TLG 4089 024 :: THEODORETUS :: Interpretatio in Psalmos THEODORETUS Scr. Eccl.
Theol. Interpretatio in Psalmos Citation: Volume — page — (line) | ||
14t | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
---|---|---|
15t | ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ | |
16t | ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. | |
21 | ΠΡΟΘΕΩΡΙΑ. Ἐμοὶ μὲν πρὸ τῶν ἄλλων θείων λογίων καταθύ‐ μιον ἦν τοῦ μεγάλου Δαβὶδ ἑρμηνεῦσαι τὴν προφη‐ τείαν· ἐπειδὴ καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ | |
25 | ἀστοὶ καὶ χωρικοὶ, διαφερόντως ταύτῃ προσ‐ έχειν ἐσπουδάκασιν ἅπαντες. Οὐχ ἥκιστα δὲ οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον νύκτωρ ταύτην καὶ μεθ’ ἡμέραν διὰ τῆς γλώττης προφέρουσι· τὸν τῶν ὅλων ὑμνοῦντες Θεὸν, καὶ τὰ τοῦ σώματος | |
30 | κατευνάζοντες πάθη. Τῇ γὰρ ἡδονῇ τῆς μελῳδίας | 857 |
80.860 | τὴν ὠφέλειαν ἡ θεία χάρις κεράσασα, τριπόθητόν τε καὶ ἀξιέραστον τοῖς ἀνθρώποις διδασκαλίαν προ‐ τέθεικε. Καὶ ἔστιν ἰδεῖν τῶν μὲν ἄλλων θείων Γρα‐ φῶν ἢ οὐδαμῶς, ἢ ὀλίγα, τῶν ἀνθρώπων μεμνημέ‐ | |
5 | νους τοὺς πλείστους· τῶν δὲ πνευματικῶν τοῦ θεσ‐ πεσίου Δαβὶδ κρουμάτων πολλοὺς πολλάκις κἀν ταῖς οἰκίαις, κἀν ταῖς ἀγυιαῖς, κἀν ταῖς ὁδοῖς ἀπο‐ μεμνημένους, καὶ τῇ τοῦ μέλους ἁρμονίᾳ σφᾶς αὐτοὺς καταθέλγοντας, καὶ διὰ ταύτης τῆς θυμηδείας | |
10 | καρπουμένους τὴν ὠφέλειαν. Διὰ ταῦτα μὲν οὖν πρώτην ταύτην ἐβουλόμην ἑρμηνεῦσαι τὴν προφη‐ τείαν, καὶ τὴν ἐν τῷ βυθῷ ὠφέλειαν προθεῖναι τοῖς φρονίμοις ἐμπόροις· ἵν’ ᾄδοντες ὁμοῦ καὶ τὴν διάνοιαν τῶν ᾀδομένων ὁρῶντες, διπλοῦν θερίζωνται | |
15 | κέρδος. Ἀλλὰ ταύτην ἡμῶν πέρας λαβεῖν τὴν προ‐ θυμίαν οὐκ εἴασαν οἱ τῶν ἄλλων θείων Γραφῶν παρ’ ἡμῶν τὰς ἑρμηνείας αἰτήσαντες. Οἱ μὲν γὰρ τοῦ ᾌσματος τῶν ᾀσμάτων ἐπήγγειλαν τὴν σαφή‐ νειαν, οἱ δὲ τοῦ ἀνδρὸς τῶν ἐπιθυμιῶν ἐπεθύμησαν | |
20 | διαγνῶναι τὴν προφητείαν· ἄλλοι δὲ τοῦ θεσπεσίου Ἰεζεκιὴλ, καὶ ἕτεροι τῶν δώδεκα προφητῶν τὰς τῇ ἀσαφείᾳ κεκρυμμένας προῤῥήσεις σαφεῖς αὐτοῖς γενέσθαι καὶ δήλας ἐζήτησαν. Ἐπειδὴ τοίνυν δέδω‐ κεν ὁ τῶν ὅλων Θεὸς, ὁ σοφίζων τοὺς τυφλοὺς, καὶ | |
25 | ἀποκαλύπτων μυστήρια, ὁ δοὺς στόμα ἀνθρώπῳ, καὶ ποιήσας δύσκωφον καὶ κωφὸν, καὶ βλέποντα καὶ τυφλὸν, τούτων αὐτοῦ τῶν θείων λόγων συμ‐ περάναι τὴν ἑρμηνείαν· φέρε τὴν θείαν ἐπικαλε‐ σάμενοι χάριν, τὴν ἄγουσαν τυφλοὺς, κατὰ τὴν | |
30 | προφητείαν, ἐν ὁδῷ ᾗ οὐκ ᾔδεισαν, καὶ τρίβους, ἃς οὐκ ἐπίσταντο, ὁδεῦσαι παρασκευάζουσαν, καὶ τοῖς πάλαι κωφοῖς τὸ τῶν θείων λογίων ἐπαΐειν παρ‐ έχουσαν, καὶ τοῖς ἐν σκότῳ καὶ ὁμίχλῃ διάγουσιν ὀφθαλμοῖς χορηγοῦσαν τὸ βλέπειν, καὶ τῆσδε τῆς | |
35 | προφητείας κατατολμήσωμεν. Ἀλλὰ μηδεὶς περιτ‐ τὸν ἡμῶν τοῦτον ἡγείσθω τὸν πόνον, τῷ καὶ ἄλλους πρὸ ἡμῶν τήνδε προθεῖναι τὴν ἑρμηνείαν. Διαφόροις γὰρ ἐντυχὼν ὑπομνήμασι, καὶ τοὺς μὲν εἰς ἀλληγο‐ ρίαν μετὰ πολλῆς χωρήσαντας ἀπληστίας εὑρὼν, | |
40 | τοὺς δέ τισιν ἱστορίαις τὴν προφητείαν ἁρμόσαντας, ὡς Ἰουδαίοις μᾶλλον τὴν ἑρμηνείαν συνηγορεῖν, ἢ τοῖς τροφίμοις τῆς πίστεως· πανούργου νενόμικα καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγεῖν· ὅσα μὲν ταῖς παλαιαῖς προσῆκεν ἱστορίαις, ταύταις | |
45 | ταῦτα προσαρμόσαι καὶ νῦν· τὰς δὲ περὶ τοῦ Δεσπό‐ του Χριστοῦ προῤῥήσεις, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλη‐ σίας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῶν ἀπο‐ στολικῶν κηρυγμάτων, μὴ ἑτέροις ἀναθεῖναί τισιν, ὅπερ Ἰουδαίοις φίλον ποιεῖν κακουργίᾳ συζῶσι, καὶ | |
80.860(50) | τῆς σφῶν ἀπιστίας ἀπολογίαν ὑφαίνουσιν. Ἱκανὴ | 859 |
80.861 | γὰρ καὶ τῶν πραγμάτων ἡ μαρτυρία ποδηγῆσαι πρὸς τὴν ἀλήθειαν τῆς ἑρμηνείας τοὺς ταύτην ἐφιεμένους εὑρεῖν. Οὗ δὴ χάριν οὐδὲ λίαν ἐπίπονος ἡμῖν ἡ τῆς προῤῥήσεως ἑρμηνεία· δήλην γὰρ ταύ‐ | |
5 | την ποιεῖ τῶν πραγμάτων ἡ θεωρία. Σπουδάσομεν δὲ ὡς οἷόν τε φυγεῖν μὲν τοῦ λόγου τὸ μῆκος, σύντο‐ μον δὲ προθεῖναι τοῖς βουλομένοις τὴν ὠφέλειαν. Πρότερον δέ γε τῶν ψαλμῶν δηλώσαντες τὸν σκοπὸν, οὕτω τῆς ἑρμηνείας ἁψόμεθα. | |
10 | Ἰστέον μέντοι, ὡς ἴδιον προφητείας οὐ μόνον τὰ ἐσόμενα προαγορεύειν, ἀλλὰ καὶ τὰ παρόντα, καὶ τὰ ἤδη γεγενημένα λέγειν· καὶ γὰρ ὁ θεσπέσιος Μωσῆς τὰ πάλαι καὶ πρόπαλαι ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων κτισθέντα, καὶ τὸ εἶναι λαβόντα, σαφῶς ἡμᾶς | |
15 | ἐξεπαίδευσεν, οὐ παρ’ ἀνθρώπων ταύτην τὴν διδα‐ σκαλίαν δεξάμενος, ἀλλ’ ἐκ τῆς τοῦ Πνεύματος χάρι‐ τος. Προεῖπε δὲ καὶ τὰ παρόντα, ὡς τῷ Φαραὼ τὰς ἐπενεχθείσας παιδείας, καὶ τῷ Ἰσραὴλ τοῦ μάννα τὴν χορηγίαν, καὶ τῶν κρεῶν τὴν μετάληψιν. | |
20 | Προεθέσπισε δὲ καὶ τὰ ἐσόμενα, τοῦ Δεσπότου Χριστοῦ τὴν παρουσίαν, τὴν Ἰουδαίων διασπορὰν, τὴν τῶν ἐθνῶν σωτηρίαν. Οὕτω καὶ ὁ θεῖος Δαβὶδ, μετὰ τοῦτον πρῶτος προφητείαν συγγράψας, καὶ τῶν ἤδη γεγενημένων παρὰ τοῦ Θεοῦ τῶν ὅλων | |
25 | εὐεργεσιῶν ποιεῖται τὴν μνήμην, καὶ τὰ μακροῖς ὕστερον χρόνοις ἐσόμενα προσημαίνει. Οὐ μόνον δὲ προαγορευτικοῖς κέχρηται λόγοις, ἀλλὰ καὶ παραι‐ νετικοῖς καὶ νομοθετικοῖς· καὶ νῦν μὲν ἠθικὴν, νῦν δὲ δογματικὴν προσφέρει διδασκαλίαν· καὶ ποτὲ | |
30 | μὲν τὰς Ἰουδαίων ὀλοφύρεται συμφορὰς, ποτὲ δὲ τὴν τῶν ἐθνῶν σωτηρίαν προᾴδει. Πολλαχοῦ δὲ τοῦ Δεσπότου Χριστοῦ καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν προθεσπίζει· καὶ τῇ ποικιλίᾳ τῆς προφητείας πολ‐ λὴν τοῖς προσέχειν ἐθέλουσι προσφέρει τὴν ἡδο‐ | |
35 | νήν. Τοὺς δὲ ψαλμοὺς οὐχ ἅπαντας αὐτοῦ τινες ἔφασαν εἶναι τοῦ Δαβὶδ, ἀλλὰ καὶ ἑτέρων. Ὅθεν καὶ τὰς ἐπιγραφὰς οὕτω νενοηκότες, τοὺς μὲν τῷ Ἰδιθοὺμ, τοὺς δὲ τῷ Αἰθὰμ, ἄλλους δὲ τοῖς υἱοῖς Κορὲ, καὶ ἑτέρους τῷ Ἀσὰφ ἀνέθεσαν, προφήτας | |
40 | καὶ αὐτοὺς ἐκ τῆς τῶν Παραλειπομένων ἱστορίας εἶναι μεμαθηκότες. Ἐγὼ δὲ περὶ τούτων μὲν οὐδὲν ἰσχυρίζομαι. Ποίαν γάρ μοι προστίθησιν ὠφέλειαν, εἴτε τούτου πάντες, εἴτ’ ἐκείνων εἶέν τινες, δήλου γε ὄντος, ὡς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐνεργείας | |
45 | συνεγράφησαν ἅπαντες; καὶ τὸν θεσπέσιον γὰρ Δαβὶδ προφήτην ἴσμεν, κἀκείνους προφήτας τῶν Παραλειπομένων ἡ ἱστορία καλεῖ. Προφήτου δὲ ἴδιον, τὸ τὴν γλῶτταν ὑπουργὸν παρέχειν τῇ τοῦ Πνεύ‐ ματος χάριτι, κατὰ τὴν ἐν τοῖς Ψαλμοῖς φερομένην φωνὴν, «Ἡ γλῶσσά μου, φησὶ, κάλαμος γραμματέως | |
80.861(50) | ὀξυγράφου.» Κρατείτω δὲ ὅμως τῶν πλειόνων ἡ ψῆφος· τοῦ Δαβὶδ δὲ οἱ πλείους τῶν συγγραφέων τού‐ τους ἔφασαν εἶναι. Ἐπειδὴ δὲ καὶ τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν ψευ‐ | |
δεῖς τινες ἀπεκάλεσαν, ἀναγκαῖον ἡγοῦμαι καὶ περὶ | 861 | |
80.864 | τούτου βραχέα διεξελθεῖν. Ἐμοὶ δοκεῖ τολμηρὸν εἶναι τὰς ἀνέκαθεν ἐμφερομένας ἐπὶ Πτολεμαίου, τοῦ τῆς Αἰγύπτου μετὰ τὸν Ἀλέξανδρον βασιλεύ‐ σαντος, ἀνατρέπειν ἐπιγραφὰς, ἃς οἱ ἑβδομήκοντα | |
5 | πάντες πρεσβύτεροι μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνὴν, ὡς καὶ τὴν ἄλλην ἅπασαν θείαν Γραφήν. Πρὸ πεντήκοντα δὲ καὶ ἑκατὸν τῆς ἑρμηνείας ἐνιαυ‐ τῶν, θείας ἀναπλησθεὶς χάριτος ὁ θαυμάσιος Ἔσδρας τὰς ἱερὰς ἀνέγραψε βίβλους, ὑπὸ τῆς τῶν | |
10 | Ἰουδαίων ἀμελείας, καὶ τῆς τῶν Βαβυλωνίων δυσ‐ σεβείας, πάλαι διαφθαρείσας. Εἰ δὲ κἀκεῖνος ὑπὸ τοῦ παναγίου Πνεύματος τὴν τούτων ἀνενεώσατο μνήμην, καὶ οὗτοι, μὴ δίχα τῆς θείας ἐπιπνοίας, μετὰ πολλῆς συμφωνίας μετήνεγκαν ταύτας εἰς | |
15 | τὴν Ἑλλάδα φωνὴν, πρὸς δὲ ταῖς ἄλλαις θείαις Γραφαῖς καὶ τὰς ἐπιγραφὰς ἡρμηνεύκασιν· τολμη‐ ρὸν οἶμαι καὶ λίαν θρασὺ, ψευδεῖς ταύτας προσ‐ αγορεύειν, καὶ τοὺς οἰκείους λογισμοὺς τῆς τοῦ Πνεύ‐ ματος ἐνεργείας σοφωτέρους ὑπολαμβάνειν. Τοῦτο | |
20 | δὲ δείξει σαφέστερον καὶ ἡ κατὰ μέρος τῶν Ψαλμῶν ἑρμηνεία. Καὶ τὸ διάψαλμα δὲ διαφόρως ἡρμήνευσαν. Οἱ μὲν γὰρ τῆς τοῦ Πνεύματος ἐνεργείας παῦλαν ὑπ‐ έλαβον εἶναι, οἱ δὲ προφητείας ἐναλλαγὴν, οἱ δὲ τοῦ | |
25 | μέλους μεταβολήν. Εἷς δὲ, τῇ τοῦ Ἀκύλα χρησά‐ μενος ἑρμηνείᾳ, τὸ ἀεὶ τέθεικεν ἀντὶ τοῦ διαψάλμα‐ τος, τῷ ἡγουμένῳ στίχῳ τοῦτο συνάπτεσθαι φήσας. Οἷον ἐν τῷ τρίτῳ ψαλμῷ μετὰ τὸ, «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου | |
30 | αὑτοῦ,» προσκείμενον εὑρίσκομεν τὸ διάψαλμα. Ὁ δὲ Ἀκύλας οὕτως συνῆψε, «Καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ ἀεὶ.» Καὶ οὕτω δὲ ἐφεξῆς τῷ ἡγουμένῳ στίχῳ συνάπτει, μίαν διάνοιαν ἐργαζό‐ μενος. Ἐγὼ δὲ καὶ τοὺς Ἑβδομήκοντα, καὶ τοὺς | |
35 | ἄλλους ἅπαντας τῆς θείας Γραφῆς ἑρμηνευτὰς τῷ διαψάλματι κεχρημένους εὑρίσκων, οὐ δίκαιον ἡγοῦμαι τοσούτων μὲν καὶ τοιούτων καταφρονῆσαι, ἑνὸς δὲ μόνου διανοίᾳ πιστεῦσαι. Οὗ δὴ χάριν μέλους ἐναλλαγὴν ὑπολαμβάνω σημαίνειν τοῦ | |
40 | διαψάλματος τὴν γραφήν. Ἐπειδὴ γὰρ χοροὺς συστησάμενος ὁ μέγας Δαβὶδ τῷ Θεῷ τὴν ὑμνῳ‐ δίαν προσέφερεν, οὐκ αὐτῷ χρείαν τινὰ πληρῶν, ἀλλὰ τῷ λαῷ προξενῶν ὠφέλειαν, δηλονότι μετά τινος ἁρμοδίας καὶ τοὺς χοροὺς ᾄδειν, καὶ τοὺς | |
45 | τοῖς ὀργάνοις κεχρημένους σύμφωνον παρεσκεύασε παρέχεσθαι τὴν ἠχήν. Πολλὰς δὲ καὶ τὰ ᾄσματα τοῦ μέλους ἔχει μεταβολὰς, καὶ αἱ λύραι δὲ, καὶ μέντοι καὶ κιθάραι, τῶν κρουμάτων ἐναλλαγάς· ἔστι δὲ καὶ ἐπὶ τῶν αὐλῶν πολλὴν τοιαύτην ἰδεῖν | |
80.864(50) | διαφοράν. Τὸ τοίνυν διάψαλμα δοκεῖ μοι σημαίνειν, | 863 |
80.865 | ὡς ἔφην, τὴν τοῦ μέλους μεταβολήν. Τὸ δὲ ἀκριβὲς τῆς ἑρμηνείας οἶδεν ὁ τοιαύτην τεθεικὼς τὴν ἐπι‐ γραφὴν, καὶ εἴ τις κατ’ ἐκεῖνον τοῦ θείου Πνεύματος τὴν αἴγλην ἐδέξατο. Εἰδέναι δὲ προσήκει τοὺς | |
5 | φιλοπόνως τοῖς Ψαλμοῖς ἐντυγχάνοντας, ὡς τοῦ χρό‐ νου τὴν τάξιν οὐ διασώζουσιν· ἀλλ’ οἱ μὲν τὰς πρε‐ σβυτέρας περιέχοντες ἱστορίας ἔστιν ὅτε τὴν δευτέ‐ ραν ἔλαχον τάξιν, οἱ δέ γε τὰς νεωτέρας, ἐτάχθησαν πρότεροι. Καὶ γὰρ ὁ τρίτος ψαλμὸς τοῦ κατὰ τὸν | |
10 | Ἀβεσσαλὼμ διηγήματος τὴν ἐπιγραφὴν ἔχει, ὁ δέ γε ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος τοῦ Σαούλ. Ὅσῳ δὲ προγενέστερα τὰ κατὰ τὸν Σαοὺλ τῶν κατὰ τὸν Ἀβεσσαλὼμ, παντί που δῆλον τῷ τὴν ἱστο‐ ρίαν ἐπισταμένῳ. Οἶμαι δὲ αὐτὸν μὲν τὸν θεῖον | |
15 | Δαβὶδ τοὺς Ψαλμοὺς εἰρηκέναι· τινὰς δὲ τῶν ὕστερον γενομένων τὴν τούτων ποιήσασθαι σύνταξιν. Ταῦ‐ τα δὲ ἐπεσημηνάμην, ἵνα μὴ διακόπτω τὴν ἑρμη‐ νείαν περὶ τούτων μεταξὺ γράφειν ἀναγκαζόμενος. Ἐνταῦθα τοίνυν τὴν προθεωρίαν συμπεράναντες, | |
20 | σὺν Θεῷ φάναι, τῆς κατὰ μέρος ἑρμηνείας ἁψώ‐ μεθα. ΕΡΜΗΝΕΙΑ ΤΟΥ Αʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ’ Ἑβραίοις. αʹ. «Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ | |
25 | ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.» Ἐντεῦθεν ῥᾴδιον συνιδεῖν, ὡς πάλαι παρ’ Ἑβραίοις τὰς ἐπιγραφὰς εὑρόντες οἱ τὰς θείας ἡρμηνευκότες Γραφὰς, ταύτας μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνήν. Τοῦτον γὰρ καὶ | |
30 | τὸν μετ’ αὐτὸν ψαλμὸν ἀνεπιγράφους εὑρόντες ἀνεπι‐ γράφους κατέλιπον· οὐ τολμήσαντές τι προσθεῖναι παρ’ ἑαυτῶν τοῖς λογίοις τοῦ Πνεύματος. Τινὲς μέν‐ τοι τῶν τὰς ὑποθέσεις τῶν ψαλμῶν συγγεγραφότων ἠθικὴν τοῦτον ἔφασαν τὸν ψαλμὸν περιέχειν διδα‐ | |
35 | σκαλίαν· ἐμοὶ δὲ οὐχ ἧττον δογματικὸς ἢ ἠθικὸς ἔδοξεν εἶναι. Περιέχει γὰρ οὐχ ἁμαρτωλῶν μόνον, ἀλλὰ καὶ ἀσεβῶν κατηγορίαν, καὶ παραινεῖ τοῖς θείοις λόγοις προσέχειν διηνεκῶς· ἐξ ὧν οὐκ ἠθικὴν μό‐ νον, ἀλλὰ καὶ δογματικὴν ὠφέλειαν καρπούμεθα. | |
40 | Ἁρμοδίως δὲ λίαν ὁ μέγας Δαβὶδ μακαρισμὸν τῆς οἰκείας αὑτοῦ προτέθεικε συγγραφῆς, τὸν ἑαυτοῦ υἱὸν ὁμοῦ καὶ Δεσπότην μιμούμενος, τὸν Σωτῆρα λέγω Χριστόν· ὅστις πρὸς τοὺς ἱεροὺς μαθητὰς διδασκαλίας ἀπὸ μακαρισμῶν ἤρξατο, «Μακά‐ | |
45 | ριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Υἱὸς δὲ τοῦ Δαβὶδ ὁ Δε‐ σπότης Χριστὸς ὡς ἄνθρωπος κατὰ τὴν τῶν ἱερῶν Εὐαγγελίων φωνήν· «Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ.» Κύριος δὲ αὐτοῦ καὶ | |
80.865(50) | ποιητὴς, ὡς Θεός. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· «Εἶπεν | |
ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.» | 865 | |
80.868 | Μακαρίζει τοίνυν τὸν μήτε τοῖς ἀσεβέσιν ὁδοῦ κοι‐ νωνήσαντα, μήτε βεβαίαν τῶν ἁμαρτωλῶν δεξάμενον τὴν βουλήν· τοῦτο γὰρ δὴ στάσιν ἐκάλεσεν· καὶ τὴν μόνιμον τῶν λοιμῶν φυγόντα διαφθοράν. Τὸ δὲ μα‐ | |
5 | κάριος ὄνομα θεία μὲν ὑπάρχει προσηγορία· καὶ μάρτυς ὁ θεῖος Ἀπόστολος βοῶν· «Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων.» Μετέδωκε δὲ καὶ ταύ‐ της τοῖς ἀνθρώποις, ὥσπερ καὶ τῶν ἄλλων, ὁ Δε‐ | |
10 | σπότης Θεός· καὶ γὰρ πιστὸς καλούμενος· «Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ ὁ μακάριος Μωσῆς, «Θεὸς, φησὶ, πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Ἐκάλεσε καὶ τῶν ἀνθρώπων πιστοὺς τοὺς ἀναμφι‐ | |
15 | βόλως δεχομένους αὐτοῦ τοὺς λόγους. Οὕτω Θεὸς ὢν καὶ καλούμενος μετέδωκε καὶ ταύτης τῆς κλή‐ σεως τοῖς ἀνθρώποις ὁ μεγαλόδωρος, καὶ βοᾷ· «Ἐγὼ εἶπον, Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε.» Τὸ οὖν | |
20 | μακάριος ὄνομα τῆς κατ’ ἀρετὴν τελειώσεως ὑπάρχει καρπός. Ὥσπερ γὰρ καὶ ἕκαστον τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων εἰς τὸ τέλος ὁρᾷ· ἀθλητικὴ μὲν οὖν εἰς τοὺς ἐκ κοτίνου στεφάνους, στρατηγική τε εἰς νίκας καὶ τρόπαια, καὶ μέντοι καὶ ἰατρικὴ εἰς | |
25 | ὑγίειαν καὶ νόσων ἀπαλλαγὴν, καὶ ἐμπορικὴ εἰς συλ‐ λογὴν χρημάτων καὶ πλούτου περιουσίαν· οὕτως καὶ ἡ τῆς ἀρετῆς ἐπιστήμη καρπὸν ἔχει καὶ τέλος τὸν θεῖον μακαρισμόν. Μηδεὶς δὲ ἄνδρα μόνον ὁρῶν ἐν‐ ταῦθα μακαριζόμενον, ἐστερῆσθαι νομίσῃ τοῦδε τοῦ | |
30 | μακαρισμοῦ τῶν γυναικῶν τὸ γένος. Οὐδὲ γὰρ ὁ Δε‐ σπότης Χριστὸς ἀῤῥενικῶς τοὺς μακαρισμοὺς σχη‐ ματίσας ἀπηγόρευσε ταῖς γυναιξὶ κτῆσιν τῆς ἀρε‐ τῆς. Συμπεριλαμβάνει γὰρ τοῖς ἀνδράσι καὶ τὰς γυ‐ ναῖκας ὁ λόγος· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνὴρ, ᾗ | |
35 | φησιν ὁ θεῖος Ἀπόστολος. Συνάπτεται δὲ τῇ κεφαλῇ τὰ μέλη τοῦ σώματος, καὶ κεφαλῆς στεφανουμένης ἀγάλλεται· οὕτω καὶ πρός τινα διαλεγόμενοι, καὶ φίλην αὐτὸν κεφαλὴν ὀνομάζοντες, οὐ χωρίζομεν τῶν μορίων τοῦ σώματος, ἀλλ’ ἀπὸ μέρους τὸ πᾶν προσ‐ | |
40 | φθεγγόμεθα. Οὐχ ἁπλῶς δὲ πρῶτον ὁδοῦ, εἶτα στά‐ σεως, εἶτα καθέδρας ἐμνημόνευσεν· ἀλλ’ εἰδὼς ἀκριβῶς, ὡς κίνησιν μὲν πρῶτον ὁ λογισμὸς ὑπο‐ μένει, εἴτε φαῦλος, εἴτε σπουδαῖος εἴη· εἶτα στά‐ σιν, εἶτά τινα ἑδραίαν βεβαίωσιν. Παραινεῖ τοίνυν, | |
45 | μήτε τῷ νῷ παραδέξασθαι δυσσεβῆ τινα ἔννοιαν, μήτε ἐπὶ πρᾶξιν ὁδεῦσαι παράνομον. Ἀσεβεῖς δὲ φίλον τῇ θείᾳ Γραφῇ καλεῖν τοὺς ἀθεΐαν, ἢ πολυ‐ θεΐαν θρησκεύοντας· ἁμαρτωλοὺς δὲ, τοὺς παρα‐ | |
νομίᾳ συζῇν προαιρουμένους, καὶ βίον διεφθαρμένον | 867 | |
80.869 | ἀσπαζομένους· λοιμοὺς δὲ, τοὺς μὴ μόνον σφᾶς αὐ‐ τοὺς λυμαινομένους, ἀλλὰ καὶ ἑτέροις τῆς λύμης μεταδιδόντας, κατὰ τὴν ἐπισκήπτουσαν καὶ ἀνθρώ‐ ποις καὶ κτήνεσι νόσον, ἧς μεταλαγχάνουσιν οἱ τοῖς | |
5 | νοσοῦσι πελάζοντες. Διὸ φεύγειν ὁ λόγος παρα‐ κελεύεται καὶ τὰ τούτων συνέδρια. Ἐπειδὴ δὲ οὐκ ἀπόχρη εἰς ἀρετῆς τελείωσιν τῆς κακίας φυγή· «Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν·» καὶ ὁ μακάριος Ἡσαΐας· «Παύσασθε, | |
10 | φησὶν, ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε ποιεῖν καλόν·» μάλα εἰκότως ἐπήγαγεν ὁ μακάριος Δαβίδ· | |
15 | βʹ. «Ἀλλ’ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυ‐ κτός.» Προσήκει δὲ οὐ μόνον τὰ προειρημένα βδελύξασθαι· ἀλλὰ καὶ τῷ θείῳ νόμῳ νύκτωρ καὶ μεθ’ ἡμέραν προσέχειν, κἀκεῖνα θέλειν ἃ ὁ θεῖος νό‐ | |
20 | μος ὑπαγορεύει, καὶ κατὰ τὸν ἐκείνου σκοπὸν τὸν οἰκεῖον βίον εὐθύνειν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ Μωσέως ἐνομοθέτησε λέγων· «Ἔσται τὰ ῥήματα τοῦ νόμου τούτου διὰ παντὸς ἐν τῷ στόματί σου, καὶ μελετήσεις ἐν αὐτοῖς καθήμενος, καὶ δι‐ | |
25 | ανιστάμενος, καὶ κοιταζόμενος, καὶ πορευόμενος ἐν ὁδῷ· καὶ ἀπαρτήσεις αὐτὰ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν σου.» Εἶτα δείκνυσι τὸν καρπὸν τὸν ἐντεῦθεν φυόμενον. γʹ, δʹ. «Ἔσται γὰρ, φησὶν, ὡς τὸ ξύλον τὸ πεφυ‐ | |
30 | τευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὑτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.» Μιμεῖται γὰρ ὑδάτων ἄρδειαν τὰ τοῦ θείου Πνεύματος νάματα· καὶ καθάπερ | |
35 | ἐκεῖνα τὰ παραφυτευόμενα δένδρα τεθηλέναι ποιεῖ, οὕτω ταῦτα παρασκευάζει τοὺς θείους φέρειν καρ‐ πούς. Οὗ δὴ χάριν καὶ ὁ Δεσπότης Χριστὸς ὕδωρ τὴν οἰκείαν διδασκαλίαν ὠνόμασεν. «Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ ἔσται | |
40 | τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ὁ πι‐ στεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Καὶ μέντοι καὶ πρὸς τὴν Σαμαρῖτιν· «Ὁ πίνων ἐκ τοῦ | |
45 | ὕδατος τούτου διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.» Οὕτω καὶ διὰ Ἡσαΐου τοῦ προφήτου φησίν· «Ὅτι ἐγὼ δώσω ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ· καὶ ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς, καὶ ἐπὶ | |
80.869(50) | τῶν βουνῶν ποταμοὺς, ποτίσαι τὸ γένος μου τὸ | |
ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην.» Εἰκό‐ | 869 | |
80.872 | τως τοίνυν καὶ ὁ μακάριος Δαβὶδ τὸν τοῖς θείοις λο‐ γίοις ἐσχολακότα δένδροις ἀπείκασε παρὰ τὰς τῶν ὑδάτων ὄχθας πεφυτευμένοις, καὶ ἀειθαλῆ μὲν ἔχουσι τὰ φύλλα, τὸν δὲ καρπὸν φέρουσιν εἰς καιρόν. Καὶ | |
5 | γὰρ οἱ τῆς ἀρετῆς ἀθληταὶ τῶν μὲν πόνων κατὰ τὸν μέλλοντα βίον κομίσονται τοὺς καρπούς· οἷον δέ τινα φύλλα, τὴν ἀγαθὴν ἐλπίδα διηνεκῶς ἐν ἑαυτοῖς φέροντες τεθήλασι καὶ ἀγάλλονται, καὶ συλῶσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα. Ἔχουσι δὲ καὶ | |
10 | τὸν μεγαλόδωρον Δεσπότην τῇ προθυμίᾳ συνεργοῦντα διηνεκῶς· «Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν,» φησὶν ὁ θεῖος Ἀπόστολος, «πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν.» Διά τοι τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται· παρὰ Κυρίου γὰρ, | |
15 | φησὶ, τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα.» Τὸ δὲ πάντα οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ σὺν ἀκριβείᾳ πολλῇ. Πρότερον γὰρ ἅπαντα τῆς κακίας ἀπαγορεύσας τὰ εἴδη, καὶ τῶν θείων νόμων ὑποδείξας τὴν τελειότητα, οὕτως | |
20 | ἐπήγαγε, «Πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται·» εἰδὼς ὡς οὐδὲν ἐναντίον τοῖς νόμοις ὅ γε τοιοῦτος δρᾶσαι βουλήσεται, τῷ θείῳ νόμῳ τὸ οἰκεῖον θέλημα συναρμόττων. «Ἐν γὰρ τῷ νόμῳ, φησὶ, Κυρίου τὸ θέλημα αὐτοῦ.» Οὕτω διὰ τοῦτο προτρέψας εἰς | |
25 | ἀρετὴν, καὶ τὴν τελείαν ἐκπαιδεύσας φιλοσοφίαν, καὶ διὰ τῶν ἐναντίων ἀλείφει τοὺς ἀθλητὰς, καί φησιν· εʹ. «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως.» Τῷ δι‐ πλασιασμῷ τῆς ἀπαγορεύσεως σαφέστερον τὴν ἐν‐ αντιότητα δείκνυσιν. «Ἀλλ’ ἢ ὡσεὶ χνοῦς, ὃν | |
30 | ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» Ἐκεῖνοι μὲν γὰρ, φησὶν, ὑπὸ τῶν θείων λογίων ἀρδόμενοι, ἀειθαλεῖς τέ εἰσι, καὶ ὥριμον φέρουσι τὸν καρπόν· οὗτοι δὲ ὑπὸ τῶν ἐναντίων πνευμάτων πατούμενοι μιμοῦνται τὸν χνοῦν τὸν τῇδε κἀκεῖσε ῥᾳδίως ὑπὸ | |
35 | τῶν ἀνέμων τῶν ἐναντίων φερόμενον. ϛʹ. «Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, οὐδ’ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.» Μετὰ πολλῆς ἀκριβείας διέξεισιν ἅπαντα τὸ πανάγιον Πνεῦμα. Οὐ γὰρ εἶπεν, «οὐκ ἀναστήσονται ἀσεβεῖς,» | |
40 | ἀλλ’, «εἰς κρίσιν οὐκ ἀναστήσονται·» ἀντὶ τοῦ, οὐκ εἰς κρίσιν, ἀλλ’ εἰς κατάκρισιν. Οὔτε γὰρ ἐλέγχων δέονται, προφανῆ τὴν ἀσέβειαν ἔχοντες, ἀλλὰ τὴν τιμωρίαν μόνην προσδέχονται. Καθάπερ γὰρ τοὺς ἐπ’ αὐτοφώρῳ ἁλόντας ἀνδροφόνους οὐκ | |
45 | ἐπὶ τὸ διελέγξαι εἰς τὸ δικαστήριον εἰσάγουσιν οἱ | 871 |
80.873 | δικάζοντες, ἀλλ’ ὥστε τὴν τοῖς νόμοις δοκοῦσαν ψῆ‐ φον ἐξενεγκεῖν κατ’ αὐτῶν· οὕτω καὶ οἱ ἀσεβείᾳ συνεζηκότες εὐθὺς μετὰ τὴν ἀνάστασιν τὴν κόλασιν ὑπομένουσιν, οὐκ εἰς κρίσιν ἀγόμενοι, ἀλλὰ τῆς | |
5 | τιμωρίας τὴν ψῆφον δεχόμενοι. Καὶ μέντοι καὶ οἱ τῶν δυσσεβῶν δογμάτων ἀπηλλαγμένοι, βίον δὲ βε‐ βιωκότες παράνομον, πόῤῥω που τοῦ τῶν δικαίων συλλόγου γενήσονται. Τὴν γάρ τοι βουλὴν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, | |
10 | συνέλευσιν δὲ ὁ Σύμμαχος. ζʹ. «Ὅτι γινώσκει Κυρίος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.» Οἶδε, φησὶν, ἅπαντα καὶ πρὸ κρίσεως ὁ δίκαιος κριτὴς, καὶ οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων προσδεῖται. Διόπερ τὰ πρὸς ἀξίαν ἀπονέμων | |
15 | ἑκάστῳ, τοὺς μὲν ἀναῤῥήσεων καὶ στεφάνων ἀξιώ‐ σει, τοὺς δὲ διηνεκεῖ παραπέμψει κολάσει. Τὸ δὲ, «Ὁδὸς ἀσεβῶν ἀπολεῖται,» ἔοικε τοῖς ἀποστολικοῖς ἐκείνοις ῥητοῖς· «Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται.» Τῶν μὲν γὰρ δικαίων ἀνδρῶν καὶ | |
20 | τὸ ἔργον μένει διαλάμπον· τοῖς δὲ ἀσεβέσι καὶ ἀνοσίοις ἀνθρώποις καὶ ἡ πονηρία συγκατα‐ λύεται. ΕΡΜΗΝ. ΤΟΥ Βʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ’ Ἑβραίοις. | |
25 | Ἐν τῇ μνήμῃ τῶν ἀσεβῶν τὸν πρῶτον συμ‐ περάνας ψαλμὸν, ἐκ ταύτης πάλιν τοῦ δευτέρου τὴν ἀρχὴν ἐποιήσατο· διδάσκων ὅτι τὸ προειρημένον τῶν ἀσεβῶν τέλος, καὶ τοὺς κατὰ τοῦ Σωτῆρος λυττή‐ σαντας βασιλέας τε καὶ ἄρχοντας, καὶ Ἰουδαίους, | |
30 | καὶ ἐθνικοὺς ὑποδέξεται. Ἐν γὰρ τῷ δευτέρῳ ψαλμῷ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὰ ἀνθρώπινα πάθη, καὶ τὴν βασιλείαν προαγορεύει· καὶ μέντοι καὶ τῶν ἐθνῶν προθεσπίζει τὴν κλῆσιν, καὶ τὴν Ἰουδαίων ἀπιστίαν θρηνεῖ. Τὸ γὰρ, «Ἵνα τί ἐφρύαξαν | |
35 | ἔθνη,» ὀδυρομένου ἐστὶ καὶ μεμφομένου τὴν ἄνοιαν. Οὐ χρεία δὲ ἡμῖν λόγων εἰς ἑρμηνείαν πολλῶν, τοῦ θεσπεσίου Πέτρου, τοῦ κορυφαίου τῶν ἀποστόλων, ἐν ταῖς Πράξεσι τεθεικότος τὴν ἑρμηνείαν, καὶ Ἡρώδην, καὶ Πόντιον Πιλάτον, καὶ τοὺς ἀρχιερέας | |
40 | καὶ Γραμματέας, βασιλέας τε, καὶ ἄρχοντας ὀνομά‐ σαντος. Ὁ μὲν γὰρ ὑπὸ τοῦ Ῥωμαίων ἀπέσταλτο βασιλέως, τὴν ἐκείνου διέπων ἀρχήν· ὁ δὲ τοπάρχης Ἰουδαίων κατ’ ἐκεῖνον ἐτύγχανε τὸν καιρόν· καὶ ὁ μὲν εἶχεν ἐξ Ἰουδαίων ὑπηκόους, ὁ δὲ τοὺς ἐξ ἐθνῶν | |
45 | στρατιώτας. Ἀλλ’ ὅμως κατὰ ταὐτὸν γενόμενοι, | |
καὶ τὸν Δεσποτικὸν τυρεύσαντες φόνον, κενὰ καὶ | 873 | |
80.876 | μάταια ἐβουλεύσαντο, λήθῃ παραδοῦναι μὴ δυνη‐ θέντες τὸν ὑπ’ αὐτῶν σταυρωθέντα· τῇ τρίτῃ γὰρ ἀναστὰς ἡμέρᾳ τῆς οἰκουμένης ἐκράτησε. Προσφυῶς δὲ μάλα, καὶ λίαν εἰκότως, τὸ «ἐμελέτησαν κενὰ,» | |
5 | τῷ τοῦ λαοῦ προσώπῳ συνήρμοσεν. Ἰουδαῖοι γὰρ τὴν πονηρὰν ταύτην ἐποιήσαντο κατὰ τοῦ Σωτῆρος μελέτην. Καὶ μάρτυς ἡ τῶν ἱερῶν Εὐαγγελίων φωνὴ, διδάσκουσα, ὡς «ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν,» καὶ | |
10 | ὁ Καϊάφας βοῶν· «Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀπο‐ θάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Τὸ δὲ, Ἐφρύαξαν ὁ μὲν Ἀκύλας ἐθορυβήθησαν, ὁ δὲ Σύμμαχος κυκᾷ, ἡρμήνευσαν. Τοῦτο δὲ, τῷ τῶν ἐθνῶν προσώπῳ προσκείμενον ὑποβάλλει νοεῖν ὡς | |
15 | Ἰουδαίων τῷ Πιλάτῳ τὸν Ἰησοῦν οἷόν τινα τύραννον προσαγαγόντων, καὶ δεῖν αὐτὸν ἀναιρεθῆναι πολλά‐ κις εἰρηκότων, ἄκων ἐκεῖνος τὴν θανατηφόρον ἐξ‐ ενήνοχε ψῆφον, δείσας ὡς εἰκὸς ἀπολῦσαι, μή τις ἐντεῦθεν γραφὴ κατ’ αὐτοῦ τυρευθῇ. Ὡς γὰρ ὁ | |
20 | μακάριος ἔφη Λουκᾶς, κατηγόρουν αὐτοῦ λέγοντες· «Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κω‐ λύοντα Καίσαρι φόρον διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. αʹ, βʹ. «Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέ‐ | |
25 | τησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυ‐ ρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Οὐ λέγει τὰ ἔθνη μετὰ τοῦ ἄρθρου, ἵνα πάντας περιλαμβάνεσθαι νομίσῃς· ἀλλ’ ἔθνη, ἐπὶ μερικόν τι ἄγων τὴν ἔννοιαν. | |
30 | Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, λαβόντες, τοῖς ἔθνεσιν αὐτὸν ἐξέδωκαν, διὰ τοῦτο ταῦτά φησι· Τίς ἡ τοσαύτη, φησὶν, αἰτία, ἢ τί τὸ γεγονὸς, ὡς καὶ τοὺς λαοὺς συγκινηθῆναι κατ’ αὐτοῦ, καὶ εἰς χεῖρας αὐτὸν παραδοθῆναι τῶν ἐθνῶν; Τὸ δὲ, Ἐφρύαξαν, ἀντὶ | |
35 | τοῦ ἠλαζονεύσαντο. γʹ. «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤ‐ ῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.» Ὁ γὰρ μὴ τιμῶν, φησὶ, τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· καὶ εἰκότως μετὰ τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς τὸν ζυγὸν | |
40 | ἀποπέμπονται. Ἐμοὶ δὲ δοκεῖ τοῖς πεπιστευκόσι παρεγγυᾷν τὸ πανάγιον Πνεῦμα ταῦτα λέγειν· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν,» τῶν δυσσεβῶν ἐθνῶν, «καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν,» τῶν παρανόμων Ἰουδαίων, καὶ λάβωμεν ἐφ’ | |
45 | ἡμᾶς τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· «Λάβετε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Καὶ αὐτὸς δὲ ὁ νόμος ζυγὸς ὑπὸ τῶν θείων ἀποστόλων προσηγορεύθη. Ὁ γὰρ θεσπέσιος Πέτρος | |
80.876(50) | περὶ τούτου φησὶν ἐν ταῖς Πράξεσι· «Τί πειράζετε | |
τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθη‐ | 875 | |
80.877 | τῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύ‐ σαμεν βαστάσαι; ἀλλ’ ἢ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖ‐ νοι.» Τούτοις ἔοικε καὶ τὰ προφητικὰ ῥήματα· | |
5 | «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψω‐ μεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν·» τουτέστιν ἀποστή‐ σωμεν τὴν ἑαυτῶν καρδίαν τοῦ ὑπ’ αὐτοῖς εἶναι θέλειν· ἀποτιναξώμεθα τὸν τοῦ νόμον ζυγόν· μηδὲν ἡγώμεθα τὰ ἐν τύποις, εἰ μὴ νοοῖντο πνευματικῶς· | |
10 | ἀσυντελὴς καταλογιζέσθω πρὸς ὄνησιν ἡ σκιὰ, εἰ μὴ τοῦ Χριστοῦ μυστήριον ἐφ’ ἑαυτῇ ζωγραφεῖ. δʹ. «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐ‐ τοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Ὁ γὰρ ὑπ’ αὐτῶν προσηλωθεὶς, καὶ θανάτῳ παραδοθεὶς, ἐν | |
15 | οὐρανοῖς ὢν, καὶ τὰ πάντα περιέχων, κενὰς αὐτῶν καὶ ματαίας δείκνυσι τὰς βουλάς. Καὶ ὁ τούτου δὲ Πατὴρ, καὶ τῶν ἁπάντων Δεσπότης, τὴν ἀξίαν αὐ‐ τοὺς εἰσπράξεται δίκην. εʹ. «Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, | |
20 | καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.» Καὶ τού‐ των δὲ τῶν ῥημάτων τὴν ἑρμηνείαν διδάσκει τῶν πραγμάτων τὸ τέλος· στρατιὰ γὰρ αὐτοῖς ἐπιστᾶσα Ῥωμαϊκὴ τήν τε πόλιν ἐπόρθησε, καὶ ἐνέπρησε τὸν νεὼν, καὶ αὐτῶν τοὺς μὲν πλείστους θανάτῳ παρέ‐ | |
25 | πεμψε, τοὺς δὲ τὴν σφαγὴν ἐκφυγόντας ἐξανδραπο‐ δίσασα, δουλείᾳ παρέδωκεν. Ἐπιστῆσαι δὲ προσήκει τὸν νοῦν, ὡς δύο προσώπων ἐφεξῆς μέμνηται· καὶ πρῶτον μὲν Κυρίου καὶ Χριστοῦ· «Κατὰ τοῦ Κυ‐ ρίου γὰρ, ἔφη, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·» | |
30 | εἶτα κατοικοῦντος ἐν οὐρανοῖς, καὶ Κυρίου· «Ὁ κατοικῶν γὰρ ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Καὶ αὖθις δὲ τὸ αὐτὸ διετήρησε σχῆμα. ϛʹ. «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ.» | |
35 | Καὶ ἐνταῦθα δὲ στίξαι προσήκει, καὶ τότε ἐπαγα‐ γεῖν, «Ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Οὐ γὰρ τοῦ Σιὼν ὄρους βασιλεύει μόνου, ἀλλ’ ὁρατῶν καὶ ἀοράτων, καὶ πά‐ σης τῆς κτίσεως. Ἐπὶ δὲ τοῦ Σιὼν ὄρους, καὶ τῆς | |
40 | Ἰουδαίας, τὴν θείαν αὐτοῦ διδασκαλίαν τοῖς προσ‐ ιοῦσι προσήνεγκεν· οἱ δέ γε ταύτην δεξάμενοι μετωχέτευσαν εἰς ἅπασαν τὴν οἰκουμένην τὰ νά‐ ματα, τοῖς θείοις αὐτοῦ πεισθέντες προστάγμασι. «Πορευθέντες γάρ, φησι, μαθητεύσατε πάντα τὰ | |
45 | ἔθνη.» Τὸ δὲ, «ἐγὼ κατεστάθην βασιλεὺς ὑπ’ αὐ‐ τοῦ,» ἀνθρωπίνως λέγει· ὡς γὰρ Θεὸς, ἔμφυτον ἔχει τὴν βασιλείαν· ὡς δὲ ἄνθρωπος, χειροτονητὴν δέχεται ταύτην· ὅτι δὲ ὡς Θεὸς ἄναρχον ἔχει τὸ κράτος, ὁ αὐτὸς διδάσκει προφήτης λέγων· «Ὁ | |
80.877(50) | θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος | |
εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Τοῦτον δὲ | 877 | |
80.880 | τὸν ψαλμὸν ὁ μακάριος Παῦλος εἰς τὸν Υἱὸν εἰρῆσθαί φησιν· ἀλλ’ ὅμως καὶ ἔχει τὴν βασιλείαν ὡς Θεὸς, καὶ λαμβάνει ὡς ἄνθρωπος. Οὕτως ὕψιστος ὀνο‐ μαζόμενος ὡς Θεὸς, ὑψώθη ὡς ἄνθρωπος. Καὶ ὁ μὲν | |
5 | Δαβὶδ τὸ θεῖον ὕψος κηρύττων βοᾷ, «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Καὶ ὁ Ζαχαρίας πρὸς τὸν Ἰωάννην, «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ.» Τὸ δ’ ἀνθρώπινον ὕψος ὁ μακάριος Παῦλος διδάσκει λέγων, | |
10 | «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Καὶ μὴν τὸ Υἱὸς μονογενὴς ὄνομα πρὸ τῶν αἰώνων εἶχεν ὁ Θεὸς Λόγος τῷ πράγματι συμφυές· ἀλλ’ ὅμως ἔχων ὡς Θεὸς τὴν τοῦ Υἱοῦ προσηγορίαν, λαμβάνει αὐτὴν καὶ ὡς | |
15 | ἄνθρωπος. Διὸ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐπή‐ γαγε λέγων.» ζʹ. «Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Ταύτην δὲ τὴν φωνὴν οὐκ ἄν τις, τῇ τοῦ θείου Πνεύματος διδασκαλίᾳ πειθόμε‐ | |
20 | νος, τῇ θεότητι προσάψοι τοῦ Δεσπότου Χριστοῦ. Περὶ γὰρ ἐκείνης ἀκούσωμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ Δαβὶδ λέγοντος· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Ὡς ἄνθρωπος τοίνυν καὶ ταύτην δέ‐ χεται τὴν φωνὴν, ὡς ἄνθρωπος καὶ τῶν ἐπαγο‐ | |
25 | μένων ἀκούει. ηʹ. «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὡς γὰρ Θεὸς, ποιητής ἐστι τῶν ἁπάν‐ των· «Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐ‐ | |
30 | τοῦ ἐγένετο οὐδέν·» καὶ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.» Εἰ Δεσπότης ἐστι καὶ δημιουργὸς τῶν ὅλων, καὶ Δεσπότης ἐστὶ καὶ Κύριος ὧν ἐποίησεν· ἀλλ’ ὅμως καὶ φύσει Δε‐ σπότης ὢν ὡς Θεὸς, λαμβάνει καὶ ὡς ἄνθρωπος τῶν | |
35 | ὅλων τὴν δεσποτείαν. Καὶ ἐπειδὴ πάλαι μόνον Ἰου‐ δαίων ἐδόκει προμηθεῖσθαι, «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου λαὸς Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·» ἀπεβλήθη δὲ οὗτος, ὡς οὐδεμίαν ὠφέλειαν ἐκ τῆς κηδεμονίας δεξάμενος· εἰκότως | |
40 | ἐπὶ τὰ ἔθνη μεταφέρει τὴν προμήθειαν, οὐδὲ πάλαι τούτων ἠμεληκὼς, τὴν δὲ Μωσαϊκὴν χρησμολογίαν πληρῶν· ἐκείνου γάρ ἐστι φωνὴ, «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.» Ἔστι δὲ καὶ τὴν ἔκβασιν εὑρεῖν τῇ προῤῥήσει συμβαίνουσαν. Τοὺς γὰρ ἐξ | |
45 | Ἰουδαίων πεπιστευκότας, οὐ τοὺς δώδεκα μόνον ἀποστόλους, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα μαθητὰς, καὶ τοὺς ἑκατὸν εἴκοσιν, ὧν συνηγμένων ὁ μακά‐ ριος ἐδημηγόρησε Πέτρος, καὶ τοὺς πεντακοσίους, | |
οἷς μετὰ τὴν ἀνάστασιν ὤφθη κατὰ ταὐτὸν κατὰ | 879 | |
80.881 | τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ τοὺς τρισχι‐ λίους, καὶ τοὺς πεντακισχιλίους οὓς ὁ τῶν ἀποστό‐ λων κορυφαῖος δημηγορῶν ἐσαγήνευσε, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, | |
5 | «Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπι‐ στευκότων Ἰουδαίων·» τούτους δὴ, καὶ πρὸς τούτοις τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐξ Ἰουδαίων πε‐ πιστευκότας λαὸν ἅγιον ἀποφήνας, καὶ διὰ τούτων τὰ ἔθνη πάντα ζωγρήσας, πληροῖ τὴν προφητείαν | |
10 | τὴν λέγουσαν· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.» Πληροῖ δὲ πρὸς ταύτῃ καὶ τὴν οἰκείαν πρόῤῥησιν, ἣν πρὸς Ἰουδαίους ἐποιήσατο λέγων, «Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς | |
15 | φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Τοῦτο καὶ ἐν τῷ προκειμένῳ λέγει ψαλμῷ, «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἀλλὰ γὰρ ἔπεισί μοι τὴν τῶν | |
20 | Ἰουδαίων ἀπιστίαν ὀδύρεσθαι, οἳ τῆς προφητείας ἀκούοντες τῶν τῆς γῆς περάτων ἀντικρὺς μεμνημέ‐ νης, καὶ εἰδότες ὡς οὐδεὶς τῶν παρ’ αὐτῶν βασι‐ λέων τοσαύτην ἡγεμονίαν ἐκτήσατο, ἀλλὰ μόνος ὁ ἐκ Δαβὶδ κατὰ σάρκα βλαστήσας Δεσπότης Χριστὸς, | |
25 | τυφλώττουσι τῆς διανοίας τὰ ὄμματα, καὶ τὴν προφητείαν τὴν λαλοῦσαν, «Ψηλαφοῦσιν, ὡς τυ‐ φλοὶ τοῖχον, καὶ οὐχ ὡς ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι.» Τούτου δὴ χάριν καὶ ἀπειλεῖ αὐτοῖς ὁ προφητικὸς λόγος. θʹ. «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς | |
30 | σκεύη κεραμέως συντρίψεις αὐτούς.» Τῇ Ῥωμαϊκῇ δηλονότι βασιλείᾳ, ἣν σίδηρον τροπικῶς, διὰ τὸ ἰσχυρόν τε καὶ ἀῤῥαγὲς, ἡ τοῦ Δανιὴλ προφητεία καλεῖ· καὶ συντρίψει αὐτοὺς πηλίνων δίκην σκευῶν. Ἐπειδὴ γὰρ αὐτὸν μόνον ἔχειν ἠρνήθησαν βασι‐ | |
35 | λέα, μεγάλῃ δὲ κεχρημένοι βοῇ ἔλεγον, «Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,» ἐπέστησεν αὐτοῖς ὃν ᾔτησαν Καίσαρα, καὶ διὰ τῆς ἐκείνων στρατιᾶς τῆς ἀσεβείας ποινὴν εἰσεπράξατο. Εἰ δέ τις μὴ περὶ Ἰουδαίων, ἀλλὰ περὶ ἐθνῶν, ταῦτα | |
40 | νομίζει εἰρῆσθαι, οὕτω νοῆσαι προσήκει· ὅτι ποι‐ μανεῖ τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ, τῇ ἰσχυρᾷ αὐτοῦ καὶ ἀῤῥαγεῖ βασιλείᾳ· καὶ συντρίψει αὐτοὺς, ὡς σκεύη κεραμέως, ἀναλύων καὶ ἀναπλάττων διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, καὶ τῷ πυρὶ τοῦ Πνεύ‐ | |
45 | ματος στερεμνίους ἀπεργαζόμενος. Οὕτω ταῦτα προαγορεύσας ὁ μακάριος Δαβὶδ, παραινεῖ λοιπὸν καὶ βασιλεῦσι καὶ ὑπηκόοις προσδραμεῖν τῷ Σωτῆρι. καὶ τοὺς σωτηρίους ἀσπάσασθαι νόμους, καὶ τῇ δι’ ἐκείνων παιδείᾳ καὶ διδασκαλίᾳ τὴν ὠφέλειαν | |
80.881(50) | καρπώσασθαι· Φησὶ γάρ· | 881 |
80.884 | ιʹ. «Καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν.» Πάντων γὰρ ἡμῶν βασι‐ λεὺς, ὁ πάλαι δόξας μόνων Ἰουδαίων κρατεῖν. ιαʹ. «Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλ‐ | |
5 | λιᾶσθε αὐτῷ ἐν τρόμῳ.» Οὐ γὰρ δεῖ μόνῃ τῇ φιλ‐ ανθρωπίᾳ θαῤῥῆσαι, ἀλλὰ καὶ τὴν ταύτῃ συνημ‐ μένην δικαιοσύνην, ἀγαλλομένους ἐπὶ τῇ σωτηρίᾳ καὶ χαίροντας, δεδιέναι καὶ τρέμειν. «Ὁ γὰρ δο‐ κῶν, φησὶν, ἑστάναι, βλεπέτω μὴ πέσῃ.» [Ἐπειδ’ | |
10 | ἂν γὰρ φοβηθέντες τὸν Δεσπότην τὰ προσήκοντα διαπραξώμεθα, πλείστην ἐκ τῶν πραχθέντων ἡμῖν ἔχομεν τὴν εὐφροσύνην ἐγγινομένην, τοῦ συνειδότος ἀγαθοῦ μὲν τυγχάνοντος, μεγίστην δὲ ἡμῖν διὰ τού‐ του τὴν χαρὰν παρεχομένου.] «Ἐν τρόμῳ» δὲ, | |
15 | τουτέστιν, ἐν κατανύξει· μήποτε ἡ τοῦ Θεοῦ χαρὰ εἰς τὴν τοῦ κόσμου μεταπέσῃ χαράν. ιβʹ. «Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύ‐ ριος, καὶ ἀπόλησθε ἐξ ὁδοῦ δικαίας.» Οὐκ ἀρ‐ κεῖ γὰρ μόνη τῆς θεογνωσίας ἡ κτῆσις εἰς τε‐ | |
20 | λειότητα· ἀλλὰ χρὴ καὶ τὴν πρακτικὴν μετελθεῖν ἀρετήν· ἧς ἐπιλαμβανόμενοι τὴν ἀπλανῆ πορείαν ὁδεύσετε. ιγʹ. «Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ.» Ἐν | |
25 | γὰρ τῷ τῆς κρίσεως καιρῷ, τῆς ὑμετέρας κακίας, οἷόν τινος ὕλης εὐπρήστου, καθάπερ πῦρ τὴν θείαν ἐκκαιούσης ὀργὴν, πόῤῥω που γενήσεσθε τῆς τῶν δικαίων ὁδοῦ, δίκας τίνοντες ὧν κατὰ τόνδε τὸν βίον πεπλημμελήκατε. Τηνικαῦτα δὲ καὶ οἱ ἀληθῶς καὶ | |
30 | βεβαίως εἰς αὐτὸν ἠλπικότες, λήψονται τῆς ἐλπίδος καρπὸν, τὸν μακαρισμόν. «Μακάριοι γὰρ, φησὶν, οἱ πεποιθότες ἐπ’ αὐτῷ.» Εἰ καὶ γὰρ κατὰ τὸν παρόντα βίον τὸν μακαρισμὸν ἔχουσιν οἱ τῆς ἀρετῆς ἀθληταὶ, ἀλλ’ οὖν ἀληθέστερον αὐτὸν δέξονται κατ’ | |
35 | ἐκείνην τὴν ἡμέραν, καθ’ ἣν οἱ πονηρίᾳ συνεζηκότες τὴν θείαν ὀργὴν καθ’ ἑαυτῶν ἐπισπάσονται. ΕΡΜΗΝ. ΤΟΥ Γʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὑτοῦ.» Δήλη | |
40 | μὲν τοῖς ἐμμελεστέροις ἡ ἱστορία· τῶν δὲ ῥᾳθυμο‐ τέρων ἕνεκα συντόμως ταύτην ἐρῶ. Μετὰ τὴν διπλῆν ἐκείνην παρανομίαν, ὁ μέγας Δαβὶδ πολλαῖς καὶ παντοδαπαῖς περιέπεσε συμφοραῖς. Οὐ γὰρ μόνον τὰ προσοικοῦντα ἔθνη πρὸς μάχην ἐκινήθη | |
45 | καὶ πόλεμον, ἀλλὰ καὶ αὐτὸς ὁ οἶκος τὴν στάσιν | |
ἐδέξατο, καὶ παρανομία παρανομίαν διεδέξατο. | 883 | |
80.885 | Τὴν τοῦ Ἀμνὼν ἀκολασίαν ἡ τοῦ Ἀβεσσαλὼμ μιαι‐ φονία, καὶ τὴν ἀδελφοκτονίαν ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις, καὶ ἡ τῶν ὑπηκόων ἀπόστασις. Προμηθουμένης γὰρ τῆς θείας χάριτος, τούτων | |
5 | οὐδὲν ἐπέλασε τῷ Δαβίδ· ἐκείνης δὲ διὰ τὴν γεγε‐ νημένην ἀποστάσης παρανομίαν, χῶραν ἔλαβεν ἡ κακία, καὶ τραγῳδίας ἄξια δέδρακε, καὶ φορὰν ἐβλάστησε συμφορῶν. Κατ’ ἐκεῖνον τοίνυν τὸν καιρὸν, τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, καὶ τοὺς | |
10 | σὺν αὐτῷ τὴν πρὸς αὐτὸν ἀναδεξαμένους παρά‐ ταξιν, τοῦτον ἔγραψε τὸν ψαλμόν· τοῦ θείου Πνεύ‐ ματος δηλονότι καὶ τηνικαῦτα ἐνηργηκότος διὰ τὴν θερμὴν ὑπ’ αὐτοῦ γεγενημένην μετάνοιαν. βʹ, γʹ. «Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές | |
15 | με. Πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐ‐ τοῦ.» Πολλοὶ μέν τοι, καὶ παντοδαποὶ πολέμιοι πολλαχόθεν προσβάλλουσιν· ἀνιῶσι δέ με πλέον οἱ ἐπιτωθάζοντες, καὶ τῆς σῆς προμηθείας γεγυμνῶ‐ | |
20 | σθαί με λέγοντες. Ἐγὼ δὲ οἶδα, ὡς οὐκ ἀνέξῃ με παριδεῖν, καί τοι πεπλημμεληκότα μεγάλα. Ἀλλὰ τὸν νῦν ταπεινὸν διὰ τὴν ἁμαρτίαν γεγενημένον ὑψώσεις, καὶ κρείττονα δείξεις τῶν δυσμενῶν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· | |
25 | δʹ. «Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου.» Οὐδὲ γὰρ τῇ βασι‐ λείᾳ, καὶ τῇ δυναστείᾳ θαῤῥῶ, ἀλλὰ σὲ δόξαν ἐμὴν εἶναι πιστεύω, καὶ ὑπὸ τῆς σῆς ἐλπίζω ταχέως ὑψω‐ θήσεσθαι δεξιᾶς. | |
30 | εʹ. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπή‐ κουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.» Διά τοι τοῦτο μετὰ πάσης προθυμίας προσφέρω σοι τὰς δεήσεις, εἰδὼς ὅτι παραυτίκα τὰς αἰτήσεις παρέ‐ ξεις. Οὐ φωνὴν δὲ ἐνταῦθα καὶ βοὴν τὴν κραυγὴν | |
35 | νοητέον, ἀλλὰ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς σιγῶντα τὸν μακάριον ἔφη Μωσῆν· «Τί βοᾶς πρός με;» βοὴν τὴν σιγὴν ὀνομάζων διὰ τὴν σπουδαίαν τῆς διανοίας εὐχήν. Τὸ δὲ, «Εἰσήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ,» | |
40 | κατὰ τὴν πάλαι κατέχουσαν εἴρηται δόξαν. Ἐνομί‐ ζετο γὰρ ἐν τῇ σκηνῇ κατοικεῖν ὁ τῶν ὅλων Θεὸς, ἐπειδὴ καὶ τοὺς χρησμοὺς ἐκεῖθεν τοῖς ἱερεῦσιν ἐδί‐ δου. ϛʹ. «Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρ‐ | |
45 | θην, ὅτι Κύριος ἀντιλήψεταί μου.» Νύκτα τὰς συμφορὰς πολλάκις ἡ θεία καλεῖ Γραφή· ἐπειδὴ ὡς ἐν σκότει διάγειν νομίζουσιν οἱ τοῖς ἄγαν ἀνιαροῖς περιπίπτοντες· ταῖς δὲ νυξὶν ὁ ὕπνος | |
συνέζευκται· σημαίνει τοίνυν κατὰ ταυτὸν τὰς θλί‐ | 885 | |
80.888 | ψεις, καὶ τὴν τούτων ἀπαλλαγήν. Τὸ γὰρ «Ἐξηγέρ‐ θην, ὅτι Κύριος ἀντιλήψεταί μου,» τοῦτο δηλοῖ, ὅτι Τῆς θείας ἀπολαύσας ῥοπῆς κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν. Διὸ, | |
5 | ζʹ. «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι· ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου.» Ἀρκεῖς γὰρ καὶ παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι. ηʹ. «Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς | |
10 | μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.» Τελείας μοι τοίνυν μετάδος τῆς σωτηρίας· καὶ καθάπερ πολλάκις ἄδικον κατ’ ἐμοῦ δυσμένειαν ἐσχηκότας, καὶ ὁμοφύλους καὶ ἀλλοφύλους, καὶ Ἰσραηλίτας καὶ Ἀμαληκίτας, καὶ μέντοι καὶ | |
15 | αὐτὸν τὸν Σαοὺλ, ποινὴν εἰσεπράξω τῆς ἀδικίας· οὕτω με καὶ νῦν τῆς σωτηρίας ἀξίωσον. Τὸ δὲ, «Ὀδόντας ἁμαρτωλῶν συνέτριψας,» ἀντὶ τοῦ, Πάσης αὐτοὺς ἐγύμνωσας ἰσχύος, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκαταφρό‐ | |
20 | νητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. θʹ. «Τοῦ Κυρίου ἡ σωτηρία.» Οὐκ ἔχων. φησὶν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτη‐ ρίαν προσμένω· οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ ὁ σὸς λαὸς ὁ σὺν ἐμοὶ πολεμούμενος. Κήδομαι δὲ | |
25 | καὶ αὐτῶν τῶν πολεμούντων· καὶ γὰρ ἐκεῖνος σὸς χρηματίζει λαός. Δὸς τοίνυν, Δέσποτα, καὶ τούτοις, κἀκείνοις, τῆς εἰρήνης τὴν εὐλογίαν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.» Καὶ γὰρ ὁ μακάριος Μωσῆς ταῖς | |
30 | εὐλογίαις τὴν εἰρήνην συντάττει· εὑρίσκομεν δὲ κἀν τῇ ἱστορίᾳ σφόδρα τοῦ λαοῦ κηδόμενον τὸν μα‐ κάριον Δαβὶδ, καὶ αὐτοῦ τοῦ πατραλοίου παιδὸς, καὶ μᾶλλον τῆς εἰρήνης, ἢ τῆς κατὰ τοῦ λαοῦ προμηθού‐ μενον νίκης. | |
35 | ΕΡΜΗΝ. ΤΟΥ Δʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαβίδ·» Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδο‐ τίων, τῷ νικοποιῷ ἡρμήνευσαν· ὁ δὲ Σύμμαχος, ἐπινίκιος. Σημαίνει δὲ τὸ μὲν εἰς τὸ τέλος, ὅτι | |
40 | μακροῖς ὕστερον χρόνοις πληρωθήσεται τὰ προφη‐ τευόμενα. Προηγόρευσε δὲ ἐν τῷ τέλει τοῦ ψαλμοῦ, τὴν ἐκ νεκρῶν ἀνάστασιν, εἰρηκώς· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκησάς με.» Κατὰ | |
45 | δέ γε τοὺς λοιποὺς, ὕμνος ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ ὁ παρὼν ψαλμὸς ὑπὸ τοῦ μακα‐ ρίου Δαβὶδ, μετὰ τὴν γενομένην τοῦ Ἀβεσσαλὼμ | |
νίκην. Ἔοικε γὰρ τούτοις ὁ ψαλμὸς εἰρῆσθαι μετὰ | 887 | |
80.889 | τὴν ἐκείνου τοῦ πολέμου διάλυσιν· ἐν γὰρ τῷ πρὸ τούτου ψαλμῷ ὁ μακάριος ἔφη Δαβίδ· «Πολλοὶ λέ‐ γουσι τῇ ψυχῇ μου, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.» Ἐν δὲ τούτῳ φησὶν, «Υἱοὶ ἀνθρώπων, | |
5 | ἕως πότε βαρυκάρδιοι, ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὑτοῦ.» Διδάσκει τοίνυν ἐν τῷ παρόντι ψαλμῷ τοὺς ἀθεΐαν νοσοῦντας, καὶ προνοεῖν τὸν Θεὸν, καὶ κυβερνᾷν τὰ ἀνθρώπινα, μὴ νομί‐ | |
10 | ζοντας, ὡς ἔστιν ὁ ἐφορῶν καὶ πρυτανεύων ἅπαντα· καὶ εἰς ἀπόδειξιν τῆς διδασκαλίας τὰ καθ’ ἕκαστον διηγεῖται. βʹ. «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου.» Μάθετε, φησὶν, ἐκ τῶν | |
15 | εἰς ἐμὲ γεγενημένων, ὅπως ἐφέστηκε τοῖς ἀνθρω‐ πίνοις ὁ τῶν ὅλων Θεὸς, καὶ τῶν εἰλικρινῶς ἐπικα‐ λουμένων ἀκούει. Ἐγὼ γοῦν παραυτίκα προσε‐ νεγκών μου τὴν δέησιν ἔτυχον τῆς αἰτήσεως. Τὸ δὲ, «Τῆς δικαιοσύνης μου,» ἀντὶ τοῦ τῆς δικαίας | |
20 | μου αἰτήσεως τέθεικεν. Οὐδὲ γὰρ ἴδιον τοῦ φρο‐ νήματος τοῦ Δαβὶδ δικαιοσύνην αὐτῷ καὶ ἀρε‐ τὴν μαρτυρεῖν· ἔοικε δὲ ταυτὶ τὰ ῥήματα τοῖς διὰ τοῦ Ἡσαΐου ὑπὸ τοῦ Θεοῦ εἰρημένοις, «Τότε καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι· ἔτι λαλοῦντός | |
25 | σου, ἐρῶ, Ἰδοὺ πάρειμι.» —«Ἐν θλίψει ἐπλάτυνάς μοι.» Εἴωθεν ὁ τῶν ὅλων Θεὸς συγχωρεῖν μὲν γίνεσθαι τοῖς ἁγίοις τὰ λυπηρά· μετὰ δὲ τὴν γυμνα‐ σίαν καὶ δοκιμασίαν ἀνακηρύττειν τοὺς ἀθλητάς· καὶ μέντοι καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς πᾶσαν | |
30 | προσφέρειν ψυχαγωγίαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μέγας διδάσκει Δαβὶδ, ὅτι Ἐν αὐταῖς ταῖς θλίψεσι τῆς σῆς ἐπικουρίας καὶ ψυχαγωγίας ἀπήλαυσα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν θεσπέσιον Παῦλον εἰρημένον, «Ἀρκεῖ σοι ἡ χάρις μου· | |
35 | ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» γʹ. «Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευ‐ χῆς μου.» Οὐ λαμβάνει κόρον ὁ δίκαιος προσευ‐ χῆς· ἀλλὰ καὶ δεόμενος, καὶ εὐμενείας ἀπολαύων, καὶ τῆς δεήσεως τρυγῶν τοὺς καρποὺς ἐπιμένει τὰς | |
40 | ἱκετείας προσφέρων, ἅτε δὴ τὴν ἐντεῦθεν ἐσομένην ἐπιστάμενος ὠφέλειαν. δʹ. «Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος;» Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων μάθετε, ὦ ἄνθρωποι, | |
45 | τῶν ὅλων τὸν πρύτανιν· ὅπως καὶ ἐφορᾷ τὰ ἀνθρώ‐ πεια, καὶ τοῖς ἐπιμελῶς προσιοῦσι τὰς αἰτήσεις ὀρέγει· καὶ τοὺς ματαίους ὑμῶν λογισμοὺς ἀποῤ‐ ῥίψαντες. εʹ. «Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον | |
80.889(50) | αὐτοῦ· Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι | |
με πρὸς αὐτόν.» Οὐ γὰρ ἁπλῶς με τῶν προσπε‐ | 889 | |
80.892 | σουσῶν ἠλευθέρωσε συμφορῶν, ἀλλὰ καὶ περι‐ φανῆ, καὶ περίβλεπτον διὰ τῆς νίκης πεποίηκε· τοῦτο γὰρ εἶπεν, «ἐθαυμάστωσε·» καὶ ἐπιμένει διηνεκῶς τὰς ἐμὰς δεήσεις δεχόμενος. Ὅσιον δὲ | |
5 | πάλιν ἐνταῦθα ἀντὶ τοῦ τὸν ἀθῶον τέθεικε, καὶ τὸν οὐδὲν ἠδικηκότα τοὺς πολεμοῦντας, ἀλλ’ ὑπ’ αὐτῶν ἠδικημένον. Βαρυκαρδίους δὲ τοὺς ἀπίστους εἰκότως ὠνόμασεν, ὡς ἀναβλέπειν πρὸς Θεὸν οὐκ ἐθέλοντας, καὶ τὰς θείας οἰκονομίας οὐ βουλομένους | |
10 | ὁρᾷν· ἐκ μεταφορᾶς τῶν ὑπό τινος οἰνοφλυγίας βα‐ ρυνομένων τὴν κεφαλὴν ἐκ τῶν κάτωθεν ἀναπεμπο‐ μένων ἀτμῶν, καὶ μύειν τοὺς ὀφθαλμοὺς ἀναγκα‐ ζομένων, καὶ διανοίγειν οὐ δυναμένων. Ὀργίζεσθε. Ἐνταῦθα ὑποστικτέον, καὶ οὕτως τὰ λοιπὰ | |
15 | ἀναγνωστέον, «καὶ μὴ ἁμαρτάνετε.» Ἀγανακτεῖτε, φησὶ, καὶ δυσχεραίνετε τοὺς ἀδίκως ὑμῖν ἐπανιστα‐ μένους εὐημεροῦντας ὁρῶντες. Ἀλλὰ μὴ αὔξετε κακὸν τῷ κακῷ, πείθειν καὶ τοὺς ἄλλους πειρώμε‐ νοι, ὡς ἄτακτα πάντα καὶ ἀκυβέρνητα φέρεται. | |
20 | Τούτων γὰρ τοὐναντίον προσήκει ποιεῖν, τῶν μεθ’ ἡμέρας γινομένων ἁμαρτάδων σφᾶς αὐτοὺς νύκτωρ τὰς εὐθύνας εἰσπράττειν. «Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατα‐ νύγητε.» Ἐπειδὴ γὰρ ὁ νυκτερινὸς καιρὸς τῶν ἔξω‐ | |
25 | θεν θορύβων ἀπηλλαγμένος πολλὴν παρέχει τοῖς λογισμοῖς ἡσυχίαν· εἰκότως ἐν τούτῳ τὴν ἐξέτασιν ποιεῖσθαι «προσέταξε τῶν ἐν ἡμέρᾳ λεγομένων ἢ πραττομένων, καὶ τῷ τῆς κατανύξεως φαρμάκῳ τὰ τραύματα θεραπεύειν ἐνομοθέτησε.» | |
30 | ϛʹ. «Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.» Καὶ διὰ τούτων τῶν ῥημάτων τὴν νομικὴν λατρείαν, ὡς περιττὴν, ἀποπέμπεται, καὶ τὴν τῆς δικαιοσύνης θυσίαν προσφέρειν νομοθετεῖ· πάσης γὰρ ἑκατόμβης καὶ χιλιόμβης τῆς δικαιοσύ‐ | |
35 | νης ἡ κτῆσις θυμηρεστέρα τῷ Θεῷ, συνημμένης αὐτῇ δηλονότι τῆς εἰς αὐτὸν ἐλπίδος. Ἐπεὶ πολλοὶ καὶ Ἑλλήνων καὶ Ἰουδαίων, καὶ τῶν τἀναντία φρονούντων αἱρετικῶν, καὶ σωφροσύνην, καὶ δι‐ καιοσύνην ἔστιν ὅτε μετίασιν· ἀλλὰ τῆς εὐσε‐ | |
40 | βείας ἐστερημένοι, καρπὸν ἐντεῦθεν οὐδένα πορίζονται. Διὸ τὸ πανάγιον Πνεῦμα διὰ τοῦ θεσπε‐ σίου Δαβὶδ παρεγγυᾷ, οὐ μόνον θῦσαι θυσίαν δικαιο‐ σύνης, ἀλλὰ καὶ ἐλπίσαι ἐπὶ Κύριον. Οὕτω δὲ καὶ ὁ Δεσπότης Χριστός φησι τοῖς ἑαυτοῦ μαθηταῖς, | |
45 | «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλή‐ ματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι.» Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ οὐχ ἁπλῶς εἶπε, «Μὴ φέρον καρπὸν,» ἀλλ’ «ἐν ἐμοὶ | |
μὴ φέρον καρπὸν,» τουτέστι, κατὰ τὰς ἐμὰς ἐντο‐ | 891 | |
80.893 | λὰς, κατὰ τὰς ἐμὰς νομοθεσίας, μετὰ τῆς εἰς ἐμὲ πίστεως ὥς τινων καὶ δίχα τῆς εἰς αὐτὸν ὁμολο‐ γίας διὰ δόξαν ἀνθρωπίνην ἀρετῆς ἐπιμελεῖσθαι δοκούντων. «Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ | |
5 | ἀγαθά;» Αἰνίττεται οὓς βαρυκαρδίους ὠνόμασεν, ὡς δυσχεραίνοντας ἐπὶ τοῖς προσπίπτουσι λυπηροῖς, λέγειν τοῦτο τολμῶντας ζʹ. «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν | |
10 | μου.» Ἐκεῖνοι μὲν οὖν τοιαῦτα καὶ λογίζονται καὶ φθέγγονται· ἡμεῖς δὲ οἱ τῆς σῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι, καὶ ταῖς παρὰ σοῦ φωτισθέν‐ τες ἀκτῖσι, καὶ ἐν αὐταῖς ταῖς ἐπανισταμέναις ἡμῖν συμφοραῖς ἀποχρῶσαν ἔχομεν παραψυχὴν τὴν εἰς | |
15 | σὲ ἐλπίδα. ηʹ. «Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.» Πάλιν ἐκείνων κατηγορεῖ τῶν λεγόντων· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» ὡς τοσού‐ των καὶ κατὰ τὸν παρόντα βίον ἀπολαυόντων, | |
20 | καὶ ἀχαριστίαν νοσούντων. Ἔστι δὲ τὸ νόημα μεθ‐ υπέρβατον· «Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἀπὸ καρποῦ σίτου, καὶ οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.» Καίτοι, φησὶν, οἱ ταῦτα λέγοντες τῶν παντοδαπῶν τῆς γῆς καρπῶν ἀπο‐ | |
25 | λαύουσι· διὰ γὰρ τῶν τριῶν τούτων εἰδῶν τῶν τῇ ἀνθρωπείᾳ φύσει διαφερόντων, ἀναγκαίως καὶ τὰ ἄλλα συμπεριέλαβεν ἀγαθά· τὴν ἐκείνων ἐλέγχων ἀγνωμοσύνην, ὅτι καὶ ἐν ταῖς χερσὶ φέροντες τὰς τοῦ Θεοῦ δωρεὰς, καὶ φιλοτίμως αὐτοῦ τοῖς ἀγαθοῖς | |
30 | ἐντρυφῶντες, ὡς μηδενὸς ἀπολαύοντες λέγειν τολμῶ‐ σι· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ἐγὼ δὲ τοῦ σοῦ φωτὸς ἀπολαύσας, καὶ τὴν γνῶσιν κτησάμε‐ νος, θʹ, ιʹ. «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, | |
35 | καὶ ὑπνώσω. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με.» Πάντα γὰρ θόρυβον, καὶ διχόνοιαν τῶν λογισμῶν ἐξελάσας, καὶ τούτοις πρυτανεύσας εἰρήνην, καὶ ταῦτα περὶ τῆς ἀγαθῆς σου προνοίας διδάξας φρονεῖν, ἐπ’ ἐλπίδι τῆς ἀναστάσεως τὸν | |
40 | θάνατον δέξομαι. Ὕπνον γὰρ ἐνταῦθα τὸν θάνατον προσηγόρευσεν. Εἰκότως δὲ μάλα τῇ τοῦ θανάτου μνήμῃ τὴν ἐλπίδα συνέζευξε, τοὺς περὶ προνοίας λόγους διεξελθών. Ἐπειδὴ γὰρ πολλοὶ κατὰ τὸν παρ‐ όντα βίον δυσπραγίᾳ περιπεσόντες, καὶ ὑπὸ τῶν | |
45 | πονηρίᾳ συζώντων ἀδικούμενοι, δέχονται τοῦ βίου τὸ τέλος οὐδεμιᾶς τινὸς ἐπικουρίας τετυχη‐ κότες, διδάσκει μὴ δυσχεραίνειν ὁ μέγας Δαβὶδ, ὡς τῆς ἐλπίδος τῷ θανάτῳ συνεζευγμένης, καὶ μετὰ | |
θάνατον τῆς ἀντιδόσεως ἐσομένης. | 893 | |
80.896 | ΕΡΜΗΝ. ΤΟΥ Εʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαβίδ.» Οὕτω δὲ καὶ οἱ λοιποὶ τὴν ἐπιγραφὴν ἡρμηνεύκασιν. Δῆλον τοίνυν, ὡς κληρο‐ | |
5 | νόμον ὁ θεῖος ἀποκαλεῖ λόγος, κοινῶς μὲν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἰδικῶς δὲ τὴν εὐσεβείᾳ συζῶ‐ σαν ψυχήν. Ἔστι γὰρ ἀκοῦσαι τοῦ Κυρίου λέγοντος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην | |
10 | ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Καὶ ὁ θεσπέσιος Παῦλος ταὐτό φησι· «Τὸ Πνεῦμα συμ‐ μαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, | |
15 | ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ πάλιν, «Ὥστε οὐκ‐ έτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, ἐξ ὧν ποδηγού‐ μενοι τὴν διάνοιαν κατιδεῖν δυνησόμεθα. | |
20 | βʹ, γʹ. «Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῇ κραυγῇ μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.» Πολλαῖς καὶ πάντοθεν βαλλομένη τρικυμίαις ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ μέντοι καὶ ἑκάστη ψυχὴ τὸν εὐσεβῆ | |
25 | βίον ἀσπαζομένη, περιγίνεται καὶ τοῦ κλύδωνος ὑπερνήχεται, τὴν θείαν ἐπικουρίαν καλοῦσα διη‐ νεκῶς. Τοῦτο δὴ καὶ ὁ προφητικὸς ἡμᾶς ἐκπαιδεύει λόγος, διδάσκων ὅπως προσήκει τὸν τῶν ὅλων Θεὸν καὶ βασιλέα λιπαρεῖν τε καὶ ἱκετεύειν· καὶ διδάσκει | |
30 | λέγων· «Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῇ κραυγῇ μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» Ἀλλ’ οὔτε τὴν Κραυγὴν κραυγὴν νοητέον, οὔτε τὰ ὦτα ὦτα· περὶ γὰρ τοῦ Θεοῦ τῶν ὅλων σωματικώ‐ τερον ἔθος τῇ θείᾳ Γραφῇ λαλεῖν, καὶ ἀπὸ τῶν | |
35 | ἀνθρωπίνων μορίων τὰς θείας ἐνεργείας ἀποκαλεῖν· ὀφθαλμοὺς τὴν ὀπτικὴν, καὶ τὴν ἀκουστικὴν ὦτα, καὶ τἄλλα ὡσαύτως. Κραυγὴν δὲ, ἐπὶ τῶν εὐχομέ‐ νων τὴν προθυμίαν καλεῖ, καὶ τὴν σπουδαίαν τῆς διανοίας ἱκετείαν. Τὸ δὲ «ἐνώτισαι,» ἀντὶ τοῦ, | |
40 | Εἴσω τῶν ὤτων σου γενέσθω μου τῆς προσευχῆς τὰ ῥήματα, καὶ εὐμενῶς ἄκουσον τῆς ἐμῆς ἱκετείας, καὶ πρόσχες ἀκριβῶς τοῖς τῆς δεήσεώς μου λόγοις, ἐπειδή σε Θεὸν οἶδα καὶ βασιλέα. δʹ, εʹ. «Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, καὶ | |
45 | πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστή‐ σομαί σοι, καὶ ἐπόψει με.» Θαῤῥοῦσα γὰρ ὡς δέχῃ τὰς ἐμὰς ἱκετείας, εὐθὺς τοῦ φωτὸς ἀνίσχον‐ | |
τος, τῶν βλεφάρων ἀποσεισαμένη τὸν ὕπνον, οἷα | 895 | |
80.897 | δὴ βασιλεῖ καὶ Δεσπότῃ παρίσταμαι, τὴν αἴτησίν σοι προσφέρουσα. Οὐ παντὸς δὲ ἐστὶ λέγειν τῷ τῶν ὅλων Θεῷ, «Παραστήσομαί σοι, καὶ ἐπόψει με·» ἀλλὰ τῶν κατὰ τὸν μέγαν Ἠλίαν διὰ τὴν | |
5 | ἀπὸ τῆς πολιτείας παῤῥησίαν λέγειν θαῤῥούντων, «Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.» «Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. [ϛʹ.] Οὐ παροικήσει σοι πονηρευόμενος· οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.» Δέχῃ | |
10 | τὰς ἐμὰς δεήσεις, καὶ ἐποπτεύεις ἀντιβολοῦσαν· ἐπειδὴ πᾶσαν μὲν ἀνομίαν ἀπαγορεύεις, καὶ τοὺς πονηρίᾳ συζῶντας παντελῶς ἀποστρέφῃ· βδελύττῃ γὰρ ἅπαντας τοὺς παράνομον βίον ἀσπαζομένους. Τοῦτο γὰρ ἐπήγαγεν· | |
15 | ζʹ. «Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.» Τὸν τῆς κακίας κατάλογον εἰς μέσον παρήγαγεν, ἐναντία δεικνὺς ἅπαντα τοῦ θείου θελή‐ | |
20 | ματος. Οὐ γὰρ μόνον ἀπαγορεύει πονηρίαν, καὶ παρανομίαν, καὶ ψεῦδος, καὶ δόλον, καὶ μιαιφονίαν· ἀλλὰ καὶ τοὺς τούτων ἐργάτας βδελύττεται, μετα‐ νοίᾳ προσέχειν οὐ βουλομένους. Σημαίνει δέ γε διὰ τούτων τοὺς κατὰ τῆς Ἐκκλησίας ἐν διαφόροις | |
25 | ἐπαναστάντας καιροῖς, καὶ περιγενέσθαι μὴ δυνη‐ θέντας, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπαγόρευσιν· «Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς.» Τοῦτο δὲ καὶ ὁ ψαλμὸς παρε‐ δήλωσεν. | |
30 | ηʹ. «Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύ‐ σομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιον σου ἐν φόβῳ σου.» Τῆς γὰρ σῆς ἀπολαύουσα φιλανθρωπίας, καὶ τῇ σῇ δεξιᾷ φρουρουμένη, τὴν διηνεκῆ σοὶ προσφέρω προσκύνησιν ἐν τῷ ἀφιε‐ | |
35 | ρωμένῳ τῇ σῇ δόξῃ ναῷ, τὸν σὸν ἀεὶ περιφέρουσα φόβον· οὐδὲ γὰρ ἀνέξομαι τοῦτον ἀποβαλεῖν, τῇ σῇ φιλανθρωπίᾳ θαῤῥοῦσα. θʹ. «Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν | |
40 | ὁδόν μου.» Ἔνια τῶν ἀντιγράφων «ἐνώπιόν μου τὴν ὁδόν σου» ἔχει· ἑκάτερα δὲ τῆς εὐσεβοῦς ἔχεται διανοίας. Εἴτε γὰρ ἡ ἡμετέρα ὁδὸς κατευθυνθείη ἐνώπιον τοῦ Θεοῦ, πλάνης οὐ ληψόμεθα πεῖραν· εἴτε ἡ τοῦ Θεοῦ ὁδὸς ἐνώπιον ἡμῶν κατευθυνθείη, | |
45 | αὐτὴν ὁδεύσομεν, καὶ πρὸς αὐτὴν προθύμως δρα‐ μούμεθα. Αἰτεῖ τοίνυν ἡ κληρονομοῦσα ὁδηγηθῆναι μὲν ὑπὸ τῆς τοῦ Θεοῦ δικαιοσύνης, κατευθυνθῆναι δὲ αὐτῇ τὴν ὁδὸν, καὶ ἐξευμαρισθῆναι, ἵνα ῥᾳδίως ὁδεύῃ. Ταύτην ὁ Σύμμαχος τὴν διάνοιαν τέθεικεν· | |
80.897(50) | ἀντὶ γὰρ τοῦ, κατεύθυνον, ὁμάλισον εἴρηκεν. | |
Ἀκούομεν δὲ καὶ αὐτοῦ τοῦ Χριστοῦ διὰ Ἡσαΐου· | 897 | |
80.900 | «Ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ ὁ μακάριος ἔφη Δαβίδ· «Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα.» | |
5 | Ταπεινοφροσύνης δὲ μεστὰ τῆς κληρονομούσης τὰ ῥήματα. Οὐ γὰρ αἰτεῖ διὰ τὴν ἑαυτῆς δικαιοσύνην κατευθυνθῆναι αὐτῇ τὴν ὁδὸν, ἀλλὰ διὰ τοὺς ἐχθροὺς τοὺς δυσσεβείᾳ συζῶντας, τοὺς ἀδίκως αὐτῇ πολεμοῦντας. Εἶτα αὐτῶν καὶ κατὰ μέρος διδάσκει τὰ τῆς πονηρίας ἐπιτηδεύματα. | |
10 | ιʹ. «Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλή‐ θεια.» Τῷ ψεύδει, φησὶ, διηνεκῶς τὴν γλῶτταν μολύνουσιν. «Ἡ καρδία αὐτῶν ματαία.» Τοῖς λό‐ γοις αὐτῶν καὶ οἱ λογισμοὶ συμβαίνουσι, καὶ συνομο‐ λογεῖ τῷ στόματι ἡ διάνοια. | |
15 | ιαʹ. «Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν.» Οἱ κεκλεισμένοι τάφοι κεκρυμμένην ἔχουσι τὴν δυσ‐ οσμίαν, οἱ δὲ ἀνεῳγμένοι πολλὴν ἀποπέμπουσι τὴν δυσωδίαν· τοιαῦτα καὶ οὗτοι, φησὶν, ἐρυγγάνουσι ῥήματα πάσης ἀσεβείας καὶ δυσοσμίας μεστά. Διὰ | |
20 | τούτων δὲ τῶν λόγων τὰς κατὰ τοῦ Θεοῦ βλα‐ σφημίας αἰνίττεται, καὶ τῆς ἀκολασίας καὶ τῆς ἀσελ‐ γείας τὰ ῥήματα. «Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦ‐ σαν· κρῖνον αὐτοὺς ὁ Θεός.» Χαλεπώτερα τῶν προφερομένων ῥημάτων τὰ κεκρυμμένα· δόλῳ | |
25 | γὰρ κεχρημένοι μυρία τινὰ κατὰ τῶν πέλας τυ‐ ρεύουσιν. «Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς.» Ἀχθήτωσαν τοίνυν ὑπὸ τὴν σὴν κρίσιν, ὦ Δέσποτα, | |
30 | καὶ διαμάρτωσιν ὧν καττύουσι καθ’ ἡμῶν, καὶ μαθέτωσαν διὰ τῆς πείρας, ὡς ἱστὸν ἀράχνης ὑφαί‐ νουσι, καὶ δότωσαν ποινὴν τῶν τολμημάτων ἀξίαν. «Ὅτι παρεπίκρανάν σε, Κύριε.» Κατὰ σοῦ γὰρ τὸν πόλεμον κεκινήκασι, πρὸς τοὺς ἀνακειμένους | |
35 | σοι κινήσαντες τὴν παράταξιν. ιβʹ. «Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώ‐ σεις ἐν αὐτοῖς.» Τοῦτο δὲ τοὺς εἰς σὲ πεπιστευκό‐ τας εὐφροσύνης ἐμπλήσει, καὶ παρέξει αὐτοῖς | |
40 | θυμηδίαν αἰώνιον· οὐχ ὁ ἐκείνων ὄλεθρος, ἀλλ’ ἡ σὴ προμήθεια. Πείθονται γὰρ ὡς ἐνοικεῖς ἐν αὐτοῖς, καὶ ἐμπεριπατεῖς, καὶ οἶκον αὐτοὺς ἀφιερωμένον ἀποφαίνεις. «Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά | |
45 | σου. [ιγʹ.] Ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε.» Τῆς γὰρ σῆς εὐλογίας τε καὶ προνοίας τοῖς σοῖς χορη‐ γουμένης θεραπευταῖς, οἱ σφᾶς αὐτοὺς ἐραστὰς | |
τοῦ σοῦ ὀνόματος καταστήσαντες, ἐπὶ τῇ σῇ κηδε‐ | 899 | |
80.901 | μονίᾳ μεγαλοφρονήσουσι, τὴν σὴν διηγούμενοι δύνα‐ μιν. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» —«Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.» Εὐδοκίαν ἡ θεία | |
5 | Γραφὴ καλεῖ τὸ ἀγαθὸν τοῦ Θεοῦ θέλημα. Τοιοῦτόν ἐστι τὸ, «Ηὐδόκησας, Κύριε, τὴν γῆν σου,» ἀντὶ τοῦ, Ἀγαθὰ ἠθέλησας τῇ γῇ σου.» Καὶ παρὰ τῷ μακαρίῳ Παύλῳ, «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήμα‐ τος αὐτοῦ,» τουτέστι, κατὰ τὸ ἀγαθὸν αὐτοῦ θέλη‐ | |
10 | μα. Καὶ ἐνταῦθα τοίνυν τοῦτο λέγει, ὅτι Τὸ ἀγαθόν σου θέλημα, καὶ ἡ πολλή σου περὶ ἡμᾶς φιλοστοργία τε καὶ ἀγάπη, καὶ ὅπλον ἡμῖν γέγονε νίκης πρόξε‐ νον, καὶ στέφανος ἐπινίκιος. ΕΡΜΗΝ. ΤΟΥ ϛʹ ΨΑΛΜΟΥ. | |
15 | αʹ. «Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαβίδ.» Ὀγδόην τὴν μέλλουσαν κατά‐ στασιν ὁ προφητικὸς λόγος καλεῖ· ἐπειδὴ γὰρ ὁ παρὼν βίος διὰ τῶν ἑπτὰ τῆς ἑβδομάδος ἡμερῶν ἀνακυκλεῖται· ἀπὸ γὰρ τῆς πρώτης ὁ χρόνος | |
20 | ἀρχόμενος, καὶ λήγων εἰς τὴν ἑβδόμην, πάλιν εἰς τὴν πρώτην ἐπάνεισι, καὶ οὕτως εἰς τὴν ἑβδόμην χωρεῖ· εἰκότως τὸν ἔξω τοῦ ἑβδοματικοῦ ἀριθμοῦ αἰῶνα ὀγδόην ὁ θεῖος προσηγόρευσε λόγος. Μέμνη‐ ται δὲ θανάτου καὶ κρίσεως ἐν τῷδε τῷ ψαλμῷ· διὸ | |
25 | καὶ ταύτην τέθεικε τὴν ἐπιγραφήν. Λέγει γάρ· «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» ἀντὶ τοῦ, Ἀποκέ‐ κλεισται τοῖς ἐντεῦθεν ἐξιοῦσι τῆς μετανοίας ἡ θύρα, καὶ οὐχ οἷόν τε τοὺς μὴ κατὰ τὸν παρόντα βίον | |
30 | τοῖς τῆς μετανοίας χρησαμένους φαρμάκοις, ἐκεῖ τὴν ὑπὲρ τῆς ἁμαρτίας ἐξομολόγησιν προσενεγκεῖν τῷ Θεῷ. Μαρτυρεῖ δὲ τούτοις τοῖς λόγοις, καὶ ἡ τῶν παρθένων παραβολή. Καὶ γὰρ δι’ ἐκείνης μεμαθήκαμεν, ὡς αἱ μωραὶ παρθένοι σβεσθεισῶν | |
35 | τῶν λαμπάδων ἔμειναν ἔξω τῶν τοῦ νυμφῶνος θυρῶν, παίουσαι μὲν τὰς θύρας, ἀποπεμπόμεναι δὲ, καὶ τῆς παστάδος ἀποστερούμεναι. Ἔφη γὰρ πρὸς αὐτάς· «Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς.» Διά τοι τοῦτο ὁ μακάριος Δαβὶδ, μετὰ τὴν διπλῆν ἐκείνην ἁμαρ‐ | |
40 | τίαν, ταύτην τῷ Θεῷ προσφέρει τὴν ἱκετείαν, ἰατρευθῆναι παρακαλῶν, ὡς μήκετι χώραν ἐχόντων ἐν ἐκείνῳ τῷ βίῳ τῶν τῆς μετανοίας φαρμάκων. βʹ. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ, ὀργῇ σου παιδεύσῃς με.» Οὐ παρακαλεῖ μὴ ἐλεγχθῆναι, ἀλλὰ μὴ θυμῷ ἐλεγχθῆναι, οὐδὲ ἱκετεύει μὴ παιδευ‐ | |
45 | θῆναι, ἀλλὰ μὴ μετ’ ὀργῆς τοῦτο παθεῖν. Πατρι‐ κῶς με, φησὶ, παίδευσον, μὴ δικαστικῶς· ἰατρικῶς, μὴ κολαστικῶς. Μὴ μετρήσῃς τῇ ἁμαρτίᾳ τὴν τιμωρίαν, ἀλλὰ τῇ φιλανθρωπίᾳ τὸ δίκαιον κέ‐ | |
ρασον | 901 | |
80.904 | γʹ. «Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.» Ἁρμόττουσα τοῖς ἡμαρτηκόσιν ἡ τοιαύτη φωνή. Ἀσθενείας γὰρ ἡγουμένης, ἡ ἁμαρτία νικᾷ. Εἰ γὰρ μὴ ἀσθενήσει τὸ ἐν ἡμῖν· λογικὸν, οὐ στα‐ | |
5 | σιάσει τὰ πάθη· ἐῤῥωμένου γὰρ τοῦ ἡνιόχου, καὶ μετ’ ἐπιστήμης τοὺς ἵππους καὶ στρέφοντος καὶ ἰθύνοντος, οὐκ ἔχει τὰ σκιρτήματα χώραν. δʹ. «Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.» Ὀστᾶ | |
10 | ἐνταῦθα τοὺς λογισμοὺς ὀνομάζει· ἐπειδὴ γὰρ τὰ ὀστᾶ στεγανωτέραν ἔχει τὴν φύσιν, καὶ αὐτὰ φέρει τὸ σῶμα, τροπικῶς τοὺς λογισμοὺς, δι’ ὧν τὸ ζῶον ἰθύνεται, ὀστᾶ προσηγόρευσεν. Ἡ τούτων, φησὶ, ταραχὴ ἐκλόνησέ με, καὶ διέσεισε. Διόπερ τῆς | |
15 | σῆς φιλανθρωπίας ἀπολαῦσαι παρακαλῶ, ἵνα διὰ ταύτης τὴν ἴασιν δέξωμαι. «Καὶ σὺ Κύριε ἕως πότε; [εʹ.] Ἐπίστρεψον Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.» Τὸ, ἕως πότε, οὐχ ὡς | |
20 | ἐγκαλῶν λέγει, ἀλλ’ ὡς ἐν ὀδύναις ὢν, ἐπιτα‐ χῦναι παρακαλεῖ τὴν βοήθειαν. Ἁρμοδίως δὲ προσέθηκε τὸ, «Ἕνεκεν τοῦ ἐλέους σου.» Οὐδὲ γὰρ ἐμαυτῷ, φησὶ, θαῤῥῶ, οὐδὲ τῇ ἐμαυτοῦ δικαιο‐ σύνῃ τὴν σὴν ἐπιγράφω βοήθειαν, ἀλλὰ διὰ τὸν | |
25 | σὸν ἔλεον ταύτης ἱκετεύω τυχεῖν. Τὸ δὲ, «ἐπίστρε‐ ψον, Κύριε,» ἀντὶ τοῦ, «πρόσχες μοι,» καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ· ἐκ μετα‐ φορᾶς τῶν ὀργιζομένων, καὶ ἀποστρεφομένων, καὶ τοὺς ἐπταικότας οὐκ ἐθελόντων ὁρᾷν. | |
30 | ϛʹ. «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημο‐ νεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Διὰ τοῦτο τῆς θεραπείας ἐπὶ τοῦ παρόντος ἀπολαῦσαι παρακαλῶ, ἐπειδὴ οἶδα, ὅτι τοῖς τόνδε τὸν βίον ἐξιοῦσι μετὰ τραυμάτων, οὐδεμία λοι‐ | |
35 | πὸν θεραπεία δοθήσεται, οὐκέτι χώραν τῆς μετα‐ νοίας ἐχούσης. [Καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὐ γὰρ ἐν θανάτῳ, ἀλλ’ ἐν ζωῇ ἐστιν ὁ τοῦ Θεοῦ μεμνημένος. Οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ | |
40 | διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν· καίγε ἴδιον τοῦτο τῆς ὀγδόης, τὸ μη‐ κέτι καιρὸν εἰς παρασκευὴν ἀγαθῶν, ἢ κακῶν διδόναι τοῖς ἐν αὐτῇ γινομένοις. Ἀλλ’ ὧν ἄν τις | |
45 | ἑαυτῷ καταβάληται διὰ τῶν ἔργων τὰ σπέρματα, τούτων ἀντιπαρέχειν τὰ δράγματα· οὗ χάριν ἐν‐ ταῦθα ἐνεργεῖν νομοθετεῖ τὴν μετάνοιαν, ὡς ἐν τῷ ᾅδῃ τῆς τοιαύτης σπουδῆς ἀπρακτούσης. Φησὶ γάρ· Ἐπειδὴ μακρός μοι γέγονεν ὁ τῆς μετανοίας | |
80.904(50) | καιρὸς, δέδοικα μὴ φθάσῃ τὸν παρὰ σοῦ ἔλεον ὁ | |
θάνατος, ἐν ᾧ τὰ τῆς ἐξομολογήσεως οὐκ ἔστι· τούτου | 903 | |
80.905 | χάριν ἐπιταχῦναι τὸν ἔλεον αἰτῶ· εἶτα παιδεύει τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι. Ἄν τε γὰρ τὴν ἀσθέ‐ νειαν προβαλώμεθα, ἄν τε τὴν ταραχὴν, ἄν τε τοῦ | |
5 | Θεοῦ τὴν ἀγαθότητα, τὰ δὲ παρ’ ἡμῶν μὴ προστεθῇ, οὐδὲν ὄφελος ἡμῖν. ζʹ. «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.» Οἶδα μὲν μεγάλα καὶ χαλε‐ | |
10 | πὰ πλημμελήσας, ἀλλ’ ὅμως δακρύων διηνεκῶς διατελῶ, καὶ τὰ ὑπ’ ἐμοῦ τετολμημένα θρηνῶν. Καὶ μέντοι καὶ τὴν μιανθεῖσαν ὑπὸ τῆς παρανομίας κλίνην ἀεὶ δάκρυσιν ἀπολούσω, ἐκκαθῆραι ταύτην διὰ τούτων πειρώμενος· κἂν τύχω δὲ τῆς ἀφέσεως, | |
15 | οὐ παύσομαι τοῦτο ποιῶν. Τοῦτο γὰρ σημαίνει, «Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, καὶ βρέξω.» ηʹ. «Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου.» Αὐτό μου τὸ ὀπτικὸν τῆς διανοίας τετάρακται διὰ τὴν | |
20 | σὴν ἀγανάκτησιν, Δέσποτα. Ὀφθαλμὸν γὰρ ἐνταῦ‐ θα τὸν νοῦν προσηγόρευσε, διὸ καὶ ἑνὸς ἐμνημόνευ‐ σεν. «Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.» Πάντων μοι, φησὶ, χαλεπώτερα τῶν ἐχθρῶν τὰ ὀνείδη· ταῦτα γάρ με δαπανᾷ, καὶ κατατήκει, καὶ | |
25 | γῆρας ἄωρον ἐπιφέρει. θʹ, ιʹ. «Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμε‐ νοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τῆς τοῦ κλαυθμοῦ μου· ἤκουσε Κύριος τῆς δεή‐ σεώς μου. Κύριος τὴν προσευχήν μου προσεδέξατο.» | |
30 | Μηκέτι, φησὶν, ἐπιτωθαζέτωσάν μοι οἱ τὰς οἰκείας μὲν οὐχ ὁρῶντες παρανομίας, τὰ δ’ ἐμὰ πλημμε‐ λήματα κωμῳδοῦντες. Τῆς θείας γὰρ ἔτυχον εὐμε‐ νείας, καὶ πέπεικα δι’ ὧν ἠντιβόλησα παριδεῖν μὲν τὰ πλημμελήματα, μεταδοῦναι δὲ συγγνώμης. | |
35 | ιαʹ. «Αἰσχυνθείησαν, καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.» Ταῦτα τοίνυν εἰδότες, παύσασθε μὲν ἐμοὶ ὀνείδη προσφέ‐ ροντες, τὰς δὲ οἰκείας εἰς νοῦν λαβόντες παρανο‐ | |
40 | μίας, αἰσχύνης καὶ θορύβου καὶ ταραχῆς ἀναπλή‐ σθητε. Δίκαιον γὰρ καὶ φόβου μεστὸν τὸ θεῖον κριτή‐ ριον. ΕΡΜΗΝ. ΤΟΥ Ζʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ | |
45 | τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.» Ἀποδιδράσκων ὁ μακάριος Δαβὶδ τὸν ἀλάστορα καὶ πατραλοίαν υἱόν, εὗρε βοηθὸν τὸν Χουσὶ, ὃς πέπεικε τὸν Ἀβεσσα‐ λὼμ μὴ κατὰ τὴν εἰσήγησιν τοῦ Ἀχιτόφελ παραυ‐ | |
τίκα διῶξαι τὸν πατέρα, ἀλλὰ τὸν λαὸν ἅπαντα | 905 | |
80.908 | συναγεῖραι, καὶ τηνικαῦτα κατὰ τοῦ γεγεννηκότος στρατεῦσαι. Ἀχθεσθεὶς τοίνυν καὶ λίαν ἀδημονή‐ σας ὁ Ἀχιτόφελ, ὡς αἱρετωτέρας ὀφθείσης τῆς τοῦ Χουσὶ συμβουλῆς, αὐτόχειρ αὐτὸς γενόμενος, τὴν | |
5 | δι’ ἀγχόνης ἐδέξατο τελευτήν. Ὁ δέ γε θεῖος Δαβὶδ τῆς ἐφόδου τὴν ἀναβολὴν καιρὸν εἰς φυγὴν λαβὼν, τῆς σωτηρίας ἔτυχε· τοῦτον τοιγαροῦν τὸν ψαλμὸν, οἷόν τινα ὕμνον καὶ προσευχὴν, τῷ σωτῆρι προσφέ‐ ρει Θεῷ· προστίθησι δὲ καὶ διδασκαλίαν, τοὺς μὲν | |
10 | ὑπό τινων ἀδικουμένους εἰς τὸν Θεὸν ἔχειν τὰς ἐλπί‐ δας προτρέπων, καὶ τὴν ἐκεῖθεν ἀναμένειν ῥοπὴν, τοὺς δὲ ἀδικοῦντας δεδιττόμενος τῆς τοῦ Θεοῦ δι‐ καίας κρίσεως μνήμῃ. βʹ, γʹ. «Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶ‐ | |
15 | σόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος.» Οὐδεμιᾷ, φησὶν, ἀνθρωπίνῃ βοηθείᾳ θαῤῥῶν, τὴν δὲ σὴν ἐλπίδα μόνην ἐν ἐμαυτῷ περιφέρων, ἱκετεύω | |
20 | τῆς σῆς προμηθείας τυχεῖν. Δέδια γὰρ μὴ δίκην ἀγρίου θηρὸς ἐπελθόντες οἱ πολεμοῦντες, καὶ ἔρημόν με τῆς σῆς προνοίας εὑρόντες, παντελῶς διαφθείρωσιν. δʹ. «Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο.» Εἶτα | |
25 | διδάσκει σαφέστερον ὃ λέγει· «Εἰ ἔστιν ἀδικία ἐν χερσί μου.» Καὶ δεικνὺς ποῖον εἶδος ἀδικίας ἐνταῦ‐ θά φησιν, εὐθὺς ἐπάγει· εʹ, ϛʹ. «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. | |
30 | Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ κατα‐ λάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.» Τῆς ἀρετῆς πολλὰ μόρια. Οὐ γὰρ μόνον σωφροσύνη καὶ φρόνησις, ἀλλὰ καὶ ἀνδρεία καὶ δικαιοσύνη. Ἐνταῦθα τοίνυν οὐ | |
35 | τὴν ἄκραν ἀρετὴν ἑαυτῷ μαρτυρεῖ· ἀλλ’ ὅτι τούτους ἥκιστα τοὺς πολεμίους ἠδικηκὼς, τὴν ἄδικον δι’ αὐτοὺς ὑπομένει φυγήν. Οὐ μόνον γὰρ, φησὶν, ἀδι‐ κίας οὐκ ἦρξα, ἀλλ’ οὐδὲ τοὺς ἠδικηκότας ἠνεσχόμην ἀμύνασθαι πώποτε. Πολλάκις γὰρ τὸν Σαοὺλ ὑποχεί‐ | |
40 | ριον λαβὼν, τῆς ἀδίκου δυσμενείας δίκας οὐκ εἰσ‐ επραξάμην. Οὗ δὴ χάριν σε, Δέσποτα, παρακαλῶ, τὸν πάντα σαφῶς ἐπιστάμενον, δικάσαι μοι δικαίως· καὶ εἴ τι τοιοῦτο δέδρακα πώποτε, τῆς μὲν σῆς κη‐ δεμονίας γυμνῶσαι· τοῦτο γὰρ λέγει, «Ἀποπέ‐ | |
45 | σοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·» ὑποχείριον δὲ τοῖς δυσμενέσιν ἐκδοῦναι· ὡς ἂν μὴ μόνον τῆς παρὰ σοῦ με δόξης καὶ βασιλείας γυμνώσαιεν, ἀλλὰ καὶ καταγελάστῳ παραδοῖεν θανάτῳ. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκὼς, «Τὴν δόξαν μου εἰς χοῦν | |
80.908(50) | κατασκηνώσαι.» ζʹ. «Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι ἐν τοῖς | |
πέρασι τῶν ἐχθρῶν μου.» Ὁ μὲν οὖν Σύμ‐ | 907 | |
80.909 | μαχος, ἐν χόλῳ, ὁ δὲ Θεοδοτίων, ἐν θυμῷ, ὁ δέ γε Ἀκύλας, ἐν ἀνυπερθεσίᾳ ἡρμήνευσε. Παρακαλεῖ τοίνυν τὸν δίκαιον κριτὴν μηκέτι μακροθυμίᾳ, ἀλλὰ δικαίᾳ χρησάμενον ψήφῳ, τὴν τιμωρίαν ἐπιθεῖναι | |
5 | τοῖς ἀδικοῦσι. Τὸ γὰρ, ἀνάστηθι, ἀντὶ τοῦ, μηκέτι μακροθυμήσῃς, τέθεικε· τοιοῦτόν ἐστι τὸ, «Ἐξεγέρ‐ θητι, ἵνα τί ὑπνοῖς, Κύριε,» καὶ γὰρ ἐκεῖ ὕπνον τὴν μακροθυμίαν ἐκάλεσε. Καὶ, «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν.» Ὁ καιρὸς γὰρ οὐ φιλανθρωπίας, | |
10 | ἀλλὰ δικαίας ὀργῆς. Ἐπίθες τοίνυν τοῖς ἐχθροῖς μου τὸ πέρας, τὴν ἄδικον αὐτῶν ἔφοδον κατα‐ παύσας. ηʹ. «Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ‐ τάγματι ᾧ ἐνετείλω.» Σὺ γὰρ ἐνομοθέτησας τοῖς | |
15 | ἀδικουμένοις ἀμύνειν. Ὃ τοίνυν τοῖς ἄλλοις ἐνετεί‐ λω ποιεῖν, δρᾶσον, ὦ Δέσποτα, καὶ τῆς σῆς μοι με‐ τάδος ῥοπῆς. «Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.» Ταύτης γάρ σου τῆς προνοίας δειχθείσης, ἅπαντές σοι τοὺς | |
20 | ὕμνους προσοίσουσι, καὶ Θεὸν ὕψιστον ἀποκαλέσου‐ σιν, ἅ τε δὴ πάντα ἐφορῶντα, καὶ τὴν ἀξίαν δίκην τοῖς ἀδικοῦσιν ἐπιτιθέντα. Τὸ γὰρ, «εἰς ὕψος ἐπί‐ στρεψον,» ἀντὶ τοῦ, ὕψιστος ὢν φύσει, παρὰ δὲ τοῖς πολλοῖς ἀγνοούμενος, δείχθητι ὅπερ ὑπάρχεις διὰ | |
25 | τῆς περὶ τοὺς ἀδικουμένους κηδεμονίας. Εἶτα προ‐ φητικῶς· θʹ. «Κύριος κρινεῖ λαούς.» Οὐ γὰρ μόνον τὴν ἐμὴν δίκην δικάσει, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώ‐ πων φύσει. «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιο‐ | |
30 | σύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί.» Οὐ δικαιοσύνην ἑαυτῷ διὰ τούτων τῶν λόγων μεμαρ‐ τύρηκεν ὁ θεῖος Δαβίδ· τἀναντία γὰρ αὐτοῦ βοῶντος ἀκούομεν, «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ | |
35 | παντός·» καί· «Εἶπα, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ·» ἀλλὰ δικαιοσύνην τὴν ἐν τῷ προκειμένῳ πράγματι λέγει· Οὔτε γὰρ, φη‐ σὶ, τὸν Ἀβεσσαλὼμ ἠδίκηκά τι, οὔτε τὸν Ἀχιτό‐ φελ, οὔτε τοὺς μετὰ τούτων κατ’ ἐμοῦ στρατεύοντας. | |
40 | Κατὰ ταύτην τοίνυν τὴν δικαιοσύνην, καὶ τὴν ἀκα‐ κίαν, κριθῆναι παρακαλῶ, καὶ μὴ κατὰ τὰς ἤδη παρ’ ἐμοῦ γεγενημένας πλημμελείας. Αὐτὴν κατ’ αὐτὴν κριθῆναι τὴν παροῦσαν ὑπόθεσιν ἱκετεύω, καὶ μὴ ἑτέρων νῦν δοῦναι δίκας ἁμαρτημάτων. | |
45 | ιʹ. «Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον.» Ἀντὶ τοῦ, συντελεσθήτω, ἀπαρτισθήτω ὁ Σύμμαχος τέθεικεν. Εἰ ματαία, φησὶ, δειχθείη τῶν κακίᾳ συζώντων ἡ πονηρία, σπουδαιότερον οἱ τῆς ἀρετῆς τρόφιμοι τὴν προκει‐ | |
80.909(50) | μένην αὐτῆς πορείαν ποιήσονται. | |
«Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. [ιαʹ.] | 909 | |
80.912 | Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώ‐ ζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.» Νεφροὺς ἐνταῦ‐ θα τοὺς λογισμοὺς ὀνομάζει. Ἐπειδὴ γὰρ τὰς ὑπο‐ γαστρίους ὀρέξεις οἱ νεφροὶ διεγείρουσιν, ἐντεῦθεν | |
5 | δὲ λοιπὸν κινοῦνται τῆς ἐπιθυμίας οἱ λογισμοὶ, νε‐ φροὺς τροπικῶς τοὺς λογισμοὺς προσηγόρευσεν. Ὁ τοίνυν, φησὶ, τοὺς κεκρυμμένους τῆς διανοίας τῶν ἀνθρώπων λογισμοὺς ἐπιστάμενος, δικαίαν μοι παρέξει βοήθειαν, ἅτε δὴ τοῦτο ποιεῖν εἰωθώς. | |
10 | Τοῖς γὰρ ἀδικουμένοις ἐπαμύνων διατελεῖ. Ἐντεῦ‐ θεν λοιπὸν καὶ δεδίττεται τοὺς πονηρίᾳ συζῶν‐ τας, τὰς δικαίας τιμωρίας ὑποδεικνύς· καὶ προαγο‐ ρεύει τοῦ Ἀχιτόφελ τὸν ὄλεθρον. ιβʹ. «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ | |
15 | μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν.» Ἔχει δὲ καὶ φιλανθρωπίαν, δι’ ἣν ἐπὶ πλεῖστον φέρει τῶν ἀνθρώπων τὰ πλημμελήματα. Ἐπεὶ εἴποτε ἴδοι τοὺς ἀνθρώπους διὰ ταύτης ὄνησιν οὐ καρπουμένους, τέως ταῖς ἀπειλαῖς ἐκφορεῖ, | |
20 | τὴν τιμωρίαν ἀναβαλλόμενος. Εἰ δὲ καὶ ταύτης κα‐ ταφρονήσαντες ἐπιμείναιεν ἁμαρτάνοντες, αὐτίκα τὴν πανωλεθρίαν ἐπάγει τὸ δίκαιον ἔχουσαν. Ταῦτα διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ιγʹ, ιδʹ. «Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν | |
25 | αὐτοῦ στιλβώσει· τὸ τόξον αὑτοῦ ἐνέτεινε, καὶ ἡτοί‐ μασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου.» Ταῦτα γὰρ οὐ τιμωρίας, ἀλλ’ ἀπειλῆς. Στιλβώσει γὰρ εἶπεν, οὐκ, ἐπάξει· καὶ, ἐνέτεινε τὸ τόξον, οὐ, τὸ βέλος ἀφῆκε· καὶ διδάσκων κατὰ τίνων ἀφήσει | |
30 | τὰ βέλη, εὐθὺς ἐπισυνῆψε· «Τὰ βέλη αὑτοῦ τοῖς καιομένοις ἐξειργάσατο.» Οἱ γὰρ τὴν εὔπρηστον τῆς ἁμαρτίας ὕλην δεξάμενοι, καὶ ξύλα, καὶ χόρτον, καὶ καλάμην οἰκοδομήσαντες, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, τοῖς πυρφόροις τούτοις βληθήσονται | |
35 | βέλεσιν. ιεʹ. «Ἰδοὺ ὠδίνησεν ἀδικίαν.» Ὁ Ἀχιτόφελ, τὴν πονηρὰν ἐκείνην εἰσηγησάμενος γνώμην, «Συν‐ έλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.» Ἐκ πονηρίας γὰρ οὐδεμίαν καταλειπούσης ὑπερβολὴν, κατὰ τοῦ | |
40 | μηδὲν ἠδικηκότος πατρὸς τὸν παράνομον καθώπλισε παῖδα. ιϛʹ, ιζʹ. «Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπι‐ στρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ | |
45 | κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.» Ταῖς οἰκείαις, φησὶν ἁλώσεται πάγαις, καὶ τῶν οἰκείων πόνων τὰ ἐπίχειρα δέξεται, καὶ θηρευθήσεται δι‐ κτύοις, ἃ πρὸς ἄγραν ἑτέρων διέπηξεν. ιηʹ. «Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιο‐ | |
80.912(50) | σύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ | 911 |
80.913 | ὑψίστου.» Ἐγὼ δὲ τοσαύτης τοῦ Θεοῦ προνοίας τυχὼν, ὑμνήσω τὸν εὐεργέτην διηνεκῶς, τῆς κρί‐ σεως τὸ δίκαιον διηγούμενος. ΕΡΜΗΝ. ΤΟΥ Ηʹ ΨΑΛΜΟΥ. | |
5 | αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαβίδ.» Ἰστέον, ὅτι ἐν ἑκάστῳ ψαλμῷ, ἐν ᾧ οἱ Ἑβδομήκοντα εἰς τὸ τέλος τεθείκασιν, ὁ μὲν Ἀκύ‐ λας καὶ ὁ Θεοδοτίων τῷ νικοποιῷ ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος ἐπινίκιον· καὶ οὗτος τοιγαροῦν ὁ | |
10 | ψαλμὸς ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ, τῷ τὸν ἐχθρὸν καὶ ἐκδικητὴν διάβολον καταλύσαν‐ τι, καὶ τοὺς ἀνθρώπους εἰς τέλος τῆς ἐκείνου τυραν‐ νίδος ἐλευθερώσαντι. Ληνοὺς δὲ τὰς Ἐκκλησίας προσαγορεύει, ἐπειδὴ καὶ τὸν Κύριον ἄμπελον· | |
15 | αὐτὸς γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.» Ταύτην δὲ τρυγῶντες οἱ πεπιστευκότες τὸν μυστικὸν κατασκευάζουσιν οἶνον. Μεγίστη δὲ καὶ αὐτὴ τῆς Ἰουδαίων ἀπι‐ στίας κατηγορία. Πλῆθος γὰρ ληνῶν ἀκούοντες, καὶ | |
20 | σαφῶς εἰδότες ὡς μία τις ἐδόθη ληνὸς, μᾶλλον δὲ οὐδὲ ληνὸς, ἀλλὰ προλήνιον· «Προλήνιον γὰρ, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι στα‐ φυλὴν, ἐποίησε δὲ ἀκάνθας·» νοεῖν οὐκ ἐθέλουσιν, ὡς ἐπαύσατο μὲν τὰ παλαιὰ, ἐπεφάνη δὲ τῆς νέας | |
25 | διαθήκης ἡ χάρις, πάντας ἀνθρώπους εἰς σωτηρίαν προσκαλουμένη. Οὗ δὴ χάριν οὐκέτι κατὰ τὸν πα‐ λαιὸν νόμον ἐφ’ ἑνὸς θυσιαστηρίου τοὺς τῶν ἀνθρώ‐ πων καρποὺς ληνοβατοῦσιν οἱ ἱερεῖς· ἀλλὰ μυρία καὶ ἀριθμὸν νικῶντα κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐπάγη | |
30 | θυσιαστήρια. Καὶ τοῦτο σαφέστερον ὁ ὀγδοηκοστὸς τρίτος διδάσκει ψαλμός. Καὶ αὐτὸς γὰρ ἐπιγραφὴν ἔχων ληνῶν, πολλῶν θυσιαστηρίων ἐποιήσατο μνή‐ μην· «Ὡς ἀγαπητὰ γὰρ, φησὶ, τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων,» ἐπιποθεῖ καὶ ἐκλείπει ἡ | |
35 | ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ μετ’ ὀλίγα· «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνά‐ μεων.» Καὶ ὁ ὄγδοος δὲ ψαλμὸς, Ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένος, τῆς οἰκουμένης προθεσπίζει τὴν σωτηρίαν, καὶ τὴν περὶ τοὺς ἀνθρώπους τοῦ Θεοῦ | |
40 | κηδεμονίαν διδάσκει, καὶ τοῦ Μονογενοῦς προλέγει τὴν ἐνανθρώπησιν. βʹ. «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὅτι ἐπήρθη ἡ μεγαλο‐ πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Τὸ, ὡς, ἐν‐ | |
45 | ταῦθα οὐ παραβολικῶς, ἀλλ’ ἐπιτατικῶς. Σφόδρα γὰρ, φησὶ, τὸ σὸν, ὦ Δέσποτα, παρὰ πάντων ὑμνεῖται ὄνομα, καὶ σὲ ποιητὴν οὐρανοῦ καὶ γῆς | |
ἅπαντες ὀνομάζουσι. Τὸ γὰρ, «Ἐπήρθη ἡ μεγαλο‐ | 913 | |
80.916 | πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν,» τοῦτο δηλοῖ, ὅτι Ἔγνωσαν ἅπαντες, ὡς οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἁπάντων δεσπόζεις· αὐτὸς μὲν γὰρ τὸ μεγαλο‐ πρεπὲς εἶχεν ἀεὶ, ἀλλὰ τοῖς ἀνθρώποις τοῦτο γνώ‐ | |
5 | ριμον οὐκ ἦν ἀεί. Τοιαῦτα καὶ ὁ μακάριος Ἀβακοὺμ προθεσπίζει. Εἰρηκὼς γὰρ, «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατα‐ σκίου,» ἐπήγαγεν· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Καὶ | |
10 | αὐτὸς δὲ τῷ Ἰακὼβ ἐπιφανεὶς, τὴν προσηγορίαν πυνθανομένῳ ἔφη· «Τί ζητεῖς τὸ ὄνομά μου; καὶ τοῦτό ἐστι θαυμαστόν.» γʹ. «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατ‐ ηρτίσω αἶνον, ἕνεκα τῶν ἐχθρῶν σου· τοῦ κατα‐ | |
15 | λῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.» Τοῦτο δέ σου μά‐ λιστα τὴν δύναμιν ἔδειξεν, ὅτι δι’ ἀνδρῶν τὴν ἀνθρωπίνην οὐ μεμαθηκότων σοφίαν, ὑπομαζίων δὲ παιδίων τὴν ἁπλότητα μιμουμένων, τὸν παμπόνη‐ ρον ἐκεῖνον κατέλυσας τύραννον· ὅς σοι τῷ Θεῷ | |
20 | δυσμεναίνων ἀεὶ, καὶ διὰ τὸν κατὰ σοῦ πόλεμον τοὺς ἀνθρώπους ἐξαπατῶν, πάλιν οἷά τις τιμωρὸς δίκας αὐτοὺς εἰσπράττεται τῆς ἀπάτης. Οὕτω τὸν Ἀχιτόφελ ἐκεῖνα εἰπεῖν παρασκευάσας, αὐτοχειρίᾳ θανάτῳ παρέπεμψεν· οὕτω τὸν Ἰούδαν εἰς προδο‐ | |
25 | σίαν ὁπλίσας, μισθὸν τῆς ὑπακοῆς τὴν ἀγχόνην ἀντ‐ έδωκε· καὶ κατὰ τὴν ἱστορίαν δέ γε δυνατὸν γνῶ‐ ναι τὴν τῆς προφητείας ἀλήθειαν. Ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις, ὁ Δεσπότης Χριστὸς δυσχε‐ ραίνουσιν Ἰουδαίοις, ἡνίκα τὰ παιδία μετὰ κλά‐ | |
30 | δων ἡγούμενα, «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,» ἔλεγον, «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,» ἀπεκρίνατο· «Οὐκ ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» Κἀκεῖνα τοί‐ νυν τὰ παιδία τὸν ἀγνώμονα τῶν Ἰουδαίων κατα‐ | |
35 | κρίνει λαὸν, τὸν ὁμοίως τῷ διαβόλῳ καὶ ἐχθρὸν καὶ ἐκδικητήν. Καὶ γὰρ οὗτος τὸν θεῖον νόμον παρα‐ βαίνων ἀεὶ, καὶ τἀναντία τοῖς ὑπὸ τοῦ Θεοῦ διηγο‐ ρευμένοις διαπραττόμενος, πάλιν, ὡς ὑπὲρ τοῦ νομοθέτου δῆθεν ἀγωνιζόμενος, ἐσταύρωσε τὸν Δε‐ | |
40 | σπότην Χριστὸν, ἀντίθεον ἀποκαλῶν καὶ παρά‐ νομον. δʹ. «Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, τὰ ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμε‐ λίωσας.» Ἱκανὰ γὰρ, φησὶ, καὶ τὰ στοιχεῖα τὴν | |
45 | σὴν, ὦ Δέσποτα, δεῖξαι μεγαλουργίαν, καὶ οὐρανὸς, καὶ γῆ, καὶ σελήνη, καὶ ἥλιος, καὶ ἡ ἐν τούτοις | |
εὐταξία τε καὶ εὐκοσμία· ἡ δὲ μέχρι τῶν εὐτελῶν | 915 | |
80.917 | ἀνθρώπων διήκουσα πρόνοια μείζονα τὴν ἄφατόν σου κηρύττει φιλανθρωπίαν. εʹ. «Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐ‐ τοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» | |
5 | Ταῦτα δὲ οὐ περὶ τῆς δημιουργίας, ἀλλὰ περὶ τῆς προνοίας διέξεισιν. Οὐ γὰρ εἶπεν, «ὅτι ἔπλα‐ σας,» ἀλλὰ, «ὅτι μιμνήσκῃ καὶ ἐπισκέπτῃ.» Ἀλλα‐ χοῦ δὲ σαφέστερον τῆς ἡμετέρας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν· «Ἄνθρωπος γὰρ, φησὶ, ματαιότητι | |
10 | ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.» Καὶ πάλιν· «Ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγινώσκεται ἔτι ὁ τόπος αὐτοῦ.» Καὶ ἕτερα | |
15 | δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, τὸν ἀνθρώπειον καταστέλλοντα τύφον. Καὶ ἐν‐ ταῦθα τοίνυν ὁ προφητικὸς θαυμάζει λόγος βοῶν· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Οὐ γὰρ | |
20 | μόνον εἰς τὸ εἶναι παρήγαγες, ἀλλὰ καὶ τὸ εὖ εἶναι δεδώρησαι, καὶ μεμνημένος διατελεῖς, καὶ κακῶς διακείμενον ἐπισκέπτῃ. ϛʹ. «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέ‐ λους.» Ἐνταῦθα τῆς μετὰ τὴν παράβασιν ἐμνημό‐ | |
25 | νευσεν ἀποφάσεως. Τῷ θνητῷ γὰρ τῶν ἀγγέλων ἠλάττωται. «Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. [ζʹ.] Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου.» Ταῦτα δὲ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σω‐ | |
30 | τῆρος ἡμῶν ἡ ἡμετέρα ἐδέξατο φύσις. «Χάριτι γάρ ἐστε σεσωσμένοι,» ᾗ φησιν ὁ θεῖος Ἀπόστο‐ λος, «καὶ συνήγειρεν, καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.» ηʹ, θʹ. «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐ‐ | |
35 | τοῦ· πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασ‐ σῶν.» Καὶ αὕτη δέ φησι τῆς σῆς φιλανθρωπίας τε καὶ δυνάμεως ἀπόδειξις ἀκριβὴς, τὸ τὴν εὐτελῆ | |
40 | τῶν ἀνθρώπων φύσιν τοσαύτης ἐμπλῆσαι σοφίας, ὥστε μὴ μόνον τῶν χερσαίων ζώων, ἀλλὰ καὶ τῶν πτηνῶν, καὶ νηκτῶν, καὶ ἀμφιβίων κρατεῖν, καὶ τὰ ὑψηλότερα καὶ βαθύτερα ταῖς ἐπινοίαις θηρεύειν· καὶ τὰ τὸν ἀέρα διαπερῶντα, καὶ τοῖς ὕδασι κα‐ | |
45 | λυπτόμενα ὑποχείρια ἔχειν. Τούτων μὲν οὖν κοι‐ νὴν ἅπασιν ἀνθρώποις τὴν δεσποτείαν δεδώρησαι. Τὴν δὲ ἡμετέραν ἀπαρχὴν ὁ θεῖος Λόγος ἀνειλη‐ φὼς, καὶ ναὸν ἀποφήνας οἰκεῖον, καὶ σάρκα οἰκείαν προσαγορεύσας, καὶ τὴν ἀπόῤῥητον ἐργασάμενος | |
80.917(50) | ἕνωσιν, ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, | 917 |
80.920 | καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλ‐ λοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· οὐ πρόβατα καὶ βόας ἁπάσας, ἀλλὰ πᾶσαν τὴν ὁρω‐ | |
5 | μένην καὶ ἀόρατον κτίσιν. Καὶ τούτων μάρτυς ὁ θεῖος Ἀπόστολος διαῤῥήδην βοῶν· «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφα‐ νωμένον.» Καὶ μικρὸν ἀνωτέρω· «Πάντα γὰρ, φη‐ | |
10 | σὶν, ὑπέταξας ὑπὸ τοὺς πόδας αὐτοῦ.» Καὶ ἐν τῇ πρὸς Κορινθίους, «Ὅταν δὲ, φησὶν, εἴπῃ, ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.» Μόνη γὰρ ἡ ἄκτιστος φύσις τῆς ὑποταγῆς ταύτης ὡς ἐλευθέρα κεχώρισται. Ἡ δέ γε | |
15 | παρὰ ταύτης τὸ εἶναι δεξαμένη, ὁποία ἂν εἴη, εἴτε ὁρατὴ, εἴτε ἀόρατος, καὶ ὡς Θεῷ, καὶ ὡς ἀνθρώπῳ ὑπόκειται τῷ Δεσπότῃ Χριστῷ. Τοσαύτην ἡ τῶν ἀνθρώπων φύσις παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο τὴν τιμήν. Διὸ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτε‐ | |
20 | λεύτιον τέθεικεν· ιʹ. «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.» ΕΡΜΗΝ. ΤΟΥ Θʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, | |
25 | ψαλμὸς τῷ Δαβίδ.» Ὁ μὲν Σύμμαχος, ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ· ὁ δὲ Ἀκύλας, τῷ νικοποιῷ νεανεότητος τοῦ υἱοῦ, καὶ ὁ Θεοδο‐ τίων, ὑπὲρ ἀκμῆς τοῦ υἱοῦ. Συμφώνως τοίνυν ἅπαντες τοῦ υἱοῦ μνημονεύσαντες, διδάσκουσιν | |
30 | ἡμᾶς, ὡς προφητείαν καὶ οὗτος ὁ ψαλμὸς περιέχει τῆς κατὰ τοῦ θανάτου νίκης τοῦ Δεσπότου Χρι‐ στοῦ. Ἀνδρικῶς γὰρ καὶ νεανικῶς νικήσας τὴν ἁμαρτίαν, καὶ λαβῆς ἀφορμὴν οὐδεμίαν δεδωκὼς τῷ θανάτῳ, κατέλυσεν αὐτοῦ τὸ κράτος. Κρύφιον | |
35 | δὲ τοῦτο τὸ μυστήριον οἱ Ἑβδομήκοντα προσηγό‐ ρευσαν, ἐπειδὴ καὶ τοὺς ἄλλους ἅπαντας, καὶ αὐτοὺς τοὺς ἀποστόλους ἐλάνθανε. Καὶ μάρτυς ὁ εὐαγγελιστής· τοῦ γὰρ Κυρίου πολλάκις αὐτοῖς εἰρηκότος, «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, | |
40 | καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς τὸ σταυ‐ ρωθῆναι, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται·» ἐπήγαγεν ὁ εὐαγγελιστής· «Καὶ ἦν τοῦτο κεκρυμμένον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.» Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Σοφίαν | |
45 | λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνω‐ | |
κεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης | 919 | |
80.921 | ἐσταύρωσαν.» Καὶ πάλιν· «Τὸ μυστήριον τὸ ἀπο‐ κεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γε‐ νεῶν.» Εἰκότως τοίνυν οἱ Ἑβδομήκοντα τοῦ Υἱοῦ τὸν θάνατον ὠνόμασαν κρύφιον. | |
5 | βʹ, γʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρ‐ δίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί· ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.» Τῶν τελείων ἴδιον, τὸ πᾶ‐ σαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν, καὶ πᾶσαν | |
10 | αὐτῷ καθιεροῦν τὴν διάνοιαν. «Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου.» Ὁ δὲ μερίζων τοὺς λογισμοὺς εἰς μαμωνᾶν καὶ Θεὸν, εἰς | |
15 | Χριστὸν καὶ χρυσὸν, εἰς τὸν παρόντα καὶ τὸν μέλ‐ λοντα βίον, οὐ δύναται ἀληθεύων λέγειν· «Ἐξομο‐ λογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» Ὁ δὲ προφήτης πνευματικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προ‐ ϊδὼν, οὐκ ἐξομολογεῖται μόνον ἐν ὅλῃ καρδίᾳ, ἀλλὰ | |
20 | καὶ διηγεῖται αὐτοῦ πάντα τὰ θαυμάσια, κοινωνοὺς τοὺς ἀκούοντας τῆς ὑμνῳδίας ποιούμενος, καὶ βου‐ λόμενος μόνον τὸν εὐεργέτην ὑμνεῖν· καὶ θυμη‐ δίας ἀφορμὴν οὐ πλοῦτον ἔχειν καὶ δυναστείαν, οὐδὲ ὑγίειαν καὶ σώματος εὐεξίαν, ἀλλὰ τοῦ Θεοῦ | |
25 | τὴν μνήμην. «Εὐφρανθήσομαι γὰρ, φησὶ, καὶ ἀγαλλιάσομαι ἐν σοί.» Οὕτω καὶ ἀλλαχοῦ· «Ἐμνή‐ σθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.» Καὶ ἑτέρωθι, «Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.» Καὶ πάλιν· «Εὐφρανθήτω καρδία ζητούντων τὸν | |
30 | Κύριον.» δʹ. «Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.» Ταῦτα ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, ᾌσω τῷ ὀνόματί σου, Ὕψιστε, ἀνατραπέντων | |
35 | τῶν ἐχθρῶν μου εἰς τὰ ὀπίσω, καὶ προσκοψάν‐ των καὶ ἀπολομένων ἐκ προσώπου σου. Θεα‐ σάμενος γὰρ τοὺς ἐμοὺς δυσμενεῖς καταλυθέντας, καὶ εἰς φυγὴν τραπέντας, εἶτα ἁλόντας καὶ παν‐ ωλεθρίαν ὑπομείναντας, ὑμνῶ σε καὶ τὰς σὰς ᾄδων | |
40 | εὐεργεσίας διατελῶ. Ταῦτα δὲ ὁ προφήτης ὑπὲρ τῆς ἀνθρωπίνης διεξέρχεται φύσεως· ἅτε δὴ τοῦ ἀλάστορος ἀπαλλαγεὶς, καὶ τὴν ἐλευθερίαν διὰ τῆς θείας χάριτος δεξάμενος. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ἐξ αὐτοῦ τοῦ Σωτῆρος οὗτος εἴρηται ὁ | |
45 | ψαλμὸς, ἀλλὰ μᾶλλον πρὸς αὐτὸν, ὡς πρὸς εὐερ‐ γέτην, ἀπὸ τῶν εὖ πεπονθότων, ὡς αὐτὰ διδάσκει τὰ ῥήματα. εʹ. «Ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου.» Τίνα τρόπον; «Ἐκάθισας ἐπὶ θρόνου ὁ | |
80.921(50) | κρίνων δικαιοσύνην. Καὶ ψῆφον ποίαν ἐξήνεγκεν;» | 921 |
80.924 | ϛʹ. «Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐ γὰρ ἠνέσχου, φησὶν, ἐπὶ πλεῖστον περιϊδεῖν τῶν ἀνθρώπων τὴν φύσιν ὑπὸ | |
5 | τοῦ πικροῦ τυράννου δουλουμένην κακῶς, ἀλλ’ οἷόν τις δικαστὴς, ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ φοβεροῦ βήματος καθίσας, τοιαύτην αὐτῷ τιμωρίαν ἐπ‐ ήνεγκας, ὥστε λήθῃ παντελεῖ τούτου παραδοθῆναι τὴν μνήμην. Τὸ δέ γε, «Ἐπετίμησας ἔθνεσι, καὶ ἀπ‐ | |
10 | ώλετο ὁ ἀσεβὴς,» ταύτην ἔχει τὴν διάνοιαν· Διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν μετ’ ἐκείνους τῆς ἀλη‐ θείας κηρύκων, προσήνεγκες τοῖς ἔθνεσι τὰ θεῖα δόγματα· ἐκείνων δὲ δεξαμένων, καὶ τῆς πλάνης ἀπαλλαγέντων, ἀπώλετο ὁ ἀσεβὴς, τοὺς ἀπατωμέ‐ | |
15 | νους καὶ προσκυνοῦντας οὐκ ἔχων. Οὕτω Βαρνά‐ βας καὶ Παῦλος θῦσαι πειραθεῖσι Λυκάοσιν ἐπετί‐ μησαν βοῶντες· «Τί ποιεῖτε, ἄνδρες; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων πρὸς τὸν Θεὸν ὑμᾶς ἐπιστρέφοντες.» | |
20 | Οὕτω Γαλάταις ὁ μακάριος ἐπετίμησε Παῦλος· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμέ‐ νος;» Οὕτω Κορινθίοις· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, οἵα οὐδ’ ἐν τοῖς | |
25 | ἔθνεσιν ὀνομάζεται.» Ἐπετίμησε τοίνυν ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς, καὶ τὸ ὄνομα αὐτοῦ ἐξήλειψεν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐσβέσθησαν γὰρ παν‐ τελῶς τῆς ἀσεβείας αἱ τελεταὶ, καὶ λήθῃ παντελεῖ παρεδόθησαν, ὡς μηδένα τῶν νῦν ἀνθρώπων εἰδέ‐ | |
30 | ναι τὰ τῆς ἀσεβείας μυστήρια. ζʹ. «Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες.» Ἐγυμνώθη γὰρ τῶν οἰκείων ὅπλων, οὐκ ἔχων τῆς ἀσεβείας τοὺς ὑπουργούς· οἱ δὲ σφᾶς αὐτοὺς ἐκείνου καταστήσαντες ὄργανα, οὗ‐ | |
35 | τοι νῦν μεταταξάμενοι τὸν κατ’ ἐκείνου πόλεμον ἀνεδέξαντο. Καὶ αἱ πόλεις δὲ, τῆς ἐν αὐταῖς πά‐ λαι πολιτευομένης ἀσεβείας καταλυθείσης, εὐσε‐ βείας τὴν οἰκοδομίαν ἀνεδέξαντο. Τῶν ἀδυνάτων γὰρ ἦν δείμασθαι τὴν εὐσέβειαν μὴ πρότερον | |
40 | καταλύσαντας τὴν ἀσέβειαν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, διδάσκουσα ἡμᾶς ἵν’ ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ εὐσεβῶς ζήσωμεν ἐν | |
45 | τῷ νῦν αἰῶνι,» καὶ τὰ ἑξῆς. Οὕτως ἕκαστος οὐ πρότερον συνανίσταται τῷ Χριστῷ, πρὶν δέξασθαι τοῦ θανάτου τὴν κοινωνίαν. Διὸ καὶ ὁ θεσπέσιος | |
Παῦλός φησιν· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ | 923 | |
80.925 | ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀνα‐ στάσεως ἐσόμεθα.» Καὶ πάλιν· «Εἰ συναπεθάνο‐ μεν, καὶ συζήσομεν.» Οὕτω καὶ τῶν πολεμίων τὴν ἀσέβειαν καταλύσας ᾠκοδόμησε τὴν εὐσέβειαν. | |
5 | «Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ’ ἤχου· [ηʹ] καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει.» Ἐκεῖ‐ νος μὲν, φησὶν, ἔκδηλον ἅπασι καὶ διαφανῆ λίαν ὑπομεμένηκε τὴν ἀπώλειαν. Τὸ γὰρ, μετ’ ἤχου, τοῦτο σημαίνει, ἐκ μεταφορᾶς τῶν ἀπό τινος | |
10 | σεισμοῦ συμπιπτουσῶν οἰκιῶν, καὶ πολὺν ἐργαζομέ‐ νων τὸν κτύπον. Ὁ δέ γε ἡμέτερος, φησὶ, Θεὸς καὶ Δεσπότης αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασι‐ λείαν ἀνώλεθρον. «Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ· | |
15 | [θʹ] καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιο‐ σύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.» Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κἀν τῷ μέλλοντι τὸ φρικῶδες αὑτοῦ δείξει κριτήριον, πᾶσιν ἀνθρώποις δικάζων, καὶ τὰ πρὸς | |
20 | ἀξίαν ἀπονέμων ἑκάστῳ. ιʹ. «Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι.» Τὸ, ἐν εὐκαι‐ ρίαις ὁ μὲν Ἀκύλας εἰς καιρὸν, ὁ δὲ Σύμμαχος ἐπικαίρως ἡρμήνευσε. Διδάσκει δὲ ὁ λόγος, ὡς ἐν | |
25 | προσφόρῳ καιρῷ τὴν ἡμετέραν ἐπραγματεύσατο σω‐ τηρίαν. Πένητα γὰρ τῶν ἀνθρώπων τὴν φύσιν ἀποκαλεῖ, διὰ τὴν πολλὴν τῆς παρανομίας πτω‐ χείαν. Τούτου τοῦ καιροῦ τὸ ἐπιτήδειον ὁ μα‐ κάριος διδάσκει Παῦλος· «Ὅτε γὰρ ἦμεν, φησὶ, | |
30 | νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλω‐ μένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπ‐ έστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γενόμενον ἐκ γυναι‐ κὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξ‐ αγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» | |
35 | ιαʹ. «Καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.» Τὸ ἐλπισάτωσαν Ἀκύλας καὶ Σύμμαχος πεποιθήσουσιν εἶπον, ὁριστικῷ ἀντὶ προστακτι‐ κοῦ χρησάμενοι ῥήματι. Ταύτης γὰρ, φησὶ, τῆς σω‐ | |
40 | τηρίας παρὰ σοῦ γενομένης, οἱ ποιητήν σε καὶ Θεὸν μεμαθηκότες εἰς σὲ ἕξουσι τὰς ἐλπίδας. ιβʹ. «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» Κατὰ τὴν πάλαι τῶν Ἰουδαίων δόξαν τοῦτο εἴρηκεν ὁ προφήτης· μεμαθήκαμεν δ’ ὅμως ἐκ τῆς | |
45 | ἀποστολικῆς διδασκαλίας, καὶ ἐπουράνιον εἶναι Σιών. «Προσεληλύθατε γὰρ, φησὶ, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» — | |
«Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα | 925 | |
80.928 | αὐτοῦ.» Τὰ ἐπιτηδεύματα ὁ Σύμμαχος μηχα‐ νὰς εἶπεν, ὁ δὲ Ἀκύλας ἐναλλαγάς. Τῷ ὄντι γὰρ ἐναλλαγὴ μεγίστη πραγμάτων ἐγένετο. Οἱ πάλαι ἐχθροὶ φίλοι, οἱ μακρὰν ἐγγὺς, οἱ δοῦλοι υἱοὶ, οἱ | |
5 | ἐν ἀγνοίᾳ ἐν γνώσει, ἐν φωτὶ οἱ ἐν σκότῳ, ἐν ἐλ‐ πίδι ζωῆς οἱ νεκροὶ, οἱ πτωχοὶ κληρονόμοι τῆς βα‐ σιλείας τῶν οὐρανῶν· Ἰουδαῖοι πόῤῥω, καὶ τὰ ἔθνη πλησίον· οἱ υἱοὶ κύνες, καὶ οἱ κύνες υἱοί· καὶ αἱ μηχαναὶ δὲ τοῦ Σωτῆρος θεοπρεπεῖς. Ἀθανασία | |
10 | γὰρ διὰ θνητότητος ἐδωρήθη, καὶ διὰ θανάτου ζωὴ, δι’ ἀτιμίας τιμὴ, εὐλογία διὰ κατάρας, διὰ σταυροῦ σωτηρία. Ταῦτα τὰ μηχανήματα, ταῦτα τοῦ Θεοῦ ἡμῶν τὰ ἐπιτηδεύματα. ιγʹ. «Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, | |
15 | οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. «Ὁ πάντα, φησὶν, ἐφορῶν, καὶ ἀκριβῶς ἐκζητῶν τὰ γινόμενα, εἶδε τὰς τολμωμένας ὑπὸ τοῦ διαβόλου δι’ ἀπάτης τῶν ἀνθρώπων σφαγὰς, καὶ εἰς ἐπικουρίαν τῶν ἀδικουμένων ἐλήλυθεν. Τοῦτο γὰρ σημαίνει, | |
20 | «Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.» Κραυγὴν γὰρ ἐνταῦθα οὐ τὴν προσευχὴν λέγει καὶ δέησιν, ἀλλὰ τὴν διὰ τῆς ἁμαρτίας ἐπεισελθοῦσαν ταλαιπωρίαν, δι’ ἣν καὶ θάνατοι ἄωροι, καὶ θρῆνοι, καὶ συμφοραί. | |
25 | ιδʹ. «Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου.» Τοιαύτη τις ἦν, φησὶν, ἡ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γινομένη κραυγὴ, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν. | |
30 | ιεʹ. «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου.» Τοῦτο, φησὶν, ἐστὶ τὸ τέλος τῶν ἀγαθῶν, ἡ τῆς φθορᾶς ἀπαλλαγὴ, καὶ τοῦ θανάτου κατάλυσις· ἧς ἀπολαύ‐ σαντες ἀεὶ τὰς σὰς εὐεργεσίας ὑμνήσομεν. «Ἐν | |
35 | ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου.» Σιὼν καλεῖ τὴν ἐπουράνιον πόλιν, ὡς ὁ μακάριος Παῦλος ἐδίδαξε· πύλας δὲ ἐκείνης, τὰς ἁπανταχοῦ τῆς γῆς Ἐκκλησίας, δι’ ὧν εἰς ἐκείνην εἰσῄεσαν οἱ πιστεύοντες. Ἐν ταύ‐ | |
40 | ταις τοίνυν, φησὶν, ἀγαλλιώμενοι, καὶ χορεύον‐ τες ἐπὶ ταῖς ἐλπίσι τῆς ἀναστάσεως, τὸν τούτων πρόξενον ἀνυμνήσομεν. Καὶ ἐπειδὴ τῆς τοῦ θανάτου καταλύσεως ἐμνημόνευσεν, εἰκότως ἐπήγαγεν· ιϛʹ, ιζʹ. «Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίη‐ | |
45 | σαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν.» Γινώσκεται Κύριος κρίματα ποιῶν· ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρτω‐ | |
λός.» Ἔθνη δὲ καὶ ἐνταῦθα προσαγορεύει | 927 | |
80.929 | τῶν δαιμόνων τὸ στίφος. Οὗτοι γὰρ τὸν σωτήριον σταυρὸν τεκτηνάμενοι, διὰ τούτου τῆς τυραννίδος ἐξέπεσαν· καὶ ἐν παγίδι ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ | |
5 | συνελήφθη ὁ ἁμαρτωλός. Εἰ δὲ καὶ ἐπὶ τῶν ἀπι‐ στησάντων ἐθνῶν, καὶ τοὺς καλλινίκους ἀποστόλους καὶ μάρτυρας ἀνελόντων, τὰ προκείμενα ληφθείη ῥήματα, καὶ οὕτω τὸ ἀληθὲς τῆς προφητείας εὑ‐ ρήσομεν. Διὰ γάρ τοι τῆς ἐκείνων σφαγῆς ἐβε‐ | |
10 | βαιώθη τῆς εὐσεβείας τὸ κήρυγμα, καὶ πλείους ὧν ἐθήρευσαν ζῶντες ἀποθανόντες ἐζώγρησαν· καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρ‐ τωλὸς, καὶ ἐγνώσθη Κύριος κρίματα ποιῶν, τουτέστι σοφῶς καὶ δικαίως οἰκονομῶν. | |
15 | ιηʹ, ιθʹ. «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.» Οὗτοι, φησὶν, οἱ τῷ θείῳ διαπιστήσαντες | |
20 | κηρύγματι τὸν ᾅδην ὅτι τάχιστα καταλήψονται, καὶ τῷ θανάτῳ παραδοθήσονται, οὐδὲ τὴν τυχοῦσαν βλά‐ βην τοῖς ὑπ’ αὐτῶν διωκομένοις ἐπαγαγόντες. «Ἡ ὑπομονὴ γὰρ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.» Ὅτι «ὁ ὑπομείνας εἰς τέλος, | |
25 | οὗτος σωθήσεται.» Καί· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρα‐ νῶν.» Εἶτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς θεασάμενος λεηλατουμένους ὑπὸ τῶν δυσσεβῶν τοὺς τῆς εὐσεβείας κήρυκας, εὐκτικῶς λέγει· | |
30 | κʹ, καʹ. «Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄν‐ θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.» Εἰκότως ἄν τις ἔροιτο Ἰουδαίους, ποῖον ἐνταῦθα δοθῆναι νομοθέτην ὁ προφήτης παρα‐ | |
35 | καλεῖ; Μωσῆς μὲν γὰρ ὁ μέγας, πάλαι καὶ πρό‐ παλαι τῆς θείας νομοθεσίας γενόμενος ὑπουργὸς, τοῦ βίου τὸ τέλος ἐδέδεκτο· «Ἕτερος δὲ μετ’ ἐκεῖ‐ νον οὐκ ἐγήγερται νομοθέτης.» Εἰ δὲ μηδεὶς ἕτε‐ ρος δείκνυται, μήτε τοῖς Ἰουδαίοις, μήτε τοῖς ἔθνεσι, | |
40 | καταστὰς νομοθέτης, λείπεται νοεῖν τὸν Δεσπότην Χριστὸν ἀναφανῆναι νομοθέτην ἐθνῶν· ὃς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοᾷ· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Ἐῤ‐ | |
45 | ῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.» Καὶ τὰ ἄλλα πάντα ὁμοίως. Τὴν τούτου τοίνυν | |
νομοθεσίαν ὁ προφήτης ἀντιβολεῖ παρασχεθῆναι | 929 | |
80.932 | τοῖς ἔθνεσιν· ἵνα τὸν θηριώδη καταλιπόντες βίον· γνῶσιν ὅτι ἄνθρωποί εἰσιν. «Ἄνθρωπος γὰρ, φησὶν ὁ Προφήτης, ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» | |
5 | Διόπερ κἀνταῦθά φησι· «Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν.» ΨΑΛΜΟΣ Ιʹ ΚΑΤΑ ΤΟΥΣ ΕΒΡΑΙΟΥΣ. αʹ, βʹ. «Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; ὑπερ‐ ορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν; Ἐν τῷ ὑπερηφα‐ | |
10 | νεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχὸς, συλλαμ‐ βάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.» Δο‐ κεῖς πόῤῥωθεν ἑστάναι, Δέσποτα, καὶ μὴ ὁρᾷν τὰ ἀνθρώπεια, τοῖς ἀδικουμένοις οὐκ ἐπαμύνων· ὑπὸ δὲ τῆς ἀθυμίας, οἷόν τινος πυρὸς, οἱ ἀδικούμενοι | |
15 | κατατήκονται τῶν ἀδικούντων τὴν ἀλαζονείαν θεώ‐ μενοι. Σφόδρα δὲ προσφυῶς τὸ ἐμπυρίζεται ἐπὶ τῶν ἀθυμούντων τέθεικεν· ἐμπιπραμένοις γὰρ οἱ ἀθυμοῦντες ἐοίκασι, καὶ οἷόν τινα καπνὸν διὰ στό‐ ματος τὸν στεναγμὸν ἀναπέμπουσι. Βλάβη δὲ | |
20 | αὐτοῖς, φησὶν, ἀπὸ τῆς ἀθυμίας γενήσεται, λο‐ γισμοῖς οὐκ εὐπρεπέσι χρωμένοις, ἀλλὰ περὶ τῆς σῆς διχονοοῦσι προνοίας. Τοῦτο γὰρ σημαίνει τὸ, «συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζον‐ ται.» Καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν· | |
25 | γʹ. «Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυ‐ μίαις τῆς ψυχῆς αὑτοῦ, καὶ ὁ ἀδικῶν εὐλογεῖται.» Μύρια γὰρ δεινὰ δρῶντες, καὶ ἐπαίνους παρὰ τῶν κολάκων καρποῦνται. δʹ. «Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλὸς κατὰ τὸ | |
30 | πλῆθος τῆς ὀργῆς αὑτοῦ.» Ἐνταῦθα ὑποστικτέον, εἶτα ἐπενεκτέον, «οὐκ ἐκζητήσει.» Ἀντὶ τοῦ, παρώξυνε τὸν Κύριον λέγων, «Οὐκ ἐκζητήσει.» Μα‐ νίᾳ γὰρ καὶ λύττῃ χρώμενος, ὡς οὐδενὸς ἐφορῶν‐ τος, εἰς πᾶσαν ἄττει παρανομίαν, οὐχ ἡγούμενος | |
35 | ἐκζητεῖν τὸν κριτὴν τὰ γινόμενα. Εἶτα τοῦτο σα‐ φέστερον λέγει· εʹ. «Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.» [Ὁ ἄπι‐ στος καὶ ὁ ἁμαρτωλὸς οὐδέποτε τίθεται πρὸ ὀφθαλ‐ μῶν αὑτοῦ τὸν Θεόν· ἀλλ’ ἑκάστης ἡμέρας καὶ ἐν | |
40 | παντὶ καιρῷ μιαίνει καὶ ῥυποῖ τὰς ὁδοὺς αὑτοῦ, μὴ πιστεύων ὅτι ἔστι κρίσις.] Τί δὲ τούτου τὸ αἴ‐ τιον; «Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐ‐ τοῦ.» Παντελῶς τῶν σῶν νόμων καταφρονεῖ· | |
45 | πάντα καιρὸν εἰς παρανομίαν δαπανᾷ. [Σμικρύνει γὰρ καὶ εὐτελίζει τὰς ἐντολὰς τοῦ Θεοῦ ὁ ἄπιστος.] «Πάντων τῶν ἐχθρῶν αὑτοῦ κατακυριεύσει.» Ἀλλ’ ὅμως καὶ τοιαῦτα δρῶν κατευοδοῦται. Εἶτα τοῦ τύ‐ | |
φου τὴν ὑπερβολὴν ζωγραφεῖ. | 931 | |
80.933 | ϛʹ. «Εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.» Σαφέστερον τοῦτο ὁ Σύμμαχος ἡρμήνευσεν· «Οὐ περιτραπήσο‐ μαι εἰς γενεὰν καὶ γενεὰν, οὔτε ἔσομαι ἐν κακώ‐ | |
5 | σει.» Καὶ ταύτῃ κέχρηται τῇ θρασύτητι· καὶ ἡγεῖ‐ ται μηδὲν δεινὸν ὑποστήσεσθαι πάντα μετιὼν τῆς κακίας τὰ εἴδη. ζʹ. «Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πι‐ κρίας, καὶ δόλου· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος, | |
10 | καὶ πόνος.» Δόλους γὰρ ῥάπτει, καὶ τυρεύει κακὰ, καὶ βίον ἔχει τὰς κατὰ τῶν πενήτων ἐπιβουλάς. [Κό‐ πος ἀνόνητος καὶ πόνος ἀκερδής· δίχα τούτου τὴν γλῶσσαν οὐ κινεῖ καὶ σαλεύει.] ηʹ. «Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν | |
15 | ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον.» Καὶ ἐν συλλόγοις δὲ, καὶ ἐν συνεδρίοις καθήμενος, ἐνέδρας τινὰς καὶ μηχανὰς τοῖς ἀναιτίοις κατασκευάζει. [Οἱ πλουτοῦντες τῇ ἀσεβείᾳ διαπαντὸς τῇ εἰρω‐ νείᾳ ζῶσιν· ἐνεδρεύουσι γὰρ τοὺς ἀκάκους· ἄλλως | |
20 | τε καὶ οἱ πλούσιοι ἐνεδρεύουσι τοὺς πένητας. Ὁ διάβολος λεληθότως γὰρ τὸν Χριστὸν ἐζήτησεν ἀποκτεῖναι· ἀθῶος γὰρ ταῖς χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ μόνος ὁ Θεός.] θʹ, ιʹ. «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀπο‐ | |
25 | βλέπουσιν· ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὑτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκῦσαι αὐτόν. Ἐν τῇ παγίδι αὑτοῦ ταπεινώ‐ σει αὐτόν.» Καθάπερ ὁ λέων τῇδε κἀκεῖσε μεταφέ‐ ρει τὸ ὄμμα θήραν ἐπιζητῶν· οὕτως οὗτος νύκτωρ | |
30 | καὶ μεθ’ ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανάς· ἀλλ’ ὅμως «κύψει καὶ πεσεῖται.» [Ὡς ὁ λέων ἐν τῷ σπηλαίῳ ἀεὶ ἐνεδρεύει ἁρπάσαι, οὕτω καὶ ὁ διάβολος ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ὡς ἐν μάνδρᾳ ἐθήρευσε τὸν Χριστὸν, νομίσας αὐτὸν | |
35 | ψιλὸν ἄνθρωπον εἶναι.] «Ἐν τῷ αὐτὸν κατακυριεῦ‐ σαι τῶν πενήτων.» Ὅταν γὰρ πάντων περιγένηται, ἥκιστα διαφεύξεται τοῦ θανάτου τὸ στόμα· ἀλλὰ τοῖς ἄλλοις παραπλησίως τῷ τάφῳ παραδοθήσεται. [Ἐνόμισε οὖν ὁ ἐχθρὸς καὶ αὐτῶν τῶν ἀποστό‐ | |
40 | λων κυριεύειν, ἀλλὰ καὶ τῶν μαρτύρων· ὅταν οὖν ἔδοξε πάντων κεκρατηκέναι, τότε συντριβεὶς ἔπεσε· τὸ γὰρ κύψει συντριβῆναι δηλοῦται.] ιαʹ. «Εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ τοῦ μὴ βλέπειν | |
45 | εἰς τέλος.» [Ταῦτα δὲ πάντα ὁ ἀσεβὴς κατὰ τῶν πενήτων τοῦ Θεοῦ διαπράττεται· ἑαυτὸν ἀπατῶν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς μὴ εἶναι Θεὸν ἔφορον διανοούμενος. Εἶπε γοῦν ἐν τῇ καρδίᾳ αὑτοῦ, Ἐπιλέ‐ λησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ, τοῦ | |
80.933(50) | μὴ ἐπιβλέπειν εἰς τέλος.] Καὶ οὐδὲν αὐτὸν ὀνήσει τὰ δυσσεβῆ ῥήματα, καὶ οἱ ἀθεότητος λογισμοί· ἀλλὰ δι’ αὐτῶν γνώσεται τῶν πραγμάτων, ὡς ἐφορᾷ τὰ | |
ἀνθρώπεια τῶν ὅλων ὁ πρύτανις. Ἐκ τῶν δυσσεβῶν | 933 | |
80.936 | τούτων ῥημάτων λίαν ἀνιαθεὶς ὁ Προφήτης, πάλιν εἰς εὐχὴν τὸν λόγον μεταβάλλει, λέγων, ιβʹ. «Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.» | |
5 | Ἐπειδὴ οἱ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντες δι’ ὧν πράττουσι λέγουσιν, ὡς ἐπιλέλησται ὁ Θεὸς, δίδα‐ ξον αὐτοὺς διὰ τῆς πείρας, ὡς οὐκ ἐπιλέλησαι, οὐδ’ ἀποστρέφεις τὸ πρόσωπόν σου· ἀλλὰ τῶν ἀδικουμέ‐ νων κηδεμονίαν ποιεῖς. Καὶ σφοδρότερον ἀχθε‐ | |
10 | σθεὶς ταῖς ἐκείνων βλασφημίαις ἐπήγαγεν· ιγ. «Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Οὐκ ἐκζητήσει.» Ἀλλὰ κἂν μυριάκις ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· οὕτως γὰρ νοητέον. [Τουτέστιν, Ὅσον ἂν | |
15 | καταπίω τὸν ἄνθρωπον, οὐκ ἔστιν ὁ ἐκζητῶν αὐτὸν, φησὶν ὁ διάβολος.] ιδʹ. «Βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου.» Οὕτως γὰρ καὶ ὁ Σύμμαχος διέστειλεν· Ὁρᾷς ὅτι σὺ | |
20 | μόχθον καὶ παροργισμὸν ἐποπτεύεις. Καὶ ὁ Ἀκύλας· Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέπεις. Κἂν μυριάκις, φησὶν, εἴπωσιν οἱ δυσσεβείᾳ συζῶντες, ὅτι οὐκ ἐπιβλέπεις τὰ ἀν‐ θρώπεια, ἡμεῖς ἴσμεν ὅτι βλέπεις καὶ ἐποπτεύεις | |
25 | τὰς τούτων παρανομίας, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράττῃ ποινήν. Σοὶ (γὰρ) ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Διὰ τοῦτό σε ἱκετεύω. ιεʹ. «Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ, | |
30 | καὶ πονηροῦ.» Ἔσται δὲ τοῦτο, ἐὰν μόνον τὴν ἁμαρτίαν αὐτοῦ ζητῆσαι θελήσῃς. Εἰ γὰρ τοῦτο γένηται, παραυτίκα φροῦδος ἔσται, καὶ πανωλε‐ θρίᾳ παραδοθήσεται· τοῦτο γὰρ ἐδήλωσεν εἰρη‐ κώς· «Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ | |
35 | μὴ εὑρεθῇ·» δι’ αὐτὴν μὲν τὴν ἁμαρτίαν· καὶ τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἐκζητηθήσεται ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑ‐ ρεθῇ αὐτός. Ἐκείνης γὰρ ζητουμένης καὶ δεικνυμέ‐ νης, οὗτος ἀπόλλυται. | |
40 | ιϛʹ. «Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἐπειδὴ γὰρ οἱ δυσσεβεῖς | |
ἔλεγον, Οὐ ζητεῖ, οὐδὲ βλέπει, εἰκότως ὁ προφητικὸς | 935 | |
80.937 | λόγος διδάσκει ὅτι βασιλεύσει, καὶ οὐχ ἁπλῶς βασιλεύσει, ἀλλ’ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἴδιον δὲ βασιλέως προμηθεῖσθαι τῶν ἀρχομένων. «Ἀπο‐ λεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ,» τὰ παρανομίᾳ | |
5 | συζῶντα, τὰ τὸ σωτήριον μὴ δεξάμενα κήρυγμα. ιζʹ. «Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύ‐ ριε, τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου.» Τὴν δὲ ἑτοιμασίαν τὴν πρόθεσιν ὁ Σύμμαχος εἴρηκεν. Οἶδας, φησὶν, ἀκριβῶς | |
10 | τίνος ἐπιθυμοῦσιν οἱ πένητες, καὶ ποίαν πρόθε‐ σιν ἔχουσιν. Εἶτα ταύτην διδάσκει σαφέστερον. ιηʹ. «Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ.» Τούτου, φησὶν, ἐφίεται τῶν ἀδικουμένων ἕκαστος· «Ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς | |
15 | γῆς.» Τῶν γὰρ ἀσεβείᾳ καὶ παρανομίᾳ χρωμένων κολαζομένων, ὄφελος ἔσται μέγιστον τῶν ἄλλων ἀνθρώπων εἰς τούτους ἀφορώντων, καὶ δρᾷν τὰ ὅμοια μὴ τολμώντων. Ταῦτα δὲ οὐχ ἁπλῶς ὁ προ‐ φήτης τῷ προκειμένῳ συνῆψε ψαλμῷ· ἀλλὰ πρῶτον | |
20 | μὲν δεῖξαι βουλόμενος ὅπως διέκειτο πάλαι τῶν ἀνθρώπων ἡ φύσις, καὶ ὅτι ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς καιρὸν ἐνανθρωπήσας κατάλληλα τοῖς τραύμασιν ἐπέθηκε φάρμακα. Πρὸς δέ γε τούτοις διδάσκει, ὡς τοὺς ὄνησιν οὐδεμίαν ἐκ τῆς εὐεργε‐ | |
25 | σίας δέξασθαι βουληθέντας μείζοσι παραδόσει κολαστηρίοις ὁ τῶν ὅλων Θεὸς ἐν τῇ τῆς δευτέρας ἐπιφανείας ἡμέρᾳ. ΕΡΜΗΝ. ΤΟΥ Ιʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Τοῦτον | |
30 | τὸν ψαλμὸν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος ὁ θειότατος Δαβὶδ εἴρηκε πρὸς τοὺς παραινοῦντας αὐτῷ φυγῇ τὴν σωτηρίαν πορίσασθαι. Ἁρμόττει δὲ παντὶ ἀδικουμένῳ, καὶ τὴν εἰς Θεὸν ἐλπίδα κεκτημένῳ. Εἰς τὸ τέλος δὲ ἐπιγέγραπται, ἅτε δὴ πρόῤῥησιν | |
35 | περιέχων τῆς δικαίας τοῦ Θεοῦ κρίσεως, καὶ τῆς ἐπενεχθησομένης τοῖς παρανόμοις κολάσεως. βʹ. «Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου, Μεταναστεύου ἐπὶ τὰ ὄρη, ὡς στρουθίον;» Τί δήποτε, φησὶ, παραινεῖτέ μοι φυγεῖν, καὶ τὰ | |
40 | ὄρη περινοστεῖν, στρουθίου δίκην ἐπτοημένου, καὶ τὰς σκηνὰς τῇδε κἀκεῖσε μεταβαίνειν, βε‐ βαίαν ἔχοντι τὴν εἰς Θεὸν ἐλπίδα, καὶ δι’ ἐκείνην τοὺς δυσμενεῖς μὴ δειμαίνοντι; | |
γʹ. «Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· | 937 | |
80.940 | ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. Τινὲς καὶ ταῦτα συνῆψαν τοῖς εἰρημένοις στίχοις· ἀλλὰ τὰ ἐπιφε‐ ρόμενα οὐκ ἐᾷ. Ἐπάγει γάρ· | |
5 | δʹ. «Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον.» Ἐντεῦθεν δὲ διδασκόμεθα, ὡς πρὸς τὸν Θεὸν ἔτρεψε τοὺς λόγους ὁ προφήτης, ἐντεύξει χρώμενος, καὶ διδάσκων ὡς εὐτρεπῆ τῶν πολεμίων, καὶ τὰ τόξα, καὶ τὰ βέλη, καὶ σκοπὸς αὐτοῖς οἷον ἐν σκοτομήνῃ | |
10 | τινὶ καὶ ἀσελήνῳ νυκτὶ, τοῖς λόχοις καὶ ταῖς ἐνέδραις χρήσασθαι καθ’ ἡμῶν. Τὸ γὰρ τῆς ἐπιβουλῆς λαθραῖον καὶ κεκρυμμένον σκοτομήνην ἐκάλεσε· τοῦτο δὲ τὸ ὄνομα τὴν ἀσέληνον νύκτα δηλοῖ. Εὐθεῖς δὲ τῇ καρδίᾳ ὠνόμασεν, οὐ τὴν ἄκραν ἀρετὴν ἑαυτῇ | |
15 | μαρτυρῶν· ἀλλ’ εἰδὼς ὅτι πρὸς βλάβην τοῦ Σαοὺλ οὐδὲν εἰργάσατο πώποτε, ἀλλ’ εὐνοίᾳ πλείστῃ περὶ αὐτὸν χρησάμενος διετέλεσεν. «Ὅτι ἃ σὺ κατηρ‐ τίσω, αὐτοὶ καθεῖλον.» Οὐχ ἥρπασα, φησὶ, τὴν βασιλείαν, ἀλλὰ τὴν χειροτονίαν παρὰ τῆς σῆς | |
20 | χάριτος ἐδεξάμην. Ἐκεῖνοι δέ με καταλῦσαι πειρῶν‐ ται κατὰ τῆς σῆς ὁπλιζόμενοι ψήφου. «Ὁ δὲ δίκαιος τί ἐποίησε; [εʹ, ϛʹ.] Κύριος ἐν ναῷ ἁγίῳ αὑτοῦ, Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην, τὰ | |
25 | βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον, καὶ τὸν ἀσεβῆ.» Ἐκεῖνοι μὲν οὖν τῇ κατ’ ἐμοῦ κέχρηνται πονηρίᾳ· σὺ δὲ ὁ δίκαιος κριτὴς ἐγκαθήμενος τοῖς οὐρα‐ νίοις θώκοις, καὶ τὴν οἰκείαν ἐπιφάνειαν ἐν τῷ | |
30 | ναῷ τῷ ἐπὶ γῆς ποιούμενος, ἐποπτεύεις μὲν τὴν οἰκουμένην ἅπασαν, ἀρκεῖ δέ σοι μόνον τῶν ὀμμά‐ των τὰ βλέφαρα, τὰ ἀνθρώπεια πάντα καταμαθεῖν. Οἶσθα δὲ ἀκριβῶς καὶ ἀδίκων καὶ δικαίων τὰς πρά‐ ξεις, καὶ ταλαντεύεις τοῖς ἔργοις τὰς ἀντιδόσεις. | |
35 | Ἰστέον δὲ, ὅτι καὶ ὀφθαλμοὺς, καὶ βλέφαρα, καὶ θρόνους, καὶ τἄλλα ὅσα τοιαῦτα, σωματικώτερον λέγει, ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων τοὺς ἀν‐ θρώπους τὰ θεῖα διδάσκων, καὶ ταῖς θείαις ἐνερ‐ γείαις τῶν ἀνθρωπίνων μορίων τὰς προσηγορίας | |
40 | τιθείς. «Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυ‐ τοῦ ψυχήν.» Ὁ τὴν ψυχὴν ἀγαπῶν, τὴν ἀδικίαν μισεῖ· ὁ δὲ περὶ ἐκείνην εὖ διακείμενος, ὄλεθρον τῇ ψυχῇ μηχανᾶται· ἐπισπᾶται γὰρ τὴν θείαν ὀργὴν, περὶ ἧς ὁ προφητικὸς διέξεισι λόγος. ζʹ. «Ὅτι ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, | |
45 | πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος.» Ἀπὸ τῶν ἤδη περὶ τὰ Σόδομα γινομένων σχηματίζει τὰς τιμωρίας· καὶ γὰρ εἰς ἐκείνας τὰς πόλεις ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐκ τοῦ οὐρανοῦ. Ταῦτα τοίνυν κἀνταῦθα ἠπείλησεν· οὐχ ὡς πάντως | |
80.940(50) | ταῦτα ἐπάξων, ἀλλὰ διὰ τούτων τὰς παντοδαπὰς | 939 |
80.941 | κολάσεις παραδηλῶν. «Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.» Ταῦτα, φησὶν, ἑαυτοῖς ἀπεκλήρωσαν τὴν παρανομίαν ἑλόμενοι. Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει. Οὕτω δὲ καὶ ἐν ἑτέρῳ | |
5 | ψαλμῷ, ὅτι «Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος·» καὶ μετ’ ὀλίγον· «Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Τοῦτο τὸ ποτήριον ὁ μακάριος Ἱερεμίας τοῖς ἔθνεσι προσενεγκεῖν ἐκελεύσθη. | |
10 | ηʹ. «Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγά‐ πησεν· εὐθύτητας οἶδε τὸ πρόσωπον αὐτοῦ.» Ταῦτα, φησὶν, ἐπιφέρει τοῖς κακίᾳ συζῶσι τῶν ὅλων ὁ Κύριος· ἐπεὶ δικαιοσύνης ὑπάρχει πηγὴ, καὶ οἷόν τινι πηδαλίῳ τῇ εὐθύτητι χρώμενος ἰθύνει τὰ | |
15 | σύμπαντα. ΕΡΜΗΝ. ΤΟΥ ΙΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαβίδ.» Τῆς αὐτῆς ἔχεται καὶ οὗτος ὁ ψαλμὸς διανοίας. Διαβάλλει γὰρ τοὺς διπλόῃ κεχρημέ‐ | |
20 | νους, καὶ φιλίαν μὲν ὑπισχνουμένους, προϊεμένους δὲ αὐτὸν τῷ πολεμίῳ Σαοὺλ, καὶ μηνύοντας ἔνθα διῆγεν. Ὑπὲρ δὲ τῆς ὀγδόης τὴν ἐπιγραφὴν ἔχει ἅτε δὴ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως μεμνημένος, ἣν μετὰ τὴν ἑβδόμην ποιήσεται, καθὰ προειρήκα‐ | |
25 | μεν, ὁ δίκαιος κριτής. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος προγέγραπται, ὡς χρόνοις ὕστερον τῆς προῤῥή‐ σεως ἐσομένης. βʹ. «Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώ‐ | |
30 | πων.» Τῆς παρὰ σοῦ, Δέσποτα, σωτηρίας ἀπολαῦσαι παρακαλῶ. Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπο‐ σβεσθῆναι τὸ χρῆμα, πάντων, ὡς ἔπος εἰπεῖν, τὴν πρὸς ἀλλήλους ἀπιστίαν νενοσηκότων. Εἶτα διηγεῖται σαφέστερον τὰ τολμώμενα. | |
35 | γʹ. «Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ.» Ὑποκρίνονται φιλίαν, καὶ τὰ πολεμίων ἐργάζονται. «Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησε κακά.» Μετὰ δόλου, φησὶν, ἀλλήλοις προσδιαλέγονται. Καὶ οὗτος τοῖς χείλεσι χρώμε‐ | |
40 | νος εἰς τὴν τοῦ πέλας καρδίαν τὰ ψευδῆ παρα‐ πέμπει· κἀκεῖνος πάλιν ὁμοίως ἀντιπέμπει τὰ ὅμοια. Ἐντεῦθεν λοιπὸν αὐτοῖς ἀπειλεῖ τιμω‐ ρίαν. δʹ. «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ | |
45 | δόλια, γλῶσσαν μεγαλοῤῥήμονα.» Τί δὲ τῆς μεγα‐ | |
λοῤῥημοσύνης τὸ εἶδος; | 941 | |
80.944 | εʹ. «Τοὺς εἰπόντας, Τὴν γλῶσσαν ἡμῶν μεγα‐ λυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν;» Οὐκ ἀνέχονται, φησὶ, μετρῆσαι τῇ φύσει τοὺς λόγους, οὐδὲ εἰς τοὺς θείους ἀποβλέπειν | |
5 | ἐθέλουσι νόμους, ἀλλ’ ἀθυρώτοις στόμασι κεχρη‐ μένοι, μετ’ ἀδείας ὅπερ βούλονται φθέγγονται, τῆς θείας μακροθυμίας καταφρονοῦντες, καὶ μηδὲ τελεῖν ὑπὸ τὴν τοῦ Θεοῦ δεσποτείαν νομίζοντες. Τοιοῦτος ἦν ὁ Φαραώ· διόπερ καὶ ἔλεγεν· «Οὐκ οἶδα τὸν | |
10 | Κύριον.» Τοιοῦτος ἦν ὁ Ῥαψάκης, λέγειν τολμῶν· «Μή σε ἀπατάτω ὁ Θεός σου, ᾧ σὺ πέποιθας ἐπ’ αὐτῷ ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Τοιοῦτος Ναβουχοδονόσωρ τοὺς γενναίους ἐκείνους δεδιττόμενος παῖδας, καὶ λέγειν οὐ φρίττων, «Τίς ὁ | |
15 | Θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;» Ἀλλ’ ὅμως κἀκεῖνοι ποινὴν ἔδοσαν ὧν ἐτόλμησαν, καὶ οὗτοι περὶ ὧν ὁ προφητικὸς διέξεισι λόγος τὰς ἀξίας τίσουσι δίκας· καὶ τοῦτο σημαίνων ἐπ‐ ήγαγεν· | |
20 | ϛʹ. «Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσο‐ μαι ἐν αὐτῷ.» Οὐ περιόψομαι γὰρ αὐτοὺς ὀλο‐ φυρομένους, καὶ στένοντας διὰ τὴν εἰς αὐτοὺς | |
25 | τολμωμένην παρανομίαν· ἀλλὰ τὴν μακροθυμίαν καθάπερ τινὰ ὕπνον ἀποσεισάμενος, περιφανῆ καὶ λαμπρὰν αὐτῶν τὴν σωτηρίαν ποιήσομαι. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε, «Τάξω σωτήριον ἐμφανές.» Καὶ διδάσκων ὡς ἀληθῶς ἔσται τὰ | |
30 | εἰρημένα, προστέθεικε· ζʹ. «Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον ἐν τῇ γῇ, κεκαθαρισμέ‐ νον ἑπταπλασίως.» Τὸ ἑπταπλασίως ἀντὶ τοῦ πολλαπλασίως τέθεικε· τοῦτο γὰρ σύνηθες τῇ θείᾳ | |
35 | Γραφῇ. ηʹ. «Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα.» Ὑπὸ γὰρ τῆς σῆς φρουρούμενοι χάριτος οὐ μόνον τῆς παρούσης γενεᾶς τὰς πάγας διαφευξό‐ | |
40 | μεθα, ἀλλὰ καὶ τῆς αἰωνίου σωτηρίας τευξόμεθα. θʹ. «Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Οἱ μὲν οὖν δυσσεβείᾳ συζῶντες, τὴν θείαν κατα‐ λιπόντες ὁδὸν, τῇδε κἀκεῖσε περιπλανῶνται, κυκλοῦν | |
45 | καὶ οἱονεὶ πολιορκεῖν τοὺς ἐπιεικεστέρους πειρώ‐ μενοι. Σὺ δὲ ἀπὸ τοῦ τῆς φύσεως ὕψους φαινόμενος τῆς σῆς ἀξιοῖς κηδεμονίας τοὺς ὑπ’ ἐκείνων πολεμουμένους, νῦν μὲν ψυχαγωγῶν ἐν ταῖς θλίψεσι, μετὰ βραχὺ δὲ τελείαν τὴν σωτηρίαν δω‐ | |
80.944(50) | ρούμενος. | 943 |
80.945 | ΕΡΜΗΝ. ΤΟΥ ΙΒʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Καὶ τοῦτον εἰς ἑαυτὸν ἤνεγκεν τὸν ψαλμὸν ὁ μέγας Δαβὶδ, οὐ μὴν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, ἀλλ’ ὑπὸ | |
5 | τοῦ Ἀβεσσαλὼμ πολεμούμενος. Τὰ μὲν γὰρ κατὰ τὸν Σαοὺλ πρὸ τῆς ἁμαρτίας ἦν, καὶ διὰ τοῦτο μετὰ πολλῆς ἐλέγετο παῤῥησίας. Τὰ δέ γε κατὰ τὸν Ἀβεσσαλὼμ μετὰ τὴν ἁμαρτίαν· διὰ τοῦτο κλαυθ‐ μὸς καὶ στεναγμὸς τοῖς λόγοις ἐγκέκραται. | |
10 | «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;» Τὴν ἀναβολὴν τῆς βοηθείας ἐπιλησμονὴν προσηγό‐ ρευσε. Παρακαλεῖ δὲ μὴ εἰς τέλος ἐπιλησθῆναι· τουτέστι μὴ παντελῶς τῆς θείας γυμνωθῆναι προ‐ νοίας. «Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου | |
15 | ἀπ’ ἐμοῦ;» Ἐκ μεταφορᾶς τῶν ὀργιζομένων, καὶ τοὺς προσκεκρουκότας ὁρᾷν οὐ βουλομένων, τέθεικε τουτὶ τὸ ῥητόν. Διὸ μετ’ ὀλίγα λέγει· «Ἐπίβλεψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με,» οὔτε πρόσωπον νοῶν τὸ πρόσωπον, οὔτε ἀποστροφὴν τὴν ἀποστροφήν· ἀλλ’ | |
20 | ἀπὸ τῶν ἀνθρωπίνων πάλιν σχηματίζει τὸν λόγον. βʹ. «Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;» Νύ‐ κτωρ καὶ μεθ’ ἡμέραν τρυχόμενος διατελῶ, καὶ | |
25 | τοὺς λογισμοὺς στρέφων τε καὶ ἀνελίττων, ποτὲ μὲν ἀπολαύσεσθαι φιλανθρωπίας ἐλπίζω, ποτὲ δὲ ἀμφιβάλλω εἰ τεύξομαι· ἄλλοτε δὲ ἀπαγορεύω τὰς χρηστοτέρας ἐλπίδας. γʹ. «Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ | |
30 | ἐμέ;» Ταῦτα καὶ ἡμῖν ἁρμόττει λέγειν ὑπὸ τοῦ διαβόλου πολεμουμένοις, καὶ τὴν θείαν ἀεὶ συμμα‐ χίαν καλεῖν. Καὶ γὰρ ὁ θειότατος Δαβὶδ ἠνιᾶτο τοὺς πολεμίους ἐπικρατεστέρους ὁρῶν. δʹ. «Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός | |
35 | μου, φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον.» Τῇ νυκτὶ τῶν συμφορῶν περιεχόμε‐ νος, οἷόν τινι ὕπνῳ τῇ ἀθυμίᾳ κατέχομαι. Εἰ δὲ φανείη τῆς σῆς ἐπικουρίας τὸ φῶς, καὶ τὴν νύκτα σκεδάσει τῶν συμφορῶν, καὶ τὸν ὕπνον παύσει τῆς | |
40 | ἀθυμίας. Εἰ δὲ ἀναβάλλοις τὴν βοήθειαν, δέδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύ‐ πης γενομένης τῶν λογισμῶν. εʹ. «Μή ποτε εἴπῃ ὁ ἐχθρός μου, Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.» Μή | |
45 | με τοῖς δυσμενέσιν ἀποφήνῃς ἐπίχαρτον· πάντων γάρ μοι τῶν ἀνιαρῶν ἀνιαρώτατον τοῦτο. ϛʹ. «Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα.» Καὶ ἐντεῦθεν δῆλον, ὡς μετὰ τὴν ἁμαρτίαν τοῦτον εἴ‐ | |
ρηκε τὸν ψαλμόν. Οὐ γὰρ δικαιοσύνῃ, ἀλλ’ ἐλέῳ | 945 | |
80.948 | θαῤῥεῖ, καὶ τούτῳ πεποιθέναι φησίν. «Ἀγαλλιά‐ σεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου.» Νῦν μὲν τὰς ἐλπίδας εἰς τὸν ἔλεον ἔχω· τῆς δὲ σωτηρίας ἀπολαύσας, καὶ τῆς ἀθυμίας ἀπαλλαγήσομαι, καὶ | |
5 | μετὰ θυμηδίας ἁπάσης τὴν ὑμνῳδίαν ποιήσομαι. Τοῦτο γὰρ ἐπήγαγεν· «ᾌσω τῷ Κυρίῳ τῷ εὐεργε‐ τήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.» Εἰ γὰρ καὶ τὴν ἄῤῥητον οὐκ ἐπίσταμαι φύσιν, ἀλλ’ οὖν ἀπόχρη μοι τὸ ὄνομά σου εἰς τὸ | |
10 | προσκυνεῖν καὶ ὑμνεῖν, καὶ πᾶσαν δικαίαν ἐπικου‐ ρίαν αἰτεῖν. Πιστεύω γὰρ ὡς τεύξομαι καὶ τοῦτο μόνον καλῶν. ΕΡΜΗΝ. ΤΟΥ ΙΓʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος | |
15 | ἡμᾶς ὁ ψαλμὸς εἰς τὸ τέλος παραπέμπει, ἐπειδὴ περὶ μελλόντων προαγορεύει. Ἡ δὲ ὑπόθεσίς ἐστιν αὕτη. Ἐπεστράτευσε Σενναχηρεὶμ τῶν Ἀσσυρίων ὁ βασιλεὺς τῇ Ἰουδαίᾳ ποτὲ, καὶ πολλὰς πόλεις εἷλε, τὰς μὲν ὁμολογίᾳ, τὰς δὲ πολιορκίᾳ. Ἐλπίσας δὲ καὶ | |
20 | τῆς Ἱερουσαλὴμ περιέσεσθαι, ἀπέστειλε Ῥαψάκην πρὸς Ἐζεκίαν τὸν τηνικαῦτα κρατοῦντα τῶν Ἰουδαίων, βλασφήμοις κατὰ τοῦ Θεοῦ καὶ δυσσε‐ βέσι χρώμενον λόγοις. «Εἴπατε γὰρ, ἔλεγεν, Ἐζε‐ κίᾳ· Μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ’ ᾧ σὺ πέποι‐ | |
25 | θας ἐπ’ αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χει‐ ρός μου. Ποῦ ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάδ; Καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεφαρείμ; μὴ ἠδυνήθησαν ῥύσασθαι ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;» Ἀλλ’ ἐκεῖνος μὲν | |
30 | ταῦτα. Ὁ δὲ Ἐζεκίας, καὶ τῆς μεγίστης αὐτοῦ στρατείας, καὶ τῆς τῶν λόγων μανίας καταφρονή‐ σας, τῇ οἰκείᾳ χρώμενος εὐσεβείᾳ, τὴν θείαν ἐπ‐ εκαλέσατο συμμαχίαν, καὶ παραυτίκα ταύτης ἀπ‐ ήλαυσεν. Ὁ γὰρ δίκαιος κριτὴς κἀκείνου τὴν ἀσέβειαν | |
35 | βδελυξάμενος, καὶ τούτου τὴν εὐσέβειαν ἀποδεξά‐ μενος, δι’ ἑνὸς ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων ἀνεῖλε· τοὺς δὲ ἄλλους ἔτρεψεν εἰς φυγὴν, καὶ τοῖς πολιορκουμένοις τὴν παράδοξον σωτηρίαν ἐπόρισεν. «Εἶπεν ἄφρων ἐν | |
40 | καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός.» Σφόδρα τοῖς τοῦ Σενναχηρεὶμ καὶ τοῦ Ῥαψάκου λόγοις συμβαίνει τοῦ ψαλμοῦ τὸ προοίμιον. [Ἐκεῖνοι γὰρ ὡς μὴ ὄντος τοῦ Θεοῦ προϊσταμένου τῆς Ἰουδαίας, ἀπατᾶσθαι ἔλεγον τὸν Ἐζεκίαν. Ἦν δὲ τοῖς ἀμφὶ τὸν Σεννα‐ | |
45 | χηρεὶμ καὶ τὰ ἐπιτηδεύματα διεφθαρμένα, ἤγουν ὁ βίος καὶ ἡ πολιτεία, ὡς μηδὲ τὸν Θεὸν εὑρεῖν ἐν αὐτοῖς ἕνα γοῦν τῆς ἀρετῆς ἐπιμελούμενον. Πάντα | |
γὰρ εἰς φαυλότητα ἐξέκλιναν. Τί δέ; Οὐκ ἔργοις | 947 | |
80.949 | αὐτοῖς οὗτοι γνώσονται τὴν τοῦ Θεοῦ δύναμιν, οἱ τὸν λαὸν αὐτοῦ ἀντὶ ἄρτου δαπανῶντες καὶ κατ‐ εσθίοντες; Καὶ πάντες γνωρίσουσιν ἀπὸ τῶν πρα‐ γμάτων τὸν πολεμοῦντα αὐτοῖς· κἀκεῖθεν ὁ φόβος | |
5 | αὐτοῖς ἐλεύσεται, ὅθεν οὐ προσεδόκησαν. Ποῦ γὰρ ἂν ᾠήθησαν ὅτι ὑπὸ ἀγγέλου ἀναιρεθήσονται; ὅτι ὁ Θεὸς κήδεται τῶν Ἰουδαίων; καὶ οἱ μυκτηρίσαντες τὴν βουλὴν τοῦ πτωχοῦ καὶ ταπεινόφρονος Ἐζε‐ κίου, Θεῷ μᾶλλον ἢ ὅπλοις θαῤῥήσαντος, νοήσουσιν, | |
10 | ὅτι ὁ ἑαυτὸν τοῦ Θεοῦ ἀναρτήσας τὴν μὴ καταισχύ‐ νουσαν ἐλπίδα ἐκτήσατο. Τίς γὰρ ἄλλος ἢ ὁ Θεὸς καὶ τοὺς ἀπομείναντας ἐν τῇ Σιὼν σώσει, καὶ τὰς ἤδη αἰχμαλωτισθείσας φυλὰς ἐπαναγάγῃ, ὥστε κοινὴν εὐφροσύνην γενέσθαι ταῖς δώδεκα φυλαῖς, ὧν ῥίζα | |
15 | καὶ ἀρχὴ ὁ πατριάρχης Ἰακὼβ ἐχρημάτισεν, ὁ καὶ Ἰσραὴλ μετονομασθείς; Ὥστε ἀπ’ αὐτοῦ καὶ ταύτας Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομάζεσθαι. Καὶ ταῦτα μὲν ὅσον πρὸς ἱστορίαν, τὴν δὲ ἀναγωγὴν ἰσχνοτέραν ἐξετάσωμεν.] «Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν | |
20 | ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα.» Ὑποβάθρα, φησὶ, καὶ ῥίζα τῆς ἀσεβείας ἡ τοῦ βίου διαφθορά. Εἰς ἀκολασίαν γὰρ σφᾶς αὐτοὺς καὶ θηριώδη βίον ἐκδεδωκότες, τοῦ Θεοῦ τὴν μνήμην τῆς διανοίας ἐξέβαλον· ἠκολούθησαν δὲ τῇ τοῦ | |
25 | ἡγουμένου παραπληξίᾳ καὶ οἱ ὑπήκοοι. [Οἱ μὲν πάντη τὸ Θεῖον ἀρνησάμενοι, καὶ μηδὲ τὴν ἀρχὴν εἶναι Θεὸν ἀποφηνάμενοι, ὑπόκενον δὲ εἶναι τοὔνομα, καὶ κατὰ μηδεμιᾶς οὐσίας ὑποκείμενον τεταγμένον. Οἱ δὲ, τοὺς μὴ ὄντας ὡς ὄντας θεοὺς ἀναγορεύσαντες, | |
30 | καὶ τὸν μόνον ὄντα παρωσάμενοι· οἱ δὲ εἶναι μὲν τῷ λόγῳ ὑποστησάμενοι, μὴ μὴν δὲ προνοεῖν τῶν ἐπὶ γῆς, μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα παραδεδειγμένοι. Ἀθρόως δὴ οὖν οἱ πάντες εἰς ἕνα λόγον ἀρνησίθεον περιετράπησαν, μὴ εἶναι Θεὸν διανοηθέντες· ἐπεὶ | |
35 | δὲ μὴ ἐτόλμων διὰ στόματος τοῦτο φάσκειν· ἐνῆγε γὰρ τοὺς πάντας τὰ φυσικὰ σπέρματα καὶ οἱ περὶ τοῦ Θεοῦ φυσικοὶ λογισμοὶ ἐπὶ τὴν ὁμολογίαν τῆς τοῦ Θεοῦ γνώσεως· διὸ χείλεσι μὲν οὐκ ἐτόλμων ἀρνεῖσθαι, ἀλλ’ εἰδέναι προσεποιοῦντο οὐ μόνον ἕνα, | |
40 | ἀλλὰ καὶ μυρίους θεούς. Τῇ γε μὴν καρδίᾳ ἑαυτοὺς ἔπειθον ἀφραίνοντες ἀληθῶς καὶ μωραίνοντες, ὅτι μὴ ἔστιν ἐν τῷ παντὶ Θεός· ἔλεγχος δὲ ἦν τοῦ ἀθέου αὐτῶν λογισμοῦ τὰ ὑπ’ αὐτῶν δρώμενα· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται. Ὅτε | |
45 | τοίνυν ταῖς πράξεσιν αὐταῖς καὶ τῷ λοιπῷ βίῳ πᾶσαν αὐτῶν τὴν ψυχὴν διέφθειραν αὐτῷ σώματι, εἰς πᾶσαν ἐκδεδομένοι φθορὰν, ὡς καὶ ἄῤῥενας ἄῤῥεσιν ἐπιμαίνεσθαι, καὶ πάσαις ἀθεμιτουργίαις καὶ ἀῤῥητοποιΐαις καταφθείρειν ἑαυτούς· βδελυκτούς τε | |
80.949(50) | εἶναι δι’ αὐτά· πῶς οὐκ ἂν εἰσὶν πρόδηλοι, ὅτι κἂν | |
μυρίους ἐπιγράφωνται θεοὺς τῷ λόγῳ· κἂν αὐτοὶ | 949 | |
80.952 | εἰδέναι καὶ ὁμολογεῖν τὸν ἐπὶ πάντων Θεὸν τοῖς χεί‐ λεσι φάσκοιεν· ἀλλ’ ἐν τῇ καρδίᾳ ἑαυτῶν, τουτέστιν ἐν τῇ διανοίᾳ, οὐδὲ μία τις ἀληθὴς περὶ Θεοῦ ὑπῆρ‐ χεν ἔννοια; Τοιοῦτος μὲν οὖν ἐτύγχανε πᾶς ὁ πρὸ | |
5 | τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας βίος. Ἄφρων δὲ ἀληθέστατα καὶ φυσικώτατα ὁ ἀρνησίθεος ὠνόμα‐ σται. Εἰ γὰρ σοφίας ἀρχὴ φόβος Θεοῦ, ἀφοβία καὶ ἀθέτησις τοὐναντίον ἂν γένοιτο τῆς σοφίας.] βʹ, γʹ. «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς | |
10 | υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώ‐ θησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἐκείνων μέντοι τοιαῦτα καὶ δρώντων καὶ λεγόντων, οὐ περιεῖδεν ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ | |
15 | τὰ ταπεινὰ ἐφορῶν· ἀλλ’ ἐξέτασιν ἀκριβῆ καὶ αὐτῶν τῶν λογισμῶν ποιησάμενος, εἶδεν ἅπαντας κατὰ ταὐτὸν τῇ δυσσεβείᾳ καὶ τῇ τοῦ βίου παρανομίᾳ κατεχομένους. Ἔοικε τοῦτο τοῖς πρὸς τὸν Ἀβραὰμ εἰρημένοις· «Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλή‐ | |
20 | θυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται.» δʹ, εʹ. «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώ‐ | |
25 | σει ἄρτου; Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος.» Οὐκ ἠβου‐ λήθητε, φησὶν, οἱ κατεσθίοντες συνιδεῖν τόδε· δι’ αὐτῆς οὖν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας, ὡς οὐκ ἔσται ὑμῖν εὐάλωτος ὁ ἐμὸς λαὸς, | |
30 | οὐδὲ καθάπερ ἄρτον τινὰ ἐσθιόμενον δαπανήσετε αὐτὸν, τῆς ἐμῆς προμηθείας καταφρονοῦντες. Τοῦτο γὰρ λέγει· «Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.» Οὗ χάριν, οἱ ἀδεῶς φθεγγόμενοι, καὶ μηδένα δειμαίνον‐ τες, φόβῳ καὶ δειλίᾳ περιπεσεῖσθε, καὶ εἰς φυγὴν | |
35 | τραπήσεσθε, μηδενὸς τῶν ἀνθρώπων δεδιττομένου τε καὶ διώκοντος. Τοῦτο γὰρ δηλοῖ τό· «Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος.» Τὸ δέ· «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,» καθ’ ὑπόκρισιν ἀναγνωστέον. Τὸ δέ· «Ὁ Κύριος | |
40 | ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεὸν,» ἀνθρωπίνως ἐσχημάτισε, δεικνὺς ὡς οὐ‐ | |
ρανόθεν Ἀσσυρίοις τὴν τιμωρίαν κατέπεμψε. Δῆλον | 951 | |
80.953 | γὰρ ὡς πανταχοῦ πάρεστιν ὁ τῶν ὅλων Θεὸς, καὶ κατέχει τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, κατὰ τὴν τοῦ προφήτου φωνήν. | |
5 | ϛʹ. «Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίων, βουλὴν πτω‐ χοῦ κατῃσχύνατε· ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι.» Ταῦτα δὲ ποιεῖ τῶν ὅλων ὁ Κύριος διὰ τὴν τοῦ Ἐζε‐ κίου ἀρετὴν, καὶ τὴν εὐσεβῶς ὑπ’ ἐκείνου ποιμαι‐ νομένην γενεάν· οὗ ὡς εὐτελοῦς ὑμεῖς οἱ δυσσεβεῖς | |
10 | καταφρονήσαντες, ἐκωμῳδήσατε τὴν εἰς ἐμὲ βεβαίαν πεποίθησιν. Ταύτην γὰρ ἐκάλεσε βουλὴν, ἀντὶ τοῦ σκοποῦ. Ἐκεῖνος μέντοι καθάπερ ἄγκυραν ἱερὰν τὴν ἐμὴν κατέσχεν ἐλπίδα, καὶ μὴν δὴ καὶ τετύ‐ χηκε τῆς σωτηρίας ὡς ἤλπισε. Τοῦτο γὰρ καὶ ἐπ‐ | |
15 | ήγαγεν· ζʹ. «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» Τοῦτο δὲ διπλῆν ἔχει τὴν προφητείαν. Οὐ γὰρ μόνον τὴν τηνικάδε γενομένην τοῖς πολιορκηθεῖσι προαγο‐ ρεύει σωτηρίαν, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρό‐ | |
20 | νοις τοῦ Σωτῆρος ἡμῶν γενομένην ἐκεῖθεν σωτήριον ἐπιφάνειαν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμα‐ λωσίαν τοῦ λαοῦ αὑτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.» Ἐπειδὴ γὰρ αἱ δέκα φυλαὶ ἤδη ἦσαν ἐξηνδραποδισμέναι, καὶ μέντοι καὶ | |
25 | τῆς Ἰουδαίας πόλεις συχναὶ, ἐπεύχεται κἀκείνους τῆς αὐτῆς τε σωτηρίας τυχεῖν, καὶ τὴν ἐλευθερίαν ἀπολαβεῖν. Τηνικαῦτα ἔσται, φησὶ, μείζων ἡ εὐ‐ φροσύνη τῷ διπλῆν ἔχοντι τὴν προσηγορίαν λαῷ. Οὐ μόνον γὰρ Ἰακὼβ, ἀλλὰ καὶ Ἰσραὴλ ὠνομάζοντο, | |
30 | καὶ τῆς ὑπὸ τοῦ Θεοῦ τῷ προπάτορι τεθείσης ὀνομασίας κληρονομήσαντες. ΕΡΜΗΝ. ΤΟΥ ΙΔʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Ἐπειδὴ καὶ τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι προεθέσπισε τὴν σωτηρίαν ὁ | |
35 | πρὸ τούτου ψαλμὸς, καὶ τοῖς δορυαλώτοις ἤδη γε‐ γενημένοις προηγόρευσε τὴν ἀνάκλησιν, εἰκότως ἐν τῷδε τῷ ψαλμῷ παραίνεσιν εἰσφέρει, καὶ ὑπο‐ τίθεται βίον καθ’ ὃν προσῆκον ἦν πολιτεύεσθαι τοὺς ὑπὸ Θεῷ τεταγμένους, καὶ τοσαύτης ῥοπῆς ἀπο‐ | |
40 | λαύοντας, καὶ σχηματίζει τὸν λόγον εἰς ἐρώτησιν καὶ ἀπόκρισιν· «Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ | |
σου;» Τίς ἄξιος, ὦ Δέσποτα, τῷ σῷ νεῷ προσ‐ | 953 | |
80.956 | εδρεύειν, καὶ ἐν τῇ πόλει βιοτεύειν τῇ σῇ; ὁποῖον εἶναι τοῦτον προσήκει; ποίοις ἐπιτηδεύμασι κεχρη‐ μένον; Σκήνωμα γὰρ τὸν τοῦ Θεοῦ προσαγορεύει ναόν· ὄρος δὲ ἅγιον, τὴν Ἱερουσαλήμ. Οὕτω πυθό‐ | |
5 | μενος δέχεται τὴν ἀπόκρισιν· βʹ. «Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δι‐ καιοσύνην.» Δεῖ, φησὶ, τὸν τοιοῦτον ἀπηλλάχθαι κα‐ κίας, καὶ μώμου παντὸς ἐλεύθερον εἶναι, πᾶσαν δὲ ἀρετὴν ἐπιμελῶς μετιέναι. Τὴν γὰρ δικαιοσύνην | |
10 | ἐνταῦθα τὴν τελείαν ἀρετὴν ὀνομάζει· ἀμέλει ταύ‐ της τὰ εἴδη διέξεισι. γʹ. «Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὑτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὑτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὑτοῦ κακόν.» Χρὴ γὰρ αὐτὸν ψεύδους | |
15 | μὲν ἐλευθέραν ἔχειν μὴ μόνον τὴν γλῶτταν, ἀλλὰ καὶ αὐτὴν τὴν διάνοιαν· δόλου δὲ καὶ διπλόης παν‐ τελῶς ἀπηλλάχθαι· ὥστε μηδεμίαν παρ’ αὐτοῦ βλά‐ βην εἰς τὸν πέλας χωρεῖν. Μάλα δὲ ἀκολούθως καρ‐ δίας ἐμνημόνευσε πρῶτον, εἶτα γλώττης, καὶ τότε | |
20 | τῆς πράξεως· ἔργου γὰρ ἡγεῖται λόγος, λόγου δὲ ὁ νοῦς. «Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ.» Εἰ δὲ καί τινι συμφορᾷ τινες περιπέσοιεν, ἐπικερτομεῖν οὐ δεῖ καὶ ἐπεμβαίνειν, ἀλλὰ μᾶλλον κοινωνεῖν τῆς ἀθυμίας, κατὰ τὸν ἀποστολικὸν νόμον, | |
25 | τὸν παρεγγυῶντα κλαίειν μετὰ κλαιόντων. δʹ. «Ἐξουδένωται ἐνώπιον αὐτοῦ πᾶς πονη‐ ρευόμενος.» Εἰ δέ τις τὸν παράνομον ἕλοιτο βίον, τοῦτον ἡγείσθω τρισάθλιον, κἂν ἐξ οὐρίων φέρηται τὴν ἄκραν ἔχων εὐημερίαν. Ἐπειδὴ γὰρ τὸ ὀνειδί‐ | |
30 | ζειν ἐξέβαλεν, εἰκότως τοῦτο προστέθεικεν, ἀγαθῶν ἀνδρῶν καὶ κακῶν διδάσκων διαφοράν· «Τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει.» Ἅπαντας δὲ τοὺς περὶ πολλοῦ τὰ θεῖα ποιουμένους σέβειν ὅσιον, καὶ πάσης ἀξιοῦν αἰδοῦς καὶ τιμῆς. | |
35 | «Ὁ ὀμνύων τῷ πλησίον αὑτοῦ, καὶ οὐκ ἀθετῶν. [εʹ.] Τὸ ἀργύριον αὑτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβε.» Τοὺς μὲν ὅρκους ἡ ἀλήθεια βεβαιούτω, καὶ τὴν εὐπορίαν ἡ πλεονεξία μὴ μολυνέτω. Εἶδος δὲ ταύτης ὁ τόκος. Ἀδωρότατος | |
40 | δὲ ἔστω δικάζων, καὶ καθαρὰν δώρων ἐκφερέτω τὴν ψῆφον. Ἡ γὰρ δωροδοκία διαφθείρει τὸ δίκαιον. «Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.» Ταύ‐ της δὲ ἆθλον τῆς ἀρετῆς τὸ τῆς θείας ἐπικουρίας διηνεκῶς ἀπολαύειν, καὶ ἐν πολλοῖς ἀγαθοῖς δια‐ | |
45 | μένειν, καὶ τὴν αἰώνιον προσμένειν ζωήν. Ταῦτα οὐχ ἧττον ἡμῖν ἢ τοῖς πάλαι ἁρμόττει· ἐπειδὴ πρὸς τῇ παλαιᾷ καὶ τὴν καινὴν νομοθεσίαν δεδέγμεθα, καὶ μείζονος χάριτος τετυχήκαμεν, ΕΡΜΗΝ. ΤΟΥ ΙΕʹ ΨΑΛΜΟΥ. | |
80.956(50) | αʹ. «Στηλογραφία, τῷ Δαβίδ.» Ἐνταῦθα προ‐ | |
αγορεύει τοῦ Δεσπότου τὸ πάθος καὶ τὴν ἀνάστασιν, | 955 | |
80.957 | καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν σωτηρίαν. Δηλοῖ δὲ ἡ ἐπιγραφὴ πρὸς τῷ θανάτῳ καὶ τὴν νίκην. Στήλη γὰρ οὐ τάφοις ἐπιτίθεται μόνοις, ἀλλὰ καὶ νικῶσιν ἀνίσταται, καὶ γράμματα δέχεται τὴν νίκην | |
5 | τοὺς ἀγνοοῦντας διδάσκοντα. Τοῦτο τοιγαροῦν ση‐ μαίνει ἡ τῆς στηλογραφίας ἐπιγραφή. «Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. [βʹ.] Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ.» Ἐκ προσώ‐ που τοῦ Σωτῆρος εἴρηται ὁ ψαλμός· εἴρηται δὲ | |
10 | κατὰ τὸ ἀνθρώπειον· ὥσπερ αὖ τοιαῦτα πολλὰ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν· τοιοῦτόν ἐστι καὶ τό· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ πο‐ τήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.» Καί· «Πορεύομαι πρὸς τὸν Πατέρα μου | |
15 | καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Οὕτως εὑρίσκομεν αὐτὸν εὐχόμενον συνεχῶς, καὶ τὰ γόνατα κάμπτοντα. Ὅτι δὲ τῆς ἀνθρωπίνης φύσεως ταῦτα, καὶ οὐ τῆς ἀνενδεοῦς θεότητος, ὁ Ἀπόστολος διδάσκει σαφῶς. Λέγει δὲ οὕτως ἐν τῇ πρὸς Ἑβραίους | |
20 | Ἐπιστολῇ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὑτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώ‐ ζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενεγκὼν, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐ‐ λαβείας· καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν | |
25 | ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακού‐ ουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» Ἐτελειώθη δὲ οὐχ ὁ πρὸ τῶν αἰώνων τέλειος Θεὸς Λόγος, ἀλλ’ ἡ τοῦ δούλου μορφὴ, ἀπαθὴς, καὶ ἄφθαρτος, καὶ ἀθά‐ νατος γενομένη. Ταῦτα τοίνυν ἔφη δεδρακέναι τὸν | |
30 | Κύριον ἐν ταῖς ἡμέραις τῆς σαρκὸς, ἡνίκα θνητὸν εἶχε τὸ σῶμα. Τοιγαροῦν ἀνθρώπινα ταῦτα ἅπαντα, καὶ οὐ θεοπρεπῆ. Οὕτω τοίνυν καὶ ἐν τῷδε τῷ ψαλμῷ αἰτεῖ φυλαχθῆναι, καὶ ὑφ’ ἑαυτοῦ φυλάττε‐ ται. Αἰτεῖ μὲν γὰρ ὡς ἄνθρωπος· δίδωσι δὲ τὴν αἴ‐ | |
35 | τησιν ὡς Θεός· εὐδοκοῦντος δηλονότι καὶ συν‐ εργοῦντος τοῦ οἰκείου Πατρός. Τὸ δέ γε· «Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ·» ἔοικε τῷ· «Πορεύομαι πρὸς τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν.» —«Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.» Ἀνενδεὴς γὰρ ὑπάρ‐ | |
40 | χεις, καὶ τῆς ἀνθρωπίνης δικαιοσύνης οὐ χρῄζεις· ἀλλ’ ὅτι ἄν τις ἀγαθὸν δράσοι, αὐτὸς ὀνίναται· σοὶ δὲ κέρδος ἐντεῦθεν οὐδέν. Τοῦτο δὲ ὁ Σύμμαχος ἑτέ‐ ρως ἡρμήνευσεν· «Ἀγαθόν μοι οὐκ ἔστιν ἄνευ σου. Πᾶσα, φησὶ, τῶν ἀγαθῶν ἡ φορὰ διὰ τῆς σῆς | |
45 | ὑπάρχει μοι χάριτος. Ἀμφότερα δὲ ταῦτα τῆς εὐ‐ σεβείας ἔχεται. Καὶ ἡμεῖς γὰρ παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν ἀπολαύομεν, καὶ αὐτὸς τῆς ἡμετέρας δικαιο‐ πραγίας οὐ χρῄζει· χάριν μέντοι τῆς ἡμετέρας ὠφε‐ | |
λείας ταύτην νομοθετεῖ. | 957 | |
80.960 | γʹ. «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμά‐ στωσεν ὁ Κύριος, ὅτι πάντα τὰ θελήματα αὐ‐ τοῦ ἐν αὐτοῖς.» Τοὺς ἀποστόλους ἐνταῦθα αἰνίτ‐ τεται, καὶ τοὺς δι’ ἐκείνων πεπιστευκότας· οἷς λέγει | |
5 | διαφανῆ γεγενῆσθαι τοῦ Θεοῦ τὰ θαύματα· ἐπει‐ δὴ πάντα μου, φησὶ, πεπληρώκασι τὰ προσ‐ τάγματα. δʹ. «Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν.» Πολλαὶ, φησὶ, πανταχόθεν ἐπ‐ | |
10 | ανέστησαν προσβολαὶ δήμων καὶ δημαγωγῶν, βασι‐ λέων καὶ στρατηγῶν. Πλὴν ἁπάντων περιγενό‐ μενοι μετὰ τάχους ὅτι πλείστου τὸν δρόμον ἐτέλε‐ σαν καὶ τὴν νύσσαν κατέλαβον. Ἔοικε δὲ τοῦτο τῷ ἀποστολικῷ ῥητῷ· «Ὅταν ἀσθενήσω, τόδε | |
15 | δυνατός εἰμι.» —«Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνημονεύσω τῶν ὀνο‐ μάτων αὐτῶν διὰ χειλέων μου.» Τούτους δὲ, φησὶ, τοὺς ἐπανισταμένους αὐτοῖς τιμωρίαις παραδώσω, καὶ τὴν μνήμην αὐτῶν κατακρύψω τῇ λήθῃ, ὥστε | |
20 | καὶ αὐτὰς τὰς προσηγορίας παντάπασιν ἀγνοεῖσθαι. εʹ. «Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου.» Ἀναμνησθῆναι προσήκει τῶν ἐν τῷ δευτέρῳ ψαλμῷ εἰρημένων. Καὶ γὰρ ἐκεῖ ἀνθρω‐ πίνως πάλιν πρὸς αὐτὸν ἔλεγεν ὁ Πατήρ· «Αἴτησαι | |
25 | παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα ἔφη περὶ τῶν ἱερῶν ἀποστόλων· «Πάτερ, οὓς ἔδωκάς μοι σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδω‐ | |
30 | κας· καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας.» Ἀλλ’ ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν· οὕτως ἑτέρωθι δεί‐ κνυσιν, ὡς αὐτός ἐστι τῶν ἁπάντων Δεσπότης. «Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, | |
35 | κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Καὶ πάλιν· «Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς ποίμνης ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» | |
40 | Καὶ ἐν τῷ παρόντι μέντοι ψαλμῷ ἀνθρωπίνως λέ‐ γει· Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ πο‐ τηρίου μου· κληρονομίαν μὲν καλῶν τὴν τῶν ἐθνῶν | |
βασιλείαν· ποτήριον δὲ, ὃν ὑπὲρ ἡμῶν ὑπέμεινε | 959 | |
80.961 | θάνατον. Οὕτω γὰρ καὶ ἐν τοῖς ἱεροῖς ἔλεγεν Εὐ‐ αγγελίοις· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ.» [Ὡσεὶ σαφέστερον ἔλε‐ γεν· Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρο‐ | |
5 | νομία μου, μερίς ἐστιν ὁ Κύριος· ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου, τουτέστι τοῦ θανάτου μερὶς γεγε‐ νημένος ὁ αὐτός.] «Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρο‐ νομίαν μου ἐμοί.» Οὐκ εἶπεν· ὁ διδοὺς, ἀλλ’, «Ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου.» Ἐπειδὴ γὰρ | |
10 | εὐθὺς δημιουργηθεὶς ὁ ἄνθρωπος, ἁπάντων ἔλαβε τὴν ἐξουσίαν, καὶ ζωὴν εἶχεν ἀθάνατον· μετὰ δὲ τὴν παράβασιν ἀμφοτέρων ἐξέπεσε, καὶ τῆς δεσποτείας, καὶ τῆς ζωῆς· ἀνθρωπίνως ὁ Δεσπότης ὑπὲρ τῆς ἀνθρωπείας φύσεως ποιεῖται τὴν αἴτησιν, ἀξιῶν ἀπολαβεῖν τὴν προτέραν ζωήν τε καὶ δεσποτείαν. | |
15 | ϛʹ. «Σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι.» Ταύτης ἕνεκεν, φησὶ, τῆς κληρονομίας, τὰς παρού‐ σας ἐδεξάμην ἐπιβουλάς· σχοινία γὰρ τὰς ἐπιβουλὰς ὀνομάζει· οὕτως καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Σχοι‐ | |
20 | νία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» Λέγει τοίνυν, ὅτι Ταύτης ἕνεκα τῆς κρατίστης κληρονομίας, καὶ τῆς τῶν ἀν‐ θρώπων χάριν σωτηρίας, τὰς παρούσας ἐπιβουλὰς ὑπομένω. | |
25 | ζʹ. «Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.» Ἀλλ’ ὅμως ὑπὸ τοῦ Κυρίου σοφιζόμενος, καὶ ἀρίστοις χρώμενος λογισμοῖς, τῆς τοῦ πάθους νυκτὸς περιέσομαι. Νύκτα γὰρ ἐκάλεσε τὸ ζοφῶδες τῶν | |
30 | πειρασμῶν. Μηδεὶς δὲ ἀνάρμοστον ἡγείσθω τὸ συν‐ ετίζεσθαι κατὰ τὴν ἀνθρωπείαν φύσιν τὸν Δεσπό‐ την Χριστὸν, ἀκούων τοῦ θεσπεσίου Λουκᾶ λέγον‐ τος· «Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Ἀκουσάτω δὲ αὐτοῦ πάλιν | |
35 | λέγοντος, ὅτι δειλιάσαντα παρὰ τὸ πάθος, καὶ ἱδρώ‐ σαντα θρόμβους αἵματος, ἄγγελος προσελθὼν ὑπ‐ εστήριξεν. Εἰ δὲ ἀγγελικῆς ἐδεήθη ῥοπῆς, ἵνα δείξῃ τὴν φύσιν τῆς τοῦ δούλου μορφῆς· πολλῷ δήπουθεν παρὰ τῆς ἐνοικούσης θεότητος ἐσοφίζετο. Ἄνθρω‐ | |
40 | πος γὰρ ὢν καὶ Θεὸς, ἐσοφίζετο μὲν ὡς ἄνθρωπος, πηγὴ δὲ σοφίας ἦν ὡς Θεός. ηʹ—ιαʹ. «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο | |
45 | ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκη‐ νώσει ἐπ’ ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια‐ φθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης, μετὰ τοῦ προσώπου σου· τερπνό‐ | |
80.961(50) | της ἐν τῇ δεξιᾷ σου εἰς τέλος.» Ταῦτα περιττὸν ἡμᾶς ἑρμηνεύειν, τοῦ θεσπεσίου Πέτρου, τοῦ | |
καὶ τὴν παρὰ τοῦ Πατρὸς, καὶ τὴν παρὰ τοῦ Υἱοῦ, | 961 | |
80.964 | καὶ τὴν παρὰ τοῦ ἁγίου Πνεύματος ἀποκάλυψιν δεξαμένου, πάλαι τούτων τὴν ἑρμηνείαν ποιησαμέ‐ νου. Οὗτος γὰρ ἐν Ἰουδαίοις δημηγορῶν, καὶ ταύτην ἐνεγκὼν εἰς μέσον τὴν μαρτυρίαν, οὕτως | |
5 | ἔφη· «Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτε‐ λεύτησε, καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς σήμερον. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ | |
10 | τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδ’ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.» Καὶ ἑτέρωθι· «Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας ἀπέθανε, | |
15 | καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.» Ταῦτα καὶ τοῖς παρερμηνεύειν τολ‐ μῶσιν ἀναγκαῖον προφέρειν· καὶ μέντοι καὶ Ἰουδαίοις· προφανῆ γὰρ ἔλεγχον ἔχει τῆς Ἰου‐ δαίων ἐμβροντησίας. Λέγει τοίνυν ὁ Δεσπότης | |
20 | Χριστὸς ἀνθρωπίνως κἀνταῦθα, ὅτι Διηνεκῶς ὑπὸ τῆς θείας στηριζόμενος φύσεως τῷ σωτηρίῳ πρόσ‐ ειμι πάθει, καὶ τῇ ἐλπίδι τῆς ἀναστάσεως ἐπευ‐ φραίνομαι. Οὔτε γὰρ ἡ ψυχή μου εἰς ᾅδου κατα‐ λειφθήσεται, οὐθ’ ἡ σάρξ μου ὑπομενεῖ τὴν κατὰ | |
25 | φύσιν διαφθοράν. Ταχείας γὰρ τῆς ἀναστάσεως τεύξομαι, καὶ εἰς τὴν ζωὴν ἐπανήξω· ἅπασι ταύτην ἀνθρώποις ὑποδεικνὺς τὴν ὁδόν. «Πλη‐ ρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος.» Ἐπειδὴ | |
30 | τῷ πάθει προσιὼν ἔλεγε, «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·» εἰκότως τούτοις ἐχρή‐ σατο τοῖς λόγοις τῆς ἀναστάσεως μνημονεύσας, διδάσκων ὡς ἀντὶ τῆς ἀθυμίας ἐκείνης ἐν διηνεκεῖ θυμηδίᾳ γενήσεται, ἀπαθὴς, καὶ ἄτρεπτος, καὶ | |
35 | ἀθάνατος, καὶ κατὰ τὴν ἀνθρωπείαν φύσιν γενόμενος. Ὡς γὰρ Θεὸς, τοῦτο ἦν ἀεὶ, καὶ μέντοι καὶ τῇ ἀνθρωπείᾳ φύσει εὐθὺς ἐν τῇ μήτρᾳ διαπλα‐ σθείσῃ τοῦτο παρασχεῖν αὐτῷ ῥᾴδιον ἦν. Ἀλλὰ διὰ τῶν παθῶν ὁδεῦσαι συνεχώρησεν ἣν ἀνέλαβε φύ‐ | |
40 | σιν, ἵνα οὕτω τῆς ἁμαρτίας καταλύσας τὴν δυνα‐ στείαν, παύσῃ μὲν τοῦ διαβόλου τὴν τυραννίδα, κατα‐ λύσῃ δὲ τοῦ θανάτου τὸ κράτος, καὶ πᾶσιν ἀνθρώ‐ ποις παράσχῃ τὴν τῆς ἀναβιώσεως ἀφορμήν. Ὡς ἄνθρωπος τοίνυν, καὶ τὴν ἀφθαρσίαν, καὶ τὴν ἀθα‐ | |
45 | νασίαν λαμβάνει. Οὗτος ὁ ψαλμὸς καὶ τὴν Ἀρείου, καὶ τὴν Εὐνομίου, καὶ Ἀπολιναρίου φρενοβλάβειαν ἐλέγχει. Οἱ μὲν γὰρ σῶμα ἄψυχον τὸν Θεὸν Λόγον εἶπον ἀνειληφέναι. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ | |
ἀναληφθὲν ἐκάλεσε σῶμα, τῆς δὲ λογικῆς αὐτὸ ψυ‐ | 963 | |
80.965 | χῆς ἀπεστέρησεν· οὐκ οἶδα ὅθεν μαθὼν τὰς δύο ταύτας ψυχάς· οὐδαμοῦ γὰρ ἡ θεία τοῦτο διδάσκει Γραφή. Ἀλλ’ ὁμοῦ τὸ πανάγιον Πνεῦμα, διὰ τοῦ μακαρίου Δαβὶδ, ψυχῆς ἀντικρὺς ἐμνημόνευσεν, ἔλεγχον δεδωκὼς προφανῆ καθ’ ἑκατέρας αἱρέσεως. | |
5 | ΕΡΜΗΝ. ΤΟΥ Ιϛʹ ΨΑΛΜΟΥ. αʹ. «Προσευχὴ τῷ Δαβίδ.» Διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, καὶ παντοδαπὰς ὑπομένων ἐπιβουλὰς, τὸν τῶν ὅλων Θεὸν εἰς ἐπικουρίαν καλεῖ. «Εἰσάκου‐ σον, Κύριε, δικαιοσύνης μου· πρόσχες τῇ δεήσει | |
10 | μου· ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.» Πάλιν ἐνταῦθα δικαιοσύνην οὐ τὴν τελείαν ἀρετὴν λέγει, ἀλλὰ τὴν δικαίαν αἴτησιν. Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ τὴν ἀντωνυμίαν οὐ προστεθείκασιν· ἀλλ’ ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων Κύριον δι‐ | |
15 | καιοσύνης τὸν Θεὸν ὠνομάκασιν· ὁ δέ γε Ἀκύ‐ λας οὕτως ἔφη, Εἰσάκουσον, Κύριε, δίκαιον, ἀντὶ τοῦ δικαίως, καὶ μὴ μακροθύμως. Τὸ δὲ, «Οὐκ ἐν χείλεσι δολίοις,» ὁ Σύμμαχος οὕτως εἴρηκεν, Οὐ διὰ χειλέων δολίων. Καθαροῖς γὰρ, φησὶ, χείλεσι | |
20 | τὴν ἱκετείαν προσφέρω· οὐχ ἕτερα μὲν φρονῶν, ἕτερα δὲ φθεγγόμενος· ἀλλὰ συνομολογοῦσαν ἔχω τῇ γνώμῃ τὴν γλῶτταν. βʹ. «Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητα.» Ἀντι‐ | |
25 | βολῶ σε δικάσαι τοῖς κατ’ ἐμέ· οἶδα γάρ σου τῆς ψήφου τὸ δίκαιον. γʹ, δʹ. «Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδι‐ κία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα | |
30 | τῶν ἀνθρώπων.» Ἐνταῦθα διδάσκει, ὡς πολλάκις λαβὼν τὸν Σαοὺλ ὑποχείριον, ἀνελεῖν οὐκ ἠνέσχετο, ἀλλ’ εὐεργεσίᾳ τὴν ἀδικίαν ἠμείψατο· διὸ καὶ τῆς νυκτὸς ἐμνημόνευσεν, ἐν ᾗ τοῦτο δέδρακεν, ἐν νυκτὶ καθεύδοντα τὸν Σαοὺλ περισώσας, καὶ οὐ‐ | |
35 | δενὶ συγχωρήσας ἐπενεγκεῖν αὐτῷ τὴν θανατηφόρον πληγήν. Τροπικῶς δὲ καὶ τὰς συμφορὰς νύκτας καλεῖ, διὰ τὸ ζοφῶδες τῆς ἀθυμίας, ὥσπερ αὖ, καὶ πύρωσιν τὴν δοκιμασίαν αὖθις ὀνομάζει· «Ἐπύρωσας γάρ με, φησὶ, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ | |
40 | ἀδικία.» Καθάπερ γάρ τινα χρυσὸν δοκιμάσας, ἀκίβδηλον εὗρες, ὦ Δέσποτα. Τοσοῦτον γὰρ ἀπέσχον | |
τοῦ λυμήνασθαι τὸν πολέμιον, ὅτι καὶ τῆς κατ’ | 965 | |
80.968 | αὐτοῦ λοιδορίας ἐλευθέραν τὴν γλῶτταν ἐφύλαξα, καὶ ἃ πράττων ἐκεῖνος διατελεῖ, ταῦτα λέγειν οὐκ ἠνεσχόμην ἐγώ. «Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.» Τοῦτο δὲ ὁ | |
5 | δυσχερὲς, καὶ ἐπίπονον δέδρακα ταῖς σαῖς πειθόμενος ἐντολαῖς. εʹ. «Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρί‐ βοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.» Ἱκετεύω τοίνυν, μὴ παρατραπῆναί μου τὸν σκοπόν· | |
10 | ἔσται δὲ τοῦτο, εἰ τῆς σῆς ῥοπῆς ἀπολαύσαιμι. Δια‐ βήματα γὰρ τῆς πράξεως τὴν ὁρμὴν προσηγόρευ‐ σεν. ϛʹ. «Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός.» Οὐ μάτην τοῖσδε λόγοις ἐχρησάμην, ἀλλὰ | |
15 | πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας· ἤκουσας γάρ μου καλοῦντος πολλάκις. «Κλῖνον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. [ζʹ.] Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώ‐ ζων τοὺς ἐλπίζοντας ἐπὶ σέ.» Δέξαι τοίνυν τὴν | |
20 | ἱκετείαν· κίνησον πολλὰς γλώττας εἰς ὑμνῳδίαν. Οἱ γὰρ ἐλεούμενον παρὰ σοῦ τὸν ἀδικούμενον βλέπον‐ τες ὑμνήσουσί σου τὴν πρόνοιαν· εἴωθας δὲ τοῖς εἰς σὲ πεποιθόσιν ἐπικουρίαν ὀρέγειν. ηʹ. «Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύ‐ | |
25 | λαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ.» Ἀνθ‐ εστηκότας τῇ τοῦ Θεοῦ δεξιᾷ τοὺς πολεμοῦντας αὐτῷ προσηγόρευσεν. Καὶ μάλα εἰκότως· ὑπὸ Θεοῦ γὰρ ἐχρίσθη, καὶ παρ’ αὐτοῦ τῆς βασιλικῆς χειροτονίας τετύχηκεν. Λέγει τοιγαροῦν, ὅτι Τῇ σῇ | |
30 | ἀντιτάττονται ψήφῳ οἱ κατ’ ἐμοῦ τὴν μάχην ἀνα‐ δεξάμενοι, καὶ παρακαλεῖ τοσαύτης φυλακῆς ἀπο‐ λαῦσαι, ὅσης ἡ κόρη τοῦ ὀφθαλμοῦ· ἥτις καθά‐ περ τινὰς περιβόλους ἔχει τὰ βλέφαρα· ἀντὶ δὲ σκολόπων, τὰς βλεφαρίδας. Ἔχει δὲ καὶ τῶν ὀφρύων | |
35 | τὰς προσβολὰς, τὴν τῶν ἱδρώτων νοτίδα τοῖς κρο‐ τάφοις παραπεμπούσας, καὶ τῆς ἐκεῖθεν λώβης ἀπαλλαττούσας τὸ ὀπτικόν. Τοιαύτης ἱκετεύει κη‐ δεμονίας τυχεῖν. «Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. | |
40 | [θʹ.] Ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.» Πάλιν ἑτέρᾳ χρησάμενος εἰκόνι προμηθείας τυχεῖν ἀξιοῖ. Ἤκουσε γὰρ καὶ τοῦ μεγάλου Μωσέως | |
λέγοντος· «Διεὶς τὰς πτέρυγας αὑτοῦ ἐδέξατο αὐ‐ | 967 | |
80.969 | τοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρέ‐ νων αὑτοῦ.» Καὶ ὁ Κύριος δὲ πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς | |
5 | ὑπὸ τὰς πτέρυγας αὑτῆς, καὶ οὐκ ἠθελήσατε;» Πτέρυγας δὲ τὴν ὀξείαν καὶ σύντομον τῆς προνοίας ἀσφάλειαν ὀνομάζει· ῥᾴστη γὰρ τῶν πτερύγων ἡ κίνησις. «Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. [ιʹ,] Τὸ στέαρ αὑτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν | |
10 | ὑπερηφανίαν.» Τὸ στέαρ τινὲς εὐημερίαν καὶ εὐ‐ εξίαν ὠνόμασαν. Ἐμοὶ δὲ δοκεῖ τὴν εὔνοιαν καὶ φιλαδελφίαν οὕτω καλεῖν· τοῦτο ἡ τῶν ῥητῶν ἀκο‐ λουθία παραδηλοῖ· πᾶσαν γὰρ φυσικὴν ἀποκλείσαν‐ τες, φησὶν, εὐσπλαγχνίαν, καὶ οὐδεμίαν χώραν τοῖς | |
15 | τῆς φιλανθρωπίας λογισμοῖς δεδωκότες, φθέγγονται μὲν ὑψηλὰ καὶ ὑπέρογκα· ἐνέδρας δέ μοι παντοδα‐ πὰς καὶ λόχους ἱστᾶσιν. ιαʹ. «Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.» | |
20 | Αὐτοί με τῆς πατρῴας ἐξήλασαν γῆς· καὶ πάλιν τῇδε κἀκεῖσε διατρέχουσι συλλαβεῖν ἐφιέμενοι· ἐπειδὴ τὸ εὐθὲς οὐκ ἐθέλουσι βλέπειν· ἀλλ’ ἑτερο‐ κλινὲς ἔχουσι τῆς διανοίας τὸ ὄμμα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· «Τοὺς ὀφθαλμοὺς αὐτῶν | |
25 | ἔταξαν ἑτεροκλινεῖν ἐν τῇ γῇ.» ιβʹ. «Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θή‐ ραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.» Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες, θηρία μι‐ μοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκο‐ | |
30 | ποῦντα, καὶ ἐξαπιναίως ὁρμῶντα. ιγʹ, ιδʹ. «Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς· ῥομφαίαν σου, ἀπὸ ἐχθρῶν τῆς χειρός σου.» Ἐκείνων μὲν, Δέσποτα, κώλυσον τὴν ὁρμὴν, | |
35 | οἷς οἶδας κωλύμασι· τοῦτο γὰρ ὑποσκέλισον εἶπεν, ἐκ μεταφορᾶς τῶν λαθραίως τοὺς θέοντας καταβαλ‐ λόντων. Ἐμὲ δὲ τῆς ἐκείνων ἐπιβουλῆς ἐλευθέρω‐ σον, τῇ ῥομφαίᾳ σου χρώμενος κατ’ αὐτῶν. Οὕτω γὰρ ὁ Σύμμαχος εἴρηκεν, Εἰς μάχαιράν σου, Κύ‐ | |
40 | ριε, ἀπὸ ὀλίγων τῆς γῆς. Τῷ ὅρῳ σου γὰρ, | |
φησὶ, τοὺς ἀνθρώπους παραπέμπεις θανάτῳ. Σὺ | 969 | |
80.972 | γὰρ εἶπας· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Δια‐ μέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν· καὶ τῶν κε‐ κρυμμένων σου ἐμπλησθήτω ἡ γαστὴρ αὐτῶν.» Ἐγὼ δὲ, εἰ καὶ σοὶ τῷ θανάτῳ παραπέμψαι ῥᾴ‐ | |
5 | διον, ἀλλ’ οὖν ἱκετεύω ζῶντας αὐτοὺς σκεδασθῆναι, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διαλυθῆναι, καὶ τῶν ἀποκειμένων σοὶ τιμωριῶν μετασχεῖν. Οὕτω δὲ καὶ ἐν τῇ ᾠδῇ τοῦ μεγάλου Μωσέως, αὐτὸς ὁ Θεός φησιν· «Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται | |
10 | παρ’ ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα αὑτῶν τοῖς νηπίοις αὑτῶν.» Καὶ τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Χορτα‐ | |
15 | σθήσονται υἱοὶ, καὶ ἀφήσουσι τὰ λείψανα αὑ‐ τῶν τοῖς νηπίοις αὑτῶν. Οἶδα, φησὶν, ὡς τὴν δικαίαν σου τιμωρίαν οὐ μόνον αὐτοῖς ἐπάξεις, ἀλλὰ καὶ τοῖς υἱέσι, καὶ τοῖς ἐγγόνοις, τὴν τῶν προγόνων πονηρίαν μιμησαμένοις· τὸ δὲ χορτασθήσονται, ἀντὶ τοῦ, εἰς κόρον μεθέξουσι τῶν κακῶν. | |
20 | ιεʹ. «Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσ‐ ώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου,» τῷ Παιδί σου· ἐκεῖνοι μὲν γὰρ τοιαύτας δώσουσι δίκας· ἐγὼ δὲ τοῖς παρὰ τῆς δι‐ καίας σου προνοίας ἀγαθοῖς ἐντρυφήσω, πεῖραν με‐ | |
25 | γίστην τῆς σῆς εὐεργεσίας δεξάμενος. ΕΡΜΗΝ. ΤΟΥ ΙΖʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου, τῷ Δαβὶδ, ἃ ἐλάλησε τῷ Κυρίῳ, τοὺς λόγους τῆς ᾠδῆς ταύ‐ της, ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς | |
30 | πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν.» Δήλη ἡ ἐπιγραφὴ, καὶ ἑρμηνείας οὐ δεομένη. Ἔγκειται δὲ καὶ τῇ τῶν Βασιλειῶν ἱστο‐ ρίᾳ τοῦδε τοῦ ψαλμοῦ ἡ διάνοια. Θαυμάσαι δὲ ἄξιον τὴν τοῦ προφήτου φιλοσοφίαν. Τοσαύτας γὰρ ἐπι‐ | |
35 | βουλὰς παρὰ τοῦ Σαοὺλ ὑπομείνας, οὐ συνέταξεν αὐτὸν τοῖς ἐχθροῖς· ἀλλὰ τῶν πολεμίων χωρίσας, οὐχ ὡς δυσμενοῦς ἐμνημόνευσεν· εἰς τὸ τέλος δὲ πρόσκειται, ἐπειδὴ καὶ προφητείαν ἔχει τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς Ἰουδαίων ἀλλοτριώ‐ | |
40 | σεως· ἃ μακροῖς ὕστερον ἐγένετο χρόνοις. βʹ, γʹ. «Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος, στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· | |
ὁ Θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν· ὑπερ‐ | 971 | |
80.973 | ασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου.» Ἀγάπῃ τὰς εὐεργεσίας ὁ προ‐ φήτης ἀμείβεται· ταύτην γὰρ μόνην τῷ Θεῷ τὸν εὖ πεπονθότα δυνατὸν ἀντιδοῦναι· ταύτην καὶ τῆς | |
5 | νομοθεσίας ἀρχόμενος ἐνομοθέτησεν ὁ Θεός. «Ἀγα‐ πήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.» Ἀλλ’ ἕπεται τῇ ἀγάπῃ τοῦ ἀγα‐ πωμένου ἡ θεραπεία. «Ἡ γὰρ ἀγάπη πάντα στέγει, | |
10 | πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Ὑπισχνεῖται δὲ ὁ μακά‐ ριος Δαβὶδ τὸν Θεὸν ἀγαπήσειν, οὐχ ὡς οὐδέπω τοῦτο τέλεον κατορθώσας· ἀλλὰ κόρον λαβεῖν τῆς ἀγάπης οὐκ ἀνεχόμενος· εἶτα τὰς εὐεργεσίας θείας ποιεῖ‐ | |
15 | ται προσηγορίας, καὶ τὸν κατάλογον ὧν ἔτυχεν ἀγαθῶν κατάλογον ὀνομάτων ἐργάζεται· καὶ καλεῖ τὸν Θεὸν ἰσχὺν, ὡς ταύτης μεταλαχών· στερέωμα, ὡς στερεὸς κατὰ τῶν πολεμίων γενόμενος· κατα‐ φυγὴν, ὡς τεῖχος ἐσχηκὼς τὸν Θεὸν, καὶ περίβο‐ | |
20 | λον ὀχυρόν· ῥύστην, ὡς διὰ τοῦ Θεοῦ τῶν δυσμε‐ νῶν ἀπηλλαγμένος· βοηθὸν, ὡς ἐκεῖθεν ἐπικουρίας τυχών· ὑπερασπιστὴν, ὡς πρόμαχον ἐν καιρῷ γεγενημένον· κέρας σωτηρίας, καὶ ἀντιλήπτορα, ὡς τῇ αὐτοῦ προμηθείᾳ περισωθείς. Τὸ δὲ κέρας | |
25 | σωτηρίας τέθεικεν ἐκ μεταφορᾶς τῶν ζώων, τῶν τοῖς κέρασιν τοὺς πολεμίους ἀμυνομένων. [Κέ‐ ρας δὲ λέγεται καὶ ἡ βασιλεία, «Καὶ δώσει γὰρ ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν· καὶ ὑψώσει κέρας Χριστοῦ αὑτοῦ·» ἀντὶ τοῦ τὴν βασιλείαν τοῦ Χριστοῦ | |
30 | αὑτοῦ.] δʹ. «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.» Ἐνταῦθα διδασκό‐ μεθα χάριν μὲν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων ἀγαθῶν, αἰτεῖν δὲ πάλιν τὰ ἐνδέοντα· τοῦτο γὰρ, | |
35 | φησὶ, ποιῶν, κρείττων ἔσομαι τῶν δυσμενῶν. Εἶτα διηγεῖται τὰς παντοδαπὰς τῶν πολεμίων ἐπαναστά‐ σεις. εʹ, ϛʹ. «Περιέσχον με ὠδῖνες θανάτου· καὶ χεί‐ μαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περι‐ | |
40 | εκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου.» Ὠδῖνας θανάτου καὶ ᾅδου καλεῖ τοὺς θανατηφόρους κινδύνους. Καθάπερ γὰρ αἱ ὠδῖνες παρ’ αὐτὸν γίνονται τὸν τόκον, οὕτως οἱ μέγιστοι κίνδυνοι τῷ θανάτῳ πελάζουσι· χειμάῤῥους δὲ ἀνομίας τὰς | |
45 | ἀδίκους καὶ ἀθρόας τῶν ἐχθρῶν προσβολάς· καθά‐ περ γὰρ ὁ χειμαῤῥους, τὰς τῶν ὑδάτων συῤῥοίας ἐντεῦθεν κἀκεῖθεν φερομένας δεχόμενος, ἐξαπιναίως προσβάλλει· οὕτω καὶ ὁ Σαοὺλ, καὶ οἱ ἄλλοι πολέ‐ | |
μιοι, ταῖς ἐφόδοις ἐχρῶντο. Παγίδας δὲ θανάτου, | 973 | |
80.976 | τὰς ἐνέδρας ἐκάλεσεν· ὅπερ γὰρ τοῖς ἀλόγοις ἡ παγὶς, τοῦτο τοῖς πολεμουμένοις ὁ λόχος. Ἑκά‐ τερα γὰρ λαθραίας βλάβης ἐστὶ μηχανήματα. ζʹ. «Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν | |
5 | Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσε Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου· καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Ὑπὸ τοσούτων μέντοι πολιορκούμενος συμφορῶν, πάσης ἀνθρωπίνης καταφρονήσας ἐπι‐ | |
10 | κουρίας, τὴν θείαν ἐπεκαλεσάμην ῥοπὴν, καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθην· παραυτίκα γάρ μου τὰς ἱκε‐ τείας ἐδέξατο. Ναὸν δὲ ἐνταῦθα, οὐ τὸν χειροποίη‐ τον λέγει· οὐδὲ γὰρ ᾠκοδόμητο τηνικαῦτα· ὁ Σολο‐ μὼν γὰρ αὐτὸν ἐδείματο μετὰ ταῦτα· ἀλλὰ τὸν | |
15 | οὐρανὸν προσηγόρευσεν οὕτω. ηʹ, θʹ. «Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ· καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν· καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ· καὶ πῦρ ἀπὸ προσώπου | |
20 | αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ.» Ταῦτα δὲ ἅπαντα τέθεικεν, οὐχ ὡς πάν‐ τως οὕτω γεγενημένα, ἀλλ’ ὡς οὕτω τῇ πίστει νε‐ νοημένα. Οὐ μόνον δὲ τιμωρούμενος ὁ Θεὸς, ἀλλὰ καὶ δεδιττόμενος τοὺς ἀνθρώπους, πολλάκις τοιαῦτα | |
25 | πεποίηκε, καὶ βρονταῖς, καὶ κτύποις, καὶ σει‐ σμοῖς ἐκπλήττων, καὶ πυρί. Οὕτω καὶ τὸν Ἰσραὴλ δεδίξασθαι θελήσας, τὸ Σινᾶ ὄρος πυρὶ καπνιζό‐ μενον ἔδειξε. Διὰ τούτων τοίνυν καὶ ὁ παρὼν προφήτης τὴν τοῖς πολεμίοις ἐπενεχθεῖσαν τιμωρίαν | |
30 | ἐμήνυσε· διδάσκει δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους, μὴ τὰ ὅμοια δρᾷν, ἵνα μὴ τὰ ὅμοια πάθωσιν. ιαʹ, ιβʹ. «Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη· καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ἐπέβη ἐπὶ Χε‐ ρουβὶμ, καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Καὶ | |
35 | ἔθετο σκότον ἀποκρυφὴν αὑτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Πάλιν ἐνταῦθα τοῦ Θεοῦ τὴν ἐπιφάνειαν διηγούμενος, ἱκανὸν τοῖς ἀκροαταῖς ἐν‐ τίθησι δέος. Ἀλλ’ ὅμως, οὔτε κατάβασιν, οὔτε ἀνά‐ βασιν τῆς θείας ἡμεῖς ἐπιστάμεθα φύσεως· ἀπερί‐ | |
40 | γραφον γὰρ τὸ Θεῖον, πανταχοῦ παρὸν, περιέχον τὰ πάντα. Τὸ διάφορον δὲ τῶν οἰκονομιῶν διὰ τού‐ των ἐκπαιδευόμεθα. Ποτὲ μὲν γὰρ προσηνέστερον ἐπιφαίνεται τοῖς ἀνθρώποις· ποτὲ δὲ μεγαλοπρε‐ πέστερον. Ἔστι δ’ ὅτε καὶ φόβον ἐνθεῖναι βουλόμε‐ | |
45 | νος, παράδοξά τινα δείκνυσι καὶ ἀήθη. Τὸ τοίνυν, | 975 |
80.977 | «Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη,» νοήσωμεν ὅτι τὴν οἰκείαν ἐπιφάνειαν ἔδειξεν. Γνόφον δὲ «ὑπὸ τοὺς πόδας,» τὸ τῆς παρουσίας ἀόρατον· «τὴν δὲ, τῶν Χερουβὶμ ἐπίβασιν,» καὶ «τὴν τῶν ἀνέμων | |
5 | πτῆσιν,» τὸ τῆς ἐπιφανείας ὀξύ· τὸ δὲ, «Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ,» τὸ τῆς φύσεως ἀθεώρη‐ τον. Τὸ δὲ, «Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,» τὸ περὶ αὐτὸν φῶς· διὸ καὶ ὁ μακάριος ἔφη Παῦ‐ λος· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρό‐ | |
10 | σιτον.» «Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. [ιγʹ.] Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλ‐ θον.» Καθάπερ γὰρ, φησὶ, τῇ πυκνότητι τῶν νε‐ φῶν ζοφώδης γινόμενος ὁ ἀὴρ τῆς ἀστραπῆς | |
15 | ἐκπέμπει τὴν αἴγλην, οὕτως ἀόρατος ὢν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἀφίησι, καὶ τῷ κολαστικῷ πυρὶ κολάζει τοὺς πο‐ νηρίᾳ συζῶντας· τοῦτο γὰρ παρεδήλωσεν ἐπαγα‐ γών· | |
20 | «Χάλαζαι καὶ ἄνθρακες πυρός. [ιδʹ, ιεʹ.] Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος· καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ. Ἀπέστειλε βέλη, καὶ ἐσκόρ‐ πισεν αὐτούς· καὶ ἀστραπὰς ἐπλήθυνε, καὶ συν‐ ετάραξεν αὐτούς.» Ταῦτα καὶ ἐφ’ ἡμῶν πολλάκις | |
25 | ἐγένετο· ἐν γὰρ τοῖς ἔναγχος γεγενημένοις πολέ‐ μοις, καὶ τοὺς ἀρκτῴους Βαρβάρους ἐπελθόντας ἡμῖν χαλάζῃ καὶ πυρὶ κατηνάλωσεν, καὶ τοὺς ἀπὸ τῆς ἕω πρώην ἐπιστρατεύσαντας Πέρσας, καὶ ἀναι‐ μωτὶ τὰς ἡμετέρας πόλεις παραλαβεῖν προσδοκή‐ | |
30 | σαντας, ταύταις ἐπέδησε ταῖς πέδαις, καὶ πε‐ ραιτέρω προβῆναι κεκώλυκε· καὶ τοὺς μὲν θανάτῳ παρέπεμψε, τοὺς δὲ τῶν γεγενημένων ἀγγέλους ἐξ‐ έπεμψεν. ιϛʹ. «Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων· καὶ | |
35 | ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.» Καὶ τοῦτο ἐφ’ ἡμῶν ἐν πολλοῖς γεγέ‐ νηται κλίμασι· διέστη γὰρ ἡ γῆ κινηθεῖσα, καὶ βά‐ θος ἄμετρον ἐν ὑψηλοῖς ὄρεσιν ἀνεφάνη, καὶ ὕδωρ | |
40 | ἐν ἀνύδροις ἐδόθη χωρίοις· ποιεῖ δὲ ταῦτα ὁ τῶν ὅλων πρύτανις, τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν τοῖς ἀνθρώποις ἐπιδεικνὺς, καὶ διδάσκων ὡς δύ‐ ναται μὲν ἐν ἀκαρεῖ πᾶσι πανωλεθρίαν ἐπενεγ‐ κεῖν· φιλανθρωπίᾳ δὲ χρώμενος, ἀναβάλλεται τὴν | |
45 | τιμωρίαν, καὶ προσμένει τὴν μεταμέλειαν. ιζʹ. «Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσ‐ ελάβετό με ἀπὸ ὑδάτων πολλῶν.» Καὶ διδάσκων τί | |
καλεῖ τροπικῶς ὕδατα, ἐπήγαγεν· | 977 | |
80.980 | ιηʹ. «Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.» Προφανῶς, φησὶ, τὴν περὶ ἐμὲ κηδεμονίαν τοῖς ἐμοῖς ἔδειξε πολεμίοις· τοῦτο γὰρ εἶπεν εἰρηκὼς, «Ἐξ‐ | |
5 | απέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με·» ἀντὶ τοῦ, Πέ‐ πεικεν ἅπαντας ὡς οὐρανόθεν μοι τὴν ἐπικουρίαν παρέσχε. Ταύτης δέ με τῆς προμηθείας ἠξίωσε, τὸ τῶν πολεμίων ἰσχυρὸν θεασάμενος. «Ἐστερώθησαν γὰρ ὑπὲρ ἐμὲ,» φησίν. | |
10 | ιθʹ. «Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου.» Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τὴν τοῦ Ἀβεσσα‐ λὼμ ἐπανάστασιν, μετὰ τὴν ἁμαρτίαν γεγενημένην. Κάκωσιν γὰρ, ἣν ὁ Σύμμαχος ταλαιπωρίαν καλεῖ τῆς ψυχῆς λέγει τὴν ἀσθένειαν, δι’ ἣν ἡ ἁμαρτία | |
15 | γεγένηται. «Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. [κʹ.] Καὶ ἐξήγαγέ με εἰς πλατυσμόν.» Ὠθούμενόν με, φησὶ, καὶ καταβαλλόμενον ὑπήρεισεν ὁ Θεὸς, καὶ τὴν στενοχωρίαν εὐρυχωρίαν εἰργάσατο, ἀντὶ τοῦ | |
20 | προσδοκωμένου θανάτου τὴν ζωὴν χαρισάμενος· τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Ὠσθεὶς ἀνε‐ τράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.» «Ῥύσεταί με, ὅτι ἠθέλησέ με.» Ἐλπίζω δὲ, ὅτι καὶ εἰς τὸν ἔπειτα χρόνον τῆς αὐτῆς ἀξιώσει με | |
25 | βοηθείας, καὶ κρείττων ἔσομαι τῶν δυσμενῶν, κἂν μάλιστα πλείστην ἔχωσι δύναμιν. καʹ—κγʹ. «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου· καὶ κατὰ τὴν καθαριότητα τῶν χει‐ ρῶν μου ἀνταποδώσει μοι. Ὅτι ἐφύλαξα τὰς ὁδοὺς | |
30 | Κυρίου· καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δι‐ καιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ’ ἐμοῦ.» Οὐκ ἄδικον, φησὶ, ποιεῖταί μου πρόνοιαν, ἀλλὰ καὶ τὸν ἐμὸν σκοπὸν ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ἐμοὶ σπουδὴ | |
35 | πάσας αὐτοῦ φυλάττειν τὰς ἐντολάς· ἐπειδὴ γὰρ πολλὴν ἔδειξε περὶ αὐτὸν τοῦ Θεοῦ γεγενημένην κηδεμονίαν, δείκνυσι ταύτης τὸ δίκαιον, προτρέ‐ πων εἰς ἀρετὴν τοὺς ἀκούοντας, καὶ διδάσκων ὡς οὐχ οἷόν τε ταύτης ἡμᾶς τυχεῖν, μὴ γνησίαν εὔνοιαν | |
40 | περὶ τὸν Θεὸν κτησαμένους· οὐδὲ γὰρ τὸν τῶν οἰκείων κατορθωμάτων κατάλογον γυμνῶσαι πᾶσιν ὁ προφήτης ἠθέλησεν, ἀλλ’ ὑποθέσθαι πῶς οἷόν τε τῆς θείας ἀπολαῦσαι προνοίας. κδʹ. «Καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ.» Καὶ πῶς | |
45 | δυνατὸν τοῦτο κατορθῶσαι; «Καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.» Ἀπεχόμενος, φησὶν, ἐκείνων ἃ κακῶς εἰργασάμην, ἄμωμος εἰς τὸν ἐπιόντα | |
γενήσομαι χρόνον· οὕτως ὁ μέγας Δαβὶδ τῶν οἰκείων | 979 | |
80.981 | κατορθωμάτων μνημονεῦσαι βιασθεὶς, ἵνα δείξῃ τῆς τοῦ Θεοῦ προμηθείας τὸ δίκαιον, οὐκ ἠνέσχετο τὴν γεγενημένην κρύψαι παρανομίαν. κεʹ. «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν | |
5 | δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.» Τότε δὴ, φησὶν, ὅταν παντελῶς ἄμωμος γένωμαι, τελείων τεύξομαι τῶν ἀγαθῶν. Πάντα γὰρ ἐφορᾷ ὁ τῶν ὅλων Θεὸς, καὶ πρὸς τὰς ἀγαθὰς πράξεις, ταύτας | |
10 | γὰρ ὠνόμασε χειρῶν καθαρότητα, καὶ τὸν εὐσεβῆ τῆς διανοίας σκοπὸν, ποιεῖται τὰς ἀντιδόσεις. Εἶτα τοῦτο αὐτὸ σαφέστερον ἐκπαιδεύει. κϛʹ, κζʹ. «Μετὰ ὁσίου ὁσιωθήσῃ· καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ. Καὶ μετὰ ἐκλεκτοῦ ἐκλε‐ | |
15 | κτὸς ἔσῃ. Καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Πρὸς τὰς γνώμας τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ Δέσποτα. Τοῖς γὰρ ὁσίοις παρέχεις τὰ τῆς ὁσιό‐ τητος ἄξια· καὶ τοῖς ἀθώοις, καὶ τῆς ἁμαρτίας ἀπηλλαγμένοις, τὰ πρόσφορα· καὶ τοῖς ἐκλεκτοῖς | |
20 | καὶ τελείοις, τὰ τέλεια· τοῖς δὲ τοῦ εὐθέως ἐκτρα‐ πεῖσι, καὶ τὴν ἐναντίαν ὁδεύουσι, κατάλληλον παρασκευάζεις εὑρεῖν τῆς ὁδοῦ τὸ τέλος. Πῶς καὶ τίνι τρόπῳ; κηʹ. «Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις· καὶ ὀφθαλ‐ | |
25 | μοὺς ὑπερηφάνων ταπεινώσεις.» Τοὺς μὲν γὰρ ἢ μετρίῳ φρονήματι κεχρημένους, ἢ ἐκ περιστά‐ σεως τεταπεινωμένους, σωτηρίας ἀξιοῖς, καὶ περιφανεῖς ἀποφαίνεις· τοὺς δὲ τὰς ὀφρῦς αἴροντας, καὶ τύφῳ δουλεύοντας, κύπτειν εἰς γῆν ἀναγκάζεις, | |
30 | καὶ τῆς φύσεως λογίζεσθαι τὴν εὐτέλειαν. κθʹ. «Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.» Ἐπειδὴ σκότος πολ‐ λάκις τὰς θλίψεις ἐκάλεσεν, εἰκότως φῶς ὀνομά‐ ζει τὴν τούτων ἀπαλλαγήν. Ταύτης δέ φησιν ἀπο‐ | |
35 | λαύω παρὰ σοῦ τῆς προνοίας· ἐπειδὴ ὁ λύχνος ὁ τὸ ἀληθινὸν ὑποδεξάμενος φῶς· καλεῖ δὲ οὕτω τὴν τοῦ δούλου μορφήν· ἐμός τέ ἐστι, καὶ ἐκ τῆς ἐμῆς ὀσφύος πλασθήσεται. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ· | |
40 | ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» λʹ. «Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.» Πᾶσαν ἐπιβουλὴν, καὶ πᾶσαν ἐνέδραν· πειρατήριον γὰρ καὶ τεῖχος τὴν ἐνέδραν καλεῖ· διὰ τῆς σῆς διαφεύ‐ | |
45 | ξομαι χάριτος. λαʹ. «Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ.» Δι‐ καίως ἰθύνεις τὰ σύμπαντα· καὶ τούτου χάριν | |
θαῤῥῶ. «Τὰ λόγια Κυρίου πεπυρωμένα.» Τοῦτο | 981 | |
80.984 | δὲ παρὰ τῶν ἀψευδῶν σου λογίων μεμάθηκα· «πε‐ πυρωμένα» γὰρ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰ δόκιμα λέγει, καὶ ψεύδους ἀπηλλαγμένα. «Ὑπερ‐ ασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν.» | |
5 | Οὐκ ἐγὼ δὲ μόνος· ἀλλὰ καὶ πάντες οἱ ταύτην εἰς αὐτὸν ἔχοντες τὴν ἐλπίδα, τῆς αὐτῆς ἀπολαύσονται βοηθείας. λβʹ. «Ὅτι τίς Θεὸς παρὲξ τοῦ Κυρίου ἡμῶν, καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;» Οὐδὲ γάρ | |
10 | ἐστι Θεὸς ἕτερος· ἵνα ὁ μὲν τούτῳ, ὁ δὲ ἐκείνῳ πα‐ ράσχῃ τὴν αἴτησιν. λγʹ. «Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν· καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου.» Τῇ αὐτοῦ δυνάμει ῥωσθεὶς κἀγὼ τὴν εὐθεῖαν τρίβον ὁδεύειν ἐπεί‐ | |
15 | γομαι. λδʹ. «Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλά‐ φου· καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με.» Καθάπερ γὰρ τοῖς ἐλάφοις ἔδωκε κατὰ φύσιν τὰ ἰοβόλα θηρία καταπατεῖν· οὕτω με κρείττονα καὶ ὑψηλότερον τῶν | |
20 | πολεμίων ἀπέφηνε. λεʹ. «Διδάσκων χεῖράς μου εἰς πόλεμον.» Εἰς εὐχὴν γὰρ ταύτας ἐκτείνων, περιγίνομαι τῶν δυσμε‐ νῶν. «Καὶ ἔθετο τόξον χαλκοῦν τοὺς βραχίονάς μου.» Διὰ τοῦτο, δίκην τόξου χαλκοῦ καὶ ἀῤῥα‐ | |
25 | γοῦς τοὺς ἐμοὺς βραχίονας τὰ κατὰ τῶν πολεμίων ἀφιέναι παρεσκεύασε βέλη. λϛʹ. «Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου· καὶ ἡ παι‐ δεία σου ἀνώρθωσέ με εἰς τέλος· καὶ ἡ παιδεία | |
30 | σου αὐτή με διδάξει.» Καὶ ἐπαίδευσας ἡμαρτη‐ κότα, καὶ καταπεπτωκότα ἀνώρθωσας· καὶ ἐδίδα‐ ξας ὅσον ἡ ἁμαρτία κακὸν, καὶ τῆς σωτηρίας ἠξίωσας. λζʹ. «Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω | |
35 | μου· καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου.» Ἐν τῇ στε‐ νοχωρίᾳ τῆς θλίψεως ἔδωκας τὴν εὐρυχωρίαν τῆς παρακλήσεως· ὑφ’ ἧς ψυχαγωγούμενος, μέχρι τοῦ παρόντος διήρκεσα. τὸ γὰρ ἐπλάτυνας, εὐρυχώ‐ | |
ρησας ὁ Σύμμαχος εἴρηκεν. | 983 | |
80.985 | ληʹ, λθʹ. «Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτούς· καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείψωσιν. Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου.» Οὕτως ὑπὸ | |
5 | τῆς σῆς προνοίας ῥωσθεὶς ἐλπίζω πάντων περιγενήσε‐ σθαι τῶν δυσμενῶν· καὶ μὴ πρότερον ἀποστῆναι, ἕως ἂν αὐτοὺς αὖθις ὑπηκόους ἐργάσωμαι· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου. | |
10 | μʹ. «Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον· συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου.» Ἐμοὶ μὲν ἀνδρείαν ἐδωρήσω καὶ ῥώμην· τῶν δὲ πολεμίων ἐπέδησας τὴν ὁρμήν· καὶ τοῦτό ἐστι καὶ ἐπὶ τοῦ Γολιὰθ, καὶ ἐπὶ τοῦ Σαοὺλ | |
15 | γεγενημένον. Τὸν μὲν γὰρ τὸν τοῦ πράττειν καιρὸν εἰς ἀνοήτους ἀναλίσκοντα λόγους τῇ σφενδόνῃ κατήνεγκεν· τὸν δὲ ὕπνῳ πεδηθέντα ῥᾳδίως διέφυ‐ γεν. Οὕτω καὶ τῶν Γετθαίων ἐξέφυγε τὰς ἐπι‐ βουλάς. | |
20 | μαʹ. «Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον.» Ἀντὶ τοῦ, εἰς φυγὴν ἔτρεψας· ἴδιον γὰρ τῶν φευ‐ γόντων τὸ διδόναι τὰ νῶτα. «Καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας·» τὸν Σαοὺλ, τὸν Ἀχιτόφελ, τὸν Ἀβεσσαλὼμ, καὶ μυρίους ἑτέρους. | |
25 | μβʹ. «Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.» Οὔτε γὰρ ἀλ‐ λόφυλοι τοὺς οἰκείους καλοῦντες εἰς ἐπικουρίαν θεοὺς, τῆς παρ’ αὐτῶν προνοίας ἀπέλαυσαν· οὔτε ὁ Σαοὺλ, καὶ Ἀβεσσαλὼμ, καὶ ὁ Σεμεεὶ, καὶ οἱ | |
30 | λοιποὶ τῶν Ἰσραηλιτῶν πολέμιοι, τὸν Θεὸν ἐσχήκασι σύμμαχον. μγʹ. «Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν κατὰ πρόσωπον ἀνέμου· ὡς πηλὸν πλατειῶν λεανῶ αὐ‐ τούς.» Φροῦδοι καὶ ἀφανεῖς γενήσονται παν‐ | |
35 | τελῶς, τῆς σῆς μοι χάριτος συνεργούσης. μδʹ. «Ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ.» Ἐντεῦ‐ θεν προθεσπίζει τὴν κατὰ τοῦ Σωτῆρος Ἰουδαίων μανίαν, καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν. Καὶ παρακα‐ λεῖ μηδεμίαν ἔχειν κοινωνίαν εἰς τὴν ἐκείνων ἀντι‐ | |
40 | λογίαν. «Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν.» Καὶ μὴν οὐκ ἴσμεν τὸν Δαβὶδ τῶν ἐθνῶν βασιλεύ‐ σαντα. Οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέν‐ τος ἡ προφητεία πληροῦται. Ὁ γὰρ ἐκ Δαβὶδ κατὰ σάρκα τεχθεὶς Δαβὶδ καὶ αὐτὸς ὀνομαζόμε‐ | |
45 | νος κατὰ τὸν θεῖον Ἰεζεκιὴλ, ὁ Δεσπότης, λέγω, Χριστὸς, πάντων ἐβασίλευσε τῶν ἐθνῶν· ἀεὶ μὲν ὡς Θεὸς τῶν ἁπάντων δεσπόζων, μετὰ δὲ τὴν ἐναν‐ θρώπησιν, καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπι‐ | |
στευκότων δουλείαν δεξάμενος. | 985 | |
80.988 | μεʹ. «Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Ἐκ προσώπου ταῦτα προαγορεύει τοῦ Δεσπότου Χριστοῦ. Λέγει δὲ, ὅτι Οἱ μήτε νομοθέτην, μήτε προφήτην ἐμὸν δεξάμενοι | |
5 | πώποτε, ῥᾳδίως μάλα κληθέντες ὑπήκουσαν, καὶ τὴν ἐμὴν δεσποτείαν ἠγάπησαν. μϛʹ. «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλό‐ τριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Οἱ δὲ υἱοὶ προσαγορευθέντες, καὶ ἐν υἱῶν | |
10 | τάξει γραφέντες, ἀλλοτρίους σφᾶς αὐτοὺς πεποιή‐ κασιν, ἀγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι, καὶ περὶ τὴν πίστιν χωλεύσαντες, καὶ τὴν εὐσεβῆ τρίβον καταλιπόντες. Οὕτω καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός· «Πῶς ἐστράφης μοι εἰς | |
15 | πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν.» Καὶ τὸ μὲν τὴν οἰκείαν δείκνυσι φυτουργίαν, τὸ δὲ τὴν ἐκεί‐ νων ἀχαριστίαν ἐλέγχει. Τὸ δὲ, «Ἐπαλαιώθησαν καὶ ἐχώλαναν, ἀτιμωθήσονται καὶ ἐντραπήσονται, | |
20 | ὁ Σύμμαχος εἴρηκε. Καὶ μαρτυρεῖ τῇ προῤῥήσει τὸ τέλος· πλήρεις γάρ εἰσιν ἀτιμίας, βδελυροὶ πᾶσιν ὁρώμενοι. μζʹ. «Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου· καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου.» Μνημο‐ | |
25 | νεύσας τῆς Ἰουδαίων ἀντιλογίας, αἰνίττεται τὸ πάθος, καὶ τὴν μετὰ τὸ πάθος ἀνάστασιν. Καὶ ἐπειδὴ Ἰουδαῖοι εἰώθασι τὸν ἐσταυρωμένον νεκρὸν καλεῖν, αὐτὸς βοᾷ· «Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου.» Καὶ | |
30 | οὐ μόνον ζῇ, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθε, καὶ τοῖς βουλομένοις παρέχει τὴν σωτηρίαν. μηʹ, μθʹ. «Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί· καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμέ· ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων. Ἀπὸ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ | |
35 | ὑψώσεις με· καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.» Ὁ ταῦτα τοίνυν ἐργασόμενος μακροῖς ὕστερον χρό‐ νοις, ῥύσῃ κἀμὲ τῶν ἀδίκως με πολεμούντων· καὶ ὃν ὑπέταξάς μοι λαὸν, ἀποφανεῖς εὐπειθῆ. νʹ. «Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι. Κύ‐ | |
40 | ριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.» Διὰ γὰρ τῶν μι‐ κρὸν ὕστερον κληθησομένων ἐθνῶν, ἐν ἁπάσαις σε ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις ὑμνήσω. Ἔστι δὲ ταύτης τῆς προφητείας τὸ τέλος ἰδεῖν· ἐν ἁπάσαις γὰρ καὶ πόλεσι, καὶ κώμαις, καὶ | |
45 | ἀγροῖς, καὶ ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν γῇ, καὶ ἐν θαλάττῃ, καὶ ἐν οἰκουμένῃ, καὶ ἐν ἀοικήτῳ, ὁ θεσπέσιος Δαβὶδ δι’ εὐσεβῶν στομάτων | |
τὸν Θεὸν ἀνυμνεῖ. | 987 | |
80.989 | ναʹ. «Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὑτοῦ, τῷ Δαβὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.» Σύ με γὰρ χρίσας εἰς βασιλέα, οὐ μόνον σώζεις, ἀλλὰ καὶ περί‐ | |
5 | βλεπτον ἀποφαίνεις· ταύτης δὲ τῆς προνοίας οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐμοὺς ἀξιώσεις παῖδας· ἀλλὰ καὶ ἕως αἰῶνος τῷ σπέρματί μου φυλάξεις τὴν περιφάνειαν. Τοῦτο δὲ Ἰουδαϊκῶς μὲν νοούμενον, τὴν προφητείαν ἐλέγχει. Μέχρι γὰρ τῆς αἰχμαλω‐ | |
10 | σίας τοῦ Δαβὶδ τὸ γένος εἰς βασιλείαν διήρκεσεν· μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον, μόνος Ζοροβάβελ ἡγεμονεύσας, τῆς ἡγεμονίας οὐ κατέλιπε κληρονό‐ μους. Εἰ τοίνυν ἀληθὴς ἡ προφητεία, ὥσπερ οὖν ἀληθής· τὸ γὰρ τῆς ἀληθείας αὐτὴν ἀπεκάλυψε | |
15 | πνεῦμα· λείπεται νοεῖν τὸ σπέρμα τοῦ Δαβὶδ, τὸ αἰώνιον ἔχον τὴν περιφάνειαν, τὸν ἐκ Δαβὶδ κατὰ σάρκα γεννηθέντα Δεσπότην Χριστὸν, αἰώνιον ἔχοντα βασιλείαν καὶ δόξαν· καὶ ἔχοντα μὲν ταύτην πρὸ τῶν αἰώνων, ὡς ποιητὴν καὶ Θεόν· εἰληφότα | |
20 | δὲ πάλιν ὡς ἄνθρωπον, ἐπὶ ἐσχάτου τῶν ἡμερῶν· διὸ δὴ καὶ διὰ τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁ τῶν ὅλων ἔφη Θεός· «Δώσω αὐτοῖς Δαβὶδ τὸν βασιλέα αὐτῶν.» Καὶ πάλιν· «Καὶ Δαβὶδ ὁ βασιλεὺς ἐν μέσῳ αὐτῶν.» Δαβὶδ δὲ αὐτὸν ὠνόμασεν, ὡς ἐκ | |
25 | τῆς τοῦ Δαβὶδ ὀσφύος κατὰ σάρκα βλαστήσαντα. Τοῦτο δὲ καὶ ὁ μακάριος Ἡσαΐας βοᾷ· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.» Ταῦτα μεμαθηκὼς ὁ μα‐ κάριος Ματθαῖος, οὕτω τῆς εὐαγγελικῆς ἤρξατο | |
30 | συγγραφῆς· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ.» ΕΡΜΗΝ. ΤΟΥ ΙΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Τῶν θείων νόμων εἴδη τρία παρὰ τοῦ μακαρίου διδα‐ | |
35 | σκόμεθα Παύλου. Τὸν μὲν γὰρ δίχα γραμμάτων ἔφη διὰ τῆς κτίσεως καὶ τῆς φύσεως τοῖς ἀνθρώ‐ ποις δεδόσθαι· «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται·» καὶ πάλιν· «Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, | |
40 | φύσει τὰ τοῦ νόμου ποιεῖ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος·» τὸν δὲ διὰ τοῦ μεγάλου Μω‐ σέως ἐν γράμμασι παρεσχῆσθαι· «Τῶν παραβά‐ σεων γὰρ, φησὶ, χάριν ὁ νόμος προσετέθη, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. Οἶδε δὲ καὶ τρίτον | |
45 | μετὰ τούτους τεθέντα, τὸν τῆς χάριτος· «Ὁ γὰρ νόμος, φησὶ, τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» | |
Σύμφωνα τούτοις καὶ ὁ μακάριος Δαβὶδ ἐν τῷδε | 989 | |
80.992 | τῷ ψαλμῷ τοὺς ἀνθρώπους παιδεύει, καὶ κατὰ τὴν αὐτὴν τάξιν. Πρῶτον μὲν τὸν ἐν τῇ κτίσει κηρύττοντα τὸν δημιουργόν· εἶτα τὸν διὰ Μωσέως δοθέντα, τοῦ δημιουργοῦ πλείονα γνῶσιν τοῖς | |
5 | προσέχειν ἐθέλουσιν ἐντιθέντα· μετὰ τοῦτον, τὸν τῆς χάριτος, τέλεον τὰς ψυχὰς ἀποκαθαίροντα, καὶ τῆς παρούσης ἐλευθεροῦντα φθορᾶς· οὗ δὴ χάριν καὶ εἰς τὸ τέλος ἡμᾶς ὁ ψαλμὸς παραπέμπει, τὴν καινὴν ἐν τῷ τέλει διαθήκην προαγορεύων. | |
10 | βʹ. «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Ἀρ‐ κεῖ, φησὶ, καὶ μόνον φαινόμενον τῶν οὐρανῶν τὸ κάλλος καὶ μέγεθος, τοῦ Δημιουργοῦ τὴν δύναμιν κηρύξαι· εἰ γὰρ ὁ μεγίστην καὶ καλλίστην οἰκοδο‐ | |
15 | μίαν θεώμενος, τὸν οἰκοδόμον θαυμάζει· καὶ ὁ σκάφος ὁρῶν εὖ καὶ καλῶς κατεσκευασμένον, τὸν ναυπηγὸν ἐννοεῖ· καὶ τῇ θεωρίᾳ τῆς εἰκόνος ἡ τοῦ ζωγράφου συνεισέρχεται μνήμη· πολλῷ δήπου‐ θεν ἡ κτίσις ὁρωμένη πρὸς τὸν δημιουργὸν ποδηγεῖ | |
20 | τοὺς ὁρῶντας. Οὐρανοῦ δὲ καὶ στερεώματος ἐμνημό‐ νευσεν ἀκολούθως τῇ τοῦ μεγάλου Μωσέως διδα‐ σκαλίᾳ. Καὶ γὰρ ἐκεῖνος πρῶτον εἶπε γεγενῆσθαι τὸν οὐρανὸν, εἶτα διηγεῖται καὶ τὴν τοῦ στερεώματος δημιουργίαν· ὃν πάλιν οὐρανὸν οὐρανῶν προσ‐ | |
25 | ηγόρευσε, φησί. Τὸ δὲ πληθυντικὸν ὄνομα τῶν οὐρανῶν ξενιζέτω μηδένα. Ἔθος γὰρ τῇ Γραφῇ ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυντικῶς ὀνομάζειν. Καὶ ἑνικῶς μὲν ὁ μακάριος ὀνομάζει Δαβίδ· «Οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» Καὶ | |
30 | πάλιν· «Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις.» Πληθυντικῶς δὲ πάλιν ὁ αὐτὸς, «Αἰνεῖτε αὐτὸν, φησὶν, οἱ οὐρανοὶ τῶν οὐρανῶν.» Τὴν αὐτὴν δὲ ἔχει σημασίαν τὸ, «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυ‐ ρίῳ.» Ὁ μὲν γὰρ ὁρώμενος οὐρανὸς, οἷόν τις ὄρο‐ | |
35 | φος κατεσκευάσθη τῇ γῇ· ὁ δὲ ἀνώτερος τοῦτό ἐστι τούτῳ, ὅπερ οὗτος τῇ γῇ. Διὰ δὴ τοῦτο οὐρανὸς οὐρανοῦ καλεῖται, καὶ οὐρανοὶ οὐρανῶν ὀνομάζον‐ ται. Ἔστι δὲ ἰδεῖν καὶ πόλεις παρ’ ἡμῖν διπλῆν τὴν ὀνομασίαν ἐχούσας. Καὶ γὰρ καὶ Ταρσὸν λέγομεν | |
40 | καὶ Ταρσοὺς, τὴν μίαν πόλιν· καὶ Θήβην καὶ Θήβας, τὴν αὐτὴν πόλιν. Οὕτω Μυκήνην τε καὶ Μυκήνας ἐκάλουν οἱ παλαιοὶ, μίαν πόλιν εἰδότες τὴν πληθυντικῶς ὀνομαζομένην. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τοὺς πολλοὺς οὐρανοὺς | |
45 | ἀριθμεῖν πειρωμένους. γʹ. «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Καὶ γὰρ ἡ τεταγμένη | |
νυκτὸς καὶ ἡμέρας διαδοχὴ, τοὺς ὑπὸ τοῦ Δημιουρ‐ | 991 | |
80.993 | γοῦ τεθέντας ὑποδείκνυσιν ὅρους, οὓς παραβαί‐ νειν ἡ ἄψυχος οὐκ ἀνέχεται κτίσις. Πρὸς γὰρ τὴν χρείαν τῶν ἀνθρώπων ἡμέρα καὶ νὺξ αὐξανόμεναί τε καὶ μειούμεναι, καὶ παρ’ ἀλλήλων τὸν χρόνον | |
5 | δανειζόμεναι, καὶ πάλιν ἀλλήλαις τὸ χρέος ἐκτιν‐ νύουσαι, τὴν ἐφεστῶσαν αὐταῖς ὑποδεικνύουσι προ‐ μήθειαν. Τὸ δὲ, «Ἐρεύγεται ῥῆμα, καὶ ἀναγ‐ γέλλει γνῶσιν, καὶ διηγοῦνται δόξαν,» οὐκ ἔμψυχα εἶναι διδάσκει τὰ ὁρώμενα· ἀλλὰ προσωποποιία τίς | |
10 | ἐστι, παιδεύουσα πάντας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸν ἀόρατον ποδηγεῖσθαι Θεὸν, κἀκείνῳ προσφέ‐ ρειν τὴν ὑμνῳδίαν. δʹ, εʹ. «Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλ‐ | |
15 | θεν ὁ φθόγγος αὐτῶν· καὶ εἰς τὰ πέρατα τῆς οἰκου‐ μένης τὰ ῥήματα αὐτῶν.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· οὐ ῥήσεσιν, οὐδὲ λό‐ γοις, ὧν οὐκ ἀκούονται αἱ φωναὶ, ἀλλ’ εἰς | |
20 | πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ ἦχος αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν, ὁ κανὼν αὐτῶν. Οὔτε γὰρ λόγους, οὔτε ῥήματα προφέρουσαι, ἀλλὰ τὸν κανόνα, καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν τὴν γῆν καὶ θάλατταν εἰς τὴν θείαν καλοῦσιν ὑμνῳ‐ | |
25 | δίαν. ϛʹ, ζʹ. «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὑτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν· ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· καὶ τὸ | |
30 | κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ.» Καὶ ταῦτα σαφέστερον οἱ τρεῖς ἡρμήνευσαν. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα, φησὶν, ἐν αὐτοῖς· τουτ‐ έστιν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ὁ μέγας ἐδίδαξε Μωσῆς· «Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας | |
35 | τοὺς μεγάλους· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς.» Αὐτὸ τοῦτο καὶ ὁ θεῖος ἔφη Δαβὶδ, ὅτι ἔθετο τὸ σκήνωμα ἐν τοῖς οὐρανοῖς τῷ ἡλίῳ· ὥστε αὐτὸν ἐπ’ ἐκείνων ὀχούμε‐ νον, καὶ κατὰ μὲν τὸ κάλλος μιμεῖσθαι νυμφίον | |
40 | ἐκ παστάδος προϊόντα μετὰ πολλῆς εὐπρεπείας· κατὰ δὲ τὸ τάχος, γίγαντά τινα μετὰ πολλῆς διατρέ‐ χοντα ῥώμης καὶ ἰσχύος· [μηδενὸς ἐμποδὼν ἱσταμένου, καὶ τῆς ἐπὶ τὰ πρόσω πορείας πειρω‐ μένου κωλύειν· οὕτω καὶ οὗτος ἀνίσχει μὲν ἀπὸ | |
45 | τῆς ἔω, ἐν μιᾷ δὲ ἡμέρᾳ τὸν οὐρανὸν διατρέχει τὴν | 993 |
80.996 | ἑσπέραν καταλαμβάνει, παντὶ ζώῳ μεταδιδοὺς τῆς οἰκείας θερμότητος.] «Καὶ οὐκ ἔστιν ὃς ἀποκρυ‐ βήσεται τῆς θέρμης αὐτοῦ.» Τῆς θέρμης ἐν‐ ταῦθα ἀντὶ τοῦ φωτὸς ἐμνημόνευσε, μείζονα | |
5 | δεικνὺς τὴν ἐνέργειαν τοῦ χειροποιήτου φωτός· ὅτι καὶ πόῤῥωθεν ὄντας δυνατὸν ἀπολαῦσαι τῆς θέρμης. Τὸ γὰρ χειροποίητον φῶς οὐχ οἷόν τε μὴ πελάζοντας τοῦτο ποιῆσαι. Ὁ δέ γε ἥλιος καὶ πόῤ‐ ῥωθεν ἀφεὶς ἀκτῖνας τῆς θέρμης σὺν τῷ φωτὶ | |
10 | μεταδίδωσιν. Ἀπόχρη καὶ ταῦτα δεῖξαι τοῖς ἀν‐ θρώποις τὸν Ποιητήν· ἀλλ’ ὅμως καὶ νόμον ἔδω‐ κεν εἰς βοήθειαν, ἐπιστρέψαι τοὺς πλανωμένους δυνάμενον. ηʹ—ιαʹ. «Ὁ νόμος [γὰρ, φησὶν,] Κυρίου ἄμωμος, | |
15 | ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου | |
20 | ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· καὶ γλυκύ‐ τερα ὑπὲρ μέλι καὶ κηρίον.» Νόμον καὶ μαρτυρίαν, καὶ δικαιώματα, καὶ ἐντολὴν, καὶ κρίματα, τὸν Μωσαϊκὸν νόμον καλεῖ· οὕτω γὰρ καὶ αὐτὸς ὁ | |
25 | νόμος ἑαυτὸν ὀνομάζει· ποτὲ μὲν γὰρ λέγει· «Ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἔδωκε Κύριος Μωσῇ.» Καὶ ἀλλαχοῦ· «Φυλάξεις τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου, καὶ τηρήσεις τὰς ἐν‐ τολὰς αὐτοῦ·» καὶ καλεῖται μὲν νόμος, ὡς τὴν ἀρί‐ | |
30 | στην πολιτείαν ῥυθμίζων, καὶ διατάττων. Μαρτυ‐ ρία δὲ, ὡς τοὺς ἁμαρτάνοντας διαμαρτυρόμενος, καὶ τῆς παραβάσεως τὴν τιμωρίαν ὑποδεικνύς· δικαιώματα δὲ, ὡς διδάσκων τὸ δίκαιον, καὶ ἀπ‐ αγορεύων τὸ ἄδικον, καὶ τοὺς κατορθοῦντας ἀπο‐ | |
35 | φαίνων δικαίους· ἐντολὴ δὲ, ὡς τὸ πρακτέον ἐντελλόμενος καὶ κελεύων δεσποτικῶς· κρίματα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνὺς, καὶ διδάσκων τίνων μὲν ὁ φυλάττων τεύξεται ἀγαθῶν, τίσιν δὲ ὁ παραβαίνων τιμωρίαις παραδοθήσεται. Λέγει | |
40 | τοίνυν, ὅτι ὁ νόμος τοῦ Θεοῦ, μώμου παντὸς ἐλεύθερος ὢν, τὰς τῶν ἀνθρώπων ἐπιστρέφει ψυ‐ χὰς, καὶ ἀμώμους αὐτὰς ἀπεργάζεται. Δεδιττο‐ μένη δὲ ἡ μαρτυρία τοὺς ἀτελεῖς καὶ νηπίους σοφί‐ ζει· εὐφραίνει δὲ τὴν καρδίαν τὰ δικαιώματα, τῆς | |
45 | δικαιώσεως τὴν αἰτίαν ὑποδεικνῦντα. Ἡ ἐντολὴ δὲ φωτίζει τῆς διανοίας τὸ ὀπτικὸν, διδάσκουσα τί τὸν τῶν ὅλων θεραπεύει Θεόν· ἡ εὐλάβεια μέν τοι καὶ | |
ὁ τοῦ Θεοῦ φόβος, τὴν τούτων ὑποτιθέμενος φυλα‐ | 995 | |
80.997 | κὴν, τῶν αἰωνίων ἀγαθῶν προξενεῖ τὴν ἀπόλαυσιν. Εἰκότως δὲ τὸν τοῦ Θεοῦ φόβον ἁγνὸν προσηγόρευσε, τουτέστι μέμψεως καθαρόν· ὡς τοῦ ἀνθρωπείου φόβου ψεγομένου, καὶ δειλίας προσηγορίαν ἔχοντος· | |
5 | τὰ δὲ κρίματα ἀληθινὰ καὶ δεδικαιωμένα ὠνόμα‐ σεν· ἅτε δὴ καὶ τιμὰς καὶ τιμωρίας ἐνδίκους ἐπιφέροντα τοῖς ἀνθρώποις. Ταῦτα οὖν ἔφη καὶ χρυσοῦ καὶ λίθων τιμίων τιμιώτερα, καὶ μέλιτος εἶναι γλυκύτερα· ἀλλ’ οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ | |
10 | τοῖς ἀληθῶς ἀνθρώποις, ὧν ὁ βίος οὐ παραβάλλεται τοῖς ἀλόγοις κτήνεσι, κατὰ τὴν αὐτοῦ τοῦ Προφήτου φωνήν. ιβʹ. «Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά.» Ἐπὶ τίνι κέρδει, σαφέστερον δίδαξον· «Ἐν τῷ | |
15 | φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.» Μεγίστη, φησὶν, ἀντίδοσις πρόκειται τοῖς ταῦτα φυλάττειν προαιρουμένοις· καὶ ἐπειδήπερ εἴρηκε τοῦ Θεοῦ φυλάττειν τὰ κρίματα, εἰς νοῦν λαβὼν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τοῦ ῥήματος τὸ ὑπέρ‐ | |
20 | ογκον λογισάμενος, εὐθὺς ἐπήγαγε· ιγʹ. «Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με.» Κἂν γὰρ προθυμίᾳ πολλῇ φυλάξαι βουληθῶ τοῦ Θεοῦ τὰς ἐντολὰς, ὑπὸ τῆς φυσικῆς ἀσθενείας εἰς πολλὰ παρὰ γνώμην | |
25 | καθέλκομαι· καί τινα μὲν ἀγνοῶν πλημμελῶ, τινὰ δὲ ὑπὸ τῶν προσπιπτουσῶν νικώμενος περιστά‐ σεων. Κἂν διαφύγω δὲ τῶν ἔργων τὴν μαρτυρίαν, ῥύπου με παντὸς ἀναπιμπλῶσιν οἱ λογισμοί. Διὰ τοῦτο ἱκετεύω σε τὸν καθᾶραι δυνάμενον, καὶ βοῶ· | |
30 | «Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με.» ιδʹ. «Καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.» Οὐ γὰρ μόνον με οἱ λογισμοὶ κυκλοῦσιν, ἀλλὰ καὶ τῶν δαιμόνων τὸ στίφος πολιορκεῖ· καὶ οἱ μὲν ἔξωθεν ἐπιβουλεύουσιν, οἱ δὲ συμπράττουσιν ἔνδο‐ | |
35 | θεν. Εἰκότως δὲ αὐτοὺς ἀλλοτρίους ὠνόμασεν, ὡς δυσμενεῖς καὶ πολεμίους, καὶ παντελῶς ἀρνησα‐ μένους τὴν πρὸς ἡμᾶς οἰκειότητα. «Ἐὰν μή μου κατακυριεύσουσι, τότε ἄμωμος ἔσομαι· καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγά‐ | |
40 | λης. [ιεʹ] Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆς καρδίας μου ἐν‐ ώπιόν μού ἐστι διαπαντός.» Τῆς δὲ σῆς ἐπικου‐ ρίας ἀπολαῦσαι ποθῶ· ἵνα τὰς τούτων ἐπιβουλὰς διαδρὰς, μώμου σοι παντὸς ἐλευθέραν τὴν ψυχὴν | |
45 | παραστήσω· καὶ τῶν προεπταισμένων παρὰ σοῦ λαβὼν τὴν συγγνώμην, αἰώνιόν σοι προσενέγκω τὴν ὑμνῳδίαν, τῶν σῶν λογίων διηνεκῆ τὴν μελέτην | |
ποιούμενος. Διὰ τούτων μέντοι τὴν καινὴν διαθή‐ | 997 | |
80.1000 | κην προαγορεύει, καὶ τοῦ βαπτίσματος τὴν χάριν, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν· ὑφ’ ἧς καὶ τῶν προεπταισμένων τὴν ἄφεσιν λαμβάνουσιν οἱ πιστεύοντες· καὶ εἰς τὸν ἔπειτα χρόνον ἱκανὴν | |
5 | βοήθειαν ἔχοντες, καὶ τῶν ἐπανισταμένων παθῶν καὶ τῶν ἐπιβούλων καὶ πονηρῶν περιγίνονται πνευμάτων. Τούτοις ἐπιφέρει· «Κύριε βοηθέ μου, καὶ λυτρωτά μου.» Ἁρμόδιον τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον τεθει‐ κὼς, Κύριον μὲν ἐκάλεσεν ὡς ποιητὴν καὶ | |
10 | δημιουργόν· λυτρωτὴν δὲ, ὡς διὰ τῆς παλιγγενέ‐ σεως τοῦ παναγίου βαπτίσματος, τῆς μὲν προτέ‐ ρας ἐλευθεροῦντα φθορᾶς, καὶ τῆς τῶν δαιμόνων δουλείας λυτρούμενον, ἀφθαρσίαν δὲ καὶ ἀθανασίαν δωρούμενον· καὶ ταῦτα δὲ κἀκεῖνα ὁ ψαλμὸς περι‐ | |
15 | έχει, καὶ τὰ μὲν πρῶτα τὴν δημιουργίαν διδάσκει καὶ πρόνοιαν· τὰ δὲ μέσα, τὸν νόμον· τὰ δὲ τελευ‐ ταῖα, τὴν χάριν. «Παραπτώματα γὰρ, φησὶ, τίς συνήσει; καὶ ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, Κύριε, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·» | |
20 | καὶ, «Κύριε βοηθέ μου, καὶ λυτρωτά μου.» Τούτων δὲ τῶν ἀγαθῶν χορηγὸς ἡ καινὴ διαθήκη. ΕΡΜΗΝ. ΤΟΥ ΙΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Τοῦ Σεν‐ ναχηρεὶμ ἐπιστρατεύσαντος τῇ Ἰουδαίᾳ ποτὲ, καὶ | |
25 | στρατιὰν μεγίστην εἰς πολιορκίαν τῆς Ἱερουσαλὴμ ἀποστείλαντος, ἧς ἐστρατήγει Ῥαψάκης, καὶ γράμματα τῷ Ἐζεκίᾳ πέμψαντος βλασφημίας ἁπά‐ σης καὶ δυσσεβείας μεστά· ὁ μακάριος Ἐζεκίας, ἀνὴρ εὐσεβείᾳ πάσῃ κοσμούμενος, ταύτην λαβὼν | |
30 | τὴν ἐπιστολὴν, καὶ τὸν προφήτην Ἡσαΐαν εἰς συν‐ ηγορίαν παραλαβὼν, ἔδραμεν εἰς τὸν θεῖον νεὼν, καὶ τὴν ἐπιστολὴν ἀναπτύξας, ὑπέδειξε τῷ Θεῷ, τὴν τῶν πολεμίων διδάσκων ἀσέβειαν, καὶ παρακα‐ λῶν τῆς γεγενημένης ἕνεκα βλασφημίας δεῖξαι τοῖς | |
35 | Ἀσσυρίοις τὴν οἰκείαν ἰσχύν. Ταῦτα πρὸ πολλῶν γενεῶν ὁ μακάριος προαγορεύει Δαβὶδ, ὑπὸ τοῦ παναγίου φωτιζόμενος Πνεύματος, καὶ τὸν παρόντα λέγει ψαλμὸν, τὸν λαὸν ὑποδεικνὺς τῷ βασιλεῖ συνευχόμενον, καὶ παρακαλοῦντα δεκτὴν αὐτοῦ γενέσθαι τὴν ἱκετείαν. | |
40 | βʹ, γʹ. «Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως· ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξα‐ ποστείλαι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλά‐ βοιτό σου.» Ἐπειδὴ γὰρ εἰς τὸν θεῖον νεὼν ἔδραμεν ὁ θαυμάσιος Ἐζεκίας τὴν βλάσφημον κατέχων ἐπι‐ | |
45 | στολὴν, ἱκετεύουσι δεχθῆναί τε αὐτοῦ τὴν ἱκετείαν, καὶ τῆς ἐκεῖθεν ἐπικουρίας τυχεῖν. Ἅγιον ἐνταῦθα | |
τὸν νεὼν προσηγόρευσεν. | 999 | |
80.1001 | δʹ. «Μνησθείη Κύριος πάσης θυσίας σου· καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.» Ἐπειδὴ καὶ ἐν τῷ τῆς εἰρήνης καιρῷ τῆς θείας ἐπεμελεῖτο λατρείας, εἰκότως ταῦτα περὶ αὐτοῦ διεξίασι, παρακαλοῦντες | |
5 | τὸν τῶν ὅλων Θεὸν ἀπιδεῖν εἰς τὴν τοῦ βασιλέως εὐσέβειαν· καὶ τῶν πολλῶν καὶ παντοδαπῶν ἱερείων μνησθῆναι, καὶ δοῦναι πάλιν εἰρήνην, ἵνα πλείοσιν αὐτὸν ἐξιλεώσηται θύμασι· τὸ γὰρ, «Ὁλοκαύτωμά σου πιανάτω,» οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν, Καὶ | |
10 | τὴν ἀναφοράν σου πλείονα ποιήσῃ· τουτέστι τὴν ἀπὸ τῆς εἰρήνης ἄδειαν δοὺς, παράσχῃ σοι καιρὸν, εἰς τὸ πλείοσιν αὐτὸν θυσίαις ἐξιλεώσασθαι. εʹ. «Δώῃ σοι Κύριος κατὰ τὴν καρδίαν σου· καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.» Τὸν δίκαιον, | |
15 | φησὶ, κριτὴν ἱκετεύομεν, τῇ τῆς ψυχῆς σου καθαρό‐ τητι κατάλληλον τὴν ἀντίδοσιν δοῦναι. ϛʹ, ζʹ. «Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου· καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματα τῆς καρδίας | |
20 | σου.» Σοῦ γὰρ τὰς αἰτήσεις λαμβάνοντος, καὶ ἡμεῖς κοινωνήσομεν τῆς εὐφροσύνης, περιφανεῖς καὶ περίβλεπτοι τῇ τοῦ Θεοῦ δυνάμει γιγνόμενοι. «Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὑτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.» Δι’ | |
25 | αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων, ὡς τῷ Θεῷ θαῤῥήσας ὁ ἡμέτερος βασιλεὺς, τεύξεται τῆς σωτηρίας· καὶ ἐν τῷ κάτω νεῷ προσφέρων τὰς ἱκετείας, ἄνωθεν δέχεται τὴν βοήθειαν. Ἐπειδὴ γὰρ ἔδειξεν αὐτὸν προσευχό‐ | |
30 | μενον κάτω, δείκνυσιν ἄνωθεν βοηθούμενον· «Ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.» Μέγιστον γὰρ σωτηρίας ἡ τῆς αὐτοῦ δεξιᾶς δύναμις, ἣν τοῖς προσιοῦσιν ὀρέγει. Δεξιὰν δὲ πάλιν ἐνταῦθα ἀνθρωπίνως εἴρηκε, τὴν θείαν οὕτως | |
35 | ὀνομάζων ἐνέργειαν. ηʹ, θʹ. «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστη‐ μεν καὶ ἀνωρθώθημεν.» Ἐκεῖνοι, φησὶν, ἵπποις καὶ | |
40 | ἅρμασι θαῤῥοῦντες οὐδεμιᾶς ἐκεῖθεν ὠφελείας ἀπώναντο· ἀλλ’ ἀοράτως συμποδισθέντες κατέπε‐ σον· ἡμεῖς δὲ τὴν θείαν ἐπικαλεσάμενοι συμμαχίαν, τῆς σωτηρίας προφανῶς τετυχήκαμεν, καὶ οἱονεὶ καταπεπτωκότων τῷ φόβῳ τῶν πολεμίων, ὑπέρ‐ | |
45 | τεροι τῶν δυσμενῶν ἀπεφάνθημεν. ιʹ. «Κύριε, σῶσον τὸν βασιλέα· καὶ ἐπάκου‐ σον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.» Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως, καὶ ἡμᾶς αὐτοὺς, καὶ τὸν ἡμέτερον βασιλέα ταύτης | |
80.1001(50) | μεταλαγχάνειν διηνεκῶς ἱκετεύομεν, Δέσποτα. | 1001 |
80.1004 | ΕΡΜΗΝ. ΤΟΥ Κ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Μετὰ τὴν νίκην ἐκείνην τὴν λαμπρὰν καὶ περιφανῆ, καὶ τῶν Ἀσσυρίων τὸν ἀόρατον ὄλεθρον, ὁ μακάριος | |
5 | ἠῤῥώστησεν Ἐζεκίας. Καὶ διὰ τοῦ προφήτου Ἡσαΐου μαθὼν, ὡς τεθνήξεται, δάκρυσι θερμοῖς ἱλεωσάμενος τὸν Θεὸν, καὶ τῆς νόσου τὴν ἀπαλλαγὴν ἔλαβε, καὶ πέντε καὶ δέκα ἐνιαυτῶν ζωῆς ἐπαγγελίαν ἐδέξατο. Πάλιν τοίνυν ὁ θεῖος Δαβὶδ, ὡς ἐκ προσ‐ | |
10 | ώπου τοῦ λαοῦ, καὶ τοῦτον ἔγραψε τὸν ψαλμὸν, ἐπὶ τῇ τοῦ βασιλέως ὑγιείᾳ τὸν Θεὸν ἀνυμνῶν. βʹ, γʹ. «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς· καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας | |
15 | αὐτῷ· καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.» Δυνατὸς ὢν, φησὶ, καὶ φιλάν‐ θρωπος, εὐμενῶς ἐδέξω τοῦ βασιλέως ἡμῶν τὴν προσευχήν· καὶ πάσας αὐτῷ δέδωκας τὰς αἰτήσεις· μᾶλλον δὲ μείζους τῶν αἰτήσεων δωρεὰς ἐδωρήσω. | |
20 | Τοῦτο γὰρ ἐπήγαγεν. δʹ. «Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστό‐ τητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.» Τὴν βασιλείαν γὰρ οὐκ αἰτηθεὶς παρέσχες αὐτῷ· οἰκείᾳ δὲ φιλοτιμίᾳ τῷ βασιλικῷ | |
25 | στεφάνῳ τὴν κεφαλὴν αὐτοῦ κατεκόσμησας. εʹ. «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρό‐ τητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.» Ἔλαβε, φησὶν, ὅπερ ἱκέτευσε, καὶ τετύχηκε ζωῆς ἣν ἐπόθησε. Τὸ γὰρ αἰῶνα αἰῶνος καὶ τὸν μέλλοντα βίον παραδη‐ | |
30 | λοῖ, [τὸν τοῖς ἁγίοις ηὐτρεπισμένον,] ὃς τὸ ἀνώλε‐ θρον ἔχει. ϛʹ. «Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν.» Οὐ γὰρ μόνον σωτηρίαν αὐτῷ δεδώρησαι, ἀλλὰ καὶ | |
35 | περιφανῆ καὶ ὑψηλὸν πεποίηκας αὐτὸν, καὶ περί‐ βλεπτον, τῷ τε τῶν πολεμίων παραδόξῳ θανάτῳ, καὶ τῷ τὸν ἥλιον τὴν ἐναντίαν δραμεῖν. Οὕτω δὲ τοῦτο πανταχοῦ γῆς καὶ θαλάττης ἐγένετο γνώρι‐ μον, ὡς τῶν Βαβυλωνίων τὸν βασιλέα δῶρα πέμψαι | |
40 | τοῖς πάλαι δῶρα τοῖς Ἀσσυρίοις παρέχουσι. Τοῦ γὰρ Ἐζεκίου χάριν ὑπέλαβε τοῦτο δεδρακέναι ἢ πεπονθέναι τὸν ἥλιον, τῷ τῶν Ἀσσυρίων θανάτῳ χρώμενος τεκμηρίῳ. ζʹ. «Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα τοῦ | |
45 | αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσ‐ ώπου σου.» Καὶ ἐν ἁπάσαις δὲ, φησὶ, ταῖς γενεαῖς | |
ἀοίδιμος ἔσται, καὶ πολυθρύλλητος, τοσαύτην ἐσχη‐ | 1003 | |
80.1005 | κὼς παρὰ σοὶ παῤῥησίαν. Τὸ γὰρ, «μετὰ τοῦ προσώπου σου,» παρὰ τῷ προσώπῳ σου τέθει‐ κεν ὁ Σύμμαχος. Εὐφροσύνην τοίνυν ἕξει, φησὶ, καὶ διηνεκῆ θυμηδίαν, τοῦ σοῦ προσώπου, τουτέστι, | |
5 | τῆς σῆς εὐμενείας τυγχάνων. Αἴτιον δὲ τούτων αὐτῷ γέγονε τὸ ἐπὶ σοὶ πεποιθέναι. Τοῦτο γὰρ ἐπ‐ ήγαγεν· ηʹ. «Ὅτι βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.» Κρείττων ἐστὶ | |
10 | τῶν πολεμούντων τῆς σῆς χάριτος ἀπολαύων· ἀπο‐ λαύει δὲ ταύτης, ἀνθρώπῳ μὲν οὐδενὶ θαῤῥῶν, τῇ δέ σου ἐλπίδι. θʹ. «Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.» | |
15 | Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκε. Καταλή‐ ψεται ἡ χείρ σου πάντας τοὺς ἐχθρούς σου· ἡ δεξιά σου εὑρήσει πάντας τοὺς μισοῦντάς σε. Ἔχεται δὲ τῆς ἀκολουθίας τὰ εἰρημένα. Οὐ μάτην γὰρ ὁ βασιλεὺς τῇ σῇ ἐλπίδι τεθάῤῥηκεν· ἀλλ’ εἰδὼς ὡς τῶν | |
20 | πολεμίων ἁπάντων κρείττων ἡ σὴ δεξιὰ καὶ τούς τε ταχυτάτους [καταλήψεται, τούς τε δυνατωτά‐ τους], καταλῦσαι δυνήσεται. Δεξιὰν δὲ καὶ χεῖρα, πάλιν τὴν ἐνέργειαν εἶπεν. ιʹ, ιαʹ. «Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς | |
25 | εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὑτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Τὸν καρπὸν αὐτῶν, ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ σπέρ‐ μα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.» Ῥᾷστόν σοι, φησὶ, κλιβάνου δίκην ἐξάψαι αὐτοὺς, καὶ κατανα‐ | |
30 | λῶσαι ὡς ὕλην εὔπρηστον ἐν πυρί· καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τοὺς ἐκείνων ἐγγόνους· τούτους γὰρ καὶ σπέρμα καὶ καρπὸν προσηγόρευσεν· ὥστε πᾶσαν αὐτῶν ἐξαλειφθῆναι τὴν μνήμην. Τὸ δὲ «εἰς καιρὸν τοῦ προσώπου,» ἀντὶ τοῦ, ἐν τῷ τῆς | |
35 | ὀργῆς σου καιρῷ, ὅταν τοῦτο δοκιμάσῃς γενέσθαι, καὶ ἐπιτήδειον εἶναι κρίνῃς τὸν τῆς τιμωρίας καιρόν. ιβʹ. «Ὅτι ἔκλιναν εἰς σὲ κακά.» Ἐπειδὴ κατὰ σοῦ τὴν γλῶτταν ἐκίνησαν, καὶ βλασφήμοις λόγοις | |
40 | ἐχρήσαντο. «Διελογίσαντο βουλὰς αἳ οὐ μὴ δύνων‐ ται στῆναι.» Ἔνια μέντοι τῶν ἀντιγράφων στῆ‐ ναι· ὁ δὲ Σύμμαχος οὕτως εἴρηκεν·» Ἐλογίσαντο | |
ἐννοίας ἀδυνάτους.» Προλέγει δὲ διὰ τούτου τὰς βλασ‐ | 1005 | |
80.1008 | φήμους τοῦ Ἀσσυρίου φωνάς· «Μή σε ἀπατάτω ὁ Θεὸς ᾧ σὺ πέποιθας ἐπ’ αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Περὶ τούτων λέγει τῶν ῥημάτων, ὅτι ἐλογίσαντο ἐννοίας ἀδυνάτους· ἢ ἐλο‐ | |
5 | γίσαντο βουλὰς, αἳ οὐ μὴ δύνωνται στῆναι· προσ‐ δοκήσαντες καθάπερ τῶν εἰδώλων, οὕτω καὶ τοῦ ὄντος Θεοῦ περιέσεσθαι. ιγʹ. «Ὅτι θήσεις αὐτοὺς νῶτον.» Ὁ δὲ Σύμμα‐ χος οὕτω· «Ὅτι θήσεις αὐτοὺς ἀποστρόφους.» | |
10 | Τοὺς γὰρ τὴν τοῦ ἀγγέλου διαφυγόντας πληγὴν, εἰς φυγὴν τρέψεις, καὶ τὰ νῶτα δοῦναι καταναγκάσεις· ἵνα ἀπελθόντες τὰ γεγενημένα κηρύξωσιν. Ταῦτα δὲ προῤῥητικῶς τέθεικεν ὁ προφήτης, ὡς μηδέπω γεγενημένα. «Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις | |
15 | τὸ πρόσωπον αὐτῶν.» Τοῦτό τινες μεθ’ ὑπερβα‐ τοῦ ἔφασαν εἶναι, καὶ νενοήκασιν οὕτως· Ἐν τοῖς περιλοίποις αὐτῶν ἑτοιμάσεις τὸ πρόσωπόν σου, ἀντὶ τοῦ, Καὶ τοῖς καταλειφθεῖσι, καὶ διαφυγοῦσιν ἐπ‐ άξεις τὴν τιμωρίαν. Δυνατὸν δὲ καὶ τῇ αὐτῇ συν‐ | |
20 | θήκῃ χρωμένους, τὴν αὐτὴν ἔννοιαν προσαρμόσαι, «Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.» Τὰς γὰρ ὑπολοίπους σοι τιμωρίας ἐπ‐ αγαγεῖν αὐτοῖς εὐπετές σοι καὶ ῥᾴδιον· καὶ τοὺς φεύγοντας, καὶ νῶτα δεδωκότας, καὶ ἡγουμένους | |
25 | διαπεφευγέναι τὸν θάνατον, ἀντιστρέψαι, καὶ στῆ‐ σαι, καὶ κολάσαι σοι δυνατόν. ιδʹ. «Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσο‐ μεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.» Οὐ ταπει‐ νὸς ὢν ὁ Θεὸς ὑψοῦται, οὐδὲ ὃ μὴ ἔχει προσλαμ‐ | |
30 | βάνει· ἀλλ’ ὅπερ ἔχει δείκνυσιν. Εἰκότως τοίνυν εἶ‐ πεν, «Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου.» Δεί‐ κνυται γάρ σου τὸ ὕψος διὰ τῆς ἀῤῥήτου δυνάμεως, ἣν ἡμεῖς ᾄδοντες καὶ ὑμνοῦντές σε διατελέσομεν, τὰς σὰς θαυματουργίας διεξιόντες. | |
35 | ΕΡΜΗΝ. ΤΟΥ ΚΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος. Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑω‐ θινῆς ψαλμὸς τῷ Δαβίδ.» Οὗτος ὁ ψαλμὸς τοῦ Δε‐ σπότου Χριστοῦ προαγορεύει τὰ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ | |
40 | τῆς οἰκουμένης τὴν σωτηρίαν. Καὶ ἡ ἐπιγραφὴ δὲ τοῦτο δηλοῖ. [Εἰς τὸ τέλος γὰρ ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως· τὸ μὲν εἰς τὸ τέλος, κεῖται, ἵνα τὴν | |
οἰκονομίαν ἐννοῇς τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γε‐ | 1007 | |
80.1009 | γενημένην παρ’ αὐτοῦ.] Ἀντίληψις γὰρ ἑωθινὴ τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνεια, ἡ δίκην ὄρθρου τοῖς ἐν σκότῳ καθημένοις ἐπιλάμψασα. Φῶς γὰρ ἀληθινὸν ὁ Δεσπότης. Ἀνίσχον δὲ τὸ φῶς, τὸν ὄρθρον | |
5 | ἀποτελεῖ, οὗ φανέντος ἐλύθη τὸ σκότος, [καὶ ἡ δια‐ βολικὴ ἀχλύς. Ἡ γὰρ κακία πολλαχοῦ τῆς Γραφῆς διὰ τοῦ σκότους ἐν αἰνίγματι νοεῖται. Τινὲς δὲ ἀντί‐ ληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σω‐ τῆρος καιρόν.] Εἰς αὐτὸν τοίνυν εἴρηται ὁ ψαλμός. | |
10 | Μᾶλλον γὰρ πιστευτέον τοῖς ἱεροῖς ἀποστόλοις, καὶ αὐτῷ τῷ Σωτῆρι χρωμένῳ σαφῶς τῷ τοῦ ψαλμοῦ προοιμίῳ, ἢ τοῖς παρερμηνεύειν ἐπιχειροῦσιν. βʹ. «Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγ‐ κατέλιπές με;» Τῷ ἰκρίῳ δὲ προσηλωμένος ταύ‐ | |
15 | την ὁ Δεσπότης προήκατο τὴν φωνὴν, αὐτῇ χρη‐ σάμενος τῇ Ἑβραίων φωνῇ, ἡλὶ, ἡλὶ, λεμὰ σα‐ βαχθανί; Πῶς τοίνυν οἷόν τε τῆς αὐτῆς τῆς ἀληθείας παραγράψασθαι μαρτυρίαν; Ἐγκαταλελεῖφθαι δὲ λέγει, ὡς ἁμαρτίας μὲν οὐδεμιᾶς ὑπ’ αὐτοῦ γενο‐ | |
20 | μένης, τοῦ δὲ θανάτου κεκρατηκότος, ὃς κατὰ τῶν ἡμαρτηκότων τὴν ἐξουσίαν ἐδέδεκτο. Ἐγκατά‐ λειψιν τοίνυν καλεῖ, οὐ τὸν τῆς ἡνωμένης θεότητος χωρισμὸν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὴν γεγενη‐ μένην τοῦ πάθους συγχώρησιν. Παρῆν γὰρ ἡ θεό‐ | |
25 | της καὶ πασχούσῃ τῇ τοῦ δούλου μορφῇ, καὶ συν‐ εχώρησε παθεῖν, πάσῃ τῇ φύσει μηχανωμένη τὴν σωτηρίαν. Αὕτη μέντοι πάθος ἐκεῖθεν οὐκ εἰσεδέχετο· πῶς γὰρ οἷόν τε ἦν τὴν ἀπαθῆ φύσιν παθεῖν; Λέγει δὲ ταῦτα ὁ Δεσπότης Χριστὸς ὡς ἄνθρωπος, καὶ | |
30 | ἐπειδὴ ἀπαρχὴ τῆς ἀνθρωπείας φύσεως ἦν, ὑπὲρ ἁπάσης τῆς φύσεως ἐν τοῖς ἐπαγομένοις ποιεῖται τοὺς λόγους· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Ἰστέον δὲ, ὡς τῶν παραπτωμάτων οὐδεὶς τῶν ἄλλων ἑρμηνευτῶν | |
35 | ἐμνημόνευσεν· ἀλλ’ ὁ μὲν Ἀκύλας, βρυχήματός μου, ὁ δὲ Σύμμαχος, ὀδυρμῶν μου, ὁ δὲ Θεοδοτίων, βοήσεώς μου. Ἵνα δὲ μὴ δόξωμεν τοῖς ἄλλοις ἑρ‐ μηνευταῖς ἐνταῦθα κεχρημένοι, ἐκ περινοίας τοὺς ἑτέρους τὸν ψαλμὸν ἑρμηνευκότας ἐλέγχειν, τῇ | |
40 | τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα. Ταύτῃ γὰρ κἀκεῖνοι τῇ ῥήσει προσεσχηκότες οὐκ ἔφασαν | |
ἁρμόττειν τὸν ψαλμὸν τῷ Κυρίῳ. Πῶς γὰρ, φησὶν, | 1009 | |
80.1012 | οἷόν τε ἦν τὸν οὐχ ἡμαρτηκότα λέγειν, μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου; Ἀκουσάτωσαν τοίνυν Ἰωάννου τοῦ πάνυ βοῶντος· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ | |
5 | κόσμου.» Τοῦ δὲ θεσπεσίου Παύλου λέγοντος· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ.» Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατά‐ ρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» | |
10 | Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλα‐ γος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο κατάραν, καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας· οὕτω καὶ τοὺς ὑπὲρ ἡμῶν ἐποιήσατο λόγους. Εἰ γὰρ τὴν | |
15 | ὡρισμένην ὑμῖν παιδείαν ὑπῆλθεν ἑκών· «Παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν,» ᾗ φησιν ὁ προφήτης· πολλῷ μᾶλλον τοῖς ὑπὲρ ἡμῶν ἀνθ’ ἡμῶν ἐχρήσατο λόγοις, καὶ βοᾷ «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Μὴ ἀποβλέψῃς, | |
20 | φησὶν, εἰς τὰ τῆς φύσεως πλημμελήματα· ἀλλὰ δὸς τὴν σωτηρίαν διὰ τὰ ἐμὰ παθήματα. Καὶ ἐπειδὴ τὸ πάθος ἀνθρωπίνως οἰκονομῶν πολλάκις προσηύ‐ ξατο παρὰ τὸν τοῦ πάθους καιρόν· «Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ·» καὶ ἀθυμῶν ἔλεγε· «Περίλυπός ἐστιν ἡ ψυχή μου | |
25 | ἕως θανάτου·» εἰκότως καὶ ὁ ψαλμὸς ταῦτα προαγορεύων ἔφη· γʹ. «Ὁ Θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.» Ἢ κατὰ τοὺς λοιποὺς, καὶ νυκτὸς, καὶ οὐ σιγή. Νύκτωρ, φησὶ, καὶ μεθ’ ἡμέραν διηνεκῶς | |
30 | βοῶντος, καὶ σιγᾷν οὐκ ἀνεχομένου, οὐκ ἀκήκοας, ἀλλὰ τῷ πάθει παρέδωκας· ἀλλ’ ὅμως οἶδα τὸ τῆς οἰκονομίας μυστήριον. Τοῦτο γὰρ παρεδήλου τὸ, «Οὐκ εἰς ἄνοιαν ἐμοί.» Νενόηκα γὰρ ὡς οὐ μάτην ἀνεβάλου τὴν τῆς αἰτήσεως δόσιν, ἀλλὰ μέγα τι καὶ | |
35 | σωτήριον ἐκ τοῦ πάθους οἰκονομῶν. δʹ. «Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦ Ἰσραήλ.» Τὸ δὲ πάντων παραδοξότατόν φησιν, ὅτι σοῦ ἐν τῷ ἁγίῳ τούτῳ σώματι κατοικοῦντος, ἐνεργεῖται τὸ πάθος. Ἔπαινον δὲ Ἰσραὴλ αὐτὸν ὀνομάζει, ὡς ὑπὸ | |
40 | τῶν οἰκείων θεραπευτῶν ἐπαινούμενον καὶ ὑμνού‐ μενον· ἀντὶ γὰρ τοῦ ἔπαινος, ὕμνος οἱ ἄλλοι τεθεί‐ κασιν ἑρμηνευταί. εʹ. «Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν.» Δείκνυσι τῆς ἐλπίδος τὸ κέρδος. | |
45 | «Ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. [ϛʹ.] Πρὸς σὲ ἐκέ‐ κραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.» Καίτοι, φησὶν, οἶδα σαφῶς, ὡς ἅπαντες ἡμῶν οἱ πατέρες τῇ σῇ βοηθείᾳ θαῤῥήσαν‐ τες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος· καὶ εἰς ἐπικουρίαν | |
80.1012(50) | σε καλέσαντες τῆς σῆς προνοίας ἀπήλαυσαν. | 1011 |
80.1013 | ζʹ. «Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπου, καὶ ἐξουθένημα λαοῦ.» Ἐγὼ δὲ, φησὶ, δίκην σκώληκος, εὐτελής τε ὤφθην, καὶ καταγέλαστος ἐγενόμην. Τινὲς δὲ διὰ τοῦ σκώληκος | |
5 | εἶπον παραδηλοῦσθαι καὶ τὴν ἐκ Παρθένου γέννησιν· οὐκ ἐκ συνουσίας γὰρ οὗτος ἔχει τὸ εἶναι. Ἐγὼ δὲ ἡγοῦμαι τὴν εὐτέλειαν διὰ τοῦ σκώληκος ἐνταῦθα μόνον παραδηλοῦσθαι τεκμαιρόμενος, φησὶ γάρ· ηʹ, θʹ. «Πάντες οἱ θεωροῦντές με, ἐξεμυκτήρισάν | |
10 | με· ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπι‐ σεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν.» Καὶ ταῦτά ἐστιν ἐν τοῖς ἱεροῖς Εὐ‐ αγγελίοις προσκείμενα· «Πολλοὶ γὰρ, φησὶ, κινοῦν‐ τες τὰς κεφαλὰς, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ | |
15 | δύναται σῶσαι.» Καὶ τῶν λῃστῶν θάτερος ἔλεγεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς.» Καὶ μέντοι καὶ τό· «Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτὸν,» ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔστιν εὑρεῖν. | |
20 | ιʹ, ιαʹ. «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ.» Ταῦτα καὶ ὁ μακάριος προεθέσπι‐ σεν Ἡσαΐας· εἰρηκὼς γὰρ, ὅτι «Ἡ παρθένος ἐν | |
25 | γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ἐπήγαγε· «Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Καὶ ὁ μακάριος τοίνυν Δαβὶδ, τῷ τοῦ | |
30 | Δεσπότου Χριστοῦ κεχρημένος προσώπῳ φησὶν, ὅτι Σύ με καὶ διέπλασας ἐν μήτρᾳ, καὶ ἐκεῖθεν πάλιν ἐξήγαγες, καὶ ἔτι τιθηνούμενος, καὶ τὴν μητρῴαν ἕλκων θηλὴν, τῆς σῆς κηδεμονίας τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. | |
35 | ιβʹ. «Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι.» Καὶ γὰρ τότε τῶν μαθη‐ τῶν αὐτὸν κατελελοίπει χορός· εἶτα προλέγει τῆς θλίψεως τὰ εἴδη. ιγʹ, ιδʹ. «Περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦ‐ | |
40 | ροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.» Καλεῖ δὲ ταύρους, τοὺς ἱερέας καὶ Γραμματέας, τὴν τοῦ λαοῦ πεπιστευμένους ἀρχὴν, καὶ πολλῇ θρασύτητι κεχρημένους· μόσχους δὲ, τοὺς ὑπ’ αὐτοὺς τετα‐ | |
45 | γμένους· πίονας δὲ αὐτοὺς ὀνομάζει, ὡς τοῖς ὑπ’ αὐτοῦ χορηγηθεῖσιν ἐντρυφήσαντας ἀγαθοῖς. Οὕ‐ τω γὰρ καὶ ὁ μέγας προείρηκε Μωσῆς· «Καὶ ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ | |
ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ | 1013 | |
80.1016 | ἐγκατέλιπε Κύριον τὸν ποιήσαντα αὐτόν.» Καὶ μέντοι καὶ ὁ μακάριος Ὠσηὲ, δαμάλει αὐτὸν ἀπεικάζει θρασυνομένῃ· «Ὡς δάμαλις γὰρ παροι‐ στρῶσα παροίστρησεν Ἐφραΐμ.» Οὕτω δὲ τὸν λαὸν | |
5 | προσηγόρευσεν· «Οὕτω δὲ καὶ Ἐφραῒμ, φησὶ, δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος·» τουτέστιν, ἐριστικὴ καὶ φιλόνεικος. Νεῖκος γὰρ οὐ τὴν νίκην, ἀλλὰ τὴν φιλονεικίαν καλεῖ. Καὶ δεικνὺς τὴν μετὰ ταῦτα ταπείνωσιν ἐπήγαγεν· «Ἐγὼ δὲ ἐπιβήσομαι | |
10 | ἐπὶ τὸ κάλλος τοῦ τραχήλου αὐτῆς.» Τὸν γαῦρον αὐτῆς αὐχένα ταπεινώσω, καὶ τὸν τῆς δουλείας ἐπιθήσω ζυγόν. Τοιγαροῦν καὶ ὁ ψαλμὸς προδια‐ γράφει τὰς τῶν ἀρχιερέων, καὶ Γραμματέων, καὶ Φαρισαίων ἐπαναστάσεις, οἳ ταύρων θρασύτητα, καὶ | |
15 | λεόντων μανίαν μιμούμενοι περιεστοίχιζον τὸν Δε‐ σπότην Χριστόν. ιεʹ. «Ὡσεὶ ὕδωρ ἐξεχύθη πάντα τὰ ὀστᾶ μου.» Ὀστᾶ καλεῖ τοὺς ἱεροὺς ἀποστόλους· ἐπειδὴ καὶ σῶμα τὴν Ἐκκλησίαν καλεῖ· ἰσχὺς δὲ τοῦ σώματος | |
20 | τὰ ὀστᾶ· ὑπὸ τούτων γὰρ τὸ μανὸν καὶ διαῤῥέον τοῦ σώματος φέρεται· ἐσκορπίσθησαν δὲ ἅπαντες κατὰ τὸν τοῦ πάθους καιρὸν, δίκην ὕδατος τῇδε κἀ‐ κεῖσε διαιρηθέντες. «Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος, | |
25 | ἐν μέσῳ τῆς κοιλίας μου. [ιϛʹ] Ἐξηράνθη ὡς ὄστρα‐ κον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με.» Καὶ ταῦτα πάντα γεγένηται παρὰ τὸν τοῦ πάθους καιρόν. Ἡ καρδία μὲν γὰρ τῇ δειλίᾳ, ὡς | |
30 | ὁ κηρὸς τῷ πυρὶ, διελύθη, καὶ ἡ ἰσχὺς τὴν προ‐ τέραν ἐνέργειαν οὐκ ἐδείκνυ· καὶ μέντοι καὶ ἡ γλῶσσα ἀκίνητος ἔμενε. Καὶ διδάσκουσιν ἡμᾶς οἱ θεσπέσιοι εὐαγγελισταὶ, ὅτι πολλάκις ἐρωτηθεὶς οὐ‐ δὲν ἀπεκρίνατο. Παρεδόθη δὲ καὶ τῷ τάφῳ μετὰ τὸ | |
35 | πάθος, ὅπερ χοῦν θανάτου ὠνόμασεν, ἅτε δὴ χων‐ νυμένων τῶν θαπτομένων. ιζʹ. «Ὅτι ἐκύκλωσάν με κύνες πολλοί· συν‐ αγωγὴ πονηρευομένων περιέσχον με.» Μετὰ τοὺς Ἰουδαίους, τοῦ ἐξ ἐθνῶν μνημονεύει στρατοῦ· | |
40 | τούτοις γὰρ αὐτὸν ἐκεῖνοι παραδεδώκασιν. Διὸ καὶ τὴν τάξιν ἡ προφητεία τῶν πραγμάτων ἐφύ‐ λαξεν. Εἰκότως δὲ ταύρους μὲν ἐκείνους, κύνας δὲ τούτους ὠνόμασεν· [οἱ μὲν γὰρ ὑπὸ τὸν τοῦ νό‐ μου ζυγὸν ἦσαν· εἰ καὶ προφανῶς τὸν νόμον παρ‐ | |
45 | έβαινον· οἱ δὲ κατὰ νόμον ἦσαν ἀκάθαρτοι. Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν.] «Οὐκ ἔστι | |
γὰρ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, | 1015 | |
80.1017 | καὶ δοῦναι τοῖς κυναρίοις.» Ἀλλ’ ὅμως μετὰ τὸ πάθος, οἱ πάλαι κύνες, διὰ πίστεως εἰς τὴν τῶν υἱῶν μεταβεβήκασι τάξιν· οἱ δὲ πάλαι τὴν υἱῶν ἐσχηκότες κηδεμονίαν, τὴν κυνῶν προσηγο‐ | |
5 | ρίαν ἐδέξαντο, ἅτε δὴ κυνῶν δίκην κατὰ τοῦ Δεσπό‐ του λυττήσαντες. Περὶ τούτων ὁ μακάριος Παῦλος βοᾷ· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.» Ὁ μέν‐ τοι προφητικὸς λόγος κύνας προσαγορεύσας ἔφη· | |
10 | «Συναγωγὴ πονηρευομένων περιέσχον με.» Εἶ‐ τα διηγεῖται τὰ ὑπ’ αὐτῶν τολμηθέντα. «Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου. [ιηʹ] Ἐξηρί‐ θμησαν πάντα τὰ ὀστᾶ μου.» Καὶ τοῦτο δῆλόν ἐστι, καὶ σαφὲς, καὶ τοῖς λίαν φιλονεικοῦσιν. | |
15 | Ἀκούομεν γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτοῦ τοῦ Κυρίου πρὸς τοὺς ἁγίους αὐτοῦ λέγοντος μαθητάς· «Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι.» Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπέδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης | |
20 | πληγήν. Τὸ δὲ «ἐξηρίθμησαν, πάντα τὰ ὀστᾶ μου,» τοῦτο δηλοῖ, ὅτι Οὕτω με διέτειναν προσηλοῦντες, ὥς τε ῥᾴδιον εἶναι τῷ βουλομένῳ καὶ τὸν τῶν ὀστῶν ἀριθμὸν διαγνῶναι. «Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖ‐ δόν με,» ἀντὶ τοῦ, ἐπιτωθάζοντες καὶ γελῶντες. | |
25 | ιθʹ. «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ τοῦτο δὲ σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. κʹ—κβʹ. «Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ’ ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες. | |
30 | Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπεί‐ νωσίν μου.» Ἐπειδὴ, φησὶν, οὐδεμίαν ἀνθρωπί‐ νην ἔχω βοήθειαν, τῆς σῆς ἀντιλήψεως τύχοιμι, καὶ | |
35 | ῥυσθείην ἀπό τε τούτων, ἀπό τε τοῦ διὰ τούτων ἐν‐ εργοῦντος, καὶ δίκην κυνὸς καὶ λέοντος ἐπιόντος· λέοντα γὰρ καλεῖ, καὶ κύνα, καὶ μονοκέρωτα, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· τουτέστι τὸν διάβολον, ὃς καὶ | |
40 | παρὰ τὸν τοῦ πάθους καιρὸν θηρὸς αὐτῷ δίκην ἐπῆλθε, τὸν θάνατον ἐπαγόμενος. Τοῦτο δὲ καὶ ὁ Κύριος εἴρηκεν ἐν τοῖς θείοις Εὐαγγελίοις· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Καὶ πάλιν· | |
45 | «Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν | 1017 |
80.1020 | ἐμοὶ εὑρήσει οὐδέν.» Ἀλλ’ ὅμως καὶ μηδὲν εὑρὼν ὧν ἐπεζήτει, ἐπεζήτει δὲ τῆς ἁμαρτίας τοὺς μώ‐ μους, ἀναιδῶς καὶ λίαν ἀδίκως τῷ θανάτῳ παρέδω‐ κεν· αὐτὸς δὲ τῆς ἀδικίας ἠνέσχετο, λῦσαι τὸν | |
5 | κοινὸν μηχανώμενος θάνατον. κγʹ. «Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.» Κἀντεῦ‐ θεν δῆλον, ὡς ἀνθρωπίνως ταῦτα ἐφθέγγετο, ἅτε δὴ καὶ ἀνθρωπίνως ὑπομένων ἅπερ ἐφθέγ‐ | |
10 | γετο. Ἀδελφοὺς γὰρ καλεῖ τοὺς εἰς αὐτὸν πεπι‐ στευκότας. Ἀδελφοὶ δέ εἰσιν, ὡς ἀνθρώπου. Ὡς γὰρ Θεὸς, δεσπότης καὶ Κύριος· ὡς δὲ ἄνθρωπος, καὶ ἀδελφὸς ὀνομάζεται. Μονογενὴς γάρ ἐστι καὶ πρωτότοκος. Καὶ τὸ μὲν ἁρμόττει ὡς Θεῷ καὶ Κυ‐ | |
15 | ρίῳ· [τὸ δὲ ὡς ἀνθρώπῳ.] ᾟ γὰρ Θεὸς, μόνος γεγέννηται, καὶ μονογενὴς ὀνομάζεται· ᾗ δὲ ἄνθρω‐ πος, καὶ πρωτότοκος κέκληται. Καὶ μάρτυς ὁ Ἀπό‐ στολος λέγων· «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Ταῦτα τοίνυν φησὶ τοῖς ἐμοῖς | |
20 | διηγησάμενος ἀδελφοῖς, δι’ αὐτῶν σε ὑμνήσω, παρα‐ σκευάζων ἐκείνους τοῦτον ὑφαίνειν τὸν ὕμνον· εἶτα πληροῖ τὴν ὑπόσχεσιν. κδʹ, κεʹ. «Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν. | |
25 | Φοβηθήτω δὴ ἀπ’ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ.» Ἐπειδὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰου‐ δαίων συνέστηκε, καὶ τούτους κἀκείνους εἰς τὸν ὕμνον ἐγείρει τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνο‐ μάζων, Ἰακώβ τε καὶ Ἰσραὴλ, τοὺς δὲ ἀπὸ τῆς | |
30 | ἀρετῆς, ὡς ἀρκούσης ἀντὶ γένους κοσμῆσαι. Οὕτω δὲ καὶ Ἰουδαίους τοὺς ἐξ ἐθνῶν τῷ νόμῳ προσιόν‐ τας ἔθος ἦν ὀνομάζειν· καὶ τοῦτο ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Δημηγορῶν γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· «Ἄνδρες Ἰσραηλῖται, καὶ | |
35 | οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν.» —«Ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτω‐ χοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.» Ὑμνήσατε, φησὶ, τὸν αἴτιον τῆς σωτηρίας | |
40 | ταύτης ὑμῖν γενόμενον, τὸν τὴν εὐτελεστάτην ὑμῶν φύσιν οὐκ ἀνασχόμενον παριδεῖν, ἀλλ’ εἰσακού‐ σαντα, καὶ διὰ τῆς ἐμῆς ἀναστάσεως ὑμῖν τὴν σωτηρίαν πραγματευσάμενον μετὰ ταῦτα παραδηλοῖ ἣν ὡς Θεὸς ἔχει πρὸς τὸν Πατέρα ἰσότητα. Ἐπήγαγε γάρ· | |
45 | κϛʹ. «Παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἐκκλησίᾳ με‐ | |
γάλῃ ἐξομολογήσομαί σοι.» Ὥσπερ γὰρ ἐγὼ | 1019 | |
80.1021 | δῆλόν σε τοῖς ἀνθρώποις ποιῶ, οὕτω καὶ σὺ πάν‐ τας ἀνθρώπους διδάσκεις τὴν αὐτήν μοι προσφέ‐ ρειν τιμὴν, νῦν μὲν λέγων, «Οὗτός μού ἐστιν ὁ Υἱὸς ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε·» | |
5 | νῦν δὲ, «Καὶ ἐδόξασά σε, καὶ πάλιν δοξάσω.» Οὕτω τὴν περὶ αὐτοῦ γνῶσιν ἀπεκάλυψε τῷ Πέτρῳ, οὕτω τῷ Παύλῳ, οὕτω διὰ τούτων πάλιν ἀνθρώ‐ ποις. Ἐκκλησίαν γὰρ μεγάλην, τὴν μέχρι τῶν τερμάτων τῆς γῆς διήκουσαν προσηγόρευσε. | |
10 | «Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.» Εὐχὰς ἐνταῦθα οὐ προσευχὰς λέγει, ἀλλὰ τὰς ὑποσχέσεις. Ταύτην γὰρ καὶ ὁ νόμος τὴν διαί‐ ρεσιν οἶδεν· «Εὔξῃ εὐχὴν Κυρίῳ,» ἀντὶ τοῦ, ἐὰν ὑπόσχῃ τι τῷ Θεῷ. Ἐπειδὴ τοίνυν ὑπέσχετο | |
15 | ἄνω διὰ τῶν εἰς αὐτὸν πιστευόντων ὕμνον ὑφαί‐ νειν, σαφέστερον ἐνταῦθα διδάσκει, ὅτι ταῖς ἐπαγ‐ γελίαις ἐπιθήσει τὸ πέρας, ἵνα δι’ αὐτῶν τῶν πραγμάτων οἱ τὰ θεῖα λόγια μελετῶντες μάθωσι τὴν τῶν λόγων ἀλήθειαν. Ἐπειδὴ δὲ ἐκκλησίας | |
20 | ἐμνημόνευσεν, ἀναγκαίως τὰ περὶ ταύτης ποιεῖ‐ ται θεσπίσματα, καὶ τῶν ἐθνῶν ἁπάντων προαγο‐ ρεύει τὴν κλῆσιν. Αὐτοὺς γὰρ πένητας ὀνομάζει, ὡς πάλαι τῆς εὐσεβείας οὐκ ἐσχηκότας τὸν πλοῦτον, ἀλλὰ τῇ τῆς ἀγνοίας δεδουλευκότας πενίᾳ. | |
25 | κζʹ. «Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν Κύριον, οἱ ἐκζητοῦντες αὐτόν.» Οὐ πάντες, οὐδὲ γὰρ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ, ἀλλ’ οἱ τὸν θεῖον εἰσδεξάμενοι πόθον· τούτους ἅτε δὴ πεινῶντας καὶ διψῶντας, κορεσθήσεσθαι ἔφη | |
30 | τῆς ἀθανάτου τροφῆς ἀπολαύσαντας· τὴν δὲ θείαν τροφὴν, καὶ τὴν πνευματικὴν ἴσμεν διδασκαλίαν, καὶ τὴν μυστικὴν καὶ ἀθάνατον εὐωχίαν, ἣν οἱ με‐ μυημένοι γινώσκουσι. «Ζήσονται αἱ καρδίαι αὐ‐ τῶν εἰς αἰῶνα αἰῶνος.» Καὶ γὰρ ἔτι φθαρτὸν περι‐ | |
35 | κείμενοι σῶμα, τῇ ἐλπίδι τῆς ἀναστάσεως ψυχαγω‐ γούμενοι, προσμένουσι τὴν ζωὴν αἰώνιον. κηʹ. «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς.» Καλῶς τὸ μνησθήσονται τέθεικε· ἐπειδὴ ὑπὸ τοῦ Θεοῦ τὸ | |
40 | εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος ἐπελήσθησαν. Πάντα μέντοι τὰ πέρατα τῆς γῆς, οὐχ ἓν ἔθνος, οὐδὲ δύο, ἀλλ’ ἐκ πάντων τῶν κατὰ τὴν οἰκουμένην προσδραμοῦνται μυρίοι, καὶ δέξονται προθύμως τὴν τῆς θεογνωσίας ἀκτῖνα. «Καὶ προσκυνήσουσιν ἐνώ‐ | |
45 | πιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.» Καὶ δι‐ δάσκων ὡς οἰκεία τοῦ Θεοῦ ἡ δεσποτεία, καὶ οὐκ ἀλ‐ | |
λοτρία, τέθεικεν. | 1021 | |
80.1024 | κθʹ. «Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δε‐ σπόζει τῶν ἐθνῶν.» Οὐ γὰρ μόνον Ἰουδαίων Θεὸς ὁ Θεὸς, ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ πάσης τῆς τῶν ἀνθρώπων φύσεως ποιητής. Οὕτω καὶ ὁ Ἀπόστολος | |
5 | ἔφη· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαι‐ ώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» λʹ. «Ἔφαγον καὶ προσεκύνησαν αὐτῷ πάντες οἱ | |
10 | πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν.» Οἱ γὰρ φαγόντες καὶ ἐμπλησθέντες, χάριν ὁμολογοῦντες περὶ τῆς ἀθα‐ νάτου τροφῆς, προσκυνήσουσιν ὡς Θεὸν τὸν τούτων γενόμενον χορηγόν. Καὶ ἐπειδὴ ἐν τῷ προτέρῳ | |
15 | στίχῳ τῶν πιόνων ἐμνημόνευσε μόνων, ἅτε δὴ τοι‐ ούτων ὑπὸ τῆς θείας ἐκείνης γεγενημένων τροφῆς, εἰκότως εἶπεν· «Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν.» Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες, | |
20 | καὶ οἱ μὲν πόθῳ, οἱ δὲ φόβῳ, ταύτην τῷ Θεῷ προσ‐ οίσουσι τὴν προσκύνησιν, κατὰ τὴν ἀποστολικὴν ἐκείνην φωνήν· ὅτι «Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρα‐ νίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χρι‐ | |
25 | στὸς εἰς δόξαν Θεοῦ πατρός.» λαʹ. «Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ.» Σπέρμα δὲ τοῦ Δεσπότου Χριστοῦ, οἱ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἀναγεννώμενοι, καὶ τὸ τῆς υἱοθεσίας δεχόμενοι | |
30 | χάρισμα. Διὸ τὴν μὲν αὑτοῦ ψυχὴν αὐτῷ ζῇν, ἀλλ’ οὐ δουλεύειν εἴρηκε, τὸ δὲ σπέρμα δουλεύειν. Ἡ γὰρ ληφθεῖσα φύσις ἡνώθη τῇ λαβούσῃ θεότητι, καὶ τῆς αὐτῆς δόξης μετείληχε καὶ τιμῆς. λβʹ. «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχο‐ | |
35 | μένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.» Οὐ περὶ ταύτης, φησὶ, λέγω τῆς γενεᾶς, καθ’ ἣν ἐγὼ ὁ Δα‐ βὶδ ταῦτα προαγορεύω, ἀλλὰ περὶ τῆς ἐσομένης, καὶ τοῦ τεχθησομένου λαοῦ, ὃν αὐτὸς ὁ τῶν ὅλων | |
40 | συνεστήσατο Κύριος. Ὁ μὲν οὖν ταῦτα προηγόρευ‐ σεν ἅπαντα. Ἐγὼ δὲ τὴν Ἰουδαίων ἐμβροντησίαν θρηνῶ, ὅτι τοῖς θείοις λογίοις διηνεκῶς ἐντυγχάνον‐ τες, τὴν ἐν τούτοις διαλάμπουσαν οὐ συνορῶσιν ἀλήθειαν, ἀλλ’ εἰς τὸν Δαβὶδ εἰρῆσθαι τὸν Ψαλμὸν | |
45 | ἀποφαίνονται, τοῦ βοῶντος ἀκούοντες, «Ἀναγγε‐ λήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγε‐ | |
λοῦσι τὴν δικαιοσύνην αὐτοῦ, λαῷ τῷ τεχθησομένῳ, | 1023 | |
80.1025 | ὃν ἐποίησεν ὁ Κύριος· μνησθήσονται καὶ ἐπιστρα‐ φήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Καὶ ἔφαγον, καὶ προσεκύνησαν αὐτῷ | |
5 | πάντες οἱ πίονες τῆς γῆς.» Τούτων γὰρ οὐδὲν ἐπὶ τοῦ Δαβὶδ ὁρῶμεν γεγενημένον, οὐδὲ ἐπί τινος τῶν ἐκ Δαβίδ. Μόνος δὲ ὁ Δεσπότης Χριστὸς, ὁ ἐκ Δαβὶδ κατὰ σάρκα, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ ἐκ Δαβὶδ λαβὼν τὴν τοῦ δούλου μορφήν· πᾶσαν γὰρ | |
10 | γῆν καὶ θάλασσαν τῆς θεογνωσίας ἐπλήρωσε, καὶ πέπεικε τοὺς πάλαι πλανωμένους, καὶ τοῖς εἰδώ‐ λοις προσφέροντας τὴν προσκύνησιν, ἀντὶ τῶν οὐκ ὄντων τὸν ὄντα προσκυνῆσαι Θεόν. Ἀλλὰ τοὺς πρὸς τοὺς Ἰουδαίους λόγους καταλιπόντες, ἐπὶ τοὺς | |
15 | παρόντας ἀγῶνας, καὶ ἐπὶ τὴν τῶν λοιπῶν ψαλμῶν ἑρμηνείαν βαδίσωμεν. ΕΡΜΗΝ. ΤΟΥ ΚΒʹ ΨΑΛΜΟΥ. αʹ. Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» [ᾌδεται ὁ προκείμενος ψαλμὸς ἐκ προσώπου τῶν ἐθνῶν ἀγαλ‐ | |
20 | λομένων ἐπὶ τῷ ποιμᾶναι αὐτά· καὶ μὴν καὶ τὴν μυστικὴν ἐξηγοῦνται εὐωχίαν ἣν παρέθηκεν αὐτοῖς ὁ ποιμαίνων αὐτούς.] «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.» Τὴν αὐτὴν ἔχει καὶ ταῦτα τοῖς προερμηνευθεῖσι διάνοιαν. Εἰρηκὼς γὰρ ἐν | |
25 | τῷ πρὸ τούτου ψαλμῷ, «Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζη‐ τοῦντες αὐτόν·» καὶ πάλιν, «Ἔφαγον, καὶ προσ‐ εκύνησαν πάντες οἱ πίονες τῆς γῆς·» ὑποδείκνυ‐ σιν ἐνταῦθα τὸν τῆς τοιαύτης τροφῆς χορηγόν· καὶ | |
30 | καλεῖ τὸν τροφέα ποιμένα· Οὕτω γὰρ καὶ ὁ Δεσπό‐ της Χριστὸς ἑαυτὸν προσηγόρευσεν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκο‐ μαι ὑπὸ τῶν ἐμῶν.» Οὕτως ἑαυτὸν καὶ διὰ Ἰεζε‐ κιὴλ ἐκάλεσε τοῦ προφήτου. Κἀνταῦθα τοίνυν ἅπαν‐ | |
35 | τες οἱ τῆς σωτηρίου τροφῆς ἀπολαύσαντες βοῶσι· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.» Παντοδαπὴν γὰρ ἀπόλαυσιν ἀγαθῶν ὁ ποιμὴν οὗτος τοῖς ὑπ’ αὐτοῦ ποιμαινομένοις χαρίζεται. βʹ. «Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.» | |
40 | Ἐπειδὴ ποιμένα τὸν τῶν ἀγαθῶν προσηγόρευσε χορηγὸν, εἰκότως καὶ τῆς τῶν προβάτων τροφῆς τροπικῶς ἐμνημόνευσε. Χλόην δὲ ἐνταῦθα τὴν ἱερὰν τῶν θείων λογίων διδασκαλίαν καλεῖ. Πρότερον γὰρ ἐκτρέφει τοῖς λόγοις, καὶ τότε τὴν μυστικωτέραν | |
45 | προσφέρει τροφήν. «Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξ‐ έθρεψέ με.» Τὸ τῆς παλιγγενεσίας ὕδωρ αἰνίττεται, ἐν ᾧ βαπτιζόμενος ὁ τῆς χάριτος ἐφιέμενος, ἀπο‐ δύεται μὲν τὸ γῆρας τῆς ἁμαρτίας, νέος δὲ ἀντὶ | |
γεγηρακότος ἀποτελεῖται. | 1025 | |
80.1028 | γʹ. «Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης.» Τούτων δέ μοι, φησὶ, μεταδέδωκε, πρότερόν με τῆς πλάνης ἐλευθερώσας, καὶ τὴν εὐθεῖαν ὁδὸν παρασκευάσας ὁδεύειν. | |
5 | Ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ. Ἅπαντα δὲ ταῦτα τῆς αὐτοῦ δῶρα φιλοτιμίας· οὐ γὰρ διὰ τὴν ἡμετέ‐ ραν ἀρετὴν ἀπελαύσαμεν τούτων. Τοιοῦτον τοί‐ νυν ἐπίκουρον ἔχων, καὶ πρόμαχον, οὐδὲ αὐτὰς δείσω τοῦ θανάτου τὰς πύλας, ἀλλὰ παντὸς θανάτου | |
10 | καταφρονήσω. Τοῦτο γὰρ ἐπήγαγεν δʹ. «Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανά‐ του, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.» Προστίθησι δὲ τούτοις καὶ ἕτερα· «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» | |
15 | Τῇ μὲν γὰρ ὑπερείδει μου τὴν ἀσθένειαν, τῇ δὲ ποδηγεῖ πρὸς τὴν εὐθεῖαν ὁδόν· οὐκ ἂν δέ τις ἁμάρ‐ τοι, τὸν σωτήριον οὕτως ὀνομάζων σταυρόν. Τῇ γὰρ τούτου σφραγίδι καὶ μνήμῃ τῶν πολεμίων δαιμόνων ἀπαλλαττόμεθα, καὶ πρὸς τὴν ἀληθῆ | |
20 | ποδηγούμεθα τρίβον. [Καὶ τοῦτό ἐστι τὸ, Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκά‐ λεσαν· ἀπὸ γὰρ δύο ῥάβδων συναγόμενος γίνεται σταυρός· τῇ μὲν ὀρθῇ βακτηρίᾳ ἡμᾶς τοὺς εἰς αὐτὸν πιστεύοντας στηρίζων καὶ εὐθύνων καὶ ἀσθε‐ | |
25 | νοῦντας ἐνισχύων· τῇ δὲ πλαγίᾳ ὡς ῥάβδῳ κατὰ τῶν δαιμόνων χρώμενος.] εʹ. «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναν‐ τίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον με | |
30 | ὡσεὶ κράτιστον.» Δῆλα ταῦτα τοῖς μεμυημένοις, καὶ ἑρμηνείας οὐδεμιᾶς δεόμενα. Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον, ᾧ τὴν κεφαλὴν ἐπιάνθησαν· καὶ τὴν κρατύνουσαν, ἀλλ’ οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ | |
35 | πρὸς τῷ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τού‐ τοις δὲ, φησὶ, τοῖς ἀγαθοῖς εἱστίασάς με, τῶν δυσ‐ μενῶν ἀνιωμένων καὶ τρυχομένων, ὅτι οἱ πάλαι σφίσι δουλεύοντες, τοσαύτης μεταβολῆς τετυχή‐ κασιν. | |
40 | ϛʹ. «Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.» Τούτων δὲ πρόξενος τῶν ἀγαθῶν ἡ ἄῤῥητός σου φιλανθρωπία, τὴν ἡμετέραν ἱκετείαν οὐκ ἀναμείνασα ἀλλὰ καθά‐ | |
45 | περ τινὰς φεύγοντας καταδιώξασά τε, καὶ φθάσα‐ σα, καὶ μεταδοῦσα τῆς σωτηρίας, καὶ τὴν ἐν τοῖς θείοις οἴκοις παρασχοῦσα διαγωγὴν, ἔν τε τῷ παρόν‐ | |
τι βίῳ, καὶ ἐν τῷ μέλλοντι. Τοῦτο γὰρ παρεδή‐ | 1027 | |
80.1029 | λωσεν εἰρηκώς· «Εἰς μακρότητα ἡμερῶν,» τοῦτ’ ἔστιν ἀεὶ, καὶ διηνεκῶς. Τοῦτο δὲ τοῖς αἰῶσιν ἐκεί‐ νοις ἁρμόττει, οἳ πέρας οὐκ ἔχουσιν. ΕΡΜΗΝ. ΤΟΥ ΚΓʹ ΨΑΛΜΟΥ. | |
5 | αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Ἐν ἐνίοις ἀντι‐ γράφοις εὗρον, «τῆς μιᾶς τῶν Σαββάτων.» Ἐν δέ γε τῷ Ἑξαπλῷ τοῦτο οὐ πρόσκειται. Πλὴν ἵνα μηδὲ τοῦτο καταλίπωμεν ἀνερμήνευτον, εἰδέναι χρὴ ὡς τὴν δεσποτικὴν ἀνάστασιν προσημαίνει, μεθ’ | |
10 | ἣν πᾶσα γῆ καὶ θάλασσα τὰς τῆς θεογνωσίας ἀκτῖ‐ νας ἐδέξατο· οὕτω δὲ καὶ ὁ ψαλμὸς προαγορεύει, καὶ πρὸς τούτῳ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Δεσπό‐ του. «Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» | |
15 | Ἐπειδὴ γὰρ ὑπελάμβανον Ἰουδαῖοι μόνης αὐτὸν δεσπόζειν τῆς Παλαιστίνης, καὶ μόνων αὐτῶν προ‐ μηθεῖσθαι, μόνων αὐτῶν ὄντα Θεὸν, εἰκότως ὁ προφητικὸς διδάσκει λόγος, ὅτι πάσης δεσπόζει τῆς οἰκουμένης. Δεσπόζει δὲ αὐτῆς, οὐχ ἁρπάσας τὴν | |
20 | ἐξουσίαν, οὐδὲ ἄλλον τινὰ τῆς δεσποτείας στερήσας· ἀλλ’ αὐτὸς αὐτὴν δημιουργήσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών. βʹ. «Αὐτὸς γὰρ ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.» Διὰ τούτων δὲ, | |
25 | οὐ μόνον τὴν δημιουργίαν, ἀλλὰ καὶ τὴν πρόνοιαν δείκνυσι· φύσει γὰρ ἡ γῆ οὖσα ξηρὰ, ἀναλογοῦ‐ σαν νοτίδα δεδώρηται, ἔξωθεν μὲν καὶ διὰ μέσου τοῖς μεγίστοις αὐτὴν συνάψας πελάγεσι, ποταμοὺς δὲ ὅτι μάλιστα πλείστους, καὶ μεγίστους, καὶ μέντοι | |
30 | καὶ πηγὰς, ἐν μέσαις ταῖς ἠπείροις, τοὺς μὲν διατρέχειν ἀεὶ, τὰς δὲ ἀναβλυστάνειν παρασκευά‐ σας. Οὕτω καὶ τοῦ Θεοῦ τὴν δεσποτείαν ὑποδείξας, καὶ τῶν ἐθνῶν τὴν ἐπίγνωσιν προθεσπίσας, τὴν περὶ τῆς ἀρετῆς προσφέρει παραίνεσιν, εἰς ἐρώτησιν | |
35 | καὶ ἀπόκρισιν πάλιν σχηματίσας τὸν λόγον. γʹ. «Τίς (γὰρ, φησὶν,) ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐ‐ τοῦ;» Ὄρος δὲ ἐνταῦθα, οὐ τὸ ἐπίγειον λέγει τὸ τῆς Σιὼν, ἀλλὰ τὸ ἐπουράνιον, ὅπερ ὁ μακάριος | |
40 | ὑπέδειξε Παῦλος· «Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρα‐ νίῳ.» Ἐπειδὴ γὰρ προεδίδαξεν, ὅτι ποιητής ἐστι καὶ δημιουργὸς ὁ τῶν ὅλων Θεὸς, εἰκότως τὴν πρὸς αὐτὸν φέρουσαν ὁδὸν δείκνυσι, καὶ ποιεῖται τὴν | |
45 | ἀπόκρισιν πρὸς τὴν ἐρώτησιν. δʹ. «Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ· ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ.» Προσήκει, | |
φησὶ, τὸν εἰς ἐκεῖνο τὸ ὄρος ἀναβῆναι ποθοῦντα, καὶ | 1029 | |
80.1032 | λογισμῶν ἀτόπων τὴν ψυχὴν, καθαρεύειν, καὶ πρά‐ ξεων τοιουτοτρόπων ἐλευθέρας ἔχειν τὰς χεῖρας. Τὰς γὰρ δὴ χεῖρας, ἀντὶ πράξεων τέθεικε· διὰ δὲ τῆς καρδίας, τὰς ἐνθυμήσεις ᾐνίξατο. Τῇ μὲν γὰρ | |
5 | βουλευόμεθα, ταῖς δὲ πράττομεν. Προσήκει δὲ, φησὶ, τὸν τοιοῦτον μηδενὸς τῶν ῥεόντων καὶ φθει‐ ρομένων ἐφίεσθαι· ταῦτα γὰρ ἐκάλεσε μάταια· οὕτω γὰρ αὐτὰ καὶ ὁ Ἐκκλησιαστὴς ὀνομάζει, «Ματαιότης, λέγων, ματαιοτήτων, τὰ πάντα ματαιό‐ | |
10 | της.» Καὶ ἐπειδὴ καὶ δόλος καὶ παράβασις ὅρκων τῇ φιλοχρηματίᾳ συνέζευκται, εἰκότως καὶ ταῦτα μετ’ ἐκείνης ἀπαγορεύει· «Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ.» Εἶτα δείκνυσι τὸν τῶν κατορθωμάτων τούτων καρπόν. | |
15 | εʹ. «Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὑτοῦ.» Κομιδῆ δὲ προσφυῶς τὴν ἐλεημοσύνην τῇ εὐλογίᾳ συνέζευ‐ ξε. Καὶ γὰρ αἱ νομιζόμεναι ἀντιδόσεις διὰ μόνην τὴν θείαν φιλανθρωπίαν τοῖς ἀνθρώποις παρ‐ | |
20 | έχοντα. Πᾶσαι γὰρ τῶν ἀνθρώπων αἱ δικαιοσύναι, οὐδὲν πρὸς τὰς ἤδη δεδομένας ὑπὸ τοῦ Θεοῦ δωρεὰς ἀποχρῶσι, μήπου γε δὴ πρὸς τὰς ἐσομέ‐ νας, αἳ καὶ λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσιν. ϛʹ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούν‐ | |
25 | των τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.» Οἱ κατὰ ταύτας, φησὶ, τὰς ὑποθήκας βιοῦν προαιρούμενοι, τῷ ὄντι ποθοῦσι τῆς ἀρετῆς τὸν νομοθέτην ἰδεῖν, ὃς πάλαι ποτὲ καὶ τὸν μέγαν Ἰακὼβ τῆς οἰκείας ἐπι‐ φανείας ἠξίωσεν. Ἐν μὲν οὖν τῷ ἑνδεκάτῳ | |
30 | ψαλμῷ περὶ γενεᾶς ἑτέρας [ὁ Προφήτης διαλε‐ γόμενος] πάσῃ κακίᾳ καὶ πονηρίᾳ συζώσης ἠντιβό‐ λει τὸν Θεὸν λέγων· «Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.» Ἐνταῦθα δὲ τἀναντία θεσπίζει· | |
35 | «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.» Μετὰ γὰρ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, πᾶσα ἡ γῆ καὶ θάλασσα τῷ θείῳ πεισθεῖσα κηρύγμα‐ τι, κατέλιπε μὲν τοὺς πατρῴους θεοὺς, τοῦ δὲ Ἰα‐ κὼβ ἐπιζητεῖ τὸν Θεόν. Οὕτω προαγορεύσας τῆς | |
40 | οἰκουμένης τὴν σωτηρίαν, διδάσκει λοιπὸν τοὺς τῇ πίστει προσεληλυθότας, ὡς οὐ μόνον ἀνέστη τοῦ θανάτου καταλύσας τὸ κράτος ὁ Δεσπότης Χριστὸς, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν. Ἐπειδὴ γὰρ ὁ πρῶτος καὶ εἰκοστὸς ψαλμὸς τὰ τῶν σωτηρίων | |
45 | παθημάτων εἶχε θεσπίσματα, καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν προφητείαν, εἰκότως πάλιν ἐνταῦθα τῶν ἐθνῶν μνημονεύσας, καὶ τὴν τούτων ἐπίγνωσιν | |
χρησμῳδήσας, καὶ τὴν Δεσποτικὴν ἀνάληψιν προ‐ | 1031 | |
80.1033 | διαγράφει, καὶ δείκνυσιν ἡμῖν ἀγγέλων χοροὺς, τοὺς μὲν ἡγουμένους τοῦ Δεσπότου Χριστοῦ, τοὺς δὲ ἄνωθεν πυνθανομένους, καὶ μαθεῖν ἐφιεμένους τί τὸ παράδοξον θέαμα. | |
5 | ζʹ—ιʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι· καὶ εἰσελεύσεται ὁ βασι‐ λεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνα‐ τὸς ἐν πολέμῳ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, | |
10 | καὶ ἐπάρθητε, πύλαι αἰώνιοι· καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασι‐ λεὺς τῆς δόξης.» Καί μοι θαυμαζέτω μηδεὶς ἄγνοιαν ἀκούων τῶν ἀοράτων δυνάμεων· οὔτε γὰρ | |
15 | προΐσασιν, οὔτε ἴσασιν ἄπαντα· μόνη δὲ ἡ θεία φύ‐ σις ταύτην ἔχει τὴν γνῶσιν. Ἄγγελοι δὲ καὶ ἀρχάγγελοι, καὶ αἱ ἄλλαι τῶν ἀοράτων δυνάμεων συμμορίαι, τοσαῦτα ἴσασιν, ὅσα διδάσκονται· οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος περὶ αὐτῶν διαλεγό‐ | |
20 | μενος ἔφη, ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς, καὶ ταῖς Ἐξουσίαις, ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Εἰ δὲ καὶ διὰ τῶν κατὰ τὴν Ἐκκλησίαν τὴν θείαν σοφίαν κατέμαθον ἀκριβέστερον, οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὰς ἄνω δυνά‐ | |
25 | μεις [καὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ τὸ μυστή‐ ριον] φύσιν ἀνθρωπίνην ὁρώσας, καὶ τὴν ἐν αὐτῇ κεκρυμμένην οὐ θεωμένας θεότητα. Εἰ δὲ τοῦτο μὴ δοίη τις, ἐκ τῶν ἡρμηνευμένων ἐν τῷδε τῷ ψαλμῷ λαβέτω τὴν προκειμένην λύσιν. Καὶ γὰρ | |
30 | ἄνω ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τὴν περὶ τῆς ἠθικῆς ἀρετῆς εἰσήγησιν ἐσχημάτισεν. εἰπών· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;» Οὕτως ἐρωτήσας, ἐπήγαγε τὴν ἀπόκρισιν· «Ἀθῶος χερσὶ, καὶ κα‐ | |
35 | θαρὸς τῇ καρδίᾳ,» καὶ τὰ ἑξῆς. Τοιοῦτον κἀνταῦθα ἡγείσθω εἶναι τοῦ λόγου τὸ σχῆμα, καὶ τοὺς ἐρομέ‐ νους μὴ ἀγνοοῦντας ἔρεσθαι νομιζέτω, ἀλλὰ πάντας ἀνθρώπους τῷδε τῷ κηρύγματι τοῦ ἀνιόντος διδά‐ σκειν τὴν δεσποτείαν. Διό φασιν αἱ ἀποκρινόμεναι | |
40 | δυνάμεις, δόξης αὐτὸν εἶναι βασιλέα, ὡς τὴν παρὰ πάντων κομιζόμενον δόξαν, καὶ τὴν ἀληθῆ καὶ μό‐ νιμον ἔχοντα βασιλείαν. Καλοῦσι δὲ αὐτὸν καὶ «Κύριον κραταιὸν, καὶ δυνατὸν ἐν πολέμῳ.» Κατ‐ έλυσε γὰρ τοῦ διαβόλου τὴν πικρὰν τυραννίδα, καὶ | |
45 | τῶν ὑπ’ ἐκείνῳ τελούντων δαιμόνων τὴν ἀπάτην διέλυσεν. Αἰωνίους δὲ πύλας ἀνοιγῆναι παρακε‐ | |
λεύονται, ὡς μηδέποτε τῇ φύσει τῶν ἀνθρώπων | 1033 | |
80.1036 | ὑπανοιγείσας. Οὐδεὶς γὰρ ἐκείνας τῶν ἀνθρώπων διεπέρασε πώποτε, ἀλλ’ ὁ ἐνανθρωπήσας Θεὸς Λό‐ γος, τὴν ἡμετέραν ἀναλαβὼν ἀπαρχὴν, ἀνήγαγέ τε εἰς οὐρανοὺς, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύ‐ | |
5 | νης ἐν τοῖς ὑψηλοῖς, ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξου‐ σίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομα‐ ζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ὁ δὲ μέγας Ἠλίας ἀνελήφθη μὲν, ἀλλ’ οὐκ εἰς τὸν οὐρανὸν, ἀλλ’ ὡς εἰς τὸν οὐρανόν· οὕτω | |
10 | τῆς προτέρας πεύσεως καὶ ἀποκρίσεως γενομένης, αὖθις αἱ μὲν πυνθάνονται, αἱ δὲ ἀποκρίνονται καὶ μανθάνουσιν ὡς ὁ τῶν δυνάμεων Κύριος αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, τουτέστιν ὁ ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάσης τῆς ἀοράτου καὶ γενητῆς φύσεως, ποιητής ἐστι καὶ δημιουργός. ΕΡΜΗΝ. ΤΟΥ ΚΔʹ ΨΑΛΜΟΥ. | |
15 | αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Ὁ ψαλ‐ μὸς οὗτος προσευχῆς ἔχει σχῆμα. Διά τοι τοῦτο, ὡς εἰκὸς, οὐδὲ ψαλμὸν ἡ ἐπιγραφὴ προσαγορεύει. Τινὲς δὲ τῶν συγγραφέων τῆς αἰχμαλωσίας προαγο‐ ρευτικὸν ἔφασαν εἶναι, καὶ ὡς ἐξ ἐκείνων εἰρη‐ | |
20 | μένον ἡρμήνευσαν, τῷ τέλει μόνῳ προσεσχηκότες· «Λύτρωσαι γὰρ, φησὶν, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πα‐ σῶν τῶν θλίψεων αὐτοῦ. «Ἐγὼ δὲ ἡγοῦμαι τοῦτον εἰρῆσθαι τὸν ψαλμὸν ὑπὸ τοῦ μακαρίου Δαβὶδ, ἡνίκα πολλὰς ἔσχε πολεμίων ἐπαναστάσεις. | |
25 | Οὗ δὴ χάριν καὶ παλαιῶν καὶ νέων ποιεῖται μνήμην ἁμαρτημάτων, καὶ τούτων ἀπαλλαγῆναι παρακα‐ λεῖ. Εἰσηγεῖται δὲ καὶ παραίνεσιν ἀνθρώποις ὠφέ‐ λιμον. [Ἁρμόζει δὲ μάλιστα ὁ προκείμενος ψαλ‐ μὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολου‐ | |
30 | θίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ.] «Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.» Πάντοθεν ὑπὸ μυρίων περιστοιχιζόμενος | |
35 | δυσμενῶν, σοὶ τὴν ἐμαυτοῦ, Δέσποτα, προσφέρω ψυχὴν, καὶ τῆς σῆς βοηθείας ἐξήρτημαι, μὴ δι‐ ηνεκῶς ἐν αἰσχύνῃ διάγειν, καὶ ἐπίχαρτος εἶναι τοῖς πολεμίοις, ἀντιβολῶν. «Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καται‐ | |
40 | σχυνθῶσιν. [δʹ.] Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες δια‐ κενῆς.» Ἔχω, φησὶ, τῆς ἐλπίδος ἐχέγγυον ἱκα‐ νὸν, τοὺς ἤδη σοι πεπιστευκότας, καὶ τῆς σῆς ῥοπῆς ἀπολαύσαντας. Τούτων μὲν γὰρ εἴωθας προμηθεῖ‐ σθαι, καταισχύνειν δὲ τοὺς παρανομίᾳ συζῶντας. | |
45 | Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι οὐ τοὺς ἁμαρτάνον‐ τας, ἀλλὰ καὶ τοὺς διακενῆς ἀνομοῦντας, αἰσχύ‐ | |
νης ἔφησεν ἀναπίμπλασθαι. Οὐ γὰρ πάντες πλημ‐ | 1035 | |
80.1037 | μελοῦσιν ὁμοίως· οἱ μὲν γὰρ ἢ ἐκ περιστάσεώς τι‐ νος, ἢ ἐκ φυσικῆς ὀλισθαίνουσιν ἀσθενείας· οἱ δὲ καὶ ἐφήδονται ταῖς παρανομίαις, καὶ ἐπινοοῦσιν ἑτέ‐ ρας. | |
5 | «Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρί‐ βους σου δίδαξόν με. [εʹ.] Ὁδήγησόν με ἐπὶ τὴν ἀλή‐ θειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.» Ἐγὼ δὲ πρῶτον μὲν ἱκετεύω τὰς σὰς ὁδοὺς διαγνῶναι, καὶ | |
10 | τὰς πρός με φερούσας τρίβους μαθεῖν, ὥστε διηνε‐ κῶς τὴν ἀπλανῆ σου καὶ ἀληθῆ πορείαν ὁδεύειν. Ἔπει‐ τα δι’ αὐτῶν ἱκετεύω τῶν πραγμάτων μαθεῖν, ὅτι Σωτὴρ ὑπάρχεις ἐμός· τὴν γὰρ παρὰ σοῦ φιλανθρω‐ πίαν προσμένω διηνεκῶς. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, | |
15 | ἀντὶ τοῦ ἀεὶ τέθεικεν· καὶ διδάξαι βούλεται, ὡς οὐ νῦν μὲν ταύτην ἔχει τὴν γνώμην, νῦν δὲ ἑτέ‐ ραν ἀντὶ ταύτης εἰσδέχεται. ϛʹ, ζʹ. «Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας | |
20 | νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, κατὰ τὸ ἔλεός σου μνήσθητί μου.» Ἡμέρως, φησὶν, ἀεὶ καὶ φιλανθρώπως τοὺς ἀνθρώπους οἰκονομεῖς· ταύ‐ της καὶ νῦν ἀπολαῦσαι τῆς ἀγαθότητος ἱκετεύω, καὶ μνήμην σοι γενέσθαι τῆς σῆς φιλανθρωπίας, | |
25 | μὴ τῆς ἐμῆς ἁμαρτίας· καὶ τὴν ἐμὴν δὲ μνήμην ποιούμενος, Δέσποτα, φιλοικτιρμόνως ποίησαι, μὴ δικαίως. Τοῦτο γὰρ καὶ ἐν τοῖς ῥητοῖς παρεκά‐ λεσε· Κατὰ τὸ μέγα ἔλεός σου, μνήσθητί μου σύ· μὴ τῆς ἁμαρτίας μου, ἀλλ’ ἐμοῦ μνήσθητι φιλανθρώ‐ | |
30 | πως. [Τὸ δὲ ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μὴ μνησθῇς, ταύτην ἔχει τὴν διάνοιαν· φησὶ γὰρ τοῦ λαοῦ τοῦ ἐν Αἰγύπτῳ· καὶ γὰρ εἰδωλολάτρησα ἐκεῖ· μὴ οὖν ἐκείνων τῶν ἁμαρτημάτων μνησθῇς, ἀλλὰ τῆς σῆς φιλανθρωπίας, δι’ ἧς καὶ τότε ἀγνοοῦντας | |
35 | φιλανθρωπίᾳ χρησάμενος ἠλέησας.] «Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.» Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν, τούτου τυχεῖν ἱκε‐ τεύω. ηʹ. «Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος.» Οὐχ ἁπλῶς, | |
40 | φησὶ, τούτοις ἐχρησάμην τοῖς λόγοις, ἀλλ’ εἰδὼς ὡς οὐ μόνον δίκαιος, ἀλλὰ καὶ φιλάνθρωπος ὁ Δεσπό‐ της. Τοῦτο δὲ πανταχοῦ ἡμᾶς ἡ θεία διδάσκει Γρα‐ φή. Τοιοῦτόν ἐστι τό· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.» Καί· «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύ‐ | |
45 | ριος, καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.» Καί· «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυ‐ μος, καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν.» «Διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. [θʹ.] Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς | |
80.1037(50) | ὁδοὺς αὑτοῦ.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμή‐ | |
νευσε· Διὰ τοῦτο ὑποδείξει ἁμαρτάνουσιν ὁδόν. | 1037 | |
80.1040 | Ἀγαθότητι γὰρ χρώμενος, οὐκ εὐθὺς κολάζει τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τὴν εὐθεῖαν αὐτοῖς ὁδὸν ὑποδείκνυσι, καὶ τῆς μετανοίας ἐκπαιδεύει τὸν νό‐ μον· καὶ μὲν δὴ καὶ τοὺς πραότητι καὶ ἁπλότητι | |
5 | κεχρημένους διακρίνειν διδάσκει τῶν πραγμάτων τὴν φύσιν, καὶ πάσας αὑτοῦ τὰς οἰκονομίας εἰδέναι παρασκευάζει· ἵνα μὴ ἐφόδιον ἀγνοίας ἡ ἁπλό‐ της γενομένη, πολλὴν τὴν βλάβην ἐργάσηται· εἶτα τῶν εἰρημένων ὁδῶν τὴν φύσιν ὑποδείκνυσι. | |
10 | ιʹ. «Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐ‐ τοῦ.» Οἱ γὰρ διηνεκῶς τοῖς ἱεροῖς ἐντρεφό‐ μενοι Λόγοις μανθάνουσιν ἀκριβῶς δι’ ἐκείνων, ὡς πᾶσαι αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν οἰκονομίαι | |
15 | ἐλέῳ καὶ ἀληθείᾳ συγκέκρανται· τοῖς μὲν γὰρ με‐ ταμελομένοις ἐφ’ οἷς ἐπλημμέλησαν, τὸν ἔλεον καὶ τὴν συγγνώμην ὀρέγει· τοὺς δὲ ἀηττήτους τῆς ἀρε‐ τῆς ἀθλητὰς ἀνακηρύττει καὶ στεφανοῖ, σὺν ἀληθείᾳ τὴν ψῆφον ἐκφέρων· καὶ μέντοι καὶ τοῖς παρανο‐ | |
20 | μίᾳ συνεζηκόσι, καὶ μὴ μεταμελείᾳ χρησαμένοις, κατὰ τοὺς τῆς ἀληθείας ὅρους ἐπιφέρει τὰς τιμω‐ ρίας. ιαʹ. «Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε· καὶ ἱλά‐ σθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.» Ἐγὼ | |
25 | τοίνυν, φησὶν, ἵλεών σε γενέσθαι ταῖς ἐμαῖς ἁμαρ‐ τίαις παρακαλῶ, οὐ διὰ τὴν σπουδαίαν μου μετα‐ μέλειαν, ἀλλὰ δι’ ἣν ἔχεις φιλανθρωπίας προσηγο‐ ρίαν, καὶ ἐπειδὴ τοῦ σοῦ ὀνόματος τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. | |
30 | ιβʹ, ιγʹ. «Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύ‐ ριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο. Ἡ ψυ‐ χὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.» Ἐντεῦθεν εἰσηγεῖται, καὶ τὴν ὀνησιφόρον προσφέρει παραίνεσιν, καὶ τοῖς | |
35 | τὸν Κύριον φοβουμένοις τὴν παντοδαπὴν ἐπαγγέλ‐ λεται πρόνοιαν. Καὶ ἐπειδὴ πολλοὶ καὶ διάφοροι τῆς εὐσεβείας οἱ βίοι, μοναδικοὶ καὶ κοινωνικοὶ, ἐρη‐ μικοὶ καὶ πολιτικοὶ, ἰδιωτικοὶ καὶ στρατιωτικοὶ, βασιλικοὶ καὶ ἀποχειροβιωτικοὶ, ναυτικοὶ καὶ γεωρ‐ | |
40 | γικοὶ, καὶ οἱ ἄλλοι πολλοὶ καὶ διάφοροι· ἐν ἑκάστῳ δὲ βίῳ δυνατὸν ἀρέσαι Θεῷ εἰκότως ὁ προφητικὸς ἔφη λόγος· «Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο.» Ἀντὶ τοῦ, ἐν ἐκείνῳ τῷ βίῳ, ὃν βιοτεύειν ἐκεῖνος | |
45 | προαιρεῖται, τοὺς προσφυεῖς αὐτῷ καὶ ἁρμόζον‐ | |
τας θήσει νόμους. Οὕτως ὁ θεῖος Ἰωάννης ὁ | 1039 | |
80.1041 | Βαπτιστὴς τελώναις μὲν ἐρομένοις τί δεῖ πρᾶξαι, παρῄνεσε μηδὲν πλέον τοῦ διατεταγμένου λα‐ βεῖν.» Στρατιώταις δὲ, τὸ μηδένα διασεῖσαι, ἀλλ’ ἀρκεῖσθαι τοῖς ὀψωνίοις, τουτέστι τῇ ἀφωρισμένῃ | |
5 | τροφῇ· οὕτως ὁ θεῖος Ἀπόστολος, καὶ οἰκέταις καὶ δεσπόταις, καὶ παισὶ καὶ πατράσι, καὶ γυ‐ ναιξὶ καὶ ἀνδράσι, καταλλήλους τέθεικε νόμους. Τοῖς τούτους τοίνυν πεπληρωκόσι τοὺς νόμους, ὁ προ‐ φητικὸς ὑπέσχετο λόγος τὴν ἐν ἀγαθοῖς τῆς ψυχῆς | |
10 | διατριβὴν, καὶ τὴν τοῦ σπέρματος εὐλογίαν· «Ἡ ψυχὴ γὰρ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.» Ἐπειδὴ γὰρ ἡ παιδοποιία περισπούδαστός ἐστιν Ἰουδαίοις, καὶ τὸ κληρονόμους καταλιπεῖν, καὶ μέντοι καὶ νῦν τοῖς | |
15 | τὸν κοινωνικὸν βίον ἀσπαζομένοις τοῦτο αὐτὸ ἀξι‐ έραστον· καὶ ἀπὸ τούτων ἐπὶ τὴν ἐργασίαν ἰέναι προτρέπει τῆς ἀρετῆς. ιδʹ. «Κραταίωμα Κύριος τοῖς φοβουμένοις αὐ‐ τὸν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.» Τοῦ‐ | |
20 | το σαφέστερον ὁ Σύμμαχος καὶ Θεοδοτίων ἡρμή‐ νευσαν· Μυστήριον Κυρίου τοῖς φοβουμένοις αὐτὸν, καὶ τὴν συνθήκην αὐτοῦ δηλώσει αὐτοῖς. Αὐτοῦ δὲ ἔστιν ἀκοῦσαι τοῦ Δεσπότου διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· «Τὰ μυστήριά μου ἐμοὶ, | |
25 | καὶ τοῖς ἐμοῖς.» Ταῦτα γὰρ οὐχ ἁπλῶς ἅπασιν, ἀλλὰ τοῖς φοβουμένοις ἀποκαλύπτει, καὶ τῶν θείων αὐτοῦ λογίων ὑποδείκνυσι τὸν σκοπόν. Καὶ μέντοι κατὰ τοὺς Ἑβδομήκοντα, κραταίωμα Κύριός ἐστι τοῖς φοβουμένοις αὐτόν· ἀηττήτους αὐτοὺς ἀπο‐ | |
30 | φαίνων καὶ κρείττους τῶν πολεμίων. ιεʹ. «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύ‐ ριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.» Ὀφθαλμοὺς πάλιν ἐνταῦθα τοὺς τῆς διανοίας λέγει, οὓς ἔφη ἔχειν πρὸς τὸν Θεόν· ἅτε δὴ γινώσκων | |
35 | σαφῶς, ὡς διὰ τῆς αὐτοῦ κηδεμονίας τὰς ὑπὸ τῶν ἐχθρῶν κατεσκευασμένας ἐπιβουλὰς διαφεύξε‐ ται. ιϛʹ. «Ἐπίβλεψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.» Τὸ μονογενὴς, | |
40 | μόνος ἡρμήνευσαν οἱ λοιποί· λέγει δὲ, ὅτι Πάσης βοηθείας γεγύμνωμαι· διὸ δὴ τῆς σῆς τυχεῖν ἀν‐ τιλήψεως ἱκετεύω. Ἄγαν δὲ ἐλεεινῶς τό· «Ἐπί‐ βλεψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με,» τέθεικε· Βλέπε μου, φησὶ, τὴν ἐρημίαν, καὶ τὴν τῶν ἐχθρῶν πο‐ | |
45 | λιορκίαν. Πάντως γὰρ οὕτω θεασάμενος ἐλεή‐ σεις. ιζʹ ιηʹ. «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύν‐ | |
θησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν | 1041 | |
80.1044 | ταπείνωσιν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πά‐ σας τὰς ἀνομίας μου.» Πολλοῖς, φησὶν, ἀλγεινοῖς πανταχόθεν περιστοιχίζομαι. Ταύτην μου τοίνυν τὴν ταπείνωσιν, καὶ τὴν ταλαιπωρίαν, ταῖς ἐμαῖς ἀν‐ | |
5 | τιταλαντεύσας παρανομίαις, δὸς τὴν ἄφεσιν, καὶ τὴν συγγνώμην παράσχε. ιθʹ. «Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.» Εἰ μὴ δοκῶ, φη‐ σὶν, ἄξιος εἶναι φιλανθρωπίας, τοσούτοις προσπα‐ | |
10 | λαίων κακοῖς, τὴν ἄδικον γοῦν τῶν πολεμίων ἀπ‐ έχθειαν θεασάμενος, φιλανθρωπίας μετάδος. Εἰς σὲ γὰρ ἐπλημμέλησα, τὰς σὰς παραβεβηκὼς ἐντολάς· ἐκεῖνοι δὲ μηδὲν ἐγκαλεῖν ἔχοντες, πολεμοῦσιν ἀδί‐ κως. | |
15 | κʹ. «Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε.» Εἰ γὰρ καί τινας τῶν σῶν παραβέβηκα νόμων, ἀλλ’ οὖν τῆς σῆς ἐμαυτὸν οὐκ ἐχώρισα προμηθείας· διὸ καὶ ῥυσθῆναι τῶν πολεμούντων, καὶ φυλαχθῆναι παρα‐ | |
20 | καλῶ. καʹ. «Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπ‐ έμεινά σε, Κύριε.» Καὶ τοῦτο ἴδιον ἀρετῆς. τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συνουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας, καὶ εὐθύτητι χρωμένους, καὶ κα‐ | |
25 | κίας ἀπηλλαγμένους, συνήθεις ἔχειν καὶ φίλους. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη πεποιηκέναι, ἅτε δὴ θεραπεύειν ἐν τούτῳ δὴ τὸν Δεσπότην ἡγού‐ μενος. κβʹ. «Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν | |
30 | θλίψεων αὐτοῦ.» Βασιλεῖ πρέπουσα ἡ προσενεχθεῖ‐ σα τῷ Θεῷ προσευχή. Προσήκει γὰρ τὸν ἄρχειν τε‐ ταγμένον, πᾶσαν ποιήσασθαι τῶν ὑπηκόων κηδε‐ μονίαν. Διά τοι τοῦτο καὶ ὁ μακάριος Δαβὶδ, οὐ μόνον ὑπὲρ ἑαυτοῦ προσενήνοχε τὴν εὐχὴν, ἀλλὰ | |
35 | καὶ ὑπὲρ ἐγκεχειρισμένου λαοῦ· ἄλλως τε καὶ ἡ τοῦ εὖ καὶ καλῶς βασιλεύοντος σωτηρία κοινὴ τοῦ λαοῦ καθέστηκεν ὠφέλεια. Ἔχει δὲ καὶ ἑτέραν ἔν‐ νοιαν τὸ ῥητόν. Διῄρητο ὁ Ἰσραὴλ, καὶ ἐπὶ τοῦ Σαοὺλ, καὶ ἐπὶ τοῦ Μεμφιβοσθὲ, καὶ ἐπὶ τοῦ Ἀβεσ‐ | |
40 | σαλώμ. Εἰ τοίνυν, φησὶ, τῆς σῆς ῥοπῆς ἀπολαύ‐ σαιμι, καὶ κρείττων γενοίμην τῶν δυσμενῶν, καὶ αὐτὸς ὁ Ἰσραὴλ, ἐμφύλιον πόλεμον καταλύσας, εἰρήνης τεύξεται, καὶ τοῖς σοῖς ἀγαθοῖς ἐντρυ‐ φήσει. | |
45 | ΕΡΜΗΝ. ΤΟΥ ΚΕʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ τοῦτον τὸν ψαλμὸν ὁ θεῖος Δαβὶδ εἰς ἑαυτὸν εἰρηκέναι δοκεῖ μοι· ἡγοῦ‐ | |
μαι δὲ τοῦτον ἐκείνου προγενέστερον εἶναι. Ὁ μὲν | 1043 | |
80.1045 | γὰρ ἁμαρτίας καὶ μεγάλης ἁμαρτίας ἐποιήσατο μνήμην· «Ἱλάσθητι γὰρ, φησὶ, τῇ ἀνομίᾳ μου, πολλὴ γάρ ἐστιν.» Ἐνταῦθα δὲ τῆς οἰκείας ἀρετῆς τὰ εἴδη διέξεισιν· ὅθεν ἡγοῦμαι τούτοις αὐτὸν χρή‐ | |
5 | σασθαι τοῖς λόγοις ὑπὸ τοῦ Σαοὺλ διωκόμενον, καὶ παρὰ τοῖς ἀλλοφύλοις διάγειν ἠναγκασμένον· οὓς δυσσεβείᾳ, καὶ δεισιδαιμονίᾳ, καὶ πάσῃ παρανομίᾳ συζῶντας ὁρῶν, ἔφευγεν αὐτῶν τοὺς συλλόγους, καὶ τὰς τοῖς δαίμοσιν ἐπιτελουμένας δημοθοινίας· δι‐ | |
10 | δάξει δὲ τοῦτο σαφέστερον ἡ τῶν ῥητῶν ἑρμηνεία. «Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύ‐ θην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.» Ἁπλότητι, φησὶ, κεχρημένος, καὶ κακὸν οὐδὲν εἰς τὸν Σαοὺλ δεδρακὼς, καὶ πικρῶς οὕτως ἐξελαυνό‐ | |
15 | μενος, σὲ γενέσθαι, Δέσποτα, κριτὴν τῆς ἐμῆς δίκης ἀντιβολῶ· σὲ γὰρ οἶδα Θεὸν, καὶ τῆς σῆς προνοίας τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα, καὶ θαῤῥῶ ὡς οὐκ ἔσο‐ μαι τοῖς διώκουσιν ὑποχείριος. βʹ. «Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· | |
20 | πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου.» Κἀντεῦθεν δῆλον ὡς τῆς ἁμαρτίας πρεσβύτερος ὁ ψαλμός. Ὡς ἁπλότητι γὰρ καὶ ἀκακίᾳ συζῶν, καὶ πεῖραν οὐκ ἔχων τῆς ἁμαρτίας, τῶν ἐπικινδύνων ἀγώνων ἐφίεται. Νεφροὺς δὲ καὶ καρδίαν | |
25 | τοὺς λογισμοὺς ὀνομάζει· καὶ τοῦτο πολλάκις εἰρή‐ καμεν. γʹ. «Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν.» Δοκιμασθῆναι δὲ καὶ χρυσίου δίκην πυρωθῆναι παρακαλῶ, ἐπειδὴ τῷ σῷ ἐλέει θαῤῥῶ, | |
30 | καὶ τὴν ἐντεῦθεν προσμένω βοήθειαν. Ὑπὸ τούτου γὰρ ἐρειδόμενος· «Καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.» Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν. δʹ, εʹ. «Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος· καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα | |
35 | ἐκκλησίαν πονηρευομένων· καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.» Οὕτω δὲ, φησὶ, τῆς σῆς πεφρόντικα θεραπείας, ὅτι καὶ παρὰ δυσσεβέσιν ἀνθρώποις καὶ παρανόμοις γενόμενος, τοὺς ἐκεῖθεν συλλό‐ γους καὶ τὰς ἐπιβλαβεῖς αὐτῶν ἔφυγον συνουσίας. | |
40 | Σημαίνει δὲ διὰ τούτων τὴν παρὰ τοῖς ἀλλοφύλοις διαγωγὴν, οἷς διὰ τὴν φυγὴν συνοικεῖν ἠναγκασμένος, οὔτε τῆς δυσσεβείας, οὔτε τῆς παρανομίας αὐτοῖς ἠνέσχετο κοινωνῆσαι. ϛʹ, ζʹ. «Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου· καὶ | |
45 | κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε. Τοῦ ἀκοῦσαί με φωνὴν αἰνέσεώς σου, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.» Τούτων μὲν οὖν σφόδρα τὴν δεισιδαιμονίαν βδελύττομαι, ποθῶ δὲ τὸ σὸν ἰδεῖν θυσιαστήριον, Δέσποτα, καὶ τὰς σὰς ὑμνῳδίας εἰσ‐ | |
80.1045(50) | δέξασθαι τοῖς ὠσὶ, καὶ τῶν σῶν θαυμάτων τὰς με‐ | 1045 |
80.1048 | γαλουργίας τοὺς ἀγνοοῦντας διδάξαι. Τὸ δέ· «Νίψο‐ μαι ἐν ἀθώοις τὰς χεῖράς μου,» ἔοικε τῷ ὑπὸ τοῦ Πιλάτου γεγενημένῳ, ὃς τῆς Ἰουδαϊκῆς μιαιφονίας κοινωνῆσαι μὴ βουληθεὶς, τὰς χεῖρας ἐνίψατο, καὶ | |
5 | τῷ ἔργῳ δεικνὺς τοῦ πράγματος τὴν φυγήν. Ὡς ἀθῶος τοίνυν, φησὶ, καὶ μηδεμίαν πρὸς αὐτοὺς ἐσχηκὼς κοινωνίαν, θαῤῥῶν ἀπονίψομαι καὶ τὰς χεῖρας. ηʹ—ιʹ. «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου | |
10 | καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱ‐ μάτων τὴν ζωήν μου. Ὧν εἰσιν ἐν χερσὶν αἱ ἀνο‐ μίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.» Ἀντὶ τῆς εὐπρεπείας ὁ Σύμμαχος ἀνάκτορον ἔθηκεν· | |
15 | ἀντὶ δὲ ἀνδρῶν αἱμάτων, ἀνδρῶν μιαιφόνων. Θᾶτ‐ τον δὲ, φησὶ, τῆς μετὰ τούτων διαγωγῆς ἐλευθέ‐ ρωσον, Δέσποτα, ποθοῦντά σου τὸν οἶκον, τὸν τὴν σὴν ἀποστίλβοντα χάριν· ἵνα μὴ δυσσεβέσιν ἀνθρώ‐ ποις, καὶ δωροδόκοις, καὶ μιαιφόνοις, καὶ προϊεμέ‐ | |
20 | νοις τὸ δίκαιον συναπόλωμαι. Καὶ διὰ τούτων δὲ πά‐ λιν τοὺς αὐτοὺς ἐδήλωσεν. Οἶκον δὲ τὴν σκηνὴν ὠνό‐ μασεν· οὐδέπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο· διὸ καὶ ἐπήγαγε· ιαʹ, ιβʹ. «Τόπον σκηνώματος δόξης σου. Ἐγὼ δὲ | |
25 | ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι.» Τέως δὲ καὶ τούτοις συνὼν, τῇ τῆς πίστεως ἁπλό‐ τητι κέχρημαι, καὶ πάσης ἐμαυτὸν κακίας ἐχώρισα, κἂν τῇ τῆς εὐσεβείας εὐθύτητι τοὺς πόδας ἐρείσας, | |
30 | ἕστηκα τέως ἀσφαλῶς καὶ βεβαίως. Ἀντιβολῶ δὲ εἰς τέλος ταύτην φυλάξαι τὴν στάσιν· ἔσται δὲ τοῦτο, εἰ τῆς μετὰ τούτων ἀπαλλαγείην οἰκήσεως. «Ἐν ἐκ‐ κλησίαις εὐλογήσω σε, Κύριε.» Ἐντεῦθεν μάλιστα σαφέστερον μεμαθήκαμεν, ὡς εἰς αὐτὸν εἴρηται τὸν | |
35 | Δαβὶδ ὁ ψαλμός. Ὑπέσχετο γὰρ ἐν ἁπάσαις αὐτὸν ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διὰ τῆς τῶν ψαλμῶν συγγραφῆς ὑμνήσειν τε καὶ εὐλογήσειν, προφητικοῖς ὄμμασι τὴν τῆς οἰκουμένης προβλέπων μεταβολήν. Ἔλαβε δὲ καὶ τὸ τέλος ἡ προφητεία· ἐν | |
40 | πάσῃ γὰρ γῇ καὶ θαλάσσῃ διὰ τῶν εὐσεβῶν στομά‐ των ὁ μέγας Δαβὶδ ἀνυμνεῖ τὸν εὐεργέτην Θεόν. ΕΡΜΗΝ. ΤΟΥ Κϛʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, πρὸ τοῦ χρισθῆναι.» Ταύτην ἐν τῷ Ἑξαπλῷ τὴν ἐπιγραφὴν οὐχ εὗρον, | |
45 | ἀλλ’ ἐν ἐνίοις ἀντιγράφοις. Ἐντεῦθεν δ’ ὅμως ἔλα‐ βόν τινες ἀφορμὴν τοῦ πάσας τὰς ἐπιγραφὰς, ὡς οὐκ ἀληθεῖς, ἐκβάλλειν. Πῶς γὰρ, φασὶ, οἷόν τε ἦν | |
μηδέπω χρισθέντα τὸν Δαβὶδ, μηδὲ τοῦ παναγίου | 1047 | |
80.1049 | Πνεύματος τὴν χάριν δεξάμενον, προφητικοὺς γρά‐ ψαι ψαλμούς; ἄλλως τε καὶ νέος ὢν τηνικαῦτα, πρόβατα ποιμαίνων, οὐ βασιλείαν ἰθύνων, οὐδὲ ὑπό τινων διωκόμενος δυσμενῶν; Ἔδει δὲ αὐτοὺς συνιδεῖν, | |
5 | ὡς δὶς λέγει χρισθῆναι τὸν Δαβὶδ ἡ τῶν Βασιλειῶν ἱστορία, μᾶλλον δὲ τρίς. Πρῶτον μὲν ἐν τῇ Βη‐ θλεὲμ, ὑπὸ Σαμουὴλ τοῦ προφήτου. Δεύτερον δὲ ἐν Χεβρὼν, ὑπὸ τῆς Ἰούδα φυλῆς, μετὰ τὴν ἀναί‐ ρεσιν Σαούλ. Τὸ δὲ τρίτον, ὑπὸ πασῶν τῶν φυλῶν, | |
10 | μετὰ τὴν τελευτὴν τοῦ Μεμφιβοσθέ. Λέγει δὲ οὕ‐ τως περὶ τῆς δευτέρας χρίσεως· «Καὶ ἐπηρώτησε Δαβὶδ διὰ Κυρίου λέγων· Εἰ ἀναβῶ εἰς μίαν τῶν πό‐ λεων τῆς Ἰουδαίας; καὶ εἶπε Κύριος πρὸς αὐτὸν, Ἀνάβηθι. Καὶ εἶπε Δαβὶδ, Ποῦ ἀναβῶ; καὶ εἶπε· Εἰς | |
15 | Χεβρών.» Εἶτα διηγησάμενος ὁ ἱστοριογράφος, ὅπως ἀνῆλθεν, ἐπήγαγε· «Καὶ ἔρχονται ἄνδρες τῆς Ἰου‐ δαίας, καὶ χρίουσιν ἐκεῖ τὸν Δαβὶδ, τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα.» Περὶ δὲ τῆς τρίτης πάλιν οὕτως· «Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ | |
20 | πρὸς Δαβὶδ εἰς Χεβρών.» Καὶ μετ’ ὀλίγον· «Καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαβὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαβὶδ εἰς βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ.» Ὡς εἶναι δῆλον, ὅτι τὸν ψαλμὸν τοῦτον εἴρηκε, πρὶν τὴν δευτέραν δέξασθαι | |
25 | χειροτονίαν, καὶ προφανῶς ἐγχειρισθῆναι τὴν τῶν πραγμάτων οἰκονομίαν· τοίνυν διωκόμενος ὑπὸ τοῦ Σαοὺλ τούτοις ἐχρήσατο τοῖς λόγοις, ἡνίκα πρὸς Ἀβιμέλεχ εἰσῆλθε τὸν ἱερέα, καὶ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ὑπὸ τῶν ἁγίων | |
30 | ἄρτων εὐλογίαν λαβὼν, διέφυγε τοῦ πολεμοῦντος τὰς χεῖρας. Τοῦτο δὲ καὶ ἐν αὐτῷ τῷ ψαλμῷ λέγει· «Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὑτοῦ ἐν ἡμέρᾳ κακῶν μου.» Τότε καὶ Δωὴκ ὁ Ἰδουμαῖος τὰς βασιλικὰς ἡμιόνους νέμων ἐκεῖ, τοῦ Δαβὶδ τὴν φυγὴν τῷ Σαοὺλ κατ‐ | |
35 | εμήνυσε. Διόπερ ἐν τῷ ψαλμῷ λέγει, ὅτι Ἐπ‐ ανέστησαν ἐπ’ ἐμὲ μάρτυρες ἄδικοι.» Σαφέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος | |
40 | δειλιάσω;» Ὑπὸ σοῦ, φησὶ, φωτιζόμενος, καὶ τῷ νοερῷ σου φωτὶ καταυγαζόμενος, πάντων ὁμοῦ τῶν πολεμούντων καταφρονῶ. βʹ. «Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου· οἱ θλίβοντές με, καὶ οἱ | |
45 | ἐχθροί μου αὐτοὶ ἠσθένησαν, καὶ ἔπεσον.» Οὐκ ἐψεύσθην, φησὶ, τῆς ἐλπίδος, οὕτω τῇ σῇ θαῤῥήσας | |
ῥοπῇ. Καὶ γὰρ φθάσαντές με οἱ δίκην θηρίων διώ‐ | 1049 | |
80.1052 | κοντες, καὶ θοίνην ὠμοβόρον ποιήσασθαι πειραθέν‐ τες, ἐμὲ μὲν οὐκ ἐλωβήσαντο, αὐτοὶ δὲ πανωλεθρίαν ὑπέμειναν. Τοῦτο δὲ γεγενῆσθαι πολλάκις ἡ ἱστορία διδάσκει. Καὶ ἅπαξ γὰρ, καὶ δὶς, ὑπὸ τοῦ Σαοὺλ θη‐ | |
5 | ρευθεὶς, τὰς ἄρκυας διέφυγε, μᾶλλον δὲ αὐτὸν ἀνεῖ‐ λεν ἂν, εἴπερ ἠθέλησε, τὸν διώκοντα· ἀλλὰ αὐτὸς μὲν τὴν οἰκείαν ἐπεδείξατο φιλοσοφίαν, ἐκεῖνος δὲ παρὰ τοῖς ἀλλοφύλοις ἔτισε τῆς πονηρίας ποινήν· πρόῤ‐ ῥησίς ἐστι τοίνυν τῶν ἐσομένων τὰ εἰρημένα. | |
10 | γʹ. «Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ, οὐ φο‐ βηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πό‐ λεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.» Τοσαύτην, φησὶ, πεῖραν τῆς ἐπικουρίας λαβὼν, κἂν δὶς τοσοῦτοι, κἂν τρὶς, προσβαλεῖν μοι πειραθῶσι πολέμιοι, κατα‐ | |
15 | θαῤῥῶ τῶν δεινῶν, τῇ ἐλπίδι ταύτῃ καθωπλισμένος. δʹ, εʹ. «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητή‐ σω· τὸ κατοικεῖν ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνό‐ τητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον | |
20 | αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὑτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ· ἐν πέτρᾳ ὕψωσέ με.» Ἐγὼ δὲ, φησὶ, τοσαύ‐ της ἀπολαύσας εὐεργεσίας, οὐ πλοῦτον ζητῶ τὸν ἐμὸν εὐεργέτην, καὶ δυναστείαν, οὐδὲ βασιλείαν καὶ | |
25 | δόξαν, ἀλλὰ τὸ διηνεκῶς τῷ θείῳ προσεδρεύειν ναῷ, καὶ τὸ θεῖον ἐκεῖθεν κατοπτρίζεσθαι κάλλος, καὶ ἐπι‐ σκοπεῖν ἅπαντα τὰ κατὰ νόμον γινόμενα· πεῖραν γὰρ ἔχω τῆς ὠφελείας, ἤδη τὴν ἐκεῖθεν σωτηρίαν δρεψά‐ μενος, καὶ τῶν διωκόντων τὰς χεῖρας διαφυγών· | |
30 | ταῦτα καὶ ᾔτησεν ὁ μέγας Δαβὶδ, καὶ ἔλαβε παρὰ τοῦ μεγαλοδώρου Θεοῦ. Αὐτὸς γὰρ καὶ τὴν θείαν ἐπανήγαγε κιβωτὸν, καὶ σκηνὴν ἑτέραν θαυμασι‐ ωτέραν ἐπήξατο, καὶ τοὺς διαφόρους τῶν ψαλτῳδῶν χοροὺς συνεστήσατο· καὶ ταῦτα ἐκ τῆς τῶν Παραλει‐ | |
35 | πομένων βίβλου μάθοι τις ἂν ἀκριβέστερον. Τὸ δέ· «Μίαν ᾐτησάμην παρὰ Κυρίου,» ἀντὶ τοῦ, «μίαν χάριν.» Οὕτω γὰρ νοητέον. ϛʹ. «Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ’ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν | |
40 | αἰνέσεως καὶ ἀλαλαγμοῦ.» Ἐνταῦθα ὁ χρόνος ἐνήλλακται· τοῦτο δὲ καὶ ὁ Ἀκύλας ἐδίδαξεν· ἀντὶ γὰρ τοῦ, ὕψωσε κεφαλήν μου, ὑψωθήσεται ἡ κε‐ φαλή μου τέθεικεν. Σημαίνει τοίνυν, ὅτι βασιλεύ‐ σει, καὶ περιγενήσεται τῶν δυσμενῶν, καὶ κυκλώσει | |
45 | αὐτοὺς ὁ νῦν ὑπ’ αὐτῶν κυκλούμενος· καὶ τῷ Θεῷ προσοίσει, οὐ τὰς νομικὰς θυσίας ἐν τῇ σκηνῇ, ἀλλὰ τὴν τῆς αἰνέσεως θυσίαν, ἣν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, διὰ τῶν τῷ Θεῷ πεπιστευκότων, νύκτωρ καὶ μεθ’ ἡμέραν προσφέρει. | |
80.1052(50) | Ἔνια μέντοι τῶν ἀντιγράφων, «θυσίαν αἰνέ‐ | 1051 |
80.1053 | σεως ἔχει καὶ ἀλαλαγμοῦ·» τὴν αὐτὴν δὲ ἔχει διά‐ νοιαν. Ἀλαλαγμὸς γάρ ἐστι πολεμικὴ φωνὴ, ὑπὸ τῶν θαῤῥαλεωτέρων γινομένη κατὰ τῶν δειλιώντων. Τοιουτότροπος δὲ καὶ ἡ ὑμνῳδία· εὐθυμούντων γάρ | |
5 | ἐστιν ἡ φωνὴ, καὶ τὸν Θεὸν ἀνυμνούντων. «Εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω.» —«ᾌσω καὶ ψαλῶ τῷ Κυρίῳ.» Δῆλον κἀντεῦθεν, ὡς ἐνήλλακται ἐν τοῖς προῤῥηθεῖσιν ὁ χρόνος· ὑπισχνεῖται γὰρ ᾄσειν, καὶ τὸν ὕμνον προσοίσειν. | |
10 | ζʹ. «Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέ‐ κραξα· ἐλέησόν με, καὶ εἰσάκουσόν μου.» Ἔλεον μὲν αἰτεῖ, οὐκ ἄδικον δὲ, ἀλλὰ καὶ μάλα δίκαιον. ηʹ. «Σοὶ, φησὶν, εἶπεν ἡ καρδία μου, Κύριον ζητήσω.» Οὐ γὰρ λόγοις ἐχρησάμην ἀληθείας γεγυ‐ | |
15 | μνωμένοις, ἀλλὰ τῆς διανοίας συνομολογούσης τοῖς λόγοις τὸ ἔργον ἐπέθηκα. «Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου.» Καὶ οὐκ ἀποχρήσει τὰ ἤδη γενό‐ μενα· ἀλλὰ τοῦτο δράσω καὶ εἰς τὸν ἔπειτα χρόνον, «Τὸ πρόσωπόν σου, φησὶ, Κύριε, ζητήσω.» Μὴ τοί‐ | |
20 | νυν ἀπώσῃ με ποθοῦντα, μηδὲ τοῦ ποθουμένου στερή‐ σῃς. θʹ. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ· καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.» Τοῦτο ἐκ μεταφορᾶς τέθεικε τῶν ὀργιζομένων, καὶ τοὺς | |
25 | προσιόντας ἀποστρεφομένων, καὶ εἰς ἑτέραν ὁδὸν ἐκκλίνειν πειρωμένων. «Βοηθός μου γενοῦ, μὴ ἀπο‐ σκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου.» Τὸ, μὴ ἀποσκορακίσῃς με, μὴ ἀποῤῥίψῃς με εἶπον οἱ ἄλλοι ἑρμηνευταί· ἀπὸ τῆς | |
30 | ἔξωθεν δὲ παιδείας οἱ Ἑβδομήκοντα τοῦτο τὸ ὄνομα πεποιήκασι. Τὸ γὰρ εἰς κόρακας ὕβρις τις ἦν παρὰ τοῖς πάλαι ἀπό τινος μύθου γεγενημένη. ιʹ. «Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ‐ έλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.» Διωκόμενος | |
35 | γὰρ ὑπὸ τοῦ Σαοὺλ, πόῤῥω διάγειν τῶν γεγεννηκό‐ των ἠνάγκαστο· ἀρκεῖς δὲ, φησί, μοι ἀντὶ πάντων, ὦ Δέσποτα. ιαʹ. «Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ.» Ἀντὶ τοῦ, νομοθέ‐ | |
40 | τησόν με, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φώτισον εἰρήκασιν· ὁ δὲ Σύμμαχος, ὑπόδειξόν μοι τὴν ὁδόν σου. Ἐπειδὴ πόῤῥω, φησὶ, διάγειν τῶν ὁμοφύλων ἠνάγκασμαι, αὐτός μοι γενοῦ καὶ νομοθέτης καὶ πο‐ δηγὸς, ὑποδεικνύς μοι τὴν πρὸς σὲ φέρουσαν τρίβον. | |
45 | «Ἕνεκεν τῶν ἐχθρῶν μου. [ιβʹ.] Μὴ πα‐ | |
ραδῷς με εἰς ψυχὰς θλιβόντων με.» Ταπεινοῦ | 1053 | |
80.1056 | φρονήματος ἔκγονα τὰ ῥήματα ταῦτα. Λέγει γὰρ, ὅτι Ἐγὼ μὲν τῆς σωτηρίας ἀνάξιος, ἀλλ’ ὅμως ἥκιστα τοὺς νῦν πολεμοῦντας ἠδικηκὼς, ἀδίκως ἐλαύνομαι. Μὴ παραδῷς τοίνυν τοῖς ἀδικοῦσι τὸν | |
5 | ἀδικούμενον. «Ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.» Ὁ δὲ Ἀκύ‐ λας τοῦτο σαφέστερον εἴρηκεν· Ἀντέστησαν μάρ‐ τυρες ψευδεῖς, καὶ ἐξεφάνη ἡ ἀδικία. Αὐτοὶ μὲν γὰρ, φησὶ, συκοφαντίαις ἐχρήσαντο κατ’ ἐμοῦ, | |
10 | ἐγὼ δὲ λώβην οὐδεμίαν ἐντεῦθεν ἐδεξάμην διὰ τὴν σὴν βοήθειαν· ἀντεστράφη δὲ κατὰ τῶν ἀδίκων, καὶ τὰ πεμφθέντα παρ’ αὐτῶν κατ’ ἐμοῦ βέλη κατ’ αὐτῶν πάλιν ἀνέστρεψε. Τοῦτο δὲ ἀπὸ τῆς κοινῆς εἴληπται χρήσεως· εἰώθαμεν γὰρ καὶ ἡμεῖς | |
15 | περὶ τῶν ἐπιβουλευόντων μὲν, οὐ βλαπτόντων δὲ, λέγειν· Ἑαυτὸν ἔβλαψεν, οὐκ ἐμέ. Οὕτω καὶ ὁ μακά‐ ριος ἔφη Δαβίδ· «Ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. [ιγʹ.] Ἐγὼ δὲ πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» | |
20 | Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον κρείττων ἔσομαι τῶν πολεμίων· ἀλλὰ καὶ τῶν προσδοκωμένων ἀγαθῶν ἐν ἀπολαύσει γενήσομαι· εἶτα προσφέρει πᾶσιν ἀνθρώποις παραίνεσιν. ιδʹ. «Ὑπόμεινον τὸν Κύριον.» Καὶ πῶς τοῦτο | |
25 | γένοιτ’ ἂν δυνατόν; «Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» Ὁ νοῦς, φησὶ, τῇ ἀνδρείᾳ καθοπλιζόμενος, καὶ διὰ ταύτης τῶν προσβαλλόντων παθημάτων περιγινόμενος, κρατύνεται καὶ νικᾷ, καὶ τὰς θείας ἐπαγγελίας | |
30 | προσμένει, ὧν μετὰ τοῦ συνεργήσαντος σώματος γίνεται κληρονόμος· γῆν δὲ ζώντων καλεῖ τὸν προσ‐ δοκώμενον βίον, ὡς τοῦ θανάτου κεχωρισμένον, καὶ φθορᾶς καὶ λύπης ἐλεύθερον. ΕΡΜΗΝ. ΤΟΥ ΚΖʹ ΨΑΛΜΟΥ. | |
35 | αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» [ᾌδει τὸν ψαλμὸν ἐκ προσώπου τῶν πιστευσάντων εἰς Χριστόν· διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Χριστόν· ἅμα δὲ καὶ τῆς Ἰουδαίων ἀπονοίας κατάῤῥησιν ἔχει καὶ εὐχὴν τοῦ χωρισθῆναι τῆς ἐκείνων χειρὸς, μᾶλλον δὲ | |
40 | καὶ τῆς μερίδος.] «Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ· μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» Εἴρηται μὲν ὁ ψαλμὸς ὑπὸ τοῦ Δαβὶδ, ἡνίκα ὑπὸ τοῦ Σαοὺλ ἐδιώκετο, καὶ | |
45 | τῶν δοκούντων εἶναι φίλων ἐπεβουλεύετο, καὶ μη‐ | |
νυόντων, καὶ κατάδηλον αὐτὸν τῷ Σαοὺλ πειρωμένων | 1055 | |
80.1057 | ποιεῖν· τοιοῦτος ἦν ὁ Δωὴκ, τοιοῦτοι οἱ Ζιφαῖοι, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. Ἁρμόττει δὲ καὶ οὗτος, καὶ μέντοι καὶ οἱ πρὸ τούτου ψαλμοὶ, παντὶ τοιαύ‐ ταις περιπίπτοντι συμφοραῖς. Ἔνεστι γὰρ ὁμοίως | |
5 | τῷ μακαρίῳ Δαβὶδ, καὶ καρτερῆσαι τὸν βουλό‐ μενον, καὶ τοῦ Θεοῦ δεηθῆναι, καὶ τῆς ἐκεῖθεν προ‐ μηθείας τυχεῖν· τὸ κεκράξομαι μέντοι τέθεικεν οὐκ ἐπὶ φωνῆς, ἀλλ’ ἐπὶ προθυμίας καὶ συντόνου καὶ σπουδαίας εὐχῆς· τὸ δὲ μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, | |
10 | ἐκ μεταφορᾶς ἔλαβε τῶν ὑπό τινων παρακαλουμέ‐ νων, καὶ πρὸς οὐδὲν ἀποκρίνασθαι βουλομένων. Διό φησιν, Ἐὰν παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ τῆς βοηθείας γυμνώσῃς με, παραυτίκα τῷ θανάτῳ παραδοθή‐ σομαι· τοῦτον γὰρ ἐκάλεσε λάκκον· ἐπειδὴ λάκκῳ | |
15 | παραπλησίως ὁ τάφος ὀρύττεται. βʹ. «Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαι πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.» Οὐδέπω μὲν ὁ ναὸς ᾠκοδόμητο· τὴν δὲ σκηνὴν ὀνομάζει ναὸν, ἐν | |
20 | ᾗ προσηύχετο, πόῤῥω μὲν ὢν κατὰ τὸ σῶμα, τὸν δὲ νοῦν ἐκεῖ παραπέμπων. Οὕτω καὶ ὁ μακάριος Δανιὴλ ἐν Βαβυλῶνι προσευχόμενος, πρὸς τὴν Ἱερουσαλὴμ τετραμμένας ἀνεῴγνυ φωταγωγοὺς, οὐκ ἐκεῖ περιγεγράφθαι τὸ Θεῖον ὑποπτεύων, ἀλλ’ | |
25 | ἐκεῖ τὴν θείαν ἐπιφάνειαν γεγενῆσθαι μεμαθηκώς. γʹ. «Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων τὴν ἀδικίαν μὴ συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν· κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.» Μηδεμίαν ἔχειν | |
30 | κοινωνίαν μετὰ τῶν διπλόῃ κεχρημένων ὁ μακά‐ ριος ἱκετεύει Δαβίδ. Βδελυροὺς γὰρ εἶναί φησι τοὺς ἕτερα μὲν φθεγγομένους, ἕτερα δὲ βουλευομέ‐ νους. Οὗ δὴ χάριν καὶ πρόσφορα τοῖς ἐπιτηδεύ‐ μασι βούλεται αὐτοὺς τρυγῆσαι τὰ ἐπίχειρα. Φησὶ | |
35 | γάρ· δʹ. Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν. Καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς· ἀπό‐ δος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.» Μηδεὶς δὲ τὸν | |
40 | δίκαιον ἐπαρᾶσθαι τοῖς ἐχθροῖς νομιζέτω· οὐ γάρ ἐστιν ἀρᾶς τὰ εἰρημένα, ἀλλὰ ψήφου δικαίας. «Ἀπό‐ δος γὰρ, φησὶ, τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς·» ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, αἷς κατ’ ἀλλήλων καττύουσι· τοῦτο καὶ ἐν τῷ ἑβδόμῳ | |
45 | ψαλμῷ, «Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ κατα‐ | |
βήσεται.» Εἶτα τὴν αἰτίαν τῆς τιμωρίας διδάσκει | 1057 | |
80.1060 | εʹ. «Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.» Ταῦτα δὲ, φησὶ, δεδράκασιν, οὔτε λόγον, οὔτε ἔργον θεῖον μαθεῖν ἐθελήσαντες. «Διὸ δὴ καθελεῖς αὐτοὺς, καὶ οὐ | |
5 | μὴ οἰκοδομήσεις αὐτούς.» Λυσιτελὴς γὰρ τοῖς κακοῖς οἰκοδόμοις ἡ τῆς πονηρᾶς οἰκοδομίας κατά‐ λυσις· καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς καὶ τὰ προειρη‐ μένα προαγορευτικῶς εἶπεν, οὐκ αὐτοῖς ἐπαρώ‐ μενος, ἀλλὰ τὰ ἐσόμενα προθεσπίζων· οὐ γὰρ | |
10 | εἶπε κάθελε, ἀλλὰ, καθελεῖς, καὶ οὐ μὴ οἰκοδομή‐ σεις Εἶτα πάλιν τῆς θείας ἀποκαλύψεως ἀπο‐ λαύσας, καὶ πόῤῥωθεν τὴν ἐσομένην βοήθειαν θεωρήσας, εἰς ὑμνῳδίαν τὴν γλῶτταν ἐκίνησεν. ϛʹ, ζʹ. «Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς | |
15 | φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου, καὶ ὑπερασπιστής μου.» Καὶ δεικνὺς τὴν αἰτίαν τῆς ταχείας ἐπικουρίας, ἐπήγαγεν· «Ὅτι ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου.» Ἡ γὰρ εἰς αὐτὸν ἐλπὶς | |
20 | πρόξενός μοι τῆς προμηθείας ταύτης ἐγένετο. Διὸ δὴ τῆς διὰ τὴν φυγὴν κακουχίας ἀπαλλαγεὶς, ἀν‐ έθηλά τε καὶ ἤνθησα, καὶ τὴν ἐκ τῆς εὐθυμίας εὐ‐ εξίαν ἀπέλαβον. «Καὶ ἐκ θελήματός μου ἐξομολογή‐ σομαι αὐτῷ.» Ἀντὶ τοῦ, Οὐ βίαιον, ἀλλ’ ἐθελούσιον | |
25 | αὐτῷ προσφέρω τὸν ὕμνον· οὕτω καὶ ἀλλαχοῦ φησιν, «Ἑκουσίως θύσω σοι,» καὶ πάλιν, «Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε.» ηʹ. «Κύριος κραταίωμα τοῦ λαοῦ αὑτοῦ ἐστιν, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὑτοῦ | |
30 | ἐστιν.» Ὑμνῶ δὲ αὐτὸν ὡς ἀγαθὸν Δεσπότην, ἰσχὺν, καὶ ῥώμην, καὶ σωτηρίαν, καὶ βασιλεῖ, καὶ λαῷ φιλοτίμως παρέχοντα· Χριστὸν γὰρ ἑαυτὸν ὡς βασι‐ λέα καλεῖ. Κοινὸν γὰρ τοῦτο τὸ ὄνομα καὶ βασιλέων, καὶ προφητῶν, καὶ ἱερέων ὑπῆρχε. | |
35 | θʹ. «Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κλη‐ ρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς, ἕως τοῦ αἰῶνος.» Ταύτης τοίνυν, φησὶ, τῆς εὐλογίας καὶ σωτηρίας τῷ σῷ μετάδος λαῷ ἰθύνων καὶ ποιμαίνων, καὶ ὑπερτέρους ἀποφαίνων τῶν | |
40 | πολεμίων. Καὶ βασιλεῖ δὲ πρέπουσα ἡ ὑπὲρ τοῦ λαοῦ προσευχή· ἀξιάγαστον δὲ καὶ τοῦτο τοῦ μεγά‐ λου Δαβὶδ, ὅτι καὶ διωκόμενος ὑπὸ τοῦ λαοῦ· συν‐ επολέμουν γὰρ τῷ Σαούλ· τὴν ὑπὲρ αὐτῶν ἱκετείαν προσέφερε τῷ Θεῷ· προεώρα γὰρ αὐτῶν τὴν | |
45 | ἐσομένην μεταβολὴν, καὶ οὐχ ἑώρα τὴν ἀδικίαν, ἀλλὰ | |
τὴν ἐσομένην δουλείαν. | 1059 | |
80.1061 | ΕΡΜΗΝ. ΤΟΥ ΚΗʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ· ἐξόδου σκηνῆς.» Οὐδὲ ταύτην εὗρον ἐν τῷ Ἑξαπλῷ τὴν ἐπιγραφὴν, ἀλλ’ ἔν τισιν ἀντιγράφοις· ἐντεῦθέν τινες τῶν συγγραφέων | |
5 | ὁρμώμενοι ᾠήθησαν τὸν μακάριον Δαβὶδ τοῦτον εἰρηκέναι τὸν ψαλμὸν, ἡνίκα τὴν κιβωτὸν ἐπαν‐ ήγαγεν. Οὐδεμίαν δὲ τοιαύτην διάνοιαν ἔχει τοῦ ψαλμοῦ τὰ ῥήματα· ἕτερα γὰρ ὁ ψαλμὸς προθε‐ σπίζει. Διπλῆν δὲ ὅμως ἔχει τὴν προφητείαν· | |
10 | τὴν μὲν ἁρμόττουσαν Ἐζεκίᾳ τῷ βασιλεῖ, τὴν δὲ τῷ πάντων ἡμῶν βασιλεῖ, ὃς τῶν εἰδώλων καταλύ‐ σας τὴν πλάνην, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισεν· ἐγὼ δὲ τὴν μὲν εἰς τὸν Ἐζε‐ κίαν προφητείαν συντόμως ἐρῶ, διὰ πλειόνων δὲ | |
15 | τὴν ἡμετέραν, ὡς μᾶλλον ἡμῖν προσήκουσαν. Ὁ θαυμάσιος Ἐζεκίας τῶν Ἀσσυρίων περιγινόμενος, καὶ τῷ παραδόξῳ τῆς νίκης ἐπαγαλλόμενος, παρα‐ κελεύεται τῷ λαῷ θυσίαις ἀμείβεσθαι τὸν Θεὸν, καὶ ὕμνους αὐτῷ καὶ δοξολογίαν προσφέρειν, καὶ ἐν τῇ | |
20 | αὐλῇ αὐτοῦ τῇ ἁγίᾳ τὴν νενομισμένην λατρείαν ἐπιτελεῖν. Ἐπειδήπερ ὁ ναὸς ἄβατος ἦν τοῖς πολλοῖς, μόνοις δὲ εἰσιτητὸς ἦν τοῖς ἱερεῦσιν ἐκεῖ. Εἶτα τούτων τὴν αἰτίαν διδάσκει, τὴν θεήλατον πληγὴν τῶν Ἀσσυρίων ἐπιδεικνὺς, φωνῆς ὁμοῦ | |
25 | καὶ βροντῆς μεμνημένος· καὶ τροπικῶς πλῆθος ὑδάτων τῶν πολεμίων ὀνομάζων τὸ πλῆθος· εἶτα πάλιν κέδρους αὐτὰς ἀποκαλεῖ, τὸ ὑψηλὸν καὶ πυκνὸν ἐντεῦθεν παραδηλῶν· καὶ λέγει ταύτας μὲν συντρι‐ βῆναι, τὸν δὲ ἠγαπημένον λαὸν υἱῷ μονοκερώτων | |
30 | ἀπεικασθῆναι· ἅτε δὴ ἕνα προσκυνοῦντα Θεὸν, καὶ διὰ τούτου καταλύσαντα τῶν ἐπελθόντων δυσμενῶν τὰς πολλὰς μυριάδας. Ἀλλὰ μὴν, φησὶ, καὶ δίκην φλογὸς αὐτοὺς διέκοψε καὶ διεσκέδασε, καὶ τὴν τοῦ Θεοῦ ἔρημον συνέσεισε φάλαγγα, καὶ τὸν δρυμὸν | |
35 | μιμούμενον χῶρον διὰ τὴν τῶν ἐν αὐτῷ στρατο‐ πεδευσαμένων πυκνότητα, τῶν ἐκεῖ καταλυσάντων ἐγύμνωσεν· ἡμᾶς δὲ τοὺς ἐλάφων δεξαμένους δει‐ λίαν κατήρτισε, καὶ μένειν ἀντὶ τοῦ φεύγειν πεποίηκε. Τούτου δῆτα χάριν καὶ συντρέχειν ἅπαντας ἐν | |
40 | τῷ ναῷ δίκαιον, καὶ τῶν ὕμνων αὐτῷ προσφέρειν τὰς ἀντιδόσεις. Τούτων γὰρ ἡμᾶς ἐλευθερώσας, παρασκευάσει καὶ τὰ τῶν περιβόλων ἔξω, τὰ ὑπὸ | |
τῶν πολεμίων διαφθαρέντα, καὶ οἱονεὶ κατακλυ‐ | 1061 | |
80.1064 | σθέντα αὖθις ἀνοικοδομῆσαι καὶ κατοικῆσαι. Ῥᾳδίως γὰρ ἅπαντα κατορθώσομεν τὸν αἰώνιον ἔχοντες βασιλέα, ὃς καὶ τὸ κρατεῖν ἡμῖν δέδωκε, καὶ τὴν εἰρήνην δεδώρηται. Ὅτι μὲν οὖν εἰς τὸν μακά‐ | |
5 | ριον Ἐζεκίαν εἴρηται ὁ προκείμενος ψαλμὸς, ἡ ἑρμηνεία δεδήλωκεν. Ἐπειδὴ δὲ τύπος τῆς νέας ἡ παλαιὰ, φέρε τῇ σκιᾷ παραθέντες τὸ σῶμα, τὴν ὁμοιότητα δείξωμεν. Ἐκεῖ βασιλεὺς εὐσεβὴς, καὶ ἐνταῦθα Χριστὸς ὁ τῆς εὐσεβείας διδάσκαλος· | |
10 | ἐκεῖ λαὸς ἐκείνῳ πειθόμενος, καὶ ἐνταῦθα λαὸς ὑπὸ τούτου σωζόμενος· ἐκεῖ Ἀσσυρίων πόλεμός τε καὶ ὄλεθρος, καὶ ἐνταῦθα δαιμόνων ἐπανάστασις καὶ κατάλυσις. Παρακελεύεται τοίνυν ἡ χάρις τοῦ Πνεύματος τοῖς ἱεροῖς ἀποστόλοις τοῖς ἔθνεσι | |
15 | κηρύξαι τὴν σωτηρίαν, καὶ τοὺς πειθομένους προσ‐ ενεγκεῖν τῷ Θεῷ. Υἱοὺς μὲν γὰρ Θεοῦ τοὺς ἀποστόλους καλεῖ, ὡς ἀδελφοὺς τοῦ Χριστοῦ χρη‐ ματίσαντας· Εἴπατε γὰρ, φησὶν, τοῖς ἀδελφοῖς μου, ὅτι προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν· υἱοὺς δὲ κριῶν, τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ φῦντας | |
20 | ἐξ ἀλόγων πατέρων. «Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. [βʹ] Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ | |
25 | αὐτοῦ.» Ὑμεῖς, φησὶν, οἱ τὸ θεῖον κήρυγμα πι‐ στευθέντες, καὶ υἱοὶ κληθέντες Θεοῦ, μετὰ πάσης προθυμίας τὸ θεῖον πανταχοῦ διαπορθμεύσατε κήρυγμα, καὶ τοὺς ἐν ἀλογίᾳ τρεφομένους λογι‐ κοὺς ἀποφήνατε, καὶ τούτους πρώτους τῷ Θεῷ | |
30 | προσενέγκατε· εἶτα διὰ τούτων τὸ σέβας καὶ τοὺς ὕμνους προσοίσατε, ἐν τοῖς θείοις οἴκοις τὸν εὐερ‐ γέτην γεραίροντες. Ἔοικε ταῦτα καὶ τοῖς ὑπὸ τοῦ Σωτῆρος εἰρημένοις πρὸς τοὺς ἱεροὺς ἀποστόλους· | |
«Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί‐ | 1063 | |
80.1065 | ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὁ ψαλμὸς γὰρ, μετὰ τὰ εἰρημένα, εὐθὺς τῶν ἱερῶν ὑδάτων ἀνέμνησε. | |
5 | γʹ. «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων· ὁ Θεὸς τῆς δόξης ἐβρόντησε.» Προλέγει δὲ ὁ λόγος τὴν οὐρανό‐ θεν ἐνεχθεῖσαν παρὰ τὸν Ἰορδάνην φωνήν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδό‐ κησα.» Βροντὴν δὲ αὐτὴν προσηγόρευσεν, ὡς εἰς | |
10 | ἅπασαν διὰ τῶν ἱερῶν Εὐαγγελίων δραμοῦσαν τὴν οἰκουμένην· οὕτως υἱοὺς βροντῆς τὴν ξυνωρίδα τῶν ἀποστόλων ἐκάλεσε, διὰ τὴν ὑπερφυᾶ καὶ θείαν τῆς θεολογίας φωνήν. «Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Οὐ γὰρ μόνος ὁ Ἰορδάνης ἐκείνην τὴν χάριν ἐδέ‐ | |
15 | ξατο, ἀλλ’ ἐν ἁπάσῃ γῇ καὶ θαλάσσῃ τὸ τοῦ βαπτίσματος ἐπιτελεῖται μυστήριον, τῆς θείας ἐπικλήσεως ἁγιαζούσης τῶν ὑδάτων τὴν φύσιν. Ἐντεῦθεν τὴν χορηγηθεῖσαν δύναμιν τοῖς ἀποστόλοις προαγορεύει. | |
20 | δʹ. «Φωνὴ Κυρίου ἐν ἰσχύϊ· φωνὴ Κυρίου ἐν με‐ γαλοπρεπείᾳ.» Σύμφωνα τούτοις ἡμᾶς καὶ τῶν Πράξεων ἡ ἱστορία διδάσκει. Μανθάνομεν γὰρ ἐκεῖ‐ θεν, ὅπως ἀναλαμβανόμενος ὁ Δεσπότης Χριστὸς τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς παρηγγύησε λέγων· | |
25 | «Προσμείνατε ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύ‐ σησθε δύναμιν ἐξ ὕψους.» Καὶ μετὰ δέκα ἡμέρας, ἐν τῇ τῆς Πεντηκοστῆς ἑορτῇ, «Ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ ἐγένετο | |
30 | ἐν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκά‐ θισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν.» Φωνὴν δὲ λέγει τὴν χάριν τοῦ Πνεύματος, τὴν ἰσχύος καὶ δυνάμεως τοὺς ἀποστόλους ἐμπλήσασαν, καὶ μεγαλοπρεπεῖς τοὺς εὐτελεῖς ἀποφήνασαν. Εἶτα δείκνυσιν, ὁποῖα | |
35 | κατώρθωσαν τῇδε τῇ φωνῇ κρατυνθέντες. εʹ. «Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.» Σημαίνει δὲ διὰ τούτων τῶν λόγων τὴν τῶν εἰδώλων κατάλυσιν. Ἐπειδὴ γὰρ ὑψηλὰ ἦν πάλαι τὰ τῶν εἰδώ‐ | |
40 | λων τεμένη, καρπὸν οὐδένα τοῖς σεβομένοις ὀρέγοντα, «ταῖς τοῦ Λιβάνου κέδροις» ἀπείκασε ταῦτα, αἳ ὑψηλαὶ μέν εἰσιν, ἐδώδιμον δὲ καρπὸν οὐ πεφύκασι φέρειν. ϛʹ. «Καὶ λεπτυνεῖ αὐτὰς, ὡς τὸν μόσχον τοῦ | |
45 | Λιβάνου.» Λίβανον δὲ καὶ τὴν Ἱερουσαλὴμ ὀνο‐ μάζει πολλάκις· «Διάνοιξον γὰρ, φησὶν, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους | |
σου.» Μόσχος δὲ Λιβάνου, ὁ ὑπ’ αὐτῶν γενόμενος | 1065 | |
80.1068 | ἐν Χωρήβ. «Ἐποίησαν γὰρ, φησὶ, μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ.» Ἀλλ’ ἐκεῖ‐ νον Μωσῆς ὁ νομοθέτης συνέτριψε καὶ ἐλέπτυνεν. Ἐκείνῳ τοίνυν λέγει παραπλησίως καὶ πάντα τῆς | |
5 | οἰκουμένης τὰ εἴδωλα λεπτυνθήσεσθαι καὶ φροῦδα γενήσεσθαι· «Καὶ ὁ ἠγαπημένος, ὡς υἱὸς μονο‐ κερώτων.» Ὁ δὲ πεπιστευκὼς λαὸς, καὶ τῆς πλάνης ἐκείνης ἀπαλλαγεὶς, καὶ ἀγαπητὸς τούτου χάριν καλούμενος, ἀήττητος ἔσται καὶ ἄμαχος, ἅτε δὴ τῆς | |
10 | πολυθεΐας ἀπηλλαγμένος, καὶ τὴν μίαν πρεσβεύων Θεότητα. ζʹ. «Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.» Πυροειδῆ γὰρ τοῦ παναγίου Πνεύματος τὴν χάριν ὑποδεξάμενος ὁ τῶν ἱερῶν ἀποστόλων χορὸς, ἐφωτί‐ | |
15 | ζετο μὲν, οὐκ ἐκαίετο δέ. Κἀν τῷ μέλλοντι δὲ βίῳ ἡ διπλῆ τοῦ πυρὸς ἐνέργεια μεριζομένη, φωτίσει μὲν τοὺς τῆς ἀρετῆς ἀθλητὰς, ἐμπρήσει δὲ τῆς κα‐ κίας τοὺς ἐραστάς· οὗ δὴ χάριν καὶ πῦρ ὀνομάζει, καὶ σκότος καλεῖται τῶν παρανόμων ἡ κόλασις, ὡς τῆς | |
20 | φωτιστικῆς ἐνεργείας οὐ φαινομένης ἐκεῖ. ηʹ. «Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσ‐ σείσει Κύριος τὴν ἔρημον Κάδης.» Ὁ δὲ Σύμμαχος οὐ συσσείοντος, ἀλλ’ ἐκτοκίζοντος εἴρηκεν· καὶ μέντοι καὶ ὁ Ἀκύλας, ὠδίνοντος. Περὶ δὲ ταύτης | |
25 | τῆς ἐρήμου καὶ Ἡσαΐας προαγορεύει· «Εὐφράν‐ θητι, λέγων, ἔρημος διψῶσα· εὐφρανθήτω ἡ ἔρη‐ μος, καὶ ἀνθήτω ὡς κρίνον.» Ἔρημον δὲ ὀνομάζει τὰ ἔθνη, ὡς ἔρημα πάλαι γεγενημένα Θεοῦ. Ταῦτα δὲ ὁ μὲν θεσπέσιος Ἡσαΐας ἀνθήσειν, ὁ δὲ μακά‐ | |
30 | ριος Δαβὶδ ὠδινήσειν ἔφη καὶ τέξεσθαι. Τοιοῦτο δέ ἐστι καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ κείμενον ἀλλαχοῦ· «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον, καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Ταύτην τὴν | |
35 | ἔρημον ὁ Δεσπότης συσσείων· δηλοῖ δὲ τοῦ Θεοῦ τὴν ἐπιφάνειαν ὁ συσσεισμός· τεκεῖν παρασκευάσει τὴν σωτηρίαν, κατὰ τὴν προφητείαν τὴν λέγουσαν, «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, | |
40 | ὃ ἐποίησας ἐπὶ τῆς γῆς.» Τούτου χάριν καὶ Κά‐ δης αὐτὴν ὀνομάζει, τουτέστιν ἁγίαν. Τοῦτο γὰρ ἑρμηνεύεται τὸ Κάδης. θʹ. «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς.» Φύσις ταῖς ἐλάφοις | |
45 | τῶν ἑρπυστικῶν θηρίων καταφρονεῖν· ταύτην δὲ τὴν ἐξουσίαν καὶ τοῖς ἱεροῖς ἀποστόλοις ὁ Δεσπότης | |
δέδωκε· «Δέδωκα γὰρ, φησὶν, ὑμῖν ἐξουσίαν πα‐ | 1067 | |
80.1069 | τεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Τούτῳ κρατυνθέντες τῷ λόγῳ, τοὺς ἀπατεῶνας τῆς οἰκουμένης ἐξήλασαν δαί‐ μονας, καὶ τῶν εἰδώλων ἐγύμνωσαν τὴν ἀσθένειαν· | |
5 | καὶ τοῦτο ὁ προφητικὸς προηγόρευσε λόγος· «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς.» Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι τῶν παντοδαπῶν θηρίων τὸ πλῆθος δι’ ἐλάφων ἐκερά‐ τισε, καὶ τῶν φιλοσόφων τὴν ἀκαρπίαν δι’ ἀγραμ‐ | |
10 | μάτων διήλεγξε, καὶ τοῦ διαβόλου τὴν τυραννίδα διὰ ἁλιέων κατέλυσε. Δρυμοὺς δὲ προσηγόρευσε τὰ τῶν εἰδώλων τεμένη, ὡς ἄκαρπα παντελῶς· τοι‐ οῦτοι γὰρ οἱ δρυμῶνες, ἢ οἱ δρυμοὶ, οὓς ἐκκόπτειν εἰωθότες οἱ ἄριστοι γηπόνοι, καὶ τὴν ὑπ’ αὐτῶν | |
15 | νεμομένην γυμνοῦντες γῆν, τὰ κάρπιμα φυτεύουσι δένδρα, καὶ τὰ ἐδώδιμα καταβάλλουσι σπέρματα. Τοῦτο δεδράκασι καὶ οἱ τῆς οἰκουμένης γεωργοί· πρόῤῥιζα γὰρ ἀνασπάσαντες τὰ τῶν εἰδώλων τε‐ μένη, τὰς θείας ἀντ’ ἐκείνων Ἐκκλησίας ἐφύτευσαν. | |
20 | «Διὰ τοῦτο ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.» Ὑπὸ τῆς παραδόξου ταύτης μεγαλουργίας εἰς ὑμ‐ νῳδίαν διεγειρόμενος. ιʹ. «Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.» Τὴν γὰρ | |
25 | τῷ χειμάῤῥῳ τῆς ἀνομίας καταποντισθεῖσαν οἰ‐ κουμένην οἰκοδομήσει, καὶ νεουργήσει, καὶ νέαν κτί‐ σιν ἐργάσεται. Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ, «Εἴτις ἐν Χριστῷ καινὴ κτίσις.» Τοῦτο δὲ, φησὶ, ποιήσας, οὐκ ἐάσει λοιπὸν χώραν λαβεῖν τὴν ἀσέ‐ | |
30 | βειαν, ἀλλ’ εἰς αἰῶνα βασιλεύσει. ιαʹ. «Κύριος ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ.» Διὰ τούτων δὲ προηγόρευσε καὶ τὰς τῶν ἀσεβῶν ἐπαναστάσεις, καὶ τῶν νικηφόρων μαρτύρων τὴν νίκην, καὶ τὴν μετὰ | |
35 | ταῦτα παρασχεθεῖσαν ταῖς ἐκκλησίαις εἰρήνην. Κύ‐ ριος ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει, τουτέστιν ἐν τῷ τοῦ πολέμου καιρῷ· καὶ εὐλογήσει τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ, τὸν μακρὸν πόλεμον καταλύσας. ΕΡΜΗΝ. ΤΟΥ ΚΘʹ ΨΑΛΜΟΥ. | |
40 | αʹ. «Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου, εἰς τὸ τέλος, τῷ Δαβίδ.» Οὔτε τὸν θεῖον νεὼν ὁ μακάριος ἐδείματο Δαβὶδ, οὔτε τῷ δειμαμένῳ ἁρ‐ μόττει τοῦ ψαλμοῦ τὰ ῥητά. Ἐγκαινισμὸν τοί‐ νυν οἴκου καλεῖ τὴν τῆς ἀνθρωπίνης φύσεως νεουρ‐ | |
45 | γίαν· ἣν ὁ Δεσπότης Χριστὸς ἐπετέλεσε, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενος θάνατον, καὶ καταλύσας τὸν θάνατον, καὶ τῆς ἀναστάσεως ἡμῖν δεδωκὼς τὰς ἐλπίδας. Εἴρηται δὲ καὶ εἰς τὸν μακάριον Ἐζε‐ | |
κίαν οὗτος αὐτὸς ὁ Ψαλμός. Μετὰ γὰρ τῶν Ἀσσυ‐ | 1069 | |
80.1072 | ρίων ἀναίρεσιν, καὶ τὴν τῆς ἀῤῥωστίας ἀπαλλαγὴν, ἑορτὴν ὡς εἰκὸς μεγίστην ἐπετέλεσε, τῷ Θεῷ χά‐ ριν ὁμολογῶν, ὅτι καὶ αὐτοῖς ἐδωρήσατο σωτηρίαν, καὶ τὸν ἅγιον αὑτοῦ ναὸν τοῦ τῶν πολεμίων πυρὸς | |
5 | ἠλευθέρωσεν. Ἐπειδὴ τοίνυν ἐγκαινίων ἐῴκει τὰ τε‐ λούμενα πανηγύρει, εἰκότως καὶ ταύτην ἐδέξατο τὴν ἐπιγραφήν. Ἰστέον μέντοι, ὡς τῷ Ἐζεκίᾳ κατὰ τύπον ἁρμόττει, πάσῃ δὲ τῇ φύσει τῶν ἀνθρώπων κατ’ αὐτὴν τὴν ἀλήθειαν. Ὥσπερ γὰρ ἐκεῖνος | |
10 | ὑψηλὸν εἰσδεξάμενος φρόνημα· τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία· τοῦ θανάτου τὴν ψῆφον ἐδέξατο, χάριτι δὲ θείᾳ τετύχηκε τῆς ζωῆς· οὕτως Ἀδὰμ ὁ προπάτωρ, Θεὸς ἔσεσθαι προσδοκή‐ σας, καὶ μέγα κατὰ τοῦ πεποιηκότος φρονήσας, | |
15 | παρεδόθη μὲν θανάτῳ· τῇ δὲ θείᾳ φιλανθρωπίᾳ τῆς ἀναστάσεως ἔτυχεν. βʹ. «Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με· καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ.» Λαβὼν γὰρ τὴν ἡμετέραν ἀπαρχὴν ὁ Δεσπότης, πᾶσαν δι’ αὐτῆς | |
20 | τὴν φύσιν τῆς σωτηρίας ἠξίωσε, καὶ ἐπίχαρτον γε‐ νέσθαι τοῖς ἐχθροῖς καὶ πολεμίοις οὐκ εἴασε δαί‐ μοσιν. γʹ, δʹ. «Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν | |
25 | μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκ‐ κον.» Ταῦτα τῆς ἀνθρωπίνης φύσεως διηγουμένης ἀκούομεν· τὸ μέντοι, «Ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με, τῷ μὲν Ἐζεκίᾳ ἁρμόττει κατὰ τὸν πρόχειρον νοῦν, τῇ δὲ ἀνθρωπείᾳ φύσει οὐκ ἔτι. Οὔτε γὰρ | |
30 | αὕτη τὸν Θεὸν ἱκέτευσε, καὶ τῆς φθορᾶς τὴν ἐλευθερίαν ἐζήτησεν· ὀδυρμοῖς δὲ καὶ ὀλοφυρ‐ μοῖς χρωμένη διετέλει, τὸν μὲν θάνατον ὁρῶσα, τὴν δὲ ἀνάστασιν οὐ προσμένουσα. Τὰ δάκρυα τοίνυν καὶ τοὺς ὀδυρμοὺς, τοὺς ἐπὶ τοῖς ἀῤῥωστοῦσι καὶ | |
35 | τελευτῶσι γιγνομένους, τέθεικεν ἀντὶ προσευχῆς, τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν δεικνὺς, ὅτι καί τοι μὴ καλούμενος, ἀλλ’ ὁρῶν μόνον τοὺς θρήνους, ᾤκτειρε τὰ γινόμενα, καὶ τὸν θάνατον ἔλυσε. Κἀνταῦθα γὰρ πάλιν λάκκον τὸν θάνατον προσ‐ | |
40 | ηγόρευσε. εʹ, ϛʹ. «Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ζωὴ ἐν τῷ θε‐ λήματι αὐτοῦ.» Εἰκότως τοῖς ὁσίοις ἀπονέμει τὸν | |
45 | ὕμνον, καὶ τὴν ὁμολογίαν τῆς χάριτος· ἐπειδὴ γὰρ ἅπασιν ἀνθρώποις ἔδωκε τὸ τῆς ἀναστάσεως δῶρον, οὐ πάντες δὲ τῆς χάριτος ἄξιοι, ἁρμοδίως τοὺς ἀξίους εἰς τοὺς ὕμνους ἀφιεροῖ. Ἀρίστην δὲ κομιδῆ πε‐ | |
ποίηται καὶ τὴν ἄλλην διαίρεσιν· τὴν γὰρ ὀργὴν | 1071 | |
80.1073 | ἀπένειμε τῷ θυμῷ· ὀργὴν γὰρ τὴν παιδείαν καλεῖ· τὴν δὲ ζωὴν, τῷ θελήματι· τοῦτο γάρ τοι βούλεται, οὐκ ἐκεῖνο. Ἐκεῖνο γὰρ ἡμεῖς ἐπισπώμεθα. «Ὁ γὰρ Θεὸς, φησὶ, θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπε‐ | |
5 | ται ἐπ’ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου.» Ἀκούομεν δὲ καὶ αὐτοῦ λέγοντος διὰ Ἰεζεκιὴλ τοῦ προφήτου· «Μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ | |
10 | ζῇν;» —«Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός· καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.» Τοῦτο δὲ οὕτω συνέβη καὶ ἐπὶ τοῦ Ἐζεκίου, καὶ ἐπὶ τῆς κοινῆς σωτηρίας. Οἱ γὰρ Ἀσσύριοι ταῖς ἀπειλαῖς ἐκείναις χρησάμε‐ νοι, καὶ εἰς κλαυθμὸν τὴν πόλιν κινήσαντες, νύκτωρ | |
15 | ἐδέξαντο τὴν πληγὴν, καὶ ἕωθεν, οὓς δακρύειν ἠνάγ‐ κασαν, εὐθυμίας ἐνέπλησαν. Καὶ ὁ θεῖος Ἡσαΐας τοῦ θανάτου τὴν ψῆφον ἑσπέρας τῷ Ἐζεκίᾳ κομί‐ σας, ὑπὸ τὴν ἕω πάλιν ἤνεγκεν αὐτῷ τὰ τῆς ζωῆς εὐαγγέλια· οὕτω καὶ ἐπὶ τῆς κοινῆς ἐγένετο σωτη‐ | |
20 | ρίας. Τῶν γὰρ ἱερῶν ἀποστόλων, καὶ τῶν σὺν αὐτοῖς πεπιστευκότων, ὀδυρομένων τοῦ Κυρίου τὸ πάθος, ἧκον αἱ γυναῖκες ὑπὸ τὴν ἕω, τῆς ἀναστάσεως τὴν εὐφροσύνην κομίζουσαι. ζʹ. «Ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου, Οὐ | |
25 | μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.» Τοῦτο καὶ ὁ Ἀδὰμ ἤλπισε, τῷ παραδείσῳ πρὸ τῆς ἀπάτης ἐμπολιτευό‐ μενος, καὶ ὁ Ἐζεκίας νενικηκὼς τὸν Ἀσσύριον· καὶ διδάσκει τοῦτο σαφῶς τῶν Παραλειπομένων ἡ βίβλος, λέγουσα ὑψωθῆναι τὴν καρδίαν Ἐζεκίου | |
30 | τοῦ βασιλέως. ηʹ. «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.» Ὁμοίως ἁρμότ‐ τει καὶ ταῦτα καὶ τῷ Ἐζεκίᾳ, καὶ πάσῃ τῶν ἀν‐ | |
35 | θρώπων τῇ φύσει· καὶ γὰρ ἐκεῖνος δι’ ἀρετὴν τῆς θείας προνοίας ἀπήλαυσε, καὶ τῶν Ἀσσυρίων ἐκρά‐ τησε· καὶ πάλιν τῆς θείας χάριτος γυμνωθεὶς, νόσῳ περιέπεσε, καὶ τὸ τῆς τελευτῆς ἐδέξατο δέος· καὶ ὁ Ἀδὰμ δὲ ἐν τῷ παραδείσῳ καὶ τῷ τῆς ἀρε‐ | |
40 | τῆς ἐκεκόσμητο κάλλει, καὶ κρείττων ἦν τῆς φθο‐ ρᾶς· τῆς δὲ θείας προνοίας διὰ τὴν παράβασιν γυ‐ μνωθεὶς, τὴν ἀπὸ τῆς βιοτῆς ὑπέμεινε ζάλην. Τοῦτο δὲ σαφῶς λίαν ὁ Σύμμαχος τέθεικε· Κύριε, ἐν τῇ εὐδοκίᾳ σου ἔστησας τῷ προπάτορί | |
45 | μου κράτος· ὡς εἶναι δῆλον, ὅτι ταῦτα τῆς ἀν‐ θρωπείας φύσεως τὸ πρόσωπον φθέγγεται πρὸς τὸν Δεσπότην Χριστὸν, τῆς ζωῆς αὐτῇ τὸ μέγα δω‐ | |
ρησάμενον δῶρον. | 1073 | |
80.1076 | θʹ, ιʹ. «Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξ‐ ομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν | |
5 | σου;» Τούτοις καὶ ὁ μακάριος Ἐζεκίας ἐχρήσατο τοῖς λόγοις, ὡς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἱστο‐ ρία διδάσκει, καὶ τοῦ θειοτάτου Ἡσαΐου ἡ προ‐ φητεία· καὶ μέντοι καὶ ἡ ἀνθρωπεία φύσις, εἰ καὶ μὴ πᾶσα βεβόηκεν, ἀλλὰ διὰ τῶν ἁγίων βεβόηκε | |
10 | πρὸς τὸν Θεὸν, τούτοις κεχρημένη τοῖς λόγοις, ὅτι Δίκαιον ὑμνεῖν σε τὸν ποιητὴν, καὶ λόγοις εὐγνώμο‐ σιν ἀμείβεσθαί σου τὰς χάριτας. Τοῦτο ζώντων ἴδιον· οἱ γὰρ εἰς χοῦν καὶ κόνιν διαλυόμενοι, καὶ τὸ σω‐ ματικὸν ἔργον ἀπολέσαντες, πῶς ἂν δυνηθεῖεν τὰς | |
15 | σὰς ἄδειν εὐεργεσίας; ιαʹ—ιγʹ. «Ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύ‐ ριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Διέῤῥηξας τὸν σάκκον μου, καὶ πε‐ ριέζωσάς με εὐφροσύνην. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα | |
20 | μου, καὶ οὐ μὴ κατανυγῶ.» Καὶ Ἐζεκίας σάκ‐ κον περιζωσάμενος προσήνεγκε τῷ Θεῷ τὴν κατὰ τῶν Ἀσσυρίων εὐχήν· καὶ ἡ ἀνθρωπεία φύσις τὸ πένθιμον περιεβέβλητο σχῆμα. Καὶ νῦν δέ τινες τῶν ἀνοήτων, τοὺς τεθνηκότας ὀλοφυρόμενοι, ἐπὶ | |
25 | σάκκου καθήμενοι κακῶς, τῶν προφητικῶν ῥημά‐ των ἐπαΐειν οὐκ ἐθέλουσι, διαῤῥήδην βοώντων· «Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην, καὶ ἔστρεψας τὸν κοπετόν μου εἰς χα‐ ρὰν ἐμοί.» Καθάπερ γὰρ ὁ Ἐζεκίας τῶν πεντεκαί‐ | |
30 | δεκα ἐνιαυτῶν τὴν ἐπαγγελίαν δεξάμενος εὐφρο‐ σύνης ἐνεπλήσθη πολλῆς, οὕτω δίκαιον ἡμᾶς τὴν ἐλπίδα δεξαμένους τῆς ἀναστάσεως, μὴ θρηνεῖν τοὺς τελευτῶντας, ἀλλ’ ἐκείνην μετ’ εὐθυμίας προσ‐ μένειν. Τὸ δὲ, «Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ | |
35 | οὐ μὴ κατανυγῶ,» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἵνα ᾄδῃ σε δόξα, καὶ οὐ μὴ ἀποσιωπήσῃ· ἀντὶ τοῦ, Προσήκει ταύτης ἕνεκα τῆς εὐεργεσίας διηνεκῶς ᾄδειν σε καὶ ὑμνεῖν τοὺς τοσαύτης δόξης τετυχηκότας, ἐν μηδενὶ καιρῷ σιωπῶντας. Καὶ ἡ | |
40 | κατάνυξις δὲ σιγὴν ἐμποιεῖ. Οἱ Ἑβδομήκοντα τοίνυν ἀντὶ σιγῆς τεθείκασι τὴν κατάνυξιν· δόξης δὲ ὁ μὲν Ἐζεκίας τετύχηκε, τοσούτων δι’ αὐτὸν μυριά‐ δων θεήλατον δεξαμένων πληγὴν, καὶ μέντοι καὶ τοῦ ἡλίου ἀναστρέψαντος· ἡμεῖς δὲ πολλῆς εὐ‐ | |
45 | κλείας ἔχομεν ἀφορμὴν, τοσαύτην περὶ ἡμᾶς τοῦ Θεοῦ τῶν ὅλων ἐπιδεξαμένου φιλοστοργίαν. Οὕτω γὰρ, φησὶν, ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. | |
80.1076(50) | «Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί | |
σοι.» Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον, ἀλλὰ | 1075 | |
80.1077 | καὶ μετὰ τὴν ἀνάστασιν, ὕμνους σοι προσοίσω, δι‐ ηνεκῶς τὰς ὑπερφυεῖς σου καὶ ἀῤῥήτους διηγούμενος δωρεάς. ΕΡΜΗΝ. ΤΟΥ Λʹ ΨΑΛΜΟΥ. | |
5 | αʹ. «Εἰς τὸ τέλος, Ψαλμὸς τῷ Δαβὶδ, ἐκστάσεως.» Τοῦτο δὲ οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς λοιποῖς εὗρον ἑρμηνευταῖς, ἐν ἐνίοις δὲ τῶν ἀντι‐ γράφων. Αἰνίττεσθαι δέ μοι τὰ κατὰ τὸν Οὐρίαν δο‐ κεῖ. Λέγει γὰρ ἐν αὐτῷ τῷ ψαλμῷ· «Ἐγὼ δὲ εἶ‐ | |
10 | πον ἐν τῇ ἐκστάσει μου, Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου·» τουτέστιν, ᾨήθην ἡμαρτηκὼς τῆς σῆς γεγυμνῶσθαι προνοίας. Εἰρῆσθαι δὲ ἔοικεν ὁ ψαλμὸς οὗτος ὑπὸ τοῦ μακαρίου Δαβὶδ, καθ’ ὃν καιρὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ἐδιώκετο· καὶ τοῦτο | |
15 | σαφέστερον ἡ τῶν ῥητῶν ἑρμηνεία διδάσκει. βʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Αἰσχύνῃ με, φησὶν, ἡ ἁμαρτία περιέβαλε πολλῇ· ἱκετεύω δὲ μὴ μέχρι πολλοῦ ταύ‐ την ἐπιμεῖναί μοι, διὰ τὴν ἐπὶ σοί μοι γεγενημένην | |
20 | πεποίθησιν. «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.» Μὴ εἰς τὴν ἐμὴν, φησὶν, ἀποβλέψῃς ἁμαρτίαν, ἀλλ’ εἰς τὴν τῶν διωκόντων με παρανο‐ μίαν· ταύτῃ γὰρ τῇ δικαίᾳ ψήφῳ χρησάμενος, τῶν ἐπικειμένων ἀπαλλάξεις με συμφορῶν. | |
25 | γʹ. «Κλῖνον πρός με τὸ οὖς σου· τάχυνον τοῦ ἐξ‐ ελέσθαι με.» Ἀκούσας μου τῆς ἱκετείας, ταχεῖαν δὸς τὴν βοήθειαν. «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με. [δʹ.] Ὅτι κραταίωμά μου, | |
30 | καὶ καταφυγή μου εἶ σύ.» Ταῦτα καὶ ἐν τῷ ἑπτα‐ καιδεκάτῳ εἶπε ψαλμῷ, τὴν παντοδαπὴν τοῦ Θεοῦ κηδεμονίαν παραδηλῶν. Τὸ δὲ κραταίωμά μου, Ἀκύλας καὶ Σύμμαχος, πέτρα μου ἡρμήνευσαν. Ἔοικε δὲ ὁ προφητικὸς λόγος τῷ εὐαγγελικῷ συμ‐ | |
35 | φωνεῖν, ὃς τὸν φρόνιμον ὑποδείκνυσιν ἐπὶ τῆς πέτρας τὴν οἰκίαν οἰκοδομήσαντα, ἢν οὔτε πνευμάτων, οὔτε ὑετῶν καὶ ποταμῶν προσβολὴ διὰ τὸ στεῤῥὸν ἐλω‐ βήσατο. «Καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με.» Τὸ δὲ διαθρέψεις ὁ Σύμ‐ | |
40 | μαχος τημελήσεις με τέθεικεν. Λέγει δὲ, ὅτι Παν‐ τοδαπῆς με προνοίας ἀξιώσεις, διὰ τὸ ὄνομά σου ἐφ’ ᾧ πέποιθα. Διὰ πάντων δέ γε τῶν ἑρμηνευμένων ῥητῶν τὸ μέτριον αὐτοῦ τοῦ φρονήματος μεμαθή‐ | |
καμεν. Οὐ γὰρ ᾔτησε διὰ τὴν οἰκείαν ἀρετὴν τῆς | 1077 | |
80.1080 | θείας ἐπικουρίας τυχεῖν, ἀλλὰ διὰ τὸ τοῦ Θεοῦ ὄνο‐ μα, καὶ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ὅτι ἐπ’ αὐτῷ ἤλπισεν. εʹ. «Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν | |
5 | μοι· ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε.» Τὴν βουλὴν τοῦ Ἀχιτόφελ διὰ τούτων ἐδήλωσεν, ἢν εἰσ‐ ηγήσατο κατ’ αὐτοῦ, ὡς καὶ ἤδη προειρήκαμεν. ϛʹ. «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας.» | |
10 | Πολλαῖς πολλάκις περιπεσὼν συμφοραῖς, τούτων διὰ τῆς σῆς ἠλευθερώθην ῥοπῆς· οὗ δὴ χάριν τὴν ἐμαυ‐ τοῦ ψυχὴν τῇ σῇ παρατίθημι προμηθείᾳ. Χεῖρας γὰρ πάλιν ἐνταῦθα τὴν προμηθείαν ὀνομάζει. ζʹ. «Ἐμίσησας πάντας τοὺς διαφυλάσσοντας | |
15 | ματαιότητας διακενῆς.» Ἐκεῖνοι μὲν οὖν, φησὶν, οὐ σοὶ τεθαῤῥήκασιν, ἀλλὰ τοῖς ματαίοις αὐτῶν κέ‐ χρηνται λογισμοῖς· εἴωθας δὲ τοὺς τοιούτους παντε‐ λῶς ἀποστρέφεσθαι. «Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα. [ηʹ.] Ἀγαλλιά‐ | |
20 | σομαι, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου.» Καὶ γὰρ ἐν συμφοραῖς ὢν τὴν σὴν ἐπικουρίαν καλῶ, καὶ ταύτης ἀπολαύων, τῇ σῇ φιλανθρωπίᾳ τῶν ἀγα‐ θῶν ἀνατίθημι τὴν αἰτίαν. «Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ | |
25 | τῶν ἀναγκῶν τὴν ψυχήν μου. [θʹ.] Καὶ οὐ συνέκλει‐ σάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.» Οὐ διήμαρτον δὲ τούτοις ἀεὶ χρη‐ σάμενος τοῖς λογισμοῖς· ἐνέδραις γὰρ πολεμίων πολλάκις, καὶ λόχοις περιπεσὼν, καὶ εἴσω τῶν | |
30 | περιταθέντων μοι δικτύων γενόμενος, διέφυγον τοὺς θηρεύοντας. Τοῦτο γὰρ εἶπεν· «Οὐ συνέκλει‐ σάς με εἰς χεῖρας ἐχθροῦ.» Διδάσκει δὲ καὶ ἡ ἱστορία, ὅτι πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέντοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκεί‐ | |
35 | νου χεῖρας διέφυγε· καὶ ἄλλοτε τοὺς Γετθαίους, παραπληξίαν σχηματισάμενος. ιʹ. «Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου.» Τοῦτο ὁ Σύμμαχος οὕτως εἴρηκεν· Ἐθολώθη | |
40 | διὰ παροργισμὸν ὁ ὀφθαλμός μου. Παροργίσας γάρ σε διὰ τῆς ἁμαρτίας, δακρύειν διηνεκῶς ἀναγ‐ κάζομαι· καὶ μὲν δὴ καὶ ἡ ψυχή μου ζάλης καὶ θο‐ ρύβου ἐμπέπλησται. Γαστέρα δὲ ἐνταῦθα τὸ τῶν λογισμῶν ταμιεῖον ἐκάλεσεν· οἱ λογισμοὶ γὰρ, | |
45 | ἀλλ’ οὐχ ἡ γαστὴρ, ἐταράττετο. | 1079 |
80.1081 | ιαʹ. «Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς.» Πάντα μου, φησὶ, τὸν βίον εἰς ὀδύνας καὶ δάκρυα δεδαπάνηκα. «Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθη‐ | |
5 | σαν.» Καὶ ἡ ἔνδεια δὲ, καὶ τῶν ἀναγκαίων ἡ σπάνις, κατέτηξέ μου τὸ σῶμα. Ταύτης δὲ τῆς ἐν‐ δείας καὶ ἡ ἱστορία μέμνηται, καί φησιν· «Οὐν‐ ησβὶ ὁ τοῦ Ναὰς υἱὸς, ὁ Ἀμμανίτης, καὶ Βερ‐ ζελλεὶ ὁ Γαλααδίτης, ἤνεγκαν πυροὺς καὶ κριθὰς, | |
10 | καὶ ἄλευρον· καὶ κύαμον, καὶ φακὸν, καὶ ἕτερά τινα τῷ Δαβὶδ προσήνεγκαν καὶ τῷ λαῷ, ὅτι ἔλε‐ γον τὸν λαὸν πεινᾷν καὶ ἐκλελῦσθαι διψήσαντα ἐν τῇ ἐρήμῳ.» ιβʹ. «Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην | |
15 | ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου.» Οἱ ἐχθροί μου, φησὶν, ἐν εὐθυμίᾳ, ἐγὼ δὲ καταγέλαστός εἰμι, καὶ τοῖς ὁμόροις ἐπίχαρ‐ τος, καὶ τοῖς γνωρίμοις ἐπίφοβος. Καὶ σαφέστερον τοῦτο διδάσκων ἐπήγαγεν· «Οἱ θεωροῦντές με ἔξω, | |
20 | ἔφυγον ἀπ’ ἐμοῦ.» Δεδίασι γὰρ συγγενέσθαι μοι, ἵνα μὴ τοῖς ἐμοῖς ἐχθροῖς περιπέσωσιν. ιγʹ. «Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενή‐ θην ὡσεὶ σκεῦος ἀπολωλός.» Ἀπέγνωσάν με, φησὶν, ἅπαντες, δίκην σκεύους ἀπολωλότος, καὶ νε‐ | |
25 | κροῦ τάφον οἰκοῦντος. [Ἔδειξε τὴν ὑπερβολὴν τῆς ἐπιλησμονῆς ἀπὸ τῆς τοῦ σκεύους ἀτιμίας· ὥσπερ γὰρ, φησὶν, ἀπολλύμενον ἐκεῖνο ταχέως τῆς τῶν ἀπολωλεκότων ἐξορίζεται μνήμης διὰ τὸ εὐτελὲς, οὕτω κἀγὼ λελόγισμαι αὐτοῖς ὡς οὐδὲν ὢν οὐδὲ γε‐ | |
30 | γονώς ποτε λόγου τινὸς ἄξιος.] ιδʹ. «Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυ‐ κλόθεν.» Ταῦτα δὲ οὐ τοπάζων λέγω, ἀλλὰ ταῖς ἀκοαῖς τὰ ὀνείδη δεξάμενος. Σημαίνει δὲ διὰ τούτων καὶ τὰς τοῦ Σεμεεὶ λοιδορίας. | |
35 | «Ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ’ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. [ιεʹ, ιϛʹ.] Ἐγὼ δὲ ἐπὶ σὲ, Κύριε, ἤλπισα· εἶπον, Σὺ εἶ ὁ Θεός μου. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.» Ἐκεῖνοι μὲν οὖν ἀθροισθέντες τὸν ἐμὸν καττύουσι θάνατον, | |
40 | ἐγὼ δέ σε Θεὸν οἶδα καὶ πρύτανιν. Τοῦτο γὰρ λέγει· «Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου,» ἢ ὡς οἱ λοι‐ ποὶ, ἐν ταῖς χερσί σου οἱ καιροί μου, ἀντὶ τοῦ, Σὺ ἀποκληροῖς ὡς ἐθέλεις ἑκάστῳ καὶ ἀθυμίας καὶ θυμηδίας, καὶ μεταβάλλεις ταῦτα πάλιν πρὸς τὸ δο‐ | |
45 | κοῦν. Καιροὺς γὰρ, ἢ κλήρους, καλεῖ τὰς τῶν | 1081 |
80.1084 | πραγμάτων μεταβολὰς, πλοῦτον καὶ πενίαν, δου‐ λείαν καὶ δεσποτείαν, εἰρήνην καὶ πόλεμον, καὶ τἄλλα τὰ τοιαῦτα ὁμοίως. «Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με.» Εἶτα | |
5 | δείκνυσι καὶ τὸν τῆς λυτρώσεως τρόπον. ιζʹ. «Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου· σῶσόν με ἐν τῷ ἐλέει σου.» Τῆς γὰρ σῆς μοι γενομένης ἐπιφανείας, τὰ σκυθρωπὰ παραυτίκα λυ‐ θήσεται. | |
10 | ιηʹ. «Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσά‐ μην σε, αἰσχυνθείησαν ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου.» Καὶ ἐντεῦθεν μανθάνομεν, ὡς πολλὴν διαφορὰν ἁμαρτία πρὸς ἀσέβειαν ἔχει. Διὸ καὶ ὁ μέγας παρακαλεῖ Δαβὶδ, αὐτὸν μὲν τῆς διὰ τὴν | |
15 | ἁμαρτίαν γεγενημένης αἰσχύνης ἀπαλλαγῆναι, τοὺς δὲ δυσσεβείᾳ συζῶντας μετ’ αἰσχύνης τῷ θανάτῳ παραπεμφθῆναι. ιθʹ. «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λα‐ λοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανίᾳ | |
20 | καὶ ἐξουδενώσει.» Τοῦ Ἀχιτόφελ ἐνταῦθα προλέγει τὸν θάνατον, ὃς φίλος ὢν τοῦ Δαβὶδ καὶ σύμβουλος, τὸν παλαιὸν ἐγύμνωσε δόλον, καὶ κατὰ τοῦ μηδὲν ἠδικηκότος τὴν γλῶτταν ἐκίνησεν. Ὑπερηφανίαν δὲ καὶ ἐξουδένωσιν τὴν συμβουλὴν ἐκείνην εἰκότως ἐκά‐ | |
25 | λεσεν· ἐπειδὴ παῖδα κατὰ τοῦ πατρὸς διήγειρεν εἰς σφαγήν. κʹ. «Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε!» Πάλιν τὸ, ὡς, ἐνταῦθα οὐ παραβολικῶς, ἀλλ’ ἐπιτατικῶς | |
30 | τέθεικε. Διόπερ Ἀκύλας καὶ Σύμμαχος οὕτως ἡρμή‐ νευσαν· Τί πολὺ τὸ ἀγαθόν σου, ὃ ἔκρυψας ἀπόθετον τοῖς φοβουμένοις σε! Ταύτην δὲ τὸ ῥητὸν τὴν διάνοιαν ἔχει· Τῶν φοβουμένων σε, φησὶ, Δέσποτα, τοὺς μὲν μισθοὺς καὶ τὰ ἔπαθλα κρύπτεις· | |
35 | καὶ ταῦτα πολλὰ ὄντα, καὶ μεγάλα, καὶ θαυμαστά· ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις προσπαλαίειν ἐᾷς. Ἀλλ’ ὅμως ἔστιν ὅτε καὶ γυμνοῖς τὰ βραβεῖα, παραθαῤ‐ ῥύνων τοὺς ἀθλητάς. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἐξ‐ ειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐναντίον τῶν υἱῶν | |
40 | τῶν ἀνθρώπων.» Εἶτα τὴν γινομένην αὐτῶν κατὰ μέρος διέξεισι πρόνοιαν. καʹ. «Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.» Ἀρκεῖ | |
45 | σου, φησὶν, ἡ ἐπιφάνεια· τοῦτο γὰρ καλεῖ πρόσω‐ | |
πον· πάσης αὐτοὺς ταραχῆς καὶ ζάλης ἀνθρωπίνης | 1083 | |
80.1085 | ἐλευθερῶσαι, καὶ ἀποληφθέντας ἐν μέσῳ καθάπερ τινὶ καλύψαι σκηνῇ, καὶ ἀφανεῖς ἀποφῆναι. Ταύτης δὲ καὶ αὐτὸς τῆς προνοίας ἀπήλαυσεν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος. Ἐν μέσοις γὰρ ὑποληφθεὶς | |
5 | τοῖς δεινοῖς, τῆς σωτηρίας τετύχηκεν. Οὕτως ὁ μέγας Ἑλισσαῖος κυκλώσαντας τοὺς Σύρους διέ‐ φυγεν, ἀχλὺν αὐτῶν τοῖς ὀφθαλμοῖς ἐπιπάσας. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. | |
10 | κβʹ. «Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.» Ὁ δὲ Σύμμαχος οὕτως εἴρηκε τοῦτο· Εὐλογητὸς Κύριος ὁ παραδοξάσας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμέ‐ νῃ. Οὕτω γάρ με, φησὶ, περιέβαλέ τε καὶ περιέφραξε | |
15 | τῇ οἰκείᾳ φιλανθρωπίᾳ, ὡς πόλιν ὀχυρῷ περιβόλῳ περιφράττουσιν οἱ οἰκήτορες. κγʹ. «Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Ἀπέῤ‐ ῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ | |
20 | κεκραγέναι με πρὸς σέ.» ᾬμην δὲ, φησὶ, τῇ ἁμαρ‐ τίᾳ περιπεσὼν, πόῤῥω τῆς σῆς γεγενῆσθαι κηδε‐ μονίας· ἀλλὰ τοὺς ταπεινούς μου θεασάμενος λό‐ γους, οὐ παρεῖδες δεόμενον. Ἔκστασιν δὲ εἰκό‐ τως τὴν ἁμαρτίαν ἐκάλεσε. Τὴν γὰρ τῆς δικαιοσύ‐ | |
25 | νης ὁδεύων ὁδὸν ἐξέστη μὲν ἐκείνης, καὶ ἐξετράπη· προσέπταισε δὲ, καὶ περιέπεσε τοῖς ὠμοβόροις λῃσταῖς. Καὶ τοῦτο αὐτὸ δείκνυσι τὴν τοῦ Δαβὶδ ἀρετήν. Οὐ γὰρ ἐθὰς ἦν τῆς ἁμαρτίας, ἀλλ’ ἔξω μι‐ κρὸν τῆς οἰκείας γενόμενος προαιρέσεως, τὸν ὄλισθον | |
30 | ἐκεῖνον ὑπέμεινεν. Ἐντεῦθεν ἐπὶ παραίνεσιν μετα‐ φέρει τὸν λόγον, ἐκ τῶν κατ’ αὐτὸν τὴν θείαν ὑπο‐ δεικνὺς φιλανθρωπίαν καὶ πρόνοιαν. κδʹ. «Ἀγαπήσατε τὸν Κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς | |
35 | περισσῶς ποιοῦσιν ὑπερηφανίαν.» Προσήκει, φησὶν, ὑμᾶς ἅπαντας, τοὺς τὴν θείαν ὁδὸν ὁδεύειν προαι‐ ρουμένους, ἐκθύμως ἀγαπᾷν τῶν ὅλων τὸν πρύτανιν, οἷόν τινι κανόνι τῇ ἀληθείᾳ χρώμενον, καὶ τοὺς ἄμε‐ τρον ἀλαζονείαν κεκτημένους κολάζοντα. Οὐχ | |
40 | ἁπλῶς γὰρ εἶπε, τοῖς ποιοῦσιν ὑπερηφανίαν, ἀλλὰ, τοῖς περισσῶς ποιοῦσιν. Ἱκανὸν γὰρ καὶ τοῦτο τὴν θείαν ἀγαθότητα δεῖξαι. Φέρει μὲν γὰρ τοὺς οὕτω πως μείζονι φρονήματι κεχρημένους· τοὺς δὲ τυφουμένους, καὶ ἀπλήστως ἐξογκουμένους, | |
45 | ταῖς καταλλήλοις παραδίδωσι τιμωρίαις. κεʹ. «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ταῦτα τοίνυν εἰδότες οἱ τῇ ἐλπίδι τῇ θείᾳ τὸν παρόντα διαπλέον‐ | |
τες βίον, κρατύνατε τῇ ἀνδρίᾳ τὰς ὑμετέρας | 1085 | |
80.1088 | ψυχὰς, καὶ τοῖς τοῦ κυβερνήτου πείθεσθε νεύμασι, φερομένοις ὡς ἂν ἐκεῖνος ἰθύνῃ. Αὕτη δὲ καὶ ἡμῖν ἁρμόδιος ἡ παραίνεσις, τὴν δι’ ἐλπίδος παραψυ‐ χὴν κεκτημένοις. | |
5 | ΕΡΜΗΝ. ΤΟΥ ΛΑʹ ΨΑΛΜΟΥ. αʹ. «Τῷ Δαβὶδ συνέσεως.» Τῆς αὐτῆς ἔχεται καὶ οὗτος ὁ ψαλμὸς διανοίας· καὶ οὗτος γὰρ μετὰ τὴν ἁμαρτίαν ἐν ἐκείναις ἐῤῥήθη ταῖς συμφοραῖς. Τοῖς δὲ προφητικοῖς ὀφθαλμοῖς προορῶν τῆς καινῆς | |
10 | διαθήκης τὴν χάριν, καὶ τὴν διὰ τοῦ παναγίου βα‐ πτίσματος χορηγουμένην τοῖς πιστεύουσιν ἄφεσιν, μακαρίζει τούτους, ἅτε δὴ δίχα πόνων τὴν τῶν ἁμαρτάδων δεχομένους ἀπαλλαγήν· καί φησιν ἀρξάμενος τοῦ ψαλμοῦ· | |
15 | «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπ‐ εκαλύφθησαν αἱ ἁμαρτίαι. [βʹ] Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.» Ὀδυρμοῖς ἐγὼ καὶ δά‐ κρυσι θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ | |
20 | παντοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλωτοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀταλαιπώρως τῇ τοῦ Δεσπότου φιλανθρωπίᾳ τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, | |
25 | ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλιπεῖν. γʹ. «Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.» Ἡνίκα τὴν ἁμαρτίαν ἐκείνην εἰργάσατο, οὐ παραχρῆμα τοῖς τῆς | |
30 | μετανοίας φαρμάκοις ἐχρήσατο, ἀλλὰ μετὰ τὸν ἔλεγχον τοῦ Νάθαν. Τοῦτο τοίνυν ἐνταῦθα βοᾷ· Ἐπειδὴ παραυτίκα δεξάμενος τὴν πληγὴν, οὐχ ὑπέδειξα τὸ ἕλκος τῷ ἰατρῷ, ἀλλ’ ἐσίγησα τοῦτο κρύ‐ ψαι πειρώμενος, κατεγήρασα βοῶν, καὶ τῆς | |
35 | ἁμαρτίας κατηγορῶν. δʹ. «Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ’ ἐμὲ ἡ χείρ σου.» Ὀλοφύρομαι δὲ καὶ ποτνιῶμαι, ταῖς παντοδαπαῖς παιδείαις καὶ τιμωρίαις βαλλόμενος. Τὸ γὰρ, «Ἐβαρύνθη ἐπ’ ἐμὲ ἡ χείρ σου,» ἐκ μετα‐ | |
40 | φορᾶς τέθεικε τῶν τῇ χειρὶ παιόντων, καὶ ἐπι‐ μενόντων μέχρι πολλοῦ. «Ἐστράφην εἰς ταλαιπω‐ ρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν.» Οὐκ ἄδικος δέ σου, φησὶν, ἡ παιδεία, ἀλλὰ καὶ μάλα δι‐ καία. Αἰτία γάρ μοι τῶν κακῶν ἡ ἁμαρτία, ἣν ἀντὶ | |
45 | σταφυλῆς μὲν ἐβλάστησα· κεντοῦμαι δὲ διηνεκῶς | |
ὑπ’ αὐτῆς. Ἄκανθαν γὰρ τὴν ἁμαρτίαν ἐκάλεσε, | 1087 | |
80.1089 | καὶ ὡς ἄχρηστον βλάστημα, καὶ ὡς κεντεῖν πεφυ‐ κός. εʹ. «Τὴν ἁμαρτίαν ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπον, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν | |
5 | ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφεῖλες τὴν ἀσέ‐ βειαν τῆς ἁμαρτίας μου.» Εὐθὺς μὲν ἁμαρ‐ τήσας ἐσίγησα· ἀλλὰ μετὰ ταῦτα τὴν κατ’ ἐμοῦ κατηγορίαν νύκτωρ καὶ μεθ’ ἡμέραν πεποίημαι· ἐκ δὲ τῆς κατηγορίας μεγάλους ἐδρεψάμην καρπούς· | |
10 | ἔδωκας γάρ μοι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Ἐπι‐ σημήνασθαι δὲ προσήκει, ὅτι οὐκ ἔφη, Ἀφῆκάς μοι τὴν ἁμαρτίαν, ἀλλὰ, τὴν ἀσέβειαν τῆς ἁμαρτίας· τουτέστιν, Οὐ πρὸς ἀξίαν με τῆς παρανομίας ἐκό‐ λασας, ἀλλὰ τὴν μὲν ὑπερβολὴν τῆς ἁμαρτίας συν‐ | |
15 | εχώρησας, συμμέτρῳ δὲ παιδείᾳ τὴν θεραπείαν ἐπέθηκας. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. Εἰρηκότι γὰρ τῷ Δαβὶδ, «Ἡμάρτηκα τῷ Κυρίῳ,» ἀπεκρί‐ νατο ὁ Νάθαν, «Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς.» Ἠπείλησε μέντοι παντοδα‐ | |
20 | πῶν ἐμπλήσειν τὴν οἰκίαν συμφορῶν. Οὕτω κἀνταῦ‐ θα, «Καὶ σὺ ἀφεῖλες τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.» Ἔδει με, φησὶν, ἐκεῖνα τετολμηκότα εὐθὺς κατὰ τὸν νόμον θανάτῳ παραδοθῆναι· ἀλλὰ φιλανθρωπίᾳ χρη‐ σάμενος θανάτῳ μὲν οὐ παρέδωκας, μετρίαις δὲ | |
25 | παιδείαις ἰάτρευσας. ϛʹ. «Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ.» Καιρὸν εὔθετον λέγει τῆς καινῆς διαθήκης τὴν πολιτείαν, ἐν ᾗ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν ταῖς τοῦ Δαβὶδ ὑμνῳδίαις οἱ πεπιστευκό‐ | |
30 | τες γεραίρουσι τὸν Θεόν· τοῦτο τοίνυν ἐνταῦθα προ‐ αγορεύει καί φησι τῷ Δεσπότῃ, ὅτι Οὐ μόνος ὑπὲρ ταύτης ἀντιβολῶ σε τῆς ἁμαρτίας, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην τὴν θεογνωσίαν δεξόμενοι, ταύτην ὑπὲρ ἐμοῦ προσοίσουσι τὴν εὐχήν. Καὶ γάρ | |
35 | πως ἐοίκαμεν τὰ τοῦ Δαβὶδ φθεγγόμενοι ῥήματα, τὴν ἐκείνου γλῶτταν ἀναλαμβάνειν ἐπὶ τῷ τὸν Θεὸν ἀνυμνεῖν. «Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολ‐ λῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι.» Τοῦτο δὲ ὁ Σύμ‐ μαχος οὕτως ἡρμήνευσεν· Περὶ τούτου προσεύξε‐ | |
40 | ται πᾶς ὅσιος, καιρὸν εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ὁ σπου‐ δαίαν σοι προσφέρων τὴν ἱκετείαν παντοδαπῆς ἀπολαύσεται προμηθείας. Ὥστε κἂν διαφόροις συμ‐ φοραῖς περιπέσῃ, δίκην αὐτὸν ὑδάτων περικλυζού‐ | |
45 | σαις, περιγενέσθαι τούτων καὶ κρείττονα δειχθῆναι τῶν λυπηρῶν. | |
ζ. «Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περι‐ | 1089 | |
80.1092 | εχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Ἐκεῖνα περὶ τῆς ἁμαρ‐ τίας εἰρηκὼς, ἱκετεύει τῶν διὰ ταύτην ἐπενεχθέντων ἀπαλλαγῆναι κακῶν· καὶ μέντοι καὶ τυγχάνει | |
5 | τῆς ἀποκρίσεως. Λέγει γὰρ πρὸς αὐτὸν ὁ Κύ‐ ριος· ηʹ. «Συνετιῶ σε, καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.» Ἐκτραπέντα, φησὶ, καὶ ἐπιγνόντα τὴν πλάνην, ἐπ‐ | |
10 | ανάξω πάλιν εἰς τὴν εὐθεῖαν ὁδὸν, καὶ γνῶσίν σοι ταύτης καὶ εἴδησιν ἐνθήσω· μεταδώσω δέ σοι καὶ τῆς προτέρας εὐνοίας. Τοῦτο γὰρ εἶπεν, «Ἐπιστη‐ ριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου» ἐκ μεταφορᾶς τῶν φιλικῶς περί τινα διακειμένων, καὶ ἀποβλέπειν | |
15 | εἰς αὐτὸν ἐθελόντων διηνεκῶς. Ὥσπερ γὰρ ὁ ὀργιζόμενος τὸ πρόσωπον δοκεῖ ἀποστρέφειν, οὕ‐ τω τὴν οἰκείαν εὐμένειαν διὰ τοῦ προσέχειν δηλοῖ. Διὸ καὶ ἑτέρωθι ὁ Προφήτης ἔφη, «Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με.» Καὶ πάλιν, «Μὴ ἀποστρέψῃς | |
20 | τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.» Καὶ αὐτὸς ὁ Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου, «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.» Ἐντεῦθεν ὁ προφητικὸς παραινεῖ λόγος, τοῖς μὲν παρανομίᾳ συ‐ ζῶσι, μὴ μιμεῖσθαι τὴν τῶν κτηνῶν ἀλογίαν, τοῖς | |
25 | δὲ δικαίοις, τὴν θείαν εὐφροσύνην ἔχειν ἀεί. Λέγει δὲ οὕτως· θʹ. «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ἐγὼ | |
30 | μὲν ὑμῖν, φησὶ, παραινῶ τὴν τούτων μὴ ζηλοῦν ἀλογίαν· εἰ δὲ μὴ πείθεσθε, δέξεσθε χαλινὸν καὶ κημὸν τούτοις παραπλησίως. Διὰ δὲ τούτων τὰς παιδείας δηλοῖ· οὗ χάριν ἐπήγαγεν· ιʹ. «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.» Οὕτω | |
35 | ταύτην τούτοις εἰσενεγκὼν τὴν εἰσήγησιν, ἐπὶ τὸν ἕτερον μεταβαίνει χορόν. «Τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.» Ἅπαντες γὰρ ἄνθρωποι, εἰ καὶ τοῖς τῆς ἀρετῆς καλλωπίζονται κατορθώ‐ | |
μασι, τῆς θείας προσδέονται χάριτος· διὸ δὴ καὶ | 1091 | |
80.1093 | ὁ θεῖος Ἀπόστολος βοᾷ· «Χάριτί ἐστε σεσωσμέ‐ νοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον.» ιαʹ. «Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε, | |
5 | δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρ‐ δίᾳ.» Μηδεὶς τοίνυν ἐπὶ τοῖς οἰκείοις κατορθώ‐ μασιν ἀγαλλέσθω, ἀλλ’ ἐπὶ τῷ Θεῷ μέγα φρο‐ νείτω, καὶ τὴν ἐντεῦθεν θυμηδίαν καρπούσθω. Καὶ τοῦτο τοῖς ἀποστολικοῖς ἔοικε ῥητοῖς, «Ὁ | |
10 | καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Καὶ «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Διὰ τοῦτο καὶ πνεύματι πραότητος παιδεύειν παρεγγυᾷ· «Σκοπῶν, φησὶ, σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.» ΕΡΜΗΝ. ΤΟΥ ΛΒʹ ΨΑΛΜΟΥ. | |
15 | Ἀνεπίγραφος παρ’ Ἑβραίοις. Τοῦτο οἱ Ἑβδο‐ μήκοντα τεθείκασι, τὸν ψαλμὸν ἑρμηνεύσαντες· Μὴ ζητήσῃς, φησὶν, ἑρμηνείαν ἐπιγραφῆς· ἐπιγρα‐ φὴν γὰρ οὐχ εὕρομεν. Εἴρηται δὲ ὁ ψαλμὸς οὗτος ὑπὸ τοῦ μακαρίου Δαβὶδ, εἰς τὴν κατὰ τὸν | |
20 | θαυμάσιον Ἐζεκίαν ὑπόθεσιν· ἐσχημάτισται δὲ ὡς ἐξ αὐτοῦ τοῦ Ἐζεκίου, εἰς ὑμνῳδίαν τὸν λαὸν παροτρύνοντος, μετὰ τὴν παράδοξον νίκην καὶ τῶν Ἀσσυρίων τὸν ὄλεθρον. αʹ. «Ἀγαλλιᾶσθε, δίκαιοι ἐν Κυρίῳ.» Πολλαχοῦ | |
25 | τὸ ἀγαλλιᾶσθε, ὁ μὲν Ἀκύλας, αἰνεῖτε; καὶ ὁ Σύμ‐ μαχος ὁμοίως ἡρμήνευσεν, «Τοῖς εὐθέσι πρέπει αἴνεσις.» Τοῖς τὸν Θεὸν ἐπεγνωκόσι, καὶ πλάνης ἀπηλλαγμένοις, ἁρμόττει τὸν Θεὸν διηνεκῶς ἀν‐ υμνεῖν. Εἶτα διδάσκει καὶ πῶς αὐτοὺς προσήκει τὴν | |
30 | ὑμνῳδίαν ποιεῖσθαι. βʹ, γʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. ᾌσατε αὐτῷ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.» Ταῦτα δὲ πάντα κατὰ τὴν νομικὴν ἐπετελεῖτο | |
35 | λατρείαν· καὶ γὰρ κιθάραις, καὶ κυμβάλοις, καὶ τυμπάνοις, καὶ ἑτέροις μουσικοῖς ὀργάνοις ἐκέχρην‐ το. Ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος βοὴ, κατὰ τῶν φευγόντων ὑπὸ τῶν νικώντων γινομένη. Ἁρμόττει δὲ καὶ ἡμῖν τὰ εἰρημένα πνευ‐ | |
40 | ματικῶς νοούμενα· καὶ δυνατὸν ἡμᾶς εὔηχον καὶ παναρμόνιον ὄργανον ἡμᾶς αὐτοὺς ἀποφῆναι, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν τὸν Θεὸν ἀνυμνῆσαι. δʹ. «Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα | |
45 | τὰ ἔργα αὐτοῦ ἐν πίστει.» Δικαίως, φησὶν, ἅπαντα | 1093 |
80.1096 | πρυτανεύει ὁ τῶν ὅλων Κύριος· καὶ προὔθηκεν ἡμῖν τῶν ἔργων αὑτοῦ τὴν θεωρίαν, πιστεύειν παρακαλῶν, ἀλλ’ οὐ πολυπραγμονεῖν, πῶς γεγένη‐ ται. | |
5 | εʹ. «Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος.» Τὰ μὲν γὰρ ὑπ’ αὐτοῦ γινόμενα, ἀπεριέργως ἅπαντας ἄνευ τινὸς διχονοίας, παρακελεύεται δέχε‐ σθαι· βίου μέντοι ἐπιμελεῖσθαι, καὶ τοῦτον ἐλέῳ καὶ κρίσει κατακοσμεῖν. «Τοῦ ἐλέους Κυρίου πλή‐ | |
10 | ρης ἡ γῆ.» Μιμεῖσθαι, φησὶ, προσήκει τὸν Ποιητήν· ὥσπερ γὰρ αὐτὸς ἐλέῳ κεχρημένος οἰκονομεῖ. καὶ τοὺς ἠδικημένους οἰκτείρει· οὕτω δεῖ καὶ ἡμᾶς τοῖς μὲν ἀδίκοις ἀπονέμειν τὴν κρίσιν, τοῖς δὲ ἠδι‐ κημένοις τὸν ἔλεον. Καὶ γὰρ ὁ φιλάνθρωπος ἡμῶν | |
15 | Δεσπότης τῇ μὲν κρίσει κατὰ τῶν Ἀσσυρίων ἐχρή‐ σατο· ἡμᾶς δὲ φειδοῦς καὶ φιλανθρωπίας ἠξίω‐ σεν. Οὕτω τὰ περὶ τῆς θείας προνοίας διεξελθὼν, ἐπὶ τὴν δημιουργίαν μεταφέρει τὸν λόγον, καὶ δι‐ δάσκει ὡς δημιουργήσας τὰ σύμπαντα, πρυτανεύει | |
20 | τὰ σύμπαντα, καὶ προμηθεῖται ὡς ποιημάτων οἰκείων, οὐκ ἀλλοτρίων. ϛʹ, «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθη‐ σαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὐ πόνου, φησὶν, ἐδεήθη, | |
25 | καὶ χρόνου δημιουργῶν, ἀλλ’ ἤρκεσεν αὐτῷ λόγος εἰς ποίησιν· εἶπε γὰρ, Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως.» Τὸ μὲν οὖν ἐξ ἐπιπολῆς νόημα ἡ τοῦ γράμματος ἐπιφά‐ | |
30 | νεια τοῦτο δηλοῖ· τοῦτο γὰρ τοῖς πάλαι ἥρμοττεν Ἰουδαίοις. Ἡ δὲ ἀληθὴς θεολογία τὸν Θεὸν ἡμῖν ὑποδείκνυσι Λόγον, σὺν τῷ παναγίῳ Πνεύματι, καὶ τοὺς οὐρανοὺς καὶ τὰς οὐρανίους πεποιηκότα δυνά‐ μεις. Καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν προλαμβάνει | |
35 | ἡ προφητεία. Καὶ ὥσπερ ὁ θεσπέσιος Ἰωάννης, ὁ τῆς βροντῆς υἱὸς, πᾶσαν τὴν οἰκουμένην ἐδίδαξεν, ὅτι «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἓν, ὃ γέγονεν·» οὕτως ὁ | |
40 | μακάριος Δαβὶδ προκηρύττει λέγων, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.» Οὐκ ἀπονέμει δὲ τῷ μὲν Θεῷ Λόγῳ τὴν τῶν οὐρανῶν δημιουργίαν, τῷ δὲ παναγίῳ Πνεύματι τὴν τῶν δυ‐ | |
45 | νάμεων ποίησιν· ἀλλὰ καὶ ταῦτα κἀκεῖνα τὸν Θεὸν Λόγον καὶ τὸ ἅγιον Πνεῦμα πεποιηκέναι φησί. | |
Δυνάμεις δὲ οὐρανῶν οἱ μὲν τοὺς κατ’ οὐρανὸν | 1095 | |
80.1097 | φωστῆρας, οἱ δὲ τὰς ἀοράτους ἔφασαν εἶναι δυνά‐ μεις. Ἐμοὶ δὲ τὸ δεύτερον ἀληθέστερον εἶναι δοκεῖ. Δημιουργὸν γὰρ ὑποδεικνὺς τὸν Θεὸν, οὐκ ἂν μόνης τῆς ὁρωμένης ἐμνημόνευσε κτίσεως. | |
5 | ζʹ. «Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης· τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.» Πᾶσαν μὲν γὰρ τῶν ὑδάτων τὴν φύσιν, ὥσπερ ἐν ταμιείοις τισὶ τοῖς ἀφωρισμένοις χωρίοις καθειργμένην ἔχει· ἕλκει δὲ ταύτην εἰς τὸν ἀέρα μετέωρον, ὅτ’ ἂν θέλῃ, | |
10 | καὶ ὡς ἐν ἀσκῷ τινι ταῖς νεφέλαις συνάγει. Διὸ λέγει· «Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.» Καὶ ἀλλαχοῦ δὲ πάλιν ἡ θεία Γραφή· «Ὁ προσκα‐ λούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» | |
15 | ηʹ, θʹ. «Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐ‐ τὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Τῶν οὐρανῶν μνημονεύσας, καὶ τῶν ἀοράτων δυνάμεων, ἔπειτα | |
20 | τῆς τῶν ὑδάτων οὐσίας, ἄγει καὶ τὴν γῆν εἰς μέσον, καὶ τοὺς ταύτην κατοικοῦντας, ποιήματα αὐτοῦ εἶναι διδάσκων, καὶ παρεγγυῶν δεδιέναι καὶ τρέμειν τὸν Ποιητὴν, καὶ τοῖς αὐτοῦ νεύμασι πείθεσθαι. Τὸ γὰρ σαλευθήτωσαν, ὁ μὲν Σύμμαχος εὐλα‐ | |
25 | βείσθωσαν, ὁ δὲ Ἀκύλας ὑποσταλήσονται εἴρηκε, τῷ ἐπιόντι χρόνῳ τὴν τῆς οἰκουμένης παραπέμψας εὐλάβειαν. Οὐδὲ γὰρ ἡνίκα τούσδε τοὺς λόγους ἐποιή‐ σατο, ταύτην ἔσχον οἱ ἄνθρωποι, ἀλλὰ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ | |
30 | Δεσπότου Χριστοῦ. ιʹ, ιαʹ. «Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθε‐ τεῖ δὲ λογισμοὺς λαῶν· καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λο‐ γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» | |
35 | Διπλῆν ἔχει τὴν ἑρμηνείαν τὰ εἰρημένα· οὐ γὰρ μόνον τῶν Ἀσσυρίων, καὶ τοῦ Σενναχηρεὶμ, καὶ τοῦ Ῥαψάκου διεσκέδασε τὰς βουλάς· καὶ τῆς οἰ‐ κείας βουλῆς τὴν δύναμιν καὶ τὴν ἀλήθειαν ἔδειξεν· ἀλλὰ καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν τὰς κατὰ | |
40 | τῶν ἀποστόλων ἐπαναστάσεις διέλυσε, καὶ τῆς οἰκείας δυνάμεως τὸ κράτος δῆλον πεποίηκεν ἅπασι· τοῦ‐ το γὰρ ὁ προφητικὸς ᾐνίξατο λόγος, εἰπών· «Λο‐ γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» Τῶν δύο γενεῶν ἡ μνήμη διδάσκει καὶ τὰ τηνι‐ | |
45 | καῦτα γενόμενα, καὶ τὰ μετὰ ταῦτα ἐσόμενα. ιβʹ. «Μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ· λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.» | |
Δεῖ, φησὶ, μακαρίζειν, οὐ τοὺς πλούτῳ κομῶντας, | 1097 | |
80.1100 | ἀλλὰ τοὺς τῷ Θεῷ πεποιθότας, καὶ τῆς παρ’ αὐτοῦ ῥοπῆς ἀπολαύοντας. Ἐκλεκτὸς δὲ λαὸς κληρονομία Θεοῦ προσαγορευόμενος, πάλαι μὲν ὁ Ἰουδαϊκὸς, μετὰ δὲ ταῦτα, ὁ ἐκ τῶν ἐθνῶν ἐκλεγεὶς, καὶ τῆς πίστεως | |
5 | τὰς ἀκτῖνας δεχόμενος. «Αἴτησαι γὰρ, φησὶ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατά‐ σχεσίν σου τὰ πέρατα τῆς γῆς. ιγʹ, ιδʹ. «Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου | |
10 | κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.» Ταῦτα καὶ ἐν τῷ τρίτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, τὴν αὐτὴν ποιούμενος πρόῤ‐ ῥησιν. Καὶ ἐπειδὴ εἶπεν ἐπέβλεψεν, ἵνα μή τις αὐτὸν ἀγνοεῖν οἰηθῇ τὰ παρὰ τῶν ἀνθρώπων τολμώ‐ | |
15 | μενα, εἰς καιρὸν ἐπήγαγεν· ιεʹ. «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐ‐ τῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.» Εἶπον, φησὶν, ἐπιβλέψαι τὸν τῶν ὅλων Θεὸν, οὐχ ὡς ἀγνοοῦντα καὶ μαθεῖν ἐφιέμενον, ἀλλ’ ὡς κρίνοντα καὶ δικά‐ | |
20 | ζοντα. Πῶς γὰρ οἷόν τε ἀγνοεῖν τῆς ψυχῆς τὰ κινή‐ ματα τὸν ταύτην πεποιηκότα; Τὰς καρδίας γὰρ ἐπὶ τοῦ λογικοῦ τέθεικεν. ιϛʹ, ιζʹ. «Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὑτοῦ. | |
25 | Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὑτοῦ οὐ σωθήσεται.» Δι’ αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐ δεῖ θαῤῥεῖν, οὐ ῥώμῃ σώματος, οὐκ ἀνδρείᾳ ψυχῆς, οὐχ ἵππων ὀξύτητι, οὐχ ὑπηκόων πλήθει· ἐν τούτοις γὰρ ἅπασιν ὁ Σενναχηρεὶμ | |
30 | πλουτῶν, οὐδὲν ἐντεῦθεν ἀπώνατο, ἀλλὰ τὴν παν‐ ωλεθρίαν ἐδέξατο· τί οὖν ποιητέον, ὑπόδειξον, ὦ προ‐ φῆτα. ιηʹ, ιθʹ. «Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φο‐ βουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. | |
35 | Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ δια‐ θρέψαι αὐτοὺς ἐν λιμῷ.» Ἁπάντων, φησὶ, τῶν ἀγα‐ θῶν πρόξενος ἡ εὐσέβεια· τὴν γὰρ θείαν προμή‐ θειαν ἐφέλκεται, αὕτη δὲ καὶ θάνατον τὸν ἐπιόντα κωλύει καὶ ἔνδειαν· χαρίζεται δὲ τῶν ἀγαθῶν | |
40 | τὴν φοράν· εἰκὸς δὲ ἐπὶ τῆς πολιορκίας ἐκείνης, ἐν σπάνει γενέσθαι τῶν ἀναγκαίων τοὺς καθειργμέ‐ νους, εἶτα τῷ τῶν πολεμίων ὀλέθρῳ καὶ ταύτης ἀπαλλαγῆναι τῆς συμφορᾶς. κʹ, καʹ. «Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ· | |
45 | ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν· καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.» Τοσούτων τοίνυν ἀγαθῶν ἀπολαύσαντες, βεβαίαν ἔχομεν εἰς τὸν Θεὸν τὴν ἐλπίδα· καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν | |
80.1100(50) | προσμενοῦμεν ἀεί· αὐτὸς γὰρ ἡμῖν καὶ τὴν παροῦ‐ | 1099 |
80.1101 | σαν θυμηδίαν δεδώρηται. Εἶτα εἰρηκὼς ὅτι ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν, ἱκετεύει λαβεῖν ἰσόμετρον τῇ ἐλπίδι τὸν ἔλεον. κβʹ. «Γένοιτο (γὰρ φησὶν), Κύριε, τὸ ἔλεός σου | |
5 | ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.» Παῤῥησίας δὲ μεγίστης ὁ λόγος, καὶ τοῖς καθ’ ἡμᾶς τολμηρός. Τίς γὰρ οὕτως ἤλπισεν, ὡς θαῤῥαλέως εἰπεῖν, Τῇ ἐμῇ ἐλπίδι τὸν ἔλεον μέτρησον; Τοῦτο μέντοι καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Δεσπότης ἐδίδαξεν· | |
10 | «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν·» καὶ τὴν ἐλπίδα τοίνυν τελείαν καὶ γνησίαν κτησώ‐ μεθα, καὶ τὸν ἄλλον βίον τῇ ἐλπίδι κατάλληλον, ἵνα ἔλεον πολὺν καρπωσώμεθα. ΕΡΜΗΝ. ΤΟΥ ΛΓʹ ΨΑΛΜΟΥ. | |
15 | αʹ. «Τῷ Δαβίδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὑτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν.» Τοῦ Σαοὺλ τὴν πικρὰν γνώμην καὶ βάσκανον θεασάμενος ὁ θεῖος Δαβὶδ, καὶ συμβούλῳ χρησάμενος τῷ θαυμασίῳ Ἰωνάθαν, ἀπέδρα, καὶ | |
20 | Νομβὰν τὴν πόλιν κατέλαβεν. Ἐκεῖ τοίνυν Ἀβιμέ‐ λεχ τῷ ἱερεῖ συγγενόμενος, ἔκρυψε τὴν φυγὴν, ἀπεστάλθαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως εἴς τινα χρείαν σπουδαίαν, καὶ ζητήσας ἄρτους, ἑτέρους μὲν οὐχ εὗρε, μόνους δὲ τοὺς τοῖς ἱερεῦσιν ἀπονενεμημέ‐ | |
25 | νους, καὶ τούτους ἔλαβεν, δεδωκότος τοῦ ἱερέως παρὰ τὸ δόγμα τοῦ νόμου. Μόνοις γὰρ τοῖς ἱερεῦσιν ἀπονενέμητο ἡ τοιαύτη τροφή· ἀλλ’ ὅμως προδι‐ εγράφη τῆς χάριτος τὰ μυστήρια, καὶ προανεῴγει τοῖς πιστεύουσι τῆς θείας φιλοτιμίας ἡ θύρα· οὐκ | |
30 | ἔτι γὰρ μόνοις τοῖς ἱερεῦσιν ἀφώρισται ἡ θεία τρο‐ φὴ, ἀλλὰ πρόκειται τοῖς βουλομένοις ἡ τῶν θείων μετάληψις. Ἔλαβε μέντοι κατ’ ἐκεῖνον τὸν καιρὸν ὁ μέγας Δαβὶδ καὶ τοῦ Γολιὰθ τὴν ῥομφαίαν, ἣν ὥσπερ ἀκροθίνιον ἐξ ἐκείνης τῆς παρατάξεως ἀν‐ | |
35 | έθηκε τῷ Θεῷ· Ἀβιμέλεχ δὲ τὸν Ἀβιάθαρ προσ‐ ηγόρευσε, ὡς διώνυμον. Ἐπειδὴ τοίνυν φεύγων, οὐκ ἐγνώρισε τῷ ἱερεῖ τὴν φυγὴν, ἀλλὰ βασιλικὴν ἔφη χρείαν ἐξανύειν τινὰ, ἠλλοιῶσθαι τὸ πρόσ‐ ωπον λέγεται, ὡς μὴ τῇ συνήθει χρησάμενος | |
40 | ἀληθείᾳ [ἕτερον δὲ πρόσωπον ἀντὶ τοῦ εἰωθότος ἀνειληφώς]. Τινὲς δὲ τῶν συγγραφέων ἑτέραν ἔδω‐ καν ὑπόθεσιν τῷ ψαλμῷ. Ἔφασαν γὰρ ἠλλοιωκέ‐ ναι τὸ πρόσωπον τὸν Δαβὶδ, ἡνίκα πρὸς τὸν Ἀγχοὺς εἰσελήλυθεν· εἶτα φοβηθεὶς τὰς τῶν ἀλλοφύλων | |
45 | ἐπιβουλὰς, κορυβαντιᾷν ἐσκήψατο, καὶ τούτῳ τῷ | 1101 |
80.1104 | τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ἀλλ’ οὐδεμίαν ἔχει πρὸς τήνδε τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ συμφωνίαν τὰ ῥήματα· ἁρμόττει δὲ τοῖς εἰρημένοις, ὡς αὐτίκα σὺν Θεῷ φάναι δειχθήσεται. | |
5 | βʹ. «Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· δια‐ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.» Καὶ φεύγων, φησὶ, καὶ διώκων, καὶ ἐν εὐκληρίᾳ καὶ δυσ‐ κληρίᾳ, τὸν ἐμὸν Δεσπότην ὑμνῶ. γʹ. «Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου.» | |
10 | Αὐτὸς ἐμὲ καὶ πεποίηκε περιφανῆ, καὶ ποιήσει περίβλεπτον. «Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. [δʹ]. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσω‐ μεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.» Οὐκ ἀνέχεται | |
15 | μόνος ὑφῆναι τὸν ὕμνον, ἀλλὰ τοὺς κοινωνοὺς τῆς πραότητος κοινωνοὺς ποιεῖται τῆς ὑμνῳδίας· εἶτα τῆς εὐχαριστίας ὑποδείκνυσι τὴν αἰτίαν εʹ. «Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.» | |
20 | Ἱκέτευσα, φησὶν, αὐτὸν, καὶ κρείττων ἐγενόμην τῶν συμφορῶν. ϛʹ. «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.» Ὁ γὰρ μετὰ πίστεως αὐτῷ προσιὼν, φωτὸς ἀκτῖνας δέχε‐ | |
25 | ται νοεροῦ. Οὕτω καὶ Μωσῆς ὁ μέγας τὸ ὁρώμε‐ νον πρόσωπον ἐδοξάσθη· τοῦτο καὶ ἤδη προείρηκεν ὁ Δαβίδ·» Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Οὕτω προτρέψας τοὺς ὁμοτρόπους, ἀρχέτυπον αὐτοῖς προτίθησιν | |
30 | ἑαυτόν. ζʹ. «Οὗτος ὁ πτωχὸς ἐκέκραξε· καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ· καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.» Μάθετε, φησὶν, ἐκ τῶν κατ’ ἐμὲ, θαῤῥεῖν τῷ τῶν ὅλων Θεῷ. Εὐτελῆ γὰρ ὄντα | |
35 | με καὶ προβατέα, τῆς οἰκείας προμηθείας ἠξίωσε, καὶ κρείττονα τῶν πολεμούντων ἀπέφηνεν. ηʹ. «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Τούτοις συμφωνεῖ καὶ τοῦ Ἀποστόλου τὰ ῥήματα· περὶ γὰρ | |
40 | τῶν ἀγγέλων οὕτω φησίν· «Οὐχὶ πάντες εἰσὶ λει‐ τουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Οὕτω καὶ ὁ μακάριος Ἰακὼβ προσευχόμενος ἔφη· «Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν.» | |
45 | Οὕτω καὶ ὁ πατριάρχης Ἀβραὰμ πρὸς τὸν θαυμά‐ σιον οἰκέτην ἔφη· «Κύριος ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὑτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.» Οὕτως ὁ μακάριος | |
λέγει Ζαχαρίας· «Ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.» | 1103 | |
80.1105 | θʹ. «Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἁνὴρ, ὃς ἐλπίζει ἐπ’ αὐτόν.» Εἰρηκὼς, «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε,» προ‐ τρέπει «καὶ γεύσασθε.» Τῇ πείρᾳ, φησὶ, μάθετε | |
5 | τὴν ἀγαθότητα τοῦ Δεσπότου· μακαρισμὸν γὰρ ἐντεῦθεν τρυγήσετε. Ἰστέον μέντοι ὡς τοῖς πάλαι Ἰουδαίοις ἡ εἰρημένη ἁρμόττει διάνοια. Ὁ δέ γε ἐν τῷ βάθει τοῦ γράμματος κρυπτόμενος νοῦς, τῶν θείων μυστηρίων τὴν χάριν αἰνίττεται. Διὰ γὰρ τοῦ | |
10 | παναγίου βαπτίσματος ὁ ἀληθὴς φωτισμὸς τοῖς προσιοῦσι προσγίνεται, καὶ τῆς ζωοποιοῦ τροφῆς ἡ γεῦσις τὴν ἀγαθότητα τοῦ Σωτῆρος δείκνυσιν ἐν‐ αργῶς. Τί γὰρ οὕτως αὐτοῦ σαφῶς τὴν φιλανθρω‐ πίαν ὑποδείκνυσιν, ὡς σταυρὸς, καὶ τὸ πάθος, | |
15 | καὶ ὁ ὑπὲρ ἡμῶν γενόμενος θάνατος, καὶ τὸ γενέ‐ σθαι τῶν οἰκείων προβάτων τροφὴν ὁμοῦ καὶ πηγήν· ιʹ, ιαʹ. «Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐ‐ τοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. | |
20 | Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦν‐ τες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγα‐ θοῦ.» Σύμφωνα δὲ καὶ ταῦτα τοῖς ἄνω ῥηθεῖσι· παραινεῖ γὰρ τοῖς ἤδη τὸν ἁγιασμὸν διὰ τοῦ βα‐ πτίσματος δεξαμένοις, φόβῳ τὴν ἀγάπην κεράσαι, | |
25 | καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν ἀναμένειν παρὰ μόνου Θεοῦ. Ὁ γὰρ πλοῦτος πολλὰς ἔχει μεταβο‐ λάς· καὶ ὁ σήμερον πλούσιος, εἰς πενίαν μετ’ ὀλίγον μετέπεσε. Καὶ Ἰουδαῖοι δὲ πάλαι τοῦ Θεοῦ τὴν κηδεμονίαν πλουτήσαντες, ἐπτώχευσαν [καὶ | |
30 | ἐπείνασαν ἀπιστήσαντες]. Τὰ δὲ πιστεύσαντα ἔθνη παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν τὴν ἀφθονίαν ἐδέξατο. ιβʹ, ιγʹ. «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;» Καὶ προτε‐ | |
35 | θεικὼς, οἷόν τι ἆθλον ἀξιέραστον, τὴν ζωὴν τὴν ἄλυπον, καὶ τὴν τριπόθητον, ἐπὶ τοὺς ἀγῶνας προ‐ τρέπει. ιδʹ, ιεʹ. «Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ | |
40 | κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Πρότερον ἀποτρέπει κακίας, εἶθ’ οὕτω τὰ εἴδη τῆς ἀρετῆς μετιέναι κελεύει· καὶ πρῶτον μὲν τὴν γλῶτταν, ὡς εὐόλισθον μόριον, καθαρεύειν παντὸς δόλου καὶ πονηρίας παρεγγυᾷ· | |
45 | τῇ γλώττῃ δὲ τὰ χείλη συνάπτει, ὡς καὶ αὐτὰ συνερ‐ γοῦντα τοῖς ἐκείνης κινήμασι. Δεύτερον τῆς κακίας ἀπαγορεύει τὴν πρᾶξιν· «Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ.» Εἶτα τὴν ἀγαθὴν ἐνέργειαν νομοθετεῖ· «Ποίησον γὰρ, φησὶν, ἀγαθόν.» Τί | |
80.1105(50) | δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν; «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Ὁ γὰρ εἰρηνικὸς εἰρήνην πρὸς | |
ἅπαντας ἀσπαζόμενος, οὔτε κρύβδην τὰ τοῦ πέλας | 1105 | |
80.1108 | ὑφαιρεῖται· οὐ μιαιφονίας κατατολμᾷ, οὐ γάμοις ἐπιβουλεύει, οὐ λέγει κακῶς, οὐ πράττει κακῶς· εὐεργετεῖ, προμηθεῖται, μεταδίδωσι, συνηγορεῖ, συγκινδυνεύει, συναγωνίζεται· τοιαύτη γὰρ ἡ εἰλι‐ | |
5 | κρινὴς ἀγάπη, καὶ γνησία φιλία. Εἶτα πάλιν δεί‐ κνυσι τὸν τούτων καρπόν. ιϛʹ. «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Ἐποπτεύονται γὰρ, φησὶν, οἱ ταῦτα δρῶντες ὑπὸ τοῦ Δεσπότου Θεοῦ, | |
10 | καὶ αἰτοῦντες ἀγαθὰ τυγχάνουσι τῶν αἰτήσεων. Ἔπειτα ἀπὸ τοῦ ἐναντίου τὰ εἰρημένα κρατύνει. ιζʹ. «Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.» Ὁρᾷ δὲ, φησὶ, καὶ τοὺς τἀναντία τολμῶντας, καὶ | |
15 | τῆς πανωλεθρίας κατ’ αὐτῶν ἐκφέρει τὴν ψῆφον. ιηʹ, ιθʹ. «Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν· καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμ‐ μένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύ‐ | |
20 | ματι σώσει.» Πάρεστι, φησὶ, τοῖς δικαίοις ὁ Δεσπό‐ της, καὶ τὰς τούτων ἀσμένως δέχεται προσευχάς· διαφερόντως δὲ κήδεται τῶν μετρίῳ φρονήματι κεχρημένων· τούτους γὰρ τῇ καρδίᾳ συντετριμ‐ μένους ἐκάλεσε. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει | |
25 | ψαλμῷ· «Καρδίαν συντετριμμένην καὶ τεταπει‐ νωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» κʹ, καʹ. «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος, Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συν‐ | |
30 | τριβήσεται.» Συγχωρεῖ μὲν γὰρ αὐτοὺς εἰς τὸ τῶν θλίψεων κατιέναι γυμνάσιον· ἐπαρκεῖ δὲ, καὶ κρείτ‐ τους ἀποφαίνει τῶν προσπιπτουσῶν συμφορῶν, κρα‐ τύνων αὐτῶν τοὺς λογισμοὺς, καὶ στεγανοὺς ἐργαζόμενος· ὀστᾶ γὰρ τοὺς λογισμοὺς ἀπεκά‐ | |
35 | λεσε· καθάπερ γὰρ ὑπὸ τῶν ὀστῶν, ὡς στερε‐ μνίων, τὸ λοιπὸν φέρεται σῶμα, οὕτω διὰ τῶν λογισμῶν ἡ ψυχὴ τὴν σωτηρίαν καρποῦται. κβʹ, κγʹ. «Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. Λυτρώ‐ | |
40 | σεται Κύριος ψυχὰς δούλων αὑτοῦ, καὶ οὐ μὴ πλημ‐ μελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν.» Οἱ μὲν οὖν τῆς ἀρετῆς ἐρασταὶ τοσούτων ἀγαθῶν ἀπολαύσουσιν. Οἱ δὲ πονηρίᾳ συζῶντες προσφυᾶ δέ‐ ξονται τὴν τελευτὴν τῇ ζωῇ, καὶ πονηρᾶς βιοτῆς | |
45 | πονηρὸν ἔσται τὸ τέλος. Οἱ δὲ τοῦ Θεοῦ τὴν θερα‐ πείαν ἑλόμενοι, καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κτησάμενοι, τῆς παρ’ αὐτοῦ τεύξονται σωτηρίας· ἅτε δὴ πλημ‐ μελῆσαι παντελῶς εἰς τοὺς ὑπ’ αὐτοῦ τεθέντας οὐκ | |
ἀνασχόμενοι νόμους. | 1107 | |
80.1109 | ΕΡΜΗΝ. ΤΟΥ ΛΔʹ ΨΑΛΜΟΥ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ τοῦτον ὡσαύτως τὸν ψαλμὸν εἴρηκεν ὁ μακάριος Δαβὶδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος· μέμνηται δὲ καὶ τῆς τοῦ Δωὴκ πονη‐ | |
5 | ρίας. Αὐτὸς γὰρ ἐμήνυσε τῷ Σαοὺλ τὰ κατὰ τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πρόξενος τῆς πολλῆς ἐκείνης μιαιφονίας ἐγένετο· μέμνηται δὲ καὶ τῶν Ζιφαίων, καὶ τῶν ἄλλων, οἳ τῷ Σαοὺλ τὸν Δαβὶδ κατεμήνυον, ὡς αὐτὰ διδάξει τὰ ῥήματα. | |
10 | αʹ. «Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέ‐ μησον τοὺς πολεμοῦντάς με.» Καλὴ τῶν εἰρημένων ἡ τάξις, καὶ τῇ τοῦ δικαίου πρέπουσα εὐχῇ. ᾜτησε γὰρ πρότερον δικάσαι τὸν τῶν ὅλων Θεὸν, εἶθ’ οὕτως ἐπαγαγεῖν τῆς τιμωρίας τὴν ψῆφον. | |
15 | βʹ, γʹ. «Ἐπιλαβοῦ ὅπλου, καὶ θυρεοῦ, καὶ ἀνά‐ στηθι εἰς τὴν βοήθειάν μου. Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με.» Πολέμου μνημονεύσας, ἀναγκαίως καὶ τῶν ὅπλων τὰ εἴδη προστέθεικε, τῷ σχήματι τῆς πανοπλίας | |
20 | ἐκδειματῶν τοὺς πονηρίᾳ συζῶντας. Οὐδὲ γὰρ τοσούτοις ὅπλοις ἐκέχρητο ὁ Θεὸς κολάζων τοὺς ἀδικοῦντας· ἀρκεῖ δὲ αὐτῷ λόγος εἰς τιμωρίαν ἐσχάτην. «Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ.» Ἀρκεῖ μοι ὁ σὸς λόγος εἰς σωτηρίαν. | |
25 | Ἐπειδὴ γὰρ ὅπλων ὁ προφήτης ἐμνημόνευσεν, εἰκότως ἐδίδαξεν, ὡς οὐ χρῄζει τοιούτων ὑπουρ‐ γῶν ὁ Θεὸς, ἀλλὰ λόγῳ μόνῳ κἀκείνους κολά‐ ζει, καὶ τούτους εὐεργετεῖ. δʹ. «Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζη‐ | |
30 | τοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.» Διαμάρτωσι, φησὶν, ὧν τυρεύουσι, καὶ γένηται αὐτοῖς αἰσχύνη τῆς πονηρίας ἐπι‐ καρπία. | |
35 | εʹ. «Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς.» Τοῦτο καὶ ἐν τῷ πρώτῳ ψαλμῷ τέθεικεν· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ’ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» | |
40 | ϛʹ. «Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος, καὶ ὀλί‐ σθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς.» Τρέψον αὐτοὺς εἰς φυγὴν, τοῖς ἀοράτοις ἀγγέλοις ἐπιτρέπων τὴν δίωξιν. Οὕτως εὑρίσκομεν καὶ τοὺς Ἀσσυρίους ὑπ’ ἀγγέλου ἀναιρεθέντας, καὶ τῶν | |
45 | Αἰγυπτίων τὰ πρωτότοκα ὁ ὀλοθρευτὴς διέφθειρε. Σκότος δὲ καὶ ὀλίσθημα τὴν κατάπτωσιν λέγει. Οἵ τε γὰρ προσπταίοντες, καὶ οἱ τὸν ὄλισθον ὑπο‐ μένοντες, καταπίπτουσιν. Καὶ δεικνὺς τῆς εὐχῆς | |
τὸ δίκαιον, ἐπάγει· | 1109 | |
80.1112 | ζʹ. «Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγί‐ δος αὑτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου.» Ἀδίκοις γὰρ, φησὶν, ἐπιβουλαῖς κέχρηνται κατ’ ἐμοῦ. Τὸ δὲ ὠνείδισαν, ὑπώρυξαν ὁ Σύμμαχος | |
5 | εἴρηκεν. Αἰνίττεται δὲ τὸν κρύβδην κατασκευαζό‐ μενον ὄλεθρον. ηʹ. Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει καὶ ἡ θήρα ἢν ἔκρυψε συλλαβέτω αὐτόν· καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.» Οἷς κατασκευάζουσι, | |
10 | φησὶ, περιπέσοιεν, καὶ τοῖς οἰκείοις δικτύοις ἐμ‐ πέσοιεν· ἀπροσδόκητον ὑπομείναιεν θήραν τοῦτο γὰρ εἶπε, «παγὶς ἢν οὐ γινώσκει.» θʹ, ιʹ. «Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυ‐ ρίῳ· τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ | |
15 | ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;» Ἐγὼ δὲ καὶ θυμηδίαν καὶ εὐφροσύνην ἐπὶ τοῖς σοῖς ἀγαθοῖς καρπώσομαι, Δέσποτα, καὶ διὰ πάντων μου τῶν μορίων μόνον σε εἶναι βοήσω Θεόν. Τὸ γὰρ, «Τίς ὅμοιός σοι;» τοῦτο δηλοῖ, ὅτι Μόνος ὑπάρ‐ | |
20 | χεις Θεὸς, κατὰ πάντων ἔχων τὸ κράτος. «Ῥυό‐ μενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.» Οὐκ ἐᾷς γὰρ ὑπὸ τῶν δυνατωτέρων πολιορκεῖσθαι τοὺς πενεστέρους· ἀλλὰ κἀκείνους ἄγχεις, καὶ τού‐ | |
25 | τοις ἐπαμύνεις. ιαʹ. «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἠρώτων με.» Συκοφαντίαν, φησὶν, ὑπ‐ έμεινα, ἃ μηδὲ ἐλογισάμην, κατηγορούμενος. Ἐπειδὴ γὰρ ὑπὸ τοῦ φθόνου βαλλόμενος ὁ Σαοὺλ, τυραννή‐ | |
30 | σειν αὐτὸν ὑπώπτευε, καὶ τούτου χάριν πολεμῶν διετέλει· χώραν λαβόντες οἱ βασκαίνοντες, τὰς κατ’ αὐτοῦ συκοφαντίας οὐκ ἔληγον ῥάπτοντες. Τούτους μάρτυρας ὀνομάζει ψευδεῖς. Ἐκ τούτων ἦν ὁ Δωὴκ, ἐκ τούτων οἱ Ζιφαῖοι, καὶ ἕτεροι πρὸς τούτοις | |
35 | πολλοί. ιβʹ. «Ἀνταπεδίδουν μοι πονηρὰ ἀντὶ τῶν ἀγα‐ θῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.» Ἐγὼ μὲν γὰρ τὸν Γολιὰθ ἀνεῖλον θρασυνόμενον, καὶ κατὰ παντὸς νεανιευόμενον τοῦ λαοῦ, καὶ ἀλλοφύλους | |
40 | κατηγωνισάμην πολλάκις, καὶ τοῖς πνευματικοῖς κρούμασι τῆς δαιμονικῆς αὐτὸν ἠλευθέρουν μα‐ νίας· αὐτὸς δέ μοι πολεμῶν οὐ παύεται, θανάτῳ παραδοῦναι καὶ λήθῃ βουλόμενος. Ἀτεκνίαν γὰρ τὴν λήθην ὠνόμασεν, ὡς διὰ τῶν παίδων φυλατ‐ | |
45 | τομένης τῆς μνήμης. Διὸ δὲ καὶ ὁ τῶν ὅλων Θεὸς | 1111 |
80.1113 | διὰ Ἡσαΐου τοῦ προφήτου φησί· «Μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν· ὅτι τάδε λέγει Κύριος τοῖς εὐνούχοις τοῖς ἐκλεγομένοις· Ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, ἐν τῷ τείχει | |
5 | μου τόπον θαυμαστὸν, καὶ ὄνομα ἀγαθὸν, κρεῖττον υἱῶν καὶ θυγατέρων.» ιγʹ. «Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου | |
10 | ἀποστραφήσεται.» Ἐντεῦθεν παιδευόμεθα πῶς δεῖ λύειν τὰς συμφοράς· σάκκον γὰρ, φησὶν, ἀμπεχό‐ μενος, καὶ νηστείᾳ κατατηκόμενος, τῷ Θεῷ τὴν ἱκετηρίαν προσέφερον· καὶ ἐδεχόμην τῆς αἰτή‐ σεως τοὺς καρπούς. «Τὸ γὰρ, «Καὶ ἡ προσευχή μου | |
15 | εἰς κόλπον μου ἀποστραφήσεται,» τοῦτο σημαίνει ἀντὶ τοῦ, Προσευχόμενος ἐδεχόμην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. ιδʹ. «Ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως | |
20 | ἐταπεινούμην.» Πᾶσαν αὐτῷ, φησὶ, θεραπείαν, ὡς ἀδελφῷ γνησίῳ προσέφερον, καὶ ἀσχάλλοντος καὶ πενθοῦντος ἐμιμούμην ταπείνωσιν, οὐκ ἀνασχό‐ μενος μεγαφρονεῖν ἐπὶ τοῖς κατορθώμασι. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. Τοῦ γὰρ Σαοὺλ εἰρηκότος | |
25 | ἐκεῖ, «Σὺ τέκνον Δαβίδ; ἀπεκρίνατο λέγων· Δοῦλος σὸς, κύριέ μου βασιλεῦ.» Καὶ πάλιν· «Ἵνα τί διώκει ὁ κύριός μου ὁ βασιλεὺς ὀπίσω κυνὸς τεθνη‐ κότος, καὶ ὀπίσω ψύλλου ἑνός;» ιεʹ. «Καὶ κατ’ ἐμοῦ ηὐφράνθησαν, καὶ συν‐ | |
30 | ήχθησαν· συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων.» Αὐτοὶ δὲ μετὰ πλήθους ἐπῄεσαν, ἀνελεῖν με προσδοκῶντες, καὶ ἐξαπιναίως προσέβαλλον, ἑλεῖν ἀγνοοῦντα πειρώμενοι. Τὸ γὰρ, «Συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων,» οὕτως ἡρμήνευ‐ | |
35 | σεν ὁ Σύμμαχος, Συνήγοντο κατ’ ἐμοῦ πλῆ‐ κται, καὶ οὐκ ᾔδειν. «Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν.» Καὶ διαμαρτόντες, φησὶ, τῆς ἐλπί‐ δος, καὶ σκεδασθέντες, οὐ μετεμελήθησαν ἐφ’ οἷς κακῶς ἐβουλεύσαντο· ἀλλ’ αὖθις τοῖς αὐτοῖς | |
40 | ἐπεχείρησαν. ιϛʹ. «Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυ‐ | |
κτηρισμῷ, ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.» | 1113 | |
80.1116 | Διὰ πάσης, φησὶν, ὥδευσαν πείρας, τὸν οἰκεῖον θυ‐ μὸν ἐμπλῆσαι βουλόμενοι· ποτὲ μὲν γὰρ ἀπατηλοῖς χρώμενοι λόγοις ἀγρεύειν ἐπειρῶντο, ποτὲ δὲ λεόν‐ τειον ἐβρύχοντο φονῶντες. | |
5 | ιζʹ. «Κύριε, πότε ἐπόψῃ;» Τοῦτο δὲ οὐκ ἐγκαλῶν εἶπεν, ἀλλὰ ποθῶν τὴν βοήθειαν. Πότε, φησὶν, ἐπι‐ φαίνῃ, καὶ ἐπαμύνεις ἠδικημένῳ; ιηʹ. «Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν.» Κρείττονά μου τὴν ψυχὴν | |
10 | τῶν μηχανημάτων αὐτῶν ἀπόφηνον. «Ῥῦσαι ἀπὸ λεόντων τὴν μονογενῆ μου.» Εἰρηκὼς ἄνω, «Ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν·» ἴδιος δὲ τῶν λεόντων ὁ βρυχμός· εἰκότως αὐτοὺς καὶ λέον‐ τας προσηγόρευσε, τὸ ὠμοβόρον καὶ θηριῶδες | |
15 | ἐξελέγχων τῆς γνώμης. Τὴν μονογενῆ δέ μου ὁ Σύμμαχος τὴν μονότητά μου εἴρηκεν, ἀντὶ τοῦ, τὴν πάσης ἀνθρωπίνης ἔρημον βοηθείας. ιθʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλη‐ σίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.» Τὸ δὲ «ἐν λαῷ | |
20 | βαρεῖ,» ὁ Σύμμαχος ἐν λαῷ παμπληθεῖ εἴ‐ ρηκε. Πρόῤῥησις δὲ ἦν αὕτη, καὶ πρόῤῥησις δεξα‐ μένη τέλος. Ἐν πάσῃ γὰρ γῇ καὶ θαλάσσῃ ὑμνεῖ τὸν Θεὸν καὶ διὰ τῶν πεπιστευκότων ὁ θεῖος Δα‐ βίδ· Ἐκκλησίαν γὰρ πολλὴν, καὶ παμπληθῆ λαὸν | |
25 | τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας καλεῖ. κʹ. «Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως· οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς» Ἐνταῦθα πάλιν τῶν Σαοὺλ παροξυ‐ νόντων ἐποιήσατο μνήμην, ὡς φιλίαν μὲν ὑποκρινο‐ | |
30 | μένων, τὰ πολεμίων δὲ δρώντων. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς σαφέστερον εἴρηκεν. καʹ. «Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν· καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο.» Φιλικοῖς γὰρ χρώμενοι λόγοις, ὡς ἐν γῇ τινι κρύπτειν τὴν | |
35 | ὀργὴν ἐπειρῶντο, δόλου πλήρη τὴν διάνοιαν ἔχον‐ τες. κβʹ. «Καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.» Θεα‐ σάμενοι δέ με τῆς ἐπιβουλῆς αἰσθόμενον, ἐγύμνω‐ | |
40 | σαν λοιπὸν τὴν κεκρυμμένην δυσμένειαν, μετὰ φωνῆς ἐφηδόμενοι ταῖς ἐμαῖς συμφοραῖς. κγʹ, κδʹ. «Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός | |
45 | μου, εἰς τὴν δίκην μου.» Κριτὴς εἶ, Δέσποτα, ἐφ‐ | 1115 |
80.1117 | ορᾷς ἅπαντα, καὶ οὐδέν σου διαφεύγει τὴν ἐποψίαν· μὴ παρίδῃς τὰ πεπραγμένα, μηδὲ τῆς σῆς με προ‐ νοίας ἔρημον καταστήσῃς· ἀλλὰ δίκασον, καὶ δὸς τὴν ψῆφον ταχέως. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα | |
5 | δηλοῖ. κεʹ, κϛʹ. «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύ‐ νην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθροί μου. Μὴ εἴποισαν ἐν καρδίαις αὑτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν, μηδὲ εἴποιεν· | |
10 | Κατεπίομεν αὐτόν.» Εἰ γὰρ ἀναβάλῃ τὴν δί‐ κην, ὦ Δέσποτα, ἐπιτωθάσουσι πάλιν ἐκεῖνοι, καὶ πρόφασιν θυμηδίας τὰς ἐμὰς ὀδύνας ποιήσονται, καὶ οἰκείαν εὐημερίαν ἡγήσονται τὴν ἐμὴν δυσ‐ κληρίαν. | |
15 | κζʹ. «Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰ‐ σχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ’ ἐμέ.» Κατάλληλος ἡ αἰσχύνη τοῖς ἐπικερτομοῦσι τοῖς πέλας· διὸ τοῖς ἀλαζόσι καὶ μεγαλοῤῥήμοσι | |
20 | ταύτην ὁ προφήτης ἐπηύξατο. κηʹ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.» Ἀγαλλόμενοι δὲ | |
25 | καὶ χαίροντες διατελέσοιεν οἱ τὰ ἀγαθά μοι βου‐ λόμενοι, καὶ τῆς εἰρήνης τῆς ἐμῆς ἐφιέμενοι, καὶ ταύτης τυχόντα θεασάμενοι, σὲ τὸν Δεσπότην ὑμνή‐ σαιεν. κθʹ. «Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιο‐ | |
30 | σύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.» Ἐγὼ δὲ τῆς σῆς προνοίας ἀπολαύσας, νύκτωρ καὶ μεθ’ ἡμέραν τὰς σὰς ἐντολὰς μελέτην ποιήσομαι, καὶ διηνεκῶς σου τὰς εὐεργεσίας ὑμνήσω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, πᾶσαν ἡμέραν ὁ Σύμμαχος εἴ‐ | |
35 | ρηκε, τὸ διηνεκὲς διὰ τούτων σημαίνων. Ὁ μὲν οὖν ψαλμὸς τοῦτο ἔσχε τὸ τέλος. Παρακαλῶ δὲ τοὺς ἐν‐ τευξομένους, μηδὲ μίαν βλάβην ἐκ τῆς τοῦ δικαίου δέξασθαι προσευχῆς, μηδὲ πρόφασιν εἰς τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐντεῦθεν κομίζεσθαι· συν‐ | |
40 | ιδεῖν δὲ, ὡς νομικὴν πολιτείαν, οὐκ εὐαγγελικὴν ὁ προφήτης μετῄει. Ὁ δὲ νόμος διαγορεύει ἀγαπῆσαι τὸν πλησίον, καὶ τὸν ἐχθρὸν μισῆσαι. Ὁ δὲ Δεσπότης Χριστὸς τὴν τελειοτάτην δεικνὺς ἀρετὴν, ἔφη, «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Ἀγαπήσεις | |
45 | τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλο‐ | |
γεῖτε τοὺς διώκοντας ὑμᾶς.» Συνῳδὰ δὲ τού‐ | 1117 | |
80.1120 | τοις καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.» Εἰς ταύτην τοίνυν τὴν διαφορὰν ἀποβλέποντες, γνῶτε τί μὲν ἁρμόττει τῷ νόμῳ, τί δὲ τῇ χάριτι. Ἄλλως τε δὲ καὶ ὁ μακάριος Δαβὶδ | |
5 | οὐκ ἐπαρώμενος ταῦτα ἔλεγεν, ἀλλὰ προφητικῶς προὔλεγε τὰ πάντως ἐσόμενα. Ὅτι δὲ καὶ αὐτὸς κατὰ τὴν εὐαγγελικὴν νομοθεσίαν οὐκ ἠμύνατο τοὺς ἀδικοῦντας, ἀκούσατε αὐτοῦ λέγοντος· «Εἰ ἀνταπ‐ έδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα | |
10 | ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπα‐ τήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.» Καὶ οὐκ εἶπε μὲν ταῦτα, οὐκ ἔπραξε δέ· τοῖς γὰρ λόγοις τὸ πέρας | |
15 | ἐπέθηκε, καὶ σαφέστερα τῶν ῥημάτων τὰ πράγ‐ ματα. Δὶς μὲν γὰρ ὑποχείριον λαβὼν τὸν πολέμιον, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουληθέντας ἐκώλυσεν· ἐν πολέμῳ δὲ πεσόντα πι‐ κρῶς ὠλοφύρατο, καὶ τὸν μεμηνυκότα τὸν θάνα‐ | |
20 | τον, ὡς ἐφηδόμενον καὶ ἀνῃρηκέναι νεανιευσάμενον, τῷ θανάτῳ παρέπεμψε. Ταῦτα δὲ διεξελθεῖν ἠναγκά‐ σθην διὰ τοὺς ἐπαρωμένους, καὶ τὸν θεῖον Δαβὶδ εἰς μέσον παράγοντας, ἵνα τὴν μεγίστην τοῦ Δαβὶδ φι‐ λοσοφίαν ἀρχέτυπον ἔχωσιν ὠφελείας. | |
25 | ΕΡΜΗΝ. ΤΟΥ ΛΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου, τῷ Δαβίδ.» Ἡνίκα τὸν Σαοὺλ ὁ θεῖος Δαβὶδ λαβὼν ὑποχείριον, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν πειραθέντας ἐκώλυσεν, ἡμέρας γενομένης, ἐπί τινος | |
30 | ἀκρωρείας γενόμενος, ἐπιμέμφεται τῷ Σαούλ· καὶ τῆς δυσμενείας ἐλέγχει τὸ ἄδικον· διδάσκων ὡς καθ‐ εύδοντα νύκτωρ εὑρὼν, οὐχ ὡς πολέμιον ἀνεῖλεν, ἀλλ’ ὡς εὐεργέτην διέσωσε· καὶ δείκνυσι τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ τὸ δόρυ, ὅπερ | |
35 | εἰς ἀπόδειξιν εἰλήφει τῆς τῶν ῥημάτων ἀληθείας. Πρὸς ταῦτα ὁ Σαοὺλ ἀπεκρίνατο, ῥήμασι χρησάμενος κε‐ χρωσμένοις εὐνοίᾳ, καὶ τὸ τῆς φιλίας προσωπεῖον περικειμένοις. Προστέθεικε δὲ τοῖς λόγοις καὶ ὅρ‐ κους, σκηψάμενος μεταμέλειαν. Τηνικαῦτα τοίνυν | |
40 | τὸν ψαλμὸν τοῦτον ὁ μακάριος ἔφη Δαβὶδ, κατ‐ ηγορίαν ποιούμενος τῶν πονηρίᾳ συζώντων, καὶ τὴν διὰ πάντων διήκουσαν τοῦ Θεοῦ προμήθειαν ἀνακη‐ ρύττων· ἀνέμιξε δὲ καὶ θεολογίαν τοῖς λόγοις καὶ προφητείαν· οὗ δὴ χάριν καὶ ἡ ἐπιγραφὴ εἰς τὸ τέ‐ | |
45 | λος παραπέμπει τὸν ἐντυγχάνοντα. βʹ. «Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυ‐ τῷ.» Οἴεται, φησὶν, ὁ κακίᾳ συντεθραμμένος, μη‐ δένα θεωρεῖν τῆς ψυχῆς αὐτοῦ τὰ κεκρυμμένα βου‐ λεύματα. Τὸ γὰρ, φησὶν, ἀντὶ τοῦ ἡγεῖται καὶ | |
80.1120(50) | ὑπολαμβάνει τέθεικεν. Οὐκ ἔστι φόβος Θεοῦ ἀπ‐ | 1119 |
80.1121 | έναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Αἴτιον δὲ τῆς τοιαύ‐ της ἀναλγησίας, τὸ μὴ δεδιέναι τὸν πάντα ἐφορῶντα Δεσπότην. γʹ. «Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν | |
5 | ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.» [Οὕτω, φησὶν, ἑαυ‐ τὸν διέτρεψεν, καὶ τὸν φόβον τοῦ Θεοῦ τῶν ἑαυτοῦ ἀπέῤῥιψεν ὀφθαλμῶν, ὡς τὴν ἀνομίαν αὐτοῦ προ‐ φανῆ τυγχάνουσαν καὶ πᾶσιν ὁρᾶσθαι καὶ εὑρίσκε‐ σθαι καὶ διὰ τοῦτο μίσους ἀξίαν εἶναι. Ἀκάμπτως | |
10 | ἐξέδωκεν ἑαυτὸν τῇ ἀνομίᾳ.] Ἑκὼν δὲ ταύτην ἔχει τὴν ἄγνοιαν, ὡς μὴ βουλόμενος λογιστεῦσαι τὰ πεπραγμένα, καὶ μισῆσαι κακῶς πεπραγ‐ μένα. δʹ, εʹ. «Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία | |
15 | καὶ δόλος· οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. Ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὑτοῦ, παρ‐ έστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ· κακίᾳ δὲ οὐ προσώχθι‐ σεν.» Λόγοις μὲν γὰρ κέχρηται τῆς ἀληθείας γε‐ γυμνωμένοις, καὶ δόλῳ συμπεπλεγμένοις· συνιδεῖν | |
20 | δὲ τὸ πρέπον οὐ βούλεται, ἀλλὰ καὶ νύκτωρ πονη‐ ρὰ τυρεύει τῷ πέλας, καὶ μεθ’ ἡμέραν πληροῦν ἐπιχειρεῖ τὰ βουλεύματα. Τούτου δὲ αἴτιον, τὸ μὴ βδελύττεσθαι αὐτὸν, καὶ παντελῶς ἀποστρέφεσθαι τῆς πονηρίας τὰ εἴδη. Τὸ γὰρ, κακίᾳ οὐ προσ‐ | |
25 | ώχθισεν, ἀντὶ τοῦ οὐκ ἐβδελύξατο, τέθεικεν. Καὶ γὰρ τὰ εἴδωλα ποτὲ μὲν βδελύγματα, ποτὲ δὲ προσ‐ οχθίσματα ἡ θεία προσαγορεύει Γραφή. Τοῦτο δὲ ὁ Ἀκύλας, οὐκ ἀπέῤῥιψεν ἡρμήνευσεν· [ὁ δὲ Σύμ‐ μαχος, οὐκ ἀπεδοκίμασεν·] ὁ δὲ Θεοδοτίων, οὐκ | |
30 | ἀπώσατο. ϛʹ, ζʹ. «Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Καὶ ἡ δικαιοσύνη σου, ὡς ὄρη Θεοῦ.» Ἐκεῖνοι μὲν οὖν, ὡς μηδενὸς ἐφ‐ ορῶντος, τοιαῦτα πράττειν ἐπιχειροῦσι· σὺ δὲ, | |
35 | Δέσποτα, καὶ ἔλεον ἔχεις ἀμέτρητον, καὶ ἀλήθειαν ἀστάθμητον, καὶ δικαιοσύνην ὄρεσι παραβαλλομένην μεγίστοις· χωρεῖ δέ σου καὶ μέχρι τῶν ἀνθρώπων ἡ ἀλήθεια, διὰ τῶν προφητῶν, οἷον διά τινων νεφελῶν, τὸν σωτήριον αὐτοῖς ὑετὸν χορηγοῦσα. «Τὰ κρίματά | |
40 | σου ἄβυσσος πολλή.» Τοσαύτην δὲ ἔχων ἀλήθειαν καὶ δικαιοσύνην, τίνος ἕνεκα μακροθυμεῖς, ἀγνοῶ· τὸ τῆς ἀβύσσου ἀθεώρητον μιμεῖταί σου τὰ κρί‐ ματα. Καθάπερ γὰρ ἐκείνης ἀνθρώποις ἀθεώρητος ὁ | |
βυθὸς, οὕτως ἀνέφικτος τῶν σῶν κριμάτων ἡ κατα‐ | 1121 | |
80.1124 | νόησις· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Καὶ τί τούτου τὸ αἴτιον; ηʹ. «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός.» Μέχρι γὰρ καὶ τῶν κτηνῶν ἡ σὴ διήκει φιλανθρωπία, | |
5 | καὶ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τὰ διὰ τὸν ἄν‐ θρωπον γεγενημένα τρέφεις, τοὺς ἀνθρώπους καὶ διὰ τούτων εὐεργετῶν. «Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν.» Πρόῤῥησιν ὁ λόγος ἔχει τῆς μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆ‐ | |
10 | ρος ἡμῶν γεγενημένης μεταβολῆς. Οὐ γὰρ εἶπεν ἤλπισαν, ἀλλὰ ἐλπιοῦσιν. θʹ. «Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, καὶ χειμάῤῥους τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Καταφεύξεται δὲ πρὸς σὲ τῶν ἀνθρώπων | |
15 | ἡ φύσις, ἀναβλαστάνουσαν ἐν τῷ οἴκῳ σου τῶν ἀγαθῶν τὴν φορὰν θεωροῦσα. Αἰνίττεται δὲ διὰ τού‐ των, οὐ μόνον τῆς θείας διδασκαλίας τὰ νάματα, ἀλλὰ καὶ τῆς μυστικῆς τροφῆς τὴν ἀπόλαυσιν· χει‐ μάῤῥῳ δὲ τῶν τοσούτων ἀγαθῶν τὴν χορηγίαν | |
20 | ἀπείκασε· πρῶτον μὲν διὰ τὸ μὴ ἐξ ἀρχῆς ταύτην τοῖς ἀνθρώποις δοθῆναι· ἔπειτα μέντοι καὶ προτρέ‐ πων πάντας ἀνθρώπους προσελθεῖν καὶ πιεῖν, ὡς τοῦ ποταμοῦ οὐκ ἀεννάου ὄντος, ἀλλὰ χειμάῤῥου, καὶ πρὸς καιρὸν φερομένου. Οἱ γὰρ κατὰ τὸν παρ‐ | |
25 | όντα καιρὸν μὴ προσιόντες, μετὰ τὴν ἐντεῦθεν ἐκ‐ δημίαν τῶν ἱερῶν ναμάτων οὐκ ἀπολαύσονται. Καὶ δεικνὺς ὡς φύσει μὲν ἀένναός ἐστι τῶν ἀγαθῶν ἡ φορὰ, χειμάῤῥους δὲ πρὸς τὰς οἰκονομίας γίνεται, εἰς καιρὸν ἐπήγαγεν· | |
30 | ιʹ. «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.» Ἐνταῦθα δὲ σαφῶς ἡμῖν ἀποκαλύπτει τὸ τῆς ἁγίας Τριάδος μυστήριον. Πηγὴν γὰρ ζωῆς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὠνό‐ μασεν. Οὕτω γὰρ καὶ αὐτὸς ἑαυτὸν διὰ Ἱερεμίου τοῦ προφήτου καλεῖ· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος | |
35 | ζωῆς, καὶ ἐπορεύθησαν, καὶ ὤρυξαν ἑαυτοῖς λάκ‐ κους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συ‐ σχεῖν.» Λέγει τοίνυν τὴν πηγὴν ταύτην παρὰ τῷ Πατρὶ εἶναι, κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν τὴν λέγουσαν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν | |
40 | ἐμοί.» —«Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὑπὸ γὰρ τοῦ παναγίου Πνεύματος φωτιζόμενοι τὰς τοῦ Μονογενοῦς σου θεωροῦμεν ἀκτῖνας. «Οὐδεὶς γὰρ, φησὶ, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύ‐ ματι ἁγίῳ.» Καί· «Ἡμῖν ὁ Θεὸς ἀπεκάλυψε διὰ | |
45 | τοῦ Πνεύματος αὑτοῦ.» Μεμαθήκαμεν τοίνυν ἀκρι‐ βῶς διὰ τῶν προφητικῶν λόγων τὰς τρεῖς τῆς μιᾶς | |
θεότητος ἰδιότητας. | 1123 | |
80.1125 | ιαʹ. «Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε· καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.» Τοιγάρτοι διηνεκῶς τῆς ἡμέρου σου καὶ δικαίας με‐ τάδος κηδεμονίας, τῆς θεογνωσίας ἠξιωμένοις, καὶ | |
5 | ἀγαθὰ πράττειν προαιρουμένοις. Ἀμφότερα γὰρ περὶ τῶν αὐτῶν εἴρηκε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τῇ διαιρέσει χρησάμενος. Οὐ γὰρ ἄλλους λέγει τοὺς εἰ‐ δότας αὐτὸν, ἄλλους δὲ τοὺς εὐθεῖς τῇ καρδίᾳ, οὐδὲ τοῖς μὲν τὸν ἔλεον, τοῖς δὲ τὴν δικαιοσύνην ἐξ‐ | |
10 | ῄτησεν· ἀλλὰ τὴν τελείαν ἀρετὴν ἐν ἀληθέσι δόγ‐ μασι καὶ πράγμασιν ἀγαθοῖς ὁρισάμενος, τοῖς ταύτην κεκτημένοις τὸν ἔλεον καὶ τὴν δικαιοσύνην ἐπήγγειλεν. ιβʹ, ιγʹ. «Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ | |
15 | χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσῃ με. Ἐκεῖ ἔπεσον πάν‐ τες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι.» Τὸ «Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅπου πίπτουσιν οἱ ἐργαζόμενοι τὴν | |
20 | ἀνομίαν, ὠθοῦνται καὶ οὐ δυνήσονται στῆναι. Αἰτεῖ δὲ ὁ προφήτης τῆς φύσεως τὰ μέτρα φυλάττειν, καὶ τῆς εὐθείας ὁδοῦ μὴ παρατραπῆναι ταῖς τῶν παρανόμων ἐπιβουλαῖς· ἅτε δὴ γινώσκων τῆς ἐναν‐ τίας ὁδοῦ τὸ τέλος. Οἱ γὰρ εἰς ἐκεῖνο, φησὶ, καταπί‐ | |
25 | πτοντες, ἀναστῆναι λοιπὸν καὶ εἰς τὴν ἑτέραν δρα‐ μεῖν οὐ δυνήσονται. Τούτοις ἔοικε τὰ εἰρημένα ἐν τῷ ἕκτῳ ψαλμῷ· «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι;» | |
30 | ΕΡΜΗΝ. ΤΟΥ Λϛʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ. Μὴ παραζήλου ἐν πονη‐ ρευομένοις· μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνο‐ μίαν.» Τῇ πείρᾳ μαθὼν ὁ θεῖος Δαβὶδ, ὅσων ἀγαθῶν πρόξενος ἡ πραότης, καὶ ὅτι τῶν ἀδικίᾳ συζώντων | |
35 | καὶ ἀλαζονείᾳ χρωμένων, τὸ τέλος ἀνιαρὸν καὶ τῷ βίῳ κατάλληλον· ἐμεμαθήκει δὲ ταῦτα ἔκ τε τῶν κατὰ τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τῶν ἄλλων, ὅσοι τούτων δεδράκασι παραπλήσια· παραίνεσιν εἰσ‐ φέρει πᾶσιν ἀνθρώποις· φέρειν μὲν καλῶς παρα‐ | |
40 | καλῶν τὰ προσπίπτοντα λυπηρὰ, τὰς δὲ τῶν πονηρῶν ἀνθρώπων εὐημερίας καὶ εὐπραξίας μὴ μακαρίας νομίζειν, ἀθλίας δὲ μᾶλλον ἀποκαλεῖν· οὗ δὴ χά‐ ριν εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ, φησί· «Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς | |
45 | ποιοῦντας τὴν ἀνομίαν.» Τὸ δὲ μὴ παραζήλου ὁ μὲν Σύμμαχος, μὴ φιλονείκει, ὁ δὲ Θεοδοτίων, μὴ παρ‐ ερεθίζου ἡρμήνευσεν· ἀντὶ τοῦ, Μὴ παροξύνου εἰς | |
μίμησιν τῶν παρανομίᾳ συζώντων, τὴν προσγενο‐ | 1125 | |
80.1128 | μένην αὐτοῖς εὐκληρίαν θεώμενος. Καὶ δεικνὺς τῆς εὐποτμίας τὸ πρόσκαιρον, εὐθὺς ἐπήγαγεν· βʹ. «Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.» Ταῦτα | |
5 | καὶ ὁ μακάριος Ἡσαΐας ἔφη· «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.» Τοῦτο δὲ καὶ ὁ μακάριος ἔφη Δαβίδ· | |
10 | γʹ, δʹ. «Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστό‐ τητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.» Διὰ πάντων ἐδίδαξε τῆς εἰς Θεὸν ἐλπίδος τὸ κερδαλέον· | |
15 | ὁ γὰρ εἰς αὐτὸν, φησὶν, ἐλπίζων, καὶ ὑπ’ αὐτοῦ ποι‐ μαινόμενος, τῶν ὑπ’ αὐτοῦ χορηγουμένων ἀπολαύ‐ σεται· διαφερόντως δὲ τεύξονται τούτων οἱ τρυφὴν ἡγούμενοι τὴν διηνεκῆ πρὸς αὐτὸν ὁμιλίαν. εʹ, ϛʹ. «Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ | |
20 | ἔλπισον ἐπ’ αὐτὸν, καὶ αὐτὸς ποιήσει. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμα σου, ὡς μεσημ‐ βρίαν.» Τῷ Θεῷ, φησὶ, καὶ σαυτὸν, καὶ τὰς σὰς πράξεις ἀνάθου, καὶ τὴν παρ’ αὐτοῦ πρόσμενε ῥοπήν· αὐτὸς γὰρ οἷα δικαστὴς ἐξοίσει δικαίαν τὴν ψῆφον, καὶ | |
25 | ἀνακηρύξει σε, καὶ λαμπρὸν ἀπεργάσεται, ὡς εἶναι δῆλον ἅπασι, καθὼς τῆς μεσημβρίας τὸ φῶς. ζʹ. «Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.» Ταῦτα τοίνυν εἰδὼς, πείθου τῷ Θεῷ κυ‐ βερνῶντι, καὶ αἰτῶν παρ’ αὐτοῦ τὰ ἀγαθὰ διατέλει. | |
30 | Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὑ‐ τοῦ· ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.» Κἄν τινα ἴδῃς πονηρὰ προαιρούμενον, καὶ τοῦ σκοποῦ μὴ διαμαρτάνοντα, ἀλλὰ κατὰ ῥοῦν φερόμενον, μὴ δυσχέραινε, μηδὲ δυσφόρει, ὡς μηδενὸς τὴν κτίσιν | |
35 | ἰθύνοντος. Τοῦτο γὰρ δηλοῖ τὰ ἐπαγόμενα· ηʹ, θʹ. «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν· μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Ὅτι οἱ πονη‐ ρευόμενοι ἐξολοθρευθήσονται.» Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν | |
40 | ὄλεθρον. «Οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομή‐ σουσι γῆν. [ιʹ, ιαʹ.] Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλὸς, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, | |
45 | καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.» Εὖ γὰρ | 1127 |
80.1129 | ἴσθι, ὅτι οἱ μὲν τῆς θείας ἐλπίδος σφᾶς αὐτοὺς ἀν‐ αρτήσαντες, καὶ τὸν ἐπιεικῆ προαιρούμενοι βίον, ἐν ἀπραγμοσύνῃ καὶ εἰρήνῃ διατελέσουσι, τρυφὴν ἔχοντες μόνιμον τοῦ συνειδότος τὴν καθαρότητα. Οἱ δὲ | |
5 | τῇ προσκαίρῳ εὐημερίᾳ θαῤῥοῦντες ταχεῖαν δέξονται τὴν μεταβολὴν, καὶ λήθῃ παραδοθήσονται παντελεῖ. ιβʹ, ιγʹ. «Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δί‐ καιον, καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὑτοῦ. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προβλέπει, ὅτι | |
10 | ἥξει ἡ ἡμέρα αὐτοῦ.» Καὶ διὰ τούτων παρα‐ ψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. Δείκνυσι γὰρ τὸν μὲν παράνομον, λυττῶντα καὶ μεμηνότα κατὰ τῶν τὸν ἀπράγμονα βίον ἀσπαζομένων· τὸν δὲ δίκαιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως· ἅτε | |
15 | δὴ τὴν ταχεῖαν αὐτῶν τελευτὴν προορῶντα. ιδʹ, ιεʹ. «Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ, ἐν‐ έτειναν τόξον αὑτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἡ ῥομ‐ φαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν, καὶ τὰ | |
20 | τόξα αὐτῶν συντριβείη.» Τὴν αὐτὴν ἔχει τοῖς προ‐ ειρημένοις καὶ ταῦτα διάνοιαν. Διδάσκει γὰρ ὡς παντοδαπαῖς μὲν ὁ ἁμαρτωλὸς κατὰ τῶν οὐδὲν ἠδικηκότων κέχρηται μηχαναῖς, ταῖς δὲ οἰκείαις περιπαρήσεται πάγαις. Καὶ ῥομφαίαν γὰρ καὶ | |
25 | τόξον κέκληκε τὰς διαφόρους ἐπιβουλάς. Ἔοικε ταῦτα τοῖς ἐν τῷ ἑβδόμῳ εἰρημένοις ψαλμῷ· «Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.» ιϛʹ. «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον | |
30 | ἁμαρτωλῶν πολύν.» Ἄμεινον, φησὶ, μετὰ δικαιοσύ‐ νης αὐτάρκεια, παρανόμου πλούτου καὶ περιουσίας ἀδίκου. Εἶτα δεικνὺς τὴν ἀμφοτέρων ἐπικαρπίαν, φησίν· ιζʹ. «Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, | |
35 | ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος.» Βραχίονας τροπικῶς τὴν δύναμιν ἀπεκάλεσεν· ἐπειδὴ διὰ τούτων ἐργάζεσθαι πεφύκασιν ἄνθρωποι. Προσφυῶς δὲ ἄγαν τὸ, ὑποστηρίζει τοὺς δικαίους, τέθει‐ κεν· ὑπὸ δαιμόνων γὰρ καὶ ἀνθρώπων ὠθούμε‐ | |
40 | νοι, ὑπὸ δὲ τῆς θείας ἐρειδόμενοι χάριτος, ἵσταν‐ ται, καὶ τῶν ἐπιόντων περιγίνονται δυσχε‐ ρῶν. ιηʹ, ιθ. «Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Οὐ κατ‐ | |
45 | αισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.» Πάσης ἀπολαύουσι προ‐ νοίας οἱ ἄμεμπτον βίον αἱρούμενοι. Κἂν γὰρ συμ‐ φοραῖς περιπέσωσι, κρείττους ἀποφαίνονται τού‐ | |
των· καὶ κοινῆς γενομένης ἐνδείας, παρὰ τοῦ Θεοῦ | 1129 | |
80.1132 | δέξονται τὴν αὐτάρκειαν, καὶ πρὸς τούτοις τῶν αἰωνίων ἀπολαύσουσιν ἀγαθῶν. Λιμὸν δὲ ἡγοῦμαι ἐνταῦθα παραδηλοῦσθαι τὸν πάλαι Ἰουδαίοις ἀπειληθέντα· «Ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν | |
5 | ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» κʹ. «Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου, ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.» | |
10 | Ἡ τοῦ συνδέσμου ἐναλλαγὴ διαφορὰν προσώπων εἰργάσατο· καὶ ἄλλους μὲν ὑποβάλλει νοεῖν τοὺς ἁμαρ‐ τωλοὺς, ἄλλους δὲ ἐχθροὺς τοῦ Κυρίου. Ἀκύλας δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ δὲ τὸν καὶ σύνδεσμον τεθεικότες, τοὺς αὐτοὺς ἔδειξαν ἁμαρτωλοὺς καὶ | |
15 | τοῦ Κυρίου ἐχθρούς. Λέγει δὲ ὅτι οἱ θεομισεῖς διὰ τὰς οἰκείας παρανομίας ἄνθρωποι, ὀλίγον ἀνθήσαν‐ τες χρόνον, καὶ δόξαντες εἶναι περιφανεῖς καὶ περί‐ βλεπτοι, δίκην καπνοῦ διελύθησαν. καʹ. «Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· | |
20 | ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσιν.» Τοιοῦτος ἦν ὁ Σαοὺλ, ἀεὶ μὲν εὐεργετούμενος ὑπὸ τοῦ θειοτάτου Δαβὶδ, ἀμείψασθαι δὲ ἀγαθοῖς τὸν εὐεργέτην οὐκ ἀνεχόμενος. Ὁ δὲ μακάριος Δαβὶδ, τὸν οἰκεῖον Δεσπότην μιμούμενος, ἀνατέλλοντα τὸν ἥλιον αὑτοῦ | |
25 | ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, εὐεργετῶν διετέλει. Τοιοῦτοι ἦσαν οἱ Ἰουδαῖοι, τὰς παντοδαπὰς θερα‐ πείας παρὰ τῶν ἱερῶν ἀποστόλων δεχόμενοι, καὶ τὴν μιαιφόνον ἐπιδεικνύμενοι γνώμην· ἀλλ’ ὅμως οἱ θεῖοι ἀπόστολοι τὰς θείας αὐτοῖς δωρεὰς φιλοτίμως | |
30 | διένεμον. κβʹ. «Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.» Τοῦτο τῷ πατριάρχῃ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς ἐπηγγείλατο, «Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ | |
35 | τοὺς καταρωμένους σε καταράσομαι.» κγʹ, κδʹ. «Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα. Ὅτ’ ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτῷ.» Τούτου γάρ τοι | |
40 | χάριν εὐλογεῖ μὲν τὸν εὐλογοῦντα τὸν δίκαιον, τὸν δὲ καταρώμενον τοῖς ἴσοις ἀμείβεται· ἐπειδὴ αὐτὸς κατευθύνει τὰς τῶν δικαίων ὁδούς. Ἀδύνατον γὰρ δίχα τῆς αὐτοῦ χάριτος ἀμέμπτως ὁδεῦσαί τινα τὴν τῆς ἀρετῆς ὁδόν. Συνεργεῖ μέντοι τοῖς τοῦ‐ | |
45 | τον ἔχουσι τὸν σκοπόν· καὶ χρεία κατὰ ταὐτὸν συνδραμεῖν εἰς τὴν κτῆσιν τῆς ἀρετῆς προθυμίαν ἀνθρωπίνην, καὶ θείαν προμήθειαν. Οὕτω γὰρ κἂν ὀλισθήσῃ ποτὲ ὁ τήνδε τὴν πορείαν ποιούμενος, τῆς θείας ἀντιλήψεως τεύξεται. Οὕτως ὁ μακάριος | |
80.1132(50) | προσπταίσας Δαβὶδ, καὶ κατενεχθῆναι κινδυνεύσας | |
εἰς γῆν, ὑπὸ τῆς θείας χάριτος ἀνωρθώθη. | 1131 | |
80.1133 | κεʹ, κϛʹ. «Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ | |
5 | εἰς εὐλογίαν ἔσται.» Καὶ νέος ὢν, καὶ εἰς γῆρας ἐλθὼν, οὐκ οἶδα θεασάμενος δίκαιον τῆς θείας ἔρημον προνοίας γενόμενον. Ὁ γάρ τοι δίκαιος κριτὴς οὐ μόνον αὐτῶν, ἀλλὰ καὶ τῶν ἐξ αὐτῶν φυομένων πᾶσαν ποιεῖται κηδεμονίαν. Οὕτω τοῦ | |
10 | Ἰσραὴλ καὶ ταῦτα παρανομοῦντος, διὰ τὴν προ‐ γονικὴν ἀρετὴν προὐνοήθη. Οὕτω τοῦ Σολομῶντος ἠσεβηκότος ἠνέσχετο διὰ τὴν πατρῴαν φιλοθεΐαν. Τὸ δὲ, «Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος,» τὰς παντοδαπὰς τοῦ δικαίου εὐεργεσίας δηλοῖ, τὰς | |
15 | διὰ χρημάτων, τὰς διὰ πραγμάτων, τὰς διὰ λόγων καὶ συμβουλῶν. Ταῦτα δὲ ποιῶν, ἐλεεῖ μὲν τοὺς ἀπολαύοντας, δανείζει δὲ τῷ τούτων Θεῷ· «Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ,» ὡς τὸ αὐτὸ ἔλεον εἶναι καὶ δάνεισμα. | |
20 | κζʹ. «Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος.» Ταῦτα τοίνυν εἰδότες ἅπαντες ἄνθρωποι, καὶ μεμαθηκότες τῆς ἀρετῆς καὶ τῆς κακίας τὰ ἐπίχειρα, φεύγετε μὲν τῆς κακίας τὰ εἴδη, ὁδεύσατε δὲ τὴν ἐναντίαν ὁδὸν, | |
25 | ἵνα τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσητε. κηʹ, κθʹ. «Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὑτοῦ, ὅτι εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄνομοι δὲ ἐκδιωχθήσον‐ ται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. Δίκαιοι | |
30 | δὲ κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς.» Ὀρθῇ καὶ δικαίᾳ κρίσει χρώμενος τῶν ὅλων ὁ Κύριος προσφυεῖς τοῖς ἐπι‐ τηδεύμασι τὰς ἀντιδόσεις ποιήσεται· καὶ τοὺς μὲν τῆς δικαιοσύνης ἐραστὰς πάσης ἀξιώσει κηδεμο‐ | |
35 | νίας, τοὺς δὲ τἀναντία προαιρουμένους ἀνασπάσει προῤῥίζους. Οὕτω τοὺς ἑκατέρων δείξας καρποὺς, διδάσκει λοιπὸν, πῶς ἔνεστι τὴν τῷ Θεῷ φίλην κατορθῶσαι δικαιοσύνην. λʹ, λαʹ. «Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ | |
40 | γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται διαβή‐ ματα αὐτοῦ.» Προσήκει, φησὶ, κἀν τῇ γλώττῃ, κἀν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς. Οὕτω γὰρ τὸ | |
45 | πρακτέον μανθάνων ὁ τῆς ἀρετῆς ἐραστὴς, ἀτρεμὴς μενεῖ καὶ ἀσάλευτος, τῶν καταβαλεῖν ἐπιχειρούν‐ των περιγινόμενος. Ταῦτα καὶ ἐν τῷ πρώτῳ ἔφη ψαλμῷ· «Ἀλλ’ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας | |
80.1133(50) | καὶ νυκτός·» καὶ τὰ ἑξῆς. | 1133 |
80.1136 | λβʹ, λγʹ. «Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσηται αὐτὸν ὅταν κρίνηται αὐτῷ.» | |
5 | Διαφόρως τὰ αὐτὰ λέγει, τῇ πλείονι μελέτῃ μονι‐ μωτέραν κατασκευάζων τὴν μνήμην. Λέγει δὲ ὡς οὐ περιόψεται τὸν δίκαιον ὁ Δεσπότης ἐπιβουλευόμε‐ νον ὑπὸ τῶν πονηρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν, ἀλλ’ ὑπερπηδῆσαι παρασκευάσει | |
10 | τὰ δίκτυα. Ταύτης ἀπέλαυσεν Ἀβραὰμ τῆς προ‐ νοίας, δὶς ἁρπαγείσης τῆς Σάῤῥας· ταύτης ὁ Ἰσαὰκ αὐτὸ τοῦτο παθών· ταύτης ὁ Ἰακὼβ ὑπ’ ἀδελφοῦ καὶ κηδεστοῦ φθονηθείς· ταύτης ὁ Ἰωσὴφ ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς. Καὶ τί δεῖ | |
15 | καταλέγειν πάντα; Ῥᾴδιον γὰρ τοῖς φιλομαθέσι, καὶ τὰ πάλαι συλλέξαι, καὶ θεωρῆσαι τὰ νέα. λδʹ. «Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε, τοῦ κατακληρονομῆσαι τὴν γῆν, ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς, ὄψει.» | |
20 | Ταῦτα τοίνυν μεμαθηκὼς, τὴν θείαν πρόσμενε ψῆ‐ φον, καὶ τοὺς κειμένους φύλαττε νόμους. Οὕτω γὰρ καὶ ἐν τῷ παρόντι βίῳ γενήσῃ περίβλεπτος, καὶ ἐν τῷ μέλλοντι τῶν μονίμων ἀγαθῶν ἀπολαύσῃ, καὶ ὄψει τῶν ἁμαρτωλῶν τὸ τρισάθλιον τέλος. Εἶτα | |
25 | ἐπειδὴ πολλοὺς ἀνιᾷ τὸ μὴ νῦν ὁρᾷν τῶν ἀδίκων τὴν τιμωρίαν, ἀλλ’ ἀναμένειν χρόνον μακρὸν, εἰκότως ἀπὸ τῶν γεγενημένων πιστοῦται τὰ μέλ‐ λοντα. λεʹ, ιϛʹ. «Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ | |
30 | ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.» Εἶδε γὰρ ὁ μέγας Δα‐ βὶδ καὶ τῆς τοῦ Σαοὺλ βασιλείας τὸ τέλος, καὶ τῆς τοῦ Ἀβεσσαλὼμ τυραννίδος τὸν ὄλεθρον, καὶ Ναὰς | |
35 | τοῦ Ἀμμανίτου καὶ τὴν ὑπερηφανίαν καὶ τὴν ἀπώλειαν, καὶ τοῦ ἀλλοφύλου Γολιὰθ σὺν τῷ τύφῳ τὸν θάνατον· καὶ ἄλλων αὖ πρὸς τούτοις οὐκ ὀλί‐ γων καὶ τὴν ἀλαζονείαν, καὶ τὴν ὑπερηφανίαν, καὶ τὴν πανωλεθρίαν. Εἰκότως τοίνυν τοῖς ἀκάρποις | |
40 | δένδροις τὴν ἐκείνων εὐημερίαν ἀπείκασε. Φρούδους δὲ ἔφη γεγενῆσθαι οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἐκείνων τόπους· διὰ τούτων δὲ τὴν μνήμην ἐδήλωσεν. Εἶτα πάλιν εἰσήγησιν εἰσφέρει καὶ συμ‐ βουλήν. λζʹ. «Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι | |
45 | ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.» Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἔφη· Φύλασσε ἁπλότητα, καὶ ὅρα εὐθὺ, ὅτι ἐστὶ μέλλοντα ἀνθρώπῳ εἰρη‐ νικῷ. Μὴ ἀποβλέψῃς, φησὶν, εἰς τὰ παρόντα λυπη‐ ρὰ, ἀλλὰ προσδέχου τὰ μέλλοντα. Ἔστι γὰρ καιρὸς, | |
80.1136(50) | ἐν ᾧ τοῖς ἁπλότητι καὶ εὐθύτητι κεχρημένοις ἀποδο‐ | |
θήσεται ὁ προσήκων μισθός. | 1135 | |
80.1137 | ληʹ. «Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό· τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευ‐ θήσεται.» Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως εἴρηκεν· Οἱ δὲ ἀθετοῦντες ἐξαλειφθήσονται ὁμοῦ, τὰ | |
5 | ἔσχατα τῶν ἀνόμων ἐκκοπήσεται. Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ, καὶ οὗτοι τὰ ἐπίχειρα δέξονται, καὶ κοινὸν ὑπομενοῦσιν ὄλεθρον. λθʹ, μʹ. «Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως. | |
10 | Καὶ βοηθήσει αὐτοῖς Κύριος, καὶ ῥύσεται αὐτοὺς, καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν, καὶ σώσει αὐτοὺς, ὅτι ἤλπισαν ἐπ’ αὐτόν.» Οἱ δὲ τῆς δι‐ καιοσύνης ἐργάται τῆς θείας ῥοπῆς ἀπολαύσονται, καὶ σωτηρίας τεύξονται, καὶ τῶν ἀδικεῖν πειρωμέ‐ | |
15 | νων περιγενήσονται, ἅτε δὴ ἀκραιφνῆ τὴν περὶ αὐ‐ τῶν ἐλπίδα κτησάμενοι. ΕΡΜΗΝ. ΤΟΥ ΛΖʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου.» Τὴν σπουδαίαν μετάνοιαν τοῦ | |
20 | θειοτάτου Δαβὶδ τὸ τῆς ἐξομολογήσεως κηρύττει διάφορον. Ἐν πολλοῖς γὰρ ψαλμοῖς μέμνηται τῆς ἁμαρτίας, τὸ ἕλκος οὐκ ἀνεχόμενος, ἀλλὰ καὶ τὴν νόσον, καὶ τὴν θεραπείαν εἰς μέσον προτίθησι, διδασκαλίας ὑπόθεσιν τοῖς ἀνθρώποις προσφέρων. | |
25 | Κἀν τούτῳ τοιγαροῦν τῷ ψαλμῷ, καὶ τῆς ἁμαρτίας μέμνηται, καὶ τῆς διὰ τὴν θεραπείαν τῆς ἁμαρτίας ἐπενεχθείσης παιδείας. Ἐπηνέχθη δὲ αὐτῷ πολλὰ καὶ διάφορα δυσχερῆ· τοῦ Ἀμνὼν ἡ σφαγὴ, ἡ τοῦ Ἀβεσσαλὼμ τυραννὶς, Ἀχιτόφελ ὁ σύμβουλος | |
30 | κατ’ αὐτοῦ βουλευόμενος, Σεμεεὶ λοιδορούμενος, καὶ τὰ ἄλλα, ὅσα ἡ ἱστορία διδάσκει. βʹ. «Κύριε, μὴ τῷ θυμῷ σου ἐξελέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Τοῦτο καὶ τοῦ ἕκτου ψαλμοῦ προοίμιον ἐποιήσατο, παρακαλῶν ἰατρι‐ | |
35 | κῶς μὴ δικαστικῶς παιδευθῆναι, μὴ δριμυτέροις, ἀλλ’ ἠπίοις φαρμάκοις ἰατρευθῆναι. γʹ. «Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου.» Τοῦτο, φησὶν, οὐ μάτην ἀντιβολῶ, ἀλλ’ ὁρῶν ἐπιφερομένας μοι | |
40 | νιφάδας βελῶν, καὶ τὴν χεῖρά σου λίαν ἐπικειμένην, καὶ σφόδρα με μαστιγοῦσαν. Τὸ γὰρ,» Ἐπ‐ εστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου,» ἐκ μεταφορᾶς τέθεικε τῶν αἰκιζομένων, καὶ πολλὰς ἐπιφερόντων πληγάς. | |
45 | δʹ. «Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσ‐ | |
ώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς | 1137 | |
80.1140 | ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.» Νυττόμενος, φησὶ, τῇ τιμωρίᾳ τῆς ἁμαρτίας ἀνα‐ μιμνήσκομαι· ἡ δὲ αὐτῆς μνήμη θρήνους μοι καὶ ὀδυρμοὺς ἐργάζεται· ἐκ δὲ τούτων κακουχία μοι | |
5 | καὶ ταλαιπωρία προσγίνεται. εʹ—ζʹ. «Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφα‐ λήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, καὶ ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα, | |
10 | καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.» Κατέκαμψέ με, φησὶ, τὸ βαρὺ τῆς ἁμαρτίας φορτίον, ἀνιᾷ δέ με καὶ τῶν σεσηπότων ἐκείνων τραυμάτων ἡ δυσοσμία, ἃ τὴν φρόνησιν ἀποβαλὼν καὶ τῇ ἀφροσύνῃ δουλεύσας | |
15 | εἰσεδεξάμην. Οὗ δὴ χάριν πάσης θυμηδίας ἐστερη‐ μένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυ‐ θρωπότητος μεταβολὴν οὐχ εὑρίσκω. ηʹ. «Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγ‐ μάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.» | |
20 | Διὰ τῶν ψοῶν τὴν ἐπιθυμίαν ᾐνίξατο. Ταύταις γὰρ ἔγκεινται οἱ νεφροὶ, δι’ ὧν αἱ ὀρέξεις κινεῖσθαι πεφύκασι. Λέγει τοίνυν, ὅτι τούτων αἴτιόν μοι γεγένηται τῶν κακῶν τὸ μὴ εἰς δέον, ἀλλ’ εἰς ἀσω‐ τίαν τῇ ἐπιθυμίᾳ προσχρήσασθαι. | |
25 | θʹ. «Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.» Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύ‐ πτειν εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας. Τούτου χάριν τῆς ἐπι‐ | |
30 | θυμίας μεταβαλὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος. Τοῦτο γὰρ ἐπ‐ ήγαγε· ιʹ. «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ἐπειδὴ γὰρ ἅπαξ ἐχρησάμην αὐτῇ | |
35 | κακῶς, ἀεὶ τοῖς σοῖς αὐτὴν ἐπιτάγμασιν ἀνα‐ θήσω. «Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. [ιαʹ] Ἡ καρδία μου ἐταράχθη· ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ | |
40 | ἔστι μετ’ ἐμοῦ.» Ὁρᾷς μου, φησὶ, Δέσποτα, τοὺς ὀδυρμοὺς, καὶ τὰ δάκρυα, ὁρᾷς με κλονούμενον, καὶ τῆς ἰσχύος γεγυμνωμένον, καὶ τοῦ φωτὸς τοῦ συνήθους ἐστερημένον, καὶ μεσούσης ἡμέρας ὡς ἐν σκότῳ διάγοντα. Δύο δὲ κατὰ ταὐτὸν διὰ τού‐ | |
45 | των σημαίνει, καὶ τὴν τῆς ἀθυμίας ὑπερβολὴν, | 1139 |
80.1141 | δι’ ἢν οὐδὲ τὸ φῶς εἶναι δοκεῖ φῶς, καὶ τῆς θείας κηδεμονίας τὴν γύμνωσιν· ἣν φῶς ὀφθαλμῶν εἰκό‐ τως ὠνόμασεν. ιβʹ. «Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας | |
5 | μου ἤγγισαν καὶ ἔστησαν· καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.» Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Οἱ φίλοι καὶ οἱ ἑταῖροί μου ἐξεναντίας ἐν τῇ πληγῇ μου ἀντέστησαν. Οἱ μὲν γὰρ, φησὶ, τῶν φίλων, τὴν ἐμὴν θεασάμενοι | |
10 | πληγὴν, τὰ πολεμίων ἔδρασαν, καὶ προφανῶς μοι ἀντέστησαν· οἱ δὲ δείσαντες ἐχωρίσθησαν, τῆς οἰκείας μοι συμμαχίας οὐ μεταδόντες. Αἰνίττεται δὲ διὰ τοῦ προτέρου τὸν Ἀχιτόφελ, οὐ μόνον χωρι‐ σθέντα, ἀλλὰ καὶ τὰς ὀλεθρίους εἰσενεγκόντα βουλάς. | |
15 | Καὶ ἄλλοι δὲ, ὡς εἰκὸς, ταῦτα δεδράκασιν ἐκείνῳ· μᾶλλον δὲ τὸ πλεῖστον τοῦ Ἰσραὴλ, καὶ αὕτη δὲ ἡ τοῦ Ἰούδα φυλὴ σὺν τῷ Ἀβεσσαλὼμ ἐστρατεύσατο. Αὐτίκα τοίνυν μετὰ τὴν τοῦ πατρα‐ λοίου σφαγὴν, ἀλλήλοις παρεκελεύοντο φθάσαι | |
20 | τὰς ἄλλας φυλὰς, καὶ ἐπαναγαγεῖν εἰς τὰ βασίλεια τὸν βασιλέα Δαβίδ. ιγʹ. «Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν μα‐ ταιότητα, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέ‐ | |
25 | τησαν.» Γεγυμνωμένον με τῶν φίλων οἱ πολέμιοι θεασάμενοι, τὰς κατ’ ἐμοῦ ῥάπτοντες διετέλουν ἐπι‐ βουλὰς, τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι. ιδʹ, ιεʹ. «Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὑτοῦ. Καὶ ἐγε‐ | |
30 | νόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὑτοῦ ἐλεγμούς.» Τοῦτο ἡ ἱστορία διδάσκει σαφέστερον. Καὶ γὰρ τοῦ Ἀβεσσαλὼμ τοῦ πατρὸς αἰτιωμένου τὰς ψήφους, καὶ πρὸς ἑαυτὸν ἐφελκομένου τῶν δικαζομένων τοὺς ἡττωμένους, ὁ | |
35 | μακάριος ἐμακροθύμει Δαβίδ. Καὶ τοῦ Σεμεεὶ λοιδορουμένου, καὶ γλώττῃ καὶ χειρὶ βάλλοντος, σιγῶν τὰς ὕβρεις ἐδέχετο· καὶ τὸν Ἀβεσσὰ πειρα‐ θέντα δίκας τὸν ἀλιτήριον πράξασθαι διεκώλυεν, εἰρηκὼς, «Ἄφετε αὐτὸν καταρᾶσθαί με, ὅτι Κύ‐ | |
40 | ριος προσέταξεν αὐτὸν καταρᾶσθαι τὸν Δαβίδ.» ιϛʹ, ιζ. «Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσ‐ ακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, Μή ποτε ἐπι‐ χαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.» Ταύτῃ | |
45 | δὲ, φησὶ, χρώμενος τῇ καρτερίᾳ διετέλουν εἰς σὲ τὴν ἐλπίδα ἔχων, καὶ σοὶ τὴν ἐμαυτοῦ κρίσιν δι‐ δοὺς, καὶ ἱκετεύων, μὴ ἐπίχαρτος γενέσθαι τοῖς πολεμίοις, μηδὲ τὴν ἐμὴν ἧτταν πρόφασιν αὐτοῖς ἀλαζονείας γενέσθαι. | |
80.1141(50) | ιηʹ. «Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος· καὶ ἡ | 1141 |
80.1144 | ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός.» Ἄξιόν με, φησὶ, μαστίγων ἡ ἁμαρτία πεποίηκε· διόπερ ἐμαυτὸν ὑποτίθημι ταῖς τιμωρίαις· ἐφίεμαι γὰρ τῆς θεραπείας, ταῖς τῆς ἁμαρτίας ὀδύναις κεντού‐ | |
5 | μενος. ιθʹ. «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.» Διὰ δὲ τοῦτο καὶ κατήγορος ἐμαυτοῦ γίνομαι, καὶ πᾶσαν φροντίδα τῆς ὑγιείας ποιήσομαι. | |
10 | κʹ, καʹ. «Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίων‐ ται ὑπὲρ ἐμέ· καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγα‐ θῶν.» —«Σοὶ γὰρ, φησὶ, μόνῳ ἥμαρτον, Δέσποτα, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Ἐκεῖνοι | |
15 | δὲ πολλὰς πολλάκις παρ’ ἐμοῦ εὐεργεσίας δεξάμε‐ νοι, τοῖς ἐναντίοις ἀμείβονται, καὶ μείζονά μου προσεκτήσαντο ῥώμην. «Ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.» Πάλιν τὸν Ἀβεσσα‐ λὼμ διὰ τούτων παραδηλοῖ, τὰς κρίσεις αὐτοῦ δια‐ | |
20 | βάλλοντα καὶ ἀδίκους ἀποκαλοῦντα. Καὶ ἐπειδὴ υἱὸς ἦν πατροκτόνος γενέσθαι φιλονεικῶν, εἰκότως ἐπήγαγε· «Καὶ ἀπέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδελυγμένον. Ὃν γὰρ ἀγαπᾷν ἔδει κατὰ τοὺς τῆς φύσεως νόμους, τοῦτον ὡς δυσώδη | |
25 | νεκρὸν ἐμυσάττετο. Ἁρμόττει δὲ τοῦτο καὶ τῷ ἀχα‐ ρίστῳ λαῷ, ὃς μυρίας εὐεργεσίας παρὰ τοῦ Δαβὶδ δεξάμενος, καὶ τῶν ἀλλοφύλων δι’ αὐτοῦ κρείττων γενόμενος πολλάκις, ἀγνώμων ἐδείχθη περὶ τὸν εὐεργέτην. | |
30 | κβʹ, κγʹ. «Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.» Ὑπὸ τοσούτων, φησὶ, περικλυζόμενος ἀλγεινῶν, σὲ τὸν ἐμὸν Θεὸν καὶ Δεσπότην ἀντιβολῶ, μὴ γυμνῶσαί με τῆς συν‐ | |
35 | ήθους προνοίας, ἀλλὰ μεταδοῦναι ῥοπῆς, καὶ σωτη‐ ρίαν χαρίσασθαι. ΕΡΜΗΝ. ΤΟΥ ΛΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τῷ Ἰδιθούμ· ᾠδὴ τῷ Δαβίδ.» Τινὲς τῶν συγγραφέων τῷ Ἰδιθοὺμ ἀνέθεσαν τὸν | |
40 | ψαλμὸν, καὶ ἔφασαν αὐτὸν γεγραφέναι τοῦτον. Ἡ δὲ ἐπιγραφὴ τοὐναντίον διδάσκει, ὅτι τοῦ μὲν Δαβὶδ ὁ ψαλμὸς, τῷ δὲ Ἰδιθοὺμ, ὡς τὸν τῶν ᾀδόντων πεπιστευμένῳ χορὸν, εἰς τὸ ψάλλειν ἐδόθη. Εἰς τὸ τέλος δὲ ἡμᾶς παραπέμπει, ἐπειδὴ τῆς ἀνθρωπί‐ | |
45 | νης φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύ‐ της ὑποδείκνυσι τέλος. Εἴρηκε δὲ τοῦτον τὸν ψαλ‐ μὸν ὁ μέγας Δαβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμε‐ νος, καὶ ὑπὸ τοῦ Σεμεεὶ λοιδορούμενος, καὶ πρὸς τὸν | |
προτεταγμένον πολλὴν ἔχει τὴν συμφωνίαν. | 1143 | |
80.1145 | βʹ, γʹ. «Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρ‐ τωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην, | |
5 | καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀν‐ εκαινίσθη.» Φεύγοντα τὸν μέγαν Δαβὶδ τοῦ πα‐ τραλοίου παιδὸς τὴν τυραννίδα, ὁ Σεμεεὶ κατὰ τὴν ὁδὸν ὑπαντήσας, καὶ βώλοις ἔβαλλε, καὶ λόγοις ἐλοιδόρει τὸν ἄνδρα, παράνομον καὶ ἄνδρα αἱμά‐ | |
10 | των ἀποκαλῶν. Ἀλλὰ τῇ συνήθει φιλοσοφίᾳ χρώ‐ μενος ὁ θεῖος Δαβὶδ, οὐ μόνον αὐτοὺς οὐκ ἠμύνατο, ἀλλὰ καὶ τῶν στρατηγῶν ἕνα πειραθέντα κατακοντίσαι διεκώλυσεν, εἰρηκὼς, «Ἄφετε αὐτὸν, διότι καταρᾶταί με· διότι Κύριος εἶπεν | |
15 | αὐτῷ κακολογεῖν τὸν Δαβὶδ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί πεποίηκας οὕτως; ὅπως ἴδοι Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσῃ μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ.» Πολλὴν τοίνυν συμφωνίαν πρὸς τήνδε τὴν ἱστορίαν ἔχει τοῦδε | |
20 | τοῦ ψαλμοῦ τὰ ῥήματα. Πολλὴν γὰρ, φησὶ, προμήθειαν τῆς γλώττης ἐποιήσατο· εὐόλισθον τοῦτο διαφερόντως τὸ μόριον ἐπιστάμενος, καὶ οἷόν τινι τειχίῳ ταύτην ἀεὶ περιβάλλων. Οὐχ ἥκιστα δὲ, ἡνίκα Σεμεεὶ οὐδὲν ἠδικημένος ἀντέστη· αὐτὸν | |
25 | γὰρ ἁμαρτωλὸν, ὡς ἄδικον ὀνομάζει· τηνικαῦτα γὰρ «Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσί‐ γησα ἐξ ἀγαθῶν.» Σφόδρα δὲ ταῦτα ἔοικε τοῖς ἐν τῇ ἱστορίᾳ ὑπ’ αὐτοῦ εἰρημένοις, Ἄφετε αὐ‐ τὸν καταράσασθαι, ὅτι Κύριος προσέταξεν αὐτῷ | |
30 | κακολογεῖν τὸν Δαβίδ· εἴπερ ἴδοι Κύριος τὴν ταπεί‐ νωσίν μου, καὶ ἐξελῆταί με σήμερον ἐκ χειρὸς τῶν ἐχθρῶν μου. Τοῦτο κἀνταῦθα λέγει, ὅτι Κωφῷ ἐῴκειν παντελῶς οὐκ ἀκούοντι, καὶ ἐταπείνωσα ἐμαυτὸν, τὸ ἐντεῦθεν κέρδος προσμένων. «Καὶ τὸ ἄλγημά | |
35 | μου ἀνεκαινίσθη.» Ὑπ’ ἐκείνου, φησὶ, λοιδορού‐ μενος, τῆς ὑπ’ ἐμοῦ τολμηθείσης ἁμαρτίας ἦλθον εἰς μνήμην, καὶ ταῖς ἐντεῦθεν ἀκίσιν ἐβαλλό‐ μην, λογιζόμενος ὅτι ταύτης ἕνεκα καὶ λοιδοροῦ‐ μαι, καὶ τυραννοῦμαι, καὶ τῶν βασιλειῶν ἐξελαθεὶς, | |
40 | φεύγειν ἀναγκάζομαι. Καὶ ταῦτα δὲ πολλὴν ἔχει πρὸς τὴν ἱστορίαν συγγένειαν. Τὸ γὰρ, «Κύριος προσέταξεν αὐτῷ κακολογεῖν τὸν Δαβὶδ,» μνήμην ἔχει τῆς ἁμαρτίας, ἐπειδὴ διὰ ταύτην ἡ παιδεία γε‐ γένηται. δʹ. «Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν | |
45 | τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Τοῦτο ὁ | 1145 |
80.1148 | Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐξεθερμάνθη ἡ καρδία μου ἐντός μου, ἐν τῷ ἀναπολεῖν με, ἀνεκαιόμην πυρὶ. Ἀναμιμνησκόμενος, φησὶ, τῆς ἁμαρτίας μου, τῷ τῆς ἀθυμίας ἐνεπιμπράμην | |
5 | πυρί. εʹ. «Ἐλάλησα ἐν γλώσσῃ μου, Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου· καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν· ἵνα γνῶ τί ὑστερῶ ἐγώ. «Πρὸς μὲν οὖν τὸν λοιδορούμενον ἀπεκρινάμην οὐδὲν, τὸν δὲ τῶν | |
10 | ὅλων ἱκέτευσα Κύριον, δῆλόν μοι ποιῆσαι τῆς ζωῆς μου τὸ τέλος, σφόδρα τῆς τελευτῆς ἐφιέμενος. ϛʹ. «Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου.» Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἰδοὺ | |
15 | ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἀντικρύς σου. Ἐφίεμαι δὲ τελευτῆς, οὐ μακρόβιον τὴν ἀνθρωπείαν ἐπιστά‐ μενος φύσιν. Ἡ γὰρ ἡμετέρα βιοτὴ οὐδὲ συνεστά‐ ναι δοκεῖ τῇ σῇ παραβαλλομένη ζωῇ. Σὺ μὲν γὰρ | |
20 | ἄναρχος καὶ ἀπέραντος, ὁ δὲ ἡμέτερος βίος οἷόν τισι σπιθαμαῖς καὶ παλαισταῖς ἐκμετρεῖται. Διὰ τούτου δὲ παρεδήλωσε τὸ ὀλιγοχρόνιον τῆς ἀνθρω‐ πείας ζωῆς. Οὕτω καὶ ἑτέρωθι λέγει· «Ὅτι χίλια ἔτη ὑπὸ ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ | |
25 | ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.» Καὶ ἀλλαχοῦ τῶν οὐρανῶν καὶ τῆς γῆς μνημονεύ‐ σας, «Αὐτοὶ, φησὶν, ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ | |
30 | ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» — «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Ὥστε πᾶσα, φησὶ, τῶν ἀνθρώπων ἡ φύσις, καὶ οἱ πλουτοῦντες, καὶ οἱ πενόμενοι, ἀτμῷ ἐοίκασι διαλυομένῳ, καὶ εἰκῆ καὶ μάτην οἰκοδομοῦσι, φυ‐ | |
35 | τεύουσι, πλοῦτον καὶ περιουσίαν ἀθροίζουσιν. ζʹ. «Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Θησαυρίζει, καὶ οὐ γινώ‐ σκει τίνι συνάξει αὐτά.» Οὐδὲν, φησὶ, τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες διαφέρουσιν ἄνθρω‐ | |
40 | ποι· ὁμοίως γὰρ καὶ τούτων κἀκείνων ἡ φύσις ὑποῤῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται. Ἀλλ’ ὅμως οὐ‐ δὲν ἧττον διαταράττονται φιλονεικοῦντες, διαμα‐ χόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι· καὶ ζάλης ἅπας ὁ βίος μεστὸς, τέλος ἔχων τὸν θάνατον· σὺν | |
45 | πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασι κληρονόμον. Τοῦτο δὲ καὶ ὁ μακάριος Δαβὶδ καὶ ἐκ τῶν καθ’ ἑαυτὸν κινού‐ μενος γέγραφε. Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύ‐ | |
ροις, καὶ τῷ παρὰ τῶν ἀλλοφύλων φερομένῳ δα‐ | 1147 | |
80.1149 | σμῷ, μεγίστην καὶ περιφανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παρά‐ νομον γνώμην. Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλειῶν γινόμενον, καὶ τὸν ἀποκείμενον σφετε‐ | |
5 | ρισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκε φωνὴν, Πλὴν μάτην ταράσσεται, θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. ηʹ. «Καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.» Πᾶσιν | |
10 | ἐκείνοις ἐῤῥῶσθαι φράσας, τὴν παρὰ σοῦ προσμένω βοήθειαν. Τὴν δὲ ὑπόστασιν Ἀκύλας καραδοκίαν εἴρηκεν· ἀντὶ τοῦ, Σὲ καραδοκῶ περισκοπῶν, τὴν σὴν εὐμένειαν ἀναμένω. Εἶτα τὴν αἰτίαν τῶν ἀλγει‐ νῶν ὑποδείκνυσιν. | |
15 | θʹ. «Ἀπὸ πασῶν τῶν ἀνομιῶν ῥυσαί με.» Καὶ τοῦ Σεμεεὶ πάλιν φέρει τὴν μνήμην· «Ὄνειδος ἄφρονι ἔδωκάς με.» Σφόδρα καὶ τοῦτο τοῖς ἐν τῇ ἱστορίᾳ εἰρημένοις συμβαίνει· «Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν Δαβίδ.» Καὶ τὰ ἐπαγόμενα | |
20 | δὲ ὁμοίως τοῖς εἰρημένοις ἀκόλουθα. ιʹ. «Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας.» Σοῦ γὰρ, φησὶ, συγχωρήσαν‐ τος, πεπαρῴνηκεν ἐκεῖνος· καὶ ὁ μὲν ἐῴκει μάστι‐ γι, σὺ δὲ δι’ ἐκείνης τὴν παιδείαν ἐπέφερες. Διά τοι | |
25 | τοῦτο σιγῶν ἐδεξάμην τὰς μάστιγας, ἐκεῖνον μὲν παρορῶν, σὲ δὲ ὁρῶν παιδεύοντα. Προσφυῶς δὲ μάλα καὶ τὰ ἐπαγόμενα τέθεικεν. ιαʹ, ιβʹ. «Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» | |
30 | Ἱκετεύω τοίνυν καὶ ἀντιβολῶ σε, Δέσποτα, παῦσον λοιπὸν τὴν παιδείαν· τῷ πλήθει γὰρ τῶν μαστίγων κατηναλώθην. «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευ‐ σας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυ‐ χὴν αὐτοῦ.» Οὐκ εἰκῆ, φησὶ, καὶ μάτην κέχρησαι | |
35 | ταῖς παιδείαις, ἀλλὰ διελέγχων τὰ ἐπταισμένα, καὶ ἰατρικῶς τέμνων, καὶ ἐξάγων τὸν κεκρυμμένον ἰχῶρα· καὶ ταῖς μὲν ἐκ τῆς θεραπείας κατα‐ τήκεις ὀδύναις, ὑγίειαν δὲ πραγματεύῃ τοῖς τεμνομένοις. «Πλὴν μάτην ταράσσεται πᾶς ἄν‐ | |
40 | θρωπος.» Ταῦτα τοίνυν παρ’ ἐμαυτῷ λογιζόμε‐ νος, εἰς οὐδὲν δέον ὁρῶ τοὺς ἀνθρώπους ὑπὲρ προσκαίρων ταραττομένους πραγμάτων. ιγʹ, ιδʹ. Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· | |
45 | μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι, καὶ | 1149 |
80.1152 | παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἄνες μοι, ἵνα ἀποψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω.» Ἱκετεύω σε, φησὶ, Δέσποτα, εἰσάκουσον ποτνιωμένου καὶ μετὰ δακρύων ἀντιβο‐ | |
5 | λοῦντος. Οὐδὲ γὰρ κατοικῶ τὴν γῆν, ἀλλὰ παροι‐ κῶ, καὶ τοῖς πατράσι παραπλησίως, ὀλίγον βιώσας χρόνον, τὸν θάνατον δέξομαι. Μικρᾶς τοίνυν ἀνακω‐ χῆς μοι μετάδος, ἵνα ὀλίγας γοῦν ἡμέρας δίχα ὀδύ‐ νης βιώσω, πρὶν τόνδε τὸν βίον ὑπεξελθεῖν. Ἐξελ‐ | |
10 | θὼν γὰρ οὐκ ἀναστρέψω. Τοῦτο γὰρ εἶπεν, οὐκ‐ έτι οὐ μὴ ὑπάρξω, τουτέστι, πρὸς τὸν φθαρτὸν τοῦ‐ τον οὐκ ἀναστρέψω βίον. Θαυμάσαι δὲ ἄξιον, τὸν μέγαν Δαβὶδ ἐν βασιλείᾳ, καὶ πλούτῳ, καὶ δυνα‐ στείᾳ, πάροικον ἑαυτὸν ἀποκαλοῦντα καὶ παρεπίδη‐ | |
15 | μον, καὶ τῇ εὐκληρίᾳ θαῤῥῆσαι μὴ ἀνασχόμενον. Τῷ ὄντι γὰρ σοφίας μεστὰ τὰ ῥήματα, καὶ τὴν φύσιν τῶν ὄντων ἐπισταμένης, καὶ τούτου χάριν τῆς παρ‐ ούσης εὐημερίας καταφρονούσης. ΕΡΜΗΝ. ΤΟΥ ΛΘʹ ΨΑΛΜΟΥ. | |
20 | αʹ. «Εἰς τὸ τέλος, τῷ Δαβὶδ ψαλμός.» Τινὲς εἰς τὸν μακάριον Ἱερεμίαν τοῦτον ἔλαβον τὸν ψαλμὸν, τινὲς εἰς τὸν θαυμάσιον Δανιήλ· ἐπειδὴ κἀκεῖνος καὶ οὗτος εἰς λάκκον ἐβλήθησαν, μέμνηται δὲ λάκκου τοῦ ψαλμοῦ τὸ προοίμιον· καὶ τῷ ἑνὶ προσεσχηκότες | |
25 | ῥητῷ, εἰς ἐκείνην ἐτράποντο τὴν διάνοιαν. Τινὲς δὲ τοῖς οἰκήσασι τὴν Βαβυλῶνα δορυαλώτοις ἁρμότ‐ τειν ἔφασαν τὸν ψαλμόν. Ἐγὼ δὲ τυπικῶς μὲν εἰς τὰ συμβεβηκότα τῷ Δαβὶδ τοῦτον συγγεγράφθαι νομίζω· ἀναφέρεσθαι δὲ καὶ εἰς ἅπασαν τῶν | |
30 | ἀνθρώπων τὴν φύσιν, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς τῆς ἀναστάσεως δεξαμένην ἐλπίδας. Εἰς δὲ ταύτην ἡμᾶς ποδηγεῖ τὴν διάνοιαν ὁ θεσπέσιος Παῦλος, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ῥητῶν ἐνίων μνησθείς. | |
35 | βʹ, γʹ. «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος.» Ἁρμόττει δὲ καὶ τῷ μακαρίῳ Δαβὶδ τὰ ῥήματα· σύμφωνα γάρ ἐστι τῷ προτεταγμένῳ | |
40 | ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν· «Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, καὶ ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐ‐ κέτι οὐ μὴ ὑπάρξω.» Καὶ ἀνωτέρω δὲ ἔφη· «Καὶ νῦν | |
45 | τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.» Ἐνταῦθα δὲ, ὡς τῆς ἱκε‐ τείας δεχθείσης, καὶ τῆς αἰτήσεως δοθείσης, «Ὑπο‐ μένων, φησὶν, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Ἀπεστραμμένος γὰρ τὴν ἁμαρτίαν, εὐμενές | |
80.1152(50) | μοι πρόσωπον ἔδειξε, καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Καί τι πεποίηκεν εἰσακούσας; «Καὶ ἀνήγα‐ | |
γέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος.» | 1151 | |
80.1153 | Οὕτω δὲ τοὺς μεγίστους κινδύνους σύνηθες ὀνομά‐ ζειν τῇ θείᾳ Γραφῇ, καθὰ καὶ ἤδη προειρήκαμεν. Τῶν δὲ κινδύνων ἀπαλλάξας, τί σοι πάλιν κεχάρι‐ σται; «Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.» | |
5 | Οὐ γὰρ εἴασέ με κλονεῖσθαι καὶ περιφέρεσθαι, ἀλλ’ ἑδραίαν μοι τὴν στάσιν εἰργάσατο. «Ἐπὶ ταύτῃ γὰρ, φησὶ, πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» —«Καὶ κατεύθυνε τὰ διαβήματά μου.» Ἀκωλύτως με | |
10 | τρέχειν εἰς τὴν τῆς δικαιοσύνης ὁδὸν παρεσκεύασε. Τῆς γὰρ πλάνης ἐλευθερώσας, τὴν εὐθεῖαν ὑπ‐ έδειξε τῆς ἀληθείας ὁδόν. δʹ. «Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν.» Ἀντὶ γὰρ τῆς δυσσεβοῦς | |
15 | τῶν εἰδώλων λατρείας τὸν ὄντα Θεὸν ἐδιδάχθην ὑμνεῖν, καὶ προσφέρειν ᾆσμα, οὐ παλαιὸν, ἀλλὰ καινὸν, καὶ ταῖς καιναῖς εὐεργεσίαις συμβαῖνον. Οὐκέτι γὰρ θρηνῳδῶν ἱκετεύω, ἀλλ’ ἐπὶ ταῖς εὐερ‐ γεσίαις ὑμνῶ. Ταῦτα μὲν οὖν, ὡς ἔφην, τυπι‐ | |
20 | κῶς ἁρμόττει τοῖς τοῦ Δαβὶδ παθήμασι, καὶ ταῖς εἰς αὐτὸν γεγενημέναις εὐεργεσίαις. Ἁρμόττει δὲ διαφερόντως τῇ φύσει τῶν ἀνθρώπων, εἰς αὐτὸν κατενεχθείσῃ τὸν τῆς ἁμαρτίας πυθμένα, καὶ τῷ θανάτῳ παραπεμφθείσῃ, καὶ διὰ τῆς τοῦ Σωτῆρος | |
25 | ἡμῶν ἐνανθρωπήσεως ἀνιμηθείσῃ, καὶ δεξαμένῃ τῆς ἀναστάσεως τὰς ἐλπίδας, λέγειν, «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Καὶ εἰσ‐ ήκουσέ μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπω‐ ρίας.» Λάκκος δὲ ταλαιπωρίας εἰκότως ὁ | |
30 | θάνατος ἐκλήθη, φθορᾶς ὑπάρχων μεστός· πηλός δὲ ἰλύος, ἡ ἁμαρτία, ὡς δυσοσμίαν ἀφιεῖσα πολλὴν, καὶ τὸν εὐθυτενῆ τῶν ἀνθρώπων ἐπέχου‐ σα δρόμον. «Ὄψονται πολλοὶ, καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.» Ἐπειδὴ εἰς | |
35 | τῶν τῆς σωτηρίας ἀπολελαυκότων τὸ πρόσωπον ταῦτα διέξεισιν, εἰκότως ὁ Προφήτης ἔφη, ὅτι οἱ μηδέπω γεγευσμένοι τῶν ἀγαθῶν, θεωροῦντες καὶ φοβηθήσονται, ὡς ἤδη μὴ προσεληλυθότες, καὶ τῇ ἐλπίδι κρατυνθέντες, τῆς παρὰ τοῦ Θεοῦ τεύ‐ ξονται σωτηρίας. | |
40 | εʹ. «Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.» Τῶν ματαιοτήτων τούτων ἐμνημόνευσεν ὁ Προφήτης, καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄν‐ | |
45 | θρωπος ζῶν.» Καὶ πάλιν, «Πλὴν μάτην ταράσσε‐ | 1153 |
80.1156 | ται Κἀνταῦθα τοίνυν μακαρίζει τὸν τῶν μὲν παρ‐ όντων καταφρονήσαντα, τὴν ἐλπίδα δὲ τὴν θείαν ἀντὶ πάντων κτησάμενον. ϛʹ. «Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυ‐ | |
5 | μάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπλη‐ θύνθησαν ὑπὲρ ἀριθμόν.» Νικᾷ, φησὶν, ἀριθμὸν καὶ πᾶσαν διήγησιν τὰ ὑπὸ τῆς σῆς δυνάμεως γενό‐ μενα θαύματα. Οὐ γάρ ἐστιν ὁ τὰ ὅμοιά σοι δράσαι | |
10 | δυνάμενος· μέγιστα μὲν γὰρ καὶ περικαλλῆ σου τὰ ποιήματα· νικᾷ δὲ τοὺς ἀνθρωπίνους ἐπαίνους τὰ καθ’ ἕκαστον καιρὸν ὑπὸ τῆς σῆς προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ τὰ ἐπὶ Μωσοῦ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ Σαμουὴλ, | |
15 | καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, ἡ διὰ δουλείας τοῦ Ἰωσὴφ βασιλεία, καὶ τὰ ἄλλα, ἵνα μὴ καθ’ ἕκαστον διεξέρχωμαι. Ἀλλὰ τὸ νῦν γεγενημέ‐ νον τούτων ἁπάντων θαυμασιώτερον. Οὐδὲ γὰρ | |
20 | ἑνὸς ἀνδρὸς, ἢ ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάν‐ των πραγματεύῃ τὴν σωτηρίαν, καὶ, τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ τῶν Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογι‐ κὴν λατρείαν νομοθετοῦσαν. | |
25 | ζʹ, ηʹ. «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Τότε εἶπον, Ἰδοὺ ἥκω.» Τούτοις ἡ ἀποστολικὴ συνᾴδει παραίνεσις· «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ | |
30 | Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν. Ἀντὶ γὰρ τῶν νομικῶν ἱερείων τὰ ἡμέτερα μέλη καθιεροῦν ὁ Δεσπότης προσέταξε. Ταύτην δέ σου, φησὶ, τὴν χάριν ἰδὼν, ἐμαυτόν σοι προσήγαγον, | |
35 | λέγων, Ἰδοὺ πάρειμι. Ταύτην μέντοι τὴν φωνὴν ὁ μακάριος λαμβάνει Παῦλος εἰς τὸν Δεσπότην Χρι‐ στὸν, καὶ μάλα εἰκότως. Τῆς γὰρ ἡμετέρας φύσεώς ἐστιν ἀπαρχὴ, καὶ πρώτῳ πρέπει τὰ ἡμέτερα λέγειν, καὶ ἐν αὐτῷ προτυποῦν ἃ παρ’ ἡμῶν προσ‐ | |
40 | ήκει γενέσθαι. Οὕτω πρῶτος τῷ βαπτίσματι προσ‐ ελήλυθεν, ἡμῖν ὑποδεικνὺς τὴν τοῦ βαπτίσματος χάριν· οὕτως ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, ταπει‐ νοφροσύνης ἡμῖν ἀρχέτυπον προτιθείς. Διὰ τοῦτο πρὸς τὸν Ἰωάννην ἔφη· «Ἄφες ἄρτι, οὕτω γὰρ | |
45 | πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» | |
Ἁρμόττει τοίνυν αὐτῷ καὶ τὰ ἡμέτερα λέγειν, ὡς | 1155 | |
80.1157 | κεφαλῇ σώματος, ὡς πολλῶν ἀδελφῶν πρωτοτόκῳ κατὰ τὴν σάρκα. «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ.» Ἄνωθεν, φησὶν, ἐν ταῖς προφητικαῖς βίβλοις ταῦτα περὶ ἐμοῦ προηγόρευται. Τὴν | |
5 | κεφαλίδα, εἴλημα εἰρήκασιν Ἀκύλας καὶ Σύμμα‐ χος· οὕτω δὲ τὰς θείας Γραφὰς μέχρι καὶ τήμε‐ ρον Ἰουδαῖοι κατασκευάζειν εἰώθασι. θʹ. «Τοῦ ποιῆσαι τὸ θέλημά σου, ὁ Θεός μου, ἠβουλήθην· καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοι‐ | |
10 | λίας μου.» Προσελθών σοι, φησὶ, πᾶσαν ἔχω σπουδὴν τὰς σὰς πληροῦν ἐντολὰς, καὶ κατὰ τὸ σὸν πολιτεύεσθαι θέλημα. Τὸ δὲ, ἐν μέσῳ τῆς κοιλίας μου, ἐκ μεταφορᾶς εἴρηκε τῶν εὖ περί τινα διακει‐ μένων, καὶ ἔνδον ἐφιεμένων ἐμβαλεῖν τὸν ποθού‐ | |
15 | μενον. Ταῦτα δὲ οὔτε τῷ Ἱερεμίᾳ, οὔτε τῷ Δανιὴλ, οὔτε τῷ μακαρίῳ ἁρμόττει Δαβίδ. Τοῦ νόμου γὰρ κρατοῦντος, ὁλοκαυτώματα καὶ θυσίαι προσ‐ εφέροντο τῷ Θεῷ. Ὁ δὲ προφητικὸς λόγος, ἐκβαλὼν πάντα τὰ τοιαῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν. | |
20 | Οὗ δὴ χάριν, τυπικῶς ἔφην ἁρμόττειν τῷ Δαβὶδ τὸν ψαλμόν· ἐπειδὴ κἀκεῖνος προφητικῶς προεώρα τὰ μέλλοντα, καὶ κατ’ ἐκεῖνα ζῇν ἐπεθύμει· ἀλη‐ θῶς δὲ τοῖς τῆς σωτηρίας ἀξιωθεῖσιν ἔθνεσι, καὶ τῆς πλάνης ἀπαλλαγεῖσιν. | |
25 | ιʹ, ιαʹ. «Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν | |
30 | σου ἀπὸ συναγωγῆς πολλῆς.» Καὶ ὁ μακάριος Δαβὶδ ὑπισχνεῖται ἐν ἐκκλησίᾳ μεγάλη, τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλ‐ λεγείσῃ, τὴν τοῦ Θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον | |
35 | σωτηρίαν, καὶ τὸν ἀμέτρητον ἔλεον· καὶ αὕτη ἡ σεσωσμένη φύσις ταύτην ὑπὲρ τῆς σωτηρίας ὑπι‐ σχνεῖται τὴν ἀντίδοσιν δώσειν, τὸ συντρέχειν εἰς ἐκκλησίαν, καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν | |
40 | ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνῦναι τὸ ἀληθές. Τὸ δὲ, «ἀπὸ συναγωγῆς πολλῆς,» ὁ Σύμμαχος ἐν πληθύϊ, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἐν ἐκκλησίᾳ μεγάλῃ τεθείκασιν· ὡς εἶναι δῆλον, ὅτι περὶ τῆς αὐτῆς | |
45 | εἴρηκεν ἐκκλησίας. ιβʹ. «Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ· τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.» Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς | |
80.1157(50) | αὐτῆς προμηθείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώ‐ πων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς | |
τὴν μνήμην πεποίηται. | 1157 | |
80.1160 | ιγʹ. «Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμός· κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατ‐ | |
5 | έλιπέ με.» Μηδεὶς δὲ ἀνάρμοστα τοῖς ἡρμηνευ‐ μένοις ἡγείσθω τὰ εἰρημένα. Καὶ γὰρ οἱ τρεῖς παῖδες τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι, καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον, ἐν τῇ καμίνῳ προσευχό‐ μενοι ἔλεγον, «Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσα‐ | |
10 | μεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου.» Οὕτως ὁ θαυμά‐ σιος Δανιὴλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἡσαΐας, οὕτως ὁ σοφώτατος Παῦλος. «Χριστὸς γὰρ, φησὶν, Ἰησοῦς ἦλθεν εἰς τὸν | |
15 | κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν,» Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος.» Οὕτω τοίνυν ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη ἡ τοῦ Θεοῦ Ἐκκλησία, οὐ μεγαφρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλὰ ἁμαρτίαις καὶ πλημμελείαις | |
20 | ἀνατίθησι τὰ γινόμενα, καὶ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. Ἄλλως τε οὐδὲ ἐκ τελείων πᾶσα συνέστηκεν ἡ τοῦ Θεοῦ Ἐκκλησία· ἀλλ’ ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δουλεύειν | |
25 | αἱρουμένους. Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προφέρεται. ιδʹ, ιεʹ. «Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. Καταισχυν‐ θείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν | |
30 | ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν.» Οὐ γὰρ τρῶσαι βού‐ λονται, ἀλλᾶ τῷ αἰωνίῳ παραπέμψαι θανάτῳ. «Ἀπο‐ στραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά.» Τρέψον αὐτοὺς εἰς φυγὴν, καὶ διαμαρτεῖν ὧν ἐφίενται παρασκεύασον· κακὰ | |
35 | γάρ μοι καττύουσιν. ιϛʹ. Κομισάσθωσαν αἰσχύνην παραχρῆμα οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Καὶ τοῖς ἐπιτωθάζουσι δὲ καὶ ἐπιγελῶσί μοι, γενέσθω τούτοις καρπὸς ἡ αἰσχύνη. | |
40 | ιζʹ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτω‐ σαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγα‐ πῶντες τὸ σωτήριόν σου διαπαντός.» Τοὺς δὲ ζητοῦντάς σε, φησὶ, καὶ ὑμνοῦντας, καὶ διαπαντὸς | |
45 | ἀγαπῶντας, διηνεκοῦς ἔμπλησον εὐφροσύνης, καὶ τῆς σῆς ἀγάπης μεταβολὴν μὴ δεχόμενοι, μὴ δεξάσθωσαν θυμηδίας μεταβολήν. Οὐ γὰρ τοῖς ἁπλῶς ἀγαπῶσιν ᾔτησε τὴν θυμηδίαν, ἀλλὰ τοῖς ἀεὶ καὶ διηνεκῶς ἔχουσι τὸν ἀξιέραστον ἔρωτα. | |
80.1160(50) | ιηʹ. «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· Κύριος | 1159 |
80.1161 | φροντιεῖ μου· βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Ὥσπερ ἁμαρτιῶν ἐμνημόνευσεν ἄνω, οὕτω καὶ πτωχὸν ἑαυτὸν ἀπο‐ καλεῖ, ὡς βοηθείας σπανίζοντα, καὶ τῆς θείας | |
5 | δεόμενον ἐπικουρίας· καὶ ταύτης ὅτι τάχιστα ἱκετεύει τυχεῖν. Ἁρμόττει δὲ ταῦτα διαφερόντως τῷ μακαρίῳ Δαβίδ. Ἡγοῦμαι γὰρ, ὅτι τὴν πρόῤ‐ ῥησιν ἐκείνην θεασάμενος, καὶ τὴν φιλοτιμίαν τῆς χάριτος, πτωχὸν ἑαυτὸν καὶ πένητα προσηγόρευσε, | |
10 | καὶ τῆς θείας καὶ αὐτὸς ἀπολαῦσαι προνοίας ἱκέτευ‐ σεν. Ἀντιβολεῖ δὲ μὴ χρονίσαι τὴν τεθεσπισμένην σωτηρίαν, μηδὲ εἰς μακροὺς ἀναβληθῆναι χρό‐ νους, ἀλλὰ τάχιστα τοῖς ἀνθρώποις ταύτην παρα‐ σχεθῆναι. | |
15 | ΕΡΜΗΝ. ΤΟΥ Μʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ψαλμὸς τῷ Δαβίδ.» Τινὲς μὲν τῷ Δαβὶδ ἀνέθεσαν, τινὲς δὲ τῷ Ἐζεκίᾳ τὸν παρόντα ψαλμόν· οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέ‐ λιον οὐδέτερον δέξασθαι. Ὁ γὰρ Δεσπότης Χριστὸς | |
20 | διάλεξίν τινα πρὸς τοὺς ἱεροὺς ποιησάμενος μαθη‐ τὰς, ἐπήγαγε καὶ ταῦτα· «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε ταῦτα. Οὐ περὶ πάντων ὑμῶν λέγω, οἶδα οὓς ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν | |
25 | ἐπ’ ἐμὲ τὴν πτέρναν αὑτοῦ· ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι.» Τοῦ Κυρίου τοίνυν λέγοντος, «Ἵνα ἡ Γραφὴ πληρωθῇ,» καὶ δεικνύντος τὸν παρόντα ψαλμὸν αὐτῷ καὶ οὐκ ἄλλῳ τῳ προσήκοντα, θρασὺ | |
30 | νομίζω καὶ τολμηρὸν, ἄλλην αὐτῷ καὶ μὴ προσ‐ ήκουσαν ὑπόθεσιν διαπλάσαι. βʹ. «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.» Τὸ καὶ πένητα ἐν ἐνίοις εὗρον ἀντιγράφοις· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τῷ Σύρῳ, οὔτε | |
35 | παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Πτωχὸν μέν τοι καλεῖ τὸν τῶν ὅλων Κύριον. «ἐπειδὴ πλούσιος» ὢν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, «δι’ ἡμᾶς ἐπτώ‐ χευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσω‐ μεν.» Καὶ «Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπα‐ | |
40 | γμὸν ἡγήσατο εἶναι ἶσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών.» Καὶ ὁρατῶν καὶ ἀοράτων δεσπόζων, οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ γεννηθεὶς ἐκ Παρθένου, διὰ σπάνιν κλίνης ἐπὶ φάτνης ἐτέθη. Μακαρίζει τοίνυν ὁ προφητικὸς λό‐ | |
45 | γος τὸν ταύτην συνιέναι τὴν πτωχείαν δυνάμενον, καὶ εἰς δύναμιν ἀνυμνῆσαι προθυμούμενον τὸν ταύτην | |
ἀναδεξάμενον· εἶτα δείκνυσι τοῦ μακαρισμοῦ τοὺς καρ‐ | 1161 | |
80.1164 | πούς. «Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.» Τὴν δὲ πονηρὰν ἡμέραν, κακώσεως ἡμέραν ὁ Σύμ‐ μαχος εἴρηκεν. Αἰνίττεται δὲ, ὡς οἶμαι, τὴν τῆς κρίσεως ἡμέραν, φοβερὰν οὖσαν, καὶ τῶν παρανοή‐ | |
5 | μων κακωτικήν· καὶ ὑπισχνεῖται τὴν εἱλικρινῆ γνῶσιν τῆς πτωχείας ἐκείνης τῶν τῆς φοβερᾶς αὐτὸν ἡμέρας ἀπαλλάξαι κακῶν. γʹ. «Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ πα‐ | |
10 | ραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ.» Οὐ μόνον δὲ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσει, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον τῆς θείας τεύξεται προμηθείας, περιφανής τε γενόμενος καὶ περίβλε‐ πτος, καὶ τὰς τῶν δυσμενῶν διαφεύγων ἐπιβουλάς. | |
15 | Καὶ ἐπειδὴ τὸν φθαρτὸν ἔχοντα σῶμα εἰκὸς καὶ νόσῳ περιπεσεῖν, ὑπισχνεῖται καὶ τὴν ταύτης ἀπαλλαγήν. δʹ. «Κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ | |
20 | ἀῤῥωστίᾳ αὐτοῦ.» Πάσης αὐτὸν, φησὶν, ἀπαλλά‐ ξει τῆς ἀῤῥωστίας, καὶ εἰς ὑγίειαν τὴν νόσον μεταβαλεῖ. Τὸ γὰρ, «ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ τὴν κοίτην,» ἀντὶ τοῦ μετέβαλες τέθεικεν Οὕτω τοῦ συνιέντος τὴν ἀξιάγαστον ἐκείνην πτωχείαν | |
25 | τὰς ἀντιδόσεις διεξελθὼν, ὑποδείκνυσιν ἡμῖν, τίς ὁ ταύτην ἐσχηκὼς, καὶ πῶς αὐτὴν μετελήλυθεν, αὐτὸν εἰσάγων διδάσκοντα, καὶ τὰ καθ’ ἑαυτὸν διηγούμενον. εʹ. «Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν | |
30 | ψυχήν μου, ὅτι ἥμαρτόν σοι.» Ἐγὼ δέ εἰμι, φησὶν, ὁ πτωχὸς, ὁ τὴν ἑκούσιον πτωχείαν ἀναδεξά‐ μενος, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὰ τῶν ἀνθρώπων οἰκειούμενος πάθη, ὁ ἁμαρτίαν μὲν μὴ πεποιηκὼς, τὴν δὲ ὑπὲρ τῆς | |
35 | ἀνθρωπείας φύσεως, ὡς ἀπαρχὴ τῆς φύσεως, εἰσφέ‐ ρων παράκλησιν. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς ὁ Σύμμαχος οὐκ εἶπεν, «ὅτι ἥμαρτόν σοι,» ἀλλὰ, καὶ εἰ ἥμαρτόν σοι. ϛʹ. «Οἱ ἐχθροί μου εἶπον κακά μοι, πότε ἀποθα‐ | |
40 | νεῖται, καὶ ἀπολεῖται ὄνομα αὐτοῦ;» Ἐχθροὺς τοὺς Ἰουδαίους καλεῖ, βασκαίνοντας καὶ τὸν θάνα‐ τον καττύοντας. Τοῦτο δὲ καὶ ἡ τῶν ἱερῶν Εὐαγ‐ γελίων ἱστορία διδάσκει· «Καὶ συμβούλιον γὰρ, φησὶν, ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν.» Ἐντεῦθεν | |
45 | ἐπὶ τὸν Ἰούδαν μεταφέρει τὴν πρόῤῥησιν. | |
ζʹ. «Καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν· μάτην ἐλάλει | 1163 | |
80.1165 | ἡ καρδία αὐτοῦ· συνήγαγεν ἀνομίαν ἑαυτῷ· ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει.» Οὕτω δὲ καὶ οἱ θεῖοι ἡμᾶς διδάσκουσιν εὐαγγελισταὶ, ὅτι τοῖς μὲν Ἰουδαίοις εἶπε· «Τί μοι δίδοτε, κἀγὼ ὑμῖν αὐτὸν | |
5 | παραδώσω;» ἐζήτει δὲ καιρὸν, ὥστε παραδοῦναι αὐτόν. Ταῦτα καὶ ἡ πρόῤῥησις λέγει, «Καὶ εἰσ‐ επορεύετο τοῦ ἰδεῖν μάτην· ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.» Εἰσιὼν γὰρ καὶ ἐξιὼν συνετύρευεν ἐκείνοις τὸν θάνατον· εἶτα τὴν κακὴν αὐτῶν συμφωνίαν | |
10 | προλέγει. ηʹ, θʹ. Ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ’ ἐμοῦ, ἐλογίζοντο κακά μοι. Λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ.» Τούτοις δὲ μαρτυρεῖ τῶν πραγμάτων τὸ τέλος. Ἡσυχῆ γὰρ | |
15 | πρὸς ἀλλήλους διαλεγόμενοι, τῆς ἐπιβουλῆς ἐπεζή‐ τουν τὸν τρόπον. Εἶτα τυραννίδος γραφὴν ἐποιή‐ σαντο, εἰρηκότες τῷ Πιλάτῳ, «Ὡς βασιλέα μὲν ἑαυτὸν ἀποφαίνει, κωλύει δὲ διδόναι τῷ Καίσαρι φόρον.» Τοῦτο καὶ ἡ προφητεία λέγει· «Λόγον πα‐ | |
20 | ράνομον κατέθεντο κατ’ ἐμοῦ,» ἀντὶ τοῦ, παρα‐ νομίας κατηγορίαν ἐποιήσαντο κατ’ ἐμοῦ. «Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;» Κἂν τὸν θάνατον ὑπομείνω, φησὶν, οὐκ ἀνίσταμαι πάλιν, καὶ σκεδάννυμι τοὺς τοῦτον κατασκευάσαντας; Καὶ | |
25 | τοῦτο ἔοικε τῷ εὐαγγελικῷ ῥητῷ, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Καὶ πάλιν· «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ | |
30 | ἡμέρᾳ ἀναστήσεται.» Διὸ δὴ εἰκότως ὕπνον τὸν θάνατον προσηγόρευσεν. ιʹ. «Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.» Τοῦτο ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων | |
35 | σαφέστερον εἰρήκασι· Καί γε ἀνὴρ εἰρήνης μου, ᾧ ἐπεποίθησα. Ὁ δὲ Σύμμαχος οὕτως· Ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν. Οὐ γὰρ μόνον οἱ ἐχθροί μου κατεσκεύασάν μοι τὸν θάνατον, ἀλλὰ καὶ ὁ συνών μοι ἄνθρωπος, καὶ τὴν εὔνοιαν, | |
40 | καὶ τὴν εἰρήνην ὑποκρινόμενος, ὁμοτράπεζος ὤν μοι, καὶ σύσσιτος, ὃν εἶχε δόλον ἐγύμνωσε. Δόλον γὰρ τὴν πτέρναν ὠνόμασεν, ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ τοὺς | |
συνθέοντας πταίειν καὶ πίπτειν μηχανωμένων. | 1165 | |
80.1168 | Τοῦτο καὶ Ἡσαῦ ἀπατηθεὶς ὑπὸ τοῦ Ἰακὼβ, ἔφη «Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακὼβ, ἐπτέρ‐ νικε γάρ με ἤδη δεύτερον τοῦτο· τάτε πρωτοτόκιά μου εἴληφε, καὶ τὴν εὐλογίαν μου.» | |
5 | ιαʹ, ιβʹ. «Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστη‐ σόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ.» Καὶ ταῦτα πάντα ὡς ἀπὸ τῆς λη‐ φθείσης εἴρηται φύσεως, περὶ ἣν καὶ τὸ πάθος ἐγέ‐ | |
10 | νετο. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, ἀκούομεν τοῦ Δεσπότου Χριστοῦ προσευχομένου, «Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης.» Καὶ πάλιν· «Πά‐ τερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.» | |
15 | ιγʹ. «Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.» Ἁρμόττει καὶ ταῦτα τῇ τοῦ δούλου μορφῇ, ἣν ὁ Μονογενὴς τοῦ Θεοῦ ἀνέλαβεν. «Οὐ γὰρ δήπου ἀγγέλων ἐπελάβετο, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, | |
20 | ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.» Ἐπειδὴ τοίνυν πάσης κακίας ἡ ληφθεῖσα φύσις ἐλευθέρα διέμεινεν, εἰκότως λέγει, «Ἐμοῦ δὲ διὰ | |
25 | τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώ‐ πιόν σου εἰς τὸν αἰῶνα. Βεβαίαν γὰρ ἐδεξάμην τὴν ἕνωσιν, καὶ ἄτμητος ἡ συνάφεια, καὶ ἡ δόξα αἰ‐ ώνιος. ιδʹ. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τοῦ | |
30 | αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο!» Ταῦτα ὁ θεσπέσιος προαγορεύσας προφήτης, καὶ τὴν ἄῤῥητον τοῦ Δεσπότου φιλανθρωπίαν θαυμάσας, καὶ συνιεὶς ἐπὶ τὸν τὴν ἐθελουσίαν πτωχείαν ἀναδεξάμενον, ὕμνον αὐτῷ διὰ τῆς γλώττης προ‐ | |
35 | φέρει, ἵνα τὸ μακάριον καὶ αὐτὸς κομίσηται τέλος. Εἰκότως δὲ μετὰ τὰ πάθη ὕμνον προσήνεγκε, διδάσκων ὡς οὐ μόνον ἄνθρωπος ὁ προφητευόμενος, ἀλλὰ καὶ Θεὸς προαιώνιος, ἀνώλεθρον ἔχων τὸ εἶναι, καὶ ἀτελεύτητον. | |
40 | ΕΡΜΗΝ. ΤΟΥ ΜΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.» Ἡμαρτηκότα τὸν λαὸν Βαβυλωνίοις παρέδωκεν ὁ Θεὸς, ἑβδομηκοντοῦτιν αἰχμαλωσίαν αὐτῶν κατα‐ ψηφισάμενος. Ὡς ἐκ προσώπου οὖν τούτων εἴ‐ | |
45 | ρηται ὁ ψαλμὸς, ὀλοφυρομένων καὶ τὴν ἐλευθερίαν | 1167 |
80.1169 | ποθούντων. Ἐπειδὴ γὰρ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς, ὡς ὁ θεῖος Δανιὴλ, ὡς ὁ θαυμάσιος Ἰεζεκιὴλ, ὡς οἱ καλλίνικοι μάρτυρες Ἀνανίας, Ἀζαρίας, καὶ Μι‐ ζαὴλ, θερμῶς μάλα τὸν Θεὸν ἀγαπῶντες, καὶ τὴν | |
5 | ἔννομον αὐτοῦ λατρείαν ποθοῦντες· τὸ τούτων ὁ προφητικὸς λόγος ἀναλαβὼν πρόσωπον, ἃ χρὴ παρ’ ἐκείνων ἐν τῷ τῆς συμφορᾶς ῥηθῆναι καιρῷ, πρὸ πολλῶν γενεῶν προδιδάσκει, ἵνα τῇ προῤ‐ ῥήσει ψυχαγωγῶνται, καὶ τῇ διδασκαλίᾳ παιδεύων‐ | |
10 | ται. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέ‐ γραπται, ἐπειδὴ μετὰ πλείστην χρόνου περίοδον τὰ λεγόμενα τέλος ἐλάμβανε. Πρόσκειται δὲ καὶ εἰς σύνεσιν, ἐπειδὴ ταύτης μάλιστα δεῖ τοῖς περιπί‐ πτουσι συμφοραῖς. | |
15 | βʹ. «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πη‐ γὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός.» Φασὶ τὰς ἐλάφους τὰ ἰοβόλα θοινᾶσθαι θηρία, καὶ σφοδρότερον ἐντεῦθεν εἰς δίψαν ἐκκαί‐ εσθαι, καὶ θερμότερον τῶν ὑδάτων ὀρέγεσθαι. | |
20 | Βαβυλωνίοις τοίνυν οἱ προειρημένοι συνόντες, ἀν‐ δράσι δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶσι, καὶ ἀτεχνῶς τοῖς ἑρπυστικοῖς ἐοικόσι θηρίοις, εἰκότως ταῖς ἐλά‐ φοις παραπλησίως διψᾷν ἔλεγον τὸν Θεὸν, τὴν ἐκεῖ‐ θεν ποθοῦντες ἀπαλλαγὴν, καὶ προσμένοντες τὴν θείαν | |
25 | ῥοπήν. γʹ. «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ·» Ποθῶ δὲ, φησὶ, καὶ διψῶ τὴν τοῦ ζῶντος Θεοῦ μου λατρείαν. Τὸ γὰρ ὀφθῆ‐ | |
30 | ναι τῷ προσώπῳ τοῦ Θεοῦ, τὸ λατρεύειν αὐτῷ κατὰ τὸν νόμον λέγει· τῇ δὲ Ἱερουσαλὴμ ἡ τοιαύτη περιώρισται λατρεία. Καὶ ταῦτα οὐ μόνος ὁ μα‐ κάριος διδάσκει Μωσῆς, ἀλλὰ καὶ οἱ τρεῖς μακά‐ ριοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, | |
35 | ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες. Μάλα δὲ ἁρ‐ μοδίως ἰσχυρὸν καὶ ζῶντα τὸν Θεὸν ὀνομάζουσι, τοῖς ἀψύχοις καὶ ἀκινήτοις τῶν Βαβυλωνίων εἰδώ‐ λοις προσέχοντες. δʹ, εʹ. «Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος | |
40 | ἡμέρας καὶ νυκτός· ἐν τῷ λέγεσθαί μοι καθ’ ἑκά‐ στην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου; Ταῦτα ἐμνή‐ σθην, καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου.» Νύ‐ κτωρ, φησὶ, καὶ μεθ’ ἡμέραν ὀλοφυρόμενος κόρον οὐκ ἔλαβον, ἀλλ’ οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δά‐ | |
45 | κρυα, τὰ περὶ σοῦ ὀνείδη δεχόμενος. Οἱ γὰρ δυσμε‐ νεῖς ἐπιτωθάζουσί μοι, τὴν σὴν κηδεμονίαν προσφέ‐ ροντες ὡς ἀσθενῆ, καὶ τῆς αὐτῶν ῥώμης περιγενέ‐ σθαι μὴ δυνηθεῖσαν. Τοιγάρτοι ταῦτα διηνεκῶς λογιζόμενος, ἄπαυστον ἔχω τὸν θρῆνον. Τὸ γὰρ, | |
80.1169(50) | «Ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου,» τοῦτο σημαί‐ | 1169 |
80.1172 | νει, ἀντὶ τοῦ, διεχύθην καὶ ἐκινήθην εἰς ὀδυρμούς. «Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.» Σκηνὴν κα‐ | |
5 | λεῖ τὴν τοῦ Θεοῦ σκέπην. Μετὰ τὰ σκυθρωπὰ τοί‐ νυν, τὰ θυμήρη διαγορεύει, καὶ προδιδάσκει ὡς τάχιστα τῆς ἀνακλήσεως τεύξονται, καὶ ὑπὸ τῆς θείας ποδηγούμενοι χάριτος, εἰς τὴν ποθουμένην ἐπανήξουσι γῆν, καὶ τὸν θεῖον ἀνοικοδομήσουσιν | |
10 | οἶκον, καὶ τὰς συνήθεις ἐπιτελέσουσι πανηγύρεις, καὶ τὸν ἑορταστικὸν ἦχον, καὶ τὴν πνευματικὴν με‐ λῳδίαν ταῖς ἀκοαῖς εἰσδέξονται. Προθεσπίζει δὲ καὶ ὁ μακάριος Ἡσαΐας, ὡς μετὰ πλείστης ἐπαν‐ ήξουσι τιμῆς, ἐν λαμπίναις ἡμιόνων ὀχούμενοι, | |
15 | καὶ σκιαδίοις σκεπόμενοι, καὶ τῆς ἀκτῖνος τὸ λυ‐ ποῦν ἀποθέμενοι. Τοῦτο δὲ καὶ ὁ Ἀκύλας ᾐνίξατο, «Εἰσελεύσομαι ἐν συσκίῳ, παραβιβάζων αὐτοὺς ἕως οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ αἰνέσεως καὶ εὐ‐ χαριστίας ὄχλου ἑορτάζοντος.» Χορεύοντες, φησὶ, καὶ | |
20 | τὸν Σωτῆρα Θεὸν ἀνυμνοῦντες, καὶ σκιᾶς κατὰ τὴν πορείαν ἀπολαύοντες, οὕτω τὸν θεῖον οἶκον καταληψόμεθα, ὡς ἐν πομπῇ τινι ποιούμενοι τὴν ἐπάνοδον. Ταύτης ἀκούσαντες τῆς προῤῥήσεως, σφᾶς αὐτοὺς ψυχαγωγοῦσι λέγοντες· ϛʹ, ζʹ. «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι | |
25 | ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.» Ταύτας, φησὶν, ὦ ψυχὴ, δεξαμένη τὰς ὑποσχέσεις, παῦσαι μὲν ἀλύουσα καὶ ἀσχάλλουσα· τῇ δὲ ἐλπίδι στηριζομένη, πρόσμει‐ νον τὸ τῆς προῤῥήσεως τέλος· ἐν ᾧ τὴν γεγενημέ‐ | |
30 | νην ὁρῶσα σωτηρίαν, ὕμνους προσοίσεις τῷ σεσω‐ κότι Θεῷ. «Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ, ἀπὸ ὄρους μικροῦ.» Ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς ἑαυτὴν διαλεγομένης. Ἐπειδὴ γὰρ | |
35 | εἶπε, Παῦσαι ἀθυμοῦσα τῶν ἀγαθῶν δεξαμένη τὰς ὑποσχέσεις, ἀποκρίνεται πρὸς ταῦτα λέγουσα, ὅτι Οὐ μάτην ἀλύω, καὶ τοῖς εἰρημένοις κέχρημαι θρήνοις· ἡ γὰρ μνήμη τῆς πατρῴας γῆς κινεῖ μοι τὰ δάκρυα. Γῆν γὰρ Ἰορδάνου τὴν γῆν τῆς ἐπ‐ | |
40 | αγγελίας καλεῖ, καὶ Ἑρμωνιεὶμ, τὸ ὄρος τὸ Ἀερμών. Διὰ δὲ τοῦ ὄρους καὶ τοῦ ποταμοῦ, πᾶσαν ἐκείνην τὴν γῆν παρεδήλωσεν. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκομαι σου ἀπὸ γῆς Ἰορδάνου, καὶ | |
45 | ἀπὸ Ἑρμωνιεὶμ ὄρους μικροτάτου. | 1171 |
80.1173 | ηʹ. «Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον.» Ἐν ἐκείνῃ δὲ, φησὶ, διάγων τῇ γῇ, πλήθει δυσμενῶν παρεδό‐ | |
5 | θην, καὶ ὡς ἐν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἀβύσσους γὰρ καλεῖ, τὰ στρατιωτικὰ τάγματα, καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν ὕδασιν ἀμετρήτοις ἀπεικάζει· καὶ τὰ ὑπὸ τούτων γεγενημένα, τῷ πά‐ λαι κατακλυσμῷ, ὃς τὴν οἰκουμένην διέφθειρεν | |
10 | ἅπασαν. Καὶ ταῦτα σαφέστερον ὁ Σύμμαχος ἡρ‐ μήνευσεν· Ἄβυσσος ἀβύσσῳ ἀπήντα, ἀπὸ ἤχου τῶν κρουνῶν σου. Σὺ γὰρ αὐτοὺς ἐπήγαγες, ποι‐ νήν με τῆς παρανομίας εἰσπραττόμενος. «Αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρ‐ | |
15 | ῆλθον.» Ἐπειδὴ γὰρ ἀβύσσῳ τὴν στρατιὰν ἀπείκα‐ σεν, ἐπέμεινε τῇ τροπῇ, καὶ τὰς γεγενημένας τῆς στρατιᾶς προσβολὰς, κύματα καὶ καταιγίδας ἐκάλεσε. Διὰ ταῦτα, φησὶν, ὀδυνῶμαι· ἡ γὰρ τού‐ των μνήμη κεντεῖ με· ἀλλ’ ὅμως τὴν σὴν φιλανθρω‐ | |
20 | πίαν ἔχω παραψυχήν. Τοῦτο γὰρ ἐπήγαγεν· θʹ. «Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ’ ἐμοί. Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.» Ἀεὶ, φησὶ, χορηγούμενον ὑπὸ τοῦ Θεοῦ τὸν ἔλεον ἐπιστάμενος, καὶ νύκτωρ | |
25 | τοῦτο ἐμαυτῷ λογιζόμενος, ᾄδω καὶ ὑμνῶ τὸν οὕτω τῶν καθ’ ἡμᾶς προμηθούμενον. Προσφέρω δὲ αὐτῷ καὶ δεήσεις, ταύτης τυχεῖν τῆς φιλανθρω‐ πίας ἀντιβολῶν. Εἶτα διδάσκει καὶ τῆς προσευχῆς τὰ ῥήματα· | |
30 | ιʹ, ιαʹ. «Ἐρῶ τῷ Θεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου, καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; Ἐν τῷ καταθλᾶ‐ σθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου ἐν τῷ αὐτοὺς λέγειν μοι καθ’ ἑκάστην ἡμέραν, Ποῦ | |
35 | ἐστιν ὁ Θεός σου;» Ταῦτα, φησὶ, πρὸς τὸν ἐμὸν λέγων Δεσπότην, τῆς σῆς ἀεὶ προνοίας τετύχηκα. Τί δήποτέ με νῦν ταύτης ἐγύμνωσας, ὡς ἀπαύστως ἀλύειν τε καὶ θρηνεῖν, διὰ τὰ παρὰ τῶν δυσμενῶν ὀνείδη; αἰκιζόμενοι γάρ με, καὶ πληγαῖς | |
40 | καὶ δεσμοῖς τὰ ὀστᾶ μου συντρίβοντες, ἐπικερτο‐ μοῦσι λέγοντες, «Ποῦ ἐστιν ὁ Θεός σου;» διὰ τὴν σὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντες. Τὸ δὲ «Ἐπελάθου μου,» τουτέστι τῆς σῆς μοι προνοίας οὐ μεταδίδως. Λήθη γὰρ πάθος ἀνθρώπι‐ | |
45 | νον, ἴδιον δὲ Θεοῦ ἀπάθεια. ιβʹ. «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί | |
συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομο‐ | 1173 | |
80.1176 | λογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.» Μὴ ἀπαγορεύῃς, φησὶν, ὦ ψυχὴ, τὴν σωτηρίαν· ἔχεις γὰρ Σωτῆρα Θεόν· οὗ τὴν ἐλπίδα κεκτημένη βεβαίαν, σβέσον τὴν ἀθυμίαν, | |
5 | καὶ δέξαι παραψυχήν. ΕΡΜΗΝ. ΤΟΥ ΜΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ. Ἀνεπίγραφος παρ’ Ἑ‐ βραίοις. Κρῖνόν μοι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου | |
10 | καὶ δολίου ῥῦσαί με.» Ἀνεπίγραφός ἔστιν ὁ ψαλμὸς παρ’ Ἑβραίοις, ὡς τὴν αὐτὴν ἔχων τῷ προ‐ τεταγμένῳ διάνοιαν. Ἀντιβολοῦσι δὲ τὸν Θεὸν οἷ τοὺς προειρημένους ποιησάμενοι λόγους, δικάσαι αὐτοῖς καὶ Βαβυλωνίοις, ὠμότητι πολλῇ κεχρη‐ | |
15 | μένοις, καὶ θηριώδει γνώμῃ. Διὸ καὶ ἔθνος αὐ‐ τοὺς ἀνόσιον ὀνομάζουσι, καὶ μὲν δὴ καὶ τὸν τού‐ των βασιλέα, ἄνδρα δόλιόν τε καὶ ἄδικον. Ταῦτα δὲ περὶ αὐτοῦ καὶ ἡ τοῦ θαυμασίου Δανιὴλ προφη‐ τεία διδάσκει. | |
20 | βʹ. «Ὅτι σὺ, ὁ Θεὸς, κραταίωμά μου, ἱνατί ἀπώσω με, καὶ ἱνατὶ σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκ‐ θλίβειν τὸν ἐχθρόν; Πάλιν τὴν αὐτὴν προσφέρουσι δέησιν, λιπαροῦντες ἀπαλλαγῆναι τῆς τῶν πολεμίων ὠμότητος, δι’ ἣν σκυθρωποὶ καὶ κατηφεῖς ἦσαν ἀεί. | |
25 | Τὸ δὲ, ἱνατί, οὐχ ὡς ἐγκαλοῦντες λέγουσιν, ἀλλ’ ὡς αὐτοὶ τῆς τῶν ἄλλων παρανομίας οὐ κοινωνήσαντες, καὶ σὺν ἐκείνοις ἔρημοι τῆς ἄνωθεν προνοίας γενό‐ μενοι· κοινὴν δὲ ὅμως ὑπὲρ ἁπάντων ποιοῦνται τὴν ἱκετείαν. | |
30 | γʹ. «Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου.» Ἐνταῦθα τὸν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενημένα εἰρή‐ κασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαφεστέραν ἐποιήσαντο | |
35 | τὴν ἑρμηνείαν· «Ἀπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὁδηγήσει με, καὶ ἄξει με εἰς τὸ ὄρος τὸ ἅγιόν σου, καὶ εἰς τὰς σκηνώσεις σου.» Τῆς θείας ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ· διὰ ταύτης με γὰρ δυνατὸν καὶ τῆς πικρᾶς ἀπαλ‐ | |
40 | λαγῆναι δουλείας, καὶ εἰς τὴν γῆν τὴν πατρῴαν ἐπαν‐ ελθεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ ναῷ τὴν νενομισμέ‐ νην λατρείαν προσενεγκεῖν. Σκηνώματα γὰρ τοῦ Θεοῦ, τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ ἅγιον, τὴν Σιών· φῶς δὲ καὶ ἀλήθειαν, τὴν δικαίαν | |
45 | καὶ σωτήριον ἐπιφάνειαν. Ὥσπερ γὰρ σκότος τὰς συμφορὰς ὀνομάζει, οὕτω φῶς τὴν τούτων ἀπαλ‐ λαγήν. Αἰτοῦσι δὲ μετὰ τοῦ φωτὸς τὴν ἀλήθειαν· | |
ἅτε δὴ κρῖναι τὸν Θεὸν αὐτοῖς καὶ Βαβυλωνίοις ἐξαι‐ | 1175 | |
80.1177 | τήσαντες· καὶ σαφῶς εἰδότες, ὡς ἀληθείᾳ καὶ μὴ μακροθυμίᾳ χρώμενος ὁ Θεὸς, ἐκείνων μὲν καταψη‐ φιεῖται, αὐτοὺς δὲ τῆς ἐκείνων δουλείας ἐλευθερώσει. δʹ. «Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ | |
5 | Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ἵνα ἔλθω πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὴν εὐφροσύνην τῆς εὐθυμίας μου, καὶ ἐξ‐ | |
10 | ομολογήσομαί σοι ἐν ψαλτηρίῳ ὁ Θεὸς, ὁ Θεός μου.» Ἱμείρομαι δὲ τῆς ἐπανόδου, φησὶ, τὸ τριπόθητόν σου θυσιαστήριον ἰδεῖν ἐφιέμενος, καὶ δι’ ἐκείνου σὲ τὸν Δεσπότην θεάσασθαι, ὃς εὐφροσύνης παντοδαπῆς, καὶ θυμηδίας ἀφορμάς μοι παρέχεις. Ἐκεῖ δὲ μετὰ | |
15 | κιθάρας τὰς συνήθεις ὑμνῳδίας ποιήσομαι· ἐν Βα‐ βυλῶνι γὰρ, «ἐπὶ τῶν ἰτεῶν ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν,» παράβασιν τοῦ νόμου τὴν ἔξω τοῦ σοῦ τόπου λατρείαν ἡγούμενοι. εʹ. «Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα | |
20 | τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξ‐ ομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.» Καὶ ἐντεῦθεν δῆλον, ὡς ἀμφό‐ τεροι οἱ ψαλμοὶ μίαν διάνοιαν ἔχουσι. Σφίσι δὲ αὐτοῖς παρεγγυῶσιν οἱ τοῖς λόγοις τοῖσδε χρησά‐ | |
25 | μενοι, τὰς χρηστοτέρας ἔχειν ἐλπίδας, καὶ νικῆσαι τῆς ἀθυμίας τὸ πάθος, καὶ προσμεῖναι τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν, ὡς ἀναμφιβόλως δοθησομένην. ΕΡΜΗΝ. ΤΟΥ ΜΓʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν.» | |
30 | Καὶ οὗτος πραγμάτων ἐσομένων πρόῤῥησιν ἔχων, ἀναμεῖναι τὸ τέλος παρεγγυᾷ. Πρόσκειται δὲ τῇ ἐπι‐ γραφῇ εἰς σύνεσιν, ἵνα συνιέντες ἐκεῖνοι τὰ γε‐ γραμμένα, περὶ ὧν ὁ προφητικὸς προθεσπίζει λό‐ γος, τὴν ἐντεῦθεν ἁρπάσωσιν ὠφέλειαν. Προαγορεύει | |
35 | δὲ ὁ ψαλμὸς τὴν Μακεδονικὴν ὠμότητα, καὶ τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς δυσσεβῆ καὶ θηριώδη γνώ‐ μην, καὶ τὴν τῶν Μακκαβαίων ἀνδρείαν τε καὶ εὐσέ‐ βειαν. Ματταθίας γὰρ ὁ μακάριος καὶ τρισ‐ μακάριστος, καὶ τοῦτο πολλάκις ζήλῳ θείῳ μετὰ | |
40 | τῶν παίδων χρησάμενος, καὶ τὰς πολλὰς τῶν Μα‐ κεδόνων μυριάδας, καὶ τῶν ἐλεφάντων τὸ πλῆθος ἀσθενὲς ἡγησάμενος, ὡς τῆς θείας ἔρημον προ‐ μηθείας, μετὰ ὀλίγων κατὰ τούτων στρατεύσας ἐνί‐ κησε· καὶ τοὺς τῶν εἰδώλων ἀνασπάσας βωμοὺς, | |
45 | τὸν θεῖον νεὼν ἐξεκάθηρε, καὶ τὴν συνήθη λατρείαν τοῖς ὁμοφύλοις ἀπέδωκεν. Οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ οἱ τούτου παῖδες μετὰ τὴν τούτου τελευτὴν, προσευχόμενοι τοὺς πολεμίους ἐτρέποντο, καὶ τῆς θείας ῥοπῆς ἀπολαύοντες ἵστων τὰ τρόπαια. Ἐκ | |
80.1177(50) | προσώπου τοίνυν αὐτῶν, ἡ προφητικὴ χάρις ὑπηγό‐ ρευσε τὸν ψαλμὸν, προδιδάσκουσα οἵοις αὐτοὺς ἐν τοῖς | |
κινδύνοις προσήκει χρήσασθαι λόγοις. | 1177 | |
80.1180 | βʹ. «Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.» Αὐτ‐ όπται μὲν ἡμεῖς τῶν σῶν θαυμάτων οὐ γεγενήμεθα, | |
5 | Δέσποτα, παρὰ δὲ τῶν ἡμετέρων μεμαθήκαμεν πατέ‐ ρων, ὅσα θαύματα κατ’ ἐκείνους εἰργάσω τοὺς χρόνους, τὰς πρὸς τοὺς ἡμετέρους προγόνους γεγενημένας ἐπαγγελίας πληρῶν. γʹ, δʹ. «Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατ‐ | |
10 | εφύτευσας αὐτούς· ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ’ ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου· ὅτι εὐδόκησας ἐν αὐτοῖς.» Σὺ, | |
15 | φησὶν, ὦ Δέσποτα, τοὺς Χαναναίους μετὰ τῶν ἄλλων ἐθνῶν ἐντεῦθεν ἐξελάσας, τοὺς ἡμετέρους πατέρας ἀντ’ ἐκείνων κατῴκισας. Οὔτε γὰρ ῥώμῃ θαῤῥοῦν‐ τες, οὔτε πανοπλίᾳ χρώμενοι, τοσούτων ἀπεφάν‐ θησαν κρείττους, ἀλλ’ ὑπὸ τῆς σῆς στρατηγούμενοι | |
20 | χάριτος, τοὺς μὲν κατηκόντισαν, τοὺς δὲ δουλεύειν ἠνάγκασαν, ἐπειδὴ τῆς σῆς αὐτοὺς ἠξίωσας οἰκειό‐ τητος. Τοῦτο γὰρ εἶπεν, «Ηὐδόκησας ἐν αὐτοῖς.» Δεξιὰν δὲ καλεῖ τὴν βοήθειαν· φωτισμὸν δὲ προσώπου, τὴν ἐπιφάνειαν. | |
25 | εʹ. «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου, καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ.» Ὁ αὐτὸς εἶ, φησὶ, καὶ νῦν, Δέσποτα, ὁμοίως βασιλεύων, ὁμοίως κρατῶν, τὴν αὐτὴν δύναμιν ἔχων, ἀλλοίω‐ σιν οὐδὲ μίαν ἡ σὴ δέχεται φύσις. Ἀρκεῖ σοι καὶ | |
30 | λόγος εἰς σωτηρίαν. Νεῦσον, καὶ ταύτης ὁ λαὸς ἀπολαύσεται. Οὕτως καὶ ὁ Σύμμαχος ἡρμήνευσεν, Ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. ϛʹ. «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμέ‐ | |
35 | νους ἡμῖν.» Τὰ κερασφόρα ζῶα ὅπλον τὸ κέρας παρὰ τῆς φύσεως ἔλαβον· ἡμεῖς δὲ κέρας σω‐ τηρίας, καὶ νικηφόρον ὅπλον, τὸ σὸν ἔχομεν ὄνομα, καὶ τούτῳ χρώμενοι τῶν πολεμίων περιεσόμεθα ζʹ, ηʹ. «Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ | |
40 | ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς· καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.» Οὔτε γὰρ τόξοις, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ· πεῖραν γὰρ τῆς σῆς δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρατήσας. | |
45 | θʹ. «Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέ‐ ραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα.» Ἱκετεύομεν δὲ ἀεὶ τῆς σῆς ἀπολαῦσαι ῥοπῆς, καὶ διηνεκῶς τῶν σῶν εὐεργεσιῶν διεξιέναι | |
τὸ πλῆθος. Τὸ γὰρ ὅλην τὴν ἡμέραν ἀντὶ τοῦ ἀεὶ | 1179 | |
80.1181 | τέθεικεν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμή‐ νευσεν· ἀντὶ γὰρ τοῦ ὅλην τὴν ἡμέραν, κατὰ πᾶ‐ σαν ἡμέραν τέθεικεν. ιʹ. «Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ | |
5 | οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν.» Ταῦτα μὲν οὖν ἐν τοῖς ἄνω χρόνοις γεγένηται παρὰ σοῦ. Ἐπὶ δὲ τοῦ παρόντος ἔρημοι τῆς σῆς ἀπεφάν‐ θημεν προμηθείας, καὶ ἐν αἰσχύνῃ διάγομεν ὑπὸ τῆς σῆς οὐ στρατηγούμενοι χάριτος. Τὸ γὰρ, οὐκ | |
10 | ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν, ἀντὶ τοῦ οὐ στρατηγεῖς ἡμῶν, καὶ συνήθως παρέχεις τῶν πο‐ λεμίων κρατεῖν. ιαʹ. «Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον | |
15 | ἑαυτοῖς.» Τῆς γὰρ σῆς προνοίας οὐκ ἀπολαύ‐ οντες, ἡμεῖς μὲν νῶτα διδόντες ἀποδιδράσκομεν· πορθοῦσι δὲ οἱ πολέμιοι τὰ ἡμέτερα. ιβʹ. «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς.» Δίκην δὲ προβάτων | |
20 | ἐρήμων ποιμένος, ὑπὸ τῶν σῶν δαπανώμεθα πο‐ λεμίων· καὶ οἱ τὸν θάνατον διαφυγόντες, τῇδε κἀκεῖσε ἀπεμπολούμενοι, δουλεύειν ἀναγκαζόμεθα. ιγʹ. «Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν.» Τοῦτο | |
25 | ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν.» Τοιαῦτα καὶ διὰ τοῦ προφήτου Ἡσαΐου φησὶν ὁ Θεός· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀπο‐ στασίου [τῆς μητρὸς ὑμῶν;] ἢ τίνι ὑπόχρεως ὢν | |
30 | πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.» Καὶ πάλιν, «Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.» Καὶ ὁ θεῖος Ἀπό‐ στολος· «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός | |
35 | ἐστιν, ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τῆς ἁμαρτίας.» Κἀνταῦθα τοίνυν οἱ θαυμάσιοι λέγουσιν ἄνδρες, ὅτι οὐδεμίαν τιμὴν παρὰ τῶν πο‐ λεμίων λαβὼν ἀπέδου ἡμᾶς, ἀλλὰ τῶν ἁμαρτιῶν ἕνεκα παραδέδωκας. | |
40 | ιδʹ. «Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν· μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Γείτονας κύκλῳ κατοικοῦντας τοὺς ἀλλοφύλους καλεῖ, καὶ Ἰδουμαίους, καὶ Μωαβίτας, καὶ Ἀμ‐ μανίτας, καὶ τοὺς ἄλλους πλησιοχώρους, οἷς ἐπί‐ | |
45 | χαρτοι γεγόνασι πολεμούμενοι. | 1181 |
80.1184 | ιεʹ. «Ἔθου ἡμᾶς εἰς παραβολὴν τοῖς ἔθνεσι, κί‐ νησιν κεφαλῆς ἐν τοῖς λαοῖς.» Τὰ μεγάλας συμ‐ φορὰς καὶ διηγούμενοι καὶ ἀκούοντες, κινεῖν τὰς κε‐ φαλὰς εἰώθαμεν, ὑπ’ ἐκπλήξεως τοῦτο δρᾷν βιαζόμε‐ | |
5 | νοι. Εἰώθαμεν δὲ καὶ πάθη πάθεσι παραβάλλειν, καὶ λέγειν ὅτι τοιαῦτα ἔπαθεν ὁ δεῖνα, οἷα ὁ δεῖνα. Τοῦτο κἀνταῦθα ὀδύρονται, ὅτι παραβολὴ γεγενή‐ μεθα τοῖς ἀνθρώποις, καὶ κινοῦσιν ἐφ’ ἡμῖν τὰς κε‐ φαλάς· οἱ μὲν ἐφηδόμενοι, οἱ δὲ τὴν ὑπερβολὴν τῶν | |
10 | γεγενημένων θαυμάζοντες. ιϛʹ, ιζʹ. «Ὅλην τὴν ἡμέραν ἐντροπή μου κατ‐ εναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με. Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλα‐ λοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.» | |
15 | Ἐγὼ δὲ τοὺς μὲν πολεμοῦντας, τοὺς δὲ γελῶντας καὶ ἐπιτωθάζοντας βλέπων, αἰσχύνης ἀναπίμπλαμαι, καὶ πᾶσαν ἡμέραν ὀδυνῶμαι. Εἶτα τὴν οἰκεῖαν διεξίασιν ἀρετὴν οἱ τὰς Ἀντιόχου πάγας διαφυ‐ γόντες, καὶ τῆς ἀσεβείας τὰς ἄρκυς ὑπερπηδήσαν‐ | |
20 | τες. ιηʹ, ιθʹ. «Ταῦτα πάντα ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν.» Ὑπὸ τοσούτων δὲ περικλυσθέντες δεινῶν, οὐκ | |
25 | ἐδεξάμεθα λήθην τῶν σῶν ἐντολῶν, οὔτε παραβῆ‐ ναι τὸν σὸν ἐτολμήσαμεν νόμον, οὐδὲ τῆς προτέρας ἐξετράπημεν γνώμης. «Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. [κʹ.] Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώ‐ | |
30 | σεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.» Τὸ «ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου,» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Οὐ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου. Ἵνα δὲ καὶ τῶν Ἐβδομήκοντα τὴν διάνοιαν ἑρμηνεύσωμεν, οὕτω | |
35 | νοήσωμεν· Πολλοῖς ἡμᾶς, φησὶ, καὶ παντοδα‐ ποῖς περιέβαλες ἀλγεινοῖς, ἅπερ ἱκανὰ ἦν καὶ ἐκτρέ‐ ψαι τῆς ὁδοῦ σου· παρέδωκας δὲ καὶ εἰς δουλείαν ἡμᾶς δυσσεβέσιν ἀνθρώποις, ὠμότητι καθ’ ἡμῶν κε‐ χρημένοις, καὶ θανατηφόρους ἡμῖν τιμωρίας ἐπάγου‐ | |
40 | σιν. Σκιὰν γὰρ θανάτου τοὺς πρὸς θάνατον ἄγον‐ τας κινδύνους ἐκάλεσεν. καʹ, κβʹ. «Εἰ ἐπελαθόμεθα ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον. Οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ | |
45 | γινώσκει τὰ κρύφια τῆς καρδίας. Ὅτι ἕνεκά σου θα‐ | |
νατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρό‐ | 1183 | |
80.1185 | βατα σφαγῆς.» Ταύτην ἐπεδείξαντο τὴν ἀρετὴν οἱ Μακκαβαῖοι, καὶ οἱ περὶ τὸν Ματταθίαν, καὶ οἱ ἑπτὰ νεανίαι σὺν τῇ μητρὶ καὶ Ἐλεαζάρῳ τῷ ἱερεῖ. Οὔτε γὰρ κολακείαις κατεθέλχθησαν, οὔτε τιμω‐ | |
5 | ρίαις ἐκάμφθησαν, ἀλλὰ τοῦ ἀληθοῦς Θεοῦ τὸ σέβας ἀνέπαφον διετήρησαν, καὶ τῶν εἰδώλων τὴν θερα‐ πείαν ὡς μυσαρὰν ἐβδελύξαντο. Καὶ ταῦτα, φησὶ, σὺ οἶδας, Δέσποτα. Σοὶ γὰρ οὐ μόνα τὰ πράγματα δῆλα, ἀλλὰ καὶ τὰ τῆς ἐννοίας κινήματα. Ἐπισημήνασθαι | |
10 | δὲ προσήκει, ὅτι δυάδα προσώπων ὁ λόγος ᾐνίξατο. Εἰρηκὼς γὰρ, «Οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Αὐ‐ τὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας·» ἐπήγα‐ γεν, «Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέ‐ ραν.» Ταύτην δὲ τὴν τῆς ἀντωνυμίας ἐναλλαγὴν | |
15 | καὶ ὁ Ἑβραῖος ἔχει, καὶ οἱ λοιποὶ τεθείκασιν ἑρμη‐ νευταί. κγʹ. «Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε; ἀνάστη‐ θι, καὶ μὴ ἀπώσῃ εἰς τέλος.» Ὕπνον τὴν μα‐ κροθυμίαν καλεῖ· καθάπερ γὰρ ὁ καθεύδων οὐκ αἰ‐ | |
20 | σθάνεται τῶν γιγνομένων, οὕτως ὁ μακροθυμίᾳ χρώ‐ μενος, καὶ παροινούμενος, καὶ προπηλακιζόμενος φέρει. Ἀνάστασιν δὲ τὴν ἐπὶ τιμωρίαν κίνησιν ὀνομάζει. Εἶτα τὰ αὐτὰ πάλιν ἑτέρως λέγει. κδʹ. «Ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπι‐ | |
25 | λανθάνῃ τῆς πτωχείας ἡμῶν, καὶ τῆς θλίψεως ἡμῶν.» Παρορᾷς, φησὶ, τὰ καθ’ ἡμῶν γινόμενα, Δέσποτα, καὶ ἔοικας ἀποστρεφομένῳ, καὶ οὐ θεωμέ‐ νῳ, ἀλλ’ ἐπιλελησμένῳ, καὶ τούτου χάριν οὐ κηδομέ‐ νῳ· ἡμεῖς δὲ πτωχεύομεν, τῆς ἐπικουρίας τὸν πλοῦ‐ | |
30 | τον οὐκ ἔχοντες. κεʹ. «Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. Ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Μέχρι τῆς γῆς αὐτῆς κατεκάμφθημεν, ὡς τὴν γαστέρα ἡμῶν αὐτῇ πελάσαι τῇ γῇ· διὰ δὲ τούτων τὴν πολλὴν ση‐ | |
35 | μαίνει ταπείνωσιν, καὶ τῶν πολεμίων τὸ κράτος. κϛʹ. «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρω‐ σαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.» Οὗ δὴ χάριν ἀντιβολοῦμέν σε, Δέσποτα, ἐπιφανῆναι, καὶ λῦσαι τὰς συμφορὰς, καὶ κρείττους ἀποφανῆναι τῶν δυσ‐ | |
40 | μενῶν. Ταῦτα δὲ ἅπαντα προεῖπεν ἡ τοῦ Πνεύματος χάρις, τοὺς ἐν ἐκείνοις τοῖς δεινοῖς ἐσομένους δι‐ δάσκουσα, καὶ γενναίως ἐνεγκεῖν τὰ προσπίπτοντα, καὶ παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτῆσαι τὴν τούτων ἀπαλλαγήν. Ὅπερ δὴ καὶ δεδράκασιν οἱ θαυμάσιοι | |
45 | ἄνδρες ἐκεῖνοι. Τοῖς γὰρ λόγοις τὸν Θεὸν ἱλεώσαντο, καὶ ὑπ’ αὐτοῦ στρατηγούμενοι τοὺς πολεμίους ἐτρέ‐ ψαντο, καὶ τὴν προτέραν ἐλευθερίαν ὁμοφύλοις | |
προὐξένησαν. | 1185 | |
80.1188 | ΕΡΜΗΝ. ΤΟΥ ΜΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπη‐ τοῦ.» Τὰ λυπηρὰ προειρηκὼς ὁ προφητικὸς λόγος ἐν | |
5 | τῷ πρὸ τούτου ψαλμῷ, τὰ θυμήρη λοιπὸν προαγο‐ ρεύει, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν, καὶ διδάσκων, ὅτι καὶ νικήσουσι, καὶ διαρκέσουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ τεύξονται βοηθείας, ἕως ἂν ἐξ αὐτῶν ὁ ἀγαπητὸς Υἱὸς κατὰ σάρκα βλαστήσῃ, καὶ τὴν και‐ | |
10 | νὴν ἀλλοίωσιν τοῖς ἔθνεσι πραγματεύσηται. Ἀγαπη‐ τὸν γὰρ καλεῖ τοῦ Θεοῦ τὸν Υἱόν· οὕτω γὰρ καὶ ὁ θεῖος Ἡσαΐας φησίν· «Ἀμπελὼν ἐγενήθη τῷ ἠγα‐ πημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι.» Τοῦτο καὶ αὐτὸς ὁ Πατὴρ εἰς τὸν Υἱὸν ἀνεκήρυξεν· «Οὗτός ἐστιν ὁ | |
15 | Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Οὗτος τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ἀλλοίωσιν τοῖς ἔθνεσιν ἐδωρήσατο. Περὶ τούτων δὲ ὁ ψαλμὸς προθεσπίζει, οἷς καὶ παρεγγυᾷ τῶν μὲν πατρῴων ἐπιλαθέσθαι θεῶν, τὸν δὲ ἀληθινὸν ἀληθῶς γεραίρειν Θεόν. Τοὺς | |
20 | δὲ ἀλλοιωθησομένους ὁ μὲν Σύμμαχος ἄνθη κέ‐ κληκεν· Ἀκύλας δὲ καὶ ὁ Θεοδοτίων, κρίνα. Ἄνθη δὲ καὶ κρίνα τοῦ ἦρος βλαστοί. Ἔαρ δὲ πνευματι‐ κὸν, τοῦ Σωτῆρος ἡ παρουσία· ἐν ᾗ εὐφράνθη, κατὰ τὴν Ἡσαίου προφητείαν, «ἡ πάλαι ἔρημος, καὶ ἤν‐ | |
25 | θησεν ὡς κρίνον.» Περὶ τούτων ἡ παροῦσα προφη‐ τεία προαγορεύει, πάντων ὑποδεικνῦσα φυτουργόν τε καὶ γεωργὸν, τὸν ἀλλοιώσαντα καὶ ἀποφήναντα καρποφόρον. βʹ. «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.» | |
30 | Πνευματικοῖς γὰρ ἐντρεφόμενος λόγοις, τοιαύτας ἐρυγὰς ἀναπέμπω, καὶ τοιούτους λόγους προΐεμαι. «Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.» Ὃν ἀγαπη‐ τὸν ἡ προγραφὴ κέκληκε, βασιλέα καλεῖ τοῦ ψαλμοῦ τὸ προοίμιον· ἔργα δὲ τῆς προφητείας ὁ ἀληθὴς λό‐ | |
35 | γος, ὁ τὰ ἐσόμενα προθεσπίζων. Λέγει τοίνυν, ὅτι περὶ αὐτοῦ τοῦ βασιλέως ποιοῦμαι τοὺς λόγους· καὶ διδάσκων ὡς οὐκ ἀνθρωπίνοις, ἀλλὰ θείοις κέχρηται λόγοις, ἐπήγαγεν· «Ἡ γλῶσσά μου κάλαμος γραμ‐ ματέως ὀξυγράφου.» Οὐδὲν, φησὶ, οἰκεῖον φθέγγο‐ | |
40 | μαι, οὐδὲ τῆς ἐμῆς διανοίας ὠδῖνας προσφέρω· ἑτέ‐ ρας δὲ ὑπουργὸς ἐνεργείας ἡ γλῶττα, καὶ αὕτη μὲν μιμεῖται κάλαμον· ἡ δὲ χάρις τοῦ πνεύματος γραμ‐ ματέα ταχὺν, διὰ ταύτης ἃ βούλεται γράφουσα. Οὕ‐ τως ὁ προφήτης τὸν δι’ αὐτοῦ φθεγγόμενον ὑποδεί‐ | |
45 | ξας, ἄρχεται τῆς προῤῥήσεως οὕτως. γʹ. «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων· ἐξεχύθη χάρις ἐν χείλεσί σου, διὰ τοῦτο ηὐ‐ λόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.» Σὺ, φησὶν, ὃν ὠνόμασα βασιλέα, ὃν διὰ τῆς προγραφῆς ἀγαπητὸν | |
80.1188(50) | προσηγόρευσα, κάλλει μὲν νικᾷς τῶν ἀνθρώπων τὴν | |
φύσιν, σοφίας δὲ προχέεις διὰ τῆς γλώσσης πηγάς. | 1187 | |
80.1189 | καὶ ταῦτα οὐ πρόσκαιρα, ἀλλ’ αἰώνια ἔχεις. Ἰστέον δὲ, ὅτι οὐ τὰ θεῖα, ἀλλὰ τὰ ἀνθρώπεια τοῦ Δεσπό‐ του Χριστοῦ ὁ προφητικὸς παρεδήλωσε λόγος· οὐ γὰρ ἂν ἀνθρώποις τὸν Θεὸν λόγον ἀπείκασεν, οὐδ’ | |
5 | ἂν τοῦτον ἔφη παρὰ Θεοῦ δεδέχθαι τὴν εὐλογίαν. Οὗτος γὰρ ἄβυσσος ἀγαθῶν εὐλογίαν τοῖς πιστοῖς ἀναβλύζουσα. Τὰ ἀνθρώπεια τοίνυν διὰ τῶνδε τῶν λόγων τοῦ Δεσπότου Χριστοῦ προεθέσπισε. Μηδεὶς δὲ ἀντικρὺς ἐναντία τοὺς προφήτας ἀλλήλοις εἰρηκέ‐ | |
10 | ναι λεγέτω, Ἡσαίου ἀκούων βοῶντος· «Εἴδομεν αὐ‐ τὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων.» Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προ‐ αναφωνεῖ, ἃ παροινίας καὶ ὕβρεώς ἐστι μεστά. Διὸ | |
15 | δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη,» καὶ τὰ ἄλλα ἑξῆς, τὰ τὸ πάθος μηνύον‐ τα. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, οὐ τὸ τοῦ σώ‐ ματος, ἀλλὰ τῆς ἀρετῆς καὶ πάσης δικαιοσύνης, τὸ | |
20 | ἁμαρτίας οὐ δεξάμενον σπῖλον, τὸ πάσης κηλίδος ἐλεύθερον. εʹ. «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασί‐ | |
25 | λευε.» Τὴν ὥραν διαγράψας καὶ τὴν σοφίαν, ὑπο‐ δείκνυσι καὶ τὴν δύναμιν καὶ τὴν πανοπλίαν, ᾗ χρησάμενος τοὺς ἐναντίους κατέλυσε. Καὶ τὸ πάν‐ των ἡμᾶς παραδοξότατον πρᾶγμα διδάσκει. Αὐτὴν γὰρ αὐτοῦ τὴν ὥραν, καὶ πανοπλίαν λέγει, καὶ | |
30 | δύναμιν. «Περίζωσαι» γὰρ, «φησὶ, τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου.» Καὶ εἰρηκὼς, «Ἔντεινον, καὶ κατ‐ ευοδοῦ, καὶ βασίλευε,» εὐθὺς ἐπήγαγεν· «Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης.» Σα‐ | |
35 | φῶς διὰ τούτων διδάσκων, ὡς ἡ ἀλήθεια, καὶ ἡ πραότης, καὶ ἡ δικαιοσύνη, καὶ κάλλος αὐτοῦ καὶ δύναμις καὶ πανοπλία ἐστὶ, καὶ νίκη. Ἔστι δὲ ἀκοῦσαι αὐτοῦ τοῦ Κυρίου λέγοντος, «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, | |
40 | καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Καὶ πάλιν, «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή.» Καὶ πρὸς τὸν θεσπέσιον Ἰωάννην· «Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Καὶ διὰ τούτων τοῦ ἀλάστορος τὴν | |
45 | τυραννίδα κατέλυσε, καὶ τὸν θάνατον ἔλυσε, καὶ τοῖς πεπιστευκόσι παρέσχε τὴν σωτηρίαν. «Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Ἐπειδὴ γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκολούθως καὶ δεξιᾶς ἐποιήσατο μνήμην. Δεξιὰ δὲ αὐτοῦ, τὰ δεξιὰ βουλεύματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ | |
80.1189(50) | ἐδέξατο προσβολήν. | 1189 |
80.1192 | ϛʹ. «Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.» Μεθυπέρβατά ἐστι τὰ ῥήματα· λέγει δὲ, ὅτι τοῖς ὀξέσι βέλεσι κατὰ τῶν πολεμίων | |
5 | χρώμενος, ἐκείνους μὲν εὐθυβόλως βαλεῖς, καὶ τὰς καρδίας αὐτῶν κατατρώσεις. Τοὺς δὲ ὑπ’ ἐκείνων τυραννουμένους λαοὺς τὴν σὴν διδάξεις προσκύνησιν. Τὰ βέλη σου γὰρ ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τούτων δὲ τρω‐ | |
10 | θέντων, λαοὶ ὑποκάτω σου πεσοῦνται, προσφέροντές σοι τὴν ὀφειλομένην προσκύνησιν. Διὰ τούτων τὰ κατὰ τὴν ἐνανθρώπησιν γεγενημένα προαγορεύσας ὁ προφητικὸς λόγος, αὐτοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου μετὰ ταῦτα διδάσκει τὴν φύσιν. | |
15 | ζʹ. «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Ἐπειδὴ ταπεινότερα τῆς θείας ἦν ἀξίας τὰ ἄνω εἰρημένα, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ διὰ τοῦτο ηὐλόγησέ σε ὁ Θεὸς εἰς | |
20 | τὸν αἰῶνα. Εἰκότως διὰ τούτων διδάσκει, ὅτι καὶ Θεός ἐστιν, καὶ αἰώνιος Βασιλεὺς, καὶ οὔτε ἀρχὴν εἰληφὼς, οὔτε τέλος ληψόμενος. Τοῦτο δηλοῖ τὸ αἰώνιον. Διὸ δὴ καὶ ὁ Σύμμαχος αἰώνιον αὐτὸν προσηγόρευσεν, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώνιος. | |
25 | Διδάσκει δὲ καὶ τῆς βασιλείας τὸ δίκαιον. «Ῥάβδος γὰρ εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου.» Εἶτα πάλιν ἐπὶ τὰ ἀνθρώπεια καταβαίνει. ηʹ. «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνο‐ μίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον | |
30 | ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου.» Ἢ κατὰ τὸν Σύμμαχον, παρὰ τοὺς ἑταίρους σου. Μέτοχοι δὲ αὐτοῦ εἰσὶ, καὶ ἑταῖροι, καὶ ἀδελφοὶ, κατὰ τὴν ἀνθρωπότητα, οἱ πιστεύσαντες. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος λέγει, «Μέτοχοι γὰρ γεγόναμεν τοῦ | |
35 | Χριστοῦ, ἐάνπερ τὴν ἀπαρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.» Καὶ πάλιν, «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Οὕτω καὶ τῷ παναγίῳ κέχρισται Πνεύματι, οὐχ ὡς Θεὸς, ἀλλ’ ὡς ἄνθρωπος. Ὡς γὰρ Θεὸς, ὁμοούσιον | |
40 | ἔχει τὸ Πνεῦμα· ὡς δὲ ἄνθρωπος, οἷόν τι χρίσμα λαμβάνει τοῦ Πνεύματος τὰ χαρίσματα. Οὕτω καὶ ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Γνω‐ μικῆς γὰρ ταῦτα αἱρέσεως, οὐ φυσικῆς δυνάμεως· ὡς δὲ Θεὸς, ῥάβδον εὐθύτητος ἔχει τὴν ῥάβδον τῆς | |
45 | βασιλείας. θʹ, ιʹ. «Σμύρνα, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. Θυγατέρες βασιλέων ἐν τιμῇ σου.» Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, Ἀκύλας καὶ | |
80.1192(50) | Σύμμαχος, ἀπὸ ναῶν ἐλεφαντίνων εἰρήκασιν. Ἱμά‐ | 1191 |
80.1193 | τιον δὲ αὐτοῦ τὸ σῶμα καλεῖ, ὥσπερ καὶ ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ καταπέ‐ τασμα τοῦτο προσαγορεύει. «Ἔχοντες γὰρ, φησὶ, παῤῥησίαν, ἀδελφοὶ, εἰς τὴν εἴσοδον τῶν ἁγίων | |
5 | ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος αὐ‐ τοῦ, τουτέστι, τῆς σαρκὸς αὑτοῦ.» Σμύρναν δὲ καλεῖ τὸ πάθος· νεκροῖς γὰρ αὕτη διαφερόντως προσφέρεται· στακτὴν δὲ καὶ κασσίαν, τὴν ἀπὸ | |
10 | τοῦ πάθους εὐωδίαν. Βάρεις ἐλεφαντίνας, ἢ κατὰ τὸν Σύμμαχον καὶ τὸν Ἀκύλαν, ναοὺς ἐλεφαντί‐ νους, τὰς περικαλλεῖς καὶ λαμπρὰς ἐκκλησίας, ἃς ἄρχοντες καὶ βασιλεῖς πανταχοῦ γῆς καὶ θαλάσσης ἐδείμαντο. Προλέγει τοίνυν, ὅτι τὸ μὲν πάθος κατὰ | |
15 | τὸ σῶμα γενήσεται, εὐωδίας δὲ πᾶσαν τὴν οἰκου‐ μένην ἐμπλήσει, ὡς τοὺς πάλαι πλανωμένους λαοὺς, ἐγεῖραι αὐτῷ εἰς κάλλος ἐξησκημένους ναοὺς, καὶ βασιλικῷ διαλάμποντας κόσμῳ. Τῶν δὲ ἐκκλησιῶν τὴν πρόῤῥησιν ποιησάμενος, αἳ παστάδων | |
20 | καὶ νυμφώνων ἐπέχουσι τάξιν, εἰκότως καὶ τῆς νύμφης προαγορεύει τὸν κόσμον, καὶ τὴν ὥραν, καὶ τὸ γένος, καὶ τὴν ἁρμόττουσαν αὐτῇ προσφέρει παραίνεσιν. «Παρέστη βασίλισσα ἐκ δεξιῶν σου, ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλ‐ | |
25 | μένη.» Διὰ τούτων καὶ τοῦ κόσμου τὴν πολυτέλειαν καὶ τὴν ἄκραν αὐτῆς ὑποδείξας τιμὴν, τῷ τε βασι‐ λίδα καλέσαι, καὶ τῷ στῆναι τοῦ τοσούτου βασιλέως ἐκ δεξιῶν, εἰσηγεῖται καὶ παραινεῖ τὰ συμ‐ φέροντα. ιαʹ. «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ | |
30 | οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.» Ταῦτα δὲ οὐδαμῶς Ἰουδαίοις ἁρμόττει ἐπ’ εὐσεβείᾳ προγόνων σεμνυνομένοις, δι’ οὓς καὶ ἐπὶ πλεῖστον τῆς θείας κηδεμονίας ἀπ‐ έλαυσαν. Ἰουδαίοις γὰρ τῇ τῶν πατέρων ἀκολουθεῖν | |
35 | εὐσεβείᾳ κελεύει, οὐκ ἐπιλανθάνεσθαι τῶν πατέρων παρεγγυᾷ· ἡ δὲ ἐξ ἐθνῶν Ἐκκλησία, πατέρας ἔσχε καὶ προγόνους εἰδώλοις δεδουλευκότας. Ταύτην τοιγαροῦν συμβουλεύει μηδὲν τῶν πατρῴων ἐθῶν ἐν τῇ μνήμῃ καταλιπεῖν· καὶ θυγατέρα δὲ αὐτὴν | |
40 | ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν πνευματικὴν ἀναγέννησιν δεξαμένην. Ὑπισχνεῖται δὲ αὐτῇ φυλατ‐ τούσῃ τὰς ὑποθήκας τοῦ βασιλέως τὸν ἔρωτα. ιβʹ. «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» Εἶτα καὶ τὴν αὐτῆς φύσιν, καὶ τὴν τοῦ | |
45 | βασιλέως ἀξίαν διδάσκει. «Ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις | |
αὐτῷ. [ιγʹ] Καὶ θυγάτηρ Τύρου ἐν δώροις.» Οἱ | 1193 | |
80.1196 | μὲν οὖν ἄλλοι τρεῖς ἑρμηνευταὶ αὐτὴν ἐκέλευσαν ποιήσασθαι τὴν προσκύνησιν. Καὶ ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Καὶ προσκύνησον αὐτῷ. Ὁ δὲ Σύμμαχος· Αὐτὸς γὰρ Κύριός σου, καὶ | |
5 | προσκύνει αὐτόν. Οἱ δὲ Ἑβδομήκοντα τὴν βα‐ σιλίδα διδάσκουσιν, ὅτι οὐκ αὐτῆς ἐστι μόνος Κύ‐ ριος ὁ νυμφίος, ἀλλὰ καὶ τῶν ἔτι ἀντιλέγειν τολ‐ μώντων· ὡς καὶ τῆς Τύρου τὰς θυγατέρας δῶρα προσοῖσαι, καὶ τὴν δουλείαν δηλῶσαι. Διὰ τούτων | |
10 | δὲ πᾶσαν ᾐνίξατο τὴν ἀσέβειαν. Σύνηθες γὰρ τῇ Γραφῇ τὸ πᾶν ἀπὸ μέρους δηλοῦν. Οὕτως ἀλ‐ λαχοῦ διὰ τοῦ Λιβάνου πᾶσαν τῆς δεισιδαιμονίας τὴν παῦλαν προαγορεύει. Ὁ γὰρ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Ἐν δὲ τοῖς ἑξῆς καὶ | |
15 | πλειόνων μέμνηται· «Τὸ πρόσωπόν σου λιτανεύ‐ σουσιν οἱ πλούσιοι τοῦ λαοῦ αὐτοῦ» Πρόσωπον δὲ τῆς Ἐκκλησίας κυρίως μὲν αὐτὸς ὁ Δεσπό‐ της· κεφαλὴ γάρ ἐστι τοῦ σώματος· «Αὐτὸν γὰρ, φησὶν, ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκ‐ | |
20 | κλησίᾳ.» Ἔπειτα δὲ καὶ τὸ ἱερατικὸν τάγμα οἷόν τι πρόσωπον ὑπάρχει τῆς Ἐκκλησίας, ἅτε δὴ πλείονα πνευματικὴν περιβεβλημένον ἀξίαν. Ἔστι δὲ ἰδεῖν καὶ τήνδε τὴν προφητείαν δεξαμένην τὸ πέρας· οἱ γὰρ πλούτῳ κομῶντες, καὶ τῶν μεγίστων ἀξιω‐ | |
25 | μάτων τὴν περιφάνειαν ἔχοντες, τὸ καλούμενον τῆς Ἐκκλησίας γεραίρουσι πρόσωπον. Ἐπειδὰν δὲ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλῆσθαι ἔφη τὴν βασι‐ λίδα· εὐτέλεια δὲ περιβολαίων κοσμεῖ τοὺς τῆς ἀρετῆς ἀθλητάς· διὸ δὴ καὶ τοιούτοις κεχρημένοι διατελοῦσιν, ἑρμηνεύει τοῦ κόσμου τὴν πολυτέλειαν. | |
30 | ιδʹ, ιεʹ. «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασι‐ λέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς. Περιβεβλη‐ μένη, πεποικιλμένη.» Ἔνδοθεν ἔχει, φησὶ, τῆς ἀρετῆς τὴν εὐπρέπειαν, καὶ τοῖς παντοδαποῖς τοῦ ἁγίου Πνεύματος διαλάμπει χαρίσμασιν. Ἐπειδὴ | |
35 | γὰρ διάφοροι τοῦ θείου Πνεύματος αἱ ἐνέργειαι· διαιρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ | |
40 | προφητεία, ἄλλῳ δὲ γένη γλωσσῶν· ἐκ πολλῶν δὲ πνευματικῶν ἀνθρώπων δεξαμένων διάφορα χαρί‐ σματα ἡ Ἐκκλησία συνέστηκεν· εἰκότως κροσσοῖς ἀπείκασε χρυσοῖς τὴν τῶν χαρισμάτων διαίρεσιν. Διῄρηνται γὰρ ἀπ’ ἀλλήλων οἱ κροσσοὶ, καὶ πάλιν | |
45 | ἥνωνται ὡς τῆς αὐτῆς ἐξηρτημένοι στολῆς. | 1195 |
80.1197 | «Ἀπενεχθήσονται παρθένοι τῷ βασιλεῖ ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. [ιϛʹ.] Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.» Ἐπειδὴ γὰρ οὐχ | |
5 | ἅπαντες τὴν ἄκραν ἔχουσι τελειότητα, τοὺς μὲν καλεῖ νύμφην, ὡς τελείους ἐν ἀρετῇ, τοὺς δὲ παρ‐ θένους, ὡς ἀκήρατον φυλάξαντας ἣν παρέλαβον πίστιν. Λέγει δὲ ὅμως καὶ ταύτας ἀκολούθους εἶναι τῆς βασιλίδος, καὶ εἰς τὸν βασιλικὸν σὺν αὐτῇ εἰσιέ‐ | |
10 | ναι νεών. Ταύτην ἡμᾶς τὴν διαφορὰν ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξε, φήσας· «Πολ‐ λαὶ μοναὶ παρὰ τῷ Πατρί μου.» Συνῳδὰ καὶ ὁ μακάριος ἔφη Παῦλος, «Ἐπειδὴ γὰρ δι’ ἀνθρώ‐ που ὁ θάνατος καὶ δι’ ἀνθρώπου ἀνάστασις | |
15 | νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνή‐ σκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθή‐ σονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.» ιζʹ. «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν | |
20 | τὴν γῆν.» Εἰπάτωσαν Ἰουδαῖοι, τίνας ἔσχον υἱοὺς πάσης ἄρξαντας τῆς οἰκουμένης; Ἀλλ’ οὐκ ἂν δείξαντο· οὔτε γὰρ ἦρξαν, οὔτε ἄρχουσιν, ἀλλὰ τὴν ἐσχάτην δουλείαν δουλεύουσιν, οἱ δὲ θεῖοι ἀπό‐ στολοι, πατέρας ἐσχηκότες τοὺς πατριάρχας, γῆς καὶ | |
25 | θαλάττης καὶ μετὰ θάνατον ἄρχουσιν οἷόν τινες ὕπαρχοι, καὶ στρατηγοὶ, καταστάντες ὑπὸ τοῦ παμ‐ βασιλέως Χριστοῦ. Καὶ οἱ μετ’ ἐκείνους δὲ, οὓς οὐκ ἄν τις ἁμάρτοι καλέσας τῆς Ἐκκλησίας υἱοὺς, οἱ νικη‐ φόροι φημὶ μάρτυρες τὴν αὐτὴν ἐτάχθησαν διέπειν | |
30 | ἀρχὴν, καὶ πάντας ἔχουσι νῦν ὑπηκόους· τοὺς μὲν πόθῳ τοῦτο ποιεῖν αἱρουμένους, τοὺς δὲ τῷ φόβῳ βιαζομένους. ιηʹ, ιθʹ. «Μνησθήσομαι ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι | |
35 | εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ταῦτα προθεσπίσας ὁ Ψαλμῳδὸς, ἐν ἑκάστῃ γενεᾷ διὰ τῶν κατὰ καιρὸν εὐσεβῶν τὸ ὄνομα τὸ θεῖον ἀνυμνεῖν ὑπισχνεῖται. Οὕτω γὰρ καὶ οἱ τρεῖς ἐξέδωκαν· «Ἀνυμνήσω τὸ ὄνομά σου καθ’ ἑκάστην γενεὰν, διὰ τοῦτο λαοὶ | |
40 | ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς.» Τῇ γὰρ ὑπ’ ἐμοῦ συγγραφείσῃ χρώμενοι μελῳδίᾳ πάντες οἱ κατὰ τὴν οἰκουμένην λαοὶ, καὶ διὰ ταύτης τὴν παρασχε‐ θεῖσαν αὐτοῖς σωτηρίαν ἄνωθεν προῤῥηθεῖσαν μανθάνοντες, σὲ τὸν εὐεργέτην καὶ χορηγὸν τῶν | |
45 | ἀγαθῶν ἀνυμνοῦντες διατελέσουσι. | 1197 |
80.1200 | ΕΡΜΗΝ. ΤΟΥ ΜΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων.» Τὰ μετὰ πολλὴν χρόνου περίο‐ δον ἔνθεν ἐσόμενα προαγορεύων προφητικὸς λόγος, | |
5 | πάλιν εἰς τὸ τέλος ἐπέγραψε τὸν ψαλμὸν, ἀναμεῖναι τῆς προφητείας τὸ τέλος παρεγγυῶν. Προλέγει δὲ τὰς κατὰ τῆς Ἐκκλησίας γεγενημένας ἐπαναστάσεις, καὶ τὴν μετὰ ταῦτα παρασχεθεῖσαν οὐρανόθεν βοή‐ θειαν, καὶ τὴν νῦν πολιτευομένην εἰρήνην. Ἰστέον | |
10 | μέντοι, ὥς τινες εἰς τὸν Γὼγ καὶ Μαγὼγ ὑπέλαβον εἰρῆσθαι τὸν προκείμενον ψαλμόν· τινὲς δὲ εἰς τὸν Ἄχαζ, καὶ τὸν Φακεέ· ἄλλοι δὲ εἰς τὸν Ἐζε‐ κίαν, καὶ τὸν Ἀσσύριον. Δείξει δὲ σὺν Θεῷ φάναι ἡ κατὰ μέρος ἑρμηνεία, ὡς οὐδενὶ τῶν εἰρημένων | |
15 | ἁρμόττει ἡ τοῦ ψαλμοῦ διάνοια. βʹ. «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοη‐ θὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.» Προθεσπίσας ὁ προτεταγμένος ψαλμὸς περὶ τῆς ἐκ δυσσεβῶν ἐθνῶν συλλεγείσης Ἐκκλησίας, καὶ βασι‐ | |
20 | λίδος γεγενημένης, καὶ δείξας τοὺς υἱοὺς αὐτῇ· ἄρχοντας πάσης ἀποφανθέντας τῆς γῆς, ὑποδεί‐ κνυσιν ἐνταῦθα τοὺς γεγενημένους θορύβους ἐν ἀρχῇ τοῦ κηρύγματος, τῶν ἀντιλεγόντων ἐπανισταμένων, καὶ τοῖς πιστεύουσι πολεμούντων. Εἶτα προδιαγρά‐ | |
25 | φει τῷ λόγῳ, ὅπως ὁ τῶν διωκομένων χορὸς τῇ εἰς τὸν Θεὸν ἐλπίδι πεφραγμένος, τῶν προσβαλλόντων καταφρονήσει κυμάτων. Περίβολον γὰρ, φησὶν, ὀχυρὸν ἔχοντες τὸν τῶν ὅλων Θεὸν, τῶν παντοδαπῶν οὐκ αἰσθανόμεθα θλίψεων. | |
30 | γʹ. «Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσε‐ σθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θα‐ λασσῶν.» Τοιαῦτά τινα καὶ ὁ θεῖος προηγόρευσεν Ἡσαΐας· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκο‐ | |
35 | λιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Καὶ φάραγγα μὲν καλεῖ τὰ κοῖλα καὶ ταπεινὰ ἔθνη, τὰ τοῦ ὕψους ἐστερημένα· ἃ τῷ διδασκαλικῷ πληρωθήσεσθαι προεθέσπισε λόγῳ. Ὄρη δὲ καὶ βου‐ νοὺς ὠνόμασε τὰ τῶν δαιμόνων τεμένη· καὶ τὰς παν‐ | |
40 | τοδαπὰς ἐκείνων καὶ ἀπατηλὰς ἐνεργείας ταπεινω‐ θήσεσθαι, καὶ ἀφανεῖς ἔσεσθαι παντελῶς προ‐ ηγόρευσε. Τοιγάρτοι κἀνταῦθα ὁ προφητικὸς δείκνυσι λόγος τοὺς τῷ Σωτῆρι πεπιστευκότας βοῶντας, ὡς Οὐδεμίαν δέους ἐν τῇ ψυχῇ δεξόμεθα ζάλην, τὴν γῆν | |
45 | ὁρῶντες ταραττομένην, καὶ τοὺς ἐξελαυνομένους εἰς τὴν ἄβυσσον δαίμονας, κυκᾷν πειρωμένους | |
τοὺς ὑπ’ αὐτῶν ἐνεργουμένους ἀνθρώπους. Προλέγει | 1199 | |
80.1201 | δὲ κατὰ ταὐτὸν ὁ λόγος, ὅτι φροῦδος ἔσται καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖον ἐσχηκυῖα τὸ κρά‐ | |
5 | τος. δʹ. «Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.» Διδάσκει δὲ ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία, ὅπως τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούν‐ | |
10 | των, ζάλης ἐμπίπλαντο καὶ θορύβου αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ Δημήτριος πᾶσαν τὴν πόλιν ἐκύκησεν· καὶ ἐν Λύστροις καὶ Δέρβῃ ταὐτὸ τοῦτο γεγένηται· καὶ πάλιν ἐν Φιλιππησίοις, καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς | |
15 | ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύματα. Ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων, «Οἱ τὴν οἰκουμένην ἀναστατώ‐ σαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι.» Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀββακούμ· «Ἐπεβί‐ | |
20 | βασας γὰρ, φησὶν, εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.» Ἵππους δὴ προσ‐ ηγόρευσεν ὡς ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστόλους. Ἐπ’ αὐτῶν γὰρ ἐποχούμενος ὁ Δεσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγ‐ | |
25 | ματα, οἷά τινα ὕδατα διεσκέδασε. Λέγει τοίνυν κἀνταῦθα ὁ προφητικὸς λόγος, ὡς καὶ τὰ ὕδατα ζά‐ λην ἐδέξατο, καὶ τὰ ὄρη κλόνους ὑπέμεινε, τοῦ εὐαγγελικοῦ διαπορθμευομένου κηρύγματος. Ἐν‐ ταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στί‐ | |
30 | φος, διὰ τὸν τῆς ἀλαζονείας ὄγκον, καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τὰς τῶν ἀνθρώπων γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης κυκωμένας πνευμάτων. εʹ. «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ποταμὸν δὲ ἐνταῦθα τὸ | |
35 | εὐαγγελικὸν προσηγόρευσε κήρυγμα· πόλιν δὲ, τῶν εὐσεβῶν πολίτευμα, τὸ τοῖς τοῦ ποταμοῦ ῥεύμασιν εἰς καρπογονίαν ἀρδόμενον. Τοῦτο σαφέστερον οἱ τρεῖς ἡρμηνεύκασιν· Τοῦ ποταμοῦ αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καθάπερ γὰρ | |
40 | ἡ τοῦ παραδείσου πηγὴ εἰς τέσσαρας ποταμοὺς δι‐ | |
ῃρέθη· οὕτως οὗτος ὁ τοῦ Θεοῦ ποταμὸς μυρίας ἔσχε | 1201 | |
80.1204 | καὶ ἀριθμοῦ κρείττους διώρυγας, εἰς πάντα τῶν ἀνθρώπων τὰ φῦλα διαδραμούσας. Ὁ μὲν γὰρ ἔδραμε πρὸς Ἰνδοὺς, ὁ δὲ πρὸς Ἱσπανούς· καὶ ὁ μὲν τὴν Αἴγυπτον, ὁ δὲ τὴν Ἑλλάδα κατέλαβε· καὶ | |
5 | ἕτεροι μὲν τὴν Ἰουδαίαν ἐπιστεύθησαν ἄρδειν, ἕτε‐ ροι δὲ Συρίαν καὶ Κιλικίαν, ἄλλοι δὲ ἄλλων ἐθνῶν τὴν γεωργίαν ἐνεχειρίσθησαν. Καὶ τοῦτο δέ γε ὁ μακάριος προεθέσπισεν Ἀββακούμ· «Ποτα‐ μῶν γὰρ, φησὶ, ῥαγήσεται γῆ,» ἀντὶ τοῦ, διανεμηθή‐ | |
10 | σεται κατὰ διωρυγὰς ἡ γῆ, τοῦ μεγάλου ποταμοῦ δεχομένη τὰ ῥεῖθρα. Τὰς γὰρ τούτου διαιρέσεις ὠνό‐ μασε ποταμούς. «Ἡγίασε τὸ σκήνωμα αὑτοῦ ὁ Ὕψι‐ στος.» Ἣν ἐκάλεσε πόλιν, ταύτην ὠνόμασε σκή‐ νωμα. «Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς, καὶ | |
15 | ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαὸς, λέγει Κύριος παντοκράτωρ.» Τοὺς αὐτοὺς τοίνυν ἔφη καὶ ἄρδεσθαι καὶ ἁγιάζε‐ σθαι ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ. ϛʹ. «Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσε‐ ται.» Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγε‐ | |
20 | λίοις ὑπέσχετο· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Καὶ, «Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» —«Βοηθήσει αὐτῷ ὁ Θεὸς τὸ πρωῒ πρωΐ.» Ταχεῖαν, φησὶ, | |
25 | καὶ ὀξεῖαν τῇ ἑαυτοῦ πόλει παρέξει βοήθειαν τῶν ὅλων ὁ Κύριος. Πρωῒ γὰρ πρωῒ τὸ ταχὺ καὶ ὀξὺ προσηγόρευσεν. ζʹ. «Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ.» Τῆς | |
30 | θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα ἔδωκαν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρονοῦσαι βασι‐ λεῖαι, ὑπέκλινον τὸν αὐχένα, καὶ τὸν σωτήριον ζυ‐ γὸν ὑπεδέξαντο. Τῇ γὰρ ἀληθείᾳ, καὶ τῇ τῶν πραγ‐ μάτων μαρτυρίᾳ, καὶ ταῖς παντοδαπαῖς θαυμα‐ | |
35 | τουργίαις, οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξε, καὶ δέους αὐ‐ τῶν ἐνέπλησε τὰς ψυχάς. ηʹ. «Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» Κρείττους τοίνυν | |
40 | τῶν πολεμούντων ἀπεφάνθημεν, ἐπίκουρον ἐσχηκό‐ τες τὸν τῶν ἐπουρανίων δυνάμεων Κύριον· ὃς τὸν Ἰα‐ κὼβ διωκόμενον ἀμείνω τῶν πολεμούντων ἀπέφηνε, καὶ τῆς Ἡσαῦ καὶ τοῦ Λάβαν ἐπιβουλῆς ἠλευθέρωσε. Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ὁ προφητικὸς | |
45 | ἐποιήσατο λόγος, ἀλλ’ ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν. «Οὐκ ἐκλείψει γὰρ, φη‐ σὶν, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν | |
αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ‐ | 1203 | |
80.1205 | δοκία ἐθνῶν.» Τῶν ἐθνῶν δὲ κἀνταῦθα τὴν μεταβο‐ λὴν προθεσπίζων, εἰκότως τὸν τοῦ Ἰακὼβ τοῦ ταῦτα προειρηκότος Θεὸν ταῦτα ἔφη κατωρθωκέναι. θʹ—ιαʹ. «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ | |
5 | ἔθετο τέρατα ἐπὶ τῆς γῆς. Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Σχολάζετε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» | |
10 | Ταύτην μου τοίνυν ὁρῶντες, ὦ ἄνθρωποι, τὴν ἰσχὺν, καὶ θεώμενοι τὴν ἀθρόαν τῶν πραγμάτων μεταβο‐ λὴν, καὶ τὴν ἀπὸ ζάλης μεγίστης γεγενημένην γα‐ λήνην, καὶ τοῦ πολέμου τὴν παῦλαν, καὶ τῆς εἰρήνης τὸ δῶρον, δι’ αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ἐγὼ | |
15 | τῶν ὅλων εἰμὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, οὐκέτι μόνοις Ἰουδαίοις, ἀλλὰ γὰρ καὶ πᾶσιν ἔθνεσι, τὸ τῆς δυνάμεως ὕψος ἐπιδεικνύς. Τούτων ὁ ἀπο‐ στολικὸς χορὸς ἐπακούσας τῶν λόγων παιανίζων κατὰ τῶν ἀντιπάλων βοᾶ ιβʹ. «Κύριος ὁ Θεὸς τῶν δυνάμεων μεθ’ ἡμῶν· | |
20 | ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» Εἰπάτωσαν τοίνυν οἱ τὸν ψαλμὸν εἰς τὸν Γὼγ εἰληφότες, ἢ οἱ τῷ Ἄχαζ τοῦτον ἁρμόττειν εἰρηκότες, πῶς ἐκείναις ἁρμόττει ταῖς ἱστορίαις τὸ, «Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς.» Οὐ γὰρ δὴ ἐπ’ ἐκεί‐ | |
25 | νων πάντας ἔπαυσε τοὺς πολέμους, ἀλλ’ ἐπὶ μὲν τοῦ Γὼγ καὶ Μαγὼγ ἡ Παλαιστίνη μόνη εἰρήνης ἀπ‐ ήλαυσεν. Ἐπὶ δὲ τοῦ Ἄχαζ οὐδὲ πᾶσα ἡ Παλαιστίνη, ἀλλ’ Ἰούδα μία φυλή· Φακεὲ γὰρ ὁ τοῦ Ῥωμε‐ λίου τὴν τῶν Ἀσσυρίων ἐδέξατο προσβολήν. Ἐπὶ δὲ | |
30 | τοῦ Δεσπότου Χριστοῦ ἔσχε τὸ πέρας ἡ προφητεία. Πρῶτον μὲν γὰρ αἱ τοπαρχίαι καὶ αἱ μερικαὶ κατ‐ ελύθησαν βασιλεῖαι· δι’ ἃς οὐδὲ βραχείας εἰρήνης ἀπήλαυσαν ἄνθρωποι, ἀλλὰ πᾶσα πόλις ἔνοπλος ἦν, τὰς ἐξαπιναίως γινομένας ἐφόδους δειμαίνουσαι. | |
35 | Ἐπὶ δὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἡ Ῥω‐ μαίων βασιλεία, τὰς μερικὰς καταλύσασα βασι‐ λείας, τὰς τῶν ἁπάντων ἀνθρώπων ἀκοὰς ηὐτρέ‐ πισε τοῖς κηρύττουσιν. Ἀδεῶς γὰρ ὡς ἐν μιᾷ βασιλείᾳ διέδραμον, καὶ τὴν σωτήριον διδασκαλίαν | |
40 | τοῖς ἀνθρώποις προσήνεγκαν. Κατὰ μὲν τὴν ἱστορίαν οὕτω συμβέβηκε τὸ, «Ἀνταναιρῶν πολεμίους μέχρι τῶν περάτων τῆς γῆς, καὶ τόξον συντρίψει, καὶ συνθλάσει ὅπλα, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.» Τροπικώτερον δὲ εἴ τις ἐθέλοι νοῆσαι, ὄψε‐ | |
45 | ται τοῦ κατὰ τῆς Ἐκκλησίας πολέμου τὴν παῦλαν, καὶ τὴν παρασχεθεῖσαν αὐτοῖς θεόθεν εἰρήνην, καὶ θεωρήσει τὴν τῆς προφητείας ἀλήθειαν. ΕΡΜΗΝ. ΤΟΥ Μϛʹ ΨΑΛΜΟΥ. | |
αʹ. «Εἰς τὸ τέλος, Ὑπὲρ τῶν υἱῶν Κορέ.» Καὶ | 1205 | |
80.1208 | οὗτος ὁ ψαλμὸς τῶν ἐθνῶν ἁπάντων προλέγει τὴν σω‐ τηρίαν, καὶ τὴν κατὰ τῶν πολεμίων νίκην προαγο‐ ρεύει. βʹ, γʹ. «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλα‐ | |
5 | λάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.» Ὁ μὲν προφητικὸς ταῦτα προηγόρευσε λό‐ γος· τὸν δὲ ἀποστολικὸν ὑποδείκνυσι χορὸν, ἅπαντα τὰ ἔθνη εἰς ὑμνῳδίαν προτρέποντα. Νίκης δὲ ἴδιος ὁ | |
10 | κρότος· καὶ ὁ ἀλαλαγμὸς νικώντων φωνή. Ἕπεται τοίνυν τῷ προτεταγμένῳ τοῦδε τοῦ Ψαλμοῦ ἡ διά‐ νοια. Καὶ γὰρ ἐκεῖνος, μετὰ τὴν ζάλην καὶ τοὺς θο‐ ρύβους, τὴν μηνυομένην προηγόρευσε νίκην. Καὶ οὗτος ὡσαύτως τοῖς τετυχηκόσι τῆς νίκης παρεγγυᾷ | |
15 | τῷ χορηγῷ τῆς νίκης τὸν ὕμνον προσενεγκεῖν· Ὕψι‐ στος γὰρ, φησὶ, καὶ φοβερὸς βασιλεὺς πᾶσιν ὑμῖν ἀπεδείχθη. Καὶ ταῦτα μὲν πάλαι γνώριμα μόνοις ἦν Ἰουδαίοις· ἐπὶ δὲ τοῦ παρόντος, καὶ πάσῃ τῇ φύσει τῶν ἀνθρώπων δεδήλωται. | |
20 | δʹ, εʹ. «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ, ἢν ἠγάπησεν.» Ἀντὶ τῶν λαῶν, βασιλεῖς ὁ Σύμμαχος εἴρηκεν, ἀντὶ δὲ τῆς καλλονῆς Ἰακὼβ, ὁ Ἀκύλας τὸ ὑπερήφα‐ | |
25 | νον Ἰακώβ. Ὁ ἀποστολικὸς τοίνυν λέγει χορὸς, ὅτι δίκαιον κροτοῦντας καὶ χορεύοντας τὸν ἐπινίκιον ὕμνον τῷ τῶν ὅλων προσφέρειν Θεῷ, καὶ βασι‐ λεῖς ἡμῖν ὑποτάξαντι, καὶ τῶν ἐθνῶν ἁπάντων ἡμῖν τὴν ἀρχὴν δεδωκότι· καὶ πρὸς τούτοις, τὴν καλλο‐ | |
30 | νὴν καὶ τὸ ὑπερφερὲς Ἰακὼβ ἐγχειρίσαντι. Οὐ γὰρ πάντα τὸν Ἰουδαϊκὸν τὸν καλούμενον Ἰακὼβ, ἀλλὰ τὴν καλλονὴν Ἰακὼβ καὶ τὸ ὑπερφερὲς, τὸ ἐξαίρετον τοῦ Ἰακὼβ, τοὺς τῇ πίστει κεκοσμημέ‐ νους, τοὺς ἀναμφιβόλως τὸ κήρυγμα δεξαμένους, | |
35 | τοὺς τὸν χρηστὸν τοῦ Σωτῆρος ὑπελθόντας ζυγόν. Τούτους γὰρ καὶ ἐξελέξατο, καὶ ἠγάπησε, καὶ τοὺς ἀποστολικοὺς ἐνεπίστευσεν οἴακας. Δυνατὸν δὲ καὶ τοῖς ὀφθαλμοῖς θεάσασθαι τὴν τῆς προφητείας ἀλήθειαν. Ἔστι γὰρ ἰδεῖν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν | |
40 | πεπιστευκότας, τῶν ἀποστολικῶν προκαλινδουμέ‐ νους θηκῶν, καὶ τὴν ὀλίγην κόνιν μετὰ πολλοῦ τοῦ πόθου γεραίροντας, ὥστε κατ’ αὐτὸν καὶ βλέ‐ πειν, καὶ ψάλλειν τὸ, «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» | |
45 | ϛʹ. «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ὁ δὲ ταῦτα, φησὶν, ἅπαντα κατ‐ ορθώσας Δεσπότης, πρότερον μὲν ἐνηνθρώπησε, καὶ τὴν τοῦ ἀλάστορος κατέλυσε τυραννίδα, ἔπειτα εἰς οὐρανοὺς ἀνελήλυθε τῶν ἐπουρανίων ἡγουμένων | |
80.1208(50) | δυνάμεων, καὶ χορῶν ἀγγελικῶν, τῶν μὲν κάτω | 1207 |
80.1209 | βοώντων, «Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν·» τῶν δὲ ἄνω παρεγ‐ γυώντων, «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, | |
5 | καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.» Τὰς γὰρ τοιαύτας φωνὰς ἀλαλαγμὸν ὠνόμασε καὶ σαλπίγγων φωνὴν, ὡς εἰς ἅπασαν διαδραμούσας τὴν γῆν. ζʹ—θ. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ | |
10 | βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑ‐ τοῦ.» Ὑμνῳδίαις τοίνυν, καὶ πνευματικαῖς χορείαις, τὸν παμβασιλέα τῶν ὅλων γεραίρετε· ἅπασι γὰρ | |
15 | ἀνθρώποις τὴν οἰκείαν ἔδειξε βασιλείαν, καὶ τὰ ἔθνη πέπεικεν ἅπαντα, ὡς αὐτός ἐστι Θεός τε καὶ Κύριος, τοῖς βασιλικοῖς ἐγκαθήμενος θώκοις. Τὸ δὲ, «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ,» τῷ ἀποστολικῷ συνᾴδει ῥητῷ· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς | |
20 | μεγαλωσύνης, ἐν ὑψηλῷ· τοσούτῳ κρείττων γενό‐ μενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοῖς κεκληρονόμηκεν ὄνομα.» Καλῶς δὲ καὶ τὸ «Ψάλατε συνετῶς» τέθεικε διδάσκων μὴ μόνῃ τῇ γλώττῃ προφέρειν τὴν ὑμνῳδίαν, ἀλλὰ καὶ τὴν διάνοιαν εἰς | |
25 | κατανόησιν τῶν λεγομένων ἐγείρειν. ιʹ. «Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν.» Πέρας, φησὶν, αἱ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἔλαβον ὑποσχέσεις. Ὑπέσχετο | |
30 | δὲ τῶν ὅλων ὁ Κύριος, ἐν τῷ σπέρματι αὐτοῦ εὐλο‐ γήσειν πάντα τὰ ἔθνη. Τοιγάρτοι καὶ ταῦτα, καὶ οἱ τούτων ἄρχοντες, τοὺς πατρῴους καταλιπόντες Θεοὺς, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ συναθροίζονται, καὶ τοῦτον οἰκεῖον Θεὸν ὀνομάζουσιν. Ὑπουργοὶ δὲ τῆς | |
35 | τούτων κλήσεως οἱ θεῖοι ἀπόστολοι, τῇ θαυματουργίᾳ τὸ τῆς θεολογίας βεβαιώσαντες ὕψος. Τούτους γὰρ οἱ μὲν Ἑβδομήκοντα κραταιοὺς, ὁ δὲ Ἀκύλας θυ‐ ρεοὺς, ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ὑπερασπι‐ σμοὺς προσηγόρευσαν. Διὰ πάντων δὲ οὐ μόνον | |
40 | αὐτῶν τὸ ἄναρχον καὶ ἀήττητον, ἀλλὰ καὶ τὸ τῶν ἄλλων δηλοῦται φυλακτικόν. Οἷον γάρ τινες θυρεοὶ καὶ πρόμαχοι τῶν πεπιστευκότων γενόμενοι, οὐκ εἴασαν ἐν τῇ τῶν δεινῶν προσβολῇ ῥαγῆναι τὴν φάλαγγα· ἀλλὰ τοὺς πολεμίους τρεψάμενοι, | |
45 | παιανίζειν τοῖς ὁμοπίστοις παρεγγυῶσι φάσκοντες, «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, | |
φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.» | 1209 | |
80.1212 | ΕΡΜΗΝ. ΤΟΥ ΜΖʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς ᾠδῆς, τοῖς υἱοῖς Κορέ. Δευτέρᾳ Σαββάτου.» Καὶ οὗτος ὁ ψαλμὸς ὡσαύτως τὴν αὐ‐ τὴν νίκην προαγορεύει, καὶ τῆς τοῦ Θεοῦ πόλεως | |
5 | τὴν ἰσχύν. βʹ. «Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὑτοῦ.» Καὶ ἤδη προειρήκαμεν, ὡς πόλιν πολλάκις ἡ θεία Γραφὴ οὐ τὴν οἰκοδομίαν, ἀλλὰ τὴν πολιτείαν καλεῖ· τοιγάρ‐ | |
10 | τοι καὶ νῦν μέγαν ἀποδεδεῖχθαι λέγει τῶν ὅλων τὸν Κύριον, διὰ τῶν ὑπ’ αὐτοῦ περὶ τὴν αὐτοῦ πόλιν γεγενημένων· ἣν ἐπίσημον ἀπέφηνε τῶν δογμάτων τὸ ὕψος, ὡς ἐπ’ ὄρους ὑψηλοῦ καὶ μεγίστου κειμένην. «Οὐ δύναται γὰρ, φησὶν ὁ Δεσπότης, κρυβῆναι | |
15 | πόλις ἐπάνω ὄρους κειμένη.» γʹ. «Εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς.» Ταύτην δὲ, φησὶν, ἐπ’ εὐφροσύνῃ πάσης τῆς γῆς, εὖ καὶ καλῶς καὶ παγίως ἐδείματο. ᾨκοδόμησε γὰρ αὐτὴν, φησὶν ὁ θεῖος Ἀπόστολος, ἐπὶ τῷ θεμελίῳ | |
20 | τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογω‐ νιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ αὐτὸς δὲ ὁ Κύριος πρὸς τὸν μακάριον ἔφη Πέτρον· «Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Τὸ οὖν | |
25 | εὐριζῶν, ἀντὶ τοῦ παγίως θεμελιῶν· ὥστε αὐ‐ τὴν ἀτρεμῆ καὶ ἀσάλευτον διαμεῖναι. «Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασι‐ λέως τοῦ μεγάλου.» Καὶ μέντοι καὶ ὄρεσιν αὐτὴν περιέβαλεν, ὥστε τοῦ βοῤῥᾶ τὴν βλάβην διαφυ‐ | |
30 | γεῖν. «Ἀπὸ βοῤῥᾶ γὰρ, φησὶν, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πᾶσαν τὴν γῆν·» καὶ πάλιν, τὸν βοῤῥὰν ἐκδιώξω ἀφ’ ὑμῶν· καὶ τὸ Σιὼν δὲ ὄνομα ἐπὶ τῆς πνευματικῆς ὁ θεῖος Ἀπόστολος ἐδέξατο πόλεως. «Προσεληλύθατε γὰρ, φησὶν, ὄρει Σιὼν, καὶ πόλει | |
35 | Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ὄρη δὲ τὰ τὸν βοῤῥὰν ἐξελαύνοντα, καὶ φυλάττοντα τὴν πόλιν ἀλώβητον, εἴποι ἄν τις εἰκότως ἀποστόλους καὶ προ‐ φήτας, καὶ τὰς παντοδαπὰς ἐκείνων διδασκαλίας, καὶ πρὸς τούτοις τοὺς ἐφεστῶτας τοῖς πεπιστευκό‐ | |
40 | σιν ἀγγέλους. «Παρεμβαλεῖ γὰρ, φησὶν, ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» δʹ. «Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.» Μία μέν ἐστι κατὰ | |
45 | πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησία· διὸ προσευ‐ | 1211 |
80.1213 | χόμενοι λέγομεν, Ὑπὲρ ἁγίας καὶ μόνης καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης. Διῄρηται δὲ πάλιν αὕτη κατὰ πόλεις, καὶ κώμας, καὶ ἀγρούς· ἃς βάρεις ὁ | |
5 | προφητικὸς προσηγόρευσε λόγος. Ὥσπερ ἑκάστη πόλις πολλὰς ἔνδοθεν οἰκίας ἔχει διῃρημένας, μία δὲ ὅμως ὀνομάζεται πόλις· οὕτω μυρίαι καὶ ἀριθμοῦ κρείττους εἰσὶν ἐκκλησίαι, καὶ ἐν νήσοις, καὶ ἐν ἠπεί‐ ροις· εἰς μίαν δὲ κοινῇ πᾶσαι τελοῦσι τῇ συμφωνίᾳ | |
10 | τῶν ἀληθῶν ἡνωμέναι δογμάτων. Ἐν ταύταις ἔφη τὸν τῶν ὅλων Θεὸν ἐπιφαίνεσθαι, τὴν οἰκείαν ἐπικου‐ ρίαν ὀρέγοντα· «Ὁ γὰρ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.» Εἶτα τὰς ἐσομένας ἐπαναστάσεις προλέγει, καὶ τὴν τῶν | |
15 | πολεμίων μεταβολήν. εʹ, ϛʹ. «Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθη‐ σαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν.» Συνέδραμον μὲν γὰρ ὡς πολεμήσον‐ τες· θεασάμενοι δὲ τῆς πολεμουμένης τὸ ἄμαχον | |
20 | κατεπλάγησαν. «Ἐταράχθησαν γὰρ, φησὶν, ἐσαλεύθησαν. [ζʹ, ηʹ.] Τρόμος ἐπελάβετο αὐτῶν. —Ἐκεῖ ὠδῖνες ὡς τικτούσης· ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς» Θεασάμενοι, φησὶ, τὰ ἀῤῥαγῆ τῆς | |
25 | Ἐκκλησίας θεμέλια, καὶ καταμαθόντες τὸ τῆς προῤ‐ ῥήσεως ἀψευδὲς, δέος καὶ φρίκην ἐδέξαντο, καθάπερ οἱ τὰ τῆς θαλάσσης διαπεραιούμενοι νῶτα, καὶ καται‐ γῖσι βαλλόμενοι, καὶ πανωλεθρίαν προσμένοντες. Οὗ δὴ χάριν τοῦ πολεμεῖν καὶ βάλλειν παυσάμε‐ | |
30 | νοι, αὐτοὶ κηρύττουσι τῆς πολεμουμένης τὴν δύ‐ ναμιν, καὶ βοῶσι· θʹ. «Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν· ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.» Τὰς γὰρ περὶ αὐτῆς προῤῥήσεις οὐ βου‐ | |
35 | λόμενοι δέχεσθαι, δι’ αὐτῶν ἐθεασάμεθα τῶν πραγμάτων τὴν ἐκείνων ἀλήθειαν. «Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Αὐτοῦ γάρ ἐστι φωνὴ, «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω τὴν Ἐκκλη‐ σίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» | |
40 | Οὕτω δείξας ὁ προφητικὸς λόγος τὴν τῶν πολεμίων μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις οἱ τῆς σωτηρίας τετυχηκότες χρήσονται λόγοις, τὸν εὐεργέτην ὑμνοῦν‐ τες. ιʹ. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ | |
45 | τοῦ λαοῦ σου.» Προσδεχόμεθα, φησὶ, ταύτην σου τὴν ἐπικουρίαν, ὦ Δέσποτα, τῶν σῶν ἐπαγγελιῶν | |
εἰδότες τὸ ἀψευδές. Σὺ γὰρ εἶπας· «Μεθ’ ὑμῶν | 1213 | |
80.1216 | εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» ιαʹ. «Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.» Οἱ ψευδώνυ‐ | |
5 | μοι θεοὶ οὐκ ἔχουσι συμβαίνουσαν τῇ προσηγορίᾳ τὴν δύναμιν· οὐ γάρ εἰσιν ὃ καλοῦνται. Τῷ δὲ σῷ ὀνόματι, Δέσποτα, ἕπεται τὰ ἔργα κηρύττοντα τὴν τῆς προσηγορίας ἀλήθειαν. Οὗ δὴ χάριν δικαίως σοι παρὰ πάσης τῆς οἰκουμένης ὁ ὕμνος προσφέρε‐ | |
10 | ται. Ὡς γὰρ ἁπάντων Θεὸς, οὕτω παρὰ πάντων ὑμνεῖται. «Δικαιοσύνης πλήρης ἡ δεξιά σου.» Δικαίᾳ γὰρ ψήφῳ χρησάμενος, τοὺς καθ’ ἡμῶν ἐπαναστάντας πολεμίους ἐσκέδασας. ιβʹ. «Εὐφρανθήτω ὄρος Σιὼν, καὶ ἀγαλλιάσθωσαν | |
15 | αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκα τῶν κριμάτων σου, Κύριε.» Ὄρος Σιὼν τοὺς τὸ ὕψος τῆς θεολογίας πεπιστευμένους ἐκάλεσε· θυγατέρας δὲ τῆς Ἰου‐ δαίας, τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας, ὡς ἀπὸ τῶν ἀποστόλων παγείσας, οἳ ἐξ Ἰουδαίων | |
20 | κατῆγον τὸ γένος. Παρεγγυᾷ δὲ καὶ τοῖς κηρύτ‐ τουσι, καὶ τοῖς ἀκούουσιν, εὐφραίνεσθαι καὶ γανύε‐ σθαι, ἕνεκα τῶν δικαίων τοῦ Θεοῦ κριμάτων, οἷς χρησάμενος τὴν τῆς οἰκουμένης ἐπραγματεύσατο σωτηρίαν. | |
25 | ιγʹ, ιδʹ. «Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ κατα‐ διέλεσθε τὰς βάρεις αὐτῆς.» Σιὼν πάλιν καλεῖ τὸ εὐσεβὲς πολίτευμα, τουτέστι τὴν κατὰ τὴν | |
30 | οἰκουμένην Ἐκκλησίαν. Πύργους δὲ αὐτῆς, τοὺς τῆς ἄκρας ἀρετῆς ἐπειλημμένους, καὶ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς μιμουμένους, οἳ πύρ‐ γων δίκην κυκλοῦσιν αὐτὴν καὶ φυλάττουσι. Βάρεις δὲ πάλιν, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς κατὰ πόλεις, | |
35 | καὶ κώμας, καὶ ἀγροὺς διῃρημένας Ἐκκλησίας· τὴν γὰρ αὐτὴν καὶ μίαν λέγει, καὶ πολλάς. Παρεγ‐ γυᾷ τοίνυν ὁ προφητικὸς λόγος, ἡ τοῦ παναγίου Πνεύματος χάρις, τοῖς τὸ σωτήριον κήρυγμα πιστευ‐ θεῖσι, περινοστεῖν καὶ διατρέχειν, καὶ τούς τε | |
40 | πύργους στηρίζειν τῇ διδασκαλίᾳ, τήν τε ἄλλην αὐτῆς δύναμιν βεβαιοῦν, πρὸς δὲ τούτοις καὶ διανεί‐ μασθαι τὴν τῶν Ἐκκλησιῶν ἐπιμέλειαν· ὃ δὴ καὶ ἐν τῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ προειρήκαμεν. Τοῦτο γὰρ καὶ ἐνταῦθα παρεγγυᾷ· «Καταδιέλεσθε | |
45 | τὰς βάρεις αὐτῆς·» ὥστε τοῦτον μὲν ταύτης, | |
ἐκεῖνον δὲ ἐκείνης προμηθεῖσθαι τῆς Ἐκκλησίας, | 1215 | |
80.1217 | καὶ ἑκάστῃ ἐπιστῆναι τὸν γεωργοῦντα καὶ τὴν προσήκουσαν ποιούμενον ἐπιμέλειαν. Καὶ τοῦτο οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καθ’ ἑκάστην γενεὰν ἐπιτελεῖ‐ σθαι κελεύει. Διὸ δὴ καὶ ἐπήγαγεν· | |
5 | «Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. [ιεʹ] Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.» Χρὴ γὰρ γενεὰν ἑκάστην τῇ μετ’ αὐτὴν παραδιδόναι, ἃ παρὰ τῆς προτέρας | |
10 | παρειλήφαμεν, ὥστε ἐν ἁπάσαις ταῖς γενεαῖς δια‐ πορθμευθῆναι τὸ σωτήριον κήρυγμα, καὶ γνῶναι πάντας ἀνθρώπους, ὅτι οὗτος ἡμῶν καὶ Θεὸς καὶ Κύριος, καὶ ποιμὴν ἀγαθὸς, καὶ αἰώνιος. Ἐπειδὴ γὰρ εἶπε, «Καταδιέλεσθε τὰς βάρεις αὐτῆς,» καὶ | |
15 | τὸ ποιμαίνειν αὐτοῖς ἐνεχείρισεν, ἀναγκαίως ἐδί‐ δαξεν, ὅτι εἷς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων, εἰς αἰῶνα ποιμαί‐ νων, καὶ ποιμαίνων οὐ μόνον τὰ πρόβατα, ἀλλὰ καὶ τοὺς τῶν προβάτων καλουμένους νομέας. | |
20 | ΕΡΜΗΝ. ΤΟΥ ΜΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.» Ὁ θεῖος τῶν ἀποστόλων χορὸς καὶ ἤδη τοῖς ἔθνεσι παρηγγύ‐ ησε τὸν ἐπινίκιον ὕμνον προσενεγκεῖν τῷ Θεῷ· καὶ νῦν ὡσαύτως τοῖς αὐτοῖς ἔθνεσι προσφέρει παραίνε‐ | |
25 | σιν, προσθεῖναι τῇ πίστει τοῦ βίου τὴν ἀρετήν. Καὶ διδάσκει τοῦ πλούτου τὸ μάταιον, καὶ τῆς τοῦ κόσμου σοφίας τὸ ἀκερδές. Προλέγει δὲ καὶ τὴν ἐσομένην κρίσιν, καὶ τὴν ἀξίαν ἀντίδοσιν. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται, ὡς παντὸς | |
30 | τοῦ βίου τὸ τέλος προαγορεύων. βʹ. «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ὅτι μό‐ νοις Ἰουδαίοις οἱ προφῆται διδασκαλίαν προσ‐ έφερον, παντί που δῆλον· ἀλλ’ ἐνταῦθα ὁ προφητικὸς | |
35 | λόγος τὴν οἰκουμένην πᾶσαν εἰς ἀκρόασιν συνεγεί‐ ρει. Τοῦτο δὲ τῆς ἀποστολικῆς χάριτος ἴδιον· αὐ‐ τοῖς γὰρ τὴν τῶν ἁπάντων ἐθνῶν ὁ Δεσπότης Χριστὸς ἐνεχείρισε σωτηρίαν. «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη.» Δῆλον τοίνυν ὡς | |
40 | ἐξ αὐτῶν οἱ λόγοι προσφέρονται, οὐκ Ἰουδαίοις μόνοις, οὐδὲ τοῖσδε ἢ τοῖσδε τοῖς ἔθνεσιν, ἀλλὰ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. γʹ. «Οἵ τε γηγενεῖς, καὶ υἱοὶ τῶν ἀνθρώπων.» Τινὲς γηγενεῖς τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐκάλεσαν, | |
45 | ὡς ἐκ γῆς διαπλασθέντας, καὶ οὐκ ἐκ συνουσίας φύν‐ τας. Ἀλλὰ πόῤῥω τῆς ἀληθείας ὁ λόγος. Οὐ γὰρ | |
τοῖς ἤδη τετελευτηκόσιν, ἀλλὰ τοῖς ἔτι ζῶσι προσφέ‐ | 1217 | |
80.1220 | ρουσι τὴν παραίνεσιν. Τοὺς διαφόρους τοίνυν αἰνίτ‐ τεται βίους· οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦσιν, οἱ δὴ ἀγροὺς καὶ κώμας, περὶ τὴν γεωργίαν ἐσχολακό‐ τες. Καὶ οἱ μὲν γὰρ ἡμερώτεροι τῶν ἀνθρώπων, | |
5 | οἱ δὲ ἀγριώτεροι· καὶ οἱ μὲν λογικώτερον ζῶσιν, οἱ δὲ θηριωδέστερον τὰς ἐρήμους οἰκοῦσιν· οἱ μὲν ἁμαξόβιοι προσαγορευόμενοι, οἱ δὲ σκηναῖς ἀντ’ οἰκιῶν κεχρημένοι. Τούτους οἶμαι γηγενεῖς ὀνομά‐ ζεσθαι, ὡς τῆς λογικωτέρας ἀφεστηκότας ζωῆς. | |
10 | Ἀντὶ τοῦ, Ἅπαντες ἄνθρωποι, τῶν λεγομένων ἀκούσατε, ἀστοὶ καὶ χωριτικοὶ, ἡμερώτεροι καὶ ἀγριώτεροι, καὶ κοινῇ πάντες καὶ ἰδίᾳ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, οἱ γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἡ ἀνθρωπότης, | |
15 | εἶπε, καὶ προσέτι υἱοὶ ἑκάστου ἀνδρὸς, ἀντὶ τοῦ, Καὶ κοινῇ ἡ φύσις ἀκουσάτω τῶν λεγομένων, καὶ ἰδίᾳ ἕκαστος τὴν ὠφέλειαν καρπούσθω. «Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.» Κατὰ τ’ αὐτὸ καὶ οἱ πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες, τὴν παραί‐ | |
20 | νεσιν δέξασθαι. Πλούτου γὰρ καὶ πενίας ὁ διδασκα‐ λικὸς λόγος οὐκ οἶδε διαφοράν. δʹ, εʹ. «Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέ‐ τη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου· ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.» | |
25 | Σοφίας, φησὶ, μεστὰ τὰ παρ’ ἐμοῦ προσφερόμενα ῥήματα· μεμάθηκα δὲ ταῦτα τοῖς ἐν βάθεσι κε‐ κρυμμένοις τοῦ Κυρίου λόγοις τὴν ἀκοὴν ὑποθείς. Ἃ δὲ διὰ τῆς ἀκοῆς ἐδεξάμην, ταῦτα ὡς δι’ ὀργάνου προφέρω τῆς γλώττης. Βούλεται δὲ εἰπεῖν, ὅτι Οὐδὲν | |
30 | ἴδιον φθέγγομαι, ἀλλὰ τῆς θείας εἰμὶ χάριτος ὄρ‐ γανον. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ’ οἶκον τούτων τὰς ἑρμηνείας προσέφερεν. [Διὸ ἐξ αὐτῶν τοῦ | |
35 | προσώπου καὶ οἱ ἔμπροσθεν ἀνεφωνοῦντο ψαλμοί. Ὁ τοίνυν χορὸς ὁ ἀποστολικὸς τὴν σοφίαν τοῦ Θεοῦ, δηλαδὴ τὸν Χριστόν· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· διὰ στόματος φέρων, ἔλεγε, «Τὸ στό‐ μα μου λαλήσει σοφίαν·» ἐπειδὴ τὸν Χριστὸν θεο‐ | |
40 | λογοῦντες εἰς πᾶν γένος ἀνθρώπων ἐκήρυττον τῷ ἑαυτῶν στόματι. Τὰ δὲ τῆς διανοίας αὐτῶν οὐδὲν ἕτερον ἢ συνέσεις ἐμελέτα. Οὕτω δὲ αὐτῶν ἠκόνητο πρὸς σύνεσιν ὁ νοῦς, ὡς τὰς παραβολὰς τοῦ Σωτῆ‐ ρος ἡμῶν τὰς ἐν τοῖς Εὐαγγελίοις φερομένας συνεῖ‐ | |
45 | ναι πάσας, καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Αὐτίκα γοῦν, μετὰ τὴν ἔκθεσιν τῶν παραβολῶν, ὁ μὲν Σωτὴρ ἠρώτα αὐτοὺς λέγων, «Συνήκατε ταῦτα πάντα;» οἱ δὲ λέγουσιν αὐτῷ, Ναί. Ἡ καρδία τοίνυν αὐτῶν | |
ἐμελέτα συνέσεις. Εἶτ’ ἐπὶ τούτοις ἀνοίξω ἐν ψαλ‐ | 1219 | |
80.1221 | τηρίῳ τὸ πρόβλημά μου. Ἐγὼ μὲν γὰρ, φησὶ, ἀκονή‐ σας τὸ διανοητικόν μου εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν δεδύνημαι ἐπακολουθῆσαι τῇ ἐμφερομέ‐ νῃ ἐν αὐταῖς διανοίᾳ· τοῖς δὲ μὴ τοῦτο πράττειν | |
5 | δυναμένοις διὰ νηπιότητα, ἀνοίξω τὰ κεκρυμμένα καὶ διασαφήσω τὰ προβλήματα καὶ τὰς παραβολάς· καὶ ταῦτα πράξω διὰ τοῦ ἐμοῦ ψαλτηρίου τοῦ σω‐ ματικοῦ δηλαδὴ ὀργάνου, ὅπερ ὄργανον τῆς ἐνοικού‐ σης ἐν αὐτῷ ψυχῆς τυγχάνον ἀντὶ Ψαλτηρίου αὐτῇ | |
10 | παραδέδοται, πρὸς τὸ ἀνακρούεσθαι ἐν αὐτῷ τῷ Θεῷ τοὺς ὕμνους καὶ ἀναπέμπειν ἕκαστον αἰσθητήριον, καὶ μέλος καὶ μέρος τοῦ σώματος ἐπιστημόνως κινοῦσαν.] Ταῦτα ὡς ἐν προοιμίῳ διεξελθὼν, ἄρχεται λοιπὸν τῆς παραινέσεως. | |
15 | ϛʹ. «Ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με.» Δέδια καὶ τρέμω τὴν ἡμέραν τῆς ἀνταποδόσεως, ἐν ᾗ ὁ δίκαιος Κριτὴς ἀνταποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. [Τοῦτο δὲ γνόντες καὶ αὐτοὶ τὸν τοιοῦτον πρὸ | |
20 | ὀφθαλμῶν ἀναλάβετε φόβον. Εἰ γὰρ ἐγὼ ὁ δεδυνημένος εἰπεῖν, Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου συνέσεις, κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, μετὰ ταῦτα ἔμφοβός εἰμι καὶ ἔντρομος· διατί οὐχὶ καὶ ὑμεῖς· Εἰ δέ τις πυνθάνοιτο ἱνατί | |
25 | φοβοῦμαι, ἀκουέτω μετὰ παῤῥησίας· ἔστι τις ἡμέρα πονηρὰ περὶ ἧς μυρία ἐν ταῖς προφητικαῖς ἀνα‐ φωνεῖται Γραφαῖς] Αἴτιος δέ μοι τοῦ δέους ὁ παρά‐ νομος βίος, δι’ ὃν τῆς εὐθείας ἐξετράπην ὁδοῦ. Τὴν γὰρ πτέρναν ἔνιοι μὲν τοῦ βίου τὴν ὁδὸν προσηγό‐ | |
30 | ρευσαν· ἐγὼ δὲ οἶμαι τὴν ἀπάτην αἰνίττεσθαι, ἐκ μεταφορᾶς τῶν δρομέων, ὡς καὶ ἤδη προειρήκαμεν, οἳ τῇ πτέρνῃ πολλάκις τοὺς ἀνταγωνιστὰς καταβάλ‐ λουσι. Τοῦτο ἡμᾶς καὶ ὁ Ἡσαῦ ἐδίδαξεν ὀδυρόμενος· Δικαίως γὰρ, φησὶν, ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ | |
35 | Ἰακώβ· ἐπτέρνικέ με γὰρ ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου.» Πονηρὰν δὲ ἡμέραν τὴν τῆς κρίσεως προσηγόρευσε, κατὰ τὸ παρ’ ἡμῖν πολιτευό‐ μενον ἔθος. Εἰώθασι γὰρ πολλοὶ κακὴν ὀνομάζειν | |
40 | ἡμέραν, ἐν ᾗ λυπηροῖς τισιν αὐτοὺς συμβαίνει περι‐ πεσεῖν. [Εἰκότως τοίνυν οὕτως προσαγορεύεται, ὡς ἂν τῆς ἑκάστου πονηρίας οὖσα ἐλεγκτική· καὶ ὡς τὰς κολάσεις τοῖς ἀσεβέσι διὰ τῆς περιμενούσης αὐτοῖς ὀργῆς ἐπάγουσα. Διὰ τοῦτο κἀγὼ φρίττω | |
45 | ὁ ταῦτα φθεγγόμενος· ἡ γὰρ ἀνομία τῆς πτέρνης μου κατ’ αὐτὴν ἐκείνην τὴν πονηρὰν κυκλώσει με. Ἀνομία δὲ πτέρνης λέλεκται ἡ τῆς ὁδοῦ, καθ’ ἣν | |
τὸν παρόντα βίον διανύομεν, παρεκτροπὴ ἤγουν | 1221 | |
80.1224 | ἀπάτη.] Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος τὴν τῆς κρί‐ σεως ἡμέραν καλεῖ· «Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα | |
5 | αὐτοῦ.» ζʹ. «Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι.» Ἐγὼ μὲν, φησὶ, δέδια καὶ τρέμω τὴν προσδοκωμέ‐ νην ἡμέραν· ὑμεῖς δὲ οἱ τῷ πλούτῳ κομῶντες, ἐκεί‐ | |
10 | νης μὲν οὐδεμίαν ποιεῖσθε φροντίδα, τῇ δὲ ὑπερ‐ ηφανίᾳ τῆς περιουσίας μεγαλαυχούμενοι, ὡς μονί‐ μοις θαῤῥεῖτε τοῖς ῥέουσιν. ηʹ, θʹ. «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄν‐ θρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ. Καὶ | |
15 | τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ.» Ἔδει δὲ συνιδεῖν ὑμᾶς, ὡς οὔτε προγόνων καὶ ἀδελφῶν ἀρετὴ καὶ εὐσέβεια τοὺς τούτων γεγυμνωμένους ὀνίνησιν, οὔτε μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν δυνα‐ τὸν διὰ χρημάτων πορίσασθαι σωτηρίαν. Κατὰ γὰρ | |
20 | τὸν παρόντα βίον «λύτρον ἀνδρὸς, ᾗ φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος.» Ταύτην προσενεγκὼν τοῖς πλούτῳ κακῶς κεχρημένοις τὴν συμβουλὴν, πρὸς τοὺς τῆς ἀρετῆς ἐργάτας μεταφέρει τὸν λόγον, καί φησι· «Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα. [ιʹ, ιαʹ.] Καὶ | |
25 | ζήσεται εἰς τέλος. Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας.» Ὁ γὰρ τοὺς ὑπὲρ εὐ‐ σεβείας καὶ δικαιοσύνης ὑπομείνας ἱδρῶτας, καὶ τοὺς ὑπὲρ αἰωνίων ἀγαθῶν ἀναδεξάμενος πόνους, τὴν ἀνώλεθρον ἔχει ζωὴν τῶν πόνων καρπόν· καὶ | |
30 | τοῖς τοῦ κόσμου σοφοῖς, οὓς μωροὺς ὁ ἀποστολικὸς ὀνομάζει λόγος, οὐ κοινωνήσει τῆς αἰωνίου φθορᾶς, καὶ τῆς ἀεὶ τιμωρίας. «Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται.» Οὗτοι γὰρ, φησὶν, οἱ καλού‐ μενοι σοφοὶ, οὐδεμίαν ἐκ τῆς σοφίας ὠφέλειαν εὑρά‐ | |
35 | μενοι, τὸν αὐτὸν τοῖς ἀμαθέσι τίσουσιν ὄλεθρον. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν· Ὁμοῦ ἀνόη‐ τος καὶ ἀμαθὴς ἀπολοῦνται. Καὶ καλεῖ μὲν ἀνόη‐ τον τὸν καλούμενον σοφὸν, ὡς συνεῖναι τὸ δέον οὐκ ἐθελήσαντα· ἀμαθῆ δὲ τὸν τῆς μὲν σοφίας ἀμύητον, | |
40 | κακίᾳ δὲ ὅμως συζήσαντα. «Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐ‐ τῶν. [ιβʹ] Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα· σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν.» Οὐ μόνης δὲ τῆς σοφίας, ἀλλὰ καὶ τῆς δυναστείας, | |
45 | καὶ τῆς περιουσίας γυμνωθέντες ἁπάσης, δέξονται | 1223 |
80.1225 | τοῦ βίου τὸ τέλος, ἀπὸ τῶν περιφανῶν οἰκιῶν τοῖς τάφοις παραπεμπόμενοι, καὶ ταύτας οἰκεῖν δι’ αἰῶνος ἀναγκαζόμενοι. «Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν.» Καὶ μὴν, φησὶν, ἀπὸ | |
5 | τῶν ὀνομάτων αὐτῶν τὰ κτήματα αὐτῶν προσ‐ ηγόρευται. Τοῦ δεῖνος γὰρ ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρὸς, καὶ τοῦ δεῖνος ὁ οἰκέτης· ἀλλὰ σὺν τῇ δεσποτείᾳ ἡ τῶν ὀνομάτων ἀμείβεται προσηγορία. Ὥσπερ γὰρ ἕτεροι κύριοι τῶν ὑπ’ ἐκείνων κατα‐ | |
10 | λειφθέντων ἐγένοντο, οὕτω γενήσεται καὶ τῶν ὀνο‐ μάτων ἐναλλαγή. Πάλιν γὰρ ἐκ τούτων αἱ προσηγο‐ ρίαι τεθήσονται. Διὰ πάντων δὲ ἡμᾶς ὁ λόγος διδάσκει, μὴ θαῤῥεῖν τοῖς παροῦσιν, ἀλλὰ τῶν μελλόντων ἐπιμελεῖσθαι. ιγʹ. «Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· | |
15 | παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Ταύτης δέ φησιν αἴτιον τῆς ἀνοίας, τὸ μὴ θελῆσαι συνιέναι ἡμᾶς τὴν οἰκείαν τιμὴν, καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἀξίαν, ἀλλὰ τὸν κτηνώδη καὶ θηριώδη βίον ἀσπάσασθαι. | |
20 | ιδʹ. «Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς.» Εἰς δὲ τὴν ἀλογίαν ἐξέπεσον, κάκιστον ἐξ ἀρχῆς ἐσχηκότες τρόπον, καὶ ἐπὶ τὰς πονηρὰς ἐκκλίναντες πράξεις. Ὁδὸν γὰρ τὰς πράξεις ὠνόμασεν. «Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν.» | |
25 | Μεταμελείᾳ δὲ χρήσονται μετὰ τὴν ἐντεῦθεν ἐκδη‐ μίαν, οὐδὲν ἐκ ταύτης λοιπὸν ποριζόμενοι κέρδος. ιεʹ. «Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ὡς πρόβατα ᾅδου ἔταξαν ἑαυτοὺς, | |
30 | θάνατος νεμήσει αὐτούς· αὐτοὶ γὰρ ἑαυτοῖς τὰς κολάσεις προὐξένησαν, καὶ τὸν θάνατον προείλοντο τῆς ζωῆς. «Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ· καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ, ἐκ τῆς δόξης αὑτῶν ἐξώσθησαν.» Οἱ δὲ | |
35 | νῦν ὑπ’ αὐτῶν ἀδικούμενοι καὶ καταφρονούμενοι, τὴν κατ’ αὐτοὺς οὐκ εἰς μακρὰν σχήσουσιν ἐξουσίαν. Πάσης γὰρ τῆς προτέρας εὐημερίας γεγυμνωμένοι τῷ θανάτῳ παραδοθήσονται. Συνᾴδει δὲ τούτοις καὶ ἡ τοῦ Κυρίου παραβολὴ, τὸν μὲν Λάζαρον ἐν | |
40 | τοῖς κόλποις δεικνῦσα τοῦ Ἀβραάμ· τὸν δὲ ἀλαζόνα | |
πλούσιον πικρῶς κολαζόμενον, καὶ τοῦ πένητος | 1225 | |
80.1228 | ἱκέτην γινόμενον· οὕτω τὸ ἐκείνων τέλος δι‐ εξελθὼν, ἱκετείαν τῷ Θεῷ προσφέρει. Ὁ τούτοις δὲ χρησάμενος τοῖς λόγοις, μὴ τὴν αὐτὴν ἐκείνοις τελευτὴν ὑπομεῖναι αἰτεῖ· φησὶ δὲ οὕτως· | |
5 | ιϛʹ. «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.» Μετὰ ταῦτα τοῖς πενίᾳ συμβιοτεύουσι, καὶ διὰ τὴν τῶν πλουσίων τρυχομένοις ἀλαζονείαν, εἰσήγησιν εἰσφέρει καὶ συμβουλήν. | |
10 | ιζʹ, ιηʹ. «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγ‐ καταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.» Μὴ μέγα τι, φησὶ, νόμιζε τὴν παροῦσαν εὐημερίαν· οὐ μόνιμος γὰρ | |
15 | ὁ περίβλεπτος πλοῦτος. Οἱ γὰρ ἐπὶ τούτῳ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ τὰς γνάθους φυσῶντες, μικρὸν ὕστερον τὰ πάντα καταλείψαντες, τῷ θανάτῳ παραδοθήσονται. ιθʹ. «Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν ζωῇ αὐτοῦ εὐλογη‐ | |
20 | θήσεται.» Ζῶντα, φησὶ, τὸν πλούτῳ κομῶντά τινες μακαρίζουσιν· ἀποθανόντα μέντοι τρισάθλιον ὀνομάζουσιν. «Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· «Ἐπαινέσει σε ἐὰν καλῶς ποιήσῃς αὐτοῖς.» | |
25 | Οὗτος γὰρ ὁ ἀληθὴς ἔπαινος, τὸ μὴ μόνον ζῶντα, ἀλλὰ καὶ τετελευτηκότα ἀοίδιμον εἶναι καὶ πολυ‐ θρύλλητον. Ἄξιος δὲ τοιούτων ἐπαίνων ὁ εἰς οἰκείαν ὠφέλειαν τὸν πλοῦτον οἰκονομήσας· ἡ γὰρ εἰς τοὺς ἄλλους εὐεργεσία εἰς αὐτὸν ἀνατρέχει τὸν | |
30 | εὐεργέτην. κʹ. «Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὑτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς.» Ἀντὶ τοῦ εἰσ‐ ελεύσεται, εἰσελεύσῃ οἱ τρεῖς ἡρμήνευσαν. Ὄψει, φησὶ, τοῦτον πρὸς ὃν εἶπον· Μὴ φοβοῦ ὅταν πλου‐ | |
35 | τήσῃ ἄνθρωπος, τὸν αὐτὸν τοῖς πατράσιν ὑπομέ‐ νοντα θάνατον· καὶ οὐ μόνον τοῦ παρόντος φωτὸς, ἀλλὰ καὶ τοῦ αἰωνίου στερούμενον. καʹ. «Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ | |
40 | ὡμοιώθη αὐτοῖς.» Αἰτία δὲ τούτων ἡ κτηνώδης ζωὴ, ἢν τῶν ἀνθρώπων οἱ πλείους προείλοντο, τὴν παρὰ τοῦ Θεοῦ δεδομένην ἀποβεβληκότες τιμήν. Λογικοὶ γὰρ λεγόμενοι, τὴν ἀλογίαν ἠγάπησαν. ΕΡΜΗΝ. ΤΟΥ ΜΘʹ ΨΑΛΜΟΥ. | |
45 | αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Ἄλλου χοροῦ ψαλ‐ | 1227 |
80.1229 | μῳδῶν χοροδιδάσκαλος οὗτος, ὡς ἡ τῶν Παραλει‐ πομένων ἐδίδαξεν ἱστορία. Τὰ μὲν γὰρ ἀπὸ τοῦ τεσσαρακοστοῦ πρώτου προηρμηνευμένα οἱ Κορὲ υἱοὶ, κορυφαῖοι καὶ αὐτοὶ χοροῦ ἑτέρου γενό‐ | |
5 | μενοι, ᾄδειν ἐνεχειρίσθησαν. Ἔχουσι δὲ καὶ ἄλλους ψαλμοὺς, τὴν αὐτῶν ἐπιγραφὴν ἔχοντας, οὓς, εἰ ὁ Θεὸς ἐπιτρέψειεν, ἑρμηνεύσομεν. Ὁ δὲ παρὼν ψαλμὸς, τῷ Ἀσὰφ ἀνακείμενος, σύμφωνός ἐστι τῷ προτεταγμένῳ ψαλμῷ· καὶ αὐτὸς γὰρ τὸ μέλλον | |
10 | προαγορεύει κριτήριον, καὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν. Προαγορεύει μέντοι καὶ τὴν καινὴν διαθήκην, δεικνὺς τὴν κατὰ νόμον λατρείαν οὐ θυμήρη Θεῷ. «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσ‐ | |
15 | μῶν.» Καὶ ὁ πρὸ τούτου ψαλμὸς πάντας ἀνθρώπους εἰς διδασκαλίαν ἐκάλεσε, καὶ οὗτος ὡσαύτως πάντα τῆς οἰκουμένης τὰ πέρατα. Τὸ γὰρ, «Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν,» τοῦτο δηλοῖ. Τὸ δὲ Θεὸς θεῶν, οἱ τρεῖς ἑτέρως ἡρμήνευσαν, Ἰσχυρὸς | |
20 | Θεὸς λαλήσας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομή‐ κοντα θεοὺς ὀνομάζουσι τοὺς ἄρχειν λαχόντας, καὶ κρίνειν πεπιστευμένους, ὅπερ ἴδιον μόνου Θεοῦ. Τοῦτο ἡμᾶς ὁ ὀγδοηκοστὸς πρῶτος διδάσκει ψαλμὸς, καὶ αὐτὸς τῷ Ἀσὰφ ἐπιγεγραμμένος. Εἰρηκὼς γὰρ, | |
25 | «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·» ἐπήγαγεν· «Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; κρίνατε ὀρφανῷ καὶ πτωχῷ· ταπεινὸν καὶ πένητα δικαιώσατε.» Τοῦτο δὲ ἱερέων ἴδιον, καὶ τῶν ἄλλων, | |
30 | ὅσοι τὸ δικάζειν ἐνεχειρίσθησαν. Οὕτω καὶ ὁ νόμος διαγορεύει, «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» Κυρίως δ’ ἂν θεοὶ κληθεῖεν οἱ κατ’ εἰκόνα θείαν γεγενημένοι, καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες. Ὁ γὰρ | |
35 | τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ δικαστήριον. βʹ. «Ἐκ Σιὼν εὐπρέπεια τῆς ὡραιότητος αὐ‐ τοῦ.» Αὐτὸς δὲ οὗτός ἐστιν ὁ ἐν τῇ Σιὼν τὴν οἰ‐ κείαν εὐπρέπειαν καὶ ὡραιότητα δείξας, καὶ τὰ | |
40 | σωτήρια καταδεξάμενος πάθη, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὀνομασθεὶς ἐν τοῖς ἑρμηνευθεῖσι ψαλμοῖς. γʹ. «Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Μὴ γὰρ δὴ νομίσητε κατὰ | |
45 | τὴν προτέραν αὐτοῦ παρουσίαν καὶ τὴν δευτέραν γενήσεσθαι. Τότε μὲν γὰρ τῇ εὐτελείᾳ καὶ τῇ | |
πτωχείᾳ συνεκάλυψε τὴν οἰκείαν μεγαλοπρέπειαν· | 1229 | |
80.1232 | νῦν δὲ προφανῆ δείξει πᾶσι τὴν δεσποτείαν, καὶ τὴν βασιλείαν, οὐκέτι μακροθυμίᾳ χρώμενος, ἀλλὰ κρίνων δικαίως. Τοῦτο γὰρ εἶπεν, Οὐ παρασιωπή‐ σεται. «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ | |
5 | κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά.» Ταῦτα ὁ μακά‐ ριος Δανιὴλ ἐθεάσατο· «Ποταμὸς γὰρ, φησὶ, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.» δʹ. «Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, | |
10 | τοῦ διακρῖναι τὸν λαὸν αὑτοῦ.» Καὶ τὴν νομοθε‐ σίαν ποιησάμενος, τῷ μακαρίῳ προσέταξε Μωσῇ συναγαγεῖν τὸν λαὸν, καὶ διαμαρτύρασθαι τὸν οὐρα‐ νὸν καὶ τὴν γῆν· ὅπερ καὶ τῆς ᾠδῆς τοῦτο προοί‐ μιον ἐποιήσατο· «Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω, καὶ | |
15 | ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Καλεῖ δὲ εἰς μαρτυρίαν οὐχ ὡς ἔμψυχα ταῦτα, ἀλλ’ ὡς τῶν ἄλλων περιεκτικὰ ποιημάτων, εἰς φόβον τῶν ἀκουόντων. Οὕτως ὁ μακάριος Ἀβραὰμ τὰς ἑπτὰ ἀμνάδας ἔστησεν εἰς μαρτύριον, καί φησιν, | |
20 | ὅτι «Ἐμόν ἐστι τὸ φρέαρ.» Οὕτω τὸν βουνὸν ὁ Ἰακὼβ καὶ ὁ Λάβαν βουνὸν μαρτυρίας ἐκάλε‐ σεν. εʹ, ϛʹ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυ‐ | |
25 | σίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστι.» Διὰ μὲν τῶν προειρημένων τὸ φοβερὸν αὐτοῦ κριτήριον ἔδειξε· διὰ δὲ τούτων, καὶ τῶν ἑξῆς, διδάσκει τὸ ἀτελὲς τῆς κατὰ νόμον λατρείας, καὶ ὅτι τῶν προσφερομέ‐ | |
30 | νων ἱερείων Θεῷ θυμῆρες οὐδέν. Ὁσίους δὲ καλεῖ, τὸν Μωσέα, τὸν Ἀαρὼν, τὸν Ἐλεάζαρον, τὸν Φι‐ νεὲς, καὶ τοὺς μετ’ αὐτοὺς ἅπαντας κατὰ νόμον ἱερατεύσαντας. Συναχθῆναι δὲ αὐτοὺς κελεύει, οὐχ ἵνα δίκας εἰσπράξηται, οἷα δὴ ἐναντία πεφρονη‐ | |
35 | κότας· αὐτοῦ γὰρ ὁ νόμος, καὶ τούτῳ πειθόμενος τῶν προειρημένων ἕκαστος τὰς θυσίας προσέφερεν· ἀλλ’ ἵνα καὶ διὰ τῶν παρόντων τὸν οἰκεῖον δείξῃ σκοπὸν, καὶ τὴν νηπίοις ἁρμόττουσαν καταπαύσας διδασκαλίαν, τὰ τέλεια προσενέγκῃ παθήματα. Τού‐ | |
40 | των δὲ, φησὶ, γινομένων, θαυμάσουσιν οἱ οὐρανοὶ τῆς ψήφου τὸ δίκαιον. Διὰ δὲ τῶν οὐρανῶν τὰς οὐρα‐ νίους δυνάμεις ᾐνίξατο. ζʹ. «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι.» Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· | |
45 | «Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι.» Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· «Ὁ Θεὸς, ὁ Θεός σού | |
εἰμι ἐγώ.» Ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευ‐ | 1231 | |
80.1233 | θερώσας, ὁ τὴν διὰ τῆς θαλάττης ὁδὸν δωρησάμε‐ νος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομί‐ σῃς τῶν νόμων ὁρῶν τὸ διάφορον. | |
5 | ηʹ. «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντός.» Οὐκ ἀμέλειάν σοι, φησὶ, θυσιῶν ἐγκαλῶ· προσφέρεις γὰρ ταύτας διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν δικαιοσύνην παρεγγυῶμαι. | |
10 | θʹ—ιαʹ. «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν.» | |
15 | Πάντων εἰμὶ, φησὶ, καὶ ποιητὴς, καὶ δεσπότης, καὶ τῶν χερσαίων ζώων, καὶ τῶν ἀεροπόρων ὀρνί‐ θων. Μὴ τοίνυν ἡγοῦ τὴν ἐμὴν χρείαν πληροῦν· ἐγὼ γὰρ καὶ τούτοις τὸ εἶναι δέδωκα, καὶ τοὺς ἀπὸ γῆς φύεσθαι κελεύω καρπούς. Ὡραιότητα γὰρ | |
20 | ἀγροῦ τοὺς παντοδαποὺς καρποὺς τῆς γῆς λέγει. Ἐπειδὴ γὰρ ἀπὸ τῶν χερσαίων προσεφέροντο ζώων βόες, καὶ τράγοι, καὶ πρόβατα· καὶ ἀπὸ τῶν πετει‐ νῶν περιστεραὶ καὶ τρυγόνες· καὶ ἀπὸ τῶν καρπῶν, σεμίδαλις, καὶ οἶνος, καὶ ἔλαιον, καὶ τὰ τῶν ἀτμῶν | |
25 | ἡδύσματα· ἀναγκαίως ἁπάντων ἐμνημόνευσεν, ἵνα πᾶσαν τὴν τοιαύτην καταπαύσῃ λατρείαν. Εἶτα εἰρωνικῶς· ιβʹ. «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη, καὶ τὸ πλήρωμα αὐτῆς.» Ἐὰν, | |
30 | φησὶ, δεηθῶ τροφῆς, οὐ τῆς σῆς δέομαι χορηγίας. Πάσης γὰρ ὁμοῦ τῆς κτίσεως ποιητής εἰμι καὶ δεσπότης. Εἶτα τῆς οἰκείας φύσεως τὴν ἀπάθειαν διδάσκει. ιγʹ. «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων | |
35 | πίομαι;» Οὕτως ἐκείνων τὸ ἀνόητον δείξας, καὶ διδάξας ὡς τῆς νηπίας ἕνεκα διανοίας, ἐκείνας αὐτοῖς τὰς θυσίας πάλαι προσφέρειν ἐνομοθέτησε, τὴν καινὴν προανοίγνυσι διαθήκην, καὶ τὴν ἀρέσκου‐ σαν αὐτῷ θυσίαν νομοθετεῖ. | |
40 | ιδʹ, ιεʹ. «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Εἰς καιρὸν καὶ τῆς ἁγίας Τριάδος ἀπεκά‐ λυψε τὸν τίμιον ἀριθμὸν, καὶ τῇ καινῇ διαθήκῃ συν‐ | |
45 | έζευξεν· μετὰ γὰρ ταύτης καὶ τὴν τῆς ἁγίας Τριά‐ δος ἐδεξάμεθα γνῶσιν. Διεῖλε δὲ τὰ πράγματα, οὐχ ἵνα τῆς ἀδιαιρέτου καὶ ἁγίας Τριάδος τὰς ἐνεργείας διέλῃ, ἀλλ’ ἵνα τὸν ἀριθμὸν προφητικῶς καὶ τοὺς μετὰ ταῦτα διδάξῃ. Λέγει τοίνυν· «Θῦσον τῷ Θεῷ | |
80.1233(50) | θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς | 1233 |
80.1236 | σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου.» Τρία δὲ ἐκ τούτων ἐδιδάχθημεν πρόσωπα. Οὐκ ἐπει‐ δὴ μὲν μόνον Θεὸς, οὐδὲ μόνον Ὕψιστος, οὐδὲ αἰ‐ νέσεως θυσίαν δεχόμενος, τὰς αἰτήσεις χαρίζεται. | |
5 | Ἑκάστη γὰρ ἰδιότης καὶ Θεὸς, καὶ ὕψιστος, καὶ ἀγαθῶν χορηγός. Θυσίαν δὲ αἰνέσεως καλεῖ τοὺς δι‐ καίοις πρέποντας ὕμνους· εὐχὰς δὲ τὰς ὑποσχέ‐ σεις. Οὕτω γὰρ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ψαλμῷ λέγει, «Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φο‐ | |
10 | βουμένων αὐτόν.» Ἐπειδὴ δὲ εἶπεν, «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε,» διδάσκει λοιπὸν ἐφ’ οἷς ἠλέγχθη. ιϛʹ, ιζʹ. «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν | |
15 | διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπί‐ σω.» Ἐπειδὴ γάρ εἰσί τινες ἑτέροις μὲν πλημμε‐ λοῦσιν ἐπιμεμφόμενοι, καὶ τῶν θείων νόμων ἀναμι‐ μνήσκοντες, αὐτοὶ δὲ παραβαίνοντες ἃ διδάσκουσιν, | |
20 | εἰκότως πρὸς τοὺς τοιούτους ἀποτείνεται λέγων· Τί δήποτε ἐπὶ τοῖς ἐμοῖς βρενθυόμενοι δικαιώμασι, καὶ ἄνω καὶ κάτω περὶ τοῦ νόμου διαλεγόμενοι, τὴν ἐν‐ τεῦθεν ὠφέλειαν οὐ προσεδέξασθε, ἀλλὰ καταφρονη‐ τικῶς περὶ τοὺς ἐμοὺς διετέθητε λόγους; δι‐ | |
25 | ηγεῖται δὲ καὶ τῶν τολμωμένων τὰ εἴδη. ιηʹ—κʹ. «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Τὸ στό‐ μα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περι‐ έπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου | |
30 | κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτί‐ θεις σκάνδαλον.» Πολλὰ, φησὶ, καὶ παντοδαπὰ τὰ παρὰ σοῦ τολμηθέντα παρανομήματα· ἀποστολικῶς γὰρ εἰπεῖν, «Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις,» καὶ τῶν τὰ τοιαῦτα τολμώντων συνεργὸς γίνῃ καὶ κοι‐ | |
35 | νωνός.» Ἀληθείας δὲ τὸ στόμα γυμνώσας, ψεύδους τοῦτο καὶ πονηρίας ἐνέπλησας. Δόλος δέ σοι παρα‐ θήγει τὴν γλῶσσαν. Διόπερ καὶ συγγενείας κατα‐ φρονεῖς, καὶ τῆς φύσεως τοὺς νόμους πατεῖς, καὶ κρύβδην τὰς κατὰ τῶν ἀδελφῶν ἐνέδρας ὑφαίνεις, | |
40 | καὶ διατελεῖς καὶ λόγοις διαβάλλων, καὶ ἔργοις ἐπιβουλεύων. Οὕτω τῆς παρανομίας τὴν διήγησιν ποιησάμενος, καὶ ἣν ἔχει διδάσκει μακροθυμίαν, καὶ ἣν ἐποίσει τιμωρίαν, προλέγει. καʹ. «Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες | |
45 | ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος.» Ἐγὼ ταῦτα ὁρῶν ὑπὸ σοῦ τολμώμενα, μακροθυμίᾳ χρώμενος, ἀνα‐ μένω τὴν μεταμέλειαν. Σὺ δὲ καὶ τὴν μακρο‐ | |
θυμίαν εἰς ἀφορμὴν ἔλαβες δυσσεβείας, τοπάσας | 1235 | |
80.1237 | ἐφηδόμενόν με τῇ σῇ παρανομίᾳ μὴ ἐπάγειν τι‐ μωρίαν· οὗ δὴ χάριν «ἐλέγξω σε, καὶ παρα‐ στήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.» Ἐπειδὴ γὰρ τοῖς ἠπίοις τῆς μακροθυμίας οὐκ ἐθε‐ | |
5 | ραπεύθης φαρμάκοις, δριμύτερά σοι κατασκευάσω, καὶ τῶν ἐλέγχων τὸν καυτῆρα προσοίσω. Συνᾴδει δὲ ταῦτα ταῖς ἀποστολικαῖς ἐκείναις φωναῖς· «Ἀ‐ γνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρ‐ | |
10 | δίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Οὕτως ἀπει‐ λήσας τὴν τιμωρίαν, πάλιν ὁ φιλάνθρωπος παραίνε‐ σιν προσενήνοχεν. | |
15 | κβʹ. «Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ· μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος.» Ἐπιμελῶς, φησὶν, ἕκαστον τῶν εἰρημένων κατα‐ νοήσατε· καὶ οἱ τοῦ Θεοῦ τὴν λήθην νενοσηκότες, λήθη γὰρ Θεοῦ πρόξενος ἁμαρτίας, τοῖς τῆς με‐ | |
20 | τανοίας φαρμάκοις τὰ τραύματα θεραπεύσατε, πρὶν ἁρπάσαι τὸν θάνατον· ὃς δίκην λέοντος ἔπεισι τοῖς ἀνθρώποις, οὐδενὸς ἐπισχεῖν αὐτοῦ δυναμένου τὴν σφοδροτάτην ὁρμήν. Εἶτα τὴν καινὴν νομοθεσίαν λαμβάνει, καὶ ταύτῃ τοῦ ψαλμοῦ τὸ τέλος διακο‐ | |
25 | σμεῖ. κγʹ. «Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Τοῦτο δὲ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσε· Θυσιάζων ὑπὲρ αἰνέσεως δοξάσει με, καὶ τῷ εὐτάκτως ὁδεύοντι | |
30 | δείξω σωτήριον Θεοῦ. Προσήκει γὰρ μὴ μόνον ὑμνεῖν τὸν Θεὸν, καὶ τῆς αἰνέσεως αὐτῷ τὰς θυσίας προσφέρειν ἀλλὰ καὶ εὐτάκτως ὁδεύειν, καὶ τὸν οἰκεῖον βίον διαρυθμίζειν. Οὕτω γὰρ δυνατὸν τῆς παρὰ τοῦ Θεοῦ σωτηρίας ἐπιτυχεῖν. Κατὰ δὲ τοὺς | |
35 | Ἑβδομήκοντα, Τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ἐφή‐ δομαι· καὶ ταύτην ἡγοῦμαι δόξαν ἁρμόττουσαν· καὶ διὰ ταύτης τὴν ἐμὴν ὁδὸν ὑποδείξω τῷ ταύτην προσφέροντι, ἧς τέλος ἡ παρὰ τοῦ Θεοῦ σωτηρία. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς κἀνταῦθα δύο προσ‐ | |
40 | ώπων ἐποιήσατο μνήμην. «Θυσία γὰρ, φησὶ, δο‐ ξάσει με.» Καὶ διὰ τούτων τὸ οἰκεῖον πρόσωπον δεί‐ ξας, ἐπήγαγε· Καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῷ τὸ σω‐ τήριον τοῦ Θεοῦ. Ἔδει γὰρ τῇ καινῇ διαθήκῃ παι‐ δευούσῃ τὰ τέλεια, καὶ τῆς θεογνωσίας τὴν τελείαν | |
45 | συνῆφθαι διδασκαλίαν. ΕΡΜΗΝ. ΤΟΥ Νʹ ΨΑΛΜΟΥ. | |
αʹ, βʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ. Ἐν τῷ | 1237 | |
80.1240 | εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν τοῦ Οὐρίου. Σα‐ φῶς μὲν ἡμᾶς ἐδίδαξεν ἡ ἐπιγραφὴ τοῦ ψαλ‐ μοῦ τὴν ὑπόθεσιν· καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥή‐ | |
5 | ματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος. Εἰδέ‐ ναι μέντοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προ‐ αγόρευσιν ὁ ψαλμός. Διὸ καὶ εἰς τὸ τέλος ἐπιγέ‐ γραπται, τοῦ λόγου δηλοῦντος, ὡς ἕξει τέλος ἡ προ‐ φητεία. Ἀλλὰ μηδεὶς ἀμφιβαλλέτω, εἰ κατὰ τὸν | |
10 | τῆς μετανοίας καιρὸν προφητικῆς ἠξίωτο χάριτος ὁ μέγας Δαβίδ· τοῦτο γὰρ καὶ διὰ τῶν ἄλλων ψαλ‐ μῶν, δι’ ὧν τὴν ἐξομολόγησιν ἐποιήσατο, καταμα‐ θεῖν δυνατόν. Καὶ γὰρ ἐν τῷ ἕκτῳ ψαλμῷ περὶ τῆς μελλούσης προηγόρευσε κρίσεως. «Οὐκ ἔστι | |
15 | γὰρ, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ὁμολογήσεταί σοι;» Καὶ ἐν τῷ τρια‐ κοστῷ πρώτῳ ψαλμῷ μακαρίζει τοὺς δίχα πόνων εἰληφότας τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ὅπερ μόνη δωρεῖσθαι πέφυκεν ἡ τοῦ βαπτίσματος χάρις. Καὶ | |
20 | μέντοι καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ διαῤῥήδην ἡμᾶς ἐδίδαξεν, ὡς οὐκ ἐστέρητο τῆς τοῦ Πνεύματος χά‐ ριτος. «Τὸ Πνεῦμά σου γὰρ, φησὶν, τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.» Οὐ γὰρ ᾔτησεν αὐτῷ παρα‐ σχεθῆναι τὴν χάριν τοῦ Πνεύματος, ἀλλὰ μὴ λη‐ | |
25 | φθῆναι παρ’ αὐτοῦ ταύτην ἱκέτευσεν. Ὑπὸ ταύ‐ της τοίνυν φωτιζόμενος τῆς ἀκτῖνος, καὶ προφητικοῖς προορῶν ὀφθαλμοῖς, ὡς καὶ ὁ λαὸς ὁ ὑπ’ αὐτοῦ βα‐ σιλευόμενος περιπεσεῖται παρανομίαις, καὶ τίνων ὑπὲρ τούτων εὐθύνας ἐξανδραποδισθήσεται, καὶ μέτ‐ | |
30 | οικος ἐν Βαβυλῶνι γενήσεται, συνέγραψε τὸν πα‐ ρόντα ψαλμὸν, καὶ τὰ οἰκεῖα τραύματα θεραπεύων, καὶ τῷ λαῷ κατασκευάζων κατάλληλον φάρμακον, καὶ μὲν δὴ καὶ πᾶσιν ἡμῖν, ὅσοι τραυματίαι γινόμενοι θεραπείας δεόμεθα. γʹ. «Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ | |
35 | ἀνόμημά μου.» Καὶ τῷ θειοτάτῳ Δαβὶδ, καὶ τῷ δορυαλώτῳ λαῷ, καὶ τοῖς ἐν ἡμῖν διακειμένοις κακῶς, ἁρμόττει τὰ προκείμενα ῥητά. Τὰ γὰρ μεγά‐ λα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων, καὶ ὁ χαλεπῇ νόσῳ περιπεσὼν, πλείονος χρῄζει | |
40 | κηδεμονίας, καὶ ὁ μεγάλα πλημμελήσας μεγάλης φιλανθρωπίας δεῖται. Οὗ δὴ χάριν καὶ ὁ μέγας ἱκε‐ τεύει Δαβὶδ ὅλον εἰς αὐτὸν ἐκχυθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγὴν κατακενῶ‐ σαι τῆς ἁμαρτίας τὸ ἕλκος. Οὔτε γὰρ ἄλλως οἷόν | |
45 | τε ἦν ἐξαλειφθῆναι τῆς ἁμαρτίας τὰ ἴχνη. Εἰκότως δὲ ἀνόμημα καλεῖ τὸ πλημμέλημα· διπλῆν γὰρ | |
ἔχει τοῦ νόμου παράβασιν. | 1239 | |
80.1241 | δʹ. «Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.» Ἤδη γὰρ, φησὶ, διὰ Νάθαν τοῦ προφήτου τὴν ἄφεσιν ἔδω‐ κας· καὶ συμφορὰς δέ μοι παντοδαπὰς, οἷόν τινας | |
5 | καυτῆρας καὶ τομὰς, προσενήνοχας· ἀλλ’ ἔτι δέομαι ῥυμμάτων, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος δυσοσμίαν. Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, Δέσποτα, ἵνα πάντα τῆς ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον. [Κατὰ γὰρ τὸν προφήτην ἐκπλυνεῖ Κύριος τὸν ῥύ‐ | |
10 | πον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.] εʹ. «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.» Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν, λή‐ | |
15 | θην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας, καὶ τὰς τολμηθεί‐ σας παρανομίας· καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ’ ἡμέραν φαντάζομαι. Τοῦτο δὲ ποιεῖν τοὺς ἁμαρ‐ τάνοντας καὶ αὐτὸς ὁ Θεὸς διὰ Ἡσαΐου κελεύει. | |
20 | Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ τῶν ἀδικιῶν σου. Σὺ δὲ μνή‐ σθητι, καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶ‐ τος, ἵνα δικαιωθῇς.» Τούτῳ καὶ αὐτὸς ὁ μακά‐ ριος Δαβὶδ σύμφωνα γέγραφεν ἐν τῷ τριακοστῷ | |
25 | πρώτῳ ψαλμῷ· Εἶπον, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφεῖλες τὴν ἀσέβειαν τῆς καρδίας μου.» ϛʹ. «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Πολλῶν, φησὶ, καὶ μεγάλων παρὰ | |
30 | σοῦ δωρεῶν ἀπολαύσας, τοῖς ἐναντίοις ἠμειψάμην τὰ δῶρα· τὰ ἀπειρημένα τῷ νόμῳ δρᾶσαι τολμήσας. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Τὸν Οὐρίαν οὐκ ἠδίκη‐ σα· ἠδίκησε μὲν γὰρ κἀκεῖνον, καὶ τὴν ἐκείνου γυ‐ ναῖκα· ἡ δὲ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται | |
35 | τὸν Θεὸν, τὸν ἐκλεξάμενον, τὸν ἀντὶ προβατέως βα‐ σιλέα πεποιηκότα, καὶ κρείττονα τῶν ἐχθρῶν ἀπο‐ φήναντα, καὶ παντοδαποῖς ἀγαθοῖς ἐπικλύσαντα. Κα‐ λῶς δὲ προστέθεικε· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Τούτου γὰρ ἡ ἱστορία μέμνηται. Ὤφ‐ | |
40 | θη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυ‐ ρίου. Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο λεγό‐ μενον, οὕτω νοητέον· «Σοὶ μόνῳ ἥμαρτον,» Περὶ τὰς σὰς, φησὶ, δωρεὰς ἐγενόμην ἀχάριστος, καὶ τοὺς τεθέντας μοι παραβέβηκα νόμους· καὶ παντοδαπῶν | |
45 | ἀγαθῶν ἀπολαύσας, ἀγνώμων περὶ ταῦτα γεγένημαι· τοὺς δὲ Βαβυλωνίους οὐδὲ ἀδικήσας, μεγάλα παρ’ ἐκείνων ἠδίκημαι. «Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐ | |
γοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.» Ἐμαυ‐ | 1241 | |
80.1244 | τῷ, φησὶ, πρόξενος ἐγενόμην κακῶν· τὸ δὲ σὸν δίκαιον διαλάμπει. Καὶ οὕτω κρίσεως γὰρ γινομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομέ‐ νων εἰς μέσον, καὶ τῶν παρ’ ἐμοῦ τετολμημένων | |
5 | παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ καὶ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνομος ὀφθή‐ σομαι καὶ ἀχάριστος. Τὸ τοίνυν ὅπως οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικὸν (οὐ γὰρ διὰ τοῦτο ἥμαρτον, ἢ αὐτὸς ὁ Δαβὶδ ἢ ὁ λαὸς μετὰ ταῦτα, | |
10 | ἵνα ὁ Θεὸς δικαιωθῇ), ἀλλὰ τοὐναντίον, καὶ τῆς ἁμαρ‐ τίας ὑπὸ τούτων γινομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται· πᾶσαν γὰρ καὶ τούτου, κἀκείνων, καὶ πάντων ἀνθρώπων πεποίηται πρόνοιαν. ζʹ. «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν | |
15 | ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκρά‐ τηκε· προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐν‐ τολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν, καὶ τὴν θείαν ἀπόφασιν, καὶ τοῦ παραδείσου τὴν στέρη‐ | |
20 | σιν, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὑτοῦ, καὶ συλ‐ λαβοῦσα ἔτεκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βού‐ λεται, ὅτι τῶν ἡμετέρων προγόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. Τοῦτο καὶ ὁ μακάριος λέγει Παῦλος· | |
25 | «Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ἐφ’ ᾧ πάντες ἥμαρτον.» Τοῦτο καὶ ὁ τῶν ὅλων ἔφη Θεὸς πρὸς τὸν θαυμασιώτατον Νῶε, ὅτι «Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ | |
30 | νεότητος πάσας τὰς ἡμέρας.» Διδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐν‐ έργεια (ἢ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας, εἴπερ τοῦθ’ οὕτως εἶχεν), ἀλλ’ ὅτι ῥέπει ἡ φύσις περὶ τὸ πταίειν, ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ δὲ | |
35 | ὅμως ἡ γνώμη, πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοίνυν, ὥς τινες ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, καὶ τὴν γαμικὴν κοινωνίαν παρανομίαν καλεῖ, καθά‐ περ τινὲς ἀνοήτως ὑπέλαβον, οὕτω νενοηκότες τὸ, «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσ‐ | |
40 | σησέ με ἡ μήτηρ μου·» ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων ἀνθρώπων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν. Εἰ γὰρ ἐκεῖνοι, φησὶ, | |
μὴ ἥμαρτον, οὐκ ἂν ἐδέξαντο τῆς ἁμαρτίας τὸν | 1243 | |
80.1245 | θάνατον ἐπιτίμιον· θνητοὶ δὲ μὴ ὄντες, κρείττους ἂν ἦσαν φθορᾶς· τῇ δὲ ἀφθαρσίᾳ πάντως ἂν καὶ ἡ ἀπάθεια συνῆν. Ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἔσχεν ἡ ἁμαρτία. Ἐπειδὴ δὲ ἐξήμαρτον, | |
5 | φθορᾷ παρεδόθησαν· φθαρτοὶ δὲ γινόμενοι, τοιού‐ τους γεγεννήκασι παῖδας· τοῖς δὲ τοιούτοις ἐπιθυμίαι καὶ φόβοι, ἡδοναὶ καὶ λύπαι, θυμὸς καὶ φθόνος παρέπεται. Πρὸς ταῦτα, καὶ τὰ ἐκ τούτων φυόμενα, ὁ λογισμὸς ἀγωνίζεται· καὶ νενικηκὼς μὲν ἀνακη‐ | |
10 | ρύττεται, καὶ τοῖς νικηφόροις ταινιοῦται στεφάνοις· ἡττηθεὶς δὲ, καὶ αἰσχύνην ὀφλισκάνει, καὶ δίκας εἰσ‐ πράττεται. Ἀντὶ μέντοι τοῦ ἐκίσσησεν, ὁ Σύμ‐ μαχος ἐκύησεν τέθεικεν. ηʹ. «Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας.» Οὕτω δέ | |
15 | φησι, Κρίνεις, καὶ τοὺς μὲν κολάζεις, τοὺς δὲ στε‐ φανοῖς, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλή‐ θειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρμακα. «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς | |
20 | μοι.» Ἐγὼ μέντοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος. Οὐ γὰρ μόνον με τοῖς βασιλικοῖς ἐνίδρυ‐ σας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, | |
25 | καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δὲ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν, καὶ τῶν ἁμαρτημάτων τὴν φιλότιμον ἄφεσιν, τὰ μεγα‐ | |
30 | λοπρεπῆ καὶ θεῖα τοῦ ἁγίου βαπτίσματος δῶρα Ταῦτα πάντα παρὰ τοῦ παναγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζων τοῖς ἄλλοις βοῶ· θʹ. «Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυ‐ | |
35 | νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Μόνη γὰρ ἡ τοῦ βαπτίσματος δωρεὰ ταύτην ἐργάσασθαι τὴν κάθαρσιν δύναται· ταύτην δὲ τὴν κάθαρσιν καὶ διὰ Ἡσαΐου τοῦ προφήτου δώσειν ὑπέσχετο τῶν ὅλων ὁ Κύριος. Εἰρηκὼς γάρ· «Λούσασθε, καθαροὶ | |
40 | γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν·» μετ’ ὀλίγα ἔφη· «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ.» Ταῦτα καὶ αὐτὸς ὁ μέγας Δαβὶδ ἐν τῷ ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ προαγορεύει. «Ἐν τῷ γὰρ, φησὶ, διαστέλλειν | |
45 | τὸν ἐπουράνιον βασιλεῖς, χιονωθήσονται ἐν Σελ‐ | |
μών.» Τοῦτο τοίνυν κἀνταῦθά φησιν, ὅτι Τῆς | 1245 | |
80.1248 | δοθησομένης ἅπασιν ἀνθρώποις προσδέομαι χάριτος· ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαί με δύναται μόνη, καὶ τῆς χιόνος μοι τὴν λευκότητα δοῦναι. Ὅτι δὲ τὸ ὕσσωπον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ | |
5 | τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν. Τὸν γὰρ ἀνδροφόνον, καὶ τὸν ἀλλοτριόγαμον λῃστὴν, οὐ περιῤ‐ ῥαντηρίοις ὁ νόμος ἐκάθαιρεν, ἀλλὰ τιμωρίαις ἐσχά‐ ταις ὑπέβαλλεν. Ἑτέρων τοίνυν ἐστὶ πραγμάτων τὸ ὕσσωπον αἴνιγμα. Ὑσσώπῳ γὰρ ἐν Αἰγύπτῳ τὸ | |
10 | αἷμα τοῦ προβάτου ταῖς φλιαῖς ἐπιῤῥάναντες, τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφυγον. Τύπος δὲ ἦν ἐκεῖνα τῶν σωτηρίων παθημάτων· αἷμα γὰρ κἀνταῦθα, καὶ ξύλον σωτήριον, καὶ σωτηρία τοῖς μετὰ πίστεως προσιοῦσι χορηγουμένη. ιʹ. «Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· | |
15 | ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.» Ταύτης μοι, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμπλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια· καὶ τὰ νῦν τῇ κακουχίᾳ τεταπεινωμένα ὀστᾶ, ἀνθήσῃ πάλιν, | |
20 | καὶ ἀπολάβῃ τὴν οἰκείαν ἰσχύν. ιαʹ. «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλει‐ ψον.» Μὴ ἴδῃς, φησὶ, τὰς ὑπ’ ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ’ ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον. | |
25 | ιβʹ. «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Ἐπειδὴ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ νεούργησον. Ταῦτα καὶ δι’ Ἰεζε‐ κιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις | |
30 | ὁ Δεσπότης ὑπέσχετο. «Δώσω γὰρ αὐτοῖς, φησὶ, καρδίαν καινὴν, καὶ πνεῦμα καινόν.» Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ καὶ δι‐ δάξας ὑμᾶς, οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν | |
35 | ἀρετὴν αἱρεῖσθαι παρασκευάσω. Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε Δαβὶδ, τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λογικὸν ῥωσθῆναι, ὥστε τὴν θείαν τρέχειν ὁδόν. ιγʹ. «Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, | |
40 | καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.» Σαφῶς διὰ τούτων μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ παναγίου Πνεύματος χάρι‐ τος. Οὐ γὰρ ὡς γυμνωθεὶς ἀπολαβεῖν ἱκετεύει, ἀλλὰ μὴ στερηθῆναι ταύτης ἀντιβολεῖ, μηδὲ πόῤῥω | |
45 | γενέσθαι τῆς θείας κηδεμονίας. Πρόσωπον γὰρ | |
ἐνταῦθα τὴν κηδεμονίαν ἐκάλεσεν. | 1247 | |
80.1249 | ιδʹ. «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Ὃ μὴ ἀπώλεσεν, ἔχειν ἠντιβόλησε, τουτέστι, τὴν χάριν τοῦ Πνεύματος. Ὃ δὲ ἀποβέβληκεν, ἀπολαβεῖν | |
5 | ἱκετεύει· τοῦτο δὲ ἦν ἡ ἐν Θεῷ εὐφροσύνη. Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολλὴν εἶχον πρὸς σὲ, Δέσποτα, παῤῥησίαν· νῦν δὲ ταύτης γεγυμνωμένος, καὶ τῆς εὐθυμίας ἐστέρημαι. Ἐγύ‐ μνωσε δέ με τῆς παῤῥησίας ἡ δουλεία τῆς ἡδονῆς. | |
10 | Διὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὸν ὑπὸ τῶν παθῶν δουλωθέντα, τὴν κατὰ τούτων αὖθις ἀπολαβεῖν ἐξουσίαν. Πάλιν γὰρ ἐνταῦθα πνεῦμα ἡγεμονικὸν τὸν αὐτοκράτορα λογισμὸν ἐκάλεσε. | |
15 | ιεʹ. «Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.» Τῆς σῆς πάλιν ἀπολαύων φιλανθρωπίας ἀρχέτυπον ἔσομαι μετανοίας τοῖς τὸν παράνομον βίον ἀσπαζομένοις· ἔσομαι δὲ καὶ κήρυξ τῆς σῆς ἀγαθότητος, καὶ προτρέψω δυσσεβεῖς ἀν‐ | |
20 | θρώπους, καὶ παρανόμους, τῇ σῇ προσδραμεῖν ἱκε‐ τείᾳ. ιϛʹ. «Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς τῆς σωτη‐ ρίας μου.» Συνεχῶς ἐν τῇ μνήμῃ περιστρέφει τὸν τοῦ Οὐρίου φόνον. Τοῦτο κἀν τῷ προοιμίῳ δεδή‐ | |
25 | λωκεν, «ὅτι ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παν‐ τός.» —«Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐ σύνην σου.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου. Οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ’ | |
30 | ὑμνῶν σε διατελέσω, καὶ τὰς σὰς διηγούμενος χά‐ ριτας. ιζʹ. «Τὰ χείλη μου ἀνοίξεις, Κύριε, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.» Ἡ γὰρ ἁμαρτία πέφυκε τὴν γλῶσσαν δεσμεῖν, ἐμφράττειν | |
35 | τὸ στόμα, ἄγχειν, σιωπᾷν ἀναγκάζειν. Ἀντι‐ βολεῖ τοίνυν ὁ προφήτης, διὰ τῆς ἀφέσεως τῆς προ‐ τέρας παῤῥησίας μεταλαχεῖν, καὶ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῆσαι. ιηʹ. «Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐ | |
40 | τώματα οὐκ εὐδοκήσεις.» Συνᾴδει καὶ ταῦτα τοῖς ἐν τῷ προτεταγμένῳ εἰρημένοις ψαλμῷ. Ἀκηκόαμεν γὰρ ἐκεῖ τοῦ Θεοῦ τῶν ὅλων λέγοντος· «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου τράγους.» Τοιγάρτοι τοῦτο παρὰ τῆς θείας ἀκού‐ | |
45 | σας φωνῆς ὁ θειότατος Δαβὶδ, εἰκότως ἔφη· «Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Σὺ γὰρ, φησὶν, εἴρηκας μὴ θυμήρεις εἶναί σοι τὰς τῶν ἀλόγων θυσίας· οὗ δὴ χάριν τὴν | |
ἀρέσκουσάν σοι ἱερουργίαν προσοίσω. | 1249 | |
80.1252 | ιθʹ. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ἱερεῖον, φησὶν, ἀρεστὸν καὶ θυ‐ μῆρές σοι τῷ Θεῷ ἡμῶν μετριότης φρονήματος. Διὸ | |
5 | σφόδρα μου τὴν καρδίαν ταπεινώσας, καὶ οἱονεὶ συν‐ τρίψας, καὶ λίαν αὐτὴν λεπτύνας, τὴν ἀρεστήν σοι θυσίαν προσκομιῶ. Τούτοις καὶ οἱ μακάριοι παῖδες ἐν τῇ καμίνῳ τοῖς λόγοις ἐχρήσαντο· «Ἐν καρδίᾳ γὰρ, ἔλεγον, συντετριμμένῃ, καὶ πνεύματι ταπεινώ‐ | |
10 | σεως προσδεχθείημεν ἐνώπιόν σου, ὡς ἐν ὁλοκαυτώ‐ μασι κριῶν καὶ ταύρων πιόνων.» Ὡς εἶναι δῆλον κἀντεῦθεν, ὅτι καὶ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῶν ἐν Βαβυλῶνι συμβεβηκότων, καὶ διδασκαλίαν τὴν ἐκεί‐ νοις ἁρμόττουσαν. Ἐντεῦθεν γὰρ καὶ οἱ γενναῖοι παῖ‐ | |
15 | δες ἐκεῖνοι τὴν ἀρεστὴν τῷ Θεῷ θυσίαν μεμαθηκό‐ τες, τὴν ταπεινότητα τοῦ φρονήματος, καὶ τῆς καρδίας τὴν συντριβὴν τῷ Δεσπότῃ προσήνεγκαν. κʹ, καʹ. «Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσα‐ | |
20 | λήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν, καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.» Σαφέστερον ἐκ τού‐ των ἐδιδάχθημεν τῶν ῥημάτων, ὅτι πλήρης ὁ ψαλμὸς προφητείας. Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις | |
25 | οἰκεῖν, καὶ ποθοῦσι τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ ὀλοφυρομένοις τὴν τῆς πόλεως ἐρημίαν, ἁρμότ‐ τει τὰ ῥήματα. Ἱκετεύουσι γὰρ οἴκτου τινὸς ἀξιωθῆναι τὴν πόλιν, καὶ τὴν προτέραν εὐκληρίαν ἀπολαβεῖν, τῶν περιβόλων ἀνορθουμένων, καὶ τῆς | |
30 | κατὰ νόμον τελουμένης λατρείας. Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας σοι θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ μόνῃ τῇ πόλει θύειν τοῦ νόμου διαγορεύοντος. Εἰ δὲ τῆς ἐπανόδου τύχοιμεν, καὶ τὸν νεὼν ἀνορθώσαιμεν, | |
35 | τηνικαῦτά σοι τὰς ἐννόμους θυσίας προσοίσομεν. Ἁρμόττει δὲ λίαν αὐτοῖς, «Καὶ τὰ χείλη μου ἀνοίξεις, Κύριε, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.» Αὐτῶν γάρ ἐστι φωνή· «Πῶς ᾄσο‐ μεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» Ἔχει | |
40 | δὲ καὶ ἑτέραν προφητείαν τοῦ ψαλμοῦ τοῦδε τὸ τέ‐ λος. Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα προτέθεικεν, εἶτα κατιὼν ἔδειξε τὸν τῶν ὅλων Θεὸν ταῖς κατὰ νόμον θυσίαις οὐκ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπου‐ | |
45 | ράνιον Ἱερουσαλὴμ ἐπὶ γῆς πολισθῆναι, καὶ ὅτι τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δικαιοσύνης ἀναφορὰν καὶ θυσίαν, καὶ τὰ λογικὰ | |
καὶ ζῶντα ὁλοκαυτώματα, περὶ ὧν μακάριος λέγει | 1251 | |
80.1253 | Παῦλος, «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰ‐ κτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ τὴν λο‐ γικὴν λατρείαν ὑμῶν.» Εἰδὼς γὰρ ὁ θειότατος | |
5 | Δαβὶδ, ἅτε τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς τοῦ Θεοῦ σοφίας μεμαθηκὼς, ὡς ἡ καινὴ διαθήκη τελείαν ἔχει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ταχίστης καὶ τελείας τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐφιέμενος, καὶ τῆς συντόμου καὶ φιλοτίμου καθάρσεως τυχεῖν | |
10 | καὶ αὐτὸς ὀρεγόμενος, ταῦτά φησι. ΕΡΜΗΝ. ΤΟΥ ΝΑʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. «Εἰς τὸ τέλος. Συνέσεως τῷ Δαβίδ. Ἐν τῷ εἰσελθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀπαγγεῖ‐ λαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαβὶδ εἰς | |
15 | τὸν οἶκον Ἀβιμέλεχ.» Καὶ ἐντεῦθεν δῆλον, ὡς διώνυμος ὁ Ἀβιμέλεχ. Ὁ γὰρ Δοὴκ, ὡς ἡ πρώτη τῶν Βασιλειῶν ἱστορία διδάσκει, τὸν Ἀχιμέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ, καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμῃνε. Τοῦτον δὲ καὶ ἐνταῦθα, καὶ | |
20 | ἐν τῷ τριακοστῷ τρίτῳ ψαλμῷ Ἀβιμέλεχ ὀνο‐ μάζει. Τὴν γεγενημένην κατὰ τῶν ἱερέων συκοφαντίαν μεμαθηκὼς ὁ θεῖος Δαβὶδ, τοῦτον συν‐ έγραψε τὸν ψαλμὸν, εἰς ὑπομονὴν καὶ καρτερίαν τοὺς ἀδικουμένους ἀλείφων, καὶ τῆς θείας ψήφου | |
25 | διδάσκων τὸ δίκαιον. Διά τοι τοῦτο καὶ «Εἰς τὸ τέλος» ἐπέγραψε τὸν ψαλμὸν, «καὶ συνέσεως,» ἵνα συνέσει χρώμενοι, τῶν πραγμάτων τὸ τέλος προσμέ‐ νωμεν. Ἔχει δὲ καὶ πρόῤῥησιν κατὰ ταὐτὸν τῆς Ῥαψάκου μανίας, ὃς ἐξ Ἑβραίων ὁρμώμενος, εἶτα | |
30 | γενόμενος δορυάλωτος, τῶν ἐξανδραποδισάντων Ἀσσυρίων μεμάθηκε τὴν ἀσέβειαν, καὶ βλασφή‐ μοις ἐχρήσατο κατὰ τοῦ Θεοῦ λόγοις, καὶ ἀπατηλοῖς | |
ἐπειράθη φενακίσαι ῥήμασι τῶν Ἰουδαίων τὸ πλῆθος. | 1253 | |
80.1256 | [Καὶ ἡ μὲν ἐπιγραφὴ τοῦ πρώτου μετὰ τὸν πεντηκοστὸν ψαλμὸν ταύτην ἡμῖν ὑπέθετο τὴν ὑφ‐ ήγησιν. Αὐτὸς δὲ οὗτος ὁ Προφήτης σαφέστερον αὐτὸ ἔφησεν ἀπαρχόμενος ἐντεῦθεν οὕτως·] | |
5 | γʹ. «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, ἀνομίαν ὅλην τὴν ἡμέραν;» Δυνατὸν μὲν καλεῖ τὸν Δωὴκ, ὡς τῷ Σαοὺλ προσοικειωμένον· τὸν δὲ Ῥαψάκην, ὡς τὸ στρατηγεῖν πεπιστευμένον. Εἰς ἐρώτησιν δὲ σχηματίζει τὸν λόγον, μὴ μέγα φρονεῖν ἐπὶ κακίᾳ | |
10 | παρεγγυῶν, μηδὲ πάντα καιρὸν ἀναλίσκειν εἰς πο‐ νηρίαν. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, καθ’ ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκεν δʹ. «Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἠκονημένον, ἐποίησας δόλον.» Ψευδέσι, φησὶ, | |
15 | λόγοις μολύνεις τὴν γλῶτταν· τὸ γὰρ ἐλογίσατο, ἀντὶ τοῦ ἐφθέγξατο τέθεικεν· καὶ ξυροῦ δίκην ἠκο‐ νημένου, προσφέρεις τὸν λόγον, τοῖς πειθομένοις ὄλεθρον μηχανώμενος. εʹ. «Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, | |
20 | ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην.» Προ‐ είλου, φησὶ, τῶν κρειττόνων τὰ χείρω· καὶ τῶν ἀληθῶν τὰ ψευδῆ προτετίμηκας τῶν ῥημάτων· ὑπὲρ δὲ τὸ δίκαιον ἀσπάζῃ τὸ ἄδικον. ϛʹ. «Ἠγάπησας πάντα τὰ ῥήματα καταποντι‐ | |
25 | σμοῦ, γλῶσσαν δολίαν.» Ῥήματα καταποντι‐ σμοῦ καὶ δολίαν γλῶσσαν κέκληκε τὴν ἄρδην ἀφανίσαι διὰ τοῦ ψεύδους δυναμένην, ἐκ μεταφορᾶς τῶν καταποντιζόντων, καὶ ὑποβρυχίους τοὺς ὑπ’ αὐτῶν καταποντιζομένους τῷ βυθῷ τῶν ὑδάτων | |
30 | ποιούντων. Τοῦτο δὲ καὶ ὁ Δωὴκ ἔδρασεν. Ἄρδην γὰρ ἅπασαν τῶν ἱερέων τὴν πόλιν διέφθειρε τοῖς ψευδέσι κατὰ τοῦ Ἀβιμέλεχ χρησάμενος λόγοις. Τοῦτο ποιῆσαι καὶ ὁ Ῥαψάκης ἐπειράθη μὲν, οὐκ ἴσχυσε δέ· προσήνεγκε μὲν γὰρ τὰς ψευδεῖς ὑπο‐ | |
35 | σχέσεις τοῖς ἐπὶ τοῦ τείχους ἑστῶσι· διήμαρτε δὲ θήρας. ζʹ. «Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος· ἐκτίλαι σε, καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.» Οὐ | |
40 | διαφεύξῃ, φησὶ, ταύτην προελόμενος τὴν πονη‐ ρίαν, τοῦ Θεοῦ τῶν ὅλων τὴν ψῆφον· καταλύσει γάρ σε τάχιστα, καὶ παντελεῖ παραδώσει φθορᾷ, καὶ χωρίσει τοῦ καταλόγου τῶν ζώντων, καὶ πρόῤ‐ | |
ῥιζον ἀνασπάσας παραπέμψει θανάτῳ. Μέγιστον γὰρ | 1255 | |
80.1257 | ἐντεῦθεν φυήσεται κέρδος τῶν ἀδημονούντων ἐπὶ τῇ τῶν πονηρῶν εὐπραξίᾳ, τὸν τούτων ὄλεθρον θεωμέ‐ νων· καὶ γάρ φησιν· ηʹ. «Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται· καὶ | |
5 | ἐπ’ αὐτὸν γελάσονται, καὶ ἐροῦσιν,» [Ἐπὶ τίνα; Τὸν ἄδικον, τὸν οὐ μόνον κατὰ τῆς ἀληθείας αὐτῆς, ὡς ἐκεῖνος, ἀγωνιζόμενον, ἀλλὰ καὶ κατὰ τῆς ἱερω‐ σύνης μεμηνότα· λέγοντες δηλονότι οἱ τῷ Θεῷ ἀνα‐ κείμενοι·] | |
10 | θʹ «Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ· ἀλλ’ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλού‐ του αὑτοῦ, καὶ ἐνεδυναμώθη ἐν τῇ ματαιότητι αὑτοῦ.» Ὁ τῶν δικαίων, φησὶ, χορὸς μείζονος εὐ‐ λαβείας ἐμφορηθήσεται, τὴν δικαίαν τοῦ Θεοῦ | |
15 | θεασάμενος κρίσιν, καὶ γεγηθὼς καὶ γαννύμενος γελάσει τῆς πονηρίας τὴν ἀκαρπίαν, καὶ τῆς παρού‐ σης εὐημερίας τὸ κέρδος. ιʹ. «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν | |
20 | αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ταῦτα γὰρ καὶ περὶ ἑαυτοῦ λέγει ὁ μέγας Δαβὶδ, καὶ τῷ Ἐζε‐ κίᾳ προσφέρει διδασκαλίαν· ἄμφω γὰρ εὐσεβείας ἐρασταί τε καὶ τρόφιμοι. Καὶ ἐν τῷ πρώτῳ ψαλμῷ, δένδρῳ παρ’ ὄχθην ὑδάτων πεφυτευμένῳ, | |
25 | καὶ τεθηλότι διηνεκῶς, καὶ τὸν καρπὸν ὥριμον φέ‐ ροντι, τὸν τῆς ἀρετῆς ἀπείκασεν ἀθλητήν. Καὶ ἐν‐ ταῦθα ἐλαίαν πολλῷ βρίθουσαν καρπῷ, καὶ ἐν οἴκῳ θείῳ πεφυτευμένην, τὸν δίκαιον εἴρη‐ κεν· ἅτε δὴ βεβαίαν τὴν ἐπὶ τὸν Θεὸν ἐλπίδα κε‐ | |
30 | κτημένον, καὶ δι’ ἐκείνην πονεῖν ἀνεχόμενον, καὶ τοὺς ἐπιπόνους τῆς ἀρετῆς φέρειν καρπούς. [Διὰ δὴ ταῦτα μηδεὶς ὀκλαζέτω περὶ τοὺς ἀγῶνας φθά‐ σας, ἀλλ’ ἐναθλείτω καὶ ἐγκαλλωπιζέσθω τούτοις· περιμένων οὐ μόνον τοὺς μέλλοντας αὐτῷ δίδοσθαι | |
35 | ὑπὲρ τῶν ἄθλων στεφάνους, ἀλλὰ καὶ τῶν ἐχθρῶν ἐνταῦθα θεάσασθαι ἅλωσιν.] ιαʹ. «Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.» [Τὸ δὲ, «Ἐξομολογήσομαί | |
40 | σοι εἰς τὸν αἰῶνα,» εἰς τὸν νῦν αἰῶνα. Τὸ δὲ ἐποίη‐ σας, τὴν ἐκδίκησιν τῶν εἰς σὲ πεποιθότων. Τὸ δὲ, «Ὑπομενῶ τὸ ὄνομά σου,» οὐ μόνον τοῖς ὑπὲρ σοῦ ἀγῶσι μετὰ πολλῆς τῆς προθυμίας ἐγκαρ‐ τερήσω· ἀλλ’ ὅτι καὶ χρηστὸν, τουτέστι φιλάνθρω‐ | |
45 | πον, καὶ ἄναρχον καὶ ἀτελεύτητον ἔχεις τὴν βασι‐ λείαν. Τὸ δὲ «ἐναντίον τῶν ὁσίων σου,» ἀντὶ τοῦ, Πάρεστι βοήθειά σου καὶ φυλάξεις τοὺς ὑπὲρ τοῦ | |
ὀνόματός σου ἀθλοῦντας.] Ταύτης δὲ τῆς εὐεργεσίας | 1257 | |
80.1260 | τετυχηκὼς, ἀεί σε ὑμνήσω, Δέσποτα, τὸ ἀξιέρα‐ στον ὄνομα τοῖς ἐπισταμένοις σε ποθῶν ἀεὶ, καὶ προσμένων, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπούμε‐ νος. Χρηστὸν γὰρ καὶ τριπόθητον τοῦ Θεοῦ τὸ | |
5 | ὄνομα, οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς τῆς θεογνω‐ σίας ἠξιωμένοις. ΕΡΜΗΝ. ΤΟΥ ΝΒʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ὑπὲρ Μαελὲθ, συνέσεως τῷ Δαβίδ.» Τὸ ὑπὲρ Μαελὲθ ὁ Θεοδοτίων ὑπὲρ τῆς | |
10 | χορείας ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ. Τὴν αὐτὴν μέντοι διά‐ νοιαν ὁ ψαλμὸς οὗτος ἔχει τῷ προτεταγμένῳ· ὁμοίως δὲ καὶ ὁ ιγʹ. Καὶ γὰρ ἡ ὑπόθεσις ἀμφοτέρων μία. Τῆς γὰρ τοῦ Σενναχηρεὶμ καὶ τοῦ Ῥαψάκου βλασφη‐ | |
15 | μίας κατηγοροῦσιν ἀμφότεροι, προθεσπίζουσι δὲ καὶ τὸν γεγενημένον τῶν δυσσεβῶν ὄλεθρον. Οὗ δὴ χάριν, καὶ χορείας ἔσχηκεν ἐπιγραφὴν, ἣν ἐποιήσαντο πάντως οἱ τῆς σωτηρίας τετυχηκότες. καὶ τὸν Θεὸν ἀνυμνοῦντες. Καὶ εἰς τὸ τέλος | |
20 | δὲ πρόσκειται διὰ τὸ χρόνῳ ὕστερον εἰληφέναι τὴν προφητείαν τὸ τέλος. [Ταύτην ἔχει τὴν ἔννοιαν διὰ τῆς ἐπιγραφῆς καὶ ὁ παρὼν ψαλμός. Καὶ ἀκούσατε τί φησιν ὁ Προφήτης·] βʹ. «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, Οὐκ ἔστι | |
25 | Θεός.» Οὐ γὰρ μόνον κατὰ τῶν καλουμένων θεῶν, ἀλλὰ καὶ κατὰ τοῦ ἀληθῶς ὄντος τὴν γλῶτταν ἐκί‐ νησε λέγων, «Μὴ ἠδυνήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ῥύσασθαι τὴν ἑαυτῶν χώραν ἐκ χειρός μου;» [ἐκεῖ‐ νοι μὲν δῆλον ὅτι οὐκ ἠδύναντο· πῶς γὰρ ἂν ἠδύ‐ | |
30 | ναντο αὐτοὶ μηδὲν ὑπάρχοντες;] ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλήμ; [Βλέπε, παράνομε, πρὸς πηλίκον ὕψος ἀνεσφαίρισας τὴν τοῦ λόγου σου γλῶτταν. Σκλη‐ ρόν σοι πρὸς κέντρα λακτίζειν.] Ποῦ ὁ θεὸς Ἐμὰθ, καὶ ποῦ ὁ θεὸς Ἀρφάδ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως | |
35 | Σεφαρείμ; [Κἀκεῖνοι μὲν οἱ καλούμενοι παρὰ τῶν ἀφρόνων θεοὶ μικρὰν ὕστερον τῷ ἀλάστορι ἀπηνέγκαντο ψῆφον.] «Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνο‐ μίαις.» Αἴτιος, φησὶ, τῆς ἀσεβείας ὁ παράνομος βίος. Ἀδεῶς γὰρ πᾶν ὁτιοῦν δρῶντες, εἰς νοῦν λα‐ | |
40 | βεῖν οὐκ ἐθέλουσι. τὸν ἐφορῶντα Θεὸν, ἀλλὰ πεπεί‐ κασι σφᾶς αὐτοὺς, μηδένα τοῖς τῆς κτίσεως οἴαξιν ἐφεστάναι. «Οὐκ ἔστι ποιῶν ἀγαθόν.» Ἅπαντες, φησὶ, τῶν Ἀσσυρίων τὴν πονηρίαν ἠγάπησαν, [Καὶ ὅσοι τὰ ἐκείνων θρησκεύουσιν, ἀφρονοῦσιν· | |
45 | ἐν οἷς ἂν ὦσι τόπων ἢ ἀξιώμασιν ἢ βαθμῶν· μὴ | |
ἐπιλογιζόμενοι, ὅτι] | 1259 | |
80.1261 | γʹ. «Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τοῦ ἰδεῖν, εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν.» Ἀλλ’ ὅμως ὁ ἀπιστούμενος παρ’ αὐτῶν Θεὸς, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ | |
5 | τὰ ταπεινὰ ἐφορῶν, ἐξέτασιν ἠβουλήθη τῶν δρω‐ μένων ποιήσασθαι. δʹ. «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·» [πάν‐ τες οἱ τῆς ἴσης ἀντεχόμενοι γνώμης·] «οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.» Εὗρε, φησὶν, | |
10 | ἅπαντας τῆς εὐθείας ἐκτραπέντας πορείας, πᾶν δὲ κακίας εἶδος ἀσπασαμένους. εʹ. «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» [Τί γνώσονται; ὅτι Θεὸς ἐκδικήσει Κύριος· καὶ τίνες οὗτοι; Διὰ τῶν ἑξῆς ἔφησεν·] «Οἱ | |
15 | κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου;» [οἱ ἄπιστοι δηλονότι· καὶ τὴν νόσον αὐτῶν σαφέ‐ στερον φανεροῖ, διὰ τοῦ εἰπεῖν·] ϛʹ. «Τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο.» Ἀλλὰ μὴν διὰ τῆς πείρας μαθήσονται τῆς ἀδικίας τὸ ἐπιζήμιον, οἱ | |
20 | καθάπερ ἄρτον τινὰ τὸν ἐμὸν λαὸν ἀναλίσκειν πει‐ ρώμενοι, καὶ τοῦ κηδεμόνος καταφρονοῦντες Θεοῦ. «Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος.» Πεφρικέναι γὰρ αὐτοὺς καὶ ἀδημονεῖν ποιήσω, τῶν δεδιττομένων οὐ φαινομένων, ἀλλ’ ἀφανῶς | |
25 | ἐπιφερομένης τῆς τιμωρίας. Σημαίνει δὲ διὰ τού‐ των, τὴν διὰ τοῦ ἀγγέλου αὐτοῖς ἐπενεχθεῖσαν πληγήν. «Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπ‐ αρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.» Ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὸ, Διεσκόρ‐ | |
30 | πισεν ὀστᾶ ἀνθρωπαρέσκων, οὕτως ἡρμήνευσαν· Ὁ γὰρ Θεὸς διεσκόρπισεν ὀστᾶ παρεμβαλόν‐ των περὶ σέ. [Ἐπέστη γὰρ αὐτῶν ἡ θανατικὴ καὶ πανωλέθριος ψῆφος, καὶ ἅπαντας ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐξηφάνισεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, | |
35 | Κατῃσχύνθησαν ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.] Διὰ τοῦτο γὰρ, φησὶ, φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος, ἐπειδὴ ὁ βλασφημηθεὶς ὑπὸ αὐτῶν Θεὸς ἀδί‐ κως αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν αὐτοῦ πόλιν ἰδὼν, ὀλέθρῳ παρέδωκεν, οἰωνοῖς τε καὶ θηρίοις αὐ‐ | |
40 | τοὺς προθήσας βορὰν, καὶ τὰ τούτων ὀστᾶ δι‐ εσκόρπισεν. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸν Ῥαψάκην ἀνθρωπάρεσκον ὀνομάσας, ὃς ἐξ Ἑβραίων φὺς, | |
βλασφήμους λόγους κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἠκόν‐ | 1261 | |
80.1264 | τισε, ταύτῃ τοὺς Ἀσσυρίους θεραπεύειν οἰόμενος. [Ὡς καί τινες ἀφέντες τὸν Θεὸν ὑπ’ αὐτοῦ ἐγκατ‐ ελείφθησαν· οἱ κατὰ Ἰουλιανὸν, φημὶ, τὸν Παραβά‐ την τὸν τηνικαῦτα βασιλεύσαντα.] | |
5 | ζʹ. «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσ‐ ραήλ;» Ὁ ταύτην ἡμῖν, φησὶ, τὴν ἡδονὴν χαρι‐ σάμενος, οὗτος καὶ τοῖς ἤδη γεγενημένοις αἰχμ‐ αλώτοις παράσχοι τὴν σωτηρίαν. Ἤδη γὰρ ἐξηνδρα‐ ποδίσθησαν καὶ μετῳκίσθησαν αἱ δέκα φυλαὶ, καὶ | |
10 | πρὸς ταύταις τῆς Ἰουδαίας πόλεις πολλαί. Διὸ καὶ ἐπήγαγεν, «Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὑτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.» Τηνικαῦτα, φησὶ, θυμηδίαν τελείαν ληψόμεθα, ἡνίκα ἂν τῆς ἐπανόδου | |
15 | καὶ τοὺς ἄλλους αἰχμαλώτους ἀπολαύσαντας ἴδω‐ μεν. Διδασκόμεθα τοιγαροῦν καὶ ἡμεῖς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, «Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων,» τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ εὐθυμίαν οἰκείαν ἡγεῖσθαι τὴν τοῦ πέ‐ | |
20 | λας εὐημερίαν. ΕΡΜΗΝ. ΤΟΥ ΝΓʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. «Εἰς τὸ τέλος, Ἐν ὕμνοις. Συνέσεως τῷ Δαβίδ. Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, Οὐχὶ Δαβὶδ κέκρυπται παρ’ ἡμῖν;» Δήλη | |
25 | τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ὑμνεῖ γὰρ τὸν Θεὸν ὁ μέ‐ γας Δαβὶδ, ὡς ἐπαρκέσαντα, καὶ τὰς τῶν πολεμίων πάγας διαδρᾶναι παρασκευάσαντα. Οἱ γὰρ Ζιφαῖοι τὴν πρὸς τὸν Δαβὶδ ὑπεκρίνοντο φιλίαν, τῷ δὲ Σαοὺλ κατεμήνυον ἔνθα ἐπειρᾶτο λανθάνειν. [Ὡς | |
30 | καὶ μέχρι νῦν τινας ὁρῶμεν ἐπικάλυμμα μὲν φιλίας περικειμένους, ἔνδοθεν δὲ ὑποκρίσεως μᾶλλον ἢ φιλίας ἀναμέστους.] Καί ποτε τοῖς δεδηλωκόσι πι‐ στεύσας, στρατεύει μὲν κατ’ αὐτοῦ λογάσι πολ‐ λοῖς· εἶτα μέλλων αὐτὸν ἐξαπιναίως θηρεύειν, ὑπὸ | |
35 | τῆς τῶν ἀλλοφύλων προσβολῆς ἐκωλύθη. Μαθὼν γὰρ αὐτοὺς κατὰ τῆς χώρας στρατεύσαντας, ἀνέστρεψε τοῖς πολεμουμένοις ἀμῦναι σπουδάζων. Τότε τοῦ‐ τον τὸν ὕμνον προσενήνοχεν ὁ μέγας Δαβὶδ τῷ Θεῷ, ὡς δεξαμένῳ τὴν ἱκετείαν, καὶ τὴν προσδο‐ | |
40 | κηθεῖσαν λύσαντι συμφοράν. [Καὶ μάλιστα προ‐ τιθεὶς αὐτοῖς τοῦτον τὸν ψαλμὸν κοινὴν διδασκαλίαν· ὥστε ἕκαστον τῶν πολεμουμένων παρὰ τὸ δίκαιον | |
ὑπό τινων μετὰ πάσης κατανύξεως προσφέρειν | 1263 | |
80.1265 | ὁμοίως τῷ Δαβὶδ ἱκετείαν τῷ δυναμένῳ ὡς τὸν προ‐ φήτην ἐκ χειρὸς τῶν ἀδικούντων ῥύσασθαι τῷ Θεῷ.] γʹ. «Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με.» | |
5 | Ἀρκεῖ μοι, φησὶν, εἰς ἀσφάλειαν ἡ τοῦ σοῦ ὀνό‐ ματος κλῆσις. Οὕτω καὶ οἱ θεῖοι ἀπόστολοι τὰ μεγάλα εἰργάζοντο θαύματα. «Ἐν τῷ ὀνόματι γὰρ, φησὶν, Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει.» — «Καὶ ἐν τῇ δυνάμει σοῦ κρῖνόν μοι.» Δίκαιος, | |
10 | φησὶ, καὶ δικαιοσύνης ὑπάρχεις πηγή· κρῖνόν μοι τοίνυν καὶ τοῖς πολεμοῦσιν ἀδίκως. δʹ. «Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου, [καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ] ἐνώτισαι τὰ ῥή‐ ματα τοῦ στόματός μου.» Δέξαι μου τὰς ἱκετείας | |
15 | σὺν εὐμενείᾳ [πολλῇ· τίνος ἕνεκεν εἶπεν·] εʹ. «Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ· καὶ [οὐ τοῦτο μόνον, ἀλλὰ καὶ] κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου.» Δέομαι, φησὶ τῆς σῆς ἐπικουρίας, ὦ Δέσποτα, [καὶ ἀντιβολῆς] ὑπὸ δυσμενῶν ἐλαυνόμε‐ | |
20 | νος, πλείστῃ δυνάμει· [ἀλλ’ ὅμως ἀνθρωπείᾳ καὶ ταύτῃ πολυθεΐᾳ κεκρατημένῃ] τεθαῤῥηκότων, καὶ θανάτῳ με παραδοῦναι ποθούντων. Ταῦτα δὲ κατ’ ἐμοῦ τολμῶσιν, ἐπειδὴ τὴν σὴν πρόνοιαν ἀγνοοῦσι, [μᾶλλον καὶ αὐτῆς καταφρονοῦσι.] Τοῦτο γὰρ | |
25 | ἐπήγαγεν εἰπών· «Καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν.» Ταῦτα δὲ οὕτως ἱκετεύσας, τῆς οὐκ εἰς μακρὰν ἐσομένης ἐπικουρίας τὴν πρόγνω‐ σιν ἐκβοᾷ. ϛʹ, ζʹ. «Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύ‐ | |
30 | ριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψῃ τὰ κακὰ τοῖς ἐχθροῖς μου.» [Ἀντὶ τοῦ, λάκκον ὤρυξαν καὶ ἀνέσκαψαν αὐτὸν, καὶ ἐμπεσοῦνται εἰς βόθρον ὃν εἰργάσαντο. Καὶ λοιπὸν καὶ τὸ πανάγιον τοῦ Θεοῦ Πνεῦμα ἐπεύχεται, ἐν τῷ εἰπεῖν,] «Καὶ ἐν | |
35 | τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.» ηʹ. «Ἑκουσίως θύσω σοι.» Ἐγὼ δὲ, φησὶν, ὑπὸ τῆς σῆς δεδίδαγμαι χάριτος, ὡς ἐμὲ μὲν ἀξιώ‐ σεις προνοίας, τοῖς δὲ κατ’ ἐμοῦ τυρευθεῖσι κακοῖς τοὺς ταῦτα τεκταινομένους περιβαλεῖς, καὶ δικαίαν | |
40 | κατ’ αὐτῶν ἐξοίσεις τὴν ψῆφον. Τοῦτο γὰρ σημαίνει τὸ, «Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς, ἑκου‐ σίως θύσω σοι.» Ἐγὼ δὲ τούτων ἀπολαύσας, σὺν πάσῃ προθυμίᾳ τὰς θυμήρεις σοι προσοίσω θυσίας. | |
Καὶ διδάσκων τῆς ἱερουργίας τὸ εἶδος, ἐπήγαγεν· | 1265 | |
80.1268 | «Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. [θʹ.] Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με· καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.» Τὴν τῆς αἰνέσεώς σοι προσοίσω θυσίαν, τὰς σὰς εὐερ‐ | |
5 | γεσίας διεξιών. Τοῦτο γὰρ κἀμοὶ ὠφέλιμον, καὶ [πᾶσι τοῖς ὑπὸ σοῦ βοηθουμένοις καὶ] σοὶ κατα‐ θύμιον. Δίκαιον δὲ τοῦτο ποιεῖν, καὶ συμφορῶν ἀπαλλαγέντα παντοδαπῶν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον θεασάμενον. [Ὅτι δὲ ταύτην οἶδε θυσίαν | |
10 | ὁ τῶν ὅλων Δεσπότης, καὶ ὁ μακάριος Παῦλος μέ‐ μνηται· συμπαραλαβὼν μεθ’ ἑαυτοῦ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ παρακαλῶν τοὺς τροφίμους τῆς χάρι‐ τος, λέγων οὕτως· «Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν | |
15 | θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ.» Καὶ τί τὸ εἶδος τῆς θυσίας ἡρμήνευσεν ἐν τῷ εἰπεῖν, «διὰ «τῆς λογικῆς ὑμῶν λατρείας.»] ΕΡΜΗΝ. ΤΟΥ ΝΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ἐν ὕμνοις, συνέσεως τῷ Δα‐ | |
20 | βίδ.» Εἴρηκε μὲν τὸν ψαλμὸν ὁ μακάριος Δα‐ βὶδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, καὶ μετανάστης γε‐ νόμενος, ἐν ἐρήμῳ τε διάγειν, ἀναγκαζόμενος· προ‐ θεσπίζει δὲ κατὰ ταυτὸν καὶ τὰς τῶν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἐπιβουλὰς, καὶ ἐν ἑαυτῷ προδια‐ | |
25 | γράφει τὰ τοῦ Δεσπότου παθήματα. Αὐτός τε γὰρ ὑπὸ τοῦ εὐεργετηθέντος Σαοὺλ ἐξηλαύνετο· καὶ ὑπό τινων γνωρίμων προυδίδοτο, καὶ τὸν Δεσπότην προεώρα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς ταυτὸ τοῦτο πεισόμενον, καὶ ὑπὸ τῶν εὖ πεπονθότων προδοθησό‐ | |
30 | μενόν τε καὶ σταυρωθησόμενον. Διά τοι τοῦτο καὶ εἰς τὸ τέλος ἡ ἐπιγραφὴ παραπέμπει τὸν ἐντυγχά‐ νοντα, καὶ συνετῶς προσέχειν τοῖς λεγομένοις παρεγγυᾷ, ὡς τῆς προφητικῆς διανοίας κεκαλυμμέ‐ νης, καὶ μετὰ χρόνον δεχομένης τὸ τέλος. Πρὸς δὲ | |
35 | τούτοις, καὶ τοῖς ὕμνοις ὁ ψαλμὸς ἐγκατείλεκται, σκιαγραφίαν τινὰ ἔχων τῶν Δεσποτικῶν παθημά‐ των. Δίκαιον γὰρ ἀεὶ ὑμνεῖν τὸν ταῦτα παθεῖν ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀνεχόμενον σωτηρίας. Ἀλλὰ μηδεὶς τῇ ταπεινότητι τῶν ῥημάτων προσέχων, | |
40 | ἀνάξια ταῦτα ἡγείσθω τῆς τοῦ Σωτῆρος Χριστοῦ ἐνανθρωπήσεως. Σκοπείτω δὲ, ὡς χολῆς, καὶ ὄξους, καὶ ἥλων, καὶ ἀκανθῶν, καὶ ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων, καὶ πάσης ἀνασχόμενος παροι‐ νίας, καὶ τὸ τελευταῖον καταδεξάμενος θάνατον, οὐκ | |
45 | ἂν λόγων ταπεινότητα παρῃτήσατο. Κατάλληλα γὰρ εἶναι τὰ ῥήματα προσήκει τοῖς πράγμασιν. | |
Αὐτοῦ δέ ἐστιν ἡ φωνή· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι | 1267 | |
80.1269 | πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Καὶ πάλιν, «Ἐντο‐ λὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω, καὶ οὐδὲν ἀπ’ ἐμαυτοῦ ποιῶ.» Καὶ, «Θεέ μου, Θεέ μου, | |
5 | ἱνατί με ἐγκατέλιπες;» Ταῦτα δὲ, καὶ τὰ τοιαῦτα, ἀνθρωπίνως ἐφθέγγετο, καὶ τὴν ἀνθρωπείαν φύσιν ὑποδεικνύων, καὶ οἰκοδομῶν τὴν τῶν Ἰουδαίων ἀσθένειαν. Ἐνταῦθα μέντοι ὁ θεῖος Δαβὶδ καὶ τὴν εἰς ἑαυτὸν γεγενημένην ἀδικίαν διδάσκει, καὶ τὴν εἰς | |
10 | τὸν Δεσπότην [Χριστὸν τὸν Θεὸν ἡμῶν] ἐσομένην προδιαγράφει, τῇ κοινωνίᾳ τῶν παθημάτων ἐν‐ αβρυνόμενος, καὶ μονονουχὶ βοῶν μετὰ τοῦ Παύλου, «Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώ‐ ματί μου βαστάζω.» [Οὐ μόνον δὲ ὁ Προφήτης, | |
15 | ἀλλὰ καὶ ἅπαντες ὅσοι διὰ τὸ ὄνομα αὐτοῦ κοινω‐ νοῦσι τοῖς παθήμασιν αὐτοῦ, δοξασθήσονται· καθά‐ περ ὁ θεῖος Παῦλος· «Εἴπερ συμπάσχωμεν ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ αὕτη μὲν τῆς ἐπιγραφῆς καὶ σχεδὸν τοῦ παρόντος ψαλμοῦ ἡ δύναμις· ἀπαρχόμενος δὲ ὁ Προφήτης οὕτως ἔφη·] βʹ, γʹ. «Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου, καὶ | |
20 | μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι καὶ εἰσ‐ άκουσόν μου.» Διαφόρους ἱκετείας προσφέρει, δεχθῆ‐ ναι πάντας ἀντιβολῶν. Μὴ παρίδῃς γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ’ εὐμενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὄρεξον. | |
25 | «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταρά‐ χθην. [δʹ.] Ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρ‐ τωλοῦ.» Ὀνειδιζόμενος γὰρ, φησὶ, καὶ πολεμούμε‐ νος ὑπὸ τῶν ἀδικούντων ἐχθρῶν, καὶ τὰς παντοδαπὰς αὐτῶν ἐπιβουλὰς λογιζόμενος, πολλῆς ἀλγηδόνος | |
30 | [ἀντὶ τοῦ τῆς παρ’ αὐτῶν κατ’ ἐμοῦ γενομένης ἐπιβουλῆς], ἐμπέπλησμαι. Ἀδολεσχίαν γὰρ ἡ θεία Γραφὴ τὴν συνεχῆ μελέτην καλεῖ. Τοῦτο δὲ ὁ Σύμμα‐ χος οὕτως ἡρμήνευσε· «Κατηνέχθην προσλαλῶν ἐμαυ‐ τῷ, καὶ συνεχύθην ὑπὸ φωνῆς ἐχθροῦ, ὑπὸ ἐν‐ | |
35 | οχλήσεως ἀσεβοῦς.» Τὸν γὰρ αὐτὸν ἐχθρὸν καλεῖ καὶ ἀσεβῆ, ὡς εὐεργετούμενον μὲν, τὸν δὲ τοῦ εὐεργέτου κατασκευάζοντα φόνον. «Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαι, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.» Σαφέστερον ὁ Σύμμαχος εἴρηκεν, ὅτι Ἐπέῤῥιψαν κατ’ | |
40 | ἐμοῦ εἰς ἀσέβειαν, καὶ μετ’ ὀργῆς ἠναντιώ‐ θησάν μοι· πονηρᾷ γὰρ χρησάμενοι γνώμῃ, τὸν ἐμὸν τυρεύουσι θάνατον. εʹ, ϛʹ. «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· καὶ | |
δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. Φόβος καὶ τρό‐ | 1269 | |
80.1272 | μος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος.» Ταύτην αὐτῶν τὴν δυσμένειαν, καὶ τὰς τῶν ἐπιβουλῶν θεώμενος μηχανὰς, καὶ φρίττω, καὶ δέδια, καὶ προσμένω τὸν θάνατον. Καὶ θαυμα‐ | |
5 | στὸν οὐδὲν, εἰ ὁ Δαβὶδ ἀποδιδράσκων, καὶ ὑπὸ πολλῶν διωκόμενος πολεμίων, ἐδεδίει τὴν τελευτὴν, καὶ ἄνθρωπος ὢν, καὶ ὑπὸ τῷ νόμῳ πολιτευόμε‐ νος, καὶ τὴν εὐαγγελικὴν πόῤῥωθεν ὁρῶν τελειότη‐ τα. Καὶ αὐτὸς γὰρ ὁ Δεσπότης Χριστὸς, καίτοι | |
10 | πολλάκις προειπὼν τοῖς ἱεροῖς ἀποστόλοις, καὶ προ‐ σημάνας τὸ πάθος, καὶ τῷ θεσπεσίῳ δὲ Πέτρῳ γε‐ νέσθαι τοῦτο ἀπευξαμένῳ σφοδρότερον ἐπιπλήξας, παρὰ τὸν καιρὸν τοῦ πάθους ἐβόα, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ τοσαύτην ἀγωνίαν συνεχώρησεν | |
15 | ἡ θεία φύσις τὴν ἀνθρωπείαν λαβεῖν, ὡς ἱδρῶσαι μὲν αἵματος θρόμβους, ὑπ’ ἀγγέλου δὲ στηριχθῆναι, καὶ νικῆσαι τὸ δέος. Ἔδει γὰρ καὶ ἐν τούτῳ δειχθῆ‐ ναι τὴν φύσιν τὴν δεχομένην τὸ πάθος, [καὶ τὴν πολλὴν μακροθυμίαν ἣν ἔσχε παρὰ τὸ ἡμέτερον γέ‐ | |
20 | νος ὁ φιλάνθρωπος· καὶ καταδέχεται πάθος σαρκὶ, καὶ ἐν τούτῳ τὴν ἡμετέραν βουλόμενος πραγματεύ‐ σασθαι σωτηρίαν· ἅπαντα γοῦν ταῦτα τὰ τῶν ῥη‐ μάτων λέγει ταπεινὰ, οὐ δειλίας ἕνεκεν, ἄπαγε, ἀλλ’ οἰκονομίας χάριν προβάλλεται.] | |
25 | ζʹ, ηʹ. «Καὶ εἶπα, Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρή‐ μῳ.» Τοῦτο ὁ μακάριος πεποίηκε Δαβίδ. Φυγὼν γὰρ τὸν Σαοὺλ, καὶ πάλιν τῶν ἐν τῇ Γὲθ ἀλλοφύλων | |
30 | τὴν δυσμένειαν θεασάμενος, εἰς τὴν ἔρημον ἀπέδρα, ὡς ἡ πρώτη τῶν Βασιλειῶν ἱστορία διδάσκει. Καὶ ὁ Δεσπότης δὲ Χριστὸς, πολλάκις μὲν εἰς τὸ ὄρος, πολλάκις δὲ εἰς τὴν ἔρημον ὑπεχώρησε, τὸν τῶν Ἰουδαίων φθόνον ἐκκλίνων. Θαυμάσαι δὲ ἄξιον τὸν | |
35 | μέγαν Δαβὶδ, περιστερᾶς καὶ οὐκ ἄλλου ὀρνέου πτέ‐ ρυγας λαβεῖν ἐθελήσαντα. Δῆλος γάρ ἐστι τῆς πνευματικῆς χάριτος ἐφιέμενος τῆς ἐν εἴδει περι‐ στερᾶς ἐπιπτάσης. θʹ. «Προσεδεχόμην τὸν Θεὸν, τὸν σώζοντά | |
40 | με ἀπὸ ὀλιγοψυχίας, καὶ ἀπὸ καταιγίδος.» Τοσούτοις γὰρ, φησὶ, περικλυζόμενος κύμασι, καὶ οἷόν τινων πνευμάτων, ἢ στροβίλων ἀνέμων δεχόμενος προσ‐ βολὰς, τὴν θείαν προσμένω ῥοπὴν, καὶ τῇ τῆς ἐπι‐ κουρίας ἐλπίδι ψυχαγωγοῦμαι. | |
45 | ιʹ. «Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσ‐ | 1271 |
80.1273 | σας αὐτῶν.» Ἐπειδὴ κακῇ κέχρηνται συμφωνίᾳ, διάλυσον αὐτῶν, Δέσποτα, τὴν ὁμόνοιαν. «Ὅτι εἶδον ἀνομίαν, καὶ ἀντιλογίαν ἐν τῇ πόλει. [ιαʹ.] Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ | |
5 | τείχη αὐτῆς.» [Τοῦτο μὲν οἱ Ἀσσύριοι, τοῦτο δὲ οἱ Αἰγύπτιοι καὶ χρόνον ὕστερον καὶ ἡ τῶν Ῥω‐ μαίων δυναστεία.] «Καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. [ιβʹ.] Καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς | |
10 | τόκος καὶ δόλος.» Τῷ μακαρίῳ Δαβὶδ οὐκ οἶμαι ἁρ‐ μόττειν ταῦτα τὰ ῥήματα. Οὐδὲ γὰρ ἡ Ἱερουσαλὴμ κατ’ ἐκεῖνον τὸν καιρὸν ὑπὸ Ἰουδαίων κατείχετο, οὐδὲ ἄλλη τις βασιλικὴ ἐνενόμιστο πόλις· ἀλλ’ ἔοικε τῆς Ἱερουσαλὴμ τὴν ἀντιλογίαν καὶ παρανο‐ | |
15 | μίαν προλέγειν ὁμοῦ, καὶ τῆς πονηρίας αὐτῆς διεξιέναι τὰ εἴδη, τὴν ἀνομίαν, τὴν ἀδικίαν, τὸν τό‐ κον. τὸν δόλον· ἅπερ ἀσπαζόμενοι, τοὺς ἐπ‐ ωφελεῖς τοῦ Σωτῆρος οὐκ ἐδέχοντο νόμους. Ἐπιση‐ μήνασθαι μέντοι προσήκει, ὡς οὐ μόνον τῆς καινῆς | |
20 | διαθήκης ἡ τελειότης, ἀλλὰ καὶ ἡ νομικὴ πολιτεία, τοῦ τόκου κατηγορεῖ, καὶ τῇ ἀνομίᾳ, καὶ τῇ ἀδικίᾳ, καὶ τῷ δόλῳ τοῦτον συζεύγνυσιν. ιγʹ. «Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, | |
25 | ἐκρύβην ἂν ἀπ’ αὐτοῦ.» [Ἀντὶ τοῦ τὸν παρ’ αὐτοῦ κατ’ ἐμοῦ δόλον εἰ ἔγνων, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ.] Ἀλλὰ τὰ μὲν παρὰ τῶν δυσμενῶν γινόμενα οἰστὰ ἡγοῦμαι καὶ φορητά· ὑπὸ γὰρ ἐχθρῶν ταῦτα δρᾶ‐ ται καὶ πολεμίων· ἄλλως τε καὶ τὸν προφανῆ πόλεμον | |
30 | διαφυγεῖν τυχὸν δυνατόν. ιδʹ, ιεʹ. «Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου | |
καὶ γνωστέ μου. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι | 1273 | |
80.1276 | ἐδέσματα. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμο‐ νοίᾳ.» Πάντων ἀνιαρώτατον εἶναί μοι δοκεῖ, τὸν ἄνδρα συνήθη, καὶ ὁμογνώμονα, καὶ ὁμοτράπεζόν μοι, καὶ σύσσιτόν μοι γεγενημένον, καὶ θείων μοι | |
5 | καὶ ἀνθρωπείων κεκοινωνηκότα πραγμάτων, τὰ δυσμενῶν δρᾶσαι καὶ πολεμίων· σαφῶς δὲ διὰ τού‐ των ἡμῖν τῶν λόγων ἡ προφητικὴ χάρις τὸν προδό‐ την Ἰούδαν διέγραψεν, ἡγεμόνα μὲν ὑπὸ τοῦ βα‐ σιλέως χειροτονηθέντα Χριστοῦ («Καταστήσεις γὰρ | |
10 | αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν,») τραπέζης δὲ αὐτῷ καὶ μυστικῶν κεκοινωνηκότα λόγων, ὄργανον δὲ τῶν ἐπιβουλευόντων γεγενημένον. Ἀντὶ μέν τοι τοῦ ἡγεμών μου, ὁ Σύμμαχος, συνήθης μου ἡρμή‐ νευσεν. Ταῦτα δὲ τῷ μακαρίῳ οὐδαμῶς ἁρμόττει | |
15 | Δαβίδ· οὐδεὶς γὰρ αὐτὸν, ὑπὸ τοῦ Σαοὺλ διωκόμε‐ νον, τῶν εὐνουστάτων προδέδωκεν. Οὔτε γὰρ ὁ Δωὴκ, οὔτε οἱ Ζιφαῖοι, τῶν γνησίων αὐτοῦ φίλων ἐτύγχα‐ νον. Τῇ δὲ τῶν Εὐαγγελίων ἱστορίᾳ ἡ προφητικὴ συμβαίνει· «Ὁ ἐσθίων, φησὶ, μετ’ ἐμοῦ τὸν ἄρ‐ | |
20 | τον, ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὑτοῦ.» Οὕτω τὴν προδοσίαν προαγορεύσας, καὶ τὸν αἰφνίδιον αὐτοῦ θάνατον προθεσπίζει. [Καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τὸν αὐτὸν δόλον καὶ φόνον παρά τισι πλεονάζοντα, ὡς ἡ τῶν πραγμάτων ἡμᾶς ἔκβασις πείθει. Οὐ μόνον γὰρ | |
25 | τῶν ἁλῶν κοινωνοῦντες προδιδόασι τοὺς παρέχοντας τούτους, ἀλλὰ γὰρ καὶ τῶν θείων καὶ ἀποῤῥήτων μυ‐ στηρίων μέτοχοι γενόμενοι ἀλλήλους οὐ μόνον προ‐ διδόασιν, ἀλλὰ καὶ θανάτους κατασκευάζουσι, καὶ τοῦτο ὅρκων μεσιτευόντων. Καὶ ὁ μὲν Παῦλος οὐ | |
30 | παύεται διαμαρτυρόμενος ἐν πάσῃ τῇ οἰκουμένῃ τοῖς διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι· τὸν ὅρκον λέγω καὶ τὴν πίστιν· τινὲς δὲ οὐκ οἶδ’ ὅπως μετατιθέναι πειρῶνται τὰ ἀμφότερα· μᾶλλον δὲ μετατεθείκασι, μήτε πρὸς τοὺς εὐεργέτας, | |
35 | μήτε περὶ τὴν πίστιν, μήτε εἰς αὐτὸν τῶν πάντων Δεσπότην ὀρθὸν σκοπὸν φυλάττοντες. Διὸ δὴ τὸ προ‐ φητικὸν Πνεῦμα ἀποφαινόμενον κατ’ αὐτῶν οὕτως ἔφη·] ιϛʹ. «Ἐλθέτω δὴ θάνατος ἐπ’ αὐτούς· καὶ κατα‐ | |
40 | βήτωσαν εἰς ᾅδου ζῶντες.» [Τοιαύτην αὐτοῖς ἀπειλεῖ τὴν ψῆφον βουλόμενος ἀναστεῖλαι τὴν πονη‐ ρὰν αὐτῶν γνώμην.] Τοιοῦτο δὲ τοῦ βίου τὸ τέλος ἐδέξατο· τῇ γὰρ ἀγχόνῃ τὴν δέρην προσδήσας, σύν‐ τομον ὑπέμεινε θάνατον· τοιαύταις καὶ οἱ Ἰου‐ | |
45 | δαῖοι μετὰ τὸν σταυρὸν περιέπεσον συμφοραῖς, τῷ Ῥωμαϊκῷ παραδοθέντες πολέμῳ. Οὐ γὰρ τῷ νόμῳ τῆς φύσεως ὑπεξῆλθον τὸν βίον, ἀλλ’ ὅπλοις πολε‐ | |
μικοῖς κατακοντιζόμενοι. [Εἰ δὲ καί τις τῶν φαύ‐ | 1275 | |
80.1277 | λων δόξαιεν κοινῷ θανάτῳ καταλύειν τὸν βίον, μετὰ τὴν ἔνθεν ἀνάστασιν διπλῆν τὴν κατ’ αὐτοῦ δέξεται τιμωρίαν. «Τινῶν γὰρ, φησὶν, ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοι, προάγουσιν εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπ‐ | |
5 | ακολουθοῦσιν.»] Εἶτα δείκνυσι τῆς τιμωρίας τὸ δίκαιον. «Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. [Ἀντὶ τοῦ εἰς τὸ μέσον, εἰς αὐτὴν τὴν καρδίαν πονηρία βλαστήσασα τὴν θανατικὴν τῆς τιμωρίας αὐτοῖς ἐπάγει ψῆφον.] Παροικίαν δὲ καλεῖ | |
10 | τὴν παροῦσαν ζωὴν, ἐν ᾗ παροικοῦμεν οὐ κατοικοῦ‐ μεν. [Καὶ μακάριοι οἱ παροικίαν ἡγούμενοι τὸν παρόντα βίον καὶ μὴ κατοικίαν. Εἶτα εἰρηκὼς τὰ παρὰ τῶν παρανόμων, εἰς τοὺς ἀδικουμένους καὶ μὴ ἐγκαταλιμπανομένους παρὰ τῆς ἄνωθεν ῥοπῆς | |
15 | μετατίθησι τὸν λόγον ὁ Προφήτης.] ιζʹ. «Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου.» [Οὐ γὰρ μόνον τὸν Πατέρα, φησὶ, παρακαλεῖν μεμάθηκα, ἀλλὰ γὰρ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν διὰ πολλὴν φιλανθρωπίαν, | |
20 | μικρὸν ὕστερον ἐξ ἐμοῦ τὴν κατὰ σάρκα οἰκονομίαν μέλλοντα καταδέχεσθαι. Διὸ δὴ] ιηʹ. «Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας δι‐ ηγήσομαι, καὶ ἀπαγγελῶ καὶ εἰσακούσεται τῆς φωνῆς μου.» [Ταύτης δὲ δεχθείσης παρὰ τοῦ | |
25 | φιλανθρώπου,] ιθʹ. «Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.» Τὴν ἐνδελεχῆ μου, φησὶν ὁ Δαβὶδ, θεώμε‐ νος προσευχὴν, τὴν νύκτωρ καὶ μεθ’ ἡμέραν παρ’ | |
30 | ἐμοῦ προσφερομένην, ἀπαλλάξει με τῶν πολεμούν‐ των, καὶ χαριεῖται εἰρήνην. [Οὐ μόνον δὲ ἐμοὶ, φησὶ, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς εἰς αὐτὸν πεποιθό‐ σιν.] Τὸ δὲ, «Ἐν πολλοῖς ἦσαν σὺν ἐμοὶ,» τὸ πολλοὺς εἶναι τοὺς πολεμίους δηλοῖ. Οὕτω γὰρ καὶ | |
35 | ὁ Σύμμαχος ἡρμήνευσε· Πολλοστοὶ γὰρ ἐγένοντο πρός με. κʹ. «Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτούς· [δίκαιος γάρ ἐστι καὶ οἶδεν ἐτάζων καρ‐ δίαν καὶ νεφροὺς,] ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.» | |
40 | Δεξάμενος δέ μου τὴν δέησιν ὁ ἀεὶ Θεὸς, ἀσθε‐ νείᾳ περιβαλεῖ τοὺς ἐπιβουλεύοντας. «Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Οὐ | |
γὰρ ἀλλάσσονται, οὐδὲ φοβοῦνται τὸν Θεόν. | 1277 | |
80.1280 | [Οὐδὲ γὰρ ἀλλάσσεται αὐτῶν ἡ πονηρὰ γνώμη, οὐδὲ φοβοῦνται τὸν Θεόν· διὸ δὴ], Ὁρῶν αὐτῶν, φη‐ σὶν, τὸν ἀμεταμέλητον τρόπον, ταῖς προειρημέναις συμφοραῖς περιβαλεῖ. | |
5 | καʹ. «Ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδι‐ δόναι.» Τοῦτο οἱ τρεῖς οὕτως ἡρμήνευσαν· Ἐξ‐ έτεινε τὴν χεῖρα αὑτοῦ εἰς τοὺς εἰρηνεύοντας ἐν αὐτῷ πρὸς αὐτόν. Οὐ γὰρ πολέμιον ὁ Σαοὺλ ἐδίω‐ κεν, ἀλλ’ εὐεργέτην, καὶ συνήθη, καὶ γνώριμον. | |
10 | Οὐδὲ ἐχθρὸν ὁ Ἰούδας προδέδωκεν, ἀλλὰ Σωτῆρα, καὶ τῶν ἀγαθῶν χορηγόν. Τὸ τοίνυν, «Ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδιδόναι,» τοῦτο δηλοῖ, ὅτι ἐκτείνας τὴν χεῖρα, ὥστε τὰς ἀντιδόσεις ἐκτί‐ σαι, ἀγαθὸν μὲν οὐδὲν προσενήνοχεν· πάντα δὲ | |
15 | πονηρίας μεστά. [Ἀλλ’ ὅμως καὶ ὁ Ἰούδας οὐ μόνον εἰς τὸ προδοῦναι τὴν χεῖρα αὑτοῦ ἐξέτεινε, ἀλλὰ γὰρ καὶ ἀποστρέψας τὰ τριάκοντα ἀργύρια, ἃ μετὰ τὴν ἐκείνου ἀγχόνην ἐνέβαλον οἱ θεοκτόνοι εἰς τὸν κορβανᾶν.] Καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· | |
20 | «Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.» Τοῦ γὰρ θείου νόμου διαγορεύοντος ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἐδίωκον. [Οὐ μόνον δὲ, ἀλλὰ καὶ σταυρῷ κατέκριναν. Διὸ ἐπ‐ ήγαγε·] | |
25 | κβʹ. «Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτῶν καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν.» Ὀργῇ γὰρ δουλεύσαντες, ἕτερα μὲν ἐμέμφοντο, ἕτερα δὲ ἐβουλεύοντο. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρ‐ μήνευσε· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· | |
30 | πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Τούτῳ δὲ καὶ τὸ ἐπαγόμενον συμφωνεῖ. «Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.» Τοιαῦτα δὲ ἦν καὶ τοῦ Σαοὺλ, καὶ τοῦ Ἰούδα τὰ ῥήματα. Ὁ μὲν γὰρ Σαοὺλ, πρὸς τὸν Δαβὶδ ἔλεγεν, | |
35 | «Εἰ σὺ εἶ τέκνον Δαβίδ.» Ὁ δὲ Ἰούδας, «Μή τι ἐγώ εἰμι, Ῥαββί;» [Καὶ πολλοὶ τὰ αὐτὰ νοσοῦντες φιλίας δῆθεν περικείμενοι ἐπικάλυμμα πρὸς τοὺς παρ’ αὐτῶν ἀδικουμένους φασίν· Μή τι ἐγώ σε ἠδίκηκα; Τὸ αὐτὸ δὲ πάλιν ὁ Ἰούδας, Χαῖρε, λέγει, Ῥαββί·] | |
40 | καὶ κατεφίλησεν αὐτόν. Καὶ ἐῴκει μὲν τὰ ῥήματα ἐλαίου καὶ βουτύρου λειότητι· τὰ δὲ βουλεύματα, βέλεσι καὶ δόρασιν ὀξυτάτοις. [Λόγχαι γὰρ μᾶλλον | |
ὑπῆρχον αἱ βολίδες αὐτῶν·] λόγχας γὰρ ὁ Ἀκύλας | 1279 | |
80.1281 | τὰς βολίδας ἡρμήνευσεν. Οὕτω ταῦτα ὁ θεῖος Δαβὶδ καὶ περὶ τῶν αὐτῷ συμβεβηκότων διεξελθὼν, καὶ τὰς Δεσποτικὰς προθεὶς ἐπιβουλὰς, συμβουλὴν πᾶσιν ἀνθρώποις προσφέρει, τὴν εἰς Θεὸν ἔχειν | |
5 | ἐλπίδα παρεγγυῶν. κγʹ. «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου· καὶ αὐτός σε διαθρέψει.» [Οὐ μόνον, φησὶ, ἐν‐ ταῦθα δοξάσει, ἀλλὰ καὶ ἐν τῇ παλιγγενεσίᾳ τῆς θεοπτίας ἀξιώσει. Οὐκοῦν] Κυβερνήτην ἔχε, φησὶ, | |
10 | τὸν Θεὸν, καὶ ἡνίοχον· καὶ τὰ κατὰ σαυτὸν τῆς προνοίας ἐκείνης ἐξάρτησον· οὕτω γὰρ ἀσάλευτος διαμενεῖς καὶ ἀκλόνητος· καὶ γάρ φησιν, «Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.» Κἂν γὰρ συγχωρήσῃ ποτὲ περιπεσεῖν πειρασμῷ, ἀλλὰ ταχεῖαν | |
15 | παρέξει βοήθειαν. Ἀτεχνῶς δὲ τοῦτο ἔοικε τοῖς ἀποστολικοῖς ῥητοῖς, «Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.» | |
20 | κδʹ. «Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς.» Τοὺς γὰρ ἐπιβουλεύειν τῷ δικαίῳ τολμῶντας τιμωρίᾳ παραδώσει διηνεκεῖ. Φρέαρ γὰρ διαφθορᾶς τὴν ἄφυκτον ἐκάλεσε τιμωρίαν. Ὥσπερ γὰρ τὸν εἰς φρέαρ ἐμπεπτωκότα, ἰλύος τινὸς καὶ | |
25 | βορβόρου μεστὸν, διαφυγεῖν τὸν ὄλεθρον τῶν ἀδυνά‐ των· οὕτω τὸν ὑπὸ Θεοῦ κολαζόμενον οὐκ ἔνεστιν ἑτέρωθεν σωτηρίαν εὑρεῖν. [Καὶ ἀκούετε, φησὶν, οἱ δείλαιοι.] «Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν.» Τοῖς γὰρ | |
30 | μιαιφονίᾳ καὶ δόλῳ συζῇν αἱρουμένοις ταχὺν ἐπ‐ άγεις τὸν θάνατον· οὐκ ἐῶν τὸν νενομισμένον διαβιῶ‐ ναι χρόνον. [Καὶ ταῦτα ἐκείνοις· ἐγὼ δὲ, φησὶν ὁ Δαβὶδ, καὶ ὅσοι κατ’ ἐμὲ τὴν ἄνωθεν καραδοκοῦμεν ῥοπὴν, σωθησόμεθα. Διὰ γὰρ τῶν ἑξῆς σαφέστερον | |
35 | αὐτὸ ἡρμήνευσεν, εἰπών·] «Ἐγὼ δὲ, Κύριε, ἐλπιῶ ἐπὶ σέ.» Ταύτην γάρ σου τὴν δύναμιν, καὶ τὴν δικαίαν ἐπιστάμενος ψῆφον, τὴν παρὰ σοῦ προσμένω βοήθειαν. ΕΡΜΗΝ. ΤΟΥ ΝΕʹ ΨΑΛΜΟΥ. | |
40 | αʹ. «Εἰς τὸ τέλος. Ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαβὶδ εἰς στηλογραφίαν. Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.» Σημαίνει καὶ ἡ ἐπιγραφὴ, ὡς διπλῆ τοῦ ψαλμοῦ ἡ διάνοια, καὶ αὐτῷ ἁρμόττουσα τῷ Δαβὶδ, καὶ τῷ | |
45 | λαῷ τῷ δορυαλώτῳ γεγενημένῳ, καὶ τὴν ἀλλοτρίαν | |
οἰκεῖν ἠναγκασμένῳ· [ἀλλὰ καὶ πολλοῖς τῶν | 1281 | |
80.1284 | ἐφεξῆς. Τὸ γὰρ «ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ὁσίων κεκρυμμένου,» ἢ αἰχμαλωτισθέντος καὶ χωρισθέν‐ τος τῆς τηνικαῦτα ἁγίας πόλεως, ἥτις ἦν ἡ Ἱερου‐ σαλὴμ, ἢ τοῦ μακρύνοντος ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ, ὅ | |
5 | ἐστιν, ἀπὸ τῆς εἰς αὐτὸν πίστεως.] Συμβαίνει γὰρ τὰ παθήματα. Ἐκεῖνοί τε γὰρ Βαβυλωνίοις ἐδού‐ λευον ἀλλοφύλοις ἀνθρώποις· καὶ οὗτος ἀποδρὰς τὸν Σαοὺλ, μέτοικος ἀλλοφύλων ἐγένετο. Ἰστέον μέντοι, ὅτι δὶς ἀφίκετο εἰς τὴν Γέθ. καὶ πρό‐ | |
10 | τερον μὲν πολέμιος εἶναι δόξας, εἶτα κινδυνεύσας, καὶ ἐπιληψίαν ὑποκρινάμενος, ἀφέθη τε καὶ διέφυ‐ γεν. Ὕστερον δὲ θαῤῥηθεὶς συνδιέτριβεν ἀπολαύων εἰρήνης. Τὸν μέν τοι παρόντα ψαλμὸν, τὸν πρότε‐ ρον μὲν κίνδυνον ὑπομείνας συνέγραψεν. | |
15 | βʹ, γʹ. «Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέν με ἄνθρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν.» Ὑπὸ διαφόρων ἐχθρῶν ἐξελαυνόμενός τε καὶ πολε‐ μούμενος, καὶ οἱονεὶ συμπατούμενος καὶ διηνεκῶς | |
20 | τοῦτο πάσχων, τὴν σὴν, ὦ Δέσποτα, φιλανθρωπίαν προσμένω. Τὸ δὲ ὅλην τὴν ἡμέραν, πᾶσαν ἡμέ‐ ραν ὁ Σύμμαχος ἡρμήνευσεν, ἀντὶ τοῦ ἐνδελεχῶς καὶ διηνεκῶς. «Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.» [Ἀντὶ τοῦ, ἀπὸ τῆς δυναστείας αὐτῶν.] Οὐ | |
25 | δέδια, φησὶ, τὰς τῶν ἀνθρώπων εὐημερίας αἷς θαῤ‐ ῥοῦντες τὸν καθ’ ἡμῶν ἀνεδέξαντο πόλεμον. Ὕψος γὰρ ἡμέρας, τὴν παροῦσαν ἐκάλεσεν εὐπραξίαν, τὴν πρόσκαιρον, τὴν ἐφήμερον, τὴν ἐπίκηρον, τὴν οὐκ εἰς μακρὰν διαῤῥέουσαν. Εἶτα διδάσκει τίνος χάριν | |
30 | οὐ χρὴ δειμαίνειν τοὺς ἐπὶ ταῖς εὐημερίαις βρεν‐ θυομένους. δʹ. «Ἡμέρας οὐ φοβηθήσομαι· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ.» Τὴν πρόσκαιρον, φησὶν, εὐκληρίαν οὐ δέδια, τὴν σὴν ἔχων ἐπικουρίαν· τοῦτο δὲ ὁ Σύμμα‐ | |
35 | χος οὕτως ἡρμήνευσεν, ᾟ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα. Ἀντιτάττω, φησὶ, τῷ φόβῳ τὸ ἐπὶ σοὶ θάρσος. [Καλῶς οὖν τέθεικε τὸ, «Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ·» ἀντὶ τοῦ, Οὐδὲ γάρ ἐστιν ἄλλος, οὐκ ἔστι δυνάμενος ῥύσασθαι τοὺς πειραζομένους ἐκ τῶν | |
40 | ἐπιβουλευόντων, εἰ μὴ ἡ σὴ μόνη, ὦ Δέσποτα, προμή‐ θεια. Καὶ σαφέστερον αὐτὸ ἐλάμπρυνε διὰ τοῦ εἰπεῖν·] | |
εʹ. «Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου.» | 1283 | |
80.1285 | [Ἐπαινεταὶ, φησὶ, παρὰ τῷ Θεῷ αἱ προσευχαὶ, ἃς ἐκτενεῖς διὰ τῆς μετανοίας αὐτῷ προσφέρων οὐ παύ‐ σομαι.] «Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ;» [Σάρκα τοὺς παχυτέρους καὶ | |
5 | χαμαιῤῥεπῆ τὸν βίον κεκτημένους ἀνθρώπους λέ‐ γει.] Καὶ φθεγγόμενος, φησὶ, τῇ τοῦ Θεοῦ μνήμῃ τοὺς ἐμοὺς λόγους κοσμῶ· καὶ πολεμούμενος, τῇ σῇ κηδεμονίᾳ θαῤῥῶν, τῶν πολεμούντων καταφρονῶ. ϛʹ. «Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδε‐ | |
10 | λύσσοντο κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.» Πάντα, φησὶ, λογισμὸν εἰς τὰς κατ’ ἐμοῦ κινοῦσιν ἐπιβουλὰς, ὡς ψευδεῖς τοὺς ἐμοὺς ἀπο‐ στρεφόμενοι λόγους, καὶ τὴν προσφερομένην ἀπο‐ λογίαν ἀποσειόμενοι. [Τὸ αὐτὸ δὲ μέχρι τοῦ παρόν‐ | |
15 | τος ἔστιν ἰδεῖν ὑπομένοντας πολλοὺς παρά τινων ἀνθρώπων καὶ δαιμόνων.] ζʹ. «Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν· καθάπερ ὑπ‐ έμειναν τὴν ψυχήν μου.» Σαφέστερον τοῦτο ὁ Σύμ‐ | |
20 | μαχος ἡρμήνευσε, Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν, προσδοκῶντες τὴν ψυχήν μου. Δεδήλωκε δὲ διὰ τῶν εἰρημένων τοὺς λόγους αὐτῶν, καὶ τὰς ἐνέδρας, καὶ τὰς ἐπιβουλάς. ηʹ. «Ὑπὲρ τοῦ μηθενὸς ὤσεις αὐτούς.» Ῥᾴδιόν | |
25 | σοι, φησὶ, καὶ λίαν εὐπετὲς ὦσαι αὐτοὺς, καὶ καταβαλεῖν, καὶ παραδοῦναι θανάτῳ· τὸ γὰρ ὑπὲρ τοῦ μηθενὸς, ἀντὶ τοῦ ἀπόνως, καὶ ῥᾳδίως τέ‐ θεικε. «Ἐν ὀργῇ λαοὺς κατάξεις αὐτοὺς, ὁ Θεός.» Οὐ γὰρ τούτους μόνους, ἀλλὰ καὶ πάντας τοὺς παρα‐ | |
30 | νομίᾳ συζῇν προαιρουμένους, κολάσει παραδώσεις [ὀργῆς πεπληρωμένῃ].» θʹ. «Τὴν ζωήν μου ἐξήγγειλά σοι.» Πάντα σοι τὰ ἐμὰ δῆλα καθέστηκε, τὰ πράγματα, τὰ ῥή‐ ματα, τὰ ἐνθυμήματα. Οὕτω γὰρ καὶ ὁ Σύμ‐ | |
35 | μαχος ἡρμήνευσε, Τὰ ἔνδον μου ἐξηρίθμηταί σοι. «Ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.» Ἐπένευσας, φησὶ, τοῖς ἐμοῖς δάκρυσι, καὶ τὰς ἐπαγγελίας πεπλήρωκας. Σὺ γὰρ ὑπέσχου νομοθετῶν τῶν ἀδικουμένων ἐπακούειν | |
40 | στενόντων. Οὕτω γὰρ ἐν τῷ νόμῳ φησί· «Στενάξει | |
πρός με, καὶ ἐπακούσομαι αὐτοῦ. ἐλεήμων γάρ εἰμι.» | 1285 | |
80.1288 | ιʹ. «Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω.» Σοῦ δὲ τὴν ἐμὴν δέησιν δεξαμένου, φεύξονται οἱ πολέμιοι, καὶ τῆς θρασύτητος παύσονται. «Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ἰδοὺ ἔγνων, ὅτι Θεός μου | |
5 | εἶ σύ.» Δεχόμενος γὰρ τὰς αἰτήσεις, δι’ αὐτῶν πείθομαι τῶν πραγμάτων, ὅσην μου κηδεμονίαν ποιῇ. ιαʹ. «Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι | |
10 | τί ποιήσει μοι ἄνθρωπος.» [Καλὸς καὶ ἐνταῦθα ὁ προφητικὸς νοῦς. Πῶς ἴσην τὴν προσευχὴν τῇ ἀχράντῳ καὶ ὁμοουσίῳ Τριάδι προσφέρει;] Οὐδὲ φθέγξασθαι, φησὶν, ἄνευ τῆς σῆς ἐπικλήσεως ἀν‐ έξομαι. Ἀλλὰ καὶ σμικρὸν ῥῆμα προσφέρων, | |
15 | καὶ μακροτέροις χρώμενος λόγοις, τῇ σῇ τούτους προσηγορίᾳ κοσμήσω, καὶ σοὶ πεποιθὼς κατα‐ φρονήσω τῶν ἀνθρωπίνων ἐπιβουλῶν. ιβʹ. «Ἐν ἐμοὶ, ὁ Θεὸς, εὐχαὶ ἃς ἀποδώσω αἰνέ‐ σεώς σοι.» Τὰς ὑποσχέσεις σοι, φησὶν, εὐ‐ | |
20 | γνωμόνως ἐκτίσω· εὐχὰς γὰρ, τὰς πρὸς τὸν Θεὸν ὑποσχέσεις καλεῖ. Οὕτω καὶ ἀλλαχοῦ· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Εἶτα διδά‐ σκει ὑπὲρ τίνων, καὶ τίνες αἱ ὑποσχέσεις. | |
25 | ιγʹ. «Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων· καὶ τοὺς πό‐ δας μου ἀπὸ ὀλισθήματος.» [Διὰ πάντων με τούτων θωρακίσας καὶ ἀσφαλισάμενος· καὶ ἑδραίαν ἔχειν τὴν πεποίθησιν ἐπὶ τούτοις πεπιστευκὼς ἐν τούτοις | |
30 | πληρώσω καὶ τὴν παροῦσαν ᾠδήν.] «Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων.» Τοσούτων γὰρ εὐεργεσιῶν ἀπολαύσας, καὶ τῶν διαφόρων ἐπιβουλῶν κρείττων φανεὶς, τῆς σῆς φροντιῶ θεραπείας, καὶ πολιτείαν αἱρήσομαι, ἣ σοὶ μὲν ἀρέσει, ἐμοὶ δὲ | |
35 | προξενήσει ζωὴν τὴν αἰώνιον, καὶ τὸ φῶς ἐκεῖνο τὸ τοῖς ἐννόμως ζῶσιν ἐπηγγελμένον. Ταῦτα δὲ, ὡς ἔφην, καὶ τῷ μακαρίῳ ἁρμόττει Δαβὶδ, καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις. Ἁρμόττει δὲ καὶ ἡμῖν, πολλὰς μὲν ὑπομένουσι παρὰ ἀνθρώπων, καὶ | |
40 | παρὰ δαιμόνων, ἐπιβουλὰς, διὰ δὲ τῆς θείας κηδε‐ | |
μονίας, τὴν ἐκεῖθεν φυομένην διαφεύγουσι λώβην. | 1287 | |
80.1289 | ΕΡΜΗΝ. ΤΟΥ Νϛʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος. Μὴ διαφθείρῃς· τῷ Δαβὶδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.» Καὶ τὸν πρότε‐ | |
5 | ρον καὶ τὸν δεύτερον διαφυγὼν κίνδυνον [ὁ μέγας Δαβὶδ], ὥσπερ ἐν στήλῃ τινὶ, τῇ μνήμῃ τὴν θείαν εὐεργεσίαν ἀνέγραψε. Καὶ εἰς τὸ τέλος δὲ καὶ οὗτος κἀκεῖνος παραπέμπει τοὺς ἐντυγχάνοντας· ἐπειδὴ πρόῤῥησιν ἔχουσιν ἐσομένων πραγμάτων. | |
10 | Ἐκεῖνος μὲν γὰρ τὰ κατὰ τὸν λαὸν προηγόρευσεν· οὗτος δὲ τῶν ἐθνῶν προθεσπίζει τὴν κλῆσιν. Πρόσ‐ κειται δὲ τὸ, Μὴ διαφθείρῃς, τοῦ Δαβὶδ τὸν λογι‐ σμὸν ἡμῖν ἐκκαλύπτον. Ἐπειδὴ γὰρ δυνάμενος ἀνελεῖν τὸν Σαοὺλ, καὶ τῇ σφαγῇ καταλῦσαι | |
15 | τὸν πολέμιον, καὶ τὴν ἡγεμονίαν λαβεῖν, οὐκ ἠνέσχετο, μονονουχὶ πρὸς ἑαυτὸν εἰρηκὼς, Μὴ δια‐ φθείρῃς τῆς ἀμνησικακίας τὴν ἀρετήν. «Μὴ γένοιτο γάρ μοι, φησὶν, ἐποῖσαι τὴν χεῖρά μου ἐπ’ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν.» Εἰκότως τῇ ἐπιγραφῇ | |
20 | τὸ, Μὴ διαφθείρῃς, προστέθεικε, διδάσκων τίσιν χρησάμενος λογισμοῖς οὐκ ἀνεῖλε τὸν δυσμενῆ. βʹ. «Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με· ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου· καὶ ἐν τῇ σκιᾷ τῶν πτε‐ ρύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία.» | |
25 | Καθειργμένος ἐν τῷ σπηλαίῳ, καὶ τοὺς πολεμίους καθειργμένους ὁρῶν, τὸν θεῖον ἔλεον ἀπαγγέλ‐ λει, καὶ ἣν ἔχει πρὸς τὸν Θεὸν ἐλπίδα γυμνοῖ. Σκιὰν δὲ πτερύγων πολλάκις ἡρμήνευσεν, ὅτι τὴν θείαν κηδεμονίαν καλεῖ. Ὁ δὲ τοῦ ἐλέους δι‐ | |
30 | πλασιασμὸς τὴν ὑπερβολὴν τοῦ κινδύνου παραδη‐ λοῖ. Τὸ δὲ, Ἕως οὗ παρέλθῃ ἡ ἀνομία, σαφέ‐ στερον ὁ Ἀκύλας ἡρμήνευσεν, Ἕως οὗ παρέλθῃ ἡ ἐπιβουλή. Ὁ δὲ Σύμμαχος, Ἕως ἂν παρέλθῃ ὁ ἐπηρεαστής. Οὐ παύσομαι τοίνυν, φησὶν, | |
35 | ἱκετεύων, ἕως ἂν τῶν ἐπιβουλευόντων ἀπαλλαγῶ. Τοὺς γὰρ ἐπιβουλεύοντας οἱ Ἑβδομήκοντα ἀνομίαν ἀπὸ τοῦ πράγματος προσηγόρευσαν. γʹ. «Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με.» Τῆς θείας ἐπικου‐ | |
40 | ρίας τὴν πεῖραν ἔχων διδάσκαλον, συνήθως ἀπο‐ λαῦσαι ταύτης ἀντιβολῶ. Κραυγὴν δὲ τὴν τῆς ψυχῆς προθυμίαν καλεῖ. δʹ. «Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με.» Ἄνω‐ | |
45 | θέν με γὰρ τῆς οἰκείας ἀξιώσας προνοίας, καταγε‐ | 1289 |
80.1292 | λάστους ἀπέφηνέ μου τοὺς δυσμενεῖς. Διδάσκει δὲ καὶ ἡ ἱστορία, ὡς ἀναστάντι τῷ Σαοὺλ ἠκολού‐ θησε, καὶ πόῤῥω γενομένῳ τὴν νύκτωρ παρασχε‐ θεῖσαν εὐεργεσίαν δεδήλωκε, καὶ ὅτι λαβὼν ὑποχεί‐ | |
5 | ριον οὐκ ἐπήνεγκε τὴν πληγήν· ὄνειδος δὲ τοῦτο μέγιστον ἦν τῷ σεσωσμένῳ καταπολεμοῦντι τὸν σεσωκότα. [Διὸ δὴ βοᾷ εὐχαριστῶν·] «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ, καὶ τὴν ἀλήθειαν αὑτοῦ. [εʹ] Καὶ ἐῤῥύσατο τὴν ψυ‐ | |
10 | χήν μου ἐκ μέσου σκύμνων.» Δικαίας, φησὶν, ἀπολαύσας φιλανθρωπίας, τῆς τῶν πολεμίων ἀπηλ‐ λάγην θηριωδίας. Λεόντων γὰρ δίκην ἐπίεσαν δια‐ σπᾶσαι βουλόμενοι· τὴν δὲ ἀλήθειαν τῷ ἐλέῳ συν‐ έζευξε, τὸ δίκαιον τῆς φιλανθρωπίας δεικνύς. | |
15 | «Ἐκοιμήθην τεταραγμένος.» Τοῦτο ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· Ἐκοιμήθην μετὰ ἀναλισκόν‐ των· ὁ δὲ Ἀκύλας, μετὰ λάβρων· ὁ δὲ Σύμ‐ μαχος, μετὰ φλεγόντων. [Ἀντὶ τοῦ, Ἐκοιμήθην σχεδὸν μετὰ ἀναλισκόντων λογισμῶν· λάβρως γάρ | |
20 | με κατέδακνον, ὡς σχεδὸν καὶ καταφλέγειν μου τὴν διάνοιαν.] Εἰκότως τοίνυν ἐταραττόμην μεταξὺ τοιούτων καθεύδειν ἠναγκασμένος, καὶ ὑπὸ τοιού‐ των κυκλούμενος. Τὸν Σαοὺλ γὰρ, καὶ τοὺς συναναλίσκοντας, καὶ φλέγοντας, καὶ λάβρους, | |
25 | καὶ σκύμνους ὠνόμασε, τὸ θηριῶδες τῆς γνώμης, καὶ τοῦ τρόπου τὸ φονικὸν ἐξηγούμενος. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς διδάσκει σαφέστερον. «Υἱοὶ ἀν‐ θρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη· καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Σκύμνους αὐτοὺς | |
30 | καλέσας, εἰκότως καὶ ὀδόντων ἐμνήσθη, αἰχμαῖς τούτους καὶ βέλεσιν ἀπεικάζων, καὶ τὴν γλῶτ‐ ταν τεθηγμένῃ μαχαίρᾳ· διὰ πάντων δὲ τὰς μιαι‐ φόνους αὐτῶν σημαίνει βουλάς. ϛʹ. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός· καὶ | |
35 | ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Ἄξιον δὲ ἐπὶ πᾶσιν ἀνυμνεῖν σε, τὸν ἐν οὐρανῷ μὲν διάγειν ὑπει‐ λημμένον, πᾶσαν δὲ τὴν γῆν ἐμπιμπλῶντα τῆς δό‐ ξης. Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀββακούμ· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς | |
40 | αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Τὸ δὲ, Ὑψώθητι, ἀντὶ τοῦ· Δεῖξον πᾶσιν ἀνθρώποις τὸ ὕψος σου. ζʹ. «Παγίδα ἑτοίμασαν τοῖς ποσί μου, καὶ κατ‐ έκαμψαν τὴν ψυχήν μου. [Καὶ οὐκ ἠρκέσθησαν | |
45 | τούτοις, ἀλλὰ καὶ] ὤρυξαν πρὸ προσώπου μου βό‐ | 1291 |
80.1293 | θρον, καὶ ἐνέπεσον εἰς αὐτόν.» Λόχους μοι, φη‐ σὶν, ἐπιστήσαντες, καὶ ἐνέδρας καθιστάντες, αὐ‐ τοὶ παρ’ ἡμῶν ἐλοχίσθησαν καὶ ταῖς οἰκείαις ἐνεπάγησαν πάγαις. | |
5 | ηʹ. «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἑδραία ἡ καρδία μου. Προφανῆ γὰρ ὁρῶν σου τὴν πρό‐ νοιαν, οὐκ ἔτι δέδια τὰ παντοδαπὰ τῶν ἐχθρῶν μη‐ | |
10 | χανήματα· ἀλλ’ ἕτοιμός εἰμι καὶ εὐτρεπὴς τοῖς σοῖς ἕπεσθαι ῥήμασι, καὶ τὰς σὰς εὐεργεσίας ὑμ‐ νεῖν. θʹ. «Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτή‐ ριον καὶ κιθάρα.» Ἑαυτῷ λοιπὸν ἐγκελεύε‐ | |
15 | ται τὸν θεῖον ὕμνον ὑφῆναι· δόξαν δὲ οἰκείαν τὴν προφητικὴν χάριν καλεῖ· ἑαυτὸν δὲ ψαλτήριον, καὶ κιθάραν, ὡς ὄργανον γεγενημένον τοῦ Πνεύματος. «Ἐγερθήσομαι ὄρθρου. [ιʹ.] Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν.» | |
20 | Οὐ νῦν, φησὶ, μόνον, ταύτην σοι προσοίσω τὴν ὑμνῳδίαν, ἀλλὰ καὶ τοῦ ἀληθινοῦ φωτὸς ἀνα‐ τείλαντος, καὶ τὴν μακρὰν τῆς ἀγνοίας ἀπο‐ σκεδάσαντος νύκτα, καὶ τὸν τῆς προσδοκωμέ‐ νης ἡμέρας ὑποδείξαντος ὄρθρον [οὐ μόνον διὰ | |
25 | τῆς ἐνσάρκου αὐτοῦ πρὸς ἡμᾶς παρουσίας, ἀλλὰ καὶ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καὶ ἀναπλά‐ σεως], τῶν ἐθνῶν ἁπάντων καὶ τῶν λαῶν χορο‐ διδάσκαλος ἔσομαι· καὶ οἷόν τισι χορδαῖς τοῖς ἐκεί‐ νων χρώμενος στόμασιν, ᾄσω τὴν χαριστήριον | |
30 | ὑμνῳδίαν. [Τίνος ἕνεκεν, ὦ προφῆτα, εἰπὲ καὶ τὸν τρόπον.] ιαʹ. «Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.» Οὐ γὰρ μόνος ὁ οὐρανὸς, καὶ οἱ τοῦτον ἐνδιαίτημα ἔχοντες | |
35 | ἄγγελοι, τὸν σὸν ἔλεον ἔγνωσαν, ἀλλὰ καὶ διὰ τῶν νεφελῶν τὴν ἀλήθειάν σου δεδήλωκας. Νεφέλας δὲ τοὺς τῆς θείας χάριτος ἠξιωμένους ἡ θεία κα‐ λεῖ Γραφή. Τοῦτο δὲ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου ὁ τῶν ὅλων ἡμᾶς διδάσκει Θεός. Εἰρηκὼς γὰρ | |
40 | περὶ τοῦ Ἰσραήλ· «Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ·» ἐπήγαγε· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐ‐ τόν.» Καθάπερ γὰρ ἡ νεφέλη ἑτέρωθεν ὑποδέχε‐ ται τῶν ὄμβρων τὰς ἀφορμὰς, οὕτω καὶ προφῆται | |
45 | καὶ ἀπόστολοι ὑπὸ τῆς θείας χάριτος ἐνεργούμενοι. τὴν πνευματικὴν ἀρδείαν προσήνεγκαν ταῖς τῶν ἀν‐ | |
θρώπων ψυχαῖς. | 1293 | |
80.1296 | ιβʹ. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Διὰ γὰρ τῶν πνευ‐ ματικῶν νεφελῶν, τῶν προφητῶν, φημὶ, καὶ ἀπο‐ στόλων, τῆς ἀληθείας ἀναφανείσης, ὕψιστος ἀν‐ | |
5 | εδείχθη τῶν ὅλων ὁ Κύριος, οὐρανοῦ καὶ γῆς ποιητὴς, ἐν ἁπάσῃ γῇ καὶ θαλάσσῃ παρὰ τῶν ἀνθρώπων ὕμνον δεχόμενος. ΕΡΜΗΝ. ΤΟΥ ΝΖʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς | |
10 | στηλογραφίαν.» Τῆς αὐτῆς ἔχεται καὶ οὗτος ὁ ψαλ‐ μὸς διανοίας. Διηγεῖται γὰρ τὴν τοῦ Σαοὺλ πονη‐ ρίαν, [καὶ τῶν κατ’ αὐτὸν, τὴν ἐκείνου ἰσόῤῥοπον κεκτημένων γνώμην,] καὶ τῶν λόγων τὸ ψεῦδος. Πολλάκις γὰρ ὀμόσας καταλύειν τὴν ἔχθραν, παρ‐ | |
15 | έβη τοὺς ὅρκους, καὶ ταῖς ἐνέδραις ἐχρήσατο. Πάλιν δὲ τὸ, Μὴ διαφθείρῃς, πρόκειται· ἐπειδὴ δὶς λαβὼν ὑποχείριον [ὁ Δαβὶδ τὸν Σαοὺλ] ἀνελεῖν οὐκ ἠθέλησεν. βʹ. «Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐ‐ | |
20 | θείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.» Ταῦτα πρὸς τὸν Σαοὺλ διεξέρχεται ὀμωμοκότα μηκέτι διώκειν, καὶ παρὰ τοὺς ὅρκους στρατεύσαντα. Σὺ, φησὶ, γενοῦ τῶν ὑπὸ σοῦ δρωμένων κριτὴς, καὶ τὸ κρί‐ νειν πεπιστευμένος, ὀρθὴν ἐξένεγκε καὶ δικαίαν τὴν | |
25 | ψῆφον. [Εἰ δὲ τὴν οἰκείαν νόσον οὐ δύνασαι δια‐ γνῶναι ἢ ἰατρὸς ταύτης γενέσθαι, πῶς ἂν ἑτέροις τὸ τῆς ἀληθείας φάρμακον κατασκευάσεις; Οὐ δύ‐ νασαι, φησίν.] γʹ. «Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε | |
30 | ἐν τῇ γῇ· ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκου‐ σιν.» Σὰ, φησὶ, καὶ τὰ τῆς εἰρήνης ῥήματα, καὶ τὰ πονηρὰ βουλεύματα, καὶ τὰ παντοδαπὰ τῶν ἐπιβούλων μηχανήματα· σκόπησον τοίνυν εἰ συμβαίνει τοῖς λόγοις τὰ πράγματα. Ἀλλὰ γὰρ μά‐ | |
35 | την σοι τὴν ἐμὴν ἐνεχείρισα κρίσιν, δικάζειν οὐκ ἀνεχομένῳ δικαίως. δʹ. «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μή‐ τρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ.» Πάλαι, φησὶν, ἑαυτοὺς τῆς ἀληθείας χωρίσαντες τὸ | |
40 | ψεῦδος ἠσπάσασθε. [Τοῦτο δὲ, ὡς ἀνωτέρω ἡμῖν εἴρηται, κατακροτεῖ μάλιστα ἐπὶ τοῦ παρόντος· τὸ ψεῦδος καὶ τὸ πρὸς τοὺς πέλας μῖσος λέγων.] | |
Τὸ δὲ ἀπὸ μήτρας καὶ ἀπὸ γαστρὸς προστέθεικεν, | 1295 | |
80.1297 | ὡς τοῦ Θεοῦ πρὸ τῆς διαπλάσεως τὰ κατ’ αὐτοὺς ἐγνωκότος. Οὕτω γὰρ καὶ πρὸς τὸν Ἱερεμίαν· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.» Καὶ πρὸς | |
5 | τὸν Φαραώ· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.» Ἀλλ’ οὐχ ἡ πρόγνωσις τοῦ Θεοῦ, ἢ τὸν Φαραὼ πονηρὸν, ἢ τὸν Ἱερεμίαν πεποίηκεν ἅγιον· ἀλλὰ τὸ μέλλον ἔσεσθαι προέγνω ὡς Θεός. | |
10 | εʹ. «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» Μεμίμηνται τοῦ ὄφεως τὸ μνησίκα‐ κον καὶ ἐπίβουλον. «Ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς. [ϛʹ.] Ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπ‐ | |
15 | ᾳδόντων, φαρμακοῦται φαρμακευομένη παρὰ σο‐ φοῦ.» Βύουσι δὲ τὰ ὦτα τῇ ἀσπίδι παραπλη‐ σίως, ᾗ φίλον τοῦτο ποιεῖν διὰ κακίας ὑπερβολὴν, ὥστε μὴ θέλγεσθαι ταῖς ἐπῳδαῖς, μηδὲ εἴκειν τῷ φαρμάκῳ τῷ κατασκευαζομένῳ παρὰ τοῦ | |
20 | καλουμένου σοφοῦ. Σοφὸν γὰρ ἐνταῦθα κατα‐ χρηστικῶς τὸν θηρεπῳδὸν προσηγόρευσεν· ὡς τό· «Σοφοί εἰσι τοῦ κακοποιῆσαι [τὸ δὲ καλοποιῆ‐ σαι οὐκ ἔγνωσαν·] καὶ, «Ποῦ σοφός; ποῦ γραμμα‐ τεύς;» Οὔτε τούτους ὡς ἀληθῶς σοφοὺς ὀνομά‐ | |
25 | ζει, ἀλλ’ ὡς τοῦτο παρά τισιν εἶναι δοκοῦντας. Ἐπειδὴ γὰρ πολλοῖς πρὸς τὸν Σαοὺλ χρησάμενος λόγοις ὁ μακάριος Δαβὶδ, καὶ δοῦλον ἑαυτὸν ὀνομά‐ σας, κἀκεῖνον κύριον καὶ βασιλέα, καὶ δι’ αὐτῶν δείξας τῶν πραγμάτων, ὡς οὐκ ἐφίεται τῆς ἐκεί‐ | |
30 | νου σφαγῆς, οὐ πέπεικε καταλῦσαι τὴν ἔχθραν· προσφυῶς αὐτὸν ἀσπίδι παρέβαλλεν, οὐ κωφευούσῃ κατὰ φύσιν, ἀλλὰ καὶ βυούσῃ τὰ ὦτα, καὶ τῆς ἐπῳδῆς ἀπωθουμένῃ τὴν προσβολήν. Τὸ δὲ, Φαρμα‐ κοῦται φαρμακευομένη παρὰ σοφοῦ, ὁ Σύμμα‐ | |
35 | χος οὕτως ἡρμήνευσεν, Ἐπαστοῦται ἐπῳδαῖς σεσοφισμένου· ὡς εἶναι δῆλον, ὅτι τὴν ἐπῳδὴν ὠνόμασε φάρμακον. [Ὡς ἐκ τούτου δήλην ποιῆ‐ σαι τὴν μιαιφονίαν τοῦ Σαοὺλ, εἴρηται ἡμῖν ἀνω‐ τέρω, καὶ τῶν κατ’ αὐτὸν, ἐν οἵῳ ἂν ὦσιν ἀξιώματι | |
40 | καὶ βαθμῷ ἢ τόπῳ. Νοήσειεν δέ τις ἂν καλῶς καὶ ταῦτα εἰρῆσθαι κατὰ τῶν αἱρετικῶν, Ἀριανῶν λέγω καὶ Εὐνομιανῶν καὶ Μακεδονιανῶν καὶ τῶν δοκούντων τὰ παραπλήσια ἐκείνοις δόγματα νοσεῖν. Καὶ γὰρ αὐτοὺς ἂν δικαίως καλέσειεν ἐπῳδοὺς καὶ | |
45 | ἐπαοιδούς τις. Ὅτι δὲ μήτηρ ἡ ἐν ἀκαριαίᾳ καιροῦ | 1297 |
80.1300 | ῥοπῇ ἀποκύουσα τοὺς ἀναγεννωμένους, παρ’ ὧν δῆλον τοῖς μεμυημένοις; Καὶ γὰρ εἰώθασι βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος καὶ μετὰ τὴν ἀνάδυσιν τῶν τριῶν κατα‐ | |
5 | δύσεων. Ἴστε τί λέγω, οἱ τῆς υἱοθεσίας ἠξιωμένοι. Νόσον χαλεπὴν παραδιδόασι τοῖς δῆθεν παρ’ αὐτῶν βαπτιζομένοις μᾶλλον δὲ βυθιζομένοις· οἱ μὲν λέ‐ γοντες, Δόξα Πατρὶ δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι· οἱ δὲ, Δόξα Πατρὶ καὶ Υἱῷ ἐν ἁγίῳ Πνεύματι· καὶ | |
10 | οὕτως τὴν ἀδιαίρετον ἀεὶ ὡσαύτως ἔχουσαν ἐν Πα‐ τρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην θεότητα εἰς τριθεΐαν παραλαμβάνουσιν, μᾶλλον δὲ παραδιδόασι μέγαν καὶ σμικρὸν καὶ σμικρότερον· ἀνισότητος ζυγῷ γλώττῃ μεμηνυίῃ τὴν ἀζυγώτατον, | |
15 | ὡς οἴονται, διατέμνοντες τῆς ἀχράντου θεότητα Τριά‐ δος, καὶ τὴν ἐν οὐσίᾳ μιᾷ, ἐν βασιλείᾳ, ἐν κυριό‐ τητι, ἐν θεότητι, ἐν δυνάμει, ἐν δημιουργίᾳ, καὶ ὅσα πρέπει τῇ αὐτῆς μακαριότητι. Τὸν μὲν Θεὸν καὶ βασιλέα, τὸν δὲ Κύριον καὶ ὑπουργὸν ἐκείνου | |
20 | καὶ ποίημα πρὸ τῶν ἄλλων παρ’ αὐτοῦ γενόμενον, τὸ δὲ δοῦλον καὶ ὑπουργὸν τοῦ Υἱοῦ, τολμηρῶς οἱ δείλαιοι ἀποκαλεῖν πεφύκασι· πρὸς οὓς μάλιστα εἴρη‐ ται ἡ προφητεία. Οὐ γὰρ πρὸς τὸν Σαοὺλ μόνον καὶ τοὺς κατ’ αὐτὸν εἴρηκεν τὸ τῆς προφητείας πανάγιον | |
25 | Πνεῦμα διὰ τῆς σεπτῆς γλώττης τοῦ προφήτου.] ζʹ. «Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐ‐ τῶν ἐν τῷ στόματι αὐτῶν.» Ἀλλὰ γὰρ ὁ τῶν ὅλων ἐπόπτης ἀργὰς αὐτοῦ δείξει τὰς καθ’ ἡμῶν μηχανάς. «Τὰς μύλας τῶν λεόντων | |
30 | συνέθλασεν ὁ Κύριος.» Καὶ ἐν τῷ προτεταγμένῳ ψαλμῷ σκύμνους αὐτοὺς ὠνόμασε, καὶ ἐνταῦθα λέοντας. Τούτου χάριν καὶ ὀδόντων καὶ μυλῶν ἐμνημόνευσε. Μύλας δὲ καλεῖ τοὺς ἐνδοτέρους ὀδόν‐ τας, οἷς λεπτύνειν εἰώθαμεν τὴν τροφήν. Διὰ τούτων | |
35 | μέντοι κἀκείνων ἐδίδαξεν, ὡς ὁ τῶν ὅλων Θεὸς τὰς παντοδαπὰς αὐτῶν διαβολὰς διαλύσει. ηʹ. «Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευό‐ μενον.» Εὐκαταφρόνητοι, φησὶν, ἔσονται, ὕδατι πα‐ ραπλησίως ἐσκεδασμένῳ, καὶ παντελῶς ἀχρήστῳ. | |
40 | «Ἐντενεῖ τὸ τόξον αὑτοῦ, ἕως οὗ ἀσθενήσουσιν.» Οὐ παύεται γὰρ βάλλων αὐτοὺς ταῖς τιμωρίαις, μέχρις αὐτῶν καταλύσει τὴν δύναμιν,» τῆ‐ ξιν αὐτῶν καὶ διάλυσιν ἐπάγων.] θʹ. «Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, | |
45 | [τῆς θανατικῆς φθασάσης αὐτοὺς διαπύρου καται‐ γίδος·] ἔπεσε πῦρ ἐπ’ αὐτοὺς, καὶ οὐκ εἶδον | |
τὸν ἥλιον.» Δίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ | 1299 | |
80.1301 | τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερηθήσον‐ ται. Τοῦτο γὰρ εἶπε· «Καὶ οὐκ εἶδον τὸν ἥλιον·» ὡς τῶν τελευτώντων τὴν ἡλιακὴν οὐ δυναμένων ἰδεῖν ἀκτῖνα. | |
5 | ιʹ. «Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥά‐ μνον, ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται αὐ‐ τούς.» Ὁ δὲ Σύμμαχος σαφέστερον τοῦτο ἡρ‐ μήνευσε· Πρὶν ἢ αὐξηθῶσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντας ὡς ὁλόξηρον λαί‐ | |
10 | λαψ ἀρεῖ. Ὃ δὲ λέγει, τοῦτό ἐστι. Πᾶσαν μὲν ἁμαρτίαν ἄκανθαν ἡ θεία Γραφὴ καλεῖ· ἡ δὲ ῥά‐ μνος ἄκανθα μέν ἐστι, μεγίστη δὲ, καὶ δένδρον μι‐ μουμένη [καὶ ἰὸν χαλεπώτατον βάλλουσα]. Ἀπει‐ λεῖ τοίνυν ἡ πρόῤῥησις, καὶ τῷ Σαοὺλ, καὶ τοῖς ἐκεί‐ | |
15 | νου συνεργοῖς, ταχεῖαν τὴν τιμωρίαν. Πρὶν γὰρ, φησὶν, αὐξηθῇ ὑμῶν ἡ πονηρία, ὥστε ῥάμνῳ ἀπει‐ κασθῆναι, τοῦτ’ ἔστι, τῇ μεγίστῃ ἀκάνθῃ, [ἥτις ἐστὶ φαυλοτάτη κακία,] θεήλατος ὑμᾶς πληγὴ κατα‐ λήψεται, καὶ φρούδους ἐργάσεται. Τοῦτο γὰρ εἶπε, | |
20 | καταπίεται. Καθάπερ γὰρ τὸ [ὑπὸ τῶν μυλῶν τῶν ὀδόντων λεπτυνόμενον καὶ] καταπινόμενον ἀφανὲς λοιπὸν γίνεται, οὕτω καὶ ὑμεῖς, φησὶ, παραδοθήσεσθε λήθῃ· ὅπερ δὴ καὶ συνέβη. Μετ’ ὀλίγον γὰρ χρόνον, ἐν τῷ τῶν ἀλλοφύλων πολέμῳ δεξάμενος τὴν πληγὴν, | |
25 | οὐκ ἔτι τὴν πονηρίαν ἐπηύξησεν [ὁ Σαοὺλ], ἀλλ’ ἄκων τὸν κατὰ τοῦ Δαβὶδ κατέλυσε πόλεμον. ιαʹ. «Εὐφρανθήσεται δίκαιος, ὅτ’ ἂν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτω‐ λοῦ.» Εὐφραίνεται δὲ ὁ τῆς ἀρετῆς φροντιστὴς, τὸν | |
30 | τῆς κακίας ἐργάτην ὁρῶν κολαζόμενον· οὐκ ἐπι‐ τωθάζων ἐκείνῳ, ἀλλὰ τὴν θείαν ὁρῶν προμή‐ θειαν, παρορᾷν οὐκ ἀνεχομένην τοὺς ὑπ’ ἐκείνων ἀδικουμένους. Τὰς δὲ χεῖρας αὑτοῦ νίπτεται, οὐ τῷ αἵματι ταύτας φοινίττων καὶ μολύνων· ἀλλὰ δει‐ | |
35 | κνὺς ἑαυτὸν ἀθῶον, καὶ τῆς ἐκείνου πονηρίας κεχω‐ ρισμένον. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ἐν τῷ αἵμα‐ τι νίπτεται, ἀλλ’ ἐπὶ τῷ αἵματι νίπτεται, ὡς οὐ‐ δεμίαν πρὸς ἐκεῖνον ἐσχηκὼς κοινωνίαν. ιβʹ. «Καὶ ἐρεῖ ἄνθρωπος, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ | |
40 | δικαίῳ; ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.» Τὸ ἄρα ἐνταῦθα ἀποφαντικῶς κεῖται· λέγει δὲ, ὅτι πᾶς ὀρῶν τὸν δυσσεβείᾳ συνεζηκότα ποινὴν τίσαντα κατὰ τόνδε τὸν βίον, ὁμολογήσει καὶ Θεὸν εἶναι, καὶ ἐφ‐ ορᾷν τὰ γινόμενα, καὶ σοφῶς ἅπαντα πρυτανεύειν· | |
45 | καὶ τοῖς μὲν δικαίοις τοὺς καταλλήλους ἀπονέμειν | 1301 |
80.1304 | καρποὺς, τοὺς δὲ τἀναντία προελομένους δί‐ κας εἰσπράττειν, καὶ τὰς ἀξίας τιμωρίας ἐπ‐ άγειν. ΕΡΜΗΝ. ΤΟΥ ΝΗʹ ΨΑΛΜΟΥ. | |
5 | αʹ. «Εἰς τὸ τέλος, Μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς στηλογραφίαν. Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύ‐ λαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.» Φθόνῳ δουλεύων ὁ Σαοὺλ τὸν τοῦ Δαβὶδ ἐτύρευε θάνατον· καί ποτε συνεστιώμενον ἠβουλήθη κατακοντίσαι τῷ | |
10 | δόρατι. Ἐκκλίναντα δὲ, καὶ διαφυγόντα τὸν θάνατον, ἐπεχείρησε πάλιν χειρώσασθαι, καί τινας ἀποστεί‐ λας, τὴν οἰκίαν φρουρῆσαι προσέταξε, προφανῆ τὴν δυσμένειαν δείξας. Ἀλλ’ ἡ μὲν τοῦ Δαβὶδ γα‐ μετὴ, τοῦ δὲ Σαοὺλ θυγάτηρ, γνώριμον μὲν τοῦτο | |
15 | ποιεῖ τῷ ὁμοζύγῳ, καὶ διά τινος αὐτὸν ἀποδρά‐ ναι παρασκευάζει φωταγωγοῦ. Τὰ κενοτάφια δὲ λαβοῦσα (οὕτω γὰρ ἡ ἱστορία διδάσκει) σχηματίζει τὴν κλίνην, καὶ ἀῤῥωστοῦντος εἰκόνα διὰ τῶν ἱμα‐ τίων διατυποῖ· καὶ δείκνυσι πόῤῥωθεν τοῖς φρου‐ | |
20 | ρῆσαι προστεταγμένοις, ὑπό τινος τὸν Δαβὶδ ἐν‐ οχλεῖσθαι νοσήματος λέγουσα. Ταῦτα μὲν νύκτωρ ἐγέ‐ νετο· ἡμέρας δὲ γενομένης, κατάδηλον τῷ Σαοὺλ καὶ τοῖς δορυφόροις τὸ δράμα ἐγένετο. Τηνικαῦτα τοίνυν ὁ μακάριος Δαβὶδ, τὴν ἐπιβουλὴν ἐκείνην δια‐ | |
25 | φυγὼν, τὸν ψαλμὸν τοῦτον συνέγραψεν. Ἀλλὰ τῶν μὲν τότε γενομένων ὀλίγα λέγει, τὰ δὲ πλείονα προ‐ λέγει, τοῦ θείου Πνεύματος τὴν αἴγλην δεξάμενος, καὶ τὴν κατὰ τοῦ Σωτῆρος [Θεοῦ] ἡμῶν τῶν Ἰου‐ δαίων προθεασάμενος λύτταν. Καὶ γὰρ οἱ Ἰου‐ | |
30 | δαῖοι τὸν δεσποτικὸν διὰ στρατιωτῶν φυλάξαντες τάφον, ἡμέρας γενομένης, τὰ μὲν ἱμάτια εὗρον, τὸν δὲ φυλαττόμενον οὐκ ἔτι εἶδον νεκρόν· ἀνέστη γὰρ καταλύσας τοῦ θανάτου τὸ κράτος. Τὰς οἰκείας τοί‐ νυν ἐπιβουλὰς βλέπων ὁ μακάριος Δαβὶδ, καὶ προ‐ | |
35 | θεώμενος ὡς ὁ Θεὸς Ἰσραὴλ, ὁ δημιουργὸς καὶ πάντων Δεσπότης, ὁ ἐξ αὐτοῦ κατὰ σάρκα, χαλε‐ πώτερα παρὰ Ἰουδαίων πείσεται, προλέγει καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν τῶν Ἰουδαίων δια‐ σποράν. βʹ. «Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, | |
40 | καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με.» Δικαία τοῦ προφήτου ἡ αἴτησις· ἀπαλλαγῆναι γὰρ τῶν ἀδίκως πολεμούντων ἱκέτευσεν. Εἶτα τὸν τού‐ των διηγεῖται σκοπόν. γʹ. «Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, | |
45 | καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.» Μιαιφόνοι, φη‐ | 1303 |
80.1305 | σὶν, οἱ πολέμιοι καὶ παράνομοι, οἷς οὐδ’ ἥν τινα οὖν προσενήνοχα βλάβην. δʹ. «Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου· ἐπ‐ έθεντο ἐπ’ ἐμὲ κραταιοί.» Παντοδαποῖς χρώμενοι | |
5 | μηχανήμασιν ἀνελεῖν με πειρῶνται, τῇ οἰκείᾳ δυνά‐ μει θαῤῥοῦντες· ἀλλ’ εἰκὸς αὐτοὺς προηδικημέ‐ νους τὴν τιμωρίαν ζητεῖν. εʹ. «Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύ‐ ριε.» Οὐδὲν, φησὶ, παρ’ ἡμῶν εἰς αὐτοὺς γεγένη‐ | |
10 | ται λυπηρόν· οὐδέ τι ἐγκαλεῖν ἔχοντες, τὸν ἐμὸν κατ‐ τύουσι θάνατον. «Ἄνευ ἀνομίας ἔδραμον καὶ κατ‐ εύθυνα.» Ταῦτα ἀληθέστερον οὐ τῷ Δαβὶδ ἁρμότ‐ τει, ἀλλὰ τῷ ἐκ Δαβὶδ, καὶ τῷ Κυρίῳ τοῦ Δαβίδ. Ἐκεῖνος γὰρ μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑ‐ | |
15 | ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [Οὐδεὶς γὰρ δί‐ χα ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός· αὐτός γε οὗτος ὁ ἐκ Δαβὶδ διὰ πολλὴν φιλανθρωπίαν σαρκωθείς.] Ὡς ἐν τύπῳ δὲ καὶ ὁ μακάριος ταῦτα λέγει Δαβίδ· οὐ τὸ παντελῶς ἀναμάρτητον ἑαυτῷ μαρτυρῶν, ἀλλὰ | |
20 | διδάσκων ὡς οὐδὲν τὸν Σαοὺλ ἀδικήσας, ἀλλὰ πολλὰ καὶ πολλάκις εὐεργετήσας, τὰς παντοδαπὰς ἐπιβου‐ λὰς ὑπομένει. Καὶ μὴ οὔσης ἁμαρτίας, κατ’ αὐ‐ τοῦ ἐπιτρέχουσιν, ἵνα διαρπάξωσι τὸν περὶ αὐτοὺς γενόμενον ἀθῶον. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμή‐ | |
25 | νευσε· Μὴ οὔσης ἁμαρτίας, οὕτω τρέχουσιν, ἵνα πατάξωσιν. ϛʹ. «Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε.» Σὲ δὲ τούτου, φησὶν, ἱκετεύω γενέσθαι κριτὴν, τὸν ἅπαντα σαφῶς ἐπιστάμενον. «Καὶ σὺ, Κύριε, | |
30 | ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, πρό‐ σχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Τὸ ἀν‐ αμάρτητον ἐν μόνῳ θεωρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα, καὶ τὴν τῶν ὁμοφύλων Ἰουδαίων κατ’ αὐτοῦ μανίαν προθεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνά‐ | |
35 | μεων Κύριον, καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, κατα‐ λιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν, καὶ τῷ τῆς θεο‐ γνωσίας καταυγᾶσαι φωτί. Ταῦτα δὲ τοῖς ἔθνεσιν ἀπαγγείλας, καὶ τὰς Ἰουδαίων τιμωρίας προλέ‐ | |
40 | γει. «Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» Ἐπειδὴ γὰρ τοῖς προφητικοῖς ὀφ‐ | |
θαλμοῖς τὸν σταυρὸν ἑώρα, καὶ ἐπαΐειν ἐδόκει τοῦ | 1305 | |
80.1308 | Κυρίου [τῆς δόξης] λέγοντος· «Πάτερ, ἄφες αὐ‐ τοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι· βδε‐ λυττόμενος τὴν τῆς ἀσεβείας ὑπερβολὴν, μηδεμιᾶς αὐτοὺς ἀπολαῦσαι συγγνώμης ἀντιβολεῖ· εἶτα τῆς | |
5 | πνευματικῆς τροφῆς τὴν ἐσομένην αὐτοῖς ἔνδειαν προθεσπίζει. ζʹ. «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξου‐ σιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.» Καθάπερ γὰρ, φησὶ, κύνες νύκτωρ εἰώθασι τὰς τῶν πόλεων | |
10 | περινοστεῖν ἀγορὰς, γαστρὸς ὑπ’ ἐνδείας τοῦτο ποιεῖν βιαζόμενοι· οὕτως οὗτοι πάσης πνευματικῆς γυμνοὶ γενήσονται προμηθείας· καὶ οὔτε προφητι‐ κῆς ἀπολαύσαντες χάριτος, καὶ τῆς ἀρχιερατικῆς ἐπιμελείας ἔρημοι πάμπαν γενήσονται· καὶ δίκην | |
15 | κυνὸς περιιόντες διατελοῦσιν, οὐδὲ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν, κατὰ τὴν εὐαγγελικὴν φωνὴν, μεταλαχεῖν ἀξιούμε‐ νοι. [Εἶτα σαφέστερον τῆς τιμωρίας τὴν αἰτίον διδάσκει.] | |
20 | ηʹ. «Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;» Τῇ γλώττῃ, φησὶ, τὸν φόνον ἐργά‐ ζονται, οἷόν τινα αἰχμὴν καὶ ῥομφαίαν, τοὺς λόγους προφέροντες· μαρτυρεῖ δὲ τοῖς λόγοις τὰ πράγματα | |
25 | Τῇ γὰρ γλώττῃ τὸν Δεσπότην ἐσταύρωσαν, βοήσαν‐ τες, «Αἶρε, αἶρε, σταύρωσον αὐτόν· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Τῇ δὲ τοῦ Πιλάτου δορυφορίᾳ τοῖς λόγοις τὸ ἔργον ἐπ‐ έθεσαν, καὶ τῷ ἰκρίῳ τὸν Σωτῆρα προσήλωσαν. | |
30 | Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· «Αὐτοὶ ἀπο‐ φθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;» Ὅτι οἷς προσφέρουσι λόγοις, ἀντὶ ῥομφαίας κέχρηνται. Ταῦτα δὲ, φησὶ, δρῶσιν, ὡς μηδενὸς ἐφορῶντος. | |
35 | Τοῦτο γὰρ δηλοῖ, «Ὅτι τίς ἤκουσεν;» Ὡς μηδενὸς γὰρ μήτε ὁρῶντος, μήτε ἀκούοντος τὰ γινό‐ μενα, καὶ τὰς εὐθύνας εἰσπράττοντος, οὕτω ταῦτα τολμῶσι. Ταύτην γὰρ τὴν διάνοιαν ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, Ὅτι τίς ἤκουσεν, ὡς | |
40 | μηδενὸς ἀκούοντος τέθεικεν. Τοιγαροῦν τοιαύ‐ την αὐτῶν διάνοιαν προθεωρῶν ὁ Δαβὶδ ἐπάγει λέγων· | |
θʹ. «Καὶ σὺ, Κύριε, ἐκγελάσεις αὐτούς.» Ἐκεῖ‐ | 1307 | |
80.1309 | νοι μὲν οὖν ἐκεῖνα τολμῶσι· σὺ δὲ καὶ ἀκούεις, καὶ βλέπεις, καὶ γελᾷς αὐτῶν τὴν ματαιό‐ τητα. «Ἐξουδενώσεις πάντα τὰ ἔθνη.» Οὐ μόνον γὰρ ἐκείνων, ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν πε‐ | |
5 | ριγενέσθαι σοι ῥᾴδιον. Οὕτω καὶ ὁ θεσπέσιος Ἡ‐ σαΐας ἔφη, τὴν τῆς θείας δυνάμεως ὑπερβολὴν δεῖξαι φιλονεικῶν, «Εἰ πάντα τὰ ἔθνη, ὡς σταγὼν ἀπὸ κά‐ δου, καὶ ὡς ῥοπὴ ζυγοῦ, καὶ ὡς σίελος ἐλογίσθη‐ σαν καὶ λογισθήσονται, τίνι ὁμοιώσατε Κύριον; | |
10 | καὶ τίνι ὁμοιώματι ὁμοιώσατε αὐτόν;» ιʹ. «Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι σὺ ὁ Θεὸς ἀντιλήπτωρ μου.» Σὲ, φησὶν, ἔχω τῆς ἐμῆς δυνάμεως ἀντιλήπτορά τε καὶ φύλακα· τῆς γὰρ σῆς ἀπολαύων προμηθείας διατελῶ. | |
15 | ιαʹ. «Ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με.» Προλαμβάνεις ἀεὶ τὰς αἰτήσεις, ὦ Δέσποτα, καὶ διὰ φιλανθρωπίας ὑπερβολὴν οὐκ ἀναμένεις τὰς ἱκε‐ τείας. «Ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.» Κοινοὺς ἐχθροὺς ὁ προφήτης ἡγεῖται τοὺς τοῦ | |
20 | Σωτῆρος ἐχθρούς. Εἶτα προλέγει τούτοις τὰ ἐσόμενα. ιβʹ. «Μὴ ἀποκτείνῃς αὐτούς· μή ποτε ἐπιλάθων‐ ται τοῦ νόμου σου.» Ἱκετεύω, φησὶ, μὴ πανωλε‐ θρίαν αὐτοὺς ὑπομεῖναι. Εἰσὶ γὰρ ἐν αὐτοῖς πολλοὶ | |
25 | τοῖς τῆς μεταμελείας φαρμάκοις θεραπευόμενοι. «Ἐν γὰρ τῷ θανάτῳ οὐκ ἔστιν ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Ποίαν τοί‐ νυν αὐτοὺς βούλει τίσαι ποινήν; «Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου· καὶ κατάγαγε αὐτοὺς, ὁ | |
30 | ὑπερασπιστής μου, Κύριε.» Εἰς πᾶσαν αὐτοὺς, φησὶ, σκέδασον τὴν οἰκουμένην, καὶ ποίησον σπορά‐ δας καὶ μετανάστας· ἐπειδὴ κακῇ κατὰ σοῦ κέχρην‐ ται συμφωνίᾳ. Τίς δὲ αὕτη, διδάσκει. ιγʹ. «Ἁμαρτία τοῦ στόματος αὐτῶν, λόγος | |
35 | χειλέων αὐτῶν.» Σύμφωνα καὶ ταῦτα τοῖς προηρ‐ μηνευμένοις. Καὶ γὰρ ἄνω ἔφη· «Ἰδοὺ αὐτοὶ ἀπο‐ φθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν.» Καὶ ἐνταῦθα πάλιν τῆς τοῦ στόμα‐ τος ἁμαρτίας, καὶ τοῦ λόγου τῶν χειλέων κατηγορεῖ· | |
40 | διὰ πάντων διδάσκων, ὡς ἐκείνης τῆς φωνῆς εἰσπράτ‐ | 1309 |
80.1312 | τονται δίκας, ἢν συμφώνως ἀφῆκαν, τὴν δικαίαν τοῦ Πιλάτου παραφθείραντες ψῆφον· ἐκείνου γὰρ ὡς ἀθῶον ἀφεῖναι βουλομένου, οὗτοι δὲ ἐβόων· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, | |
5 | καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ταῦτα δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, Διασκόρπι‐ σον αὐτοὺς ἐν τῇ δυνάμει σου, οὕτως ἔφη, Ἀνα‐ στάτωσον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κάθελε αὐτοὺς, ὑπερασπιστὰ ἡμῶν, Κύριε, τῇ ἁμαρτίᾳ | |
10 | τοῦ στόματος αὐτῶν, τῷ λόγῳ τῶν χειλέων αὐτῶν. Ἀναστάτους αὐτοὺς, φησὶ, ποίησον, καὶ δούλους ἀντ’ ἐλευθέρων ἀπόφηνον· διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ τὸν λόγον τῶν χειλέων αὐ‐ τῶν. Οὕτω καὶ ἐπὶ τῆς πυργοποιίας τὴν κακὴν συμ‐ | |
15 | φωνίαν τῇ διαφωνίᾳ διέλυσε καὶ τῇ νόσῳ τῆς βλαβερᾶς ὁμονοίας, φάρμακον ἀλεξίκακον προσενή‐ νοχε τῶν γλωσσῶν τὴν διαίρεσιν. «Καὶ συλληφθή‐ τωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν.» Δι’ ὧν, φησὶν, ἐτόλμησαν, διὰ τούτων δότωσαν δίκας· καὶ δουλεύειν | |
20 | οὐκ ἀνεχόμενοι τῷ σεσωκότι Χριστῷ, ἀλλὰ τὴν τοῦ Καίσαρος ἀσπασάμενοι βασιλείαν, τῇ τοῦ Καίσαρος δουλείᾳ παραδοθήσονται. «Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται. [ιδʹ] Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρ‐ | |
25 | μήνευσεν· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφα‐ νίας αὐτῶν· ἀρὰν καὶ ψεῦδος λαλοῦντας συν‐ τέλεσον· ἐν θυμῷ ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἐπειδὴ γὰρ συκοφαντίαις ἐχρήσαντο, λέγοντες αὐτὸν προστεταχέναι μὴ δοῦναι Καίσαρ· | |
30 | κῆνσον· καὶ ταῦτα ἀκηκοότες παρεγγυῶντος αὐτοῦ δοῦναι τὰ τοῦ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἀραῖς δὲ πολλαῖς αὐτὸν καὶ λοιδορίαις ἔβαλον. Δι’ ἐκείνας ἔφη τὰς ἀρὰς, καὶ τὰς συκο‐ φαντίας, καὶ τὴν ἁμαρτίαν τοῦ στόματος, ταύτην | |
35 | αὐτοὺς ὑπομεμενηκέναι τὴν συντέλειαν. Συντέλειαν δὲ οὐ τὴν πανωλεθρίαν καλεῖ, ἀλλὰ τὸ μηκέτι αὐ‐ τοὺς λαὸν χρηματίζειν Θεοῦ. Ἐσκεδασμένοι γὰρ κατὰ τὴν οἰκουμένην, καὶ Ῥωμαίοις δουλεύειν ἠναγκα‐ σμένοι, τῆς νομικῆς λατρείας ἐστέρηνται· πόῤῥω τῆς | |
40 | πολυθρυλλήτου διάγουσι μητροπόλεως, τῆς βασιλι‐ κῆς ἔρημοι κηδεμονίας γεγένηνται· ἱερατικῆς ἐπιμελείας οὐκ ἀπολαύουσι, τῆς προφητικῆς ἐγυ‐ μνώθησαν χάριτος. Τὸ τοίνυν, οὐχ ὑπάρξου‐ σιν, ἀντὶ τοῦ, Εἰς λαὸν οὐκέτι, φησὶ, καθ’ ἑαυτοὺς | |
45 | πολιτεύσονται, μόνην οἰκοῦντες τὴν Παλαιστίνην, καὶ | |
λαὸς Θεοῦ χρηματίζοντες. Συντελείας δὲ τὰς παν‐ | 1311 | |
80.1313 | τοδαπὰς καλεῖ τιμωρίας. Καὶ γὰρ ἐπὶ Γαΐου τοῦ τε‐ τάρτου Καίσαρος κινδύνους μεγίστους ὑπέμειναν· καὶ μέντοι καὶ ἐπὶ Νέρωνος πολλαῖς περιέπεσον συμφοραῖς. Καὶ Οὐεσπασιανὸς τὰς πλείστας τῆς | |
5 | Ἰουδαίας ἐπολιόρκησε πόλεις· καὶ Τῖτος προσεδρεύ‐ σας τοῖς Ἱεροσολύμοις, καὶ τὴν πόλιν ἐξεπόρ‐ θησε, καὶ τοὺς τὸν θάνατον διαφυγόντας ἐξανδρα‐ ποδίσας, δορυαλώτους ἀπήγαγε. Καὶ ἄλλοις δὲ παν‐ τοδαποῖς μετὰ ταῦτα περιέπεσον ἀλγεινοῖς· καὶ | |
10 | νῦν δὲ ὡσαύτως ἐν αἷς παροικοῦσι πόλεσιν, ἀφορμῆς τινος γινομένης, πολλάκις τὰ ἀνήκεστα πάσχουσι, τῆς ἀρᾶς, καὶ τοῦ ψεύδους, καὶ τῆς ἁμαρτίας τοῦ στόματος ἀπαιτούμενοι δίκας· καὶ δι’ αὐτῶν μανθά‐ νουσι τῶν πραγμάτων, ὅτι τῶν ἁπάντων ἐστὶ Κύ‐ | |
15 | ριος καὶ Δεσπότης ὁ σταυρωθείς. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη· «Καὶ γνώσονται ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς.» Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι πρὸ τοῦ σταυροῦ, καὶ ὑπ’ αὐτῶν ἠπιστεῖτο τῶν Ἰουδαίων· μετὰ δὲ τὸ ἐπονείδιστον ἐκεῖνο πάθος, πάσης ὁ σταυρωθεὶς δεσπόζει τῆς οἰκουμένης· τῶν μὲν ἑκόντων | |
20 | προσκυνούντων, τῶν δέ γε ἀπιστούντων φόβῳ δουλεύειν ἠναγκασμένων. ιεʹ. «Ἐπιστρέψουσιν εἰς ἑσπέραν· καὶ λιμώξου‐ σιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.» Ἐπειδὴ γὰρ εἶπεν· «Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξω‐ σιν·» ἵνα μή τις ἐναντίως εἰρηκέναι νομίσῃ τὸν | |
25 | προφήτην τὸ, «Διασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου,» εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο, καί φησιν, αὐτοὺς κυνῶν δίκην λιμῷ τηκομένων, καὶ νύκτωρ τὴν πόλιν περινοστούντων, διάξειν οὐδεμιᾶς πνευ‐ ματικῆς τροφῆς ἀπολαύοντας. Ἐναλλαγὴ γὰρ πραγ‐ | |
30 | μάτων ἐγένετο. Καὶ Ἰουδαῖοι μὲν, οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τὴν τῶν κυνῶν ἔλαχον τάξιν· τὰ δὲ ἔθνη, πάλαι κυσὶν ἐοικότα, τῆς τῶν υἱῶν ἠξιώθησαν τιμῆς. ϛʹ. «Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν | |
35 | δὲ μὴ χορτασθῶσι, καὶ γογγύσωσιν.» Τοῦτο ὁ Σύμμαχος τῷ προτέρῳ ἀποδέδωκεν. Ἔφη δὲ οὕ‐ τως· Ἀνακαμπτέτωσαν ἑσπέρας, θορυβείτωσαν ὡς κύνες περιερχόμενοι πόλιν, ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. [Τούτου γὰρ, φησὶ, χάριν | |
40 | οἱ κύνες περινοστοῦσι νύκτωρ τροφήν τινα ζητοῦν‐ τες, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι· πᾶσα γὰρ αὐτοῖς ἡμέρα οὐ μόνον ἑσπέρα, ἀλλὰ καὶ νὺξ, τοῦ νέφους τῆς ἀπιστίας ἐπικειμένου αὐτοῖς.] Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· ὅτι κυνῶν δίκην καὶ | |
45 | οὗτοι κατὰ τὴν οἰκουμένην ἐσκεδασμένοι, τὴν πνευ‐ | |
ματικὴν ἐπιζητοῦσι τροφήν· οὐχ εὑρίσκοντες δὲ | 1313 | |
80.1316 | ταύτην, διὰ τὸ μὴ πιστεύειν τῷ ὑπὸ πάντων προ‐ κεκηρυγμένῳ τῶν προφητῶν, θορυβάζουσι καὶ γογ‐ γύζουσι, τὴν ἀχάριστον καὶ ἐν τούτῳ γνώμην ἐπιδεικνύντες. | |
5 | ιζʹ. «Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ἔλεός σου.» Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολμῶντες, τοσαῦτα πείσονται· ἐγὼ δὲ τὸν σὸν ἔλεον ἀνυμνήσω· καὶ τοῦ νοεροῦ σου φωτὸς ἀνα‐ τείλαντος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ὄρθρον, | |
10 | τὸν ἀμέτρητόν σου οἶκτον ἐν ἁπάσαις ταῖς ἐκ‐ κλησίαις δοξάσω. «Ὅτι ἐγενήθης ἀντιλήπτωρ μου, καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. [ιηʹ] Βοηθός μου εἶ, σοὶ ψαλῶ· ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ. Ὁ Θεός | |
15 | μου τὸ ἔλεός μου.» Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεί· καὶ διὰ τὴν σὴν πρόνοιαν τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν σὲ μόνον οἶδα Θεὸν, καί σε πηγὴν ἐλέους καὶ φιλανθρω‐ πίας καλῶ. Ταῦτα ὁ μακάριος Δαβὶδ πόῤῥωθεν | |
20 | προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν Δεσπότην ὑπέσχετο· καὶ πληροῖ γε τὰς ὑποσχέσεις διὰ τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων. [Ὥσπερ γὰρ μετὰ τὴν νύκτα ἐν ὄρθρῳ ἀνατείλαν‐ | |
25 | τος τοῦ ἡλίου φωτίζεται πᾶσα ἡ ὑπ’ οὐρανόν· οὕτω ἡ παρουσία τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ μὲν σκότος τῆς ἁμαρτίας ἠφάνισεν, τὸ δὲ φῶς τῆς θεογνωσίας τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐχαρίσατο, καὶ παρέχων ὁσημέραι οὐ παύεται.] | |
30 | ΕΡΜΗΝ. ΤΟΥ ΝΘʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. «Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν, τῷ Δαβὶδ εἰς διδαχήν. Ὁπότε ἐν‐ επύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συ‐ ρίαν Σωβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπά‐ | |
35 | ταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τῶν ἁλῶν, δώ‐ δεκα χιλιάδας.» Ταῦτα μὲν ἤδη καὶ γεγένηται, καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἀναγέγραπται. Ἡ δὲ εἰς τὸ τέλος ἐπιγραφὴ διδάσκει νοεῖν, ὡς τῇ ἱστο‐ ρίᾳ καὶ προφητείᾳ τις ἀνακέκραται· καὶ πρόσκει‐ | |
40 | ται τῇ ἐπιγραφῇ καὶ, «Τοῖς ἀλλοιωθησομένοις.» Ἡ δὲ ἀλλοίωσις μεταβολήν τινα αἰνίττεται, καὶ μεταβολὴν οὐ γεγενημένων, ἀλλ’ ἐσομένων πραγμά‐ των. Οὐ γὰρ εἶπεν· Τοῖς ἀλλοιωθεῖσιν, ἀλλὰ Τοῖς ἀλλοιωθησομένοις. Καὶ ἡ στηλογραφία δὲ τῆς νί‐ | |
45 | κης σημαντική· ἐν κεφαλαίῳ δὲ τῆς προφητείας | 1315 |
80.1317 | τὴν ὑπόθεσιν ἀναγκαῖον εἰπεῖν. Τὰς προειρημένας νίκας νενικηκὼς ὁ μακάριος Δαβὶδ, προεῖδε τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρα‐ νομίαν, καὶ τὴν δι’ αὐτὴν συμβησομένην αἰχμα‐ | |
5 | λωσίαν. Προεῖδε δὲ καὶ τὴν ἐκεῖθεν θείᾳ χάριτι γενη‐ σομένην ἐπάνοδον, καὶ ἀναγκαῖον ᾠήθη καὶ τὰ λυ‐ πηρὰ καὶ τὰ θυμήρη προγράψαι, εἰς ὠφέλειαν τῶν ἐπ’ ἐκείνων τῶν πραγμάτων ἐσομένων ἀνθρώ‐ πων. | |
10 | γʹ. «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς.» Ἐνταῦθα τὴν αἰχμαλωσίαν προλέγει· εἶτα τοῦ Θεοῦ τὸ δίκαιον καὶ φιλάνθρωπον. «Ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Διὰ μὲν γὰρ τὰς παρανο‐ μίας ὠργίσθης, μετὰ δὲ τὴν τιμωρίαν ἠλέη‐ | |
15 | σας. δʹ. «Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν.» Τὰς τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἐφόδους διὰ τούτων ἐδήλωσε· σεισμοῦ γὰρ δίκην ἄρδην ἠφάνισαν ἅπαντα. Εἶτα τὴν φιλανθρωπίαν αἰτεῖ. «Ἴασαι | |
20 | τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.» Πάλιν τὰ γεγενημένα διέξεισι. εʹ. «Ἔδειξας τῷ λαῷ σου σκληρά.» Ποῖα ταῦ‐ τα; «Ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ, κά‐ | |
25 | ρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμε‐ τέρας ψυχάς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευ‐ σεν· Ἐπότισας ἡμᾶς οἶνον καρώσεως. ϛʹ. «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Τοῦτο σαφέστε‐ | |
30 | ρον ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης διδάσκει. Ἑω‐ ρακέναι γὰρ ἄγγελον ἔφη, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων προστεταγμένον ἅπασαν τὴν πόλιν περινοστῆ‐ σαι, καὶ ἐπιθεῖναι τοῖς μετώποις σημεῖον τῶν κατα‐ στενόντων ἐπὶ ταῖς τοῦ λαοῦ παρανομίαις. Ἀλλ’ ἐκεῖ‐ | |
35 | να τύπος τῶν ἡμετέρων· τὸ γὰρ ἀληθὲς σημεῖον ἡμεῖς παρὰ τῆς θείας ἐλάβομεν χάριτος· ᾧ κεχρη‐ μένοι κρείττους τῶν τοῦ δυσμενοῦς γινόμεθα το‐ ξευμάτων. ζʹ. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου.» Τού‐ | |
40 | τῳ δὲ, φησὶ, τῷ σημείῳ τοὺς ἀνακειμένους σοι διαφυλάττεις, οἳ διὰ τὴν οἰκείαν ἀρετὴν τῆς φιλο‐ στοργίας ἠξίωνται, [ἀπαθανατιζόμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Καλῶς οὖν ἐπήγαγεν ὁ προφήτης·] «Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν | |
45 | μου.» Μετάβαλλε, φησὶ, τὰς ἐπικειμένας τῷ λαῷ | 1317 |
80.1320 | σου συμφοράς· καὶ οἷόν τινι δεξιᾷ, τῇ σῇ κηδε‐ μονίᾳ κειμένους ἀνάστησον [ὅτι δὲ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς αὐτοῦ Υἱὸς ὀνομάζεται, οὐκ ἀμφιβάλοι τις τῶν πιστευόντων εἰς αὐτόν]. Οὕτω | |
5 | προσενεγκὼν τὴν δέησιν [ὁ προφητικὸς νοῦς,] δέ‐ χεται τὴν ἀπόκρισιν, καὶ ταύτην οὐκ ἀνέχεται κρύ‐ ψαι, ἀλλὰ πάντας διδάσκει. ηʹ. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ.» Τουτ‐ έστι, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος ὀρ‐ | |
10 | γάνῳ τῇ τοῦ προφήτου χρησαμένης γλώττῃ. «Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Σίκιμμα, ἡ τοῦ τῷ Ἰωσὴφ ὑπὸ τοῦ Ἰακὼβ καταλειφθεῖσα πόλις. Ἐν ταύτῃ δὲ ὁ Ἐφραῒμ, μετὰ τὴν διαίρεσιν τῶν φυ‐ | |
15 | λῶν, ἐπήξατο βασιλείαν· Κοιλάδα δὲ σκηνῶν τὴν τῶν Ἰσραηλιτῶν λέγει χώραν, ὡς ἔρημον γεγε‐ νημένην, καὶ ποιμενικὰς τηνικαῦτα σκηνὰς δεξαμέ‐ νην. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἐπαν‐ άγειν τοὺς γεγενημένους δορυαλώτους, καὶ τὴν πα‐ | |
20 | τρῴαν αὐτοῖς διανέμειν γῆν· καὶ οὕτως αὐτὴν οἰ‐ κητόρων πληρώσειν, ὡς καὶ περὶ μέτρων τοὺς ἐνοικοῦντας φιλονεικεῖν· καὶ τούτῳ κεχρημένους, τὴν τῆς γῆς ποιεῖσθαι διανομήν. θʹ. «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ‐ | |
25 | σὴς, καὶ Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου.» Γαλαὰδ οὐ φυλῆς [ὄνομα], ἀλλὰ τόπου· ὁ Μανασ‐ σὴς δὲ φυλῆς ἐπώνυμος. Τὴν δὲ Γαλααδῖτιν ἄνω‐ θεν ἐκληρώσατο γῆν. Οἰκείαν τοίνυν λέγει καὶ τὴν φυλὴν, καὶ τὴν τούτου γῆν, καὶ τὴν ἐπάνοδον προ‐ | |
30 | μηνύων, καὶ τῶν χωρίων ἐκείνων τὴν οἴκησιν· καὶ τῷ Ἐφραῒμ δὲ ὑπισχνεῖται τὴν προτέραν ἀποδώ‐ σειν ἰσχύν. Ἀντὶ δὲ τῆς κεφαλῆς μου, ὁ Σύμ‐ μαχος ἀρχῆς μου τέθεικε· ἀντὶ τοῦ, πρόμαχον αὐτὸν ὡς πάλαι καταστήσω. «Ἰούδας βασιλεύς | |
35 | μου.» Ἐπειδὴ γὰρ μετὰ τὴν ἐπάνοδον ἀδιαίρε‐ τοι μεμενήκασιν αἱ φυλαί· μόνον δὲ τὸν ἐξ Ἰούδα Ζοροβάβελ εἶχον ἡγεμόνα καὶ βασιλέα· εἰκότως τὸν μὲν Ἐφραῒμ κραταίωσιν κεφαλῆς, ἢ τῆς ἀρχῆς προσηγόρευσε, τὸν δὲ Ἰούδαν βασιλέα. Τὸ δὲ βα‐ | |
40 | σιλεύς μου, ἀντὶ τοῦ, ὑπ’ ἐμοῦ χειροτονούμενος βα‐ σιλεὺς, καὶ τοῦ ἐμοῦ βασιλεύων λαοῦ. Οὕτω καὶ παρὰ τῷ Ἡσαΐᾳ· «Τάδε λέγει Κύριος· Τῷ χριστῷ μου Κύρῳ,» τουτέστι, τῷ ὑπ’ ἐμοῦ κεχρισμένῳ [καὶ κεχειροτονημένῳ]. | |
45 | ιʹ. «Μωὰβ λέβης τῆς ἐλπίδος μου.» Τοῦτο ὁ Ἀκύλας | |
οὕτως ἡρμήνευσε· Μωὰβ λέβης τοῦ λουτροῦ μου. | 1319 | |
80.1321 | Ὁ δὲ Σύρος, κάδος τῆς πλύσεώς μου. Ἐπειδὴ γὰρ ἐν τοῖς τοιούτοις σκεύεσι, καὶ τοὺς πόδας ἀπονί‐ πτειν, καὶ τὴν τοῖς ποσὶν ἐῤῥυπωμένην ἐσθῆτα ἀποῤ‐ ῥύπτειν εἰώθαμεν, τὴν ὑποταγὴν τοῦ Μωὰβ διὰ τοῦ | |
5 | κάδου τῆς πλύσεως παρεδήλωσε. Καὶ ὁ λέβης δὲ ἐπὶ τιμωρίᾳ κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Οὕτω καὶ ὁ μακάριος Ἰεζεκιὴλ διδάσκει, λέβητα προσταχθεὶς καλέσαι τὴν Ἱερουσαλὴμ, κρέας δὲ τοὺς ἐνοικοῦντας, πῦρ δὲ τὸν Βαβυλώνιον, ζωμὸν δὲ τὴν ἀναγκαίαν | |
10 | τροφήν. Οὗ ἐπιλελοιπότος κατεκαίετο τὰ κρέα. Οὕτω καὶ ὁ μακάριος Ἱερεμίας λέβητα ὑποκαιόμενον εἶ‐ δεν· καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ. Λέγει τοίνυν, ὅτι καὶ Μανασσὴς τὴν οἰκείαν ἀπο‐ λήψεται γῆν· καὶ ὁ Ἐφραῒμ τὴν προτέραν ἀνακτή‐ | |
15 | σεται δύναμιν· καὶ ὁ Ἰούδας πάντων ἀναγορευθήσε‐ ται βασιλεύς· Μωαβῖται δὲ αὐτοῖς ὑποταγήσονται, τὴν ἄμαχον αὐτῶν θεώμενοι ῥώμην. Οὐ μόνον δὲ ἐκεῖνοι, ἀλλὰ καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι. «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Ἐμοὶ ἀλλό‐ | |
20 | φυλοι ὑπετάγησαν.» [Οὐκ ἂν δὲ διαμάρτοι τις θεωρήσας λέβητα μὲν τὴν θείαν κολυμβήθραν τιμω‐ ροῦσαν μὲν καὶ καταφλέγουσαν καὶ ἐξαφανίζουσαν τὴν ἁμαρτίαν, ἀναζωπυροῦσαν δὲ τῷ θείῳ Πνεύματι καὶ ἀναπλάττουσαν καὶ ἀποτρίβουσαν τὸν βρότον, | |
25 | εἴ τ’ οὖν τὸν ῥύπον τῶν πλημμελειῶν τῶν δι’ αὐτῆς ἀνακαινιζομένων. Καὶ τὸ, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,» Οὐ μόνον βαδίσω, φησὶ ὁ ἐκ Δαβὶδ Κύριος τῆς δόξης, ἐπὶ τὴν Ἰδουμαίαν, ἀλλ’ ὡσανεὶ δι’ ὑποδημάτων ἐμῶν διὰ τῶν θείων ἀπο‐ | |
30 | στόλων τὸ τῆς χάριτος Εὐαγγέλιον κηρύξω· οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν.] Πρὸς γὰρ τοῖς Μωαβίταις, καὶ τοὺς Ἰδουμαίους δουλώσο‐ μαι, καὶ τοὺς ἀλλοφύλους ὑποταγῆναι καταναγκά‐ σω. Ἀλλοφύλους μέντοι καλεῖ τοὺς Παλαιστι‐ | |
35 | νοὺς ἡ θεία Γραφὴ, οὐχ ὡς τῶν ἄλλων ἐθνῶν ὁμοφύ‐ λων ὄντων, ἀλλ’ ὡς τῶν ἄλλων μὲν ἀφεστηκότων, τούτων δὲ οὐ μόνον ὁμόρων ὄντων, ἀλλὰ καὶ με‐ ταξὺ κατοικούντων. Οὕτως Ἰεβουσαῖοι τὴν Ἱερουσα‐ λὴμ ᾤκησαν ἐπὶ πλεῖστον· οὕτως Γαβαωνῖται τὴν | |
40 | Γαβαώ· καὶ Γαζαῖοι δὲ, καὶ Ἀσκαλωνῖται, καὶ οἱ ἄλλοι πλησίον ᾤκουν. Καὶ ταῦτα σαφέστερον αἱ ἱστορίαι διδάσκουσιν. Οὕτω ταῦτα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς ὁ προφήτης, ἰδεῖν ἐφίεται τοῦ λαοῦ τὴν μετὰ τὴν ἐπάνοδον εὐκληρίαν· καί φησιν· | |
45 | ιαʹ, ιβʹ. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;» [Οὐδὲ γὰρ ἦν ἑτέρου τῆς τοιαύτης ἡμᾶς ἀξιῶσαι προμηθείας.] Πόλιν πε‐ ριοχῆς τὴν Ἱερουσαλὴμ καλεῖ. Ταύτην ὁ Σύμμα‐ | |
80.1321(50) | χος πεφραγμένην ἡρμήνευσεν. Ἐπειδὴ γὰρ ἀνά‐ | |
στατος ἐγεγόνει, καὶ ἐστέρητο τῶν τειχῶν, μετὰ | 1321 | |
80.1324 | δὲ τὴν ἐπάνοδον, τοὺς οἰκείους ἀπέλαβε περιβόλους, ἰδεῖν αὐτὴν ὁ προφήτης τετειχισμένην ποθεῖ, καὶ ἕως Ἰδουμαίας ὡς βασιλεὺς δραμεῖν, καὶ ἰδεῖν τοὺς ἀεὶ δυσμενεῖς δουλεύειν ἠναγκασμένους. Ταῦτα | |
5 | δὲ, φησὶ, σὺ δράσον, Κύριε, ὁ ἀπωσάμενος ἡμᾶς, καὶ τῇ τῶν Βαβυλωνίων παραδοὺς δυναστείᾳ· οὕτως τὰ ἀγαθὰ προθεσπίσας, ὑπὲρ τῶν ἀνιαρῶν ἱκετεύει. «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν.» Ὁρᾷς ἡμᾶς, φησὶν, οὕτω πικρῶς πολεμουμένους, | |
10 | καὶ οὐ στρατηγεῖς, οὐδὲ ἀριστεύεις συνήθως. [Διὰ δὴ ταῦτα] ιγʹ. «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.» Τὸν καί σύνδεσμον ἀναλλάξας ὁ Σύμμαχος, σαφέστερον τὴν ἑρμηνείαν εἰργάσατο. | |
15 | Ἔφη δὲ οὕτως· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· ματαία γὰρ σωτηρία ἀνθρώπου. Ἐπάμυνον, φησὶν, διακειμένοις κακῶς· σοὶ γὰρ μόνῳ δυνατὸν διαλῦ‐ σαι τὰς συμφοράς· αἱ δὲ τῶν ἀνθρώπων ἐπικουρίαι, σοῦ μὴ ὄντος, μάταιοι. Διὸ εἰκότως ἐπήγα‐ | |
20 | γεν· ιδʹ. «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν.» [Ἀντὶ τοῦ, ἐπ’ αὐτὸν ἐπιστρέψωμεν, καὶ αὐτῷ λατρεύσαν‐ τες κηδεμόνα αὐτὸν ὁρισώμεθα.] «Καὶ αὐτὸς ἐξου‐ δενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τὴν αὐτοῦ, φησὶν, | |
25 | ἐπικαλεσώμεθα πρόνοιαν, καὶ ταύτῃ θαῤῥήσωμεν· αὕτη γὰρ ἀρκεῖ μόνη λῦσαι τὰ χαλεπὰ, καὶ τῶν πολεμούντων ἡμῖν καταλῦσαι τὴν δυναστείαν. ΕΡΜΗΝ. ΤΟΥ Ξʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις τῷ Δαβίδ.» Τῷ τέλει | |
30 | τοῦ προγεγραμμένου ψαλμοῦ ἀκολουθεῖ τοῦδε τοῦ ψαλμοῦ τὸ προοίμιον. Εἰρηκὼς γὰρ, «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς,» διδάσκει τὸν ἐν τῇ αἰχμαλωσίᾳ λαὸν, ὁποίαν προσήκει προσενεγκεῖν τῷ Θεῷ προσ‐ | |
35 | ευχήν. [Προλέγει δὲ καὶ τοῦ Δεσπότου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὴν δι’ ἡμᾶς οἰκονομίαν καὶ τὴν ἐπι‐ στροφὴν τοῦ ἐξ ἐθνῶν λαοῦ.] βʹ. «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου· πρό‐ σχες τῇ προσευχῇ μου.» Δέξαι μου, φησὶν, τὴν ἱκε‐ | |
40 | τείαν, ὦ Δέσποτα, καὶ εὐμενῶς ἄκουσον τῶν τῆς προσευχῆς μου ῥημάτων. [Ταῦτα δὲ δικαίως εἴ‐ ποι καὶ πᾶς ὅστις ἂν τῶν ἀνθρώπων περιστάσει πε‐ ριπέσοι· διὰ τούτων ἀντιβολῶν δεκτὴν γενέσθαι τὴν ἱκετείαν καὶ τῆς ἐκεῖθεν προμηθείας ἀξιοῦσθαι.] | |
45 | Εἶτα διδάσκει τίνες οἱ εὐχόμενοι. γʹ. «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέ‐ κραξα.» Ἐπειδὴ γὰρ πολλοῖς σταθμοῖς ἡ Βαβυ‐ λὼν τῆς Παλαιστίνης ἀφέστηκε, τὰς ἐσχατιὰς ὑπ‐ | |
ελάμβανον τῆς οἰκουμένης οἰκεῖν οἱ ἐξανδραποδι‐ | 1323 | |
80.1325 | σθέντες, κἀκείνην ἠναγκασμένοι τὴν γῆν οἰκεῖν. «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψω‐ σάς με.» Ἱκετεύω δέ σε τῆς παρὰ σοῦ ψυχαγω‐ γίας τυχεῖν. Ὀδυνώμενος γὰρ, καὶ τὰς ἐπικειμέ‐ | |
5 | νας ὀλοφυρόμενος συμφορὰς, τῆς σῆς ἐπικουρίας ἀπήλαυσα, καὶ τῶν πολεμίων ὑπέρτερος ἐγενόμην. [Εἴρηται δὲ τοῦτο ἐκ προσώπου μὲν τῶν ἀνδρα‐ ποδισθέντων ἀπὸ τῆς Ἱερουσαλὴμ ἐν τῇ Βαβυλῶνι καὶ τυχόντων τῆς ἀνακλήσεως· ἁρμόττει δὲ καὶ ἑκά‐ | |
10 | στῳ τῷ διὰ μετανοίας τὴν ἑαυτοῦ πραγματευομένῳ σωτηρίαν, καὶ μηκέτι περὶ τῆς ἀτραποῦ βαδίζοντι, ἀλλὰ τὴν μόνην καὶ ἀκλινῆ βαδίζοντι ὁδόν· καὶ δῆ‐ λον διὰ τῶν ἑξῆς.] «Ὡδήγησάς με. [δʹ.] Ὅτι ἐγενήθης ἐλπίς μου· | |
15 | πύργος ἰσχύος, ἀπὸ προσώπου ἐχθροῦ.» Τῆς σῆς προνοίας μετασχεῖν ἐλπίσας, οὐ διήμαρτον τῆς ἐλ‐ πίδος· ἐγένου γάρ μου καὶ ποδηγὸς, καὶ πύργος ἰσχυρός. Διὰ γὰρ τῆς σῆς κηδεμονίας τὰς τῶν ἐχθρῶν ἐπιβουλὰς διαδρὰς, τεύξομαι τῆς ἐπαν‐ | |
20 | όδου. εʹ. «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.» Σκήνωμα τοῦ Θεοῦ τὴν Ἱερουσαλὴμ ὀνομά‐ ζει. Ἐν ἐκείνῃ γὰρ ἐποιεῖτο τὴν πρὸς αὐτοὺς ἐπι‐ | |
25 | φάνειαν. Λέγει τοίνυν, ὅτι Τῆς ἐπανόδου τετυχηκὼς, ἐνδελεχῶς τῷ σῷ προσεδρεύσω νεῷ, καὶ τῆς παρὰ σοῦ προνοίας ἀπολαύσω. Πτέρυγας γὰρ τὴν τοῦ Θεοῦ κηδεμονίαν καλεῖ. Τὸ δὲ εἰς τοὺς αἰῶνας, ἀντὶ τοῦ διηνεκῶς τέθεικεν. | |
30 | ϛʹ. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου· ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ὑμνῶ δέ σε διαπαντὸς, ἐπειδὴ τὰς ἐμὰς δεξάμενος ἱκετείας, τὴν ἐπαγγελθεῖσαν τοῖς προ‐ γόνοις ἡμῶν κληρονομίαν ἡμῖν τοῖς ἐκείνων ἐκγόνοις | |
35 | ἀπέδωκας. Ταῦτα δὲ λέγουσιν εὐθὺς ἁψάμενοι τῆς ὁδοῦ. Ἰστέον μέντοι, ὅτι καὶ τῆς ἀληθοῦς κληρο‐ νομίας αἰνίγματα ἔχει τὰ προκείμενα ῥήματα· κληρονομία δὲ ἀληθὴς, ἡ αἰώνιος ζωὴ, περὶ ἧς ἔφη ὁ Δεσπότης Χριστὸς τοῖς ἐκ δεξιῶν ἀμνοῖς· «Δεῦτε | |
40 | οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» Ταύτην τὴν κληρονομίαν τοῖς φοβουμένοις αὐτὸν δώσειν ὁ Δεσπότης ὑπέσχετο· καὶ τούτοις δὲ ὡς ἐν τύπῳ τὴν ἐπηγγελμένην ἀπέδωκε γῆν. | |
45 | ζʹ, ηʹ. «Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως | 1325 |
80.1328 | προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Οὕτως ἱκετεύσαντες, καὶ τὰς αἰτήσεις δεξάμενοι, καὶ χάριν ὑπὲρ τούτων ὁμολογήσαντες, ἀντιβολοῦ‐ | |
5 | σι τὸν Θεὸν, τὸν δοθέντα αὐτοῖς ἐπὶ πλεῖστον δια‐ φυλάξαι βασιλέα. Τηνικαῦτα δὲ αὐτῶν ἐβασίλευε Ζοροβάβελ· ἀλλ’ οὐχ ἁρμόττει αὐτῷ πάντα τὰ τῆς προφητείας ῥητά. Τὸ μὲν γὰρ, «Ἡμέρας ἐφ’ ἡμέ‐ ρας τοῦ βασιλέως προσθήσεις,» ἁρμόττει κἀ‐ | |
10 | κείνῳ· τὰ δὲ λοιπὰ, οὐκ ἔτι· ἀλλὰ τῷ ἐξ ἐκείνου κατὰ σάρκα διὰ πολλὴν φιλανθρωπίαν γενομένῳ, ὡς οἶδεν αὐτός. Ἐπ’ ἐκείνου γὰρ ἀληθεύει τῆς προ‐ φητείας τὰ ῥήματα· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς· διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον | |
15 | τοῦ Θεοῦ.» [Οὐδὲ γὰρ ἀρχὴν ἡμερῶν ἐδέξατο, οὐδὲ τέλος ὑπομενεῖ. Εἰ γὰρ καὶ ἄνθρωπος γενόμενος ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἀλλὰ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ἐν ἀρχῇ γὰρ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τὸ δὲ ἐνώπιον | |
20 | τοῦ Θεοῦ, ἀντὶ τοῦ, σὺν Πατρὶ ἀεὶ συνυπάρχων.] Πρὸς ἐκεῖνον γὰρ ὁ αὐτὸς προφήτης ἐν τῷ ἑκα‐ τοστῷ καὶ πρώτῳ ψαλμῷ ἔφη· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» [Ὁρᾷς, ὅτι ὡς συνυπάρχων ἔχει καὶ ἀτελεύτητον τὴν βασιλείαν ὁ | |
25 | ὑπὲρ ἡμῶν σταυρὸν καὶ θάνατον καταδεξάμενος.] Τύπος μέντοι καὶ Ζοροβάβελ τοῦ Δεσπότου Χρι‐ στοῦ. Ὥσπερ γὰρ ἐκεῖνος τὴν ἀπὸ Βαβυλῶνος αἰχ‐ μαλωσίαν εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν· οὕτως ὁ Δεσπότης Χριστὸς ἅπασαν τῶν ἀνθρώπων φύσιν | |
30 | γεγενημένην αἰχμάλωτον [διὰ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου] εἰς τὴν προτέραν εὐγένειαν ἐπανήγαγε [καταργήσας γὰρ ἐπὶ τοῦ σταυροῦ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον], καὶ καταλύσας τοῦ θανάτου τὸ κράτος, τοῖς ὑπ’ | |
35 | ἐκείνῳ τελοῦσι τὴν ζωὴν ἀπέδωκεν. [Αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί.»] «Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;» Τίς γὰρ, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δίκαιον τοῦ Θεοῦ | |
40 | ἔλεον καταμαθεῖν ἀκριβῶς; τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλή. θʹ. «Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶ‐ νας, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ἀεί σε γὰρ ὑμνήσω· καθ’ ἑκάστην τὰς | |
45 | σὰς διηγήσομαι χάριτας· καὶ τὰς ὑποσχέσεις οὐ | |
ψεύσομαι· εὐχὰς γὰρ τὰς ὑποσχέσεις καλεῖ. | 1327 | |
80.1329 | ΕΡΜΗΝ. ΤΟΥ ΞΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Δαβίδ.» Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐπινίκιος διὰ Ἰδιθοὺμ, ᾠδὴ εἰς Δαβίδ. Δηλοῖ | |
5 | τοίνυν, ὡς τοῦ μακαρίου μὲν Δαβὶδ ὁ ψαλμὸς, ᾔδετο δὲ ὑπὸ τοῦ Ἰδιθούμ. Ὡς γὰρ χοροῦ προστα‐ τῶν ἐν τῷ θείῳ ναῷ ὕμνει τὸν τῶν ὅλων Θεὸν, ᾗ φησι τῶν Παραλειπομένων ἡ βίβλος. Προθεσπίζει δὲ ὁ ψαλμὸς τὰς Μακεδονικὰς ἐπαναστάσεις, καὶ τὰς | |
10 | Ἀντιόχου τοῦ Ἐπιφανοῦς κατὰ τῶν Μακκαβαίων ἐπιβουλάς· καὶ διδάσκει τοὺς εὐσεβείας ἀθλητὰς, ὁποίοις προσήκει χρήσασθαι λογισμοῖς ἐν τῷ τῶν ἐναντίων καιρῷ. βʹ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» | |
15 | Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λο‐ γισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παρα‐ θήγουσι ζῆλον. Οὐ προτιμᾷς, φησὶν, ἁπάντων, | |
20 | ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν; Εἶτα τὸ ἐντεῦθεν διδάσκουσι κέρδος. «Παρ’ αὐτῷ γὰρ τὸ σωτήριόν μου. [γʹ.] Καὶ γὰρ αὐτὸς Θεός μου, καὶ σωτήρ μου· ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Αὕτη σοι, ὦ ψυχὴ, | |
25 | ἡ δουλεία παρέχει τὴν σωτηρίαν. Αὐτὸς γάρ ἐστι Θεὸς καὶ τῶν ἀγαθῶν χορηγὸς, καὶ τοὺς κλονουμέ‐ νους ἐρεῖσαι δυνάμενος. Τὴν αὐτοῦ τοίνυν ἐπικου‐ ρίαν καλέσας, τῶν καταβαλεῖν πειρωμένων ἀπαλλα‐ γήσομαι. Οὕτω τοὺς οἰκείους εἰς εὐσέβειαν πυρεύ‐ | |
30 | σαντες λογισμοὺς, μεταφέρουσι πρὸς τοὺς ἐναν‐ τίους τὴν γλῶτταν. δʹ. «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; φονεύ‐ ετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ;» Μεθυπέρβατος δὲ ἡ τοῦ στί‐ | |
35 | χου διάνοια. Ἔστι δὲ αὕτη· Μέχρι τίνος ὠμότητι καθ’ ἡμῶν κέχρησθε, τὸ κοινὸν τῆς φύσεως οὐ σκο‐ πούμενοι, ἀλλὰ καθάπερ τοῖχόν τινα κεκλιμένον, καὶ φραγμὸν ὑπ’ ἀνέμου πεσεῖν κινδυνεύοντα, ὦσαι καὶ καταβαλεῖν ἐπείγεσθε, μιαιφόνον ἔχοντες γνώ‐ | |
40 | μην; Ἀντὶ τοῦ, Μὴ σφόδρα ἡμῶν, ὡς ἀσθενῶν, κατεπαίρεσθε. Ἔχομεν γὰρ ἐπίκουρον τὸν τῶν ὅλων Θεόν. | |
εʹ. «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπ‐ | 1329 | |
80.1332 | ώσασθαι.» Ἕνα, φησι, σκοπὸν ἔχουσι, τῆς τοῦ Θεοῦ με γυμνῶσαι προνοίας, ἀφ’ ἧς πᾶσαν ἔχω τι‐ μήν τε καὶ εὔκλειαν. Τιμὴ γὰρ τῶν εὐσεβῶν, τὸ δου‐ λεύειν Θεῷ· διόπερ καὶ ὁ θεσπέσιος Παῦλος παντα‐ | |
5 | χοῦ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστοῦ. «Ἔδραμον ἐν δίψῃ.» Οὐ πάρεργον δὲ ταύτην ἔχουσι τὴν ἐπι‐ βουλήν· ἀλλὰ σὺν πάσῃ προθυμίᾳ τοῦτο ποιοῦσιν, εἰς τὸν τῆς ἀσεβείας με βόθρον καταβαλεῖν διψῶντες. Ποίαις δὲ κέχρηνται μηχαναῖς, λέγει· «Τῷ στό‐ | |
10 | ματι αὐτῶν εὐλόγουν, καὶ καρδίᾳ αὐτῶν κατηρῶντο» Κωτίλοις μὲν κέχρηνται λόγοις, φενακῖσαι πειρώ‐ μενοι· ἀλλ’ ὄλεθρον ἔνδον ἔχουσι κεκρυμμένον. Οὕτως τὰς ἐκείνων δείξαντες ἐπιβουλὰς, πάλιν ἑαυτοῖς ἐγκελεύονται καρτερεῖν, καὶ τὴν θείαν | |
15 | ἀναμένειν ῥοπήν. ϛʹ. «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου· ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου.» Μὴ καταλίπῃς, ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν, ἀλλὰ τῇ παρ’ αὐτοῦ χορηγουμένῃ ῥωσθεῖσα ῥοπῇ, φέρε τὰς τῶν | |
20 | δεινῶν προσβολάς. ζʹ. «Ὅτι αὐτὸς Θεός μου, καὶ σωτήρ μου, ἀντι‐ λήπτωρ μου, οὐ μὴ μεταναστεύσω.» Αὐτὸν γὰρ εἰ‐ δὼς καὶ ἀληθινὸν Θεὸν, καὶ σωτηρίας πηγὴν, οὐκ ἀνέξομαι τὴν δουλείαν ἀμεῖψαι, καὶ πρὸς ἑτέραν | |
25 | δεσποτείαν ἀναδραμεῖν. Τὸ γὰρ, μεταναστεύσω, ἀντὶ τοῦ μεταθήσομαι τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης, καὶ δοῦλος τῆς ἀσεβείας. ηʹ. «Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου, καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ | |
30 | τῷ Θεῷ.» [Ἰδοὺ πάλιν ὁ προφητικὸς νοῦς τῆς ἀδιαιρέτου καὶ φωτοφόρου καὶ ἀεὶ οὔσης Τριάδος σαφέστερον ἡμῖν ὑπέδειξε τὰς ὑποστάσεις· οὐ τρεῖς θεοὺς λέγων, ἄπαγε· τὸ γὰρ Θεὸς, ὡς πολ‐ λάκις ἡμῖν εἴρηται, καὶ τὸ Κύριος καὶ Βασιλεὺς καὶ | |
35 | Δημιουργὸς καὶ Παντοκράτωρ ἐπὶ τῶν ὑποστάσεων κεῖται. Διὸ δὴ] τοῖς αὐτοῖς πολλάκις κέχρηνται λόγοις, Θεὸν καὶ Σωτῆρα, καὶ δόξαν, καὶ βοηθὸν, τὸν τῶν ὅλων καλοῦντες Θεόν· ἵνα τῆς δυσσεβείας τὰς προσβολὰς ἀποκρούσωνται. Οὗ δὴ χάριν καὶ | |
40 | τοὺς ἄλλους ἅπαντας ὁμοφύλους εἰς τὴν αὐτὴν εὐσέβειαν διεγείρουσιν, οὐκ ἀνεχόμενοι μόνοι νικη‐ φόροι καλεῖσθαι. θʹ. «Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ | |
λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, | 1331 | |
80.1333 | ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν.» Πάντων, ὦ ὁμόφυλοι, τῶν ἀνθρώπων καταφρονήσαντες, τὴν εἰς αὐτὸν ἐλπίδα βεβαίαν ἐργάσασθε· καὶ πᾶσαν αὐτῷ ἀνάθεσθε τὴν διάνοιαν, ἀναμφιβόλως τὴν παρ’ αὐτοῦ βοήθειαν | |
5 | ἀναμένοντες. Τὸ γὰρ, «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν,» τοῦτο δηλοῖ, ἀντὶ τοῦ, Πάντας αὐτῷ τοὺς λογισμοὺς ἀφιερώσατε, καὶ μηδεμίαν δι‐ χόνοιαν εἰσδέξησθε. [Εὖ μάλα ἐπιστάμενοι, ὡς ἄν‐ θρωπος δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς | |
10 | αὑτοῦ, καὶ τὸ, δυσὶ κυρίοις οὐδεὶς δύναται δου‐ λεύειν.] ιʹ. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων· ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι.» Τοῦτο σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσε· «Πλὴν | |
15 | ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων· ψευδεῖς υἱοὶ ἀνδρὸς, ὡς ῥοπὴ ζυγοῦ.» Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀν‐ θρωπίνων, ἀλλ’ ἀτμῷ ἔοικεν ἀναπεμπομένῳ, καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ, ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ, καὶ σταθηρὸν οὐδὲν | |
20 | ἐχούσῃ καὶ μόνιμον. Καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν οὕτω νοητέον· Μάταια μὲν τὰ ἀνθρώπινα πάντα· ἀλλ’ ὅμως οἱ πλεῖστοι θαῤῥοῦσιν, ὡς διαρκέσι, τοῖς ῥέουσι· καὶ ἰσότητος ἀμελοῦσιν, ἀνίσως δὲ κατ‐ έχουσι τὰ τῆς διανοίας ζυγά· καὶ τοῦ μὲν δικαίου | |
25 | καταφρονοῦσιν, ἀδικίᾳ δὲ χαίρουσιν. «Αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἀλλ’ ὅμως οὐδὲν ἐντεῦ‐ θεν ἀποφέρονται κέρδος· μάταια γὰρ ἅπαντα, καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν· «Αὐτοὶ ματαιοῦνται ὁμοῦ.» Ἐντεῦθεν | |
30 | παραίνεσιν τοῖς ἐναντίοις ἐπὶ πλούτῳ γαυριῶσι προσφέρουσιν. ιαʹ. «Μὴ ἐλπίζετε ἐπ’ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε.» Μὴ ἀξιέραστον, φησὶν, ἡγεῖσθε τὴν ἀνθρωπίνην ἐφημερίαν, ἐξ ἀδικίας συνιστα‐ | |
35 | μένην. «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Ποταμοῦ δὲ δίκην ὁρῶντες τὸν πλοῦτον εἰς τὰς ὑμετέρας φερόμενον οἰκίας, μὴ καταδουλώσητε τού‐ τῳ τὸν ὑμέτερον λογισμόν. Καὶ τί δήποτε ταῦτα συμβουλεύεις καὶ παραινεῖς; | |
40 | ιβʹ, ιγʹ. «Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ. Καὶ σοῦ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ἤκουσα, φησὶν, ἀποφηναμένου τοῦ Θεοῦ τῶν ὅλων, ὅτι κρίσις ἔσται, καὶ ἀνταπόδοσις | |
45 | ἀγαθῶν καὶ κακῶν. Τὸ δὲ ἅπαξ, οὐκ ἐπ’ ἀριθμοῦ τέθεικεν, ἀλλ’ ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀπ‐ εφήνατο, φησὶν, ἅπαξ ὁ Θεὸς, καὶ τοῦτο μὴ γενέ‐ σθαι τῶν ἀδυνάτων. Δύο δὲ λέγει· τὴν κατὰ τῶν | |
παρανόμων τιμωρίαν, καὶ τὴν τοῖς εὐσεβέσι χορη‐ | 1333 | |
80.1336 | γουμένην φιλανθρωπίαν. Ταῦτα μέν τοι νομοθε‐ τῶν ὁ Θεὸς ἐπηγγείλατο. «Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίαν πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ | |
5 | τετάρτην γενεὰν τοῖς μισοῦσί με· καὶ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ φυλάσσουσι τὰ προστάγματά μου. [Ταὐτὰ δὲ τούτοις καὶ ἐν Εὐαγγελίοις ἀκούομεν, πῶς ὁ Κύριος τῆς δόξης ἐν τῇ δευτέρᾳ αὑτοῦ ἐξ οὐρανῶν παρου‐ | |
10 | σίᾳ ἀφοριεῖ ὥσπερ ὁ ποιμὴν, καὶ τὰ πρόβατα μὲν στήσει ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων. Τότε ἐρεῖ τοῖς ἐκ δεξιῶν, «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐ λείαν πρὸ καταβολῆς κόσμου·» εἶτα τοῖς ἐξ εὐωνύ‐ | |
15 | μων· «Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον ὅπου ὁ βρυγμὸς καὶ ὁ ὀλολυγμὸς τῶν ὀδόντων.» Διὰ δὴ τὴν ἀπόφασιν ταύτην σπουδασάτω ἕκαστος διὰ βίου κα‐ θαρότητος καὶ τῆς μόνης ἀληθοῦς πίστεως, καὶ διὰ τὴν πρὸς τὸν πέλας ἀγάπησιν ἀπολαβεῖν ἐκεῖνα, ἃ ὀφθαλ‐ | |
20 | μὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν.] ΕΡΜΗΝ. ΤΟΥ ΞΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ | |
25 | ἐρήμῳ τῆς Ἰουδαίας.» Φυγὼν τὸν Σαοὺλ ὁ θεῖος Δαβὶδ, ἦλθε πρὸς τὸν Ἀβιμέλεχ κἀκεῖθεν πρὸς τὸν Ἀγχοῦς, ὃς τῆς Γὲθ ἐβασίλευεν. Εἶτα πάλιν κινδύνῳ περιπεσὼν, καὶ τοῦτον διαφυγὼν, καταλαμβάνει τὴν ἔρημον. Ἐν ᾗ τόνδε συνέγραψε | |
30 | τὸν ψαλμόν· καὶ ὃν εἶχε περὶ τὸν Θεὸν ἐκκαλύπτων ἔρωτα, καὶ τοῦ Σαοὺλ προαγορεύων τὸν ὄλεθρον. [Καὶ πᾶσι δὲ ἀνθρώποις δέδωκε ἀφορμὴν, δι’ ὧν ὀφείλουσιν ἐκλιπαρεῖν τὸν Θεὸν καὶ τὴν παρ’ αὐτοῦ ἀναμένειν βοήθειαν.] | |
35 | βʹ. «Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου.» Ἐξελαύνει, φησὶ, καὶ τὸν ὕπνον ὁ περὶ σὲ, Δέσποτα, πόθος, καὶ εἰς τὴν σήν με διεγείρει προσκύνησιν. «Ποσαπλῶς σοι ἡ σάρξ μου.» Ὁ Θεοδοτίων, ποσαχῶς ἐξέδωκεν· ὁ δὲ Ἀκύ‐ | |
40 | λας, ἐπετάθη· ὁ δὲ Σύμμαχος, ἱμείρεται. Πάσας δὲ τέθεικα τὰς ἑρμηνείας, διδάσκων ὡς οὐ δύο μέρη ἐστὶ τὸ ποσαπλῶς· διαιρουμένου τοῦ πῶς ἀπὸ τοῦ ἁπλῶς· ἀλλ’ ὅτι ἕν ἐστι μέρος λόγου, τὴν ἐπίτα‐ σιν τοῦ πόθου σημαῖνον. Συμφωνεῖ γὰρ, φησὶ, τῷ | |
45 | ἔρωτι τῆς ψυχῆς καὶ ἡ σὰρξ, καὶ τοῖς ἐκείνης οὐκ | 1335 |
80.1337 | ἀντιτείνει βουλεύμασιν. Βούλεται δὲ εἰπεῖν, ὅτι Καὶ ἡ ψυχή μου, καὶ τὸ σῶμά μου, ἱμείρεταί σου καὶ ποθεῖ σε, καθάπερ ὁ διψῶν ὕδωρ ἥδιστόν τε καὶ διειδέστατον. | |
5 | «Ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ. [γʹ.] Οὕ‐ τως ἐν τῷ ἁγίῳ ὤφθην σοι.» Οὐδεμίαν ἀπὸ τῆς ἐρημίας βλάβην εἰσεδεξάμην· ἀλλ’ ὡς παρ’ αὐτὴν ἑστηκὼς τὴν ἱεράν σου σκηνὴν, οὕτως σοι τὴν ὑμνῳδίαν προσφέρω. Τὸ γὰρ ἐν τῷ ἁγίῳ τὴν σκηνὴν λέγει. | |
10 | Οὐδέπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο. «Τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου.» Παρίσταμαι δέ σοι, τὴν ἄῤῥητον φανταζόμενος δύναμιν. Ἐπειδὴ γὰρ ἡ σὴ φύσις ἀνέφικτος, ἀπὸ τῶν ὑπὸ σοῦ γινο‐ μένων λαμβάνω τῆς δοξολογίας τὰς ἀφορμάς. | |
15 | [Ὁ δὲ ἐξ ἐθνῶν πεπιστευκὼς λαὸς διηνεκῶς ἂν εἴποι· Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· τουτέστιν ἐν τῷ ναῷ· ἐν ᾧ θύῃ ἀθύτως καὶ μερίζῃ ἀμερίστως καὶ ἐκδαπανᾷ μένων ἀδαπάνητος.] δʹ. «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ | |
20 | χείλη μου ἐπαινέσουσί σε.» Πάσης τῆς ζωῆς τῆς τῶν πλουτούντων, καὶ τῆς τῶν δυναστευόντων, καὶ ἀφρόντιδος, καὶ πολυφρόντιδος, καὶ ἁβροδιαίτου, καὶ ἀνειμένης, τὸν σὸν ἔλεον προαιροῦμαι, καὶ εἰς τὴν σὴν ὑμνῳδίαν τὰ χείλη κινῶ. | |
25 | εʹ. «Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου· ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.» Τοῦτο δὲ παρὰ πάντα μου τὸν βίον διατελέσω ποιῶν· ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν. | |
30 | ϛʹ. «Ὡς ἐκ στέατος καὶ πιότητος, ἐμπλησθείη ἡ ψυχή μου.» Τὴν δὲ σὴν ὑμνῳδίαν πιότητα ὑπολαμβάνω ψυχῆς· καὶ πιμελῆ καὶ εὐτραφῆ ταύτην οἶμαι γίνεσθαι. Χλιδὴ γὰρ μόνιμος, καὶ τρυφὴ, τῶν σῶν λογίων ἡ μελέτη. «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει | |
35 | τὸ στόμα μου.» Οὗ δὴ χάριν μετὰ πάσης σοι προθυμίας προσοίσω τὸν ὕμνον, τὸ ἐντεῦθεν ἐπι‐ στάμενος κέρδος. ζʹ, ηʹ. «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ὅτι ἐγενή‐ | |
40 | θης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.» Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευ‐ σεν· Ἀναμιμνήσκομαί σου ἐπὶ τῆς στρωμνῆς μου· καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε· καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου, εὐφήμουν. | |
45 | Φυλακὰς δὲ λέγει τὰς νυκτερινάς· διαιρούμενοι γὰρ | 1337 |
80.1340 | τὸν νυκτερινὸν καιρὸν οἱ φυλάττειν πεπιστευμένοι, τοῦτο δρῶσι σφᾶς αὐτοὺς διαδεχόμενοι. Καὶ οἱ μὲν τριχῆ διαιροῦσιν, οἱ δὲ τετραχῆ. Καὶ ὁ Κύριος τετάρτῃ φυλακῇ τῆς νυκτὸς πρὸς τοὺς ἱεροὺς ἀπο‐ | |
5 | στόλους ἐλήλυθε. Λέγει τοίνυν ὁ θεῖος Δαβὶδ, ὅτι Καὶ ἐπὶ στρωμνῆς κατακείμενος, τὸν ἥδιστον ὕπνον ἀνεβαλλόμην, καθ’ ἑκάστην φυλακὴν τὴν σὴν ἔχων μελέτην· καὶ ὕμνοις τὰς εἰς ἐμὲ γεγε‐ νημένας ἠμειβόμην εὐεργεσίας. Οἷον γάρ τινι | |
10 | πτερύγων σκέπῃ, τῇ ἀμάχῳ με προμηθείᾳ φυλάτ‐ τεις. [Καὶ τοῦτο δὲ αὐτὸ ὁ ἐξ ἐθνῶν λαὸς πεπι‐ στευκὼς μνημονεύει πάντως ἐπὶ τῆς στρωμνῆς, ἐν τῷ ὄρθρῳ ἀνυμνῶν τὸν τῶν ὅλων Σωτῆρα. «Ὅτι ἐγενήθης αὐτὸς βοηθὸς, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύ‐ | |
15 | γων σου ἀγαλλιάσομαι.» Πτέρυγας δὲ δικαίως ἂν εἴποι ὁ αὐτὸς παλαιάν τε καὶ νέαν διαθήκην, δι’ ἧς σκεπόμενος καὶ τρεφόμενος καὶ ἀγαλλιώμενος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας προήχθη εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος | |
20 | τοῦ Χριστοῦ.] θʹ. «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Οὐδὲ πρὸς βραχὺ, φησὶ, τὸν ἐμὸν λογισμὸν τῆς σῆς ἀπο‐ στῆσαι δύναμαι μνήμης· ἀλλὰ φίλτρῳ θερμῷ πυρευό‐ μενος, οἷόν τινι κόλλῃ τῇ μνήμῃ τῷ σῷ πόθῳ | |
25 | προσδέδεμαι. Εἶτα δείκνυσι τὸν τοῦ πόθου καρπόν. «Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.» Οὕτω γάρ με διακείμενον ὁρῶν, τῆς σῆς ἀξιοῖς προμηθείας. ιʹ. «Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου.» Οὐδὲν ἠδικηκότα με σπουδάζουσιν ἀνελεῖν. | |
30 | «Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.» Ἀλλ’ οἶδα ὡς θανάτῳ παραδοθήσονται. Εἶτα καὶ τὸν τρόπον προθεσπίζει τῆς τελευτῆς. ιαʹ. «Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας.» Ὑπὸ πολεμικῆς τοῦτο πείσονται δεξιᾶς. «Μερίδες | |
35 | ἀλωπέκων ἔσονται.» Καὶ τοῦτο, φησὶν, οὐχ ὑπὸ δυνατῶν τινων ὑποστήσονται πολεμίων· ἀλλ’ ὑπὸ τῶν προσοίκων ἀλλοφύλων· οἳ δίκην ἀλωπέκων, ποτὲ μὲν ἐπίασι, θαμὰ δὲ καὶ συνεχῶς ἐξελαυνό‐ μενοι φεύγουσιν. Αἰνίττεται δὲ τὸ πρόχειρον | |
40 | νόημα, ὡς τῶν ἐν τῷ πολέμῳ πεσόντων οἱ πλείους οὐδὲ ταφῆς ἀξιωθήσονται, ἀλλὰ προκείσονται τοῖς θηρίοις βορά. ιβʹ. «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ.» Ἐγὼ δὲ, φησὶ, παρὰ σοῦ τὴν βασιλείαν δεξάμενος, οὐκ | |
45 | ἐπὶ τῷ ἐκείνων ἡσθήσομαι θανάτῳ, ἀλλ’ ἐπὶ τῇ σῇ προμηθείᾳ, δι’ ἧς ἐξέφυγον τὰς παντοδαπὰς τῶν | |
πολεμίων ἐπιβουλάς. «Ἐπαινεθήσεται πᾶς ὁ | 1339 | |
80.1341 | ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.» Μετὰ παῤῥησίας δὲ λοιπὸν ἅπαντες καὶ ὀνομάσουσι βασιλέα, καὶ κατὰ τῆς τούτου σωτηρίας ὀμοῦνται· οὐκ ἔτι δεδιότες τοὺς συκοφάντας, ὧν ἐν‐ | |
5 | εφράγη τῷ θανάτῳ τὸ στόμα. Τοῦ μὲν γὰρ Σαοὺλ περιόντος, ἐδεδίεισαν τὴν πρὸς τὸν Δαβὶδ διάλεξιν· τούτου δὲ τελευτήσαντος, ἀδεῶς λοιπὸν ἅπαντες καὶ τῷ βασιλεῖ τὸ πρέπον ἀπένεμον γέρας, καὶ ὅρκον ἐποιοῦντο τοῦ βασιλέως τὴν σωτηρίαν, φιλοτιμίαν | |
10 | τοῦτο καὶ πρόφασιν εὐνοίας ποιούμενοι. ΕΡΜΗΝ. ΤΟΥ ΞΓʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ὑπόθεσιν ἔχει. Διηγεῖται δὲ τὰς ὑπὸ Σαοὺλ γεγενημένας ἐπιβουλάς· καὶ προ‐ | |
15 | λέγει τὴν τούτων ἀπαλλαγήν. [Προλέγει δὲ δι’ ὧν ὀφείλει προσευχῶν ὁ ἐξ ἐθνῶν λαὸς ἐπιστρέφων δυσωπεῖν τὸν Σωτῆρα.] βʹ. «Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ· ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν | |
20 | ψυχήν μου.» Δέξαι μου, φησὶ, Δέσποτα, τὴν ἱκε‐ τείαν· καὶ ῥῶσόν μου τὴν διάνοιαν· ὥστε μὴ δεδιέ‐ ναι τῶν πολεμίων τὰς προσβολάς. γʹ. «Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομέ‐ νων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.» Συ‐ | |
25 | στροφὴν καλεῖ τὴν ὁμόνοιαν, καὶ τὴν ἐν κακῷ συμφωνίαν, ἧς ἀντιβολεῖ κρείττων ἀποφανθῆναι, οἷόν τινι τειχίῳ τῇ θείᾳ κηδεμονίᾳ περιφραττόμε‐ νος. Εἶτα διηγεῖται αὐτῶν τὰ παντοδαπὰ μηχανή‐ ματα. | |
30 | δʹ, εʹ. «Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσ‐ σας αὐτῶν· ἐνέτειναν τόξον αὐτῶν, πρᾶγμα πικρόν. Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.» Συκο‐ φαντίας, φησὶ, ῥάπτουσιν εἰς τὸν κατ’ ἐμοῦ τυρευόμενον πόλεμον· καὶ ταῦτα μηδεμίαν ἐμοῦ | |
35 | παρεσχηκότος αἰτίαν. Ἄμωμον γὰρ ἐντεῦθεν, τὸν ἀναίτιον λέγει. Τὸ δὲ πρᾶγμα πικρὸν, ὁ Ἀκύλας ῥῆμα πικρὸν εἴρηκε· καὶ ὁ Θεοδοτίων, λόγον πικρόν· καὶ ὁ Σύμμαχος, Ἐπλήρωσαν τόξον ἑαυτῶν, λόγον πικρόν. Τὸ δὲ ἐν ἀποκρύφοις, κρυφῇ ὁ | |
40 | Σύμμαχος εἴρηκεν· τουτέστιν, ἐνέδραις καὶ λόχοις κεχρημένοι. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα διδάσκει. ϛʹ. «Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Λοχῶντες, φησὶν, ἐξαίφνης ἐπίασιν, οὐ δειμαίνοντες τὸν ἐφορῶντα Θεόν. «Ἐκραταίω‐ | |
45 | σαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύ‐ | |
ψαι παγίδας.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος | 1341 | |
80.1344 | εἴρηκεν· Ἐκράτυναν λόγον πονηρὸν, εἰσηγή‐ σαντο κρύψαι παγίδας. Τὸν γὰρ ἐμὸν καττύοντες θάνατον, εἰσηγήσαντο καὶ συνεβουλεύσαντο, ποίαις δεῖ χρήσασθαι κατ’ ἐμοῦ μηχαναῖς, καὶ τῷ ἔργῳ | |
5 | τοὺς λόγους ἐκράτυναν· ταῦτα δὲ τολμῶσιν, οὐδένα προμηθεῖσθαι τῶν ἀνθρωπίνων ἡγούμενοι. Τοῦτο γὰρ δηλοῖ τὰ ἐπαγόμενα· «Εἶπαν· Τίς ὄψεται αὐτούς;» Ἡγοῦνται, φησὶ, μηδένα εἶναι τῶν γι‐ νομένων κριτήν. [Τοῦτο μὲν οἱ περὶ τὸν Ἀβεσ‐ | |
10 | σαλὼμ καὶ τὸν Σαοὺλ καὶ τοὺς λοιπούς· τοῦτο δὲ καὶ οἱ παράνομοι οἱ κατὰ καιρὸν μηχανὰς καὶ πάγας κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ συστησάμενοι. Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] ζʹ. «Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξ‐ | |
15 | ερευνῶντες ἐξερευνήσεις.» Πάντα, φησὶν, ἐκίνη‐ σαν λογισμόν· πᾶσαν ἐπενόησαν κατ’ ἐμοῦ μη‐ χανήν· οὐδὲν ἐπιβουλῆς καταλελοίπασιν εἶδος, προφανῶς ἐπιόντες, κρύβδην λοχῶντες, κατασκό‐ ποις χρώμενοι, τὰς ἐρήμους περινοστοῦντες, τὰ | |
20 | πετρώδη χωρία διερευνώμενοι [ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀναζητοῦντες τοὺς ἀθλητὰς τῆς εὐσεβείας, περὶ ὧν φάσκει ὁ θεῖος Παῦλος, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος]. «Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα. | |
25 | [ηʹ.] Καὶ ὑψωθήσεται ὁ Θεός.» Τοῦτο σαφέστε‐ ρον ὁ Θεοδοτίων ἡρμήνευσε· λέγει δὲ οὕτως· Καὶ διάνοιαν ἀνδρὸς, καὶ καρδίαν βαθεῖαν κατατο‐ ξεύσει ὁ Θεός. Κἂν γὰρ μυριάκις αὐτῶν κατακρύ‐ ψωσι τὰ ἐπιτηδεύματα, δῆλα ταῦτά ἐστι τῷ πάντ’ | |
30 | ἐφορῶντι Θεῷ· ὃς τὸ οἰκεῖον ὑποδείκνυσιν ὕψος, δί‐ κας τοὺς τοιούτους εἰσπραττόμενος. «Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. [θʹ.] Καὶ ἐξησθένησαν ἐπ’ αὐτοὺς αἱ γλῶσσαι αὐ‐ τῶν.» Ἀλλ’ ὅμως καὶ τοσαύτῃ δεινότητι χρώμενοι, | |
35 | διήμαρτον τοῦ σκοποῦ. Καθάπερ γὰρ τὰ παρὰ τῶν κομιδῆ νέων ἀφιέμενα βέλη βλάβην οὐδεμίαν ἐπι‐ φέρει τοῖς δεχομένοις, οὕτως αἱ τούτων γλῶσσαι, τοὺς μὲν βληθέντας οὐκ ἔβλαψαν· κατὰ δὲ τῶν τινα‐ ξάντων ἡ λώβη κεχώρηκεν. «Ἐταράχθησαν πάντες οἱ | |
40 | θεωροῦντες αὐτούς.» Οἱ δὲ θεασάμενοι αὐτοὺς τῶν ἐγχειρημάτων διαμαρτόντας, θορύβου καὶ δέους πλησθήσονται, ἢ ἐπλήσθησαν, καὶ τὴν θείαν ἐθαύ‐ μασαν πρόνοιαν. Τοῦτο γὰρ τὰ μετὰ ταῦτα δηλοῖ. ιʹ. «Καὶ ἐφοβήθη πᾶς ἄνθρωπος, καὶ ἀνήγγει‐ | |
45 | λαν τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὰ ποιήματα αὐτοῦ συν‐ ῆκαν.» Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδε‐ | |
μονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν. | 1343 | |
80.1345 | ιαʹ. «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν.» Διαφερόντως δὲ οἱ τῶν θείων νόμων [παλαιᾶς τε καὶ νέας διαθήκης] ἐπιμελού‐ μενοι, θυμηδίας ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν | |
5 | ἐλπίδα· βεβαίαν ἐργάσονται. «Καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.» Καὶ τὴν παρὰ ἀν‐ θρώπων δὲ καρπώσονται εὔκλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἔξω βαδίζειν οὐκ ἀνεχόμενοι. [Τοῦτο δὲ εὕροι ἄν | |
10 | τις κατωρθωκότας τὸν Δαβὶδ καὶ τοὺς κατ’ αὐτὸν καὶ τοὺς μετ’ ἐκείνους· λέγω δὴ τοὺς ἀθλοφόρους μάρτυρας καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας.] ΕΡΜΗΝ. ΤΟΥ ΞΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ· ᾠδὴ Ἱερε‐ | |
15 | μίου καὶ Ἰεζεκιὴλ, καὶ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.» Ἐν ἐνίοις δὲ ἀντι‐ γράφοις πρόσκειται, «ᾨδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ, καὶ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύε‐ σθαι.» Ταῦτα οὔτε τὸ Ἑβραϊκὸν ἔχει, οὔτε | |
20 | οἱ ἄλλοι ἑρμηνευταὶ, οὔτε οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλά τις, ὡς ἔοικε, ταύτην προστέ‐ θεικε τὴν ἐπιγραφὴν, οὔτε τῇ τοῦ ψαλμοῦ διανοίᾳ προσεσχηκὼς, οὔτε τὴν ἱστορίαν μεμαθηκώς. Πρῶτον μὲν γὰρ ὁ Ἱερεμίας αἰχμαλωσίας οὐκ | |
25 | ἐκοινώνησεν· ἀλλ’ αἵρεσιν λαβὼν διάγειν ὅπου βούλεται, τὴν ἐν τῇ πατρίδι διαγωγὴν εἵλετο. Ὅθεν οὐδαμῶς τοῖς ἐκπορευομένοις εἰς τὴν αἰχμα‐ λωσίαν ἁρμόττει· ἀλλὰ τοῖς ἐν τῇ αἰχμαλωσίᾳ διάγουσι. Πόῤῥω γὰρ ὄντες τῆς πατρίδος, καὶ | |
30 | ὑμνεῖν μὲν τὸν Θεὸν ποθοῦντες, τῷ νόμῳ δὲ τοῦτο ποιεῖν κωλυόμενοι· αὐτῶν γάρ ἐστι φωνὴ, «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» ἔλεγον ἐν Βαβυλῶνι τὸν Θεὸν ἱκετεύοντες. βʹ, γʹ. «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί | |
35 | σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Καὶ | |
πάντα δὲ τοῦ ψαλμοῦ τὰ ῥητὰ, τοῖς ἐν Βαβυ‐ | 1345 | |
80.1348 | λῶνι διάγουσι πρόσφορα. Οὗτοι γὰρ τῆς ἐπανόδου γλιχόμενοι, ταύτην τῷ θεῷ τὴν ὑμνῳδίαν προσέφε‐ ρον. Ἀναμέμικται δὲ τῇ περὶ τούτων προῤῥήσει καὶ τῆς τῶν ἐθνῶν σωτηρίας ἡ προφητεία. «Σοὶ πρέ‐ | |
5 | πει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Ἐν ἐκείνῃ, φησὶ, τῇ πόλει προσφέρειν σοι τὸν ὕμνον προσέταξας· ἐκεῖ τοίνυν ἀποδοῦναί σοι τοῦτον ἀντιβολῶ. [Περὶ δὲ ταύτης ὁ μακάριος Παῦλος ἔφη τοῖς ἔθνεσι· Προσεληλύθατε | |
10 | Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Ταῦτα δὲ εἴρηται τῷ Ἀποστόλῳ περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.] Εἰσάκουσον προσευχῆς μου.» Δέξαι μου, φησὶ, τὴν δέησιν, καὶ τῶν τῆς αἰχμαλωσίας με δεσμῶν ἐλευθέρωσον. [Τοῦτο | |
15 | μὲν ὁ ἀνδραποδισθεὶς ἐκ τῆς Ἱερουσαλὴμ λαὸς προσευχόμενος βοᾷ· τοῦτο δὲ καὶ ὁ ἐκ τῆς τῶν εἰδώλων ἀποδράσει ἐπειγόμενος αἰχμαλωσίας ἀντι‐ βολεῖ· καὶ σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔφησεν ἐν τῷ εἰπεῖν·] «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Τῆς | |
20 | τῶν ἐθνῶν θεογνωσίας σαφῆ τοῦτο πρόῤῥησιν ἔχει. Νῦν γὰρ, φησὶν, ἡμεῖς ἱκετεύομεν τῆς ἐπαν‐ όδου τυχεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὸν ὕμνον προσενεγκεῖν· μικρὸν δὲ ὕστερον πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, τῆς πολυθέου πλάνης ἀπαλλα‐ | |
25 | γεῖσα, πρὸς σὲ τὸν ἀληθινὸν δραμεῖται Θεόν. δʹ. «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς.» Ὁ δὲ Σύμμαχος οὕτως· Λόγοι ἀνόμων κατεδυνά‐ στευσάν με. Δυσσεβέσι, φησὶ, καὶ ἀνομίᾳ συ‐ ζῶσιν ἀνθρώποις δουλεύειν ἠνάγκασμαι. Εἶτα τῆς | |
30 | δουλείας τὴν αἰτίαν διδάσκει. «Καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Οὐκ ἀδίκως, φησὶ, κατεκρίθην δουλεύειν, ἀλλὰ διὰ τὴν ὑπ’ ἐμοῦ πάλαι τολμηθεῖ‐ | |
σαν ἀσέβειαν· ἧς ἀπαλλαγῆναι διὰ τῆς σῆς φιλ‐ | 1347 | |
80.1349 | ανθρωπίας ἀντιβολῶ. Ἐντεῦθεν μακαρίζουσι τὴν τῆς πατρίδος διαγωγὴν, ὡς διδάσκαλον καὶ πρόξενον εὐσεβείας. εʹ. «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατα‐ | |
5 | σκηνώσει ἐν ταῖς αὐλαῖς σου, πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Ζηλωτὸς, φησὶ, καὶ μακάριος ὁ τῶν ἄλλων ἐθνῶν ὑπὸ σοῦ προτετι‐ μημένος λαός. Ταῖς γὰρ ἱεραῖς σου προσεδρεύων αὐλαῖς, τὴν ἐκεῖθεν ὠφέλειαν καὶ εὐλογίαν καρ‐ | |
10 | ποῦται. «Ἅγιος ὁ ναός σου. [ϛʹ.] Θαυμαστὸς ἐν δικαιο‐ σύνῃ.» Ἁγιασμοῦ γὰρ πλήρης ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην διὰ τῶν σῶν λογίων διδάσκει τοὺς προσιόντας. «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ | |
15 | σωτὴρ ἡμῶν· ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Πάλιν ἐν‐ ταῦθα τὴν τῆς οἰκουμένης σωτηρίαν προλέγει, καὶ τῆς τοῦ πατριάρχου Ἰακὼβ ἀναμιμνήσκει προῤῥή‐ σεως· ἐκείνου γάρ ἐστι φωνὴ, «Οὐκ ἐκλείψει ἄρχων | |
20 | ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τοῦτον καὶ ἐνταῦθα «ἐλπίδα» ἐκάλεσε «πάν‐ των τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Σημαίνει δὲ διὰ τούτων τούς τε ἐν ταῖς | |
25 | νήσοις οἰκοῦντας, καὶ τοὺς ἐν ταῖς ἀντίπερα ἠπεί‐ | |
ροις ἀνθρώπους, καὶ τοὺς τὰ τέρματα τῆς οἰκου‐ | 1349 | |
80.1352 | μένης κληρωθέντας οἰκεῖν. Ἐπάκουσον ἡμῶν, φη‐ σὶν, ὁ μικρὸν ὕστερον πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν τῷ τῆς θεογνωσίας καταυγάζων φωτί. Εἶτα τὴν δύναμιν, ὡς ἔνεστι, τοῦ Θεοῦ δι‐ | |
5 | ηγεῖται. ζʹ, ηʹ. «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὑτοῦ· περιεζωσμένος ἐν δυναστείᾳ. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης· ἤχους κυμάτων αὐτῆς τίς ὑποστήσεται;» Τὸ ἑτοιμάζων, ἑδράζων ὁ | |
10 | Σύμμαχος εἴρηκε. Τὸ δὲ συνταράσσων, ὁ Θεοδοτίων καταπραΰνων. Λέγει δὲ, ὅτι τὰ μὲν ὄρη ἑδραῖα ποιεῖς, καὶ ἀκίνητα· τὴν δὲ θάλασσαν κινεῖς ὅτε βούλει, καὶ πάλιν κατευνάζεις, ἧς οὐδὲ ἦχος τίς ἐστι τοῖς ἀκούουσιν· ἐπιτελεῖς δὲ τούτων ἕκα‐ | |
15 | στον, δυνάμει χρώμενος ἀῤῥήτῳ καὶ ἀμετρήτῳ· ἣν ὥσπερ τινὰ περίκεισαι ζώνην. [Ζωὴ γὰρ ὑπάρχων μεταδίδως τοῖς εἰς σὲ πιστεύουσι καὶ τοῖς ἀκινήτοις τὸ πεπῆχθαι παρέχεις.] Ἐπειδὴ γὰρ ὁ ἐζωσμένος εὐσταλέστερός ἐστι περὶ τὸ πράττειν ὃ | |
20 | βούλεται, ζώνην τροπικῶς τοῦ Θεοῦ τὴν δύναμιν προσηγόρευσεν. Ἐντεῦθεν λοιπὸν ἐφεξῆς τῆς και‐ νῆς διαθήκης ὑφηγεῖται τὰ κατορθώματα. «Ταρα‐ | |
χθήσονται τὰ ἔθνη» τὰ τῶν ἀποστόλων κηρύ‐ | 1351 | |
80.1353 | γματα παρεδήλωσεν, ἃ ταραχὴν καὶ ζάλην εὐθὺς τοῖς ἀνθρώποις ἐκίνησε, κατὰ τὴν τοῦ Κυρίου φωνήν. «Ἦλθον γὰρ, ἔφη, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὑτοῦ, θυγατέρα | |
5 | ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὑτῆς. [Καὶ ὁ Ἀμβακοὺμ δὲ προλέγων ταῦτά φησι. «Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.» Τοὺς ἀποστόλους, ὧν λέγει τὴν ἱππασίαν ἀντὶ τοῦ διδαχὴν σωτηρίαν γε‐ | |
10 | νήσεσθαι.] Μετὰ ταῦτα δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσε, [φήσας, «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.»] θʹ. «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρα‐ τα, ἀπὸ τῶν σημείων σου.» Ἡγήσατο μὲν γὰρ ἡ | |
15 | ταραχή· ἠκολούθησε δὲ ὁ φόβος, τῷ μεγέθει τῶν θαυμάτων γενόμενος, καὶ τὴν εὐσέβειαν ἐξεπαίδευ‐ σεν. «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.» Τῷ γὰρ φόβῳ τῶν θαυμάτων καταπλαγέντες οἱ ἄνθρω‐ ποι, τὴν προτέραν πλάνην καταλιπόντες, καὶ τὸν | |
20 | ὄντα γνόντες Θεὸν, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν τερπνὴν καὶ ἀρεστὴν τῷ Θεῷ προσφέ‐ ρουσιν ὑμνῳδίαν. Τοῦτο γὰρ ὁ Σύμμαχος παρεδή‐ λωσε, Τὰς προελεύσεις τοῦ ὄρθρου, καὶ τὴν ἑσπέραν ὑμνολογοῦσιν. | |
25 | ιʹ. «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Ὁ δὲ Σύμμα‐ χος οὕτως εἴρηκε, Πολυκαρπίᾳ πλουτίσεις αὐ‐ τήν. Οὐκ ἔτι γὰρ μόνοις ἡμῖν τὴν πνευματικὴν ἀρδείαν προσφέρεις· ἀλλὰ πᾶσαν εἰς κόρον ἀρδεύεις | |
30 | τὴν οἰκουμένην· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. | |
«Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» | 1353 | |
80.1356 | Ὁ δὲ Σύμμαχος εὐκτικῶς τὰ τρία τέθεικεν· Ἐπίσκεψαι τὴν γῆν, καὶ ποτιεῖς αὐτὴν, πολυκαρπίᾳ πλουτίσεις αὐτὴν, ὀχετοῖς Θεοῦ μεστοῖς ὑδάτων· Τὴν δὲ πάλαι ἄκαρπον οἰκου‐ | |
5 | μένην, εὔκαρπον ὁμοῦ καὶ πολύκαρπον ἀνέδειξεν ὁ Δεσπότης, τοῖς θείοις ὀχετοῖς τὴν ἀρδείαν προσενεγ‐ κών. Ὀχετοὶ δὲ Θεοῦ πλήρεις ὑδάτων τίνες ἂν εἶεν ἕτεροι, ἢ οἱ θεῖοι ἀπόστολοι; περὶ ὧν ὁ Δεσπότης ἔφη Χριστός· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ | |
10 | Γραφὴ, ποταμοὶ ἐκτῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδα‐ τος ζῶντος·» καὶ πάλιν, «Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλ’ ἔσται τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ ποτα‐ | |
15 | μὸς δὲ τοῦ Θεοῦ, κατὰ τοὺς Ἑβδομήκοντα, ἡ χάρις τοῦ Πνεύματος, ἡ εἰς ὀχετοὺς διαιρουμένη, καὶ τούτῳ μὲν τὸν λόγον τῆς σοφίας προχέουσα, ἑτέρῳ δὲ χορηγοῦσα τὴν γνῶσιν, ἄλλῳ δὲ τῶν ἰαμάτων χάρισμα, καὶ ἄλλῳ γένη γλωσσῶν, καὶ | |
20 | διὰ τούτων τὴν οἰκουμένην ἀρδεύουσα. «Ἡτοί‐ μασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.» Ὁ δὲ Σύμμαχος οὕτως, Τελεσφορήσεις τὴν παν‐ σπερμίαν αὐτῆς, οὕτως ἥδρασας αὐτήν. Τῆς γὰρ προτέρας αὐτὴν πλάνης ἐλευθερώσας [καὶ | |
25 | ἐν τοῖς εὐσεβέσι δόγμασι βεβαιώσας], τοὺς τῆς ἀρε‐ τῆς παρασκευάσεις τελεσφορῆσαι καρπούς· οἵ σε μὲν εὐφρανοῦσι, τοὺς δὲ βλαστάνοντας διαθρέψουσι. Κατὰ γὰρ τοὺς Ἑβδομήκοντα, ὁ φυόμενος καρπὸς, αὐτῶν ἐστι τῶν φυόντων τροφή· «Ἡτοίμασας | |
30 | γὰρ, φησὶ, τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.» Ἐπὶ τούτῳ, φησὶ, φέρειν αὐτοὺς τὸν καρπὸν παρεσκεύασας, ὥστε διὰ τούτου τρέφεσθαι. ιαʹ. «Τὰς αὔλακας αὐτῆς μέθυσον.» Ἐντεῦθεν δῆλον, ὅτι πρόῤῥησίς ἐστι μελλόντων, καὶ οὐ γεγε‐ | |
νημένων διήγησις. «Πλήθυνον τὰ γεννήματα αὐ‐ | 1355 | |
80.1357 | τῆς.» Ἐπίμεινον, φησὶ, Δέσποτα, καθάπερ τινὰς αὔλακας, τοὺς λογισμοὺς αὐτῶν ἄρδων, καὶ εἰς καρποφορίαν διεγείρων. «Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Εὐφρανοῦσι δὲ | |
5 | αὐτὴν, καὶ ἀνθῆσαι παρασκευάσουσιν, αἱ κατὰ και‐ ρὸν παρὰ τῶν διδασκάλων φερόμεναι ψεκάδες. ιβʹ. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Ἐνιαυτὸς χρηστότητος, ὁ παρὰ Ἡσαΐᾳ κληθεὶς ἐνιαυτὸς Κυρίου δεκτός· | |
10 | «Πνεῦμα γὰρ, φησὶ, Κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέ‐ σαι ἐνιαυτὸν Κυρίῳ δεκτόν.» Ἐνιαυτὸν τοίνυν | |
15 | χρηστότητος, τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σω‐ τῆρος ἡμῶν ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσφέροντα τὴν εὐσέβειαν. Τούτῳ τὴν εὐλογίαν ὁ προφητικὸς ἐπεύχεται λόγος. «Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. [ιγʹ] | |
20 | Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου· καὶ ἀγαλ‐ λίασιν οἱ βουνοὶ περιζώσονται.» Ταύτης δὲ τῆς χρηστότητος ἐπιφαινομένης, ἡ πάλαι ἔρημος ὥριμον δώσει καρπόν. Καὶ οἱ ταῖς τῶν δαιμόνων θυσίαις μιαινόμενοι βουνοὶ, τοὺς τὸν Θεὸν διηνεκῶς ὑμνοῦν‐ | |
25 | τας, καὶ τὸν ἀγγελικὸν ἀσπαζομένους βίον ὑποδεξά‐ μενοι, λαμπροί τινες ἔσονται καὶ περίβλεπτοι. Τοῖς δὲ λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ. Ὁρῶμεν γὰρ συντρέχοντας ἅπαντας πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας, καὶ τὴν ἀκροτάτην ἀρετὴν μετιόντας. | |
30 | ιδʹ. «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων.» | |
Κριοὺς προβάτων καὶ Ἰεζεκιὴλ ὁ προφήτης τοὺς | 1357 | |
80.1360 | δυνατοὺς ὀνομάζει. Ἀλλ’ ἐκεῖνος κατηγορεῖ, ὅτι τὴν καλὴν νομὴν ἐνέμοντο, καὶ τὴν λοιπὴν τοῖς ποσὶ κατεπάτουν· καὶ τὸ καθαρὸν ὕδωρ ἔπινον, καὶ τὸ λοιπὸν τοῖς ποσὶ συνετάραττον. Ἐνταῦθα | |
5 | δὲ, ἀγαθὰ καὶ τούτοις θεσπίζεται. Λέγει γὰρ αὐ‐ τοὺς ἐνδύεσθαι καὶ ἀμφιέννυσθαι· τὴν δὲ τοῦ ἐνδύματος φύσιν ὁ θεσπέσιος λέγει Παῦλος. «Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χρι‐ στὸν ἐνεδύσασθε.» Ἐπειδὴ γὰρ ἁλιέας τὴν ἀρχὴν, | |
10 | καὶ χειροτέχνας, καὶ πενίᾳ συζῶντας ὁ Δεσπότης Χριστὸς ἐξελέξατο, προθεσπίζει τοῦ Πνεύματος ἡ χάρις, καὶ τῶν πλουτούντων καὶ δυναστευόντων τὴν σωτηρίαν. Διό φησιν· «Ἐνεδύσαντο οἱ κριοὶ, τῶν προβάτων·» οὐ γὰρ μόνον τὰ ἄλλα πρόβατα, ἀλλὰ | |
15 | καὶ αὐτοὶ οἱ κριοὶ προσίασι τῷ σωτηρίῳ βαπτίσ‐ ματι. «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.» Καὶ οἱ πενίᾳ δὲ συγκληρωθέντες, καὶ εὐσεβεῖν προαι‐ ρούμενοι, τὸν οἰκεῖον καρπὸν προσοίσουσι τῷ Θεῷ, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. | |
20 | «Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.» Ἅπαντες δὲ οἱ προλεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμνήσουσι, τὸν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει. Οἴδαμεν οὖν, ὥς τινες τῶν συγγραφέων, ἐξ ἐπιπολῆς νενοηκότες τὰ | |
25 | εἰρημένα, τούτων ἕκαστον ἔφασαν γεγενῆσθαι μετὰ τὴν τῆς αἰχμαλωσίας ἐπάνοδον, εὐετηρίας αὐτοῖς πρὸς τῇ ἐλευθερίᾳ παρασχεθείσης, καὶ ὑετῶν ἀφθό‐ νων, ὡς καὶ τὸν Ἰορδάνην πλημμυρεῖν. Αὐτὸν γὰρ ἔφασαν κεκλῆσθαι τοῦ Θεοῦ Ποταμόν. Ἐγὼ δὲ | |
30 | μηδὲν τοιοῦτον παρὰ τῆς ἱστορίας γεγενῆσθαι μεμαθηκώς· ἐν πολλῇ γὰρ διήγαγον ἐπὶ πλεῖστον πενίᾳ, ὡς ὁ Ἔσδρας ἐδίδαξεν· εὑρὼν δὲ καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν πρόῤῥησιν ἐν τῷ ψαλμῷ προφανῆ· «Πρὸς σὲ γὰρ, ἔφη, πᾶσα σὰρξ ἥξει,» | |
35 | καί· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ταύτην ἀκόλουθον τοῖς ῥητοῖς ἐκείνοις ὑπέλαβον τὴν διάνοιαν. Οἱ δὲ τοῖς μύθοις χαίροντες, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν | |
40 | φανταζόμενοι, καὶ καθάπερ ὀνείρους τοὺς οἰκείους | |
λογισμοὺς ἐξηγούμενοι, οὐ γεγενῆσθαι ταῦτα, ἀλλ’ | 1359 | |
80.1361 | ἔσεσθαι μετὰ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν ἔφασαν, πρὸς τῇ τῶν ἄλλων δογμάτων διαφθορᾷ, καὶ τοῦ‐ τον προστεθεικότες τὸν μῦθον. Οὓς ληρεῖν καταλιπόντες, τῶν θείων λογίων ἁψώμεθα, μετὰ τοῦ Δαβὶδ βοῶντες. «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου.» | |
5 | ΕΡΜΗΝ. ΤΟΥ ΞΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ᾨδὴ ψαλμοῦ ἀναστάσεως.» Οὐδὲ ταύτην τὴν προσθήκην τὸ Ἑβραϊκὸν ἔχει, οὐδὲ οἱ ἄλλοι ἑρμηνευταὶ, οὐδὲ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλὰ καὶ ταύτην τινὲς, ὡς ἔοικε, προστε‐ | |
10 | θείκασι. Καὶ τοῦτον δὲ τὸν ψαλμὸν ὁ θεῖος Δαβὶδ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις συνέγραψεν· οὐκ ἔτι μὲν τῆς ἐπανόδου τυχεῖν ἱκετεύουσιν, ἀλλ’ ἤδη ταύτης τετυχηκόσι, καὶ τῆς πορείας ἁψαμένοις. Προλέγει δὲ κατὰ ταὐτὸν καὶ τὴν τῶν ἐθνῶν σω‐ | |
15 | τηρίαν. βʹ. «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε δὲ τῷ ὀνόματι αὐτοῦ· δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.» Ἅπαντες ἡμῖν, φησὶν, ἄνθρωποι, τῆς ὑμνῳδίας κοινωνήσατε, καὶ τῷ Θεῷ τὸ προσῆκον | |
20 | μεθ’ ἡμῶν ἀναπέμψατε σέβας· εἰκότως δὲ εἰς τὴν τοιαύτην κοινωνίαν καλοῦσιν ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν. Ἐν αὐτοῖς γὰρ τὰ τῆς ἁπάντων προδι‐ εγράφετο σωτηρίας. Καθάπερ γὰρ αὐτοὶ τῆς τῶν Βαβυλωνίων ἀπηλλάγησαν δουλείας· οὕτως ἅπαντες | |
25 | ἄνθρωποι [μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος] τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευ‐ θερώθησαν. Εἶτα διδάσκουσι τῆς ὑμνῳδίας τὸν τρόπον. γʹ. «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ἐν | |
30 | τῷ πλήθει τῆς δυνάμεως σου ψεύσονταί σε οἱ ἐχθροί | |
σου.» Θαυμάσατε, φησὶν, εἰς δύναμιν τὰ ὑπὸ τοῦ | 1361 | |
80.1364 | Θεοῦ γεγενημένα θαύματα. Τοσαῦτα γάρ εἰσι καὶ τοιαῦτα, ὡς τὴν ὑπερβολὴν τῶν γινομένων, ἀπιστεῖσθαι παρὰ τῶν δυσσεβῶν. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν ὑπὸ τῆς ἀληθείας μαρτυρουμένην, | |
5 | τὸ, «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου, ψεύσονταί σε οἱ ἐχθροί σου.» Ὅτι ἂν, φησὶ, τῷ φωτὶ τῆς θεο‐ γνωσίας καταυγάσας τὴν οἰκουμένην, εἰς εὐσέ‐ βειαν μεταβάλῃς τοὺς πλείστους, τηνικαῦτα καὶ οἱ τῷ τῆς ἀπιστίας κατεχόμενοι σκότῳ ὑποκριθήσονται | |
10 | τὴν εὐσέβειαν, ἀρνούμενοι τὴν ἀσέβειαν. Καὶ τοῦτο διηνεκῶς ὁρῶμεν γινόμενον. Πολλοὶ γὰρ τῇ Ἑλληνικῇ πλάνῃ δουλεύοντες, ὁμολογῆσαι τοῦτο προφανῶς οὐ τολμῶσι. Καὶ Ἰουδαῖοι δὲ στενοχωρούμενοι, τοῦ σταυροῦ τὴν νίκην ὑμνοῦσι, καὶ πανταχόθεν τῆς | |
15 | προφητείας ἡ ἀλήθεια δείκνυται. δʹ. «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλά‐ τωσαν. Ψαλάτωσαν δὲ τῷ ὀνόματί σου, Ὕψιστε.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκε· Πάντες οἱ ἐπὶ γῆς προσκυνήσουσί σε μελῳδοῦντες, ᾄσουσι | |
20 | τὸ ὄνομά σου. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ’ ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεός· καὶ ὁ Δεσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται. εʹ. «Δεῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· ὡς | |
25 | φοβερὸς ἐν βουλαῖς, ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ἐπιστήσατε, φησὶ, τὸν νοῦν, καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ Θεοῦ γινομένων ἕκαστον, καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι’ ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖται πρὸς εὐσέβειαν. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων | |
30 | νενόηκε. «Φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» ὁ δὲ Σύμμαχος, Φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων. Φοβεραῖς γὰρ, φησὶ, καὶ θαυ‐ μασταῖς μηχαναῖς, ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας. Εἶτα διηγεῖται τὰ πάλαι γινόμενα. | |
35 | ϛʹ. «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί.» Ὁ χρόνος ἐνταῦθα | |
ἐνήλλακται· τὰ γὰρ παρεληλυθότα ὡς ἐσόμενα εἶ‐ | 1363 | |
80.1365 | πεν. Οἱ δὲ ἄλλοι τὸν χρόνον ἐφύλαξαν. Καί φη‐ σιν ὁ Σύμμαχος οὕτως, Μετέβαλε θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Θεὸς, ὁ καὶ ἡμῖν τὴν σωτηρίαν δωρούμε‐ | |
5 | νος. ὁ πάλαι καὶ θάλασσαν καὶ ποταμὸν διαστή‐ σας, καὶ τοὺς ἡμετέρους προγόνους ἀκινδύνως δια‐ βῆναι κελεύσας. [Καὶ τοῖς ἔθνεσι χαρισάμενος τὴν πάροδον· ἣν ποιούμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγ‐ γενεσίας ἀναπλάττονται· Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς | |
10 | χειρὸς τοῦ μεγάλου Μωϋσέως διέσχισεν ἔνθα καὶ ἔνθα τὴν Ἐρυθρὰν, οὕτω καὶ ἐνταῦθα διὰ τῆς χειρὸς τοῦ ἱερέως τὸν μὲν πιστεύοντα Χριστῷ λαὸν ἀνακαι‐ νίζει, τὸν δὲ νοητὸν Φαραὼ μετὰ τῶν ἁρμάτων, τουτ‐ έστι τὸν διάβολον μετὰ τῶν ἐπιθυμιῶν, βυθίζει. | |
15 | Ἴστε οἱ μεμυημένοι τί λέγω.] «Ἐκεῖ εὐφρανθη‐ σόμεθα ἐπ’ αὐτῷ.» Τουτέστι παρὰ τὸν Ἰορδάνην· [Ὡς καὶ οἱ ἐξ ἐθνῶν παρὰ τὴν θείαν κολυμβήθραν· καὶ γὰρ τότε ὁ Ἰορδάνης διέστη τῷ λαῷ, καὶ νῦν ὁ Ἰορδάνης ὑποδεξάμενος τὸν τοῦ παντὸς Ποιητήν τε καὶ | |
20 | Δημιουργὸν τὴν τῶν ἀνθρώπων σωτηρίαν περιποιεῖ‐ ται· τὸ γὰρ ὑπὲρ ἡμῶν ὑπεισελθὸν λουτρὸν, ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἅπαντας ἡμᾶς ἀνεγέννησε δι’ ὕδατος καὶ Πνεύματος.] Τούτου γὰρ μνημονεύσαντες, καὶ διδάξαντες ὅπως αὐτὸν παρῆλθον οἱ πρόγονοι, ἐπ‐ | |
25 | ήγαγον· «Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ.» ζʹ. «Τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὑτοῦ τοῦ αἰῶνος.» Ἀνώλεθρον ἔχει, φησὶ, τὸ κράτος, καὶ τὴν βασιλείαν ἀπέραντον. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Οὐ μόνον δὲ ἡμῶν | |
30 | κήδεται· ἀλλὰ καὶ πάσης προμηθεῖται τῆς οἰκου‐ μένης, καὶ πᾶσι μικρὸν ὕστερον παρέξει τὴν οἰκείαν ἐπίγνωσιν. Οὕτω τοῦτο σαφῶς ὁ Προφήτης θεσπίσας, εἶτα τοῖς πνευματικοῖς ὀφθαλμοῖς τοὺς ἀντιλέγοντας τῷ κηρύγματι θεασάμενος, ἐναργῶς κομιδῆ καὶ τὴν | |
35 | ἐκείνων ἀπιστίαν τε καὶ ἀλαζονείαν προλέγει. «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Τούτους ὁ μὲν Θεοδοτίων ἐκκλίνοντας κέκλη‐ κεν· ἀφισταμένους δὲ ὁ Ἀκύλας. Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Οἱ ἀπειθεῖς μὴ ὑψούσθω‐ | |
40 | σαν ἐν ἑαυτοῖς. Ὁρῶμεν δὲ καὶ τῆσδε τῆς | 1365 |
80.1368 | προφητείας τὸ τέλος. Αὐτοὶ γὰρ οἱ τρεῖς ἣ τέττα‐ ρες, οἱ τῇ ἀσεβείᾳ προσμείναντες Ἕλληνες, μέγα παρ’ ἑαυτοῖς φρονοῦσιν, ὡς μὴ συναπαχθέντες τῷ πλήθει. Τούτοις ὁ προφητικὸς παρακελεύεται λό‐ | |
5 | γος· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Παραπικραίνουσι γὰρ καθ’ ἑαυτῶν τὸν δίκαιον κριτὴν, καὶ τὴν δικαίαν κόλασιν ἐπισπῶν‐ ται. [Εἶτα τούτοις τὴν ἐπικειμένην τιμωρίαν δή‐ λην ποιήσας ὁ προφητικὸς νοῦς ἐφ’ ἕτερον μετατί‐ | |
10 | θησι τὸν λόγον, πρόσωπον.] ηʹ. «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτί‐ σατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Τὸ ἀκου‐ τίσατε, ἀκουτιστὴν ποιήσατε ὁ Σύμμαχος εἴρηκε. Μένουσι δὲ τὰ ἔθνη παρακαλοῦντες ἀπο‐ | |
15 | στῆναι μὲν τῶν πατρῴων ἐθνῶν, τὸν δὲ αὐτῶν ὑμνῆσαι Θεὸν, καὶ τὴν τούτου δύναμιν τοὺς ἀγνοοῦν‐ τας διδάξαι. Τοῦτο γὰρ εἶπεν, «Ἀκουτίσατε,» ἀντὶ τοῦ, Καὶ τοὺς ἄλλους διδάξατε. θʹ. «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν· καὶ | |
20 | μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.» Παρα‐ δοὺς γὰρ δυσσεβέσιν ἀνθρώποις, οὐκ εἴασέ με παρατραπῆναι καὶ καταλιπεῖν τὴν εὐθεῖαν ὁδόν· ἐπισημήνασθαι δὲ προσήκει, ὡς ταῦτα ἅπαντα τῶν εὐσεβεστέρων χορὸς διεξέρχεται. Συναπέστειλε γὰρ | |
25 | αὐτοῖς ὁ Θεὸς καὶ τοὺς εὐσεβείᾳ λαμπρυνομένους, οἷόν τινας παιδονόμους καὶ παιδοτρίβας, ἀλείφοντας καὶ φωτίζοντας, καὶ ποδηγοῦντας ἅπαντας εἰς εὐσέ‐ βειαν. Τοιοῦτος ἦν ὁ Δανιὴλ, τοιοῦτος ὁ Ἰεζεκιὴλ, Ἀνανίας, Ἀζαρίας, καὶ Μισαήλ. Τούτοις δὲ | |
30 | καὶ τοῖς τοιούτοις ἥρμοττε τὰ προκείμενα λέγειν· ἐκ προσώπου γὰρ αὐτῶν ἡ τοῦ Πνεύματος αὐτὰ συν‐ έγραψε χάρις. ιʹ. «Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεός· ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον» Ταῦτα γὰρ, φησὶ, | |
35 | παθεῖν ἡμᾶς συνεχώρησας· δεῖξαι πᾶσι τὸ τῆς εὐ‐ σεβείας ἡμῶν ἀκίβδηλον βουλόμενος. [Τάδ’ αὐτὰ εἴρηται καὶ ἐκ προσώπου τῶν ἀθλοφόρων, τῶν κατὰ καιρὸν ὑπὲρ Χριστοῦ πεπονθότων ἢ καὶ πα‐ σχόντων.] | |
40 | ιαʹ, ιβʹ. «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώ‐ πους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» Τοι‐ αύτη ἦν ἡ κάμινος, ἐν ᾗ πνεῦμα διασυρίζον ἐψυ‐ | |
45 | χαγώγει τοὺς ἀθλητάς. Παγὶς, ὁ τῶν λεόντων λάκ‐ κος, καὶ παγὶς ἀφύλακτος· ἀλλ’ ὅμως διὰ τῆς θείας χάριτος ταύτην ὁ Προφήτης διέφυγεν. Εἰκὸς | |
δὴ ἦν, αὐτοὺς καὶ τύπτεσθαι καὶ αἰκίζεσθαι, ὡς αἰχ‐ | 1367 | |
80.1369 | μαλώτους καὶ δούλους, παρὰ τῶν ἀνδραποδισάν‐ των. Διὸ καὶ τοῦτο εἰρήκασιν, «Ἔθου θλῖψιν ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους, ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Δοῦλοι ἀντ’ ἐλευθέρων κατέστη‐ | |
5 | μεν. Ἀλλ’ ὅμως τούτων ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἐπανόδου τετυχηκότες, τὰς νενομοθετημένας σοι θυσίας προσοίσομεν. Καὶ τοῦτο γὰρ ἐπήγαγεν. ιγʹ, ιδʹ. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυ‐ τώμασιν· ἀποδώσω σοι τὰς εὐχάς μου. Ἃς διέστειλε | |
10 | τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλί‐ ψει μου.» Ὅσα, φησὶν, ὑπεσχόμην ὀδυνώμενος καὶ προσευχόμενος, εὐγνωμόνως ἐκτίσω. ιεʹ. «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος, καὶ κριῶν, ἀνοίσω σοι βόας | |
15 | μετὰ χιμάρων.» Ὁπόσα σοι χρὴ προσφέρειν, ἱερεύσω προθύμως. Μεμυαλωμένα κέκληκε τὰ εὐτραφῆ καὶ πίονα. Οὕτω γὰρ καὶ ὁ νόμος προσ‐ φέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια· ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλαχίας τοῖς τοιαῦτα μὲν ἔχουσιν, | |
20 | ἀνάπηρα δὲ προσφέρουσιν. Αὕτη καὶ τῷ Κάϊν ἐγέ‐ νετο τῶν κακῶν ἐκείνων ἀρχή· διδασκόμεθα δὲ καὶ ἡμεῖς τοῖς τιμιωτέροις ὧν ἔχομεν τὸ Θεῖον γε‐ ραίρειν. ιϛʹ. «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, | |
25 | πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.» Οὐ μάτην, φησὶ, ταῦτα προσφέρειν ὑπισχνοῦ‐ μαι τὰ δῶρα· ἀλλὰ μεγάλων παρ’ αὐτοῦ δωρεῶν ἀπολαύσας, ἃς καὶ ὑμᾶς μαθεῖν ἀξιῶ, τοὺς τὸ Θεῖον ἔχοντας σέβας. Οὕτω καὶ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ | |
30 | ἔφη ψαλμῷ· «Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.» Διὰ τούτων δὲ παιδευόμεθα τούτους κοινωνοὺς ἔχειν, καὶ τούτοις διαφερόντως διηγεῖσθαι τὰ θεῖα. «Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσί· μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν | |
35 | ἔμπροσθεν τῶν χοίρων.» Καὶ, «Τὰ μυστήριά μου ἐμοὶ, καὶ τοῖς ἐμοῖς. ιζʹ. «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸν τῷ στόματί μου ἐπεκαλεσά‐ | |
40 | μην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου. Εὐθὺς γὰρ προσενεγκὼν τὴν δέησιν, ἐδεξάμην τὴν αἴτησιν, καὶ εὐφροσύνης πλησθεὶς, εἰς χαριστήριον ὕμνον τὴν γλῶσσαν ἐκίνησα. ιηʹ. «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ | |
45 | εἰσακουσάτω μου Κύριος.» Ὁ δὲ Σύμμαχος, οὕτως· | |
Ἀδικίαν εἰ προεῖδον ἐν τῇ καρδίᾳ μου, μὴ | 1369 | |
80.1372 | εἰσακούσῃ Κύριος. Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι, καὶ τῆς ἐπανόδου τυχεῖν, ἀδικίαν τινὰ δράσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι· ὅτι δὲ οὐ ψεύδομαι, | |
5 | τὰ πράγματα μαρτυρεῖ. ιθʹ. «Διὰ τοῦτο γὰρ εἰσήκουσέ μου ὁ Θεός· προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καθα‐ ρεύοντα γάρ με τοιούτων λογισμῶν θεασάμενος, φιλοτίμως τῶν οἰκείων ἠξίωσε δωρεῶν· οὕτω ταῦτα | |
10 | διηγησάμενος τῶν εὐσεβῶν ὁ χορὸς, εἰς ὕμνον συμ‐ περαίνει τοὺς λόγους. κʹ. «Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ.» Ὕμνοις, φησὶ, τὸν εὐεργέτην ἀμείβομαι, καὶ τὴν | |
15 | προσευχήν μου δεξάμενον, καὶ τὸν ἔλεον δωρησά‐ μενον. [Αὐτὸν γὰρ ἀνυμνεῖν διηνεκῶς τοῖς εἰς αὐ‐ τὸν πιστεύουσι παρακελευόμενος οὐ παύεται.] ΕΡΜΗΝ. ΤΟΥ Ξϛʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις. ψαλμὸς ᾠδῆς τῷ Δα‐ | |
20 | βίδ.» Οὗτος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ἔχει, καὶ πολ‐ λῶν λόγων εἰς ἑρμηνείαν οὐ δεῖται· προκηρύττει γὰρ τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, καὶ τὴν σωτήριον ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. βʹ. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι | |
25 | ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.» Θεασάμενος ὁ Προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώ‐ ποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην ὅτι τάχιστα παρασχεθῆναι, ἵνα τὴν ἐκ ταύτης | |
30 | φυομένην εὐλογίαν τρυγήσωμεν ἅπαντες· [λέγει δὲ ὅτι «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς,» καὶ οὐ τοῦτο μό‐ νον ἀλλὰ καὶ εὐλογήσαι ἡμᾶς· τῷ ὄντι γὰρ, οὐ μό‐ νον εὐλόγησεν, ἀλλὰ καὶ ἠλέησεν· σώσας ἡμᾶς διὰ τῆς ἐκ Παρθένου παρουσίας. Τοῦτο γὰρ λέγει, Ἐπι‐ | |
35 | φάναι τὸ πρόσωπον αὑτοῦ ἐφ’ ἡμᾶς. Εἴδομεν γὰρ αὐτὸν πρόσωπον πρὸς πρόσωπον· ἀλλ’ ὅμως ἄνθρω‐ πον γενόμενον· οὐχ ἕτερόν τινα φορέσαντα, ἀλλ’ αὐ‐ τὸν Θεὸν Λόγον ἀτρέπτως ἐκ Παρθένου γενόμενον εἴ‐ δομεν.] Εἶτα διὰ τῶν ἐπαγομένων ταύτην ἡμᾶς δι‐ | |
40 | δάσκει σαφέστερον. γʹ. «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Ὥστε, φησὶ, καὶ τοὺς τὴν γῆν οἰκοῦντας τὴν πρὸς σὲ φέ‐ ρουσαν ὁδὸν διδαχθῆναι, καὶ πρὸς αὐτὴν ποδηγη‐ θῆναι. Καὶ ἵνα μή τις ὑπολάβῃ περὶ τῆς Ἰουδαίων | |
45 | ταῦτα λέγεσθαι γῆς, εἰκότως προστέθεικε, «Ἐν πᾶ‐ σιν ἔθνεσι τὸ σωτήριόν σου.» Ἱκετεύω, φησὶ, τὸ σὸν ἐπιφανῆναι πρόσωπον· ὥστε καταυγάσαι καὶ τὰ ἐν σκότῳ καθήμενα ἔθνη, καὶ πρὸς σωτη‐ | |
ρίαν ἑλκῦσαι. | 1371 | |
80.1373 | δʹ, εʹ. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφραν‐ θήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη· ὅτι κρι‐ νεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγή‐ | |
5 | σεις.» Διά τοι τοῦτο προσήκει καὶ λαοὺς ἅπαντας, καὶ τὰ κατὰ τὴν οἰκουμένην ἔθνη, εὐφραίνεσθαι καὶ χορεύειν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι. Ἔγνω‐ σαν γὰρ ὅτι οὐδὲν τῶν ὄντων ἀτημέλητον, οὐδὲ ἀκηδεμόνευτον· ἀλλὰ πάντων ὑπάρχεις κριτὴς, | |
10 | δικαίας ἐκφέρων τὰς ψήφους· καὶ ὁδηγῶν μὲν τοὺς πλανωμένους πρὸς τὴν ἀλήθειαν, τοὺς δὲ πεί‐ θεσθαι μὴ βουλομένους κολάζων. ϛʹ. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξ‐ ομολογησάσθωσάν σοι λαοὶ πάντες.» Οὐχ ἁπλῶς τὴν | |
15 | ταυτολογίαν τέθεικεν· ἀλλὰ προθυμοτέρους τοὺς ἀκούοντας ἐργαζόμενος, [καὶ δεικνὺς, ὅτι αὐτός ἐστι Θεὸς καὶ Σωτὴρ ἁπάντων.] ζʹ. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.» Οὐκ ἔτι γὰρ ἀγνοοῦσιν οἱ ἐξ αὐτῆς τὸν ἐπὶ πάντων Θεόν· ὃς, | |
20 | κατὰ τὸν Προφήτην, «ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· μετὰ τοῦτο ἐπὶ γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώ‐ ποις συνανεστράφη·» οὗ δὴ χάριν, τὸν ἥδιστον αὐ‐ τῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν. «Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν. [ηʹ.] | |
25 | Εὐλογήσαι ἡμᾶς.» Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐζήτησεν. Εἰδέναι μέντοι προσήκει, ὡς εὐλογοῦν‐ τες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ | |
30 | δὲ Θεὸς εὐλογῶν, βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν. Εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν. «Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Ὁ μὲν γὰρ εὐλαβῶς περὶ τοὺς θείους | |
35 | διακείμενος νόμους, καὶ τὸ μέλλον δειμαίνων κρι‐ τήριον, διὰ τῆς τούτων φυλακῆς τὸν Θεὸν θεραπεύει· ἡ δὲ θεία θεραπεία τὴν εὐλογίαν προσφέρει. Καὶ αὐτὸ τοίνυν τὸ τέλος οὐκ Ἰουδαίοις, ἀλλὰ πᾶσιν ἀν‐ θρώποις τὸν θεῖον ἔχειν εἰσηγήσατο φόβον· καὶ παι‐ | |
40 | δεύει ὡς αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ τὴν σωτηρίαν τῶν πιστευόντων πραγματευσάμενος. Αἰσχυνέ‐ σθωσαν οἱ δυσσεβοῦντες αἱρετικοὶ, καὶ μὴ ὁμολογοῦν‐ τες αὐτὸν Θεὸν ἐκ Θεοῦ, τὸν μονογενῆ τῷ Πατρὶ Υἱὸν προαιώνιον, τὸν αὐτὸν ἐπ’ ἐσχάτων ἡμερῶν | |
45 | Υἱὸν ἀνθρώπου γενόμενον ἀτρέπτως, ὥς φαμεν, διὰ | |
τὴν τῶν ἀνθρώπων σωτηρίαν. | 1373 | |
80.1376 | ΕΡΜΗΝ. ΤΟΥ ΞΖʹ ΨΑΛΜΟΥ αʹ. «Εἰς τὸ τέλος, τῷ Δαβὶδ ψαλμός.» Ὁρῶν ὁ θεῖος Δαβὶδ τὴν πολιτευομένην παρὰ τοῖς ἀνθρώ‐ ποις ἀσέβειαν, καὶ τοῦ διαβόλου τὴν ἐπικράτειαν, δι‐ | |
5 | δαχθεὶς δὲ ἀπὸ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, ἱκετείαν προσφέρει, ταύτην ὡς τάχιστα γενέσθαι παρακαλῶν. Καὶ δέχεται παραυτίκα τῶν γενησομένων τὴν ἀπο‐ κάλυψιν· καὶ διδάσκεται κατὰ ταυτὸν, καὶ διδάσκει | |
10 | τῆς τε ἀνθρωπείας φύσεως τὴν σωτηρίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ ἁπαξαπλῶς, τὴν παρά‐ δοξον τῶν πραγμάτων μεταβολήν. βʹ. «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐ‐ | |
15 | τοῦ οἱ μισοῦντες αὐτόν.» Καιρὸς, φησὶν, ἀναστῆ‐ ναί σε, Δέσποτα, καὶ τὴν τῶν ἀνθρώπων πραγμα‐ τεύσασθαι σωτηρίαν· παραυτίκα γὰρ ἅπαν εἰς φυ‐ γὴν τραπήσεται τῶν πολεμίων τὸ στίφος, τῇ τῆς σῆς ἐπιφανείας σκεδαννύμενον αἴγλῃ. Ἀνάστασιν δὲ, | |
20 | ὡς πολλάκις εἰρήκαμεν, οὐ μόνον τὴν τῆς μακρο‐ θυμίας παῦλαν καλεῖ, ἀλλὰ καὶ τὸ ἀναστῆναι τὸν Σωτῆρα τοῦ κόσμου διὰ τριῶν ἡμερῶν, ὅτε τὸν ὑπὲρ ἡμῶν ἑκούσιον κατεδέξατο θάνατον· Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς ἐπιεικείᾳ χρωμένους δικαστὰς | |
25 | εἰς τὴν τῶν ἀδικουμένων ἐπικουρίαν διεγείρειν εἰώ‐ θαμεν, διαναστῆναι παρακαλοῦντες, καὶ τῶν ἀδικούν‐ των καταπαῦσαι τὸ θράσος· γʹ. «Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν· ὡς τή‐ κεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦν‐ | |
30 | ται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.» Κα‐ θάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προσβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσπε‐ λάζων, οὕτω, Δέσποτα, τῇ σῇ παρουσίᾳ φροῦδοι γενήσονται παντελῶς τῶν ἀνθρώπων οἱ δυσμενεῖς. | |
35 | Οὓς γὰρ ἁμαρτωλοὺς οἱ Ἑβδομήκοντα εἰρήκασιν, ἀσεβεῖς ὠνόμασαν οἱ ἄλλοι πάντες ἑρμηνευταί· οὕτω δὲ αὐτοὺς καὶ ὁ Ἑβραῖος, καὶ ὁ Σύρος κα‐ λεῖ. δʹ. «Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.» Τούτου | |
40 | δὲ, φησὶ, γινομένου, θυμηδίας ἐμφορηθήσεται ἅπας ὁ τῶν δικαίων χορός. «Ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ· τερφθήτωσαν ἐν εὐφροσύνῃ.» Ἔδειξε διὰ τούτων, ὡς οὐ κατὰ ἀνθρώπων ἐκείνην τὴν ἱκετείαν προσήνεγκεν, ἀλλὰ κατὰ τῶν τοὺς ἀνθρώπους πο‐ | |
45 | λεμούντων δαιμόνων. Ὧν σκεδαννυμένων καὶ φρού‐ δων γενομένων, ἀγάλλεται τὰ ἔθνη, καὶ τὸν σεσω‐ | |
κότα Θεὸν ἀνυμνεῖ. | 1375 | |
80.1377 | εʹ. «ᾌσατε γὰρ, φησὶ, τῷ Θεῷ· ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυ‐ σμῶν. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.» Ἐνταῦθα ὁ προφητικὸς λόγος τοῖς ἱε‐ | |
5 | ροῖς ἀποστόλοις παρεγγυᾷ μετὰ χορείας καὶ ὑμν‐ ῳδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ «Κυρίου πρὸς αὐτοὺς εἰρημένοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς | |
10 | εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Διὰ δὲ τῆς τοιαύτης μαθητείας, καὶ τῆς τοῦ βαπτίσματος παλιγγενεσίας, λεῖα ἐγένετο ἡ τραχεῖα ὁδὸς, καὶ εὐτρεπίζετο τῷ ἐνοικῆσαι ἐν αὐτοῖς, καὶ ἐμπεριπατῆσαι κατὰ τὸν Προφήτην, βου‐ | |
15 | λομένῳ Θεῷ. Ἐπὶ δυσμῶν δὲ αὐτὸν ἐπιβεβηκέναι φησὶ, τὸ κατακεχυμένον τῶν ἀνθρωπίνων ψυχῶν σκότος τηνικαῦτα παραδηλῶν. Τοῦτο μέντοι ὁ Σύμ‐ μαχος ἡρμήνευσε, Καταστρώσατε ὁδὸν τῷ ἐπ‐ οχουμένῳ ἐν γῇ ἀοικήτῳ. Ἀοίκητος δέ ἐστιν ἡ ἔρη‐ | |
20 | μος, ἔρημον δὲ τὰ ἔθνη πολλάκις ἡ θεία Γραφὴ προσ‐ ηγόρευσεν· «Εὐφράνθητι γὰρ, φησὶν, ἔρημος διψῶσα.» Καὶ πάλιν· ὅτι «Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Ταύτης τῆς ἐρήμου, καὶ ἀοικήτου, καὶ τοῦ φωτὸς ἐστερη‐ | |
25 | μένης, καὶ τούτου χάριν δύσεως ὠνομασμένης, ἐπ‐ έβη τῆς δικαιοσύνης ὁ Ἥλιος, καὶ τὸν ζόφον ἐξήλασε, καὶ ναὸν οἰκεῖον εἰργάσατο τὴν ἀοίκητον. «Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ. [ϛʹ.] Τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν.» Οὐ | |
30 | φέρουσι γὰρ αὐτοῦ τὴν ἐπιφάνειαν, δίκαιον αὐ‐ τὸν κριτὴν ἐπιστάμενοι. Διὰ γὰρ τῆς τῶν χηρῶν κη‐ δεμονίας, καὶ τῆς τῶν ὀρφανῶν ἐπιμελείας, τὸ δί‐ καιον αὐτοῦ τῆς προνοίας ἐδήλωσε. Ταύτην τῶν δαι‐ μόνων τὴν ταραχὴν καὶ τὸ δέος, καὶ τῶν θείων | |
35 | Εὐαγγελίων ἡμᾶς ἡ ἱστορία διδάσκει· Ἀκούομεν γὰρ αὐτῶν λεγόντων· «Τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶσ»—«Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.» Ἐπειδὴ εἶπεν· «Ἀναστήτω ὁ Θεὸς,» καί· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυ‐ | |
40 | σμῶν,» εἰκότως τοῦτο προστέθεικε, μονονουχὶ λέ‐ γων, Μηδεὶς ἡγείσθω τὸν τῶν ὅλων Θεὸν μετα‐ βάσει χρώμενον τὰς οἰκονομίας ποιεῖσθαι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Οὐδεὶς ἀνα‐ βέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κα‐ | |
45 | ταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» | 1377 |
80.1380 | Καὶ διὰ τούτων γὰρ τὸ τῆς θείας φύσεως ἀπερί‐ γραφον ἔδειξε· καὶ ἐδίδαξεν, ὡς κατελήλυθε, καὶ κάτω διάγων, καὶ τοῖς ἀνθρώποις συμπολιτευό‐ μενος, καὶ ἐν οὐρανῷ ἦν, καὶ τοῦ Πατρὸς οὐκ ἐκε‐ | |
5 | χώριστο. ζʹ. «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ· ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις.» Μονοτρόπους καλεῖ, τοὺς ἕνα σκοπὸν ἔχοντας, καὶ | |
10 | τῆς ἀρετῆς μόνης ἐπιμελεῖσθαι προαιρουμένους, καὶ μὴ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένους. Τούτους ἐν τῷ οἴκῳ τῷ θείῳ κατοικίζεσθαι λέ‐ γει. Πεπεδημένους δὲ, τοὺς τὰ τῆς ἁμαρτίας πε‐ ρικειμένους δεσμά· οὓς λυομένους ἀνδρείους ἀποτε‐ | |
15 | λεῖσθαι προείρηκε. Τοιοῦτος ἦν ὁ Ματθαῖος, τοιοῦτος ὁ Ἰάκωβος ὁ Ἀλφαίου, τοιοῦτος ὁ Ζακχαῖος· οἳ τῶν τῆς ἀδικίας ἀπαλλαγέντες δεσμῶν, ἀνδρικῶς μάλα τὸν κατὰ τοῦ πεδήσαντος ἀνεδέξαντο πόλεμον. Οὐ μόνον δὲ, φησὶ, τοὺς πεπεδημένους ἀνδρείους ἐργά‐ | |
20 | ζεται· ἀλλὰ καὶ τοὺς εἰς ἄκρον δυσσεβείας ἐλη‐ λακότας, καὶ ὡς ἐν τάφοις δυσώδεσι, τοῖς οἰκείοις σώ‐ μασι κατοικοῦντας. Καὶ τούτους γὰρ μετ’ ἐκείνων ἀξιώσει τῆς σωτηρίας. ηʹ, θʹ. «Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐν μέσῳ τοῦ | |
25 | λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὁ Θεὸς, προερχο‐ μένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ τῆς ἀοικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ ἔσταξε. | |
30 | Μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ἔρημον ἐκείνην καὶ ἀοίκητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησας μὲν τὴν γῆν, καὶ συνέσεισας· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ἐπέσταξας Γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυροῦ· τότε γὰρ ἡ γῆ | |
35 | ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν· [καὶ τὸ πᾶν τῆς γῆς ἐκλονεῖτο, τὸν Δημιουργὸν τοῦ παντὸς αἰ‐ σθήσει τινὶ θεώμενον, ἐπὶ σταυροῦ κρεμάμενον·] τὸ δὲ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον. Τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις, οἷόν τινας | |
40 | δρόσου ψεκάδας μιμουμένη, τοῖς ἀποστόλοις. Εἶ‐ τα σαφέστερον Ἰουδαίους διδάσκων τὸν πάντα ταῦ‐ τα δρῶντα, ἐπήγαγεν. «Ἀπὸ προσώπου τοῦ Θεοῦ | |
τοῦ Σινᾶ· ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ.» Ὁ | 1379 | |
80.1381 | γὰρ ἐν τῷ Σινᾶ ὄρει, φησὶ, τοῖς ἡμετέροις προγό‐ νοις φανεὶς, οὗτος καὶ τὴν γῆν ἔσεισε παρὰ τὸν τοῦ πάθους καιρὸν, τὴν ὑμετέραν διελέγχων μανίαν, καὶ τὴν τοῦ Πνεύματος ἐδωρήσατο χάριν. | |
5 | ιʹ. «Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονο‐ μίᾳ σου.» Ἅσπερ ἄνω ψεκάδας ἐκάλεσεν, ἐν‐ ταῦθα ὑετὸν προσηγόρευσε. Πρὸς γὰρ τὴν χρείαν τῶν μανθανόντων ἐχορηγεῖτο τοῖς διδασκάλοις ἡ χά‐ ρις. Ὑετὸν γὰρ τῆς διδασκαλίας τὴν ἀρδείαν καλεῖ· | |
10 | ἑκούσιον δὲ αὐτὴν προσηγόρευσε, διὰ τὸ τῆς γνώ‐ μης αὐθαίρετον. Οὐ γὰρ ἀνάγκῃ τις ἄρδεται, ἀλλὰ τῇ διδασκαλίᾳ πειθόμενος, ἀπολαύει τῆς χάριτος. «Καὶ ἠσθένησε· σὺ δὲ κατηρτίσω αὐτήν.» Ἠσθε‐ νηκέναι οὐ [βροχὴν, ἀλλὰ] τὴν κληρονομίαν ἔφη | |
15 | ἀσθένειαν δὲ τὰς τῶν δυσσεβῶν ἐπαναστάσεις ἐκά‐ λεσεν. Οὕτως καὶ ὁ Κύριος πρὸς τὸν Παῦλον ἔφη· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλὰ καὶ ἐν τῷ τῆς ἐπανα‐ στάσεως καιρῷ, σὺ βεβαιοῖς καὶ στηρίζεις τοὺς | |
20 | ἀθλητάς. Τούτους γὰρ ἔχεις κληρονομίαν, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου, τὰ πέρατα τῆς γῆς.» Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἣν ἐξεποίησας καὶ ἥδρα‐ | |
25 | σας· Ὁ δὲ Ἀκύλας σαφέστερον, Καὶ μεμοχθη‐ κυῖαν σὺ ἥδρασας. Καμοῦσαν γὰρ ἐν τοῖς δι‐ ωγμοῖς ἀτρεμῆ διεφύλαξας. ιαʹ. «Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ.» Ζῶα Θεοῦ τοὺς ἱεροὺς ἀποστόλους καλεῖ· ὧν ἐπιβὰς τὴν | |
30 | πλάνην ἐξήλασε, καὶ τοὺς ἀνθρώπους εἰς θεογνω‐ σίαν ἐπέστρεψεν. Οὕτω καὶ περὶ τοῦ Παύλου φησίν· «Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστά‐ σαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ.» Τούτου χάριν ἵππους αὐτοὺς ὁ | |
35 | θεῖος ὠνόμασεν Ἀβακούμ· «Ἐπεβίβασας γὰρ, φη‐ σὶν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.» Τούτους οἰκεῖν ἐν τῇ τοῦ Θεοῦ κλη‐ ρονομίᾳ, τουτέστιν ἐν τοῖς ἔθνεσιν, ὁ προφητικὸς ἐθέσπισε λόγος. Οἰκοῦσι δὲ μέχρι καὶ τήμερον, οὐ | |
40 | μόνον ταῖς θήκαις τῶν σωμάτων ἁγιάζοντες τοὺς πελάζοντας· ἀλλὰ καὶ τῇ διδαχῇ τῶν συγγραμ‐ μάτων τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπιστρέφοντες. «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ Θεός.» Ταῦτα δὲ, φησὶ, τῇ πτωχῇ τῶν ἀνθρώπων φύσει διὰ | |
45 | τὴν σὴν ἐδωρήσω χρηστότητα. ιβʹ. «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Οὓς ἄνω ζῶα προσηγόρευσεν, εὐαγ‐ | |
γελιστὰς ἐνταῦθα καλεῖ. Καὶ ἐπειδὴ ἁλιεῖς ἦσαν, | 1381 | |
80.1384 | καὶ τελῶναι, καὶ σκυτοτόμοι, ἐχειροτονήθησαν δὲ φιλοσόφων, καὶ σοφιστῶν, καὶ ῥητόρων, καὶ τῶν ἐπὶ εὐγλωττίᾳ βρενθυομένων διδάσκαλοι, εἰκότως διδάσκει πόθεν ἀρυόμενοι τῆς διδασκαλίας τὰ νάμα‐ | |
5 | τα, τὴν ἀρδείαν προσφέρουσιν. ιγʹ. «Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σου διελέσθαι σκῦλα.» Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἔδωκε ῥήσεις τοῖς εὐαγγελιζομένοις στρατιᾷ πολλῇ. Βασιλεῖς τῶν | |
10 | στρατιῶν ἠγαπήθησαν· ἀγαπητοὶ ἐγένοντο, καὶ ἡ δίαιτα τοῦ οἴκου διανεμεῖ λάφυρα. Καλεῖ δὲ στρατιὰν πολλὴν, τοὺς πεπιστευκότας· οὕτω δὴ καὶ ὁ Ἀπόστολος Τιμοθέῳ γράφων λέγει· «Στρατεύου τὴν καλὴν στρατείαν.» Καί· «Οὐδεὶς | |
15 | στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγμα‐ τείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Βασιλεῖς δὲ στρατιῶν, τοὺς τούτων διδασκάλους ὠνόμασεν· οὓς ἠγαπῆσθαι, καὶ ἀγαπητοὺς ὀνομάζεσθαί φησιν. Οὕτω δὲ αὐτοὺς καὶ ὁ Κύριος καλεῖ· «Ὑμεῖς φίλοι | |
20 | μού ἐστε. Οὐκ ἔτι καλέσω ὑμᾶς δούλους, ἀλλὰ φί‐ λους.» Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος λέγει· «Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς.» Καί· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Λάφυρα δὲ καλεῖ, τοὺς πάλαι μέλη τὰ οἰκεῖα δοῦλα | |
25 | τῆς ἁμαρτίας πεποιηκότας, καὶ τῷ διαβόλῳ ταῦτα εἰς δουλείαν ἐκδεδωκότας. Τούτους δὲ τοῖς ἱεροῖς διένειμεν ἀποστόλοις· τὸν μὲν Ῥωμαίων, τὸν δὲ Ἑλ‐ λήνων διδάσκαλον προστησάμενος· καὶ τοὺς μὲν Ἰν‐ δῶν, τοὺς δὲ Αἰγυπτίων κήρυκας ἀποφήνας. Ταῦτα | |
30 | τοῖς ἱεροῖς ἀποστόλοις τὰ λάφυρα ἡ τοῦ οἴκου ὡραιό‐ της διένειμεν. Οἶκος δὲ τοῦ Θεοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, οἱ πεπιστευκότες. Ὡραιότης δὲ τοῦ οἴκου, ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡ τοῦτον ὡραΐζουσά τε καὶ λαμπρύνουσα τῇ παντοδαπῇ φιλο‐ τιμίᾳ τῶν δωρεῶν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπαγομένων ἐδίδαξεν. | |
35 | ιδʹ. «Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ με‐ τάφρενα αὐτῆς, ἐν χλωρότητι χρυσίου.» Πτέρυγας δὲ καλεῖ περιστερᾶς, τὴν χάριν τοῦ Πνεύματος. Ἐν εἴδει γὰρ περιστερᾶς παρὰ τὰ Ἰορδάνεια ἐπεφοίτησε | |
40 | ῥεῖθρα. Ταύτης δὲ τὰς μὲν πτέρυγας, περιηργυ‐ ρῶσθαί φησι· τὰ δὲ μετάφρενα κεκοσμῆσθαι χρυ‐ σίῳ. Τὰ μὲν γὰρ ἁπλούστερα, καὶ εὐκολώτερα, τοῖς ἁπλουστέροις προσφέρει· τοῖς δὲ τελειοτέροις, τὰ βαθύτερα. «Τὰ γὰρ μυστήριά μου ἐμοὶ καὶ τοῖς | |
45 | ἐμοῖς.» Καὶ τοὺς μὲν, ὡς ἀτελεῖς, γάλα ποτίζει· | 1383 |
80.1385 | τοῖς δὲ τὴν στερεὰν προσφέρει τροφήν. Κλήρους δὲ καλεῖ τὰς δύο διαθήκας. Λέγει τοίνυν ἐν ἑκατέρᾳ διδασκαλίᾳ, Προσέλθετε καὶ ὄψεσθε τὴν παντοδαπὴν τοῦ ἁγίου Πνεύματος χάριν. Οὐχ ἁπλῶς μέντοι | |
5 | προσελθεῖν, ἀλλὰ καὶ διηνεκῶς προσεδρεῦσαι προσ‐ έταξε. Τοῦτο γὰρ ἐκάλεσε κοιμηθῆναι· ὡς τοῦ καθεύδοντος ἀκινήτου μένοντος. ιεʹ. «Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασι‐ λεῖς ἐπ’ αὐτῆς, χιονωθήσονται ἐν Σελμών.» Καὶ | |
10 | ἄνω βασιλεῖς τοὺς ἀποστόλους ἐκάλεσεν, ὡς κλη‐ ρονόμους τῆς βασιλείας τῶν οὐρανῶν· ὡς καὶ ἐν τῷ μδʹ ψαλμῷ ἄρχοντας προσηγόρευσε· Καταστή‐ σεις γὰρ αὐτοὺς, φησὶν, ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Προλέγει δὲ τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτη‐ | |
15 | σιν, τὴν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενομέ‐ νην, καθ’ ἣν αὐτοὶ τῆς τῶν γλωσσῶν διαφορᾶς τὴν χάριν ἐδέξαντο. Λέγει τοίνυν, ὡς κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ τὴν τῆς οἰκουμένης αὐτοῖς διαιρεῖ βα‐ σιλείαν, καὶ τῷ μὲν τούτων τῶν ἐθνῶν, τῷ δὲ ἐκείνων | |
20 | προστάττειν κελεύει, λαμπρυνεῖ αὐτοὺς, καὶ χιόνι δείξει παραπλησίους· προλέγει δὲ καὶ τὸν τόπον, ἐν ᾧ ταῦτα γενήσεται. Σελμὼν γὰρ τὴν Ἱερουσαλὴμ ὠνόμασεν· ἐν ἐκείνῃ γὰρ διάγων ὁ τῶν ἀποστόλων χορὸς, τῆς τοῦ παναγίου Πνεύματος ἀπ‐ | |
25 | ήλαυσε χάριτος. ιϛʹ. «Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρω‐ μένον, ὄρος πῖον.» Οὓς ἐκάλεσε ζῶα, καὶ εὐαγ‐ γελιστὰς, καὶ βασιλεῖς, καὶ ὄρος ὀνομάζει. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Οὐ | |
30 | δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·» οὕτω καὶ ὁ Ἡσαΐας βοᾷ· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέ‐ ραις ἐμφανὲς τὸ ὄρος Κυρίου.» Πῖον δὲ αὐτὸ καὶ τετυρωμένον καλεῖ, ὡς πολλὴν τροφὴν ταῖς ἐν αὐτῷ νεμομέναις ἀγέλαις παρέχον, καὶ πολλὴν | |
35 | ὑπὸ τῆς θείας χάριτος δεξάμενον τὴν πιό‐ τητα. ιζʹ. «Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ.» Ὁ δὲ Ἀκύλας οὕτως· Εἰς τί ἐρίζετε, ὄρη ὠφρυωμένα, | |
40 | τὸ ὄρος ὃ ἐπεθύμησε ὁ Θεὸς τοῦ καθίσαι ἐπ’ αὐ‐ τό; Πρὸς Ἰουδαίους ὁ προφητικὸς ἀποτείνεται λό‐ γος, καὶ πρὸς τοὺς παρανόμους τῶν αἱρετῶν συλ‐ λόγους· οἳ Ἐκκλησίας σφᾶς ἑαυτοὺς ὀνομάζουσι· | |
καί φησι, Τί ποτε ἐρίζειν καὶ παρισοῦσθαι ἀλα‐ | 1385 | |
80.1388 | ζονεύεσθε τῷ ὄρει, ὃ οἰκητήριον ἀπέφηνεν ὁ Θεός, «Καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Οὐ γὰρ ὡς παρ’ ὑμῖν, ὦ Ἰουδαῖοι, ῥητόν τινα ᾤκησε χρόνον, οὕτως καὶ ἐν τούτῳ διάξει· ἀλλ’ αἰώνιον | |
5 | ἐν τούτῳ σχήσει τὴν οἴκησιν. Τοῦτο γὰρ δηλοῖ τὸ, εἰς τέλος. ιηʹ. «Τὸ ἅρμα τοῦ Θεοῦ, μυριοπλάσιον χιλιάδες εὐθηνούντων.» Οὐ γὰρ ὡς παρ’ ὑμῖν, ὦ Ἰου‐ δαῖοι, ὀλίγους ἔσχεν ἁγίους, ὧν ἐπέβη, καὶ οἷς ἐκοι‐ | |
10 | νώνησεν, οὕτω καὶ νῦν σχήσει. Μυριοπλάσιοι γὰρ ἐκείνων, οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι. Καὶ ἀριθμοῦ κρείττους χιλιάδας καὶ μυριάδας εὐθηνούντων, καὶ καρποφορούντων τῷ Θεῷ τὴν εὐσέβειαν, ἡ νέα ἔχει κληρονομία, ἰθυνομένας καὶ τῶν στεφάνων ἀξιου‐ | |
15 | μένας, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπει‐ γομένας. «Κύριος ἐν αὐτοῖς, ἐν Σιναῒ, ἐν τῷ ἁγίῳ» Ὁ ἐν τῷ Σινᾷ, φησὶ, τοῖς ἡμετέροις προγόνοις ἐπι‐ φανεὶς, αὐτὸς καὶ τούτους ἡνιοχεῖ. Οὐ γὰρ ἄλλος ἐκεῖνος, καὶ ἄλλος οὗτος. «Ὁ γὰρ αὐτὸς Κύριος | |
20 | πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.» Οὕτω δείξας ὁ προφητικὸς λόγος κατα‐ βεβηκότα, καὶ καταλύσαντα τῶν πολεμίων τὸ στίφος, δείκνυσιν αὐτὸν ἀνιόντα, καὶ τοῖς πάλαι αἰχμαλώ‐ τοις τὴν ἐλευθερίαν δωρούμενον. | |
25 | ιθʹ. «Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλω‐ σίαν.» Ἡ ἀνάβασις δηλοῖ τὴν κατάβασιν· καὶ μάρτυς ὁ Ἀπόστολος λέγων· «Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς | |
30 | ὑπεράνω πάντων τῶν οὐρανῶν.» ᾘχμαλώτευσε δὲ αἰχμαλωσίαν, τοὺς πάλαι γεγενημένους αἰχμαλώτους ἀπολαβών· καὶ οἱονεὶ ἀνταιχμαλωτίσας, καὶ τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενος. «Ἔλαβες δόματα ἐν ἀνθρώποις.» Ὁ Ἀπόστολος ἔδωκεν εἴρηκεν· | |
35 | ἀμφότερα δὲ γεγένηνται. Λαμβάνων γὰρ παρὰ τῶν προσιόντων τὴν πίστιν, δωρεῖται τὴν χάριν. [Οὕτω γὰρ ὁ τῶν ἀποστόλων πιστεύσας χορὸς, ὅτι Θεὸς ἐκ Θεοῦ ὑπάρχει, τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμος ἀνεδείχθη· οὕτω μυριάδες τῶν ἀθλοφό‐ | |
40 | ρων καὶ τῶν ἐπὶ πολιτείᾳ σεμνῶς βιοτευσάντων ὑπὲρ Θεοῦ ποιούμενοι τοὺς λόγους ἐδοξάσθησαν.] «Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.» Τοῦτο σαφέστε‐ ρον ὁ Ἀκύλας ἡρμήνευσε, καίπερ ἀπειθεῖς τοῦ κατα‐ σκηνῶσαι. Οὐκ ἀπέβλεψας, φησὶν, εἰς τὴν προτέ‐ | |
45 | ραν αὐτῶν ἀπείθειαν· ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν, ἐπέμεινας εὐεργετῶν, ἕως αὐτοὺς οἰκητήριον οἰκεῖον | |
ἀπέφῃνας. | 1387 | |
80.1389 | κʹ. «Κύριος ὁ Θεὸς εὐλογητός· εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν.» Εἰκότως ὁ Προφήτης εἰς ὑμνῳδίαν τὴν γλῶτταν ἐκίνησεν. Ἀεὶ, φησὶν, ὑμνεῖ‐ σθαι δίκαιος εἶ, τοσαύτῃ φιλανθρωπίᾳ χρησάμενος. | |
5 | «Κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.» Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομαλίσει, ὥστε τοσούτων μὴ δια‐ μαρτεῖν ἀγαθῶν. καʹ. «Ὁ Θεὸς ἡμῶν ὁ Θεὸς τοῦ σώζειν.» Παρ‐ | |
10 | έξει δὲ τοῦτο σωτηρίας ὑπάρχων πηγή. «Καὶ τοῦ Κυρίου Κυρίου, αἱ διέξοδοι τοῦ θανάτου.» Αὐτὸς γὰρ διήνοιξεν ἡμῖν καὶ τὴν ἀδιεξόδευτον τοῦ θανάτου φρουρὰν, καὶ συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Καὶ τοῦτο διὰ τῶν ἐπαγομέ‐ | |
15 | νων ἐδήλωσε· κβʹ. «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὑ‐ τοῦ· κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμε‐ λείαις αὑτῶν.» Ἤνοιξεν ἡμῖν, φησὶ, τοῦ θανάτου τὰς θύρας, συνθλάσας τὰς τῶν ἐχθρῶν κεφαλὰς, | |
20 | τῶν διερευνωμένων τῶν ἀνθρώπων τὰς πλημμελείας, καὶ μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀνερευνήτους ἀν‐ εχομένων καταλιπεῖν. Λέγει δὲ διὰ τῆς τριχὸς, τὸ σμικρότατον πλημμέλημα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοῖς ἁμαρτάνουσιν ὁ Θεὸς ὥρισε τὸν θάνατον | |
25 | ἐπιτίμιον. Διερευνῶν δὲ ὁ διάβολος, οἷόν τις πικρὸς δήμιος, τῶν ἀνθρώπων τὸν βίον, οὐδὲ τὸ σμικρότατον ἀνέχεται παριδεῖν, ἀλλὰ τῷ θανάτῳ παραπέμπει τὴν φύσιν. Τὴν αὐτὴν τοίνυν περικείμενον φύσιν θεα‐ σάμενος τὸν Δεσπότην Χριστὸν, προσῆλθεν ἐπιζητῶν | |
30 | τοῦ θανάτου τὰ αἴτια. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ἀλλ’ ὅμως καὶ μηδὲν εὑρὼν, ἀδίκως τῷ θανάτῳ παρ‐ έδωκε. Τοῦτο τὸ ἀδίκημα ἐκείνου μὲν τὸ κράτος | |
35 | κατέλυσε, τοῖς δὲ ἀνθρώποις τὸν ᾅδην ἠνέῳξεν· ἅπερ ἐν τοῖς Περὶ τῆς Προνοίας λόγοις διὰ πλειόνων ἐῤῥήθη. Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τὸν διά‐ βολον ἔχειν ἔφη τοῦ θανάτου τὸ κράτος. κγʹ. «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω· ἐπι‐ | |
40 | στρέψω ἐν βυθοῖς θαλάσσης.» Ὁ δὲ Σύμμαχος οὕτως· Εἶπε Κύριος, Ἀπὸ Βασὰν ἐπιστρέψω, ἀπὸ βυ‐ θῶν θαλάσσης. Ἡ Βασὰν δὲ ἑρμηνευομένη τὴν αἰσχύνην δηλοῖ. Αἰσχύνη δὲ τῆς ἁμαρτίας | |
καρπός. Ἀπὸ ταύτης τοίνυν ἡμᾶς ὁ τῶν ὅλων | 1389 | |
80.1392 | Θεὸς ἐπιστρέψει· καὶ ἀπὸ τῶν τῆς θαλάσσης βυ‐ θῶν. Τίς δὲ ὁ τῆς θαλάσσης βυθὸς, αὐτὸς διδάσκει ὁ Προφήτης. βοῶν, «Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.» [Μή με | |
5 | καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.] κδʹ. «Ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι· ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὅπως ἂν συγκατεάξῃ | |
10 | ὁ πούς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου. Ἐπειδὴ γὰρ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα, τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει | |
15 | τῷ λόγῳ, καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς, καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Οὕτω καὶ διὰ Ἡσαΐου βοᾷ· «Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐδεὶς ἦν μετ’ ἐμοῦ· συνεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου, | |
20 | [καὶ συνέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου,] καὶ κατ‐ ήγαγον εἰς γῆν τὸ αἷμα αὐτῶν· καὶ κατεῤῥαντίσθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου.» κεʹ. «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός· αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως, τοῦ ἐν τῷ | |
25 | ἁγίῳ.» Πορείας τοῦ ἁγίου τὰς οἰκονομίας καλεῖ, ἅγιον δὲ, τὸν ἐκ σπέρματος Δαβὶδ ἀνειλημμένον ναόν. Δήλη, φησὶ, πᾶσιν ἀνθρώποις ἡ σὴ γέγονε προμήθεια, καὶ τὰς διαφόρους σου οἰκονομίας δι‐ έγνωσαν ἅπαντες. | |
30 | κϛʹ. «Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλ‐ λόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.» Ἐντεῦ‐ θεν λοιπὸν τῶν Ἐκκλησιῶν τὴν εὐφροσύνην διδάσκει. Ἄρχοντας δὲ καλεῖ τοὺς ἱεροὺς ἀποστό‐ λους, ὡς τούτων ἀρχιτέκτονας γενομένους, νεανίδας | |
35 | δὲ τυμπανιστρίας, τὰς τὴν παρθενίαν ἀσκούσας, καὶ τὴν θείαν μελῳδίαν τῷ Θεῷ προσφερούσας Εἶτα σαφέστερα τὰ εἰρημένα ποιεῖ. κζʹ. «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Ἔδειξε τῆς παλαιᾶς διαθήκης | |
40 | τὴν παῦλαν· εἶς γὰρ ἦν ὁ τῶν Ἰουδαίων ναός· ἐν‐ ταῦθα δὲ τῶν ἐκκλησιῶν προθεσπίζει τὸ πλῆθος· ἐν αἷς ἐκ τῶν Ἰσραηλιτικῶν πηγῶν ὑμνεῖσθαι κελεύει τὸν τῶν ὅλων Κύριον. Πηγαὶ δὲ Ἰσραὴλ εἰκότως ἂν κληθεῖεν αἱ προφητικαὶ βίβλοι, ἐξ ὧν τῷ Θεῷ | |
45 | τὴν μελῳδίαν προσφέρομεν. Ἐπειδὴ δὲ πρὸς ταῖς | 1391 |
80.1393 | προφητικαῖς καὶ τὰς ἀποστολικὰς ἡμῖν πηγὰς ἐδωρήσατο, εἰκότως ἐπάγει· κηʹ. «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.» Ὁ δὲ Ἀκύλας, Ἐκεῖ Βενιαμὶν βραχὺς, ἐπικρα‐ | |
5 | τῶν αὐτῶν· κατὰ δὲ τὸν Θεοδοτίωνα, παιδευτὴς αὐτῶν. Βενιαμὶν δὲ νεώτερος, ὁ μακάριος Παῦ‐ λος, ὁ ἐκ τῆς Βενιαμίτιδος βλαστήσας φυλῆς· νεώ‐ τερος, ὡς μετὰ πάντας κληθεὶς καὶ προσαγο‐ ρευόμενος· ἄλλως τε καὶ νεανίαν αὐτὸν ἡ τῶν | |
10 | Πράξεων ἱστορία καλεῖ. Οὗτος ἐπικρατεῖ τῆς Ἐκ‐ κλησίας, καὶ παιδεύει τὰ θεῖα, καὶ ποδηγεῖ πρὸς σωτηρίαν τοὺς βουλομένους. Ἐγένετο δὲ καὶ ἐν ἐκ‐ στάσει μαθὼν ἐν οὐρανοῖς εἶναι τὸν ὑπ’ αὐτοῦ διωκόμενον, καὶ νεκρὸν νομιζόμενον. Ἐπειδὴ δὲ οὐ | |
15 | μόνον ὁ μακάριος Παῦλος, ἀλλὰ καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τὰ θεῖα τοὺς πιστεύοντας ἐκπαι‐ δεύει, εἰκότως καὶ τούτων ὁ προφητικὸς ἐμνημό‐ νευσε λόγος. «Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.» Ἐκ | |
20 | γὰρ τούτων τῶν φυλῶν τὸ γένος οἱ λοιποὶ κατ‐ ῆγον ἀπόστολοι. Καὶ οἱ μὲν καλούμενοι ἀδελφοὶ τοῦ Κυρίου, τὴν Ἰούδα φυλὴν πάντως εἶχον πηγήν. Πέ‐ τρος δὲ, καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάν‐ νης, καὶ Φίλιππος, ἀπὸ Βεθσαϊδᾶ τῆς κώμης ἐτύγ‐ | |
25 | χανον ὄντες. Ματθαῖος δὲ καὶ Ἰάκωβος ἐν τῇ Καπερναὺμ διάγειν ἱστόρηνται. Σίμων ὁ ζηλωτὴς Χανανίτης ὠνόμασται. Ταῦτα δὲ πάντα χωρία τῆς Γαλιλαίας ἐστί. Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον εἶχον τὸν κλῆρον. Καὶ τούτου μάρτυρες δύο· ὁ μὲν | |
30 | προφήτης, ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρτυρίαν προφέρων. Φασὶ δὲ οὕτως· «Γῆ Ζαβουλὼν, καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος | |
35 | ἐν σκότει εἶδε φῶς μέγα.» κθʹ, λʹ. «Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ.» Ὁ δὲ Σύμμαχος οὕτως· Πρόσταξον, ὁ Θεὸς, περὶ ἰσχύ‐ | |
40 | ος σου· ἐνίσχυσον, ὁ Θεὸς, τοῦτο ὃ ἐποίησας | |
ἡμῖν, διὰ τὸν ναόν σου τὸν ἐπάνω τῆς Ἱερου‐ | 1393 | |
80.1396 | σαλήμ. Βεβαίωσον, φησὶν, ἣν ἐδωρήσω, Δέσποτα, χάριν, διὰ τὸν ναόν σου, ὃν ἐξ ἡμῶν ἀνείληφας· ὃν ἐκάθισας ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, | |
5 | οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλ‐ λοντι. Ἱερουσαλὴμ γὰρ τὴν ἄνω πόλιν καλεῖ, περὶ ἧς ὁ μακάριος Παῦλος λέγει· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάν‐ των ἡμῶν.» Αἰτοῦσι τοίνυν διὰ τὴν πρὸς τὸν | |
10 | ναὸν συγγένειαν, τὴν δεδομένην βεβαιωθῆναι χάριν· καὶ διὰ τὴν ἀπαρχὴν, τῆς παρασχεθείσης δωρεᾶς ἀπολαῦσαι τὸ φύραμα. Ἐντεῦθεν προλέγει καὶ τὴν τῶν βασιλέων μεταβολήν. «Σοὶ οἴσουσι βασιλεῖς δῶρα.» Τοῦ γὰρ διώκειν παυσάμενοι, τὸ πρέπον | |
15 | ὡς Θεῷ προσοίσουσι σέβας· καὶ ὥσπερ αὐτοὶ δα‐ σμὸν παρὰ τῶν ὑπηκόων λαμβάνουσιν, οὕτως αὐ‐ τοὶ, καθάπερ δοῦλοι καὶ ὑπήκοοι, δῶρά σοι προσ‐ κομιοῦσι. Καὶ τούτου μάρτυρες οἱ ὀφθαλμοὶ θεω‐ ροῦντες τὴν τῆς προφητείας ἀλήθειαν. | |
20 | λαʹ. «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Ἔνια δὲ τῶν ἀντιγράφων δρυμοῦ ἔχει. Εἴτε δὲ δρυμὸς, εἴτε κάλαμος, ἡ ἀκαρπία διὰ τούτων ση‐ μαίνεται. Ταῦτα δὲ οἰκητήριον ἔχει τὰ ἀνόητα θηρία, ἃ καὶ διὰ τῆς θείας ἐπικλήσεως ὁ Προφή‐ | |
25 | της [ἡμᾶς] ἐξελαύνειν ἐδίδαξεν. «Ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ.» Ταύρους καλεῖ τὴν τῶν Ἰουδαίων πληθὺν, διὰ τὴν συνήθη θρασύτητα· δαμάλεις δὲ λαῶν τοὺς | |
30 | ἐξ ἐθνῶν πεπιστευκότας ὠνόμασε, διὰ τὸ νέον τῆς κλήσεως. Προλέγει τοίνυν ὁ προφητικὸς λόγος, τὰς ἐν ἀρχῇ τοῦ κηρύγματος κατὰ τῶν εὐσεβῶν γεγενη‐ μένας τῶν Ἰουδαίων ἐπαναστάσεις. Τοῦτο δὲ, φησὶ, δρῶσιν, ἐκκλεῖσαι αὐτοὺς βουλόμενοι, καὶ τῆς δε‐ | |
35 | δομένης εὐκληρίας στερῆσαι· οἵ τινες δίκην ἀργυ‐ ρίου πυρωθέντες, ἀπεφάνθησαν δόκιμοι. Τοῦτο περὶ αὐτῶν καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ζηλοῦ‐ σιν ὑμᾶς οὐ καλῶς· ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέλου‐ σιν.» Ἐπειδὴ δὲ καὶ ἐν τοῖς ἔθνεσιν ἦσαν οἱ | |
40 | ἀντιλέγοντες, καὶ παντοδαπὰς ἁγίων σφαγὰς ἐργαζόμενοι, εἰκότως καὶ περὶ τούτων φησί· «Δια‐ σκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Οὕτω περὶ τῶν ἀντιλεγόντων θεσπίσας, μεταφέρει τὸν | |
λόγον εἰς τοὺς πιστεύσαντας. | 1395 | |
80.1397 | λβʹ. «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.» Τῆς Αἰγύπτου δὲ προτέρας ἐμνημόνευσεν, ὡς τῆς ἀσε‐ βείας ἀναδησαμένης πάλαι τὸ κράτος. Μέμνηται δὲ αὐτῶν καὶ ἡ τῶν Πράξεων ἱστορία, διηγουμένη | |
5 | τοὺς συνειλεγμένους κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν, ἐν ᾗ τοῦ παναγίου Πνεύματος τοῖς ἀπο‐ στόλοις ἐπεφοίτησεν ἡ χάρις. «Αἰθιοπία προ‐ φθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.» Τέλους καὶ τοῦτο τετύχηκε. Καὶ μάρτυς ὁ εὐνοῦχος Κανδάκης τῆς | |
10 | βασιλίσσης τῶν Αἰθιόπων, ὃν ὁ Φίλιππος πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. Εἶτα πάσης τῆς οἰκουμένης τὰς βασιλείας καλεῖ. λγʹ. «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ· ψάλατε τῷ Κυρίῳ.» Ἅπαντες, φησὶν, οἱ κατὰ | |
15 | τὴν οἰκουμένην, δέξασθε τῆς θεογνωσίας τὸ φῶς· καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας προσενέγκατε ὑμν‐ ῳδίαν. λδʹ. «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐ‐ ρανοῦ κατὰ ἀνατολάς.» Ὁ γὰρ Δεσπότης Χρι‐ | |
20 | στὸς οὐ μόνον εἰς τὸν ὁρώμενον οὐρανὸν ἀνελή‐ λυθεν, ἀλλὰ καὶ εἰς τὸν ὑπέρτερον, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης, ἐν ὑψηλῷ ὑπερῴῳ τῆς οἰκείας ἀνατολῆς, τὰς ἀκτῖνας πᾶσι καταπέμπων ἀνθρώποις.» Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν | |
25 | δυνάμεως.» Σημαίνει δὲ διὰ τούτων, τὴν μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν γενομένην τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν. Δύναμιν γὰρ ταύτην καὶ ὁ Κύριος προσηγόρευσε. «Μείνατε γὰρ, φησὶν, ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ | |
30 | ὕψους.» Ταύτης δὲ τῆς φωνῆς καὶ ὁ μακάριος μέμνηται Λουκᾶς λέγων· «Ἐγένετο δὲ φωνὴ ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι.» λεʹ. «Δότε δόξαν τῷ Θεῷ.» Ἔοικε τοῦτο τῇ τοῦ | |
35 | Ἀποστόλου νομοθεσίᾳ. «Δοξάσατε γὰρ, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν αὐτοῦ.» Τοὺς γὰρ τοσούτων ἀπολαύοντας δίκαιον διὰ πάντων τὸν εὐεργέτην δοξάζειν. «Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια | |
40 | αὐτοῦ· καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.» Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι’ ὧν εἰργάζοντο θαυ‐ | |
μάτων ὑπέδειξαν· καὶ οἱ μετ’ ἐκείνους δὲ τὸ δι‐ | 1397 | |
80.1400 | δασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέ‐ λαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμεναι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσ‐ φέρουσι. | |
5 | λϛʹ. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὑ‐ τοῦ.» Καὶ ἄλλοι δὲ, φησὶν, ἅπαντες τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν ὑμνεῖσθαι παρασκευάζουσι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· «Λαμ‐ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, | |
10 | ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν οὐρανοῖς.» —«Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὑτοῦ.» Οὐχ ἁπλῶς δὲ ἐνταῦθα τοῦ Ἰσραὴλ ἐμνημόνευσεν· ἀλλ’ ἐπειδὴ δείσας ὁ Ἰακὼβ τὸν | |
15 | Ἠσαῦ, εἶτα τῆς θείας ἐπιφανείας ἀξιωθεὶς, ἀνεῤ‐ ῥώσθη, καὶ τὸ δέος τῆς διανοίας ἐξέβαλε. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι ὁ ἐκεῖνον ἰσχυρὸν ἀποφήνας, καὶ κρείττονα δείξας τῶν δυσμενῶν, αὐτὸς τὸν νέον αὑτοῦ κραταιώσει λαὸν, καὶ ἄμαχον ἐργάσεται | |
20 | καὶ ἀήττητον. «Εὐλογητὸς ὁ Θεός.» [Ἀλλ’ ἀκούων, φιλομαθέστατε, Θεὸν καὶ Θεὸν πολλάκις εἰρημένον καὶ Κύριον καὶ Σωτῆρα, μὴ ἄλλον ὑπολάβῃς. Οὐδὲ γάρ ἐστιν, οὐκ ἔστιν εἰ μὴ μόνος Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ἀλλ’ οὐ τριθεΐᾳ, ἄπαγε· ὡς | |
25 | πολλάκις ἡμῖν εἴρηται. Τὸ γὰρ Θεὸς ὄνομα καὶ τὸ Κύριος καὶ τὸ Βασιλεὺς καὶ τὸ Δημιουργὸς καὶ τὸ Παντοκράτωρ, καὶ ὅσα τοιαῦτα, ἐπὶ τῆς ἀδιαιρέτου λαμβάνεται Τριάδος.] Ἁρμόδιον τῷ ψαλμῷ τὸ τέ‐ λος. Ἔδει γὰρ τῶν τοσούτων ἀγαθῶν τὴν διήγησιν | |
30 | ὕμνῳ θείῳ συμπερανθῆναι. ΕΡΜΗΝ. ΤΟΥ ΞΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ψαλμὸς τῷ Δαβίδ.» Ἀλλοίωσίν τινων πραγμάτων ὁ ψαλμὸς προσημαίνει. Εἴρηται μὲν γὰρ εἰς τοὺς | |
35 | εἰς Βαβυλῶνα μετανάστας Ἰουδαίους· καὶ ὡς ἐξ ἐκείνων προσευχομένων, καὶ τὴν ἀπαλλα‐ γὴν αἰτούντων, ἐσχημάτισται. Προθεσπίζει δὲ ὅμως καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν ἐπάνοδον, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν, καὶ | |
40 | ἁπαξαπλῶς τῆς Ἰουδαίας τὴν προτέραν εὐημε‐ ρίαν. Ἔχει δὲ καὶ προφητείαν τῶν δεσποτικῶν [τοῦ Θεοῦ λέγω καὶ Σωτῆρος ἡμῶν] παθημάτων, καὶ τῆς διὰ ταῦτα καταληψομένης Ἰουδαίους παν‐ ωλεθρίας. Ἐπειδὴ γὰρ ἃ παρὰ τῶν δυσμενῶν ὑπ‐ | |
45 | έμειναν, ταῦτα κατὰ τοῦ εὐεργέτου καὶ Σωτῆρος ἐτόλμησαν, ἃ τοῖς ἐχθροῖς ἐπηράσαντο, ταῦτα | |
κατ’ αὐτῶν ὁ δίκαιος κριτὴς ἐψηφίσατο. | 1399 | |
80.1401 | βʹ. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Ἡ τῶν εὐσεβεστέρων συμμορία προσ‐ φέρει τὴν ἱκετείαν. Ὕδατα δὲ καλεῖ τῶν συμφορῶν τὸ πλῆθος. Πάντοθεν, φησὶ, τοῖς ἀνιαροῖς περικλύ‐ | |
5 | ζομαι. γʹ. «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.» Ὁ δὲ Σύμμαχος· Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στά‐ σις· ἐκ μεταφορᾶς τῶν εἰς τὸν τῆς θαλάσσης ἐμ‐ | |
10 | πιπτόντων βυθὸν, καὶ ἐπιπλεῖστον καταφερομένων, καὶ μόγις τῆς ἕδρας ἐφικνουμένων. Δηλοῖ δὲ διὰ τούτων τὸ μέγεθος τῶν συμβεβηκότων τοῖς ἀνδρα‐ ποδισθεῖσι κακῶν. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ποικίλ‐ | |
15 | λει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων ἀνιαρῶν. δʹ. «Ἐκοπίασα κράζων· ἐβραγχίασεν ὁ λάρυγξ μου.» Διηνεκῶς, φησὶ, ποτνιώμενος βοῶ, ὡς καὶ αὐτὰ καμεῖν τὰ ὄργανα τῆς φωνῆς. Κραυγὴν δὲ | |
20 | τὴν ἐπίτασιν λέγει τῆς κατὰ διάνοιαν προσευχῆς. «Ἐξέλιπον οἱ ὀφθαλμοί μου, ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἐκ μεταφορᾶς δὲ αὐτὸ τέθεικε τῶν συνήθη τινὰ καὶ γνώριμον ἐξ ἀποδημίας ἐπανιόντα προσμενόντων, καὶ τὰς ὁδοὺς περισκοπούντων. Ἀπ‐ | |
25 | έκαμον, φησὶν, ἀναμένων τὴν σὴν βοήθειαν. Εἶτα ἃ τροπικῶς ἄνω τέθεικε, διδάσκει σαφέστερον. εʹ. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφα‐ λῆς μου οἱ μισοῦντές με δωρεάν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως.» Ἀλλὰ | |
30 | μηδεὶς ὑπολάβοι τῶν φιλομαθεστέρων, εἰρῆσθαι ἐκ προσώπου τοῦ Θεοῦ καὶ Σωτῆρος ταῦτα. Οὐδὲ γὰρ εἴρηται, οὐκ εἴρηται, εἰ μὴ ἐκ προσώπου, ὡς ἀνω‐ τέρω ἡμῖν ἐσχεδίασται, τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ τὴν Βαβυλῶνα. Λέγει δὲ ὅτι | |
35 | Καὶ ἀριθμὸν νικῶσιν οἱ δυσμενεῖς, καὶ δυναστείᾳ περίκεινται, καὶ ἀπεχθάνονται πρός με, αἰτίαν ἐμοῦ τοῦ μίσους οὐ δεδωκότος. «Ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.» Ὧν οὐκ ἠδίκησα, δίκας εἰσ‐ πράττομαι. Οὐ γὰρ ὡς ἅρπαξ, ἢ ἀδικήσας, φησὶν | |
40 | ὁ λαὸς, ταῦτα ἐξηνδραπόδισμαι παρ’ αὐτῶν. ϛʹ. «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου· καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Πάντα, Δέσποτα, σὺ γινώσκεις, καὶ λέληθέ σε γινο‐ μένων οὐδέν. Οἶδας τοιγαροῦν, ὡς εἰς ἐκείνους μὲν | |
45 | οὐδὲν ἐπλημμέλησα· τοὺς δὲ σοὺς παραβέβηκα νό‐ μους. Τούτῳ ἔοικε τὸ, «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» ζʹ. «Μὴ αἰσχυνθείησαν ἐπ’ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Μηδὲ ἐντραπείησαν | |
80.1401(50) | ἐπ’ ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ.» Μὴ | 1401 |
80.1404 | γένωμαι, φησὶ, βλάβης τοῖς ἄλλοις ἀρχέτυπον, προσ‐ μείνας μὲν τὴν παρὰ σοῦ σωτηρίαν, διαμαρτὼν δὲ τῆς ἐλπίδος σου. Ἀλλὰ μαθέτωσαν διὰ τῶν περὶ ἐμὲ γενομένων, οἱ τὴν σὴν ἔχοντες γνῶσιν, ὡς τῶν | |
5 | ἐλπιζόντων εἰς σὲ σωτηρίας, καὶ οὐκ αἰσχύνης ὑπάρ‐ χεις καρπός. ηʹ. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐκά‐ λυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Αἰσχύνης ἀνα‐ πίμπλαμαι τὰ σὰ ὀνείδη δεχόμενος· ἐπικερτομοῦσι | |
10 | γάρ με συνεχῶς οἱ πολέμιοι, σὴν ἀσθένειαν τὴν ἐμὴν δουλείαν ἀποκαλοῦντες, θʹ. «Ἀλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Ἀπαριθμεῖται τῆς ἀχθηδόνος τὰς ἀφορμὰς, διεγείρων εἰς ἔλεον τὸν | |
15 | φιλάνθρωπον Θεόν. Καὶ πρότερον μὲν τέθεικε τῶν δυσ‐ σεβῶν τὰ ὀνείδη, εἶτα τῶν συγγενῶν καὶ συνήθων τὸν χωρισμόν. Ὡς δωρυάλωτοι γὰρ, καὶ δουλεύειν ἠναγκα‐ σμένοι, κατὰ συγγενείας οὐ συνεχωροῦντο διάγειν. ιʹ. «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με· καὶ οἱ | |
20 | ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἔπεσον ἐπ’ ἐμέ.» Οὐχ ἥκιστα δέ με ἀνιᾷ καὶ ἀλγύνει τοῦ ἁγίου σου οἴκου ἡ ἐρημία, καὶ τῶν δυσσεβούντων ὁ γέλως. Οὐ γὰρ τῇ ἐμῇ πλημμελείᾳ, τῇ δὲ σῇ ἀσθενείᾳ, τὰ εἰς ἐκεῖνον γεγενημένα λογίζονται. Διόπερ ταῖς κατὰ σοῦ βλασ‐ | |
25 | φημίαις κεντοῦμαι, ὡς τούτων γενόμενος πρόξενος. Τὸ μέν τοι κατέφαγέ με, κατηνάλωσέ με, εἴρηκεν ὁ Σύμμαχος. ιαʹ, ιβʹ. «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ | |
30 | ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.» Ἐπὶ τούτοις ἀνιῶμαι, καὶ νη‐ στείᾳ κατατήκω τὸ σῶμα. Ἀλλὰ καὶ τοῦτο πρόφα‐ σις ἐκείνοις ἐγένετο γέλωτος. Τρύχω δὲ ἐμαυτὸν, καὶ τῇ τοῦ σάκκου περιβολῇ τὸ πένθιμον περικείμε‐ | |
35 | νος σχῆμα. Καὶ τοῦτο μέν τοι κωμῳδίας ἔλαβον ἀφορμὴν οἱ παράνομοι.» ιγʹ. «Κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύ‐ λαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον.» Καὶ ἐν συλλόγοις, φησὶ, καὶ ἐν συμποσίοις, τὰ ἐμὰ | |
40 | θρυλλοῦσι καὶ κωμῳδοῦσι κακά. Πάλαι γὰρ παρὰ τὰς πύλας τοῖς συνεδρίοις ἐχρῶντο. ιδʹ. «Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύ‐ ριε.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοῦ δὲ ἡ προσ‐ ευχή σοι, Κύριε. Τούτων, φησὶ, γινομένων, ἐγὼ | |
45 | πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. «Καιρὸς εὐδοκίας, ὁ Θεός.» Ὁ δὲ Σύμ‐ μαχος οὕτως, Καιρὸς διαλλαγῆς ὁ Θεός. Ἱκανὴ, φησὶ, ἡ ἐπενεχθεῖσά μοι τιμωρία. Καιρὸς ταύτην λυθῆναι, καὶ τὴν σὴν φιλανθρωπίαν ἀναφανῆναι. | |
80.1404(50) | Εὐδοκίαν γὰρ τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ κα‐ | 1403 |
80.1405 | λεῖ. «Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου· ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.» Μὴ τοῖς ἐμοῖς πλημ‐ μελήμασι μετρήσῃς τὴν τιμωρίαν, ἀλλὰ τῷ ἀμε‐ τρήτῳ τῆς σῆς φιλανθρωπίας ἐλέῳ. Χρῆσαι | |
5 | δὲ τῇ ἀληθῇ καὶ δικαίᾳ σου ψήφῳ κατὰ τῶν εἰς ἐμὲ τοσαῦτα δρώντων κακά. Εἶτα τροπικῶς πάλιν ἀπαριθμεῖται τὰς συμφορὰς, ἀνακινεῖν πειρώμενος τῇ διηγήσει τὸν ἔλεον. ιεʹ. «Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.» | |
10 | Ἔοικα τοῖς εἰς βόθρον τελματώδη πίπτουσι, καὶ θά‐ νατον ὑπομένουσι· διὸ παρὰ σοῦ τὴν σωτηρίαν αἰτῶ. «Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.» Αἰτῶ δὲ ἀπαλλαγῆναι καὶ τῶν πολεμίων, καὶ τῶν ὑπὸ τούτων ἐναγομένων | |
15 | κακῶν. Βάθος γὰρ ὑδάτων τὰς ὑπ’ ἐκείνων ἐπαγο‐ μένας ἐκάλεσε τιμωρίας. ιϛʹ. «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός.» Μὴ γένωμαι, φησὶ, τῷ πλήθει καὶ τῷ μεγέθει τῶν κακῶν ὑποβρύχιος. «Μηδὲ | |
20 | συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ.» Μὴ ἀπ‐ αγορεύσῃς, φησὶ, Δέσποτα, τὴν ἐμὴν σωτηρίαν· μηδὲ κλείσῃς μοι τῆς φιλανθρωπίας τὴν θύραν. Οἱ γὰρ εἰς φρέαρ ἐμπίπτοντες, ἀνεῳγότος μὲν ἔχουσι τοῦ στόματός τινα μικρὰν ἐλπίδα τῆς ἐκεῖθεν ἀπαλ‐ | |
25 | λαγῆς· ἐμφραγέντος δὲ καὶ τούτου, τὴν σωτηρίαν ἀπαγορεύουσιν. ιζʹ. «Εἰσάκουσόν μου, Κύριε· ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπί‐ βλεψον ἐπ’ ἐμέ.» Διὰ τὴν σὴν φιλανθρωπίαν, οὐ διὰ | |
30 | τὴν ἐμὴν ἀξίαν, ὧν ἀφηγησάμην κακῶν τὴν ἀπαλ‐ λαγὴν ἐπάγαγε. Βλέπε με τοίνυν περικλυζόμε‐ νον τοῖς κακοῖς, καὶ λῦσον τὰς συμφοράς. Ἀρκεῖ γάρ σου καὶ μόνον ἡ ἐπιφάνεια, σκεδάσαι τὸ νέφος τῶν λυπηρῶν. | |
35 | ιηʹ. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.» Τοῦτο γὰρ ἔθος τοῖς ὀργιζομένοις ποιεῖν, ἀποσειομένοις τῶν ἡμαρτηκότων τὰς ἱκε‐ τείας. «Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.» Διὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν ταχεῖαν μοι παρά‐ | |
40 | σχου παραψυχήν. ιθʹ. «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐ‐ τήν.» Ἀρκεῖς γὰρ καὶ μόνῃ τῇ θέᾳ διαλῦσαι τὰ σκυθρωπά. «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.» Ὑπερβαίνει μὲν συγγνώμην τὰ ἐμὰ πλημμελήματα· | |
45 | ἀλλὰ δυσσεβεῖς οἱ πολέμιοι, καὶ πονηρίᾳ δουλεύον‐ τες. Διὰ γοῦν τὰ παρ’ ἐκείνων ὀνείδη, τῆς σῆς μοι μετάδος, Δέσποτα, φιλανθρωπίας. Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. κʹ, καʹ. «Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, | |
80.1405(50) | καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου. Ἐναν‐ | 1405 |
80.1408 | τίον σου πάντες οἱ θλίβοντές με» Οὐδέν σε λέληθε τῶν γινομένων, ἀλλὰ πάντα ὁρᾷς· καὶ τὰ ἐκείνων ὀνείδη, καὶ τὴν ἐμὴν αἰσχύνην· καταδύομαι γὰρ καὶ ἀνιῶμαι ἅμα παρ’ ἐκείνων ὀνειδιζόμενος. «Ὀνει‐ | |
5 | δισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπω‐ ρίαν· καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε· καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Τοσαύταις γὰρ πανταχόθεν ὀδύναις βαλλόμενος, καὶ ἕτερα δὲ προσ‐ μένων ἀνιαρώτερα, οὐδεμίαν ἔχω παραψυχήν. Ἀλλ’ | |
10 | οἱ μὲν ἀνιῶντες νικῶσι τὸν ἀριθμόν· ὁ δὲ ψυχαγω‐ γῶν, καὶ τῇ κοινωνίᾳ τῆς λύπης κουφοτέραν τὴν ἀθυ‐ μίαν ποιῶν, οὐκ ἔστι. κβʹ. «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν· καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Καὶ αὐτήν | |
15 | μοι, φησὶ, τὴν τροφὴν πικρὰν καὶ ἀνιαρὰν κατ‐ εσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ’ ὀδύνης ἐσθίουσι καὶ ἡδίστη τροφή. κγʹ. «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐ‐ τῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάν‐ | |
20 | δαλον.» Καὶ τὴν αὐτῶν τοίνυν εὐφροσύνην εἰς συμφορὰς μετέβαλε, Δέσποτα· καὶ οἷς ἔδρασαν πε‐ ριπέσοιεν. Τράπεζαν γὰρ τὴν εὐφροσύνην ἐκάλεσε· τὰς δὲ τιμωρίας, παγίδα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν | |
25 | αὐτῶν εἰς παγίδα, καὶ εἰς τιμωρίαν, ὥστε συλ‐ ληφθῆναι. κδʹ. «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν.» Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν συμφορῶν. «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγ‐ | |
30 | καμψον.» Δουλείαν αὐτῶν καταψήφισαι, Δέσποτα· ἵνα οἷς ποιοῦσι περιπέσωσιν, εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. κεʹ. «Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου· καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» Πᾶσαν | |
35 | αὐτοῖς, φησὶν, ἐπάφες τὴν τῆς τιμωρίας ὀργὴν, καὶ ταχεῖαν καὶ διαρκῆ ἐπάγαγε συμφοράν. Διὰ γὰρ τοῦ θυμοῦ τὸ ταχὺ δεδήλωκε· τοιοῦτος γὰρ ὁ θυμός· διὰ δὲ τῆς ὀργῆς, τὸ ἐπίμονον· τοιαύτη γὰρ ἡ τῆς ὀργῆς φύσις. Ὁ γὰρ θυμὸς ὀξύς ἐστι καὶ ὀλιγοχρόνιος, | |
40 | ἡ δὲ ὀργὴ, βραδυτέρα μὲν, μονιμωτέρα δέ. Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίμονον ἐκάλεσε τιμω‐ ρίαν. κϛʹ. «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη· καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοι‐ | |
45 | κῶν.» Διὰ πάντων δὲ τὴν δικαίαν ψῆφον αἰτεῖ· καὶ οἷς δεδράκασιν ὑποβληθῆναι αὐτοὺς ἱκετεύει. Ἐπειδὴ γὰρ καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὰς ἄλλας τῆς Ἰουδαίας πόλεις πορθήσαντες, ἐρήμους ἀπ‐ | |
έφήναν [οἱ Χαλδαῖοι], ταῦτα παθεῖν καὶ τὴν | 1407 | |
80.1409 | αὐτῶν ἱκετεύει πατρίδα· καὶ τετύχηκε τῆς αἰτή‐ σεως. Ἔρημος γὰρ καὶ γέγονε καὶ μεμένηκεν ἡ Βαβυλὼν, μέχρι καὶ τήμερον· εἰδέναι μέν τοι προσ‐ ήκει, ὡς ἅπερ ᾔτησαν Ἰουδαῖοι Βαβυλωνίους | |
5 | παθεῖν, δυσσεβείᾳ καὶ πονηρίᾳ κατ’ αὐτῶν κεχρη‐ μένους, ταῦτα πεπόνθασιν αὐτοὶ, κατὰ τοῦ εὐερ‐ γέτου καὶ Σωτῆρος λυττήσαντες. Βαβυλώνιοι μὲν γὰρ αὐτοῖς πικρὰν εἰργάσαντο τὴν τροφήν· οὐ τοι‐ αύτην αὐτοῖς δεδωκότες τροφήν· ἀλλὰ τῇ ἐπιπόνῳ | |
10 | δουλείᾳ τὴν ἔμφυτον τῆς τροφῆς ἡδονὴν ἀφελόμενοι. Ἰουδαῖοι δὲ οὐκ ἀδικούμενοι, ἀλλὰ παντοδαπὰς εὐερ‐ γεσίας δεχόμενοι, αὐτῷ τῷ εὐεργέτῃ προσήνεγκαν τὴν χολὴν, καὶ αὐτὸ τὸ ὄξος, οἷόν τις ἀμπελὼν ἐπιζήμιος. Οὗ δὴ χάριν ταῖς αὐταῖς ὑπεβλήθησαν | |
15 | τιμωρίαις, καὶ ἐγένετο ἡ τράπεζα αὐτῶν εἰς παγί‐ δα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Ἀντὶ γὰρ τῆς προτέρας εὐκληρίας δουλείαν κατεψηφίσθη‐ σαν· καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐσκοτίσθησαν, ἰδεῖν τὸ ἀληθινὸν οὐκ ἀνασχόμενοι φῶς, καὶ ὁ | |
20 | νῶτος δὲ αὐτῶν διηνεκῶς τῇ δουλείᾳ καὶ τῇ πενίᾳ συγκέκαμπται, διὰ τὸν γαῦρον αὐχένα, καὶ τὸν σκληρὸν αὐτῶν τράχηλον· καὶ ἡ ἔπαυλις αὐτῶν ἐγένετο ἔρημος, καὶ ἐν τοῖς τῆς Ἱερουσαλὴμ σκηνώμασιν οὐδεὶς αὐτῶν κατοικεῖ. Ταῖς οἰκείαις | |
25 | τοίνυν ἀραῖς ὑπεβλήθησαν· καὶ ἃ τοῖς Βαβυλωνίοις ἐπηράσαντο ἀδικούμενοι, ταῦτα πεπόνθασιν ἀδική‐ σαντες, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενόμε‐ νοι. Τούτου χάριν καὶ οἱ θεῖοι ἀπόστολοι ταῖς ἐντεῦθεν ἐχρήσαντο μαρτυρίαις, τῆς προφητείας τὸ | |
30 | διπλοῦν ἐπιστάμενοι. Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. κζʹ. «Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν· καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Σὺ μὲν γὰρ, φησὶ, δίκας με τῆς παρανομίας εἰσ‐ | |
35 | πραττόμενος, οἷόν τισι δημίοις παρέδωκας τούτοις· οὗτοι δὲ πλείοσί με, ἢ προσέταξας, κακοῖς περι‐ έβαλον· καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατ‐ ηγορεῖ τὴν ὠμότητα, καί φησιν, «Ἐγὼ αὐτοὺς παρ‐ | |
40 | έδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεον· καὶ τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας.» κηʹ. «Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ.» Τὴν διὰ | |
45 | τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν ἀνομίαν ἐκά‐ λεσεν· ἀντὶ τοῦ, Ἐπίθες αὐτοῖς ἀνόμως ζῶσι τιμω‐ ρίαν ἀξίαν· καὶ μὴ τύχωσιν ἀγαθῶν ἃ τοῖς δικαίοις | |
εἴωθας ἀπονέμειν. | 1409 | |
80.1412 | κθʹ. «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» Τούτοις ἔοικε τὸ, «Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.» Τούτων μέν τοι τῶν | |
5 | βίβλων μέμνηται Δανιήλ. Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὃ δὲ λέγει τοιοῦ‐ τόν ἐστιν· Ὧν τοῖς ἀνακειμένοις σοι δίδως, μὴ μεταλάχοιεν οὗτοι· μηδὲ τύχοιεν ἀνακλήσεως, ἧς ἡμεῖς, φησὶ, διὰ τὴν σὴν φιλανθρωπίαν τευξόμεθα. | |
10 | λʹ. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία τοῦ προσώπου σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Ἐντεῦθεν λοιπὸν τὴν ἀλλοίωσιν τῶν πραγμάτων προλέγει· καὶ τὴν τῆς δουλείας λύσιν, καὶ τὴν τῶν δορυαλώτων ἐπάνοδον. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος | |
15 | ὁ ψαλμὸς ἐπιγέγραπται τοῖς ἀλλοιωθησομένοις. Δύο γὰρ ἐδέξαντο ἐναντίας μεταβολάς. Μεταμελείᾳ γὰρ ἐν Βαβυλῶνι χρησάμενοι τὴν προτέραν ἐλευθε‐ ρίαν ἀπέλαβον· μετὰ δὲ ταῦτα κατὰ τοῦ Δεσπό‐ του λυττήσαντες, παντελεῖ δουλείᾳ κατεδικάσθη‐ | |
20 | σαν. Ἀμφότερα τοίνυν προλέγει ὁ παρὼν ψαλ‐ μός· τὸ δὲ «πτωχὸς καὶ ἀλγῶν εἰμι,» τοῦτο σημαί‐ νει· Ἐν πτωχείᾳ με, φησὶν, ἰδὼν, καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας· τούτου δὴ χάριν, | |
25 | λαʹ. «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει.» Οὐκ ἔσομαι περὶ τὰς εὐεργεσίας ἀγνώμων· ἀλλ’ ἀμείψομαι τοῖς ὕμνοις τὰς χάριτας, τῇ διηγήσει τῶν εὐεργεσιῶν τὸ μέγεθος αὐτοῦ τοῖς ἀγνοοῦσι δεικνύς. | |
30 | λβʹ. «Καὶ ἀρέσει τῷ Θεῷ μου, ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα, καὶ ὁπλάς.» Θυμηρεστέρα δὲ αὐτῷ ἔσται τῆς αἰνέσεως ἡ θυσία μόσχου νέου καὶ πίονος, ἄρτι μὲν τὰς χηλὰς, ἄρτι δὲ προβαλλομένου τὰ κέρατα. Θρηνῆσαι ἄξιον τὴν Ἰουδαίων παρα‐ | |
35 | νομίαν συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λατρείας τὸ νηπιῶδες· καί τοι τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνουμένων, οὐ θυσίας ἱερατεύειν, ὡς τῆς ὑμνῳδίας θυμηρε‐ στέρας οὔσης Θεῷ. Ἀλλὰ τὴν μὲν τούτων κατ‐ | |
40 | ηγορίαν ἐπὶ τοῦ παρόντος ἐάσωμεν· ἐπὶ δὲ τὴν ἑρμη‐ νείαν βαδίσωμεν. λγʹ. «Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν.» Ἅπαντες, φησὶν, οἱ τοῖς ὁμοίοις κακοῖς περιπίπτον‐ τες, ἐλπίδος ἀγαθῆς παρ’ ἡμῶν λαβέτωσαν πρόφα‐ | |
45 | σιν. «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ | 1411 |
80.1413 | ὑμῶν.» Πρὸς τούτοις παραινεῖ διὰ τῆς εἰς Θεὸν ἐλπίδος καὶ προσευχῆς τὴν σωτηρίαν λαβεῖν. λδʹ. «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος· καὶ τοὺς πεπεδημένους αὑτοῦ οὐκ ἐξουδένωσεν.» Ἐδέ‐ | |
5 | ξατο γὰρ ἡμῶν τὴν δέησιν, τὴν πενίαν ἰδών· καὶ ἔλυσε τὰ τῆς δουλείας δεσμά. Πεπεδημένους δὲ αὐτοὺς κέκληκεν, ἐπειδὴ αὐτὸς αὐτοὺς εἰς δου‐ λείαν ἐξέδωκεν. λεʹ. «Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ· | |
10 | θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἅπα‐ σαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ· οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία γλῶττα τὰς θείας διηγάσασθαι χάριτας. λϛʹ. «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομη‐ | |
15 | θήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Τοῦτον δὲ αὐτῷ προσφέρω τὸν ὕμνον, λαμπρὰν ὁρῶν καὶ περιφανῆ τὴν Σιὼν, καὶ τὰς τῆς Ἰουδαίας πόλεις τὰς νῦν ἐρήμους, τὴν προτέραν εὐημερίαν ἀπολαβούσας. Οὕτω τὴν νεουργίαν τῶν πόλεων προθεσπίσας, | |
20 | προαγορεύει καὶ τῶν οἰκητόρων τὸ πλῆθος. «Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν.» Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοι‐ κήσουσιν ἐν αὐταῖς· οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ | |
25 | οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι. Τοῦτο γὰρ ἐπ‐ ήγαγε· λζʹ. «Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν.» Ἐπειδὴ δὲ τῆς κατὰ τοῦ Σωτῆρος ἕνεκα μανίας τὴν παντελῆ πανωλεθρίαν ἔμελλον ὑπομέ‐ | |
30 | νειν, εἰκότως τὸ ἀκροτελεύτιον τῷ ψαλμῷ τοιοῦτον ἐπιτέθεικε. «Καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.» —«Οὐ γὰρ πάντες [κατὰ τὸν θεῖον Ἀπόστολον] οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα.» | |
35 | Συμφωνεῖ δὲ τούτοις καὶ τὰ προφητικὰ ῥήματα· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Καί οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.» Μετὰ γὰρ | |
40 | τὸν σταυρὸν, καὶ τὴν λύτταν ἐκείνην ἐξηλάθησαν μὲν οἱ κύνες ἐκεῖνοι· οἱ δὲ ἀγαπῶντες αὐτὸν, ἐν τῇ Σιὼν κατεσκήνωσαν, τὴν τῆς αἰνέσεως αὐτῷ θυσίαν προσφέροντες. ΕΡΜΗΝ. ΤΟΥ ΞΘʹ ΨΑΛΜΟΥ. | |
45 | αʹ. «Εἰς τὸ τέλος, τῷ Δαβὶδ, εἰς ἀνάμνησιν, εἰς τὸ | |
σῶσαί με Κύριον.» Τοῦτο δὲ ἐν ἐνίοις ἀντιγρά‐ | 1413 | |
80.1416 | φοις εὗρον· οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Συμβαίνει δὲ ὅμως τῇ τοῦ ψαλμοῦ διανοίᾳ· σωτηρίαν γὰρ ὁ προφήτης αἰτεῖ, καὶ τῶν πολεμούντων ἀπαλλαγήν. Εἴρηκε δὲ τὸν | |
5 | ψαλμὸν ὁ μακάριος Δαβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμενος· εἰκότως δὲ καὶ τὸ εἰς ἀνάμνησιν τῇ ἐπιγραφῇ πρόσκειται· ἡ γὰρ μνήμη τῆς ἁμαρτίας αὐτὸν ἐκέντει τῶν πολεμίων σφοδρότερον· διόπερ βοᾷ· | |
10 | βʹ. «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.» Πολλαῖς, φησὶ, καὶ παντοδαπαῖς περικλύζομαι συμφοραῖς· οὗ δὴ χάριν ταχεῖαν αἰτῶ παρασχεθῆναί μοι τὴν βοήθειαν. | |
15 | γʹ. «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.» Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. «Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω· καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί | |
20 | μοι κακά.» [Ἀντὶ τοῦ, οὐ μόνον τῇ γῇ παραδοθή‐ σονται, ἀλλὰ καὶ μετ’ αἰσχύνης τόνδε τὸν βίον ὑπ‐ εξέλθωσιν οἱ κατατυρεύσαντες κατὰ τῶν εὐσεβῶς βιοτευόντων τὰ δεινά· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς λέγει.] | |
25 | δʹ. «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Πρὸς δὲ τούτοις καὶ οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ’ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβο‐ λήν· | |
30 | εʹ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός· καὶ λεγέτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ | |
σωτήριόν σου.» Τὸ Κύριος οὐ κεῖται ἐν τῷ Ἑξ‐ | 1415 | |
80.1417 | απλῷ. Θυμηδίας ἁπάσης, φησὶ, τοὺς σοὺς ἔμπλησον ἐραστάς· ἵνα σου τὰς εὐεργεσίας ὑμνοῦντες χορεύ‐ σωσιν. ϛʹ. «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεὸς, | |
5 | βοήθησόν μοι.» Ἀντὶ τοῦ, Τῆς τῶν προειρημέ‐ νων δικαιοσύνης ἐστέρημαι, καὶ πτωχείᾳ συζῶν τῆς ἀρετῆς οὐκ ἔχω τὸν πλοῦτον.» Βοηθός μου καὶ ῥύστης μου εἶ σύ.» Τῆς σῆς γὰρ προμη‐ θείας τετύχηκα. «Κύριε, μὴ χρονίσῃς.» Ἐπάρκε‐ | |
10 | σον ὅτι τάχιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν. [Περὶ τούτου γὰρ οὐ μόνον ὁ Δαβὶδ ἀντιβολεῖ, ἀλλὰ καὶ ἅπας ὁ τῶν ἁγίων χορός.] ΕΡΜΗΝ. ΤΟΥ Οʹ ΨΑΛΜΟΥ. «Τῷ Δαβὶδ ψαλμός· τῶν υἱῶν Ἰωναδὰβ, καὶ | |
15 | τῶν πρῶτον αἰχμαλωτισθέντων· ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Ὡμολόγησε καὶ αὐτὸς ὁ τὴν ἐπιγρα‐ φὴν ποιησάμενος, μὴ εὑρηκέναι ταύτην παρὰ τῷ Ἑβραίῳ, ἀλλ’ αὐτὸς αὐτὴν τεθεικέναι. Ἰστέον μέν τοι, ὡς οὐ τοῦ Ἰωναδὰβ υἱοὶ οἱ πρῶτοι ᾐχμα‐ | |
20 | λωτίσθησαν· ὁ γὰρ μακάριος Ἱερεμίας οἶνον αὐτοῖς προσενέγκαι ὑπὸ τοῦ Θεοῦ προσετάχθη εἰς ἔλεγχον τῆς Ἰουδαίων παρανομίας. Ἐκείνων δὲ πιεῖν μὴ βουληθέντων διὰ τὰς τῶν προγόνων ὑπο‐ θήκας, κατηγόρησε λοιπὸν τῆς Ἰουδαίων ἀπειθείας | |
25 | ὁ προφήτης· ὡς ἐκείνων ἀνθρωπίνας ἐντολὰς φυλαττόντων, τούτων δὲ τὰς θείας παραβαινόντων νομοθεσίας. Εἴρηται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν εἰς Βαβυλῶνα μεταναστάντων, τῆς ἐπανόδου γλιχομένων, καὶ τὴν τῆς δουλείας ποθούντων ἀπαλ‐ | |
30 | λαγήν· γέγραφε δὲ αὐτὸν ὁ μακάριος Δαβὶδ, τῷ τῶν εὐσεβεστέρων τάγματι προσαρμόσας τοὺς λόγους. [Καὶ μάλιστα τοῖς υἱοῖς τῆς χάριτος προλέγει ἀπαλλαττομένοις τῆς τῶν εἰδώλων μυσαρᾶς δουλείας, Χριστῷ δὲ τῷ Θεῷ πιστεύουσιν καὶ τὴν παρ’ αὐτοῦ δεχομένοις προμήθειαν.] | |
35 | αʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Μὴ διαμάρτω, φησὶ, τῆς ἐλπίδος, τὴν σὴν προσμένων ἐπικουρίαν· μηδὲ ἐπὶ πλεῖστον ἐπονείδιστος γένωμαι. [Ἐκεῖνοι μὲν περὶ τῶν ἀνδραποδισάντων αὐτοὺς, οὗτοι δὲ περὶ τῶν πονη‐ | |
40 | ρῶν δαιμόνων ταύτην τὴν ἱκετείαν προσφέρουσιν.] βʹ. «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.» Κρῖναί σε παρακαλῶ Βαβυλωνίοις κἀμοὶ, καὶ δικαίως κατ’ ἐκείνων τὴν ψῆφον ἐξενεγκεῖν· οὕτω γὰρ κἀγὼ τῆς ἐκείνων δουλείας ἀπαλλαγήσο‐ | |
45 | μαι. | 1417 |
80.1420 | «Κλῖνον πρός με τὸ οὖς σου, καὶ σῶσόν με. [γʹ] Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυ‐ ρὸν τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ κατα‐ φυγή μου εἶ σύ.» Σὲ πρόμαχον ἔχω, καὶ περίβολον | |
5 | ὀχυρὸν, καὶ ἔρυμα ἀσφαλές· εὐμενῶς μου τοίνυν δέξαι τὴν ἱκετείαν. [Καθάπερ δὲ ἀνωτέρω εἰρή‐ καμεν, ἐξ ἀμφοτέρων τῶν ἄλλων εἴρηται ταῦτα, καὶ τῶν ἐφεξῆς μέχρι τοῦ παρόντος καὶ παντὸς τοῦ βίου ἐκκλινόντων ἀπὸ κακοῦ, καὶ τοῖς ἀγαθοῖς κολλωμέ‐ | |
10 | νων· τοῦτο γὰρ θέλει εἰπεῖν διὰ τῶν ἑξῆς.] δʹ. «Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.» Ἱκετεύω σε, Δέσποτα, τῆς τῶν πονηρίᾳ καὶ δυσσεβείᾳ συζών‐ των ἐλευθερῶσαί με δυναστείας. | |
15 | εʹ. «Ὅτι σὺ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» [Ὁ μὲν πρῶτος λαὸς] Νεότητα καλεῖ τὸν ἐπὶ τοῦ μεγάλου Μωσέως χρόνον, ὅτε καὶ τῆς ἐλευθερίας ἀπήλαυσαν, ἐπὶ πλεῖστον Αἰγυπτίοις δεδουλευκότες χρόνον. Ἐξ ἐκεί‐ | |
20 | νου, φησὶν, εἰς σὲ τὰς ἐλπίδας ἔσχον, καὶ τὴν σὴν προσμένω βοήθειαν. [Ὁ δὲ νέος λαὸς νεότητα λέγει ἧς τετύχηκε νεουργίας διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας.] ϛʹ. «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός· ἐκ | |
25 | κοιλίας μητρός μου σὺ εἶ μου σκεπαστής.» Γέννη‐ σιν καὶ τόκον καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Τοῦτο δὲ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ θειοτάτου Ἰεζεκιὴλ διδάσκει. Διελέγχων γὰρ τῆς Ἱερουσαλὴμ τὴν ἀσέβειαν, εἶτα εἰρηκώς· «Ὁ πατήρ σου | |
30 | Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία,» ἐπήγαγεν· «ᾟ ἡμέρᾳ ἐτέχθης, ὁ ὀμφαλός σου οὐ περιετμήθη, καὶ ἁλὶ οὐχ ἡλίσθης, καὶ ὕδατι οὐκ ἐλούσω εἰς σωτηρίαν.» Ἐπειδὴ γὰρ ὁ ὀμφαλὸς οἷόν τις ῥίζα βρέφους ἐστί· δι’ ἐκείνου γὰρ αὔξεται καὶ τρέφεται· ὁ δὲ Ἰσραὴλ, | |
35 | καὶ μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον, ἔμφυτον ἔσχε τὴν Αἰγυπτίων ἀσέβειαν, εἰκότως ἔφη· «Ὁ ὀμφαλός σου οὐ περιετμήθη·» ὅτι, φησὶν, ἐκ τῆς μητρῴας νηδύος τὴν τροφὴν ἕλκεις, καὶ τοῖς προτέροις ἐπι‐ μένεις ἐπιτηδεύμασιν. Ἡ τῶν εὐσεβεστέρων τοίνυν | |
40 | συμμορία τὸν Θεὸν ἱκετεύουσα λέγει· Ὅτι ἄνωθεν, καὶ ἐξ ἀρχῆς, τὴν σὴν ἔσχον ἐλπίδα· «Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.» Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγενόμην περί‐ βλεπτος. | |
45 | ζʹ. «Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.» Ἀλλὰ | 1419 |
80.1421 | μετ’ ἐκείνην τὴν περιφάνειαν, πολλὴν ἐδεξάμην τὴν μεταβολήν· ὡς τέρας τι καὶ σημεῖον τοῖς πολ‐ λοῖς νομισθῆναι τὰ κατ’ ἐμέ. «Καὶ σὺ βοηθός μου κραταιός.» Ἀλλ’ ὅμως ἐγὼ τὴν σὴν προσμένω | |
5 | βοήθειαν. ηʹ. «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως· ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγα‐ λοπρέπειάν σου.» Μεταβαλὼν τοίνυν τὴν ἐπικει‐ μένην μοι δυσκληρίαν, κίνησον εἰς ὑμνῳδίαν τὴν | |
10 | γλῶτταν· ὅπως ἂν ἀεί σοι τὸν ὕμνον προσφέροιμι. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, καθ’ ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκε. θʹ. «Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου, μὴ ἐγκαταλίπῃς με.» Ἧς | |
15 | ἐν νεότητι προνοίας ἀπέλαβον, ἀπολαῦσαι καὶ νῦν ἱκετεύω· καὶ μὴ γυμνωθῆναι τῆς σῆς κηδε‐ μονίας ἐν αὐτῷ τῷ γήρᾳ παρακαλῶ. Ἐπειδὴ γὰρ νεότητα τὴν ἐξ Αἰγύπτου προσηγόρευσεν ἔξοδον, γῆρας ἐκάλεσε τὸν τῆς αἰχμαλωσίας καιρόν· ὡς | |
20 | πλείστου χρόνου διαδραμόντος ἐν μέσῳ. ιʹ, ιαʹ. «Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου, ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ, λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· κατα‐ διώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ | |
25 | ῥυόμενος.» Ἅπαντες, φησὶν, οἱ δυσμενεῖς ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς, καὶ παντοδαποῖς κακοῖς περιβάλλουσιν, ἔρημόν με τῆς σῆς κηδεμονίας ὁρῶντες, καὶ τοπάζοντές με παντελῶς παρεωρᾶσθαι, καὶ μηκέτι τῆς σῆς με τεύξεσθαι προμηθείας. Οὗ δὴ | |
30 | χάριν ἀντιβολῶ· ιβʹ. «Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ· ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.» Ταχεῖάν μοι τὴν σὴν παράσχου ῥοπήν· καὶ μή με πόῤῥω τῆς σῆς καταστήσῃς κηδεμονίας. Μακρυνθῆναι δὲ | |
35 | αὐτοῦ, οὐ τὴν οὐσίαν λέγει τοῦ Θεοῦ· πανταχοῦ γὰρ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· ἀλλὰ τὴν πρό‐ νοιαν, καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. ιγʹ. «Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλ‐ λοντες τὴν ψυχήν μου.» Ὁ δὲ Σύμμαχος οὕτως· | |
40 | Καταισχυνθήτωσαν καὶ ἀναλωθήτωσαν οἱ ἀν‐ τικείμενοι τῇ ψυχῇ μου. Διαμάρτοιεν τῶν οἰκείων ἐγχειρημάτων, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώ‐ | |
σαιντο· καὶ φροῦδοι γένοιντο, ἀδίκως τὸν ἐμὸν τε‐ | 1421 | |
80.1424 | κταίνοντες ὄλεθρον. «Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Ἐπονείδιστοι γένοιντο καὶ καταγέλαστοι οἱ παντοδαποῖς με κακοῖς περιβάλλοντες. | |
5 | ιδʹ. «Ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ ἐπὶ σέ.» Ταῦτα γὰρ ὁρῶν γινόμενα, τῇ εἰς σὲ ἐλπίδι βεβαιω‐ θήσομαι. «Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Καὶ πολλαπλασίαν σοι προσοίσω τὴν ὑμνῳ‐ δίαν. | |
10 | ιεʹ. «Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου· ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου.» Οὐ παύ‐ σομαι τὴν δικαίαν σου ταύτην διηγούμενος ψῆφον, καὶ διδάσκων ἅπαντας, ὅπως ἐμοὶ καὶ τοῖς πολεμίοις δικάσας, τῆς ἐκείνων δουλείας ἀπήλλαξας. | |
15 | «Ὅτι οὐκ ἔγνων γραμματείας, [ιϛʹ] εἰσελεύ‐ σομαι ἐν δυναστείᾳ Κυρίου.» Ὁ δὲ Σύμμαχος οὕτως· Οὐ γὰρ οἶδα ἐξαριθμῆσαι· ἐλεύσομαι ἐν δυναστείᾳ Κυρίου. Ἐπειδὴ ὑπέσχετο διηγεῖσθαι τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν εἰς αὐτὸν γεγε‐ | |
20 | νημένην σωτηρίαν, μείζων δὲ ἢ κατὰ ἄνθρωπον ὑπόσχεσις, εἰκότως ἐπήγαγεν· «Ὅτι οὐκ οἶδα ἐξ‐ αριθμῆσαι.» Τοῦτο καὶ ἐν τῷ λθʹ ψαλμῷ ὁ μα‐ κάριος ἔφη Δαβίδ. Εἰρηκὼς γάρ· «Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς δια‐ | |
25 | λογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι,» ἐπ‐ ήγαγεν· «Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.» Τοῦτο καὶ ἐνταῦθά φησιν· «Ὅτι οὐκ οἶδα ἀριθμῆσαι.» Τὰς γὰρ τοιαύτας γραφάς τε καὶ μαθήσεις ἡ ἐμὴ οὐκ ἐδέξατο φύσις· εἰσελεύσο‐ | |
30 | μαι δὲ ὅμως ἐν δυναστείᾳ Κυρίου, καὶ ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει, τὴν ὑμνῳδίαν ποιήσομαι. «Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. [ιζʹ] Ὁ Θεός μου, ἐδίδαξάς με ἐκ νεότητός μου.» Ὑμνῶ δέ σε, Δέσποτα· καὶ τὴν εἰς ἐμὲ γενομένην | |
35 | δικαιοσύνην ὁρῶν, καὶ τῶν σῶν ἐντολῶν μεμνημένος. Ταῦτα γάρ με παιδόθεν ἐδίδαξας. Καὶ ἐντεῦθεν δῆλον ὡς νεότητα τὸν ἐπὶ τοῦ μεγάλου Μωσοῦ χρόνον καλεῖ. Δι’ ἐκείνου γὰρ ὁ νόμος ἐδόθη. [Ὡς καὶ διὰ τῆς οἰκονομίας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ | |
40 | ἡ χάρις ἡμῖν τοῖς ἐξ ἐθνῶν ἐπεφοίτησεν.] «Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. [ιηʹ] Καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με.» Ἐγὼ μὲν τὰς σὰς θαυμα‐ | |
τουργίας τοὺς ἀγνοοῦντας διδάξω. Σὺ δὲ, ὡς ἄνωθέν | 1423 | |
80.1425 | μου κληθεὶς Θεὸς, ἀεί με τῆς σῆς ἀξίου κηδεμο‐ νίας. «Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Προφητικῶς ὁ Δαβὶδ τὰ ἐσόμενα προλέγει· καὶ γῆρας καλεῖ τοῦ νόμου | |
5 | τὸ τέλος. Τοῦτο δὲ μετὰ τὴν τοῦ Δεσπότου Χριστοῦ γέγονε παρουσίαν. Σαφέστερον δὲ ἡμᾶς ὁ μακά‐ ριος διδάσκει Παῦλος, περὶ τῆς Καινῆς διαλεγόμενος Διαθήκης. Φησὶ δὲ οὕτως· «Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γη‐ | |
10 | ράσκον ἐγγὺς ἀφανισμοῦ. Καὶ ἐνταῦθα τοίνυν προ‐ φητικῶς τοὺς ἐν Βαβυλῶνι διδάσκει λέγειν· «Ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με.» Εἶτα δεικνὺς ποῖον γῆρας καλεῖ, ἐπήγαγεν· «Ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ | |
15 | πάσῃ τῇ ἐρχομένῃ. Τὴν δυναστείαν σου, [ιθʹ] καὶ τὴν δικαιοσύνην σου, ὁ Θεός.» Γενεὰ δὲ ἡ ἐρχο‐ μένη, ἡ μετὰ τὴν ἐνανθρώπησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· μεθ’ ἣν ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, ἐξ Ἰουδαίων κήρυκας δεξαμένη τοὺς ἱεροὺς | |
20 | ἀποστόλους. Περὶ ταύτης τῆς γενεᾶς καὶ ἐν τῷ εἰκο‐ στῷ καὶ πρώτῳ ψαλμῷ λέγει· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δι‐ καιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.» Ἕτερος τοίνυν λαὸς παρὰ τὸν τῶν | |
25 | Ἰουδαίων λαὸν, ὃν οὐ γεγενῆσθαι, ἀλλὰ τεχθήσεσθαι ὁ προφήτης προείρηκεν. Λέγει τοίνυν καὶ ἐν‐ ταῦθα· «Μή με ἐγκαταλίπῃς, ἕως οὗ ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου.» Ἔοικε | |
30 | δὲ τῇ τοῦ πατριάρχου Ἰακὼβ προηγορίᾳ, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐ‐ τὸς προσδοκίᾳ ἐθνῶν.» —«Ὁ Θεὸς, ἕως τῶν ὑψί‐ στων ἃ ἐποίησάς μοι μεγαλεῖα.» Ὁ δὲ Ἀκύ‐ | |
35 | λας καὶ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἕως ὕψους ἃ ἐποίησας μεγαλεῖα, ἀντὶ τοῦ, ὑψηλὰ καὶ μεγάλα τὰ ὑπὸ σοῦ γινόμενα, Δέσποτα. καὶ ἱκανὰ πεῖσαι πάν‐ τας Ὕψιστον ὀνομάζειν σε. «Ὁ Θεὸς, τίς ὅμοιός σοι;» Οὐδένα γὰρ, φησὶ, συγκρῖναί σοι καὶ πα‐ | |
40 | ραβαλεῖν δυνατόν. Ὑπερβάλλεις γὰρ ἅπαντας, καὶ τῇ φύσει, καὶ τῇ δυνάμει, καὶ πᾶσι τοῖς ἀγαθοῖς· ἐντεῦθεν τὴν ἐπάνοδον προθεσπίζει. κʹ. «Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς· καὶ ἐπιστρέψας ἐζωοποίησάς με.» Παρα‐ | |
45 | δούς με, φησὶ, παντοδαπαῖς συμφοραῖς διὰ τὰς ὑπ’ ἐμοῦ γεγενημένας παρανομίας, πάλιν με εἰς ζωὴν | |
ἐπανήγαγες. «Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πά‐ | 1425 | |
80.1428 | λαι ἀνήγαγές με.» Ἀναβιώσεως, φησὶ, τινὸς ὑπο‐ λαμβάνω τετυχηκέναι· παρὰ δόξαν ἀνθρωπίνην τοσ‐ ούτων ἀπαλλαγεὶς συμφορῶν. [Εἴποι δ’ ἄν τις ταῦτα καὶ ἐκ προσώπου τῆς ἀνθρωπείας εἰρῆ‐ | |
5 | σθαι φύσεως. Ἐκ γὰρ τῶν ἀβύσσων τῆς γῆς ἀν‐ ήγαγε ταύτην ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, τουτέστιν ὁ ἐκ Θεοῦ Θεὸς, ὁ διὰ ταύτην ἑλό‐ μενος καὶ ἄνθρωπος γενέσθαι.] Τοῦτο καὶ διὰ τοῦ Ἰεζεκιὴλ ὁ Θεὸς ἔφη· «Ὅτι ἀνοίξω τοὺς τάφους | |
10 | ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ Βαβυλῶνος·» τουτέστι, τὴν ἀνθρωπίνην ἀπόγνωσιν λύσω, καὶ παρὰ τὰς τῶν πολεμίων ἐλπίδας τὴν ἐπάνοδον ὑμῖν δωρήσομαι. καʹ. «Ἐπλεόνασας ἐπ’ ἐμὲ τὴν μεγαλωσύνην σου· καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν | |
15 | ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Ὁ δὲ Σύμ‐ μαχος οὕτως· Αὐξήσεις τὴν μεγαλειότητά μου, καὶ παρακυκλώσεις με παραμυθίᾳ. Καὶ τἄλλα δὲ ὁμοίως προείρηκε. Τῇ γὰρ περὶ ἐμὲ κηδεμονίᾳ δειχθήσεταί σου τὸ ἀγαθόν. | |
20 | κβʹ. «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε.» Οὐ παύσομαι γὰρ τὰς σὰς διηγούμενος δωρεὰς, καὶ τοὺς ἀγνοοῦντας διδάσκων. Ἐπισημή‐ νασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα λαῶν πολλῶν ἐμνημόνευσεν, οἳ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σω‐ | |
25 | τῆρος ἡμῶν, διὰ τῶν ἐξ Ἰουδαίων κηρύκων, τῆς σωτηρίας ἀπήλαυσαν. «Ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεὸς, ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ.» Χρήσομαι δὲ καὶ τοῖς συνήθεσιν ὀρ‐ γάνοις τὴν ὑμνῳδίαν ὑφαίνων. | |
30 | κγʹ, κδʹ. «Ἀγαλλιάσεται τὰ χείλη μου, ὅτ’ ἂν ψαλῶ σοι· καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου· ὅτ’ ἂν αἰσχυνθῶσι καὶ ἐντρα‐ πῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.» Προλέγει κατὰ | |
35 | ταυτὸν τῶν Βαβυλωνίων τὸν ὄλεθρον ὑπὸ Κύρου τοῦ Πέρσου γεγενημένον, καὶ τὴν τῶν Ἰουδαίων ἀνά‐ κλησιν. Ἐκείνων γὰρ, φησὶ, καταλυθέντων, ἐγὼ τῆς ἐπανόδου τεύξομαι· ἀπολαύσας δὲ τούτου, γεγηθὼς καὶ γαννύμενος χορεύσω, τὰς σὰς εὐερ‐ | |
40 | γεσίας ὑμνῶν, καὶ τοῦ σοῦ νόμου διηνεκῆ τὴν με‐ λέτην ποιούμενος. ΕΡΜΗΝ. ΤΟΥ ΟΑʹ ΨΑΛΜΟΥ. | |
αʹ. «Εἰς Σολομών.» Ὅτι τῷ Σολομῶντι οὐδα‐ | 1427 | |
80.1429 | μῶς ὁ προκείμενος ἁρμόττει ψαλμὸς, οἶμαι καὶ Ἰουδαίους ἂν ὁμολογῆσαι τ’ ἀληθῆ λέγειν ἐθέλον‐ τας, ἤπου γε τῆς πίστεως τοὺς τροφίμους. Πρῶτον μὲν γὰρ οὔτε τῶν περάτων τῆς γῆς ἐκράτησε Σολο‐ | |
5 | μών· οὔτε παρὰ τῶν ἑσπερίων καὶ ἑῴων ἐδέξατο φόρον. Ἔπειτα ἄνθρωπος ὢν, τὸν τῇ φύσει σύμμε‐ τρον διαβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο, καὶ τοῦτο οὐκ εὐκλεές. Ὁ δὲ ψαλμὸς ἡλίου καὶ σελήνης ἀρχαιότερον δείκνυσι τὸν προφητευό‐ | |
10 | μενον. Ἀκριβέστερον δὲ ταῦτα ἡ τῶν ῥητῶν ἑρμη‐ νεία διδάξει. Καὶ ἡ ἐπιγραφὴ δὲ, οὐκ ἀνάρμοστος, ἀτεχνῶς δὲ τῷ Σωτῆρι συμβαίνουσα. Σολομὼν γὰρ εἰρηνικὸς ἑρμηνεύεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Φησὶ γὰρ πρὸς | |
15 | τὸν Δαβὶδ διὰ τοῦ Νάθαν ὁ Θεός· «Ὅτι Σολομὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην δώσω ἐν ταῖς ἡμέραις αὐ‐ τοῦ.» Ταύτην δὲ τὴν προσηγορίαν καὶ ὁ Δεσπότης ἔχει Χριστός. Καὶ βοᾷ Παῦλος, ὁ μέγας κήρυξ τῆς ἀληθείας· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιή‐ | |
20 | σας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς ἱεροῖς ἀποστό‐ λοις φησί· «Τὴν ἐμὴν εἰρήνην δίδωμι ὑμῖν, τὴν ἐμὴν εἰρήνην ἀφίημι ὑμῖν.» Τὴν αὐτοῦ τοίνυν βασι‐ λείαν, καὶ τὴν ὑπ’ αὐτοῦ κατορθωθεῖσαν εἰρήνην, | |
25 | καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν, οὗτος ὁ ψαλμὸς προ‐ θεσπίζει. Καὶ ἐπειδὴ καὶ Θεός ἐστι, καὶ ἄνθρω‐ πος, τὸ μὲν ὢν ἀεὶ, τὸ δὲ δι’ ἡμᾶς προσλαβὼν, ἀμφό‐ τερα ἡ προφητεία διδάσκει· καί φησιν, αὐτὸν μὲν ἔχειν, ὡς Θεὸν, ἁπάντων τὴν ἐξουσίαν· λαμβά‐ | |
30 | νειν δὲ ταύτην, καὶ ὡς ἄνθρωπον, παρὰ τοῦ οἰ‐ κείου Πατρός. «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασι‐ λέως.» Καὶ βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως ὁ Δεσπότης Χριστός. Διὸ καὶ βασιλέα αὐτὸν, καὶ υἱὸν | |
35 | βασιλέως ἡ προφητεία καλεῖ· οὕτω καὶ λέοντα αὐτὸν ὁ πατριάρχης Ἰακὼβ καὶ σκύμνον λέοντος ὀνομάζει· «Σκύμνος γὰρ λέοντος, φησὶν, Ἰούδα, ἐκ βλαστοῦ μου, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;» Οὐ γὰρ | |
40 | μόνον βασιλεύς ἐστιν, ἀλλὰ καὶ βασιλέως υἱός. Καὶ γὰρ ὡς Θεὸς ἐκ τοῦ παμβασιλέως ἐγεννήθη Θεοῦ, καὶ ὡς ἄνθρωπος, πρόγονον ἔχει τὸν βασιλέα Δαβίδ. Τούτῳ ὁ προφητικὸς λόγος, ὡς ἀνθρώπῳ, | |
δοθῆναι παρὰ τοῦ Θεοῦ τὴν δικαιοσύνην παρακαλεῖ. Εἶτα τὴν αἰτίαν διδάσκει. | 1429 | |
80.1432 | βʹ. «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Τοὺς γὰρ πτωχείᾳ τῆς ἁμαρτίας κατεχομένους τῆς τοῦ πονηροῦ τυράν‐ νου δουλείας ἐλευθερώσει· δικαίως αὐτῷ καὶ τοῖς | |
5 | ὑπ’ αὐτοῦ κατεχομένοις δικάσας. γʹ. «Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Προσωποποιία ἐστὶ τὴν πάντων δεικνῦσα μεταβολήν. Οὕτω τοῦ λαοῦ τὴν ἔξοδον διηγούμενος ἔφη· «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, | |
10 | καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Ὁρῶμεν δὲ ὅμως καὶ τῶν ὀρῶν καὶ τῶν βουνῶν τὴν μεταβολήν· ἀντὶ γὰρ τῆς πάλαι πολιτευσαμένης ἐν αὐτοῖς ἀσε‐ βείας, οἱ τὸν ἀγγελικὸν ἀσπασάμενοι βίον τὴν εὐαγ‐ γελικὴν ἐν αὐτοῖς δικαιοσύνην καρποῦνται· καὶ τὰς | |
15 | ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας ποιούμενοι, τὰς θείας καταλλαγὰς πραγματεύονται. δʹ. «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάν‐ την.» Εἰκότως ὁ διάβολος κέκληται συκοφάντης· | |
20 | τόν τε γὰρ Θεὸν ἐσυκοφάντησε, διὰ φθόνον φήσας κεκωλυκέναι τὴν τοῦ ξύλου μετάληψιν· καὶ κατὰ τοῦ Ἰὼβ ταῖς αὐταῖς ψευδολογίαις ἐχρήσατο, φήσας· «Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; Ἅψαι γὰρ, φησὶ, πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐ‐ | |
25 | λογήσει.» Τοῦτον ἐν τῷ ὀγδόῳ ψαλμῷ ἐχθρὸν καὶ ἐκδικητὴν ὠνόμασεν, ἐνταῦθα δὲ συκοφάντην. Ἀλλὰ τοῦτον μὲν ὁ Δεσπότης ἐταπείνωσε καὶ κατέλυσε· τοὺς δὲ ὑπ’ αὐτοῦ τυραννουμένους ἐλευθερίας καὶ σωτηρίας ἠξίωσε. | |
30 | εʹ. «Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ· καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.» Ὁ ταῦτα, φησὶν, ἅπαντα κατορθῶν, οὔτε ἀρχὴν ἡμερῶν, ἀποστολικῶς εἰ‐ πεῖν, οὔτε ζωῆς τέλος ἔχει. Ἐγεννήθη μὲν γὰρ ἐκ τοῦ Πατρὸς πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, του‐ | |
35 | τέστιν, ἀπείροις τισὶ γενεαῖς προϋπάρχων τῆς κτίσεως. Ἀλλὰ καὶ «συμπαραμενεῖ τῷ ἡλίῳ·» ἀντὶ τοῦ, διαρκὲς ἕξει τὸ εἶναι· οὐκ ἐπειδὴ ὁ ἥλιος διαρκὲς ἔχει τὸ εἶναι· ἀλλ’ εἰκόνα διαρκεστέ‐ ραν οὐχ εὑρὼν, ἐπίσημον δὲ τοῦτον εἰδὼς, καὶ | |
40 | χρόνων καὶ ἡμερῶν Δημιουργὸν, τούτῳ παρέβαλε τὴν ἀπὸ σκότους εἰς φῶς τῶν πραγμάτων μεταβολήν. Ἐπειδὴ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς ἥλιος δι‐ | |
καιοσύνης ὠνόμασται. | 1431 | |
80.1433 | ϛʹ. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον· καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.» Διὰ τούτων σα‐ φῶς ἡμῖν τὴν ἀνθρωπείαν ὑπέδειξε γέννησιν ἀψοφητὶ γεγενημένην, καὶ λίαν ἡσύχως καὶ μυ‐ | |
5 | στικῶς. Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φε‐ ρόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν· οὕτως ἡ δεσποτικὴ γεγένηται σύλληψις· οὐδὲ τοῦ συνοικοῦντος αἰσθομένου μνηστῆρος. Ὕστερον γὰρ, | |
10 | μετὰ τὴν κύησιν ἀτοπίαν ὑποτοπήσας τινὰ, ἠβου‐ λήθη λάθρα ἀπολῦσαι αὐτήν· ἀλλὰ δι’ ἀγγέλου μεμά‐ θηκεν ὡς πνευματικὸς ὁ τόκος, καὶ οὐκ ἀνθρώπινος. ζʹ. «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιο‐ σύνη.» Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· τῆς | |
15 | γὰρ προτέρας δυσσεβείας ἀπαλλαγεῖσα τῶν ἀνθρώ‐ πων ἡ φύσις, μετέμαθε τὴν εὐσέβειαν. Εἰ δὲ καί τινες τῶν πεπιστευκότων κατὰ τοὺς εὐαγγελικοὺς οὐ πολιτεύονται νόμους, ἀλλ’ οὖν εἰσι μυριάδες ἀριθ‐ μοῦ κρείττους, καὶ ἐν στρατιώταις, καὶ ἐν ἰδιώ‐ | |
20 | ταις, καὶ ἐν ἀστοῖς, καὶ ἐν χωριτικοῖς, ἀρετῆς πολλὴν φροντίδα ποιούμενοι. «Καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» Πάλαι μὲν γὰρ αἱ τοπαρχίαι, καὶ αἱ καθ’ ἕκαστον ἔθνος διῃρημέναι βασιλεῖαι συχνοῖς πολέμοις ταλαιπωρούμεναι, τοῦ | |
25 | δώρου τῆς εἰρήνης ἀπολαύειν οὐκ εἶχον. Διηνεκῶς γὰρ τὸν ὁπλιτικὸν μετῄεσαν βίον· καὶ τούτους τοὺς πολέμους πολλοὶ καὶ Ῥωμαίων καὶ Ἑλλήνων συν‐ έγραψαν. Διδάσκουσι δὲ ἡμᾶς καὶ αἱ τῶν Βασιλέων, καὶ αἱ τῶν Μακκαβαίων ἱστορίαι, ὅσα προὐξένουν | |
30 | αἱ τοπαρχίαι κακά. Μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σω‐ τῆρος ἡμῶν ἐνανθρώπησιν, πέπαυται μὲν ἐκεῖνα, μία δὲ βασιλεία τῆς καθ’ ἡμᾶς οἰκουμένης κρατεῖ, δι’ ἣν εἰρήνη πολιτευομένη, τῷ θείῳ κηρύγματι δέδωκε τὴν ἰσχύν. Τὸ δὲ, «ἕως οὗ ἀνταναιρεθῇ ἡ | |
35 | σελήνη,» ἀντὶ τοῦ, πάντα τοῦ παρόντος βίου τὸν χρόνον. Περιττὸν γὰρ περὶ τοῦ μέλλοντος λέγειν, καθ’ ὃν εἰρήνη ἀληθὴς πολιτεύσεται. ηʹ. «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσ‐ σης.» Ἀντὶ τοῦ, πάντων κρατήσει τῶν τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ | |
40 | μεγάλα ἐστὶ καὶ ἄπλωτα πελάγη, ἅ τινες Ἀτλαντικὰ καλοῦσιν, ἢ ὠκεανὸν ἑσπέριον καὶ ἑῷον, εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυκλοῦσθαι θα‐ λάσσαις ἐδήλωσε. Καὶ τοῦτο σαφέστερον ὁ μετὰ τοῦ‐ τον πεποίηκε στίχος. «Καὶ ἀπὸ ποταμῶν ἕως πε‐ | |
45 | ράτων τῆς οἰκουμένης.» Ποταμὸν λέγει τὸν Ἰορ‐ δάνην, ἐν ᾧ βαπτισθεὶς ὁ Δεσπότης ὑπὸ τοῦ Πα‐ τρὸς ἐμαρτυρήθη, ὡς αὐτός ἐστιν ὁ ἀγαπητὸς Υἱὸς, | |
ἐν ᾧ ηὐδόκησεν. Ἀπὸ τότε δὲ, φησὶν ὁ εὐαγγελι‐ | 1433 | |
80.1436 | στὴς, ἤρξατο κηρύττειν καὶ λέγειν, «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Οὗ δὴ χάριν καὶ ἡ προφητεία φησὶν, ὅτι «Κρατήσει ἀπὸ τοῦ πο‐ ταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης.» Εἶτα καὶ | |
5 | ἑτέρωθεν τοῦτο ποιεῖ φανερόν. θʹ, ιʹ. «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαββὰ δῶρα προσάξουσι.» Θαρσεῖς τὴν Καρχη‐ | |
10 | δόνα, τὴν τῆς Λιβύης προκαθημένην, καὶ ὁ μακάριος Ἡσαΐας καὶ ὁ θαυμάσιος Ἰεζεκιὴλ ὀνομάζουσι. Σαββὰ δὲ Αἰθιοπικὸν ἔθνος· ἀλλὰ Λίβυες μὲν οἱ καὶ Ἀφροὶ προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκου‐ μένης κατέχουσι τμήματα· Αἰθίοπες δὲ τὰ ἑῷα καὶ | |
15 | νότια· Ἄραβες δὲ τὴν μέσην ἤπειρον· οἱ δὲ νησιῶ‐ ται τῆς θαλάσσης τὰ μέσα. Τούτους δὲ ἔφη προ‐ πεσεῖσθαι ἐνώπιον αὐτοῦ, καὶ προσοίσειν ὡς Θεῷ τὴν προσκύνησιν, καὶ δῶρα προσκομιεῖν ὡς βασιλεῖ· τοὺς δὲ ἐχθροὺς ὑποβληθήσεσθαι ταῖς κατὰ τοῦ ὄφεως | |
20 | γεγενημέναις ἀραῖς· «Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οἱ παμπόνηροι δαίμονες, καθ’ ὧν ἔδωκε τὴν ἐξου‐ σίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. | |
25 | Ἐπειδὴ δὲ τριῶν ἢ τεττάρων ἐθνῶν ἐμνημόνευσε, καὶ αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν ἁπάντων μετα‐ βολὴν παρεδήλωσε, σαφέστερον τὸν λόγον ποιεῖ. ιαʹ. «Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασι‐ λεῖς τῆς γῆς.» Οἱ μὲν κατὰ τὸν παρόντα βίον | |
30 | ἑκόντες· οἱ δὲ μετὰ τὴν ἀνάστασιν ἅπαντες. «Οὐ‐ δέπω γὰρ,» ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, «ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα,» ἀλλὰ τότε «κάμψει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ κα‐ ταχθονίων.» —«Πάντα τὰ ἔθνη δουλεύσουσιν | |
35 | αὐτῷ.» Συμβαίνει ταῦτα τῇ τοῦ πατριάρχου Ἰα‐ κὼβ προφητείᾳ, «Ὅτι αὐτὸς προσδοκία ἐθνῶν.» Ὁρῶμεν δὲ καὶ τὸ τῆς προῤῥήσεως τέλος· οὐδὲ γάρ ἐστιν ἔθνος τῶν εὐαγγελικῶν κηρυγμάτων ἀνήκοον· ἀλλ’ εἰσὶν ἐν ἑκάστῳ οἱ τῆς θεογνωσίας τὴν αἴγλην | |
40 | δεξάμενοι. ιβʹ, ιγʹ. «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός. Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Προσ‐ κυνήσουσιν αὐτῷ ἅπαντες, τῆς πικρᾶς τοῦ δια‐ | |
45 | βόλου τυραννίδος ἀπαλλαγέντες. Δυνάστην γὰρ αὐτὸν ὠνόμασε, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ. Ἄλλως τε καὶ τοῖς θείοις αὑτοῦ νόμοις καταστέλλει τοὺς δυνα‐ στεύοντας, καὶ ταῖς τῆς γεέννης ἀπειλαῖς καταπλήτ‐ | |
80.1436(50) | τει, καὶ παρασκευάζει φειδώ τινα τῶν πενήτων | |
ποιεῖσθαι. Τοῦτο γὰρ καὶ ἐπήγαγεν. | 1435 | |
80.1437 | ιδʹ. «Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν.» Τόκον δὲ τὴν πλεονεξίαν ἐκάλεσεν· οὕτω γὰρ αὐτὸν καὶ ὁ παλαιὸς προσαγορεύει νόμος, «Τόκον καὶ πλεονασμὸν οὐ λήψῃ·» πείσει τοίνυν, | |
5 | φησὶ, τοὺς ἀδικίᾳ καὶ πλεονεξίᾳ χαίροντας ἐλέῳ καὶ φιλανθρωπίᾳ κεχρῆσθαι. «Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν.» Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι, καὶ ἔνδοξος. ιεʹ. «Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ | |
10 | χρυσίου τῆς Ἀραβίας.» Ἀντὶ τῆς Ἀραβίας, Σαββὰ τεθείκασιν οἱ λοιποὶ ἑρμηνευταί. Καὶ τοῦτο μέντοι κἀκεῖνο τὰ ἀναθήματα προθεσπίζει τὰ παρὰ πάν‐ των αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομι‐ ζόμενα. Τὸ δὲ ζήσεται, ἀντὶ τοῦ διαμενεῖ τέθει‐ | |
15 | κεν. «Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντὸς, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.» Ὑμνήσουσι δὲ αὐτὸν διηνεκῶς· ὑμνήσουσι δὲ καὶ τὸν αὐτοῦ Πατέρα, δι’ αὐτοῦ λαβόντες τῆς ὑμνῳδίας τὰς ἀφορμάς. Τὸ γὰρ, «Προσεύξονται περὶ αὐτοῦ,» | |
20 | ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ· «Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ πάλιν· «Δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα.» Διὰ τούτου προσεύξονται τοίνυν ἅπαντες τῷ Πα‐ τρὶ, καὶ ὑμνήσουσιν αὐτὸν, ἐπὶ τοῖς παρὰ τοῦ Υἱοῦ εἰς αὐτοὺς γεγενημένοις ἀγαθοῖς. Ὑμνήσουσι δὲ | |
25 | καὶ αὐτὸν, ὡς παρ’ αὐτοῦ ταῦτα δεξάμενοι. ιϛʹ. «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρων τῶν ὀρέων.» Αὐτὸς, φησὶ, στηρίξει, καὶ ἐρείσει τοὺς εἰς αὐτὸν πεπιστευκότας, καὶ ὑψηλοὺς δείξει καὶ μετεώρους, ὡς ἐν αὐταῖς ἑστῶτας ταῖς τῶν ὀρῶν | |
30 | κορυφαῖς. Τοῦτο δὴ καὶ ὁ Κύριος ἔφη τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ φαί‐ νει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.» —«Ὑπεραρθή‐ | |
35 | σεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτῶν.» Ἐπειδὴ τῶν ὑψηλῶν ὀρῶν ἐμνημόνευσεν, εἰκότως καὶ τοῦ Λιβάνου τὴν μνήμην παρήγαγεν, ὡς τῶν κατὰ τὴν Παλαιστίνην ὀρῶν ὑψηλοτάτου· καί φησι, τὴν διδασκαλίαν αὐτοῦ, καὶ τοὺς ταύτης ὑποφή‐ | |
40 | τας καὶ κήρυκας, ὑψηλοτέρους καὶ περιφανεστέ‐ ρους τοῦ Λιβάνου γενήσεσθαι. «Καὶ ἐξανθή‐ σουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Οἱ μὲν οὖν πεπιστευκότες αὐτῷ τοιοῦτον βλαστήσουσι καρπόν. | |
Οἱ δὲ ἀπιστήσαντες Ἰουδαῖοι χόρτῳ φυομένῳ, καὶ παραυτίκα φθειρομένῳ, ἀπεικασθήσονται. | 1437 | |
80.1440 | ιζʹ. «Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ.» Τὸ εὐλογημένον παρ’ οὐδενὶ κεῖται. οὔτε ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ’ Ἑβραίοις. Δείκνυ‐ | |
5 | σιν αὐτὸν διὰ τῆς πρὸ, τοῦ ἡλίου καὶ τῆς σελή‐ νης πρεσβύτερον· οὐ γὰρ ἁπλῶς πρὸ τοῦ ἡλίου διαμένει, ἀλλὰ γενεᾶς γενεῶν. [Τὸ δὲ γενεᾶς γενεῶν] καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης τέθεικεν. Ἥλιος γὰρ καὶ σελήνη ὁμόχρονοι, κατὰ | |
10 | ταυτὸν γὰρ ἐγένοντο. «Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐ‐ ρανοῦ· καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους.» Εἰ τοίνυν πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, καὶ πρὸ τοῦ ἡλίου. «Καὶ ἐνευλογηθή‐ | |
15 | σονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Ἐνταῦθα τῆς περὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ ἐπαγγελίας ἐμνημόνευσε. Τοῖς γὰρ τρισὶ πατριάρχαις ὑπέσχετο ὁ Θεὸς εὐλογηθήσεσθαι, ποτὲ μὲν πάντα τὰ ἔθνη τῆς γῆς, ποτὲ δὲ τὰς φυλὰς | |
20 | τῆς γῆς. Διαφόρως δὲ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν ὀνομάζει. Τοῦτο δὲ καὶ ὁ μακάριος Παῦλος ἑρμηνεύων ἔφη· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ.» Οὐ λέγει. καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ | |
25 | ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Καὶ μέντοι καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται.» Περὶ τούτου καὶ ὁ προκείμενος προθεσπίζει ψαλμὸς, δι’ αὐτοῦ λέγων πάσας εὐλογηθήσεσθαι τὰς φυλάς. «Πάντα | |
30 | τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» Τὰ μὲν ὡς περὶ ἀν‐ θρώπου, τὰ δὲ ὡς περὶ Θεοῦ, ὁ προφητικὸς δι‐ εξήλυθε λόγος. Εὑρίσκομεν τὸ μακάριος καὶ ἐπὶ τοῦ Θεοῦ κείμενον· «Ὁ μακάριος, φησὶ, καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ | |
35 | Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Πάντα γὰρ, φησὶ, τὰ ἔθνη μακάριον αὐτὸν, καὶ ὕμνων ἄξιον ὀνομάζει. Εἶτα σαφέστερον ὁ προφήτης τὴν κεκρυμμένην αὐτοῦ διδάσκων θεότητα ἐπήγαγεν· | |
ιηʹ. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ | 1439 | |
80.1441 | ποιῶν θαυμάσια μόνος.» Οὗτος γὰρ, φησὶν, αὐτὸς ὁ προφητευόμενος, καὶ τὰς προειρημένας θαυμα‐ τουργίας ἐπιτελέσων, αὐτός ἐστι καὶ τοῦ Ἰσραὴλ Θεὸς, καὶ τῶν ἁπάντων Δεσπότης. | |
5 | ιθʹ. «Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Διὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτήριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα. «Καὶ | |
10 | πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.» Ἃ πολλάκις διὰ παντὸς προηγόρευσε τοῦ ψαλμοῦ, ταῦτα καὶ πληρώσας τὴν προφητείαν τέ‐ θηκε, βεβαιοτέραν τὴν πρόῤῥησιν ἐργαζόμενος. Λέγει δὲ ὅτι καὶ ἐν πάσῃ τῇ γῇ δῆλος ἔσται, καὶ | |
15 | γνώριμος ὡς Θεός ἐστι καὶ τῶν ὅλων Δεσπότης, καὶ τὸ παρὰ πάντων δέξεται σέβας, ταῖς τῆς θεο‐ γνωσίας αὐτοῦ καταυγάσας ἀκτῖσιν. Τοῦτο δὲ διὰ τῆς τοῦ Πνεύματος χάριτος ὁ προφήτης μεμα‐ θηκὼς, καὶ πυρσευθεὶς τῷ πόθῳ, ἐπεύχεται γε‐ | |
20 | νέσθαι, καὶ πέρας τὴν προφητείαν λαβεῖν. Διὸ καὶ ἐπιλέγει, Γένοιτο, γένοιτο· ἢ κατὰ τὸν Ἀκύλαν Πεπιστωμένως, [πεπιστωμένως,] ἀντὶ τοῦ, ἀψευδῆ καὶ ἀληθῆ τὰ εἰρημένα, καὶ δέξεται πάντως τὸ τέλος. | |
25 | Ἐξέλιπον οἱ ὕμνοι Δαβὶδ υἱοῦ Ἰεσαί. ΕΡΜΗΝ. ΤΟΥ ΟΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Καὶ ἤδη προειρήκα‐ μεν, ὅτι καὶ τοῦτόν τινες ψαλμογράφον ἔφασαν, τινὲς δὲ μελοποιὸν, καὶ τῶν ᾀδόντων χοροδιδάσκαλον. Ἄλλοι | |
30 | δὲ τὸν μὲν Δαβὶδ εἶπον καὶ τοὺς δὲ τοὺς ψαλμοὺς εἰρηκέναι, τὸν δὲ Ἀσὰφ γεγραφέναι. [Ἡμεῖς δὲ, ὡς πολλάκις εἰρήκαμεν, τοὺς πάντας τὸν μακάριον Δαβὶδ γεγραφέναι νενοήκαμεν· καὶ γὰρ οὕτως ἔχει ὁ τῆς ἀληθείας λόγος.] Ἀλλὰ ταῦτα μὲν ὡς βού‐ | |
35 | λεταί τις δεχέσθω· οὐδὲ μία γὰρ ἐντεῦθεν βλάβη τοῖς οὕτως ἢ ἐκείνως δεχομένοις φυήσεται. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν διάνοιαν τῆς χάριτος φωταγω‐ γούσης ποιησόμεθα δήλην. Ἀπαχθεὶς ὁ λαὸς δορυ‐ άλωτος εἰς Βαβυλῶνα, πολλαῖς καὶ παντοδαπαῖς | |
40 | περιεκλύζετο συμφοραῖς. Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ | |
45 | λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, | |
εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερό‐ | 1441 | |
80.1444 | μενοι. Ταῦτα ἡ τοῦ παναγίου Πνεύματος χάρις πόῤῥωθεν προορῶσα, ὠφέλειαν ἐκείνοις μηχανωμένη, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, τοῦτον γέγραφε τὸν ψαλμὸν, καὶ τοὺς ἐκείνων σαφῶς ἐξαγγέλλουσα | |
5 | λογισμοὺς, καὶ τῶν ζητουμένων τὴν λύσιν προσφέ‐ ρουσα. Ἁρμόττει μὲν οὖν ἅπασιν ἡ τοῦ ψαλμοῦ διδασκαλία τοῖς τὰ τοιαῦτα ἢ λογιζομένοις, ἢ φθεγγομένοις· ἐσχημάτισται δὲ ὅμως, ὡς ἐξ ἐκεί‐ νων ἐπανεληλυθότων μὲν, διηγουμένων δὲ τῆς δια‐ | |
10 | νοίας τὸ πάθος. «Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραήλ. «Τὸ ὡς οὐ παραβολικῶς τέθεικεν, ἀλλὰ τῆς ἀγαθότητος δεικνὺς τὴν ὑπερβολήν. Λέγει δὲ ὅτι πολλὴν καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ ποιεῖται κηδε‐ μονίαν. «Τοῖς εὐθέσι τῇ καρδίᾳ.» Ἀλλὰ τοῦτο | |
15 | οὐ πάντες ἴσασιν, ἀλλ’ οἱ ὀρθοῖς καὶ ὑγιέσι χρώμενοι λογισμοῖς. Οὕτως ἐκείνους ἐπαινέσας, τῶν οἰκείων λογισμῶν δημοσιεύει τὴν ζάλην. βʹ. «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες.» Ἐγὼ μέν τοι μικροῦ δεῖν τῆς οἰκείας ἐξετράπην ὁδοῦ. «Παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβή‐ | |
20 | ματά μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Παρ’ οὐδὲν ἐλύθη τὰ ὑπορθοῦντά με. Τῶν ὑγιαινόντων, φησὶ, καὶ ὑπερειδόντων ἐκπεσεῖν ἐκινδύνευσα λογισμῶν, καὶ ὄλισθον ὑπέμεινα ἂν μέγιστον. Τοῦτο γὰρ τὸ ἐξεχύθη δηλοῖ, ὡς τοῦ ἐκχεομένου, διαλυομένου, | |
25 | καὶ ὑποῤῥέοντος· πόδας δὲ καὶ διαβήματα τοὺς λογισμοὺς καλεῖ τροπικῶς. Εἶτα καὶ τὴν αἰτίαν λέγει. γʹ. «Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» Ἐπυρπολούμην γὰρ, βλέπων | |
30 | τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας ἐν εἰρήνῃ καὶ εὐποτμίᾳ πολλῇ. [Ὁρῶμεν δὲ καὶ νῦν τινας τὰ παραπλήσια ἐκείνοις λέγοντας κατά τινων τῶν ἐν δυσσεβείᾳ καὶ πλεονεξίᾳ συζώντων, καὶ πλούτῳ καὶ δόξῃ, ὡς νομίζουσι, καταδυναστευόν‐ | |
35 | των.] δʹ. «Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐ‐ τῶν.» Ὁ δὲ Ἀκύλας οὕτως· Οὐκ εἰσὶ δυσπάθειαι τῷ θανάτῳ αὐτῶν· ὁ δὲ Σύμμαχος· Οὐκ ἐνεθυμοῦντο περὶ θανάτου αὐτῶν. Οὐδὲ γὰρ, φησὶν, ἐν κιν‐ | |
40 | δύνοις ἐξεταζόμενοι σφᾶς αὐτοὺς ἀπηγόρευον. Καὶ ἡ ἀνάνευσις δὲ τὴν ἀπαγόρευσιν δηλοῖ· ἀπαγορεύειν γάρ τι βουλόμενοι ἀνάνευσιν εἰώθαμεν. «Καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν.» Πρὸς ὀλίγον αὐτοῖς, φησὶ, πελάζει τὰ λυπηρά. | |
45 | εʹ. «Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.» Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς | |
ἄλλοις ἀνθρώποις παραπλησίως. | 1443 | |
80.1445 | ϛʹ. «Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν.» Ἐντεῦθεν εἰς ἀλαζονείαν καὶ τύφον ἐπήρθησαν, καὶ δίκας ὑπὲρ τῶν προτέρων μὴ δεδω‐ | |
5 | κότες ἁμαρτημάτων, εἰς πλείονα παρανομίαν ἐξ‐ ώκειλαν. Τὸ γὰρ περιεβάλοντο τὸ πλῆθος τῆς ἀδικίας ἐδήλωσεν, ὡς πανταχόθεν αὐτοὺς κυ‐ κλούσης. ζʹ. «Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν.» | |
10 | Στέαρ· ὡς πολλάκις ἔφαμεν, τὴν εὐπάθειαν καὶ τὴν εὐκληρίαν δηλοῖ. Ὡς ἐν τοσαύτῃ τοίνυν, φησὶν, ὄντες εὐημερίᾳ, μεθ’ ἁπάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμησαν. «Διήλθοσαν εἰς διάθεσιν καρδίας. [ηʹ, θ.] Διενοή‐ | |
15 | θησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.» Οὐκ ἀπέχρησε δὲ αὐτοῖς ἡ κατὰ τῶν ἀνθρώπων ἀδικία. ἀλλὰ καὶ τὸν οὐρανὸν ἐτόξευσαν καὶ λόγοις καὶ | |
20 | λογισμοῖς. Αἰνίττεται δὲ διὰ τούτων τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας, τὰς κατὰ τοῦ λαοῦ λοιδορίας, τὰς κατὰ τοῦ νεὼ τοῦ θείου παροινίας. Τοῦτο δὲ σαφέ‐ στερον εἴρηκεν ἐν τῷ μαʹ ψαλμῷ· «Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ | |
25 | λέγεσθαί μοι καθ’ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;» ιʹ. «Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.» Ταῦτα ὡς τοῦ Θεοῦ τῶν ὅλων εἰρηκότος, ὁ προφη‐ | |
30 | τικὸς τέθεικε λόγος, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν. Ἐκείνων γὰρ, φησὶ, βλασφημίαις κατὰ τοῦ Θεοῦ χρησαμένων, καὶ κακοπαθείαις ἡμᾶς ὑποβαλόντων, χρηστὰ περὶ ἡμῶν ὁ τῶν ὅλων Θεὸς ἐψηφίσατο, τὴν ἐπάνοδον ὑποσχόμενος, καὶ ζωὴν τὴν ὡρισμένην τῇ | |
35 | φύσει. Καὶ ἐντεῦθεν δῆλον, ὡς τοῖς ἐπανελθοῦσιν ἤδη, καὶ τὰ ἐν Βαβυλῶνι συμβεβηκότα διηγουμένοις, ἁρμόδιος ὁ ψαλμός. Ἔφη γάρ· «Διὰ τοῦτο ἐπιστρέ‐ ψει ὁ λαός μου ἐνταῦθα,» τουτέστιν εἰς τὴν Ἰου‐ δαίαν. Ἐκεὶ τοίνυν διάγοντες, τὸ ἐνταῦθα λέγουσι. | |
40 | Τοῖς ἐν Βαβυλῶνι γὰρ οὐδαμῶς τοῦτο κατάλληλον. «Ἡμέρας δὲ πλήρεις» τὸ γῆρας ἐκάλεσεν. Ἀντὶ τοῦ, Καὶ ἐπανήξουσι, καὶ μέχρι γήρως βιώσονται. Οὕτω τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείξας, πάλιν εἰς τὴν διήγησιν ἐπανῆλθε τῆς τῶν Βαβυλωνίων βλασφημίας, | |
45 | καὶ τῆς τῶν λογισμῶν ταραχῆς. ιαʹ. «Καὶ εἶπον· Πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;» Ὁ δὲ Σύμμαχος σα‐ | |
φέστερον· Οἱ δὲ ἔλεγον, Πῶς ἔγνω ὁ Θεός; εἰ | 1445 | |
80.1448 | ἔστιν ἐπίγνωσις τῷ Ὑψίστῳ; Ὁ μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· οὗτοι δὲ παρ’ ἑαυτοῖς ἐλο‐ γίζοντο, μήτε ἐφορᾷν τὸν Θεὸν, μήτε τι τῶν γινο‐ μένων εἰδέναι. Εἶτα δείξας διὰ τούτων τὴν ἐκείνων | |
5 | ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει λογισμούς. ιβʹ. «Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ, καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλοῦτον.» Παρανομίᾳ συ‐ ζῶντες ἀφθόνως ἀπολαύουσι τῶν ἀγαθῶν, καὶ ἄτρε‐ πτον ἔχουσι τὴν εὐκληρίαν· τὸ γὰρ εἰς τὸν αἰῶνα | |
10 | κατὰ τὸν παρόντα βίον λέγει· πολλάκις γὰρ καὶ τὴν τοῦ ἀνθρώπου ζωὴν αἰῶνα καλεῖ· «Ὁ αἰὼν γὰρ ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου.» ιγʹ. «Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν | |
15 | καρδίαν μου;» Ἐγὼ δὲ ὁρῶν αὐτοὺς εὐωχουμέ‐ νους, καὶ ἐπὶ πλούτῳ βρενθυομένους, ἐνεθυμούμην, Μὴ ἀκερδὴς ἄρα τῆς δικαιοσύνης ἡ κτῆσις; «Καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου.» Τοιγαροῦν ἐκέρδανα, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων | |
20 | γενόμενος· τὸ γὰρ, «Ἐνιψάμην ἐν ἀθώοις,» ἀντὶ τοῦ, Ἀθῶον ἐμαυτὸν ἐφύλαξα, καὶ οὐ κεκοινώνηκα τοῖς κακοῖς. ιδʹ. «Καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας.» Ἐπι‐ | |
25 | μεληθεὶς δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι, καὶ παροινοῦμαι καθ’ ἑκά‐ στην ἡμέραν. ιεʹ. «Εἰ ἔλεγον· Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκας.» Τοὺς ἄλλους, φησὶ, | |
30 | καταλιπὼν λογισμοὺς, τοῦτο παρ’ ἐμαυτῷ ἐνεθυμού‐ μην· Μὴ ἄρα τὰς πρὸς ἡμᾶς συνθήκας διέλυσεν ὁ Θεός; τὸ γὰρ ἠσυνθέτηκας, ἀντὶ τοῦ, ἢ παρέβης τὰς συγκειμένας συνθήκας; Υἱοὺς δὲ καλοῦσιν ἑαυτοὺς, ὡς τοῦ Θεοῦ τοῦτο αὐτοὺς ὀνομάσαντος· | |
35 | «Υἱὸς πρωτότοκός μου Ἰσραήλ.» Καὶ, «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» ιϛʹ, ιζʹ. «Καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου. Ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγια‐ στήριον τοῦ Θεοῦ· καὶ συνῶ εἰς τὰ ἔσχατα | |
40 | αὐτῶν.» Ἀλλ’ ἐκείνους, φησὶ, καταλιπὼν τοὺς λογισμοὺς, ἐσκόπουν, ὅτι κόποις με καὶ ταλαιπω‐ ρίαις συνεκλήρωσεν ὁ Θεὸς, δίκας τῶν πεπλημμελημέ‐ νων εἰσπραττόμενος· ἐπανήξω δὲ ὅμως, καὶ τὸν ἡγιασμένον αὐτοῦ νεὼν ὄψομαι, καὶ τὸ κακὸν τού‐ | |
45 | των θεωρήσω τέλος. Εἶτα διὰ τῆς θείας τοῦτο | |
προδιδάσκεται χάριτος. | 1447 | |
80.1449 | ιηʹ—κʹ. «Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον· ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ὡσεὶ ἐνύπνιον | |
5 | ἐξεγειρομένων.» Ταῦτα πάντα ἐπὶ τοῦ Κύρου Βαβυλωνίοις συνέβη· ἐκείνους μὲν γὰρ ἐξανδραπο‐ δίσας κατεδουλώσατο, Ἰουδαίοις δὲ τὴν ἐπάνοδον ἐδωρήσατο. Εἰκότως δὲ αὐτῶν ὀνείρῳ τὴν εὐημερίαν ἀπείκασεν· οὐδὲν γὰρ ἐνυπνίου διενήνοχεν ἡ τοῦ | |
10 | παρόντος βίου σκηνή. Καὶ τοῦτο καὶ ἐξ αὐ‐ τῶν τῶν Βαβυλωνίων ῥᾴδιον κατιδεῖν. Οἱ γὰρ πρὸ βραχέος ἀλαζονευόμενοι, καὶ βρενθυόμενοι, ὡς τῆς οἰκουμένης ἁπάσης κεκρατηκότες, τὴν μὲν δυνα‐ στείαν ἐξαίφνης ἀπέβαλον, εἰς ἐσχάτην δὲ δουλείαν | |
15 | μετέπεσον. «Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.» Ἡ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. Εἰκόνι τοίνυν ἀπεικάζει τῶν Βαβυλω‐ νίων τὴν δυναστείαν, εἰς ὀλίγον ἀρκέσασαν χρό‐ νον· ταύτην δὲ, φησὶ, σὺ ἐξουδενώσεις, τῆς εἰς τὴν | |
20 | σὴν πόλιν δυσσεβείας εἰσπραττόμενος δίκας. καʹ. «Ὅτι ἐξεκαύθη ἡ καρδία μου.» Ταῦτα, φησὶν, ἐλογιζόμην, ὑπὸ τῆς ἐκείνων παρανομίας πυρποληθείς· ἀνέλαβε γὰρ τὸ προοίμιον, Ὅτι ἐζή‐ λωσα ἐπὶ τοῖς ἀνόμοις, καὶ ὅπερ ἐκεῖ ζῆλον ἐκά‐ | |
25 | λεσε, τοῦτο ἐνταῦθα καρδίας ἔκκαυσιν. «Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν.» Νεφροὺς, ὡς πολλάκις ἔφην, τοὺς λογισμοὺς ὀνομάζει. Εὐσεβεῖς, φησὶν, ἔχων τοὺς λογισμοὺς, μικροῦ δεῖν ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν. | |
30 | κβʹ. «Κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἤμην δὲ ἀνεπιστήμων, καὶ μὴ εἰδώς. Τοῦτο τὸ πάθος ἔπαθον ἐξ ἀγνοίας, οὐκ εἰδώς σου τὰ κρίματα. «Κτηνώδης ἐγενήθην παρὰ σοί. [κγʹ] Κἀγὼ | |
35 | διὰ παντὸς μετὰ σοῦ.» Ἀλλ’ οὐκ ἔτι τοῦτο πείσο‐ μαι, οὐδὲ ζητῆσαί τι ἢ περιεργάσασθαι τῶν ὑπὸ τῆς σῆς σοφίας οἰκονομουμένων ἀνέξομαι· ἀλλὰ κτήνει παραπλησίως, τοῖς σοῖς ἕψομαι νεύμασιν. Οὕτω γὰρ τῆς σῆς προνοίας οὐ χωρισθήσομαι. Καθ‐ | |
40 | άπερ γὰρ τὸ κτῆνος ἀκολουθεῖ τῷ ἄγοντι, μὴ πε‐ | 1449 |
80.1452 | ριεργαζόμενον ᾗπερ ἂν ἄγηται, οὕτως ὑπὸ τῆς σῆς κυβερνώμενος χάριτος, ἀκολουθήσω κἀγὼ, μὴ πολυπραγμονῶν σου τὴν πρόνοιαν. «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. [κδʹ] | |
5 | Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με.» Ἐντεῦθεν τὰ κατὰ τὴν ἐπάνοδον λέγει, ὅτι καθάπερ πατὴρ ἤπιος παῖδα πεπλανη‐ μένον εὑρὼν, τῆς τούτου λαβόμενος δεξιᾶς, εἰς τὴν οἰκίαν ἐπανάγει· οὕτω με εἰς τὴν πατρῴαν ἐπαν‐ | |
10 | ήγαγες γῆν, τῆς μὲν δουλείας ἐλευθερώσας, ῥᾳδίαν δέ μοι τὴν διὰ τῶν ἐθνῶν διάβασιν χαρισάμενος, εὐ‐ κλεᾶ τε καὶ ἔνδοξον ἀπέφηνας. κεʹ. «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;» Ὁ δὲ Ἀκύ‐ | |
15 | λας, σαφέστερον· Τίς μοι ἐν τῷ οὐρανῷ; καὶ μετὰ σοῦ οὐκ ἠβουλήθην ἐν τῇ γῇ. Ἐρωτηματι‐ κῶς τέθεικεν ἀντὶ τοῦ, Ὑπάρχει μοι ἐλπὶς ἐν τῷ οὐρανῷ. Προσεδόκησα, φησὶ, καὶ προσδοκῶ εὐμενῆ σέ μοι γενέσθαι ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Οὔτε | |
20 | γὰρ ἐν τῷ οὐρανῷ ἄλλον τινὰ ἔχω Θεὸν καὶ κηδε‐ μόνα πλήν σου, οὔτε μὴν ἐν τῇ γῇ ἕτερόν σοι συντάττω, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ σε οἶδα Θεόν. [Εἴρηται μάλιστα καὶ ταῦτα ἐκ προσ‐ ώπου τῶν ἐξ ἐθνῶν πεπιστευκότων τῷ Σωτῆρι· λέ‐ | |
25 | γει δὲ, ὅτι] Καὶ τὴν σὴν ἀσπάζομαι δεσποτείαν. κϛʹ. «Ἐξέλιπεν ἡ καρδία μου, καὶ ἡ σάρξ μου.» Τούτου χάριν σὲ ποθῶ, καὶ διψῶ, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα, καὶ τὴν σὴν προσμένω βοήθειαν. Ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς | |
30 | τὸν αἰῶνα.» Σὲ γὰρ ἔχω καὶ μερίδα καὶ κλῆρον, καὶ ἀπόλαυσιν ἀγαθῶν. κζʹ. «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.» Οἱ δὲ πόῤῥω σφᾶς αὐτοὺς τῆς σῆς | |
35 | ποιοῦντες κηδεμονίας, καὶ εἰδώλοις λατρεύειν αἱ‐ ρούμενοι, καρπὸν ἕξουσι τῆς ἀποστάσεως ὄλε‐ θρον. Πορνείαν γὰρ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ. Οὕτω καὶ διὰ τοῦ Ἱερεμίου φησὶν ὁ Θεός· «Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω | |
40 | παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ· καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε.» Καὶ πάλιν· «Καὶ ἐμοίχευσε τὸ ξύλον, καὶ τὸν λίθον·» ἀντὶ τοῦ· Ἐμὲ τὸν νυμφίον καταλιποῦσα, ἐλάτρευσε τοῖς | |
45 | μὴ οὖσι θεοῖς. Καὶ ἐνταῦθα τοίνυν πορνείαν τὴν τῶν εἰδώλων λατρείαν ἐκάλεσε. Τοῦτο μέντοι οὐ περὶ Βαβυλωνίων εἴρηκεν, ἀλλὰ περὶ τῶν διὰ τὴν | |
ἀσέβειαν αἰχμαλώτων γεγενημένων. Οὗτοι γὰρ τὸν | 1451 | |
80.1453 | Θεὸν ἐσχηκότες νυμφίον, ἐξεπόρνευσαν, τῶν δαιμό‐ νων ἀσπασάμενοι τὴν δουλείαν· ἀλλὰ τῇ πείρᾳ σω‐ φρονεῖν διδαχθέντες βοῶσιν· κηʹ. «Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγα‐ | |
5 | θόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου.» Δι’ αὐτῶν γὰρ τῶν πραγμάτων τὴν πεῖραν λαβὼν, ἀχώριστος ἔσομαι τοῦ σεσωκότος Θεοῦ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι βεβαιωθήσομαι. «Τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου, ἐν ταῖς πύλαις τῆς | |
10 | θυγατρὸς Σιών.» Διὰ ταύτης γὰρ τῆς ἐλπίδος τῆς ἐπανόδου τετύχηκα, καὶ τὰς σὰς ἐν τῇ Ἱερουσαλὴμ ἐξηγοῦμαι θαυματουργίας. Ταύτην γὰρ ὠνόμασε θυγατέρα Σιών. Ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ, οὕτω θυγατέρα Σιὼν τὴν Σιὼν ὀνο‐ | |
15 | μάζει. Διώνυμος δὲ ἦν ἡ πόλις· ἡ γὰρ αὐτὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὑπὸ τῆς θείας καλεῖται Γραφῆς. ΕΡΜΗΝ. ΤΟΥ ΟΓʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως τῷ Ἀσάφ.» Τὴν ἐσομένην τῆς Ἱερουσαλὴμ πανωλεθρίαν ὁ προφητικὸς προθεσπί‐ | |
20 | ζων λόγος, ἐπιστῆναι καὶ συνιέναι κελεύει τοῖς ἐν‐ τυγχάνουσι τοῦ ψαλμοῦ τὴν διάνοιαν. Τινὲς μέντοι τοῖς ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γεγενημένοις προσ‐ ήρμοσαν τὸν ψαλμὸν, οὔτε τῇ ἱστορίᾳ προσεσχηκό‐ τες, οὔτε τοῦ ψαλμοῦ τὴν προφητείαν ἀκριβῶς νε‐ | |
25 | νοηκότες. Ὁ μὲν γὰρ ψαλμὸς ἐμπρησμὸν λέγει τοῦ θείου νεὼ, καὶ κατάλυσιν οἰκιῶν, καὶ πόρθησιν τῆς πόλεως παντελῆ· ταῦτα δὲ ὑπὸ Ἀντιόχου γεγε‐ νῆσθαι παρὰ τῆς ἱστορίας οὐ μεμαθήκαμεν. Οὔτε μὴν τῇ Βαβυλωνίων ἁρμόττει πολιορκίᾳ· προφήτας | |
30 | γὰρ εἶχον τηνικαῦτα πολλοὺς, τὸν Ἱερεμίαν, Οὐρίαν τὸν Σαμαίου, τὸν Ἰεζεκιὴλ, Δανιήλ. Ὁ δὲ ψαλμός φησιν· «Οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώ‐ σεται ἔτι.» Εἰ δὲ μήτε Βαβυλωνίοις, μήτε Μακεδό‐ σιν ἁρμόττει, δῆλον ὅτι τὴν ὑπὸ Ῥωμαίων ἐπ‐ | |
35 | ενεχθεῖσαν αὐτοῖς πανωλεθρίαν προαγορεύει, μεθ’ ἣν οὐδεμιᾶς ἀνακλήσεως ἔτυχον, τῆς κατὰ τοῦ Σω‐ τῆρος ἀσεβείας τίνοντες δίκας. Θαυμάσαι δὲ ἄξιον τὴν ἄῤῥητον ἀγαθότητα τοῦ Δεσπότου· ὅτι καὶ προειδὼς αὐτῶν ἀκριβῶς τὴν ἀπείθειαν, τῇ προ‐ | |
40 | φητείᾳ τῶν ἐσομένων κακῶν ἀποτρέπειν τῆς ἀσε‐ βείας πειρᾶται. Δηλοῖ δὲ ὅμως καὶ αὐτὸ τοῦ Ψαλμοῦ τὸ προοίμιον, ὡς ταύτην ἡ πρόῤῥησις τὴν ὑπόθεσιν ἔχει. «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Οὔτε γὰρ, ὡς ἐπὶ Βαβυλωνίων, τῇ δουλείᾳ τὸν ἑβδομηκον‐ | |
45 | τούτην ὥρισας χρόνον, οὔτε ὡς ἐπὶ Ἀντιόχου, τὰ ἑπτὰ ἥμισυ ἔτη, κατὰ τὴν τοῦ Δανιὴλ προφη‐ τείαν, ἀλλ’ εἰς τέλος ἀπώσω, καὶ πανωλεθρίαν κατ‐ εψηφίσω. «Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου.» Ἐπίμονον ἔσχες τὴν κατὰ τῶν προβάτων | |
80.1453(50) | τῶν σῶν ἀγανάκτησιν. | 1453 |
80.1456 | βʹ. «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.» Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἡμέτερος ἐπ‐ εκλήθης Θεὸς, καὶ σὸς ἐχρηματίσαμεν, Δέσποτα, λαός. «Ἐλυτρώσω ῥάβδον κληρονομίας σου.» Τῆς σῆς | |
5 | γὰρ ἀπολαύσαντες βοηθείας, τῆς Αἰγυπτίων ἀπηλ‐ λάγημεν δουλείας· κληρονομίαν δὲ αὐτοὺς καὶ ὁ μακάριος ἐκάλεσε Μωσῆς. «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρο‐ νομίας αὐτοῦ Ἰσραήλ.» Ῥάβδον δὲ τὸ βασιλικὸν | |
10 | ὠνόμασε σκῆπτρον, ἀντὶ τοῦ, Σὴ ἐξ ἀρχῆς ἐγενόμεθα μερὶς, σὸς ὠνομάσθημεν κλῆρος, ὑπὸ τὴν σὴν ἐτε‐ λέσαμεν βασιλείαν. Οὕτω καὶ ἐν τῷ μδʹ ψαλμῷ τὸ βασιλικὸν σκῆπτρον προσηγόρευσε ῥάβδον. Ἔφη γάρ· «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας | |
15 | σου.» —«Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.» Τῆς δὲ Αἰγυπτίων ἡμᾶς δουλείας ἐλευθερώ‐ σας, εἰς τὴν ἐπηγγελμένην τοῖς πατράσιν εἰσήγαγες γῆν, καὶ σαυτῷ τὸ Σιὼν ἀφιέρωσας ὄρος, ἵνα ὡς ἐν βασιλείοις τισὶν οἰκῶν, τὸν σὸν ἰθύνῃς λαόν. Ταῦτα | |
20 | δὲ προελέγετο, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἰκο‐ δομηθέντος νεώ. Μετὰ γὰρ τὸν Δαβὶδ, καὶ τὸν Ἀσὰφ, ὁ Σολομὼν τοῦτον ἐδείματο. γʹ. «Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερ‐ ηφανίας αὐτῶν εἰς τέλος.» Ἀπαίτησον αὐτοὺς τῆς | |
25 | ἀλαζονείας εὐθύνας· τὸ δὲ «Ἔπαρον τὰς χεῖράς σου,» ἐκ μεταφορᾶς τέθεικε τῶν ταῖς χερσὶ τοὺς ἁμαρτάνοντας μαστιγούντων. Τοῦτο δὲ ἡ προφητικὴ εἴρηκε χάρις, εἰδυῖα τοὺς πολεμίους δυσσεβείᾳ συζῶντας· οὐδὲ γὰρ ὑπὲρ τοῦ σταυρωθέντος ζη‐ | |
30 | λώσαντες, ἐκεῖνον τὸν πόλεμον ἀνεδέξαντο, ἀλλὰ τὴν οἰκουμένην δουλούμενοι. Ἐχρῆτο δὲ αὐτοῖς ὅμως ὁ Θεὸς, ὡς δημίοις, δι’ αὐτῶν τοὺς ἠσεβηκότας κο‐ λάζων. «Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου.» Οὔτε ὁ Ἑβραῖος, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, | |
35 | οὔτε μὲν οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ πληθυντι‐ κῶς ἐν τοῖς ἁγίοις τεθείκασιν, ἀλλ’ ἑνικῶς, ἐν τῷ ἁγίῳ σου· ὡς εἶναι δῆλον, ὅτι περὶ τοῦ ναοῦ ταῦ‐ τα οἱ λέγοντες λέγουσιν, ὀλοφυρόμενοι καὶ θρηνοῦν‐ τες τὰ ὑπ’ ἐκείνων εἰς τοῦτον γεγενημένα. Ταύτῃ δὲ | |
40 | τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα συμφωνεῖ. δʹ. «Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.» Ἐν τῇ τοῦ Πάσχα γὰρ ἑορτῇ, παντὸς τοῦ λαοῦ κατὰ τὸν νόμον συναθροισθέντος, | |
τὴν στρατιὰν ὁ Τῖτος παρακαθίσας, ἐπολιόρκησε | 1455 | |
80.1457 | τὴν ἐκείνων μητρόπολιν. Ἐπειδὴ γὰρ ἐν τῇ τοῦ Πάσχα ἑορτῇ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν, κατὰ τὸν αὐτὸν καιρὸν τίνουσι τῆς ἀσεβείας ποινήν. «Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. [εʹ.] Καὶ | |
5 | οὐκ ἔγνωσαν ὡς εἰς τὴν ἔξοδον ὑπεράνω.» Τὰ τρό‐ παια, φησὶν, ἅπερ ἔστι σημεῖα καὶ σύμβολα νίκης, ἤγειραν ἐπάνω τῶν ἡμετέρων πυλῶν, γνώριμον ἅπασι τοῖς μετὰ ταῦτα καθιστῶντες τὴν νίκην· καὶ Πιλάτος δὲ τὰ βασιλικὰ σημεῖα παρὰ τὸν νόμον εἰς | |
10 | τὴν πόλιν εἰσήγαγε, καὶ χοίρου δὲ προτομὴν οἱ Ῥω‐ μαίων βασιλεῖς τοῖς τῆς πύλης ἐνεκόλαψαν λίθοις. Διὰ τούτων δὲ πάντων ἐμάνθανον, ὡς ἔρημοι τῆς θείας κηδεμονίας ἐγένοντο. Ταῦτα καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις προεῖπεν· «Ὅτ’ ἂν ἴδητε | |
15 | τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω), τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευ‐ γέτωσαν εἰς τὰ ὄρη.» «Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν. [ϛʹ.] Τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτό· ἐν πελέκει καὶ λα‐ | |
20 | ξευτηρίῳ κατέῤῥαξαν αὐτήν.» Ὑλοτομικοῖς καὶ τε‐ κτονικοῖς ὀργάνοις χρώμενοι, καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρῦν διαφθείροντες. ζʹ. «Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς | |
25 | τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» Οὐκ ἀπέχρησεν αὐτοῖς τῶν ἄλλων οἰκιῶν ἡ πόρθησις, ἀλλὰ καὶ κατὰ τοῦ ἀφιερωμένου σοι νεὼ τὴν μανίαν ἐξέτειναν· καὶ τὰ μὲν πυρὶ παρέδοσαν, τὰ δὲ κατέλυσαν ταῖς χερσὶν, ὡς κοινοῖς τοῖς ἁγίοις | |
30 | χρησάμενοι. ηʹ, θʹ. «Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, αἱ συγ‐ γένειαι αὐτῶν ἐπὶ τὸ αὐτὸ, Δεῦτε καὶ καταπαύ‐ σωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προ‐ | |
35 | φήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.» Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφωνίας ἕνα σκοπὸν ἔσχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. Διὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον πολιτείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μή τε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν | |
40 | ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς δι‐ ελεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων ἐξαίφνης κατέστησαν ἔρημοι. Πολλοὺς γὰρ καὶ μετὰ τὴν | |
ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζαχα‐ | 1457 | |
80.1460 | ρίαν, τὸν Μαλαχίαν, καὶ οἱ τούτων πρεσβύτεροι προ‐ φῆται, καὶ τῷ λαῷ, καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς κατα‐ δήλους ἐποίουν· καὶ τοῦτο ἐκ τῆς ἱστορίας κατα‐ | |
5 | μαθεῖν εὐπετές. ιʹ. «Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; παρ‐ οξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;» Μέ‐ χρι πότε ταῖς τούτων ἡμᾶς ἐκδίδως παρανομίαις, καὶ τὰς βλασφήμους αὐτῶν μακροθύμως φέρεις | |
10 | φωνάς; ιαʹ. «Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;» Κόλπος Θεοῦ, ὁ τῶν ἀγαθῶν θησαυρός· χεὶρ δὲ, ἡ ἐνέργεια. Τί δήποτε συνήθως οὐ χορηγεῖς τὰ | |
15 | ἀγαθὰ, ἀλλ’ αἴρεις ἀπὸ τοῦ κόλπου τὴν χεῖρα; Τέθεικε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν πεπληρωμένον ἐχόντων τὸν κόλπον, καὶ αἰτουμένων μὲν, δοῦναι δὲ μὴ βουλομένων, ἀλλ’ ἐπιστρεφόντων εἰς τοὐπίσω τὴν χεῖρα. | |
20 | ιβʹ. «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος.» Καίτοι σε ἴσμεν ἄνωθεν καὶ ἐξ ἀρχῆς βασιλέα, καὶ ὡς παρὰ βασιλέως ἀεὶ τῶν δωρεῶν ἀπολαύομεν. «Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.» Ἀμέλει δήλην ἅπασι τὴν περὶ ἡμᾶς γενομένην κηδεμονίαν | |
25 | πεποίηκας. Τὸ γὰρ ἐν μέσῳ τῆς γῆς, ἀντὶ τοῦ, πάντων ὁρώντων. ιγʹ. «Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν.» Φευγόντων γὰρ τοὺς Αἰγυπτίους, καὶ ὑπὸ τῆς θαλάσσης κωλυομένων διαβῆναι, σὺ τὴν | |
30 | παράδοξον ἐκείνην ἐδωρήσω πορείαν, τὴν ῥοώδη φύσιν στεγανὴν ἐργασάμενος, καὶ διὰ τῶν κυμάτων τὰ ἑκατέρωθεν δομησάμενος τείχη. «Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. [ιδʹ.] Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ | |
35 | δράκοντος.» Δράκοντας μὲν τοὺς Αἰγυπτίους καλεῖ, κεφαλὰς δὲ δρακόντων, τοὺς ἐκείνων στρατηγοὺς, καὶ ταξιάρχας, καὶ λοχαγούς. Τὸν δὲ ἑνικῶς ὀνομα‐ σθέντα δράκοντα, τὸν Φαραὼ λέγει, τὸν πολλοῖς ἄρ‐ χουσιν ἐφεστῶτα. [Λέγει δὲ καὶ τὸν διάβολον, ὃν | |
40 | ἐπέδησε καὶ κατήργησεν ὁ νομοθέτης παρασχεδὸν τῷ ἑκουσίῳ θανάτῳ.] Διὸ καὶ πολλὰς αὐτὸν ἔφησεν ἔχειν κεφαλάς. Τούτους δὲ, φησὶν, ἅπαντας ὑποβρυχίους | |
ἐποίησας, καὶ ἢν ἐφ’ ἡμῶν ἐκραταίωσας θάλασσαν, | 1459 | |
80.1461 | ἐπ’ ἐκείνων διέλυσας, καὶ τοῖς ἐκείνης αὐτοὺς ἔχωσας κύμασιν. «Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.» Ὅμοροι τῶν Αἰγυπτίων οἱ Αἰθίοπες ὄντες, πόλεμον εἶχον πρὸς ἐκείνους συχνόν· ἀλλὰ | |
5 | τοῦ Φαραὼ σὺν τῇ στρατιᾷ τῇ θαλάσσῃ παραδοθέν‐ τος, εὐχείρωτοι λοιπὸν οἱ Αἰγύπτιοι ἐγένοντο τοῖς Αἰθίοψι· καὶ καθάπερ τὴν τροφὴν ὁ πεινῶν ἀναλί‐ σκει ῥᾳδίως, οὕτως αὐτοὺς εὐπετῶς μάλα κατηγωνί‐ ζοντο. Διό φησιν ὁ προφητικὸς λόγος· «Ἔδωκας | |
10 | αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν,» ἀντὶ τοῦ, εὐ‐ αλώτους αὐτοὺς ἀπέφηνας, εὐμαρῶς ὑπὸ τῶν Αἰθιόπων παρασκευάσας ἀναλίσκεσθαι. ιεʹ. «Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους.» Ὁ δὲ Ἑβραῖος, καὶ οἱ ἄλλοι ἑρμηνευταὶ, πηγὴν εἰρήκασι. | |
15 | Κἄν τε πηγὴν εἴπωμεν, κἄν τε πηγὰς, οὐχ ἁμαρτη‐ σόμεθα τῆς ἀληθείας. Πηγὴν γὰρ τὸ ἀπὸ τῆς πέτρας ῥυὲν ὕδωρ ὁ προφητικὸς λόγος καλεῖ· ἀλλὰ τοῦτο διαι‐ ρεθὲν πολλὰς ἐποίησεν αὔλακας, ὥστε ῥᾳδίως τὰς πολ‐ λὰς ἐκείνας μυριάδας ἀπολαῦσαι τοῦ νάματος. Εὑρί‐ | |
20 | σκομεν δὲ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς γεγενημένον. Καὶ τὸ μὲν ἡ Ἔξοδος διδάσκει, τὸ δὲ ἡ βίβλος τῶν Ἀριθμῶν. Πηγὴν δὲ εἰκότως ὠνόμασε τὴν ἀναβλύ‐ σασαν πέτραν τὰ τοῦ ὕδατος ῥεύματα. Χειμάῤῥους δὲ πάλιν αὐτὰ προσηγόρευσεν, ὡς μὴ κατὰ φύσιν | |
25 | ῥεύσαντα, ἀλλὰ τότε πρῶτον ἀναδοθέντα. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἔστιν ἀένναος, ἀλλ’ ἐκ τῶν ὑετίων ὑδάτων συνίσταται· οὕτω τοῖς θείοις ἐκεῖνο νεύμασιν ἀνεδόθη τὸ ὕδωρ. Σὺ ἐξήρανας ποτα‐ μοὺς Ἠθάμ. Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ ἐξήρανας | |
30 | ποταμοὺς ἀρχαίους. Τοὺς μὲν γὰρ μὴ ὄντας, μήτε ἐξ ἀρχῆς γενομένους, ἀναβλῦσαι ἐν τῇ ἐρή‐ μῳ προσέταξας. Τοὺς δὲ πάλαι γεγονότας, καὶ ἀρ‐ χαίαν ἐσχηκότας πορείαν, τοῦ τρέχειν ἔπαυσας ἐθε‐ λήσας. Τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Ἔθετο | |
35 | ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δί‐ ψαν· γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων, καὶ κατῴκησεν ἐκεῖ πεινῶντας.» Τοὺς μὲν γὰρ | |
40 | Σοδόμων καὶ Γομόῤῥων, καὶ τῶν ἄλλων περι‐ οίκων κατεξήρανε ποταμοὺς, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν. Τῇ δὲ ἀνύδρῳ γῇ τοὺς ἀπὸ τῆς πέτρας ἔδωκεν ὀχετοὺς, τῷ διψῶντι λαῷ προσφέρων τὰ νά‐ ματα. Ῥᾴδιον γὰρ αὐτῷ ὡς βούλεται μετοχετεῦσαι | |
45 | τῶν ὑδάτων τὴν φύσιν. Διὰ μέντοι τούτου καὶ ἕτερον ὁ λόγος παραδηλοῖ, ὡς Ἰουδαίοις μὲν διὰ τὴν παρα‐ νομίαν τῶν προφητικῶν ποταμῶν οὐ προσοίσει τὰ νάματα, τὰ δὲ ἔθνη, τὰ πάλαι ἔρημα, τοῖς ὑπὸ | |
τῆς πέτρας ἀρδεύσει κρουνοῖς· ἡ δὲ πέτρα, ᾗ φησιν | 1461 | |
80.1464 | ὁ θεῖος Ἀπόστολος, ἐστὶν ὁ Χριστός. Καὶ ἅπαντα τάδε τὰ εἰρημένα ἀπὸ τοῦ· «Εἰργάσατο σωτη‐ ρίαν ἐν μέσῳ τῆς γῆς,» τῶν ἡμετέρων εὐεργεσιῶν περιέχει τὸν τύπον. Καὶ γὰρ ἐκεῖ δι’ ὑδάτων ἡ τῆς | |
5 | δουλείας ἀπαλλαγὴ, καὶ ἐνταῦθα δι’ ὑδάτων ἐλευ‐ θερίας ἀρχή. Ἐκεῖ δρακόντων κεφαλαὶ τοῖς ὕδασι συντριβόμεναι, καὶ ἐνταῦθα δυναστεῖαι δαιμόνων καταλυόμεναι τῇ τοῦ βαπτίσματος χάριτι. Ἐκεῖνοι εὐχείρωτοι μετὰ τὴν θάλασσαν ἐγένοντο τοῖς Αἰθίοψι, | |
10 | καὶ οἱ ἡμέτεροι πολέμιοι μετὰ τὴν ἁγίαν κολυμβή‐ θραν εὐκαταγώνιστοι ἐγένοντο τοῖς πάλαι μελαίνας τὰς ψυχὰς ἐσχηκόσι. Καὶ τἄλλα δὲ τούτοις ὁμοίως ῥᾴδιον συνιδεῖν τοῖς προσέχειν ἐθέλουσιν. [Ἐκεῖ ῥάβδος, ἐνταῦθα σταυρός· ἐκεῖ Μωϋσῆς, ἐνταῦθα ἀρ‐ | |
15 | χιερεῖς· ἐκεῖ θάλαττα, ἐνταῦθα κολυμβήθρα· ἐκεῖ δώδεκα πηγαὶ, ἐνταῦθα δώδεκα ἀπόστολοι· ἐκεῖ ἑβδο‐ μήκοντα στέλεχοι, ἐνταῦθα ἑβδομήκοντα βίβλοι.] Ἡμεῖς δὲ ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. ιϛʹ, ιζʹ. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· | |
20 | σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά.» Ἀπὸ τῶν ἰδικῶν εὐεργεσιῶν ἐπὶ τὰς κοινὰς τὸν λόγον μετήνεγκε, καὶ κτίστην εἶναι διδάσκει τοῦ παντὸς τὸν τῶν ὅλων Θεὸν, ἡμέ‐ | |
25 | ρας τε καὶ νυκτὸς ποιητὴν, φωτὸς χορηγὸν, καὶ ἡλίου δημιουργὸν, καὶ τοῦ χρόνου πρύτανιν. Διὰ γὰρ τοῦ ἔαρος καὶ τοῦ θέρους, ἐδήλωσε τὰς τροπάς· ἀντὶ δὲ τοῦ, Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, | |
30 | ἐστήλωσας, ὁ δὲ Σύμμαχος ἔστησας εἴρηκε. Δηλοῖ δὲ ὁ λόγος, ὡς αὐτὸς αὐτῇ τὸ εἶναι δέδωκε, καὶ τὰ μὲν αὐτῆς εἰς πεδία, τὰ δὲ εἰς ὄρη καὶ νάπας ἀπένειμε· τὰ δὲ ἐκοίλανεν εἰς ὑποδοχὴν λιμναίων καὶ θαλαττίων ὑδάτων. | |
35 | ιηʹ. «Μνήσθητι ταύτης.» Ταῦτα, φησὶν, ἅπαντα πεποιηκὼς, ὁ τῶν τοσούτων καὶ τηλικούτων δημιουρ‐ γὸς, μνήσθητι ταύτης, τουτέστι τῆς Συναγωγῆς, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς. Πρὸς ἐκεῖνο γὰρ ἀποδέδωκε τοῦτο. «Ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς | |
40 | ἄφρων παρώξυνε τὸ ὄνομά σου.» Μὴ εἰς ἡμᾶς, φησὶν, ἀπίδῃς, ἀλλ’ εἰς τὰς τῶν δυσμενῶν βλασφη‐ μίας. ιθʹ. «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογου‐ μένην σοι.» Οὐχ ἁπλῶς ὁ προφητικὸς πᾶσιν | |
45 | ἐπεύχεται λόγος· ἀλλὰ τοῖς τὸ θεῖον ὁμολογοῦσιν ὄνομα αἰτεῖ τὰ ἀγαθὰ [τοῖς ὁμολογοῦσι τὸν | |
σταυρωθέντα Θεὸν ἐκ Θεοῦ, καὶ τοῦ Πατρὸς καὶ τοῦ | 1463 | |
80.1465 | Πνεύματος ὁμοούσιον]. Θηρία δὲ καλεῖ, [οὐ μόνον] τὴν τῶν πολεμίων ὠμότητα [ἀλλὰ καὶ τῶν ἀθε‐ τούντων τὸν σταυρωθέντα καὶ μὴ ὁμολογούντων ὡς εἴρηται Θεόν]. «Τῶν ψυχῶν τῶν πενήτων σου μὴ | |
5 | ἐπιλάθῃ εἰς τέλος.» Καὶ πένητες δὲ εἶεν ἂν οἱ τὸ φρόνημα ταπεινοί. «Μακάριοι γὰρ [ὡς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ] οἱ πτωχοὶ τῷ πνεύ‐ ματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. κʹ. «Ἐπίβλεψον εἰς τὴν διαθήκην τῶν δούλων | |
10 | σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.» Οἱ γὰρ τῆς σῆς αἴγλης οὐκ ἀπολαύσαντες, ἀλλ’ [ἄνθρωπόν σε μετὰ τῶν Ἰου‐ δαίων βλασφημοῦντες, καὶ μὴ ὁμολογοῦντές σε ἥλιον δικαιοσύνης, καὶ] τὸ τῆς ἀγνοίας ἀγαπήσαντες | |
15 | σκότος, ἀνομίας καὶ τῆς ἐντεῦθεν φυείσης τιμωρίας μεστὰς ἔχουσιν οἰκίας, ἀντὶ τοῦ, Παντοδαποῖς κακοῖς παρεδόθησαν, διὸ προείλοντο σκότος. καʹ. «Μὴ ἀποστραφήτω τεταπεινωμένος κατ‐ ῃσχυμμένος.» Ἱκετεύομεν μὴ διαμαρτεῖν τῆς | |
20 | δεήσεως, μηδὲ μετ’ αἰσχύνης ἀποπεμφθῆναι. «Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου.» Οἱ δὲ τῆς σῆς δεόμενοι βοηθείας, καὶ ταύτης τυχόν‐ τες, προσφέρειν σοι τὸν ὕμνον εἰώθασιν. κβʹ. «Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. | |
25 | Μνήσθητι τοῦ ὀνειδισμοῦ σου, τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.» Σφόδρα δὲ ἁρμοδίως τὴν ἀντ‐ ωνυμίαν ἐνήλλαξεν· οὐκ εἶπε τὴν δίκην μου, ἀλλὰ τὴν δίκην σου. Ἐγὼ μὲν γὰρ, φησὶν, ἐνδίκως ὑπέμεινα ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ | |
30 | σοῦ βλασφημίας [οἱ μὲν σταυρώσαντες, οἱ δὲ καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ βάπτισμα ἀθετήσαντες]. κγʹ. «Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.» Καὶ ἐνταῦθα τῷ ἑαυτῶν προσώπῳ τὴν τῶν πολε‐ | |
35 | μίων ἀλαζονείαν συνέζευξαν, οὐ δι’ ἑαυτοὺς, ἀλλὰ δι’ ἐκείνους, φειδοῦς τινος ἀξιωθῆναι παρακα‐ λοῦντες. ΕΡΜΗΝ. ΤΟΥ ΟΔʹ ΨΑΛΜΟΥ. | |
αʹ. «Εἰς τὸ τέλος, μὴ διαφθείρῃς· τῷ Ἀσὰφ | 1465 | |
80.1468 | ψαλμὸς ᾠδῆς.» Ὁ δὲ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τῷ Ἀσάφ. Ἐπειδὴ πρόῤῥη‐ σιν ὁ ψαλμὸς ἔχει τῆς δικαίας τοῦ Θεοῦ κρίσεως. καὶ προαγορεύει καὶ τῶν ἐργατῶν τῆς πονηρίας τὸν | |
5 | ὄλεθρον, καὶ τῶν τῆς ἀρετῆς ἐραστῶν τὰς ἀγαθὰς ἀντιδόσεις· εἰκότως διὰ τῆς ἐπιγραφῆς ὁ λόγος παρακελεύεται, μὴ διαφθεῖραι τοὺς εὐσεβεῖς λογι‐ σμοὺς, ἀλλ’ ὑγιεῖς αὐτοὺς φυλάξαι, καὶ τὴν ἀφθαρ‐ σίαν κληρονομῆσαι. Εἴρηται μέντοι καὶ οὗτος ὁ | |
10 | ψαλμὸς ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν ὑπισχνουμένων, ἐὰν τῆς θείας χάριτος ἀπολαύσωσιν. βʹ. «Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησό‐ μεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.» | |
15 | Καὶ ἐντεῦθεν δῆλον, ὡς οὐδέπω τῆς ἐπανόδου τετυ‐ χηκότες ταῦτα διεξίασιν. Ὑπισχνοῦνται δὲ τὸν Θεὸν ὑμνεῖν, καὶ τῷ σεβασμίῳ αὐτοῦ ὀνόματι λαμπρυν‐ θήσεσθαι. Τὸ γὰρ, Ἐπικαλεσόμεθα τὸ ὄνομά σου τοῦτο δηλοῖ, ὅτι Πάλιν τῷ σῷ ὀνόματι προσαγορευ‐ | |
20 | θησόμεθα, καὶ λαὸς χρηματίσομεν σός. «Διηγήσομαι πάντα τὰ θαυμάσιά σου. [γʹ] Ὅτ’ ἂν λάβω καιρόν.» Ὁ δὲ Ἀκύλας καὶ Σύμμα‐ χος οὕτως· Ὅτ’ ἂν λάβω τὴν Συναγωγήν. Ὅτ’ ἂν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου | |
25 | συναθροισθῶμεν νεὼν, τότε σὲ καὶ ἐννόμως ὑμνή‐ σομεν, καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Νῦν γὰρ βοῶμεν· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Οὕτως ὁ προφητικὸς | |
30 | λόγος, ἃ ἐχρῆν εἰπεῖν τοὺς ἐν Βαβυλῶνι δορυαλώ‐ τους διδάξας [καὶ τοὺς διὰ μετανοίας ἐπιστρέ‐ φοντας πρὸς τὸν Σωτῆρα τοῦ παντὸς παιδαγωγήσας], ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγ‐ γελίας ἀποκρινόμενον, καὶ λέγοντα· «Ἐγὼ εὐθύ‐ | |
35 | τητας κρινῶ.» Ἐνδίκως, φησὶν, ὑμῖν καὶ Βαβυλω‐ νίοις δικάσω. δʹ. «Ἐτάκη ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Πάσης γάρ εἰμι τῆς οἰκουμένης κριτὴς, καὶ ἅπασι τὰς ἀξίας ἐποίσω τιμωρίας. «Ἐγὼ | |
40 | ἐστερέωσα τοὺς στύλους αὐτῆς.» Ἐγκρατὴς δὲ πάντων εἰμὶ, ὡς ἁπάντων ὑπάρχων δημιουργός. Ἐγὼ γὰρ τὴν γῆν πεποίηκά τε καὶ ἥδρασα, οἷον | |
στύλοις τισὶ τοῖς ἐμοῖς αὐτὴν ὅροις ἐρείδων. | 1467 | |
80.1469 | Πρόσταγμα γὰρ ἐθέμην, καὶ οὐ παρελεύσεται. Διὰ τοῦτο καὶ δικαστὴς ὢν, κολάζειν μὲν οὐ βούλομαι, ἀλλὰ προλέγω τὰς τιμωρίας, ἵνα τῇ ἀπειλῇ σωφρο‐ νεστέρους τοὺς πλημμελοῦντας ἐργάσωμαι· καὶ | |
5 | παραινῶ, καὶ συμβουλεύω, πᾶν μὲν εἶδος ἀνομίας μυσάττεσθαι, ἐπιμελεῖσθαι δὲ τοῦ δικαίου καὶ τοῦ μετρίου φρονήματος· ταῦτα γὰρ διὰ τῶν ἐπαγο‐ μένων ἐδίδαξεν. εʹ. «Εἶπον τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε· | |
10 | καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας.» Τοῦτο γὰρ πάντων χαλεπώτατον πάθος, τὸ μὴ μόνον ἁμαρτάνειν, ἀλλὰ καὶ γαυριᾷν ἐπὶ τούτῳ. ϛʹ. «Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν.» Εἶτα δείκνυσι ποῖον ὕψος καλεῖ. «Καὶ μὴ λα‐ | |
15 | λεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.» Καὶ γὰρ τὰ κερασ‐ φόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγ‐ γυᾷ δὲ αὐτοῖς ὁ λόγος, μὴ αὔξειν τῇ ἀλαζονείᾳ τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. ζʹ, ηʹ. «Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, | |
20 | οὔτε ἀπὸ ἐρήμων ὀρέων. Ὅτι ὁ Θεὸς κριτής ἐστιν.» Ἐξόδους τὰς ἀνατολὰς εἴρηκεν· οὕτω δὲ καὶ ἡ πέμπτη ἔκδοσις· ἔρημα δὲ ὄρη, τὰ βόρεια καὶ τὰ νότια τμήματα. Ταῦτα γὰρ δι’ ἄκραν ψυχρότητα καὶ θερμότητα ἀοίκητα μεμένηκε παντελῶς. Διδάσκει | |
25 | τοίνυν, ὅτι τῶν ἀδυνάτων ἐστὶ τοῦ Θεοῦ τὴν κρίσιν διαφυγεῖν. Κἂν γὰρ τὰ ἑῷα καταλάβῃ, κἂν τὰ ἑσπέ‐ ρια, κἂν εἰς τὰ νότια, κἂν εἰς τὰ βόρεια πειραθῇ διαδράναι, τῇ θείᾳ ὑπόκειται ψήφῳ. Εἶτα διδάσκει τὰς τοῦ βίου μεταβολὰς, γνώμῃ Θεοῦ γινομένας. | |
30 | «Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. [θʹ] Ὅτι πο‐ τήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο.» Περὶ δὲ τοῦ ποτηρίου καὶ ἡ τοῦ θεσπεσίου Ἱερεμίου προφητεία διδάσκει. Κελεύεται γὰρ ὑπὸ τοῦ τῶν | |
35 | ὅλων Θεοῦ τοῦτο λαβεῖν, καὶ ποτίσαι τὴν Ἱερουσα‐ λὴμ, καὶ τοὺς ἄρχοντας, καὶ τὰ ὅμορα ἔθνη. Οἶνον δὲ τὴν τιμωρίαν καλεῖ, ὡς τῇ μέθῃ παραπλησίως ἀφαιρουμένην τὴν δύναμιν, καὶ τὰς τῶν μορίων διαλύουσαν ἁρμονίας. Λέγει τοίνυν ὁ προφητικὸς | |
40 | λόγος, ὅτι ποτὲ μὲν ἡμῖν, ποτὲ δὲ ἐκείνοις ὁ δίκαιος κριτὴς προσφέρει τὴν τιμωρίαν· καὶ νῦν μὲν τοῦ‐ τον ὑψοῖ, ἐκεῖνον δὲ ταπεινοῖ, καὶ πάλιν τὸ ὕψος μετατίθησιν εἰς ἑτέρους, καὶ συμφορὰς ἐναλλάττει, καὶ εὐημερίας μεταβάλλει. Ταῦτα δὲ οὐχ ἁπλῶς οἱ | |
45 | ἐν Βαβυλῶνι δορυάλωτοι ἐδιδάσκοντο λέγειν, ἀλλὰ | 1469 |
80.1472 | προπαιδευόμενοι καὶ τὴν Βαβυλωνίων δουλείαν, καὶ τὴν οἰκείαν ἐλευθερίαν. Οὐκ εἰς μακρὰν γὰρ ὁ Κῦρος ἐκείνων μὲν τὴν δύναμιν κατέλυσε, τούτοις δὲ τὴν προτέραν ἐλευθερίαν ἀπέδωκε. «Πλὴν ὁ | |
5 | τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Τὴν χαλεπωτέραν τιμωρίαν τρυγίαν ἐκάλεσεν. Ἐγὼ μὲν, φησὶ, τὸ διειδέστε‐ ρον ἔπιον, τοῦτ’ ἔστιν, ἐλάττοσιν ὑπεβλήθην κακοῖς· αὐτὴν δὲ τὴν ὑποσταθμὴν Βαβυλώνιοι πίονται, ἀντὶ | |
10 | τοῦ, χαλεπώτερα ὧν εἰργάσαντο πείσονται· ἐγὼ μὲν γὰρ ἑβδομήκοντα ἔτη δουλεύσας τῆς ἐπανόδου τετύχηκα, ἐκεῖνοι δὲ διηνεκεῖ δουλείᾳ παραδοθή‐ σονται. ιʹ. «Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ.» Ὥσπερ γὰρ ἡμῶν πιόντων | |
15 | ἐκεῖνοι τοῖς ἡμετέροις κακοῖς ἐπετώθαζον· οὕτως ἡμεῖς τὴν ἐκείνων τιμωρίαν ὁρῶντες, τῷ Θεῷ τὴν ὑμνῳδίαν προσοίσομεν· οὐκ ἐκείνοις ἐπεμβαίνοντες, ἀλλ’ εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι. ιαʹ. «Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συν‐ | |
20 | θλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου.» Διὰ τούτων δὲ τῶν λόγων προεδιδάχθησαν, ὡς καὶ τοὺς ἐπιστρατεύσαντας αὐτοῖς μετὰ τὴν ἐπάνοδον καταλύσουσι πολεμίους. Διά τοι τοῦτο καὶ «πάντα εἶπε τὰ κέρατα τῶν ἁμαρτωλῶν,» ἐπειδὴ ἐκ | |
25 | διαφόρων συλλεγέντες τῶν ἐθνῶν, τὸν κατ’ αὐτῶν ἀνεδέξαντο πόλεμον. Μέμνηται δὲ τούτων καὶ ἡ τοῦ Ἰεζεκιὴλ προφητεία, καὶ μέντοι καὶ ἡ τοῦ Μι‐ χαίου, καὶ ἡ τοῦ Ζαχαρίου· ὧν καταλυθέντων λαμ‐ προὶ ἐγένοντο καὶ περίβλεπτοι, ἅτε δὴ τοιαύτην | |
30 | κατορθώσαντες νίκην. Κέρας δὲ δικαίου τὸ εὐσεβὲς ἐκάλεσε φρόνημα. Εἰ δέ τις τὸν Ζοροβάβελ νοῆσαι βουληθείη, τὸν ἐνταῦθα καλούμενον δίκαιον, ᾧ χρη‐ σάμενος ὁ Θεὸς ὑπουργῷ τὴν νίκην ἐκείνην εἰργά‐ σατο, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. | |
35 | ΕΡΜΗΝ. ΤΟΥ ΟΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.» Τὴν τοῦ Ἀσσυρίου προσθήκην οὐχ εὗρον ἐν τῷ Ἑξαπλῷ, ἀλλ’ ἐν ἐνίοις ἀντιγράφοις. Ταύτην μέντοι ἔχει τὴν | |
40 | ὑπόθεσιν ὁ ψαλμός· τὰ γὰρ κατὰ τὸν Σενναχηρεὶμ προθεσπίζει, καὶ τὴν ἐπενεχθεῖσαν τῇ στρατιᾷ τι‐ μωρίαν. βʹ. «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.» Ἐν μιᾷ γὰρ νυκτὶ τῶν | |
45 | τοσούτων μυριάδων δι’ ἀγγέλου τὴν θανατηφόρον | 1471 |
80.1473 | δεξαμένων πληγὴν, δῆλος ἐγένετο πᾶσιν ὁ τῶν ὅλων Θεὸς, ἄγαν τοῦ Ἰσραὴλ προμηθούμενος, καὶ ἐν τῇ Ἰουδαίᾳ τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν. γʹ. «Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, | |
5 | καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.» Τοῦ γὰρ πλήθους ἀναιρεθέντος, οἱ ὑπολειφθέντες διέδρασαν, ἄγγελοι τῆς θείας γεγενημένοι δυνάμεως. Τούτου χάριν σὺν τοῖς ἄλλοις οὐκ ἀνῃρέθησαν. Ἐντεῦθεν ἡ πόλις τῆς εἰρήνης ἀπήλαυσε, καὶ ὑπέλαβον ἅπαν‐ | |
10 | τες, ὡς ἀληθῶς ἐν τῇ Σιὼν κατοικεῖν ηὐδόκησεν ὁ Θεός. Εἶτα διδάσκει, πῶς γνωστός ἐστιν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. δʹ. «Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον.» Πρὸ τῶν τῆς | |
15 | πόλεως, φησὶ, περιβόλων, ὁπλίτας κατὰ ταὐτὸν, καὶ τοξότας, καὶ πελταστὰς ἀνελὼν, ἄχρηστα παν‐ τελῶς τὰ τούτων ἀπέφηνεν ὅπλα. εʹ. «Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰω‐ νίων.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἐπιφανὴς εἶ, | |
20 | ὑπερμεγέθης ἀπὸ ὀρέων θήρας. Ἐν γὰρ τοῖς ἡμε‐ τέροις ὄρεσι τῇ θήρᾳ τοῦ θανάτου τοὺς δυσμενεῖς παραδοὺς, ὑπερμεγέθης καὶ ἐπιφανὴς παρὰ πᾶσιν ἀνεδείχθης. Φωτίζεις γὰρ τῷ θαύματι τοὺς ἀγνοοῦν‐ τας, καὶ διδάσκεις ὅστις ὑπάρχεις. | |
25 | ϛʹ. «Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν.» Μείζονι γὰρ φρονήματι χρησάμενοι κατὰ σοῦ, ἀθρόαν ὑπέμειναν ταραχὴν, διὰ τὴν τῆς ψυ‐ χῆς ἀφροσύνην, καὶ ἀδεῶς καθεύδειν ὑπολαβόντες, | |
30 | τῆς ἐλπίδος ἐψεύσθησαν. Τὸν γὰρ ὕπνον θάνατος διεδέξατο. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι ἀνα‐ στάντες εὗρον ἅπαντα τὰ σώματα νεκρά. «Πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὑτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ | |
35 | τὰς χεῖρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι’ ἧς τὸν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐ‐ δὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· ζʹ. «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύ‐ | |
40 | σταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.» Ἔνευσας, φησὶ, καὶ παραχρῆμα κατέπεσον οἱ τὴν ἱππικὴν εἰδέναι ἀλαζονευόμενοι τέχνην. Διὰ δὲ τοῦ ἐνύστα‐ ξαν τὴν τοῦ θανάτου ἐδήλωσεν εὐκολίαν. Καθάπερ γὰρ ὁ νυστάζων ῥᾳδίως ἐθελήσας καθεύδει, οὕτως | |
45 | ἐκεῖνοι σύντομον ἐδέξαντο τοῦ βίου τὸ πέρας. ηʹ. «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;» Τίς γὰρ ἱκανὸς ἀντιστῆναί σοι, καὶ διαφυγεῖν τὴν | |
ἐπαγομένην παρὰ σοῦ τιμωρίαν; «Ἀπὸ τότε ἡ | 1473 | |
80.1476 | ὀργή σου.» Εὐθὺς τῆς βλασφημίας ἀκούσας, ἠδύ‐ νασο τοὺς ἀλιτηρίους κολάσαι, ἀλλ’ ἐμακροθύμησας προσμένων τὴν μεταβολήν. θʹ. «Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν.» Ἄνω‐ | |
5 | θεν, φησὶν, ἐκφέρεις τὰς ψήφους καθ’ ὧν ἐθέλεις. Τὸ μέντοι «ἠκούτισας,» ἀκουστὴν ποιήσεις ὁ Σύμμαχος εἴρηκεν. «Γῆ ἐφοβήθη, καὶ ἡσύχασεν, [ιʹ] ἐν τῷ ἀναστῆ‐ ναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς | |
10 | πραεῖς τῆς γῆς.» Δέους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ’ ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ’ ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογι‐ σμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγεί‐ | |
15 | λαντας, τῆς σωτηρίας τετυχηκότας. ιαʹ. «Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.» Τούτων ἀπολαύσαντες τῶν ἀγαθῶν, εἰς ὑμνῳδίαν ἀφιεροῦμεν τοὺς λογισμοὺς, οὐδὲ βραχὺ αὐτῶν μό‐ | |
20 | ριον εἰς ἑτέραν ἀσχολοῦντες φροντίδα. ιβʹ. «Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.» Ἀλλήλοις ἐγκελεύονται καὶ ὑποσχέσθαι δῶρα, καὶ πληρῶσαι τὰς ὑποσχέσεις. Αἰσχρὸν γὰρ καὶ ἀγνωμοσύνης μεστὸν, τοὺς μὲν ὁμόρους ἅπαν‐ | |
25 | τας τοῦτο δράσαι διὰ τὸ δέος, τοὺς δὲ τῆς εὐεργε‐ σίας τετυχηκότας ἀχαριστίᾳ νοσῆσαι. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φο‐ βερῷ, [ιγʹ] καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, | |
30 | φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέν‐ τες θαυμάτων, καὶ διὰ τῶν πραγμάτων μεμαθη‐ κότες, ὡς οὗτος ἀληθῶς ὑπάρχει Θεὸς, ὁ καὶ τοῖς δυναστεύουσι, καὶ τῆς γῆς βασιλεύειν ὑπειληφόσι, | |
35 | θάνατον ἐπάγων. ΕΡΜΗΝ. ΤΟΥ Οϛʹ ΨΑΛΜΟΥ. α. «Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Ἀσάφ.» Ὁ δὲ Σύμμαχος, διὰ Ἰδιθούμ. Χορὸν δὲ καὶ αὐτὸς ἐπεπίστευτο τὸν Θεὸν ἀνυμνούντων· | |
40 | τοῦτον τοίνυν ὁ Ἀσὰφ, ἢ αὐτὸς εἰρηκὼς, ἢ τῇ τοῦ Δαβὶδ ὑπουργῶν προφητείᾳ. Ἀποφήνασθαι γὰρ περὶ τῶν ἀμφιβαλλομένων οὐκ ἀκίνδυνον. Προλέγει δὲ τῶν ἐν Βαβυλῶνι δουλεύειν ἠναγκασμένων Ἰσραη‐ λιτῶν, καὶ τὰς τῶν λογισμῶν διχονοίας, καὶ τὰς | |
45 | ἐντεῦθεν φυομένας ὀδύνας. Διδάσκει δὲ καὶ ποίαν αὐτοὺς προσήκει τῷ Θεῷ προσενεγκεῖν προσευχὴν, τὴν τῶν κακῶν αἰτοῦντας ἀπαλλαγήν. Ἐσχημά‐ τισε δὲ τὸν ψαλμὸν, ὡς μετὰ τὴν ἐπάνοδον ταῦτα | |
αὐτὰ διηγουμένων, καὶ τὸν Θεὸν ἀνυμνούντων. | 1475 | |
80.1477 | βʹ. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι.» Σπουδαίως, φησὶ, τὴν προσευχὴν προσενήνοχα, καὶ συντόμως τὴν αἴτησιν ἔλαβον. Εἶτα τὸν τούτων διδάσκει | |
5 | καιρόν. γʹ. «Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.» Ὀδύναις γὰρ βαλλόμενος ἐπιμελῶς τὴν θείαν ἐπι‐ κουρίαν ἐξεζήτησα· τὸ γὰρ ἐξεζήτησα τὴν σπου‐ δαίαν αἰνίττεται προσευχήν. Ἔπειτα δείκνυσι τῆς | |
10 | ἱκετείας τὸν τρόπον. «Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην.» Ὁ δὲ Σύμ‐ μαχος οὕτως· Ἡ χείρ μου νυκτὸς ἐκτέταται διηνεκῶς. Νύκτωρ ἡσυχίαν ἄγων τὰς χεῖρας ἐξ‐ έτεινον, τυχεῖν φιλανθρωπίας ἀντιβολῶν, καὶ οὐ δι‐ | |
15 | ήμαρτον τῆς ἐλπίδος. Τοῦτο γὰρ σημαίνει τὸ, «Οὐκ ἠπατήθην,» ἀντὶ τοῦ, Οὐ μάτην ἠγρύπνησα, ἀλλ’ ἐδρεψάμην τῆς εὐχῆς τὸν καρπόν. «Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. [δʹ.] Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην.» Πᾶσαν | |
20 | μὲν ἀπεσεισάμην παραψυχῆς ἀφορμὴν, ψυχαγω‐ γίαν δὲ μόνην εἶχον τοῦ Θεοῦ τὴν μνήμην. «Ἠδο‐ λέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Διελάλουν ἐμαυτῷ, καὶ ἐλει‐ ποθύμουν. Συνεχῶς ἐμαυτῷ προσδιαλεγόμενος, καὶ | |
25 | τὰ συνέχοντά με κακὰ λογιζόμενος, ἀπηγόρευον τὴν τούτων ἀπαλλαγὴν, καὶ πικρὰς ἐδεχόμην τῆς ἀθυμίας τὰς ἀκίδας. εʹ. «Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου.» Φυλακὰς καλεῖ τὰς τῆς νυκτὸς διαιρέσεις, | |
30 | καθ’ ἃς οἱ φύλακες ἀλλήλοις τὴν φυλακὴν ἐγχειρί‐ ζουσι· δηλοῖ δὲ διὰ τούτων τὴν διὰ πάσης τῆς νυκτὸς ἀγρυπνίαν. «Ἐταράχθην, καὶ οὐκ ἐλάλησα.» Ταῦτα οἱ αὐτοὶ καὶ ἐν τῷ μαʹ ψαλμῷ· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.» Οὐ γὰρ ἠνεσχόμην ἄλλοις τοὺς | |
35 | ἐμοὺς λογισμοὺς ἐκφῆναι. ϛʹ, ζʹ. «Διελογισάμην ἡμέρας ἀρχαίας· καὶ ἔτη αἰώνια ἐμνήσθην. Καὶ ἐμελέτησα.» Τῶν προτέ‐ ρων σου, φησὶν, εὐεργεσιῶν ἀνενεούμην τὴν μνή‐ μην, καὶ ἐνεθυμούμην, ὅσων παρὰ σοῦ τετυχήκα‐ | |
40 | σιν εὐεργεσιῶν οἱ ἡμέτεροι πρόγονοι· ὅπως τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, ὅπως τὴν Ἐρυ‐ θρὰν διέβησαν θάλασσαν, ὅπως τὴν ἐπηγγελμένην τοῖς πατράσιν ἀπέλαβον γῆν. «Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά | |
45 | μου.» Τὸ δὲ ἔσκαλλεν, ὁ μὲν Θεοδοτίων, ἐξ‐ ηρεύνησεν, ὁ δὲ Ἀκύλας, ἐσκάλευσεν εἴρηκε. | |
Ταῦτα δὲ, φησὶ, νύκτωρ πρὸς ἐμαυτὸν διαλογιζό‐ | 1477 | |
80.1480 | μενος, ἀνηρεύνων, τί δήποτε τῶν μὲν ἡμετέρων προγόνων τοσαύτην ἐποιήσατο πρόνοιαν, ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; Ἐλογιζόμην δὲ πρὸς τούτοις καὶ ταῦτα· | |
5 | ηʹ, θʹ. «Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; Ἢ εἰς τέλος τὸ ἔλεος αὑτοῦ ἀποκόψει;» Ἄρα μὴ παντελῶς τὰ καθ’ ἡμᾶς ἀπηγόρευσε, καὶ ἀλλοτρίους ἡμᾶς τῆς οἰκείας κηδεμονίας ἀπέφηνε; «Συνετέλεσε | |
10 | ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν.» Ὁ δὲ Σύμμαχος οὕτως· Συνετέλεσε ῥῆσιν περὶ γενεᾶς ἑκάστης. Ἐδεδίειν δὲ καὶ τοῦτο, φησὶν, ὅτι ἄνωθεν τὰ καθ’ ἑκάστην γενεὰν προγινώσκων, τοὺς καθ’ ἑκάστην γενεὰν ὅρους ἐκφέρει. | |
15 | ιʹ. «Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὑτοῦ τοὺς οἰκτιρμοὺς αὑ‐ τοῦ;» Ἀλλὰ πάλιν ἐμαυτὸν ἐψυχαγώγουν λογιζό‐ μενος, ὡς ὁ φιλοικτίρμων Θεὸς οὐκ ἀνέξεται οἷόν τινι λήθῃ τὰ καθ’ ἡμᾶς παραδοῦναι, καὶ καθάπερ | |
20 | τινὶ τειχίῳ τῇ ὀργῇ κωλῦσαι τὰς τοῦ ἐλέου πηγάς. ιαʹ. «Καὶ εἶπα, Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίω‐ σις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Ἐγὼ, φησὶ, πρόξενος ἐγενόμην ἐμαυτῷ τῆς τοιαύτης μεταβολῆς· ἐγὼ διὰ | |
25 | τῆς ἁμαρτίας τὴν τιμωρίαν ἐγέννησα· ἀρχὴν τοί‐ νυν ἔχω τῶν κακῶν. Νῦν ἠρξάμην παιδεύεσθαι ὑπὸ τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἀντὶ τῶν προτέρων εὐεργεσιῶν τὰς εὐωνύμους τιμωρίας ἐπιφερούσης. Ἀλλοίωσιν γὰρ τῆς τοῦ Θεοῦ δεξιᾶς τὴν τιμω‐ | |
30 | ρίαν ἐκάλεσεν, ὡς τῆς δεξιᾶς τοῦ Ὑψίστου εἰωθυίας τὰ ἀγαθὰ χορηγεῖν. Ἀλλ’ οὐδὲ τούτοις ἠρκέσθην τοῖς λογισμοῖς. Ἀνέμνησα δὲ ἐμαυτὸν καὶ τῆς ἀγαθό‐ τητος τοῦ Δεσπότου. Τοῦτο γὰρ λέγει· ιβʹ, ιγʹ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνη‐ | |
35 | σθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπι‐ τηδεύμασί σου ἀδολεσχήσω.» Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην | |
40 | ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤ‐ ῥίψω. ιδʹ. «Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἐν ἁγιασμῷ ἡ ὁδός σου· ὁ δὲ Ἀκύλας, Ἐν ἡγιασμένῳ. Ἅγιος εἶ, | |
45 | φησὶ, καὶ ἐν ἁγίῳ ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοι‐ κεῖς καὶ ἐμπεριπατεῖς. «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; [ιεʹ.] Σὺ εἰ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια μόνος.» Πάντων ὑπερ‐ έχεις, Δέσποτα· μόνος γὰρ ἅπερ ἐθέλεις θαυμα‐ | |
80.1480(50) | τουργεῖς. | 1479 |
80.1481 | «Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. [ιϛʹ.] Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ.» Ἅπασιν ἀνθρώποις τὸ σὸν δεδήλωκας κράτος, τῆς Αἰγυπτίων ἐλευθερώσας δου‐ | |
5 | λείας τὸν χρηματίσαντά σου λαόν· οἳ πρόγονον μὲν ἔσχον τὸν Ἰακὼβ, περιφανεῖς δὲ ἐκ τῆς τοῦ Ἰωσὴφ ἀπεφάνθησαν συγγενείας. ιζʹ, ιηʹ. «Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι. Πλῆ‐ | |
10 | θος ἤχους ὑδάτων.» Διὰ πάντων, Δέσποτα, τὴν σὴν ἔδειξας δύναμιν. Αἰγυπτίους ἐμαστίγωσας, τὸν σὸν λαὸν ἠλευθέρωσας, ἐπεφάνης τῇ θαλάσσῃ, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ῥοώδης ἑκατέρωθεν ἔστη φύσις. | |
15 | «Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. [ιθʹ.] Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ.» Ὁ δὲ Σύμμαχος, Ἦχον ἔδωκεν αἰθήρ. Νότου γὰρ, ὡς φησὶν ἡ ἱστορία, βιαίου πνέοντος, διῃρέθη τὸ πέλαγος· τοῦ δὲ ἀέρος συστρεφομένου, | |
20 | καὶ τῶν νεφῶν συνισταμένων, ὁ ἄνεμος τίκτεται. Αἱ δὲ τιμωρίαι σου, φησὶ, δίκην βελῶν κατὰ τῶν πολε‐ μίων ἐχώρουν· τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων ἁρμάτων τροχοὺς συνεπόδισας. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «Ἐγενήθη γὰρ ἐν τῇ φυ‐ | |
25 | λακῇ τῇ ἑωθινῇ, καὶ εἰσέβλεψε Κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων, καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἦγεν αὐτοὺς μετὰ βίας.» —«Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκου‐ μένῃ.» Τῆς γὰρ θαυματουργίας τὸ φῶς δίκην ἀστρα‐ | |
30 | πῆς εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμεν. «Ἐσα‐ λεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.» Δέους ἐπλή‐ σθησαν ἅπαντες τὴν σὴν ἀκούσαντες δύναμιν. Τοῦτο καὶ Ῥαὰβ ἡ πόρνη πρὸς τοὺς κατασκόπους ἔφη· «Ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ὑμῶν, ἔπεσεν ἐφ’ ἡμᾶς· ἠκούσαμεν γὰρ, ὅπως καταδιεῖλε Κύριος ὁ | |
35 | Θεὸς ὑμῶν τὴν Ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν.» κʹ. «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσον‐ ται.» Ῥᾴδιόν σοι καὶ θάλασσαν διατεμεῖν, καὶ ἐπὶ ὑδάτων ἐποχεῖσθαι πολλῶν, καὶ μηδὲ ἴχνος | |
40 | καταλιμπάνειν· ἀσώματον γὰρ ἔχεις τὴν φύσιν. Ταῦτα δὲ τοῖς ἄνω προστέθεικεν. Ἀοράτως γὰρ, φησὶν, ἡγούμενος τοῦ λαοῦ, οὐδὲ ἴχνος ἡμῖν τῆς σῆς πορείας ἔδειξας. καʹ. «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου, ἐν | |
45 | χειρὶ Μωσῆ καὶ Ἀαρών.» Ἐκείνοις γὰρ χρώμενος ὑπουργοῖς, καὶ δι’ ἐκείνων φθεγγόμενος, τὸν σὸν λαὸν ἐποδήγησας, καὶ τὸν σὸν ἐξεπαίδευσας νόμον. Τούτων δὲ ἁπάντων ἐποιήσαντο μνήμην, εἰς ἔλεον τὸν τῶν ὅλων Θεὸν διεγείροντες, καὶ παρακαλοῦντες | |
80.1481(50) | τῆς αὐτῆς ἀπολαῦσαι κηδεμονίας. | 1481 |
80.1484 | ΕΡΜΗΝ. ΤΟΥ ΟΖʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως τῷ Ἀσάφ.» Τὸν παλαιὸν δεδω‐ κὼς νόμον ὁ τῶν ὅλων Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, προσέταξε τοῦτον διηνεκῶς ἐκπαιδεύεσθαι, καὶ τὰ | |
5 | τέκνα διδάσκειν· καὶ μὲν δὴ καὶ τῶν ἑορτῶν τὰς αἰ‐ τίας, τοῖς ἐκγόνοις ὑποδεικνύναι, ὡς ἂν τὰς θείας εὐεργεσίας μανθάνοντες, εὐγνώμονες γένοιντο περὶ τὸν τὰ τοιαῦτα κεχαρισμένον. «Διδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, | |
10 | καὶ φυλάξουσι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ, ἵνα εὖ αὐτοῖς γένηται.» Τοῦτο πεποίηκεν ἡ προφητικὴ χάρις, καὶ διὰ τοῦ προκειμένου ψαλμοῦ· ἀναμιμνή‐ σκει γὰρ τὸν λαὸν, καὶ τοὺς τούτων ἐκγόνους, τῶν τε ὑπὸ Θεοῦ γεγενημένων, καὶ τῶν παρασχεθέντων | |
15 | ἀγαθῶν, καὶ τῶν ταῦτα δεξαμένων τὴν ἀχάριστον γνώμην. «Προσέχετε, λαός μου, τὸν νόμον μου.» Ἐπιμελῶς ὑμᾶς ἀκοῦσαι τῶν λεγομένων παρεγγυῶ· οἷον γάρ τινα νόμον ὑμῖν τὴν προκειμένην προσφέρω παραίνεσιν. «Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα | |
20 | τοῦ στόματός μου.» Προθύμως τῶν παρ’ ἐμοῦ λεγο‐ μένων ἀκούσατε. βʹ. «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγ‐ ξομαι προβλήματα ἀπ’ ἀρχῆς.» Ἐπειδὴ γὰρ τὴν τῶν πατέρων ἐποιεῖτο κατηγορίαν εἰς ὠφέλειαν | |
25 | τῶν παίδων, παραβολὴν ἐκάλεσε τὴν τοιαύτην δι‐ ήγησιν, αἰνιγματώδη οὖσαν, καὶ κεκρυμμένην τὴν ὠφέλειαν προσφέρουσαν. Προστέθεικε δὲ, ὅτι καὶ ἀρχαῖα προσφέρει προβλήματα. Καὶ διδάσκων πόθεν ταῦτα μεμάθηκεν, ἐπήγαγεν· | |
30 | γʹ. «Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά.» Εἶτα τοὺς τούτων διδασκάλους ὑπέδειξε. «Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. [δʹ.] Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς | |
35 | δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποί‐ ησε.» Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμά‐ των αὐτόπται τοὺς οἰκείους ταῦτα ἐδίδαξαν παῖδας, | |
κἀκεῖνοι πάλιν τοῖς ἐκγόνοις τήνδε τὴν διδασκαλίαν | 1483 | |
80.1485 | παρέπεμψαν. Τοῦτο δὲ, φησὶν, ἐποίουν τῷ θείῳ πειθόμενοι νόμῳ. Τοῦτο γὰρ ἐπήγαγε· εʹ. «Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νό‐ μον ἔθετο ἐν Ἰσραήλ.» Μαρτύριον καλεῖ τὴν ἐν τῇ | |
5 | ἐρήμῳ παγεῖσαν σκηνὴν, ὡς ἔχουσαν τὰς πλάκας τοῦ μαρτυρίου. Τὸν γὰρ νόμον, ὡς ἤδη προειρήκαμεν, καὶ ἐντολὰς καλεῖ, καὶ μαρτύρια, καὶ κρίματα, καὶ δικαιώματα· καὶ τοῦτο σαφέστερον ἡμῖν εἴρηται ἐν τῷ ιηʹ ψαλμῷ. «Ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, | |
10 | τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν.» Τοῦτο, φησὶ, διὰ τῆς νομοθεσίας ἐκείνης παρεκελεύσατο, ὥστε καθάπερ τινὰ κλῆρον, τὴν τῶν θαυμάτων δι‐ ήγησιν παραπέμψαι τοὺς πατέρας εἰς τοὺς ἐκ‐ γόνους. | |
15 | ϛʹ. «Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησό‐ μενοι καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν.» Οὕτω γὰρ οὗτοι παρὰ τῶν πατέρων ταῦτα μεμαθηκότες, πάλιν τοῖς ἐξ αὐτῶν τὴν αὐτὴν διδασκαλίαν προσέφερον, καὶ ἄληστος ἡ τούτων | |
20 | διεφυλάττετο μνήμη· καὶ τίς ὁ τῆς διδασκαλίας καρπός; ζʹ. «Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὑτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων αὐτοῦ, καὶ τὰς ἐν‐ τολὰς αὐτοῦ ἐκζητήσωσι.» Μανθάνοντες γὰρ τὴν | |
25 | τοῦ Θεοῦ δύναμιν, καὶ ὅπως αὐτῷ τὰ ἀγαθὰ ποιεῖν ἅπαντα ῥᾴδιον, βεβαίαν κτήσονται τὴν εἰς αὐτὸν ἐλπίδα· καὶ τοῖς ὑπ’ αὐτοῦ τεθεῖσιν ἀκολουθήσουσι νόμοις. ηʹ. «Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ | |
30 | σκολιὰ καὶ παραπικραίνουσα.» Μανθάνοντες γὰρ τῶν πατέρων τὴν ἀχάριστον γνώμην, καὶ ὅπως τῇ παραβάσει τοῦ νόμου τὸν Θεὸν πολλάκις ἐκίνησαν εἰς ὀργὴν, τὴν ἐκείνων φυλάξονται μίμησιν. «Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὑτῆς, καὶ οὐκ | |
35 | ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.» Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θε‐ σμοῖς. | |
40 | θʹ. «Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.» Τῆς τοῦ Ἐφραῒμ φυλῆς διαφερόντως κατηγορεῖ, ὡς περὶ πολ‐ λοῦ ποιησαμένης τῶν εἰδώλων τὴν θεραπείαν· τοῦτο γὰρ καὶ ἡ τῶν Κριτῶν ἡμᾶς ἱστορία διδάσκει, καὶ | |
45 | ἡ τρίτη τῶν Βασιλειῶν. Αὐτοὶ γὰρ ἔστησαν τὰς δα‐ μάλεις· καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν τὰς ἐννέα φυλάς· καὶ οὕτω τῆς ἀποστάσεως ἐγένοντο πρόξενοι. Τοῦτο μάλιστα προορῶσα τοῦ Πνεύματος ἡ χάρις, τῆς μηδέπω γεγενημένης ἁμαρτίας κατ‐ | |
80.1485(50) | ηγορεῖ· τὴν ἁρμόττουσαν αὐτοῖς προσφέρουσα συμ‐ βουλήν· εἰδυῖα μὲν, ὡς οὐ δέξονται τὴν παραίνεσιν, τὴν προσήκουσαν δὲ ὅμως ὠφέλειαν προσφέρουσα. | |
Διδάξασα δὲ αὐτῶν τὴν ῥώμην, καὶ τὴν τοξικὴν ἐπι‐ | 1485 | |
80.1488 | στήμην, ἐλέγχει καὶ τὴν δειλίαν. Ἐστράφησαν γὰρ ἐν ἡμέρᾳ πολέμου· μεγάλα γὰρ ἐπὶ τῇ πολεμικῇ ἐμπειρίᾳ φρονοῦντες, πολέμου φανέντος ἐτρέποντο εἰς φυγήν. | |
5 | ιʹ. «Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐβουλήθησαν πορεύεσθαι.» Καλῶς ἐνέφηνε τὸ τῆς γνώμης αὐθαίρετον. Οὐκ ἐβου‐ λήθησαν γὰρ, φησὶ, κατὰ νόμον βιῶναι, οὐδὲ τὴν ἔν‐ νομον ἀσπάσασθαι πολιτείαν. | |
10 | ιαʹ. «Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς.» Καὶ δεικνὺς πότε ταῦτα εἰργάσατο, ἐπήγαγεν· ιβʹ. «Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια.» Εἶτα τὸν χρόνον καὶ τὸν τόπον διδά‐ | |
15 | σκει· «Ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως.» Ταύ‐ τας ἅπαντες τοῦ Θεοῦ τὰς θαυματουργίας, τὰς ἐν Αἰγύπτῳ γεγενημένας, ὧν οἱ πατέρες αὐτῶν αὐτό‐ πται γεγένηνται, τῆς μνήμης ἐξέβαλον. ιγʹ. «Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, | |
20 | παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν.» Συντόμως ποιεῖ‐ ται τὴν τῶν θαυμάτων διήγησιν, καὶ τὸ μέγιστον τῶν ἄλλων προέταξεν. Ὑπερφυὲς γάρ ἐστι τῆς θα‐ λάσσης τὸ θαῦμα, καὶ ἡ διὰ ταύτης παρασχεθεῖσα πορεία. Τὴν γὰρ ἐπὶ τὸ πρανὲς χωρεῖν πεφυκυῖαν | |
25 | τῶν ὑδάτων φύσιν ἔστησεν ἑκατέρωθεν ὁ τῶν ὅλων Θεὸς, καθάπερ ἐν ἀσκῷ τινι καθείρξας τῷ λόγῳ. Ἐπειδὴ γὰρ ἡ τῶν ἀσκῶν κατασκευὴ συνέχειν ἀκρι‐ βῶς τὴν ὑγρὰν δύναται φύσιν, εἰκότως ταύτην ἐπὶ τῆς διαιρεθείσης τέθεικε τὴν εἰκόνα, δεικνὺς τοῦ | |
30 | θείου λόγου τὴν δύναμιν. ιδʹ. «Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.» Ἡ γὰρ αὐτὴ νεφέλη μεθ’ ἡμέραν μὲν τὸ τῆς ἀκτῖνος λυπηρὸν ἀπεκρούετο, νύκτωρ δὲ τοῦ πυρὸς παρεῖχε τὴν | |
35 | χρείαν. ιεʹ. «Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐ‐ τοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ.» Οὐ γὰρ βραχεῖαν ἀνεξήγαγε λιβάδα, ἀλλὰ ταῖς πολλαῖς ἐκείναις μυ‐ ριάσιν ἀρκοῦσαν πηγήν. Καὶ τοῦτο σαφέστερον, διὰ | |
40 | τῶν ἐπαγομένων ἐδίδαξε. ιϛʹ. «Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατ‐ ήγαγεν ὡς ποταμοὺς ὕδατα.» Τὸ γὰρ ἀναβλυσθὲν ὕδωρ εἰς πολλοὺς ὀχετοὺς διῃρέθη, εὐμαρῆ καὶ φιλό‐ τιμον παρέχον τοῖς διψῶσι τὴν χάριν. | |
45 | ιζʹ, ιηʹ. «Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ. Καὶ ἐξεπεί‐ ρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὑτῶν.» Ἀλλ’ ὅμως οὐδὲ τοῦτο τῆς γνώμης αὐτῶν τὴν πονηρίαν ἐξέβαλεν, ἀλλ’ ἐπ‐ | |
80.1488(50) | έμειναν τὴν τῆς ἀχαριστίας περικείμενοι νόσον· καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ’ ὡς ἀδυνάτου τοῦ Θεοῦ | |
κατηγόρησαν. | 1487 | |
80.1489 | ιθʹ, κʹ. «Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπον· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐκεῖ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται | |
5 | δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὑτοῦ;» Εὐπετὲς, φησὶ, τὸ τῶν ὑδάτων, καὶ ῥᾴδιον· τὸ γὰρ ἐν ταῖς λαγόσι κεκρυμμένον τῆς γῆς εἰς τὴν ἐπι‐ φάνειαν ἀνεδόθη. Τὴν δὲ τοῦ ἄρτου τροφὴν, τὴν σπειρομένην, καὶ χρόνῳ φυομένην, πῶς ἂν ἡμῖν | |
10 | ἀθρόως παράσχοι, καὶ τὸν ἐπικείμενον ἐξελάσοι λιμόν; καʹ. «Διὰ τοῦτο ἤκουσε Κύριος, καὶ ἀνεβάλετο· καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ.» Οὗ δὴ χάριν ἀγανακτήσας ὁ τῶν ὅλων | |
15 | Κύριος, φησὶν, ἀνεβάλετο μὲν αὐτοῖς δοῦναι τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταῖς δὲ παντοδα‐ παῖς τιμωρίαις ἐξέδωκεν. Οὐκ ἐπήγαγε δὲ αὐτοῖς τὸν ὄλεθρον σύντομον, τοὺς ἐκείνων παῖδας αὐξηθῆναι προσμένων. Μέμνηται δὲ τῆς διὰ τοῦ πυρὸς τιμω‐ | |
20 | ρίας τοῦ μακαρίου Μωσοῦ τὰ συγγράμματα. Ταύ‐ την δὲ, φησὶν, ὑπέμειναν τὴν πληγήν, κβʹ. «Ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπι‐ σαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.» Ἀλλ’ ὅμως καὶ τοιού‐ τοις οὖσι τὴν ἀγεώργητον παρέσχε τροφήν· τοῦτο | |
25 | γὰρ διδάσκει τὰ ἐπαγόμενα. κγʹ, κδʹ. «Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν.» Οὐ γὰρ τὰς συνήθεις ὠδῖνας αἱ νε‐ φέλαι παρέσχον, ἀλλ’ ἀντὶ τοῦ ὑετοῦ τοῦ ἄρδειν πε‐ | |
30 | φυκότος τὰ καταβαλλόμενα σπέρματα, τὴν θαυμα‐ σίαν τροφὴν ἀπεκύησαν. Θύρας δὲ οὐρανοῦ ἀνοιγεί‐ σας τὴν ἄνωθεν χορηγίαν ἐκάλεσε. Ἐπειδὴ γὰρ τοῖς ταμιείοις ἐπιτιθέναι θύρας εἰώθαμεν, καὶ ταύ‐ τας ἀνοίγομεν ἐκφέρειν τι βουλόμενοι, δείκνυσιν ὁ | |
35 | προφητικὸς λόγος τὸν τῶν ὅλων Θεὸν, ὥσπερ ἀπό τινων ταμιείων, χορηγοῦντα τὸ μάννα. «Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. [κεʹ.] Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Ἄρτον ἀγγέλων καλεῖ, ὡς δι’ ἀγγέλων χορηγηθέντα· ἄγγελοι γὰρ, | |
40 | ὡς ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τοῖς θείοις νεύμασιν ὑπουργοῦσι. Λέγει δὲ οὕτως ὁ θεῖος Ἀπό‐ στολος· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κλη‐ ρονομεῖν σωτηρίαν;» Καὶ πάλιν· «Εἰ γὰρ ὁ δι’ ἀγ‐ | |
45 | γέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος,» καὶ τὰ ἑξῆς. Ἄρτον δὲ οὐρανοῦ ὡς ἄνωθεν ἐνεχθέντα καλεῖ. Καὶ τοὺς ἀεροπόρους γὰρ ὄρνιθας πετεινὰ οὐρανοῦ ἡ θεία προσαγορεύει Γραφή. «Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς, εἰς πλησμονήν.» Εἰς κόρον, φησὶ, | |
80.1489(50) | ταύτης μετέδωκεν αὐτοῖς τῆς τροφῆς. Εἶτα καὶ τὴν | |
τῶν κρεῶν διέξεισι χορηγίαν. | 1489 | |
80.1492 | κϛʹ, κζʹ. «Ἀπῆρε νότον ἐξ οὐρανοῦ· καὶ ἐπ‐ ήγαγεν ἐν τῇ δυνάμει αὑτοῦ λίβα. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χνοῦν σάρκας· καὶ ὡσεὶ ἄμμον θαλασσῶν, πετεινὰ πτερωτά.» Διὰ γὰρ τῶν ἀνέμων | |
5 | συνελάσας πανταχόθεν τῶν ὀρνίθων ἐκείνων τὸ γένος, καταπτῆναι προσέταξε παρὰ τὰς τούτων σκηνὰς, αὐτόματον αὐτοῖς χαρισάμενος θήραν. κηʹ—λʹ. Καὶ ἔπεσεν εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφα‐ | |
10 | γον καὶ ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς. Οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν.» Ἀπήλαυσαν, φησὶν, ὧν ὠρέ‐ χθησαν, καὶ τὴν γαστριμαργίαν ἐνέπλησαν· ἀλλ’ ὅμως τῆς ἀπληστίας εἰσεπράχθησαν δίκας. | |
15 | «Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, [λαʹ] Καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτοὺς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλε‐ κτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.» Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ | |
20 | ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. Ἀλλ’ ὅμως, οὐδὲν ἧττον ἐπέμειναν πλημμελοῦντες. Τοῦτο γὰρ ἐπήγαγεν· | |
25 | λβʹ, λγʹ. «Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλι‐ πον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.» Ἁμαρτάνοντες, φησὶ, καὶ πλημμελοῦντες, καὶ τῶν μὲν ὠφελεῖν δυναμένων | |
30 | οὐδεμίαν ποιούμενοι πρόνοιαν, τοῖς δὲ ματαίοις καὶ ἀκερδέσι προστετηκότες ἐπιτηδεύμασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπουδῆς, τὸν βίον ὑπεξ‐ ῆλθον. λδʹ, λεʹ. «Ὅτ’ ἂν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζή‐ | |
35 | τουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι.» Οὐ μάτην δὲ αὐτοῖς ὁ φιλάνθρωπος Δεσπότης τὰς πέδας ἐπήγαγεν· ὠφέλειαν γὰρ ἐντεῦθεν οὐ σμι‐ | |
40 | κρὰν ἐκαρποῦντο. Ἀπολαύοντες μὲν γὰρ τῶν ἀγαθῶν, οὐκ ᾐσθάνοντο· κολαζόμενοι δὲ, τὴν θείαν προσῄεσαν αἰτοῦντες φιλανθρωπίαν. λϛʹ, λζʹ. «Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν· καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. | |
45 | Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ· οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.» Ἀγαπᾷν | |
δὲ αὐτὸν ὑπισχνοῦντο ψευδέσι χρώμενοι λόγοις. | 1491 | |
80.1493 | Ἀντεφθέγγετο γὰρ τοῖς λόγοις ὁ λογισμὸς, ἐναντία τοῖς θείοις βουλευόμενος νόμοις, καὶ πι‐ στεύειν τοῖς θείοις λογίοις οὐκ ἀνεχόμενος. ληʹ. «Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς | |
5 | ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. «Ἀλλ’ ὅμως αὐτὸς, τῇ οἰκείᾳ χρώμενος ἀγαθότητι, οὐκ ἠνέσχετο αὐτοὺς παντελεῖ παραδοῦναι φθορᾷ.» Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὑτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὑτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· | |
10 | Καὶ ἐπὶ πολὺ ἀπέστρεψε τὴν ὀργὴν αὑτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὑτοῦ. Οὐκ ἀξίαν αὐτοῖς, φησὶ, τῶν πεπλημμελημένων τιμωρίαν ἐπήγαγεν. λθʹ. «Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευό‐ | |
15 | μενον, καὶ οὐκ ἐπιστρέφον.» ᾜδει γὰρ αὐτῶν τῆς φύσεως τὴν ἀσθένειαν· καὶ ὅτι οὐκ εἰς μακρὰν δέξονται τοῦ βίου τὸ πέρας. μʹ, μαʹ. «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ· παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ. Καὶ ἐπ‐ | |
20 | έστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.» Διὰ τούτων ἁπάντων τὴν θείαν διδάσκει μακροθυμίαν. Ἀκριβέστερον δὲ τούτων ἕκαστον ἐκ τῆς ἱστορίας καταμαθεῖν δυνατόν. Ποτὲ μὲν γὰρ τὸν μόσχον ἐθεοποίησαν· ποτὲ δὲ | |
25 | τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Ἄλλοτε τὴν κατὰ τοῦ μεγάλου Μωσοῦ ἐμελέτησαν τυραννίδα· τῆς τοῦ μάννα τροφῆς ἀπολαύοντες, ἠχαρίστησαν· ἀπολα‐ βεῖν τὴν ἐπηγγελμένην κελευσθέντες γῆν, τὸ δέος προὐβάλλοντο· καὶ ἄλλα μυρία πρὸς τούτοις εἰργά‐ | |
30 | σαντο, ἅπερ μηκύνειν οὐκ ἐθέλοντες τὸν λόγον παραλείψομεν. μβʹ. «Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,» Οὐκ ἐβουλήθησαν λαβεῖν εἰς διάνοιαν τὰς προτέρας εὐερ‐ | |
35 | γεσίας, οὐδὲ λογίσασθαι τοῦ Θεοῦ τὴν ἰσχὺν, δι’ ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων δουλείας. Εἶτα διέξεισι τὰς ἐκεῖ γεγενημένας θαυματουργίας. μγʹ. «Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὑτοῦ, καὶ τὰ τέρατα αὑτοῦ ἐν πεδίῳ Τάνεως.» Ἡ Τάνις | |
40 | εἶχε τοῦ Φαραὼ τὰ βασίλεια. Ἐκεῖ δὲ τοῖς Αἰγυπτίοις τὰς τιμωρίας ὁ μέγας ἐπήγαγε Μωσῆς. μδʹ. «Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν.» Πρῶτον μὲν γὰρ οὐ τὰ ποτάμια μόνον ὕδατα, | |
45 | ἀλλὰ καὶ τὰ ἐξ ὑετῶν συνιστάμενα μετέβαλεν εἰς αἵματος φύσιν, τῷ δίψει πιέζων τοὺς ἀντιλέ‐ γοντας. μεʹ, μϛʹ. «Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθει‐ | |
80.1493(50) | ρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς | |
αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι.» Κυνο‐ | 1493 | |
80.1496 | μυίᾳ δὲ καὶ βατράχοις ὑπουργοῖς τῆς ὀργῆς χρησά‐ μενος, πικρὰς αὐτοῖς τὰς ὀδύνας ἐπήγαγεν. Ἐρυ‐ σίβῃ δὲ καὶ ἀκρίδι τῆς γῆς διέφθειρε τοὺς καρπούς. | |
5 | μζʹ. «Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐ‐ τῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ.» Ἐρυσίβῃ μὲν καὶ ἀκρίδι τὸν καρπὸν κατηνάλωσε, χαλάζῃ δὲ καὶ πάχνῃ καὶ αὐτὰς τὰς ῥίζας τῶν δένδρων ἐνέκρωσε. Τὰς μέντοι συκαμίνους οἱ ἄλλοι | |
10 | ἑρμηνευταὶ συκομόρους ἡρμήνευσαν. μηʹ. «Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.» Ὁ δὲ Σύμμαχος οὕτως· Τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς. Ἀθρόαν | |
15 | γὰρ δεξάμενα τελευτὴν, θοίνη τῶν σαρκοβόρων ὀρνί‐ θων ἐγένετο. μθʹ. «Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν.» Θυμὸν, καὶ ὀργὴν, καὶ | |
20 | θλῖψιν, τὰς πικρὰς τιμωρίας ἐκάλεσεν· ἀγγέλους δὲ πονηροὺς, τῆς τιμωρίας τοὺς ὑπουργούς· οὔτε φύσεως, οὔτε προαιρέσεως μοχθηρίαν, τὴν πονηρίαν καλῶν, ἀλλὰ τὴν τῆς κολάσεως τιμωρίαν. Οὕτω πονηρὰν ἡμέραν τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ. | |
25 | Τοῦτο δὲ καὶ ὁ Σύμμαχος παρεδήλωσεν· ἀντὶ γὰρ ἀγγέλων πονηρῶν, ἀγγέλων κακούντων εἴρηκεν. νʹ. «Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὑτοῦ.» Ἀντὶ τοῦ, οὐκ ἐκώλυσεν ἡ φιλανθρωπία τὴν τιμωρίαν, ἀλλ’ ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. Τοῦτο καὶ διὰ | |
30 | τῶν ἐπαγομένων ἐδήλωσεν. «Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. [ναʹ.] Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρ‐ χὴν παντὸς πόνου αὐτῶν. ἐν τοῖς σκηνώμασι | |
35 | Χάμ.» Θεασάμενος γὰρ αὐτῶν τὴν ἀντίτυπον γνώμην, ἀφειδῶς αὐτοῖς τὰς τιμωρίας ἐπήγαγε· πρῶτον μὲν τοῖς κτήνεσιν ὄλεθρον, ὕστερον δὲ τοῖς πρωτοτόκοις θάνατον ἐπάγων ἀπροσδόκητον. Σκηνώ‐ ματα δὲ Χὰμ, τὴν Αἴγυπτον προσηγόρευσεν, ἐπειδὴ | |
40 | τοῦ Χὰμ υἱὸς ὁ Μεσρὲμ, Μεσρὲμ δὲ ἡ Αἴγυ‐ πτος. νβʹ. «Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὑτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ.» Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε | |
45 | τὸν οἰκεῖον λαόν· ποιμένα μιμούμενος, τῆς ποίμνης ἡγούμενον. νγʹ. «Καὶ ὡδήγησεν αὐτοὺς ἐπ’ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Πολλὰ γὰρ ἐνέγγυα τῆς οἰκείας δυνάμεως δεδωκὼς, θαῤῥεῖν αὐτῷ, καὶ μὴ δεδιέναι | |
80.1496(50) | προσέταξε. Τοῦτο δὲ παρὰ μὲν τοῦ Θεοῦ τῶν ὅλων | 1495 |
80.1497 | ἐγένετο· ἐκεῖνοι δὲ τῇ δυνάμει τοῦ Θεοῦ θαῤῥεῖν οὐκ ἠβούλοντο. «Καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα.» Ἡ γὰρ αὐτὴ θάλασσα τούτοις μὲν παρ‐ έσχεν ὁδὸν, ἐκείνους δὲ τοῖς κύμασιν ἔχωσε. | |
5 | νδʹ. «Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὑτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ.» Ἐκεῖ‐ θεν τοίνυν ἐλευθερώσας, ἔδωκεν αὐτοῖς ἣν ἐπηγ‐ γείλατο γῆν· διὰ γὰρ τοῦ Σιὼν ὄρους πᾶσαν τὴν γῆν παρεδήλωσε. «Καὶ ἐξέβαλεν ἀπὸ προσώπου | |
10 | αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας.» Τῶν γὰρ παλαιῶν οἰκητόρων τὴν γῆν ἐκείνην ἐλευθερώσας, τούτοις κατὰ τὰς ὑπο‐ σχέσεις τὴν ταύτης δέδωκε δεσποτείαν. Τοῦτο γὰρ δηλοῖ τὸ ἐν σχοινίῳ κληροδοσίας. Τὴν γὰρ οἰκείαν | |
15 | εἰώθασι γῆν οἱ κεκτημένοι μετρεῖν· τοὺς δὲ κλή‐ ρους καὶ τὰς διανεμήσεις ἀκριβέστερον διδάσκει τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἡ συγγραφή. νεʹ. «Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ.» Κατὰ [φυλὰς] | |
20 | γὰρ τὴν γῆν διενείμαντο· οὕτω τὴν μετὰ τὴν ἔρημον αὐτῶν ἀπιστίαν διδάξας, διηγεῖται τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας παρανομίας. νϛʹ. «Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο.» | |
25 | Μετὰ τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἐπέμει‐ ναν παρανομοῦντες, καὶ τὰς θείας παραβαίνοντες ἐντολάς. νζʹ. «Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν.» Τὴν τῶν πατέρων ἐμιμή‐ | |
30 | σαντο μοχθηρίαν, καὶ τὴν ἐκείνων θεασάμενοι τιμω‐ ρίαν, οὐδὲν ἐντεῦθεν ἀπώναντο. «Μετεστρά‐ φησαν εἰς τόξον στρεβλόν.» Τόξον, κατὰ μὲν τέχνην κατεσκευασμένον, κατὰ σκοποῦ πέμπει τὰ ἀφιέμενα βέλη· διαστροφὴν δέ τινα δεξάμενον, τὰ | |
35 | πεμπόμενα βέλη κατευθύνειν οὐ δύναται. Κἀκεῖνοι τοίνυν τῆς διανοίας τὴν εὐθύτητα διαφθείραντες, οὔτε ταῖς θείαις εὐεργεσίαις εἰς δέον ἐχρῶντο, καὶ βλάβης ἀφορμὰς τὰς τῆς ὠφελείας ἀπέφαινον ἀφορμάς. | |
40 | νηʹ. «Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐ‐ τῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.» Παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεχόμενοι τὰ ἀγαθὰ, τοῖς ἀψύχοις εἰδώλοις ἐδούλευον. νθʹ. «Ἤκουσεν ὁ Θεὸς, καὶ ὑπερεῖδε.» Δεομέ‐ | |
45 | νους, φησὶ, τῆς οἰκείας οὐκ ἠξίου προνοίας. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Κριτῶν ἱστορία διδάσκει. Παρέ‐ δωκε γὰρ αὐτοὺς, ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε δὲ Μαδιηναίοις, καὶ ἀλλοφύλοις· ποινὴν αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος. | |
80.1497(50) | «Καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ.» Τὸν γὰρ πολυθρύλλητον ἐκεῖνον λαὸν, τὸν παραδόξως τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγέντα, ὃν ἡ θάλασσα εἶδε καὶ ἔφυγε, καὶ ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ | |
ὀπίσω, τοῦτον οἱ ὅμοροι ῥᾳδίως κατηγωνίζοντο. | 1497 | |
80.1500 | ξʹ. «Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις.» Ταῦτα δὲ λοιπὸν ἡ ἀρχὴ τῶν Βασιλειῶν διδάσκει, Ἡλεὶ μεμνημένη τοῦ ἀρχιερέως, καὶ τῆς τῶν ἐκείνου παίδων παρα‐ | |
5 | νομίας. ξαʹ. «Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν· καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθρῶν.» Ἰσχὺν αὐτῶν καὶ καλλονὴν τὴν κιβωτὸν λέγει· ταύτην δὲ Ὀφνὶ καὶ Φινεὲς εἰς ἐπικουρίαν | |
10 | τῶν ὁμοφύλων ἐξαγαγόντες, τῆς οἰκείας παρανομίας ἔτισαν δίκας· τὴν δὲ κιβωτὸν οἱ ἀλλόφυλοι λαβόντες ἀνέθεσαν οἷόν τι ἀκροθίνιον τῷ Δαγών· εἴδωλον δὲ τοῦτο ἦν, ὑπ’ ἐκείνων θεραπευόμενον. ξβʹ. «Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν | |
15 | αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ ὑπερεῖδε.» Παρέδωκε γὰρ αὐτοὺς ταῖς τῶν πολεμίων χερσὶ, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν. Κληρονομίαν δὲ αὐτοὺς ὠνόμασεν, ὡς κηδεμονίας ὅτι μάλιστα πλεί‐ στης παρ’ αὐτοῦ τετυχηκότας ἀεί. Οὕτω δὲ αὐτοὺς | |
20 | καὶ ὁ μέγας προσηγόρευσε Μωσῆς. «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοί‐ νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Εἶτα καταλέγει τῆς τιμωρίας τὰ εἴδη. ξγʹ, ξδʹ. «Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ· | |
25 | καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.» Τοὺς μὲν γὰρ πυρὶ παρέδωκε· τῶν δὲ ὁ συνήθης οὐκ ἐγένετο θρῆνος, ἑκάστου περὶ τὰ οἰκεῖα ἠσχολημένου κακά. Ὀφνὶ δὲ καὶ Φινεὲς οἱ | |
30 | ἱερεῖς, αὐτὴν ἐπιφερόμενοι τὴν κιβωτὸν, ἐδέξαντο τὴν σφαγὴν, δι’ αὐτῶν διδασκόμενοι τῶν πραγμάτων, μὴ θαῤῥεῖν παρανομίᾳ συζῶντας τῇ θείᾳ κηδε‐ μονίᾳ. ξεʹ. «Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος.» Ἀλλ’ | |
35 | ὅμως ταύταις αὐτοὺς ταῖς τιμωρίαις ὑποβαλὼν, καὶ τοὺς τούτων ἐδίδαξε πολεμίους τὰς τῶν γεγενη‐ μένων αἰτίας. «Ὡς δυνατὸς, καὶ κεκραιπαληκὼς ἐξ οἴνου. [ξϛʹ.] Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ | |
40 | ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.» Οἷον γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τοῖς ἀλλοφύλοις ἐπήνεγκε τὴν πληγὴν, δι’ ἣν ἐπ‐ ονείδιστοι παρὰ πᾶσιν ἐγένοντο. Λέγει δὲ τῆς ἕδρας τὸ πάθος, ὅπερ ἡ ἱστορία διδάσκει. Τοῦτο δὲ καὶ | |
45 | ἡ προφητεία δεδήλωκεν· ἔφη γάρ· «Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω·» σεμνότερον τὸ μέρος δηλώσασα τὸ δεξάμενον τὴν πληγήν. Ὕπνον | |
δὲ τὴν μακροθυμίαν ἐκάλεσεν· ἐξ οἴνου δὲ κραιπά‐ | 1499 | |
80.1501 | λην, τὴν ἀγανάκτησιν. Καθάπερ γὰρ ἐπείσακτόν ἐστι Θεοῦ, τιμωρία δικαίως τοῖς πλημμελοῦσιν ἐπαγομένη. ξζʹ. «Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν | |
5 | φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο.» Πάλιν τὰς ἄλλας καταλιπὼν φυλὰς, μόνης μέμνηται τῆς Ἐφραΐμ, τὴν ἐσομένην προορῶν τυραννίδα. Ἐκ ταύτης γὰρ Ἱεροβοὰμ ὁρμώμενος, τὰς δέκα φυλὰς ἐκ τῆς Δαβι‐ τικῆς ἀπέῤῥηξε βασιλείας· Ἰωσὴφ δὲ καὶ Ἐφραῒμ | |
10 | τὴν αὐτὴν λέγει φυλήν· υἱὸς γὰρ τοῦ Ἰωσὴφ ὁ Ἐφραΐμ. Ἀπωσθῆναι δὲ αὐτὴν λέγει, τῷ μὴ δια‐ μεῖναι ἐν τῇ Σηλὼμ τὴν σκηνὴν, ἀλλ’ ἐν τῇ Ἱερου‐ σαλὴμ τῆς θείας κιβωτοῦ μεταβῆναι τὴν χάριν, ἐν ᾗ καὶ ὁ Σολομὼν μετὰ ταῦτα τὸν θεῖον νεὼν ἐδεί‐ | |
15 | ματο. ξηʹ. «Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα· τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν.» Ἐξελέξατο μέντοι τὴν φυλὴν Ἰούδα, διὰ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον ἀνθήσειν προσ‐ δοκωμένην. Ταύτην δὲ τὴν βλάστην καὶ ὁ πατριάρ‐ | |
20 | χης Ἰακὼβ προεθέσπισεν εὐλογῶν τὸν Ἰούδαν· μέμνηται δὲ αὐτῆς καὶ ὁ θεσπέσιος Παῦλος, οὑτωσὶ λέγων· «Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.» Ταύτης οὖν ἕνεκα τὴν Ἰούδα φυλὴν τῶν ἄλλων προείλετο· ἐπειδὴ δὲ | |
25 | τοῦτό πως ἠγνοεῖτο τοῖς πολλοῖς τὸ μυστήριον, μάλα σαφῶς ἐπήγαγε· «Τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησεν,» ἵνα τῶν ἄλλων φυλῶν κατασβέσῃ τὸν φθόνον, μο‐ νονουχὶ λέγων· Μηδεμίαν ἀφορμὴν ζηλοτυπίας εἰσδέξησθε. Διὰ γὰρ τὸ Σιὼν ὄρος ἐξελέξατο τὴν | |
30 | Ἰούδα φυλήν. Ἄλλως τε καὶ σεβάσμιον βούλεται δεῖξαι τὸ ὄρος, διὰ τὸν οἰκοδομηθησόμενον νεὼν ἐν αὐτῷ. ξθʹ. «Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ.» Κέρατι τὸν μονόκερων ἑνὶ καθω‐ | |
35 | πλίσθαι φασίν· ἕνα δὲ προσκυνεῖν Θεὸν καὶ ὁ νόμος ἐδίδαξεν. Εἰκότως τοίνυν ἀπείκασε μονοκέρωτι τὸν ἕνα νεὼν, τὸν τῷ ἑνὶ ἀφιερωμένον Θεῷ. «Ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὡς τὴν γῆν, ἣν ἐθεμελίω‐ | |
40 | σας εἰς τὸν αἰῶνα. Καὶ οἱ ἄλλοι δὲ τὴν αὐτὴν διάνοιαν ἡρμηνεύκασι. Λέγει τοίνυν, ὅτι καθάπερ μίαν ἐδημιούργησε γῆν, οὕτω νεὼν Ἰουδαίοις ἕνα δημιουργῆσαι προσέταξε. οʹ. «Καὶ ἐξελέξατο Δαβὶδ τὸν δοῦλον αὑτοῦ, καὶ | |
45 | ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων.» Κατὰ ταυτὸν διὰ τούτων ἐδήλωσε, καὶ τοῦ Δαβὶδ τὴν ἀρετὴν, δοῦλον αὐτὸν ὀνομάσας Θεοῦ, καὶ τοῦ Θεοῦ τὴν φιλοτιμίαν, ὅτι τὸν προβατέα βασιλέα | |
πεποίηκεν. | 1501 | |
80.1504 | οαʹ. «Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀκολουθοῦντα ἐγκύμο‐ σιν ἤγαγεν αὐτόν. Ἐπίτασις δὲ τῆς φιλοτιμίας καὶ τοῦτο· οὐδὲ γὰρ ποιμὴν τέλειος ἦν, ἀλλ’ | |
5 | ὑπουργὸς ποιμένος, τοῖς τίκτουσι τῶν προβάτων ἑπόμενος. «Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὑτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὑτοῦ· καὶ ἐποίμα‐ νεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὑτοῦ, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὑτοῦ ὡδήγησεν αὐτούς.» | |
10 | Καὶ τοῦτο δὲ δείκνυσι τὴν τῆς κηδεμονίας ὑπερβο‐ λήν· οὐ γὰρ τοῖς τυχοῦσιν ἀνθρώποις ἐπέστησε τὸν τῶν προβάτων νομέα, ἀλλ’ ἁπλότητι σύνεσιν κεράσας, κατὰ τοὺς θείους αὐτοὺς ἐποδήγησε νόμους, Τούτοις ἔοικεν ἡ τοῦ Κυρίου νομοθεσία· «Γίνεσθε | |
15 | φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστε‐ ραί.» Ἑκατέρου γὰρ ἐξορίσας κακίαν, καὶ τοῦ μὲν τὴν κακουργίαν, τῆς δὲ τὴν ἄνοιαν ἐξελὼν, τὴν ἐπαινουμένην ἐκέρασεν ἀρετήν. Ταύτην καὶ ἡμᾶς ἐν ἑαυτοῖς κατορθῶσαι προσήκει, καὶ τῷ μακαρίῳ | |
20 | Δαβὶδ κληθέντας παραπλησίως, μᾶλλον δὲ ἐπὶ μεί‐ ζοσι· μειζόνων γὰρ πραγμάτων διακονίαν ἐνεχειρί‐ σθημεν· ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθημεν, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου νομοθεσίαν. | |
25 | ΕΡΜΗΝ. ΤΟΥ ΟΗʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν κατὰ τοῦ λαοῦ τῶν Ἰουδαίων μανίαν ὁ προφητικὸς προθεσπίζει λόγος. Τὴν δὲ χρησμολο‐ γίαν εἰς εὐχὴν σχηματίζει, ὡς ὑπὸ τῶν εὐσεβῶν | |
30 | τῶν ἐσομένων τηνικαῦτα προσφερομένην, οὐδέπω μὲν νενικηκότων, ἔτι δὲ περικλυζομένων ταῖς συμφο‐ ραῖς. «Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου.» Σοφῶς ἡ τοῦ Πνεύματος χάρις τοὺς ταῖς χαλεπαῖς ἐκείναις | |
35 | προσπαλαίοντας συμφοραῖς ἐδίδαξεν ἄρξασθαι τῆς ἱκετείας. Οὐ γὰρ τὰ οἰκεῖα πρότερον διηγήσαντο πάθη· ἀλλὰ τὴν κατὰ τοῦ θείου νεὼ τολμηθεῖσαν ἀσέβειαν, ὡς τοῦ νεὼ μηδὲν εἰς τὸν θεῖον πλημμε‐ λήσαντος νόμον. Ἔθνη, φησὶ, δυσσεβείᾳ καὶ παρα‐ | |
40 | νομίᾳ συζῶντα τῆς σῆς κληρονομίας ἐκράτησαν. Ἐπιβῆναι γὰρ τῶν ἀδύτων τοῦ σοῦ νεὼ κατετόλμη‐ σαν. Οὐ βωμοῖς δὲ μόνον, καὶ θυσίαις δαιμόνων, τὰ σὰ κατεμίαναν ἅγια. βʹ. «Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλά‐ | |
45 | κιον.» Ἄρδην γὰρ πᾶσαν τὴν πόλιν πορθήσαντες, οὐδὲν σκηνῆς διαφέρειν εἰς ὀπωροφυλάκιον γενομέ‐ | |
νης, τὴν πολυθρύλλητον ἐπέφηναν Ἱερουσαλήμ. | 1503 | |
80.1505 | «Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.» Τοσαύτῃ θηριωδία καὶ μανίᾳ κατὰ τῶν σῶν θεραπόντων ἐχρήσαντο, ὡς τοῖς θηρίοις καὶ | |
5 | τοῖς τῶν πετεινῶν σαρκοβόροις τὰ τούτων σώματα προθεῖναι θοίνην. γʹ. «Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.» Μιαιφόνον δὲ κεκτημένοι τὴν γνώμην, ἀναιροῦσι μὲν τοὺς | |
10 | εὐσεβείᾳ συζῶντας· αἱμάτων δὲ ὀχετοὺς κατὰ τῆς γῆς παρασκευάζουσι φέρεσθαι, τάφου δὲ ἀξιοῦ‐ σθαι τοὺς σφαττομένους οὐ συγχωροῦσιν. δʹ. «Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.» | |
15 | Ταῦτα ἡμᾶς ἐπονειδίστους τοῖς ὁμόροις εἰργάσαντο· διὰ ταῦτα ἐπίχαρτοι τοῖς πλησιοχώροις γεγόναμεν. Γείτονας δὲ καλεῖ τοὺς Ἀλλοφύλους, τοὺς Ἰδου‐ μαίους, τοὺς Ἀμμανίτας, τοὺς Μωαβίτας, καὶ τὰ ἄλλα ἔθνη τὰ ὅμορα, ἅπερ αὐτοῖς ἀντίπαλα καὶ | |
20 | πολέμια ἦν ἀεί. εʹ. «Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος· ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;» Νομοθετῶν ὁ Θεὸς αὐτῷ μόνῳ λατρεύειν προσέταξε, καὶ ἕτερον μηδένα καλούμενον προσκυνῆσαι Θεὸν, «Ὅτι ἐγὼ, | |
25 | φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ κατ‐ αναλίσκον.» [Ἀλλ’ ὡς πολλάκις ἡμῖν εἴρηται, μηδεὶς ἀκούων ἕνα Θεὸν μοναρχίαν ὑπολάβοι· τὴν γὰρ ἀπερινόητον καὶ ἀεὶ οὖσαν οὐσίαν τὴν ἐν Πα‐ τρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην, | |
30 | Θεὸν ὀνομάζει· ὅτι δὲ νομοθετεῖ ὁ Θεὸς Λόγος, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, οὐκ ἂν ἀμφι‐ βάλοι ἕκαστος τῶν φιλομαθεστέρων.] Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἀνέμνησε λόγος· «Ἐκκαυθή‐ σεται ὡς πῦρ ὁ ζῆλός σου.» Μὴ ἐπιπλεῖστον Δέ‐ | |
35 | σποτα, φησὶν, ὀργισθῇς, μηδὲ πυρὸς δίκην διὰ τὰς ἡμετέρας πλημμελείας τὸν καθ’ ἡμῶν ζῆλον ἐξάψῃς. ϛʹ. «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη, τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά | |
40 | σου οὐκ ἐπεκαλέσαντο.» Ἐπειδὴ δίκας ἁμαρτημά‐ των τοὺς ἀνθρώπους εἰσπράττῃ, κατ’ ἐκείνων ἱκε‐ τεύω σε τὴν ὀργὴν μεταθεῖναι, οἳ παντάπασι τὸ σὸν μαθεῖν οὐκ ἐθέλουσιν ὄνομα, ἀλλὰ τῇ ἀκροτάτῃ δυσ‐ σεβείᾳ δουλεύουσιν. | |
45 | ζʹ. «Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.» Σαφὲς δὲ καὶ τοῦτο τῆς ἐκείνων παρανομίας τεκμήριον· οὐδὲν γὰρ παρ’ ἡμῶν κακὸν ὑπομείναντες, ἡμᾶς μὲν σφαγαῖς κατανάλωσαν, τὴν δὲ χώραν ἐδῄωσαν, καὶ τὰς πόλεις ἐπόρθησαν. Τὸν | |
80.1505(50) | δὲ τόπον αὐτοῦ, Ἀκύλας μὲν, ὡραῖον αὐτοῦ, Σύμμαχος δὲ καλλονὴν αὐτοῦ, ὁ δὲ Θεοδοτίων, εὐ‐ | |
πρέπειαν αὐτοῦ ἡρμήνευσαν· δι’ ὧν μᾶλλον ὁ θεῖος | 1505 | |
80.1508 | οἶκος δεδήλωται. Καλῶς δὲ τὸν λαὸν Ἰακὼβ προσ‐ ηγόρευσε, τῇ τοῦ προπάτορος μνήμῃ τὸν Θεὸν εἰς ἔλεον διεγείρων. ηʹ. «Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων.» Εὐσε‐ | |
5 | βεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον. Ἀοίδι‐ μος γὰρ ἡ τῶν Μακκαβαίων ἀρετή. Εἰκότως τοίνυν ἀντιβολοῦσι, μὴ τῶν προτέρων ἁμαρτημάτων εὐθύ‐ νας τὸν λαὸν εἰσπραχθῆναι. Ἀλλὰ τοῦτο μὲν τεθεί‐ | |
10 | κασιν, οὐ μὴν καὶ τὸ δεύτερον προστεθείκασιν, ὥστε τὸν Θεὸν τὴν παροῦσαν αὐτῶν εὐσέβειαν κατ‐ ιδεῖν. Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυ‐ σιν ἀρετήν· τὸ τῶν μὲν προτέρων ἁμαρτημάτων μνησθῆναι, κρύψαι δὲ τὴν παροῦσαν εὐσέβειαν. | |
15 | «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. [θʹ] Βοήθησον ἡμῖν ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν.» Ὄρεξον ὅτι τάχιστα τὴν ἄμαχόν σου ῥοπήν· πάσης γὰρ ἔρημοι προνοίας γεγόναμεν· σὲ δὲ μόνον ἐπίκουρον ἔχομεν καὶ σω‐ | |
20 | τῆρα. «Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς· καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.» Οὐδαμοῦ τῆς σφετέ‐ ρας μνημονεύουσιν ἀρετῆς, ἀλλὰ διὰ τὸ θεῖον ὄνομα τῆς θείας ἐπικουρίας ἀντιβολοῦσι τυχεῖν· | |
25 | ἡμῶν γὰρ, φησὶ, κακοπραγούντων, κατὰ τοῦ σοῦ ὀνόματος ἡ βλασφημία χωρεῖ. Ἀντιβολοῦμεν τοίνυν, παριδεῖν μὲν σὲ τὰ πλημμελήματα· μετα‐ βαλεῖν δὲ τὰς συμφορὰς, καὶ τὴν σὴν δύναμιν ὑπο‐ δεῖξαι τοῖς ἀγνοοῦσι. | |
30 | ιʹ. «Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ ὡς γεγενη‐ μένον τοῦτο εἰρήκασιν· Εἰς τί λέγει τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τοῦτό με, φησὶν, ἀνιᾷ, τοῦτό με κεντεῖ πάσης ἀκίδος ὀξύτερον, τὸ ὑπὸ τῶν | |
35 | ἐθνῶν κατὰ σοῦ τὴν βλασφημίαν τολμᾶσθαι, καὶ ἐπιτωθάζοντας λέγειν, Ποῦ ἐστιν ὁ Θεὸς ὑμῶν, ὃν λέγετε μαστιγῶσαι τὴν Αἴγυπτον, διῃρηκέναι τὴν θάλατταν, [ὑμῖν δὲ δωρῆσαι διάβασιν, καὶ τ’ ἄλλα πάντα δεδρακέναι] τὰ μεγάλα καὶ πολυθρύλ‐ | |
40 | λητα; «Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου, τοῦ ἐκκεχυμένου.» Ἀντιβολοῦμεν τοίνυν, τού‐ τους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ | |
45 | τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν. ιαʹ. «Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.» Ἀπιδεῖν ἱκετεύω σε καὶ εἰς τοὺς ἔτι μὲν περιόν‐ | |
80.1508(50) | τας, δεσμὰ δὲ περικειμένους, καὶ προσδεχομένους τὸν θάνατον, καὶ μὴ πανωλεθρίαν τοῦ ἡμετέρου κατα‐ | |
ψηφίσασθαι γένους· ἀλλὰ τῶν ἀνῃρημένων περισῶ‐ | 1507 | |
80.1509 | σαι τοὺς παῖδας, καὶ νεολαίαν ἐξ αὐτῶν κατα‐ στῆσαι. ιβʹ. «Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν | |
5 | ὠνείδισάν σε, Κύριε.» Πολλαπλασίαν τοῖς ὁμόροις τῆς βλασφημίας τὴν τιμωρίαν ἐπάγαγε. Οὐ γὰρ ὡρισμένον ἀριθμὸν διὰ τῶν εἰρημένων ἐδήλωσεν, ἀλλὰ μεγίστην αὐτοῖς ἐπαχθῆναι τιμωρίαν ἐξ‐ ῄτησε. Τοιοῦτο καὶ τὸ, «Στεῖρα ἔτεκεν ἑπτὰ,» ἀντὶ | |
10 | τοῦ πολλά. Τὸν δὲ κόλπον εἴρηκεν, ἐκ μεταφορᾶς τῶν ἐν τῷ κόλπῳ τι φερόντων, καὶ ἀσφαλῶς συν‐ εχόντων, ὥστε μηδὲν ἐκπεσεῖν· ἀντὶ τοῦ, Πλήρωσον αὐτοὺς συμφορῶν ἐπικειμένων διηνεκῶς. ιγʹ. «Ἡμεῖς δὲ λαός σου, καὶ πρόβατα νομῆς | |
15 | σου· ἀνθομολογησόμεθά σοι, ὁ Θεὸς, εἰς τὸν αἰῶνα· εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.» Ἡμεῖς δὲ οἱ λαὸς σὸς χρηματίσαντες, καὶ ποίμνιον ὀνομαζόμενοι σὸν, ἐνδελεχῶς σοι τοὺς ὕμνους προσοίσομεν· καὶ τὰς ὑπὲρ τῆς εὐεργεσίας | |
20 | ὁμολογήσομεν χάριτας· καὶ ἀναγράπτους ταύτας πεποιηκότες, τοῖς ἐσομένοις ἀνθρώποις προσοίσομεν τὴν τούτων διήγησιν· τὸ μέντοι ἀνθομολογησόμεθα, ἀντὶ τοῦ ἐξομολογησόμεθα εἴρηκε· τὴν εὐχα‐ ριστίαν δὲ τὸ ὄνομα δηλοῖ. | |
25 | ΕΡΜΗΝ. ΤΟΥ ΟΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις· ὑπὲρ τῶν ἀλλοιω‐ θησομένων. Μαρτύριον τῷ Ἀσάφ. Ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου.» Μεταβολήν τινων πραγμάτων ὁ παρὼν προλέγει ψαλμός· ἡ γὰρ ἀλλοίωσις τοῦτο | |
30 | δηλοῖ, καὶ μαρτύρεται· διὰ τοῦτο καὶ μαρτύριον πρόσκειται. Προθεσπίζει δὲ ἡ χάρις τοῦ Πνεύμα‐ τος τὸν τῶν Ἰουδαίων ἀνδραποδισμὸν, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ὁ ψαλμὸς τῷ Θεῷ τῶν ὅλων, ὡς ὑπ’ αὐτῶν ἐκείνων | |
35 | προσφερομένην. Διδάσκει γὰρ αὐτοὺς ἡ προφητικὴ χάρις, ὁποίοις δεῖ τὸν Θεὸν ἱλεώσασθαι ῥήμασι, καὶ εἰς ἔλεον διεγεῖραι. Προλέγει δὲ καὶ τὴν ἐσομένην πᾶσιν ἀνθρώποις διὰ τοῦ Δεσπότου Χριστοῦ σω‐ τηρίαν. | |
40 | βʹ. «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες.» Σὲ, Δέ‐ σποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. «Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ.» Οἷόν τισι λύκοις πε‐ ριπεσόντα τοῖς ἀδελφοῖς, τῶν ἐκείνων ἀπαλλάξας | |
45 | χειρῶν, ἐποδήγησας εἰς Αἴγυπτον, καὶ κρείττονα τῶν ἐπιβουλευσάντων ἀπέφηνας. Οὕτω τὴν εἰς αὐ‐ | |
τοὺς γεγενημένην κηδεμονίαν διεξελθὼν, ἐπὶ τὴν | 1509 | |
80.1512 | γενικωτέραν ἐξουσίαν μετέβη. «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι.» Ἐπειδὴ γὰρ τούτων μό‐ νων ὁ μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλα‐ | |
5 | στήριον τέθεικε, δι’ ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπι‐ καθήμενον ἐπιφανῆναι ἱκέτευσεν. γʹ. «Ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μα‐ | |
10 | νασσῆ.» Ἐπιφανῆναί σε, φησὶν, ἱκετεύω τῷ σῷ λαῷ. Διὰ γὰρ τῶν εἰρημένων φυλῶν πάντα δεδήλωκε τὸν λαόν. Τούτων δὲ ἐμνημόνευσεν, ἐπειδὴ καὶ τοῦ Ἰωσὴφ ἐποιήσατο μνήμην. Τοῦ δὲ Ἰωσὴφ ὁ μὲν Ἐφραῒμ καὶ ὁ Μανασσῆς παῖδες· ὁ δὲ Βενιαμὶν | |
15 | ἀδελφὸς ὁμομήτριος. «Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Ὡς μακροθυ‐ μοῦντα, καὶ ἡσυχίᾳ χρώμενον, τὸν Θεὸν διανίστη‐ σιν. Ἅπασάν σου τὴν δύναμιν, φησὶ, κίνησον, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν. [Τοῦτο | |
20 | μὲν, ὡς εἴρηταί μοι ἀνωτέρω, ὁ ἀνδραποδισθεὶς τὸ τηνικαῦτα παρὰ τῶν Ἀσσυρίων λαὸς, τοῦτο δὲ τὰ ἔθνη ἀντιβολεῖ, κηδόμενα τὴν παρὰ τοῦ εὐεργέτου σωτηρίαν· τοῦτο γὰρ θέλει εἰπεῖν ὁ προφητικὸς νοῦς καὶ διὰ τῶν ἑξῆς.] | |
25 | δʹ. «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς.» Τῆς δουλείας ἐλευθέρωσον, καὶ τὴν ἐπάνοδον χά‐ ρισαι. [Ὁ μὲν τὴν ἐκ Βαβυλῶνος ἱκετεύων, ὁ δὲ τὴν ἐξ εἰδώλων ἐπιστροφήν.] Εἶτα τοῦ πράγματος διδάσκει τὴν εὐκολίαν. «Καὶ ἐπίφανον τὸ πρόσωπόν | |
30 | σου, καὶ σωθησόμεθα.» Ἀρκεῖς γὰρ φαινόμενος λῦσαι τὰς συμφοράς. εʹ. «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργί‐ ζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;» Μέχρι πότε, Δέσποτα, τὰς ἐμὰς παραπέμπῃ λιτὰς, ἐπὶ τοῖς | |
35 | ἐμοῖς πλημμελήμασιν ὀργιζόμενος; Δοῦλον δὲ αὐτοῦ τὸν λαὸν ὀνομάζει. Καὶ γὰρ οἱ ἄλλοι ἑρμηνευταὶ, Ἐπὶ τὴν προσευχὴν τοῦ λαοῦ σου, ἀντὶ τοῦ, δούλου σου, τεθείκασιν. ϛʹ. «Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων· καὶ πο‐ | |
40 | τιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.» Ὁ χρόνος ἐν‐ ταῦθα ἐνήλλακται· καὶ γὰρ οἱ ἄλλοι ὡς γεγενημένα ταῦτα εἰρήκασιν· «Ἐψώμισας ἡμᾶς ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ.» Λέγει δὲ, ὅτι Καὶ τὴν τροφὴν ἡμῶν, καὶ τὸ πόμα δάκρυσι | |
45 | συνεκέρασας· ὀδυρόμενοι γὰρ καὶ στένοντες μετα‐ λαγχάνομεν τῆς ἀναγκαίας τροφῆς. Τοῦτο δὲ πε‐ ποίηκεν ἀντιμετρήσας ταῖς ἁμαρτίαις τὴν τιμω‐ ρίαν. Τοῦτο καὶ ὁ Κύριος· «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Τοῦτο καὶ Ζαχαρίας | |
80.1512(50) | εἶδεν ὁ προφήτης τὸ μέτρον, τῆς Βαβυλῶνος προ‐ | 1511 |
80.1513 | θεσπίζων τὸν ὄλεθρον. Δύο γὰρ ἔφησε θεᾶσθαι γυναῖκας, ἔποπος μὲν ἐχούσας πτερὰ, τὸ δὲ μέ‐ τρον φερούσας, καὶ τοῦτο προσταχθείσας εἰς Βαβυ‐ λῶνα κομίσαι. Διὰ τούτων δὲ διδασκόμεθα τῆς | |
5 | θείας ψήφου τὸ δίκαιον. ζʹ. «Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.» Ἐπονείδιστοι γεγόναμεν καὶ τοῖς γειτονεύουσιν ἔθνεσιν, ἀεὶ τὴν πρὸς ἡμᾶς ἐσχηκόσι δυσμένειαν· | |
10 | [ἀλλ’ ὅμως οὐκ ἀπέστημέν σου· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ἔφη]. ηʹ. «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησό‐ μεθα.» Τῇ σῇ τοίνυν ἐπιφανείᾳ σκέδασον τὸ ζοφῶδες | |
15 | νέφος τῶν συμφορῶν, καὶ τὴν ἐπάνοδον χάρισαι· [τοῦτο μὲν ὁ λαὸς ἀντιβολῶν· τοῦτο δὲ καὶ τὰ ἔθνη· ἐπιφάνειαν λέγων τὴν ἔνσαρκον παρουσίαν.] Δυνατὸς γὰρ εἶ, καὶ τῶν δυνάμεων Κύριος. [Τότε μὲν ἀοράτως ἐκείνους ἐκ τῆς αἰχμαλωσίας ἀνακα‐ | |
20 | λούμενος, τὰ δὲ ἔθνη τῇ σῇ οἰκονομίᾳ περιποιησά‐ μενος.] Εἶτα τὰς παλαιὰς εὐεργεσίας διέξεισι, τῆς ὁμοίας ἀπολαῦσαι προμηθείας ἀντιβολῶν. θʹ, ιʹ. «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμ‐ | |
25 | προσθεν αὐτῆς· καὶ κατεφύτευσας τὰς ῥίζας αὐ‐ τῆς, καὶ ἐπλήρωσε τὴν γῆν.» Σὺ, Δέσποτα, τὴν ἄδικον τῶν Αἰγυπτίων κατέλυσας δυναστείαν· σὺ τὰ τῶν Χαναναίων ἔθνη πανωλεθρίᾳ παρέδωκας, καὶ τὸν σὸν λαὸν καθάπερ ἄμπελον ἐξ Αἰγύπτου | |
30 | μεταγαγὼν, καὶ πᾶσαν κατὰ τὴν ὁδὸν δωρησάμενος εὐκολίαν, ἐν τῇ τῶν Χαναναίων αὐτὸν κατεφύ‐ τευσας γῇ. ιαʹ, ιβʹ. «Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ἐξέτεινε | |
35 | τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.» Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμεινε τῇ τροπῇ· καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν· σκιὰν δὲ ταῦτα καλύπτουσαν τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις | |
40 | ἐπιτεθεῖσαν· κέδρους δὲ τοῦ Θεοῦ τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληχότας· ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου Δαβὶδ, | |
45 | καὶ ἐπὶ τοῦ Σολομῶντος, μεμαθήκαμεν γεγενῆσθαι. Ὁ μὲν γὰρ [μέγας] Δαβὶδ οὐ μόνον παρὰ τῶν Ἀλ‐ λοφύλων, καὶ Ἰδουμαίων, καὶ Ἀμμανιτῶν, καὶ | |
Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων, δασμὸν | 1513 | |
80.1516 | ἐκομίζετο· πρὸς δὲ τὸν Σολομῶντα καὶ ἡ Αἰθιό‐ πων ἔδραμε βασιλίς· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ τῆς ἀμπέλου, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους, | |
5 | τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν ὑποδεξαμένους ἐπίγνωσιν. Διὰ πάντων δὲ τὴν προ‐ τέραν εὐκληρίαν ἐδήλωσε τοῦ λαοῦ. ιγʹ. «Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν | |
10 | ὁδόν;» Τί δήποτε τῆς σῆς αὐτὴν προνοίας ἐγύ‐ μνωσας, καὶ πεποίηκας τοῖς ἀδικεῖν βουλομένοις εὐ‐ χείρωτον; Φραγμὸν δὲ τὴν ἀσφάλειαν κέκληκεν. Ὃ γάρ ἐστιν ἀμπελῶνι φραγμὸς, τοῦτο ἡ τοῦ Θεοῦ πρόνοια τοῖς αὐτῆς ἠξιωμένοις. «Παραπο‐ | |
15 | ρευομένους δὲ ὁδὸν,» τοὺς πολεμίους. Καθάπερ γὰρ οἱ ὁδοιπόροι τὴν ἄφρακτον καὶ ἀφύλακτον ἄμπελον τρυγῶσιν ἀδεῶς, καὶ τὸν αὐτῆς ἀφαιροῦνται καρπόν· οὕτως ὁ τῆς θείας γεγυμνωμένος Κηδεμονίας τοῖς ἀδικεῖν ἐθέλουσιν εὐχείρωτος γίνεται. | |
20 | ιδʹ. «Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ μο‐ νιὸς ἄγριος κατενεμήσατο αὐτήν.» Τὰς διαφόρους τῶν Ἀσσυρίων ἐφόδους διὰ τούτων ἐδήλωσε. Σαλμα‐ νασὰρ γὰρ καὶ Σεναχηρεὶμ τὰς ἄλλας ἐξεπόρθησαν πόλεις· ὁ δὲ Ναβουχοδονόσορ, τὴν Ἱερουσαλὴμ πο‐ | |
25 | λιορκήσας, τοὺς τὸν θάνατον διαφυγόντας ἐξηνδρα‐ ποδίσατο. Καὶ ἐπειδὴ ἄμπελον τὸν Ἰσραὴλ προσηγόρευσεν, εἰκότως ὗν ἄγριον ὠνόμασε τὸν τούτου πολέμιον· διαφερόντως δὲ τόδε τὸ θηρίον ἀμπέλων ἐπίβουλον. Μονιὸν δὲ ἄγριον καλεῖ, | |
30 | τὸν καθ’ ἑαυτὸν διάγοντα σῦν, ὃς τῶν ἄλλων ἐστὶν ἀγριώτερος, ἅτε δὴ καὶ τὴν πρὸς αὐτοὺς κοινω‐ νίαν ἀποστρεφόμενος. Ἐπειδὴ τοίνυν καὶ ὁ Ναβου‐ χοδονόσορ τῶν ἄλλων βασιλέων θηριωδέστερος ἦν, εἰκότως αὐτὸν ὠνόμασε μονιὸν ἄγριον. | |
35 | ιεʹ, ιϛʹ. «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε· καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην. Καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν Δεσπότην, ἰδεῖν ἄνωθεν τῆς ἀμπέλου τὴν | |
40 | λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὐτὴ πρόνοια τὴν προτέραν ἔδωκεν εὐκληρίαν. Δεξιὰν δὲ καλεῖ τὴν Πρόνοιαν. «Καὶ ἐπὶ Υἱὸν ἀν‐ θρώπου, ὃν ἐκραταίωσας ἑαυτῷ.» Ἐνταῦθα τὴν ἐκεῖθεν βλάστησιν τοῦ Δεσπότου διδάσκει Χριστοῦ. | |
45 | Ἱκετεύει γὰρ ἐπιμελείας ἀξιωθῆναι τὴν ἄμπελον, διὰ τὸν ἐξ αὐτῆς ληφθησόμενον ναὸν, ὃν Υἱὸν ἀν‐ | |
θρώπου σαφῶς προσηγόρευσεν. Οὕτω καὶ ὁ Κύριος | 1515 | |
80.1517 | ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, καίτοι Θεὸς ὢν ὁμοῦ καὶ ἄνθρωπος, Υἱὸν ἀνθρώπου ἑαυτὸν ὀνομάζει, ἀπὸ τῆς ὁρωμένης φύσεως τὴν προσηγορίαν τιθείς. Δι‐ δάσκει τοίνυν ὁ προφητικὸς λόγος, τοὺς δορυαλώτους | |
5 | γεγενημένους ἱκετεῦσαι τὸν τῶν ὅλων Θεὸν, φειδώ τινα τῆς ἀμπέλου ποιήσασθαι διὰ τὴν ἐκεῖθεν φυο‐ μένην σωτήριον ῥίζαν. Οὕτω γὰρ ἑαυτὸν καὶ ὁ Κύριος ὀνομάζει λέγων· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ | |
10 | γεωργός ἐστιν.» Ὡς γὰρ ἄνθρωπος, ἄμπελός ἐστιν· ὡς δὲ Θεὸς, καὶ γεωργὸς, σπείρων σπέρμα καλὸν ἐν τῷ ἀγρῷ αὑτοῦ. Ἐπειδὴ γὰρ ἐκ ταύτης ἐβλάστησε τῆς ἀμπέλου, τῆς ἀχρήστου γεγενη‐ μένης, καὶ ἀκάνθας ἀντὶ βοτρύων τῷ γεωργῷ προσ‐ | |
15 | ενεγκούσης, αὐτὸς ἀληθινὴ γέγονεν ἄμπελος, καὶ κλήματα ἐβλάστησε μέγιστα, τῶν εἰς αὐτὸν πε‐ πιστευκότων τὸ πλῆθος. Τούτων ἀληθῶς ἡ σκιὰ ἐκάλυψε τὰ ὄρη, καὶ αἱ ἀναδενδράδες τὰς κέδρους. Αὕτη ἀληθῶς ἡ ἄμπελος ἐξέτεινε τὰ κλήματα ἕως | |
20 | θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. [Οὐδὲ γάρ ἐστι τόπος, οὐκ ἔστιν ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ οὐχ ἵδρυνται τῆς ἀμπέλου ταύτης αἱ θεῖαι ληνοί.] Διὰ ταύτην ἱκετεύουσι κἀκείνην ἀπολαῦσαι φειδοῦς, τὰ παντοδαπὰ αὐτῆς διηγούμενοι πάθη. | |
25 | ιζʹ. «Ἐμπεπυρισμένη πυρὶ, καὶ ἀνεσκαμμένη.» Ἐντεῦθεν μάλιστα δῆλον, ὡς τὰ κατὰ τὸν Βαβυ‐ λώνιον ὁ ψαλμὸς καὶ οὐ τὰ κατὰ τὸν Ἀντίοχον, ὡς τισὶν ἔδοξε, προθεσπίζει. Ὁ Βαβυλώνιος γὰρ καὶ τὸν νεὼν ἐνέπρησε, καὶ τῆς πόλεως τὸ πλεῖστον | |
30 | πυρὶ παραδέδωκεν· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον τὸν καρπὸν ἀπῆλθον τρυγήσαντες, ἀλλὰ καὶ ἀνέσκαψαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασαν, καὶ πυρὶ κατηνάλωσαν. «Ἀπὸ ἐπιτιμήσεως τοῦ προσ‐ ώπου σου ἀπολοῦνται.» [Ἀλλὰ σοῦ φαινομένου | |
35 | καὶ κινουμένου, φροῦδοι γενήσονται παντελῶς καὶ τὸν ὄλεθρον δέξονται.] ιηʹ. «Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.» [Ἀπολαύσωμεν τοίνυν τῆς σῆς κηδεμονίας διὰ τὸ | |
40 | οὕτω σε φιλανθρωπίᾳ νικώμενον ἐξ ἡμῶν σαρκοῦ‐ σθαι· Υἱὸν δὲ ἀνθρώπου τὸν Κύριον τῆς δόξης ὀνο‐ μάζει· περὶ οὗ Παῦλος· «Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.»] | |
ιθʹ. «Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ.» [Ἀψευ‐ | 1517 | |
80.1520 | δὴς γὰρ ὑπάρχεις τὰς σὰς πληρῶσαι ὑποσχέσεις.] Ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπι‐ γνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ὑμνή‐ | |
5 | σει. «Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσό‐ μεθα.» Τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν Σωτῆρα Θεόν. κʹ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον | |
10 | ἡμᾶς· καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθη‐ σόμεθα.» Διὰ ταῦτα τοίνυν ἅπαντα, καὶ τὴν ἐσομένην δι’ ἡμῶν ἅπασιν ἀνθρώποις σωτηρίαν, λῦσον μὲν ἡμῖν τὰ σκυθρωπὰ, χάρισαι δὲ τὴν ἐπάνοδον· εἰ γὰρ μόνον φανῇς, τῆς σωτη‐ | |
15 | ρίας τευξόμεθα. ΕΡΜΗΝ. ΤΟΥ Πʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Ἀσάφ.» Τὴν Ἰουδαίων οὗτος ὁ ψαλμὸς ἀνάκλησιν προθεσπίζει, καὶ τὴν μετὰ ταῦτα γενομένην ἀλ‐ | |
20 | λοτρίωσιν· μεθ’ ἣν ἡ κλῆσις τῶν ἐθνῶν, καὶ ὁ τῆς εὐσεβείας Καρπὸς, ὡς ἐν ληνοῖς τισὶ ταῖς ἁγίαις ἐκκλησίαις τῷ Θεῷ προσφερόμενος. Ἐσχημάτισται δὲ τοῦ ψαλμοῦ τὸ προοίμιον, ὡς ἐπανελθόντων ἤδη τῶν τὴν ἱκετείαν προσενηνοχότων ἐκείνην, καὶ | |
25 | χορευόντων, καὶ ἀλλήλοις παρεγγυώντων ὑμνεῖν τὸν σεσωκότα Θεόν. βʹ. «Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν.» Ὁ δὲ Σύμμαχος, εὐφημεῖτε εἴρηκεν· ὁ δὲ Ἀκύλας, αἰνοποιεῖτε. Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαρι‐ | |
30 | στήριον ὕμνον, τῷ τῆς οἰκείας ἡμῖν μεταδεδωκότι προνοίας. «Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ.» Ἐπι‐ νίκιος ὁ ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν. Πα‐ ρακελεύονται τοίνυν ἀλλήλοις τῷ τὴν νίκην δωρησα‐ μένῳ Θεῷ τὴν ὑμνῳδίαν ὑφῆναι. | |
35 | γʹ. «Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον· ψαλτή‐ ριον τερπνὸν μετὰ κιθάρας.» Διαφόροις ὀργάνοις κεχρημένοι τὴν θείαν ἀνεκρούοντο μελῳδίαν· καὶ τοῦτο τῶν Παραλειπομένων ἡ ἱστορία διδάσκει. Παρ‐ εγγυᾷ τοίνυν τοῖς χοροῖς ἐκείνοις ὁ λόγος ἀλλήλοις | |
40 | ἀντιδιδόναι τὴν παναρμόνιον τῶν ὀργάνων ἐκεί‐ νων ἠχήν· καὶ τούτους μὲν λύραις, ἐκείνους δὲ τυμπάνοις, ἄλλους δὲ κιθάραις τὸν Θεὸν ἀνυμνῆ‐ σαι. Τὸ δὲ ψαλτήριον ὁ Σύμμαχος λύραν ἐκά‐ λεσεν. | |
45 | δʹ, εʹ. «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν | |
εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ὅτι πρόσταγμα | 1519 | |
80.1521 | τῷ Ἰσραήλ ἐστιν· καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ.» Ταῖς σάλπιγξιν ἐκέλευσεν ὁ Θεὸς τοὺς ἱερέας κεχρῆσθαι. Ἀνεμίμνησκον δὲ αὗται τὸν λαὸν τῶν ἐν τῷ ὄρει γενομένων σαλπίγγων. Τοῦ Θεοῦ γὰρ τῶν ὄλων ἐν τῷ | |
5 | Σινᾷ ὄρει διαλεγομένου, φωνὴ, φησὶ, τῆς σάλπιγγος ἤχει μέγα. Ἐκείνης τοίνυν τῆς ἐπιφανείας ἀνεμί‐ μνησκον τὸν λαὸν ταῖς σάλπιγξιν οἱ ἱερεῖς κεχρημέ‐ νοι. Καὶ οὗτοι τοίνυν τοὺς τῆς ἐπανόδου τετυχηκό‐ τας, καὶ τῆς θείας ἐπικουρίας ἀπολαύσαντας, | |
10 | εἰκότως μετὰ τῶν ἄλλων ὀργάνων, καὶ ταῖς σάλ‐ πιγξι παρεκελεύοντο χρήσασθαι. ϛʹ. «Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου.» Ἰωσὴφ ἐν‐ ταῦθα πάντα καλεῖ τὸν λαόν· ἐπειδὴ γὰρ τῆς εἰς | |
15 | Αἴγυπτον εἰσόδου ὁ Ἰωσὴφ αὐτοῖς ἐγένετο πρόξενος, ἐξ αὐτοῦ τὸν λαὸν προσηγόρευσε. Λέγει δὲ ὅτι ταύτην ἔδωκε τῷ λαῷ τὴν νομοθεσίαν, τῆς Αἰγύ‐ πτου τοῦτον ἐλευθερώσας. Εἶτα τὰς γεγενημένας εὐεργεσίας διέξεισιν. «Γλῶσσαν ἣν οὐκ ἔγνω | |
20 | ἤκουσεν.» Φωνῆς γὰρ πώποτε θείας οὐκ ἀπο‐ λαύσας, ταύτης ἐπήκουσεν ἐν τῇ ἐρήμῳ τὸν νόμον δεχόμενος. ζʹ. «Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.» Τοὺς | |
25 | ἐν Αἰγύπτῳ πόνους, καὶ τὴν πικρὰν δουλείαν, καὶ τὴν πλινθουργίαν διὰ τούτων ἐδήλωσε. Τοῖς ὤμοις γὰρ, ὡς εἰκὸς, φέρειν ἠναγκάζοντο τὸν πηλόν· τὰ δὲ νῶτα διαφερόντως τῶν τοιούτων ἐπαισθάνε‐ ται πόνων. Ἐντεῦθεν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσ‐ | |
30 | άγει διαλεγόμενον. Καὶ πρῶτον μὲν τῶν εὐεργεσιῶν τῶν γεγενημένων ἀναμιμνήσκει, εἶτα παραίνεσιν εἰσφέρει καὶ συμβουλήν· μετὰ ταῦτα προλέγει τὴν ἀπείθειαν, καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν. ηʹ. «Ἐν θλίψει ἐπεκαλέσω με· καὶ ἐρυσάμην | |
35 | σε.» Ἐστέναξας ἐν Αἰγύπτῳ τοῖς πόνοις ταλαιπω‐ ρούμενος, καὶ παραυτίκα φιλανθρωπίας ἠξίωσα. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. «Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν.» —«Ἐπ‐ | |
40 | ήκουσά σε ἐν ἀποκρύφῳ καταιγίδος.» Ὁ δὲ Σύμ‐ μαχος οὕτως· Ἐπήκουσά σε διὰ κρυφαίας βροντῆς· καὶ οἱ ἄλλοι δὲ τὴν βρόντησιν ὁμοίως τεθείκασι. Δηλοῖ δὲ διὰ τούτου ὅτι μὴ φαινόμε‐ νος, ἀλλ’ ἀόρατον ἔχων τὴν φύσιν, κατάδηλον | |
45 | πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν πεποίηκα, οἷόν τινα βροντὴν, ταῖς κατὰ τῶν Αἰγυπτίων πληγαῖς | |
σημάνας ἅπασιν ὅσην ποιοῦμαί σου πρόνοιαν. | 1521 | |
80.1524 | «Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.» Εἰς Μεῤ‐ ῥὰν ἐλθόντες, καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ, καὶ Μωσοῦ κατεβόησαν, καὶ τοῦ Θεοῦ κατελάλησαν. Ἀπὸ τοῦ πράγματος τοίνυν ὁ τόπος τὴν προσηγο‐ | |
5 | ρίαν ἐδέξατο. Λέγει τοίνυν, ὅτι Διήλεγξά σε παρ’ ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην· ῥᾳδίως δὲ αὐτοῦ μετέβαλον τὴν ποιότητα, καὶ γλυκεῖαν ἀπέ‐ φηνα τὴν πικράν. θʹ. «Ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί | |
10 | σου.» Πεῖραν τοίνυν τῆς ἐμῆς δυνάμεως εἰληφὼς, δέξαι προθύμως τὰς παρ’ ἐμοῦ σοι προσφερομένας νομοθεσίας. Διαμαρτυρία γάρ ἐστι, προλέγουσά σοι τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπει‐ θείας τὴν ὠφέλειαν. | |
15 | «Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, [ιʹ.] οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλο‐ τρίῳ.» [Καὶ σαφέστερον αὐτοῖς ἑαυτὸν φανεροῖ τῷ εἰπεῖν·] ιαʹ. «Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀν‐ | |
20 | αγαγών σε ἐκ γῆς Αἰγύπτου.» Ταῦτα καὶ τοῦ νόμου τὸ προοίμιον ἔχει. «Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Καὶ ἐνταῦθα τοίνυν παρακελεύεται ἀλλότριον καὶ νέον μὴ προσ‐ | |
25 | κυνῆσαι δεὸν, ἀλλὰ τὸν τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενον. Ταῦτα δὲ καὶ τὴν Ἀρείου καὶ Εὐ‐ νομίου παραπληξίαν ἐλέγχει. Εἰ γὰρ οὐχ ὁμοού‐ σιος ὁ Μονογενὴς, ἀλλότριος ἄρα καλοῖτο ἂν εἰκότως· καὶ εἰ ἦν ὅτε οὐκ ἦν, πρόσφατος καὶ οὐκ | |
30 | ἀΐδιος. Τὸν θεῖον τοίνυν προφανῶς παραβαίνουσι νόμον, [καὶ μάλιστα οἱ τὰ τοῦ δυσσεβοῦς Νεστο‐ ρίου δογματίζοντες,] ἀλλότριον καὶ πρόσφατον προσ‐ κυνοῦντες Θεόν. Ἀλλὰ γὰρ οὐ καιρὸς τὴν ἐκείνων ἐμβροντησίαν διελέγχειν· ἀπόχρη δὲ | |
35 | ὅμως καὶ ταῦτα εἰς ἔλεγχον τῆς αὐτῶν παρανο‐ μίας. «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Εὐπειθῆ, φησὶν, ἑαυτὸν διὰ τῆς εὐπει‐ θείας κατάστησον, καὶ δέξαι τὴν ἀφθονίαν τῶν ἀγαθῶν· ἐντεῦθεν ἐπὶ τὴν κατηγορίαν μεταφέρει | |
40 | τὸν λόγον. ιβʹ. «Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι.» Ἐγὼ μὲν οὖν ταύτην αὐτῷ τὴν συμβουλὴν προσενήνοχα· αὐτὸς δὲ οὔτε ἀκοῦσαι, οὔτε προσέχειν τοῖς ὑπ’ ἐμοῦ λε‐ | |
45 | γομένοις ὑπέσχετο. | 1523 |
80.1525 | ιγʹ. «Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτη‐ δεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. «Ὁ δὲ Σύμμαχος οὕτως· Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας | |
5 | αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Οὕτως δὲ καὶ ὁ Ἀκύλας, Καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν σκολιότητι καρδίας αὐτῶν, πορεύσονται ἐν βου‐ λεύμασιν αὐτῶν. Ἀπειθῆ γὰρ αὐτὸν θεασάμενος, τῆς μὲν ἐμαυτοῦ κηδεμονίας αὐτὸν ἐγύμνωσα. | |
10 | Εἴασα δὲ αὐτὸν τοῖς οἰκείοις φέρεσθαι λογισμοῖς, ὡς ἀνερμάτιστον καὶ ἀκυβέρνητον σκάφος· πρό‐ κειται δὲ εἰς θεωρίαν τοῖς βουλομένοις ἡ τῆς προφητείας ἀλήθεια. Ἔρημοι γὰρ τῆς τοῦ Θεοῦ βοηθείας οἱ Ἰουδαῖοι γενόμενοι, εἰς ἅπασαν γῆν | |
15 | μὲν καὶ θάλασσαν διεσπάρησαν, δοῦλοι δὲ ἀντ’ ἐλευ‐ θέρων ἐγένοντο. Δυσσεβείᾳ δὲ πάσῃ συζῶσι, γοη‐ τείαις καὶ δαιμόνων ἐπῳδαῖς κεχρημένοι, τὸν δὲ σεσωκότα Θεὸν προσκυνεῖν οὐκ ἐθέλοντες. ιδʹ, ιεʹ. «Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς | |
20 | ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχ‐ θροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.» Εἰ δὲ τῶν ἐμῶν ἠνέσχετο παραινέσεων, καὶ ταῖς ἐμαῖς ἠκο‐ λούθησεν ἐντολαῖς, ῥᾳδίως ἂν αὐτῶν κατέλυσα τοὺς | |
25 | ἐχθρούς. Τὸ γὰρ, ἐν τῷ μηδενὶ, τὴν εὐκολίαν δηλοῖ, ἀντὶ τοῦ, Ἀκονητὶ καὶ ἀπόνως, καὶ ἐν ἀκαρεῖ τὸν ἐκείνων ὄλεθρον ἐπενεγκεῖν ἠδυνάμην. ιϛʹ. «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ.» Ὁ δὲ Ἀκύλας οὕτως, Μισοποιοῦντες Κύριον ἀρνή‐ | |
30 | σονται. Τῇ γὰρ ἀρνήσει τοῦ Δεσπότου Χριστοῦ τὸ καθ’ ἑαυτῶν κατεσκεύασαν μῖσος, καὶ ἐχθροὺς ἑαυτοὺς τοῦ Κυρίου κατέστησαν ψευσάμενοι αὐτῷ, καὶ τὰς γεγενημένας παραβάντες συνθή‐ κας. Μετὰ γὰρ τὴν νομοθεσίαν ἀπεκρίνατο, φησὶν, | |
35 | ὁ λαός· «Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς ποιήσο‐ μεν καὶ ἀκουσόμεθα.» Καὶ αἱ μὲν ὑποσχέσεις τοιαῦται, τὰ δὲ ῥήματα ἄντικρυς ἐναντία. Φα‐ νέντα γὰρ τὸν οἰκεῖον Δεσπότην ἐσταύρωσαν, ἀλλ’ ἐδέξαντο τῆς ἀσεβείας ἐπιτίμιον, τὸν αἰώνιον ὄλε‐ | |
40 | θρον. [Οὐκ αὐτοὶ δὲ μόνον, ἀλλὰ καὶ Ἄρειος καὶ Εὐνόμιος καὶ Νεστόριος καὶ οἱ τὰ ἐκείνων θρη‐ σκεύοντες.] Τοῦτο δὲ καὶ ἡ προφητεία δεδήλωκεν. «Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» Σα‐ | |
φέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· εἰρηκὼς γὰρ, | 1525 | |
80.1528 | Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ, ἐπήγα‐ γεν, Ἀλλ’ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Καιρὸν δὲ καλεῖ τὰς συμφοράς. Οὕτω γὰρ καὶ οἱ Σύροι, καὶ οἱ Ἑβραῖοι [ταύτας] ὀνομάζειν εἰώ‐ | |
5 | θασι· πολλοὶ δὲ καὶ παρ’ ἡμῖν οὕτω ταύτας ἀποκα‐ λοῦσι. Λέγει τοίνυν, ὅτι ταύταις Ἰουδαῖοι οὐ κατά τινα ῥητὸν περιπεσοῦνται χρόνον, ἀλλ’ εἰς αἰῶνα διατελοῦσι τῆς θείας ἐστερημένοι κηδεμο‐ νίας. Ἔοικε δὲ τοῦτο τοῦ ογʹ ψαλμοῦ τῷ προοιμίῳ, | |
10 | «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Καὶ γὰρ ἐκεῖ τὴν παντελῆ τῶν Ἰουδαίων ἀποβολὴν προηγό‐ ρευσεν. ιζʹ. «Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ· καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.» Πολλὴν δὲ, φησὶν, ἀχαριστίαν νενοσηκότες, οὐκ ἐμνήσθησαν | |
15 | τῶν ἤδη παρασχεθέντων αὐτοῖς ἀγαθῶν. Ἐν μὲν γὰρ τῇ ἐρήμῳ τὸ ἥδιστον αὐτοῖς ἐκ τῆς πέτρας ἐξήγαγεν ὕδωρ, ὃ διψῶσιν αὐτοῖς ἐνομίσθη μιμεῖ‐ σθαι γλυκύτητα μέλιτος· ἐν δὲ τῇ γῇ τῆς ἐπαγγε‐ λίας τοὺς ἀπὸ τῆς γῆς αὐτοῖς ἀφθόνως ἐδωρή‐ | |
20 | σατο καρπούς. Ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν παρ‐ εδήλωσε, καὶ διὰ τοῦ σίτου καὶ τῶν ἄλλων καρπῶν τὴν χορηγίαν ἐσήμανεν. ΕΡΜΗΝ. ΤΟΥ ΠΑʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Τὴν ἀποβολὴν εἰπὼν | |
25 | τῶν Ἰουδαίων ἐν τῷ πρὸ τούτου ψαλμῷ, ἐνταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκτίθησι, δι’ ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλλετο· διδάσκων πάντως, ὡς εἴγε ἐκείνους μιμησόμεθα, τοῖς αὐτοῖς ἢ χείροσι περιπέ‐ σομεν. «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ | |
30 | δὲ θεοὺς διακρινεῖ.» Τοὺς Ἰουδαίων ἄρχοντας θεοὺς, ὡς τὸ κρίνειν πεπιστευμένους, ὠνόμασεν. Οὕτως αὐτοὺς καὶ ὁ νόμος ἀποκαλεῖ. «Θεοὺς οὐ κακο‐ λογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κα‐ κῶς.» Ἐπειδὴ γὰρ ἀληθῶς κριτὴς ὁ Θεός ἐστιν, ἐνε‐ | |
35 | χειρίσθησαν δὲ καὶ οἱ ἄνθρωποι κρίνειν, προσηγο‐ ρεύθησαν οἱ ταῦτα πεπιστευμένοι θεοὶ, ἅτε δὴ Θεὸν ἐν τούτῳ μιμούμενοι. Ἀλλὰ τοὺς οὐκ ἐνδίκως δικάζοντας, οὐδὲ ἀκλινῶς κατέχοντας τὰ τῆς δίκης ζυγὰ, ὁ δίκαιος ἐνταῦθα διελέγχει κριτὴς, καὶ τὴν | |
40 | ἐσομένην ὑπ’ αὐτοῦ δικαίαν κρίσιν προαγορεύει. βʹ. «Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;» Μέχρι τίνος, φησὶν, ἀδέ‐ καστον οὐκ ἐκφέρετε ψῆφον, ἀλλὰ τῶν δυνατῶν καὶ παρανόμων ἐλέγχειν παραιτεῖσθε τὴν ἀδικίαν, καὶ | |
45 | παρορᾶτε τοὺς πενίᾳ συζῶντας ἀπὸ τούτων ἀδικουμένους; γʹ. «Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.» Ἑκάτερος δὲ τούτων ἐν‐ | |
δεὴς βοηθείας. | 1527 | |
80.1529 | δʹ. «Ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσασθε αὐτόν.» Μὴ γένηται τοῖς ἀδικοῦσιν ὁ πένης εὐχείρωτος ὑμῶν προστατευόντων, καὶ τὸ δικάζειν πεπιστευμένων. | |
5 | εʹ. «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει δια‐ πορεύονται.» Ἀλλὰ τούτων οὐδὲν ἠθέλησαν συν‐ ιδεῖν, οὐδὲ τῷ τῶν ἐμῶν λόγων καταυγασθῆναι φωτί· διά τοι τοῦτο, ὡς ἐν νυκτὶ καὶ ζόφῳ διάγοντες πολιτεύονται. «Σαλευθήτωσαν πάντα τὰ θεμέλια | |
10 | τῆς γῆς.» Ταύτης ἕνεκα τῆς ἀληθείας ταραχῆς καὶ ζάλης ὁ βίος ἐμπέπλησται, καὶ τοῖς ἐπαλλήλοις ἡ γῆ κλονεῖται κακοῖς. ϛʹ. «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου, πάντες.» Ἐγὼ μὲν οὖν ὑμᾶς τετίμηκα· καὶ τῆς | |
15 | ἐμαυτοῦ προσηγορίας μετέδωκα, καὶ υἱοὺς ἐμοὺς προσηγόρευσα. ζʹ. «Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθανεῖσθε, καὶ | |
20 | ὡς εἷς τῶν ἀρχόντων πεσεῖσθε. Τὴν γὰρ οἰκείαν τιμὴν ἀγνοήσαντες, τᾲ αὐτὰ τῷ διαβόλῳ πεπόνθατε, ὃς ἀρχὴν παρ’ ἐμοῦ πιστευθεὶς, καὶ χρήσασθαι τοῖς δοθεῖσιν εἰς δέον οὐκ ἐθελήσας, ἐξέπεσε τῆς τιμῆς· τὸν αὐτὸν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπομένετε | |
25 | θάνατον, εὔκλειαν οὐδεμίαν μετὰ θάνατον ἔχοντες. Οὕτως ὁ προφητικὸς λόγος τῶν ἀδίκων κριτῶν τὸν ἔλεγχον ποιησάμενος, τὸν ἀληθῆ καὶ δίκαιον ἱκετεύει Κριτὴν τῆς οἰκουμένης τὴν κρίσιν ποιή‐ σασθαι. | |
30 | ηʹ. «Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.» Ταῦτα δὲ ἄντικρυς τοῦ Δεσπότου Χριστοῦ τὴν κρίσιν δηλοῖ. Πρὸς αὐτὸν γὰρ κατὰ τὸ ἀνθρώπινον εἴρηκεν ὁ Πατήρ· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν | |
35 | κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Τοιγάρτοι τοῦτον ὁ προφήτης ἀντιβολεῖ ἐπιφανῆναι ταχέως, καὶ κρῖναι δικαίως, καὶ τοὺς ἀδίκους παῦσαι κριτὰς, καὶ τὴν μὲν Ἰουδαίων κλη‐ ρονομίαν καταλιπεῖν, ἀντιλαβεῖν δὲ τὴν τῶν ἐθνῶν, | |
40 | [μᾶλλον δὲ ταύτην περιηγήσασθαι] καὶ πᾶσιν ἀνθρώποις ὀρέξαι τὴν σωτηρίαν [διὰ τῆς ἀκαταλή‐ | |
πτου αὐτοῦ οἰκονομίας.] | 1529 | |
80.1532 | ΕΡΜΗΝ. ΤΟΥ ΠΒʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ.» Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν νεουργίαν τοῦ θείου νεὼ, καὶ τὴν τῶν Ἰουδαίων περιφάνειαν οἱ ἀστυγείτονες | |
5 | θεασάμενοι, κατὰ ταυτὸν συναγείρονται, καὶ ἕτερα βάρβαρα συναθροίσαντες ἔθνη, τὸν πρὸς Ἰουδαίους ἐδέξαντο πόλεμον. Καὶ ταῦτα προλέγουσι μὲν οἱ θειότατοι Ἰωὴλ, καὶ Ἐζεκιὴλ, προλέγει δὲ Μιχαίας, καὶ Ζαχαρίας, οἱ θαυμάσιοι προφῆται. | |
10 | Νικῶσι δὲ ὅμως ἅπαντας, στρατηγοῦντος μὲν τοῦ Ζοροβάβελ, ἄνωθεν δὲ τοῦ Θεοῦ συμμαχοῦντος, καὶ τὸ τῶν πολεμίων καταλύοντος θράσος. Ταῦτα οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ἐσχημάτισται δὲ εἰς εὐχὴν ἡ προφητεία τοῦ θείου Πνεύματος τοὺς τηνικαῦτα | |
15 | πολεμουμένους διδάσκοντος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι. βʹ. «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;» Οὐδὲ πᾶσα, φησὶ, κατὰ ταυτὸν συναθροισθεῖσα τῶν ἀγγέ‐ λων καὶ τῶν ἀνθρώπων ἡ φύσις παραβληθῆναι τῇ | |
20 | σῇ δυνάμει δυνήσεται· ἀσύγκριτον γὰρ ἔχεις τὸ κράτος. Τὸ δὲ τίς, ἀντὶ τοῦ οὐδεὶς τέθεικεν. «Μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός.» Ἱκετεύομέν σε, Δέσποτα, μὴ χρήσασθαι τῇ συνήθει μακροθυμίᾳ. Τὸ γὰρ Μὴ καταπραΰνῃς τοῦτο δηλοῖ. Οὕτω γὰρ | |
25 | καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Μὴ ἠρεμήσῃς. Εἶτα διδάσκει τῆς ἐντεύξεως τὴν αἰτίαν. γʹ. «Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν.» Δίκην, φησὶ, θαλάτ‐ της ἠχοῦσι, καὶ κυμαίνουσι, καθ’ ἡμῶν ἀλαζονείᾳ | |
30 | καὶ θρασύτητι κεχρημένοι, οἱ διὰ τὴν πρός σε δυσμέ‐ νειαν τὸν καθ’ ἡμῶν ἀναδεξάμενοι πόλεμον. Πρός σε γὰρ ἀπεχθανόμενοι τὸν ἀνακείμενόν σοι πολιορ‐ κοῦσι λαόν. δʹ «Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο | |
35 | γνώμην, καὶ ἐπεβουλεύσαντο κατὰ τῶν ἁγίων σου.» Ὁ δὲ Σύμμαχος οὕτως· ἀντὶ τῶν ἁγίων σου, Κατὰ τοῦ ἀποκρύφου σου. Ὁ δὲ Ἀκύλας· Κατὰ τοῦ συγκεκρυμμένου σου. Οὕτω καὶ ὁ Θεοδοτίων. Ἐπειδὴ γὰρ ἐξ αὐτῶν ἔμελλε κατὰ | |
40 | σάρκα βλαστήσειν ὁ Δεσπότης Χριστὸς, συνελη‐ λύθει δὲ τὰ ἔθνη πρόῤῥιζον ἀνασπᾶσαι τῶν Ἰουδαίων τὸ γένος βουλόμενα, ταύτην αὐτοὺς προσενεγκεῖν διδάσκει τὴν δέησιν τὸ πανάγιον Πνεῦμα, ὅτι οὐ καθ’ ἡμῶν μόνον τῇ πανουργίᾳ καὶ ταῖς ἐπιβολαῖς | |
45 | κέχρηνται, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκρύφου σου, καὶ ἐν ἡμῖν ἀποκεκρυμμένου, ὃν ἀνθήσειν ἐκ τῆς Ἰούδα φυλῆς προηγόρευσε. Τῆς γὰρ ῥίζης ἐκτε‐ | |
μνομένης, πόθεν ὁ καρπὸς φυήσεται; Τοῦτο δὲ | 1531 | |
80.1533 | καὶ διὰ Ἡσαΐου δεδήλωκεν ὁ τῶν ὅλων Θεός. «Ὃν τρόπον, φησὶν, ὅτ’ ἂν εὑρεθῇ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία Κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός | |
5 | μοι· διὰ τοῦτον οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ τότε, φησὶ, τοὺς λοιποὺς πανωλεθρίᾳ παραδώσω.» Διὰ τὴν ῥῶγα τοίνυν τὴν μίαν ἅπας ὁ βότρυς κηδε‐ μονίας ἀπήλαυσε, μᾶλλον δὲ ἅπας ὁ ἀμπελών· | |
10 | ἐκείνης δὲ ληφθείσης, καὶ μετ’ ἐκείνου συλλε‐ γέντος τοῦ ἄλλου καρποῦ, ὁ λοιπὸς ἀμπελὼν παρε‐ δόθη θηρίοις, καὶ λυμαίνεται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανέμεται, καὶ πάντες οἱ παραπορευόμενοι τὴν ὁδὸν συμπατοῦσιν ὡς βούλον‐ | |
15 | ται. Τοῦτο δὲ καὶ ἐνταῦθα προσευχόμενοι λέγουσιν, ὅτι, Οὐ καθ’ ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ τοῦ ἀποκε‐ κρυμμένου σου τολμῶσι λυττᾷν. [Τὸ γὰρ, Ἆρον, ἆρον, σταύρωσον, δήλους αὐτοὺς πεποίηκε ὡσανεὶ κυνῶν δίκην λυττῶντας. Τούτοις δὲ σύμφωνα καὶ τὰ ἐπαγόμενα.] | |
20 | εʹ. Εἶπον, Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους· καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.» Πανωλεθρίαν ἡμῖν ἐπάγειν βούλονται, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα κατα‐ λέγει τοὺς ὁμόρους, ὑφ’ ὧν συγκληθέντες καὶ οἱ | |
25 | ἄλλοι συνῆλθον. ϛʹ. «Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο.» Οἱ δὲ τὸν κατὰ σοῦ πόλεμον συμφώνως ἀναδεξάμενοι, εἰσί. ζʹ. «Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ Ἰσμαη‐ | |
30 | λῖται.» Ἰδουμαῖοι ἀπὸ τοῦ Ἠσαῦ τὸ γένος κατ‐ ῆγον. Ἐδὼμ γὰρ ὁ Ἠσαῦ ὠνομάσθη· Ἰσμαηλῖται δὲ, τοῦ Ἰσμαὴλ ἀπόγονοι. «Μωὰβ, καὶ οἱ Ἀγαρη‐ νοί.» Μωὰβ τοῦ Λὼτ υἱὸς, ἔθνος δὲ καὶ ἐκ τούτου συνέστη Ἀγαρηνοὶ, ἄλλη φυλὴ τοῦ Ἰσμαὴλ, ἀπὸ | |
35 | τῆς Ἄγαρ ὠνομασμένη· μήτηρ δὲ αὕτη τοῦ Ἰσμαήλ. ηʹ. «Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ.» Ὁ δὲ Ἀμαλὴκ, ἔκγονος καὶ αὐτὸς τοῦ Ἠσαῦ· ἔθνος μέντοι καὶ ἀπὸ τούτου συνέστη· Ἀμμὼν τοῦ Λὼτ | |
40 | υἱός· τμῆμα δέ εἰσι καὶ οὗτοι τῆς Ἀραβίας· καὶ Γεβαληνοὶ δὲ τῆς Ἰδουμαίας περίοικοι. «Ἀλλό‐ φυλοι μετὰ τῶν κατοικούντων Τύρον.» Ἀλλοφύλους οἱ ἄλλοι Φιλιστιαίους καλοῦσιν ἑρμηνευταί· οὓς ἡμεῖς ὀνομάζομεν Παλαιστινούς· οὗτοι γὰρ μόνοι | |
45 | καταλειφθέντες ἐκ τοῦ γένους τοῦ Χαναὰν, καὶ παρὰ τὸν Ἰσραὴλ οἰκοῦντες, εἰκότως ἀλλόφυλοι διαφερόν‐ | |
τως ἐκλήθησαν. | 1533 | |
80.1536 | θʹ. «Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν.» Ἀσσύριοι κατ’ ἐκεῖνον οὐκ ἐβασίλευον τὸν καιρόν· αἰνίττεται τοίνυν ὁ λόγος τοὺς Σαμαρείτας, ἀποίκους Ἀσσυρίων ὄντας, μετὰ τὴν αἰχμαλωσίαν | |
5 | τῶν δέκα φυλῶν ἐν ταῖς ἐκείνων οἰκήσαντας πόλεσιν. «Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ.» Δηλοῖ δὲ ὁ λόγος, Μωαβίτας καὶ Ἀμμανίτας διαφε‐ ρόντως κατὰ τοῦ λαοῦ θρασυνθέντας, καὶ τὰ λοιπὰ συναγείραντας ἔθνη. | |
10 | ιʹ, ιαʹ. «Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ· ὡς τῷ Ἰαβὶν ἐν τῷ χειμάῤῥῳ Κισσῶν. Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ.» Τῶν προτέρων εὐεργεσιῶν μνημονεύουσιν εὐγνώμονες, τὴν αὐτὴν αἰτοῦντες ἐπικουρίαν· τούτους μέν τοι τοὺς στρατ‐ | |
15 | ηγοὺς Βαραὰκ καὶ ἡ προφῆτις Δεβόῤῥα κατέλυ‐ σεν. «Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.» Ἄταφοι γὰρ διαμείναντες διελύθησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν. ιβʹ, ιγʹ. «Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν | |
20 | Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανᾶν. Πάντας τοὺς ἄρχοντας αὐτῶν.» Καὶ τούτων ἡ τῶν Κριτῶν ἱστορία μέμνηται· ἀνεῖλε δὲ αὐτοὺς Γεδεὼν ὑπὸ τῆς θείας χάριτος στρατηγούμενος. Τούτοις παρα‐ πλησίως, καὶ τοὺς σφετέρους πολεμίους ἀντιβολοῦσι | |
25 | καταλυθῆναι, καὶ τὴν αἰτίαν διδάσκουσιν. «Οἵ τινες εἶπον· Κληρονομήσωμεν, ἑαυτοῖς τὸ ἁγια‐ στήριον τοῦ Θεοῦ.» Νεανιεύονται γὰρ, καὶ θρα‐ σύνονται καὶ τοῦ ἀνακειμένου σοι κρατήσειν ναοῦ. Ἁγιαστήριον γὰρ τοῦ Θεοῦ τὸν ναὸν προσηγόρευ‐ | |
30 | σεν. Ὁ δὲ Σύμμαχος τὸ ἁγιαστήριον δίαιταν εἴρη‐ κεν. Ἐντεῦθεν δήλη γέγονε πᾶσα τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀνῳκοδόμησαν τὸν νεὼν, πᾶσα δὲ ἡ νομικὴ λατρεία διὰ τούτου ἐπετελεῖτο· τούτου γὰρ δίχα λατρεύειν οὐκ ἦν κατὰ | |
35 | νόμον· διὰ δὲ τὴν κατὰ νόμον πολιτείαν ἀπηχθάνοντο πρὸς Ἰουδαίους οἱ ἀστυγείτονες· κατὰ τοῦ ναοῦ πᾶσαν ἐποιήσαντο τὴν ὁρμὴν, ὥστε σὺν τούτῳ καὶ τὸ ἔθνος, καὶ τὴν κατὰ νόμον καταπαῦσαι λα‐ τρείαν. | |
40 | ιδʹ. «Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν.» Ἀντὶ τοῦ, Ἐν συμφοραῖς αὐτοὺς παντοδαπαῖς περι‐ στρέφεσθαι κέλευσον, καὶ κακοῖς ἐπαλλήλοις περί‐ βαλλε. «Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου.» Σκέδασον αὐτοὺς δίκην καλάμης ὑπὸ ἀνέμου ῥιπι‐ | |
45 | ζομένης. ιεʹ ιϛʹ. «Ὡς πῦρ, ὃ διαφλέξει δρυμὸν ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, οὕτως καταδιώξεις αὐτοὺς | |
ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σοῦ ταρά‐ | 1535 | |
80.1537 | ξεις αὐτούς.» Ἐν τοῖς δρυμοῖς αὐτομάτως ἐξάπτεται φλὸξ, τῶν δένδρων ὑπὸ σφοδροτέρου πνεύματος κινουμένων, καὶ ἀλλήλοις συντριβομένων, καὶ τῇ τρίψει τὸ θάλπος ἐργαζομένων, καὶ κατὰ | |
5 | μικρὸν δι’ ἀλλήλων ἐξαπτομένων. Παραπλησίως τοί‐ νυν καὶ τούτους ἱκετεύουσιν ὑπ’ ἀλλήλων ἀναλωθῆ‐ ναι, καὶ ταῖς οἰκείαις ἐκδοθῆναι παρανομίαις, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» | |
10 | ιζʹ. «Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας· καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.» Διαμαρτόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώ‐ σονταί σου τὴν δύναμιν. ιηʹ, ιθʹ. «Αἰσχυνθήτωσαν, καὶ ταραχθήτωσαν εἰς | |
15 | τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Ἀγαθὰ τοῖς ἐχθροῖς αἰτοῦσι καὶ πολεμούμενοι. Ἱκετεύουσι γὰρ αὐτοὺς, ἀντὶ μὲν τῆς θρασύτητος αἰσχύνῃ περι‐ | |
20 | βληθῆναι· διὰ δὲ τῆς αἰσχύνης καρπώσασθαι τὴν θείαν ἐπίγνωσιν· καὶ τῆς μὲν τῶν εἰδώλων πλάνης ἀπαλλαγῆναι, μαθεῖν δὲ τῇ πείρᾳ, ὡς αὐτός ἐστι μόνος καὶ Θεὸς καὶ Δεσπότης, ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ πᾶσαν κυβερνῶν καὶ | |
25 | πρυτανεύων τὴν κτίσιν, [ἧς τὴν σωτηρίαν ἐπραγματεύσατο ὁ ἐκ Θεοῦ Θεὸς, ὁ μονογενὴς Υἱὸς μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν.] ΕΡΜΗΝ. ΤΟΥ ΠΓʹ ΨΑΛΜΟΥ. αʹ. «Ὑπὲρ τῶν ληνῶν, τοῖς υἱοῖς Κορέ.» | |
30 | Διπλῆ τοῦ ψαλμοῦ ἡ προφητεία. Προαγορεύει γὰρ οὐ μόνον τὴν Ἰουδαίων ἀνάκλησιν ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. Ληνοὺς δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰς Ἐκκλησίας καλεῖ. Ἐν ταύταις γὰρ καὶ ὁ πνευματικὸς ἀμπελὼν τὸν | |
35 | οἰκεῖον προσφέρει καρπὸν, καὶ τὸν σωτήριον κατασκευάζομεν οἶνον, τὸν ἀληθῶς εὐφραίνοντα τῶν πεπιστευκότων τὰς καρδίας. βʹ, γʹ. «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ, καὶ ἐκλείπει ἡ ψυχή μου | |
40 | εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Ταῦτα καὶ οἱ ἐν Βαβυ‐ λῶνι διάγοντες ἐδιδάχθησαν λέγειν, ἵνα ποθήσωσι τὴν ἐπάνοδον, καὶ τῆς κατὰ νόμον ὀρεχθῶσιν λα‐ τρείας. Καὶ μέντοι καὶ ἡμεῖς, οἱ τῆς σωτηρίας τετυχηκότες, καὶ ἐκ τῶν θείων σηκῶν τὴν ὠφέ‐ | |
45 | λειαν καρπούμενοι. Διαφερόντως δὲ ἡμῖν ἡ προφητεία προσήκει. Πολλὰ γὰρ ἔσεσθαι προλέγει σκηνώματα, καὶ πολλὰς ὀνομάζει ληνοὺς, καὶ θυσια‐ στηρίων ὡσαύτως μνημονεύει πολλῶν. Ἰουδαῖοι δὲ | |
ἕνα εἶχον νεὼν, καὶ ἓν ὁμοίως θυσιαστήριον. | 1537 | |
80.1540 | Ἑκάστη μὲν τῶν εἰρημένων λέξις εἰς ἔρωτα θεῖον πυρσεύει τὴν γνώμην. Ἀγαπητὰ μὲν γὰρ λέγει, καὶ ἀξιέραστα τοῦ Θεοῦ τὰ σκηνώματα, οὐχ ἁπλῶς δὲ ποθεῖν, ἀλλὰ καὶ ἐκλείπειν εἰς τὰς αὐλὰς | |
5 | τοῦ Κυρίου. Σύμφωνα δὲ τούτοις καὶ τὰ μετὰ ταῦτα. «Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιά‐ σαντο ἐπὶ Θεὸν ζῶντα.» Οὐχ ἡ ψυχὴ δὲ μόνη γάννυται, καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοι‐ νώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς | |
10 | ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται. Διὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγόρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλω‐ νίων θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμετέρων προγό‐ νων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, | |
15 | μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσιν. [Αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί.»] δʹ. «Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ | |
20 | τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς.» Ὁ δὲ Ἀκύλας οὕτω· Καί γε ὄρνεον εὗρεν ἑαυτῷ οἶκον, καὶ στρουθίον νοσσιὰν αὐτῷ, οὗ ἔθετο νεοσσοὺς αὐτοῦ. Καθάπερ γὰρ στρουθία καὶ τρυγόνες, καὶ μὲν δὴ καὶ οἱ ἄλλοι ὄρνιθες, | |
25 | πλανῶνται μὲν οὐκ ἔχοντες καλιὰν, πηξάμενοι δὲ ταύτην ἐν αὐτῇ διατρίβειν εἰώθασι, καὶ τοὺς οἰ‐ κείους ἑαυτῶν τρέφουσι νεοττούς· οὕτως ἡμεῖς πάλαι μὲν ἐπλανώμεθα, νῦν δὲ ὑπὸ τῆς σῆς χάριτος προκληθέντες, καὶ τὰς σὰς εὑρόντες σκηνὰς, παρὰ | |
30 | τὰ θυσιαστήριά σου τοὺς οἰκείους ἐκπαιδεύομεν νεοττοὺς, μετὰ τῶν ἡμετέρων σοι προσεδρεύοντες παίδων, καὶ τὴν πνευματικὴν τροφὴν παρὰ σοῦ κομιζόμενοι. «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου, καὶ ὁ Θεός μου.» Ἡμῶν | |
35 | γὰρ καλιὰ, καὶ νοττιὰ, καὶ ἀπόλαυσις ἀγαθῶν, τὰ ἅγιά σου θυσιαστήρια. Παρ’ ἐκεῖνα γὰρ, καθάπερ νεοττοὶ κεχηνότες, παρὰ σοῦ κομιζόμεθα τὴν θείαν τροφὴν καὶ σωτήριον. εʹ. «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί | |
40 | σε.» Τούτων δὲ ἕκαστον τυπικῶς μὲν τοῖς ἐν Βαβυλῶνι συμβαίνει· ἡμῖν δὲ προσήκει κατ’ αὐτὴν τὴν ἀλήθειαν. Καὶ γὰρ ἐκεῖνοι πόῤῥω ὄντες τοῦ θείου νεὼ, μακαρίζουσι τοὺς τῆς ἐκεῖθεν ἀπολαύοντας προμηθείας· καὶ ἡμεῖς γευσάμενοι τῆς θείας γλυ‐ | |
45 | κύτητος, ζηλωτοὺς ἀποκαλοῦμεν τοὺς διηνεκῶς τῷ Θεῷ προσεδρεύοντας, καὶ τοῖς θείοις ἀγαθοῖς | |
ἐντρυφῶντας. | 1539 | |
80.1541 | ϛʹ. «Μακάριος ἀνὴρ οὗ ἐστὶν ἀντίληψις αὐτῷ παρά σου, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ.» Μα‐ καρίζει ὁ λόγος τὸν τῆς θείας ἀεὶ κηδεμονίας τυγ‐ χάνοντα, καὶ τῇ θείᾳ χάριτι τὸν νοῦν φωτιζόμενον, | |
5 | καὶ ἀεὶ τοὺς εὐσεβεῖς ἐν αὐτῷ στρέφοντα λογι‐ σμούς. Θεοῦ γὰρ ἀναβάσεις εἰς καρδίαν γινομένας, τοὺς εὐσεβεῖς περὶ Θεοῦ λογισμοὺς ὁ προφητικὸς ὠνόμασε λόγος. ζʹ. Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς | |
10 | τόπον ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθε‐ τῶν.» Ὁ γὰρ τοῦ Θεοῦ τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ δεχόμενος, καὶ τοῦ νομοθέτου τὰς εὐλο‐ γίας μεμαθηκὼς, οὐκ εἰς γέλωτα ἑαυτὸν ἐκδίδωσι καὶ τρυφὴν, ἀλλὰ εἰς κλαυθμὸν καὶ δάκρυα, τῆς | |
15 | ἐντεῦθεν ἀπαλλαγῆς ἐφιέμενος. Ἤκουσε γὰρ τοῦ Θεοῦ λέγοντος· «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται» καὶ, «Μακάριοι οἱ κλαίον‐ τες, ὅτι αὐτοὶ γελάσονται.» Ταύτας τοίνυν τὰς συνθήκας ποιησάμενος, προσμένει τοῦ νομοθέτου | |
20 | τὴν εὐλογίαν. Κοιλὰς δὲ κλαυθμῶνος τυπικῶς μὲν ὁ τόπος, ἐν ᾧ φανεὶς ἄγγελος, τὴν τοῦ λαοῦ παρανομίαν διήλεγξε, καὶ εἰς κλαυθμὸν τὸ πλῆθος ἐκίνησεν. Οὕτω γὰρ ἐκεῖνο τὸ χωρίον ἐξ ἐκείνου προσηγορεύθη. Κυρίως δὲ καὶ ἀληθῶς κλαυθμῶνος | |
25 | κοιλὰς ὁ παρὼν βίος, ἐν ᾧ καὶ ὁ ἀδὰμ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίει τὸν ἄρτον, καὶ ἡ Εὖα ἐν λύπαις τίκτει τέκνα· καὶ οὐ μόνον οἱ ἁμαρτά‐ νοντες, ἀλλὰ καὶ οἱ ἅγιοι στένουσι, καὶ ὁ μὲν, φησὶν, ἕως θανάτου λυπεῖται, ὁ δὲ βοᾷ, «Λάβε τὴν | |
30 | ψυχήν μου, καὶ ὅτι καλόν μοι τὸ ἀποθανεῖν, ἢ ζῇν με.» Καὶ ὁ μέγας δὲ κῆρυξ τῆς ἀληθείας φησὶ, «Καὶ ἡμεῖς τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἐν αὐτοῖς στενάζομεν.» Οὕτως ἔστιν ἰδεῖν καὶ τοὺς ἀγωνιζομένους ἁγίους δάκρυσιν ἐνδελεχῶς | |
35 | κεχρημένους, καὶ τὴν ἐντεῦθεν εὐφροσύνην κομι‐ ζομένους. Ἐν ταύτῃ τοίνυν τῇ κοιλάδι τοῦ κλαυ‐ θμῶνος οἱ τὰς ἀναβάσεις δεξάμενοι, καὶ τὰ δάκρυα προχέουσι, καὶ τὸν ἐπίπονον ἀσπάζονται βίον, καὶ τοῦ νομοθέτου τὴν εὐλογίαν προσμένουσιν. ηʹ. «Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.» | |
40 | Αὔξουσι γὰρ ὁσημέραι τὴν ἰσχὺν, καὶ τῇ προσθήκῃ τῆς ἀρετῆς πολλὴν ἐπικτῶνται ῥώμην. Οὕτως οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον, ἀπὸ προσευχῆς εἰς | |
ὑμνῳδίαν βαδίζουσιν· ἀπὸ τῆς ὑμνῳδίας ἐπὶ τὴν | 1541 | |
80.1544 | ἱκετείαν· ἐξ ἐκείνης ἐπὶ τὴν τῶν θείων λογίων ἀνάγνωσιν· ἐντεῦθεν ἐπὶ τῶν ἀτελεστέρων παρ‐ αίνεσίν τε καὶ συμβουλὴν, καὶ ἀπὸ δυνάμεως εἰς δύναμιν μεταβαίνοντες καθ’ ἑκάστην ἡμέραν τὸν | |
5 | οἰκεῖον αὔξουσι πλοῦτον. «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» Ταύτην δὲ, φησὶ, τῶν πραγμάτων εἰργάσατο τὴν μεταβολὴν ἐνανθρωπήσας ὁ Θεὸς Λόγος, καὶ διὰ σαρκὸς τοῖς ἀνθρώποις ἐπιφανεὶς, καὶ πρῶτον ἐν τῇ Σιὼν τὴν οἰκείαν ποιησάμενος | |
10 | ἐπιφάνειαν. θʹ, ιʹ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου.» Ταῦτα ὁ προφή‐ | |
15 | της ἐπεύχεται, πόῤῥωθεν τῶν ἀνθρώπων τὴν σω‐ τηρίαν ἰδὼν, καὶ ἀντιβολῶν τὸν τῶν ὅλων Θεὸν, τὴν ἱκετείαν δεξάμενον, ἀεὶ τῆς οἰκείας κηδεμονίας τὸν σεσωσμένον ἀξιῶσαι λαόν. Τοῦτον γὰρ ἐπεκάλεσε πρόσωπον τοῦ Χριστοῦ· οὕτω γὰρ αὐτὸν καὶ ὁ | |
20 | θεῖος Ἀπόστολος προσηγόρευσεν. «Ὑμεῖς γὰρ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους.» Καὶ πάλιν, «Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ἡμῶν οὐκ ἔχω.» | |
25 | ιαʹ. «Ὅτι κρείσσων ἡ ἡμέρα μία ἐν ταῖς αὐ‐ λαῖς σου, ὑπὲρ χιλιάδας.» Τῆς σῆς γὰρ κηδεμονίας ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ· πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τις ἡμέρᾳ δρέψαιτο ἐντεῦθεν, οὐκ | |
30 | ἂν ἑτέρωθεν συναγάγοι πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦτα μέντοι καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσι μὲν ἀνθρώ‐ ποις συμβιοτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐκεῖ‐ θεν ποριζομένοις οὐδὲν, λογιζομένοις δὲ τὴν ἀπὸ | |
35 | τοῦ θείου νεὼ παλαιὰν ὠφέλειαν. «Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.» Οὕτω δέ μοι ὁ θεῖος ἀξιέραστος οἶκος, ὡς αἱρεῖσθαι παρὰ τοῦτον ἐπ’ ἐδάφους ἐῤῥίφθαι, καὶ πρὸ τῶν | |
40 | τούτου καλινδεῖσθαι θυρῶν, ἢ ἐν ταῖς μεγάλαις καὶ λαμπραῖς τῶν παρανομίᾳ συζώντων οἰκίαις διαιτᾶσθαι. Ὡσαύτως καὶ ταῦτα καὶ τοῖς ἐν Βαβυ‐ λῶνι πρόσφορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκεί‐ νους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος, μὴ παρα‐ | |
45 | βλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς | |
παιδευόμεθα καὶ τοὺς τῷ Θεῷ ἀφιερωμένους | 1543 | |
80.1545 | οἴκους ποθεῖν ἀεί· [ὅταν μάλιστα ὦσιν οἱ τούτων πρόεδροι ἀνεπίληπτοι καὶ πίστει καὶ βίῳ λαμπροί.] ιβʹ. «Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος | |
5 | ὁ Θεός.» [Οὐδὲν γὰρ οὕτως Θεῷ προσφιλὲς ὡς ἡ ἐλεημοσύνη καὶ ἡ ταύτης σύντροφος ἀλήθεια.] «Χάριν καὶ δόξαν δώσει Κύριος. [ιγʹ] Οὐ στε‐ ρήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.» Οἱ γὰρ ταύτην ἔχοντες περὶ τὸν Θεὸν τὴν διάθεσιν, | |
10 | τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν· καὶ πολλὴ ἐκεῖθεν καὶ ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκα‐ λίαν δεχόμεθα, καὶ χάριν δὲ θείαν ἐκ τῶν τοῦ παν‐ | |
15 | αγίου Πνεύματος κρουνῶν ἀρυόμεθα. Καὶ μέντοι καὶ περίβλεπτοι γινόμεθα ἐντεῦθεν, καὶ λίαν περι‐ φανεῖς· καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμενοι, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν | |
20 | προαιρούμενοι. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων· μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Κατάλληλον παντὶ τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον. Μακαρίζει γὰρ, καὶ ζηλωτὸν ὀνομάζει, τὸν πάσης βιωτικῆς εὐκληρίας καταφρονοῦντα· μόνῃ δὲ τῇ ἐπὶ τὸν Θεὸν | |
25 | ἐλπίδι θαῤῥοῦντα, καὶ τὴν ἐντεῦθεν φυομένην σω‐ τηρίαν τρυγῶντα. ΕΡΜΗΝ. ΤΟΥ ΠΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Τοῖς υἱοῖς Κορὲ ψαλμός.» Καὶ τὴν σκιὰν κατὰ ταυτὸν καὶ τὴν ἀλήθειαν ὁ ψαλμὸς | |
30 | προθεσπίζει. Ἐσκιαγράφησε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς κατὰ τὸν Ἰσραὴλ πάντων ἀνθρώπων τὴν σωτηρίαν. Καὶ γὰρ ἐκείνους ἠλευθέρωσε, ποτὲ μὲν τῆς Αἰγυπτίων, ποτὲ δὲ τῆς Βαβυλωνίων δουλείας. Καὶ πάντων ἀνθρώπων τὴν φύσιν ἐῤῥύσατο τῆς | |
35 | ἐπικρατούσης διαβόλου τυραννίδος καὶ φθορᾶς. Προλέγει τοίνυν ὁ ψαλμὸς, τήν τε Ἰουδαίων ἐκ Βα‐ βυλῶνος ἐπάνοδον, καὶ τῆς οἰκουμένης ἁπάσης τὴν σωτηρίαν. βʹ. «Εὐδόκησας, Κύριε, τὴν γῆν σου.» Εὐδο‐ | |
40 | κῆσαί ἐστι τὸ ἀγαθόν τι θελῆσαι. Ἐπειδὴ τοίνυν καὶ τῆς Ἰουδαίας διὰ τὴν τῶν οἰκητόρων παρανο‐ μίαν ἐρημίαν κατεψηφίσατο· καὶ τῷ Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν τιμωρίαν ἐπήγαγε τῆς γῆς ἀράν. «Ἀκάνθας γὰρ, ἔφη, καὶ τριβόλουσ[, ἀνατελεῖ | |
45 | σοι·] τὴν τῶν λυπηρῶν ἀποβολὴν διὰ τῆς εὐδο‐ κίας ὁ προφητικὸς παρεδήλωσε λόγος, [καὶ τῆς | |
φύσεως ἁπάσης τὴν ἀνανέωσιν.] | 1545 | |
80.1548 | «Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. [γʹ] Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Ἔλυσας τὰ λυπηρὰ τῆς δουλείας δεσμὰ, καὶ τὴν ἐλευθερίαν ἐδωρήσω τοῖς | |
5 | αἰχμαλώτοις, τὰ πεπλημμελημένα παριδεῖν ἐθε‐ λήσας· ὅτι δὲ καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις αἰχμάλωτος ἦν, καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ τὴν ἐλευθερίαν ἐδέξατο, μάρτυς αὐτὸς διὰ Ἡσαΐου βοῶν· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ | |
10 | με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσα‐ σθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» Ταύ‐ την γὰρ ἐν τῇ Συναγωγῇ τὴν προφητείαν ἀναγνοὺς ὁ Δεσπότης ἔφη πρὸς Ἰουδαίους· «Σήμερον ἡ γρα‐ | |
15 | φὴ αὕτη ἐπληρώθη ἐν τοῖς ὠσὶν ὑμῶν. δʹ. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου· ἀπ‐ έστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.» Ἔλυσας τὴν καθ’ ἡμῶν ἀγανάκτησιν, καὶ τὴν εὐμένειαν ἔδειξας. εʹ «Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς, τῶν σωτηρίων ἡμῶν· | |
20 | καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν.» Ἐοίκασι καὶ οὗτοι κἀκεῖνοι τὰ μὲν εὐαγγέλια τῆς ἐλευθερίας δεδέχθαι, μηδέπω δὲ ταύτης τετυχηκέναι· οὗ δὴ χάριν ἀντιβολοῦσι τελείως τυχεῖν τῆς φιλανθρωπίας. ϛʹ. «Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν, ἢ δια‐ | |
25 | τενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν.» Πρέ‐ πει καὶ τοῖς ἀπαλλαγεῖσι τῶν συμφορῶν τούτοις κεχρῆσθαι τοῖς ῥήμασι, καὶ μὴ θαῤῥεῖν τῇ τῶν ἁμαρτημάτων ἀφέσει, ἀλλὰ δεδιέναι καὶ τὸν κριτὴν ἐκμειλίσσεσθαι. Ἱκετεύουσι τοίνυν καὶ οὗτοι, μὴ | |
30 | ἐπιταθῆναι τὴν αὐτὴν ὀργὴν ὥστε εἰς ἑτέραν γενεὰν διαρκέσαι, ἀλλὰ λυθῆναι ταχέως. ζʹ «Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.» Ἴσμεν σου, Δέσποτα, τὸ φιλάνθρωπον, καὶ πεποίθαμεν, ὅτι σὺ | |
35 | καὶ τὴν ἐπάνοδον παρέξεις, καὶ τὴν ζωήν· ἡμεῖς δὲ τούτων ἀπολαύσαντες, μετ’ εὐφροσύνης σοι τὸν ὕμ‐ νον προσοίσομεν. ηʹ. «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου· καὶ τὸ σωτή‐ ριόν σου δῴης ἡμῖν.» Κύρου τοῦ Περσῶν βασιλεύ‐ | |
40 | σαντος κατὰ τὴν Ἡσαΐου προφητείαν δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν, ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. Διὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, τα‐ χεῖαν αὐτοῖς διὰ φιλανθρωπίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν δὲ, ὦ Δέσποτα, τὴν σὴν ἡμῖν ἀγα‐ | |
45 | θότητα δεῖξον, καὶ τύχωμεν τῆς σωτηρίας, καὶ τῆς | 1547 |
80.1549 | ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω τὴν ἱκετείαν ὁ Προ‐ φήτης ὡς ἐξ ἐκείνων προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν, καὶ φησί· θʹ. «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ | |
5 | Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπὶ τοὺς ὁσίους αὑτοῦ· καὶ ἐπὶ τοὺς ἐπιστρέ‐ φοντας καρδίαν ἐπ’ αὐτόν.» Ἤκουσε, φησὶ, τῆς ἱκετείας ὁ φιλάνθρωπος Δεσπότης, καὶ τῆς εἰρήνης τὴν ψῆφον ἐξήνεγκε, καὶ δεδώρηται ταύτην τοῖς | |
10 | μεταμελείᾳ χρησαμένοις, καὶ πρὸς τὸν Θεὸν νεύειν τὸν λογισμὸν ἐκπαιδεύσασιν. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῆς καρδίας ἐπιστροφὴ, τοῦ πταίειν ἀπαλλαγὴ, καὶ τῆς δικαιοσύνης ἀρχή. [Εἴρηται δὲ καὶ ἐκ προσ‐ ώπου τοῦτο μὲν τῶν μακαρίων ἀποστόλων, τοῦτο δὲ | |
15 | καὶ τῶν πιστευόντων δι’ αὐτῶν τῷ Σωτῆρι. Καὶ φησίν· Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ἣν διὰ τῶν ἀποστόλων ἐχαρίσατο τοῖς τροφίμοις τῆς χάριτος. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς· καὶ ἐπὶ | |
20 | τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας τὴν καρδίαν ἐπ’ αὐτόν. Καὶ πότε ταύτην ἐδωρήσατο; Ὅτε ἐκ τοῦ ὄρους τῶν ἐλαιῶν ὁ ἁπανταχοῦ καὶ τοῦ πατρὸς ἀχώριστος ἀνελαμβάνετο, ὅθεν καὶ καταβάς. «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν | |
25 | ἀφίημι ὑμῖν.» Αὕτη γὰρ τῆς δικαιοσύνης ἡ ἀρχή.] Τούτοις καὶ τὰ ἐπιφερόμενα συμφωνεῖ. ιʹ. «Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σω‐ τήριον αὐτοῦ· τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.» Πελάζει γὰρ τοῖς τὸν Θεὸν φοβουμένοις ἡ | |
30 | σωτηρία, καὶ ταύτης ἀπολαύουσιν οἱ τοὺς θείους πληροῦν προαιρούμενοι νόμους. Ἡ τοιαύτη μετα‐ βολὴ καὶ ἡμῖν κεχάρισται τὴν ἐπάνοδον, ἣν μετ’ εὐ‐ κλείας ποιησόμεθα, καὶ τὴν προτέραν τῆς πα‐ τρίδος ὀψόμεθα περιφάνειαν. | |
35 | ιαʹ. «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.» Ἁμαρτάνουσι μὲν, καὶ μεταμελείᾳ χρωμένοις, χορηγοῦσι τὸν ἔλεον οἱ τῆς φιλανθρωπίας κρουνοὶ, τοῖς δὲ τὴν ἀλήθειαν ἀσπαζομένοις ἐπικλύζουσι τοῦ ἐλέου τὰ νάματα. | |
40 | Διὰ τοῦτο ἔφη, «Ἔλεος καὶ ἀλήθεια συνήντησαν.» Ἰουδαῖοι μὲν γὰρ, καὶ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, προσενηνόχασι τῷ Θεῷ τὴν τῆς ἀληθείας ἐπίγνω‐ σιν· ἀντέδωκε δὲ τὸν ἔλεον ὁ φιλάνθρωπος. Οὕτω | |
πάλιν τὴν δικαιοσύνην τούτων προσενεγκάντων, τὴν | 1549 | |
80.1552 | εἰρήνην αὐτοῖς ἐδωρήσατο, καὶ τὰς καταλλαγὰς ἐχα‐ ρίσατο, καὶ κατέλυσε τὴν προτέραν δυσμένειαν. Καὶ προσέδραμεν, ἡ μὲν εἰρήνη τῇ δικαιοσύνῃ, τῇ δὲ ἀληθείᾳ ὁ ἔλεος. [Θεωρεῖτε δὲ τὸ, «Ἔλεος καὶ ἀλή‐ | |
5 | θεια συνήντησαν.» Ὁ γὰρ ἐλεήμων ὁ φέρων τὰ πάντα ἐφέρετο ὑπὸ τῆς παρθένου καὶ μητρός· καὶ ὁ δίκαιος Ἰωάννης ἐσκίρτα ἐν τῇ μήτρᾳ τῆς Ἐλισάβετ. Ἥ γ’ οὖν φέρουσα τὴν δικαιοσύνην, τουτέστι τὸν Ἰωάν‐ νην, κατεφίλει τὴν φέρουσαν τὴν εἰρήνην. «Αὐτὸς | |
10 | γάρ ἐστιν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.»] Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσε. ιβʹ. «Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε·» [Καὶ μυριάκις ἐστὶ καθαρὰ ἡ Θεοτόκος· ἀλλ’ ὅμως ἐκ τοῦ | |
15 | Ἀδὰμ, ἐκ τοῦ Ἀβραὰμ, ἐκ τοῦ Δαβὶδ, ἐξ αὐτῆς γ’ οὖν ἀνέτειλεν ἡ ὄντως ἀλήθεια.] «Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.» [Ἡ δικαία ἐπὶ τὸν μονογενῆ Υἱὸν τοῦ Πατρὸς μαρτυρία· ἡ φάσκουσα, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδό‐ | |
20 | κησα.»] Ἀσπασαμένων γὰρ τὴν ἀλήθειαν τῶν ἀνθρώπων, τούτων δικαίαν ἐποιήσατο πρόνοιαν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸν διάβολον τῆς τυραννίδος ἐξ‐ έβαλεν, [καὶ τοῦ θανάτου τὰ κέντρα συνέτριψε. Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] | |
25 | ιγʹ. «Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα· καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς» Τῇ αὐτῇ πάλιν ἐχρήσατο συζυγίᾳ· ἔφη γὰρ, τὸν μὲν Θεὸν οἴκτῳ καὶ φιλανθρωπίᾳ χρήσασθαι, αὐτοὺς δὲ τῷ Θεῷ τὸν προσφυᾶ προσοίσειν καρπόν. Οὐ γὰρ εὐετηρίαν | |
30 | διὰ τούτων ἐδήλωσεν, ἀλλὰ τὴν καρπογονίαν τῆς ἀρετῆς. ιδʹ. «Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσε‐ ται.» [Ὁ Ἰωάννης δηλαδή. Περὶ γὰρ τούτου Ἀμβα‐ κοὺμ ὁ προφήτης φησὶ, «Πρὸ προσώπου αὐτοῦ, λέ‐ | |
35 | γων, πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παι‐ δείαν κατὰ πόδας αὐτοῦ.» Ὁμοίως καὶ Ζαχαρίας πρὸς τὸν ἑαυτοῦ παῖδα· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάζων ὁδοὺς αὐτῷ.» Καλῶς οὖν ἔχει | |
40 | ὁ προφητικὸς νοῦς (περὶ τοῦ Ἰωάννου ἔφη, «Δι‐ καιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ,» ἀντὶ τοῦ, Κύριος εἶ ὁ ἐνανθρωπήσας Θεὸς Λόγος) τῶν ἀμφοτέρων τὴν πρόῤῥησιν. Ἰωάννου γάρ ἐστι φωνὴ τὸ Ὁ ὀπίσω | |
45 | μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μοῦ ἦν.» Καὶ ἵνα συνελὼν εἴπω, «Ἴδε ὁ ἀμνὸς τοῦ | |
Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»] «Καὶ θήσει | 1551 | |
80.1553 | εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.» Τὸ τέλος μάλιστα τοῦ ψαλμοῦ διδάσκει ἡμᾶς σαφῶς, ὡς τὴν κοινὴν πάντων ἀνθρώπων προλέγει σωτηρίαν ἡ προκειμένη προφητεία. Λέγει γὰρ, ὅτι δικαιοσύνῃ χρώμενος ὁ | |
5 | Δεσπότης, οἷόν τις ξεναγὸς τῆς ἡμετέρας ἡγεῖται πορείας, τρίβων τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τοῖς οἰκείοις ἴχνεσι δήλην ταύτην ἡμῖν ἐργαζόμενος. Βεβαιοῖ δὲ τὸν λόγον αὐτὸς ὁ Δεσπότης, νῦν μὲν πρὸς τὸν Ἰωάννην, «Ἄφες ἄρτι· οὕτω γὰρ δεῖ πλη‐ | |
10 | ρωθῆναι πᾶσαν δικαιοσύνην·» νῦν δὲ πρὸς τοὺς οἰκείους μαθητάς· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνά‐ παυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ἄλλοτε δὲ νίψας αὐτῶν τοὺς πόδας, μεθ’ ἕτερα καὶ ταῦτα ἔφη· | |
15 | «Ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθ‐ ὼς ποιῶ, καὶ ὑμεῖς ποιῆτε.» Αὐτὸς τοίνυν πρό‐ τερος ὥδευσεν τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ μετ‐ έβαλε τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ τὴν τραχεῖαν εἰς | |
20 | ὁδοὺς λείας, καὶ γέγονεν ἡμῖν ὁδὸς, ᾗ φησὶν αὐτὸς ὁ Δεσπότης· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλή‐ θεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» ΕΡΜΗΝ. ΤΟΥ ΠΕʹ ΨΑΛΜΟΥ. «Προσευχὴ τῷ Δαβίδ.» Ὁ μὲν μακάριος Δαβὶδ, κατὰ τὴν ἐπιγραφὴν, προσενήνοχε τὴν προσευχὴν | |
25 | τῷ Δεσπότῃ Θεῷ, ἐπικουρίας τινὸς ἀπολαῦσαι δεό‐ μενος. Προθεσπίζει δὲ καὶ τὴν τῶν Ἀσσυρίων τὴν κατὰ τῆς Ἱερουσαλὴμ προσβολὴν, καὶ τοῦ Ἐζεκίου δὲ τὴν πρὸς τὸν Θεὸν ἐλπίδα. Προαγορεύει δὲ καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν, καὶ σωτη‐ | |
30 | ρίαν. αʹ. «Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.» Ταπεινοῦ φρονήματος τῆς προσευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, καὶ ὁ | |
35 | θεσπέσιος Δαβὶδ, καὶ ὁ θαυμάσιος Ἐζεκίας, τοῦ‐ τον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἐπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλουν οἰκτεῖραι ταύ‐ την πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, «Κλῖνον, Κύριε, τὸ οὖς σου,» ἐκ μεταφορᾶς τέθεικεν ἀῤ‐ | |
40 | ῥώστου τινὸς ὑπ’ ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος. βʹ. «Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι.» Οὐκ ἐναντία ὁ Προφήτης ἐφθέγξατο, πτωχὸν ὁμοῦ | |
45 | καὶ ὅσιον ὀνομάσας· ἀλλ’ ἐπειδὴ καὶ οὗτος κἀκεῖ‐ | 1553 |
80.1556 | νος πολεμίους εἶχον ἀδίκους καὶ παρανόμους, οὐδὲν μὲν παρ’ αὐτῶν ἠδικημένους, ἀδίκου δὲ σφαγῆς ἐφιεμένους. Ὅσιον δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἐζεκίαν ὠνόμασεν, οὐδεμίαν αἰτίαν δεδωκότας τοῖς πολε‐ | |
5 | μίοις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πτωχός εἰμι καὶ πένης κατ’ ἐμαυτὸν κρινόμενος, καὶ οὐδεμίαν ἀρε‐ τῆς ἔχω περιουσίαν· τοῖς μέντοι πολεμίοις παρα‐ βαλλόμενος, ὅσιος ἀποφανθήσομαι. Οἱ μὲν γὰρ δυσ‐ σεβεῖς καὶ παράνομοι· ἐγὼ δὲ τὴν σὴν ἐπίγνωσιν | |
10 | ἔχω· καὶ οἱ μὲν ἀδίκως ἐπίασιν· ἐγὼ δὲ τὴν ἄδικον προσδέχομαι προσβολήν. [Ταῦτα δ’ ἂν εἴποι καὶ μέχρι τοῦ παρόντος καὶ παντὸς βίου ὁ παρὰ τὸ δο‐ κοῦν αὐτῷ τῷ δικαίῳ πολεμούμενος ὑπὸ τῶν ἀδικεῖν ἐθελόντων. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] | |
15 | «Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.» Ἐγὼ ἤλπισά σοι, Δέσποτα, σῶσον· δὸς τῇ ἐλπίδι τῆς σωτηρίας ἀντίδοσιν. γʹ. «Ἐλέησόν με, Κύριε, ὅτι πρός σε κεκράξομαι ὅλην τὴν ἡμέραν.» Τὴν σήν μοι, Δέσποτα, φιλαν‐ | |
20 | θρωπίαν παράσχου· διηνεκῶς γὰρ τὸν σὸν ἔλεον ἐπαγγέλλω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν Σύμμαχος καθ’ ἑκάστην ἡμέραν εἴρηκεν. δʹ. «Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· [Καὶ τίνος ἕνεκεν λέγει.] «Ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν | |
25 | μου.» Λῦσον τὴν ἀθυμίαν τῷ τὴν σὴν δουλείαν ἀσπαζο‐ μένῳ, καὶ παράσχου θυμηδίαν ψυχῇ πρός σε νευούσῃ [καὶ τὸν σὸν ἔλεον προσμενούσῃ]. εʹ. «Ὅτι σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.» Πέφυκας | |
30 | ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ χορηγεῖς τοῖς δεο‐ μένοις τὰς τοῦ ἐλέου πηγάς. Τὸ δὲ ἐπιεικὴς Ἀκύλας καὶ Θεοδοτίων ἱλαστὴς εἰρήκασι. Καὶ ἡ ἐπιείκεια τοίνυν τὴν μακροθυμίαν αἰνίττεται. ϛʹ. «Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου· | |
35 | καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» Τοσαύ‐ τῃ τοίνυν ἀγαθότητι χρώμενος, εὐμενῶς μου δέξαι τὴν δέησιν. [Ὁμοῦ δὲ καὶ τὸν καιρὸν ἐσή‐ μανε διὰ τῶν ἑξῆς, ἐν ᾧ ἠντιβόλει τὴν ἱκετείαν δε‐ κτὴν γενέσθαι]. | |
40 | ζʹ. «Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι ἐπήκουσάς μου.» Πεῖραν ἔχων τῆς σῆς ἡμερότητος, προσφέρω τὴν ἱκετείαν· καὶ ἤδη γὰρ ἀντιβολήσαντί μοι τὴν αἴτησιν ἔδωκας. ηʹ. «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ | |
45 | ἔστι κατὰ τὰ ἔργα σου.» Ἐπειδὴ Ῥαψάκης ὁ δυσσεβὴς τοῖς ἀλαζονικοῖς ἐκείνοις ἐχρήσατο λόγοις· «Μὴ ἠδυ‐ | |
νήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος ῥύσασθαι τὴν | 1555 | |
80.1557 | ἑαυτοῦ χώραν ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;» διδάσκει τοίνυν Ἐζεκίαν ἡ προφητεία βοᾷν· «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» | |
5 | Ἐκεῖνοι μὲν γὰρ πράγματος ἔρημον ἔχουσιν ὄνο‐ μα, καὶ τοῦτο δὲ συλήσαντες ἔλαβον· σὺ δὲ συμβαί‐ νουσαν ἔχεις προσηγορίαν τῷ πράγματι. Μάλα γὰρ προσφυῶς τὰ ἔργα τῇ θείᾳ προσηγορίᾳ συνέζευ‐ ξεν· «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ | |
10 | οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» Οἱ μὲν γὰρ ἄψυχοι παντελῶς εἰσιν, οὐδὲ σφίσιν αὐτοῖς ἐπαμῦναι δυνά‐ μενοι· ἡ δὲ σὴ μεγαλοπρέπεια τὰς τῶν ἀνθρώπων γλώττας νικᾷ. θʹ. «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ | |
15 | προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Τοῦτο δὲ ἐπὶ μὲν τοῦ μακαρίου Δαβὶδ οὐδαμῶς γεγενῆσθαι μεμαθήκαμεν· ἐπὶ δὲ τοῦ Ἐζεκίου εἰκός τινας τὴν τῶν Ἀσσυρίων καταπλαγέντας ἀναίρεσιν τῷ Θεῷ προσ‐ δραμεῖν. Τὴν δὲ τῆς προφητείας ἀλήθειαν ἔδει‐ | |
20 | ξεν ὁ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν καιρός· μετὰ γὰρ τὸ σωτήριον πάθος ἀπ‐ εστάλη μὲν εἰς πᾶσαν τὴν οἰκουμένην ὁ θεῖος τῶν ἀποστόλων χορός. Ἔφη γὰρ πρὸς αὐτοὺς ὁ Δε‐ σπότης· «Πορευθέντες μαθητεύσατε πάντα τὰ | |
25 | ἔθνη.» Ἐμαθήτευσαν δὲ ὡς προσετάχθησαν· καὶ τὸ τῆς ἀγνοίας ἀποσκεδάσαντες νέφος, ἰδεῖν παρεσκεύασαν [τοὺς πιστεύοντας] τῆς δικαιοσύνης τὸν Ἥλιον, καὶ τὸν σεσωκότα προσκυνῆσαι Θεόν. Τοῦτο καὶ τὰ ἐπιφερόμενα διδάσκει. | |
30 | «Καὶ δοξάσουσι τὸ ὄνομά σου. [ιʹ.] Ὅτι μέγας εἶ σύ· καὶ ποιῶν θαυμάσια σὺ, ὁ Θεὸς μόνος.» Προσοίσουσι δέ σοι τὸν ὕμνον, σὲ μόνον μεμαθη‐ κότες εἶναι Θεόν· ἡ γὰρ τῶν σῶν θαυμάτων με‐ γαλουργία ταύτην αὐτοῖς παρέξει τὴν γνῶσιν. [Καὶ | |
35 | ὅρα πῶς σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔθηκεν ἐν τῷ εἰπεῖν·] ιαʹ. «Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.» Προθεσπίσας τοῖς | |
ἔθνεσι τὴν ἐσομένην τῆς πλάνης ἀπαλλαγὴν, ἱκε‐ | 1557 | |
80.1560 | τεύει καὶ αὐτὸς ταύτης ἀπολαῦσαι τῆς ποδηγίας, καὶ ἐν τῇ τῆς ἀληθείας ὁδῷ τὴν πορείαν ποιήσασθαι. [Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] «Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.» Ὁ τὴν | |
5 | περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπά‐ ζεται πολιτείαν· μήτηρ δὲ εὐφροσύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ Προφήτης τῷ φόβῳ τῷ θείῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ἱκέτευσεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· «Εὐφρανθήτω καρδία ζη‐ | |
10 | τούντων τὸν Κύριον.» Καὶ πάλιν· «Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.» ιβʹ, ιγʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ.» | |
15 | Οἶδα, φησὶν, ὡς παρέξεις τὴν αἴτησιν, καὶ λύσεις τὰ σκυθρωπὰ, καὶ παρασκευάσεις με τὴν χαριστήριον ὑμνῳδίαν ὑπὲρ τῆς εἰς ἐμὲ γεγενημένης φιλανθρω‐ πίας προσενεγκεῖν. «Καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.» Τὸ μέγεθος τῶν κινδύνων διὰ | |
20 | τούτων ἐδήλωσε· καὶ γὰρ ὁ θεῖος Δαβὶδ τοιούτους πολλάκις ὑπέμεινε, καὶ ὑπὸ τοῦ Σαοὺλ πολεμούμε‐ νος, καὶ ὑπὸ τοῦ Ἀβεσαλὼμ διωκόμενος. Καὶ τῶν Ἀσσυρίων δὲ ἡ προσβολὴ προῦπτος ἦν ὄλεθρος. Οὗ δὴ χάριν θάνατον ἔσχατον, καὶ ᾅδην κατώτατον, | |
25 | τοὺς τοιούτους κινδύνους ὠνόμασεν. [Ἀλλ’ ὅτι καὶ ὁ τοῦ παντὸς δημιουργὸς, τουτέστιν ὁ Θεὸς Λόγος σαρκωθεὶς ἐκ Παρθένου καὶ σταυρὸν καὶ θάνατον ἑλό‐ μενος εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατέβη, ἵνα τοὺς ἀπ’ αἰώνων κρατηθέντας ὑπὸ τῆς φθορᾶς μὴ | |
30 | μόνον ἐγείρῃ, ἀλλὰ καὶ τῆς ἀθανασίας ἐμπλήσῃ. Εἶτά φησι·] ιδʹ. «Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ· καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου.» Καὶ οἱ τοῦ Δαβὶδ πολέμιοι παρανομίᾳ συνέζων, καὶ | |
35 | οἱ Ἀσσύριοι δυσσεβείας ἦσαν καὶ πονηρίας ἐργάται. [Τοὺς γὰρ ἀμφοτέρους συνάψας συναγωγὴν κρα‐ ταιὰν πρὸς τὴν τότε κρατοῦσαν κατάστασιν ὠνό‐ μασεν.] Καὶ οὗτοι μέντοι κἀκεῖνοι δύναμιν εἶχον τῇ πονηρᾷ γνώμῃ συμπράττουσαν· διπλοῦν δὲ ἐν‐ | |
40 | τεῦθεν τοῖς ἀδικουμένοις τὸ δέος ἐφύετο. Διὸ πρὸς τὸν Θεὸν καταφεύγουσι, καὶ τὴν ἐκεῖθεν αἰτοῦσιν ἐπικου‐ ρίαν. «Καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.» Τὴν σὴν πρόνοιαν οὐκ ἔλαβον εἰς διάνοιαν. ιεʹ, ιϛʹ. «Καὶ σὺ, Κύριε, ὁ Θεός μου οἰκτίρ‐ | |
45 | μων καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με.» Ἐπειδὴ φιλανθρωπίας ὑπάρχεις πηγὴ, καὶ οἴ‐ κτου, καὶ ἐλέους προχέεις τὰ νάματα, πρόσεστι | |
δέ σοι καὶ ἀλήθεια, καὶ κρίνεις τοὺς πονηρίᾳ συ‐ | 1559 | |
80.1561 | ζῶντας· τῶν τῆς ἀγαθότητος μετάδος ψεκάδων, καὶ κρείττονα δεῖξον τῶν πολεμούντων. «Δὸς τὸ κρά‐ τος σου τῷ παιδί σου· καὶ σῶσον τὸν υἱὸν τῆς παι‐ δίσκης σου.» Δοῦλός τε γάρ εἰμι σὸς, καὶ σῆς θερα‐ | |
5 | παίνης υἱός· ἀντὶ τοῦ, ἄνωθεν καὶ ἐκ προγόνων ὑπὸ τὴν σὴν δεσποτείαν τελῶ· διόπερ ὡς δοῦλος παρὰ Δεσπότου τὴν σωτηρίαν αἰτῶ. ιζʹ. «Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν.» Τῶν σημείων τὰ μέν ἐστι τιμωρίας, ὡς ἐπὶ τῶν | |
10 | Αἰγυπτίων· τὰ δὲ σωτηρίας, ὡς ἐπὶ τῶν Ἑβραίων. Διάτοι τοῦτο καὶ ὁ προφήτης τῷ διορισμῷ προσεχρή‐ σατο, καὶ οὐχ ἁπλῶς σημεῖον, ἀλλ’ ἀγαθὸν σημεῖον ἐξῄτησεν· ἀντὶ τοῦ, Ποίησον σημεῖον ἐμοὶ φέρον τὴν σωτηρίαν, καὶ τῇ θαυματουργίᾳ ἐμοὶ πραγματευό‐ | |
15 | μενον τῶν ἀγαθῶν τὴν φοράν. [Λέγει καὶ τίνος ἕνεκεν ἀντιβολεῖ δοθήσεσθαι αὐτῷ τὸ σημεῖον τοῦτο.] «Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.» Τὴν γὰρ εἰς ἐμὲ πρόνοιαν οἱ δυσμενεῖς θεώμενοι, | |
20 | αἰσχύνης ἀναπλησθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. [Κυρίως δὲ σημεῖον ἀγαθὸν τοῖς ἔθνεσιν ὁ ἐκ Θεοῦ Θεὸς τὸν σταυρὸν ἐχαρίσατο, δι’ οὗ τὸν κοινὸν ἐχθρὸν ἐτροπώσατο καὶ τρόπαιον κατὰ δαιμόνων καὶ παθῶν ἔπηξεν. Ἀμήν.] | |
25 | ΕΡΜΗΝ. ΤΟΥ Πϛʹ ΨΑΛΜΟΥ. αʹ. «Τοῖς υἱοῖς Κορὲ, Ψαλμὸς ᾠδῆς.» Τῶν ἐθνῶν καὶ οὗτος ὁ ψαλμὸς προαγορεύει τὴν σωτηρίαν, καὶ τὴν εὐσεβῆ πολιτείαν προλέγει, ἣν ὁ Δεσπότης Χρι‐ στὸς ἐνανθρωπήσας ἐδίδαξεν. «Οἱ θεμέλιοι αὐτοῦ | |
30 | ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.» Θεμέλια τῆς εὐσεβείας, τὰ θεῖα παιδεύματα· Ὄρη δὲ ἅγια, ἐφ’ ὧν ταῦτα πέ‐ πηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι. Περὶ τούτων γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ἐποικο‐ δομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ | |
35 | προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χρι‐ στοῦ.» Καὶ πάλιν· «Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι.» Καὶ ὁ Κύριος τῷ Πέτρῳ, μετὰ τὴν ἀληθῆ καὶ θείαν ἐκείνην ὁμο‐ λογίαν· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ | |
40 | οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Καὶ αὖθις· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ Δεσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θε‐ | |
45 | μέλια. βʹ. «Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.» Τίς δὲ αὕτη ἡ Σιὼν, ὁ | |
θεσπέσιος Παῦλος ἑρμηνευέτω· «Προσεληλύθατε | 1561 | |
80.1564 | Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπ‐ ουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐ‐ ρανοῖς.» Καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ | |
5 | ἐλευθέρα ἐστὶν, ἥ τίς ἐστι μήτηρ ἡμῶν.» Καὶ περὶ τοῦ πατριάρχου Ἀβραὰμ ἐν τῇ πρὸς Ἑβραίους διαλεγόμενος, καὶ ταῦτα προστέθεικεν· «Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Καὶ αὖθις περὶ | |
10 | τῶν ἄλλων ἁγίων· «Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανί‐ ζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν, ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνα‐ κάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπ‐ ουρανίου.» Διδασκόμεθα τοίνυν εἶναί τινα πόλιν ἐπ‐ | |
15 | ουράνιον, καὶ Ἱερουσαλὴμ ὀνομαζομένην, οὐ πύρ‐ γους ἔχουσαν, καὶ περιβόλους, οὐδὲ λίθων μαρμαρυ‐ γαῖς ἀποστίλβουσαν, ἀλλὰ χοροῖς ἁγίων λαμπρυνο‐ μένην, καὶ ἀγγελικῇ πολιτείᾳ καλλυνομένην. Ταύτης τῆς πόλεως οὐκ ἄν τις ἁμάρτοι πύλας προσ‐ | |
20 | αγορεύσας τὰς ἐπὶ γῆς Ἐκκλησίας· διὰ τούτων γὰρ εἰσελθεῖν εἰς ἐκείνην δυνατόν. Ἐν ταύταις γὰρ παιδευόμενοι καὶ προγυμναζόμενοι, ἐκείνης τῆς πό‐ λεως διδασκόμεθα πολιτείαν. Ταύτας ἔφη τὰς πύλας ὁ προφητικὸς λόγος ἐπεράστους εἶναι τῷ τῶν ὅλων | |
25 | Θεῷ, καὶ τῶν Ἰουδαικῶν σκηνωμάτων προτετι‐ μῆσθαι. γʹ. «Δεδοξασμένα ἐλαλήθη περί σου, ἡ πόλις τοῦ Θεοῦ.» Θαυμαστά τινα καὶ παράδοξα τὰ περὶ σοῦ θεσπιζόμενα, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνοντα | |
30 | προσδοκίαν· ὅτι δὲ οὐδαμῶς τῇ κάτω Σιὼν ἁρμόττει τὰ εἰρημένα, τὰ ἐπαγόμενα μαρτυρεῖ. δʹ. «Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.» | |
35 | Ταῦτα, φησὶν, ὦ θεία πόλις, λελάληται περὶ σοῦ· ὥστε τοὺς πάλαι δυσσεβείᾳ συζῶντας, καὶ τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, τῆς ἐν σοὶ κατ‐ οικίας ἀξιωθῆναι, καὶ τῆς σῆς πολιτείας μεταλαχεῖν. | |
Διά τοι τοῦτο τῶν προειρημένων ἐθνῶν ἀνέμνησεν, | 1563 | |
80.1565 | ὡς παρανομωτάτων, καὶ τῆς ἀσεβείας ἀναδησα‐ μένων τὸ κράτος, ἵνα διὰ τούτων καὶ τοὺς ἄλλους δηλώσῃ. Ῥαὰβ μὲν γὰρ καὶ Χαναναία καὶ πόρνη· Βαβυλὼν δὲ, θηριώδης καὶ δυσσεβής· οἱ δὲ ἀλλό‐ | |
5 | φυλοι ἤ τοι Φυλιστιαῖοι· δεδηλώκαμεν δὲ ἤδη τίνες οὗτοι· καὶ δεισιδαίμονες καὶ παράνομοι. Τῆς δὲ Τύρου καὶ τὴν ἀσέβειαν καὶ τὴν ἀσέλγειαν, ὁ προφήτης Ἰεζεκιὴλ ἐτραγῴδησε· λαὸν δὲ τῶν Αἰθιό‐ πων, οὐ μόνον αὐτοὺς Αἰθίοπας, ὧν αἱ ψυχαὶ τὴν | |
10 | τοῦ σώματος ἐμιμήσαντο χροὰν, ἀλλὰ καὶ πάντας τοὺς μέλανας τῇ ψυχῇ, ὁ προφητικὸς ἐκάλεσε λό‐ γος. Καὶ γὰρ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ἡ Νύμφη βοᾷ· «Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱε‐ ρουσαλήμ.» [Μέλαινα μὲν ἐξηπατημένη, τῇ | |
15 | κνίσῃ τῶν ἀλόγων κατεσπιλωμένη· καλὴ δὲ περι‐ μένουσά σε τὸν ἐξ οὐρανῶν ἥξοντα Δεσπότην διὰ τὴν ἐμὴν σωτηρίαν.] Καὶ δεδήλωκε κατὰ ταυτὸν τῆς τε δυσσεβείας τὸν ζόφον, καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος ὥραν. Ταῦτα μέντοι τὰ ἔθνη, ἐπὶ | |
20 | μὲν τῶν Ἰουδαίων, εἰς τὴν Ἱερουσαλὴμ οὐ συν‐ ῆλθεν, οὐδὲ τὴν νομικὴν πολιτείαν ἠγάπησεν· μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μετα‐ | |
25 | βαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει. [Ἐκ ποίων γὰρ ἐθνῶν οὐκ ἐπί‐ στευσαν τῷ Σωτῆρι; Τίνες δὲ τούτων οἱ μὴ κατα‐ λαβόντες καὶ τὴν κάτω Ἱερουσαλὴμ διὰ τὸ προσκυνῆ‐ σαι τοὺς ἐπιφανεστάτους καὶ σεπτοὺς τόπους, ἐν οἷς | |
30 | οὐ μόνον ὁ ἐκ Θεοῦ Θεὸς σαρκωθεὶς, ἀλλὰ καὶ ποσὶ φιλανθρωπίας ἐβάδισε. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] εʹ. «Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος.» Μητέρα δὲ ἕκαστος τὴν Σιὼν ὀνομάσει, καὶ πᾶς ἄνθρωπος | |
35 | ἐρεῖ, ὅτι μήτηρ ἡ Σιών. [Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.»] «Καὶ ἄν‐ θρωπος ἐγενήθη ἐν αὐτῇ.» Τῷ Ἐρεῖ ἄνθρωπος καὶ τοῦτο συνῆπται. Ὁ γὰρ τὴν Σιὼν ὀνομάζων μητέρα, | |
40 | ὁμολογήσει καὶ τοῦ ἐν αὐτῇ τεχθέντος ἀνθρώπου τὴν γέννησιν· καὶ ἵνα μή τις ἄνθρωπον τοῦτον ὑπο‐ λάβοι ψιλὸν, εὐθὺς ἐπήγαγεν· «Καὶ αὐτὸς ἐθε‐ μελίωσεν αὐτὴν ὁ Ὕψιστος.» Οὗτος γὰρ ὁ ἐν αὐτῇ τεχθεὶς ἄνθρωπος, καὶ ποιητής ἐστι, καὶ δημι‐ | |
45 | ουργὸς, ὕψιστος ὢν, καὶ Θεός. | 1565 |
80.1568 | ϛʹ. «Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ ἀρχόντων τούτων γεγενημένων ἐν αὐτῇ.» Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Ὁ γὰρ τοὺς ἐν αὐτῇ | |
5 | πολιτευομένους λαοὺς τῆς παρ’ αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ κατὰ τὸ ἀνθρώπινον ἐγεννήθη Κύριος ὢν καὶ Θεός. Ταύτην δὲ τὴν ἀρίθμησιν καὶ ὁ Κύριος ἡμῶν ἐδίδαξε πρὸς τοὺς ἱεροὺς εἰρηκὼς ἀποστό‐ λους· «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμη‐ | |
10 | μέναι εἰσί.» Καὶ τὴν ἀναγραφὴν δὲ τοῖς οἰκείοις μαθηταῖς ἐδήλωσε λέγων· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» ζʹ. «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν | |
15 | σοί.» Ἡ γὰρ ἐν οὐρανοῖς πολιτεία, πάσης ἀθυμίας κεχωρισμένη, τὴν ἀκραιφνῆ καὶ καθαρὰν εὐφρο‐ σύνην ἔχει, καὶ θυμηδίαν. Ταύτην δὲ οὐ παροικοῦ‐ σιν, ἀλλ’ εἰς αἰῶνα κατοικοῦσιν, τῆς εὐσεβείας οἱ τρόφιμοι. | |
20 | ΕΡΜΗΝ. ΤΟΥ ΠΖʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ ψαλμοῦ, Τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως, Αἰμὰν τῷ Ἰσραηλίτῃ.» Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ εἴρηκεν· ὁ δὲ Ἀκύλας, ἐπὶ | |
25 | χορείᾳ· καὶ ὁ Αἰμὰν δὲ χοροῦ τινὸς ἐξῆρχεν ᾀδόν‐ των, καὶ τὸν Θεὸν ἀνυμνούντων. Ἡ δὲ ἀπόκρισις αἰνίττεται τὰ ἀντιφθεγγόμενα τάγματα τῶν χορῶν. Ἡ μέντοι προφητεία προθεσπίζει τὰς Ἰουδαίων συμ‐ φορὰς, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Διδάσκει δὲ | |
30 | κατὰ ταυτὸν καὶ πάσης ὁμοῦ τῆς ἀνθρωπίνης φύσεως τὰς μετὰ τὴν ἁμαρτίαν ὀδύνας. Ἐσχημάτισται δὲ εἰς ἱκετείαν ἡ τοῦ ψαλμοῦ προφητεία, ὑπό τε τούτων, ὑπό τε κοινῇ πάντων προσφερομένη τῷ φιλαν‐ θρώπῳ Θεῷ· ἁρμόττει δὲ τοῖς εὐσεβεστέροις ἡ | |
35 | προσευχή. βʹ, γʹ. «Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐν‐ ώπιόν σου ἡ προσευχή μου.» Σὲ, Δέσποτα, Κύριον οἶδα τῆς ἐμῆς σωτηρίας· διά τοι τοῦτο νύκτωρ καὶ | |
40 | μεθ’ ἡμέραν ἀντιβολῶ τὴν ἐμὴν ἱκετείαν δεχθῆναι. [Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] «Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.» [Καὶ τίνος ἕνεκεν ἀντι‐ | |
βολεῖ διὰ τῶν ἑξῆς καὶ λέγει·] | 1567 | |
80.1569 | δʹ. «Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν.» Τὸ πλῆθος ἀντιβολῶ σε τῶν περιστοιχιζόντων με θεωρήσας κακῶν [ἀπο‐ σόβησον·] παρ’ αὐτὸν γάρ εἰμι τὸν θάνατον, καὶ | |
5 | τῆς σῆς δέομαι βοηθείας, [ἧς γεγυμνωμένος δεδού‐ λωμαι τῇ ἁμαρτίᾳ. Τοῦτο γὰρ λέγει·] εʹ. «Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον.» Ἀφύκτοις τισὶ περιπέπτωκα συμφοραῖς, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω, ἀλλ’ ἔοικα τοῖς | |
10 | εἰς λάκκον ἐμπεπτωκόσι, καὶ ἀναβῆναι μὴ δυνα‐ μένοις. «Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθη‐ τος.» Πάσης προνοίας καὶ κηδεμονίας γεγύ‐ μνωμαι. ϛʹ. «Ἐν νεκροῖς ἐλεύθερος.» Καὶ μηδέπω τὴν | |
15 | τελευτὴν ὑπομείνας, μηδὲ τοῦ θανάτου τὴν δουλείαν δεξάμενος, ἐμαυτὸν συναριθμῶ τοῖς ἐν νεκροῖς. «Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθη‐ σαν.» Τῷ Ἐγενήθην καὶ ταῦτα συντέτακται. | |
20 | Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος, καὶ μηδέπω τοῦ θανάτου τὴν δουλείαν δεξάμενος. Ἐγενήθην ὡς τραυματίας ἐν πολέμῳ τετρωμένος, καὶ ταφῇ παραδεδομένος. Τοῦτο γὰρ οὕτως ὁ Σύμμαχος εἴρηκεν· Ὡς οἱ τετρωμένοι οἱ | |
25 | κείμενοι ἐν τάφῳ, ὧν οὐ μνημονεύσῃ οὐκ ἔτι, οἵ τινες ὑπὸ τῆς χεῖρός σου ἐξεκόπησαν. [Ἐκεῖνοι γὰρ, φησὶν, ὑπὸ τῆς προνοίας τῆς σῆς ἐξεκόπησαν· φθάσει δὲ ἡ σὴ ῥοπὴ, ἵνα μὴ τῷ αὐτῷ βόθρῳ κἀγὼ περιπέσω.] | |
30 | ζʹ. «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκο‐ τεινοῖς, καὶ ἐν σκιᾷ θανάτου.» Καὶ ταῦτα τοῖς ἐν Βαβυλῶνι διάγειν ἠναγκασμένοις ἁρμόττει τὰ ῥή‐ ματα, καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει. Ἐκεῖνοί τε γὰρ πονηροῖς ἀνθρώποις δουλεύοντες ὀδυνηρὸν | |
35 | βίον ἔζων· καὶ ἅπαντες ἄνθρωποι παντοδαπαῖς μετὰ τὴν ἁμαρτίαν περιέπεσαν συμφοραῖς. Μετὰ γὰρ τὴν παράβασιν τῆς ἐντολῆς θάνατος, καὶ πένθος, καὶ δάκρυα, οἰμωγαί τε, καὶ ὀλοφύρσεις, χηρεῖαι, καὶ ὀρφανίαι, καὶ πενίαι, καὶ δυσκληρίαι, καὶ | |
40 | τ’ ἄλλα μυρία καὶ δυσδιήγητα σκότον καὶ τοῖς ζῶσιν ἐπάγοντα. [Ὁρᾶτε πηλίκον κακὸν ἡ παρακοή· ὥστε μὴ μόνον Θεὸν χωρίσαι, ἀλλὰ καὶ τοσούτων κακῶν περιστοιχίζειν.] ηʹ. «Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· καὶ | |
45 | πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοὶ ἐπείσφρησεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσι σου ἐκάκωσάς με. | |
Ἐπιμένεις, φησὶ, τιμωρούμενος, καὶ παντοδαπάς | 1569 | |
80.1572 | μοι συμφορῶν προσβολὰς ἐπιφέρων. Ἐκ μετα‐ φορᾶς τῶν ναυαγούντων, καὶ πολλὰς μὲν κυμάτων προσβολὰς, πολλὰς δὲ ἀνέμων ἐμβολὰς δεχομένων. θʹ. «Ἐμάκρυνας τοὺς γνωστούς μου.» Ἔρη‐ | |
5 | μός εἰμι, καὶ συνήθων, καὶ συγγενῶν· οἱ μὲν γὰρ ἐν Βαβυλῶνι δορυάλωτοι, τῆς δουλείας δεξάμενοι τὸν ζυγὸν, ἐσκεδασμένοι, καὶ τῆς τῶν φίλων συγγενείας καὶ συνουσίας ἐστερημένοι, τὴν ἐντεῦθεν οὐκ εἶχον παραψυχήν. Πάντες δὲ ἄνθρωποι δυσσεβείᾳ συζῶν‐ | |
10 | τες τῆς παρὰ τῶν ἀγγέλων κηδεμονίας οὐ μετελάγ‐ χανον. «Ἔθεντό με βδέλυγμα ἑαυτοῖς·» τουτέστιν οἱ πολέμιοι. «Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην.» Τῶν ἐπικειμένων μοι κακῶν ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω. | |
15 | ιʹ. «Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ ὀφθαλμός μου ἐξέῤ‐ ῥευσεν ἀπὸ τῆς κακώσεως. Εἰς δάκρυα γὰρ τοὺς ὀφθαλμούς μου κατεδαπάνησα, κλαίειν ὑπὸ τῆς ὀδύνης καταναγκαζόμενος. «Ἐκέκραξα πρὸς | |
20 | σὲ, Κύριε, ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.» Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, Δέσποτα, προμήθειαν· ἐκ‐ τείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πι‐ κρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. | |
25 | Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος σπουδαιότερόν τις οὕτως ἱκετεύει τὸν δοῦναι δυνάμενον. ιαʹ. «Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;» Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυματουργίαν· ἀπο‐ | |
30 | θανὼν γὰρ ταύτην οὐκ ὄψομαι. Οὐ γάρ ἐστιν ἰατρὸς ἀπαλλάξαι θανάτου δυνάμενος· ποῖον γὰρ φάρμα‐ κον ταύτην ἔχει τὴν δύναμιν; ιβʹ. «Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου, ἐν τῇ ἀπωλείᾳ;» [τουτ‐ | |
35 | έστιν, οὐδεὶς διηγήσεται οὐδὲ ἐξομολογήσεται μετὰ τὴν ἐνθένδε ἐκδημίαν.] ιγʹ. «Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμά‐ σιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;» Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, | |
40 | καὶ ἐν τῷ τάφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἰσθέσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆναι; ιδʹ. «Κἀγὼ πρὸς σὲ, Κύριε, ἐκέκραξα, καὶ τὸ | |
πρωῒ ἡ προσευχή μου προφθάσει σε.» [Ὁ δὲ | 1571 | |
80.1573 | Σύμμαχος οὕτως· Ἐμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰ‐ μωγὴ, καὶ κατ’ ὄρθρον ἡ προσευχή μου προφθάσει σε.] Ἐπιθυμῶν γὰρ ἐν τῇ ζωῇ τῶν ἐπικειμένων ἀπαλλαγῆναι κακῶν, ὀδυνώμενος ποτνιῶμαι, καὶ | |
5 | φθάνω τῇ δεήσει τὸν ὄρθρον. ιεʹ. «Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;» Τί δήποτε τοίνυν ἀποπέμπεις με, Δέσποτα· καὶ τῆς εὐμενείας οὐ μεταδίδως τῆς σῆς; | |
10 | ιϛʹ. «Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότη‐ τός μου.» Νεότης τοῦ μὲν Ἰσραὴλ, ἡ ἐξ Αἰγύπτου ἔξοδος· πάντων δὲ ἀνθρώπων ἡ μετὰ τὴν παράβα‐ σιν τῆς ἐντολῆς ἔξω τοῦ παραδείσου ζωή. Καὶ οὗτοι δὲ κἀκεῖνοι πάντα τὸν ἐν μέσῳ χρόνον ταλαιπωρού‐ | |
15 | μενοι διετέλεσαν. «Ὑψωθεὶς δὲ ἐταπεινώθην, καὶ ἐξηπορήθην.» Οἵ τε γὰρ Ἰουδαῖοι μετὰ τὴν περιφάνειαν περιέπεσον τῇ δουλείᾳ· καὶ τῶν ἀνθρώ‐ πων ἡ φύσις, κατ’ εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπι‐ | |
20 | θυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν. ιζʹ, ιηʹ. Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ.» Πᾶσαν, φησὶν, ἐκίνησας κατ’ ἐμοῦ τὴν ὀργὴν, καὶ ταῖς φοβερωτάταις με διετάραξας | |
25 | τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύ‐ χιόν με πεποίηκας. «Ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.» Ὑπὸ τούτων καθ’ ἑκάστην περικλύζο‐ μαι τὴν ἡμέραν. ιθʹ. «Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, | |
30 | καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.» Τοσαύ‐ ταις δὲ συμφοραῖς προσπαλαίων οὐδὲ τὴν ἀπὸ τῶν συνήθων ἔχω παραψυχὴν, ἔρημος τῆς τούτων συν‐ ουσίας διὰ τῆς δουλείας ταλαιπωρίαν γενόμενος· ταῦτα δὲ οὐ μόνον Ἰουδαίοις ἥρμοττε λέγειν, οὐδὲ | |
35 | πᾶσιν ἀνθρώποις πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἀλλὰ καὶ νῦν τοῖς τὰ ὅμοια πάσχουσιν ἡ ἱκετεία προσφυὴς καὶ κατάλληλος· «Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, εἰς τὴν ἡμετέραν διδα‐ σκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ | |
40 | τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν.» ΕΡΜΗΝ. ΤΟΥ ΠΗʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ,» Ὁ | |
μακάριος Δαβὶδ σηκοῖς τετιμημένους ὁρῶν τοὺς | 1573 | |
80.1576 | ψευδωνύμους θεοὺς, μόνην δὴ τοῦ Θεοῦ τὴν κι‐ βωτὸν ἀγέραστον διαμένουσαν, ὑπέσχετο τὸν θεῖον οἰκοδομήσειν νεών. Ταύτην αὐτοῦ τὴν γνώμην ἀποδεξάμενος ὁ Θεὸς, τὴν καλὴν ἐπαγγελίαν ἀμεί‐ | |
5 | βεται, καὶ ὑπισχνεῖται ἐκ τῆς ὀσφύος αὐτοῦ λογι‐ κὸν ἑαυτῷ κατασκευάσαι νεὼν, καὶ διὰ τούτου τὴν ἁπάντων ἀνθρώπων πραγματεύεσθαι σωτη‐ ρίαν, καὶ ἀτελεύτητον αὐτῷ παρέξειν τὴν βασι‐ λείαν. Ταύτας δὲ τὰς ὑποσχέσεις διὰ τοῦ προφήτου | |
10 | Νάθαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ τοῦτο σαφῶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει.» Καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Βασιλειῶν Νάθαν πρὸς αὐτὸν ἔφη, «Καὶ ἀπαγγελεῖ σοι, Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ.» Μέμνηται δὲ τούτων καὶ ἡ τῶν πράξεων | |
15 | ἱστορία. Ὁ γὰρ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, πρὸς ἄλλοις πολλοῖς καὶ ταῦτα διεξ‐ ελήλυθεν· «Προφήτης οὖν ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν | |
20 | Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι Οὐκ ἐγκατ‐ ελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ, εἶδε διαφθοράν·» [ὁ δίχα ἁμαρτίας· οὐκ ἔστι δὲ ἐν ἀνθρώποις τις δίχα ἁμαρτίας, εἰ μὴ Ἰησοῦς ὁ ἐκ | |
25 | Δαβὶδ σαρκωθεὶς Θεὸς Λόγος.] Ταύτας τὰς ὑπο‐ σχέσεις καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἐποιή‐ σατο. Ἔφη γὰρ πρὸς αὐτόν· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Ἑρμηνεύων δὲ τοῦτο ὁ θεσπέσιος Παῦλος οὕτως | |
30 | ἔφη· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμα‐ σιν ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, καὶ τῷ σπέρ‐ ματί σου, ὅς ἐστιν ὁ Χριστός.» Εἰς ταύτας ἀφορῶντες τὰς ἐπαγγελίας οἱ τούτων ἀπόγονοι, καὶ | |
35 | βλέποντες σφᾶς αὐτοὺς αἰχμαλώτους γεγενημένους καὶ τὴν ἀλλοτρίαν οἰκεῖν ἠναγκασμένους, καὶ τὴν μὲν βασιλίδα πόλιν ἔρημον γεγενημένην, ἐσβεσμένην δὲ τὴν βασιλείαν, ἀναμιμνήσκουσι τῶν ὑποσχέ‐ σεων τὸν τῶν ὅλων Θεόν. Καὶ ποτὲ μὲν τὸν | |
40 | πατριάρχην Ἀβραὰμ εἰς μέσον προφέρουσι, καὶ τὸν υἱὸν τὸν ἐκείνου, καὶ τὸν ἔκγονον, τῶν συνθη‐ κῶν ἀναμιμνήσκοντες τὸν Θεόν· ποτὲ δὲ τὸν μακάριον Δαβὶδ, καὶ τὰς πρὸς αὐτὸν γεγενημένας | |
ἐπαγγελίας. Οὕτως οἱ μακάριοι μάρτυρες, Ἀνανίας, | 1575 | |
80.1577 | Ἀζαρίας, καὶ Μισαὴλ, τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰσραὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες ἐποιήσαντο μνήμην. Καὶ τοῦτον τοιγαροῦν τὸν ψαλμὸν εἰς τὴν ἐκείνων ὠφέλειαν ἡ προφητικὴ | |
5 | συνέγραψε χάρις· διδάσκουσα πῶς δεῖ τὸν Θεὸν ἐκμειλίξασθαι, καὶ τὴν παρ’ αὐτοῦ φιλανθρωπίαν καρπώσασθαι Διὰ τοῦτο καὶ Συνέσεως ἐπιγέγρα‐ πται· ταύτης γὰρ δεῖ τοῖς παιδευομένοις διαφερόν‐ τως, ἵνα μηδὲν ἀπηχὲς εἴπωσι σχετλιάζοντες, ἀλλὰ | |
10 | τὸν θεῖον προσμείνωσιν ἔλεον. Ὁ δὲ Αἰθὰμ χορὸν καὶ αὐτὸς ἐμπεπίστευτο ᾀδόντων ἐν τῷ ναῷ, καὶ τὸν Θεὸν ἀνυμνούντων. [Οὐ γὰρ, ὥς τινες ἔφασαν εἶναι τὸν ψαλμὸν τοῦ Αἰμάν· ἀλλ’ ὡς ἔφαμεν, ἐξ‐ ῆρχε χοροῦ τῶν ᾀδόντων καὶ αὐτὸς οὗτος· παραλαμβάνων παρὰ τοῦ θειοτάτου Δαβὶδ καὶ ᾄδειν μετὰ καὶ τῶν λοιπῶν.] | |
15 | βʹ. «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.» Τὸν θεῖον αἰτοῦντες ἔλεον, ὑμνοῦσι τὸν ἔλεον, καὶ τῶν πρὸς τὸν Δαβὶδ ὑπο‐ σχέσεων ποθοῦντες ἰδεῖν τὴν ἀλήθειαν, ἑκάστην | |
20 | γενεὰν ὑπισχνοῦνται διδάξειν. γʹ. «Ὅτι εἶπας, Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομη‐ θήσεται ἐν τοῖς οὐρανοῖς, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.» Τοῦ Θεοῦ ἐστι λόγος πρὸς τὸν Δαβὶδ εἰρημέ‐ νος, ὡς φυλάξει τὸν ἔλεον εἰς τὸν αἰῶνα τῷ σπέρ‐ | |
25 | ματι. Τῆς ἐπαγγελίας τοίνυν ἀναμιμνήσκουσι ταύτης. Σὺ, φησὶν, εἶπας αὐξήσειν, ἀλλ’ οὐ μειώ‐ σειν τὸν ἔλεον. Τὸ γὰρ οἰκοδομηθήσεται, ἀντὶ τοῦ αὐξηθήσεται [καὶ προσθήκην λήψεται τέθεικεν.] Ἑδρασθήσεται, ὁ Σύμμαχος εἴρηκεν. Ὑπέσχου, | |
30 | φησὶν, ἔργῳ βεβαιοῦν τὴν τῶν λόγων ἀλήθειαν. δʹ, εʹ. «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου.» [Ἐκ προσώπου Θεοῦ καὶ Πατρὸς εἴρηται ταῦτα, ὁμοῦ δὲ καὶ τὰ ἑξῆς·] «Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ | |
35 | οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Τῷ εἶπας καὶ ταῦτα συνῆπται· ὅτι ταύτας πρὸς τοὺς ἐκλεκτοὺς ἐποιησάμην τὰς συνθήκας. Ἐκλε‐ κτοὺς δὲ καλεῖ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραήλ. Πρὸς δὲ τούτοις ἔφη ὀμωμοκέναι | |
40 | καὶ τῷ Δαβὶδ, ἀνώλεθρον αὐτοῦ φυλάξαι τὸ σπέρμα, καὶ ἐν πάσῃ γενεᾷ τὸν τούτου θρόνον ἀνθήσειν. Οὕτω τοῦ Θεοῦ τὰς ὑποσχέσεις διεξελθόντες, καὶ τῶν πραγμάτων τὸ τέλος οὐ βλέποντες, ἀπηχὲς μὲν οὐδὲν ὑπὸ τῶν συμφορῶν εἰπεῖν ἀναγκάζονται, ὕμνοις | |
45 | δὲ γεραίρουσι τὸν τῶν ὅλων πρύτανιν. | 1577 |
80.1580 | ϛʹ. «Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε· καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.» Ὁ δὲ Θεοδοτίων, Καί γε τὴν πίστιν σου ἐν ἐκκλησίᾳ ἁγίων· [ἀντὶ τοῦ, Τὴν πίστιν σου | |
5 | ἅπαντες οἱ τὴν πεποίθησιν ἔχοντες εἰς σὲ διαφυλά‐ ξουσιν.] Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι· οὐχ ἥκιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούντων, ἀκριβέστερον τὰ σὰ καθορώντων θαυμάσια, καὶ τῶν ἐπαγγελιῶν ἐπισταμένων τὸ βέβαιον· τῆς ἐπου‐ | |
10 | ρανίου ταύτης ἐκκλησίας καὶ ὁ μακάριος μέμνηται Παῦλος· «Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα‐ νοῖς.» | |
15 | ζʹ. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» Ὁ δὲ Σύμμαχος οὕτως· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ, ἐξισάσει τῷ Κυρίῳ ἐν υἱοῖς θεῶν· Υἱοὺς Θεοῦ καλεῖ τοὺς θεοὺς, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀν‐ | |
20 | θρώπους. Καλεῖ δὲ θεοὺς, οὐχ ὡς ὄντας, ἀλλ’ ὡς παρὰ τοῖς ἀπίστοις νομιζομένους. Λέγει τοίνυν, ὅτι Καὶ τῶν ἐπουρανίων ὑπέρκεισαι, καὶ πάντων ἀσυγκρίτως ὑπέρτερος εἶ, καὶ οὐδείς σοι τῶν ὄντων παραβληθῆναι δυνήσεται. Ἐλέγχεται γὰρ τῶν ὑπὸ τῶν ἀνθρώπων | |
25 | θεοποιουμένων τὸ ψεῦδος· ἡ δὲ σὴ δύναμις διαρκὴς καὶ ἀνώλεθρος. Τοιούτοις καὶ ἀλλαχοῦ κέχρηται λόγοις φάσκων· «Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.» Ταύτην δὲ ποιοῦνται τὴν παρεξέτασιν, οὐκ ἀγνοοῦντες οἱ προφῆται τῆς διαφορᾶς τὴν ὑπερβο‐ | |
30 | λὴν, ἀλλὰ τῇ τῶν ἀπίστων ἀσθενείᾳ σύμμετρον διδα‐ σκαλίαν προσφέροντες. ηʹ. «Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων· μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περι‐ κύκλῳ αὐτοῦ.» Ἐπειδὴ τῶν οὐκ ὄντων θεῶν | |
35 | ἐμνημόνευσεν, ἠγνοεῖτο δὲ παρὰ τοῖς δυσσεβέσιν ὁ ὢν Θεὸς, εἰκότως τοὺς ἁγίους παρήγαγε, παρ’ ὧν ὁ ἀληθὴς ὑμνεῖται Θεὸς, οἷς καὶ φοβερός ἐστιν, ἅτε δὴ πελάζουσιν αὐτῷ, καὶ τὴν ἄῤῥητον αὐτοῦ γινώσκουσι δύναμιν. Βουλὴν δὲ ἁγίων ὠνόμασεν ἐνταῦθα τῶν | |
40 | ἁγίων τὸν σύλλογον. θʹ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.» Συνεχῶς τῆς ἀληθείας μνημονεύουσι, ποθοῦντες ἰδεῖν | |
τὸ τῶν ὑποσχέσεων ἀψευδές· καί φασι πρὸς | 1579 | |
80.1581 | αὐτόν, Τίς σοι, Δέσποτα, τῶν ὄντων δύναται συγκρι‐ θῆναι; Τῶν δυνάμεων εἶ Κύριος καὶ Θεὸς, δύναμιν ἔχεις σύνδρομον τῇ βουλήσει· ἀληθῆ πάντα καὶ βέβαια παρὰ σοί. Εἶτα διέξεισι τῆς δυνάμεως τὰ | |
5 | τεκμήρια. ιʹ, ιαʹ. «Σὺ δεσπόζεις τὸ κράτος τῆς θαλάσ‐ σης· τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ κατα‐ πραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερή‐ φανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρ‐ | |
10 | πισας τοὺς ἐχθρούς σου.» Σὺ εἶ, φησὶ, τῶν ἁπάντων δημιουργὸς καὶ δεσπότης· καὶ ῥᾴδιόν σοι καὶ διεγεῖ‐ ραι τὴν θάλασσαν, καὶ γαλήνην ἐργάσασθαι. Τῆς δὲ θαλάσσης μνημονεύσας, καὶ τῶν ἐν ταύτῃ γεγε‐ νημένων ἀναμιμνήσκει. Ὑπερήφανον γὰρ τὸν Φα‐ | |
15 | ραὼ καλεῖ, καὶ ἐχθροὺς τοὺς Αἰγυπτίους, οὓς τῇ θαλάττῃ παρέδωκε, καὶ διέσωσε τὸν οἰκεῖον λαόν. Προλέγει δὲ κατὰ ταυτὸν καὶ τῶν τῆς ἀλαζονείας διδασκάλων τὸν ὄλεθρον· καὶ τούτους γὰρ σὺν τῇ πονηρᾷ στρατιᾷ ἐν τῷ παναγίῳ καταλύει βαπτί‐ | |
20 | σματι· [καθάπερ ἐκεῖ διὰ Μωϋσοῦ, ἐνταῦθα διὰ τοῦ ἱερέως.] ιβʹ. «Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμε‐ λίωσας.» Οὐ γὰρ μόνον τῆς θαλάττης καὶ τῆς | |
25 | γῆς ἁπάσης, ἀλλὰ καὶ τῶν ὑπερκειμένων οὐρανῶν σὺ εἶ ποιητὴς καὶ δημιουργός. Σὸν γὰρ ἔργον οὐ μόνον ὁ ὁρώμενος οὐρανὸς, ἀλλὰ καὶ ὁ τούτου ὑπέρ‐ τερος. ιγʹ. «Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτι‐ | |
30 | σας.» Ὁ δὲ Θεοδοτίων οὕτως· Βοῤῥᾶν καὶ νό‐ τον σὺ ἔκτισας. [Τὸν δὲ νότον θάλασσαν καλεῖ, ἐπειδὴ αὐτὸς μάλιστα τὸ κύτος αὐτῆς συνταράσσει.] Καὶ οἱ ἄνεμοι, φησὶ, καὶ αὐτὰ τῆς οἰκουμένης τὰ τμήματα, σοῦ ὑπάρχει δημιουργήματα. Οὐχ ἁπλῶς | |
35 | δὲ τῶν δύο τμημάτων ἐμνημόνευσε τούτων· ἀλλ’ ἐπειδὴ τῆς Ἰερουσαλὴμ κατὰ νότον μέν εἰσιν οἱ Αἰγύπτιοι, κατὰ βοῤῥᾶν δὲ οἱ Ἀσσύριοι· καταλύσας δὲ Αἰγυπτίων τὸ θράσος, τὴν ἐλευθερίαν αὐτοῖς ἐδω‐ ρήσατο. Ῥᾴδιόν σοι, φησὶ, καταλῦσαι καὶ τούτους | |
40 | ὡς ἐκείνους. Οὗ γενομένου, «Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.» Διὰ τούτων δὲ πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας παρεδήλωσε. Ταῦτα γὰρ ἐκείνης εἰσὶ τὰ ὄρη τῆς γῆς. Τὸ δὲ ἀγαλλιά‐ σονται ὁ μὲν Ἀκύλας αἰνέσουσιν, ὁ δὲ Σύμμα‐ | |
45 | χος εὐφημήσουσιν εἴρηκεν. Οὐ μὴν τὰ ὄρη τοῦτο δράσειν εἴρηκεν, ἀλλὰ τοὺς τὰ ὄρη, ἢ παρὰ τὰ | |
ὄρη, οἰκοῦντας ἀνθρώπους. | 1581 | |
80.1584 | ιδʹ. «Σὸς ὁ βραχίων μετὰ δυναστείας.» Ἴδιόν σου τὸ δυνατῶς ἅπαντα ἐνεργεῖν. Τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας, τὴν δὲ δυναστείαν ἐπὶ τῆς δυνά‐ μεως ἔλαβε· καὶ γὰρ ὁ Ἀκύλας ἀντὶ δυναστείας, | |
5 | δύναμιν τέθεικεν. «Κραταιωθήτω ἡ χείρ σου· ὑψω‐ θήτω ἡ δεξιά σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀήτ‐ τητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου. Πολλάκις εἰρήκαμεν, ὡς διὰ τῆς χειρὸς τὴν ἐνέργειαν δηλοῖ· διὰ δὲ τῆς δεξιᾶς, τὴν ἀγαθὴν ἐνέργειαν· διπλῆς τοί‐ | |
10 | νυν ἐνεργείας δεόμενοι, ἀμφοτέρων ἐμνήσθησαν. Καὶ γὰρ τοὺς πολεμίους καταλυθέντας ἐπιθυμοῦσιν ἰδεῖν, καὶ αὐτοὶ τῆς σωτηρίας ποθοῦσι τυχεῖν. Οὗ δὴ χά‐ ριν ἀήττητον μὲν τὴν χεῖρα, ὑψηλὴν δὲ καλοῦσι τὴν δεξιὰν, ὡς δυναμένην κἀκείνους κολάσαι, καὶ αὐ‐ | |
15 | τοὺς ἐλευθερῶσαι. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερο‐ μένων δηλοῦσι. ιεʹ. «Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρό‐ νου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.» Αὐτοῖς γὰρ καὶ Βαβυλωνίοις δικά‐ | |
20 | σαι τὸν Θεὸν ἱκετεύοντες, ἀντιβολοῦσι κατ’ ἐκείνων μὲν δικαίαν τὴν ψῆφον ἐξενεγκεῖν, αὐτοῖς δὲ τὸν ἔλεον παρασχεῖν, καὶ τῆς ὑποσχέσεως τὴν ἀλήθειαν δεῖξαι. Διά τοι τοῦτο τῇ μὲν δικαιοσύνῃ καὶ τῷ κρί‐ ματι τὸν δικαστικὸν ἔφασαν κεκοσμῆσθαι θρόνον, | |
25 | ἔλεον δὲ καὶ ἀλήθειαν τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομένης. ιϛʹ. «Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.» Ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν, νενικηκότων ἐστὶ φωνή. Ἐπειδὴ τοίνυν ἡττηθέντες ἠνδραποδί‐ | |
30 | σθησαν, μακαρίζουσι τοὺς νικήσαντας· προθεσπίζει δὲ ὁ λόγος καὶ τὸν λαὸν, τὸν ἐν πάσῃ γῇ καὶ θα‐ λάττῃ τὸν μυστικὸν ἀλαλαγμὸν προσφέροντα τῷ Θεῷ, καὶ τὸν ἐπινίκιον ὕμνον ᾄδοντα. Ταύτῃ δὲ διανοίᾳ καὶ ἐπαγόμενα συμφωνεῖ. | |
35 | «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσον‐ ται. [ιζʹ.] Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσον‐ ται.» Ἀλαλάζουσι δὲ, καὶ κατὰ τῶν ἐχθρῶν παια‐ νίζουσι, καὶ σοὶ τῷ νικοποιῷ τὸν ἐπινίκιον ὕμνον | |
40 | προσφέρουσι, τῇ σῇ ἐπιφανείᾳ καταυγαζόμενοι, καὶ τὸ παρὰ σοῦ δεχόμενοι φῶς [διὰ τῆς τοῦ λου‐ τροῦ παλιγγενεσίας,] καὶ διηνεκῶς ἀπολαύοντες θυμηδίας, καὶ τὴν νενομοθετημένην κατορθοῦντες δικαιοσύνην, καὶ ὑψηλοὶ καὶ περιφανεῖς ἐντεῦθεν | |
45 | γινόμενοι. ιηʹ. «Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.» Μέγα, φησὶν, ἐπὶ τῇ σῇ δυνάμει φρονοῦσι· παρὰ σοῦ γὰρ ταύτην ἐδέξαντο. «Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.» Καὶ ἡμεῖς δὲ, | |
80.1584(50) | φησὶ, ταύτην ἔχομεν τὴν ἐλπίδα, καὶ τὴν σὴν ἐπικου‐ | 1583 |
80.1585 | ρίαν προσμένομεν· διὰ ταύτην γὰρ κρείττους τῶν πολεμίων ἐσόμεθα· κέρας γὰρ τὴν ἰσχὺν καὶ τὸ κράτος ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασφόρων ζώων, ἃ τοῖς κέρασι καθωπλισμένα, τούτοις κέ‐ | |
5 | χρηνται κατὰ τῶν ἐπιόντων. ιθʹ. «Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.» Ταύτῃ δὲ τῇ ἐλπίδι τρεφόμεθά σε βασιλέα ἔχοντες, ὑπὸ τὴν σὴν κηδεμονίαν τελοῦντες. | |
10 | κʹ. «Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Τότε ἐλάλησας δι’ ὁρά‐ σεως τοῖς υἱοῖς σου. Οἴδαμεν γάρ σου τὰς διὰ τῶν προφητῶν γεγενημένας ἐπαγγελίας. Τούτους γὰρ καὶ ὁρῶντας καὶ βλέποντας ὠνόμαζον. | |
15 | «Καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν·» ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. [καʹ.] Εὗρον Δαβὶδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.» Σὺ, φησὶ, τῷ θεράποντί σου Δαβὶδ ἐμαρ‐ τύρησας, καὶ δυνατὸν ἐν τοῖς τῆς ἀρετῆς εὑρὼν κατ‐ | |
20 | ορθώμασι τῆς σῆς βοηθείας ἠξίωσας, καὶ ἐξελέξω, καὶ ἔχρισας, καὶ βασιλέα κεχειροτόνηκας. κβʹ. «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.» Εἶπας δὲ αὐτῷ παρέξειν ἰσχὺν, καὶ τῆς σῆς αὐτῷ μεταδώσειν | |
25 | κηδεμονίας. κγʹ. «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Ὑπ‐ έσχου δὲ καὶ τὰς τῶν ἐχθρῶν αὐτοῦ ματαίας δείξειν ἐπιβουλὰς, καὶ τῶν λωβᾶσθαι πειρωμένων κρείττονα | |
30 | καταστήσειν κδʹ, κεʹ. «Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσο‐ μαι. Καὶ ἡ ἀλήθειά μου, καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέ‐ | |
35 | ρας αὐτοῦ.» Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ κα‐ ταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν | |
αὐτὸν καὶ περίβλεπτον. | 1585 | |
80.1588 | κϛʹ. «Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ· καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.» Δώσω δὲ αὐτῷ κατὰ θά‐ λασσαν καὶ κατ’ ἤπειρον κράτος· διὰ γὰρ τῶν πο‐ ταμῶν, τὴν ἤπειρον παρεδήλωσεν. | |
5 | κζʹ. «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ. Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·» [ἐν τῷ λέγειν τὸν Χριστὸν, «Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο.» Καὶ ἐν τῷ λέγειν αὐτὸν πάλιν τοῖς ἀποστόλοις· «Πορεύομαι | |
10 | εἰς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.»] κηʹ. «Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν· ὑψη‐ λὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Ταῦτα μέν‐ τοι οὔτε ἐπὶ τοῦ Δαβὶδ, οὔτε ἐπὶ τοῦ πολυθρυλλήτου | |
15 | Σολομῶντος τετύχηκε πέρατος. Οὔτε γὰρ τῆς θα‐ λάττης ἐκράτησε Σολομὼν, ἢ Δαβὶδ, οὔτε πρωτότο‐ κος ὠνομάσθη Θεοῦ, οὔτε τῶν βασιλέων ἁπάντων τὴν ἐξουσίαν ἐδέξατο. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμή‐ νευσεν, Ὕψιστον [παρὰ] τοῖς βασιλεῦσι τῆς | |
20 | γῆς· καὶ ὁ Σύμμαχος, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Εἰ δὲ μήτε τῷ Δαβὶδ, μήτε τῷ Σολομῶντι ἁρμόττει ταῦτα τὰ ῥήματα, ἀψευδὴς δὲ τοῦ Θεοῦ ἡ ὑπόσχεσις, τυφλώττουσιν Ἰουδαῖοι τὸν ἐκ Δαβὶδ κατὰ σάρκα προσκυνεῖν οὐκ ἐθέλοντες, ὃς καὶ τῆς | |
25 | γῆς καὶ τῆς θαλάττης ἔχει τὸ κράτος, καὶ πάντων ἐστὶ τῶν βασιλέων ὑπέρτερος· τοὺς μὲν ἑκόντας ἔχων προσκυνητὰς, τῶν δὲ ἀντιλέγειν τολμώντων τὴν ἀσθένειαν διελέγχων. Μυρίαις γὰρ χρώμενοι μη‐ χαναῖς, τῶν ὑπ’ αὐτῶν τεθέντων περιγενέσθαι | |
30 | νόμων οὐ δύνανται. Πρωτότοκον δὲ αὐτὸν καὶ ὁ μα‐ κάριος ὀνομάζει Παῦλος, «Εἰς τὸ εἶναι [αὐτὸν] πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Καὶ, «Πρω‐ τότοκος ἐκ τῶν νεκρῶν·» καὶ, «Πρωτότοκος πάσης κτίσεως.» Καὶ αὐτὸς δὲ ὁ Δεσπότης τῇ Μαρίᾳ μετὰ | |
35 | τὴν ἀνάστασιν ἔφη· «Πορευθεῖσα εἰπὲ τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὥσπερ γὰρ μονογενής ἐστιν ὡς Θεὸς (μόνος γὰρ ἐκ Πατρὸς ἐγεννήθη), πρωτότοκος δὲ ὡς ἄνθρωπος (ἀδελφοὺς | |
40 | γὰρ ἔχει τοὺς πεπιστευκότας ὡς ἄνθρωπος)· οὕτω | |
Πατέρα αὑτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεὸς, Θεὸν δὲ αὑ‐ | 1587 | |
80.1589 | τοῦ ὀνομάζει ὡς ἄνθρωπος. Ἐπ’ αὐτοῦ τοίνυν ἡ προφητεία τὸ τέλος ἐδέξατο. Μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθʹ. «Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, | |
5 | καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. [Διαθήκην δὲ λέγει ἣν διέθετο τοῖς πατράσιν ὁ Θεὸς Πατὴρ, ἀνα‐ στήσειν, ὥς φαμεν, ἐκ τοῦ σπέρματος αὐτῶν τὸν Κύριον.] λʹ. «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ | |
10 | σπέρμα αὐτοῦ· καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» [Σπέρμα αὐτοῦ οἱ τῆς χάριτος τρόφιμοι, καὶ ἡ βασιλεία, ἣν αὐτὸς ἐδωρήσατο αὐ‐ τοῖς· περὶ ἧς αὐτὸς ὁ Κύριος πρὸς τοὺς πιστεύοντας εἰς αὐτὸν ἔφη· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός | |
15 | μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐ λείαν ἀπὸ καταβολῆς κόσμου.»] Δειξάτωσαν τοίνυν οἱ Ἰουδαῖοι τὸν βασιλικὸν τοῦ Δαβὶδ θρόνον μέχρι καὶ τήμερον διαρκέσαντα, ὃν εἰς αἰῶνα φυλάξειν ὁ Θεὸς ἐπηγγείλατο. Δειξάτωσαν δὲ καὶ τὸ σπέρμα | |
20 | τὸ ἐκείνου τῇ βασιλείᾳ κοσμούμενον. Εἰ δὲ τούτων οὐδέτερον δύναιντο ἂν ἀποδεῖξαι, καὶ ταῦτα λίαν ἀναισχυντοῦντες· λείπεται δυοῖν θάτερον, ἢ ψευδῆ καλεῖν τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἢ ἀληθῆ τὴν ἐπαγγελίαν ὁμολογοῦντας δέχεσθαι τῶν πραγμά‐ | |
25 | των τὴν μαρτυρίαν. Ὁ γὰρ ἐκ Δαβὶδ κατὰ σάρκα Χριστὸς, «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέ‐ λων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός | |
30 | μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;» Περὶ τούτου ὁ μακάριος Δαβὶδ ἔφη, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο‐ δῶν σου. Τοιγαροῦν διὰ τοῦ Δεσπότου Χριστοῦ τὸ σπέρμα τοῦ Δαβὶδ εἰς αἰῶνα διέμεινε, καὶ ὁ θρόνος | |
35 | αὐτοῦ ἔχει τὸ διαρκές. Οὕτω γὰρ καὶ ὁ μακάριος ἐθέσπισεν Ἡσαΐας. Εἰρηκὼς γὰρ, ὅτι Παιδίον ἐγεν‐ νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ | |
ὤμου αὐτοῦ· [ἵνα μή τις ὑπολάβῃ τὸ παιδίον ἄν‐ | 1589 | |
80.1592 | θρωπον, καὶ οὐ Θεὸν, διὰ τῶν ἑξῆς σαφέστερον ἔδειξε, τῷ εἰπεῖν·] «Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ | |
5 | τοῦ μέλλοντος αἰῶνος. Ἐπήγαγε μετ’ ὀλίγον· Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορ‐ θῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Οὕτω τὰ περὶ τοῦ Δεσπότου Χριστοῦ προθεσπίσας ὁ λόγος, περὶ τῶν ἐν μέσῳ γενομένων διεξέρχεται | |
10 | βασιλέων. λαʹ—λδʹ. «Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νό‐ μον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν. Ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐν‐ τολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς | |
15 | ἀνομίας αὐτῶν· καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐ‐ τῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐ‐ τοῦ, οὐδ’ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου.» Κἂν μυρία, φησὶ, παράνομα δράσωσιν οἱ ἐκ τοῦ Δαβὶδ τὸ γένος κατάγοντες, αὐτοὺς μὲν ὑποβα‐ | |
20 | λῶ τιμωρίαις, τὴν δὲ πρὸς τὸν Δαβὶδ ἐπαγγελίαν βεβαίαν διαφυλάξω. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκε‐ δάσω ἀπ’ αὐτοῦ, τουτέστι τοῦ Δαβὶδ, οὐδ’ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Τὸ ἀδικήσω, παραβήσομαι ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύ‐ | |
25 | λας, οὐ ψεύσομαι. [Οὐδ’ οὐ μὴ ἀδικήσω, ἀντὶ τοῦ, Οὐ μὴ παραβιβάσω, οὐδ’ οὐ μὴ ψεύσομαί μου τὰς ἐπαγγελίας.] λεʹ. «Οὐδ’ οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ | |
30 | ἀθετήσω.» Οὐ ψεύσομαί μου τὰς ἐπαγγελίας, οὐ παραβήσομαι τὰς συνθήκας, ἀλλὰ δείξω τῶν ὑπο‐ σχέσεων τὴν ἀλήθειαν. [ὅτε ὁ ἐμὸς υἱὸς ὁ συν‐ άναρχός μοι καὶ συναΐδιος ἐκ Δαβὶδ σαρκωθῇ· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς]. | |
35 | λϛʹ. «Ἅπαξ ὤμοσα τῷ ἁγίῳ μου, εἰ τῷ Δα‐ βὶδ ψεύσομαι.» Βεβαίαν γὰρ πρὸς αὐτὸν ποιησάμε‐ νος τὴν ὑπόσχεσιν, ἐπιθήσω ταύτῃ τὸ πέρας· τὸ γὰρ ὤμοσα ἐπὶ τοῦ βεβαίου τέθεικεν, ὡς τῶν ἐπαγ‐ γελλομένων ὅρκῳ βεβαιούντων τὰς ὑποσχέσεις. | |
40 | λζʹ, ληʹ. «Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Ἀντὶ τοῦ ὁ μάρτυς, ὁ Σύμμα‐ χος ὁ διαμαρτυράμενος τέθεικε. Καὶ ἐν τῷ ἑβδο‐ | |
45 | μηκοστῷ καὶ πρώτῳ ψαλμῷ ὁ μακάριος Δαβὶδ πε‐ ρὶ τοῦ Δεσπότου Χριστοῦ προηγόρευσε· «Πρὸ | |
τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ συμπαρα‐ | 1591 | |
80.1593 | μενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γε‐ νεῶν.» Ἐπειδὴ γὰρ ὁ ἥλιος τὸν χρόνον μετρεῖ‐ σθαι ποιεῖ ἀνίσχων τε καὶ δυόμενος, καὶ ἡμέραν καὶ νύκτα ποιῶν, διὰ τοῦ ἡλίου, τοῦ θρόνου τὸ ἀκα‐ | |
5 | τάλυτον ἠβουλήθη δηλῶσαι, τὸ δὲ σπέρμα εἰς αἰῶ‐ να διαθήσειν ὑπέσχετο. [Σπέρμα δὲ τοῦ Θεοῦ Λόγου οἱ εἰς αὐτὸν πιστεύοντες ἅπαντες.] Ὁ δὲ ταῦτα ὑποσχόμενος, καὶ διαμαρτυράμενος, ἐν οὐρα‐ νῷ τέ ἐστι, καὶ ἀληθέσι καὶ πιστοῖς κέχρηται λό‐ | |
10 | γοις, ὡς μόνος ὑπάρχων ἀψευδής. Οὕτω τὰς πρὸς τὸν Δαβὶδ γεγενημένας ὑποσχέσεις εἰρηκότες, τὰς συμβάσας αὐτοῖς ὀλοφύρονται συμφοράς. λθʹ, μʹ. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας· ἀν‐ εβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην | |
15 | τοῦ δούλου σου.» Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ δὲ αὐ‐ τὸς ἀπεβάλου καὶ ἀπεδοκίμασας, ἐχολώθης πρὸς τὸν Χριστόν σου, εἰς κατάραν ἔδωκας τὴν συνθήκην τοῦ δούλου σου. Σὺ δὲ αὐτὸς, ὁ ἐκεῖ‐ να παρέξειν ὑποσχόμενος, ἀπώσω μὲν τοὺς τοῦ Δα‐ | |
20 | βὶδ ἀπογόνους, καὶ εὐτελεῖς ἔδειξας, καὶ εἰς δουλείαν παρέδωκας, κατέλυσας δὲ τὴν τούτου βασιλείαν, καὶ τὰς γεγενημένας πρὸς τὸν σὸν θεράποντα συνθήκας διέλυσας. Χριστὸν γὰρ ἐνταῦθα βασιλείαν κα‐ λεῖ. Αἰχμάλωτοι δὲ ἀπηνέχθησαν οἱ δύο τοῦ Δαβὶδ | |
25 | ἀπόγονοι, Ἰεχωνίας καὶ Σεδεκίας· εἰς τούτους δὲ κατέληξεν ἡ τοῦ Δαβὶδ βασιλεία. Ζοροβάβελ γὰρ, ὁ μετὰ τὴν αἰχμαλωσίαν ἡγεμονεύσας, δημαγωγὸς ἦν, οὐ βασιλεύς. «Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγία‐ σμα αὐτοῦ.» Ἁγίασμα τὸν ναὸν καλεῖ, ὃν ἠβου‐ | |
30 | λήθη μὲν ὁ Δαβὶδ οἰκοδομῆσαι, ἐδείματο δὲ Σολομὼν μετὰ τὸν Δαβίδ· τοῦτον λέγει βεβηλωθῆναι τῇ τῶν Βαβυλωνίων ἐφόδῳ, καὶ γενέσθαι προσόμοιον βο‐ τάνῃ ἀνθούσῃ. Καταλυθεὶς γὰρ εἰς χῶμα κατέπεσε, καὶ χέρσῳ παραπλήσιος ἦν. | |
35 | μαʹ. «Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ.» Πάσης αὐτὸν ἀσφαλείας ἐγύμνωσας. «Ἔθου τὰ ὀχυ‐ ρώματα αὐτοῦ δειλίαν.» Τοῖς γὰρ τῶν πόλεων περιβόλοις πάλαι θαῤῥῶν, ἐξέπεσε τοῦ θάρσους, καὶ δειλίαν περίκειται. | |
40 | μβʹ. «Διήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν.» Μωαβῖται, Ἀμμανῖται, Ἀλλόφυλοι, Ἰδου‐ μαῖοι, Σύροι, Ἀσσύριοι, Βαβυλώνιοι. «Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὑτοῦ.» Ἐπίχαρτος ἐγένετο καὶ ἐπονείδιστος τοῖς ὁμόροις. | |
45 | μγʹ. «Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐ‐ | |
τόν.» Ἰσχυροτέρους αὐτοῦ τοὺς πολεμίους ἀπ‐ | 1593 | |
80.1596 | έφηνας. «Εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καταγέλαστον αὐτὸν τοῖς δυσμενέσι πεποίη‐ κας. μδʹ. «Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας | |
5 | αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.» Ἄχρηστα αὐτῷ τὰ ὅπλα γεγένηται, τῆς σῆς γυ‐ μνωθέντι κηδεμονίας. μεʹ. «Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἀπέπαυσας τὴν καθαρότητα | |
10 | αὐτοῦ. Οὐ γὰρ δύναται περιῤῥαντηρίοις καθαίρε‐ σθαι αἰχμάλωτος ὢν, καὶ πόῤῥω τοῦ σοῦ διάγων νεώ. «Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.» Πάμ‐ παν αὐτοῦ τὴν βασιλείαν κατέλυσας. μϛʹ. «Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐ‐ | |
15 | τοῦ.» Εἰς αἰῶνα φυλάξειν τὴν βασιλείαν ἐπαγγει‐ λάμενος, ὀλίγῳ ταύτην περιώρισας χρόνῳ «Κατ‐ έχεας αὐτῷ αἰσχύνην.» Ἐπονείδιστος γεγένη‐ ται, καὶ αἰσχύνης ἐμπίπλαται. Σεδεκίας μὲν γὰρ, ἐκκοπέντων τῶν ὀφθαλμῶν, μύλωνι παρεδόθη πάν‐ | |
20 | τα τὸν λειπόμενον χρόνον. Ἰεχωνίας δὲ καὶ αὐτὸς ἐδού‐ λευσεν. Αἰσχύνης δὲ καὶ ὀνειδισμοῦ ταῦτα μεστά. Οὕτω τὰς συμφορὰς ὁ προφητικὸς διηγησάμενος λό‐ γος, ποτνιᾶσθαι καὶ ἱκετεύειν παρεγγυᾷ. μζʹ. «Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, | |
25 | ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;» Ὁ δὲ Σύμμα‐ χος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέ‐ λος, φλεγήσεται ὡς πῦρ ὁ θυμός σου; Μέχρι τί‐ νος, φησὶ, Δέσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέ‐ ρας ὀδύνας, οὐδὲ ἐπιφαίνῃ, καὶ λύεις τὰς συμφορὰς, | |
30 | ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ τῶν ἡμε‐ τέρων ἁμαρτάδων ἐκκαίεις; μηʹ. «Μνήσθητι, τίς μου ἡ ὑπόστασις.» Ποιη‐ τὴς εἶ καὶ πλάστης, καὶ τῆς ἐμῆς δυνάμεως τὰ μέ‐ τρα γινώσκεις. «Μὴ γὰρ ματαίως ἔκτισας πάντας | |
35 | τοὺς υἱοὺς τῶν ἀνθρώπων;» Οὐκ εἰκῆ, οὐδὲ μάτην τοὺς ἀνθρώπους διέπλασας, ἀλλ’ ἀγαθότης τῆς δη‐ μιουργίας ἡγήσατο. Δι’ ἀγαθότητα γὰρ μόνην ἡμᾶς ἐδημιούργησας. Μὴ παρίδῃς τοίνυν τοσούτοις συγ‐ κληρωθέντας κακοῖς. | |
40 | μθʹ. «Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὑτοῦ ἐκ χειρὸς ᾅδου;» Παντὸς ἀνθρώπου τέλος ἡ τελευτή· περιγε‐ νέσθαι γὰρ αὐτοῦ τοῦ θανάτου τῶν ἀδυνάτων· ζῶσι τοίνυν μετάδος φιλανθρωπίας. Εἶτα πάλιν ἀνα‐ | |
45 | μιμνήσκει τῶν ὑποσχέσεων. | |
νʹ. «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ | 1595 | |
80.1597 | ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καλῶς δὲ πανταχοῦ τῆς ἀληθείας προσφέρει τὴν μαρτυ‐ ρίαν, εἰς τὴν βεβαίωσιν τῶν ἐπαγγελιῶν διεγείρων τὸν ὑποσχόμενον· καὶ τὸ προοίμιον δὲ ἀπὸ τοῦ ἐλέου | |
5 | ἐξύφηνε, καὶ ἐν τῷ τέλει τοῦ ἐλέου πάλιν ἀναμιμνή‐ σκει· τοῦτο γὰρ ἐδέοντο μάλιστα. ναʹ. «Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν.» Ὁ δὲ Σύμμαχος οὕτως, Καὶ ἐβάστασα ἐν τῷ κόλ‐ | |
10 | πῳ μου παμπόλλων ἐθνῶν. Μὴ παρίδῃς με, φη‐ σὶν, ὀνειδιζόμενον, οὐχ ὑφ’ ἑνὸς ἔθνους, ἀλλ’ ὑπὸ μυ‐ ρίων. Οὐ γὰρ μόνον Ἀσσύριοί μοι ἐπικερτομοῦσι, καὶ Βαβυλώνιοι, ἀλλὰ καὶ οἱ πλησιόχωροι πάν‐ τες, οἱ τὴν πρὸς ἐμὲ δυσμένειαν ἐσχηκότες ἀεί. Οὐκ | |
15 | ἐμοὶ δὲ μόνον ἐπιχαίρουσιν, ἀλλὰ καὶ κατὰ σοῦ τὴν γλῶτταν κινοῦσι, καὶ βλασφήμοις κέχρηνται λόγοις, ἀσθένειαν σὴν τὴν ἐμὴν δουλείαν νομίζοντες. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· νβʹ. «Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε· οὗ ὠνεί‐ | |
20 | δισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.» Ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὕτως· Ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου· Ἴχνη δὲ Χριστοῦ προσηγό‐ ρευσε τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν βασιλέας, δι’ ὧν ὥδευσεν ὁ περὶ τῆς Χριστοῦ βασιλείας λό‐ | |
25 | γος. Καὶ οἱ Ἑβδομήκοντα δὲ ἀντάλλαγμα αὐ‐ τοὺς προσηγόρευσαν, ὡς κατὰ σάρκα αὐτοῦ γεγε‐ νημένους προγόνους, καὶ ὡς ἐν σκοτίᾳ τινὶ τὴν βασιλείαν ἰθύνοντας. Διὰ τὸν Χριστόν σου τοίνυν, οὗ ἴχνη οὗτοι τυγχάνουσι, καὶ ἀντάλλαγμα, παῦσον | |
30 | ἡμῶν, Δέσποτα, τὰ ὀνείδη. νγʹ. «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ἀγαθῆς ἐλπίδος ἡ ὑμνῳδία. Πιστεύσαν‐ τες γὰρ αἰτήσεις δέξασθαι, τόνδε τὸν ὕμνον προσ‐ ενηνόχασι τῷ Θεῷ. Ταύτην δὲ τὴν διάνοιαν καὶ | |
35 | ὁ Ἀκύλας δείκνυσιν ἀκριβέστερον, τὸ Ἀμὴν Ἀμὴν ἑρμηνεύσας· ἔφη γὰρ Πεπιστωμένος καὶ πεπι‐ στευμένος, ἀντὶ τοῦ, Ἀληθὴς εἶ, καὶ λίαν ἀληθής. Εὐλογητὸς τοίνυν εἰς τὸν αἰῶνα· βεβαιοῖς γάρ σου τοῖς ἔργοις τὰς ὑποσχέσεις. | |
40 | ΕΡΜΗΝ. ΤΟΥ ΠΘʹ ΨΑΛΜΟΥ. αʹ. «Προσευχὴ τῷ Μωσεῖ ἀνθρώπῳ τοῦ Θεοῦ.» Τινὲς μὲν τῶν συγγραφέων τὸν μέγαν ἔφασαν Μωσῆν τήνδε ποιῆσαι τὴν προσευχήν· τινὲς δὲ συγ‐ γραφέα αὐτῆς εἶπον τὸν μακάριον Δαβὶδ εἶναι, προσ‐ | |
45 | αρμόσαι δὲ αὐτὴν Μωσῇ τῷ θεσπεσίῳ· διπλῆν | 1597 |
80.1600 | δὲ ὅμως ὁ ψαλμὸς χρησμολογίαν ἔχει. Προθεσπί‐ ζει γὰρ, οὐ μόνας τῶν Ἰουδαίων τὰς συμφορὰς, ἀλλὰ καὶ πάσης τῆς ἀνθρωπείας φύσεως διδάσκει τὸ φθαρτὸν καὶ ἐπίκηρον. Προλέγει δὲ τὴν ἐπὶ τὸ | |
5 | κρεῖττον καὶ τούτων κἀκείνων μεταβολήν. [Ἀκρι‐ βῶς δὲ καὶ ὁ παρὼν ψαλμὸς παρὰ τοῦ μακαρίου Δα‐ βὶδ ἐγράφη, ὡς καὶ οἱ λοιποὶ ἅπαντες.] Κύριε, κατα‐ φυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.» Ἰου‐ δαίων μὲν γὰρ ἐγένετο καταφυγὴ, οὐκ ἐν Αἰγύπτῳ | |
10 | μόνον, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπὶ Γεδεὼν, Βαράκ τε καὶ Ἰεφθάε, καὶ Σαμψὼν, καὶ Σαμουὴλ, καὶ Δαβίδ· καὶ διὰ τῶν προ‐ φητῶν αὐτοὺς πάσης κηδεμονίας ἠξίωσε, καὶ βα‐ σιλευομένοις πάσης ἐπικουρίας μετέδωκε. Πᾶσα δὲ | |
15 | τῶν ἀνθρώπων ἡ φύσις τούτοις κέχρηται τοῖς λό‐ γοις, τῶν παντοδαπῶν εὐεργεσιῶν ἀναμιμνήσκουσα τὸν Θεὸν, ὅπως τὸν Ἐνὼχ μετέθηκεν, ὅπως ἁπάν‐ των τὸν θηριώδη βίον ἀσπασαμένων, σπινθῆρα τῷ γένει τὸν θεσπέσιον διεφύλαξε Νῶε, ὅπως τὸν πα‐ | |
20 | τριάρχην Ἀβραὰμ ἐκλεξάμενος, πᾶσιν ὑπέσχετο τὴν εὐλογίαν τοῖς ἔθνεσιν. Οὐ γὰρ, ὥς τινες τῶν ἀπί‐ στων τολμῶσι λέγειν, ἐκ μεταμελείας εἰς τὴν τῶν ἐθνῶν ἦλθεν εὐεργεσίαν τῶν ὅλων ὁ Κύριος, ἀλλὰ ἀεὶ πάντων ἀνθρώπων προμηθούμενος διετέλεσε | |
25 | [τῶν ὅλων ὁ Κύριος, καὶ πρὸ τῆς ἀκαταλήπτου αὐτοῦ ἐνανθρωπήσεως]. Καὶ τοῦτο ἡμᾶς ἡ προφη‐ τεία ἐδίδαξε λέγειν· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.» Ἀεὶ γὰρ τῆς σῆς ἐλ‐ πίδος ἀπηλαύσαμεν, Δέσποτα. | |
30 | βʹ. «Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως αἰῶνος σὺ εἶ.» Τῶν γενητῶν γὰρ προ‐ ϋπάρχεις ἁπάντων, καὶ τῶν ὀρῶν, καὶ τῆς γῆς, καὶ τῆς οἰκουμένης ἁπάσης· αἰώνιος γὰρ εἶ, ἄναρχός | |
35 | τε καὶ ἀτελεύτητος, οὐδενὶ περιοριζόμενος πέρατι. Τῷ γὰρ, «Πρὸ τοῦ ὄρη γενηθῆναι,» τὸ, Σὺ εἶ, συν‐ απτέον. γʹ. «Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνω‐ σιν.» Ἱκετεύω σε τοίνυν τὸν ἀΐδιον, τὸν αἰώνιον, | |
40 | τὸν ἀεὶ καταφυγὴν ἡμῖν γενόμενον, μὴ παντελῶς ἡμᾶς παριδεῖν τοσούτοις περικλυζομένους κακοῖς. Ἐπειδὴ γὰρ αὐτὸς τοῦ Ἀδὰμ τοὺς ἱδρῶτας καὶ τοὺς πόνους κατεψηφίσατο εἰρηκὼς, «Ἐν ἱδρῶτι τοῦ προσώπου φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀπο‐ | |
45 | στρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·» ἁρμοδίως ὁ προφητικὸς λόγος ἱκετεύειν διδάσκει, μὴ ἀποστραφῆναι παντάπασιν | |
εἰς ταπείνωσιν καὶ εἰς τὴν συγκληρωθεῖσαν ταλαι‐ | 1599 | |
80.1601 | πωρίαν. Καὶ μέντοι καὶ Ἰουδαῖοι δουλεύειν ἠναγ‐ κασμένοι τήνδε τὴν ἱκετείαν προσφέρουσι, τὸν ἀνδρα‐ ποδισμὸν καὶ τὴν δουλείαν ὀλοφυρόμενοι. «Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.» Ὁ δὲ | |
5 | Ἀκύλας οὕτως· Καὶ ἐρεῖς, Ἐπιστράφητε, υἱοὶ τῶν ἀνθρώπων. Οὐ μάτην, φησὶν, ἀντιβολοῦμεν, ἀλλ’ εἰδότες σαφῶς, ὡς δέξῃ τὰς ἡμετέρας ἱκετείας, καὶ μεταβολὴν ἡμῖν τῶν παρόντων ἐργάσῃ κακῶν· παραινῶν ἐπιστρέψαι, καὶ τῆς προτέρας πονηρίας | |
10 | ἀπαλλαγῆναι. δʹ. «Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε· ὡς ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.» Μεθυπέρβατός ἐστι τῶν ῥημάτων ἡ διάνοια. Τοῦτο γὰρ τῷ προτέρῳ συνήρμοσται, «Μὴ ἀποστρέψῃς | |
15 | ἄνθρωπον εἰς ταπείνωσιν, ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.» Διὰ μέσου δὲ πρόσκειται τὸ, «Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.» Λέγει δὲ, ὅτι Σμικρά τίς ἐστι καὶ ἀλγεινὴ λίαν | |
20 | ἡ τῶν ἀνθρώπων ζωή· σοὶ δὲ τῷ ἀϊδίῳ, καὶ αἰωνίῳ, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρεί‐ κασται, μᾶλλον δὲ σμικρῷ μορίῳ νυκτός. Φυλα‐ κὴν γὰρ νυκτερινὴν, τὸ τέταρτον μόριον ἐκάλεσε τῆς νυκτός· τετραχῆ γὰρ οἱ ταύτην φυλάττειν πε‐ | |
25 | πιστευμένοι διῄρουν· τετάρτῃ δὲ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους ἀφίκετο. εʹ. «Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.» Ἐπὶ πλεῖστον δὲ αὐτοὺς, φησὶ, ταύτῃ τῇ ταλαιπω‐ ρίᾳ συνέζευξας· σημαίνει δὲ κατὰ ταυτὸν, καὶ τὴν | |
30 | μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰουδαίων ἀπο‐ βολὴν, καὶ τῆς θείας κηδεμονίας τὴν στέρησιν, οὐκ ἐπ’ ὀλίγον χρόνον, ἀλλ’ ἐπὶ πλεῖστον ἐσομένην. «Τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι. [ϛʹ.] Τὸ πρωῒ ἀν‐ θήσαι, καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκλη‐ | |
35 | ρυνθείη, καὶ ξηρανθείη.» Εὐθὺς μὲν γὰρ Ἰουδαῖοι τῆς θείας ἐπιμελείας ἀξιωθέντες, καὶ ἤνθησαν καὶ ἐβλάστησαν, καὶ πολλὴν ἐκτήσαντο περιφάνειαν. Ὥριμον δὲ καρπὸν τῷ γεωργῷ δοῦναι μὴ βουλη‐ θέντες, ἀλλὰ τὴν καρδίαν σκληρύναντες, παντελῶς | |
40 | ἐξηράνθησαν· τῆς γὰρ προτέρας ἀρδείας οὐκ ἔτι μετέλαχον. Πρωῒ δὲ καλεῖ, τὴν ἀρχὴν τῆς Ἰουδαίων ἐπιμελείας· Ἑσπέραν δὲ, τῆς θείας κηδεμονίας τὴν παῦλαν. Ταύτης δὲ μετὰ τὸν σταυρὸν ἐγυμνώ‐ θησαν, [ὅτι τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἀν‐ | |
45 | έστησαν σταυρόν· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ζʹ. «Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.» Καὶ Ἰουδαίοις ταῦτα καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων | |
ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς | 1601 | |
80.1604 | συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις, καὶ Ἰουδαῖοι διὰ τὴν πονηρίαν τῆς γνώμης τῆς ἐλευθερίας ἐξέπεσον, [ὡς καὶ πολλοὶ τῶν ἀνθρώπων διὰ τῆς ἀπιστίας βόθρον ἑαυτοῖς | |
5 | ὤρυξαν. «Λάκκον γὰρ ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.»] ηʹ. «Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Προσέθηκας τὰς ἀνομίας | |
10 | ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαί‐ νεσθαι τῷ προσώπῳ σου. Ταύταις ἡμᾶς ταῖς τιμωρίαις ἐξέδωκας, θεασάμενος ἡμᾶς τῶν μὲν σῶν ἀμελήσαντας νόμων, ἀνομίᾳ δὲ προελομένους συζῇν. | |
15 | θʹ. «Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν.» Ἡ ἁμαρτία, φησὶν, ὀργὴν ἐκίνησε καθ’ ἡμῶν, ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν, ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν· ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. | |
20 | ιʹ. «Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.» Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις ἔχει. Δίκην ἀράχνης διασπᾶται ῥᾳδίως. «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη· καὶ τὸ | |
25 | πλεῖον αὐτῶν κόπος καὶ πόνος.» Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· «Αἱ ἡμέ‐ ραι μου σμικραὶ καὶ πονηραὶ, οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου.» Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον, ἀλλ’ ἐκεῖνο | |
30 | ἐπ’ ὀλίγων συμβαίνει. Τὸ δὲ κοινὸν, καὶ ὡς ἐπὶ πλεῖστον κρατοῦν, ἐνταῦθα διδάσκει. Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευτὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω καὶ τῶν σφόδρα γηρώντων τὸ μακρό‐ βιον καταλέλοιπεν. Ἀλλ’ ὅμως, φησὶ, καὶ ὁ βραχὺς | |
35 | οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται· [καθάπερ καὶ τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱε‐ ρουσαλὴμ ὁ τῶν οʹ ἐτῶν χρόνος ὃν ἐδούλευον τοῖς ἀνδραποδίσασιν κατώδυνος καὶ λίαν ὀδυνηρὸς ἐγέ‐ νετο.] «Ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ | |
40 | παιδευθησόμεθα.» Ἰδοὺ γὰρ πόσοις περικλυζόμεθα κακοῖς διὰ τὴν σμικρὰν ὀργήν σου. Πραότητα γὰρ ἐπελθοῦσαν αὐτοῖς τὴν μετρίαν τιμωρίαν ἐκάλεσεν. ιαʹ. «Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, | |
καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;» Ὁ | 1603 | |
80.1605 | δὲ Σύμμαχος οὕτως· Τίς οἶδε τὴν ἰσχὺν τοῦ θυ‐ μοῦ σου, καὶ κατὰ τὸν φόβον σου τὴν ὀργήν σου; Εἰ ἡ μετρία σου, φησὶν, ἀγανάκτησις τοσαύτην ἡμῖν παιδείαν ἐπήγαγε, τίς ἱκανὸς συνιδεῖν τὴν ἀπὸ | |
5 | τῆς ὀργῆς σου τιμωρίαν προσφερομένην; Αἰνίττεται δὲ ὁ λόγος τὴν αἰώνιον κόλασιν. ιβʹ. «Ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.» Ἀπολαῦσαι, φησὶ, τῆς σῆς | |
10 | εὐεργεσίας ἀντιβολῶ, καὶ τῆς σῆς δεξιᾶς ἀριθμεῖν καὶ διηγεῖσθαι τὰ δῶρα, καὶ μιμεῖσθαι τοὺς ὑπὸ τῆς σῆς χάριτος σοφισθέντας, οἳ τοὺς ἄλλους πρὸς τὴν σὴν ποδηγοῦσιν ἐπίγνωσιν. ιγʹ. «Ἐπίστρεψον. Κύριε· ἕως πότε; καὶ παρα‐ | |
15 | κλήθητι ἐπὶ τοὺς δούλους σου.» Μὴ ἐπὶ πλεῖστον, Δέσποτα, παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκε‐ τείαν, καὶ φιλανθρωπίας τοὺς σοὺς ἀξίωσον δούλους. ιδʹ. «Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ ηὐφράνθημεν ἐν πάσαις | |
20 | ταῖς ἡμέραις ἡμῶν.» Ὁ χρόνος ἐνήλλακται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γὰρ Ἀκύλας καὶ οἱ ἄλλοι οὕτως εἰρήκασιν, Ἔμπλησον ἡμᾶς ἐν πρωΐᾳ ἐλέους σου, καὶ αἰνέσομεν, καὶ εὐφραν‐ θησόμεθα ἐν πάσαις ἡμέραις ἡμῶν. Πρωΐαν | |
25 | καὶ ὄρθρον καλοῦσι τῶν συμφορῶν τὴν μεταβο‐ λήν· καὶ ἱκετεύουσιν ἐκεῖνο μὲν σκεδασθῆναι τὸ σκότος, ἀνατεῖλαι δὲ αὐτοῖς φῶς, οὐ διὰ τὴν οἰ‐ κείαν ἀρετὴν, ἀλλὰ διὰ τὸν θεῖον ἔλεον. Τούτου γὰρ, φησὶν, ἐσομένου, πάσης θυμηδίας ἐμφορηθέντες, | |
30 | τὴν προσήκουσαν ὑμνῳδίαν προσοίσομεν. ιεʹ. «Εὐφράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπεί‐ νωσας ἡμᾶς· ἐτῶν, ὧν εἴδομεν κακά.» Καὶ ἐνταῦθα ὁμοίως ὁ χρόνος ἐνήλλακται. Ὁ Σύμμαχος γὰρ καὶ οἱ λοιποὶ, Εὔφρανον ἡμᾶς, εἰρήκασι. Παράσχου, | |
35 | φησὶν, εὐθυμίαν ἀντὶ τῆς ἀθυμίας, καὶ χάρισαι τῆς ἐπικειμένης ἡμῖν δυσκληρίας μεταβολήν. ιϛʹ. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου. Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐχ ὡς γεγενη‐ μένα ταῦτα εἰρήκασιν, ἀλλ’ ὡς ἐσόμενα. Οὐ γὰρ | |
40 | εἶπον, «Εἶδες ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου.» Σὰ γὰρ, φησὶν, ἡμεῖς ποιήματα, καὶ τῆς σῆς ὑπάρχομεν δεσποτείας οἰκέται· διὸ τῆς σῆς προνοίας ἀντιβολοῦμεν τυχεῖν. Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.» Τουτέστι τοὺς δούλους | |
45 | σου· οἵ τε γὰρ ἐν Βαβυλῶνι τὴν ἱκετείαν προσφέ‐ | |
ροντες ἀντιβολοῦσι τὸν Θεὸν τῶν τετελευτηκότων | 1605 | |
80.1608 | αὐτοῦ δούλων ἐπαναγαγεῖν τοὺς υἱοὺς, καὶ ἡ ἀν‐ θρωπεία φύσις ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν πα‐ ρακαλεῖ τοὺς εὑρισκομένους ἀνθρώπους ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ. | |
5 | ιζʹ. «Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς.» [Λαμπρότητα τὴν ἐνανθρώ‐ πησιν τοῦ Θεοῦ Λόγου καλεῖ· τότε γὰρ] καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπέφηνε τῆς θεογνωσίας τὸ φῶς. [Περὶ γὰρ τούτου ὁ τῆς βροντῆς υἱὸς | |
10 | ἔφησε· «Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει.»] Καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. «Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύ‐ θυνον ἐφ’ ἡμᾶς· καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.» Καλὴ τοῦ, ἐφ’ ἡμᾶς, ἡ προσ‐ | |
15 | θήκη. Ἡμέτερον γὰρ τῆς δικαιοσύνης τὸ κέρδος· καὶ ὁ μὲν Θεὸς συνεργεῖ τοῖς τῆς ἀρετῆς ἐρασταῖς, καὶ τὰ ταύτης συγκατορθοῖ, τὸν δὲ τούτων καρπὸν οἱ σπείροντες δρέπονται. Ὁ γὰρ Θεὸς ἀνεν‐ δεής· χαίρει δὲ ὅμως τῇ τῶν ἀνθρώπων εὐκληρίᾳ | |
20 | τε καὶ εὐπραξίᾳ, [ὅτ’ ἂν ὅλους ἑαυτοὺς αὐτῷ θυσίαν προσκομίζωσι· καθάπερ Παῦλος ἐκπαιδεύει· «Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. | |
25 | Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ ϟʹ. ΨΑΛΜΟΥ. «Αἶνος ᾠδῆς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Ἀνεπίγραφος μὲν ὁ ψαλμὸς, διδά‐ σκει δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον. Ὁ γὰρ | |
30 | μακάριος Δαβὶδ πνευματικοῖς ὀφθαλμοῖς τὰ κατὰ τὸν μακάριον Ἐζεκίαν πόῤῥωθεν θεασάμενος, καὶ ἰδὼν ὅπως εἰς Θεὸν ἐλπίσας τὴν Ἀσσυρίων κατέλυσε στρατείαν, τοῦτον εἴρηκε τὸν ψαλμὸν, πάντας διδάσκων ἀνθρώπους, ὅσην ἀγαθῶν ἔχει | |
35 | φορὰν τὸ πεποιθέναι Θεῷ, [ἣν ἕκαστος διὰ ταύ‐ της ποδηγούμενος τῆς ᾠδῆς τὸν ἑαυτοῦ βίον ἀσφα‐ λιζόμενος καὶ τὴν ἑαυτοῦ πεποίθησιν ἔχων πρὸς τὸν Σωτῆρα ἀντιβολεῖ]. αʹ. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν | |
40 | σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.» Ὁ τῇ θείᾳ, φησὶ, κηδεμονίᾳ θαῤῥῶν, τῆς παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ φυλακῆς ἀπολαύσεται, καὶ τοῦτον ἕξει περίβολον ὀχυρὸν, καὶ ἀσφάλειαν ἄσυλον. [Ὅτε δὲ φορέσειε τὸν θυρεὸν τοῦτον καὶ ὑπ’ αὐτοῦ βοη‐ | |
45 | θούμενος ἄτρωτος φυλαχθείη, τότε ἐρεῖ.] βʹ. «Ἐρεῖ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, καὶ | |
καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ | 1607 | |
80.1609 | αὐτόν.» Βεβαίαν γὰρ ἔχων τὴν εἰς αὐτὸν ἐλπίδα, καὶ προστάτην καλέσει, καὶ κηδεμόνα, καὶ περί‐ βολον ἀκατάλυτον. γʹ. «Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευ‐ | |
5 | τῶν, καὶ ἀπὸ λόγου ταραχώδους.» Ἐντεῦθεν λοιπὸν πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύνει λέγων, ὡς οὐ μόνον προ‐ φανῶν αὐτὸν πολεμίων ἀποφαίνει κρείττονα, ἀλλὰ καὶ τῶν ἐνεδρευόντων, καὶ λοχώντων, καὶ | |
10 | λάθρα τυρευόντων τὴν ἐπιβουλήν. Διὰ μὲν γὰρ τῆς παγίδος τὰς λαθραίας ἐπιβουλὰς παρεδή‐ λωσε. Τὸν δὲ ταραχώδη λόγον, ἐπηρείας λόγον ὁ Σύμμαχος εἴρηκε. Τοιοῦτοι δὲ οἱ ψεῦδος καὶ συκο‐ φαντίας ῥάπτοντες. Ἀλλ’ ὅμως καὶ τούτων κρείτ‐ | |
15 | τους ἐγένοντο διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος πολλοί. Οὕτως ὁ μέγας Ἰωσὴφ, μοιχείας ὑπομείνας συ‐ κοφαντίαν, τοὺς ταύτης παγίδας ἀπέφυγεν· οὕτως ἡ θαυμασία Σουσάννα τῆς ἄνωθεν ἐπικου‐ ρίας ἀπήλαυσεν. [Καὶ οὐ μόνον, ἀλλὰ καὶ μέχρι | |
20 | τοῦ παρόντος μυριάδας ἀναριθμήτους καὶ ἠκούσαμεν καὶ ἔγνωμεν σωθείσας.] δʹ. «Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς.» Πρόμαχος γάρ σου γενήσεται, καὶ καλύψει σε πο‐ | |
25 | λεμούμενον. Τέθεικε δὲ τοῦτο ἐκ μεταφορᾶς τῶν πρώτων ἐν πολέμοις ἑστώτων, καὶ τοῖς μεταφρένοις καλυπτόντων τοὺς ὄπισθεν. Πτέρυγας δὲ καλεῖ τῆς Προνοίας τὰς ἐνεργείας. Τέθεικε δὲ τοῦτο τῇ τῶν ὀρνίθων εἰκόνι χρησάμενος· καὶ γὰρ ἐκεῖνοι τοῖς | |
30 | πτεροῖς τοὺς νεοττοὺς συγκαλύπτουσιν. Οὕτως ὁ μακάριος Μωσῆς τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐκάλεσε. Διεφύλαξεν αὐτοὺς, φησὶν, ὡς κόρην ὀφθαλμοῦ, ὡς ἀετὸς, σκεπάσαι νοσσιὰν ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ | |
35 | ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μετα‐ φρένων αὐτοῦ. Τοῦτο καὶ ὁ Δεσπότης πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· «Ποσάκις ἐθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;» εʹ. «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» | |
40 | Ἐπειδὴ λόγου ταραχώδους καὶ ψεύδους ἐμνημό‐ νευσεν ἄνω, εἰκότως ἐνταῦθα ὑπέσχετο πανοπλίαν αὐτοῦ γενέσθαι τὴν ἀλήθειαν. | |
«Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέ‐ | 1609 | |
80.1612 | λους πετομένου ἡμέρας, [ϛʹ] Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.» Οὐ μόνων δὲ τῶν αἰσθη‐ τῶν, ἀλλὰ καὶ τῶν νοητῶν περιγενήσῃ δυσμενῶν | |
5 | διὰ τῆς θείας ἐλπίδος, καὶ διαφεύξῃ καὶ τὰς νύκτωρ ἐπιούσας ἐπιβουλὰς, καὶ τὰς μεθ’ ἡμέραν γενο‐ μένας παρὰ τῶν ἐχθρῶν προσβολὰς, καὶ θάρσος ἔχων, ἅτε δὴ ὑπὸ τοῦ Θεοῦ φρουρούμενος, ἐξελάσεις τὸ δέος, καὶ οὔτε μεσούσης ἡμέρας ἀγωνιάσεις, | |
10 | ἀλλὰ τὰς τῶν δαιμόνων ἐπιβουλὰς διαδράσεις, τῆς ἄνωθεν ἐπικουρίας μεταλαγχάνων. Δαιμόνιον δὲ μεσημβρινὸν κατὰ τὴν παρὰ τοῖς πολλοῖς κατ‐ έχουσαν τέθεικε δόξαν. Εἰκὸς δὲ καὶ τοὺς τῶν ἀν‐ θρώπων ἐπιβούλους, μετὰ τροφὴν καὶ τὸν κόρον, | |
15 | ὡς ἐφ’ ἕτοιμον θήραμα τρέχειν, καὶ τοὺς ἐρήμους τῆς ἄνωθεν κηδεμονίας καταδουλοῦσθαι ῥᾳδίως. ζʹ, ηʹ. «Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς· καὶ μυριὰς ἐκ δεξιῶν σου· πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν | |
20 | ἁμαρτωλῶν ὄψει.» Ἀντὶ τοῦ κλίτους σου, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, ἐκ πλαγίου τεθείκα‐ σιν. Λέγει δὲ, ὅτι Κἂν ἐκ δεξιῶν σου, κἂν ἐξ εὐωνύμων σου, πλῆθος ἄπειρον ἐξέλθῃ, σοὶ μὲν οὐ‐ δεμία προσγίνεται λώβη, ὄψῃ δὲ ἐκείνους θείᾳ κατα‐ | |
25 | βαλλομένους πληγῇ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γε‐ γένηται· ὀκτωκαίδεκα γὰρ μυριάδες, καὶ πέντε χι‐ λιάδες τῶν Ἀσσυρίων κατηκοντίσθησαν πολεμικῶν ὀργάνων χωρίς. Οὕτως ἐπὶ τοῦ Γεδεὼν, οὕτως ἐπὶ τοῦ Ἰωνάθαν, καὶ μέντοι καὶ ἐπὶ τοῦ Ἰωσαφὰτ, | |
30 | καὶ ἐπὶ τοῦ προφήτου Ἐλισσαίου αὐτὸ τοῦτο γεγέ‐ νηται. θʹ. «Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Ταύτης δὲ, φησὶ, τῆς προ‐ μηθείας ἀπολαύσαις, τῇ εἰς Θεὸν ἐλπίδι χρησά‐ | |
35 | μενος, καὶ τοῦτον καταφυγὴν ποιησάμενος. Ἐλ‐ λείπει γὰρ τῇ συνθήκῃ τοῦ λόγου τὸ εἶπας, σὺ, Κύριε, ἡ ἐλπίς μου. Ἰδίωμα γὰρ τοῦτο τῆς προ‐ φητικῆς συγγραφῆς, διαφερόντως δὲ τῶν ψαλμῶν. Ἀλλ’ ὅμως ἡ ἀκολουθία δῆλον ποιεῖ τὸ ἀμφίβολον. | |
40 | Ἐπειδὴ γὰρ, φησὶν, ἐλπίζεις εἰς τὸν Θεὸν, καὶ εἰς ἐπικουρίαν αὐτὸν καλεῖς, τῆς παρ’ αὐτοῦ κηδεμο‐ νίας τυγχάνεις. ιʹ. «Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.» Κρείττων ἔσῃ | |
45 | τῶν διαβολικῶν προσβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ. Οὕτως ἡ θεία χάρις τὴν τοῦ Ἰὼβ περιέφρατ‐ τεν οἰκίαν· καὶ μάρτυς ὁ πολέμιος βοῶν· «Οὐ σὺ | |
περιέφραξας τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τῆς οἰκίας | 1611 | |
80.1613 | αὐτοῦ;» Ἐπειδὴ δὲ συνεχώρησε, κἀκεῖνος τὴν οἰκείαν ἔδειξε πονηρίαν, καὶ ὁ δίκαιος κριτὴς τὸν νικηφόρον ἐστεφάνωσεν ἀθλητήν. ιαʹ. «Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, | |
5 | τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ἠκούσαμεν δὲ καὶ Ἰακὼβ τοῦ πατρι‐ άρχου λέγοντος· «Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ | |
10 | πάντων τῶν κακῶν.» Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰ‐ κέτην παραθαῤῥύνων ἔφη, «Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν.» Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς δι’ ἀγγέλων φρουρεῖ τοὺς | |
15 | εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. ιβʹ. «Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.» Τῆς παντοδαπῆς παρ’ αὐτῶν ἀπολαύσεις προνοίας, ἵνα μηδὲ βραχεῖά σου ποθὲν προσγένηται βλάβη· τὸ σμικρὸν γὰρ τῆς | |
20 | βλάβης, διὰ τοῦ προσπταῖσαι τῷ λίθῳ δεδήλωκε. Τὸ δέ· «Ἐπὶ χειρῶν ἀροῦσί σε,» ἀντὶ τοῦ χειραγωγή‐ σουσι, ποδηγήσουσι, παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν. ιγʹ. «Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ | |
25 | καταπατήσεις λέοντα καὶ δράκοντα.» Τῶν δυνατω‐ τάτων καὶ πικροτάτων ἐμνήσθη θηρίων, τὴν κατὰ παντὸς εἴδους πονηρίας ἐπικράτειαν δηλῶσαι θε‐ λήσας. Διὰ μὲν γὰρ τοῦ λέοντος καὶ τοῦ δράκοντος τὴν ἰσχὺν ἐσήμανε· δυνατὰ γὰρ ταῦτα κομιδῆ τὰ | |
30 | θηρία. Διὰ δὲ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου, τὴν ἄκραν πονηρίαν ᾐνίξατο. Ἡ μὲν γὰρ ἐνίησι θανατη‐ φόρον ἰὸν, ὁ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται. Καὶ αὐτῶν μέντοι τῶν θηρίων κρείττους ἐγένοντο πολ‐ λοὶ πεπιστευκότες Θεῷ. Οὕτως ὁ θαυμάσιος Δα‐ | |
35 | νιὴλ τὰ τῶν λεόντων ἐπέδησε στόματα· οὕτως ὁ θεσπέσιος Παῦλος τὴν ἀπὸ τῆς ἐχίδνης οὐκ ἐδέξατο βλάβην· [καὶ ἵνα συντόμως εἴπω, ἐπὶ τὰ παλαιὰ ἀναδράμωμεν·] οὕτως, ὁ Νῶε, τοῖς θηρίοις συν‐ διαιτώμενος ἀλύμαντος διεσώθη. Οὕτω μυρίοι τὸν | |
40 | ἐρημικὸν ἀσπασάμενοι βίον, καὶ θηρίοις συμβιο‐ τεύοντες διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος τῆς τού‐ των περιγίνονται λύμης. ιδʹ, ιεʹ. «Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐ‐ τόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κε‐ | |
45 | κράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ.» | 1613 |
80.1616 | Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός· Ῥύσομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβού‐ λων, τῇ ἐμῇ ἐλπίδι φραξάμενον· διὰ τοῦτο αὐτὸν | |
5 | φρουρήσω τε καὶ σκεπάσω, καὶ λαλοῦντος ἀκούσο‐ μαι, καὶ τὴν δέησιν δέξομαι. «Μετ’ αὐτοῦ εἰμι ἐν θλίψει.» Κἄν τινι πειρασμῷ περιπέσῃ, συν‐ έσομαι, καὶ τὴν ἀρκοῦσαν προσοίσω παραψυχήν. «Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.» Οὐ | |
10 | μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν λυπηρῶν, ἀλλὰ καὶ περίβλεπτον ἀπεργάσομαι. ιϛʹ. «Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Παρέξω δὲ αὐτῷ καὶ τὸ εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ τὴν ἐσομένην | |
15 | αὐτῷ κατὰ τὸν μέλλοντα βίον σωτηρίαν προδείξω. Τούτων καὶ ὁ μακάριος ἀπήλαυσεν Ἐζεκίας. Προσ‐ θήκην γὰρ αἰτήσας ζωῆς, πέντε καὶ δέκα ἐτῶν ἔλαβεν ἀριθμόν· πολλὴν δὲ καὶ ἐκ τῆς τῶν Ἀσσυ‐ ρίων ἀπωλείας ἐκτήσατο περιφάνειαν· καὶ λίαν αὐ‐ | |
20 | τῷ ἁρμόττει τό· «Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Ἀλλὰ καὶ ἅπαντες οἱ εἰς τὸν Θεὸν ἠλπικότες παντο‐ δαπῶν ἀπολαύσουσιν ἀγαθῶν· ὡς καὶ αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι, καὶ τὰ νῦν ὁρώμενα μαρ‐ | |
25 | τυρεῖ. ΕΡΜΗΝ. ΤΟΥ ϟΑʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ Σαββά‐ του.» Τὸ Σάββατον ἀργίαν ἐνομοθέτει, ἀλλ’ οὐ πᾶσαν ἀργίαν· τὴν γὰρ πνευματικὴν ἐργασίαν | |
30 | πολλαπλασίαν ἐποίει· εὐχαῖς γὰρ καὶ ὕμνοις προσεδρεύειν ἐκέλευσε, καὶ τῷ Θεῷ διπλᾶς ἱε‐ ρεύειν θυσίας· τῶν σωματικῶν τοίνυν πόνων παῦ‐ λαν ἔχειν ὁ περὶ τοῦ Σαββάτου διηγόρευσε νόμος. Ἐπεὶ τοίνυν καὶ ὁ μέλλων βίος τῶν τοιούτων ἐστὶ | |
35 | φροντίδων ἐλεύθερος, εἰκότως κατάπαυσις προσηγό‐ ρευται· διάτοι τοῦτο καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐ‐ | |
τοῦ.» Καὶ πάλιν· «Ἄρα ἀπολείπεται σαββατισμὸς | 1615 | |
80.1617 | τῷ λαῷ τοῦ Θεοῦ.» Ἐπειδὴ τοίνυν ὁ ψαλμὸς τῶν δικαίων τὴν τιμὴν, καὶ τῶν ἀδίκων προλέγει τὴν τιμωρίαν, ἐν ἐκείνῃ δὲ τῇ καταπαύσει ταῦτα γενήσεται, εἰκότως ταύτην ἐδέξατο τὴν ἐπιγραφήν. βʹ, γʹ. «Ἀγαθὸν ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ | |
5 | ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» Ἐπωφελὲς, φησὶ, καὶ κερδαλέον τὸ νύκτωρ καὶ μεθ’ ἡμέραν σὲ τὸν εὐεργέτην ὑμνεῖν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι, τὴν περὶ ἡμᾶς φιλανθρω‐ | |
10 | πίαν, τὴν κατὰ τῶν ἀδικούντων ἀλήθειαν. Ἐκείνους μὲν γὰρ ἀληθείᾳ χρώμενος κολάζεις ἐνδίκως, ἡμᾶς δὲ τὴν σὴν ἐπίγνωσιν ἔχοντας προμηθείας ἀξιοῖς. δʹ. «Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κι‐ θάρᾳ.» Τοιούτοις ὀργάνοις εἰώθασι τὸν Θεὸν ἀν‐ | |
15 | υμνεῖν· λέγει τοίνυν ὅτι, Καὶ ἐν τοῖς νενομισμένοις ἀνακρουομένους ὀργάνοις, καὶ τῇ τῆς γλώττης με‐ λῳδία χρωμένους, δίκαιόν σοι προσφέρειν τὸν χαριστήριον ὕμνον. εʹ. «Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί | |
20 | σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσο‐ μαι.» Ὁρῶν γάρ σου τὰς δημιουργίας, καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀγάλλομαί τε καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. | |
25 | ϛʹ. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ἐβαθύνθησαν οἱ λογισμοί σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Σφόδρα βαθεῖς οἱ διαλογισμοί σου· Ἀκύ‐ λας δὲ καὶ Θεοδοτίων· Ἐβαθύνθησαν. Τὰ μὲν γὰρ ἔργα σου, φησὶ, μεγάλα καὶ θαυμαστά· τὸ γὰρ ὡς | |
30 | ἐπιτατικῶς τέθεικεν· ἡ δὲ σοφία σου ἀνέφικτον ἔχει τὸ βάθος. Ποῖος γὰρ νοῦς ἱκανὸς ἐξετάσαι τῆς σῆς προνοίας τοὺς λόγους; Ἀλλ’ ἡμεῖς μὲν τοῦτο καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν. Οἱ δὲ φρενῶν ἐστερη‐ μένοι, καὶ τὸ λογικὸν ἀπολέσαντες, οὔτε συνιδεῖν | |
35 | ἐθέλουσιν, οὔτε μαθεῖν παρ’ ἑτέρων ἀνέχονται. Ταῦτα γὰρ ἐπιφέρει. ζʹ. «Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.» Διαφόρως ταῦτα εἴρηκεν· ὅτι ὁ τὰς φρένας νοσῶν, καὶ συνέσεως ἔρημος, τού‐ | |
40 | των οὐδὲν γινώσκει, οὔτε μὴν ἀκοῦσαι βούλεταί τι περὶ τούτων. ηʹ. «Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» | |
45 | Τὸ διέκυψαν, ἤνθησαν ὁ Ἀκύλας εἴρηκεν· οὕτω | 1617 |
80.1620 | δὲ καὶ ὁ Σύμμαχος. Οὐκ ἠβουλήθησαν συνιέναι οἱ ἄφρονες, ὅτι ὁμοίως χόρτῳ ἤνθησαν, καὶ χλόῃ παραπλησίως ἀπὸ τῆς γῆς διέκυψαν οἱ τῆς ἀνομίας ἐργάται, καὶ τὸν ὄλεθρον τὸν αἰώνιον μετὰ τὴν | |
5 | παροῦσαν εὐημερίαν κομίσονται. Ζηλωτοὺς δὲ αὐτοὺς, καὶ μακαρίους καλέσαντες ὄψονται συντό‐ μως ἑαυτῶν τὸ τρισάθλιον τέλος. θʹ, ιʹ. «Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου | |
10 | ἀπολοῦνται· καὶ διασκορπισθήσονται πάντες οἱ ἐρ‐ γαζόμενοι τὴν ἀνομίαν.» Ἐκεῖνοι μὲν γὰρ χόρτῳ παραπλησίως μαραίνονταί τε καὶ φθείρονται· σὺ δὲ κατὰ πάντων ἔχεις τὸ κράτος, πάντων ὑπέρτε‐ ρος ὢν, καὶ τιμωρίαις ὑποβάλλων τοὺς παραπληξίᾳ | |
15 | κατεχομένους. ιαʹ. «Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου.» Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι γαυριάσομεν ἐπὶ σοὶ καὶ μεγαφρονήσομεν· ἅτε δὴ τῆς πολυ‐ | |
20 | θέου πλάνης ἀπηλλαγμένοι, καὶ σὲ τὸν ὄντως ὄντα προσκυνοῦντες Θεὸν, [τὸ κέρας τοῦ σταυροῦ ὅπλον κατὰ παθῶν καὶ δαιμόνων δεξάμενοι.] Τὸν γὰρ μο‐ νόκερων πάλιν ἐνταῦθα παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ | |
25 | γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέ‐ ρας, οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυ‐ νοῦσι θεότητα. «Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἡ παλαίωσίς μου, ὡς ἐλαία εὐθαλής. Ἀνθήσω γὰρ, καὶ τὸ | |
30 | γῆρας ἀποθήσομαι, ἐλαίαν τεθηλυῖαν μιμήσομαι, καὶ, κατὰ τοὺς Ἑβδομήκοντα, οἷόν τινι ἐλαίῳ πιαν‐ θήσομαι τῇ θυμηδίᾳ. ιβʹ. «Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου· καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευο‐ | |
35 | μένοις ἀκούσεται τὸ οὖς μου.» Τὸ ἐπεῖδε καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, καὶ αὐτὸς ὁ Ἑβραῖος ἐπόψεται εἴρηκε. Μελλόντων γὰρ προῤῥήσεις τὰ λεγόμενα· ἀλλὰ συνήθως οἱ ἑβδομήκοντα, ὡς γε‐ γενημένα τὰ ἐσόμενα ἡρμήνευσαν· τὸ ἀναντίῤῥητον | |
40 | τῆς προῤῥήσεως καὶ ἐν τούτῳ δηλοῦντες. Ὥσ‐ | 1619 |
80.1621 | περ γὰρ ἀδύνατον τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως ἀδύνατον τὴν τοῦ Πνεύματος πρόῤῥησιν ἀπέ‐ ραντον διαμεῖναι· λέγει τοίνυν, ὅτι Οὐ μόνον ὄψομαι τὼν ἀδίκων τὸ ἐπώδυνον τέλος, ἀλλὰ καὶ ἀκούσομαι | |
5 | πάντων τοῦτο διαγγελλόντων, καὶ θαυμαζόντων τῆς τιμωρίας τὸ δίκαιον. Οὕτω μέν τοι διαιρεῖται· «Καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομέ‐ νοις·» ἐνταῦθα δεῖ ὑποστίξαι, εἶτα ἐπαγαγεῖν, «ἀκούσεται τὸ οὖς μου.» Τῶν παρανομίᾳ συζών‐ | |
10 | των, καὶ μυρία μοι τυρευόντων κακὰ τὸν ὄλεθρον πολλῶν διηγουμένων ἀκούσομαι. ιγʹ. «Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Οἱ μὲν οὖν ἁμαρ‐ τωλοὶ, χόρτῳ παραπλησίως ἀνθήσαντες, συντόμως | |
15 | ἀπέσβησάν τε καὶ διεφθάρησαν· ὁ δὲ δίκαιος τῆς μὲν κέδρου τὸ δασὺ, καὶ θερμὸν, καὶ θρέψιμον, τοῦ δὲ φοίνικος μιμήσεται τὸ ὑψίκομόν τε καὶ κάρπιμον. Διαρκεῖ δὲ ἀμφότερα καὶ ἐπὶ πλεῖστον διαμένοντα χρόνον, χρόνου δὲ καὶ εἰς αὔξησιν δεῖται. Τοιαύτη | |
20 | καὶ ἡ τῆς ἀρετῆς φυτουργία, πόνῳ πολλῷ καὶ χρό‐ νῳ φυομένη, ἀλλ’ εἰς ὕψος αἰρομένη, ὥριμόν τε καὶ ἥδιστον φέρουσα τὸν καρπὸν, καὶ σκέπην ἱκανὴν τῷ κεκτημένῳ παρέχουσα. [Ὡς ἐν θείῳ παρα‐ δείσῳ καταφυτεύεται ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοῦτο | |
25 | γὰρ διὰ τῶν ἑξῆς σαφέστερον λέγει τῷ εἰπεῖν·] ιδʹ. «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου· ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.» Οὗτοι δὲ, φη‐ σὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς δένδροις φυτουρ‐ γὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν | |
30 | θεῖον νεών. ιεʹ, ιϛʹ. «Ἔτι πληθυνθήσονται ἐν γήρει πίο‐ νι, καὶ εὐπαθοῦντες ἔσονται. Τοῦ ἀναγγεῖλαι ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι | |
35 | καρποφορήσουσι γηρῶντες, πίονες καὶ εὐθαλεῖς ἔσονται, ἀπαγγέλλοντες ὅτι ὀρθὸς Κύριος ὁ περιφράσσων με· καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ἐν τῷ μέλλοντι γὰρ βίῳ τὴν ἐπηγγελμένην ἀπο‐ λαμβάνοντες τελειότητα, πλείονά τε καὶ πίονα προσ‐ | |
40 | οίσουσι τῷ Θεῷ τὸν καρπὸν, τὴν δικαίαν αὐτοῦ ψῆφον ὑμνοῦντες. Τὴν γὰρ νῦν κεκρυμμένην οἰκο‐ νομίαν τηνικαῦτα φανερουμένην ὁρῶντες, καὶ τὴν σοφίαν θαυμάσουσι, καὶ τὸ δίκαιον ἀνυμνήσουσι. | |
Γῆρας μέντοι τὴν τελειότητα κέκληκε. Τέλειον γὰρ | 1621 | |
80.1624 | καὶ ἡμεῖς τὸν γεγηρακότα καλοῦμεν, ἀτελῆ δὲ τὸν νέον. Διὰ τοῦ γήρους τοίνυν τὴν μέλλουσαν παρε‐ δήλωσε τελειότητα, ἐν ᾗ φυήσεται πολλαπλάσιος ὁ τῆς δικαιοσύνης καρπὸς, καὶ τοῦ Θεοῦ τὸ δίκαιον | |
5 | δῆλον πᾶσι γενήσεται. ΕΡΜΗΝ. ΤΟΥ ϟΒʹ ΨΑΛΜΟΥ. «Αἶνος ᾠδῆς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Τὸ Ἀνεπίγραφος παρ’ Ἑβραίοις οὐκ ἔστιν ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ’ Εὐσεβίῳ. Τὴν τῶν ἀν‐ | |
10 | θρώπων μεταβολὴν ὁ ψαλμὸς προθεσπίζει. Ὁ Θεὸς γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων. Οὐ γὰρ νῦν μὲν βασιλεύει, νῦν δὲ βασιλείαν οὐκ ἔχει· ἀλλὰ φύσει μέν ἐστιν ἀεὶ βασιλεὺς, οὐκ ἀεὶ δὲ τοῦτο δῆλον τοῖς ἀνθρώποις | |
15 | γεγένηται. Ἐπὶ πλεῖστον γὰρ χρόνον οἱ πλείους αὐτὸν ἀγνοήσαντες, τὴν τῷ Θεῷ προσήκουσαν θε‐ ραπείαν τοῖς εἰδώλοις προσήνεγκαν· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, δί‐ κην φωτὸς εἰς πᾶσαν τὴν οἰκουμένην ἡ θεογνωσία | |
20 | διέδραμεν. [Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό‐ σμον. Διὰ δὴ ταῦτά φησιν ὁ προφητικὸς νοῦς προ‐ θεωρῶν·] αʹ. «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐ | |
25 | δύσατο.» Ἐπειδὴ γὰρ τὸ πάθος σκυθρωπὸν ὤφθη τοῖς τὸν ἐντεῦθεν φυόμενον καρπὸν ἐπισταμένοις, ὡς βοᾷν τὸν προφήτην, «Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ, τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» | |
30 | μετὰ δὲ τὴν [ἐκ Παρθένου γέννησιν καὶ τὸν ἑκού‐ σιον σταυρὸν καὶ τὴν] εἰς οὐρανοὺς ἄνοδον, τὰς θεο‐ πρεπεῖς ἀφῆκεν ἀκτῖνας· εἰκότως ὁ προφήτης βοᾷ, «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Οὐ γὰρ ἃ μὴ εἶχεν ἔλαβεν, ἀλλ’ ἅπερ εἶχεν ὑπέδει‐ | |
35 | ξεν. Οὕτω καὶ πρὸς τὸν οἰκεῖον πατέρα φησὶν, «Πάτερ, δόξασόν με ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι. [Οὐκ ἄδοξος | |
μετὰ τὴν ἐνανθρώπησιν· ἀλλ’ ἵνα μαρτυρηθῇ τὸ οὗ‐ | 1623 | |
80.1625 | τός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.] «Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.» Ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, σαφῶς ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε. | |
5 | Τοιγαροῦν οὐχ ἑτέρωθεν ποθὲν ἐδέξατο δύναμιν, ἣν μὴ πρότερον εἶχεν, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει κατὰ τῶν πολεμίων ἐχρήσατο· σχηματίζει δὲ αὐτὸν ὁ προφητι‐ κὸς λόγος, οἷόν τινα βασιλέα βασιλικὴν πανοπλίαν πε‐ ριβαλλόμενον, καὶ ζώνῃ χρώμενον, καὶ κατὰ τῶν | |
10 | πολεμίων ἀγωνιζόμενον. Εἶτα δείκνυσι τὰ ἐν‐ τεῦθεν γινόμενα κατορθώματα. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἤ τις οὐ σαλευθήσεται.» Ἑδραίαν, φησὶ, τὴν οἰκουμένην ἀπέφηνε, καὶ στεῤῥὰν, τὸ βέβαιον τῆς θείας γνώσεως ἔχουσαν, καὶ τῆς τοῦ | |
15 | ψεύδους πλάνης ἀπηλλαγμένην. Οὐκέτι γὰρ οἱ ἄνθρω‐ ποι, νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσιν, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσφέρουσιν. βʹ. «Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰ‐ | |
20 | ῶνος σὺ εἶ.» Οὐ νῦν, φησὶ, τῆς βασιλείας ἐδέξω χειροτονίαν, ἀλλ’ ἀΐδιον ἔχεις τὸ κράτος, καὶ τὴν βα‐ σιλείαν αἰώνιον· καὶ περὶ μὲν τῆς βασιλείας, καὶ ἐν τῷ μʹ καὶ δʹ ἔφη ψαλμῷ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τὸ δὲ ἀναλλοίωτον αὐ‐ | |
25 | τοῦ, καὶ ἄτρεπτον, ἐν τῷ ραʹ ψαλμῷ, πάλιν ἡμᾶς ἐδίδαξε· «Σὺ γὰρ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. [Εἰ γὰρ καὶ ἄνθρωπος ἐγέ‐ νου, οὐκ ἐνδεὴς τῆς θεότητος, οὐδὲ τοῦ Πατρὸς ἢ τοῦ παναγίου Πνεύματος ἐχωρίσθης· μία γὰρ οὐσία τῆς | |
30 | ἀχράντου Τριάδος· μία βασιλεία, μία κυριότης.] Ἀμφοτέρας μέντοι τὰς μαρτυρίας ὁ μακάριος Παῦλος προσήρμοσε τῷ Δεσπότῃ Χριστῷ. γʹ. «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ πο‐ ταμοὶ φωνὰς αὐτῶν, ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρί‐ | |
35 | ψεις αὐτῶν.» Ποταμοὺς τοὺς ἱεροὺς ἀποστόλους καλεῖ, καὶ τοὺς μετ’ ἐκείνους δεξαμένους τὸ κή‐ ρυγμα. Οὗτοι γὰρ ποταμῶν δίκην ἅπασαν ἀνθρώ‐ ποις τὴν ἀρδείαν προσήνεγκαν. Οὕτως αὐτοὺς καὶ ὁ μακάριος προσηγόρευσεν Ἀββακούμ· «Ποτα‐ | |
40 | μῶν ῥαγήσεται γῆ,» τουτέστι διαιρεθήσεται, καὶ τὴν ἀρδείαν δέξεται. Οὕτω καὶ ὁ Κύριος ἔφη· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Οὗ‐ τοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, | |
45 | τὰ θεῖα κηρύττοντες δόγματα, καὶ τὰς οἰκείας πο‐ ρείας ποιούμενοι. Τρίψεις γὰρ τὰς τρίβους ἐκάλε‐ σεν. Ἐπειδὴ γὰρ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρί‐ | |
βειν τὴν ὑποκειμένην γῆν, καὶ πορείαν ἐργάζεσθαι, | 1625 | |
80.1628 | εἰκότως τρίψιν τῶν ποταμῶν τὴν πορείαν ἐκάλεσεν· οἱ γὰρ πρῶτοι πιστευθέντες τὸ κήρυγμα τὴν ὁδὸν δευτέροις ηὐτρέπισαν, καὶ ἄπονον αὐτοῖς καὶ ἀτα‐ λαίπωρον τὴν διδασκαλίαν ἐπραγματεύσαντο. | |
5 | δʹ. «Ἀπὸ φωνῶν ὑδάτων πολλῶν, θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης.» Καθάπερ τῶν μεγά‐ λων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπε‐ χόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ | |
10 | τῶν ποταμίων ῥευμάτων· οὕτω καὶ τῆς γλυκείας καὶ ποτίμου τῶν ἀποστόλων διδασκαλίας τῇ ἁλμυρᾷ καὶ πικρᾷ τῆς οἰκουμένης θαλάττῃ προσφερομένης, ζάλη τις ἐγένετο, καὶ κύματα ἐπάλληλα διαν‐ ίστατο. Τοῦτο καὶ ὁ μακάριος προείρηκεν Ἀββα‐ | |
15 | κούμ. Εἰρηκὼς γὰρ, «Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε καὶ ὠδινήσουσι λαοὶ,» σκορπίζων ὕδατα πορείας, ἐπήγαγεν· «Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. Τῆς τοιαύτης ἅπασα πόλις ἐπέπληστο ζάλης· αὐτοῦ γάρ ἐστι τοῦ Κυ‐ | |
20 | ρίου φωνὴ, «Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰ‐ κουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυ‐ γατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Ἀλλ’ ἡ μὲν ἀρχὴ τοῦ κηρύγμα‐ | |
25 | τος εἶχε τὴν ζάλην· νῦν δὲ ὁ τῆς θαλάττης δεσπό‐ της ἐπετίμησε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, καὶ ἐγένετο γαλήνη με‐ γάλη. «Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.» Ὁ δὲ Ἀκύ‐ λας οὕτως· Ὑπερμεγέθης ἐν ὕψει Κύριος. Μάλα | |
30 | δὲ ἀκολούθως τοῦτο τοῖς εἰρημένοις προστέθεικε, τοῦ κατορθοῦντος δεικνὺς τὴν ἰσχύν. Ὑπερμεγέθης γάρ ἐστι, καὶ ὕψιστος, καὶ Κύριος, καὶ δύναμιν ἔχων, οὔτε γλώττῃ μετρητὴν, οὔτε διανοίᾳ καταλη‐ πτήν. [Ὑψηλοὺς δὲ καλεῖ τοὺς μεγάλους πα‐ | |
35 | τριάρχας προφήτας τε καὶ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς κατ’ ἐκείνους ἅπαντας.] εʹ. «Τὰ μαρτύριά σου Κύριε, ἐπιστώθησαν σφόδρα.» Ταῦτα δὲ ἅπαντα ἄνωθεν προεθέσπισας, καὶ διὰ τῶν ἁγίων σου προφητῶν προεκήρυξας. Τῇ δὲ | |
40 | μαρτυρίᾳ τῶν πραγμάτων δέδεικται ἀληθῆ· καλὴ δὲ καὶ ἡ τοῦ σφόδρα προσθήκη. Ἀντὶ τοῦ, Οὐδὲ τὸ τυχὸν ἐν ταῖς προῤῥήσεσιν ἔνεστι θεω‐ ρῆσαι ψεῦδος, ἀλλ’ ἀκριβῶς ἅπαντα τὰ νῦν ὁρώμενα προεῤῥήθη. «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, | |
45 | εἰς μακρότητα ἡμερῶν.» Τὸ δὲ πάντων μέγιστόν τε καὶ κάλλιστον τῶν ἀγαθῶν, ὅτι οὐ πρόσκαιρος ἡ τῶν δεδωρημένων ἀπόλαυσις, οὐδὲ χρόνοις τισὶ | |
περιωρισμένη, κατὰ τὴν Ἰουδαίων λατρείαν· ἀλλὰ | 1627 | |
80.1629 | διαρκὴς, καὶ μόνιμος, καὶ αἰώνιος· τῷ νέῳ γάρ σου οἴκῳ ταῦτα πρόσφορά τε καὶ πρέποντα. Οἶκον δὲ τοῦ Θεοῦ τὸν τῶν πιστῶν προσηγόρευσε σύλ‐ λογον ὁ θεσπέσιος Παῦλος, ᾧ τὸν ἁγιασμὸν ἐπιπρέ‐ | |
5 | πειν εἴρηκεν ὁ προφήτης. Προσήκει τοίνυν ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, καθαίρειν μὲν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύμα‐ τος, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· ἵνα ἄξιον τὸν οἶκον τοῦ Θεοῦ κατασκευάσαντες, τὸν | |
10 | αἰώνιον ἔνοικον εἰσδεξώμεθα. ΕΡΜΗΝ. ΤΟΥ ϟΓʹ ΨΑΛΜΟΥ. «Ψαλμὸς τῷ Δαβίδ· τετράδι Σαββάτου· ἀνεπί‐ γραφος παρ’ Ἑβραίοις.» Δῆλον, ὡς τὴν ἐπιγραφὴν ἄλλοι τινὲς τεθείκασι, καὶ οὔτε ὁ προφήτης, οὔτε οἱ | |
15 | τοῦτον ἐξ ἀρχῆς ἑρμηνεύσαντες. Τοῦ δὲ ψαλμοῦ ἡ ὑπόθεσις αὕτη. Πολλοὶ τῶν Ἰουδαίων, καὶ ἄρχοντες καὶ βασιλεῖς, τὴν παρανομίαν ἠγάπησαν, καὶ δικά‐ ζοντες ἀδίκως ἐξῆγον τὴν ψῆφον, καὶ μιαιφονίας ἐτόλμων, δώροις ἀπεμπολοῦντες τῶν ἀθώων τὸ | |
20 | αἷμα. Τούτων δὲ καὶ ὁ μακάριος κατηγόρησεν Ἡσαΐας, «Ἀκούσατε, λέγων· ἄρχοντες Σοδόμων.» Καὶ πάλιν· «Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες.» Οὐ μόνον δὲ | |
25 | κατηγόρησεν, ἀλλὰ καὶ παρῄνεσε· «Κρίνατε ὀρ‐ φανῷ, καὶ δικαιώσατε χήραν.» Ταύτην καὶ ὁ μακάριος Ἀββακοὺμ τὴν κατηγορίαν ἐποιήσατο, καὶ τῷ Θεῷ προσφέρων τὴν ἔντευξιν ἔλεγε· «Ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, | |
30 | καὶ ὡσεὶ ἑρπετὰ μὴ ἔχοντα ἡγούμενον, καὶ κατα‐ φάγεται ὁ ἀσεβὴς τὸν δίκαιον.» Οὕτω καὶ ὁ θαυ‐ μάσιος Ἱερεμίας, καὶ μέντοι καὶ οἱ ἄλλοι προφῆται, τῆς τούτων ἀδικίας διετέλουν κατηγοροῦντες. Ταῦτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ θεῖος | |
35 | Δαβὶδ, τοῦτον ἔγραψε τὸν ψαλμόν· ἵνα διὰ τῆς μελῳδίας, τῆς ἐν τῷ θείῳ ναῷ γινομένης, τὴν ὠφέλειαν οἱ τηνικαῦτα καρπώσωνται· διδάσκει δὲ τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ τὴν ἐντεῦθεν τιμω‐ ρίαν τῶν πονηρίᾳ συζώντων. Σχηματίζει δὲ τὸν | |
40 | ψαλμὸν ἐκ προσώπου τῶν εὐσεβείᾳ συντεθραμμένων, ταῦτα παρ’ ἐκείνων ὑπομενόντων. αʹ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.» Ἀντὶ δὲ τοῦ, ἐπαῤῥησιάσατο, ὁ Ἀκύλας ἐπιφάνηθι εἴρηκεν· οὕτω δὲ καὶ οἱ ἄλλοι | |
45 | ἑρμηνευταί. Σὲ, φησὶν, ἱκετεύω τὸν τῶν ἁπάντων | 1629 |
80.1632 | Θεὸν καὶ Δεσπότην, καὶ τὴν κτίσιν ἰθύνοντα, καὶ τὴν ἀξίαν τιμωρίαν τοῖς ἀδίκοις ἐπάγοντα, ἐπακοῦ‐ σαι, καὶ τὴν ἔντευξιν δέξασθαι. βʹ. «Ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπό‐ | |
5 | δοσιν τοῖς ὑπερηφάνοις.» Δεῖξον ἅπασι τῆς σῆς δεσποτείας τὸ ὑψηλὸν, καὶ κατάλυσον τὴν τῶν ἀλα‐ ζόνων ὀφρὺν, διδάσκων διὰ τῆς πείρας, ὅτι σὺ εἶ τῆς οἰκουμένης κριτής. γʹ, δʹ. «Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε | |
10 | ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται, καὶ λαλήσου‐ σιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Οὐκ ὄλεθρον ὑπομεῖναι τοὺς παρανό‐ μους ἱκετεύει, ἀλλὰ μὴ δυναστεύειν, καὶ τὴν ἐξου‐ σίαν ἐφόδιον ἔχειν εἰς ἀδικίαν. | |
15 | εʹ, ϛʹ. «Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν· καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν.» Πᾶν εἶ‐ δος ἀδικίας, Δέσποτα, παρ’ αὐτῶν τολμᾶται. Ἐπὶ τῇ δυναστείᾳ βρενθύονται, ἀδίκοις δὲ κέχρηνται λόγοις· | |
20 | τὰ πράγματα τῶν λόγων ἐστὶ χαλεπώτερα. Αἱ τῶν ὁμοζύγων ἐστερημέναι, καὶ οἱ πατέρων ἐρημίαν ὀλοφυρόμενοι πρόκεινται τούτοις, ὡς ἕτοιμον θήρα‐ μα. Οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ τοὺς σοὺς νόμους ποθήσαντες πολιτεύεσθαι, τὴν ἄδικον παρ’ | |
25 | αὐτῶν σφαγὴν ὑπομένουσι· Προσηλύτους γὰρ τούτους ὠνόμασε. ζʹ «Καὶ εἶπαν· Οὐκ ὄψεται ἄνθρωπος, οὐδὲ συν‐ ήσει ὁ Θεὸς τοῦ Ἰακώβ.» Αὕτη τῆς ἀσεβείας ἐπί‐ τασις. Ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡγούμενοί | |
30 | σε ἐφορᾷν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρωπείων πραγμάτων· οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὁ Θεὸς Ἰακὼβ, ἀλλ’ εἰς αὔξησιν τῆς κατηγορίας. Πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ καταμαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν | |
35 | πολέμῳ, τὴν ἐν εἰρήνῃ, οὐ δειμαίνουσιν ὡς ἐφορῶντα τὸν τῶν ὅλων Θεόν. Ἐντεῦθεν αὐτοῖς εἰσφέρει συμβου‐ λὴν καὶ παραίνεσιν, [οὐ μόνον δὲ τὸ τηνικαῦτα τοῖς τοιαῦτα νενοσηκόσιν, ἀλλὰ καὶ μέχρι τοῦ νῦν καὶ παντὸς τοῦ βίου κρατοῦσιν.] | |
40 | ηʹ. «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε.» Ὀψέ γ’ οὖν ποτε, ὦ ἀνόητοι, συνιδεῖν ἐθελήσατε, καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύσιν· [ὅτι ἀράχνῃ ἔοικεν ἡ τοῦ παρόντος | |
βίου κατάστασις.] | 1631 | |
80.1633 | θʹ. «Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ,» Σφόδρα συλλογιστι‐ κῶς τὴν διδασκαλίαν προσήνεγκεν. Ὁ ἐκ πηλοῦ γὰρ, φησὶ, τὸν ὀφθαλμὸν διαπλάσας, καὶ τὴν ὀπτι‐ | |
5 | κὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσ‐ αύτως δημιουργήσας, καὶ τὴν ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει, ἀλλὰ ὁ τούτων δημιουργὸς ἐστέρηται τῆς ἐνεργείας ἣν τοῖς ἄλλοις κεχάρισται; | |
10 | ιʹ. «Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;» Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξαντο, μήτε προφητικῆς ἀπολαύει διδασκαλίας, ὑποβάλλει παιδείαις, καὶ τὴν ὑμετέραν οὐκ ἐλέγξει παρανομίαν; «Ὁ διδάσκων ἄνθρωπον γνῶσιν.» Καὶ μὴν τῶν ἀνθρώπων τὴν φύ‐ | |
15 | σιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων, καὶ καθ’ ἑκάστην γιγνομένων ἡμέραν, πλείονα τὴν γνῶσιν ἐργάζεται. ιαʹ. «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀν‐ θρώπων, ὅτι εἰσὶ μάταιοι.» Ἀλλὰ γὰρ οὐ μόνον ὁρᾷ | |
20 | καὶ ἀκούει· ἀλλὰ καὶ τοὺς ἡμετέρους ἐπίσταται λο‐ γισμοὺς, τοὺς ψευδῆ περὶ τῆς αὐτοῦ προνοίας το‐ πάζοντας· οὕτως ἐκείνοις τὴν προσφυῆ ποιησάμε‐ νος θεραπείαν, προσφέρει τοῖς ἀδικουμένοις ἀποχρῶ‐ σαν ψυχαγωγίαν· πιθανωτέραν δὲ αὐτὴν ἐργαζόμενος | |
25 | ποιεῖται τοὺς λόγους. ιβʹ. «Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν.» Πολλοὶ μὲν γὰρ ἀθλίους εἰώθασιν ἀποκαλεῖν τοὺς τὴν εὐσέ‐ βειαν ἀσπαζομένους [καὶ ἀδικίαν ὑφισταμένους· | |
30 | ἐγὼ δὲ αὐτοὺς ζηλωτοὺς καὶ μακαρίους ἀποκαλῶ, παίδευσιν γυμναζομένους,] καὶ τοὺς θείου νόμου καρπουμένους τὴν ὠφέλειαν. ιγʹ. «Τοῦ πραΰναι αὐτὸν ἀφ’ ἡμερῶν πονη‐ ρῶν.» Ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα | |
35 | βίον δεχόμενος, πραότερον ἕξει τὸ μέλλον κριτήριον· ἡμέραν γὰρ πονηρὰν, τὴν αἰώνιον ἐκάλεσε κόλα‐ σιν. «Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.» Οἱ γὰρ τὴν παρανομίαν ἀσπαζόμενοι τῇ διηνεκεῖ τιμω‐ ρίᾳ παραδοθήσονται. Ὥσπερ γὰρ τὸν εἰς βαθὺ | |
40 | ἐμπεσόντα βόθρον ἀναβῆναι τῶν ἀδυνάτων, μηδενὸς ἐπαμύνοντος· οὕτω διαφυγεῖν τὴν αἰώνιον ἀδύνατον κόλασιν, μὴ τῆς θείας τοῦτο βουλομένης φιλανθρω‐ πίας. ιδʹ. «Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ· | |
45 | καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει.» [Κληρονομίαν οὐ τὸν Ἰσραὴλ ὠνόμασε μόνον, ἀλλὰ καὶ τὸν ἐξ ἐθνῶν λαόν· καὶ μάλιστα τοῦ‐ τον. Περὶ μὲν γὰρ ἐκείνου ὁ μακάριος ἔφη Μωϋ‐ σῆς· «Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ | |
80.1633(50) | Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Περὶ δὲ τοῦ νέου λαοῦ, ὃν ὁ ἐκ Θεοῦ Θεὸς τῷ ἑκου‐ | |
σίῳ θανάτῳ περιεποιήσατο, συγκληρονόμους ὀνο‐ | 1633 | |
80.1636 | μάζει ὁ θεῖος Ἀπόστολος· αὐτὸς γὰρ τὴν νέαν δια‐ θήκην καὶ ἀληθινὴν μερίδα ὁρίζεται· οὓς διὰ λου‐ τροῦ παλιγγενεσίας ἀνέπλασεν.] Καὶ κατὰ τὸν παρόντα δὲ βίον τῆς προσηκούσης ἀπολαύσεται | |
5 | προμηθείας ὁ θεῖος λαὸς, ἅτε δὴ κληρονομία καὶ λαὸς αὐτοῦ χρηματίσας. ιεʹ. «Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν;» Ταύτης μέντοι τεύξεται τῆς προνοίας, ἕως ἂν ἡ τοῦ Θεοῦ δικαιοσύνη φανῇ, πάντων ἀνθρώπων ποιουμένη | |
10 | τὴν κρίσιν. Αἰνίττεται δὲ ὁ λόγος τοῦ Θεοῦ καὶ Σω‐ τῆρος ἡμῶν τὴν ἐνανθρώπησιν, καὶ τῶν Ἰουδαίων τὴν ἄρνησιν. Δικαιοσύνην γὰρ αὐτὸν ἐκάλεσε τὸν Δεσπότην Χριστόν. Αὐτὸς γὰρ καὶ Ἥλιος δικαιο‐ σύνης ὠνόμασται, καὶ περὶ αὐτοῦ ἔφη ὁ μακάριος | |
15 | Παῦλος· «Ἐδόθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Τῆς τοῦ Θεοῦ τοίνυν μνημονεύσας προνοίας, καὶ εἰρηκὼς, ὅτι «Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει,» καὶ τὴν ἐσο‐ | |
20 | μένην αὐτῶν προθεασάμενος ἄρνησιν, εἰκότως ἐπή‐ γαγεν, «Ἕως οὗ ἐπιστρέψῃ δικαιοσύνη εἰς κρίσιν.» Ἕως γὰρ ἂν μὴ ἀρνηθῶσι τῆς δικαιοσύνης τὴν ἐπι‐ φάνειαν, τῆς ἄνωθεν τεύξονται προμηθείας. «Καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ» Ὁ δὲ | |
25 | Ἀκύλας καὶ ὁ Θεοδοτίων, Καὶ ὀπίσω αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Τούτῳ γὰρ, φησὶ, τῷ σωτη‐ ρίῳ, ὃ δικαιοσύνην ἐκάλεσεν, ἀκολουθήσουσιν οἱ κα‐ θαρὰν ἀπιστίας διάνοιαν ἔχοντες, καὶ εὐθέσι χρώ‐ μενοι λογισμοῖς. Συμβαίνει δὲ τοῖς εἰρημένοις καὶ | |
30 | τοῦ Κυρίου τὰ ῥήματα. Ἰδὼν γὰρ τὸν Πέτρον καὶ τὸν Ἀνδρέαν βάλλοντας ἀμφίβληστρον εἰς τὴν θά‐ λασσαν, εἶπεν αὐτοῖς· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Καὶ τῷ εἰρηκότι. «Ἐπί‐ τρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου,» εἶπεν | |
35 | ὁ Κύριος. «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκροὺς, σὺ δὲ ἐλθὼν ἀκολούθει μοι.» Ἰουδαίων μὲν οὖν, φησὶ, μέχρι τῆς ἀρνήσεως ποιήσεται πρό‐ νοιαν, τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ ἀκολούθους ἕξει, ἐχομένους αὐτοῦ, καὶ ἀντεχομένους, καὶ κατα‐ | |
40 | λιπεῖν οὐδ’ ὅλως ἀνεχομένους. ιϛʹ. «Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;» Σαφέστερον δὲ ὁ Σύμμαχος· Τίς ἀναστήσεται ὑπὲρ ἐμοῦ πρὸς κακούργους; τίς | |
45 | ἐνστήσεται ὑπὲρ ἐμοῦ πρὸς ἐργαζομένους ἀδι‐ | 1635 |
80.1637 | κίας; Πάσης ἀνθρωπίνης εἰμὶ, φησὶν, ἔρημος βοηθείας, ἀλλ’ ἔχω τὸν μέγαν ἐπίκουρον, τὸν σκε‐ δάσαι ῥᾳδίως δυνάμενον τῶν ἐναντίων τὸ στίφος· Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. | |
5 | ιζʹ. «Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.» Εἰ μὴ γὰρ τῆς παρ’ αὐτοῦ προνοίας ἀπήλαυσα, πάντως ἄν με θα‐ νάτῳ παρέδωκαν. ιηʹ. «Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός | |
10 | σου, Κύριε, ἐβοήθει μοι.» Παραυτίκα γὰρ τὴν σὴν ἐπικαλούμενος πρόνοιαν, καὶ τὴν οἰκείαν διδάσκων ἀσθένειαν, τῆς σῆς φιλανθρωπίας ἀπήλαυον. ιθʹ. «Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυ‐ | |
15 | χήν μου.» Ἀναλογοῦσαν δὲ ταῖς ὀδύναις τὴν παρὰ τῆς σῆς ἀγαθότητος ἐδεχόμην παραψυχήν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· «Καθὼς περισσεύει τὰ πα‐ θήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» Καὶ πάλιν | |
20 | Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι.» κʹ. «Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ | |
25 | πλάσσων κόπον ἐπὶ πρόσταγμα.» Σαφέστερον δὲ ὁ Σύμμαχος· Μὴ συναφθήσεταί σοι θρόνος ἐπη‐ ρείας, ὁ πλάσσων ταλαιπωρίαν κατὰ προστάγμα‐ τος; Οὐκ ἀνέξῃ, φησὶ, κοινωνῆσαι τῆς ἀδικίας τοῖς παρανόμως δικάζουσιν· οἳ ἐναντίαν τοῖς ὑπὸ σοῦ | |
30 | προστεταγμένοις τὴν ψῆφον ἐκφέροντες, τὴν ἐντεῦθεν φυομένην ἐπισπῶνται ταλαιπωρίαν. «Θρόνον γὰρ ἐπηρείας καὶ ἀνομίας» τοὺς ἀδίκους ἐκάλεσε δι‐ καστὰς, οἳ κόπον καὶ ταλαιπωρίαν δρέπονται τῆς ἀδικίας καρπόν. | |
35 | καʹ. «Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται.» Ἔργον γὰρ τοῖς παρανό‐ μοις τούτοις δικασταῖς, πάσῃ μηχανῇ κατὰ τῶν δι‐ καίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀναιτίων καταψηφίζεσθαι θάνατον, [καὶ τὰς ἄλλας τιμω‐ | |
40 | ρίας· δημεύσεις λέγω καὶ ἐξορίας, καὶ τὰ ὅμοια τούτοις.] κβʹ. «Καὶ ἐγένετό μοι Κύριος καταφυγή· καὶ | |
ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου.» Ἐγὼ δὲ τῆς | 1637 | |
80.1640 | παρὰ τοῦ Δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔσχον περίβολον ἰσχυρόν. κγʹ. «Καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ | |
5 | αὐτοὺς Κύριος ὁ Θεός.» Ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρποὺς, καὶ τῆς πονηρίας ἄξια τὰ ἐπίχειρα δέξονται. Ταῦτα οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐγράφη. Πάντων γὰρ ἀνθρώπων ὁ τῶν ὅλων Θεὸς προμηθούμενος, | |
10 | πᾶσι τὴν πρόσφορον προσφέρει θεραπείαν. ΕΡΜΗΝ. ΤΟΥ ϟΔʹ ΨΑΛΜΟΥ. «Αἶνος ᾠδῆς τῷ Δαβίδ.» Ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ἰωσίας ὁ βασιλεὺς κομιδῇ γέγονεν εὐ‐ σεβής. Οὗτος θεασάμενος τοῦ λαοῦ τὸ πλεῖστον τὴν | |
15 | τῶν εἰδώλων ἀσπασάμενον θεραπείαν, προσέταξε μὲν ἅπαντας κατασφαγῆναι τῶν εἰδώλων τοὺς ἱερέας, τοὺς δὲ τούτων βωμοὺς ἐκ βάθρων ἀνασπασθῆναι· τῶν δὲ τετελευτηκότων ἱερέων ἀνορύξας τοὺς τά‐ φους, τὰ τούτων ὀστᾶ κατέκαυσεν ἐν αὐτοῖς τοῖς | |
20 | τῶν δαιμόνων βωμοῖς. Εἶτα τὸν λαὸν ἅπαντα συν‐ αθροίσας, μεταμελείᾳ χρήσασθαι παραινεῖ, καὶ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τούτῳ διαφυγεῖν τῷ τρόπῳ τὴν ἠπειλημένην πανωλεθρίαν. Ὀλδὰ γὰρ ἡ προφῆτις δεινὰ καὶ χαλεπὰ παντὶ προεθέσπισε τῷ λαῷ. Ταῦτα | |
25 | τοίνυν πόῤῥωθεν ὁ μακάριος Δαβὶδ τοῖς προφητικοῖς ὀφθαλμοῖς προϊδὼν, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ εἰς ἐκείνων ὠφέλειαν, καὶ διδασκαλίαν πάντων ἀνθρώπων. Ἐσχημάτισται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τοῦ Ἰωσίου, καὶ τῶν τοῦ Θεοῦ ἱερέων. | |
30 | αʹ. «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξω‐ μεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Χορευόντων ἐστὶ τὸ προοίμιον, καὶ ἡδομένων ἐπὶ τῇ τῆς ἀσεβείας ἀπαλλαγῇ. Κοινῇ, φησὶ, τῷ Θεῷ τὸν ἐπινίκιον ἀναπέμψωμεν ὕμνον. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων | |
35 | ἐστὶ φωνή. Ἐνίκησε δὲ τῶν εὐσεβῶν ὁ χορὸς τὸ στί‐ φος τῶν δυσσεβῶν. Εἰκότως τοίνυν τὴν ἐπινίκιον ᾠδὴν προσφέρουσι τῷ Θεῷ· [καὶ μάλιστα ὁ τῶν ἀποστόλων καὶ μαρτύρων χορός. Ἄλλως δ’ ἂν νοή‐ σειαν καὶ ἅπαντες οἱ κατ’ αὐτούς· «Δεῦτε, ἀγαλλια‐ | |
40 | σώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν,» τῷ τὴν ἡμετέραν σωτηρίαν διὰ παθημάτων πραγματευσαμένῳ· ἵνα πάντας ἡμᾶς ἀπαθείας ἀξιώσειε· τῷ ἑλομένῳ κατελθεῖν μέχρι τοῦ ᾅδου ἵνα ἡμᾶς εἰς τοὺς οὐρανοὺς ἀναγάγῃ.] | |
45 | βʹ. «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο‐ λογήσει· καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.» Πρὸ τοῦ καιροῦ τῆς τιμωρίας τῇ μεταμελείᾳ χρησώ‐ | |
μεθα, καὶ πρὶν τὴν καθ’ ἡμῶν ἐξενεχθῆναι ψῆφον, | 1639 | |
80.1641 | τὸν Δεσπότην ἐκμειλιξώμεθα· προσενέγκωμεν δὲ αὐτῷ καὶ τὴν πρέπουσαν ὑμνῳδίαν. Εἶτα διδάσκει τοῦ Θεοῦ τὴν νίκην, καὶ τῶν εἰδώλων τὴν ἧτταν. γʹ. «Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας | |
5 | ἐπὶ πᾶσαν τὴν γῆν.» Ἄῤῥητος γὰρ ἡ τοῦ ἡμετέρου Δεσπότου δύναμις. Οὗτος Θεὸς ἀληθὴς, οὗτος κατὰ πάντων ἔχει τὸ κράτος, καὶ τὴν ψευδῆ προσηγορίαν ἐλέγχει τῶν καλουμένων θεῶν. Εἶτα ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς θείας δυνάμεως τὰ τεκμήρια | |
10 | δείκνυσιν. δʹ, εʹ. «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν. Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Πάντων ἐστὶ ποιη‐ | |
15 | τὴς, πάντων Δεσπότης, αὐτὸς τὰ πάντα κυβερνᾷ· ἐν τῇ χειρὶ περιέχει τὴν κτίσιν, τὴν ὑγρὰν οὐσίαν, καὶ τὴν ξηρὰν αὐτὸς ἐδημιούργησε λόγῳ· αὐτοῦ εἰσι καὶ τῶν ὀρέων αἱ κορυφαὶ, κἂν μυριάκις οἱ δαίμονες πείθωσι τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἐν τούτοις αὐ‐ | |
20 | τοῖς τὰ τεμένη πηγνύναι. ϛʹ. «Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ, κλαύσωμεν ἐναντίον [Κυρίου] τοῦ ποιή‐ σαντος ἡμᾶς.» Συνδράμωμεν τοίνυν προθύμως, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκωμεν σέβας, καὶ ὀλο‐ | |
25 | φυρόμενοι, καὶ δακρύοντες, τὸν ἔλεον ἐξαιτήσωμεν· αὐτὸς γὰρ ἡμῶν καὶ Ποιητὴς καὶ Δεσπότης. Διδάσκει δὲ καὶ ἡ ἱστορία καὶ τοῦ Ἰωσίου, καὶ τοῦ λαοῦ τὰ δάκρυα, ἃ μετὰ τὴν ἀνάγνωσιν τοῦ Δευτερονομίου προέχεαν. | |
30 | ζʹ. «Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. «Καὶ φύσει Δεσπότης ἡμῶν ἐστι, καὶ διαφερόντως ἡμῶν ὑπάρχει Θεός. Λαὸν γὰρ ἡμᾶς οἰκεῖον καλεῖ, καὶ ὡς οἰκείοις προβάτοις προσφέρει τὴν ἐπιμέλειαν. [Λέ‐ | |
35 | γει δὲ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποι‐ μὴν ὁ καλὸς, καὶ τὴν ψυχὴν τίθημι ὑπὲρ τῶν προ‐ βάτων,» καὶ τὰ ἑξῆς.] Εἶτα λοιπὸν ἀπειλοῦσι τοῖς | |
40 | μὴ πειθομένοις τὴν τιμωρίαν, καὶ τῇ τῶν πατέρων δεδιττόμενοι μνήμῃ, καὶ διὰ τῆς ἐκείνης κατηγο‐ ρίας τὴν ὠφέλειαν πραγματευόμενοι. ηʹ, θʹ. «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Ὡς ἐν τῷ παρα‐ | |
45 | πικρασμῷ.» Ἐπειδὴ τὴν προτέραν ὑμῶν ἀσέβειαν διὰ τὴν οἰκείαν φιλανθρωπίαν ὁ Δεσπότης παρεῖδε, νῦν γοῦν αὐτοῦ παραινοῦντος ἀκούσατε, καὶ τὴν σω‐ τήριον διδασκαλίαν προσφέροντος, καὶ μὴ μιμήση‐ | |
σθε τῶν πατέρων τὴν ἀτέρμονα καὶ ἀντίτυπον | 1641 | |
80.1644 | γνώμην. Παραπικρασμὸν γὰρ κέκληκε τὴν ἐν τῇ ἐρήμῳ πολλάκις γεγενημένην ἀντιλογίαν. Οὕτω καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀν‐ | |
5 | ύδρῳ.» Ἔδειξε δὲ καὶ τὸ τῆς γνώμης αὐθαίρετον. Οὐ γὰρ ἁπλῶς εἶπε· Μὴ σκληρυνθῆτε, ἀλλὰ «Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,» διδάσκων ὡς αὐτοί εἰσι τῆς τοιαύτης καρδίας δημιουργοί· εἶτα σαφέστερον τῆς τῶν πατέρων ἀπειθείας ἀναμιμνή‐ | |
10 | σκει. «Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ. οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου. [ιʹ] Τεσσαράκοντα ἔτη.» Ἐπειδὴ γὰρ εἰς τὴν ἐπηγγελμένην εἰσελθεῖν οὐκ | |
15 | ἠβουλήθησαν γῆν, [ἀλλ’ ἀντεῖπον κελεύοντι τῷ Θεῷ,] δέος ἄλογον προβαλλόμενοι, καὶ δειλίαν φά‐ σκοντες, ὡς αὐτοὶ μὲν ἀναιρεθήσονται, δορυάλωτα δὲ τὰ παιδία γενηθήσεται, τὸν τεσσαρακοντούτην αὐτοὺς ἐν τῇ ἐρήμῳ διαγαγεῖν παρεσκεύασε χρό‐ | |
20 | νον, ἕως αὐτοὶ κατηναλώθησαν. «Προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ.» Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ Προσώχθισα, Δυσηρεστήθην εἰρήκασι· τούτου, φη‐ σὶν, ἕνεκα τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦ‐ | |
25 | φον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών. ιαʹ. «Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Οἱ δὲ ταῖς ὠμοσμέναις ἀπει‐ λαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μεταμελείᾳ | |
30 | λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν. Οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς. Τὴν γῆν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγό‐ ρευσεν, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς ἀνάπαυσιν, Ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ μεταβάσεις ὁδοιποροῦν‐ | |
35 | τες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης, ἐν ᾗ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγ‐ γελίας, καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν. | |
40 | Ὁδοὺς δὲ Θεοῦ τὰς οἰκονομίας ἐκάλεσεν. ΕΡΜΗΝ. ΤΟΥ ϟΕʹ. ΨΑΛΜΟΥ. «ᾨδὴ τῷ Δαβὶδ, ὅτε ὁ οἶκος ᾠκοδόμηται μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Οὐδὲ ταύτην ὁ μακάριος Δαβὶδ ἔγραψε τὴν ἐπιγρα‐ | |
45 | φὴν, οὔτε μὴν οἱ ἐξ ἀρχῆς τὴν προφητείαν ἡρμη‐ νευκότες· ἄλλος δέ τις ὡς ἔοικεν τὴν ἐξ ἐπιπολῆς διάνοιαν τοῦ ψαλμοῦ κατιδὼν, ταύτην τέθεικε τὴν | |
ἐπιγραφήν· ἁρμόττει δὲ καὶ τοῖς ἐκ Βαβυλῶνος | 1643 | |
80.1645 | ἐπανελθοῦσι, καὶ τὸν θεῖον δειμαμένοις νεὼν ἡ τοῦ γράμματος ἐπιφάνεια· ἐπειδήπερ ἐν αὐτοῖς ἐσκια‐ γραφήθη πάντων ἀνθρώπων ἡ σωτηρία. Προθεσπί‐ ζει δὲ ὅμως ἡ προφητεία καὶ τὴν προτέραν, καὶ τὴν | |
5 | δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὴν ἐσομένην κρίσιν, καὶ τὴν παρασχεθεῖσαν ἤδη τοῖς ἔθνεσι σωτηρίαν. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.» Ἐπὶ καινοῖς γὰρ πράγμασι, καινῆς χρεία καὶ τῆς ὑμνῳδίας. | |
10 | «ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.» Πῶς ταῦτα Ἰουδαίοις ἁρμόττει παρὰ πάντων πολεμουμένοις ἀνθρώπων; Οὐ γὰρ ἥσθησαν οἱ τὴν ἐκείνων ἰδόντες ἐλευθερίαν· ἀλλὰ τοὐναντίον ἠχθέσθησαν, καὶ παντοδαποῖς αὐτοὺς κακοῖς περιβαλεῖν ἐπειράθησαν. Ὁ δὲ προφητικὸς | |
15 | λόγος πᾶσαν τὴν οἰκουμένην εἰς χορείαν καλεῖ. βʹ. «ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐ‐ τοῦ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αἰτοῦ.» Καθ’ ἑκάστην, φησὶν, ἡμέραν ἐξηγεῖσθε τὴν γεγενημένην εὐεργεσίαν. Εἶτα διδάσκει καί τισι | |
20 | χρὴ προσενεγκεῖν τὴν τοιαύτην ὑφήγησιν. γʹ. «Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· ἐν πᾶσι λαοῖς τὰ θαυμάσια αὐτοῦ.» Πᾶν γένος ἀνθρώπων τῆς τοιαύτης διδασκαλίας ἀπολαυέτω, καὶ τὰς θείας μανθανέτω θαυματουργίας. | |
25 | δʹ. Ὅτι μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα· φο‐ βερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.» Ἄῤῥητον γὰρ ἔχει τὸ μέγεθος τῶν ὅλων ὁ Κύριος, καὶ κατὰ τῶν ψευδωνύμων θεῶν τὴν οἰκείαν ἔδειξε δύναμιν, καὶ τὴν ἐκείνων ἀπάτην ἐξήλεγξε. Τοῦτο γὰρ διὰ | |
30 | τῶν ἐπαγομένων ἐδήλωσεν. εʹ. «Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.» [Περὶ γὰρ αὐτοῦ καὶ ὁ μακάριος Παῦλος φάσκει· «Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.»] | |
35 | Οἱ μὲν γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πο‐ νηροί· ὁ δὲ ἡμέτερος τῶν οὐρανῶν ποιητὴς ἀπ‐ εφάνθη. [Ἐπὶ γὰρ τοῦ ἑκουσίου πάθους οὐ μόνον ἥλιος ἐσκοτίσθη καὶ πέτραι διεῤῥάγησαν, καὶ τὸ τοῦ ναοῦ καταπέτασμα κατεσχίζετο· ἀλλὰ καὶ οἱ τῶν | |
40 | οὐρανῶν δυνάμεις ἐσαλεύοντο, καὶ συντόμως εἰπεῖν τὸ πᾶν ἀνυπαρξίαν ἠπείλει βλέπον τὸν φέροντα τὰ πάντα ἐπὶ σταυροῦ κρεμάμενον.] ϛʹ. «Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐ‐ τοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι | |
45 | αὐτοῦ.» Καὶ γὰρ ἀνθρωπείαν φύσιν ἀναλαβὼν, καὶ διὰ ταύτης τοῖς ἀνθρώποις ἐπιφανεὶς, τὰς τῆς | |
οἰκείας μεγαλοπρεπείας ἐκπέμπει μαρμαρυγὰς, | 1645 | |
80.1648 | καὶ πάντας εἰς προσκύνησιν ἕλκει· Ἁγίασμα γὰρ αὐτοῦ τὸν ναὸν προσηγόρευσεν, ὃν ἀνείληφε. Τῆς δὲ ὡραιότητος ἐμνημόνευσεν ἤδη καὶ ἐν τῷ μδʹ ψαλμῷ· «Ὡραῖος γὰρ ἔφη κάλλει παρὰ τοὺς | |
5 | υἱοὺς τῶν ἀνθρώπων.» ζʹ, ηʹ. «Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθ‐ νῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ.» Προσ‐ δράμετε τοίνυν ἅπαντες ἄνθρωποι τῷ σῶσαι | |
10 | βουλομένῳ Δεσπότῃ, καὶ τὸ προσῆκον αὐτῷ προσ‐ ενέγκαντες σέβας, καὶ τὸν εὐεργέτην τοῖς τοῦ σώ‐ ματος ὀφθαλμοῖς οὐχ ὁρῶντες, τῷ ὀνόματι αὐτοῦ τὴν ὑμνῳδίαν προσοίσατε. «Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐ‐ | |
15 | λὰς αὐτοῦ. [θʹ] Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·» Θυσίας λέγει τὰς λογικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὸ τῶν ἱερέων προσφερομένας καὶ ἱερουργουμένας. Καὶ τῶν αὐλῶν δὲ τὸ πλῆθος τὰς ἐκκλησίας δηλοῖ. Ἄλλως τε οὐδὲ Ἰουδαίοις τοῦτο | |
20 | προσέταξεν, ἵνα τις τὰς νομικὰς ὑποπτεύσῃ θυ‐ σίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, αἳ τὰς τῆς καινῆς διαθήκης θυσίας ἐν ταῖς ἐκκλησίαις προσ‐ φέρουσι. Περὶ τούτων καὶ δι’ ἑτέρου προφήτου προηγόρευσεν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμε‐ | |
25 | νος· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ τὸ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» —«Σαλευθήτω | |
30 | ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.» ὁ δὲ Ἀκύλας, Ὠδινήσατε ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Οὕτω δὴ καὶ ὁ Σύμμαχος. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθεῖσι, «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ | |
35 | ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος παρακελεύεται τοῖς ἔθνεσι δεξαμένοις τὰ σωτήρια σπέρματα, ὠδινῆσαι καὶ τεκεῖν τὴν εὐσέβειαν, καὶ σαλευθῆναι μὲν ἀπὸ τῆς προτέρας στάσεως, ἐν | |
40 | δὲ τοῖς θείοις ἐρεισθῆναί τε καὶ παγῆναι νόμοις. ιʹ. «Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασί‐ λευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Κηρύξατε τοίνυν τοῦ | |
Θεοῦ τῶν ὅλων τὴν βασιλείαν· ἢ τὴν οἰκουμένην | 1647 | |
80.1649 | πλανωμένην μετέβαλε, καὶ τῇδε κἀκεῖσε φερο‐ μένην βεβαίαν ἀπέφηνεν. Οὕτω δὲ καὶ ὁ Σύμμα‐ χος, Κύριος ἐβασίλευσε, καὶ ἔδρασε τὴν οἰκου‐ μένην ἀπερίτρεπτον. Δῆλον μέντοι, ὡς αἰώ‐ | |
5 | νιος ἡ τοῦ Θεοῦ βασιλεία· ἐδείχθη δὲ τηνικαῦτα διὰ τῆς τῶν πραγμάτων μεταβολῆς. «Κρινεῖ λαοὺς εὐ‐ θύτητι.» Ἐπειδὴ βασιλέα τὸν Θεὸν ἔδειξεν, εἰκότως καὶ κρίσεως μέμνηται, τὸ εὐθὲς ταύτης ἀνακηρύτ‐ των, καὶ δίκαιον. | |
10 | ιαʹ. «Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιά‐ σθω ἡ γῆ.» Πᾶσα, φησὶν, ἡ κτίσις κοινωνείτω τοῖς ἀνθρώποις τῆς εὐφροσύνης, καὶ τὰ οὐράνια, καὶ τὰ ἐπίγεια θυμηδίας ἐμφορηθήτω. Εἰ γὰρ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, μεί‐ | |
15 | ζονα δήπουθεν ἔχουσιν εὐφροσύνην ἐπὶ τῇ πάντων ἀνθρώπων μεταβολῇ. «Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς.» Ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος οὕτως· Ἠχήσει ἡ θάλασσα σὺν πλη‐ ρώματι αὐτῆς. Ἅπας γὰρ τῶν ἀνθρώπων ὁ βίος, | |
20 | ὁ τὴν θαλαττίαν μιμούμενος ζάλην, τῶν θείων κη‐ ρυγμάτων δέξεται τὴν ἠχήν. Προλέγει δὲ κατὰ ταυ‐ τὸν, καὶ τὰς γεγενημένας τῶν ἀπίστων ἐπαναστά‐ σεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέ‐ ροις ψαλμοῖς ἀπεδείξαμεν. | |
25 | ιβʹ. «Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐ‐ τοῖς.» Ὁ δὲ Σύμμαχος οὕτως· Γαυριάσει ἀγρὸς, καὶ πάντα τὰ ἐν αὐτῷ Ἑρμηνεύων δὲ καὶ ὁ Κύριος τὴν τῶν ζιζανίων παραβολὴν, ἀγρὸν τὸν κόσμον ὠνόμασε· λέγει τοίνυν, ὅτι ἅπαντα χαρᾶς | |
30 | καὶ θυμηδίας πλησθήσονται. «Τότε ἀγαλλιάσεται πάντα τὰ ξύλα τοῦ δρυμοῦ.» Ὁ δὲ Ἀκύλας· Τότε αἰνέσουσι πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Ἐκεῖνα διαφερόντως τῷ Θεῷ προξενήσει τὸν ὕμνον. Ἐξ αὐ‐ τῶν γὰρ τὸ σωτήριον ξύλον, ἐν ᾧ τοῦ Σωτῆρος | |
35 | προσηλώθη τὸ σῶμα, δι’ οὗ τοῖς ἀνθρώποις ἀνα‐ βλαστάνει τὰ ἀγαθά. Εἰδέναι μέντοι προσήκει, ὡς προσωποποιΐᾳ ὁ προφητικὸς ἐχρήσατο λόγος. Οὔτε γὰρ οὐρανὸς, οὔτε γῆ, οὔτε θάλασσα, οὔτε πεδία, οὔτε τὰ ξύλα, λογικά τε καὶ ἔμψυχα, ἀλλ’ οἱ ἐν τού‐ | |
40 | τοις ὄντες τὴν ὑμνῳδίαν τῷ Θεῷ προσφέρουσι. Τὴν γὰρ θάλασσαν οἰκοῦσιν οἱ νησιῶται, τὴν δὲ γῆν ἠπειρῶται, τὸν δὲ οὐρανὸν ἄγγελοι. Οἱ δὲ τοὺς δρυμοὺς ὁρῶντες τῆς τῶν εἰδώλων θεραπείας ἀπηλ‐ λαγμένους, τῷ Θεῷ τὸν ὕμνον προσφέρουσιν· οὕ‐ | |
45 | τω καὶ τῶν υἱῶν Ἰσραὴλ τὴν ἐξ Αἰγύπτου πορείαν διδάσκων ὁ Προφήτης, τῇ προσωποποιΐᾳ πάλιν ἐχρή‐ | |
σατο· «Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδά‐ | 1649 | |
80.1652 | νης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Καὶ προσ‐ φέρει τὴν πεῦσιν, καὶ τὴν ἀπόκρισιν δέχεται, τῶν σεσωσμένων τὴν εὐθυμίαν διὰ τούτων δηλῶν. | |
5 | ιγʹ. «Ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Καλῶς τὰ δύο τέθεικε, «Καὶ ὅτι ἥκει, καὶ ὅτι ἔρχεται·» ἡ πρώτη μὲν γὰρ ἐπιφάνεια δέδωκε τοῖς ἀνθρώποις τὴν θείαν ἐπί‐ γνωσιν· ἡ δὲ δευτέρα ποιήσεται τὴν τῶν πραγμάτων | |
10 | διάκρισιν. «Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὑτοῦ.» Τότε γὰρ, φησὶ, τότε τὴν δικαίαν κρίσιν ποιήσεται, οὐκ ἔτι τῇ προ‐ τέρᾳ μακροθυμίᾳ χρώμενος, ἀλλὰ τὴν τῶν πραγμά‐ των ἐξετάζων ἀλήθειαν, καὶ ὀρθὴν ἐκφέρων κατὰ | |
15 | πάντων τὴν ψῆφον. ΕΡΜΗΝ. ΤΟΥ ϟϛʹ ΨΑΛΜΟΥ. «Τῷ Δαβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίστατο. Ἀν‐ επίγραφος παρ’ Ἑβραίοις.» Ὡμολόγησε καὶ ὁ ταύτην τεθεικὼς τὴν ἐπιγραφὴν, μὴ εὑρηκέναι αὐ‐ | |
20 | τὴν παρ’ Ἑβραίοις, ἀλλ’ αὐτὸς τεθεικέναι. Οὐκοῦν οὐδὲ αὐτὴ ἡ προφητική· οὐδὲ γὰρ ἁρμόττει τῇ τοῦ ψαλμοῦ διανοίᾳ· ἁπάσης γὰρ τῆς γῆς, ἀλλ’ οὐ τῆς Ἰουδαϊκῆς μόνης, τὴν κατάστασιν ὁ προφήτης λέ‐ γει. Εἰκὸς δὲ καὶ τὸν τὴν ἐπιγραφὴν ἐπιτεθεικότα | |
25 | τοῦ προφήτου νοῆσαι γῆν πᾶσαν τὴν οἰκουμένην, ὡς τῇ τούτου μελῳδίᾳ πάντων χρησαμένων ἀνθρώ‐ πων. Προθεσπίζει δὲ ὅμως ὁ ψαλμὸς καὶ τὴν προτέ‐ ραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν τὴν θεογνωσίαν, καὶ τὸ | |
30 | μέλλον κριτήριον. αʹ. «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.» Διὰ τούτων τὴν προ‐ τέραν τοῦ Σωτῆρος ἐπιφάνειαν προλέγει. Οὗ δὴ χά‐ ριν, καὶ ἠπειρώτας, καὶ νησιώτας εἰς χορείαν δι‐ | |
35 | ήγειρεν καὶ θυμηδίαν. Καὶ τοῦτοι γὰρ κἀκεῖνοι τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγούμενοι γάννυνται. Βασιλεῦσαι δὲ τὸν Κύριον ἔφη, οὐχ ὡς τὸ τηνι‐ καῦτα τὴν βασιλείαν δεξάμενον, ἀλλ’ ὡς τότε τοῖς ἀνθρώποις τὴν οἰκείαν δείξαντα βασιλείαν. Καὶ ἵνα | |
40 | μὴ ταυτολογῶμεν, τοῖς ἤδη παρ’ ἡμῶν ἑρμηνευ‐ θεῖσιν ἐντυχεῖν παρακαλοῦμεν τοὺς τοῦτο μαθεῖν ἀκριβέστερον βουλομένους. βʹ. «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ· δικαιο‐ σύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.» | |
45 | Διὰ τοῦ γνόφου, καὶ τῆς νεφέλης, τὸ ἀθέατον τῆς θείας ἐδίδαξε φύσεως· ὥσπερ γὰρ καὶ τὸν νεφέλῃ τινὶ, καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατ‐ ιδεῖν· οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρα‐ | |
τον φύσιν. Ἀναμιμνήσκει δὲ ὅμως, ὡς αὐτός | 1651 | |
80.1653 | ἐστιν ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν· καὶ διδάσκει, ὅτι εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ’ οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεω‐ | |
5 | ρῆσαι. Δικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι· ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσεν. γʹ. «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλο‐ | |
10 | γιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.» Ταῦτα τῆς δευτέ‐ ρας ἐπιφανείας τὰ θεσπίσματα. Ταῦτα καὶ ὁ θεῖος ἐθεάσατο Δανιήλ· «Ὁ θρόνος αὐτοῦ, φησὶ, φλὸξ πυ‐ ρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς ἐκπορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χι‐ | |
15 | λιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρ‐ ειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» δʹ. «Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ.» Δύο τοῦ πυρὸς αἱ ἐνέργειαι· οὐ γὰρ μόνον τὸ καίειν, | |
20 | ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει. Ἀλλὰ τῆς μὲν ὁ τῶν ἁγίων ἀπολαύει χορὸς, θατέρας δὲ οἱ παρανομίᾳ συ‐ ζήσαντες. Ἀστραπῇ δὲ αὑτοῦ τὴν παρουσίαν καὶ ὁ Δεσπότης ἀπείκασεν. Ἔφη δὲ οὕτω· «Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαί‐ | |
25 | νεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.» «Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ.» Τίς γὰρ οὐ δειμαίνει τὸ φοβερὸν ἐκεῖνο δικαστή‐ ριον; εʹ. «Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου | |
30 | Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.» Οὐ μόνοι γὰρ οἱ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτοὶ οἱ δυνα‐ στεύοντες καὶ βασιλεύοντες, κηροῦ δίκην πυρὶ πε‐ λάζοντος, τῷ φόβῳ διαλυθήσονται. Ὅσῳ γὰρ πλειό‐ νων πραγμάτων οἰκονομίαν ἐνεχειρίσθησαν, τοσού‐ | |
35 | τῳ πλείοσιν εὐθύναις ὑπόκεινται. Ὅσῳ δὲ πλέον τὸ χρέος, τοσούτῳ πλέον τὸ δέος. ϛʹ. «Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐ‐ τοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.» Τοῦτο καὶ γέγονε, καὶ γενήσεται. Ἡνίκα μὲν γὰρ | |
40 | ὁ Δεσπότης ἐτέχθη Χριστὸς, χορὸς ἀγγέλων φανεὶς τῷ Θεῷ τὸν ὕμνον ἐπὶ τῇ τῶν ἀνθρώπων προσ‐ ενήνοχε σωτηρίᾳ, καὶ ἐβόων ὑμνοῦντες· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Οὐρανοὺς τοίνυν ἐκάλεσε τὰς οὐρανίας | |
45 | δυνάμεις, ὥσπερ αὖ καὶ γῆν πολλάκις τοὺς τὴν γῆν | 1653 |
80.1656 | οἰκοῦντας καλεῖ. Εἶδον δὲ καὶ οἱ κατὰ τὴν οἰκου‐ μένην λαοὶ, διὰ τῆς οἰκείας μεταβολῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν δύναμιν· ἡ δευτέρα μέντοι παρ‐ ουσία σαφῶς ἅπαντας ἀνθρώπους διδάξει τοῦ Δε‐ | |
5 | σπότου τὴν βασιλείαν· τότε καὶ τῆς ἀγγέλων ὑμνῳ‐ δίας ἀκουσόμεθα πάντες. ζʹ. «Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐ‐ τῶν.» Τοῦ ἀληθινοῦ τοίνυν φωτὸς ἀνατείλαντος, | |
10 | ὑποχωρείτω τὸ σκότος, καὶ καταδυέσθωσαν οἱ τῇ πλάνῃ δουλεύοντες, ἐγκαλυπτέσθωσαν οἱ τοῖς εἰδώ‐ λοις λατρεύοντες. «Προσκυνήσατε αὐτῷ πάντες ἄγ‐ γελοι αὐτοῦ.» Καὶ ταύτην ὁ μακάριος Παῦλος τὴν προφητείαν τῷ Σωτῆρι προσήρμοσε. Φησὶ δὲ οὕτως | |
15 | ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Ὅτ’ ἂν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰς καιρὸν δὲ τοῦτο καὶ ἐνταῦθα τέθεικεν ὁ Προφή‐ της. Δείξας γὰρ αἰσχυνομένους καὶ ἐγκαλυπτομέ‐ | |
20 | νους τοὺς τῶν εἰδώλων προσκυνητὰς, ὑποδείκνυσι τὰς ἀναρίθμους τῶν ἀγγέλων μυριάδας, τὸν ἡμέτερον προσκυνοῦντας Θεόν. ηʹ. «Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιά‐ σαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κρι‐ | |
25 | μάτων σου, Κύριε.» Καὶ ἐνταῦθα Σιὼν τὴν εὐσεβῆ πολιτείαν καλεῖ· θυγατέρας δὲ τῆς Ἰουδαίας, τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας. Ἐξ Ἰουδαίων γὰρ κατῆραν τὸ γένος οἱ τοῦ Σωτῆρος ἀπόστολοι, οἱ ταύτας φυτεύσαντες καὶ γεννήσαντες. Καὶ μάρ‐ | |
30 | τυς ὁ θεσπέσιος Παῦλος Κορινθίοις ἐπιστέλλων, καὶ διαῤῥήδην λέγων· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐπειδὴ τοίνυν καὶ μία ἡ τοῦ Σωτῆρος Ἐκκλησία· εἰς σῶμα γὰρ ἓν ἅπαντες τελοῦσιν οἱ πιστεύσαντες· καὶ αὖ πά‐ | |
35 | λιν πολλαί· πολλὰ γὰρ τὰ μέλη τοῦ σώματος· διὰ μὲν τῆς Σιὼν τὸ κοινὸν ἐκάλεσε σύστημα τῶν εὐ‐ σεβῶν· διὰ δὲ τῶν θυγατέρων τῆς Ἰουδαίας, τοὺς ἐν πόλεσι καὶ κώμαις, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς τῶν πεπιστευκότων συλλόγους. Λέγει δὲ καὶ τούτους κἀκείνους εὐφροσύνης ἀναπεπλῆσθαι τὰ δίκαια | |
40 | κρίματα τοῦ κριτοῦ. θʹ. «Ὅτι σὺ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.» Χαίρουσι δὲ ἅπαντες καὶ ἀγάλλονται, τοῦ ἀλη‐ θοῦς Θεοῦ καὶ βασιλέως δεξάμενοι τὴν ἐπίγνω‐ | |
45 | σιν, καὶ τῶν οὐκ ὄντων Θεῶν τὸν ἔλεγχον θεα‐ | |
σάμενοι. Τῶν μὲν γὰρ ἐλέγχθη τὸ μάταιον, σοῦ δὲ | 1655 | |
80.1657 | τὸ ὕψος ἐδείχθη. Ἐπειδὴ δὲ οὐ μόνης ἡμῖν δεῖ πί‐ στεως, ἀλλὰ καὶ πράξεως ἀγαθῆς, ἀναγκαίως καὶ ταύτην ὁ προφήτης προσφέρει τὴν συμβου‐ λήν. | |
5 | ιʹ. «Οἱ ἀγαπῶντες τὸν Κύριον μισεῖτε πονηρά.» Εἰ τὸ ἀγαθὸν ὑμῖν ἐπέραστον, τὸ ἐναντίον βδελύξα‐ σθε. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» Διὰ μέντοι τῆς πονηρίας ἀπηγόρευσε ἅπαντα τῆς κακίας τὰ εἴδη. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὑ‐ | |
10 | τοῦ, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσεται αὐτούς.» Ἀποστρεφόμενοι τὴν πονηρίαν, καὶ τῆς ὀρθῆς καὶ δικαίας ἐπιμελούμενοι πολιτείας, ἕξετε κηδεμόνα, καὶ φύλακα, τῶν ὅλων τὸν Κύριον, καὶ κρείττους τῶν ἐπανισταμένων ὑμῖν γενήσεσθε δυσμενῶν. | |
15 | ιαʹ. «Φῶς ἀνέτειλε τῷ δικαίῳ· καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.» Οὐ γὰρ πάντες ἠβουλήθησαν ἄνθρωποι τοῦ φωτὸς ἀπολαῦσαι, οὐδὲ πάντες τὴν ἀπὸ τῆς πίστεως εὐφροσύνην ἐδέξαντο. Αὐτὸς γὰρ ὁ τῆς δικαιοσύνης Ἥλιος πᾶσι τῆς σωτηρίας | |
20 | τὰς ἀκτῖνας κατέπεμψεν· ἀλλ’ εἰσὶν οἳ τοὺς ὀφθαλ‐ μοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠβουλήθη‐ σαν. ιβʹ. «Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ· καὶ ἐξ‐ ομολογεῖσθε τὴν μνήμην τῆς ἁγιωσύνης αὐτοῦ.» | |
25 | Ἅπαντες τοίνυν οἱ τοῦ φωτὸς ἀπολαύσαντες, καὶ τὸν τῆς ἀρετῆς ἀσπασάμενοι κλῆρον, ἀγαλλιᾶσθε, καὶ τὸν Θεὸν ἀνυμνεῖτε, τὸ τῶν εὐεργεσιῶν ἐξηγού‐ μενοι πλῆθος. Ἐξομολόγησιν γὰρ ἐνταῦθα τὴν εὐ‐ χαριστίαν ἐκάλεσεν. | |
30 | ΕΡΜΗΝ. ΤΟΥ ϟΖʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν· ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει· ἀλλὰ τὰ πλείονα περὶ τῆς προτέρας διέξεισιν. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα και‐ | |
35 | νόν.» Ἐπειδὴ τῶν παλαιῶν πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινήν τινα πολιτείαν προαγορεύει, εἰκότως καὶ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ. «Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.» Ὑπερ‐ φυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων | |
40 | γινόμενα. «Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων αὐτοῦ ὁ ἅγιος.» Πολλάκις εἰρήκαμεν, ὅτι χεῖρα τὴν ἐνέργειαν λέγει, δεξιὰν δὲ τὴν ἀγα‐ θὴν ἐνέργειαν. Λέγει δὲ, ὅτι τῆς αὐτοῦ δυνάμεως ἔργον, τῶν ἀνθρώπων ἡ σωτηρία. Ἀμέτρῳ δὲ φιλ‐ | |
45 | ανθρωπίᾳ χρώμενος, οἰκεῖον ἡγεῖται κέρδος τὴν | |
τῶν ἀνθρώπων ζωήν. Διά τοι τοῦτο οὐκ εἶπεν· Ἔσω‐ | 1657 | |
80.1660 | σεν αὐτοὺς ἡ δεξιὰ αὐτοῦ, ἀλλ’ «Ἔσωσεν αὐτῷ.» Τῆς γὰρ τῶν εἰδώλων αὐτοὺς πλάνης ἐλευθερώσας, καὶ τῆς αὐτοῦ βασιλείας τὸ ὑψηλὸν ὑποδείξας, τῆς σωτηρίας μετέδωκε. Καὶ τοῦτο σαφέστερον διὰ τῶν | |
5 | ἐπιφερομένων ἐδήλωσεν. βʹ. «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὑτοῦ ἐναν‐ τίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ.» Πᾶσιν ἀνθρώποις τὰ σωτήρια προσενήνοχε νά‐ ματα, καὶ τὴν δικαίαν αὑτοῦ βασιλείαν τοῖς ἔθνεσιν | |
10 | ἔδειξεν. γʹ. «Ἐμνήσθη τοῦ ἐλέου αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.» Κομιδῆ ταῦτα ἔοικε τοῖς Ἡσαΐου τοῦ προ‐ | |
15 | φήτου θεσπίσμασι. Δι’ ἐκείνου γὰρ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Δεσπότην ἔφη Χριστόν· «Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Ἐπειδὴ γὰρ καὶ τοῖς θαυμασίοις πατριάρχαις, τῷ Ἀβραὰμ, | |
20 | καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ τῷ θεσπεσίῳ Δαβὶδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς, ἐκ τοῦ σπέρ‐ ματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις παρ‐ έξειν. Διαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας | |
25 | γεγενημένην ἐπαγγελίαν. Τὴν γὰρ διαθήκην οἱ ἄλ‐ λοι ἑρμηνευταὶ συνθήκην εἰρήκασι. Γένος δὲ αὐ‐ τοῦ, τὸν Ἰσραὴλ κέκληκεν, ἐπειδὴ ἐξ Ἰουδαίων ὁ Χριστὸς κατὰ σάρκα, ᾗ φησιν ὁ Ἀπόστολος. Δέδωκά σε τοίνυν [ἔφη] εἰς διαθήκην γένους· τουτέστιν | |
30 | ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ’ εἰς φῶς, οὐκ ἔτι Ἰουδαίων, ἀλλ’ ἐθνῶν. Οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· [ὁμολογήσαντες αὐτὸν καὶ ὁμολογοῦν‐ τες Θεὸν ἐκ Θεοῦ.] Ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπι‐ | |
35 | στίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μακάριος ἔφη Δαβίδ· «Ἐμνήσθη τοῦ ἐλέους αὑτοῦ τῷ Ἰα‐ κὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραὴλ·» τὰς γὰρ πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσεν. Εἶδον μέντοι πάντα τὰ πέρατα τῆς γῆς | |
40 | τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐ γὰρ Ἰουδαίοις μόνοις ἀνέτειλεν, ἀλλὰ πᾶσιν ἀνθρώποις τῆς ἀληθείας τὸ φῶς. δʹ. «Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε.» Ἐπειδὴ τοίνυν ἅπαν‐ τες τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευθερώ‐ | |
45 | θητε, τὸν ἐπινίκιον ὕμνον τῷ σεσωκότι Θεῷ προσενέγκατε. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων φωνή. Διὸ πληροῦμεν τὸ κελευσθέν. Τοῦτον γὰρ | |
τὸν ὕμνον ἀλαλάζοντες καὶ βοῶντες κατὰ τὸν μυ‐ | 1659 | |
80.1661 | στικὸν καιρὸν προσφέρειν εἰώθαμεν τῷ Θεῷ, ᾄδοντες, καὶ ψάλλοντες, καὶ μετὰ πάσης εὐθυμίας χορεύοντες. εʹ. «Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, καὶ φωνῇ | |
5 | ψαλμοῦ.» Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν δι‐ ηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελ‐ ῳδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα σώματα, καὶ χρώμεθα, ἀντὶ μὲν χορδῶν | |
10 | τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι, πλήκτρου δὲ παντὸς ὀξύτερον ἡ γλῶττα κινουμένη τὴν ἐναρ‐ μόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν. Κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ’ ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν· αὕτη τῷ Θεῷ ἡ | |
15 | κιθάρα τῆς ἀψύχου θυμηρεστέρα Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου πρὸς Ἰουδαίους βοῶν· «Ἀπό‐ στησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνὴν ὀργά‐ νων σου οὐκ ἀκούσομαι.» ϛʹ. «Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος | |
20 | κερατίνης.» Σάλπιγγα πολλάκις τὴν βοὴν ἡ θεία καλεῖ Γραφή. Οὕτως ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν· «Ὅτ’ ἂν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν· ἀντὶ τοῦ, Μὴ κηρύξῃς, μηδὲ δήλην ἅπασι καταστήσῃς· | |
25 | ἵνα μὴ τῇ κενῇ δόξῃ τὸν τῆς φιλανθρωπίας λυμήνῃ καρπόν. Καὶ ἐνταῦθα τοίνυν σάλπιγγα τὴν διδα‐ σκαλίαν καλεῖ, δι’ ἧς καὶ τὰς εἰς ἡμᾶς γεγενημέ‐ νας εὐεργεσίας μανθάνομεν, καὶ τοὺς ὀνησιφόρους παιδευόμεθα νόμους. Ἐλατὰς δὲ σάλπιγγας τὰς | |
30 | χαλκᾶς λέγει· κερατίνας δὲ, τὰς ἐκ κεράτων γε‐ γενημένας. Ταύταις δὲ Ἰουδαίους χρῆσθαι σύν‐ ηθες ἦν. Σκιὰ δὲ τῶν ἡμετέρων παρ’ ἐκείνοις ἐπολι‐ τεύετο. Ὥσπερ τοίνυν ἐκεῖνοι τὸν ἄλογον ἔθυον ἀμνὸν, ἡμεῖς δὲ τὸν σωτήριον, [τὸν ἐκ Θεοῦ Θεὸν,] | |
35 | τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτως ἐκεῖνοι ταῖς ἀψύχοις ἐκέχρηντο σάλπιγξιν, ἡμεῖς δὲ ταῖς ἐμψύχοις καὶ λογικαῖς. Σάλπιγγες τοίνυν ἡμῶν οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ θεσπέσιοι προφῆται, καὶ οἱ μετ’ ἐκείνους τοῦ διδασκαλικοῦ τετυχηκότες χαρίσμα‐ | |
40 | τος. «Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου.» Τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ βασιλεῖ καὶ δεσπότῃ τῶν ὅλων. ζʹ. «Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐ‐ τῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν | |
45 | αὐτῇ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἠχείτω ἡ θά‐ λασσα σὺν πληρώματι αὐτῆς· ἡ οἰκουμένη, καὶ οἱ κατοικοῦντες αὐτήν. Διαφερόντως δὲ ἐν ταῖς πολυανθρώποις πόλεσιν ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος. Θάλατταν γὰρ κυμαίνουσαν τῶν εὐσεβῶν | |
80.1661(50) | λαῶν ἐν ταῖς ἐκκλησίαις μιμεῖται τὸ πλῆθος. Τοι‐ | |
αύτη δὲ καὶ ἡ τῶν ψαλλόντων ἠχή. Κατὰ δὲ τοὺς | 1661 | |
80.1664 | Ἑβδομήκοντα, τῶν τὴν θάλασσαν καὶ γῆν οἰκούντων ὁ προφητικὸς λόγος τὴν κίνησιν ἐδήλωσε, καὶ με‐ ταβολήν. Σαλεύεται γὰρ τὸ κινούμενον· κινεῖται δὲ τὸ μεταβαλλόμενον. | |
5 | ηʹ. «Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό.» Πάλιν ποταμοὺς τοὺς τῆς διδασκαλικῆς μεταλαγχά‐ νοντας ὠνόμασε χάριτος, καὶ ποταμῶν δίκην τὰ θεῖα προχέοντας νάματα· οὓς κροτεῖν ἔφη, καὶ τὸν Θεὸν ἀνυμνεῖν. Νενικηκότων γὰρ πάλιν ὁ κρότος. | |
10 | «Τὰ ὄρη ἀγαλλιάσονται [θʹ] Ἀπὸ προσ‐ ώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἥκει κρῖναι τὴν γῆν.» Ἐνταῦθα ὄρη προσηγόρευσε τοὺς ὑψηλὸν καὶ μετ‐ άρσιον ἔχοντας φρόνημα, ἐφ’ ὧν ἡ τοῦ Θεοῦ ᾠκο‐ δόμηται πόλις. «Οὐ δύναται γὰρ, φησὶ πόλις κρυ‐ | |
15 | βῆναι ἐπάνω ὄρους κειμένη.» Καί· «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.» Τούτους ἔφη ἀγάλ‐ λεσθαι καὶ εὐφραίνεσθαι, τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν μανθάνοντας ἐπιφάνειαν. Προσμένοντες γὰρ τῶν πόνων τὰς ἀντιδόσεις, ἀγάλλονται τοῦ κριτοῦ | |
20 | τὸ δίκαιον ἐπιστάμενοι. «Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι.» Προτέρα μὲν γὰρ ἐπιφάνεια πολὺν ἔσχε τὸν ἔλεον· ἡ δὲ δευτέρα ἕξει τὸ δίκαιον. «Πάντες γὰρ, φησὶν, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομί‐ | |
25 | σηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.» Τοῦτο δὲ καὶ ὁ προφήτης ἔφη· «Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα | |
30 | αὐτοῦ.» ΕΡΜΗΝ. ΤΟΥ ϟΗʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ’ Ἑ‐ βραίοις.» Οὗτος ὁ ψαλμὸς προθεσπίζει μὲν καὶ τὴν ἀπὸ Βαβυλῶνος Ἰουδαίων ἐπάνοδον, προαγορεύει δὲ | |
35 | καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. «Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.» Καὶ Ἰουδαῖοι γὰρ, καὶ Ἕλλη‐ νες, μεμήνασι καὶ λυττῶσι τοῦ Δεσπότου Χριστοῦ τὴν βασιλείαν ἀκούοντες. Καὶ ἡνίκα δὲ τῆς ἐλευθε‐ | |
40 | ρίας ἀπήλαυσαν Ἰουδαῖοι, πάντες οἱ πλησιόχωροι διεπρίοντο, τὴν παράδοξον αὐτῶν ἐπάνοδον θεασά‐ μενοι. Ἐδήλου δὲ τοῦτο τοῦ ὑπ’ αὐτῶν προσ‐ κυνουμένου τὴν δύναμιν. «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.» Οὗτος δὲ, φησὶν, ὁ | |
45 | παρ’ ἡμῶν κηρυττόμενος, καὶ τῶν ἄνω δυνάμεων Θεὸς ὑπάρχει καὶ Κύριος· τὸ δὲ, καθήμενος, ὡς | |
πρὸς ἀνθρώπους διαλεγόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώ‐ | 1663 | |
80.1665 | ματος φύσις, ἡ ἀπερίληπτος, καὶ ἀπερίγραπτος, κατέχουσα τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦν‐ τας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, ποίας δεῖται καθέδρας; Σχηματίζει δὲ ὅμως τῷ λόγῳ τὸν τῶν ὅλων Θεὸν, | |
5 | βασιλικῶς τοῖς Χερουβὶμ ἐποχούμενον, καταπλήτ‐ τοντα καὶ δεδιττόμενον τοὺς ἀκούοντας. βʹ. «Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.» Καὶ τῶν Ἰουδαίων ἐπανελ‐ θόντων, καὶ τὸν θεῖον δειμαμένων νεὼν, ἡ τοῦ Θεοῦ | |
10 | δύναμις ἅπασιν ἀπεδείχθη. Διαφερόντως γὰρ ὁ τὸν σταυρὸν ὑπομείνας οἰκουμένης ἁπάσης ἀπ‐ εφάνθη Δεσπότης, τῶν ἱερῶν ἀποστόλων τὸ σωτή‐ ριον κήρυγμα προσενεγκάντων τοῖς ἔθνεσιν. γʹ. «Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ | |
15 | μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.» Χρὴ τοίνυν ἅπαντας ἀνυμνεῖν σε, καὶ τὰς σὰς εὐεργεσίας διεξιέ‐ ναι, καὶ τὴν ἄῤῥητόν σου μὴ περιεργάζεσθαι φύ‐ σιν, τῷ δὲ ὀνόματί σου προσφέρειν τὸ σέβας, καὶ φοβερῷ ὄντι, καὶ παναγίῳ. Ἁγιάζει μὲν γὰρ τοὺς | |
20 | πιστεύοντας, ἐκδειματοῖ δὲ τοὺς ἀπιστοῦντας. δʹ. «Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.» Προσ‐ ήκει δὲ ἡμᾶς δεδιέναι ὡς βασιλέα, καὶ δικαιοσύνῃ χρώμενον· ἴδιον γὰρ τῆς ἀληθοῦς βασιλείας τὸ δι‐ καίως ἰθύνειν τοὺς ὑπηκόους. Τιμὴ γὰρ βασιλέως | |
25 | κρίσιν ἀγαπᾷ, τουτέστι τίμιον ποιεῖ βασιλέα τὸ στέρ‐ γειν τὸ δίκαιον. Τοῦτο δὲ δηλοῖ καὶ τὸ ἐπαγόμενον· «Σὺ ἡτοίμασας εὐθύτητας· κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ὡς γὰρ δίκαιος βασιλεὺς, ὀρθὴν καὶ δικαίαν τὴν ψῆφον ἐξήνεγκας, καὶ τὸν | |
30 | Ἰσραὴλ τῆς τῶν καταδουλωσαμένων ἠλευθέρωσας δυναστείας, [καὶ τὰ ἔθνη τῆς τοῦ διαβόλου δου‐ λείας.] Κατὰ δὲ τὴν ἑτέραν προφητείαν οὕτω νοη‐ τέον· Ἔδειξας τῆς ἐπαγγελίας σου τὴν ἀλήθειαν, τὰς πρὸς τοὺς προγόνους τοῦ Ἰσραὴλ γεγενημένας | |
35 | ὑποσχέσεις πληρώσας, καὶ τὴν διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ δωρησάμενος σωτηρίαν. εʹ. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσ‐ κυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.» Ἀμείψασθε τοίνυν τὸν εὐεργέτην, οἷς δύνα‐ | |
40 | σθε, καὶ τὸ πρόσφορον αὐτῷ προσενέγκατε σέβας· τὸ δὲ ὑψοῦτε, ἀντὶ Τὸ ὑψηλὸν αὐτοῦ κηρύττετε. Ὑποπόδιον δὲ τῶν ποδῶν αὐτοῦ, πάλαι μὲν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐνενόμιστο, νῦν δὲ αἱ κατὰ πᾶ‐ σαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, ἐν αἷς τῷ παν‐ | |
45 | αγίῳ Θεῷ προσφέρομεν τὴν προσκύνησιν. ϛʹ. «Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐ‐ τοῦ.» Οὐχ ἁπλῶς τοὺς ἄλλους προφήτας καταλιπὼν, τούτων ἐμνημόνευσε μόνον, ἀλλὰ τὴν σύντροφον Ἰου‐ | |
80.1665(50) | δαίων λύτταν καὶ τυραννίδα διδάσκων. Καὶ γὰρ ἐπὶ | |
Μωσοῦ καὶ Ἀαρὼν ἁρπάσαι τὴν ἱερωσύνην ἐπειρά‐ | 1665 | |
80.1668 | θησαν· καὶ ἐπὶ Σαμουὴλ τὴν θείαν ἀτιμάσαντες βα‐ σιλείαν, τὴν ἀνθρωπείαν ἠγάπησαν. Διδάσκει τοίνυν ὁ λόγος, ὅτι καινὸν οὐδὲν δρῶσι κατὰ τοῦ Σωτῆρος λυττῶντες, καὶ τὴν σωτήριον οὐ δεχόμενοι βασιλείαν· | |
5 | ἄνωθεν γὰρ αὐτοῖς ἡ μανία συνήθης. «Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. [ζʹ] Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς.» Καί τοι, φησὶ, πολλὴν εἶχον πρὸς τὸν Θεὸν παῤ‐ ῥησίαν. Οἱ μὲν γὰρ παρεκάλουν, ὁ δὲ ὑπήκουε, | |
10 | καὶ τὰς αἰτήσεις παρεῖχε, καὶ πάντων ὁρώντων τὴν πρὸς αὐτοὺς ἐποιεῖτο διάλεξιν, διὰ τῆς νεφέλης τὴν οἰκείαν δεικνὺς ἐπιφάνειαν. Εἶτα διδάσκει, ὡς οὐκ ἀδίκως ταύτης αὐτοῖς μετεδίδου χάριτος. «Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα | |
15 | αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς.» Ἐννόμως γὰρ πολιτευο‐ μένοις, καὶ κατὰ τὰς ἐντολὰς αὐτοῦ βιοτεύουσι, ταύτην ἐδωρεῖτο τὴν χάριν. ηʹ. «Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς σὺ εὐΐλατος ἐγένου αὐτοῖς.» Σὺ εἶ, Δέσποτα, | |
20 | φησὶν, ὁ ὑφ’ ἡμῶν κηρυττόμενος, ὁ τῆς τοσαύτης ἐκείνοις μεταδοὺς παῤῥησίας, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. «Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἔκδικος ἐπὶ ταῖς ἐπηρείαις αὐτῶν. Τοὺς μὲν γὰρ | |
25 | κατὰ τοῦ μεγάλου Μωσοῦ τυραννήσαντας πυρὶ πα‐ ραδέδωκε, καὶ τοὺς τὴν φλόγα διαφυγόντας ζῶν‐ τας τῷ τάφῳ παρέπεμψε, χάναι κελεύσας τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον τῆς τυραννίδος τὸ χωρίον ἀπέφηνε, καὶ τοὺς διὰ θαλάσσης ὁδεύσαντας, | |
30 | καὶ τὸν βυθὸν ἐκεῖνον πεζεύσαντας, πεποίηκεν ὑπο‐ βρυχίους ἐν γῇ, παραδόξοις χρησάμενος κύμασι· τοὺς δὲ κατὰ τοῦ προφήτου Σαμουὴλ στασιάσαντας τῇ τοῦ Σαοὺλ δυναστείᾳ παρέδωκε, καὶ παντοδαπαῖς περιέβαλε συμφοραῖς. | |
35 | θʹ. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσ‐ κυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.» Τούτων τοιγαροῦν τῶν θαυμασίων ἀν‐ δρῶν μιμούμενοι τὴν εὐσέβειαν, τὸ προσῆκον σέβας τῷ Θεῷ προσενέγκατε. Ὄρος δὲ ἅγιον, πάλαι μὲν | |
40 | τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος. Οὕτω γὰρ καὶ Ἡσαΐας, καὶ Μιχαίας ἐθέσπισαν· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου,» τουτέστιν, ἡ τοῦ Θεοῦ γνῶσις δήλη πᾶσι γενήσεται. Οἶδε καὶ ὁ θεῖος Ἀπόστολος νοητὸν | |
45 | ὄρος Σιών· «Προσεληλύθατε γὰρ Σιὼν ὄρει καὶ πό‐ λει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Προστε‐ τάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ τοῦ Θεοῦ | |
γνῶσιν προσφέρειν αὐτῷ τὴν προσκύνησιν, [καὶ | 1667 | |
80.1669 | Θεὸν ἐκ Θεοῦ ὁμολογεῖν καὶ μονογενῆ τῷ Πατρὶ Υἱὸν, τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ ϟΘʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, Εἰς ἐξομολόγησιν· ἀν‐ | |
5 | επίγραφος παρ’ Ἑβραίοις.» Ὁ προφήτης ἐνταῦθα πάντας ἀνθρώπους εἰς ὑμνῳδίαν καλεῖ, παρεγγυῶν διὰ πάντων θεραπεῦσαι τὸν Σωτῆρα Θεόν. βʹ. «Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.» Ἅπαν‐ τες ἄνθρωποι τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ | |
10 | Θεῷ· γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. «Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.» Οὐ γάρ ἐστι κατὰ τὴν πικρὰν τοῦ διαβόλου τυραννίδα, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ βασιλεία, ἀλλ’ ἥμερος αὐτοῦ καὶ φιλάνθρωπος ἡ δεσποτεία. Γεγηθότες τοίνυν τῇ | |
15 | δουλείᾳ προσέλθετε. «Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.» Ὁ δὲ Σύμμαχος, μετ’ εὐφημίας εἴρη‐ κεν· ὁ δὲ Ἀκύλας, ἐν αἰνέσει, ἀγαλλομένων δὴ καὶ εὐφραινομένων ὁ ὕμνος. γʹ. «Γνῶτε ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν.» | |
20 | [Εἰ γὰρ καὶ ἄνθρωπος εἵλετο ὁ φιλάνθρωπος γε‐ νέσθαι, ἀλλὰ τὸ εἶναι Θεὸς ἔμεινεν ἔχων ἀεί· λέγει δὲ ὅτι] δι’ αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ὁ ἡμέτερος Δεσπότης αὐτός ἐστιν τῶν ὅλων Θεός. Ταῦτα τοῖς ἔθνεσι προσέφερε τὰ παιδεύματα καὶ | |
25 | ὁ ἱερὸς τῶν ἀποστόλων χορὸς, ὡς ἡ τῶν πράξεων ἱστορία διδάσκει. «Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Οὐ γὰρ ἡμεῖς ἡμῶν αὐτοὶ δημιουργοὶ καθεστήκαμεν, ἀλλ’ ὑπ’ αὐτοῦ ἐπλάσθημεν. Οὕ‐ τως ὁ μακάριος Παῦλος Ἀθηναίους ἐδίδασκεν· «Ὁ | |
30 | Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χει‐ ροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώ‐ πων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ | |
35 | ἑνὸς αἵματος πᾶν ἔθνος κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσ‐ ωπον τῆς γῆς.» Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης διδάσκει· «Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας. «Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα | |
40 | νομῆς αὐτοῦ.» Διὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐδήλωσεν. Οὐ μόνον γὰρ ἡμῶν Δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγα‐ θὴν ἡμῖν προσφέρων νομήν· ἡμεῖς δὲ αὐτοῦ καὶ λαὸς ὡς βασιλέως, καὶ πρόβατα ὡς ποιμένος. | |
45 | δʹ. «Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολο‐ γήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.» Πύλας | |
αὐτοῦ, καὶ αὐλὰς αὐτοῦ, τὰς ἐκκλησίας καλεῖ. | 1669 | |
80.1672 | Αὗται γὰρ ἡμῶν τὴν πρὸς αὐτὸν παρέχουσιν εἴσ‐ οδον, ἐν αἷς προσήκει τὰς θείας αὐτοῦ καὶ σωτη‐ ρίους ἐργασίας διεξιέναι, καὶ τὸν χαριστήριον ὕμνον οἷόν τι δῶρον προσφέρειν. | |
5 | «Ἐξομολογεῖσθε αὐτῷ· αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. [εʹ] Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐ‐ τοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.» Πῶς γὰρ οὐ δίκαιον ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρω‐ πίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπι‐ | |
10 | τιθέντα τὸ πέρας; Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλή‐ ρωκεν, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδω‐ ρήσατο, [διὰ σταυροῦ καὶ θανάτου τὴν ἡμετέραν σωτηρίαν πραγματευσάμενος. Ἀμήν]. | |
15 | ΕΡΜΗΝ. ΤΟΥ Ρʹ ΨΑΛΜΟΥ. αʹ. «Τῷ Δαβὶδ ψαλμός.» Ἔνια τῶν ἀντιγρά‐ φων ἔχει· «Τετράδι Σαββάτων.» Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ταύτην εὑρήκαμεν τὴν | |
20 | προσθήκην. Ὑπόθεσιν δὲ ὁ ψαλμὸς ταύτην ἔχει· Ἰωσίας ὁ βασιλεὺς ἀνέσπασεν ἅπαντας ἐκ βάθρων τοὺς τῶν εἰδώλων βωμούς· τοὺς δὲ τούτων κατηκόν‐ τισεν ἱερέας· εἰς δὲ τὴν προτέραν εὐσέβειαν ἐποδ‐ ήγησε τὸν λαόν. Οὐ μόνης δὲ τῆς τῶν δογμάτων | |
25 | ἐφρόντισεν ὑγείας, ἀλλὰ καὶ τῶν τῆς ἀρετῆς ἐπεμε‐ λήθη κατορθωμάτων, ὀρθῶς δικάζων, γεραίρων τὸ δίκαιον, ἐπαρκῶν ἀδικουμένοις, τοὺς ἀδικοῦντας κο‐ λάζων, τῆς τῶν συνοικούντων ὠφελείας ἐπιμελού‐ μενος. Ταῦτα πόῤῥωθεν ὁ μακάριος Δαβὶδ θεασά‐ | |
30 | μενος, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ τὴν ἐκεί‐ νου διεξιὼν ἀρετὴν, καὶ πᾶσιν ἀνθρώποις τελειότη‐ τος προστιθεὶς χαρακτῆρα. «Ἔλεον καὶ κρίσιν ᾄσο‐ μαί σοι, Κύριε.» Ἐπειδὴ γὰρ καὶ τοὺς ἀδικουμένους ἠλέει, καὶ τῶν ἀδικούντων ὁ θαυμάσιος Ἰωσίας κατ‐ | |
35 | εψηφίζετο, τὴν περὶ ἐκείνων διήγησιν, εὐφημίαν ἐλέου καὶ κρίσεως προσηγόρευσε. βʹ. «Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.» Ὁ δὲ Σύμμαχος οὕτως· Μελῳδήσω, ἐννοήσω ὁδὸν ἄμωμον Ἣν διὰ τῆς τοῦ Πνεύματος χάριτος | |
40 | ἐθεασάμην ἄμωμον ὁδὸν, καὶ θυμήρη Θεῷ, ταύ‐ την νῦν διὰ τῆς μελῳδίας προσθήσω. «Πότε ἥξεις πρός με;» τοσαύτην γὰρ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας βοῆσαι πρὸς τὸν Θεὸν,» Πότε ἥξεις πρός με; Ἀντὶ τοῦ, Εὐ‐ | |
45 | πρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου [τὴν παρουσίαν, ὦ Δέσποτα· ἱμείρομαί σου] τῆς ἐπιφανείας, ἀλλὰ δὸς τὸ ποθούμενον. «Διεπορευό‐ μην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.» | |
Ἁπλότητι συζῶν διετέλεσα· οὐκ ἐχρώμην δι‐ | 1671 | |
80.1673 | πλόῃ, οὐδὲ ἄλλος μὲν τοῖς ἐκτὸς ἐφαινόμην, ἐν δὲ τῇ οἰκίᾳ τἀναντία δρᾷν ἠνειχόμην, ἀλλὰ συνέβαινε τοῖς φαινομένοις τὰ κεκρυμμένα. γʹ. «Οὐ προσετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶ‐ | |
5 | γμα παράνομον.» Οὐ μόνον τὰς παρανόμους πρά‐ ξεις ἐβδελυττόμην, ἀλλὰ καὶ τὰς περὶ τούτων ἐνθυ‐ μήσεις ἀπεσειόμην, τὸν λογισμὸν πρὸ τῶν ἄλλων ἁπάντων ῥυθμίζων καὶ διευθύνων. «Ποιοῦντας παραβάσεις ἐμίσησα.» Ἀπεστρεφόμην δὲ καὶ τοὺς | |
10 | τῶν θείων καταφρονοῦντας θεσμῶν. δʹ. «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Συν‐ ήθεις δέ μοι ἦσαν οἱ τιμῶντες τὸ δίκαιον· τοὺς δὲ τὰ ἐναντία προαιρουμένους, καὶ τὸν ὀρθὸν λογισμὸν οὐκ ἐθέλοντας ἔχειν, πόῤῥω τῶν ἐμῶν ἐποιούμην συλ‐ | |
15 | λόγων. «Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.» Εἰ δέ τις τῶν συνόντων πονηρίᾳ χρώ‐ μενος ἀποστῆναι τῆς ἐμῆς ἠθέλησε συνουσίας, οὐδὲ χωρισμὸν ὑπελάμβανον τὸν τοιοῦτον χωρισμόν. Οὕ‐ τως εὐκαταφρόνητος ἦν μοι λίαν ὁ τὴν κακίαν αἱ‐ | |
20 | ρούμενος. εʹ. «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐ‐ τοῦ, τοῦτον ἐξεδίωκον.» Τὰς δὲ λάθρα γινομέ‐ νας κατηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρωμένους ἐξήλαυνον. «Ὑπερηφάνῳ ὀφθαλμῷ | |
25 | καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.» Οὔτε τοὺς ἀλαζονείᾳ [καὶ πλεονεξίᾳ] χρωμένους ἐποιού‐ μην συσσίτους. ϛʹ. «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ.» Συνεδρίων | |
30 | δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμού‐ μενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. «Πο‐ ρευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.» Οὐ μόνον δὲ φίλων καὶ συμβούλων, ἀλλὰ καὶ τῶν διακόνων πολλὴν ἐποιούμην φροντίδα. Ὑπηρέταις | |
35 | γὰρ ἐχρώμην ἀρετῆς ἐπιμελομένοις, καὶ κακίας ἀπηλλαγμένοις. ζʹ. «Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν.» Οὐδένα δὲ τῶν ὑπεροψίᾳ χρω‐ μένων σύνοικον ἔχειν ᾑρούμην. «Λαλῶν ἄδικα οὐ | |
40 | κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.» Εἰ δέ τις συνεβούλευσεν, ἢ ἐξῄτησεν ἄδικα, διαμαρτὼν ἀπελήλυθεν· [σπουδὴ γάρ μοι ἀποκλείειν τὰς ἀκοὰς τοῖς διαβάλλειν ἐθέλουσιν.] ηʹ. «Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς | |
45 | ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως | |
Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» | 1673 | |
80.1676 | Τοῦτο σαφῶς παρὰ τῆς ἱστορίας ἐμάθομεν. Ἅπαντας γὰρ τοὺς δυσσεβεῖς ἱερέας τῷ θανάτῳ παρέπεμψε, καὶ τὴν ἱερὰν ἐξεκάθηρε πόλιν. [Πρωΐαν δὲ καλεῖ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας· ὡς ὄρθρος γὰρ αὐ‐ | |
5 | τὸς ἀνέτειλε μετὰ τῆς πρεπούσης καὶ φωτιζούσης δικαιοσύνης.] Ὁ δὲ βουλόμενος τὴν τοῦ ἀνδρὸς ἀρε‐ τὴν καταμαθεῖν ἀκριβέστερον, εὑρήσεται ταύ‐ την ἔκ τε τῆς δευτέρας τῶν Παραλειπομένων, καὶ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν ἱστορίας. [Σπουδα‐ | |
10 | σάτω τοίνυν ἕκαστος μιμητὴς τοῦδε τοῦ ἀνδρὸς γε‐ νέσθαι· ἵνα τῆς ἴσης αὐτῷ κοινωνήσῃ παρὰ Χριστῷ παῤῥησίας. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ ΡΑʹ ΨΑΛΜΟΥ. αʹ. «Προσευχὴ τῷ πτωχῷ· ὅταν ἀκηδιάσῃ, καὶ | |
15 | ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν αὑτοῦ.» Πρόῤῥη‐ σιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων ταλαιπωρίας, καὶ τῆς ἐκεῖθεν ἐπανόδου. Προαγορεύει δὲ κατ’ αὐτὸν, καὶ τῶν ἐθνῶν τὴν κλῆ‐ σιν καὶ σωτηρίαν. Ἁρμόττει δὲ καὶ παντὶ συμφορᾷ | |
20 | τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι. Πτωχὸν γὰρ καλεῖ, τὸν θείας ἐνδεῆ προμηθείας. βʹ. «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ [ἐλθέτω]. Δέξαι μου τὴν ἱκε‐ | |
25 | τηρίαν, ὦ Δέσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοή‐ θειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, οἰμωγὴν ὁ Σύμ‐ μαχος εἴρηκεν. γʹ. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.» Εὐμενής μοι γενοῦ, καὶ λῦσον τὴν ἀγανάκτησιν. «Ἐν | |
30 | ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου.» Δηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων δι‐ ήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ, καὶ περι‐ | |
35 | φανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου Δα‐ βὶδ βασιλείᾳ· εἰκότως ὁ προφήτης, τῷ ἐκείνων κε‐ χρημένος προσώπῳ, προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γέ‐ νοιτο τούτου καιρός. | |
40 | δʹ. «Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου· καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.» Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ | |
45 | ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Καὶ τὰ ὀστᾶ μου ὡς καῦσις ἐψαθυρώθη. εʹ. «Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρ‐ | |
80.1676(50) | δία μου.» Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπ‐ | |
έσβην· καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. | 1675 | |
80.1677 | «Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. [ϛʹ] Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.» Πάσης μὲν γὰρ τρο‐ φῆς ἀπεβαλόμην ὄρεξιν· τῆς δὲ προτέρας εὐπαθείας | |
5 | παντελῶς ἐγυμνώθην. Τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθην τὸ σῶμα. Γυμνοῖς δὲ τοῖς ὀστοῖς ἐπίκειμαι τὸ δέρμα. [Ἄρτος οὖν ἡμῶν τῆς ψυ‐ χῆς ὁ τοῦ Θεοῦ λόγος· ὥσπερ γὰρ ὁ ἄποιος ἄρτος τὸ σῶμα τρέφει, οὕτως ὁ ἐξ οὐρανοῦ λόγος τὴν οὐσίαν | |
10 | τῆς ψυχῆς. Καὶ τοῦτον ὁ Χριστὸς τὴν προσευχὴν παραδιδοὺς ἔλεγε τοῖς ἀποστόλοις, «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ὃς ἂν τοίνυν τοῦτον φαγεῖν ἐπιλάθηται, τουτέστιν ἐργάσασθαι· τοῦ γὰρ νοητοῦ ἄρτου βρῶσιν ἐργασία καθέστηκεν· | |
15 | δηλοῖ δὲ οὗ εἶπεν τοῖς ἀποστόλοις ὁ Κύριος, «Ἐργά‐ ζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον·» τούτου ἡ καρδία δί‐ κην χόρτου πληγεῖσα ξηραίνεται. Πῶς δὲ ὁ χόρτος πλήττεται καὶ ξηραίνεται; ὅταν ὑετὸς ἐπ’ αὐτὸν ἐπ‐ | |
20 | ανήσῃ. Ὥσπερ καὶ ἡ καρδία, ὅταν ἐνδείᾳ νοσήσῃ τοῦ λόγου, τότε πλήττεται καὶ ξηραίνεται, ἄνθος ἀρετῆς βλαστῆσαι οὐκ ἰσχύουσα.] ζʹ, ηʹ. «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ | |
25 | ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι.» Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι’ ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ, καὶ τοῦ κηδε‐ μόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ’ | |
30 | ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελειμμέναις προστρέχει. Τὰ γὰρ οἰκόπεδα, ἐρείπια ὁ Σύμμαχος εἴρηκεν· οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. | |
35 | θʹ. «Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον.» Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι· καὶ ὁ ποτὲ ζηλωτὸς, καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι | |
40 | συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασιν. ιʹ, ιαʹ. «Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Ἀπὸ προσ‐ ώπου τῆς ὀργῆς σου, καὶ τοῦ θυμοῦ σου.» Ταῦτα καὶ ὁ οʹ καὶ θʹ ἔφη ψαλμός. «Ψωμιεῖς ἡμᾶς | |
45 | ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.» Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν. Τούτοις δέ φησι περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, | |
80.1677(50) | Δέσποτα, κατ’ ἐμοῦ κεκίνηκας τὴν ὀργήν. «Ὅτι ἐπ‐ | |
άρας κατέῤῥαξάς με.» Ὑψηλὸν γάρ με δείξας, καὶ | 1677 | |
80.1680 | περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ κατέῤῥαξας ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύν‐ των. | |
5 | ιβʹ. «Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.» Παρ’ αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμάς· καὶ ἔοικα σκιᾷ κλινάσῃ, καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μεμίμημαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλουμένου τὰς | |
10 | χεῖρας. ιγʹ. «Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.» Ἀλλ’ ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ, ἀΐδιος ὢν καὶ αἰώνιος, | |
15 | μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· ιδʹ. «Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών· ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.» Δὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ | |
20 | καιρὸς τὸν ἔλεον ἀπαιτεῖ. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσιν περιωρισμένης τιμω‐ ρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ, ἀρι‐ θμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει καὶ τὴν ἱκετηρίαν. Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς | |
25 | μελῳδίας τὰ ῥήματα· «Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει και‐ ρός. [ιεʹ.] Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.» Τρι‐ πόθητος γὰρ ἡμῖν Σιὼν, καὶ λίαν ἔρημος γενομένη· | |
30 | ἀξιέραστοι δὲ καὶ οἱ καταλελυμένοι λίθοι, καὶ τῶν ἐκ τῆς πορθήσεως γεγενημένων χωμάτων ἡ μνήμη οἶκτον ἡμῖν ἐντίθησιν. ιϛʹ. «Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου.» | |
35 | Ὁρῶντες γὰρ ἡμῶν τὴν ἐπάνοδον, καὶ τὴν οἰκοδο‐ μίαν τῆς πόλεως, οἱ τὰς προτέρας ἡμῶν θεασάμενοι συμφορὰς, καὶ βασιλεῖς, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, θαυμάσονταί σου τὴν δύναμιν, καὶ δείσαντές σε Θεὸν εἶναι μόνον πιστεύσουσιν. Τοῦτο δὲ κυρίως καὶ ἀληθῶς | |
40 | μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονε. Μετὰ γὰρ τὴν Ἰουδαίων ἀνάκλησιν, ἐθαύ‐ μασαν μὲν τὸ γεγονὸς οἱ περίοικοι· τοσοῦτον δὲ ἀπέσχον τοῦ πιστεῦσαι τῷ τῶν ὅλων Θεῷ, ὅτι τὸν πρὸς αὐτοὺς κατὰ ταυτὸν ἤραντο πόλεμον. Ἐνταῦθα | |
45 | δὲ ὁ λόγος καὶ τῶν ἐθνῶν ἁπάντων, καὶ τῶν βασι‐ λέων μεταβολὴν προθεσπίζει. Ὧν τὰ μὲν ὁρῶμεν γεγενημένα, τὰ δὲ ἐλπίζομεν ἔσεσθαι. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· «Οὔπω γὰρ ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Ἀλλ’ ὅμως ἐδίδαξεν, ὅτι | |
80.1680(50) | αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, | |
καὶ καταχθονίων | 1679 | |
80.1681 | ιζʹ. «Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὑτοῦ.» Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβα‐ νον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν, καὶ τῆς | |
5 | Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως δόξαν ἐκάλεσε τοῦ Θεοῦ, τὴν τῆς πόλεως νεουργίαν· ἀντὶ τοῦ, Πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν. ιηʹ. «Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπει‐ | |
10 | νῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.» Οὐ κατεφρόνησε γὰρ, ὡς αἰχμαλώτων καὶ δούλων· ἀλλ’ ἐδέξατο τὴν ἱκετείαν, καὶ δέδωκε τὴν ἐλευθερίαν. ιθʹ. «Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Ταύτην δὲ τὴν | |
15 | εὐεργεσίαν ἀνάγραπτον εἰς ἀεὶ ποιήσομεν· ὥστε καὶ τοὺς ἐσομένους τὴν σὴν φιλανθρωπίαν μαθεῖν. Λαὸν δὲ κτιζόμενον τὸν ἐξ ἐθνῶν συλλεγέντα καλεῖ, περὶ οὗ καὶ ὁ μακάριος λέγει Παῦλος· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος | |
20 | Δαβὶδ ἐν τῷ κʹ καὶ αʹ ἔφη ψαλμῷ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίη‐ σεν ὁ Κύριος.» Οὗτος ὁ λαὸς καὶ τὰ παλαιὰ καὶ τὰ νέα παιδευόμενος τὸν προσήκοντα ὕμνον ἀναπέμπει | |
25 | τῷ Σωτῆρι Θεῷ. κʹ—κβʹ. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὑτοῦ Κύ‐ ριος, ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν | |
30 | τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερου‐ σαλήμ.» Πάντα γὰρ ἐφορῶν καὶ πρυτανεύων ὁ τῶν ὅλων Θεὸς τῶν ἐφορωμένων ἐπήκουσε, καὶ τὴν τῆς ἐλευθερίας ἐξενήνοχε ψῆφον, ὥστε τοὺς πεπεδη‐ μένους ἀντὶ τῶν ἀνῃρημένων ἐπανελθεῖν, καὶ τὴν | |
35 | πόλιν τὴν πατρῴαν οἰκοδομῆσαι, καὶ συνήθως ἐν ἐκείνῃ τὴν κατὰ τὸν νόμον λατρείαν προσενεγκεῖν τῷ Θεῷ. κγʹ—κεʹ. «Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς, τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη | |
40 | αὐτῷ ἐν ὁδῷ ἰσχύος αὑτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου.» Ὅταν, φησὶ, τῆς ἐπανόδου τύχωμεν, ἀθροίσονται λαοὶ καὶ βασιλεῖς, τὴν σὴν θαυμάζοντες δύναμιν. Τηνικαῦτα τοίνυν τοσαύτην | |
45 | ἕξομεν εὐφροσύνην, ὡς καὶ δεηθῆναί σου τῆς ἀγα‐ θότητος, προσθήκην ἡμῖν ἐτῶν χαρίσασθαι, καὶ μὴ μεσοῦντος ἡμῶν τοῦ χρόνου τῷ θανάτῳ παραδοῦ‐ ναι· ὁδὸν δὲ ἰσχύος καλεῖ τὴν διὰ τὴν ἰσχὺν τοῦ | |
Θεοῦ παρασχεθείσαν ἐπάνοδον. «Ἐν γενεᾷ γενεῶν | 1681 | |
80.1684 | τὰ ἔτη σου.» Σὺ γὰρ ἀπέραντον ἔχεις τὸ εἶναι, καὶ ῥᾴδιόν σοι καὶ τοὺς ἄλλους μακροβίους ἐργάσα‐ σθαι. κϛʹ, κζʹ. «Κατ’ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμε‐ | |
5 | λίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις.» Τί γὰρ ἀδύ‐ νατον τῷ τῶν ὅλων Δημιουργῷ; τῇ γῇ τὸ εἶναι σὺ δέδωκας, τοὺς οὐρανοὺς μὴ ὄντας ἐποίησας, καὶ τούτων μεταβολὴν δεχομένων, σὺ τὸ ἄτρεπτον ἔχεις. | |
10 | Ἀπὸ δὲ τῶν περιεκτικῶν στοιχείων, καὶ τῶν ἄλλων αὐτὸν ἁπάντων ἔδειξε ποιητήν. «Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλί‐ ξεις αὐτοὺς καὶ ἀλλαγήσονται.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθή‐ | |
15 | σονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐ‐ τοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίων μιμήσεται παλαιότητα· σὺ δὲ αὐτὰ ἀλλάξεις, καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ | |
20 | θεσπέσιος Ἀπόστολος ἔφη· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» κηʹ. «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί‐ ψουσιν.» Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς | |
25 | ἐθέλεις, ὦ Δέσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν, καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ’ ὅμως ἐν τῷ Υἱῷ θεωροῦμεν τὸν Πατέρα. Ἃ γὰρ ἂν ἐκεῖνος | |
30 | ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ· καὶ τὸ ταυτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται· μίαν γὰρ ἴσμεν τὴν τῆς Τριάδος ἐνέργειαν. κθʹ. «Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθή‐ | |
35 | σεται.» Ὁ δὲ Σύμμαχος διαμενεῖ τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπαλλαγέντες τὴν Ἱερου‐ σαλὴμ οἰκήσουσι, τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Περὶ τούτου δὲ τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα | |
40 | ὃ ἐπήγγελται.» Καὶ, «Τῷ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός·» Τοῦτο τὸ σπέρ‐ μα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεῷ | |
45 | Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ Κυρίου φωνήν· «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ | |
αἷμα, ζήσεται εἰς τὸν αἰῶνα.» | 1683 | |
80.1685 | ΕΡΜΗΝ. ΤΟΥ ΡΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Δοκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος εἶναι τῷ προτεταγμένῳ, καὶ κατ’ αὐτὴν τὴν ὑπόθεσιν. Ἐν ἐκείνῳ μὲν γὰρ, οἱ τὰς ἐν | |
5 | Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχηκότες ὧν ᾔτησαν ὑμνοῦσι τὸν εὐεργέτην. Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέ‐ ρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιωθεῖσιν | |
10 | ἐλευθερίας. Δηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὐτὴ μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.» Οἱ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι εἰς ὑμνῳδίαν σφᾶς | |
15 | αὐτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμει‐ βόμενοι. Δυνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐεργεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς | |
20 | λογισμοὺς, καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα. βʹ. «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.» Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ | |
25 | τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Τὰς μέντοι ἀνταποδόσεις, εὐεργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι. γʹ. «Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας | |
30 | σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.» Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ κατὰ ταυτὸν, «Ἀφέωνται αἱ ἁμαρτίαι σου·» καὶ, «Ἆρον | |
35 | τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες. δʹ. «Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» | |
40 | Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δου‐ λείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς. Ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἔδωκεν, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. «Τὸν | |
45 | στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.» —«Χάριτί ἐστε σεσωσμένοι, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυ‐ χήσηται.» Καὶ πάλιν, «Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. | |
80.1685(50) | Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακρο‐ | |
θυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν | 1685 | |
80.1688 | ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.» Χάριτος τοίνυν καὶ φιλαν‐ θρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον | |
5 | σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ἐνέδυσέ με· ὡς νυμφίῳ περιέβαλέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.» Καὶ μετ’ ὀλίγα, «Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.» Ταῦτα δὲ ἅπαντα | |
10 | ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνην. εʹ. «Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου.» Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ ἐν ἀγαθοῖς προστέ‐ | |
15 | θεικε. Τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ Δεσπότης πληροῖ· «Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρί‐ σκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.» —«Ζητεῖτε δὲ τὴν | |
20 | βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν.» — «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ταύτην πάλιν τὴν νεουργίαν ἡμῖν ὁ Δεσπότης διὰ τοῦ παν‐ αγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας | |
25 | ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργά‐ σατο. Συνῳδὰ τούτοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· «Οἱ δὲ ὑπομένοντές με, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί.» Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δημιουργηθέντες ἐδεξάμεθα | |
30 | χαρακτῆρας, εἶτα τούτους ἠμαυρώσαμέν τε καὶ διεφ‐ θείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρτίας ἐπιτηδεύ‐ μασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. Διδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρό‐ | |
35 | πον. ϛʹ. «Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.» —«Οὐ γὰρ διὰ τὰς δικαιοσύ‐ νας, ἃς ἐποιήσαμεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ, ἔσωσεν ἡμᾶς διὰ | |
40 | λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύ‐ ματος ἁγίου.» Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀληθείας ἐχθροῦ, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ’ ἐκείνου δὲ τὴν δικαίαν ἐξενήνοχε ψῆφον. | |
45 | ζʹ. «Ἐγνώρισε τὰς ὁδοὺς αὑτοῦ τῷ Μωσῇ· τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὑτοῦ.» Οὐκ ἐκ μεταμε‐ λείας δὲ ταύτην ἡμῶν ἐπραγματεύσατο τὴν σωτη‐ ρίαν· ἀλλ’ ἄνωθεν ταῦτα διὰ τῶν προφητῶν προ‐ εθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωσοῦ τὴν ἡμετέ‐ | |
80.1688(50) | ραν ἐσκιογράφησε σωτηρίαν. Καὶ τοῦ παναγίου βα‐ | 1687 |
80.1689 | πτίσματος ἡ θάλασσα τύπον ἐδέξατο· ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιά· τῆς ἐπουρανίου δὲ τροφῆς εἰκὼν τὸ μάννα. Καὶ τ’ ἄλλα δὲ, ἵνα μὴ καθ’ ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ’ | |
5 | ἐκείνοις ἐσκιογραφημένα. ηʹ. «Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρό‐ θυμος καὶ πολυέλεος.» Τούτων δὲ, φησὶν, αἴτιον τῶν ἀγαθῶν ἡ τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέ‐ τρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. | |
10 | θʹ, ιʹ. «Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίη‐ σεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέ‐ δωκεν ἡμῖν.» Οὐκ ἠνέσχετο ταῖς ἡμετέραις ἁμαρ‐ τίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ’ | |
15 | ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν. ιαʹ, ιβʹ. «Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὑτοῦ, ἐπὶ τοὺς φοβου‐ μένους αὐτόν. Καθόσον ἀπέχουσιν Ἀνατολαὶ ἀπὸ Δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.» Εἰ | |
20 | καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας φιλονεικῶν ἀγαθότητος· ἀλλ’ οὐχ εὗρεν ὁ ἀν‐ θρώπινος λογισμὸς, οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρό‐ | |
25 | τερον. ιγʹ. «Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.» Δημιουργὸς ὢν καὶ ποιητὴς, ἐμιμήσατο πατρὸς ἀγαθότητα, καὶ τὴν αὐτὴν περὶ τοὺς οἰκέτας, ἣν πατὴρ περὶ τοὺς παῖ‐ | |
30 | δας, φιλοστοργίαν ἐπέδειξεν. ιδʹ. «Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνή‐ σθη ὅτι χοῦς ἐσμεν.» Οἶδε γὰρ ὁ δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν, οἶδε καὶ πόθεν διεπλά‐ σθημεν, καὶ ποῦ πάλιν χωρήσομεν. | |
35 | ιεʹ. «Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει.» Οὐδὲν χόρ‐ του καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἦρι μὲν τέθηλε μετὰ βραχὺ δὲ μαραίνεται καὶ διαῤῥεῖ. ιϛʹ. «Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρ‐ | |
40 | ξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὑτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὅτι πνεῦμα διέρχεται αὐ‐ τὸν, εἶτα οὐχ ὑπάρχει. —Πνεῦμα τὴν ψυχὴν λέ‐ γει· ἧς παρούσης καὶ ζῇ τὸ σῶμα, καὶ ἐνεργεῖ· ἀπο‐ πτάσης δὲ κατασβέννυται καὶ φθείρεται, ὡς μηδὲ | |
45 | τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ γινώσκεσθαι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον διακύ‐ ψας εἰς τάφον· πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ | |
80.1689(50) | διασώζει. | 1689 |
80.1692 | ιζʹ, ιηʹ. «Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν. Τοῖς φυ‐ λάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν | |
5 | ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς.» Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακρὸν αἰῶνα χαρίζεται βιοῦν, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιο‐ σύνης ἀντίδοσιν. Οὕτω τῷ Ἰηοῦ μέχρι τετάρτης | |
10 | γενεᾶς τὴν βασιλείαν τετήρηκε, καί τοι μηδὲ τε‐ λείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ’ ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπε‐ σίῳ Δαβὶδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπιν‐ θῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλα‐ | |
15 | στηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Καὶ οὐχ ἁπλῶς με‐ μνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ’ ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμί‐ ζουσι βίον. | |
20 | ιθʹ. «Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὑτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει» Τοῦτο ἔοικε τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· «Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν.» Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς | |
25 | ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τῇ κτίσει, ἅτε δὴ πάν‐ των ὢν δημιουργὸς, καὶ βασιλεὺς, καὶ δεσπό‐ της. κʹ. «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐ‐ | |
30 | τοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.» Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύσις ἀξίως ὑμνεῖν σε τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ αἱ | |
35 | ἅγιαι φύσεις, ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα. καʹ. «Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐ‐ τοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐ‐ τοῦ.» Πολλὰ καὶ διάφορα τῶν οὐρανίων τὰ τάγ‐ | |
40 | ματα· Ἀρχαὶ γὰρ καὶ Ἐξουσίαι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Σεραφὶμ, καὶ Χερουβὶμ, καὶ ἕτερα ἡμῖν ὀνόματα ἄγνωστα, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος· ἀλλὰ πάντα διὰ τῶν δύο τούτων ὀνομάτων ὁ προφη‐ τικὸς συμπεριέλαβε λόγος. Ἀγγέλους μὲν γὰρ | |
45 | ἐκάλεσεν, ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγ‐ μασι, καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· Δυ‐ νάμεις δὲ, ὡς ἱκανὰς τὸ κελευόμενον πράττειν, καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λα‐ βόντας. | |
80.1692(50) | κβʹ. «Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, | |
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.» Οὐδὲ τοῦτο | 1691 | |
80.1693 | τοῖς Ἰουδαίοις ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀν‐ δραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες, «Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» Ἡμῖν δὲ ὁ θεῖος | |
5 | Ἀπόστολος παρεγγυᾷ, ἐν παντὶ τόπῳ προσευχομέ‐ νους αἴρειν ὁσίας χεῖρας. Τοῦτο καὶ ὁ Δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, «Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις | |
10 | προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» —«Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Σύμφωνον τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδά‐ | |
15 | σκει καὶ ἡμᾶς, ὡς δυνατὸν γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστή‐ ριον ὕμνον. ΕΡΜΗΝ. ΤΟΥ ΡΓʹ ΨΑΛΜΟΥ αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Ἡ τοῦ παναγίου | |
20 | Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαι‐ δεύει. Διάτοι τοῦτο τόνδε συγγέγραφε τὸν ψαλμὸν, τῷ μακαρίῳ Δαβὶδ ὑπουργῷ χρησαμένη· ὡς ἂν μά‐ | |
25 | θοιμεν ἅπαντες, τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι. Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δείκνυσι ποιητὴν ἁπάντων ὁμοῦ, καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Ἕκαστον εὐσεβείας τρόφιμον ὑμνεῖν | |
30 | διδάσκει τὸν εὐεργέτην Θεόν. «Κύριε ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα!» Ἐπιτάσεως καὶ ἐν‐ ταῦθα τὸ ὡς. Τὸ δὲ ἐμεγαλύνθης, οὐκ αὐξή‐ σεως δηλωτικὸν, ἀλλὰ τοῦ· ἀμετρήτου μεγέθους σημαντικόν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, | |
35 | Καὶ ὁ Θεός μου μέγας εἶ σφόδρα. Οὐ γὰρ μι‐ κρὸς ὢν ἐμεγαλύνθη, ἀλλὰ φύσει μέγας ὢν τοῦτο τοῖς εὐσεβέσιν ἐδείχθη· οὐχ ἅπαν τὸ μέγεθος, ἀλλ’ ὅσον ἡ φύσις τῶν ἀνθρώπων ἐχώρει. «Ἐξομολόγη‐ σιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω.» Ὁ Σύμμαχος | |
40 | οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω. Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγα‐ θῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτί‐ νουσι χρέος. | |
45 | βʹ. «Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.» Συνῳδὰ τούτοις καὶ ὁ Ἀπόστολος ἔφη· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. | |
80.1693(50) | Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγκάζει τοὺς | 1693 |
80.1696 | ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπρο‐ σίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινόν· ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ νεφέλη καὶ | |
5 | γνόφος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρό‐ σιτον φῶς τοῖς ὁρᾷν μὴ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταυτόν ἐστιν. Οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν. Καὶ τοῦτο μέντοι | |
10 | κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. «Ἐκ‐ τείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.» Τὴν τῆς δημιουρ‐ γίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε | |
15 | κήτη, λόγῳ μόνῳ χρησάμενος. γʹ. «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὑτοῦ.» Τοῦτο καὶ ὁ μακάριος ἐδίδαξε Μωσῆς. Ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι, «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος,» καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδα‐ | |
20 | τος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. «Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὑτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύ‐ γων ἀνέμων.» Διὰ τούτων τὴν πανταχοῦ διήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ, φησὶ, καὶ ἀνέμοις | |
25 | καὶ νέφεσιν· καὶ αὐτὸς ἰθύνει ταῦτα, καὶ κυβερνᾷ· καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. Διδάσκει δὲ κατὰ ταυτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι, καὶ τοῖς πᾶσιν ἐφίπταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύ‐ | |
30 | σις· ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν· οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς ὀξύ‐ τητος εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων | |
35 | παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νεφέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεόν· καὶ ἐν τῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφά‐ νειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαι‐ νίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ Δεσπότης | |
40 | Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὐτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον νεφέλη φωτεινὴ ὑπέλαβεν ἀπὸ τῶν ὀφθαλμῶν αὐ‐ τῶν. δʹ. «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα· | |
45 | καὶ τοὺς λειτουργοὺς αὑτοῦ πῦρ φλέγον.» Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν· τοὺς δὲ αὐτοὺς καὶ πνεύματα, καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι’ ἑκα‐ τέρων διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύματος ἡ | |
80.1696(50) | φύσις, ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέλοις | |
δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ εὐερ‐ | 1695 | |
80.1697 | γετεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους. Διὰ τοῦτο καὶ πυρὸς ἐμνημόνευσε, τὴν κολαστικὴν ση‐ μαίνων ἐνέργειαν. εʹ. «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν | |
5 | αὑτῆς.» Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἐπὶ τῆς ἕδρας αὐτῆς. «Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Αὐτὴν γὰρ ἐφ’ ἑαυτὴν ἑδράσας, δέδωκεν αὐτῇ τὸ ἀκίνητον, καὶ τοῦτον διαμενεῖ τὸν τρόπον, ἐφ’ ὅσον ἂν αὐτὸς ἐθελήσει. Οὕτω καὶ ἀλλαχοῦ φησι, | |
10 | Κρεμνῶν γῆν ἐπ’ οὐδενός. ϛʹ. «Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐ‐ τοῦ.» Τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσ‐ | |
15 | σον δὲ καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία Γραφή. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωσῆς· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου.» Ἐπειδὴ τοίνυν παν‐ ταχόθεν ὕδασιν ἡ γῆ περιέχεται, καὶ τὰ μεγάλα μὲν | |
20 | καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρμα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα ἄττα πλείονα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. «Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. [ζʹ, ηʹ.] Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται· ἀπὸ φωνῆς βροντῆς | |
25 | σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαί‐ νουσι πεδία, εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς.» Διὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφ‐ εστῶσαν τῇ κτίσει. Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα μιμουμένη τοῖς κύμασιν, οὐκ | |
30 | ἐπικλύζει τὴν ἤπειρον· ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέδιεν ὅρον. Τὸ δὲ, «Ἐπὶ τῶν ὁρέων στήσονται ὕδα‐ τα,» ἀντὶ τοῦ, Ὡς ὄρος ἕστηκε· τὸ δὲ, «Ἀναβαί‐ νουσιν ὄρη,» ἀντὶ τοῦ, Ὡς ὄρη. | |
35 | θʹ. «Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται· οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.» Αἰσχύνεται μὲν τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκείνης λυτ‐ τῶσα, καθάπερ χαλινῷ τῷ ὅρῳ τῷ θείῳ κωλυομένη, ἀναχαιτίζεται πάλιν, καὶ εἰς τοὐπίσω χωρεῖ. | |
40 | ιʹ. «Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνα‐ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα.» Εἶτα τὴν τούτων ὑποδείκνυσι χρείαν. ιαʹ, ιβʹ. «Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ· προσ‐ δέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ’ αὐτὰ τὰ | |
45 | πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.» Καὶ τοῦτο τῆς θείας Προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀν‐ | |
θρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων τὴν χρείαν πλη‐ | 1697 | |
80.1700 | ροῦν. Διὰ τοῦτο ὄρη τέμνων παρόδους τοῖς ὕδασιν ἐτεκτήνατο· ὥστε μὴ μόνον ἀνθρώπους ἔχειν ἀφ‐ θόνως τὰ νάματα τῶν πηγῶν· ἀλλὰ καὶ τῶν χερ‐ σαίων, καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη. Τὸ δὲ, | |
5 | «Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.» ὁ Σύμ‐ μαχος οὕτως ἡρμήνευσεν, Ἀνακτήσεται ὄναγρος δίψαν αὑτοῦ. ιγʹ. «Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὑτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.» Οὐ | |
10 | γὰρ μόνον κάτωθεν ἀναβλύζει, καὶ παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν· ἀλλ’ ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει. Εἶτα τὴν ἐντεῦθεν ὑποδεί‐ κνυσιν ὠφέλειαν. ιδʹ. «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι· καὶ | |
15 | χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς.» Φύεται γὰρ ἡ πόα, καὶ διατρέ‐ φει τὰ κτήνη, τὰ εἰς χρείαν ἀνθρώπων γεγενημένα· τρέφονται δὲ καὶ οἱ καρποὶ διὰ τῶν ὑετῶν, καὶ ὥριμοι γίνονται, καὶ τοῖς ἀνθρώποις προσφέρονται. | |
20 | Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Ἀλλ’ ὅμως διὰ τὴν τῶν ἀν‐ θρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας. ιεʹ. «Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ | |
25 | ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.» Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Ἐκβλαστῶν χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· εἰς τὸ ἐκφῦσαι τροφὴν ἀπὸ γῆς, καὶ οἶνον εὐφραίνειν καρδίαν | |
30 | ἀνθρώπου· στίλβειν πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτον καρδίαν ἀνθρώπου στηρίζειν. Ἐπὶ τοῦτο γὰρ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τῇ γῇ τοὺς ὑετοὺς δι‐ ηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς βλαστῆσαι καρποὺς, καὶ ἄρτῳ μὲν στηρίξαι καὶ διαθρέψαι | |
35 | τῶν ἀνθρώπων τὴν φύσιν· οἴνῳ δὲ εὐφρᾶναι καὶ θυμηρεστέραν ἐργάσασθαι τὴν ζωήν· ἐλαίῳ δὲ οὐ μόνον ἔνδοθεν διαθρέψαι, ἀλλὰ καὶ ἔξωθεν λαμπρῦναι τὰ σώματα. ιϛʹ. «Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου.» Ὁ | |
40 | δὲ Ἑβραῖος, καὶ οἱ λοιποὶ, τοῦ Κυρίου τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν· ὡς αὐτοφυᾶ, καὶ οὐ χειρό‐ | |
45 | κμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Διὸ καὶ ἐπήγαγεν· «Αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.» Οὔτε γὰρ ἀλσοκόμοι τινὲς τούτων γεγένηντο φυ‐ τουργοί· ἀλλ’ ὁ θεῖος Λόγος ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν κορυφὰς εἰργάσατο. Τοῦ μέντοι Λιβάνου ὡς | |
80.1700(50) | ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, | |
καὶ τἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν. | 1699 | |
80.1701 | ιζʹ. «Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.» Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ ἐλάται οἶ‐ κος αὐτῷ. Ὁ δὲ Σύμμαχος, Ὅπου στρουθία | |
5 | ἐννοσσεύσει, τῷ ἴκτινι βόρατον οἴκησις. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει· ἀνθρώποις μὲν γὰρ εἰς κατασκευὴν οἰκιῶν ἐπιτήδεια· τῶν δὲ ὀρνέων αὐτὰ δέχεται τὰς οἰκήσεις. | |
10 | ιηʹ. «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις· πέτρα κατα‐ φυγὴ τοῖς λαγωοῖς.» Οὐ παρορᾷ σου, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκας ἐνδιαίτημα τὰς τῶν ὀρῶν κορυφάς· τοῖς δὲ σμικροτέροις τῶν ζώων, τὰς τῶν πετρῶν | |
15 | καταδύσεις ιθʹ. «Ἐποίησε σελήνην εἰς καιρούς.» Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, | |
20 | οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν· αἱ γὰρ αὐτῆς ἀλλοιώ‐ σεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὐτὴ ποιεῖ, ἐν τοσαύταις ἡμέ‐ | |
25 | ραις αὔξουσά τε καὶ φθίνουσα. «Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ.» Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώ‐ μενος· ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτως ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυ‐ πτόμενος· καὶ τὸν αὐτὸν δρόμον ἔχει ἀεὶ, καὶ τὰ | |
30 | μέτρα φυλάττει. κʹ. «Ἔθου σκότος, καὶ ἐγένετο νύξ.» Ἀναγκαία καὶ ταύτης ἡ χρεία· τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συνισταμένη· ἀνάπαυσιν δὲ τοῖς ἀνθρώποις παρ‐ εχομένη. | |
35 | «Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. [καʹ.] Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς.» Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγματεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε πεινώσας | |
40 | ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, «Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς,» ἀντὶ τοῦ, Καὶ τούτοις ἡ θεία Πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων· ἀλλ’ ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρ‐ | |
45 | έχει τροφήν. κβʹ, κγʹ. «Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξ‐ ελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ· καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.» Ἡλίου δὲ ἀν‐ | |
80.1701(50) | ίσχοντος, τὰ μὲν εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν τῆς προτεραίας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐν τοῖς ἔργοις διημε‐ | |
ρεύουσιν. | 1701 | |
80.1704 | κδʹ. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας.» Ἕκαστον τῶν εἰρημένων λο‐ γισάμενος ὁ Προφήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμαθὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν | |
5 | ὕμνον ἀνέπεμψε· θαυμαστὰ, καὶ λίαν ἀξιάγαστα, καὶ σοφίας μεστὰ φήσας εἶναι πάντα τοῦ Θεοῦ τὰ ποιήματα. Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρησιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέροντα· καὶ τῶν | |
10 | θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώποις ἁρμόδια. «Ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου.» Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ κτίσεως τεθείκασιν· ἀντὶ τοῦ, Παντο‐ δαπῶν αὐτὴν ἐνέπλησας ἀγαθῶν. Ἀπὸ μέντοι τῆς γῆς, καὶ πρὸς τὴν γείτονα θάλασσαν μεταβαίνει, | |
15 | καί φησιν· κεʹ. «Αὕτη ἡ θάλασσα, ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων.» Καὶ τοῦτο δὲ τῆς θείας Κηδεμονίας τεκμήριον· τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαι‐ | |
20 | τᾶσθαι, καὶ μὴ παντελῶς ὑπ’ ἐκείνων καταναλί‐ σκεσθαι. κϛʹ. «Ἐκεῖ πλοῖα διαπορεύονται.» Χρεία καὶ αὐτὴ τῶν ἀνθρώπων μεγίστη. Διὰ ναυπηγικῆς γὰρ τέχνης, καὶ κυβερνητικῆς ἐπιστήμης, παρ’ ἀλλή‐ | |
25 | λων κομιζόμεθα καὶ τὰ ἐνδέοντα καὶ τὸν παρ’ ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ’ ἐκείνοις γινόμενον. «Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Διὰ τοῦ δρά‐ κοντος τὰ μεγάλα παρεδήλωσε κήτη, ἃ τοῖς μεγά‐ | |
30 | λοις πελάγεσιν ἐμφιλοχωρεῖ. Τὸ δὲ, «ἐμπαίζειν αὐτῷ,» ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ· ἀῤῥενικῶς γὰρ αὐτὴν ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μύρια τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐ‐ | |
35 | τῇ νήχεται. Εἰ δέ τισι δοκεῖ καὶ ἀλληγορῆσαι τὸν δράκοντα, διὰ τὸ καὶ ἐν τῷ Ἡσαΐᾳ· «Τὴν μάχαιραν τὴν μεγάλην, καὶ τὴν ἁγίαν, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα χωρεῖν· τὸν ὄφιν τὸν σκολιὸν, τὸν ἐν τῇ θαλάττῃ·» οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν | |
40 | τοιαύτην διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑ‐ ρίσκομεν τοῦτο τὸ ζῶον ἀπὸ τῶν θείων ἀγγέλων καταπαιζόμενον. Καὶ ὁ Κύριος ἐξουσίαν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς, πατεῖν ἐπάνω ὄφεων, καὶ σκορ‐ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. | |
45 | κζʹ. «Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.» Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομίζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφήν· ἀγνοεῖ δὲ τὸν χορηγόν· δέ‐ χεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ. | |
80.1704(50) | κηʹ. «Δόντος σου αὐτοῖς, συλλέξουσιν.» Σοῦ παρ‐ έχοντος τὴν ἀφθονίαν, τούτων ἕκαστον καρποῦται τὰ | |
πρόσφορα. «Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμ‐ | 1703 | |
80.1705 | παντα πλησθήσονται χρηστότητος.» Τὴν εὐ‐ κολίαν τῆς τῶν ἀγαθῶν χορηγίας διὰ τούτων ἐδή‐ λωσεν. Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας ἐκτεῖ‐ ναι δακτύλους, οὕτω ῥᾴδιον τῷ Θεῷ τῶν ἀγαθῶν | |
5 | ἁπάντων δωρήσασθαι τὴν φοράν. κθʹ. «Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, τα‐ ραχθήσονται.» Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμη‐ δίας τοὺς τῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος· οὕτως ἀποστρεφομένου σου, τα‐ | |
10 | ραχῆς ἅπαντα καὶ δέους ἐμπίπλαται. «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσι.» Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ ὁ τοῦ σώματος γίνεται χωρισμός· μεθ’ ὃν τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν | |
15 | πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν. λʹ. «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθή‐ σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ἐνταῦθα σαφῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, | |
20 | καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἡλίας ὁ πάνυ τῆς χήρας τρὶς ἐμ‐ φυσήσας τῷ παιδαρίῳ, καὶ διὰ τῆς ἐνοικούσης πνευ‐ ματικῆς χάριτος ἐπαναγαγὼν ζωήν· οὕτω καὶ Ἑλισσαῖος τὸν τῆς Σουμανίτιδος ἐζωοποίησε παῖδα, | |
25 | τῷ πνευματικῷ χρησάμενος ἐμφυσήματι, καὶ τῷ ζωοποιῷ πνεύματι πραγματευσάμενος τὴν ζωήν. Οὕτω τῆς θείας δυνάμεως, καὶ τήνδε τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. λαʹ. «Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας.» | |
30 | Ἀεὶ, φησὶν, αὐτὸν παρὰ πάντων ὑμνεῖσθαι δίκαιον. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὑτοῦ.» Τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν διὰ τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων ἀπαλλαγέντων, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπί‐ | |
35 | γνωσιν, εὐφρανθήσεται Θεὸς, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν. λβʹ. «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνί‐ ζονται.» Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς | |
40 | διδάσκων τῆς θείας φύσεως. Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος· ἀλλ’ ὡς σώζειν βουλό‐ μενος, τὴν ἀλήθειαν δείκνυσι· καὶ κολάζειν δυνά‐ μενος, οὐκ ἐπιφέρει τὴν κόλασιν· καί τοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ | |
45 | ὄρη πληρῶν. Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε· τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον. λγʹ. «ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.» Καὶ ταῦτα εἰκότως προσ‐ | |
80.1705(50) | τέθεικεν. «Οὐ γάρ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημο‐ | |
νεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται | 1705 | |
80.1708 | αὐτῷ;» Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδοφο‐ ρίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανησά‐ σαις. | |
5 | λδʹ. «Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.» Τὴν διαλογὴν, διάλεξιν ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύλας, ὁμιλίαν. Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. «Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.» Τούτου | |
10 | γὰρ, φησὶν, γινομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι. λεʹ. «Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς· καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.» Τὸ θεῖον κάλλος, καὶ τὸν ἄῤῥητον πλοῦτον ὡς ἐνῆν ἀνθρω‐ | |
15 | πείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐ‐ τῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβλη‐ θῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος | |
20 | ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥητὰ, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑπο‐ βάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Καὶ γὰρ | |
25 | ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθεικεν· «Εἴ τις οὐ φιλεῖ τὸν Κύ‐ ριον Ἰησοῦν, ἤτω ἀνάθεμα.» Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγα‐ | |
30 | θῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει Δημιουργὸν καὶ Σωτῆρα. ΕΡΜΗΝ. ΤΟΥ ΡΔʹ. ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρα‐ | |
35 | κελεύεται τὸν τῶν ὅλων Θεόν· δηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύ‐ ριον ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέ‐ σεων, καὶ τῶν δι’ ἐκείνους ὑπ’ αὐτοῦ παρασχεθέν‐ | |
40 | των ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη, τοὺς τοσούτων εὐερ‐ γεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι καὶ παραθῆξαι. Διδάσκει δὲ καὶ κατὰ ταυτὸν, καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν | |
45 | ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ Θεοῦ λαὸς ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπήλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς· διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώ‐ | |
80.1708(50) | πους, ὅσα μὲν αὐτὸν εὐεργέτησε καὶ ἡλίκα, ὅπως | |
δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένην‐ | 1707 | |
80.1709 | ται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ’ ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύσοιεν. | |
5 | αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ.» Τὸ δὲ ἐπικαλεῖσθε, κηρύσσητε ὁ Σύμμαχος εἴρηκε. Παρακελεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ δι‐ ηγεῖσθαι τὰς θείας εὐεργεσίας. «Ἀπαγγείλατε ἐν | |
10 | τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ.» Δῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ, καὶ τοῖς ἔθνεσιν ἅπασιν πραγματεύεται. βʹ. «ᾌσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.» Ὕμνοις αὐτὸν καὶ | |
15 | μελῳδίαις ἀμείβεσθε· καὶ τοὺς ἀγνοοῦντας διδά‐ ξατε τὰ παρ’ αὐτοῦ γεγενημένα θαύματα. γʹ. «Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ.» Ὁ δὲ Ἀκύλας καυχᾶσθε ἀντὶ τοῦ ἐπαινεῖσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος, μὴ ἐπὶ πλού‐ | |
20 | τῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ μέγα φρονεῖν, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀποστόλος· «Ὁ καυχώμε‐ νος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω.» Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι, «Μὴ καυχάσθω ὁ σο‐ | |
25 | φὸς ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυ‐ ρὸς ἐν τῇ ἰσχύϊ αὑτοῦ.» Καὶ, «Μὴ καυχάσθω ὁ πλού‐ σιος ἐν τῷ πλούτῳ αὑτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύ‐ ριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς | |
30 | γῆς.» —«Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύ‐ ριον.» Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. δʹ. «Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε.» Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· | |
35 | «Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.» Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέ‐ λειαν καρποῦσθαι. Ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται, καὶ ἀήττητοι. Τοῦτο καὶ ὁ Κύριος νομοθετῶν ὑπηγ‐ | |
40 | γείλατο· «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.» εʹ. «Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, | |
45 | τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ.» Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους θαυ‐ ματουργίας, ἃς τῇ δικαίᾳ ψήφῳ κοσμήσας ὁ Δεσπό‐ της εἰργάσατο. Κρίματα γὰρ ἐνταῦθα προσηγό‐ ρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύ‐ | |
80.1709(50) | ματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τι‐ μωρίας τὸ δίκαιον. ϛʹ. «Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ | |
ἐκλεκτοὶ αὐτοῦ.» Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο | 1709 | |
80.1712 | καλεῖ, ὡς τοὺς μὲν ἀπογόνους, τοὺς δὲ υἱοὺς χρη‐ ματίσαντας. Ἐκλεκτοὺς δὲ προσηγόρευσεν ὡς παρὰ πάντα τὰ ἔθνη λαὸς κληθέντας Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. | |
5 | ζʹ. «Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.» Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκου‐ μένης, τούτους ἴδιον λαὸν προσηγόρευσεν. ηʹ. «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, | |
10 | λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς.» Τὸ διαρ‐ κὲς καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγενημένων ὑποσχέσεων διὰ τούτων διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς ὁ λόγος· ἀλλ’ ἀληθὴς καὶ θεῖος. Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ σπέρ‐ | |
15 | ματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη. Σπέρμα δὲ αὐτοῦ ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα· ὃς αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χιλίων γενεῶν ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ | |
20 | διαρκὲς καὶ αἰώνιον τῶν γενεῶν τὸ πλῆθος αἰνίτ‐ τεται. θʹ, ιʹ. «Ὅ τι διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην | |
25 | αἰώνιον.» Τούτων τῶν ὅρκων καὶ ὁ θεσπέσιος ἐμνημόνευσε Μωσῆς· «Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραὰμ, Κατ’ ἐμαυτοῦ ὤμοσα, ἦ μὴν εὐλο‐ γῶν εὐλογήσω, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· καὶ εὐλο‐ | |
30 | γηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Τούτῳ τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνή‐ σκει· βεβαιοῖ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας· καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωσοῦ τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας | |
35 | δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδούς· τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ Δεσπότου συμπεράνας Χριστοῦ. ιαʹ. «Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοί‐ νισμα κληρονομίας ὑμῶν.» Σχοίνισμα τὴν τῆς | |
40 | γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον μέτρῳ τὴν γῆν ὑποβάλλειν. ιβʹ. «Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλι‐ γοστοὺς καὶ παροίκους ἐν αὐτῇ.» Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις οὖσι, καὶ σφόδρα | |
45 | εὐαριθμήτοις· δηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνου‐ μένου τὴν δύναμιν· ὅτι καί τοι οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρέχειν ἠδύνατο. ιγʹ. «Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βα‐ σιλείας εἰς λαὸν ἕτερον.» Παροικοῦντες γὰρ οἱ | |
80.1712(50) | πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ’ ἑνὸς ἱδρύμενοι | 1711 |
80.1713 | τόπου· ἀλλὰ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ τὰς σκηνὰς μεταφέροντες. ιδʹ. «Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς.» Κρείττους γὰρ αὐτοὺς τῶν ἀδικιῶν πειραθέντων | |
5 | ἀπέφηνεν. «Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασι‐ λεῖς.» ιεʹ. «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύσεσθε.» Οὕτω τὸν Φαραὼ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς | |
10 | περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν Ἀβιμέλεχ ἐξεδειμάτωσεν εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ· αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί. Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν | |
15 | ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· «Ὅρα γὰρ, ἔφη, μὴ λαλήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ.» Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ κεχρισμένους, ἀλλ’ ὡς ἐκλεκτοὺς γενομέ‐ νους. Προφήτην δὲ καὶ αὐτὸς ὁ Θεὸς τὸν Ἀβραὰμ | |
20 | προσηγόρευσεν· «Ἀπόδος γὰρ, ἔφη, τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστί· καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ.» ιϛʹ. «Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν.» Ἡ ἁμαρ‐ τία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη | |
25 | βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ’ ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. «Πᾶν στήριγμα ἄρτου συνέτριψεν.» Ἀντὶ τοῦ, | |
30 | Πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν· οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς, καὶ ὄσπρια, καὶ τ’ ἄλλα δι’ ὧν βιοτεύουσιν ἄνθρωποι. ιζʹ. «Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ.» Ἀμφότερα κατὰ | |
35 | ταυτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὑτοῦ σοφίαν· τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκα‐ σεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν τῇ ἐκείνων ἐνδέδωκεν. Αὐτὸς δὲ εἰς δέον ταύτῃ | |
40 | χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴγυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περι‐ φανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς | |
45 | γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνωσίας κατ‐ έλαμψεν. ιηʹ. «Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ.» Μετὰ γὰρ τὴν τῆς | |
80.1713(50) | μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου | |
δεσμά. Τοῦτο μέντοι ὁ Σύμμαχος οὕτως εἴρηκεν, | 1713 | |
80.1716 | Εἰς σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, Μέ‐ χρι σφαγῆς ἐκινδύνευσεν. ιθʹ. «Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν.» Ταῦτα δὲ ὑπέμεινεν | |
5 | ἅπαντα χρυσοῦ δίκην δοκιμαζόμενος· οὐχ ἵνα τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ’ ἵνα τοῖς ἄλλοις ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν δείξῃ, καὶ ἀρχέτυπον ἀληθείας προθῇ. | |
10 | κʹ, καʹ. «Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὑτοῦ.» Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς, ἐπήγαγε· | |
15 | κβʹ. «Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.» Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνοις | |
20 | χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος. κγʹ. «Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ.» Αὕτη, φησὶν, ἡ πρόφασις ἐγένετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον, | |
25 | ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπει‐ δὴ ὁ Μεσρὲμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. «Χὰμ γὰρ, φησὶν, ἐγέννησεν τὸν Χοὺς πρωτότοκον, καὶ Μεσρὲμ τὸν ἀδελφὸν αὐτοῦ.» Χοὺς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσρὲμ δὲ τὴν Αἴγυπτον, | |
30 | Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφάνειαν διὰ τῆς προσηγορίας δηλῶν. κδʹ. «Καὶ ηὔξησε τὸν λαὸν αὑτοῦ σφόδρα, καὶ | |
35 | ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ.» Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳ γάρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγένοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ. κεʹ. «Μετέστρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μι‐ | |
40 | σῆσαι τὸν λαὸν αὐτοῦ.» Οὐκ αὐτὸς μεταβαλὼν τῶν Αἰγυπτίων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παρα‐ χωρῶν· καὶ τὰς μὲν ἐπιβουλὰς μὴ κωλύων, κρείτ‐ τους δὲ τῶν ἐπιβουλευόντων τοὺς ἐπιβουλευομένους δεικνύς. «Τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.» | |
45 | Ποτὲ μὲν ταῖς μαίαις ἐπέταξαν οἱ Αἰγύπτιοι δια‐ φθείρειν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ πο‐ ταμῷ ταῦτα παραπέμπειν ἐκέλευσαν. Ἄλλ’ ὅμως καὶ οὕτως τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχα‐ νήματα. | |
80.1716(50) | κϛʹ, κζʹ. «Ἀπέστειλε Μωσῆν τὸν δοῦλον αὑ‐ τοῦ, καὶ Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο | |
αὐτοῖς τοὺς λόγους τῶν σημείων αὑτοῦ, καὶ τῶν | 1715 | |
80.1717 | τεράτων αὑτοῦ ἐν γῇ Χάμ.» Προβαλλόμενος γὰρ αὐτοὺς τῆς τῶν ὁμοφύλων ἐλευθερίας ὑπουρ‐ γούς τε καὶ διακόνους, τὴν τῆς θαυματουργίας αὐ‐ τοῖς ἐνεχείρισε δύναμιν. | |
5 | κηʹ. «Ἐξαπέστειλε σκότος, καὶ ἐσκότασεν, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ.» Οὐκ ἀντεῖ‐ πον γὰρ οἱ μακάριοι θεράποντες τοῖς θείοις προσ‐ τάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μα‐ κροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, | |
10 | μᾶλλον δὲ καὶ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κε‐ ράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. κθʹ. «Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ | |
15 | ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.» Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα, ὥστε ἁπάντων διαφθαρῆ‐ ναι τῶν ἰχθύων τὰ γένη. λʹ. «Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους, ἐν τοῖς τα‐ | |
20 | μείοις τῶν βασιλέων αὐτῶν.» Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετ‐ έβαλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε, τοῖς ἀνῃρημένοις | |
25 | παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. λαʹ. «Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνίπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.» Ἠκολούθει γὰρ τοῖς λε‐ | |
30 | γομένοις τὰ ἔργα· καὶ παραυτίκα Θεοῦ μὲν κελεύ‐ οντος, Μωσοῦ δὲ λέγοντος, καὶ κυνόμυια, καὶ σκνί‐ πες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίους ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέ‐ ροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. | |
35 | Τοῦτο γὰρ σημαίνει τὸ, «Ἐν πᾶσι τοῖς ὁρίοις αὐ‐ τῶν·» ἀντὶ τοῦ, Ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν. λβʹ, λγʹ. «Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς | |
40 | ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συν‐ έτριψε πᾶν ξύλον ὁρίου αὐτῶν.» Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ ὄμβρων χά‐ λαζαν ἀπεκύησε· κεραυνοὶ δὲ, καὶ πρηστῆρες, μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις | |
45 | ὕδωρ καὶ πῦρ ἀλλήλας οὐκ ἐλυμαίνοντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτηκεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυσικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παι‐ δείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον· | |
80.1717(50) | ὅτι ἄνθρωποι ὄντες οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ | 1717 |
80.1720 | τοὺς ὁμοφυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον. Τούτου δὲ χάριν, καὶ αἱ ἄμπελοι, καὶ αἱ συκαῖ αὐτῶν, καὶ τ’ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ’ αὐτῶν δι‐ εφθείρετο. | |
5 | λδʹ, λεʹ. «Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν [καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν].» Διὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε, διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρού‐ | |
10 | χου, τὰ ἕλη, τοὺς λειμῶνας τὰ λήϊα· οὐ γὰρ μό‐ νον τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν κατ‐ ηνάλωσεν. λϛʹ. «Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.» Ταύ‐ | |
15 | την Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγήν· μεθ’ ἢν ἐξελθεῖν τοὺς Ἰουδαίους κατέπειξεν· ἅπασα ἡ οἰκία θρήνων καὶ ὀλοφύρσεων ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, | |
20 | πικροτέραις βάλλων ἀκῖσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. λζʹ. «Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυ‐ σίῳ.» Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰ‐ γύπτιοι τοῖς Ἑβραίοις ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις | |
25 | ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον· οὐ γὰρ ἀδίκως τοῦτο γε‐ νέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦν‐ τας παιδεύων, καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. | |
30 | «Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.» Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. ληʹ. «Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ’ αὐτούς.» Οὕτω | |
35 | δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τι μωρίαις, ὡς καὶ εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. λθʹ. «Διεπέτασε νεφέλην εἰς σκέπην αὐτῶν, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα.» Ἡ γὰρ αὐ‐ | |
40 | τὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ’ ἡμέραν ἐγένετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυ‐ ροειδὴς αὐτοῖς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχο‐ ρήγει τὴν χρείαν. μʹ. «ᾜτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρ‐ | |
45 | τον οὐρανοῦ ἐνέπλησεν αὐτούς.» Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρέσχεν αὐτοῖς καὶ θήραν ὀρνίθων αὐτόματον, καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε τούτους, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ’ αὐτὴν δωρησάμενος τὴν τροφήν. | |
80.1720(50) | μαʹ. «Διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, | |
καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.» Ἐθερά‐ | 1719 | |
80.1721 | πευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας. Ἐν ἀνύδρῳ γὰρ γῇ, καὶ νοτίδος ἐστε‐ ρημένῃ, ποταμοὺς ἀναβλῦσαι προσέταξε· ποταμοὺς δὲ καλεῖ τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων | |
5 | τοὺς ὀχετούς. μβʹ, μγʹ. «Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὑ‐ τοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὑτοῦ. Καὶ ἐξ‐ ήγαγε τὸν λαὸν αὑτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλε‐ κτοὺς αὑτοῦ ἐν εὐφροσύνῃ.» Τούτων δὲ πάντων αὐ‐ | |
10 | τοῖς μετέδωκε, τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας ὑπ’ αὐτοῦ ἐπαγγελίας πληρῶν. μδʹ. «Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πό‐ νους λαῶν κατεκληρονόμησαν.» Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τῶν Χανα‐ | |
15 | ναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε· καὶ ἐκείνους κολάσας ἐν‐ δίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρώην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι’ ὧν Ἰουδαίοις ἐνομο‐ | |
20 | θέτησε, φεύγειν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν. Διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροι‐ κεῖν ἐπὶ πλεῖστον ἐᾷ. «Οὔπω γὰρ, φησὶν, ἀναπε‐ | |
25 | πλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν·» ἀντὶ τοῦ, Οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγα‐ γεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν | |
30 | πραγμάτων τὸ τέλος. Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθ‐ μῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ’ ἐμοί. Διὰ τοῦτο τετρακοσίων ἐτῶν ἀναμένω περίοδον. Οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις ἐπαγγελίας ἀπ‐ έδωκεν. | |
35 | μεʹ. «Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.» Δέδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐτοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας. ΕΡΜΗΝ. ΤΟΥ ΡΕʹ ΨΑΛΜΟΥ. | |
40 | Ἀλληλούϊα. Ἐν μὲν τῷ ρʹ καὶ δʹ ψαλμῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τὰς τῶν εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς διαφόρως τιμωρίας διδά‐ | |
45 | σκει. Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβε‐ στέρων, τὰς κοινὰς ὀλοφυρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων. αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ ἐπὶ ταῖς προ‐ | |
80.1721(50) | τέραις εὐεργεσίαις τὸν Δεσπότην ὑμνήσατε, καὶ τὰς χρηστοτέρας ἐλπίδας προσμείνατε. Ἀγαθὸς γὰρ καὶ | |
φιλάνθρωπος ὁ Δεσπότης, καὶ ἀεὶ τῷ ἐλέῳ διατελεῖ | 1721 | |
80.1724 | χρώμενος. Εἶτα διδάσκει ὡς ὑπερβάλλει τῶν ἀν‐ θρώπων τὴν φύσιν ἡ τῶν θείων θαυμάτων διήγη‐ σις. βʹ. «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, | |
5 | ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Οὐ‐ δεὶς ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ τῶν ὅλων Θεοῦ. γʹ. «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦν‐ τες δικαιοσύνην ἐν παντὶ καιρῷ.» Τῇ αἰσθήσει τῆς | |
10 | ἁμαρτίας ὁ τῆς ἀρετῆς μακαρισμὸς ὑπεισέρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων μακαρί‐ ζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας. Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ | |
15 | διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι. δʹ. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου.» Ἐν‐ ταῦθα τὸν νέον λαὸν αἰνίττεται, καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢν τῆς σωτηρίας ἠξίωσεν, ἧς ἁρπάσαι | |
20 | διδάσκεται τὴν κοινωνίαν ἡ Ἰουδαίων πληθύς. Συμ‐ φωνεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπιφερόμενα. εʹ. «Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.» | |
25 | Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι τῆς ἐκείνοις χορηγουμένης χρηστότητος. ϛʹ. «Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν· ἠνο‐ μήσαμεν, ἠδικήσαμεν.» Ὥσπερ γάρ τινα, φησὶ, | |
30 | κλῆρον, παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν· πατέρας δὲ καλεῖ, οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ’ ἐκείνους γενο‐ μένους. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ζʹ. «Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν | |
35 | θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.» Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι’ αὐ‐ τοὺς γεγενημένων θαυμάτων, συνιδεῖν τὴν σὴν οὐκ ἐθέλησαν δύναμιν. «Καὶ παρεπίκραναν ἀναβαίνον‐ τες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.» Θεασάμενοι γὰρ | |
40 | τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπ‐ έχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσμεῖναι τὴν σὴν οὐκ ἐθέλησαν· ἀλλὰ τοῦ μεγάλου Μωσοῦ κατ‐ εβόων, λέγοντες· «Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρή‐ | |
45 | μῳ ταύτῃ.» Ἀλλ’ ὅμως καὶ ἀγνώμονας φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο γὰρ ἐπήγαγεν· ηʹ—ιʹ. «Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ. Καὶ | |
ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ | 1723 | |
80.1725 | ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ. Καὶ ἔσω‐ σεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ.» Λόγῳ γὰρ τῆς θαλάσσης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκείνην ἄβυσ‐ | |
5 | σον ἱππήλατον αὐτοῖς ἀπέφηνεν ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο‐ λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρή‐ μου παραβολῇ. | |
10 | ιαʹ. «Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.» Πάντας γὰρ τοὺς Αἰγυ‐ πτίους ὑποβρυχίους πεποίηκε· καὶ ἡ αὐτὴ θάλασσα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπήγαγε. | |
15 | ιβʹ. «Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.» Τῶν γὰρ ἀνδρῶν ὑμ‐ νούντων Μωσῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. | |
20 | ιγʹ, ιδʹ. «Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.» Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν | |
25 | λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ’ εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θερα‐ πόντων. ιεʹ. «Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξ‐ απέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.» Αἴ‐ | |
30 | τημα τὴν ἐπιθυμίαν ἐκάλεσεν· οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν· δέδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστόν τε καὶ ἄφθονον. ιϛʹ. «Καὶ παρώργισαν τὸν Μωσῆν ἐν τῇ παρεμ‐ | |
35 | βολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου.» Κορὲ μὲν γὰρ, καὶ ἡ τούτου συμμορία, ἐπειράθησαν τὴν ἱερω‐ σύνην ἁρπάσαι. Δαθὰν δὲ καὶ Ἀβειρὼν ἑτέραν ἐμελέτησαν τυραννίδα. ιζʹ, ιηʹ. «Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν, καὶ | |
40 | ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξ‐ εκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλε‐ ξεν ἁμαρτωλούς.» Δαθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεποντίσθησαν· Κορὲ δὲ, καὶ οἱ σὺν αὐτῷ, θεηλάτῳ πυρὶ κατεφλέχθησαν. Τὰς | |
45 | δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλλους σωφρο‐ νεῖν ἀναγκάζων· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἐβουλήθησαν· καὶ τοῦτο δηλοῖ ἡ τῶν τετολμημένων ἐξήγησις. ιθʹ. «Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ.» Οὐχ | |
80.1725(50) | ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσε‐ βείας διδάσκων ὑπερβολήν. Ἐν τούτῳ γὰρ ὤφθη | |
τῶν ὅλων ὁ Κύριος· ἐν τούτῳ δείματος αὐτοὺς ἐν‐ | 1725 | |
80.1728 | έπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτύπων βρονταῖς, καὶ μετὰ τοσ‐ ούτου δέους τὴν νομοθεσίαν προσφέρων. Ἐν τούτῳ τετολμήκασι τὴν ἀσέβειαν. «Καὶ προσεκύνησαν τῷ | |
5 | γλυπτῷ.» Ἑτέρας καὶ τοῦτο παραπληξίας κατ‐ ηγορία· ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμενον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. κʹ. «Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώ‐ ματι μόσχου ἐσθίοντος χόρτον.» Σφόδρα αὐτῶν | |
10 | ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ γὰρ τοῦ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνερ‐ γεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές· τροφὴ καὶ τῷ μόσχῳ, οὐκ | |
15 | ἄρτος, ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώ‐ ποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ. Οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι, | |
20 | οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλὰ ὅμως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν. καʹ, κβʹ. «Καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζον‐ τος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ. Θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυ‐ | |
25 | θρᾶς.» Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευσαν σωτη‐ ρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης θαύματος, ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν. κγʹ. «Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ | |
30 | Μωσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐν‐ ώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς.» Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, «Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·» εἶ‐ | |
35 | πεν ὁ μακάριος Μωσῆς, «Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας.» «κδʹ, κεʹ. «Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ. Καὶ ἐγόγγυσαν ἐν | |
40 | τοῖς σκηνώμασιν αὑτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.» Ἑτέρας ἀπειθείας ἀναμιμνήσκει· τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος τῆς ἐπηγγελμένης ἐπιβῆναι γῆς, τῆς δειλίας τὸ πάθος δεξάμενοι, ἀντέτεινον προφανῶς, τοὺς μὲν Χαναναίους γενναίους εἶναι λέ‐ | |
45 | γοντες, σφᾶς δὲ αὐτοὺς δύναμιν ἀξιόχρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον· τοὺς γὰρ τοσούτων καὶ τοιού‐ των θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς πάντα δί‐ | |
καιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. | 1727 | |
80.1729 | κϛʹ, κζʹ. «Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Καὶ τοῦ κατα‐ βαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορ‐ πίσαι αὐτοὺς ἐν ταῖς χώραις.» Ἐβουλήθη δὲ τῇ | |
5 | ἀπιστίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταυτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον, ἀλλ’ ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος, μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν. κηʹ, κθʹ. «Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ· καὶ | |
10 | ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.» Εἰς ἀκολασίαν ἐξοκεί‐ λαντες πάλιν, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφε‐ γὼρ δέ ἐστιν εἴδωλον παρ’ ἐκείνοις τιμώμενον. | |
15 | καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος, Βάαλ δὲ τὸ εἴδωλον. Τοῦτον δέ φασι Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ. Θυσίας δὲ νεκρῶν καλεῖ τὰς κα‐ λουμένας παρ’ Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσ‐ φέρειν εἰώθασι· καὶ αὐτοὺς δὲ τοὺς καλουμένους | |
20 | θεοὺς νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας. «Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.» Πάλιν γὰρ ἕτερον αὐτοῖς ἐπήγαγε θάνατον. λʹ, λαʹ. «Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιο‐ | |
25 | σύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.» Τὴν θραῦσιν ὁ Σύμμαχος πληγὴν εἴρηκε. Διδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία· τὸν γὰρ Ζαμβρὴν μιχθῆναι τῇ Μαδιανίτιδί τινι προφανῶς ἀνασχόμενον δόρατι χρησάμενος συνανεῖλε τῇ γυναικί. Τὸν τούτου ζῆ‐ | |
30 | λον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκώλυσεν. λβʹ, λγʹ. «Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀν‐ τιλογίας, καὶ ἐκακώθη Μωσῆς δι’ αὐτούς. Ὅτι παρ‐ επίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν | |
35 | τοῖς χείλεσιν αὑτοῦ.» Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες, μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξ‐ ῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς, οὐ μετὰ τῆς συνήθους ἁρμονίας τῷ | |
40 | θείῳ προστάγματι διηκόνησεν· ἀλλ’ ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ | |
ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ «Διέστειλεν ἐν | 1729 | |
80.1732 | τοῖς χείλεσιν αὑτοῦ,» ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως λόγοις ἐχρήσατο. Εἶπε γάρ· «Φησὶ Μωσῆς πρὸς αὐ‐ τοὺς, Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;» Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, | |
5 | οὐδ’ αὐτῷ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀπέδωκε γῆν· ἀλλὰ τὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέ‐ λος· δι’ Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχε‐ σιν. Καὶ δοκεῖ μὲν ταύτην αὐτῷ τιμωρίαν ἐπιτεθει‐ κέναι τῶν ὅλων ὁ πρύτανις· ἕτερα δὲ οἰκονομῶν | |
10 | ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ, τῶν Ἰου‐ δαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι’ αὐτοῦ πᾶ‐ σαν τὴν ὑπόσχεσιν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυ‐ | |
15 | μάτων ὑπουργῷ γενομένῳ; Διά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός· πρὸς δὲ τοῦτο, καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπήλαυσε γῆς, | |
20 | συνιδεῖν ἐντεῦθεν ῥᾴδιον, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσωσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας γεγενημένην αὐτῶν ἐλέγχει παρανο‐ μίαν. | |
25 | λδʹ—λϛʹ. «Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύ‐ ριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον.» Τὴν γὰρ ἐπι‐ μιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ | |
30 | ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρ‐ πὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προ‐ αναστέλλων. Ἀλλ’ ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ | |
35 | τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. λζʹ—λθʹ. «Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν | |
40 | τοῖς αἵμασι. Καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν.» Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευταῖον κατέλιπον· ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν καταλείπει τὸ αἵ‐ μασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προσ‐ | |
45 | ενεγκεῖν; Τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προσ‐ έφερον· τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς. «Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.» Πορνείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ. Ἐπειδὴ γὰρ τῷ | |
80.1732(50) | Θεῷ συνημμένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, | |
τὴν δεισιδαιμονίαν εἰκότως πορνείαν ἐκάλεσεν. | 1731 | |
80.1733 | μʹ—μβʹ. «Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὑτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευ‐ σαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς | |
5 | οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.» Ταῦτα καὶ ἡ τῶν Κριτῶν ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, ἄλλοτε δὲ Ἀμαλακίταις, καὶ Μαδιηναίοις, καὶ Ἀλλοφύλοις | |
10 | παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέλειαν καρπούμενος. μγʹ. «Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρ‐ επίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὑτῶν, καὶ ἐταπεινώθη‐ σαν ἐν ταῖς ἀνομίαις αὑτῶν.» Ἐπάγων γὰρ τὴν παι‐ δείαν πάλιν μετεδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς | |
15 | ἐναντίοις ἠμείβοντο. μδʹ. «Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν.» Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι· καὶ ὅτι ἐδεήθη‐ σαν τοῦ Θεοῦ ἀπὸ τῆς ἀνάγκης ὠθούμενοι· καὶ | |
20 | ὅτι δεηθέντες ἠκούσθησαν. μεʹ. «Καὶ ἐμνήσθη τῆς διαθήκης αὑτοῦ, καὶ μετ‐ εμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέου αὑτοῦ.» Διὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορή‐ γησε· μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦ‐ | |
25 | λαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πά‐ θος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται· ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπ‐ άγει, καὶ φιλανθρωπίαν ὀρέγει. μϛʹ. «Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς, ἐναντίον | |
30 | πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς.» Οὕτω τὸν Κύρον κατέθελξεν, καὶ εἰς ἔλεον ἔκαμψε, καὶ δοῦναι τοῖς δορυαλώτοις τὴν ἐλευθερίαν πεποίηκε. μζʹ. «Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπι‐ συνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι | |
35 | τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰ‐ νέσει σου.» Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐ‐ τοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ’ αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέ‐ σιος δὲ Ἀπόστολος τὴν ἐσομένην Ἰουδαίοις σωτηρίαν | |
40 | διὰ Ἠλιοῦ τοῦ Θεσβίτου προηγόρευσεν· «Ἥξει ἐκ Σιὼν, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.» Οὐ μὲν τὴν οἰκοδομίαν τῆς Ἱερουσαλὴμ προσμεῖναι δεῖ, κατὰ | |
45 | τοὺς μύθους τῶν ἀνοήτων, καὶ τὴν κατὰ νόμον λα‐ τρείαν, καὶ τὰς ἀλόγους θυσίας, καὶ περιτομὴν, καὶ σάββατον, καὶ σκιώδη περιῤῥαντήρια μετὰ τὸ παν‐ άγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων πα‐ ραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας, | |
80.1733(50) | καὶ πίστιν εἰς τὸν Δεσπότην Χριστὸν, καὶ τῆς καινῆς | |
διαθήκης τὴν πολιτείαν. | 1733 | |
80.1736 | μηʹ. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» Ὑμνητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ | |
5 | τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμε‐ νος σωτηρίας. Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ. Τὸ γὰρ Γένοιτο, γένοιτο, Ἀμὴν καὶ ἀμὴν, ὁ Ἑβραῖος κα‐ λεῖ. Ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς Ἐκκλησίαις μεμένηκε | |
10 | τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως διὰ τοῦ Ἀμὴν συντίθε‐ σθαι τὸν λαὸν, καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέ‐ ρειν, καὶ τὴν εὐλογίαν λαμβάνειν. ΕΡΜΗΝ. ΤΟΥ Ρϛʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλάκις ἀπεδείξαμεν, ὅτι σκιὰ τῆς | |
15 | καινῆς ἡ παλαιὰ διαθήκη· οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴδιον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων ἀνθρώπων σωτηρίαν προαγορεύει. Ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκολουθίαν. Ὁ μὲν γὰρ | |
20 | τέταρτος καὶ ἑκατοστὸς διήγησιν ἔχει τῶν ὑπὸ τοῦ Θεοῦ πρὸς τοὺς πατριάρχας γεγενημένων ἐπαγγελιῶν, καὶ τῶν τοῖς ἐκείνων ἐκγόνοις παρασχεθεισῶν δω‐ ρεῶν. Ὁ δὲ μετὰ ἐκεῖνον, πρὸς ταῖς εὐεργεσίαις, καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι’ | |
25 | ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην. Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιογράφηται τὰ ἡμέ‐ τερα, ὁρῶμεν δὲ καὶ ἐν τῷδε τῷ ψαλμῷ τῆς ἡμετέρας σωτηρίας τὰ θεσπίσματα· μᾶλλον ἡμῖν ἢ ἐκείνοις | |
30 | ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον. αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Πάλιν ὑμνεῖν ὁ προ‐ φητικὸς παρακελεύεται λόγος τὸν εὐεργέτην Θεόν· αἰτίαν δὲ τῆς ὑμνῳδίας τὴν φιλανθρωπίαν εἶναί | |
35 | φησιν. βʹ. «Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.» Καὶ Ἰουδαίους ὑμνεῖν ἔδει τῆς Βαβυλωνίων ἐλευθερωθέντας δου‐ λείας· καὶ ἡμᾶς ἀεὶ προσήκει τοῦτο ποιεῖν, τῆς τοῦ | |
40 | διαβόλου τυραννίδος ἀπαλλαγέντας. γʹ. «Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης.» Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν. Κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην | |
45 | ἐσκεδασμένοι διάγουσι. Τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλη‐ σίαν ἐν ἅπασι τῆς οἰκουμένης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε· καὶ τοὺς τοιούτους συλλό‐ γους πανταχοῦ γῆς καὶ θαλάττης ἔστιν ἰδεῖν. Ἐπὶ | |
80.1736(50) | μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται· τινῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ’ ἐκείνου τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου, | |
καὶ τῶν πλησιοχώρων ἐθνῶν. | 1735 | |
80.1737 | δʹ. «Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ.» Καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος· ἔρημος γὰρ ὑπῆρχε τοῦ Θεοῦ· καὶ τῆς πνευματικῆς ἀρδείας, δουλεῦον ἐκείνῃ, ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος· | |
5 | καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ὄντες, φησὶν ὁ θεῖος Ἀπόστολος. «Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον.» Οὔτε γὰρ Ἰουδαῖοι δια‐ φυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν | |
10 | πατρίδα καταλαβεῖν· οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες, πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν ἐνταῦθα νοητέον τὴν εὐσεβῆ πολιτείαν· εʹ. «Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν | |
15 | αὐτοῖς ἐξέλιπεν.» Θείας διδασκαλίας λιμὸς καὶ τού‐ τους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυ‐ λῶνι δουλεύοντες, καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λατρείαν πληροῦν οὐκ ἠδύναντο. Τὰ δὲ ἔθνη πάλιν οὔτε νόμον θεῖον ἐδέδεκτο, οὔτε πνευμα‐ | |
20 | τικῆς διδασκαλίας ἀπήλαυε, δι’ ὧν αἱ ψυχαὶ πεφύ‐ κασι τρέφεσθαι. Τοῦτον μέν τοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός· «Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» | |
25 | ϛʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε‐ σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς.» Τῶν μὲν Ἰουδαίων οἱ εὐσεβέστεροι τῷ Θεῷ τὴν ἱκετείαν προσήνεγκαν· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τοῦ Δανιὴλ προφητεία διδάσκει. Καὶ αὐτὸς | |
30 | γὰρ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ὑπὲρ πάντων ποτνιώμενοι, τὸν θεῖον ἐζήτησαν ἔλεον. Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς, καὶ θρήνοις ἀπαραμυθή‐ τοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλ‐ | |
35 | πίδα, οὐ μὲν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐζήτησαν. Εἶδε δὲ ὅμως στέ‐ νοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξεν. ζʹ. «Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.» Ἰουδαίοις | |
40 | μὲν γὰρ διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρή‐ σατο· τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ἐποδήγησεν ἀπο‐ στόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε, τὴν ἐν ὄρεσιν ἁγίοις τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. | |
45 | ηʹ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐ‐ τοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώ‐ πων.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὰ τεράστια | |
αὐτοῦ τὰ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὸν μέν | 1737 | |
80.1740 | τοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέ‐ ρει, οὔτε μὲν τὰ θαυμάσια, ἀλλ’ οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες. Θαυμαστὴ μὲν γὰρ καὶ ἀξι‐ άγαστος καὶ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ | |
5 | καὶ ἀξιαγαστοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖττον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις. Τούτων δὲ πάν‐ των ὁ θεῖος πρόξενος ἔλεος. «Οὐ γὰρ διὰ τὰς δι‐ καιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, φησὶν ὁ θεῖος | |
10 | Ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως.» θʹ, ιʹ. «Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Καθημένους ἐν σκότει | |
15 | καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σι‐ δήρῳ.» Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συν‐ εζευγμένους, καὶ λιμῷ τηκομένους, τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε· καὶ ἅπασαν ἀνθρώπων τὴν φύ‐ σιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου | |
20 | τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα καὶ διέῤῥηξε τὰ ἰσχυρὰ τῆς ἁμαρτίας δεσμά. «Σει‐ ραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος | |
25 | σφίγγεται.» Καί· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ‐ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὑτῶν.» ιαʹ, ιβʹ. «Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ἐτα‐ | |
30 | πεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν.» Τούτων δὲ πάντων αἴτιον τῶν ἀλγεινῶν, καὶ Ἰουδαίοις, καὶ μέντοι καὶ πᾶσιν ἀν‐ θρώποις, ἡ ἁμαρτία· κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων δουλείᾳ· καὶ πάντες ἄν‐ | |
35 | θρωποι, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς, ὑπεβλήθη‐ σαν τῇ τῶν πόνων ταλαιπωρίᾳ. Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδὰμ, «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐν | |
40 | ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Τοσαύταις περιστοι‐ χιζόμενοι συμφοραῖς λύσιν οὐδεμίαν εὕροντο τῶν ἐπικειμένων κακῶν, ἀλλ’ ὁ ταύταις αὐτοὺς συγκλη‐ | |
45 | ρώσας, αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρή‐ σατο. Φησὶ γάρ· ιγʹ, ιδʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε‐ σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐ‐ τούς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους, καὶ σκιᾶς | |
80.1740(50) | θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν.» Οἰ‐ | |
κτείρας γὰρ καὶ τούτους κἀκείνους, τοὺς μὲν τῶν | 1739 | |
80.1741 | ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤ‐ ῥηξε τὰ δεσμά. ιεʹ, ιϛʹ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη | |
5 | αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώ‐ πων. Ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.» Πύλας χαλκᾶς, καὶ μο‐ χλοὺς σιδηροῦς, τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν· καθάπερ γὰρ τὸν εἴσω τοιούτων καθειργμένον θυρῶν | |
10 | τε καὶ μοχλῶν, διαφεύγειν τῶν ἀδυνάτων· οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων δια‐ δρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος ἔλεος ἤρκεσε κἀκεί‐ νων καὶ τούτου διαλῦσαι τὸ κράτος, καὶ τῶν ἀνια‐ | |
15 | ρῶν τὴν λύσιν χαρίσασθαι. ιζʹ. «Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐ‐ τῶν· διὰ γὰρ τὰς ἀνομίας αὑτῶν ἐταπεινώθησαν.» Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι | |
20 | κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν. Ἀλλ’ ὅμως, καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδου‐ μένους κακοῖς σωτηρίας ἠξίωσεν. ιηʹ. «Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν· καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.» Ἰουδαῖοι | |
25 | μὲν γὰρ, τῷ πλήθει συνεχόμενοι τῶν κακῶν, καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν. Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ, ὡς ἐξ ἐκείνων εἴρηκεν ὁ προφήτης· «Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.» Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκα‐ | |
30 | λίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν, οἱ μὲν Σω‐ κράτους κατεψηφίσαντο θάνατον· οἱ δὲ τὸν Ἀνάξ‐ αρχον ξένῃ παρέδοσαν τιμωρίᾳ· οἱ δὲ ἄλλοι τοῦ Πυθαγόρου διαδόχους πικρῶς αἰκισάμενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον. Ἀλλ’ ὅμως καὶ τούτοις | |
35 | ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθα‐ νάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. ιθʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε‐ | |
40 | σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐ‐ τούς.» Εἶτα διδάσκει τῆς σωτηρίας τὸν τρόπον. κʹ. «Ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐ‐ τοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.» Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας, καὶ ἀποσταλεὶς, | |
45 | ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραφος, καὶ παν‐ ταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παν‐ τοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς δια‐ φθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρ‐ τωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρεγ‐ | |
80.1741(50) | γύησεν· οὕτω τὸν παρειμένον ἐστήριξεν εἰρηκὼς, | 1741 |
80.1744 | «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παράδεισον, οὕτω τοὺς τελώνας διδα‐ σκάλους τῆς οἰκουμένης ἀπέφηνεν, οὕτω τοὺς παν‐ αγίῳ προσιόντας βαπτίσματι νεουργεῖ καὶ καθαί‐ | |
5 | ρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλλάττει τραυμάτων. καʹ, κβʹ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.» | |
10 | Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον, τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνους εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας | |
15 | διεγείρειν εἰς ὑμνῳδίαν. Ἐπισημήνασθαι μέν τοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρεγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λα‐ τρείαν. Τὴν δὲ τῆς αἰνέσεως θυσίαν ὁ Ἀκύλας | |
20 | θυσίαν εὐχαριστίας προσηγόρευσεν. κγʹ, κδʹ. «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Αὐ‐ τοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμασία αὐτοῦ ἐν τῷ βυθῷ.» Παραβολικῶς ταῦτα τέθεικεν ὁ προ‐ | |
25 | φήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πελάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλε‐ ποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλ‐ πίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι | |
30 | ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύ‐ ναμιν. Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προ‐ τέρας ἀπάτης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γα‐ | |
35 | λήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. κεʹ, κϛʹ. «Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων.» | |
40 | Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος, καὶ τὰ λυπηρὰ γίγνεται, καὶ τὰ θυμήρη προσγίνεται. «Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. [κζʹ] Ἐταρά‐ χθησαν, καὶ ἐσαλεύθησαν, ὡς ὁ μεθύων· καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.» Ἐπέμεινε τῇ τροπῇ· | |
45 | καὶ δοκεῖ μὲν περὶ τῶν ναυτιλλομένων λέγειν· αἰ‐ νίττεται δὲ διὰ τούτων τὰς παντοδαπὰς τῆς φύσεως συμφοράς· ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται, τῇδε κἀ‐ κεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅτ’ ἂν ὑπ‐ | |
80.1744(50) | άρχῃ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέσθαι δύνανται τῶν δεινῶν. | |
κηʹ—λʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλί‐ | 1743 | |
80.1745 | βεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ εὐφράν‐ θησαν, ὅτι ἡσύχασαν.» Κἀκείνοις δὲ τοῖς πλέουσιν | |
5 | ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει· καὶ παραχρῆμα εἰς αὖραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάτ‐ τεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν. | |
10 | Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δουλείας ἐκείνης ἠλευ‐ θερώθησαν. «Καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θε‐ λήματος αὑτοῦ.» Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη· καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν, ἢ ἐκείνοις ἁρ‐ | |
15 | μόδιον. Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος αὑτοῦ λιμένα καθώρμισεν, τὴν θείαν αὑτοῦ δωρησάμενος γνῶσιν. λαʹ, λβʹ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀν‐ | |
20 | θρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.» Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν. Ἐν πάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου | |
25 | συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών. λγʹ, λδʹ. «Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξ‐ όδους ὑδάτων εἰς δίψαν. Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.» Ὑμνοῦσι δὲ | |
30 | αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πάλαι πολλοῖς ἀρδόμε‐ νοι προφητικοῖς ποταμοῖς, καὶ καρπὸν ὥριμον προσ‐ φέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μικρᾶς ἀπολαύου‐ σιν, ἀλλ’ ἔρημοι πάμπαν διὰ τὴν οἰκείαν πονηρίαν | |
35 | τῆς προτέρας ἀρδείας γεγένηνται. λεʹ. «Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων.» Τὰ δὲ πάλαι ἔρημα ἔθνη, καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περικλύζεται, ὑπὲρ τὴν χρείαν | |
40 | τὰ λογικὰ δεχόμενα ῥεύματα. λϛʹ. «Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συν‐ εστήσαντο πόλεις κατοικεσίας.» Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐν‐ δεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν | |
45 | εὐσεβῆ συνεστήσατο πολιτείαν. λζʹ. «Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπε‐ λῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος.» Καὶ ταῦτα ἅπαντα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος παραβολαῖς τοιαύταις ἐχρήσατο· καὶ | |
80.1745(50) | ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ | 1745 |
80.1748 | δὲ αὐτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε.» Καὶ πάλιν· «Θεοῦ | |
5 | γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε.» Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύγματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παραδεί‐ σους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν· καὶ ἅπαντες δὲ οἱ μετ’ ἐκείνους | |
10 | τὴν διδασκαλίαν πεπιστευμένοι, ταυτὸ τοῦτο δρῶντες διατελοῦσιν. ληʹ. «Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.» Ὁ γὰρ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ | |
15 | θερίσει, κατὰ τὸν θεῖον Ἀπόστολον. Κτήνη δὲ καλεῖ τοὺς ὑπ’ αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξη‐ σεν τῆς θαυματουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· «Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους | |
20 | καθ’ ἡμέραν τῇ Ἐκκλησίᾳ.» Καὶ αὐτὸς δὲ ὁ Κύ‐ ριος πρόβατα καλεῖ τοὺς πιστεύοντας· «Τὰ πρό‐ βατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ἐνταῦθα πάλιν τὰ | |
25 | Ἰουδαίοις συμβησόμενα προθεσπίζει κακά. λθʹ. «Καὶ ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.» Τοῦτο μὲν οὖν φη‐ σιν· Οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐλογίας καὶ εὐθηνίας πεπιστευκότες | |
30 | ἀπήλαυσαν. Οἱ δὲ πάλαι τῆς τῶν προφητικῶν πο‐ ταμῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερη‐ θέντες διὰ τὴν πονηρίαν τῆς γνώμης, καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς, καὶ εἰς ἅπασαν τὴν οἰκουμέ‐ | |
35 | νην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι. μʹ. «Ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας αὐ‐ τῶν.» Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πρά‐ γματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες καὶ | |
40 | διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου· ἀλλ’ οἱ πάλαι περιφανεῖς καὶ περίβλεπτοι, ἄσημοι παν‐ τελῶς εἰσι, καὶ ὑπ’ αὐτῶν ἐκείνων καταφρονούμε‐ νοι. «Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ.» Ὁ δὲ Σύμμαχος οὕτω· Καὶ πλανήσει αὐτοὺς ἐν | |
45 | ματαιότητι διανοίας. Ὁ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλ’ ἀπαγορεύει τὴν πλάνην· τοὺς δὲ μὴ πειθομέ‐ νους ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀνερμάτιστοι περιφε‐ ρόμενοι τῇδε κἀκεῖσε περιπλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν θείαν γὰρ καταλιπόντες | |
80.1748(50) | ὁδὸν, τοῖς οἰκείοις ἕπονται λογισμοῖς. | 1747 |
80.1749 | μαʹ. «Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας.» Τὰ γὰρ πάλαι πτωχεύσαντα ἔθνη τῆς θείας ἐπικου‐ ρίας ἀπήλαυσαν, καὶ τὸν πνευματικὸν ἐκτήσαντο πλοῦτον. «Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς.» Ὁ δὲ | |
5 | Ἀκύλας οὕτως· Καὶ ὑπερεπαρεῖ πτωχὸν ἐκ πε‐ νίας, καὶ θήσει ὡς ποίμνιον συγγενείας. Ὡς προβάτων γὰρ τῶν ἰδίων ἐπιμελεῖται, καὶ ὡς συγ‐ γενῶν κατὰ σάρκα προμηθεῖται καὶ κήδεται. μβʹ. «Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ | |
10 | πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὑτῶν.» Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν, καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι | |
15 | ψήφῳ. μγʹ. «Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συν‐ ήσει τὰ ἐλέη τοῦ Κυρίου;» Οὔτε γὰρ τὸ συνιέ‐ ναι καὶ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε φυλάξαι τὰς θείας νομοθεσίας | |
20 | παντός· ἀλλὰ τοῦ σοφίᾳ καὶ συνέσει χρωμένου, καὶ βοῶντος πρὸς τὸν Δεσπότην· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» ΕΡΜΗΝ. ΤΟΥ ΡΖʹ ΨΑΛΜΟΥ. | |
25 | αʹ. «ᾨδὴ ψαλμοῦ τῷ Δαβίδ.» Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς καὶ τὴν Ἰουδαίων ἐπάνοδον προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν· πολλὴν δ’ ἔχει τὴν συγγένειαν πρός τε τὸν νϛʹ καὶ πρὸς τὸν νθʹ ψαλμόν. | |
30 | βʹ. «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.» Καὶ ἤδη προειρήκαμεν, ὡς δόξαν οἰκείαν ὁ προ‐ φήτης τὴν προφητικὴν χάριν καλεῖ. Τῇ τῆς προ‐ φητείας, φησὶ, χρώμενος μελῳδίᾳ, λέγω σοι τῷ | |
35 | Δεσπότῃ, ὡς εὐρεῖαν ἔχω τὴν καρδίαν μου, καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. γʹ, δʹ. «Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν | |
40 | ἔθνεσιν.» Ψαλτήριον καὶ κιθάραν ἑαυτὸν ὁ προ‐ φήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μουσικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν ἀν‐ εκρούετο μελῳδίαν. Διεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ Δεσπότου, ἀποκρίνεται πάλιν, καὶ | |
45 | ὑπισχνεῖται ὄρθρου τοῦτο ποιήσειν. Ἅτε δὴ τηνι‐ καῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον, ἀλλὰ | |
μετὰ μυρίων ἐθνῶν καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιη‐ | 1749 | |
80.1752 | σάμενος· ὄρθρον δὲ καλεῖ, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν. Ἐξ ἐκείνου γὰρ ἀνέτειλε τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν τοῖς ἁπάντων ἀνθρώπων στόμασιν ὁ | |
5 | μακάριος ᾄδει Δαβὶδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ. εʹ. «Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.» Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· παν‐ | |
10 | ταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν, ὡς νεφέλας τοὺς προφήτας, καὶ τοὺς ἀποστόλους, καὶ τοὺς διδασκαλικῆς χάρι‐ τος τετυχηκότας καλεῖ. Διὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφελῶν, τὴν πνευματικὴν ἀρδείαν τοῖς | |
15 | ἀνθρώποις προσφέρει· δι’ αὐτῶν τὰ ἀληθῆ με‐ μαθήκαμεν δόγματα. ϛʹ. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Τοῦτο καὶ ὁ μα‐ κάριος ἔφησεν Ἀββακούμ· «Ἐκάλυψεν οὐρανοὺς | |
20 | ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ ἐν τῷ ὀγδόῳ ἔφη ψαλμῷ· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγα‐ λοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Τὸ οὖν, | |
25 | ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς, καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ μαθέτω τὴν σὴν δόξαν. ζʹ. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Δείξει δέ σου πᾶσιν ἀνθρώποις τὴν δύναμιν τῶν τῆς σῆς οἰκειώ‐ | |
30 | σεως ἀξιωθέντων ἡ σωτηρία· δέξαι μου τοίνυν τὴν ἱκετείαν, καὶ τὴν σὴν ὄρεξον δεξιάν. Δεξιὰν δὲ κα‐ λεῖ τὴν ἀγαθὴν ἐνέργειαν. ηʹ. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ.» Ἀντὶ τοῦ, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος. | |
35 | «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Οὗπερ ᾔτησεν ὁ προφήτης ἀπήλαυσεν· ἐπειδὴ εἶπεν· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς,» ἀποκρίνεται λέγων ὁ Δεσπότης, Ὑψωθήσομαι. Εἶτα δείκνυσι καὶ τὸν | |
40 | τρόπον. «Διαμεριῶ Σίκιμα.» Πόλις δὲ αὕτη κατ’ ἐξαίρετον τῷ Ἰωσὴφ δεδομένη. Ἀλλὰ καὶ τὴν κοι‐ λάδα τὴν ἔρημον γενομένην, καὶ ποιμένων δεξαμέ‐ νην σκηνὰς, ἄνωθεν οἰκητόρων πληρώσω, καὶ διανε‐ μηθῆναι τοῖς ἐπανελθοῦσι παρασκευάσω. | |
45 | θʹ. «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ‐ σῆς, καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου.» Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ, ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. | |
80.1752(50) | Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύ‐ | |
ναμιν· τὸν μέν τοι Ἰούδαν πασῶν τῶν φυλῶν | 1751 | |
80.1753 | βασιλεύειν παρασκευάσω, Μετὰ γὰρ τὴν ἐπάν‐ οδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί. Ὁ δὲ Ζο‐ ροβάβελ, καὶ τούτων κἀκείνων ἡγεῖτο. Κυρίως δὲ καὶ ἀληθῶς ὁ Δεσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ | |
5 | σάρκα βλαστήσας, ἁπάσης βασιλεύει τῆς κτίσεως. ιʹ. «Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλό‐ φυλοι ὑπετάγησαν.» Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρ‐ έξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ | |
10 | Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκρι‐ βέστερον δὲ ταῦτα ἐν τῷ νʹ καὶ θʹ ψαλμῷ ἡρμηνεύ‐ σαμεν. ιαʹ, ιβʹ. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ | |
15 | Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;» Ἡδονῆς ἐμπλησθεὶς ὁ προφήτης τῇ τῶν ἀγαθῶν προῤῥήσει, ἱμείρεται ἰδεῖν καὶ τὴν καταλυθεῖσαν πόλιν οἰκοδομηθεῖσαν, καὶ τοὺς Ἰδουμαίους τοῖς Ἰουδαίοις δουλεύοντας. Ταῦτα δὲ, φησὶν, οὐδεὶς ἕτερος παρασχεῖν ἱκανὸς, ἢ | |
20 | σὺ μόνος, ὁ νῦν ἡμᾶς ἀπωσάμενος, καὶ δουλεύειν κελεύσας. «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνά‐ μεσιν ἡμῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ μὴ προελθὼν, Θεὲ, ἐν τοῖς στρατεύμασιν ἡμῶν. Οὐ γὰρ ἡττήθημεν πώποτε, σοῦ στρατηγοῦντος, καὶ | |
25 | τῆς φάλαγγος ἡγουμένου. «γʹ. «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.» Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον. Οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρ’ ἀνθρώ‐ | |
30 | πων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος. ιδʹ. «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.» Διά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν· διὰ ταύτης γὰρ | |
35 | μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα. ΕΡΜΗΝ. ΤΟΥ ΡΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαβίδ.» Τὸ σωτή‐ ριον πάθος, καὶ τὴν Ἰουδαίων μανίαν, καὶ τὴν Ἰούδα προδοσίαν, οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ποδηγεῖ δὲ | |
40 | ἡμᾶς ἐπὶ τήνδε τὴν διάνοιαν καὶ ὁ μέγας Πέτρος δημηγορῶν, καὶ τῆς τοῦ Ἰούδα προδοσίας κατηγο‐ ρῶν, καὶ τῆς προφητείας τὴν ἀπόδειξιν ἐντεῦθεν ποιούμενος. Μηδεὶς δὲ, ἀκούων τοῦ Κυρίου νομοθε‐ τοῦντος εὐλογεῖν τοὺς διώκοντας, ἐναντίαν ἡγείσθω | |
45 | τοῦ νομοθέτου τὴν προφητείαν. Οὐδὲ γὰρ ἐνταῦθα ἐπαρώμενος ὁ προφητικὸς διέξεισι λόγος, ἀλλὰ τὰς ἐσομένας, καὶ Ἰουδαίοις, καὶ τῷ Ἰούδᾳ, τιμωρίας προλέγων. Ἐσχημάτισται δὲ ὡς εὐκτικὸν τὸ προαγορευτικὸν τοῦτο, ὡς ἐπὶ τὸ πολὺ σύνηθες | |
80.1753(50) | πανταχοῦ τῇ θείᾳ Γραφῇ. | 1753 |
80.1756 | βʹ. «Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη.» Ἀνθρωπίνως ὁ Δεσπότης ταῦτα λέγει Χριστός. Ὡς ἄνθρωπος γὰρ εὔχεται, τῆς ἀνθρωπί‐ | |
5 | νης φύσεως τὰ μέτρα πληρῶν· ὡς δὲ Θεὸς, τῶν εὐχομένων γνησίως προσδέχεται τὰς εὐχάς. Ὕμνον δὲ τὸ πάθος καλεῖ. Καὶ γὰρ ἐν τοῖς θείοις Εὐαγγε‐ λίοις δόξαν αὐτὸ προσαγορεύει. «Ἐλήλυθε γὰρ, φησὶν, ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου.» | |
10 | Στόμα δὲ ἁμαρτωλοῦ, καὶ στόμα δολίου, τὸν Ἰούδαν ὠνόμασεν· οὗτος γὰρ κρύβδην ἐποιήσατο πρὸς Ἰουδαίους τὰς τῆς προδοσίας συνθήκας. γʹ. «Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με.» Ἀπὸ τοῦ Ἰούδα | |
15 | μετήνεγκε τὸν λόγον ἐπὶ ὅλον τὸ τῶν Ἰουδαίων συνέδριον. Οὗτοι γὰρ τῷ φθόνῳ δουλεύοντες τὸν ἄδικον ἐτύρευσαν θάνατον. «Καὶ ἐπολέμησάν με δωρεάν. [δʹ.] Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με.» Οὐ γὰρ μόνον κακοῦ | |
20 | τινος οὐκ ἐπειράθησαν παρ’ ἐμοῦ, ἀλλὰ καὶ μυρίων ὅσων ἀπήλαυσαν ἀγαθῶν· ὑπὲρ ὧν ἀγαπᾷν ὀφεί‐ λοντες, τὰ δυσμενῶν ἔδρασαν. «Ἐγὼ δὲ προσηυχό‐ μην.» Καὶ τούτου μάρτυς τῶν ἱερῶν Εὐαγγελίων ἡ ἱστορία. Τῷ ἰκρίῳ γὰρ σταυροῦ προσηλωμένος | |
25 | ἐβόα· «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦ‐ σιν.» εʹ. «Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ ἀγαπήσεώς μου.» Ἐγὼ μὲν οὖν αὐτοὺς εὐεργεσίαις ἐπέκλυσα· αὐτοὶ δέ με τοῖς | |
30 | ἐναντίοις ἠμείψαντο. ϛʹ. «Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διά‐ βολος στήτω ἐκ δεξιῶν αὐτοῦ.» Τὸ κατάστησον, ἀντὶ τοῦ καταστήσεις· καὶ στήτω, ἀντὶ τοῦ στα‐ θήσεται· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος ἐδίδαξεν | |
35 | εὐαγγελιστής. Ὁ μὲν γὰρ θεσπέσιος ἤρετο Ἰωάν‐ νης, τίς εἴη ὁ προδότης· ὁ δὲ Κύριος εἶπεν· «ᾯ ἐὰν ἐμβάψας τὸ ψωμίον ἐπιδώσω, αὐτός ἐστι· καὶ βά‐ ψας, φησὶν, ἀπέδωκεν αὐτὸ Ἰούδᾳ· καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς,» εὐτρε‐ | |
40 | πεῖς εὑρὼν τὰς εἰσόδους. Αὐθαίρετος γὰρ πρὸς Ἰουδαίους ἀπελθὼν, τῆς προδοσίας ἐποιήσατο τὰς συνθήκας, καὶ πολλαῖς μετὰ ταῦτα εὐεργεσίαις ἐπικλυσθεὶς ἀγνώμων μεμένηκεν. Ἑκὼν τοιγαρ‐ οῦν σύνοικον ἐδέξατο τὸν πολέμιον. | |
45 | ζʹ. «Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδι‐ κασμένος [ἀντὶ τοῦ, ἐξελεύσεται]. Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν [ἀντὶ τοῦ, γενήσεται].» Πάσης γὰρ ἀπολογίας ἔρημος ὁ προδότης. Διὸ κρι‐ νόμενος κατακρίνεται, καὶ ἡ προσφερομένη ὑπ’ | |
80.1756(50) | αὐτοῦ προσευχὴ* τὴν κατηγορίαν αὔξει. Οὐ γὰρ | |
ἠγνόει τὸν εὐεργέτην, ἀλλὰ καὶ τῶν θείων ἀπήλαυσε | 1755 | |
80.1757 | λόγων, καὶ θαυμάτων μεγίστων οὐ μόνον αὐτόπτης, ἀλλὰ καὶ αὐτουργὸς ἐγένετο, παρ’ αὐτοῦ τὴν ἐξου‐ σίαν λαβών. ηʹ. «Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ | |
5 | τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.» Καὶ αὕτη ἡ πρόῤῥησις τὸ τέλος ἐδέξατο· αὐτὸς γὰρ παραχρῆμα τὸν διὰ τῆς ἀγχόνης ὑπέμεινε θάνατον, καὶ ὁ Ματθίας ἀντὶ ἐκείνου ταχθεὶς τὸν τῶν ἀποστόλων ἐπλήρωσεν ἀριθμόν. | |
10 | θʹ. «Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα.» Ταῦτα οὐ τῷ Ἰούδᾳ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἀπίστοις συνέβη Ἰουδαίοις. Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἀνάστατον ἅπαν τὸ γένος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, | |
15 | αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδρα‐ ποδίσθησαν. Τοῦτο μὲν καὶ ὁ προφητικὸς ηὔξατο λόγος. ιʹ. «Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐ‐ τοῦ, καὶ ἐπαιτησάτωσαν, καὶ ἐκβληθήτωσαν ἐκ | |
20 | τῶν οἰκοπέδων αὑτῶν.» Ἢ κατὰ τοὺς ἄλλους, ἐκ τῶν ἐρειπίων αὑτῶν. Καυθεισῶν γὰρ τῶν οἰκιῶν, καὶ οἰκοπέδων, ἢ ἐρειπίων γενομένων, οἱ μὲν ἀν‐ ῃρέθησαν τῶν οἰκητόρων, οἱ δὲ ἀπηνέχθησαν δορυ‐ άλωτοι. | |
25 | ιαʹ. «Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ.» Ὁ δὲ Σύμμαχος οὕτως· Συγκρού‐ σαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πρά‐ κτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς, τὸν ἐπικείμε‐ νον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰουδαίων | |
30 | διήρπασαν ἅπαντα, ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσασθαι. «Καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐ‐ τοῦ. [ιβ.] Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ.» Τούτων | |
35 | δὲ γινομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσ‐ ήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσον‐ ται. ιγʹ. «Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευ‐ | |
40 | σιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ.» Τεσσαράκοντα γὰρ οὐ διελθόντων ἐνιαυτῶν, παν‐ ωλεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαὸς, καὶ οὐκ ἔτι καθ’ ἑαυτοὺς πολιτεύονται, οὐδὲ οἰκείους ἔχουσι βα‐ σιλεῖς τε καὶ ἄρχοντας, οὐδὲ πολυθρύλλητον ἐκείνην | |
45 | μητρόπολιν, οὐδὲ τὴν κατὰ νόμον ἐπιτελοῦσι λα‐ τρείαν, ἀλλὰ φροῦδα πάντα ἐκεῖνα, καὶ ἡ κιβωτὸς, καὶ αἱ πλάκες, καὶ τὰ τῶν Χερουβὶμ ἐκτυπώματα, καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ τὸ θυσιαστή‐ ριον, καὶ ἡ ἀρχιερατικὴ στολὴ, καὶ τὰ ἄλλα πάντα | |
80.1757(50) | ὅσα θεόσδοτα παρ’ αὐτοῖς καὶ περίβλεπτα. ιδʹ. «Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ | |
ἐξαλειφθείη.» Πατέρων ἀρετὴ πολλάκις καὶ πλημ‐ | 1757 | |
80.1760 | μελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ Δαβὶδ ἡ εὐσέβεια. Πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑ‐ | |
5 | ρίσκεται φειδοῦς ἀφορμή. Τοῦτο τοίνυν καὶ ὁ προ‐ φητικὸς ἔφη λόγος, ὅτι Ἰουδαῖοι τὴν πανωλεθρίαν ὑπομένοντες πρὸς ταῖς οἰκείαις ἀσεβείαις τῇ μνήμῃ τῶν πατρῴων κακῶν φανήσονται βδελυρώτεροι. Πα‐ τέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσε‐ | |
10 | βείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν Κριτῶν, τοὺς ἐπὶ τῶν Βασιλέων, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάν‐ οδον παρανομίᾳ συζήσαντας· μητέρα δὲ τὴν Ἱερουσαλὴμ ἔφη· ἐν ᾗ τῆς κατὰ τοῦ Δεσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μύσος. Τοῦτο γὰρ | |
15 | ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· «Ὅπως ἂν ἐπέλθῃ ἐπὶ τὴν γενεὰν ταύτην πᾶν αἷμα ἀθῶον ἐκχυνόμε‐ νον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δι‐ καίου, ἕως τοῦ αἵματος Ζαχαρίου, οὗ ἐφόνευσαν με‐ ταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.» Πάντων γὰρ | |
20 | κατὰ ταυτὸν τίσουσι δίκας. ιεʹ. «Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.» Πάντα γὰρ, φησὶ, τὰ ὑπ’ αὐτῶν τολμηθέντα παρά‐ νομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει | |
25 | φειδοῦς, ἀλλὰ πανωλεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων ἠπιστηκότων ταῦτα διῆλθεν. Ἀπὸ γὰρ ἑνικοῦ προσώπου, ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν. Οὐκέτι γὰρ εἶπεν αὐτοῦ, ἀλλ’ αὐτῶν. | |
30 | ιϛʹ, ιζʹ. «Ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα, καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.» Ταῦτα δὲ, φησὶ, πείσονται, ἀπηνῶς καὶ θηριωδῶς τῇ μιαι‐ φονίᾳ χρησάμενοι, καὶ τὸν πάσῃ χρησάμενον με‐ | |
35 | τριότητι καὶ πραότητι μέχρι θανάτου διώξαντες. Τούτοις καὶ Ἀπόστολος μαρτυρεῖ λόγοις, καὶ αὐτὸς ὁ Δεσπότης· ὁ μὲν Ἀπόστολος βοῶν· «Ὃς δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτω‐ χείᾳ πλουτήσωμεν·» καὶ πάλιν· «Ὃς ἐν μορφῇ Θεοῦ | |
40 | ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·» ὁ δὲ Κύ‐ ριος νῦν μέν φησι· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·» νῦν δέ· «Αἱ ἀλώπεκες φωλεοὺς | |
45 | ἔχουσι, καὶ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» ιηʹ. «Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ | |
οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐ‐ | 1759 | |
80.1761 | τοῦ.» Ἐνταῦθα σαφῶς τὸ εὐκτικὸν μεταβέβληκε σχῆμα, καὶ προαγορευτικῶς ἀμφότερα τέθεικεν, ὅτι καὶ τὴν κατάραν ἣν ἠγάπησαν λήψονται, καὶ τῆς εὐλογίας, ἣν λαβεῖν οὐκ ἠθέλησαν, στερηθήσονται. | |
5 | «Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον.» Ἀντὶ τοῦ, ταύτῃ πανταχόθεν περιεστοίχισται. «Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ.» Οὐ γὰρ μόνον ἔξωθεν, ἀλλὰ καὶ ἔνδοθεν περίκεινται τὰ κακὰ, καὶ ὑπὸ τούτων δίκην ὕδατος περικλύζονται. Εἶτα | |
10 | ἐπειδὴ τὸ ὕδωρ ἀρδεύει μὲν τὸ σῶμα καὶ βρέχει, οὐκ ἔχει δὲ μόνιμον τὴν ὑγρότητα, ἐπήγαγεν· «Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὑτοῦ.» Τὸ γὰρ ἔλαιον ἐπὶ πλεῖστον ἐπιμένει τῷ σώματι. Ὃ δὲ λέ‐ γει τοιοῦτόν ἐστιν· Ἐπενεχθήσεται φορὰ κακῶν, | |
15 | τοῦ μὲν ὕδατος τὴν σφοδρότητα, τοῦ δὲ ἐλαίου μι‐ μουμένη τὸ μόνιμον. ιθʹ. «Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλε‐ ται· καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται.» Πανταχόθεν, φησὶ, τοῖς προειρημένοις κακοῖς, καὶ | |
20 | ὡς ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέ‐ σθω. κʹ. «Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.» Οἱ δὲ ἄλλοι, τῶν ἀντικειμένων, ἡρ‐ μήνευσαν. «Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς | |
25 | ψυχῆς μου.» Τούτους τρυγήσουσι τοὺς καρποὺς, καὶ οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδειξάμενοι, καὶ ὁ τού‐ τοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· «Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.» | |
30 | καʹ. «Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετὰ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου.» Καὶ ταῦτα ἀνθρωπίνως εἴρηκεν ὁ Δεσπότης Χρι‐ στός· πάντα γὰρ τὰ ἀνθρώπεια πλὴν ἁμαρτίας πε‐ πλήρωκεν. Ἐτέχθη γὰρ καὶ κατὰ τὸν νόμον φύ‐ | |
35 | σεως, καὶ ὑπὲρ τὸν νόμον τῆς φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπίνης φύσεως· ὑπὲρ ταύτην δὲ, τὸ ἐκ Παρθένου. Ἐδέξατο σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τροφὴν, καὶ θυσίας προσ‐ ήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνασεν, ἐδίψησε, καὶ | |
40 | ἐκοπίασεν. Οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα τοίνυν ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοήθειαν. κβʹ. «Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.» | |
45 | Τοῦτο καὶ ὑπ’ αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἰρημένον εὑρίσκομεν. Μέλλων γὰρ προσιέναι τῷ πάθει, εἶπε· «Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ | |
διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην.» | 1761 | |
80.1764 | κγʹ. «Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀνταν‐ ῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες.» Διὰ τούτων τὸν θάνατον παρεδήλωσε. Σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ | |
5 | τέλος· ἀλλὰ καὶ δίκην ἀκρίδων ὑπ’ ἀνέμων ῥιπιζο‐ μένων, καὶ τῇδε κἀκεῖσε περιφερομένων, διετέλεσα· οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν· ἀλλὰ ποτὲ μὲν εἰς ταύτην, ποτὲ δὲ εἰς ἐκείνην, ἄλλοτε δὲ εἰς ὄρη μεταβαίνων, καὶ εἰς τὴν ἔρημον τρέχων. | |
10 | κδʹ. «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον.» Οὐ γὰρ ἀνειμένον καὶ ἁβροδίαιτον ἐβιότευσα βίον, ἀλλ’ ἀπέ‐ ριττον, καὶ κατεσκληκότα, καὶ αὐχμηρόν. Καὶ μάρ‐ τυρες οἱ τῆς ἱερᾶς αὐτοῦ μαθητείας ἀξιωθέντες, καὶ | |
15 | οἱ κρίθινοι ἄρτοι, οὓς ἐπεφέροντο, καὶ οἱ τιλλόμενοι στάχυες, καὶ ταῖς χερσὶ τριβόμενοι διὰ πείνην. Τὸ δὲ, «Ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον,» Ὁ Σύμ‐ μαχος οὕτως ἡρμήνευσεν· Καὶ ἡ σάρξ μου ἠλ‐ λοιώθη ἀπὸ ἀναλειφίας. | |
20 | κεʹ. «Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὑτῶν.» Καὶ τοῦτο τέλους τετύ‐ χηκεν. Ὁρῶντες αὐτὸν ἐπὶ τοῦ σταυροῦ, κινοῦντες τὰς κεφαλὰς, ἔλεγον, «Οὐὰ, ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, κατά‐ | |
25 | βηθι ἀπὸ τοῦ σταυροῦ.» Ἄλλοι δὲ ἔλεγον· «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» κϛʹ, κζʹ. «Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν.» | |
30 | Μαθέτωσαν, φησὶν, ὡς οὐκ ἄκοντά με παρέδοσαν τῷ σταυρῷ, ἀλλὰ τῆς σῆς τοῦτο ἔργον οἰκονομίας. Διὰ γὰρ τοῦ ἐμοῦ πάθους ἐβουλήθης τοῖς ἀνθρώποις τὴν ἀπάθειαν δωρήσασθαι· χεῖρα δὲ καλεῖ τοῦ Θεοῦ τὴν ἐνέργειαν. | |
35 | κηʹ. «Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις.» Μέχρι καὶ τήμερον διέμειναν Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις, ἀλλὰ ἐκείνων βλασ‐ φημούντων περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. «Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ | |
40 | δὲ δοῦλός σου εὐφρανθήσεται.» Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν τὸν ψαλμὸν ἀναγκάζει. Ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι «Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Καὶ αὐτὸς δὲ διὰ Ἡσαΐου βοῶν | |
45 | οὕτως λέγει· «Ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ·» καὶ μετ’ ὀλίγα·» Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά‐ του τῆς γῆς.» Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις | |
οὕτως ἔφη· «Ὥσπερ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε | 1763 | |
80.1765 | διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν.» Ὁ δοῦλος τοίνυν τῆς ληφθείσης φύσεως ὄνομα· οὐκ ἐπειδὴ δουλεύει ἐκείνῃ (πῶς γὰρ ἥγε τῷ Θεῷ συνημμένη | |
5 | Λόγῳ, καὶ τῶν ἁπάντων δεξαμένη τὴν δεσποτείαν;), ἀλλ’ ἵνα δειχθῇ τῆς φύσεως αὐτῆς τὸ ἴδιον. Οὐκ ἀξιώματος τοίνυν ἐνταῦθα τὸ, δοῦλος, ἀλλὰ φύσεως δηλωτικόν. κθʹ. «Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐν‐ | |
10 | τροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὑτῶν.» Πάλιν τοὺς ἐνδιαβάλλοντας οἱ λοιποὶ ἀντικειμένους ἡρμήνευσαν. Μαρτυρεῖ δὲ τῇ προ‐ φητείᾳ τὰ πράγματα. Ἐν αἰσχύνῃ γὰρ ἐκεῖνοι δι‐ ηνεκεῖ, καὶ ταύτην ἀμπέχονται καθάπερ τι περιβό‐ | |
15 | λαιον. λʹ. «Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν.» Κεφαλὴ τῆς Ἐκκλησίας ὁ Δεσπότης καλεῖται Χρι‐ στὸς, καὶ σῶμα αὐτοῦ χρηματίζει τῆς Ἐκκλησίας | |
20 | ὁ σύλλογος· οἰκεῖον δὲ ὕμνον τὸν ταύτης ὕμνον καλεῖ. λαʹ. «Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.» Τοῦτο καὶ ἐν τῷ ιεʹ εἴρηκε ψαλμῷ· «Προωρώμην τὸν | |
25 | Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» Ἀχώριστον γὰρ ἡ θεία φύσις ποιησαμένη τὴν ἕνωσιν, παρῆν μὲν τῇ ἀνθρω‐ πείᾳ φύσει, συνεχώρει δὲ πάσχειν, τῶν ἀνθρώπων πραγματευομένη τὴν σωτηρίαν. Ῥᾴδιον μὲν γὰρ ἦν | |
30 | αὐτῷ, ἀθάνατον αὐτὴν ἣν ἀνέλαβεν ἀπεργάσασθαι φύσιν. Ἐπειδὴ δὲ σωτηρία ἦν τοῦ κόσμου τὸ πάθος, συνεχώρησε γενέσθαι τὸ πάθος, μετὰ τὸ πάθος τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μετέδωκε. Καὶ βλάβην μὲν αὐτὸς ἐκ τῶν ταύτης παθῶν οὐδεμίαν | |
35 | ἐδέξατο, τῆς δὲ οἰκείας αὐτὴν ἐπλήρωσε δόξης, καὶ σὺν αὐτῇ βασιλεύει, καὶ τῶν ἁπάντων κρατεῖ. Ἡνίκα δὲ φθαρτὴν εἶχεν αὐτὴν τὴν φύσιν, ἀνθρω‐ πίνως ἅπαντα, πλὴν ἁμαρτίας, συνεχώρει καὶ πάσχειν καὶ φθέγγεσθαι. | |
40 | ΕΡΜΗΝ. ΤΟΥ ΡΘʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Τὸ περὶ τοῦ σωτηρίου πάθους ἐν τῷ προτεταγμένῳ προθεσπίσας ψαλμῷ, προαγορεύει τὴν μετὰ τὸ πάθος ἀνάληψιν τοῦ Σωτῆρος. Μέμνηται δὲ τοῦ προοιμίου τοῦ ψαλμοῦ | |
45 | καὶ ὁ θειότατος Πέτρος ἐν ταῖς Πράξεσι. Λέγει δὲ οὕτως· «Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανοὺς, λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Καὶ αὐτὸς δὲ ὁ | |
80.1765(50) | Κύριος, ὁρῶν τοὺς Φαρισαίους ἄλλας περὶ Χρι‐ | |
στοῦ δόξας ἔχοντας, πεῦσιν αὐτοῖς τοιάνδε προσήνε‐ | 1765 | |
80.1768 | γκε· «Τί ὑμῖν δοκεῖ περὶ Χριστοῦ; τίνος ἐστὶν υἱός;» Εἰρηκότων δὲ ἐκείνων, Τοῦ Δαβὶδ, ἀπεκρίνατο, «Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ | |
5 | δεξιῶν μου;» Εἶτα ἐπισυλλογίζεται· «Εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν ἐν πνεύματι Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;» Τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν τοῦ Δαβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. Τὸ μὲν γὰρ υἱὸν εἶναι | |
10 | τοῦ Δαβὶδ τὸν Χριστὸν ὡμολόγουν οἱ Φαρισαῖοι· ὅτι δὲ καὶ Κύριος ἦν τοῦ Δαβὶδ, ἠγνόουν παντάπασι. Τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς ὁ αὐτὸς καὶ υἱὸς αὐτοῦ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός. | |
15 | Σαφῶς τοίνυν ὁ μακάριος Δαβὶδ τὴν τοῦ Δεσπότου Χριστοῦ κηρύττει θεότητα, καί φησιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.» Εἰ Δαβὶδ ὁ βασιλεὺς, καὶ εὐσεβὴς βασιλεὺς ὁ καὶ προφητικῆς χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ | |
20 | τὸν Δεσπότην Χριστόν· οὐκ ἄρα μόνον ἄνθρωπος κατὰ τὴν Ἰουδαίων ἄνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ Δαβὶδ δημιουργός τε καὶ Κύριος. Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταυτότητα τῆς οὐσίας δηλοῖ. Κύριος γὰρ Κυρίῳ λέγει, καὶ οὐ Κύριος κτίσματι, | |
25 | οὐδὲ Κύριος ποιήματι· «Κάθου ἐκ δεξιῶν μου.» Μέγα μὲν οὖν καὶ τοῦτο· καὶ οὐ μόνον ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν τὴν κτί‐ σιν. Πλὴν ἀνθρωπίνως καὶ αὐτὸ εἴρηται. Ὡς γὰρ Θεὸς, ὁ Υἱὸς αἰώνιον ἔχει τὸν θρόνον· «Ὁ θρόνος | |
30 | σου γὰρ, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸ πάθος, ταύτης ὡς Θεὸς τιμῆς ἠξιώθη· ἀλλ’ ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. Οὐ γὰρ ταπεινὸς ὢν ὑψώθη, ἀλλ’ ὕψιστος ὢν, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, | |
35 | ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Διὸ καὶ ὁ εὐαγγελιστὴς βοᾷ· «Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Καὶ αὐτὸς δὲ ὁ Κύριός φησιν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καὶ ἀλλαχοῦ· «Δόξασόν με, σὺ | |
40 | Πάτερ, τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι.» Ὡς ἄνθρωπος τοίνυν ἀκούει· Κάθου ἐκ δεξιῶν μου·» ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸ κράτος. «Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὶ διαφερόντως μὲν ὁ διάβολος, καὶ οἱ | |
45 | τούτου διάκονοι δαίμονες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, Ἰουδαῖοι καὶ Ἕλληνες. Τὸ δὲ ἕως, οὐ χρόνου σημαντικὸν, ἀλλ’ ἰδίωμα τῆς θείας Γραφῆς. Οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεὸς, «Ἐγώ εἰμι, καὶ ἕως ἂν | |
80.1768(50) | καταγηράσητε ἐγώ εἰμι.» Δῆλον δὲ ὅτι οὐ συμπερι‐ | |
ορίζεται τὸ εἶναι τοῦ Θεοῦ τῷ γήρει τῶν ἀνθρώπων. | 1767 | |
80.1769 | Εἰ γὰρ περὶ οὐρανοῦ καὶ γῆς φησιν ὁ προφήτης, «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·» καὶ πάλιν· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι·» πολλῷ μᾶλλον, ἀνθρώπων καὶ γηρώντων καὶ τελευ‐ | |
5 | τώντων, διαμένει τῶν ὅλων ὁ Δεσπότης. Τοῦτο ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ ῥητῷ· «Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.» Οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρις οὗ χρόνου δηλωτικόν· ποῖον γὰρ ἂν ἔχοι | |
10 | λόγον, ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; Καὶ μὲν Δανιὴλ ὁ προφήτης, μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν, αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι | |
15 | τέλος. Πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἢ τίνι συμβασιλεύουσι, τοῦ τὴν βασιλείαν ὑποσχομένου ἀποτιθεμένου τὴν βασιλείαν; Οὐκ οὖν τὸ ἕως οὗ χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς. | |
20 | βʹ. «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.» Ἡ μὲν ἐξ Ἰεσσαὶ ῥάβδος ἐκ Βηθλεέμ· «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα Θεοῦ.» Καὶ | |
25 | τὰ ἑξῆς δὲ τοῦ σωτηρίου σταυροῦ τῆς ῥάβδου τὸ κράτος δηλοῖ. Δι’ ἐκείνου γὰρ πᾶσαν ὑπέταξε τῶν ἀντιπάλων τὴν φάλαγγα· ἐν δὲ τῇ Σιὼν οὗτος ἐπάγη. «Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.» Οὐ γὰρ ἐξ οὐρίων ἐφέροντο τῶν θείων Εὐαγ‐ | |
30 | γελίων οἱ κήρυκες, ἀλλ’ ὑπὸ Ἑλλήνων καὶ βαρβά‐ ρων πολιορκούμενοι, καὶ τοῖς τῆς δυσσεβείας περικλυζόμενοι ῥεύμασιν, ἐκράτουν τῶν δυσμενῶν, καὶ τοὺς πλείστους μετέβαλλον, καὶ οἷόν τινας αἰχ‐ μαλώτους προσῆγον τῷ βασιλεῖ, καὶ τούτου | |
35 | δουλείαν ἀσπάζεσθαι παρεσκεύαζον. γʹ. «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν τῇ ἡμέρᾳ τῆς δυνά‐ μεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου.» Ἀνώλεθρον ἔχεις τὸ κράτος· διαφερόντως δὲ τοῦτο δεικνύσεις ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, καθ’ ἣν | |
40 | λαμπροὺς καὶ περιφανεῖς τοὺς ἁγίους ἀποφανεῖς. Ἡμέραν γὰρ δυνάμεως τὴν δευτέραν τοῦ Σωτῆρος ἐκάλεσεν ἐπιφάνειαν, καθ’ ἣν ἥξει μετὰ τῶν ἀγγέ‐ λων ἐν τῇ δόξῃ τοῦ Πατρός. Τότε δὲ καὶ οἱ ἅγιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου | |
45 | φωνήν. «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» | 1769 |
80.1772 | Ἐνταῦθα καὶ τῆς θεότητος αὑτοῦ τὸ μεγαλοπρεπὲς ἀπεκάλυψε. Καὶ ὁ εἰρηκὼς αὐτῷ Κύριος· «Κάθου ἐκ δεξιῶν μου,» τὸ ὁμοούσιον ὁμολογεῖ, καὶ τὸ ταυ‐ τὸν κηρύττει τῆς φύσεως. Τὸ μὲν γάρ· «Πρὸ ἑωσφό‐ | |
5 | ρου,» τὸ πρὸ χρόνων αὐτὸν καὶ πρὸ αἰώνων εἶναι δηλοῖ. Τὸ δέ· «Ἐκ γαστρὸς,» τὸ ταυτὸν τῆς οὐσίας διδάσκει. Οὐ γὰρ ἑτέρωθεν, φησὶν, ἀλλ’ ἐκ τῆς ἐμῆς γεγένησαι φύσεως· τῆς γαστρὸς δηλονότι παραβολικῶς νοουμένης. Καθάπερ γὰρ ἐκ γαστρὸς | |
10 | τίκτουσιν ἄνθρωποι, καὶ τὰ τικτόμενα τοῖς γεννή‐ σασι τὴν αὐτὴν ἔχει φύσιν· οὕτως ἐξ ἐμοῦ γεγένη‐ σαι, καὶ τοῦ γεγεννηκότος ἐν σεαυτῷ τὴν οὐσίαν δεικνύεις. δʹ. «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ | |
15 | ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἀκριβῶς ταῦτα ἡρμήνευσεν ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, καὶ τὸ τῆς ἀρχιερω‐ σύνης ταύτης ἀπέραντον ἔδειξε, τῷ τὴν μὲν Λευϊ‐ τικὴν ἱερωσύνην οὐ μεθ’ ὅρκου τὰς ἐπαγγελίας | |
20 | δεδέχθαι, ταύτην δὲ ὅρκῳ βεβαιωθῆναι. Τούτου δὴ χάριν καὶ τὸ «οὐ μεταμεληθήσεται» προστέθεικεν· ἐπειδὴ πολλὰ πολλάκις οἰκονομήσας ὁ τῶν ὅλων Θεὸς, μεταβολαῖς ταῦτα περιπεσεῖν συνεχώρησεν. Οὕτω τὴν Ἰουδαίων ἱερωσύνην καὶ πεποίηκε, καὶ κατ‐ | |
25 | έπαυσεν. Οὕτω τὴν βασιλείαν ἐκείνην καὶ κατέστησε, καὶ κατέλυσεν· οὕτω τὴν Ἀσσυρίων, καὶ Βαβυλωνίων, καὶ Μακεδόνων βασιλείαν καὶ γενέσθαι συνεχώρησε, καὶ λυθῆναι προσέταξε. Ταύτην μέντοι τὴν ἱερωσύνην αἰώνιον εἶναι βουλόμενος, ὠμωμοκέναι φησὶν, ὡς οὐ | |
30 | μεταμεληθήσεται. Ἀνθρωπίνως δὲ ταῦτα εἴρηκε· τοῦ πάθους γὰρ τὸ Θεῖον ἀμύητον, πάθος δὲ καὶ ἡ μεταμέλεια. Ὁ δὲ Μελχισεδὲκ, οὐκ Ἰουδαίων, ἀλλ’ ἐθνῶν ἱερεύς. Οὕτω καὶ ὁ Δεσπότης Χριστὸς, οὐχ ὑπὲρ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁπάντων ἀν‐ | |
35 | θρώπων ἑαυτὸν προσενήνοχε τῷ Θεῷ. Ἄρχεται δὲ τῆς ἱερωσύνης ἐν τῇ νυκτὶ, μεθ’ ἣν τὸ πάθος ὑπ‐ έμεινεν· ἡνίκα λαβὼν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· «Λάβετε, φάγετε ἐξ αὐτοῦ· τοῦτό ἐστι τὸ σῶμά μου.» Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας, | |
40 | ἔδωκε τοῖς μαθηταῖς αὑτοῦ λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς και‐ νῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφε‐ σιν ἁμαρτιῶν.» Εὑρίσκομεν δὲ τὸν Μελχισεδὲκ, καὶ ἱερέα ὄντα, καὶ βασιλέα· τύπος γὰρ ἦν τοῦ | |
45 | ἀληθινοῦ ἱερέως καὶ βασιλέως· καὶ προσφέροντα τῷ Θεῷ οὐκ ἄλογα θύματα, ἀλλὰ ἄρτους καὶ οἶνον. Ταῦτα γὰρ καὶ τῷ Ἀβραὰμ προσενήνοχε, τὸ τῆς οἰκείας ἀρχιερωσύνης ἀρχέτυπον ἐν τῇ τοῦ πατριάρ‐ χου ὀσφύϊ πνευματικῶς προορῶν. Εἰ τοίνυν ἐκ | |
80.1772(50) | Δαβὶδ ὁ Χριστὸς κατὰ σάρκα, ὁ δὲ Δαβὶδ ἐξ Ἰούδα, τὴν δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνην ἔλαβεν ὁ Χριστός· πέπαυται μὲν ἡ Λευϊτικὴ ἱερω‐ | |
σύνη εἰς δὲ τὴν Ἰούδα φυλὴν ἡ τῆς μείζονος ἱερω‐ | 1771 | |
80.1773 | σύνης εὐλογία μετέβη. Ἱερατεύει δὲ νῦν ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας Χριστὸς, οὐκ αὐτός τι προσ‐ φέρων, ἀλλὰ τῶν προσφερόντων κεφαλὴ χρημα‐ τίζων. Σῶμα γὰρ αὑτοῦ τὴν Ἐκκλησίαν καλεῖ, | |
5 | καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος, δέχεται δὲ τὰ προσφερόμενα ὡς Θεός. Προσφέρει δὲ ἡ Ἐκκλησία τὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος σύμβολα, πᾶν τὸ φύραμα διὰ τῆς ἀπαρχῆς ἁγιά‐ ζουσα. | |
10 | εʹ. «Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὑτοῦ βασιλεῖς.» Τοὺς δὲ νῦν ἀντιτείνοντας, καὶ θρασυνομένους ἄρχοντάς τε καὶ βασιλέας ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ παραδώσει κολάσει. Τὸ δὲ, «Κύριος ἐκ δεξιῶν σου,» ἔοικε τῷ ἐν τῷ πέμπτῳ | |
15 | καὶ δεκάτῳ ψαλμῷ, «Προωρώμην γὰρ τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως τοῦτο εἴρηκε, καὶ δεδήλωκε τῆς ἑνωθείσης φύσεως τὸ ἀχώριστον· καὶ ἐνταῦθα κατὰ ταυτὸν καὶ τὰ θεῖα λέ‐ | |
20 | γει, καὶ τὰ ἀνθρώπινα. Τὸ μὲν γὰρ, «Κάθου ἐκ δεξιῶν μου,» τῇ ἀνθρωπείᾳ φύσει πρόσφορον· τὸ δὲ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» δηλωτικὸν τῆς θεότητος· τὸ δὲ, «Σὺ εἶ ἱερεὺς εἰς αἰῶνα,» πά‐ λιν ὡς πρὸς ἄνθρωπον εἴρηται. Ὡσαύτως δὲ καὶ τὸ, | |
25 | «Κύριος ἐκ δεξιῶν σου,» ἀντὶ τοῦ, ἀχώριστον ἔχεις τὴν ἑνωθεῖσαν θεότητα. ϛʹ. «Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα· συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.» Σαφέστερον ἐνταῦθα τὴν κρίσιν ἐδήλωσε καὶ ὅτι κατ’ ἐκείνην | |
30 | τὴν ἡμέραν παντοδαπαῖς παραδώσει τιμωρίαις τοὺς δυσσεβείᾳ συνεζηκότας· καὶ κατὰ τὸν παρόντα μέν‐ τοι βίον, πολλαῖς αὐτοὺς πολλάκις παιδείαις ὑπέβαλε, τὴν οἰκείαν δύναμιν τοὺς ἀγνοοῦντας δι‐ δάσκων. | |
35 | ζʹ. «Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.» Πολλῇ, φησὶν, ἐνανθρωπήσας εὐ‐ τελείᾳ χρήσεται, ὥστε καὶ τοῖς κατὰ τὴν ὁδὸν εὑρι‐ σκομένοις ὕδασι θεραπεύειν τὸ δίψος. Δοκεῖ δέ μοι καὶ ἑτέραν βαθυτέραν ἔχειν ἡ προφητεία διάνοιαν. | |
40 | Ποτήριον ἔθος αὐτῷ τὸ πάθος καλεῖν· «Πάτερ γὰρ, ἔφη, εἰ δυνατὸν, παρέλθῃ τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ·» χειμάῤῥουν δὲ τοὺς Ἰουδαίους καλεῖ, θείας μὲν χάριτος τετυχηκότας, οὐκ ἀεὶ δὲ ταύτης ἀπο‐ λαύσαντας. Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἀένναον | |
45 | ἔχει τὴν τῶν ὑδάτων φορὰν, ἀλλὰ ἐκ τῶν τικτομένων ἐκ τῶν νεφῶν συνίσταται ὑετῶν· οὕτως Ἰουδαῖοι πρόσκαιρον ἔσχον τοῦ νόμου τὴν χάριν, οἷον ἀπό τινων νεφῶν τῶν προφητῶν χορηγουμένην. Μετὰ δὲ ταῦτα τοῦ θέρους φανέντος, κατὰ τὴν τοῦ Κυρίου | |
80.1773(50) | φωνήν· «Ἐπάρατε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε εἰς τὰς χώρας, ὅτι λευκαί εἰσι | |
πρὸς θερισμόν·» ἀναγκαίως ὁ χειμάῤῥους τῆς | 1773 | |
80.1776 | προτέρας εὐπορίας ἔρημος μεμένηκε, καὶ ξηρὸς ὁρᾶται πάσης ἰκμάδος ἐστερημένος. Ἐπειδὴ τοίνυν Ἰουδαῖοι τὸν σταυρὸν ἐτεκτήναντο, ποτήριον δὲ καλεῖ τὸ πάθος ὁ Κύριος, εἰκότως ὁ προφήτης ταῦτα προ‐ | |
5 | θεωρῶν εἴρηκεν· «Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται.» Ὁδὸν δὲ τὸν βίον καλεῖ. Μαρτυρεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα, «Διὰ τοῦτο ὑψώσει κεφαλήν.» Τούτῳ δὲ ὅμοιον καὶ ὁ ἀπόστολος εἴρηκε Παῦλος· «Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ | |
10 | σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε.» Δῆλον δὲ ὡς ἀνθρωπίνως καὶ τοῦτο τέθεικεν. Ὡς γὰρ Θεὸς, οὐ ταπεινὸς ὢν ὑψώθη, ἀλλ’ ὕψιστος ὢν ἐταπείνωσεν ἑαυτόν· ὡς δὲ ἄνθρωπος, ὃ μὴ εἶχεν ἔλαβεν. ΕΡΜΗΝ. ΤΟΥ ΡΙʹ ΨΑΛΜΟΥ. | |
15 | Ἀλληλούϊα. Ἀμμανῖται, καὶ Μωαβῖται, καὶ Ἰδουμαῖοι, πλῆθος ὅτι μάλιστα πλεῖστον συναγαγόν‐ τες, ἐπεστράτευσαν πάλαι ποτὲ τῇ Ἰούδα φυλῇ. Ἐβασίλευσε δὲ τηνικαῦτα ταύτης Ἰωσαφὰτ, ἀνὴρ ἐπ’ εὐσεβείᾳ μαρτυρούμενος, τῶν ἐκ Δαβίδ. Οὕτως | |
20 | τῶν πολεμίων τὸ πλῆθος μαθὼν, μετὰ παντὸς τοῦ λαοῦ προσελήλυθε τῷ Θεῷ, τὴν ἄμαχον ἐπικουρίαν αἰτῶν· καὶ δὴ καὶ τὴν αἴτησιν ἔλαβε. Παρηγγύησε γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς καταθαῤῥῆσαι τῶν πο‐ λεμίων, ὡς αὐτοῦ στρατηγοῦντος. Ἡμέρας τοίνυν | |
25 | ἀρχομένης, ἐκινήθησαν κατ’ ἀλλήλων οἱ πολέμιοι, καὶ σφᾶς αὐτοὺς ὡς ἐναντίους διέφθειραν, ὥστε μη‐ δένα τὸν ὄλεθρον ἐκεῖνον διαφυγεῖν. Τοῦτο ἔκ τινος σκοπιᾶς θεασαμένη τῶν Ἰουδαίων ἡ στρατεία, ἔδρα‐ μεν ὡς ἐφ’ ἕτοιμον θήραν, ἐσκύλευσε δὲ τοὺς πο‐ | |
30 | λεμίους, καὶ μετὰ πολλῆς ἐπανῆλθε τῆς περιου‐ σίας. Καὶ ὡς διδάσκει τῶν Παραλειπομένων ἡ ἱστο‐ ρία, μετὰ μουσικῶν ὀργάνων εἰσῆλθον εἰς τὸν θεῖον νεὼν, τὸν τῆς νίκης χορηγὸν ἀνυμνοῦντες. Ταῦτα προορῶν ὁ προφήτης τόνδε συνέγραψε τὸν ψαλμὸν, | |
35 | οἷόν τινα ὕμνον ὑπὸ τοῦ εὐσεβοῦς Ἰωσαφὰτ προσ‐ φερόμενον· ὕμνου δὲ καὶ ἡ ἐπιγραφή· τὸ γὰρ Ἀλ‐ ληλούϊα, ὡς καὶ ἤδη ἡρμηνεύκαμεν, Αἰνεῖτε τὸν Κύριον, ἐπὶ τῇ Ἑλλάδι φωνῇ. Σημαίνει γὰρ τὸ Ἀλληλοὺ, αἰνεῖτε, τὸ δὲ ἴα, Κύριον, ἢ τὸν ὄντα. | |
40 | αʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» Ἀπὸ πάσης σοι διανοίας, Δέσποτα, προσφέρω τὸν χαριστήριον ὕμνον. «Ἐν βουλῇ εὐθέων καὶ συν‐ αγωγῇ.» Οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐ‐ σεβῶν ὁ σύλλογος. Κατ’ ἐκεῖνον γὰρ τὸν καιρὸν τῆς τῶν | |
45 | εἰδώλων πλάνης ὁ λαὸς ἠλευθέρωτο, τοῦ βασιλέως ἅπαντας ἐκπαιδεύοντος τὴν εὐσέβειαν. Βουλὴν τοίνυν εὐθέων τὸ σύστημα προσαγορεύει τῶν εὐσεβῶν. βʹ. «Μεγάλα τὰ ἔργα Κυρίου.» Τῷ ὄντι γὰρ θαυμαστὰ, καὶ ἀξιάγαστα, τὰ ὑπὸ τῆς αὐτοῦ δυ‐ | |
80.1776(50) | νάμεως ἐνεργούμενα. «Ἐξεζητημένα εἰς πάντα τὰ | 1775 |
80.1777 | θελήματα αὐτοῦ.» Ποιεῖ μὲν ὅσα βούλεται, ἕκα‐ στον δὲ τῶν γινομένων σοφίας ὑπάρχει μεστὸν, καὶ παρὰ πάντων τὴν εὐφημίαν ἐφέλκεται. γʹ. «Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον | |
5 | αὐτοῦ.» Ἅπαντα τὰ ὑπ’ αὐτοῦ γινόμενα, καὶ ἡ δη‐ μιουργία, καὶ ἡ οἰκονομία, καὶ μεγαλοφυῆ, καὶ ὑπερ‐ φυῆ, καὶ τῆς παρὰ πάντων ἀνθρώπων ὑμνῳδίας ἄξια. Ἐξομολόγησιν ἐνταῦθα τὴν εὐχαριστίαν καλεῖ. «Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα | |
10 | τοῦ αἰῶνος.» Οὐδὲν ἄδικον τῶν γινομένων, ἀλλὰ πάντα τῷ δικαίῳ κοσμεῖται· δι’ αἰῶνος γὰρ ταύτῃ χρώμενος πρυτανεύει τὰ σύμπαντα. δʹ. «Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὑτοῦ.» Ἐπειδὴ προφανῶς εἰργάσατο τῶν πολεμίων τὸν ὄλε‐ | |
15 | θρον. Ταυτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν προγόνων πε‐ ποίηκε, ποτὲ μὲν τοὺς Αἰγυπτίους συγκαλύψας, ἄλ‐ λοτε δὲ τοὺς Ἀμαληκίτας τῇ ἐκτάσει Μωσέως χειρῶν κατακοντίσας· καὶ Χαναναίους, καὶ Χετ‐ ταίους, καὶ τὰ ἄλλα ἔθνη, δι’ Ἰησοῦ τοῦ Ναυῆ κατα‐ | |
20 | λύσας. Ἀνάμνησιν τῶν θαυμασίων ἐκάλεσε τῶν πο‐ λεμίων τὴν τιμωρίαν· ἀντὶ τοῦ· Τὰς πολυθρυλλή‐ τους σου θαυματουργίας, τὰς ψευδεῖς παρὰ τοῖς ἀπίστοις νομιζομένας, ἔδειξας ἀληθεῖς τῇ νέᾳ θαυ‐ ματουργίᾳ, καὶ ἀνέμνησας ἡμᾶς ὧν ἐπὶ τῶν ἡμε‐ | |
25 | τέρων εἰργάσω προγόνων. «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. [εʹ] Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν.» Τὴν τροφὴν, θή‐ ραν οἱ ἄλλοι εἶπον ἑρμηνευταί. Ἀληθῆ δὲ ἀμφό‐ τερα. Καὶ γὰρ ὡς ἐπὶ θήραν ἕτοιμον ἔδραμον ἐπὶ | |
30 | τῶν πολεμίων τὸν πλοῦτον, καὶ τροφὴν ἐκεῖθεν ἱκα‐ νὴν ἐπορίσαντο. «Μνησθήσεται εἰς τὸν αἰῶνα δια‐ θήκης αὑτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Θήραν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, μνημονεύων αἰω‐ νίου συνθήκης αὑτοῦ. Τῶν γὰρ πρὸς τοὺς πατέ‐ | |
35 | ρας γεγενημένων ὑποσχέσεων ἄληστον ἔχει τὴν μνήμην, καὶ δι’ ἐκείνην ἡμῖν μεταδίδωσι τῶν ἀγαθῶν. ϛʹ, ζʹ. «Ἰσχὺν ἔργων αὑτοῦ ἀνήγγειλε τῷ λαῷ αὑτοῦ· τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.» | |
40 | Μᾶλλον ἡμῖν ἐναργῶς τὴν οἰκείαν ἔδειξε δύναμιν, τὸν τῶν ἐχθρῶν ἡμῖν δωρησάμενος πλοῦτον. Οὐ γὰρ μόνον ἡμᾶς τῆς παρ’ ἐκείνων ἠλευθέρωσε λώβης, ἀλλὰ καὶ τὴν ἐκείνων περιουσίαν εἰς τὰς ἡμετέρας μετατέθεικεν οἰκίας. «Ἔργα χειρῶν αὐτοῦ ἀλή‐ | |
45 | θεια καὶ κρίσις.» Οὐκ ἀδίκως δὲ, ἀλλὰ καὶ λίαν ἐνδίκως ταῦτα εἰργάσατο. Οὐδὲν γὰρ ἡμῖν ἐγκαλεῖν ἔχοντες, καταλῦσαι παντελῶς ἐπειράθησαν. Ἀληθῆ τοίνυν καὶ δικαίαν κατ’ αὐτῶν ἐξενήνοχε ψῆφον. ηʹ. «Πισταὶ αἱ πᾶσαι ἐντολαὶ αὐτοῦ· ἐστηριγμέ‐ | |
80.1777(50) | ναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀλη‐ θείᾳ καὶ εὐθύτητι.» Νομοθετῶν ὁ Θεὸς τὴν οἰκείαν εὐμένειαν τοῖς φυλάττουσι τὸν νόμον ὑπέσχετο. Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι ἀψευδεῖς αἱ περὶ τῆς | |
τῶν ἐντολῶν φυλακῆς ὑποσχέσεις, καὶ οἱ ταῦτα | 1777 | |
80.1780 | πληροῦν προαιρούμενοι τῆς αὐτοῦ προμηθείας δι‐ ηνεκῶς ἀπολαύουσι. Καὶ γὰρ ἡμεῖς γνησίως αὐτὸν ἱκετεύσαντες κρείττους τῶν δυσμενῶν ἀπεφάνθημεν. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. | |
5 | θʹ. «Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὑ‐ τοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὑτοῦ.» Αἱ γὰρ τοῦ Θεοῦ ὑποσχέσεις οὐ μόνον τὸ ἀψευδὲς, ἀλλὰ καὶ τὸ διαρκὲς ἔχουσιν. «Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.» Τοῖς μὲν γὰρ πιστεύουσιν ἅγιον, | |
10 | καὶ τριπόθητον καὶ πηγάζον τῶν ἀγαθῶν τὴν φοράν· τοὺς δὲ ἀπιστοῦντας, καὶ παρανομίᾳ συζῶντας, κο‐ λάζει καὶ τιμωρεῖται. ιʹ. «Ἀρχὴ σοφίας φόβος Κυρίου.» Ἀναγκαῖον τοίνυν αὐτὸν δεδιέναι καὶ τρέμειν. Τοῦτο γὰρ πρῶ‐ | |
15 | τον τῆς θείας διδασκαλίας στοιχεῖον. Σοφίαν γὰρ οὐ τὴν εὐγλωττίαν λέγει, ἀλλὰ τὴν τῶν θείων ἐπίγνω‐ σιν. Εἰσαγωγικοῖς τοίνυν ὁ φόβος· τῶν δὲ τελείων τῆς ἀγάπης ἡ κτῆσις. «Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.» Οὐκ ἀρκεῖ γὰρ εἰς τελείωσιν ἡ | |
20 | γνῶσις, ἀλλὰ χρῄζει ἡ θεωρία τῆς πράξεως, καὶ προσήκει τὸν τῆς θείας ἠξιωμένον συνέσεως τοῖς ἔργοις τὴν γνῶσιν κοσμεῖν, καὶ διὰ ταύτης θερα‐ πεύειν τὸν τῆς συνέσεως χορηγόν. «Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἀκολούθως | |
25 | καὶ τοῦτο προστέθεικε, διδάσκων ὡς ὁ τῆς ἀρετῆς ἐραστὴς αὐτὸς τὸ ἐντεῦθεν πορίζεται κέρδος. Ὁ γὰρ Θεὸς, κἂν μηδεὶς ὑμνεῖν ἐθέλει, αἰώνιον ἔχει τὸν ὕμνον καὶ διαρκῆ. Τοῦτον μέντοι τὸν ψαλμὸν κατὰ στοιχεῖόν φασιν Ἑβραίοις γεγράφθαι, καὶ κατὰ τὴν | |
30 | τῶν στοιχείων ἀκολουθίαν συγκεῖσθαι. Καὶ ὁ μετ’ αὐτὸν δὲ ὁμοίως σύγκειται. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΑʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνον καλεῖ καὶ τοῦτον τὸν ψαλ‐ μὸν ἡ ἐπιγραφή· διδασκαλίαν δὲ εὐσεβείας τοῖς βου‐ | |
35 | λομένοις προσφέρει. αʹ. «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.» Ὁ ταύτῃ τῇ εὐλαβείᾳ κοσμούμενος, καὶ τὸ θεῖον περικείμενος δέος, πᾶσαν αὑτοῦ τὴν βουλὴν εἰς τὴν τῶν θείων λο‐ | |
40 | γίων ἐκπλήρωσιν μετατίθησι, καὶ σὺν πάσῃ προθυ‐ μίᾳ πληροῦν ταῦτα ἐπείγεται. Εἶτα δείκνυσι τὸν τῶν τοιούτων σπερμάτων καρπόν. βʹ. «Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.» Ἐπειδὴ γὰρ τοῦτο ἀξιέραστον ἐδόκει τοῖς τηνικάδε | |
45 | ἀνθρώποις, τοῦτο τοῖς φυλάττουσι τὰς ἐντολὰς δώ‐ σειν ὑπισχνεῖται τὸ δῶρον. Καὶ δὴ καὶ ἔδωκε, διὰ μὲν τὸν Ἀβραὰμ τῷ Ἰσραὴλ, διὰ δὲ τὸν Δαβὶδ τοῖς ἐξ αὐτοῦ, καὶ διὰ τὸν Ἰσραὴλ τοῖς ἐκγόνοις, καὶ ταῦτα παρανόμοις γεγενημένοις. «Γενεὰ εὐ‐ | |
80.1780(50) | θέων εὐλογηθήσεται.» Οἱ γὰρ ἰσότητος καὶ δικαιο‐ σύνης ἐπιμελούμενοι τῆς θείας εὐλογίας δρέψονται | |
τοὺς καρπούς. | 1779 | |
80.1781 | γʹ. «Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ.» Καὶ ταύτας ὡς πρὸς ἀτελεῖς ἔτι, καὶ τῶν τελείων ἐπαΐειν οὐ δυναμένους, ποιεῖται τὰς ὑποσχέσεις. Τοὺς γὰρ τελείους ὁ Δεσπότης Χριστὸς τἀναντία διδάσκει, λέ‐ | |
5 | γων· «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μὴ ὑποδήματα, μηδὲ ῥάβδον.» Καὶ πάλιν· «Ἐὰν μή τις ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ, οὐ δύ‐ ναταί μου εἶναι μαθητής. «Καί· «Εἰ θέλεις τέλειος | |
10 | γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτω‐ χοῖς.» Ἀλλ’ ὅμως ταῦτα νομοθετῶν, ἐκεῖνα τοῖς ἀτε‐ λέσι καὶ ὑπισχνεῖται, καὶ δίδωσιν. Οὕτω τῷ Σολο‐ μῶντι καὶ πλοῦτον καὶ δόξαν προστέθεικεν. Οὕτω τοῖς υἱοῖς Ἰσραὴλ τὸν τῶν Αἰγυπτίων ἐδω‐ | |
15 | ρήσατο πλοῦτον. «Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἄληστον γὰρ ὁ τῶν ὅλων Θεὸς ἔχει τὴν μνήμην, καὶ ἀείμνηστον αὑτοῦ διαφυ‐ λάττει τὸ κλέος. δʹ. «Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς ἔθνεσιν.» | |
20 | Σκότος ποτὲ μὲν τὴν ἄγνοιαν, ποτὲ δὲ τὰς συμ‐ φορὰς ὀνομάζει, καὶ φῶς δὲ ὡσαύτως νῦν μὲν τὴν γνῶσιν, νῦν δὲ τῶν κακῶν τὴν ἀπαλλαγὴν προσαγο‐ ρεύει. Λέγει τοίνυν, ὅτι καὶ ἀγνοοῦσιν ὑποδείξει τὴν ἀλήθειαν, καὶ ἐν τῇ τῶν λυπηρῶν προσβολῇ τὴν | |
25 | οἰκείαν ἐπικουρίαν ὀρέξει. Οὕτω τὸν Ἰωσὴφ ἐκ τῆς τῶν ἀδελφῶν μιαιφονίας ἐξήρπασεν, οὕτως αὐτὸν τῆς συκοφαντίας ἀπέφηνε κρείττονα· οὕτω τῆς Σάῤ‐ ῥας ἁρπαγείσης ὤρεξε τῷ Ἀβραὰμ τὴν οἰκείαν ῥοπήν· οὕτω τὸν Λάβαν ἐξεδειμάτωσε, καὶ τὸν φεύ‐ | |
30 | γοντα τοῦ διώκοντος δυνατώτερον ἔδειξε. Τῆς θείας τοίνυν δυνάμεως καὶ τοῦτο τεκμήριον, τὸ γυμνασίας μὲν εἵνεκα συγχωρεῖν προσβάλλειν τοῖς δικαίοις τὰ λυπηρὰ, διαλύειν δὲ τούτων τὸ νέφος, καὶ καθαρὰν αἰθρίαν χαρίζεσθαι. «Ἐλεήμων, καὶ | |
35 | οἰκτίρμων, καὶ δίκαιος.» Ταῦτα δὲ πρυτανεύει δι‐ καιοσύνῃ, καὶ ἐλέῳ, καὶ ἀγαθότητι χρώμενος. Κήδε‐ ται μὲν γὰρ ὡς φιλάνθρωπος, στεφανοῦν δὲ τοὺς δι‐ καίους βουλόμενος, συγχωρεῖ τοὺς ἀγῶνας, λύει δὲ τούτους ὅτι τάχιστα διὰ τὴν ἀμέτρητον ἀγα‐ θότητα. | |
40 | εʹ. «Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν· οἰ‐ κονομήσει τοὺς λόγους αὑτοῦ ἐν κρίσει.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀγαθὸς, χαριστικὸς, καὶ κι‐ χρῶν, οἰκονομῶν τὰ πράγματα αὑτοῦ μετὰ κρί‐ σεως. Ὁ γὰρ τὸν οἰκεῖον δεσπότην μιμούμενος φι‐ | |
45 | λοτίμως θεραπεύει τοὺς ὁμοδούλους· οἰκτείρων μὲν, ὡς τῆς φύσεως κοινωνὸς, κιχρῶν δὲ, ὡς τὴν ἔκτισιν παρὰ τοῦ κοινοῦ προσμένων Δεσπότου. Οὐ‐ δὲν δὲ ὁ τοιοῦτος ἀδιακρίτως ἐργάζεται, ἀλλ’ ὀρ‐ θῶς χρώμενος λογισμῷ, καὶ τοὺς λόγους καὶ τὰ | |
80.1781(50) | ἔργα κοσμεῖ. | 1781 |
80.1784 | ϛʹ. «Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται.» Βεβαίαν γὰρ ὁ τοιοῦτος ἔχει τὴν γνώμην, οὐδεμίαν τροπὴν δεχομένην ἐν ταῖς τῶν καιρῶν δυσκο‐ λίαις. | |
5 | ζʹ. «Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.» Πολυθρύλλητος δὲ ὁ τοιοῦτος ἔσται, καὶ παρὰ πᾶσιν ἀοίδιμος, καὶ ἀείμνηστον καταλείψει τὸ κλέος. «Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται.» Οὔτε δὲ ἀπειλὰς δείσει, οὔτε ἀγγελίας φόβον ἱκανὰς ἐμ‐ | |
10 | ποιῆσαι. «Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κυρίου.» Ὁ δὲ Σύμμαχος τὴν ἑτοίμην πάλιν ἑδραίαν ἡρμήνευσεν. Ἑδραίαν ἔχει, φησὶ, καὶ βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα, καὶ διὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ. | |
15 | ηʹ. «Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὑτοῦ.» Οὐ γὰρ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα προσ‐ μένει. | |
20 | θʹ. «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύ‐ νη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τούτων ἕκαστον διδασκαλίαν ἀρετῆς τοῖς βουλομένοις προσ‐ φέρει. Λέγει δὲ, ὅτι ὁ τῇ εὐλαβείᾳ καὶ τῷ θείῳ φόβῳ κοσμούμενος οὐχ ἁπλῶς τοῖς δεομένοις ὀρέγει τὸν | |
25 | ἔλεον, ἀλλὰ μετὰ πολλῆς φιλοτιμίας τοῦτο ποιεῖ, καὶ μιμεῖται τοὺς σπείροντας ἀφειδῶς τὰ σπέρματα, καὶ σκεδαννύντας διὰ τὴν τῶν δραγμάτων ἐλπίδα. Παραπλησίως γὰρ καὶ οὗτος τῆς δικαιοσύνης προσ‐ μένει τὸ κέρδος. «Τὸ κέρας αὐτοῦ ὑψωθήσεται | |
30 | ἐν δόξῃ.» Κέρας τὴν ἰσχὺν καλεῖ ἐκ μεταφορᾶς τῶν ζώων τῶν καθωπλισμένων τοῖς κέρασι, καὶ τούτοις ἀμυνομένων τοὺς ἐπιόντας. Λέγει τοίνυν ὅτι καὶ δυνατὸς καὶ περίβλεπτος ἔσται ὁ τῆς ἀρετῆς κεκτη‐ μένος τὸν πλοῦτον. | |
35 | ιʹ. «Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὑτοῦ βρύξει, καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.» Οἱ δὲ κακίᾳ συζῇν προαιρού‐ μενοι, τῶν δικαίων ὁρῶντες τὴν περιφάνειαν, τακή‐ σονται μὲν τῷ φθόνῳ, καὶ τῆς μιαιφονίας τυρεύ‐ | |
40 | σουσι μηχανάς· διαμαρτήσονται δὲ τῶν βουλευμά‐ των, καὶ τῆς ἐπιθυμίας οὐκ ἀπολαύσουσιν. Ἄδικος γὰρ αὕτη καὶ λίαν θεομισής. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΒʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἕτερος ὕμνος καὶ οὗτος εἰς ὠφέ‐ | |
45 | λειαν συγγεγραμμένος, καὶ ἐγείρων τοὺς ἀνθρώπους εἰς ὑμνῳδίαν τοῦ εὐεργέτου. αʹ. «Αἰνεῖτε, παῖδες, Κύριον.» Παῖδας ἐνταῦθα οὐ τοὺς νέους, ὥς τινες ὑπέλαβον, ἀλλὰ τοὺς δού‐ λους καιεῖ. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμα‐ | |
80.1784(50) | χος, καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· καὶ ὁ Ἑβραῖος Ἀβδὴ λέγει. Οὕτω δὲ καὶ ὁ Σύρος. Καὶ τὸ αἰνεῖτε ὁ Ἑβραῖος Ἀλληλούϊα εἶπεν· ὡς εἶναι δῆλον ὅτι Ἀλληλούϊα, Αἰνεῖτε Κύριον ἑρμη‐ | |
νεύεται. | 1783 | |
80.1785 | «Αἰνεῖτε τὸ ὄνομα Κυρίου. [βʹ] Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Προσήκει, φησὶν, ὑμᾶς δούλους ὄντας, καὶ ἀπὸ τοῦ Θεοῦ τὸ εἶναι λαβόντας, ὑμνεῖν αὐτοῦ | |
5 | τὸ ὄνομα, κἂν ἀγνοῆτε τὴν φύσιν. Ἔχει μὲν γὰρ τὴν εὐλογίαν καὶ τὴν εὐφημίαν ἄναρχον καὶ ἀήττη‐ τον. Τὸ γὰρ, «ἀφὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος» δηλοῖ τοῦτο. Δεῖ δὲ ὅμως καὶ ἡμᾶς, οἷα δὴ ποιητῇ, προσφέρειν τὸν χαριστήριον ὕμνον. | |
10 | γʹ. «Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου.» Τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς τοῖς ἔθνεσι παρασχεθεῖσαν θεογνωσίαν ὁ ψαλμὸς προεθέσπισε. Πάλαι μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς οὐδὲ παρὰ πάντων Ἰουδαίων ὑμνεῖτο, ἀλλὰ παρ’ | |
15 | ὀλίγων τῶν εὐσεβείᾳ συζώντων· μετὰ δὲ τὴν ἐκ Παρ‐ θένου γέννησιν, καὶ τὸ σωτήριον πάθος, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κηρύκων τῆς ἀλη‐ θείας, «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν,» καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ | |
20 | γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Τοῦτο καὶ δι’ ἑτέρου προφήτου ὁ τῶν ὅλων ἔφη Θεός· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά | |
25 | μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Συνῳδὰ δὲ τούτοις καὶ ἡ πνευματικὴ μελῳδία θεσπίζει. δʹ. «Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ | |
30 | τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.» Ἅπαντα γὰρ τὰ ἔθνη μεμάθηκεν ὡς αὐτός ἐστιν ὕψιστος, καὶ Θεὸς, καὶ τῶν ἁπάντων δημιουργὸς, καὶ ὑπὸ τῶν οὐρανίων ἀγγέλων ἀνυμνούμενος. εʹ. «Τίς ὡς ὁ Κύριος ὁ Θεὸς ἡμῶν;» Πολλάκις | |
35 | τοῦτο ἡ θεία Γραφὴ λέγει. Καὶ γὰρ ὁ μακάριος Μωϋσῆς τοῦτο λέγει· «Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύ‐ ριε;» Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις; Καὶ ὁ μακάριος Δαβὶδ, ὅτι «Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς | |
40 | Θεοῦ;» Καὶ πάλιν, ὅτι «Τίς Θεὸς παρὲξ τοῦ Κυ‐ ρίου, ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;» Διὰ πάντων δὲ τούτων τὸ ἀσύγκριτον τοῦ Θεοῦ τῶν ὅλων μαν‐ θάνομεν, καὶ ὅτι οὐδὲν τῶν ὄντων παραβληθῆναι δύναται τῇ τοῦ Θεοῦ φύσει, ἢ δυνάμει, ἢ ἐνερ‐ | |
45 | γείᾳ. «Ὁ ἐν ὑψηλοῖς οἰκῶν, [ϛʹ] Καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ.» Τοῖς οὐρα‐ νοῖς γὰρ ἐνδιαιτᾶσθαι δοκῶν ἐποπτεύει τὰ σύμ‐ παντα, καὶ οὐδὲν ἀτημέλητον τῶν ὄντων ἐᾷ. | |
80.1785(50) | ζʹ, ηʹ. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ | |
κοπρίας ἀνυψῶν πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ | 1785 | |
80.1788 | ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ.» Ταῦ‐ τα καὶ ἡ μακαρία εἴρηκεν Ἄννα, τὸν χαρι‐ στήριον ὕμνον ὑφαίνουσα τῷ Θεῷ. Ὁρῶμεν δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. | |
5 | Οὕτω τὸν μακάριον Δαβὶδ ποιμένα ὄντα βασιλέα πεποίηκεν· οὕτω τὸν Ἰωσὴφ εἰς δουλείαν μεταπεσόντα ἐπὶ τὸν βασιλικὸν κεκάθικε θρόνον· οὕτω τὸν Μωϋσέα προβατέα γινόμενον δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ Θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, | |
10 | τὰ τῇ πτωχείᾳ τῆς ἀσεβείας δουλεύοντα, καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας ἐπικαθήμενα, τῶν τῷ Ἰσ‐ ραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀν‐ θρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ θανάτου πυθμένα ἀνέλαβε, καὶ ἀνήγαγε, καὶ ἐκάθι‐ | |
15 | σεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότη‐ τος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. θʹ. «Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.» Καὶ τοῦτο ὡσαύτως ἔστιν | |
20 | ἰδεῖν καὶ ἐπ’ ἀνθρώπων συμβαῖνον. Καὶ γὰρ καὶ τὴν Σάῤῥαν, καὶ τὴν Ῥεβέκκαν, καὶ τὴν Ῥαχὴλ, καὶ τὴν Ἄνναν, καὶ τοῦ Σαμψὼν τὴν μητέρα, καὶ τὴν Ἐλισάβετ, στερίφας οὔσας, μητέρας παίδων ἀπέφηνεν. Κυριώτερον δὲ τοῦτο καὶ ἀληθέστερον | |
25 | ἐπὶ τῆς Ἐκκλησίας ἔστιν ἰδεῖν· στεῖραν γὰρ ταύ‐ την οὖσαν πάλαι, καὶ ἄπαιδα, μητέρα πεποίη‐ κεν, ἐπὶ τέκνοις ἀναριθμήτοις εὐφραινομένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Εὐφράνθητι, στεῖ‐ ρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα | |
30 | ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχού‐ | |
σης τὸν ἄνδρα.» | 1787 | |
80.1789 | ΕΡΜΗΝ. ΤΟΥ ΡΙΓʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοις ὑπὸ τοῦ Θεοῦ παρασχεθείσας εὐεργεσίας διεξιὼν, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διηγούμενος, καὶ τῶν εἰ‐ | |
5 | δώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα Θεόν. αʹ, βʹ. «Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου | |
10 | Ἰακὼβ ἐκ λαοῦ βαρβάρου. Ἐγενήθη Ἰουδαία ἁγία‐ σμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.» Τῆς Αἰγύ‐ πτου, φησὶ, τὸν Ἰσραὴλ ὁ Δεσπότης ἐλευθερώσας, καὶ τῆς τῶν ἀλλοφώνων ἐκείνων καὶ βαρβάρων ἀπαλλάξας δουλείας, λαὸν μὲν τοῦτον οἰκεῖον ἀπ‐ | |
15 | έφηνεν, ἐν δὲ τῇ Ἰουδαίᾳ τὸν νεὼν τὸν οἰκεῖον ἐδείμα‐ το. Ἁγίασμα γὰρ τοῦτον ἐκάλεσεν. γʹ, δʹ. «Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορ‐ δάνης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» | |
20 | Προσωποποιεῖ τὰ εἰρημένα, καὶ τοῖς ἀψύχοις τῷ λόγῳ περιτίθησιν αἴσθησιν, τοῦ Θεοῦ κηρύττων τὴν δύναμιν. Σοῦ γὰρ, φησὶν, ἡγουμένου τοῦ λαοῦ ὑπεχώρησε μὲν ἔνθεν κἀκεῖθεν ἡ θάλασσα δείσασα, τὴν δὲ πορείαν παρέσχεν ἀκώλυτον. Ἀνεχαίτισε δὲ | |
25 | ὁ ποταμὸς, καὶ τῶν οἰκείων ῥευμάτων ἐπέσχε τὴν ῥύμην, καθάπερ τις λογικὸς ἐν τῇ κιβωτῷ τὴν σὴν φανταζόμενος δύναμιν· καὶ οἱ βουνοὶ, καὶ τὰ ὄρη ἐκινήθη, καὶ χορεύειν ἐδόκει, ἅτε δὴ τῶν οὐρανῶν τὸν Δεσπότην δεξάμενα· λέγει δὲ τὸ Σινᾶ ὄρος, καὶ | |
30 | τὸ Χωρήβ. Ἐν ἐκείνοις γὰρ ὁ Θεὸς τὴν οἰκείαν ἐπι‐ φάνειαν ἐποιήσατο. Εἶτα καὶ πεῦσιν τοῖς προει‐ ρημένοις προσφέρει. εʹ, ϛʹ. «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, | |
35 | ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;» Καὶ ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα, καὶ ἄψυ‐ χα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν. ζʹ, ηʹ. «Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Τοῦ στρέψαντος | |
40 | τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον | |
εἰς πηγὰς ὑδάτων.» Τούτων ἕκαστον, φησὶ, διὰ τὸν | 1789 | |
80.1792 | ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν ἔχει τῆς γῆς ὁ κλόνος, καὶ ἡ τῆς θαλάττης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν, τὴν πάσης ἰκμά‐ δος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον | |
5 | ἀνεχομένην, τῇ προχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ἀφθόνως ἀναδοθῆναι κελεύσας. Οὐ‐ δὲν οὖν, φησὶ, θαυμαστὸν γεγένηται. Προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ἀκρό‐ τομος ἀνέβλυσε πέτρα, ὁ οὐρανὸς ἐχορήγησε μάννα, | |
10 | οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν, καὶ τὰ ἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος. θʹ, ιʹ. «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν | |
15 | ὁ Θεὸς αὐτῶν;» Ταῦτα τοῖς ἐκ περιτομῆς πάλαι ἥρμοττε λέγειν τὴν θείαν αἰτοῦσιν βοήθειαν, καὶ τῶν προτέρων ἀναμιμνήσκουσι δωρεῶν· Μὴ εἰς ἡμᾶς ἀπίδῃς, ὦ Δέσποτα, μηδὲ διὰ τὰς πολλὰς ἡμῶν πλημμελείας παρίδῃς· οἱ γὰρ τῆς τιμωρίας ἀγ‐ | |
20 | νοοῦντες τὸ δίκαιον, σὴν ἀσθένειαν ὑπολήψονται τὴν ἡμετέραν δουλείαν, καὶ ἐροῦσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; ιαʹ. «Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.» Καὶ ἐκεῖνοι | |
25 | λέγουσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἡμεῖς δὲ ἴσ‐ μεν ὅτι σὺ εἶ Θεὸς, ποιητὴς πάντων, οὐρανὸν οἰ‐ κητήριον ἔχων, σύμμετρον ἔχων τῇ βουλήσει τὴν δύναμιν. Εἶτα κατὰ παράθεσιν ποιεῖται τῶν εἰ‐ δώλων τὸν ἔλεγχον. | |
30 | ιβʹ. «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυ‐ σίον, ἔργα χειρῶν ἀνθρώπων.» Σὺ μὲν γὰρ ποιεῖς ὅσα βούλει· τὰ δὲ ὑπὸ τῶν ἐθνῶν προσκυνούμενα εἴ‐ δωλα οὐ δημιουργεῖ, ἀλλὰ δημιουργεῖται, καὶ ἀπὸ μὲν τῆς ὕλης ἔχει τὸ τίμιον· ἐκ χρυσοῦ γὰρ καὶ ἀργύρου | |
35 | κατασκευάζεται καὶ χρωμάτων, ἀπὸ δὲ τῆς τέχνης τὴν εὐμορφίαν κομίζεται. Ἀργυροχόοι γὰρ καὶ χρυσοχόοι ταῦτα κατασκευάζουσι, καὶ ζωγράφοι. Ἀπὸ ὕλης τοίνυν καὶ τέχνης τὴν σύστασιν ἐρανίζονται. Εἶτα διὰ πλεῖον αὐτῶν τραγῳδεῖ τὴν ἀσθένειαν, λέ‐ | |
40 | γων· | 1791 |
80.1793 | ιγʹ—ιεʹ. «Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφ‐ θαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφραν‐ θήσονται. Χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πό‐ | |
5 | δας ἔχουσι, καὶ οὐ περιπατήσουσιν.» Τῶν αἰσθητη‐ ρίων. φησὶ, τὰς μὲν εἰκόνας περίκεινται, τῆς δὲ ἐν‐ εργείας ἐστέρηνται. Εὐτελέστεροι τοίνυν οὐ μόνον τῶν ποιούντων, ἀλλὰ καὶ τῶν σμικροτάτων ζωϋφίων εἰσί· μυῖαι γὰρ, καὶ κώνωπες, καὶ τὰ τούτων σμικρότε‐ | |
10 | ρα, τῶν αἰσθητηρίων ἔχουσι τὴν ἐνέργειαν· βλέπουσι γὰρ καὶ ἀκούουσι, καὶ πέτανται, καὶ βαδίζουσιν· οἱ δὲ ὡς θεοὶ προσκυνούμενοι, οὐδὲ τὴν τῶν ὀλίγων καὶ σμικρῶν ζώων ἐνέργειαν ἔχουσιν. ιϛʹ. «Οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὑτῶν.» | |
15 | Ἐπειδὴ γὰρ οἱ δι’ αὐτῶν ἐνεργοῦντες δαίμονες, καὶ ταῖς ψευδέσι χρώμενοι μαντείαις, οὐ διὰ τῶν ἀψύχων ταύτας εἰδώλων, ἀλλὰ διὰ τῶν λογικῶν ἀν‐ θρώπων προσέφερον, ἢ διὰ συμβόλων τινῶν τινὰ κατεμήνυον, εἰκότως ἔφη· «Οὐ φωνήσουσιν ἐν τῷ | |
20 | λάρυγγι αὑτῶν.» Ἀκίνητα γὰρ καὶ ἄψυχα εἴδωλα παντελῶς. ιζʹ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.» Ἀλλ’ ἐκεί‐ νοις μὲν ὁμοιωθεῖεν καὶ οἱ προσκυνοῦντες, καὶ οἱ | |
25 | δημιουργοῦντες. Τοὺς γὰρ λόγῳ τετιμημένους, καὶ εἰς τοσαύτην ἀλογίαν ἐκπεπτωκότας, δίκαιον τῶν ὑπ’ αὐτῶν προσκυνουμένων τὴν ἀναισθησίαν λα‐ βεῖν. ιηʹ, ιθʹ. «Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· | |
30 | βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπι‐ στὴς αὐτῶν ἐστιν.» Ἐκεῖνοι μὲν ζημίαν, ἀλλ’ οὐ κέρδος ἐκ τῆς τούτων ἐδρέψαντο προσκυνήσεως· ὁ δὲ τοῦ Ἰσραὴλ οἶκος τὴν εἰς τὸν ὄντα Θεὸν ἐλπίδα | |
35 | κτησάμενος, τῆς παρ’ αὐτοῦ προνοίας ἀπολαύει δι‐ ηνεκῶς. Κατὰ διαίρεσιν δὲ τὴν μνήμην ἐποιήσατο, τὴν ἱερωσύνην ταύτῃ τιμῶν, καὶ διδάσκων τοὺς τηνικαῦτα, πόση πρὸς τοὺς ἄλλους ἡ τῶν ἱερέων διαφορά. | |
40 | κʹ. «Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύ‐ ριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.» Ἕτε‐ ρον τοῦτο τάγμα παρὰ τὰ πρότερα. Διδάσκει δὲ ὁ λόγος, ὅτι κἂν μὴ τὴν τῆς ἱερωσύνης τις ἀξίαν ἔχει μηδὲ τὴν Ἰσραηλιτικὴν συγγένειαν περίκειται, τῷ | |
45 | δὲ θείῳ φόβῳ κοσμούμενος ἐπιμελεῖται τῆς ἀρετῆς τῆς ἴσης καὶ αὐτὸς παρὰ τοῦ Θεοῦ τῶν ὅλων τεύξε‐ ται προμηθείας. Ἦσαν δὲ καὶ πάλαι παρὰ Ἰουδαίοις τοιοῦτοι πολλοὶ, ἐκ μὲν τῆς Ἀβραμιαίας οὐ βλα‐ στήσαντες ῥίζης, ἐξ ἑτέρων δὲ προσελθόντες | |
80.1793(50) | ἐθνῶν, προσήλυτοι προσαγορευόμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Καὶ νῦν δὲ τὰ ἔθνη οὐκ ἔχει τοῦ Ἀβραὰμ τὴν κατὰ σάρκα συγγένειαν, τοῦ δὲ Ἀβραὰμ τὴν πίστιν κτησάμενα, τέκνα χρηματί‐ | |
ζει τοῦ Ἀβραάμ. | 1793 | |
80.1796 | καʹ, κβʹ. «Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύ‐ ριον.» Τὴν αὐτὴν καὶ ἐνταῦθα διαίρεσιν ἐποιήσατο, | |
5 | καὶ τῆς ἐλπίδος ὑπέδειξε τὸν καρπόν· εὐλογίαν γὰρ τῇ ἐλπίδι συνέζευξε, καὶ ταύτης ἔφη μετα‐ δόσθαι οὐ μόνον τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἀα‐ ρὼν, ἀλλὰ καὶ τοῖς φοβουμένοις αὐτόν. Εἶτα πάλιν ἡλικιῶν καὶ ἀξιωμάτων ποιεῖται τὴν διαίρεσιν. | |
10 | «Τοὺς μικροὺς μετὰ τῶν μεγάλων.» Οὐ γὰρ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γεγηρακότας· οὐ‐ δὲ μόνον τοὺς πλούτῳ κομῶντας, ἀλλὰ καὶ τοὺς πε‐ νίᾳ συζῶντας· οὐδὲ μόνον τοὺς τῇ ἐλευθερίᾳ κο‐ σμουμένους, ἀλλὰ καὶ τοὺς τῆς δουλείας τὸν ζυγὸν | |
15 | ἕλκειν ἠναγκασμένους. κγʹ. «Προσθείη Κύριος ἐφ’ ὑμᾶς, ἐφ’ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν.» Τοῖς τὴν θείαν ἐλπίδα κε‐ κτημένοις τὴν αὔξησιν καὶ τὸ πλῆθος ὁ προφητικὸς ἐπεύχεται λόγος. | |
20 | κδʹ. «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τεύξεσθε δὲ τούτου πάν‐ τως, φησὶν, ἅτε δὴ παρὰ τοῦ ποιητοῦ τῶν ὅλων τὴν εὐλογίαν δεξάμενοι. κεʹ. «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ | |
25 | γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Αὐτὸς μὲν γὰρ ἐνδιαίτημα ἔχει τὸν οὐρανὸν, οὐ τὸν ὁρώ‐ μενον τοῦτον, ἀλλὰ τὸν τούτου ὑπέρτερον, ὃν οὗτος ὄροφον ἔχει, καθάπερ τοῦτον ἡμεῖς. Ἐνδιαιτᾶται δὲ τῷ οὐρανῷ τῶν ὅλων ὁ Κύριος, οὐ περιγεγραμμέ‐ | |
30 | νην ἔχων τὴν φύσιν, ἀλλὰ τοῖς ἐκεῖ πολιτευομένοις τῶν ἁγίων ἀγγέλων χαίρων χοροῖς. Τὴν μέντοι γῆν τῷ γένει τῶν ἀνθρώπων ἀπένειμεν. Οὐ τοίνυν Ἰουδαίων προμηθεῖται μόνον, ἀλλὰ καὶ πάντων ἀνθρώπων, οἷς καὶ τὴν γῆν οἰκητήριον δέδωκεν. | |
35 | κϛʹ, κζʹ. «Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾄδου. Ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» Νεκροὺς ἐκάλεσε τοὺς τοῖς ἀψύχοις εἰδώλοις δουλεύοντας· τί γὰρ ἐκείνων | |
40 | ἀναισθητότερον; Ζῶντας δὲ, τοὺς τὸν ζῶντα Θεὸν προσκυνοῦντας, οἷς τὸν θεῖον ἀπεκλήρωσεν ὕμνον. Πρὸς δὲ τούτῳ διδάσκει, ὡς σὺν πάσῃ προθυμίᾳ προσ‐ ήκει τοὺς θεραπεύοντας τὸν Θεὸν ἀνυμνεῖν αὐτὸν ἔτι ζῶντας, ὡς τοῦ θανάτου τοῦτο ποιεῖν κωλύοντος· | |
45 | διὰ τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «ᾌσω τῷ Κυ‐ ρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρ‐ χω.» ΕΡΜΗΝ. ΤΟΥ ΡΙΔʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλαῖς καὶ παντοδαπαῖς ὁ τοῦ | |
80.1796(50) | Σελεύκου Ἀντίοχος, ὁ ἐπίκλην Ἐπιφανὴς, Ἰουδαίους | |
περιέβαλε συμφοραῖς· καὶ τοὺς μὲν ῥᾳστώνῃ συ‐ | 1795 | |
80.1797 | ζῶντας παραβῆναι τὸν θεῖον παρεσκεύασε νόμον. Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ τοὺς ὑπὲρ ταύτης ἀγῶ‐ νας προθύμως ἀναδεξάμενοι, τῶν καλλινίκων στε‐ φάνων ἀπήλαυσαν. Ταύτην αὐτῶν τὴν ἀνδρείαν | |
5 | ἡ παροῦσα μελῳδία προλέγει. Διηγεῖται δὲ κατὰ ταυτὸν καὶ τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τὴν παρασχεθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ τῶν ὅλων ῥοπήν. αʹ, βʹ. «Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς | |
10 | φωνῆ, τῆς δεήσεώς μου. Ὅτι ἔκλινε τὸ οὖς αὑτοῦ ἐμοί.» Αὐτοὺς ταῦτα λέγειν ἡ προφητεία διδάσκει, ὅτι Πάντων μοι τὰ θεῖα θυμηρέστερα, καὶ ἀξιερα‐ στότερόν μοι τῶν ἄλλων τὸ τὸν Θεὸν θεραπεύειν· δέχεται γάρ μου τὰς δεήσεις, καὶ τῆς οἰκείας ῥο‐ | |
15 | πῆς ἀξιοῖ. «Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσο‐ μαι.» Οὗ δὴ χάριν, παρὰ πάντα μου τὸν βίον καὶ ὑμνῶν αὐτὸν διατελέσω, καὶ τὴν παρ’ αὐτοῦ συμμα‐ χίαν αἰτήσω. Εἶτα διηγεῖται τὸ πλῆθος τῶν ἀλγει‐ νῶν. | |
20 | γʹ. «Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.» Κυρίως ὠδῖνες καλοῦνται αἱ πρὸ τοῦ τόκου τῆς τικτούσης ὀδύναι. Τοιγαροῦν ἐκ τῆς μετα‐ φορᾶς ταύτης ὠδῖνες ᾅδου προσαγορεύονται, αἱ αὐ‐ τῷ πελάζειν τῷ θανάτῳ παρασκευάζουσαι συμφοραί. | |
25 | Λέγει τοίνυν, ὅτι πολλοῖς καὶ παντοδαποῖς περιστοι‐ χηθεῖσι δεινοῖς, ὡς παρ’ αὐτὸν γενέσθαι τὸν θά‐ νατον, καὶ αὐτὰς καταλαβεῖν τοῦ ᾅδου τὰς πύ‐ λας. «Θλίψιν καὶ ὀδύνην εὗρον. [δʹ] Καὶ τὸ ὄνομα Κυ‐ | |
30 | ρίου ἐπεκαλεσάμην.» Ἀλλ’ οὐκ εἰς ἀνάπαυλαν ἐμαυ‐ τὸν ἐξέδωκα, καὶ ῥᾳστώνην, τούτοις περιπεσὼν, οὔτε εἰς τὰς ἄλλας τοῦ βίου ψυχαγωγίας ἐμαυτὸν προενήνοχα, ἀλλὰ θρήνοις καὶ δάκρυσι κεχρημέ‐ νος, καὶ διηνεκῶς ποτνιώμενος τὴν θείαν ἐξῄτουν βοή‐ | |
35 | θειαν. Τοῦτο δὲ ἀκριβέστερον ἐκ τῆς τῶν Μακκα‐ βαίων ἱστορίας μάθοι τις ἄν. Εἰς γὰρ τὴν ἔρημον ἀποδράσαντες οἱ τρόφιμοι τῆς εὐσεβείας, καὶ λιμῷ, καὶ δίψῃ πιεζόμενοι, τὸν Θεὸν ἠντιβόλησαν, καὶ τῆς παρ’ αὐτοῦ βοηθείας ἀπήλαυσαν. «Ὦ Κύριε, ῥῦ‐ | |
40 | σαι τὴν ψυχήν μου.» Ταῦτα, φησὶ, ποτνιώμενος ἔλεγον· Ἐπάμυνον, ὦ Δέσποτα, καὶ τῶν ἐπικειμένων κακῶν τὰς ἡμετέρας ψυχὰς ἐλευθέρωσον. ᾜδειν μέντοι προσευχόμενος, ὅτι τεύξομαι τῆς αἰτήσεως, τὴν πολ‐ λὴν αὐτοῦ φιλανθρωπίαν τῇ πείρᾳ μεμαθηκώς. | |
45 | Τοῦτο γὰρ ἐπήγαγεν· εʹ. «Ἐλεήμων ὁ Κύριος, καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.» Τὰς γὰρ τοῦ ἐλέους πηγὰς τοῖς ἀνθρώ‐ ποις προσχέει· ἔχει δὲ καὶ δικαιοσύνην, τοὺς ἀδικοῦντας κολάζει μεταμελείᾳ χρήσασθαι μὴ βου‐ | |
80.1797(50) | λομένους. Δὶς μέντοι τοῦ ἐλέους μνημονεύσας, ἅπαξ τῆς δικαιοσύνης ἐμνήσθη. Νικᾷ γὰρ ἡ τοῦ Θεοῦ φιλ‐ ανθρωπία τῆς δικαιοσύνης τὴν ψῆφον. | |
ϛʹ. «Φυλάσσων τὰ νήπια ὁ Κύριος.» Τοσαύτην | 1797 | |
80.1800 | γὰρ πάντων ἀνθρώπων ποιεῖται κηδεμονίαν, ὅτι καὶ τὰ βρέφη πάσης ἀξιοῖ προμηθείας. Καὶ οὐ μόνον τεχθέντων ἐπιμελεῖται, ἀλλὰ καὶ αὐταῖς ταῖς νηδύσι τῶν μητέρων ἐπικρυπτόμενα, καὶ ὕδασι δυσωδέσιν | |
5 | ἐννηχόμενα, καὶ ἐν ζοφώδει, καὶ ἐν στενῷ καθειργ‐ μένα χωρίῳ διατηρεῖ, καὶ σώζει, καὶ τελεσιουργεῖ, καὶ εἰς φῶς ἐξάγει, καὶ τὰς τοῦ γάλακτος ὀρέγει πηγὰς, καὶ τῶν ἐπιβουλευόντων δαιμόνων ἐλευθεροῖ, καὶ συλλήβδην εἰπεῖν, πατρικῆς μεταδίδωσι προμη‐ | |
10 | θείας. Οὐχ ἁπλῶς δὲ τὴν τούτων ὁ προφητικὸς λό‐ γος ἐποιήσατο μνήμην, ἀλλὰ διδάσκων, ὡς οὐκ ἀμεί‐ βεται μόνον ὁ τῶν ὅλων Θεὸς τοὺς τῶν δικαίων καρ‐ ποὺς, ἀλλὰ καὶ ἄρχει τῆς εὐεργεσίας, καὶ δημιουρ‐ γεῖ τοὺς οὐκ ὄντας, καὶ διαπλάσας ἐπιμελεῖται, καὶ | |
15 | μετὰ τὴν τελείαν ἡλικίαν ἀναμένει τοὺς τῆς δικαιο‐ σύνης καρποὺς, καὶ πάλιν τότε ταῖς εὐεργεσίαις τοὺς ἀγαθοὺς ἐπικλύζει. «Ἐταπεινώθην, καὶ ἔσωσέ με.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἠτόνησα καὶ ἔσω‐ σέ με. Εἰ γὰρ τὰ νήπια τὰ μηδέπω τὴν αὐτοῦ γνῶ‐ | |
20 | σιν δεξάμενα τοσαύτης παρ’ αὐτοῦ τυγχάνει κηδε‐ μονίας, πολλῷ μᾶλλον τοῖς εἰλικρινῶς αὐτὸν ἐπικα‐ λουμένοις μεταδίδωσι σωτηρίας. Αὐτίκα τοίνυν ἡμᾶς ταῖς συμφοραῖς ταπεινωθέντας ἰδὼν τῆς οἰκείας ἐπι‐ κουρίας ἠξίωσεν. | |
25 | ζʹ. «Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε.» Παραθαῤῥύνουσιν ἑαυτοὺς, καὶ παραθήγουσιν εἰς ἀνδρείαν, τῶν θείων εὐεργεσιῶν ὑποδεικνύντες τὸ πλῆθος, καὶ διδά‐ σκουσι σφᾶς αὐτοὺς, ὅτι κἂν τὸν ὑπὲρ εὐσεβείας | |
30 | καταδέξωνται θάνατον, εἰς τὸν θυμήρη καὶ ἄλυπον μετατεθήσονται βίον. Ἀνάπαυσιν γὰρ ἐκεῖνον ἐκά‐ λεσε. Δηλοῖ δὲ τοῦτο καὶ τὰ ἐπιφερόμενα. ηʹ, θʹ. «Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανά‐ του, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πό‐ | |
35 | δας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.» Χώραν δὲ ζώντων, οὐ τὸν παρόντα βίον καλεῖ, ἐν ᾧ θρῆνοι, καὶ ὀδυρμοὶ, καὶ νόσοι, καὶ θάνατοι, καὶ ἁμαρτίαι, καὶ συμφοραὶ, ἀλλὰ τὸν τούτων ἁπάντων ἀπηλλαγμένον βίον, ἐν ᾧ | |
40 | ἀταλαίπωρος τῆς ἀρετῆς ἡ κτῆσις, καὶ δίχα πόνων ὁ τῆς δικαιοσύνης προσγίνεται πλοῦτος. Οἱ γὰρ μετὰ πόνων ἐνταῦθα τοῦτον θελόμενοι συναγεῖραι, πολ‐ λαπλασιάσουσιν αὐτὸν πόνων χωρίς· τὸν χαριστή‐ ριον τοίνυν ὕμνον προσφέρουσιν, ὡς τῶν μὲν ὀφ‐ | |
45 | θαλμῶν τοῦ δακρύειν ἀπαλλαγέντων, τῶν δὲ ποδῶν τὸν ὀλισθηρὸν βίον διαφευγόντων, τῆς δὲ ψυχῆς διαδράναι δυνηθείσης τῆς ἁμαρτίας τὸν θάνατον· καὶ διδάσκουσι σφᾶς αὐτοὺς ἐνεγκεῖν γενναίως τὰς τῶν ἀλγεινῶν προσβολὰς, καὶ τοῦ θανάτου καταφρο‐ | |
80.1800(50) | νῆσαι, ὡς ζωῆς ἀλύπου διαδεχομένης τὸν θάνα‐ | |
τον. | 1799 | |
80.1801 | ΕΡΜΗΝ. ΤΟΥ ΡΙΕʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ἑβραῖος καὶ οἱ λοιποὶ ἑρμη‐ νευταὶ, καὶ μέντοι καὶ ὁ Σύρος, τοῦτον τοῖς προτε‐ ταγμένοις συνάπτουσι· καὶ γὰρ τῆς αὐτῆς ἔχεται | |
5 | διανοίας· καὶ τὸν ἔννατον διχῆ διελόντες, τῇ τῶν‐ δε τῶν ψαλμῶν συναφῇ τὸν ἴσον τῶν ψαλμῶν φυλάτ‐ τουσιν ἀριθμόν. Τὴν αὐτὴν δὲ ὅμως ὑπόθεσιν ἔχει. Οἱ γὰρ τῆς τῶν ζώντων χώρας ἐκεῖ μνημονεύσαντες, καὶ τοῦτο τεθεικότες ἀκροτελεύτιον, ἐνταῦθα ἀρχό‐ | |
10 | μενοι λέγουσιν· αʹ. «Ἐπίστευσα, διὸ ἐλάλησα.» Οὐ γὰρ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἐκείνην ἐθεασάμην τὴν χώραν, ἀλλὰ κατάδηλόν μοι ταύτην ἡ πίστις πεποίηκεν. «Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. [βʹ] Ἐγὼ | |
15 | δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.» Ὁ δὲ Ἀκύλας οὕτως· Ἐγὼ εἶπα ἐν τῷ θαμβεῖσθαί με· Πᾶς ἄνθρωπος διά‐ ψευσμα. Ὁ δὲ Θεοδοτίων· Πᾶς ἄνθρωπος ἐκλεί‐ πει. Ὁ δὲ Σύμμαχος· Καὶ εἶπον ἀδημονῶν· Πᾶς | |
20 | ἄνθρωπος διαψεύδεται. Οὐχ ἁπλῶς δὲ πάσας τέ‐ θεικα τὰς ἑρμηνείας, ἀλλὰ δεῖξαι βουλόμενος, ὡς τὴν ἀνθρωπίνην εὐημερίαν ψεῦδος καλεῖ, διαῤῥέου‐ σαν ὅτι τάχιστα, καὶ διαρκὲς οὐδὲν ἔχουσαν. Τὴν γὰρ ἀθρόαν ταύτην, φησὶ, μεταβολὴν θεασάμενος, καὶ | |
25 | τῆς προτέρας ἡμῶν ἀναμνησθεὶς εὐκληρίας, καὶ τὰς ἐπαλλήλους ὁρῶν συμφορὰς, εἶπον ἀδημονῶν, Μόνι‐ μον οὐδὲν, οὐδὲ σταθερόν· ἀλλὰ διαψεύδεται, καὶ τῆς ἐλπίδος διαμαρτάνει, τοῖς παροῦσιν ὡς διαρ‐ κέσι θαῤῥῶν. Τοῦτο μὲν ἐν τῷ τριακοστῷ καὶ ὀγ‐ | |
30 | δόῳ ἔφη ψαλμῷ· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Ταῦτα καὶ ὁ σοφὸς παιδευ‐ θεὶς Σολομὼν, καίτοι διὰ πάσης εὐημερίας ὁδεύσας, τῆς τῶν ἀνθρωπίνων πραγμάτων φυσιολογίας ἁψά‐ μενος, τοῦτο προοίμιον τέθεικε· «Ματαιότης ματαιο‐ | |
35 | τήτων, τὰ πάντα ματαιότης.» γʹ. «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Πολλαῖς καὶ διαφόροις εὐερ‐ γεσίαις περικλυζόμενος, οὐκ οἶδα τίσι τὸν εὐεργέ‐ την ἀμείψομαι. Οὐχ ἁπλῶς δὲ τοῦτο τῷ προτέρῳ συν‐ | |
40 | ῆψεν· ἀλλὰ διδάσκει, ὅτι καὶ ἐν ταῖς ποικίλαις τοῦ βίου μεταβολαῖς τὴν οἰκείαν τοῖς ἀνθρώποις ὁ τῶν ὄλων Θεὸς ἐπικουρίαν ὀρέγει, καὶ παντοδαπὴν τοῖς ἀθυμοῦσι προσφέρει παραψυχήν. Τοῦτο καὶ ὁ μακά‐ ριος ἔφη Παῦλος· «Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ | |
45 | τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι παρακα‐ λεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς | |
παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ὅτι καθὼς πε‐ | 1801 | |
80.1804 | ρισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Κατὰ τὸ πλῆ‐ θος τῶν ὀδυνῶν μου αἱ παρακλήσεις σου εὔφρα‐ | |
5 | ναν τὴν ψυχήν μου.» δʹ. «Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.» Προσήκει τοίνυν θαῤῥα‐ λέως τὸν ὑπὲρ αὐτοῦ καταδέξασθαι θάνατον, καὶ ταύτην δοῦναι τῆς παντοδαπῆς εὐεργεσίας ἀντίδο‐ | |
10 | σιν. Ποτήριον γὰρ σωτηρίου τὸν ὑπὲρ τῆς εὐσε‐ βείας προσηγόρευσε θάνατον. Οὕτω γὰρ αὐτὸν Κύ‐ ριος ὀνομάζει. «Πάτερ γὰρ, φησὶν, εἰ δυνατὸν παρ‐ ελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.» Καὶ τῇ ξυν‐ ωρίδι τῶν ἀποστόλων τὴν κοινωνίαν αἰτησάσῃ τῆς | |
15 | βασιλείας, οὕτως ἔφη· «Δύνασθε πιεῖν τὸ ποτή‐ ριον, ὃ ἐγὼ μέλλω πιεῖν;» Τοῦτο τοίνυν καὶ ἐνταῦ‐ θα οἱ γενναῖοι καὶ ἄριστοι τῆς εὐσεβείας ἀγωνισταὶ, φησὶν, αὐτοῖς δρᾶσαι παρακελεύονται· ταύτην δὲ πληροῦσι τὴν ὑπόσχεσιν τῶν ὁμοφύλων ὁρώντων, | |
20 | ὅπως ἂν καὶ αὐτοὺς εἰς τὸν ὅμοιον παραθήξωσι ζῆ‐ λον. Εἶτα δεικνύουσι τὸν τούτου θανάτου καρ‐ πόν. εʹ, ϛʹ. «Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναν‐ τίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου | |
25 | ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Εἰ δὲ Θεῷ τίμιος, τίνι τῶν ὁσίων οὐ σεβάσμιος; ζʹ. «Ὦ Κύριε, ἐγὼ δοῦλος σός· ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου.» Ἐὰν μὲν οὖν ἀξι‐ άγαστον ἐκεῖνον ὑπομείνωμεν θάνατον, τῆς παρὰ τοῦ | |
30 | Θεοῦ τιμῆς καὶ δόξης ἀπολαυσόμεθα, καὶ ἀείμνηστον καταλείψομεν κλέος. Εἰ δὲ κρείττους τῶν πολεμίων γινόμενοι, τὴν ἐκείνων σκεδάσωμεν φάλαγγα, τὸν χαριστήριον ὕμνον τῷ Δεσπότῃ προσοίσομεν, τὴν δουλείαν ὁμολογοῦντες, καὶ ταύτην ἔχειν ἐκ προγό‐ | |
35 | νων αὐχοῦντες. Οἱ μὲν γὰρ ἀνθρώποις δουλεύειν ἠναγκασμένοι ἐλευθέρους ἐσχηκέναι προγόνους ἔστιν ὅτε σεμνύνονται· οἱ δὲ εὖνοι θεραπεύσαντες τοῦ Θεοῦ τὴν ἐκ προγόνων ἔχειν ὁμολογοῦσι δουλείαν, μεγί‐ στην τὴν τοιαύτην δουλείαν εὔκλειαν εἰκότως εἶ‐ | |
40 | ναι πιστεύοντες. «Διέῤῥηξας τοὺς δεσμούς μου.» Τῶν πολλῶν μου καὶ διαφόρων συμφορῶν ἠλευθέ‐ ρωσας. ηʹ—ιʹ. «Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ | |
45 | ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ.» Ἀπαλ‐ λαγεὶς δὲ τῶν συμφορῶν, οὐκ ἔσομαι περὶ τὰς εὐερ‐ γεσίας ἀγνώμων, ἀλλὰ τὴν τῆς αἰνέσεως ἀποδώσω σοι θυσίαν, καὶ τὸν χαριστήριον ὕμνον ἐκτίσω, | |
80.1804(50) | πάντων ὁρώντων τῶν ὁμοφύλων, καὶ τὴν ἐντεῦθεν | 1803 |
80.1805 | ὄνησιν καρπουμένων. Προσοίσω δὲ τὴν λογικὴν ταύ‐ την ἱερουγίαν ἐν τῷ καθιερωμένῳ τῷ ὀνόματί σου νεῷ. Ἔστι τοίνυν καὶ ἐντεῦθεν καταμαθεῖν, ὡς καὶ τοῦ νόμου κρατοῦντος, οἱ πνευματικώτερον τῷ νό‐ | |
5 | μῳ προσεσχηκότες τὰς λογικὰς θυσίας τῶν ἀλόγων προετίμων θυμάτων, τὴν καινὴν διαθήκην σκιογρα‐ φοῦντες. Εἰδέναι δὴ προσήκει, ὡς καὶ πᾶσι τοῖς καλλινίκοις μάρτυσιν ἑκάτερος ἁρμόττει ὁ ψαλμός· ὁ γὰρ αὐτὸς καὶ τούτων κἀκείνων σκοπός· κἀκεῖνοι | |
10 | γὰρ ὑπὲρ τοῦ νόμου, καὶ τοῦ νομοθέτου, τὸν ἀξι‐ άγαστον ὑπέμειναν θάνατον, καὶ οὗτοι τῆς παρούσης ζωῆς τὴν ὑπὲρ τοῦ σεσωκότος καὶ τὸν θάνατον κα‐ ταλύσαντος προείλοντο τελευτήν. ΕΡΜΗΝ. ΤΟΥ ΡΙϛʹ ΨΑΛΜΟΥ. | |
15 | Ἀλληλούϊα. Ὕμνος καὶ οὗτος πᾶσιν ἀνθρώποις ἁρμόττων. Παρακελεύεται γὰρ ἡ χάρις τοῦ Πνεύ‐ ματος τοὺς τῆς σωτηρίας τετυχηκότας ὑμνῆσαι τὸν εὐεργέτην. αʹ. «Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη.» Κατὰ | |
20 | ταυτὸν ἅπαντας εἰς χορείαν καλεῖ· ἅπασι γὰρ τοῖς ἔθνεσιν, οὐχ Ἕλλησι μόνοις, καὶ Ῥωμαίοις, ἀλλὰ καὶ πᾶσι βαρβάροις, τὰς τῆς σωτηρίας ἐχορή‐ γησεν ἀφορμὰς, τοῖς ἱεροῖς ἀποστόλοις διακόνοις τῆς εὐεργεσίας χρησάμενος. «Πορευθέντες γὰρ, ἔφη, μα‐ | |
25 | θητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Τούτῳ πειθόμενοι τῷ νόμῳ, πᾶσαν γῆν καὶ θάλασσαν ἔδραμον, καὶ ὁ μὲν Ἰν‐ | |
30 | δοὺς, ὁ δὲ Αἰγυπτίους, ὁ δὲ Αἰθίοπας προσήγαγε τῷ Χριστῷ. Ὁ δὲ μακάριος Παῦλος διδάσκει συν‐ τόμως, ὅσοις ἔθνεσι προσενήνοχε τὰ θεῖα κηρύγμα‐ τα, «ὥστε ἀπὸ Ἱερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλ‐ λυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» | |
35 | Οὐ γὰρ εὐθεῖαν ὁδὸν ὁδεύων, ἀλλὰ τὰ ἐν μέσῳ ἔθνη διακείμενα περινοστῶν, τὰ σωτήρια προσέφερε δόγ‐ ματα. «Οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστὸς, ἵνα μὴ ἐπὶ ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ | |
40 | ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν.» Ὕστερον μέντοι καὶ τῆς Ἰταλίας ἐπέβη, καὶ εἰς τὰς Σπανίας ἀφίκετο, καὶ ταῖς ἐν τῷ πελάγει διακειμέναις νήσοις τὴν ὠφέλειαν προσ‐ ήνεγκε. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ἔφη· «Ἐλπίζω | |
45 | γὰρ διαπορευόμενος εἰς τὰς Σπανίας δι’ ὑμῶν διελ‐ θεῖν, καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.» Τῷ θαυμασίῳ δὲ Τίτῳ γράφων φησίν· «Διὰ τοῦτο κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, | |
80.1805(50) | ὡς ἐγώ σοι διεταξάμην.» Οὕτως ὁ Ἰωάννης ὁ πάνυ τὴν Ἀσίαν τῆς προτέρας ἠλευθέρωσεν ἀσεβείας· | |
οὕτως ὁ θεσπέσιος Ἀνδρέας τὴν Ἑλλάδα ταῖς τῆς | 1805 | |
80.1808 | θεογνωσίας ἀκτῖσι κατηύγασεν· οὕτως ὁ θειότατος Φίλιππος Φρυγῶν ἑκατέρων τὴν πλάνην διήλεγξεν οὕτως ὁ μέγας Πέτρος ἀπὸ τῆς Ἱερουσαλὴμ μέχρι τῆς Ῥωμαίας ἔδραμε πόλεως, ἅπασι προσφέρων | |
5 | τὰς τῆς ἀληθείας ἀκτῖνας. Οὕτως ἅπαντες πᾶ‐ σαν τὴν οἰκουμένην περινοστήσαντες, καὶ τὸν τῆς ἀγνοίας ἀπεσκέδασαν γνόφον, καὶ τὸν τῆς δικαιο‐ σύνης ὑπέδειξαν ἥλιον. Εἰκότως τοίνυν ὁ προφητι‐ κὸς λόγος πάντα τὰ ἔθνη τῷ Θεῷ τὸν ὕμνον προσ‐ | |
10 | φέρειν παρεγγυᾷ, ἐπειδὴ πάντα τῆς σωτηρίας ἀπ‐ ήλαυσαν. «Ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί.» Εἰς ἅπασαν πάλαι προδιεσπάρησαν Ἰουδαῖοι τὴν οἰκου‐ μένην, τὸν ἕνα σέβειν δεδιδαγμένοι Θεόν. Ἐπειδὴ τοίνυν οὐκ ἔτι μόνην ᾤκουν τὴν Παλαιστίνην, οὐδὲ | |
15 | εἰς ἕνα λαὸν ἐτέλουν ὑφ’ ἑνὶ βασιλεῖ τεταγμένοι, ἀλλὰ ἐν τοῖς ἔθνεσι διεσπαρμένοι, τοῖς μὲν ἐκείνων ὑπ‐ ήκουον ἄρχουσι, καθ’ ἑαυτοὺς δὲ ἐπολιτεύοντο, τῇ τοῦ νόμου διαγορεύσει πειθόμενοι, εἰκότως οὐ λαὸν αὐ‐ τοὺς, ἀλλὰ λαοὺς ὀνομάζει. Πλεῖστοι γὰρ καὶ ἐκ | |
20 | τούτων τὸ θεῖον ἐδέξαντο κήρυγμα. Ἐν μὲν γὰρ Ἱερο‐ σολύμοις τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπὸ τῶν ἁλιέων ἐσαγηνεύθησαν. Καὶ πολλαὶ δὲ μετὰ ταῦτα μυριάδες ἐγένοντο, ἔφησεν ὁ θεῖος Ἰάκωβος. Καὶ ἐν Συρίᾳ δὲ, καὶ Κιλικίᾳ, καὶ Λυκαονίᾳ, καὶ | |
25 | Πισιδίᾳ, καὶ Ἀσίᾳ, καὶ Παμφυλίᾳ, καὶ ἐν τοῖς λοι‐ ποῖς ἅπασιν ἔθνεσιν, προτέροις Ἰουδαίοις προσ‐ έφερον οἱ ἀπόστολοι τὰ θεῖα κηρύγματα. Καὶ οἱ μὲν ἐπίστευον, καὶ τῆς ἀληθείας ἀπήλαυον, οἱ δὲ ταῖς ὀνησιφόροις διδασκαλίαις ἀντέλεγον. Εἰκότως τοίνυν ὁ προφητικὸς λόγος καὶ τούτους ὑμνεῖν τὸν εὐεργέ‐ | |
30 | την παρακελεύεται· τούτους γὰρ ὀνομάζει λαούς. βʹ. «Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς.» Ἐλέῳ γὰρ μόνῳ χρησάμενος, τὴν ἡμετέραν ἐπραγ‐ ματεύσατο σωτηρίαν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία | |
35 | τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη Θεοῦ, οὐ διὰ τὰς δι‐ καιοσύνας ἡμῶν ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενε‐ σίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξ‐ έχεεν ἐφ’ ἡμᾶς πλουσίως.» Καὶ πάλιν· «Χάριτί ἐστε | |
40 | σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον.» Καὶ ἑτέρωθι· «Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰη‐ σοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὼ, ἀλλ’ ἐλεήθην.» Συνίστησι δὲ | |
45 | τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθα‐ νεν. Εἰκότως τοίνυν ὁ προφητικὸς ἔφη λόγος, ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς. «Καὶ ἡ ἀλή‐ θεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.» Ἣν γὰρ διὰ | |
80.1808(50) | τῶν ἁγίων προφητῶν ὑπέσχετο, δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος τῶν πρὸς Ῥω‐ μαίους γραμμάτων ἀρξάμενος, «Παῦλος δοῦλος Ἰη‐ | |
σοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς | 1807 | |
80.1809 | Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προ‐ φητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.» Καὶ πάλιν· «Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγε‐ | |
5 | λίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.» Ἐπειδὴ τοίνυν πεπλήρωκε τὰς ὑποσχέ‐ σεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο, δέδωκε σω‐ τηρίαν, καὶ ἠνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἡμεῖς οἱ ἐξ Ἰουδαίας προσελθόντες, καὶ ὑμεῖς | |
10 | οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμφωνον ὑμνῳδίαν κε‐ ράσαντες τὸν εὐεργέτην ἀμείψασθε. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΖʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστιν ὑπὸ τῶν τῆς σωτηρίας ἀπολελαυκότων τῷ Θεῷ προσφερόμε‐ | |
15 | νος. Ἰουδαῖοι μὲν γὰρ μετὰ τὴν ἐπάνοδον, τῶν πλη‐ σιοχώρων ἁπάντων κατὰ ταυτὸν ἀθροισθέντων, φθονούντων αὐτοῖς τῆς προτέρας εὐημερίας, καὶ μέντοι καὶ ἔθνη ἕτερα καὶ βάρβαρα συναγειράντων, εἶτα θεηλάτοις ἀναλωθέντων πληγαῖς κατὰ τὴν | |
20 | Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίου, καὶ Ζαχαρίου προφητείαν, τοῦτον τὸν ὕμνον χαριστήριον προσφέ‐ ρουσι τῷ Θεῷ. Ἐπειδὴ δὲ ἐν ἐκείνοις προεγράφετο τὰ ἡμέτερα, μᾶλλον ἁρμόττει τοῖς ἐξ ἐθνῶν πεπι‐ στευκόσιν ἡ ὑμνῳδία· οἳ παρὰ πολλῶν καὶ ἀρχόντων | |
25 | καὶ ἀρχομένων, δήμων καὶ δημαγωγῶν, καὶ βασι‐ λέων καὶ στρατηγῶν, διωχθέντες, καὶ στρεβλω‐ θέντες, καὶ αἰκισθέντες, καὶ μυρία θανάτου ὑπο‐ μείναντες εἴδη, κρείττους τῶν πολεμούντων ἐδεί‐ χθησαν. Καὶ τούτοις μέντοι κἀκείνοις ἡ τοῦ πνεύ‐ | |
30 | ματος χάρις τὴν τῆς ὑμνῳδίας διδασκαλίαν προ‐ τέθεικεν. αʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὑμνήσατε τὸν ἀγα‐ θὸν, καὶ τῶν ἀγαθῶν τὸν χορηγόν. Διαρκῆ γὰρ ἔχει | |
35 | τὸν ἔλεον, καὶ τοῦτον ἀεὶ χορηγεῖ τοῖς δεομένοις. βʹ, γʹ. «Εἰπάτω δὲ οἶκος Ἰσραὴλ, ὅτι ἀγα‐ θὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὲ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Τούτων κατὰ διαίρεσιν μνημονεύ‐ | |
40 | σας, τῶν ἐξ ἐθνῶν πεπιστευκότων κοινὴν ποιεῖται τὴν μνήμην. δʹ. «Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἅπαντες, φησὶ, τοῦ Θεοῦ φιλανθρωπίαν | |
45 | ὑμνήσατε, καὶ οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, καὶ τὴν προγονικὴν αὐχοῦντες εὐσέβειαν, καὶ οἱ ἐν αὐτοῖς τῆς ἱερωσύνης ἠξιωμένοι, καὶ οἱ ἐκ διαφό‐ | |
ρων μὲν ὄντες ἐθνῶν, τῆς δὲ τῶν προγόνων ἀσεβείας | 1809 | |
80.1812 | ἀπαλλαγέντες. Εἷς γὰρ ὁ πάντων Θεὸς, καὶ δια‐ φόρους πᾶσιν εὐεργεσίας προσφέρει, καὶ τοῖς αἰτοῦσιν ὀρέγει τὸν ἔλεον. Εἶτα σαφέστερον τοῦ Θεοῦ διδάσκει τὴν πρόνοιαν. | |
5 | εʹ. «Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν.» Οὐ γὰρ ἐκώλυσε τὴν τῶν κακῶν προσβολὴν, ἀλλ’ ἔδειξε τοὺς κινδύνους, καὶ παραυτίκα τούτους ἐσκέδασε. Τοῦτο καὶ ἐν τῷ τε‐ τάρτῳ ἔφη ψαλμῷ, Ἐν θλίψει ἐπλάτυνάς μοι, ἀντὶ | |
10 | τοῦ, Μείζονά μοι τῆς ὀδύνης παραψυχὴν προσενήνοχας. ϛʹ, ζʹ. «Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθή‐ σομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» Τὸν γὰρ τῶν ὅλων Δεσπότην ἐπίκουρον ἔχων, οὐ δέδια τῶν πολε‐ | |
15 | μίων τὰς προσβολάς. Ἐλπίζω γὰρ, τῆς παρ’ αὐτοῦ ῥοπῆς ἀπολαύων, τὸν ὄλεθρον τούτων ἰδεῖν ὅτι τάχιστα. Εἶτα τοῖς ἀγαθοῖς λογισμοῖς βεβαιοῖ τὴν γνώμην τὴν εὐσεβῆ. ηʹ, θʹ. «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πε‐ | |
20 | ποιθέναι ἐπ’ ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύ‐ ριον, ἢ ἐλπίζειν ἐπ’ ἄρχουσι.» Ὁ μὲν γὰρ ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ βουλόμενος ἀγαθὰ, καὶ δρᾷν δυνάμενος ὅπερ βούλεται, καὶ τὴν ἐξουσίαν ἔχων ἀνώλεθρον. Οἱ δὲ ἄνθρωποι, καὶ φύσει φθαρτοὶ, καὶ | |
25 | γνώμῃ τρεπτοὶ, καὶ πολλάκις μὲν οὐ βούλονται τὰ ἀγαθά· ἔστι δὲ ὅτε καὶ βουλόμενοι τοῖς ἀδικουμένοις ἐπαμύνειν οὐ δύνανται· κἂν ἄρχουσι δὲ, πρὸς και‐ ρὸν ἔχουσι τὴν ἀρχήν· καὶ ἡ βασιλεία δὲ παρ’ ἀν‐ θρώποις ἐπίκηρος, καὶ πρὸς ὀλίγον χρόνον ἄρ‐ | |
30 | χουσα. Ἄμεινον τοίνυν καταλιπεῖν μὲν τὴν τῶν ἀνθρώπων ἐπικουρίαν, τὴν δὲ θείαν αἰτῆσαι βοή‐ θειαν. ιʹ. «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνό‐ ματι Κυρίου ἠμυνάμην αὐτούς.» Ἡ μὲν Ἐκκλησία | |
35 | τὰς ἁπάντων τῶν ἐθνῶν ἐδέξατο προσβολὰς, ἡ δὲ Ἱερουσαλὴμ, οὐ πάντων, ἀλλ’ ἐνίων· ἐπ’ ἐκείνων τοίνυν ὑπερβολικῶς ὁ λόγος προσφέρεται, ἐπὶ δὲ τῆς Ἐκκλησίας ἀληθῶς. Οἱ γὰρ ἐν ἑκάστῳ ἔθνει πεπιστευκότες τοὺς παρὰ τῶν ἀπίστων θορύβους | |
40 | καὶ κινδύνους ὑπέμενον· ἀλλ’ ὅμως, καὶ αὐτοὶ, κἀ‐ κεῖνοι, τῷ Θεῷ τεθαῤῥηκότες τοὺς ἀντιπάλους ἐνί‐ κησαν. ιαʹ. «Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνό‐ ματι Κυρίου ἠμυνάμην αὐτούς.» Ὁ δὲ Σύμμαχος | |
45 | οὕτως· Ἐκύκλωσάν με, καὶ πάλιν περιεκύκλω‐ σάν με, ἀντὶ τοῦ, Ἐπαλλήλοις ἐχρήσαντο προσβο‐ λαῖς, καὶ πολιορκίαις παντοδαπαῖς· ἐγὼ δὲ τῇ τοῦ Θεοῦ ἐπικλήσει φραξάμενος, τὴν ἐκείνων ἐσκέδασα φάλαγγα. | |
80.1812(50) | ιβʹ. «Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον.» Καθάπερ, φησὶ, μέλιτται κηρίον εὑροῦσαι τὴν τοῦ | |
μέλιτος ἐκμυζῶσιν ἰκμάδα, οὕτως οὗτοι τὴν ἐνοῦσάν | 1811 | |
80.1813 | μοι γλυκύτητα τῆς εὐσεβείας ἀφελεῖν ἐπειράθησαν. «Καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις.» Ἤλ‐ πισαν δὲ καὶ μάλα ῥᾳδίως μου περιέσεσθαι, καθά‐ περ τὸ πῦρ εὐπετῶς δαπανᾷ τὰς ἀκάνθας. «Καὶ | |
5 | τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Ταῦτα δὲ προσδοκήσαντες διήμαρτον τῆς ἐλπίδος, τῇ ἐμῇ νι‐ κηθέντες ἐλπίδι· τὸν γὰρ ἐμὸν Δεσπότην πᾶσιν ἐκείνοις ἀντέταξα, καὶ δι’ αὐτοῦ τὴν νίκην ἐκομι‐ σάμην. | |
10 | ιγʹ. «Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύ‐ ριος ἀντελάβετό μου.» Ταῦτα κἀκείνοις ἁρμόττει, καὶ τούτοις. Κἀκεῖνοι γὰρ ὄλεθρον ἂν ὑπέμειναν παντελῆ, εἰ μὴ τῆς θείας ἀπήλαυσαν χάριτος· καὶ οὗτοι ἂν ἐξέπεσαν εἰς ἀσέβειαν, μὴ τῆς θείας αὐ‐ | |
15 | τοὺς ὑπερεισάσης ἀρετῆς. ιδʹ. «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.» Αὐτὸν τοίνυν ἔχομεν καὶ δύναμιν, καὶ νίκην, καὶ πηγὴν ὑμνῳδίας. Παρ’ αὐτοῦ γὰρ τῶν ἀγαθῶν ἀπολαύσαντες μετ’ εὐθυμίας | |
20 | τὸν ὕμνον προσφέρομεν. ιεʹ. «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Μετὰ γὰρ τὴν νίκην, τῶν προτέρων θρή‐ νων ἀπαλλαγέντες, ἐν θυμηδίαις ἦσαν καὶ εὐφη‐ μίαις, τὸν Θεὸν ἀνυμνοῦντες. | |
25 | «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. [ιϛʹ] Δεξιὰ Κυρίου ὕψωσέ με.» Δεξιὰν, καθὰ πολλάκις εἰ‐ ρήκαμεν, τὴν ἀγαθὴν ἐνέργειαν λέγει. Εὖ δὲ ποιοῦντες οὐχ ἑαυτοῖς ἐπιγράφουσι τὴν νίκην, οὐδὲ τῇ οἰκείᾳ προθυμίᾳ καὶ δυνάμει θαῤῥοῦσιν, ἀλλ’ | |
30 | ὑπὸ τῆς θείας χάριτος ταύτης τετυχηκέναι βοῶσιν. «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. [ιζʹ] Οὐκ ἀποθα‐ νοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυ‐ ρίου.» Τῆς ἄνωθεν τοίνυν ἐπικουρίας ἀπολαύσας, καὶ κρείττων τοῦ θανάτου γενόμενος, τὰς θείας εὐ‐ | |
35 | εργεσίας, καὶ τοὺς ἀγνοοῦντας διδάξω, καὶ τοὺς εἰ‐ δότας ἀναμνήσω, καὶ τῇ μνήμῃ τούτων τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσω. ιηʹ. «Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.» Συνεχώρησε γὰρ προσ‐ | |
40 | βαλεῖν μοι τὰ λυπηρὰ, πατρικῶς με παιδεύων· τὸ δὲ στυγνὸν τούτων διέλυσε νέφος, καὶ τῆς ἐκεῖθέν με παντελῶς ἠλευθέρωσε λώβης. ιθʹ. «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.» Πύλας δι‐ | |
45 | καιοσύνης οὐ τὰς τοῦ ναοῦ πύλας καλεῖ, ἀλλὰ τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας· δι’ ἐκείνας γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. Οἷον γάρ τινα ἀπόκρισιν δίδωσι, καί φησιν· | |
80.1813(50) | κʹ. «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ‐ | |
σονται ἐν αὐτῇ.» Οὕτω καὶ τῷ νεανίσκῳ τῷ τῆς | 1813 | |
80.1816 | αἰωνίου ζωῆς τὴν ὁδὸν ᾐτηκότι μαθεῖν, ὁ Κύριος ἔφη· «Τὰς ἐντολὰς οἶδας· Οὐ μοιχεύσεις, οὐ κλέ‐ ψεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν;» Ταύτῃ | |
5 | τοι καὶ ὁ Δεσπότης ἑαυτὸν ὠνόμασε θύραν, ὡς τῆς ἀρετῆς ποδηγὸν καὶ διδάσκαλον· «Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ θύρα τῶν προβάτων· ἐάν τις δι’ ἐμοῦ εἰσ‐ έλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑ‐ ρήσει.» Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἔφη λό‐ | |
10 | γος· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ‐ σονται ἐν αὐτῇ.» καʹ. «Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν.» Ὑμνῶ σε τοιγαροῦν δεξάμενόν μου τὴν δέησιν, καὶ δεδωκότα τὴν σω‐ | |
15 | τηρίαν. κβʹ. «Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Τοῦτο, κἂν μυριάκις ἀναισχυντῶσιν Ἰουδαῖοι, ἄλλῳ προσαρμό‐ σαι οὐ δύνανται. Εἰ γὰρ τῶν διαιρεθεισῶν πάλαι | |
20 | φυλῶν ἡγεμόνευσε Ζοροβάβελ, ἀλλ’ οὐκ ἐπὶ πλεῖστον διήρκεσεν. Ὁ δὲ Δεσπότης Χριστὸς τοὺς δύο τοί‐ χους, τοὺς ἀπ’ ἀλλήλων ἑστῶτας ἐκ διαμέτρου, τοὺς ἐξ Ἰουδαίων φημὶ, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκό‐ τας, τοὺς μὲν δυσσεβείᾳ δουλεύοντας, τοὺς δὲ τοῦ | |
25 | νόμου τὸν ζυγὸν ἕλκοντας, καὶ εἰς ἓν συναγαγὼν τὰ διεστῶτα συνέζευξε, καὶ μίαν ἐξ ἀμφοτέρων συνήρ‐ μοσεν Ἐκκλησίαν, γωνίαν τινὰ μιμησάμενος δύο τοίχους συνδέουσαν, καὶ πρὸς ἀλλήλους συνάπτου‐ σαν. Τοῦτον μέντοι τὸν λίθον οἰκοδόμοι πάλαι ὄντες, | |
30 | Φαρισαῖοί τε καὶ Σαδδουκαῖοι, ἱερεῖς τε καὶ Γραμ‐ ματεῖς, ἀπεδοκίμασαν, καὶ ἐσταύρωσαν· ἀλλ’ «Ἐγέ‐ νετο εἰς κεφαλὴν γωνίας,» ἢ, κατὰ τὸν Σύμμα‐ χον, ἀκρογωνιαῖος. Περὶ τούτου δὲ τοῦ λίθου καὶ διὰ Ἡσαΐου τοῦ προφήτου προεθέσπισεν ὁ Θεός· «Ἰδοὺ | |
35 | τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογω‐ νιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. «Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος | |
40 | ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Τοῦτον εἶδε τὸν λίθον καὶ ὁ μακάριος Δανιὴλ τμηθέντα ἄνευ χειρῶν, τὸν ἀκοινώνητον τῆς Παρθένου διδασκόμενος τόκον. Τοῦτον εἶδε τὴν εἰκόνα συντρίψαντα, τουτ‐ έστι τοῦ βίου τὴν ματαιότητα, καὶ ὄρος μέγα γενό‐ | |
45 | μενον, καὶ τὴν οἰκουμένην καλύψαντα. κγʹ. «Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυ‐ μαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.» Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν ἄῤῥητον αὐτοῦ φιλαν‐ θρωπίαν θαυμάζομεν. | |
80.1816(50) | κδʹ. «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλ‐ | |
λιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἡμέραν | 1815 | |
80.1817 | ὑπὸ τοῦ Θεοῦ πεποιημένην καλεῖ, καθ’ ἢν ὁ λίθος οὗτος ἀνέστη μετὰ τὸ πάθος. Εὐθὺς γὰρ μετὰ τὴν ἀνάστασιν, τοῖς ἱεροῖς ἐκέλευσεν ἀποστόλοις, πορευ‐ θῆναι καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. Διαφερόντως | |
5 | δὲ ταύτην ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι τὴν ἡμέραν ἔφη. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ φῶς ἐν αὐτῇ πεποίηκεν ὁ Θεὸς, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν δεξα‐ μένη, τοῦ τῆς δικαιοσύνης ἡλίου τὰς ἀκτῖνας εἰς πᾶ‐ σαν τὴν οἰκουμένην κατέπεμψε. Καὶ τὸ φῶς δὲ δη‐ | |
10 | μιουργήσας, φῶς τὴν ἡμέραν ἐκάλεσεν, ἄλλο δὲ οὐ‐ δὲν κατ’ ἐκείνην τὴν ἡμέραν πεποίηκεν. Αὕτη τοίνυν ἡ ἡμέρα μόνη, κατὰ τὴν πρώτην ἡμέραν, τὴν δη‐ μιουργίαν ἐδέξατο τοῦ φωτός. Ἐν μὲν γὰρ τῇ δευ‐ τέρᾳ πεποίηκε τὸ στερέωμα, ἐν δὲ τῇ τρίτῃ τὰ φυτὰ | |
15 | καὶ τὰ σπέρματα, καὶ ἐν ταῖς ἄλλαις ὁμοίως τὰ ἄλλα· ἐν δὲ τῇ πρώτῃ ἡμέρα τὸ φῶς· ἐκάλεσε δὲ τὸ φῶς ἡμέραν. Εἰκότως τοίνυν ἔφη, «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶ‐ μεν ἐν αὐτῇ,» ἅτε δὴ ἐν αὐτῇ τῶν ἀγαθῶν δεξάμενοι τὰς πηγάς. κεʹ. «Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή.» | |
20 | Καὶ εἰς τὸν ἔπειτα χρόνον, ὦ Δέσποτα, παράσχου τὴν σωτηρίαν, καὶ τὴν πρὸς σὲ φέρουσαν ἡμῖν ὁδὸν ποίησον ῥᾳδίαν καὶ εὔπορον. κϛʹ. «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ‐ ρίου.» Ταύτην τῷ Δεσπότῃ τὴν φωνὴν καὶ οἱ παῖδες | |
25 | προσήνεγκαν εἰς ἔλεγχον τῶν τὰ θεῖα λόγια διδά‐ σκειν ὑπισχνουμένων, καὶ τὴν ἀληθῆ διάνοιαν συν‐ ιδεῖν οὐ βουλομένων. Τῶν γὰρ Γραμματέων καὶ Φα‐ ρισαίων Σαμαρείτην τὸν Δεσπότην ἀποκαλούντων, οἱ παῖδες αὐτὸν εἶναι τὸν ἐρχόμενον καὶ εὐλογημέ‐ | |
30 | νον ἀπεκάλουν, καὶ τὸ Ὡσαννὰ δὲ ὁμοίως ἐν τῇδε κεῖται τῇ προφητείᾳ· τὸ γὰρ σῶσον δὴ Ὡσαννὰ παρὰ τῷ Ἑβραίῳ κείμενον εὕρομεν. Ἐντεῦθεν δὲ καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς τοὺς οἰκείους πρὸς τὴν ἀλήθειαν ποδηγῶν μαθητὰς, ἤρετο δι’ ἐκεί‐ | |
35 | νων τὸν Κύριον· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσ‐ δοκῶμεν;» Κύριος δὲ ὢν, ἐν ὀνόματι Κυρίου ἐλή‐ λυθεν. Οὕτως δὲ ἔφη πρὸς Ἰουδαίους· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου [καὶ οὐκ ἐλάβετέ με]· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον | |
40 | λήψεσθε.» Καὶ εὐλογημένος ὢν, εὐλογημένου ἐστὶν υἱός. Οὕτω καὶ ὁ ἀρχιερεὺς ἤρετο· «Σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ;» —«Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυ‐ ρίου.» Ταῦτα λέγουσιν οἱ νενικηκότες τοῖς ἑαυτῶν ἐρασταῖς, ὅτι τοῦ λίθου τούτου τὴν εὐλογίαν ὑμῖν | |
45 | προσφέρομεν, ὃς οἶκος ἐγένετο τοῦ ἐν αὐτῷ Θεοῦ Λόγου· «Ὁ γὰρ Λόγος, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Καὶ ὁ Κύριος πρὸς Ἰουδαίους ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ‐ ραις ἐγερῶ αὐτόν.» | |
80.1817(50) | κζʹ. «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Σαφῶς ἐθεολόγησεν ἐνταῦθα τὸν Δεσπότην Χριστόν. Ὃν γὰρ | |
ἐκάλεσεν ἄνω λίθον, καὶ μετὰ ταῦτα εὐλογημένον, | 1817 | |
80.1820 | καὶ ἐν ὀνόματι Κυρίου ἐρχόμενον, αὐτὸν ὠνόμασε καὶ Κύριον καὶ Θεὸν, τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν, καὶ τὴν σωτηρίαν τοῖς πιστεύσασι δω‐ ρησάμενον. «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκά‐ | |
5 | ζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Συν‐ αθροίσθητε τοίνυν ἅπαντες, καὶ πανήγυριν μεγί‐ στην ἐπιτελέσατε, τὴν οἰκείαν ἑορτάζοντες σωτη‐ ρίαν, ὡς μέχρις αὐτοῦ φθάσαι τοῦ θυσιαστηρίου τὸ πλῆθος στενοχωρούμενον. Τὸ γὰρ, ἐν τοῖς πυ‐ | |
10 | κάζουσιν, ἀντὶ τοῦ, πεπυκνωμένοι, καὶ τῷ πλή‐ θει στενοχωρούμενοι τέθεικεν. Τὸ γὰρ πεπυκασμέ‐ νον, πεπυκνωμένον καὶ οἱ ἔξω τοῦ καθ’ ἡμᾶς λό‐ γου καλοῦσιν. κηʹ. «Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· | |
15 | Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε.» Σὲ οἶδα Θεὸν, σὲ οἶδα Δεσπότην, σὲ τὸν εὐεργέτην διὰ βίου ὑμνήσω. «Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. [κθʹ] Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος | |
20 | αὐτοῦ.» Πρώτους ἑαυτοὺς, ἅτε δὴ τῶν ἄλλων προ‐ τεταγμένοι, εἰς τὴν δοξολογίαν κινήσαντες, οὕτω καὶ τοῖς ἄλλοις παρεγγυῶσι τὸν ἀγαθὸν ὑμνῆσαι Δεσπότην· ἅτε δὴ πᾶσιν ἀφθόνως ὀρέγοντα τοὺς τοῦ ἐλέου κρουνούς. Εἰδέναι μέντοι προσήκει, ὡς | |
25 | καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν ἐκείνων πολιορκουμένοις ἥρ‐ μοττεν, εἰδέναι τὸν ἐξ αὐτῶν κατὰ σάρκα βλαστή‐ σοντα, καὶ πᾶσι τὴν σωτηρίαν παρέξοντα. Οὕτω γὰρ θαῤῥαλεώτεροι κατὰ τῶν ἐπιόντων ἐγίνοντο, τῇ πί‐ στει τῆς ἐν αὐτοῖς κρυπτομένης εὐλογίας ψυχαγω‐ | |
30 | γούμενοι. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΗʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλὰς καὶ διαφόρους ὁ θεῖος Δαβὶδ πραγμάτων ἔσχε μεταβολάς. Καὶ γὰρ ἔφευγε πολεμίους, καὶ ἐδίωξε πολεμίους, καὶ περιέπεσεν | |
35 | ἀθυμίαις, καὶ θυμηρεστέραν πάλιν ἔσχε ζωὴν, καὶ τὴν θείαν ὁδὸν ἔδραμε, καὶ ἔπταισεν ὁδεύων, καὶ αὖθις τοῖς θείοις ἠκολούθησε νόμοις. Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε ψαλμῷ, καὶ τὰς καθ’ ἕκαστον καιρὸν ὑπ’ αὐτοῦ προσενεχθείσας | |
40 | τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε· | |
καὶ διδάσκει δι’ ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι | 1819 | |
80.1821 | τὴν πρακτικὴν ἀρετήν. Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας· ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησι. Ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν, καὶ τοὺς τῆς τελείας ἀρε‐ | |
5 | τῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆ‐ σαι τοὺς ἀθυμοῦντας, καὶ ῥυθμῖσαι τοὺς ῥᾳθυ‐ μοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐν‐ θεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθήμασιν. | |
10 | αʹ. «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ.» Μακαρίζει τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύοντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ, μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας. Τίνες δὲ οὗτοι διδάσκει· «Οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.» Οἱ γὰρ κατὰ τού‐ | |
15 | τους πολιτευόμενοι τὸ ἄμωμον ἔχουσιν. Ὁδὸν γὰρ τὸν βίον καλεῖ. Τοῦτον γὰρ ἐξ ὠδίνων μέχρι τα‐ φῆς διοδεύομεν ἅπαντες. βʹ. «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.» Καὶ | |
20 | τὸν ὄγδοον καὶ δέκατον ψαλμὸν ἑρμηνεύοντες εἰ‐ ρήκαμεν τίνι διαφέρει νόμος, καὶ μαρτύρια, καὶ δι‐ καιώματα, καὶ κρίματα, καὶ ἐντολαί· ἀναμνήσομεν δὲ ὅμως ἐν κεφαλαίῳ τῶν εἰρημένων. Νόμον καλεῖ, τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωσοῦ | |
25 | δεδομένον. Ἐντολὰς δὲ καὶ προστάγματα πάλιν τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσταχθέντα. Δικαιώματα, ὡς δικαιοῦν τὸν κατορθοῦντα δυ‐ νάμενον. Κρίματα δὲ ὡς τὰς θείας ψήφους ὑπο‐ δεικνύντα, καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως | |
30 | καὶ παρανόμως βιούντων. Μαρτύρια δὲ, ὡς διαμαρ‐ τυρόμενον, καὶ δεικνύντα, οἵαις ὑποβληθήσονται τιμωρίαις οἱ παραβαίνοντες. Μακαρίζει τοίνυν καὶ ἐνταῦθα τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευ‐ νῶντας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ἐκζητοῦντας· οὐ | |
35 | παντὸς δὲ τοῦτο, ἀλλὰ τοῦ τὴν κορυφὴν αὐτὴν κατ‐ ειληφότος τῆς ἀρετῆς. Ὁ γὰρ τοιοῦτος οὐ μερίζει τὴν διάνοιαν εἰς, Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλὰ ὅλον ἑαυτὸν ἀνατίθησι τῷ Θεῷ. γʹ. «Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν | |
40 | ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.» Τὴν διαίρεσιν ταύ‐ την πεποίηκε καὶ ἐν τῷ πρώτῳ ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νύκτας, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρπὸν, ἐπήγαγεν· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕ‐ | |
45 | τως.» Καὶ ἐνταῦθα τοίνυν μακαρίσας τοὺς ἀμώ‐ μους, διδάσκει, ὡς οἱ τῆς ἀνομίας ἐργάται ἑτέραν ἑαυτοῖς ὁδὸν κατεσκεύασαν, καὶ τὴν ὑπὸ τοῦ Θεοῦ παγεῖσαν κατέλιπον. δʹ. «Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξα‐ | |
80.1821(50) | σθαι σφόδρα.» Τοῦτο καὶ διὰ τοῦ νόμου, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ | |
Δεσπότης παρακελεύεται· καὶ μεστὴ πᾶσα ἡ θεία | 1821 | |
80.1824 | Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυ‐ λάττειν, ἀλλὰ σφόδρα φυλάττειν παρεγγυᾷ· τού‐ τεστι, σὺν ἀκριβείᾳ πάσῃ. εʹ. «Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ | |
5 | φυλάξασθαι τὰ δικαιώματά σου.» Διὰ τοῦτο, φη‐ σὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθῦναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπι‐ φέρει· | |
10 | ϛʹ. «Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ μὲν ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.» Παρανομίας γὰρ αἰ‐ σχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ἔφη, «Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ’ οἷς νῦν ἐπ‐ αισχύνεσθε;» Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες | |
15 | τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. ζʹ. «Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.» Ἐξομολόγησιν τὴν εὐχαριστίαν καλεῖ. Τότε, φησὶ, δυνήσομαι ὕμνον καθαρὸν προσενεγκεῖν, ὅταν | |
20 | σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατ’ αὐτὰ βιώσω. ηʹ. «Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκατα‐ λίπῃς ἕως σφόδρα.» Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν μη‐ | |
25 | χανωμένη. Οὕτως ὁ μέγας Ἡλίας καταληφθεὶς τῷ τῆς δειλίας περιέπεσε πάθει, καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ’ εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε χάριτος. Οὕτως ὁ θεῖος Πέτρος ἀρνηθεὶς ὠλίσθησεν· ἀλλ’ εὐθὺς αὐτὸν ὁ Δεσπότης | |
30 | ὑπήρεισε. Γυμνὸς δὲ πάμπαν ὁ Ἰούδας τῆς θείας γε‐ νόμενος προμηθείας, ἕτοιμον ἐγένετο θήραμα τοῦ δυσμενοῦς· ἐγκατελείφθη καὶ ὁ μακάριος Δαβὶδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς· ἀλλὰ πάλιν τὴν | |
35 | πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν, καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ἔρημος ταύτης γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ πνεύ‐ ματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη. Εἰ‐ κότως τοίνυν ὁ Προφήτης ἱκετεύει μὴ ἐγκαταλειφθῆ‐ | |
40 | ναι ἕως σφόδρα, τουτέστι, μὴ παντάπασι τῆς προ‐ μηθουμένης χάριτος γυμνωθῆναι. θʹ. «Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὑτοῦ· Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.» Εὐρί‐ πιστος ἡ νεότης, καὶ πρὸς κακίαν ὀξύῤῥοπος. Δια‐ | |
45 | φόροις γὰρ παθημάτων περικλύζεται κύμασι· δεῖται τοίνυν τοῦ ποδηγοῦντος πρὸς τοὺς λιμένας εὐθύ‐ νοντος. Τοῦτο δὲ τῶν θείων λογίων ἴδιον. Ταῦτα γὰρ τῶν ἐναντίων ὁδῶν ἀποτρέποντα, ῥυθμίζειν ἱκανὰ, καὶ πρὸς τὴν θείαν ὁδὸν ποδηγεῖν. Ὅπερ γάρ ἐστιν | |
80.1824(50) | νέῳ πώλῳ χαλινὸς, καὶ πωλοδάμνης, τοῦτο τοῖς | |
νέοις ὁ θεῖος γίνεται λόγος. | 1823 | |
80.1825 | ιʹ. «Ἐν ὅλῃ καρδίᾳ μου ἐζήτησά σε, μὴ ἀπ‐ ώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.» Ζητοῦσι μὲν πολ‐ λοὶ τὸν Θεὸν, ἀλλ’ οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην, οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτι‐ | |
5 | κῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους, καὶ φθόνους, καὶ δόλους, καὶ τὰς τῶν πλησίων ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διά‐ νοιαν, καὶ τῆς ἐκεῖθεν ἀπαιωρεῖ προνοίας. ιαʹ. «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, | |
10 | ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ὁ χρυσὸν κεκτημένος, ἢ ἄργυρον, ἢ λίθους τιμίους, οὐκ ἔξω ταῦτα προτίθη‐ σιν· ἀλλ’ ἔνδον ἐν τοῖς ταμιείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖρας. Οὕτως ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς | |
15 | κρύπτει τοῦτον ἐν τῇ ψυχῇ· ὡς ἂν μὴ διὰ δόξης καινῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος· οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· «Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρί‐ | |
20 | τας ὑμῶν ἔμπροσθεν χοίρων.» ιβʹ. «Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώ‐ ματά σου.» Ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι. Οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνά‐ | |
25 | μενα. ιγʹ. «Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.» Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνο‐ οῦντας. | |
30 | ιδʹ. «Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ.» Ἐπίπονος μὲν ἡ τῆς ἀρε‐ τῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. Διά τοι τοῦτο καὶ ὁ Δεσπότης ἔφη Χριστός· «Λάβετε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ | |
35 | τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Τοῦτο καὶ ὁ προφη‐ τικὸς ἔφη λόγος, ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυρίων ἡ κτῆσις. Τὸ δὲ, «Ἐπὶ παντὶ πλούτῳ,» οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ· πολλὰ γὰρ τοῦ | |
40 | πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζε‐ ται πλούσιος, ὁ δὲ ἄργυρον, ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ Προ‐ φήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφη‐ | |
45 | σεν ἀξιέραστα εἶναι αὐτῷ τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη. ιεʹ. «Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου.» Τούτου χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην αὐχήσω, | |
80.1825(50) | καὶ ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. | |
ιϛʹ. «Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ | 1825 | |
80.1828 | ἐπιλήσομαι τῶν λόγων σου.» Ἄληστον τῶν σῶν λο‐ γίων ἐμαυτῷ φυλάξω τὴν μνήμην. ιζʹ. «Ἀνταπόδος τῷ δούλῳ σου.» Οὐ παντός ἐστι ταύτῃ χρήσασθαι τῇ φωνῇ· οὐδεὶς γὰρ πονηρὸν | |
5 | συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγείρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς, σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. «Ζῆσόν με, καὶ φυλάξω τοὺς λόγους σου.» Τῆς σῆς γὰρ ἀπο‐ λαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν | |
10 | θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. ιηʹ. «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχάνοντες λογίοις τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ’ οἱ τῆς ἄνωθεν | |
15 | ἀπολαύοντες αἴγλης. Ὃ δὴ καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ὅτ’ ἂν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περι‐ αιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν.» Αὐτὸς μέν τοι τῷ φωτὶ τῷ θείῳ καταυγαζόμενος εἰ‐ κότως ἐβόα· «Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ | |
20 | προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.» Ἡμᾶς δὲ προσ‐ ήκει τὸν Δεσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλμῶν, ἀποδείξῃ | |
25 | τῶν θείων λογίων τὴν δύναμιν. ιθʹ. «Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου.» Τὴν γῆν οὐ κατοικοῦ‐ μεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ | |
30 | πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ’ οἱ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύοντες. Ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσ‐ καιρον. Διὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι. | |
35 | κʹ. «Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.» Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ’ οὐκ ἀεί. Νῦν μὲν θείοις ἀρέσκον‐ ται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμα‐ | |
40 | σιν· ὁ δὲ προφήτης ἱμείρεται τοῦτον ἔχειν τὸν πόθον διηνεκῶς. καʹ. «Ἐπετίμησας ὑπερηφάνοις.» Οἱ τῶν θείων νόμων καταφρονοῦντες τῇ τῆς ὑπερηφανίας περι‐ πίπτουσι νόσῳ· ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ | |
45 | δέχονται τιμωρίαν. Τοῦτο δὲ πέπονθε Ἀβεσσα‐ λὼμ, τοῦτο Σαοὺλ, τοῦτο Φαραὼ, καὶ Σενναχηρεὶμ, καὶ Ναβουχοδονόσορ, καὶ ἕτεροι μυρίοι. Τοῦτο εἰ‐ δὼς ὁ Προφήτης, ἅτε δὴ προφήτης, ἐπήγαγεν· | |
«Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν | 1827 | |
80.1829 | σου.» Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβά‐ ταις προσφέρει· «Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς, ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. | |
5 | κβʹ. «Περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.» Ὠνείδισε τὸν Προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠνείδισαν αὐτὸν οἱ Γετθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε | |
10 | δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια· οὐχ ἁρμόττει τοί‐ νυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ, καὶ τῶν ἄλλων, πρὸ τῆς ἁμαρτίας. κγʹ. «Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατελά‐ | |
15 | λουν κατ’ ἐμοῦ.» Καὶ Σαοὺλ, καὶ Ἀβενὴρ, καὶ Ἀχι‐ τόφελ, καὶ Ἀβεσσαλὼμ, ἐλοιδόρουν τὸν Δαβίδ. «Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.» Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶ‐ χον τὰ σὰ δικαιώματα. | |
20 | κδʹ. «Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου.» Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος, ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ. κεʹ. «Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου.» Τὴν | |
25 | ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω καὶ γὰρ ἐν τῷ τεσσαρακοστῷ καὶ τρίτῳ ἔφη ψαλμῷ· «Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.» —«Ζῆσόν με κατὰ τὸν λόγον σου.» Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, | |
30 | ἀλλὰ τὴν κατὰ νόμον ζωήν. κϛʹ. «Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.» Πάσας σοι, Δέσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις· καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἀνεσχόμην. Διά τοι τοῦτο ταῖς | |
35 | ἐμαῖς ἱκεσίαις ἐπίνευσον· ἀντιβολῶ δὲ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. κζʹ. «Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.» Θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρε‐ | |
40 | τὴν μετελθεῖν, καὶ τὸν φιλανθρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσαι τὸν ἀνθρώπειον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς, μετιέναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ | |
45 | Προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλαχεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. κηʹ. «Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου.» Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον | |
80.1829(50) | τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρασκευάζει τὸν | 1829 |
80.1832 | ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐργάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται· ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. Διόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ Προφήτης ἀντιβολεῖ. Τοῦτο δὲ καὶ ἐν | |
5 | ἑτέρῳ ἔφη ψαλμῷ· «Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον·» θάνατον τὴν ἁμαρ‐ τίαν καλῶν. κθʹ, λʹ. «Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισά‐ | |
10 | μην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην.» Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκ‐ τρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖ‐ σθαι πορείαν, καὶ ἄληστον ἐπιφέρειν τῶν τοῦ Θεοῦ | |
15 | μαρτυρίων τὴν μνήμην. λαʹ. «Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με καταισχύνῃς.» Οὐχ ἁπλῶς εἶπεν, ἠκολούθησα, ἀλλ’ ἐκολλήθην, τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμόν. Ζητεῖ δὲ τρυγῆσαι | |
20 | τῆς τοσαύτης διαθέσεως καρπὸν, τὸ μηδεμίας πεῖραν αἰσχύνης λαβεῖν. λβʹ. «Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας καρδίαν μου.» Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμηθείας. Οὔτε γὰρ | |
25 | ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν· οὔτε ἀνθρωπεία φύσις ἀρετὴν δύναται κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ Προφήτης διδάσκει, ὅτι Τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρὰ σοῦ λαμβάνων τοῦ δρόμου | |
30 | τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκά‐ λεσε. Καὶ ἀλλαχοῦ φησιν· «Ἐν θλίψει ἐπλάτυνάς μοι.» Καὶ πάλιν· «Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.» λγʹ. «Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δι‐ | |
35 | καιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός.» Τὸ νομοθέτησον ὁ Σύμμαχος ὑπόδειξον εἶπεν· Ἀκύλας καὶ Θεοδοτίων, φώτισον· διαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας, ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ | |
40 | ταύτην ἀκωλύτως ὁδεύειν. λδʹ. «Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου· καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.» Καὶ ὁ Κύριος προσέταξεν ἐξερευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕ‐ | |
45 | ρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον. λεʹ. «Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.» Οὐχ ἁπλῶς αἰτεῖ γενέσθαι πο‐ δηγὸν αὐτοῦ τὸν τῶν ὅλων Θεόν· ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον. | |
80.1832(50) | λϛʹ. «Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν.» Ἐπὶ τὸ πρανὲς φέρε‐ | |
σθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις· κἄν τινος ἐπιλά‐ | 1831 | |
80.1833 | βηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ. Οὕτω τοῦ διαβό‐ λου τὴν ἐπὶ τὴν ἁμαρτίαν ὁδὸν διανοίξαντος τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ Προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα | |
5 | μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ τὸ θά‐ τερον τὴν πεῖραν διαφυγεῖν. λζʹ. «Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα.» Καὶ μάταιόν ἐστι τὸ ἀκερδὲς, καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερ‐ | |
10 | πνά. Οὕτως αὐτὰ καὶ ὁ σοφὸς Σολομῶν ὀνομάζει, «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Καὶ διηγησάμενος ὅπως ᾠκοδόμησεν οἰκίας, καὶ ἐφύ‐ τευσε παραδείσους, καὶ κατεσκεύασε κολυμβήθρας ὑδάτων, ἐπήγαγεν· «Καὶ ἰδοὺ πάντα ματαιότης, | |
15 | καὶ προαίρεσις πνεύματος.» Ἱκετεύει τοίνυν ὁ Προ‐ φήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελ‐ χθῆναι. «Ἐν τῇ ὁδῷ σου ζῆσόν με.» Κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. | |
20 | ληʹ. «Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου, εἰς τὸν φόβον σου.» Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπεριτρέπτως φυλάττων τῷ φόβῳ σου· ἀντὶ τοῦ, Ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου. | |
25 | λθʹ. «Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά.» Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ὑπώπτευσα, ὑπεστάλην εἴρηκεν. Οὕτω δὴ καὶ ὁ Θεοδοτίων. Ὁ δὲ Σύμμαχος, ὃν εὐλαβοῦμαι· ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ, τὸν ὑπὸ τῆς ἁμαρτίας | |
30 | γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο, καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. Διὰ τοῦτο οὐκ ἐπήγαγε συν‐ ήθως, Ὅτι κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα· ἀλλ’ «Ὅτι τὰ κρίματά σου χρηστά.» Οὐ μόνον γὰρ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖς τιμωρίαν, ἀλλὰ καὶ τοῖς με‐ | |
35 | ταμελομένοις ὑπίσχνῃ σωτηρίαν. Κρίματα γὰρ κα‐ λεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. μʹ. «Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δι‐ καιοσύνῃ σου ζῆσόν με.» Γλιχομένῳ παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν. | |
40 | μαʹ. «Καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, Κύριε.» Πάντες γὰρ ἐνδεεῖς τῆς θείας φιλανθρωπίας, καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυ‐ φὴν, ταύτης δεῖται διηνεκῶς. «Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. [μβʹ] Καὶ | |
45 | ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον.» Ἣν ὑπέσχου, Δέσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λό‐ γοις παράσχου, ἵνα τοῖς ἐπιτωθάζουσί μοι σὺν παῤ‐ ῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν φέρει τὰ ὀνείδη σιγῶν· ὁ δὲ τὴν θυμήρη βιοτεύων ὁδὸν, | |
80.1833(50) | διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. «Ὅτι ἤλπισα | 1833 |
80.1836 | ἐπὶ τοὺς λόγους σου.» Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. μγʹ. «Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λό‐ γον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου | |
5 | ἐπήλπισα.» Ἐρᾷν ἡμᾶς τῆς ἀληθείας ὁ Προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προθυμίᾳ πολλῇ. μδʹ. «Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὕτω | |
10 | γὰρ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενή‐ σομαι φυλακήν. Διὰ μέν τοι τοῦ· «Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἐδήλωσε τὸν μέλ‐ λοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακή. | |
15 | μεʹ, μϛʹ. «Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου, ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνό‐ μην.» Μετὰ πολλῆς, φησὶν, ὁδεύων εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα | |
20 | δυναστείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐ‐ τοὺς ἐποιούμην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ, παῤ‐ ῥησίας δημιουργός. Καὶ τούτου μάρτυς ὁ μέγας Δα‐ βίδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας, μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥησίας· μετὰ δὲ τὴν ἁμαρ‐ | |
25 | τίαν, καὶ τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, κύ‐ πτων εἰς γῆν, καὶ τὴν κεφαλὴν καλύπτων, ἐβάδιζεν. Καὶ Ἡλίας ὁ πάνυ τῇ δικαιοσύνῃ θαῤῥῶν, τοῦ Ἀχαὰβ διήλεγχε τὴν ἀσέβειαν. Οὕτως ὁ θεσπέσιος Δανιὴλ τῷ Ναβουχοδονόσωρ ἔλεγεν· «Καὶ νῦν, βασιλεῦ, ἡ βουλή | |
30 | μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύ‐ ναις ἀπόλουσαι, καὶ τὰς ἁμαρτίας σου ἐν οἰκτιρμοῖς πενήτων.» Οὕτως ὁ θεσπέσιος Παῦλος πρὸς Ἀγρίπ‐ παν, καὶ τὸν Φῆστον, καὶ τὸν Φήλικα διελέγετο. Οὕ‐ τως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρό‐ | |
35 | νησαν βασιλέων. μζʹ, μηʹ. «Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα.» Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει· καὶ ὁ ποιήσας, | |
40 | καὶ ὁ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασι‐ λείᾳ τῶν οὐρανῶν. Διά τοι τοῦτο καὶ ὁ θεῖος Προφή‐ της τῇ μελέτῃ τὴν πρᾶξιν προτέθεικεν. Εἰρηκὼς γὰρ, «Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφό‐ δρα,» καὶ τὸν θερμὸν ἐπιδείξας πόθον, ἐπήγαγεν· | |
45 | «Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα.» Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδιδασκό‐ μην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ ποιηταὶ τοῦ νόμου δικαιω‐ | |
80.1836(50) | θήσονται. «Καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.» | |
Ἐνδελεχῶς γὰρ τὴν τούτων ἐποιούμην μελέτην. | 1835 | |
80.1837 | μθʹ. «Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.» Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάτ‐ τουσι τὸν νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοί‐ | |
5 | νυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδίδαξάς με· καὶ δει‐ κνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπήγαγεν· νʹ. «Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με.» Ταύτην γὰρ ἔσχον | |
10 | παραψυχὴν ἐν ταῖς συμφοραῖς· καὶ ταύτης ὀχούμε‐ νος ὑπερέπλευσα τῶν κυμάτων. ναʹ. «Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.» Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανι‐ | |
15 | τῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀπο‐ σταλέντας παρ’ αὐτοῦ πεποιηκότα. Ἀλλὰ ἐκεῖνοι μὲν, φησὶ, παράνομον ἠσπάσαντο βίον· ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλ‐ λίνικοι μάρτυρες, ἀπὸ τῶν ἀπανθρώπων καὶ | |
20 | δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πε‐ πονθότες. νβʹ. «Ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος, Κύριε, καὶ παρεκλήθην.» Ἔλαβον γὰρ εἰς νοῦν τὰ κατὰ τὸν Ἄβελ, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν | |
25 | Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ, τὰ κατὰ τὸν Ἰὼβ, τὰ κατὰ τὸν Μωσῆ, ὅπως καὶ ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς αὐτοὺς ὕστερον καὶ περιβλέπτους ἀπέφηνας, ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐπορι‐ | |
30 | σάμην. νγʹ. «Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.» Ἐγὼ μὲν κα‐ κῶς πάσχων τῇ μνήμῃ τῶν σῶν ἐψυχαγωγούμην κρι‐ μάτων· ἠνιώμην δὲ ὅμως, καὶ διετέλουν ἀσχάλλων, | |
35 | πολλοὺς ὁρῶν ἀδεῶς τοὺς σοὺς παραβαίνοντας νό‐ μους. νδʹ. «Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου.» Παρῴκησεν ὁ μακάριος Δαβὶδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος παρὰ τοῖς Ἀλλοφύλοις. Παρ‐ | |
40 | οικίαν δὲ οἶμαι αὐτὸν καλεῖν, οὐκ ἐκεῖνον τὸν χρό‐ νον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλὰ ὡς παροικῶν αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμήνευ‐ σαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· «ᾌσματα ἦν μοι πάν‐ | |
45 | τα τὰ προστάγματά σου, ἐν τόπῳ τῆς παροικίας μου.» νεʹ. «Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.» Νύκτωρ μὲν ἀεὶ διαν‐ ιστάμενος ὁ τῶν ἁγίων χορὸς, καὶ προσεύχεται, καὶ | |
80.1837(50) | ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν. Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνομάζεσθαι. Ζόφον γὰρ | |
ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. | 1837 | |
80.1840 | Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα, καὶ παραθαῤῥύνουσα, καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. νϛʹ. «Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου | |
5 | ἐξεζήτησα.» Οὕτω, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προελέσθαι τὴν κτῆσιν. νζʹ. «Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.» Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων | |
10 | καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. «Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευῒ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελ‐ φῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος.» Οὕτω καὶ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, «Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου.» | |
15 | Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι Τῶν ἄλλων ἁπάντων ὑπεριδών σε ἔχω μερίδα, καὶ περιουσίαν, καὶ πλοῦ‐ τον. Διὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νό‐ μους. νηʹ. «Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ | |
20 | μου.» Πανταχοῦ τὸ «ἐν ὅλῃ καρδίᾳ μου» προστί‐ θησι, τῷ νόμῳ καὶ ἐν τούτῳ πειθόμενος. Οὕτω γὰρ καὶ τῶν ὅλων Θεὸς ἐνετείλατο, «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ | |
25 | ὅλης τῆς δυνάμεώς σου.» —«Ἐλέησόν με κατὰ τὸ λόγιόν σου.» Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ· ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ’ ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ, Ὡς οἶδας θεράπευσον, ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ | |
30 | συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ, Κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος, ὡς καὶ ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσ‐ ήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμε‐ νος οἶδε τοῦ ἐλέου τὸν τρόπον· πολλάκις γὰρ διὰ | |
35 | παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς, καὶ τέμνει, καὶ καίει, τῷ κάμνοντι τὴν ὑγίειαν πραγματευόμε‐ νος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίαν ἔλεος χορηγεῖται, καὶ δι’ | |
40 | ἀῤῥωστίας φιλανθρωπίαν παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. νθʹ. «Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.» Ὁ Ἑβραῖος δὲ τὰς ὁδούς μου ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρ‐ | |
45 | μήνευσαν ἑρμηνευταὶ, καὶ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ. Λέγει δὲ, ὅτι Λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατ‐ εύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φε‐ ρούσης ὁδοῦ. | |
80.1840(50) | ξʹ. «Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυ‐ λάξασθαι τὰς ἐντολάς σου.» Εὐτρεπῆ γὰρ ἐμαυτὸν | |
πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς | 1839 | |
80.1841 | ἀθρόας προσβολῆς οὐχ ὑπέμεινα ζάλην. Οὕτως ὁ θεῖος Δανιὴλ, οὕτως οἱ μακάριοι παῖδες, οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι, οὕτως ἅπαντες τοῦ Σωτῆρος οἱ μάρτυρες, τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβο‐ | |
5 | λάς. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παρεγγυᾷ· «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.» ξαʹ. «Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» Τὰς ἐπιβουλὰς, ἤ | |
10 | τοι δαιμόνων, ἤ τοι ἀνθρώπων, σχοινία ἐκάλεσεν· ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ Ἡσαΐας· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ‐ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ!» Τούτων δὲ, φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην | |
15 | τοῦ θείου νόμου τὴν μνήμην. Εἶτα διδάσκει καὶ τῆς μνήμης τὰ αἴτια. ξβʹ. «Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.» Οὐ γὰρ μεθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ κατ’ αὐτὸ | |
20 | τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδο‐ νῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε δι‐ ετέλουν, τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα [πεποίηκεν· πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ] καὶ τῇ ποδοκάκῃ | |
25 | προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγος, τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησαν τὸν καρπόν· τῆς θείας γὰρ φιλοτιμίας ἀπήλαυσαν. ξγʹ. «Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων | |
30 | σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.» Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ μέτοχος, συνημμένος εἴρηκεν, ὁ δὲ Σύρος, φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντία τοῖς σοῖς νόμοις προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν [σὸν], φόβον περὶ | |
35 | πολλοῦ ποιουμένους, καὶ βιοτεύειν ἐννόμως προαι‐ ρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός.» ξδʹ. «Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.» Ἐπὶ πάντας, φησὶ, | |
40 | πλουσίως ἐκχέεις τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἀνατέλ‐ λεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ φέρεις μα‐ κροθύμως τοὺς μὲν γάμους διορύττοντας ἀλλο‐ | |
45 | τρίους, τοὺς δὲ αἵματι μιαινομένους ἀδίκῳ· ἄλλους δὲ σφετεριζομένους τὰ μὴ προσήκοντα· τοὺς δὲ βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ τοὺς ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶντας. Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύτης ἀξίωσον, Δέσπο‐ | |
80.1841(50) | τα, τῶν σῶν μοι δικαιωμάτων παρέχων τὴν γνῶσιν. | |
ξεʹ. «Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου. | 1841 | |
80.1844 | Κύριε, κατὰ τὸν λόγον σου.» Πεῖραν τῆς σῆς ἔλα‐ βον ἀγαθότητος· διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀν‐ τιβολῶ. | |
5 | ξϛʹ. «Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δί‐ δαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.» Οἶδεν ὁ Προφήτης παιδείας τὸ χρήσιμον· καὶ ὅτι φιλανθρω‐ πίᾳ χρώμενος ὁ Δεσπότης ταύτην ἐπιφέρει τοῖς ἀν‐ θρώποις. Οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρη‐ | |
10 | στότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει, ἡ δὲ παιδεία τὴν γνῶσιν ἐργάζεται. Οὕτω καὶ ὁ προ‐ φήτης Ἱερεμίας ἀντιβολεῖ, «Παίδευσον ἡμᾶς, Κύ‐ ριε· πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγο‐ στοὺς ποιήσῃς ἡμᾶς.» Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν | |
15 | ποθῶν, καὶ σιδήρου τομὴν, καὶ καυστήρια ἐπιζη‐ τεῖ. Εἶτα διδάσκει πόθεν ἔγνω τῆς παιδείας τὸ χρή‐ σιμον. ξζʹ. «Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλη‐ σα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.» Ἐγὼ, | |
20 | φησὶν, ἐμαυτῷ τὴν παιδείαν προὐξένησα. Ἀδικίας ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος· τῇ ἁμαρτίᾳ ἠκο‐ λούθησεν ἡ παιδεία· τῇ παιδείᾳ, τῶν νόμων ἡ φυλα‐ κή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. ξηʹ. «Χρηστὸς εἶ σὺ, Κύριε.» Τῷ ὄντι [γὰρ] | |
25 | χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος. «Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.» Διὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δι‐ καιωμάτων τὴν γνῶσιν. ξθʹ. «Ἐπληθύνθη ἐπ’ ἐμὲ ἀδικία ὑπερηφάνων· | |
30 | ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.» Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμενοι πᾶν εἶδος ἐπι‐ βουλῆς καττύουσι κατ’ ἐμοῦ· ἀλλ’ ὅμως πρὸς τὴν αὐ‐ τῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. | |
35 | οʹ. «Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.» Ἔοικε τοῦτο τῷ προφη‐ τικῷ ῥητῷ, «Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τού‐ του, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλ‐ μοὺς ἐκάμμυσαν.» Ἔοικε δὲ καὶ τοῖς ἐν τῇ Ἐξόδῳ | |
40 | περὶ τοῦ Φαραὼ εἰρημένοις, «Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ.» Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου σου | |
45 | προστέτηκα. οαʹ. «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» Χάριν ὁ Προφήτης ὁμο‐ λογεῖ, τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν | |
ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν. | 1843 | |
80.1845 | οβʹ. «Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.» Εἰ γὰρ καὶ τῆς βα‐ σιλείας ἀπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παι‐ δείας τὸν σὸν νόμον ἀνεκτησάμην, ὃν τοῦ πλούτου | |
5 | παντὸς τιμιώτερον ἔχω. ογʹ. «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.» Τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀνα‐ μιμνήσκει τὸν Ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτη‐ | |
10 | νάμενος αὐτὸς λέγεται διαπλᾶσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος· ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμε‐ νος. Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν. | |
15 | οδʹ. «Οἱ φοβούμενοί σε, ὄψονταί με καὶ εὐφρανθή‐ σονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα·» Πρό‐ φασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος. | |
20 | οεʹ. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.» Ταῦτα διαφε‐ ρόντως λέγει τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες | |
25 | συμφοραῖς. οϛʹ. «Γενηθήτω δὲ τὸ ἔλεός σου, Κύριε, τοῦ παρακαλέσαι με.» Ἀλλὰ φιλανθρωπίας λοιπὸν καὶ ψυχαγωγίας καιρός. «Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.» Τῇ γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὐ‐ | |
30 | μένειαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· «Ὅταν ἀποστραφῇς καὶ στενάξῃς, τότε σωθή‐ σῃ.» Καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ, «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.» οζʹ. «Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσο‐ | |
35 | μαι· ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.» Νεκρὸν ἑαυτὸν ἡγεῖται τῆς θείας ἐστερημένον εὐμενείας· οὗ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλαν‐ θρωπίας παρακαλεῖ. οηʹ. «Αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνό‐ | |
40 | μησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντο‐ λαῖς σου.» Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ’ ὑπερ‐ εύχεται τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγμα‐ τεύεται· ἧς τοίνυν ἀπήλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ. | |
45 | οθʹ. «Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.» Ὡς πόῤῥω τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτῶν τῷ Θεῷ παραπλησίως ἀποστρα‐ φέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν | |
80.1845(50) | πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμ‐ μαχος σαφέστερον παρεδήλωσεν, Ἀναστρεψάτω‐ | |
σάν με οἱ φοβούμενοί σε. | 1845 | |
80.1848 | πʹ. «Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δι‐ καιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.» Μώμου παντὸς ἐλευθέραν ἔχειν καρδίαν ἐφίεται. Ἡ τοιαύτη γὰρ αἰσχύνης ἀπήλλακται. Διά τοι τοῦτο καὶ εὐ‐ | |
5 | θὺς ἀρξάμενος τοῦ ψαλμοῦ τοὺς ἀμώμους ἐμα‐ κάρισεν. παʹ. «Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.» Οἱ σφόδρα τι ποθοῦντες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλεί‐ | |
10 | πειν φασίν. Οὕτως οἱ ἄγαν διψῶντες, καὶ σπανίζον‐ τες ὕδατος. Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδη‐ μίας προσμένοντες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ διαμαρτάνοντες. Οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαιόντες, καὶ τὴν θείαν εὐμένειαν προσ‐ | |
15 | μένοντες, ἀναβαλλομένην ταύτην ὁρῶντες ἐκλεί‐ πουσιν. πβʹ. «Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακαλέσεις με;» Λόγιον καὶ ὑπόσχεσις ἡ θεία καλεῖται, καὶ ἡ θεόπνευστος Γρα‐ | |
20 | φή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμένων κα‐ κῶν προσδεχόμενος· ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχά‐ νων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν | |
25 | ὑπολαμβάνει τὴν εὕρεσιν. πγʹ. «Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δι‐ καιώματά σου οὐκ ἐπελαθόμην.» Ὁ ἀσκὸς θερμαι‐ νόμενος χαυνοῦται, καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οὕτω καὶ | |
30 | τοῦ σώματος ἡ φύσις χαυνοῦται μὲν τῇ τρυφῇ, καὶ ἐξογκοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῆς δὲ ἀσκητικῆς κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν, «Ἀλλ’ ὑπο‐ πιέζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλ‐ | |
35 | λοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.» Τοιγάρτοι καὶ ὁ Προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, κρείττων ἦν τῶν παθῶν· εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώ‐ | |
40 | σατο. πδʹ. «Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;» Ὀλίγος, φησὶν, τῆς ἀνθρωπίνης φύσεως ὁ χρόνος. Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα | |
45 | ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμενῶν ἀπαλλάξεις; πεʹ. «Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε.» Τῷ μὲν Προ‐ φήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ | |
80.1848(50) | τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμε‐ | 1847 |
80.1849 | νεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων διδασκαλία χρησιμωτάτη. Προσήκει γὰρ φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους, καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσφημα δόγματα. | |
5 | πϛʹ. «Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια.» Διὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμένας ὁρῶ. «Ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. [πζʹ] Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατ‐ | |
10 | έλιπον τὰς ἐντολάς σου.» Πολλὴ, φησὶν, ἡ ἀδικία, καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με μικροῦ δεῖν ἐστέρησαν τῆς ζωῆς. πηʹ. «Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.» Ταπεινοφροσύνῃ | |
15 | τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντί‐ δοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λα‐ βεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύρια. πθʹ. «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει | |
20 | ἐν τῷ οὐρανῷ.» Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ Δε‐ σπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνη‐ τα φυλάττει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ ὀγδόῳ ἔφη ψαλμῷ· «Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ | |
25 | αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.» Αἰνίττεται δὲ κατὰ ταὐτὸν, ὡς τῶν ἀγγέλων οἱ δῆμοι τὸν οὐρανὸν κατοικοῦντες τὸν θεῖον διαφυλάττουσι νόμον, καὶ παραβάσεώς εἰσιν ἁπάσης ἐλεύθεροι. ϟʹ. «Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου.» Ταύ‐ | |
30 | την γὰρ καὶ τῇ τῶν Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ’ ἐκείνην γεγενημένῃ· λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν, τὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. «Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. [ϟαʹ] Τῇ | |
35 | διατάξει σου διαμένει ἡμέρα.» Ἔδωκας τῇ γῇ τὸ ἐπιπλεῖστον διαρκὲς, καὶ μεμένηκεν ὡς προσέταξας· διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν | |
40 | εἴκει· σὺ γὰρ ὁ Δημιουργὸς τῶν ὅλων. ϟβʹ. «Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.» Ταῦτα ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπεσὼν συμφοραῖς· καὶ Ἰωσὴφ δουλείαν, μοιχείαν, καὶ συκοφαντίαν φυ‐ | |
45 | γών· καὶ Δανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα· καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος Δαβὶδ, ἐξελασθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, Ἀλλοφύλοις δὲ | |
80.1849(50) | καὶ δυσσεβέσιν ἀνθρώποις συνδιάγειν ἀναγκαζόμενος. Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων | |
νόμων συμπεριέφερε τὴν μελέτην. | 1849 | |
80.1852 | ϟγʹ. «Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δι‐ καιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.» Τῇ πείρᾳ γὰρ μαθὼν, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει. ἄσβεστον τούτων διατηρήσω τὴν μνήμην. | |
5 | ϟδʹ. «Σός εἰμι ἐγὼ, σῶσόν με· ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.» Οὐ πάντες ταύτῃ κεχρῆσθαι δυνά‐ μεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὢν ὁ δοῦλος τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων· ᾧ γάρ τις ἥττη‐ ται, τούτῳ καὶ δεδούλωται. Ἐὰν τοίνυν ἐκείνης ἀπαλ‐ | |
10 | λαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κε‐ χρῆσθαι δυνάμεθα τῇ φωνῇ. ϟεʹ. «Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα.» Τὸ ὑπέμειναν, προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἴρη‐ | |
15 | καν. Ἐκεῖνοι μὲν ἤλπισάν με παραδοῦναι θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις τὴν ἐντεῦθεν ἐκαρπούμην ζωήν. ϟϛʹ. «Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Ὁ δὲ Σύμμαχος οὕτως· Πά‐ | |
20 | σης κατασκευῆς εἶδον πέρας, εὐρύχωρος ἡ ἐν‐ τολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπεια, καὶ πλοῦτος, καὶ περιουσία, καὶ δυναστεία, καὶ ἡγεμο‐ νίαι, καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι, | |
25 | καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσι προξενεῖ τὸν ἀπέραντον ἐκεῖνον καὶ αἰώνιον βίον, καὶ τὰ ἀγαθὰ μεταβολὴν οὐδεμίαν δεχόμενα. ϟζʹ. «Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.» Οὐ πᾶς τὸν θεῖον | |
30 | νόμον πληρῶν ἀγαπῶν τοῦτον πληροῖ, ἀλλὰ οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θηρώμενοι. Οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρα‐ σταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα. | |
35 | ϟηʹ. «Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμοί ἐστιν.» Θερ‐ μῶς τὸν θεῖον ἀγαπᾷν ὁ Προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν | |
40 | ἔστερξα νόμον· πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας. Διὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύνασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι. Τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. ϟθʹ, ρʹ. «Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συν‐ | |
45 | ῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζή‐ τησα.» Βασιλέων ἴδιον τὸ διδάσκειν, τὸ δὲ διδά‐ σκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευσεν ὁ Σαοὺλ, πρεσβύτερος ἦν καὶ τῷ χρόνῳ· ἀλλ’ ὅμως οὔτε ἡ ἐξου‐ | |
80.1852(50) | σία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος, σωφρο‐ | 1851 |
80.1853 | νεῖν αὐτὸν παρεσκεύαζεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει. Ὁ δὲ μέγας Δαυῖδ, τοῖς ὑπηκόοις ἔτι συν‐ τεταγμένος, καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσο‐ φίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσ‐ | |
5 | χετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι. ραʹ. «Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πό‐ δας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.» Οὔτε γὰρ δυνατὸν δύο κατὰ ταὐτὸν ὁδεύειν ὁδοὺς, ἀκολα‐ σίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας· ἀλ‐ | |
10 | λὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γίνεσθαι τῶν θείων φύλακας λόγων. ρβʹ. «Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.» Σὲ γὰρ τούτων ἐπιστάμε‐ νος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζό‐ | |
15 | μην. ργʹ. «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.» Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στόματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέ‐ λιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λο‐ | |
20 | γίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη. Τούτοις δὲ ἡ ψυχὴ κεχρημένη τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. ρδʹ. «Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.» Συνεὶς γὰρ τίσιν ἀρέ‐ | |
25 | σκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη. ρεʹ. «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Οὐ γὰρ ἐν σκότει βαδίζω, οἷόν τινι λύχνῳ τῷ σῷ φωτιζόμενος νόμῳ· Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται, ὁ δὲ | |
30 | Σωτὴρ καὶ Κύριος ἡμῶν δικαιοσύνης ἥλιος. Ὁ μὲν γὰρ οἷα δὴ λύχνος μόγις ἓν κατηύγασεν ἔθνος, ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν. Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ Δεσπό‐ της Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα τοῖς Ἰου‐ | |
35 | δαίοις. Ἔπειτα δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀνέτειλεν. Καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, καὶ πάντας ἀνθρώπους φωτίσαντας διὰ τῆς αὑτῶν διδαχῆς. | |
40 | ρϛʹ. «Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.» Τὴν βεβαίαν τῆς ψυχῆς κρίσιν ὅρκον ὠνόμασεν, ἐπειδὴ ὅρκῳ βεβαιοῦ‐ ται τῶν πραγμάτων τὰ πλεῖστα. ρζʹ. «Ἐταπεινώθην ἕως σφόδρα, Κύριε, ζῆσόν με | |
45 | κατὰ τὸν λόγον σου.» Οὐχ ἁπλῶς ἔφη τεταπεινῶ‐ σθαι, ἀλλὰ σφόδρα τεταπεινῶσθαι· καὶ ταῦτα βασι‐ λεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πο‐ λεμίων κρατῶν. Ἀλλ’ οὔτε τῇ σοφίᾳ, οὔτε τῇ | |
80.1853(50) | ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο | |
πώποτε· τῆς δὲ θείας ταῦτα χάριτος ὑπελάμβανε | 1853 | |
80.1856 | δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. ρηʹ. «Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον | |
5 | δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.» Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ πλεῖστα μὲν οἱ θεῖοι νόμοι διαγορεύουσιν· ἔνια δὲ καὶ ἡ γνώμη προστί‐ θησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας, καὶ πλημμε‐ | |
10 | λείας, καὶ περὶ ἀγνοίας, ὁ νόμος προσφέρειν ἐκέλευ‐ σεν, καὶ ταῦτα οἷόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ. Τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύ‐ νην, καὶ τὴν δικαιοσύνην, οἱ εὐαγγελικοὶ διαγο‐ | |
15 | ρεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκρά‐ τεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρήμοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοῦ νόμου ὑπερπηδῶντα. Τὰ τοιαῦτα τοίνυν ὁ Προφήτης ἑκού‐ σια προσηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων | |
20 | ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται. ρθʹ. «Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διὰ παντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν | |
25 | ἐξώρισα νόμων. ριʹ. «Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.» Πολλὰς καὶ παντο‐ δαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλάς μοι τυρεύουσιν· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν | |
30 | πορείαν προειλόμην ὁδεύειν. ριαʹ. «Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.» Κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ κτήσει τούτων ἀγάλλομαί τε | |
35 | καὶ εὐφραίνομαι. ριβʹ. «Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι’ ἀντάμειψιν.» Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευτήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς ἡγεμονεύειν λαχών. Ἐὰν | |
40 | τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὰ ἀμείνω τὰ ζυγά. Τοῦτο δεδρακέναι ὁ Προφήτης φησίν· «Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα, δι’ ἀντ‐ άμειψιν.» Τὸ γὰρ ἐκ τούτων φυόμενον θεασάμενος | |
45 | κέρδος, ἀσπασίως τοὺς ὑπὲρ τούτων ἀνεδεξάμην ἱδρῶτας. Καὶ διδάσκων ὅπως τὰ θεῖα προείλετο, ἐπήγαγε· ριγʹ. «Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.» Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους | |
80.1856(50) | ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον. | |
ριδʹ. «Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ, εἰς | 1855 | |
80.1857 | τοὺς λόγους σου ἐπήλπισα.» Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος. ριεʹ. «Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι, καὶ | |
5 | ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.» Ταῦτα, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς, καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχειροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβουλήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή. Οὐχ | |
10 | ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω· ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. ριϛʹ. «Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, | |
15 | καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.» Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος αἰσχύνης ἀναπλησθῶ· τὸ δὲ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, Τὴν ἐπαγγελθεῖσάν | |
20 | μοι παράσχου σωτηρίαν. ριζʹ. «Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελε‐ τήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.» Καὶ γὰρ τυχεῖν τῆς σωτηρίας τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην | |
25 | ποιήσομαι. Μελέτην δὲ λέγει, οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις. ριηʹ. «Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦν‐ τας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύ‐ μημα αὐτῶν.» Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς | |
30 | σχήσω τὴν προθυμίαν, ἐπονειδίστους καὶ καταγε‐ λάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς. ριθʹ. «Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά | |
35 | σου.» Ἀντὶ τοῦ παραβαίνοντας, ὁ μὲν Θεοδοτίων εἰς οὐδὲν εἴρηκεν· ὁ δὲ Σύμμαχος σκωρίαν. Ὁ δὲ Προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς τῷ Θεῷ παραπλησίως τοὺς παραβάτας, πᾶσαν προθυ‐ μίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσ‐ | |
40 | ήνεγκεν· ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς. ρκʹ. «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.» Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον. Ἀλλ’ ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τού‐ | |
45 | του μέλη, παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ· ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα, τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ. Τοῦτο ἔοικε τῷ ἀποστο‐ λικῷ ἐκείνῳ ῥητῷ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν | |
80.1857(50) | κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολα‐ | 1857 |
80.1860 | τρεία.» Καὶ πάλιν, «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» ρκαʹ. «Ἐποίησα κρῖμα καὶ δικαιοσύνην, μὴ πα‐ ραδῷς με τοῖς ἀδικοῦσί με.» Τοῖς σοῖς, φησὶν, ἀκο‐ | |
5 | λουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσ‐ μενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτης ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος προσόμοια εἴρηκεν, «Ἡ γὰρ καύχησις ἡμῶν αὕτη | |
10 | ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. ρκβʹ. «Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν.» Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με εἰς ἀγαθὸν τὸν δοῦλόν σου. Ὁ δὲ Ἀκύλας, καὶ ὁ Θεοδοτίων, ἐγ‐ γύησαι· ἀντὶ τοῦ, Ἀληθεύων, οὐ ψεύδομαι, πί‐ | |
15 | στευσον ὑποσχομένῳ τῷ δούλῳ σου αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου πληρῶσαι σπου‐ δάσω τοὺς νόμους. «Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.» Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν | |
20 | Ἰωσὴφ, καὶ ἕτεροι μυρίοι. Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ Προφήτης πεποίηκε, ταύτην αἰτήσας τὴν αἴτησιν. Διαφερόντως γὰρ ἡ τῶν ἀλα‐ ζόνων καὶ δυνατῶν συκοφαντία χαλεπωτέρα. Ἀδικία | |
25 | γὰρ προσλαβοῦσα τὴν δυναστείαν μείζονα τὴν λώ‐ βην ἐργάζεται. ρκγʹ. «Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.» Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπόσχεσιν καλεῖ. Διηνεκῶς, | |
30 | φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ ἐξέλιπον τέ‐ θεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δηλῶν. ρκδʹ. «Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με.» Ὁ τοσαύ‐ | |
35 | της ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ διὰ τούτου σωτηρίας ἀπολαῦσαι αἰτεῖ. Καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ. ρκεʹ. «Δοῦλός σού εἰμι ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.» Πάντες μὲν ἄνθρωποι | |
40 | φύσει δοῦλοι Θεοῦ, διαθέσει δὲ οἱ τοῦ Θεοῦ τὴν δεσπο‐ τείαν ἀσπασίως αἱρούμενοι. Ταύτης ὢν τῆς συμμο‐ ρίας ὁ Προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συν‐ έσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. | |
45 | ρκϛʹ. «Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδα‐ σαν τὸν νόμον σου.» Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀν‐ θρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξηθεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τιμωρίαν ἐπ‐ | |
80.1860(50) | άγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι. Καιρὸς διανα‐ στῆναι εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ Δέσποτα· | |
κομιδῆ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι. | 1859 | |
80.1861 | ρκζʹ. «Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.» Ἐκεῖνοι μὲν οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου. Ἐγὼ δὲ ἀξιεραστοτέρας ἡγοῦ‐ μαι τὰς σὰς ἐντολὰς χρυσίου καὶ λίθων πολυτελῶν. | |
5 | Τῶν γὰρ τιμίων λίθων τοπάζιος· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας. Εἰκὸς δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν τοῦτον προτιμᾶσθαι τῶν ἄλλων. ρκηʹ. «Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.» Ὁ γὰρ | |
10 | πόθος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον. ρκθʹ. «Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξ‐ ηρεύνησε ταῦτα ἡ ψυχή μου.» Ἔδειξεν ὡς οὐ | |
15 | μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ, καὶ ἱκανὰ καταθέλξαι, καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πόθεν τούτων κατέμα‐ θες ἀρετήν; ρλʹ. «Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ | |
20 | συνετιεῖ νηπίους.» Τῷ σῷ, φησὶ, καταυγαζόμε‐ νος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν· καὶ πάντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους, καὶ βρέφεσιν ἐοικότας, ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ. ρλαʹ. «Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦ‐ | |
25 | μα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.» Στόμα ἐν‐ ταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν. Αὕτη γὰρ ἕλκει τὴν χάριν τοῦ πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐ‐ τό.» Καὶ ὁ θεῖος Ἀπόστολος ἐν ἀνοίξει τοῦ στόμα‐ | |
30 | τος λόγον δοθῆναι παρεκάλεσε. Καὶ αὐτὸς δὲ ὁ Προ‐ φήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τοῦτο καὶ ἐνταῦθα ἔφη, «Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.» Γλιχόμε‐ | |
35 | νόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος τῆς σῆς ἠξίωσας χάριτος. ρλβʹ. «Ἐπίβλεψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.» Τῆς θείας εὐμενείας ἱκετεύει τυχεῖν, οὐχ ἁπλῶς, | |
40 | ἀλλ’ ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, «Κατὰ τὸ κρῖμα τῶν ἀγα‐ πώντων τὸ ὄνομά σου·» ἀντὶ τοῦ, Τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. ρλγʹ. «Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ | |
45 | λόγιόν σου· καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνο‐ μία.» Ἡμῶν γὰρ προεκφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν, καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυνα‐ στεία. | |
80.1861(50) | ρλδʹ. «Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.» Καὶ ὁ Δεσπότης | |
Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντιζομέ‐ | 1861 | |
80.1864 | νους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔξασθαι παρεγγύησε μὴ εἰσελθεῖν εἰς πειρα‐ σμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νόμοις καὶ τοῦ Προφήτου ἡ προσευχή. | |
5 | ρλεʹ. «Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.» Ἀσώμα‐ τον μὲν τὸ Θεῖον, καὶ ἁπλοῦν, καὶ ἀσύνθετον. Σωματι‐ κώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώπων μετροῦσα | |
10 | τοὺς λόγους. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν, καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν. ρλϛʹ. «Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλ‐ μοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.» Ἀπο‐ | |
15 | στολικὸς καὶ οὗτος ὁ νόμος, «Εἰ γὰρ πάσχῃ, φησὶν, ἓν μέλος, συμπάσχει, φησὶ, πάντα τὰ μέλη.» Τὴν εὐαγγελικὴν τοίνυν ὁ Προφήτης μετέρχεται τελειό‐ τητα, τὰς τῶν ἄλλων παρανομίας ὀλοφυρόμενος. Διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων | |
20 | ἐκάλεσεν, ἀντὶ τοῦ, Κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος. ρλζʹ, ρληʹ. «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα.» Δικαίως ἅπαντα διέπεις, ὦ | |
25 | Δέσποτα, καὶ τῶν ἀνθρώπων κηδόμενος, καὶ δι‐ καιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος. Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγε‐ | |
30 | λίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ Ἀλήθειαν σφόδρα. ρλθʹ. «Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.» Καὶ τοὺς παρανο‐ μίᾳ συζῶντας ὁ Προφήτης θρηνεῖ, καὶ καταφρονού‐ | |
35 | μενον ὁρῶν τὸν νομοθέτην, ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν. Οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε. Τούτῳ πυρπολούμενος [ὁ καλλίνικος] Στέφανος τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξε. Τοῦτον ἐν ἑαυτῷ περιφέρων ὁ θεσπέσιος | |
40 | Παῦλος ἐβόα λέγων, «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνείχετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεω‐ ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. | |
45 | ρμʹ. «Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.» Δόκιμος, φησὶν, ἐστὶ καὶ ἀκίβδηλος ὁ σὸς λόγος, καὶ μώμου παντὸς ἐλεύ‐ θερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλ‐ τρον. | |
80.1864(50) | ρμαʹ. «Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην·» Ἡνίκα τῷ | |
θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων | 1863 | |
80.1865 | τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ, καὶ δυνάμει, καὶ κάλλει σώματος κεκο‐ σμημένους ἀπεδοκίμασεν ἅπαντας ἤρετο δὲ τοῦ Ἰεσσαὶ εἰ ἐκλελοίπει τὰ παιδάρια· τοῦ δὲ εἰρη‐ | |
5 | κότος, ὑπολελεῖφθαι μειράκιον σμικρὸν, ὃ ποι‐ μαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον βασιλείᾳ, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρι‐ σεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ Προφήτης ἐμνήσθη, καὶ φησί· Καὶ νέον | |
10 | ὄντα με, καὶ τοῖς γεγεννηκόσιν εὐτελῆ νομισθέντα, σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα πεποίηκας· οὗ δὴ χάριν σὺν πάσῃ προ‐ θυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα. ρμβʹ. «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶ‐ | |
15 | να, καὶ ὁ νόμος σου ἀλήθεια.» Ὁ τοῖς ἀνθρωπίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς, μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπειοι οὐ | |
20 | πάντως πάντες τὸ δίκαιον ἔχουσι· ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» ρμγʹ. «Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με.» Ταῦτα | |
25 | γὰρ συνέζευκται τοῖς ἐρασταῖς τῆς ἀρετῆς. «Αἱ ἐντολαί σου μελέτη μου.» Ἐκ τῆς γὰρ τούτων δι‐ δασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. ρμδʹ. «Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶ‐ | |
30 | να.» Ἀντὶ τοῦ, Πρόξενα τῶν αἰωνίων ἐστὶν ἀγα‐ θῶν. «Συνέτισόν με, καὶ ζήσομαι.» Ὑπὸ σοῦ γὰρ φωτιζόμενος τῆς ἀληθοῦς ζωῆς ἀπολαύσομαι. ρμεʹ. «Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.» Κραυ‐ | |
35 | γὴν πάλιν τὴν τῆς ψυχῆς προθυμίαν καλεῖ· διὰ τοῦτο προστέθεικε τὸ ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωσῆς ἐβόα σιγῶν· καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη, «Τί βοᾷς πρὸς ἐμέ;» ρμϛʹ. «Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω | |
40 | τὰ μαρτύριά σου.» Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων. ρμζʹ. «Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.» Βασιλεὺς ὢν ὁ Προφή‐ της, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πο‐ | |
45 | λεμικοὺς πρὸς ταύταις ἀναδεδεγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν· ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀνα‐ μένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. Οὕτως ἐπόθει τὸν πεποιηκότα Θεὸν, οὕτω προθύμως τὴν ἐκεῖθεν | |
80.1865(50) | ᾔτει βοήθειαν. ρμηʹ. «Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρ‐ θρον, τοῦ μελετᾷν τὰ λόγιά σου.» Οὐ μόνον δὲ κατὰ τὸν τοῦ γλυκέως ὕπνου καιρὸν, ἀλλὰ καὶ παρὰ | |
τὸν ὄρθρον, τῶν θείων νόμων ἐπεποίητο μελέτην. | 1865 | |
80.1868 | Ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν κα‐ λινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δο‐ τῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν. | |
5 | ρμθʹ. «Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με.» Ὁ το‐ σούτοις κομῶν ἀγαθοῖς ἐλέου τυχεῖν ἀξιοῖ, καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον· ἀλλὰ κατὰ τὴν ὀνησιφό‐ ρον ψῆφον. | |
10 | ρνʹ. «Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.» Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τῷ δικαίῳ πειρώμενοι πο‐ λεμεῖν. «Ὁ ἀθετῶν γὰρ ὑμᾶς, φησὶν, οὐχ ὑμᾶς ἀθε‐ τεῖ, ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς.» Καί· «Ἐχ‐ | |
15 | θρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀν‐ τικειμένοις σοι.» ρναʹ. «Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.» Ὁρᾷς, φησὶν, ἅπαντα, Κύριε· οὐ γὰρ ἀφέστηκας, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ | |
20 | ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· «Θεὸς ἐγ‐ γίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν.» Καὶ ὁ μα‐ κάριος Παῦλος, «Ἐν αὐτῷ, φησὶ, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.» | |
25 | ρνβʹ. «Κατ’ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.» Μαρ‐ τύρια καλεῖ τὸν οὐρανὸν, καὶ τὴν γῆν. «Καταβὰς, φησὶ, διαμάρτυρε αὐτοῖς τὸν οὐρανὸν, καὶ τὴν γῆν.» Διὰ τοῦτο καὶ Μωσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος | |
30 | ἔφη· «Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Ἐν δὲ τούτοις ὁρᾶ‐ ται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκρι‐ βῶς, ὡς ἐγγὺς εἶ σὺ, καὶ παρεῖ τοῖς γινομένοις, | |
35 | καὶ λανθάνει σε τῶν πραγμάτων οὐδέν. ρνγʹ. «Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» —«Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται,» κατὰ τὴν τοῦ Κυρίου φωνήν. Καί· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐ‐ | |
40 | τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ταύτῃ καὶ ὁ θεῖος Προφήτης τὰς ἄλλας ἐκόσμησεν ἀρετάς· καὶ ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλει βοή‐ θειαν. ρνδʹ. «Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με | |
45 | διὰ τὸν λόγον σου ζῆσόν με.» Τῶν ὑποσχέσεων τὸν Δεσπότην ἀναμιμνήσκει, καὶ παρ’ αὐτοῦ τὴν σωτη‐ ρίαν αἰτεῖ, καὶ κρῖναι αὐτῷ καὶ τοῖς δυσμενέσιν ἀν‐ τιβολεῖ. | |
ρνεʹ. «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ | 1867 | |
80.1869 | δικαιώματά σου οὐκ ἐξεζήτησαν.» Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας σφᾶς αὐτοὺς ἐστέρησαν οἱ παρα‐ νομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. | |
5 | ρνϛʹ. «Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με.» Πολὺς τῆς σῆς φιλανθρω‐ πίας ὁ πλοῦτος· δικαία σου ἡ ψῆφος. Τὴν ἀπὸ τού‐ των σωτηρίαν αἰτῶ. ρνζʹ. «Πολλοὶ οἱ ἐκδιώκοντές με, καὶ θλίβοντές | |
10 | με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.» Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημένων ἠνεσχόμην τι παραβῆναι. Καὶ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν εἰρηκότες ἔφαμεν, ὡς πάντα ὁ θεῖος Δαβὶδ τὰ συμβεβηκότα αὐτῷ ἐν τῷδε | |
15 | συνήγαγε τῷ ψαλμῷ· καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ τοῦ Σαοὺλ προγεγενημένοις αὐτῷ λυπηροῖς· τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσαλώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε. Τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείραστος ἦν. | |
20 | ρνηʹ. «Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.» Οὕτως ὁ μακά‐ ριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ Δεσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρή‐ | |
25 | νησεν. ρνθʹ. «Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.» Συνεχῶς ἐντολῶν, καὶ νόμων, καὶ δικαιωμάτων μνημονεύει, καὶ μαρτυριῶν, τῶν περὶ ταῦτα πόθον δεικνύς. | |
30 | ρξʹ. «Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶ‐ να πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.» Ἀψευ‐ δεῖς ἔχεις τὰς ὑποσχέσεις· ἀληθείᾳ τὰς σὰς ἐπ‐ αγγελίας κοσμεῖς, ἔργῳ βεβαιοῖς τοὺς λόγους. Ἀρ‐ χὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγε‐ | |
35 | λίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος. Ἀλλ’ ἐπλήρωσε τὰς ὑποσχέσεις, καὶ ηὔξησε τὸν λαὸν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι αὐτοῦ ηὐλόγησε κατὰ τὰς ἐπαγγελίας πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκὼς, | |
40 | «Εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.» Προφήτης γὰρ ὢν ἑώρα τοῦ Χριστοῦ τὸ αἰώ‐ νιον κράτος. Διὸ καὶ ἀληθείᾳ ἔφη κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρχήν. ρξαʹ. «Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ | |
45 | τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.» Τοὺς πο‐ λεμοῦντας, φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην, τοὺς δὲ σοὺς ἔδεισα νόμους. Διὸ καὶ καθεύδοντα τὸν πολέ‐ μιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτολμήθην· καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ μυσαρὸν παῖδα οἰκτείρων, | |
80.1869(50) | ἔλεγον· «Φείσασθαί μοι τοῦ παιδαρίου.» | 1869 |
80.1872 | ρξβʹ. «Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλᾶ.» Ἐπειδὴ πολεμίων ἐμνημό‐ νευσε διωκόντων, εἰκότως καὶ τῶν σκύλων τὴν μνή‐ μην παρήγαγε. Λέγει δὲ, ὅτι Πάντας εἰ ἀνεῖλον | |
5 | ἐκείνους, καὶ σκυλεύσας πλεῖστα ὅσα συνήγαγον λά‐ φυρα, οὐκ ἂν οὕτως ηὐφράνθην, ὡς τοῖς σοῖς ἐπ‐ αγαλλόμενος νόμοις. ρξγʹ. «Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην· τὸν δὲ νόμον σου ἠγάπησα.» Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ | |
10 | γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος τἀναντία μυ‐ σάττεται. ρξδʹ. «Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.» Τινὲς τὸ ἑπτάκις, πλειστάκις ἡρμήνευσαν. Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν | |
15 | θερμὸν ἔρωτα τοῦ Προφήτου δηλοῖ· τῆς γὰρ θείας ὑμνῳδίας οὐκ ἐλάμβανε κόρον. ρξεʹ. «Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.» Οἱ τῷ θείῳ πυρ‐ πολούμενοι φίλτρῳ, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην διὰ | |
20 | τῆς τῶν ἐντολῶν προσκτώμενοι φυλακῆς, κἂν ὑπὸ πάντων ἀνθρώπων πολεμῶνται, θυμήρη ζῶσι ζωήν. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν, «Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμε‐ νοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ’ οὐκ | |
25 | ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπ‐ ολλύμενοι.» Καὶ ὁ Κύριος δὲ τοὺς ἱεροὺς ἀποστόλους, ὡς πρόβατα ἐν μέσῳ λύκων, εἰς πᾶσαν ἀποστείλας τὴν οἰκουμένην, ἔφη πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» | |
30 | ρξϛʹ. «Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Οὐδὲ συμφοραῖς περι‐ στοιχιζόμενος ἀπέκοψα τὰς χρηστοτέρας ἐλπίδας· ἀλλὰ τὴν σὴν ἀναμένων διετέλεσα σωτηρίαν, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς. | |
35 | ρξζʹ, ρξηʹ. «Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Ἐφύλαξα τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε.» Εἰδὼς γὰρ ὡς ἅπαντα ἐφορᾷς, ὡς ὑπὸ σοὶ θεατῇ πολιτευόμενος, οὐ μόνον | |
40 | ἐπλήρωσά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ μετὰ θερμῆς τοῦτο δέδρακα διαθέσεως. ρξθʹ. «Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύ‐ ριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με.» Πᾶσαν τὴν ἱκετείαν προσενεγκὼν, ἀντιβολεῖ δεχθῆναι καὶ | |
45 | μὴ ἀποῤῥιφθῆναι τὴν δέησιν· καὶ παρακαλεῖ σύνεσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λογίων τὴν γνῶσιν. ροʹ. «Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.» Ἀξίωμα | |
80.1872(50) | τὴν ἱκετείαν καλεῖ· τοῦτο γὰρ καὶ παρὰ τοῖς ἄλλοις | 1871 |
80.1873 | εὗρον ἑρμηνευταῖς, Διαφόροις μέντοι χρώμενος λόγοις, τὸν Δεσπότην μειλίσσεται. ροαʹ. «Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.» Κατάλληλος ἡ ἐρυγὴ | |
5 | τῇ τροφῇ· τὰ γὰρ σὰ, φησὶ, μανθάνων δικαιώ‐ ματα, σοὶ τῷ τῶν τοιούτων διδασκάλῳ προσοίσω τὴν ὑμνῳδίαν. ροβʹ. «Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.» Εἰς μελέτην | |
10 | τῶν σῶν λογίων τὴν γλῶτταν ἀφιερώσω, εἰδὼς πάσῃ σου δικαιοσύνῃ κεκοσμημένας τὰς ἐντολάς. ρογʹ. «Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.» Ὁ μὲν Σύμμαχος εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων ἐξελεξάμην | |
15 | εἰρήκασι. Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ’ ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν. ροδʹ. «Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστί.» Ἱμείρομαι, φησὶ, παρὰ σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην | |
20 | ἔχων ἐνδελεχῆ. ροεʹ. «Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.» Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν | |
25 | ἀγαθῶν. ροϛʹ. «Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός.» Τοῦτο καὶ τῷ Προφήτῃ λέγειν μετὰ τὴν ἁμαρτίαν ἥρμοττεν, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. «Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.» | |
30 | Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ λήθην τούτων οὐκ ἐδέξατο παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ Προφήτης προσενήνοχε τὴν εὐχήν· τετύχηκε δὲ πᾶσα τῶν ἀν‐ θρώπων ἡ φύσις τῆς σωτηρίας. Ἔδραμε γὰρ ὁ καλὸς ποιμὴν ἐπὶ τὸ πλανώμενον πρόβατον, καὶ | |
35 | περιελθὼν τὰ ὄρη καὶ τοὺς βουνούς· παρὰ ταῦτα γὰρ ἐπλανᾶτο λατρεῦον τοῖς δαίμοσιν· εὗρε, καὶ ἐπὶ τῶν ὤμων ἐπανήγαγεν· καὶ εὐφράνθη ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐννενήκοντα ἐννέα τοῖς μὴ πεπλα‐ νημένοις. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν | |
40 | κεφαλαίῳ ποιησάμενοι, παρακαλοῦμεν τοὺς ἐν‐ τυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνον ταῦτα τῷ Προφήτῃ προσήκειν· ἀλλ’ ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις | |
45 | κατασκευάσαι παθήμασιν. ΕΡΜΗΝ. ΤΟΥ ΡΙΘʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ὁ Θεοδοτίων ᾆσμα | |
τῶν ἀναβάσεων· ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας, εἰς | 1873 | |
80.1876 | τὰς ἀναβάσεις. Δηλοῦσι μέντοι αἱ ἀναβάσεις, ἢ οἱ ἀναβαθμοὶ, τοῦ αἰχμαλωτευθέντος λαοῦ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον. Προειδυῖα γὰρ ἡ χάρις τοῦ Πνεύματος, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἐσομένην | |
5 | ἐλευθερίαν, καὶ ταῦτα κἀκεῖνα προείρηκε· κἀκεί‐ νων ὠφέλειαν μηχανωμένη, καὶ ἡμῖν τὸ ἐντεῦθεν προσφέρουσα κέρδος. Οὐ τὰ αὐτὰ δὲ ἕκαστος τῶν ἀναβαθμῶν προθεσπίζει, ἀλλὰ ὁ μὲν τὰς ἐν Βαβυλῶνι συμφορὰς, ὁ δὲ τῆς ἐπανόδου τὰ εὐαγγέλια· ὁ δὲ τὴν | |
10 | κατὰ τὴν ὁδὸν εὐφροσύνην· ἄλλος τοὺς μετὰ τὴν ἐπάνοδον γεγενημένους πολέμους· ἕτερος τοῦ ναοῦ τὴν οἰκοδομήν. Καὶ τὸ ποικίλον τῆς προφητείας ἐξελαύ‐ νει τῆς μελῳδίας τὸν κόρον. Ἕκαστος δὲ τούτων ἐσχημάτισται τῶν ψαλμῶν εἰς τὸν τῶν τηνικαῦτα γε‐ | |
15 | γενημένων ἁγίων χορόν. Ἐκείνους γὰρ ὁ προφητικὸς εἰσάγει λόγος τὰ προκείμενα λέγοντας. Ὁ μέντοι πρῶ‐ τος τῶν ἀναβαθμῶν, καὶ τὰς συμφορὰς ἐξηγεῖται, καὶ τὴν θείαν εὐμένειαν. «Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.» Καὶ τὸ μέγεθος | |
20 | τῆς ἀνίας ἐδίδαξε τὸ προοίμιον, καὶ τὴν τῆς θείας φιλανθρωπίας ὑπερβολήν. Ἀνιώμενος γὰρ, φησὶν, ἐδεήθην τοῦ Δεσπότου, καὶ τῆς εὐμενείας ἀπήλαυσα· εἶτα λέγει καὶ τίσιν ἐχρήσατο λόγοις δεόμενος. βʹ. «Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων | |
25 | ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας.» Ἱκετεύω, φησὶ, τῶν ἀδίκως ἐπιβουλευόντων καὶ δολεραῖς κεχρημέ‐ νων ἀπάταις ἀπαλλαγῆναι. Τοιοῦτοι ἦσαν περὶ τῆς εὐχῆς πάγας τῷ Δανιὴλ τεθεικότες, οἱ πικροὶ τῶν κατὰ τὸν Ἀνανίαν κατήγοροι. | |
30 | γʹ, δʹ. «Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.» Ἡ χάρις τοῦ Πνεύ‐ ματος ἐνταῦθα τοὺς ἀθυμοῦντας ψυχαγωγεῖ, καὶ τὴν δικαίαν ψῆφον ὑποδείκνυσιν ἐκφερομένην κατὰ τῶν | |
35 | κεχρημένων τῷ δόλῳ. Δυνατὸν μὲν γὰρ καλεῖ τὸν τῶν ὅλων Θεόν· βέλη δὲ δυνατοῦ, τῶν τιμωριῶν τὴν ὀξύτη‐ τα· ἐκ μεταφορᾶς τῶν ἐφιεμένων βελῶν, καὶ ῥᾳδίως τὸν ἀέρα τεμνόντων. Ἄνθρακας δὲ ἐρημικοὺς, τὸ τῆς τιμωρίας σφοδρόν τε, καὶ δαπανητικὸν, καὶ ἐρημο‐ | |
40 | ποιόν. Τοιαύτη γὰρ τοῦ πυρὸς ἡ φύσις· ἀντὶ τοῦ, Μὴ ἀθύμει ὑπὸ τῆς ἀδίκου γλώττης βαλλόμενος· εὐτρεπεῖς γὰρ αἱ παρὰ τοῦ δικαίου κριτοῦ πεμπόμεναι τιμω‐ ρίαι, καὶ βελῶν ὀξύτητα, καὶ ἀνθράκων ἐρημοποιῶν μιμούμεναι τὴν ἐνέργειαν. | |
45 | εʹ. «Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη.» Ταῦτα, φησὶν, ἔλεγον προσευχόμενος, καὶ τούτων ἀκούσας ὁ φιλάνθρωπος ᾤκτειρε, παροικίαν δὲ καλεῖ τὴν ἐν τῇ ἀλλοτρίᾳ διαγωγήν. Ὁ δὲ ἑβδομηκοστὸς χρόνος μακρὸς εἰκότως νενόμισται· τοσαύτην γὰρ | |
80.1876(50) | τὴν τελείαν τῶν ἀνθρώπων ὁ Προφήτης ἔφη ζωήν· | |
«Αἱ ἡμέραι γὰρ, φησὶ, τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς | 1875 | |
80.1877 | ἑβδομήκοντα ἔτη.» —«Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.» Ὁ Κηδὰρ δεύτερος τοῦ Ἰσμαὴλ υἱὸς, οἱ δὲ τούτου ἀπόγονοι οὐ πόῤῥω τῆς Βαβυλῶνος μέχρι τήμερον ἐσκήνωνται. Ἐπειδὴ τοίνυν | |
5 | ἄνωθεν ἐναντίως διετέθησαν πρὸς ἀλλήλους· «Ἔκ‐ βαλε γὰρ, φησὶ, τὴν παιδίσκην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ· εἰκότως σφᾶς αὐτοὺς ὀλοφύ‐ ρονται, ὡς τῆς μὲν προτέρας ἐκπεσόντες ἐλευθερίας, | |
10 | ἐγγὺς δὲ τῶν ἡμιδούλων διάγοντες, καὶ δουλεύειν ἠναγκασμένοι. ϛʹ. «Πολλὰ παρῴκησεν ἡ ψυχή μου.» Μακρὸς, φησὶ, τῆς παροικίας ὁ χρόνος. «Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπο‐ | |
15 | λέμουν με δωρεάν.» Ἐνταῦθα μὲν Βαβυλωνίων μοχθηρίαν διδάσκει· οὐδὲν γὰρ, φησὶν, ἔχοντες ἐγκα‐ λεῖν ἐπεβούλευον, καὶ τοῖς εἰρήνην ἀσπαζομένοις ὡς πολεμίοις ἐχρήσαντο. ΕΡΜΗΝ. ΤΟΥ ΡΚʹ ΨΑΛΜΟΥ. | |
20 | «ᾨδὴ τῶν ἀναβαθμῶν.» Τοῖς ἐν Βαβυλῶνι ἔτι διάγουσι καὶ οὗτος πρόσφορος ὁ ψαλμός. αʹ. «Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.» Ὑπὸ πολλῶν καὶ παντοδαπῶν πε‐ ριστοιχιζόμενος ἀλγεινῶν, πάντοθεν περιῆγον τοὺς | |
25 | ὀφθαλμοὺς, ἐπικουρίας τινὸς ἀπολαῦσαι ποθῶν. βʹ. «Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαν‐ τος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἀλλ’ οἶδα ὡς ἀν‐ θρωπίνης μὲν οὐδεμιᾶς ῥοπῆς ἀπολαύσω, ἀπόχρη δέ μοι μόνη τοῦ Θεοῦ ἡ εὐμένεια. Καὶ δεικνὺς τῆς βοη‐ | |
30 | θείας τὸ δυνατὸν ἐπήγαγε· «Τοῦ ποιήσαντος τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν.» Ὁ γὰρ ταῦτα τεκτηνάμενος λόγῳ ἱκανὸς ἐπαρκέσαι κἀμοί. Ἐντεῦθεν αὐτοῖς τὸ πρα‐ κτέον ὁ Προφήτης ἐξηγεῖται. γʹ. «Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυ‐ | |
35 | στάξῃ ὁ φυλάσσων σε.» Εἰ μείνοις, φησὶ, βεβαίαν ἔχων εἰς αὐτὸν τὴν ἐλπίδα, πάσης παρ’ αὐτοῦ τεύξῃ κηδεμονίας. Τὸ μέντοι, «Οὐ νυστάξῃ ὁ φυλάσσων σε,» ἀνθρωπίνως τέθεικεν, ἐκ μεταφορᾶς τῶν καὶ ποίμνια, καὶ στρατείας, καὶ πόλεις ἐπιμελῶς φυλατ‐ | |
40 | τόντων. Ὅτι γὰρ ἀπαθὴς ἡ θεία φύσις, διὰ τῶν ἐπι‐ φερομένων ἐδήλωσεν. δʹ. «Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.» Φύσει μὲν ἄγρυπνος ὁ φύλαξ, σοῦ δὲ σαλευομένου, καὶ αὐτὸς οἷόν τινα νυσταγμὸν δέξεται | |
45 | τὴν ἀμέλειαν. Οὐκ ἔτι γάρ σου φροντίσει, ἀλλὰ τοῖς ἐπιβουλεύειν προῃρημένοις προήσεται. εʹ. «Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου.» Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ· «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι | |
80.1877(50) | ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.» Καὶ ἐνταῦθα | 1877 |
80.1880 | τοίνυν, φησὶν, ὅτι παρὰ τὴν δεξιάν σου χεῖρα γε‐ νόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας. ϛʹ. «Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ | |
5 | σελήνη τὴν νύκτα.» Φασὶ τὴν σελήνην μὴ μόνον ὑγρὰν, ἀλλὰ καὶ θερμὴν εἶναι, καὶ καίειν ὁμοίως τῷ ἡλίῳ τὰ σώματα. Λέγει δὲ, ὅτι Καὶ νύκτωρ, καὶ μεθ’ ἡμέραν, τῆς παρ’ αὐτοῦ προνοίας ἀπολαύων, ἀβλαβὴς φυλαχθήσῃ. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ | |
10 | παλαιᾶς ἱστορίας. Καὶ γὰρ ἡνίκα τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, τῇ νεφέλῃ σκιαζόμενοι, τῆς ἡλιακῆς φλογὸς οὐκ ἐλάμβανον πεῖραν. ζʹ, ηʹ. «Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει | |
15 | τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Τὴν παντοδαπὴν τοῦ Θεοῦ πρόνοιαν διὰ τῶν εἰρημένων ἐδήλωσεν· ἧς παρού‐ σης, κρείττους τῶν πολεμούντων γινόμεθα δυσμε‐ νῶν, καὶ τὰς τῶν ὁρατῶν καὶ ἀοράτων διαφεύγομεν | |
20 | πάγας. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΑʹ ΨΑΛΜΟΥ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Τοὺς μὲν προει‐ ρημένους τοῖς ἀθυμοῦσιν ὁ προφήτης προσήρμοσε· τοῦτον δὲ τὸν μετὰ χεῖρας, τοῖς ἤδη δεξαμένοις τῆς | |
25 | ἐπανόδου τὰ εὐαγγέλια, καὶ τῆς περιποθήτου πο‐ ρείας ἁψαμένοις. Γεγηθότες γὰρ, καὶ χορεύοντες, πρὸς ἀλλήλους φασίν· αʹ. «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα.» Εὐσεβείας αὕτη φωνή· γάν‐ | |
30 | νυνται γὰρ καὶ χαίρουσιν, οὐχ ὡς τὰς οἰκίας ἀπολη‐ ψόμενοι, ἀλλ’ ὡς τὸν θεῖον οἶκον ὀψόμενοι. βʹ. «Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν, ἐν ταῖς αὐ‐ λαῖς σου, Ἱερουσαλήμ.» Ἤδη, φησὶν, ἑστάναι δο‐ κοῦμεν ἐν ταῖς ἱεραῖς ἐκείναις αὐλαῖς; καὶ τὰς | |
35 | θείας λειτουργίας ἐπιτελεῖν. γʹ. «Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.» Ὁ δὲ Σύμμαχος οὕ‐ τως· Ἱερουσαλὴμ τὴν οἰκοδομουμένην, ὡς πό‐ λιν συνάφειαν ἔχουσαν. Ἡ γὰρ νῦν ἔρημος, | |
40 | καὶ ἐσκεδασμένας ἔχουσα οἰκίας, καὶ πάλιν ἀν‐ θήσει, καὶ πυκνωθήσεται, καὶ τοὺς προτέρους ἀπο‐ λήψεται περιβόλους. δʹ. «Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυ‐ ρίου· μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσα‐ | |
45 | σθαι τῷ ὀνόματι Κυρίου.» Ἐπὶ τοῦ Ῥοβοὰμ δι‐ ῃρέθησαν αἱ φυλαὶ, καὶ τῆς Δαβιτικῆς αἱ δέκα βασιλείας ἀπεσχοινίσθησαν· μετὰ δὲ τὴν ἐπάνοδον μία γέγονεν ἡγεμονία, καὶ εἰς τὴν Ἱερουσαλὴμ συν‐ | |
έτρεχον ἅπαντες κατὰ τὸν θεῖον νόμον, τῷ Θεῷ τὴν | 1879 | |
80.1881 | συνήθη λειτουργίαν προσφέροντες. Τοῦτο τοίνυν ὁ προφήτης ἐνταῦθα προθεσπίζει, ὅτι αἱ φυλαὶ τὴν προτέραν ὁμόνοιαν ἀπολήψονται, καὶ εἰς τὴν Ἱερου‐ σαλὴμ συνδραμοῦνται, συνήθως τὸν Θεὸν ἀνυμνοῦν‐ | |
5 | τες. Μαρτύριον δὲ τὸν θεῖον ἐκάλεσε νόμον, τὸν διαῤῥήδην κελεύοντα συντρέχειν τὸν Ἰσραὴλ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός. εʹ. «Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαβίδ.» Προθεσπίσας τὰ θεῖα, προθεσπί‐ | |
10 | ζει καὶ τὰ ἀνθρώπεια. Ἐπειδὴ γὰρ ἐν Ἱεροσολύ‐ μοις οὐ μόνον ὁ θεῖος ᾠκοδομήθη νεὼς, ἀλλὰ καὶ τὰ βασίλεια· καὶ ἐκεῖ συνέτρεχον ἅπαντες τὰ ἀμφισβη‐ τούμενα διαλύοντες, ἀναγκαίως καὶ τοῦτο προηγό‐ ρευσεν ὁ προφήτης· ὅτι οὐκ εἰς τὴν Σαμάρειαν αἱ | |
15 | δέκα φυλαὶ δραμοῦνται· ἀλλ’ ὥσπερ ἐπὶ τοῦ Δαβὶδ ἐκεῖνο εἶχον ἀκλινὲς δικαστήριον, οὕτω καὶ μετὰ τὴν ἐπάνοδον ἐκεῖ ἅπαντες ἀθροισθήσονται. ϛʹ. «Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερου‐ σαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε.» Ὁ δὲ | |
20 | Σύμμαχος οὕτως· Ἀσπάσασθε τὴν Ἱερουσαλὴμ, ἠρεμήσουσιν οἱ ἀγαπῶντές σε, ἀντὶ τοῦ, Εἰρήνης ἀπολαύσαντες βαθείας, ἀσπάσασθε τὴν οἴκησιν τῆς Ἱερουσαλήμ. Ἐν πάσῃ γὰρ θυμηδίᾳ οἱ ταύτην ἀγα‐ πῶντες διατελοῦσι. | |
25 | ζʹ. «Γενέσθω δὲ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.» Ὁ δὲ Σύμ‐ μαχος οὕτως· Εἴη εἰρήνη ἐν τῷ περιβόλῳ σου, ἡσυχία ἐν τοῖς βασιλείοις σου. Ἐπεύχεται δὲ αὐτῇ ὁ θεῖος Δαβὶδ τὰ ἀγαθὰ, ὥστε καὶ τοὺς περιβό‐ | |
30 | λους, καὶ τὰ βασίλεια, καὶ τὰς ἐν αὐτῇ οἰκίας, πά‐ σης ἀπολαύειν εἰρήνης. ηʹ, θʹ. «Ἕνεκα τῶν ἀδελφῶν μου, καὶ τῶν πλη‐ σίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά | |
35 | σοι.» Ταῦτα δὲ, φησὶν, ἐπεύχομαί σοι, οὐκ αὐτὸς ἐν σοὶ πολιτευόμενος· πῶς γὰρ ὅ γε πρὸ πολλοῦ χρόνου τοῦ βίου τὸ πέρας δεξάμενος; ἀλλὰ τοὺς ὁμοφύλους ἱμειρόμενος εἰρήνης τυχεῖν, καὶ τὸν οἶ‐ κον τοῦ Θεοῦ μου τὴν προτέραν περιφάνειαν ἀπο‐ | |
40 | λαβεῖν ἐφιέμενος. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΒʹ ΨΑΛΜΟΥ. «ᾨδὴ τῶν ἀναβαθμῶν. Καὶ οὗτος ὁ ψαλμὸς τῶν τηνικαῦτα δικαίων δείκνυσι τὴν εὐσέβειαν. αʹ. «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατ‐ | |
45 | οικοῦντα ἐν τῷ οὐρανῷ.» Πάσης ἀνθρωπίνης βοη‐ θείας καταφρονήσας, τὴν σὴν, ὦ Δέσποτα, προσμένω ῥοπὴν, καὶ τῆς σῆς προνοίας ἐξήρτημαι· σὲ γὰρ οἶδα Δεσπότην τῶν οὐρανῶν. Κατοικεῖν δὲ αὐτὸν ἐν οὐρανῷ ἔφη, οὐχ ὡς τόπῳ περιγραφόμενον, ἀλλ’ ὡς | |
80.1881(50) | τὸν ἀοράτοις δυνάμεσι ταῖς τὸν οὐρανὸν οἰκούσαις | |
ἐπευφραινόμενον. | 1881 | |
80.1884 | βʹ. «Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν.» Καθάπερ γὰρ, φησὶν, οἰ‐ | |
5 | κέται εἰς τὰς τῶν δεσποτῶν ἀποβλέπουσι χεῖρας, ἅτε δὴ τὰς ἀφορμὰς ἐκεῖθεν δρεπόμενοι τοῦ βίου· οὕτω καὶ ἡμεῖς, Δέσποτα, παρὰ σοῦ προσμένομεν λα‐ βεῖν τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Τῆς μέντοι παιδί‐ σκης οὐ ταυτολογῶν ἐμνημόνευσεν, ἀλλὰ τῆς διαθέ‐ | |
10 | σεως δεικνὺς τὴν ἐπίτασιν. Πλέον γὰρ τῶν παίδων αἱ παιδίσκαι, ἅτε δὴ ταῖς δεσποίναις ἐν τοῖς θαλά‐ μοις συνοῦσαι, διηνεκῶς προσέχειν ταύταις εἰώ‐ θασι, καὶ τὴν παρ’ αὐτῶν ποθοῦσιν εὐμένειαν. «Ἕως οὗ οἰκτειρήσαι ἡμᾶς.» Οὐ ῥητῷ γὰρ χρόνῳ | |
15 | τήνδε τὴν ἐλπίδα περιορίζομεν, ἀλλὰ προσμένομεν ἕως ἂν ἀξιωθῶμεν φειδοῦς. γʹ. «Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.» Ὁ διπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως. «Ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως. [δʹ] Ἐπὶ | |
20 | πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν.» Αἰτοῦμεν δὲ, φησὶ, τὸν ἔλεον, οὐχ ὡς ἄξιοι τούτου τυχεῖν, ἀλλ’ ὡς ἐπονεί‐ διστοι λίαν γενόμενοι. «Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.» Ὁ δὲ Σύμ‐ μαχος οὕτως, Ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν ἐπιλα‐ | |
25 | λούντων τῶν εὐθηνούντων, ἐξευτελιζόντων τῶν ὑπερηφάνων. Τῶν γὰρ ἀλαζόνων Βαβυλωνίων ἐπι‐ τωθαζόντων ἡμῖν, καὶ ἐπικερτομούντων, ἡμεῖς ἀνιώ‐ μεθα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· «Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς | |
30 | ὑπερηφάνοις.» Ἀντίστρεψον, φησὶ, τὰ πράγματα, Δέσποτα, καὶ τοῖς ἀλαζονευομένοις νῦν, δι’ ἣν περί‐ κεινται εὐκληρίαν, τὰς ἡμετέρας ἐπάγαγε συμ‐ φοράς. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΓʹ ΨΑΛΜΟΥ. | |
35 | αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἅπαντες οἱ πλησιόχωροι, δυσ‐ χεράναντες τὴν τῶν Ἰουδαίων ἐλευθερίαν, κοινῇ τὸν πρὸς αὐτοὺς ἀνεδέξαντο πόλεμον, καὶ βάρβαρα ἔθνη συναγαγόντες, κατὰ ταυτὸν αὐτοῖς ἐπεστράτευσαν, | |
40 | ἐλπίσαντες καὶ αὐτὴν αὐτῶν κατασβέσειν τὴν μνή‐ μην. Ἀλλὰ πάλιν ὁ τῶν ὅλων Θεὸς τοῖς μὲν οἰκείοις ἐπήρκεσε, τοὺς δὲ πολεμίους κατηκόντισεν ἅπαν‐ τας. Λέγουσι δὲ ταῦτα τῶν προφητῶν οἱ πλείους, καὶ Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίας, καὶ Ζαχα‐ | |
45 | ρίας, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. Ταῦτα καὶ ὁ μακάριος ἐνταῦθα προθεσπίζει Δαβίδ. «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσ‐ ραήλ. [βʹ, γʹ.] Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς. Ἄρα ζῶντας ἂν | |
80.1884(50) | κατέπιον ἡμᾶς.» Μὴ τῇ σφετέρᾳ, φησὶν, ἐπιγρά‐ | |
ψητε δυνάμει τὴν νίκην, Θεὸς γὰρ ταύτης γεγένηται | 1883 | |
80.1885 | χορηγός. Εἴπατε τοίνυν πρὸς ἀλλήλους χορεύοντες, Εἰ μὴ τῆς θείας ἐπικουρίας ἐτύχομεν, τοσούτων καθ’ ἡμῶν δυσμενῶν συνελθόντων, οὐκ ἂν οὐδὲ τα‐ φῆς ἠξιώθημεν, ἀλλὰ καθάπερ ὑπὸ θηρίων ζῶντες | |
5 | ἂν κατεπόθημεν. «Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ’ ἡμᾶς.» Τὸν φθόνον, καὶ τὴν δυσμέ‐ νειαν τῶν ἀστυγειτόνων ἐθνῶν διὰ τούτων ἐδήλωσε. Διεπρίοντο γὰρ τὴν Ἰουδαίων ὁρῶντες ἐλευθερίαν. δʹ, εʹ. Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χεί‐ | |
10 | μαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.» Τροπι‐ κῶς ἅπαντα εἴρηκεν. Ἐπειδὴ γὰρ εἶπεν, «Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς,» δείκνυσι τὴν τοῦ πλή‐ θους ὑπερβολὴν, χειμάῤῥου δίκην προσβάλλοντος, | |
15 | καὶ συγκαλύψαι ἅπαντας προσδοκήσαντος. Ἁρμο‐ δίως δὲ τοῦ χειμάῤῥου τέθεικε τὴν εἰκόνα. Καθάπερ γὰρ ὁ χειμάῤῥους ἐκ πολλῶν ἀθροιζόμενος ὑετῶν σφοδρότερος γίνεται, οὕτως οἱ τηνικαῦτα τῇ Ἱερου‐ σαλὴμ προσβαλόντες ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν | |
20 | συνηθροίσθησαν· ἀλλὰ κατελύθησαν ψήφῳ δικαίᾳ. Τοῦτο γὰρ ὁ προφήτης διδάσκει. ϛʹ. «Εὐλογητὸς ὁ Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Κατὰ ταυτὸν καὶ τὴν ἐκείνων ὠμότητα, καὶ τοῦ Θεοῦ τὴν ἐπικουρίαν | |
25 | ἐδήλωσε· τοὺς γὰρ ὀδόντας τέθεικε, δεικνὺς τὴν ἐκείνων ὠμότητα. ζʹ. «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων.» Εὐγνωμόνως καὶ τὴν οἰκείαν ὁμολογοῦσιν ἀσθένειαν, στρουθῷ σφᾶς αὐ‐ | |
30 | τοὺς ἀπεικάζοντες, καὶ τὴν τοῦ Θεοῦ κηρύττουσι δύναμιν, τῶν πολεμίων δεικνύντες τὸ ἰσχυρόν. Θη‐ ρευτὰς γὰρ ἐκείνους ἀποκαλοῦσιν· διδάσκει δὲ καὶ τῆς σωτηρίας τὸν τρόπον. «Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Οὐ γὰρ μόνης ἀπηλαύσαμεν | |
35 | τῆς σωτηρίας, ἀλλὰ καὶ τῶν ἐχθρῶν τὸν ὄλεθρον εἴ‐ δομεν ηʹ. «Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τούτου χά‐ ριν, πάσης ἀνθρωπίνης καταφρονοῦμεν δυνάμεως, | |
40 | τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν ἐπίκουρον ἔχοντες, οὗ καὶ ἡ προσηγορία ἡμῖν εἰς σωτηρίαν ἀρκεῖ. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΔʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Οἱ τῆς νίκης ἐκείνης τετυχηκότες τὸν ἐπινίκιον ᾄδουσιν ὕμνον, | |
45 | καὶ τῆς εἰς Θεὸν ἐλπίδος κηρύττουσι τὴν ἰσχύν. «Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.» Ὁ τῇ εἰς τὸν Θεὸν ἐλπίδι φραττόμενος, ὡς τὸ Σιὼν ὄρος ἀτρεμὴς μενεῖ, καὶ ἀκλόνητος, ἐπίσημός τε καὶ περίβλεπτος. «Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ | |
80.1885(50) | κατοικῶν Ἱερουσαλήμ.» Τὸν κατοικοῦντα τὴν | 1885 |
80.1888 | Ἱερουσαλὴμ κατὰ τοὺς νόμους τῆς Ἱερουσαλὴμ πο‐ λιτεύεσθαι δεῖ. Τοῖς γὰρ οὕτω κατοικοῦσι, καὶ τῷ σκοπῷ τοῦ νόμου πειθομένοις, τὸ βέβαιον ὁ προφή‐ της ὑπέσχετο. | |
5 | βʹ. «Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὑτοῦ.» Καθάπερ γὰρ τὰ ὄρη τὴν πόλιν κυ‐ κλοῖ, οὕτως ἡ θεία κηδεμονία τὸν εὐσεβῆ περι‐ φράττει λαόν· «Ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Οὐ γὰρ πρόσκαιρος ἡ τοῦ Θεοῦ δύναμις, ἀλλ’ αἰώ‐ | |
10 | νιος, καὶ ταύτης ἀξιοῖ τοὺς τὴν θεραπείαν αὐτοῦ περὶ πολλοῦ ποιουμένους. γʹ. «Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων.» Καὶ τοὺς Ἀσσυρίους ῥάβδον θυμοῦ διὰ Ἡσαΐου τοῦ | |
15 | προφήτου προσηγόρευσεν ὁ Θεὸς, «Οὐαὶ γὰρ, φη‐ σὶν, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ τῆς ὀργῆς μου, ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα, καὶ προνομήν.» Ἀντὶ τοῦ, | |
20 | Καθάπερ τινὶ ῥάβδῳ τοῖς Ἀσσυρίοις κεχρημένος, τοὺς ἀξίους παιδεύω. Λέγει τοίνυν ὁ προφήτης καὶ ἐνταῦθα, ὅτι δικαίᾳ κεχρημένος ψήφῳ τῶν ὅλων ὁ Κύριος, οὐ συγχωρήσει τῶν παρανόμων τὴν ῥάβδον τῇ τῶν δικαίων ἐπενεχθῆναι συμμορίᾳ. Εἶτα καὶ | |
25 | τὴν αἰτίαν διδάσκει. «Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.» Ἵνα μὴ νο‐ μίσαντες, φησὶν, οἱ τοῦ προσήκοντος ἐπιμελού‐ μενοι ἄτακτα εἶναι πάντα καὶ ἀκυβέρνητα, ῥέψωσιν ἐπὶ τὸ χεῖρον, καὶ τὴν ἐντεῦθεν ἑλκύσωσι βλάβην. | |
30 | δʹ. «Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς, καὶ τοῖς εὐ‐ θέσι τῇ καρδίᾳ.» Δείξας τοῦ Θεοῦ τὸ δίκαιον, δι‐ καίαν ποιεῖται τὴν δέησιν· ἱκετεύει γὰρ τῶν ἴσων τυχεῖν τοὺς ἀγαθοὺς ἀντιδόσεων. Τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη· «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσε‐ | |
35 | ται ὑμῖν.» Καί· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» εʹ. «Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνο‐ μίαν.» Τὰς στραγγαλιὰς ὁ μὲν Ἀκύλας διαπλο‐ | |
40 | κὰς ἡρμήνευσε, σκολιότητας δὲ ὁ Σύμμαχος, ὁ δὲ Θεοδοτίων διεστραμμένα. ᾜτησε μέντοι οὐδὲν ἄδι‐ κον ὁ Προφήτης· ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἀγαθῶν ἀπο‐ λαῦσαι, τοὺς δὲ τὴν θείαν καταλιπόντας ὁδὸν, καὶ στραγγαλιαῖς καὶ διαπλοκαῖς κεχρημένους, τὸ κατ‐ | |
45 | άλληλον τέλος εὑρεῖν. «Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.» Ἐκείνων δὲ δεξαμένων τὸν ὄλεθρον, οὗτοι τῆς εἰρή‐ νης ἀπήλαυσαν. Προσήκει μέν τοι εἰδέναι, ὡς ταύ‐ της ἀπήλαυσε τῆς προσηγορίας ὁ Ἰακὼβ τῆς θείας ἀξιωθεὶς θεωρίας. Ὁμωνύμους τοιγαροῦν ἔχει τοὺς | |
80.1888(50) | ὁμοτρόπους, καὶ καθαρὰν πίστιν κεκτημένους καὶ ψυχήν. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, ἀλλ’ οἱ τοῦ Ἰσραὴλ ἀσπαζόμενοι τὴν εὐσέ‐ | |
βειαν. | 1887 | |
80.1889 | ΕΡΜΗΝ. ΤΟΥ ΡΚΕʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ἅπαντας μὲν ὁ Κύρος βασιλεύσας ἐπανελθεῖν Ἰουδαίους προσέταξε, μοχθηρὰν δὲ οἱ πλείους ἔχοντες γνώμην, καὶ εἰς | |
5 | ἅπαντα τοῖς θείοις ἀντιτείνοντες νόμοις, ἐπανελθεῖν οὐκ ἠθέλησαν. Ὅσοι δὲ τῆς προγονικῆς εὐσεβείας ἐπεμελοῦντο, καὶ τῆς κατὰ νόμον λατρείας ἐπεθύ‐ μουν, ἀσπασίως ἐποιήσαντο τὴν ἐπάνοδον. Οὗτοι τοίνυν ἐν τῷδε τῷ Ψαλμῷ τὴν οἰκείαν ἐλευθερίαν | |
10 | ὁρῶντες γεγήθασιν· εὔχονται δὲ ταύτης καὶ τοὺς ὁμοφύλους τυχεῖν. «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημέ‐ νοι.» Τὸ ὡς ἐπιτάσεως ἐνταῦθα σημαντικόν. Πολλῆς, φησὶν, ἀπηλαύσαμεν θυμηδίας, λύσαντος | |
15 | τοῦ Θεοῦ τῆς τιμωρίας τὸν ὅρον, καὶ τὴν ἐλευθερίαν τοῖς αἰχμαλώτοις δωρησαμένου. βʹ. «Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Εὐθὺς γὰρ ὑπὸ τῆς θυμηδίας διαχυθέντες ἐκινήσαμεν εἰς ὑμνῳδίαν τὰς | |
20 | γλώττας. Τὴν γὰρ ἀγαλλίασιν ὁ μὲν Ἀκύλας αἴ‐ νεσιν, ὁ δὲ Σύμμαχος εὐφημίαν, ἡρμήνευσαν. «Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν.» Τοῦτο δὲ ἡμᾶς πολυθρυλλή‐ τους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ | |
25 | Θεοῦ μεγαλουργίαν θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἡμᾶς ἐκείνης δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέν‐ τοι βοῶμεν· γʹ. «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.» Ἄτοπον γὰρ τοὺς μὲν | |
30 | τῆς θείας γνώσεως ἐστερημένους τὴν εἰς ἡμᾶς γε‐ γενημένην θαυμάζειν φιλανθρωπίαν, ἡμᾶς δὲ τοὺς τῆς εὐεργεσίας τετυχηκότας ἀχαριστίαν νοσεῖν. δʹ. «Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ.» Ὧν ἔτυχον ἀγαθῶν, | |
35 | καὶ τοὺς ἄλλους ὁμοφύλους ἀπολαῦσαι ποθοῦσι, καὶ τὸν κοινὸν Δεσπότην ἀντιβολοῦσι μεταδοῦναι τῆς ἐλευθερίας κἀκείνοις, ὥστε χειμάῤῥουν μιμεῖσθαι τῶν ἐπανιόντων τὸ πλῆθος. Νότον δὲ τὴν Ἱερουσα‐ λὴμ καλῶν, ἀπὸ τῆς θέσεως τέθεικε τὴν προσ‐ | |
40 | ηγορίαν· οὕτως αὐτὴν καὶ Ἰεζεκιὴλ, καὶ Ἀββακοὺμ ὀνομάζουσι. Δηλοῖ δὲ καὶ ἕτερον ὁ λόγος. Ὁ γὰρ νότος ἄνεμος ὑγρὸς ὢν, νεφῶν τὸν ἀέρα πληροῖ, καὶ ὄμβρους ἐπάγει σφοδρούς· καὶ μέντοι καὶ τὴν χιόνα πεφυκὼς διαλύειν, ἐμπίπλησι τοὺς χειμάῤῥους ὑδά‐ | |
45 | των. Οὕτω τοιγαροῦν, φησὶ, καὶ τοὺς ἡμετέρους ὁμο‐ φύλους πανταχοῦ διεσπαρμένους κέλευσον ἀθροι‐ σθῆναι, καὶ χειμάῤῥου δίκην τὴν πορείαν ποιή‐ σασθαι. εʹ. «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει | |
80.1889(50) | θεριοῦσι.» Οὐ μάτην δὲ τὰς ἱκετείας ποιούμεθα, ἀλλὰ τοὺς τῶν δακρύων εἰδότες καρπούς. Οἱ γὰρ μετὰ τούτων τὰ σπέρματα καταβάλλοντες, δαψιλῆ | |
τὸν ἀμητὸν ὁρῶντες εὐφραίνονται. | 1889 | |
80.1892 | ϛʹ. «Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλ‐ λοντες τὰ σπέρματα αὑτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν.» Δια‐ φόρως τὴν αὐτὴν διάνοιαν εἴρηκε, τῇ ποικιλίᾳ | |
5 | τῆς διδασκαλίας πλείονα τὴν ὠφέλειαν πραγματευό‐ μενος. ΕΡΜΗΝ. ΤΟΥ ΡΚϛʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν τοῦ Σολομών.» Πά‐ λαι μὲν τὸν θεῖον νεὼν Σολομὼν ᾠκοδόμησε, κα‐ | |
10 | ταλυθέντα δὲ ὑπὸ Βαβυλωνίων Ζοροβάβελ ἀν‐ έστησε. Τοῦτον οἶμαι Σολομῶντα ὀνομάζεσθαι, καὶ ὡς ἐκ Σολομῶντος τὸ γένος κατάγοντα, καὶ ὡς Σο‐ λομῶντος ἀνανεούμενον ἔργον. Οὐδὲ γὰρ τῇ Σολο‐ μῶντος οἰκοδομίᾳ ὁ προφητικὸς ἁρμόττει λόγος, | |
15 | ἀλλὰ τῇ μετὰ τὴν ἐπάνοδον ὑπὸ τοῦ Ζοροβάβελ γε‐ γενημένῃ. Τηνικαῦτα μὲν αὐτοὶ οἰκοδομεῖν ἐπει‐ ρῶντο, διεκώλυον δὲ οἱ γειτονεύοντες, καὶ αὐτοὶ συνεχῶς πολεμοῦντες, καὶ τὴν Περσῶν κατ’ αὐ‐ τῶν ἐρεθίζοντες βασιλείαν. Καὶ ταῦτα ἡ τοῦ | |
20 | Ἔσδρα σαφέστερον διδάσκει γραφή· οἱ περὶ τὸν Ζο‐ ροβάβελ τοίνυν, καὶ Ἰησοῦν τὸν τοῦ Σαλαθιὴλ, καὶ οἱ μετ’ αὐτῶν εὐσεβείᾳ κοσμούμενοι, τήνδε τὴν εἰσ‐ ήγησιν προσφέρουσι τοῦ ψαλμοῦ· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο‐ | |
25 | μοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.» Μηδεὶς μήτε τῶν οἰκο‐ δομούντων, μήτε τῶν φυλαττόντων, τῇ οἰκεία δυνά‐ μει θαῤῥείτω, ἀλλὰ τὴν θείαν ἐπικαλείσθω ῥοπήν. Ταύτης γὰρ συνεργούσης ἑκάτερον ῥᾴδιον· ἀναβαλ‐ | |
30 | λομένου δὲ τοῦ Θεοῦ τὴν βοήθειαν, μάταιος ἡ τῶν ἀνθρώπων σπουδή. βʹ. «Εἰς μάτην ὑμῖν ἐστι τοῦ ὀρθρίζειν, ἐγεί‐ ρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύ‐ νης.» Τὸ ἐγείρεσθε οὐκ ἔστι προστακτικὸν, ἀλλὰ | |
35 | ἀπαρέμφατον. Λέγει δὲ ὅτι πάντα μάταια, τοῦ Θεοῦ τῶν ὅλων μὴ συνεργοῦντος, καὶ τὸ ὀρθρίζειν, καὶ τὸ ἀνίστασθαι, εἴς τε φυλακὴν τῆς πόλεως, καὶ εἰς τὴν προκειμένην οἰκοδομίαν. Διὸ παραινεῖ τοῖς μετ’ ὀδύνης τὸν ἄρτον ἐσθίουσι διὰ τὰς τῶν πολεμίων | |
40 | ἐπαναστάσεις, εἰς τὸν Θεὸν τὰς ἐλπίδας ἔχειν. «Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὑτοῦ ὕπνον. [γʹ.] Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, μισθὸς τοῦ καρποῦ τῆς γαστρός.» Ὕπνον ἐνταῦθα τροπικῶς τὴν ἀνάπαυσιν προσηγόρευσεν· ἀνάπαυλαν δὲ καὶ | |
45 | ὁ ὕπνος τοῖς ἀνθρώποις παρέχει. Τοῦ Θεοῦ τοίνυν, φησὶ, τῆς οἰκείας ἀξιοῦντος κηδεμονίας, δυνησόμεθα τῶν πολεμούντων περιγενέσθαι, καὶ ἀπόνως οἰκοδο‐ μῆσαι, καὶ διάγειν ἀσφαλῶς, καὶ δίχα φροντίδος καθεύδειν, καὶ πλειόνων παίδων γενέσθαι πατέρες | |
80.1892(50) | κατὰ τὴν θείαν ὑπόσχεσιν. Ὑπέσχετο γὰρ ποιήσειν | |
ἡμῶν τὸ γένος, ὡς τὴν ἅμμον τὴν παρὰ τὸ χεῖλος | 1891 | |
80.1893 | τῆς θαλάσσης. Τοῦτο καὶ ἐνταῦθα ἔφη· «Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός·» τουτέστιν, ἡ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις ἡμῖν μισθὸς | |
5 | τοῖς εἰς αὐτὸν ἠλπικόσι δεδώρηται. δʹ. «Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν τετιναγμένων.» Ὁ δὲ Θεοδοτίων, Ὡς βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ νεότητος· κατὰ ταύτην δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος | |
10 | ἡρμήνευσαν. Λέγει δὲ, ὅτι Ἐσόμεθα τῷ Θεῷ πε‐ ποιθότες οὐ μόνον πολλοὶ, ἀλλὰ καὶ δυνατοὶ, οἷόν τινα βέλη παρὰ δυνατοῦ τινος ἐφιέμενα· καὶ οἱ νῦν ἀσθενεῖς, καὶ σφόδρα ταλαιπωρούμενοι (τοῦτο γὰρ δηλοῖ τὸ ἐκτετιναγμένων), ἰσχυροὶ λίαν ἐσόμεθα, | |
15 | τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντες. εʹ. «Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὑ‐ τοῦ ἐξ αὐτῶν.» Τουτέστι τῶν πολεμίων. Οὐ μόνον γὰρ οὐχ ἡττησόμεθα, ἀλλὰ καὶ περιγενησόμεθα τού‐ των, καὶ ζηλωτοὶ παρὰ πᾶσιν ἐσόμεθα. «Οὐ καται‐ | |
20 | σχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτοῦ ἐν πύλαις.» Τουτέστιν, ἡνίκα ἂν πρὸ τῶν πυλῶν τοῖς παρὰ τῶν πολεμίων πεμπομένοις πρέσβεσι διαλεξό‐ μεθα. Τοῦτο δὲ εἶπε κατὰ τὸ παλαιὸν ἔθος· οὐδὲ γὰρ ἐδέχοντο εἴσω τῶν πυλῶν τοὺς πεμπομένους | |
25 | πρέσβεις, ἀλλ’ ἔξω τὰς ὑποκρίσεις ἐποιοῦντο. Διὰ πάντων δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον ἔδειξεν. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΖʹ ΨΑΛΜΟΥ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ὅσων πρόξενον ἀγα‐ θῶν τὸ πεποιθέναι Θεῷ δείξας ἐν τῷ προτεταγμένῳ | |
30 | ψαλμῷ, ἐνταῦθα μακαρίζει τοὺς μετὰ τῆς ἐλπίδος τὸν θεῖον ἔχοντας φόβον, δι’ ὃν καὶ τῆς ἀρετῆς ἡ κτῆσις προσγίνεται. Ἀναγκαῖον δὲ τοῖς τῷ Θεῷ πεπι‐ στευκόσιν ἡ κατὰ Θεὸν πολιτεία· οὗτος γὰρ εὐσε‐ βείας τέλειος ὅρος. | |
35 | αʹ. «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.» Οὐ τὸν ἐκ γένους Ἀβραὰμ, οὐδὲ τὸν ἐκ σπέρματος Ἰσραὴλ, ὁ προφητικὸς ἐμακάρισε λόγος, ἀλλὰ τὸν τῷ θείῳ φόβῳ κοσμούμενον. Τοῦτο καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσι λέγει· «Ἐπ’ ἀληθείας | |
40 | καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργα‐ ζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.» Ὑπέ‐ δειξε δὲ ὁ προφητικὸς λόγος καὶ τοῦ θείου φόβου τὸν χαρακτῆρα. Ἐπήγαγε γάρ· «Οἱ πορευόμενοι ἐν | |
45 | ταῖς ὁδοῖς αὐτοῦ.» Οὐ πᾶς γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρα‐ νοῖς.» Ἴδιον τοίνυν τῶν φοβουμένων τὸν Κύριον, τὸ μὴ βαίνειν ἔξω τῶν θείων ὁδῶν, ἀλλ’ ἐν αὐταῖς | |
80.1893(50) | ποιεῖσθαι τὴν πορείαν διηνεκῶς. | 1893 |
80.1896 | βʹ. «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.» Ὁ δὲ Σύμμαχος, Κόπον χειρῶν σου ἐσθίων· ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ Ἑβδομήκοντα καρποὺς οὐ τὴν ἐπικαρπίαν ἐκάλεσαν, ἀλλὰ τὸ μόριον τῶν χειρῶν. | |
5 | Λέγει δὲ, ὅτι Τῶν ὑπὸ σοῦ σπειρομένων ἀγαθῶν τοὺς καρποὺς τρυγήσεις. Τοῦτο δὲ καὶ ὁ θεῖος Ἀπό‐ στολος ἔφη, «Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει.» —«Μακάριος εἶ σὺ, καὶ καλῶς σοι | |
10 | ἔσται.» Οὐ γὰρ λόγῳ μόνῳ ἔσῃ ζηλωτὸς καὶ περί‐ βλεπτος· ἀλλὰ καὶ ἔργῳ ἕξεις τὴν εὐκληρίαν. γʹ. «Ἡ γυνή σου, ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.» Ἐπειδὴ κατ’ ἐκεῖνον τὸν καιρὸν ταύτην εὐπραξίαν ἐνόμιζον, ὑπισχνεῖται αὐ‐ | |
15 | τοῖς ὁ λόγος καὶ γυναικῶν εὐκαρπίαν, ὥστε ἀμπέ‐ λοις παραβάλλεσθαι τεθηλυίαις, καὶ βριθούσαις τοῖς βότρυσιν. «Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου.» Καὶ ἐν τῷ πεντηκοστῷ καὶ πρώτῳ ψαλμῷ τὸν δίκαιον ἐλαίᾳ παρέβαλεν· «Ἐγὼ γὰρ, | |
20 | ἔφη, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Καὶ ἐνταῦθα τοῦ φοβουμένου τὸν Κύριον τοὺς παῖ‐ δας νεοφύτοις ἐλαιῶν ἀπείκασεν, ὡς τῆς εὐσεβείας τὴν ἀρδείαν, καὶ τὸν καρπὸν τὸν ὥριμον φέροντας, καὶ τὸ φύλλον οὐκ ἀποβάλλοντας, κατὰ τὸν ἐν τῷ | |
25 | πρώτῳ ψαλμῷ μακαριζόμενον ἄνδρα. δʹ. «Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος, ὁ φο‐ βούμενος τὸν Κύριον.» Τρόπου γὰρ ὁ Θεὸς, οὐ γέ‐ νους κριτής. Οὕτω τὸν Ἰὼβ ἐκ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντα στεφάνων ἠξίωσεν· οὕτω τὸν Ἀβιμέλεχ | |
30 | πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν· οὕτω τὸν εὐνοῦ‐ χον, οὕτω τὸν Κορνήλιον, οὕτω πάντα τὰ ἔθνη. εʹ. «Εὐλογήσαι σε Κύριος ἐκ Σιών.» Κατὰ τὴν τότε κατέχουσαν δόξαν. Ἐκεῖ γὰρ οἰκεῖν ὁ Θεὸς νενόμιστο. «Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πά‐ | |
35 | σας τὰς ἡμέρας τῆς ζωῆς σου.» Τοῦτο γὰρ ἰδεῖν ἐπόθουν οἱ ἐκ Βαβυλῶνος ἐπανελθόντες, καὶ τῆς πόλεως τὴν ἐρημίαν ὁρῶντες. ϛʹ. «Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.» Εὐλογία μεγάλη νενόμιστο εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ παῖδας | |
40 | ἰδεῖν. Συμβαινούσας τοίνυν ταῖς γνώμαις ὁρίζει τὰς εὐλογίας· ὅτι δὲ οὐκ ἐν τούτοις εἶδε τῶν ἀγαθῶν τὴν κτῆσιν, ὁ μακάριος Ἡσαΐας ἐδίδαξε· «Μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, ὅτι τάδε λέ‐ γει Κύριος· Τοῖς εὐνούχοις τοῖς φυλαττομένοις τὰ | |
45 | Σάββατά μου, καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου, τόπον ὀνομαστὸν, καὶ ὄνομα ἀγαθὸν, κρεῖττον υἱῶν καὶ θυ‐ γατέρων.» —«Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.» Πάλιν ἐπεύ‐ χεται τῷ Ἰσραὴλ εἰρήνην. Ἀληθὴς δὲ εἰρήνη | |
80.1896(50) | ἡ πρὸς Θεὸν εἰρήνη. ὁ δὲ σαρκικὸς Ἰσραὴλ | |
ἐκείνης ἐκπεσὼν, καὶ τῆς ἄλλης ἐστέρηται. | 1895 | |
80.1897 | ΕΡΜΗΝ. ΤΟΥ ΡΚΗʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Καὶ οὗτος ὁ ψαλμὸς πρόῤῥησιν ἔχει τῶν μετὰ τὴν ἐπάνοδον ἐπαναστάν‐ των Ἰουδαίοις ἐθνῶν· καὶ διδάσκονται λέγειν. | |
5 | Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· εἰπάτω δὴ Ἰσραήλ. [βʹ.] Πλεονάκις ἐπολέμησάν με ἐκ νεότη‐ τός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.» Νεότητα καλεῖ τὴν ἐν Αἰγύπτῳ διαγωγὴν, καὶ τὴν ἐκεῖθεν ἀπαλλαγήν. Καὶ τὸν εὐεργέτην ὑμνῶν, τὰς θείας | |
10 | ἀπαριθμεῖται χάριτας, ὅτι Ἄνωθεν καὶ ἐξ ἀρχῆς πολλοί μοι δυσμενεῖς ἐπανέστησαν, καὶ παντοδαποῖς με περιβαλεῖν κακοῖς ἐπειράθησαν· διὰ δὲ τῆς θείας ἐπικουρίας διέφυγον τὰς ἐκείνων ἐπιβουλάς. Ἀλη‐ θέστερον μέντοι ταῦτα τῷ νέῳ ἁρμόττει λαῷ, πολλὰς | |
15 | μὲν δεξαμένῳ προσβολὰς πολεμίων, πάντων δὲ περι‐ γενομένῳ, καὶ τοὺς πολεμίους προσκυνητὰς ἀποφή‐ ναντι. γʹ. «Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρ‐ τωλοί.» Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἠροτρία‐ | |
20 | σαν ἡρμήνευσαν. Δηλοῖ δὲ ὁ λόγος τὰς μάστιγας, καὶ τὰς αἰκίας, τὰς τοῖς νικηφόροις μάρτυσιν ἐπενεχθεί‐ σας ὑπὸ τῶν δυσσεβῶν. Ταῦτα δὲ καὶ οἱ περὶ τὸν μακάριον ὑπέμειναν Δανιὴλ, καὶ οἱ θαυμάσιοι Ἀνα‐ νίας, Ἀζαρίας καὶ Μισαὴλ, καὶ ἐπὶ Ἀντιόχου οἱ | |
25 | Μακκαβαῖοι. «Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.» Ὁ δὲ Ἀκύλας ἐμήκυναν, ὁ δὲ Σύμμαχος παρέτει‐ νον κακοῦντες· ἀντὶ τοῦ, Ἐπέμειναν μέχρι πολλοῦ μοι πολεμοῦντες, καὶ τὴν οἰκείαν αὔξοντες ἀνο‐ μίαν. | |
30 | δʹ. «Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρ‐ τωλῶν.» Τοὺς αὐχένας, βρόχους ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν· ὁ δὲ Θεοδοτίων κλοιούς· πάντα δὲ ἀληθῆ. Καὶ γὰρ οὓς κατεσκεύασαν τοῖς ἁγίοις βρόχους, κατέκοψεν ὁ τούτων Θεὸς, καὶ τοὺς | |
35 | περιταθέντας αὐτοῖς κλοιοὺς συνέτριψε, καὶ αὐ‐ τοὺς τῶν ἁμαρτωλῶν τοὺς αὐχένας συνέκοψεν. εʹ. «Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.» Διαμάρτοιεν, φησὶ, τῶν πονηρῶν ἐγχειρημάτων, καὶ τράποιντο | |
40 | εἰς φυγὴν οἱ τὴν Σιὼν πολεμοῦντες. ϛʹ, ζʹ. «Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὑτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὑτοῦ ὁ τὰ δράγματα συλλέγων.» Ἔνια τῶν ἀντιγράφων | |
45 | οὐκ, ἐξηρανθῆναι, ἔχει, ἀλλὰ, ἐκσπασθῆναι· ὃ καὶ ἐπὶ τῶν ληΐων γινόμενον ὁρῶμεν ἀεί. Οὐδεὶς γὰρ ὑγρὸν ὄντα τὸν ἄσταχυν θερίζειν ἀνέχεται, ἀλλὰ μένει πεπανθῆναι, καὶ διαυανθῆναι, καὶ τότε τὴν δρεπάνην ἐπάγει. Ἡ δὲ ἐπὶ τῶν δωμάτων φυομένη | |
80.1897(50) | πόα, πρὶν βλαστῆσαι καρπὸν, τῇ τοῦ ἡλίου ξηραί‐ νεται προσβολῇ· τούτοις τῶν πολεμίων τὰς ἐγχει‐ ρήσεις ἀπεικασθῆναι παρακαλεῖ, καὶ ταύταις παρα‐ | |
πλησίως ἄωρον δέξασθαι τέλος. | 1897 | |
80.1900 | ηʹ. «Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ἐν ὀνόματι Κυρίου.» Οἱ τὰ κομῶντα θεώμενοι λήϊα, θαυμάζειν εἰώθασι τὴν γεωργῶν ἐπιμέλειαν, καὶ εὐλογοῦσι παριόντες | |
5 | τοὺς τὰ τοιαῦτα θερίζοντας· τοῖς δὲ τῶν δωμάτων τὸν χόρτον συλλέγουσιν, οὐδεὶς τοιοῦτο οὐδὲν ἐπ‐ εφθέγξατο πώποτε. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΘʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Τῶν δικαίων χορὸς | |
10 | ταύτην τῷ Θεῷ τὴν ἱκετείαν προσφέρει· μαρτυρεῖ δὲ καὶ αὐτὸ τοῦ ψαλμοῦ τὸ προοίμιον. «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.» Ἀντὶ τοῦ, Κάτωθεν καὶ ἐξ αὐτῆς τῆς καρδίας ἀναπέμπω τὴν ἱκετείαν. Τῶν γὰρ μόνοις κεχρημένων τοῖς χείλεσιν ἡ θεία κατηγο‐ | |
15 | ρεῖ Γραφή. Καὶ νῦν μέν φησιν ὁ προφήτης Ἱερε‐ μίας πρὸς τὸν τῶν ὅλων Θεόν· «Ἐγγὺς εἶ στόμα‐ τος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν·» νῦν δὲ αὐτὸς ὁ Θεὸς διὰ Ἡσαΐου τοῦ προφήτου Ἰουδαίων κατηγορεῖ λέγων· «Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, | |
20 | τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ.» Οἱ δὲ νῦν ἱκε‐ τεύοντες ἀπὸ τοῦ βάθους τῆς καρδίας τὴν εὐχὴν ἀνα‐ πέμπουσι. βʹ. «Κύριε, εἰσάκουσον τῆς φωνῆς μου, γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς | |
25 | μου.» Καὶ ἀνθρωπίνως τοῖς λόγοις χρησάμενος, οἶδε τὸ θεῖον ἀσώματον· τὴν γὰρ ἀκουστικὴν ἐνέρ‐ γειαν καὶ ὀπτικὴν προσηγόρευσεν. Ἡμῶν γὰρ οἱ ὀφθαλμοὶ τὴν ὀπτικὴν ἔχουσι δύναμιν, τὰ δὲ ὦτα τὴν ἀκουστικὴν ἐνέργειαν ἐπιστεύθη. Ὁ δὲ Θεὸς ἧ | |
30 | ἀκούει, ταύτῃ καὶ βλέπει, καὶ ᾗ βλέπει, ταύτῃ καὶ ἀκούει. γʹ. «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε.» Ὁ τῶν δικαίων χορὸς ἱκετεύει τὸν Κύριον μὴ ταῖς ἁμαρτίαις μετρῆσαι τὰς τιμωρίας. Οὕτω καὶ οἱ περὶ | |
35 | τὸν μακάριον Ἀνανίαν τοῦ λαοῦ τὰς παρανομίας τῷ προσώπῳ ἑαυτῶν περιέθεσαν. «Κύριε, τίς ὑποστή‐ σεται;» Ἐὰν γὰρ δικαίως τὰ τῆς δίκης κατάσχῃς ζυγὰ, τίς ἱκανὸς τὴν ὑπὸ ταύτης ἐκφερομένην ψῆ‐ φον ὑπενεγκεῖν; ἀνάγκη γὰρ πάντας ὑπομεῖναι τὸν | |
40 | ὄλεθρον. δʹ. «Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ἔχεις φιλ‐ ανθρωπίαν τῇ δικαιοσύνῃ συνεζευγμένην, καὶ ταύτῃ μᾶλλον πέφυκας, ἢ ἐκείνῃ κεχρῆσθαι. «Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν | |
45 | ἡ ψυχή μου εἰς τὸν λόγον σου.» Ἀντὶ τοῦ ὀνόματος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φόβον ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος νόμον. Δήλη δὲ ὅμως τοῦ ῥητοῦ ἡ διάνοια. Λέγει γὰρ, ὅτι Ταύτην εἰδώς σου τὴν ἀγα‐ θότητα (οἷον γάρ τινι νόμῳ κέχρησαι τῷ ἐλέῳ), τὰς | |
80.1900(50) | χρηστοτέρας ἐλπίδας οὐκ ἀπαγορεύω, ἀναμένων τῶν | 1899 |
80.1901 | ἀγαθῶν τὴν ὑπόσχεσιν. Λόγον γὰρ ἐνταῦθα τὴν ἀγαθὴν ὑπόσχεσιν κέκληκε· φιλανθρωπίαν δὲ τοῖς μετανοοῦσιν ὑπέσχετο. εʹ. «Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, ἀπὸ | |
5 | φυλακῆς πρωΐας μέχρι νυκτός.» Ἀντὶ τοῦ, διὰ πά‐ σης ἡμέρας· φυλακὴ γὰρ πρωΐα ἡ τελευταία ὥρα τῆς νυκτός· οἱ γὰρ τελευταῖοι φύλακες μέχρι ἐκεί‐ νου φυλάττουσι τοῦ καιροῦ. ϛʹ. «Ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ | |
10 | ἐπὶ τὸν Κύριον.» Οὐκ ἀρκοῦνται οἱ δίκαιοι μό‐ νον τῆς εἰς Θεὸν ἐλπίδος ἔχειν τὸν πλοῦτον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὴν ὁμοίαν κτῆσιν προτρέπουσι, καὶ τὸ ἐντεῦθεν φυόμενον δηλοῦσι κέρδος. | |
15 | ζʹ. «Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις.» [Φιλοικτίρμων γὰρ καὶ φιλ‐ άνθρωπος ὁ Δεσπότης, καὶ τοῖς μεταμελομένοις παρέχει τὴν σωτηρίαν.] ηʹ. «Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν | |
20 | τῶν ἀνομιῶν αὐτοῦ.» Πρόῤῥησιν ὁ λόγος ἔχει τὴν κατὰ τὸν Δεσπότην. Αὐτὸς γάρ ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὕτω καὶ ὁ θεῖος ἔφη Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον· «Τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, | |
25 | ὅτι αὐτὸς σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» ΕΡΜΗΝ. ΤΟΥ ΡΛʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ταπεινοφροσύνην ὁ προφητικὸς ἐκπαιδεύει λόγος, καὶ τῶν ταύτης ἐρα‐ | |
30 | στῶν εἰσάγει τὸ πρόσωπον προσευχομένων, καὶ τὸν Θεὸν λιπαρούντων. «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου.» Τῆς καρδίας τὸ ὕψος οὐ μόνοις τοῖς δυσσε‐ βέσιν, ἀλλὰ καὶ τοῖς ἁγίοις λυμαίνεται. Καὶ διδάσκει τῶν Παραλειπομένων ἡ ἱστορία περὶ τοῦ Ἐζεκίου | |
35 | τοῦ εὐσεβοῦς λέγουσα βασιλέως, «Ὅτι ἐταπεινώθη ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ.» Διὰ τοῦτο καὶ ὁ Κύριος τοῖς ἱεροῖς αὑτοῦ παραινεῖ μαθηταῖς λέγων· «Πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυ‐ τὸν ταπεινωθήσεται.» —«Οὐδὲ ἐμετεωρίσθησαν οἱ | |
40 | ὀφθαλμοί μου.» Ἴδιον τῶν ὑπερηφάνων τὰς ὀφρῦς ἐπαίρειν, καὶ τὴν γνάθον φυσᾷν, καὶ πάντων ὑπερ‐ φρονεῖν. Οἱ δὲ τοῦ πάθους ἀπηλλαγμένοι, οὐχ ὡς ἀγνοοῦντα διδάσκουσι τοῦτο τὸν κριτὴν, ἀλλ’ ὡς εἰδότα καλοῦσιν εἰς μαρτυρίαν. «Οὐδὲ ἐπορεύθην | |
45 | ἐν μεγάλοις.» Ὁ δὲ Σύμμαχος, ἐν μεγαλειότησιν· ὁ δὲ Ἀκύλας, ἐν μεγαλωσύναις. «Οὐδὲ ἐν θαυ‐ μασίοις ὑπὲρ ἐμέ.» Ὁ δὲ Σύμμαχος, Οὐδὲ ἐν ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Ἀντὶ τοῦ, Ἐμαυτὸν ἐμέ‐ τρουν, καὶ τοῖς ὑπερβάλλουσί μου τὴν ἀξίαν οὐκ | |
80.1901(50) | ἐπεχείρησα. | 1901 |
80.1904 | βʹ. «Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὑτοῦ, ὣς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.» Ὁ δὲ Σύμμαχος, Εἰ μὴ ἐξίσωσα, καὶ ὡμοίω‐ | |
5 | σα τὴν ψυχήν μου ἀπογαλακτισθέντι πρὸς μητέρα αὑτοῦ, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Εἰ μὴ παραπλησίως, φησὶ, βρέφει νῦν ἀπαλ‐ λαγέντι θηλῆς, καὶ τὴν μητέρα δειμαίνοντι, ἔδεισά σε, καὶ ἐμαυτόν σοι ὑπέταξα, ἀλλὰ ὑψηλὴν ἔσχον | |
10 | διάνοιαν, τῆς αὐτῆς ἀντιδόσεως τυχεῖν ἀξιῶ. γʹ. «Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.» Ἔδειξεν ὁ προφητικὸς λόγος, τίνος χάριν ἐποιήσατο τὴν τῶν κατορθωμάτων διήγησιν. Οὐ γὰρ ἑαυτοὺς σεμνύνοντες τὴν οἰκείαν | |
15 | διεξίασιν ἀρετὴν, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν ἴσον δι‐ εγείραντες ζῆλον. Διὸ πάντα τὸν Ἰσραὴλ τῆς αὐτῆς ἐλπίδος ἔχεσθαι παρεκάλεσαν, καὶ διηνεκῶς ταύτην ἔχειν, καὶ τοὺς ἐκ ταύτης φυομένους συλλέγειν καρπούς. | |
20 | ΕΡΜΗΝ. ΤΟΥ ΡΛΑʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Πολλὴν ὁ ψαλμὸς οὗτος πρὸς τὸν ὀγδοηκοστὸν ὄγδοον ἔχει συγγένειαν. Καὶ γὰρ ἐνταῦθα κἀκεῖ τὸν τῶν ὅλων Θεὸν ἱκετεύου‐ σιν οἱ ἐν Βαβυλῶνι δορυάλωτοι, τὰς πρὸς τὸν μέγαν | |
25 | Δαβὶδ ὑπ’ αὐτοῦ γεγενημένας ὑποσχέσεις ἀνθ’ ἱκετη‐ ρίας προσφέροντες, καὶ τυχεῖν ἀξιοῦντες συγγνώμης. Ἔχει δὲ καὶ πρόῤῥησιν τοῦ κατὰ σάρκα βλαστήσαν‐ τος ἐκ γένους Δαβὶδ τῆς οἰκουμένης Σωτῆρος. «Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ, καὶ πάσης τῆς πραό‐ | |
30 | τητος αὐτοῦ.» Ἐπειδὴ πολλὰ πεπλημμεληκότες ἡμεῖς πάσης ἐστερήμεθα παῤῥησίας, ἱκετεύομέν σε, Δέσποτα, τοῦ Δαβὶδ ἀναμνησθῆναι, καὶ τῆς ἐκείνου πραότητός τε καὶ εὐσεβείας. Ταύτης δὲ καὶ ὁ προτε‐ ταγμένος ψαλμὸς ἐμνημόνευσε, καὶ σαφῶς ἐδίδαξε | |
35 | τὴν τοῦ φρονήματος αὐτοῦ μετριότητα. βʹ—εʹ. «Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου | |
40 | νυσταγμόν. Καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» Ταῦτα σαφέστερον ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Πρῶτον μὲν γὰρ ἱκέτευσεν αὐτὸς τὸν θεῖον οἰκοδομῆσαι νεών. Ἐπειδὴ δὲ διὰ τοῦ προφήτου | |
45 | Νάθαν ἐκώλυσεν ὁ Θεὸς, καὶ τὴν ὑπὸ τοῦ Σολο‐ μῶντος ἐσομένην οἰκοδομίαν προείρηκεν, ἀνεβάλετο μὲν τὴν οἰκοδομίαν, οὐκ ἠσπάσατο δὲ ῥᾳστώνην· ἀλλὰ καὶ χρυσὸν, καὶ ἄργυρον, καὶ σίδηρον, καὶ χαλκὸν, καὶ ξύλα, καὶ λίθους συνήγαγε. Καὶ ταῦτα, | |
80.1904(50) | ὡς ἔφην, ἅπαντα ἡ βίβλος ἐκείνη διδάσκει τοὺς | |
ἐντυχεῖν βουλομένους. | 1903 | |
80.1905 | ϛʹ. «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις. τοῦ δρυμοῦ.» Ἱκέτευεν οἰκοδομῆσαι ναὸν τῷ Θεῷ· ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ νεὼν ἑαυτῷ | |
5 | ἔμψυχόν τε καὶ λογικὸν οἰκοδομήσειν ὑπέσχετο. Διό φησιν ἡ προφητεία· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐ‐ φραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.» Ἐφραθὰ δὲ ἡ νῦν καλουμένη Βηθλεὲμ ὠνομάζετο. Ἐκεῖ γὰρ ὁ Δεσπότης ἐτέχθη Χριστὸς, ὃς τοῖς | |
10 | Ἰουδαίοις τὸ οἰκεῖον σῶμα ὑποδείξας ἔφησε· «Λύσατε τὸν ναὸν τοῦτον.» Δρυμοῦ δὲ πεδία καλεῖ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τὸν τόπον, ἔρημον ὄντα, καὶ οἰκοδομίαν οὐκ ἔχοντα. Ἐκεῖ γὰρ τὸν ὀλοθρευτὴν ἄγγελον διὰ τῆς πρὸς Θεὸν ἱκετείας ἐπισχὼν ὁ μέγας | |
15 | Δαβὶδ, καὶ βωμὸν ἔστησε, καὶ θυσίαν προσήνεγκε, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ νεὼ ἀφιέρωσεν. Ἐπειδὴ δὲ δύο σκηναὶ, ἡ μὲν ἐκ λίθων καὶ ξύλων, ἡ δὲ ἐκ σώματος καὶ ψυχῆς, καὶ ἡ μὲν ἐν Ἱεροσολύμοις ὑπὸ Σολομῶντος ἐγένετο, τὴν δὲ ἐν τῇ Βηθλεὲμ τοῦ | |
20 | παναγίου Πνεύματος ἡ χάρις ἐξύφηνεν· οἱ τηνικαῦτα δὲ εὐσεβεῖς τὴν μὲν ἑώρων, τὴν δὲ προσεδόκων· εἰκότως ὁ προφητικὸς λόγος ἔφη· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ,» τουτέστιν, ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου γενησομένην. «Εὕρομεν αὐτὴν ἐν τοῖς | |
25 | πεδίοις τοῦ δρυμοῦ,» τὴν ὑπὸ τοῦ Σολομῶντος κατὰ τὴν τοῦ Πνεύματος οἰκοδομηθεῖσαν ὑπόσχεσιν. ζʹ. «Εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.» Τὸν χρόνον ἐνήλλαξε. Λέγουσι δὲ, ὅτι Ἐκεῖ | |
30 | εἰσιόντες προσκυνοῦμεν, θείας ἐπιφανείας τὸν νεὼν ἠξιῶσθαι πιστεύοντες. Ταύτην γὰρ ἔχει διάνοιαν τὸ, «Οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.» Οὐκ ἀσώματον γὰρ μόνον, ἀλλὰ καὶ ἀπερίγραφον τὸ Θεῖον εἶναι πιστεύο‐ μεν. Σωματικώτερον δὲ ἡ θεία περὶ αὐτοῦ Γραφὴ | |
35 | διαλέγεται, ταῖς ἀνθρωπίναις ἀκοαῖς μετροῦσα τοὺς λόγους. ηʹ. «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.» Ἀνάστασιν τοῦ Θεοῦ καλοῦσι τὴν κατὰ νόμον λα‐ τρείαν, οὐ ταύτης δεομένου, [οὐδὲ ταύτῃ ἐπιτερ‐ | |
40 | πομένου,] ἀλλὰ τῶν προσφερόντων τὴν εὐσέβειαν ἀσπαζομένου· καὶ παρακαλοῦσι δὲ αὖθις αὐτοῦ τὴν χάριν ἐπιφανῆναι, καὶ τὴν προτέραν δοῦναι τῷ ναῷ περιφάνειαν. «Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. «Ἐπειδὴ ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἡ κιβω‐ | |
45 | τὸς ἔκειτο τὰς πλάκας ἔχουσα τοῦ νόμου, ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, δι’ ἐκείνου δὲ τῷ ἀρχιερεῖ μηνύματά τινα τῆς θείας ἐπιφανείας ἐγίνετο, εἰκό‐ τως ἐμνημόνευσε τῆς κιβωτοῦ. Ὁ Θεὸς γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, κατὰ τὴν τοῦ μακαρίου | |
80.1905(50) | Παύλου φωνὴν, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. | |
Οὕτω δὲ καὶ ὁ σοφὸς προσηύξατο Σολομών· «Εἰ ὁ | 1905 | |
80.1908 | οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι.» Τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων ἔφη Θεός· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς | |
5 | καταπαύσεώς μού ἐστιν;» θʹ. «Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.» Τούτου, φησὶ, γινομέ‐ νου, καὶ ᾠκοδομημένου τοῦ οἴκου, καὶ τῆς κιβωτοῦ πάλιν τιθεμένης ἐν τοῖς ἀδύτοις, οἱ μὲν ἱερεῖς τὴν | |
10 | κατὰ νόμον ἐπιτελοῦντες λατρείαν δικαιωθήσονται, οἱ δὲ τῆς μὲν ἱερατικῆς οὐ μετειληφότες ἀξίας, εὐσεβείας δὲ ὅμως πεφροντικότες, πάσης εὐφροσύνης πλησθήσονται. ιʹ. «Ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς | |
15 | τὸ πρόσωπον τοῦ Χριστοῦ σου.» Χριστὸν ἐνταῦθα τὴν βασιλείαν καλεῖ. Καὶ ἐπειδὴ δυσσεβεῖς οἱ τηνι‐ καῦτα αὐτῶν ἦσαν βασιλεῖς, διὰ τὸν Δαβὶδ ἀξιοῦσι μὴ ἀποσβῆναι τῆς βασιλείας τὸ γένος. Εἶτα τῶν γεγενημένων ἀναμιμνήσκουσι ὑποσχέσεων. | |
20 | ιαʹ. «Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.» Ἀψευδὴς, φησὶν, ὁ ὑποσχό‐ μενος, καὶ ἀληθείας ὑπάρχει πηγὴ, καὶ τῶν ἀδυ‐ νάτων μὴ πέρας λαβεῖν τὴν ὑπόσχεσιν. «Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Μία | |
25 | μὲν ὑπόσχεσις αὕτη, καὶ τὸ πέρας ἐδέξατο. Οὐ γὰρ μόνος Σολομὼν, ἀλλὰ καὶ οἱ ἐκ Σολομῶντος, τῶν βα‐ σιλικῶν ἠξιώθησαν θρόνων. Τὸ δὲ τέλος τῆς ὑπο‐ σχέσεως ὁ Δεσπότης Χριστὸς ἐβεβαίωσε, τοῦ Δαβὶδ κρατύνας τὴν βασιλείαν. Τοῦτο γὰρ καὶ ὁ μακάριος | |
30 | προεθέσπισεν Ἡσαΐας· «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγε‐ λος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια‐ στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος, | |
35 | ἀμήν.» Καὶ μετ’ ὀλίγα· «Ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον.» Ταύτην μὲν, ὡς ἔφην, τὴν ὑπόσχεσιν ὁ Δεσπότης Χριστὸς ἐβεβαίω‐ σε· τὴν μέντοι ἑτέραν οὐκ ἀόριστον δέδωκεν ὁ | |
40 | Θεός. ἔφη δὲ οὕτως· ιβʹ. «Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.» Ἡ μὲν οὖν τοῦ Δεσπότου ἐπαγγελία | |
45 | τοιαύτη, ἡ δὲ ἐκείνων παρανομία τῆς βασιλείας τὸν δρόμον διέκοψεν.» Εὐθὺς γὰρ ὁ Σολομὼν ἐκπεσὼν εἰς ἀσέβειαν τὴν θείαν ὀργὴν ἐπεσπάσατο. Οὗ δὴ χάριν ὁ θρόνος ἐτυραννήθη, καὶ ἑτέρου αἱ δέκα φυ‐ λαὶ βασιλείαν ἐδέξαντο· χρόνῳ δὲ ὕστερον καὶ αἱ | |
80.1908(50) | δύο φυλαὶ τῆς Δαβιτικῆς ἐγυμνώθησαν βασιλείας. ιγʹ. «Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.» Ἄνωθεν, φησὶν, ὦ Δέσποτα, ταύτην τῶν ἄλλων προετίμησας πόλεων, | |
καὶ οἰκεῖον ἀπέφηνας οἰκητήριον. | 1907 | |
80.1909 | ιδʹ. «Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος.» Ταῦτα, φησὶ, σὺ εἶπας, ὦ Δέσποτα, καὶ ὑπέσχου ἐπ‐ αναπαύεσθαι τῇ Σιὼν ἀεί. Καὶ τοῦτο δὲ τετύχηκε πέρατος. Εἰ γὰρ καὶ ὁ παλαιὸς νεὼς ἔρημος διὰ τὴν | |
5 | Ἰουδαίων μανίαν ἐγένετο, ἀλλ’ οὖν ἐκεῖ πάλιν, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία διὰ τῆς θείας ἠξίωτο χάριτος· καὶ ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχουσιν ἅπαντες τὴν ἐν ἐκείνοις ἀναβλύζουσαν εὐλογίαν ἀρύσασθαι. «Ὧδε | |
10 | κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Καὶ τοῦτο τέλους τετύχηκε, καὶ ἐναλλαγή τις τῶν οἴκων ἐγένετο. Καὶ ὁ προφητικὸς δὲ λόγος τῆς Σιὼν ἐμνη‐ μόνευσεν. Ἐν ἐκείνῃ δὲ καὶ ὁ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως τόπος. | |
15 | ιεʹ. «Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω.» Ὁ δὲ Σύμμαχος, Τὴν σίτησιν αὐτῆς εὐλογῶν εὐλο‐ γήσω. Τουτέστι, τῶν ἀγαθῶν αὐτοῖς ἁπάντων παρ‐ έξω τὴν ἀφθονίαν. «Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων.» Παρέξω δὲ καὶ τοῖς δεομένοις τῶν ἀναγ‐ | |
20 | καίων τὴν χρείαν. ιϛʹ. «Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.» Ἣν ἄνω δικαιοσύνην ἐκάλεσεν, ἐνταῦθα σωτηρίαν ὠνό‐ μασε. Δικαιοσύνης γὰρ σωτηρία καρπός. «Καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.» Οἱ δὲ τῆς | |
25 | εὐσεβείας ἐρασταὶ πάσης γενήσονται θυμηδίας ἀνά‐ πλεοι. ιζʹ. «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ.» Τὸ μὲν οὖν πρόχειρον νόημα τὸν Ζοροβάβελ δηλοῖ. Ἐπειδὴ δὲ οὔτε εἰς ἐκγόνους, οὔτε μὴν εἰς παῖδας, τὴν ἡγε‐ | |
30 | μονίαν παρέπεμψεν, οὐκ ἄν τις αὐτὸν εἰκότως ὀνο‐ μάσει κέρας, ὀλίγον ἡγεμονεύσαντα χρόνον. Τὸ γὰρ κέρας ἰσχυρόν τι δηλοῖ καὶ μόνιμον. Ἐπειδὴ δὲ τῷ Ζοροβάβελ οὐχ ἁρμόττει ἡ προφητεία, ὁ λόγος τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν προθεσπίζει. | |
35 | Οὕτω δὲ καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσιν ἔφη· «Προφήτης ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστῆσαι τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθ‐ ίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησεν περὶ | |
40 | τῆς ἀναστάσεως αὐτοῦ.» «Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Λύχνον πάλιν ὁ προφητικὸς λόγος τὸν ἐκ Δαβὶδ ὀνομάζει ναὸν, τὸ τῆς θεότητος ὑποδε‐ ξάμενον φῶς. ιηʹ. «Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ | |
45 | δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.» Τῆς μὲν οὖν αἰσχύνης μάρτυρες Ἰουδαῖοι, τὴν ἔχθραν ἀσπα‐ σάμενοι, καὶ τὴν αἰσχύνην δρεψάμενοι. Τὸ δὲ ἁγία‐ σμα, αἱ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, σῶμα μὲν τοῦ Δεσπότου Χριστοῦ χρηματίζουσαι, | |
80.1909(50) | τῆς ἁγιωσύνης τὰς πηγὰς παρ’ αὐτοῦ κομιζόμεναι. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΒʹ ΨΑΛΜΟΥ. | |
αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ἐπὶ τοῦ Ῥοβοὰμ | 1909 | |
80.1912 | διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα τῷ Ἱεροβοὰμ ἠκολούθησαν, αἱ δὲ δύο τὴν Δαβιτικὴν ἠσπάσαντο βασιλείαν. Μετὰ μέντοι τὴν ἀπὸ Βαβυλῶνος ἐπάν‐ οδον, καὶ πάλιν συνῆλθον, καὶ τὴν συμφωνίαν ἠγά‐ | |
5 | πησαν, καὶ μίαν ἔσχον ἡγεμονίαν, καὶ κοινὴν τὴν κατὰ νόμον ἐπετέλουν λατρείαν. Ταῦτα τοίνυν οὗτος ὁ ψαλμὸς προθεσπίζει. «Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Δι’ αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων, ὡς | |
10 | οὐδὲν τῆς ἀδελφικῆς θυμηρέστερον συμφωνίας. Ἀδελφοὺς δὲ καλεῖ τὰς φυλὰς, ἐπειδὴ καὶ οἱ τού‐ των ἐπώνυμοι φύλαρχοι ἑνὸς ὑπῆρχον παῖδες πα‐ τρός. βʹ. «Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ | |
15 | πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών.» Τὸ ἀρχιερα‐ τικὸν ἔλαιον ἐκ διαφόρων ἡδυσμάτων συνέκειτο· ἀλλ’ οὐδὲν ἐκείνων αὐτὸ καθ’ ἑαυτὸ τοσαύτην εὐοσ‐ μίαν ἠφίει, ἡ δὲ πάντων μίξις καὶ κρᾶσις πλεί‐ στην ὅσην τὴν εὐωδίαν εἰργάζετο. Τούτῳ τὴν ἀδελ‐ | |
20 | φικὴν εἰκότως συμφωνίαν ἀπείκασεν. Ἡ γὰρ τῶν πλειόνων κατορθωμάτων συνεισφορὰ τῆς τελείας ἀρετῆς τὴν εὐοσμίαν ἐργάζεται. «Τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ.» Ἐκείνῳ, φη‐ σὶν, ἔοικε τῷ μύρῳ τῆς ἀγάπης τὸ χάρισμα, ὃ | |
25 | κατεχεῖτο μὲν τῆς τοῦ Ἀαρὼν κεφαλῆς, οὐ μέχρι δὲ μόνου τοῦ γενείου κατῄει, ἀλλ’ αὐτοῦ τοῦ χι‐ τῶνος τὸ περὶ τὸ στῆθος ἡγίαζε. Ὦαν γὰρ ἐκάλε‐ σεν, ὃ καλοῦμεν περιτραχήλιον. Τοῦτο δὲ καὶ Ἀκύλας στόμα ἐνδυμάτων εἴρηκε. Καθάπερ τοίνυν | |
30 | ἀπὸ τῆς κεφαλῆς διὰ τοῦ γενείου μέχρι τῆς ἐσθῆ‐ τος τὸ ἱερὸν διατρέχον μύρον τῆς εὐοσμίας τὸν ἱερέα ἐπλήρου, οὕτως ἀπὸ τῆς ἀρχῆς μέχρι τῶν ὑπηκόων ἡ ἀπὸ τῆς συμφωνίας ὠφέλεια χωρεῖ. γʹ. «Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ | |
35 | ὄρη Σιών.» Πάλιν εἰς ἑτέραν εἰκόνα μετέβη, τῆς συμφωνίας διδάσκων τὸ χρήσιμον· καὶ ταύτην ἔφη‐ σεν ἐοικέναι τῇ δρόσῳ, τῇ ἀπὸ τοῦ Ἀερμὼν τῇ Σιὼν ἐπιφερομένῃ. Τοσαύτη δὲ αὕτη, ὡς καὶ στα‐ γόνας τοὺς κεράμους ἐκπέμπειν. Τὸ δὲ Ἀερμὼν· | |
40 | ὄρος ἐστὶ, καὶ αὐτὸ τῆς Παλαιστίνης, τῇ γῇ διαφέ‐ ρων τοῦ Ἰσραήλ. «Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.» Οὐκ ἐν Ἀερμὼν, ἀλλ’ ἐν τῇ Σιὼν, ἐν ᾗ καὶ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ἡ ζωοποιὸς κατεπέμφθη | |
45 | δρόσος, δι’ ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐλογίαν καρποῦνται. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΓʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ τῶν ἀναβαθμῶν.» Ἁρμόττει δὲ καὶ οὗτος τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι. Προσφέρει | |
80.1912(50) | δὲ καὶ πᾶσι τοῖς εὐσεβέσι παραίνεσιν, ὥστε μὴ μό‐ νον μεθ’ ἡμέραν, ἀλλὰ καὶ νύκτωρ τὸν Θεὸν ἀν‐ | |
υμνεῖν. «Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ‐ | 1911 | |
80.1913 | λοι Κυρίου.» Οὐ πάντων τὸ ὑμνεῖν, ἀλλὰ τῶν τὴν θείαν δεσποτείαν ἀσπαζομένων, καὶ τοῦ Δεσπότου τὴν θεραπείαν περὶ πολλοῦ ποιουμένων. Τῶν γὰρ τῆς ἁμαρτίας δεξαμένων τὰ τραύματα ἴδιον τὸ δα‐ | |
5 | κρύειν, καὶ ὀλοφύρεσθαι, καὶ τὴν θείαν φιλανθρω‐ πίαν αἰτεῖν. «Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.» Παρεγγυήσας ὑμνεῖν, ἐδίδαξε καὶ τῆς ὑμνῳδίας τὸν τρόπον. Πανταχοῦ μὲν γὰρ αἴρειν ὁσίους χεῖρας ὁ θεῖος ἐνομοθέτησε Παῦ‐ | |
10 | λος· οὐχ ἥκιστα δὲ ἐν τοῖς ἀφιερωμένοις προσήκει χωρίοις τὴν ὀφειλομένην τῷ Θεῷ προσφέρειν προσκύνησιν. βʹ. «Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.» Διδάξας | |
15 | τὸν τόπον, διδάσκει καὶ τὸν καιρόν. Ἁρμοδία γὰρ εἰς ὑμνῳδίαν ἡ νὺξ, πολλὴν παρέχουσα τὴν ἡσυχίαν, καὶ τῶν πολλῶν θορύβων ἀπηλλαγμένη. Τὸ δὲ τὰς χεῖρας αἴρειν καὶ τὸ κρατῆσαν ἔθος παρακελεύε‐ ται. | |
20 | γʹ. «Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἵνα γὰρ μή τις ὑπολάβῃ τῇ Σιὼν περιγεγράφθαι τὸν τῶν ὅλων Θεὸν, εἰκό‐ τως αὐτὸν ἔδειξε τῶν ὅλων δημιουργόν· διὰ γὰρ οὐ‐ ρανοῦ καὶ γῆς καὶ πᾶσαν τὴν κτίσιν περιέλαβε· | |
25 | ἐν οὐρανῷ γὰρ ἄγγελοι, ἐπὶ γῆς δὲ ἄνθρωποι, καὶ τὰ διὰ τούτους γενόμενα. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΔʹ ΨΑΛΜΟΥ. αʹ. «Ἀλληλούϊα. ᾨδὴ τῶν ἀναβαθμῶν.» Αἶ‐ νος οὗτος ἕτερος, καὶ ὁ αὐτὸς ὑπὸ τῶν τῆς ἐλευθε‐ | |
30 | ρίας τετυχηκότων προσενεχθεὶς τῷ Θεῷ. Τοῦ δὲ Ἀλ‐ ληλούϊα καὶ ἤδη τὴν ἑρμηνείαν εἰρήκαμεν. «Αἰνεῖ‐ τε τὸ ὄνομα Κυρίου· αἰνεῖτε, δοῦλοι, Κύριον.» Ἐπειδὴ ἀόρατος ἡ θεία φύσις, ὑμνεῖν δὲ ταύτην παρακελεύε‐ ται, εἰκότως εἶπεν, «Αἰνεῖτε τὸ ὄνομα Κυρίου.» | |
35 | Ἀρκέσθητε, φησὶ, τῇ τοῦ Θεοῦ προσηγορίᾳ, καὶ μὴ ζητήσητε ἰδεῖν, ἃ μὴ θέμις ἰδεῖν. βʹ. «Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.» Βαβυλωνίων, φησὶν, ἀπαλλαγέντες δουλείας, καὶ τῆς τῶν θείων αὐλῶν ἀπολαύοντες | |
40 | εὐπρεπείας, τὸν τούτων χορηγὸν τῶν ἀγαθῶν ἀν‐ υμνήσατε. γʹ. «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.» Ἀφορμὴν τῆς ὑμνῳδίας ποιήσατε τοῦ ὑμνουμένου τὴν ἀγαθότητα. «Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι κα‐ | |
45 | λόν.» Πολὺ δὲ καὶ ἐντεῦθεν προσγινόμενον ὑμῖν κέρδος. Εἶτα τῶν εἰς αὐτοὺς γεγενημένων εὐεργε‐ σιῶν ποιεῖται τὴν μνήμην. δʹ. «Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.» Ὁ δὲ Σύμ‐ | |
80.1913(50) | μαχος οὕτως· Καὶ τὸν Ἰσραὴλ εἰς ἐξαίρετον ἑαυ‐ τῷ. Πλείονος αὐτὸν, φησὶν, ἐπιμελείας ἠξίωσε, καὶ | |
οἰκεῖον λαὸν ἀπεκάλεσε, καὶ πάντων ἀνθρώπων κη‐ | 1913 | |
80.1916 | δόμενος, τούτου διαφερόντως πεφρόντικε. Ταῦτα δὲ καὶ ὁ μακάριος ἔφη Μωσῆς· «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενή‐ | |
5 | θη μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κλη‐ ρονομίας αὐτοῦ Ἰσραήλ.» εʹ. «Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.» Δι’ αὐ‐ τῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων τοῦ ἡμε‐ | |
10 | τέρου Θεοῦ τὴν ἰσχὺν, καὶ ὅτι οὐδαμῶς αὐτῷ παρα‐ βληθῆναι δυνήσονται οἱ παρὰ τῶν ἄλλων ἐθνῶν προσ‐ κυνούμενοι Θεοί. Οὐδεὶς γὰρ τῷ ὄντι καὶ ἀεὶ ὄντι συγκρίνει τὸ μηδαμῶς ὄν. Εἶτα ἀπὸ τῆς δημιουρ‐ γίας ὑποδείκνυσι τὸ τοῦ Θεοῦ δυνατόν. | |
15 | ϛʹ. «Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις.» Οὐ τῇ δυνάμει σύμμε‐ τρα τὰ γενόμενα, ἀλλὰ τῇ βουλήσει. Ἠδύνατο μὲν γὰρ καὶ πολλαπλάσια τούτων, καὶ πολλῷ μείζονα | |
20 | δημιουργῆσαι· ἀλλὰ τοσαῦτα καὶ τοιαῦτα ἠθέλησε. Αὐτοῦ δὲ ὅμως πάντα ποιήματα, οὐρανὸς καὶ τὰ οὐ‐ ράνια, γῆ καὶ τὰ ἐπίγεια, θάλασσα καὶ τὰ ἐν αὐτῇ. Ἀβύσσους δὲ καλεῖ τὸ ἄπειρον τῶν ὑδάτων πλῆθος. Πληθυντικῶς δὲ θαλάσσας ἐκάλεσεν, ἐπειδὴ εἰς πε‐ | |
25 | λάγη πολλὰ ἡ μία διῄρηται θάλασσα. Ἀτλαντικὸς γὰρ κόλπος, καὶ Ὠκεανὸς, καὶ Τυῤῥηνικὸς, καὶ Ἰό‐ νιός τε, καὶ Αἰγαῖος, καὶ Ἀραβικὸς, καὶ Ἰνδικὸς, καὶ Εὔξεινος Πόντος, καὶ Προποντὶς, καὶ Ἑλλήσπον‐ τος, καὶ ἕτερα πελάγη πολλαπλάσια τῶν εἰρημέ‐ | |
30 | νων. ζʹ. «Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.» Τῷ γὰρ θείῳ Λόγῳ ἡ κατωφερὴς τῶν ὑδάτων φύσις ἀνέλκεται, καὶ μετέωρος γίνεται, καὶ ἄρδει τὴν ἤπει‐ ρον. Ἐξ ἐσχάτου δὲ τῆς γῆς ταύτην εἶπεν ἀνάγε‐ | |
35 | σθαι, ἐπειδὴ ἐκ τῶν θαλαττίων ὑδάτων συνίσταται. Τέρματα δὲ τῆς γῆς οἱ θαλάττιοι κόλποι. «Ἀστρα‐ πὰς εἰς ὑετὸν ἐποίησεν.» Προμηνύει δὲ τῶν ὑετῶν τὴν χορηγίαν ταῖς ἀστραπαῖς, καὶ δείκνυσι θαῦμα πάντων παραδοξότατον. Ἐν ὕδασι γὰρ τὸ ἀστρα‐ | |
40 | παῖον διατρέχον πῦρ, οὔτε ἐκεῖνα θερμαίνει, οὔτε αὐτὸ κατασβέννυται. «Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυ‐ ρῶν αὑτοῦ.» Θησαυροὺς ἀνέμων οὐκ ἀποθήκας εἶναι λέγει τινὰς, ἀλλ’ ἐπειδὴ ἀπήνεμον ὄντα τὸν ἀέρα πολλάκις ῥᾳδίως ἐθελήσας κινεῖ τὸ βούλημα τὸ θεῖον, | |
45 | θησαυρὸν ἀνέμων ἐκάλεσεν. Ἅμα τε γὰρ νεύει, καὶ πανταχόθεν προσίασιν. Οὕτω τὴν κοινὴν δημιουρ‐ γίαν καὶ πρόνοιαν ὑποδείξας, τὰς Ἰουδαίων λοιπὸν εὐεργεσίας διέξεισιν. ηʹ. «Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ | |
80.1916(50) | ἀνθρώπου ἕως κτήνους.» Τὴν τελευταίαν πληγὴν τέθεικε πρώτην, ἐπειδὴ μετὰ ταύτην τὴν ἐλευθε‐ | |
ρίαν ἐδέξαντο. | 1915 | |
80.1917 | θʹ. «Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε.» Τὰς παντοδαπὰς θαυματουργίας καὶ παιδείας διὰ τούτων ἐδήλωσεν. «Ἐν Φαραῷ, καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.» Οὐ γὰρ ἤρκεσεν ἡ | |
5 | βασιλεία τῶν θεηλάτων αὐτὸν ἀπαλλάξαι μαστίγων, ἀλλὰ τοῖς αὐτοῖς καὶ οἱ βασιλευόμενοι καὶ ὁ βασι‐ λεύων κακοῖς περιέπεσεν. Οὕτω καὶ πρὸς τὸν μέγαν Μωσῆν ἔφη ὁ τῶν ὅλων Θεός· «Ἰδοὺ ἐγὼ πατάσ‐ σω πᾶν πρωτότοκον τῆς Αἰγύπτου, ἀπὸ πρωτοτό‐ | |
10 | κου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς παρὰ τὸν μύλον.» ιʹ. «Ὃς ἐπάταξεν ἔθνη πολλά.» Τὰ τὴν Παλαι‐ στίνην πάλαι οἰκήσαντα. «Καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. [ιαʹ.] Τὸν | |
15 | Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων· καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν.» Τούτων ὁ θεῖος Μωσῆς τὴν βασιλείαν κατέλυσεν. «Καὶ πάσας τὰς βασιλείας Χαναάν.» Τούτους ὁ μακάριος Ἰησοῦς ἐχειρώσατο, καὶ τὰς ὑπ’ ἐκείνων κατεχομένας χώρας καὶ πόλεις διένειμε | |
20 | τῷ λαῷ. Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης φησί. ιβʹ. «Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν· κληρονομίαν Ἰσραὴλ τῷ λαῷ αὑτοῦ.» Καθάπερ γάρ τινα κλῆρον πατρῷον, τὴν ὑπ’ ἐκείνων τῶν δυσσε‐ βῶν βασιλέων πάλαι κατασχεθεῖσαν γῆν τῷ Ἰσραὴλ | |
25 | δέδωκεν ὁ τούτων Θεός. ιγʹ. «Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.» Τὸ μὲν γὰρ μέγεθος τῶν ὑπὸ σοῦ γεγενημένων θαυμάτων τὸ σὸν ἅπαντας ἐδίδαξεν ὄνομα· καὶ μέντοι καὶ εἰς | |
30 | τὰς ἐσομένας γενεὰς ἡ τῶν σῶν εὐεργεσιῶν φυλαχθή‐ σεται μνήμη. ιδʹ. «Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὑτοῦ παρακληθήσεται.» Οὐ γὰρ πε‐ ριόψῃ παρὰ τῶν δυσμενῶν ἡμᾶς πολεμουμένους | |
35 | ὁρῶν, οὐδὲ ἀξίας τῶν ἡμετέρων ἁμαρτάδων τιμω‐ ρίας ἐπάξεις, ἀλλ’ ἵλεως ἔσῃ καὶ εὐμενής· οὕτω δείξας τοῦ ὄντος Θεοῦ τὴν δύναμιν, κωμῳδεῖ τῶν καλουμένων μὲν, οὐκ ὄντων δὲ θεῶν τὴν ἀσθένειαν· καὶ ἐπειδὴ θεοὺς ὠνόμασεν, ἀνέδειξεν αὐτοὺς | |
40 | μετὰ τοῦ πράγματος καὶ τῆς προσηγορίας ἐρή‐ μους. ιεʹ. «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων.» Ὁ μὲν ἡμέτερος Θεὸς τῶν ἁπάντων ἐστὶ, φησὶ, ποιητὴς, ἐκεῖνοι δὲ οὐ | |
45 | μόνον δημιουργικὴν οὐκ ἔχουσι δύναμιν, ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος παρὰ τέχνης ἀνθρωπείας ἐδέξαντο. Ἐξ ὕλης γὰρ αὐτοῖς καὶ τέχνης ἡ σύστασις. ιϛʹ, ιζʹ. «Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ | |
80.1917(50) | οὐκ ἐνωτισθήσονται.» Εἰκόνας, φησὶν, αἰσθήσεων ἔχουσι, τῆς δὲ ἐνεργείας ἐστέρηνται. «Οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν.» Τούτου δὲ καὶ τῶν ἀλόγων ἡ φύσις μετέλαχεν· ἀναπνεῖ γὰρ τῶν ζώων ἕκαστον. Τὰ δὲ εἴδωλα οὐδὲ τοῖς ἀλόγοις πα‐ | |
55 | ραπλησίως τούτου μετέχει. | 1917 |
80.1920 | ιηʹ. «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.» Ταύτης εἰσὶν ἄξιοι τῆς ἀναισθησίας μεταλαχεῖν, καὶ οἱ δη‐ μιουργοῦντες αὐτὰ, καὶ οἱ προσκυνοῦντες. Τοὺς γὰρ | |
5 | λόγου μετέχοντας, καὶ θεοὺς ὑπολαμβάνοντας τὰ ζωῆς ἐστερημένα καὶ λόγου, δίκαιον τῆς ἐκείνων μετασχεῖν ἀλογίας. ιθʹ. «Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον.» Ἐκεῖνοι μὲν, φησὶ, τοσαύτην ἀπονέμουσι θεραπείαν | |
10 | τοῖς ἀψύχοις εἰδώλοις· ὑμεῖς δὲ τὸν τῶν ἁπάντων ὑμνήσατε Ποιητήν. «Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύριον.» Διέκρινε τοῦ λαοῦ τοὺς ἱερέας. καὶ καθ’ ἑαυτοὺς ὑμνεῖν παρηγγύησε, ταύτῃ δεικνὺς τὸ διά‐ φορον. | |
15 | κʹ. «Οἶκος Λευῒ, εὐλογήσατε τὸν Κύριον.» Ἑτέρα πάλιν ἐνταῦθα διαφορά. Οἱ γὰρ Λευῖται τῶν μὲν ἄλλων τιμιώτεροι, τῶν δὲ ἱερέων ὑποδεέστεροι. Ἵνα τοίνυν μὴ καὶ οὗτοι τὴν ἱερατικὴν ἀξίαν ἁρπάσωσιν (ἐτόλμησαν γὰρ καὶ πάλαι τοῦτο τοῦ θεσπεσίου Μω‐ | |
20 | σοῦ περιόντος), ἀναγκαίως καὶ τούτους ἀπὸ τῶν ἱερέων ἀπέκρινεν. «Οἱ φοβούμενοι τὸν Κύριον, εὐ‐ λογήσατε τὸν Κύριον.» Ἕτερον καὶ τοῦτο τάγμα, ἐκ μὲν τοῦ Ἰακὼβ οὐ κατάγον τὸ γένος, ἐκείνου δὲ τὴν εὐσέβειαν ἀσπαζόμενον. Οὕτω δὲ καὶ τοὺς εὐσεβεῖς | |
25 | ὠνόμαζον προσηλύτους. Ἱκανὸν δὲ καὶ τοῦτο Ἰου‐ δαίους διδάξαι, ὡς ὁ τῶν ὅλων Θεὸς τῆς σωματικῆς συγγενείας τὴν τῶν τρόπων προκρίνει συγγένειαν. καʹ. «Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ.» Εὐλογούμενος ὁ Θεὸς εὐλογεῖ· | |
30 | ἀλλ’ εὐλογεῖ μὲν ἔργῳ, εὐλογεῖται δὲ λόγῳ. Καὶ οἱ μὲν ὑμνοῦντες προσφέρουσι ῥήματα, αὐτὸς δὲ τὴν διὰ πραγμάτων ἀντιδίδωσιν εὐλογίαν. Κατοικεῖν δὲ αὐτὸν ἐν Ἱερουσαλὴμ ἔφη, οὐ τὴν θείαν ἐκεῖ περι‐ γράφων φύσιν, ἀλλ’ ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπι‐ | |
35 | φάνειαν εἰδώς. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΕʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Καὶ τόνδε τὸν ὕμνον τοῖς αὐ‐ τοῖς ἡ προφητικὴ συνέγραψε χάρις, διὰ πλειόνων αὐ‐ τοῖς παιδευμάτων πραγματευομένη τὴν ὠφέλειαν. | |
40 | «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαριστήριον ὕμνον, τῶν ὑπ’ αὐτοῦ χορηγη‐ θέντων ἀγαθῶν μεμνημένοι, καὶ τὸν ἀμέτρητον αὐ‐ τοῦ θαυμάζοντες ἔλεον. | |
45 | βʹ. «Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Θεῶν ἐνταῦθα οὐ τῶν εἰδώλων λέγει· οὐ γὰρ ἂν αὐτὸν ἐκάλεσε τῶν οὐκ ὄντων Θεόν. Οὐ γάρ ἐστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καλεῖ τοίνυν θεοὺς τοὺς ἱερωσύνῃ τετι‐ | |
80.1920(50) | μημένους, τοὺς υἱοὺς Θεοῦ χρηματίσαντας. Οὕτω καὶ ἐν τῷ νόμῳ φησί· «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» Καί· «Υἱὸς | |
πρωτότοκός μου Ἰσραήλ.» Καὶ διὰ τοῦ Ἡσαΐου· | 1919 | |
80.1921 | «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» Καὶ ἐν τοῖς ψαλμοῖς· «Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Τούτους θεοὺς ἐκάλεσεν, ὡς υἱοὺς Θεοῦ χρηματί‐ σαντας. | |
5 | γʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ βασιλεῖς καὶ ἄρχον‐ τες, παρὰ Θεοῦ λαβόντες τὴν ἐξουσίαν, τῶν ὑπ‐ ηκόων δεσπόζουσιν. Οὕτω καὶ ὁ Κύριος ἔφη· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ | |
10 | ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν.» Εἰσὶ δὲ καὶ ἄγ‐ γελοί τινες ὀνομαζόμενοι κυριότητες. Διὰ τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Καὶ γὰρ εἴπερ εἰσὶ λεγό‐ μενοι θεοὶ (πολλοὶ λεγόμενοι, οὐκ ὄντες, ὀνόματος μετέχοντες, οὐ πράγματος), εἴτε ἐν τῷ οὐρανῷ, εἴτε | |
15 | ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοί· ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.» Τοῦτον ἐκάλεσεν ὁ ψαλμὸς Κύριον τῶν ἀληθῶν κυρίων. | |
20 | δʹ. «Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Μεγαλουργίαι καὶ αἱ τῶν εὐνῶν αὐτοῦ θεραπόντων. Ἀλλὰ θεῖα καλοῦ‐ μεν καὶ τὰ Μωσοῦ, καὶ τὰ Ἰησοῦ, καὶ τὰ Ἠλίου θαυμάσια· ὡσαύτως δὲ καὶ τὰ ὑπὸ τῶν ἱερῶν ἀπο‐ | |
25 | στόλων γεγενημένα σημεῖα. Εἰκότως τοίνυν αὐτὸν ὁ Προφήτης μόνον ἔφη τῶν μεγάλων θαυμάτων δη‐ μιουργόν. Εἶτα δείκνυσιν αὐτοῦ καὶ τὰ μεγάλα ποιή‐ ματα. εʹ. «Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι | |
30 | εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Κηρύττει γὰρ καὶ μόνον ὁρώμενος οὐρανὸς τοῦ Θεοῦ τὴν σοφίαν. Πολὺ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, καὶ ἡ ἐπὶ τὸ πλεῖστον διαμονή. ϛʹ. «Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, | |
35 | ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ τοῦτο δὲ ἀξιάγαστον, καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον διά‐ νοιαν, καὶ πανταχόθεν τὴν γῆν περικλυζομένην τοῖς ὕδασιν ἑστάναι, καὶ ἐπὶ τῆς οἰκείας φύσεως διαμένειν. Εἰκότως δὲ τοῖς ῥητοῖς ἅπασι τὸν αἰώνιον | |
40 | ἔλεον ὁ μεγαλογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδη‐ μιούργησεν ὁ φιλάνθρωπος ἅπαντα. ζʹ. «Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Τῆς θείας μεταλαχόντες | |
45 | Προνοίας οἱ ἄνθρωποι ἐξάπτειν λαμπάδας εἰώθασιν, ἀλλ’ ὅλον τὸ περίγειον πῦρ ἑνὸς ἀστέρος οὐ μιμεῖται λαμπρότητα. Πάντων δὲ ἀστέρων καὶ σελήνης αὐτῆς φανώτατος ἥλιος. Κἀκείνους γὰρ φαινόμενος κρύπτει, καὶ αὐτῆς τὰς ἀκτῖνας ἀμβλύνει. | |
80.1921(50) | ηʹ, θʹ. «Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὴν σελήνην, καὶ τοὺς | |
ἀστέρας, εἰς ἐξουσίαν τῆς νυκτὸς, ὅτι εἰς τὸν αἰῶνα | 1921 | |
80.1924 | τὸ ἔλεος αὐτοῦ.» Διένειμε, φησὶ, τοῖς φωστῆρσι τὸν χρόνον, καὶ ταῖς μὲν ἡλιακαῖς ἀκτῖσι τὴν ἡμέραν ποιεῖ, σελήνῃ δὲ καὶ ἄστροις καταφωτίζει τὴν νύκτα. Διὰ τούτων γινομένων τὴν οἰκείαν δεικνὺς ἀγαθό‐ | |
5 | τητα. ιʹ. «Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἀλλ’ ἴσως ἄν τις ἐπαπορήσειε, πῶς ἐλέῳ τεκταίνεται θάνατος; Σκοπείτω τοίνυν τὴν λύσιν τῶν προκειμένων ῥη‐ | |
10 | τῶν· ὡς ὁ τοὺς ἀδικουμένους οἰκτείρων, τοὺς ἀδι‐ κοῦντας κολάζει. Τοῦτο γὰρ καὶ ἐνταῦθα ὁ Προφή‐ της ἐπήγαγε. ιαʹ. «Καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὁ περὶ τοῦτον | |
15 | ἔλεος ἐκείνοις τὴν τιμωρίαν ἐπήγαγε. Κἀκεῖνος δὲ, καὶ αὕτη, δικαιοσύνῃ συγκέκραται. Καὶ τούτους γὰρ δικαίως ἠλέησε, κἀκείνους ἐνδίκως ἐκόλασεν. ιβʹ. «Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψη‐ λῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Χεῖρα τὴν | |
20 | ἐνέργειαν ἐκάλεσε, βραχίονα δὲ τὴν ἰσχύν. Δι’ ἀμφοτέρων μέντοι ἐδήλωσεν, ὡς διὰ τῆς γεγε‐ νημένης τοῦ λαοῦ σωτηρίας τὴν οἰκείαν ἀπεκάλυψε δύναμιν. ιγʹ. «Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς | |
25 | διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Τινὲς τοῖς Ἰουδαϊκοῖς ἀκολουθήσαντες μύθοις ἰσαρίθμους ταῖς δυοκαίδεκα φυλαῖς ἔφασαν τῇ Ἐρυθρᾷ θαλάσσῃ γεγενῆσθαι τὰς διαιρέσεις, ἐπειδὴ ὁ Προφήτης οὐ δι‐ αίρεσιν, ἀλλὰ διαιρέσεις εἶπεν. Ἔδει δὲ αὐτοὺς συν‐ | |
30 | ιδεῖν, ὅτι διχῆ τμηθὲν τὸ πέλαγος δύο ἀνθ’ ἑνὸς ἐγέ‐ νετο. Τὸ γὰρ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων· οὗ δὴ χάριν διαιρέσεις ἐκάλεσε τὴν εἰς δύο τοῦ πελάγους τομήν. ιδʹ, ιεʹ. «Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου | |
35 | αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐκτινά‐ ξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθρὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἀμφό‐ τερα γὰρ τῆς αὐτοῦ δυνάμεως ἔργα, καὶ τὸ τούτους εὐπετῶς διαβῆναι τὸ πέλαγος, καὶ τὸ ἐκεῖνον ὑπο‐ | |
40 | βρύχιον γενέσθαι τοῖς ὕδασι. ιϛʹ. «Καὶ διαγαγόντι τὸν λαὸν αὑτοῦ ἐν τῇ ἐρή‐ μῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ τοῦτο δὲ τῆς θείας ἰσχύος ἀπόδειξις, τοσοῦτον λαὸν ἐπὶ χρόνῳ τοσούτῳ ἐν ἐρήμῳ διαθρέψαι, καὶ τῶν ἀναγκαίων | |
45 | αὐτῷ χορηγῆσαι τὴν ἀφθονίαν. ιζ, ιηʹ. «Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἐν κεφαλαίῳ καὶ τούτων ἤδη τὴν ἑρμηνείαν ἐποιησά‐ | |
80.1924(50) | μεθα. | 1923 |
80.1925 | ιθʹ, κʹ. «Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Οὐχ ἁπλῶς δὲ, τοὺς ἄλλους παραλιπὼν βασιλέας, τούτων | |
5 | διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοσδότου νίκης ἀναμιμνήσκων· ἐπὶ ῥώμῃ γὰρ οὗτοι, καὶ δυ‐ ναστείᾳ, καὶ μεγέθει σώματος ἐσεμνύνοντο. Ὁ δὲ Ὢγ καὶ κλίνῃ ἐκέχρητο σιδηρᾷ, διὰ τὸ τοῦ σώματος μέγεθος ἐννέα μὲν πήχεις τὸ μῆκος, πέντε δὲ τὸ εὖ‐ | |
10 | ρος ἐχούσῃ. καʹ, κβʹ. «Καὶ δόντι τὴν γῆν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Κληρονομίαν Ἰσραὴλ δούλῳ αὑτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἅπαντας γὰρ ἐκείνους θανάτῳ καταναλώσας, τὸν | |
15 | Ἰσραὴλ δεσπότην τῆς ἐκείνων ἐπέφηνε γῆς. κγʹ, κδʹ. «Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Μέμνηται τούτων καὶ ὁ | |
20 | μακάριος Μωσῆς· «Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Καὶ αἰχμαλώτους δὲ πάλιν γενο‐ μένους ᾤκτειρε, καὶ εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν.» | |
25 | κεʹ. «Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἀπὸ τῆς μερικῆς προνοίας πάλιν ἐπὶ τὴν καθόλου μετέβη, τὴν περὶ πάντας τοῦ Θεοῦ κηρύττων κηδεμονίαν. Οὐ γὰρ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἀλόγοις τὴν κατάλληλον | |
30 | προσφέρει τροφήν. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Ἀποβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἃ οὔτε σπείρει, οὔτε συνάγει εἰς ἀποθή‐ κας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.» κϛʹ. «Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς | |
35 | τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Πάντων μὲν Θεὸς ὁ Θεός· πάντων γάρ ἐστι ποιητής· οὐρανοῦ δὲ κυρίως χρη‐ ματίζει Θεὸς, ὑπὸ τῶν ἐν οὐρανῷ διαιτωμένων ἀγγέ‐ λων θεραπευόμενος· ἐκεῖνο γὰρ τὸ χωρίον καθαρὸν ἁμαρτίας. | |
40 | ΕΡΜΗΝ. ΤΟΥ ΡΛϛʹ ΨΑΛΜΟΥ. Οὗτος ὁ ψαλμὸς ἀνεπίγραφος παρ’ Ἑβραίοις· θρασὺ δέ τινες πρᾶγμα τετολμηκότες ἐπέγραψαν, «Τῷ Δαβὶδ διὰ Ἱερεμίου·» καὶ προσέθεσαν τὸ, «Ἀνεπίγραφος παρ’ Ἑβραίοις.» Καὶ αὐτὸ δὲ τὸ | |
45 | πλάσμα τῆς ἐπιγραφῆς κηρύττει τῶν ἐπιγεγραφό‐ των τὴν ἄνοιαν. Ἱερεμίας γὰρ οὐκ εἰς Βαβυλῶνα μετὰ τῶν δορυαλώτων ἀπήχθη, ἀλλ’ ὀλίγον ἐν τῇ Ἱε‐ ρουσαλὴμ διάγων χρόνον, ὑπὸ τῶν παρανόμων βιασθεὶς Ἰουδαίων, τῆς εἰς Αἴγυπτον αὐτοῖς ὁδοῦ κε‐ | |
80.1925(50) | κοινώνηκε· πῶς τοίνυν ἁρμόττει τῷ Ἱερεμίᾳ λέγειν, | |
«Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν | 1925 | |
80.1928 | καὶ ἐκλαύσαμεν;» Ὅτι μὲν οὐδαμῶς ἐκείνῳ τῷ προφήτῃ προσήκει, δῆλον ἐκ τῶν εἰρημένων. Σα‐ φὴς δὲ ὅμως τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Οἱ γὰρ ἀπ‐ αχθέντες αἰχμάλωτοι, καὶ τῆς ἐπανόδου τετυχηκότες, | |
5 | διηγοῦνται τὰ ἐν Βαβυλῶνι συμβεβηκότα. αʹ. «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσα‐ μεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.» Οἱ ἀθυμοῦντες εἰώθασι τὰ ἐρημότερα κατα‐ λαμβάνειν χωρία, κἀκεῖ τὰς οἰκείας ὀλοφύρεσθαι | |
10 | συμφοράς. Καὶ οὗτοι τοίνυν ταῖς ὄχθαις τῶν ποταμῶν προσκαθήμενοι, καὶ τῆς μητροπόλεως αὐτῶν λογι‐ ζόμενοι τὴν ἐρημίαν, πολλὰ προέχεον δάκρυα, τῶν ποταμῶν μιμούμενοι ῥεύματα. βʹ. «Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν | |
15 | τὰ ὄργανα ἡμῶν.» Ἄχρηστα γὰρ αὐτοῖς ἦν παντε‐ λῶς, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ τὴν λειτουργίαν πληροῦν. γʹ. «Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύ‐ σαντες ἡμᾶς, λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες | |
20 | ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.» Ἐπι‐ τωθάζοντες ἡμῖν, καὶ ταῖς ἡμετέραις ἐπεμβαίνοντες συμφοραῖς, ᾄδειν ἡμῖν ἐκέλευον, καὶ ταῖς ἡμετέ‐ ραις αὐτοὺς καταθέλγειν ᾠδαῖς, οὐχ ἵνα ἐντεῦθέν τινα λάβωσιν ὠφέλειαν, ἀλλ’ ἵνα γελάσωσι τὰ ἡμέ‐ | |
25 | τερα. δʹ. «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλο‐ τρίας;» Ἡμεῖς δὲ τοῦ προστεταγμένου τὸ παράνο‐ μον εἰδότες, οὐκ εἴξαμεν τοῖς κελεύουσιν· ἔλεγχος δὲ ταῦτα Ἰουδαίων τῶν παρανόμων, πληροῦν σπου‐ | |
30 | δαζόντων τὸν νόμον, καὶ ἔξω τῶν νενομισμένων χω‐ ρίων ἐπιτελούντων τὰ νόμιμα. εʹ, ϛʹ. «Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπι‐ λησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ.» Ταῦτα ὑπὸ τοῦ | |
35 | Προφήτου διδάσκονται λέγειν, ἵνα τὴν τῆς ἱερᾶς πό‐ λεως ἄληστον ἔχωσι μνήμην, ἐν ταῖς ἐλπίσι τῆς ἐπ‐ ανόδου ψυχαγωγούμενοι, τῶν ἀνδραποδισάντων μὴ μάθωσι τὴν ἀσέβειαν. Λέγουσι τοίνυν, ὅτι Οὐδὲ πόῤ‐ ῥω σου τυγχάνων, ὦ Ἱερουσαλὴμ, λήθῃ τὴν μνήμην | |
40 | παραδέδωκα· εἰ δὲ τοῦτο ποιήσαιμι, τοῦτο πάθοι‐ μι, καὶ τῆς ἄνωθεν βοηθείας μὴ τύχοιμι. Ταύτην γὰρ καλεῖ δεξιάν. «Ἐὰν μὴ προσανατάξωμαι τὴν Ἱερουσαλὴμ, ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.» Τὸ κεφάλαιον, φησὶ, τῆς εὐφροσύνης τὴν σὴν ἔχω | |
45 | θέαν, καὶ τὴν σὴν νεουργίαν, καὶ τὰς ἐν σοὶ πανηγύ‐ ρεις. Δι’ ἐκείνων γὰρ καρποῦμαι τὴν ἀληθῆ θυμηδίαν. ζʹ. «Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκ‐ κενοῦτε ἕως τῶν θεμελίων αὐτῆς.» Ἐκ τοῦ Ἡσαῦ | |
80.1928(50) | οἱ Ἰδουμαῖοι καταγόμενοι διέμειναν τὴν πατρῴαν δυσμένειαν ἔχοντες. Οὗτοι τῆς Ἱερουσαλὴμ ἐμπιπρα‐ | |
μένης καὶ καταλυομένης, ἔλεγον ἐφηδόμενοι· «Ἐκ‐ | 1927 | |
80.1929 | κενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς·» ἀντὶ τοῦ, Ἐκ βάθρων αὐτὴν ἀνασπάσατε, ὥστε μηδὲ αὐτὰ μεῖναι τῶν θεμελίων τὰ ἴχνη. ηʹ. «Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος.» Οὕτω | |
5 | παραδοὺς τῷ Θεῷ τῶν Ἰουδαίων τὴν κρίσιν, προλέγει καὶ τῇ Βαβυλῶνι τὸν ἐσόμενον ὄλεθρον. Ταλαίπωρον δὲ αὐτὴν, ὡς ἀθλίαν ἐσομένην, καλεῖ. Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ταλαίπωρος, ἡ προνενομευμένη εἴρηκεν. «Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, | |
10 | ὃ ἀνταπέδωκας ἡμῖν.» Τί δὲ τοῦτό ἐστιν; θʹ. «Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.» Ἐπειδὴ γὰρ καὶ αὐτοὶ τοῖς αὑτῶν νηπίοις ὠμῶς ἐχρήσαντο, τὴν ἴσην αὐ‐ τοῖς τιμωρίαν ὁ Προφήτης προείρηκε. Μακαρίζεται | |
15 | τοίνυν ὁ Κῦρος, ὁ κἀκείνους κολάσας, καὶ τούτους ἐλευθερώσας οὐκ ἐπειδὴ τῆς εἰλικρινοῦς εὐσεβείας τρόφιμος ἦν, ἀλλ’ ὅτι τὸν εὐσεβῆ λαὸν τῆς ἐλευθε‐ ρίας ἠξίωσε, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι προσ‐ έταξε. Δέχεται δὲ Θεὸς καὶ τοὺς ὀλίγους καρποὺς, καὶ | |
20 | τὰς μεγάλας ἀντιδόσεις παρέχει· οὕτω τοὺς δύο τῆς χήρας ὀβολοὺς ἀνεκήρυξεν. ΕΡΜΗΝ. ΤΟΥ ΡΑΖʹ ΨΑΛΜΟΥ. αʹ. Τῷ Δαβίδ. Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπ‐ άνοδον, τὰ ἐπαναστάντα αὐτοῖς οἱ Ἰουδαῖοι καταλύ‐ | |
25 | σαντες ἔθνη διὰ τῆς θείας ῥοπῆς, ὕμνον χαριστήριον προσφέρουσι τῷ Θεῷ. Ταῦτα τοίνυν ὁ θεῖος προαγο‐ ρεύει Δαβίδ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» Οὐκ ἐγένοντο περὶ τὸν εὐεργέτην ἀχά‐ ριστοι. Ἀλλ’ ἱκετείαν προσενεγκόντες, καὶ βοηθείας | |
30 | τετυχηκότες, τοῖς δυνατοῖς τὰς εὐεργεσίας ἀμείβον‐ ται, καὶ ὕμνους ὑπὲρ τῆς ἐπικουρίας προσφέρουσιν. «Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.» Μιμησό‐ μεθα, φησὶ, τῶν ἀγγέλων τοὺς δήμους· καὶ καθάπερ ἐν τοῖς οὐρανοῖς ἐκεῖνοι χορεύοντες ὑμνοῦσι τὸν τῶν | |
35 | ὅλων Θεὸν, οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς γῆς τὴν πνευμα‐ τικήν σοι μελῳδίαν προσοίσομεν. βʹ. «Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομο‐ λογήσομαι τῷ ὀνόματί σου, ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου.» Ἔσται δέ μοι ἀντὶ τοῦ οὐρανοῦ ὁ ἀφ‐ | |
40 | ιερωμένος τῷ ὀνόματί σου νεώς. Ἐν ἐκείνῳ προσκυ‐ νήσω σε, καὶ τὴν χαριστήριον δοξολογίαν ποιήσομαι, τὴν εἰς ἐμὲ φιλανθρωπίαν, καὶ τὴν κατὰ τῶν πολε‐ μίων δικαιοσύνην ὁρῶν. Τῶν μὲν γὰρ, ὡς ἀδικούν‐ των, ἀληθείᾳ χρησάμενος κατεψηφίσω τὸν ὄλεθρον· | |
45 | ἐμὲ δὲ τῷ σῷ ἐλέῳ διέσωσας. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου.» Διὰ πάντων γὰρ σεπτὸν τὸ ὄνομά σου· καὶ παρὰ πᾶσιν ᾄδεται τοῖς τὴν σὴν θεασαμένοις ἰσχύν. γʹ. «Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπ‐ | |
80.1929(50) | άκουσόν μου.» Ταύτης τῆς εὐφροσύνης διηνεκῶς | |
ἀπολαύειν ἀντιβολῶ. «Πολυωρήσεις με ἐν ψυχῇ μου | 1929 | |
80.1932 | δυνάμει σου.» Τουτέστιν, Ἐν τῇ δυνάμει σου τὴν ψυχήν μου πολυωρήσεις, καὶ ψυχαγωγίας καὶ θάρ‐ σους ἐμπλήσεις. Ὁ δὲ Σύμμαχος οὕτως, Συνέστης τῆς ψυχῆς μου δυνάμει. Πολλῆς με, φησὶν, ἐπικου‐ | |
5 | ρίας καὶ προνοίας ἠξίωσας. δʹ. «Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός μου.» Καὶ τηνικαῦτα μὲν ἅπαντες τὴν μεγίστην ἐκείνην μεμαθηκότες νίκην, ἐθαύμασαν | |
10 | τοῦ Θεοῦ τῶν ὅλων τὴν δύναμιν. Διαφερόντως δὲ μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ βασιλεῖς καὶ ἄρχοντες τὸν ἁπάντων ὑμνοῦσι Ποιη‐ τήν. Ἐπ’ ἐκείνης μέντοι τῆς νίκης, οὐ ῥημάτων ἤκουσαν, ἀλλὰ πρᾶγμα παράδοξον ἐθεάσαντο· νῦν δὲ | |
15 | καὶ ῥημάτων ἤκουσαν, καὶ τῶν εὐαγγελικῶν ἀπο‐ λαύουσι κηρυγμάτων. εʹ. «Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι με‐ γάλη ἡ δόξα Κυρίου.» Εὐκτικῶς τὰ ἐσόμενα λέγει, καὶ τὴν τῶν πραγμάτων προλέγει μεταβολήν· | |
20 | ὅτι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν θαυ‐ μάσουσιν ἅπαντες. Ὁδοὺς γὰρ τὰς οἰκονομίας καλεῖ. ϛʹ. «Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ.» Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ὁ ἐν ὑψηλοῖς κατ‐ οικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν.» Λέγει δὲ, ὅτι φύ‐ | |
25 | σει ὑψηλὸς ὢν καὶ ἄῤῥητος, οὐδὲ τῶν σμικρῶν ἀμε‐ λεῖ, ἀλλὰ καὶ τούτους τῆς οἰκείας ἀξιοῖ προμηθείας. «Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.» Γινώσκει γὰρ πάντα πρὶν γενέσεως αὐτῶν· καὶ πόῤῥωθεν τοὺς ἐν δυναστείαις ὁρῶν, ἑκάστῳ φάρμακα προσφέρει | |
30 | κατάλληλα. ζʹ. «Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με.» Πίστεως εἰλικρινοῦς ἡ φωνή. Θαῤῥῶ, φησὶν, ὅτι κἂν πανταχόθεν ὑπὸ συμφορῶν περικλύζωμαι, κρείτ‐ των ἔσομαι τῶν δυσχερῶν, καὶ ζωὴν ἀπὸ τῆς σῆς | |
35 | ἐπικουρίας καρπώσομαι. «Ἐπ’ ὀργὴν ἐχθρῶν ἐξ‐ έτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου.» Ὀρ‐ γισθεὶς γὰρ κατὰ τῶν ἐμῶν δυσμενῶν, ἐκείνους μὲν τιμωρίᾳ παρέδωκας, ἐμὲ δὲ σωτηρίας ἠξίωσας. Καὶ ἐντεῦθεν δῆλον, ὡς χεῖρα μὲν τὴν ἐνέργειαν καλεῖ, | |
40 | δεξιὰν δὲ τὴν ἀγαθὴν ἐνέργειαν. Τῇ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν τὴν χεῖρα συνέζευξε· τῇ δὲ εἰς αὐτὸν εὐεργεσίᾳ τὴν δεξιάν. ηʹ. «Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.» Ἐγὼ, φησὶν, ἄνθρωπος ὢν, καὶ ἁμαρτίαις ἐγκαλινδούμε‐ | |
45 | νος, ἀμείψασθαι τὰς εὐεργεσίας οὐ δύναμαι· αὐτὸς δὲ ὁ Κύριος, ὁ τούτων μοι γενόμενος χορηγὸς, ἐναν‐ θρωπήσας, καὶ τὴν ἐμὴν φύσιν ἀνειληφὼς, τὸ ἐμὸν ἐκτίσει χρέος. Συμφωνεῖ τούτοις καὶ ὁ θεῖος | |
Ἀπόστολος, λέγων, τὸν Δεσπότην Χριστὸν ἐξαλεῖψαι | 1931 | |
80.1933 | τὸ καθ’ ἡμῶν χειρόγραφον. «Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.» Ἐπειδὴ τοίνυν ἀμέτρητός σου ὁ ἔλεος, καὶ τῷ αἰῶνι συνεκτεινόμενος, ταχεῖαν τοῖς σοῖς ποιήμασι παρά‐ | |
5 | σχου τὴν σωτηρίαν. Ταύτην δὲ ὁ Προφήτης προσεν‐ ήνοχεν ὑπὸ τῆς τοῦ παναγίου Πνεύματος μεμαθηκὼς χάριτος, ὡς τὸ χρέος τῆς φύσεως ὁ Ποιητὴς ἐκτίσει τῆς φύσεως. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΗʹ ΨΑΛΜΟΥ. | |
10 | αʹ. «Εἰς τὸ τέλος· Ψαλμὸς τῷ Δαβίδ.» Ἐν ἐνίοις ἀντιγράφοις πρόσκειται, «Ζαχαρίου εἰς τὴν διασποράν.» Τοῦτο οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα, οὔτε παρὰ τοῖς ἄλλοις εὗ‐ ρον ἑρμηνευταῖς· ἀλλά τις ὡς ἠβουλήθη νενοηκὼς | |
15 | τὸν ψαλμὸν, τῆς ἐπιγραφῆς ἐποιήσατο τὴν προσθή‐ κην. Ὁ μέντοι ψαλμὸς τοῦ Ἰωσίου τοῦ βασιλέως πρόῤῥησιν ἔχει. Οὗτος γὰρ ἐκ δυσσεβοῦς βλαστή‐ σας πατρὸς, τοιούτου δὲ καὶ πάππου γενόμενος ἔκ‐ γονος, τὴν μὲν ἐκείνων ἀσέβειαν ἐβδελύξατο, διὰ πά‐ | |
20 | σης δὲ ὥδευσεν ἀρετῆς, καὶ ζήλῳ θείῳ πυρποληθεὶς, τοὺς τῶν εἰδώλων ἱερέας κατηκόντισεν ἅπαντας· τοὺς δὲ τὴν εὐσέβειαν ἀσπαζομένους πάσης θεραπείας ἠξίωσε. Ταῦτα προλέγει ὁ ψαλμός. Εἰσάγει δὲ αὐ‐ τὸν ὁ προφητικὸς λόγος προσευχόμενον, καὶ τὴν περὶ | |
25 | αὐτοῦ πρόγνωσιν ἐκπληττόμενον. «Κύριε, ἐδοκίμα‐ σάς με, καὶ ἔγνως με.» Βάσανος ἀρετῆς οὐ μόνον πενία καὶ ἀθυμία, ἀλλὰ καὶ βασιλεία καὶ εὐπραξία. Ὥσπερ γὰρ ἐν τοῖς ἀνιαροῖς δοκιμαζόμεθα, εἰ φέ‐ ρειν γενναίως δυνάμεθα τὰ προσπίπτοντα λυπηρά· | |
30 | οὕτως καὶ ἐν ταῖς εὐημερίαις γυμναζόμεθα, καὶ δει‐ κνύμεθα, εἴτε συνεπαιρόμεθα ταῖς εὐκληρίαις, εἴτε τὴν τούτων ἐπιστάμεθα φύσιν. Βασιλείαν τοίνυν ἐγ‐ χειρισθεὶς ὁ μακάριος Ἰωσίας, καὶ μετ’ εὐσεβείας αὐτὴν κυβερνήσας, εἰκότως ἔφη· | |
35 | «Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. [βʹ.] Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου.» Πάντα, φησὶ, μεμάθηκας ἀκριβῶς, τίνα εἰργαζόμην καθ‐ ήμενος, τίνα ἔδρων ἀνιστάμενος. Διὰ γὰρ τῆς καθ‐ έδρας καὶ τῆς ἐγέρσεως, πάντα τὸν βίον ἐδήλωσε. | |
40 | Καθαρᾶς δὲ ψυχῆς καὶ συνειδότος ἐῤῥωμένου τὰ ῥή‐ ματα. Καὶ ἐπειδὴ εἶπεν, «Ἐδοκίμασάς με καὶ ἔγνως με,» ἵνα μή τις ὑπολάβῃ μετὰ τὸ τέλος τῶν πραγ‐ μάτων μανθάνειν τὸν Θεὸν τὰ γινόμενα, ἁρμοδίως μάλα ἐπήγαγε· | |
45 | γʹ. «Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα‐ κρόθεν.» Ἄνωθεν γὰρ, καὶ ἐξ ἀρχῆς, καὶ πρὸ πολ‐ λῶν γενεῶν τῆς ἐμῆς διαπλάσεως, οὐ μόνον τὰς ἐμὰς προεώρακας πράξεις, ἀλλὰ τοὺς ἐσομένους μοι προεώρακας λογισμούς. «Τὴν τρίβον μου, | |
80.1933(50) | καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας.» Ὁ δὲ Θεο‐ δοτίων οὕτως, Τὴν τρίβον μου, καὶ τὴν ὁδόν μου ἐξιχνίασας. Ὁδὸν καὶ τρίβον τὰς πράξεις | |
καλεῖ, σχοῖνον δὲ τὴν τούτων εὐθύτητα· ἐκ μεταφο‐ | 1933 | |
80.1936 | ρᾶς τῶν οἰκοδομούντων, καὶ σπαρτίῳ τοὺς τοίχους διευθυνόντων. Ἔγνως, φησὶν, ἀκριβῶς μου τὰς πρά‐ ξεις, καὶ οὐδὲν τῶν ἐμῶν τὴν σὴν ἔλαθε γνῶσιν. δʹ. «Καὶ πάσας τὰς ὁδούς μου προεῖδες, ὅτι οὐκ | |
5 | ἔστι δόλος ἐν τῇ γλώσσῃ μου.» Οὐ μόνον προ‐ εῖδεν, ἀλλὰ καὶ προείρηκεν ὁ τῶν ὅλων Θεὸς διὰ τῶν προφητῶν, καὶ τῷ Ἱεροβοὰμ θύοντι, καὶ ταῖς δα‐ μάλεσι τὸ θεῖον σέβας προσφέροντι προεθέσπισεν, ὡς ἀναστήσεται υἱὸς τῷ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, | |
10 | καὶ τοὺς τῶν εἰδώλων ἱερέας παραδώσει θανάτῳ, καὶ τὰ τούτων ὀστᾶ ἐν ἐκείνῳ τῷ βωμῷ κατακαύσει. εʹ. «Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα.» Δι’ αὐτῶν μεμάθηκα τῶν πραγμά‐ των, ὡς ἅπασαν ἔχεις τὴν γνῶσιν, καὶ τῶν πάλαι | |
15 | γεγενημένων, καὶ τῶν μηδέπω γεγενημένων. «Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου.» Πῶς γὰρ οἷόν τε λαθεῖν τι τῶν ἐμῶν τὸν ἐμὸν ποιητὴν, τὸν ἔνδον ἐν τῇ μητρῴᾳ με διαπλάσαντα νηδύϊ, καὶ πάσης ἀξιώσαντα προμηθείας; Τὸ δὲ, «Ἔθηκας ἐπ’ | |
20 | ἐμὲ τὴν χεῖρά σου,» ἔοικε τῷ, «Αἱ χεῖρές σου ἐποίη‐ σάν με, καὶ ἔπλασάν με.» Σημαίνει δὲ κατὰ ταυτὸν καὶ τὴν μετὰ τὴν διάπλασιν προμηθείαν. ϛʹ. «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Ἐκ | |
25 | τῶν εἰς ἐμὲ γεγενημένων τὴν σὴν ἔγνωκα δύναμιν· καὶ ὑμνῆσαι τὴν σὴν θέλων σοφίαν, εἶτα τῆς ἀξίας διαμαρτάνων, τὴν ἧτταν ὁμολογῶ. Οὕτω καὶ τὴν γνῶσιν, καὶ τὴν πρόγνωσιν τοῦ Θεοῦ τῶν ὅλων θαυ‐ μάσας, καὶ ὅτι οὐδὲν αὐτὸν ἔλαθεν, οὔτε τῶν γεγε‐ | |
30 | νημένων, οὔτε τῶν ἐσομένων, ἐφ’ ἕτερον μετα‐ βαίνει ταῦτα διηγούμενος· ζʹ. «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Τὸν οὕτω πάντα σαφῶς ἐπιστάμενον πῶς δυνατὸν λαθεῖν δραπε‐ | |
35 | τεύοντα; Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι τὴν αὐτὴν ἐνέργειαν ἔχειν ἐδίδαξε, καὶ τὸν Θεὸν, καὶ τὸ παν‐ άγιον Πνεῦμα· «Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύ‐ ματός σου, καὶ ἀπὸ προσώπου σου ποῦ φύγω;» Ὧν δὲ μία ἡ ἐνέργεια, μία πάντως καὶ ἡ δύναμις· | |
40 | ὧν δὲ μία ἡ δύναμις, μία ἡ φύσις· μία ἄρα τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος ἡ φύσις. ηʹ. «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Ἅπαντα, φησὶ, πληροῖς, καὶ τὰ ἄνω καὶ τὰ κάτω. Τὸ μὲν γὰρ τοῦ | |
45 | ὕψους ἔσχατον, τὸ δὲ τοῦ βάθους. Καλῶς δὲ τῷ μὲν οὐρανῷ τὸ, «Σὺ ἐκεῖ εἶ,» συνέζευξε, τῷ δὲ ᾄδῃ τὸ πάρει. Τοῖς γὰρ ἐν οὐρανῷ διαιτωμένοις ἀγγέλοις ἐπαναπαύεται. Πανταχοῦ δὲ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· «καὶ ἐν αὐτῷ ζῶμεν, κατὰ τὸν θεῖον | |
80.1936(50) | Ἀπόστολον, καὶ κινούμεθα, καὶ ἐσμέν.» | 1935 |
80.1937 | θʹ, ι. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Ὄρθρον τὰς ἀνατολὰς | |
5 | ἐκάλεσε, δυσμὰς δὲ τῆς θαλάττης τὰ ἔσχατα. Τῷ γὰρ ὕψει καὶ τῷ βάθει τὸ μῆκος καὶ τὸ πλάτος προσ‐ έθηκε, διδάσκων τὸ τῆς θείας φύσεως ἀπερίγραφον. Ταύτης δὲ τῆς δυνάμεως τὴν πεῖραν ἔλαβε καὶ Ἰω‐ νᾶς ὁ προφήτης. Φυγεῖν γὰρ τὸν τῶν ὅλων Θεὸν ἐπι‐ | |
10 | χειρήσας, καὶ ἥλω, καὶ τοῖς κύμασιν ἐπεδήθη, καὶ οἷον εἱρκτῇ τινι παρεδόθη τῷ κήτει, καὶ πρὸς ἣν ἀπεστάλη πόλιν ἐποδηγήθη. Ἀληθῆ τοίνυν καὶ ἐν‐ ταῦθα δείκνυται τῆς προφητείας τὰ ῥήματα· ὅτι «Εἰ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, | |
15 | ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δε‐ ξιά σου. [ιαʹ] Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐὰν εἴπω, Ἴσως σκότος περισκεπάσει με, ἀλλὰ καὶ νὺξ φωτεινὴ περὶ | |
20 | ἐμέ. Κἂν πρὸς ἀνίσχοντα, φησὶ, κἂν πρὸς δυόμενον ἥλιον καταφύγω, τὴν σὴν οὐ διαφεύξομαι δύναμιν· κἂν τῷ σκότει τῆς νυκτὸς κατακαλύψασθαι πειραθῶ, οὐδ’ οὕτως λήσομαι. Σοὶ γὰρ φῶς ἐστι καὶ τὸ σκότος. ιβʹ. «Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ | |
25 | νὺξ ὡς ἡμέρα φωτισθήσεται.» Ὁ δὲ Σύμμαχος οὕ‐ τως· Οὔτε σκότος σκοτεινὸν ἔσται ὑπὲρ σὲ, ἀλλὰ καὶ νὺξ ὡς ἡμέρα φανεῖται. Τὸ σκότος, φησὶν, ἐμοί ἐστι σκότος· ἐγὼ γὰρ ἔχω φωτὸς καὶ σκότους διαφοράν. Σοὶ δὲ τῷ νοερῷ φωτὶ, καὶ νὺξ φανωτάτη, | |
30 | καὶ πάσης μεσημβρίας φωτεινοτέρα. «Ὡς τὸ σκό‐ τος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.» Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. ιγʹ. «Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου.» Ταῦ‐ τα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτι‐ | |
35 | ζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος. Νεφροὺς γὰρ ἐνταῦθα τοὺς λογισμοὺς προσηγόρευσεν. Ἐπειδὴ γὰρ τὸ ἐπιθυμητικὸν ἔγκει‐ ται τοῖς νεφροῖς, οἱ λογισμοὶ δὲ τὴν ταύτης δέχον‐ ται προσβολὴν, λογισμοὺς ἐκάλεσε τοὺς νεφρούς. | |
40 | «Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.» Σύ μου γέγονας καὶ παιδοτρίβης, καὶ κηδεμὼν, καὶ δι‐ δάσκαλος, καὶ εὐθὺς τῆς μήτρας ἐξελθὼν τῆς σῆς προνοίας ἀπήλαυσα. ιδʹ. «Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμα‐ | |
45 | στώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.» Τούτου δὲ χάριν ὑμνῶν δια‐ τελῶ, ταῖς σαῖς μεγαλουργίαις καταυγαζόμενος, καὶ | |
εἰς τοῦτο διεγειρόμενος. | 1937 | |
80.1940 | ιεʹ. «Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίη‐ σας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς.» Ἅπαντα, φησὶν, ἀκριβῶς γινώσκεις τὰ κατ’ ἐμοῦ. Σὺ γὰρ ἔτι με τῇ νηδύϊ | |
5 | τῇ μητρῴᾳ κρυπτόμενον ἔπλασας, καὶ οἱονεὶ ἐν τῷ ἐσχάτῳ μέρει τῆς γῆς ὄντα, εἰς φῶς ἤγαγες. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Οὐκ ἐπεκαλύφθη ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύ‐ φῳ, ἐποικίλθην ὡς ἐν κατωτάτῳ τῆς γῆς. Οὐ‐ | |
10 | δέν σε, φησὶ, λαθεῖν δυνατὸν ἐν τῷ κρυπτῷ τῆς φύ‐ σεως ἐργαστηρίῳ διαπλάττοντα τῶν ἀνθρώπων τὴν φύσιν. ιϛʹ. «Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· | |
15 | ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις οὐκ ἐνδεούσης οὐδεμιᾶς. Οὕτω μὲ, φησὶν, εἶδες πρὶν | |
20 | διαπλασθῆναι καὶ μορφωθῆναι, ὡς τοὺς ἤδη γεννη‐ θέντας, καὶ τελείους γεγενημένους, καὶ οὐδεμιᾶς ἐν‐ δεεῖς ἡμέρας, καὶ ἐν τοῖς σοῖς βιβλίοις ἀναγεγραμμέ‐ νους. Τούτων τῶν βιβλίων καὶ ὁ μακάριος μέμνηται Δανιήλ· «Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βί‐ | |
25 | βλοι ἠνεῴχθησαν.» Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγ‐ γελίοις, «Ὑμῶν καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί.» Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον τοῦ Θεοῦ μνήμην. Οὕτω τὰ θεῖα διηγησάμενος, τὸν οἰ‐ | |
30 | κεῖον ἀποκαλύπτει σκοπὸν, οὐ φιλοτιμίᾳ χρώμε‐ νος, ἀλλ’ ὠφελείας ἀρχέτυπον προτιθείς. ιζʹ. «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.» Τοῦτο σαφῶς καὶ ἡ ἱστορία διδάσκει· πάσης γὰρ τοὺς | |
35 | θείους ἱερέας ἠξίωσε θεραπείας. Ἤκουσαν γὰρ πάντες τῶν ὑποσχέσεων, ἃς πρὸς τὸν Ἀβραὰμ ὁ Θεὸς ἐποιήσατο, «Εὐλογήσω, λέγων, τοὺς εὐλογοῦν‐ τάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι.» Τὸ δὲ, «Ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν,» ὁ Θεοδο‐ | |
40 | τίων οὕτως ἡρμήνευσεν, Ἐκραταιώθησαν οἱ πένη‐ τες αὐτῶν. Οἱ γὰρ πάλαι διὰ τὰς τῶν δυσσεβῶν βα‐ σιλέων παρανομίας ἐν εὐτελείᾳ καὶ πενίᾳ διάγοντες πάσης ἀπήλαυσαν παρὰ τῷ Ἰωσίᾳ τιμῆς. ιηʹ. «Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον | |
45 | πληθυνθήσονται.» Τῇ γὰρ τοῦ βασιλέως εὐσεβείᾳ, καὶ οἱ πάλαι δυσσεβεῖς, τὴν διάνοιαν φωτισθέντες, παλινῳδίαν ᾖσαν, καὶ τὴν κατὰ νόμον πολιτείαν | |
ἠσπάσαντο, καὶ οἱ πάλαι εὐαρίθμητοι ἀριθμοῦ κρείτ‐ | 1939 | |
80.1941 | τους ἐγένοντο. Προθεσπίζει δὲ κατὰ ταυτὸν ὁ λό‐ γος, καὶ τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν γεγενημένην τῆς οἰκουμένης μετα‐ βολήν. Νικῶσι γὰρ κατὰ πόλιν ἑκάστην καὶ χώραν | |
5 | τὸν ἀριθμὸν οἱ τῆς τοῦ Θεοῦ θεραπείας ἐπιμελού‐ μενοι. «Ἐξεγέρθην, καὶ ἔτι εἰμι μετὰ σοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἐξυπνήσω, καὶ ἀεὶ ἔσομαι παρὰ σοί. Ἀεὶ γὰρ ἐμαυτὸν διεγείρων, καὶ τῆς ῥᾳ‐ θυμίας τὸν ὕπνον ἀπώσομαι, καὶ τὴν σὴν μνήμην | |
10 | ἐν τῇ διανοίᾳ φυλάξω. Οὕτω γὰρ τῆς σῆς ἀπολαύσο‐ μαι προμηθείας. ιθʹ. «Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεὸς, ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ’ ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς.» Ἴδιον τῶν τοὺς ἀγαθοὺς ἀγα‐ | |
15 | πώντων τοὺς ἐναντίους βδελύττεσθαι. Διό φησιν, ὅτι Σοῦ τοῦ φιλανθρώπου τοὺς ἁμαρτωλοὺς ἀναιροῦν‐ τος, πολλῷ μᾶλλον ἐγὼ τὴν τούτων ἀποστραφήσο‐ μαι συνουσίαν, τὴν φιλόνεικον αὐτῶν ἐπιστάμενος γνώμην. Οὐ γὰρ ἀνέχονται τῶν ἀγαθῶν παραινέ‐ | |
20 | σεων, ἀλλὰ τῇ δυσκολίᾳ τῆς γνώμης ἀποσείονται ταύτας. κʹ. «Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.» Ἀποκτενεῖς δὲ αὐτοὺς, φησὶν, οὐκ ἀδίκως, ἀλλ’ ἐπειδὴ μάτην τὰς πόλεις οἰκήσουσιν, ὄνησιν οὐδε‐ | |
25 | μίαν ἐκ τῶν σῶν νόμων καρπούμενοι. καʹ, κβʹ. «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖ‐ σος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Τῆς σῆς ἐξήρτημαι ἀγάπης, ὦ Δέσποτα. Ταυτὰ σοὶ | |
30 | βούλομαι καὶ φιλεῖν καὶ μισεῖν. Διά τοι τοῦτο τοὺς μὲν τῆς σῆς ἀντεχομένους θεραπείας καὶ φιλῶ καὶ γεραίρω· τοὺς δὲ μισοῦντάς σε, οὐ μόνον μισῶ, ἀλλὰ καὶ ἀνιώμενος ἐπ’ αὐτοῖς, καὶ τηκόμενος διατελῶ. Μισῶ μὲν γὰρ ὡς παρανόμους, οἰκτείρω | |
35 | δὲ ὡς ἀνθρώπους. Καὶ πενθεῖν μὲν αὐτοὺς διὰ τὴν φυσικὴν συμπάθειαν ἀναγκάζομαι· βδελύττομαι δὲ πάλιν αὐτοὺς διὰ τὴν πολλὴν πονηρίαν. κγʹ, κδʹ. «Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους | |
40 | μου. Καὶ εἶδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.» Ταῦτα ἐγὼ μὲν οὕτως ἔχειν ὑπολαμβάνω· σὲ δὲ παρακαλῶ, τὸν ἄριστον τῶν ψυχῶν ἰατρὸν, τὸν ἐμὸν βίον καταμαθεῖν ἀκρι‐ βῶς, καὶ τὰ τῆς καρδίας ἐξετάσαι κινήματα· | |
45 | κἄν τι τῶν σῶν νόμων ἐναντίον ἐν τούτοις εὑρεθῇ, ὑπὸ τῆς σῆς εὐθυνθῆναι σοφίας ἀντιβολῶ, καὶ πρὸς τὴν αἰώνιον ὁδηγηθῆναι πορείαν. Ταῦτα ἐῤ‐ ῥέθη μὲν ὑπὸ τοῦ μακαρίου Δαβὶδ, προεῤῥέθη δὲ εἰς Ἰωσίαν τὸν εὐσεβῆ, πρόκειται δὲ πᾶσι τοῖς βου‐ | |
80.1941(50) | λομένοις ἀφορμὴ σωτηρίας. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ψαλμὸς τῷ Δαβίδ.» Διωκό‐ μενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος Δαβὶδ, εἰς ἐπικου‐ | |
ρίαν καλεῖ τὸν τῶν ὅλων Θεόν. | 1941 | |
80.1944 | βʹ. «Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.» Ἄδικος ὁ Σαοὺλ, καὶ περὶ τὸν εὐεργέτην ἀχάριστος. Οὐ γὰρ μόνον οὐδὲν ἠδικηκότα τὸν θεῖον Δαβὶδ, ἀλλὰ καὶ πολλῶν αὐτῷ | |
5 | γενόμενον πρόξενον ἀγαθῶν, ἐσπούδαζεν ἀνελεῖν. γʹ. «Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους.» Οὐ γὰρ μό‐ νον πονηροῖς ἐχρήσατο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκε τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέ‐ | |
10 | ραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἡρμήνευσεν δʹ. «Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.» Δόλῳ γὰρ χρησά‐ μενος πολλάκις ἀνελεῖν αὐτὸν ἐπεχείρησε· καὶ πολλάκις ὀμωμοκὼς, καὶ φιλικοῖς χρησάμενος λό‐ | |
15 | γοις, παρέβη τοὺς ὅρκους. Τὴν ὕπουλον τοίνυν γνώ‐ μην, καὶ τὸν κεκρυμμένον δόλον, εἰκότως ἀπείκασε τῷ τῶν ἑρπυστικῶν θηρίων ἰῷ. εʹ. «Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με.» Δικαίῳ πρέ‐ | |
20 | πουσα ἡ εὐχή. Οὐ γὰρ τοῖς ἐχθροῖς ὄλεθρον, ἀλλ’ ἑαυτῷ σωτηρίαν αἰτεῖ. «Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου.» Ἐξελαυνό‐ μενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος Δαβὶδ πρὸς τοὺς Ἀλλοφύλους κατέφυγε· δυσσεβεῖς δὲ ἐκεῖνοι, καὶ | |
25 | πάσης παρανομίας ἐργάται. Καὶ διὰ τοῦτο τοιγα‐ ροῦν ἀξιάγαστος, ὡς πανταχοῦ φύλαξ τῆς εὐσε‐ βείας γενόμενος, καὶ δουλεῦσαι ταῖς ἀνάγκαις οὐκ ἀνεχόμενος. Ἀλλ’ ὁ μὲν, φησὶν, οὗτος ὁ ἐξελαύνων με, μικροῦ δεῖν ὑπεσκέλισέ μου τῆς εὐσεβείας τὰ | |
30 | διαβήματα. ϛʹ. «Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι, καὶ σχοι‐ νίοις διέτειναν παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι.» Ὑπερήφανον αὐτὸν καλεῖ τὸν Σαούλ. «Παγίδα δὲ, καὶ σχοινία, καὶ | |
35 | σκάνδαλα, τὰς διαφόρους ἐπιβουλὰς, τοὺς λόχους, τὰς ἐνέδρας. Εἴρηκε δὲ ταῦτα τροπικῶς, ἐκ μετα‐ φορᾶς τῶν θηρευόντων καὶ ἁρπεδόνας, καὶ ποδά‐ γρας, καὶ δίκτυα διατεινόντων. ζʹ. «Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ.» Ἐγὼ δὲ, τῶν | |
40 | ἀνθρωπίνων ἁπάντων καταφρονήσας ἐμαυτόν σοι ἀνέθηκα, καὶ σὲ οἶδα Κύριον καὶ Θεὸν, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. «Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. [ηʹ.] Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου.» | |
45 | Πιστεύοντος καὶ ποθοῦντος ὁ διπλασιασμός. Ἐν σοὶ, φησὶν, ἔχω τὴν τῆς σωτηρίας ἐλπίδα· σὺ γὰρ μόνος παρέχειν τὴν σωτηρίαν ἰσχύεις. «Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.» Καὶ τοῦτο τῇ πείρᾳ μεμάθηκα. Καὶ γὰρ ἡνίκα τὴν πρὸς | |
80.1944(50) | τὸν Γολιὰθ ἀνεδεξάμην μονομαχίαν, καὶ ὅτε τοῖς Ἀλλοφύλοις παρεταξάμην, καθάπερ ἀσπίδι με τῇ σῇ | |
ῥοπῇ περιέφραξας. | 1943 | |
80.1945 | θʹ. «Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ.» Ὁ δὲ Σύμμαχος οὕτως· Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων, καὶ ὁ Ἀκύλας. Τῆς ἐμῆς, | |
5 | φησὶν, ἐφιεμένῳ σφαγῆς μὴ δῷς τὴν τῆς ἐπιθυμίας ἀπόλαυσιν. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον, Μὴ δι’ ἐμοῦ ἀπολαύσαι ὧν γλίχεται. Ἐγὼ μὲν γὰρ ἐπιθυμῶ σωθῆναι· ἐκεῖνος δὲ ἐπιθυμεῖ ἀνελεῖν με. Μὴ τοίνυν τὴν ἐμὴν ἐπιθυμίαν | |
10 | ἐκείνῳ παράσχῃς. «Διελογίσαντο κατ’ ἐμοῦ· μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν.» Πάντα λογισμὸν κινοῦσι κατὰ τῆς ἐμῆς σφαγῆς· μὴ τοίνυν με τῆς σῆς γυμνώσῃς προνοίας, ἵνα μὴ πρόφασιν αὐτοῖς ἀλαζονείας παράσχῃς. | |
15 | ιʹ. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.» Ἐντεῦθεν προλέγει τὰ ἐσόμενα αὐτοῖς κακά. Τοῦτο δὲ σαφέ‐ στερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ὁ πικρασμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν | |
20 | πωμασάτω αὐτούς. Ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, καὶ ἃ κατ’ ἐμοῦ τεκταίνουσιν ὑπομεί‐ ναιεν, καὶ ἡ κατ’ ἐμοῦ τυρευομένη πικρία τοὺς ταύτῃ χρωμένους παντελῶς συγκαλύψαι. Τοῦτο ἔοικε τῷ ἐν τῷ ἑβδόμῳ εἰρημένῳ ψαλμῷ· «Λάκκον | |
25 | ὤρυξε καὶ ἔσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο.» ιαʹ. «Πεσοῦνται ἐπὶ αὐτοὺς ἄνθρακες, καὶ ἐν πυρὶ καταβαλεῖς αὐτούς.» Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. «Ἐν ταλαιπωρίαις, | |
30 | καὶ οὐ μὴ ὑποστῶσιν.» Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσονται τούτων. Ταῦτα δὲ συνέβη τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς Ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τοῦ βίου τὸ πέρας. ιβʹ. «Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ | |
35 | τῆς γῆς.» Τοὺς διαβάλλοντας αὐτὸν συνεχῶς παρὰ τῷ Σαοὺλ διὰ τούτων αἰνίττεται, τὸν Δωὴκ, τοὺς Ζιφαίους, τοὺς ἄλλους, οἳ πολλαῖς συκοφαντίαις ἐκέχρηντο. Καὶ διδάσκει ὡς διαμαρτάνουσι τοῦ σκοποῦ οἱ πλούτου χάριν καὶ δυναστείας τῇ ψευδο‐ | |
40 | λογίᾳ χρώμενοι, καὶ οὐ τυγχάνουσιν ὧν ἐφίενται. «Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.» Ταῦτα γὰρ καὶ ὁ Σαοὺλ ὑπέμεινεν· ἥλω γὰρ ἐν τῷ πολέμῳ, καὶ ἐδέξατο τὴν θανατηφόρον πληγήν. ιγʹ. «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν | |
45 | πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων.» Μεμά‐ θηκα, φησὶ, τῆς θείας ψήφου τὸ δίκαιον, καὶ οἶδα ὅτι τοὺς πάσης ἀνθρωπείας βοηθείας ἐρήμους οὐκ ἐάσει προχείρους τοῖς πολεμοῦσιν εἰς βλάβην, ἀλλὰ πράξεται δίκας τοὺς ἀδίκους ἀξίας. | |
80.1945(50) | ιδʹ. «Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί | 1945 |
80.1948 | σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.» Τούτου δὴ χάριν ὁ τῶν δικαίων ἀνυμνεῖ σε χορὸς, ταύτης παρὰ σοῦ τῆς κηδεμονίας τυγχάνων. Καὶ τὴν σὴν ἀγαπῶσι προεδρείαν, ἀεί σε φανταζό‐ | |
5 | μενοι, καὶ τὸ σὸν ὁρᾷν ὑπολαμβάνοντες πρόσωπον. Τοιοῦτόν ἐστι τὸ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ εἰρη‐ μένον ψαλμῷ, «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» | |
10 | ΕΡΜΗΝ. ΤΟΥ ΡΜʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει τῷ προτεταγμένῳ διάνοιαν· διωκό‐ μενος γὰρ ὑπὸ τοῦ Σαοὺλ ἀντιβολεῖ τὸν Θεόν. «Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου.» | |
15 | Κραυγὴν γὰρ καλεῖ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ Μωσοῦ σιγῶντος ὁ Θεὸς ἔφη, «Τί βοᾷς πρός με;» —«Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.» Εὐμενῶς, φησὶ, Δέσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν. | |
20 | βʹ. «Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπε‐ ρινή.» Τῇ προσευχῇ συνέζευξε τὴν πρᾶξιν τῆς ἀρετῆς. Ἡ γὰρ ἔπαρσις τῶν χειρῶν ταύτην παρα‐ δηλοῖ· τὴν ἐργασίαν γὰρ αἱ χεῖρες ἐνεχειρίσθησαν. | |
25 | Ἱκετεύει δὲ τῷ τοῦ θυμιάματος ἀτμῷ παραπλη‐ σίως ἀναπεμφθῆναι τὴν προσευχὴν, καὶ τὴν ἐκείνου εὐοσμίαν μιμήσασθαι. Ὡσαύτως δὲ καὶ τῶν χειρῶν τὴν ἔκτασιν ἑσπερινῇ θυσίᾳ φανῆναι παραπλησίαν. Ἑσπερινῆς μέντοι, καὶ οὐχ ἑωθινῆς ἐμνημόνευσεν, | |
30 | ἐπειδὴ ἐν συμφοραῖς ἦν καὶ λύπαις· σκότῳ δὲ ἔοικεν ἡ συμφορὰ καὶ νυκτί. γʹ. «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.» Δύο μὲν ὁ Δημιουργὸς ἔδωκε τῇ γλώττῃ τείχεα, τὸ τῶν | |
35 | ὀδόντων, καὶ τὸ τῶν χειλέων, τὰς ἀλόγους αὐτῆς ὑπέχων ὁρμάς. Ἀλλ’ ὅμως ὁ Προφήτης καὶ ἑτέ‐ ρας ἀπολαῦσαι παρακαλεῖ φυλακῆς, δεδιὼς μή τι φθέγξηται σχετλιάζων οὐκ εὐπρεπές. Ὅτι γὰρ οὐδ’ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἰπεῖν τι βλάσφημον | |
40 | ἠνέσχετο πώποτε, μαρτυρεῖ ἡ ἱστορία. Ἀλλὰ γὰρ ἀναιρεῖν αὐτὸν πειραθέντων, αὐτὸς Χριστὸν ὠνόμα‐ σε Κυρίου. Καὶ πρὸς αὐτὸν διαλεγόμενος, δοῦλον ἑαυτὸν ἀποκαλεῖ, καὶ τὸν μηνύσαντα τὴν σφαγὴν αὐτοῦ, ταύτην πεποιηκέναι νεανιευσάμενον, ἀνεῖλεν, | |
45 | εἰρηκώς· «Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι σὲ εἶπας ἀνῃρηκέναι τὸν Χριστὸν Κυρίου.» δʹ. «Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρ‐ | |
τίαις.» Οὐ μόνον γλῶτταν φρουρηθῆναι παρα‐ | 1947 | |
80.1949 | καλεῖ, ἀλλὰ καὶ αὐτὰ τῆς διανοίας κινήματα, ἵνα μηδὲ ἐν ἐκείνοις ἕτερός τις παρὰ τοὺς θείους νόμους εὑρεθῇ λογισμός. Ἀντὶ τοῦ, «Προφασίζεσθαι προ‐ φάσεις ἐν ἁμαρτίαις,» ὁ Σύμμαχος εἴρηκεν, ἐν‐ | |
5 | νοίας παρανόμους. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον· Ἠδύνατο λογίσασθαι ὁ μακάριος Δαβὶδ, ὅτι Ἐχθρὸς καὶ πολέμιος ὁ Σαοὺλ, καὶ τῆς σφαγῆς ἐφιέμενος τῆς ἐμῆς· οὐκ ἄδικον τοίνυν ἀνελεῖν τὸν τοιοῦτον, τοῦ νόμου διαγορεύοντος, | |
10 | «Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου.» Ἀλλὰ τὴν εὐαγγελικὴν προθεωρῶν πολιτείαν, κατ’ ἐκείνην ἤθελε βιοῦν· καὶ εὔχεται μηδεμίαν πρόφασιν εἰς ἁμαρτίαν λαβεῖν. «Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ | |
15 | συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.» Ταῦτα γὰρ, φησὶ, δρῶσιν οἱ τῆς παρανομίας ἐργάται· ἐμοὶ δὲ μὴ εἴη τις πρὸς αὐτοὺς κοινωνία, κἂν τὴν ἄκραν ἔχωσιν εὐκληρίαν. Ἐκλεκτοὺς γὰρ ἐνταῦθα τῶν πονηρῶν τοὺς εὐημεροῦντας καλεῖ. | |
20 | εʹ. «Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα‐ λήν μου.» Αἱρετώτερά μοι, φησὶ, τὰ παρὰ τῶν δικαίων παιδείας χάριν γινόμενα καὶ ὠφε‐ λείας λυπηρὰ, τῶν παρὰ τῶν ἁμαρτωλῶν προσφε‐ | |
25 | ρομένων ἡδέων, κἂν δίκην ἐλαίου λαμπρύναντος κεφαλὴν, θυμηρεστέραν μοι ταῦτα παρέχει ζωήν. Αἱροῦμαι γὰρ παρὰ τῶν δικαίων παιδεύεσθαι, ἢ παρὰ τῶν ἁμαρτωλῶν θεραπεύεσθαι. «Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.» | |
30 | Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι δὲ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Τοσοῦτον γὰρ ἀπ‐ έχω τοῦ τὴν ἐκείνων εὐημερίαν ζηλῶσαι, ὅτι καὶ αὐτοὺς εὔχομαι μεταβληθῆναι, ἵνα μεταβληθείσης τῆς εὐπραξίας λάβωσι κακίας μεταβολήν. | |
35 | ϛʹ. «Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.» Οὐκ εἰς μακρὰν, φησὶ, φροῦδοι γενήσονται, καὶ οἱ τῆς ἄκρας δυναστείας ἐπειλημμένοι, πέ‐ τραις ὑφάλοις ὑπὸ ὑδάτων καλυπτομέναις ὑπο‐ βρύχιοι παραπλησίως ἔσονται, ἀντὶ τοῦ, λήθῃ παρα‐ | |
40 | δοθήσονται. «Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡ‐ δύνθησαν.» Τῇ πείρᾳ δὲ μαθόντες τῶν ἐμῶν ῥημά‐ των τὸ ἀληθὲς, καὶ τῆς τούτων ἡδονῆς καὶ ὠφελείας αἰσθήσονται. ζʹ. «Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, | |
45 | διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.» Πάχος γῆς τὸ συνεχὲς τῆς γῆς καλεῖ, ὃ τῷ ἀρότρῳ τεμνόμενον εἰς βώλους διαιρεῖται. Τούτοις, φησὶ, τοῖς βώλοις παραπλησίως οἱ νῦν ἑστῶτες διαλυ‐ | |
θήσονται τῷ θανάτῳ, καὶ ἐν τοῖς τάφοις τὰ τούτων | 1949 | |
80.1952 | ὀστᾶ σκεδασθήσονται. Παρὰ τὸν ᾅδην γὰρ τοὺς τά‐ φους ἐκάλεσεν. ηʹ. «Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου, ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.» Ἐγὼ | |
5 | δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. θʹ. «Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνο‐ | |
10 | μίαν.» Τῶν παγίδων τούτων καὶ τῶν σκανδάλων ἐμνημόνευσε καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ. Παγίδας δὲ καὶ σκάνδαλα τὰς ἐπιβουλὰς καλεῖ, ὧν ἀπαλλα‐ γῆναι παρακαλεῖ. ιʹ. «Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρ‐ | |
15 | τωλοί.» Τουτέστι, τοῦ Θεοῦ. Οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθάπερ τινὶ δικτύῳ, τῇ θείᾳ συλληφθήσονται τιμωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομε‐ νοῦσιν, καὶ πείσονται ἃ τοῖς ἄλλοις ἐπάγουσιν. «Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω.» Ἐγὼ | |
20 | δὲ τούτων κεχωρισμένος διατελέσω, ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΑʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως τῷ Δαβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχόμενον.» Δήλη τοῦ ψαλμοῦ ἡ | |
25 | ὑπόθεσις. Διωκόμενος γὰρ ὁ θεῖος Δαβὶδ ὑπὸ τοῦ Σαοὺλ, καταφεύγει μὲν ὑπὸ τὸ σπήλαιον, καὶ ἐν τοῖς ἐνδοτάτοις τούτου κατακρύπτεται χωρίοις. Εἶτα θεασάμενος τὸν Σαοὺλ ἐκεῖ καταχθέντα, τὴν μὲν δειλίαν τῆς διανοίας ἐξήλασε· τὴν δὲ θείαν ἐπικου‐ | |
30 | ρίαν ἐκάλεσε, καὶ ταύτης τετύχηκε. βʹ. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.» Καὶ ἐντεῦθεν δῆλον, ὡς κραυγὴν τὴν τῆς διανοίας προθυμίαν καλεῖ. Πῶς γὰρ ἂν ἐκέκραξε φωνῇ χρησάμενος ὁ κρυπτόμενος, | |
35 | καὶ λαθεῖν προθυμούμενος; Λέγει τοίνυν, ὅτι Μετὰ πάσης προθυμίας ἱκέτευσα τὸν Θεόν. γʹ. «Ἐγχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἐπαγγελῶ.» Καὶ τὴν συμφορὰν, φησὶν, αὐτῷ πεποίηκα δήλην, καὶ τὴν | |
40 | ὑπὲρ ταύτης ἱκετείαν ἐπιμελῶς προσενήνοχα· τὸ πολὺ δὲ τῆς δεήσεως διὰ τοῦ ἐκχεῶ παρεδήλωσεν. δʹ. «Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου.» Ταῦτα δὲ ἔδρων τὴν ὑπερβολὴν θεώμενος τῶν κα‐ κῶν· παρ’ αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. | |
45 | «Καὶ σὺ ἔγνως τὰς τρίβους μου.» Πάντα δῆλά σοι τὰ ἐμὰ, καὶ οὐδὲν τῶν ἐμῶν πράξεων τὸν σὸν ἔλαθεν ὀφθαλμόν. «Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.» Καὶ οἱ θηρεύοντες τῶν θηρίων τὰς ὁδοὺς ἀνιχνεύουσι, καὶ ἐν ἐκείναις ἱστᾶσι τὰ θήρα‐ | |
80.1952(50) | τρα. Τούτους μιμούμενος ὁ Σαοὺλ, περιεργαζόμενος τὰ κατὰ τὸν Δαβὶδ διετέλει, καὶ ἔνθα διάγειν αὐτὸν | |
ἐμάνθανεν, ἐκεῖ ταῖς ἐνέδραις ἐκέχρητο. Τοῦτο καὶ | 1951 | |
80.1953 | ὁ διάβολος δρᾷ· καὶ τῷ μὲν ὁδεύοντι τὴν τῆς σω‐ φροσύνης ὁδὸν, τίθησι τῆς φιληδονίας τὴν πάγην· τῷ δὲ ἐλεημοσύνῃ χαίροντι, τῆς κενοδοξίας τὸ δίκτυον· τῷ ἀφιλοχρημάτῳ, τῆς πλεονεξίας τὰς | |
5 | ἀφορμάς· τῇ παρθενίᾳ τὴν ἀλαζονείαν, καὶ ἁπαξ‐ απλῶς ἑκάστῳ βίῳ τὸν εὐθήρατον λόχον. εʹ. «Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.» Οὐδένα, φησὶν, οὐδαμόθεν ἑώρων ἐπίκουρον. Δεξιὰ γὰρ τὸ πρᾶγμα | |
10 | τῶν εὐνουστέρων ἐκάλεσεν. «Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.» Ἀφύκτοις ἕρκεσι περιέπεσα, καὶ πόρον οὐχ εὑρίσκω φυγῆς, οὐδὲ τὸν ἐπαμυνόμενον. ϛʹ. «Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἡ ἐλ‐ | |
15 | πίς μου.» Σὲ τοίνυν ἱκετεύω, οὗ τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. «Μερίς μου εἶ ἐν γῇ ζώντων. [ζʹ.] Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.» Πολλά‐ κις ὁ θεῖος Δαβὶδ μερίδα οἰκείαν ἐκάλεσε τὸν Θεόν· | |
20 | καὶ νῦν δὲ ὡσαύτως τοῦτο πεποίηκεν. Οὐδεμίαν γὰρ, φησὶν, ἄλλην ἔχω βοήθειαν, ἀλλὰ σὲ μόνον ἐπίκουρον, καὶ διὰ σοῦ τυχεῖν ἀντιβολῶ τῆς ζωῆς. Ταπείνωσιν δὲ τὰς συμφορὰς ἐνταῦθα καλεῖ. Τοῦτο γὰρ καὶ ὁ Σύμμαχος παρεδήλωσεν, Ἀκρόασαι τὰς λαλιάς | |
25 | μου, ὅτι ἠτόνησα σφόδρα. «Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.» Ἰσχυρότεροί μοι γεγένηνται οἱ πολέμιοι· διὰ δὲ τῆς σῆς ῥοπῆς τὰς τούτων διαφεύξομαι χεῖρας. ηʹ. «Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ | |
30 | ἐξομολογήσασθαι τῷ ὀνόματί σου.» Ὁ δὲ Ἀκύ‐ λας οὕτως, Ἐξάγαγε ἐξ ἀποκλεισμοῦ τὴν ψυχήν μου. Ὡς ἐν εἱρκτῇ γάρ τινι καὶ δεσμωτηρίῳ κατ‐ είχετο, τῶν πολεμίων τῇ θύρᾳ τοῦ σπηλαίου προσ‐ καθημένων. Ὑπισχνεῖται δὲ τῆς σωτηρίας τυχὼν | |
35 | ὕμνοις τὰς εὐεργεσίας ἀμείβεσθαι. «Ἐμὲ ὑπο‐ μενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.» Ὁ δὲ Σύμμαχος οὕτως, Τὸ ὄνομά σου στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με· τὴν γὰρ εἰς ἐμὲ γεγενημένην εὐεργεσίαν ἐνέχυρον τῆς εἰς αὐτοὺς | |
40 | λήψονται σωτηρίας, καί σε τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΒʹ ΨΑΛΜΟΥ. αʹ. «Τῷ Δαβὶδ ψαλμὸς, ὁπότε κατεδίωκεν αὐ‐ τὸν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ.» Ἐν ἐνίοις ἀντι‐ | |
45 | γράφοις εὗρον, «Ὅτε αὐτὸν ἐδίωκεν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ.» Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς ταύτην εὕρηκα τὴν προσ‐ θήκην. Ἔχεται δὲ ὅμως τῆς ἀληθείας. Αὐτὴν γὰρ ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός. «Κύριε, εἰσάκουσον τῆς | |
80.1953(50) | προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀλη‐ | 1953 |
80.1956 | θείᾳ σου· εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Δίκας μὲν τίνων ὁ θεῖος Δαβὶδ ὧν ἐπλημμέλησεν, ἐκείνοις περιέπεσε τοῖς κακοῖς· ἄδικος δὲ ὅμως, καὶ παράνομος, καὶ δυσσεβὴς, καὶ πατραλοίας ὁ Ἀβε‐ | |
5 | σαλὼμ, τῆς τοῦ γεγεννηκότος ἐπιθυμήσας σφαγῆς. Διά τοι τοῦτο τὸν Θεὸν ὁ μακάριος ἱκετεύει Δαβὶδ ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ τῆς προσευχῆς εἰσακοῦσαι· βʹ. «Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.» | |
10 | Ἐν ἀληθείᾳ, φησὶ, καὶ δικαιοσύνῃ τοῖς ἐμοῖς σε, φησὶν, ἱκέτευσα λόγοις, οὐ τῇ ἐμαυτοῦ δικαιοσύνῃ θαῤῥῶν, ἀλλὰ τὴν τῶν πολεμίων παρανομίαν εἰδώς. Οἶδα γὰρ ὡς ἀδύνατον ἀθῶόν τινα τὸ σὸν δικαστή‐ ριον ἐκφυγεῖν. Εἰ γὰρ τὸν κανόνα τῶν ὑπὸ σοῦ τε‐ | |
15 | θέντων νόμων τῷ τῶν ἀνθρώπων παραθείης βίῳ, οὐδεὶς ὀφθήσεται κατὰ τοῦτον βεβιωκώς· εἰ δὲ καὶ τὰς σὰς εὐεργεσίας εἰς μέσον ἀγάγοις, καὶ ὅσα τοῖς ἀνθρώποις ἐχορήγησας ἀγαθὰ, ποία πάλιν ἀνθρω‐ πίνη δικαιοσύνη ταῖς σαῖς ἐξισωθήσεται δωρεαῖς; | |
20 | γʹ. «Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.» Ἱκετεύω τοί‐ νυν τῆς σῆς ἀληθείας καὶ δικαιοσύνης τυχεῖν, οὐκ ἐμοῦ καὶ σοῦ κρινομένων, ἀλλ’ ἐμοῦ καὶ τῶν πολε‐ μίων δικαζομένων. Ἐκβέβλημαι γὰρ ὑπ’ ἐκείνων | |
25 | τῆς βασιλείας, ἐλήλαμαι τῆς πατρίδος. Ταύτην αὐ‐ τοῦ τὴν ταπείνωσιν καὶ ἡ ἱστορία διδάσκει. Ἀνυπό‐ δητος γὰρ, καὶ συγκεκαλυμμένος, καὶ δακρύων ἐβά‐ διζεν. «Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶ‐ νος.» Οὐδὲν γὰρ διαφέρω νεκροῦ ἐν σκότει καθειρ‐ | |
30 | γμένου, ἐληλαμένος καὶ ἐν ἐρήμοις χωρίοις διάγειν ἠναγκασμένος. δʹ. «Καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου.» Τούτου χάριν ἀθυμίας πολλῆς καὶ ἀχθηδόνος ἐμπέ‐ πλησμαι. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καλεῖ. | |
35 | «Ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.» Πάντες, φησὶν, οἱ λογισμοί μου ταραχῆς καὶ ζάλης ἐπλήσθησαν. εʹ. «Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.» Ἔλαβον, φησὶν, εἰς διάνοιαν, ὅσων τοὺς | |
40 | ἡμετέρους προγόνους ἠλευθέρωσας συμφορῶν, καὶ εὐχειρώτους γενέσθαι τοῖς πολεμίοις οὐκ εἴασας· καὶ ἀνεμνήσθην τῶν κατὰ τὸν Ἀβραὰμ, τῶν κατὰ τὸν Ἰσαὰκ, τῶν κατὰ τὸν Ἰακὼβ, τῶν κατὰ τὸν Ἰωσὴφ, τῶν κατὰ τὸν Μωσέα· καὶ ψυχαγωγίαν | |
45 | ἐντεῦθεν ἔλαβον. ϛʹ. «Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.» Ἀντὶ τοῦ, Σὺν πάσῃ προθυμίᾳ τὴν ἱκετείαν ἐποιησάμην. «Ἡ ψυχή μου, ὡς γῆ ἄνυδρός σοι.» Οὕτω δέ σου διψῶ τὴν βοήθειαν, καθάπερ ἡ ἄνυδρος γῆ προσ‐ | |
80.1956(50) | μένει τὸν ὑετόν. ζʹ. «Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.» Τὴν ὑπερβολὴν ἀθυμίας διὰ τούτων ἐδήλωσε· τῶν γὰρ λίαν ἀσχαλλόντων ἴδιον τόδε τὸ | |
πάθος. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ | 1955 | |
80.1957 | ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» Εἰ γὰρ βδελύξαιό μου τὴν ἱκετείαν διὰ τὴν ἁμαρτίαν, παραυτίκα τῷ θανάτῳ παραδοθήσο‐ μαι. Τὸν γὰρ θάνατον λάκκον ἐκάλεσε τροπικῶς. | |
5 | Καθάπερ γὰρ τὸν καθειργμένον ἐν λάκκῳ οὐκ ἔστι δίχα τῶν ἐπικουρούντων διαφυγεῖν, οὕτως ἀναβιῶναι τὸν τεθνηκότα τῶν ἀδυνάτων, μὴ βουλομένου Θεοῦ. ηʹ. «Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.» Τὴν σήν μοι φιλανθρω‐ | |
10 | πίαν, φησὶ, μήνυσον, καὶ τῆς ἐλπίδος μὴ διαμάρ‐ τοιμι. Πρωῒ γὰρ ἐνταῦθα τὸ ταχέως ἐκάλεσε. «Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.» Γενοῦ μοι, φησὶ, ποδηγὸς, καὶ τὴν εὐθεῖαν πορείαν ὑπόδειξον. Πάν‐ | |
15 | των γὰρ τῶν ἀνθρωπίνων τὴν ἐμὴν ἀποστήσας ψυχὴν, σοὶ ταύτην προσήγαγον, Δέσποτα. θʹ. «Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον.» Φεύγων τοὺς πολεμίους σὲ κατα‐ φυγῆς τόπον ἔχω, καὶ τῆς ἐκείνων ἐπιβουλῆς ἀπ‐ | |
20 | αλλαγῆναι παρακαλῶ. ιʹ. «Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.» Ἱκετεύω δὲ καὶ τοῦτο, μὴ μόνον εἰδέναι τί θέλεις, ἀλλὰ καὶ πράττειν ἃ θέλεις· ἐπειδὴ σὲ Θεὸν ἐμαυτοῦ καὶ Δεσπότην ἐπίσταμαι. | |
25 | «Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύματος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθὸς, οὕτω καὶ τὸ Πνεῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκέτευσεν, οὕτω καὶ τῆς τοῦ Πνεύ‐ | |
30 | ματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὡς μηδὲν αὐ‐ τῷ φανῆναι πρόσαντες, μηδὲ δυσχερὲς, ἀλλ’ εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν, καὶ λείαν, καὶ πλάνης ἀπηλλα‐ γμένην. ιαʹ. «Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.» | |
35 | Σύ με προεβάλου βασιλέα· τῆς σῆς δὲ ψήφου καὶ χειροτονίας ἀπήλαυσα, καὶ δέδια μὴ παροφθεὶς ὑπὸ σοῦ βλασφημίας πρόξενος τῷ σῷ ὀνόματι γένωμαι. Μὴ εἰς τὴν ἐμὴν τοίνυν ἀποβλέψῃς ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ σοῦ ὀνόματος εὐφημίαν μετάδος μοι τῆς | |
40 | σωτηρίας. «Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλί‐ ψεως τὴν ψυχήν μου.» Ἐμοὶ γὰρ καὶ τοῖς πολε‐ μίοις δικάσας, δικαίως τῶν ὑπ’ ἐκείνων ἐπαγομένων ἀπαλλάξεις με συμφορῶν. ιβʹ. «Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς | |
45 | ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.» Τοῦτο καὶ ἐν τῷ ρλεʹ ἔφη ψαλμῷ, «Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ» Καὶ ἐνταῦθα ἔφη, «Ἐν τῷ ἐλέει σου | |
80.1957(50) | ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.» Ὁ γὰρ περὶ τὸν ἀδικούμενον ἔλεος ἐπάγει τῷ ἀδικοῦντι τὸν ὄλεθρον. Οὕτω καὶ γεωργὸς ἄριστος προῤῥίζους μὲν τὰς | |
ἀκάνθας ἐκτέμνει, ἄρδει δὲ καὶ γεωργεῖ τὰ φυτά. | 1957 | |
80.1960 | ΕΡΜΗΝ. ΤΟΥ ΡΜΓʹ ΨΑΛΜΟΥ. αʹ. Τῷ Δαβίδ. Ἐν ἐνίοις τῶν ἀντιγράφων τῇ ἐπιγραφῇ προσκείμενον εὗρον, «Πρὸς τὸν Γολιάθ.» Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις | |
5 | ἑρμηνευταῖς, οὔτε μὴν παρὰ τοῖς Ἑβδομήκοντα εὗ‐ ρον ἐν τῷ Ἑξαπλῷ. Ἔχει δὲ ὑπόθεσιν ταύτην· Τῶν ἐπαναστάντων Ἰουδαίοις ἐθνῶν, μετὰ τὴν ἀπὸ Βα‐ βυλῶνος ἐπάνοδον, πολλοὶ τῶν προφητῶν ἐμνημό‐ νευσαν· πλατύτερον δὲ τῶν ἄλλων ὁ θεῖος Ἰεζεκιήλ. | |
10 | Λέγει δὲ καὶ ταῦτα μεθ’ ἑτέρων πολλῶν· «Ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἥξεις εἰς γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένην ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἱερουσαλὴμ, ἣ ἐγένετο ἔρη‐ μος δι’ ὅλου. Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ | |
15 | κατοικήσουσιν ἐπὶ εἰρήνης πάντες αὐτοί. Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς καταιγὶς, καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν, καὶ πέσῃ σὺ, καὶ πάν‐ τες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ.» Εἶτα μετὰ πολλὰ διδάσκει καὶ τοῦ θανάτου τὸν τρόπον. | |
20 | «Καὶ συγκαλέσω ἐπ’ αὐτὸν φόβον μαχαίρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος. Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται, καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ, καὶ ἐν αἵματι, καὶ ὑετῷ κατα‐ κλύζοντι, καὶ λίθοις χαλάζης. Καὶ πῦρ καὶ θεῖον | |
25 | βρέξω ἐπὶ αὐτοὺς, καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ, καὶ ἐπὶ ἔθνη πολλὰ τὰ μετ’ αὐτοῦ.» Ἔξεστι δὲ τῷ βουλομένῳ ταῦτα μαθεῖν ἀκριβέστερον ἐντυγχάνοντι τῇ προφητείᾳ. Ταῦτα καὶ οὗτος ὁ ψαλμὸς προθεσπί‐ ζει· «Κλῖνον γὰρ οὐρανοὺς, Κύριε, καὶ κατάβηθι· | |
30 | ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται· ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς.» Σαφέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. «Εὐλογη‐ τὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου | |
35 | εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον.» Ἄρτι γὰρ ἀπὸ Βαβυλῶνος ἐπανελθόντες, καὶ ὅπλων καὶ περιβόλων ἐστερημένοι, διὰ τῆς θείας ῥοπῆς τῶν ἐπανελθόντων περιεγένοντο δυσμενῶν. Ἁρμότ‐ τει δὲ καὶ ἡμῖν τὰ εἰρημένα. Τῆς γὰρ τοῦ διαβό‐ | |
40 | λου τυραννίδος ἀπαλλαγέντες, ὑπὸ τοῦ Θεοῦ πολε‐ μεῖν ἐδιδάχθημεν· τὰς χεῖρας μὲν, ἐργαζόμενοι δι‐ καιοσύνην· διὰ δὲ τῶν δακτύλων, τοῖς μετώποις ἐπιτιθέντες τοῦ σταυροῦ τὴν σφραγῖδα. βʹ. «Ἔλεός μου, καὶ καταφυγή μου, ὑπερασπι‐ | |
45 | στής μου ἀντιλήπτωρ μου καὶ ῥύστης μου, καὶ ἐπ’ αὐτοῦ ἤλπισα.» Ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας ἐποιήσατο. Σὺ γὰρ, φησὶν, «ἔλεός μου·» παρὰ σοῦ γὰρ ἐδεξάμην τὰς τοῦ ἐλέους πηγάς. Σὺ «καταφυγή μου·» πρὸς σὲ γὰρ καταφυγὼν διεσώ‐ | |
80.1960(50) | θην. Σὺ «ἀντιλήπτωρ μου·» τῆς γὰρ σῆς ἀπολαύ‐ σας ῥοπῆς, κρείττων ἐγενόμην τῶν πολεμίων. Σὺ | |
«ῥύστης μου καὶ ὑπερασπιστής μου.» Σὺ γάρ με | 1959 | |
80.1961 | καὶ περιέφραξας πολεμούμενον, καὶ ἐῤῥύσω πολιορ‐ κούμενον. Τὴν εἰς σὲ τοίνυν ἐλπίδα σχήσω βεβαίαν. «Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ’ ἐμέ.» Τοῦτο τῷ Ζοροβάβελ ἁρμόττει, καὶ Ἰησοῦ τῷ ἱερεῖ· οὗτοι γὰρ | |
5 | ἡγοῦντο τοῦ λαοῦ τηνικαῦτα. γʹ. «Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;» Ἀντὶ τοῦ ἐγνώσθης, γνωρίζῃ ὁ Σύμμαχος ἡρμήνευσε. Σφόδρα, φησὶν, ἄγαμαι τὴν ἄμετρόν σου φιλανθρωπίαν· ὅτι | |
10 | Θεὸς ὢν, καὶ τῶν ἁπάντων δημιουργὸς, τοσαύτην τοῦ εὐτελοῦς τούτου ζώου κηδεμονίαν ποιῇ· εἶτα τῆς φύσεως τὸ ἐπίκηρον δεικνύει. δʹ. «Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.» Ὁ Θεοδοτίων, Ἄν‐ | |
15 | θρωπος, φησὶν, ἀτμίδι ὡμοιώθη· ὁ δὲ Σύμμαχος, ἀτμῷ. Ἀτμοῦ γὰρ δίκην συνισταμένου καὶ δια‐ λυομένου ῥᾳδίως φθείρεται τῶν ἀνθρώπων ἡ φύσις, καὶ σκιᾷ τούτων ὁ βίος παραπλησίως ὁδεύει· ἐπειδὴ οὕτω μέλει σοι τῶν ἐπικήρων ἀνθρώπων. | |
20 | εʹ. «Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι.» Ἀνθρωπίνως τοῖς λόγοις ἐχρήσατο, οὐκ οὐρανῷ πε‐ ριγεγραμμένην τὴν θείαν φύσιν εἰδὼς, ἀλλ’ εἰς τιμω‐ ρίαν τῶν πολεμίων καλῶν τὸν ἐπίκουρον. «Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται.» Τοῦτο γὰρ καὶ ἐν | |
25 | τῷ Σινᾷ ἐγένετο ὄρει. Τὸ γὰρ ὄρος, φησὶν, ἐκαπνί‐ ζετο. ϛʹ. «Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτοὺς, ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς.» Εὐκτικῶς μὲν σχηματίζει τοὺς λόγους· προλέγει δὲ τὰ | |
30 | ἐσόμενα, ἃ διὰ τοῦ προφήτου Ἰεζεκιὴλ προείρη‐ κεν ὁ Θεός· οὕτω γὰρ ἐκείνους ἅπαντας κατανάλω‐ σεν. ζʹ. «Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους.» Δι‐ δάσκων ὡς ἀρκεῖς νεύων παρασχεῖν τοῖς αἰτοῦσι | |
35 | τὴν σωτηρίαν. Χεῖρα δὲ τὴν ἐνέργειαν ἐκάλεσεν, ὡς πολλάκις εἰρήκαμεν. «Ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν.» Πολλὰ ὕδατα τὸ πλῆθος πολε‐ μίων ἐκάλεσεν. Οὕτω καὶ ἐν τῷ ρκγʹ ἔφη ψαλμῷ, «Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ | |
40 | ἀνυπόστατον.» Καὶ διδάσκων ὅτι τροπικῶς τοὺς ἐχθροὺς ὕδατα ἐκάλεσεν, ἐπήγαγεν· «Ἐκ χειρὸς υἱῶν ἀλλοτρίων.» Ἀλλοτρίους δὲ αὐτοὺς, οὐχ ὡς ἀλ‐ λοφύλους, ἀλλ’ ὡς δυσσεβεῖς προσηγόρευσεν. ηʹ. «Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα.» Βλασφη‐ | |
45 | μίαις, φησὶ, Δέσποτα, τῆς σῆς ἐχρήσαντο δόξης. «Καὶ ἡ δεξιὰ αὐτῶν, δεξιὰ ἀδικίας.» Τοῖς δὲ λόγοις συμβαίνει τὰ πράγματα. Ὥσπερ γὰρ τοῖς λόγοις βλασφημοῦσιν, οὕτω τοῖς ἔργοις ἀδικοῦσιν. Αὕτη γὰρ αὐτῶν ἡ δεξιὰ οὐδὲν ἐργάζεται δεξιὸν, ἀλλ’ ἀδικίας | |
80.1961(50) | πέφηνεν ὄργανον. | |
θʹ. «Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ | 1961 | |
80.1964 | δεκαχόρδῳ ψαλῶ σοι.» Οὐκ ἔσομαι γὰρ ἀγνώμων τῆς σωτηρίας τυχὼν, ἀλλὰ τοῖς συνήθεσιν ὀργάνοις χρη‐ σάμενος τὸν χαριστήριον ὕμνον ἐκτίσω. ιʹ. «Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν.» | |
5 | Οὕτω γὰρ, φησὶ, καὶ τοὺς ἡμετέρους προγόνους ὑπὸ σοῦ τὴν βασιλείαν ἐγχειρισθέντας διέσωσας, καὶ τῶν πολεμίων ἐπαναστάντων νικηφόρους ἀπέφηνας, τὸν Δαβὶδ, τὸν Ἰωσαφὰτ, τὸν Ἐζεκίαν, καὶ εἴ τις ἕτερος τὴν σὴν ἐπικουρίαν ἐξῄτησεν. «Τῷ λυτρου‐ | |
10 | μένῳ Δαβὶδ τὸν δοῦλον αὐτοῦ.» Διὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποιῇ. «Ἐκ ῥομφαίας πονηρᾶς. [ιαʹ] Ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων.» Ῥομφαίαν πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· | |
15 | τοὺς δὲ αὐτοὺς καὶ υἱοὺς ἀλλοτρίους, ὡς δυσσεβεῖς. «Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.» Τῇ ταυτολογίᾳ οὐ μάτην ἐχρήσατο· ἀλλὰ τὴν εὐημερίαν αὐτῶν διηγεῖσθαι μέλλων, τὴν τῆς πονηρίας κατηγορίαν ἀνέλαβεν, εἰς ἐπικουρίαν τὸν | |
20 | Θεὸν διεγείρων. Οἱ γὰρ οὕτως σε, φησὶ, βλασφημοῦν‐ τες, καὶ ἀδικίᾳ καὶ πονηρίᾳ συζῶντες, ἐξ οὐρίων φέρονται, καὶ παρὰ σοῦ δεξάμενοι τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ἐφόδιον ἔχουσι τῆς ἀδικίας τὴν εὐπρα‐ ξίαν. | |
25 | ιβʹ. «Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἡδρυμένα ἐν τῇ νεότητι αὐτῶν.» Ἀπήλαυσαν, φησὶν, πολυπαιδίας καὶ εὐπαιδίας, καὶ ὑπὸ τῶν υἱῶν κυκλοῦνται, νεοθαλῆ μιμούμενοι φυτά. «Αἱ θυγατέρες αὐτῶν κεκαλλω‐ πισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ.» | |
30 | Οὐ μόνον γὰρ αὐτὰς τῆς φύσεως ὡραΐζει τὸ κάλλος, ἀλλὰ καὶ ἐξ ἐπιτεχνήσεως πολὺν περίκεινται κόσμον· ὡς ἀπεικάζεσθαι τοῖς ἐπὶ τιμῇ τῶν εἰδώλων κεκαλ‐ λωπισμένοις ναοῖς. Τοιοῦτον δέ ἐστι τὸ κομμωτικὸν καὶ ἑταιρικόν. | |
35 | ιγʹ. «Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο.» Ὅταν γὰρ ἴδωσιν ὑπὲρ τὴν χρείαν τὰ δοχεῖα πεπληρωμένα, εἰς ἕτερα πάλιν τὰ περιττὰ μεταφέρουσι· κατ’ ἐκεῖνον τὸν λέγοντα, «Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδο‐ | |
40 | μήσω.» «Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. [ιδʹ] Οἱ βόες αὐτῶν παχεῖς.» Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. «Οὐκ ἔστι κα‐ τάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν | |
45 | ταῖς πλατείαις αὐτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως, Οὔτε διακοπὴ, οὔτε ἐκφορὰ, οὔτε κωκυτὸς ἐν ταῖς πλατείαις αὐτῶν. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. | |
Διὰ γὰρ πολλὴν τὴν εὐθηνίαν, καὶ τῶν ἀγαθῶν τὴν | 1963 | |
80.1965 | ἀφθονίαν, ἐν τρυφῇ καὶ γέλωτι διατελοῦσι, τῶν πο‐ νηρῶν οὐ δεχόμενοι πεῖραν. Ταῦτα καὶ ἐν τῷ ἑβ‐ δομηκοστῷ καὶ δευτέρῳ ἔφη ψαλμῷ, ὅτι «Οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ | |
5 | μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.» Εὑρίσκομεν δὲ καὶ παρὰ τοῖς ἄλλοις προφήταις συνῳδὰ τούτοις πολλά· ἀλλὰ πάντες ἐπιφέρουσι τῶν ἀμφισβητουμέ‐ νων τὴν λύσιν. Τοῦτο δὲ καὶ ἐνταῦθα πεποίηκεν ὁ | |
10 | θεῖος Δαβίδ. Ἐπήγαγε γάρ· ιεʹ. «Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, μα‐ κάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.» Οἱ γὰρ τῆς ἀληθείας ἀμύητοι οὐκ ἐπίστανται τῶν πραγμάτων διακρίνειν τὴν φύσιν, ἀλλὰ τρυφῇ, καὶ πλούτῳ, καὶ | |
15 | δυναστείᾳ τὴν εὐκληρίαν ὁρίζονται, καὶ τοὺς τούτων ἀπολαύοντας ζηλωτοὺς ἀποκαλοῦσι, καὶ μακαρίους. Οἱ δὲ μύσται τῆς ἀρετῆς τῆς θείας σοφίας μετειλη‐ φότες, τὸν ὑπὸ σοῦ προμηθούμενον λαὸν μακαρί‐ ζουσι, καὶ τοῦ βίου παντὸς τὴν σὴν προτιμῶσι κηδε‐ | |
20 | μονίαν. Τοὺς τοιούτους ἡμᾶς μακαρισμοὺς καὶ ὁ Κύ‐ ριος ἐξεπαίδευσε· «Μακάριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακάριοι οἱ πενθοῦντες, καὶ μακά‐ ριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τῶν γὰρ | |
25 | τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Οἱ δὲ τοῦ βίου τὴν ἡδονὴν προαιρούμενοι, πρὸς ὀλίγον ταύτης ἀπολαύσαντες, τὴν μακρὰν ὀδύνην ἐκ τῆς βραχείας τρυγήσουσιν ἡδονῆς. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΔʹ ΨΑΛΜΟΥ. | |
30 | αʹ. «Αἴνεσις τῷ Δαβίδ.» Δηλοῖ καὶ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὸν σκοπόν. Ὑμνεῖν γὰρ παρακελεύεται τὸν τῶν ὅλων Θεὸν, τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ με‐ γαλουργίας, καὶ βασιλείας, καὶ μεγαλοπρεπείας μεμνημένους. Πεποίηκε δὲ καὶ ἑτέρους τοιούτους | |
35 | ψαλμοὺς ἡ χάρις τοῦ Πνεύματος, εἰς εὐγνωμοσύνην τὸν λαὸν ἐκεῖνον διεγείρουσα. Ἔχει δὲ καὶ πρόῤ‐ ῥησιν τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ ἐπιγνώσεως. Κατὰ στοιχεῖον δὲ καὶ οὗτος ὁ ὕμνος σύγκειται, καὶ διὰ τῆς ταυτολογίας διδάσκει τοῦ Προφήτου τὸν πό‐ | |
40 | θον. «Ὑψώσω σε, ὁ Θεός μου, βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Φύσει μὲν ὕψιστος ὁ Θεὸς, καὶ οὐκ ἐπείσακτον ἔχει τὸ ὕψος. Κηρύττουσι δὲ τοῦτο τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ τοὺς ἀγνοοῦντας δι‐ | |
45 | δάσκουσι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Χριστοῦ ἐν τοῖς εὐαγγελίοις εἰρημένον· «Πάτερ, ἐδόξασά σου τὸ ὄνομα ἐν τῇ γῇ.» Καὶ μετ’ ὀλίγα διδάσκει ὡς οὐ δόξαν ἔδωκεν αὐτῷ, ἣν μὴ πρότερον εἶχεν, ἀλλ’ ἣν εἶχεν ἐγύμνωσεν. Ἔφη γὰρ, Ἐφανέρωσά σου τὸ ὄνομα | |
80.1965(50) | τοῖς ἀνθρώποις. Οὕτω καὶ ὁ Πατὴρ τῷ Υἱῷ οὐκ ἔδωκε δόξαν, ἣν μὴ πρότερον εἶχεν· ἀλλ’ ἣν εἶχε τοὺς | |
ἀγνοοῦντας ἐδίδαξε· «Δόξασόν με γὰρ, φησὶν, σὺ | 1965 | |
80.1968 | Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ, πρὸ τοῦ τὸν κόσμον γενέσθαι.» Οὐ τοίνυν ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ’ ὃ εἶχε δῆλον τοῖς οὐκ εἰδόσιν ἐγένετο. Καὶ ἐνταῦθα τοίνυν ὁ Προφήτης οὐχ ὑψηλὸν ποιεῖν τὸν Θεὸν ἐπαγγέλλε‐ | |
5 | ται, ἀλλὰ τὸ ὕψος αὐτοῦ τοῖς ἀνθρώποις, ὡς οἷόν τε δεικνύναι· καὶ τὸν ἁπάντων Θεὸν, καὶ Θεὸν καὶ βα‐ σιλέα ἴδιον ὀνομάζει, ὑπὸ τοῦ φίλτρου τοῦτο ποιεῖν προαγόμενος. βʹ. «Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰ‐ | |
10 | νέσω τὸ ὄνομα σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἀεί σε, φησὶν, ὑμνῶν διατελέσω, καὶ οὐδεμίαν ἡμέραν ἄμοιρον ἐάσω τῆς ὑμνῳδίας. γʹ. «Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.» Ἐπειδὴ πᾶν | |
15 | μέγεθος αἰσθητὸν μήκει, καὶ πλάτει, καὶ βάθει με‐ τρούμενον δείκνυται μέγα, εἰκότως ἐπήγαγεν, ὅτι «Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας,» ἵνα καὶ ἀσώματον δείξῃ, καὶ ἀπερίγραφον τὸν ὑμνούμενον. Μέγαν μὲν γὰρ αὐτὸν, φησὶν, οἶδα, οὐ μὴν ἐφικτὸν, | |
20 | οὔτε μὴν μετρητόν. Οὔτε γὰρ ἀρχὴν, οὔτε τέλος τοῦ μεγέθους εὑρίσκω. Ἄπειρον γὰρ τοῦτο, καὶ πᾶ‐ σαν ὑπερβαῖνον κατάληψιν. δʹ. «Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.» Ἐντεῦθεν τῶν ἐθνῶν | |
25 | προεκήρυξε τὴν θείαν ἐπίγνωσιν. Οὐ γὰρ μόνον, φησὶν, ἡμεῖς, οἱ ἐξ Ἰσραὴλ, κατὰ τήνδε τὴν γενεάν σε τὸν εὐεργέτην ὑμνήσομεν, ἀλλὰ καὶ ἑτέρα γενεὰ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῶν ἔργων σου τὴν μεγα‐ λουργίαν κηρύξει. | |
30 | εʹ. «Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιω‐ σύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγή‐ σονται.» Νικᾷ τοῦ Προφήτου τὴν δύναμιν τοῦ ὑμνου‐ μένου ἡ φύσις. Ἀξίας γὰρ ἐπιζητῶν καὶ προσφυεῖς προσηγορίας, εἶτα διαμαρτάνων, πολλὰ κατὰ ταυτὸν | |
35 | ἐπιπλέκει ὀνόματα, ἁγιωσύνης δόξαν καὶ μεγαλο‐ πρέπειαν ὀνομάζων. Ταῦτα μέν τοι προλέγει ὑπὸ τῆς ἑτέρας κηρυχθήσεσθαι γενεᾶς. ϛʹ. «Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.» Δοκεῖ | |
40 | μὲν ταυτολογίᾳ κεχρῆσθαι, διάφορα δὲ ὅμως ση‐ μαίνει. Θαυμάσια μὲν γὰρ λέγει, τὰ ἐπ’ εὐεργεσίαις τινῶν γινόμενα θαύματα· δύναμιν δὲ φοβερῶν, τὰς ἐπὶ τιμωρίᾳ ἑτέρων δειχθείσας μεγαλουργίας· οἷον διὰ τοῦ θεσπεσίου Μωϋσοῦ τῇ Αἰγύπτῳ παντοδαπὰς | |
45 | ἐπήγαγε μάστιγας· ἐκεῖνα νοητέον δύναμιν φοβε‐ ρῶν. Ἐν τῇ ἐρήμῳ μάννα ἐκόμισε τῷ λαῷ, καὶ ὀρ‐ τυγομήτρας ἐπέδησε, καὶ τὴν ἄνυδρον ἐπέκλυσε· | |
ταῦτα εἰς θαῦμα τῶν εὐγνωμόνων τὰς γλώττας ἐκί‐ | 1967 | |
80.1969 | νησε. Ταύτην καὶ ὁ θεῖος Ἀπόστολος ἐποιήσατο τὴν διαίρεσιν. Ἔφη γὰρ, ὑπὸ τοῦ παναγίου Πνεύματος δεδόσθαι, οὐ μόνον χαρίσματα ἰαμάτων, ἀλλὰ καὶ ἐνεργήματα δυνάμεων. Καὶ καλεῖ μὲν χαρίσματα ἰα‐ | |
5 | μάτων, τῶν χωλῶν τὸν δρόμον, καὶ τῶν ἀῤῥώστων τὴν ὑγίειαν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ ὅσα τοιαῦτα. Ἐνεργήματα δὲ δυνάμεων, τὴν τοῦ Ἐλυμᾶ τυφλότητα, τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας τὸν θάνατον, τοὺς τῷ Σατανᾷ παραδοθέντας, ἵνα παι‐ | |
10 | δευθῶσι μὴ βλασφημεῖν. ζʹ. «Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.» Βούλεται μὲν ὁ Προφήτης τῆς θείας ἀγαθότητός τε καὶ δυνάμεως ὑποδεῖξαι τὸν πλοῦτον· ἀνθρωπίνῃ δὲ | |
15 | χρησάμενος γλώττῃ, καὶ τυχεῖν οὐ δυνάμενος τοῦ ποθουμένου, πλείονα πάλιν συνάπτει ὀνόματα, καὶ προλέγει τῆς γενεᾶς τῆς ἐσομένης τὸ εὔγνωμον, ὅτι τοῖς θείοις ἐντρυφῶσα λογίοις, καθάπερ τινὰς ἐρυγὰς προσφέρει τὴν τῆς θείας φιλανθρωπίας διήγησιν. | |
20 | Τοῦτο μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος ὑπομένει, καὶ ἀξίως οὐ δυνάμενος διηγήσασθαι τὰ θεῖα, διὰ πλειό‐ νων ὀνομάτων τοῦτο πειρᾶται. «Τὸν ὑπερβάλλοντα γάρ φησι, πλοῦτον τῆς χάριτος αὐτοῦ.» Ἀλλαχοῦ δὲ τὴν ἧτταν ὁμολογεῖ, «Ὡς ἀνεξερεύνητα, λέγων, τὰ | |
25 | κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» ηʹ. «Οἰκτίρμων, καὶ ἐλεήμων ὁ Κύριος, μακρό‐ θυμος, καὶ πολυέλεος.» Τὸ αὐτὸ καὶ ἐνταῦθα πάλιν ὁ Προφήτης ὑπέμεινεν. Εἰς νοῦν γὰρ λαβὼν, ὅπως τῶν ἀνθρώπων τὴν φύσιν διέπλασεν, ὅσης τιμῆς τε | |
30 | καὶ προμηθείας ἠξίωσεν, ὅτι πᾶσαν τὴν ὁρωμένην κτίσιν αὐτοῖς προσφέρειν τὴν χρείαν ἐνομοθέτησεν, ὅτι καθ’ ἑκάστην ἡμέραν πλημμελούντων ἀνέχεται, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὐ | |
35 | μόνον οἰκτίρμονα καλεῖ, ἀλλὰ καὶ ἐλεήμονα, καὶ μα‐ κρόθυμον, καὶ πολυέλεον. Ἀμετρήτῳ γὰρ χρώμενος ἀγαθότητι, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, καὶ ἠγά‐ πησεν οὕτως τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν | |
40 | μονογενῆ δοῦναι ὑπὲρ αὐτοῦ. θʹ. «Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰ‐ κτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.» Οὐ γὰρ μόνον Ἰουδαίων ἐποιήσατο πρόνοιαν, ἀλλὰ καὶ εἰς πάντας ἀνθρώπους τὴν φιλανθρωπίαν ἐξέχεεν. Οὐκ | |
45 | ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ἐπιμελεῖ‐ ται, καὶ πᾶσι παρέχει τὰ πρόσφορα. ιʹ. «Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.» Οὐ τὰ ἄψυχα τὸν Θεὸν ὑμνεῖ, οὐδὲ τὰ ἄλογα φωνὴν | |
80.1969(50) | ἀφίησι λογικήν· ἀλλὰ καὶ διὰ τούτων οἱ λογικοὶ καὶ φιλόθεοι τὴν ὑμνῳδίαν ὑφαίνουσιν. Εἰς ἕκαστον γὰρ | |
ἀφορῶντες τῶν ὑπ’ αὐτοῦ γεγενημένων, καὶ σοφίας | 1969 | |
80.1972 | τὴν μεγαλουργίαν θεώμενοι, εἰς δοξολογίαν κινοῦσι τὴν γλῶτταν. ιαʹ, ιβʹ. «Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς | |
5 | τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.» Οὗτοι γὰρ οἱ ὅσιοι, εἴτε προφῆται, εἴτε ἀπόστολοι, καὶ οἱ μετ’ ἐκείνους τὴν τοῦ κηρύγματος διακονίαν διαδεξάμε‐ νοι, τὴν αἰώνιον βασιλείαν, καὶ τὴν ἄῤῥητον δύναμιν | |
10 | πάντας ἀνθρώπους διδάξουσιν. Οὐ γὰρ μόνοις Ἰου‐ δαίοις, ἀλλὰ καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει τήνδε τὴν διδασκαλίαν προσοίσουσιν. ιγʹ. «Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώ‐ νων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» | |
15 | Ἀπέραντον ἔχεις τὸ κράτος, καὶ ἀΐδιον τὴν βασι‐ λείαν, οὔτε ἀρξαμένην, οὔτε λήξασαν. «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ.» Προλάμπει γὰρ τῶν λόγων ἀλή‐ θεια, βεβαιουμένη τοῖς ἔργοις· καὶ ταῦτα δὲ τῷ δι‐ | |
20 | καίῳ κοσμεῖται. ιδʹ. «Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπί‐ πτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους.» Οὐ γὰρ μόνον τῶν τῆς δικαιοσύνης τροφίμων ἐπι‐ μελεῖται, ἀλλὰ καὶ τῶν ὀλισθαινόντων καταῤῥηγνυ‐ | |
25 | μένων, καὶ τῆς ἁμαρτίας δεχομένων τὰ τραύματα. Τοὺς μὲν γὰρ ἐρείδων, καταπεσεῖν οὐκ ἐᾷ· τοὺς δὲ πεσόντας ἀνίστησιν, ὀρέγων τὴν δεξιάν. ιεʹ. «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.» Τὸ ἐλπί‐ | |
30 | ζουσιν ἐνταῦθα οὐκ ἐπὶ διαθέσεως τέθεικεν· οὔτε γὰρ οἱ δυσσεβείᾳ συζῶντες ταύτην ἔχουσι τὴν ἐλπίδα, οὔτε τῶν ἀλόγων τὰ γένη λογικὴν αἴσθησιν ἔχει. ἀλλὰ διδάσκει ὡς ἕκαστον παρ’ αὐτοῦ τὴν κατάλλη‐ λον ὑποδέχεται χρείαν. Εἶτα καὶ τὴν εὐκολίαν ὑπο‐ | |
35 | δείκνυσι τῆς χορηγίας. ιϛʹ. «Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας.» Ἅμα τε γὰρ βούλει, καὶ ἀπο‐ λαύει τῶν σῶν χορηγουμένων ἕκαστον ἀγαθῶν. Καθάπερ γὰρ ἡμῖν ῥᾴδιον τοὺς συνηγμένους ἐκτεῖναι | |
40 | δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα· οὕτω σοι εὐπε‐ τὲς ἐν ἀκαρεῖ παρασχεῖν τῶν ἀγαθῶν τὴν φοράν. ιζʹ. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ.» Ἐν ἁπάσαις δέ σου ταῖς οἰκονομίαις διαλάμπει τὸ δίκαιον. Ὁδοὺς | |
45 | γὰρ τὰς οἰκονομίας ἐκάλεσεν. ιηʹ. «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐ‐ τὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.» Τὸ ἐγγὺς οὐ τοπικὸν σημαίνει διάστημα· φύσει γὰρ πανταχοῦ πάρεστιν ὁ Θεός· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ | |
80.1972(50) | κινούμεθα, καὶ ἐσμὲν,» κατὰ τὸν θεῖον Ἀπόστολον· | |
ἀλλὰ τὴν σχέσιν, καὶ τὴν διάθεσιν διὰ τούτων ἐδή‐ | 1971 | |
80.1973 | λωσε. Καλὴ δὲ καὶ ἡ προσθήκη τῆς ἀληθείας. Οὐ γὰρ τοῖς ἁπλῶς ἐπικαλουμένοις πελάζει, ἀλλὰ τοῖς ἐν ἀληθείᾳ τοῦτο δρᾷν προαιρουμένοις. «Οὐ πᾶς γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν | |
5 | βασιλείαν τοῦ Θεοῦ, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πα‐ τρός μου τοῦ ἐν οὐρανοῖς.» Διὸ ἐπήγαγεν· ιθʹ. «Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐ‐ τούς.» Οἱ τὸν θεῖον ἔχοντες φόβον πρότεροι, ποιοῦσι | |
10 | τοῦ Θεοῦ τὸ θέλημα. Ἐπειδὴ τοίνυν συμβαίνει αὐτῶν ὁ σκοπὸς πρὸς τὸ θεῖον θέλημα, ἀναγκαίως αὐτῶν ὁ Δεσπότης πληροῖ τὰ θελήματα. Οὐδὲν γὰρ ἐναν‐ τίον οἷς βούλεται θέλουσιν. κʹ. «Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας | |
15 | αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.» Ἔδειξε πῶς δίκαιος ὁ Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἴδιον γὰρ τοῦ δικαίου τὸ πρόσφορον ἀπονέμειν ἑκάστῳ, οὗ δὴ χάριν τοὺς μὲν εὖ περὶ αὐτὸν διακει‐ μένους φρουρεῖ, καὶ φυλάττει, καὶ τῶν ἐπιβούλων | |
20 | ἐλευθεροῖ· τοὺς δὲ τὴν ἐναντίαν ἀσπαζομένους ὁδὸν τιμωρίαις ἐκδίδωσιν. καʹ. «Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἐγὼ μὲν | |
25 | οὖν, φησὶ, τόνδε τὸν ὕμνον συγγέγραφα. Προσήκει δὲ ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν ἀεὶ τῇ δοξολογίᾳ γεραίρειν τὸν ποιητὴν, καὶ πρόσφορον σέβας τῷ θείῳ προσφέρειν ὀνόματι. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα οὐκ Ἰουδαίοις τὸν ὕμνον ἀπένειμεν, ἀλλὰ | |
30 | πᾶσαν σάρκα εἰς τὴν ὑμνῳδίαν ἐκάλεσε. Δήλη τοίνυν ἡ πρόῤῥησις τῇ ἐκβάσει μαρτυρουμένη. Ἐν ἅπασι γὰρ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι, κατὰ τὴν προ‐ φητείαν, ὁ τῶν ὅλων ὑμνεῖται Θεός. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΕʹ ΨΑΛΜΟΥ. | |
35 | αʹ. Ἀλληλούϊα. Ἐν ἐνίοις ἀντιγράφοις πρόσ‐ κειται Ἀγγαίου καὶ Ζαχαρίου. Τοῦτο δὲ οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευ‐ ταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα εὗρον ἐν τῷ Ἑξ‐ απλῷ. Ὑμνεῖν μὲν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύε‐ | |
40 | ται τὸν τῶν ὅλων Θεόν. Τοῦτο γὰρ καὶ ἡ ἐπιγραφὴ δηλοῖ. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον ἑρ‐ μηνεύεται, ὡς πολλάκις εἰρήκαμεν. βʹ. «Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον.» Ἡ χάρις τοῦ Πνεύματος πᾶσιν ἡμῖν παρεγγυᾷ, εἰς τὴν τοῦ Θεοῦ | |
45 | δοξολογίαν ἡμᾶς αὐτοὺς διεγείρειν. «Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.» Ἐν τῷ ἕκτῳ ἔφη ψαλμῷ, «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Τούτου χάριν κατὰ τὸν τῆς ζωῆς χρόνον ὑμνεῖν | |
80.1973(50) | διδασκόμεθα τὸν Θεὸν, ἕως ἂν τοῦδε τοῦ βίου τὸ | 1973 |
80.1976 | πέρας δεξώμεθα. «Μὴ πεποίθατε ἐπὶ ἄρχοντας.» Ἀγαθὴ παραίνεσις, Οὔτε γὰρ ἀεὶ οἱ ἄρχοντες ἄρ‐ χουσιν, ἀλλὰ πρόσκαιρον ἔχουσιν ἐξουσίαν, οὔτε πάντες οἱ ἄρχοντες τιμῶσι τὸ δίκαιον. Ἵνα δὲ προσῇ | |
5 | καὶ ἀμφότερα, χρὴ τῆς φύσεως ἰδεῖν τὸ ἐπίκηρον. Τοῦτο γὰρ ἐπιφέρει. γʹ. «Ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτη‐ ρία.» Βλέπε τὴν φύσιν, καὶ μὴ θάῤῥει τῇ ἐξουσίᾳ. «Ἄνθρωπος γὰρ ματαιότητι ὡμοιώθη,» καὶ «Ἄνθρω‐ | |
10 | πος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.» δʹ. «Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέ‐ ψει εἰς τὴν γῆν αὑτοῦ.» Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν καλεῖ. Ταύτης δὲ ἐξιούσης, εἰς τὴν οἰκείαν συγγέ‐ νειαν τὸ σῶμα χωρεῖ, κατὰ τὴν θείαν ἀπόφασιν, | |
15 | «Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» —«Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.» Τῆς γὰρ ψυχῆς ἀποζευχθείσης, καὶ τοῦ σώματος δια‐ λυθέντος εἰς κόνιν, ἐδείχθη ματαία τῶν λογισμῶν ἡ φαντασία. Τοῦτο καὶ διὰ τῆς παραβολῆς ἡμᾶς ὁ Κύ‐ | |
20 | ριος ἐδίδαξεν. Εἰσαγαγὼν γὰρ τὸν πλούσιον, οὗ ηὐ‐ φόρησεν ἡ χώρα, λογιζόμενον καταλῦσαι τὰς ἀποθή‐ κας, καὶ μείζονας οἰκοδομῆσαι, ἐπήγαγεν· «Ἄφρον, ταύτην τὴν νύκτα ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται;» Καὶ τῶν ἄλλων δὲ | |
25 | ἀνθρώπων, οἱ μὲν ἀρχὰς καὶ δυναστείας, οἱ δὲ κτή‐ σεις ἀγρῶν καὶ οἰκοδομίας φαντάζονται· οἱ δὲ τὰς ἐν πολέμοις ὀνειροπολοῦσι νίκας, ἄλλοι δὲ τοῖς ἐχθροῖς τεκταίνουσιν ὄλεθρον· ἀλλ’ ἐπιὼν ἐξαπιναίως ὁ θά‐ νατος ἀτέλεστον τῶν λογισμῶν τὴν φαντασίαν ἐᾷ. | |
30 | Οὕτω δείξας τῆς ἐπ’ ἀνθρώποις ἐλπίδος τὸ μάταιον, τῆς εἰς τὸν Θεὸν πεποιθήσεως τὸ ὀνησιφόρον ἐπι‐ δείκνυσιν. εʹ. «Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.» Θεὸν Ἰα‐ | |
35 | κὼβ οὐχ ἁπλῶς ὠνόμασεν, ἀλλ’ ἀναμιμνήσκων ἡμᾶς πόσης προμηθείας ἀπήλαυσεν Ἰακὼβ πρὸς τὸν Θεὸν ἐλπίσας, καὶ οἵους καὶ ὅσους ἐδρέψατο τῆς ἐλπίδος καρποὺς, εἰς τὸν τούτου Θεὸν ἐλπίζειν παρεγγυᾷ· καὶ Κύριον αὐτὸν, καὶ Θεὸν ὀνομάζει, καὶ δι’ ἀμφο‐ | |
40 | τέρων κηρύττει τὸ δυνατόν. Εἶτα ἐκ τῆς τῶν ποιημά‐ των δημιουργίας διδάσκει αὐτοῦ τὴν ἀγαθότητα καὶ τὴν δύναμιν. ϛʹ. «Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.» Συντόμως ἅπα‐ | |
45 | σαν τὴν ὁρωμένην καὶ ἀόρατον τῷ λόγῳ περιέλαβε κτίσιν. Οὐ γὰρ μόνον οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσ‐ σης ἐμνήσθη, ἀλλὰ καὶ πάντων τῶν ἐν αὐτοῖς. Ἐν οὐρανῷ δὲ ἄγγελοι, καὶ τῶν ἀοράτων ἡ φύσις, καὶ ἥλιος, καὶ σελήνη, καὶ τῶν ἀστέρων τὸ πλῆθος. Ἐν | |
80.1976(50) | γῇ δὲ καὶ θαλάσσῃ ἄνθρωποι, καὶ τῶν ἀλόγων τὰ γένη. Τοσαύτη, φησὶ, τοῦ Ποιητοῦ τῶν ὅλων ἡ δύνα‐ μις. Βλέπεις τοίνυν πόσον ἐστὶ τὸ διάφορον τῶν | |
φθειρομένων ἀρχόντων, καὶ τοῦ δημιουργοῦ τῶν | 1975 | |
80.1977 | ἁπάντων. Οὕτω δείξας αὐτὸν τῶν ὅλων δημιουργὸν, δείκνυσιν αὐτὸν καὶ προμηθούμενον ὧν ἐποίησεν. ζʹ. «Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν | |
5 | τοῖς πεινῶσιν.» Ἀψευδὴς γάρ ἐστιν ὑπισχνούμενος, καὶ φιλαλήθης τὰς ἐπαγγελίας πληροῖ. Ἐπαμύνει δὲ τοῖς ἀδικουμένοις, καὶ κρίνει δικαίως· παρέχει δὲ καὶ πᾶσι τοῖς πεινῶσι τὴν κατάλληλον τροφήν. Ἐντεῦθεν καὶ τὰς διὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν | |
10 | γεγενημένας εὐεργεσίας προλέγει. ηʹ. «Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους.» Ταῦτα καὶ διὰ Ἡσαΐου προφήτου προηγόρευσεν ὁ τῶν ὅλων Θεός. Εἰρηκὼς γὰρ, «Δέδωκά σε εἰς φῶς ἐθνῶν,» | |
15 | ἐπήγαγεν, «Ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθ‐ ημένους ἐν σκότει.» Καὶ ἑτέρωθι ἐκ προσώπου ἔφη τοῦ Δεσπότου τοῦ Χριστοῦ· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς | |
20 | ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνά‐ βλεψιν.» Καὶ ἀλλαχοῦ, «Τότε ἀκούσονται κωφοὶ λό‐ γους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμί‐ χλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται. | |
25 | «Κύριος ἀγαπᾷ δικαίους. [θʹ] Κύριος φυλάσσει τοὺς προσηλύτους.» Ἑκάστῳ τὰ κατάλληλα προσ‐ φέρει τῶν ὅλων ὁ Κύριος. Καὶ τοὺς μὲν ἀγαπῶντας αὐτὸν δικαίους τοῖς ἴσοις ἀμείβεται, καὶ ἀγάπην αὐ‐ τοῖς καὶ φιλοστοργίαν ἀντιδίδωσι πατρικήν· τοὺς δὲ | |
30 | τὴν πατρῴαν φυγόντας ἀσέβειαν, καὶ μετὰ πίστεως αὐτῷ προσιόντας, πάσης ἀξιοῖ φυλακῆς τε καὶ προ‐ μηθείας. Προσηλύτους γὰρ τοὺς ξένους καλεῖ. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος, ὅτι «Ἦμέν ποτε χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, | |
35 | καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες· ἀλλ’ οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενή‐ θημεν.» —«Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.» Ἀπὸ τῆς καθόλου Προ‐ νοίας ἐπὶ τὰ μερικὰ τὸν λόγον κατήγαγε, καί φησιν | |
40 | ὡς οὐδενὸς ἀμελεῖ τῶν ὅλων ὁ πρύτανις, ἀλλὰ καὶ τοὺς ἐρήμους ἀνθρωπίνης κηδεμονίας πάσης ἀξιοῖ ἐπιμελείας, καὶ τὰς κατὰ τούτων ἐπιβουλὰς δια‐ λύει. ιʹ. «Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός | |
45 | σου Σιὼν εἰς γενεὰν καὶ γενεάν.» Αἰώνιον γὰρ ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀΐδιον ὁ νῦν, ὦ Σιὼν, μόνης σου Θεὸς νομιζόμενος. ΕΡΜΗΝ. ΤΟΥ ΡΜϛʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Ἐνταῦθα σαφῶς ἐδιδάχθημεν | |
80.1977(50) | τοῦ ἀλληλούϊα τὴν ἑρμηνείαν. Τὸ γὰρ Αἰνεῖτε τὸν | 1977 |
80.1980 | Κύριον, Ἀλληλούϊα ὁ Ἑβραῖος λέγει· ὁ δὲ Σύμ‐ μαχος καὶ ἀνερμήνευτον αὐτὸ εἴασε· λέγει δὲ οὕτως, Ἀλληλούϊα, ὅτι ἀγαθὸς ψαλμός. Ὁ δὲ Θεοδοτίων, Αἰνεῖτε τὸν Ἰά· αἰνεῖν καὶ οὗτος τοίνυν | |
5 | ὁ ψαλμὸς παρακελεύεται· προθεσπίζει δὲ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν μετὰ ταῦτα γενομένην τῆς Ἱερουσαλὴμ οἰκοδομίαν. Οὐ γὰρ, ὡς Ἰουδαῖοι προσδοκῶσιν, αὖθις Ἱερουσαλὴμ οἰκοδομηθήσεται, ἀλλὰ τὴν ἤδη γεγενημένην ὑπὸ Ζοροβάβελ οἰκοδο‐ | |
10 | μίαν, ὁ προφητικὸς προθεσπίζει λόγος. «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.» Ὀνήσιμος, φησὶν, ἡ ὑμνῳδία, καὶ πρόξε‐ νος ἀγαθῶν· θυμήρης δὲ τῷ Θεῷ οὐχ ὁ ὕμνος, ἀλλὰ τῶν ὑμνούντων ὁ σκοπός· αὐτὸς δὲ ἀνενδεὴς χαίρει | |
15 | τῇ σωτηρίᾳ τῶν ἀνθρώπων. βʹ. «Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει.» Καὶ διὰ τοῦτο, φησὶν, αὐτὸν ὑμνεῖσθαι προσήκει, ὅτι καὶ τὴν κατα‐ λυθεῖσαν Ἱερουσαλὴμ οἰκοδομήσει, καὶ τοὺς δο‐ | |
20 | ρυαλώτους γεγενημένους ἀξιώσει τῆς ἐπανόδου. Εἰ δὲ μὴ πάντες ἐπανῆλθον, οὐχ ὁ θεῖος διεψεύσατο λό‐ γος, ἀλλ’ ἡ ἐκείνων ἠλέγχθη πονηρία. Αὐτὸς μὲν γὰρ διὰ τοῦ Κύρου πᾶσιν ἐπανελθεῖν παρεγγύησεν, οἱ δὲ ἀντίτυπον ἐσχηκότες γνώμην, τὴν ἀλλοτρίαν | |
25 | ἀντὶ τῆς πατρίδος προείλοντο. γʹ. «Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν.» Συνῆψε τοῖς σωματικοῖς τὰ πνευματικὰ, καὶ ἔδειξεν αὐτὸν οὐ μό‐ νον τοῖς αἰχμαλώτοις τὴν ἐλευθερίαν δωρούμενον, ἀλλὰ | |
30 | καὶ τοῖς τὰ τῆς ἁμαρτίας τραύματα δεξαμένοις τὴν ἴασιν χαριζόμενον. δʹ. «Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.» Διὰ πάντων τοῦ Θεοῦ τὴν δύναμιν κηρύττει. Ὁ ἀριθμῶν δὲ ἐνταῦθα τὴν γνῶσιν | |
35 | ἐκάλεσε, καὶ ἄστρων δὲ ὀνόματα τὰς τῶν ἀστέρων διαφορὰς, καὶ τὴν τούτων θέσιν τε καὶ διάταξιν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν. Οὐ γὰρ ὀνόμασι κεχρη‐ μένος ὁ τῶν ὅλων Θεὸς τοὺς ἀστέρας καλεῖ· ἄψυχα γὰρ ταῦτα, καὶ λόγου ἐστερημένα. Ἄνθρωποι δὲ, | |
40 | ἀσεβεῖ γνώμῃ χρησάμενοι, ἀπὸ μύθων ὑπ’ αὐτῶν πεπλασμένων ἔθεσαν τοῖς ἄστροις ὀνόματα. εʹ. «Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.» Ἀμέτρητα πάντα, καὶ τὸ μέγεθος, καὶ ἡ ἰσχὺς, καὶ | |
45 | ἡ αἴνεσις. Ὡς χωροῦμεν δὲ ὅμως ὑμνοῦμεν. ϛʹ. «Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς.» Ὁ Σύμμαχος ἀνακτώμε‐ νος εἴρηκεν. Καὶ τοῦτο δὲ τῆς θείας ἴδιον προμηθείας· τοὺς μὲν γὰρ δι’ ἐπιείκειαν ὑπό τινων ἐπιβουλευομέ‐ | |
80.1980(50) | νους κηδεμονίας ἀξιοῖ· τοὺς δὲ ἀδίκως αὐτοῖς ἐπιόν‐ τας παραπέμπει θανάτῳ. Καὶ τοὺς μὲν περιβλέπτους ποιεῖ καὶ περιφανεῖς· τῶν δὲ τὴν μνήμην παραδίδωσι λήθῃ. Οὕτω τῶν ἁγίων ἀποστόλων ἀοίδιμος ὁ χορός· οὕτω πολυθρύλλητοι τῶν μαρτύρων οἱ δῆμοι. Τῶν δὲ | |
55 | τούτοις πεπολεμηκότων ἡ μνήμη παραδέδοται | |
λήθῃ. | 1979 | |
80.1981 | ζʹ. «Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ.» Ταύτην τοίνυν εἰδότες τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ σοφίαν, καὶ δύναμιν, ἄρχεσθε τῆς ὑμνῳδίας ὀργάνοις τοῖς συν‐ | |
5 | ήθεσι χρώμενοι. ηʹ. «Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν.» Ἀμφότερα καὶ τῆς δυνάμεως, καὶ τῆς ἀγαθότητος δείγματα. Ὡς ἀγα‐ θὸς μὲν γὰρ, καὶ φιλάνθρωπος, προμηθεῖται τῶν | |
10 | ἐπὶ γῆς· ὡς παντοδύναμος δὲ, μετέωρον φέρει τῶν ὑδάτων τὴν φύσιν, καὶ τοῦ οὐρανοῦ συγκαλύπτει τὴν θέαν, ὄροφόν τινα μέσον οὐρανοῦ καὶ γῆς διὰ τῶν νεφῶν τεκταινόμενος, καὶ ταῖς ὠδῖσι τούτων ἄρδων τὴν γῆν. Εἶτα τὴν ἐντεῦθεν φυομένην δείκνυσι | |
15 | χρείαν. «Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» Οὐ γὰρ μόνον τὴν ὑπ’ ἀνθρώπων γεωργουμένην ἄρδει γῆν, ἀλλὰ καὶ τὰ ὄρη, καὶ τοὺς ἐρήμους χώρους, τὸν ἐκ τούτων φυόμενον χιλὸν προσφέρων τοῖς κτήνεσι. Καὶ τοῦτο | |
20 | μὲν διὰ τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ποιεῖ· τοῖς ἀνθρώποις γὰρ ὑπουργεῖν τὰ κτήνη προσέταξεν. θʹ. Καὶ διδόντι κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.» Οὐ λογικὴ τῶν κοράκων ἡ φύσις, οὐδ’ ὅτι | |
25 | λογικῶς ἐπικαλεῖται τὸν ποιητήν· ἀλλ’ ἡ διὰ τὴν χρείαν κραυγὴ μιμεῖται τὴν αἴτησιν. Ἐντεῦθεν ἡγοῦμαι καὶ τὸν Δεσπότην Χριστὸν, τῶν ἄλλων πτη‐ νῶν καταλιπόντα τὴν μνήμην, τῶν κοράκων μνη‐ σθῆναι, καὶ τοῖς μαθηταῖς εἰπεῖν, «Ἀποβλέψατε εἰς | |
30 | τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτούς.» ιʹ, ιαʹ. «Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ | |
35 | Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.» Οὐ ῥώμῃ σώματος, φησὶ, καὶ ἱππικῇ τέχνῃ, καὶ ταχύτητι ποδῶν ὁ Θεὸς ἐπιτέρπεται· ἀλλὰ καλαῖς πράξεσιν, ὧν δη‐ μιουργὸς ἡ εὐλάβεια. Οὐ μόνον δὲ τούτων προμη‐ | |
40 | θεῖται σπουδαίως, ἀλλὰ καὶ τῶν περιπεπτωκότων ἁμαρτίαις, μεταμελείᾳ δὲ χρησαμένων, καὶ στηρι‐ χθέντων τῇ τῆς φιλανθρωπίας ἐλπίδι. Οὐ γὰρ μόνον τοῖς τελείοις τῆς ἀρετῆς ἀθληταῖς ἔφη τὸν Θεὸν εὐδοκεῖν, ἀλλὰ καὶ ἐπὶ τοῖς τὸν θεῖον προσμένουσιν | |
45 | ἔλεον. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΖʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὑμνεῖν καὶ ἐνταῦθα παρακε‐ λεύεται ὁ προφητικὸς λόγος. Προλέγει δὲ καὶ τὴν μετὰ τὴν ἐπάνοδον γεγενημένην νίκην. Πρὸς δὲ | |
80.1981(50) | ταύτῃ, καὶ τὰ τῶν ἀποστόλων προθεσπίζει κηρύγ‐ ματα, πᾶσαν ὅτι τάχιστα διαδραμόντα τὴν οἰκου‐ | |
μένην. | 1981 | |
80.1984 | ιβʹ, ιγʹ. «Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.» Διὰ τὴν ἄμαχον τοῦ Θεοῦ ῥοπὴν, καὶ τῶν πολεμίων ἀπαλλαγεῖσα, καὶ ἀπολιόρκητος, ὦ | |
5 | Ἱερουσαλὴμ, μείνασα, ὕμνοις ἀμείβου τὸν εὐεργέτην. Ἱερουσαλὴμ δὲ οὐ τὰς οἰκοδομίας καλεῖ, ἀλλὰ τοὺς ταύτης οἰκήτορας. «Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί.» Εὐπαιδίας γὰρ καὶ πολυπαιδίας εὐλογίαν λα‐ βοῦσα εἰς πλῆθος ηὐξήθης. | |
10 | ιδʹ. «Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην.» Δεδώρηταί σοι καὶ πανταχόθεν εἰρήνην. Ἐκδειματωθέντες γὰρ τῷ δέει τῶν ἀναιρεθέντων ἕτεροι πάλιν ἐπανελθεῖν οὐ τολμῶσιν.» Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε.» Ἐπέκλυσέ τε καὶ τοῖς ἀπὸ γῆς ἀγαθοῖς. Στέαρ γὰρ | |
15 | πυροῦ τῶν καρπῶν τὴν ἀφθονίαν ἐκάλεσεν, ἀπὸ τοῦ μέρους τὸ πᾶν ὀνομάσας. Πυρὸς γάρ ἐστιν ὁ σῖτος, στέαρ δὲ πυροῦ ὁ κάλλιστος ἄρτος. Δεδήλωκε δὲ διὰ τούτου καὶ τοὺς ἄλλους καρπούς. Ἀλλὰ ταύτης πάλαι τῆς προνοίας ἀπήλαυον Ἰουδαῖοι· κατὰ δὲ τοῦ Σωτῆ‐ | |
20 | ρος λυττήσαντες ἔρημοι πάντων ἐγένοντο τῶν ἀγα‐ θῶν. Διὰ τοῦτο καὶ ὁ προφητικὸς λόγος ταῦτα περὶ ἐκείνων διεξελθὼν, τῶν ἐθνῶν προθεσπίζει τὴν σω‐ τηρίαν. ιεʹ. «Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῇ γῇ, ἕως | |
25 | τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.» Λόγον ἐνταῦθα εὐαγγελικὸν ἐκάλεσε κήρυγμα. Τοῦτο δὲ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις ἀπ‐ έστειλε. «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἔδειξε δὲ καὶ τὴν ὀξύτητα τοῦ δρό‐ | |
30 | μου. Ἐν ὀλίγῳ γὰρ χρόνῳ πᾶσαν γῆν καὶ θάλασσαν τῆς διδασκαλίας ἐπλήρωσαν. Τοῦτο προορῶν ὁ Προ‐ φήτης ἔφη, «Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.» Καὶ καινὸν οὐδὲν, οὐδὲ παράδοξον. Πάντα γὰρ εἴκει τῷ θείῳ βουλήματι. Αὐτίκα τοίνυν τῶν ὑδάτων τὴν | |
35 | φύσιν μίαν οὖσαν εἰς μυρίας ἰδέας βουληθεὶς μετα‐ βάλλει. ιϛʹ, ιζʹ. «Διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμί‐ χλην ὡσεὶ σποδὸν πάσσοντος. Βάλλοντος κρύσταλλον αὑτοῦ ὡσεὶ ψωμούς.» Ἐκ γὰρ τῆς μιᾶς τῶν ὑδά‐ | |
40 | των οὐσίας γίνεται μὲν ἀντίτυπος κρύσταλλος· γίνε‐ ται δὲ χιὼν μανή τε καὶ μαλακὴ, καὶ ἐρίου κάταγμα μιμουμένη· γίνεται δὲ καὶ κόνις ὑγρά. Τοιαύτη γὰρ τῆς ὁμίχλης ἡ φύσις. «Κατὰ πρόσωπον τοῦ ψύχους αὐτοῦ τίς ὑποστήσεται;» Καὶ τὸν ἀέρα δὲ μεταβάλ‐ | |
45 | λει ῥᾳδίως, καὶ τὸν ἄρτι φλογώδη μετ’ ὀλίγον κρυ‐ μώδη ποιεῖ. ιηʹ. «Ἐξαποστελεῖ τὸν λόγον αὑτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδα‐ τα.» Ἀλλὰ πάλιν βουληθεὶς τὸ παγὲν ὕδωρ διαλύει | |
80.1984(50) | ῥᾳδίως, καὶ κρουνηδὸν φέρεσθαι τοῦτο ποιεῖ. Τοῦ γὰρ νότου πνέοντος, καὶ χιὼν, καὶ κρύσταλλος λύεται. Οὐχ ἁπλῶς δὲ τούτων ἐποιήσατο τὴν διήγησιν, ἀλλὰ | |
ἕτερα διὰ τούτων σημαίνων. Καθάπερ γὰρ ἡ χιὼν | 1983 | |
80.1985 | καταφερομένη τὰ ὄρη πληροῖ· τηκομένη δὲ εἰς τοὺς παρακειμένους χωρεῖ ποταμοὺς, καὶ χωρίοις ἑτέροις ἀρδεία προσφέρεται· οὕτω τῶν θεοσδότων ἀγαθῶν ἡ φορὰ πρώτοις μὲν προσηνέχθη τοῖς Ἰουδαίοις· | |
5 | ἐκείνων δὲ παραπεμψαμένων τὴν χάριν, διὰ τῶν ἱε‐ ρῶν ἀποστόλων, ὥσπερ διά τινων ποταμῶν, ἡ τῆς διδασκαλίας ἀρδεία προσηνέχθη τοῖς ἔθνεσιν. ιθʹ. «Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῷ Ἰακώβ· δικαιώματα καὶ κρίματα αὑτοῦ τῷ Ἰσραήλ.» Πάλαι | |
10 | μὲν τὸν νόμον, μετὰ δὲ ταῦτα καὶ τὴν χάριν· ἀλλ’ ἀνάξιοι ἑκατέρων ἐδείχθησαν. κʹ. «Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρί‐ ματα αὑτοῦ οὐκ ἐδήλωσεν.» Οὐδενὶ γὰρ τῶν ἐθνῶν τὸν διὰ Μωσοῦ δέδωκε νόμον, οὔτε τὴν διὰ τῶν προ‐ | |
15 | φητῶν προσενήνοχεν ὠφέλειαν. Τούτους δὲ μόνους τῆς τοιαύτης ἀρδείας ἠξίωσεν· ἀλλ’ ἀχάριστοι περὶ τὸν εὐεργέτην ἐγένοντο. Τὰ δὲ ἔθνη, διὰ τῶν ἱερῶν ἀποστόλων τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην δεξάμενα, τὸν οἰκεῖον ἐπέγνω δημιουργὸν, καὶ τούτῳ προσφέρει | |
20 | τὸ σέβας διηνεκῶς. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΗʹ ΨΑΛΜΟΥ. αʹ. «Ἀλληλούϊα, ἀλληλούϊα. Διπλῆν ἐποιήσατο τὴν παρακέλευσιν ὁ Προφήτης, εἰς πλείονα προθυμίαν τὰς ψυχὰς παραθήγων. Ὕμνος δὲ καὶ οὗτος ἕτερος | |
25 | τὴν κτίσιν ἅπασαν, νοητήν τε καὶ αἰσθητὴν, λογικήν τε καὶ ἄλογον, ἔμψυχόν τε καὶ ἄψυχον, εἰς μίαν συμ‐ φωνίαν τῆς ὑμνῳδίας διεγείρων. Οὐρανὸν μέντοι καὶ γῆν, καὶ ἀβύσσους, καὶ τοὺς κατ’ οὐρανὸν φωστῆ‐ ρας, καὶ ὄρη, καὶ φυτὰ, καὶ τ’ ἄλλα ὅσα τοιαῦτα, | |
30 | ὅσα ψυχῆς καὶ λόγου μετέχοντα, προσφέρειν τὸν ὕμνον παρεγγυᾷ. Ἀλλ’ εἰς ταῦτα τοῦ λόγου μετ‐ ειληχότας ἀποβλέπειν κελεύει, καὶ τὴν ἐν τούτοις φαινομένην σοφίαν καταμανθάνοντας τὸν Ποιητὴν ἀνυμνεῖν. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, | |
35 | αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.» Δύο οὐρανοὺς ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι ὁ μέγας ἡμᾶς ἐδίδαξε Μωσῆς· τόνδε σὺν τῇ γῇ γεγενημένον, καὶ τὸν ὕστερον μέ‐ σον τῶν ὑδάτων προσταχθέντα γενέσθαι, ὃν καὶ στε‐ ρέωμα προσηγόρευσε. Διὰ τοῦτο ἐκ τῶν οὐρανῶν, | |
40 | καὶ ἐκ τῶν ὑψίστων, ὑμνεῖσθαι προσέταξε τὸν Θεόν· ἀντὶ τοῦ, καὶ τοὺς ἐν τούτῳ καὶ τοὺς ἐν ἐκείνῳ δι‐ άγοντας τῶν ἀσωμάτων χορούς. Ἐπειδὴ καὶ ὁ θεῖος Μωσῆς οὐδὲν ἡμᾶς περὶ τῆς τῶν νοερῶν φύ‐ σεων δημιουργίας ἐδίδαξεν, ἀναγκαίως ὁ Προφήτης | |
45 | ἐνταῦθα καὶ τὴν τούτων ἐποιήσατο μνήμην. Διὸ καὶ προσφέρειν τῷ Ποιητῇ τὸν ὕμνον παρεγγυᾷ. Τοῦτο γὰρ αὐτῷ παρὰ τῶν ποιημάτων τὸ χρέος ὀφείλεται, καὶ πᾶν ὑπ’ αὐτοῦ γενόμενον, καὶ λόγῳ τετιμημένον, προσήκει τοῦτο διὰ παντὸς ἐκτίνειν τὸ ὄφλημα. Εἰ | |
80.1985(50) | δὲ τὰ κτιστὴν ἔχοντα φύσιν ὑμνεῖ, οὔτε δὲ ὁ Υἱὸς τοῖς ὑμνοῦσιν, οὔτε τὸ πανάγιον συντέτακται Πνεῦμα, δῆ‐ λον ὅτι τῆς κτιστῆς οὐχ ὑπάρχουσι φύσεως· ἣ γὰρ | |
ἂν, πρὸ τῶν ἄλλων τὸν ποιητὴν ὕμνησαν, ὡς δικαιο‐ | 1985 | |
80.1988 | σύνης πηγαὶ τιμῶσαι τὸ δίκαιον. Ἀλλ’ οὔτε ὁ Υἱὸς ὑμνεῖ, οὔτε τὸ πανάγιον Πνεῦμα· οὐ τοίνυν κτιστῆς ἐστι φύσεως, οὔτε ὁ Υἱὸς, οὔτε τὸ πανάγιον Πνεῦμα Ὑμνεῖται δηλονότι καὶ αὐτὸς, καὶ τὸ πανάγιον Πνεῦ‐ | |
5 | μα· οὗ γάρ ἐστιν ἄλλο τι μέσον τῶν ὑμνούντων καὶ ὑμνουμένων, ἀλλ’ ἡ μὲν κτίσις ὑμνεῖ, ὁ δὲ Κτίστης ὑμνεῖται. Εἰ δέ τις τὸν Κτίστην οὐχ ὑμνεῖ, ὡς ἀχάρι‐ στος οὐχ ὑμνεῖ. Ἀλλὰ ταῦτα πλατύτερον ἐν τοῖς περὶ τοῦ ἁγίου Πνεύματος διεξήλθομεν λόγοις. Οὐκοῦν ἐπὶ | |
10 | τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. βʹ. «Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ» Ἀγγέλους καὶ δυνάμεις τὰς νοερὰς φύσεις καλεῖ. Ἀγγέλους μὲν, ὡς τὰ θεῖα διαπορθμεύοντας ῥήματα· δυνά‐ | |
15 | μεις δὲ, ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας, καὶ πληροῦν τὰ κελευόμενα δυναμένας. «Δυνατοὶ γὰρ, φησὶν, ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ.» Πᾶσαν μέν τοι τῶν νοερῶν τὴν φύσιν διὰ τούτων περιέλαβε τῶν ὀνομάτων. Μάλα δὲ ἁρμοδίως τοὺς ἐπουρανίους χο‐ | |
20 | ροὺς πρώτους εἰς ὑμνῳδίαν ἐκάλεσε. γʹ. «Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐ‐ τὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.» Ὁ δὲ Σύμμαχος οὕτως, Ὑμνεῖτε αὐτὸν, πάντες ἀστέρες φωτός· οὕτω δὲ καὶ οἱ ἄλλοι. Κατὰ τοὺς Ἑβδομήκοντα δὲ | |
25 | οὕτω νοητέον· Τῇ πρώτῃ ἡμέρᾳ τὸ φῶς ἐδημιούργη‐ σεν ὁ Θεὸς, τῇ τετάρτῃ δὲ τοὺς φωστῆρας· καὶ διὰ τοῦτο τοῦ φωτὸς χωρὶς ἐμνημόνευσεν, οὐχ ὡς καθ’ ἑαυτὸ ὑφεστῶτος, ἀλλ’ ὡς ἐν τοῖς φωστῆρσι διανεμη‐ θέντος. Ταῦτα δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, οὐκ ἔμ‐ | |
30 | ψυχα καὶ λογικὰ συγκαλεῖ· ἀλλ’ ἡμᾶς ἀφορᾷν εἰς ταῦτα, καὶ τοῦ Θεοῦ τὴν σοφίαν καταμανθάνειν, καὶ διὰ πάντων αὐτῷ πλέκειν τὴν ὑμνῳδίαν παρ‐ εγγυᾷ. δʹ. «Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ | |
35 | ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.» Τῷ στερεώματι διεχώρισεν ὁ Θεὸς τῶν ὑδάτων τὴν φύσιν, τῇ ἀῤῥήτῳ σοφίᾳ τὴν ἐπὶ πλεῖστον αὐτοῖς διανομίαν μηχανώ‐ μενος. Καὶ ἐπὶ τῶν πεπηγότων ὑδάτων τὸ ἄπειρον τῶν φωστήρων ὁδεύειν προσέταξε πῦρ· ὕδωρ δὲ καὶ | |
40 | πῦρ ἐναντία ἀλλήλοις· ἀλλ’ ὅμως οὔτε τοῖς ὕδασι τὸ πῦρ κατασβέννυται, οὔτε τὸ πεπηγὸς ὕδωρ τῷ ἀπείρῳ πυρὶ κατατήκεται. Δείκνυσι δὲ ταῦτα τοῦ Θεοῦ τὴν ἄῤῥητον δύναμιν. Πληθυντικῶς δὲ τοὺς οὐρανοὺς ὠνόμασεν, οὐ πολλοὺς τούτους εἰδὼς, ἀλλὰ | |
45 | τῇ Ἑβραίων ἀκολουθήσας φωνῇ· πληθυντικῶς γὰρ τούτους ἐκεῖνοι καλοῦσιν, ὡς ἡμεῖς Ἀθήνας, καὶ τὰς Θήβας. Ἀμέλει οὓς ἐνταῦθα οὐρανοὺς οὐρανῶν ἐκάλεσεν, ἑτέρωθι οὐρανὸν οὐρανοῦ προσηγόρευ‐ σεν. «Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυ‐ | |
80.1988(50) | ρίῳ.» εʹ. «Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶ‐ πε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθη‐ σαν.» Ἄξιον γὰρ, φησὶν, ὑμνεῖν τὸν λόγῳ πάντα | |
ταῦτα τεκτηνάμενον. | 1987 | |
80.1989 | ϛʹ. «Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρ‐ ελεύσεται.» Οὐ μόνον δὲ ἐδημιούργησεν, ἀλλὰ καὶ προμηθούμενος αὐτῶν διατελεῖ· ὅθεν καὶ τὸ διαρκὲς | |
5 | ἔχουσιν, ὡς ἂν αὐτὸς ἐθελήσῃ. Οὐδὲ γὰρ τοὺς ὑπ’ αὐτοῦ τεθέντας ὅρους παραβῆναι δυνήσεται. Τὰ μὲν οὖν ἄψυχα, καὶ μέντοι καὶ τῶν ἄλλων τὰ γέ‐ νη, τοὺς τεθέντας αἰσχύνεται νόμους· μόνη δὲ τῶν ἀνθρώπων ἡ φύσις, ἡ λόγῳ τετιμημένη, παραβαίνει | |
10 | τοὺς νόμους. Καὶ ἡ μὲν θάλασσα τοὺς ὅρους ἐπίστα‐ ται, καὶ τὴν ψάμμον αἰσχύνεται, καὶ νὺξ καὶ ἡμέρα τὰ τεθέντα φυλάττουσι μέτρα· ἄνθρωποι δὲ τῶν θείων νόμων καταφρονοῦσιν. Οὕτω δὲ καὶ τὰ ἐπ‐ ουράνια καὶ οὐράνια εἰς κοινωνίαν τῆς ὑμνῳδίας κα‐ | |
15 | λέσας, εἰς τὴν γῆν μεταβαίνει τὴν κοινὴν τῶν ἀν‐ θρώπων, καὶ τῶν ἀλόγων μητέρα. ζʹ. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς.» Εἶτα κατὰ μέρος, Δράκοντες, καὶ πᾶσαι ἄβυσσοι. Μέρος τῆς γῆς ἡ θάλασσα, ἐν δὲ ταύτῃ τὰ κήτη. Ἀξιάγαστος δὲ | |
20 | τοῦ Δημιουργοῦ καὶ αὕτη ἡ πρόνοια, ὅτι τὰ ὑπερμε‐ γέθη καὶ ὑπέρογκα ζῶα δημιουργήσας, τοῖς ἀπλώ‐ τοις ἐγκαθεῖρξε πελάγεσι· δείξας μὲν τῇ δημιουργίᾳ, καὶ τῇ τούτων μνήμῃ δεδιττόμενος τοὺς ἀνθρώ‐ πους, τῷ δὲ τὴν ἐντεῦθεν κωλύσαι λώβην κηρύττων | |
25 | τὴν ἀγαθότητα. ηʹ. «Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα κατ‐ αιγίδος.» Καὶ ταῦτα ἐξ ὑδάτων ἔχει τὴν ἀφορ‐ μήν. Ἐν ἀέρι δὲ γίνεται καὶ χάλαζα, καὶ χιὼν, καὶ κρύσταλλος, καὶ τὰ σφοδρὰ πνεύματα. Ταῦτα γὰρ | |
30 | καταιγίδας ἐκάλεσε. Καὶ τὸ πῦρ δὲ ὡσαύτως οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν ἀέρι φαινόμενον ἔστιν ἰδεῖν. Καὶ γὰρ ἀστραπαὶ, καὶ κεραυνοὶ, καὶ πρηστῆρες, ἐξ ἀέρος ἐπιφέρονται. «Τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.» Καὶ ταῦτα δὲ, φησὶ, τοῖς αὐτοῦ νεύμασιν εἴκει, οὐχ | |
35 | ὡς ἔμψυχα καὶ λογικὰ, ἀλλ’ ὡς ἑπόμενα τῷ βουλή‐ ματι. Νεύοντος γὰρ τοῦ Θεοῦ τούτων ἕκαστον γί‐ νεται. θʹ. «Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρπο‐ φόρα, καὶ πᾶσαι κέδροι.» Ἱκανὰ καὶ ταῦτα εἰς | |
40 | εὐχαριστίαν κινῆσαι ἡμῶν τὰς γλώττας. Οὐ γὰρ μό‐ νον τὸ τούτων μέγεθος ἀξιάγαστον, ἀλλὰ καὶ ἡ ἐντεῦθεν φυομένη χρεία· πλείστη γὰρ καὶ παντο‐ δαπή. ιʹ. «Τὰ θηρία, καὶ πάντα τὰ κτήνη.» Κατὰ δι‐ | |
45 | αίρεσιν καὶ ταῦτα. Οὐ γὰρ ἁπλῶς εἶπε τὰ τετράπο‐ δα, ἀλλὰ διέκρινε τῶν ἡμέρων τὰ ἄγρια. Καὶ διὰ τούτων μέντοι, καὶ δι’ ἐκείνων, κελεύει τὸν Ποιητὴν ἀνυμνεῖν. Οὐδὲν γὰρ περιττὸν καὶ ἀχάριστον, εἰ καὶ τὴν ἡμετέραν διαφεύγει γνῶσιν. «Ἑρπετὰ καὶ | |
80.1989(50) | πετεινὰ πτερωτά.» Τῇ μνήμῃ τῶν ἑρπετῶν καὶ τῶν νηκτῶν ἡ φύσις συνέζευκται· ἕρπει γὰρ ἐν τοῖς | |
ὕδασιν. Οὕτω δὲ αὐτὰ καὶ ὁ Θεὸς προσηγόρευσεν. | 1989 | |
80.1992 | «Ἐξαγαγέτω γὰρ, ἔφη, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ τὰ πετεινὰ πετόμενα κατὰ τὸ στερέω‐ μα τοῦ οὐρανοῦ.» Μετὰ ταῦτα πάντα τὸν διὰ πάν‐ των ὑμνοῦντα καλεῖ· μετὰ πάντα γὰρ τῆς θείας | |
5 | ἠξιώθη δημιουργίας ὁ ἄνθρωπος. Καὶ τοῦτον δὲ κατὰ συμμορίας ἀγείρει· πρῶτον δὲ τὸν τῶν βασιλέων εἰσάγει χορὸν, εἶτα τῶν ὑπηκόων τοὺς δήμους, καί φησιν· ιαʹ. «Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί.» Οὐκ | |
10 | ἀποστερεῖ δὲ τῆς ὑμνῳδίας, οὔτε τοὺς δευτέρους ἄρ‐ χοντας, οὔτε τοὺς μετὰ τούτους κριτὰς, ἀλλὰ καὶ τού‐ τους τῆς ἐντεῦθεν μεταδίδωσιν ὠφελείας. «Ἄρχοντες, καὶ πάντες κριταὶ γῆς.» Καὶ ἡλικίαν δὲ ἑκάστην, καὶ γένος ἑκάτερον, τό τε ἄρσεν καὶ τὸ θῆλυ, τοῦτο κε‐ | |
15 | λεύει ποιεῖν· καὶ πρώτους μὲν καὶ πρώτας τοὺς τελείαν ἄγοντας τὴν ἡλικίαν. ιβʹ. «Νεανίσκοι καὶ παρθένοι.» Εἶτα ἑκάτερον ἄκρον, «Πρεσβύτεροι μετὰ νεωτέρων αἰνεσάτω‐ σαν τὸ ὄνομα Κυρίου.» Καὶ ἡ ἄωρος, φησὶν, καὶ | |
20 | ἔξωρος ἡλικία τὸν Θεὸν ἀνυμνείτω. ιγʹ. «Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.» Ἔσβε‐ σται γὰρ ἡ μνήμη τῶν ψευδωνύμων θεῶν, καὶ μόνου τοῦ ὄντος Θεοῦ σεπτὸν τὸ ὄνομα πέφηνεν. ιδʹ. «Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρα‐ | |
25 | νοῦ.» Οὐκ ἔτι γὰρ αὐτὸν μόνον ὑμνεῖ τὰ ἐπουρά‐ νια, ἀλλ’ «Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον· ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.» —«Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.» Ἄμαχον δὲ, φησὶ, δείξει καὶ περίβλεπτον τὸν οἰκεῖον λαόν. Κέρας | |
30 | γὰρ τὴν ἰσχὺν ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασ‐ φόρων ζώων, ἃ τὴν ἰσχὺν ἔχειν ἐν ἐκείνοις σεμνύνε‐ ται. «Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ.» Οὐ μόνον γὰρ ἰσχυροὺς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἀλλὰ καὶ ἀοιδίμους παρὰ πᾶσι ποιεῖ. «Τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ | |
35 | ἐγγίζοντι αὐτῷ.» Ταύτης δὲ τῆς εὐκλείας καὶ ὁ Ἰσραὴλ ἀπήλαυσεν, ἡνίκα ἐπέλαζε τῷ Θεῷ· μετέβη δὲ νῦν μετὰ τῆς εὐσεβείας ἡ περιφάνεια, καὶ οἱ μὲν ἐγυμνώθησαν ταύτης, τὰ δὲ ἔθνη ταῖς θείαις ἀγάλ‐ λεται δωρεαῖς. | |
40 | ΕΡΜΗΝ. ΤΟΥ ΡΜΘʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Τοῦτον προσφέ‐ ρειν τὸν ὕμνον παρακελεύονται οἱ μετὰ τὴν ἐπάν‐ οδον τὰ πολλὰ ἔθνη ἐκεῖνα διὰ τῆς θείας νενικηκότες ῥοπῆς. Ἔχει δὲ πρόῤῥησιν καὶ τῶν ὑπὸ τῶν Μακ‐ | |
45 | καβαίων κατορθωθέντων. βʹ. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.» Οὐ γὰρ τῶν παρανόμων, | |
ἀλλὰ τῶν ὁσίων ἴδιον τὸν Θεὸν ἀνυμνεῖν. | 1991 | |
80.1993 | γʹ. «Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐ‐ τὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.» Πάντων μὲν Θεὸς ὁ τῶν ὅλων Θεὸς, ἰδίως δὲ τῶν Ἰσραηλιτῶν ἐχρημάτιζε βασιλεύς. Αὐτίκα | |
5 | τοίνυν τὴν ἀχαριστίαν νενοσηκότων, καὶ ἕτερον αὐ‐ τοῖς αἰτησάντων βασιλέα γενέσθαι, φησὶ πρὸς τὸν Σαμουὴλ ὁ Θεὸς, «Οὐ σὲ ἐξουδενήκασιν, ἀλλ’ ἐμὲ, τοῦ μὴ βασιλεύειν αὐτῶν.» δʹ. «Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν | |
10 | τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.» Διὰ παντὸς ὀργάνου, φησὶ, κατὰ τὸν νόμον τὸν ἡμέτερον ὑμνήσωμεν τὸν εὐεργέτην. εʹ. «Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ.» Πολ‐ λῆς ἡμᾶς, φησὶ, φιλανθρωπίας ἠξίωσε, καὶ τὴν | |
15 | οἰκείαν ἡμῖν ἔδειξεν ἀγαθότητα. «Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.» Τοὺς δὲ ἐρήμους βοηθείας, καὶ τρόποις ἀγαθοῖς κεχρημένους, ὑψηλοὺς ἀποφανεῖ καὶ περιβλέπτους. ϛʹ. «Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιά‐ | |
20 | σονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.» Καὶ οἱ τὸ δίκαιον τιμῶντες, ἐν εὐκλείᾳ γενήσονται, πολλῆς ἀπολαύον‐ τες ἀναπαύλης. Κοίτην γὰρ τὴν ἀνάπαυλαν ἐκά‐ λεσεν· ἀναπαύλης γὰρ ἡ κλίνη σημαντική. ζʹ. «Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν.» | |
25 | Διηνεκῶς δὲ τὰς θείας εὐεργεσίας κηρύττουσι, τὸν τούτων αἴτιον ἀνυμνοῦντες. «Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. [ηʹ.] Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.» Οὐκ ἐναντίον τῇ ἀναπαύλῃ τὸ ἐν πολέ‐ | |
30 | μοις νικᾷν. Πάσης γὰρ ἀναπαύλης τὸ νικᾷν θυμηρέ‐ στερον. Προλέγει μέντοι διὰ τούτων τὴν τῶν Μακκα‐ βαίων ἀνδρίαν, ᾗ χρησάμενοι, καὶ τοὺς πλησιοχώρους ἐχειρώσαντο, καὶ τοὺς Μακεδόνας κατηγωνίσαντο. θʹ. «Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, | |
35 | καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.» Πολλὰ τοιαῦτα ὑπ’ ἐκείνων κατορθῶσθαι ἡ ἱστορία διδάσκει, καὶ ῥᾴδιον τοῖς ἐντυχεῖν βουλομένοις τῆς προφητείας καταμαθεῖν τὴν ἀλήθειαν. ιʹ. «Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον.» | |
40 | Ἃ γὰρ εἰς ἐκείνους ἐνδίκως εἰργάσαντο, ἀνάγραπτα γέγονα καὶ μέχρι τήμερον ἀείμνηστον αὐτῶν τὸ κλέος διέμεινε. Τοῦτο γὰρ ἐπήγαγε· «Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.» Μήτηρ γὰρ τῆς εὐκλείας ἡ ὁσιότης, καὶ οἱ ταύτης ἐργάται δι’ αὐτὴν | |
45 | ἀοίδιμοι γίνονται. ΕΡΜΗΝ. ΤΟΥ ΡΝʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Ἐπινίκιος καὶ οὗτος ὁ ὕμνος· προλέγει δὲ τὴν ἐσομένην πᾶσιν ἀνθρώ‐ ποις θεογνωσίαν. | |
80.1993(50) | βʹ. «Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ.» Ἱκανὴ | |
γὰρ ἀφορμὴ εἰς ὑμνῳδίαν αὕτη.» Εἰ γὰρ ἀπὸ | 1993 | |
80.1996 | φυτῶν, καὶ θηρίων, καὶ ἑρπετῶν, πρόφασιν εἰς εὐ‐ χαριστίαν λαβεῖν προσετάχθημεν, πολλῷ μᾶλλον εἰς τοὺς ἁγίους ἀφορᾷν, καὶ τὸν τούτων Θεὸν ἀνυμνεῖν δικαιότερον. Τίς γὰρ τὰ κατὰ τὸν μακάριον διδα‐ | |
5 | σκόμενος Παῦλον, ἢ τὸν θεσπέσιον Πέτρον, ἢ τὸν θειότατον Ἰωάννην, ἢ τοὺς ἄλλους ἀποστόλους, ἢ τοὺς νικηφόρους μάρτυρας, ἢ τοὺς ἄλλους ἁγίους, ἢ τοὺς νῦν τῆς ἀρετῆς ἀθλητὰς, οὐ κινεῖ τὴν γλῶτταν εἰς ὑμνῳδίαν τοῦ τοσαύτην τοῖς ἀνθρώποις τῶν ἀγα‐ | |
10 | θῶν δωρησαμένου φοράν; «Αἰνεῖτε αὐτὸν ἐν στε‐ ρεώματι δυνάμεως αὐτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῷ ἀκαθαιρέτῳ αὐτοῦ. Μόνος γὰρ στεῤῥὸν, καὶ ἀνώλεθρον, καὶ αἰώνιον ἔχει τὸ κράτος. | |
15 | γʹ. «Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ.» Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατ‐ ορθούμενα. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐ γαλωσύνης αὐτοῦ. Ἔοικε τοῦτο τοῖς ἤδη παρ’ ἡμῶν ἑρμηνευομένοις·» Ὅτι τῆς μεγαλωσύνης αὐτοῦ οὐκ | |
20 | ἔστι πέρας.» Ἄπειρον γὰρ αὐτοῦ, φησὶ, τὸ μέγε‐ θος, ἀμέτρητος ἡ δύναμις· διὰ πάντα τοίνυν αὐτὸν ὑμνοῦντες διατελέσατε. δʹ. «Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.» Ἱερατι‐ κὸν ἦν τοῦτο τὸ ὄργανον· οἱ ἱερεῖς γὰρ ἐχρῶντο | |
25 | ταῖς σάλπιγξι, τῶν ἐν Σινᾷ ὄρει γενομένων σαλπίγ‐ γων ἀναμιμνήσκοντες. «Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. [εʹ, ϛʹ.] Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐ‐ | |
30 | ήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.» Τού‐ τοις οἱ Λευῖται πάλαι τοῖς ὀργάνοις ἐχρῶντο ἐν τῷ θείῳ νεῷ τὸν Θεὸν ἀνυμνοῦντες· οὐκ ἐπειδὴ Θεὸς ἐτέρπετο τῇ τούτων ἠχῇ, ἀλλ’ ἐπειδὴ τῶν γιγνομένων τὸν σκοπὸν ἀπεδέχετο. Ὅτι γὰρ ᾠδαῖς καὶ κρούμασι τὸ Θεῖον οὐκ | |
35 | ἐπιτέρπεται, ἀκούομεν αὐτοῦ λέγοντος Ἰουδαίοις· «Ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι.» Ταῦτα τοίνυν γίνε‐ σθαι συνεχώρησε, τῆς τῶν εἰδώλων αὐτοὺς πλάνης ἀπαλλάξαι θελήσας. Ἐπειδὴ γὰρ φιλοπαίγμονές τι‐ | |
40 | νες ἦσαν, καὶ φιλογέλωτες, ταῦτα δὲ ἅπαντα ἐν τοῖς εἰδώλων ἐπετελεῖτο ναοῖς, συνεχώρησε ταῦτα, διὰ τούτων αὐτοὺς ἐφελκόμενος, καὶ τῇ ἐλάττονι βλάβῃ κωλύων τὴν μείζονα, καὶ διὰ τῶν ἀτελῶν προπαι‐ δεύων τὰ τέλεια. «Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύ‐ | |
45 | ριον.» Οὐκ Ἰουδαῖοι, μόνον, ἀλλὰ πάντες ἄνθρωποι. Οὐ γὰρ Ἰουδαίων Θεὸς μόνον, κατὰ τὸν θεῖον Ἀπό‐ στολον, ἀλλὰ καὶ ἐθνῶν. Ἐν μὲν οὖν τῷ ρʹ καὶ μδʹ ἔφη ψαλμῷ· «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.» Ἐνταῦθα δὲ, «Πᾶσα πνοὴ αἰνεσάτω | |
80.1996(50) | τὸν Κύριον.» Οὔτε δὲ ἐκεῖ μόνην τὴν σάρκα, οὔτε ἐνταῦθα μόνην ἐκάλεσε τὴν πνοήν· ἀλλὰ καὶ δι’ ἐκείνου καὶ διὰ τούτου, καὶ σώματι καὶ ψυχῇ ὑμνεῖν | |
παρακελεύεται τὸν τῶν ὅλων Θεόν. Ἀξιάγαστον δὲ | 1995 | |
80.1997 | τῆς ὅλης τῶν ψαλμῶν πραγματείας τὸ τέλος, καὶ τῷ σκοπῷ τῆς προφητείας συμβαῖνον. Καὶ γὰρ ἡ προφητεία τοῖς ἔθνεσι κηρύττει τὴν σωτηρίαν, καὶ τῆς προφητείας τὸ τέλος τοὺς ταύτης τετυχηκότας | |
5 | ὑμνεῖν τὸν εὐεργέτην παρακελεύεται. Ἡμεῖς δὲ οὐ μόνον τῶν ῥημάτων ἀκούομεν, ἀλλὰ καὶ ἐνταῦθα θεωροῦμεν τὰ πράγματα. Ἐν ἑκάστῃ γὰρ καὶ πόλει, καὶ κώμῃ, καὶ ἀγροῖς, καὶ ἐν ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν τῇ ἀοικήτῳ καὶ παντελῶς | |
10 | ἐρήμῳ, ὁ τῶν ὅλων ὑμνεῖται Θεός. Ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ παρα‐ καλῶ, εἰ μὲν εὖ καὶ καλῶς ἑρμηνεύεσθαι δόξειε, τὴν ἐκ τούτων ὠφέλειαν καρπώσασθαι. Εἰ δέ που τῶν κεκρυμμένων τοῦ Πνεύματος οὐκ ἐφικόμεθα | |
15 | μυστηρίων, μὴ σφόδρα ἡμῖν ἐπιμέμψασθαι. Ἃ γὰρ εὑρεῖν ἠδυνήθημεν ἀφθόνως ἅπασι προτεθείκαμεν, καὶ ἃ παρὰ τῶν Πατέρων ἐδιδάχθημεν, τοῖς μεθ’ ἡμᾶς προσενεγκεῖν ἐσπουδάσαμεν. Καὶ τὸν μὲν πό‐ νον ἡμεῖς ἠνεσχόμεθα, ἄπονον δὲ ἄλλοις ὠφέλειαν | |
20 | προσφέρομεν. Οὓς ἀξιῶ εὐχαῖς τὸν πόνον ἀμείψα‐ σθαι· ἵνα ταύταις ἐρειδόμενοι, προσθῶμεν τοῖς λό‐ γοις τὰ ἔργα, καὶ τὸν ἐξ ἑκατέρων συγκείμενον μα‐ καρισμὸν καρπωσώμεθα. «Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν | |
25 | οὐρανῶν.» Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶ‐ | |
νας. Ἀμήν. | 1997 |