀρκοῦνται
30τῷ τῆς ἡδίστης αὐτῆς ἀπολαύειν φωνῆς. Διὸ ἐπάγου‐ σιν· «Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον.» Καὶ ὅπερ αὕτη τῷ νυμφίῳ ἔφη, τοῦτο αὗται τῇ νύμφῃ φασὶ, διὰ τὴν περὶ αὐτὴν εὔνοιαν καὶ στοργὴν, τοῦ νυμφίου τὴν εὔνοιαν ἐπισπώμεναι. Φησὶ γὰρ καὶ ὁ
35Χριστὸς τοῖς ἀποστόλοις· «Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται·» καὶ, «Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ.» Μαστοὺς δὲ πάλιν τῆς νύμφης αἱ νεάνιδες καλοῦσι
40τοὺς τῆς διδασκαλίας κρουνοὺς, τοὺς ἁπάσαις ταῖς ἡλικίαις τὰ πρόσφορα προχέοντας νάματα· καὶ ὑπ‐ ισχνοῦνται ἀγαπήσειν τῆς νύμφης τοὺς μαστοὺς ὑπὲρ πᾶσαν ἀνθρωπίνην εὐφροσύνην. Τοῦτο γὰρ τροπικῶς ὁ οἶνος ὀνομάζεται, ὁ εὐφραίνων καρδίαν ἀνθρώ‐
45που. Ἔστι δὲ ταῦτα καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Νέᾳ Διαθήκῃ γεγενημένα καταμαθεῖν, καὶ καθ’ ἑκά‐ στην δὲ ἡμέραν γινόμενα θεάσασθαι. Ἐν μὲν γὰρ τῇ Παλαιᾷ τοῖς προφήταις ὁ Θεὸς ἀποκαλύπτων τὰ μέλ‐ λοντα, δι’ αὐτῶν τοὺς τηνικάδε ἀνθρώπους τὸ δέον

81

.

65

(50)

ἐδίδασκε. Καὶ οἱ μὲν τῶν ταμιείων καὶ ἀποκρύφων ἀπήλαυον τοῦ Θεοῦ, καὶ ἐξιόντες ἔλεγον τοῖς ἀνθρώ‐ ποις τὰ ἀποκαλυπτόμενα καὶ δηλούμενα. Διὸ καὶ
ὁ Δαβὶδ πρὸς τὸν Θεόν φησι· «Τὰ ἄδηλα καὶ τὰ κρύ‐

81

.

68

φια τῆς σοφίας σου ἐδήλωσάς μοι.» Οἱ δὲ διὰ τῶν προφητῶν τῶν θείων ναμάτων ἀπολαύοντες, ὡς με‐ σίταις Θεοῦ καὶ ἀνθρώπων τοῖς προφήταις προσεῖ‐ χον· καὶ οἱ ἀπόστολοι δὲ, ὡσαύτως θεόθεν ἐμπνεόμε‐
5νοι, τῆς εὐσεβείας τὸ κήρυγμα εἰς ἅπαντας τοὺς ἀν‐ θρώπους τοῦτο διαπορθμεύοντες διετέλεσαν. Καὶ οἱ μὲν ἀπόστολοι τῶν Δεσποτικῶν ἀπήλαυον ταμιείων· οἱ δὲ τούτων ἀκροαταὶ τῶν ἀποστολικῶν ἐτύγχανον κρουνῶν, οἷόν τινων μαστῶν παντὸς οἴνου καὶ πά‐
10σης εὐφροσύνης τιμιωτέρων. Καὶ κατὰ τὸν παρόντα δὲ καιρὸν, οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τὰ θεῖα νά‐ ματα προσφέρουσι τῷ λαῷ, ὥσπερ ἔκ τινων ταμιείων. Ὁ δὲ ἀπολαύων, ὥσπερ ἀπό τινων μαστῶν, τὴν πνευματικὴν ἕλκει τροφὴν, καὶ πάσης αὐτὴν εὐφρο‐
15σύνης βιωτικῆς ἀμείνω ἡγεῖται. Διὰ τοῦτο καὶ ἐν τοῖς ᾌσμασιν ἡ νύμφη φησίν· «Εἰσήνεγκέ με ὁ βα‐ σιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ.» Αἱ δὲ νεάνιδες ἀπ‐ εκρίναντο· «Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί·» καὶ ὑπισχνοῦνται λέγουσαι· «Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·» καὶ τὴν αἰτίαν
20ἐπιφέρουσιν· «Εὐθύτης ἠγάπησέ σε.» Εἰ γὰρ «χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, κατὰ τὸν μακάριον Δαβὶδ, καὶ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, καὶ διὰ τοῦτο ἠγάπησέ σε·» προσήκει καὶ ἡμᾶς ἐξηρτῆσθαι σοῦ καὶ διηνεκῶς προσεδρεύειν, καὶ τῶν σῶν ἀπολαύειν μαστῶν. Εἶτα πάλιν ἡ νύμφη φησίν· δʹ. Μέλαινά εἰμι, καὶ καλὴ, θυγατέρες Ἱερουσα‐
25λὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σολομών. εʹ. Μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Ἡγοῦμαι οὐκ ἔτι ταῦτα πρὸς τὰς νεάνιδας λέγειν τὴν νύμφην, ἀλλὰ πρὸς τὰς ἐπὶ τῷ νόμῳ γαυριώσας, καὶ ἐπὶ τῇ Παλαιᾷ
30Διαθήκῃ φρυαττομένας, καὶ μεγαλοφρονούσας, καὶ ὀνειδιζούσας αὐτῇ, οὐ τὸ ἀλλόφυλον μόνον, ἀλλὰ καὶ τὴν προτέραν δεισιδαιμονίαν, καὶ τὴν ἐντεῦθεν γινο‐ μένην μέλαιναν χρόαν. Διὸ λέγει πρὸς αὐτάς· Οὐ μό‐ νον εἰμὶ μέλαινα, ἀλλὰ καὶ καλή· ἀνέβλεψα γὰρ πά‐
35λαι τυφλώττουσα, καὶ ῥάκια παλαιὰ περικειμένη, νῦν ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποι‐ κιλμένη, τὸ βασιλικὸν ἔσχον ἀξίωμα, καὶ τῷ βασιλεῖ παρίσταμαι, ἐξωθησαμένη σε ἐπιμανεῖσαν τῷ βασι‐ λεῖ, καὶ τοῦτον μὲν θανάτῳ παραδεδωκυῖαν, τῷ πλή‐
40θει δὲ τῶν μοιχῶν τὴν παστάδα μιάνασαν. Μὴ τοί‐ νυν ὀνείδιζέ μοι τὸ μέλαν τῆς χρόας, μηδὲ τὰ πρότερά μοι ἄγε εἰς μέσον κακά. Μέλαινα γάρ εἰμι, ὁμολογῶ, ἀλλὰ καλὴ καὶ ἀρέσκουσα τῷ νυμφίῳ. Φοβήθητι τῆς Μαριὰμ τὸ παράδειγμα· ὠνείδισε γὰρ
45κἀκείνη Μωσεῖ, ὅτι Αἰθιόπισσαν γυναῖκα ἠγάγετο, καὶ ἐγένετο λεπρῶσα ὡσεὶ χιών· καὶ ὡς ἀκάθαρτος ἔξω τῆς παρεμβολῆς ἐξεβλήθη, καὶ οὐκ εἰσελήλυθεν, ἄχρις οὗ μετενόησε. Κἀγὼ τοίνυν Αἰθιόπισσα μὲν, ἀλλὰ τοῦ μεγάλου Νομοθέτου νύμφη· καὶ θυγάτηρ

81

.

68

(50)

μὲν ἱερέως Μαδιὰμ ἀνδρὸς εἰδωλολάτρου· ἐπελα‐ θόμην δὲ τοῦ λαοῦ μου, καὶ τοῦ οἴκου τοῦ πατρός μου· διὸ ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους μου. Μὴ βλέψητέ με τοίνυν ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· ὄψεσθέ με λελευκασμένην
55τὴν νῦν μεμελανωμένην, καὶ βοήσετε· Τίς αὕτη ἡ

81

.

69

ἀναβαίνουσα λελευκανθισμένη; Ἐρῶ δὲ ὑμῖν καὶ τὴν αἰτίαν τῆς μελανώσεως ταύτης. Ἐμελανώθην γὰρ λα‐ τρεύουσα τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν, ἀντὶ τοῦ ἡλίου τῆς δικαιοσύνης
5προσκυνήσασα. Ἀλλ’ εἶδον τὴν διαφορὰν ἐκείνου καὶ τούτου, καὶ καταλιποῦσα τὸ ποίημα, τὸν Ποιητὴν προ‐ σεκύνησα. Μὴ βλέψητέ με τοίνυν, ὅτι ἐγώ εἰμι μεμελα‐ νωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος, ἢ ὡς ὁ Σύμμαχος, ὅτι καθήψατό μου ὁ ἥλιος. «Μέλαινα γάρ εἰμι, καὶ
10καλὴ, θυγατέρες Ἱερουσαλήμ·» μέλαινα διὰ τὴν προ‐ τέραν ἀσέβειαν, καλὴ διὰ τὴν μετάνοιαν· μέλαινα διὰ τὴν ἀπιστίαν, καλὴ διὰ τὴν πίστιν. Καὶ οὕτω σφό‐ δρα ἤμην μέλαινα, ὡς τὰ σκηνώματα Κηδὰρ, ὃ ἑρμηνεύεται σκοτασμός· οὕτω δὲ γέγονα καλὴ,
15ὡς δέῤῥεις Σολομὼν ἀντὶ τοῦ, ὡς σκηναὶ τοῦ Σολομῶντος, ὡς τὰ περιβόλαια τοῦ Σολομῶντος, περὶ ὧν ὁ Κύριός φησι· «Ἀποβλέψατε εἰς τὰ κρίνα τοῦ ἀγροῦ, ἃ οὔτε νήθει, οὔτε ὑφαίνει, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀμφιέννυσιν αὐτά· ἀμὴν
20λέγω ὑμῖν, οὐδὲ Σολομὼν ἐν τῇ δόξῃ αὑτοῦ περιεβάλετο, ὡς ἓν τούτων.» Διὸ καὶ, μετὰ βραχὺ, κρίνον αὐτὴν ὁ νυμφίος ὀνομάζει, ὡς μήτε νήθου‐ σαν, μήτε ὑφαίνουσαν, τὸν ἀφρόντιδα δὲ βίον μετ‐ οῦσαν, καὶ ὑπ’ αὐτοῦ τοῦ νυμφίου ἀμφιεννυμένην
25καὶ τρεφομένην. Φησὶ τοίνυν ἡ νύμφη, ὅτι Πάλαι τοῖς σκηνώμασι Κηδὰρ ἀπεικασμένη, ὃ ἑρμηνεύεται σκοτασμὸς, καὶ τῷ σκότει δουλεύουσα, καὶ τοῖς δαίμοσι λατρεύουσα, νῦν ἐξαίφνης ἠμείφθην, καὶ ἔοικα ταῖς δέῤῥεσι τοῦ Σολομῶντος ἐοικέναι· ἐπει‐
30δὴ καὶ αὕτη οὐ μόνον νύμφη, ἀλλὰ καὶ ναὸς ἐγένετο τοῦ εἰρηνικοῦ Χριστοῦ. «Υἱοὶ μητρός μου ἐμαχέ‐ σαντο ἐν ἐμοί.» Ἔχεται δὲ καὶ ταῦτα τῶν προειρη‐ μένων. Διδάσκει δὲ τὰς θυγατέρας Ἱερουσαλὴμ, ὅπως, μέλαινα οὖσα καὶ δυσειδὴς, ἐξαίφνης καλὴ ἐγέ‐
35νετο. «Υἱοὶ γὰρ, φησὶ, μητρός μου ἐμαχέσαντο ἐν ἐμοί·» υἱοὺς μὲν καλοῦσα τοὺς ἱεροὺς ἀποστόλους, περὶ ὧν τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μδʹ ψαλμῷ πρὸς αὐτὴν τὴν βασιλίδα· «Ἀντὶ τῶν πατέρων σου ἐγεν‐ νήθησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας
40ἐπὶ πᾶσαν τὴν γῆν.» Μητέρα δὲ αὐτῆς καὶ αὐτῶν καλεῖ τὴν ἄνω Ἱερουσαλὴμ, περὶ ἧς ὁ μακάριος Παῦλος λέγει· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Οἱ τοίνυν υἱοὶ, φησὶ, τῆς μητρός μου ἐμαχέσαντο ἐν ἐμοί·»
45τὸν κατὰ τῆς εἰδωλολατρείας, καὶ τῆς ἄλλης πα‐ ρανομίας γενόμενον τοῖς ἀποστόλοις πόλεμον· οἵτινες ἐν ἑκάστῳ τῶν ἀκροατῶν, οἷόν τινα μάχην καὶ πόλε‐ μον ἀνεδέχοντο, ἀγωνιζόμενοι ἐκβάλλειν μὲν τὰ πο‐ νηρὰ ἔθη τῶν ψυχῶν, τοὺς δὲ τῆς εὐσεβείας ἐγκατα‐

81

.

69

(50)

πῆξαι νόμους. Καὶ ἵνα σαφέστερον μάθωμεν, πῶς ἐν ταῖς τῶν μαθητευομένων ψυχαῖς διεμάχοντο οἱ μακά‐
ριοι τῆς εὐσεβείας κήρυκες, ἀκούσωμεν τοῦ μακαρίου

81

.

72

Στεφάνου διαμαχομένου καὶ λέγοντος· «Σκληροτρά‐ χηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.» Καὶ ὁ μακάριος δὲ Παῦλος
5Κορινθίοις μὲν ἐπιστέλλων φησίν· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε‐ ται·» καὶ πάλιν, «Μήπως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων.» Γαλάταις
10δὲ γράφων, «Ὦ ἀνόητοι, φησὶ, Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ’ ὀφθαλ‐ μοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρω‐ μένος;» Οὕτως ἐπιτιμῶντες, καὶ παραινοῦντες, καὶ τὰς ῥυτίδας τῶν ἁμαρτημάτων διατείνοντες, καὶ τὰ
15γεγηρακότα ἀποξύοντες ἤθη, νέαν ἀντὶ παλαιᾶς, καὶ ἀντὶ δυσειδοῦς καὶ εἰδεχθοῦς εὐπρεπῆ, καὶ ἀντὶ με‐ λαίνης λευκοτάτην ἀπεφήναντο τοῦ Κυρίου τὴν νύμ‐ φην οἱ πρῶτοι τῆς εὐσεβείας ὑποφῆται καὶ κήρυκες. Διὰ τοῦτο ἡ νύμφη δεῖξαι βουλομένη τίνα τρόπον
20ὡραία γέγονε καὶ καλὴ, φησίν· «Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί. Ἔθεντό με φυλάκισσαν ἐν ἀμ‐ πελῶσι.» Παρέδωκάν μοι γὰρ οἷόν τινας ἀμπελῶνας, τὰς θείας ἐντολάς· καὶ ταύτας οὐκ ἐργάζεσθαι μόνον καὶ γεωργεῖν, ἀλλὰ καὶ φυλάττειν παρεκελεύσαντο,
25ἵνα μή τι τῶν πονηρῶν θηρίων λυμαίνηται τὸν καρ‐ πόν. Τούτοις ἐπιφέρει· «Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύ‐ λαξα.» Διπλῆν ἔχει τὴν ἔννοιαν τὸ ῥητὸν, εὐσεβῆ δὲ ἑκατέραν, καὶ ὠφελείας μεστήν. Ἢ γὰρ τοῦτο λέγει, ὅτι Τὸν πρότερόν μου ἀμπελῶνα, ὃν πρὸ τῆς πίστεως
30ἐγεώργουν, τὸν πατρόθεν μοι παραδοθέντα, καταλέ‐ λοιπα ἀνεπιμέλητον καὶ ἀφύλακτον, ὥστε παντελῶς τὰ πρότερα ἤδη διαφθαρῆναι, καὶ λήθῃ παραδοθῆ‐ ναι· ἢ ὅτι Τὸν ἐμὸν ἀμπελῶνα, τουτέστι τῆς ἐμῆς ψυχῆς τὴν ὠφέλειαν ἀφιεμένη, καὶ τὰ τῶν ἄλλων
35κέρδη τῶν οἰκείων κερδῶν προαιρουμένη. Τοῦτο γὰρ καὶ ὁ μακάριος Παῦλός φησιν, ὅτι «Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς·» καὶ πάλιν, «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος·» καὶ περὶ ἑαυτοῦ δέ φησιν, ὅτι «Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέ‐
40ρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.» Τέθεικα δὲ ἀμφότερα τὰ νοήματα, ἵν’ ἔχοιεν οἱ ἐντυγχάνοντες ἀμφοτέρων τὴν γνῶσιν, καὶ τὸ δοκοῦν αὐτοῖς ἀληθέ‐ στερον εἶναι λάβωσιν. Μετὰ ταῦτα ἡ νύμφη, καταλι‐ ποῦσα τούς τε πρὸς τὰς νεάνιδας λόγους, καὶ τὴν πρὸς τὰς θυγατέρας Ἱερουσαλὴμ διδασκαλίαν, τρέπεται
45πρὸς τὸν νυμφίον, καὶ ἣν ἔχει περὶ αὐτὸν ἀγάπην γυμνοῖ, καί φησιν· ϛʹ. Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταίρων σου. Δειμαίνουσα γὰρ, καὶ ἀγωνιῶσα μὴ

81

.

72

(50)

στερηθῇ τοῦ νυμφίου, καὶ ἑτέροις περιπέσῃ ποι‐ μνίοις οὐχ ὑπ’ αὐτοῦ ποιμαινομένοις, ἀλλ’ ὑπὸ ἄλλων τινῶν ἑταίρων αὐτοῦ ὀνομαζομένων, οὐ κατὰ τὴν
ἀξίαν οὐδὲ κατὰ τὸ κοινὸν τοῦ φρονήματος, ἀλλὰ

81

.

73

κατὰ τὴν μίμησιν τοῦ ἐπιτηδεύματος ἱκετεύει τὸν νυμφίον λέγουσα· Ἐπειδὴ ἠγάπησέ σε ἡ ψυχή μου, εἰπέ μοι κατὰ τὸν τῆς μεσημβρίας καιρὸν ποῦ ποι‐ μαίνεις, ἢ ποῦ κοιτάζεις τὰ πρόβατα· μὴ ἀγνοοῦσα
5τῇδε κἀκεῖσε περινοστήσω, καὶ ἀλωμένη καὶ πλανω‐ μένη περιπέσω ἀγέλαις οὐ τῆς σῆς ἐπιστασίας ἀξιω‐ μέναις, ἀλλά τινας ἄλλους νομέας καὶ βουκόλους ἐχούσαις. Τὸ γὰρ «περιβαλλομένη,» ῥεμβομένη ὁ Σύμμαχος τέθεικεν. Εἰκότως δὲ καὶ κατὰ τὸν τῆς
10μεσημβρίας καιρὸν πυνθάνεται ἡ νύμφη ποῦ ὁ νυμ‐ φίος μένει, ἐπειδὴ τοῦ φωτὸς τῆς γνώσεως ἐγκρα‐ τοῦς γενομένου, ἀνεφύησαν αἱ αἱρέσεις, Χριστιανῶν μὲν τὸ ὄνομα ἔχουσαι, ἀλλ’ ἔρημοι τῆς ἀληθείας ὑπάρχουσαι. Τούτου χάριν ἀγωνιῶσα μαθεῖν ἐφίεται
15τοῦ νυμφίου τὸν τόπον, ἔνθα κατὰ τὸν τῆς μεσημβρίας καιρὸν κοιτάζει τὰ πρόβατα, ἵνα μὴ περιπέσῃ ταῖς τῶν καλουμένων ἑταίρων ἀγέλαις. Ἰστέον δὲ ὅτι, ὥσπερ ἦσαν οἱ προφῆται, καὶ τούτων ἐναντίοι ψευ‐ δοπροφῆται, καὶ πάλιν ἀπόστολοι, καὶ τὰ ἐναντία
20φρονοῦντες ψευδαπόστολοι, οὕτως καὶ ψευδόχριστοι ὑπὸ τῆς θείας καλοῦνται Γραφῆς. Διὸ καὶ ὁ Κύριός φησιν, ὅτι «Ἀναστήσονται πολλοὶ ψευδοπροφῆται, καὶ πολλοὺς πλανήσουσι.» Καὶ ὁ μακάριος δὲ Παῦ‐ λος οὐ μόνον ψευδαδέλφους οἶδε λέγειν, ἀλλὰ καὶ
25ψευδαποστόλους. Διό φησιν· «Οἱ γὰρ τοιοῦτοι ψευ‐ δαπόστολοί εἰσι.» Τούτοις ἡ νύμφη μὴ περιπεσεῖν ἱκετεύει· ἐπειδὴ τὸ ποιμενικὸν ἐπιδείκνυνται σχῆμα καὶ ἀγέλας ὡσαύτως, καὶ ποίμνας ἔχοντες φαίνον‐ ται· ὁποῖοί εἰσιν οἱ τὰ τοῦ Ἀρείου, καὶ Εὐνομίου,
30καὶ Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μάνητος, καὶ Μοντανοῦ φρονοῦντες· σχῆμα μὲν χριστιανικὸν καὶ ὄνομα περικείμενοι, καὶ ἐκκλησίας οἰκοδομοῦντες, καὶ θείας Γραφὰς πεπλανημένοις προβάτοις ἀναγι‐ νώσκοντες, καὶ νέμοντες κακῶς τοὺς πειθομένους,
35καὶ ἑταῖροι τοῦ νυμφίου νομιζόμενοι, ἐπίβουλοι δὲ ὄντες καὶ ὀλέθριοι, καὶ δηλητήρια τοῖς προβάτοις ἀντὶ τῆς τροφίμου πόας ὀρέγοντες. Διὰ τοῦτο ἡ νύμ‐ φη ἱκετεύει τὸν νυμφίον, ὑποδεῖξαι αὐτῇ ποῦ κοιτάζει τὰ πρόβατα ἐν μεσημβρίᾳ, ἵνα μὴ γένηται «περι‐
40βαλλομένη,» ἢ ῥεμβομένη κατὰ τὸν Σύμμαχον, ἐπ’ ἀγέλας τῶν ἑταίρων αὐτοῦ προσαγορευομένων, ἐναντίων δὲ αὐτῷ ὑπαρχόντων. Ἀποκρίνεται οὖν ὁ νυμφίος τῇ νύμφῃ· καί φησιν· ζʹ. Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποί‐ μαινε τοὺς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποι‐
45μένων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰς σαυτὴν ἀπο‐ βλέπουσα, καὶ τὰ κατὰ σαυτὴν περισκοποῦσα, καλὴ γὰρ γέγονας, καὶ πασῶν γυναικῶν εὐπρεπεστάτη, γνώριζε τὰς ὁμοίας σοι. Ἐὰν δὲ σαυτὴν ἠγνόησας, ἐρεύνησον τῶν ποιμνίων τὰ ἴχνη, καὶ ἀκολουθοῦσα

81

.

73

(50)

ποίμαινε μὴ τὰ πρόβατα μόνον, ἀλλὰ καὶ τοὺς ἐρίφους σου, ἐν τοῖς σκηνώμασι τῶν ποιμένων. Βού‐ λεται γὰρ ὁ φιλάνθρωπος Δεσπότης οὐ μόνον τοὺς
δικαίους, ἀλλὰ καὶ τοὺς ἁμαρτωλοὺς ἐπιμελείας

81

.

76

πάσης ἀξιοῦσθαι. Διό φησιν· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες·» καί· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετά‐ νοιαν.» Καὶ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου· «Μὴ θελήσω,
5φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν·» Καὶ ὁ μακάριος ἀπόστολος Παῦλος περὶ αὐτοῦ φησιν· «Ὁ θέλων πάντας ἀνθρώπους σω‐ θῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Διὰ τοῦτο βούλεται αὐτὴν καὶ τοὺς ἐρίφους βόσκειν· ἐν
10τύπῳ δὲ ἁμαρτωλῶν τοὺς ἐρίφους ἡ θεία παραλαμ‐ βάνει Γραφή· τούτους γὰρ ἐξ εὐωνύμων ὁ Κύριος ἔφη σταθήσεσθαι, διακριθέντας ἐκ τῶν ἀμνῶν τῶν λαχόντων δεξιὸν χῶρον. Ἐπειδὴ καὶ ἐν τῷ νόμῳ ὑπὲρ ἁμαρτίας οὐ πρόβατον, ἀλλὰ χίμαρος ἐξ αἰγῶν
15προσεφέρετο. Διὰ τοῦτο λέγει τῇ νύμφῃ ὁ νυμφίος· Τοῖς ἴχνεσι τῶν ποιμνίων ἀκολούθει, καὶ τῶν προλα‐ βόντων ἁγίων ἀνερεύνα τὸν βίον· καὶ ἐν τοῖς τῶν ποιμένων ἐκείνων σκηνώμασι, τουτέστιν ἐν ταῖς ἀποστολικαῖς ἐκκλησίαις, βόσκε σου τοὺς ἐρίφους,
20ἀκούσασα ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ· ἀμὴν γὰρ λέγω ὑμῖν, οἱ ἄγγελοι αὐτῶν καθ’ ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ Πα‐ τρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. ηʹ. Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε,
25ἡ πλησίον μου. Τροπικῶς ἐνταῦθα Φαραὼ τὸν τῆς ἡμετέρας φύσεως ἀλάστορα προσηγόρευσε, τὸν ἀλιτή‐ ριον καὶ κοινὸν ἡμῶν πολέμιον ὃν τῷ Φαραὼ παρα‐ πλησίως ἐν τοῖς ἁγίοις τοῦ βαπτίσματος ὕδασιν ὑποβρύχιον πεποίηκε. Τῇ ἵππῳ μου τοίνυν, ᾗ
30χρησάμενος τὰ ἅρματα τοῦ Φαραὼ κατεπόντισα, ὁμοίαν σε κρίνω πλησίον μου γενομένην, καὶ ἀγά‐ πην περὶ ἐμὲ κτησαμένην. Ἐχρήσατο δὲ οἷόν τινι ὀχήματι τῇ τοῦ δούλου μορφῇ, ἣν κενώσας ἑαυτὸν ἀνέλαβεν, ἵνα παντὶ τῷ γένει πραγματεύσηται σωτη‐
35ρίαν. Ταύτῃ τοίνυν τῇ ἵππῳ ἀπεικάζει τὴν νύμφην. Καὶ μαρτυρεῖ τῷ νοήματι ὁ Ἀπόστολος, οὑτωσὶ λέ‐ γων περὶ τοῦ Σωτῆρος Χριστοῦ· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Καὶ πάλιν·
40«Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἐκ τῶν ἀποστολικῶν τοίνυν ῥημάτων τὰ μυστικὰ τοῦ ᾌσματος νοήσωμεν ῥή‐
45ματα, καὶ ἀκούσωμεν τοῦ νυμφίου λέγοντος, ὅτι Σὲ τὴν πλησίον μου γενομένην, καὶ διὰ τοῦτο πλησίον ὀνομαζομένην, καὶ ἐκ τοῦ πράγματος καρπουμένην τὸ ὄνομα, τῇ ἵππῳ μου ἐοικέναι φημὶ, ᾗ χρησάμενος τὸν νοητὸν Φαραὼ σὺν τοῖς ἅρμασιν αὐτοῦ κατεπόν‐

81

.

76

(50)

τισα, καί σοι τὴν ἐλευθερίαν ἐδωρησάμην. Τούτοις ἐπάγει·
θʹ. Τί ὡραιώθησαν αἱ σιαγόνες σου, ὡς τρυ‐

81

.

77

γόνος! τράχηλός σου, ὡς ὁρμίσκοι! Ἀλλὰ μὴ πάλιν σαρκικῶς νοήσωμεν τὴν σιαγόνα, καὶ τὸν τρά‐ χηλον· λάβωμεν δὲ εἰς νοῦν, ὅτι καὶ πολλάκις ἡ θεία Γραφὴ σωματικοῖς ὀνόμασι καὶ ἐπὶ τῆς ψυχῆς κέ‐
5χρηται· καὶ ποτὲ μέν φησιν ὁ προφήτης Ἱερεμίας· «Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ·» καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης λέγει, ἐπάγει, «καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου.» Ποτὲ δὲ ὁ μακά‐ ριος Παῦλος λέγει· «Τὰς παρειμένας χεῖρας, καὶ
10τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον·» οὔτε περὶ χειρῶν, οὔτε περὶ ποδῶν, οὔτε περὶ τῆς ὁρωμένης χωλότητος ὁ μακάριος παρῄνεσε Παῦλος, ἀλλὰ τὰς πρακτικὰς τῆς
15ψυχῆς ἐνεργείας τούτοις τοῖς ὀνόμασι προσηγόρευ‐ σεν. Οὕτω τοίνυν νοήσωμεν τό· «Ὡραιώθησαν σια‐ γόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι.» Ἐκ πολλῶν γὰρ ἀνδρῶν καὶ γυναικῶν ἡ Ἐκκλησία συγ‐ κεκροτημένη, ἔχει τινὰς μὲν σιαγόνας, τινὰς δὲ ὀφθαλ‐
20μοὺς, τινὰς δὲ ἀκοὰς, τινὰς δὲ στόμα, ἄλλους δὲ χεῖ‐ ρας, καὶ ἄλλους πόδας ὀνομαζομένους. Ἐπαινεῖ τοίνυν ὁ νυμφίος τοὺς τὴν σεμνότητα μετιόντας, καὶ τὸ τῆς αἰδοῦς ἐρύθημα κεκτημένους· καί φησιν· «Ὡραιώθη‐ σαν σιαγόνες σου ὡς τρυγόνος.» Τὴν δὲ τρυγόνα φασὶν οἱ
25τὰς φύσεις τῶν ζώων συγγεγραφότες, οὐ φιλέρημον εἶναι μόνον, ἀλλὰ καὶ σώφρονα, καὶ τόν τε ἄῤῥενα μιᾷ θηλείᾳ συναπτόμενον, τὴν δὲ θήλειαν ἑνὶ ἄῤῥενι κοι‐ νωνοῦσαν, καὶ οὐδὲ μετὰ τὴν ἀποβίωσιν ἑτέρῳ ἢ ἑτέρᾳ συναφθῆναι ἀνεχομένην. Εἰκότως τοίνυν ταύτῃ
30ἐοικέναι τὴν Ἐκκλησίαν φησὶ τὴν τῷ Χριστῷ συν‐ αφθεῖσαν, καὶ τὰς τῶν ἄλλων κοινωνίας διαφυγοῦσαν, καὶ μηδὲ μετὰ τὸν θάνατον αὐτοῦ καταλιπεῖν αὐτὸν ἀνεχομένην, ἀλλὰ ἀναμείνασαν τὴν ἀνάστασιν, καὶ ἀναμένουσαν αὐτοῦ τὴν δευτέραν παρουσίαν. Καὶ
35τὸν τράχηλον δὲ αὐτῆς ὁρμίσκοις ἐοικέναι φησί. Περιδέραιον δέ ἐστι τοῦτο, καὶ εἶδος κόσμου τὸν τράχηλον καλλωπίζοντος. Ἐπαινεῖ δὲ αὐτὴν καλῶς ἕλκουσαν τὸν τῆς εὐσεβείας ζυγὸν, περὶ οὗ φησιν ἐν Εὐαγγελίοις ὁ νυμφίος· «Ἄρατε τὸν ζυγόν μου ἐφ’
40ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Διὰ τοῦτο ἐν τοῖς ᾌσμασι θαυμάζει τὸν τράχηλον τὸν τοῦτον φέροντα τὸν ζυγὸν, ὡς οὐ δεόμενον τῆς ἔξωθεν κοσμήσεως, καὶ ἐπεισάκτου ὡραϊσμοῦ, ἀλλ’ οἴκοθεν ἔχοντα τὴν εὐπρέπειαν, ὡς
45ἀπεικάζεσθαι γυμνὸν ὄντα ὁρμίσκοις ἄλλους τραχή‐ λους κοσμοῦσι. Τούτων ὑπὸ τοῦ νυμφίου ῥηθέντων, ἀποκρίνονται καὶ οἱ δορυφόροι τοῦ νυμφίου, καὶ ὑπηρέται, καί φασι τῇ νύμφῃ· ιʹ, ιαʹ. Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ

81

.

77

(50)

στιγμάτων τοῦ ἀργυρίου. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὑτοῦ. Δοκοῦσι δέ μοι σημαίνειν ἐν‐
ταῦθα τὸν πρὸ τῆς παρουσίας τοῦ Δεσπότου Χριστοῦ

81

.

80

καιρόν· καὶ παραμυθοῦνται τὴν νύμφην, ὅτι Πάντα τὸν πρὸ τῆς ἀναστάσεως τοῦ βασιλέως καιρὸν ἡμεῖς σοὶ συνεσόμεθα, καὶ διακοσμήσομέν σε τῷ δυνατῷ κόσμῳ· καὶ οὐ καταλείψομέν σε ἕως ἀναστῇ, ἀλλὰ
5προσοίσομέν σοι ὁμοιώματα χρυσίου, καὶ στίγματα ἀργυρίου. Ἀκολούθως δὲ ἔφασαν ὁμοιώματα χρυ‐ σίου, καὶ οὐκ αὐτὸν τὸν χρυσόν· ἐπειδὴ μείζονα τοῦ νυμφίου τὰ δῶρα· τὰ δὲ τῶν ἐκείνου διακόνων οὐ τὴν ἴσην ἔχει δόξαν. Διὸ τοῖς θείοις Εὐαγγελίοις
10πλείονα προσφέρομεν τὴν τιμήν· τιμῶμεν δὲ καὶ νόμον, καὶ τοὺς προφήτας, καὶ τὰ τῶν ἁγίων ἀπο‐ στόλων συγγράμματα. Εἰκότως τοίνυν ἔφασαν οἱ τοῦ νυμφίου διάκονοι· «Ὁμοιώματα τοῦ χρυσίου ποιή‐ σομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ
15βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ.» Στίγματα δὲ ἀργυ‐ ρίου καὶ ὁμοιώματα χρυσίου τὸ ποικίλον τῶν χαρι‐ σμάτων νοήσωμεν, καὶ τῆς περὶ ἡμᾶς ὑπὸ τοῦ Θεοῦ γινομένης προνοίας. Ἀπολαύομεν γὰρ καὶ τῆς παρ’ ἀγγέλων βοηθείας· «Παρεμβαλεῖ γὰρ ἄγγελος Κυ‐
20ρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ‐ τούς. «Καὶ, «Τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Καὶ ὁ νόμος δὲ αὐτὸς ἀγγέλων διακονούντων ἐδόθη. Διό φησιν ὁ Ἀπόστολος· «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λα‐
25ληθεὶς νόμος ἐγένετο βέβαιος.» Ἐν ὅσῳ τοίνυν ὁ βασιλεὺς ἀνακλίνεται καὶ ἀνίσταται, ἡμεῖς, φησὶ, τὰ δυνατὰ προσοίσομεν. Ἀνάκλισιν δὲ αὐτοῦ τὸν θάνα‐ τον προσαγορεύουσιν. Διὸ καὶ ὁ Βαλαὰμ προφη‐ τεύων φησίν· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρ‐
30ματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·» καὶ μετ’ ὀλίγα· «Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν; Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ταῦτα δὲ καὶ ἐν τῇ προφητείᾳ τοῦ πατριάρχου Ἰα‐
35κὼβ τῇ πρὸς τὸν Ἰούδαν εἰρημένῃ ἔστιν εὑρεῖν. Τούτων ἄνωθεν οὕτω ῥηθέντων ὑπὸ τῶν τοῦ νυμφίου διακόνων, πάλιν ἡ νύμφη φησί· Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. (ιβʹ) Ἀπό‐ δεσμος στακτῆς ἀδελφιδοῦς μου ἐμοί. Ζητη‐ τέον δὲ πρότερον, τί δήποτε αὐτὸν ἀδελφιδοῦν ὀνομά‐
40ζει· νύμφην δὲ ἐδιδάχθημεν τὴν ἐξ ἐθνῶν Ἐκκλη‐ σίαν· ἀλλὰ καὶ γυναῖκα προτέραν τοῦ νυμφίου τὴν Ἰουδαίων πληθὺν, λαβοῦσαν βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς, διὰ τὴν οἰκείαν ἀκολασίαν. Ἀδελ‐ φαὶ δὲ τυγχάνουσιν· ἄμφω γὰρ τὸν Ἀδὰμ αὐχοῦσι
45πατέρα· ἀλλ’ ὁ νυμφίος ἐκ τῆς προτέρας ἐβλάστησε κατὰ τὸ ἀνθρώπινον. Φησὶ γὰρ ὁ μακάριος Παῦλος· «Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος.» Καὶ πάλιν· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγ‐ γελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς

81

.

80

(50)

σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός· Καὶ τῷ σπέρματι αὐτοῦ, ὅς ἐστι Χριστός.» Καὶ περὶ
τοῦ Δαβὶδ δέ φησιν ὁ μακάριος Πέτρος, ὅτι «Προφή‐

81

.

81

της ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προειδὼς ἐλάλησε περὶ τοῦ θανάτου, ὅτι «Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ εἰς ᾅδου, οὐδὲ
5ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.» Ἐπειδὴ τοίνυν ἀδελφαὶ τυγχάνουσαι, ἥ τε Ἰουδαίων πληθὺς, καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐκείνης δὲ υἱὸς ὁ Χριστὸς τὸ κατὰ σάρκα, εἰκότως αὐτὸν ἀδελφιδοῦν ἡ νύμφη καλεῖ, ὡς τῆς ἀδελφῆς αὐτῆς υἱὸν γενόμενον κατὰ τὸ ἀνθρώπι‐
10νον. Οὗτος τοίνυν ὁ ἀδελφιδοῦς μου ἐμοὶ καὶ νάρδος ἐστὶ, καὶ ἀπόδεσμος στακτῆς· πολλοῖς γὰρ αὐτὸν ὀνόμασι προσαγορεύω, ὑπὸ τῆς εὐοσμίας τοῦ μύρου αὐτοῦ καταθελγομένη, καὶ οὐ δύναμαι ἑνὶ ὀνόματι χρήσασθαι. Πάσας γὰρ ὁμοῦ τὰς προσηγορίας νικᾷ
15τῆς εὐοσμίας αὐτοῦ ἡ δύναμις· ἀλλ’ ὑπὸ τῆς ἀγάπης αὐτοῦ νικωμένη, καὶ νάρδον αὐτὸν ὀνομάζω, καὶ ἀπό‐ δεσμον στακτῆς προσαγορεύω. Νάρδον μὲν, ὡς καὶ ἀλιφέντα τῇ νάρδῳ τῇ πιστικῇ τῇ πολυτίμῳ, ἧς ἡ ὀσμὴ ὅλον τὸν οἶκον ἐπλήρωσε, τύπον ἔχοντα τῆς
20οἰκουμένης· ἐπλήρωσε γὰρ τῆς εὐώδους πίστεως τὴν οἰκουμένην ἡ ὑπὸ τῶν εὐσεβῶν τῷ Κυρίῳ προσενε‐ χθεῖσα θεραπεία· ἀπόδεσμον δὲ αὐτὸν καλῶ στακτῆς, ἐπειδὴ αὐτὸς «Κατέβη ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.» Κέκληται δὲ ὑπὸ
25τῶν προφητῶν καὶ σταγών· «Ἔσται γὰρ, φησὶν, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχθή‐ σεται Ἰακώβ.» Ἰστέον δὲ ὅτι ὁ Σύμμαχος, καὶ ὁ Ἀκύλας, σμύρναν τὴν στακτὴν ὠνομάκασι. Δηλοῖ δὲ ἡ σμύρνα τοῦ νυμφίου τὸν θάνατον, καὶ τὴν ἐκεῖ‐
30θεν γενομένην εὐοσμίαν τῇ νύμφῃ. Προσέθηκε δέ· «Ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται.» Τουτ‐ έστιν ἐν τῷ ἡγεμονικῷ τῆς ψυχῆς μου, ὃ τῇ καρδίᾳ ἐπαναπαύεται μεταξὺ τῶν μαστῶν διακειμένῃ. Δηλοῖ δὲ τοῦτο τῆς προφητείας τὸ πέρας, τῆς ὑπὸ Θεοῦ
35λεγομένης· «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπα‐ τήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαὸς, λέγει Κύριος παντοκράτωρ.» Καὶ αὐτὸς δὲ ὁ νυμφίος ὑπισχνεῖται λέγων, ὅτι «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.»
40Διὸ καὶ ὁ Παῦλος βοᾷ, «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Τούτου χάριν ἡ νύμφη φησίν· «Ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσε‐ ται. ιγʹ. Βότρυς κύπρου ἀδελφιδοῦς μου ἐμοὶ ἐν
45ἀμπελῶσιν Ἐνγαδδί. Ἀποροῦσα ἡ νύμφη, ποῖον ὄνομα ἐπιθῇ τῷ νυμφίῳ, τῇδε κἀκεῖσε περινοστεῖ, καὶ πανταχόθεν προσηγορίας ἐρανιζομένη ἐπιτίθησιν αὐτῷ, ἐπειγομένη μὲν ὑπὸ τῆς ἀγάπης αὐτὸν καλεῖν, οὐ δυναμένη δὲ εὑρεῖν τὴν ἀξίαν προσηγορίαν. Διὸ

81

.

81

(50)

πάλιν βότρυν αὐτὸν ὀνομάζει κύπρου, τουτέστι κυ‐ πρίζοντα, ἀντὶ τοῦ ἀνθεῖν ἀρξάμενον. Εὐώδης γὰρ ἡ
ἄμπελος κατ’ ἐκεῖνο τοῦ καιροῦ. Προστίθησι δὲ,

81

.

84

«Ἐν τοῖς ἀμπελῶσιν Ἐνγαδδὶ» τοιοῦτός ἐστιν εὐώδης. Εἰ μὲν οὖν τὸ χωρίον σημαίνει τὸ ἐν τῇ Ἰου‐ δαίᾳ, ὡς ἀμπελῶσι θαυμαστοῖς κεκοσμημένον, νοη‐ τέον τροπικῶς, ὅτι Ὑπὲρ ἐκείνας τὰς ἀμπέλους εὐώ‐
5δης σου ὁ βότρυς ὑπάρχει. Εἰ δὲ διὰ τὴν τοῦ ὀνόμα‐ τος σημασίαν τὴν προσηγορίαν τοῦ «Ἐνγαδδὶ» τέθεικεν, ὅπερ ἑρμηνεύεται ὀφθαλμὸς πειρατηρίου, νοητέον οὕτως, ὅτι Καὶ ἐν πειρασμοῖς ὑπάρχουσα, καὶ ὑπὸ πολλῶν πολεμουμένη, τῆς σῆς εὐοσμίας ἀν‐
10τιλαμβάνομαι· καὶ τῶν κατὰ τὸν παρόντα καιρὸν ἀν‐ θούντων ἀμπελώνων, τροπικῶς νοουμένων, πειρατη‐ ρίου δὲ ὄντων μέσον· πειρατήριον γάρ ἐστι ὁ βίος ἀν‐ θρώπου ἐπὶ τῆς γῆς· προκρίνω τὴν εὐοσμίαν τοῦ κυπρίζοντος βότρυος. Εἰ δὲ ὁ ἄρτι ἀνθῶν τοιοῦτός
15ἐστι, σκοπητέον οἷος ὁ περκάζων καὶ εἰ ὁ περκάζων τούτου κρείττων, ἐνθυμητέον οἷος ὁ πέπειρος, καὶ ταῖς ληνοῖς ἐπιτήδειος. Ἡγοῦμαι γὰρ τὸν αὐτὸν, ἀναλόγως ταῖς πνευματικαῖς ἡλικίαις, τοῖς μὲν ἀνθεῖν, τοῖς δὲ ὀμφακίζειν, τοῖς δὲ ὑποπερκάζειν, τοῖς δὲ πέπειρον
20εἶναι, ὑπὸ δὲ τῶν τελείων πίνεσθαι· «Τὸ γὰρ ποτή‐ ριον αὐτοῦ μεθύσκον ὡσεὶ κράτιστον.» Τούτων ὑπὸ τῆς νύμφης ῥηθέντων, πάλιν αὐτῇ ὁ νυμφίος προσδιαλέγεται, καί φησιν· ιδʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἰδοὺ εἶ καλή·
25οἱ ὀφθαλμοί σου περιστεραί. Ἐπαινεῖ αὐτῆς πάλιν τὸ κάλλος, καὶ θαυμάζει τὴν ὥραν, καὶ τῷ δι‐ πλασιασμῷ τὴν εὐπρέπειαν αὐτῆς ἐκπλήττεται. Πρὸ δὲ πάντων τοὺς ὀφθαλμοὺς αὐτῆς ἐγκωμιάζει, καί φησιν· «Οἱ ὀφθαλμοί σου περιστεραὶ,» τουτέστι
30πνευματικοί· ἐν εἴδει γὰρ περιστερᾶς ἐπεφοίτησε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐνῴκησε τῷ νυμφίῳ. Διὰ τοῦτο οὐ λέγει, ὡσεὶ περιστερᾶς, ἀλλὰ «περιστεραὶ,» τουτ‐ έστι πνευματικοὶ, χάριτος θείας πεπληρωμένοι, ἀχλύος ἐλεύθεροι, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν
35δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, καὶ δυνάμενοι λέγειν· «Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ.» Ἀποκρίνεται πάλιν ἡ νύμφη, καί φησιν·
40 ιεʹ, ιϛʹ. Ἰδοὺ εἶ καλὸς, ἀδελφιδοῦς μου, καί γε ὡραῖος πρὸς κλίνην ἡμῶν σύσκιον. Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. Μέχρι μὲν οὖν τοῦ παρόντος τὴν εὐοσμίαν αὐτοῦ διετέλει θαυμάζουσα· νῦν δὲ αὐτοῦ καὶ τὴν ὥραν
45ἐκπλήττεται, φωτισθεῖσα τοὺς ὀφθαλμοὺς, καὶ πνευ‐ ματικοὺς αὐτοὺς κτησαμένη, ὡς καὶ περιστερᾶς ὀνο‐ μασθῆναι· διό φησιν, ὅτι «Καλὸς καὶ ὡραῖος ὁ ἀδελ‐ φιδοῦς μου.» Κλίνην δὲ, ὡς οἶμαι, τὴν θείαν καλεῖ Γραφήν· ἐν ᾗ ὅ τε νυμφίος καὶ ἡ νύμφη διανα‐

81

.

84

(50)

παυομένη κοινωνοῦσιν ἀλλήλοις κατὰ τὴν πνευμα‐
τικὴν κοινωνίαν. Καὶ ὁ μὲν δίδωσι τοῦ λόγου τὰ

81

.

85

σπέρματα· ἡ δὲ δεχομένη συλλαμβάνει, καὶ κύει, καὶ ὠδίνει, καὶ βοᾷ μετὰ τοῦ προφήτου· «Διὰ τὸν φό‐ βον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσα‐ μεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσα‐
5μεν ἐπὶ τῆς γῆς.» Σύσκιον δὲ καλεῖ τὴν κλίνην, ὡς βοηθουμένην ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος, καὶ τοῦ καύματος τῆς ἁμαρτίας ἀπηλλαγμένην. Ὅπερ γὰρ ἡ νεφέλῃ τῷ Ἰσραὴλ γέγονεν, τοῦτο ἡμῖν ἡ τοῦ Πνεύματος βοήθεια. Διὰ τοῦτό φησι· «Πρὸς κλίνην
10ἡμῶν σύσκιον. Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.» Ταῦτα δὲ τὰ εἴδη τῶν ξύλων παρέλαβεν, ἐπειδὴ ἡ μὲν κέδρος ἔχει τὸ ἄσηπτον, ἡ δὲ κυπάρισσος τὸ εὐῶδες· ἀμφότερα δὲ παρὰ τῇ θείᾳ Γραφῇ ἔστιν εὑρεῖν, ἥτις ἡμῶν οὐ μόνον κλίνη, ἀλλὰ
15καὶ οἶκος τυγχάνει, καὶ τράπεζα, καὶ τροφή· καὶ οὐ μόνον τὴν εὐωδίαν παρέχει, ἀλλὰ καὶ τὸ ἄσηπτον, καὶ τὸ ἀπαθὲς, καὶ ἀθάνατον ἐπαγγέλλεται. Εἰ δέ τις βούλοιτο οἴκους τῆς νύμφης, καὶ τὰς ἁπανταχοῦ γῆς καὶ θαλάσσης ἐκκλησίας καλεῖν, οὐ διαμαρτήσεται
20τῆς ἀληθείας· τῶν κέδρων καὶ τῶν κυπαρίσσων τρο‐ πικῶς νοουμένων· τῶν μὲν ὡς δοκῶν τιμιωτέρων· αἱ γὰρ δοκοὶ τὸν ὄροφον φέρουσιν· τῶν δὲ ὑποδεεστέρων, φατνωμάτων ὀνομαζομένων. Οὕτως ἐπαινεθεὶς ὁ νυμ‐ φίος ὑπὸ τῆς νύμφης διδάσκει, ὡς οὐδέπω τὸ ἀλη‐
25θινὸν αὐτοῦ τεθέαται κάλλος, ἀλλ’ ἔτι τῇ τοῦ κάλλους ἐνετρύφησε σκιᾷ. ΚΕΦΑΛ. βʹ. αʹ. Ἐγὼ γὰρ, φησὶν, ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλωμάτων. Τὴν ἀνθρωπίνην μου, φησὶν,
30εὐμορφίαν τεθέασαι· ἐπειδὴ Θεὸν οὐδεὶς ἑώρακε πώ‐ ποτε. Ἐγὼ γὰρ τοῦ πεδίου ἄνθος ἐγενόμην, τουτέστι, γήϊνον ἀνέλαβον σῶμα, καὶ ἐν τῇ γῇ ἐβλάστησα, προαιώνιος ὑπάρχων καὶ ὑψηλὸς, μᾶλλον δὲ ἀμέτρη‐ τος. Κρίνον ἐγενόμην οὐκ ὀρέων, οὐδὲ βουνῶν, οὐδὲ
35πεδίων ἁπλῶς, ἀλλὰ κοιλωμάτων. Οὐ γὰρ μόνον τοῖς ζῶσιν εὐηγγελίσατο τὴν σωτηρίαν, ἀλλὰ καὶ τοῖς νε‐ κροῖς τὴν ἀνάστασιν, κατελθὼν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα. Διὰ τοῦτο τοῦ μὲν πεδίου ἄνθος ἑαυτὸν ὀνομάζει, κρίνον δὲ τῶν κοιλω‐
40μάτων, τουτέστι τῶν τεθνηκότων· καὶ γὰρ ἐκείνοις τὴν ἀναβίωσιν ἐπηγγείλατό τε καὶ ἐπραγματεύσα‐ το. Εἶτα ἐπειδὴ ἑαυτὸν τοιούτοις ὀνόμασι προσ‐ ηγόρευσε, φησὶ τῇ νύμφῃ· βʹ. Ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἡ
45πλησίον μου ἐν μέσῳ τῶν θυγατέρων. Ὅση γὰρ διαφορὰ τοῦ κρίνου πρὸς τὰς ἀκάνθας, τοσοῦτο διενήνοχέ σου τὸ κάλλος τῶν θυγατέρων, αἳ οὕτω μὲν προσαγορεύονται διὰ τὸ τῆς κλήσεως ἀξιωθῆ‐ ναι, τοῦ δὲ ἐκλεκταὶ εἶναι ἑαυτὰς ἀπεστερήκεισαν.

81

.

85

(50)

«Πολλοὶ γὰρ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.»

81

.

88

Τούτῳ δὲ ὀνόματι καὶ ὁ προφήτης Ἡσαΐας ὀνομά‐ ζει τὴν νύμφην λέγων· «Εὐφράνθητι, ἔρημος διψῶσα· εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον·» ἔρη‐ μος γὰρ ἦν πρότερον, καὶ ἄκαρπος, καὶ ἄνυδρος ἡ
5νύμφη προσαγορευομένη, καὶ κλίνην οὐκ ἔχουσα σύ‐ σκιον· ἐδίψα δὲ τὸν νυμφίον· διὸ καὶ βοᾷ· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Καὶ τοῦτο ὁ προφήτης εἰδὼς, πνευματικὸς γὰρ ἦν, ἔλεγεν· «Εὐ‐ φράνθητι, ἔρημος διψῶσα, εὐφρανθήτω ἔρημος, καὶ
10ἀνθείτω ὡς κρίνον.» Διὰ τοῦτο καὶ ὁ νυμφίος φησὶ πρὸς αὐτήν· «Ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕ‐ τως ἡ πλησίον μου ἀναμέσον τῶν θυγατέρων.» Καὶ ἔοικεν ἐνταῦθα τὰς τῶν αἱρετικῶν ἐκκλησίας θυγατέρας καλεῖν, διὰ τὴν αὐτοῦ κλῆσιν, καὶ οὐ διὰ
15τὴν ἐκείνων προαίρεσιν. Κἀκείνας μὲν ἀπεικάζει ἀκάνθαις, ταύτην δὲ κρίνῳ εὐώδει, τῷ καὶ ἔξωθεν λαμπρότητα ἔχοντι, καὶ τὸ χρυσοειδὲς ἄνθος ἐν μέσῳ περικειμένῳ. Τοιαύτη δέ ἐστιν ἡ τὴν τῆς δικαιοσύνης λαμπρότητα περικειμένη ψυχὴ, καὶ τὸ πνευματικὸν
20τῆς σοφίας καὶ τῆς γνώσεως χάρισμα ἔνδον ἐν τοῖς ταμείοις κρυπτόμενον περιφέρουσα. Ἀμείβεται τὸν νυμφίον ἡ νύμφη, καί φησι πρὸς αὐτόν· γʹ. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕ‐ τως ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν· ἐν
25τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρ‐ πὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Πολλὴ δὲ ἡ διαφορὰ τοῦ μήλου πρὸς τὸ κρίνον· τὸ μὲν γὰρ μό‐ νην τὴν ὄψιν, καὶ τὴν ὄσφρησιν εὐφραίνει, τὸ δὲ μῆλον πρὸς τῇ ὄψει, καὶ τῇ ὀσφρήσει καὶ τῇ γεύσει
30ἡδονὴν τοῖς βουλομένοις παρέχει. Ἐδώδιμον γάρ ἐστι, καὶ ἐσθίεται· διὰ τοῦτο ἡ μὲν νύμφη κρίνον ὀνομά‐ ζεται, ὁ δὲ νυμφίος μῆλον. Ὁ μὲν γὰρ ἐσθίεται καὶ γίνεται τροφὴ τῇ νύμφῃ· ἡ δὲ οὐκ ἐσθίεται, ἀλλὰ μόνην ἔχει τὴν εὐοσμίαν· διὰ τοῦτό φησιν· «Ὡς μῆ‐
35λον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν.» Υἱοὺς δὲ προσαγορεύει, ὥσπερ ἐκεῖ θυγατέρας, τοὺς τῆς μὲν κλήσεως ἀξιωθέντας, ἀναξίους δὲ σφᾶς αὐτοὺς καταστήσαντας τῆς ἐκλο‐ γῆς· οὓς ἐοικέναι ξύλοις δρυμοῦ, καὶ δένδροις ἀκάρ‐
40ποις ἡ νύμφη φησίν. Τὸν δὲ νυμφίον ὀνομάζει μῆλον, ὃ καὶ τῇ ἁφῇ λεῖον, καὶ τῇ γεύσει ἡδὺ, καὶ τῇ ὀσμῇ εὐῶδες, καὶ τῇ ὄψει τερπνότατον καὶ χαριέστατον, καὶ τῇ ἀκοῇ ἥδιστον· ἅμα γὰρ τῷ ἀκοῦσαι πάσας τῷ λόγῳ τὰς αἰσθήσεις προσφέρομεν. Τοιοῦτος δὲ ὁ Δε‐
45σπότης ἡμῶν, καὶ Σωτὴρ, καὶ νυμφίος, πάσας ἡμῶν ἑστιῶν τὰς αἰσθήσεις τυγχάνει. Ἐν τῇ τούτου σκιᾷ λέγει ἡ νύμφη ἐπιθυμῆσαι καθίσαι, καὶ τοῦτο πε‐ ποιηκέναι· μετὰ δὲ ταῦτά φησι καὶ τοῦ καρποῦ με‐ ταλαβεῖν, καὶ γλυκύτατον τοῦτον ἐν τῷ λάρυγγι φα‐

81

.

88

(50)

νῆναι· βούλεται γὰρ φυγεῖν τὰς τῆς κακίας ἀκτῖνας συγκαίειν ἐπισταμένας, ἵνα μὴ πάλιν γένηται μέ‐ λαινα· σκιὰ δὲ τοῦ νυμφίου τὰ νῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, κατὰ τὸν μακάριον Παῦλον, φαινόμενα·
«Ἄρτι μὲν γὰρ, φησὶν, βλέπω ὡς ἐν ἐσόπτρῳ, καὶ ὡς

81

.

89

ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην·» διὰ τοῦτό φησιν· «Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ
5γλυκὺς ἐν λάρυγγί μου.» Καὶ γὰρ ὑπὸ τὴν σκιὰν καθημένη τρυγῶ τὸν καρπὸν, καὶ τούτου μεταλαμ‐ βάνω· καὶ μαρτυροῦσιν οἱ μεμυημένοι, τοῖς τοῦ νυμφίου μέλεσιν ἐντρυφῶντες. δʹ, εʹ. Εἰσαγάγετε με εἰς οἶκον τοῦ οἴνου·
10τάξατε ἐπ’ ἐμὲ ἀγάπην. Στηρίξατέ με ἐν μύ‐ ροις· στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Οἶκον δὲ οἴνου καλεῖν αὐτὴν ἡγοῦμαι τὰς θείας ληνοὺς, περὶ ὧν ὁ προφήτης φησίν· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων!
15Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» —»Ὑπὲρ γὰρ τῶν ληνῶν» τὸν ψαλμὸν ὀνομάσας ταῦτα ἐπήγαγε· διδάσκων, ὡς ληνοὺς καλεῖ τὰς τοῦ Θεοῦ Ἐκκλησίας, ἐν αἷς ὁ πνευματικὸς οἶνος ἀποθλιβόμενος, καὶ οἱονεὶ ληνοβα‐
20τούμενος εὐφραίνει τῶν εὐσεβῶν τὰς ψυχὰς κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Διὰ τοῦτο καὶ ἀξιοῖ ἡ νύμφη εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ οἴνου αὐτοῦ, καὶ παρακα‐
25λεῖ τοὺς τοῦ νυμφίου διακόνους λέγουσα· «Τάξατε ἐπ’ ἐμὲ ἀγάπην·» τουτέστι, διδάξατέ με τῆς ἀγάπης τὸν τρόπον, ἵνα μὴ ἀγαπήσω πατέρα ἢ μητέρα ὑπὲρ τὸν νυμφίον, ἢ ἀγρὸν, ἢ ἀμπελῶνας, καὶ ἀναξία τοῦ νυμφῶνος φανῶ. Αὐτὸς γὰρ ἀπεφήνατο λέγων· «Ὁ
30ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ ἀγαπῶν υἱοὺς καὶ θυγατέρας ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Καὶ ὁ παλαιὸς δὲ νόμος, ὁ τῷ Ἀδὰμ δοθεὶς, τοιαῦτα διηγόρευσεν· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μη‐
35τέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» —«Τάξατε τοίνυν ἐπ’ ἐμὲ ἀγάπην,» ἵνα τῷ νυμφίῳ μου συναφθῶ, καὶ τοῦ‐ τον καὶ πατρὸς, καὶ μητρὸς, καὶ τῶν ἄλλων προτι‐ μήσω. «Στηρίξατέ με ἐν μύροις,» τουτέστι, Βε‐
40βαιώσατέ με τῇ τοῦ νυμφίου εὐοσμίᾳ, καὶ ὑπερείσατέ με, ἵνα μηδέν με σαλεύσῃ· διαπαντός μοι τὴν εὐωδίαν ἐκείνην προσφέροντες, ἵνα μὴ λαβοῦσα λήθην τοῦ νυμφίου περὶ ἕτερα πλανηθῶ. Ἀλλὰ καὶ «Στοιβάσατέ με ἐν μήλοις·» ἀντὶ τοῦ, Τοῖς καρποῖς με τοῦ
45νυμφίου φορτίσατε· ἵνα ὑπὸ τὴν σκιὰν αὐτοῦ καθ‐ ημένη, καὶ τῶν μύρων αὐτοῦ ὀσφραινομένη, καὶ τῷ καρπῷ αὐτοῦ πεφορτωμένη, ἄληστον αὐτοῦ διαφυλάξω τὴν μνήμην· «Τέτρωμαι γὰρ αὐτοῦ τῇ ἀγάπῃ.» Καὶ γὰρ βέλος ἐκλεκτὸν ὑπάρχει, καὶ τιτρώσκει τὰς βαλλομένας ψυχάς. ϛʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν

81

.

89

(50)

μου· καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ἀλλὰ μὴ πάλιν εἰς σωματικὰς καταπέσωμεν δόξας, εὐω‐ νύμου καὶ δεξιᾶς ἐπαΐοντες· καὶ γὰρ περὶ τῆς σο‐
φίας, ἥτις ἐστὶν ἕξις, καὶ οὐκ οὐσία, φησὶν ὁ Σολο‐

81

.

92

μὼν, ὅτι «Μῆκος βίου, καὶ ἔτη ζωῆς, ἐν τῇ δεξιᾷ αὐτῆς· ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα.» Καὶ περὶ τῆς περιλήψεως πάλιν ἔστιν εὑρεῖν ἐν ταῖς Παροιμίαις εἰρημένον τὸ, Ἐράσθητι αὐτῆς, καὶ
5τηρήσει σε· περιχαράκωσον αὐτὴν, καὶ ὑψώσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.» Ἐντεῦθεν τοίνυν τὰς ἀφορμὰς λαβόντες, πνευματικώτερον κἀκεῖνα νοήσωμεν, τοῦ θείου λόγου καὶ τῆς εὐσεβοῦς ψυχῆς εἶναι κοινωνίαν πιστεύοντες τὴν καλουμένην περί‐
10ληψιν· καὶ τὸ εὐώνυμον δὲ καὶ δεξιὸν, ὡς ἀφ’ ἡμῶν ληφθὲν, νοητέον. Ἵνα δὲ μὴ ἀθεώρητον αὐτὸ καταλί‐ πωμεν, οὑτωσὶ νοήσωμεν. Εὐεργετεῖν οἶδε καὶ κολά‐ ζειν ὁ Θεὸς, τοῖς ἀξίοις ἀπονέμων ἀμφότερα. Τὴν εὐεργετικὴν τοίνυν χάριν ἐπὶ τῆς δεξιᾶς νοήσαντες,
15τὴν δὲ κολαστικὴν ἐπὶ τῆς εὐωνύμου, ἀκούσωμεν τῆς νύμφης λεγούσης· «Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου·» τουτέστιν, Ἄνω εἰμὶ τῶν κολάσεων, οὐχ ὑπόκειμαι ταύταις, διὰ τὸ τῷ νυμφίῳ πλησιά‐ σαι, καὶ τῆς θεραπείας αὐτοῦ φροντίσαι. «Ἡ δεξιὰ
20αὐτοῦ περιλήψεταί με,» ἀντὶ τοῦ, Ταῖς εὐεργε‐ σίαις αὐτοῦ κατακοσμήσει με, καὶ τούτων ἐμπλήσει με, οἱονεὶ περιπτυσσόμενος καὶ περιλαμβάνων, καὶ τὴν ἐμὴν ἐπιθυμίαν πληρῶν. Τοῦτο δὲ καὶ ὁ μακά‐ ριος Παῦλος παραδηλῶν ἔλεγεν, ὅτι «Οὕτως πάντοτε
25σὺν Κυρίῳ ἐσόμεθα.» Γένοιτο καὶ ἡμᾶς πεῖραν μὲν τῆς κολαστικῆς αὐτοῦ δυνάμεως μὴ λαβεῖν, μηδὲ γεύσασθαι τῶν ἠπειλημένων τιμωριῶν, τῶν δὲ ἐπηγγελμένων ἀπολαῦσαι δωρεῶν, χάριτι καὶ φιλ‐ ανθρωπίᾳ τοῦ νυμφίου Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ
30ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰ‐ ώνων. Ἀμήν.
32tΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
34ζʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ,
35ἐν δυνάμεσι καὶ ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως θελήσῃ. Οἱ μὲν σωμάτων ἐρῶντες, μόνοι τῶν πο‐ θουμένων ἀπολαύειν σπουδάζουσι· τοὺς δὲ πειρω‐ μένους λῃστεύειν τὰς σφίσιν αὐτοῖς ἀνακειμένας,
40μετὰ πολλῆς ἀπελαύνουσι τῆς σφοδρότητος. Οἱ δὲ
πνευματικῶς ἐρῶντες, καὶ τὸν Θεὸν ποθοῦντες, πάν‐

81

.

93

τας ἀνθρώπους κοινωνῆσαι αὐτοῖς τοῦ φίλτρου παρα‐ καλοῦσι. Διὸ καὶ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ἡ νύμφη διηγησαμένη τὴν τοῦ νυμφίου περίληψιν, ὅτι «Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου,» καὶ εἰρη‐
5κυῖα, «καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με,» οὐκ ἀνέχεται μόνη ἐντρυφᾷν τῷ νυμφίῳ, οὐδὲ ἀποχρῆν ἡγεῖται μόνῃ τῶν ἱερῶν ἐκείνων ἀπολαύειν ἀγκαλῶν, ἀλλὰ καὶ τὰς νεάνιδας παρακαλεῖ· οὐ παρακαλεῖ δὲ μόνον, ἀλλὰ καὶ βιάζεται, καὶ ἀνάγκην ἐπιτίθησιν
10ὅρκου, ἵνα ἐγείρωσι καὶ ἐξεγείρωσι τὴν ἀγάπην, ἕως ἂν ὁ νυμφίος ἐθελήσῃ. Θυγατέρας δὲ Ἱερουσαλὴμ δηλονότι τῆς ἐπουρανίου ταύτας προσαγορεύει· περὶ ἧς ὁ μακάριος Παῦλός φησιν· «Ἡ δὲ ἄνω Ἱερουσα‐ λὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.»
15Ἀγρὸν δὲ τὸν κόσμον ὀνομάζει· οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τὴν παραβολὴν ἑρμηνεύων φησὶν, ὅτι «Ἀγρός ἐστιν ὁ κόσμος.» Δυνάμεις δὲ καὶ ἰσχύας ἀγροῦ τὰς ἀγγελικὰς δυνά‐ μεις φησὶ, τὰς τὸν κόσμον περιπολούσας κατὰ τὸ
20Θεοῦ θέλημα· ἢ τοὺς ἁγίους προφήτας καὶ ἀποστό‐ λους, οἳ θείου Πνεύματος πληρωθέντες, καὶ τὴν οἰ‐ κουμένην περινοστήσαντες, τοὺς ἀντιθέους καὶ θεο‐ μισεῖς ἐξήλασαν δαίμονας, καὶ τὴν εὐσέβειαν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεφύτευσαν. Ἐν ἀπολαύσει
25τοίνυν ἡ νύμφη τοῦ νυμφίου γενομένη, καὶ πείρᾳ μαθοῦσα τὴν ἄῤῥητον ἐκείνην τρυφὴν, βοᾷ καὶ λέγει· «Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνά‐ μεσι καὶ ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξ‐ εγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ·» τουτέστι,
30Μὴ ἐάσητε ἐν ὑμῖν τὴν περὶ τὸν Θεὸν ἀγάπην καθευδῆσαι· ἀλλὰ διεγείρατε αὐτὴν, καὶ πυρσεύσατε, καὶ ἐπιβάλλετε οἱονεὶ ἔλαιον τῶν εὐεργεσιῶν τὴν μνήμην· ἵνα μὴ καὶ περὶ ἡμῶν ῥηθῇ· «Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν.» Ἐὰν γὰρ μὴ
35ἀπαγγείλητε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, καὶ μὴ μνησθῆτε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίει, ἀλλ’ ἐπιλάθησθε τῶν εὐεργεσιῶν αὐτοῦ· σβεσθήσεται ἡ ἀγάπη, καὶ οἱονεὶ νεκρωθήσεται. Χρὴ δὲ ὑμᾶς διηνεκῶς ἐξάπτειν αὐτὴν, καὶ διεγείρειν, καὶ εἰς
40ὕψος αὐτὴν αἴρειν τὴν φλόγα. Μέτρον δὲ ποιεῖσθαι τῆς ἀγάπης, τοῦ νυμφίου τὸ βούλημα. Μὴ πρότερον οὖν παύσησθε ταύτην διεγείροντες, καὶ τὴν πυρὰν αὐτῆς ἐξάπτοντες, ἕως ἂν ὁ νυμφίος ἔχειν αὐτὴν εἴπῃ τὸ μέτρον. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου
45Παύλου Κορινθίοις γραφέντα, καὶ διὰ Κορινθίων πᾶσιν ἡμῖν· «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀν‐ δρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.» Καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῆς φησιν· «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα.»

81

.

93

(50)

Οὕτως ἀγαπῶσιν οἱ θερμῶς ἀγαπῶντες τὸν σεσωκότα, ὡς τοὺς ἀγαπᾷν αὐτὸν οὐκ ἐθέλοντας ὡς ὀδωδότα καὶ
σεσηπότα βδελύττεσθαι σώματα. Τοῦτο σημαίνει λέ‐

81

.

96

γων καὶ ὁ μακάριος Δαβίδ· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετη‐ κόμην; Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Περὶ δὲ τῶν φιλούντων αὐτόν φησιν·
5«Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.» Οὕτω δὲ φιλεῖν τοὺς φιλοῦντας τοὺς φίλους οἱ μακάριοι ἄνδρες ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἐδιδάχθησαν. Αὐτὸς γὰρ πρῶτος ἔφη τῷ Ἀβραάμ· «Εὐλογήσω τοὺς εὐλογοῦντάς σε,
10καὶ τοὺς καταρωμένους σε καταράσομαι.» Λέγει δὲ καὶ τῷ Ἰσραήλ· «Ἐχθρεύσω τοὺς ἐχθρούς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.» Ἐντεῦθεν ἐδι‐ δάχθη καὶ ὁ Δαβὶδ ἐκεῖνα εἰπεῖν, καὶ ὁ μακάριος Παῦ‐ λος ἀνάθεμα ποιῆσαι τοὺς μὴ φιλοῦντας τὸν Κύριον·
15διὰ τοῦτο καὶ ἡ νύμφη ὁρκίζει τὰς θυγατέρας Ἱερουσαλὴμ, ἐγεῖραι καὶ ἐξεγεῖραι τὴν περὶ τὸν νυμ‐ φίον ἀγάπην, ἕως ἂν αὐτὸς ἐθελήσῃ. Ταῦτα ταῖς νεάνισι διαλεγομένη, καὶ εἰς τὴν ὁμοίαν αὐτὰς ἀγάπην προτρεπομένη, ἐν αἰσθήσει γίνεται τῆς τοῦ νυμφίου
20παρουσίας, καί φησι· ηʹ. Φωνὴ τοῦ ἀδελφιδοῦ μου. Ἐθὰς γὰρ γενομένη τῶν ἱερῶν αὐτοῦ λόγων, ἐπιγινώσκει αὐτοῦ τὴν φω‐ νήν· ὡς καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.»
25Ἀλλοτρίῳ δὲ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Οἶδε τοιγαροῦν ἡ νύμφη τὴν τοῦ νυμφίου φωνήν· οἶδε διαφορὰν μοιχοῦ καὶ νυμφίου. Καὶ τῶν μὲν μοιχῶν, καὶ λύκων, καὶ μισθωτῶν βδελύττεται τὰς φωνάς· τοῦ δὲ νυμ‐
30φίου καὶ ποιμένος τοὺς λόγους ποθεῖ. Διόπερ αὐτίκα ἐν αἰσθήσει γενομένη τῆς ἐκείνου παρουσίας βοᾷ· «Φωνὴ τοῦ ἀδελφιδοῦ μου·» καὶ οὐκ ἀνέχεται καθῆσθαι, ἀλλ’ ἀνίσταται, καὶ καραδοκεῖ, καὶ περι‐ σκοπεῖ, καὶ ὁρῶσα αὐτὸν βοᾷ·
35 Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλό‐ μενος ἐπὶ τοὺς βουνούς. θʹ. Ὅμοιός ἐστιν ὁ ἀδελ‐ φιδοῦς μου τῇ δορκάδι καὶ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. Ἄξιον δὲ ζητῆσαι, τί δήποτε αὐτὸν δορκάδι καὶ νεβρῷ ἐλάφων ἀπεικάζει, καὶ τίνα τὰ
40ὄρη Βαιθὴλ, καὶ τίνα τὰ πηδήματα, καὶ τίνα τὰ ἅλματα, τίνες δὲ οἱ βουνοὶ καὶ τὰ ὄρη, ἐφ’ οἷς ταῦτα γίνεται. Φασὶ τὴν δορκάδα ἐπώνυμον εἶναι τῆς οἰκείας ὀξυδορκίας, καὶ διὰ τὸ ὀξέως ὁρᾷν ταύτην εἰληφέναι τὴν προσηγορίαν. Φασὶ δὲ καὶ τὰς ἐλάφους τῶν
45ἑρπυστικῶν θηρίων ἀναιρετικὰς εἶναι, καὶ τοὺς ὄφεις, καὶ τοὺς ἔχεις, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πόᾳ παραπλησίως ἐσθίειν, καὶ μηδεμίαν ἐντεῦθεν ἀπο‐ φέρεσθαι βλάβην. Ἐπειδὴ τοίνυν ὁ Δεσπότης Χριστὸς ῥάβδος ἐστὶ κατὰ τὸ ἀνθρώπινον ἐξελθοῦσα ἐκ ῥίζης

81

.

96

(50)

Ἰεσσαὶ, καὶ ἐπανεπαύσατο ἐπ’ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς
καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ

81

.

97

πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν, δορκάδι αὐτὸν ἡ νύμφη ἀπεικάζει, διὰ τὸ ὀξυδερκὲς καὶ διορατικὸν, καὶ τῶν μελλόντων προγνωστικόν. Νεβρῷ δὲ πάλιν αὐτὸν ἐλάφων ἐοικέναι φησὶν, ὡς συντρίψαντα τὰς
5κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ συνθλά‐ σαντα τὰς κεφαλὰς τοῦ δράκοντος, καὶ μαχαίρᾳ παραπλησίως ὄφιν τὸν σκολιὸν καὶ ἀνελόντα τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ· καὶ δεδωκότα τοῖς ἑαυ‐ τοῦ μαθηταῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ
10σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ ἁμαρτίαν μὲν μὴ ποιήσαντα, ἄραντα δὲ τοῦ κόσμου τὰς ἁμαρτίας, καὶ οἷόν τινας ὄφεις καταδα‐ πανήσαντα. Νεβρῷ δὲ αὐτὸν ἐλάφου ἀπεικάζει· ἐπειδὴ οὐ μόνον ἄνθρωπος, ἀλλὰ καὶ Υἱὸς ἀνθρώπου προσ‐
15αγορεύεται, καὶ οὐ μόνον λέων, ἀλλὰ καὶ σκύμνος λέοντος· «Ἀναπεσὼν γὰρ, φησὶν, ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος.» Εἰκὸς δὲ αὐτὴν καὶ αἰνίττεσθαι, ὅτι καὶ ἔτι βραχεῖαν ἔχων τὴν σωμα‐ τικὴν ἡλικίαν, διαβόλου τὴν δύναμιν οἷόν τινας
20κατεδαπάνησεν ὄφεις, καὶ τοὺς μάγους, τοῦ διαβόλου τοὺς ὑποφήτας, εὐθὺς γεννηθεὶς εἵλκυσεν εἰς προσ‐ κύνησιν. Κατὰ τὸν νόμον δὲ τῶν καθαρῶν ἐστι ζώων, καὶ ἡ δορκὰς, καὶ ἡ ἔλαφος· προτέτακται δὲ ἡ δορκὰς τῆς ἐλάφου, ὡς τύπον ἔχουσα διὰ τὴν
25ὀξυδορκίαν τῆς πίστεως. Πιστεῦσαι γὰρ δὴ πρῶτον τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζη‐ τοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Καὶ τοὺς ἐλά‐ φους δὲ ἡ θεία καλεῖ Γραφή· καὶ νῦν μέν φησιν ὁ μακάριος Δαβὶδ ἐν ιζʹ ψαλμῷ· «Ὁ Θεὸς περιζων‐
30νύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου.» Ἐγέ‐ νετο γὰρ, φησὶν, ἄμωμος ἡ ὁδός μου, ἐπειδὴ κατηρ‐ τίσθησαν οἱ πόδες μου ὡσεὶ ἐλάφου. Ἠδυνήθην γὰρ πατῆσαι ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν
35τὴν δύναμιν τοῦ ἐχθροῦ. Νῦν δὲ ἐν κηʹ ψαλμῷ φησι· «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκα‐ λύψει δρυμούς.» Ἐλάφους δὲ ἐνταῦθα τοὺς ἱεροὺς ἀποστόλους ὀνομάζει, ὧν οἱ πόδες ὡραῖοι, ὡς εὐαγγε‐ λιζομένων ἀγαθὰ, ὡς πατοῦντες τοὺς θανατοῦντας
40ὄφεις, καὶ ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐπιβουλεύον‐ τας· δι’ ὧν ἀπεκαλύφθησαν οἱ δρυμοὶ ἄκαρποι, ἡ τῶν εἰδώλων ἀπάτη· δι’ ὧν ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Τοιαῦτα καὶ ὁ μακάριος Ἀββακοὺμ ὁ προφήτης φησίν· «Κύριος ὁ Θεός μου δύναμίς μου,
45καὶ τάξει τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαί με ἐν ᾠδῇ αὐτοῦ.» Ἀλλὰ γὰρ καιρὸς ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν. «Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Ὅμοιός ἐστιν ἀδελφιδοῦς μου τῇ

81

.

97

(50)

δορκάδι, ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.» Διδά‐ σκει δὲ ἐνταῦθα ἡ νύμφη τὴν τῶν εἰδώλων κατά‐
λυσιν ὑπὸ τοῦ νυμφίου γενομένην. Ὄρη γὰρ καὶ

81

.

100

βουνοὺς, τὰ ἐν τοῖς ὄρεσι πάλαι ὄντα ἄλση καὶ τεμένη τῶν δαιμόνων ὠνόμασε, καθ’ ὧν ἁλλόμενος καὶ πηδῶν τῇ τε σοφίᾳ τῶν λόγων, καὶ τῇ δυνάμει τῶν θαυμάτων, περιεγένετό τε καὶ φροῦδα αὐτὰ παντε‐
5λῶς πεποίηκεν. Ἀμέλει καὶ ὁ Σύμμαχος τοῦτο σα‐ φέστερον ἑρμηνεύων φησίν· «Ἰδοὺ οὗτος ἔρχεται βαίνων κατὰ τῶν ὀρέων, διαπηδῶν κατὰ τῶν βουνῶν.» Τούτοις ἐπιφέρει πάλιν ἡ νύμφη· «Ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν ἕστηκε, παρακύπτων διὰ τῶν θυρί‐
10δων, εἰσκύπτων διὰ τῶν δικτύων.» Διδάσκει δὲ, ὅτι πᾶν ὄρος καὶ βουνὸν ταπεινώσας, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, παραγίνεται πρὸς αὐτὴν τα‐ πεινὴν οὖσαν πάλαι, καὶ φάραγγι ἀπεικασμένην, καὶ πληροῖ αὐτὴν, καὶ τίθησι τὰ σκολιὰ εἰς εὐθεῖαν,
15καὶ τραχείας εἰς ὁδοὺς λείας· καὶ περιτίθησιν αὐτῇ ὡς μὲν πόλει τεῖχος, ἵνα μὴ πολιορκῆται ὑπὸ τῶν πολεμίων, ὡς δὲ ἀμπελῶνι, καὶ κήπῳ, καὶ παραδείσῳ τοῖχον, ἵνα μὴ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπο‐ ρευόμενοι τὴν ὁδὸν, μηδὲ λυμήνηται αὐτὴν ὗς ἐκ
20δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανεμήσηται αὐτὴν, ὡς τὴν προτέραν ἐκείνην τὴν ἐξ Αἰγύπτου μετατεθεῖσαν. Σημαίνει τοίνυν, ὅτι καταλύσας τὰ τῶν δαιμόνων τεμένη, καὶ τῶν λεγομένων θεῶν τὰ ἄλση καὶ τοὺς νεὼς (τοῦτο γὰρ διὰ τοῦ «ἐπὶ τὰ ὄρη Βαιθὴλ» ᾐνί‐
25ξατο· τὸ γὰρ, Βαιθὴλ, οἶκον ἑρμηνεύει Θεοῦ· ὁμω‐ νύμως δὲ τῷ ἐπὶ πάντων Θεῷ καὶ οἱ μὴ ὄντες ὑπὸ τῶν δυσσεβῶν ὠνομάζοντο θεοί)· παραγέγονε πρὸς αὐτήν. Καὶ εἰς μὲν τὸν θάλαμον αὐτῆς οὐδέπω εἰσελήλυθεν· ἔξω δὲ τοῦ τοίχου ἑστηκὼς παρακύπτει
30διὰ τῶν θυρίδων· θύρας δὲ τὰς αἰσθήσεις καλεῖ. Ὥσπερ γὰρ διὰ θυρίδων τῶν αἰσθήσεων εἰσρεῖ τῇ ψυχῇ τά τε ἀγαθὰ καὶ τἀναντία, καὶ πάλιν ἐκεῖ‐ θεν ἐκρεῖ. Διὸ καὶ ὁ προφήτης φησὶν Ἱερεμίας, ὅτι «Θάνατος ἀνέβη διὰ τῶν θυρίδων.» —«Ὁ γὰρ ἐμ‐
35βλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ,» καὶ εἰσέρ‐ χεται θάνατος διὰ τῶν θυρίδων. Καὶ ὁ παραδεξάμε‐ νος ἀκοὴν ματαίαν, δέχεται θάνατον διὰ τῶν θυρίδων. Ἀλλ’ ἡ νύμφη νῦν τῆς ὥρας τοῦ νυμφίου διὰ τῶν
40θυρίδων ἀπολαύει. Καὶ ζητητέον πῶς ὁ νυμφίος παρακύπτει διὰ τῶν θυρίδων, τουτέστι διὰ τῶν αἰσθήσεων τῶν ἡμετέρων. Ὅταν ἐν νόμῳ Κυρίου μελετῶντες ἡμέρας καὶ νυκτὸς τοῖς θείοις ἐντρυφῶ‐ μεν λόγοις, καὶ μετὰ κατανύξεως καὶ γνώσεως προσ‐
45έχωμεν τοῖς γεγραμμένοις, διανοίγομεν ἡμῶν τὰς θυρίδας, καὶ ὑποδεχόμεθα τοῦ νυμφίου τὸ πρόσωπον. Καὶ ὅταν ἑτέρων ἀναγινωσκόντων τὰ θεῖα λόγια, ἢ περὶ Θεοῦ διαλεγομένων, σπουδαίως ἀκούωμεν, πάλιν διὰ τῶν ἄλλων θυρίδων ὁ νυμφίος παρακύπτει,

81

.

100

(50)

καὶ τὸ οἰκεῖον ἡμῖν ὑποδείκνυσι κάλλος. Οὐ μόνον δὲ διὰ τῶν θυρίδων παρακύπτει, ἀλλὰ καὶ ἀπὸ τῶν δικτύων ἐκκύπτει· οὐ καταλιμπάνει γὰρ αὑτοῦ τὴν
νύμφην θηρευομένην ὑπὸ τῶν ἐπιβούλων δαιμόνων,

81

.

101

καὶ δικτύοις περιβαλλομένην, ἀλλὰ «ῥύεται αὐτὴν ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.» Καὶ ἐν αὐτοῖς δὲ τοῖς πειρασμοῖς ἐκκύπτει διὰ τῶν δικτύων, καὶ ψυχαγωγεῖ αὐτὴν πολιορκουμένην, καὶ
5τὸ φρόνημα αὐτῆς ἀνορθοῖ. Καὶ τοῦτο ἔστιν εὑρεῖν ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Νέᾳ Γραφῇ, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γεγενημένον, καὶ τοὺς εὐσεβεῖς πάσης παρα‐ ψυχῆς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τετυχηκότας. Συν‐ εχώρησε μὲν γὰρ ἁρπαγῆναι τὴν Σάῤῥαν ὑπὸ τοῦ
10Φαραώ· παρέκυψε δὲ διὰ τῶν δικτύων, καὶ τόν τε πατριάρχην Ἀβραὰμ ἐψυχαγώγησε, καὶ τὰ δίκτυα διασπάσας σῶον αὐτῷ τὸ θήραμα καὶ ὑγιὲς ἀπ‐ έδωκεν. Ἠγρεύθη πάλιν ὑπὸ τοῦ Ἀβιμέλεχ, καὶ πάλιν παρακύπτει διὰ τῶν δικτύων, καὶ οὐ μόνον τὸ
15θήραμα ἔσωσεν, ἀλλὰ καὶ τὸν θηρευτὴν εὐεργέτησε. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰσαὰκ πεποίηκε· τοιαῦτα γὰρ ἐπὶ τῇ Ῥεβέκκᾳ πέπονθεν, οἷα ἐπὶ τῇ Σάῤῥᾳ ὁ πατήρ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰακὼβ εἰργάσατο· τοῦ γὰρ κηδεστοῦ καταλαβεῖν αὐτὸν σπουδάζοντος καὶ
20ἀνελεῖν προθυμουμένου, ἐπιφαίνεται πάλιν διὰ τῶν δικτύων, καὶ τὸν μὲν Ἰακὼβ παραθαῤῥύνει, τὸν δὲ Λάβαν δεδίττεται. Καὶ ἡνίκα δὲ πάλιν ἔδεισε τὴν τοῦ ἀδελφοῦ παρουσίαν, φαίνεται καὶ τὸ δέος ἐλαύνει, καὶ θάρσος ἐντίθησι. Καὶ τῷ Ἰωσὴφ δὲ ἐξανδραπο‐
25δισθέντι καὶ δούλῳ γενομένῳ, κἀν τῇ δεσποτικῇ συνῆν οἰκίᾳ, κἀν τῷ δεσμωτηρίῳ παρῆν, καὶ παντα‐ χοῦ διὰ τῶν δικτύων παρακύπτων ψυχαγωγῶν αὐτὸν διετέλει. Καὶ ἵνα τοὺς ἐν μέσῳ καταλίπω ἁγίους, φεύγων τοῦ λόγου τὸ μῆκος, οὕτω τὸν σοφώτατον
30Δανιὴλ ἐψυχαγώγησε παραδοθέντα τοῖς λέουσι, καὶ ἐκ τῶν δικτύων παρακύπτων θαῤῥεῖν παρεσκεύαζεν· οὕτω τοῖς μακαρίοις ἐκείνοις παισὶν εἰς τὴν φοβερὰν ἐκείνην συνελήλυθε κάμινον· οὕτω τοῖς ἁγίοις ἀπο‐ στόλοις εἰς τὸ δεσμωτήριον ἐμβληθεῖσιν ὑπὸ Ἰουδαίων
35θαῤῥεῖν παρεκελεύετο, καὶ μετὰ παῤῥησίας κηρύτ‐ τειν τῆς εὐσεβείας τὸν λόγον· οὕτω μετὰ ταῦτα κατειρχθέντι ἐν Ἱεροσολύμοις τῷ μακαρίῳ Παύλῳ, καὶ τὸν θάνατον προσδοκῶντι, θάρσος ἐντίθησι λέγων, «Θάῤῥει, Παῦλε· ὡς γὰρ ἐμαρτύρω τὰ περὶ ἐμοῦ
40ἐν Ἱεροσολύμοις, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρ‐ τυρῆσαι.» Τοῦτο καὶ ἡ νύμφη αἰνιττομένη φη‐ σίν. ιʹ. Ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου, καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου,
45περιστερά μου. Μαρτυρεῖ τῷ κάλλει τῆς νύμφης ὁ νυμφίος· καὶ οὐχ ἁπλῶς αὐτὴν καλὴν, ἀλλὰ «καλήν μου» καλεῖ· διδάσκων ὅτι λίαν αὐτῷ τὸ κάλλος αὐ‐ τῆς ἀρέσκει. Προσαγορεύει δὲ αὐτὴν καὶ περιστερὰν,
τὴν πνευματικὴν χάριν διὰ τούτου τοῦ ὀνόματος αἰ‐

81

.

104

νιττόμενος· ἐν εἴδει γὰρ περιστερᾶς ἐπ’ αὐτὸν ἐφοί‐ τησε τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ τελείους πνευμα‐ τικοὺς οἶδεν ὁ μακάριος Παῦλος καλεῖν. Διὸ τοῖς ἀτελέσιν ἔτι γράφων φησίν· «Κἀγὼ, ἀδελφοὶ, οὐκ
5ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.» Τοῖς δὲ τελείοις γράφει· «Ὑμεῖς δὲ ἐν σαρκὶ οὐκ ἐστὲ, ἀλλ’ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. «Εἰκότως τοίνυν τὴν ἐν ἀρετῇ τετελειωμένην ψυχὴν ὁ νυμ‐
10φίος περιστερὰν ὀνομάζει· τουτέστι πνευματικὴν, καὶ Πνεύματος ἁγίου πεπληρωμένην. Καὶ γὰρ ὁ προφήτης Ἡσαΐας πόῤῥωθεν ταῦτα προορῶν, καὶ τοὺς ἁγίους ἀποστόλους οἷόν τινας ὑποπτέρους πᾶ‐ σαν τὴν οἰκουμένην περιϊπταμένους θεώμενος, καὶ
15τοὺς ἐκείνων φοιτητὰς καὶ ἀκροατὰς, ὥσπερ τινὰς νεοττοὺς, ἑπομένους αὐτοῖς, βοᾷ καὶ λέγει· «Τίνες οἵδε ὡσεὶ νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς αὐτῶν;» Οὕτω καὶ ὁ νυμφίος ἐνταῦθα τὴν Ἐκκλησίαν αὐτοῦ κάμνουσαν ἐν τοῖς πειρασμοῖς
20ψυχαγωγῶν καὶ παραμυθούμενος, καὶ ἐκ τῶν θυρί‐ δων παρακύπτων, καὶ ἀπὸ τῶν δικτύων ἐκκύπτων, παρακαλεῖ αὐτὴν ἀναστῆναι, καὶ πρὸς αὐτὸν ἀναπτῆ‐ ναι. Ἔδωκε γὰρ αὐτῇ τῆς περιστερᾶς ἐκείνης τὰ πτερὰ, περὶ ἧς ὁ μακάριος Δαβὶδ λέγει· «Ἐὰν κοι‐
25μηθῆτε ἀναμέσον τῶν κλήρων, ἐκεῖ πτέρυγες περι‐ στερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου·» κλήρους τὰς δύο Διαθήκας ὀνομάζων, περιστερὰν δὲ τὴν τοῦ Πνεύματος χάριν, πτερὰ ἔχουσαν περιηργυρωμένα, τὴν τοῦ λόγου λαμ‐
30πρότητα· μετάφρενα δὲ ἐν χλωρότητι χρυσίου, τῶν κεκρυμμένων μυστηρίων τὸ περίβλεπτον· Ἐὰν γὰρ, φησὶν, ἐν μέσῳ τῶν δύο Διαθηκῶν διαναπαύσησθε, καὶ ἑκατέρωθεν τὴν ὠφέλειαν ἑλκύσητε, εὑρήσετε ἐκεῖ τὰ ποικίλα τοῦ Πνεύματος δῶρα. Ἡ νύμφη
35τοιγαροῦν τὴν πνευματικὴν δεξαμένη παραίνεσιν, καὶ κοιμηθεῖσα ἀναμέσον τῶν κλήρων, εὗρε τὰς περιηργυρωμένας πτέρυγας, δι’ ὧν πρὸς τὸν νυμ‐ φίον ἀναπτῆναι παρακελεύεται. ιαʹ—ιγʹ. Ἰδοὺ γὰρ, φησὶν, ὁ χειμὼν παρῆλθεν, ὁ
40ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθασε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Παραθῶ‐
45μεν τούτοις, εἰ δοκεῖ, καὶ τὰς εὐαγγελικὰς τοῦ Κυρίου φωνάς. Πλῆθος γὰρ πολὺ θεασάμενος παν‐ ταχόθεν συῤῥεῦσαν πρὸς αὐτὸν, φησὶ πρὸς τοὺς ἱεροὺς ἀποστόλους· «Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.» Καὶ ἀλλαχοῦ δέ· «Ἤδη, φησὶ, καὶ

81

.

104

(50)

ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ἄλλος ἐστὶ, φησὶν, ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων· ὑμᾶς θερίζειν ἀπ‐
έσταλκα.» Ἐντεῦθεν τοίνυν νοήσωμεν τὸ, «Ἰδοὺ ὁ χει‐

81

.

105

μὼν παρῆλθε.» Τὸν γὰρ πρὸ τῆς παρουσίας αὐτοῦ χρόνον ὀνομάζει χειμῶνα, ἔαρ δὲ τὸ μετὰ τὴν παρ‐ ουσίαν· ἀκμὴν δὲ θέρους, τὸν προσδοκώμενον αἰῶνα. Διό φησιν αὐτὸς, ὅτι «Παρελήλυθε καὶ ὁ χειμὼν
5καὶ ὁ ὑετὸς,» αἱ τοῦ νόμου ἀπειλαὶ, καὶ αἱ σφοδραὶ τῶν ἁμαρτημάτων τιμωρίαι. «Καὶ ἐπορεύθη ἑαυ‐ τῷ.» Παραχωρεῖ γὰρ ἡ σκιὰ τῷ σώματι, ὁ παιδ‐ αγωγὸς τῷ σοφῷ διδασκάλῳ. «Ὤφθη γὰρ τὰ ἄνθη ἐν τῇ γῇ.» Προσεκτέον τῇ ἀκριβείᾳ τῶν λόγων. Οὐ γὰρ
10εἶπεν, οἱ καρποὶ, ἀλλὰ «ἄνθη.» Ἡ γὰρ τελειότης τῶν ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις παρ‐ έχεται. Ἐνταῦθα δὲ οἱ κατὰ τὸν μακάριον Παῦλον φασίν· «Ἄρτι βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.» Ἀλλὰ καὶ «Ὁ
15καιρὸς τῆς τομῆς ἔφθακεν·» ἢ ὡς ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, «κλαδεύσεως.» Μετὰ γὰρ τὴν τοῦ Δεσπότου Χριστοῦ παρουσίαν ταυτησὶ τῆς καθάρσεως πάντα τὰ ἔθνη τετύχηκε. Διὸ καὶ ὁ Κύριός φησιν· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ
20μου ὁ γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν ὃ φέρει καρπὸν, καθαί‐ ρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ.» Διὰ τοῦτό φησι· «Καὶ ὁ καιρὸς τῆς τομῆς ἔφθακεν.» Ἀλλὰ καὶ «Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν.»
25Φωνὴν πάλιν τρυγόνος τὴν τοῦ παναγίου Πνεύματος διδασκαλίαν καλεῖ. Οὕτω γὰρ ὁ μακάριος Δαβὶδ ἐν τῷ Ὑπὲρ τῶν ληνῶν προσαγορευομένῳ ψαλμῷ φη‐ σίν. Εἰρηκὼς γὰρ, «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων ἐπιποθῶ, καὶ ἐκλείπει ἡ
30ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα,» διδά‐ σκει καὶ τῆς ἀγαλλιάσεως τὴν αἰτίαν, καί φησιν· «Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς·» καὶ
35δεικνὺς ἐπιφέρει λέγων· «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.» Καὶ διδάσκει ἡμᾶς, ὅτι νεοτ‐ τοὶ μέν εἰσιν οἱ τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας τετυχηκότες· καλιὰ δὲ αὐτῶν, καὶ νεοττία, τὰ θεῖα θυσιαστήρια, ἐν οἷς τρέφονται, καὶ σιτοῦνται, καὶ
40πτεροφυοῦσιν, καὶ καταβραχὺ τῆς τελειότητος ἀπο‐ λαύουσιν. Οἷον δέ τις μήτηρ αὐτῶν ἐστι τίκτουσα, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, ἡ τροπικῶς ὀνομαζομένη τρυγὼν, διὰ τὸ σῶφρον τοῦ ζώου, καὶ φιλέρημον, καὶ ἐν δένδροις ἀμφιλαφέσι τὰς καλιὰς πηγνύναι. Φησὶ
45τοίνυν ὁ νυμφίος, ὅτι «Φωνὴ τῆς τρυγόνος ἠκού‐ σθη ἐν τῇ γῇ ἡμῶν, καὶ ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,» τουτέστι, τὸν πρώϊμον τῆς πίστεως καρπὸν, δι’ οὗ καὶ ὁ ἕτερος καρπὸς, ὁ τῶν πράξεων, λέγω, μόνιμος γίνεται, καὶ οὐκ ἐκρεῖ, ἀλλὰ πεπαίνεται, καὶ

81

.

105

(50)

ἥδιστος ἀποτελεῖται. «Καὶ ἄμπελοι δὲ κυπρίζουσιν, ἔδωκαν ὀσμήν.» Ἤνθησαν, φησὶ, οἱ τροπικῶς κα‐
λούμενοι ἄμπελοι, καὶ τὴν εὐοσμίαν ἀφίησι.

81

.

108

ιδʹ. Ἀνάστα οὖν, ἐλθὲ, ἡ πλησίον μου. Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. Καλεῖ δὲ αὐτὴν ἐν τῇ σκέπῃ τῆς πέτρας, ἵνα μὴ πά‐ λιν μέλαινα γίνηται. Πέτραν δὲ καλεῖ τὴν εὐσεβῆ
5πίστιν, τὴν ἀληθῆ ὁμολογίαν. Καὶ γὰρ τῷ Κυρίῳ εἰ‐ ρηκότι πρὸς τοὺς μαθητὰς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;» ὁ μακάριος Πέτρος ἔφησε· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» ᾯ ἀπεκρίνατο λέγων· Ἀμὴν, ἀμὴν
10λέγω σοι· σὺ εἶ Πέτρος, καὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδο‐ μήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατ‐ ισχύσουσιν αὐτῆς.» Βούλεται δὲ αὐτὴν καὶ ἔξω γενέ‐ σθαι τοῦ παρόντος βίου. Διὸ καὶ ὁ μακάριος Παῦλός φησιν Ἑβραίοις γράφων· «Ἐξερχώμεθα τοίνυν πρὸς
15αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» Βούλεται αὐτὴν σκοπεῖν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· «Τὰ γὰρ βλεπόμενα πρόσ‐ καιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Διὸ ἐχόμενα τοῦ προτειχίσματος αὐτὴν παρακαλεῖ γενέσθαι, μονονουχὶ
20λέγων πρὸς αὐτήν· «Νέκρωσον τὰ μέλη σου, τὰ ἐπὶ τῆς γῆς·» μελέτησον ἀσαρκίαν ἐν σώματι· ἐπίδειξαι ἀπάθειαν ἐν πάθεσιν· ἔξω γενοῦ τῆς παρούσης πό‐ λεως, καὶ τῶν ταύτης τειχῶν. Ἐὰν γὰρ μὴ παρ’ αὐτῷ γένῃ τῷ προτειχίσματι, οὐκ ἀπολαύσῃ μου τῆς
25κοινωνίας· ἐὰν μὴ βοήσῃς κατὰ Παῦλον, «Ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα·» οὐδεὶς γὰρ στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· Ἐὰν μὴ ἐν μεταιχμίῳ γένῃ τῶν παρόντων καὶ
30τῶν μελλόντων (τοῦτο γὰρ ἡγοῦμαι παραδηλοῦ‐ σθαι διὰ τοῦ «προτειχίσματος»), ὁ γάμος ἡμῶν οὐ γενήσεται. Ἐλθοῦσαν δὲ ἐκεῖ παρακαλῶ σε, δεῖξόν μοι τὴν ὄψιν σου· καθαρὰν ἔχεις σὺ τὴν διά‐ νοιαν· οὐδὲν γὰρ αὐτῇ τῶν βιωτικῶν φροντίδων ἐπι‐
35προσθεῖ· ἐκεῖ βούλομαι τῆς φωνῆς σου ἀκοῦσαι· καθαρὰ γὰρ ἐκεῖ καὶ αὐτὴ γενήσεται, ἀκολασίας ἁπά‐ σης ἀπηλλαγμένη· τότε ἔσται μοι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία· τὸ γὰρ ἐμὸν ἐν σοὶ κατοπτρί‐ ζομαι κάλλος, καὶ τοῖς ἐμοῖς λόγοις κεκοσμημένης
40ἐπαΐω φωνῆς. Ταῦτα πρὸς τὴν νύμφην ὁ νυμφίος εἰρηκὼς, τοῖς οἰκείοις ὑπηρέταις παρακελεύεται, λέγων. ιεʹ. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς, ἀφανί‐ ζοντας ἀμπελῶνας. Τινὲς μὲν οὖν τῶν ἑρμηνευκό‐
45των, τὸ «μικροὺς» ταῖς ἀμπελῶσι συνῆψαν. Οὐδὲν δὲ διαφέρει, εἴτε τοῦτο, εἴτε ἐκεῖνο εἴη τὸ νόημα. Ἀλώπεκας δὲ καλεῖ τοὺς δολερὸν κεκτημένους τὸ φρόνημα, καὶ τὰς τοῦ Κυρίου λυμαινομένους Ἐκκλη‐ σίας, τὰς ἄρτι ἀνθεῖν ἀρξαμένας. Διό φησιν· «Καὶ

81

.

108

(50)

αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.» Αἰνίττεται δὲ διὰ

81

.

109

τῶν ἀλωπέκων τοὺς ταῖς ἐκκλησιαστικαῖς ψυχαῖς πολεμοῦντας αἱρετικοὺς, καὶ ὑπούλως καὶ δολερῶς ὑποκλέπτειν πειρωμένους τοὺς μηδέπω παγίους τῇ πίστει γεγενημένους. Οὗτοι γὰρ τῇ πιθανότητι τῶν
5λόγων, καὶ ταῖς τῶν συλλογισμῶν παγίσι τε καὶ πλο‐ καῖς, τοὺς ἁπλούστερον διακειμένους ἐξαπατῶντες λυμαίνονται ταῖς ἀμπέλοις. Διὰ τοῦτο παρακελεύεται τοῖς τὸ διδασκαλικὸν εἰληφόσι χάρισμα, ἀγρεύειν τούτους καὶ θηρεύειν τοῖς τῆς ἀληθείας ἐλέγχοις, καὶ
10τὰς κυπριζούσας ἀμπέλους τῆς τούτων βλάβης ἐλευ‐ θεροῦν. Τούτων ἡ νύμφη τῶν λόγων ἀκούσασα εὐθύς φησιν· ιϛʹ. Ἀδελφιδοῦς μου ἐμοὶ, κἀγὼ αὐτῷ. Ὥσπερ γὰρ αὐτὸς πάντων με προετίμησεν, οὕτως αὐτὸν ἐγὼ
15πάντων προτίθημι, καὶ ἑτέρῳ συναφθῆναι οὐκ ἀν‐ έχομαι. Τοὺς ἀλωπέκων προσηγορίαν ὁμοῦ καὶ κα‐ κουργίαν περικειμένους βδελύττομαι. Ἄτοπον γὰρ ἀγαπηθεῖσαν, καὶ τοσούτων ἀξιωθεῖσαν, μὴ τοῖς ἴσοις κατὰ τὸ δυνατὸν ἀμείψασθαι τὸν ἀγαπήσαντα. Τού‐
20τοις ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου Παύλου Κορινθίοις γραφέν· «Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυ‐ ρίῳ, καὶ ὁ Κύριος τῷ σώματι.» Τοιοῦτον πάλιν τὸ ὑπ’ αὐτοῦ εἰρημένον· «Ἀλλ’ ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν
25γε καὶ ἡγοῦμαι πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.» Τοιοῦτόν ἐστι καὶ τό· «Χριστῷ συν‐ εσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι‐ στός.» Τοιοῦτόν ἐστι τό· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ
30λιμός; ἢ διωγμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μά‐ χαιρα;» καὶ τὰ ἑξῆς. Τοιοῦτόν ἐστι καὶ τό· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν σταυρῷ τοῦ Χρι‐ στοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κό‐ σμῳ.» Τούτοις ἔοικε τὸ ὑπὸ τῆς νύμφης λεγόμενον·
35«Ἀδελφιδοῦς μου ἐμοὶ, κἀγὼ αὐτῷ.» Σημαίνει δὲ καὶ τίς οὗτος, καὶ τί ποιῶν διατελεῖ, καὶ ποῦ, καὶ πότε, καὶ ἕως πότε. Ὁ ποιμαίνων γὰρ, φησὶν, ἐν τοῖς κρίνοις. (ιζʹ.) Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν
40αἱ σκιαί. Προσεκτέον, ὅτι πρῶτον μὲν ἑαυτὸν ὠνό‐ μασε κρίνον ὁ νυμφίος, κατὰ τὸ ἀνθρώπινον λέγων, ὅτι «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλωμά‐ των.» Δεύτερον δὲ αὐτὴν τὴν νύμφην· «Ὡς κρίνον γὰρ, φησὶν, ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἡ πλη‐
45σίον μου ἀναμέσον τῶν θυγατέρων.» Ἐνταῦθα δὲ καὶ αὐτὴν τὴν πόαν ὠνόμασε κρίνα· «Ὁ ποιμαί‐ νων γὰρ, φησὶν, ἐν τοῖς κρίνοις.» Εὐωδίας γὰρ, φησὶ, πλήρης καὶ ἡ προσφερομένη τοῖς προβάτοις τροφή. Καὶ τοῦτο μὲν κατὰ τοὺς Ἑβδομήκοντα

81

.

109

(50)

νοητέον· ὁ δὲ Σύμμαχός φησιν· «Οἱ ποιμαίνοντες
ἄνθη· ὡς εἶναι δηλονότι αὐτοὺς τοὺς ποιμαίνοντας

81

.

112

ἄνθη, ἃ ἐκάλεσε κρίνα. «Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέ‐ ρα, καὶ κινηθῶσιν αἱ σκιαί.» Σκιὰς δὲ καλεῖ τὰ ἀν‐ θρώπινα πράγματα. Διὸ καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ὡς σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην.»
5Καὶ πάλιν· «Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ παράγουσι.» Καὶ ὁ γενναῖος Ἰώβ· «Σκιὰ γάρ ἐστιν ὁ βίος ἀνθρώ‐ που ἐπὶ τῆς γῆς.» Οὐδὲν γὰρ μόνιμον, οὐδὲ βέβαιον, οὐδὲ σταθηρὸν, καὶ διαρκὲς, καὶ οἱονεὶ οὐσιῶδες, τοῦ παρόντος βίου τὰ δοκοῦντα τερπνά· οὐ πλοῦτος, οὐ δόξα
10οὐ δυναστεία, οὐχ ὑγεία σωμάτων, οὐκ εὐμορφία, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ σκιώδη τυγχάνει, ταῖς σκιαῖς παραπλησίως διαλυόμενα. Ποιμαίνει τοίνυν ἡμᾶς ὁ νυμφίος, ἕως ἂν τὸ φλογῶδες τῆς ἡμέρας παρέλθῃ καὶ διαπνεύσῃ τῆς σωτηρίας ἡ δρόσος, καὶ
15κινηθῶσι μὲν αἱ σκιαὶ, φανῇ δὲ τὰ μέλλοντα διαρκῆ καὶ μόνιμον τὴν ὕπαρξιν ἔχοντα. Ἐπεὶ δὲ ὡς μία εἰσὶ τῷ νυμφίῳ νυμφευθεῖσαι αὐτῷ τετελειωμέναι ψυχαὶ, ἑνικῶς πρὸς αὐτὸν ἀποκρινόμεναί φασιν· «Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ·» ἤγουν, Ὁ ἀγα‐
20πητός μου ἐμοὶ κατ’ εἰκόνα ὁρᾶται, κἀγὼ αὐτῷ ζῶ, καὶ οὐκ ἐμαυτῇ, κατὰ τὸν μέγαν Ἀπόστολον· «Ὁ ποιμαίνων ἐν τοῖς κρίνοις· ἤγουν, «Ὁ διέπων διὰ τῶν ἁγίων αὐτοῦ ἐντολῶν, ἐν ταῖς μὴ συμπνιγομέ‐ ναις κατὰ τὰς βιωτικὰς φροντίδας διδασκάλοις ψυχαῖς,
25τὰ λογικὰ πρόβατα, ἅπερ εἰσὶν οἱ παρ’ αὐτῶν διδα‐ σκόμενοι. «Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶ‐ σιν αἱ σκιαί·» δηλαδὴ, μέχρις ἂν ἐπιστῇ ἡ κατὰ τὸν μέλλοντα ὁλολαμπὴς ἡμέρα καὶ ἄσκιος, καὶ πάντα τὰ παρόντα, ἅπερ εἰσὶν αἱ σκιαὶ τῶν μελλόντων, παρέλ‐
30θωσι· καθ’ ἣν ἡμέραν τὴν ἑαυτοῦ ποίμνην ὁ ποιμὴν ὁ καλὸς εἰς τὰς αἰωνίους ἀναπαύσει μονάς. «Ἀπόστρε‐ ψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωνι, ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη κοιλωμάτων.» Προτρέ‐ πει δὲ τὸν νυμφίον ἐνταῦθα τοῖς προειρημένοις ἐοι‐
35κότα ζώοις ἐπιβῆναι τῶν ἐν τοῖς κοιλώμασιν ὀρῶν, βουλομένη πάντας αὐτοῦ τῆς συνουσίας ἀπολαύειν. «Ὄρη δὲ κοιλωμάτων» ἐνταῦθα προσαγορεύει τοὺς ἐν μέσῳ κοίλων τινῶν καὶ ταπεινῶν τὴν διάνοιαν ὑπερανεστηκότας, καὶ ὑψηλῷ φρονήματι κεχρημέ‐
40νους· καὶ παρακαλεῖ καὶ τούτους ἀπολαῦσαι τῆς τοῦ νυμφίου παρουσίας· ὃ καὶ πεποίηκε τῶν τῆς νύμφης ἀκούσας ἱκετειῶν. Μονωθεῖσα οὖν ἡ νύμφη δυσχε‐ ραίνει καὶ ἀνιᾶται, καὶ διηγεῖται ταῖς νεάνισι τὸ πά‐ θος, καί φησιν·
45ΚΕΦΑΛ. Γʹ. Στίχ. αʹ. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. Ἐζήτησα αὐτὸν, καὶ οὐχ
εὗρον αὐτόν. Ἐπεκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ

81

.

113

μου. (βʹ.) Ἀναστήσομαι δὲ, καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐπεκάλεσα αὐτὸν, καὶ οὐχ
5ὑπήκουσέ μου. Γυμνάζων πολλάκις ὁ τῶν ὅλων Θεὸς τῶν εὐσεβῶν τὰς ψυχὰς, πειρασμοῖς ποικίλοις συγχωρεῖ περιπίπτειν, καὶ ποτὲ μὲν ἀπαλλαγὴν αἰ‐ τουμένοις δίδωσι, ποτὲ δὲ ἀναβάλλεται τὴν δόσιν, πανταχόθεν ὠφέλειαν τοῖς θιασώταις μηχανώμενος·
10τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Δαβὶδ εἰρημένον· «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀπο‐ στρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ· ἕως τίνος θή‐ σομαι βουλὰς ἐν ψυχῇ μου; ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός
15μου ἐπ’ ἐμέ;» Πολλάκις γὰρ, ὡς εἰκὸς, ἱκετεύσας, καὶ ἀπαλλαγὴν τῶν λυπηρῶν αἰτήσας, οὐκ ἔτυχε τῆς δεήσεως· διὸ ἀλύων ὡς διαμαρτὼν, καὶ ἀδημονῶν τοῖς τοιούτοις κέχρηται λόγοις. Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· «Τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα
20μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγε‐ λος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Καὶ παρακαλεῖ Παῦ‐
25λος, καὶ οὐ τυγχάνει· τὸ γὰρ μὴ λαβεῖν τὴν αἴτησιν ὠφελιμώτερον ἦν. Διὸ διδασκόμενος ὃ ἠγνόει, μεθ’ ἡδονῆς τὸ μὴ λαβεῖν ἃ ᾔτηκε δέχεται· καὶ βοᾷ λέγων· «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.»
30Καὶ Ἠλίας δὲ ὁ πάνυ δειλιάσας τῆς Ἰεζάβελ τὰς ἀπειλὰς, ἀποδιδράσκει μὲν εἰς τὴν ἔρημον, ζητεῖ δὲ τὸν ἐπίκουρον· καὶ καταλιπὼν αὐτὸν πρὸς ὀλίγον ἐγγυμνασθῆναι τῷ φόβῳ ὁ σοφὸς τῶν εὐσεβῶν παι‐ δοτρίβης τε καὶ ἀγωνοθέτης, ἐπιφαίνεται αὐτῷ, καὶ
35ὡς ἀγνοῶν πυνθάνεται τῆς φυγῆς τὴν αἰτίαν, οὐκ ἐπιτωθάζων αὐτῷ, ἀλλὰ διδάσκων τῆς φυγῆς τὴν οἰκονομίαν, καὶ παιδεύων εἶναι συγγνώμονα, ἀνθρω‐ πείαν φύσιν περικείμενον, καὶ ὑπὸ τῶν ταύτης παθῶν πολεμούμενον. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἀναδραμεῖν
40καιρός. Ἐνταῦθα γὰρ ἡ νύμφη, τοῦ νυμφίου πρὸς βραχὺ χωρισθέντος, ἐπιζητεῖ μὲν αὐτὸν ἐν τῇ κοίτῃ, καὶ τοῦτο οὐ μεθ’ ἡμέραν, ἀλλὰ νύκτωρ· οὐχ εὑρίσκει δὲ αὐτὸν ἀναπαυόμενον. Καὶ ταῦτα οὐ μόνον ζητοῦσα, ἀλλὰ καὶ καλοῦσα. Ἀνίσταται δὲ, καὶ περινοστεῖ τὴν πό‐
45λιν, τὰς ἀγορὰς, τὰς πλατείας· ὁ γὰρ πόθος ἠνάγ‐ καζε, καὶ μένειν οἴκοι ἡ τῆς ἀγάπης οὐ συνεχώρει φλόξ· περιτυγχάνει δὲ καὶ τοῖς τῆς πόλεως φύλαξι καὶ πυνθάνεται αὐτῶν, λέγουσα· γʹ, δʹ. Εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε;

81

.

113

(50)

Ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. Αὐτοῦ τὸ κατ’
ἐνέργειαν εὐεργετικὸν, καὶ τὸ κατ’ οὐσίαν ἄτρεπτον.

81

.

116

Τί δὲ οὗτος ἂν τὴν οὐσίαν εὐεργετικός ἐστι, καὶ ἄτρεπτος, οὐκ ἠδυνήθην εὑρεῖν; Κἂν γὰρ ἀγαθὸν καὶ ἀλήθειαν ἐντεῦθεν ἐκάλεσα αὐτὸν, οὐχ ὑπήκουσέ μου, ἐπειδὴ καὶ ὑπὲρ ταῦτά ἐστιν· ὅτι τὸ ὄνομα αὐτοῦ
5ὑπὲρ πᾶν ἐστιν ὄνομα· καὶ αὕτη μὲν τὸν ἀγαπητόν μου, ὡς εἴρηκα, οὔπω ἠδυνήθην εὑρεῖν· οἱ δὲ ἅγιοι ἄγγελοι εὕροσάν με, οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· εὕροσαν δέ με ἐν τῷ καθαίρειν με διὰ πρά‐ ξεως, καὶ φωτίζειν διὰ θεωρίας, τὴν διὰ κακίαν καὶ
10ἄγνοιαν ἀπολωλυῖαν, καὶ μαθήτριαν τῶν πνευμάτων τῆς πονηρίας γεγενημένην ποτὲ, καὶ διὰ τοῦτο τοῖς ἀγαθοῖς τούτοις ἀγγέλοις μὴ πρὸς μαθητείαν εὑρι‐ σκομένην· οἳ τηροῦσι πρὸς ἔπαινον ἢ ἔλεγχον ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως τά τε φανερὰ,
15καὶ ἀφανῆ μου κινήματα, καὶ πᾶν νόημά τε καὶ ποίημα· κἀντεῦθεν ἐν τῷ μή τι τούτων κατα‐ λιμπάνειν ἀνεπισκόπευτον, περικυκλοῦσί με, ποιού‐ μενοι ἐν ἐμοὶ, ὡς ἔν τινι πόλει τὰς ἀναστροφάς. Οὕτω δὲ τούτων περιτυχόντων με, φημὶ πρὸς αὐ‐
20τούς· «Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε;» Ἤγουν, Μὴ ὃν καταλαβεῖν μὲν ἐπόθησα, οὐκ ἠδυνήθην δὲ, κἂν αὐτοὶ, οἱ τοῦτον περιχορεύοντες ὡς λειτουργικὰ πνεύματα, ἐθεάσασθε ὅπως φύσεως ἔχει, ἵνα κἀμὲ ταύτην ἀναδιδάξητε; Ἐπεὶ δὲ καὶ τοῖς ἁγίοις ἀγγέ‐
25λοις ἀκατάληπτος ὁ νυμφίος τὴν οὐσίαν ἐστὶ, καὶ διὰ τοῦτό μοι ἀπόκρισιν ἐπὶ τοῦ ἐρωτήματος οὐ δεδώ‐ κασι, σιωπῇ με διδάξαντες τὸ μηδὲ τούτοις αὐτὸν εἶναι καταληπτὸν, κτιστοῖς οὖσι τὸν ἄκτιστον, παρῆλ‐ θον καὶ ἀπ’ αὐτῶν, τὸν ποθούμενόν μοι ἀναζητοῦσα.
30Καὶ ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· «Ἐκράτησα αὐτόν.» Ἤτοι ὡς βραχὺ, διὰ μόνον τὸ κτιστὸν νῷ καὶ αὐ‐ τὴν τὴν ἀγγελικὴν φύσιν διέβην, ἵνα τὸν ἄκτιστον εὕρω τὸν ἀγαπητόν μου, ὡς εὐεργέτην μου, πίστει
35μόνῃ κατέσχον αὐτόν· πάντα τὰ ὄντα διεξελθοῦσα, καὶ ἀπ’ αὐτῆς βεβαιωθεῖσα τῆς πείρας, ὅτι ὁ πάντων αἴτιος, ὑπὲρ πάντα τὰ ὄντα ἐστὶ, καὶ ἐν οὐδεμιᾷ φύσει, εἴτε αἰσθητῇ, εἴτε νοητῇ, καθ’ οὐσίαν ὁρᾶται, ὑπερούσιος ὤν. Οὕτως οὖν πάντα τὰ ὄντα διεπέρασα,
40ζητοῦσα τὸν ἐμοὶ ποθεινότατον νυμφίον εἰσοικί‐ σασθαι. «Καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με.» Ἤγουν οὐκ ἐπαυσάμην ζητεῖν τὸν ἐμὸν ἐραστὴν, ἕως οὗ εἰσῳκισάμην αὐτὸν εἰς νοῦν,
45ὃς οἶκος μὲν τῆς δίκην μητρὸς αἰτίας πάντων Θεοῦ σοφίας ἐστὶν, ὡς ταύτης διὰ τὸ καθ’ ὁμοίωσιν χωρη‐ τικός· ταμιεῖον δὲ πάλιν αὐτῆς, ὡς τοὺς ἀποκρύφους ταύτης θησαυροὺς διὰ τὸ κατ’ εἰκόνα ἔχον ἀποθέτους ἐν ἑαυτῷ· ἥτις με σοφία συνέλαβεν, ὡς πρὸ κατα‐

81

.

116

(50)

βολῆς κόσμου τὴν ὑπεράγαθον περὶ ἐμὲ βούλησιν ἔχουσα· διὸ καὶ δι’ ἐμὲ τὴν ἀνθρωπείαν πάντως φύσιν, τό τε δὲ τὸ πᾶν, ὑπεστήσατο· «Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν.» Καὶ μικρὸν
55τούτους διαδραμοῦσα, λέγει αὐτὸν εὑρηκέναι, καὶ μὴ

81

.

117

ἐάσαι, ἕως οὗ αὐτὸν εἰσήγαγεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης αὐτήν. Πόλιν δὲ καλεῖ τὸν τοῦ Θεοῦ οἶκον, ἣν ἐκκλη‐ σίαν προσαγορεύομεν· ἀγορὰς δὲ καὶ πλατείας, τὰς
5θείας Γραφάς· φύλακας δὲ τῆς πόλεως, τοὺς ἁγίους προφήτας καὶ τοὺς ἱεροὺς ἀποστόλους, ὧν ἡ εὐσεβὴς πυνθάνεται ψυχὴ τὸν θεῖον λόγον ἐπιποθοῦσα. Μεθ’ οὓς εὑρίσκει τὸν νυμφίον ὑπό τινων δορυφόρων ἢ ῥαβδοφόρων δορυφορούμενον, καὶ ἐπιλαβομένη κατ‐
10έχει, καὶ καταλιπεῖν οὐκ ἀνέχεται, ἕως ἂν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, καὶ εἰς τὸ ταμιεῖον τῆς συλ‐ λαβούσης αὐτὴν εἰσαγάγῃ αὐτόν. Μητέρα δὲ τῶν εὐ‐ σεβῶν ἴσμεν τὴν ἄνω Ἱερουσαλὴμ, περὶ ἧς ὁ μακά‐ ριος λέγει Παῦλος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευ‐
15θέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Ὑπ‐ ισχνεῖται τοίνυν ἡ νύμφη ἐπιλαβομένη τοῦ νυμφίου, μὴ καταλείψειν αὐτὸν, ἕως ἂν εἰς τὸν νυμφῶνα καὶ τὴν παστάδα τὴν εὐτρεπισμένην καταταυτὸν εἰσέλ‐ θωσι. Ταῦτα διηγησαμένη ταῖς νεάνισι, πάλιν αὐ‐
20τὰς εἰς τὸν ὅμοιον προτρέπει πόθον, καί φησιν·
24εʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν
25ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. Δῆλα δὴ ταῦτα ἐκ τῶν ἐν τῇ ἀρχῇ τοῦδε τοῦ λόγου ἑρμηνευομένων· δὶς γὰρ αὐταῖς ἐπιφέρει τοῦ‐ τον τὸν ὅρκον, ἐνθεῖναι αὐταῖς θερμὴν τὴν ἀγάπην τοῦ
30νυμφίου προαιρουμένη. Ταῦτα τῆς νύμφης εἰρηκυίας, καὶ κάλλος ἄῤῥητον ἐκ τῆς τοῦ νυμφίου περιλήψεως εἰληφυίας, ἐκπληττόμεναι αἱ θεῖαι δυνάμεις φασίν. ϛʹ. Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, στελέχη καπνοῦ ὡς τεθυμιαμένη σμύρναν καὶ
35λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ, Ὥσπερ γὰρ τὸν νυμφίον ὁρῶντες, μετὰ τὴν τοῦ διαβόλου νίκην καὶ τὴν τοῦ θανάτου κατάλυσιν, εἰς οὐρανοὺς ἀνιόντα, θαυμάζουσι καὶ λέγουσι· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» καὶ μανθάνουσιν, ὅτι «Κύ‐
40ριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πο‐ λέμῳ·» καὶ μανθάνειν ἀκριβέστερον βουλόμεναι πάλιν ἐρωτῶσι· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» καὶ ἀκούουσιν, ὅτι «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης·» οὕτως ἐν‐
45ταῦθα τῆς νύμφης τὴν ὥραν θαυμάζοντές φασιν· «Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου;» Ἔρημον δὲ καλοῦσι τῶν ἀνθρώπων τὴν φύσιν, διὰ τὴν προτέ‐ ραν ἀσέβειαν. Διὸ καὶ ὁ Ἡσαΐας βοᾷ· «Εὐφράνθητι, ἔρημος διψῶσα· εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω

81

.

117

(50)

ὡς κρίνον.» Ὥσπερ δὲ ἐνταῦθα ἐκπλήττονται, ὅτι τοσοῦτον κάλλος ἐκ τῆς ἐρήμου βεβλάστηκεν· οὕτως ἐν τῇ Ἡσαΐου προφητείᾳ θαυμάζουσι τὸν νυμφίον ὁρῶντες, καὶ λέγουσι, «Τίς οὗτος ὁ παραγενόμενος
ἐξ Ἐδώμ; Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;»

81

.

120

Σημαίνει δὲ τὸ μὲν Ἐδὼμ τὴν γῆν, τὸ δὲ Βοσὸρ τὴν σάρκα. Καὶ ἐκπληττόμενοι αὐτοῦ τὸ κάλλος βοῶσιν Οὗτος ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος. Ἱνατί σου ἐρυθρὰ τὰ ἱμάτια, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους
5καταπεπατημένης; Καί φασιν· «Ἐν σώματι ὢν λάμπει.» Στολὴν αὐτοῦ τὸ σῶμα προσηγορεύκασι· καὶ βίαιον ἔχει τὸ κάλλος, ἅπαντας τοὺς ὁρῶντας βιαζόμενον. Οὕτω ἐνταῦθα ἐκπλήττονται, οὐ μόνον ὅτι καλὴ ἡ νύμφη, ἀλλ’ ὅτι καὶ ἀπὸ τῆς ἐρήμου
10ἀναβαίνουσα, τουτέστιν ἀπὸ βάθους εἰς ὕψος ἀνερχο‐ μένη, καὶ ἀπὸ τῶν ταπεινῶν ἐπὶ τὰ μετέωρα βαδί‐ ζουσα. «Καὶ ἔοικε, φησὶ, στελέχῃ καπνοῦ τεθυμια‐ μένῃ.» Ἀσαφὴς μὲν ἡ συνθήκη· τῇ γὰρ Ἑβραίων γλώττῃ δουλεύσαντες οἱ Ἑβδομήκοντα οὐκ ἐσα‐
15φήνισαν τὴν διάνοιαν· ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμα‐ χος τὴν ἔννοιαν ἡμῖν παρεδήλωσαν εἰρηκότες, «Ὡς ὁμοίωσις καπνοῦ ἀπὸ θυμιάματος.» Μιμεῖται δὲ καὶ στελέχην πολλάκις θυμιάματος καπνὸς ἐν τῷ ἀέρι οἱονεὶ τυπούμενος. Καὶ εἰκότως αὐτὴν καπνῷ θυμιά‐
20ματος ἐοικέναι φασὶ, τὴν κατὰ τὸν μακάριον Παῦλον παραστήσασαν τὰ μέλη αὐτῆς θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, καὶ προσφέρουσαν διηνεκῶς τὴν τῆς αἰνέσεως θυσίαν, καὶ τὰ μέλη αὐτῆς τὰ ἐπὶ τῆς γῆς νεκρώσασαν, καὶ τῷ Χριστῷ συνταφεῖσαν,
25καὶ ὁλοκαύτωσιν ἑαυτὴν τῷ Θεῷ προσκομίσασαν. Διδάσκουσι δὲ καὶ ποίῳ αὐτὴν καπνῷ θυμιάματος ἀπείκασαν· σμύρναν γάρ φασι καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ. Δῆλον δὲ ὅτι λίβανος μὲν Θεῷ κατὰ τὸν Μωσαϊκὸν ἀπονενέμηται νόμον·
30ἡ δὲ σμύρνα νεκρῶν ἐστι σωμάτων ἀλοιφή. Σημαί‐ νουσι τοίνυν διὰ τούτων τῶν ὀνομάτων οἱ τῆς νύμφης τὸ κάλλος θαυμάζοντες, ὅτι διὰ τοῦτό ἐστιν εὐώδης, καὶ ἀτμῷ θυμιάματος ἀπεικασμένη, ὅτι καὶ τὴν ἀνθρωπότητα καὶ τὴν θεότητα προσκυνεῖ, καὶ τῷ
35θανάτῳ πιστεύουσα, καὶ τὴν πρὸ τῶν αἰώνων ὕπαρξιν ὁμολογεῖ. Ἀπὸ πάντων τοίνυν τῶν κονιορτῶν τοῦ μυρεψοῦ θαυμάζουσιν αὐτῆς τὴν σμύρναν, καὶ τὸν λίβανον. Ἔχει μὲν γὰρ καὶ τὰς ἄλλας ἀρετὰς οἷον ἀπό τινος μυρεψοῦ τῆς θείας Γραφῆς ταύτας συλλέ‐
40γουσα· ἐξαίρετα δὲ αὐτῆς ἡ σμύρνα καὶ ὁ λίβανος, τουτέστιν ἡ θεολογία τε καὶ οἰκονομία. Οὕτω τῆς νύμφης τὸ κάλλος θαυμάσαντες, διηγοῦνται αὐτῇ τοῦ νυμφίου τὸν πλοῦτον, καί φασιν· ζʹ, ηʹ. Ἰδοὺ ἡ κλίνη τοῦ Σολομὼν, ἑξήκοντα
45δυνατοὶ κύκλῳ αὐτῆς, ἀπὸ δυνατῶν Ἰσραήλ. Πάντες κατέχοντες ῥομφαίας, δεδιδαγμένοι πό‐ λεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐ‐ τοῦ, ἀπὸ θάμβους ἐν νυξίν. Ζητητέον δὲ πρὸ πάν‐ των, τί δήποτε Σολομῶντα τὸν νυμφίον προσαγο‐

81

.

120

(50)

ρεύουσι· τὸ, Σολομῶν, εἰρηνικὸς προσαγορεύεται· καὶ τοῦτο ἐν ταῖς Παραλειπομέναις ἔστιν εὑρεῖν·
φησὶ γὰρ ὁ Θεὸς πρὸς βουληθέντα τὸν Δαβὶδ τὸν νεὼν

81

.

121

οἰκοδομῆσαι· «Ἰδοὺ υἱὸς τίκτεταί σοι· οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σολομών ὄνομα αὐτῷ· καὶ εἰρήνην, καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ
5ἐν ταῖς ἡμέραις αὐτοῦ. Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν, καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ ἑτοιμάσω τὸν θρόνον τῆς βασιλείας αὐτοῦ ἐν Ἰσραὴλ ἕως αἰῶνος.» Εὔδηλον δὲ ὅτι Σολομὼν τετελεύτηκεν οὐδὲ πολὺν βιώσας χρό‐
10νον, καὶ ὅτι ὁ θρόνος αὐτοῦ τέλος ἔλαβεν. Σολομῶντα τοίνυν προσαγορεύει τὸν εἰρηνικὸν ἡμῶν Κύριον, περὶ οὗ φησιν ὁ μακάριος Παῦλος· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Διὸ καὶ ὁ μακάριος
15Δαβὶδ Εἰς Σολομῶντα μὲν ἐπιγράφει τὸν οαʹ ψαλμὸν, τὰ δὲ τοῦ Σωτῆρος ἡμῶν ἐν αὐτῷ διηγεῖται κατορ‐ θώματα. «Κρινεῖ γὰρ, φησὶ, τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ
20τῆς σελήνης γενεὰς γενεῶν.» Οὔτε δὲ τῷ ἡλίῳ συμπαραμεμένηκε Σολομὼν, οὔτε πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ἀλλὰ ταῦτα ἁρμόττει τῷ ἐκ Σολο‐ μῶντος βλαστήσαντι Ἰησοῦ Χριστῷ κατὰ τὸ ἀνθρώ‐ πινον· ὃς πρὸ τῶν αἰώνων ὑπάρχων, «Κατέβη ὡς
25ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.» Πόκον δὲ ἐνταῦθα τὴν Παρθένον προσ‐ ηγόρευσε. Καθάπερ γὰρ ὑετὸς ἐπὶ πόκον ἀψοφητὶ κάτεισιν, οὕτως ὁ σωτήριος ἐκεῖνος τόκος πάντων ἀνθρώπων ἀγνοούντων ἐγένετο. Τούτοις ἐπιφέρει·
30«Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης· ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης,» καὶ τὰ ἑξῆς ἅπαντα τῆς αὐτῆς διανοίας ἐχόμενα· οὐ γὰρ
35νῦν καιρὸς τὸν ψαλμὸν ἑρμηνεύειν. Ἕως δὲ τῶν περάτων τῆς οἰκουμένης οὐχ ὁ Σολομὼν ἐκυρίευσεν, ἀλλ’ ὁ ἐκ Σολομῶντος βλαστήσας κατὰ τὸ ἀνθρώπειον Ἰησοῦς Χριστὸς, καὶ Σολομὼν προσαγορευόμενος διὰ τὸ εἰρηνικὸν καὶ πρᾶον, καὶ εἰρήνης παρεκτικόν.
40Ἐπειδὴ τοίνυν τίς ὁ Σολομὼν μεμαθήκαμεν, φέρε τῆς ἑρμηνείας ἁψώμεθα. «Ἰδοὺ ἡ κλίνη τοῦ Σολο‐ μών.» Κλίνην τοῦ νυμφίου τὰς θείας νοήσωμεν Γραφάς. Ἐν ἐκείναις γὰρ οἱονεὶ συνανακλινομένη ἡ νύμφη τῷ νυμφίῳ, καὶ τὰ τῆς διδασκαλίας σπέρματα
45δεχομένη, συλλαμβάνει, καὶ κύει, καὶ ὠδίνει, καὶ τίκτει τὴν πνευματικὴν ὠφέλειαν, ὡς βοᾷν μετὰ τοῦ προφήτου· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» —

81

.

121

(50)

«Ἑξήκοντα, φησὶ, δυνατοὶ κύκλῳ αὐτῆς, ἀπὸ δυνα‐ τῶν Ἰσραήλ. Πάντες κατέχοντες ῥομφαίας, δεδι‐
δαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν

81

.

124

μηρὸν αὐτοῦ, ἀπὸ θάμβους ἐν νυξίν.» Τὸν ἑξήκοντα ἀριθμὸν ἐνταῦθα κεῖσθαι ἡγοῦμαι οὐκ ἐπὶ ταύτης τῆς ποσότητος, ἀλλὰ τοὺς ἐν τῇ Παλαιᾷ διαπρέψαν‐ τας ἁγίους τούτῳ δηλοῦσθαι τῷ ὀνόματι. Τὸν μὲν γὰρ
5δέκα τέλειον εἶναί φασιν ἀριθμόν· τὸν δὲ ἓξ τοῖς ὑπὸ νόμον ἁρμόττοντα. «Ἓξ γὰρ, φησὶν, ἡμέραις ἐργᾷ.» Τοὺς ἐν νόμῳ τοίνυν τελειωθέντας κύκλῳ τῆς κλίνης ἑστάναι φασὶν, ἀπὸ μὲν τοῦ Ἰσραὴλ τὸ γένος κατά‐ γοντας, δυνατοὺς δὲ ὄντας ὑπὲρ ἅπαντας, καὶ ῥομ‐
10φαίαν κατέχοντας, καὶ πολεμικὴν ἐμπειρίαν εἰδότας, καὶ ἄλλας ῥομφαίας ἐπὶ τῶν μηρῶν φερομένους. «Ἀπὸ θάμβους, φησὶν, ἐν νυξίν.» Σαφέστερον δὲ ὁ Σύμμαχος τοῦτο πεποίηκεν εἰρηκὼς, «διὰ φόβους νυκτερινούς.» Οὗτοι, φησὶν, οἱ δυνατοὶ περιέπουσιν
15αὐτοῦ τὴν κλίνην, διὰ τὰς τῶν ἐναντίων ἐπιδρομὰς τὴν νύμφην φυλάττοντες. Δύο δὲ ῥομφαίας ἐπιφέ‐ ρονται, τὴν μὲν ἐν τῷ μηρῷ, τὴν δὲ ἐν τῇ χειρί· τὸν ἐλεγκτικὸν λόγον, καὶ τὸν κεκρυμμένον καὶ μυ‐ στικόν· καὶ τὸν μὲν ἐλεγκτικὸν ἐν προχείρῳ, τὸν δὲ
20μυστικὸν, ἐν ταμιείῳ ἔνδον ἐν τῷ κολεῷ.
22 θʹ, ιʹ. Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σο‐ λομὼν ἀπὸ ξύλων τοῦ Λιβάνου. Στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ τὸ ἀνάκλιτον αὐτοῦ
25χρυσίον· ἐπίβασις αὐτοῦ πορφυρᾶ· ἐντὸς αὐ‐ τοῦ λιθόστρωτον· ἀγάπην ἀπὸ θυγατέρων Ἱε‐ ρουσαλήμ. Πάλιν ἐνταῦθα φορεῖον τοὺς ἁγίους νοήσωμεν ἀποστόλους, βαστάσαντας τὸ ὄνομα Κυρίου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· καὶ
30γὰρ περὶ τοῦ μακαρίου Παύλου τοῦτο τῷ Ἀνανίᾳ φησὶν ὁ Χριστός· «Πορεύου ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ.» Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος Παῦλος βοᾷ· «Εἰ δοκιμὴν ζητεῖτε
35τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Τούτους δὲ καὶ ἵπ‐ πους ὁ μακάριος Ἀββακοὺμ ὀνομάζει· «Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.» Καὶ πάλιν· «Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.» Θά‐
40λασσαν δὲ καλεῖ τὰ ἔθνη, ἃ τότε τῶν ἀποστόλων κηρυττόντων διεταράττετο· διὸ καὶ οἱ ἀπιστοῦντες περὶ αὐτῶν ἔλεγον· «Οἱ τὴν οἰκουμένην ἀναστατώ‐ σαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων.» Οὒς ὁ Ἀββακοὺμ τοίνυν ἵππους ὠνόμασε,
45τούτους φορεῖον ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων προσ‐ αγορευομένους εὑρίσκομεν. «Ἐποίησε τοίνυν ἑαυτῷ φορεῖον ὁ βασιλεὺς Σολομὼν ἀπὸ ξύλων τοῦ Λι‐ βάνου.» Λίβανον τὴν Ἱερουσαλὴμ, καὶ τὴν Ἰου‐ δαίων πληθὺν, ἡ θεία πολλάκις προσαγορεύει Γραφή·

81

.

124

(50)

καὶ τοῦτο ἐν τοῖς προοιμίοις τοῦ λόγου ἐκ προφητι‐ κῶν ἀπεδείξαμεν συγγραμμάτων. Ἐπειδὴ τοίνυν
ἐξ ἐκείνων κατῆγον τὸ γένος οἱ μακάριοι ἀπόστολοι,

81

.

125

εἰκότως φησὶ τὸ φορεῖον ἀπὸ ξύλων τοῦ Λιβάνου κατ‐ εσκευάσθαι. Τοὺς δὲ στύλους αὐτοῦ, φησὶν, ἐποίησεν ἀργύριον. Εὑρίσκομεν δὲ αὐτοὺς καὶ στύλους ὀνομα‐ σθέντας· ὁ γὰρ μακάριος Παῦλος Γαλάταις γράφων
5φησί· «Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρ‐ νάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν.» Φασὶ δὲ καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον εἶναι. Δηλοῖ δὲ τὸ εὐαγγελικὸν κή‐
10ρυγμα, ᾧ ὁ θεῖος ἐπαναπαύεται λόγος. «Ἐπίβασις αὐτοῦ πορφυρᾶ·» τοῖς μὲν γὰρ ἀρχομένοις τὸ βασι‐ λεύεσθαι πρέπει, τοῖς δὲ τετελειωμένοις νυμφοστο‐ λεῖσθαι. Καὶ ἐντὸς αὐτοῦ λιθόστρωτον· μαργαρίταις γὰρ ἔοικε, καὶ λίθοις τιμίοις, τὰ θεῖα λόγια, κατὰ
15τὸν εἰπόντα προφήτην· «Τὰ κρίματα Κυρίου ἀλη‐ θινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.» Καὶ πάλιν· «Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.» Καὶ «Ἡ βασιλεία δὲ τῶν οὐρανῶν ἔοικε,
20κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἐμπόρῳ ζητοῦντι κα‐ λοὺς μαργαρίτας.» Καὶ ἀλλαχοῦ δέ φησι· «Μὴ βά‐ λητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοί‐ ρων.» Τοιοῦτον εἶναι τὸ φορεῖον τοῦ βασιλέως ἀποδείξασαι, προτρέπουσι τὰς θυγατέρας Ἱερου‐ σαλὴμ εἰς θεωρίαν ἐξελθεῖν τοῦ νυμφίου, ἰδεῖν τὸν προκείμενον αὐτῷ στέφανον, καί φασιν·
25 ιαʹ. Ἐξέλθετε, καὶ ἴδετε Σολομὼν, θυγατέ‐ ρες Σιὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐ‐ τοῦ. Δηλοῦσι δὲ, ἵνα συντόμως καὶ σαφῶς τὴν
30ἑρμηνείαν προσαγάγωμεν τὸ μῆκος φυγόντες· «Ὦ θυγατέρες Ἱερουσαλὴμ καὶ Σιών.» Σιὼν δὲ πάλιν τὴν ἐπουράνιον ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Παῦλος λέγων· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν
35ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» —«Ὑμεῖς τοίνυν, φασὶν, ὦ θυγατέρες Σιὼν καὶ Ἱερουσαλὴμ, ἐξέλθετε, καὶ ἴδετε·» ἀμήχανον γὰρ ἡμᾶς ἰδεῖν μὴ ἔξω τῶν βιωτικῶν γενομένους πραγμάτων. Βλέπετε τὸν βα‐
40σιλέα τὴν ἀγάπην ἐστεφανωμένον· οὕτως γὰρ ἠγά‐ πησε τὸν κόσμον, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Οὕτως ἠγάπησε τὸν κόσμον, ὅτι ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ
45ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος· καὶ ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό‐ μενος ὑπὲρ ἡμῶν κατάρα. Διό φησι· «Μείζονα ταύ‐ της ἀγάπην οὐδεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Οὕτω τοίνυν

81

.

125

(50)

ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. Μητέρα δὲ
τὴν Ἰουδαίαν καλεῖ κατὰ τὸ ἀνθρώπειον, ἥτις αὐτῷ

81

.

128

τοῦτον ἄκουσα τὸν στέφανον δέδωκεν. Αὕτη μὲν γὰρ αὐτὸν ἐστεφάνωσε ταῖς ἀκάνθαις, ὡς ἀτιμάζουσα· αὐτὸς δὲ διὰ τῶν ἀκανθῶν τὸν τῆς ἀγάπης ἐδέχετο στέφανον. Ἑκὼν γὰρ τὴν ἀτιμίαν ὑπέφερε, καὶ
5ἐθελοντὶ τῷ πάθει προσήρχετο· διὸ καὶ νυμφεύσεως ἡμέραν ἐκείνην ἐκάλεσε, καὶ ἡμέραν εὐφροσύνης καρδίας αὐτοῦ. Κατ’ ἐκείνην γὰρ τὴν ἡμέραν ἡ τοῦ γάμου γέγονε κοινωνία. «Μετὰ γὰρ τὸ δεῖπνον λαβὼν, φησὶν, ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε καὶ
10ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ λέγων· Λάβετε, φάγετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Οἱ τοίνυν ἐσθίοντες τοῦ νυμφίου τὰ μέλη, καὶ πίνοντες αὐτοῦ τὸ αἷμα,
15τῆς γαμικῆς αὐτοῦ τυγχάνουσι κοινωνίας. Διὰ τοῦτο τὰς θυγατέρας Σιὼν καὶ Ἱερουσαλὴμ προτρέπουσιν οἱ τοῦ νυμφίου διάκονοι, ὅτι Ἐξέλθετε, καὶ ἴδετε τὸν τῆς ἀγάπης αὐτοῦ στέφανον, ᾧ κατεκόσμησεν αὐτὸν παρὰ γνώμην ἡ τεκοῦσα αὐτὸν Ἰουδαία, καὶ
20ἐστεφάνωσεν αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς νυμφεύσεως αὐτοῦ. Τούτων οὕτως ὑπ’ ἐκείνων εἰρημένων, πάλιν ὁ νυμφίος τῇ νύμφῃ διαλεγόμενός φησιν· ΚΕΦΑΛ. Δʹ. αʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἰδοὺ εἶ
25καλή· ὀφθαλμοί σου περιστεραὶ, ἐκτὸς τῆς σιω‐ πήσεώς σου. Τὸ κάλλος αὐτῆς ἐκπληττόμενος δεύ‐ τερον λέγει τό· «Ἰδοὺ εἶ καλή.» Εἶτα κατὰ μέρος αὐτῆς διαγράφει τὴν ὥραν· καὶ τοὺς μὲν ὀφθαλμοὺς ὀνομάζει περιστερὰς, τὴν πνευματικὴν αὐτῶν ἐπαι‐
30νῶν θεωρίαν· καὶ ὅτι οὐ περὶ τὰ αἰσθητὰ κεχήνασιν, ἀλλὰ τὰ ἄνω ζητοῦσιν, «οὗ ὁ Χριστός ἐστι, κατὰ τὸν Παῦλον, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Θαυμά‐ ζει δὲ αὐτῆς καὶ τὴν εὔκαιρον σιωπήν. Εὑρίσκομεν γὰρ καὶ παρὰ τοῖς παλαιοῖς ἀνδράσι ταύτην ἐπαι‐
35νουμένην· διὸ καὶ ἐν Ψαλμοῖς ἀκούομεν· «Ἐθέμην φυλακὴν τῷ στόματί μου ἐν τῷ συστῆναι τὸν ἁμαρ‐ τωλὸν ἐναντίον μου.» Καὶ ψάλλοντες λέγομεν· «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.» Καὶ τὸν Κύριον εὑρίσκομεν,
40κατὰ τὴν Ἡσαΐου προφητείαν, οὐκ ἀνοίγοντα αὑτοῦ τὸ στόμα ἐν τῇ ταπεινώσει αὑτοῦ, καὶ, κατὰ τὴν τῶν Εὐαγγελίων ἱστορίαν, ἐρωτώμενον ὑπὸ Πιλάτου, καὶ μὴ ἀποκρινόμενον. Ἐπαινεῖ τοίνυν τῆς νύμφης ὁ νυμφίος τὴν εὔκαιρον σιωπὴν, ἅτε δὴ καὶ αὐ‐
45τὸς εἰς καιρὸν ταύτῃ χρησάμενος. Ἐπαινεῖ δ’ αὐτῆς καὶ τρίχας· θαυμάζει καὶ τοὺς ὀδόντας, καί φησι· Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκα‐ λύφθησαν ἀπὸ τῆς Γαλαάδ. (βʹ) Ὀδόντες σου,

81

.

128

(50)

ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἳ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα
οὐκ ἔστιν ἐν αὐταῖς. Οὔτε δὲ τρίχας τὰς τρίχας

81

.

129

νοητέον, οὔτε ὀδόντας τοὺς ὀδόντας· ἀλλὰ τρίχας μὲν τὸ οἱονεὶ περιττὸν καὶ σωματικὸν τῆς νύμφης· νεκραὶ γὰρ αἱ τρίχες, καὶ ἀναίσθητοι· δηλοῖ δὲ, ὅτι Καὶ ἐν οἷς ἀνάγκη τοῖς ἀνθρωπίνοις ἐπιμίγνυσθαι
5πράγμασι, καὶ ἐν ἐκείνοις τὸ ἐπαινετὸν ἔχεις, καὶ κόσμιον, καὶ ἔοικας τῇ ἀγέλῃ τῶν αἰγῶν, τῇ ἐν τῷ ὄρει Γαλαὰδ νεμομένῃ, καὶ διὰ τὸ ὕψος τοῦ ὄρους ἐπισήμῳ γινομένῃ. Περὶ δὲ τούτου τοῦ ὄρους ὁ προ‐ φήτης Ἱερεμίας φησί· «Μὴ ῥητίνη οὐκ ἔστιν ἐν
10Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ;» Καὶ ζητητέον, μήποτε τὴν τῶν αἰγῶν ἀγέλην τοὺς ἐξ ἁμαρτίας τῇ μετανοίᾳ προσιόντας, καὶ διὰ τοῦτο ἐν τῷ Γα‐ λαὰδ ὄρει νεμομένους, ἵνα φαρμάκων θεραπευτικῶν καὶ ἰατρείας τύχωσιν, ἐνταῦθα ὁ λόγος αἰνίττεται,
15καὶ δηλοῖ ὅτι τὰ εὐτελῆ τῆς νύμφης, καὶ τὰ ἔσχατα αὐτῆς μόρια, καὶ τὰ οἱονεὶ νεκρὰ καὶ ἀναίσθητα, τοῖς ἐκείνης τῆς ἀγέλης παραβάλλεται κατορθώμασιν. Οἱ ὀδόντες σου δὲ οὕτως εἰσὶ καθαροὶ, καὶ πάσης περιττῆς διαλέξεως ἀπηλλαγμένοι, εὐτραπελίας τε
20καὶ μωρολογίας, ψευδολογίας τε καὶ αἰσχρολογίας, ὡς ἐοικέναι ταῖς ἀγέλαις τῶν κεκαρμένων, καὶ τὸ περιττὸν ἀποθεμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ. Ἡγοῦμαι δὲ τὰς τῶν κεκαρμένων ἀγέλας τοὺς διὰ τοῦ βαπτίσματος τὴν ἁμαρτίαν ἀποκειραμένους,
25«Καὶ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,» κατὰ τὸν μακάριον Παῦλον, καθαρθέντας, παραδηλοῦν τὸν νυμφίον· οὕτως γὰρ, φησὶ, διέμεινας καθαροὺς ἔχουσα τοὺς ὀδόντας, καὶ ῥύπου λόγων πονηρῶν ἀπηλλαγμένους, ὡς ἐοικέναι σε τοῖς ἀρτίως τοῦ
30σωτηρίου βαπτίσματος ἠξιωμένοις. Ἐκεῖναι δὲ αἱ ἀγέλαι πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς· οὐ γὰρ ἀπεικάζω σε τοῖς μετὰ τὸ σω‐ τήριον βάπτισμα παλινδρομοῦσι πρὸς τὴν κακίαν· ἀλλὰ τοῖς τὴν δοθεῖσαν αὐτοῖς φυλάττουσι δωρεὰν,
35καὶ τὴν διπλῆν ἀρετὴν γεννῶσι, τήν τε ἐν θεωρίᾳ, τήν τε ἐν πράξει. Οὕτως ταῦτα τῆς νύμφης ἐπαι‐ νέσας τὰ μόρια, ἐπὶ λοιπὰ χωρεῖ, καί φησιν· γʹ. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. Διὰ τοῦ κοκκίνου σπαρτίου ἀνα‐
40μιμνήσκει αὐτὴν τῆς τὸν τύπον αὐτῆς πληρωσάσης ἐν Παλαιᾷ Διαθήκῃ Ῥαὰβ τῆς πόρνης. Καὶ γὰρ ἐκείνη τοὺς ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατασκόπους ἀπο‐ σταλέντας ὑποδεξαμένη, δι’ αὐτῶν τῆς αἰωνίου ζωῆς ἀξία γεγένηται· καὶ ἐκείνη δὲ σημεῖον ἔλαβε τῆς
45σωτηρίας τὸ σπαρτίον τὸ κόκκινον· τοῦτο διὰ τῆς θυρίδος χαλάσαι προσταχθεῖσα, ἵνα τῶν Ἰσραηλιτῶν εἰς τὴν πόλιν εἰσεληλυθότων, φανὲν τὸ σημεῖον τῶν ἀναιρούντων αὐτὴν ἀπαλλάξῃ, καὶ τὴν σωτηρίαν αὐτῇ προξενίσῃ. Τοῦτο τὸ σημεῖον ὁ νυμφίος ἐν τῷ

81

.

129

(50)

στόματι τῆς νύμφης, οἷον ἐν τῇ θυρίδι κείμενον θεωρεῖ, καί φησιν· «Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία.» Ἐδέξατο γὰρ τὴν ἀπὸ τοῦ αἵματός μου βαφὴν, καὶ προφέρει λόγους ἀλη‐
θείας, οἷόν τινι σπαρτίῳ τοὺς ἀκροατὰς ἁλιεύοντάς

81

.

132

τε καὶ δεσμοῦντας· κατακηλεῖ γὰρ αὐτοὺς ἡ ὡραία σου λαλιὰ, καὶ καταθέλγει, καὶ ἀναχωρεῖν οὐκ ἐᾷ, ἀλλὰ τοῖς σοῖς χείλεσι προσεδρεύειν βιάζεται. Ἐπαι‐ νεῖ αὐτῆς καὶ τὸ μῆλον τῆς ὄψεως· «Ὡς λέπυρον
5γὰρ, φησὶ, τῆς ῥοᾶς μῆλόν σου, ἐκτὸς τῆς σιωπήσεώς σου.» Σημαίνει δὲ τὸ ἐξ αἰδοῦς ἐρύ‐ θημα ἐγγινόμενον αὐτῇ· δι’ ἣν καὶ εὐκαίρως σιωπᾷ, κρύπτουσα εὐκαίρως τοὺς μυστικωτέρους λόγους, ὡς λέπυρον τῆς ῥοᾶς τοὺς κόκκους.
10 δʹ. Ὡς πύργος Δαβὶδ ὁ τράχηλός σου, ὁ ᾠκο‐ δομημένος εἰς Θαλφειώθ. Χίλιοι θυρεοὶ κρέ‐ μανται ἐπ’ αὐτὸν, πᾶσαι βολίδες τῶν δυνατῶν. Τὸ δὲ Θαλφειὼθ ὁ μὲν Ἀκύλας ἐπάλξεις ὠνόμασεν· ὁ δὲ Σύμμαχος, ὕψη. Καθάπερ τοίνυν, φησὶν, ὁ ὑπὸ
15τοῦ Δαβὶδ οἰκοδομηθεὶς πύργος ὑπερέχει τὰς ἐπάλ‐ ξεις, ἐφ’ ὧν ᾠκοδόμηται, καὶ ὑψηλός ἐστι, καὶ περιφανὴς, οὕτως ὁ σοὶ τράχηλος ὑψηλός ἐστι, καὶ μετέωρος, τὰ ἄνω περισκοπῶν, τὰ ἄνω περιπολῶν. Οὐ γὰρ κέχηνεν εἰς γῆν τοῖς ἀλόγοις παραπλησίως,
20οὐδὲ εἰς γαστέρα νένευκε, τοὺς χοίρους μιμούμενος, ἀλλὰ μετάρσιός ἐστι, καὶ μετέωρος, καὶ χιλίους θυρεοὺς φέρων, καὶ πάσας τῶν δυνατῶν τὰς βολίδας. Ὁ δὲ ἀριθμὸς οὐκ ἐπὶ ῥητῆς ποσότητος, ἀλλ’ ἐπὶ πλήθους τέτακται· ἔχει γὰρ ὁ τράχηλός σου, ὁ τὴν
25κεφαλήν σου φέρων καὶ τὸ στόμα, πάσας τὰς τῶν ἄλλων διδασκαλίας, τροπικῶς βολίδας ὀνομαζομένας, αἷς τοὺς ἐναντίους ἅπαντας καταγωνίζῃ. Ἔχει καὶ θυρεοὺς πολλοὺς, οἷς περιφράττῃ, καὶ τὰ πεπυρω‐ μένα τοῦ πονηροῦ σβεννύεις βέλη· περίκεισαι γὰρ
30τὴν παντευχίαν τοῦ πνεύματος, καὶ ῥᾳδίως τιτρώ‐ σκεις τοὺς ἀντιδιατιθεμένους, πάσας τῶν δυνατῶν τὰς βολίδας ἔχουσα· καὶ νῦν μὲν αὐτοὺς διὰ προφη‐ τῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων ἐλέγχουσα, καὶ γυμνοῦσα αὐτῶν τὴν ἀσθένειαν.
35 εʹ, ζʹ. Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος, οἱ νεμόμενοι ἐν κρίνοις. Ἕως οὗ δια‐ πνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί. Ἀκο‐ λούθως καὶ ταῦτα τοῖς εἰρημένοις νοοῦμεν· καὶ ἴσμεν πάλιν μαστοὺς τοὺς τῆς διδασκαλίας κρουνοὺς
40τοὺς προσφόρως ἑκάστῃ ἡλικίᾳ προσφερομένους, καὶ τοῖς μὲν γάλα προσφέρουσι, τοῖς δὲ τὴν στερεὰν χο‐ ρηγοῦσι τροφήν. Διὰ τοῦτο καὶ νεβροῖς αὐτοὺς ἀπ‐ εικάζει δορκάδος, τὸ ὀξυδερκὲς αὐτῶν καὶ τὸ θεωρη‐ τικὸν θαυμάζων. Νεβροὺς δὲ λέγει δορκάδος,
45ἐπειδὴ, κατὰ τὸν μακάριον Παῦλον, «Ἄρτι γινώσκο‐ μεν ἐκ μέρους, τότε καὶ ἐπιγνωσόμεθα, καθὼς καὶ ἐπεγνώσθημεν.» Καὶ ἐπειδὴ νῦν ἐκ μέρους γινώ‐ σκομεν, καὶ ἐκ μέρους προφητεύομεν, νεβροὶ δορκάδος οἱ τῆς διδασκαλίας προσαγορεύονται μαστοί·

81

.

132

(50)

«ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταρ‐
γηθήσεται.» Καὶ τούτους δέ φησιν ἐν κρίνοις νέμεσθαι,

81

.

133

τουτέστι πόας εὐώδους μεταλαμβάνειν· ἔστι δὲ αὕτη ἡ τοῦ πνεύματος διδασκαλία. Κατὰ δὲ τὸν Σύμμα‐ χον, «ἄνθη νέμειν,» φησί· τοὺς γὰρ ἀξιωθέντας ἄνθος γενέσθαι τοῦ πνεύματος οἱ τῆς νύμφης μαστοὶ
5νέμουσι καὶ ποιμαίνουσι, τὰ τῆς διδασκαλίας αὐτοῖς προσφέροντες νάματα, «ἕως διαπνεύσῃ ἡ ἡμέρα,» καὶ λήξῃ μὲν τὰ καύματα, τουτέστιν ὁ ἐπίπονος βίος· «κινηθῶσι δὲ αἱ σκιαὶ,» τὰ παρόντα πράγ‐ ματα, ταῖς σκιαῖς ἀπεικασμένα, ὡς προείρηται.
10Οὕτως ἐπαινέσας τῆς νύμφης τὰ μέλη, «Πορεύσο‐ μαι, φησὶν, ἐμαυτῷ πρὸς ὄρος τῆς σμύρνης, καὶ πρὸς βουνὸν τοῦ λιβάνου.» Ἐπειδὴ, φησὶν, οὕτω τυγχάνεις εὐπρεπὴς, οὕτως ὡραία, οὕτω λάμπεις τῷ κάλλει, οὕτως ἐτρώθης τῷ περὶ ἐμὲ φίλτρῳ, κατα‐
15δέχομαι τὸν ὑπὲρ σοῦ θάνατον, καὶ πορεύσομαι ἐμαυ‐ τῷ πρὸς τὸ ὄρος τῆς σμύρνης· ἀλλὰ πάλιν ἀναστή‐ σομαι, καὶ ἐπανήξω πρὸς τὸν βουνὸν τοῦ λιβάνου. Καὶ ἤδη δὲ προειρήκαμεν, ὡς μὲν διὰ τῆς σμύρνης τὸν θάνατον παραδηλοῖ, διὰ δὲ τοῦ λιβάνου τὴν θείαν
20φύσιν. Ζητητέον τοίνυν, τίνος μὲν ἕνεκεν ὄρος μὲν ἐπὶ θανάτου τέθεικεν, ἐπὶ δὲ τῆς θειότητος βουνόν. Ὅτι μέγα, καὶ ἄῤῥητον, καὶ διανοίας ἐστὶν ἀνθρώ‐ πων ἀνέφικτον, τὸ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα μὴ ἁρπαγμὸν ἡγήσασθαι, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν
25κενώσαντα μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον καὶ σχήματι εὑρεθέντα ὡς ἄνθρωπον, ταπεινῶσαι ἑαυτὸν μέχρι θανάτου, θα‐ νάτου δὲ σταυροῦ. Τὸ δὲ εἰς τὴν οἰκείαν δόξαν ἐπ‐ ανελθεῖν, καὶ δοξασθῆναι τῇ δόξῃ ᾗ εἶχε πρὸ τοῦ τὸν
30κόσμον γενέσθαι, οὐκ ἦν μέγα, οὐδὲ ἐπίπονον, ἀλλὰ καὶ λίαν ῥᾴδιον. Διὰ τοῦτο ὄρος μὲν τῆς σμύρνης φησὶ, βουνὸν δὲ τοῦ λιβάνου, δεικνὺς ὅτι τοῦτο μέν ἐστιν εὐπετὲς αὐτῷ, καὶ μάλα ῥᾴδιον, ἐκεῖνο δὲ πρόσ‐ αντες διὰ τὸ ἀνθρώπειον. Διὸ καὶ παρ’ αὐτὸ γενό‐
35μενος τὸ πάθος φησί· Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ, «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.» Ἀλλὰ πάλιν ἐπάγει· «Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην.» Τοῦτο καὶ ἐνταῦθα
40παραδηλῶν φησι· «Πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης, καὶ πρὸς τὸν βουνὸν τοῦ λιβάνου.» Ἑκάτερον γὰρ ἑκὼν ποιῶ, οὐχ ὑπό τινος βιαζόμενος ἢ ἀναγκαζόμενος· «Ἐξουσίαν γὰρ ἔχω θεῖναι τὴν ψυ‐ χήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς
45γὰρ αἴρει αὐτὴν ἀπ’ ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ὑπ’ ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν.» ζʹ. Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, ὅλη καλὴ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ἔοικε ταῦτα τοῖς τοῦ μακαρίου Παύλου ῥήμασι· καὶ ἐκεῖνος περὶ τοῦ

81

.

133

(50)

νυμφίου φησίν· «Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδο‐ ξον τὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι
τῶν τοιούτων· ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.» Ἄμωμος

81

.

136

δὲ γέγονε καὶ καλὴ ἡ πλησίον τοῦ νυμφίου γενομένη καὶ τὰς ἐκεῖθεν μαρμαρυγὰς δεξαμένη, καὶ φωτοει‐ δὴς ἐκ τοῦ φωτὸς γενομένη. Γένοιτο δὲ ἡμᾶς ἀνα‐ κεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρι‐
5ζομένους τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δό‐ ξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9tΛΟΓΟΣ ΤΡΙΤΟΣ.
11 Εὐχῆς γὰρ ἡμῖν δεῖ καὶ εὐχῆς ἐπιμελοῦς καὶ σπου‐ δαίας, ἵνα οἱ ἡμέτεροι ὀφθαλμοὶ γένωνται περιστεραὶ πνευματικῶς ὁρῶντες, καὶ ὑπερβαίνοντες τὸ τοῦ γράμματος κάλυμμα, καὶ διαρθροῦντες ἐναργῶς τὰ
15κεκρυμμένα μυστήρια. Οὔτε γὰρ δυνατὸν ἑτέρως τῆς θείας Γραφῆς καταμαθεῖν τὴν διάνοιαν, διαφερόντως δὲ τοῦ ᾌσματος τῶν ᾀσμάτων, εἰ μὴ αὐτὸς ὁ τοῖς συγγραφεῦσιν ἐκείνοις ἐμπνεύσας τὸ ὀπτικὸν ἡμῶν φωτίσειε, χάριτος ἀκτῖνας πέμψας, καὶ τὸν κεκρυμ‐
20μένον ὑποδείξειε νοῦν. Φέρε τοίνυν, τὸν ἀποκαλύ‐ πτοντα μυστήρια κατὰ τὸν σοφὸν Δανιὴλ ἐπικαλεσά‐ μενοι βοηθὸν, τῆς ἑρμηνείας ἁψώμεθα τοῦ συγγράμ‐ ματος τὴν ἀκολουθίαν φυλάττοντες. Ἐν μὲν οὖν τῷ τέλει τοῦ πρὸ τούτου συγγράμματος ἠκούσαμεν τοῦ
25νυμφίου τῆς νύμφης τὸ κάλλος θαυμάζοντος, καὶ ἑκάστῳ μορίῳ εὐφημίαν προσάγοντος, καὶ μετὰ ταῦτα ὅλην αὐτὴν, ὡς ἄμωμον ἐγκωμιάζοντος· οὐ γὰρ ἔχει σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸν μακάριον Παῦλον, τῶν ἐν ἀρετῇ τετελειωμένων
30ψυχῶν ὁ χορός. Ἐνταῦθα δὲ καλεῖ αὐτὴν ἀπὸ τοῦ Λιβάνου νύμφην προσαγορεύων, καί φησι· ηʹ. Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο, ἀπὸ τοῦ Λιβάνου ἐλεύσῃ· καὶ διελεύσῃ ἀπ’ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὴρ καὶ Ἀερμὼν,
35ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. Ἐοικέναι δὲ ταῦτά μοι δοκεῖ τοῖς ἐν τῷ μδʹ ψαλμῷ πρὸς τὴν νύμφην εἰρημένοις· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ
λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυ‐

81

.

137

μήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου.» Καὶ γὰρ ἐκεῖ παραίνεσιν αὐτῇ καὶ συμβουλὴν ὁ λόγος προσφέρει, ἐπιλαθέσθαι τε τοῦ λαοῦ αὐτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς παρα‐
5κελεύεται, ὡς οὐκ ἂν ἑτέρως τοῦ βασιλέως τοῦ κάλ‐ λους αὐτῆς ἐπιθυμήσοντος, εἰ μὴ τοῦτο γένοιτο. Λαὸν δὲ αὐτῆς καὶ οἶκον πατρὸς τὰ παλαιὰ ἔθη καλεῖ, περὶ ὧν ὁ μακάριος Παῦλός φησιν· «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες
10ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐπεφάνη· οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ
15ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνα‐ καινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως,» καὶ τὰ ἑξῆς. Ἐν τούτῳ δὲ τῷ συγ‐ γράμματι ἀπὸ Λιβάνου καλεῖ αὐτὴν, καὶ ἀπὸ Σανήρ· διὰ μὲν τοῦ Λιβάνου τὴν εἰδωλολατρείαν σημαίνων,
20διὰ δὲ τοῦ Σανὴρ, ὃ ἑρμηνεύεται λύχνων ὁδὸς, τὴν ἐν νόμῳ πολιτείαν. Λύχνος γὰρ ὁ νόμος, ὁ ἐν νυκτὶ λάμπων· ἥλιος δὲ ὁ Χριστὸς, ὡς ἐν ἡμέρᾳ φαίνων. Διὸ καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου φησίν· Τοῖς δὲ φο‐ βουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις
25ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Προστίθησι δὲ καὶ τὸ Ἀερμὼν ὄρος, καὶ δι’ αὐτοῦ τὸν νόμον παραδηλῶν· φησὶ γὰρ ἐν Ψαλμοῖς ὁ μέγας Δαβίδ· «Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν,» τουτέστι τὰ τοῦ νόμου διδάγματα, τοῖς ὄρεσι τῆς Σιὼν χορ‐
30ηγούμενα. Ὄρη δὲ νοητέον τοὺς ἐν ἀρετῇ τελείους, ὡς ὑψηλοὺς καὶ ἐπισήμους, καὶ κατὰ τὸ φρόνημα τὸ θεῖον ὑπερανεστηκότας. Καλεῖ τοιγαροῦν ὁ νυμ‐ φίος τοὺς μὲν ἀπὸ Λιβάνου, ὡς εἰδώλοις προσεδρεύειν δεδιδαγμένους· τοὺς δὲ ἀπὸ Σανὴρ καὶ Ἀερμὼν, ὡς
35τοῦ νόμου τὴν δρόσον δεχομένους, καὶ ὑπὸ τῶν θείων ἐντολῶν φωτιζομένους. Τούτοις ἐπάγει· «Ἀπὸ μαν‐ δρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων·» μάνδρας μὲν λεόντων τοὺς θρασυτάτους καὶ μανικωτάτους Ἰου‐ δαίους προσαγορεύων· παρδάλεις δὲ τοὺς τῶν Ἑλλή‐
40νων σοφοὺς, οἳ τῇ ποικιλίᾳ τῶν λόγων, καὶ τῇ τε‐ χνολογίᾳ τῶν σοφισμάτων, τὴν ψευδολογίαν συγκα‐ λύπτοντες, πιθανὴν τοῖς ἀνοήτοις ἀπέφαινον. Οὕτω καλέσας τὴν νύμφην, καὶ συναγαγὼν αὐτὴν ἀπὸ τῶν διαφόρων ὀρῶν, καὶ διὰ τῆς πίστεως αὐτῇ τὴν σωτη‐
45ρίαν πραγματευσάμενος, καὶ τὸ ἐντεῦθεν αὐτῇ γενό‐ μενον θεασάμενος κάλλος, φησὶ πρὸς αὐτήν· θʹ. Ἐκαρδίωσας ἡμᾶς. ἀδελφή μου νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ τῶν ὀφθαλμῶν σου, ἐν ἑνὶ ἐνθέματι τραχήλου σου. Τὸ δὲ, «ἐκαρδίωσας

81

.

137

(50)

ἡμᾶς,» ὁ Σύμμαχος, «ἐθάρσυνας,» ἔφη. Ὃ δὲ λέ‐ γει τοιοῦτόν ἐστιν· Οἱ μὲν δύο ὀφθαλμοί σου θαυμα‐
στοὶ, καὶ πνευματικοὶ, καὶ περιστεραὶ εἰκότως προσ‐

81

.

140

αγορευόμενοι· θάτερος δὲ αὐτῶν ὑπερεκπλήττει με ὁ τὰ θεῖα κατοπτεύων, ὁ θεολογεῖν δεδιδαγμένος, ὁ τὰ κεκρυμμένα ὁρῶν μυστήρια. Καὶ θαυμάζω μὲν πάντας τοὺς κόσμους τοῦ τραχήλου σου· τὴν δὲ
5πρακτικὴν ἀρετὴν διὰ τούτων αἰνίττεται, ἐπειδὴ ὁ τράχηλος, φέρων τῶν θείων ἐντολῶν τὸν ζυγὸν, ἕλ‐ κει καὶ διατέμνει τῆς δικαιοσύνης τὰς αὔλακας· ἐπαινῶ μὲν οὖν καὶ τοὺς ἄλλους τῆς ἀρετῆς κόσμους ἐν τῷ τραχήλῳ σου λάμποντας, ὑπεράγαμαι δὲ καὶ
10θαυμάζω τὸν ἕνα, καὶ ἐκπλαγεὶς τὸ κάλλος τοῦ τε ἑνὸς ὁρμίσκου, καὶ τοῦ τὰ θεῖα θεωροῦντος ὀφθαλμοῦ, ἐτρώθην σου τῷ ἔρωτι. Ζητήσωμεν δὲ τίς ἄρα ὁ εἷς ἐκεῖνος κόσμος ἐν τῷ τραχήλῳ περικείμενος καὶ τοὺς ἄλλους ὑπερέχων, καὶ μάθωμεν παρὰ τοῦ
15μακαρίου Παύλου, ὅτι «Μένει πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα· μείζων δὲ τούτων πάντων ἡ ἀγάπη.» Καὶ πάλιν· «Πλήρωμα δὲ νόμου ἡ ἀγάπη.» Καὶ ἀλλα‐ χοῦ· «Ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται ἐν τῷ, Ἀγαπήσεις τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας
20σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.» Τοῦτον τοί‐ νυν τὸν ὁρμίσκον τῆς νύμφης ὁ νυμφίος θαυμάζει. Ὁρμίσκον γὰρ ἀντὶ ἐνθέματος ὁ Σύμμαχος τέθεικε. Θαυμάζει δὲ αὐτῆς καὶ τὸν ἕνα ὀφθαλμὸν, οὐ σκώ‐ πτων τὸν ἕτερον· ἀμφοτέροις γὰρ ἤδη τὴν εὐφημίαν
25προσήνεγκεν· ἀλλὰ τὴν τῶν νοητῶν θεωρίαν θαυ‐ μαστοτέραν τῆς τῶν αἰσθητῶν κατανοήσεως ἐπι‐ στάμενος. Τὸ δὲ, ἐκαρδίωσας, ἀντὶ τοῦ, διήγειρας ἡμᾶς πρὸς ἔρωτά σου, καὶ φίλτρον σου· τοιοῦτον ὀφθαλμὸν ἔχουσα, καὶ τοιοῦτον ὁρμίσκον περικει‐
30μένη. ιʹ. Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου, νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου, ἀπὸ οἴ‐ νου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ἀπὸ γὰρ τοῦ πνευματικοῦ οἴνου, καὶ
35τοῦ μυστικοῦ πόματος, πλείονα εὐμορφίαν οἱ μαστοί σου προσεκτήσαντο· μαστοὺς δὲ τοὺς τῆς διδασκαλίας προείπομεν ἤδη εἶναι κρουνούς. Καὶ ὀσμὴ δὲ τῶν ἱματίων σου πάσης εὐκοσμίας τυγχάνει μεστὴ, καὶ τῶν ἀρωμάτων ἁπάντων εὐωδεστέρα καθέστηκεν·
40ἐμὲ γὰρ ἐνδέδυσαι τὸν νυμφίον· καὶ μάρτυς Ἡσαΐας προαγορεύων, καὶ λέγων· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι.» Ταῦτά σου τὰ ἱμάτια τοσαύτην εὐωδίαν ἀφίησιν, ὡς νικᾷν τὴν
45νομικὴν ἀρετὴν, ἀρώματα τροπικῶς προσηγορευμέ‐ νην, τὴν ἐκ τῶν σῶν ἱματίων πανταχοῦ διατρέχουσαν εὐοσμίαν. Καλεῖ δὲ αὐτὴν οὐ μόνον νύμφην, ἀλλὰ καὶ ἀδελφὴν, ἐπειδὴ καὶ ὁ μακάριος Παῦλός φησιν· «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελ‐

81

.

140

(50)

φοῖς.» Καὶ αὐτὸς ὁ Κύριος ἀναστὰς ταῖς παρὰ τὸ
μνημεῖον ἑστώσαις γυναιξί· «Πορευθεῖσαι, φησὶν, εἴ‐

81

.

141

πατε τοῖς ἀδελφοῖς μου,» καὶ τῷ Πέτρῳ· Ἰδοὺ προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.» Καὶ ἀδελφὴ τοίνυν ἐστὶν αὐτοῦ, καὶ νύμφη, καὶ πλησίον· πλησίον μὲν, κατὰ τὸ, «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·»
5νύμφη δὲ, ὡς παρ’ αὐτοῦ τὰ τῆς διδασκαλίας σπέρ‐ ματα δεχομένη, καὶ τίκτουσα τὸν τῆς εὐσεβείας καρ‐ πόν· ἀδελφὴ δὲ ὡς τὴν αὐτὴν αὐτῷ φύσιν περικει‐ μένη κατὰ τὸ ἀνθρώπειον. Ἐπιμένει τοίνυν αὐτῆς διεξιὼν τὸ ἐγκώμιον, καί φησι·
10 ιαʹ. Κηρίον ἀποστάζει τὰ χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ λιβάνου. Ἀναγκαῖον τούτοις παραθεῖναι τὴν ἀποστολικὴν διδασκαλίαν τὴν λέγουσαν· «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι,
15καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώ‐ ματος τοῦ ἑνὸς πολλὰ ὄντα ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς οἱ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες
20εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά·» καὶ μετ’ ὀλίγα, «Εἰ ἦν, φησὶ, τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;» καὶ πάλιν, «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.» Οὐκοῦν ἐκ πολλῶν μελῶν ἡ Ἐκκλησία
25συγκειμένη ἓν σῶμα πληροῖ· νοήσωμεν τοίνυν, τινὰς μὲν αὐτῆς εἶναι ὀφθαλμοὺς, τινὰς δὲ ἀκοὰς, τινὰς δὲ χείλη· διὸ καὶ ὁ νυμφίος φησὶν αὐτῇ· «Κηρίον ἀπο‐ στάζει χείλη σου νύμφη· Μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. Δηλοῖ δὲ ἐνταῦθα τοὺς τῆς Ἐκκλησίας
30διδασκάλους, τὴν εὐσεβῆ διδασκαλίαν προσφέροντας, καὶ οἱονεὶ κηρίον μελισσῶν ἐν τοῖς χείλεσι φέροντας, καὶ τὰς σταγόνας τοῦ μέλιτος ἀποστάζοντας· ἔχοντας δὲ οὐ μόνον μέλι, ἀλλὰ καὶ γάλα, καὶ ἑκάστῳ τὴν πρόσφορον προσφέροντας τροφὴν, καὶ τοῖς νηπίοις
35τὴν ἁρμόττουσαν, καὶ τοῖς τελείοις τὴν προσήκουσαν. Τὰ δὲ κηρία τοῦ μέλιτος, τὰ ἐν τοῖς χείλεσι τῶν δι‐ δασκάλων φερόμενα, αἱ θεῖαι τυγχάνουσι Γραφαὶ, μελίττας ἔχουσαι κηροπλαστούσας καὶ μελιτουργού‐ σας, τοὺς ἱεροὺς προφήτας καὶ ἀποστόλους· ἐκεῖνοι
40γὰρ τοὺς λειμῶνας τοῦ παναγίου περιιπτάμενοι Πνεύ‐ ματος, τὰ κηρία τῶν θείων ἡμῖν Γραφῶν οἷον πηξά‐ μενοι, καὶ τοῦ μέλιτος τῆς διδασκαλίας ἐμπλήσαντες, εἰς ἡμᾶς τὴν ὠφέλειαν παρέπεμψαν. Καὶ ἔοικε κηρῷ μὲν τὸ γράμμα, μέλιτι δὲ τὸ ἐν αὐτῷ κρυπτόμενον
45νόημα· τούτου τοῦ μέλιτος τὰς σταγόνας ἀφίησι τῶν εὐσεβῶν διδασκάλων τὰ χείλη. Ὀρέγει δὲ καὶ γάλα ἀπὸ τῆς γλώττης αὐτῶν φερόμενον τοῖς τοῦ γά‐ λακτος δεομένοις· ἐπιμένει δὲ πάλιν θαυμάζων τῆς νύμφης τὰ ἱμάτια, καί φησι· «Καὶ ὀσμὴ ἱματίων

81

.

141

(50)

σου, ὡς ὀσμὴ τοῦ λιβάνου.» Προειρήκαμεν ὡς αὐτὸς αὐτῇ γέγονεν ἱμάτιον ὁ νυμφίος· καὶ μάρτυς ὁ μα‐ κάριος Παῦλος λέγων· «Ὅσοι εἰς Χριστὸν ἐβαπτί‐
σθητε, Χριστὸν ἐνεδύσασθε.» Ὁ δὲ νυμφίος, καὶ

81

.

144

Θεός ἐστι προαιώνιος, καὶ ἄνθρωπος ἐπ’ ἐσχάτων ἡμερῶν ἐκ τῆς ἁγίας Παρθένου γεννηθείς· καὶ μένων ὃ ἦν, προσέλαβε τὸ ἡμέτερον, καὶ τὴν πάλαι γεγυ‐ μνωμένην ἠμφίασε νύμφην. Διό φησι πρὸς αὐτήν·
5«Ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ τοῦ λιβάνου·» τὸν γὰρ Χριστὸν ἐνδέδυται, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος· θεολογίας δὲ σύμβολον ὁ λίβανος, ἐπειδὴ κατὰ τὸν παλαιὸν νόμον Θεῷ προσεφέρετο. ιβʹ. Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.» Καὶ
10καλεῖ μὲν αὐτὴν κῆπον, ὡς οὐχ ἕνα καρπὸν εὐσεβείας καὶ ἀρετῆς, ἀλλὰ πολλοὺς καὶ ποικίλους τίκτουσαν· κεκλεισμένον δὲ, ὡς περιπεφραγμένον, καὶ ἀνεπιβού‐ λευτον· «Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς·» οὐ γάρ ἐστι κατ’ ἐκείνην τὴν ἐξ Αἰγύπτου
15μετατεθεῖσαν, «Ἣν ἐτρύγησαν πάντες οἱ παραπο‐ ρευόμενοι τὴν ὁδὸν, καὶ ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο·» ἀλλὰ περιπέ‐ φρακται, καὶ τετείχισται, καὶ κήπῳ κεκλεισμένῳ παρέοικε, πολλοὺς μὲν καὶ παντοδαποὺς ἔχοντι καρ‐
20ποὺς, τοὺς δὲ κλῶπας οὐ δεχομένῳ, ἀλλὰ φεύγοντι τῶν ἐπιβουλευόντων τὰς χεῖρας. Καὶ πηγὴ δέ ἐστιν ἐσφραγισμένη· οὐ γὰρ πᾶσι προκεῖται, ἀλλὰ τοῖς ἀξίοις ταῦτα τὰ νάματα· περὶ ταύτης τῆς πηγῆς καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριός φησιν· «Ὃς ἂν πίῃ
25ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Εἰκότως τοί‐ νυν αὐτὴν πηγὴν ἐσφραγισμένην καλεῖ, ὡς μὴ πᾶσιν, ἀλλὰ τοῖς ἀξίοις προκειμένην. Οὐ γὰρ τοῖς ἀμυήτοις,
30ἀλλὰ τοῖς μεμυημένοις πρόκειται τὰ θεῖα μυστήρια· οὐ τοῖς ἐν ἀνομίαις μετὰ τὴν μύησιν καλινδουμένοις, ἀλλὰ τοῖς ἀκριβείᾳ συζῶσιν, ἢ διὰ μετανοίας καθ‐ αιρομένοις· οὐ μόνον δέ φησι, «Κῆπος κεκλεισμένος, καὶ πηγὴ ἐσφραγισμένη,» ἀλλὰ καί·
35 ιγʹ—ιεʹ. Ἀποστολαί σου παράδεισος ῥοῶν, μετὰ καρποῦ ἀκροδρύων· κύπροι μετὰ νάρδων. Νάρδος καὶ κρόκος, κάλαμος καὶ κινάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου· σμύρνα, ἀλόη μετὰ πάντων πρώτων μύρων. Πηγὴ κή‐
40πων, φρέαρ ὕδατος ζῶντος, καὶ ῥοιζοῦντος ἀπὸ Λιβάνου. Ταῦτα πάντα, φησὶν, ἀπέστειλάς μοι, καὶ προσήνεγκάς μοι κατὰ τὸν τοῦ γάμου καιρόν· καὶ πρῶτον μὲν, τὸν παράδεισον τῶν ῥοῶν, ὃς οὐκ ἦν ἄμοιρος οὐδὲ τῶν ἄλλων ἀκροδρύων· ῥοὰν δὲ ἡγοῦμαι
45τροπικῶς νομίζεσθαι τὴν ἀγάπην, ἐπειδὴ ὑφ’ ἑνὶ κα‐ λύμματι μυρίοι κατὰ ταυτὸν συγκείμενοι κόκκοι, καὶ ἀλλήλοις ἡνωμένοι, ἀλλήλους οὐκ ἀποθλίβουσιν, οὐδὲ διαφθείρουσιν, ὑγιαίνοντες εἰ μή τις σηπεδὼν ἐν μέσῳ γένοιτο· ἔστι δὲ καὶ ἐκ τῶν μέσων διαφραγμά‐

81

.

144

(50)

των καὶ ἑτέραν εὑρεῖν θεωρίαν· καὶ γὰρ ἐν τοῖς σω‐ ζομένοις πολλὰ ὁρῶμεν τάγματα· ἄλλο γὰρ τάγμα
παρθενευόντων, καὶ ἄλλο ἐγκρατευομένων, καὶ ἄλλο

81

.

145

τὸν τοῦ γάμου ζυγὸν ἐφελκόντων, καὶ τῶν πλούτῳ περιῤῥεομένων, καὶ ἄλλο τῶν πενίᾳ συζώντων· ἄλλο δούλων τὴν εὐσέβειαν ἀγαπώντων, καὶ ἄλλο δεσπο‐ τῶν ἐννόμως κυριευόντων. Ἔχει τοίνυν καὶ ἡ ῥοὰ
5οἷόν τινα διατειχίσματα, κατὰ συμμορίας τινὰς τοὺς κόκκους διακρίνοντα· διὰ τοῦτο τὰς τῆς νύμφης ἀποστολὰς παραδείσῳ ῥοῶν ἀπεικάζει· πρῶτον γὰρ αὐτῆς θαυμάζει τὸν τῆς ἀγάπης καρπὸν, λέγει δὲ αὐτὴν καὶ τοῖς ἄλλοις τῆς ἀρετῆς εἴδεσι κομᾷν·
10«Μετὰ καρποῦ ἀκροδρύων.» Εἶτα κατ’ εἶδος ταῦτα δι‐ έξεισιν. «Κύπροι γὰρ μετὰ νάρδων.» Κύπρος δὲ εἶδος δένδρου, ἀφ’ οὗ θερμὸν κατασκευάζεται ἔλαιον. Καὶ ἡ νάρδος δὲ, ἄρωμα εὐῶδες, ἀφ’ οὗ πάλιν ἔλαιον ὁμ‐ ώνυμον γίνεται, καὶ αὐτὸ θερμὸν, καὶ εἰς θεραπείαν
15σωμάτων ἐπιτήδειον. Ἀλλὰ καὶ κρόκον λέγει τὸν παράδεισον ἔχειν· χρεία γὰρ ἡμῖν οὐ μόνον τῶν θερ‐ μαινόντων ἡμᾶς, καὶ πυρσευόντων ἐν ἡμῖν τὴν περὶ τὸν Θεὸν ἀγάπην, ἀλλὰ καὶ τῶν διαψυχόντων τὰς ἀκολάστους ἐπιθυμίας· τῶν διαψυχόντων γὰρ ὁ κρό‐
20κος. «Καὶ κάλαμος, φησὶ, καὶ κινάμωμον.» Ἔστι δὲ καὶ ταῦτα ἀρωμάτων μὲν εἴδη, τροπικῶς δὲ νοού‐ μενα. Διὰ γὰρ τοῦ καλάμου τὰ εὐσεβῆ σημαίνει συγ‐ γράμματα· «Ἡ γλῶσσά μου κάλαμος γραμμα‐ τέως ὀξυγράφου·» εὐώδης δὲ ὁ ἀρωματικὸς κάλαμος·
25καὶ γὰρ τῶν τῆς εὐσεβείας διδασκάλων ἡ γλῶττα πάσης εὐοσμίας πεπλήρωται· συνῆπται δὲ τῷ κα‐ λάμῳ τὸ κινάμωμον, ὅπερ τῷ Θεῷ κατὰ τὸν παλαιὸν προσεφέρετο νόμον, ἵνα μάθωμεν ὅτι τὰ περὶ Θεοῦ συγγράμματα ἐπαινετά τέ ἐστι, καὶ εὐώδη, καὶ τοῖς
30προειρημένοις ἡδύσμασιν ἀπεικασμένα. Τούτοις ἐπι‐ φέρει· «Μετὰ πάντων ξύλων τοῦ Λιβάνου·» Ἔχει γὰρ, φησὶ, καὶ τὴν ἐν νόμῳ πολιτευομένην ἀρετὴν, οὐ τὴν κατὰ τὸ γράμμα, ἀλλὰ τὴν κατὰ τὸ πνεῦμα· διὰ γὰρ τοῦ Λιβάνου τὴν Ἱερουσαλὴμ σημαίνεσθαι
35πολλάκις ἐδιδάχθη. Ἔχει δὲ καὶ «σμύρναν καὶ ἀλόην μετὰ πάντων τῶν πρώτων μύρων.» Τουτέστι τὴν νέκρωσιν τῶν παθῶν· νεκρῶν γὰρ ἴδιον ἡ σμύρνα· καὶ τὸ πικρὸν τῶν πειρασμῶν· πικρὰ γὰρ ἡ ἀλόη. Καὶ ἁπαξαπλῶς πάντα τὰ πρῶτα ἔχει τῶν μύρων, οὐ
40τὰ δεύτερα, οὐδὲ τὰ τρίτα, ἀλλὰ τὰ πρῶτα· τῶν γὰρ τελείων τὰ τέλεια. Ἔχει δὲ καὶ «πηγὴν, καὶ φρέαρ ὕδα‐ τος ζῶντος, καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.» Οὐ γὰρ μόνον τὴν εὐαγγελικὴν ἔχει διδασκαλίαν προ‐ φανῶς ῥέουσαν, ἀλλὰ καὶ τοῦ νόμου τὸ φρέαρ, ὅπερ
45ἐστὶ φρέαρ ὕδατος ζῶντος, καὶ κεκρυμμένα μὲν ἔχον τὰ νάματα, ῥοιζοῦντα δὲ, καὶ ἦχον ἀποτε‐ λοῦντα, καὶ ἀπὸ τοῦ Λιβάνου προχεόμενα ἐν Ἱερο‐ σολύμοις γὰρ ἤνθει ἡ νομικὴ πολιτεία, ἥτις Λίβανος τροπικῶς ὀνομάζεται· μετέβη δὲ καὶ τοῦτο τὸ φρέαρ

81

.

145

(50)

εἰς τὴν τοῦ Κυρίου νύμφην, τὴν Ἐκκλησίαν· καὶ ἔστι κρυπτόμενον, ἀλλὰ ῥοίζῳ φερόμενον καὶ ἄρδον τὸν τῆς Ἐκκλησίας παράδεισον. Τῶν ἄνωθεν ἡ
νύμφη ἐπαίνων ἀκούσασα, καὶ ἡσθεῖσα, καὶ εὐφραν‐

81

.

148

θεῖσα ὅτι οὐ μόνον αὐτῆς τὸ κάλλος ἐθαύμασεν, ἀλλὰ καὶ τὰς στολὰς αὐτῆς ἐπῄνεσε, φησίν·
5 ιϛʹ. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώ‐ ματά μου. ΚΕΦΑΛ. Εʹ. αʹ. Καταβήτω ἀδελφιδοῦς μου εἰς κῆπον αὑ‐
10τοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὑτοῦ. Τῶν διαβαλλομένων ἐστὶν ὁ βοῤῥᾶς παρὰ τῇ θείᾳ Γραφῇ· διὸ καὶ ὁ Θεὸς διὰ Ἱερεμίου φησὶ τοῦ προφήτου, ὅτι «Ἀπὸ βοῤῥᾶ ἐκκαυθήσεται κακά.» Καὶ πάλιν, «Καὶ τὰ ἀπὸ βοῤῥᾶ ἐκδιώξω ἀφ’ ὑμῶν.» Καὶ ἀλλα‐
15χοῦ· «Ἰδοὺ κακὰ ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ συντριβὴ μεγάλη.» Παρακελεύεται τοίνυν τῷ βοῤῥᾷ ἐξεγερθῆναι καὶ ὑποχωρῆσαι, ἵνα ὁ νότος διαπνεύσῃ, καὶ διαῤ‐ ῥεύσῃ πεπανθέντα τὰ τοῦ κήπου ἀρώματα· ἵνα τῶν καρπῶν αὐτῆς ὁ ἀδελφιδοῦς ἀπολαύσῃ. Ὁ δὲ
20νότος εὔδηλον, ὅτι ἀπὸ μεσημβρίας πνεῖ, νότος προσαγορευόμενος διὰ τὸ ὑγρὸς εἶναι, καὶ νο‐ τίδος πληροῦν ἐν τῷ πνεῖν τὰ σώματα· πλέον δὲ καὶ ἀπὸ τῆς μεσημβρίας εἰσρεῖ τὸ φῶς· διὸ καὶ τὸν Κύριον ἀπὸ μεσημβρίας ἥξειν ὁ Ἀββακοὺμ προ‐
25λέγει· «Ὁ Θεὸς γὰρ, φησὶν, ἀπὸ Θαιμὰν ἥξει· τοῦτο δὲ καὶ τῇ Ἑβραίων καὶ τῇ Σύρων ἑρμηνεύεται φωνῇ.» Παρακελεύεται τοίνυν ἀποστῆναι μὲν τὸ ἐναντίον Πνεῦμα, τὴν δὲ θείαν πνεῦσαι χάριν, ἵνα πεπανθέντας τοὺς τῶν ἀρωμάτων αὐτῆς καρποὺς ὁ
30ἀδελφιδοῦς αὐτῆς τρυγήσῃ, μηδενὸς ἀνεμοφθόρου γινομένου, ἢ πρὸ τῆς ὥρας ἐκπίπτοντος. «Εἰσῆλθον εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη.» —«Ἐτρύ‐ γησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου, μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ
35γάλακτός μου. Φάγετε, πλησίον, μου καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφιδοῖ μου.» Εἰσελήλυθα γὰρ, φησὶν, εἰς τὸν ἐμὸν κῆπον, τὸν ὑπὸ σοῦ μοὶ προσενεχθέντα, καὶ ἐτρύγησα πρώτην τὴν σμύρναν μου, τουτέστιν ἣν ἐγὼ ἐν σοὶ κατεφύτευσα· πρῶτος γὰρ ἐγὼ τὸν ὑπὲρ
40σοῦ θάνατον κατεδεξάμην, εἶθ’ οὕτως σὺ συναποθανεῖν μοι καὶ συνταφῆναι ἐπεθύμησας. Συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, καὶ ἐνέ‐ κρωσάς σου τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ἐτρύγησα τοιγαροῦν τὴν σμύρναν μου μετὰ ἀρωμάτων μου·
45καὶ τὴν ἄλλην γὰρ, φησὶν, ἀρετὴν, ἣν παρ’ ἐμοῦ ἐδι‐ δάχθης, ἐκαρπωσάμην καὶ ἔλαβον· ἔφαγον δὲ καὶ ἄρτον μου μετὰ μέλιτός μου, τὴν στερεὰν καὶ γλυκεῖαν τροφὴν, τὴν παρὰ τοῖς τελείοις εὑρισκο‐ μένην. «Ἔπιον οἶνόν μου.» Καὶ καλῶς τὴν ἀντωνυ‐

81

.

148

(50)

μίαν προστέθεικεν. Αὐτὸς γάρ ἐστιν ἡ ἀληθινὴ ἄμ‐
πελος, ἀφ’ ἧς ὁ οἶνος οὗτος ἐγεωργήθη. «Ἔπιον

81

.

149

οἶνόν μου μετὰ γάλακτός μου.» Οὐκ ἀποσείεται γὰρ οὐδὲ τοὺς νηπίους, καὶ οἱονεὶ ὑπομαζίους, καὶ γαλα‐ κτοτροφουμένους, ἀλλὰ καὶ τὸν σύμμετρον παρ’ ἐκεί‐ νων δέχεται καρπὸν, καὶ ἀγαθὸς ὢν καὶ τοὺς φίλους
5εἰς τὴν εὐωχίαν καλεῖ, καί φησι· «Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφιδοῖ μου.» Πλησιάζουσι δὲ αὐτῷ οἱ τετελειωμένοι, καὶ τὴν πρὸς αὐτὸν αὐτοῦ αὐχοῦσι συγγένειαν, οἱ τὴν εἰκόνα φυλάττοντες ἀδιάφθορον. Καὶ οὐ μόνον αὐτοῖς πιεῖν,
10ἀλλὰ καὶ μεθυσθῆναι παρακελεύεται· ἔστι γὰρ μέθη σωφροσύνην, ἀλλ’ οὐ παραφροσύνην ἐργαζομένη· οὐ παραλύουσα τὰ μέλη, ἀλλὰ ῥωννύουσα. «Τὸ γὰρ πο‐ τήριον αὐτοῦ μεθύσκον ὡσεὶ κράτιστον.» Ἀλλαχοῦ δὲ πάλιν ὁ μακάριος Δαβίδ· «Μεθυσθήσονται, φησὶν,
15ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Τῶν ἄνωθεν οὕτως ῥηθέντων, φησὶν ἡ νύμφη βʹ. Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Κἂν γὰρ ὑπὸ τῆς φύσεως ἀναγκασθῶ μύσαι τοὺς ὀφθαλμοὺς, καὶ τὸν ὕπνον δέξασθαι, κατὰ διάνοιαν
20ἐγρήγορα, καὶ τὸν τῆς ῥᾳθυμίας ὕπνον οὐ καταδέχο‐ μαι, τοῦ νυμφίου τὴν παρουσίαν προσμένουσα. Διὸ καὶ αἰσθάνομαι τῶν ἐκείνου κρουμάτων. «Φωνὴ γὰρ, φησὶν, ἀδελφιδοῦ μου κρούει ἐπὶ θύραν.» Παραθή‐ σωμεν, εἰ δοκεῖ, τούτοις τὰ ἐν τοῖς θείοις Εὐαγ‐
25γελίοις ὑπὸ τοῦ καλοῦ ποιμένος εἰρημένα· «Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Καὶ πάλιν· «Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.» Μακάριος τοίνυν ὁ ποιμαινόμενος, καὶ τοῦ ποιμένος τὴν φωνὴν
30ἐπιγινώσκων. Μακάριος ὁ νυμφοστολούμενος, καὶ διακρίνειν ἐπιστάμενος φωνὴν μοιχοῦ καὶ νυμφίου μακάριος ὁ λέγων· «Οὐ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν,» ἀλλ’ ἐγρη‐ γορὼς καὶ τὸν νυμφίον ἀναμένων κατὰ τὴν αὐτοῦ
35τοῦ Κυρίου παραίνεσιν· «Γρηγορεῖτε γὰρ, φησὶν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.» Ταύ‐ την δὲ καὶ ὁ μακάριος Παῦλος προσφέρει τὴν συμ‐ βουλὴν, λέγων· «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε, πάντα ὑμῶν ἐν ἀγάπῃ
40γινέσθω.» Ἐγρηγορυῖα τοίνυν ἡ νύμφη, καίτοι καθεύ‐ δει τὸν σωματικὸν ὕπνον, ἐν ἀπολαύσει γίνεται τῆς φωνῆς τοῦ νυμφίου, καὶ τῶν κρουμάτων τῆς θύρας ἀκούει· τίνες δὲ αἱ θύραι τῆς ψυχῆς, ἀλλ’ ἢ τοῦ σώματος αἱ αἰσθήσεις, δι’ ὧν ἡ νύμφη τὸν
45νυμφίον εἰσδέχεται οὐ μόνον κρούοντα, ἀλλὰ καὶ ἀνοιγῆναι αὐτῷ τὴν θύραν παρακαλοῦντα; «Ἄνοιξον γάρ μοι, φησὶν, ἀδελφή μου, ἡ πλησίον μου, περι‐ στερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.»

81

.

149

(50)

Σημαίνει δὲ διὰ μὲν τῆς νυκτὸς τὴν ἐν νυκτὶ γενο‐ μένην αὐτῷ ὑπὸ τῶν Ἰουδαίων ἐπανάστασιν· διὰ
δὲ τῆς δρόσου, καὶ τῶν ψεκάδων, τὸν τριήμερον

81

.

152

θάνατον, ὃν οἱ βόστρυχοι τῆς κεφαλῆς, καὶ οὐκ αὐτὸς ὑπεδέξατο. Ἐπειδὴ τοίνυν, φησὶ, τὸν ὑπὲρ σοῦ θάνα‐ τον κατεδεξάμην, καὶ διὰ σὲ ταῦτα ὑπέμεινα, ἄνοιξόν μοι, καὶ ὑπόδεξαί με· ἀγαπῶ γάρ σου τὴν πνευμα‐
5τικὴν εὐμορφίαν, καὶ τὴν ἐν ἀρετῇ τελειότητα. Διὸ καὶ ἀδελφήν μου καλῶ, καὶ πλησίον μου, καὶ περιστεράν μου, καὶ τελείαν μου. Τελείαν μὲν, ὡς τὴν ὑπ’ ἐμοῦ νομοθε‐ τηθεῖσαν τελειότητα τελοῦσαν· ἐγὼ γὰρ ἔφην· «Γί‐ νεσθε τέλειοι, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος
10τέλειός ἐστι.» Καὶ πάλιν· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτω‐ χοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ λαβὼν τὸν σταυρόν σου, ἀκολούθει μοι.» Περιστερὰν δέ μου καλῶ, ὡς πνευματικὴν γενομένην, καὶ τὸν παλαιὸν
15ἄνθρωπον ἀπεκδυσαμένην σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ πνευματικῶς ὁρᾷν δυναμένην. Πλησίον δέ μου, ὡς κατ’ ἴχνος μου βαίνουσαν, καὶ ἐγγίζειν μοι ἐπιθυμοῦσαν· ἐγὼ γὰρ ἔφην· Ἐγγίσατέ μοι, καὶ ἐγγιῶ ὑμῖν·» καλῶ δὲ καὶ ἀδελφήν μου· οὐ
20διὰ τὸ συγγενὲς μόνον τῆς φύσεως, ἧς ἀνέλαβον, ἀλλὰ καὶ διὰ τὴν τῆς εὐσεβείας οἰκειότητα. Τῶν ἄνωθεν οὖν ῥημάτων ἡ νύμφη ἀκούουσα, ἀποκρίνεται λέγουσα· γʹ. Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύ‐ σομαι αὐτόν; Ἐνιψάμην τοὺς πόδας μου, πῶς
25μολυνῶ αὐτούς; Διδασκόμεθα ἐντεῦθεν, ὅσην τίκτει βλάβην, καὶ ὅσον ἐπιφέρει πόνον τοῖς χρωμένοις ὁ ὄκνος· ἀναβολαῖς γὰρ ἡ νύμφη χρησαμένη, καὶ εὐ‐ θὺς ἀνοῖξαι τῷ νυμφίῳ τὴν θύραν οὐ βουληθεῖσα, ἀναγκάζεται μετὰ βραχὺ, οὐ μόνον μέχρι τῆς θύρας
30βαδίζειν, ἀλλὰ καὶ εἰς τὴν πόλιν τρέχειν, καὶ εἰς τὰς ἀγορὰς περινοστεῖν, καὶ περιπεσεῖν φύλαξί τισι, παρ’ ὧν καὶ τὰ τραύματα λαμβάνει, καὶ μόλις εὑρίσκει τὸν ποθούμενον νυμφίον. Εἰ δὲ εὐθὺς ὑπήκουσε τῷ καλέσαντι, τούτων ἂν ἁπάντων ἀπηλλάγη τῶν πόνων·
35νῦν δέ φησιν· «Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;» Καὶ μὴν οὐ τοῦτο αὐτῇ ὁ νυμφίος παρακελεύεται· οὔτε γὰρ βούλεται αὐτὴν ἀπεκδυσα‐ μένην τὸν παλαιὸν ἄνθρωπον πάλιν αὐτὸν ἐνδύσασθαι,
40οὔτε θέλει νιψαμένην αὐτὴν τοὺς πόδας, καὶ τῶν ἁγίων αὐτοῦ χειρῶν ἀπολαύσασαν, πάλιν τούτους μολῦναι· ἀλλ’ ἀνοῖξαι αὐτῷ ἀπόνως καὶ ἀμολύντως, ἢ τῆς ἀκοῆς, ἢ τοῦ ὀφθαλμοῦ τὴν θύραν· ἵνα ἢ διὰ γνώσεως, ἢ δι’ ἀκροάσεως εἰσελθὼν ὁ νυμφίος ταῖς
45ἡγιασμέναις ἐνοικήσῃ ψυχαῖς. Καὶ ἐπειδὴ ἀνεβάλ‐ λετο ἐκείναις ταῖς προφάσεσι χρησαμένη, ἑτέρως αὐτὴν ὁ νυμφίος διεγείρει, οὐκ ἔτι κρούων ἔξωθεν μόνον, ἀλλὰ καὶ τὴν χεῖρα διά τινος ὀπῆς εἰσάγων· χεῖρα δὲ νοοῦμεν τὴν αἴσθησιν τῆς ἁφῆς, καὶ τὴν θείαν αὐτοῦ ἐνέργειαν, ἧς αὐτὴν ἐν αἰσθήσει πε‐

81

.

152

(50)

ποίηκεν, ὡς βοῆσαι· δʹ—ζʹ. Ἀδελφιδοῦς μου χεῖρα αὐτοῦ ἀπέστειλε διὰ τῆς ὀπῆς· καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ’
αὐτοῦ. Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου·

81

.

153

χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου. Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδοῦς μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ.
5Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει· ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου ἀπ’ ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Ἐπειδὴ οὐκ
10ἠβουλήθη εὐθὺς ἀνοῖξαι κρούσαντι, ἅπτεται μὲν αὐ‐ τῆς διά τινος τῶν αἰσθητηρίων, ὅπερ ὀπὴν προσ‐ ηγόρευσεν, εἰσαγαγὼν τὴν χεῖρα, τουτέστι τὴν ἐνέρ‐ γειαν· θερμαίνει δὲ αὐτῆς καὶ πυρσεύει τὸν ἔρωτα· τοῦτο γὰρ παραδηλοῖ τὸ, «Ἡ κοιλία μου ἐθροήθη ἐπ’
15αὐτόν·» ὅπερ ὁ Θεοδοτίων «ἐθερμάνθη» εἴρηκεν· ἡ δὲ ἀνίσταται μεθυσθεῖσα τῷ πόθῳ, καὶ τρέχει πρὸς τὴν θύραν, καί φησιν· «Ὅτι χεῖρές μου, τὸ κλεῖθρον κατέχουσαι, καὶ ἀνοῖξαι βουλόμεναι, ἔσταξαν σμύρ‐ ναν, καὶ οἱ δάκτυλοί μου σμύρναν πλήρη·» τὴν γὰρ
20τελείαν περίκειμαι νέκρωσιν, μέχρις αὐτῶν τῶν ἀκροτάτων μορίων. Ἀνοίξασα δὲ τὴν θύραν, ὁρῶ τὸν ἀδελφιδοῦν μου παρατρέχοντά με, καὶ εἰσελθεῖν οὐ βουλόμενον. Ἐγὼ δὲ ἐξηρτημένη τοῦ φίλτρου, καὶ κρεμαμένη τῶν ἱερῶν αὐτοῦ λόγων, τῆς ζητήσεως
25εἰχόμην, καὶ βοῶσα διετέλουν, καὶ διηνεκῶς καλοῦσα· ὁ δὲ οὐχὶ ὑπήκουσεν, οὐδὲ ἀποκρίσεώς με ἠξίου· περινοστοῦσα δὲ, καὶ τὸν ποθούμενον ἐπιζητοῦσα, περιπίπτω τοῖς τὴν πόλιν οἰκοῦσι καὶ φυλάττουσιν· οἱ δὲ οὐ μόνον με ᾐκίσαντο, ἢ ἐμαστίγωσαν, ἀλλὰ
30καὶ τραύματα περιέθηκαν, καὶ τὸ θέριστρόν μου ἀφείλοντο. Φύλακας δὲ τειχῶν ὑπὸ τῆς νύμφης ἡγοῦμαι καλεῖσθαι καὶ φύλακας πόλεως, δημαγωγοὺς καὶ ἄρχοντας, καὶ τυράννους, πάλαι τῇ τοῦ Θεοῦ πολεμήσαντας νύμφῃ, καὶ τοὺς καλλινίκους μάρτυ‐
35ρας πατάξαντάς τε καὶ τραυματίσαντας, καὶ τῷ θανάτῳ παραδεδωκότας, καὶ τὰς ψυχὰς γυμνώσαν‐ τας, καὶ τὸ σῶμα ἀπὸ τῶν ψυχῶν οἷόν τι θέριστρον εἰληφότας. Καὶ γὰρ ἐκεῖνοι τὸν νυμφίον ποθοῦντες, καὶ πάντοτε τοῦτον κηρύττοντες ἐν ταῖς πόλεσι, καὶ
40ἀγροῖς, καὶ ἐσχατιαῖς, ταῦτα πάντα ὑπέμειναν. Διδασκόμεθα τοίνυν ἐκ τῶν εἰρημένων, πάντα ὄκνον ἀποθέσθαι, καὶ τῷ νυμφίῳ κρούοντι παραυτίκα ἀνοίγειν, ἵνα μὴ ἀπελθόντος πάντοσε περινοστεῖν ἀναγκασθῶμεν, καὶ ζητεῖν τὸν ποθούμενον.
45 ηʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδοῦν μου, ἀπαγγείλατε αὐτῷ, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Ἐπιφαίνεται γὰρ πολλάκις καὶ τοῖς ἀτελέσιν ἔτι καὶ νηπίοις ὁ

81

.

153

(50)

νυμφίος, συγκαταβαίνων τῇ ἀσθενείᾳ, καὶ προτρέ‐ πων εἰς τελειότητα· «Οὐ χρείαν γὰρ ἔχουσιν οἱ
ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες·» Ὁρκίζει

81

.

156

τοιγαροῦν τὰς νεάνιδας, εἰ εὕροιεν τὸν ἀδελφιδοῦν αὐτῆς, ἀπαγγεῖλαι ὅσον ἔχει περὶ αὐτὸν ἔρωτα, καὶ ὅτι τῷ ἐκλεκτῷ βέλει τῆς ἀγάπης τέτρωται. Ἀγνοοῦ‐ σιν αἱ νεάνιδες τὸ τοῦ ἀδελφιδοῦ ὄνομα· ἔτι γὰρ
5ἀτελεῖς εἰσι, καὶ τῶν μυστηρίων τὸ βάθος ἀγνοοῦσιν. Διό φασι· θʹ. Τί ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; Τί ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; Πολλάκις γὰρ, φησὶν,
10ἠκούσαμεν λεγούσης· «Ἀδελφιδοῦς μου, τοῦ ἀδελφιδοῦ μου,» καὶ ἀγνοοῦμεν τῶν ὑπὸ σοῦ λεγο‐ μένων τὴν δύναμιν. Ἐπειδὴ τοίνυν ὅρκος ἐστὶν ἐν μέσῳ, οὐ δυνάμεθα σιγῇ παραπέμψασθαι τὰ ὑπὸ σοῦ προσταχθέντα· δίδαξον ἡμᾶς τοίνυν, ὦ καλὴ ἐν γυ‐
15ναιξί· πασῶν γὰρ εὐπρεπεστέρα τυγχάνεις, καὶ νεα‐ νίδων, καὶ παλλακίδων, τί σοι βούλεται τοῦτο τὸ ὄνομα; Διαπαντὸς γὰρ τοῦτο προσφέρεις, λέγουσα νῦν μὲν «τοῦ ἀδελφιδοῦ μου·» νῦν δὲ, «ὁ ἀδελφιδοῦς μου·» εἰ γὰρ μάθοιμεν παρὰ σοῦ τίς οὗτος, καὶ οἷα
20σημεῖα περίκειται, θεραπεύσομέν σε καὶ πληρώσο‐ μέν σου τὸ πρόσταγμα· διδάσκει τοίνυν τὰς μα‐ θητευομένας ὑπ’ αὐτῆς ἡ νύμφη τὰ τοῦ νυμφίου ση‐ μεῖα, καί φησιν αὐταῖς· ιʹ—ιϛʹ. Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλε‐
25λογισμένος ἀπὸ μυριάδων. Κεφαλὴ αὐτοῦ χρυσίον ὀφάτζ· βόστρυχοι αὐτοῦ, ἐλάται· μέλανες ὡς κόραξ· Οἱ ὀφθαλμοὶ αὐτῷ ὡσεὶ πε‐ ριστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουσμέ‐ ναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδά‐
30των. Σιαγόνες αὐτοῦ, ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. Χεῖρες αὐ‐ τοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπ‐
35φείρου. Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς λίβανος ἐκλεκτὸς, ὡς κέδροι. Φάρυγξ αὐτοῦ γλυκασμὸς, καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδοῦς μου, καὶ οὗτος πλησίον μου, θυγα‐
40τέρες Ἱερουσαλήμ. Ἐρωτησάσας τὰς νεάνιδας διδά‐ σκει ἡ νύμφη τοῦ ἀδελφιδοῦ τὰ σημεῖα, καί φησιν· «Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥός.» Πρῶτον μὲν τίθησι τὸ «λευκὸς,» δεύτερον δὲ τὸ «πυῤῥός·» Θεὸς γὰρ ἀεὶ ἦν, ἐγένετο δὲ καὶ ἄνθρωπος, οὐκ ἀφεὶς ὃ
45ἦν, οὐδὲ τραπεὶς εἰς ἄνθρωπον, ἀλλ’ ἀνθρωπείαν ἐν‐ δυσάμενος φύσιν. Λευκὸς τοίνυν ἐστὶν, ὡς Θεός· τί γὰρ φωτὸς λαμπρότερον; φῶς δέ ἐστιν ἀληθινὸν,
κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν· «Ἦν γὰρ, φησὶ,

81

.

157

τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Οὐ μόνον δὲ λευκός ἐστιν, ἀλλὰ καὶ πυῤῥός· οὐ μόνον γάρ ἐστι Θεὸς, ἀλλὰ καὶ ἄνθρωπος· τὸ δὲ πυῤῥὸν παραδηλοῖ τὸ
5γήϊνον· διὸ καὶ ἐν τῷ Ἡσαΐᾳ ἐρωτῶσιν αἱ θεῖαι δυ‐ νάμεις, ὁρῶσαι αὐτὸν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνιόντα, καί φασι· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος·» καὶ θαυμάζουσιν αὐτοῦ
10καὶ τὸ ἐν σώματι κάλλος, στολὴν αὐτοῦ τοῦτο προσ‐ αγορεύσαντες. «Ὡραῖος γάρ ἐστι κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,» ὡς ἄνθρωπος· τὸ γὰρ θεῖον αὐτοῦ κάλλος ἀσύγκριτον, ὡς ἀνέφικτον· ἐρωτῶσι δὲ αὐτὸν, καί φασιν· «Ἱνατί σου ἐρυθρὰ τὰ ἱμάτια,
15ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένης;» Καὶ διδάσκει αὐτὰς μαθεῖν ποθούσας τῆς ἐρυθρότη‐ τος τὴν αἰτίαν, καὶ λέγει· «Ληνὸν ἐπάτησα μονώτα‐ τος, καὶ τῶν ἐθνῶν οὐδεὶς ἦν μετ’ ἐμοῦ·» —«Οὔτε γὰρ πρέσβυς, οὔτε ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν
20ἡμᾶς,» κατὰ τὴν Ἡσαΐου προφητείαν· «Καὶ συνεπά‐ τησα αὐτὸς, φησὶν, ἐν τῷ θυμῷ μου, καὶ συνέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου,» τοὺς τῆς ἀνθρωπείας φύ‐ σεως πολεμίους δαίμονας, καὶ τῶν ἐκείνων στρα‐ τόν· «Καὶ κατεῤῥάνθη τῷ κατανικήματι αὐτῶν
25τὰ ἱμάτιά μου·» ἐν γὰρ τῷ νικᾷν καὶ καταλύειν αὐτῶν τὸ κράτος, ἔλαβόν τινας αἱμάτων ῥανίδας ἐν τοῖς ἱματίοις· δηλοῖ δὲ τὸν τριήμερον θάνατον. Καὶ προσεκτέον ἀκριβῶς, ὡς οὐ λέγει κατεῤῥάνθην ἐγὼ, ἀλλὰ κατεῤῥάνθη τῷ κατανικήματι αὐτῶν τὰ
30ἱμάτιά μου, τουτέστι τὸ σῶμά μου· ἀπαθὴς γὰρ ἡ θεία φύσις, τὸ δὲ σῶμα τὸ πάθος ἐδέξατο· σύροντος μὲν αὐτὸ τοῦ ἑνωθέντος Θεοῦ Λόγου, πάθος δὲ ἐκεῖθεν οὐχ ἑλκύσαντος, ἐπειδὴ φύσει τὸ Θεῖον πάθους ὑπέρτερον. Διὰ τοῦτό φησιν ἡ νύμφη·
35«Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελεγμένος ἀπὸ μυριάδων.» Ἁπάσης γὰρ φύσεως κρείττων ἡ ἀπαρχή· «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑ‐ ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» διὸ θυσία ἄμωμος ὑπὲρ παντὸς προσηνέχθη τοῦ γένους· τούτου χάριν
40καὶ διὰ Ἡσαΐου τοῦ προφήτου ὁ τῶν ὅλων προαγο‐ ρεύει Θεὸς λέγων· «Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρετισά‐ μην, ὁ ἐκλεκτός μου, ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτὸν, κρίσιν τοῖς ἔθνε‐ σιν ἐξοίσει.» Εἰκότως τοίνυν ἡ νύμφη φησίν·
45«Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελεγμένος ἀπὸ μυριάδων.» Ἔπρεπε γὰρ τῷ τὰς ἁμαρτίας ἡμῶν ἀνειληφότι, αἵτινες ἦσαν πυῤῥαὶ ὡς φοινικοῦν, καὶ ὡς κόκκινον, πυῤῥῷ γενέσθαι καὶ προσαγορευ‐ θῆναι· «Ἀλλὰ καὶ κεφαλὴ αὐτοῦ, φησὶ, χρυσίον

81

.

157

(50)

ὀφάτζ·» κατὰ μὲν τὸν Σύμμαχον, «ὡς λίθος τίμιος·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «ἐπίσημος χρυσῷ.»
Κεφαλὴν δὲ αὐτοῦ τροπικῶς καλεῖ τὸ Θεῖον, τὸ λευκὸν

81

.

160

ἄνω προσαγορευθέν. Διὸ χρυσῷ καὶ λίθῳ αὐτὴν ἀπει‐ κάζει, ταῖς παρὰ ἀνθρώποις τιμιωτάταις ὕλαις· οὐ γὰρ εὗρεν ἕτερον ὄνομα εὐπρεπέστερον. «Βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ.» Τὰς ἐκ τῆς κεφα‐
5λῆς ἐκείνου προχεομένας χάριτας ἡγοῦμαι βο‐ στρύχους ὀνομάζεσθαι· μέλανας μὲν κατ’ ἄλλο, ἐλά‐ τας δὲ καθ’ ἕτερον ὀνομαζομένους. Αἱ γὰρ ἐλάται, καρπός εἰσι φοινίκων ἀρσένων, τοῖς θήλεσιν ἐπιβαλ‐ λόμενοι, καὶ ὡρίμους γίνεσθαι παρασκευάζοντες τοὺς
10ἐκείνων καρπούς. Ἐπειδὴ τοίνυν τῶν ποικίλων αὐ‐ τοῦ χαρισμάτων ἀπολαύοντες οἱ πεπιστευκότες αὐτῷ καρποφοροῦσιν αὐτῷ τὴν εὐσέβειαν, ἐλάταις εἰκότως ἀπεικάζει τοὺς βοστρύχους· μέλανας δὲ προσαγο‐ ρεύει, διὰ τοῦ βαθέος χρώματος καὶ σκοτεινοῦ, τὸ
15ἀνέφικτον τῶν οἰκονομιῶν παραδηλῶν. «Βόστρυχοι ἐλάται, μέλανες ὡς κόραξ·» τὸν δὲ κόρακα ἐνταῦθα περιείληφε τῆς χρόας ἕνεκα μόνης· «Οἱ ὀφθαλμοὶ αὐτοῦ, φησὶν, ὡσεὶ περιστεραὶ ἐπὶ πληρώματα ὑδά‐ των· πάλιν ἐνταῦθα διὰ τῶν ὀφθαλμῶν τὸ ὀπτικὸν
20αὐτοῦ θαυμάζει. Διὸ ὡς περιστερὰς αὐτοὺς εἶναι λέγει ἐπὶ πληρώματα ὑδάτων· καὶ ἀναμιμνήσκει ἡμᾶς τῆς ἐν τῷ Ἰορδάνῃ κατελθούσης ἐπ’ αὐτὸν περιστερᾶς. Καὶ μηδένα ξενιζέτω τὸ «ὡς περιστε‐ ραὶ,» ἀλλὰ μὴ «περιστερὰ» ῥηθῆναι· εὑρίσκομεν
25γὰρ οὐ μόνον «πνεῦμα,» ἀλλὰ καὶ «πνεύματα» παρὰ τῇ θείᾳ Γραφῇ προσαγορευόμενα· οὐκ ἐπειδὴ πολλὰ Πνεύματα ἅγια, ἓν γάρ ἐστι Πνεῦμα ἅγιον, ὁ Παράκλητος· ἀλλὰ τὰ τούτου χαρίσματα πνεύματα οἶδε καλεῖν ὁ μακάριος Παῦλος· «Καὶ πνεύματα
30γὰρ, φησὶ, προφητῶν προφήταις ὑποτάσσεται.» Ἐπειδὴ τοίνυν πάντα εἶχεν ὁ Δεσπότης Χριστὸς τοῦ Πνεύματος τὰ χαρίσματα, κατὰ τὸ ἀνθρώπειον, διό φησιν ἡ νύμφη· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ περι‐ στεραὶ ἐπὶ πληρώματα ὑδάτων.» Διηνεκῶς γὰρ εἰς
35τὴν τοῦ βαπτίσματος βλέπουσι χορηγίαν οἱ ὀφθαλ‐ μοὶ αὐτοῦ, τοὺς σωζομένους ἀναμένοντες, καὶ πάντων τὴν σωτηρίαν ποθοῦντες· ἀλλὰ καὶ «λελουμέναι ἐν γάλακτι, φησὶν, αἱ περιστεραὶ, καὶ καθήμεναι ἐπὶ πληρώματα ὑδάτων.» Τοὺς μὲν γὰρ γαλακτο‐
40τροφοῦσι, ταύτης τῆς τροφῆς δεομένους· τοὺς δὲ νεουργοῦσι καὶ ἀνανεοῦσιν, ὑπὸ τῆς ἁμαρτίας πα‐ λαιωθέντας, «καθήμεναι ἐπὶ πληρώματα ὑδάτων,» καὶ ταῦτα ἁγιάζουσαι. Καὶ εἰκότως ἔφη «πληρώματα ὑδάτων·» τοὺς γὰρ ἀτελῆ τὴν πίστιν κεκτημένους,
45καὶ μετὰ εἰλικρινοῦς πίστεως μὴ προσιόντας οὐχ ὑπο‐ δέχεται· ὁποῖος ἦν ὁ Σίμων, ὃς ἐβαπτίσθη μὲν, ἀνάξιος δὲ ὤφθη τῆς χάριτος, μὴ γενόμενος πεπληρωμένος, ἀλλ’ ἐλλείπων, καὶ τὸ τέλειον οὐκ ἔχων τῆς πίστεως. «Σιαγόνες αὐτοῦ, φησὶν, ὡς φιάλαι τοῦ ἀρώματος φύου‐

81

.

160

(50)

σαι μυρεψικὰ, καὶ χείλη αὐτοῦ κρίνα στάζοντα σμύρ‐ ναν πλήρη.» Σιαγόνας δὲ πάλιν καὶ χείλη τὴν διδα‐ σκαλίαν καλεῖ· ὄργανα γὰρ τοῦ λόγου καὶ χείλη, καὶ σιαγόνες· τούτων γὰρ κινουμένων ἡ ἔναρθρος ἀπο‐ τελεῖται φωνή· φιάλας δὲ ἀρώματος ταύτας προσ‐
55αγορεύει, διὰ τὸ τῆς διδασκαλίας εὐῶδες· λέγει δὲ

81

.

161

αὐτὰς καὶ φύειν μυρεψικά· ἐκεῖθεν γὰρ τὰς τῆς διδασκαλίας ἀφορμὰς λαμβάνοντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷόν τινες μυρεψοὶ γίνονται τοῦ κηρύ‐ γματος, καὶ τὸ μύρον τῆς ὠφελείας κατασκευάζουσι.
5Κρίνοις δὲ, φησὶν, ἔοικεν αὐτοῦ τὰ χείλη· λάμπουσι γὰρ οἱ θεῖοι λόγοι, οὐδὲν ἀνθρώπινον ἔχοντες· οὔτε γὰρ νήθει, οὔτε ὑφαίνει τὰ κρίνα, κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν, ἀλλ’ ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς ἀμφιέννυσιν αὐτά. Ἐπειδὴ τοίνυν πάσης ἀνθρωπίνης
10σοφίας οἱ θεῖοι λόγοι γεγύμνωνται, μόνον δὲ τὸ θεῖον ἔχουσι κάλλος, εἰκότως φησί· «Χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη,» τουτέστι τὴν ἐν τῷ παρόντι βίῳ νέκρωσιν ἐκπαιδεύοντα. Τοιαῦτα γὰρ τὰ τοῦ Κυρίου διδάγματα· «Ὁ μὴ καταλιμπάνων
15πατέρα, καὶ μητέρα, καὶ γυναῖκα, καὶ ἀγροὺς, καὶ ἀμπελῶνας ἕνεκεν ἐμοῦ, οὐκ ἔστι μου ἄξιος·» καί· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος·» καί· «Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρ‐
20χοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρόν σου ἀκολούθει μοι·» διὰ τοῦτο στάζει χείλη αὐτοῦ σμύρ‐ ναν πλήρη. «Χεῖρες δὲ αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι Θαρσεῖς.» Χεῖρας δὲ τὴν πρακτικὴν ἀρετὴν ὀνομάζει, ἣν μετὰ πάσης ἁρμονίας μετελή‐
25λυθεν, οἷον διατορεύων καὶ ἀπευθύνων πρᾶξιν ἑκά‐ στην. Διὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν· «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Χρυσᾶς δὲ πάλιν καλεῖ, ὡς τιμίους καὶ σπανίους. Τὸ δὲ Θαρσεῖς διὰ τὸ δόκιμον ἔλαβε τοῦ χρυσίου· ἐκεῖ‐
30θεν γὰρ λέγει ἡ θεία Γραφὴ τὸ ἀκίβδηλον καὶ ἄπ‐ εφθον» καὶ δόκιμον χρυσίον κομίζεσθαι. «Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου.» Ὁ γὰρ βυθὸς αὐτοῦ τῶν μυστηρίων, καὶ τὸ ταμιεῖον τῆς γνώσεως, ἔνθα εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σο‐
35φίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, πυξίον εἰσὶν ἐλε‐ φάντινον τοῖς τῆς ἀποκαλύψεως ἀξίοις. Καὶ τῇ μὲν φύσει ἐστὶν ἀκατάληπτα· διὸ «ἐπὶ λίθου σαπφείρου·» ὃ παραδηλοῖ τὸ βαθὺ καὶ κεκρυμμένον τῶν θείων. Ἀλλ’ ὅμως τοῦτο τὸ βαθὺ, καὶ κεκρυμμένον, καὶ
40ἄδηλον, πυξίον ἐλεφάντινον γίνεται τοῖς ἀξίοις· διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐ‐
45τοῦ·» καὶ πάλιν· «Τὸ μυστήριον αὐτοῦ τὸ ἀπο‐ κεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ὡς νῦν ἀπεκαλύ‐ φθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις.» Διὸ τὴν κοιλίαν αὐτοῦ φησὶ πυξίον εἶναι ἐλεφάντι‐

81

.

161

(50)

νον ἐπὶ λίθου σαπφείρου· καὶ τοὺς μὲν βοστρύχους δήλους ὄντας μέλανας ἔφη· τοῖς γὰρ μηδέπω τῆς
θείας ἀποκαλύψεως τετυχηκόσι, καὶ τὰ δοκοῦντα εἶναι

81

.

164

δῆλα, ἐστὶν ἄδηλα, καὶ τὰ αἰσθητὰ ἀκατάληπτα· τοῖς δὲ τῶν θείων μυστηρίων ἐντὸς γεγενημένοις, καὶ τὰ ἄδηλα γίνεται φανερά. Διὸ καὶ ὁ μακάριος Δαβίδ φησι· «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
5ἐδήλωσάς μοι.» Τοῦτο τοίνυν καὶ ἡ νύμφη λέγει· «Ἡ κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπ‐ φείρου· κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι, τεθεμε‐ λιωμένοι ἐπὶ βάσεις χρυσᾶς·» τὸ ἑδραῖον αὐτοῦ, καὶ σταθηρὸν, καὶ μόνιμον, καὶ διαρκὲς, διὰ τῶν
10μαρμαρίνων στύλων ἐδήλωσε· καὶ τὰς βάσεις δὲ αὐτῶν χρυσᾶς ὠνόμασε, τὸ τίμιον τῶν πράξεων διὰ τούτων παραδηλῶν. «Εἶδος αὐτοῦ ὡς λίβανος, ἐκλεκτὸς ὡς κέδροι.» Πάλιν ἐνταῦθα τὸ διπλοῦν ἑρμηνεύει τῶν φύσεων· λίβανον μὲν τὴν θείαν προσαγορεύει,
15ἐπειδὴ λίβανος κατὰ τὸν νόμον Θεῷ προσεφέρετο. Κέδρον δὲ καλεῖ τὴν ἀνθρωπείαν, ὡς σηπεδόνα τῆς ἁμαρτίας οὐ δεξαμένην· ἄσηπτος γὰρ ἐν ξύλοις ἡ κέδρος. «Φάρυγξ αὐτοῦ γλυκασμός·» τί γὰρ τῶν θείων λογίων γλυκύτερον; Διὸ καὶ ὁ μέγας Δαβίδ·
20«Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου·» καί· «Τὰ κρί‐ ματά σου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπι‐ θυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι κηρίον.» Διὸ καὶ οἱ ὑπηρέται
25τῶν ἀρχιερέων, οἱ ἐπ’ αὐτὸν ἀποσταλέντες, καὶ κατα‐ κηληθέντες, καὶ ἑαλωκότες τῷ πόθῳ τῆς τῶν λόγων γλυκύτητος, φασὶ τοῖς ἀποστείλασιν· «Οὐδέποτε οὕ‐ τως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος·» καὶ ἄλλοι ἐβόων· «Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε,
30καὶ μαστοὶ οὓς ἐθήλασας.» —«Φάρυγξ τοίνυν αὐτοῦ γλυκασμός·» ἀλλὰ καὶ, «ὅλος ἐστὶν ἐπιθυμία·» ἀπορήσας γὰρ λοιπὸν ἄλλων ἐπαίνων ἑνὶ αὐτὸν ὀνό‐ ματι ὀνομάζει. Τί δήποτε γὰρ, φησὶ, κατὰ μέρος αὐ‐ τοῦ διηγοῦμαι τὸ κάλλος; ὅλος γάρ ἐστιν ἐπιθυμία,
35ἕλκων ἅπαντας εἰς ἔρωτα, βιαζόμενος εἰς ἀγάπην, ἐπιθυμίαν ἐμβάλλων, οὐ τοῖς ὁρῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσι· ταῦτα εἰρηκυῖα, φησὶ ταῖς νεάνι‐ σιν· «Οὗτος ἀδελφιδοῦς μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ.» Ἐπειδὴ ἠγνοεῖτε, καὶ
40ἠρωτᾶτε, Τί ὁ ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ; ἰδοὺ λέγω ὑμῖν, ὅτι «Τοιοῦτός ἐστιν ὁ ἀδελφιδοῦς μου, καὶ τοιοῦτός ἐστιν ὁ πλησίον μου· φροντίσατε τοί‐ νυν τοῦ ὅρκου, καὶ μὴ ἀμελήσητε, ἀλλὰ ζητήσατε αὐτὸν καὶ ἀπαγγείλατέ μου τὸν πόθον. Μαθοῦσαι
45τοίνυν ἐκεῖναι τοῦ νυμφίου τὰ σημεῖα, πάλιν ἐπερω‐ τῶσι καὶ πυνθάνονται, ποῦ πορεύεται, καὶ ποῦ ἐξ‐ εδήμησε, καί φασι· ιζʹ. Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδοῦς σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδοῦς σου, καὶ

81

.

164

(50)

ζητήσομεν αὐτὸν μετὰ σοῦ. Εἰ γὰρ μάθοιμεν τὸν
τῆς ἀποδημίας τόπον, οὐκ ἀμελήσομεν, ἀλλὰ κοινω‐

81

.

165

νήσομέν σοι τοῦ πόνου, καὶ ζητήσομεν ὃν ποθεῖς. Πάλιν τοίνυν αὐταῖς ἀποκρίνεται, λέγουσα· ΚΕΦΑΛ ϛʹ. αʹ. Ἀδελφιδοῦς μου κατέβη εἰς κῆπον αὑτοῦ,
5εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα. Ζητητέον δὲ, τί δήποτε καὶ ἕνα λέγει κῆπον, καὶ πολλούς· «Κατέβη γὰρ εἰς κῆπον αὑτοῦ, ποιμαίνειν ἐν κήποις.» Καὶ γὰρ μία ἐστὶν Ἐκκλησία, κατὰ τὸν μακάριον Παῦλον· «Ἡρ‐
10μοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ πάλιν· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χρι‐ στὸς ἠγάπησε τὴν Ἐκκλησίαν.» Ἀλλὰ καὶ πολλὰς δὲ αὐτὰς πάλιν ὁ μακάριος Παῦλος καλεῖ· οὐ κατὰ
15τὴν πνευματικὴν, ἀλλὰ κατὰ τὴν τοπικὴν διαίρεσιν τοῦτο ποιῶν· «Παῦλος γὰρ, φησὶν, ὁ ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Καὶ Κορινθίοις δὲ γράφων φησίν· «Καὶ γυναῖκες ὑμῶν ἐν ταῖς Ἐκκλησίαις σιγάτω‐
20σαν.» Διὰ τοῦτο ἡ νύμφη φησίν·» Ἀδελφιδοῦς μου κατέβη εἰς κῆπον αὐτοῦ, εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα·» πάσας γὰρ ποιμαίνει τὰς Ἐκκλησίας, καὶ χαίρει ταῖς φιά‐ λαις τοῦ ἀρώματος, τοῖς τὴν εὐοσμίαν αὐτοῦ κεκτη‐
25μένοις, καὶ τοὺς τῆς νύμφης τὸ κάλλος μιμησαμέ‐ νους καὶ κρίνα γενομένους συλλέγει, καὶ τῇ νύμφῃ συνάπτει. Τούτοις ἐπιφέρει ἡ νύμφη· βʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδοῦς μου ἐμοί· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. Αὐτοῦ γὰρ
30ἐξήρτημαι, καὶ αὐτῷ ἐμαυτὴν ἀνέθηκα. Καὶ γὰρ αὐ‐ τός με πάσης προτετίμηκε τῆς οἰκουμένης, καὶ ἑαυτῷ συνῆψε, καὶ γεγηρακυῖαν ἀνενεώσατο, καὶ πε‐ νομένην ἐπλούτισε, καὶ δυσειδῆ οὖσαν ὡραίαν ἀπ‐ έφηνε, καὶ μώλωπας ἔχουσαν σεσηπότας καὶ δυσώδεις
35ἰάσατο, καὶ εὐωδίας ἐπλήρωσε· διὰ τοῦτο λέγω· «Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδοῦς μου ἐμοί· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,» ἢ «ὁ ποιμαίνων τὰ ἄνθη,» κατὰ τὸν Σύμμαχον· καὶ γὰρ τοὺς γενο‐ μένους κρίνα ποιμαίνει, καὶ ἐν κρίνοις τοὺς ἀξίους
40ποιμαίνει· οὐδὲν δὲ τῶν θείων Γραφῶν εὐωδέστε‐ ρον. Ἀκούσας ὁ νυμφίος τῶν λόγων τῆς νύμφης, καὶ ἐλεήσας αὐτὴν ποθοῦσαν αὐτὸν, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν φανταζομένην καὶ περὶ αὐτοῦ διαλεγο‐ μένην, καὶ τὸ κάλλος αὐτοῦ διεξιοῦσαν, ἐπιφαίνεται
45αὐτῇ, λέγων· γʹ. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλήμ· θάμβος, ὡς τεταγμένη. Καὶ ποιεῖ αὐτῇ ὄνομα τὸ δι’ αὐτὴν γενόμενον πρᾶγμα. «Ἐπειδὴ γὰρ ηὐδόκησε Κύριος τὴν γῆν

81

.

165

(50)

αὐτοῦ, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ
ἀφῆκε τὰς ἀνομίας τῷ λαῷ αὐτοῦ, καὶ ἐκάλυψε πάσας

81

.

168

τὰς ἁμαρτίας αὐτοῦ·» εἰκότως αὐτὴν εὐδοκίαν προσαγορεύει· καὶ ὥσπερ αὕτη αὐτὸν ἐπιθυμίαν ἄνω ὠνόμασεν, ἀπὸ τοῦ οἰκείου πάθους τὴν προσ‐ ηγορίαν θεμένη· ἐπιθυμοῦσα γὰρ αὐτοῦ διηνεκῶς,
5ἐπιθυμίαν καλεῖ· οὕτως καὶ αὐτὸς εὐδοκήσας, καὶ θελήσας μνηστεύσασθαι αὐτὴν καὶ ἑαυτῷ συνᾶψαι, εὐδοκίαν ὀνομάζει. Οὕτως γὰρ, φησὶν, εἶ καλὴ, ὡς εὐ‐ δοκηθεῖσα παρ’ ἐμοῦ καὶ ἀγαπηθεῖσα· οὐ μόνον δὲ καλὴ εἶ, ἀλλὰ καὶ ὡραία, καὶ οὐχ ἁπλῶς ὡραία,
10ἀλλ’ ὡς Ἱερουσαλήμ· οὐχ αὕτη ἡ κάτω, ἀλλ’ ἡ ἄνω, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Ἡ δὲ ἄνω Ἱερου‐ σαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Ἐκείνῃ ἔοικας, ὦ πλησίον μου· τὴν γὰρ ἀγ‐ γελικὴν πολιτείαν μεμίμησαι· προμελετᾷς ἐν γῇ τὰ
15οὐράνια, καὶ ἐν σαρκὶ περιπατοῦσα οὐ κατὰ σάρκα στρατεύῃ, καὶ κατὰ σκοπὸν διώκεις ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ τὰ ἄνω ζητεῖς, οὗ ἐγώ εἰμι ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Διὰ τοῦτο «ὡραία εἶ, ὡς Ἱερουσαλὴμ,» καὶ οὐχ ἁπλῶς ὡραία, ἀλλὰ θάμβος
20ἐμποιοῦσα τοῖς ὁρῶσί σε· ἐκπλήττονται γὰρ οἱ τὴν τάξιν σου θεώμενοι· οὐδὲν γὰρ παρὰ σοὶ ἄτακτον, οὐδὲν ἀόριστον, οὐδὲ ἀδιάκριτον, ἀλλὰ πάντα τε‐ ταγμένα καὶ κεκριμένα· καὶ οἶδας ἀκριβῶς τὴν τῶν πραγμάτων ἀκολουθίαν, πάντων προτιμᾷν τὸν νυμ‐
25φίον δεδίδαξαι, καὶ μετ’ ἐκεῖνον τοὺς ἐκείνῳ πλησιά‐ ζοντας. Τούτοις προστίθησιν·
29δʹ. Ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου,
30ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ κάλλος τῶν ὀφθαλμῶν σου, καὶ ἡ θεωρία τοῦ ὀπτικοῦ σου, καὶ τὸ ὀξυδερκὲς τῆς διανοίας σου, εἵλκυσάν με εἰς ἔρωτά σου· ἀλλὰ μὴ πέρα τοῦ με‐ τρίου εἰς ἐμὲ ἀτενίσῃς, ἵνα μὴ βλάβην ἐντεῦθεν ἑλ‐
35κύσης· ἀνέφικτος γάρ εἰμι, καὶ ἀκατάληπτος, καὶ πᾶσαν ὑπερβαίνων κατάληψιν, οὐκ ἀνθρωπίνην μό‐ νην, ἀλλὰ καὶ ἀγγελικήν· κἂν βουληθῇς ὑπερβῆναι τοὺς ὅρους, καὶ περιεργάσασθαι τὰ τῆς σῆς δυνάμεως ἐπέκεινα, οὐ μόνον οὐδὲν εὑρήσεις, ἀλλὰ καὶ ἀμαυ‐
40ρώσεις τὸ ὄμμα, καὶ ἀμβλύτερον τοῦτο ποιήσεις. Τοιαύτη γὰρ τοῦ φωτὸς ἡ φύσις· ὥσπερ γὰρ φωτί‐ ζει τὸ ὄμμα, οὕτως τούτου τὴν ἀπληστίαν κολάζει τῇ βλάβῃ· «Ἀπόστρεψον τοίνυν τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου·» χαλεπώτερά σου μὴ ἐρεύνα, καὶ
45ἰσχυρότερά σου μὴ ζήτει· ἃ προσετάχθη σοι, ταῦτα διανοοῦ. Τούτοις πάλιν ἐπιφέρει τοὺς προτέρους ἐπαίνους, καὶ λέγει· εʹ, ϛʹ. Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀν‐ εφάνησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου, ὡς

81

.

168

(50)

ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἳ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα
οὐκ ἔστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον

81

.

169

χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ϛʹ. Ὡς λέ‐ πυρον ῥοᾶς μῆλά σου, ἐκτὸς τῆς σιωπήσεώς σου. Ταῦτα ἑρμηνεύσαντες ἄνω, περιττὸν ἡγούμεθα δὶς ἑρμηνεύειν· δυνατὸν γὰρ, κἂν ἐπιλάθηταί τις τῆς
5ἑρμηνείας, εἰς ἐκεῖνα ἀναδραμόντα τὴν σαφήνειαν εὑρεῖν. Οὐχ ἁπλῶς δὲ, οὐδὲ ὡς ἔτυχε δὶς τὰς αὐτὰς εὐφημίας τῇ νύμφῃ προσήνεγκεν, ἀλλὰ ἀναμιμνή‐ σκων αὐτὴν τοῦ οἰκείου κάλλους, καὶ παραινῶν σῶον τοῦτο φυλάξαι, καὶ μηδένα δέξασθαι μῶμον· Ἰδοὺ
10γὰρ, φησὶν, οἵαν σε ἀνθ’ οἵας ἠργασάμην, καὶ ὁποίαν σοὶ ὥραν ἐχαρισάμην, καὶ ἡλίκον σοὶ κάλλος ἐδωρη‐ σάμην· τοῦτό μοι εἰς τέλος ἀβλαβὲς διαφύλαξον. Ἀεὶ γάρ σοι συγγενόμενος, ἐρευνῶ σου τὰ μέλη, καὶ πολυπραγμονῶ μή τις αὐτοῖς ἐπεγένετο βλάβη·
15Λέγει καὶ ταῦτα πρὸς ἐκείνας ὁ νυμφίος, ἐπιμεῖναι τῷ κάλλει τὴν νύμφην προτρέπων. ζʹ, ηʹ. Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ
20τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν· εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦ‐ σιν αὐτὴν βασίλισσαι, καί γε παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν. Πολλὰ τάγματα καὶ διάφορα τῶν εὐσεβῶν ἐδιδάχθημεν εἶναι· καὶ τοῦτο διδάσκων ὁ
25Κύριος ἔλεγε· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου.» Καὶ ἐν τῇ διανομῇ δὲ τῶν ταλάντων· «Οὐ πάντες ἀνὰ πέντε ἔλαβον τάλαντα, ἀλλ’ ὁ μὲν πέντε, ὁ δὲ δύο, ὁ δὲ ἓν, τὰ κατὰ δύναμιν ἕκαστος.» Καὶ ἐν τῇ παραβολῇ δὲ τοῦ σπόρου φησί· «Τὰ δὲ ἔπεσεν ἐπὶ
30τὴν καλὴν γῆν, καὶ ἐποίησε καρπὸν ἀνὰ τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν·» καὶ πᾶσαν καλὴν ὀνομά‐ ζει γῆν, οὐ μόνον τὴν τὰ ἑκατὸν ποιήσασαν, ἀλλὰ καὶ τὴν τὰ ἑξήκοντα, καὶ τὴν τὰ τριάκοντα· Ἔστι μὲν γὰρ ὁ τριάκοντα ἀριθμὸς τῶν ἐπαινουμένων·
35τρεῖς γὰρ ἔχει δεκάδας τῇ τριάδι ἡνωμένας· ὁ δὲ ἑξήκοντα διπλῆν ἔχει τὴν εὐλογίαν· διπλασιαζόμενος γὰρ ὁ τριάκοντα γεννᾷ τὸν ἑξήκοντα· ὁ δὲ ἑκατόν ἐστι τελειότατος, καὶ τῆς μὲν εὐωνύμου χειρὸς ἀπηλ‐ λαγμένος, ἀρχὴν δὲ ἔχων τῆς δεξιᾶς, καὶ ἐν δέκα
40δεκάσι συμπληρούμενος· τετράγωνον δὲ τοῦτον οἱ περὶ ταῦτα καλοῦσι δεινοί. Ἀλλ’ ὅμως εἰ καὶ τέλειος ὁ ἑκατὸν, ἀλλὰ καὶ ὁ ἑξήκοντα καὶ ὁ τριάκοντα τῶν ἐπαινουμένων· πάντας γὰρ καλὴν γῆν ὠνόμασεν ὁ Κύριος. Νοήσωμεν τοίνυν, νύμφην μὲν εἶναι τὰς ἐν
45πάσῃ φιλοσοφίᾳ καὶ ἀρετῇ τετελειωμένας ψυχὰς, τὰς διὰ μόνην τὴν περὶ τὸν νυμφίον ἀγάπην τῶν πόνων τῆς ἀρετῆς ἀνεχομένας, καὶ πάντα ποιεῖν καὶ πάσχειν αἱρουμένας. Ὁποῖος ἦν ὁ μακάριος Παῦλος λέγων· «Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγ‐

81

.

169

(50)

γελοι, οὔτε Ἀρχαὶ, οὔτε Δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα
δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς

81

.

172

ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Διδάσκει γὰρ ἡμᾶς διὰ τούτων, ὅτι οὐ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ποθεῖ τὸν Χριστὸν, ἀλλ’ ὅτι αἱρεῖται τῆς βασιλείας ἐκπεσεῖν, καὶ εἰς γέενναν ἐμπεσεῖν μετὰ τοῦ τὸν Χριστὸν ἀγα‐
5πᾷν, ἢ βασιλεύειν τῆς ἀγάπης ἐκείνης ἐστερημένος· αἱ τοίνυν τοιαῦται ψυχαὶ τῆς νύμφης πληροῦσι τὸ σύνταγμα, αἱ μόνῳ τῷ πόθῳ τοῦ νυμφίου κατεχόμε‐ ναι· εἰσὶ δέ τινες οἷον μισθωτοὶ, τῇ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν τοὺς ὑπὲρ ἀρετῆς ἱδρῶτας φέρειν
10ἀνεχόμενοι· τούτους ἐπὶ τοῦ παρόντος ἡγοῦμαι βασι‐ λίδας ὀνομάζεσθαι, ὡς τῆς βασιλείας ἐπιθυμοῦντας, καὶ δι’ ἐκείνην φέρειν αἱρουμένους τῆς εὐσεβείας τοὺς πόνους. Εἰσὶ δὲ ἕτεροι οὐδέπω τῆς ἐλευθερίας ἠξιωμένοι, ἔτι δὲ δουλεύειν ἐθέλοντες, καὶ φόβῳ τῆς
15γεέννης τοὺς θείους νόμους πληροῦντες· τούτους ὑπο‐ λαμβάνω παλλακίδας ὀνομάζεσθαι· συγγίνεται γὰρ καὶ τοῖς τοιούτοις ὁ νυμφίος πᾶσι πάντα γινόμενος. Εἰσὶ δὲ καὶ ἄλλοι ῥᾳθυμίᾳ συζῶντες, καὶ μήτε τῷ φίλτρῳ τοῦ νυμφίου κατεχόμενοι, μήτε τῷ πόθῳ τῆς
20βασιλείας ἑλκόμενοι, μήτε τῷ φόβῳ τῆς γεέννης νυτ‐ τόμενοι, ἀμελέστερον τὰ καθ’ ἑαυτοὺς οἰκονομοῦντες· καὶ τὴν μὲν πίστιν ἀκίνητον ἔχοντες, καὶ τὰ τῆς εὐ‐ σεβείας δόγματα σῶα διαφυλάττοντες, καὶ πᾶσαν αἱρετικὴν καὶ ἀλλόφυλον διδασκαλίαν ἀποστρεφόμε‐
25νοι, ἀμελέστερον δὲ βιοῦντες, καὶ ποτὲ μὲν σφῶν αὐ‐ τῶν ἐπιμελούμενοι, ποτὲ δὲ πάλιν εἰς ῥᾳθυμίαν κυλινδούμενοι, καὶ ποτὲ μὲν ἁμαρτάνοντες, ποτὲ δὲ τῆς μετανοίας πηγάζοντες δάκρυα. Τούτους ὁ νυμ‐ φίος ἐνταῦθα νεάνιδας προσαγορεύει· καὶ ἐπειδὴ
30πλείους οἱ τοιοῦτοι τῶν τε βασιλίδων, καὶ παλλακί‐ δων, φησί· «Καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμὸς,» οὐ μόνον διὰ τὸ πλῆθος ἀριθμεῖσθαι αὐτοὺς οὐκ ἔστι, φησὶν, ἀλλὰ καὶ διὰ τὸ ἀναξίους εἶναι ἀριθμοῦ. Τῶν γὰρ ἀξίων καὶ αἱ τρίχες ἠριθμημέναι εἰσὶ παρὰ
35τῷ Πατρί· ἀλλ’ ὅμως καὶ ταύταις ὁ νυμφίος ἔστιν ὅτε συγγίνεται, τῆς ῥᾳθυμίας αὐτὰς ἀφέλκειν βου‐ λόμενος, καὶ ποδηγῶν ἐπὶ τὰ τέλεια, καὶ πανταχόθεν αὐταῖς τὴν σωτηρίαν πραγματευόμενος. Ζητήσω‐ μεν δὲ τί δήποτε βασιλίδας ἑξήκοντα, παλλακὰς δὲ
40ὀγδοήκοντα ἔφη. Ὁ ἑξήκοντα ἀριθμὸς ἓξ ἔχει δεκά‐ δας, καὶ ἡ μὲν δεκὰς σημαίνει τὴν τελειότητα, ἡ δὲ ἑξὰς τὸν τῆς κοσμοποιΐας ἀριθμὸν περιέχει· ἐν γὰρ ἓξ ἡμέραις ὁ τῶν ὅλων Θεὸς τὴν κτίσιν ἐδημιούργη‐ σεν ἅπασαν. Τὰς τοίνυν ἐν τούτῳ τῷ κόσμῳ τετελειω‐
45μένας ἐν ἀρετῇ ψυχὰς, καὶ τῆς βασιλείας ἐπιθυμού‐ σας, ἑξήκοντα βασιλίδας ὠνόμασεν· ἡ γὰρ νύμφη ὑπὲρ τὸν κόσμον τοῦτον πολιτεύεται, καὶ ἔξω τούτου τυγχάνει, καὶ ὑπὲρ τοῦτον ἵπταται, καὶ ὅλη τοῦ νυμ‐ φίου γίνεται, καὶ διηνεκῶς ἐκεῖνον φαντάζεται· αὗται

81

.

172

(50)

δὲ ἐν τῷ κόσμῳ τούτῳ πολιτευόμεναι, τὸ τέλειον τῆς ἀρετῆς ὡς ἔνι μάλιστα μετίασι, τῆς βασιλείας τυχεῖν ἐφιέμεναι· αἱ δὲ φόβῳ τῆς κρίσεως ἐκπληροῦσαι τοὺς
νόμους, εἰκότως ὀγδοήκοντα προσηγορεύθησαν. Τὸν

81

.

173

γὰρ τῆς κρίσεως καιρὸν ὀγδόην ἡ θεία προσαγορεύει Γραφή. Ὁ γὰρ μακάριος Δαβὶδ, τὰ περὶ τῆς κρίσεως ἐν Ψαλμοῖς διηγούμενος, ἐπέγραψε μὲν αὐτὸν, «Ὑπὲρ τῆς ὀγδόης,» φησὶ δὲ ἀρχόμενος· «Κύριε, μὴ τῷ θυμῷ
5σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Καὶ μετ’ ὀλίγα· «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνη‐ μονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» διδάσκων ὡς ἐν τῷ τῆς κρίσεως καιρῷ οὐδεμία χώρα μετανοίας τοῖς ἡμαρτηκόσι καὶ μὴ μετεγνωκόσι δο‐
10θήσεται. Ἐπειδὴ τοίνυν ταῦτα δεδοικότες, τοῖς θείοις ἠκολούθησαν νόμοις, καὶ οὔτε τῷ πόθῳ τῆς βασιλείας, οὔτε τῷ ἔρωτι τοῦ νυμφίου, εἰκότως ὀγδοήκοντα εἶ‐ ναι λέγονται· ὁ μὲν γὰρ ὀκτὼ ἀριθμὸς τὴν ὀγδόην σημαίνει, ἡ δὲ δεκὰς τὴν τελειότητα· ἀλλὰ τούτων
15κρείττονα λέγει τὴν νύμφην, καὶ τῶν ἑξήκοντα, καὶ τῶν ὀγδοήκοντα· «Μία γάρ ἐστι περιστερά μου, τε‐ λεία μου,» πάλιν αὐτὴν πνευματικὴν ὀνομάζων, καὶ μίαν. Ὑπὲρ γὰρ τὰς ἑξήκοντα, καὶ τὰς ὀγδοή‐ κοντα, μία ἐστὶ τῇ μητρὶ αὐτῆς· μητέρα δὲ ἔχει
20τὴν ἱερὰν κολυμβήθραν, τὴν ἄνω Ἱερουσαλήμ. «Ἐκλεκτὴ δέ ἐστι τῇ τεκούσῃ αὐτήν.» Κἀκεῖναι μὲν γὰρ ἐξ αὐτῆς ἐτέχθησαν· ταύτην δὲ ἐκ πασῶν προτετίμηκε, καὶ ἐκλεκτὴν ἔχει θυγατέρα· διὸ «εἴ‐ δοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτὴν,»
25τουτέστι νεάνιδες, οὐ μόνον δὲ ἐκεῖναι, ἀλλὰ καὶ βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν. Ὑπερ‐ αναβέβηκε γὰρ αὐτὰς, ὡς οὔτε διὰ μισθὸν, οὔτε διὰ φόβον κολάσεως, ἀλλὰ διὰ τὸν τοῦ νυμφίου πόθον τὴν ἄκραν μετιοῦσα φιλοσοφίαν. Γένοιτο δὲ ἡμᾶς ὑπὸ
30τῆς θείας βοηθουμένους χάριτος φθάσαι εἰς τὴν τῆς νύμφης τελειότητα! Εἰ δὲ ἀτονήσαιμεν, τῶν γοῦν βασιλίδων γενέσθαι· εἰ δὲ καὶ τούτων διαμάρτοιμεν, μὴ πόῤῥω γενέσθαι τῶν παλλακίδων· εἰ δὲ καὶ τούτων ἀνάξιοι φανείημεν, ταῖς γε νεάνισιν ἐγκατα‐
35λεγῆναι, καὶ τῆς εὐσεβείας τὴν ὁμολογίαν ἀνέπαφον διαφυλάξαι, καὶ μὴ παντελῶς στερηθῆναι τῆς τοῦ νυμφίου κοινωνίας, ἀλλ’ ἀπολαῦσαι αὐτοῦ τῆς ὡραιό‐ τητος χάριτι αὐτοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων. Ἀμήν.
42tΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ.
44Πιστεύοντες τῷ εἰρηκότι· «Αἰτεῖτε καὶ δοθήσεται
45ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται
ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρί‐

81

.

176

σκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται·» αἰτήσομεν ἐπὶ τοῦ παρόντος τῶν ὑπολοίπων ῥημάτων τοῦ Ἄσμα‐ τος τῶν ᾀσμάτων τὴν σαφήνειαν, καὶ βοήσομεν λέ‐ γοντες· «Ἀποκάλυψον τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ
5κατανοήσομεν τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου· αὐτὸς γὰρ δίδωσι ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνά‐ μει πολλῇ. Αὐτὸς εἶπε· «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Μεταδίδωσι δὲ καὶ τοῖς οὐκ ἀξίοις πολλάκις τῆς χάριτος διὰ τὴν τῶν πολλῶν
10ὠφέλειαν. Θαῤῥοῦμεν τοίνυν ὡς καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος δώσει τοῦ τῆς λέξεως βάθους τὴν ἀποκά‐ λυψιν, οὐ διὰ τὴν ἡμετέραν ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἐντευξομένων, ἢ ἀκουσομένων τῆς ἑρμηνείας ὠφέ‐ λειαν· φέρε τοίνυν τῶν ὑπολοίπων θαρσαλέως κατα‐
15τολμήσωμεν. θʹ. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέ‐ ναι; Ἐν μὲν οὖν τοῖς πρὸ τούτου ῥητοῖς ὁ νυμφίος τῆς νύμφης τὸ κάλλος τῷ λόγῳ διέγραψε, καὶ χωρὶς μὲν ἕκα‐
20στον εὐφήμησε μέλος, κοινὴν δὲ πάλιν τὴν εὐφημίαν προσήνεγκε, καὶ ὡς ἐγκωμίου κατὰ τέχνην συγγραφο‐ μένου, καὶ τὴν σύγκρισιν ἐποιήσατο, παρεξετάσας τὴν νύμφην, καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ πολλῷ τῷ μέτρῳ κρείττονα. Τοσαύτην
25γὰρ αὐτὴν ἔφη τὴν εὐμορφίαν ἔχειν, ὡς καὶ ὑπ’ αὐτῶν ἐκείνων τῶν παρεξετασθεισῶν μὴ ζηλοτυπεῖ‐ σθαι· ὁμολογοῦσαι γὰρ τὴν ἧτταν, μακαρίαν αὐτὴν καὶ τρισμακαρίαν ἀποκαλοῦσιν· ἐνταῦθα δὲ οἱ τοῦ νυμφίου διάκονοι, διδαχθέντες παρ’ αὐτοῦ τῆς νύμ‐
30φης τὴν εὐμορφίαν, τὴν εὐκοσμίαν, τὴν εὐπρέπειαν, καὶ ἀκριβέστερον αὐτὴν καταμαθεῖν προτραπέντες, ὑπὸ τῆς πολλῆς εὐθυμίας (ἐκέκρυπτο γὰρ αὐτῆς ἔτι τὸ ψυχικὸν κάλλος ἐν τῷ καλύπτρῳ τοῦ σώματος), βοῶσι· «Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος;» Ἐκ
35μέρους γὰρ αὐτῆς τέως ὡρᾶτο τὸ φῶς, τῷ φθαρτῷ τούτῳ συγκαλυπτόμενον σώματι· καὶ καθάπερ ὁ ὄρθρος νυκτός ἐστι καὶ ἡμέρας μεθόριον, καὶ τῆς μὲν τὴν ἀρχὴν, τῆς δὲ τὸ τέλος κηρύττει, καὶ σημαί‐ νει τῆς ἡμέρας τὴν παρουσίαν, οὕτως κατὰ τὸν
40παρόντα βίον αἱ ἐν εὐσεβείᾳ καὶ πάσῃ σοφίᾳ τετε‐ λειωμέναι ψυχαὶ, ἃς Ἐκκλησίαν καὶ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, βραχείας τινὰς λαμπηδόνας ἐκ τῆς οἰκείας ἀφιᾶσιν ἀρετῆς. «Ὅταν δὲ,» κατὰ τὸν μακάριον Παῦλον, «τὸ φθαρτὸν τοῦτο ἐνδύσηται
45ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανα‐ σίαν,» ἅπαν αὐτῶν γυμνοῦται τὸ φῶς. Καὶ τοῦτο προορῶντες οἱ τοῦ νυμφίου διάκονοι, οὐ μόνον αὐτὴν ἀπεικάζουσιν ὄρθρῳ, ἀλλὰ καὶ καλὴν λέγουσιν ὡς σελήνην ἐκλεκτὴν, καὶ ὡς ἥλιον θάμβος ἐμποιοῦντα

81

.

176

(50)

τοῖς ἐνατενίζειν αὐτῷ τολμῶσι· προστεθείκασι δὲ ἐκλεκτὴν, οὐ μόνον τὸ διάφορον τὸ πρὸς τοὺς ἀστέρας σημαίνοντες, ἀλλὰ καὶ αὐτῆς τῆς σελήνης παραδη‐ λοῦντες τὸ τέλειον· ἀντὶ τοῦ, ὡς σελήνη πεπληρω‐
μένη πλησιφαὴς, οὐ μηνοειδὴς, οὐ διχότομος, οὐδὲ

81

.

177

ἀμφίκυρτος, ἀλλὰ τελεία πανσέληνος, οὐδὲν ἀτελὲς ἔχουσα, πάντα τὸν κύκλον πεφωτισμένον δεικνύουσα. Οὕτω τοίνυν, φησὶν, «ἐστὶ καλὴ, ὡς ἐκλεκτὴ σε‐ λήνη.» Φασὶ δὲ τὴν σελήνην οἱ περὶ ταῦτα δεινοὶ
5ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὑποδεχομένην τὸ φῶς, βραχὺ μὲν λαμβάνειν φῶς, ὅταν βραχὺ μόριον αὐ‐ τῆς βλέπῃ τὸν ἥλιον· ὅταν δὲ κατάντικρυς γενομένη ὅλον θεωρῇ τὸν ἥλιον, οἷόν τι κάτοπτρον ὅλον αὐ‐ τοῦ τὸν δίσκον ἐκματτομένη, ὅλη φωτίζεται, καὶ
10οὐδὲν τοῦ σώματος μέρος ἀφώτιστον καταλείπει. Οὕτω τοίνυν καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν ἐν ἀρετῇ τετελειωμένων ψυχῶν τὸ σύστημα, «ἀνακε‐ καλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζο‐ μένη,» κατὰ τὸν μακάριον Παῦλον, «τὴν αὐτὴν εἰκό‐
15να μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ γίνεται ὅλη φωτοειδὴς, ὡς ἐοικέναι σελήνῃ, καὶ σελήνῃ ἐκλεκτῇ, τουτέστι πε‐ πληρωμένῃ. Οὐ μόνον δὲ σελήνῃ ἔοικεν, ἀλλὰ καὶ ἡλίῳ, καὶ ἡλίῳ θάμβος ἐμποιοῦντι τοῖς ὁρῶσιν.
20Οὐχ ἁπλῶς δὲ ταύτην ἡγοῦμαι κεῖσθαι τὴν λέξιν. Οὐδὲν γὰρ ὡς ἔτυχεν ὑπὸ τοῦ θείου λέγεται Πνεύ‐ ματος. Ἀλλ’ ἐπειδὴ νὺξ ὁ βίος, κατὰ τὸν μακάριον Παῦλον· «Ἡ νὺξ γὰρ, φησὶ, προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν,» ἀναγκαίως ὡς ἐν νυκτὶ οἷόν τις σελήνη
25ἐστὶν ἡ Ἐκκλησία, τοὺς ὁδοιπόρους φωτίζουσα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀποδεικνύουσα. Ἔστι δὲ καὶ ὡς ὄρθρος· ἐπειδὴ οἷόν τις ὄρθρος ἐστὶν ὁ μετὰ τὴν Κυριακὴν παρουσίαν χρόνος, τὴν μέλλουσαν σημαίνων κατάστασιν οἷόν τινος ἡμέρας παρουσίαν· «Ὡς
30ὄρθρον γὰρ, φησὶν, ἕτοιμον εὑρήσομεν αὐτόν.» Ὅταν δὲ ἡ ἡμέρα Κυρίου ἡ μεγάλη καὶ ἐπιφανὴς ἀφίκηται, κατὰ τὴν τοῦ προφήτου φωνὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος, ὅτι «Ἡ ἡμέρα ἤγγικε,» τότε οὐκ ἔτι ὡς σελήνη λάμψει, ἀλλ’ ὡς ἥλιος θάμβος ἐμ‐
35ποιοῦσα οὐ μόνον τοῖς ἀπίστοις ἀνθρώποις, ἀλλὰ καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ αὐταῖς ταῖς ἀσωμάτοις δυνάμεσι. Καὶ μάρτυς αὐτὸς ὁ Κύριος λέγων· «Τότε ἐκλάμψουσιν οἱ δί‐ καιοι ὡς ὁ ἥλιος.» Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν·
40«Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» Ἐκκύπτει τοίνυν ἡ τοῦ Χριστοῦ νύμφη ὡσεὶ ὄρθρος· ἐκ μέρους γὰρ αὐτῆς ἐπὶ τοῦ παρόντος τὸ κάλλος γινώσκεται. «Καὶ καλή ἐστιν ὡς σελήνη ἐκλεκτὴ,»
45τοῦ Κυριακοῦ πεπληρωμένη φωτὸς, καὶ ταῖς ἀκτῖσιν αὐτῆς τὴν οἰκουμένην φωτίζουσα· διὸ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγε τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·» καὶ δεικνὺς ὁποῖον φῶς, ἐπάγει λέγων· «Οὕτως λαμ‐

81

.

177

(50)

ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα γνόντες τὰ καλὰ ἔργα ὑμῶν δοξάσωσι τὸν Πατέρα
ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐ μόνον δέ ἐστιν ἡ νύμφη

81

.

180

ὡς ἐκλεκτὴ σελήνη, ἀλλὰ καὶ ὡς ἥλιος ἀπαστράψει ἐν τῷ μέλλοντι βίῳ, πάντας ἐκπλήττουσα ταῖς λαμ‐ πηδόσι. Θαυμάσουσι δὲ αὐτῆς οὐ μόνον τὸ φῶς, ἀλλὰ καὶ τὴν τάξιν· οὐδὲν γὰρ ἄτακτον παρὰ τῇ
5τοῦ Κυρίου νύμφῃ, οὐδὲν ἀδιόριστον, οὐδὲν ἀδιά‐ κριτον. Οἷον γάρ τινι στάθμῃ διευθύνει τὸ πρακτέον, καὶ κανόνι καὶ γνώμονι κεχρημένη τὸν ἑαυτῆς βίον ῥυθμίζει. Μετὰ τοὺς ἐπαίνους τῶν τοῦ νυμφίου διακόνων, τὰ καθ’ ἑαυτὴν ἡ νύμφη διηγουμένη φησίν· ιʹ, ιαʹ. Εἰς κῆπον καρύας κατέβην τοῦ ἰδεῖν ἐν
10γεννήμασι τοῦ χειμάῤῥου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς σοι. Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ. Σφόδρα συγκέχωσται τῇ ἀσαφείᾳ τῶν ῥημάτων ἡ διάνοια· ἀλλὰ τὴν θείαν
15χάριν ἐπίκουρον καλέσαντες, διορύξωμεν τὸ βάθος, καὶ τὸν θησαυρὸν ἀνασπάσωμεν. Διδάσκει τῶν εὐσε‐ βῶν τὸ σύστημα, ὃ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, ὡς οὐκ ἀρκοῦνται τῇ ἑαυτῶν σωτηρίᾳ, οὐδὲ ἀποχρῆν ἡγοῦνται τὸ μόνοι τοῦ προσδοκωμένου γάμου
20τυχεῖν· ἀλλὰ πᾶσαν συνεισφέρουσι προθυμίαν, ὥστε καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀπαλλάξαι μὲν τῆς ἀκαρπίας, γονίμους δὲ ἀποφῆναι, καὶ τὸν τῆς ἀρετῆς γεννῆσαι καρπόν· διδάσκει δὲ ὡς ἐν τῷ ταῦτα ποιεῖν, καὶ τὴν διδασκαλίαν τοῖς ἄλλοις προσ‐
25φέρειν ἀνθρώποις, ἅρμασιν Ἀμιναδὰβ περιέπεσαν, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, «ἅρμασι λαοῦ τοῦ ἡγουμένου,» ἢ, ὡς ὁ Ἀκύλας, «ἅρμασι λαοῦ ἑκου‐ σιαζομένου ἄρχοντος.» Κῆπον δὲ καρύας τὸν παρ‐ όντα βίον καλοῦσιν, ὃς πικρός ἐστι καὶ μοχθηρὸς,
30καὶ ἐπίπονος, ἔχει δὲ ἐν ἑαυτῷ τὸν τῆς ἀρετῆς καρ‐ πὸν κεκρυμμένον. Καὶ γὰρ καὶ ὁ τῆς καρύας καρπὸς τὸ μὲν ἐξώτερον λέμμα πικρὸν ἔχει, τὸ δὲ δεύτερον σκληρὸν καὶ ἀντίτυπον· τὸ δὲ ἐδώδιμον, οἷον ἐν θα‐ λάμῳ τινὶ ἀποκείμενον, καὶ κεκρυμμένον, καὶ ἀπό‐
35νως οὐκ ἐκφερόμενον. Τοιοῦτος δὲ καὶ ὁ παρὼν βίος, ἔχων ὀδύνας πικρὰς καὶ λύπας, ἔχων πόνους καὶ ἱδρῶτας, ἀλλ’ οὐκ ἀγόνους, οὐδὲ ἀκάρπους, κεκρυμ‐ μένον δὲ τὸν καρπὸν ἔχοντας. Διὸ καὶ ὁ μακάριος Παῦλός φησιν, ὅτι «Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν
40τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς ζησόμεθα ἐν αὐτῷ.» — «Εἰς κῆπον οὖν καρύας κατέβην,» τουτέστιν εἰς τὸν ἀνθρώπινον βίον. Καὶ τί κατέβης, ὦ νύμφη; «Ἰδεῖν ἐν γεννήμασιν τοῦ χειμάῤῥου.» Πάλιν χει‐
45μάῤῥουν τὰ παρόντα προσηγόρευσεν· οὐ γὰρ ἀένναος ὁ χειμάῤῥους, ἀλλ’ ἐν χειμῶνι μὲν φερόμενος, ἐν δὲ θέρει λήγων καὶ ξηραινόμενος. Τοιαῦτα δὲ τὰ τοῦ βίου τερπνά· ἐπὶ μὲν γὰρ τοῦ παρόντος, οἷόν τις χειμάῤῥους, καὶ δόξα φέρεται, καὶ πλοῦτος, καὶ βα‐

81

.

180

(50)

σιλεία, καὶ τρυφὴ, καὶ τ’ ἄλλα τοῦ βίου ἄνθη· τοῦ
δὲ μέλλοντος βίου φανέντος, φθίνει καὶ λήγει, καὶ

81

.

181

παύεται, δίκην χειμάῤῥου. «Κατέβην τοίνυν, φησὶν, εἰς τὸν τῆς καρῦας κῆπον, τοῦ ἰδεῖν ἐν τοῖς τοῦ χει‐ μάῤῥου γεννήμασι, καὶ καταμαθεῖν βουλομένη εἰ ἤνθησαν αἱ ῥοαί.» Ἔχει γὰρ ὁ βίος τινὰς μὲν ἀνθρώ‐
5πους τροπικῶς ἀμπέλους ὀνομαζομένους, τινὰς δὲ ῥοὰς κατὰ τὰ διάφορα τῆς ἀρετῆς κατορθώματα. Οἱ μὲν γὰρ τὴν ἀγάπην φύουσι, καὶ τὴν ὁμόνοιαν ἀγαπῶσι, συνημμένοι κατὰ τὸ φρόνημα, καθάπερ τῆς ῥοᾶς οἱ κόκκοι· οἱ δὲ καὶ οἶνον γεωργοῦσι, τῶν
10ληνῶν ἄξιον τῶν πατρικῶν, τῇ θεωρίᾳ προσέχειν ἐσπουδακότες. Κατάβασιν δὲ λέγει τὴν συγκατάβα‐ σιν· καὶ γὰρ καὶ ὁ μακάριος Παῦλος ἐγένετο τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· καὶ τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ,
15ἀλλ’ ἔννομος Χριστῷ, ἵνα κερδήσῃ ἀνόμους. «Κατ‐ έβην τοίνυν, φησὶν, εἰς τὸν τῆς καρύας κῆπον,» φροντίδα ποιουμένη τῶν τοῦ χειμάῤῥου γεννημά‐ των, καὶ τῶν τῆς ἀμπέλου καὶ ῥοᾶς καρπῶν. Οὐκ ἀφέξομαί σου, οὐδὲ ἐκεῖ· ἀλλ’ «Ὀρέξω σοι τοὺς
20μαστούς μου,» τουτέστι, τοὺς τῆς διδασκαλίας μου κρουνούς. Οἰκειοῦσαι γὰρ τὰ εἰς ἐκείνους γινόμενα, καὶ λέγεις· «Ἐφόσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Τούτοις ἐπιφέρει· «Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα
25Ἀμιναδάβ.» Σαφέστερον τοῦτο ὁ Σύμμαχος ἡρμή‐ νευσεν, εἰρηκώς· «Ἡ ψυχή μου ἠπόρησέ με ἀπὸ ἁρμάτων λαοῦ ἡγουμένου.» Ταῦτα γὰρ, φησὶ, ποιοῦσα ἐν ἀπορίᾳ γίνομαι, καὶ ἐκστάσει, ὅτι ἐγὼ μὲν αὐτοῖς ἐπραγματευσάμην σωτηρίαν· αὐτοὶ δὲ
30ἐπέθεντό μοι, τῷ στρατηγοῦντι διαβόλῳ πειθόμενοι, καὶ οἱονεὶ ἅρματα ἐκείνου γινόμενοι, καὶ ὑπ’ ἐκείνου ἡνιοχούμενοι· τὸ γὰρ Ἀμιναδὰβ λαοῦ ἡγουμένου, ἢ λαοῦ ἄρχοντος ἑρμηνεύεται. Καὶ τοῦτο ἔστιν ἀκριβῶς νοεῖν, ἔκ τε τοῦ Ἀκύλα καὶ τοῦ Συμμάχου, καὶ
35τῆς πέμπτης ἐκδόσεως· λέγει τοίνυν ἡ νύμφη, τουτ‐ έστιν ὁ τῶν ἐν ἀρετῇ τετελειωμένων χορὸς, ὅτι Ἡμεῖς μὲν πᾶσαν ποιούμεθα τῶν ἀπίστων φροντίδα, παν‐ ταχόθεν αὐτοῖς πορίσαι σωτηρίαν μηχανώμενοι· τινὲς δὲ αὐτῶν, οἱονεὶ ἅρματα γενόμενοι τοῦ ἄρχον‐
40τος τοῦ αἰῶνος τούτου, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, κατὰ τὸν μακάριον Παῦλον, ἐπέθεντό μοι, κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδόντες. Καὶ τοῦτο ἔστι σαφῶς εὑρεῖν, καὶ ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων, καὶ ἐν ταῖς τοῦ μακαρίου Παύλου Ἐπι‐
45στολαῖς. Κηρύττοντες γὰρ τῆς εὐσεβείας τὸν λόγον, τοὺς μὲν ἔπειθον πιστεύειν, ὑπὸ δὲ τῶν ἀπίστων ἐξηλαύνοντο, ᾐκίζοντο, ἐστρεβλοῦντο, μυρίων θανά‐ των ὑπέμενον εἴδη· καὶ μάρτυς ὁ μακάριος Παῦλος λέγων· «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερ‐

81

.

181

(50)

βαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα,
νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολ‐

81

.

184

λάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κιν‐ δύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,» καὶ τὰ ἑξῆς. Τούτων
5ὑπὸ τῆς νύμφης ῥηθέντων, οἱ τοῦ νυμφίου διάκονοι ἀποκρίνονται, καί φασιν αὐτῇ·
9ιβʹ. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμίτις· ἐπί‐
10στρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. Σαφέ‐ στερον αὐτὰ ὁ Ἀκύλας ἡρμήνευσεν· «Ἐπίστρεφε γὰρ, φησὶν, ἐπίστρεφε εἰρηνεύουσα.» Ὥσπερ Σο‐ λομῶντα τὸν εἰρηνικὸν ἡμῶν Κύριον ὀνομάζει τὸ σύγγραμμα, οὕτω καὶ τὴν νύμφην αὐτοῦ εἰρηνεύου‐
15σαν, ὡς τῆς παρ’ αὐτοῦ τυχοῦσαν εἰρήνης, καὶ τοῦ προτέρου ἀπαλλαγεῖσαν πολέμου. Ὁρῶντες τοίνυν αὐτὴν οἱ τοῦ νυμφίου διάκονοι ὑπὸ τῶν ἁρμάτων ἐκείνων ἐλαυνομένην καὶ πολεμουμένην, παραθαῤ‐ ῥύνοντες, φασίν· «Ἐπίστρεφε εἰρηνεύουσα, ἐπί‐
20στρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί·» ἀντὶ τοῦ, μὴ φοβηθῇς τοὺς διώκοντας, ἀλλ’ ἔχου τῆς διδασκα‐ λίας· πρόφερε τῆς διδασκαλίας τὸ κήρυγμα· μὴ δείσῃς τὰ ἅρματα, μὴ φοβηθῇς πόλεμον, εἰρηνεύουσα καλουμένη. Ἐὰν γὰρ ἐπιμείνῃς κηρύττουσα, ὀψόμεθά
25σου τὴν βασιλείαν. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν μακάριον Παῦλον ῥηθέντα· καμὼν γὰρ κἀ‐ κεῖνος, καὶ τοὺς πολλοὺς πειρασμοὺς δυσχεράνας, φησίν· «Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σα‐ τὰν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ
30τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ.» Ἀποκρίνεται τοίνυν αὐτῷ λέγων· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Καὶ τοῦτο ἐνταῦθά φασιν οἱ τοῦ νυμφίου διάκονοι· «Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμίτις,
35ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί.» Πρὸς οὓς ὁ νυμφίος φησίν· ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι, ἣ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν; Τί γὰρ, φησὶ προσδο‐
40κᾶτε ἰδεῖν ἐν τῇ εἰρηνευούσῃ; Μὴ ἐλπίσητε εὐτελῆ τινα καὶ μερικὰ θεάσασθαι ἀγαθά· ἰδοὺ γὰρ «ἔρχε‐ ται ὡς χοροὶ τῶν παρεμβολῶν.» Καὶ δοκεῖ πως ἐναν‐ τία εἶναι ἀλλήλοις τὰ ὀνόματα· οὔτε γὰρ συμβαίνου‐ σιν οἱ χοροὶ ταῖς παρεμβολαῖς· οἱ μὲν γάρ εἰσι
45πανηγυρικοὶ, αἱ δὲ στρατιωτικαί. Ἐναντίον δὲ πο‐ λέμῳ πανήγυρις. Ἀλλ’ αὕτη ἡ νύμφη, ἡ ἐκ πολλῶν ἁγίων συγκεκροτημένη, καὶ παρεμβολαῖς ἔοικε διὰ τὸ ἀνδρεῖον αὐτῆς καὶ γενναῖον φρόνημα καὶ τὴν στρατιωτικὴν πανοπλίαν· καὶ χορός ἐστι τὴν θείαν

81

.

184

(50)

ὑμνῳδίαν ἐν τῷ στόματι φέρων. Καὶ τοῦτο μὲν ὁ μα‐ κάριος Δαβὶδ δηλοῖ λέγων· «Φωνὴ ἀγαλλιάσεως καὶ
σωτηρίας ἐν σκηναῖς δικαίων.» Καὶ πάλιν· «Συστή‐

81

.

185

σασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κερά‐ των τοῦ θυσιαστηρίου.» Τὰς δὲ παρεμβολὰς ὁ μακάριος Παῦλος ὑποδείκνυσι φάσκων· «Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαί‐
5ρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Καὶ πάλιν· «Ἀναλάβετε, φησὶ, τὴν παν‐ οπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ
10τῇ πονηρᾷ, καὶ πάντα κατεργασάμενοι στῆναι.» Χορηγεῖ δὲ τοῖς στρατιώταις, οἷόν τις στρατηγὸς, καὶ τὰ ὅπλα, καί φησι· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ὑμῶν
15ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· καὶ ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω‐ μένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι
20ῥῆμα Θεοῦ.» Ὅτι δὲ οὐ μόνον παρεμβολαῖς ἐοίκασιν οἱ ἅγιοι, ἀλλὰ καὶ χοροῖς, ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐ‐ ρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμ‐ πάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.»
25Εἰκότως τοίνυν ὁ νυμφίος φησὶν, ὅτι «Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι, ἣ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβο‐ λῶν;» Καὶ οὐκ εἶπεν, αἱ παρεμβολαὶ τῶν χορῶν, ἀλλ’, «οἱ χοροὶ τῶν παρεμβολῶν.» Ὑπὸ γὰρ τῶν παρεμβολῶν γίνονται χοροὶ, καὶ νικῶντες ἐν ταῖς
30παρεμβολαῖς οἱ τῆς ἀρετῆς ἀθληταὶ παιανίζοντες ἐπανέρχονται, καὶ χορεύοντες τὸν ἐπινίκιον ὕμνον ᾄδουσιν. Ταῦτα πρὸς τοὺς διακόνους εἰρηκὼς ὁ νυμφίος, πρὸς τὴν νύμφην τρέπει τὸν λόγον, καί φησι· «Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι,
35θύγατερ Ναδάβ!» Ὁ μὲν Ἀκύλας «ἄρχοντος» εἶπεν· ὁ δὲ Σύμμαχος, «ἡγεμόνος.» Τίς δ’ ἂν εἴη ἕτερος οὗτος ὁ ἡγεμὼν, ἢ ὁ ἄρχων, ἢ ὁ παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον; Ὃς καὶ ἐν τῷ μδʹ ψαλμῷ φησι πρὸς αὐτήν· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον
40τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλ‐ λους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου.» Ὅτι δὲ καὶ τὴν τοῦ ἡγεμόνος ἔχει προσηγορίαν τὸ Πνεῦμα τὸ ἅγιον, ὁ μακάριος διδάσκει Δαβὶδ λέγων· «Ἀπόδος
45μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Ἐπαινεῖ τοίνυν ὁ νυμφίος πρῶτον τῆς νύμφης τὰ διαβήματα εὐθέα ὄντα, καὶ τὴν βασιλικὴν ὁδὸν ὁδεύοντα, καὶ καλῶς ἐν τοῖς ὑποδήμασι λάμποντα. Τίνα δὲ τὰ ὑποδήματα, ἐδί‐

81

.

185

(50)

δαξεν ἡμᾶς ὁ μακάριος Παῦλος λέγων· «Ὑποδησά‐ μενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς
εἰρήνης.» Τούτων δὲ τῶν ποδῶν τὸ κάλλος καὶ ὁ

81

.

188

προφήτης Ἡσαΐας προορῶν ἔλεγεν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγ‐ γελιζομένων ἀγαθά!» Τοῖς αὐτοῖς ῥήμασι καὶ ὁ νυμ‐ φίος ἐν τῷδε τῷ συγγράμματι κεχρημένος φησί·
5«Τί ὡραιώθησαν διαβήματά σου, θύγατερ Ναδάβ!» Ἵνα δὲ μὴ μόνον ἀπὸ τῆς ἑρμηνείας τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος λάβωμέν τινα θεω‐ ρίαν, φέρε ζητήσωμεν τίς ὁ Ναδάβ. Υἱὸς Ἀαρὼν ἐγένετο· πῦρ δὲ ἀλλότριον εἰς τὴν τοῦ Θεοῦ σκηνὴν
10εἰσενεγκὼν, τὸ τέλος τοῦ βίου ἐδέξατο. Εὑρίσκομεν τοίνυν καὶ τοῦ Κυρίου τὴν νύμφην, τὴν Ἐκκλησίαν φημὶ, οὐ τὸ νομικὸν πῦρ, ἀλλὰ τὸ καινὸν εἰς τὴν θείαν εἰσενεγκοῦσαν σκηνήν. Ἔλαβε δὲ τοῦτο τὸ πῦρ παρ’ αὐτοῦ τοῦ νυμφίου. «Πῦρ γὰρ ἦλθον βαλεῖν εἰς
15τὸν κόσμον· καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη;» Τοῦτο τὸ καινὸν πῦρ διὰ τῆς Καινῆς Διαθήκης εἰς τὴν θείαν εἰσενεγκοῦσα σκηνὴν, βοᾷ καὶ λέγει· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Εἰκότως τοίνυν «θυγατέρα Ναδὰβ» αὐτὴν προσαγορεύει, ἅτε
20δὴ τῷ καινῷ πυρὶ τὴν τῶν ἀνθρώπων θυσίαν ὁλο‐ καυτώσασαν. Εἰ γὰρ καὶ κατὰ τὸ φρόνημα τῆς τοῦ πυρὸς ἐναλλαγῆς διαφέρουσιν, ἀλλὰ ἓν ὑπ’ ἐκείνου καὶ ταύτης τὸ πρᾶγμα γεγένηται. Ταῦτα δὲ ἐπὶ τοῦ παρόντος εἰρήκαμεν, ἵνα μηδὲ τὴν προσηγορίαν κατα‐ λίπωμεν ἀθεώρητον. Πάλιν τοίνυν ὁ νυμφίος κατὰ μέρος αὐτῆς τὰ μέλη διέξεισι, καὶ ἑκάστῳ τὴν πρόσ‐
25φορον εὐφημίαν προσφέρει, καί φησι· Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου. (βʹ, εʹ.) Ὀμφαλός σου κρατὴρ το‐ ρευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θη‐ μωνία σίτου πεφραγμένη ἐν κρίνοις. Δύο μαστοί
30σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. Τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολ‐ λῶν. Μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου, σκο‐ πεύων πρόσωπον Δαμασκοῦ. Κεφαλή σου ὡς
35Κάρμηλος ἐπὶ σέ· καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Πρότερον μὲν οὖν ὁ νυμφίος ἀπὸ τῶν ἄνωθεν τῆς νύμφης ἀρξάμενος ἐπῄνεσεν αὐτήν· ἐπὶ δὲ τοῦ παρ‐ όντος, ἀπὸ τῶν διαβημάτων καὶ τῶν ὑποδημάτων τὴν
40ἀρχὴν ποιησάμενος, ἄχρι τοῦ πλοκίου τῆς κεφαλῆς ἀνελήλυθε. Καὶ θαυμάζει, μετὰ τὰ ὑποδήματα καὶ τὰ διαβήματα, οὐ τοὺς μηροὺς, ἀλλὰ τοὺς ῥυθμοὺς τῶν μηρῶν, καὶ λέγει αὐτοὺς ἐοικέναι ὁρμίσκοις ὑπὸ τεχνίτου κατεσκευασμένοις· Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶ,
45μετὰ πάσης ἁρμονίας ἔχουσι τοὺς λίθους τῷ χρυσῷ ἐμπεπηγότας, ὥστε τοὺς ὁρῶντας μὴ μόνον τὰς ὕλας τοῦ χρυσοῦ καὶ τῶν λίθων, ἀλλὰ καὶ τὴν τέχνην τοῦ χρυσοχόου θαυμάζειν· οὕτως ἕκαστον τῶν τῆς πρακτι‐ κῆς ἀρετῆς μορίων ῥυθμῷ καὶ ἁρμονίᾳ κεκόσμηται.

81

.

188

(50)

Τοὺς γὰρ μηροὺς τροπικῶς τὴν πρακτικὴν ὠνόμασεν
ἀρετὴν, ἐπειδὴ διὰ τούτων τὴν πορείαν ποιούμενοι δρῶ‐

81

.

189

μεν ἃ βουλόμεθα. Θαυμάζει τοίνυν ὁ νυμφίος τὴν νύμ‐ φην, ἀπὸ τῆς πρακτικῆς ἀρξάμενος, καὶ ἄνεισιν ἐπὶ τὴν θεωρίαν, ἐν ἀρχῇ τοὐναντίον ποιήσας· ἀπὸ γὰρ τῆς θεωρίας ἀρξάμενος, ἐπὶ τὴν πρᾶξιν ἐλήλυθεν.
5«Ὀφθαλμοί σου γὰρ, ἔφη, περιστεραὶ,» τὸ πνευμα‐ τικὸν τοῦ ὀπτικοῦ τῆς ψυχῆς διὰ τούτου σημαίνων. Ἐνταῦθα δὲ τὴν πρακτικὴν ἀρετὴν πρώτην θαυμά‐ ζει, καὶ μάλα εἰκότως· πρότερον γὰρ φωτιζόμενοι, καὶ τοὺς μεμυκότας τῆς ψυχῆς ἀνοίγοντες ὀφθαλ‐
10μοὺς, καὶ τὸ θεῖον φῶς εἰσδεχόμενοι, τῇ πίστει βε‐ βαιούμεθα· εἶθ’ οὕτως ἐπὶ τὴν πρακτικὴν ὁδεύο‐ μεν ἀρετήν. Διὰ τοῦτο πρῶτον ἐγκώμιον ὁ νυμφίος ὑφαίνων, ἀπὸ τῶν ὀφθαλμῶν ἤρξατο, τῶν πρώτων τὴν θεραπείαν δεξαμένων. Νῦν δὲ ἐπειδὴ τέλειον τῆς
15νύμφης τὸ κάλλος ἐγένετο, κάτωθεν ἀπὸ τῆς πρα‐ κτικῆς ἀρχόμενος ἀρετῆς, ἐπὶ τὴν θεωρίαν ἄνεισι, τῆς νύμφης τὴν εὐμορφίαν ἐγκωμιάζων. Καὶ πρῶτον μὲν ἐπαινεῖ τὰ διαβήματα καὶ τὰ ὑποδήματα, εἶτα τῶν μηρῶν τοὺς ῥυθμοὺς, τουτέστιν ἕκαστον τῶν γινο‐
20μένων· μετὰ δὲ τοὺς μηροὺς τὸν ὀμφαλόν· «Ὀμ‐ φαλός σου γὰρ, φησὶ, κρατὴρ τορευτὸς μὴ ὑστερούμε‐ νος κράμα.» Παραθῶμεν δὲ, εἰ δοκεῖ, τὰ περὶ τοῦ ὀμφαλοῦ τῆς Ἰουδαίας ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων εἰρη‐ μένα διὰ Ἰεζεκιὴλ τοῦ προφήτου. Τὴν γὰρ ἀκολα‐
25σίαν αὐτῆς θριαμβεύων, καὶ τὴν πολλὴν αὐτῆς δημο‐ σιεύων ἀσέβειαν, ὡς καὶ ἐν τῷ πρώτῳ λόγῳ διεξελη‐ λύθαμεν, τῷ προφήτῃ φησί· «Διαμάρτυραι τῇ Ἱερου‐ σαλὴμ τὰς ἀνομίας αὐτῆς, καὶ ἐρεῖς· Τάδε λέγει Κύριος τῇ Ἱερουσαλήμ· Ἡ ῥίζα σου καὶ ἡ γένεσίς
30σου ἐκ γῆς Χαναὰν, ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. Καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἐτμήθη ὁ ὀμφαλός σου.» Ἐκείνῃ μὲν οὖν φησιν, «Οὐκ ἐτμήθη ὁ ὀμφαλός σου·» ταύτῃ δὲ, «Ὀμφαλός σου κρατὴρ τορευτὸς οὐχ ὑστερού‐
35μενος κράμα.» Ἡ μὲν γὰρ ἐξ Αἰγύπτου τεχθεῖσα οὐκ ἔτεμεν αὑτῆς τὸν ὀμφαλὸν, ἀλλ’ ὥσπερ διά τινος ῥίζης εἷλκεν ἐξ Αἰγύπτου τὴν πονηρίαν τῆς δυσσεβοῦς διδασκαλίας. Αὕτη δὲ οὐχ ἁπλῶς τὸν ὀμφαλὸν αὑτῆς ἔτεμεν, ἀλλ’ οὕτως ἐβάθυνε τὴν τομὴν, ὥστε πᾶσαν
40τῆς εἰδωλολατρείας ἀνασπᾶσαι τὴν ῥίζαν, ὡς κρα‐ τῆρι τορευτῷ παραβάλλεσθαι, καὶ τὸ κράμα τῆς εὐ‐ φροσύνης διηνεκῶς ἔχειν, καὶ μηδέποτε ἐλλείπειν αὐτῇ τὴν ἐκ τῆς εὐσεβείας ἐγγινομένην αὐτῇ θυμη‐ δίαν. Ἀλλὰ καὶ «Ἡ κοιλία σου θημωνία σίτου, πε‐
45φραγμένη ἐν κρίνοις.» Τουτέστι, μεστὰ τὰ ταμιεῖά σου τῆς ψυχῆς τῶν κεκρυμμένων μυστηρίων, ὧν ἡ εὐοσμία μόνη τοῖς ἀτελέσιν ἔτι καὶ νηπίοις γνώρι‐ μος. «Κρίνοις γὰρ, φησὶ, περιπέφρακται,» ἵνα διὰ μὲν τοῦ περιφράγματος τὸ κεκρυμμένον νοήσωμεν,

81

.

189

(50)

διὰ δὲ τῶν κρίνων, τὴν ἐκεῖθεν πανταχοῦ διαῤῥέουσαν εὐοσμίαν. «Καὶ οἱ μαστοί σου δὲ οἱ δύο νεβροῖς διδύ‐ μοις δορκάδος ἐοίκασιν.» Οἱ γὰρ τῆς διδασκαλίας σου κρουνοὶ, τὰ καινὰ προφέροντες νάματα, ὀξυδορκίαν
διδάσκουσι, καὶ τὴν πνευματικὴν θεωρίαν ἡ γὰρ

81

.

192

δορκὰς ὀξυδορκίας ἐπώνυμος, καὶ ὁ νεβρὸς τοῦ νέου σημαντικός. «Ὁ δὲ τράχηλός σου, ὡς πύργος ἐλε‐ φάντινος.» Ἀπηλλάγη γὰρ τοῦ μέλας εἶναι, καὶ ἐλευκάνθη τὸν ζυγόν μου δεξάμενος· καὶ φοβερός
5ἐστι τοῖς πολεμίοις ὡς πύργος, καὶ ποθεινός ἐστι τοῖς φίλοις ὡς λάμπων. «Οἱ δὲ ὀφθαλμοί σου, ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν.» Τοῦτο δὲ ὁ Ἀκύλας ἑρμηνεύων, ἀντὶ τοῦ «Ἐσσε‐ βὼν» ἐπιλογισμὸν τέθεικε. Διδάσκει τοίνυν ὁ νυμ‐
10φίος, ὅτι τῶν εὐσεβῶν ψυχῶν τὸ ὀπτικὸν λίμναι εἰσὶ, τὰ θεῖα νάματα δεχόμεναι, καὶ διηνεκῶς πλημμυ‐ ροῦσαι· ἅτε δὴ ἀπὸ πολλῶν πυλῶν, τουτέστι στομάτων (τροπικῶς γὰρ τὰ στόματα πύλας ὠνόμασε), τὰ ῥεῖθρα δεχόμεναι. Καὶ γὰρ παρὰ τοῦ μεγάλου Μωσέως, καὶ
15παρὰ Ἰησοῦ τοῦ Ναυῆ, καὶ Σαμουὴλ τοῦ προφήτου, καὶ παρὰ Δαβὶδ, τοῦ προφήτου καὶ βασιλέως, καὶ παρὰ Ἡσαΐου, καὶ Ἱερεμίου, καὶ Δανιὴλ, καὶ Ἰεζεκιὴλ, καὶ παρὰ τῶν δώδεκα προφητῶν, καὶ παρὰ τῶν θείων Εὐαγγελίων, καὶ παρὰ τῶν ἱερῶν ἀποστόλων,
20καὶ παρὰ τῶν μετ’ ἐκείνους γενομένων διδασκάλων, δέχονται τῆς ὠφελείας τὰ νάματα. Διό φησιν ὁ νυμ‐ φίος· «Οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν.» Αἱ γὰρ θεωρίαι τῆς ψυχῆς σου, καὶ τῶν εὐσεβῶν σου λογισμῶν τὸ πλῆθος
25λίμναις ἐοίκασι πολλαχόθεν δεχομέναις ὕδατα, ἐπειδὴ καὶ ἀπὸ πολλῶν στομάτων ὑποδέχῃ τῆς δι‐ δασκαλίας τὰ νάματα. «Καὶ ὁ μυκτήρ σου δὲ, ὡς πύργος ἐστὶ τοῦ Λιβάνου, σκοπεύων πρόσωπον Δα‐ μασκοῦ.» Τῆς μὲν οὖν Ἰουδαίας ὁ μυκτὴρ, διὰ τὸ
30ἀπειθὲς καὶ δυσήνιον, ἐνώτιον ἔλαβεν οἷόν τινα χαλι‐ νὸν, καθάπερ ταῦρος κερατίζων, τοῦ νόμου τὴν ἀπειλὴν, ἐπειδὴ ὡς δάμαλις παροιστρῶσα παροί‐ στρησεν Ἰσραήλ. Ὁ δὲ τῆς νύμφης «μυκτὴρ ὡς πύργος, φησὶν, ἐστὶ τοῦ Λιβάνου, σκοπεύων πρόσ‐
35ωπον Δαμασκοῦ.» Ὑψηλὸς γάρ ἐστι καὶ μετέωρος, καὶ τῆς ἄνωθεν εὐοσμίας ἀντιλαμβανόμενος, καὶ τῷ μύρῳ τοῦ νυμφίου προσδεδεμένος, καὶ βοῶν· «Ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.» Διὰ τοῦτο ἀπείκασται πύργῳ ἐπάνω μὲν τοῦ Λιβάνου κειμένῳ,
40σκοπεύοντι δὲ τῆς Δαμασκοῦ πρόσωπον. Ἐπειδὴ γὰρ ὁ μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς διάβολος, κατὰ τὸν μακάριον Παῦλον, καὶ εἰς μύρον πνευματι‐ κὸν σχηματίζεται, ἀναγκαίως ὁ μυκτὴρ τῆς νύμφης ἐγρήγορε, καὶ νήφει, καὶ σκοπεύει πρόσωπον Δαμα‐
45σκοῦ, ἵνα μὴ ἀπατηθεῖσα τὸ μὲν ἀληθινὸν καταλίπῃ μύρον, τῷ δὲ ψευδεῖ καὶ πλανῶντι ἀκολουθήσῃ· τὴν δὲ Δαμασκὸν ἐπὶ τῶν ἐθνῶν, καὶ τῆς τηνικαῦτα δὲ κρατούσης ἀσεβείας, ἡ θεία πολλάκις τίθησι Γραφή· ἀμέλει καὶ ὁ μακάριος Ἡσαΐας τὰ περὶ τῆς τοῦ Κυ‐

81

.

192

(50)

ρίου γεννήσεως προφητεύων, καὶ εἰρηκὼς ἐκ προσ‐ ώπου τοῦ Πνεύματος, ὅτι «Προσῆλθον πρὸς τὴν προ‐ φῆτιν,» τουτέστι πρὸς τὴν παρθένον, «καὶ ἐν γαστρὶ
ἔλαβεν, καὶ ἔτεκεν υἱὸν,» ὑπάγει λέγων· «Καὶ εἶπε

81

.

193

Κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ σκῦλα Σαμαρείας ἀπέναντι βασιλέως
5Ἀσσυρίων.» Δηλοῖ δὲ ὅτι παιδίον ὢν καταλύσει μὲν τὸν τροπικῶς Ἀσσυρίων βασιλέα καλούμενον, τουτ‐ έστι τὸν διάβολον· παραλήψεται δὲ τὴν Δαμασκοῦ δύναμιν, τουτέστι, τῆς εἰδωλολατρείας τὸ κράτος κα‐ ταλύσας, αὐτὸς ἐγκρατὴς γενήσεται τῶν αἰχμαλώτων
10ὑπὸ τοῦ διαβόλου γεγενημένων. «Λήψεται γὰρ, φησὶ, δύναμιν Δαμασκοῦ, καὶ σκῦλα Σαμαρείας·» τούς τε γὰρ ἐξ Ἰουδαίων, τούς τε ἐξ ἐθνῶν ἐλευθερώσας, καὶ τῆς πλάνης ἀπαλλάξας, καὶ τὸν τύραννον κατα‐ λύσας, ὑφ’ ἑαυτὸν ποιήσεται. Εἰκότως τοίνυν τῇ
15νύμφῃ φησίν· «Μυκτήρ σου ὡς πύργος τοῦ Λι‐ βάνου, σκοπεύων πρόσωπον Δαμασκοῦ.» Περισκο‐ πεῖς γὰρ, μὴ τὰ θεῖα μιμησάμενος ὁ διάβολος ἐξ‐ απατήσῃ σε, τῇ ἀληθείᾳ τὸ ψεῦδος ἀντιστρατεύων. «Καὶ ἡ κεφαλή σου δὲ, φησὶν, ἐστὶν ὡς Κάρμηλος,»
20τουτέστι, πάντων πεπληρωμένη τῶν ἀγαθῶν. Τοῦτο γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ προφήτου τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην ἐλέγχων, φησί· «Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τὸν καρπὸν αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ.» Ἔοικε τοί‐
25νυν ἡ κεφαλή σου, φησὶ, τῷ Καρμήλῳ, πᾶν εἶδος ἀγαθῶν γεννῶντι, καὶ πάντα καρπὸν ἐμοὶ τῷ γεωρ‐ γῷ φέροντι. Ἐπίκειται δὲ, «Καὶ πλόκιον τῇ κεφαλῇ σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρο‐ μαῖς.» Αἱ γὰρ πάλαι σου λελυμέναι τρίχες, καὶ διὰ
30τοῦτο ταῖς ἀγέλαις τῶν αἰγῶν ἀπεικασμέναι ταῖς ἐν τῷ Γαλαὰδ ἀποκαλυφθείσαις· νῦν δὲ ἐπλάκησαν, καὶ οὐκ ἐπλάκησαν μόνον, ἀλλὰ καὶ θαυμαστὴν ὑπεδέ‐ ξαντο βαφὴν, καὶ ἐοίκασι βασιλεῖ ἀναβεβλημένῳ πορφυρίδα καὶ πάντοσε διατρέχοντι. Καλεῖ δὲ πλο‐
35κὴν τριχῶν βασιλικῇ πορφυρίδι ἀπεικασμένην τὴν μετὰ ἁρμονίας προσφερομένην διδασκαλίαν, καὶ τῷ αἵματι τοῦ Χριστοῦ διηνθισμένην· οὐ γὰρ οὕτω λάμπει βασιλεὺς ἁλουργίδα περιβεβλημένος, ὡς ὁ τῆς εὐ‐ σεβείας διδάσκαλος τὸ τῆς θεογνωσίας κήρυγμα ἐξυφαίνων, καὶ τοῖς τροφίμοις τῆς ἀληθείας προσφέρων. ϛʹ, ζʹ. Τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου! Τὸ μέγεθός σου ὡμοιώθη τῷ φοί‐
40νικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. Ὡραία γὰρ ἐγένου μὴ οὖσα πρότερον ὡραία· καὶ ἀηδίας ἁπάσης πλήρης ὑπάρχουσα, ἐξαίφνης ἀναπέφηνας ἡδεῖα· καὶ τούτων τετύχηκας ἐντρυφήσασα τῇ ἀγάπῃ· ἀγαπήσασα γὰρ τὸν ἀγαπήσαντά σε τὸν νυμφίον, καὶ τρυφὴν
45ἡγησαμένη τὸ περὶ τοῦτον φίλτρον, πάντων ὁμοῦ κατ‐ εφρόνησας· διὸ «ὡραιώθης, καὶ ἡδύνθης, ἀλλὰ καὶ τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.» Οὐ γὰρ μόνον κάλλος ἔχεις, ἀλλὰ καὶ ὕψος ἀπεικασμένον φοίνικι. «Οἱ δὲ μαστοί σου

81

.

193

(50)

τοῖς τούτου βότρυσιν ἐοίκασιν.» Ὑψηλὴ γὰρ οὖσα καὶ

81

.

196

μετέωρος, καὶ τῶν οὐρανίων ἁψίδων ἐφικνουμένη, συγκαταβαίνεις τοῖς ἀσθενέσι, καὶ ὀρέγεις τοὺς μα‐ στούς σου καὶ τὰς τῆς διδασκαλίας σου θηλὰς τοῖς τῆς διδασκαλίας δεομένοις· καὶ γὰρ ὁ φοῖνιξ κάτω
5νεύοντας ἔχει τοὺς βότρυας. Τοῦτο καὶ διὰ τοῦ μακα‐ ρίου Δαβὶδ τὸ Πνεῦμα λέγει τὸ ἅγιον· «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.» Ἀκούσασα τοιγαροῦν τῶν ἐπαί‐ νων ἡ νύμφη, καὶ τῶν πολλῶν ἐγκωμίων πτερω‐ θεῖσα, καὶ πυρσευθεῖσα τῷ φίλτρῳ, φησίν·
10 ηʹ, θʹ. Εἶπον, Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρα‐ τήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα. Καὶ λάρυγξ σου, ὡς οἶνος ἀγαθὸς πο‐ ρευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα· ἱκα‐
15νούμενος χείλεσί μου καὶ ὀδοῦσιν. Ἔστιν ἐν‐ τεῦθεν ἀκριβῶς καταμαθεῖν, ὅπως ποθεῖ τὸν νυμφίον ἡ νύμφη, καὶ τῆς ἀναβάσεως ἐφίεται, καὶ τὸ ὕψος φαντάζεται, καὶ, κατὰ τὸν μακάριον Παῦλον, «οὐ νομίζει κατειληφέναι, ἀλλὰ διώκει ἵνα καταλάβῃ· καὶ
20τῶν μὲν ὄπισθεν ἐπιλανθάνεται, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεται.» Ζητητέον δὲ πῶς ὁ νυμφίος καὶ φοῖνίξ ἐστι καὶ ἄμπελος· καὶ φοίνικος μὲν οὐκ ἔχει καρπὸν, ἀμπέλου δὲ βότρυας ἐκφέρει. Ὁδηγήσει δὲ ἡμᾶς ἐπὶ τὴν κεκρυμμένην διάνοιαν ἡ τοῦ Ἀκύλα
25ἑρμηνεία· ἀντὶ γὰρ τοῦ «κρατήσω τῶν ὕψεων αὐτοῦ,» τέθεικε «κρατήσω τῶν ἐλατῶν αὐτοῦ·» οἱ δὲ ἐλά‐ ται τῶν ἀῤῥένων εἰσὶ φοινίκων καρποί· τοῖς θήλεσι φοίνιξιν ἐντιθέμενοι, καὶ μονίμους, καὶ πέπονας τοὺς ἐκείνων καρποὺς ἐργάζονται. Ἐπείγεται τοίνυν ἡ
30νύμφη λαβεῖν παρὰ τοῦ νυμφίου τὰς τῶν εὐσεβῶν γο‐ νῶν ἀφορμὰς, καί φησιν· «Εἶπον, Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, καὶ κρατήσω τῶν ὕψεων αὐτοῦ·» ἢ, ὡς ὁ Ἀκύλας, «τῶν ἐλατῶν αὐτοῦ.» —«Καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου.» Σὺ γὰρ εἶ
35ἀληθινὴ ἄμπελος, ἀφ’ ἧς ὁ σωτήριος οἶνος γεωρ‐ γούμενος ἐν ταῖς πνευματικαῖς ἀποθλίβεται ληνοῖς, ἀφ’ ὧν τὸ ποτήριον πληροῦται τὸ μεθύσκον ὡσεὶ κράτιστον. «Καὶ ὀσμὴ ῥινός σου τῇ τοῦ μήλου ἔοι‐ κεν εὐωδίᾳ.» Καὶ γὰρ αὐτὸ τὸ τῆς ὀσφρήσεώς σου
40δοχεῖον, καὶ αὐτό μοι εὐωδίαν ἐκπέμπει μήλοις ἀπει‐ κασμένην. Ἱκανὰ δὲ τὰ περὶ τῶν μήλων εἰρημένα ἡμῖν ἐν τῇ τῆς βίβλου ἀρχῇ. «Καὶ ὁ λάρυγξ δέ σου, ὡς οἶνος ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.» Ἡ
45γὰρ ἐκ τῆς φάρυγγός σου προσφερομένη διδασκαλία, οἴνου παντὸς ἀνθοσμίου καὶ πάσης εὐφροσύνης βιω‐ τικῆς ἀμείνων τυγχάνει, ἢν προφέρεις, ἀδελφιδέ μου, διευθῦναι βουλόμενος τὰς εἰς σὲ πεπιστευκυίας ψυ‐ χάς· ἱκανὴ δέ μοι αὕτη καὶ ἀποχρῶσα, ἵνα τὰ μὲν

81

.

196

(50)

προφέρω καὶ κηρύττω ὀργάνοις τοῖς χείλεσι κεχρη‐
μένη· τὰ δὲ φρουρῶ καὶ φυλάττω, τοὺς ὀδόντας ἀντὶ

81

.

197

τειχίου περιτιθεῖσα. Τούτοις ἁρμόττει καὶ τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα· «Ἤκουσα γὰρ, φησὶν, ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Διὰ τοῦτο καὶ ἡ νύμφη φησίν· «ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσί μου,» ἵνα τὰ μὲν προφέρω, τὰ δὲ φυλάττω·
5Τούτοις ἐπιφέρει· ιʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ’ ἐμὲ ἡ ἐπι‐ στροφὴ αὐτοῦ. Αὐτῷ γὰρ ἐμαυτὴν ἀνατέθεικα, καὶ πᾶσαν ἀλλοτρίαν κοινωνίαν ἐβδελυξάμην, Ἑλληνικὴν, Ἰουδαϊκὴν, αἱρετικήν· καὶ γὰρ αὐτὸς πάντων με τῶν
10ἄλλων προτέθεικε, καὶ πρὸς ἐμὲ τὴν ἀποστροφὴν ἔχει· οὐ γὰρ ἔχων πρότερον ποῦ κλίναι τὴν κεφαλὴν, εὗρε νῦν ποῦ κλίνῃ τὴν κεφαλήν· καὶ πολλὰς ἔχων παλλακίδας, καὶ βασιλίδας, καὶ νεάνιδας, πάντων προτίθησί με· ἀλλ’ οὐκ ἀνέχομαι μόνη τῆς ἱερᾶς αὐ‐
15τοῦ κοινωνίας ἀπολαύειν. ιαʹ, ιβʹ, ιγʹ. Ἐλθὲ, ἀδελφιδέ μου, καὶ ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις. Ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἢ ἤνθησεν ὁ κυπρισμὸς, εἰ ἤνθησαν αἱ ῥοαί.
20Ἐκεῖ δώσω τοὺς μαστούς μού σοι. Οἱ μανδρα‐ γόραι ἔδωκαν ὀσμὴν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιὰ, ὅσα ἐδωκέ μοι ἡ μήτηρ μου, ἀδελφιδέ μου, ἐτήρησά σοι. Προ‐ τρέπει τὸν νυμφίον ἡ νύμφη, καὶ τῶν εὐτελῶν ἔτι
25καὶ ταπεινῶν φροντίσαι ψυχῶν, ἃς τροπικῶς ἀγρὸν καὶ κώμας ὀνομάζει, ὡς ταπεινὰς καὶ μικράς. Οὐ γὰρ λέγει, ἐξέλθωμεν εἰς πόλιν, ἀλλ’, «ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις, ὀρθρίσωμεν εἰς ἀμ‐ πελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος.» Ἐπισκε‐
30ψώμεθα, φησὶ, τοὺς ἄρτι τὸ κήρυγμα δεξαμένους· «εἰ ἤνθησεν ὁ κυπρισμός.» Ἴδωμεν καὶ τούτους ἀμείνους, οἵτινες οὐ μόνον φύλλα, ἀλλὰ καὶ αὐτὸ τὸ ἄνθος ἐβλά‐ στησαν, ὅπερ ἐνταῦθα κυπρισμὸν προσηγόρευσεν· «εἰ ἤνθησαν αἱ ῥοαί·» εἰ γέγονε, φησὶν, ἔν τισιν
35ἀγάπης ἀρχή. Χρὴ γὰρ ἡμᾶς περινοστῆσαι, καὶ πᾶσαν τὴν ἁρμόττουσαν ἐπιμέλειαν προσενεγκεῖν. Τοῦτο γὰρ ποιοῦσα σε θεραπεύσω· «ἐκεῖ, φησὶ, δώσω τοὺς μαστούς μού σοι.» Οἰκειοῦσαι γὰρ τὰ εἰς ἐκείνους γιγνόμενα, καὶ λέγεις· «Ἐφ’ ὅσον ἐποιήσατε
40ἑνὶ τῶν μικρῶν τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» —«Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν.» Ὕπνον οἶδεν ἐμποιεῖν ὁ μανδραγόρας, ὡς ἰατρῶν παῖδές φασιν. Ἐπειδὴ τοί‐ νυν «νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς» προστετάγμεθα, οὐχ ἵνα αὐτὰ τὰ μέλη παραδῶμεν τῷ θανάτῳ, ἀλλ’
45ἵνα νεκρὰ ταῖς κακαῖς ἀποφήνωμεν ἐνεργείαις, εἰκότως τὸν μανδραγόραν ἐνταῦθα τέθεικε, καί φησιν· «Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν·» ἀντὶ τοῦ, ἤρξαντο καθεύδειν ταῖς ἁμαρτίαις οἱ ἄνθρωποι· καὶ καθάπερ οἱ μανδραγόραν πεπωκότες οὐκ αἰσθάνονται τῶν τοῦ

81

.

197

(50)

σώματος κινημάτων· οὕτως οἱ τῆς εὐσεβοῦς διδασκα‐
λίας ἐκπίνοντες τὴν κύλικα, τὰ πάθη κοιμίζειν σπου‐

81

.

200

δάζουσιν. Οὐ μόνον δὲ οἱ μανδραγόραι ἔδωκαν ὀσμὴν, ἀλλὰ καὶ ἐπὶ θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα. Πᾶν γὰρ εἶδος καρποφοροῦσιν οἱ τὴν ἡμετέραν διδασκαλίαν δεξάμενοι. Ἐγὼ δὲ νέα πρὸς παλαιὰ, ὅσα ἔδωκέ μοι ἡ
5μήτηρ μου, ἐτήρησά σοι, ἀδελφιδέ μου. Καὶ γὰρ τῆς Παλαιᾶς Διαθήκης τὰς ἐντολὰς, καὶ τῆς Καινῆς Διαθή‐ κης τὰς ὑποθήκας, ἃς ὑπὸ τῆς μητρός μου, τῆς τοῦ Πνεύματος χάριτος ἐδεξάμην, ταύτας σοι τετήρηκα, καὶ τὴν παρακαταθήκην ἄσυλον διεφύλαξα. Τούτοις
10ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Παύλου Τιμοθέῳ γραφέντα· «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δι‐ καιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής.» Καὶ πάλιν τὸ ἐν
15Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι «Πᾶς γραμματεὺς μαθητευθεὶς τὴν βασιλείαν τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ ἐκβάλλοντι ἐκ τοῦ θησαυροῦ αὑτοῦ νέα καὶ παλαιά.» ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
20 αʹ, βʹ. Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με. Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με. Διδάξεις με·
25ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου. Κατὰ γὰρ τὸ ἀνθρώπειον καὶ αὐτὸς ἅπασαν ἐδέξατο τοῦ Πνεύματος τὴν χάριν. «Τὸ γὰρ παιδίον, φησὶν, Ἰησοῦς ηὔξανε, καὶ ἐκρα‐ ταιοῦτο Πνεύματι, καὶ χάρις Θεοῦ ἦν ἐπ’ αὐτό.»
30Φησὶ τοίνυν ἡ νύμφη, ἐκπληττομένη τὴν ἄῤῥητον φιλανθρωπίαν, ὅτι Καὶ σὺ ἐθήλασας τοὺς μαστοὺς τῆς μητρός μου. Ἵνα δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥητῶν, καὶ τὴν ἁρμονίαν φυλάξωμεν, μικρὸν ἄνωθεν ἀρξάμενοι, ἐν κεφαλαίῳ τὴν διάνοιαν διεξέλθωμεν,
35Ἐδεξάμην, φησὶν, οὐ μόνον νέα, ἀλλὰ καὶ παλαιὰ τῆς μητρός μου, καὶ ταῦτά σοι διατηρήσω. Ἠνέσχου δὲ, διὰ πολλὴν φιλανθρωπίαν, καὶ αὐτὸς τὴν ἐμὴν φύσιν ἀναλαβὼν, τοὺς αὐτούς μοι θηλάσαι μαστοὺς, ἵνα καὶ ἐν τούτῳ τὴν ἀδελφότητα δείξῃς. Ἐθήλασας
40δὲ οὐ δεόμενος, ἀλλ’ ἐμὲ διδάσκων, ὅπως ὀφείλω θηλάσαι, καὶ διὰ ποίας θηλῆς τὴν χάριν ἑλκύσαι. Διὰ τοῦτο τῷ βαπτίσματι προσελήλυθας, οὐχ ἵνα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμήξῃ· ἁμαρτίαν γὰρ οὐκ ἐποίησας, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματί σου·
45οὔτε μὴν ἵνα τοῦ παναγίου Πνεύματος ὑποδέξῃ τὴν χάριν· πλήρης γὰρ τούτου ἐτύγχανες· ἀλλ’ ἐμοὶ δεικνὺς, ὁποῖα τοῦ βαπτίσματος τὰ δῶρα, καὶ ποίῳ τρόπῳ δύναμαι θηλάσαι τὴν χάριν τοῦ Πνεύματος. Διὰ τοῦτο ἐν εἴδει περιστερᾶς κάτεισι τὸ Πνεῦμα τὸ

81

.

200

(50)

ἅγιον, οὐχ ἵνα σοι παράσχῃ ἃ μὴ εἶχες· πλήρης γὰρ αὐτοῦ τῶν χαρίτων ἐτύγχανες· ἀλλ’ ἵνα ἐμοὶ δείξῃς
τίς ἡ δωρεὰ τοῦ βαπτίσματος. Διὰ τοῦτο ἐκπλητ‐

81

.

201

τομένη λέγω· «Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου;» Ὑπὸ ταύτης σου τῆς φιλ‐ ανθρωπίας ἑλκομένη, «εὑροῦσά σε ἔξω, φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί με· παραλήψομαί σε,
5εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρε‐ ψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου·» μεθύουσα γὰρ τῷ περὶ σὲ φίλτρῳ, οὐ μόνον ἐν τῷ θαλάμῳ, καὶ ἐν τῇ παστάδι, ἀλλὰ καὶ κατὰ τὴν ἀγορὰν καὶ δη‐
10μοσίᾳ, εὑροῦσά σε περιπτύξομαι καὶ καταφιλήσω· οὐκ ἐπιμέμψονται δέ μοι τοῦτο ποιούσῃ οἱ θεώμενοι, τὴν φλόγα τῆς ἀγάπης εἰδότες. Ἐκεῖθεν δὲ παραλα‐ βοῦσά σε, «εἰσάξω σε εἰς τὸν τῆς μητρός μου οἶκον, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με.»
15Τίς δὲ ὁ τοῦ παναγίου Πνεύματος οἶκος (αὐτὸ γὰρ τὴν νύμφην ἐγέννησεν), εἰ μὴ ὁ θεῖος νεὼς, ὁ τὴν ἄνω μιμούμενος Ἱερουσαλὴμ, ἔνθα εἰσιόντες μετὰ παῤῥησίας τῷ νυμφίῳ προσδιαλέγονται, τὸ τῆς νύμφης ἀξίωμα λαβόντες; «Καὶ ἐκεῖσε, φησὶ,
20ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου·» μυρεψικὸν δὲ οἶνον καλεῖ τὴν τῇ θείᾳ χάριτι διηρτυμένην διδασκαλίαν, καὶ οἱονεὶ μεμυρισμένην, καὶ εὐώδη τυγχάνουσαν. «Νᾶμα δὲ ῥοῶν» καλεῖ τὴν ἀπὸ τῶν καρπῶν τῆς ἀγάπης τικτο‐
25μένην ὠφέλειαν. Ταῦτα πρὸς τὸν νυμφίον εἰρηκυῖα ἡ νύμφη, καὶ ταῖς νεάνισι διαλέγεται, καί φησιν· γʹ. Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ἄνω γάρ εἰμι τῆς κολαστικῆς ἀπειλῆς, καὶ τῆς σου δεξιᾶς τὰς
30εὐλογίας δρέπομαι· διὰ τοῦτο τὴν εὐώνυμον αὑτοῦ ἐπὶ τὴν κεφαλήν μου τίθησι, τῇ δεξιᾷ με περιλαμ‐ βάνει. δʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ,
35ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. Χρὴ γὰρ ὑμᾶς διηνεκῶς πυρσεύειν αὐτὴν, καὶ διεγείρειν, ἵνα θερμῶς αὐτὸν ποθήσητε, καὶ ὡς αὐτὸς βούλεται, ἐπὶ τὴν τελειότητα φθάσητε. Τούτων παρ’ αὐτῆς εἰρημένων, θεασάμεναι αὐτῆς
40ἐκεῖναι τὴν πᾶσαν ὑπερβολὴν, ἐκπληττόμεναι λέ‐ γουσι· εʹ. Τίς αὕτη ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδοῦν αὑτῆς; Καὶ οὐ λέγουσι λευκὴν, ἀλλὰ λελευκανθισμένην· μέλαινα
45γάρ. Ἐπὶ μὲν τοῦ νυμφίου φησὶν νύμφη, «ἀδελ‐ φιδοῦς μου λευκός·» καὶ οὐκ εἶπε λελευκανθισμένος· φύσει γὰρ ἦν τοιοῦτος. Αὕτη δὲ μελανθεῖσα (παρ‐ έβλεψε γὰρ αὐτὴν ὁ ἥλιος) ἐλευκάνθη, καὶ τῆς τοῦ νυμφίου λευκότητος μετείληφε. Καὶ ὥσπερ φῶς

81

.

201

(50)

ὑπάρχων φῶς αὐτὴν εἰργάσατό τε καὶ προσηγόρευσε, καὶ ἅγιος ὑπάρχων ἁγίαν αὐτὴν ἐποίησε, καὶ ἀνά‐ στασις γινόμενος ἀναστάσεως αὐτὴν ἠξίωσεν· οὕτω
καὶ αὐτῇ τῆς οἰκείας λευκότητος μετέδωκε. Διό φασιν

81

.

204

αἱ ὁρῶσαι αὐτὴν νεάνιδες· «Τίς αὕτη ἡ ἀναβαί‐ νουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδοῦν αὑτῆς;» ὑπ’ αὐτοῦ γὰρ ποδηγουμένη, καὶ οἱονεὶ χειραγωγουμένη, καὶ τὴν εἰς τοὺς οὐρα‐
5νοὺς ἀνάβασιν καὶ ἀποδημίαν ποιεῖται πρὸς τὸν ἀγα‐ πητὸν αὐτῆς, διὰ τῆς βεβαίας εἰς αὐτὸν πίστεως. Μετὰ ταῦτα ὁ νυμφίος διαλεγόμενός φησιν· «Ὑπὸ μῆλον ἐξήγειρά σε, ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.» Τουτωνὶ τῶν ῥημά‐
10των τὴν διάνοιαν μαθησόμεθα, εἰ τῶν εἰρημένων ὑπὸ τῆς νύμφης ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος ἀνα‐ μνησθείημεν. Ἔφη γὰρ τῷ νυμφίῳ· «Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα,
15καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς τῷ λάρυγγί μου.» Ἐπειδὴ τοίνυν ἡ σκιὰ τῶν μελλόντων ἀγαθῶν εἰσι τὰ ἐπὶ τοῦ παρόντος ἡμῖν δοθέντα, «Ἄρτι γὰρ,» φησὶν ὁ μακάριος Παῦλος, «βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον,»
20ἐπόθησε δὲ ἡ νύμφη ἐν τῇ σκιᾷ τοῦ νυμφίου καθίσαι, τουτέστι τῷ δοθέντι νῦν ἀῤῥαβῶνι (μῆλον δὲ αὐτὸν προσηγόρευσε δι’ ἃς ἔφημεν αἰτίας), ἀναγκαίως ὁ νυμφίος φησίν· «Ὑπὸ μῆλον ἐξήγειρά σε, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.» Πιστεύσαντες γὰρ τῷ
25περὶ τοῦ Σωτῆρος ἡμῶν κηρύγματι, τῷ θείῳ βα‐ πτίσματι προσεληλύθαμεν, καὶ προσελθόντες τῆς παλιγγενεσίας τετυχήκαμεν. «Ὤδινε γὰρ ἡμᾶς ἡ χάρις τοῦ Πνεύματος·» μαρτυρεῖ δὲ ἡ ἱστορία τῶν Πράξεων. Τοῦ γὰρ θειωτάτου Πέτρου δημηγορή‐
30σαντος, καὶ περὶ τοῦ Σωτῆρος κήρυγμα τοῖς ἐληλυ‐ θόσι προσενηνοχότος, φησὶν ὁ συγγραφεὺς, ὅτι ἀκού‐ σαντες τὸν λόγον κατενύγησαν, καὶ εἶπον πρὸς τὸν Πέτρον· «Τί ποιήσομεν, ἵνα σωθῶμεν;» Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· «Πιστεύσατε, καὶ βαπτισθήτω
35ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος.» Εἰκότως τοίνυν φησὶν ὁ νυμφίος τῇ νύμφῃ· «Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου· ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε·» καὶ ὁ διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται· δεῖξαι γὰρ
40βουλόμενος τίς ἡ μήτηρ, ἀνέμνησε τοῦ τόκου. Μετὰ ταῦτα παρακελεύεται αὐτῇ, λέγων· ϛʹ. Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· σπινθῆρες αὐτῆς ὡς σπινθῆρες πυρὸς, ἄνθρα‐
45κες πυρὸς φλόγες αὐτῆς. Ἔνια τῶν ἀντιγρά‐ φων ἀντὶ τοῦ ἄνθρακες πυρὸς, σπινθῆρες αὐτῆς, σπινθῆρες πυρὸς, ἔχουσι περίπτερα αὐτῆς περί‐ πτερα, ἄνθρακες πυρὸς φλόγες αὐτῆς. Λέγει τοί‐ νυν ὁ νυμφίος ταῖς εὐσεβέσι ψυχαῖς, ἃς νύμφην ἡ

81

.

204

(50)

θεία προσαγορεύει Γραφή· «Θές με ἀντὶ σφρα‐ γίδος ἐν τῇ καρδίᾳ σου, καὶ ἐν τῷ βραχίονί σου·»
καρδίαν μὲν τὸ θεωρητικὸν τῆς ψυχῆς ὀνομάσας,

81

.

205

βραχίονα δὲ τὸ πρακτικόν· διὸ καὶ τοῖς ἱερεῦσι ἀφώριστο παρὰ τοῦ λαοῦ ὅ τε βραχίων ὁ δεξιὸς, καὶ τὸ στηθήνιον. Βούλεται τοίνυν ἡμᾶς ὁ Σωτὴρ ὁ ἡμέ‐ τερος ἀντὶ σφραγίδος αὐτὸν ἔχειν, καὶ διαλεγομέ‐
5νους, καὶ λογιζομένους, καὶ τῷ αὐτοῦ χαρακτῆρι τυποῦν τά τε λεγόμενα, τά τε πραττόμενα· οὕτω γὰρ ἔσται βασιλικὰ νομίσματα, οὐ παρακεχαραγ‐ μένα, ἀλλὰ τὸν βασιλικὸν ἔχοντα χαρακτῆρα. Τοῦτο δὲ ῥᾴδιόν σοι, φησὶ, ποιῆσαι, εἰ τὴν εἰς ἐμὲ κτήσῃ
10ἀγάπην. «Ἰσχυρὰ γάρ ἐστιν ὡς θάνατος.» Καὶ καθάπερ ἐκεῖνος, μετὰ τὴν θείαν ἀπόφασιν, πάντων ἐκράτησεν· οὕτω καὶ αὕτη πάντων κρατεῖ, καὶ αὐ‐ τοῦ τοῦ θανάτου ἰσχυροτέρα τυγχάνει. Κτῆσαι καὶ ζῆλον· εἰ γὰρ τοῦτον προσκτήσαιο, οὐκ ἀνέξῃ ἄλλην
15σου τιμιωτέραν φανῆναι, καὶ σὲ μὲν εἶναι ἀπαῤῥη‐ σίαστον, ἐκείνην δὲ τῆς ἐμῆς κοινωνίας τυγχάνειν· «Σκληρὸς γάρ ἐστι, καὶ δυσκαταγώνιστος ὁ ζῆλος τῷ ᾅδῃ παραπλησίως·» ᾅδην δὲ ἀπὸ τῆς κατεχού‐ σης δόξης ὠνόμασε, τῷ θανάτῳ καὶ ταύτην ἐπιθεὶς
20τὴν προσηγορίαν. Οὕτω δέ ἐστιν ἰσχυρὰ ἡ ἀγάπη, ὅτι πρῶτον μέν ἐστιν ὑπόπτερος, περὶ δὲ τὰ πτερὰ αὑτῆς φλόγα ἔχει πυρὸς, καὶ σπινθῆρας ἐκπεμπο‐ μένους. Τί δὲ τῆς οὕτω πυρσευομένης γένοιτ’ ἂν δυνατώτερον; καὶ τὸ πῦρ δὲ αὐτῆς οὐκ ἔστι τῶν
25σβεννυμένων. ζʹ. Ὕδωρ γὰρ, φησὶ, πολὺ οὐ δυνήσεται σβέ‐ σαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Καὶ μαρτυροῦσιν ἅπαντες οἵ τε ἐν τῇ Πα‐ λαιᾷ, οἵ τε ἐν τῇ Νέᾳ διαπρέψαντες ἅγιοι· τοῦ γὰρ
30Ἀβραὰμ τὴν περὶ Θεὸν ἀγάπην, οὔτε ἡ ἐν ξένῃ δι‐ αγωγὴ, οὔτε ἡ τοῦ λιμοῦ ἀνάγκη, οὔτε ἡ τῆς γυναικὸς ἁρπαγὴ, οὔτε τοῦ παιδὸς ἡ προσκομιδὴ, οὔτε ἡ περὶ τῶν φρεάτων μάχη ἴσχυσε κατασβέσαι· οὔτε τοῦ Ἰσαὰκ τὰ προσπεσόντα λυπηρά· οὔτε τοῦ Ἰακὼβ
35οἱ διηνεκεῖς πόνοι, καὶ αἱ διὰ βίου ὀδύναι. Τί σφο‐ δρότερον τῶν τοῦ Ἰωσὴφ πειρασμῶν, ὃς ἐπράθη ὑπὸ ἀδελφῶν, ἀπεστερήθη δὲ μητρὸς καὶ πατρὸς ἀγα‐ πῶντος, καὶ προγονικῆς οἰκίας, καὶ ἐλευθερίας, καὶ εὐπορίας, ἐδούλευσε δὲ παρ’ ἀξίαν, καὶ ὑπὲρ σω‐
40φροσύνης συκοφαντίας ἐγένετο παρανάλωμα, καὶ δεσμωτηρίῳ παρεπέμπετο, καὶ μυρία ὑπέμεινε δεινά; ἀλλὰ τούτων ἁπάντων ἡ περὶ τὸν Θεὸν ἀγάπη κρείττων ἐδείκνυτο. Καὶ τί δεῖ λέγειν περὶ τοῦ μεγάλου Μωσέως, καὶ Ἰωσυοῦ τοῦ στρατηγοῦ,
45καὶ τῶν μεγάλων προφητῶν Σαμουὴλ, καὶ Δαβὶδ, καὶ Ἡλίου, καὶ Ἑλισσαίου; Τί μανικώτερον τῶν Βαβυλωνίων ἐγένετο; Τί τῆς παρ’ αὐτῶν ἐξαφθεί‐ σης καμίνου φοβερώτερον; ἀλλ’ ὅμως οὐδὲ ἐκείνη τῶν τριῶν ἐκείνων παιδαρίων ἔσβεσε τῆς ἀγάπης

81

.

205

(50)

τὴν φλόγα, ἀλλὰ μᾶλλον αὐτὴν ἐπύρσευσε, καὶ δι‐ ήγειρε. Τί τῶν λεόντων ἐκείνων φρικωδέστερον, οἷς ὁ μέγας παρεδόθη Δανιήλ; ἀλλὰ κἀκεῖνον ἡ
περὶ τὸν Θεὸν ἀγάπη δυνατώτερον ἀπέφηνε. Καὶ

81

.

208

ἵνα τοὺς ἄλλους ἁγίους ἐπὶ τοῦ παρόντος καταλίπω, ἀπόχρη καὶ μόνος ὁ μακάριος Παῦλος διδάξαι αὐτῆς τὴν ἰσχὺν, ἅτε δὴ πάντων μάλιστα πεῖραν αὐτῆς εἰληφώς. «Τίς γὰρ ἡμᾶς χωρίσει, φησὶν, ἀπὸ τῆς
5ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μά‐ χαιρα; καθὼς γέγραπται, Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ’ ἐν τούτοις πᾶσι, φησὶν, ὑπερνικῶμεν διὰ τοῦ
10ἀγαπήσαντος ἡμᾶς Χριστοῦ.» Ἱκανὰ μὲν οὖν καὶ ταῦτα δεῖξαι τῆς ἀγάπης τὴν νίκην· τὰ δὲ μετὰ ταῦτα σαφέστερον ταύτην κηρύττει. Ἐπάγει γάρ· «Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε δυνάμεις, οὔτε ὕψος, οὔτε βάθος, οὔτε
15τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Καὶ ἵνα δείξῃ πάντων αὐτὴν δυνατωτέραν, καὶ τῶν ὁρωμένων, καὶ τῶν ἀοράτων, τὴν μὴ οὖσαν κτίσιν ἀναπλάττεται τῷ λόγῳ, καὶ ταύτῃ πάλιν παρ‐
20εξετάζει, καὶ δείκνυσι ταύτης τὴν περὶ τὸν Θεὸν ἀγάπην ἰσχυροτέραν. Εἰκότως τοίνυν ὁ νυμφίος φη‐ σίν· «Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὑτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει
25ἐξουδενώσουσιν αὐτόν.» Ἐξουδενώσουσι δὲ τὸν πάντα βίον ἐν τῇ ἀγάπῃ διδόντα οἱ τῆς ἀγάπης ἐστερημένοι καὶ γεγυμνωμένοι· διὸ καὶ ὁ μακάριος ἔλεγε Παῦ‐ λος· «Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀν‐ εχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν, ὡς περι‐
30καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περί‐ ψημα ἕως ἄρτι.» Καὶ γὰρ τῷ ὄντι τοῦτο τῶν ἰλιγ‐ γιώντων τὸ πάθος· αὐτοὶ γὰρ οἱ μὴ καθεστηκότες περιδινεῖσθαι πάντα νομίζουσιν· οὕτω καὶ οἱ τῆς ἀγάπης ἐστερημένοι τοὺς τῆς ἀγάπης τροφίμους ὡς
35ἀνοήτους ἐβλασφήμουν καὶ ἄφρονας. Ἀλλ’ ὅμως οὐδὲ τοῦτο τὴν ἀγάπην ἐλυμήνατο, ἀλλὰ καὶ θερμο‐ τέραν εἰργάσατο. Λοιδορούμενοι οἱ ἀπόστολοι ηὐλό‐ γουν, καὶ βλασφημούμενοι παρεκάλουν, καὶ ὡσπερεὶ καθάρματα τοῦ κόσμου γενόμενοι, ἔλεγον εἶναι πάν‐
40των περίψημα ἕως ἄρτι.
43 ηʹ, θʹ. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσομεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ,
45ἐν ᾗ ἂν λαληθῇ αὐτῇ; Εἰ τεῖχός ἐστιν, οἰκοδο‐ μήσωμεν ἐπ’ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπ’ αὐτὴν σανίδα κεδρίνην. Ἡγοῦμαι τοὺς ἁγίους προφήτας, τοὺς ἐν τῇ Παλαιᾷ διαπρέψαντας, τὸ βραχὺ τῆς πνευματικῆς ἡλικίας

81

.

208

(50)

τῆς νύμφης ὁρῶντας, καὶ τὸ τῶν μαστῶν ἀτελὲς ἔτι καὶ κεκρυμμένον, ἅτε δὴ προμνήστορας καὶ μη‐
νυτὰς τοῦ γάμου, ταῦτα ἐν ἑαυτοῖς λέγειν, ὅτι Μέλλει

81

.

209

λοιπὸν ὁ βασιλεὺς λαμβάνειν τὴν νύμφην τὴν ἡμε‐ τέραν ἀδελφὴν, μικρὰ δέ ἐστι καὶ μαστῶν ἐστερη‐ μένη· οὔπω γὰρ ἔχει τὸ γόνιμον, οὐδὲ τὸ διδασκαλι‐ κὸν χορηγεῖν δύναται γάλα, οὐδὲ τὴν τελείαν ὀρέγειν
5τοῖς δεομένοις τροφήν· χρὴ τοίνυν ἡμᾶς τὸ πρακτέον λογίσασθαι. Καὶ ἐπειδὴ μέλλει τῷ μεγάλῳ συνάπτε‐ σθαι βασιλεῖ, καὶ ὥσπερ τεῖχος εἶναι τῆς οἰκίας αὐ‐ τοῦ, οἰκουροῦσα τὰ ἔνδον καὶ φυλάττουσα, καὶ θύρας τύπον ἔχειν φρουρούσης τὰ ἀποκείμενα, οἰκοδομή‐
10σωμεν ὡς ἐν τείχει «ἐπάλξεις ἀργυρᾶς,» τουτέστι λογικὰς καὶ διαλαμπούσας ἐν λόγῳ. «Τὰ λόγια γὰρ Κυρίου, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ·» ἵνα ἐπ’ αὐταῖς ἱσταμένη βάλλῃ τοὺς πολε‐ μίους, διώκῃ τοὺς ἐπιβούλους. Ὡς δὲ θύρᾳ ἐπιθῶ‐
15μεν αὐτῇ σανίδας ἐκ κέδρου πεποιημένας, ἁμαρτίας σηπεδόνα μὴ δεχομένας· ἄσηπτος γὰρ ἡ κέδρος. Πρὸς ταῦτα ἀποκρίνεται ἡ νύμφη θαῤῥοῦσα τῇ τοῦ νυμφίου φιλοτιμίᾳ καὶ εὐπορίᾳ· ιʹ. Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι. Ἐγὼ
20ἤμην ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰ‐ ρήνην. Προγνοὺς γάρ με, καὶ προώρισε, καὶ γνοὺς ὡς ζητήσω τὴν εἰρήνην, καὶ διώξω αὐτὴν, καὶ διώ‐ ξασα καταλήψομαι, καὶ εἰρηνικήν με προσηγόρευσε, καὶ Σουλαμῖτιν, καὶ πεποίηκε τεῖχος ἀῤῥαγὲς, φο‐
25βερὸν τοῖς ἐναντίοις· τοὺς δὲ μαστούς μου, τουτέστι τὴν ἠθικὴν καὶ θεολογικὴν διδασκαλίαν, εἰς ὕψος ἤγειρε, καὶ πύργῳ παραπλησίαν ἀπέφηνεν, ἵν’ ἐκεῖθεν πολεμοῦσα τοὺς τοῦ νυμφίου δυσμενεῖς κατα‐ λύσω. Οὐ μόνον δὲ τεῖχος, ὡς εἶπον, εἰμὶ, ἀλλὰ
30καὶ ἀμπελών. ιαʹ. Ἀμπελὼν γὰρ, φησὶν, ἐγενήθη τῷ Σολο‐ μὼν ἐν Βελεαμών. Ἔδωκε τὸν ἀμπελῶνα αὑτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χι‐ λίους ἀργυρίους. Ὁ μὲν Σύμμαχος τὸ, «ἐν Βελεα‐
35μὼν,» ἐν κατοχῆ λαοῦ τέθεικεν· ὁ δὲ Ἀκύλας, ἐν ἔχοντι πλήθει. Τοῦτον μὲν οὖν τὸν ἀμπελῶνα πάλαι ὁ Θεὸς τῷ Ἰσραὴλ ἐνεπίστευσεν. Ἐπειδὴ δὲ οὐ μόνον τοὺς ἀποσταλέντας δούλους εἰς ἀπαίτησιν τῶν καρπῶν κατέλευσέ τε καὶ ἀπέκτεινεν, ἀλλὰ καὶ
40αὐτὸν τὸν κληρονόμον ἐσταύρωσεν, ἀφῃρέθη μὲν κατὰ τὴν δεσποτικὴν φωνὴν ἀπ’ ἐκείνων ὁ ἀμπελὼν, ἐδόθη δὲ ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτοῦ. Διὰ τοῦτό φησιν ἡ νύμφη, ὅτι «τῷ Σολομῶντι,» τουτέστι τῷ εἰρηνικῷ, «ἀμπελὼν ἐγενήθη ἐν Βελεαμὼν,» τουτέστιν ἐν κατ‐
45οχῇ λαοῦ, ἢ ἐν ἔχοντι πλήθει, καὶ «τοῦτον ἐξέδωκε τοῖς τηροῦσιν.» Ἀμπελῶνα δὲ καλεῖ τοὺς τῇ εὐσε‐ βείᾳ προσεληλυθότας ἀνθρώπους· τοὺς δὲ τηροῦντας καὶ γεωργοῦντας καὶ φυλάττοντας, τοὺς τῇ ἱερωσύνῃ τετιμημένους, καὶ τὴν ἀπὸ τῆς πνευματικῆς διδα‐

81

.

209

(50)

σκαλίας ἀρδείαν ὁμοῦ καὶ φυλακὴν προσφέρειν προσ‐ τεταγμένους. Λέγει δὲ, ὅτι «Ὁ ἀνὴρ οἴσει ἐν καρπῷ
αὐτοῦ χιλίους ἀργυρίους·» σημαίνει δὲ ὁ ἀριθμὸς

81

.

212

τῆς δεξιᾶς χειρὸς τὴν μονάδα· δηλοῖ δὲ τοῦτο τὴν τοῦ καρποφοροῦντος σωτηρίαν· οὐδένα γὰρ ἄλλον ὁ τὸν ἀμπελῶνα φυτεύσας παρὰ τούτου λαμβάνει καρ‐ πὸν, ἢ τὴν αὐτοῦ τοῦ φυτευθέντος καὶ καρποφοροῦν‐
5τος σωτηρίαν. Διό φησι ταῦτα λέγουσα ἡ νύμφη· ιβʹ. Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι τῷ Σολομών. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι (χρὴ γὰρ ἀσαφὲς ὂν σαφὲς εἰς δύναμιν καταστῆσαι)· Καὶ ὁ ἀμπελὼν, φησὶν, ἐμὸς, καὶ ὁ καρπὸς ἐμός. Οἱ γὰρ
10νομιζόμενοι παρέχεσθαι τῷ εἰρηνικῷ μου νυμφίῳ, τουτέστι τῷ Σολομῶντι, χίλιοι ἀργυρίου ἐνώπιόν μού εἰσιν· ἀποδώσει μοι γὰρ αὐτοὺς πάλιν. Καὶ νῦν μὲν γὰρ ἀπαιτεῖ καρπὸν, τὴν ἐμὴν ποθῶν σωτηρίαν, καὶ σωζομένην με θέλει ἰδεῖν. «Ἀμπελών μου ἐμὸς
15ἐνώπιόν μου, οἱ χίλιοι Σολομὼν, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.» Λαμβάνουσι μισθὸν τοῦ ἀμπελῶνος οἱ φύλακες, καὶ μισθὸν ὡρισμένον. Καὶ ἐπειδὴ τὰς πέντε αἰσθήσεις τοῦ ἀμπελῶνος φυ‐ λάττουσι, ὄψιν, καὶ γεῦσιν, καὶ ὄσφρησιν, καὶ ἀκοὴν,
20καὶ ἁφὴν, ἀναγκαίως τοὺς διακοσίους κομίζονται, οἵπερ εἰσὶ τῶν χιλίων τὸ πέμπτον· ἄξιοι γὰρ οἱ τὸν θεῖον ἀμπελῶνα φυλάττοντες, τῶν παρὰ τοῦ φυτουρ‐ γοῦ τυχεῖν ἀμοιβῶν· διὸ οὐ μόνον ὁ νυμφίος, ἀλλὰ καὶ αὕτη ἡ νύμφη, τούτοις δώσει τὰς ἀντιδόσεις.
25Καὶ ὁ μακάριος Παῦλός φησιν· «Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε μισθὸν λήψεται.» Καὶ τοῖς ἐργασαμένοις δὲ εἰς τὸν ἀμπελῶνα, τῆς ἑσπέρας καταλαβούσης, ἐκέλευσεν ὁ οἰκοδεσπότης ἀνὰ δηνά‐ ριον δοθῆναι. Δῆλον τοίνυν ὡς οὐδὲν ἄμισθον παρὰ
30Θεῷ· εἰ γὰρ ὁ ποτήριον ψυχροῦ ἑνὶ τῶν μικρῶν τῶν ἐλαχίστων προσφέρων οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὑτοῦ, πολλῷ μᾶλλον ὁ τὸν ἀμπελῶνα φυλάττων τῶν παρὰ τοῦ ἀμπελῶνος ἀμοιβῶν ἀπολαύσεται. Καὶ αὐτὸς δὲ ὁ ἀμπελὼν τὴν διὰ τῶν πέντε αἰσθήσεων
35ὑπακοὴν παρέξει, καὶ τοὺς διακοσίους πληρώσει· οἳ πεντάκις τοσοῦτοι γινόμενοι διαιρέται ὑπάρχουσι τῶν κατ’ ἐνέργειαν φυλασσόντων αὐτάς· καὶ γὰρ ὁ μὲν χίλια ἀριθμὸς τὴν ἐν Χριστῷ ἐμφαίνει τελειότητα, ἀπροσδεὴς ὑπάρχων μονάς· ὡς μὴ μόνον τὸν δυνά‐
40μει, ἀλλὰ καὶ τὸν ἐνεργείᾳ ταύτης λόγον ἐν ἑαυτῷ φέρων, ὅτι ἐκ μονάδος ἄρχεται, καὶ διὰ μονάδος δη‐ λοῦται, καὶ μονάδος ἐστὶ ποιητικός· ἡ γὰρ χιλιὰς καὶ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ γνωρίζονται· ὁ δὲ διακόσιος πάλιν ἀριθμὸς τὴν τῆς φύσεως ἡμῶν
45εἰς ἑαυτὴν διὰ τῆς τῶν ἐντολῶν ἐργασίας δηλοῖ ἀπο‐ κατάστασιν, ὡς δεκαπλασιάζων κατὰ τὴν δεκάδα τῶν ἐντολῶν τὸν ἐκ τοῦ τετράκις πέντε συντιθέμενον· κἀντεῦθεν δηλοῦντα τὸν ἐξ ὕλης καὶ εἴδους τῆς φύσεως ἡμῶν σύνθετον εἰκοστὸν ἀριθμόν. Πρὸς δὲ

81

.

212

(50)

τούτοις εἰρημένοις, ἡ νύμφη, καὶ τάδε πρὸς τὸν νυμφίον, δι’ ἄκραν τε μετριοφροσύνην καὶ ἐπιτετα‐
μένον πόθον τῶν μελλόντων ἀγαθῶν, διέξεισιν·

81

.

213

ιγʹ. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσ‐ έχοντες, τὴν φωνήν σου ἀκούτισόν με. Εἴτουν, Ὦ νυμφίε μου, σὺ ὁ ἐπαναπαυόμενος τῇ τε νοητῇ κτίσει, καὶ τῇ αἰσθητῇ, ὡς τοῖς σοῖς θελήμασι δίκην
5κήπων πεφυτευμέναις· ἄλλοι παρ’ ἡμᾶς εἰσιν οἱ ἀμεταστρεπτὶ πρὸς σὲ ἀτενίζοντες, διὰ τὸ μὴ μερί‐ ζεσθαι δεσμῷ σώματος, αἱ ἄϋλοι πάντως καὶ ἀγγε‐ λικαὶ τάξεις· ἐγὼ δὲ ὡς ὑποκειμένη τῷ τοιούτῳ δεσμῷ, δέδοικα τὴν τροπὴν, καὶ διὰ τοῦτο τὴν δευ‐
10τέραν σου κάθοδον ἐπισπεύδουσα, ἱκετεύω σε, ἀκου‐ στήν μοι ποίησον τὴν εὐκταίαν ἐκείνην φωνήν σου, τὸ, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο‐ μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.» Καὶ οὕτως·
15 ιδʹ. Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῷ δόρ‐ κωνι, ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. Προσ‐ καλούμενος γὰρ τοὺς δικαίους εἰς τὴν ἀπὸ καταβολῆς κόσμου ἡτοιμασμένην αὐτοῖς βασιλείαν σου, ἀφίστα‐ σαι πάντως τῆς διὰ τῶν αἰσθητῶν προνοίας ἡμῶν,
20ἐφελκόμενος τοὺς ἀξίους ἐπὶ τὰ ὕψη τῶν πνευματι‐ κῶς εὐωδιαζουσῶν αὐτοὺς κατὰ θέωσιν χαρίτων· ἐν αἷς ὥς τις δόρκων, ἢ ἐλάφου νεβρὸς, ἀναιρετικὸς τῶν ἰοβόλων θηρίων, τὰ μαινόμενα καθ’ ἡμῶν τῆς πο‐ νηρίας πνεύματα νεκροῖς, καταπαύων τὸν πρὸς ἡμᾶς
25αὐτῶν πόλεμον. Εἴη δὲ καὶ ἡμᾶς διαφυγεῖν τὰ τῶν ὄφεων δήγματα! εἰ δὲ καὶ δηχθείημεν, εἰς τὸν ὑψωθέντα ὑπὲρ ἡμῶν ἀπιδεῖν, καὶ τὴν θεραπείαν
ἑλκῦσαι!