TLG 4089 023 :: THEODORETUS :: Quaestiones in libros Regnorum et Paralipomenon THEODORETUS Scr. Eccl.
Theol. Quaestiones in libros Regnorum et Paralipomenon Citation: Volume — page — (line) | ||
80.528(10t) | ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ | |
11t | ΕΙΣ ΤΑ ΖΗΤΟΥΜΕΝΑ | |
---|---|---|
12t | ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ | |
13t | ΚΑΙ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ. | |
19 | ΠΡΟΛΟΓΟΣ. | |
20 | Ἐπειδὴ τῆς θείας χάριτος ἀπολαύσαντες, Μωσέως τοῦ νομοθέτου βίβλον, καὶ Ἰησοῦ τοῦ προ‐ φήτου, καὶ τῶν Κριτῶν, καὶ τῆς Ῥοὺθ ἡρμηνεύ‐ σαμεν, φέρε πάλιν τοῦδε τοῦ φωτὸς τὴν αἴγλην λα‐ βεῖν ἱκετεύσαντες, τὰς τῶν Βασιλειῶν ἀναπτύξωμεν | |
25 | ἱστορίας· τὰ μὲν σαφῆ παριόντες, τὰ δὲ σαφηνείας δεόμενα δῆλα τοῖς ἐντυγχάνουσιν ἀποφαίνοντες· ἵνα | |
σου τὴν αἴτησιν, ἐρασμιώτατε παίδων Ὑπάτιε, μὴ | 528 | |
80.529 | καταλείπωμεν ἀτελῆ. Αἴτιον δέ γε τῆς ἀσαφείας, καὶ τὸ σπουδάσαι τοὺς ἑρμηνεύσαντας περὶ πόδα τὴν ἑρμηνείαν ποιήσασθαι· ταυτὸ δὲ τοῦτο πάσχουσι καὶ οἱ τὴν Ἰταλῶν φωνὴν εἰς τὴν Ἑλλάδα μεταφέ‐ | |
5 | ροντες γλῶτταν. Πολλῆς γὰρ ἀσαφείας ἐκεῖνα μεστά. Πρῶτον δὲ τῆς ἱστορίας ἐρῶ τὴν ὑπόθεσιν. Πλεῖστοι προφῆται γεγένηνται, ὧν τὰς μὲν βίβλους οὐχ εὕρομεν, τὰς δὲ προσηγορίας ἐκ τῆς τῶν Παρα‐ λειπομένων μεμαθήκαμεν ἱστορίας. Τούτων ἕκαστος | |
10 | εἰώθει συγγράφειν ὅσα συνέβαινε γίνεσθαι κατὰ τὸν οἰκεῖον καιρόν. Αὐτίκα γοῦν καὶ ἡ πρώτη τῶν Βασιλειῶν, καὶ παρ’ Ἑβραίοις, καὶ παρὰ Σύροις, προφητεία Σαμουὴλ ὀνομάζεται. Ἀλλὰ τοῦτο γνῶ‐ ναι ῥᾴδιον τῷ βουλομένῳ τὸ προειρημένον ἀναγνῶ‐ | |
15 | ναι βιβλίον. Οἱ τοίνυν τῶν Βασιλειῶν τὴν βίβλον συγγεγραφότες, ἐξ ἐκείνων τῶν βιβλίων τὰς ἀφορ‐ μὰς εἰληφότες, μετὰ πλεῖστον συνέγραψαν χρόνον. Πῶς γὰρ οἷόν τε ἦν τῷ Σαοὺλ, ἢ τῷ Δαβὶδ συνηκ‐ μακότι τὰ ἐπὶ Ἐζεκίου καὶ Ἰωσίου γεγονότα συγ‐ | |
20 | γράψαι· καὶ τὴν τοῦ Ναβουχοδονόσορ στρατιὰν, καὶ τῆς Ἱερουσαλὴμ τὴν πολιορκίαν, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμὸν, καὶ τὴν εἰς Βαβυλῶνα μετά‐ στασιν, καὶ τοῦ Ναβουχοδονόσορ τὴν τελευτήν; Δῆ‐ λον τοίνυν, ὡς τῶν προφητῶν ἕκαστος συνέγραψε | |
25 | τὰ ἐν τοῖς οἰκείοις πεπραγμένα καιροῖς. Ἄλλοι δέ τινες ἐκεῖνα συναγαγόντες, τὴν τῶν Βασιλειῶν συντε‐ θείκασι βίβλον. Καὶ αὖ πάλιν, τῶν ὑπὸ τούτων πα‐ ραλειφθέντων ἕτεροί τινες ἱστοριογράφοι γεγένην‐ ται· καὶ τὴν παρὰ σφῶν συγγραφεῖσαν Παραλειπο‐ | |
30 | μένων προσηγόρευσαν βίβλον· ὡς τὰ παρὰ τῶν προτέρων παραλειφθέντα διδάσκουσαν. ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. | |
34 | ΕΡΩΤΗΣΙΣ Αʹ. | |
35 | Ὁ Σαμουὴλ ἱερεὺς ἦν, ἢ Λευΐτης; ΑΠΟΚΡΙΣΙΣ. Τριῶν ὁ Λευῒ γεγένηται παίδων πατήρ· τοῦ Γηρ‐ σὼν, τοῦ Καὰθ, καὶ τοῦ Μεραρή. Τοῦ δὲ Καὰθ | |
ἐγένοντο παῖδες Ἀμβρὰμ, καὶ Ἰσαὰρ, καὶ Χεβρὼμ, | 530 | |
80.532 | καὶ Ὀζιήλ· τοῦ δὲ Ἀμβρὰμ Ἀαρὼν, Μωσῆς, καὶ Μαριάμ. Τοῦ δὲ Ἰσαὰρ ἔκγονος μὲν ὁ Κορὲ, ἀπό‐ γονος δὲ Ἑλκανὰ τοῦ Σαμουὴλ ὁ πατήρ. Ὁ τοίνυν Σαμουὴλ πέμπτος καὶ δέκατος μὲν ἀπὸ Λευΐ· τῆς | |
5 | δὲ Καὰθ ἦν πατριᾶς· ἣ τῶν ἄλλων προεκέκριτο, τῷ τοὺς ἀρχιερέας ἐξ αὐτῆς ἠνθηκέναι· διὸ δὴ καὶ φέρειν αὐτοῖς ἀπενεμήθη τὰ σκεύη τὰ ἅγια. ΕΡΩΤ. Βʹ. Διατί ὁ Ἑλκανὰ δύο εἶχε γυναῖκας; | |
10 | Οὔτε ἐπέτρεψεν ὁ νόμος δυσὶν ἢ πλείοσι γυ‐ ναιξὶν ἐννόμως συναφθῆναι, οὔτε μὴν ἐκώλυσε· συγχωρῶν τὸ ἔλαττον, ἵνα κωλύσῃ τὸ μεῖζον. Τῇ δυνάμει γὰρ τῶν δεχομένων ἐμέτρει τοὺς νόμους. Τοῦτό φησι καὶ ὁ θεῖος Ἀπόστολος· «Οὐδὲν γὰρ | |
15 | ἐτελείωσεν ὁ νόμος.» ΕΡΩΤ. Γʹ. Τί ἐστι τὸ, «Ἀπέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς;» Διδάσκει τοὺς ἐντυγχάνοντας οὗτος ὁ λόγος, μὴ τῷ | |
20 | γάμῳ θαῤῥεῖν, ἀλλὰ τὸν ποιητὴν εἰς ἐπικουρίαν κα‐ λεῖν. Ὥσπερ γὰρ ἴδιον μὲν τοῦ γεωργοῦ τὸ κατα‐ βάλλειν τὰ σπέρματα, τοῦ δὲ Θεοῦ τὸ τελεσιουργεῖν τὰ σπειρόμενα· οὕτως ἴδιον τοῦ γάμου μὲν ἡ κοινω‐ νία, τοῦ δὲ Θεοῦ τὸ νεῦσαι τῇ φύσει, καὶ διαπλάσαι | |
25 | τὸ ζῶον. Τοῦτο ἡ Ἄννα σαφῶς ἐπισταμένη (πολὺν γὰρ τῷ ἀνδρὶ συνοικήσασα χρόνον, καρπὸν οὐκ ἐβλάστησε), πρὸς αὐτὸν ἔδραμε τὸν Δημιουργὸν, καὶ τῇ σπουδαίᾳ προσευχῇ, καὶ τοῖς δάκρυσι, τὴν πε‐ πηρωμένην ἐθεράπευσε μήτραν, καὶ κεκλεισμένην | |
30 | ἀνέῳξεν. Ἄξιον δὲ αὐτῆς θαυμάσαι καὶ τὴν τῶν ἠθῶν μετριότητα. Παροινουμένη γὰρ ὡς μεθύουσα πράως ἤνεγκε, καὶ τὴν ὑποψίαν ἀποσκευασαμένη τὴν ἐψευσμένην, τὸ πάθος ἐδίδαξε, καὶ τῆς ἀρχ‐ ιερατικῆς ἔτυχεν εὐλογίας. Ἤκουσε γὰρ, «Πο‐ | |
35 | ρεύου ἐν εἰρήνῃ, Κύριος ὁ Θεὸς Ἰσραὴλ δῴη σοι πᾶν αἴτημά σου, οὗ ᾐτήσω παρ’ αὐτοῦ.» Οὕτω δὲ πιστῶς τῆς εὐλογίας ἐπήκουσεν, ὡς πᾶσαν ἀποῤ‐ ῥίψαι ἀχθηδόνα, καὶ μετὰ θάρσους ἐπανελθεῖν πρὸς τὸν ἄνδρα, καὶ παραυτίκα συνελθεῖν, καὶ κυῆσαι. | |
40 | Καὶ τεκοῦσα δὲ πεπλήρωκε τὴν ὑπόσχεσιν. Ἐφύ‐ λαξε γὰρ αὐτοῦ τὴν κόμην, καὶ τὴν ὑδροποσίαν ἐδί‐ δαξεν. Οὗτος γὰρ τῶν Ναζιραίων ὁ νόμος. Εὐ‐ | |
θὺς δὲ μετὰ τὴν θηλὴν αὐτὸν προσενήνοχε τῷ Θεῷ, | 532 | |
80.533 | καὶ σὺν αὐτῷ μόσχον ὁμόχρονον, τὴν ὑπὲρ αὐτοῦ σφαγὴν καὶ ἱερουργίαν δεξάμενον. Ἀντέλαβε δὲ παρὰ τοῦ Θεοῦ παῖδας ἑτέρους· τρεῖς μὲν υἱοὺς, θυγατέ‐ ρας δύο. Φιλότιμος γὰρ καὶ μεγαλόδωρος ὁ Κύριος | |
5 | περὶ τοὺς μεμνημένους τῶν προτέρων χαρίτων. Ἀξιάγαστος δὲ αὐτῆς καὶ ἡ ὑμνῳδία. Οὐ γὰρ μόνον ἐφ’ οἷς ἔλαβεν ἀνύμνησε τὸν δοτῆρα, ἀλλὰ καὶ προφητείᾳ τὸν ὕμνον ἐκέρασε, καὶ τῆς τοῦ παιδὸς μετ‐ έλαχε χάριτος. Κυήσασα γὰρ προφήτην, προφητεύει | |
10 | μετὰ τὸν τόκον. Τὸ γὰρ, «Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ,» προδηλοῖ τὴν τοῦ διαβόλου κατάλυσιν· καὶ τὸ, «Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησε,» τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν προθεσπίζει, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπι‐ | |
15 | φοίτησιν, καὶ τῶν ἀποστολικῶν κηρυγμάτων τὸ με‐ γαλόφωνον. Καὶ μέντοι καὶ τὴν δευτέραν ἐπιφάνειαν τοῦ Δεσπότου προαγορεύει Χριστοῦ· «Αὐτὸς γὰρ, φησὶ, κρινεῖ ἄκρα γῆς δίκαιος ὤν.» Προλέγει δὲ αὐτοῦ καὶ τοὺς κατὰ σάρκα γεγενημένους προγό‐ | |
20 | νους, οἳ ἀπὸ Δαβὶδ μέχρι τῆς αἰχμαλωσίας διήρκεσαν. «Δώσει γὰρ, φησὶν, ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν.» Καὶ διδάσκουσα τὴν αἰτίαν, δι’ ἣν ἐκεῖνοι τῆς θείας ἀπήλαυσαν προμηθείας, ἐπήγαγε· «Καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ.» Πρὸς δὲ τούτοις, ἐδίδαξε | |
25 | μὴ πλούτῳ θαῤῥεῖν, μὴ σοφίᾳ, μὴ δυναστείᾳ, ἀλλὰ μόνῳ τῷ δυναμένῳ καὶ ζωὴν χορηγεῖν, καὶ θάνατον ἐπάγειν, καὶ τὴν εὐπραξίαν μεταβάλλειν εἰς δυσ‐ πραγίαν, καὶ τὴν εὐκληρίαν εἰς δυσκληρίαν. Καὶ μέντοι καὶ τὸ, «Στεῖρα ἔτεκεν ἑπτὰ,» τὴν τῆς | |
30 | Ἐκκλησίας προκηρύττει πολυγονίαν. Ὁ γὰρ ἑπτὰ ἀριθμὸς τοῦ πλήθους δηλωτικός. Ἐν ἑπτὰ γὰρ ἡμέ‐ ραις ἅπας χρόνος ἀνακυκλεῖται, καὶ τῆς Ἐκκλησίας οἱ παῖδες τὴν οἰκουμένην ἐπλήρωσαν. «Ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε.» Πολύπαις γὰρ οὖσα ἡ Ἰου‐ | |
35 | δαία, καὶ πολλοὺς προφήτας καὶ δικαίους γεγεννη‐ κυῖα, νῦν ἀκαρπίαν νοσεῖ. ΕΡΩΤ. Δʹ. Ἡλεὶ ὁ ἀρχιερεὺς ἐκ ποίας ἦν πατριᾶς; Ἐκ τῆς τοῦ Ἰθάμαρ· ἀλλὰ διὰ τὴν τῶν παίδων | |
40 | πονηρίαν, ἅπαν αὐτοῦ τὸ γένος τῆς ἀρχιερατικῆς ἐστερήθη τιμῆς. Ἡλίκας γὰρ ἐτόλμων παρανομίας, ἡ ἱστορία διδάσκει. ΕΡΩΤ. Εʹ. Τί ἐστιν Ἐφούδ, | |
45 | Ὁ Ἀκύλας ἐπένδυμα ἐξαίρετον τοῦτο κέκληκεν. Εἰρήκαμεν δὲ ἤδη, καὶ τὴν Ἔξοδον ἑρμηνεύοντες, καὶ μέντοι καὶ τοὺς Κριτὰς, ὡς διὰ τούτου πλεῖστα | |
προεδήλου τῶν ἀγνοουμένων ὁ Δεσπότης Θεός. | 534 | |
80.536 | ΕΡΩΤ. ϛʹ. Τί δήποτε Λευΐτης ὢν ὁ Σαμουὴλ τῷ ἐφοὺδ ἐκέ‐ χρητο; μόνῳ γὰρ ἀφώριστο τῷ ἀρχιερεῖ. Εἰκὸς τὸν Ἡλεὶ, τὴν θείαν αὐτῷ χάριν ἐπαν‐ | |
5 | θοῦσαν ἑωρακότα, καὶ παραδόξως τεχθέντα, καὶ πρὸ ὠδίνων ἐπαγγελθέντα, καὶ ἔνδον τρεφόμενον ἐν τῇ θείᾳ σκηνῇ, ὡς ἁγίῳ καὶ Ναζιραίῳ, καὶ θεαιτήτῳ· τοῦτο γὰρ ἑρμηνεύει τοῦ Σαμουὴλ τοὔνομα· καὶ κομιδῇ νέῳ μεταδοῦναι ταύτης τῆς τιμῆς. [Διοδώρου.] | |
10 | Οἰκονομίας δὲ Θεοῦ ἦν, τὸ τὸν Σαμουὴλ καλούμενον ὑπ’ αὐτοῦ, ἀπιέναι πρὸς Ἡλεὶ οἰόμενον ὑπ’ αὐτοῦ καλεῖσθαι, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον. Ἐπειδὴ γὰρ ἤμελλεν ὁ Θεὸς τῷ Ἡλεὶ κακὰ προλέγειν διὰ τοῦ Σαμουὴλ, ἵνα μὴ νομισθῇ πλάσαι ὁ Σαμουὴλ | |
15 | τὴν ἀποκάλυψιν, ᾠκονόμει ὁ Θεὸς ἐκεῖνον οἰηθέντα ὑπὸ τοῦ Ἡλεὶ καλεῖσθαι πρὸς αὐτὸν ἀπιέναι· ἵνα ὅτ’ ἂν ὁ μὲν Ἡλεὶ νοήσῃ ὅτι Θεός ἐστιν ὁ καλῶν τὸν Σαμουὴλ, ἐκεῖνος δὲ μετὰ ταῦτα τὰ ὑπὸ τοῦ Θεοῦ διαγγέλλων, μὴ ὑποπτευθῇ, ὡς πλασάμενος τὴν | |
20 | ἀποκάλυψιν· ἀλλὰ πιστευθῇ, ὅτι ἀληθῶς ὁ Θεὸς ἀπο‐ κάλυψιν ἀνήγγειλεν. ΕΡΩΤ. Ζʹ. Τίνος χάριν ὁ Ἡλεὶ δίκας ὑπὲρ τῶν παίδων ἔτισε, καὶ ταῦτα παραινέσας αὐτοὺς τὰ προσ‐ | |
25 | ήκοντα; Οὐκ ἠπίων ἐδεῖτο φαρμάκων ἡ τῶν παίδων παρα‐ νομία, ἀλλ’ αὐστηροτάτων καὶ δριμυτάτων. Ἔδει τοίνυν μετὰ τὴν πρώτην καὶ δευτέραν παραίνεσιν τῇ πονηρίᾳ προσμείναντας ἐξελάσαι τῶν ἱερῶν | |
30 | περιβόλων. Οὐ γὰρ μόνον αὐτοὶ παρηνόμουν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνοντο παρανομίας ἀρχέτυπον. Ἐπειδὴ δὲ προτετίμηκε τοῦ πεποιηκότος τὴν φύσιν, τῆς θεοσδότου χάριτος ἐγυμνώθη. Τοῦτο γὰρ αὐτῷ καὶ διὰ τοῦ προφήτου δεδήλωκεν ὁ Θεός· «Ἵνα τί | |
35 | γὰρ, φησὶν, ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου, καὶ ἐπὶ τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ, καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ, ἐν εὐλογεῖσθαι ἀπαρχὴν πάσης θυσίας Ἰσραὴλ ἔμπροσθέν μου; Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἶπον, Ὁ οἶκός | |
40 | σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος. Καὶ νῦν οὐχ οὕτω, φησὶ Κύριος, μηδαμῶς ἐμοὶ, ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθή‐ σονται.» Καὶ δοκεῖ μὲν ἡ πρόῤῥησις τὸ τούτου | |
45 | γένος τῆς ἀρχιερωσύνης γυμνοῦν· αἰνίττεται δὲ πά‐ | |
σης τῆς Ἰουδαϊκῆς ἱερωσύνης τὴν παῦλαν. «Εἶ‐ | 536 | |
80.537 | πον γὰρ, φησὶν, Ὁ οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσονται ἐνώπιόν μου ἕως αἰῶνος.» Τοῦτο δὲ οὐ τῷ Ἰθάμαρ ὑπέσχετο, ἀλλὰ τῷ Ἀαρών. Οὐκ‐ οῦν κατὰ πάσης αὐτῶν ἀπεφήνατο τῆς φυλῆς. Καὶ | |
5 | μαρτυρεῖ τὰ ὁρώμενα. Ἐξ οὗ γὰρ ὁ Δεσπότης ἐσταυ‐ ρώθη Χριστὸς, καθῃρέθη μὲν αὐτῶν ὁ ναὸς, ἔρημα δὲ γεγένηνται τῶν ἁγίων τὰ Ἅγια, καὶ ἀρχιερωσύνης καὶ προφητείας ἐστέρηνται. Τοῦτο δηλοῖ καὶ τὰ ἐπ‐ αγόμενα. «Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, καὶ ἐξολο‐ | |
10 | θρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα τοῦ οἴκου τοῦ πατρός σου, καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ. Καὶ ἐπιβλέψει κραταίωμα ὂν ἐν πᾶσιν οἷς ἀγαθύνει τὸν Ἰσραήλ. Καὶ οὐκ ἔσται πρεσβύ‐ της πάσας τὰς ἡμέρας ἐν τῷ οἴκῳ σου.» —«Κρα‐ | |
15 | ταίωμα δὲ ὂν» τοῦ ὄντος λέγει Θεοῦ. «Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ὤν.» Καὶ Ἱερεμίας, «Ὁ ὢν, Δέ‐ σποτα Κύριε.» Τούτου κραταίωμα κέκληκε τὴν ἱε‐ ρωσύνην, τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο δὲ σαφέστερον μετ’ ὀλίγα δεδήλωκεν. «Ἀναστήσω γὰρ, | |
20 | ἔφη, ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρ‐ δίᾳ μου, καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκο‐ δομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον τῶν χριστῶν μου πάσας τὰς ἡμέρας.» Ταῦτα δὲ ἁρμόττει ἀνθρώπων μὲν οὐδενὶ, μόνῳ δὲ τῷ Κυρίῳ | |
25 | ἡμῶν Ἰησοῦ Χριστῷ, ὃς ἀρχιερεὺς ἡμῶν κατὰ τὸ ἀνθρώπινον ὠνομάσθη. «Ἔχοντες γὰρ, φησὶν, ἀρχ‐ ιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Κύριον ἡμῶν.» Καὶ πάλιν· «Οὐ γὰρ ἔχομεν ἀρχιε‐ ρέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· | |
30 | πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χω‐ ρὶς ἁμαρτίας.» Καὶ τὸ «πάσας τὰς ἡμέρας,» οὐ προσῆκεν ἀνθρώποις θνητοῖς ὀλίγον βιοτεύουσι χρό‐ νον. Χριστοὺς δὲ αὐτοὺς κέκληκε τοὺς ἱεροὺς ἀπο‐ στόλους, καὶ τοὺς τὴν ἐκείνων διαδεξαμένους δι‐ | |
35 | δασκαλίαν. Οὐκοῦν ἡ πρόῤῥησις κυρίως μὲν ἁρμότ‐ τει τῷ Σωτῆρι Χριστῷ· κατὰ δὲ ἱστορίαν τῷ Σα‐ δοὺκ, ὃς ἐκ τοῦ Ἐλεάζαρ κατάγων τὸ γένος, τὴν ἀρχ‐ ιερωσύνην διὰ τοῦ Σολομῶντος ἐδέξατο. ΕΡΩΤ. Ηʹ. | |
40 | Πῶς νοητέον τὸ, «Ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἢ κατασκευασθῆναι;» Αἰνίττεται ὁ λόγος, ὡς εὐθὺς μετὰ τὴν ἑσπέραν, ἀρξαμένων τῶν ἀνθρώπων καθεύδειν, ἐπεφάνη τῷ | |
Σαμουὴλ ὁ Δεσπότης Θεός. Ἐν ἑσπέρᾳ γὰρ τὸν ἱε‐ | 538 | |
80.540 | ρὸν λύχνον ἅπτειν εἰώθασι· περὶ μέσας δὲ τὰς νύ‐ κτας ἐπέβαλλον ἔλαιον. Τὸν καιρὸν τοίνυν ὁ συγ‐ γραφεὺς δηλῶσαι θελήσας, ἔφη μηδέπω κατασκευα‐ σθῆναι τὸν λύχνον. | |
5 | ΕΡΩΤ. Θʹ. Τί δήποτε κομιδῇ νέῳ ὄντι τῷ Σαμουὴλ ὁ τῶν ὅλων ὤφθη Θεός; Εἰς ἔλεγχον τοῦ γεγηρακότος ἀρχιερέως τὸ μει‐ ράκιον ἠξιώθη τῆς θείας ἐπιφανείας. Οὕτω γὰρ | |
10 | ἦν ἄγαν νέος, ὡς τὴν περὶ τοῦ Θεοῦ διδασκαλίαν μηδέπω δύνασθαι δέξασθαι. Αὐτίκα γοῦν ὁ Ἡλεὶ μετὰ τὴν τρίτην κλῆσιν συνεὶς ὡς ὁ Θεός ἐστιν ὁ κα‐ λῶν, περιττὸν μὲν εἰπεῖν, καὶ ὑπέλαβεν ὡς ὁ Θεός ἐστιν ὁ καλῶν· ἔφη δέ· «Ἐὰν καλέσῃ σε ὁ | |
15 | καλῶν, ἐρεῖς, Λάλει, Κύριέ μου, ὅτι ἀκούει ὁ δοῦλός σου.» Ἀλλ’ ὅμως καὶ τὴν τοιαύτην ἡλικίαν τῆς πολιᾶς προτετίμηκεν ὁ Θεός· καὶ τὸν ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βεβιωκότα, καὶ τεσσαράκοντα ἔτη ἀρχῆς ἀξιωθέντα διπλῆς (καὶ κριτὴς γὰρ ἦν, καὶ | |
20 | ἀρχιερεὺς) καταλιπὼν, τῷ σμικροτάτῳ διειλέχθη παιδίῳ· διδάσκων ὅσῳ πολιᾶς ἀμείνων νεότης ἀρετῇ κοσμουμένη. Ὁ μέντοι Ἡλεὶ δῆλός ἐστιν οἰκείοις μὲν κοσμούμενος κατορθώμασι· διὰ δὲ τὴν τῶν παί‐ δων πονηρίαν τῆς πανωλεθρίας τὴν ψῆφον δεξάμε‐ | |
25 | νος. Δηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν καὶ τὰ ῥήματα. Πρῶτον μὲν γὰρ οὐκ ᾐσχύνθη παρακαλέσαι τὸν νέον μηνῦσαι τὰ θεόθεν ἀπαγγελθέντα· ἀλλὰ καὶ ὅρκοις αὐτὸν κατέδησε καὶ ἀραῖς, ὥστε μηδὲν ἀποκρύψαι τῶν δηλωθέντων. Εἶτα τὴν ἐξενεχθεῖσαν ψῆφον μα‐ | |
30 | θὼν, τὴν ἀξιέπαινον ἀφῆκε φωνήν· «Κύριός ἐστι, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει.» Καὶ μέντοι καὶ τῶν υἱῶν τὴν σφαγὴν ἐγνωκὼς, οὐκ ἀγεν‐ νῶς ἤνεγκεν ὁ πατὴρ καὶ πρεσβύτης· τὴν δέ γε κι‐ βωτὸν δορυάλωτον γεγενῆσθαι μαθὼν, κατέπεσε μὲν | |
35 | ἀπὸ τοῦ δίφρου, τῇ δὲ τῆς ἀθυμίας ὑπερβολῇ τοῦ βίου τὸ τέλος ἐδέξατο. ΕΡΩΤ. Ιʹ. Τί δήποτε συνεχώρησεν ὁ Θεὸς δορυάλωτον γε‐ νέσθαι τὴν κιβωτόν; | |
40 | Διπλῆν τὸ γεγονὸς ὠφέλειαν ἐβλάστησε. Τοὺς | 540 |
80.541 | μὲν γὰρ Ἑβραίους ἐδίδαξεν, ἐννόμως μὲν βιοῦν‐ τας τῇ τοῦ Θεοῦ προμηθείᾳ θαῤῥεῖν· παρανομοῦν‐ τας δὲ μήτ’ αὐτῷ, μήτε τῇ ἀψαύστῳ κιβωτῷ πε‐ ποιθέναι· τί δήποτε γὰρ εἰς ἐπικουρίαν ἔλαβον | |
5 | παρανομοῦντες τὴν τὸν νόμον ἔνδον ἔχουσαν ἀποκεί‐ μενον; Οὗτοι μὲν οὖν ταύτην ἐντεῦθεν τὴν ὠφέ‐ λειαν ἐδέχοντο. Οἱ δέ γε ἀλλόφυλοι, δείσαντες μὲν ἡνίκα φανείσης τῆς κιβωτοῦ ἠλάλαξαν οἱ Ἑβραῖοι· καταφρονήσαντες δὲ μετὰ τὴν νίκην, καὶ οἱονεὶ ἀκρο‐ | |
10 | θίνιον ταύτην τοῖς οἰκείοις ἀνατεθεικότες εἰδώλοις, ἔμαθον τῇ πείρᾳ τοῦ Θεοῦ τὴν ἰσχύν. Πρῶτον μὲν γὰρ εἶδον πρὸ τῆς κιβωτοῦ πεπτωκότα τὸν οἰκεῖον θεὸν, καὶ τῆς προσκυνήσεως ἐπιδεικνύντα τὸ σχῆμα. Εἶτα τοῦτον ἀναστήσαντες εὗρον τῇ ὑστεραίᾳ συν‐ | |
15 | τετριμμένον, καὶ τῶν ἄκρων πάντων ἐστερημένον. Ἔπειτα τὸ διάφορον γνῶναι μὴ βουληθέντες, καὶ τῇ κιβωτῷ τὸ προσῆκον μὴ ἀπονείμαντες σέβας, ποι‐ κίλοις νοσήμασι περιέπεσον. Ὡς μὲν γὰρ οἱ Ἑβδο‐ μήκοντα ἡρμήνευσαν, «Εἰς τὰς ἕδρας ἐπλήγησαν·» | |
20 | ὡς δὲ ὁ Ἀκύλας, «τὸ τῆς φαγεδαίνης ἐσχήκασιν ἕλκος.» Ὁ δέ γε Ἰώσηπος τὸ τῆς δυσεντερίας αὐ‐ τοῖς ἐγγενέσθαι πάθος ἐδίδαξεν· ἀλλὰ μηδεὶς δια‐ φωνίαν νομιζέτω τὰς διαφόρους ἐκδόσεις. Τὴν γὰρ δυσεντερίαν τὸ τῆς ἕδρας διεδέξατο πάθος. Τὸ | |
25 | γὰρ συχνὸν τῆς ἐκκρίσεως τὸ τῆς ἐκκρίσεως κατ‐ έκαυσε μόριον· εἰς φαγέδαιναν δὲ τῷ χρόνῳ τὸ ἕλ‐ κος μετέπεσε. Τὸ δὲ τῆς ἕδρας ὑπέμειναν πάθος, ὡς δυσσεβῶς τὴν κιβωτὸν τὴν θείαν ἑδράσαντες παρὰ τὸν θεὸν τὸν ψευδώνυμον. Ταύτην οἱ Ἀζώτιοι πρῶ‐ | |
30 | τοι τὴν τιμωρίαν ἐδέξαντο. Τοπάσαντες γὰρ οἱ Γετ‐ θαῖοι, μὴ θεήλατον εἶναι τὴν πληγὴν, ἀλλὰ νό‐ σον ἐκ λοιμικῆς τινος καταστάσεως γενομένην, μετ‐ έθεσαν εἰς τὴν Γὲθ τὴν τοῦ Θεοῦ κιβωτόν· ἀλλὰ παραυτίκα ταῖς αὐταῖς ὑπεβλήθησαν συμφοραῖς. Τὸ | |
35 | δὲ, «Ἐποίησαν ἑαυτοῖς οἱ Γετθαῖοι ἕδρας χρυσᾶς,» οἱ λοιποὶ οὕτως ἡρμήνευσαν, «Καὶ περιελύ‐ θησαν αὐτῶν αἱ ἕδραι.» Τῶν δὲ Γετθαίων εἰς Ἀσκάλωνα μεταθεῖναι τὴν κιβωτὸν πειραθέντων, ἀντεῖπον ἐκεῖνοι, δείσαντες τὰς θεηλάτους πληγάς. | |
40 | Εἶτα μηδεμιᾶς πόλεως δέξασθαι τολμώσης τὴν κι‐ βωτὸν, ἐν ὑπαίθρῳ ταύτην ἔξω κατέλιπον τόπῳ. Τοῦτο γὰρ ὁ ἱστοριογράφος ἐδίδαξεν· «Ἐγένετο | |
γὰρ, φησὶν, ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν τῷ πεδίῳ τῶν ἀλ‐ | 542 | |
80.544 | λοφύλων μῆνας ἑπτά.» Ἐπειδὴ δὲ ᾠήθησαν ἔξω μενούσης τῆς κιβωτοῦ τῶν θεηλάτων ἀπηλλάχθαι πληγῶν, ἐπήγαγεν ὁ Θεὸς καὶ Δεσπότης, καὶ τοῖς ἀψύχοις τὰς τιμωρίας. Μυῶν γάρ τι πλῆθος | |
5 | καὶ ταῖς ἀμπέλοις, καὶ τοῖς ληΐοις ἐπέπεμψεν, οἳ πάντας αὐτῶν ἐλυμήναντο τοὺς καρπούς. Ἐδίδαξε δὲ διὰ τούτων, ὡς αὐτὸς καὶ τοῖς Αἰγυπτίοις τὰς δια‐ φόρους ἐπενήνοχε πληγάς. Ὅτι γὰρ ἔναυλον εἶχον ἐκείνων τὴν μνήμην, μαρτυρεῖ τὰ παρ’ αὐτῶν | |
10 | εἰρημένα. Καὶ γὰρ ἐν τῷ πολέμῳ τὴν κιβωτὸν θεα‐ σάμενοι, δέους ἐπλήσθησαν, καὶ θρηνοῦντες ἐβόων· «Οὐαὶ ἡμῖν, τίς ἐξέληται ἡμᾶς ἐκ χειρὸς τοῦ Θεοῦ τοῦ στερεοῦ τούτου; Οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ.» Καὶ μετὰ τὴν πεῖ‐ | |
15 | ραν δὲ τῶν κακῶν, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ χρησμῳδοὶ πρὸς αὐτοὺς ἔλεγον, μετὰ δώρων ἐκπέμψαι τὴν κιβω‐ τὸν, «Ὅπως κουφίσῃ Κύριος ὁ Θεὸς Ἰσραὴλ τὴν χεῖρα αὐτοῦ ἀφ’ ὑμῶν, καὶ ἀπὸ τῶν θεῶν ὑμῶν,» καὶ ἀπὸ τῆς γῆς ὑμῶν· καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, | |
20 | ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὰς καρδίας αὐτῶν; Οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλε τὸν λαὸν αὐ‐ τοῦ, καὶ ἀπῆλθον;» Ἀλλὰ ταῦτα συμβεβουλευ‐ κότες οἱ ἀσεβεῖς, καὶ δείξαντες τῶν οἰκείων θεῶν τὴν ἀσθένειαν (πρῶτον γὰρ αὐτοὺς συνέτριψεν ὁ | |
25 | Θεὸς, εἶτα τοὺς προσκυνοῦντας ἐπαίδευσε· καὶ τότε τοὺς μῦς κατὰ τῶν τῆς γῆς βλαστημάτων ἐξέπεμψε), πείρᾳ μαθεῖν ἠβουλήθησαν, εἴτε θεήλατος ἡ πληγὴ, εἴτε κατά τι συμβεβηκὸς γενομένη. Καινὴν γὰρ κατα‐ σκευάσαντες ἅμαξαν, καὶ βοῦς ἀρτιτόκους ὑποζευ‐ | |
30 | ξαντες τῶν μόσχων κεχωρισμένας, ἐπέθεσαν τὴν κι‐ βωτὸν, καὶ τῶν πέντε πόλεων ἰσαρίθμους μῦς τε καὶ ἕδρας ἐκ χρυσοῦ κατεσκευασμένας, δῶρα τῷ πεπαιδευκότι Θεῷ. Ἐνέθεσαν δὲ ταῦτα σκεύει τινὶ, ὃ οἱ μὲν Ἑβδομήκοντα προσηγόρευσαν βοερ‐ | |
35 | γὰς, Ἰώσηπος δὲ γλωσσόκομον. Ἐν τριόδῳ δὲ ἡνιόχου δίχα τὰς βοῦς ἀπολύσαντες, ἀνέμενον ἰδεῖν, εἴτε πρὸς τὸν τῶν μόσχων μυκηθμὸν ἀποστρέ‐ φονται, εἴτε πρὸς ἄλλην ὁδὸν ἀποκλίνουσι, τὴν πρὸς Ἑβραίους φέρουσαν καταλιποῦσαι· ἵνα εἰ | |
40 | μὲν τούτων δυοῖν θάτερον γένοιτο, ὡς ἀσθενοῦς κα‐ | |
ταγνῶσι τῆς κιβωτοῦ. Εἰ δὲ τὰς ἄλλας ὁδοὺς αἱ | 544 | |
80.545 | βόες καταλιποῦσαι, καὶ τῶν οἰκείων καταφρονήσασαι μόσχων, πρὸς τὴν Ἰσραηλῖτιν ἀπίωσι γῆν, γνῶσιν ἀληθῶς θεηλάτους εἶναι καὶ τὰς γεγενημένας πλη‐ γάς. Οὗ δὴ χάριν, καὶ πόῤῥωθεν εἴποντο, καὶ οὐ | |
5 | πρότερον ἀπέστησαν, ἕως τῶν Ἑβραίων οἱ ἀγχιτέρμονες τὸ ξένον θεασάμενοι πρᾶγμα, ἄμαξαν ὑπ’ οὐδενὸς ἀνθρώπων ἰθυνομένην, φορτίον δὲ καὶ ἡνίοχον τὴν κιβωτὸν ἔχουσαν, προσέδραμον ἄσμενοι, καὶ τοῦ Θεοῦ τὴν νίκην ἐθαύμασαν. ΕΡΩΤ. ΙΑʹ. Διατί τὸν λαὸν ἐπάταξεν ὁ Θεὸς ἐπανελθούσης | |
10 | τῆς κιβωτοῦ; Σαφῶς ἐδίδαξεν ἡ ἱστορία. «Οὐκ ἠσμένισαν γὰρ, φησὶν, υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βεθσάμοις, ὅτι εἶδον τὴν κιβωτὸν τοῦ Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χι‐ | |
15 | λιάδας ἀνδρῶν ἐκ τοῦ λαοῦ.» Ἀλλ’ οἱ μὲν Ἰεχονίου παῖδες, ὡς δυσσεβεῖς, καὶ τοῖς εἰδώλοις λατρεύοντες, ἐδυσφόρησαν ἰδόντες τὴν κιβωτὸν, καὶ μάλα εἰ‐ κότως τὴν τιμωρίαν ἐδέξαντο· ὁ δὲ λαὸς ἐπαιδεύθη, ὡς τῆς κιβωτοῦ προκινδυνεῦσαι μὴ βουληθεὶς, καὶ | |
20 | ἑπτὰ μῆνας αὐτὴν παρὰ τοῖς ἀλλοφύλοις καταλι‐ πὼν, καὶ τὸν ὑπὲρ αὐτῆς οὐκ ἀναδεξάμενος πόλε‐ μον. Δείξας τοίνυν ὁ Δεσπότης Θεὸς, ὡς τῆς αὐ‐ τῶν συμμαχίας οὐ δεῖται· καὶ δείξας ὅσον ἔσχε σέβας παρὰ τῶν δυσσεβῶν ἀλλοφύλων, ἐκόλασεν αὐ‐ | |
25 | τοὺς ὡς τῶν ἀλλοφύλων δυσσεβεστέρους. Ἐπειδὴ δὲ οἱ ἐν Βεθσάμοις δείσαντες τὴν κιβωτὸν ἀπέπεμ‐ ψαν, εἰρηκότες, «Τίς δυνήσεται παραστῆναι ἐνώπιον Κυρίου τοῦ ἁγίου τούτου; προθύμως δὲ ταύτην ὁ Ἀμιναδὰβ ἀπεδέξατο· πάσης αὐτοῦ τὴν | |
30 | οἰκίαν εὐλογίας ἐνέπλησεν. Ὅτι δὲ ἀσεβῶς ὁ λαὸς τῆς κιβωτοῦ κατεφρόνησε, τὰ ἑξῆς μαρτυρεῖ. Ὁ γὰρ θειότατος Σαμουὴλ παρῄνεσεν αὐτοῖς ἐπι‐ στρέψαι πρὸς Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ, καὶ ἐξ‐ ᾶραι τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, | |
35 | καὶ τὰ ἄλση. Τὰ δὲ ἄλση Ἀσταρὼθ ὁ Ἀκύλας ἡρμή‐ νευσε, τουτέστι τὰ τῆς Ἀστάρτης ἀγάλματα. Ἀσ‐ τάρτην δὲ καλοῦσι τὴν Ἀφροδίτην, ἐκ τοῦ ἄστρου τὴν ἐπωνυμίαν πεποιηκότες. Αὐτῆς γὰρ εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσι. | |
40 | ΕΡΩΤ. ΙΒʹ. Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ νόμου ἐν ἑνὶ τόπῳ λατρεύειν, θυσιαστήριον ὁ Σαμουὴλ ᾠκοδόμησεν; | |
Οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, καὶ ἐν διαφόροις | 546 | |
80.548 | τόποις ἐλάτρευον τῷ Θεῷ. Πλὴν καὶ ἐντεῦθεν μαν‐ θάνομεν, ὡς τοῦ λαοῦ τὸ πρόχειρον εἰς ἀσέβειαν ἐπι‐ στάμενος ὁ Θεὸς, ἑνὶ τὴν θείαν λατρείαν περιώρισε τόπῳ. Τοῖς γὰρ εὐσεβέσι, καὶ τὸν τοῦ νόμου σκοπὸν | |
5 | ἐπισταμένοις, ἅπας εἰς τὴν τοῦ Θεοῦ λατρείαν καθ‐ ιέρωτο τόπος. Καὶ γὰρ Ἠλίας ὁ πάνυ, τοῦ θείου νεὼ πρὸς ἑαυτὸν ἅπαντας κατὰ τὸν νόμον καλοῦντος, ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε, καὶ θυσίαν προσήνεγκε. | |
10 | ΕΡΩΤ. ΙΓʹ. Τίνος χάριν Σαμουὴλ διὰ τὰς τῶν παίδων παρα‐ νομίας οὐκ ἔτισε δίκας; Ἀδικήματα ἦν, οὐκ ἀσεβήματα, τὰ παρὰ τούτων γινόμενα. Οὔτε γὰρ γάμους διέῤῥηξαν, καὶ ταῖς | |
15 | τοιαύταις λαγνείαις καθύβρισαν τὴν θείαν σκηνήν· οὔτε τῇ γαστρὶ τὰ πρωτεῖα τῶν ἱερείων ἀπένειμαν, τὴν τῶν θυσιῶν ἀναστρέψαντες τάξιν. Δωροδοκίαν δὲ μόνον αὐτῶν ἡ ἱστορία κατηγορεῖ. Καὶ οὐδὲ ταύτην ὁ προφήτης ἠπίστατο. Πόῤῥωθεν γὰρ αὐτῶν διῆγεν. | |
20 | Αὐτὸς μὲν γὰρ ᾤκει τὴν Ἀρμαθὲμ, ἐκεῖνοι δὲ τὴν Βερσαβεέ. ΕΡΩΤ. ΙΔʹ. Τίνος ἕνεκεν ἤλγησεν αἰτήσαντος τοῦ λαοῦ βασιλέα; | |
25 | Ἐπειδὴ παρὰ τὸν θεῖον νόμον ἡ αἴτησις ἦν. Ὁ Δεσπότης γὰρ Θεὸς καὶ Θεοῦ καὶ βασιλέως ἐπλήρου τὴν χρείαν· ὁ δὲ προφήτης ὑπουργὸς ἦν, οἷόν τις ὕπαρχος, ἢ στρατηγὸς, ἢ δημαγωγός. Καὶ τοῦτο δε‐ δήλωκεν ὁ Θεὸς εἰπὼν πρὸς αὐτόν· «Ἄκουε τῆς φω‐ | |
30 | νῆς τοῦ λαοῦ· διότι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἐμὲ ἐξουθένησαν, τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτοὺς, κατὰ πάντα τὰ ἔργα αὐτῶν, ἃ ἐποίησάν μοι, ἀφ’ ἧς ἡμέ‐ ρας ἐξήγαγον αὐτοὺς ἐξ Αἰγύπτου, καὶ ἕως τῆς ἡμέ‐ ρας ταύτης,» καὶ τὰ ἑξῆς. | |
35 | ΕΡΩΤ. ΙΕʹ. Ἀγαθὸν πῶς ὠνόμασε τὸν Σαούλ; Οὐ ψυχῆς ἀρετὴν αὐτῷ μεμαρτύρηκεν, ἀλλ’ εἶ‐ δος καὶ μέγεθος. Τοῦτο γὰρ λέγει· «Οὐκ ἦν ἀνὴρ ἀγα‐ θὸς οὐδεὶς ἐν υἱοῖς Ἰσραὴλ ὑπὲρ αὐτόν· ὑπερωμίαν | |
40 | καὶ ἐπάνω ὑψηλὸς ἐπὶ πᾶσαν τὴν γῆν.» | 548 |
80.549 | ΕΡΩΤ. Ιϛʹ. Τινές φασι τὸν Σαμουὴλ ἐπὶ χρήμασι προφητεῦ‐ σαι, τῷ εἰπεῖν τὸν Σαοὺλ, «Ἰδοὺ πορευσόμε‐ θα, καὶ τί ἀποίσομεν τῷ ἀνθρώπῳ τοῦ | |
5 | Θεοῦ, ὅτι οἱ ἄρτοι ἡμῶν ἐκλελοίπασι;» Τοῦτο τῆς τοῦ Σαοὺλ ὑποψίας, οὐ τῆς τοῦ προφή‐ του δωροδοκίας τεκμήριον. Ἐτόπασε γὰρ χρῆναί τι αὐτῷ προσενεχθῆναι, ὡς ἄρχοντι καὶ προφήτῃ· ἀλλ’ οὐδὲν προσενήνοχεν· ἀλλὰ τοὐναντίον φιλοφροσύνης | |
10 | παμπόλλης ἀπήλαυσε. Τοῦ δὲ προφήτου τὸ ἀδωρο‐ δόκητον διδάσκουσιν αὐτοῦ οἱ λόγοι ἐπὶ τοῦ λαοῦ παντὸς εἰρημένοι. «Μόσχον γὰρ, φησὶ, τίνος ὑμῶν εἴληφα; ἢ τίνα ὑμῶν καταδεδυνάστευκα; ἢ τίνα ἐξεπίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξ‐ | |
15 | ίλασμα, ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ; εἴπατε κἀμοὶ, καὶ ἀποδώσω ὑμῖν.» Καὶ ἐβεβαίωσε τοῦ προφήτου τοὺς λόγους ἡ τοῦ λαοῦ μαρτυρία. ΕΡΩΤ. ΙΖʹ. | |
20 | Διατί βλέποντα τὸν προφήτην ἐκάλουν; Ὡς τὰ μέλλοντα προορῶντα. Οὐ γὰρ τῶν τοῦ σώ‐ ματος ὀφθαλμῶν τοῦτο τὸ ὄνομα· ἀλλὰ τῆς πνευμα‐ τικῆς θεωρίας. Τὴν μέντοι βαμὰ, ὑψηλὴν ὁ Ἀκύ‐ λας ἡρμήνευσε· γαβαὰ δὲ, τὸν βουνόν· ξέ‐ | |
25 | νους δὲ, τοὺς κεκλημένους· τὴν δὲ κωλέαν, κνή‐ μην. Ταύτην δὲ αὐτῷ παρατέθεικεν, ὡς μέλλοντι βασιλεύειν καὶ τοῦ λαοῦ προκινδυνεύειν. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἰδοὺ μαρτύριον, παράθες αὐτὸ ἐν‐ ώπιόν σου, καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί | |
30 | σοι παρὰ τοῦ λαοῦ. ΕΡΩΤ. ΙΗʹ. Τίνος χάριν χρίσας αὐτὸν κατεφίλησε; Τῆς ἐνούσης αὐτῷ χάριτος μεταδέδωκε. Καὶ γὰρ καὶ ὁ Κύριος ἐμφυσήσας τοῖς ἀποστόλοις ἔφη· «Λά‐ | |
35 | βετε Πνεῦμα ἅγιον.» —«Ἐκ γὰρ τοῦ πληρώματος αὐ‐ τοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Οὕτως ὁ προφήτης τὸν χειροτονηθέντα κατεφίλησε βασιλέα, ἵνα τῆς ἐνοικού‐ σης αὐτῷ χάριτος μεταδῷ. ΕΡΩΤ. ΙΘʹ. | |
40 | Τί δήποτε πολλὰ δέδωκεν αὐτῷ σημεῖα; Εἶδεν αὐτὸν ἀμφιβάλλοντα, καὶ τὴν οἰκείαν ὁμολο‐ | |
γοῦντα πενίαν. «Οὐχ υἱὸς γὰρ, φησὶν, Ἰεμιναίου | 550 | |
80.552 | ἀνδρὸς ἐγώ εἰμι, τοῦ σμικροτέρου σκήπτρου ἐκ τῶν φυλῶν τοῦ Ἰσραὴλ, καὶ ἡ πατριά μου ὀλιγοστὴ παρὰ πάσας τὰς πατριὰς τοῦ Βενιαμίν;» Τούτου χάριν βεβαιοῖ τὴν τῆς βασιλείας ἐπαγγελίαν ταῖς | |
5 | περὶ τῶν ἁπάντων προῤῥήσεσι. Καὶ πρῶτον τοὺς τὰ περὶ τῶν ὄνων αὐτῷ κομίζοντας εὐαγγέλια. Εἶτα τοὺς εἰς τὴν τοῦ Θεοῦ προσκύνησιν εἰς Βαιθὴλ ἀπιόν‐ τας, καὶ ἐκ τῶν τῷ Θεῷ κομιζομένων ἀπαρχὰς αὐτῷ προσκομίζοντας. «Ἐρωτήσουσι γάρ σε, φησὶ, τὰ | |
10 | εἰς εἰρήνην, καὶ δώσουσί σοι ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν.» Ἔπειτα τῶν προφητῶν τὸν χορὸν, καὶ τῶν σὺν αὐτοῖς χορευόντων τὸν θίασον, αὐλοῖς καὶ κινύρᾳ κεχρημένων, καὶ ναύλαις, καὶ τυμπάνοις, καὶ τὴν ἐκεῖθεν ἐκπηδῶσαν τοῦ Πνεύμα‐ | |
15 | τος χάριν, καὶ αὐτὸν προφητεῦσαι παρασκευάζου‐ σαν. ΕΡΩΤ. Κʹ. Τί ἐστι, «Μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἑτέραν;» | |
20 | Ἐπειδὴ ἄγροικος ἦν, γεωργεῖν ἐπιστάμενος μό‐ νον, χειροτονήσας αὐτὸν βασιλέα, βασιλικὸν αὐτῷ φρόνημα δέδωκε. ΕΡΩΤ. ΚΑʹ. Τί ἐστι, «Συνετέλεσε προφητεύων;» | |
25 | Οὐκ ἔσχε διηνεκὲς τῆς προφητείας τὸ χάρισμα. Εἰς ἔμφασιν δὲ καὶ δήλωσιν τῆς πνευματικῆς δωρεᾶς κατ’ ἐκεῖνον προεφήτευσε τὸν καιρόν. Οὕτω καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι, οὓς ὁ μέγας ἐξελέξατο Μωσῆς, εὐθὺς μὲν ἐκλεγέντες προφητικῆς | |
30 | ἠξιώθησαν ἐνεργείας. Μετὰ δὲ ταῦτα προεφήτευον μὲν ἥκιστα· ὑπὸ δὲ τῆς θείας σοφιζόμενοι δωρεᾶς, τοῦ λαοῦ τὰς ἀμφισβητήσεις διέλυον. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε χρίσας ὁ Σαμουὴλ τὸν Σαοὺλ, καὶ | |
35 | παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀκούσας, ὡς αὐτὸν προσήκει βασιλέα χειροτονεῖν, κλήρους βαλεῖν ἐκέλευσε τὰς φυλάς, Οὐδὲ τοῖς θείοις προφήταις ἐπίστευον οἱ πονηρίᾳ συζῶντες. Ἵνα τοίνυν μὴ τοπάσωσι χάριτος ἀνθρω‐ | |
40 | πίνης εἶναι τὴν ψῆφον, κλήρους βληθῆναι προσέτα‐ ξεν. Εἶτα τῆς Βενιαμίτιδος κατακληρωθείσης φυ‐ λῆς, καὶ πάλιν εἰς πατριὰς, καὶ οἴκους, καὶ ἄνδρας διαιρεθείσης, τῷ Σαοὺλ ψῆφος ἀπεκληρώθη. Πειρα‐ θεὶς δὲ λαθεῖν (ἑώρα γὰρ τὴν ἐξουσίαν ὑπερβαί‐ | |
45 | νουσαν αὐτοῦ τὴν ἀξίαν), ὑπὸ τοῦ Θεοῦ τῷ προφήτῃ κατεμηνύθη, καὶ τὴν ἐπὶ παντὸς τοῦ λαοῦ χειροτο‐ | |
νίαν ἐδέξατο. | 552 | |
80.553 | ΕΡΩΤ. ΚΓʹ. Τίνος χάριν Ναὰς ὁ Ἀμμανίτης τῶν Ἰσραηλιτῶν τοὺς δεξιοὺς ἐξέκοπτεν ὀφθαλμούς; Ἀχρήστους αὐτοὺς εἰς πόλεμον ἀποφῆναι βουλό‐ | |
5 | μενος. Ὁ γὰρ τὴν ἀσπίδα τῇ εὐωνύμῳ χειρὶ προ‐ βαλλόμενος, συγκαλύπτει ταύτῃ τὸν εὐώνυμον ὀφθαλ‐ μὸν, τῷ δεξιῷ δὲ τοὺς πολεμίους ὁρᾷ. Ὁ τοίνυν τὸν δεξιὸν ἀφῃρημένος εὐάλωτος ἐγίνετο πολε‐ μῶν. | |
10 | ΕΡΩΤ. ΚΔʹ. Διατί τὸν Σαοὺλ πρῶτον αὐτοῖς ἔδωκε βασιλέα; Ἐπειδὴ τῆς ἐν πολέμοις ἀνδραγαθίας ἕνεκα χειρο‐ τονηθῆναι αὐτοῖς ᾔτησαν βασιλέα, καὶ οὐκ εὐσεβείας χάριν, ὥστε καὶ παρ’ αὐτοῦ τὰ θεῖα παιδεύεσθαι· | |
15 | τὸν πάντων μέγιστον ἐξελέξατο, ἐπειδήπερ οὐ ψυχῆς ἀρετὴν, ἀλλὰ σώματος ἐθαύμαζον μέγεθος. ΕΡΩΤ. ΚΕʹ. Τίνος ἕνεκα συναθροίσας τὸν λαὸν ὁ προφήτης, τῆς οἰκείας αὐτοῦ πολιτείας ἀνέμνησεν; | |
20 | Κριτὴς ὢν ἐξίστατο τῆς ἐξουσίας, καὶ ταύτην παρεδίδου τῷ βασιλεῖ. Μάλα τοίνυν εἰκότως τὰ καθ’ ἑαυτὸν διηγήσατο, καὶ τῆς ἀξιεπαίνου πολιτείας σύμψηφον ἐποιήσατο τὸν λαὸν, τὴν ἔννομον ἐκεῖνον ἐξουσίαν διδάσκων. | |
25 | ΕΡΩΤ. Κϛʹ. Πῶς νοητέον τὸ, «Υἱὸς ἐνιαυτοῦ Σαοὺλ ἐν τῷ βασιλεύειν αὐτόν; Ὁ Σύμμαχος οὕτως ἐξέδωκεν· «Υἱὸς ὢν ἐνιαυ‐ σιαῖος Σαοὺλ ἐν τῷ βασιλεύειν αὐτόν.» Δηλοῖ δὲ | |
30 | τοῦτο τὴν ἁπλότητα τῆς ψυχῆς, ἣν εἶχεν ὁ Σαοὺλ, ἡνίκα τῆς βασιλείας τὴν χειροτονίαν ἐδέξατο. Ταύτῃ δὲ οὐκ ἐπὶ πλεῖστον ἐχρήσατο. Ὅθεν ὁ ἱστοριογρά‐ φος ἐπήγαγε· «Καὶ δύο ἔτη ἐπὶ Ἰσραὴλ ἐβασίλευ‐ σεν,» ἀντὶ τοῦ, Μετὰ τῆς ἁπλότητος ταύτης δύο | |
35 | ἔτη ἐβασίλευσεν· εἶτα εἰς πονηρίαν ἀποκλίνας, τῆς θείας χάριτος ἐγυμνώθη. Ὅθεν ὁ λοιπὸς χρόνος, ὃν βασιλεύων διετέλεσε, τῇ τοῦ Σαμουὴλ δημαγωγίᾳ λε‐ λόγισται. ΕΡΩΤ. ΚΖʹ. | |
40 | Πῶς νοητέον τό· «Ἐπάταξεν Ἰωνάθαν τὸ ὑπό‐ στημα τῶν ἀλλοφύλων, τὸ ἐν τῷ βουνῷ;» Οἱ ἀλλόφυλοι τοὺς Ἑβραίους νενικηκότες ἐν τοῖς | |
ὀχυρωτέροις χωρίοις φρουρὰς ἐγκατέστησαν, Ὑπό‐ | 554 | |
80.556 | στημα τοίνυν ἐκάλεσε τὴν φρουράν. Ταύτην ἄρδην ὁ Ἰωνάθαν κατηκόντισε. Τὸ μέντοι, «Ἠθετήκασιν οἱ δοῦλοι,» ὁ Ἀκύλας, Ἀκουσάτωσαν οἱ Ἑβραῖοι, ἡρμήνευσεν. | |
5 | ΕΡΩΤ. ΚΗʹ. Τί ἐστι, «Καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυ‐ ρίῳ, ὡς εἶπε Σαμουήλ;» Παρηγγύησεν ὁ Σαμουὴλ τῷ Σαοὺλ ἑπτὰ αὐτὸν προσμεῖναι ἡμέρας, εἶθ’ οὕτω καλλιερησάμενον παρα‐ | |
10 | τάξασθαι. Ὁ τοίνυν Σαοὺλ τοὺς ἀλλοφύλους ἀθροι‐ σθέντας ἰδὼν, οὐκ ἀνέμεινε κατὰ τὰς ἐντολὰς τὸν προφήτην. Ὅθεν αὐτὸν θύοντα καταλαβὼν ὁ προ‐ φήτης, σφόδρα χαλεπῶς ἐπετίμησε, καὶ τῆς βασι‐ λείας αὐτῷ τὴν στέρησιν προεμήνυσε. «Ζητήσει γὰρ, | |
15 | φησὶν, ἑαυτῷ Κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὑτοῦ· καὶ ἐντελεῖ αὐτὸν Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὑτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.» Ἐντεῦθεν ὁ καλλίνικος Στέφανος τέ‐ θεικε τὸ, «Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ | |
20 | τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Προφητικῶς γὰρ ταῦτα προειρήκει ὁ θειότα‐ τος Σαμουήλ. Γαβαὰ δὲ τὴν ἐν Σαβαῒν γῆν, τὴν ἐν τῇ κοιλάδι τῶν δορκάδων ὁ Ἀκύλας ἡρμήνευ‐ σεν. | |
25 | ΕΡΩΤ. ΚΘʹ. Διὰ ποίαν αἰτίαν σίδηρον οὐκ εἶχεν ὁ Ἰσραήλ; Νενικηκότες αὐτοὺς οἱ ἀλλόφυλοι πάντα τὸν σίδη‐ ρον ἔλαβον, καὶ κτήσασθαι ἕτερον διεκώλυσαν· ὅθεν παρ’ αὐτοῖς τὰ γεωργικὰ κατεσκεύαζον ὄργανα. | |
30 | Ὀδόντα δὲ ὁ μὲν Σύμμαχος ὕνιν, ὁ δὲ Ἀκύ‐ λας τὸ ἄροτρον ἡρμήνευσαν. Τὸν δὲ σίκλον στα‐ τῆρα ἐκάλεσαν. Ἐπὶ δὲ σταθμοῦ ὁ σίκλος λαμβανό‐ μενος, ἡμιόγκιον εἷλκεν· ἐπὶ δὲ ἀργυρίου, εἴκοσιν ὀβολούς. | |
35 | ΕΡΩΤ. Λʹ. Τί δήποτε ὁ Ἰωνάθαν προσβαλεῖν τοῖς πολε‐ μίοις βουλόμενος, σημεῖά τινα δέδωκε τῷ ὁπλοφόρῳ; Οὐ συμβολικῶς δέδωκεν, ἀλλ’ ὡς πιστὸς γνῶναι | |
40 | ἠθέλησε τὸ βούλημα τοῦ Θεοῦ, καὶ σημεῖα ἑαυτῷ | |
δέδωκε τοῦ θείου θελήματος· ἵνα εἰ μὲν κληθεῖεν | 556 | |
80.557 | ὑπ’ αὐτῶν προσβάλωσιν, ὡς τοῦ Θεοῦ προφανῶς συνεργοῦντος. Τοῦτο γὰρ ἔφη· «Καὶ ἀναβησό‐ μεθα, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖ‐ ρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.» —«Ἐὰν δὲ, | |
5 | φησὶν, εἴπωσιν ἡμῖν, Ἀπόστητε ἐκεῖ, οὐκ ἀναβησό‐ μεθα ἐπ’ αὐτούς.» Ὅτι δὲ τῷ Θεῷ θαῤῥήσας εἰς προῦπτον ἑαυτὸν ἐξέδωκε κίνδυνον, μαρτυροῦσιν οἱ λόγοι. «Δεῦρο γὰρ, φησὶ, διαβῶμεν εἰς τὴν ὑπό‐ στασιν τῶν ἀπεριτμήτων τούτων, εἴπως | |
10 | ποιήσει τι Κύριος ἡμῖν, ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συν‐ εχόμενον σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.» Ταῦτα δὲ τὰ ῥήματα ψυχῆς ἐστι τῷ Θεῷ πεποιθυίας. Οὕτω δὲ θαῤῥήσας οὐκ ἐψεύσθη τῆς ἐλπίδος. Εὐθὺς γὰρ προσβαλὼν, καὶ βέλος ἀφιεὶς, καὶ λίθους ἀκοντίσας, | |
15 | συνέχεε τὴν τῶν πολεμίων παρεμβολήν. Ἀγνοοῦντες γὰρ ἀλλήλους ἀνῄρουν ἐκεῖνοι, ἐκ διαφόρων συν‐ ειλεγμένοι πόλεων ὄντες, καὶ ἀλλήλοις ὡς πολεμίοις ἐκέχρηντο. Τοῦτο πόῤῥωθεν ὁ Σαοὺλ θεασάμενος, καὶ διὰ τῆς ἱερατικῆς στολῆς τὴν νίκην μεμαθηκὼς, | |
20 | ὥρμησε καὶ αὐτὸς κατὰ τῶν ἀλλοφύλων· εἶτα τραπέντας ἐκείνους ἰδὼν, ἀνοήτως καὶ ἄγαν ἠλιθίως ἀνεθεμάτισε τὸν τροφῆς ἢ ποτοῦ πρὸ τῆς ἑσπέρας μεταλαμβάνοντα. ΕΡΩΤ. ΛΑʹ. | |
25 | Εἰ ἀνοήτως ἀνεθεμάτισε, τί δήποτε ὁ Θεὸς τὸν ἀναθεματισμὸν ἐβεβαίωσεν; Ἐρομένῳ γὰρ, εἰ πολεμητέον, οὐκ ἀπεκρίνατο. Πρῶτον αὐτὸν διελέγχει παραλόγως ἐπαρασάμενον. Ἔπειτα διδάσκει μηδὲ τῶν τοιούτων ἀναθεμάτων | |
30 | καταφρονεῖν. Ἐνταῦθα δὲ ὁ μὲν σκοπὸς εὐσεβὴς ἦν· εἰς Θεοῦ γὰρ ὡρίσθη τιμήν. Ἀλλ’ ἔδει σκοπῆσαι τῶν πολεμούντων τὸν πόνον, καὶ ὡς εἰκὸς ἦν τινας τῷ πόνῳ τρυχομένους πιεσθῆναι δίψει, καὶ βιασθῆναι παραβῆναι τὸν ὅρον. Τοῦτο γὰρ πέπονθε καὶ | |
35 | Ἰωνάθαν ὁ θαυμάσιος· ἀλλ’ ἀγνοῶν παρέβη τὸν τοῦ ἀναθέματος ὅρον. Μετὰ γὰρ δὴ τὴν τοῦ μέλιτος γεῦ‐ σιν, ἤκουσε τοῦ πατρὸς τὴν ἀρὰν, ἑτέρων ἀπαγγει‐ λάντων. Ἀλλ’ ὅμως καὶ τὴν τῆς ἀγνοίας ἔχων ἀπο‐ λογίαν, ἄχρις αὐτῆς ἐκινδύνευσε τῆς ζωῆς. Ἀπηλ‐ | |
40 | λάγη δὲ τῆς σφαγῆς διὰ τὴν τοῦ λαοῦ δικαίαν συνη‐ γορίαν καὶ ἱκετείαν σπουδαίαν. ΕΡΩΤ. ΛΒʹ. Πῶς νοητέον τὸ, Μεταμεμέλημαι ὅτι ἔχρι‐ σα τὸν Σαοὺλ εἰς βασιλέα; | |
45 | Πολλάκις εἰρήκαμεν, ὅτι μεταμέλεια Θεοῦ ἡ τῆς | 558 |
80.560 | οἰκονομίας μεταβολή. Οἷον χειροτονηθῆναι προσέταξε τὸν Σαοὺλ διὰ τὸ τοῦ σώματος ἀξιοθέατον· οὐκ ἐπειδὴ μεγίστοις αὐτὸς ἐπιτέρπεται σώμασιν· αὐτὸς γάρ ἐστι καὶ τῶν μεγάλων, καὶ τῶν μικρῶν δημιουργός· | |
5 | ἀλλὰ τῷ λαῷ χαριζόμενος, τοῖς αἰσθητοῖς μόνοις ὀφθαλμοῖς κεχρημένῳ. Ὅτι γὰρ προτιμᾷ πολλάκις καὶ μικρὰ σώματα μεγάλων, καὶ νέους γεγηρακό‐ των, μάρτυς ὁ Ζακχαῖος μικρὸς ὢν, καὶ τὸν Δεσπό‐ την ὑποδεξάμενος. Μάρτυς ὁ Σαμουὴλ νέος ὢν, καὶ | |
10 | τῆς θείας ἐπιφανείας ἀξιωθείς. Μάρτυς ὁ Δαβὶδ τῶν μειζόνων καὶ πρεσβυτέρων προτιμηθεὶς ἀδελφῶν. Τοῦτον ἐθελήσας βασιλέα χειροτονῆσαι, καὶ τῷ σπέρ‐ ματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν, διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως, ἀν‐ | |
15 | θρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγό‐ μενος, καὶ εἶπε· «Μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα,» ἀντὶ τοῦ, Ἑτέρῳ βούλομαι δοῦ‐ ναι τῆς βασιλείας τὴν ἐξουσίαν, τοῦτον δὲ παῦσαι τῆς δυναστείας. | |
20 | ΕΡΩΤ. ΛΓʹ. Καὶ τί δήποτε διὰ φιλανθρωπίαν αὐτὸν τῆς βασιλείας ἐγύμνωσεν; Προῄδει μὲν αὐτοῦ καὶ τὰς ἐσομένας παρανομίας, τὰς κατὰ τῶν εὐεργετούντων ἐπιβουλὰς, τὰς τῶν ἱε‐ | |
25 | ρέων σφαγὰς, τῶν ὅρκων τὰς παραβάσεις, τὸν πρὸς τὴν ἐγγαστρίμυθον δρόμον. Ἀπόχρη δὲ καὶ μόνη τῆς περὶ τοῦ Ἀμαλὴκ ἐντολῆς ἡ παράβασις ἐσχά‐ την αὐτῷ τιμωρίαν ἐπενεγκεῖν. Ἔδει γὰρ συνιδεῖν τὸν ἠλίθιον, ὡς μία σταγὼν τῆς θείας φιλανθρωπίας | |
30 | πᾶσαν τὴν ἀγαθότητα τῶν ἀνθρώπων νικᾷ. Ἀλλ’ ὁ δείλαιος τοῦ Θεοῦ κολάσαι κελεύσαντος ᾤκτειρε, καὶ τοῦ Θεοῦ καταψηφισαμένου θάνατον, αὐτὸς ἀπένειμεν, ὡς ἐνόμιζε, τὴν ζωήν· καὶ τοῦ Θεοῦ κελεύσαντος μηδὲν ἐκ τῆς λείας κερδᾶναι, αὐτὸς τὰ πίονα τῶν ποιμνίων, | |
35 | καὶ τῶν βουκολίων, καὶ τῶν ἄλλων ἁπάντων τὰ κάλ‐ λιστα κομισάμενος ἐπανῆκε. Καὶ αὐτὸς μὲν ἀναθε‐ ματίσας μηδένα τροφῆς μεταβαλεῖν, ἢ ποτοῦ, τὸν ἐξ ἀγνοίας παραβάντα τὸν ὅρον ἀνελεῖν ἠβουλήθη· τοῦ δὲ τῶν ὅλων Θεοῦ τὸν Ἀμαλὴκ ἀναθεματίσαντος, | |
40 | οὐ διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν, ἀλλὰ διὰ τὴν περὶ τὸν λαὸν δυσμένειαν, οὐ σμικρά τινα, ἀλλὰ τὰ πλεῖστα τοῦ ἀναθήματος ἔλαβε. Καὶ οὐδὲ τοῦ Ἄχαρ αὐτὸν ἐσωφρόνισε τὸ ὑπόδειγμα. Οὐ τοίνυν σμικρὸν, ἀλλὰ μέγιστον τὸ ἁμάρτημα. Ἀνέμνησε δὲ αὐτὸν ὁ προ‐ | |
45 | φήτης τῶν πρὸ τῆς βασιλείας λόγων. οὕτως εἰπών· | |
«Οὐχὶ σμικρὸς σὺ ἐνώπιον αὐτοῦ εἰς ἡγούμενον ἐκ | 560 | |
80.561 | σκήπτρου Βενιαμὶν, τῆς ἐλαχιστοτέρας φυλῆς τοῦ Ἰσραήλ;» Οὐ ταῦτα, φησὶν, ἔλεγες, ὅτι «Ἀνὴρ Ἰεμιναῖος ἐγώ εἰμι, τῆς σμικροτέρας φυλῆς παρὰ πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ;» Ἀλλ’ ὅμως ἔχρισέ | |
5 | σε Κύριος εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ· καὶ ἀπ‐ έστειλέ σε Κύριος ἐν ὁδῷ. Εἶτα λέγει, ὅσας μὲν αὐτῷ δέδωκεν ἐντολὰς, ὅπως δὲ ταύτας παρέβη ὁρμήσας ἐπὶ τὰ σκῦλα. Οὐ τοσοῦτον γὰρ αὐτὸν ὁ παράνομος κατέκρινεν ἔλεος, ὅσον ἡ ἀπληστία, καὶ ἡ πλεονεξία, | |
10 | καὶ τῆς φιλοχρηματίας τὸ πάθος, ᾧ δουλεύσας παρέβη τὴν ἐντολήν. Ἀλλ’ ὁ Σαοὺλ τοῖς τοῦ Ἀδὰμ ἐχρήσατο ῥήμασιν. Ἔφη γάρ· «Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ.» Οὕτω γὰρ κἀκεῖνος εἶπεν· «Ἡ γυνὴ, ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν | |
15 | ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.» Καὶ ἐπειδὴ εἶπεν εἰς θυσίαν ἐνηνοχέναι τὰ βουκόλια καὶ τὰ ποίμνια, ἤκουσε παρὰ τοῦ προφήτου· «Ἰδοὺ οὐ θέλει Κύριος ὁλοκαυτώσεις καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ. Ἰδοὺ γὰρ ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν, | |
20 | καὶ ἀκρόασις ὑπὲρ στέαρ κριῶν· ὅτι οἰώνισμα ἁμαρτιά ἐστι, παραπικρασμὸς ἀδικία· καὶ θεραφὶμ ὀδύνην καὶ πόνους ἐπάγουσιν. Ἀνθ’ ὧν ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, ἐξουδένωσέ σε Κύριος, τοῦ μὴ βασι‐ λεύειν ἐπὶ Ἰσραήλ.» Τὸ δὲ θεραφὶμ ὁ Ἀκύλας θερα‐ | |
25 | πείαν καὶ ἀνθυφαίρεσιν ἡρμήνευσεν. Τὸ δὲ οἰώνισμα αἰνίττεται, ὡς οἶμαι, τὴν ἐνίων ἄνοιαν. Εἰκὸς γάρ τινας οἰωνὸν ὑποπτεῦσαι κακὸν, τὸ νενι‐ κηκότα μὴ κερδᾶναι τὴν λείαν. Καὶ τὸ θεραφὶμ δὲ ἀντὶ τῆς ἐπιτηρήσεως τέθεικεν. Ὥσπερ γὰρ | |
30 | τὸ ἐφοὺδ ἀνέκειτο τῷ Θεῷ, καὶ δι’ αὐτοῦ τοῖς ἐρω‐ τῶσιν ἐσημαίνετο τὸ πρακτέον· οὕτω διὰ τοῦ θερα‐ φὶμ αἱ τῶν εἰδώλων ἐδηλοῦντο προῤῥήσεις. Κατὰ γὰρ μίμησιν ἐκείνου τοῦτο τούτοις ἀνέκειτο. Καὶ τοῦτο σαφέστερον ἐν τῇ τῶν Κριτῶν ἐδηλώσαμεν βί‐ | |
35 | βλῳ. Κατὰ δὲ τὴν τοῦ Ἀκύλα ἔκδοσιν, ἔστι καὶ ἑτέρως νοῆσαι Θεραπεύει γὰρ, φησὶ, τὸν Θεὸν τὸ τὰ προστεταγμένα πληροῦν, οὐ τὸ δῶρα προσφέρειν. Ἄδεκτος γὰρ ἡ παρὰ τὴν αὐτοῦ βουλὴν γενομένη θεραπεία, καὶ πρόξενος συμφορῶν. Διδάσκων δὲ ἄλυ‐ | |
40 | τον τοῦ Θεοῦ τὴν ἀπόφασιν ὁ προφήτης ἐπήγαγεν· «Οὐκ ἐπιστρέψει, οὐδὲ μετανοήσει ὁ ἅγιος τοῦ | |
Ἰσραὴλ, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετα‐ | 562 | |
80.564 | νοῆσαι.» Ἐντεῦθεν καὶ τὸ Μεταμεμέλημαι νοη‐ τέον. ΕΡΩΤ. ΛΔʹ. Διατί τὸν Ἀγὰγ ἔσφαξεν ὁ προφήτης; | |
5 | Ὡς ὁ Φινεὲς τὸν Ζαμβρί. Πᾶν γὰρ τὸ παρὰ τοῦ Θεοῦ κελευόμενον εὐσεβές. ΕΡΩΤ. ΛΕʹ. Διατί ἔδεισεν ὁ προφήτης, χρῖσαι τὸν Δαβὶδ κελευσθείς; | |
10 | Ἐπειδὴ οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος ἦν. Εἰ γὰρ ὁ τοῦ προφήτου Δεσπότης, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὸ σωτήριον καταδεξά‐ μενος πάθος, τῇ δειλίᾳ τὴν ἀνθρωπείαν ἔδειξε φύσιν, τίς οὕτω παθῶν ἐλεύθερος, ὡς τῷ προφήτῃ δείσαντι | |
15 | νεμεσῆσαι; ΕΡΩΤ. Λϛʹ. Τολμῶσί τινες ἐπιμέμφεσθαι τῷ Θεῷ, ὡς ψεῦδος τὸν προφήτην διδάξαντι. «Λάβε γὰρ, φησὶν, εἰς τὴν χεῖρά σου δάμαλιν βοῶν, καὶ ἐρεῖς, | |
20 | Θῦσαι τῷ Κυρίῳ ἥκω.» Ἀλλὰ τοῦτο οὐ ψεῦδος. Ἀληθῶς γὰρ ἐπετέλεσε τὴν θυσίαν. Ἐῤῥέθη τοίνυν αὐτῷ, κρύψαι μὲν τὸ ἔργον, εἰπεῖν δὲ τὸ πάρεργον. ΕΡΩΤ. ΛΖʹ. | |
25 | Τίνος χάριν τὸν ψηφισθέντα ὁ προφήτης ἠγνόησεν; Ὅτι οὐ Θεὸς ἦν, ἀλλ’ ἄνθρωπος. Θεοῦ γὰρ τὸ πάντα εἰδέναι· προφήτου δὲ, τὸ τὰ παρὰ τοῦ Θεοῦ δεικνύμενα. Ἄλλως τε καὶ τοῦ προφήτου ἡ ἄγνοια | |
30 | τὴν θείαν ἀπεκάλυπτε ψῆφον. Εἰ γὰρ εὐθὺς ὥρμη‐ σεν ἐπὶ τὸν Δαβὶδ, ὑποπτεύθη ἂν ἐκ προλήψεώς τινος τοῦτο πεποιηκέναι. Ἐπειδὴ δὲ ἐπὶ τὸν πρῶτον ἦλθε, καὶ τὸν δεύτερον, καὶ τὸν τρίτον, καὶ τοὺς ἑπτὰ, ἔγνωσαν ὡς ὁ Θεὸς ἦν ὁ τούτους μὲν ἀποκρίνων, | |
35 | ἐκεῖνον δὲ ψηφιζόμενος. Εἰ γὰρ καὶ τῆς χειροτονίας οὕτω γεγενημένης, ἐγύμνωσαν οἱ ἀδελφοὶ τὸν φθόνον, ἐν τῇ παρατάξει τὸν Δαβὶδ θεασάμενοι, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ τοῦτον ἐγεγόνει τὸν τρόπον· ΕΡΩΤ. ΛΗʹ. | |
40 | Πῶς νοητέον τὸ, «Πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ;» Τοῦ θείου Πνεύματος ἀποστάντος, χώραν ἔλαβε τὸ παμπόνηρον πνεῦμα. Διδασκόμεθα δὲ ἐντεῦθεν μετὰ τοῦ Δαβὶδ βοᾷν· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντ‐ | |
45 | ανέλῃς ἀπ’ ἐμοῦ.» Οὕτω τῆς ἀποστολικῆς χάριτος τὸν Ἰούδαν καταλιπούσης, εἰσελήλυθεν εἰς αὐτὸν | |
ὁ διάβολος. | 564 | |
80.565 | ΕΡΩΤ. ΛΘʹ. Πῶς τοῦ Δαβὶδ ψάλλοντος τὸ πονηρὸν ἡσύχαζε πνεῦμα; Τοῦ θείου Πνεύματος ὁ Δαβὶδ τὴν χάριν ἐδέδεκτο. | |
5 | Τούτου τοίνυν διὰ τοῦ Δαβὶδ ἐνεργοῦντος, τὸ πονη‐ ρὸν ἡσύχαζε πνεῦμα. ΕΡΩΤ. Μʹ. Τί ἐστι τὸ, «Ἐρσουβὰ αὐτῶν λήψῃ;» Ὁ Σύμμαχος ἡρμήνευσεν· Ὅσα χρῄζουσι γνώσῃ· | |
10 | τὸν σκοπὸν αὐτῶν μάθῃς. ΕΡΩΤ. ΜΑʹ. Διατί ὁ Σαοὺλ, πάντων τὴν πρὸς τὸν Γολιὰθ μονομαχίαν παραιτησάντων, ἀποτρέπει τὸν Δαβὶδ τοῦτο προθυμούμενον δρᾶσαι; | |
15 | Μειράκιον ἦν πεντεκαίδεκα ἐτῶν, ἢ ἑκκαίδεκα. Ἑβδομηκοντούτης μὲν γὰρ ἐτελεύτησε, τεσσαρά‐ κοντα δὲ ἐβασίλευσεν ἔτη. Τοιγάρτοι τριακοντούτης ἦν, ἡνίκα Σαοὺλ ἀνῃρέθη. Προείρηται δὲ, ὡς δύο ἔτη ὁ Σαοὺλ βασιλεύσας ἐννόμως, τῆς θείας | |
20 | χάριτος ἐγυμνώθη. Τὸν ἄλλον τοίνυν ἅπαντα χρό‐ νον πολεμῶν τῷ Δαβὶδ διετέλεσε· πείθει δ’ ὅμως ὁ Δαβὶδ τὸν Σαοὺλ θαῤῥῆσαι τὴν νίκην. Ἠναγκάσθη γὰρ ἐξειπεῖν, ὅπως ποιμαίνων λέοντα καὶ ἄρκτον ἐπιοῦσαν ἀπέπνιξεν· «Καὶ ἔσται, φησὶν, ὁ ἀλλό‐ | |
25 | φυλος οὗτος ὁ ἀπερίτμητος, ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἀπὸ Ἰσραήλ; Ὅτι τίς ἐστιν ὁ ἀπερίτμητος οὗτος, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;» Οὐδὲν, φησὶν, θηρίων διενήνοχεν ὁ δυσσεβείᾳ συζῶν, | |
30 | καὶ τῆς θείας ἐπικουρίας γεγυμνωμένος. Ἐγὼ δὲ ἐκείνῃ πέποιθα τῇ ῥοπῇ. Τοῦτο γὰρ ἐπήγαγε. «Κύ‐ ριος, ὃς ἐξείλετό με ἐκ στόματος λέοντος, καὶ ἐκ χειρὸς τῆς ἄρκτου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου·» Μετὰ | |
35 | ταύτης ὁρμήσας τῆς πίστεως, οὐ διήμαρτε τῆς | |
ἐλπίδος· ἀλλὰ γυμνὸς ὢν τὸν καθωπλισμένον ἐνί‐ | 566 | |
80.568 | κησε· καὶ ὁ πρόβατα νέμων τὸν ἐν πολέμοις καὶ τροπαίοις γεγυμνασμένον· καὶ ὁ σμικρὸς ὢν καὶ νέος, τὸν ἐπὶ τοσούτῳ γαυριῶντα μεγέθει. «Εἶδε γὰρ αὐτὸν, φησὶ, Γολιὰθ, καὶ ἐξουδένωσεν αὐ‐ | |
5 | τὸν, ὅτι ἦν παιδάριον· καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν.» Ἐμιμοῦντο γὰρ τοὺς τῆς ψυχῆς οἱ τοῦ σώματος. Ὀξὺ γὰρ ἑώρων ἐκεῖνοι, καὶ τὸν ἀόρατον ἐθεώρουν· ὅθεν ἔλεγεν· «Ἐγὼ ἔρχο‐ μαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ, Θεοῦ πα‐ | |
10 | ρατάξεως Ἰσραὴλ, ὂν ὠνείδισας σήμερον· καὶ συγκλείσει σε Κύριος σήμερον εἰς τὰς χεῖράς μου, καὶ ἀποκτενῶ σε, καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ· καὶ δώσω τὰ κῶλά σου, καὶ τὰ κῶλα τῆς παρ‐ εμβολῆς τῶν ἀλλοφύλων, ἐν τῇ ἡμέρᾳ ταύτῃ τοῖς | |
15 | πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη, ὅτι οὐκ ἐν δό‐ ρατι, οὐδὲ ἐν μαχαίρᾳ σώζει Κύριος· ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει ὑμᾶς εἰς χεῖρας ἡμῶν.» Προφητεύει δὲ παρατασσόμενος, καὶ προαγορεύει | |
20 | τὴν τῆς οἰκουμένης θεογνωσίαν· «Γνώσεται γὰρ, φησὶ, πᾶσα ἡ γῆ, ὅτι ἐστι Θεὸς ἐν Ἰσραήλ.» Καὶ τὸ μὲν στόμα χρησμολογεῖ, ἡ δὲ χεὶρ ἀριστεύει, καὶ λίθῳ τὸν ἀλλόφυλον ἀναιρεῖ. Ἐπειδὴ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα τμηθέντα λίθον ὑμνεῖ. «Λίθον γὰρ, | |
25 | φησὶν, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Καὶ τῇ ῥομφαίᾳ τοῦ ἀλλοφύλου χρησάμενος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν, τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσαντος προδιαγράφων τὴν νίκην. Σταυρῷ γὰρ ὁ διάβολος | |
30 | τὸν ἡμέτερον προσηλώσας Δεσπότην, διὰ σταυροῦ τῆς τυραννίδος ἐξέπεσε. Καὶ ὥσπερ τοῦ Δαβὶδ νενικηκότος, ἡ τοῦ Ἰσραὴλ στρατιὰ τὸ τῶν ἀλλοφύ‐ λων κατηκόντισε στίφος, οὕτω τοῦ ἡμετέρου Θεοῦ, καὶ Σωτῆρος τὸν διάβολον καταλύσαντος, οἱ πε‐ | |
35 | πιστευκότες εἰς αὐτὸν τὴν τῶν δαιμόνων ἐτρέψαντο φάλαγγα ΕΡΩΤ. ΜΒʹ. Μηδέπω τὴν Ἱερουσαλὴμ οἰκήσας, πῶς εἰσ‐ εκόμισεν εἰς αὐτὴν τὴν τοῦ ἀλλοφύλου κε‐ | |
40 | φαλήν; Οἱ Ἰεβουσαῖοι μὲν ἔτι κατῴκουν αὐτήν. Δεδίττε‐ σθαι δὲ αὐτοὺς ἐθελήσας, ἐπέδειξεν αὐτοῖς τοῦ μεγάλου ἀριστέως τὴν κεφαλήν. ΕΡΩΤ. ΜΓʹ. | |
45 | Πῶς ἠγνόησεν ὁ Σαοὺλ τὸν Δαβίδ; | |
Δυοῖν θάτερον νοητέον· ἢ ὅτι κορυβαντιῶν οὐκ | 568 | |
80.569 | ᾐσθάνετο τῇ κινύρᾳ χρωμένου· ἢ ὅτι ὁ φθόνος αὐτὸν παρεκίνησεν ἀκριβῶς μανθάνειν ὅθεν ἐστίν. ΕΡΩΤ. ΜΔʹ. Τί ἐστι μανδύας; | |
5 | Εἶδός ἐστιν ἐφεστρίδος. Οἶμαι δὲ ἢ ἀρκαδίκιν εἶναι, ἢ τὸ παρὰ πολλῶν μαντίον ὀνομαζόμε‐ νον. Καὶ γὰρ τῶν Ἑβδομήκοντα εἰρηκότων περὶ τοῦ μεμηνυκότος τῷ Ἡλεὶ τῶν υἱῶν τὴν ἀναίρεσιν, ὅτι διεῤῥηγμένα τὰ ἱμάτια εἶχεν, ὁ Ἀκύλας ἔφη «μαν‐ | |
10 | δύαν διεῤῥηγμένον.» Καὶ τῶν Ἀμμανιτῶν ὁ βασιλεὺς τῶν πρὸς αὐτὸν ἀποσταλέντων παρὰ τοῦ μακαρίου Δαβὶδ τοὺς πώγωνας ἐξύρισε, καὶ τῶν μανδυῶν ἀφεῖλε τὸ ἥμισυ, ἕως τῆς ἀναβολῆς τῶν ἰσχίων αὐτῶν. | |
15 | ΕΡΩΤ. ΜΕʹ. Τί ἐστιν, «Ἠγάπησεν αὐτὸν ψυχὴν ἀγαπῶν‐ τος αὐτόν; Ὁ Ἀκύλας ἔφη· «Κατὰ τὴν ψυχὴν αὑτοῦ.» Τοῦτο καὶ ὁ θεῖος νόμος παρεγγυᾷ· «Ἀγαπήσεις | |
20 | τὸν πλησίον σου, ὡς σεαυτόν.» ΕΡΩΤ. Μϛʹ. Πῶς νοητέον τὸ, «Πνεῦμα πονηρὸν ἔπαισε τὸν Σαοὺλ, καὶ προεφήτευσεν ἐν μέσῳ τοῦ οἴκου αὑτοῦ;» | |
25 | Οἱ ψευδοπροφῆται ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐνεργούμενοι τοῖς Κορυβαντιῶσιν ἐοίκασι. Τοῦτο καὶ ὁ Σαοὺλ ὑπέμεινεν ὑπὸ τοῦ δαίμονος ἐνοχλούμενος. Τὸ δὲ προεφήτευσεν ὁμωνύμως τέθεικεν. Καὶ γὰρ τοὺς ψευδοπροφήτας προφήτας ὠνόμαζον, καὶ | |
30 | θεοὺς τοὺς ψευδωνύμους θεούς. Ἀλλ’ ἐκεῖνος μὲν τῆς θείας χάριτος ἐγυμνώθη· ὁ δὲ Δαβὶδ ταύτης φιλοτίμως ἀπήλαυε· καὶ ψάλλων τὴν μὲν τοῦ δαίμονος ἐκείνου μανίαν ἐπράϋνε, τὸν δὲ τοῦ Σαοὺλ οὐκ ἔπαυε φθόνον. Ὅσῳ δὲ πλέον εὐηργέτητο, | |
35 | τοσούτῳ πλέον κατασφάττειν ἠπείγετο. Καὶ τὴν αἰχμὴν ἀφεὶς κατ’ αὐτοῦ, καὶ διαμαρτὼν, ἔγνω μὲν ὅτι Κύριος ἦν μετ’ αὐτοῦ, διετέλει δὲ πολεμῶν. Περὶ δὲ τοῦ Δαβὶδ ἡ θεία λέγει Γραφὴ, ὅτι «Ἦν συνιὼν ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ. Καὶ Κύριος παν‐ | |
40 | τοκράτωρ μετ’ αὐτοῦ. Οὕτω δὲ τὸ πανάγιον ὠνό‐ μασε Πνεῦμα. Ταύτης γὰρ ἦν ἠξιωμένος τῆς χά‐ | |
ριτος. | 570 | |
80.572 | ΕΡΩΤ. ΜΖʹ. Τί δήποτε καὶ φθονῶν τῷ Δαβὶδ, καὶ λίαν αὐτῷ ἐχθραίνων, τὴν θυγατέρα αὐτῷ κατηγ‐ γύησεν; | |
5 | Ἐδίδαξεν ἡ ἱστορία τὸν ἐκείνου σκοπόν. Εἶπε γὰρ, φησὶ, Σαούλ· «Μὴ ἔστω ἡ χείρ μου ἐπ’ αὐτὸν, ἀλλ’ ἔστω ἐν αὐτῷ ἡ χεὶρ τῶν ἀλλοφύλων.» Καὶ πάλιν· «Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάν‐ δαλον, καὶ ἔσται ἐπ’ αὐτὸν ἡ χεὶρ τῶν ἀλλοφύ‐ | |
10 | λων.» Τοιγαροῦν ἐπιβουλῆς ἦν, οὐκ εὐεργε‐ σίας ὁ γάμος. ΕΡΩΤ. ΜΗʹ. Τίνος χάριν οὐ κεφαλὰς, ἀλλ’ ἀκροβυστίας ᾔτησεν; | |
15 | Πονηροῖς χρησάμενος λογισμοῖς, ἐτόπασεν ὅτι τῶν ὁμοφύλων τινὰς ἀνελὼν, οἴσει τούτων τὰς κε‐ φαλάς· τούτου χάριν ἀκροβυστίας κομισθῆναι προσ‐ έταξεν. Ἡ γὰρ ἀκροβυστία δηλοῖ τὸ ἀλλόφυλον. Πάντα δὲ πόρον ἐκίνει, τὴν τοῦ εὐεργέτου καττύων | |
20 | σφαγήν· καὶ οὔτε τὰς εὐεργεσίας ᾐδεῖτο, οὔτε τοὺς ὅρκους ηὐλαβεῖτο. Καὶ γὰρ τῷ Ἰωνάθαν ὀμωμόκει, ὅτι δὴ αὐτὸν οὐκ ἀποκτενεῖ. «Ὤμοσε γὰρ, φησὶ, Σαοὺλ λέγων· Ζῇ Κύριος, εἰ ἀποθανεῖται.» ΕΡΩΤ. ΜΘʹ. | |
25 | Πῶς νοητέον τὰ κενοτάφια, καὶ τὸ ἧπαρ τῶν αἰγῶν. Ὁ Ἀκύλας τὰ κενοτάφια «μορφώματα» ἡρμήνευσε, καὶ τὸ ἧπαρ τῶν αἰγῶν, «ἱματίων πλῆθος, καὶ στρογγύλωμα τριχῶν·» Ἐπειδὴ γὰρ | |
30 | ὀμωμοκὼς ὁ Σαοὺλ παρέβη τὸν ὅρκον, καὶ τὴν αἰχ‐ μὴν τῷ Δαβὶδ ἐπαφῆκεν· ἐκκλίνας δὲ ἐκεῖνος τὴν τοῦ δόρατος ῥύμην εἰς οἰκίαν ἀνεχώρησεν· γνοῦσα δὲ τοῦ πατρὸς ἡ Μελχὼλ τὰς ἐπιβουλὰς, τούτῳ μὲν συνεβούλευσεν ἀποδράσαι· καὶ δὴ καὶ καθῆκεν αὐ‐ | |
35 | τὸν διὰ τῆς φωταγωγοῦ· αὐτοῦ δὲ τὴν κλίνην εἰς ἀῤῥωστοῦντος ἐσχημάτισε τύπον, ἱματίων μὲν πλῆθος ἐπιβαλοῦσα, στρογγύλωμα δὲ τριχῶν ὑπο‐ θεῖσα τοῖς ἱματίοις, ὥστε μιμεῖσθαι τὴν κεφαλήν. Τινὲς δὲ μορφώματα τοῦ Δαβὶδ νενοήκασι τὴν | |
40 | εἰκόνα· καὶ ταύτην ἔφασαν τοῖς ἱματίοις συγκα‐ λυφθῆναι, πλὴν ἐνίων τοῦ προσώπου μορίων· τὸ δὲ τῶν αἰγῶν ἧπαρ ὑποτεθῆναι, ἵνα κινούμενον τὸ σχῆμα πιθανὸν ἀπεργάσηται. Καὶ γάρ φασι | |
τῶν αἰγῶν τὸ ἧπαρ κινεῖσθαι μέχρι πολλοῦ. Οὕτω | 572 | |
80.573 | μέντοι διετέλει φονῶν, ὅτι καὶ ἀῤῥωστοῦντα μεμα‐ θηκὼς ἀχθῆναι προσέταξεν αὐτὸν, ὥστε δέξασθαι τὴν σφαγήν. Ἐπειδὴ δὲ ἔγνω τὴν φυγὴν, κατὰ τοὺς θηρευτὰς κύνας ἰχνηλατῶν αὐτὸν δι‐ | |
5 | ετέλει. ΕΡΩΤ. Νʹ. Τί δήποτε οἱ παρ’ αὐτοῦ πεμφθέντες πρὸς τὸν Δαβὶδ καὶ τὸν Σαμουὴλ, προεφήτευσαν· ὕσ‐ τερον δὲ καὶ αὐτός; | |
10 | Διάφορα τοῦ Δεσπότου τὰ θήρατρα. Τοὺς μὲν γὰρ δι’ ἀνθρώπων ἀγρεύει, τοὺς δὲ ἀορασίᾳ θηρεύει. Τοῦτο γὰρ ἐπὶ τοῦ Ἑλισσαίου γεγένηται. Τούτους δὲ διὰ προφητικῆς ἐζώγρησε χάριτος· καὶ τὸν Δα‐ βὶδ ἀποκτεῖναι κεκώλυκεν. Ἀλλ’ οὐδὲ τοῦτο τὴν φο‐ | |
15 | νικὴν αὐτοῦ κατεπράϋνε γνώμην. Ἀπέστειλε γὰρ καὶ δὶς ἐπ’ αὐτόν· καὶ πάλιν μεμαθηκὼς τὰ θεῖα δεσμὰ, προσέθετο, φησὶν, ἀποστεῖλαι καὶ ἄλλους· καὶ τούτων δὲ ὡσαύτως ἐπισχεθέντων ὑπὸ τῆς χά‐ ριτος, ὕστερον αὐτὸς ἀπελήλυθε, καὶ τετύχηκε καὶ | |
20 | αὐτὸς τῶν τῆς φιλανθρωπίας δεσμῶν. Ἀλλὰ προ‐ εφήτευσε μὲν, οὐχ ὁμοίως δὲ τοῖς ἄλλοις. Ἀνάξιος γὰρ τῆς χάριτος ἦν. Οὗ δὴ χάριν γυμνωθεὶς τῆς ἐσθῆτος πανημέριον ἔκειτο· ἐδήλου δὲ τὸ σχῆμα τὴν τῆς βασιλείας ἀφαίρεσιν. | |
25 | ΕΡΩΤ. ΝΑʹ. Τί δήποτε μηνύσαι βουλόμενος τῷ Δαβὶδ ὁ Ἰωνά‐ θαν τὰς τοῦ πατρὸς ἐπιβουλὰς, διὰ τῶν βελῶν, ἤγουν τῶν ἀκοντίων, ἐμήνυσεν; Τινές φασι διὰ τὸν συνόντα οἰκέτην, ἵνα μὴ τὰ | |
30 | μηνυόμενα γνῷ. Ἀλλ’ εὐπετὲς ἦν αὐτῷ καὶ μόνῳ πα‐ ραγενέσθαι. Οὐκοῦν ἕτερον ἔχει τὸ γεγενημένον σκοπόν. Ἵνα γὰρ μὴ δῆλος γένηται τοῦ πατρὸς τὴν μιαιφόνον γνώμην καταμηνύων τῷ φίλῳ, τὴν τῆς τοξείας ὑποκρίνεται γυμνασίαν. Καὶ τοῖς μὲν πρὸς | |
35 | τὸν οἰκέτην λόγοις αἰνιγματωδῶς τῷ Δαβὶδ παραδη‐ λοῖ τὴν σφαγήν. Τὸν ὁπλοφόρον δὲ μετὰ τῶν ὅπλων εἰς τὴν πόλιν προπέμψας, καὶ τὰ εἰρημένα δεδή‐ λωκε, καὶ φυγεῖν συνεβούλευσε, καὶ τὸ τῆς βασι‐ λείας αὐτῷ προηγόρευσε κράτος, καὶ τὰς τῆς | |
40 | φιλίας συνθήκας ἐκράτυνεν ὅρκοις. Τὸ δέ· Τρισ‐ σεύσεις, ἀντὶ τοῦ, «Τρεῖς ἡμέρας ἀναμενεῖς.» Τῇ γὰρ νουμηνίᾳ τοπάσας ὁ Σαοὺλ, ὡς μὴ κεκα‐ θαρμένον, μηδὲ ἡγνισμένον τὸν Δαβὶδ παραιτή‐ σασθαι τὸ συμπόσιον, ἐσίγησεν· «Οὐκ ἐλάλησε | |
45 | γὰρ, φησὶ, Σαοὺλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι εἶπε· Σύμπτωμά τι φαίνεται, μὴ καθαρὸς εἶναι, διότι οὐ κεκάθαρται.» Τῇ δὲ δευτέρᾳ ἤρετο· «Τί ὅτι οὐ παρεγένετο υἱὸς Ἰεσσαὶ καὶ χθὲς, καὶ σήμε‐ ρον ἐπὶ τὴν τράπεζαν;» Τῇ δὲ τρίτῃ πρὸ τοῦ ἄστεος | |
80.573(50) | ὁ Ἰωνάθαν τὰ εἰρημένα μεμήνυκεν. Τὸ δὲ τρισ‐ σεύσω ἀντὶ τοῦ «τρεῖς ἀφήσω σχίζας.» Τὰς δὲ | |
σχίζας βέλη ὁ Ἀκύλας ἡρμήνευσεν. Τὴν δὲ ἀματά‐ | 574 | |
80.576 | ραν ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ οὕτως εὗρον κειμένην, παρὰ μὲν τοῖς Ἕλλησι τά‐ φρον, παρὰ δὲ Ῥωμαίοις φοσσάτον, παρὰ δὲ τῷ Σύρῳ σκοπὸν, εἰς ὃν οἱ γυμναζόμενοι τὰ βέλη | |
5 | πέμπειν εἰώθασι. Τὸ δὲ Ἀργοῦν ὁ Ἀκύλας «Ἐχόμενα τοῦ νοτίου» ἡρμήνευσεν. Ἐγὼ δὲ οἶμαι κοῖλόν τινα οὕτω κεκλῆσθαι τόπον. Ἔφη γὰρ ἡ ἱστορία, «Καὶ Δαβὶδ ἀνέστη ἀπὸ τοῦ Ἀργοῦν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὑτοῦ ἐπὶ τὴν | |
10 | γῆν.» ΕΡΩΤ. ΝΒʹ. Πῶς ἠνέσχετο τῶν ἀφιερωμένων ἄρτων μετα‐ λαβεῖν ὁ Δαβίδ; Οὔτε τότε μέμψιν ὑπέμεινεν, ἀλλὰ καὶ ὁ Κύριος | |
15 | ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔδειξεν αὐτὸν κατηγορίας ἐλεύθερον· εἰς γὰρ τὴν ὑπὲρ τῶν μαθητῶν ἀπολο‐ γίαν τοῦτο εἴρηκε τὸ διήγημα. Προδηλοῖ μέντοι, τῶν μόνοις τοῖς ἱερεῦσιν ἀπονενεμημένων μεταλαβὼν, τὴν πᾶσι προτεθεισομένην τοῖς εὐσεβέσι τράπεζαν | |
20 | μυστικήν. Οὐ γὰρ οἱ ἱερωμένοι μόνοι μεταλαμβά‐ νουσι τοῦ Δεσποτικοῦ σώματός τε καὶ αἵματος, ἀλλὰ πάντες οἱ τετυχηκότες τοῦ ἁγίου βαπτίσματος. ΕΡΩΤ. ΝΓʹ. Τί ἐστι, «Εἰ βέβηλος ἡ ὁδὸς αὕτη, σήμερον | |
25 | ἁγιασθήσεται διὰ τὰ σκεύη μου.» Ἐρομένου τοῦ ἱερέως, εἴ γε κατ’ ἐκείνην τὴν ἡμέραν ἡγνεύκει, τρεῖς ἔφη ἡμέρας ἡγνευκέναι· καὶ προστέθεικεν, ὅτι διὰ τὴν προκειμένην ὁδὸν ἀναγκαίως τῆς ἱερᾶς τροφῆς μεταλήψεται, ἵν’ ὑπ’ | |
30 | αὐτῆς κρατυνθεὶς τὰ προκείμενα κατορθώσῃ. Τὸ δὲ βέβηλον οὐκ ἐπὶ τοῦ ἀκαθάρτου τέθεικεν, ἀλλ’ ἐπὶ τοῦ μὴ ἱεροῦ. Ἀβέβηλον γὰρ καὶ ἅγιον, τὸ τοῖς ἱερεῦσιν ἀφωρισμένον· βέβηλον δὲ, τὸ τοῖς ἄλλοις ἅπασιν ἀπονενεμημένον. Ὅθεν καὶ ὁ Ἀκύλας | |
35 | οὐ βέβηλον εἶπεν, ἀλλὰ λαϊκόν. Τουτέστιν, Εἰ καὶ ἱερεὺς οὐκ εἰμὶ, ἀλλὰ προφητικῆς τετύχηκα χάρι‐ τος. Οἶμαι γὰρ τοῦτο παραδηλοῦν τό· «Ἁγιασθήσε‐ ται διὰ τὰ σκεύη μου.» Σκεύη γὰρ αὐτοῦ καὶ παν‐ οπλία, ἡ πνευματικὴ δωρεά. | |
40 | ΕΡΩΤ. ΝΔʹ. Τί ἐστι, συνεχόμενος νεασὰρ ἐνώπιον Κυρίου; Τοῦτο τὸ ὄνομα «πειρασμὸν ἁπαλὸν συνοχῆς | |
ἑρμηνευόμενον εὗρον ἐν τῷ βιβλίῳ τῶν Ἑβραϊκῶν | 576 | |
80.577 | ὀνομάτων. Δῆλος τοίνυν ἐστὶν ὁ Δωὴκ ὑπό τινος ἐνοχλούμενος δαίμονος, ἢ νόσῳ κατεχόμενος, καὶ τούτου χάριν τῇ θείᾳ προσεδρεύσας σκηνῇ. Ἀλλ’ ὁ παμπόνηρος οὐ μόνον κατεμήνυσε τῷ Σαοὺλ τὰ | |
5 | παρὰ τοῦ Ἀβιμέλεχ εἰρημένα καὶ δεδομένα, ἀλλὰ καὶ πάντας τοὺς ἱερεῖς κατέκτεινεν. Αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πασῶν τῶν ἄλλων ἁμαρτάδων δυσσεβεστέρα. Τοῦ μὲν γὰρ Θεοῦ προστεταχότος ἄρδην διολέσαι τὸν Ἀμαλὴκ, οὐ μόνον τὸν Ἀγὰγ | |
10 | διέσωσεν, ἀλλὰ καὶ ποίμνια, καὶ βουκόλια, καὶ τοὺς ἀμπελῶνας, καὶ τὰ ἄλλα ὅσα ἦν ἀξιόκτητα. Τοῦ θυμοῦ δὲ μόνου κεκινηκότος, οὐ μόνον τοὺς ἱερεῖς κατέκτεινεν, ἀλλὰ καὶ τὴν πόλιν αὐτῶν διώλεσεν αὔτανδρον· οὐ μειράκιον, οὐ βρέφος, οὐ γύναιον | |
15 | διασωθῆναι κελεύσας. Ἀξιέπαινοι δὲ τοῦ Σαοὺλ οἱ δορυφόροι· οὐδὲ γὰρ τοῦ βασιλέως προστεταχότος ἠνέσχοντο τῇ κατὰ τῶν ἱερέων μιαιφονίᾳ μιᾶναι τὰς χεῖρας· ὁ δὲ Δωὴκ τὸν δυσσεβῆ τοῦτον ἐτόλμησε φόνον, καὶ τοὺς πεντήκοντα καὶ τριακοσίους ἱερεῖς | |
20 | κατέσφαξεν. Πρόσκειται δὲ τό· «Πάντας αἴροντας ἐφοὺδ,» εἰς κατηγορίαν πλείονα τοῦ τολμήματος. Οὐ γὰρ Λευῖται ἦσαν, ἀλλ’ ἐξ ἀρχιερατικῆς ῥίζης κατῆγον τὸ γένος. ΕΡΩΤ. ΝΕʹ. | |
25 | Τί δήποτε τὴν ἐπίληψιν ὁ Δαβὶδ ὑπεκρίνετο; Τοῦ Σαοὺλ ἀποδιδράσκων κατέφυγεν εἰς τὴν Γέθ. Οὐ γὰρ ὑπέλαβε δῆλος ἔσεσθαι. Ἐπειδὴ δὲ ᾔσθετο ἐγνωκότας ἐκείνους, ὡς αὐτὸς αὐτῶν ἀνῃρήκει τὸν πρόμαχον, μανίαν ὑποκρινάμενος διέφυγε τοῦ | |
30 | θανάτου τὸν κίνδυνον. Δηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ θεία Γραφή. Ἀεὶ γὰρ τοῦ Θεοῦ πυνθανόμενος, καὶ παρετάττετο, καὶ ἡσύχαζεν. Αὐτίκα γοῦν μαθὼν, ὡς ἔπεισι Σαοὺλ, ἐν τῇ Κεϊλᾶ διάγειν αὐτὸν ἐγνω‐ κὼς, ἤρετο εἰ ἐκδώσουσιν αὐτὸν οἱ δι’ αὐτοῦ τῆς | |
35 | σωτηρίας τετυχηκότες· καὶ μαθὼν ὡς ἐκδώσουσιν, εἰς ἕτερον μετέστη χωρίον. Τὸ δὲ, «Ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο,» τὸν πλάνον δηλοῖ· ποτὲ μὲν γὰρ ἐν τῇ Ἰουδαίᾳ, ποτὲ δὲ ἐν τῇ ἐρήμῳ διῆγον. Τὸ δὲ «Ἐκάθισε Δαβὶδ ἐν τῇ ἐρήμῳ ἐν Μεσερὰμ,» | |
40 | οἱ λοιποὶ ἑρμηνευταὶ «Ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς» ἐκδεδώκασιν. Ὁ μέντοι Ἰωνάθαν δῆλος ἦν θερμότερον περὶ τὸν Δαβὶδ διακείμενος. Καὶ γὰρ τοῦ πατρὸς κατ’ αὐτοῦ φονοῦντος, καὶ θηρεῦσαι ποθοῦντος, οὐκ ἤνεγκε τοῦ πόθου τὰ κέντρα· ἀλλ’ | |
45 | ἔνθα διῆγεν ἀφίκετο, καὶ παραθαῤῥύνας τῇ τῆς βασι‐ | |
λείας προῤῥήσει, τὰς γεγενημένας συνθήκας αὖθις | 578 | |
80.580 | ἐκράτυνε. Τὴν δὲ καινὴν, δρυμὸν ὁ Ἀκύ‐ λας ἡρμήνευσεν τὴν Γαβαὰδ δὲ, βουνόν· Τὸ δὲ ἐν τῇ ἐρήμῳ τῇ ἐπηκόῳ, ἐν τοῖς ὁμαλοῖς. Ἔδειξε δὲ καὶ ὁ Κύριος τὴν οἰκείαν κηδεμονίαν. | |
5 | Μέλλοντος γὰρ θηρεύεσθαι τοῦ Δαβὶδ, τῇ τῶν ἀλλο‐ φύλων ἐφόδῳ τὸν κατὰ τοῦ Δαβὶδ ἐπέδησε δρόμον. Τοῦτο γὰρ ἐγνωκὼς ἀνέστρεψεν ὁ Σαούλ. ΕΡΩΤ. Νϛʹ. Πῶς νοητέον τὸ, «Εἰσῆλθε Σαοὺλ ἀνα‐ | |
10 | σκευάσασθαι εἰς τὸ σπήλαιον; Σεμνῶς ἡρμηνεύθη παρὰ τῶν Ἑβδομήκοντα. Ὁ δὲ Ἀκύλας αὐτὸ σαφέστερον εἴρηκεν. «Εἰσῆλθε γὰρ, φησὶν, ἀποκενῶσαι. Ὁ δὲ Ἰώσηπος, «τὰς φυσικὰς ἐκκρίσεις ποιήσασθαι.» Μέγιστον μέντοι τὸ | |
15 | σπήλαιον ἦν. Εἶχε γὰρ ἔνδον καὶ τὸν Δαβὶδ, καὶ τοὺς σὺν αὐτῷ κεκρυμμένους. Ἐγύμνωσε δὲ κἀν‐ ταῦθα τὴν οἰκείαν φιλοσοφίαν ὁ θεῖος Δαβίδ. Τῶν γὰρ σὺν αὐτῷ ἀνελεῖν τὸν Σαοὺλ πειραθέντων, τὴν μὲν σφαγὴν διεκώλυσεν, εἰρηκώς· «Μηδαμῶς | |
20 | ἐμοὶ παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τῷ χριστῷ Κυρίου· ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ’ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν.» Τῆς διπλοΐδος δὲ τὸ πτερύγιον ἔτεμεν· εἰς ἔλεγχον μὲν τῆς ἐκείνου πονηρίας, ἀπόδειξιν δὲ τῆς οἰκείας | |
25 | φιλοσοφίας. Ἐδίδαξε δὲ ἡμᾶς ἡ ἱστορία τοῦ σώφρο‐ νος λογισμοῦ τὴν ἰσχύν. «Ἐπάταξε γὰρ, φησὶ, τὸν Δαβὶδ ἡ καρδία αὐτοῦ, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος·» ἀντὶ τοῦ, Μέχρι τούτου τὴν ἐπιχείρη‐ σιν συνεχώρησε, περαιτέρω δὲ παραβῆναι κεκώ‐ | |
30 | λυκεν. Ἐπειράθη δὲ τοῖς ἠπίοις λόγοις τὸν φθόνον ἰάσασθαι, καὶ τὸν θυμὸν κατασβέσαι· «Ἵνα τί γὰρ, φησὶν, ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων, Ἰδοὺ ὁ Δαβὶδ ζητεῖ τὴν ψυχήν σου; Καί γε ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου, ὡς παρέδωκέ σε | |
35 | Κύριος ὁ Θεὸς εἰς τὰς χεῖράς μου· καὶ οὐκ ἠβουλή‐ θην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπον, Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος, καὶ πατήρ μου.» Τίς οὐκ ἂν ἀγασθείη· τοῦ προφήτου τὴν ἀρετήν; | |
40 | Πατέρα κέκληκε τὸν ἐπίβουλον, καὶ κύριον ὁ τῆς βασιλείας τὴν χειροτονίαν δεξάμενος· καὶ χριστὸν | |
Κυρίου τὸν ἐστερημένον τῆς χάριτος· ᾐσχύνετο | 580 | |
80.581 | γὰρ καὶ λυθεῖσαν τὴν τοῦ Θεοῦ χειροτονίαν. Εἰς βεβαίωσιν δὲ τῶν λόγων ἐπέδειξε τὸ πτερύγιον· ἵνα γνοὺς τὴν φιλοσοφίαν αἰδεσθῇ τὴν εὐεργεσίαν. Τοῦτο γὰρ καὶ εἶπε· «Γνῶθι καὶ ἴδε σήμερον, ὅτι | |
5 | οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία, οὐδὲ ἀθέτησις, οὐδὲ ἀσέβεια· καὶ οὐχ ἥμαρτον εἰς σέ.» ΕΡΩΤ. ΝΖʹ. Πῶς νοητέον, «Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια, καὶ ἡ χείρ μου οὐκ ἔσται | |
10 | ἐπὶ σέ;» Τὰ καθ’ ἑαυτὸν τῆς θείας ἐξήρτησε κρίσεως. Εἶπε γὰρ, «Κρίναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. Εἶτα προσέθηκε τὴν παραβολήν. Δηλοῖ δὲ αὕτη, ὡς τῶν παρανόμων τὸ | |
15 | ἁμαρτάνειν, τῶν δὲ φιλοσοφεῖν πεπαιδευμένων τὸ φέρειν τὰ πλημμελούμενα. Ἀμέτρῳ δὲ κεχρη‐ μένος μετριότητι, «τεθνηκότα κύνα, καὶ ψύλ‐ λαν» ἑαυτὸν ὀνομάζει· ὅπως τῇ τῆς ταπεινότητος ὑπερβολῇ τὴν ἀτεράμονα καταμαλάξῃ καρδίαν. | |
20 | Αὐτίκα γοῦν πληγεὶς ἐκεῖνος ὡμολόγησε τὴν εὐεργε‐ σίαν. Εἶπε γὰρ πρὸς Δαβὶδ, «Δίκαιος σὺ ὑπὲρ ἐμέ· ὅτι σὺ μὲν ἀνταπέδωκάς μοι ἀγαθά· ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.» Καὶ τὰ ἑξῆς δὲ τοὺς ἐπαίνους ἔχει, καὶ μετὰ τοὺς ἐπαίνους, τῆς βασι‐ | |
25 | λείας αὐτῷ προσημαίνει τὸ κράτος. «Γινώσκω γὰρ, ἔφη, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν χειρί σου.» Ἠξίωσε δὲ ἧς ἀπήλαυσε κηδεμονίας καὶ τὸ γένος τυχεῖν. «Ὄμοσον γάρ μοι, φησὶ, κατὰ τοῦ Κυρίου, ἵνα μὴ | |
30 | ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου· καὶ μὴ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ.» Τοσαύτη ἡ τῆς κακίας ἀσθένεια. Ὁ τοσούτων μυριάδων ἡγούμε‐ νος, καὶ φυγάδα παρεκάλει, καὶ ὁ μετὰ πλήθους | |
35 | στρατεύων τὸν ἀποδιδράσκοντα μεταδοῦναι οἷ φιλ‐ ανθρωπίας ἱκέτευε. ΕΡΩΤ. ΝΗʹ. Ὁ τοσαύτην ἐν τοῖς κατὰ τὸν Σαοὺλ ἐπιδείξας μακροθυμίαν, τί δήποτε τὸν Νάβαλ ἀνελεῖν | |
40 | ἐπειράθη; Πολλῆς καὶ οὗτος εὐεργεσίας ἀπήλαυσε. Συνδια‐ τρίβων γὰρ τοῖς τούτου ποιμέσιν ἐν τῇ ἐρήμῳ, οὐ μόνον τοὺς οἰκείους ἀφελεῖν τι τῶν ἐκείνῳ προσ‐ ηκόντων ἐκώλυσεν· ἀλλὰ καὶ τὰς ἑτέρωθεν ἐπιγινο‐ | |
45 | μένας διεσκέδασε βλάβας. Τοῦτο γὰρ οἱ ποιμένες | |
τὴν Ἀβιγαίαν ἐδίδαξαν, ὅτι «Ἀγαθοὶ ἡμῖν οἱ ἄνδρες | 582 | |
80.584 | σφόδρα, καὶ οὐκ ἀπεκώλυσαν ἡμᾶς, οὐδὲ ἐπιτετά‐ χασιν ἡμῖν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ’ αὐτοῖς· καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ, ὡσεὶ τεῖχος ἦσαν περὶ ἡμᾶς, καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα, πά‐ | |
5 | σας τὰς ἡμέρας ὄντων ἡμῶν μετ’ αὐτῶν, καὶ ποι‐ μαινόντων τὰ ποίμνια ἡμῶν.» Ἡ μὲν οὖν εὐεργεσία τοσαύτη· ἡ δὲ αἴτησις μετρία, καὶ τὴν σπάνιν τῶν ἀναγκαίων μηνύουσα· «Εὑρέτω γὰρ, φησὶ, τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ’ ἡμέραν | |
10 | ἀγαθὴν ἡμεῖς ἥκομεν. Δὸς δὲ ὃ ἂν εὕρῃ ἡ χείρ σου τοῖς παισὶ τοῦ υἱοῦ σου Δαβίδ.» Τί διαφέρει ταῦτα τὰ ῥήματα τῶν παρὰ τῶν προσαιτούντων προσφερο‐ μένων λόγων; Ἀλλὰ ὁ θηριώδης ἀνὴρ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ προσεπαροίνησε. «Τίς γὰρ, | |
15 | φησὶ, Δαβὶδ, καὶ τίς υἱὸς Ἰεσσαί; Σήμερον πεπληθυ‐ μένοι εἰσὶν οἱ δοῦλοι, οἱ ἀποδιδράσκοντες ἕκαστος ἀπὸ προσώπου τῶν κυρίων αὐτῶν.» Τῶν εὐεργεσιῶν τοίνυν ἐκείνων ὁ Δαβὶδ μεμνημένος, καὶ τῆς πα‐ ροινίας ἀκούσας ὥρμησεν ὁπλισάμενος. Ἐλογίσατο | |
20 | γὰρ, ὡς ὁ μὲν Σαοὺλ εἶχεν ἀφορμὴν τῆς ἀδικίας τὴν δυναστείαν, καὶ τὸν φθόνον τῆς βασιλείας· οὗτος δὲ οὐδεμίαν πρόφασιν ἔχων ἀλαζονείας, ταῖς ἐσχάταις κατ’ αὐτοῦ λοιδορίαις ἐχρήσατο. ΕΡΩΤ. ΝΘʹ. | |
25 | Τί δήποτε ὀμωμοκὼς καὶ αὐτὸν, καὶ τοὺς σὺν αὐτῷ κτείνειν, παρέβη τὸν ὅρκον; Ὁ μὲν γὰρ ὅρκος τοῦ δικαίου θυμοῦ, ἡ δὲ φειδὼ τοῦ σώφρονος λογισμοῦ. Δεξάμενος γὰρ τῆς Ἀβιγαίας τὴν ἱκετείαν, ἔσβεσε τὸν θυμόν. Ἄμεινον γὰρ ἦν | |
30 | παραβῆναι τῆς ἀπειλῆς τὸν ὅρκον, ἢ τοσοῦτον ἐργά‐ σασθαι φόνον. Τὸ δὲ ὑφεὶ, σάτα ὁ Ἀκύλας ἡρμήνευσε· τὸ δὲ γόμορ ἰσόμετρον εἶναι τῷ ὑφεὶ μεμαθήκαμεν ἐκ τῆς τοῦ θεσπεσίου Ἐζεκιὴλ προφητείας. Τὸ δὲ Νάβαλ ὄνομα εἰς τὴν Ἑλλάδα | |
35 | φωνὴν μεταβαλλόμενον, τὴν ἀφροσύνην σημαίνει. Τοῦτο γὰρ καὶ ἡ Ἀβιγαία δεδήλωκε, καὶ τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείας ἡ βίβλος. Ὁ δὲ Ἀκύλας οὕτως ἔφη, «Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀπόῤῥευσις μετ’ αὐτοῦ.» Τὴν αὐτὴν δὲ ἔχει διάνοιαν· | |
40 | ἀποῤῥέοντος γὰρ τοῦ λογικοῦ, καὶ σβεννυμένου, τὸ τῆς ἀφροσύνης ἐπιγίνεται πάθος. Τὸ δὲ, | |
«Καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ εἰσελθεῖν σε | 584 | |
80.585 | εἰς αἷμα ἀθῶον, καὶ σώζειν τὰς χεῖράς σού σοι·» ὁ Ἀκύλας «Τοῦ μὴ μυσάζειν» εἴρηκεν, ἀντὶ τοῦ· «Ἵνα μὴ μύσους ἐκ τῆς μιαιφονίας ἀναπλη‐ σθῇς.» Καὶ τὸ, «Οὐκ ἔσται σοι βδελυγμὸς καὶ | |
5 | σκάνδαλον καρδίας, τῷ κυρίῳ μου·» ἀντὶ τοῦ βδε‐ λυγμὸς, νυγμὸς ὁ Ἀκύλας εἴρηκεν· αἰνίτ‐ τεται δὲ τὰς τοῦ συνειδότος ἀκίδας. Τὸ δὲ Βαροὺχ, Κύριος εὐλογητός. Τὸ δὲ ὑπὸ τοῦ Δαβὶδ εἰρημέ‐ νον· «Εὐλογημένη σὺ εἶ, ἀποκωλύσασά με σήμε‐ | |
10 | ρον ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῦ μὴ εἰσελθεῖν εἰς αἵματα, καὶ σῶσαι τὴν χεῖρά μου ἐμοὶ,» ἁμάρτημα γρα‐ φικὸν εἶναι ὑπολαμβάνω. Οἱ γὰρ ἄλλοι ἑρμηνευταὶ «μὴ μυσῶσαι» εἰρήκασιν, ἀντὶ τοῦ, «μὴ μύσους μεταλαχεῖν.» Τὸν μέντοι Κάρμηλον ἐνταῦθα | |
15 | Εὐσέβιος ὁ Καισαρεὺς οὐ τὸ ὄρος εἴρηκεν, ἀλλὰ κώ‐ μην τινὰ μέχρι τοῦ νῦν οὕτως ὀνομαζομένην, νοτό‐ θεν τῆς Ἱερουσαλὴμ κειμένην, ἐν ᾗ φασιν ᾠκηκέναι τὸν Νάβαλ. ΕΡΩΤ. Ξʹ. | |
20 | Πῶς νοητέον τὸ «Σαοὺλ ἐκάθευδεν ἐν τῇ λαμπίνῃ; Λαμπίνη μέν ἐστιν εἶδος ἁρμαμάξης, ὥσπερ αὖ καὶ ἀπήνη. Ὁ δὲ Ἀκύλας οὐκ εἶπε λαμπίνῃ, ἀλλὰ τῇ στρογγυλώσει· δηλοῖ δὲ ὁ λόγος, τὸ | |
25 | ἐν μέσῳ τοῦ λαοῦ κατακεκλῖσθαι τὸν βασιλέα, καὶ πανταχόθεν ὑπὸ τῶν ὁπλοφόρων τειχίζεσθαι· καὶ τοῦτο μᾶλλον ἀληθέστερον εἶναι νομίζω· «Εἶπε γὰρ, φησὶ, Δαβὶδ πρὸς Ἀχιμέλεχ τὸν Χετ‐ ταῖον, καὶ πρὸς Ἀβεσᾶ υἱὸν Σαρουΐα, ἀδελφὸν Ἰωὰβ, | |
30 | λέγων· Τίς εἰσελεύσεται μετ’ ἐμοῦ εἰς τὴν παρεμ‐ βολὴν πρὸς Σαούλ.» Τοιγάρτοι δεδήλωκεν ὁ λόγος, ὡς μεταξὺ τῆς στρατιᾶς ἐκάθευδεν ὁ βασιλεύς. Ἀλλ’ εἰσῆλθε μὲν θαῤῥαλέως, ἐφείσατο δὲ σωφρόνως, καὶ πεπεδημένον ὕπνῳ λαβὼν οὐκ ἀπέκτεινεν· | |
35 | ἀλλὰ καὶ τὸν Ἀβεσὰ τοῦτο δρᾶσαι βουληθέντα κε‐ κώλυκεν. «Εἶπε γὰρ, φησὶν, πρὸς αὐτόν· Μὴ δια‐ φθείρῃς αὐτὸν, ὅτι τίς ἐποίσει χεῖρα αὑτοῦ | |
ἐπὶ χριστὸν Κυρίου, καὶ ἀθωωθήσεται; | 586 | |
80.588 | ΕΡΩΤ. ΞΑʹ. Πῶς νοητέον· «Ἐὰν μὴ Κύριος παίσῃ αὐτὸν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ;» καὶ τὰ ἑξῆς. | |
5 | Τὸ, «Κύριος παίσῃ αὐτὸν, τὴν θεήλατον σημαίνει πληγὴν, ἣν καὶ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ὑπέμεινε, καὶ ὁ λαὸς ἐν τῇ ἐρήμῳ πολλάκις, καὶ Νάβαλ ὁ Καρμήλιος. Τὸ δὲ, «ἢ ἡμέρα αὐτοῦ ἔλθῃ,» τὸν κατὰ φύσιν ἐπαγόμενον θάνατον, ὃς γίνεσθαι | |
10 | πέφυκεν, ἢ ἐκ πλησμονῆς, ἢ ἐξ ἐνδείας, ἤ τινος τῶν ἐν ἡμῖν χυμῶν πλεονάσαντος. Ὁ δ’ ἐν πολέμῳ γινόμενος βίαιος μᾶλλόν ἐστιν· ἐῤῥωμένοι γὰρ τὰ σώματα κατακτείνονται. Τὸ μέντοι δόρυ, καὶ τοῦ ὕδατος τὸν φακὸν εἴληφεν ὁ Δαβὶδ ὁ θαυμάσιος, ἵνα | |
15 | τὴν γεγενημένην πάλιν εὐεργεσίαν ἐπιδείξῃ. Παν‐ ταχῆ δὲ ὁ συγγραφεὺς τὴν θείαν κηρύττει προμή‐ θειαν. Εἰρηκὼς γὰρ ὅτι πάντες ἐκάθευδον, ἐπήγαγεν, ὅτι «Θάμβος Κυρίου ἐπέπεσεν ἐπ’ αὐτούς.» Ἀξιά‐ γαστα δὲ καὶ αὐτὰ τοῦ προφήτου τὰ ῥήματα. Δηλοῖ | |
20 | γὰρ ἣν πεποίηται τοῦ δυσμενοῦς βασιλέως κηδεμο‐ νίαν· «Ζῇ γὰρ Κύριος, φησὶν, ὅτι υἱοὶ θανάτου ὑμεῖς, οἱ μὴ φυλάττοντες τὸν κύριον ὑμῶν τὸν βασιλέα τὸν χριστὸν Κυρίου.» Καὶ πρὸς τούτοις εἰπὼν, ὡς «εἰσῆλθέ τις τοῦ λαοῦ ἀποκτεῖναι τὸν | |
25 | κύριόν μου τὸν βασιλέα,» ὑπέδειξε τὸ δόρυ καὶ τὸν φακόν. Ἐπειδὴ δὲ Σαοὺλ ὁ παλίμβουλος, καὶ παμ‐ πόνηρος, τὴν φωνὴν ἐπιγνοὺς εἴρηκεν, «Ἡ φωνή σου αὕτη, τέκνον Δαβίδ;» ὑπολαβὼν ὁ θεῖος εἶπεν ἀνὴρ, «Φωνή μου, Κύριέ μου· δοῦλος σὸς, Κύ‐ | |
30 | ριέ μου βασιλεῦ·» Καὶ τῆς βασιλικῆς χειροτονίας γεγενημένης, καὶ τῆς πνευματικῆς χάριτος μετα‐ στάσης, δοῦλον ἑαυτὸν ὠνόμαζε τοῦ γεγυμνωμένου τῆς χάριτος, καὶ τοῦ διψῶντος τοῦ αἵματος. Εἶτα πράως τῷ τῆς σφαγῆς ἐπιμέμφεται πόθῳ· «Ἵνα | |
35 | τί τοῦτο καταδιώκει ὁ κύριός μου ὁ βασιλεὺς ὀπίσω τοῦ δούλου αὐτοῦ; Τί ἥμαρτον, ἢ τίς ἐν ἐμοὶ κακία εὑρέθη; Καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βα‐ σιλεὺς τὰ ῥήματα τοῦ δούλου αὐτοῦ. Εἰ ὁ Θεὸς ἐπι‐ σείει σε ἐπ’ ἐμὲ, ὀσφρανθείη ἡ θυσία σου. Εἰ | |
40 | δὲ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυ‐ ρίου.» Ἔφη δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν αὐτοῖς ἐπηράσατο· ὅτι «Ἐξέβαλόν με σήμερον, μὴ ἐστη‐ ρίχθαι ἐν κληρονομίᾳ Κυρίου, λέγοντες, Πορεύου | |
καὶ δούλευε θεοῖς ἑτέροις.» Τοῦτο δὲ οὐ διὰ ῥημά‐ | 588 | |
80.589 | των ἔλεγον, ἀλλὰ διὰ πραγμάτων ἠνάγκαζον δρᾷν. Πάντοθεν γὰρ αὐτὸν ἐξελαύνοντες, ἀνάγκην ἐπῆγον εἰς τὰς τῶν ἀλλοφύλων πόλεις ὡς ὀχυρὰς κατα‐ φεύγειν. Ἀπέδωκε δὲ καὶ τὸ δόρυ, καὶ τὸν φακὸν, | |
5 | καὶ τῷ δικαίῳ κριτῇ τὴν οἰκείαν κρίσιν ἀνέθηκεν. ΕΡΩΤ. ΞΒʹ. Τί δήποτε τὰ περὶ τῆς τελευτῆς τοῦ Σα‐ μουὴλ συγγράψας ἔμπροσθεν, πάλιν αὐτῆς ἐμνήσθη; | |
10 | Μέλλων τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγεῖσθαι, ἠναγκάσθη μνησθῆναι Σαμουὴλ τελευτῆς. ΕΡΩΤ. ΞΓʹ. Πῶς τὰ κατὰ τὴν ἐγγαστρίμυθον νοητέον; Τινές φασιν, ἀληθῶς αὐτὴν ἀνενηνοχέναι τὸν Σα‐ | |
15 | μουήλ. Τινὲς δὲ τοῦτον μὲν τὸν λόγον ἀνέτρεψαν, δαίμονα δέ τινα λαοπλάνον ἔφησαν δεῖξαι τὸ σχῆμα τοῦ Σαμουὴλ, καὶ εἰπεῖν ἃ πολλάκις ἀκήκοε τοῦ Σαμουὴλ εἰρηκότος, ἀγνοῆσαι δὲ τὸν χρόνον τῆς τοῦ Σαοὺλ τελευτῆς. Ἐγὼ δὲ τὸ μὲν πρῶτον ἀνόσιον | |
20 | ἡγοῦμαι καὶ δυσσεβές. Οὐ πείθομαι γὰρ τὰς νέ‐ κυας, οὐδὲ τὴν τυχοῦσαν ἀνάγειν ψυχὴν, μήτοιγε προφήτου, καὶ τοσούτου προφήτου. Δῆλον γὰρ, ὡς ἐν ἄλλῳ τινὶ χωρίῳ διάγουσιν αἱ ψυχαὶ, προσμένου‐ σαι τὴν τῶν σωμάτων ἀνάστασιν. Τοιγάρτοι κο‐ | |
25 | μιδῆ δυσσεβὲς τὸ πιστεύειν τοσαύτην ἔχειν τὰς ἐγ‐ γαστριμύθους ἰσχύν. Τὸ δέ γε δεύτερον ἀνοίας μᾶλλον, ἢ δυσσεβείας ἐστί. Τὸν ἀνόσιον γὰρ ἐκεῖνον ἀνατρέψαι πειραθέντες λόγον, ψευδῆ τὴν γεγενημέ‐ νην ὑπέλαβον πρόῤῥησιν, καὶ τούτου χάριν αὐτὴν | |
30 | τοῖς τοῦ ψεύδους διδασκάλοις ἀνέθεσαν δαίμοσιν· ἐγὼ δὲ ἀναγνοὺς τῶν Παραλειπομένων τὴν βίβλον, εὗρον οὕτως εἰρηκότα τὸν τὴν ἱστορίαν συγγεγρα‐ φότα· «Καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὑτοῦ, αἷς ἠνόμησεν ἐν Κυρίῳ κατὰ τὸν λόγον Κυρίου· | |
35 | διότι οὐκ ἐφύλαξεν αὐτὸν, καὶ ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῇ ἐγγαστριμύθῳ τοῦ ἐκζητῆσαι· καὶ ἀπ‐ εκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης. Καὶ οὐκ ἐξεζήτησεν ἐν Κυρίῳ· καὶ ἀπέκτεινεν αὐτόν.» Δῆ‐ λον τοίνυν ἐντεῦθεν, ὡς αὐτὸς ὁ τῶν ὅλων Θεὸς, σχη‐ | |
40 | ματίσας ὡς ἠβουλήθη τὸ εἶδος τοῦ Σαμουὴλ, ἐξήνε‐ γκε τὴν ἀπόφασιν, οὐ τῆς ἐγγαστριμύθου δρᾶσαι τοῦτο δυνηθείσης, ἀλλὰ τοῦ Θεοῦ καὶ διὰ τῶν ἐναντίων ἐξενεγκόντος τὴν ψῆφον. Ἀκούομεν γὰρ αὐτοῦ λέγοντος, «Κἂν ἀπέλθῃ πρὸς τὸν ψευδοπροφή‐ | |
45 | την, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ.» Οὕτω καὶ διὰ | 590 |
80.592 | τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαὸν, καὶ διὰ τοῦ δυσσε‐ βοῦς μάντεως προηγόρευσε τὰ ἐσόμενα, καὶ τὴν τῆς οἰκουμένης προεθέσπισε σωτηρίαν, οὐ τοῦ μια‐ ροῦ πνεύματος φθεγξαμένου, ἀλλὰ τοῦ θείου καὶ | |
5 | παναγίου Πνεύματος ἐνεργήσαντος. Ἐπειδὴ δέ τινες ψευδῆ τὴν πρόῤῥησιν ὑπειλήφασι, προύργου νομίζω καὶ περὶ τούτου βραχέα διεξελθεῖν. Προεῖ‐ πεν ὁ συγγραφεὺς, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκείναις συναθροίζουσιν οἱ ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν, | |
10 | τοῦ ἐξελθεῖν εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐξέρχον‐ ται, καὶ παρεμβάλλουσιν εἰς Σωνάμ. Καὶ συναθροί‐ ζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλου‐ σιν εἰς Γελβουέ. Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία | |
15 | αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησε Σαοὺλ διὰ τοῦ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος, καὶ ἐν τοῖς ὕπνοις, καὶ ἐν τοῖς δήλοις, καὶ ἐν τοῖς προφήταις·» Δήλους δὲ ἐκάλεσε τὰ διὰ τοῦ ἐφοὺδ σημαινόμενα· «καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὑτοῦ, Ζητήσατέ μοι γυ‐ | |
20 | ναῖκα ἐγγαστρίμυθον.» Δῆλον τοίνυν, ὡς τῶν Ἑβραίων καὶ τῶν ἀλλοφύλων ἐστρατοπεδευκότων, ἐπεζήτησε τὴν ἐγγαστρίμυθον ὁ Σαούλ· «Εἶδε γὰρ, φησὶ, τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη. καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.» Ἀπελθὼν δὲ | |
25 | πρὸς τὴν ἐγγαστρίμυθον, καὶ θεόθεν δεξάμενος τὴν ἀπόφασιν, ἔπεσε παραυτίκα, οὔτε νύκτωρ φαγὼν, ἡνίκα λάθρα καταλιπὼν τὸ στρατόπεδον, τῆς ἐγγα‐ στριμύθου πευσόμενος παρεγένετο· οὔτε διὰ πά‐ σης τῆς ἡμέρας ἐκείνης. Δεξάμενος δὲ τῆς γυναικὸς | |
30 | τὴν παράκλησιν ἐδείπνησε, καὶ διανυκτερεύσας κατέλαβε τὴν παράταξιν. Τοῦτο γὰρ ἐδίδαξεν ἡ ἱστο‐ ρία· «Καὶ προσήνεγκεν ἐνώπιον Σαοὺλ, καὶ ἐν‐ ώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔφαγον, καὶ ἀναστάντες ἀπῆλθον τὴν νύκτα ἐκείνην.» Εἶτα τοῦ φωτὸς ἀνα‐ | |
35 | σχόντος γέγονεν ἡ παράταξις. Ἀληθὴς τοίνυν ἡ πρόῤῥησις, ὅτι «Αὔριον σὺ ἀποθανῇ, καὶ Ἰωνάθαν υἱός σου μετὰ σοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ, καὶ σὲ δώσει Κύριος εἰς χεῖρας τῶν ἀλλοφύλων.» Τούτων δὲ οὐδὲν ἔτι περιὼν ὁ θεῖος Σαμουὴλ | |
40 | προειρήκει, ἀλλὰ μόνην τῆς βασιλείας τὴν στέρησιν· τοῦ δέ γε Ἰωνάθαν οὐδεμίαν ἐποιήσατο μνήμην. Ἐνταῦθα δὲ καὶ αὐτοῦ, καὶ τοῦ Ἰωνάθαν προεῖπε τὸν ὄλεθρον, καὶ τοῦ λαοῦ τὴν ἧτταν, καὶ τῶν ἀλλο‐ φύλων τὴν νίκην. Ἀλλ’ ὑποπτεύουσι πλείους ἐν | |
45 | τῷ μεταξὺ διεληλυθέναι ἡμέρας· καὶ τὸν συγγρα‐ | 592 |
80.593 | φέα, κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς, ἀναλαβεῖν τὴν περὶ τοῦ πολέμου διήγησιν. Καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὅτι καὶ τοῦ Σαμουὴλ τὴν τελευτὴν προειπὼν ὁ ἱστοριογράφος, πάλιν μετὰ πολλὰ ἔφη | |
5 | διηγήματα· «Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψατο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμ‐ αθὲμ τῇ πόλει αὐτοῦ.» Ἀνέλαβε δὲ τουτὶ τὸ διήγημα, ἵν’ ὡς ἔφην, τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγήσηται. Οὕτω καὶ τὰ κατὰ τὸν πόλεμον ἀνέλα‐ | |
10 | βεν, ἵνα διδάξῃ ὅπως οἱ σατράπαι τῶν ἀλλοφύλων συμπαρατάξασθαι σφίσι τὸν Δαβὶδ διεκώλυσαν· ὅπως δὲ τὴν Κεϊλὰν καταλαβὼν ἀνάστατον εὗρε γε‐ γενημένην, καὶ ὅτι διώξας τοὺς Ἀμαληκίτας κατὰ κράτος ἐνίκησε, καὶ πλὴν ὀλίγων κατηκόντισεν ἅπαν‐ | |
15 | τας, καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγε, τήν τε οἰ‐ κείαν καὶ τὴν ἐκείνων. Αὐτίκα γοῦν τοῦτο πεπλη‐ ρωκὼς τὸ διήγημα, ἀνέλαβε τὸν περὶ τοῦ πολέμου τῶν ἀλλοφύλων λόγον· καὶ ἐδίδαξεν ὅπως Ἰωνά‐ θαν καὶ Σαοὺλ ἀνῃρέθησαν. Μαρτυρεῖ δὲ τῷ | |
20 | χρόνῳ καὶ ἡ τῆς δευτέρας ἱστορία τῶν Βασιλειῶν ἀρχή. «Ἐγένετο γὰρ, φησὶ, μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαβὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ, καὶ ἐκάθισε Δαβὶδ ἐν Σεκελὰ ἡμέρας δύο. Καὶ ἐγένετο ἐν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ | |
25 | τῆς παρεμβολῆς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.» Ἀλλὰ γὰρ ἀναγκαῖον οἶμαι πάλιν ἐν κεφα‐ λαίῳ θεῖναι τὰ ῥήματα. Τῆς στρατιᾶς τῶν ἀλλο‐ φύλων ἀθροιζομένης, εἶδον οἱ σατράπαι σὺν τῷ Ἀγ‐ | |
30 | χοῦς τὸν Δαβὶδ, καὶ δυσχεράναντες ἔπεισαν ὡς πολέμιον ἀπολῦσαι τὸν Δαβίδ. Ἀναστρέψας δὲ εὗρε πορθηθεῖσαν τὴν Κεϊλάν. Εὐθὺς οὖν ὁρμήσας καὶ τοὺς Ἀμαληκίτας εὑρὼν τοῖς σκύλοις ἐντρυφῶντας, κατὰ κράτος ἐνίκησε, καὶ σὺν τοῖς οἰκείοις τὸν ἐκεί‐ | |
35 | νων ἐκομίσατο πλοῦτον. Τούτων γινομένων, κατα‐ λιπὼν ὁ Σαοὺλ τὸ στρατόπεδον, πρὸς τὴν ἐγγαστρί‐ μυθον ἧκε. Δεξάμενος δὲ τὴν ἀπόφασιν, καὶ μετ’ ὀδύ‐ νης δεδειπνηκὼς, διὰ πάσης μὲν τῆς νυκτὸς ἐποιή‐ σατο τὴν πορείαν, ἕωθεν δὲ κατέλαβε τὸ στρατόπε‐ | |
40 | δον. Εἶτα τῆς συμπλοκῆς γενομένης ἐσφάγη. Ἀλη‐ θὴς τοίνυν ἡ πρόῤῥησις· θεία γὰρ ἦν· οὐ διὰ τοῦ Σαμουὴλ, ὡς οἶμαι, γεγενημένη. Ἐκείνη μὲν γὰρ | |
εἴρηκεν ὃ ἐθεάσατο σχῆμα· ὁ δὲ Σαοὺλ ἐκ τοῦ σχή‐ | 594 | |
80.596 | ματος ἐτόπασεν εἶναι τὸν Σαμουήλ· ἡ δὲ ἱστορία τὸ ὀφθὲν Σαμουὴλ ὀνομάζει, διὰ τὸ οὕτω ἐκεῖνον πεπιστευκέναι. Οὕτω τοὺς ὀφθέντας τῷ Ἀβραὰμ ἀγγέλους, καὶ τὸν ἐκείνων δεσπότην, ἄνδρας ὠνό‐ μασεν· ἐπειδὴ τοῦτο νενομικὼς ὁ πατριάρχης παρατέθεικε τράπεζαν. Οὕτω τοὺς οὐκ ὄντας θεοὺς ὀνομάζει θεοὺς καὶ ὁ Κύριος γὰρ ἡμῶν παρὰ πάντας τοὺς θεούς· οὕτω κἀνταῦθα τὸν ὀφθέντα ἐν | |
5 | σχήματι τοῦ Σαμουὴλ, εἴτε ἄγγελον, εἴτε φάσμα τοῦ Σαμουὴλ τὸ σχῆμα δεικνύον, ὠνόμασε Σαμουήλ. ἵνα πιστῶς δεξάμενος τὴν ἀπόφασιν στένων ἐξέλθῃ τὸν βίον. ΕΡΩΤ. ΞΔʹ. Καὶ πόθεν ἦ ἐγγαστρίμυθος τὸν Σαοὺλ ἐπέγνω; | |
10 | Εὐπετὲς ἦν τῷ λαοπλάνῳ δαίμονι διδάξαι τίς ὁ δια‐ λεγόμενος. Τὸ μέντοι τὸν Δαβὶδ μὴ συμπαρατάξα‐ σθαι τοῖς ἀλλοφύλοις, θείας οἰκονομίας εἶναι ὑπεί‐ ληφα. Οὐ γὰρ ἂν περιεῖδε τὸν λαὸν διολλύμενον· ἀλλὰ πᾶσαν καὶ τοῦ λαοῦ, καὶ τοῦ Σαοὺλ ἐποιή‐ | |
15 | σατο πρόνοιαν. ΕΡΩΤ. ΞΕʹ. Τί δήποτε συνεχώρησεν ὁ Θεὸς, καὶ τὰς γυ‐ ναῖκας αὐτῶν ἐξανδραποδισθῆναι, καὶ τὰ παιδία; | |
20 | Ἵν’ ἀλγοῦντες τοῖς Ἀμαληκίταις ἐπιστρατεύ‐ σωσι, καὶ τὴν πανωλεθρίαν αὐτοῖς κατὰ τὴν θείαν ἐπενέγκωσι πρόῤῥησιν· πρὸς δὲ τούτοις, καὶ ἵνα λείαν πλείστην λαβὼν πέμψῃ τοῖς ἀλλοφύλοις, καὶ εἰς εὔνοιαν αὐτοὺς ἀφελκύσηται πλείονα. Τὸ | |
25 | δὲ σύστρεμμα γαδδοὺρ ὃ Ἑβραῖος καλεῖ, ὃ ἑτέρωθι ἑρμηνεύεται πειρατήριον. Καλεῖται δὲ οὕτω τὸ λῃστρικὸν σύστημα. Τοὺς δὲ διακοσίους ἄν‐ δρας, ἀτονήσαντας ἐκ τοῦ δρόμου, μεμενηκέναι φησὶν ὁ Ἀκύλας· οἷς πονηροί τινες οὐκ ἠβου‐ | |
30 | λήθησαν ἀπονεῖμαι τὴν προσήκουσαν μοῖραν. Ἀλλ’ ὁ δικαιότατος βασιλεὺς οὐ μόνον τότε δέδωκεν, ἀλλὰ καὶ νόμον τέθεικεν, ὥστε τοὺς σκευοφόρους τῶν ἴσων τοῖς παραταττομένοις μεταλαγχάνειν. Ἰστέον μέντοι, ὡς ὁ Ἀκύλας τῷ Ἑβραίῳ ἑπόμενος οὐ διεῖ‐ | |
35 | λεν ἀπὸ τῆς πρώτης τὴν δευτέραν τῶν Βασιλειῶν | |
ἱστορίαν, ἀλλὰ μίαν τὰς δύο πεποίηκεν. | 596 | |
80.597(1t) | ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. | |
3 | ΕΡΩΤΗΣΙΣ Αʹ. Τινὲς ἐπιμέμφονται τῷ Δαβὶδ, ὡς πεφονευ‐ | |
5 | κότι τὸν μεμηνυκότα τὸν θάνατον τοῦ Σαούλ; ΑΠΟΚΡΙΣΙΣ. Θαυμάζειν οὖν, ἀλλ’ οὐ ψέγειν, καὶ διὰ τοῦτο προσ‐ ήκει, τὸν προφήτην καὶ βασιλέα. Δυσμενοῦς γὰρ ἀν‐ | |
10 | δρὸς ἀκούσας σφαγὴν ἐθρήνησεν· καὶ οὐ μόνον ἐθρή‐ νησεν, ἀλλὰ καὶ πικρῶς ὠλοφύρατο· ὁ δὲ μεμη‐ νυκὼς οὐδὲν ἠδικημένος ἐπετώθαζε τῷ θανάτῳ· καὶ ταῦτα οὐ μόνον τοῦ Σαοὺλ πεπτωκότος, ἀλλὰ καὶ τοῦ Ἰωνάθαν, ὃς ἀξιέπαινος ἦν, καὶ πλείστου στρα‐ | |
15 | τοῦ σὺν ἐκείνοις. Ἔπειτα καὶ ψεῦδος τοῖς λόγοις προσέθηκεν, ἑαυτὸν σφαγέα τοῦ Σαοὺλ ὀνομάσας. Πρὸς δὲ τούτοις, καὶ Ἀμαληκίτης ἦν, καθ’ οὗ ὁ τῶν ὅλων Κύριος πάλαι τοῦ θανάτου τὴν ψῆφον ἐξενη‐ νόχει. Ἀξιάγαστα δὲ καὶ αὐτὰ τοῦ προφήτου τὰ ῥή‐ | |
20 | ματα· «Πῶς γὰρ, φησὶν, οὐκ ἐφοβήθης ἐπενεγκεῖν τὴν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου; Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου· ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγον, Ἐγὼ τεθανάτωκα τὸν χριστὸν Κυρίου.» | |
25 | ΕΡΩΤ. Βʹ. Τί ἐστι χλιδών; Κόσμος ἐστὶ χρυσοῦς, ἢ τοῖς βραχίοσι περιτιθέ‐ μενος, ἢ τοῖς καρποῖς τῶν χειρῶν. Τοῦτο κἀν‐ ταῦθα δεδήλωκε, καὶ τὸν χλιδόνα, τὸν ἐπὶ τοῦ βρα‐ | |
30 | χίονος αὐτοῦ. Ὅθεν ὁ Ἀκύλας βραχιάλιον αὐτὸ κέκληκεν. ΕΡΩΤ. Γʹ. Τίνος χάριν ὁ προφήτης ἐπένθησεν; Πολλὰ τὸν θρῆνον εἰργάσατο. Τοῦ Ἰωνάθαν ὁ πό‐ | |
35 | θος, ἡ περὶ τὸν λαὸν φιλοστοργία, τῶν δυσσεβῶν ἀλ‐ λοφύλων ἡ νίκη· καὶ πρὸς τούτοις, τοῦ Σαοὺλ ἡ σφαγή. Ὃν γὰρ ᾐδεῖτο ζῶντα, πολλῷ μᾶλλον ἠλέει τεθνηκότα. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «Καὶ ἐκόψαντο, καὶ ἔκλαυσαν, καὶ ἐνήστευσαν ἕως | |
40 | δείλης, ἐπὶ Σαοὺλ, καὶ ἐπὶ Ἰωνάθαν τὸν υἱὸν αὐ‐ | 598 |
80.600 | τοῦ, καὶ ἐπὶ τὸν λαὸν Ἰούδα, καὶ ἐπὶ τὸν οἶκον Ἰσ‐ ραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ.» ΕΡΩΤ. Δʹ. Ποῖόν ἐστι τὸ βιβλίον τὸ εὐθές, | |
5 | Δῆλόν ἐστι κἀντεῦθεν, ὡς ἐκ πολλῶν προφητικῶν βιβλίων ἡ τῶν Βασιλειῶν ἱστορία συνεγράφη. Εἰ‐ πὼν γὰρ ὁ συγγραφεὺς τὰ περὶ τοῦ θρήνου, προσ‐ έθηκεν· «Ἰδοὺ γέγραπται ἐπὶ τοῦ βιβλίου τοῦ εὐ‐ θοῦς.» | |
10 | ΕΡΩΤ. Εʹ. Πῶς νοητέον, «Ἀκρίβασαι, Ἰσραὴλ, περὶ τῶν τε‐ θνηκότων σου τραυματιῶν;» Μὴ σμικράν τινα, φησὶ, καὶ τὴν τυχοῦσαν ὑπο‐ λάβῃς εἶναι τὴν γεγενημένην πληγήν· ἀλλὰ λόγισαι | |
15 | τίνες οἱ πεπτωκότες, ὅτι βασιλεὺς, καὶ βασιλέως υἱὸς, καὶ τῶν ὁμοφύλων οἱ ἄριστοι. Ὅτι δὲ σφό‐ δρα αὐτὸν ἠνίᾳ τὸ πάθος, μαρτυρεῖ τὰ ἑξῆς· «Μὴ ἀπέλθετε γὰρ, φησὶν, εἰς Γὲθ, μηδὲ εὐαγγελί‐ σησθε ἐν ταῖς ὁδοῖς Ἀσκάλωνος, ὅπως μὴ εὐφραν‐ | |
20 | θῶσι θυγατέρες ἀλλοφύλων, μηδὲ γαυριάσωσι θυγα‐ τέρες ἀπεριτμήτων.» ΕΡΩΤ. ϛʹ. Τί δήποτε τοῖς ὄρεσιν ἐπηράσατο τοῖς Γελ‐ βουέ; | |
25 | Δηλοῖ καὶ τοῦτο τὴν τῆς ὀδύνης ὑπερβολήν. Καθ‐ άπερ γὰρ οἱ μόριόν τι τοῦ σώματος κακῶς διακεί‐ μενοι, ἢ τοῖς τοίχοις, ἢ τῇ κλίνῃ προσαράσσουσι τὰς χεῖρας, διὰ τὰς τῆς ἀλγηδόνος ἀκίδας· οὕτως ὁ θεῖος ἐκεῖνος ἀνὴρ, ὑπὸ τῆς πολλῆς ἀθυμίας φλεγό‐ | |
30 | μενος, τοῖς ἀψύχοις ὄρεσιν ἐπηράσατο. ΕΡΩΤ. Ζʹ. Τινὲς κωμῳδοῦσι τὸ περὶ τοῦ Ἰωνάθαν εἰρημέ‐ νον, «Ἐπέπεσεν ἡ ἀγάπη σου ἐπ’ ἐμὲ, ὡς ἡ ἀγάπη τῶν γυναικῶν.» | |
35 | Ὡς ἠλίθιοι τοῦτο πάσχουσιν. Ἔδει γὰρ αὐτοὺς συνιδεῖν, ὡς δεῖξαι βουληθεὶς τῆς φιλοστοργίας τὸ θερμόν τε καὶ γνήσιον, τὴν εἰκόνα παρήγαγε. Το‐ σαύτη γάρ ἐστι τοῦ ἀνδρὸς ἡ περὶ τὴν γυναῖκα διά‐ θεσις, ὡς τὸν περὶ τοῦ γάμου νόμον εἰπεῖν· «Ἀντὶ | |
40 | τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τοῦτο καὶ ὁ Ἐλκανᾶ δεδήλωκε τὴν Ἄνναν ψυ‐ | |
χαγωγῶν· «Οὐκ ἀγαθός σοι γὰρ ἐγὼ, ἔφη, ὑπὲρ δέκα | 600 | |
80.601 | τέκνα;» Ὥσπερ τοίνυν τοὺς νόμῳ γάμου συνελθόν‐ τας ἡ συνάφεια σάρκα μίαν ἀποτελεῖ, οὕτω τῶν εἰλικρινῶς ἀγαπώντων ἑνοῖ τὰς ψυχὰς ἡ διά‐ θεσις. | |
5 | ΕΡΩΤ. Ηʹ. Τίνος χάριν ὁ Θεὸς τὸν Δαβὶδ πρῶτον εἰς τὴν Χεβρὼν ἀνελθεῖν προσέταξεν; Τὸ μὲν ἀληθὲς αὐτὸς ὁ κελεύσας ἐπίσταται· ἐγὼ δὲ οἶμαι διὰ τὸ τοὺς πατριάρχας κατ’ ἐκείνην τὴν | |
10 | πόλιν καὶ ζῶντας οἰκῆσαι, καὶ τελευτήσαντας ἀξιω‐ θῆναι ταφῆς. Πρὸς δὲ τούτοις καὶ δι’ ἕτερον, ἐκ τῆς Ἰούδα φυλῆς ὁ θειότατος Δαβίδ· ταύτης δὲ τῆς φυλῆς κατ’ ἐκεῖνον τὸν καιρὸν μητρόπολις ἦν ἡ Χε‐ βρών· ἔτι γὰρ τὴν Ἱερουσαλὴμ οἱ Ἰεβουσαῖοι | |
15 | κατεῖχον. Ἡ δὲ τοῦ Ἰούδα φυλὴ τὸν Δαβὶδ, ὡς φυ‐ λέτην, πλέον τῶν ἄλλων ἠγάπα. Ὅτι δὲ τῶν ἄλλων ἐπρώτευσεν ἡ Χεβρὼν, ἡ ἱστορία διδάσκει. «Ἀνῆλ‐ θον γὰρ, φησὶ, καὶ κατῴκησαν ἐν ταῖς πόλεσι Χε‐ βρών.» Ὅτι δὲ καὶ τὸ ἕτερον ἀληθὲς, δηλοῖ τὰ ἑξῆς· | |
20 | «Καὶ ἔρχονται οἱ ἄνδρες Ἰούδα, καὶ χρίουσιν ἐκεῖ τὸν Δαβὶδ, τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα.» Τὸ δὲ, χρίουσιν ἀντὶ τοῦ χειροτονοῦσι τέθεικεν. Ἐκεχρίκει γὰρ αὐτὸν τῷ θείῳ ἐλαίῳ Σαμουὴλ ὁ προ‐ φήτης. Ὁ δὲ Ἀβεννὴρ ἀντεχειροτόνησε τὸν Μεμ‐ | |
25 | φιβοσθὲ, τὸν υἱὸν τοῦ Σαοὺλ, ὃν οἱ ἄλλοι ἑρμηνευταὶ Ἱσβαὰλ ὀνομάζουσι· καὶ καταλιπὼν τὴν Ῥαμὰ καὶ τὴν Γαβαὼν, τὰ τοῦ Σαοὺλ οἰκητήρια, διέβη τὸν Ἰορδάνην, καὶ τὰς καλουμένας παρεμβολὰς βασι‐ λικὴν ἀπέφηνε πόλιν. | |
30 | ΕΡΩΤ. Θʹ. Πῶς νοητέον τὸ ὑπὸ τοῦ Ἀβεννὴρ εἰρημένον, «Ἀναστήτω δὴ παιδάρια ἐνώπιον ἡμῶν, καὶ παιξάτωσαν;» Ἀγῶνα πολεμικὸν τοῖς τῶν νέων ἀρίστοις προτέ‐ | |
35 | θεικε. Παίγνιον δὲ καὶ Παιδιὰν τὴν τούτων προσ‐ ηγόρευσε συμπλοκὴν, τῇ κοινῇ καὶ μεγίστῃ παρα‐ τάξει παρεξετάζων τὴν μερικήν. Ἰσάριθμοι δὲ τῶν φυλῶν ἐξ ἑκατέρας συνελέγησαν φάλαγγος. Ἡ σφα‐ γὴ δὲ τούτων οὐκ ἔπαυσε τὴν συμπλοκὴν, ἀλλ’ ἠρέ‐ | |
40 | τισε. Τῆς δὲ τροπῆς γενομένης, καὶ τῆς μὲν τοῦ Ἀβεννὴρ στρατιᾶς κατατάχος φευγούσης, τοῦ δὲ Ἰωὰβ κατακράτος διώκοντος, ὁ Ἀσαὴλ ὁ νεώτα‐ τος τοῦ Ἰωὰβ ἀδελφὸς, ὠκύτατος ὢν, καὶ τοῖς ὀξυ‐ τάτοις ἁμιλλώμενος ζώοις, οὐδένα μὲν τῶν ἄλλων | |
45 | ἐδίωκεν, ἐγλίχετο δὲ μόνον κατακοντίσαι τὸν Ἀβεν‐ | |
νήρ. Ὁ δὲ καὶ διωκόμενος πράως ἄγαν καὶ φιλικῶς | 602 | |
80.604 | παρῄνεσε τὸν θυμὸν εἰς ἄλλον τινὰ κατακενῶσαι τῶν φευγόντων στρατιωτῶν, καὶ οὐδὲ τοῦτον ἀνε‐ λεῖν, ἀλλὰ μόνον λαβεῖν τὴν σκευὴν παρηγγύησεν, ἵνα ἔχῃ τινὰ τοῦ πόνου καρπόν. Ἀπειθοῦντα δὲ | |
5 | ἰδὼν, ἡμέρως ἠπείλησεν, «Ἀπόστηθι ἀπ’ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσ‐ ωπόν μου πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου;» Ἐπειδὴ δὲ εἶδε τῆς αὐτοῦ σφαγῆς ὀρεγόμενον, τῷ σαυρω‐ τῆρι πλήξας, καὶ τὸν δρόμον ἔπαυσε, καὶ τὴν ζωὴν | |
10 | προσαφείλετο. ΕΡΩΤ. Ιʹ Πῶς νοητέον, «Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία;» Οἱ τοῦ Ἀβεννὴρ στρατιῶται φεύγοντες εἴς τινα | |
15 | λόφον κατέφυγον. Ὁ δὲ Ἰωὰβ σὺν τοῖς ὑπηκόοις προσβαλεῖν ἐπεχείρει. Πάλιν τοίνυν συνετῶς καὶ πράως ὁ Ἀβεννὴρ ἀνέμνησε τὸν ἀρχιστράτηγον τῶν τοῦ πολέμου μεταβολῶν. Τοῦτο γὰρ δηλοῖ, «Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; οὐκ οἶδας, | |
20 | ὅτι πικρὰ τὰ ἔσχατα, καὶ ἕως πότε οὐ μὴ εἴπης τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν αὐτῶν;» Καὶ τῆς συγγενείας ἀνέμνησεν, ἵνα τὴν δυσμένειαν παύσῃ, καὶ τῶν πολέμων ἐδήλωσε μεταβολάς· πολλάκις γὰρ οἱ νικῶντες ἡττῶνται, καὶ οἱ διώ‐ | |
25 | κοντες φεύγουσιν. Ἄλλως τε οὐδὲ δίκαιόν φησι τοὺς νικῶντας θεασαμένους τροπὴν πανωλεθρίαν ἐπ‐ αγαγεῖν τοῖς ἡττημένοις ζητεῖν· τοῦτο γὰρ δηλοῖ τὸ «Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία;» Τούτοις εἶξε τοῖς λόγοις ὁ Ἰωάβ· καὶ τῇ σάλπιγγι σημάνας, | |
30 | τὴν δίωξιν ἔπαυσεν. ΕΡΩΤ. ΙΑʹ. Τοῦ νόμου διαγορεύοντος, τὴν ἀφισταμένην τοῦ ἀνδρὸς γυναῖκα, καὶ ἑτέρῳ συναπτομένην, μὴ ἐπανιέναι πρὸς τὸν πρότερον ἄνδρα, πῶς ὁ | |
35 | μακάριος Δαβὶδ ἠνέσχετο τὴν Μελχὸλ πάλιν λαβεῖν γημαμένην ἑτέρῳ; Ὁ νόμος ἐκέλευσε τὴν παρὰ τοῦ ἀνδρὸς ἀπολυ‐ θεῖσαν, καὶ συναφθεῖσαν ἑτέρῳ, μὴ ἀναστρέφειν πρὸς τὸν πρότερον ἄνδρα. Τοῦτο γὰρ καὶ διὰ | |
40 | Ἱερεμίου τοῦ προφήτου δεδήλωκεν ὁ Θεός. Ἔφη δὲ οὕτως· «Ἐὰν ἀπολύσῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ πορευθῇ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθή‐ σεται ἡ γυνὴ ἐκείνη; Σὺ δὲ ἐξεπόρνευσας εἰς ποι‐ | |
45 | μένας πολλοὺς, καὶ ἀνέκαμπτες πρός με, λέγει Κύ‐ ριος.» Ἀλλ’ ὁ βασιλεὺς Δαβὶδ οὐκ ἀπολελύκει τὴν | |
Μελχόλ· ὁ δὲ ἐκείνης πατὴρ παρανόμως αὐτὴν τοῦ | 604 | |
80.605 | ὁμοζύγου ἀποστήσας, ἐδεδώκει ἑτέρῳ. Βία τοίνυν, οὐ γάμος ἦν ἡ πρὸς ἐκεῖνον συνάφεια. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀνδρὶ | |
5 | ἑτέρῳ.» Ἄκουσα δὲ αὕτη συνήφθη ἑτέρῳ. Οὐ τοί‐ νυν Δαβὶδ παρέβη τὸν νόμον, ἀλλ’ ὁ ταύτην ἑτέρῳ συνάψας. Οὐδὲ γὰρ γάμος ὁ παρανόμως γεγενη‐ μένος· τῇ δὲ τοῦ πατρὸς βίᾳ συγγνοὺς ὁ Δαβὶδ ἀνέλαβε τὴν γυναῖκα. | |
10 | ΕΡΩΤ. ΙΒʹ. Τίνος ἕνεκα τὸν Ἀβεννὴρ ἀνεῖλεν ὁ Ἰωάβ; Πρόφασιν μὲν ἔσχε τοῦ Ἀσαὴλ τὴν σφαγήν· ἀληθῆ δὲ αἰτίαν, τὸν φθόνον. ᾜδει γὰρ ὡς τῆς στρατηγίας ἐκείνης ἀξιωθήσεται, πάντα τῷ βασι‐ | |
15 | λεῖ προσάγων τὸν Ἰσραήλ. Ἡ φιλαρχία τοίνυν αὐτὸν εἰς τὴν μιαιφονίαν καθώπλισεν· ὁ δὲ τὰ πάντα ἄριστος βασιλεὺς, καὶ τὸν ἀδίκως ἀνῃρημένον ἐθρήνησε, καὶ τὸν ἀδίκως ἀνῃρηκότα πολλαῖς ὑπ‐ έβαλε καὶ παντοδαπαῖς ἀραῖς. «Ἀθῷος γὰρ, φησὶν, | |
20 | ἐγὼ, καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. Αἷμα Ἀβεννὴρ υἱοῦ Νὴρ ἐπὶ κεφαλὴν Ἰωὰβ, καὶ ἐπὶ πάντα τὸν οἶκον αὐτοῦ· καὶ μὴ ἐκλίπῃ ἐκ τοῦ οἴκου Ἰωὰβ γονοῤῥυής, καὶ λε‐ πρὸς, καὶ κρατῶν σκυτάλην, καὶ πίπτων ἐν ῥομφαίᾳ, | |
25 | καὶ ἐλαττούμενος ἄρτων.» Γονοῤῥυὴς δὲ καὶ λεπρὸς κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ τῆς κοινῆς πολι‐ τείας κεχωρισμένος. Σκυτάλῃ δὲ χρῶνται οἱ σῶμα πεπηρωμένοι. Ὅθεν ὁ Ἀκύλας τυφλὸν τὸν τοιοῦτον ὠνόμασεν. Ἐπηράσατο τοίνυν τῷ ἐκείνου γένει, | |
30 | παντοδαπὴν ἀσθένειαν σώματος, πενίαν ἐσχάτην, τὴν διὰ ξίφους σφαγήν· καὶ μέντοι καὶ τελευτῶν αὐτὸν ἀναιρεθῆναι προσέταξεν. ΕΡΩΤ. ΙΓʹ. Τί ἐστιν· «Εἰ κατὰ θάνατον Νάβαλ | |
35 | ἀποθανεῖται Ἀβεννήρ;» Ἐκεῖνος, φησὶν, ὡς ἀπηνὴς, καὶ ἄδικος, καὶ ἀχά‐ ριστος, μάλα δικαίως ὑπεβλήθη θεηλάτῳ πληγῇ. Ὁ δὲ Ἀβεννὴρ, καὶ ἐν συμβουλαῖς ἴσος, καὶ ἐν πολέ‐ μοις ἀνδρεῖος. Τοῦτο γὰρ ἐπήγαγεν· «Αἱ χεῖρές σου | |
40 | οὐκ ἐδέθησαν, οὐδὲ οἱ πόδες σου ἐν πέδαις· ἐνώπιον υἱοῦ ἀδικίας ἔπεσας.» Οὐ παραταττόμενος, φησὶν, ἡττήθης, καὶ ὡς δορυάλωτος ἐπεδήθης· ἀλλ’ ὑπό‐ | |
κρισίς σοι φιλίας ἐπήνεγκε τὴν πληγήν. Ὁ μὲν οὖν | 606 | |
80.608 | βασιλεὺς ἀλγήσας ἐθρήνησεν· ὁ δὲ θρῆνος τοῦ λαοῦ τὴν εὔνοιαν ηὔξησεν. ΕΡΩΤ. ΙΔʹ. Τί δήποτε μετὰ τὴν ἄδικον σφαγὴν οὐκ ἀνεῖλε | |
5 | τὸν Ἰωάβ; Αὐτὸς ἐν τοῖς λόγοις δεδήλωκεν· «Οὗτοι γὰρ, φησὶν, οἱ ἄνδρες οἱ υἱοὶ Σαρουΐα σκληρότεροί μου εἰσίν.» Ὅθεν αὐτοὺς τῷ Θεῷ παραδέδωκεν· «Ἀντα‐ ποδῷ Κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν | |
10 | αὐτοῦ.» Ἔνθα γὰρ αὐτῷ ῥᾴδιον χρήσασθαι τῷ δι‐ καίῳ θυμῷ, οὐδεμίαν ποιεῖται φειδώ. Αὐτίκα γοῦν τοὺς τὸν Μεμφιβοσθὲ πεφονευκότας, καὶ τὴν ἐκείνου κομίσαντας κεφαλὴν, ἀκροτηριάσας ἐσταύρωσε, καί‐ τοι νενομικότας πᾶσαν αὐτῷ προσάγειν τοῦ Ἰσραὴλ | |
15 | τὴν βασιλείαν τῇ τοῦ βασιλεύσαντος ἐκείνων σφαγῇ. Ἀλλ’ ἐκείνους μὲν οὕτως ἀνεῖλε· τὴν δὲ τοῦ δυσμε‐ νοῦς κεφαλὴν ἐντίμως ταφῇ παρέδωκεν. ΕΡΩΤ. ΙΕʹ. Τίνος χάριν ὁ Δαβὶδ τρίτον ἐχρίσθη, | |
20 | Τῆς μὲν βασιλικῆς χρίσεως διὰ τοῦ Σαμουὴλ ἠξιώθη· τὰς δὲ τοῦ λαοῦ χειροτονίας χρίσεις ἡ ἱστο‐ ρία καλεῖ. Προτέρα μὲν γὰρ αὐτὸν ἐχειροτόνησεν ἡ Ἰούδα φυλή. Ἑπτὰ δὲ ἔτεσιν ὕστερον καὶ ἄλλαι φυλαὶ κατεδέξαντο βασιλέα. Τοῦτο δὲ καὶ ἡ ἱστο‐ | |
25 | ρία δεδήλωκε· «Καὶ χρίουσι τὸν Δαβὶδ εἰς βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ.» Εἶτα ἐπήγαγε· «Τριά‐ κοντα ἐτῶν Δαβὶδ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τεσ‐ σαράκοντα ἔτη ἐβασίλευσεν· ἐν Χεβρὼν καὶ ἐπὶ Ἰούδαν ἔτη ἑπτὰ μῆνας ἕξ· καὶ ἐν Ἱερουσαλὴμ | |
30 | τριάκοντα καὶ δύο ἔτη καὶ μῆνας ἓξ, ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν.» ΕΡΩΤ. Ιϛʹ. Πῶς νοητέον τὸ, «Πᾶς ὁ τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι.» | |
35 | Ἑβραῖός τις εἶπε τὸ, «Πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι,» ἐκδεδωκέναι τὸν Ἀκύλαν, «Ἁπτόμενος ἐν τῷ κρουνῷ·» τοῦτο λέγων, ὅτι φειδόμενος ὁ Δαβὶδ τοῦ τείχους τῆς πόλεως, διὰ τοῦ ὁλκοῦ τοῦ ὕδατος ἐπέταττε τοῖς ὁπλίταις εἴσω παρ‐ | |
40 | ελθεῖν τῆς πόλεως. Οἱ γὰρ Ἰεβουσαῖοι μέχρις ἐκεί‐ νου τοῦ καιροῦ κατεῖχον τὴν Ἱερουσαλήμ. Παραυ‐ τίκα γοῦν τοῦ ἐμφυλίου πολέμου παυσαμένου, κατὰ τούτων ἐστράτευσε πρῶτον ὁ βασιλεύς. Ἐκεῖνοι δὲ | |
καταφρονοῦντες τῆς στρατιᾶς, τοὺς τὸ σῶμα πε‐ | 608 | |
80.609 | πηρωμένους ἐπὶ τὸ τεῖχος ἀναβιβάσαντες ἐπιτωθά‐ ζειν ἐκέλευον, καὶ λέγειν, ὡς οὐκ εἰσελεύσεται Δαβὶδ εἰς τὴν πόλιν. Ἑλὼν τοιγαροῦν τὴν ἀκρόπολιν· ταύ‐ την γὰρ λέγει περιοχήν· ἤλαυνε κατακράτος τοὺς | |
5 | πολεμίους, εἰς ἀνδρείαν παραθήγων τοὺς στρατιώ‐ τας, καὶ πάντας ἄρδην κατακοντίζειν κελεύων, κατὰ τὴν ἀρχῆθεν τοῦ Θεοῦ γεγενημένην ἀπόφασιν. Νενι‐ κηκὼς δὲ, καὶ τῶν ἀλλογενῶν ἐλευθερώσας τὴν πό‐ λιν, Δαβὶδ αὐτὴν προσηγόρευσε πόλιν. Οὕτω δὲ τὴν | |
10 | Σιὼν ὀνομάζει, τουτέστι τὴν ἄνω πόλιν. Τοῦτο γὰρ καὶ ἡ ἱστορία φησί· «Καὶ ἐκάθισε Δαβὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαβίδ. Καὶ ᾠκο‐ δόμησε τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ.» Εἶτα διδάσκει καὶ τὴν τοῦ Θεοῦ | |
15 | συμμαχίαν· «Καὶ ἐπορεύετο Δαβὶδ πορευόμενος, καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ’ αὐτοῦ.» Οὗτος δὲ ὁ λόγος τῶν τὸ πανάγιον Πνεῦμα σμικρύνειν πειρωμένων ἐλέγχει τὴν βλασφημίαν. Κύριος γὰρ παντοκράτωρ ὠνομάσθη πολλάκις. | |
20 | ΕΡΩΤ. ΙΖʹ. Κοιλάδα Τιτάνων τίνα λέγει; Τοὺς γίγαντας καὶ Τιτᾶνας ὠνόμαζον· ὁ δὲ Ἑβραῖος Ῥαφαεὶμ αὐτοὺς κέκληκεν. Ἔσχε δὲ τοιούτους ἄνδρας καὶ ἡ Χεβρὼν, καὶ ἡ Γέθ· καὶ ἐκ | |
25 | τούτων ἦν καὶ ὁ Γολιὰθ, καὶ ἄλλοι τινὲς, ὧν ὁ συγ‐ γραφεὺς ἐμνήσθη τῶν ἀριστέων, τοῦ Δαβὶδ τὰς ἀνδραγαθίας συγγράφων. Εἰκὸς τοίνυν ἐν τῷδε τῷ χωρίῳ πάλαι τινὰ τούτων γενέσθαι παράταξιν, καὶ λαβεῖν ἐκ τούτων τὴν ἐπωνυμίαν τὸν τόπον. | |
30 | ΕΡΩΤ. ΙΗʹ. Τί δήποτε ποτὲ μὲν κελεύει τῷ Δαβὶδ ὁ Θεὸς συμπλακῆναι τοῖς ἀλλοφύλοις, ποτὲ δὲ κω‐ λύει; Ὡς πάνσοφος παιδοτρίβης αὐτὸν γυμνάζει πρὸς | |
35 | ἀρετὴν, καὶ πείθει μὴ τῇ οἰκείᾳ δυνάμει θαῤῥεῖν, ἀλλὰ τὴν αὐτοῦ προσμένειν ἐπικουρίαν. Ὅθεν αὐτῷ καὶ σημεῖα δίδωσι τῆς οἰκείας ἐπιφανείας. «Ὅταν γὰρ ἴδῃς, φησὶν, αὐτομάτως ἀνέμου δίχα τὰ ἄλση κινούμενα, τότε κατάβηθι εἰς τὸν πόλεμον· ὅτι | |
40 | τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου τύπτειν ἐν τῷ πολέμῳ τοὺς ἀλλοφύλους.» ΕΡΩΤ. ΙΘʹ. Τίνος ἕνεκεν ὁ Ὀζᾶν θεηλάτῳ πληγῇ ἐτελεύτησεν; | |
45 | Τινὲς μὲν προπετείας αὐτὸν δοῦναι δίκας εἶπον, | 610 |
80.612 | ὡς ἐπαμῦναι πειραθέντα τῇ κιβωτῷ, ἢ παντὸς τοῦ λαοῦ προστατεύουσα, τῆς ἑτέρων ἐπικουρίας οὐκ ἔχρῃζεν. Ἰώσηπος δέ φησιν, ἐπειδὴ Λευΐτης οὐκ ὢν ἐτόλμησεν ἅψασθαι τῆς κιβωτοῦ, τὴν τιμωρίαν ἐδέξα‐ | |
5 | το· τοῦτο δὲ ψευδὲς ἄντικρυς· τοῦ γὰρ Ἀμιναδὰβ ἦν υἱὸς, ᾧ παρέδοσαν τὴν κιβωτὸν οἱ ἐν Βεθσάμοις, ἀφεθεῖσαν ὑπὸ τῶν ἀλλοφύλων· τῆς δὲ Λευιτικῆς ἦν οὗτος φυλῆς· καὶ τοῦτο ἡ ἱστορία διδάσκει· «Καὶ ἡγίασε γὰρ, φησὶ, τὸν υἱὸν αὑτοῦ Ἐλεάζαρ, | |
10 | φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.» Ὅτι δὲ καὶ οὗτος τοῦ Ἀμιναδὰβ ἦν υἱὸς, ἡ ἱστορία διδάσκει· «Καὶ ἐπεβίβασαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐπὶ ἅμαξαν καινὴν, καὶ ἦραν αὐτὴν ἐκ τοῦ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζᾶν, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, | |
15 | οἱ υἱοὶ Ἀμιναδὰβ, ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ τοῦ Θεοῦ.» Καὶ Ὀζᾶν, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύ‐ οντο ἔμπροσθεν, καὶ ἐκ πλαγίων τῆς κιβωτοῦ.» Οὐκ ἐξ ἄλλης τοιγαροῦν ἦν φυλῆς, ὡς ὁ Ἰώσηπος ἔφη, ἀλλὰ καὶ Λευΐτης ἦν. Οὔτε μὴν διὰ προπέτειαν | |
20 | τὴν τιμωρίαν ἐδέξατο. Κλιθείσης γὰρ τῆς ἁμάξης, ἐχρῆν προσερεῖσαι τὴν χεῖρα· ἀλλ’ ἑτέρας παρα‐ νομίας ἔτισε δίκας. Τοῦ γὰρ Θεοῦ προστεταχότος τοὺς ἱερεῖς ἐπ’ ὤμων φέρειν τὴν κιβωτὸν, παρὰ τὸν νόμον ἐφ’ ἁμάξης ἐκόμισαν. Ἐξηπάτησε δὲ αὐτοὺς | |
25 | τὸ παρὰ τῶν ἀλλοφύλων οὕτως ἐκπεμφθεῖσαν μηδένα λυμήνασθαι. Ἀλλ’ ἐχρῆν συνιδεῖν, ὡς οὔτε τὸν νόμον ᾔδεισαν οἱ ἀλλόφυλοι, καὶ ἱερεῖς οὐ παρῆσαν, ἵνα κατὰ τὸν νόμον αὐτὴν μετενέγκωσιν. Ὅτι δὲ τοῦτο ἀληθὲς, τὰ ἑξῆς διδάσκει. Τοῦ γὰρ Ὀζᾶν πεπτωκό‐ | |
30 | τος, δείσας ὁ βασιλεὺς οὐκ εἰς τὰ βασίλεια τὴν κιβω‐ τὸν ἐξενήνοχεν, ἔνθα καὶ τὴν θείαν κατεσκευάκει σκηνὴν, ἀλλ’ εἰς τὸν οἶκον Ἀβεδδαρά. Ἐπειδὴ δὲ εἶδε παντοδαπῆς εὐλογίας ἐν τρισὶ μησὶ τὴν οἰ‐ κίαν πλησθεῖσαν ἐκείνην, εὐθὺς αὐτὴν εἰς τὰ βασί‐ | |
35 | λεια μετεκόμισεν, οὐχ ἁμάξῃ χρησάμενος, ἀλλὰ τοῖς ἱερεῦσι κατὰ τὸν νόμον. «Ἦσαν γὰρ, φησὶ, μετ’ αὐτῶν οἱ αἴροντες τὴν κιβωτὸν Κυρίου ἑπτὰ χοροὶ, καὶ θῦμα μόσχου καὶ ἀρνός· καὶ Δαβὶδ ἀν‐ εκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυ‐ | |
40 | ρίου· καὶ αὐτὸς ἐνδεδυμένος στολὴν ἔξαλλον·» οὕτω δὲ τὴν ποικίλην ὠνόμασε. Σαφέστερον δὲ τοῦτο ἐδίδαξεν ἡ βίβλος τῶν Παραλειπομένων· «Ἦραν γὰρ, φησὶ, τὴν κιβωτὸν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ, ἐπ’ ἀναφορεῦσι, κατὰ τὴν | |
45 | γραφὴν, ἐν ὤμοις αὐτῶν.» | 612 |
80.613 | ΕΡΩΤ. Κʹ. Διατί κατεγέλασεν ἡ Μελχὼλ τοῦ Δαβίδ; ᾨήθη βασιλέως ἀλλότριον τὸ δημοσίᾳ χορεύειν· οὐ γὰρ ᾔδει τοῦ θείου πόθου τὰ κέντρα. Ὅθεν ὁ βασι‐ | |
5 | λεὺς σφοδρότερον ἐπετίμησεν αὐτῇ· «Ἐναντίον γὰρ, φησὶ, Κυρίου ὀρχήσομαι καὶ παίξομαι· ζῇ Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ πάντα τὸν λαὸν αὑτοῦ τὸν Ἰσραήλ.» | |
10 | Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν. Εἶτα ἐδί‐ δαξεν ἡ ἱστορία, ὅτι τῇ Μελχὼλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον, ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν. Ἀλλ’ οὐ μόνον διὰ ταύτην τὴν αἰτίαν στεῖρα μεμένηκεν· ἀλλ’ ὥστε μηδένα ἐξ ἐκείνου βασι‐ | |
15 | λεῦσαι τοῦ σπέρματος. Εἰκὸς γὰρ ἦν, τὸν λαὸν τὸν ἑκατέρωθεν εὐγενείᾳ λάμποντα προτιμῆσαι τῶν ἄλλων. ΕΡΩΤ. ΚΑʹ. Προφήτης ὢν ὁ Νάθαν πῶς ἠγνόησε τὸ βούλημα | |
20 | τοῦ Θεοῦ, καὶ τῷ Δαβὶδ οἰκοδομῆσαι τὸν θεῖον οἶκον προσέταξεν; Καὶ ἤδη ἔφην, ὡς οὐκ ᾔδεισαν ἅπαντα οἱ προ‐ φῆται, ἀλλ’ ὥσπερ ἡ θεία χάρις αὐτοῖς ἀπεκά‐ λυπτεν. Οὕτως ὁ Σαμουὴλ ἠγνόει τίνα χρῖσαι | |
25 | προσήκει· οὕτως ὁ Ἑλισσαῖος τὸ τῆς Σωμανίτιδος πάθος· «Ἄφες γὰρ αὐτὴν, ἔφη, ὅτι κατώδυνος ἡ ψυχὴ αὐτῆς, καὶ Κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ.» Οὕτω καὶ ὁ Νάθαν ἐπαινέσας τὸν τοῦ βασιλέως σκο‐ πὸν, ἐνόμισεν ἀρέσκειν τῷ τῶν ὅλων Θεῷ. Ὅθεν | |
30 | εἶπε· «Πάντα ὅσα ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι ὁ Θεὸς μετὰ σοῦ.» Ἀλλὰ νύκτωρ ἐπιφανεὶς ὁ Δεσπότης Θεὸς ταῦτα ἔφη πρὸς τὸν Νάθαν· «Πο‐ ρεύου, καὶ εἰπὲ τῷ δούλῳ μου Δαβίδ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί | |
35 | με, ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ, ἀφ’ ἧς ἡμέρας ἀνήγα‐ γον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, ἕως τῆς ἡμέρας ταύτης.» Καὶ πρῶτον μὲν ἐψυχαγώγησεν αὐ‐ τὸν τῇ τῆς δουλείας προσηγορίᾳ· «Εἰπὲ γὰρ, φησὶ, τῷ Δαβὶδ τῷ δούλῳ μου·» ἄκρα δὲ τιμὴ τὸ δοῦλον | |
40 | ὀνομασθῆναι Θεοῦ. Ἔπειτα τὸ ἀνενδεὲς τῆς οἰκείας ἐδίδαξε φύσεως· «Οὐ κατῴκηκα γὰρ, φησὶν, ἐν οἴκῳ.» Τὸ δὲ, «Ἀφ’ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου,» ἀντὶ τοῦ, πάντα | |
χρόνον ὃν συνεγενόμην ὑμῖν, ἔν τε τῇ ἐρήμῳ, καὶ ἐν | 614 | |
80.616 | ταύτῃ τῇ γῇ. Ὅτι γὰρ οὐδὲ πρὸ τούτου τοῦ χρόνου νεὼν ἔσχεν, αἱ πάλαι διδάσκουσιν ἱστορίαι. Εἶτα τὴν ἄπειρον δύναμιν καὶ φιλανθρωπίαν δεικνὺς, ἐπήγαγε· «Καὶ ἤμην ἐμπεριπατῶν ἐν κατα‐ | |
5 | λύματι, καὶ ἐν σκηνῇ, ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ.» Καὶ προστέθεικεν, ὡς οὐδενὶ τῶν κριτῶν, οἳ ἐκ διαφόρων ἦσαν φυλῶν, ἢ προσ‐ έταξεν οἰκοδομῆσαι ναὸν, ἢ ἐνεκάλεσεν ὡς τοῦτο μὴ δεδρακότι. Τοῦτο γὰρ εἶπεν· «Εἰ λαλῶν ἐλάλησα | |
10 | πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου τὸν Ἰσραὴλ λέγων· Τί ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον;» Ἔπειτα τῷ τῆς εὐνοίας χρησάμενος ὀνόματι, καὶ δοῦλον αὐτοῦ προσαγορεύσας, ἀνέμνησε τῆς προβα‐ | |
15 | τείας, καὶ τῆς ἄλλης πενίας· ἐπέδειξε δὲ τῆς βασιλείας τὸ ὕψος, καὶ τὴν τῆς ἄλλης κηδεμονίας φιλοτιμίαν. «Ἤμην γὰρ, φησὶ, μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχ‐ θρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνο‐ | |
20 | μα μέγα, κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.» Ταῦτα δὲ εἰς τὴν τῆς εὐσεβείας καὶ εὐνομίας βεβαίωσιν εἴρηκεν, ἵνα τῶν εὐεργεσιῶν μεμνημένος θεραπεύῃ τὸν εὐεργέτην. Ὑπέσχετο δὲ καὶ τοῦ λαοῦ προμηθεῖσθαι· «Θήσομαι γὰρ, φησὶ, | |
25 | τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθ’ ἑαυτόν.» Κατὰ τὸν θεῖον γὰρ πολιτευόμενος νόμον, τῶν ἄλλων ἐθνῶν ἐκε‐ χώριστο. Τὸ δὲ, «Οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν,» τὰ ἑξῆς ἑρμηνεύει· «καθὼς | |
30 | ἀπ’ ἀρχῆς, φησὶ, καὶ ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ.» Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τῶν κριτῶν, ποτὲ μὲν Ἀμμανίταις καὶ Μωαβίταις, ποτὲ δὲ Μαδιηνίταις καὶ ἀλλοφύλοις ἐδούλευσαν, ὑπέσχετο αὐτοῖς ἀκεραίαν σώζειν τὴν | |
35 | βασιλείαν, καὶ τῶν συχνῶν τούτων ἀπαλλάξειν μετα‐ βολῶν. Εἶτα τὸν λογικὸν, καὶ θεῖον, καὶ σωτήριον αὐτοῖς οἰκοδομήσειν ναὸν ἐπηγγείλατο. «Καὶ ἀπαγ‐ γελεῖ σοι γὰρ, φησὶ, Κύριος, ὅτι οἰκοδομήσει οἶκον ἑαυτῷ. Ὅτι δὲ τὴν ἐκ τῆς ἁγίας Παρθένου σάρκα | |
40 | καὶ αὐτὸς ᾠκοδόμησε, καὶ αὐτὴν ναὸν προσηγό‐ ρευσεν, ὁ εὐαγγελιστὴς ἡμᾶς Ἰωάννης ἐδίδαξε, τὴν Ἰουδαίων ἐρώτησιν καὶ τοῦ Δεσπότου Χριστοῦ τὴν ἀπόκρισιν τῇ συγγραφῇ τῶν ἱερῶν Εὐαγγελίων ἐντεθεικώς. Τῶν γὰρ Ἰουδαίων εἰρηκότων· «Τί ση‐ | |
45 | μεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;» ὑπολαβὼν | |
ὁ Κύριος ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι‐ | 616 | |
80.617 | σὶν ἡμέραις ἐγερῶ αὐτόν.» Τοπασάντων δὲ τῶν Ἰουδαίων περὶ τοῦ ἀψύχου ταῦτα εἰρῆσθαι ναοῦ, ὁ εὐαγγελιστὴς ἐπήγαγεν· «Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Καὶ ὅτε ἠγέρθη | |
5 | ἐκ τῶν νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.» Ὁ δὲ θεῖος Ἀπό‐ στολος καὶ τῶν πιστῶν τὸν σύλλογον οἶκον Θεοῦ προσηγόρευσε. «Χριστὸς γὰρ, φησὶν, ὡς υἱὸς ἐπὶ | |
10 | τὸν οἶκον αὐτοῦ, οὗ ὁ οἶκός ἐσμεν ἡμεῖς.» Ταῦτα προηγόρευσεν ὁ προφήτης· «Καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ.» Περὶ δὲ τοῦ χειροποιήτου νεὼ οὕτως ἔφη· «Καὶ ἔσται ὡς ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθῇς μετὰ | |
15 | τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ· ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου.» Ταῦτα περὶ τοῦ Σολομῶντος εἰπὼν ἀναμίγνυσι τῇ προῤῥήσει τὰ περὶ τοῦ Δεσπότου | |
20 | Χριστοῦ· «Ἀνορθώσω γὰρ, ἔφη, τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πα‐ τέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Ὅτι δὲ ταῦτα περὶ τοῦ Δεσπότου ἐῤῥέθη Χριστοῦ, μάρτυς ὁ θεῖος Ἀπόστολος, οὕτως εἰπὼν ἐν τῇ πρὸς Ἑβραίους | |
25 | Ἐπιστολῇ· «Τίνι γάρ ποτε τῶν ἀγγέλων αὐτοῦ εἶπεν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» Εἶτα διδάσκει πόσης διὰ τοῦτον τὸν υἱὸν οἱ κατὰ σάρκα πρόγονοι, | |
30 | καὶ παρανομοῦντες, ἀπολαύουσι προμηθείας· «Ἁμαρτάνοντας γὰρ, φησὶν, ἐλέγξω μὲν καὶ παι‐ δεύσω· τὸν δὲ ἔλεόν μου οὐκ ἀποστήσω ἀπ’ αὐτῶν, καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα.» Τὸ δὲ, «Ἐν ἁφαῖς υἱῶν ἀνθρώπων,» ἀντὶ τοῦ, Ταῖς δι’ | |
35 | ἀνθρώπων παιδείαις, τέθεικεν· ἐπειδὴ διὰ χει‐ ρῶν καὶ ἡ ἁφὴ, καὶ ἡ ἀνθρωπίνη σφαγή. Καὶ τὰ ἑξῆς δὲ πάλιν ἥκιστα μὲν τοῖς τοῦ Ἰσραὴλ βασιλεῦσιν ἁρμόττει· ἐπὶ δὲ μόνου τοῦ Δεσπότου Χριστοῦ τὸ ἀληθὲς αὐτῶν δείκνυται. «Πιστωθήσεται γὰρ, | |
40 | φησὶν, ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.» Ὁ δὲ Σολομὼν οὐδὲ τὸ μακρόβιον τῶν ἄλλων ἔσχεν ἀνθρώπων, οὐδὲ εἰς τὸ τοῦ πατρὸς ἔφθασε γῆρας· καὶ τοὺς ἐκ τού‐ | |
45 | του δὲ ἅπαντας κοινὸν διεδέξατο τέλος. Δυοῖν τοί‐ | |
νυν θάτερον ἀνάγκη· ἢ τῷ Δεσπότῃ ταῦτα ἁρμό‐ | 618 | |
80.620 | σαι Χριστῷ, ἢ ψευδῆ φάναι τοῦ Θεοῦ τῶν ὅλων τὴν πρόῤῥησιν· ἀλλὰ τοῦτο δυσσεβὲς καὶ ἀνόσιον. Ἀνάγκη τοίνυν, κἂν μὴ θέλωσιν Ἰουδαῖοι, τὸ ἕτε‐ ρον δέξασθαι. Τούτων ἀκούσας ὁ βασιλεὺς, τὸν μεγα‐ | |
5 | λόδωρον ὕμνησε Κύριον· καὶ πρῶτον ὡμολόγησε τὴν οἰκείαν εὐτέλειαν· «Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγά‐ πησάς με ἕως τούτου;» Δηλοῖ δὲ ὁ λόγος τῶν δω‐ ρεῶν τὸ μέγεθος. Εἶτα τὸ παντοδύναμον τοῦ Δεσπότου | |
10 | διδάσκων ἐπήγαγε· «Καὶ κατεσμίκρυνται σμικρὰ ταῦτα ἐνώπιόν σου, Κύριέ μου, Κύριε.» Ἐθαύ‐ μασα, φησὶ, τὴν τῶν ἐπηγγελμένων ὑπερβολὴν, εἰς ἐμαυτὸν ἀποβλέψας· σμικρὰ δὲ ταῦτα τῇ σῇ δυνάμει παραβαλλόμενα. Ἔπειτα τὸν ὕμνον ἐκτεί‐ | |
15 | νας, καὶ βεβαιωθῆναι τὰς ἐπαγγελίας ἀντιβολήσας, ἐπήγαγε· «Καὶ νῦν, Κύριέ μου, Κύριε, τὸ ῥῆμα ὃ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου, καὶ ὑπὲρ τοῦ οἴκου αὐτοῦ πιστωθήτω ἕως αἰῶνος.» Καὶ ὅτι τὴν ἐπαγγελίαν ἐκείνην ἱκέτευε βεβαιωθῆναι, | |
20 | τὰ ἐπαγόμενα μαρτυρεῖ· «Ὅτι σὺ, Κύριε παντο‐ κράτωρ ὁ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων, Οἶκον ἐκεῖνον οἰκοδομήσω σοι.» Σὺ, φησὶν, ἀγνοοῦντα ἐδίδαξας, ὅτι τὸν οἶκον ἐκεῖνον οἰκοδομήσεις, δι’ οὗ περίβλεπτος ἔσομαι πᾶσιν | |
25 | ἀνθρώποις· ταύτην ἐμπεδωθῆναι τὴν ἐπαγγε‐ λίαν παρακαλῶ. ΕΡΩΤ. ΚΒʹ. Πῶς νοητέον τὸ, «Ἐπάταξε Δαβὶδ τὴν Μωὰβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίῳ, κοιμί‐ | |
30 | σας αὐτοὺς ἐπὶ τὴν γῆν;» Τοσοῦτον ἦν τῆς νίκης τὸ κράτος, καὶ τοσοῦτον τῶν ζωγρηθέντων τὸ πλῆθος, ὡς μὴ ἀνασχέσθαι τούτους ὑποβαλεῖν ἀριθμῷ. Ἐκέλευσε γὰρ αὐτοὺς ἐπὶ τῆς γῆς καταβληθῆναι πρηνεῖς, τριχῆ δι‐ | |
35 | ελών· καὶ τὰς μὲν δύο μοίρας κατέκτεινε· τὴν δὲ μίαν ἐζώγρησε, καὶ φόρον φέρειν ἐκέλευσε. Τοὺς μέν‐ τοι χλιδῶνας τῶν Σύρων τοὺς χρυσοῦς κλοιοὺς ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐμὰθ δὲ τὴν Ἐπιφάνειαν τῆς Συρίας. | |
40 | ΕΡΩΤ. ΚΓʹ. Τί δήποτε τὰ ἅρματα τῶν Σύρων τὰ πλεῖστα δι‐ έλυσεν; | |
Ὁ θεῖος παρακελεύεται νόμος, μὴ πολλοῖς ἵπποις | 620 | |
80.621 | κεχρῆσθαι τοὺς βασιλέας, ἵνα μὴ αὐτοῖς, ἀλλὰ τῇ θείᾳ δυνάμει θαῤῥῶσι. Τοῦτον τηρῶν τὸν νό‐ μον, τὰ πλεῖστα τῶν ἁρμάτων διέλυσεν. Ἔστι δὲ αὐτοῦ ἀκοῦσαι καὶ ἐν τοῖς Ψαλμοῖς μελῳδοῦντος, | |
5 | καὶ λέγοντος· «Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.» Πεπλήρωκε δὲ καὶ Ἰσαὰκ τοῦ πατριάρχου τὴν εὐλογίαν τὴν τῷ | |
10 | Ἰακὼβ δοθεῖσαν· «Γίνου γὰρ, ἔφη, κύριος τοῦ ἀδελ‐ φοῦ σου.» Αὐτὸς δὲ τὴν Ἰδουμαίαν ἐπάταξε, καὶ ἔθετο φρουρὰν ἐν αὐτῇ. Τὸ δὲ, «Πάσῃ τῇ Ἰδουμαίᾳ ἔθηκεν ἐστηλωμένους,» δηλοῖ ὡς ἐν ἑκάστῃ πόλει κατέστησε τοὺς φρουρούς. Οὓς γάρ τινες καλοῦσιν | |
15 | ἐγκαθέτους, ἐστηλωμένους ὠνόμασεν. Εἶτα ἐπ‐ ήγαγε· «Καὶ ἐγένοντο, φησὶ, πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ Δαβίδ.» Ἐπέθηκε τοίνυν τῇ προγονικῇ προῤῥήσει τὸ τέλος. Ὁ δὲ συγγραφεὺς διηγεῖσθαι μέλλων τὴν παρανομίαν, ᾗ περιπέπτωκεν ὁ θεῖος | |
20 | ἀνὴρ, ἀναγκαῖον ᾠήθη πρῶτον ἐπιδεῖξαι τὴν τοῦ ἀνδρὸς ἀρετήν· ἵνα γνῶμεν ὡς οὐ γνώμης ἦν, ἀλλὰ περιστάσεως τὸ πλημμέλημα. «Ἦν γὰρ, φησὶ, Δαβὶδ ποιῶν κρῖμα καὶ δικαιοσύνην εἰς πάντα τὸν λαὸν αὐτοῦ.» Εἶτα λέγει τοὺς ἄρχοντας, ὅτι ὁ δεῖνα | |
25 | μὲν τήνδε τὴν ἀρχὴν, ὁ δεῖνα δὲ τήνδε ἐπιστεύθη. Ἐμνήσθη δὲ καὶ τῶν ἱερέων, τοῦ Σαδὼκ καὶ τοῦ Ἀβιάθαρ. Ἐνταῦθα δὲ οἶμαι γραφικὸν εἶναι ἁμάρ‐ τημα. Οὐ γὰρ ὁ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ, ἀλλ’ ὁ Ἀβιάθαρ υἱὸς Ἀχιμέλεχ. Τὸν δὲ Φελεθὶ καὶ | |
30 | τὸν Χερεθὶ, τοὺς σφενδονήτας καὶ τοὺς τοξότας κα‐ λεῖ. Ὁ δὲ περὶ τοὺς ἐχθροὺς φιλάνθρωπος, οὐκ ἄρα ἤμελλεν ἀμνημονήσειν τῶν φίλων. Ὅθεν ἤρετο, «Εἰ ἔστι τις ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαοὺλ, καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος ἕνεκεν Ἰω‐ | |
35 | νάθαν;» Διὰ γὰρ τὴν περὶ τοῦτον εὔνοιαν παρεώρα τὴν ἐκείνου δυσμένειαν. Εἶτα ἀξιοῖ τὸν Μεμφι‐ βαὰλ θεραπείας, πάντων μὲν αὐτὸν ἀποφήνας εἶναι τῶν τοῦ Σαοὺλ κτημάτων δεσπότην· συνεῖναι | |
δὲ αὐτῷ κελεύσας, καὶ ὁμοδίαιτον εἶναι διηνεκῶς. | 622 | |
80.624 | ΕΡΩΤ. ΚΔʹ. Πῶς τοῦ Ἀδρααζὰρ τὴν πανωλεθρίαν προει‐ ρηκὼς, πάλιν αὐτὸν εἶπεν εἰς συμμαχίαν τῶν Ἀμμανιτῶν ἀφικέσθαι; | |
5 | Τοῦ Ἀδρααζὰρ ἧτταν εἶπε, σφαγὴν οὐκ εἶπε. Συνᾴδει δὲ καὶ τὰ νῦν εἰρημένα τοῖς ἔμπροσθεν. «Ἀπέστειλε γὰρ, φησὶν, Ἀδρααζὰρ, καὶ ἐξήγ‐ αγε τὸν Σύρον, τὸν ἐν τῷ πέραν τοῦ ποτα‐ μοῦ Χαλαμά.» Εἰ δὲ δύναμιν εἶχεν οἰκείαν, | |
10 | οὐκ ἂν ἑτέρας προσεδεήθη. Ὅσον μέντοι ὀνίνησι συμφορὰ, καὶ θλῖψις, καὶ μέριμνα, καὶ ἐκ τῆσδε τῆς ἱστορίας μανθάνομεν. Διωκόμενος γὰρ, φησὶν, ὑπὸ τοῦ Σαοὺλ ὁ θεῖος Δαβὶδ, πᾶσαν κατώρθου φιλοσοφίαν· καὶ παραταττόμενος | |
15 | δὲ, καὶ ταῖς φροντίσι τῶν πολέμων ἐνασχολῶν τὴν διάνοιαν, κατὰ τοὺς θείους ἐπολιτεύετο νό‐ μους. Ἀνακωχῆς δὲ ὀλίγης τυχὼν, τὸν ὄλισθον ἐκεῖνον ὑπέμεινεν· «Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαβὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, | |
20 | καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τῶν βασι‐ λείων, καὶ εἶδεν ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην, καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα.» Πολὺς ὁ πόλεμος καὶ σφοδρὸς, ἄνεσις καὶ τρυφὴ, καὶ βασιλεία, καὶ ἐξ‐ ουσία, καὶ σώματος ὥρα, καὶ μετὰ τροφῆς κόρον ἡ | |
25 | προσβολή· ὅτε καὶ τοῖς ἀσκοῦσιν ὁ σπινθὴρ ὑποτύ‐ φεται, οἷον ἀρδείαν ἐλαίου δεχόμενος τὴν τροφήν. Δῆλος δέ ἐστι καὶ σφοδρότερον [ἢ] κατὰ φύσιν ἐσχηκὼς τῆς ἐπιθυμίας τὸ πάθος. Οὐ γὰρ ἂν πλείοσιν ἐχρήσα‐ το γυναιξὶ, μὴ τῆς φύσεως τοῦτο δρᾶσαι βιασαμένης. | |
30 | Ἀλλ’ ἐκεῖνο μὲν οὐδεὶς ἐκώλυσε νόμος· τοῦτο δέ γε ἄντικρυς ὁ θεῖος ἀπηγόρευσε νόμος. Διακύψας τοίνυν ἁπλοϊκῶς, οὐ περιέργως, «Εἶδε τὸ γύναιον λουόμε‐ νον·» ἀλλ’ οὐκ ἔφυγε τὴν θέαν, ὡς ὀλεθρίαν· ἀλλὰ καταθελχθεὶς τῷ τῆς ὥρας δελέατι, τὸ τῆς ἁμαρτίας | |
35 | κατέπιεν ἄγκιστρον. Καὶ ταύτην μὲν αὐτῷ τὴν ἁμαρ‐ τίαν ἡ ἐπιθυμία προὐξένησεν· τὴν δὲ ἑτέραν αἰδώς. Κύειν γὰρ τὴν γυναῖκα μεμαθηκὼς, ὑπείδετο μὲν | |
τὸν ἔλεγχον, πᾶσαν δὲ μηχανὴν ἐκίνησεν, ὥστε τῇ | 624 | |
80.625 | δευτέρᾳ μὴ περιπεσεῖν ἀδικίᾳ. Μετεπέμψατο γὰρ τὸν Οὐρίαν, ὑπολαβὼν ὅτι διὰ χρόνου τὴν πόλιν καταλα‐ βὼν συνελθεῖν ἐπιθυμήσει τῇ γυναικί. Ἐπεὶ δὲ ἐκεῖ‐ νος τὴν σωφροσύνην, καὶ τὴν ἀνδρείαν, καὶ τὴν περὶ | |
5 | αὐτὸν εὔνοιαν ἔδειξεν (ἐν γὰρ τοῖς προδόμοις τῶν βασιλείων μετὰ τῶν σωματοφυλάκων τὸν ὕπνον ἐδέ‐ ξατο), μετεπέμψατο μὲν αὐτὸν τῇ ὑστεραίᾳ· ἐμέμ‐ ψατο δὲ ὅτι τὸ σῶμα τῆς προσηκούσης οὐκ ἠξίωσε παραμυθίας. Ὁ δὲ, Οὐ δίκαιον ὑπολαμβάνω, φησὶ, | |
10 | τοῦ στρατηγοῦ καὶ τῆς στρατιᾶς ἁπάσης ἐν πολέμῳ καὶ πολιορκίᾳ ταλαιπωρούντων, ἐμέ τινα τῷ σώ‐ ματι προσενεγκεῖν θεραπείαν καὶ τόνδε τὸν λόγον ἐβεβαίωσεν ὅρκῳ. Ἀλλ’ ὁ βασιλεὺς πάλιν ἐπιμεῖναι αὐτὸν προστάξας ἑστίασε, καὶ ταῖς συχναῖς φιλοτη‐ | |
15 | σίαις πέραν τοῦ μέτρου πιεῖν κατηνάγκασεν, ἵνα τὴν ἐπιθυμίαν ἀρδεύσας ὁ οἶνος αὐτὸν ἐρεθίσῃ πρὸς κοι‐ νωνίαν. Ἐπεὶ δὲ ἅπαντα εἶδεν ἀσθενῆ τὰ σοφίσμα‐ τα (πάλιν γὰρ ἐκεῖνος ἐν τῷ προδόμῳ τῶν βασιλείων σὺν τοῖς βασιλικοῖς ἐκαθεύδησε δορυφόροις), ὑπὸ τῆς | |
20 | αἰσχύνης κεντούμενός τε καὶ βιαζόμενος, τὰ πρὸς τὸν στρατηγὸν ὑπηγόρευσε γράμματα. Ὁ δὲ τῶν γε‐ γραμμένων οὐδὲν ἐπιστάμενος ἀπῄει, τὸ ξίφος φέ‐ ρων τῆς οἰκείας σφαγῆς. Εἶτα μετὰ τὴν ἐκείνου τε‐ λευτὴν, καὶ τὸ πένθος τῆς γυναικὸς, ὁ γάμος ἐγένετο· | |
25 | Ἀλλ’ οὐκ εἴασε τὸ πάθος ἀνίατον ὁ τῶν ψυχῶν ἰα‐ τρὸς, οὐδὲ τὴν ἄδικον τελευτὴν περιεῖδεν· οὐδὲ διὰ τὴν ἄλλην τοῦ Δαβὶδ ἀρετὴν τὸν ἠδικημένον εἴασεν ἀνεκδίκητον. «Ἐφάνη γὰρ, φησὶ, πονηρὸν τὸ πρᾶ‐ γμα ἐνώπιον Κυρίου.» Ἐπέμφθη τοίνυν Νάθαν ὁ | |
30 | προφήτης κατηγορίᾳ περιθεὶς εὐπρεπὲς προσ‐ ωπεῖον. Ἑτέρως γὰρ ἐν ἄλλοις θεωροῦμεν τὴν ἁμαρτίαν, καὶ ἄλλως θεωροῦμεν τὰ οἰκεῖα κακά. Ὅθεν οὐχ ὁμοίως ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις δι‐ κάζομεν. Ἐπὶ μὲν γὰρ ἄλλων δικαίαν τὴν ψῆφον | |
35 | ἐκφέρομεν· πολλάκις δὲ καὶ ὠμοτέραν τὴν πληγὴν ἐπιφέρομεν. Αὐτοὶ δὲ πλημμελοῦντες, ἢ παντάπασι τὴν αἴσθησιν τῆς διανοίας ἐκβάλλομεν, ἢ ὁρῶντες τὴν ἁμαρτίαν, συγγνώμην ὀρέγομεν. Τούτου χάριν ὁ προ‐ φήτης τὸ τοῦ πλουσίου καὶ τοῦ πένητος συντέθεικε | |
40 | δρᾶμα· καὶ τοῦ μὲν τὸν πλοῦτον διέγραψε, τοῦ δὲ τὴν ἐσχάτην πενίαν ἐλεεινῶς ἐτραγῴδησεν· «Οὐκ ἦν γὰρ αὐτῷ, φησὶν, ἄλλο οὐδὲν, ἀλλ’ ἡ μία ἀμνὰς μικρὰ, ἣν ἐκτήσατο, καὶ περιεποιήσατο, καὶ ἐξέθρε‐ ψεν· καὶ συνανεστράφη μετ’ αὐτοῦ, καὶ μετὰ | |
45 | τῶν τέκνων αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ | |
κόλπῳ αὐτοῦ ἐκάθευδε, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ αὐ‐ | 626 | |
80.628 | τοῦ.» Ταῦτα δὲ πάντα διέξεισι, δεῖξαι βουλόμενος τὴν τῆς παρανομίας ὑπερβολήν. Ἐν δέ γε τοῖς ἑξῆς ἀπολογίαν τινὰ συνυφαίνει τοῖς λόγοις. Ὁδοιπόρον γὰρ τὴν κακὴν ἐπιθυμίαν ὠνόμασεν· ὡς νῦν μὲν | |
5 | παρὰ τοῦτον, νῦν δὲ παρ’ ἐκεῖνον φοιτῶσαν. Ξένον δὲ πάλιν αὐτὴν προσηγόρευσεν, ὡς ἀήθη τοῦ Δα‐ βὶδ, καὶ γνώριμον οὐδὲ πώποτε γεγενημένην. Τοῦτο γὰρ αὐτὸν τῆς συγγνώμης μεταλαχεῖν παρ‐ εσκεύασεν. Οὐ γὰρ πονηροῖς ἐπιτηδεύμασιν ἐνετρά‐ | |
10 | φη, οὐδὲ ἐκ γνώμης, ἀλλ’ ἐκ περιστάσεως ἐδέξατο τὴν πληγήν· καὶ ῥᾳθυμίας ἦν, οὐ κακοηθείας, ἡ ἁμαρ‐ τία. Ἀλλ’ ἐν τοῖς ἑξῆς τὴν κατηγορίαν ηὔξησεν Ἔδει γὰρ ἐκ τῶν οἰκείων θῦσαι, καὶ μὴ τὴν ἀλλοτρίαν καὶ μόνην ἀμνάδα. Οὕτω τῆς γραφῆς ἐν ἀλλοτρίῳ | |
15 | γεγενημένης προσώπῳ, ὁ δικαστὴς δικαίαν τὴν ψῆ‐ φον ἐξήνεγκε· «Ζῇ γὰρ, ἔφη, Κύριος, ὅτι ἄξιος θα‐ νάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· καὶ τὴν ἀμνάδα ἀπο‐ τίσει τετραπλασίονα, ἀνθ’ ὧν ἐποίησε τὸ πρᾶ‐ γμα τοῦτο, καὶ ὑπὲρ οὗ οὐκ ἐφείσατο.» Ἐπειδὴ | |
20 | ὁ κατηγορούμενος τὴν καθ’ ἑαυτοῦ ἀπόφασιν ἐξενή‐ νοχε, τότε λοιπὸν ῥίψας ὁ προφήτης τὸ προσωπεῖον, γυμνὸν ἔδειξε τοῦ κατηγορουμένου τὸ πρόσωπον. Ἔφη γὰρ, «Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐγὼ ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἐξειλόμην | |
25 | σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι τὰ πάντα τοῦ κυ‐ ρίου σου, καὶ τὰς γυναῖκας αὐτοῦ εἰς τὸν κόλπον σου· καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα.» Εἶτα ἐδήλωσε τῆς φιλοτιμίας τὸ ἄμετρον· «Καὶ εἰ ὀλί‐ γα σοί ἐστι, προσθήσω καθὼς ταῦτα.» Πρὸ τῆς το‐ | |
30 | μῆς ἡ θεραπεία, πρὸ τῆς τιμωρίας ἡ ψυχαγωγία· «Καὶ εἰ ὀλίγα σοί ἐστι, προσθήσω καθὼς ταῦ‐ τα.» Ἔπειτα τῆς κατηγορίας ὁ ἔλεγχος· «Καὶ ὅτι ἐξουδένωσας τὸν Κύριον τοῦ ποιεῖν πονηρὸν ἐνώπιον αὐτοῦ.» Κατεφρόνησάς μου τῶν νόμων, οὐκ | |
35 | ᾠήθης ἐφορᾷν με τῶν ἀνθρώπων τὰς πράξεις· ὑπερετρύφησάς μου τοῖς ἀγαθοῖς, κατ’ ἐμοῦ τοῦ δε‐ δωκότος ἐσκίρτησας. «Τὸν Οὐρίαν τὸν Χετθαῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλα‐ βες σεαυτῷ γυναῖκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομ‐ | |
40 | φαίᾳ τῶν υἱῶν Ἀμμών.» Τὸν οὕτως εὔνουν περὶ σὲ γεγενημένον τοῖς πολεμίοις ἐξέδωκας, καὶ δι’ ἡδο‐ νὴν ὀλίγην δύο πεπάτηκας νόμους. Εἶτα ἡ τιμωρία· «Καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου εἰς τὸν αἰῶνα. Ἕνεκεν τούτου οὗ ἐξουδέ‐ | |
45 | νωσάς με, καὶ ἔλαβες τὴν γυναῖκα Οὐρίου τοῦ Χετ‐ | 628 |
80.629 | θαίου σαυτῷ εἰς γυναῖκα.» Αἰνίττεται δὲ ὁ λόγος, ὅτι πλέον ὁ Δεσπότης Θεὸς ἐχαλέπηνεν ἐπὶ τῷ γάμῳ, ἢ τῇ πρὸ τούτου γενομένῃ μοιχείᾳ. Ἐκεῖνο μὲν γὰρ ἐπιθυμίας ἦν σφοδροτάτης κάρον ἐργασαμένης | |
5 | τῷ λογισμῷ· τοῦτο δὲ καὶ αὐτοῦ τοῦ λογισμοῦ τὴν συγκατάθεσιν ἔχει, ὃν ἐχρῆν μετὰ τὸν ἄδικον φόνον θρηνεῖν καὶ στένειν, οὐ γάμῳ συναινεῖν παρανόμῳ. Εἶτα τὰς χαλεπὰς ἀπειλεῖ τιμωρίας, αἳ λαμπρότερον ἔδειξαν τοῦ θαυμαστοῦ βασιλέως τὸ κλέος. Αἱ γὰρ | |
10 | θεήλατοι πληγαὶ τὴν νόσον ἐκείνην ἐξήλασαν, καὶ τὴν προτέραν ὑγείαν ἀπέδοσαν. Τούτου γὰρ δὴ χάριν αὐ‐ τὰς ἐπενήνοχεν ὁ τῶν ψυχῶν ἰατρός. Προσέθηκε δὲ ταῖς ἀπειλαῖς, ὅτι «Σὺ μὲν ἐποίησας ἐν κρυπτῷ· ἐγὼ δὲ ποιήσω τὸ ῥῆμα τοῦτο ἐνώπιον παντὸς τοῦ | |
15 | λαοῦ τούτου.» Λαθεῖν, φησὶν, ἐθέλησας, τὸν φόνον ἐκάττυσας· ἀλλ’ ἐγώ σου τὴν ἁμαρτίαν ἅπασι ποιή‐ σω κατάδηλον. Τούτων ὁ Δαβὶδ ἀκούσας τῶν λόγων, οὐκ ἐδυσφόρησεν ὡς ὑπ’ ἀνδρὸς πένητος ἐλεγχόμενος. ᾜδει γὰρ τὸν διὰ τούτου φθεγγόμενον, καὶ | |
20 | ἐβόησεν· «Ἡμάρτηκα τῷ Κυρίῳ.» Ἀλλ’ εὐθὺς ὁ προφήτης, τὴν τῆς ἁμαρτίας ὁμολογίαν δεξάμενος, καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ θαῤῥήσας, ἐπήγαγε· «Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς.» Διπλοῦν ὤφειλε θάνατον· καὶ γὰρ ὁ | |
25 | μοιχὸς καὶ ὁ ἀνδροφόνος ἀνῃροῦντο κατὰ τὸν νόμον· ἀλλ’ ἔλυσε τοῦ θανάτου τὴν ψῆφον ἡ τῆς ἁμαρτίας ὁμολογία. Παντοδαπαῖς δὲ αὐτὸν, οἷα δὴ πάνσοφος ἰατρὸς, παιδείαις ὑπέβαλε· τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει. Εἰρηκὼς γὰρ ὁ προφήτης, «Οὐ μὴ ἀποθά‐ | |
30 | νῃς,» ἐπήγαγε· «Πλὴν ὅτι παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν Κύριον ἐν τῷ λόγῳ τού‐ τῳ.» Τοῦτο δὲ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, «Παροξύνων παρώξυνας τοὺς ἐχθροὺς Κυρίου.» Γυμνωθεὶς γὰρ τῆς θείας κηδεμονίας, παρεσκεύασε | |
35 | τοὺς ἀλλοφύλους νικᾷν, καὶ μέγα φρονεῖν κατὰ τοῦ τῶν ὅλων Θεοῦ. Πρῶτον μέντοι τὸ μοιχίδιον παιδίον ἐπάταξεν ὁ Θεός. Ὁ δὲ Οὐρίας ἔοικεν ἐκ μὲν τῶν ἀλλοφύλων ὡρμῆσθαι, προσήλυτος δὲ γεγενῆσθαι· Χετθαῖον γὰρ αὐτὸν ὁ τῶν ὅλων Θεὸς προσηγόρευσε· καὶ ἔδειξεν ὡς ἀδικούμενον οὐδένα περιορᾷ, ἀλλὰ κἂν ἀλλόφυλος ὁ ἀδικούμενος ᾖ, ὁ δὲ ἀδικῶν Ἑβραῖος, ἐκείνῳ μὲν ἐπαμύνει, τὸν δὲ ἀδικοῦντα | |
40 | κολάζει. ΕΡΩΤ. ΚΕʹ. Τί δήποτε τὸ ἀρτιγενὲς παιδίον θανάτῳ παρ‐ έδωκεν ὁ Θεός; | |
Ἤμελλεν εἶναι ζῶν τῆς παρανομίας ἔλεγχος, | 630 | |
80.632 | καὶ τοῦ εὐσεβοῦς βασιλέως ὄνειδος. Τοῦ προφήτου τοίνυν κηδόμενος, ζῇν αὐτὸ οὐκ εἴασεν ὁ Δεσπότης. ΕΡΩΤ. Κϛʹ. Τί ἑρμηνεύεται τὸ Ἰεδδίδει; | |
5 | Ὁ Ἀκύλας, ἕνεκεν Κυρίου, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, εἰς βασιλέα ἀφωρισμένον. ΕΡΩΤ. ΚΖʹ. Τινὲς ὡς ἀπηνῆ τὸν Δαβὶδ ἐπιμέμφονται τοιαύ‐ ταις τιμωρίαις τοὺς Ἀμμανίτας κολάσαντα. | |
10 | Ἀναμεμνῆσθαι δεῖ ὧν κατὰ τοῦ Ἰσραὴλ τετολ‐ μήκασι. Τοὺς δεξιοὺς γὰρ αὐτῶν ὀφθαλμοὺς ἐξώρυττον· καὶ τὰς ἄλλας δὲ αὐτῶν ὠμότητας οἱ προφῆται διδάσκουσι. Τὴν ἴσην τοίνυν ὧν ἐτόλμησαν ἔτισαν ποινήν. | |
15 | ΕΡΩΤ. ΚΗʹ. Τὸν Ἰωναδὰβ τοῦ Σαμαὰ τὸν υἱὸν τί δήποτε φρόνιμον ὠνόμασε, τοιαύταις χρησάμενον συμ‐ βουλίαις; Καὶ τὸν ὄφιν οὕτως ὁ Μωσῆς φρονιμώτατον εἶπεν | |
20 | εἶναι πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς. Τοιγάρ‐ τοι ἰστέον, ὡς οὐ πανταχῆ τὸ φρόνιμον ἐπὶ ἐπαίνου τάττειν εἴωθεν ἡ θεία Γραφή. «Σοφοὶ γάρ εἰσιν, φησὶ, τοῦ κακοποιῆσαι.» —«Καὶ ἐξελέξατο, φη‐ σὶν, ὁ Θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ | |
25 | τοὺς σοφούς.» Καὶ ὁ Σολομὼν ἐσοφίσατο «ὑπὲρ πάντας σοφοὺς Αἰγύπτου·» δυσσεβεῖς δὲ ἦσαν οἱ Αἰ‐ γύπτου σοφοί. Ἐνταῦθα οὐ τὴν συμβουλὴν τοῦ Ἰω‐ ναδὰβ ἐπῄνεσεν ἡ θεία Γραφὴ, ἀλλὰ τὰς ἐκείνου φρένας, ὡς ἐπιτηδείως ἐσχηκυίας πρὸς τὸ συνορᾷν | |
30 | τὸ πρακτέον. Ἀλλ’ οὐκ ἐχρήσατο εἰς δέον τῇ φύ‐ σει· ἀλλὰ τῇ τοῦ Ἀμνὼν ἀκολασίᾳ συνέπραξε, καὶ τῆς τολμηθείσης παρανομίας μετέλαχεν· «Εἰ ἐθεώ‐ ρεις γὰρ, φησὶ, κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις.» Τὸν δὲ χιτῶνα | |
35 | τὸν ἀστραγαλωτὸν, ὁ μὲν Ἀκύλας καρπωτὸν ἡρμή‐ | |
νευσεν, ἀντὶ τοῦ καρποὺς ἐνυφασμένους ἔχοντα· | 632 | |
80.633 | οἱ νῦν δὲ αὐτὸν καλοῦσι πλουμαρικόν. Ὁ δὲ Ἰώ‐ σηπος, «τὸν μέχρις ἀστραγάλων διήκοντα.» Ἡ μέντοι κατὰ τὴν Θάμαρ ὑπόθεσις ἀρχή τίς ἐστι καὶ ῥίζα τῶν τῆς βασιλικῆς οἰκίας συμφορῶν. Ἤλγησε | |
5 | μὲν γὰρ ὁ βασιλεὺς τὴν παρανομίαν μαθών· φι‐ λοστόργως δὲ ὡς περὶ πρωτότοκον υἱὸν τὸν Ἀμνὼν διακείμενος, τῆς πονηρᾶς πράξεως οὐκ εἰσέπραξε δίκας. Ὁ δὲ ὁμογάστριος αὐτῆς ἀδελφὸς, καὶ ἄλ‐ λως αὐθάδης ὢν καὶ θρασὺς, παραυτίκα μὲν ἔκρυψε | |
10 | τὴν ὀργὴν, δύο δὲ διεληλυθότων ἐτῶν, εἰς τὴν τῶν προβάτων κουρὰν τοὺς ἀδελφοὺς συγκαλέσας, κατ‐ έκτεινε τὸν Ἀμνών. Εἶτα πρὸς τὸν πάππον ἀπ‐ έδραμε τὸν πρὸς μητρός. Μααχὰ γὰρ ἡ μήτηρ αὐτοῦ θυγάτηρ ἦν τοῦ Θολμὴ, ὃς τῆς Γεσσὶρ ἐβασί‐ | |
15 | λευσεν. Ὁ δὲ βασιλεὺς ἐπὶ πλεῖστον ἐθρήνησεν ἀμ‐ φοτέρους, καὶ τὸν ἀνῃρηκότα, καὶ τὸν ἀναιρεθέντα. Τριῶν δὲ διεληλυθότων ἐτῶν, καὶ τῆς ὀργῆς τῷ χρόνῳ σβεσθείσης, μηχανᾶται τοιοῦτόν τι ὁ στρατ‐ ηγός. Ὑπέθετο γυναικί τινι συνετῇ δρᾶμα διαπλά‐ | |
20 | σας, εἰς οἶκτον ἑλκῦσαι τὸν βασιλέα δυνάμενον. Ἡ· δὲ τῷ βασιλεῖ προσελθοῦσα, κατὰ τὰς ὑπο‐ θήκας τοῦ στρατηγοῦ, χήρα μὲν ἔφησεν εἶναι, δύο δὲ μόνους παῖδας γεγεννηκέναι· τούτους δὲ εἰς ἄν‐ δρας τελέσαντας εἰς ἔριν χαλεπὴν ἐμπεσεῖν, ἐκ δὲ | |
25 | τῆς ἔριδος τεχθῆναι διαμάχην· διαλῦσαι δὲ ταύτην οὐδενὸς ἐθελήσαντος, θάτερον ὑπὸ θατέρου πληγέντα τοῦ βίου τὸ τέλος καταλαβεῖν. Ἀλλ’ οἱ τὴν ἔριν ἐκεί‐ νην διαλῦσαι μὴ βουληθέντες, νῦν ἀθροισθέντες ἐκ‐ δοθῆναι σφίσιν ἀπαιτοῦσι τὸν ἕτερον. Εἰ δὲ τοῦτο | |
30 | γένοιτο, ἐγὼ μὲν πρὸς τῇ χηρείᾳ, καὶ τὴν ἀπαιδίαν ὀλοφυρομένη διατελέσω· σβεσθήσεται δὲ παντάπασιν ὁ τοῦ γένους σπινθὴρ, καὶ τοῦ ἀνδρός μου ἡ μνήμη παραδοθήσεται λήθῃ· τὸν βασιλέα δὲ διὰ τούτων ᾐνίττετο, μήτε τὸν Ἀμνὼν κολάσαντα, μήτε τοῦ | |
35 | Ἀβεσσαλὼμ τὴν ἀθυμίαν διασκεδάσαντα· ἀνηκέ‐ στου δὲ τοῦ πράγματος γεγονότος, διακενῆς ὀργιζό‐ μενον. Τούτοις δὲ ὅμως καταθελχθέντος τοῖς λόγοις τοῦ βασιλέως, καὶ προστάξειν ὑπισχνουμένου τῷ στρατηγῷ παύσειν τῶν φυλετῶν τὴν ὁρμὴν, πάλιν | |
40 | ἡ γυνὴ θεραπευτικοῖς ἐχρήσατο λόγοις, κατακη‐ λοῦσα τοῦ βασιλέως τὴν ἀκοήν. Ἐπειδὴ δὲ ὤμοσεν ὁ βασιλεύς· «Ζῇ γὰρ, ἔφη, Κύριος, εἰ πεσεῖται ἀπὸ τῶν τριχῶν τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν, εὐθὺς ἐπήγαγεν ἡ γυνὴ, ὡς οὐχ οἷόν τε διαφυγεῖν τὸν υἱὸν | |
45 | αὐτῆς τὴν σφαγὴν, μὴ πρότερον τοῦ υἱοῦ τοῦ βασι‐ λέως ἐκ τῆς φυγῆς ἐπανελθόντος. Ἐκεῖνο γὰρ, | |
φησὶν, ἔσται τούτου παράδειγμα. Εἰ δὲ ἐκεῖνο μὴ | 634 | |
80.636 | γένοιτο, ἀντιλέξουσιν οἱ φυλέται, εὔλογον αἰτίαν ἔχοντες τὴν τοῦ υἱοῦ τοῦ βασιλέως φυγήν. Τοῦτο γὰρ λέγει· «Καὶ εἶπεν ἡ γυνή· Ἵνα τί ἐλογί‐ σθη οὕτως ἐπὶ λαὸν Κυρίου, καὶ ἐκ τοῦ παρελθεῖν | |
5 | τὸν βασιλέα τὸν λόγον τοῦτον, τοῦ ἐγκρατεύσασθαι τοῦ μὴ ἀποστρέψαι τὸν βασιλέα τὸν ἀπωσμένον ἀπ’ αὐτοῦ, ὅτι τέθνηκεν ὁ υἱός σου;» Πῶς δύνασαι, φησὶ, τὸν υἱόν μου τῆς σφαγῆς ἀπαλλάξαι μὴ ἐπαν‐ άγων σου τὸν υἱόν; Εἶτα περὶ τοῦ τεθνηκότος ψυχ‐ | |
10 | αγωγεῖ, ὅτι Τέθνηκεν ὁ υἱός σου, καὶ ὥσπερ τὸ ὕδωρ τὸ ἐκχεόμενον ἐπὶ τὴν γῆν οὐ συναχθήσεται, καὶ οὐκ ἐλπιεῖ ἐπ’ αὐτῷ ψυχή. Ἀναστῆσαι, φησὶν, ἐκεῖνον οὐ δύνασαι, τί δήποτε καὶ τοῦτον σπεύδεις ἀναιρήσειν, ἵνα ἐστερημένος τῶν δύο βιοτεύσῃς; | |
15 | Οὕτω τὸν περὶ τοῦ Ἀβεσσαλὼμ παρεμβαλοῦσα λό‐ γον, πάλιν περὶ τοῦ οἰκείου δοκεῖ διαλέγεσθαι πά‐ θους· ἵνα μὴ δόξῃ ταῦτα ἐξεπίτηδες εἰρηκέναι· «Καὶ νῦν ὑπὲρ ὧν ἥκω λαλῆσαι πρὸς τὸν βα‐ σιλέα τὸν λόγον τοῦτον, καὶ ὄψεταί με ὁ λαὸς, | |
20 | καὶ ἐρεῖ ἡ δούλη σου, Λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, εἴ πως ποιήσῃ ὁ βασιλεὺς τὸ ῥῆμα τῆς παιδίσκης αὐτοῦ· ὅτι ἀκού‐ σεται ὁ βασιλεὺς, καὶ ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξολοθρεῦσαί με, καὶ τὸν | |
25 | υἱόν μου κατὰ τὸ αὐτὸ, ἐκ τῆς κληρονομίας Κυρίου. Καὶ ἐρεῖ ἡ δούλη σου· Γενηθήτω δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν· ὅτι καθὼς ἄγγελος Κυρίου, οὕτως καὶ ὁ κύριός μου ὁ βασιλεὺς, τοῦ εἰσακούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν· καὶ Κύ‐ | |
30 | ριος ὁ Θεός σου μετὰ σοῦ ἔσται.» Τούτων παρὰ τῆς γυναικὸς εἰρημένων, συνῆκεν ὁ βασιλεὺς τοῦ δρά‐ ματος τὴν ὑπόθεσιν, καὶ ἤρετο τὴν γυναῖκα, εἰ γνώμῃ τοῦ Ἰωὰβ τοῖσδε τοῖς λόγοις ἐχρήσατο. Ἡ δὲ συνωμολόγησε τούτων ἕκαστον τὸν Ἰωὰβ ὑποθέ‐ | |
35 | σθαι· «Ὅπως, φησὶ, κυκλώσῃ τὸ πρόσωπον τοῦ λόγου τούτου, ὃ ἐποίησεν Ἰωὰβ ὁ δοῦλός σου τὸν λόγον τοῦτον.» Ἐξ εὐθείας, φησὶν, οὐκ ἦν ἱκε‐ τεῦσαί σε· ὅθεν ὑπέθετο χρήσασθαί με τῷ κύκλῳ τῶν λόγων τούτων, ἵνα ἐν τῷ πεπλασμένῳ πάθει τὸ | |
40 | οἰκεῖον ἰδὼν, ἣν ἔμελλες ἐπιθεῖναι θεραπείαν ἐμοὶ, | |
ταύτην ἐπιθῇς σαυτῷ· καὶ ἧς μεταδώσειν ἐπικου‐ | 636 | |
80.637 | ρίας ὑπέσχου τῷ ἐμῷ παιδὶ, ταύτης τῷ σῷ μετα‐ δῷς. Τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς, ἐπαν‐ ελθεῖν μὲν τὸν Ἀβεσσαλὼμ παρηγγύησεν, ἰδεῖν δὲ αὐτὸν διεκώλυσεν· ὕστερον δὲ καὶ τοῦτο δέδρακε, | |
5 | τοῦ Ἰωὰβ δεξάμενος τὴν παράκλησιν. Ἀλλὰ τεσσά‐ ρων διεληλυθότων ἐτῶν, τῇ χρηστότητι τῶν λόγων προκατασκευάσας τὴν τυραννίδα, τῇ σκήψει μὲν τῆς θυσίας εἰς τὴν Χεβρὼν ἀπελήλυθεν· ἐκεῖ δὲ τὴν πατρικὴν ἥρπασε βασιλείαν· ἐμελέτησε δὲ καὶ τοῦ | |
10 | πατρὸς τὴν σφαγήν. Τοῦτο μαθὼν ὁ βασιλεὺς, κατ‐ έλιπε τὴν μητρόπολιν, ἀρίστην ἡγούμενος στρατ‐ ηγίαν καὶ τὴν εἰς καιρὸν γενομένην φυγήν. Ἠκο‐ λούθησε δὲ αὐτῷ καὶ τῶν ἀσπιδοφόρων καὶ δορυφό‐ ρων πλῆθος. Ἠκολούθησε δὲ καὶ Ἰεθὶ ὁ | |
15 | Γετθαῖος σὺν ἑξακοσίοις λογάσιν, ἄρτι μὲν τὴν οἰ‐ κείαν πατρίδα καταλιπὼν, προσήλυτος δὲ μετὰ τῶν ὑπηκόων γενόμενος. Τοῦτον ὁ βασιλεὺς πεῖσαι μὲν ἐπεχείρησεν ἀναστρέψαι, ἵνα μὴ εὐθὺς αὐτοῖς συνοι‐ κήσας πάλιν γένηται μετανάστης· «Τί γὰρ, φησὶ, | |
20 | πορεύῃ σὺ μεθ’ ἡμῶν; Ἀνάστρεφε καὶ κάθισον μετὰ τοῦ βασιλέως, ὅτι ἀλλότριος σὺ, καὶ ὅτι μετῴκη‐ σας ἐκ τοῦ οἴκου σου· εἰ ἐχθὲς παραγέγονας σὺ, καὶ σήμερον κινήσω σε τοῦ πορεύεσθαι μεθ’ ἡμῶν· ἐγὼ δὲ πορεύσομαι οὗ ἐὰν πορεύωμαι.» Ἐμὲ, | |
25 | φησὶ, ἀνάγκη μεταναστεύειν, σὲ δὲ οὐ δίκαιον ἀρ‐ τίως ἀφιγμένον σὺν ἡμῖν ὑπομένειν τὸν πόνον. Ἄξιον δὲ θαυμάσαι τοῦ Δαβὶδ τὴν πραότητα. Καὶ διωκόμενος γὰρ, καὶ πολεμούμενος ὑπὸ τοῦ παμ‐ μιάρου παιδὸς, οὐ πατραλοίαν, οὐκ ἀδελφοκτόνον, | |
30 | ἀλλὰ βασιλέα ὠνόμαζε· καὶ πολλῆς· δεόμενος βοηθείας, τῆς τοῦ προσηλύτου σωτηρίας ἐφρόντιζεν· «Ἀνάστρεφε γὰρ, φησὶ, καὶ ἀπόστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν.» Ἀλλ’ ὅσῳ τὴν περὶ αὐτὸν ὁ βασιλεὺς ἐδείκνυ κηδεμονίαν, τοσούτῳ ἐκεῖνος μείζονα τὴν εὔνοιαν ἀπεδείκνυτο. «Ζῇ γὰρ, φησὶ, Κύριος, καὶ ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου ὁ βασι‐ | |
35 | λεὺς, ἐάν τε εἰς θάνατον, ἐάν τε εἰς ζωὴν, ἐκεῖ ἔσται ὁ δοῦλός σου.» Τούτων ἕκαστον εἰς ἡμετέραν προ‐ εγράφη διδασκαλίαν, ἵνα μάθωμεν, ὡς οὐ χρὴ εὖ μὲν πράττουσι τοῖς φίλοις συνεῖναι, δυσπραγίᾳ δὲ περι‐ πεσόντας ἐᾷν. ΕΡΩΤ. ΚΘʹ. Τί δήποτε τοὺς ἱερέας καὶ τὴν κιβωτὸν ἀκολου‐ | |
40 | θεῖν κεκώλυκεν; Καὶ εὐσεβὴς ὢν, καὶ προφήτης, ᾔδει τί πέπονθεν | |
ἡ κιβωτὸς εἰς ἐπικουρίαν τῶν παρανόμων ληφθεῖσα. | 638 | |
80.640 | Ἐκεῖνοι μὲν γὰρ ἀνῃρέθησαν· αὕτη δὲ δορυάλωτος ἐδόθη τοῖς ἀλλοφύλοις. Ταῦτα δεδιδαγμένος, πρὸς Σαδοὺκ εἶπε τὸν ἱερέα, «Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν, καὶ καθισάτω εἰς τὸν τόπον | |
5 | αὐτῆς. Ἐὰν εὕρω χάριν ἐνώπιον Κυρίου, καὶ ἐπιστρέψῃ με, καὶ ὄψομαι αὐτὴν, καὶ τὴν εὐ‐ πρέπειαν αὐτῆς· καὶ ἐὰν εἴπῃ μοι, Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐ‐ τοῦ.» Οὐ δύναμαι, φησὶ, μετ’ ἐμαυτοῦ τὸν κατ‐ | |
10 | ήγορον περιφέρειν. Ἔνδοθεν ἀκούω φθεγγομένου τοῦ νόμου· «Οὐ μοιχεύσεις, οὐ φονεύσεις·» ἐγὼ δὲ τοὺς δύο πεπάτηκα νόμους. Ὅταν ὁ νομοθέτης καθαριεῖ μου τὸν τῆς ψυχῆς ὀφθαλμὸν, τότε ἰδεῖν δυνήσομαι τὴν εὐπρέπειαν αὐτῆς· ἐὰν δέ με παν‐ | |
15 | τάπασι τῆς οἰκείας κηδεμονίας γυμνώσῃ, Δεσπότης ἐστὶν, ἐγὼ δὲ οἰκέτης ἐμαυτὸν ὑποτιθεὶς ταῖς παι‐ δείαις. Ταῦτα δακρύων ἔλεγεν ὁ θεῖος ἀνὴρ, τὸ πένθιμον περικείμενος σχῆμα· ἐκεκάλυπτο μὲν γὰρ τὴν κεφαλὴν, γυμνοῖς δὲ τοῖς ποσὶ κεχρημένος | |
20 | ἐβάδιζεν· ἐκοινώνει δὲ τοῦ πένθους ἡ στρατιά. Οὕτω φεύγων ἔγνω τοῦ Ἀχιτόφελ τὴν προδοσίαν· ἀλλ’ εὐθὺς πρὸς τὸν οἰκεῖον Δεσπότην κατέφυγεν, οὐ κεραυνοῖς αὐτὸν βληθῆναι παρακαλέσας, ἀλλὰ ματαίαν αὐτοῦ ἀποφανθῆναι τὴν συμβουλήν. | |
25 | Καὶ γὰρ φησὶν, «Ὁ Θεός μου, ματαίωσον δὴ τὴν βουλὴν Ἀχιτόφελ.» Τὸ δὲ «ματαίωσον» ὁ Ἀκύλας, ἀφρόνησον, εἴρηκεν, ἀντὶ τοῦ, δεῖξον ἄφρονα καὶ ἀσύνετον. Τὸ δὲ ῥῶς τὴν ἄκραν λέγει. Ἀνελθὼν γὰρ, φησὶν, εἰς ῥῶς, τουτέστιν εἰς | |
30 | τὴν ἄκραν (λέγει δὲ τὸν ἐλαιῶνα, ἀφ’ οὗ ὁ Δεσπό‐ της ἀνελήφθη Χριστὸς), προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, εἰς τὴν σκηνὴν, ὡς εἰκὸς, ἀποβλέψας, καὶ τὴν κιβωτὸν τὴν ἐν αὐτῇ κειμένην. ΕΡΩΤ. Λʹ. | |
35 | Τινὲς οὐκ ἐπαινοῦσι τοῦ Χουσὶ τὸ ψεῦδος. Καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὸν σκοπὸν ἐξετάζειν προσήκει. Οὕτω γὰρ κρίνοντες εὑρήσομεν καὶ κατηγορουμένην ἀλήθειαν. «Ὁ γὰρ Ἡρώ‐ δης διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμέ‐ | |
40 | νους, ἀπέκτεινε τὸν Ἰωάννην.» Ἀλλ’ οὐδεὶς οὕτως ἠλίθιος, ὡς ἐπαινέσαι τὴν ἐπὶ σφαγῇ γεγενημένην ἀλήθειαν. Ἄμεινον γὰρ ἦν μὴ ὀμόσαι· ἐπεὶ δὲ | |
ὤμοσε, τὸ ψεῦδος αἱρετώτερον τῆς σφαγῆς. Καὶ | 640 | |
80.641 | ἐνταῦθα τοίνυν ἡ ὑπόκρισις, οὐκ ἐπὶ κέρδει χρημά‐ των, οὐκ ἐπὶ λύμῃ ἑτέρων, ἀλλ’ ἐπὶ ζήλῳ προφή‐ του καὶ βασιλέως εὐσεβοῦντος, ἐγένετο. ΕΡΩΤ. ΛΑʹ. | |
5 | Μέμφονταί τινες τῷ Δαβὶδ, ὡς τοῦ Σιβᾶ δεξα‐ μένῳ τοὺς λόγους. Πολλάκις εἶπον, ὡς οὐχ ἅπαντα ἐγίνωσκον οἱ προφῆται· οὗτος δὲ καὶ πιθανοῖς ἐχρήσατο λόγοις. Αὐτὸς μὲν γὰρ ἀφίκετο πρὸς τὸν θεῖον Δαβὶδ, ἐκεῖ‐ | |
10 | νον δὲ ἔφη τὴν βασιλείαν φαντάζεσθαι. Πρὸς δὲ τούτοις, καὶ δῶρα προσήνεγκε, τὴν οἰκείαν ἐπιδει‐ κνὺς εὔνοιαν. Ὕστερον δὲ καὶ τοῦ Μεμφιβαὰλ τοὺς λόγους δεξάμενος, ἀμφοτέροις μὲν τὴν κτῆσιν δι‐ ένειμεν, ἐκεῖνον δὲ πάλιν τῆς αὐτῆς κηδεμονίας | |
15 | ἠξίωσε· καὶ τοῦ λιμοῦ γενομένου, καὶ τῶν Γαβαω‐ νιτῶν ἑπτὰ τῶν τοῦ Σαοὺλ συγγενῶν αἰτησάντων, οὐκ ἐξέδωκε τὸν Μεμφιβαὰλ, ἀλλὰ τὰς πρὸς τὸν Ἰωνάθαν γεγενημένας συνθήκας ἐπλήρωσεν. Ἀξι‐ άγαστα δὲ τοῦ Δαβὶδ καὶ τὰ περὶ τοῦ Σεμεεὶ πρὸς τὸν | |
20 | Ἀβεσσὰ εἰρημένα. Ἐκείνου γὰρ αὐτὸν λίθοις βάλλοντος, καὶ τὸν χοῦν αὐτοῦ καταχέοντος, καὶ λό‐ γοις ἑτέροις καὶ ἔργοις προπηλακίζοντος, καὶ ἄν‐ δρα αἱμάτων καὶ παράνομον ἀποκαλοῦντος, ὁ μὲν Ἀβεσσὰ ὑποστράτηγος ὢν τὴν παροινίαν οὐκ | |
25 | ἤνεγκεν, ἀλλ’ ἔφη, «Ἵνα τί καταρᾶται ὁ κύων ὁ ἐπικατάρατος οὗτος τὸν κύριόν μου τὸν βασι‐ λέα; διελεύσομαι δὴ, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐ‐ τοῦ.» Ἀλλ’ ὁ πάντων πραότατος ὑπολαβὼν ἔφη, «Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουΐα; ἄφετε αὐτὸν, διότι | |
30 | καταρᾶταί με, ὅτι ὁ Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν Δαβὶδ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί ὅτι πεποίηκας οὕτως;» Ἱμάς ἐστιν οὗτος, φησὶ, τοῦ Θεοῦ, καὶ ῥάβδος. Οὐχ ὁρῶ τὸν ἱμάντα, ἀλλὰ τὸν μαστιγοῦντα· ταῖς ἐμαυτοῦ παρανομίαις ἐπιγράφω τὰς συμφοράς· | |
35 | οὐχ ἅπτομαι τῆς ῥάβδου, ἵνα μὴ παροξύνω τὸν παίοντα. Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς· «Εἶπε γὰρ, φησὶ, Δαβὶδ πρὸς Ἀβεσσὰ, καὶ πρὸς πάν‐ τας τοὺς παῖδας αὑτοῦ, Ἰδοὺ ὁ υἱός μου, ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου, ζητεῖ τὴν ψυχήν μου. Εἰ δὲ καὶ | |
40 | νῦν οὗτος ὁ υἱὸς τοῦ Ἰεμιναίου, ἄφετε αὐτὸν, κατ‐ αράσθω, ὅτι Κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσει μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ.» | |
Οὗτος, φησὶν, ἐκ τῆς τοῦ Σαούλ ἐστι συγγενείας, | 642 | |
80.644 | παλαιὰν ἔχων περὶ ἐμὲ τὴν δυσμένειαν· καὶ εἰκός τινας εἰπεῖν, ὅτι καιρὸν εὑρὼν ἐγύμνωσε τὴν ἀπέχ‐ θειαν. Τὸν υἱόν μου, τὸν ὑπ’ ἐμοῦ καὶ σπαρέντα, καὶ τραφέντα, καὶ εἰς τοῦτο ἡλικίας ἐλάσαντα καὶ | |
5 | τιμῆς, τίς ἐκπεπολέμωκέ μοι; Δῆλον τοίνυν ὡς ἡ ψῆ‐ φος ἄνωθεν ἐξενήνεκται· καὶ οἷς προεῖπεν ἐπιφέρει τὸ πέρας. Ἐγὼ δὲ φέρω καὶ τοὺς παροινοῦντας, καὶ τοὺς φονῶντας, ἵνα ταύτῃ πραΰνω τὴν θείαν ὀργήν. Ταῦτα μὲν οὖν ὁ θεῖος οὗτος εἶπεν ἀνήρ. Εἰδέναι | |
10 | δὲ χρὴ, ὡς οὐ τῆς θείας ἐστὶν ἐνεργείας, οὔτε τοῦ Ἀμνὼν ἡ παράνομος συνουσία, οὔτε τοῦ Ἀβεσ‐ σαλὼμ ἡ ἀδελφοκτονία, καὶ ἡ κατὰ τοῦ πατρὸς γε‐ γενημένη μανία· ἀλλὰ τῆς θείας Προνοίας ἡ οἰκία γυμνωθεῖσα σκάφος ἀκυβέρνητον ἐμιμεῖτο, | |
15 | καὶ τῶν πονηρῶν δαιμόνων τὰς τρικυμίας ἐδέχετο. ΕΡΩΤ. ΛΒʹ. Πῶς ἐχρῆτο συμβούλῳ τῷ Ἀχιτόφελ ὁ θεῖος Δαβὶδ πονηρὰ συμβουλεύοντι; Οἱ παμπόνηροι ἄνδρες κρύπτουσι τὴν πονηρίαν | |
20 | συνόντες τοῖς ἀγαθοῖς· εὑρόντες δέ τινα τοῖς αὐτῶν ἐπιτηδεύμασι χαίροντα, γυμνοῦσι ταύτην, καὶ τὰ πρόσφορα τοῖς ἀκούουσι φθέγγονται. Τοιοῦτος ἦν καὶ οὗτος. Καὶ γὰρ τῷ θείῳ Δαβὶδ πρὸς τὸν ἄριστον αὐτοῦ σκοπὸν τὰς εἰσηγήσεις προσέφερε, καὶ τῷ | |
25 | Ἀβεσσαλὼμ τὰ τῷ τρόπῳ κατάλληλα συνεβούλευε. Δεδιὼς γὰρ μὴ συναγάγῃ πάλιν αὐτοὺς ἡ φύσις, εἶτα τῶν καταλλαγῶν γενομένων δίκας ἀπαιτηθῇ προδοσίας, τὴν ἐσχάτην ἐκείνην παρανομίαν ὑπέθε‐ το, ὥστε μηδεμίαν παρείσδυσιν γενέσθαι καταλ‐ | |
30 | λαγῶν. Ἔτισε δὲ παραυτίκα ποινὴν τῆς ἀνοσίας ἐκείνης καὶ πονηρᾶς εἰσηγήσεως· καὶ ἐπειδὴ κατὰ τοῦ πατρὸς ὥπλισε τὸν υἱὸν, αὐτὸς πάλιν καθ’ ἑαυ‐ τοῦ τὰς χεῖρας καθώπλισε· καὶ ταύταις ἐμβα‐ λὼν τῷ τραχήλῳ τὸν βρόχον, τρισάθλιον ὑπέμεινε | |
35 | τέλος. Ἱκανὸς γὰρ ὢν προϊδεῖν τῶν πραττομένων τὸ τέλος, μὴ δεχθείσης τῆς εἰσηγήσεως, ἔγνω τοῦ Δαβὶδ ἐσομένην τὴν νίκην· καὶ δείσας τὴν προδο‐ σίαν, αὐτοχειρίᾳ τὴν τιμωρίαν ἐδέξατο. Ἐδίδαξε δὲ ἡ θεία Γραφὴ, ὡς ὁ Θεὸς συνέπραξε τῷ Χουσί. | |
40 | «Κύριος γὰρ, φησὶν, ἐνετείλατο τοῦ διασκεδάσαι τὴν βουλὴν Ἀχιτόφελ τὴν ἀγαθὴν, ἀντὶ τοῦ, τὴν τῇ τυραννίδι συμφέρουσαν. Τούτου χάριν ψάλλων ὁ μακάριος ἔλεγε Δαβίδ· «Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε, | |
45 | καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν | |
εἰργάσατο.» | 644 | |
80.645 | ΕΡΩΤ. ΛΓʹ. Τί ἐστι, «Καὶ νῦν ἀφαιρεθήσεται ἐξ ἡμῶν ἡ γῆ δέκα χιλιάσι;» Κοινωνῆσαι τῆς συμπλοκῆς βουληθέντα τὸν βασι‐ | |
5 | λέα διεκώλυσεν ὁ στρατηγὸς, καὶ δεδιὼς μή τι πάθῃ (εἰκὸς γὰρ ἦν κατ’ αὐτοῦ μόνου χωρῆσαι τοὺς δυσμενεῖς), καὶ ἀγωνιῶν μὴ νικήσας οἰκτείρῃ τὸν τύραννον. Ἔφασαν τοίνυν, ὅτι Ἐὰν ἡττηθέντες ἀπο‐ δράσωμεν, τὴν ζωὴν ἔχομεν ἀποχρῶσαν παρα‐ | |
10 | ψυχήν· ἐὰν δέ τι σὺ πάθῃς, χωρήσει κατὰ πάν‐ των ἡ συμφορά. Σὺ γὰρ μόνος μυρίαις μυριάσιν ὑπερέχεις πάντων ἡμῶν. Ταύτην γὰρ τὴν ἔννοιαν ὁ Σύμμαχος τέθεικεν· «Καὶ σὺ ὡς ἡμεῖς δέκα χι‐ λιάσιν.» Ὁ δὲ δίκαιος Κριτὴς τῷ μὲν Δαβὶδ ταύτας | |
15 | ἐπενεχθῆναι τὰς συμφορὰς συνεχώρησε, τὴν γεγενη‐ μένην παρανομίαν ἰώμενος· ἐκεῖνον δὲ τὸν ἀλιτήριον δίκας ἀξίας εἰσέπραξεν. Ἐλαύνοντι γὰρ ἐν τῷ δρυμῷ παρεσκεύασεν ὑπὸ φυτὸν εἰσελθεῖν, ὃ δύο κλάδους εἶχεν ἐπικλινεῖς ἐγκαρσίως βεβλαστηκότας, | |
20 | οὐ πολὺ διεστῶτας ἀλλήλων. Ἐκεῖθεν παριούσης τῆς ἡμιόνου, ἐνεπάρη μὲν μεταξὺ τῶν κλάδων ἡ κεφαλὴ ἐξηρτήθη δὲ ἅπας· διήλασε δὲ τὴν ἡμίονον τῶν φύλλων ὁ κτύπος· μεμένηκε δὲ ἐκεῖνος ἐξηρτη‐ μένος, ἥδιστον θέαμα τοῖς εὐσεβέσι γενόμενος, καὶ | |
25 | τῆς πάντα πρυτανευούσης Προνοίας τὴν ψῆφον ἐπι‐ δεικνύς. Τοῦτό τις τῶν ἄλλων στρατιωτῶν θεασά‐ μενος, οὐκ ἐτόλμησεν ἐπενεγκεῖν αὐτῷ τὴν πλη‐ γήν· ἐδεδίει γὰρ τοῦ βασιλέως τὸν νόμον. Ὁ δὲ στρατηγὸς, τὸν πατέρα κεχρῆσθαι τῇ εὐσπλαγχνίᾳ | |
30 | καταλιπὼν, ἐν τῇ μυσαρωτάτῃ καρδίᾳ τὰ βέλη κατέπηξεν. Εἶτα καθελὼν, καὶ εἰς τὴν παρακει‐ μένην φάραγγα ῥίψας, τὸν λαὸν ἅπαντα κατα‐ λεῦσαι προσέταξεν, ὥστε γενέσθαι αὐτῷ τάφον τὴν τιμωρίαν. | |
35 | ΕΡΩΤ. ΛΔʹ. Τί δήποτε ἄνω μὲν ὁ συγγραφεὺς εἴρηκεν ὅτι τρεῖς ἔσχεν υἱοὺς, μίαν δὲ θυγατέρα· νῦν δὲ τοὐναντίον δεδήλωκεν, ὅτι στήλην ᾠκοδόμη‐ σεν, ὡς υἱὸν οὐκ ἔχων, τὴν δι’ αὐτῆς αὐτῷ | |
40 | μηχανώμενος μνήμην; Ἑκάτερον ἀληθές· εἰκὸς γὰρ αὐτὸν καὶ παιδο‐ ποιῆσαι, καὶ τετελευτηκέναι τοὺς παῖδας. Ἰώση‐ πος δὲ ἔφη τοῦτο αὐτὸν δεδρακέναι, ὡς τῶν παίδων μὲν ἐπὶ πολὺ διαρκεῖν οὐ δυναμένων, | |
45 | τῆς δὲ οἰκοδομίας μᾶλλον φυλαττούσης τὴν μνή‐ | |
μην. | 646 | |
80.648 | ΕΡΩΤ. ΛΕʹ Τίνος ἕνεκεν τοσοῦτον ἐθρήνησεν ὁ Δαβὶδ τὸν μιαρώτατον παῖδα; Καὶ φιλόπαις ἦν, καὶ φιλάνθρωπος. Τεκμήριον | |
5 | δὲ τούτου καὶ τὸ ἐπὶ τοῦ Σαοὺλ γενόμενον πένθος. Ἐνταῦθα δὲ καὶ ἡ φύσις μείζους τὰς ὀδύνας εἰργά‐ σατο. Πρὸς δὲ τούτοις, ἐθρήνησεν ὡς εὐσεβὴς τὸν διὰ μεταμελείας ἰαθῆναι μηκέτι δυνάμενον. Μετὰ γὰρ δὴ τὴν τελευτὴν ἀνίατος ἡ τῆς ἁμαρτίας πληγή. | |
10 | ΕΡΩΤ. Λϛʹ. Τί δήποτε τῷ Ἀβεσσᾶ τὴν στρατηγίαν ἐπηγ‐ γείλατο, τοῦ Ἰωὰβ ὑπὲρ αὐτοῦ πολλοὺς ὑπο‐ μείναντος πόνους καὶ κινδύνους; Τὸ θρασὺ τοῦ Ἰωὰβ ἀεὶ μισῶν διετέλεσεν. Ἠν‐ | |
15 | έσχετο δὲ αὐτοῦ, διά τε τὴν εὔνοιαν, ἣν εἶχε, καὶ ὑφορώμενος μή τι νεώτερον βουλεύσηται κατ’ αὐτοῦ. Θεασάμενος δὲ τὸν Ἀβεσσά· ἀδελφιδοῦς δὲ αὐτοῦ καὶ οὗτος ἐτύγχανεν· ὃν στρατηγὸν ὑπὸ τοῦ τυράν‐ νου πάσης χειροτονηθέντα τῆς στρατιᾶς, ἐπέστει‐ | |
20 | λεν, ὑποσχόμενος αὐτῷ παραδώσειν τὴν τοῦ Ἰωὰβ στρατηγίαν. Τοῦτο μαθὼν ὁ Ἰωὰβ, καὶ τοῦ φθόνου τὴν ἀκίδα δεξάμενος, καὶ πληττόμενος ἐπὶ τοῖς με‐ μηνυμένοις, ἐπήνεγκεν αὐτῷ τὴν σφαγὴν, εὔνοιαν καὶ φιλίαν ὑποκρινάμενος. | |
25 | ΕΡΩΤ. ΛΖʹ. Πῶς νοητέον τὸ, «Δέκα μοι χεῖρες ἐν τῷ βα‐ σιλεῖ;» Ἔριδος γενομένης καὶ διαμάχης, καὶ τὴν φυ‐ λὴν τοῦ Ἰούδα τῶν ἄλλων αἰτιασαμένων, ὅτι δὴ | |
30 | προλαβοῦσα ὑπήντησε τῷ βασιλεῖ, ὑπολαβόντες ἔφασαν αὐτοὶ, φυλέτην αὐτῶν εἶναι τὸν βασιλέα, καὶ μᾶλλον αὐτοῖς προσήκειν διὰ τὴν πλησιαιτέραν συγγένειαν. Τούτου χάριν εἰρήκασιν οἱ τῶν ἄλλων φυλῶν, δέκα χεῖρας ἔχειν ἐν τῷ βασιλεῖ. Ἡ γὰρ | |
35 | Βενιαμῖτις τῇ Ἰούδα συνῆπτο. Προσέθηκαν δὲ, ὅτι καὶ τῶν πρωτοτοκίων ἔχουσι τὰ πρεσβεῖα, διά τε τὸν Ῥουβεὶμ, ὡς φύσει πρωτότοκον, καὶ διὰ τὸν Ἰωσὴφ, ὡς διὰ τὴν ἀρετὴν τοῦδε τοῦ κλήρου τετυχηκότα. Διπλῆν γὰρ μοῖραν οἱ πρωτότοκοι τῆς | |
40 | πατρῴας κληρονομίας ἐλάμβανον. Διὸ καὶ ὁ πα‐ τριάρχης πρὸς τὸν Ἰωσὴφ ἔφη, «Ἐφραῒμ καὶ Μα‐ νασσῆς ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονταί μοι.» Αὐτίκα γοῦν καὶ Μωσῆς ὁ μέγας, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ τούτου διάδοχος, διπλοῦν αὐτοῖς ἀπένει‐ | |
45 | μαν κλῆρον. | 648 |
80.649 | ΕΡΩΤ. ΛΗʹ. Τίνος χάριν Δαβὶδ καθεῖρξε τὰς παλλακὰς παρὰ γνώμην τῷ δυσσεβεῖ τυράννῳ συγγενομένας; Ἀνόσιον ὑπέλαβε συνελθεῖν αὐταῖς μετὰ τὴν μυ‐ | |
5 | σαρὰν τοῦ παιδὸς συνουσίαν. Τοῦτο γὰρ καὶ ὁ νόμος ἄντικρυς ἀπηγόρευσεν. Ἑτέρῳ δὲ οὐ συνῆψεν, ἵνα μὴ καὶ τοῦτο πρόφασις γένηται τυραννίδος· ἄλ‐ λως τε δὲ οὐδὲ γάμος ἦν ὁ τοιοῦτος. Ζῶντος γὰρ τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀν‐ | |
10 | δρὶ ἑτέρῳ, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Εἰ δὲ καὶ ὁ νόμος ἐπέτρεπε τὸν ἀπεχθανόμενον τῇ γυναικὶ βι‐ βλίον ἀποστασίου διδόναι· ἀλλ’ ἐνταῦθα οὐ μῖσος ἐχώριζεν, ἀλλ’ ἡ τοῦ παιδὸς παράνομος συνουσία. Τούτου χάριν εἰς ἑτέραν αὐτὰς μετέστησεν οἰκίαν, | |
15 | πάσης ἀξιῶν θεραπείας. ΕΡΩΤ. ΛΘʹ. Πῶς νοητέον, «Εἰ ἐξέλιπεν ἃ διέθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ;» Ὁ Σαβεὲ τυραννήσας, εἶτα φυγὼν, εἰς τὴν Ἀβὲλ | |
20 | κατέφυγε πόλιν· ἔστι δὲ αὕτη πόλις τῆς Παλαιστί‐ νης, Ἀβελᾶ νῦν ὠνομασμένη. Τοῦ στρατηγοῦ τοίνυν εἰς πολιορκίαν τὴν στρατιὰν παραστήσαντος, τῶν θείων αὐτὸν ἀνέμνησε νόμων ἡ σοφωτάτη γυνή. Ὁ γὰρ θεῖος ἐκέλευσε νόμος πρεσβείᾳ κεχρῆσθαι | |
25 | πρότερον, εἶθ’ οὕτως τοῖς ἀντιλέγουσι παρατάτ‐ τεσθαι. Τοῦτο ἔφη καὶ αὕτη· «Εἰ ἐξέλιπεν ἃ δι‐ έθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ;» τουτέστι, μὴ παρα‐ βῆναι χρὴ τὰ διηγορευμένα τοῖς νόμοις. Εἶτα ἐπ‐ ήγαγεν· «Ἐγὼ δέ εἰμι εἰρηνικὴ τῶν στηριγμά‐ | |
30 | των Ἰσραήλ· σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν Ἰσραήλ· καὶ ἵνα τί ὅτι καταποντί‐ ζεις κληρονομίαν Κυρίου;» Ἐπειδὴ σὺ, φησὶ, κατὰ τὸν θεῖον νόμον οὐκ ἐχρήσω τῇ πρεσβείᾳ· ἐγώ σε διδάσκω, ὡς πολεμικὸν ἡ πόλις οὐκ ἔχει σκοπὸν, | |
35 | ἀλλ’ εἰρήνης ὀρέγεται. Μὴ τοίνυν ἀνάστατον ἀπο‐ φήνῃς πόλιν, οὐκ ἀλλόφυλον, ἀλλ’ ὁμόφυλον, καὶ ὑπὸ τὸν αὐτὸν τελοῦσαν Θεὸν καὶ Δεσπότην. Τούτων ἀκούσας τῶν λόγων ὁ στρατηγὸς ἔφη, μήτε πολέ‐ μου, μήτε πολιορκίας ἐρᾷν· μόνον δὲ ἐθέλειν χει‐ | |
40 | ρώσασθαι τὸν κατὰ τοῦ βασιλέως τυραννίδι χρησά‐ μενον. Μαθοῦσα τοίνυν τὴν αἰτίαν τῆς πολιορκίας ἡ σοφωτάτη γυνὴ, τοὺς ἡγουμένους τῆς πόλεως ἔπεισε μὴ περιθεῖναι τῇ πόλει τοῦ πολέμου τὸν κίν‐ | |
δυνον, ἀλλ’ ἀναμνησθῆναι τῆς τοῦ βασιλέως εὐσε‐ | 650 | |
80.652 | βείας καὶ εὐνομίας, καὶ τῆς ἐν πολέμοις ἀνδραγα‐ θίας, καὶ ὡς διὰ τοὺς ἐκείνου πόνους εἰρήνης στεῤ‐ ῥᾶς ἀπολαύουσι. Τούτοις χρησαμένη τοῖς λόγοις, τοῦ τυράννου τὴν κεφαλὴν εἰς τὸ στρατόπεδον ἔῤ‐ | |
5 | ῥιψε, καὶ τὴν πολιορκίαν διέλυσεν. ΕΡΩΤ. Μʹ. Τί ἐστιν, «Ἐπὶ τοῦ πλινθίου, καὶ ἐπὶ τοὺς δυ‐ νατούς;» Πλινθίον οἶμαι καλεῖσθαι, ὃ παρὰ τοῖς ἔξωθεν | |
10 | συγγραφεῦσι πλαίσιον ὀνομάζεται. Εἶδος τοῦτο στρατιωτικῆς παρατάξεως τετράγωνον ἐχούσης τὸ σχῆμα Ὥσπερ τοίνυν ὁ νῦν παρὰ Ῥωμαίοις μά‐ γιστρος ὀνομαζόμενος τῶν περὶ τὸν βασιλέα πεζαι‐ τέρων, ἀσπιδηφόρων φημὶ καὶ δορυφόρων, τὴν ἡγε‐ | |
15 | μονίαν πεπίστευται· οὕτως ὁ Βανέας τῶν βασιλικῶν σωματοφυλάκων ἡγεῖτο, τῆς ἄλλης στρατιᾶς τελού‐ σης ὑπὸ τὸν στρατηγὸν Ἰωάβ. ΕΡΩΤ. ΜΑʹ. Πῶς νοητέον τὸ, «Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς, καὶ | |
20 | Ἰωδαὲ ὁ Ἰεθὲρ ἦν ἱερεὺς τῷ Δαβίδ;» Ὁ Σαδὼκ καὶ ὁ Ἀβιάθαρ τὴν ἀρχιερατικὴν εἶχον ἀξίαν· οὗτος δὲ ἱερεὺς ὢν ἔνδον ἐν τοῖς βασιλείοις διῆγε, τῇ θείᾳ κιβωτῷ προσεδρεύων, καὶ τὰς βασι‐ λικὰς ἱερεύων θυσίας. | |
25 | ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε τοῦ Σαοὺλ τοὺς Γαβαωνίτας ἀνῃρη‐ κότος, μετὰ τὴν ἐκείνου τελευτὴν ὁ λαὸς ἐπαιδεύθη; Ἅπας ὁ λαὸς ἐπεποιήκει τὰς πρὸς τοὺς Γαβαω‐ | |
30 | νίτας συνθήκας· ἐκοινώνησε δὲ τῶν ὅρκων καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ Ἰησοῦς ὁ προφήτης. Ἔδει τοίνυν τῶν ὀμωμοκότων τοὺς ἀπογόνους τὰς γεγενη‐ μένας μὴ παραβῆναι σπονδὰς, πεῖσαι δὲ καὶ τὸν παρανομοῦντα βασιλέα φυλάξαι τὸν ὅρκον. Τούτου | |
35 | χάριν καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, τοῦ λιμοῦ τὴν παιδείαν ὑπέμειναν. Διδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ σοφῶς ἅπαντα πρυτανεύων, ὅτι κἂν παραυτίκα μακροθυμήσας μὴ ἐπενέγκῃ τὴν ὑπὲρ τῶν παρα‐ βεβασμένων νόμων ποινὴν, ἀλλ’ οὖν ὕστερον δίκας | |
40 | ἀξίας εἰσπράττεται· ὥσπερ ἀμέλει καὶ τότε, τεσ‐ σαράκοντα ἤδη διεληλυθότων ἐτῶν, ἐπέδησε μὲν τῶν νεφῶν τὰς ὠδῖνας· τῷ δὲ τῆς ἀκαρπίας πάθει τὴν γῆν περιέβαλεν· ἐκόλασε δὲ λιμῷ τοὺς ταύτης οἰκήτορας. Ἀγνοῶν δὲ τὴν αἰτίαν ὁ βασιλεὺς τῆς | |
45 | θεηλάτου πληγῆς, τὸν δίκαιον ἤρετο δικαστήν. Γνοὺς | 652 |
80.653 | τοίνυν, ὡς τῆς ἀδίκου τῶν Γαβαωνιτῶν ἀναιρέσεως εὐθύνας εἰσπράττεται, αὐτοῖς ἐχρήσατο τοῖς ἠδικη‐ μένοις κριταῖς. «Εἶπε γὰρ, φησὶν, ὁ Δαβὶδ πρὸς τοὺς Γαβαωνίτας, Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι | |
5 | ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυ‐ ρίου;» Ἀλλὰ τούτων οὐκ ἐπακούουσιν Ἰουδαῖοι τῶν λόγων, ὅτι τῆς Χαναναίων εὐλογίας τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐδεήθη· ἀλλ’ ἐπὶ τοῖς προγόνοις μέγα φρονοῦσι, καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὡς ἀρετὴ | |
10 | πολλῷ περιφανεστέρα προγονικῆς εὐγενείας· καὶ κρινεῖ, κατὰ τὸν θεῖον Ἀπόστολον, ἡ ἐκ φύσεως ἀκρο‐ βυστία, τὸν νόμον πληροῦσα, τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. Ὥσπερ τοίνυν οἱ τη‐ νικάδε ἡμαρτηκότες Ἰσραηλῖται τῆς Χαναναίων | |
15 | ἐδεήθησαν εὐλογίας· οὕτω καὶ οἱ τὸν Δεσπότην ἐσταυρωκότες τῆς προγονικῆς ἐξέπεσον εὐλογίας, καὶ τῆς τῶν πεπιστευκότων ἐθνῶν διδασκαλίας προσ‐ δέονται. Κἀκεῖνο δὲ πρὸς τούτοις ἐπισημήνασθαι δεῖ, ὡς ὁ Σαοὺλ ζήλῳ χρησάμενος μετὰ τῶν ἄλλων | |
20 | Χαναναίων τοὺς Γαβαωνίτας κατέκτεινε. Τοῦτο γὰρ ἡ θεία διδάσκει Γραφή· «Οὐκ ἦσαν γὰρ, φησὶν, οἱ Γαβαωνῖται ἐκ τῶν υἱῶν Ἰσραὴλ, ὅτι ἀπὸ τῶν κα‐ ταλοίπων Ἀμοῤῥαίων ἦσαν· καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς μὴ ἀπολέσαι αὐτούς· καὶ ἐζή‐ | |
25 | τησε Σαοὺλ τοῦ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα.» Διδάσκει τοίνυν ἡμᾶς ὁ λόγος, μὴ παραβαίνειν τὰς ἐπὶ Θεοῦ μεθ’ ὅρκων γινομένας συνθήκας, κἂν εἰς ἄλλων ὠφέλειαν ἡ παράβασις γίγνηται· Οἱ μέντοι Γαβαωνῖται ἑπτὰ | |
30 | ᾔτησαν ἄνδρας τῆς Σαοὺλ συγγενείας, ἰσαρίθμους ταῖς ἡμέραις ἐν αἷς ὁ χρόνος ἀνακυκλεῖται· «Οὐκ ἔστι γὰρ ἡμῖν, ἔφασαν, ἀργύριον, οὐδὲ χρυσίον μετὰ Σαοὺλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ· καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ. Ὁ | |
35 | ἀνὴρ ὁ συντελέσας ἡμᾶς, καὶ διώξας ἡμᾶς, καὶ ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ καθίστασθαι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Καὶ δοθήτωσαν ἡμῖν ἑπτὰ ἄνδρες ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασόμεθα ἐν αὐτοῖς τῷ Κυρίῳ | |
40 | ἐν τῷ βουνῷ τοῦ Σαοὺλ ἐκλεκτοὺς τῷ Κυρίῳ.» Ἡ οὖν τῶν Γαβαωνιτῶν μητρόπολις Γαβαὼν ἐκα‐ λεῖτο· μεταβαλλόμενον δὲ τοῦτο τὸ ὄνομα εἰς τὴν Ἑλλάδα γλῶσσαν βουνὸς ὀνομάζεται. Ἐν ἐκείνῳ τοίνυν τῷ χωρίῳ τοὺς ἐκδοθέντας αὐτοῖς ἀνεσκολό‐ | |
45 | πισαν ἄνδρας, ἐν ᾧ τὰς παρανόμους ἐτόλμησεν ἐκεῖ‐ | 654 |
80.656 | νος σφαγάς. Τὸ γὰρ «ἐξηλίασαν,» ὁ Ἀκύλας ἀν‐ έπηξαν εἶπεν. Οὗτοι δὲ ἦσαν δύο μὲν υἱοὶ τοῦ Σαοὺλ νόθοι, πέντε δὲ υἱωνοὶ αὐτοῦ. Ὕστερον δὲ ταφῆς καὶ τούτους ἠξίωσεν ὁ εὐσεβὴς βασιλεύς. | |
5 | Τῆσδε τῆς τιμωρίας γεγενημένης, ἵλεως ὁ Δεσπότης ἐγένετο, καὶ τῶν νεφελῶν ἔλυσε τὰς ὠδῖνας, καὶ τῇ γῇ συνήθως δοῦναι προσέταξε τοὺς καρπούς. Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν, ὡς γένους ὁ Δε‐ σπότης οὐκ οἶδε διαφορὰν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως. ΕΡΩΤ. ΜΓʹ. | |
10 | Πόθεν ὁ Δαβὶδ παραταττόμενος ἐξελύθη; Πρεσβύτης ἦν· ἐνίκα δὲ τῇ προθυμίᾳ τοῦ σώμα‐ τος τὴν ἀσθένειαν. Πολὺν δὲ πόνον ὑπομείνας ἐν τῇ συμπλοκῇ (πρόμαχος γὰρ τῆς φάλαγγος ἦν), διελύθη τὸν πόνον οὐκ ἐνεγκών. Ἀναιρεθῆναι δὲ κινδυνεύ‐ | |
15 | σας ὑπὸ τοῦ προμάχου τῶν ἀλλοφύλων, παρὰ δόξαν ἐσώθη, τοῦ Ἀβεσσὰ προασπίσαντος, καὶ τὸν μέγι‐ στον ἐκεῖνον πολέμιον κτείναντος. Κἀντεῦθεν τοίνυν ἔστι μαθεῖν, ὡς γίγαντας ὠνόμαζον τοὺς μείζονα σώματα ἔχοντας. Καὶ γὰρ οὗτος ἀπόγονος ἦν γιγάν‐ | |
20 | των, ὡς ὁ ἱστοριογράφος ἐδίδαξε. Τοῦ δὲ βασιλέως τὸν κίνδυνον μεμαθηκὼς ὁ στρατὸς, ὤμοσε μηκέτι συγχωρήσειν αὐτῷ, συμπλοκῆς κοινωνήσειν. Καὶ δίκαιον γὰρ καὶ συμφέρον εἶξαι τῷ γήρᾳ, καὶ ἔνδον καθήμενον διατάττειν τὴν στρατιάν. Ὁ δὲ ἱστοριο‐ | |
25 | γράφος καὶ ἄλλων ἐμνήσθη γιγάντων, οὓς διὰ ῥώ‐ μην καὶ μέγεθος σώματος οὕτως οἱ τότε ὠνόμαζον, καὶ οὔτε ὡς δυσσεβεῖς, καθά τινες ἔφασαν, οὔτε ὡς πολὺν βιώσαντας χρόνον. Μετὰ τούτους δὲ τοὺς πολέμους ἐπινίκιον τῷ Θεῷ συντέθεικεν ὕμνον ὁ | |
30 | θεῖος Δαβίδ. Ἔστι δὲ σύμφωνος τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ· μᾶλλον δὲ [ὁ] αὐτός ἐστιν, ὀλίγας ἔχων ὀνομά‐ των ἐναλλαγάς. Ἐγὼ δὲ μετὰ τῶν ἄλλων ψαλμῶν καὶ τοῦτον ἑρμηνεύσας, περιττὸν ὑπέλαβον δευτέ‐ ραν ἑρμηνείαν ποιήσασθαι. Ἔχει δὲ καὶ πρόῤῥησιν | |
35 | περὶ τοῦ Σωτῆρος Χριστοῦ· «Ἐξείλω με γὰρ, φη‐ σὶν, ἐκ λαοῦ, ἔθου με εἰς φῶς ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Εἰς φῶς δὲ ἐθνῶν γέγονεν οὐχ ὁ Δαβὶδ, ἀλλ’ ὁ ἐκ Δαβὶδ κατὰ σάρκα, ὁ τοῦ Δαβὶδ καὶ κύριος | |
40 | καὶ υἱός. Εἰ δὲ καὶ ὁ Δαβὶδ γέγονεν εἰς φῶς ἐθνῶν, δηλονότι τῇ μελῳδίᾳ καταυγάζων τοὺς τῷ Δεσπότῃ πεπιστευκότας Χριστῷ. Ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις ἡ πνευματικὴ τοῦ Δα‐ βὶδ ὑμνῳδία τὰς τῶν εὐσεβῶν φωτίζει ψυχάς. | |
45 | Ἐπειδὴ δὲ Ἰουδαῖοι προφήτην αὐτὸν ὀνομάζειν | 656 |
80.657 | οὐ βούλονται, ὡς ἐναργῶς ἄγαν τὰ περὶ τοῦ Σω‐ τῆρος ἡμῶν καὶ τῆς τῶν ἐθνῶν προθεσπίσαντα πίστεως, ἀκουσάτωσαν αὐτοῦ λέγοντος, «Πιστὸς Δαβὶδ ὁ υἱὸς Ἰεσσαὶ, πιστὸς ἀνὴρ, ὃν ἀνέστησεν ὁ | |
5 | Θεὸς χριστὸν, ὁ Θεὸς Ἰακώβ. Καὶ ὡραῖος ὁ ψαλμὸς τοῦ Ἰσραήλ· Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. Εἶπεν ὁ Θεὸς Ἰακὼβ ἐν ἐμοὶ λαλῆσαι.» Εἰ δὲ καὶ Πνεῦμα Κυρίου ἐλάλησεν ἐν αὐτῷ, καὶ ὁ Θεὸς Ἰακὼβ εὐδό‐ | |
10 | κησεν ἐν αὐτῷ λαλῆσαι, προφήτης ἄρα ἐστὶ, καὶ προφήτης μέγιστος· ἐπειδὴ τὰ ἄδηλα καὶ τὰ κρύ‐ φια τῆς σοφίας αὐτοῦ ἐδήλωσεν αὐτῷ ὁ Θεός. Ὅσον μέντοι ὤνησεν αὐτὸν ἡ παιδεία, ἡ ἱστορία διδάσκει. Τῇ πείρᾳ γὰρ μαθὼν, ὅσων ἡ ἐπιθυμία πρόξενος | |
15 | συμφορῶν, ὠρέχθη μὲν ὕδατος ψυχροῦ, ἀνεμνήσθη δὲ τοῦ ἐν Βηθλεέμ. Τρεῖς δὲ τῶν ἀριστεύειν εἰωθό‐ των ἐν μάχαις τῶν ἀλλοφύλων, περὶ τὴν Βηθλεὲμ ἐστρατοπεδευκότων, ἐσπούδασαν, καὶ μὴ προστετα‐ χότος τοῦ βασιλέως, κομίσαι τὸ ὕδωρ. Καὶ μέσην | |
20 | διελθόντες τῶν πολεμίων τὴν στρατιὰν, καὶ τὸ ὕδωρ ἀνιμήσαντο, καὶ κατατάχος ἀνέστρεψαν, οὐδενὸς τῶν ἀλλοφύλων προσβαλεῖν ἐπιχειρήσαντος. Ἔδεισαν γὰρ αὐτῶν τὴν τῆς εὐτολμίας ὑπερβολήν. Ἀλλ’ ὁ πάντα ἄριστος βασιλεὺς οὐκ ἠνέσχετο τοῦ ὕδατος ἐκείνου | |
25 | τοῦ ποθουμένου μεταλαχεῖν· ἀλλ’ εὐσεβεῖ λογισμῷ τῆς ἐπιθυμίας ἐκράτησεν· αἷμα γὰρ αὐτὸ τῶν κο‐ μισάντων ὠνόμασεν· ἐπειδὴ τοῦ βασιλέως τὴν θερα‐ πείαν τῆς οἰκείας προτιμήσαντες σωτηρίας ῥιψοκιν‐ δύνως διέκοψαν τῶν πολεμίων τὴν φάλαγγα, καὶ | |
30 | παραδόξως ἐσώθησαν. Ὅθεν αὐτὸ σπονδὴν προσεκό‐ μισε τῷ σεσωκότι Θεῷ· εἰς τοσαύτην αὐτὸν ἡ παι‐ δεία φιλοσοφίαν ἤγαγεν. ΕΡΩΤ. ΜΔʹ. Πῶς νοητέον, «Οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρι‐ | |
35 | σὶν, ἔνδοξος ὑπὲρ τοὺς δύο, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο;» Τῶν τριῶν καὶ τὴν ῥώμην καὶ τὴν ἀνδρείαν ἐπ‐ ῄνεσε. Τὸν δὲ Ἀβεσσὰ τῶν δύο μὲν εἴρηκε κρείττονα, τοῦ πρώτου δὲ ἥττονα. Ἐκεῖνος γὰρ ἐννακοσίους | |
40 | ἀνῄρει παραταττόμενος, ἑξακοσίους δὲ οὗτος. Πρῶτος δὲ τῶν τριῶν, οὐ κατὰ τὸ ἔργον, ἀλλὰ κατὰ τὴν ἀρχήν. Ἰστέον δὲ καὶ τοῦτο, ὡς Βανέας υἱὸς | |
Ἰοδαὲ ἀδελφιδοῦς ἦν τοῦ βασιλέως· ἔκγονον γὰρ | 658 | |
80.660 | αὐτὸν ἐκάλεσε τοῦ Ἰεσσαὶ, υἱὸν δὲ τοῦ Ἰοδαὲ υἱοῦ Ἰεσσαί. Καὶ τούτου δὲ τὴν ἀνδραγαθίαν πολλάκις εἰπὼν, προστέθεικεν, ὅτι «Ὑπὲρ τοὺς τρεῖς ἔνδοξος ἦν, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο.» Τῆς γὰρ τῶν | |
5 | τριῶν λειπόμενος ῥώμης, ἔνδοξος ἦν, ὡς τὴν φυλα‐ κὴν τοῦ βασιλέως πεπιστευμένος· κατέστησε γὰρ αὐτὸν, φησὶ, Δαβὶδ ἐπὶ τὴν φυλακήν. ΕΡΩΤ. ΜΕʹ. Τί δήποτε τοῦ Δαβὶδ ἀριθμήσαντος, ὁ λαὸς | |
10 | τὴν τιμωρίαν ἀνεδέξατο; Οἰκείας παρανομίας δίκας ἔτισεν ὁ λαός. Καταλιπὼν γὰρ τὸν εὐσεβῆ βασιλέα, τυράννῳ δυσ‐ σεβεῖ καὶ πατραλοίᾳ παιδὶ συνεστράτευσε, φονῶντι κατὰ πατρὸς εὐσεβοῦς καὶ προφήτου, καὶ παρὰ τοῦ | |
15 | τῶν ὅλων Θεοῦ τῆς βασιλείας δεξαμένου τὴν χειρο‐ τονίαν. Αὔξει δὲ αὐτῶν τὴν κατηγορίαν, τὸ τὸν μὲν Σαοὺλ καταψηφισθέντα, καὶ τῆς θείας χάριτος γυμνωθέντα, μὴ καταλιπεῖν ἕως τοῦ βίου τὸ τέρμα κατέλαβε, καὶ ταῦτα τοῦ Δαβὶδ ὑπὸ προφήτου χρι‐ | |
20 | σθέντος· τὸν δὲ μυρίων αὐτοῖς ἀγαθῶν γενόμενον πρόξενον, καὶ τὸ τῶν ἀλλοφύλων καταλύσαντα θρά‐ σος, καὶ τὸν μὲν Ἀμαλὴκ παραδόντα πανωλεθρίᾳ, Ἰδουμαίους δὲ, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ Σύρους ἑκατέρους καὶ χειρωσάμενον καὶ δουλω‐ | |
25 | σάμενον, καὶ φέρειν ἀναγκάσαντα φόρους, καὶ προ‐ φητικῆς ἀπολαύσαντα χάριτος, μὴ μόνον καταλιπεῖν, ἀλλὰ καὶ ἀντιπαρατάξασθαι, καὶ δρᾶσαι τὰ πολε‐ μίων, καὶ συμπρᾶξαι μιαιφόνῳ καὶ δυσσεβεῖ καὶ παρανόμῳ παιδί. Τούτων οὖν αὐτοὺς ὁ δίκαιος κρι‐ | |
30 | τὴς εἰσεπράξατο δίκας, καὶ διὰ τοῦ Δαβὶδ εἰσεπρά‐ ξατο, ἐπειδήπερ αὐτὸν ἠδίκησαν. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «Καὶ προσέθετο ὀργὴ Θεοῦ, τοῦ θυμωθῆναι ἐν Ἰσραήλ.» Οὐκ εἶπεν, Ἐν Δαβὶδ, ἀλλ’, «Ἐν Ἰσραήλ.» Τοιγάρτοι πρόφασις ἦν τῆς τιμω‐ | |
35 | ρίας ὁ γενόμενος ἀριθμός· «Ἐπέσεισε γὰρ, φησὶ, τὸν Δαβὶδ εἰς αὐτοὺς, λέγων, Πορεύθητι, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.» Ἀλλ’ οὐ διὰ λόγων | |
ἐκελεύσθη· ἦ γὰρ ἂν, εὐθύνας τῆς ἀριθμήσεως εἰσ‐ | 660 | |
80.661 | πραττόμενος εἶπεν, ὡς Αὐτὸς ἐκέλευσας ἀριθμη‐ θῆναι. Ἀλλὰ τοῦτο μὲν οὐκ ἔφη· πεπλημμεληκέναι δὲ ὡμολόγησεν. Οὐ τοίνυν λόγῳ προσέταξε τὸν Ἰσ‐ ραὴλ ἀριθμῆσαι, ἀλλ’ ἐνδέδωκε τούτῳ χρήσασθαι | |
5 | τῷ λογισμῷ τὸν Δαβίδ. Ἵλεως γὰρ ὢν ὁ Δεσπότης καὶ Θεὸς, ἐμποδὼν γίνεται τοῖς συνοίσειν οὐ μέλ‐ λουσι λογισμοῖς. Καὶ γὰρ βουλευσαμένῳ τὸν θεῖον οἰκοδομῆσαι νεὼν διὰ τοῦ προφήτου Ναθὰν δεδήλωκε μηδὲν τοιοῦτον βουλεύσασθαι, ἀλλὰ τῷ παιδὶ τὴν | |
10 | τῆς οἰκοδομῆς φυλάξαι φροντίδα. Ὅτι δὲ οὐκ ἐξ ἐνερ‐ γείας, ἀλλ’ ἐκ συγχωρήσεως ὁ τοιοῦτος αὐτῷ γέ‐ γονε λογισμὸς, σαφέστερον ἡ τῶν Παραλειπομέ‐ νων ἐδίδαξε βίβλος. Λέγει δὲ οὕτως· «Καὶ ἀνέστη Σατᾶν ἐπὶ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ, τοῦ | |
15 | ἀριθμῆσαι τὸν Ἰσραήλ.» Καὶ οὐκ εἶπεν, Ἀνέστη Σατᾶν ἐπὶ Δαβὶδ, ἀλλ’, «ἐπὶ τὸν Ἰσραήλ.» Σατᾶν δὲ τὸν ἀντικείμενον, ἢ ἀποστάτην, ἡ Ἑβραίων γλῶττα καλεῖ. Ἐπειδὴ τοίνυν ἐναντίος ταῖς θείαις ἐπαγ‐ γελίαις ὁ τοιοῦτος ἦν λογισμὸς (τῷ γὰρ Ἀβραὰμ | |
20 | ὁ τῶν ὅλων ἔφη Θεὸς, «Ποιήσω τὸ σπέρμα σὸν ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἥτις οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους»), τούτου χά‐ ριν Σατᾶν τὸν τοιοῦτον ὠνόμασε λογισμὸν, ὡς ἐναν‐ τίον τῇ ὑποσχέσει τῇ θείᾳ· ἀλλὰ διὰ τὴν τοῦ Ἰσ‐ | |
25 | ραὴλ τιμωρίαν ὁ τοιοῦτος ἐγένετο λογισμός· «Ἀν‐ έστη γὰρ, φησὶν, Σατᾶν ἐπὶ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ, τοῦ ἀριθμῆσαι τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα.» Οὕτω κἀνταῦθα, «Προσέθετο ὀργὴ τοῦ Θεοῦ, τοῦ θυμωθῆναι ἐπὶ Ἰσραήλ· καὶ ἐπέσεισε | |
30 | τὸν Δαβὶδ εἰς αὐτοὺς, λέγων, Πορεύθητι, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα.» Εἰ δὲ αὐτὸς προσέταξε, τί δήποτε χαλεπαίνει; Οὐκοῦν τὴν θείαν συγχώρη‐ σιν διὰ τούτων δεδήλωκεν. Εἰ δὲ ὁ Δεσπότης Θεὸς τοῦτο προσετετάχει γενέσθαι, τί δήποτε μεταμελεῖται | |
35 | ὁ Δαβὶδ τὴν θείαν πεπληρωκὼς ἐντολήν; «Ἐπάταξε γὰρ, φησὶν, ἡ καρδία Δαβὶδ αὐτὸν μετὰ ταῦτα, ὅτι ἠρίθμησε τὸν λαόν· καὶ εἶπε Δαβὶδ, Ἡμάρτηκα τῷ Κυρίῳ τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο. Καὶ νῦν, Κύριε, περίελε τὴν ἀδικίαν τοῦ δούλου σου, ὅτι ἐματαιώθη | |
40 | σφόδρα.» Δῆλον τοίνυν, ὡς τὴν συγχώρησιν ἐκάλε‐ σεν ἐντολήν· ἐπειδὴ κωλῦσαι δυνάμενος οὐκ ἐκώ‐ λυσε, παιδεῦσαι διὰ τούτου τοὺς παρανόμους βου‐ λόμενος. Καὶ πρῶτον μὲν αὐτοὺς ἠθέλησε τῆς πρὸς τοὺς πατέρας γεγενημένης ἐπαγγελίας ἀναμνῆσαι, | |
45 | καὶ δεῖξαι ταύτης τὸ ἀληθές· ἔπειτα διδάξαι, ὡς ἐξ | 662 |
80.664 | ἑνὸς τοῦ Ἰακὼβ τοσαῦται μυριάδες ἐγένοντο, καὶ ὅτι τοσαύτης τετυχηκότες εὐεργεσίας ἀεὶ πονηρὰν ἐπεδείξαντο γνώμην. Τούτου χάριν ἀριθμηθῆναι συνεχώρησε πρῶτον· εἶθ’ οὕτως ἐκόλασεν, Γὰδ δὲ | |
5 | τὸν προφήτην πρὸς τὸν ἀριθμήσαντα πέπομφε τρεῖς αἱρέσεις προστῆναι· ἢ λιμὸν τρισὶ συμμετρού‐ μενον ἔτεσιν, ἢ πολεμίων ἔφοδον ἐπὶ μησὶ τρισὶ κατακράτος νικώντων καὶ διωκόντων, ἢ τὸν ἐκ τοῦ λοιμοῦ θάνατον ἐν τρισὶν ἡμέραις γινόμενον· ταῦτα | |
10 | δὲ εἰπὼν ὁ προφήτης τῷ προφήτῃ καὶ βασιλεῖ, ἤπειξε λαβεῖν τὴν ἀπόκρισιν· «Καὶ νῦν γὰρ, φησὶ, γνῶθι καὶ ἴδε τί ἀποκριθῶ ῥῆμα τῷ ἀποστείλαντί με.» Ὁ δὲ σοφώτατος καὶ δικαιότατος βασιλεὺς, λογισά‐ μενος ὡς τὸν λιμὸν αὐτὸς διαφυγεῖν δυνήσεται, πο‐ | |
15 | λὺν ὡς βασιλεὺς ἔχων ἀποκείμενον σῖτον· κατὰ μόνων δὲ τῶν πενήτων ἡ τιμωρία χωρήσει· καὶ ἐν τῷ πολέμῳ δὲ δυνατὸν αὐτὸν διαφυγεῖν τῶν πολε‐ μίων τὰς χεῖρας, πρῶτον μὲν τοῖς ὀχυρωτάτοις καὶ δυσαλώτοις φρουρίοις χρησάμενον, ἔπειτα δὲ καὶ | |
20 | τοῖς ἀριστεύουσιν ἐκείνοις περιφραττόμενον· οὐκ ᾠήθη δίκαιον τῆς οἰκείας σωτηρίας φροντίσαι, ἀλλὰ συμμετασχεῖν τῶν ἐπιφερομένων κολάσεων τῷ λαῷ· τοιοῦτος δὲ ὁ λοιμὸς, διαφορὰν πλουσίου καὶ πένητος οὐκ εἰδὼς, οὐδὲ δειλοῦ καὶ ἀνδρείου· οὐδὲ | |
25 | δούλου καὶ δεσπότου, οὐδὲ ἰδιώτου καὶ βασιλέως· ἀλλὰ κατὰ πάντων ὁμοίως χωρῶν. Τούτου χάριν ταύτην τὴν τιμωρίαν τῶν ἄλλων προείλετο, ἧς αὐ‐ τός ἐστιν ὁ κολάζων διανομεύς· «Εἶπε γὰρ, φησὶ, Δαβὶδ πρὸς Γάδ· Στενά μοι σφόδρα ἐστὶ καὶ τὰ τρία. | |
30 | Πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας Κυρίου· ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω· καὶ ἐξελέξατο ἑαυτῷ Δαβὶδ τὸν θά‐ νατον,» καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη. Τριῶν γὰρ ἡμερῶν ὁ Θεὸς θάνατον ἀπειλήσας, ἐν ἓξ μόναις | |
35 | ὥραις τὸν θάνατον ἐπήνεγκε. Συναριθμουμένων δὲ τῶν νυκτῶν ταῖς ἡμέραις, τὸ δωδεκατημόριον εὑ‐ ρίσκεται τῆς ἀπειλῆς ἐπενεχθὲν τῷ λαῷ. Οὕτως ὁ φιλάνθρωπος Κύριος μείζοσι μὲν κέχρηται ταῖς ἀπει‐ λαῖς τοὺς ἁμαρτάνοντας δεδιττόμενος· πολλῷ δὲ τῶν | |
40 | ἀπειλῶν ἐλάττους ἐπιφέρει τὰς τιμωρίας. Καὶ γὰρ, | |
ἐννακοσίων χιλιάδων τοῦ Ἰσραὴλ εὑρεθεισῶν, | 664 | |
80.665 | καὶ τοῦ Ἰούδα τετρακοσίων, δηλονότι τῶν τὴν στρα‐ τεύσιμον ἡλικίαν ἀγόντων, καὶ τῶν προώρων καὶ τῶν ἐξώρων, καὶ μέντοι καὶ γυναικῶν ἐξῃρημένων, προσέτι δὲ καὶ τῶν Λευϊτῶν, καὶ τῆς Βενιαμίτιδος | |
5 | φυλῆς· μεταμεληθέντος γὰρ τοῦ βασιλέως οὐκ ἠρι‐ θμήθησαν· ἑβδομήκοντα χιλιάδες ὑπὸ τοῦ ἀγγέλου ἀνῃρέθησαν μόναι· καὶ ταῦτα πάντων ἐν ἀκαρεῖ διαφθαρῆναι δυναμένων. Οὐ γὰρ ἐδεῖτο χρόνου τι‐ μωρὸς ἄγγελος. Ἐν ἀκαρεῖ γὰρ ἀνεῖλε καὶ τὰ τῶν | |
10 | Αἰγυπτίων πρωτότοκα, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων. Τῆς φιλανθρωπίας τοίνυν, ἀλλ’ οὐ τῆς ἀδυναμίας, ὁ χρόνος. Αὐτίκα γοῦν τῆς Ἱερουσαλὴμ ἐπιβὰς ὤφθη ὁ ἄγγελος τῷ Δα‐ βὶδ, τὴν ῥομφαίαν ἔχων γυμνὴν, ἵνα τὴν συγγνώμην | |
15 | αἰτήσῃ. Ἀξιάγαστα δὲ καὶ αὐτὰ τοῦ βασιλέως τὰ ῥήματα· «Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.» Ἀγνοῶν τὴν αἰτίαν, οἰ‐ | |
20 | κείαν ἁμαρτίαν τὸ γεγενημένον ἐκάλεσε· καὶ αὐτῷ καὶ τῷ γένει δικαίαν ἐπενεχθῆναι ψῆφον ἱκέτευσε, λόγοις χρησάμενος ποιμένος ἀληθινοῦ, καὶ τὸν υἱὸν αὐτοῦ καὶ Κύριον μιμησάμενος, ὃς τὴν ψυχὴν αὑτοῦ ἔθηκεν ὑπὲρ τῶν προβάτων. Δεξάμενος δὲ τὴν ἱκε‐ | |
25 | τείαν ὁ ἀγαθὸς Κύριος, ἐν ἐκείνῳ τῷ χωρίῳ θυσια‐ στήριον οἰκοδομηθῆναι προσέταξεν, ἐν ᾧ τὴν τιμω‐ ρίαν ὁ θεῖος ἐκώλυσεν ἔλεος. Τὸ δὲ, «Μετεμελήθη Κύριος,» περιττὸν ἑρμηνεύειν. Πολλάκις γὰρ αὐ‐ τοῦ εἰρήκαμεν τὴν διάνοιαν, καὶ ὅτι τὴν τῆς οἰκονο‐ | |
30 | μίας σημαίνει μεταβολήν. Παραυτίκα τοίνυν ὁ βα‐ σιλεὺς δραμὼν ᾔτησεν Ὀρνίαν τὸν Ἰεβου‐ σαῖον ἀποδόσθαι τὴν ἅλω. Ἐκείνου δὲ προῖκα δώ‐ σειν ὑποσχομένου καὶ τὴν ἅλω, καὶ τοὺς βοῦς, καὶ τῶν ἀρότρων τὰ ξύλα, ἵνα ἐν ἐκείνῃ μὲν δομήσηται | |
35 | τὸν βωμὸν, τούτους δὲ ἱερεύσῃ, τοῖς δὲ ξύλοις προσ‐ ενέγκῃ τὸ πῦρ, δίκαιον εἶπεν ὁ βασιλεὺς, μὴ ἐξ ἀλλοτρίων τῷ Θεῷ δῶρα προσφέρειν, ἀλλ’ ἐξ οἰ‐ κείων. Ταῦτα παρ’ αὐτοῦ μεμαθηκὼς ὁ υἱὸς αὐτοῦ Σολομὼν, παραινεῖ λέγων, «Τίμα τὸν Κύριον ἀπὸ | |
40 | σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρ‐ πῶν δικαιοσύνης.» Ταῦτα πληρῶν ὁ βασιλεὺς, πριάμενος τὸν βωμὸν ᾠκοδόμησε, καὶ τὴν θυσίαν προσήνεγκε, καὶ τὸν Θεὸν ἱλεώσατο. Ἰστέον δὲ ὡς ἐν ἐκείνῳ τῷ χωρίῳ τὸν νεὼν ᾠκοδόμησεν ὁ σοφὸς | |
45 | Σολομών. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει· «Προσ‐ | |
έθηκε γὰρ, φησὶν, ὁ Σολομὼν ἐπὶ τὸ θυσιαστήριον | 666 | |
80667-668 | ἐπ’ ἐσχάτων, ὅτι μικρὸν ἦν ἐν πρώτοις·» μετὰ ταῦτα τὰ κατὰ Ὀρνίαν, ἢ Ἀδωνίαν (διώνυμος γὰρ ἦν), ὁ ἱστοριογράφος συνέγραψεν· ὅπως μὲν ἐμελέτησε τυραννίδα· ὅπως δὲ συμπόσιον λαμπρὸν ἐπετέλεσε, πρωτοκλίτους ἔχων τοῦ συμποσίου τὸν στρατηγὸν Ἰωὰβ, καὶ Ἀβιάθαρ τὸν ἱε‐ ρέα. Ἐτέλεσε δὲ τὸ συσσίτιον παρά τινα πηγὴν, πρὸ τοῦ ἄστεως ἀναβλύζουσαν, παρ’ ἣν βασιλικὸς | |
5 | ἐτεθήλει παράδεισος. Οὕτω γὰρ ὁ Ἰώσηπος ἔφη, καὶ ὁ Σύμμαχος δὲ τὴν Ἀῒν πηγὴν ἡρμήνευσεν. Ἀϊνὰ δὲ αὐτὴν καὶ ὁ Σύρος καλεῖ. | |
80.668(7t) | ΕΙΣ ΤΗΝ ΤΡΙΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. | |
9 | ΕΡΩΤΗΣΙΣ Αʹ. | |
10 | Τινὲς ὑπολαμβάνουσιν ἀλγῆσαι τὸν Νάθαν, ὡς μὴ κληθέντα εἰς τὸ συσσίτιον· καὶ τού‐ του χάριν παρασκευάσαι τὴν Βερσαβεὲ τὰ γεγενημένα μηνῦσαι τῷ βασιλεῖ. ΑΠΟΚΡΙΣΙΣ. | |
15 | Ἀνοήτως ἄγαν τήνδε τὴν ὑποψίαν ἐσχήκασιν. Ὁ γὰρ προφήτης, τοῦ Θεοῦ τὴν ψῆφον εἰδώς· (δι’ αὐτοῦ γὰρ ἐδήλωσε τῷ βασιλεῖ, «Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ· ἀλλ’ ἰδοὺ υἱὸς τί‐ κτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀνα‐ | |
20 | παύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυ‐ κλόθεν. Σολομὼν ὄνομα αὐτῷ· καὶ εἰρήνην καὶ ἡσυ‐ χίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. Οὗ‐ τος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου·») ταῦτα εἰ‐ δὼς ὁ προφήτης, καὶ θεασάμενος τὸν Ὀρνίαν παρὰ | |
25 | τὴν θείαν βουλὴν τὴν βασιλείαν ἁρπάσαντα, ἀν‐ έμνησε διὰ τῆς Βερσαβεὲ τὸν βασιλέα τῆς θείας προῤ‐ ῥήσεως· εἶτα εἰσελθὼν τοὺς ἐκείνης ἐβεβαίωσε λό‐ γους. ΕΡΩΤ. Βʹ. | |
30 | Τὸν Γηὼν τίνα καλεῖ, | |
Γηὼν μὲν ὁ Νεῖλος ὠνόμασται· εἷς γὰρ τῶν πο‐ | 668 | |
80.669 | ταμῶν ἐστι τῶν τεσσάρων. Καὶ τοῦτο σαφῶς αὐ‐ τὸς ὁ Θεὸς διὰ Ἰερεμίου ἐδίδαξεν εἰπών· «Καὶ νῦν τί σοὶ καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηών;» Ἐπωνόμασαν δὲ καὶ τὸν Σιλοὰμ Γηών· ἢ ὡς ἄγαν | |
5 | μικρὸν εἰρωνικῶς οὕτω καλέσαντες· ἢ ἐπειδὴ καὶ αὐτὸς ἐξ ἀφανῶν ἔξεισιν ὑπονόμων, ὥσπερ ὁ Νεῖλος. Χρίσαι δὲ τὸν Σολομῶντα προσετάχθησαν Σαδὼκ ὁ ἀρχιερεὺς, καὶ Νάθαν ὁ προφήτης. Προτέτακται τοῦ προφήτου μὲν ὁ ἀρχιερεὺς, τοῦ στρατηγοῦ δὲ ὁ | |
10 | προφήτης. Συναπεστάλησαν δὲ καὶ οἱ σφενδονῖται καὶ οἱ τοξόται· τούτους γὰρ καλεῖ Χερεθὶ καὶ Φε‐ λεθί. ΕΡΩΤ. Γʹ. Τί δήποτε καὶ οἱ ἄρχοντες τὸν βασιλέα τὸν νέον | |
15 | ἐπὶ τοῦ πατρὸς εὐλογοῦντες εὐκλεέστερον γενέσθαι τοῦ πατρὸς καὶ περιφανέστερον ηὔ‐ ξαντο; «Ἀγαθύναι γὰρ, ἔφασαν, Κύριος τὸ ὄνομα τοῦ υἱοῦ Σολομῶντος ὑπὲρ τὸ ὄνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ | |
20 | τὸν θρόνον σου.» ᾜδεσαν ὡς οὐδεὶς ἔχων πατρικὴν φιλοστοργίαν ἐζηλοτύπησε παῖδας· καὶ ὡς ἴδιον πατέρων τὸ βούλεσθαι τοὺς παῖδας καὶ ἑαυτῶν λαμπροτέρους ὁρᾷν. Ἄρειος γὰρ καὶ οἱ τούτου παῖδες ταύτην | |
25 | μόνοι νοσοῦσι τὴν ἄνοιαν. Ὁ δέ γε Δαβὶδ οὕτως τοῖς παρὰ τῶν ἀρχόντων εἰρημένοις ἐφήσθη. ὅτι καὶ τοῦ γήρως αὐτὸν ἀναστῆναι κωλύοντος, κατακεκλι‐ μένος προσεκύνησε τὸν Θεὸν, τὸν ταῖς ὑποσχέσεσι δεδωκότα τὸ πέρας· «Εὐλογητὸς γὰρ, φησὶ, Κύ‐ | |
30 | ριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρ‐ ματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.» Τῷ μὲν οὖν Θεῷ τοῦ‐ τον τὸν ὕμνον προσήνεγκε, τῷ δὲ διαδόχῳ τῆς βασι‐ λείας παιδὶ φυλάττειν ἀκήρατον τὴν εὐσέβειαν παρ‐ | |
35 | εγγύησε. Πρῶτον δὲ τὸ κοινὸν ἐπέδειξε τέλος· «Ἐγὼ γὰρ, ἔφη, πορεύσομαι ἐν ὁδῷ πάσης τῆς γῆς, καὶ κραταιωθήσῃ, καὶ ἔσῃ εἰς ἄνδρα δυνάμεως καὶ φυλάξεις τὴν φυλακὴν τοῦ Θεοῦ Ἰσραὴλ, τοῦ πορεύεσθαι ἐνώπιον αὐτοῦ φυλάσσειν τὴν ὁδὸν | |
40 | αὐτοῦ· καὶ τὰ προστάγματα αὐτοῦ, ἀκριβάσμα‐ τα αὐτοῦ, καὶ τὰ κρίματα αὐτοῦ, ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ, καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωσέως.» Μηδὲ τὸ τυχὸν τῶν γεγραμμένων παραβῆναι τολμήσῃς. Τοῦτο γὰρ δηλοῖ «τὰ ἀκρι‐ | |
45 | βάσματα, καὶ τὰ κρίματα, καὶ τὰ μαρτύρια, καὶ | 670 |
80.672 | ἐντολὰς, καὶ προστάγματα» Ἐδίδαξε δὲ καὶ τὸ ἐν‐ τεῦθεν φυόμενον κέρδος· «Ὅπως εὐοδωθῇ πάντα ἃ ποιήσεις, καὶ πανταχῆ οὗ ἐὰν ἐπιβλέψῃς ἐκεῖ.» Τούτων γὰρ, φησὶ, παρὰ σοῦ γινομένων, ἐμπεδώσει | |
5 | ὁ ἀγαθὸς ἡμῶν Κύριος τὴν παρ’ αὐτοῦ πρὸς ἐμὲ γεγενημένην ὑπόσχεσιν, ὅτι Οὐ μὴ ἐξαρθήσεταί σοι ἀνὴρ ἀπὸ τοῦ θρόνου Ἰσραήλ. ΕΡΩΤ. Δʹ. Τίνος χάριν αὐτὸς μὴ κολάσας τὸν Ἰωὰβ, τῷ παιδὶ τοῦτο δρᾶσαι προσέταξε; | |
10 | Πρῶτον μὲν ᾐδέσθη αὐτὸν, ἅτε τῶν πόνων καὶ κινδύνων γενόμενον κοινωνόν· ἔπειτα δὲ αὐτοῦ καὶ τὸ θρασὺ ὑφωρᾶτο. Τοῦτο γὰρ ἐδήλωσε δι’ ὧν εἴρηκεν, ὅτι «Υἱοὶ Σαρουΐα σκληρότεροί μού εἰσι.» Πρὸς δὲ τούτοις, μαθὼν συγκατασκευάζοντα αὐτὸν τῷ | |
15 | Ὀρνίᾳ τὴν τυραννίδα, ἔδεισε μὴ τῇ συνήθει κακο‐ ηθείᾳ χρησάμενος, καταφρονήσῃ τῆς τοῦ Σολομῶν‐ τος νεότητος, καὶ δυοῖν θάτερον δράσῃ· ἢ εὐνοίας προσωπείῳ χρησάμενος ἀνέλῃ λαθὼν, ὥσπερ δὴ τὸν Ἀβεννὴρ καὶ τὸν Ἀβεσσᾶ κατέκτεινεν· ἢ προφανῶς | |
20 | ἀντιπαρατάξηται, καὶ διέλῃ τὸν Ἰσραήλ. Ἐδίδαξε δὲ αὐτὸν καὶ τοῦ Βερσελῆ τὴν εὔνοιαν, καὶ τοὺς ἐκείνου παῖδας πάσης ἀξιωθῆναι κηδεμονίας ἐκέλευσεν, ὀφεί‐ λειν αὐτῷ τοῦτο χρέος ὁμολογῶν. ΕΡΩΤ. Εʹ. | |
25 | Διατί τῷ Σεμεῒ δεδωκὼς τὴν συγγνώμην, τῷ Σολομῶντι κολάσαι τοῦτον προσέταξε; Τυραννικὸν ᾔδει τὸν ἄνδρα, καὶ ἄγαν θρασύν· καὶ τῆς τοῦ παιδὸς προμηθούμενος σωτηρίας, ἐδί‐ δαξεν αὐτὸν ἃ τετόλμηκεν, ἵνα τὴν τοῦ ἀνδρὸς φυλάτ‐ | |
30 | τηται πονηρίαν. ᾜδει δὲ καὶ, ὡς προφήτης, ὅτι τοῦ Σολομῶντος παραβαίνων τὰς ἐντολὰς διαφθα‐ ρήσεται. Μιαρὸς γὰρ ἦν ὁ ἀνὴρ, καὶ στάσεων ἀρχ‐ ηγός. ΕΡΩΤ. ϛʹ. | |
35 | Τί ἐστιν ἡ πόλις Δαβίδ; Τὴν Σιὼν ἡ θεία Γραφὴ πόλιν προσαγορεύει Δαβίδ. Οὕτω δὲ καὶ ἡ ἄνω πόλις ἐκέκλητο· πᾶσα δὲ νῦν Ἱερουσαλὴμ ὀνομάζεται. Ἐν ταύτῃ φησὶν ὁ Ἰώση‐ πος καὶ αὐτὸν ἀξιωθῆναι ταφῆς, καὶ τοὺς μετ’ | |
40 | αὐτὸν βασιλεῖς· τὸ δὲ μνῆμα παρὰ τὴν Σιλοὰμ εἶναι, ἀντροειδὲς ἔχον τὸ σχῆμα, καὶ τὴν βασιλικὴν δηλοῦν πολυτέλειαν. Ἔφη δὲ καὶ πολὺν αὐτῷ συγκατορυ‐ γῆναι χρυσὸν παρὰ τοῦ παιδὸς Σολομῶντος· καὶ τοῦτο γενέσθαι δῆλον ἐκ τῶν ὕστερον γενομένων | |
45 | Ὑρκανὸν γὰρ τὸν ἀρχιερέα, πολιορκουμένης τῆς πόλεως ὑπὸ Ἀντιόχου τοῦ Δημητρίου παιδὸς, ἀνοῖ‐ ξαι τὸ μνῆμα, καὶ τάλαντα ἐκεῖθεν ἐκφορῆσαι τρισ‐ | |
χίλια. Δαβὶδ μέντοι ὁ βασιλεὺς ἑβδομηκοντούτης | 672 | |
80.673 | γενόμενος ἐδέξατο τοῦ βίου τὸ πέρας. Τριακοντούτης μὲν γὰρ ἐβασίλευσε, τεσσαράκοντα δὲ βασιλεύων ἐξήνυσεν ἔτη. | |
6 | ΕΡΩΤ. Ζʹ. Νεμεσῶσι τῷ Σολομῶντί τινες, ὡς ἀποκτείναντι τὸν ἀδελφόν. Διάφοροι τῶν ἀνθρώπων οἱ βίοι. Οἱ μὲν γὰρ τὴν | |
10 | ἄκραν φιλοσοφίαν ἀσκοῦσιν, οἱ δὲ τὴν καλουμένην πολιτικὴν ἀρετήν· ἄλλοι βασιλείαν, ἢ στρατηγίαν ἰθύνουσι. Χρὴ τοίνυν ἕκαστον ἐξετάζειν πρὸς τὴν πολιτείαν ἣν μέτεισι· τοιγάρτοι τὸν Σολομῶντα οὐ προφητικὴν ἀπαιτητέον, οὐδὲ ἀποστολικὴν τελειότη‐ | |
15 | τα, ἀλλὰ τὴν βασιλεῦσιν ἁρμόττουσαν. ᾜδει δὲ αὐτὸς τὸν Ὀρνίαν ἐφιέμενον τυραννίδος· καὶ γὰρ ἐπειράθη τὴν βασιλείαν ἁρπάσαι. Τῷ μὲν οὖν προ‐ τέρῳ συνέγνω τολμήματι, καὶ σωτηρίας ἀξιώσειν ὑπέσχετο σωφρονεῖν ἀνεχόμενον. Ἐπειδὴ δὲ ᾔτησε | |
20 | τὴν σύνευνον τοῦ πατρὸς, οὐκ ἔδωκε μὲν τὴν αἴτησιν τυραννίδος οὖσαν ὁδόν· τῇ βασιλείᾳ δὲ τὸ ἀστασίαστον μηχανώμενος, ἀναιρεθῆναι προσ‐ έταξεν. ΕΡΩΤ. Ηʹ. | |
25 | Τί δήποτε τὸν Ἰωὰβ τῷ Θεῷ προσπεφευγότα κατέκτεινε; Ὁ τοῦ Θεοῦ νόμος τοῦτο γενέσθαι διηγόρευσεν· τὸν προσφεύγοντα γὰρ ἀνδροφόνον ἀναιρεῖσθαι προσ‐ έταξεν. Ὁ δὲ Σεμεεὶ αὐτὸς ἐφ’ ἑαυτὸν εἵλκυσε | |
30 | τοῦ θανάτου τὴν ψῆφον· τὴν γὰρ μητρόπολιν οἰκεῖν ὑποσχόμενος, καὶ ὅρκῳ τὴν ὑπόσχεσιν κρατύνας, παρέβη τὸν ὅρκον, καὶ παρὰ τὰς συνθήκας ἐκδημῆσαι τετόλμηκεν. ΕΡΩΤ. Θʹ. | |
35 | Τίνος χάριν τὸν Ἀβιάθαρ τῆς ἀρχιερωσύνης ἐγύμνωσεν; Ἐκοινώνησε μὲν τῷ Ὀρνίᾳ τῆς τυραννίδος. Τοῦτο γὰρ δηλοῖ καὶ τοῦ Σολομῶντος τὰ ῥήματα· «Ἀπό‐ τρεχε γὰρ, φησὶν, εἰς τὸν ἀγρόν σου, καὶ εἰς τὸν | |
40 | οἶκόν σου, ὅτι ἀνὴρ θανάτου σὺ εἶ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον Δαβὶδ τοῦ πατρός μου· καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.» Ὑπέκειτο μὲν οὖν, ὡς ἔφην, καὶ τῇ | |
45 | κατηγορίᾳ τῆς τυραννίδος, ἅτε δὴ συνεργὸς γεγε‐ νημένος τῆς τοῦ Ὀρνία θρασύτητος. Πλὴν ὁ Σολο‐ μὼν καὶ τῆς θείας προῤῥήσεως γέγονεν ὑπουργός. Τῷ γὰρ Ἡλεὶ, καὶ διὰ τοῦ πανευφήμου Σαμουὴλ, καὶ μέντοι καὶ δι’ ἄλλου προφήτου, προηγόρευσεν | |
80.673(50) | ὁ Θεὸς τοῦ γένους τὴν ἀτιμίαν. Τοῦτο δὲ καὶ ἡ ἱστο‐ | |
ρία δεδήλωκεν λέγει γὰρ οὕτως· «Καὶ ἐξέβαλε | 674 | |
80.676 | Σολομὼν τὸν Ἀβιάθαρ, τοῦ μὴ εἶναι εἰς ἱερέα Κυρίου τοῦ πληρωθῆναι τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν Σηλὼμ ἐπὶ τὸν οἶκον Ἡλεί.» ΕΡΩΤ. Ιʹ. Πῶς νοητέον τὸ, «Ἐπλήθυνεν ἡ σοφία Σολο‐ | |
5 | μῶντος ὑπὲρ τὴν φρόνησιν πάντων τῶν υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύ‐ πτου;» Ἐκ παραλλήλου δεῖξαι αὐτοῦ τὴν σοφίαν ὁ ἱστο‐ ριογράφος ἠθέλησεν. Τούτου χάριν καὶ τῶν πάλαι | |
10 | γεγενημένων σοφῶν ἀορίστως ἐμνήσθη· καὶ τοὺς Αἰγυπτίους προστέθεικεν, ὡς δοκοῦντας παρὰ πάντας εἶναι σοφούς. Καὶ γὰρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύρος, καὶ Πυθαγόρας ὁ Σάμιος, καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ | |
15 | Πλάτων ὁ Ἀθηναῖος, πρὸς τούτους ἐξεδήμησαν, καὶ θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσε‐ σθαι παρὰ τούτων ἐλπίσαντες. Καὶ ἡ θεία δὲ Γραφὴ τὰ κατὰ τὸν Μωσῆν ἱστοροῦσα τὸν νομοθέτην ἔφη, ὅτι ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων. Τού‐ | |
20 | τους, φησὶν, ἅπαντας ὁ Σολομὼν ἀπέκρυψεν, ἅτε δὴ θεόθεν τῆς σοφίας τὸ δῶρον δεξάμενος· τῷ δὲ τῆς σοφίας ἐπαίνῳ συνῆψε κατηγορίαν. Τὸν γὰρ περὶ τοῦ γάμου κείμενον ἄντικρυς νόμον παρέβη, ὃς ταῖς ἀλλοφύλοις ἐκώλυε συνάπτεσθαι γυναιξίν. Αὐτὸς | |
25 | γὰρ πρῶτος ἔλαβε γυναῖκα τοῦ Φαραὼ τὴν θυγατέρα. ΕΡΩΤ. ΙΑʹ. Τί ἐστι, «Καὶ Ἀχικὰμ υἱὸς Θαρὰκ ἐπὶ τὰς ἄρσεις;» Ἄρχων ἦν τῶν μετακομιζόντων τοὺς λίθους καὶ | |
30 | τὰ ξύλα. Τούτους δὲ τῶν Παραλειπομένων ἡ βί‐ βλος νωτοφόρους ἐκάλεσεν· ὠμοφόρους δὲ αὐτοὺς οἱ νῦν ὀνομάζουσιν. Ἡ μέντοι ἱστορία δηλοῖ, ὡς πέρας ἔλαβεν ἡ τοῦ Θεοῦ ὑπόσχεσις. Ἐπηγγείλατο γὰρ δώσειν τῷ Ἰσραὴλ ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου, | |
35 | ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. «Ἦν γὰρ, φησὶν, ἄρχων ὁ Σολομὼν ἐπὶ πᾶσι τοῖς βασιλεῦ‐ σιν ἀπὸ τοῦ ποταμοῦ, καὶ ἕως γῆς ἀλλοφύλων, καὶ ἕως ὁρίων Αἰγύπτου.» ΕΡΩΤ. ΙΒʹ. | |
40 | Πῶς νοητέον, «Καὶ ὁ λαὸς ἦν θυμιῶντες καὶ θύοντες ἐν τοῖς ὑψηλοτάτοις;» Οὐκ εἰδωλολατρείαν αὐτῶν ἐνταῦθα κατηγορεῖ, ἀλλ’ ὅτι παρὰ τὸν νόμον ἐν τοῖς ὑψηλοτάτοις χωρίοις τῷ Θεῷ θυσίας προσέφερον. Ὁ γὰρ νόμος ἐν ἑνὶ | |
45 | τόπῳ λατρεύειν προσέταξεν. Συγγνώμης δὲ ὅμως ἀπήλαυον, ἐπειδήπερ οὐδέπω ὁ θεῖος ναὸς ἐδεδόμητο. Τοῦτο γὰρ καὶ ἡ ἱστορία δεδήλωκεν· «Ἦσαν γὰρ θυμιῶντες καὶ θύοντες ἐν τοῖς ὑψηλοτάτοις, ὅτι οὐκ | |
ᾠκοδομήθη ὁ οἶκος τῷ ὀνόματι Κυρίου ἕως τοῦ νῦν.» | 676 | |
80.677 | Ἐντεῦθεν νοητέον τὰ περὶ τῶν ἄλλων ἱστορού‐ μενα βασιλέων, ὅτι ἐξῆραν τὰ ἄλση, καὶ τὰς στήλας τοῦ Βαὰλ συνέτριψαν· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆραν. Καὶ γὰρ Ἀσὰ, καὶ Ἰωσαφὰτ, καὶ ἄλλοι τινὲς, τὸ | |
5 | τοῖς δαίμοσι θύειν ἐκώλυσαν, καὶ τὰ ἐκείνων τεμένη κατέλυσαν· οὐ μὴν ἐπαύσαντο τοῦ ἐν τοῖς ὑψηλοῖς τὰς θυσίας προσφέρειν. Τῷ μέντοι Ἰεζεκίᾳ, καὶ τῷ Ἰωσίᾳ, ταύτην τὴν τελειότητα μεμαρτύρηκεν ἡ θεία Γραφή. Ὅτι δὲ ἐν τοῖς ὑψηλοῖς τῷ Θεῷ τῶν | |
10 | ὅλων τὰς θυσίας προσέφερον, τὰ ἑξῆς μαρτυρεῖ· «Ἠγάπησε γὰρ, φησὶ, Σολομὼν τὸν Κύριον, τοῦ πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία·» τουτέστιν οὐ πρὸ τῆς σκηνῆς, οὐδὲ πρὸ τῆς κιβωτοῦ, | |
15 | κατὰ τὸν θεῖον νόμον. Ὅτι δὲ οὐ τοῖς εἰδώλοις, ἀλλὰ τῷ Θεῷ τότε τὰς ἑκατόμβας καὶ χιλιόμβας προσ‐ έφερε, σαφῶς ἡμᾶς ἡ ἱστορία διδάσκει· «Ἐπορεύθη γὰρ, φησὶ, Σολομὼν εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη, χιλίαν ὁλοκαύτω‐ | |
20 | σιν δεχομένη. Καὶ ἀνήνεγκε Σολομὼν ἐπὶ τὸ θυ‐ σιαστήριον τὸ ἐν Γαβαὼν, καὶ ὤφθη Κύριος τῷ Σο‐ λομῶντι ἐν ὕπνῳ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ, Αἴτησαι αἴτημα σεαυτῷ.» Οὐκ ἂν δὲ, εἰ τοῖς εἰ‐ δώλοις τὰς θυσίας προσενηνόχει, ὁ Θεὸς αὐτῷ ἀντ‐ | |
25 | απέδωκε τὰς παντοδαπὰς δωρεάς. Τούτων γὰρ ἁπάν‐ των ὁμοῦ τῶν κατὰ τὸν βίον, ἢ ὄντων, ἢ δοκούντων ἀγαθῶν τὴν σοφίαν προελομένου, δέδωκεν ὁ μεγαλό‐ δωρος σοφίας μὲν χάριν, ὅσην ἡ φύσις ἐδέχετο· πλοῦτον δὲ καὶ δυναστείαν, καὶ τὴν ἐν εἰρήνῃ βασιλείαν, ὑπὲρ | |
30 | πάντας τοὺς τηνικάδε βασιλέας· ὥστε τούτου τὸ κλέος πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν. Ἀξιάγα‐ στα δὲ αὐτοῦ καὶ τῆς προσευχῆς τὰ ῥήματα. Ἀνα‐ μνήσας γὰρ τῶν ὑπαρξάντων ἀγαθῶν τῷ πατρὶ, καὶ τὸν τούτων χορηγὸν ἀνυμνήσας, τὴν ὑπὲρ ἑαυτοῦ | |
35 | ἱκετείαν προσήνεγκε· «Καὶ νῦν, Κύριέ μου, Κύριε, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ τοῦ Δαβὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρὸν, καὶ οὐκ οἶδα τὴν εἴσοδόν μου καὶ τὴν ἔξοδόν μου. Καὶ ὁ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολὺν, | |
40 | ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐ διαριθμηθή‐ σεται ἀπὸ τοῦ πλήθους, καὶ οὐ διηγηθήσεται· καὶ δώσεις τῷ δούλῳ σου καρδίαν φρονίμην, τοῦ ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύ‐ νῃ, καὶ τοῦ συνιέναι ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ.» | |
45 | Διὰ δὲ τούτων καὶ τῆς φύσεως ἔδειξε τὴν ἀσθένειαν, | |
καὶ τῆς ἡλικίας τὸ ἀτελὲς, καὶ τῆς δοθείσης ἐξου‐ | 678 | |
80.680 | σίας τὸ μέγεθος, καὶ τὸ τῆς κρίσεως ἐπικίνδυνον, καὶ τῆς φρονήσεως τὸ ἀναγκαῖον, καὶ τὸ συνετὸν τῆς αἰτήσεως. Ὅθεν ὁ Δεσπότης Θεὸς ἐπαινέσας τὴν αἴτησιν, καὶ ταύτην ἔδωκε, καὶ τἄλλα προὐτέ‐ | |
5 | θεικε. Τοῦτο κἀν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Δεσπό‐ της ἐνομοθέτησεν· «Αἰτεῖτε γὰρ, φησὶν, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν.» Ταύ‐ τας μέντοι τῷ Σολομῶντι τὰς δωρεὰς δέδωκεν ὁ | |
10 | Θεὸς, πάσης δὲ αὐτὸν ἀξιώσειν προμηθείας ὑπέσχετο· «Ἐὰν πορευθῇς γὰρ, φησὶν, ἐν τῇ ὁδῷ μου, τοῦ φυλάσσειν τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, ἐν οἷς ἐπορεύθη Δαβὶδ ὁ πατήρ σου, καὶ μακρυνεῖς τὰς ἡμέρας σου.» ΕΡΩΤ. ΙΓʹ. Πῶς νοητέον τὸ, «Ἐξυπνίσθη Σολομὼν, καὶ | |
15 | ἰδοὺ ἐνύπνιον;» Διαναστὰς, φησὶ, τοῦ ὀνείρατος ἀνεμνήσθη· καὶ συνεὶς θείαν οὖσαν τὴν ἀποκάλυψιν, ἐπανῆλθε μὲν εἰς τὴν μητρόπολιν, πρὸ δὲ τῆς θείας κιβωτοῦ χα‐ ριστήριον θυσίαν προσήνεγκεν. | |
20 | ΕΡΩΤ. ΙΔʹ. Τὸ κατὰ τὰς δύο ἑταίρας διήγημα τίνος χάριν τέθεικεν ὁ τὴν ἱστορίαν γραψάμενος; Ἐπιδεῖξαι τὴν τοῦ βασιλέως ἐβουλήθη σοφίαν. Σοφωτάτης γὰρ τῷ ὄντι διανοίας, τὸ τὰ λανθάνοντα | |
25 | δεῖξαι, καὶ τὰ κεκρυμμένα δηλῶσαι, καὶ προσ‐ ενεγκεῖν τῇ φύσει τὴν βάσανον, καὶ αὐτῇ τῆς δίκης ἐπιτρέψαι τὴν ψῆφον. Αὐτίκα γοῦν ἡ μὲν μήτηρ ἐδείχθη, ἡ δὲ οὐ μήτηρ ἠλέγχθη, ΕΡΩΤ. ΙΕʹ. | |
30 | Παύσας τὸν Ἀβιάθαρ πῶς αὐτὸν πάλιν συνέταξε τῷ Σαδώκ; Τὴν ἀρχὴν ἀφείλετο, οὐ τῆς ἱερωσύνης ἐγύμνω‐ σεν. Τὴν γὰρ τῆς ἱερωσύνης ἀξίαν οὐκ ἐκ χειροτο‐ νίας, ἀλλ’ ἐκ γονικῆς εἶχον διαδοχῆς. | |
35 | ΕΡΩΤ. Ιϛʹ. Τὰ χορηγούμενα τῇ τραπέζῃ τοῦ βασιλέως τίνες ἀνήλισκον; Οὐχ οἱ θεράποντες μόνον, ἀλλὰ καὶ τῶν σωμα‐ τοφυλάκων τὸ πλῆθος· ἀσπιδηφόροι καὶ δορυφόροι, | |
40 | καὶ οἱ συνεσθιόμενοι ἄρχοντες. ΕΡΩΤ. ΙΖʹ. Τίνες οἱ περὶ τὸν Αἰθὰμ καὶ Αἰμὰν, οὒς ἀπέκρυψεν ὁ Σολομὼν τῇ σοφίᾳ; | |
Κατ’ ἐκεῖνο καιροῦ ἦσάν τινες ἐν σοφίᾳ ἐπί‐ | 680 | |
80.681 | σημοι· ὅθεν αὐτῶν καὶ ὀνομαστὶ ἐμνήσθη. Ὁ δὲ Αἰθὰμ καὶ Αἰμὰν τῶν ψαλτῳδῶν ἦσαν, ἐν κινύ‐ ραις, καὶ ναύλαις, καὶ κυμβάλοις τὸν Θεὸν ἀν‐ υμνοῦντες. | |
5 | ΕΡΩΤ. ΙΗʹ. Πῶς νοητέον τὸ, «Ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ, καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου,» καὶ τὰ ἑξῆς. | |
10 | Καὶ τὰς φύσεις, καὶ τὰς δυνάμεις, καὶ τῶν βοτα‐ νῶν, καὶ τῶν δένδρων, καὶ μέντοι καὶ τῶν ἀλόγων ζώων πεφυσιολογηκέναι αὐτὸν εἴρηκεν· ἐντεῦθεν οἶμαι καὶ τοὺς τὰς ἰατρικὰς βίβλους συγγεγραφότας ἐρανίσασθαι πάμπολλα· καὶ τῶν θερμῶν καὶ ψυ‐ | |
15 | χρῶν, καὶ μέντοι καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν συν‐ θεῖναι τὰς τάξεις, καὶ ἥδε τῆσδε τῆς βοτάνης ὅσῳ τινὶ μέτρῳ θερμοτέρα ἢ ψυχροτέρα· καὶ τοῦδε τοῦ ζώου τόδε τὸ μόριον τίνος πάθους ἀλεξιφάρμακον· οἷον ἡ τῆς ὑαίνης χολὴ, ἢ τὸ λεόντειον στέαρ, ἢ τὸ | |
20 | ταύρειον αἷμα, ἢ τῶν ἐχιδνῶν αἱ σάρκες. Περὶ τού‐ των γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν συγγεγράφασιν, ἐκ τῶν Σολομῶντι συγγεγραμμένων εἰληφότες τῶν πρώτων τὰς ἀφορμάς. ΕΡΩΤ. ΙΘʹ. | |
25 | Τί ἐστι, «Καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς τῇ θυγατρὶ αὐτοῦ, γυναικὶ Σολομῶντος; Ἃς εἷλε πόλεις προῖκα αὐτῇ δέδωκε, τῷ Σολο‐ μῶντι κατεγγυήσας. ΕΡΩΤ. Κʹ. | |
30 | Πῶς νοητέον τὸ, «Ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὑτοῦ, χρῖσαι τὸν Σο‐ λομῶντα ἀντὶ Δαβὶδ τοῦ πατρὸς αὐτοῦ; Χρίσιν τὴν χειροτονίαν ἐκάλεσεν· οὐχ ὅτι ὁ ἀλ‐ λόφυλος ἔχριε τοῦ Ἰσραὴλ τὸν βασιλέα· ἀλλ’ ὡς πα‐ | |
35 | τρῷος φίλος, σύμψηφος ἐγένετο τῇ βασιλείᾳ. ΕΡΩΤ. ΚΑʹ. Τὸ μαχεὶρ τί σημαίνει; Μέτρον ἑρμηνεύεται· «Ἔδωκε γὰρ, φησὶν, ὁ Σο‐ λομὼν τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρων πυροῦ μαχεὶρ | |
40 | τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βὲθ ἐλαίου | |
κεκομμένου.» Τὸ δὲ βὲθ οἱ ἄλλοι βάτον ἡρ‐ | 682 | |
80.684 | μήνευσαν. Ὁ δὲ βάτος μέτρον ἐστὶ Παλαιστίνων, ἑβδομήκοντα καὶ τέσσαρας χόας χωροῦν, ὡς Ἰώσηπος ἔφησεν. ΕΡΩΤ. ΚΒʹ. | |
5 | Τί δήποτε οὐκ εὐθὺς βασιλεύσας, ἀλλ’ ἐν τετάρτῳ ἔτει τῆς οἰκοδομίας ἤρξατο; Τὰς ὕλας ηὐτρέπισε πρότερον· εἶθ’ οὕτω κατέπηξε τὰ θεμέλια· τοῦτο καὶ ὁ ἱστοριογράφος ἐδίδαξε· «Καὶ ἡτοίμασε τοὺς λίθους, καὶ τὰ ξύλα, τρισὶν | |
10 | ἔτεσιν εἰς τὴν οἰκοδομὴν τοῦ οἴκου.» ΕΡΩΤ. ΚΓʹ. Εἰ λίθοις ἀπελεκήτοις τὸν ναὸν ᾠκοδόμησε, ποῦ τοσούτων ἐδεῖτο λατόμων; Αὐτὸν τὸν ναὸν ἐξ ἀπελεκήτων ᾠκοδόμησε λίθων, | |
15 | τῆς θείας Προνοίας τοιούτους αὐτοφυεῖς εὑρεθῆναι λίθους ἐθελησάσης, ὥστε μηδενὸς εἰς ἁρμονίαν δεη‐ θῆναι σιδήρου, ἀλλ’ ὑπὲρ πᾶσαν οἰκοδομικὴν τέχνην ἀλλήλοις συναρμοσθῆναι. Τοῖς δὲ τμητοῖς λίθοις τὸν τοῦ ἱεροῦ περίβολον ἐδομήσατο, καὶ τὰ βασίλεια, καὶ | |
20 | τὸ τῆς μητροπόλεως τεῖχος, καὶ τὰς ἄλλας πόλεις, ἃς ὀχυρωτέρας ἀπέφηνεν. Ἐν κεφαλαίῳ δὲ τοῦ νεὼ τὴν οἰκοδομίαν ἐκφράσω. Τούτου τὸ μῆκος ἑξήκον‐ τα πήχεων ἦν, εἴκοσι δὲ τὸ εὖρος. Ἐτέτραπτο δὲ οὐ πρὸς ἕω· ἵνα οἱ προσευχόμενοι μὴ τὸν ἥλιον | |
25 | ἀνίσχοντα προσκυνῶσιν, ἀλλὰ τὸν τοῦ ἡλίου Δεσπό‐ την. Θαυμαζέτω δὲ μηδεὶς, εἰ τῆς θείας Γραφῆς τεσσαράκοντα πήχεων τὸ μῆκος, εἴκοσι δὲ τὸ εὖρος εἰρηκυίας, τὸ μῆκος ἑξήκοντα εἶπον ἐγώ. Μετ’ ὀλίγα γὰρ καὶ τῶν ἄλλων εἴκοσι ἐπιμέμνηται, τὰ | |
30 | ἅγια τῶν ἁγίων ἐπιδεικνῦσα. Ταῦτα καὶ Δαβεὶρ ὀνομάζει. Οὐκοῦν τεσσαράκοντα μὲν πήχεων ὁ ἄλλος ναὸς ἦν, εἴκοσι δὲ τῶν ἁγίων τὰ Ἅγια. Συνῳκοδό‐ μηντο δὲ τῷ ναῷ καὶ ἔξωθεν οἰκίσκοι ἕτεροι, ὥστε καὶ τὴν οἰκοδομὴν συνέχειν, καὶ μηδένα τῶν Λευϊ‐ | |
35 | τῶν προσψαύειν τοῖς τοῦ ναοῦ τοίχοις. Μόνοις γὰρ τοῖς ἱερεῦσιν εἰσιτητὸν ἦν εἰς τὸν πρῶτον ναὸν τὸν καλούμενον Ἅγια· εἰς δὲ τὸ ἄδυτον καὶ ἀνάκτορον, ἅπερ Ἅγια τῶν ἁγίων ὠνόμασεν, οὐδὲ τούτοις ἐπι‐ βαίνειν ἐξῆν. Μόνος γὰρ ὁ ἀρχιερεὺς τῶν ἀψαύστων | |
40 | κατατολμᾷν ἐπετέτακτο· καὶ οὐδ’ οὗτος ἀεὶ, ἀλλ’ ἐν τῷ ἑβδόμῳ μηνὶ, τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ. Ἐν δέ γε | |
τοῖς οἰκίσκοις ἐκείνοις, τοῖς ἐν κύκλῳ τοῦ ναοῦ δεδο‐ | 684 | |
80.685 | μημένοις, τὰ τῆς θείας λειτουργείας ἀπετίθεντο σκεύη. Τοῦ δὲ τοῦ ναοῦ προπύλαιον, ὅπερ Αἰ‐ λὰμ ὠνόμασται τῇ Ἑβραίων φωνῇ, ἰσόμετρον μὲν εἶχε τῷ πλάτει τοῦ ναοῦ τὸ μῆκος, δέκα δὲ πήχεων | |
5 | τὸ εὖρος. Φωταγωγοὺς δὲ ὁ ναὸς εἶχεν, ἔνδοθεν μὲν εὐρείας, ἔξωθεν δὲ στενὰς ἄγαν, διατρήτοις δὲ λίθοις κεκαλυμμένας. Τοῦτο γὰρ δηλοῖ τὸ, «Ἐποίησε τῷ οἴκῳ θυρίδας δικτυωτὰς κρυπτάς.» Μέλαθρα δὲ καλεῖ, τοὺς ἐν κύκλῳ τοῦ ναοῦ δεδομημένους | |
10 | οἰκίσκους· θαυμαζέτω δὲ μηδεὶς, εἰ πενταπήχεις μὲν οἱ ἐπίπεδοι ἦσαν, ἑξαπήχεις δὲ οἱ διώροφοι, ἑπταπήχεις δὲ οἱ τριώροφοι. Οἱ τοῖχοι γὰρ ἦσαν εὐ‐ ρύτεροι κάτω, ὥστε φέρειν τῆς οἰκοδομίας τὸ βάρος. Ἀφαιρουμένου δὲ κατὰ μέρος τοῦ εὔρους, προσετέθη | |
15 | τοῖς μὲν διωρόφοις ὁ πῆχυς, τοῖς δὲ τριωρόφοις οἱ δύο. Τοῦτο δὲ καὶ ὁ ἱστοριογράφος ἐδίδαξεν, ὅτι διά‐ στημα ἔδωκε τῷ τοίχῳ κύκλοθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλάβωνται τῶν τοίχων τοῦ οἴκου. Ἰώσηπος μέντοι φησὶ, καὶ αὐτὸν τὸν ναὸν διώροφον γεγε‐ | |
20 | νῆσθαι, καὶ πᾶν τὸ ὕψος ἑκατὸν εἴκοσι πήχεις εἶναι. Τοῦτο δὲ καὶ τῶν Παραλειπομένων ἡ βίβλος διδά‐ σκει. ΕΡΩΤ. ΚΔʹ. Πῶς νοητέον τὸ, «Σφύρα καὶ πέλυξ, καὶ πᾶν | |
25 | σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἰκοδο‐ μεῖσθαι αὐτόν;» Καὶ ἤδη ἔφην, ὅτι τὸν ναὸν ἐξ αὐτοφυῶν ᾠκοδό‐ μησε λίθων· τοὺς δέ γε τμητοὺς λίθους, δι’ ὧν τοῦ ναοῦ τὸν περίβολον κατεσκεύασεν, ἐν τῷ ὄρει ξεσθῆ‐ | |
30 | ναι καὶ ἀλλήλοις συναρμοθῆναι προσέταξεν, ἵνα μηδεμίας λοιπὸν ἐργασίας προσδεηθῶσι. Καὶ ἐνταῦθα δὲ ὁ συγγραφεὺς ᾐνίξατο, ὡς ὑπερῷα εἶχεν ὁ ναός. «Εἱλικτὴ γὰρ, φησὶν, ἦν ἡ ἀνάβασις εἰς τὴν μέσην, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα.» Εὐρύ‐ | |
35 | τατος γὰρ ὁ τοῖχος ὢν κοχλιώδη τὴν ἀνάβασιν εἶχε· τοῦτο γὰρ εἶπεν εἱλικτήν. Σανίσι δὲ αὐτὸν κεδρίναις συνεκάλυψεν ἅπαντα· καὶ πάλιν χρυσῷ τὰς σανίδας κατέκρυψεν. Ἐνδέσμους δὲ τὰς ἱμαντίας | |
ἐκάλεσεν. Ἔφη δὲ ταύτας ἐκ κέδρου κατεσκευά‐ | 686 | |
80.688 | σθαι, καὶ κατὰ πέντε λίθων πήχεις· ταύταις ἅπασαν τὴν οἰκοδομίαν δεθῆναι. Ὅτι δὲ ἑξήκοντα πήχεων ἦν ὁ ναὸς, ἐντεῦθεν καταμαθεῖν εὐπετές. Εἰρηκὼς γὰρ ἤδη, ὅτι τεσσαράκοντα πήχεων ἦν τὸ | |
5 | μῆκος, μετὰ ταῦτα πάλιν ἐπήγαγε· «Καὶ ᾠκοδό‐ μησε τοὺς εἴκοσι πήχεις, ἀπ’ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν, ἀπὸ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησεν ἕως τοῦ Δαβεὶρ τὸν τοῖχον εἰς τὰ Ἅγια τῶν ἁγίων. Καὶ τεσσαράκοντα πήχεων ἦν αὐτὸς ὁ | |
10 | ναὸς ὁ καταπρόσωπον τοῦ Δαβείρ· ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν, τοῦ δοῦναι ἐκεῖ τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου. Εἴκοσι πήχεων τὸ μῆκος, καὶ εἴκοσι πήχεων τὸ πλάτος, καὶ εἴκοσι πήχεων τὸ ὕψος αὐτοῦ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένον.» | |
15 | Οὐκοῦν τεσσαράκοντα μὲν πήχεων ἦν τὰ λεγόμενα Ἅγια· εἴκοσι δὲ τὰ Ἅγια τῶν ἁγίων. Ταῦτα δὲ καὶ Δαβεὶρ ὠνόμαστο. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς σαφέ‐ στερον ἴδοι τις ἄν. «Ἐποίησε γὰρ, φησὶ, θυσιαστή‐ ριον κατὰ πρόσωπον τοῦ Δαβείρ.» Τὸ γὰρ θυσιαστή‐ | |
20 | ριον τοῦ θυμιάματος πρὸ τοῦ καταπετάσματος ἔκει‐ το, ἔνθεν μὲν ἔχον τὴν τράπεζαν, ἔνθεν δὲ τὴν λυ‐ χνίαν. Εἶτα πάλιν ἐδίδαξεν ἡμᾶς, ὡς Δαβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ. «Ἐποίησε γὰρ, φησὶ, τῷ Δαβεὶρ δύο Χερουβίμ.» Τούτων δὲ ἕκαστος δεκά‐ | |
25 | πηχυς ἦν, ὥστε θάτερον μὲν τῶν πτερῶν τοῖς τοί‐ χοις πελάζειν, τὰς δὲ τῶν ἑτέρων ἀρχὰς ἀλλήλοις συνάπτεσθαι, καὶ συγκαλύπτειν τὴν κιβωτόν· πάν‐ τα μέντοι χρυσῷ συνεκεκάλυπτο· καὶ ὁ ὄροφος, καὶ τὸ ἔδαφος, καὶ τὰ Χερουβὶμ, καὶ οἱ τοῖχοι, καὶ | |
30 | αἱ θύραι· ὥστε μηδεμίαν ἑτέραν ἔνδον ὕλην ὁρᾶσθαι. Ὥσπερ δὲ τὰ ἔνδον διχῆ διῄρητο· οὕτω δὴ καὶ τὰ ὕπαιθρα. Τούτων γὰρ τὰ μὲν ἦν βατὰ παντὶ τῷ λαῷ, τὰ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς Λευΐταις. Διεῖργε δὲ τούτους ἀπ’ ἐκείνων θριγκίον οὐχ ὑψηλὸν, ὥστε καὶ | |
35 | τοὺς ἀπεσχοινισμένους τῶν ἔνδον, ἔξωθεν θεωρεῖν τὴν τῶν θυσιῶν ἱερουργίαν. Κατεσκεύασε δὲ καὶ δύο στύλους ἐξ ὕλης χαλκοῦ, ἀξιοθέατον καὶ εἶδος καὶ μέγεθος ἔχοντας. Τὸ μὲν γὰρ ὕψος, δίχα τῶν κεφα‐ λίδων, ὀκτωκαίδεκα πήχεων ἦν, τεσσαρεσκαίδεκα δὲ | |
40 | εἶχεν ὁ κύκλος. Τούτοις καὶ κεφαλίδας ἐκ τῆς αὐτῆς ὕλης ἐπέθηκε, καὶ κρίνα μέγιστα ταῖς κεφαλίσι, καὶ δικτυοειδῆ τινα κόσμον ῥόας ἐξηρτημένας ἔχοντα. Ἐκόσμουν δὲ τὸ προπύλαιον οὗτοι, μέλαθρον φέ‐ ροντες ἐκ τῆς αὐτῆς ὕλης πεποιημένον. Μέλαθρον | |
45 | δὲ κέκληκε τὸ νῦν παρά τινων ἐπίστυλον προσαγο‐ ρευόμενον. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκεν, | |
εἰποῦσα· «Ἐπίθεμα τὸ μέλαθρον, ἐπ’ ἀμφοτέρων | 688 | |
80.689 | τῶν στύλων τῷ πάχει.» Ἐποίησε δὲ καὶ λουτῆρα χαλκοῦν, ὃν διὰ τὸ μέγεθος ἐκάλεσε θάλασσαν. Εἶχε μὲν γὰρ εἶδος ἡμισφαιρίου δέκα πήχεων τὴν διάμε‐ τρον. Τρεῖς δὲ καὶ τριάκοντα πήχεις εἶχεν ὁ κύκλος· | |
5 | ἐπειδὴ σπιθαμῆς εἶχε μέτρον τὸ πάχος. Τῶν γὰρ δύο σπιθαμῶν, τῆς ἐντεῦθέν φημι, καὶ τῆς ἐκεῖθεν, τῇ διαμέτρῳ συμμετρουμένων, ἕνδεκα πήχεις εὑρί‐ σκονται. Τριπλασιαζόμενοι δὲ οὗτοι ποιοῦσι τρεῖς καὶ τριάκοντα. Ταύτην ἔφερον δυοκαίδεκα μόσχοι, ἀνὰ | |
10 | τρεῖς πρὸς ἕκαστον ἄνεμον ἀποβλέποντες. Τοῦ δὲ λουτῆρος τὸ χεῖλος ἐπικλινὲς εἰς τὸ ἔξω ἦν, τοῦ κρί‐ νου τὰ φύλλα μιμούμενον. Τὰς δὲ μεχωνὼθ τῶν Παραλειπομένων ἡ βίβλος λουτῆρας ὠνόμασεν. Ὁ δὲ Ἰώσηπος τὰς μεχωνὼθ βάσεις εἶπε, τοὺς δὲ | |
15 | χυτρογαύλους λουτῆρας ἐπικειμένους ταῖς βάσε‐ σιν. Ἐν δὲ τούτοις ἔπλυνον τὰ ἱερεῖα, καὶ τὰ τούτων ἐντὸς, καὶ τοὺς πόδας. Τοῦτο γὰρ σαφῶς ἡ τῶν Παραλειπομένων βίβλος ἐδίδαξε· «Τοῦ πλύνειν γὰρ, φησὶν, ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων, καὶ | |
20 | ἐπικλύζειν ἐν αὐτοῖς. Καὶ ἡ θάλασσα εἰς τὸ νί‐ πτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.» Τὰς δὲ τῶν λουτή‐ ρων βάσεις, ἃς μεχωνὼθ προσηγόρευσε, τετραγώ‐ νους εἶπε κατεσκευάσθαι, τροχοὺς ἐχούσας ὑπο‐ κειμένους ἁρματιαίοις ἐοικότας τροχοῖς. Εἶχον δὲ | |
25 | αὗται ἄνω χειρῶν ἐκτυπώματα, στεφανοειδῆ φέροντα κύκλον, ᾧ ὁ λουτὴρ ἐπετίθετο. Θερμαστρεῖς δὲ κέκληκε τοὺς θερμαντῆρας, ἐν οἷς τὸ ὕδωρ θερμαίνειν εἰώθαμεν. Κατεσκεύασε δὲ καὶ δέκα λυχνίας χρυσᾶς, ἃς ἐν τῷ ναῷ τέθεικε κατὰ πρόσωπον τοῦ Δαβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων. ΕΡΩΤ. ΚΕʹ. | |
30 | Πῶς νοητέον τὸ, Εἰσήνεγκε Σολομὼν τὰ ἅγια Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ πάντα τὰ ἅγια Σολομῶντος;» Ἅγια κέκληκε τὰ τῷ Θεῷ ἀνατεθέντα, καὶ τὰ ἐκ τῶν πολέμων ἀκροθίνια προσενεχθέντα· οἷον | |
35 | ἀνεθεμάτισεν Ἰησοῦς ὁ τοῦ Ναυῆ τὸν Ἱεριχὼ, πάντα τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀνέθηκε τῷ Θεῷ. Ἅγια τοίνυν κέκληκε τὰ ἀφορισθέντα τῷ τῶν ὅλων Θεῷ. ΕΡΩΤ. Κϛʹ. | |
40 | Τίνα καλεῖ οἶκον δρυμοῦ τοῦ Λιβάνου; | |
Μέγιστον ἐν τοῖς βασιλείοις ᾠκοδόμησεν οἶκον, τοῦ | 690 | |
80.692 | δικαστηρίου πρόδομον. Τούτου ἑκατὸν πήχεων ἦν τὸ μῆκος, πεντήκοντα δὲ τὸ εὖρος. Εἶχε δὲ στύλους κε‐ δρίνους πέντε καὶ τριάκοντα καὶ ἑκατόν. Οἶμαι τοί‐ νυν αὐτὸν κληθῆναι οἶκον δρυμοῦ τοῦ Λιβάνου, | |
5 | ἐπειδὴ πλῆθος εἶχε κιόνων κεδρίνων, μιμουμένων τοῦ Λιβάνου τὸ ἄλσος. Αἰλὰμ δὲ πάλιν τὸ προπύ‐ λαιον ὠνόμασεν· οὗ τὸ μῆκος ἰσόμετρον ἦν τῷ πλά‐ τει τοῦ οἴκου· πεντήκοντα γὰρ πήχεων τὸ μῆκος, τριάκοντα δὲ τὸ εὖρος. Ὅτι δὲ τῷ δικαστηρίῳ συν‐ | |
10 | ήρμοστο οὗτος ὁ οἶκος, ἱστορία διδάσκει. «Καὶ τὸ Αἰλὰμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ. Αἰλὰμ τοῦ κριτηρίου, καὶ ὁ οἶκος αὐτῶν, ἐν ᾧ καθήσεται ἐκεῖ,» καὶ τὰ ἑξῆς. Ὅτι δὲ εἰς τάσδε τὰς οἰκοδομίας τοῖς τμητοῖς ἐχρήσατο λίθοις, τὰ ἑξῆς διδάσκει. «Ταῦ‐ | |
15 | τα γὰρ πάντα, φησὶν, ἐκ λίθων τιμίων κεκο‐ λαμμένων, ἐκ διαστήματος ἔσωθεν, καὶ ἐκ τῶν θεμελίων ἕως τῶν γεισῶν.» Ὅτι δὲ Δαβεὶρ τὰ Ἅγια τῶν ἁγίων καλεῖ, σαφέστερον ἐκ τῆς ἱστορίας μανθάνομεν. Εἰπὼν γὰρ ὁ συγγραφεὺς, ὅτι τῆς οἰ‐ | |
20 | κοδομῆς τέλος λαβούσης συνήγαγε τὸν λαὸν, ὥστε τῶν ἐγκαινίων ἐπιτελέσαι τὴν ἑορτὴν, ἐπήγαγε· «Καὶ ἐκφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν δια‐ θήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυ‐ | |
25 | γας τῶν Χερουβείμ.» ΕΡΩΤ. ΚΖʹ. Πῶς νοητέον, «Ἃ ἐλάλησας ἐν τῷ ὀνόμα‐ τί σου, καὶ ἐν ταῖς χερσί σου ἐπλήρωσας, ὡς ἡ ἡμέρα αὕτη;» | |
30 | Διὰ τῆς γλώσσης λόγους προφέρομεν· διὰ δὲ τῶν χειρῶν ἐργαζόμεθα. Ἀνθρωπίνως τοίνυν τοῖς λόγοις χρησάμενος εἴρηκεν, ὅτι «Οἷς εἶπας τὸ πέρας ἐπέθηκας.» Ἐπαγγειλάμενος γὰρ τῷ ἐμῷ πατρὶ, σῷ δὲ θεράποντι, καὶ βασιλέα χειροτονήσειν τὸν ἐξ | |
35 | αὐτοῦ, καὶ δι’ αὐτὸν τὸν σὸν οἰκοδομήσειν ναὸν, ἔδειξας τῶν σῶν λόγων ἀλήθειαν. Φύσιν γὰρ ἀπε‐ ρίληπτον ἔχων, καὶ μήτε τῷ ὁρωμένῳ, μήτε τῷ ὑπερτέρῳ χειρούμενος οὐρανῷ, χειροποίητον ναὸν σαυτῷ κατεσκεύασας, οὐκ ἐν τούτῳ περιγραφόμενος, | |
40 | ἀλλ’ ἐν τούτῳ τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν. Τοῦτο γὰρ ἔφη, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός· | |
ὥστε καὶ ἕνα καθ’ ἑαυτὸν προσευχόμενον, καὶ κοινῆ | 692 | |
80.693 | τὸν λαόν σου δεόμενον, τῶν αἰτήσεων ἀπολαύειν, καὶ μὴ τοὺς ἰθαγενεῖς μόνον, ἀλλὰ καὶ τοὺς ἄλλοθεν ἀφικνουμένους, καὶ τῆς σῆς ἀγαθότητος δεομέ‐ νους, ταῖς σαῖς ἐπικλύζεσθαι δωρεαῖς. Ἱκετεύω δὲ | |
5 | καὶ τοὺς ἁμαρτάνοντας μὲν, μεταμελείᾳ δὲ κεχρη‐ μένους, καὶ προσευχομένους ἐπιμελῶς, φειδοῦς ἀξιοῦσθαι, καὶ τοῦ σοῦ ἐλέους τοὺς κρουνοὺς αὐτοῖς χορηγεῖσθαι. Εἰ δὲ καὶ ἡττηθεὶς ἐν πολέμῳ, διὰ τὰς τολμηθείσας παρανομίας δορυάλωτος ὁ λαός σου | |
10 | γένοιτο, εἶτα δουλεύων εἰς αἴσθησιν ἔλθοι τῶν ἐπταισμένων, καὶ οἴκτου τυχεῖν ἱκετεύσοι εἰς τοῦτον τὸν ναὸν ἀποβλέπων, ἐπίβλεψον οὐρανόθεν ἐξ ἐκεί‐ νου τοῦ ἀκηράτου ναοῦ σου, καὶ τὴν προγονικὴν αὐτοῖς ἐλευθερίαν προσευξαμένοις ἀπόδος. Ταῦτα | |
15 | καὶ περὶ πολέμων, καὶ περὶ τῶν ἄλλων θεηλάτων πληγῶν τὸν φιλάνθρωπον Δεσπότην ἱκέτευσεν· ὥστε τοὺς μὲν ἐν τῇ πατρίδι διάγοντας, καὶ εἰς τὸν θεῖον ναὸν συνθέοντας, καὶ θερμῶς ἱκετεύοντας, συγγνώμης τυχεῖν. Τοὺς δὲ πόῤῥω ὄντας, καὶ εἰς | |
20 | τὴν πρὸς τοῦτον φέρουσαν τρεπομένους ὁδὸν, καὶ τὸν Θεὸν ἀντιβολοῦντας, καὶ τῶν δυσχερῶν ἀπαλ‐ λάττεσθαι, καὶ τῶν καταθυμίων τυγχάνειν. ΕΡΩΤ. ΚΗʹ. Πῶς νοητέον τὸ, «Ἥλιον ἔστησεν ἐν οὐρανῷ Κύριος, καὶ εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ;» | |
25 | Μελῳδῶν ὁ μακάριος ἔφη Δαβὶδ, «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ.» Καὶ ἀλλαχοῦ, «Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος | |
30 | ἀποκρυφὴν αὑτοῦ.» Σκότος δὲ καὶ γνόφος τῆς θείας αἰνίττεται οὐσίας τὸ ἀόρατον. Ἔφη τοίνυν ὁ Σολο‐ μὼν, ὅτι τὸν ἥλιον ἐν οὐρανῷ τεθεικὼς, ὥστε τοὺς ἀνθρώπους ἀπολαύειν τοῦ φωτὸς, αὐτὸς εἶπε «τοῦ κατοικεῖν ἐν γνόφῳ.» Οἶμαι δὲ ἐνταῦθα τὸν ναὸν | |
35 | αἰνίττεσθαι. Φωταγωγοὺς γὰρ εἶχε ἄγαν σμικροτά‐ τους, ἐπειδὴ καὶ ἑτέρους οἰκίσκους εἶχε δεδομημέ‐ νους. Τοῦτο γὰρ ἐπήγαγεν· «Οἰκοδόμησον οἶκόν μοι, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ κενότητος» Οὐδὲ γὰρ αὐτὸς ἐδεῖτο τῆς τοιαύτης | |
40 | οἰκοδομίας, ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων χρείαν οἰκοδομηθῆναι προσέταξεν. Ἰστέον μέντοι, ὡς τῆς οἰκοδομίας τὸ σκάριφον, καὶ τὰ μέτρα, καὶ τὸν χρυ‐ σὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν τῶν ἱερῶν ἀριθμὸν, ὁ θεῖος Δαβὶδ ἐδεδώκει τῷ Σολομῶντι. Λέγει γὰρ | |
45 | ταῦτα καὶ τῶν Παραλειπομένων ἡ βίβλος· «Καὶ ἔδωκε Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὑτοῦ τὸ παράδει‐ | |
γμα τοῦ ναοῦ, καὶ τῶν οἴκων αὐτοῦ. καὶ τῶν ὑπερ‐ | 694 | |
80.696 | ῴων, καὶ τῶν ταμείων αὐτοῦ τῶν ἐσωτέρων, καὶ τοῦ ἱλαστηρίου· καὶ τὸ παράδειγμα πάντων, ὧν ἦν ἐν πνεύματι μετ’ αὐτοῦ, καὶ τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων παστοφορίων τῶν κύκλῳ, τῶν | |
5 | εἰς τὰς ἀποθήκας οἴκου Κυρίου, καὶ τῶν ἀποθη‐ κῶν τῶν Ἁγίων· καὶ τὰς διαιρέσεις τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευϊτῶν, εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου, καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν λατρείας οἴκου Κυρίου· ἧς | |
10 | τὸ χρυσίον καὶ τὸ σταθμὸν τῆς ὁλκῆς αὐτοῦ, πᾶσι τοῖς σκεύεσι.» Καὶ ἐφεξῆς καταλέγει καὶ τὰς λυχνίας, καὶ τὰς τραπέζας, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας· καὶ ὅτι ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ σχήματος τῶν Χερουβὶμ | |
15 | τῶν διαπετομένων ἐν ταῖς πτέρυξι, καὶ σκια‐ ζόντων ἐπὶ τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου. Πάν‐ τα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε Δαβὶδ τῷ Σο‐ λομῶντι. Δῆλον τοίνυν, ὅτι καθάπερ τῷ μεγάλῳ Μωσῇ ἔδειξεν ὁ Θεὸς τῆς σκηνῇς τὸ παράδειγμα, | |
20 | καὶ ἔφη πρὸς αὐτὸν, ὅτι «Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·» οὕτως τὸν μακάριον Δαβὶδ ἐδίδαξεν ἡ χάρις τοῦ Πνεύματος τῆς οἰκοδομίας τὸ εἶδος· αὐτὸς δὲ τοῦτο ὑπέδειξε τῷ παιδί. Ἐπισημήνασθαι δὲ χρὴ, ὅτι Κύριον τὸ παν‐ | |
25 | άγιον ὠνόμασε Πνεῦμα. Εἰρηκὼς γὰρ ὁ συγγρα‐ φεὺς, ὅτι «Ἔδωκεν αὐτῷ τὸ παράδειγμα πάντων ὧν ἦν ἐν πνεύματι μετ’ αὐτοῦ,» ἐπήγαγε μετ’ ὀλίγα, «Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε Δαβὶδ τῷ Σολομῶντι.» Ὡς δὲ ἡ τῶν Παραλειπομέ‐ | |
30 | νων πάλιν ἐδίδαξε βίβλος, καὶ μαρμάροις ὁ ναὸς ἐπεποίκιλτο. «Λίθους γὰρ ὄνυχος, καὶ πληρώσεως, καὶ λίθους πολυτελεῖς, καὶ πάντα λίθον τίμιον, καὶ λίθους Παρίους εἰς πλῆθος.» ΕΡΩΤ. ΚΘʹ. Τί ἐστιν, «Ἰδοὺ αὕτη γέγραπται ἐπὶ βιβλίου τῆς ᾠδῆς;» | |
35 | Πολλάκις ἔφην, ὅτι πολλὰ ἦν βιβλία προφητικά· καὶ τοῦτο, σὺν Θεῷ φάναι, δηλώσομεν ἀκριβέστερον ἑρμηνεύσοντες τῶν Παραλειπομένων τὴν βίβλον. ΕΡΩΤ. Λʹ. Πῶς νοητέον, «Εὐφραινόμενος καὶ αἰνῶν ἐν‐ | |
40 | ώπιον τοῦ Θεοῦ ἑπτὰ ἡμέρας, καὶ τεσσαρεσ‐ καίδεκα ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλε τὸν λαόν; Ἐν τῇ τῆς Σκηνοπηγίας ἑορτῇ συνεκάλεσε τὸν λαόν. Ἐπανηγύρησαν οὖν τεσσαρεσκαίδεκα ἡμέρας· | |
45 | ἑπτὰ μὲν τῶν ἐγκαινίων· ἑπτὰ δὲ τῆς σκηνοπη‐ γίας. Ὀγδόην τοίνυν καλεῖ, τὴν μετὰ τὰς ἑπτὰ τὰς | |
τελευταίας ἡμέραν. Μετὰ δὲ τὸ τέλος τῆς ἑορτῆς, | 696 | |
80.697 | ὑποτίθεται πάλιν ὁ Δεσπότης Θεὸς τῷ Σολομῶντι, ταυτὶ τὴν σωτηρίαν πραγματευόμενος. Ἵνα γὰρ μὴ τῆς φροντίδος ἀπαλλαγεὶς εἰς ῥᾳθυμίαν ἀπο‐ κλίνῃ, καὶ τῶν νόμων αὐτὸν ἀναγκαίως ἀνέμνησε, | |
5 | καὶ τὴν πρὸς τὸν πατέρα γεγενημένην ἐπαγγελίαν ἐμπεδώσειν ὑπέσχετο, καὶ ὄλεθρον ἠπείλησε παρα‐ βᾶσι τοὺς νόμους, καὶ τὸν ἁγιασθέντα νεὼν ἔρημον δι’ αὐτοὺς καταλείψειν· «Ἐὰν γὰρ, φησὶν, ἀποστραφέν‐ τες ἀποστραφῆτε ὑμεῖς, καὶ τὰ τέκνα ὑμῶν, ἀπ’ ἐμοῦ, | |
10 | καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωσῆς ἐνώπιον ὑμῶν, μὴ φυλάξητε, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις, καὶ προσκυνήσητε αὐτοῖς· καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀποῤῥίψω | |
15 | ἐκ προσώπου μου· καὶ ἔσται Ἱερουσαλὴμ εἰς ἀφα‐ νισμὸν, καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς· καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς, πᾶς πορευόμενος δι’ αὐ‐ τοῦ ἐκστήσεται καὶ συριεῖ·» καὶ τὰ ἑξῆς, ἃ δηλοῖ τὴν αἰτίαν τοῦ συριγμοῦ. «Πυνθανόμενοι γὰρ, φησὶ, | |
20 | τί δήποτε ταῦτα πέπονθεν Ἰσραὴλ, μαθήσονται ὡς διὰ τὸ καταλιπεῖν αὐτοὺς τὸν Κύριον τὸν Θεὸν, ὃς τῶν Αἰγυπτίων αὐτοὺς ἐλευθερώσας δουλείας, ταύτην αὐτοῖς τὴν γῆν ἐδωρήσατο.» ΕΡΩΤ. ΛΑʹ. | |
25 | Ποία ἐστὶν ἡ Γασίων γαβέρ; Ὡς Ἰώσηπος ἔφη, ἡ νῦν καλουμένη Βερονί‐ κη· ἔστι δὲ αὕτη παράλιος πόλις Αἰθιόπων τῶν πρὸς Αἰγύπτῳ. ΕΡΩΤ. ΛΒʹ. | |
30 | Σοφερὰ ποία ἐστίν; Χώρα τις ἔστι τῆς Ἰνδίας, ἣν οἱ γεωγράφοι χρυ‐ σῆν ὀνομάζουσι γῆν. ΕΡΩΤ. ΛΓʹ. Σαβᾶ ποῖόν ἐστιν ἔθνος; | |
35 | Αἰθιοπικόν. Ἐντεῦθεν δὲ αὐτοὺς κεῖσθαί φασι τῆς θαλάσσης τῆς Ἰνδικῆς. Ὀνομάζουσι δὲ αὐτοὺς Ὁμη‐ ρίτας. Κατάντικρυ δέ εἰσι τῶν Αὐξουμιτῶν· μέση δὲ τούτων κἀκείνων ἡ θάλασσα. Τούτων ἐβασίλευ‐ σεν ἡ θαυμασία ἐκείνη γυνὴ ἧς ἐπῄνεσε τὴν | |
40 | σπουδὴν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Δεσπότης Χριστός. Ἀκούσασα γὰρ τὰ περὶ τῆς τοῦ Σολομῶν‐ τος σοφίας θρυλλούμενα, ὁδὸν παμπόλλων ἐξήνυσεν ἡμερῶν, καὶ κέρδος τὸν πόνον ὑπέλαβε, καὶ τοῦτον τῆς ἐν βασιλείοις τροφῆς προτετίμηκε, καὶ διὰ | |
45 | τοῦ Σολομῶντος τὸν τῆς σοφίας ἀνύμνησε χορηγόν. | |
«Γένοιτο γὰρ, ἔφη, Κύριος ὁ Θεός σου εὐλογημένος, | 698 | |
80.700 | ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνον Ἰσραὴλ, τοῦ στῆσαι αὐτὸν εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασι‐ λέα ἐπ’ αὐτοὺς, τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ, καὶ ἐν κρίμασιν αὐτοῦ.» Ἐγὼ δὲ τῆς ἀποστολικῆς | |
5 | ἀνεμνήσθην διδασκαλίας, ἣ τοὺς δίχα νόμου δικαιω‐ θέντας ἐθαύμασεν· «Ὅταν γὰρ, φησὶν, ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος.» Καὶ αὕτη γὰρ ἀλλό‐ φυλος οὖσα, καὶ μήτε νόμον δεξαμένη θεῖον, μήτε | |
10 | προφητικῆς ἀπολαύσασα γεωργίας, ἠρκέσθη τῷ τῆς φύσεως νόμῳ, καὶ τὴν δικαιοσύνην ἐθαύμασε, καὶ τὴν δικαίαν κρίσιν εὐφήμισε, καὶ διὰ τοῦ δεξαμένου τῆς σοφίας τὸ δῶρον, τὸν μεγαλόδωρον ὕμνησεν. ΕΡΩΤ. ΛΔʹ. | |
15 | Τίνα διαφορὰν ἡ ναύλα πρὸς τὴν κινύραν ἔχει; Ἀνὰ δέκα μὲν φθόγγους καὶ αὕτη κἀκείνη ἔχει. Φασὶ δὲ τὴν μὲν ναύλαν δακτύλοις, τὴν δὲ κινύραν ἀνακρούεσθαι πλήκτρῳ. | |
20 | ΕΡΩΤ. ΛΕʹ. Ξύλα ἀπελέκητα ποῖα καλεῖ; Οἶμαι ὅτι τὰ λεῖα, καὶ ὀρθὰ, καὶ ὄζων ἀπηλλαγμέ‐ να. Ὁ δὲ Ἰώσηπος πεύκινα αὐτὰ εἴρηκεν, ἥκι‐ στα τοῖς παρ’ ἡμῖν ἐοικότα πευκίνοις. Τοῦ συκίνου | |
25 | γὰρ ξύλου καὶ λευκότερα εἶναι, καὶ λειότερα, καὶ στρυφνότερα εἴρηκε. ΕΡΩΤ. Λϛʹ. Ποία πόλις ἐστὶν ἡ Θαρσεῖς; Ἐνταῦθα Ἰνδικήν τινα χώραν ὠνόμασεν. Οἱ δὲ | |
30 | τὸν Ἐζεκιὴλ ἑρμηνεύσαντες, τὴν Καρχηδόνα τῆς γῆς Λιβύης προκαθημένην οὕτως ἐκάλεσαν. Σολομὼν μέντοι ὁ πολυθρύλλητος, ὁ τοσούτων παρὰ τοῦ Θεοῦ δωρεῶν ἀξιωθεὶς, καὶ τοὺς βασιλεῖς τοὺς πελά‐ ζοντας ὑποτελεῖς ἐσχηκὼς, καὶ τοῖς ἀπὸ τοῦ Εὐ‐ | |
35 | φράτου μέχρι Νείλου δασμὸν ἐπιθεὶς, τῶν θείων δω‐ ρεῶν ἐπελήσθη. Λαγνίστατος γὰρ γενόμενος, παμ‐ πόλλαις μὲν ὡμίλησε γυναιξίν· Οὐκ ἠρκέσθη δὲ τοῖς ἐγχωρίοις, ἀλλὰ παρὰ τὸν νόμον καὶ ἀλλοφύλους ἠγάγετο. Πρῶτον μὲν τοῦ Φαραὼ τὴν θυγατέρα, ἔπ‐ | |
40 | ειτα δὲ Μωαβίτιδας, καὶ Σύρας, καὶ Ἰδουμαίας, καὶ Ἀμοῤῥαίας, ἐξ ὧν ἀπηγόρευσεν ὁ Θεὸς τὰς ἐπι‐ γαμίας ποιεῖσθαι, ἵνα μὴ ὁ περὶ ταύτας ἔρως δουλεῦ‐ | |
σαι τοῖς τούτων ἀναγκάσῃ θεοῖς. Τοῦτο γὰρ καὶ οὗτος | 700 | |
80.701 | ὑπέμεινε. ᾨκοδόμησε γὰρ ὑψηλὸν τῷ Χαμὼς εἰδώ‐ λῳ Μωὰβ, καὶ τῷ Μελχὼλ εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. «Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις. | |
5 | Ἐθυμία καὶ ἔθυε τοῖς εἰδώλοις αὐτῶν.» Οἱ δὲ ἄλ‐ λοι ἑρμηνευταὶ «Ἐθυμίων, εἶπον, καὶ ἔθυον.» Δῆλος δὲ ὁ λόγος, ὅτι αὐτὸς μὲν ᾠκοδόμησεν αὐ‐ ταῖς τὰ τεμένη, ἐκεῖναι δὲ τοῖς εἰδώλοις ἐλάτρευον. Ἀλλ’ οὐδὲ οὕτω τῆς κατηγορίας ἦν ἐλεύθερος. | |
10 | «Ἐποίησε γὰρ, φησὶν, ὁ Σολομὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ. Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολο‐ μῶντι, ὅτι ἐξέκλινε τὴν καρδίαν ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς, καὶ ἐντειλαμένου αὐ‐ | |
15 | τῷ περὶ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆ‐ ναι ὀπίσω θεῶν ἀλλοτρίων, καὶ φυλάξαι καὶ ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος. Οὐκ ἦν ἡ καρδία αὐ‐ τοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαβὶδ τοῦ πατρὸς αὐτοῦ.» Εἰς ἐπίτασιν δὲ κατηγορίας, | |
20 | τῆς θείας ἀποκαλύψεως τῆς δὶς γενομένης ἐμνή‐ σθη. Οὐδὲ γὰρ δι’ ἄλλου προφήτου, φησὶ, τὸ πρα‐ κτέον αὐτῷ ὑπέδειξεν· ἀλλ’ αὐτὸς αὐτῷ πρὸ πάντων ἀπηγόρευσε τῶν ψευδωνύμων θεῶν τὴν λατρείαν· εἶτα καὶ τοὺς ἄλλους νόμους φυλάττειν ἐκέλευσεν. | |
25 | Ἐπειδὴ δὲ διὰ τῆς ἀκολασίας εἰς ἀσέβειαν ἀπέκλινε, καὶ γέγονεν ἡ λαγνεία τῆς τῶν εἰδώλων πρόξενος θεραπείας, τῆς οἰκείας κηδεμονίας αὐτὸν ἐγύμνωσεν. «Διαῤῥήξω γὰρ, ἔφη, τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.» Εἶτα δείκνυσι | |
30 | τὴν ἄμετρον ἀγαθότητα· «Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ Δαβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν.» Σὺ μὲν γὰρ ἔχεις ἐπικουροῦντα τὸν πατέρα· ἐκεῖνος δὲ πατρι‐ κῆς βοηθείας γεγύμνωται. «Πλὴν ὅλην τὴν βασιλείαν | |
35 | οὐ μὴ λάβω. Ἓν σκῆπτρον δώσω τῷ υἱῷ σου, διὰ Δαβὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ, τὴν πό‐ λιν ἣν ἐξελεξάμην.» Προσθήσω, φησὶ, τὸν Βενιαμὶν τῇ τοῦ Ἰούδα φυλῇ. Μάλα δὲ εἰκότως συνῆψε τὰς δύο φυλάς· τὸ μὲν γὰρ βασιλικὸν γένος εἶχεν ἡ τοῦ | |
40 | Ἰούδα, τὸν δὲ θεῖον ναὸν ἡ τοῦ Βενιαμίν. Τῆς γὰρ Ἱερουσαλὴμ ὁ κλῆρος τῆς Βενιαμίτιδος ὑπῆρχε φυ‐ λῆς. Ἐντεῦθεν δὲ λέγει τοὺς ἐπαναστάντας πολε‐ μίους τῷ Σολομῶντι, ὅτι ἕως μὲν τῆς θείας ἀπήλαυε προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε, πάντας | |
45 | ἔχων ὑποκειμένους, καὶ δασμὸν κομίζοντας ὅτι μάλι‐ στα πλεῖστον. Ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσ‐ | |
μενέσιν εὐεπιχείρωτος γέγονεν. | 702 | |
80.704 | ΕΡΩΤ. ΛΖʹ. Τίνα λέγει Σατᾶν; Τὸν ἀποστάτην, τὸν ἀνθιστάμενον, τὸν ἐναντιούμε‐ νον. Ὅτι δὲ δύο φυλὰς τῇ Δαβιδικῇ καταλέλοιπε βα‐ | |
5 | σιλείᾳ, τὰ ἑξῆς δηλοῖ. Ἀχιὰ γὰρ ὁ προφήτης ὁ Σι‐ λωνίτης διελὼν τὴν ἀμπεχόνην εἰς δυοκαίδεκα μόρια, δέκα λαβεῖν προσέταξε τῷ Ἱεροβοάμ. Εἶτα λύει τὸ αἴνιγμα· «Ἰδοὺ ἐγὼ ῥήξω τὴν βασιλείαν ἐκ χει‐ ρὸς Σολομῶντος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ | |
10 | δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαβὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐμαυτῷ ἐκ πασῶν φυλῶν Ἰσραὴλ, ἀνθ’ οὗ ἐγκατέλιπέ με, καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ Μελχὸλ προσ‐ | |
15 | οχθίσματι υἱῶν Ἀμμών.» Ἐκ τούτων δῆλόν ἐστι, ὅτι καὶ αὐτὸς τοῖς εἰδώλοις ἐλάτρευσεν. ΕΡΩΤ. ΛΗʹ. Τί ἐστιν, «Ὅπως ἡ θέλησις Δαβὶδ τοῦ δούλου μου διαμείνῃ πάσας τὰς ἡμέρας ἐνώπιόν μου | |
20 | ἐν Ἱερουσαλὴμ, τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυ‐ τῷ, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ;» Ἄνωθεν, φησὶ, προϊδὼν τὴν τοῦ Δαβὶδ ἀρετὴν, ἐξ‐ ελεξάμην αὐτὸν, καὶ εὐδόκησα ἐν αὐτῷ· τοῦτο γὰρ λέγει θέλησιν· καὶ ὥρισα καὶ αὐτὸν, καὶ τὸ γένος | |
25 | αὐτοῦ, βασιλεύειν τῆς Ἱερουσαλὴμ, ἐν ᾗ ἠβουλήθην τὸ ἐμὸν ὄνομα σέβεσθαι. Ὁ δὲ ἱστοριογράφος τὰ κατὰ τὸν Σολομῶντα πεπληρωκὼς ἐπήγαγε· «Καὶ τὰ λοιπὰ τῶν λόγων Σολομῶντος, καὶ πάντα ὅσα ἐποίη‐ σε, καὶ πᾶσα ἡ φρόνησις αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέ‐ | |
30 | γραπται ἐν βίβλῳ λόγων τῶν Ἡμερῶν Σολομῶν‐ τος;» Τοῦτο δὲ καὶ ἡ τῶν Παραλειπομένων βίβλος δηλοῖ, ἑτέραν εἶναι βίβλον ταῦτα σημαίνουσαν. Ἐβα‐ σίλευσε δὲ κατὰ μὲν τὴν Γραφὴν τεσσαράκοντα ἔτη· κατὰ δὲ τὸν Ἰώσηπον, ὀγδοήκοντα· ἐτελεύτησε | |
35 | δὲ, ὡς ἐκεῖνος ἔφησε, τεττάρων καὶ ἐνενήκοντα. Τούτου δὲ τελευτήσαντος, τὴν βασιλείαν Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ διεδέξατο. ΕΡΩΤ. ΛΘʹ. Τί ἐστιν, «Ἡ σμικρότης μου παχυτέρα ἐστὶ τῆς | |
40 | ὀσφύος τοῦ πατρός μου;» Τῶν Παραλειπομένων ἡ βίβλος σαφέστερον τοῦτο δηλοῖ· «Ὁ βραχύτατος γάρ μου, φησὶ, δάκτυλος παχύτερος τῆς ὀσφύος τοῦ πατρός μού ἐστιν.» Οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε· καὶ Ἰώσηπος | |
45 | ὡσαύτως. | 704 |
80.705 | ΕΡΩΤ. Μʹ. Πῶς νοητέον, «Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι παρὰ Κυρίου ἦν ἡ μεταστροφή·» καὶ τὰ ἑξῆς; | |
5 | Ὡς τὸ, «Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ.» Ὅταν γὰρ, φησὶν, ὁ Θεός τινα καταλείπῃ, ὡς ἀκυ‐ βέρνητον φέρεται σκάφος· ἀλλ’ ὅμως τοῖς ἀνοήτοις ἐκείνοις χρησάμενος λόγοις, πληρωθῆναι παρεσκεύα‐ σε τοῦ Θεοῦ τὴν ἀπόφασιν. Τούτων δὲ οὕτω ῥηθέν‐ | |
10 | των, ἀφίστανται μὲν αἱ δέκα φυλαὶ, καὶ χειροτονοῦσι τὸν Ἱεροβοὰμ βασιλέα· μόνων δὲ τῶν δύο φυλῶν ὁ Ῥοβοὰμ ἐβασίλευσε, καὶ τῶν λοιπῶν ὅσοι τούτοις συνῴκουν, ἐκ τῶν ἄλλων ὄντες φυλῶν. Εἶτα βουλη‐ θέντα στρατεῦσαι κατὰ τῶν δέκα φυλῶν, διὰ Σα‐ | |
15 | μαίου τοῦ προφήτου κεκώλυκεν· «Ἀναστρεφέτω γὰρ, ἔφη, ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι ἐξ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο.» Δηλοῖ δὲ ὁ ἱστοριο‐ γράφος καὶ τῆς μητρὸς τοῦ Ῥοβοὰμ τὸ γένος, εἰς ἔλεγχον τῆς τοῦ γεγεννηκότος παρανομίας· «Ὄνομα | |
20 | γὰρ, φησὶ, τῇ μητρὶ αὐτοῦ Ναανὰ, θυγάτηρ Ἀνὰν, υἱοῦ Ναὰς βασιλέως υἱῶν Ἀμμών.» Ἱκανὸν δὲ τοῦτο καὶ τὴν Ἰουδαίων βδελυρίαν ἐντρέψαι, οἳ ἐπὶ τῇ εὐ‐ γενείᾳ βρενθύονται, καὶ τοὺς ἐξ ἐθνῶν τῷ Σωτῆρι πεπιστευκότας ἀλλογενεῖς ὀνομάζουσιν. Εὑρίσκεται | |
25 | γὰρ αὐτῶν καὶ τὸ βασιλικὸν γένος ἀλλόφυλον· ὁ δὲ Ῥοβοὰμ τὴν τοῦ πατρὸς παρανομίαν ἐζήλωσεν. ΕΡΩΤ. ΜΑʹ. Τί δήποτε καὶ δὶς τὰ αὐτὰ ὁ ἱστοριογράφος λέ‐ γει, καὶ πολλάκις τὰ ὕστερα πρότερα; καὶ | |
30 | γὰρ ἐνταῦθα τὴν κατὰ τοῦ παιδὸς Ἱεροβοὰμ ἀπόφασιν προτέραν τῆς βασιλείας τέθει‐ κεν; Δὶς μὲν τὰ αὐτὰ καὶ πολλάκις ἀναγκάζεται λέγειν· ἐπειδὴ περὶ δύο βασιλειῶν διῃρημένων συγγράφει· | |
35 | καὶ ἔστιν ὅτε πολλὰ περὶ θατέρας τιθεὶς διηγήματα, εἶτα εἰς τὴν ἑτέραν διαβαίνων, ἀναγκάζεται ἀναλα‐ βεῖν τὰ ἤδη προειρημένα, ὥστε τὴν ἀκολουθίαν φυ‐ λάξαι. Ἡ δὲ τοῦ παιδὸς ἀῤῥωστία, καὶ ἡ κατ’ αὐτοῦ γεγενημένη ἀπόφασις, δηλονότι μετὰ τὴν ἀσέ‐ | |
40 | βειαν γέγονε. Προειπὼν γὰρ τοῦ παιδίου τὴν τελευτὴν ὁ προφήτης, καὶ τὴν κατὰ παντὸς τοῦ γένους ἐξενή‐ νοχε ψῆφον. Ὁ μὲν γὰρ Ἱεροβοὰμ τὴν γυναῖκα μετὰ τῶν ξενίων πρὸς τὸν προφήτην ἀπέστειλεν. Ἀμβλυώττων δὲ ὁ πρεσβύτης ἔνδον καθήμενος | |
45 | ἤσθετο πόῤῥωθεν ἀφικνουμένης ἐκείνης, καὶ τὸν | 706 |
80.708 | ὑπηρέτην ἀποστείλας, συντόμως αὐτὴν εἰσελθεῖν ἐκέλευσεν, ὡς ἀλγεινὰ πευσομένην. Καὶ πρῶτον μὲν ἐπιμέμφεται τοῖς δώροις· «Ἵνα τί ἐνήνοχάς μοι ἄρτους, καὶ σταφυλὴν, καὶ κολλύρια, καὶ στάμνον μέ‐ | |
5 | λιτος;» Τὸ δὲ δηλῶσαι τὰ κομισθέντα πείθει τοῖς ῥη‐ θησομένοις πιστεῦσαι. Εἶτα τοῦ παιδὸς ἀπαγγείλας τὴν τελευτὴν, ἐπήγαγεν, ὅτι «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον.» Καὶ οὐ μόνον σφαγὴν αὐτοῖς προηγό‐ | |
10 | ρευσεν, ἀλλὰ καὶ ἀτάφους μεῖναι μετὰ σφαγὴν, καὶ προτεθῆναι θοίνην καὶ βορὰν οἰωνοῖς καὶ θηρίοις. Ἔπειτα τὴν αἰτίαν ἐπάγει, «Ὅτι οὐχ εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ Κυρίου.» Οὐροῦντα δὲ πρὸς τοῖχον λέγει τὸν ἀσθενῶς διακείμενον, καὶ στῆ‐ | |
15 | ναι δίχα τοῦ ἐρείδεσθαι τῷ τοίχῳ παντελῶς μὴ δυνά‐ μενον. ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε ἄνω μὲν τὸν Ἀχιὰ τὸν Σιλωνίτην εἶπε ῥῆξαι τὸ περιβόλαιον, καὶ δοῦναι δέκα | |
20 | ῥήγματα τῷ Ἱεροβοὰμ, ἐνταῦθα δὲ Σαμαίαν τὸν Ἐλαμίτην. Δὶς ταῦτα γεγένηται. Ὁ μὲν γὰρ Ἀχιὰ ζῶν‐ τος ἔτι τοῦ Σολομῶντος, καὶ τοῦ Ἱεροβοὰμ δου‐ λεύοντος, τὴν ἀμπεχόνην διέῤῥηξεν. Ὅθεν μετὰ | |
25 | χρηστῆς ἐλπίδος Ἱεροβοὰμ εἰς τὴν Αἴγυπτον ἔφυγε. Σαμαίας δὲ ὁ Ἐλαμίτης μετὰ τὴν τοῦ Σολομῶντος τελευτὴν, καὶ τοῦ Ἱεροβοὰμ τὴν ἐπάνοδον, ταυτὸ τοῦτο πεποίηκεν, ἀναμιμνήσκων αὐτὸν τῆς θείας προῤῥήσεως, ὥστε μαθεῖν θεόσδοτον εἶναι τὴν βα‐ | |
30 | σιλείαν, καὶ τοῖς θείοις νόμοις κατακοσμῆσαι τὴν ἐξουσίαν. Ἀλλὰ ὁ δείλαιος καὶ τρισάθλιος, θεόθεν τὴν δυναστείαν λαβὼν, ἀνθρωπίναις αὐτὴν καὶ δυσσεβέσιν ἔχειν ἐπεχείρησε μηχαναῖς. Λογισάμενος γὰρ, ὡς ὁ τῶν θυσιῶν νόμος δραμεῖν ἅπαντας εἰς | |
35 | τὴν μητρόπολιν ἀναγκάζει, ἀνιόντες δὲ συναφθῆ‐ ναι τοῖς ἄλλοις πεισθήσονται, καὶ ὑπὸ τὴν Δαβι‐ δικὴν βασιλείαν γενήσονται, δύο δαμάλεις χρυσᾶς κατεσκεύασε, καὶ τοῖς ὁρίοις τῆς βασιλείας ἐπέστη‐ σεν· ἵν’ οἱ μὲν πρὸς ἐκείνην ἀποτρέχοντες, καὶ | |
40 | διὰ τοῦ πελάζειν μὴ δυσχεραίνοντες, ἀσπαστῶς δέ‐ ξοιντο τὸ μὴ τρέχειν εἰς τὴν μητρόπολιν. Ὅριον δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἀπὸ νότου μὲν, ἡ Βαιθήλ· ἀπὸ βοῤῥᾶ δὲ, ἡ Δάν. Ἔδει δὲ συνιδεῖν τὸν ἐμβρόντητον, ὡς ὁ δωρησάμενος τὴν βασιλείαν ἱκα‐ | |
45 | νὸς ταύτην κρατῦναι. Ἐξήλασε δὲ καὶ τοὺς ἱερέας καὶ τοὺς Λευΐτας, τοὺς ἐν ταῖς δέκα φυλαῖς οἰ‐ | |
κοῦντας, καὶ τῶν δαμάλεων τοὺς τυχόντας ἱερέας | 708 | |
80.709 | ἐχειροτόνησε. Τοῦτο μόνον κατὰ λόγον πεποιηκώς· οὐ γὰρ ἔδει τοῦ Θεοῦ τοὺς ἱερέας τοῖς οὐκ οὖσι λα‐ τρεύειν θεοῖς. ΕΡΩΤ. ΜΓʹ. Εἰ τὴν ἑορτὴν τοῦ Ἰούδα ἐποίησεν Ἱεροβοὰμ | |
5 | ἐν Βαιθὴλ, πῶς ἔφη ὁ συγγραφεὺς, «Ἐν τῇ ἑορτῆ ἣν ἐπλάσατο ἀπὸ καρδίας αὑτοῦ·» Τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἐπιτε‐ λεῖν εἰώθασι κατὰ τὸν νόμον τῆς σκηνοπηγίας τὴν ἑορτήν· οὗτος δὲ τῇ πεντεκαιδεκάτῃ τοῦ ὀγδόου μη‐ | |
10 | νὸς τῶν δαμάλεων ἐπετέλεσε τὴν πανήγυριν. Ἀλλ’ οὐδὲ οὕτως παρεῖδεν αὐτὸν πλανώμενον ὁ φιλάνθρω‐ πος Κύριος. Ἀπέστειλε γὰρ προφήτην, ἐντειλάμενος αὐτῷ, μηδὲν μὲν πρὸς ἐκεῖνον εἰπεῖν, τῷ ἀψύχῳ δὲ θυσιαστηρίῳ προσενεγκεῖν τὴν ἀπόφασιν· «Θυσια‐ | |
15 | στήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερέας τῶν ὑψηλῶν, καὶ τοὺς θύοντας ἐπὶ σέ· καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ.» Εἶτα δίδωσι πέρας τῇ θαυματουργίᾳ, δει‐ | |
20 | κνὺς τῶν εἰρημένων τὸ ἀψευδές· «Ἰδοὺ γὰρ, ἔφη, ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ οὖσα ἐπ’ αὐτῷ.» Ἀλλ’ ὁ παμπόνηρος ἐκεῖ‐ νος, δέον ἐκπλαγῆναι τοῦ προφήτου τὸ θαῦμα, καὶ δεῖσαι τὸν πεπομφότα, ἐκτείνας τὴν χεῖρα συλλη‐ | |
25 | φθῆναι τὸν προφήτην προσέταξεν· ἀλλ’ ἔμεινε τὸ τῆς ἐκτάσεως ἔχουσα σχῆμα ἡ χεὶρ, τῶν μυῶν καὶ τῶν νεύρων διαλυθέντων. Καὶ τοῦ μὲν βωμοῦ τὸ πάθος αὐτὸν οὐ κατέπληξε· τὸ δὲ τῆς χειρὸς ἄγαν ἠνίασε. Λίαν δὲ ἠλίθιος ὢν, προφήτην ἱκέτευσεν | |
30 | αἰτῆσαι αὐτῷ παρὰ τοῦ πεπομφότος, οὐ τῆς παρα‐ νομίας τὴν ἄφεσιν, ἀλλὰ τῆς χειρὸς τῆς ξηρανθεί‐ σης τὴν ἴασιν. Ἔδειξε δὲ καὶ ὁ προφήτης τὸ ἥμερον, καὶ ὁ Θεὸς τὸ φιλάνθρωπον. Καὶ οὗτος γὰρ ᾔτησε· καὶ ὁ Θεὸς τὴν ἴασιν ἔδωκεν. Ὁ δέ γε προφήτης | |
35 | φενακισθεὶς ἀνιαροῖς περιέπεσεν· ὁ μὲν γὰρ βασι‐ λεὺς αὐτὸν κοινωνῆσαί οἱ τραπέζης ἀξιώσας οὐκ ἔπεισεν. Ἔφη γὰρ τὸν πεπομφότα προστεταχέναι, μὴ τροφῆς, μὴ ποτοῦ μεταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ. Ἄλλος δέ τις προφήτης, ὅν τινες ψευδοπροφήτην | |
40 | νομίζουσι, λόγοις αὐτὸν ἐξαπατήσας μεταλαβεῖν σι‐ τίων ἀνέπεισεν. Ἐγὼ δὲ τοῦ Θεοῦ μὲν καὶ τὸν ἄλλον προφήτην ὑπείληφα· ψευδέσι δὲ χρήσασθαι λόγοις πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, οὐχ ἵνα τοῦτον βλάψῃ, ἀλλ’ ἵνα αὐτὸς μεταλάβῃ τῆς εὐλογίας. | |
45 | Τοῦτο γὰρ ἡ ἱστορία διδάσκει. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι προφήτης καὶ πρεσβύτης κατῴκει ἐν Βαιθήλ· ἀλλὰ «καὶ προφήτης ἄλλος πρεσβύτης κατῴκει ἐν | |
Βαιθήλ.» Δηλοῖ δὲ προφήτην ὄντα, καὶ οὐ ψευδο‐ | 710 | |
80.712 | προφήτην, τὸ καὶ τὸν Θεὸν δι’ αὐτοῦ προειπεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ἐσόμενον πάθος, καὶ πρὸς τούτοις τὸ πιστεῦσαι τοῖς περὶ τοῦ Ἰωσίου προῤ‐ ῥηθεῖσι, καὶ τοῖς υἱέσιν ἐντείλασθαι, ὥστε αὐτὸν | |
5 | τελευτήσαντα ἐκείνου τῷ σώματι συνθάψαι. Οὗ‐ τος τῶν υἱέων ἀκούσας διηγουμένων τὰ περὶ τὸν τῶν δαμάλεων γεγενημένα βωμὸν, πρῶτον μὲν ἐπ‐ έστρεψε τὸ πρόσωπον αὐτοῦ ἐκπλαγεὶς τὰς θείας θαυματουργίας· εἶτα μεμαθηκὼς διὰ ποίας ὁδοῦ | |
10 | τὴν πορείαν πεποίηται, ἐπέσαξε μὲν τὴν ὄνον, ἐξήνυσε δὲ τὴν ὁδὸν ὅτι τάχιστα. Κατέλαβε δὲ αὐτὸν ὑπὸ δρυὸς σκιὰν καθεζόμενον· καὶ πυθόμε‐ νος ὅστις εἴη, καὶ μαθὼν τὸ ποθούμενον, ἱκέτευσεν ἀναστρέψαι, καὶ σὺν αὐτῷ τροφῆς μεταλαχεῖν. | |
15 | Ἐκείνου δὲ πάλιν τὰ παρὰ τοῦ Θεοῦ κελευθέντα εἰρηκότος, καὶ ὡς οὐχ οἷόν τε τὸν θεῖον παραβῆναι νόμον· προσετάχθη γὰρ, μὴ τροφῆς, μὴ ποτοῦ με‐ ταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ· ὑπολαβὼν ἔφη, «Κἀγὼ προφήτης εἰμὶ ὡς σὺ, καὶ ἄγγελος ἐλάλησε πρός με | |
20 | ἐν λόγῳ Κυρίου λέγων, Ἐπίστρεψον αὐτὸν μετὰ σοῦ εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ.» Εἶτα καὶ ὁ ἱστοριογράφος ἐπήγαγε· «Καὶ ἐψεύσατο αὐτῷ.» Τοῦτο ἔγωγε ἐν τούτοις ἡμαρ‐ τηκέναι τὸν πρεσβύτην φημὶ, καὶ κατὰ τοῦτο | |
25 | μόνον ψευδοπροφήτην εἶναι, ὡς θείας φωνὰς διαπλά‐ σαντα. Οὐ μὴν κακοηθείᾳ τινὶ χρήσασθαι ἡγοῦμαι τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον τῇ τῆς εὐλογίας ἐπιθυ‐ μίᾳ τῷ ψεύδει καταχρῶσαι τοὺς λόγους. «Ἐπειδὴ δὲ ἀνέστρεψε, καὶ σιτίων μετέλαβεν, ἐγένετο, φησὶ, | |
30 | λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν, καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα· Τάδε λέγει Κύριος παντοκρά‐ τωρ· Ἀνθ’ ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολὴν, ἣν ἐνετείλατό σοι | |
35 | Κύριος ὁ Θεός σου, καὶ ἐπέστρεψας, καὶ ἔφαγες ἄρ‐ τον, καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ἐν ᾧ ἐλά‐ λησα πρὸς σὲ, λέγων, Μὴ φάγῃς ἄρτον, καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τά‐ φον τῶν πατέρων σου.» Τῆς θείας τοίνυν Γραφῆς, | |
40 | καὶ προφήτην αὐτὸν καλούσης, καὶ διδασκούσης ὡς δι’ αὐτοῦ τὴν κατὰ τοῦ ἑτέρου ψῆφον ἐξενήνοχεν ὁ Θεὸς, τολμηρὸν οἶμαι ψευδοπροφήτην ὀνομάζειν αὐτόν. Τί δήποτε γὰρ αὐτὸν ὡς ἐκεῖνον οὐκ ἐκόλασεν | |
ὁ Θεὸς, εἴπερ ἄρα καὶ ψευδοπροφήτην αὐτὸν ὄντα | 712 | |
80.713 | ᾔδει, καὶ κακοηθείᾳ κατὰ τοῦ θείου προφήτου χρη‐ σάμενον; ἴσως γὰρ καὶ τὸν σκοπὸν αὐτοῦ καθορῶν ὁ Θεὸς, καὶ τῷ ψεύδει συγγνώμην ἀπένειμεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος εὐθὺς ἐκδημήσας περιέπεσε | |
5 | λέοντι. Καὶ ἀνεῖλε μὲν αὐτὸν τὸ θηρίον, μεταλαβεῖν δὲ τοῦ σώματος οὐκ ἐτόλμησεν· ἀλλ’ εἱστήκει, καὶ τὴν ὄνον καὶ τὸ σῶμα φυλάττων, ὥστε μηδὲν ἄλλο θηρίον ἢ πτηνὸν τολμῆσαι λυμήνασθαι αὐτό. Τούτου δὲ μηνυθέντος ἔδραμε πάλιν ὁ προφήτης. Δηλοῖ δὲ | |
10 | αὐτοῦ τὸ εὐσεβὲς καὶ τὰ ῥήματα. «Εἶπε γὰρ, φη‐ σὶν, Ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτος, ὃς παρεπίκρανε τὸ ῥῆμα Κυρίου.» Εἶτα δραμὼν εὗρε τοῦ μὲν προφή‐ του τὸ σῶμα νεκρὸν, ἀλώβητον δὲ τὴν ὄνον· τὸν λέοντα δὲ οἷόν τινα φύλακα παρεστῶτα· ὃς ἰδὼν | |
15 | αὐτὸν ἀφιγμένον ὑπεχώρησεν, ὡς οὐκέτι φυλακῆς δεομένου τοῦ σώματος. Ἔπειτα μετακομίσας, καὶ τῶν νομιζομένων ἀξιώσας, ἐνετείλατο τοῖς υἱέσι μιᾷ θήκῃ ἀμφότερα παραδοῦναι τὰ σώματα, ὡς τῆς θείας προῤῥήσεως δεξαμένης τὸ πέρας. Ἐκ δὲ τούτου | |
20 | τοῦ διηγήματος διδασκόμεθα, ὡς δυνατοὶ δυνατῶς ἐτασθήσονται. Οὐ γὰρ ἔδει τὸν τῆς θείας ἀκηκοότα φωνῆς ἀνθρωπίνῃ πιστεῦσαι τἀναντία λεγούσῃ, ἀλλ’ ἀναμεῖναι τὸν προστεταχότα λῦσαι ὅπερ γενέσθαι προσέταξεν. Ἐγὼ δὲ οἶμαι καὶ εἰς βεβαίωσιν τῆς | |
25 | περὶ τοῦ θυσιαστηρίου προῤῥήσεως τήνδε γενέσθαι τὴν τιμωρίαν. Οὐ γὰρ οἷόν τε ἦν λαθεῖν ἀνδρὸς τοσούτου διήγημα· τοῖς δὲ ἀκούουσιν ἱκανὸν ἦν τοῦτο δέος ἐνθεῖναι. Εἰ γὰρ τροφῆς μετάληψις παρὰ τὴν θείαν ἐντολὴν γενομένη, καὶ οὐκ ἐξ ἡδονῆς, ἀλλ’ | |
30 | ἐξ ἀπάτης γεγενημένη, τοσαύτην ἀνδρὶ δικαίῳ τιμωρίαν ἐπήνεγκεν, ὁποίαις περιπεσοῦνται κολάσε‐ σιν οἱ τὸν μὲν πεποιηκότα καταλελοιπότες Θεὸν, τὰ δὲ τῶν ἀλόγων προσκυνοῦντες ἰνδάλματα; Τετίμηκε δὲ αὐτὸν καὶ μετὰ τὴν τελευτὴν ὁ Θεός. Ἐπέστησε | |
35 | γὰρ αὐτῷ φύλακα τὸν φονέα· ταύτῃ μὲν τιμῶν ὡς προφήτην, ἐκείνῃ δὲ κολάζων ὡς παραβάτην· δεδιτ‐ τόμενος δὲ καὶ τοὺς τηνικάδε, καὶ τοὺς νῦν, ὥστε μηδὲ τῶν σμικρῶν τοῦ Θεοῦ καταφρονεῖν ἐντολῶν. Μηνύει δὲ τοῦ προφήτου τὸ πάθος τῶν νεκρῶν τὴν | |
40 | ἀνάστασιν. Ὁ γὰρ περιόντα μὲν ἐκδεδωκὼς τῷ θη‐ ρίῳ, τελευτήσαντα δὲ ἀξιώσας τιμῆς, καὶ τιμήσας οὐ τὴν ψυχὴν, ἀλλὰ τὸ σῶμα μόνον, δῆλον ὡς οὐ περιόψεται διαλυθὲν καὶ φθαρὲν, ἀλλ’ ἀναστήσει, καὶ τῇ ψυχῇ τὸ ὄργανον ἀποδώσει, δι’ οὗ τὸν ποιητὴν | |
45 | τεθεράπευκεν. Ἄνθρωπος μέντοι Θεοῦ οὐ πᾶς προ‐ φήτης ὠνόμασται, ἀλλ’ οἱ τελείαν τὴν ἀρετὴν κεκτη‐ μένοι, ὡς Μωσῆς καὶ Ἠλίας, καὶ εἴ τις ἐκείνοις παρόμοιος. Δεδήλωκε τοίνυν ἡ προσηγορία, ὡς τοῦ πρεσβύτου προφήτου πολλῷ τιμιώτερος ἦν. | |
80.713(50) | ΕΡΩΤ. ΜΔʹ. Πῶς νοητέον τό· «Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὑτοῦ;» | |
Τὸ ἐπαγόμενον δηλοῖ· «Καὶ ἐγένετο ἱερεὺς τῶν | 714 | |
80.716 | ὑψηλῶν·» τουτέστιν ἱεράτευε, καὶ ταῖς χερσὶ τὸ θυμίαμα προσέφερεν. ΕΡΩΤ. ΜΕʹ. Προειδὼς ὁ Θεὸς ὡς ἀσεβήσει ὁ λαὸς, τί δήποτε | |
5 | γενέσθαι τὴν διαίρεσιν συνεχώρησεν; Τί γὰρ τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὤνησε τὸ τὸν θεῖον ἔχειν νεών; Τὴν γὰρ αὐτὴν καὶ οὗτοι παρανο‐ μίαν ἐτόλμων· «ᾨκοδόμησαν γὰρ, φησὶν, αὐτοῖς ὑψηλὰ καὶ στήλας, καὶ ἄλση, ἐπὶ πάντα βουνὸν | |
10 | ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Καὶ σύνδεσμος ἐγένετο ἐν τῇ γῇ.» Τὸν δὲ σύνδε‐ σμον ἀντὶ τῆς ἀποστάσεως τέθεικε. Καὶ γὰρ ἡ Ἰεζάβελ τοῦ Ἰωρὰμ μεμαθηκυῖα τὴν τελευτὴν, καὶ τὸν Ἰοὺ τῆς βασιλείας τὴν χειροτονίαν δεξάμενον, | |
15 | ἐβόησε, Σύνδεσμος, σύνδεσμος, τουτέστιν ἀποστασία καὶ τυραννίς. Τοῦτο δὲ καὶ τὰ ἑξῆς δηλοῖ· «Καὶ ἐποίησαν ἀπὸ πάντων βδελυγμάτων τῶν ἐθνῶν, ὧν ἐξώρισε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ.» Οὐ τοίνυν διὰ τὴν τῆς βασιλείας διαί‐ | |
20 | ρεσιν ἐξώκειλαν εἰς ἀσέβειαν αἱ δέκα φυλαὶ, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν. Αὐτίκα γοῦν μείζους ποιοῦνται τῆς Ἰούδα φυλῆς οἱ προφῆται κατηγορίας. Καὶ γὰρ Ὠσηὲ πόρνην μὲν προσετάχθη λαβεῖν, εἰς ἔλεγχον τῆς προφανοῦς ἀσεβείας τῶν δέκα φυλῶν· | |
25 | προφανὴς γὰρ ἡ τῆς πόρνης ἀκολασία· μοιχεύτριαν δὲ εἰς τύπον τῆς Ἰουδαίας, ὅτι τῷ Θεῷ διὰ τοῦ ναοῦ συνῆφθαι δοκοῦσα, λάθρα τοῖς εἰδώλοις ἐλάτρευεν. Ἱερεμίας δὲ ὁ προφήτης φησίν· «Ἐδικαίωσεν αὐ‐ τὴν ἡ ἀποστροφὴ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου | |
30 | Ἰούδα.» Ἰεζεκιὴλ δὲ ὁ προφήτης, οὐ τὴν Σαμά‐ ρειαν μόνον, ἀλλὰ καὶ τὰ Σόδομα τῆς Ἱερουσαλὴμ ἐκάλεσεν ἀδελφήν. Ἀποστάντες τῆς εὐσεβείας τῆς θείας ἐγυμνώθησαν προμηθείας. Σουσακεὶμ γὰρ τῶν Αἰγυπτίων ὁ βασιλεὺς πολλὰς μὲν τῶν Ἰουδαίων | |
35 | εἷλε πόλεις, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξε βί‐ βλος· ἐπέβη δὲ καὶ τῆς Ἱερουσαλὴμ, καὶ οὐ μόνον τοὺς βασιλικοὺς, ἀλλὰ καὶ τοὺς θείους ἐσύλησε θησαυρούς. Ἔλαβε δὲ καὶ τὰ ὅπλα τὰ χρυσᾶ, καὶ ἃ Δαβὶδ ὁ βασιλεὺς ἀπὸ τῶν Σύρων εἰλήφει, καὶ ἃ ὁ Σολομὼν ἐπεποιήκει. | |
40 | ΕΡΩΤ. Μϛʹ. Τί ἐστιν· «Ἀπηρείδοντο αὐτὰ εἰς τὸ Θεκουὲ τῶν παρατρεχόντων· Ἐν μὲν τῇ τῶν Ἑβραικῶν ὀνομάτων ἑρμηνείᾳ τὸ Θεκουὲ, κρουσμὸς καὶ σαλπισμὸς κείμενον | |
45 | εὗρον. Ἡ δὲ τῶν Παραλειπομένων βίβλος οὕτω ταῦτα | |
διδάσκει· «Καὶ ἐποίησε Ῥοβοὰμ ὁ βασιλεὺς ἀντ’ | 716 | |
80.717 | αὐτῶν θυρεοὺς χαλκοῦς, καὶ κατέστησεν ἐπὶ χεῖρας ἀρχόντων τῶν παρατρεχόντων, τῶν φυλασσόντων τὰς θύρας τοῦ οἴκου τοῦ βασιλέως. Καὶ ἐγένετο ἀπὸ ἱκανοῦ, ἐν τῷ εἰσπορεύεσθαι τὸν βασιλέα εἰς οἶκον Κυ‐ | |
5 | ρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες, καὶ οἱ παρατρέ‐ χοντες· καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρα‐ τρεχόντων, ἐλάμβανον τοὺς θυρεοὺς, καὶ ἀποκαθίστων εἰς τὴν τάξιν τῶν παρατρεχόντων.» Ἐδίδοτο, φησὶ, τοῖς δορυφόροις καὶ ἀσπιδηφόροις τοῖς περὶ τὸν βασι‐ | |
10 | λέα, οἳ παρὰ τὰς θύρας τῶν βασιλείων ἑστῶτες τὰς εἰσόδους ἐφρούρουν. Προϊόντος δὲ τοῦ βασιλέως, οἱ μὲν προηγοῦντο, οἱ δὲ παρέτρεχον. Ἡνίκα δὲ εἰς τὸν ναὸν παρεγένετο, ἀπήντων οἱ ἐπιστρέφοντες, ἀντὶ τοῦ, οἱ τοῦ ναοῦ φύλακες, καὶ ἐδέχοντο ταῦτα | |
15 | παρ’ αὐτῶν, καὶ αὐτοὶ ταῦτα κατέχοντες πρὸ τῆς πύλης εἱστήκεισαν τοῦ νεὼ, ἵνα τὰ μὲν ὅπλα μείνῃ πρὸ τῶν θυρῶν, οἱ δὲ ταῦτα κομίζοντες σὺν τῷ βα‐ σιλεῖ τὸν Θεὸν προσκυνήσωσιν. Εἰκὸς δὲ καὶ οἶκον γενέσθαι πρὸ τῶν θυρῶν, ὥστε τοῦ βασιλέως ἀφικνουμένου, τοὺς ὁπλοφόρους ἐκεῖ τὰ ὅπλα ἀποτίθεσθαι. | |
20 | ΕΡΩΤ. ΜΖʹ. Πῶς νοητέον τὸ, ὅτι «Διὰ Δαβὶδ ἔδωκεν αὐτῷ ὁ Θεὸς κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐ‐ τοῦ μετ’ αὐτόν;» Διηγησάμενος καὶ τοῦ Ῥοβοὰμ καὶ τοῦ Ἀβιᾶ | |
25 | τὴν ἀσέβειαν, τοῖσδε τοῖς λόγοις ἐχρήσατο, διδάσκων ὡς διὰ τὸν πρόγονον μέχρι πολλοῦ τῶν ἀπογόνων τὴν βασιλείαν ἐφύλαξεν. Εἶτα ἐπαινέσας τὴν τοῦ Δαβὶδ ἀρετὴν, τῆς μιᾶς ἁμαρτίας ἐμνήσθη. «Ἐποίησε γὰρ, φησὶ, Δαβὶδ, τὸ εὐθὲς ἐνώπιον Κυ‐ | |
30 | ρίου, καὶ οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐκτὸς ἐν ῥήματι Οὐρίου τοῦ Χετθαίου.» Τοῦ δὲ Ἀβιᾶ τὰ πρῶτα ἐπῄνεσε τῶν Παραλειπομένων ἡ βίβλος· τῶν δὲ τελευταίων ὁμοίως καὶ αὐτὴ κατηγόρησε. | |
35 | Σαφέστερον δὲ ταῦτα δηλώσομεν ἐκείνην ἑρμη‐ νεύοντες, σὺν Θεῷ φάναι, τὴν βίβλον. Τοῦ δὲ Ἀσᾶ τὰ πρῶτα τῆς βασιλείας ἡ τῶν Βασιλειῶν ἐπῄνεσε βίβλος. «Ἐποίησε γὰρ, φησὶν, Ἀσὰ τὸ εὐθὲς ἐν‐ ώπιον Κυρίου, ὡς ὁ Δαβὶδ ὁ πατὴρ αὐτοῦ· καὶ ἀφεῖλε | |
40 | τὰς στήλας ἀπὸ τῆς γῆς, καὶ ἐξῆρε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ, καὶ τὴν Ἄνναν τὴν μητέρα αὑτοῦ μετέστη τοῦ μὴ εἶναι ἡγουμένην, καθότι ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὑτῆς· | |
καὶ ἐξέκοψεν αὐτὰ Ἀσὰ, καὶ πάσας τὰς κατα‐ | 718 | |
80.720 | δύσεις αὐτῆς, καὶ ἐνέπρησεν ἐν πυρὶ ἐν τῷ χειμάῤῥῳ κεδρῶν. Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρε.» Πάλιν ἐν‐ ταῦθα δεδήλωκεν, ὡς τὰ μὲν τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ πρόῤῥιζα τὰ ἄλση ἐξέκοψε· τὰ δὲ τῷ | |
5 | Θεῷ ἐν τοῖς ὑψηλοῖς ἀνακείμενα θυσιαστήρια κατα‐ λέλοιπε. Καὶ τοῦτο, τῆς θείας χάριτος συνεργού‐ σης, σαφέστερον ἀποδείξομεν ἑρμηνεύοντες τὸ κατὰ τὸν Ἐζεκίαν διήγημα. Ἔδειξε μέντοι καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ ζῆλον, καὶ τὴν μητέρα τῆς ἐξουσίας γυ‐ | |
10 | μνώσας, διὰ τὴν σύνοδον καὶ τὴν ἑορτὴν, ἣν ἐπετέ‐ λεσεν ἐν τῷ ἄλσει, καὶ αὐτὸ ἐκκόψας, καὶ πάντας τοὺς εἰδωλικοὺς αὐτῆς καταλύσας τόπους, καὶ πυρὶ παραδούς. Προσέθηκε δὲ, ὅτι καὶ τοὺς κίονας, οὓς καὶ αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ ἐξ ὕλης ἀργύρου κατ‐ | |
15 | εσκεύασε καὶ χρυσοῦ, τῶν βασιλείων ἐξενεγκὼν ἀν‐ έθηκε τῷ Δεσπότῃ Θεῷ· καὶ ἄλλον πλεῖστον καὶ ἄρ‐ γυρον καὶ χρυσὸν, ἐπίσημόν τε καὶ ἄσημον, καὶ σκεύη ἱερὰ καὶ πολύτιμα· ἀτελῆ δὲ αὐτὸν ὅμως ὠνόμασεν. Ἔφη γάρ· «Πλὴν ἡ καρδία Ἀσὰ οὐκ ἦν τε‐ | |
20 | λεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.» Καὶ τοῦτο σαφέστερον ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Πιστῶς δὲ προσευξάμενος, τὰς ἑκατὸν τῶν Αἰθιόπων κατηγωνίσατο μυριάδας, καὶ ἄρδην κατηκόντισεν ἅπαντας. Βαασὰ δὲ τοῦ τῶν δέκα φυλῶν βασιλέως ἐπιθεμένου, καὶ τὴν Ῥαμὰ ἐπιτειχίσαι πειραθέντος, καταλιπὼν τὸν Θεὸν, τὴν τῶν Σύρων | |
25 | ἠσπάσατο συμμαχίαν. ΕΡΩΤ. ΜΗʹ. Πῶς νοητέον· «Ἐν τῷ καιρῷ τοῦ γήρως ἐποίη‐ σεν Ἀσὰ τὸ πονηρὸν, καὶ ἐπόνεσε τοὺς πόδας αὐτοῦ;» | |
30 | Σαφέστερον καὶ τοῦτο τῶν Παραλειπομένων ἡ βί‐ βλος ἐδίδαξεν. «Ἐν γὰρ τῇ ἀῤῥωστίᾳ αὐτοῦ, φησὶν, οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς.» Ἐγὼ δὲ δυοῖν θάτερον ὑπολαμβάνω, ἢ τοὺς ἐπῳδαῖς κεχρημένους καὶ μαγγανείαις κληθῆναι ἰατροὺς, ἢ | |
35 | ὅτι μόνον ἐπίστευσε τοῖς ἰατροῖς, τὴν εἰς τὸν Θεὸν οὐκ ἔχων ἐλπίδα. Οἱ γὰρ εὐσεβείᾳ κοσμούμενοι κέ‐ χρηνται μὲν τοῖς ἰατροῖς, ὡς ὑπουργοῖς τοῦ Θεοῦ, εἰδότες ὅτι καὶ τὴν ἰατρικὴν αὐτὸς ἔδωκε τοῖς ἀν‐ θρώποις, ὥσπερ δὴ καὶ τὰς ἄλλας τέχνας, καὶ | |
40 | τὰς βοτάνας αὐτὸς ἐκ τῆς γῆς βλαστῆσαι προσέτα‐ ξεν. Ἴσασι δὲ ὅμως, ὡς οὐδὲν ἰσχύει τῶν ἰατρῶν ἡ τέχνη μὴ βουλομένου Θεοῦ· ἀλλὰ τοσαῦτα δύναται, | |
ὅσα αὐτὸς βούλεται. Τοῦ δὲ Ἱεροβοὰμ ὁ οἶκος τὴν | 720 | |
80.721 | πανωλεθρίαν ὑπέμεινε, κατὰ τὴν πρόῤῥησιν Ἀχιὰ τοῦ Σιλωνίτου. «Ἐπάταξε γὰρ, φησὶ, Βαασὰ βα‐ σιλεὺς Ἰσραὴλ ὅλον τὸν οἶκον Ἱεροβοάμ· καὶ οὐχ ὑπελείπετο πᾶσα πνοὴ ἐν τῷ Ἱεροβοὰμ, ἕως | |
5 | τοῦ ἐξολοθρεῦσαι αὐτὸν πάντας κατὰ τὸ ῥῆμα Κυ‐ ρίου, ὃ ἐλάλησεν ἐν χειρὶ τοῦ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σιλωνίτου.» Τὰ αὐτὰ δὲ καὶ Βαασὰ πέπονθε. Τὴν αὐτὴν γὰρ καὶ αὐτὸς δυσσέβειαν καὶ παρα‐ νομίαν ἠσπάσατο. Κεϊλᾶ δὲ ὁ τούτου παῖς παρὰ | |
10 | Ζαμβρῆ ἐδέξατο τὴν πληγήν. Οὗτος δὲ πάλιν, κατὰ τὴν γεγενημένην πρόῤῥησιν, πάντα τὸν τοῦ Βαασὰ κατέλυσεν οἶκον. Τοῦ δὲ λαοῦ τὸν Ζαμβρῆ χειροτο‐ νήσαντος βασιλέα, πολιορκούμενος ὁ Ζαμβρῆ τὸν οἶ‐ κον ἐν ᾧ διῆγεν ἐνέπρησε, καὶ σὺν ἐκείνῳ καυθεὶς | |
15 | τετελεύτηκε. Διδασκόμεθα δὲ διὰ τούτων ἡμεῖς, ὡς τοὺς πονηρίᾳ συζῶντας δι’ ἀλλήλων Δεσπότης κολά‐ ζει Θεός. Καὶ τῷ πονηροτέρῳ τὸν πονηρὸν παραδί‐ δωσιν, οἷόν τισι δημίοις κεχρημένος αὐτοῖς. Ἐπειδὴ δέ τινες ζητοῦσι, πόθεν οἱ Σαμαρεῖται τήνδε τὴν | |
20 | προσηγορίαν ἐσχήκασιν, ἐκ τῆς προκειμένης ἱστο‐ ρίας τοῦτο καταμαθεῖν εὐπετές. Ἐκτήσατο γὰρ, φησὶ, Ζαμβρῆ τὸ ὄρος τῶν Σεμερῶν παρὰ Σεμ‐ μὴρ τοῦ Κυρίου αὐτοῦ δύο ταλάντων ἀργυρίου, καὶ ᾠκοδόμησε τὸ ὄρος, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐ‐ | |
25 | τοῦ τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμμὴρ τοῦ κυρίου τοῦ ὄρους Σομόρων.» Τοιγαρ‐ οῦν ἀπὸ τοῦ Σεμμὴρ τὸ ὄρος ὠνομάσθη Σομόρων, ἀπὸ δὲ τοῦ ὄρους ἡ πόλις Σαμάρεια. Σαμάρεια δέ ἐστιν ἡ νῦν Σεβαστὴ προσαγορευομένη. Ἐν ταύτῃ | |
30 | δὲ ἦν τῶν δέκα φυλῶν τὰ βασίλεια. Ἐξανδραπο‐ δισθεισῶν δὲ τῶν δέκα φυλῶν, καὶ τῆς γῆς ἐκείνης ἐρήμου γεγενημένης, μετέστησάν τινας ἐκ τῶν ἑῴων μερῶν εἰς ἐκείνας τὰς πόλεις τῶν Ἀσσυρίων οἱ βα‐ σιλεῖς, Οὗτοι δὲ ἐκ τῆς Σαμαρείας ὠνομάσθησαν Σα‐ | |
35 | μαρεῖται. Ταῦτα περὶ Ζαμβρῆ εἰρηκὼς, ἐπὶ τὸν Ἰούδαν μετέβη· καὶ τεθαύμακε μὲν τὸν Ἰωσαφὰτ ἐν τοῖς ἄλλοις, καὶ ἔφη αὐτὸν τὸ εὐθὲς ἐνώπιον Κυ‐ ρίου πεποιηκέναι. Ἐμέμψατο δὲ, ὡς τὴν ἐν τοῖς ὑψηλοῖς λατρείαν μὴ παύσαντα· ἀλλὰ καὶ τοῦ Ἀχαὰβ | |
40 | τὴν συγγένειαν ἀσπασάμενον. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Παραλειπομένων βίβλος ἐδίδαξεν. Οὗ δὴ χά‐ ριν καὶ ὁ τὴν ἱστορίαν συγγεγραφὼς εἰς ἐκείνην ἡμᾶς παρέπεμψεν. ΕΡΩΤ. ΜΘʹ. Πῶς νοητέον· «Οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου Λόγων τῶν ἡμερῶν τῶν βασιλέων | |
45 | Ἰούδα;» Καὶ ἐντεῦθεν δῆλον, ὡς ἅπαντα συνεγράφη τὰ τηνικαῦτα γενόμενα· καὶ ἐξ ἐκείνων τῶν βιβλίων, | |
τὰς μὲν οὗτος ὁ συγγραφεὺς, τὰς δὲ οἱ τὰς Παραλει‐ | 722 | |
80.724 | πομένας συγγεγραφότες, ἔλαβον τῆς ἱστορίας τὰς ἀφορμάς. ΕΡΩΤ. Νʹ. Τίνα δὲ λέγει τὸν Βαάλ; | |
5 | Ὡς Ἰώσηπος ἔφη, Τυρίων ἦν οὗτος θεός· ἡ δὲ Ἀστάρτη Σιδωνίων. Τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσ‐ θεν ἐδίδαξε τὰ περὶ τοῦ Σολομῶντος συγγρά‐ φων, ὅτι τέμενος ᾠκοδόμησε τῇ Ἀστάρτῃ βδε‐ λύγματι Σιδωνίων. Ταύτῃ καὶ τὰ ἄλση φυτεύοντες | |
10 | ἀνετίθεσαν· Ἀστάρτη δέ ἐστιν ἡ παρ’ Ἕλλησιν Ἀφροδίτη προσαγορευομένη. ΕΡΩΤ. ΝΑʹ. Οὐ δοκεῖ τολμηρὸν εἶναι τὸ περὶ τοῦ Ἠλιοῦ ῥηθὲν, «Εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ | |
15 | ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου;» Τολμηρόν ἐστι τὸ κατὰ τῶν πνευματικῶν ἀνδρῶν τοιούτους εἰσδέχεσθαι λογισμούς. Προφήτης γὰρ ἦν, καὶ προφητῶν κορυφαῖος, καὶ τῷ θείῳ πυρπολού‐ μενος ζήλῳ. Καὶ ταῦτα τοῦ θείου Πνεύματος ἐνερ‐ | |
20 | γοῦντος εἴρηκεν. Ὅθεν καὶ τὸ πέρας εἴληφεν. ΕΡΩΤ. ΝΒʹ. Πῶς ὁ ἅγιος ὢν, καὶ κατὰ νόμον πολιτευόμενος, ἤσθιε τὴν διὰ τῶν κοράκων αὐτῷ κομιζομένην τροφήν; | |
25 | Αὐτὸς ὁ νομοθέτης ταύτην αὐτῷ διὰ τῶν κορά‐ κων προσέφερεν. Αὐτὸς γὰρ αὐτῷ καὶ προσέταξεν ἐν τῷ χειμάῤῥῳ διάγειν τῷ χόῤῥαν, ὑποσχό‐ μενος πέμψειν αὐτῷ διὰ κοράκων τροφὴν, καὶ πε‐ πλήρωκε τὴν ὑπόσχεσιν. Προσέφερον γὰρ οἱ κόρακες | |
30 | ἄρτους μὲν ἕωθεν, δείλης δὲ κρέα. Διδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ νομοθέτης, ὡς τῆς Ἰουδαίων ἀσθε‐ νείας ἕνεκα τοὺς τοιούτους ἐτεθείκει νόμους, οὓς ποτὲ μὲν αὐτὸς παραβῆναι προσέταττεν· ἐν σαβ‐ βάτῳ γὰρ ἑπτάκις κυκλῶσαι τὴν Ἱεριχὼ, καὶ Ἰη‐ | |
35 | σοῦν τὸν προφήτην, καὶ Ἐλεάζαρ τὸν ἀρχιερέα, καὶ τοὺς σὺν αὐτῷ ἱερέας καὶ Λευΐτας ἐκέλευσε, καὶ ἅπαντα τὸν λαόν· καὶ νῦν τὸν μέγαν Ἠλίαν δέχε‐ σθαι τὴν διὰ τῶν κοράκων κομιζομένην αὐτῷ τρο‐ φήν· ποτὲ δὲ τοὺς τοιούτους παραβεβηκόσι νόμους | |
40 | οὐκ ἐπεμέμψατο. Καὶ γὰρ ὁ Σαμψὼν διὰ μὲν τὴν μέθην, καὶ τὴν λαγνείαν, τῆς θείας ἐγυμνώθη χά‐ ριτος· φαγὼν δὲ τὸ κηρίον τοῦ μέλιτος, ὃ ἐν νε‐ κρῷ λέοντι ἐξύφηναν μέλισσαι, κατηγορίαν οὐδεμίαν | |
ἐδέξατο. | 724 | |
80.725 | ΕΡΩΤ. ΝΓʹ. Τίνος χάριν πρὸς χήραν ἀλλόφυλον ἐκέλευσεν αὐτὸν ἀπελθεῖν· Καὶ τοῦτο πάλιν τῶν τοιούτων νόμων τὰς αἰτίας | |
5 | διδάσκει. Εἰ γὰρ ᾔδει στεῤῥὸν τῶν Ἰουδαίων τὸ φρό‐ νημα, καὶ τὴν πίστιν ἑδραίαν, οὐκ ἂν αὐτοῖς φυγεῖν τῶν ἀλλοφύλων ἐπιμιξίαν προσέταξεν· ἀλλὰ τοὐναντίον ἐκέλευσεν ἂν αὐτοῖς συνδιάγειν, καὶ κηρύττειν αὐτοῖς τὴν εὐσέβειαν. Τοῦτο | |
10 | γὰρ διδάσκει καὶ ἡ τοῦ νόμου αἰτία. Εἰρηκὼς γάρ· «Οὐ δώσεις τὰς θυγατέρας σου τοῖς υἱοῖς τῶν ἀλλοφύλων, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς υἱοῖς σου,» ἐπήγαγεν· «Ἵνα μὴ ἐκπορνεύσωσιν οἱ υἱοὶ αὐτῶν τὰς θυγατέρας ὑμῶν, καὶ αἱ θυγατέρες αὐ‐ | |
15 | τῶν τοὺς υἱοὺς ὑμῶν, ὄπισθεν Κυρίου τοῦ Θεοῦ ὑμῶν.» Τὸν δέ γε προφήτην, ὡς εὐεργετῆσαι δυνά‐ μενον, οὐ μόνον οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ προσέταξεν ἀπελθεῖν. Οἶμαι δὲ ὅτι καὶ δεῖξαι βουλόμενος αὐτῷ δαπανωμένην τῷ λιμῷ τῶν ἀνθρώπων τὴν φύσιν, | |
20 | πρῶτον μὲν εἰς τὸν χειμάῤῥουν ἐπήγαγεν· εἶτα τοῦτον ξηράνας, πρὸς τὴν χήραν ἀπήγαγε γυναῖκα, οὐδὲν ἔχουσαν πλὴν ὀλίγης τροφῆς εἰς μίαν ἀπο‐ χρώσης ἡμέραν. «Ζῇ γὰρ, ἔφη, Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν | |
25 | τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, καὶ ἰδοὺ συλλέξω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.» Μόνην, φησὶν, ἔχω τὴν τελευταίαν τροφὴν, μεθ’ ἣν τὴν τοῦ λιμοῦ προσ‐ | |
30 | μένω πληγήν. Ἐγὼ δὲ ἄγαμαι τῆς γυναικὸς τὸ πρᾶον τῆς ἀποκρίσεως. Οὐ γὰρ ἐδυσχέρανεν, ὡς ἐν τηλικαύταις συμφοραῖς αἰτηθεῖσα τροφὴν, ἀλλὰ μό‐ νην ἔδειξε τὴν ἐσχάτην πενίαν. Ἀλλ’ ὁ μέγας ἐκεῖ‐ νος καὶ δίκαιος ἀνὴρ ὑπέσχετο μὲν τὰς τοῦ ἀλεύ‐ | |
35 | ρου καὶ ἐλαίου πηγάς. Προσέταξε δὲ αὐτῷ πρώτῳ ποιῆσαι καὶ κομίσαι τὸν ἄρτον. Ἡ δὲ πάλιν οὐκ ἐδυσ‐ φόρησεν, ὡς πενίας, καὶ χηρείας, καὶ παιδοτροφίας τηκομένη φροντίσιν· ἀλλὰ τὴν ἐπαγγελίαν δεξαμένη πιστῶς, προσήνεγκε τὴν τροφὴν, καὶ ταῦτα οὐκ εἰ‐ | |
40 | δυῖα τὸν ἄνθρωπον· ἀλλόφυλος γὰρ ἦν· προφητικῆς δυνάμεως πεῖραν οὐ δεδεγμένη. Οἶμαι δὲ ἐν ταύτῃ προτυπωθῆναι τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Τὸν γὰρ ὑπὸ τῶν Ἰσραηλιτῶν διωκόμενον πιστῶς ὑπεδέξατο, καθάπερ καὶ ἐκκλησία τοὺς ἀποστόλους ὑπ’ αὐτῶν | |
45 | τούτων ἐξελαθέντας. | 726 |
80.728 | ΕΡΩΤ. ΝΔʹ. Τίνος χάριν τὸν τῆς χήρας τελευτῆσαι υἱὸν συν‐ εχώρησεν ὁ Θεός; Ἀφθόνως ὁ προφήτης ἀπολαύων τροφῆς τῆς τῶν | |
5 | ἄλλων ἀνθρώπων ἐπελάθετο συμφορᾶς. Οὗ δὴ χάριν καὶ τῆς χήρας αὐτῷ ὁ Θεὸς ἐπεστράτευσεν οἰμω‐ γάς. Ἐπέγνω δὲ καὶ αὐτὸς τὴν αἰτίαν· «Οἴμοι γὰρ, φησὶ, Κύριε, ὁ μάρτυς τῆς χήρας μεθ’ ἧς ἐγὼ οἰκῶ μετ’ αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν | |
10 | υἱὸν αὐτῆς.» Ἀξιάγαστα δὲ τῆς χήρας τὰ ῥήματα· «Εἰσῆλθες γὰρ, φησὶ, πρός με, τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου.» Τῷ σῷ φωτὶ, φησὶν, ἐγυμνώθη τὰ κεκρυμμένα μου πλημ‐ μελήματα· καὶ οὐκ εἶπεν, οἷα δὴ ἀλλόφυλος οὖσα, | |
15 | Οἰωνός μοι γέγονας πονηρὸς, πρόξενος κακῶν μοι ἡ σὴ γεγένηται παρουσία· ἀλλὰ μᾶλλον ταῖς οἰκείαις ἁμαρτίαις τὸ συμβὰν ἀνατέθεικε. Τοσοῦτον ὤνησεν αὐτὴν ἡ τοῦ προφήτου διδασκαλία. Τοιγάρτοι καὶ δι’ αὐτὴν ἡ τοῦ παιδὸς γέγονε τελευτή· ἵνα θεασα‐ | |
20 | μένη τὴν παρὰ φύσιν γεγενημένην ἀνάστασιν, βε‐ βαίαν δέξηται τὴν εὐσέβειαν. Ὁ δὲ προφήτης προσ‐ ηύξατο πρὸς Κύριον περὶ τοῦ τεθνηκότος παιδα‐ ρίου· μετὰ τὴν προσευχὴν δὲ τρὶς ἐμφυσήσας τῷ μειρακίῳ εἰς ζωὴν ἐπανήγαγε. Δηλοῖ δὲ ὁ μὲν ἀριθ‐ | |
25 | μὸς τὴν προσκυνουμένην Τριάδα· τὸ δὲ ἐμ‐ φύσημα, τὴν ἐν ἀρχῇ τῆς ψυχῆς γεγενημέ‐ νην δημιουργίαν. Ἀλλ’ ὁ προφήτης ἐμφυσήσας οὐκ ἄλλην ψυχὴν ἐδημιούργησεν, ἀλλὰ τὴν χωρισθεῖσαν τοῦ σώματος ἐπανήγαγεν. Ὁ δὲ φι‐ | |
30 | λάνθρωπος καὶ φιλοικτείρμων Θεὸς, τῶν ἀνθρώ‐ πων τὸ γένος ὁρῶν διολλύμενον, καὶ τὸν προφήτην αἰτῆσαι τὸν ἔλεον μὴ βουλόμενον, καὶ τοὺς μὲν οἰ‐ κτείρων, καὶ δοῦναι τὸν ἔλεον ἐπειγόμενος, τὸν δὲ γεραίρων, καὶ παρὰ τὴν αὐτοῦ γνώμην λῦσαι τὴν | |
35 | ἐξενεχθεῖσαν οὐκ ἀνεχόμενος ψῆφον, αὐτὸς ἔρχεται πρεσβευτὴς πρὸς τὸν οἰκέτην ὁ δεσπότης, πρὸς τὸν πηλὸν ὁ δημιουργὸς, καὶ πείθει λῦσαι τῶν νεφῶν τὰς ὠδῖνας τὴν πεδήσασαν γλῶσσαν· «Ἐγένετο γὰρ, φησὶ, μεθ’ ἡμέρας πολλὰς, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλίαν ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον· Πορεύου | |
40 | καὶ ὄφθητι Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.» ΕΡΩΤ. ΝΕʹ. Πῶ νοητέον· «Εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ Κύριος μου ζητεῖν σε, καὶ εἶπον, Οὐκ ἔστιν;» | |
45 | Ἐπειδὴ ὁ προφήτης εἰρήκει τῷ Ἀχαὰβ, «Ζῇ Κύριος ὁ Θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα ὑετὸς ἢ δρόσος, εἰ μὴ διὰ λόγου στόματός μου,» λαβὼν τῆς τῶν λόγων ἀληθείας τὴν πεῖραν ὁ Ἀχαὰβ, ἀναγκαίως ἐπεζήτει τὸν τῇ γλώττῃ τὰ νέφη καθείρξαντα, ἵνα | |
80.728(50) | δυοῖν θάτερον δράσῃ, ἢ ἀνοῖξαι πείσῃ, ἢ μὴ πειθό‐ | |
μενον διολέσῃ. Ὁ δὲ Ἀβδιοὺ τῶν ἄγαν ἦν εὐσεβῶν· | 728 | |
80.729 | καὶ τοῦτο διδάσκει οὐ μόνον αὐτοῦ τὰ ῥήματα, ἀλλὰ καὶ τὰ πράγματα. Πρῶτον μὲν γὰρ ἀναιρουμένους ὑπὸ τῆς Ἰεζάβελ τοὺς προφήτας ὁρῶν, οὐ μόνον κατέκρυψεν, ἀλλὰ καὶ διέθρεψε, καὶ οὐ τρεῖς, οὐδὲ | |
5 | τέσσαρας, οὐδὲ πέντε, καὶ δέκα, ἀλλ’ ἑκατὸν διχῆ διελών. Καὶ οὐκ ἔδεισε τῆς κρατούσης μιαιφονίαν, ἀλλὰ πάντων προετίμησε τὴν εὐσέβειαν. Ἔπειτα δὲ τὸν μέγαν Ἠλίαν ἰδὼν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπεν· «Εἰ σὺ εἶ αὐτὸς, κύριέ μου Ἠλίας;» | |
10 | Καὶ τὰ ἑξῆς δὲ δείκνυσιν αὐτοῦ τὴν εὐσέβειαν. «Ἔσται γὰρ, φησὶν, ὅτε ἀπέλθω ἀπὸ σοῦ, καὶ Πνεῦμα Κυρίου ἄρῃ σε εἰς γῆν ἣν οὐκ οἶδα.» Ἀνδρὸς γὰρ ταῦτα μελετῶντος τὰ θεῖα, καὶ τοῦ θείου Πνεύματος ἐπισταμένου τὴν δύναμιν. | |
15 | ΕΡΩΤ. Νϛʹ. Τί δήποτε, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ λατρεύειν, ὁ Ἠλίας ἐν τῷ Καρμήλῳ θυσιαστή‐ ριον ᾠκοδόμησεν; Ὅτι «Τῷ δικαίῳ νόμος οὐ κεῖται,» κατὰ τὸν θεῖον | |
20 | Ἀπόστολον, «ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις.» Καὶ γὰρ τὸν Ἰσραὴλ διὰ τὴν εὐκολίαν τῆς γνώμης ἐν ἑνὶ χωρίῳ λατρεύειν ἐνομοθέτησε, ἵνα μὴ λαβόντες ἄδειαν προσκυνήσωσι καὶ τοῖς ψευδωνύμοις θεοῖς. Ὁ δὲ προφήτης δεῖξαι ἠβουλήθη τῶν μὲν λαοπλάνων | |
25 | δαιμόνων τὸ ἀσθενὲς, τοῦ δὲ Θεοῦ τῶν ὅλων τὸ παντοδύναμον· ἀγαγεῖν δὲ αὐτοὺς εἰς τὸν ἐν Ἱεροσο‐ λύμοις ναὸν οὐχ οἷόν τε ἦν, διχῆ τῆς βασιλείας διῃρημένης. Ὅθεν αὐτοὺς ἀνήγαγεν εἰς τὸν Κάρμη‐ λον, ἔνθα τὰς πλείους ἐποιεῖτο διατριβάς. | |
30 | ΕΡΩΤ. ΝΖʹ. Πῶς νοητέον· «Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφο‐ τέραις ταῖς ἰγνύαις ὑμῶν;» Καὶ τὸν Θεὸν προσεκύνουν, καὶ τοῖς εἰδώλοις ἐλάτρευον. Ὅθεν ἐπήγαγεν· «Εἰ ἔστι Κύριος ὁ | |
35 | Θεὸς, δεῦτε καὶ πορευθῶμεν ὀπίσω αὐτοῦ. Εἰ δὲ ὁ Βάαλ ἐστὶν, πορεύεσθε ὀπίσω αὐτοῦ.» Οὔτε ὁ Θεὸς βούλεται, φησὶ, τιμᾶσθαι τοὺς ψευδωνύμους θεοὺς, οὔτε αὐτοὶ τὸν ἀληθινὸν προσκυνεῖσθαι Θεόν. Ὑμεῖς δὲ ταῦτα κἀκεῖνα ποιεῖτε, καὶ οὐδετέρῳ φυλάτ‐ | |
40 | τετε βεβαίαν τὴν εὔνοιαν. ΕΡΩΤ. ΝΗʹ. Τίνος ἕνεκα τοῖς ἱερεῦσι τοῦ Βάαλ τὸν πίονα βοῦν ἐκ λέξασθαι, καὶ πρώτοις ἐπιτελέσαι τὴν θυσίαν προσέταξεν; | |
45 | Ὁ ὄντως Θεὸς οὐδενὸς τούτων ἐνδεής ἐστιν. Ἵνα τοίνυν καταισχυνθέντες οἱ τοῦ ψεύδους ὑπηρέται μὴ εἴπωσι χαλεπαίνειν τὸν Βάαλ, ὡς μὴ τὸ πρῶτον | |
δεξάμενον γέρας, τῶν πρωτείων αὐτοῖς παρεχώρη‐ | 730 | |
80.732 | σεν. Ἐπεὶ δὲ καὶ τούτων γεγενημένων οὐδὲν ἐπέ‐ ραινον· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ἐπικερτομῶν αὐτοῖς ἔλεγεν ὁ προ‐ | |
5 | φήτης· «Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ἅμα, μή‐ ποτε ἀδολεσχία τις αὐτῷ ἐστι· μήποτε χρηματίζει αὐτὸς, ἢ μήποτε καθεύδει, καὶ ἐξαναστήσεται.» Εἰκὸς αὐτὸν, φησὶ, καθεύδειν, ἢ ἕτερά τινα πρυτα‐ νεύειν, ἢ περὶ ἄλλα σχολάζειν, ὅθεν ἑνὸς οὐκ ἐπαΐῃ | |
10 | καλοῦντος. Προσήκει τοίνυν κοινῇ πάντας βοῆσαι, ἵνα τὸ μέγα τῆς βοῆς ἐξελάσῃ τὸν ὕπνον. Ὑπήχθη‐ σαν δὲ τοῖς λόγοις οἱ λίαν ἀνόητοι, καὶ κοινὴν ἀφῆκαν βοὴν, καὶ κατετέμνοντο ἐν μαχαίραις καὶ σειρομάσταις ἑαυτοὺς ἕως ἐκχύσεως αἵματος. Μιαι‐ | |
15 | φόνοι γὰρ ὄντες οἱ τῶν ἀνθρώπων ἀλάστορες τοῖς τῶν ἀνθρώπων αἵμασιν ἐπιτέρπονται. Οὗ δὴ χάριν τοῦτον αὐτοὺς τὸν τρόπον οἱ ἱερεῖς ἐθεράπευον. Καὶ τοῦτο δεδήλωκεν ὁ συγγραφεὺς εἰρηκὼς, «Κατετέ‐ μνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν.» Τούτων οὕτως | |
20 | τὴν ἀπάτην γυμνώσας, καὶ τῷ τῶν πρωτείων παρα‐ χωρῆσαι, καὶ τῷ πᾶσαν αὐτοῖς σχεδὸν τὴν ἡμέραν ἐνδοῦναι, περὶ αὐτὰς τὰς ἡλίου δυσμάς· τοῦτο γὰρ ἡ ἱστορία δεδήλωκεν· ὡς «Ἐγένετο γὰρ, φησὶν, ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν·» συνήθροισε μὲν | |
25 | ἅπαντα τὸν λαὸν, ἰσαρίθμους δὲ τῶν φυλῶν αὐτῶν, οὐ τῶν δέκα, ἀλλὰ τῶν δυοκαίδεκα λίθους κομισθῆναι κελεύσας, τὸ κατεσκαμμένον τοῦ Θεοῦ θυσιαστήριον ᾠκοδόμησε· καὶ τὰ ξύλα συντεθεικὼς, τὸ ἱερεῖον ἐπέθηκεν. Ἐν κύκλῳ δὲ διορύξας, δοχεῖον ἐποίησεν | |
30 | ὕδατος. Τοῦτο ὁ μὲν Ἑβραῖος θααλὰ προσηγόρευ‐ σεν, ὁ δὲ Ἰώσηπος δεξαμενήν. Προσ‐ ήνεγκε δὲ οὐ πῦρ, ἀλλ’ ὕδωρ τοῖς ξύλοις. Ἰσαρίθμους γὰρ πάλιν τῶν φυλῶν ἀμφορέας ἐνεχθῆναι κελεύ‐ σας, καὶ τούτους ὕδατος ἐμπλήσας, ἐπέχεεν τῇ | |
35 | θυσίᾳ. Οὐχὶ ἅπαξ δὲ μόνον, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς τοῦτο πεποίηκε, τῆς προσκυνουμένης πάλιν Τριάδος ἐμφαίνων τὸν ἀριθμόν. Βοῇ δὲ χρησάμενος ἱκέτευσε τὸν τῶν πατέρων Θεὸν δεῖξαι τὸ διάφορον, καὶ τὸν ἐξαπατημένον ἐπιστρέψαι λαὸν, καὶ θεοσδό‐ | |
40 | τῳ πυρὶ τὴν θυσίαν ὁλοκαυτῶσαι· καὶ τῆς εὐχῆς μηδέπω δεξαμένης τὸ πέρας, κατηνέχθη τὸ πῦρ, καὶ κατηνάλωσεν οὐ μόνον τὰ ξύλα καὶ τὸ θῦμα, ἀλλὰ καὶ τὸν χοῦν, καὶ τὸ ὕδωρ, καὶ τοὺς λίθους· ὥστε μὴ καθυβρισθῆναι τὸ θεῖον θυσιαστήριον, τῶν δυσσεβῶν ἐν ἐκείνῳ προσφερόντων θυσίας τοῖς δαίμοσι. Τούτου γενομένου τοῦ θαύματος, προσέταξεν | |
45 | ἀναιρεθῆναι τοὺς τοῦ ψεύδους τεχνίτας, καὶ τότε τῶν νεφῶν ἔλυσε τὰς ὠδῖνας. ΕΡΩΤ. ΝΘʹ. Τίνος ἕνεκεν τοσαύτην ἔχων δύναμιν ἐφοβήθη μόνην τὴν Ἰεζάβελ; | |
Ὅτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος | 732 | |
80.733 | ἦν· ἄλλως τε καὶ τῆς θείας ἦν οἰκονομίας τὸ δέος. Ἵνα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις φύσει τὴν δειλίαν εἰσδέξασθαι, ἵνα ἐπιγνῷ τὴν οἰκείαν ἀσθένειαν. | |
5 | Τούτου χάριν αὐτῷ καὶ μεμήνυκεν ὁ Δεσπότης, ὅτι χιλιάδες ἑπτὰ διέμειναν τῆς ἀσεβείας ἐλεύθεραι. Πρὸς δὲ τούτοις ἐδίδαξεν αὐτὸν, ὡς ἡμερότητι καὶ μακροθυμίᾳ πρυτανεύειν ἐδοκίμασε τῶν ἀνθρώπων τὸ γένος· καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ, καὶ κεραυνοὺς | |
10 | καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονῆ‐ σαι τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἀποφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην ἅπαντας διολέσαι. Τοῦτο γὰρ ἔφη· «Καὶ πνεῦμα μέγα κραταιὸν, καὶ διαλύον ὄρη, καὶ συντρίβον πέτρας, ἐνώπιον Κυ‐ | |
15 | ρίου· οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα, συσσεισμὸς, καὶ οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, καὶ οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς.» Διὰ δὲ τούτων ἔδειξεν, ὅτι μακροθυμία | |
20 | καὶ φιλανθρωπία μόνη φίλη Θεῷ· ἕκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τῶν ἀνθρώπων ἐφέλκεται. ΕΡΩΤ. Ξʹ. Τί δήποτε τὸν Ἀζαὴλ, καὶ τὸν Ἰοὺ, καὶ τὸν Ἑλισσαῖον χρίσαι προσταχθεὶς, μόνον τὸν | |
25 | προφήτην ἔχρισεν; Εἰ τὸν προφήτην ἔχρισε, καὶ τῆς πνευματικῆς αὐτῷ μετέδωκε χάριτος, ταύτῃ καὶ τοὺς ἄλλους ἔχρισε. Καὶ γὰρ ὁ Ἑλισσαῖος, δι’ αὐτοῦ τὴν προφη‐ τικὴν δεξάμενος χάριν, προσήνεγκεν ἐκείνοις τὸ | |
30 | χάρισμα, καὶ τῆς βασιλικῆς αὐτοῖς μετέδωκε χά‐ ριτος. ΕΡΩΤ. ΞΑʹ. Τί ἐστιν· «Εὐλόγησε Ναβουθαὶ Θεὸν καὶ βασιλέα;» | |
35 | Ἡ παμμίαρος Ἰεζάβελ τὴν συκοφαντίαν ἐξέφηνε. καὶ πρῶτον μὲν ἐκέλευσεν αὐτὸν τῆς συνήθους ἀξιωθῆναι τιμῆς, καὶ προεδρεῦσαι τῶν ἄλλων· εἶτα τοὺς συκοφάντας εἰσενεγκεῖν, καὶ τὴν τῆς βλασφημίας γραφὴν προθέσθαι· εὐφήμως γὰρ τὸ | |
40 | Εὐλόγησε τέθεικεν, ἀντὶ τοῦ ἐβλασφήμησε. Τὴν δὲ νηστείαν γενέσθαι προσέταξεν, ὥστε ταύτῃ δεῖξαι τοῦ φόνου τὸ δίκαιον. ΕΡΩΤ. ΞΒʹ. Πῶς ὁ Ἀχαὰβ ὀρεχθεὶς τοῦ ἀμπελῶνος, καὶ δυσ‐ | |
45 | χεράνας ὅτι δὴ τοῦτον οὐκ ἔλαβεν, ἤλγησεν ἐπὶ τῇ τοῦ Ναβουθαὶ τελευτῇ; | |
Κοῦφος ἦν ὁ τρισάθλιος, καὶ ῥᾳδίως τῇδε κἀκεῖσε | 734 | |
80.736 | μεταφερόμενος· ὅθεν αὐτὸν καὶ τὸ παμπόνηρον γύναιον εἰς τὸ τῆς ἀσεβείας ἐμβέβληκε βάραθρον. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει· «Δωρεὰν γὰρ, φησὶν, ἐπράθη ὁ Ἀχαὰβ, τοῦ ποιῆσαι τὸ | |
5 | πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέστησεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· καὶ ἐβδελύχθη ὀπίσω τῶν βδελυγμάτων, κατὰ πάντα ὅσα ἐποίησεν ὁ Ἀμοῤῥαῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.» Τὸν δὲ Ἀμοῤῥαῖον ἐνταῦθα | |
10 | οὐ τὸ ἔθνος λέγει, ἀλλὰ πάντας τοὺς Χαναναίους. Ἀμοῤῥαῖος γὰρ τῇ Ἑβραίων φωνῇ καὶ ὁ κατοικῶν ὀνομάζεται. Ἡ δὲ τῆς ἀγαθότητος ἄβυσσος ὁ Δεσπό‐ της Θεὸς, διὰ μὲν τὴν μιαιφονίαν τὴν πανωλεθρίαν ἠπείλησε· διὰ δὲ τὸν ἐπὶ τῷ φόνῳ θρῆνον, τὴν τῆς | |
15 | τιμωρίας ἀναβολὴν ἐχαρίσατο. Αὐτίκα γοῦν τῶν Σύρων πολλὰς κατ’ αὐτοῦ μυριάδας συνειληχότων, καὶ βρενθυομένων, καὶ λεγόντων, «Εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς δραξὶ παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου;» ταῦτα δὲ ἔλεγον ἀπειλοῦντες τῆς | |
20 | πολιορκίας τὰ χώματα· τὸν προφήτην ἀποστείλας ὁ Δεσπότης Θεὸς, διέλυσε τοῦ τρισαθλίου βασιλέως τὸ δέος, τοῖσδε τοῖς λόγοις χρησάμενος· «Ἑώρα‐ κας πάντα τὸν ἦχον τὸν μέγαν τοῦτον. Ἰδοὺ δίδωμι αὐτὸν ἐγὼ εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ, | |
25 | ὅτι ἐγὼ Κύριος.» Μάλα δὲ ἁρμοδίως ἦχον ὠνόμασε τῶν ἀπειλητικῶν ῥημάτων τὸν ψόφον· διελύθη γὰρ συντόμως τῇ θείᾳ ῥοπῇ. ΕΡΩΤ. ΞΓʹ. Πῶς νοητέον τό· «Ἐν τοῖς παιδαρίοις τῶν ἀρ‐ | |
30 | χόντων τῶν χωρῶν;» Οὐ χρῄζω πλήθους, φησὶν, ἐγώ. Ἐν ὀλίγοις γὰρ μειρακίοις, καὶ πολέμων ἀπείροις, τὴν παμπόλλην ταύτην στρατιὰν διολέσω. Ἀριθμήσας γοῦν αὐτοὺς Ἀχαὰβ τριάκοντα καὶ διακοσίους εὗρε. Διὰ τού‐ | |
35 | των ὁ παντοδύναμος Κύριος τριάκοντα καὶ δύο βασι‐ λέων διέλυσε στρατιάν. Τούτῳ δὲ κατακράτος νενικηκότι προμηνύει τῶν Σύρων τὴν ἔφοδον, τὴν ἐσομένην εἰς νέωτα. «Ἐροῦσι γὰρ, φησὶν, οἱ Σύροι· Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς | |
40 | κοιλάδων·» τουτέστιν, ἐν τοῖς ὄρεσιν ἔχει τὴν δύναμιν, ἐν δὲ τοῖς πεδίοις ἡττᾶται. Ἐπειδὴ γὰρ τοιούτους εἶναι τοὺς οἰκείους θεοὺς ὑπελάμβανον, ᾠήθησαν καὶ τὸν ἀληθινὸν τῶν ὅλων δημιουργὸν μερικὸν εἶναι Θεόν. Ἀλλ’ ἔδειξε καὶ τοῖς οἰκείοις, | |
45 | καὶ τοῖς ἀλλοτρίοις, τὴν ἰδίαν ἰσχύν. Τῆς γὰρ | 736 |
80.737 | συμπλοκῆς ἐν πεδίῳ γεγενημένης, δυοκαίδεκα μυ‐ ριάδας τῶν ἀντιπάλων ὁ Ἰσραὴλ κατηκόντισεν. Ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν, ὡς θεήλατος ἡ πληγὴ, τῶν διαφυγόντων εἰς τὴν Ἀφηκὰ πόλιν κα‐ | |
5 | ταπεφευγότων καταπεσὸν τὸ τεῖχος ἑπτὰ καὶ εἴκοσι χιλιάδας κατέχωσεν. ΕΡΩΤ. ΞΔʹ. Διατί παραβολαῖς οἱ προφῆται κεχρημένοι τὰς θείας προῤῥήσεις προφέρουσιν; | |
10 | Ἵνα ἀγνοοῦντες οἱ τῶνδε τῶν λόγων ἀκούοντες, ὡς καθ’ ἑαυτῶν τὴν ψῆφον ἐκφέρουσι, δικαίως ψη‐ φίσωνται. Ἄλλως γὰρ ἐν ἑαυτοῖς, καὶ ἄλλως ἐν ἄλλοις τὴν ἁμαρτίαν ὁρῶμεν. Ταῦτα καὶ Νάθαν πεποίηκεν. Οὐ γὰρ εὐθὺς τῷ Δαβὶδ τὸν ἔλεγχον | |
15 | προσενήνοχεν· ἀλλὰ πρότερον τοῦ πένητος τὴν συμ‐ φορὰν διηγήσατο· εἶτα δικαίαν τὴν ψῆφον ἰδὼν, τὸ τῆς κατηγορίας ἐγύμνωσε πρόσωπον. Τοῦτο καὶ ἐνταῦθα πεποίηκεν ὁ προφήτης. Τελαμῶνι γὰρ τὸ πρόσωπον, καὶ τὰς ὀφρῦς συγκαλύψας, τῷ Ἀχαὰβ | |
20 | προσελήλυθεν. Εἶτα ἐδίδαξεν, ὡς ἐν τῷ πολέμῳ δορυάλωτος αὐτῷ παρεδόθη, φυλάξαι τοῦτον τοῦ παραδεδωκότος κελεύσαντος, καὶ προσαπειλήσαντος, ὡς εἰ φύγοι θανάτῳ ζημιωθήσεται. Ἐμοῦ δὲ, φησὶ, τὴν παράταξιν θεωμένου, πέφευγε χώραν λαβών. | |
25 | Τούτων ἀκούσας ὁ Ἀχαὰβ, ἀνδροφόνον αὐτὸν ἀπεκά‐ λεσεν. «Ἰδοὺ γὰρ, φησὶ, δικαστὴς σὺ παρ’ ἐμοὶ ἐφόνευσας·» πολέμιον γὰρ ἀπέλυσας, ἵνα πολλοὺς ἐκεῖνος πάλιν ἐργάσηται φόνους. Τότε λοιπὸν ὁ προφήτης τελαμῶνα λύσας, ἔδειξεν | |
30 | ὅστις ἐστί· καὶ προσήνεγκε τὴν θείαν ἀπόφασιν· «Τάδε λέγει Κύριος· Διότι ἐξαπέστειλας ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, ἰδοὺ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» ΕΡΩΤ. ΞΕʹ. | |
35 | Καὶ διατί φιλανθρωπίας ἀπῃτήθη δίκας; Ὅτι χρὴ τῇ φιλανθρωπίᾳ συγκιρνᾷν τὸ δίκαιον. Οὗτος δὲ ὠμότητι χρησάμενος κατὰ τῶν προφητῶν, καὶ πάντας ἄρδην βουληθεὶς διαφθεῖραι, καὶ τοὺς ἁλόντας ἀνελὼν ἅπαντας, περὶ τὸν τοῦ Ἰσραὴλ πο‐ | |
40 | λέμιον τὸ ἥμερον ἔδειξεν. Ὅτι δὲ πλεῖστα ἐξήμαρτε διὰ τὴν εὐκολίαν τῆς γνώμης, τὰ ἑξῆς μαρτυρεῖ. «Ἀπῆλθε γὰρ, φησὶν, ὁ βασιλεὺς Ἰσραὴλ συνεχό‐ μενος καὶ κλαίων.» Πεῖραν γὰρ τῶν θείων ἔχων προῤῥήσεων· δὶς γὰρ ἐνίκησε κατὰ τοὺς θείους | |
45 | χρησμούς· τὴν προσενεχθεῖσαν ἔδεισεν ἀπειλήν· ἀλλ’ εὐθὺς πάλιν εἰς τὴν οἰκείαν ἐπανῆλθεν ἀσέ‐ | |
βειαν. | 738 | |
80.740 | ΕΡΩΤ. Ξϛʹ. Πῶς νοητέον· «Πάταξόν με ἐν λόγῳ Κυρίου;» Οὐκ ἐγώ σοι, φησὶν, ἐπιτάσσω, ἀλλὰ τὸ ἐν ἐμοὶ | |
5 | Πνεῦμα. Διὸ δὴ τῷ ἀντειπόντι τὸν διὰ τοῦ λέοντος ἐπήνεγκεν ὄλεθρον. Ἄλλος δὲ τοῦτο δρᾶσαι κελευ‐ σθεὶς πιστῶς ὑπήκουσε, καὶ πατάξας συνέτριψε, τουτέστιν ἐτραυμάτισεν. ΕΡΩΤ. ΞΖʹ. | |
10 | Πῶς νοητέον· «Καθὼς σὺ, οὕτω κἀγώ· καὶ καθὼς ὁ λαός σου, οὕτως καὶ ὁ λαός μου;» Παρακληθεὶς ὁ Ἰωσαφὰτ κοινωνῆσαι τῆς παρα‐ τάξεως τοῦτο δράσειν ὑπέσχετο. Τὰ αὐτά σοι, φησὶ, δράσω· ὡς παρατάττῃ παρατάττομαι· καὶ ὡς ὁ | |
15 | λαός σου, καὶ ὁ ἐμὸς πολεμήσει. Ἔδειξε δ’ ὅμως αὑτοῦ τὴν εὐσέβειαν· πυθέσθαι γὰρ πρότερον τοῦ Θεοῦ τῶν ὅλων ἀναγκαῖον ὑπέλαβεν· «Εἶπε γὰρ, φησὶ, πρὸς Ἀχαάβ· Ἐρωτήσωμεν δὴ τὸν Κύριον.» Ἐκείνου δὲ τοὺς προφήτας τοῦ Βαὰλ ἀθροίσαντος, | |
20 | πάλιν ὁ Ἰωσαφὰτ ἐκείνους μὲν ἐβδελύξατο, θεῖον δὲ προφήτην εὐσεβῶς ἐπεζήτησεν· «Οὐκ ἔστι γὰρ, φησὶν, ὧδε προφήτης Κυρίου, καὶ ἐπερωτήσομεν τὸν Κύριον δι’ αὐτοῦ;» Ἐκείνου δὲ εἰρηκότος εἶναι μὲν, καὶ Μιχαίαν κεκλῆσθαι· ἐχθραίνειν δὲ αὐτῷ, ὡς | |
25 | οὐ τὰ θυμήρη χρησμολογοῦντα, ὁ Ἰωσαφὰτ εὐλαβῶς ἀπεκρίνατο· «Μὴ λεγέτω οὕτως ὁ βασιλεύς.» Ἀλλ’ ἐν τούτοις μὲν ἀξιέπαινος. Ἐλωβήσατο δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ φιλία καὶ ἡ συγγένεια· τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων ἱστόρησε βίβλος. Ὁ δὲ προ‐ | |
30 | φήτης Μιχαίας, καὶ τοῦ πρὸς αὐτὸν ἀποσταλέντος εὐνούχου χρηστὰ ἀπαγγεῖλαι παρεγγυήσαντος, οὐκ ἠνέσχετο χαρίσασθαι τὸ ψεῦδος τῷ βασιλεῖ. «Ζῇ γὰρ, ἔφη, ὁ Κύριος, ὅτι ἃ ἂν εἴπῃ Κύριος πρός με, ταῦτα λαλήσω.» | |
35 | ΕΡΩΤ. ΞΗʹ. Τίνος οὖν ἕνεκεν ἐρωτηθεὶς ὑπὸ τοῦ Ἀχαὰβ, Ἵνα ἀναβῶ εἰς Ῥαμὼθ Γαλαὰδ, ἔφη, Ἀνά‐ βαινε, καὶ εὐοδώσει Κύριος ἐν χειρὶ τοῦ βασιλέως; | |
40 | Ἀνέμεινεν ὁρκωθῆναι, εἶθ’ οὕτω φάναι τὸ ἀληθές. Ἐπειδὴ γὰρ ὑπελάμβανεν Ἀχαὰβ διὰ μῖσος τὸν προ‐ φήτην προλέγειν τὰ λυπηρὰ, πρότερον τὰ κατα‐ θύμια εἴρηκεν. Εἶτα ὁρκωθεὶς τὰ θεῖα μεμήνυκε. Τοῦ γὰρ Ἀχαὰβ εἰρηκότος· «Ποσάκις ὁρκίζω σε | |
45 | ἐγὼ, ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι | |
Κυρίου;» τὸ δὲ ποσάκις ἀντὶ τοῦ πολλάκις τέθει‐ | 740 | |
80.741 | κεν· ἐπήγαγεν ὁ Μιχαίας· «Οὐχ οὕτως,» ἀντὶ τοῦ, «οὐ καλῶς, ἔφην ἐκεῖνα. Ἑώρακα γὰρ πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν, ὡς πρό‐ βατα οἷς οὐκ ἔστι ποιμήν.» Δηλοῖ δὲ διὰ τούτων, ὡς | |
5 | ἡ ἐκείνου πονηρία τὴν ἧτταν ἐργάζεται· εἰ γὰρ ποι‐ μένος ἔτυχον εὐσεβοῦς, κατακράτος ἂν τοὺς πολεμίους ἐνίκησαν. Εἶτα καὶ τρόπον ἀποδείκνυσι σωτηρίας. «Εἶπε γὰρ, φησὶ, Κύριος· Εἰ κυρίως αὐτοὶ πρὸς Θεὸν, ἀποστραφήτω δὴ ἕκαστος εἰς τὸν οἶκον αὑ‐ | |
10 | τοῦ ἐν εἰρήνῃ.» Εἰ πιστεύοντες τῷ Θεῷ μαθεῖν βούλεσθε παρ’ αὐτοῦ τὸ πρακτέον, τὴν στρατιὰν διαλύσατε. Τοῦ δὲ Ἀχαὰβ πρὸς τὸν Ἰωσαφὰτ εἰρη‐ κότος· «Οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει οὗτος ἐμοὶ καλὰ, ἀλλ’ ἢ κακά;» εἶπεν ὁ προφήτης· «Οὐκ | |
15 | ἐγώ· ἄκουσον τὸν λόγον Κυρίου. Εἶδον Κύριον τὸν Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ εὐωνύμων αὐτοῦ, καὶ εἶπε· Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀνα‐ | |
20 | βήσεται εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ πεσεῖται ἐκεῖ; Καὶ εἶπεν οὕτως οὗτος, καὶ οὗτος οὕτως. Καὶ εἶπεν, Οὐ δυνήσῃ. Καὶ ἐξῆλθε πνεῦμα, καὶ ἔστη ἐν‐ ώπιον Κυρίου, καὶ εἶπεν· Ἐγὼ ἀπατήσω αὐτόν. Καὶ εἶπε Κύριος πρὸς αὐτὸ, Ἐν τίνι; Καὶ εἶπεν· | |
25 | Ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι | |
πάντων αὐτοῦ τῶν προφητῶν, καὶ ἀπατήσω αὐτόν. | 742 | |
80.744 | Καὶ εἶπε, Δυνήσῃ, ἔξελθε καὶ ποίησον.» Ταῦτα δὲ προσωποποιία τίς ἐστι, διδάσκουσα τὴν θείαν συγ‐ χώρησιν. Οὐ γὰρ ὁ ἀληθῶς Θεὸς καὶ τῆς ἀληθείας διδάσκαλος προσέταττεν ἀπατηθῆναι τὸν Ἀχαὰβ, ὁ | |
5 | διὰ τοῦ προφήτου εἰπών· «Εἰ κυρίως αὐτοὶ πρὸς Θεὸν, ἀναστραφήτω δὴ ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον ἐν εἰρήνῃ.» Διὰ τούτων τοίνυν ὁ προφήτης ἐδί‐ δαξεν, ὡς τὸ πνεῦμα τῆς ἀπάτης, ὀργάνοις χρώ‐ μενον τοῖς δυσσεβέσιν ἀνθρώποις, ψευδῶς ὑπισχνεῖ‐ | |
10 | ται τὴν νίκην. Τοῦτο δὲ γίνεται τοῦ Θεοῦ συγχωρή‐ σαντος. Κωλῦσαι γὰρ δυνάμενος, οὐκ ἐκώλυσεν, ἐπείπερ ὁ Ἀχαὰβ τῆς θείας ἦν κηδεμονίας ἀν‐ άξιος. Ὁ δὲ Ἰώσηπος τὸν Μιχαίαν ἔφησεν εἶναι, τὸν ἤδη πρότερον τῷ τελαμῶνι χρησάμενον, καὶ τὰ | |
15 | λυπηρὰ τῷ Ἀχαὰβ προαγγείλαντα, τεκμαιρόμενος τῷ φάναι τὸν Ἀχαὰβ, ὅτι Μεμίσηκα αὐτὸν, ὅτι οὐ λέγει περὶ ἐμοῦ ἀγαθὰ, ἀλλ’ ἢ κακά. Καὶ νῦν δὲ αὐτὸν εἰς τὸ δεσμωτήριον ἔπεμψεν, τροφῆς αὐτὸν ὀλίγης ἄγαν μεταλαμβάνειν προστεταχὼς, ᾗ μόνον | |
20 | κωλύειν ἔμελλε τὴν ἐκ λιμοῦ τελευτήν. Ἀλλ’ οὐδὲ οὕτως ὁ προφήτης ἐξέστη τῆς παῤῥησίας, ἀλλ’ ἔφη βοῶν· «Ἐὰν ἐπιστρέφων ἐπιστρέφῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.» Καὶ τούτων δὲ ἀκού‐ σας τῶν λόγων ὥρμησεν εἰς τὸν πόλεμον· συναπῆρε | |
25 | δὲ αὐτῷ καὶ ὁ Ἰωσαφὰτ, τῆς οἰκείας εὐσεβείας ἀν‐ άξια δεδρακώς. Ἐπιζητήσας γὰρ προφήτην, καὶ τοὺς ψευδοπροφήτας ἀποπεμψάμενος, καὶ τὸ πρακτέον παρὰ τοῦ Μιχαίου μεμαθηκὼς, τῆς εὐσεβείας προτε‐ τίμηκε τὴν φιλίαν. Πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρε‐ | |
30 | τὴν τῆς θείας κηδεμονίας ἀπήλαυσε. Τῶν γὰρ Σύρων ἐκ τῆς βασιλικῆς ἀμπεχόνης τοπασάντων αὐτὸν εἶναι τὸν βασιλέα Ἰσραὴλ, καὶ κατ’ αὐτοῦ χωρησάντων, ὁ μὲν τοῦ Θεοῦ τὴν ἐπικουρίαν ἐκάλεσεν· ὁ δὲ συν‐ τόμως αὐτῷ τὴν σωτηρίαν ἐπόρισεν. Ἡ δὲ θεία | |
35 | πρόῤῥησις τὸ πέρας ἐδέξατο. Τρωθεὶς γὰρ ὁ Ἀχαὰβ ἐπὶ πλεῖστον ἑστὼς ἐπὶ τοῦ ἅρματος διετέλεσεν, ἵνα μὴ τροπὴν ἐργάζηται τῇ φυγῇ· τὸ δὲ αἷμα φερόμε‐ νον ἐνεπάγη τῷ ἅρματι. Τοῦτο παρὰ κρήνην τινὰ τῷ ἄστει πελάζουσαν ὁ ἡνίοχος ἔπλυνεν· οἱ δὲ κύνες ἐξέλειχον. Αἱ δὲ πόρναι ὑπὸ τὴν ἕω κατὰ τὸ ἔθος | |
40 | ἐλούσαντο, οὐκ ἐξεπίτηδες εἰς τὸ αἷμα βουλόμεναι λούσασθαι, ἀλλ’ εἰς τὸ πηγαῖον ὡς εἰώθεσαν ὕδωρ· | |
Τοῦτο δὲ ἦν κεχρωσμένον τῷ αἵματι. | 744 | |
80.745(1t) | ΕΙΣ ΤΗΝ ΤΕΤΑΡΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. | |
3 | ΕΡΩΤΗΣΙΣ Αʹ. Πῶς νοητέον τό· «Ἠθέτησε Μωὰβ ἐν Ἰσραήλ;» | |
5 | ΑΠΟΚΡΙΣΙΣ. Δασμὸν ἔφερον οἱ Μωαβῖται τῷ Ἀχαὰβ, ὡς ὑπήκοοι· τελευτήσαντος δὲ ἐκείνου, κατεφρόνησαν τοῦ υἱέος, καὶ οὐκ ἠθέλησαν ἄρχεσθαι. ΕΡΩΤ. Βʹ. | |
10 | Ὁποῖόν ἐστι τὸ δικτυωτὸν ὑπερῷον; Οἶκος ἦν ὥρᾳ θέρους ἐπιτήδειος, πολλὰς ἔχων φωταγωγοὺς δικτυοειδῶς κατεσκευασμένας, ἃς δια‐ τρήτους ὀνομάζουσιν οἱ πολλοί. ΕΡΩΤ. Γʹ. | |
15 | Προσοχθίσαι τί ἐστι; Καὶ προσοχθίσματα καὶ βδελύγματα, τὰ εἴδωλα προσαγορεύειν εἴωθεν ἡ θεία Γραφή. Καὶ γὰρ βδελυγ‐ μίας μεστὰ, καὶ μίσους ἄξια. Τὸ γὰρ προσόχθισμα τὸ μῖσος δηλοῖ. Οὕτω γὰρ καὶ εἴρηκεν ὁ Ἰσαάκ· | |
20 | «Προσώχθισα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων·» τουτέστι, μεμίσηκα. Καὶ ὁ μακά‐ ριος Δαβὶδ ἔφη· «Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε·» τουτέστιν, Οὐκ ἐμίσησε τὴν κακίαν. Ἄξιον δὲ θρηνῆσαι τῶν δυσσεβῶν τὴν | |
25 | ἀλογίαν. Οὐ γὰρ μόνον τὰ μέγιστα τῶν ζώων ἐθεο‐ ποίησαν, ἀλλὰ καὶ τὰ σμικρότατα καὶ εὐτελέστατα, καὶ μύσους μεστά. Τί γὰρ μυσαρώτερον μυίας; Ἀλλ’ ὅμως τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ τὸν ὄντως καταλελοιπότες Θεὸν, τὸ αὐτῆς ἴνδαλμα | |
30 | περὶ ζωῆς ἐπηρώτων· καὶ ἣν ζῶσαν ταῖς ῥιπίσιν ἐλαύνουσι, ταύτης τὸν τύπον θεὸν προσηγόρευσαν. ΕΡΩΤ. Δʹ. Τινὲς ὠμότητα τοῦ προφήτου κατηγόρησαν, ὅτι δὴ τοὺς δύο πεντηκοντάρχους μετὰ τῶν ὑπ‐ | |
35 | ηκόων οὐρανίῳ πυρὶ παραδέδωκεν. | |
Οἱ τοῦ προφήτου κατηγοροῦντες κατὰ τοῦ Θεοῦ | 746 | |
80.748 | τοῦ προφήτου κινοῦσι τὰς γλώττας· αὐτὸς γὰρ ἐπαφῆκε τὸ πῦρ. Τολμηρὸν τοίνυν ἄγαν τὸ νεμεσῆ‐ σαι ταῖς θείαις οἰκονομίαις. Χρὴ γὰρ εἰδέναι τῆς θείας προμηθείας τὸ δίκαιον, καὶ ὡς ἐνδίκως κολάζει | |
5 | τοὺς ἁμαρτάνοντας, καὶ εὐεργετεῖ τοὺς θεραπεύοντας. Δῆλοι δὲ ἦσαν οἱ πεντηκόνταρχοι, καὶ οἱ τούτων ὑπ‐ ήκοοι, συμβαίνοντες τῷ σκοπῷ τοῦ πεπομφότος. Ὅθεν καὶ τὰς θεηλάτους τιμωρίας ὑπέμειναν. Ὁ γὰρ τρί‐ τος πεντηκόνταρχος, ἐπιεικείᾳ καὶ πίστει κοσμού‐ | |
10 | μενος, καὶ τῇ πείρᾳ μαθὼν τοῦ προφήτου τὴν δύνα‐ μιν, ἠπίοις λόγοις χρησάμενος τὴν τιμωρίαν δι‐ έφυγεν. ΕΡΩΤ. Εʹ. Πῶς νοητέον τό· «Τότε ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ | |
15 | Ἰωρὰμ ἀδελφὸς Ὀχοσίου ἀντ’ αὐτοῦ, ὅτι οὐκ ἦν αὐτῷ υἱός;» Νόμος ἦν τῶν βασιλέων τοὺς παῖδας τὴν βασιλείαν κληρονομεῖν. Παίδων δὲ οὐκ ὄντων, τὸν πρεσβύτατον ἀδελφὸν, ἢ τὸν ἐπιτηδειότατον. Αὐτίκα γοῦν τὴν | |
20 | Δαβιδικὴν βασιλείαν μέχρι τῆς αἰχμαλωσίας παῖς παρὰ πατρὸς παραλαμβάνοντες, διετέλεσαν οἰ‐ κονομοῦντες. Τοῦ δὲ Ἰεχονίου πρὸ τῆς παιδοποιίας δορυαλώτου ληφθέντος, Μετθανίας, ὁ καὶ Σεδε‐ κίας, κατέσχε τὴν βασιλείαν, θεῖος αὐτοῦ ὢν πρὸς | |
25 | πατρός. ΕΡΩΤ. ϛʹ. Τίνας υἱοὺς τῶν προφητῶν ἡ θεία προσαγορεύει Γραφή; Αὐτοὺς τοὺς προφήτας, κατὰ τὸ Ἑβραίων καὶ | |
30 | Σύρων ἰδίωμα. Οὕτω γὰρ καὶ τοὺς ἀνθρώπους εἴωθεν ὀνομάζειν. «Υἱοὶ γὰρ, φησὶν, ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;» Καί· «Κατὰ τὸ ὕψος σου ἐπολυώ‐ ρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων·» τουτέστι τοὺς ἀνθρώπους. Δηλοῖ δὲ καὶ ὁ λόγος πολλοὺς γεγενῆ‐ | |
35 | σθαι προφήτας. Καὶ γὰρ οἱ τὴν Ἱεριχὼ καὶ τὴν Βαι‐ θὴλ οἰκοῦντες, καὶ προεγνώκεισαν καὶ προειρή‐ κεισαν τὴν τοῦ μεγάλου Ἠλιοῦ ἀνάληψιν. Ἐγνώκει δὲ τοῦτο καὶ ὁ τῶν ὅλων πρωτεύων Ἑλισσαῖος ὁ πάνυ. Διὸ καὶ τούτοις ἔφη κἀκείνοις· «Καί γε ἐγὼ | |
40 | ἔγνωκα, σιωπᾶτε.» Τοσοῦτον δὲ ἦν τῶν προφητῶν τὸ πλῆθος, ὅτι πεντήκοντα μὲν αὐτοῖς πόῤῥωθεν ἠκο‐ λούθησαν. Μετὰ δὲ τὴν Ἠλιοῦ τοῦ μεγάλου ἀνάληψιν, τὸν τῆς χάριτος κληρονόμον συναθροισθέντες ἔπεισαν ἀποστεῖλαί τινας εἰς ἐπιζήτησιν τοῦ κοινοῦ διδα‐ | |
45 | σκάλου· καὶ ἀπέστειλαν εὐζώνους πεντήκοντα· τοὺς γὰρ τοιούτους υἱοὺς δυνάμεως προσηγόρευσεν, ἀντὶ τοῦ, δυνατούς. Ἐκ δὲ τῶν ἀποσταλέντων σκοπητέον | |
τῶν ἀποστειλάντων τὸ πλῆθος. | 748 | |
80.749 | ΕΡΩΤ. Ζʹ. Τί δήποτε, τοῦ Ἑλισσαίου διπλῆν τοῦ πνεύμα‐ τος τὴν χάριν αἰτησαμένου, ὁ μέγας εἶπεν Ἠλίας, Ἐσκλήρυνας τοῦ αἰτῆσαι; | |
5 | Οὐ φθονῶν τῆς χάριτος τῷ μαθητῇ τοῦτο ἔφη, ἀλλὰ τῶν ἄλλων ἀνθρώπων κηδόμενος. Ἐπειδὴ γὰρ τρισὶν ἔτεσι καὶ μησὶν ἓξ λιμῷ δυσσεβοῦντας τοὺς ἀνθρώπους ἐπαίδευσεν· ἀνάγκη δὲ ἦν, τὸν τῆς διπλῆς κληρονομοῦντα χάριτος διπλάσια ἐργάσασθαι θαύ‐ | |
10 | ματα· ἓν δὲ τούτων ἦν ἡ διὰ τοῦ λιμοῦ τιμωρία· φειδοῖ κεχρημένος εἶπεν· «Ἐσκλήρυνας τοῦ αἰτῆ‐ σαι.» Τοῦτο δὲ καὶ ἐκ τῆς ἱστορίας μανθάνομεν. Ἑπτὰ γὰρ ἔτεσιν ἐπηνέχθη τοῖς ἀνθρώποις ἡ τι‐ μωρία. | |
15 | ΕΡΩΤ. Ηʹ. Πῶς νοητέον· «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ, καὶ ἱππεὺς αὐτοῦ;» Οἱ τῶν ἄλλων ἐθνῶν βασιλεῖς ἵπποις κεχρημένοι καὶ ἅρμασι παρετάττοντο. Τούτου χάριν τὸν μέγαν | |
20 | Ἠλίαν ἅρμα Ἰσραὴλ καὶ ἱππέα προσηγόρευσεν. ὡς ἀποχρῶντα καὶ μόνον καταλῦσαι τοὺς πολεμίους, καὶ παρασχεῖν τοῖς ὁμοφύλοις τὴν νίκην. ΕΡΩΤ. Θʹ. Πῶς νοητέον· «Ποῦ ἐστιν ὁ Θεὸς Ἠλιοῦ | |
25 | ἀφφῶ; Διαβῆναι βουληθεὶς τὸν Ἰορδάνην ὁ προφήτης ἐμι‐ μήσατο τὸν διδάσκαλον, καὶ τῇ μηλωτῇ τὸ ὕδωρ ἐπά‐ ταξεν οὐδὲν εἰρηκὼς, ἀλλ’ ἀποχρῆν νομίσας εἰς θαυ‐ ματουργίαν τὴν μηλωτήν. Ἐπειδὴ δὲ οὐχ ὑπήκουσε | |
30 | τῶν ὑδάτων ἡ φύσις, ἐκάλεσε τὸν τοῦ διδασκάλου Θεὸν, τὸν τοῖς ἀνθρώποις ἀόρατον καὶ ἀνέφικτον. Ἀφφὼ γὰρ ὁ κρύφιος ἑρμηνεύεται, κατὰ τὴν ἔκδοσιν τῶν ἄλλων ἑρμηνευτῶν. ΕΡΩΤ. Ιʹ. | |
35 | Τίνος χάριν δι’ ἁλῶν τὴν πικρὰν τῶν ὑδάτων ἰάσατο φύσιν; Μωσῆς ὁ μέγας ξύλον ἐμβαλὼν τὴν πικρὰν τῶν ὑδάτων ποιότητα εἰς γλυκεῖαν μετέβαλεν. Οὗτος δὲ τοῖς ἁλσὶ τῆς λυμαντικῆς ἠλευθέρωσεν ἐνεργείας. | |
40 | Ῥᾴδιον γὰρ τῷ Δεσπότῃ Θεῷ καὶ βουλήσει, καὶ λόγῳ, καὶ δι’ ὧν ἐθέλει, μεταβάλλειν τῶν στοιχείων τὰς φύσεις. ΕΡΩΤ. ΙΑʹ. Τί ἐστι· Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νω‐ | |
45 | κηδεί; Οἱ ἄλλοι ἑρμηνευταὶ τὸ νωκηδεὶ «ἀρχιποιμένα» | |
ἡρμήνευσαν. Δηλοῖ δὲ καὶ τὰ ἑξῆς, «Καὶ ἦν φέρων | 750 | |
80.752 | φόρον τῷ βασιλεῖ Ἰσραὴλ ἑκατὸν χιλιάδας ἀρνῶν, καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων.» Ἀντὶ ἐγκωμίου μέντοι περὶ τοῦ Ἑλισσαίου εἰρή‐ κασιν, ὅτι ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιοῦ. Τοσ‐ | |
5 | οῦτον εἶχον θαῦμα τοῦ μεγάλου προφήτου. Ἡ δὲ χρεία καὶ τοὺς δυσσεβοῦντας βασιλέας ἠνάγκασε πρὸς τὸν πανεύφημον Ἑλισσαῖον δραμεῖν. Ὁ δὲ τῇ τοῦ διδασκάλου παῤῥησίᾳ χρησάμενος, «Τί ἐμοὶ καὶ σοὶ, ἔφη; Δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός | |
10 | σου, καὶ πρὸς τοὺς προφήτας τῆς μητρός σου.» Η δὲ ἀνάγκη καὶ τοὺς θρασεῖς ἐπιεικεῖς ἀπεργάζεται. Αὐτίκα γοῦν ὁ Ἰωρὰμ πράως ὑπολαβὼν ἔφη· «Μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τούτους, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;» Ἀλλ’ οὐδὲ | |
15 | οὕτως ἔπεισε τὸν προφήτην, μὴ διελέγξαι αὐτοῦ τὴν ἀσέβειαν. Ἔφη γάρ· «Ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπ‐ έβλεψα ἂν πρὸς σὲ, καὶ εἶδόν σε.» Τῆς χρείας οὖν | |
20 | κατενεγκάσης τῆς δυναστείας τὸν τύφον, εἰς και‐ ρὸν ὁ ἔλεγχος προσεφέρετο. ΕΡΩΤ. ΙΒʹ. Πῶς νοητέον τὸ, «Λάβετέ μοι ψάλλοντα;» Ὁ θειότατος Δαβὶδ, καὶ βασιλικῆς καὶ προφητι‐ | |
25 | κῆς χάριτος ἠξιωμένος, καὶ τὴν ἱερατικὴν σοφῶς ἔταξε λειτουργίαν, καὶ τοὺς μὲν ἱερέας κατὰ τὸν Μωσαϊκὸν νόμον ταῖς σάλπιγξι κεχρῆσθαι προσ‐ έταξε, τοὺς δὲ Λευΐτας ταῖς κινύραις, καὶ νάβλαις, καὶ κυμβάλοις, καὶ τοῖς ἄλλοις ὀργάνοις. Ἐχρῶντο | |
30 | δὲ οὗτοι τῇ πνευματικῇ τοῦ Δαβὶδ μελῳδίᾳ. Τούτων ἕνα μετακληθῆναι προσέταξεν ὁ προφήτης. Ἐκείνου δὲ ψάλλοντος, ἡ τοῦ πνεύματος χάρις τὸ πρακτέον ἐσήμαινεν· ἐν γὰρ τῷ χειμάῤῥῳ βόθρους μεγίστους ὀρυγῆναι προσέταξεν· ἵνα τῆς χαράδρας πόῤῥωθεν | |
35 | ἐνεχθείσης, πληρωθῶσιν οἱ βόθροι τοῦ ὕδατος, καὶ τὴν χρείαν παράσχωσι τῷ στρατῷ. Ἐπισημαντέον δὲ, ὡς χεῖρα Κυρίου τὴν πνευματικὴν ὠνόμασε χά‐ ριν. Ἐγένετο γὰρ, φησὶν, ἐπ’ αὐτὸν χεὶρ Κυρίου, καὶ εἶπε· Τάδε λέγει Κύριος. | |
40 | ΕΡΩΤ. ΙΓʹ. Πῶς νοητέον· «Καὶ ἐγένετο μετάμελος μέγας Ἰσραήλ;» Τῶν Μωαβιτῶν ἄρδην ἀναιρουμένων, ἐπειράθη μὲν τούτων φυγεῖν ὁ βασιλεύς. Ἐπειδὴ δὲ τὸ στεῤ‐ | |
45 | ῥὸν καὶ γενναῖον τῆς φάλαγγος οὐκ ἐνδέδωκε, τὸν πρωτότοκον υἱὸν, ὃν τῆς βασιλείας εἶχε διάδοχον, ἐπί τινος ὡλοκαύτωσε πύργου. Τοῦτο θεασάμενον τῶν πολεμίων τὸ πλῆθος, ᾤκτειρε τὸ πάθος καὶ | |
τὴν πολιορκίαν κατέλυσεν. | 752 | |
80.753 | ΕΡΩΤ. ΙΔʹ. Περὶ τίνος ἔφησεν ἡ γυνή· «Ὁ δοῦλός σου ἀνήρ μου τετελεύτηκε, καὶ σὺ οἶδας, ὅτι δοῦλος ἦν τοῦ Κυρίου;» | |
5 | Τινές φασι τὸν Ἀβδιοῦ εἶναι τὸν οἰκονόμον τοῦ Ἀχαὰβ, ὃς τοὺς ἑκατὸν ἄνδρας ἐν δυσὶ κατα‐ κρύψας σπηλαίοις, διέθρεψεν αὐτοὺς ἄρτῳ καὶ ὕδατι· καὶ τὸ χρέος διὰ τὴν ἐκείνων ἐπιμέλειαν γε‐ γενῆσθαι. Θαυμάσαι δὲ ἄξιον τῶν προφητῶν τὴν δύ‐ | |
10 | ναμιν, ὅτι τὰ ὄντα πηγάζειν παρασκευάζοντες, παρέχουσι τοῦ βίου τὰς ἀφορμάς. Καὶ γὰρ ὁ μέγας Ἠλίας τὸ βραχύτατον ἄλευρόν τε καὶ ἔλαιον ἐπὶ πλεῖστον ἐξαρκέσαι πεποίηκε· καὶ ὁ διπλασίαν τὴν ἐκείνου χάριν δεξάμενος, τῆς ἑτέρας χήρας τὸ ὀλί‐ | |
15 | γιστον ἔλαιον παμπόλλοις ἀγγείοις ἐμβληθῆναι κελεύσας, καὶ τοῦ ἀνδρὸς ἐξέτισε τὸ χρέος, καὶ αὐτὴν καὶ τοὺς παῖδας διέθρεψε. Καὶ ἐντεῦθεν δὲ ῥᾴδιον γνῶναι, ὡς καὶ τοῦ λαοῦ παρανομοῦντος, καὶ δυσσεβούντων τῶν βασιλέων, ἦσάν τινες εὐσεβεῖς. | |
20 | Ἐκ τούτων γὰρ ὁ Ἀβδιοῦ, καὶ οἱ ἑπτακισχίλιοι, οἱ μὴ κάμψαντες γόνυ τῇ Βάαλ· καὶ ἡ θαυμασία Σωμανῖτις, ἣ πολλῆς θεραπείας τὸν προφήτην ἠξίου. Ἧς τὴν ἐπιμέλειαν ἀμειβόμενος ὁ προφήτης, ἤρετο εἰ ἔστιν αὐτῇ λόγος λαλῆσαι πρὸς τὸν βασι‐ | |
25 | λέα, ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως· καὶ δυ‐ νάμενος αὐτῇ παρασχεῖν τὴν θείαν ἐπικουρίαν, καὶ τῆς ἀνθρωπίνης αὐτὴν ἀξιῶσαι βούλεται προμη‐ θείας. ΕΡΩΤ. ΙΕʹ. Τί ἐστιν· «Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγὼ κατ‐ | |
30 | οικῶ;» Ἀπραγμοσύνῃ, φησὶ, χαίρω, καὶ εἰρηνικῶς διάγω, καὶ πρός τινα ἔχειν ἀμφισβήτησιν οὐκ ἀν‐ έχομαι. ΕΡΩΤ. Ιϛʹ. | |
35 | Πῶς νοητέον· «Κατὰ τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα αὕτη, ζῶσα σὺ, καὶ συμπεριειλη‐ φυῖα υἱόν;» Τοῦτο καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· «Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, | |
40 | καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.» Δηλοῖ τοίνυν δι’ ὧν εἴρηκεν ὁ προφήτης, ὡς αὐτὸς ἐφθέγγετο δι’ αὐτοῦ ὁ τῶν ὅλων Κύριος. Οὗ δὴ χάριν καὶ ἀποφαντικῶς δέδωκε τὴν ὑπόσχεσιν ὑπερβαίνουσαν τῆς φύσεως τὴν ἀσθένειαν. Τῇ πείρᾳ μέντοι μαθοῦσα τοῦ προ‐ | |
45 | φήτου τὴν δύναμιν, καὶ τελευτῆσαν τὸ παιδίον ἤλπι‐ σεν ἀναστήσεσθαι. Ἐν τῇ κλίνῃ γὰρ τοῦτο τοῦ προ‐ φήτου νεκρὸν κατακλίνασα, καὶ τὴν θύραν ἀποκλεί‐ | |
σασα, βαδίζουσα πρὸς τὸν προφήτην ἀφίκετο, | 754 | |
80.756 | οὐδὲ τῷ ἀνδρὶ τὴν αἰτίαν τῆς ἀποδημίας μηνύσασα. Ἐκεῖνος οὖν ἀγνοῶν ἤρετο· «Τί ὅτι σὺ πορεύῃ σήμερον πρὸς αὐτόν; Οὐ νουμηνία, οὐδὲ Σάββα‐ τον.» Καὶ ἐν τοῖς Σάββασι, καὶ ἐν ταῖς νουμη‐ | |
5 | νίαις γὰρ ἑορτάζειν εἰώθεισαν. Ἡ δὲ εἶπεν, Εἰρήνη· προσειπεῖν αὐτὸν, φησὶ, βούλομαι. Πόῤῥωθεν δὲ αὐ‐ τὴν ὁ προφήτης ἰδὼν, ἤρετο διὰ τοῦ Γιεζεὶ ὅπως ἔχουσι καὶ αὐτὴ, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ τὸ παιδά‐ ριον· τοῦτο γὰρ δηλοῖ τὸ, Εἰρήνη σοί; εἰρήνη τῷ | |
10 | ἀνδρί σου; εἰρήνη τῷ παιδαρίῳ; ἀντὶ τοῦ, Καλῶς διάγετε, ὑγιαίνετε; Ἡ δὲ πρὸς μὲν τὸν Γιεζεὶ εἶπεν, Εἰρήνη, τῶν δὲ τοῦ προφήτου ποδῶν ἐπιλαβομένη, τὸ πάθος ἐμήνυσεν. Ἐδήλου δὲ τὴν ὀδύνην τὰ δά‐ κρυα. Ἀναστῆσαι δὲ αὐτὴν πειρωμένου τοῦ Γιεζεὶ, | |
15 | ὁ προφήτης εἶπεν· «Ἄφες αὐτὴν, ὅτι κατώδυνος ἡ ψυχὴ αὐτῆς, καὶ Κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ, καὶ οὐκ ἀνήγγειλέ μοι.» Δῆλον τοίνυν κἀντεῦθεν, ὡς οὐχ ἅπαντα προῄδεισαν οἱ προφῆται, ἀλλ’ ἅπερ ἡ θεία χάρις αὐτοῖς ἀπεκάλυπτεν. | |
20 | ΕΡΩΤ. ΙΖʹ Τί δήποτε εἰς τὴν ἀνάστασιν τοῦ παιδὸς ἀπο‐ στείλας τὸν Γιεζεὶ, παρηγγύησεν αὐτῷ· «Ἐὰν εὕρῃς τινὰ ἐν τῇ ὁδῷ, μὴ εὐλογήσῃς αὐ‐ τόν· καὶ ἐὰν εὐλογήσῃ σέ τις, μὴ ἀποκριθῇς | |
25 | αὐτῷ;» ᾜδει αὐτὸν φιλότιμον καὶ κενόδοξον, καὶ ὅτι τοῖς κατὰ τὴν ὁδὸν ἐντυγχάνουσι τοῦ δρόμου τὴν αἰτίαν ἐρεῖ· ἡ δὲ κενοδοξία τὴν θαυματουργίαν κωλύει. | |
30 | ΕΡΩΤ. ΙΗʹ. Τί δηλοῖ τὸ, «Ἐλαὰδ ἐπ’ αὐτόν;» Τοῦτο οἱ ἄλλοι ἑρμηνευταὶ ἐνεφύσησεν εἰρήκα‐ σιν. Ὥσπερ γὰρ τῶν ὅλων ὁ ποιητὴς τοῦ Ἀδὰμ τὸ σῶμα δημιουργήσας, διὰ τοῦ ἐμφυσήματος ἐνεφύ‐ | |
35 | σησε τὴν ψυχήν· οὕτως ὁ προφήτης ἐμφυσήσας ἀν‐ έστησε τὸ μειράκιον. Ἀλλ’ ὁ μὲν δημιουργὸς ἐμφυ‐ σήσας ἐδημιούργησε τὴν οὐκ οὖσαν ψυχήν· ὁ δέ γε προφήτης τὴν οὖσαν εἰς τὸ οἰκεῖον ἐπανήγαγε σῶμα. Τὸ δὲ ἐνέπνευσεν ἐπ’ αὐτὸν, συνεκάλυψεν | |
40 | οἱ ἄλλοι εἰρήκασι. Τὰ δὲ οἰκεῖα αἰσθητήρια τοῖς ἐκείνου προσήρμοσεν, ὀφθαλμοὺς ὀφθαλμοῖς, στόμα στόματι, χεῖρας χερσίν· ἵνα τῆς τοῦ ζῶντος ὁ τε‐ θνεὼς μεταλάβῃ ζωῆς, τῆς πνευματικῆς δηλονότι | |
χάριτος τὴν ζωὴν χορηγούσης. | 756 | |
80.757 | ΕΡΩΤ. ΙΘʹ. Τί ἐστι «συλλέξαι ἀριώθ;» Οἱ ἄλλοι ἄγρια λάχανα ταῦτα ἡρμήνευσαν. Τούτοις τὴν τολύπην οἱ συλλέγοντες ἀγνοοῦντες | |
5 | ἀνέμιξαν· ἀλλὰ τοῦ δηλητηρίου τὴν ἐνέργειαν ἤμ‐ βλυνεν ὁ προφήτης, ἄλευρον ἐπιβληθῆναι κελεύσας τῷ λέβητι. Ἤμβλυνε δὲ οὐχ ἡ τοῦ ἀλεύρου φύσις, ἀλλ’ ἡ τοῦ προφήτου χάρις. Οὕτω καὶ τῶν ὑδάτων ἀγονίαν εἰς πολυγονίαν οὐχ οἱ ἅλες μετέβαλον, ἀλλ’ | |
10 | ἡ τοῦ προφητικοῦ πνεύματος δύναμις. Τῶν μέντοι προφητῶν τὸν ἀκτήμονα βίον ἡ ἱστορία διδάσκει. Ὁ γὰρ τούτων πρωτεύων νῦν μὲν ἀγρίοις αὐτοὺς λα‐ χάνοις εἱστίασε· νῦν δὲ κριθίνους εἴκοσιν ἑκατὸν ἀνδράσι παρέθηκε, καὶ τούτους ὑφ’ ἑτέρων προσ‐ | |
15 | ενεχθέντας. Τοσαύτης δὲ αὐτοῖς εὐλογίας μετέδωκεν, ὡς καὶ τῶν ἑκατὸν πληρῶσαι τὴν χρείαν, καὶ μετὰ τὸν ἐκείνων κόρον ἱκανοὺς περιττεῦσαι. Τοσαύτη δὲ ἦν τῆς πενίας ἐκείνης ἡ δύναμις, ὡς τὸν βασιλέα τῶν Σύρων ἐκείνης δεηθῆναι τῆς χάριτος, καὶ Νεε‐ | |
20 | μὰν ἀποστεῖλαι τὸν στρατηγὸν, ὥστε αὐτὸν διὰ τῆς προφητικῆς προσευχῆς ἀπαλλαγῆναι τῆς λέπρας· καὶ ὁ μὲν βασιλεὺς Ἰσραὴλ τοῖς τοῦ Σύρου ἐντυ‐ χὼν γράμμασι, δι’ ἀφορίαν τὴν ἐσθῆτα διέῤῥηξεν. Ὁ δέ γε προφήτης ὁ πένης αὐτῷ μὲν ἐνεμέσησεν· | |
25 | ἀποσταλῆναι δὲ αὐτῷ τὸν Νεεμὰν παρηγγύησε, καὶ ἰδεῖν μὲν αὐτὸν, ὡς λεπρὸν, οὐκ ἠνέσχετο τὸν νόμον φυλάττων, ὡς ὑπὸ τῷ νόμῳ πολιτευόμενος· ἑπτάκις δὲ λούσασθαι ἐν τῷ Ἰορδάνῃ αὐτὸν προσέταξε πο‐ ταμῷ. Σώματος δὲ ἦν ἡ λέπρα· ἐκ δὲ τῶν τεσ‐ | |
30 | σάρων τοῦτο στοιχείων συνέστηκεν· ἐν ἑπτὰ δὲ ἡμέραις ὁ παρὼν βίος ἀνακυκλοῦται. Τῆς δὲ ψυχῆς ἡ κάθαρσις κατὰ τὸν ἀριθμὸν τῆς ἁγίας ἀποτελεῖται Τριάδος. Ὁ δὲ Νεεμὰν τὸ πρῶτον μὲν ἀντεῖπε, βελ‐ τίους εἶναι τοὺς Δαμασκοῦ ποταμοὺς εἰρηκώς· τὴν | |
35 | εἰσήγησιν δὲ τῶν οἰκείων δεξάμενος, ἀπελήλυθε· καὶ τοῦ πάθους ἀπαλλαγεὶς προσελήλυθε τῷ προφήτῃ. Καὶ πρῶτον μὲν αὐτῷ τὰ πολύτιμα προσενήνοχε δῶρα· ὁ δὲ προφήτης τὴν πολυπόθητον πενίαν παν‐ τὸς προτετίμηκε πλούτου, καὶ τὴν εὐαγγελικὴν νο‐ | |
40 | μοθεσίαν πρὸ τῆς νομοθεσίας πεπλήρωκε. «Δωρεὰν | |
γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε.» Ὁ δὲ θαυμάσιος | 758 | |
80.760 | ἐκεῖνος ἀνὴρ, καὶ αὐτὴν τοῦ Ἰσραὴλ τὴν γῆν ἡγιᾶ‐ σθαι πιστεύων, ἠξίωσε δύο γόμους ἡμιονικοὺς ἐκ ταύτης λαβεῖν, ὥστε ἐπὶ ταύτης μόνῳ προσ‐ φέρειν τῷ Δεσπότῃ Θεῷ τὰς νενομισμένας θυσίας. | |
5 | «Οὐ γὰρ ποιήσει, φησὶν, ὁ δοῦλός σου ὁλοκαύτωμα ἢ θυσίαν θεοῖς ἑτέροις, ἀλλ’ ἢ τῷ Κυρίῳ μόνῳ. Καὶ περὶ τοῦ λόγου τούτου ἱλάσεταί μοι Κύριος τῷ δούλῳ σου, καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ῥεεμὰν προσκυνῆσαι ἐκεῖ, ὅτι αὐτὸς | |
10 | ἐπαναπαύεται ἐπὶ τῆς χειρός μου· καὶ ἐν τῷ προσ‐ κυνεῖν αὐτὸν εἰς οἶκον Ῥεεμὰν, προσκυνήσω ἅμα αὐτῷ Κυρίῳ τῷ Θεῷ, καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου περὶ τοῦ λόγου τούτου.» Ἀνάγκη με, φησὶ, συνεισιέναι τῷ βασιλεῖ τὸν ψευδώνυμον θεὸν προσ‐ | |
15 | κυνεῖν βουλομένῳ. Ἀλλ’ εἰσιὼν ἐγὼ τὸν ἀληθινὸν προσκυνήσω Θεόν· συγγνώμης τυχεῖν ἱκετεύων, ὅτι δὴ διὰ τὴν βασιλικὴν ἀνάγκην εἰσελθεῖν πρὸς τὸν ψευδώνυμον θεὸν ἀναγκάζομαι. Τοῦτο γὰρ δεδή‐ λωκεν, εἰρηκώς· «Ἱλάσεταί μοι Κύριος τῷ δούλῳ | |
20 | σου περὶ τοῦ λόγου τούτου.» Ταῦτα δὲ τὰ ῥήματα τῆς Ἰουδαϊκῆς πληθύος κατηγορεῖ, ὅτι καὶ νόμον ἔχοντες, καὶ προφήτας, καὶ ἱερέας, καὶ θαυματουρ‐ γίας καὶ θεοσημίας ὁρῶντες, τὴν τῶν εἰδώλων θε‐ ραπείαν τῆς τοῦ Θεοῦ προτετιμήκασι θεραπείας. | |
25 | Ἄξιον δὲ θαυμάσαι τοῦ προφήτου καὶ τῆς χάριτος τὴν ἰσχὺν, καὶ τῆς ψήφου τὸ δίκαιον. Καὶ γὰρ ἔγνω τοῦ Γιεζεὶ τὴν κλοπὴν, καὶ τὴν λέπραν αὐτῷ τοῦ Νεεμὰν ἀπεκλήρωσεν. «Οὐχὶ ἡ καρδία μου, φησὶν, ἦν μετὰ σοῦ, ὅτε κατεπήδησε Νεεμὰν ἀπὸ τοῦ ἅρ‐ | |
30 | ματος αὐτοῦ εἰς συνάντησίν σου; Καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ τὰ ἱμάτια, καὶ λήψῃ ἐν αὐτῷ κήπους, καὶ ἐλαιῶνας, καὶ ἀμπελῶνας, καὶ ποίμνια, καὶ βουκόλια, καὶ δούλους, καὶ δούλας· καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ, καὶ ἐν τῷ σπέρματί | |
35 | σου ἕως αἰῶνος.» Ἀλλ’ ἐκεῖνος μὲν ἐραστὴς χρη‐ μάτων γεγονὼς ἀπεφάνθη λεπρός· ὁ δὲ τῶν προ‐ φητῶν χορὸς τὴν ἐσχάτην πενίαν ἠσπάσατο. Οὐδὲ γὰρ οἰκίας εἶχον, ἀλλὰ καλύβαις ἐχρῶντο. Διὸ τὸν μέγαν προφήτην ἱκέτευσαν συναπελθεῖν αὐτοῖς ξύλα | |
40 | τέμνουσιν εἰς τὴν τούτων κατασκευήν. Τοσαύτῃ δὲ ἐχρῶντο πενίᾳ, ὡς μηδὲ ἀξίνην ἀνέχεσθαι κτήσα‐ σθαι. Αὐτίκα γοῦν μιᾶς εἰς τὸν ποταμὸν ἐμπεσού‐ σης, εἴρηκεν ὁ ταύτην χρησάμενος, «Ὦ δὴ Κύ‐ | |
ριε, καὶ αὐτὸ κεχρημένον.» Ἀλλὰ μηδεὶς ἡγεί‐ | 760 | |
80.761 | σθω βλάσφημον τὴν φωνήν. Ἐπεὶ καὶ ὁ προφήτης Δαβὶδ ἐν τῇ πνευματικῇ μελῳδίᾳ φησίν· «Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή.» Παραδόξως δὲ ἄγαν ὁ προφήτης ἀνήγαγε τὸ σιδήριον. Ξύλον γὰρ | |
5 | ἐμβαλὼν, παρεσκεύασεν ἐπιπολάσαι τὸ σιδήριον. Τοῦτο δὲ πάλιν προετύπου τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν. Ὥσπερ γὰρ τὸ μὲν κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, τὸ δὲ βαρύτατον ἐπεπό‐ λασε σιδήριον· οὕτω τῆς θείας φύσεως ἡ κατάβασις τῆς ἀνθρωπίνης φύσεως ἐπραγματεύσατο τὴν ἀνάβασιν. ΕΡΩΤ. Κʹ. | |
10 | Τί ἐστιν· «Εἰς τὸν τόπον τὸν Φελμουνί;» Ὡς ἄν τις εἴποι, «Εἰς τόνδε τὸν τόπον·» τοῦτο γὰρ δηλοῖ τὸ φελμουνί. Ἀξιάγαστον δὲ τοῦ προ‐ φήτου καὶ τοῦτο. Θηρευθεὶς γὰρ ἐθήρευσε τοὺς θη‐ ρεύσαντας, καὶ ἀχλὺν τοῖς τούτων ὀφθαλμοῖς ἐπαγα‐ | |
15 | γὼν, εἰς τὴν βασιλεύουσαν αὐτοὺς εἰσήγαγε πόλιν. Εἶτα τὴν ἀχλὺν ἀποσκεδάσαι τὸν Θεὸν ἱκε‐ τεύσας, γνῶναι παρεσκεύασεν ὡς εἴσω τῶν ἀρκύων ἐλήφθησαν· καὶ ὅτι ζωγρῆσαι πειραθέντες ἐζώ‐ γρηνται. Ἀξιέπαινον δὲ αὐτοῦ κἀκεῖνο. Τοῦ γὰρ | |
20 | βασιλέως ἀνελεῖν πειραθέντος, ἔφη· «Οὐ πατάξεις οὓς οὐκ ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου. Παράθες αὐτοῖς ἄρτους καὶ ὕδωρ, καὶ φαγέτω‐ σαν, καὶ πιέτωσαν, καὶ ἀποστατήτωσαν πρὸς τὸν κύριον αὐτῶν.» Εἰ σφαγεῖεν, φησὶν, οὐ γνωσθήσε‐ | |
25 | ται τῆς θαυματουργίας τὸ μέγεθος· εἰ δὲ ὑγιεῖς ἀπέλθοιεν πρὸς τὸν ἀποστείλαντα, μαθήσεται κἀκεῖνος τοῦ Θεοῦ τοῦ ἡμετέρου τὴν δύναμιν. ΕΡΩΤ. ΚΑʹ. Ἡ κόπρος τῶν περιστερῶν ποίαν χρείαν | |
30 | ἐπλήρου; Ἡ τῆς πολιορκίας ἀνάγκη, καὶ τοῦ λιμοῦ τὸ μέ‐ γεθος, ἠνάγκασεν αὐτοὺς ἀντὶ ἁλῶν κεχρῆσθαι τῇ κόπρῳ. ΕΡΩΤ. ΚΒʹ. | |
35 | Τί δήποτε προσέταξεν ὁ προφήτης κλεισθῆναι τὴν θύραν, καὶ ἐπισχεθῆναι τὸν παρὰ τοῦ βα‐ σιλέως σταλέντα; Ὁ ἐμβρόντητος βασιλεὺς, τοῦ πατρὸς καὶ τῆς μητρὸς τὴν μιαιφονίαν ἐζηλωκὼς, προσέταξεν ἀπο‐ | |
40 | τεμεῖν τοῦ προφήτου τὴν κεφαλήν· καὶ ταῦτα σάκ‐ κον περιβεβλημένος, καὶ τὸν Θεὸν ἱκετεύων λῦσαι καὶ σκεδάσαι τὸ στυγνὸν ἐκεῖνο νέφος καὶ τετρι‐ γός. Καὶ δέον ἱκετεῦσαι τὸν προφήτην, ὥστε τὴν ὑπὲρ αὐτοῦ πρεσβείαν προσενεγκεῖν τῷ Θεῷ, τοῦτο | |
45 | μὲν οὐκ ἐποίησεν, ἠπείλησε δὲ κατασφάττειν ὡς ἀμε‐ | |
λοῦντα, ἢ ὡς ἑκόντα παρορῶντα τῆς συμφορᾶς τὴν | 762 | |
80.764 | ὑπερβολήν. Ἀλλ’ εὐθὺς μεταμεληθεὶς ἔδραμεν ἐπ‐ έχων τὸν φόνον. Τοῦτο γὰρ καὶ ὁ προφήτης δεδήλω‐ κεν· «Εἰ ἑωράκατε γὰρ, φησὶν, ὅτι καὶ ἀπέστει‐ λεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν | |
5 | μου; Ἴδετε ὡς ἐὰν εἰσέλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν, καὶ ἐκθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐκ ἰδοὺ ἡ φωνὴ τῶν ποδῶν τοῦ Κυρίου αὐτοῦ κατόπι‐ σθεν αὐτοῦ;» Ἄλλ’ ὅμως καὶ ταῦτα πάσχων ὁ προφήτης ἱκέτευσε τὸν Δεσπότην, καὶ τὴν πολιορ‐ | |
10 | κίαν ἀθρόως διέλυσε. Μετὰ τοῦτο τὸ διήγημα, ὁ τὴν ἱστορίαν συγγράψας ἐδίδαξεν ἡμᾶς, ὡς τῇ Σωμανί‐ τιδι τὸν ἐσόμενον λιμὸν ὁ προφήτης προείρηκεν. Μεμήνυκε δὲ καὶ τὸν χρόνον. «Κύριος γὰρ, φησὶν, ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, καὶ παρέσται ἐπὶ | |
15 | τὴν γῆν ἑπτὰ ἔτη.» Αἰνίττεται δὲ ὁ λόγος, ὡς ὁ Ἰσραὴλ τοῦ λιμοῦ τὴν τιμωρίαν ἐδέξατο. Διὸ δὴ τῇ Σωμανίτιδι παρεγγύησε λέγων· «Ἀνάστηθι καὶ πορεύου σὺ, καὶ ὁ υἱός σου, καὶ ὁ οἶκός σου· καὶ παροίκει οὗ ἐὰν εὕρῃς ἐκεῖ.» Εἰ δὲ κοινὸς ἦν | |
20 | πάσης τῆς γῆς ὁ λιμὸς, οὐκ ἂν αὐτὴν ἑτέρωσε ἀπ‐ εστάλκει. Δῆλον τοίνυν, ὡς ὁ Ἰσραὴλ ταῖς θεηλάτοις πληγαῖς ἐπαιδεύετο, ὡς μετὰ τοσαύτην ἐπιμέλειαν δυσσεβῶς πολιτευόμενος. Μανθάνομεν δὲ καὶ ἐντεῦ‐ θεν, ὡς διπλῆς τετύχηκε χάριτος ὁ προφήτης· | |
25 | τοῦδε γὰρ τοῦ λιμοῦ ὁ χρόνος διπλάσιος. ΕΡΩΤ. ΚΓʹ. Τί δήποτε τοῦ Βαραδὰδ ὁ προφήτης τὴν τελευτὴν προειπὼν τῷ Ἀζαὴλ, παρεσκευάσα‐ το εἰπεῖν αὐτῷ, Ζωῇ ζήσῃ; | |
30 | Ὁ τῶν ὅλων Θεὸς Ἠλίᾳ τῷ μεγάλῳ παρεκελεύ‐ σατο χρίσαι μὲν τὸν Ἑλισσαῖον προφήτην, τὸν δὲ Ἀζαὴλ εἰς βασιλέα Συρίας, καὶ τὸν Ἰηοῦ εἰς βασι‐ λέα Ἰσραήλ. Ἀλλὰ τὸν μὲν Ἑλισσαῖον ἔχρισεν, ὡς προσετάχθη, τοὺς βασιλεῖς δὲ οὐκ ἔχρισεν· ἔφθασε | |
35 | γὰρ ἀναληφθῆναι, Ὁ δὲ Ἑλισσαῖος, διπλῆν τὴν ἐκείνου χάριν δεξάμενος, πρῶτον εἰς τὴν Δαμασκὸν ἀπελήλυθεν, ὥστε χρίσαι τὸν Ἀζαήλ. Ὁ τοίνυν Βα‐ ραδὰδ (ἓν γάρ ἐστιν ὄνομα, υἱὸς Ἄδερ), μαθὼν τοῦ προ‐ φήτου τὴν παρουσίαν, ἀπέστειλε τὸν Ἀζαὴλ, καὶ δῶρα | |
40 | πολυτελῆ καὶ φιλότιμα, ὥστε μαθεῖν εἰ τῆς ἀῤῥω‐ στίας ἀπαλλαγήσεται. Ἀφικομένῳ τοίνυν τῷ Ἀζαὴλ ὁ προφήτης προεῖπε καὶ τὴν αὐτοῦ βασιλείαν, καὶ τοῦ πεπομφότος τὸν θάνατον. Εἶπε δὲ αὐτῷ, μὴ μηνῦσαι τὸν θάνατον, ἵνα μὴ ἀθυμῶν ὑπεξέλθῃ | |
45 | τοῦ βίου. Ἰδὼν μέντοι τὸν Ἀζαὴλ ὁ προφήτης, τὰς τῶν δακρύων ἀφῆκε λιβάδας· προεώρα γὰρ τὰς ἐσομένας δι’ αὐτοῦ τῷ Ἰσραὴλ συμφοράς. Τοῦτο | |
γὰρ καὶ αὐτῷ προμεμήνυκεν. | 764 | |
80.765 | ΕΡΩΤ. ΚΔʹ. Πῶς νοητέον τό· «Ἔλαβε τὸ στρῶμα, καὶ ἔβαψεν αὐτὸ ὕδατι, καὶ ἐπέβαλεν ἐπὶ τὸ πρόσ‐ ωπον αὐτοῦ, καὶ ἀπέθανεν;» | |
5 | Ὁ Ἰώσηπος τὸν Ἀζαὴλ εἴρηκε τοῦτο πεποιηκέ‐ ναι, καὶ βιαίαν ἐπενεγκεῖν αὐτῷ τελευτήν. Δυσσεβὴς γὰρ ἦν καὶ μιαιφόνος. Αὐτὸς γὰρ εἴρηκε· «Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων·» καὶ σωθεὶς ὑπὸ τοῦ Ἀχαὰβ ἀχάριστος περὶ τὸν | |
10 | εὐεργέτην ἐγένετο. Ἐδίδαξε δὲ ἡμᾶς ἡ ἱστορία τῆς κακῆς συγγενείας τὴν βλάβην· ὁ γὰρ ἕτερος Ἰω‐ ρὰμ, ὁ τῆς Ἰούδα φυλῆς βασιλεὺς, ἔφυ μὲν ἐκ τοῦ Ἰωσαφὰτ ἀνδρὸς εὐσεβοῦς· τοῖς δὲ τῆς ὁμοζύγου ὑπαχθεὶς λόγοις, τῆς ἀσεβείας μετέλαχεν· «Ἐπο‐ | |
15 | ρεύθη γὰρ, φησὶν, ἐν ὁδῷ τῶν βασιλέων Ἰσραὴλ, καθὼς ἐποίησεν ὁ οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίει τὸ πονηρὸν ἔναντι Κυρίου.» ΕΡΩΤ. ΚΕʹ. | |
20 | Πῶς νοητέον τό· «Ἐπάταξε τὸν Ἐδὼμ, καὶ τὸν λαὸν τὸν κυκλοῦντα αὐτὸν, καὶ τοὺς ἄρχοντας μετὰ τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὑτοῦ;» Ἦρχε τῶν Ἰδουμαίων ὁ τῆς Ἰούδα φυλῆς βασι‐ | |
25 | λεύς· ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου Ἰσαὰκ προφη‐ τείαν, τὴν τῆς δουλείας ἀπεσείσαντο ζεύγλην. «Ἔσται γὰρ, φησὶ, καιρὸς, ἡνίκα ἂν καθέλῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.» Στρατεύ‐ σαντες τοίνυν κατ’ αὐτῶν, ἐκείνους μὲν ἀνεῖλον, | |
30 | καὶ εἰς τὴν οἰκείαν ἐπανῆλθον γῆν. Οἱ δὲ Ἰδουμαῖοι καὶ νικηθέντες ἄρχεσθαι λοιπὸν οὐκ ἠνέσχοντο. ΕΡΩΤ. Κϛʹ. Τίνος χάριν δι’ ἄλλου προφήτου τὸν Ἰηοῦ κέ‐ χρικεν ὁ Ἑλισσαιέ; | |
35 | Λάθρα τοῦτο γενέσθαι συνέφερεν, ὥστε συντόμως ἀναιρεθῆναι τὸν Ἰωράμ· εἰ γὰρ προῄσθετο, παρ‐ ετάξατο ἄν. Ἐν δὲ τῇ παρατάξει, καὶ πολλοὺς ἦν ἀνάγκη πεσεῖν ἑκατέρωθεν. ΕΡΩΤ. ΚΖʹ. | |
40 | Διατί δὲ χρίσαντα φυγεῖν εὐθὺς παρηγγύησεν; Ἵνα μὴ συλληφθεὶς κινδυνεύσῃ· βούλεται γὰρ ἡμᾶς Δεσπότης Θεὸς καὶ ἀνθρωπίναις οἰκονομίαις κεχρῆσθαι. Τοὺς γὰρ λόγῳ τιμηθέντας εἰς δέον προσήκει κεχρῆσθαι τῷ λόγῳ. | |
45 | ΕΡΩΤ. ΚΗʹ. Διατί ἐπίληπτον τὸν προφήτην ἐκάλεσαν; Ὡς δυσσεβοῦντες ὕβριζον τοὺς θεράποντας τοῦ Θεοῦ· καὶ μαινομένους ἐκάλουν, ὡς παῤῥησίᾳ χρω‐ | |
μένους· ὁ δὲ Ἰηοῦ οὐχ ὡς παροινῶν ἀδολέσχην ὠνό‐ | 766 | |
80.768 | μασεν, ἀλλὰ κρύψαι τὰ εἰρημένα πειρώμενος. Ἐπεὶ δὲ εἶδεν ἐπικειμένους, ἐμήνυσεν. ΕΡΩΤ. ΚΘʹ. Τί ἐστί· «Καὶ ἔλαβεν ἀνὴρ τὸ ἱμάτιον αὑ‐ | |
5 | τοῦ, καὶ ἔθηκεν ὑποκάτωθεν Ἰηοῦ ἐφ’ ἓν τῶν γαρείμ;» Τὰ ἑξῆς ἑρμηνεύει τοῦ λόγου τὸ ἀσαφές· «Ἐπ‐ ήγαγεν ἐπὶ μίαν τῶν ἀναβαθμίδων.» Γνόντες δὲ τὴν θείαν χειροτονίαν, ὡς βασιλεῖ προσήνεγκαν | |
10 | τὴν τιμήν. Ἀραμεὶν δὲ τοὺς Σύρους ἐκάλεσεν· Ἀραμὰ γὰρ οἱ Σύροι. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν. ΕΡΩΤ. Λʹ. Πῶς νοητέον· «Καὶ ἡ ἀγωγὴ, ἀγωγὴ Ἰηοῦ υἱοῦ | |
15 | Ναμεσῆ, διότι ἡ παραλλαγὴ ἦγεν;» Πόῤῥωθεν ὁ σκοπὸς θεασάμενος, ὡς οἱ μὲν ἀποστα‐ λέντες οὐκ ἀνέστρεψαν, ὁ δὲ τοῦ πλήθους ἡγούμενος ἐῴκει εἶναι Ἰηοῦ (τοῦτο γὰρ τὸ σχῆμα ἐδήλου), ἐμήνυσεν ὅπερ ἑώρακεν. Ἔνια μέντοι τῶν ἀντι‐ | |
20 | γράφων ἔχει, «Καὶ ὁ ἄγων ἦγε τὸν Ἰηοῦ», τουτέστιν ὁ Θεός. ΕΡΩΤ. ΛΑʹ. Τί ἐστι, «Καὶ Κύριος ἐλάλησεν ἐπ’ αὐτὸν τὸ λῆμμα τοῦτο;» | |
25 | Τὰς προφητείας καὶ ὁράσεις ἐκάλουν καὶ λήμ‐ ματα. Οἱ μὲν γὰρ τῶν προφητῶν ἢ δι’ ἐνυπνίων, ἢ ὕπαρ ἑώρων τινά· καὶ τοῦτο τὸ εἶδος ὅρασις ἐκαλεῖτο. Τινὲς δὲ τοῦ θείου Πνεύματος δι’ αὐτῶν ἐνεργοῦντος ἐφθέγγοντο, καὶ προὔλεγον τὰ ἐσόμενα· | |
30 | τοῦτο ἐκάλουν λῆμμα. Ἀνεμίμνησκε τοίνυν ὁ Ἰηοῦ τῆς Ἠλιοὺ τοῦ μεγάλου προῤῥήσεως, ὅτι ἔνθα τοῦ Ναβουθὲ ἔλειξαν οἱ κύνες τὸ αἷμα, ἐκεῖ τὸ αἷμα τοῦ Ἀχαὰβ λείξουσιν. Οὗ δὴ χάριν καὶ τοῦ Ἰωρὰμ ἐκεῖ τὸ σῶμα ῥιφῆναι προσέταξε· καὶ τῆς Ἰεζάβελ | |
35 | δὲ τὸ σῶμα μεμαθηκὼς ὑπὸ κυνῶν ἀνηλῶσθαι, ἐθαύμασεν ὁ Ἰηοῦ τὸ τῆς προῤῥήσεως ἀψευδές. | |
«Ἐν τῇ μερίδι γὰρ, ἔφη, Ἰεσδραὴλ καταφάγον‐ | 768 | |
80.769 | ται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ,» καὶ τὰ ἑξῆς. Τῶν δὲ ἄλλων παίδων τοῦ Ἀχαὰβ ἀναιρεθέντων ὑπὸ τῶν θρεψαμένων, σοφῶς ἄγαν πρὸς τὸν λαὸν ὁ Ἰηοῦ ἔφη· «Ἰδοὺ ἐγὼ συνεστράφην ἐπὶ τὸν ἐμαυτοῦ | |
5 | κύριον, καὶ ἀπέκτεινα αὐτὸν, καὶ τούτους πάντας τίς ἐπάταξεν; Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τῶν λόγων Κυρίου ἐπὶ τὴν γῆν, ὧν ἐλάλησε κατὰ τοῦ οἴκου τοῦ Ἀχαάβ.» Ἐγὼ, φησὶν, ὡς τυραννῆσαι βουλόμενος ἀνεῖλον τὸν Ἰωράμ· τοὺς ἀδελφοὺς αὐτοῦ | |
10 | ἑβδομήκοντα ὄντας τὸν ἀριθμὸν τίς ἀνεῖλεν· Οὐχὶ ἡ θεήλατος ὀργὴ τοῖς οἰκειοτάτοις ὑπουργοῖς χρησα‐ μένη; Ἀψευδεῖς ἄρα τῶν προφητῶν αἱ προῤῥήσεις. ΕΡΩΤ. ΛΒʹ. Γνώστας τίνας καλεῖ; | |
15 | Τοὺς μάντεις, τοὺς οἰομένους εἰδέναι τὰ μέλλοντα. Ὥσπερ γὰρ ὁρῶντας καὶ βλέποντας τοὺς προφήτας ὠνόμαζον, ὡς τὰ μέλλοντα προορῶντας· οὕτω καὶ τοὺς μάντεις γνώστας ἐκάλουν, ὡς καὶ γινώσκειν τὰ κεκρυμμένα οἰομένους, καὶ προγινώσκειν τὰ | |
20 | μηδέπω γεγενημένα. ΕΡΩΤ. ΙΓʹ. Τί ἐστιν «Ἰωναδὰβ ὁ τοῦ Ῥηχάβ;» Εὐσεβὴς ἀνὴρ ἦν καὶ αὐτὸς, καὶ τὸ γένος αὐ‐ τοῦ. Ἐν σκηναῖς γὰρ διετέλεσαν κατοικοῦντες, | |
25 | καὶ τῆς τοῦ οἴνου πόσεως ἀπεχόμενοι. Τούτων καὶ ὁ προφήτης Ἱερεμίας σὺν ἐπαίνοις ἐμνήσθη. Καὶ αὐτὴ δὲ ἡ ἱστορία δηλοῖ αὐτῶν τὴν εὐσέβειαν. Πρῶ‐ τον μὲν γὰρ ἰδὼν αὐτὸν ὁ βασιλεὺς Ἰηοῦ εὐλό‐ γησεν αὐτὸν, τουτέστι προσεῖπεν αὐτῷ. Εἶτα ἤρε‐ | |
30 | το· «Εἰ ἔστιν εὐθεῖα ἡ καρδία σου μετὰ τῆς καρδίας μου, καθώς ἐστιν ἡ καρδία μου μετὰ τῆς καρδίας σου;» Τοῦ δὲ εἰρηκότος· Ἔστιν, εἶπεν αὐτῷ ὁ Ἰηοῦ· «Εἰ ἔστι, δὸς τὴν χεῖρά σου.» Ἔπειτα αὐτὸν σύνεδρον εἰς τὸ ἅρμα αὑτοῦ λαβὼν ἔφη· «Δεῦρο | |
35 | μετ’ ἐμοῦ, καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ· καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὑτοῦ.» Καὶ ἐν‐ τεῦθεν τοίνυν δῆλον, ὡς καὶ ἐν ταῖς δέκα φυλαῖς ἦσάν τινες εὐσεβείᾳ κοσμούμενοι, δι’ οὓς καὶ τῶν ἄλλων ὁ σοφῶς πάντα πρυτανεύων ἠνείχετο. | |
40 | ΕΡΩΤ. ΛΔʹ. Τί δήποτε μέλλων κατασφάττειν τῶν εἰδώλων τοὺς ἱερεῖς ἐψεύσατο; Ἔφη γάρ· «Ἀχαὰβ ἐδού‐ λευσε τῷ Βάαλ ὀλίγα, καί γε ἐγὼ δουλεύσω αὐτῷ πολλά.» | |
45 | Καὶ τῶν λόγων καὶ τῶν ἔργων τὸν σκοπὸν ἐξετά‐ | |
ζειν δεῖ. Τοῦτο κἀνταῦθα ποιητέον. Καὶ γὰρ ὁ | 770 | |
80.772 | Ἰηοῦ μηδένα διαφυγεῖν βουλόμενος τὴν σφαγὴν, ἐκείνοις ἐχρήσατο τοῖς λόγοις, ἵνα θαῤῥήσαντες πάντες παραγένωνται. Ἵνα δὲ μήτις τῶν θείων ἱερέων μεταλάχῃ τῆς τιμωρίας, ὡς ἀναξίους δῆ‐ | |
5 | θεν τῆς ἑορτῆς ἐξελαθῆναι προσέταξεν· εἶθ’ οὕτω μόνους ἐκείνους κατηκόντισεν ἅπαντας. Καὶ τοῦ Βάαλ δὲ τὴν στήλην ἐνέπρησε, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τῶν ἄλλων εἰδώλων πᾶσαν τὴν γῆν τοῦ Ἰσραὴλ ἠλευθέρωσε. Τὰς δέ γε χρυσᾶς δαμάλεις σέβων διατετέλεκε. Βααλεὶμ δὲ τὸν τοῦ Βάαλ σηκὸν προσ‐ | |
10 | ηγόρευσεν. ΕΡΩΤ. ΛΕʹ. Τίνος χάριν ἡ Γοθολία καὶ τοὺς ἐκγόνους ἀνεῖλεν; Ὡς δυσσεβὴς καὶ τυραννικὴ, ἅπαν τοῦ Δαβὶδ τὸ | |
15 | γένος, ὡς εὐσεβὲς, ἐκκόψαι πρόῤῥιζον ἠβουλήθη· ἵνα ἐπειλημμένη τῆς δυναστείας ἐκπαιδεύσῃ τὸν λαὸν τὴν οἰκείαν ἀσέβειαν. Ἀλλ’ ὁ πάντα σοφῶς ἰθύνων Δεσπότης παρεσκεύασεν αὖθις τῇ βασιλικῇ τὴν ἱερατι‐ κὴν μιγῆναι φυλὴν, καὶ τὸν Ἰωδαὲ τὸν σοφώτατον ἱερέα | |
20 | γῆμαι τὴν Ἰωσαβεὲ τοῦ Ἰωρὰμ τὴν θυγατέρα, ἵνα φυ‐ λαχθῇ τοῦ βασιλικοῦ σπέρματος ὁ σπινθήρ. Αὕτη γὰρ ὁρῶσα τὸ βασιλικὸν ἀναιρούμενον γένος, καὶ ἔκλεψε καὶ ἔκρυψε τὸν ἀδελφιδοῦν Ἰωὰς, καὶ διετέλεσεν ἔνδον ἐν τῷ ναῷ διατρέφουσα, καὶ ἓξ μὲν ἔτη κατέσχε | |
25 | διέπουσα τὴν βασιλείαν ἡ μιαρωτάτη Γοθολία· τῷ ἑβδόμῳ δὲ ἔτει ὁ πάνσοφος ἀρχιερεὺς τὴν βασι‐ λείαν εἰς τὸ βασιλικὸν ἐπανήγαγε γένος. ΕΡΩΤ. Λϛʹ. Παρατρέχοντας τίνας καλεῖ; | |
30 | Τοὺς ἡγουμένους τοῦ βασιλέως· Χοῤῥὶ δὲ καὶ Ῥα‐ σεὶμ ἀσπιδηφόρους καὶ δορυφόρους. Τούτους τριχῆ διελὼν, τοὺς μὲν ἐκέλευσε φυλάσσειν τοῦ βασιλέως τὸν οἶκον, τοὺς δὲ τὴν εἴσοδον τοῦ θείου ναοῦ, τοὺς δὲ τὴν πύλην τὴν ἑτέραν. | |
35 | ΕΡΩΤ. ΛΖʹ. Τί σημαίνει τό· «Φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου μεσσαέ;» Τὸ μεσσαὲ οἱ λοιποὶ ἑρμηνευταὶ ἀπὸ διαφθορᾶς εἰρήκασι, τουτέστι μετὰ πάσης φυλακῆς, ὥστε | |
40 | μηδεμίαν γίνεσθαι βλάβην ἐν τῷ οἴκῳ τῷ θείῳ. Τὸ δὲ, «Δύο χεῖρες ὑμῖν,» ἀντὶ τοῦ, ἄρτιοί ἐστε καὶ ὑγιεῖς, καὶ ἱκανοὶ φυλάξαι καὶ τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὸν τοῦ βασιλέως. Ἐκέλευσε δὲ τοὺς Λευΐτας μαχαιροφόρους εἶναι, καὶ τὸν βασιλέα φρουρεῖν. Τὸ | |
45 | δὲ, «Εἰσερχόμενος εἰς τὰ σαδηρὼθ ἀποθανεῖ‐ | 772 |
80.773 | ται,» τῶν Παραλειπομένων ἡ βίβλος οὕτως ἔχει· «Εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται.» Οὕτω δὲ καὶ ὁ Ἰώσηπος εἴρηκε. Τὸ δὲ, «Ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς, ἕως ὠμίας τοῦ οἴκου τῆς | |
5 | ἀριστερᾶς,» δηλοῖ ὡς μονοειδὲς σχῆμα οἱ Λευῗται πεποιηκότες, τὰ κέρατα εἶχον συνημμένα τῷ οἴκῳ, καὶ ἐν μέσῳ δὲ ὄντα τὸν βασιλέα ἐφρούρουν, ὁ δὲ στρατὸς ὁπλοφόρων ἔξω εἱστήκει, τοὺς εἰσιέναι πειρωμένους ἐπέχων. | |
10 | ΕΡΩΤ. ΛΗʹ. Τί ἐστιν· «Ἔδωκεν ἐπ’ αὐτὸν τὸ ἁγίασμα καὶ τὸ μαρτύριον;» Ἡ βίβλος τῶν Παραλειπομένων οὕτως ἔχει· «Ἔδωκεν ἐπ’ αὐτὸν τὸ βασίλειον, καὶ τὸ μαρτύριον· | |
15 | καὶ ἐβασίλευσαν αὐτὸν, καὶ ἔχρισαν αὐτὸν Ἰωδαὲ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ εἶπον, Ζήτω ὁ βασιλεύς.» Ὡς εἶναι δῆλον, ὅτι τὸ μὲν ἁγίασμα χρίσμα ἐκάλεσε· μαρ‐ τύριον δὲ τὸν βασιλικὸν στέφανον, ὡς τῆς βασιλείας δηλωτικόν· σύνδεσμον δὲ τὴν τυραννίδα εἰώθασιν | |
20 | ὀνομάζειν. Τοιαύτη δὲ ἦν τῆς Γοθολίας ἡ πονη‐ ρία, ὅτι τὸν ἔκγονον βεβασιλευκότα θεασαμένη, καὶ τὴν ἐσθῆτα διέῤῥηξε, καὶ ἐβόησε· «Σύνδεσμος, σύν‐ δεσμος.» Ἀλλὰ καὶ τοῖς ἑκατοντάρχοις ἐκέλευσεν ὁ σοφώτατος ἱερεὺς «ἔξω τῶν ἱερῶν ἀνελεῖν αὐτὴν | |
25 | περιβόλων.» Κἀνταῦθα δὲ ἡ μὲν τῶν Βασιλειῶν βί‐ βλος, «ἔξωθεν τῶν σαδηρὼθ,» ἔχει, τῶν δὲ Παρα‐ λειπομένων, «ἐκτὸς τοῦ οἴκου.» ΕΡΩΤ. ΛΘʹ. Πῶς νοητέον τό· «Διέθετο Ἰωδαὲ ὁ ἱερεὺς δια‐ | |
30 | θήκην ἀναμέσον Κυρίου, καὶ ἀναμέσον τοῦ λαοῦ, τοῦ εἶναι εἰς λαὸν Κυρίου;» Τὴν διαθήκην πανταχοῦ οἱ ἄλλοι ἑρμηνευταὶ συν‐ θήκην εἰρήκασι. Τέθεικε, φησὶ, καὶ ὅρους καὶ νόμους, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ, ὥστε μόνῳ τῷ Κυρίῳ | |
35 | δουλεύειν, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους. Ὅσον δὲ ὀνίνησι διδάσκαλος εὐσεβὴς, καὶ ἡ ἱστορία διδάσκει· «Ἐποίησε γὰρ, φησὶ, Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐφώτισεν αὐ‐ τὸν Ἰωδαὲ ὁ ἱερεύς.» Τὸ δὲ ἀτελὲς καὶ τοῦδε τοῦ βα‐ | |
40 | σιλέως, καὶ τοῦ λαοῦ, ὁ ἱστοριογράφος ἐδίδαξεν. Ἐπήγαγε γάρ· «Πλὴν τῶν ὑψηλῶν οὐκ ἀπέστη‐ σαν· ἔτι ὁ λαὸς ἐθυσίαζον καὶ ἐθυμίων ἐν τοῖς | |
μετεώροις.» Οἶμαι δὲ νῦν μὴ τῶν ψευδωνύμων αὐ‐ | 774 | |
80.776 | τοῖς θεῶν ἐπιμέμφεσθαι λατρείαν, ἀλλὰ τὰς παρὰ τὸν Μωσαϊκὸν νόμον ἔξω τοῦ Θεοῦ νεὼ γεγενημέ‐ νας θυσίας. ΕΡΩΤ. Μʹ. | |
5 | Τί ἐστι· «Ἀργύριον συντιμήσεως ἀνδρὸς, ἀργύ‐ ριον συντιμήσεως ψυχῶν;» Τούτων τὸν νοῦν τὸ Δευτερονόμιον ἑρμηνεύοντες δεδηλώκαμεν. Προσέταξε γὰρ ὁ Δεσπότης τοὺς ὑπ‐ ισχνουμένους τὴν ὑπὲρ αὐτῶν τιμὴν προσφέρειν | |
10 | τῷ Σωτῆρι Θεῷ πόσους σίκλους προσήκει διδόναι. Ἐκέλευσε τοίνυν ὁ βασιλεὺς Ἰωὰς ἅπαν τὸ προσφε‐ ρόμενον ἀργύριον τοὺς ἱερέας κομίσασθαι, καὶ αὐτοὺς ποιεῖσθαι τὴν προσήκουσαν θεραπείαν τοῦ νεώ. Τοῦτο γὰρ λέγει, «Αὐτοὶ κραταιώσουσι τὸ βεδὲκ | |
15 | οἴκου Κυρίου, εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ.» Βε‐ δὲκ δὲ καλεῖ τῶν ἐφθαρμένων ξύλων ἢ λίθων τὴν θεραπείαν. Ἡ δὲ τῶν Παραλειπομένων βίβλος ἀντὶ τοῦ «ποιῆσαι τὸ βεδὲκ,» «ἐπισκευάσαι τὸν οἶκον Κυρίου,» λέγει, καὶ πάλιν, «τοῦ θεραπεῦσαι | |
20 | τὸν οἶκον Κυρίου.» ΕΡΩΤ. ΜΑʹ. Πῶς νοητέον· Καὶ μετεμελήθη Κύριος, καὶ ᾤκτει‐ ρεν αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ; | |
25 | Ἰωάχας ὁ τοῦ Ἰηοῦ υἱὸς, ὁ τῶν δέκα φυλῶν βασι‐ λεὺς, εἰς ἀσέβειαν ἀποκλίνας, κοινωνὸν ἔσχε τὸν λαὸν τῆς τῶν εἰδώλων λατρείας. Δίκας τοίνυν αὐτοὺς ὁ Θεὸς εἰσπραττόμενος, τῷ Ἀζαὴλ παρέδωκεν ὃν χει‐ ροτονῶν βασιλέα Συρίας Ἑλισσαῖος ὁ μέγας πλεῖστα | |
30 | ἐξέχεε δάκρυα· ἅτε δὴ προβλέπων τὸν ὄλεθρον, ὃν ἔμελλεν ποιήσων ταῖς δέκα φυλαῖς. Οὕτω γὰρ αὐ‐ τοὺς ἀνήλωσεν, ὡς ἱππεῖς μὲν αὐτοῖς ὑπολειφθῆναι πεντήκοντα, ἅρματα δὲ δέκα, πεζοὺς δὲ μυρίους. Πλείους δὲ πολλάκις τῶν ἑκατὸν ἐσχήκασι μυριάδων. | |
35 | Ἀλλ’ ᾤκτειρε πάλιν αὐτοὺς ὁ Θεὸς, καὶ τὰς οἰκείας αὐτοῖς ἀποδέδωκε πόλεις. Ταύτην ἐκάλεσεν ὁ συγ‐ γραφεὺς μεταμέλειαν, τουτέστιν, ἀπὸ τῆς δυσκληρίας εἰς εὐκληρίαν μεταβολήν. ΕΡΩΤ. ΜΒʹ. | |
40 | Τί δήποτε μέλλων τελευτᾷν ὁ προφήτης Ἰωά‐ χας τῷ τοῦ Ἰωᾶς υἱῷ διὰ τόξου καὶ βέ‐ λους τὴν ἐσομένην ἐμήνυσε νίκην; Οὐχ οὕτως ἐπίστευεν τοῖς λόγοις, ὡς ταῖς δι’ ἔργων προῤῥήσεσιν. Οὗ δὴ χάριν καὶ τόξον τεῖναι ἐκέλευσε, | |
45 | καὶ προσαρμόσαι τούτῳ τὸ βέλος. Ὑπολαβὼν δὲ ὡς | 776 |
80.777 | αὐτομάτως ἀφήσει πολλὰ, ἔφη τοῦ πρώτου πεμ‐ φθέντος, «Βέλος σωτηρίας Κυρίῳ, καὶ βέλος σωτη‐ ρίας ἐν Ἰσραὴλ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας.» Ἐπειδὴ δὲ τρία μόνον ἐξ‐ | |
5 | έπεμψεν, ἠχθέσθη λίαν ὁ προφήτης, ὡς τρὶς τῆς Συ‐ ρίας μόνον ἡττωμένης, καὶ πανωλεθρίαν οὐ δεχομέ‐ νης. Ὁ δὲ προφήτης καὶ τελευτήσας τὸν νεκρὸν ἀνέστησε τὸν πελάσαντα· ἵνα καὶ τοῦτο μαρτυρῇ τὸ θαῦμα, ὡς διπλασίαν τοῦ διδασκάλου τὴν χάριν ἐδέ‐ | |
10 | ξατο. ΕΡΩΤ. ΜΓʹ. Τί δηλοῖ ἡ παραβολὴ τοῦ ἄκαν, καὶ τῆς κέδρου; Ὁ Ἀμεσσίας τῶν Ἰδουμαίων πολέμου νόμῳ κρα‐ τήσας, ἤλπισε καὶ τὰς δέκα νικήσειν φυλὰς, καὶ τὸν | |
15 | ἐκείνων εἰς μάχην προὐκαλέσατο βασιλέα. Ἐκεῖνος δὲ ἀντεδήλωσεν, ὡς ὁ ἄκαν τῇ κέδρῳ δεδήλωκε κατ‐ εγγυῆσαι τῷ παιδὶ τὴν θυγατέρα. Τῶν δὲ περὶ τοῦ γάμου γινομένων λόγων, τὰ θηρία διελθόντα συνεπά‐ τησε τὸν ἄκαν καὶ διέφθειρε. Διὰ δὲ τούτων τῶν λό‐ | |
20 | γων ἀπείκασεν ἑαυτὸν μὲν τῇ κέδρῳ, τὸν δὲ Ἀμεσσίαν τῷ ἄκαν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· «Πα‐ τάξας γὰρ, φησὶν, ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῆρέ σε ἡ καρδία σου ἡ βαρεῖα· ἐνδοξάσθη‐ τι, ἐνδοξάσθητι ἐν τῷ οἴκῳ σου. Καὶ ἵνα τί ἐρίζεις ἐν | |
25 | κακίᾳ; Καὶ πεσῇ σὺ, καὶ ὁ Ἰούδας μετὰ σοῦ.» Αὕτη δὲ ἡ παραίνεσις ἀλαζονικὴ μὲν, συμφέρουσα δέ· καὶ τὸ τέλος ἐδίδαξε. Μὴ πεισθεὶς γὰρ ὁ Ἀμεσσίας παρετάξατο μὲν, ἡττηθεὶς δὲ καὶ δορυάλωτος γε‐ νόμενος, εἰσαγαγεῖν τὸν πολέμιον εἰς τὴν πόλιν τὴν | |
30 | βασιλικὴν ἠναγκάσθη. Ὁ δὲ τῶν Ἱεροσολύμων γε‐ νόμενος ἐγκρατὴς, τετρακοσίους πήχεις τῶν περιβό‐ λων κατέλυσε, καὶ τοὺς θείους θησαυροὺς, καὶ τοὺς βασιλικοὺς συλήσας ἀνέστρεψεν. Ἔλαβε δὲ καὶ τοὺς υἱοὺς τῶν συμμίξεων τῶν βδελυγμάτων, τουτέστι | |
35 | τοὺς τῶν ψευδωνύμων θεῶν ἱερέας. ΕΡΩΤ. ΜΔʹ. Ποία πόλις Αἰλών; Ἣν νῦν ὀνομάζουσιν Αἰλάν. Κεῖται δὲ ἐν τῷ στό‐ ματι τοῦ Ἀραβικοῦ κόλπου, ὃν Ἐρυθρὰν προσαγο‐ | |
40 | ρεύουσι θάλασσαν. ΕΡΩΤ. ΜΕʹ. Τὴν ταῖς Βασιλείαις ἐγκειμένην προφητείαν τοῦ Ἰωνᾶ οὐχ εὕρομεν ἐν τῇ βίβλῳ τοῦ Ἰωνᾶ. | |
Τὰ κατὰ τὴν Νινευὴ ἐν ἐκείνῃ μόνα συνέγραψε· | 778 | |
80.780 | τούτου χάριν ἑτέραν οὐ συνῆψε προφητείαν ἐκεί‐ νοις. ΕΡΩΤ. Μϛʹ. Διατί Ὀζίας ὁ βασιλεὺς ἐλεπρώθη· | |
5 | Σαφέστερον τὰ κατὰ τοῦτον ἡ τῶν Παραλειπομένων ἐδίδαξε βίβλος. Ἐκείνην τοίνυν ἑρμηνεύοντες, σὺν Θεῷ φάναι, τὴν αἰτίαν ἐροῦμεν. Τὸ δὲ, «Ἐκάθητο ἐν οἴκῳ Ἀφφουσὼθ,» κρυφαίως οἱ λοιποὶ ἐκδεδώ‐ κασι· τουτέστιν, ἔνδον ἐν θαλάμῳ ὑπ’ οὐδενὸς ὁρώ‐ | |
10 | μενος. Ἴθυνε δὲ τὴν βασιλείαν Ἰωαθὰμ ὁ τούτου υἱός· καὶ ταῦτα δύο καὶ πεντήκοντα τοῦ Ὀζίου βα‐ σιλεύσαντος ἔτη. Καὶ τοῦ πατρὸς δὲ τελευτήσαντος, αὐτὸς τῆς βασιλείας ἐγένετο κληρονόμος, καὶ τῆς μὲν ἄλλης ἀσεβείας τὸν λαὸν ἠλευθέρωσε, καὶ τοῦ θείου | |
15 | νεὼ τὴν πύλην τὴν ὑψηλὴν ᾠκοδόμησε. Τελείαν δὲ οὐκ εἶχε τὴν εὐφημίαν· τὴν γὰρ ἐν τοῖς ὑψηλοῖς λα‐ τρείαν οὐκ ἔπαυσεν. Ἄχαζ δὲ ὁ τούτου υἱὸς τῇ τῆς δυσσεβείας ὑπερβολῇ τῶν ἄλλων ἀπέκρυψε τὴν ἀσέβειαν. | |
20 | ΕΡΩΤ. ΜΖʹ Πῶς νοητέον τὸ, «Διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί;» Ὁ μὲν Ἰώσηπος ἔφη, καὶ τὸν ἕνα αὐτῶν τῶν υἱέων ὁλοκαυτῶσαι τῷ Βάαλ. Ἐγὼ δὲ οἶμαι τὸ μέ‐ | |
25 | χρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος τὸν λόγον αἰ‐ νίττεσθαι. Εἶδον γὰρ ἔν τισι πόλεσιν ἅπαξ τοῦ ἔτους ἐν ταῖς πλατείαις ἁπτομένας πυρὰς, καὶ ταύτας τινὰς ὑπεραλλομένους, καὶ πηδῶντας, οὐ μόνον παῖ‐ δας, ἀλλὰ καὶ ἄνδρας· τὰ δέ γε βρέφη παρὰ τῶν | |
30 | μητέρων παραφερόμενα διὰ τῆς φλογός. Ἐδόκει δὲ τοῦτο ἀποτροπιασμὸς εἶναι καὶ κάθαρσις. Ταύτην οἶμαι καὶ τοῦ Ἄχαζ γεγενῆσθαι τὴν κατηγορίαν. ΕΡΩΤ. ΜΗʹ. Τίνι τὸ θυσιαστήριον ἐπέταξεν ὁ Ἄχαζ οἰκο‐ | |
35 | δομηθῆναι ἐν τῷ θείῳ νεῷ; Οὐκ οἶμαι αὐτὸ τῷ τῶν ὅλων κατεσκευακέναι Θεῷ, ἀλλὰ τινὶ τῶν ψευδωνύμων θεῶν. Τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων αἰνίττεται βίβλος. Λέγει δὲ οὕ‐ τως· «Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ τοῦ | |
40 | Κυρίου, καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ, Ζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι Θεοὶ βασιλέως Συρίας κατισχύουσιν αὐτούς. Τοί‐ νυν θύσω αὐτοῖς, καὶ ἀντιλήψονταί μου. Καὶ ἐγένοντο | |
αὐτῷ αὐτοὶ εἰς σκῶλον, καὶ παντὶ Ἰσραήλ.» Καὶ τὰ | 780 | |
80.781 | ἑξῆς δὲ τοῦτο δηλοῖ· «Καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου, καὶ κατέκοψεν αὐτὰ, καὶ ἀπέκλεισε τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστή‐ ριον ἐν πάσῃ γωνίᾳ Ἱερουσαλήμ.» Ταῦτα καὶ τού‐ | |
5 | τοις ἀκόλουθα διεπράττετο. Καὶ αὐτὴ δὲ ἡ τῶν Βασιλειῶν βίβλος τοῦτο σημαίνει. «Ἐπορεύθη γὰρ, φησὶν, ὁ βασιλεὺς Ἄχαζ ἐπὶ συνάντησιν τῷ Θε‐ γλαθφαλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον τὸ ἐν Δαμασκῷ, καὶ ἀπέστειλεν | |
10 | ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ μέτρον, καὶ τὴν ὁμοίωσιν, καὶ τὸν ῥυθμὸν αὐτοῦ κατὰ πᾶσαν ποίησιν αὐτοῦ.» Αὐτίκα γοῦν καὶ τὸ χαλκοῦν θυσιαστήριον, ὃ Σολομὼν κατεσκευάκει, μετ‐ έθηκε· τὸ δὲ νεοποίητον ἐν τῷ ἐκείνου ἔθηκε τόπῳ. | |
15 | Ὅτι δὲ καὶ αἱ μεχωνὼθ βάσεις ἦσαν, τὰ ἑξῆς δι‐ δάσκει. «Συνέκοψε γὰρ, φησὶν, ὁ βασιλεὺς Ἄχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ, καὶ μετῆρεν ἀπ’ αὐτῶν τὸν λουτῆρα.» Ἐτόλμησε δὲ καὶ ἑτέραν ἀσέβειαν. Τῶν γὰρ βασιλείων τὴν θύραν ἔνδον ἐν τῷ θείῳ ναῷ | |
20 | μετέθηκε, τὴν δίοδον διὰ τῶν ἱερῶν περιβόλων ποιούμενος. Καὶ τοῦτο δὲ ἡμᾶς ἡ ἱστορία διδάσκει, ὡς Ἀδραμέλεχ ὁ Αἰθίοψ ἐν Αἰγύπτῳ κατῴκει. Μα‐ ναὰ δὲ δῶρα ἡρμήνευσαν οἱ λοιποί. ΕΡΩΤ. ΜΘʹ. | |
25 | Τί ἐστιν, «Ἀπὸ πύργου φυλασσόντων, ἕως πό‐ λεως ὀχυρᾶς;» Ἐν παντὶ τόπῳ, φησὶ, βωμοὺς τοῖς δαίμοσιν ᾠκο‐ δόμησε, καὶ οὐ μόνον ἐν πόλεσι καὶ κώμαις, ἀλλὰ καὶ ἐν τοῖς κατὰ τὴν ὁδὸν πύργοις, ἐν οἷς ὀλίγοι τι‐ | |
30 | νὲς εἰώθασι φρουρεῖν. Ἐνταῦθα δὲ τὰ ὑψηλὰ τὰ τε‐ μένη τῶν εἰδώλων ἐκάλεσεν. «ᾨκοδόμησαν γὰρ, φησὶν, ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν· καὶ ἐστήλωσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ στήλας καὶ ἄλση, ἐν παντὶ βουνῷ ὑψηλῷ, καὶ ὑποκάτω παντὸς | |
35 | ξύλου ἀλσώδους· καὶ ἐθυμίων ἐκεῖ ἐν τοῖς ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐ‐ τῶν.» Κοινωνοὺς δὲ οἶμαι εἰρῆσθαι τὴν πρὸς τὰ ἔθνη συμφωνίαν, καὶ τοὺς ἐξ ἐκείνων ὁρμωμένους, καὶ διδάξαντας τῆς ἀσεβείας τοὺς νόμους. Τοῦτο γὰρ | |
40 | αἰνίττεται τὰ ἑξῆς· «Καὶ ἐποίησαν κοινωνοὺς, καὶ ἤρξαντο παροργίσαι Κύριον, καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπε Κύριος αὐτοῖς, Οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο.» Πανταχοῦ δὲ ἄλσος οἱ λοιποὶ Ἀστα‐ | |
ρὼθ ἑρμηνεύουσι. Δηλοῖ δὲ τοῦτο τὴν Ἀστάρτην, | 782 | |
80.784 | ἤγουν τὴν Ἀφροδίτην. Τὸ δὲ «Ἐποίησαν ἐφοὺδ καὶ θεραφίμ·» τὸ μὲν ἐφοὺδ κατὰ μίμησιν τοῦ ἱερα‐ τικοῦ ἐνδύματος, τὸ δὲ θεραφὶμ ταῖς μαντικαῖς ἦν ἁρ‐ μόττον προῤῥήσεσιν. Ἵνα δὲ μή τις εἰς ἀπολογίαν | |
5 | προφέρῃ τοῦ Ἰσραὴλ, τὸ τῆς ἀσεβείας αἰτίαν γε‐ νέσθαι τὴν τῆς βασιλείας διαίρεσιν, καὶ τὸ πόῤῥω τῶν Ἱεροσολύμων διάγειν, ἀναγκαίως τῆς Ἰούδα φυλῆς ἀπέδειξε τὴν ἀσέβειαν. Ἔφη δὲ οὕτως· «Καί γε καὶ Ἰούδας καὶ αὐτὸς οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυ‐ | |
10 | ρίου τοῦ Θεοῦ αὑτοῦ, καὶ ἐπορεύθη ἐν τοῖς δικαιώ‐ μασι παντὸς Ἰσραὴλ οἷς ἐποίησαν, καὶ ἀπώσαντο τὸν Κύριον ἐξ αὐτῶν.» Ὅτι δὲ χρόνῳ ὕστερον τῶν Βασιλειῶν συνεγράφη ἡ βίβλος ἐκ τῶν ὑπὸ τῶν προ‐ φητῶν καθ’ ἕκαστον συγγραφέντων καιρὸν, καὶ | |
15 | τόδε τὸ χωρίον διδάσκει. «Ἀπῳκίσθη γὰρ, φησὶν, Ἰσραὴλ ἀπὸ τῆς γῆς αὐτοῦ εἰς Ἀσυρίους ἕως τῆς ἡμέρας ταύτης.» Καὶ τοῦτο πολλάκις εἴρηκεν ὁ τὴν ἱστορίαν συγγεγραφώς. Ἐδίδαξε δὲ καὶ τὰ κατὰ τοὺς νῦν καλουμένους Σαμαρείτας, ὅθεν τε μετῳκίσθη‐ | |
20 | σαν, καὶ ὅπως τὸν Μωσαϊκὸν φυλάττειν ἠναγκάσθη‐ σαν νόμον. Ὑπὸ γὰρ τῶν θηρίων ἀναλισκόμενοι, ἱκέτευσαν ἕνα τῶν Ἰσραηλιτῶν αὐτοῖς ἱερέων ἀπο‐ σταλῆναι, ἵνα οὗτος ἐκπαιδεύων αὐτοὺς τοῦ Θεοῦ τῆς γῆς τὸν νόμον, τῆς ἐπικειμένης λώβης ἐλευθε‐ | |
25 | ρώσῃ. Ἐτόπαζον γὰρ μερικὸν εἶναι τῶν ὅλων τὸν ποιητήν. Ἀλλ’ ὅμως καὶ τοῦ ἱερέως ἀποσταλέντος, καὶ τὸν νόμον διδάσκοντος, «Τὸν Κύριον, φησὶν, αὐτοὶ ἐφοβοῦντο, καὶ τοῖς θεοῖς δὲ αὐτῶν ἐλάτρευον κατὰ τὸ κρῖμα τῶν ἐθνῶν.» Ὅθεν ἀπῴκισεν αὐ‐ | |
30 | τοὺς ἐντεῦθεν ἕως τῆς ἡμέρας ταύτης. Οὕτως ἐποίουν κατὰ τὸ κρῖμα αὐτῶν τὸ ἀπ’ ἀρχῆς. Ταῦτα περὶ τῶν Σαμαρειτῶν εἰρηκὼς, ἐπὶ τὴν Ἰούδα μετ‐ έβη φυλὴν, καὶ τὸν Ἐζεκίαν ἠγάσθη, ὡς τῷ Δα‐ βὶδ παραπλησίως τὸν τῶν ὅλων τεθεραπευκότα Θεόν. | |
35 | Οὐ γὰρ μόνον τὰς στήλας συνέτριψε, καὶ τὰ ἄλση συνέκοψεν, ἀλλὰ καὶ τὰ ὑψηλὰ ἐξῆρεν, ὅπερ οὐ‐ δεὶς τῶν πρὸ αὐτοῦ πεποίηκε. Συνέτριψε δὲ καὶ τὸν χαλκοῦν ὄφιν, ὃν ὁ μέγας Μωσῆς κατεσκεύασεν, οὐχ ἵνα προσκυνῆται, ἀλλ’ ἵνα προτυπώσῃ τὸ σω‐ | |
40 | τήριον πάθος· «Τούτῳ, φησὶν, ὁ λαὸς θυμιῶν διετέ‐ λεσε, καὶ ἐκάλεσαν αὐτὸν Νεεσθάν.» Τοῦτο δὲ ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ κείμενον εὗ‐ ρον, «Χαλκὸς αὕτη.» Οἱ δὲ λοιποὶ, τὸν Νεε‐ σθὰν Νάας. Ἐντεῦθεν οἶμαι καὶ τοὺς ὀφίτας, αἵρεσις δὲ αὕτη δυσσεβεστάτη, Ναασηνοὺς ὀνομά‐ | |
45 | ζεσθαι. | 784 |
80.785 | ΕΡΩΤ. Νʹ. Τί ἐστιν, «Εἰς τὸ τέλος τριῶν ἐτῶν;» Τρία τέλεια, φησὶν, ἔτη ἐπὶ τῆς Σαμαρείας κατ‐ έσχεν ἡ πολιορκία. | |
5 | ΕΡΩΤ. ΝΑʹ. Τί δήποτε δῶρα δώσειν τῷ Σεναχηρεὶμ ὁ Ἐζεκίας ὑπέσχετο; Ἄχαζ ὁ πατὴρ αὐτοῦ τὸν Θεγλαθφαλασὰρ εἰς συμ‐ μαχίαν κατὰ τῶν Σύρων καλέσας, φόρον τελέσειν | |
10 | ὑπέσχετο. Τοῦτον ἐκεῖνος διετέλεσε παρέχων. Ὁ δὲ Ἐζεκίας τὸν ἐπικείμενον δασμὸν οὐκ ἐξέτισε· τὴν δὲ στρατιὰν θεασάμενος, δώσειν ὑπέσχετο, καὶ ἔδωκε τριακόσια τάλαντα ἀργυρίου, καὶ τριακόσια τάλαντα χρυσίου. Τοσοῦτον γὰρ ὁ Ἀσσύριος δασμὸν | |
15 | παρέχειν ἐκέλευσεν. ΕΡΩΤ. ΝΒʹ. Τί δήποτε τὸ Θεῖον θεραπεύειν σπουδάζων, ἐκ τῶν ἱερῶν χρημάτων παρέσχε τὸν φόρον; Οὐκ ἀπέχρων οἱ βασιλικοὶ θησαυροί. Ἔθος οὖν | |
20 | ἐν ταῖς τοιαύταις ἀνάγκαις καὶ τοὺς ἱεροὺς θη‐ σαυροὺς δαπανᾷν, καὶ πάλιν αὐτοὺς ἐκ τῶν πολε‐ μίων ἀναπληροῦν. Ἡ ἀνάγκη δὲ παρεσκεύασε καὶ τὰς πύλας χωνεῦσαι τὰς χρυσᾶς, ἃς οὗτος κατ‐ εσκεύασε, καὶ τοὺς σταθμοὺς τῶν θυρῶν. Τούτους | |
25 | γὰρ ἐστηριγμένα οἶμαι κληθῆναι· ἵνα μὴ πολέμῳ κρατήσας ὁ Σεναχηρεὶμ, καὶ τὸν ναὸν καὶ τὴν πόλιν ἐμπρήσῃ· καὶ ἐνταῦθα δὲ πάλιν δεδήλωκεν ὁ τὴν ἱστορίαν συγγράψας, ὅτι οὐ μόνον τὰ τεμένη τῶν εἰ‐ δώλων ὑψηλὰ ὀνομάζουσιν, ἀλλὰ καὶ τὰ τῷ Θεῷ | |
30 | τῶν ὅλων ἐν τοῖς ὑψηλοῖς τόποις δεδομημένα θυσια‐ στήρια. «Ἐὰν γὰρ εἴπητε, φησὶ, πρός με, Ἐπὶ Κύ‐ ριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν· οὐχὶ αὐτὸς Ἐζε‐ κίας ἀπέστησε τὰ ὑψηλὰ αὐτοῦ, καὶ τὰ θυσιαστή‐ ρια αὐτοῦ, λέγων τῷ Ἰούδα καὶ τῇ Ἱερουσαλὴμ, | |
35 | Ἐνώπιον τοῦ θυσιαστηρίου προσκυνήσατε ἐν Ἱερουσαλήμ;» Καὶ ταῦτα ἔλεγεν ὁ Ῥαψάκης, | |
Ἑβραῖος ὢν οἶμαι, πρὸς ἐκείνους αὐτομο‐ | 786 | |
80.788 | λήσας, ἢ τοῖς ἐξανδραποδισθεῖσιν ἤδη συναπαχθεὶς, καὶ ὡς εὔνοιαν δείξας τοῖς Ἀσσυρίοις τὴν στρατη‐ γίαν θαῤῥηθείς· τῇ γὰρ Ἑβραΐδι φωνῇ χρώμενος ἐποιεῖτο τοὺς λόγους· αὐτίκα γοῦν αὐτὸν οἱ ἄρχον‐ | |
5 | τες διαλεχθῆναι Συριστὶ παρεκάλεσαν, ὥστε μὴ γνῶναι τὸν λαὸν τὰ γενόμενα. Ἐκεῖνος δὲ μαθὼν ἀνιᾷν τοὺς ἄρχοντας τὸ τὸν λαὸν ἐπαΐειν τῶν λεγομένων, τῇ Ἑβραίων φωνῇ χρώμενος τὰς δυσ‐ σεβεῖς ἐκείνας βλασφημίας ἐτόλμησε, τοῖς ψευδω‐ | |
10 | νύμοις θεοῖς τὸν ἀληθινὸν ἀπεικάσας Θεόν. Ἀλλ’ ὁ σοφώτατος βασιλεὺς, οὐχ ὅπλα ταῖς ἐκείνου βλασ‐ φημίαις, ἀλλὰ προσευχὴν καὶ δάκρυα, καὶ σάκκον ἀντέταξε, καὶ τὸν προφήτην Ἡσαΐαν γενέσθαι πρε‐ σβευτὴν ἠντιβόλησεν. Ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ | |
15 | ῥήματα. «Ἡμέρα γὰρ, ἔφη, θλίψεως, καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ, καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον οἱ υἱοὶ ἕως ὠδίνων, καὶ οὐκ ἔστιν ἰσχὺς τῇ τικτούσῃ.» Ἐμπιπράμεθα, φησὶ, καὶ ἐξαπτόμεθα τῷ θυμῷ, τῶν ἀῤῥήτων ἐκείνων βλασφημιῶν ἐπ‐ | |
20 | ακούσαντες, κολάσαι δὲ τοὺς ἄνδρας ἐκείνους τοὺς δυσσεβεῖς οὐ δυνάμεθα. Ὅθεν ἱκετεύομεν τὸν τῶν βλασφημιῶν ἐκείνων ἀκηκοότα Δεσπότην, διδάξαι τοὺς ἀνοσίους, ὡς οὐκ ἔστιν εἷς τῶν καλουμένων θεῶν. Παραυτίκα δὲ τὴν ἱκετείαν δεξάμενος ὁ φιλάνθρω‐ | |
25 | πος Θεὸς, ἀπεσκέδασε τοῦ βασιλέως τὸ δέος. «Ἰδοὺ γὰρ, ἔφη, δίδωμι πνεῦμα ἐν αὐτῷ, καὶ ἀκού‐ σεται ἀγγελίαν πονηρὰν, καὶ ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ | |
ἐν τῇ γῇ αὐτῶν.» Τὸ δὲ, «Ἰδοὺ ἐγὼ δίδωμι | 788 | |
80.789 | πνεῦμα ἐν αὐτῷ,» τὴν δειλίαν οἶμαι δηλοῦν. Καὶ γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· «Οὐ γὰρ ἔδωκεν ἡμῖν πνεῦμα δειλίας. Ἡ δὲ τοῦ Θεοῦ πρόῤῥη‐ σις εὐθὺς τὸ τέλος ἐδέξατο. Φήμης γὰρ θρυλληθείσης | |
5 | ὡς τῶν Αἰθιόπων ὁ βασιλεὺς ἐπεστράτευσε, δείσας ὁ Σεναχηρεὶμ ὑπεχώρησε τῆς πάσης δυσσεβείας με‐ στὴν ἀποστείλας ἐπιστολήν. Ἀλλὰ ταύτην ὁ σοφώ‐ τατος βασιλεὺς ἀναπτύξας ἐν τῷ ναῷ, τὴν θαυμασίαν ἐκείνην προσενήνοχε φωνήν· «Κύριε παντοκρά‐ | |
10 | τωρ ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς· σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἐκεῖνοί σε, φησὶν, ἕνα νομίζουσι τῶν πολλῶν τῶν οὐκ ὄν‐ των· ἐγὼ δέ σε μόνον οἶδα Θεὸν, ποιητὴν τῶν ἁπάν‐ | |
15 | των· «Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε· καὶ ἄκου‐ σον τῶν λόγων Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.» Τὸ δὲ, «Κλῖ‐ νον καὶ ἄκουσον,» ἀνθρωπίνως τέθεικε, μετ’ εὐμε‐ | |
20 | νείας δεχθῆναι τὴν ἱκετείαν ἀντιβολῶν. «Ἐπ’ ἀλη‐ θείας γὰρ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων καὶ τὰ ἔθνη, καὶ τὴν γῆν αὐτῶν, καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ ἦσαν θεοὶ, ἀλλ’ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν | |
25 | αὐτούς.» Τοῦτο, φησὶ, τὸν ἀνόσιον τοῦτον ἐκίνησεν εἰς ἀσέβειαν. ᾨήθη γὰρ ὅμοιόν σε εἶναι τῶν οὐκ ὄντων θεῶν· ἀλλὰ τῇ πείρᾳ μαθέτω, Δέσποτα, ὅσον | |
τὸ διάφορον ἀληθινοῦ Θεοῦ καὶ ψευδοῦς. Ἀλλὰ | 790 | |
80.792 | γὰρ περιττὸν οἶμαι ταυτολογεῖν. Ταῦτα γὰρ τὸν προ‐ φήτην Ἡσαΐαν ἑρμηνεύων ἀνέπτυξα. Συντόμως τοί‐ νυν ἐρῶ, ὡς τὴν ἱκετείαν ὁ Δεσπότης δεξάμενος, νύ‐ κτωρ ἐν ἀκαρεῖ ὀκτὼ καὶ δέκα μυριάδας τῶν Ἀσ‐ | |
5 | συρίων, καὶ πεντακισχιλίους, τῷ θανάτῳ παρέπεμ‐ ψεν. Ὁ δὲ Σεναχηρεὶμ τὸν θάνατον διέφυγεν· ἵνα πᾶσι μηνύσῃ ὅση τοῦ Θεοῦ τῶν Ἰουδαίων ἡ δύνα‐ μις. Εὐθὺς δὲ παρὰ τῶν παίδων ἐδέξατο τὴν δικαίαν πληγήν. Ἐπειδὴ γὰρ κατὰ τοῦ πεποιηκότος ἐλύτ‐ | |
10 | τησεν, ὑπὸ τῶν φύντων ὑπέμεινε τὴν ἀναίρεσιν. Ἀρα‐ ρὰτ δὲ τὴν Ἀρμενίαν ἐκάλεσεν. Ἡ γὰρ προφητεία τοῦ Ἡσαΐου ταύτην ἔχει τὴν ἑρμηνείαν. Καὶ τὰ περὶ τῆς ἀῤῥωστίας δὲ ἐν τῇ τοῦ θεσπεσίου Ἡσαΐου προφητείᾳ δῆλα πεποιηκὼς, παρέλκον οἶμαι | |
15 | δὶς τὴν αὐτὴν ἑρμηνείαν ποιήσασθαι. Τὸ μέντοι κατὰ τὸν ἥλιον θαῦμα εἰς πᾶσαν τὴν οἰκουμένην δι‐ έδραμε. Πᾶσι γὰρ ἐγένετο γνώριμος ἀναστρέψας ὁ ἥλιος. Οὗ δὴ χάριν τῶν Βαβυλωνίων ὁ βασιλεὺς, καὶ τὸν ὄλεθρον ἐγνωκὼς, καὶ τὰ κατὰ τὸν ἥλιον | |
20 | παραδόξως γεγενημένα μεμαθηκὼς, καὶ πρέσβεις καὶ δῶρα τῷ τῶν Ἰουδαίων ἀπέστειλε βασιλεῖ· καὶ οὓς ἐξανδραποδίζειν εἰώθεσαν, τούτους ὡς κρείττους ἐτίμησαν. Οὕτως αὐτοὺς ἐπισήμους ὁ παρ’ αὐτῶν θεραπευθεὶς Θεὸς ἀπέφηνεν. ΕΡΩΤ. ΝΓʹ. Τί δήποτε μέμψιν ὑπέμεινεν Ἐζεκίας ὁ βασιλεὺς, | |
25 | τοὺς θησαυροὺς τοῖς τῶν Βαβυλωνίων πρε‐ σβευταῖς ὑποδείξας; Ὅτι δέον τοῦ Θεοῦ διδάξαι τὴν δύναμιν, καὶ τὴν κηδεμονίαν ἧς ἔτυχε, τὸν πλοῦτον ὑπέδειξε, τὸν οὐδὲν ἔχοντα μόνιμον. Ὅτι δὲ οὐ φύσις, ἀλλὰ γνώμη | |
30 | ἐν τοῖς ψυχικοῖς κρατεῖ, μαρτυρεῖ Μανασσῆς, τὴν εὐσεβῆ τοῦ πατρὸς πολιτείαν καταλιπὼν, καὶ τὴν ἐναντίαν ὁδεύσας. «ᾨκοδόμησε γὰρ, φησὶ, τὰ ὑψη‐ λὰ, ἃ κατέσκαψε καὶ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῷ Βάαλ· | |
35 | καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ· καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐ‐ ρανοῦ· καὶ ἐδούλευσεν αὐτοῖς.» Στρατιὰν δὲ λέγει τοῦ οὐρανοῦ, τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέ‐ ρας· καὶ τὸ πάντων δυσσεβέστατον, «ᾠκοδόμησε θυσια‐ | |
40 | στήριον ἐν οἴκῳ Κυρίου, ἐν ᾧ εἶπεν, Ἐν Ἱερουσα‐ | 792 |
80.793 | λὴμ θήσω τὸ ὄνομά μου.» Καὶ οὐχ ἓν μόνον, ἀλλὰ πλεῖ‐ στα. Πάσῃ γὰρ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δύο αὐ‐ λαῖς οἴκου Κυρίου ᾠκοδόμησε· καὶ ἐκληδονίζετο, καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ γνώστας | |
5 | ἐπλήθυνε. Κληδὼν δέ ἐστιν ἡ διὰ λόγων παρατήρη‐ σις· οἰώνισμα δὲ ἡ διὰ πτηνῶν. Γνώστας δὲ οἶμαι τοὺς δι’ ἥπατος μαντευομένους κληθῆναι. Τὸ δὲ πάντων ἀνοσιώτατον, τὸ ἐν τῷ θείῳ στῆσαι ναῷ τὸ τῆς ἀκολάστου δαίμονος ἄγαλμα. «Ἔθηκε | |
10 | γὰρ, φησὶ, τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ Κυ‐ ρίου.» Καὶ τὰ ἑξῆς διδάσκει τὴν τῆς ἀσεβείας ὑπερ‐ βολήν. ΕΡΩΤ. ΝΔʹ. Πῶς νοητέον τὸ, «Ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ | |
15 | μέτρον Σαμαρείας;» Ταῖς αὐταῖς, φησὶ, καὶ τούτους περιβαλῶ συμφο‐ ραῖς. Καὶ ὥσπερ ἐκείνων τοὺς μὲν ὁ λιμὸς, τοὺς δὲ ὁ πόλεμος ἐδαπάνησε, τοὺς δὲ λοιποὺς ἐξανδραπο‐ δίσαντες εἰς ἑτέραν μετέστησαν γῆν· οὕτω καὶ τοῖς | |
20 | ἐν Ἱερουσαλὴμ οἰκοῦσι τοσαύτας τιμωρίας ἐποίσω. Καὶ ὥσπερ τοῦ Ἀχαὰβ τὸν οἶκον πανωλεθρίᾳ παρ‐ έδωκα· οὕτω τῆς Ἱερουσαλὴμ μεταβαλῶ τὴν ὑπερ‐ ηφανίαν εἰς εὐτέλειαν. Οὐ γὰρ μόνον εἰς τὴν τῶν εἰδώλων ἐλύττησε πλάνην, ἀλλὰ καὶ αἷμα ἀθῶον ἐξ‐ | |
25 | έχεε Μανασσῆς σφόδρα, ἕως οὗ ἐνέπλησε τὴν Ἱε‐ ρουσαλὴμ στόμα ἐπὶ στόμα. Ἀνῄρει δὲ δια‐ φερόντως τοὺς τῆς εὐσεβείας ἀντεχομένους, καὶ τὴν θείαν ὀργὴν αὐτοῖς σημαίνοντας. Τοῦτόν φασι καὶ τὸν προφήτην Ἡσαΐαν διαπρίσαι ξυ‐ | |
30 | λίνῳ χρησάμενον πρίονι. Ἀλλ’ οὗτος μὲν, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία, μετα‐ μελείᾳ χρησάμενος τῆς ἀφέσεως ἔτυχεν. Ἀμ‐ μὼν δὲ ὁ τούτου υἱὸς, τὴν μὲν τοῦ πατρὸς ἐμιμήσατο πονηρίαν· τὴν δὲ μεταμέλειαν οὐκ ἐζήλωσεν. Ὁ δὲ | |
35 | ἔκγονος τὴν ἄκραν ἤσκησεν ἀρετὴν, καὶ τοῦ προ‐ γόνου Δαβὶδ ἐκτήσατο τὴν εὐσέβειαν. Καὶ πρῶτον μὲν τὰ θεραπείας δεόμενα τοῦ θείου νεὼ πάσης ἐπι‐ μελείας ἠξίωσεν· ἔπειτα τῶν θείων λογίων ἀκούσας, τῶν ἐν τῷ Δευτερονομίῳ κειμένων, καὶ τὴν | |
40 | ἐσθῆτα διέῤῥηξε, καὶ ἐπὶ πλεῖστον ἐθρήνησε, καὶ μαθεῖν τὸ πρακτέον περὶ τοῦ Θεοῦ τῶν ὅλων ἐζή‐ τησεν. Εἰς τοσαύτην δὲ τῶν θείων ἀμέλειαν ἐξώκει‐ λαν ἅπαντες, ὡς μηδὲ τῶν θείων ἐπακούειν λογίων. Τοῦτο γοῦν τὸ βιβλίον ἔν τινι τῶν ἱερῶν οἴκων Χελ‐ | |
45 | κίας ὁ ἀρχιερεὺς ἐῤῥιμμένον εὑρὼν, ἀπέστειλε τῷ | 794 |
80.796 | βασιλεῖ. Ὁ δὲ βασιλεὺς τὰ ἐγκείμενα γνούς, καὶ τοὺς ἀρχιερέας, καὶ τοὺς ἄρχοντας πρὸς Ὀλδὰν ἀπ‐ έστειλε τὴν προφῆτιν. Ὁ δὲ Θεὸς διὰ ταύτης κατὰ μὲν τοῦ λαοῦ, καὶ τοῦ ναοῦ, καὶ τῆς πόλεως, τὴν ψῆφον | |
5 | ἐξήνεγκε διὰ τὰς παρ’ αὐτῶν τολμηθείσας παρανο‐ μίας· τῷ εὐσεβεῖ δὲ βασιλεῖ χρηστὰ προηγόρευσεν· «Ἀνθ’ ὧν γὰρ, φησὶν, ἤκουσας τῶν λόγων μου, καὶ ἡπαλύνθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν | |
10 | τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου· καί γε ἐγὼ ἤκουσα, φησὶ Κύριος. Οὐχ οὕτως· ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον | |
15 | σου ἐν εἰρήνῃ· καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ, ἃ ἐπάγω ἐπὶ τὸν οἶκον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν.» Τοσοῦτον κατά‐ νυξις καὶ δάκρυον τοὺς χρωμένους ὀνίνησι· τοσοῦ‐ τον εὐσεβὴς εὐεργετεῖ βασιλεὺς, ὅσον οἱ δυσσεβεῖς | |
20 | τοῖς ἀρχομένοις πημαίνονται. Ὥσπερ γὰρ Ἀμ‐ μὼν καὶ Μανασσῆς εἰς ἀσέβειαν ἐξέκλιναν τὸν λαὸν, καὶ ἄλση φυτεύσαντες, καὶ τεμένη τοῖς δαίμοσιν ἀναστήσαντες· οὕτως Ἰωσίας ὁ εὐσεβὴς βα‐ σιλεὺς τὰ τῷ Βάαλ, καὶ τῇ Ἀστάρτῃ, καὶ τοῖς | |
25 | ἄλλοις εἰδώλοις κατασκευασθέντα σκεύη ἐν τῷ χει‐ μάῤῥῳ τῶν κέδρων συνέτριψε καὶ ἐχώνευσεν· ἐν δὲ τῇ Βαιθὴλ τοὺς τῶν εἰδώλων ἱερέας κατέκαυσε. Τὸ δὲ Μαζουρὼθ ἀστέρος οἶμαι ὄνομα εἶναι, καὶ τοπάζω τὸν ἑωσφόρον οὕτως ὠνομάσθαι. Ἔφη γὰρ οὕτως· «Καὶ ἐθυμίων τῷ Βάαλ, καὶ τῷ ἡλίῳ, καὶ | |
30 | τῇ σελήνῃ, καὶ τοῖς Μαζουρὼθ, καὶ πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ.» ΕΡΩΤ. ΝΕʹ. Τίνα λέγει τὸν οἶκον τῶν Καδησεὶμ, τῶν ἐν οἴκῳ Κυρίου; Ὁμωνύμως ἐκάλεσεν ἁγίους τοὺς δαίμονας. Τὸ | |
35 | γὰρ Κάδης ἅγιος ἑρμηνεύεται. «Ἐν τούτῳ δὲ τῷ οἴκῳ ὕφαινον, φησὶν, αἱ γυναῖκες στολὰς τῷ ἄλσει.» Τὸ δὲ ἄλσος, ὡς ἔφην πολλάκις, οἱ ἄλλοι ἑρμηνευταὶ ἢ Ἀσηρὼθ, ἢ Ἀσταρὼθ ὀνομά‐ ζουσιν. Ὄνομα δὲ τοῦτο τῆς Ἀφροδίτης· αὐτὴν | |
40 | γὰρ καλοῦσιν Ἀστάρτην. Ταύτης δὲ καὶ τὸ ξόανον ἔνδον ἔστησαν ἐν τῷ θείῳ ναῷ. Ἀλλ’ ὁ ἀξιάγα‐ στος βασιλεὺς καὶ τὸ ἄλσος ἐξέκοψε, καὶ τὸ ξόανον | |
ἐξενήνοχε, καὶ πυρὶ παραδέδωκεν· οἱ δὲ περὶ τὸν | 796 | |
80.797 | Ἀκύλαν τὸ καδησεὶμ οὕτως ἡρμήνευσαν, «Οὗ ἐποίουν ἐνδύματα τοῖς ἐκπορνεύουσιν ἀπὸ Κυ‐ ρίου.» Ὅτι δὲ ὑψηλὰ οὐ μόνον οἱ τῶν εἰδώ‐ λων ἐκαλοῦντο βωμοὶ, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς | |
5 | χωρίοις δομηθέντα τῷ Θεῷ θυσιαστήρια, πάλιν ἡ ἱστορία διδάσκει. Λέγει γὰρ οὕτως· «Πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστή‐ ριον Κυρίου ἐν Ἱερουσαλὴμ, εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.» Δῆλον δὲ, ὅτι ἐκ | |
10 | τοῦ ἱερατικοῦ γένους ὑπῆρχον οὗτοι. Εἰ δὲ τοῖς εἰδώλοις ἐλάτρευσαν, οὐκ ἂν αὐτοὺς ὁ εὐσεβὴς βα‐ σιλεὺς συγγνώμης ἠξίωσεν. ΕΡΩΤ. Νϛʹ. Τὸ Ταφὲθ τί δηλοῖ; | |
15 | Ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ πτῶ‐ σιν εὗρον σημαῖνον τὸ ὄνομα. Τόπος δὲ ἦν οὗτος, ἐν ᾧ διῆγον ἐν πυρὶ τὰ παιδία τῷ Μελχώλ· Ἀμ‐ μανιτῶν δὲ ἦν τοῦτο τὸ εἴδωλον. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκεν. «Ἐμίανε γὰρ, φησὶ, τὸ Ταφὲθ | |
20 | τὸ ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ μὴ διάγειν ἄν‐ δρα τὸν υἱὸν αὑτοῦ ἐν πυρὶ τῷ Μελχώλ.» Τὸ δὲ φαρουρὶμ τοῦ φρουρίου οἱ περὶ τὸν Σύμμα‐ χον ἡρμήνευσαν. Ὅπως δὲ τοῦτον ἐμίανεν ὁ εὐσεβὴς βασιλεὺς, ἡ ἱστορία διδάσκει· «Ἔπλησε γὰρ, φησὶ, | |
25 | τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.» Καὶ πάλιν· «Ἀπέστειλε καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων, καὶ κατέκαυσεν αὐτὰ ἐπὶ τὸ θυσιαστήριον, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ἐν τῷ ἑστᾶναι Ἱεροβοὰμ ἐπὶ τὸ θυσιαστήριον ἐν τῇ | |
30 | ἑορτῇ.» Ὅτι δὲ οὐ ψευδοπροφήτης ἦν ὁ τὸν ἄνθρω‐ πον τοῦ Θεοῦ παραπείσας τροφῆς μεταλαβεῖν παρ’ αὐτῷ, καὶ ἐντεῦθεν καταμαθεῖν εὐπετές. Διεσώθη γὰρ, φησὶ, τὰ ὀστᾶ τοῦ πρεσβυτέρου τοῦ προφή‐ του, τοῦ κατοικοῦντος ἐν Βαιθὴλ, μετὰ τῶν ὀστῶν | |
35 | τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἥκοντος ἐξ Ἰούδα, καὶ λελαληκότος πάντα τὰ ἔργα, ἃ ἐποίησεν Ἰωσίας. ΕΡΩΤ. ΝΖʹ. Τί δήποτε καὶ περὶ τοῦ Ἐζεκίου, καὶ περὶ τοῦ Ἰωσίου, τὰ αὐτὰ ἔφη· ὅτι ὅμοιος αὐτοῦ οὐκ | |
40 | ἐγένετο ἔμπροσθεν αὐτοῦ, καὶ μετ’ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ; Οὔτε ἐκεῖνον τούτῳ συνέκρινεν, οὔτε τοῦτον ἐκείνῳ, ἀλλὰ τοῖς ἄλλοις τοῖς δόξασιν εὐσεβεῖν, τῷ Ἀσᾷ, καὶ τῷ Ἰωσαφὰτ, καὶ τῷ Ἰωάθαμ· καὶ | |
45 | τοῦτον κἀκεῖνον παρεξετάσας, τούτους κρείττους | 798 |
80.800 | ἀπέφηνεν. Ἐὰν δέ τις ψιλῷ προσέχῃ τῷ γράμματι, εὑρεθήσεται κἀκεῖνος καὶ οὗτος τοῦ Δαβὶδ ὑπερκεί‐ μενος. Καὶ περὶ ἐκείνου γὰρ, καὶ περὶ τούτου ἔφη ὅτι «Ὅμοιος αὐτῷ οὐκ ἐγένετο βασιλεὺς ἔμπροσθεν | |
5 | αὐτοῦ.» Ἀλλὰ δῆλον, ὡς οὔτε τὸν Ἐζεκίαν τοῦ Δαβὶδ προὐτέθεικεν, οὔτε τοῦ Ἐζεκίου τὸν Ἰωσίαν, καὶ τοῦ Δαβὶδ ἀπέφηνε κρείττονα· ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς εὐσεβέσι συνέκρινεν. Εἰ δέ τις ὑπείληφε μεμφθῆναι τὸν Ἐζεκίαν, ὡς φρονήματι χρησάμενον | |
10 | ὑψηλῷ, καὶ τοῖς Βαβυλωνίου πρεσβευταῖς τοὺς θησαυροὺς ὑποδείξαντα, ὄψεται καὶ τὸν Ἰωσίαν οὐ παντάπασιν αἰτίας ἐλεύθερον. Ἡνίκα γὰρ Φαραὼ Νεχαὼ κατὰ τῶν Ἀσσυρίων ἐστρατεύσατο, ἐπικου‐ ρῆσαι τοῖς Ἀσσυρίοις ἐσπούδασε· καὶ ὡς ἡ τῶν | |
15 | Παραλειπομένων ἐδίδαξε βίβλος, ἔφη πρὸς αὐτὸν Φα‐ ραώ· «Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ Ἰούδα; Οὐκ ἐπὶ σὲ ἥκω σήμερον ποιῆσαι πόλεμον, ἀλλ’ ἢ ἐπὶ τὸν τόπον τοῦ πολέμου, καὶ ὁ Θεὸς εἶπε τοῦ κατα‐ σπεῦσαί με. Πρόσεχε σὺ ἀπὸ τοῦ Θεοῦ τοῦ μετ’ | |
20 | ἐμοῦ, μὴ καταφθείρῃ σε. Καὶ οὐκ ἀπέστρεψεν Ἰω‐ σίας τὸ πρόσωπον αὐτοῦ· ἀλλ’ ἐκραταιώθη τοῦ πο‐ λεμεῖν αὐτόν· καὶ οὐκ ἤκουσεν Ἰωσίας τῶν λόγων Φαραὼ Νεχαὼ ἐκ στόματος Κυρίου· καὶ ἦλθε τοῦ πολεμεῖν ἐν τῷ πεδίῳ Μαγεδδώ. Καὶ ἐτόξευσαν οἱ | |
25 | τοξόται Φαραὼ ἐπὶ τὸν βασιλέα Ἰωσίαν. Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὑτοῦ, Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.» Ὁ δὲ Ἔσδρας οὕτω φησί· «Καὶ διεπέμψατο ὁ βασιλεὺς Αἰγύπτου πρὸς Ἰωσίαν, λέ‐ γων, Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ τῆς Ἰουδαίας; Οὐχὶ | |
30 | πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ. Ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μοί ἐστι. Καὶ νῦν Κύριος μετ’ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. Καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσίας ἐπὶ τὸ ἅρμα αὑτοῦ· ἀλλὰ πολεμεῖν | |
35 | αὐτὸν ἐπεχείρει, οὐ προσέχων ῥήμασιν Ἱερεμίου τοῦ προφήτου ἐκ στόματος Κυρίου· ἀλλὰ συνεστή‐ σατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ μετὰ ἀδίκου.» Οὐ τοίνυν αὐτοὺς ἀλλήλοις συγκρίνει, οὐδὲ ἀλλήλων ὑπερτίθησι. Τὸ γὰρ οὕτω νοεῖν ἀνοίας ἐστὶν ἐσχά‐ | |
40 | της· ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς παρεξήτασε βασιλεῦσι. Τὰ δὲ κατὰ τὸν Ἰωαχὶμ, καὶ Ἰωακεὶμ, καὶ Ἰεχο‐ νίαν, καὶ Σεδεκίαν, πλατύτερον ὁ θεῖος Ἱερεμίας συνέγραψε. Κἀκείνην δὲ τὴν βίβλον διὰ τῆς θείας χάριτος πᾶσαν ἡρμηνεύσαμεν. Παρέλκον τοίνυν | |
45 | ὑπολαμβάνω δὶς τοὺς αὐτοὺς ἀνελίττειν λόγους. Τὸν δὲ Ἰωαχὶμ, τὸν τοῦ Ἰωακεὶμ υἱὸν, ὁ θεῖος Ἱερεμίας Ἰεχονίαν καλεῖ· ἡ δὲ τῶν Παραλειπομένων βίβλος Ἰωακείμ. Τοῦτον ὁ Εὐϊλὰτ Μερωδὰχ τῆς εἱρκτῆς ἀπαλλάξας, ὁμοδίαιτον εἶχε καὶ ὁμοτράπε‐ | |
ζον. Ὁ τύπτων γὰρ καὶ ἰώμενος τοῖς πολεμίοις ἐκδεδωκὼς, πάλιν αὐτὸν ἐλευθερίας ἠξίωσεν. | 800 | |
80.801(1t) | ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ | |
2t | ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ. | |
4 | Τῆς βίβλου τῶν Παραλειπομένων τὴν ὑπόθεσιν ἡ | |
5 | προσηγορία δηλοῖ. Ὅσα γὰρ παρέλιπεν ὁ τὰς Βασι‐ λείας συγγεγραφὼς, ταῦτα συντέθεικεν ὁ τόνδε τὸν πόνον ἀναδεξάμενος, ἐκ πολλῶν αὐτὰ προφητικῶν βιβλίων συναγαγών. Πολλὰ δὲ καὶ τῶν ἐκεῖ συγγε‐ γραμμένων τούτοις συνήρμοσεν, ἵνα φυλάξῃ τῆς | |
10 | ἱστορίας τὴν ἁρμονίαν· Ἄνωθεν δὲ ἀπὸ τῆς γενεα‐ λογίας ἤρξατο, ἵνα δείξῃ συντόμως, ὡς ἐξ ἑνὸς ἀν‐ θρώπου πάντα τὰ φῦλα τῶν ἀνθρώπων ἐβλάστησεν. Ἐπειδὴ δὲ μόνης τῆς Ἰούδα βασιλείας ποιεῖ τὴν μνή‐ μην, διδάσκει τίνες αἱ τούτων πόλεις καὶ κῶμαι, | |
15 | καὶ ἐκ τίνων τὰς προσηγορίας ἐσχήκασιν. Ἐντεῦθεν μανθάνομεν ὡς Νάθαν, ἐξ οὗ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἐγενεαλόγησεν ὁ Λουκᾶς ὁ θαυμάσιος, καὶ τοῦ Δαβὶδ ἦν υἱὸς, καὶ τοῦ Σολομῶντος ὁμομήτριος ἀδελφός. «Οὗτοι γὰρ, φησὶ, τῷ Δαβὶδ ἐτέχθησαν ἐν | |
20 | Ἱερουσαλὴμ, Σαμαὰ, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σολομὼν, υἱοὶ τέσσαρες τῆς Βηρσαβεὲ θυγατρὸς Ἠλᾶ.» Καὶ τὸν Ῥηχὰβ δὲ, τὸν πολλαχοῦ τῆς Γραφῆς ἐπαινούμενον, αὕτη δείκνυσιν ἡ βίβλος ἐκ τῆς Ἰούδα ὄντα φυλῆς. Διδάσκει δὲ σαφέστερον | |
25 | τὴν αἰτίαν, δι’ ἣν ὁ μὲν Ῥουβεὶμ τῶν πρωτοτο‐ κίων ἐξέπεσεν, ὁ δὲ Ἰωσὴφ τούτων τετύχηκεν, ἡ δὲ Ἰούδα φυλὴ τιμῆς ἀπήλαυσε πλείονος. «Υἱοὶ γὰρ, φησὶ, Ῥουβεὶμ πρωτοτόκου Ἰσραὴλ, ὅτι αὐτὸς ὁ πρωτότοκος. Ἐν δὲ τῷ βεβηλῶσαι τὴν στρωμνὴν | |
30 | τοῦ πατρὸς αὐτοῦ, ἔδωκε τὰ πρωτοτόκια αὑτοῦ τοῖς υἱοῖς Ἰωσὴφ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια ὁ Ῥουβεὶμ, ὅτι Ἰούδας δυνατὸς ἰσχύει ἐν τοῖς ἀδελ‐ φοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ τὰ πρωτοτόκια τῷ Ἰωσήφ.» Δηλοῖ δὲ ὁ λόγος, ὡς τὰ | |
35 | μὲν πρεσβεῖα τῶν πρωτοτοκίων ὁ Ἰωσὴφ ἐκομίσατο, τὴν δὲ ἡγεμονίαν Ἰούδας ἐδέξατο διὰ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσαντα Κύριον. Τοῦτο γὰρ αἰνίτ‐ τεται τὸ εἰς ἡγούμενον ἐξ αὐτοῦ. Οὐ γὰρ μόνους τοὺς ἐξ αὐτοῦ βασιλέας ὁ λόγος δηλοῖ, ἀλλὰ καὶ τὸν | |
40 | αἰώνιον βασιλέα, ὃς οὔτε ἀρχὴν ἔσχεν ἡμερῶν, οὐδὲ | 802 |
80.804 | τέλος λήψεται. Διδάσκει δὲ, ὅπως καὶ αἱ πέραν τοῦ Ἰορδάνου φυλαὶ, ἡ τοῦ Ῥουβεὶμ, καὶ ἡ τοῦ Γὰδ, καὶ τὸ ἥμισυ τῆς Μανασσήτιδος φυλῆς, συνεπλά‐ κησαν τοῖς Ἀγαρηνοῖς, καὶ τοῖς Ἰτουραίοις καὶ | |
5 | Ναφισαίοις, καὶ τοῖς ἄλλοις τοῖς μετὰ τούτων παρατασσομένοις, καὶ ὡς μάχης καρτερᾶς γενο‐ μένης κατακράτος ἐνίκησαν, καὶ τοὺς Ἀγαρηνοὺς ἐξήλασαν. Λέγει δὲ καὶ τὴν αἰτίαν τῆς νίκης, «Ὅτι τῷ Θεῷ, φησὶν, ἐβόησαν ἐν τῷ πολέμῳ, | |
10 | καὶ ἐπήκουσεν αὐτῶν, ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτῷ.» Συνέγραψε δὲ καὶ τῆς λείας τὸν ἀριθμόν· «Πεντή‐ κοντα γὰρ, φησὶ, χιλιάδας καμήλων ἔλαβον, καὶ προβάτων διακοσίας καὶ πεντήκοντα χιλιάδας, καὶ ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνθρώπων ἑκατὸν χιλιά‐ | |
15 | δας. Τραυματίαι γὰρ πολλοὶ ἦσαν, ὅτι παρὰ Θεοῦ ἦν ὁ πόλεμος, καὶ κατῴκισαν ἀντ’ αὐτῶν ἕως τῆς ἀποικίας.» Γενεαλογεῖ δὲ καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας· καὶ λέγει τὸν Σαδοὺκ, τὸν ἐπὶ τοῦ Δαβὶδ ἀρχιερατεύσαντα, ἑνδέκατον ἀπὸ Ἀαρὼν γεγενῆ‐ | |
20 | σθαι· Ἀζαρίαν δὲ, ὃς ἔκγονος ἦν τοῦ Σαδοὺκ, πρῶτον ἐν τῷ ναῷ οἰκοδομηθέντι ὑπὸ τοῦ Σολο‐ μῶντος ἱερατεῦσαι. Ἐκ τούτων ἦν καὶ Ἰωσεδὲκ, ὃς δορυάλωτος εἰς Βαβυλῶνα μετὰ τῶν ἄλλων ἀπήχθη. Τούτου υἱὸς ἦν Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας, | |
25 | ὃς σὺν τῷ Ζοροβάβελ τὴν αἰχμαλωσίαν ἐπανήγαγε, καὶ τὸν θεῖον ναὸν ᾠκοδόμησεν. Ἐντεῦθεν μανθά‐ νομεν, ὡς Κορὲ ὁ κατὰ Μωσῆ τοῦ μεγάλου τὴν στάσιν ἐγείρας, τοῦ Σισαὰρ ἦν ἔκγονος· ὃς τοῦ μὲν Καὰθ ἦν υἱὸς, ἀδελφὸς δὲ Ἀμρὰμ τοῦ πατρὸς | |
30 | Ἀαρὼν καὶ Μωσῆ· τοιγάρτοι ἀνεψιδοῦς ἦν τοῦ νομοθέτου. Ἀλλ’ οὗτος μὲν ἐν τῇ ἐρήμῳ δίκας εἰσ‐ επράχθη τῆς τυραννίδος· οἱ δὲ υἱοὶ τῆς τιμωρίας οὐκ ἐκοινώνησαν τῷ γεννήτορι. Αὐτίκα γοῦν Σα‐ μουὴλ ὁ μέγας ἐκ τούτου κατάγει τὸ γένος. Καὶ | |
35 | Αἰμὰν δὲ ὁ ψαλτῳδὸς ἔκγονος ἦν Σαμουὴλ τοῦ προ‐ φήτου· υἱὸς γὰρ ἦν Ἰωὴλ τοῦ υἱοῦ Σαμουήλ. Ὁ δὲ Ἀσὰφ, εἷς δὲ καὶ οὗτος τῶν ψαλτῳδῶν, ἐκ τοῦ Γερσὼν κατῆγε τὸ γένος, ὃς υἱὸς μὲν ἦν τοῦ Λευΐ, ἀδελφὸς δὲ τοῦ Καάθ. Ὁ δὲ Αἰθὰμ, καὶ οὗτος δὲ | |
40 | τῶν ᾀδόντων ἐτύγχανεν ὢν, πρόγονον εἶχε τὸν Μεραρὶ, τὸν τρίτον υἱὸν τοῦ Λευΐ. Διδάσκει δὲ καὶ τῶν ἱερέων, καὶ τῶν Λευϊτῶν τὸ διάφορον. Λέγει γὰρ τοὺς Λευΐτας δεδόσθαι εἰς πᾶσαν δουλείαν τῆς σκηνῆς οἴκου τοῦ Θεοῦ. «Καὶ Ἀαρὼν, φησὶ, καὶ οἱ | |
45 | υἱοὶ αὐτοῦ, θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιά‐ ματος, καὶ εἰς πάντα τὰ ἔργα τοῦ Ἁγίου τῶν ἁγίων, καὶ τοῦ ἐξιλάσκεσθαι περὶ τοῦ Ἰσραὴλ, κατὰ πάντα | |
ὅσα ἐνετείλατο Μωσῆς ὁ δοῦλος τοῦ Θεοῦ.» Δοκεῖ δὲ | 804 | |
80.805 | καὶ αὕτη ἡ βίβλος μετὰ τὴν ἐπάνοδον συγγρα‐ φῆναι τὴν ἀπὸ Βαβυλῶνος. Μέμνηται γὰρ καὶ τῆς αἰχμαλωσίας, καὶ ταύτης τὴν αἰτίαν διδάσκει. «Πᾶς γὰρ, φησὶν, Ἰσραὴλ ἐγενεαλογήθησαν, καὶ | |
5 | ἰδού εἰσι γεγραμμένοι ἐπὶ βιβλίου ἡμερῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἀπῳκίσθησαν εἰς Βαβυλῶνα διὰ τὴν ἀσυνθεσίαν αὐτῶν, ἣν ἠδίκησαν· καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν, καὶ ἐν ταῖς πόλεσιν αὐτῶν Ἰσραὴλ, καὶ οἱ ἱερεῖς, | |
10 | καὶ οἱ Λευῖται, καὶ οἱ Ναθιναῖοι. Ταῦτα δὲ δηλοῖ μεταγενεστέραν εἶναι τῆς αἰχμαλωσίας τὴν συγγρα‐ φήν. Οὐδεὶς γὰρ ἱστορίαν συγγράφων τὰ μεταγενέ‐ στερα λέγει, ἀλλ’ ἢ τὰ πρότερα, ἢ τὰ ἐπ’ αὐτοῦ γεγενημένα. Προφητῶν γὰρ ἴδιον τὸ προλέγειν τὰ | |
15 | μέλλοντα. Ἔφη δὲ, ὅτι σὺν αὐτοῖς ᾐχμαλωτεύθησαν καὶ οἱ πρὸ αὐτῶν τὴν γῆν ἐκείνην κατεσχηκότες. Πολλοὶ γὰρ καὶ Χαναναῖοι, καὶ Χετθαῖοι, καὶ Ἰεβουσαῖοι συνῴκουν αὐτοῖς, καὶ τῆς συμφορᾶς ἐκοινώνησαν. Σὺν τῷ Ἰσραὴλ δὲ καὶ οἱ ἱερεῖς, καὶ | |
20 | οἱ Λευῖται ἀπήχθησαν δορυάλωτοι. Ναθιναίους δὲ οἶμαι καλεῖσθαι τοὺς ἱεροδούλους ὀνομαζομένους. Πολλοὶ γὰρ ἑαυτοὺς ἀφιέρουν εἰς τὰς τῶν ἱερέων καὶ Λευϊτῶν ὑπουργίας. Ἐχρῆν γὰρ καὶ τοὺς ἐκ τῶν ἄλλων φυλῶν, καὶ ὑδροφορεῖν, καὶ ξυλοκοπεῖν, | |
25 | καὶ τἄλλα ὅσα τοιαῦτα ἐργάζεσθαι. Εἰ γὰρ τοὺς Γαβαωνίτας, ἀλλοφύλους ὄντας, Ἰησοῦς ὁ πανεύφη‐ μος ἐκέλευσεν ὑδροφόρους εἶναι τῆς σκηνῆς, καὶ ξυλοκόπους, πολλῷ μᾶλλον Ἰσραηλίταις ἡ τοιαύτη πρόσφορος ἦν λειτουργία. Εὗρον δὲ καὶ ἐν τῇ τῶν | |
30 | Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ τοῦτο δηλοῦν τὸ ὄνομα δόσιν Ἰαὼ, τουτέστι, τοῦ ὄντος Θεοῦ. Μέμνη‐ ται δὲ καὶ τῶν τῆς Ἱερουσαλὴμ οἰκητόρων· καὶ λέγει τούτους εἶναι ἐκ τῶν υἱῶν Ἰούδα, καὶ Βεν‐ ιαμὶν, καὶ Ἐφραῒμ, καὶ Μανασσῆ. Μέμνηται καὶ | |
35 | ἱερέων καὶ Λευϊτῶν, τῶν ἐκείνην ᾠκηκότων τὴν πόλιν. Κορηνοὺς δὲ καλεῖ τοῦ Κορὲ τοὺς ἀπογόνους. Ἐκ τούτων λέγει καὶ πυλωροὺς τῷ θείῳ γεγενῆ‐ σθαι ναῷ· καὶ τὴν διάταξιν ταύτην ὑπὸ Σαμουὴλ καὶ Δαβὶδ γεγονέναι. «Τούτους γὰρ, φησὶν, ἠρίθ‐ | |
40 | μησε καὶ ἔστησε Σαμουὴλ καὶ Δαβὶδ ὁ ὁρῶν ἐν τῇ πίστει αὐτῶν· οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν οἴκου Κυρίου, καὶ τοῦ οἴκου τῆς σκηνῆς, τοῦ φυλάσσειν αὐτὴν εἰς τοὺς τέσσαρας ἀνέμους.» Τῆς δὲ σκηνῆς ἐμνημόνευσεν, ἐπειδὴ ὑπὸ Σαμουὴλ | |
45 | καὶ Δαβὶδ οὐδέπω ὁ θεῖος ναὸς ᾠκοδόμητο, ἀλλ’ ἐν τῇ σκηνῇ ἐπετέλουν τὰς ἱερὰς λειτουργίας. Ἡρμήνευσε δὲ καὶ τὰς ἐφημερίας. Οὐ γὰρ καθ’ ἑκάστην ἡμέραν ἠμείβοντο, ἀλλὰ κατὰ ἑπτὰ ἡμερῶν ἀριθμόν. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ οἱ ἀδελφοὶ | |
80.805(50) | αὐτῶν ἐν ταῖς ἐπαύλεσιν αὐτῶν ἤρχοντο εἰς τὰ | 806 |
80.808 | ἕβδομα τῶν καιρῶν, τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων.» Καὶ τὰ σκεύη δὲ τῆς λειτουργίας ἕτεροι ἦσαν Λευῖται πεπιστευμένοι. «Καὶ ἐξ αὐτῶν γὰρ, φησὶν, ἐπὶ τὰ | |
5 | σκεύη τῆς λειτουργίας· ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι, καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά· καὶ ἐξ αὐτῶν κα‐ θιστάμενοι ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, καὶ τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ τοῦ λιβάνου, καὶ τῶν ἀρωμάτων.» | |
10 | Τὸ μέντοι θυμίαμα οἱ ἱερεῖς κατεσκεύαζον. «Ἀπὸ γὰρ τῶν ἱερέων, φησὶ, μυρεψοὶ τοῦ μύρου ἐν τοῖς ἀρώμασι.» Περὶ δὲ τοῦ τάφου τοῦ Σαοὺλ σαφέ‐ στερον ἐνταῦθα συγγέγραπται. Ἐν μὲν γὰρ τοῖς Βασιλείοις ἀνέγνωμεν, ὅτι ἔλαβον τὰ ὀστᾶ αὐτοῦ, | |
15 | καὶ ἔθαψαν ὑπὸ τὴν ἄρουραν ἐν Ἰαβείς· ἐνταῦθα δὲ ὑπὸ τὴν δρῦν ἐν Ἰαβείς. Καὶ τὰ περὶ τῆς ἐγγα‐ στριμύθου σαφέστερον ἐνταῦθα δεδήλωται. «Ἀπ‐ έθανε γὰρ, φησὶ, Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε Κυρίῳ, κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ | |
20 | ἐφύλαξεν αὐτὸν, καὶ ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῇ ἐγγαστριμύθῳ τοῦ ἐκζητῆσαι· καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης.» Δηλοῖ δὲ ὁ λόγος, ὡς οὐχὶ γοητείαις τῆς ἐγγαστριμύθου τὸν Σαμουὴλ ἀνήγαγεν· ἀλλ’ ὅτι μὲν ἐκεῖνος δυσσεβῶς καὶ παρα‐ | |
25 | νόμως δι’ ἐκείνης ᾔτησε τοῦτο γενέσθαι· ὁ δὲ Θεὸς κατ’ αὐτοῦ τῆς τιμωρίας τὴν ψῆφον ἐξήνεγκε. Διδά‐ σκει δὲ ταῦτα σαφῶς, ὡς οὐ ψευδὴς, καθ’ ἅ τινες εἶπον, ἡ γενομένη πρόῤῥησις. «Ἀπεκρίθη γὰρ αὐτῷ, φησὶ, Σαμουὴλ ὁ προφήτης.» Οἶμαι δὲ οὕτως | |
30 | ὠνομάσθαι τὴν ὄψιν, ἐπειδὴ παρὰ τοῦ Σαμουὴλ ὁ Σαοὺλ μαθεῖν τὸ πρακτέον ἐπόθησεν. Εἴτε δὲ ἄγγε‐ λος ἦν ὁ ὀφθεὶς, ἐν τύπῳ τοῦ Σαμουὴλ τὸ σχῆμα δεικνύων· εἴτε αὐτοῦ τοῦ Σαμουὴλ ἡ ψυχὴ ἐν ταύτῃ τῇ ὄψει· ἰστέον ὡς οὐ τῇ μαγγανείᾳ τῆς | |
35 | ἐγγαστριμύθου τοῦτο γεγένηται· ἀλλὰ τῇ τοῦ Θεοῦ σοφίᾳ τε καὶ δυνάμει· ὃς καὶ διὰ δυσσεβούντων πολλὰ τῶν ἐσομένων πολλάκις προείρηκε· διὰ τοῦ Φαραὼ, τὴν εὐθηνίαν καὶ τὸν λιμόν· καὶ διὰ τοῦ Ναβουχοδονόσορ, τὰς μεγίστας βασιλείας τῆς οἰκου‐ | |
40 | μένης. Ἀλλὰ γὰρ καὶ ἀποχρώντως περὶ τούτων ἐν τῇ τῶν Βασιλειῶν εἰρήκαμεν ἑρμηνείᾳ. Ἐπὶ τὰ λοιπὰ τοίνυν ἰτέον. Τὸν Δαβὶδ ἔφη κεχρίσθαι ἐν τῇ Χεβρὼν κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουὴλ, ἐπειδὴ τῷ Σαμουὴλ ἐνετείλατο ὁ Θεὸς χρίσαι | |
45 | αὐτόν. Τὸ δὲ, «Ἐπορεύετο Δαβὶδ, πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ ἦν μετ’ αὐτοῦ,» δηλοῖ τοῦ παναγίου Πνεύματος τὴν ἀξίαν. Κύριον γὰρ παντοκράτορα τὸ πανάγιον ἐκάλεσε Πνεῦμα. Πεντάπηχυν δὲ τὸν Αἰγύπτιον ἔφη, ὃν | |
80.808(50) | Βανέας ἀνεῖλε. Πῶς οὖν ἔφασάν τινες μὴ γεγενῆσθαί | |
τινας μεγάλα σώματα ἐσχηκότας; Γεδοὺρ δὲ | 808 | |
80.809 | τῶν Ἀμαληκιτῶν τὸ στίφος ὠνόμασεν· ἡ δὲ τῶν Βασιλειῶν βίβλος σύστρεμμα αὐτὸ κέκληκε. Καταλέγων δὲ τοὺς συνελθόντας εἰς τὴν Χεβρὼν ὁ συγγραφεὺς, ἔφη καὶ ταῦτα· «Ἀπὸ τῶν υἱῶν | |
5 | Ἰσαὰρ, γινώσκοντες σύνεσιν εἰς τοὺς καιροὺς αὐτῶν, γινώσκοντες τί ποιήσει Ἰσραὴλ εἰς τὰς ἀρχὰς αὑτοῦ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν.» Τούτους δὲ ἐπὶ σοφίᾳ τεθαύμακεν, ὡς ἱκανοὺς καὶ δεινοὺς ἰδεῖν τὸ πρακτέον, καὶ προ‐ | |
10 | ϊδεῖν, οὐ προφητικῶς, ἀλλὰ συνετῶς, τὰ ἐσόμενα, καὶ τὰ συμφέροντα εἰσηγήσασθαι. Τῆς κιβωτοῦ δὲ μετακομιζομένης, ὁ Ὀζὰ περιτρεπομένην ἰδὼν προσήρεισε τὴν χεῖρα· ἐκολάσθη δὲ, ὡς Λευΐτης ὢν, καὶ οὐχ ἱερεὺς, ὅτι πελάσαι ταύτῃ τετόλμηκε. | |
15 | Μόνων γὰρ ἦν τῶν ἱερέων τὸ ταύτην φέρειν ἐπ’ ὤμων. Ἐπειδὴ δὲ δείσας ὁ Δαβὶδ εἰς τὸν βασιλικὸν αὐτὴν οἶκον εἰσαγαγεῖν οὐκ ἐτόλμησεν, ἀλλ’ εἰς τὸν οἶκον Ἀβεδδαρᾶν τοῦ Χετθαίου κατέστησε· δει‐ κνὺς ὁ Θεὸς, ὡς οὐκ οἶδεν Ἰσραηλίτου καὶ ἀλλοφύ‐ | |
20 | λου διαφορὰν, ἀλλ’ εὐσέβειαν μόνην τιμᾷ, ἐπέκλυσε παντοδαπαῖς εὐλογίαις τοῦ ἀλλοφύλου τὴν οἰκίαν. Ταύτας ὁ Δαβὶδ τὰς πηγὰς θεασάμενος, εἰς τὰ βασί‐ λεια πάλιν τὴν κιβωτὸν μετατέθεικεν. Ἔγνω δὲ τὴν αἰτίαν τῆς τοῦ Ὀζᾶ τιμωρίας· οὗ δὴ χάριν αὐτὴν οὐ δι’ ἁμάξης, ἀλλὰ διὰ τῶν ἱερέων μετήνεγκεν. «Ἦραν γὰρ αὐτὴν, φησὶν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν γραφὴν ἐν ἀναφορεῦσιν ἐπ’ ὤμοις αὐτῶν.» | |
25 | Εἶτα λέγει καὶ τὰς διατάξεις τῶν ψαλτῳδῶν, καὶ τίνες μὲν ἐν κινύραις ᾖδον, τίνες δὲ ἐν νάβλαις, τίνες δὲ ἐν κυμβάλοις. Τὴν δὲ τῶν μουσικῶν ὀργάνων διαφορὰν ἐν ταῖς Βασιλείαις εἰρήκαμεν. ΕΡΩΤΗΣΙΣ Αʹ. Πῶς ὁ Δαβὶδ οὐκ ὢν ἱερεὺς ἐφοὺδ ἠμπίσχετο; Καὶ ἐπὶ Δαβὶδ γὰρ, φησὶν, ἐφοὺδ μόνον. | |
30 | Πολλάκις εἰρήκαμεν, ὅτι τὸ ἐφοὺδ ἐπένδυμα ὁ Ἀκύλας εἶπεν· ὁ δὲ Σύμμαχος ἐπωμίδα. Ἀλλ’ ἦν ἐπενδύματα ἱερατικὰ, ἦν δὲ καὶ κοινά. Δῆλον δὲ, ὡς ὁ μέγας Δαβὶδ, καὶ θεοσεβὴς ὢν καὶ θεοφιλὴς ἀνὴρ, οὐκ ἂν παρέβη τὸν νόμον, οὐδ’ ἱερατικὴν ἐτόλ‐ | |
35 | μησε περιβαλέσθαι στολήν. Ἀλλὰ διδάσκει λόγος, ὡς ἡγούμενος τῆς κιβωτοῦ, καὶ χορεύων, οὐ τὸ βασιλικὸν περιεβέβλητο σχῆμα, ἀλλ’ ἐξωμίδα μόνην, ἣν νῦν καλοῦσιν Ἀρκαδίκιν. Τὸ δὲ χερχὰλ ἀντὶ κολλυρίδα ἐν ταῖς Βασιλείαις εὑρήκαμεν. | |
40 | Αἰνίττεται δὲ ἡ βίβλος, ὡς τοῦ πανευφήμου Δαβίδ εἰσιν ἅπαντες οἱ ψαλμοί. Λέγει δὲ οὕτως· «Ἔταξε Δαβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ.» Διηνεκῶς δὲ τῆς ὑμ‐ νῳδίας ἐπετέλουν τὰς λειτουργίας, τῇ διαδοχῇ τὸν | |
45 | πόνον συλῶντες. Νῦν μὲν γὰρ οὗτοι, νῦν δὲ ἐκεῖνοι, τῷ ποιητῇ τῶν ὅλων ὕμνον προσέφερον. Λέγει δὲ ὅτι καὶ ἐν τῇ Γαβαὼν Σαδοὺκ τὸν ἱερέα | |
προσφέρειν τὰς θυσίας ἐκέλευσεν, ἐπειδήπερ ἡ | 810 | |
80.812 | ὑπὸ Μωσῆ κατασκευασθεῖσα σκηνὴ ἐν ἐκείνῃ ἐπε‐ πήγει τῇ πόλει. Ἡνίκα δὲ ὁ θεήλατος θάνατος ἐπ‐ ηνέχθη τῷ λαῷ, καὶ τὸν ἄγγελον ἐπάγοντα τὸν ὄλεθρον ἐθεάσατο, ἐν τῇ ἁλῷ Ὀρνᾶ θυσιαστήριον | |
5 | ᾠκοδόμησεν, καὶ τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσ‐ ήνεγκεν· οὐχ ὡς τὸν θεῖον παραβαίνων νόμον, ὃς ἐκέλευσεν ἐν τῷ πρὸ τῆς σκηνῆς θυσιαστηρίῳ τὰς θυσίας προσφέρειν· ἀλλὰ διὰ τὴν τοῦ λαοῦ τιμωρίαν ἠπείχθη τὸν Θεὸν ἱλεώσασθαι. Τοῦτο γὰρ καὶ ἡ ἱστο‐ | |
10 | ρία ἐδίδαξε. «Καὶ ἡ σκηνὴ γὰρ, φησὶ, Κυρίου, ἣν ἐποίησε Μωσῆς ἐν τῇ ἐρήμῳ, καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, ἐν τῷ καιρῷ ἐκείνῳ ἦν ἐν Βαμᾷ τῇ ἐν Γαβαών· καὶ οὐκ ἠδυνήθη Δαβὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτῆς τοῦ ἐκζητῆσαι τὸν | |
15 | Θεὸν, ὅτι οὐ κατέπαυσεν ἀπὸ προσώπου τῆς ῥομφαίας τοῦ ἀγγέλου Κυρίου.» Εἶτα τὸν τόπον, ἐν ᾧ τὸν Θεὸν ἱλεώσατο τὴν θυσίαν προσενεγκὼν, ἀφιέ‐ ρωσεν, ὥστε ἐν αὐτῷ τὸν θεῖον οἰκοδομηθῆναι ναόν. «Εἶπε γὰρ, φησὶ, Δαβὶδ, Οὗτός ἐστιν ὁ οἶκος τοῦ | |
20 | Θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ.» Ὅτι δὲ οὐκ ἐμέμφθη πόῤῥω τῆς σκηνῆς τὴν θυσίαν προσενεγκὼν, ἡ ἱστορία διδάσκει. Τὰ γὰρ ἱερεῖα κατέκαυσεν οὐ χειροποίητον πῦρ, ἀλλ’ οὐρανόθεν καταπεμφθέν. «Ἐβόησε γὰρ, φησὶ, | |
25 | Δαβὶδ πρὸς Κύριον, καὶ ἤκουσεν αὐτοῦ Κύριος ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως.» Ἐκέλευσε δὲ καὶ πάντας ἀριθμη‐ θῆναι τοὺς προσηλύτους· καὶ τοὺς μὲν λιθοτόμους ἀπέφηνε, τοὺς δὲ μετακομίζειν τοὺς τεμνομένους | |
30 | λίθους προσέταξεν. Ἐνετείλατο δὲ τοὺς λίθους ἐν αὐταῖς ταῖς λιθοτομίαις καθαιρεῖσθαι καὶ ἀποξέεσθαι, εἶθ’ οὕτω μετακομίζεσθαι. Τὸ δὲ, «Σὺ οὐκ οἰκοδο‐ μήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξ‐ έχεας ἐπὶ τῆς γῆς ἐναντίον μου,» εἰρῆσθαι οἶμαι εἰς | |
35 | ὠφέλειαν τῶν τὰς μιαιφονίας ἐργαζομένων. Οὐ γὰρ ἂν δίκαιον φόνον ἐπεμέμψατο βασιλεῖ, ὁ τοῦ Φινεὲς τὸν δίκαιον φόνον θυσίαν προσαγορεύσας. Καίτοι Φινεὲς ἱερεὺς ἦν ἐπαινούμενος. «Φινεὲς γὰρ, φησὶν, υἱὸς Ἐλεάζαρ ἔστησε τὸν θυμόν μου ἐν τῷ ζη‐ | |
40 | λῶσαι αὐτὸν τὸν ζῆλόν μου.» Καὶ αὐτὸς δὲ ὁ προ‐ φήτης Δαβὶδ μετὰ πολλὰς ἔφη γενεάς· «Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.» Καὶ Μωσῆς δὲ ὁ νομοθέτης τρισχι‐ | |
45 | λίους ἀνεῖλε τελεσθέντας τῷ μόσχῳ, τοῖς Λευΐταις χρησάμενος ὑπουργοῖς· καὶ Σαμουὴλ δὲ ὁ μέγας αὐτόχειρ ἐγένετο τοῦ Ἄγαγ· καὶ Ἠλίας ὁ μέγας | |
πεντήκοντα πρὸς τοῖς ὀκτακοσίοις κατέκτεινε τοῦ | 812 | |
80.813 | Βάαλ προφήτας καὶ ἱερέας. Δι’ ἑτέραν τοιγαροῦν αἰ‐ τίαν οὐκ αὐτὸς, ἀλλ’ ὁ τούτου παῖς, τὸν θεῖον νεὼν ᾠκοδόμησεν. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Χριστὸς, ὁ κατὰ σάρκα μὲν υἱὸς τοῦ Δαβὶδ, ὡς Θεὸς δὲ, καὶ | |
5 | κύριος τοῦ Δαβὶδ καὶ δεσπότης, τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην οἰκοδομήσειν ἐκκλησίας, οὐκ εἴασε τὸν Δαβὶδ τὸν Ἰουδαϊκὸν οἰκοδομῆσαι νεών· ἀλλὰ τὸν ἐκείνου υἱὸν τοῦτο δρᾶσαι προσέταξεν, οὗ ἡ προσ‐ ηγορία τὴν τοῦ Σωτῆρος ἡμῶν προετύπου εἰρήνην. | |
10 | Καὶ γὰρ Σολομὼν εἰρηνικὸς ἑρμηνεύεται· καὶ ὁ Κύριος ἡμῶν εἰρήνη προσαγορεύεται. Καὶ μάρτυς ὁ μακάριος Παῦλος βοῶν· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Ἡ μέντοι ἱστορία διδάσκει | |
15 | τὸν τῶν Λευϊτῶν ἀριθμὸν, καὶ πόσαι μὲν χιλιάδες τῇ οἰκοδομίᾳ ἐπιστατεῖν προσετάγησαν, πόσαι δὲ κρί‐ νειν, καὶ παιδεύειν τὸν νόμον, πόσαι δ’ αὖ πάλιν πυλωρεῖν, καὶ φυλάσσειν τοῦ ναοῦ τὰς εἰσόδους, πό‐ σαι δὲ ᾄδειν καὶ τῶν ὅλων τὸν Κύριον ἀνυμνεῖν. | |
20 | Λέγει δὲ ὅπως καὶ τοῦ Μωσέως τοὺς ἀπογόνους τοῖς Λευΐταις συνέταξε· «Μωσῆς γὰρ, φησὶν, ἄνθρωπος τοῦ Θεοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, ἐκλήθησαν ἐπὶ τῆς φυλῆς Λευΐ.» Ἐδίδαξε δὲ καὶ ὡς Σαδοὺκ ὁ ἀρχιερεὺς τοῦ Ἐλεάζαρ ἀπόγονος ἦν, ὁ δὲ Ἀβιμέλεχ τοῦ Ἰθάμαρ· | |
25 | καὶ ὅτι πλειόνων εὑρεθέντων ἀπὸ τοῦ Ἐλεάζαρ καταγόντων τὸ γένος, δύο μοίρας ἐν ταῖς ἐφημερίαις ἀπένειμε τούτοις, μίαν δὲ τοῖς ἀπὸ τοῦ Ἰθάμαρ· «Διεῖλε γὰρ καὶ αὐτοὺς, φησὶ, Δαβὶδ τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας κατ’ οἴκους πατριῶν αὐτῶν, | |
30 | καὶ διεῖλεν αὐτοὺς ἐν κλήροις.» Τούτων τῶν ἐφ‐ ημεριῶν καὶ ὁ μακάριος μέμνηται Λουκᾶς ἐν αὐτῇ τῇ τοῦ Εὐαγγελίου ἀρχῇ. Ἔφη γὰρ εἶναι τὸν Ζαχαρίαν ἐξ ἐφημερίας Ἀβιᾶ· τοῦτον δὲ τὸν Ἀβιᾶν ἕβδομον εἰληχέναι κλῆρον ἡ προκειμένη βίβλος ἐδίδαξε. Τὸν | |
35 | δὲ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ τῶν ψαλτῳδῶν τοὺς ἄρχοντας, τινὲς μὲν ἔφασαν οὐ τοῦ Θεοῦ κε‐ κλῆσθαι προφήτας, ἀλλὰ τοῦ Δαβὶδ, ἐπειδὴ παρ’ αὐτοῦ τοὺς ὕμνους λαμβάνοντες ᾖδον ἐν τοῖς ὀργά‐ νοις. Ἐγὼ δὲ οἶμαι καὶ αὐτοὺς προφητικοῦ μετει‐ | |
40 | ληχέναι χαρίσματος. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδά‐ σκει· «Ἔστησε γὰρ, φησὶ, Δαβὶδ ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες τῆς δυνάμεως, εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, Αἰμὰν καὶ Ἰδιθοὺμ, τοὺς προφητεύοντας ἐν κινύραις, καὶ νάβλαις, καὶ κυμβάλοις.» Καὶ μετ’ | |
45 | ὀλίγα· «Υἱοὶ Ἀσὰφ ἐχόμενοι Ἀσὰφ τοῦ προφήτου, ἐχόμενοι τοῦ βασιλέως.» Καὶ πάλιν τῷ Ἰδιθοὺμ, «Οἱ υἱοὶ Ἰδιθοὺμ ἐχόμενοι τοῦ πατρὸς αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις τοῦ προφητεύοντος ἐξομολόγησιν καὶ αἴ‐ | |
νεσιν τῷ Κυρίῳ.» Καὶ μετὰ βραχέα· «Πάντες οὗ‐ | 814 | |
80.816 | τοι υἱοὶ τοῦ Αἰμὰν τοῦ ὁρῶντος τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ τοῦ ὑψῶσαι κέρας. Καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τέσσαρας καὶ δέκα, καὶ θυγατέρας τρεῖς. Πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνοῦν‐ | |
5 | τες ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ κινύραις, εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχό‐ μενοι τοῦ βασιλέως, καὶ Ἀσὰφ, καὶ Ἰδιθοὺμ, καὶ Αἰμάν.» Καὶ Μωσέως δὲ τοῦ μεγάλου τοὺς ἀπο‐ γόνους τῶν ἱερῶν θησαυρῶν ἀπέφηνε φύλακας. | |
10 | Ἀπέκειντο δὲ ἐν τούτοις, καὶ τὰ ἐκ τῶν πολέμων ἀκροθίνια, καὶ τὰ δῶρα τὰ προσφερόμενα τῷ Θεῷ. «Ὅσα γὰρ, φησὶν, ἡγίασε Δαβὶδ ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι, καὶ ἑκατόνταρχοι, καὶ οἱ ἄρχοντες τῆς δυνάμεως, ἃ ἔλαβον ἐκ τῶν πο‐ | |
15 | λέμων, καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπ’ αὐ‐ τῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου, καὶ ἐπὶ πάντων ἁγίων τοῦ Θεοῦ, ὅσα ἡγίασε Σαμουὴλ ὁ ὁρῶν, καὶ Σαοὺλ ὁ τοῦ Κὶς, καὶ Ἀβεννὴρ ὁ τοῦ Νὴρ, καὶ Ἰωὰβ ὁ τοῦ Σαρουΐα, καὶ | |
20 | πᾶς ὁ ἁγιάζων διὰ χειρὸς Σαλωμὴθ, καὶ τῶν ἀδελ‐ φῶν αὐτοῦ.» Μηδεὶς δὲ νομιζέτω διαφωνίαν εἶναι, τῷ τὸν Βανέαν ἐν ταῖς Βασιλείαις αὐλάρχην εἰρῆ‐ σθαι, καὶ τοῦ βασιλέως ἀδελφιδοῦν, ἐνταῦθα δὲ ἱερέα. Ὁμώνυμοι γάρ εἰσιν· ἀλλ’ οὗτος μὲν ἐκ τῆς ἱε‐ | |
25 | ρατικῆς, καὶ οὐκ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς. Ἀξιάγαστος δὲ τοῦ Δαβὶδ ἡ παραίνεσις, ἣν πρὸς τὸν υἱὸν ἐποιήσατο. «Γνῶθι γὰρ, ἔφη, τὸν Θεὸν τῶν πα‐ τέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐξετάζει Κύριος, | |
30 | καὶ πᾶν ἐνθύμημα διανοιῶν γινώσκει.» Τὴν ἀναγ‐ καστὴν, φησὶ, δουλείαν οὐκ ἀποδέχεται· τὴν δὲ ἐθε‐ λούσιον ἐπαινεῖ, καὶ τὴν τελείαν ἀγαπᾷ προθυμίαν. «Ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἂν ἐγκαταλείψῃς αὐτὸν, ἐγκαταλείψῃ σε εἰς τέλος.» | |
35 | Εὐαγγελικὴ ὑπόσχεσις· «Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.» —«Ἴδε τοίνυν ὅτι προείλετό σε, φησὶν, ἐμοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἀνδρίζου καὶ ποίει.» Προέκρινέ σε, φησὶν, ἐμοῦ· ἐγὼ ἠβουλήθην οἰκοδο‐ | |
40 | μῆσαι, καὶ σοὶ τὸ ἔργον ἐπέτρεψε. Σὺν πάσῃ τοι‐ γαροῦν προθυμίᾳ τὸ κελευσθὲν ἀποπλήρωσον. Εἶτα ὡς νέῳ, καὶ ἀγνοοῦντι καὶ τὰ μέτρα καὶ τὸ σχῆμα τῆς οἰκοδομίας, σκαριφεύσας ἔδωκεν. «Ἔδωκε γὰρ, φησὶ, Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα | |
45 | τοῦ ναοῦ, καὶ τῶν οἴκων αὐτοῦ, καὶ τῶν ἀποθηκῶν αὐτοῦ, καὶ τῶν ὑπερῴων, καὶ τῶν ταμιείων αὐτοῦ τῶν ἐσωτέρων, καὶ τοῦ οἴκου τοῦ ἱλαστηρίου.» Καὶ διδάσκων, ὡς οὐ λογισμὸς ἀνθρώπινος ταῦτα δι‐ έγραψεν, ἀλλ’ ἡ χάρις τοῦ Πνεύματος, ἐπήγαγε· | |
80.816(50) | «Καὶ τὸ παράδειγμα πάντων ὧν ἦν ἐν πνεύματι μετ’ | |
αὐτοῦ, καὶ τῶν αὐλῶν οἴκου Κυρίου, καὶ πάντων | 816 | |
80.817 | παστοφορίων τῶν κύκλῳ, τῶν εἰς τὰς ἀποθήκας οἴ‐ κου Κυρίου.» Ἐδίδαξε δὲ αὐτὸν καὶ πόσου σταθμοῦ προσήκει εἶναι τὰς λυχνίας τὰς χρυσᾶς, πόσου δὲ τὰς τραπέζας. Ὡσαύτως δὲ καὶ τὰ πυρεῖα, καὶ τὰς | |
5 | κρεάγρας, καὶ τὰ σπονδεῖα, καὶ τὰς φιάλας. Καφ‐ φωρὲ δὲ καλεῖ σκεύη τινὰ χρυσᾶ καὶ ἀργυρᾶ, ἐν οἷς ἐφύρων τὴν σεμίδαλιν τῷ ἐλαίῳ. Καὶ ἄλλα δὲ πάντα διεξελθὼν, ἐπήγαγε· «Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου ἔδωκε Δαβὶδ τῷ Σολομῶντι, κατὰ τὴν | |
10 | περιγενηθεῖσαν αὐτῷ σύνεσιν, τοῦ συνιέναι τὴν κατ‐ εργασίαν τοῦ παραδείγματος.» Ἐπισημαντέον δὲ, ὡς ἄνω μὲν ἐν πνεύματι δεδόσθαι τὴν γνῶσιν εἴρη‐ κεν· ἐνταῦθα δὲ, ἐκ χειρὸς Κυρίου. Κύριος ἄρα τὸ πανάγιον Πνεῦμα, κἂν μὴ θέλωσιν οἱ τῷ Πνεύματι | |
15 | πολεμοῦντες. Μετὰ διορισμοῦ δὲ τὴν θείαν αὐτῷ κη‐ δεμονίαν ὑπέσχετο. «Οὐκ ἀνήσει γάρ σε, φησὶν, οὐδὲ μὴ ἐγκαταλίπῃ, ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν οἴκου Κυρίου.» Οἰκοδομῶν γὰρ ηὐσέβει, καὶ τῆς θείας προνοίας ἀπήλαυσε· μετὰ δὲ τὴν οἰκο‐ | |
20 | δομίαν, εἰς ἀσέβειαν ἀποκλίνας, ἔρημος τῆς θείας κηδεμονίας ἐγένετο. Ὅτι δὲ καὶ μαρμάροις ὁ ναὸς ἐπεποίκιλτο, ἡ ἱστορία διδάσκει. «Λίθους γὰρ, φησὶν, ὄνυχος, καὶ λίθους πληρώσεως, λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ λίθους Παρίους | |
25 | εἰς πλῆθος.» Δείξας δὲ ὁπόσας μυριάδας ταλάντων χρυσοῦ καὶ ἀργύρου συνήγαγε, καὶ χαλκὸν καὶ σί‐ δηρον ὑπερβαίνοντα τοὺς τῶν ἀνθρώπων λογισμοὺς, προέτρεψε τοὺς ἄρχοντας ἑκόντας προσενεγκεῖν δῶρα τῷ Δεσπότῃ Θεῷ. Τοῦτο γὰρ ἔφη· «Καί τις ἑκου‐ | |
30 | σιάσεται πληρῶσαι τὰς χεῖρας αὑτοῦ σήμερον τῷ Κυρίῳ;» Τὴν δὲ τοῦ λαοῦ θεασάμενος προθυμίαν, ὕμνον τῷ μεγαλοδώρῳ Δεσπότῃ Θεῷ προσήνεγκε. «Τίς γὰρ, φησὶν, εἰμὶ ἐγὼ, καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν τοῦ ἑκουσιάσασθαί σοι οὕτως, ὅτι σά | |
35 | ἐστι τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι. Ὅτι πάροικοί ἐσμεν ἐναντίον σου, καὶ παρεπίδημοι καθὼς πάντες οἱ πατέρες ἡμῶν ἐσμεν, καὶ ὡσεὶ σκιαὶ αἱ ἡμέραι ἡμῶν ἐπὶ τῆς γῆς.» Οὕτω τῆς ἀν‐ θρωπίνης φύσεως τὴν ἀσθένειαν ὁμολογήσας, ᾔτησε | |
40 | καὶ τῷ λαῷ, καὶ τῷ βασιλεῖ τῆς εὐσεβείας τὴν κτῆ‐ σιν. «Δὸς γὰρ αὐτῷ, φησὶ, καρδίαν ἀγαθὴν τοῦ ποιεῖν τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, καὶ τὰ προστάγματά σου.» Εἶτα πάντα τὸν λαὸν κοι‐ νωνῆσαι τῆς ὑμνῳδίας παρεγγυᾷ, καὶ κοινῇ πάντας | |
45 | κλῖναι τὰ γόνατα, καὶ προσενεγκεῖν τὴν προσκύνησιν. Ἔπειτα χιλιόμβην προσενεγκὼν, καὶ θυσίας ἑτέρας ἐπιτελέσας, τοῦ λαοῦ παρόντος ἐχειροτόνησε τὸν υἱόν. Τὸ δὲ, «Ἐκάθισε Σολομὼν ἐπὶ θρόνου Κυρίου εἰς βασιλέα ἀντὶ Δαβὶδ τοῦ πατρὸς αὐτοῦ,» ἀντὶ τοῦ, «Εἰς τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα θρόνον ἐκάθισε.» Δηλοῖ δὲ τῆς προτέρας ἱστορίας τὸ τέλος, ὡς καὶ Σαμουὴλ ὁ ὁρῶν, καὶ Νάθαν δὲ ὁ προφήτης, καὶ Γὰδ ὁ | |
ὁρῶν βίβλους εἶχον συγγεγραμμένας. | 818 | |
80.820(1t) | ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ | |
2t | ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ | |
4 | Ἡ δευτέρα τῶν Παραλειπομένων βίβλος διδά‐ | |
5 | σκει, ὡς ἡ σκηνὴ μὲν, ἣν ὁ μέγας Μωσῆς κατ‐ εσκεύασεν, ἐν τῇ Γαβαὼν εἱστήκει, ἡ δὲ κιβωτὸς ἐν τοῖς βασιλείοις, τῇ ἑτέρᾳ κεκαλυμμένη σκηνῇ. Ὁ δὲ Σολομὼν ἐν τῷ Μωσαϊκῷ θυσιαστηρίῳ χιλιόμβας ἱερατεύσας, ἱκέτευσε τὸν Θεὸν καὶ σοφίας τυχεῖν | |
10 | καὶ συνέσεως. Τῷ δὲ Χειρὰμ ἐπιστέλλων, τὴν οἰ‐ κείαν θεογνωσίαν ἀπέδειξε· «Τίς γὰρ, φησὶν, ἰσχύσει οἰκοδομῆσαι οἶκον τῷ Θεῷ, ὅτι ὁ οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, οὐχ ὑποίσουσιν αὐτόν; Καὶ τίς εἰμι ἐγὼ ὁ οἰκοδομῶν αὐτῷ οἶκον, ἀλλ’ ἢ τοῦ θυμιᾷν | |
15 | κατέναντι αὐτοῦ;» Τὴν ἐμαυτοῦ, φησὶ, χρείαν πλη‐ ρῶ. Τὴν αὐτοῦ γὰρ χωρῆσαι φύσιν οὐδὲ ὁ ὑπέρτερος οὐρανὸς δύναται· προσφέρειν δὲ αὐτῷ τὸ δυνατὸν ἐμοὶ βουλόμενος σέβας, χειροποίητον οἶκον οἰκοδομῶ. Ὅσον δὲ ὀνίνησιν ἡ τῶν εὐσεβῶν φιλία, δεδήλωκεν ὁ | |
20 | Χειρὰμ ἀντιγράφων. Οὕτως γὰρ ἔφη· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὃς ἔδωκε τῷ βασιλεῖ Δαβὶδ υἱὸν σοφὸν, καὶ εἰδότα φρόνησιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ.» Δῆλον δὲ, ὡς ἐκ τῆς πρὸς τὸν Δαβὶδ | |
25 | συνηθείας μεμάθηκεν οὗτος, ὡς τοῦ Ἰσραὴλ ὁ Θεὸς οὐρανοῦ καὶ γῆς ἐστι ποιητής. Μηδεὶς δὲ νομι‐ ζέτω, τήνδε τὴν βίβλον πρὸς τὰς Βασιλείας διαφω‐ νεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἑξήκοντα μὲν πήχεων ἐνταῦθα εὑρίσκομεν, ἐκεῖ δὲ τεσσαράκοντα. Εὑρήσει | |
30 | γὰρ πρὸς τοῖς τεσσαράκοντα ἄλλους εἴκοσι τοῦ κα‐ λουμένου Δαβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων· εἴκοσι δὲ προστιθεμένων τοῖς τεσσαράκοντα, ἑξή‐ κοντα γίνονται. Οὕτως πάλιν τὸ ὕψος πέντε μὲν καὶ εἴκοσι πήχεων ἐν ταῖς Βασιλείαις εὑρίσκομεν, ἐν‐ | |
35 | ταῦθα δὲ εἴκοσι καὶ ἑκατόν. Ἀλλ’ ἐν τῷ παραδείγ‐ ματι δεδήλωκεν ὁ θεῖος Δαβὶδ, ὡς οὐχ ἕνα μόνον ὄροφον εἶχεν ὁ θεῖος νεώς· «Τὸν οἶκον γὰρ, φησὶ, καὶ τὰ ὑπερῷα αὐτοῦ ποιήσεις.» Καὶ ἡ ἱστορία δὲ τῶν Βασιλειῶν διδάσκει, ὅτι οὐ μόνον διώροφα, ἀλλὰ | |
40 | καὶ τριώροφα εἶχεν ὁ οἶκος. Πόλιν δὲ Δαβὶδ τὴν Σιὼν | |
ὠνόμασεν. «Ἐξεκκλησίασε γὰρ, φησὶν, ὁ Σολομὼν | 820 | |
80.821 | πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ, καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν, καὶ τοὺς ἡγουμένους τῶν πα‐ τριῶν τῶν υἱῶν Ἰσραὴλ, τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαβίδ· αὕτη δὲ Σιών.» | |
5 | Οὕτω δὲ καλεῖ τὴν ἀνωτέραν πόλιν. Ὡς ὀχυρωτέραν γὰρ τειχίσας, ἐν αὐτῇ τὰ βασίλεια ᾠκοδόμησε· «Καὶ ἐξεκκλησιάσθη πρὸς τὸν βασιλέα Σολομῶντα πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῇ ἑορτῇ· οὗτος μὴν ἕβδομος.» Ἑορτὴν δὲ τὴν σκηνοπηγίαν καλεῖ· αὕτη γὰρ τρίτη ἦν | |
10 | ἑορτή. «Καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν δια‐ θήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δα‐ βεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑποκάτω τῶν Χερουβείμ.» Καὶ ἐντεῦθεν οὖν δῆλον, ὡς Δαβεὶρ τὸ ἄδυτον, καὶ ἄψαυστον, καὶ ἀνάκτορον | |
15 | ἐκάλεσε τοῦ ναοῦ, ὅπερ Ἅγια ἁγίων ὀνομάζειν φί‐ λον τῇ θείᾳ Γραφῇ. Τοῦ μέντοι Σολομῶντος προσ‐ ευξαμένου, καὶ πέρας ἐπιτεθεικότος τῇ προσ‐ ευχῇ, πῦρ κατενεχθὲν οὐρανόθεν τὰς προσενεχθεί‐ σας θυσίας ἀνάλωσε. Πάλιν μέντοι ἡ ἱστορία διδά‐ | |
20 | σκει, ὡς τοῦ πανευφήμου Δαβίδ εἰσιν οἱ ψαλμοί. Λέγει δὲ οὕτως· «Καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου, ὧν ἐποίησε Δαβὶδ ὁ βασιλεὺς, τοῦ ἐξομολο‐ γεῖσθαι ἔναντι Κυρίου, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαβὶδ διὰ χειρὸς αὐτοῦ.» | |
25 | Τοσαύτη δὲ ἦν ἡ τοῦ Σολομῶντος εὐσέβεια, ὅτι τοῦ Φαραὼ τὴν θυγατέρα εἰς τὰ νεόδμητα μετέστησε βασίλεια, λέγων· «Οὐ κατοικήσει ἡ γυνή μου ἐν οἴκῳ Δαβὶδ βασιλέως Ἰσραὴλ, ὅτι ἅγιος οὗτος, οὗ εἰσῆλθεν ἐκεῖ ἡ κιβωτὸς Κυρίου.» Κατέστησε δὲ | |
30 | καὶ τοὺς πυλωροὺς, καὶ τοὺς ᾠδοὺς, κατὰ τὰς τοῦ Δαβὶδ διατάξεις. Τὰ δὲ ἀγώγιμα ξύλα πεύκινα ὁ Ἰώσηπος κέκληκε. Ταῦτα τῶν μὲν Βασι‐ λειῶν ἡ βίβλος ὑποστηρίγματα ἔφη γεγενῆσθαι τοῦ οἴκου Κυρίου, καὶ τοῦ οἴκου τοῦ βασιλέως· | |
35 | ἡ δὲ προκειμένη ἱστορία, ἀναβάσεις τῷ οἴκῳ Κυρίου, καὶ τῷ οἴκῳ τοῦ βασιλέως. Πάλιν μέντοι μανθάνομεν ἐντεῦθεν, ὡς Νάθαν ὁ προφήτης, καὶ Ἀχιὰ ὁ Σιλωνίτης, καὶ Ἰωὴλ ὁ κατὰ τοῦ Ἱερο‐ βοὰμ τὴν ψῆφον ἐξενεγκὼν, βίβλους εἶχον συγγεγραμ‐ | |
40 | μένας. «Καὶ οἱ κατάλοιποι γὰρ, φησὶ, τῶν λόγων Σολομῶντος, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδοὺ οὗτοι γεγραμμένοι ἐπὶ τῶν λόγων Νάθαν τοῦ προφήτου, καὶ ἐπὶ τῶν λόγων Ἀχιὰ τοῦ Σιλωνίτου, καὶ ἐν ταῖς ὁράσεσιν Ἰωὴλ τοῦ ὁρῶντος περὶ Ἱεροβοὰμ | |
45 | υἱοῦ Ναβάτ;» Μεμαθήκαμεν δὲ ἐντεῦθεν, καὶ ὅτι ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὁ τὸ ἐν Βαιθὴλ θυσιαστήριον ῥαγῆναι κελεύσας, ὃν ὁ λέων συνέτριψε τοῦ Θεοῦ παραβεβηκότα τὴν ἐντολὴν, Ἰωὴλ προσηγορεύετο. ΕΡΩΤ. Αʹ. Πῶς νοητέον τὸ, «Οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ | |
80.821(50) | λαοῦ, ὅτι ἦν μεταστροφὴ ἀπὸ τοῦ Θεοῦ, ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλη‐ σεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σιλωνίτου;» | |
Οἱ τῆς θείας κηδεμονίας ἀπολαύοντες συνορῶσι τὸ | 822 | |
80.824 | πρακτέον ὑπὸ τοῦ Θεοῦ σοφιζόμενοι. Οἱ δὲ ταύτης ἐστερημένοι τῆς χάριτος, ὡς ἔτυχε φέρονται. Τοῦτο γὰρ ἐνταῦθα ὁ λόγος δεδήλωκεν, ὅτι ἔδοξε τῷ Δεσπό‐ τῃ Θεῷ ῥῆξαι διχῆ τὴν βασιλείαν διὰ τὰς τοῦ πατρὸς | |
5 | παρανομίας. Τῆς μέντοι διαιρέσεως γενομένης, καὶ τοῦ Ἱεροβοὰμ τὰς χρυσᾶς δαμάλεις κατασκευάσαν‐ τος, οἱ ἐν ταῖς δέκα φυλαῖς οἰκοῦντες ἱερεῖς καὶ Λευῖ‐ ται πρὸς τὴν Δαβιδικὴν μετέστησαν βασιλείαν· ἐν ἐκείνῃ γὰρ ὁ θεῖος ναός. Ἐνταῦθα δὲ ἡ ἱστορία | |
10 | διδάσκει, ὅτι καὶ ἄκοντας αὐτοὺς ἐξέβαλεν Ἱερο‐ βοὰμ, καὶ οἱ υἱοὶ αὐτοῦ, τοῦ μὴ λειτουργεῖν τῷ Κυρίῳ· καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν, καὶ τοῖς εἰδώλοις, καὶ τοῖς ματαίοις, καὶ ταῖς δα‐ μάλεσιν αἷς ἐποίησεν Ἱεροβοάμ. Ἠκολούθησαν δὲ | |
15 | τοῖς ἱερεῦσι, καὶ τοῖς Λευΐταις, καὶ ἐκ τῶν ἄλλων φυλῶν εὐσεβεῖς· «Ἀπῆλθον γὰρ, φησὶν, ὀπίσω αὐ‐ τῶν ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ, οἳ ἔδωκαν καρδίαν αὐ‐ τῶν ζητῆσαι Κύριον τὸν Θεὸν Ἰσραήλ.» Καὶ, «Ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ τῷ Θεῷ αὐτῶν, | |
20 | καὶ κατισχῦσαι τὴν βασιλείαν Ἰούδα.» Ὁ δὲ φιλάν‐ θρωπος Δεσπότης δυσσεβήσαντα μὲν τὸν Ἱεροβοὰμ τῷ Σουσακεὶμ παραδέδωκε. Διὰ Σαμαίου δὲ τοῦ προφήτου καὶ αὐτῷ καὶ τοῖς ἄρχουσιν εἰπὼν, «Ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω | |
25 | ὑμᾶς ἐν χειρὶ Σουσακείμ·» ὡς εἶδεν ἐντραπέντας, καὶ τὴν ἀσέβειαν ὁμολογήσαντας, ἔφῃ τῷ προφήτῃ· «Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτοὺς, καὶ δώσω αὐτοὺς ὡς εἰς σμικρὸν εἰς σωτηρίαν·» ἀντὶ τοῦ, Τὸν σπινθῆρα τῆς εὐλογίας τῆς οἰκουμένης ἐν αὐτοῖς | |
30 | διαφυλάξω· «καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐπὶ Ἱερουσαλὴμ ἐν χειρὶ Σουσακείμ.» Οὐ νῦν αὐτοὺς, φησὶ, παραδώσω πανωλεθρίᾳ, ἀλλ’ εἰς ὕστερον φυλάξω τὴν τιμωρίαν· ἐπὶ δὲ τοῦ παρόντος αὐτοῖς τὸν τῆς δουλείας ἐπιθήσω ζυγόν. «Ἔσονται γὰρ | |
35 | αὐτῷ, φησὶν, εἰς δούλους, καὶ γνώσονται τὴν δου‐ λείαν μου, καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.» Ἀπὸ συγκρίσεως, φησὶν, αὐτοὺς διδάξω, ὅπως χρη‐ στὸς ὁ ἐμὸς ζυγὸς, καὶ ὅπως βαρὺς ὁ τῶν ἀνθρώπων ζυγός. Πάλιν δὲ καὶ ἑτέρας ἐδιδάχθημεν γεγενῆσθαι | |
40 | βίβλους προφητικάς· «Οἱ λόγοι γὰρ, φησὶ, Ῥο‐ βοὰμ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδού εἰσι γε‐ γραμμένοι ἐν τοῖς λόγοις Σαμαίου τοῦ προφήτου, καὶ Ἰαδὼκ τοῦ ὁρῶντος τοῦ γενεαλογῆσαι, καὶ αἱ πράξεις αὐτοῦ;» Ἄξιον δὲ θαυμάσαι τὴν τοῦ | |
45 | Ἀβιᾶ δημηγορίαν. Τῶν γὰρ δέκα φυλῶν ὀκτακο‐ σίας χιλιάδας κατ’ αὐτοῦ στρατευομένας ἰδών· ἡγεῖτο δὲ αὐτῶν Ἱεροβοάμ· οὗτος μετὰ τετρακοσίων χιλιάδων παραταττόμενος, πρὸς τοὺς ἀντιπαρατασ‐ | |
σομένους ἔφη· «Οὐχ ὑμῖν γνῶναι, ὅτι Κύριος ὁ | 824 | |
80.825 | Θεὸς Ἰσραὴλ ἔδωκε βασιλείαν τῷ Δαβὶδ ἐπὶ Ἱερου‐ σαλὴμ εἰς τὸν αἰῶνα, καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλὸς αἰωνίαν; Οὐχ ὑμᾶς, φησὶν, ἔδει γνῶναι, ὡς θεόσδοτος ἡ τοῦ Δαβὶδ βασιλεία, καὶ τέλος οὐ δεχο‐ | |
5 | μένη κατὰ τὴν θείαν ὑπόσχεσιν; Πῶς οὖν ἀνεστή‐ σατε τύραννον τοῦ πατρός μου τὸν δοῦλον; Διαθήκην δὲ ἁλὸς αἰωνίαν τὸ βέβαιον τῆς βασιλείας ἐκάλεσεν· ἐπειδὴ καὶ βάρβαροι πολλάκις συνεσθίοντες πολε‐ μίοις βεβαίαν εἰρήνην φυλάττουσι, τῶν ἁλῶν μεμνη‐ | |
10 | μένοι. Ἀλλ’ ὁ ἐμὸς πατὴρ, φησὶ, διὰ νεότητα καὶ δειλίαν παρεχώρησε τῇ τυραννίδι· ἐγὼ δὲ ὑμῖν ἐπιμέμφομαι, ὅτι κατὰ τῆς θείας βασιλείας θρα‐ σύνεσθε, ἣν τῷ γένει τοῦ Δαβὶδ ὁ τῶν ὅλων ἐδωρή‐ σατο Κύριος· καὶ θαῤῥεῖτε τῷ πλήθει, καὶ ταῖς | |
15 | χρυσαῖς δαμάλεσι, δι’ ἃς καὶ τοῦ Θεοῦ τοὺς ἱερέας ἐξελάσαντες, ἑτέρους ἀντ’ αὐτῶν κατεστήσατε, παραπλήσια δρῶντες τοῖς ἔθνεσι. Καὶ γὰρ ἐκεῖνοι τοὺς τυχόντας ἱερέας χειροτονοῦσι τοῖς οὐκ οὖσι θεοῖς. Ἡμεῖς δὲ τῷ ἀληθινῷ θαῤῥοῦμεν Θεῷ, οὗ | |
20 | καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας γεραίρομεν, καὶ κατὰ τὸν θεῖον νόμον τὰς θυσίας προσφέρομεν, καὶ κατὰ τὰς τούτου διατάξεις παρατασσόμεθα, ταῖς θείαις σάλπιγξι τὸν πόλεμον προσημαίνοντες. Διὸ παρεγγυῶ μὲν ὑμῖν μὴ ἀντιπαρατάξασθαι τῷ Δεσπό‐ | |
25 | τῃ Θεῷ, ὃς τῆς ἡμετέρας φάλαγγος στρατηγεῖ. Μεταγνώσεσθε γὰρ τοῦτο ποιήσαντες. Τούτων εἰρη‐ μένων, ἐκύκλωσαν μὲν τὸν Ἰούδαν αἱ δέκα φυλαί· ἠλάλαξαν δὲ οὗτοι, καὶ τὴν θείαν ῥοπὴν εἰς ἐπικου‐ ρίαν ἐκάλεσαν. Ὁ δὲ κληθεὶς εἰς συμμαχίαν Θεὸς | |
30 | εἰς δειλίαν τῶν πολεμίων τὸ θράσος μετέβαλε καὶ τραπέντες ἀπέδρασαν πάντες, καὶ πεντήκοντα μυ‐ ριάδες ἀνηλώθησαν φεύγουσαι. Λέγει δὲ καὶ τῆς φυγῆς τὴν αἰτίαν· «Καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰού‐ δα, ὅτι ἤλπισαν ἐπὶ Κύριον τὸν Θεὸν τῶν πατέρων | |
35 | αὐτῶν.» Ἔλαβον δὲ καὶ πόλεις ὑποκειμένας ἐκεί‐ νοις. Τὸν δὲ Ἱεροβοὰμ αὐτὸς ὁ τῶν ὅλων Θεὸς τῷ θανάτῳ παρέδωκεν. Ἐπαινεῖ δὲ καὶ τοῦ Ἀσὰ τὴν προτέραν εὐσέβειαν· «Ἐποίησε γὰρ, φησὶν, Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὑτοῦ, καὶ ἀπ‐ | |
40 | έστησε τὰ θυσιαστήρια τὰ ἀλλότρια,» τουτέστι, τὰ τῶν εἰδώλων. Εἶτα ἐπήγαγε, «καὶ τὰ ὑψηλά.» Ἐγὼ δὲ οἶμαι διὰ τούτων αἰνίττεσθαι τὰ παρανόμως τῷ Θεῷ ἐν τοῖς βουνοῖς ἀνακείμενα. «Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξέκοψε τὰ ἄλση.» Καὶ ἐν τοῖς ἑξῆς | |
45 | δὲ τοὺς ἐπαίνους διέξεισι. Μετὰ τῆς εὐσεβείας δὲ ταύτης παραταξάμενος ἐτρέψατο τοὺς Αἰθίοπας, καὶ διώκων ἅπαντας κατηνάλωσεν. Ὁμόρους δὲ λέγει τούτους αὐτῶν γεγενῆσθαι. «Ἐσκύλευσαν γὰρ, φησὶ, σκῦλα πολλὰ, καὶ ἐξέκοψαν τὰς κώμας | |
80.825(50) | αὐτῶν κύκλῳ Γεράρων, ὅτι ἐγένετο ἔκστασις Κυ‐ | |
ρίου ἐπ’ αὐτούς· καὶ διήρπασαν τὰς πόλεις αὐτῶν, | 826 | |
80.828 | ὅτι σκῦλα πολλὰ ἐγενήθη αὐτοῖς. Καί γε τὰς σκηνὰς κτηνῶν, καὶ τοὺς Ἀμαζονεὶμ ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ, καὶ καμήλους, καὶ ὑπ‐ έστρεψαν εἰς Ἱερουσαλήμ.» Ὅτι δὲ τὰ Γέραρα τῆς | |
5 | Παλαιστίνης ἐστὶν, οὐδένα ἀντερεῖν οἶμαι. Περὶ γὰρ τὴν καλουμένην Ἐλευθερόπολιν Γεραρηνῶν σαλ‐ τὸν μέχρι τοῦ παρόντος ὠνόμασται. Εἰκὸς τοίνυν ἀποίκους Αἰθιόπων ἐκείνην οἰκῆσαι τὴν χώραν· καὶ ἄλλους δέ τινας Ἀμαζονεὶμ ὠνομασμένους, οὓς κατ’ | |
10 | αὐτῶν στρατεύσαντας ἄρδην κατέκτειναν ἅπαντας. Μετὰ μέντοι τὴν νίκην, Ἀζαρίας υἱὸς Ὀδὴδ ὁ προφήτης Πνεύματος θείου πλησθεὶς ἀπαντήσας τῇ στρατιᾷ, καὶ τῆς θείας ἐπικουρίας ἐμνημόνευσε, καὶ προσμένειν τῇ εὐσεβείᾳ παρέτρεψεν· «Ἐὰν | |
15 | γὰρ, φησὶν, ἐκζητήσητε αὐτὸν, καὶ εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν ἐγκατελίπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς.» Ἐπιδείκνυσι δὲ αὐτοῖς καὶ τῶν δέκα φυλῶν τὴν ἀσέβειαν· «Ἡμέραι γὰρ, φησὶ, πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ Θεῷ ἀληθινῷ, καὶ οὐχ ἱερέως ὑποδεικνύντος, | |
20 | καὶ ἐν οὐ νόμῳ. Καὶ ἐκάθισαν ἐν στενότητι· καὶ ἐπιστρέψουσιν ἐν θλίψει ἐπὶ Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ ζητήσουσιν αὐτὸν, καὶ εὑρεθήσεται αὐτοῖς.» Μὴ ζηλώσητε, φησὶ, τῶν ἀδελφῶν ὑμῶν τὴν ἀσέβειαν. Ἐκεῖνοι γὰρ οὐ τῷ ἀληθινῷ Θεῷ, | |
25 | ἀλλὰ τοῖς ψευδωνύμοις λατρεύουσι· καὶ ἐστέρηνται ἱερέων καὶ διδασκάλων ἐκπαιδευόντων τὸν τοῦ Θεοῦ νόμον· ἀλλὰ μαθήσονται τῇ πείρᾳ ὅσον κακὸν ἡ ἀσέβεια. Παντοδαπαῖς γὰρ συμφοραῖς περιπεσόντες τὴν θείαν ἐπικουρίαν ζητήσουσι· καὶ τεύξονται | |
30 | ταύτης διὰ τὴν ἄφατον ἀγαθότητα. Προλέγει δὲ καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον· «Ἐν γὰρ τοῖς καιροῖς, φησὶν, ἐκείνοις οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ, ὅτι ἔκστασις Κυρίου πολλὴ ἐπὶ πάντας τοὺς κατοι‐ κοῦντας γαίας. Καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος, | |
35 | καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ Θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει.» Εἶτα αὐτοῖς εἰσηγεῖται τὴν εἰς τὸν Θεὸν ἐλπίδα κατέχειν ἀσάλευτον· «Καὶ ὑμεῖς γὰρ, φησὶν, ἰσχύσατε· καὶ μὴ ἐκλυέσθωσαν αἱ ὀσφύες ὑμῶν, ὅτι ἔστι μισθὸς τῆς ἐργασίας ὑμῶν.» Τού‐ | |
40 | των ὁ βασιλεὺς ἀκούσας, ὅσα ἦν ὑπόλοιπα τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ ὅσας παρέλαβε τῶν δέκα φυλῶν ἐξεκάθηρε πόλεις. Ἐδίδαξε δὲ ἡ ἱστορία καὶ τοῦτο, ὡς ἐκ τῶν ἄλλων φυλῶν πλῆθος πολὺ τῇ πείρᾳ μεμαθηκὸς τῶν δύο φυλῶν τὴν εὐσέβειαν, | |
45 | καὶ τὴν θείαν κηδεμονίαν, ἧς ἀπολαύουσι, τὰς μὲν | 828 |
80.829 | οἰκείας κατέλιπον πόλεις, εἰς δὲ τὰς τούτων κατέφυ‐ γον, καὶ τὸ παροικεῖν ἐν ἀλλοτρίαις τοῦ τὰς οἰκείας οἰκεῖν προετίμησαν. Τούτους μετὰ τῶν δύο φυλῶν συναγαγὼν ὁ Ἀσὰ, ἑορτὴν ἐπινίκιον ἐπετέλεσε· καὶ | |
5 | πάμπολλα θύματα προσενεγκὼν τῷ Θεῷ, ὀμόσαι παρεσκεύασεν ἅπαντας, ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται, ἀλλὰ μόνῳ λατρεύσουσι τῷ σεσω‐ κότι Θεῷ. Οὕτω δὲ θερμῶς τοὺς θείους ἠσπάσατο νόμους, ὅτι καὶ τὴν μητέρα αὑτοῦ, τῇ Ἀστάρτῃ | |
10 | λατρεῦσαι προειλομένην, τῆς βασιλείας ἐγύμνωσε· καὶ τὸ εἴδωλον συγκόψας κατέκαυσεν ἐν τῷ χειμάῤ‐ ῥῳ Κέδρων. Ἀλλ’ οὐκ ἐν ἅπασι τέλειος ἦν. Πρῶ‐ τον μὲν γὰρ οὐχ ἅπαντα ἐξῆρε τὰ ὑψηλὰ, τουτέστι τοὺς ἐν τοῖς ὑψηλοῖς χωρίοις ἀνακειμένους τῷ Θεῷ | |
15 | τῶν ὅλων βωμούς. Ἀπηγόρευτο γὰρ ἑτέρωσε θύειν· ἑνὶ γὰρ ἡ κατὰ νόμον λατρεία περιώριστο τόπῳ. Ἔπειτα δὲ τοῦ Βαασᾶ στρατεύσαντος κατ’ αὐτοῦ, καὶ τὴν Ῥαμὰ τοῖς Ἱεροσολύμοις ἐπιτειχίσαντος, δέον εἰς συμμαχίαν καλέσαι τὸν τοσούτων ἀγαθῶν | |
20 | αὐτῷ γενόμενον χορηγὸν, τὸν βασιλέα τῆς Συρίας εἰς συμμαχίαν ἐκάλεσεν· ἐκ τῶν βασιλικῶν θησαυ‐ ρῶν, καὶ μέντοι καὶ τῶν θείων, χρυσὸν αὐτῷ πέμψας ὅτι μάλιστα πλεῖστον. Ἀλλ’ οὐκ εἴασεν αὐτὸν ἀνία‐ τον ὁ φιλάνθρωπος Κύριος· Ἀνανὶ δὲ τὸν προφή‐ | |
25 | την ἀποστείλας, τὴν ἀπιστίαν διήλεγξε, τάδε εἰπών· «Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι ἐπὶ Κύριον τὸν Θεόν σου, διὰ τοῦτο διεσώθη ἡ δυνάμις βασιλέως Ἰσραήλ.» Ἡ σὴ, φησὶν, ἀπιστία προὐξένησεν ἐκείνοις τὴν σωτη‐ | |
30 | ρίαν. Εἰ γὰρ συνήθως ἐπίστευσας, ἄρδην ἂν πάντας κατέκτεινας. Ἀναμιμνήσκει δὲ αὐτὸν καὶ τῶν Αἰθιό‐ πων, καὶ τῶν Λιβύων, καὶ τῶν ἵππων, καὶ τῶν ἁρμάτων, καὶ τῆς αὐτοῦ πίστεως, δι’ ἣν αὐτοὺς κατηνάλωσεν ἅπαντας· ὅτι «Ὀφθαλμοὶ Κυρίου, | |
35 | φησὶν, ἐπιβλέπουσιν ἐπὶ πᾶσαν τὴν γῆν, κατισχῦ‐ σαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν.» Πᾶς γὰρ, φησὶ, γνησίως αὐτὸν καλῶν, τεύξεται τῆς σω‐ τηρίας. Εἶτα σαφέστερον ἐλέγχει· «Ἠγνόησας ἐπὶ τούτῳ·» ἔπειτα προλέγει τὰ ἐσόμενα σκυθρωπά· | |
40 | «Ἀπὸ τοῦ νῦν γὰρ, φησὶν, ἔσται σοι πόλεμος.» Ἐντεῦθεν ἔστι μαθεῖν, ὡς οἱ Ἀμαζονεὶμ Λιβυκόν ἐστιν ἔθνος. Οὓς γὰρ ἄνω Ἀμαζονεὶμ ὠνόμασεν, ἐνταῦθα Λίβυας κέκληκεν. Ὁ δὲ Ἀσὰ, δέον ἀλγῆ‐ σαι, καὶ θρηνῆσαι, καὶ τὴν θείαν καλέσαι φιλαν‐ | |
45 | θρωπίαν, οὐ μόνον ὠργίσθη, ἀλλὰ καὶ δεσμωτηρίῳ τὸν προφήτην παρέδωκε. Συναπήλαυσε δὲ καὶ ὁ λαὸς τῆς τούτου πλημμελείας. «Ἐλυμήνατο γὰρ, φησὶν, Ἀσὰ ἐν τῷ λαῷ, ἐν τῷ καιρῷ ἐκείνῳ.» Ἐπιμέμφεται δὲ αὐτῷ, ὅτι ἀῤῥωστήσας οὐ τὸν | |
80.829(50) | Κύριον ἐζήτησεν, ἀλλ’ ἰατρούς. Ἀλλὰ τούτου τὴν | 830 |
80.832 | σαφήνειαν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν τεθεικὼς, ἐπὶ τὰ ἑξῆς βαδιοῦμαι τῆς ἑρμηνείας. Ἐπαινεῖ τὸν Ἰωσαφὰτ ἡ ἱστορία, ὡς κατ’ ἀρχὰς τοῦ Δαβὶδ ζηλώσαντα τὴν ἀρετήν· τοῦτο γὰρ λέγει τὸ | |
5 | «Ἐν ταῖς πρώταις.» Διηγεῖται δὲ αὐτοῦ καὶ τὰ ἀξιέπαινα κατορθώματα. «Κύριον γὰρ, φησὶ, τὸν Θεὸν τοῦ πατρὸς αὑτοῦ ἐξεζήτησε, καὶ ἐν ταῖς ἐντο‐ λαῖς αὐτοῦ ἐπορεύθη, καὶ οὐ κατὰ τὰ ἔργα Ἰσραήλ. Δείκνυσι δὲ καὶ τὸν τούτων καρπόν· «Καὶ κατεύ‐ | |
10 | θυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἐγέ‐ νετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.» Τὸ δὲ, «Ὑψώθη ἡ καρδία αὐτοῦ,» οὐκ ἐπὶ κατηγορίας, ἀλλ’ εὐφη‐ μίας ἔθηκεν. Ἐπήγαγε γὰρ, «Ἐν ὁδοῖς Κυ‐ ρίου, καὶ ἐξῆρε τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.» | |
15 | Ἐπέστησε δὲ καὶ παντὶ τῷ λαῷ διδασκάλους τοῦ θείου νόμου, καὶ ἱερέας, καὶ Λευΐτας, καὶ ἄρχον‐ τας. Ἐκομίζετο δὲ παρὰ τοῦ Δεσπότου Θεοῦ τῆς εὐσεβείας τὰ ἐπίχειρα. «Ἐγένετο γὰρ, φησὶν, ἔκστα‐ σις ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς τῆς κύκλῳ | |
20 | Ἰούδα· καὶ οὐκ ἐπολέμουν τῷ Ἰωσαφάτ.» Τοσοῦτο δὲ πᾶσιν ἐπέπεσε δέος, ὅτι καὶ ἀλλόφυλοι καὶ οἱ Ἄρα‐ βες δασμὸν αὐτῷ προσεκόμιζον. Ταύτην ἔχων τὴν ἀφθονίαν, καὶ πόλεις ᾠκοδόμησε, καὶ οἰκίας ἐδείματο, καὶ τὰς ἀτειχίστους ὠχύρωσε κώμας. Ἑκουσιαζόμε‐ | |
25 | νον δὲ τῷ Κυρίῳ λέγει τὸν οὐχ ὑπὲρ ἁμαρτημάτων προσφέροντα, ἀλλὰ δῶρα προσκομίζοντα τῷ Θεῷ. «Ἐπιμέμφεται δὲ αὐτῷ τὴν γαμικὴν ἐπιμιξίαν, ἣν πρὸς τὸν Ἀχαὰβ ἐποιήσατο.» Γοθολίαν γὰρ τοῦ Ἀχαὰβ τὴν θυγατέρα κατηγγύησε τῷ παιδί. Τέθεικε δὲ καὶ | |
30 | τὸ κατὰ τὸν Μιχαίαν διήγημα, καὶ τοὺς ψευδοπροφή‐ τας, ὅπερ ἐν ταῖς Βασιλείαις ἡρμήνευται παρ’ ἡμῶν. Τὸ δὲ παρ’ ἐκείνου τοῦ συγγραφέως παραλειφθὲν, ἐνταῦθα δὲ τεθὲν, ἀναγκαῖον οἶμαι εἰπεῖν. Ἐπανιόντι γὰρ ἀπ’ ἐκείνης τῆς παρατάξεως τῷ Ἰωσαφὰτ ἀπ‐ | |
35 | ήντησεν Ἰηοῦ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης, καὶ εἶπεν αὐ‐ τῷ· «Βασιλεῦ Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς, εἰ μισουμένῳ ὑπὸ Κυρίου σὺ φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου· ἀλλ’ ἢ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοὶ, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ | |
40 | τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον.» Ἐντεῦθεν μανθάνομεν, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ προ‐ γενόμενα κατορθώματα. Καὶ γὰρ ὁ δίκαιος κριτὴς ταῦτα ἐκείνοις ἀντιμετρῶν οὕτως ἐκφέρει | |
45 | τὴν ψῆφον. Τοῦτο καὶ ἐπὶ τούτου πεποίηκεν. Ἐχα‐ λέπαινε μὲν γὰρ κατ’ αὐτοῦ διὰ τὴν συγγένειαν· διὰ δὲ τὴν ἄλλην ἀρετὴν, τῶν προσβαλόντων καὶ κυκλωσάντων ἠλευθέρωσε πολεμίων. Προσήκει τοί‐ νυν ἡμᾶς, ταῦτα μεμαθηκότας, φεύγειν τῶν θεομι‐ | |
80.832(50) | σῶν καὶ τὴν συγγένειαν, καὶ τὴν φιλίαν. Ὁ δὲ | 832 |
80.833 | συγγραφεὺς τὸν ψόγον καταλιπὼν, εἰς τὸν τῆς εὐφη‐ μίας μετέβη κατάλογον, καὶ διδάσκει τοὺς ἐντυγχά‐ νοντας, ὡς τὸν ἔλεγχον ὁ βασιλεὺς δεξάμενος, ἐσπού‐ δασεν ἐν τοῖς εὐσεβέσι πόνοις τὴν τῆς συγγενείας | |
5 | ἐξαλεῖψαι κηλῖδα. «Πάλιν γὰρ, φησὶν, ἐξῆλθεν Ἰωσαφὰτ εἰς τὸν λαὸν ἀπὸ Βερσαβεὲ ἕως ὄρους Ἐφραῒμ, καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον τὸν Θεὸν αὑτῶν.» Καὶ οὐ μόνον τῆς εὐσεβείας, ἀλλὰ καὶ τῆς ἄλλης ἐφρόντισεν εὐνομίας. «Κατέστησε | |
10 | γὰρ, φησὶ, κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς.» Ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ πρὸς τοὺς κριτὰς ῥήματα· «Ἴδετε γὰρ, φησὶ, τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλ’ ἢ τῷ Κυρίῳ, καὶ μεθ’ ὑμῶν λόγοι κρίσεως. Καὶ νῦν γενέσθω ὁ | |
15 | φόβος Κυρίου ἐφ’ ὑμᾶς, καὶ φυλάσσετε, καὶ ποιεῖτε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ὑμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον, οὐδὲ λαβεῖν δῶρα.» Ἔδει‐ ξεν αὐτοῖς τὸν τῶν ὅλων ὀπτῆρα, καὶ τὸ τούτου δέος ἐντέθεικεν, ἵνα μὴ δώροις, μηδὲ φιλίᾳ πωλῶσι | |
20 | τὸ δίκαιον. Παραπλησίως δὲ καὶ τοῖς τῆς Ἱερουσαλὴμ κριταῖς ἐνετείλατο, ὥστε μὴ μόνον τοῖς πολίταις δικά‐ ζειν, ἀλλὰ καὶ τῶν ἑτέρωθεν ἀφικνουμένων τὰς ἀμφι‐ βολίας διαλύειν ἐνδίκως, καὶ παραινεῖν τὰ προσήκον‐ τα. «Διαστελεῖτε γὰρ αὐτοῖς, φησὶ, καὶ οὐχ ἁμαρτή‐ | |
25 | σονται τῷ Κυρίῳ· καὶ οὐκ ἔσται ὀργὴ ἐφ’ ὑμᾶς, καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν. Οὕτω ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε.» Ἐπέστησε δὲ αὐτοῖς Ἀμαρίαν τὸν ἱερέα, ὥστε εἰ ἀγνοοῖεν οἱ δικάζοντες, ὅπως ἐξ‐ ενεγκεῖν τὴν ψῆφον, παρὰ τοῦ Θεοῦ μάθοιεν δι’ | |
30 | ἐκείνου. «Ἰδοὺ γὰρ, ἔφη, Ἀμαρίας ὁ ἱερεὺς ἡγού‐ μενος ἐφ’ ὑμᾶς εἰς πάντα λόγον Κυρίου· καὶ Ζαβα‐ δίας υἱὸς Ἰσμαὴλ, ἡγούμενος τῷ οἴκῳ Ἰούδα εἰς πάντα λόγον τοῦ βασιλέως· καὶ γραμματεῖς, καὶ οἱ Λευῖται ἐνώπιον ὑμῶν.» Εἴ τι οὖν ἔρεσθαι τὸν | |
35 | Θεὸν βούλεσθε, διὰ τοῦ ἱερέως τοῦτο γινέσθω· εἰ δὲ τὸν βασιλέα, διὰ τοῦ ἄρχοντος· εἰ δὲ τὰ δοκοῦντα τῷ νόμῳ μαθεῖν θέλετε, παρὰ τῶν Λευϊτῶν τῶν διδασκόντων τὸν νόμον μάθετε. Τοὺς γὰρ διδασκά‐ λους γραμματέας ἐκάλεσεν. Εἶτα ἐπήγαγεν· «Ἀν‐ | |
40 | δρίζεσθε, καὶ ποιεῖτε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.» Οὐχ ἁπλῶς εἶπε, μεθ’ ὑμῶν, ἀλλὰ «μετὰ τοῦ ἀγαθοῦ,» τουτέστι, τοῦ σκοπὸν ἀγαθὸν ἔχοντος, καὶ πρὸς τοῦτο ῥέποντος. Καὶ τῶν παμπόλλων δὲ πολεμίων κατ’ αὐτοῦ στρατευσάντων, οὔτε τῷ πλή‐ | |
45 | θει τῶν ὑπηκόων, οὔτε τοῖς ὅπλοις ἐθάῤῥησεν. Ἀλλ’ «ἔδωκε, φησὶ, τὸ πρόσωπον αὐτοῦ, ἐκζητῆ‐ σαι τὸν Κύριον· καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδα.» Εἶτα πάντων συνειλεγμένων, καὶ τὸν Θεὸν ἱλεουμένων, αὐτὸς τὴν ὑπὲρ ἁπάντων προσενήνοχε | |
80.833(50) | προσευχὴν, Κύριον μὲν αὐτὸν καὶ Θεὸν τῶν πατέ‐ ρων ὀνομάσας, οὐρανοῦ δὲ καὶ γῆς ποιητὴν, καὶ τῶν | |
ἐθνῶν ἁπάντων Δεσπότην. Εἶτα ἀναμιμνήσκει τῆς | 834 | |
80.836 | γεγενημένης εὐεργεσίας τε καὶ θαυματουργίας. «Σὺ γὰρ εἶ, φησὶ, Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐξολο‐ θρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσ‐ ώπου τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ ἔδωκας αὐτὴν τῷ | |
5 | σπέρματι Ἀβραὰμ τοῦ φίλου σου.» Ἀνέμνησε δὲ τοῦ προπάτορος, ἵνα διὰ τῆς πρὸς ἐκεῖνον ἐπαγ‐ γελίας τύχῃ τῆς βοηθείας. Ἔφη δὲ καὶ ὅπως ὁ ναὸς ᾠκοδομήθη, καὶ ὅπως Σολομὼν προσευξάμε‐ νος ᾔτησεν, ὡς εἰ πολεμίων ἐπεληλυθότων προσ‐ | |
10 | δράμῃ ὁ λαὸς τῷ ναῷ, καὶ τὸν τούτου καλέσῃ Θεὸν, τῆς ἄνωθεν αὐτοὺς ἀπολαῦσαι ῥοπῆς. Οἶδας δὲ, φη‐ σὶν, ὡς οἱ πατέρες ἡμῶν, διϊόντες τὴν ἔρημον, καὶ εἰς τήνδε τὴν γῆν ἀφικνούμενοι, οὔτε τοῖς Ἰδου‐ μαίοις, οὔτε τοῖς Ἀμμανίταις, οὔτε Μωαβίταις ἐλυ‐ | |
15 | μήναντο παριόντες κατὰ τὰς σὰς ἐντολάς. Ἀλλ’ οὗ‐ τοι νῦν κατὰ ταυτὸν ἀθροισθέντες ἐξελάσαι πειρῶν‐ ται ἡμᾶς τῆς ὑπὸ σοῦ ἡμῖν δεδομένης κληρονομίας. Εἶτα ἐρωτηματικῶς· «Οὐ κρινεῖς ἐν αὐτοῖς;» Ὁμολογεῖ δὲ καὶ τὴν οἰκείαν ἀσθένειαν· ὅτι «Οὐκ | |
20 | ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆσαι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ’ ἡμᾶς. Καὶ οὐκ οἴδαμεν τί ποιήσομεν ἡμεῖς, ὅτι ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.» Τούτων λεγομένων, ἅπαν εἱστήκει τὸ πλῆ‐ θος μετὰ βοῆς τὸν Θεὸν ἱκετεῦον. Αἱ δὲ γυναῖκες σὺν | |
25 | ὀλολυγμῷ καὶ κωκυτῷ τὰς ἱκετηρίας προσέφε‐ ρον. Ὁ δὲ φιλοικτίρμων Θεὸς, Ἰεζεὴλ τῷ Λευΐτῃ χρησάμενος ὑπουργῷ, ἔλυσε τὸ δέος τῇ τῶν ἀγαθῶν ὑποσχέσει· «Ἐγένετο γὰρ, φησὶν, ἐπ’ αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ, καὶ εἶπεν· Ἀκού‐ | |
30 | σατε, πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ ὁ βασιλεὺς Ἰωσαφάτ.» Τιμῆς ἡ διαίρεσις· χω‐ ρὶς γὰρ τοῦ βασιλέως ἐμνήσθη, καὶ χωρὶς τῶν τὴν Ἱερουσαλὴμ οἰκούντων· πολλοὶ δὲ καὶ τῶν ἄλλων φυλῶν ᾤκουν ἐκείνην τὴν πόλιν. «Τάδε λέγει Κύ‐ | |
35 | ριος ὑμῖν· Μὴ φοβηθῆτε ὑμεῖς, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου· ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλ’ ἢ τῷ Θεῷ.» Εἶτα κελεύει ἐπί τινος στῆναι κορυφῆς, καὶ θεατὰς γενέ‐ σθαι τῆς παρατάξεως· «Οὐχ ὑμῖν γὰρ, φησὶ, πολε‐ | |
40 | μῆσαι ἐν ταύτῃ. Στῆτε, καὶ συνίετε, καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου τὴν μεθ’ ὑμῶν. Ἰούδα καὶ Ἱερου‐ σαλὴμ, μὴ φοβεῖσθε, μηδὲ δειλιᾶτε ἐξελθεῖν αὔριον εἰς ἀπάντησιν αὐτῷ, καὶ ὁ Κύριος μεθ’ ὑμῶν.» Ἔδωκε τὸ τοῦ θάρσους ἐνέχυρον, καὶ ἐξήλασε τὸ | |
45 | ἀνθρώπινον δέος. Τούτων εἰρημένων ὑπὸ τοῦ Ἰεζεὴλ, προσεκύνησαν ἅπαντες· οἱ δὲ Λευῖται ταῖς ὑμ‐ νῳδίαις ἐχρήσαντο. Ἐξιόντας δὲ τῇ ὑστεραίᾳ ὁ βασι‐ λεὺς περιεθάῤῥυνε, λέγων· «Ἀκούσατέ μου, υἱοὶ Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, πι‐ | |
80.836(50) | στεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, καὶ ἐμπιστεύ‐ | 836 |
80.837 | σατε ἐν τοῖς προφήταις αὐτοῦ, καὶ εὐοδωθήσε‐ σθε.» Εἶτα τῆς στρατιᾶς ἡγεῖσθαι προσέταξεν, οὐ τοὺς προμάχους ὁπλοφοροῦντας, ἀλλὰ τοὺς Λευΐτας ὑμνοῦντας. Ὁ δὲ διασκεδάζων φυλὰς ἐθνῶν, καὶ | |
5 | ἀθετῶν λογισμοὺς λαῶν, καὶ ἀθετῶν βουλὰς ἀρχόν‐ των, καὶ ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, κατ’ ἀλλήλων τοὺς πολεμίους διήγειρε. Καὶ πρῶτον μὲν Ἀμμανῖ‐ ται καὶ Μωαβῖται τοὺς Ἰδουμαίους ἀνήλωσαν· εἶτα | |
10 | κατ’ ἀλλήλων χωρήσαντες τὰ παραπλήσια ἀλλήλοις διέθηκαν. Ὁ δὲ βασιλεὺς σὺν τοῖς ὑπηκόοις τὰς τῶν πολεμίων ἐθεώρει σφαγάς. Ἐπειδὴ δὲ ἅπαντες ἔπε‐ σον, καὶ οὐδὲ εἷς διέφυγεν, ἵνα τοῖς οἰκείοις μηνύσῃ τὸ πάθος, ἀδεῶς τοὺς νεκροὺς ἐσκύλευσαν, καὶ | |
15 | τὴν λείαν ἀπήγαγον ἅπασαν. Ἐν τρισὶ δὲ τοῦτο δε‐ δρακότες ἡμέραις, τῇ τετάρτῃ τὸν δοτῆρα τῆς νί‐ κης ἀνύμνησαν. Ἔλαβε δὲ καὶ τὸ πεδίον ἐκεῖνο τῆς εὐλογίας τὴν ἐπωνυμίαν· Κοιλὰς γὰρ εὐλογίας ἐκλήθη. Τὸ δὲ τῆς νίκης παράδοξον ἐξεδειμάτωσεν | |
20 | ἅπαντας τῶν ὁμόρων τοὺς βασιλεῖς. Ἀλλὰ καὶ τῆς μεγίστης ταύτης θαυματουργίας γεγενημένης ἔτι, φησὶν, «Ὁ λαὸς οὐ κατηύθυναν τὴν καρδίαν αὑτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὑτῶν.» Ἐμνη‐ μόνευσε δὲ πάλιν ἡ ἱστορία τῆς τοῦ Ἰηοῦ τοῦ Ἀνανὶ | |
25 | ἐγγράφου προφητείας. Ἔφη δὲ οὕτως· «Καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδοὺ γεγραμμένοι εἰσὶν ἐν λόγοις Ἰηοῦ Ἀνανὶ, οὓς κατέγραψεν ἐπὶ βιβλίου λόγων βασιλέων Ἰσ‐ ραήλ;» Ἐπιμέμφεται δὲ πάλιν τῷ Ἰωσαφὰτ, ὅτι | |
30 | τῷ Ὀχοζίᾳ τῷ υἱῷ Ἀχαὰβ ἐκοινώνησε· καὶ ἐπ‐ ήγαγε· «Καὶ αὐτὸς ἠνόμησε τοῦ ποιῆσαι καὶ πορευ‐ θῆναι εἰς Θαρσεῖς· καὶ ἐποίησε ναῦς ἐν Γασίων Γαβέρ.» Καὶ ἤδη δὲ ἔφην, ὅτι πόλις ἦν αὕτη τῷ Ἰνδικῷ πελάγει παρακειμένη, Αἰθίοπας οἰκήτορας | |
35 | ἔχουσα. Καλοῦσι δὲ αὐτὴν κατὰ τὴν Ἑλλάδα φωνὴν Βερονίκην. Ὁ δὲ τῶν ψυχῶν ἰατρὸς, Ἐλιέζερ τὸν τοῦ Δωδίου, τὸν προφήτην, πρὸς τὸν Ἰωσαφὰτ ἀπο‐ στείλας, ἐπεμέμψατο τῇ φιλίᾳ, καὶ τὴν παιδείαν προεῖπεν· «Ὡς ἐφιλίασας γὰρ, φησὶ, τῷ Ὀχο‐ | |
40 | ζίᾳ, καὶ ἐκοινώνησας μετ’ αὐτοῦ, διέκοψε Κύριος τὰ ἔργα σου, καὶ συνετρίβησαν αἱ νῆές σου, καὶ οὐκ ἠδυνήθησαν τοῦ πορευθῆναι εἰς Θαρσεῖς.» Ὅσων δὲ κακῶν πρόξενος ἡ δυσσεβὴς ἐκείνη συγγένεια, τὰ ἑξῆς διδάσκει τῆς ἱστορίας· Ἰωρὰμ γὰρ, ὁ τοῦ Ἰωσαφὰτ | |
45 | υἱὸς, Ἀχαὰβ τοῦ κηδεστοῦ ἐζήλωσε τὴν ἀσέβειαν. Οὗτος καὶ τοὺς ἀδελφοὺς κατέκτεινεν ἅπαντας, καὶ διὰ | |
πάσης ὥδευσε πονηρίας. «Ἐπορεύθη γὰρ, φησὶν, ἐν | 838 | |
80.840 | τῇ ὁδῷ βασιλέων Ἰσραὴλ, ὡς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ γυνή· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἠβού‐ λετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον Δαβὶδ διὰ τὴν | |
5 | διαθήκην, ἣν διέθετο τῷ Δαβὶδ, ὃν τρόπον εἶπε δοῦ‐ ναι αὐτῷ λύχνον, καὶ τοῖς υἱοῖς αὐτοῦ, πάσας τὰς ἡμέρας.» Ἐντεῦθεν ἐδιδάχθημεν ὅσον ὀνίνησιν ἡ τῶν προγόνων εὐσέβεια. Ἀνέχεται γὰρ καὶ πονη‐ ρῶν ὁ φιλάνθρωπος, τῆς τῶν κατοιχομένων ἀρετῆς | |
10 | μεμνημένος. Ἐδρέψατο δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς. Ἀπώσατο μὲν γὰρ Ἰδουμαία τὸν τῆς δου‐ λείας ζυγόν· ἀπέστη δὲ καὶ Λομνὰ, πόλις οὖσα τῆς Ἰουδαίας. Ὁ δὲ Δεσπότης διὰ Ἠλιοῦ τοῦ πάνυ τὴν ψῆφον κατ’ αὐτοῦ ἐξενήνοχεν. Ἀλλ’ οὐκ αὐτὸς | |
15 | ὁ προφήτης ἀφίκετο, διὰ γραμμάτων δὲ μεμήνυκε τὴν θείαν ἀπόφασιν. «Ἦλθε γὰρ, φησὶν, ἐγγραφὴ παρὰ Ἠλίου τοῦ προφήτου λέγοντος· Τάδε λέγει Κύ‐ ριος ὁ Θεὸς τοῦ πατρός σου· Ἀνθ’ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, καὶ ἐν ὁδοῖς Ἀσὰ | |
20 | βασιλέως Ἰούδα, καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν, καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, ὃν τρόπον ἐξεπόρνευ‐ σεν ὁ οἶκος Ἀχαάβ· καὶ τοὺς ἀδελφούς σου, καὶ τοὺς υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπ‐ | |
25 | έκτεινας· διὰ τοῦτο ἰδοὺ Κύριος πατάσσει πληγὴν μεγάλην ἐν τῷ λαῷ σου, καὶ ἐν τοῖς υἱοῖς σου, καὶ ἐν ταῖς γυναιξί σου, καὶ ἐν πάσῃ τῇ οἰκίᾳ σου. Καὶ σὺ ἔσῃ ἐν ἀῤῥωστίαις πονηραῖς, ἐν ἀῤῥωστίᾳ κοιλίας σου, ἕως οὗ ἐξέλθῃ τὰ ἔντερά σου ἀπὸ τῆς ἀῤῥω‐ | |
30 | στίας ἐξ ἡμερῶν εἰς ἡμέρας.» Ἐντεῦθεν μανθάνο‐ μεν, ὡς καὶ Ἀσὰ καὶ Ἰωσαφὰτ οὐ παντάπασιν ἦσαν ἀδόκιμοι· ἀλλ’ εἰ καί τινα ἐπλημμέλησαν, ἐν τοῖς πλείοσι τὸν Θεὸν ἐθεράπευσαν. Καὶ γὰρ οὗτος ἐνεκλήθη, ὡς τὴν ἐκείνων πορείαν καταλιπών. Ἔλα‐ | |
35 | βε δὲ πέρας ἡ πρόῤῥησις. Οὐ γὰρ μόνον ἀλλόφυλοι τῷ Ἰωρὰμ ἐπεσράτευσαν, ἀλλὰ καὶ Ἄραβες, καὶ τῶν Αἰθιόπων οἱ πρόσοικοι, καὶ προσβαλόντες κατα‐ κράτος ἐνίκησαν, καὶ τὴν πόλιν ἀνεῖλον, καὶ τὸ πλῆ‐ θος ἐξηνδραπόδισαν, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς | |
40 | θυγατέρας κατέκτειναν, καὶ τὸν βασιλικὸν ἐσφετε‐ ρίσαντο πλοῦτον. Μόνος δὲ Ὀχοζίας διέφυγε, τῶν παίδων ὁ νεώτατος. Ἐπέσκηψε δὲ αὐτῷ καὶ τῆς γαστρὸς τὸ πάθος, κατὰ τὴν πρόῤῥησιν, καὶ οὐδὲ μετὰ θάνατον βασιλικῆς ἠξιώθη ταφῆς. «Οὐκ | |
45 | ἐποίησε γὰρ αὐτῷ, φησὶν, ὁ λαὸς ἐκφορὰν καὶ καῦ‐ σιν, κατὰ τὴν καῦσιν τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν οὐκ ἐν τάφοις βασιλέων.» Ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. «Ὥσ‐ | |
περ γὰρ ὁ ἔλεος αὐτοῦ ἄῤῥητος, οὕτω καὶ ἡ κό‐ | 840 | |
80.841 | λασις ἀνυπόστατος. Ἐκ ταύτης τῆς ἱστορίας μαν‐ θάνομεν, ὡς οἱ Ἀμαζονιεὶμ πρόσοικοι Αἰθιόπων εἰσίν. Ἄνω γὰρ τοὺς ἐπελθόντας πολεμίους τῷ Ἰω‐ ρὰμ ὁ συγγραφεὺς ἐδίδαξεν ὁμόρους εἶναι τῶν Αἰ‐ | |
5 | θιόπων. Ἐνταῦθα δὲ εἰπὼν, ὅτι καὶ τὸν Ὀχοζίαν ἐβασίλευσαν ἀντ’ αὐτοῦ, τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον, ἐπήγαγεν, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ λῃστήριον, τὸ ἐλθὸν ἐπ’ αὐτοὺς ἀπὸ τῶν βαρβάρων, καὶ ἀπὸ τῶν Ἀμαζονιεὶμ ἐν τῇ παρεμ‐ | |
10 | βολῇ. Καὶ οὗτος δὲ τοῦ πατρὸς ἐζήλωσε τὴν ἀσέβειαν. Διδάσκαλον γὰρ εἶχε τὴν μιαρωτάτην μητέρα. Τοῦ‐ τον ἀνεῖλεν ὁ Ἰηοῦ, σὺν τῷ Ἰωρὰμ τῷ βασιλεῖ Ἰσραήλ. Ἔτυχε μέντοι ταφῆς διὰ τὴν τοῦ πάππου εὐσέβειαν· ἔθαψε γὰρ αὐτὸν Ἰηοῦ, «Ὅτι, εἶπεν, | |
15 | υἱός ἐστιν Ἰωσαφὰτ, ὅστις ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ αὑτοῦ.» Μετὰ ταῦτα ἐξηγεῖται τὰ κατὰ τὸν Ἰωὰς, ἅπερ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν· ἐροῦμεν δὲ ὅσα ἐν ἐκείνῃ τῇ βίβλῳ μὴ εὑρήκαμεν κείμενα. Ὁ γὰρ τὰς Παραλειπομέ‐ | |
20 | νας συγγεγραφὼς βίβλους, ἐδίδαξεν, ὡς ὑπὸ θαυ‐ μαστοῦ ἀρχιερέως εἰς ζῆλον ὁ λαὸς πυρσευθεὶς κατέσπασε τοῦ Βάαλ τὴν στήλην, καὶ συνέτριψε, καὶ ἐκ βάθρων ἀνέσπασε τὰ θυσιαστήρια, καὶ τὰς τῶν δαιμόνων εἰκόνας ἐλέπτυνε. Ματθὰν δὲ τοῦ | |
25 | Βάαλ τὸν ἱερέα κατέκτεινε· τὰς δὲ τῶν ἱερέων ἐφ‐ ημερίας ἐκράτυνε, καὶ τῶν Λευϊτῶν τὴν τάξιν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς, ὅσα Δαβὶδ ὁ βασιλεὺς εἰς τὴν τοῦ Θεοῦ διετάξατο θεραπείαν. Συνήργει δὲ τοῖς ὑπὸ τοῦ ἀρχιερέως πραττομένοις ὁ βασιλεὺς φωτιζόμενος | |
30 | ὑπ’ αὐτοῦ· «Ἐποίησε γὰρ, φησὶν, Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδαὲ ἱερέως.» Προσήνεγκε δὲ καὶ τῇ οἰκοδομίᾳ τοῦ ναοῦ τὴν ἁρ‐ μόττουσαν θεραπείαν. Ἐν γὰρ τῷ παρελθόντι χρόνῳ ἠμελήθη, ὅτι «Γοθολία, φησὶν, ἡ ἄνομος, καὶ οἱ υἱοὶ | |
35 | αὐτῆς, κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ, καὶ πάντα τὰ ἅγια Κυρίου ἐποίησαν τοῖς Βααλείμ.» Τούτων δὲ πάντων ὁ ἀξιάγαστος ἀρχιερεὺς αἰτιώτατος, ὃς διὰ τὴν εὐσέβειαν, καὶ τὴν πολλὴν ἀρετὴν, ἐβίω μὲν ἔτη τριάκοντα καὶ ἑκατὸν, θήκης δὲ ἠξιώθη βασιλικῆς. | |
40 | «Ἔθαψαν γὰρ αὐτὸν, φησὶν, ἐν πόλει Δαβὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην ἐν Ἰσραὴλ, καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.» Ἐκείνου δὲ τελευτήσαντος, ὁ Ἰωὰς ἀπέκλινεν εἰς ἀσέβειαν τοῖς ἄρχουσιν ὑπαχθείς· ἀλλ’ οὐκ ἠμέλησεν ὁ τῶν | |
45 | ψυχῶν ἰατρός. «Ἀπέστειλε γὰρ, φησὶ, Κύριος εἰς αὐτοὺς προφήτας, ἐπιστρέψαι αὐτοὺς πρὸς Κύριον· καὶ διεμαρτύρατο αὐτοὺς, καὶ οὐκ ἤκουσαν.» Ἑνὸς δὲ προφήτου καὶ ὀνομαστὶ ἐμνήσθη· «Πνεῦ‐ μα γὰρ, φησὶ, Κυρίου ἐνέδυσε τὸν Ζαχαρίαν, τὸν | |
80.841(50) | τοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, | 842 |
80.844 | καὶ εἶπεν αὐτοῖς, Τάδε λέγει Κύριος· Ἵνα τί ὑμεῖς παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; Καὶ οὐκ εὐ‐ οδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγ‐ καταλείψει ὑμᾶς.» Ἀλλ’ οὐ μόνον τοῖς θείοις λόγοις | |
5 | ἀντεῖπον, ἀλλὰ καὶ κατέλευσαν τὸν προφήτην, τοῦ βασιλέως κελεύσαντος, καὶ κατέλευσαν αὐτὸν ἔν‐ δον ἐν τῷ ὑπαίθρῳ τοῦ ναοῦ. Τοιαύτην οὗτος ἀχα‐ ριστίαν ἐνόσησε, καὶ περὶ τὸν σεσωκότα Θεὸν, καὶ περὶ τὸν ὑπουργηκότα τῇ σωτηρίᾳ. Τοῦτο γὰρ ἡ | |
10 | ἱστορία διδάσκει. «Καὶ οὐκ ἐμνήσθη, φησὶν, Ἰωὰς ὁ βασιλεὺς τοῦ ἐλέους, οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ μετ’ αὐτοῦ. Ὡς δὲ ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος, καὶ κρίναι.» Καὶ οὐ διήμαρτε τῆς αἰτή‐ | |
15 | σεως. Ἐνιαυτοῦ γὰρ διελθόντος, ὀλίγη μὲν αὐτοῖς Σύρων προσέβαλε στρατιά· ἐξεδόθησαν δὲ ὑπὸ τοῦ καταφρονηθέντος Δεσπότου· καὶ τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ ἐξανδραποδίσαντες ᾤχοντο. Οὗτος δὲ ἀῤῥω‐ στίᾳ περιπεσὼν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη. Ταύτην | |
20 | γὰρ κατ’ αὐτοῦ τὴν ψῆφον ἐξήνεγκεν ὁ Δεσπότης, ὡς ὁ ἱστοριογράφος ἔφη· «Καὶ μετὰ Ἰωὰς ἐποίησε κρίματα, καὶ ἐπέθεντο τῷ Ἰωὰς οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱῶν Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε, καὶ ἔθαψαν | |
25 | αὐτὸν ἐν πόλει Δαβὶδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.» Ἀληθὴς ἄρα ὁ λόγος ὁ πρὸς τὸν Νῶε ῥηθεὶς, «Ὁ ἐκχέων αἷμα ἀνθρώπου, πίνει αὐτὸ, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.» Καὶ τού‐ | |
30 | τους δὲ ὁ τοῦ Ἰωὰς υἱὸς Ἀμασίας βασιλεύσας κατ‐ έκτεινεν. Οὐ γὰρ ζήλῳ θείῳ πυρσευθέντες ἀνεῖλον, ἀλλὰ μιαιφόνῳ χρησάμενοι γνώμῃ. Ἀντ’ αὐτοῦ δὲ ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμασίας. Οὗτος στρατεῦ‐ σαι βουληθεὶς κατὰ τῶν Ἰδουμαίων, ἐμισθώσατο | |
35 | Ἰσραηλιτῶν ἑκατὸν χιλιάδας ἰσαρίθμων ταλάντων. Ἀλλ’ ὁ προφήτης πρὸς αὐτὸν θεόθεν ἀποσταλεὶς ταῦτα ἔφη· «Βασιλεῦ, μὴ πορευέσθω μετὰ σοῦ δύ‐ ναμις Ἰσραὴλ, ὅτι οὐκ ἔστι Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν υἱῶν Ἐφραΐμ. Ὅτι ἐὰν ὑπολάβῃς κατ‐ | |
40 | ισχῦσαι ἐν τούτοις ἐν τῷ πολέμῳ, τροπώσεταί σε Κύ‐ ριος ἐναντίον τῶν ἐχθρῶν σου, ὅτι ἐστὶν ἰσχὺς τῷ Κυρίῳ τοῦ βοηθῆσαι καὶ τοῦ τροπώσασθαι.» Ἀρκῶ σοι, φησὶν, εἰς βοήθειαν· οὐ χρῄζεις πλήθους παρα‐ τασσόμενος, μὴ λάβῃ εἰς ἐπικουρίαν τοὺς εὐσεβείας | |
45 | γεγυμνωμένους. Τούτου δὲ εἰρηκότος, «Καὶ τί ποιή‐ σω τοῖς ἑκατὸν ταλάντοις, οἷς ἔδωκα τῇ δυνάμει Ἰσραήλ;» ὑπολαβὼν ὁ προφήτης ἔφη· «Ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖον τούτων.» Πιστεύσας δὲ τοῖς εἰρημένοις ἀπῆλθε, καὶ κατέκτεινε μυρίους, | |
80.844(50) | ἐξηνδραπόδισε δὲ τοσούτους· ἀλλὰ τῆς θείας ἐπικου‐ | 844 |
80.845 | ρίας τυχὼν, οὐκ ἔγνω τὸν εὐεργέτην. Τῶν γὰρ ἡττη‐ θέντων τοὺς θεοὺς, οὓς μετὰ τῶν λαφύρων ἐκόμισεν, ὡς δοτῆρας τῆς νίκης ἐτίμησε, καὶ ἱερουργίαις ἐγέραιρεν. Ἀλλ’ ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν ὁ Θεὸς | |
5 | διὰ τοῦ προφήτου. Εἶπε γὰρ αὐτῷ, «Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν αὑ‐ τῶν ἐκ χειρός σου;» Ἐπὶ πολὺν, φησὶ, χρόνον τού‐ τους ἐθεράπευσαν Ἰδουμαῖοι, ἀλλ’ οὐκ ἀπώσαντο τῆς θεραπείας· οὐδεμιᾶς γὰρ παρ’ αὐτῶν ἐπικουρίας | |
10 | ἀπήλαυσαν. Σὺ δὲ τῆς ἐμῆς ἀπολαύσας ῥοπῆς, οὐ μό‐ νον κατέκτεινας ἐκείνους, ἀλλὰ καὶ τούτους ἐξ‐ ηνδραπόδισας. Τούτων οὐδὲν ὤνησε τὸν ἀνόητον. Ἔφη γὰρ πρὸς τὸν προφήτην, «Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε σεαυτῷ, ἵνα μὴ πα‐ | |
15 | τάξω σε.» Ὁ δὲ προφήτης εἶπε σὺν παῤῥησίᾳ· «Ἔγνων ὅτι ἐβουλεύσατο Κύριος τοῦ διαφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο, καὶ οὐκ ἤκουσας τῆς συμβουλίας μου.» Οὕτω τῆς θείας γυμνωθεὶς προμηθείας, προσκαλεῖται μὲν εἰς πόλεμον τοῦ Ἰσραὴλ τὸν βασι‐ | |
20 | λέα· πέπονθε δὲ ἅπερ ἐν ταῖς Βασιλείαις εἰρήκα‐ μεν. Ὁμοίως δὲ τῷ πατρὶ καὶ τὸ πέρας ἐδέξατο. Ἐπαινεῖ δὲ τὸν Ὀσίαν ἡ θεία Γραφή. «Ἦν γὰρ, φησὶν, ἐκζητῶν τὸν Κύριον ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν ὁράσει Θεοῦ.» | |
25 | Λέγει δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς· «Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐξεζήτησε τὸν Κύριον, καὶ κατηύθυνεν αὐτὸν Κύριος ὁ Θεός.» Ἐντεῦθεν μαν‐ θάνομεν, ὡς πολλοὶ Ζαχαρίαι γεγένηνται. Καὶ γὰρ ὁ τοῦ Ἰωδαὲ υἱὸς, ὃν Ἰωὰς κατέλυσε, Ζαχαρίας ὠνό‐ | |
30 | μασται· καὶ οὗτος ὁ ἐπὶ τοῦ Ὀζίου Ζαχαρίας κέκλη‐ ται. Οἶμαι δὲ τοῦτον εἶναι, περὶ οὗ πρὸς τὸν Ἡσαΐαν ἔφη Θεός· «Ποίησόν μοι μάρτυρας πιστοὺς ἀν‐ θρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.» Καὶ γὰρ ὁ Ἡσαΐας κατ’ ἐκεῖνον προ‐ | |
35 | εφήτευσε τὸν καιρόν· «Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωά‐ θαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.» Λέγει δὲ αὐτὸν καὶ ἐν πολέμοις ἀνδρεῖον, | |
40 | καὶ ἐν οἰκοδομαῖς φιλότιμον, καὶ ἐν γεωργίαις φι‐ λόκαλον. Πέτρας δὲ τῆς πόλεως τοὺς οἰκήτορας Ἄραβας ὀνομάζει. Ἀλλ’ οὐκ ἤκουσε τοῦ προγόνου Δαβὶδ, λέγοντος, «Εἰς τὸ τέλος μὴ διαφθείρῃς.» Ἀλαζονικῷ γὰρ φρονήματι χρησάμενος, ἔργον ἀρ‐ | |
45 | χιερατικὸν ἐπιτελέσαι τετόλμηκεν· «Ὡς γὰρ κατ‐ | |
ίσχυσε, φησὶν, Ὀζίας, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ | 846 | |
80.848 | διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὑτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, τοῦ θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.» Οὐ γὰρ ἐν τῷ βωμῷ τῶν ὁλοκαυτωμάτων τοῦτο δρᾶσαι τετόλμηκεν, ἀλλ’ | |
5 | ἔνδον ἐν τῷ ναῷ. Ἀλλ’ οὐ παρεχώρησεν ὡς βασιλεῖ ὁ ἀρχιερεὺς, ἀλλ’ ἐν παῤῥησίᾳ διήλεγξεν. «Εἰσῆλθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς, καὶ μετ’ αὐτοῦ ὀγδοήκοντα ἱερεῖς, υἱοὶ δυνάμεως· καὶ ἐπέστησαν τὸν Ὀζίαν τὸν βασιλέα, καὶ εἶπον | |
10 | αὐτῷ· Οὐ σοὶ, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ, ἀλλ’ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις τοῦ θυμιάσαι. Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ τοῦ Κυρίου· καὶ οὐκ ἔσται σοι εἰς δόξαν παρὰ Κυρίου τοῦ Θεοῦ.» Διόρισται, φησὶ, παρὰ τοῦ Θεοῦ | |
15 | τὰ τοῖς βασιλεῦσι προσήκοντα, καὶ τὰ τοῖς ἱερεῦσιν ἁρμόττοντα. Γενικὸν ἔχουσι τὸ γέρας οἱ ἱερεῖς. Τί πατεῖς τὸν θεόσδοτον νόμον; τί παραβαίνεις τοὺς ὅρους; ἁρπάζων τὰ μὴ προσήκοντα, καὶ τὰ οἰκεῖα προσαπολέσεις. Ἀλλ’ οὐ μόνον οὐκ εἶξεν, ἀλλὰ καὶ | |
20 | ἐχαλέπηνε πρὸς τοὺς λόγους, καὶ ἐπέμεινε τῆς ἱε‐ ρουργίας κατατολμῶν. Ἀλλ’ ἀντὶ τῆς δόξης ἀτιμίαν ἐδρέψατο. «Ἀνέτειλε γὰρ, φησὶν, ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ, καὶ ἐν τῷ οἴκῳ Κυρίου ἐναντίον τῶν ἱερέων, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.» | |
25 | Παραυτίκα δὲ οἱ ἱερεῖς τὴν θεήλατον πληγὴν θεασά‐ μενοι, καὶ ἄκοντα αὐτὸν ἐξήλασαν τοῦ νεώ· καὶ τὰ αὐτὰ πέπονθεν Ἀδὰμ τῷ προπάτορι. Καὶ γὰρ ἐκεῖ‐ νος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσεν· καὶ οὗτος πειραθεὶς τὴν ἱερω‐ | |
30 | σύνην ἁρπάσαι, καὶ τῆς βασιλείας ἐξέπεσεν. Ἔνδον γὰρ ἐν θαλάμῳ ἐκάθητο, τῆς ἐν τῷ μετώπῳ λέ‐ πρας τὴν ἐν τῷ πλήθει διατριβὴν καὶ παῤῥησίαν ἀπειργούσης. Ἔφερε γὰρ ἐν τῷ μετώπῳ τῆς παρα‐ νομίας τὸν ἔλεγχον. Ἰωάθαμ δὲ ὁ τούτου παῖς | |
35 | ἰθύνων διετέλει τὴν βασιλείαν. Αὐτὸς γὰρ καὶ τοῦ πατρὸς τελευτήσαντος τὰ σκῆπτρα παρέλαβεν. Ἠρίστευσε δὲ καὶ οὗτος ἐν πολέμοις, καὶ τοὺς Ἀμμανίτας δασμὸν φέρειν ἠνάγκασε. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ συγγραφεὺς, «ὅτι ἡτοίμασε τὰς ὁδοὺς | |
40 | αὑτοῦ ἔναντι Κυρίου τοῦ Θεοῦ αὑτοῦ.» Ἄχαζ δὲ ὁ τού‐ του παῖς ἐν ταῖς τῆς ἀσεβείας ἐπινοίαις τοὺς ὁμοίους ἀπέκρυψεν ἅπαντας. Τοῦτο καὶ τῶν Βασιλειῶν ἡ βίβλος ἐδίδαξεν. Αὕτη δὲ πρὸς τούτοις ἡ ἱστορία καὶ τὴν συμφορὰν ἐδήλωσεν, ἣν ὑπέμεινε. Πρῶτον μὲν | |
45 | γὰρ ἐξεδόθησαν Σύροις· καὶ πολλοὶ μὲν ἀνῃρέθη‐ σαν, πολλοὶ δὲ ἐξηνδραποδίσθησαν. Ἔπειτα δὲ Φα‐ κεὲ, τῶν δέκα φυλῶν ὁ βασιλεὺς, ἐν μιᾷ συμπλοκῇ δώδεκα αὐτῶν μυριάδας κατέκτεινε, καὶ τοῦ βασι‐ λέως τοὺς παῖδας, καὶ τοὺς στρατηγούς· εἴκοσι δὲ | |
80.848(50) | μυριάδας ἐξηνδραπόδισεν. Ὠδὴδ δὲ ὁ προφήτης | |
τοῖς νενικηκόσιν ὑπαντήσας ἠπείλησε τοῦ Θεοῦ τὴν | 848 | |
80.849 | ὀργὴν, ὅτι δὴ παρὰ τὸν θεῖον νόμον εἰς δουλείαν ἦγον οὓς ᾐχμαλώτευσαν. «Ἰδοὺ γὰρ, φησὶν, ὀργὴ τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν ἐπὶ Ἰούδαν· καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπ‐ | |
5 | εκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθασε. Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας. Ἰδοὺ οὐκ εἰμὶ μεθ’ ὑμῶν, μαρτύρεται Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ νῦν ἀκούσατέ μου, καὶ ἀποστρέψατε | |
10 | τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε ἀπὸ τῶν ὀφθαλ‐ μῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφ’ ἡμᾶς.» Ἠβουλήθη, φησὶν, ὁ Δεσπότης Θεὸς δίκας ἐκείνοις εἰσπράξασθαι τῆς ἀσεβείας. Τοῦτο κἀκείνοις τὴν ἧτταν, καὶ ὑμῖν παρέσχε τὴν νίκην. Ὑμεῖς δὲ νε‐ | |
15 | νικηκότες ἐπελήθητε τῆς συγγενείας, τὴν φύσιν εἰς νοῦν οὐκ ἐλάβετε, ἀλλ’ ὡς βαρβάροις καὶ ἀλλοφύ‐ λοις τοῖς ὁμοφύλοις ἐχρήσασθε. Καὶ οὐκ ἠρκέσθητε ταῖς μυρίαις σφαγαῖς, ἀλλὰ καὶ δουλεύειν τοὺς ὁμο‐ γενεῖς ἀναγκάζετε. Μαρτύρομαι τοίνυν ὑμᾶς, ὡς | |
20 | χαλεπώτερα πείσεσθε. Εἶξαν οἱ ἄρχοντες τῷ προ‐ φήτῃ· καὶ τῷ λαῷ παρῄνεσαν, καὶ θεραπείας τοὺς δορυαλώτους ἠξίωσαν. Ἐνέδυσαν γὰρ, φησὶ, τοὺς γυμνοὺς, καὶ ἀλοιφὴν αὐτοῖς προσήνεγκαν καὶ τροφὴν, καὶ τοῖς ἀσθενεστέροις ἔδωκαν ὑποζύγια, | |
25 | καὶ μέχρι τῆς Ἱεριχοῦς ἀπήγαγον πόλεως. Ἐπι‐ σημαντέον δὲ, ὅτι πόλιν φοινίκων τὴν Ἱεριχὼ κέ‐ κληκε. «Κατέστησαν γὰρ αὐτοὺς, φησὶν, εἰς τὴν Ἱεριχὼ, τὴν πόλιν τῶν φοινίκων.» Ἐδίδαξε δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς ἐπιμείναντες τῇ ἀσεβείᾳ παρ‐ | |
30 | εδόθησαν τοῖς ἀλλοφύλοις, καὶ εἰς τὰς τούτων πόλεις ᾤκησαν οἱ πολέμιοι. «Ἐταπείνωσε γὰρ, φησὶ, Κύριος τὸν Ἰούδα, διὰ τὸν Ἄχαζ τὸν βασιλέα Ἰούδα, ἀνθ’ ὧν ἀπεκάλυψεν ἐν τῷ Ἰούδα ἀσέβειαν, καὶ ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. Τὸ δὲ ἀπέκαμ‐ | |
35 | ψεν, ἀντὶ τοῦ, ἐδίδαξεν αὐτὸν ἃ μὴ δεῖ. Ξένα γὰρ εἰσήγαγεν ἔθη, καὶ τοὺς τῶν ἄλλων ἐθνῶν θεοὺς παρ‐ εσκεύασε σέβειν. Καλέσας δὲ τὸν Ἀσσύριον εἰς ἐπικουρίαν, διήμαρτε τῆς σπουδῆς. Τοῦτο γὰρ ἐπ‐ ήγαγεν· «Οὐκ εἰς βοήθειαν αὐτῷ, ἀλλ’ ἢ τοῦ θλι‐ | |
40 | βῆναι αὐτόν.» Καὶ ταύταις δὲ πάσαις ταῖς τιμω‐ ρίαις ὑποβληθεὶς ἐπέτεινε τὴν ἀσέβειαν. Τοῦτο γὰρ ἔφη· «Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ Κυρίου. Καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ· Ζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι | |
45 | οἱ θεοὶ Συρίας κατισχύουσιν αὐτούς. Θύσω τοίνυν αὐτοῖς, καὶ ἀντιλήψονταί μου· καὶ ἐγένοντο αὐτοὶ αὐτῷ εἰς σκῶλον.» Οὐ γὰρ μόνον οὐκ ἐπεκούρησαν, | |
ἀλλὰ καὶ παντοδαπῶν αὐτῷ συμφορῶν ἐγένοντο πρό‐ | 850 | |
80.852 | ξενοι. Εἰς ἐσχάτην δὲ πονηρίαν ἐλάσας, «Καὶ τὰ ἱερὰ κατέκοψε σκεύη, καὶ τοῦ θείου ναοῦ τὰς θύρας ἀπέκλεισε, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλήμ.» Καὶ τὰ ἑξῆς δὲ | |
5 | τὴν αὐτὴν ἔχει κατηγορίαν. Τοῦτον ἀποθανόντα τῆς μετὰ τῶν εὐσεβῶν βασιλέων ταφῆς οὐκ ἠξίωσαν. Ἐζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώρθω‐ σεν ἀρετήν. «Ἐποίησε γὰρ, φησὶν, Ἐζεκίας τὸ εὐθὲς ἐνώπιον Κυρίου, κατὰ πάντα ὅσα ἐποίησε Δα‐ | |
10 | βὶδ ὁ πατὴρ αὐτοῦ.» Καὶ πρῶτον ἀνέῳξε τὰς θύρας τοῦ οἴκου Κυρίου, καὶ ἀπεσκεύασεν αὐτάς. Εἶτα τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας ἁγιάσας, ἐκκαθῆραι παρηγγύησε τὸν θεῖον ναόν. «Οἱ δὲ παραυτίκα ἐξέβαλον, φησὶ, πᾶσαν τὴν ἀκαθαρσίαν, τὴν εὑρε‐ | |
15 | θεῖσαν ἐν οἴκῳ Κυρίου, εἰς τὴν αὐλὴν οἴκου Κυ‐ ρίου· καὶ ἐδέξαντο οἱ Λευῖται ἐξενεγκεῖν εἰς τὸν χειμάῤῥουν Κέδρων ἔξω.» Ἔπειτα τούτων γεγενη‐ μένων τὰς νενομισμένας θυσίας προσήνεγκεν, οὐχ ὑπὲρ μόνων τῶν δύο φυλῶν, ἀλλ’ ὑπὲρ τῶν δώ‐ | |
20 | δεκα. «Ἐξιλάσατο γὰρ, φησὶ, περὶ παντὸς Ἰσ‐ ραὴλ, ὅτι περὶ παντὸς Ἰσραὴλ εἶπεν ὁ βασιλεὺς προσενεχθῆναι τὰ ὁλοκαυτώματα, καὶ τὰ περὶ ἁμαρ‐ τίας· καὶ ἔστησε τοὺς Λευΐτας ἐν οἴκῳ Κυρίου, αἰνοῦντας ἐν κυμβάλοις, καὶ ἐν κινύραις, καὶ ἐν | |
25 | ναύλαις, κατὰ τὴν ἐντολὴν Δαβὶδ τοῦ βασιλέως, καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ, καὶ Νάθαν τοῦ προ‐ φήτου· ὅτι δι’ ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἦν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ. Τοῦτο διελέγχει τῶν Ἰουδαίων τὴν ἀφροσύνην, οἳ τὸν μέγαν Δαβὶδ | |
30 | προφήτην καλεῖν οὐκ ἀνέχονται. Ἐνταῦθα γὰρ ἡ Γραφὴ τῶν τριῶν μνημονεύουσα ἐπήγαγεν, «Ὅτι δι’ ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προ‐ φητῶν αὐτοῦ.» Μετ’ ὀλίγα δὲ ὁ λόγος αἰνίττεται, ὅτι καὶ ὁ Ἀσὰφ ὑμνοποιὸς ἐγεγόνει. «Εἶπε γὰρ, | |
35 | φησὶν, Ἐζεκίας ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες, τοῖς Λευΐταις, τοῦ ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαβὶδ, καὶ Ἀσὰφ τοῦ προφήτου.» Διδάσκει δὲ ἡμᾶς πά‐ λιν ἡ ἱστορία, ὅτι τῶν ἱερέων οὐκ ἀποχρώντων ἀποδεῖραι τὴν ὁλοκαύτωσιν, ἀντελάβοντο αὐτῶν οἱ | |
40 | ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγιάσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖ‐ ται προθύμως ἡγιάσθησαν παρὰ τοὺς ἱερεῖς. Τοῦτο δὲ καὶ νῦν ἔστιν εὑρεῖν γιγνόμενον. Πρεσβυτέρου γὰρ οὐ παρόντος, καὶ τῆς χρείας κατεπειγούσης, | |
45 | ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα. Ὁ μέντοι βασιλεὺς ἄγαν ὢν εὐσεβὴς, καὶ τοὺς ἐν ταῖς πόλεσι τῶν δέκα φυλῶν οἰκοῦντας εἰς τὴν ἑορτὴν συνεκάλεσε. Καί τινες μὲν ἐκωμῴδουν τοὺς συγκαλοῦντας, τινὲς δὲ ὑπακούοντες ᾔεσαν. | |
80.852(50) | Πλείστου δὲ πλήθους συναθροισθέντος, ἐπετελέσθη τοῦ Πάσχα ἡ ἑορτή. Πάλιν μέντοι οὐκ ἐξαρκούντων | |
τῶν ἱερέων, οἱ Λευῖται ἔθυον τῷ πλήθει τὰ θύματα, | 852 | |
80.853 | καὶ τοῖς ἱερεῦσι τὸ αἷμα προσέφερον· οἱ δὲ τοῦ θυσιαστηρίου προσέχεον βάσει. Ἐξαπίνης δὲ κλη‐ θέντες πρὶν ἁγνισθῆναι τῶν ἱερείων μετέλαβον. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι τὸ πλεῖστον τοῦ | |
5 | λαοῦ, ἀπὸ Ἐφραῒμ, καὶ Μανασσῆ, καὶ Ἰσάχαρ, καὶ Ζαβουλὼν, οὐχ ἡγιάσθησαν, ἀλλ’ ἔφαγον τὸ Φασὲκ τοῦτο παρὰ τὴν θείαν Γραφήν. Ἔτυχον δὲ συγ‐ γνώμης διὰ τὴν τοῦ βασιλέως εὐσέβειαν. Προέθεσαν δὲ τῇ ἑορτῇ ἑτέρας ἰσαρίθμους ἡμέρας, τῶν ἀρχόν‐ | |
10 | των παρεσχηκότων φιλοτίμως τὰ θύματα. Ἔφη δὲ τοιαύτην ἑορτὴν ἐκ τῶν ἡμερῶν Σολομῶντος μὴ γε‐ γενῆσθαι. Ἐντεῦθεν ὁρμήσαντες, καὶ τὰ τεμένη τῶν εἰδώλων κατέλυσαν, καὶ τὰ ἄλση ἐξέτεμον, καὶ μετὰ τούτων τὰ ἐν τοῖς ὑψηλοῖς ἀνατεθέντα τῷ | |
15 | Θεῷ θυσιαστήρια ἐκ βάθρων ἀνέσπασαν. Ἐφρόν‐ τισε δὲ καὶ τῆς ἱερατικῆς τάξεως, καὶ τὴν ὑπὸ τοῦ προγόνου γεγενημένην ἐκράτυνε, καὶ τὸν λαὸν παρ‐ εσκεύασε τὰς κατὰ νόμον ἀπαρχὰς ἀποδοῦναι τοῖς ἱερεῦσιν. Εἶτα ὁ συγγραφεὺς ἐπήγαγεν, ὡς μετὰ | |
20 | τοὺς λόγους τούτους, καὶ τὴν ἀλήθειαν ταύτην, ἦλθε Σεναχηρεὶμ ὁ βασιλεὺς Ἀσσυρίων. Δηλοῖ δὲ ὁ λόγος, ὅτι καὶ τοὺς θεοσεβεῖς ἄνδρας δοκιμάζων ὁ τῶν ὅλων Θεὸς, συμφοραῖς παραπεσεῖν συγχωρεῖ, εἶτα ἐπικουρῶν διαλύει τὰ σκυθρωπά. Ὁ δὲ βασι‐ | |
25 | λεὺς τῷ Θεῷ θαῤῥῶν, καὶ τὰ παρ’ αὐτοῦ συνεισ‐ φέρων, πρῶτον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐν‐ έφραξεν· ἵνα μὴ προσεδρεύων πολιορκῇ ἔχων τὴν ἀφθονίαν τοῦ ὕδατος. Ἔπειτα τοὺς περιβόλους ὠχύ‐ ρωσε, καὶ τοὺς πύργους εἰς ὕψος ἀνέστησε, καὶ προ‐ | |
30 | τείχισμα προσῳκοδόμησεν ἕτερον. Ἀλλ’ οὔτε τού‐ τοις, οὔτε τοῖς ὅπλοις ἐθάῤῥησεν, ἀλλὰ πρὸς τὸ πλῆθος ἔφη· «Ἀνδρίζεσθε, καὶ ἰσχύσατε· μὴ φοβη‐ θῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων, καὶ ἀπὸ προσώπου παντὸς ἔθνους τοῦ | |
35 | μετ’ αὐτοῦ, ὅτι μεθ’ ἡμῶν πλείους ὑπὲρ τοὺς μετ’ αὐτοῦ. Μετ’ αὐτοῦ βραχίονες σάρκινοι, μεθ’ ἡμῶν Κύριος ὁ Θεὸς ἡμῶν, τοῦ σῶσαι ἡμᾶς, καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν.» Διὰ δὲ τούτων ἐδίδαξε καὶ τῆς θείας ἐπικουρίας τὸ ἄμαχον, καὶ | |
40 | τῆς ἀνθρωπείας φύσεως τὸ πρόσκαιρον καὶ ἐπίκη‐ ρον. Τὰ δὲ λοιπὰ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἔχει. Ἐπιμέμφεται δὲ αὐτῷ ἡ ἱστορία, ὅτι καὶ τοσαύ‐ την νίκην νενικηκὼς, καὶ τῆς ἀῤῥωστίας ἀπαλλα‐ γεὶς παραδόξως, οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπ‐ | |
45 | έδωκεν αὐτῷ Κύριος, ἀνταπέδωκεν αὐτῷ Ἐζεκίας, «ἀλλ’ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰούδα, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπ’ αὐτόν. Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ, αὐτὸς καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Καὶ | |
80.853(50) | οὐκ ἦλθεν ἐπ’ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις | |
Ἐζεκίου.» Ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὅτι «Ὁ | 854 | |
80.856 | ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Οὗτος μέντοι διὰ τὴν εὐσέ‐ βειαν αὐτόπτης οὐκ ἐγένετο τῶν λυπηρῶν, ἀλλὰ πρὸ τῆς ἐφόδου τῶν πολεμίων τοῦ βίου τὸ τέλος κατ‐ | |
5 | έλαβε. Γηὼν δὲ, ὡς προείρηται, τὸν Σιλωὰμ καλεῖ. Ὅτι μέντοι διὰ τὸ ἀναστρέψαι τὸν ἥλιον τοὺς δέκα ἀναβαθμοὺς, ἀπέστειλε πρὸς αὐτὸν τῶν Βαβυ‐ λωνίων ὁ βασιλεὺς, ἡ ἱστορία διδάσκει. Διηγησαμένη γὰρ ὃν συνήγαγε πλοῦτον, καὶ ὅσους κατεσκεύασε | |
10 | θησαυροὺς, ἐπήγαγε· «Καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ. Καὶ οὕτως ἐν τοῖς πρεσβευ‐ ταῖς τῶν ἀρχόντων τῶν ἀπὸ Βαβυλῶνος, τοῖς ἀπο‐ σταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ’ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, καὶ ἐγκατέλιπεν αὐτὸν Κύ‐ | |
15 | ριος, τοῦ πειρᾶσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.» Δηλοῖ δὲ ὁ λόγος, ὅτι ἄμεινον ἐν Κυρίῳ καυχᾶσθαι. Δέον γὰρ αὐτὸν τὰ περὶ τῆς θείας δυνά‐ μεως ἐξηγήσασθαι, τοὺς θησαυροὺς ἐπέδειξε, τοὺς οὐδὲν μόνιμον ἔχοντας. Τὸ δὲ «πειρᾶσαι αὐτὸν εἰδέ‐ | |
20 | ναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ,» τοῦτο σημαίνει, ὅτι ἠθέλησε γυμνῶσαι τοὺς λογισμοὺς αὐτοῦ. Οὐ γὰρ αὐτὸς ἀγνοεῖ τῶν ἀνθρώπων τὰ ἐνθυμήματα ὁ ἐπι‐ στάμενος καρδίας μονώτατος· ἀλλὰ τοῖς ἄλλοις ἀπο‐ καλύπτει τὰ κεκρυμμένα. Ἀπήλαυσε δὲ καὶ ἐπιτα‐ | |
25 | φίων λαμπρῶν. Μετὰ πολλῆς γὰρ αὐτὸν τιμῆς καὶ δόξης κατέθηκαν. Τοῦ Μανασσῆ δὲ τὴν ἀσέβειαν καὶ ἡ τῶν Βασιλειῶν ἐδίδαξε βίβλος. Οὐ γὰρ μόνον τοὺς δυσσεβεῖς βασιλεῖς ὑπερηκόντισεν· ἀλλὰ καὶ τὰ ἔθνη, φησὶν, ἃ ἐξῆρε Κύριος ἀπὸ προσώπου τῶν | |
30 | υἱῶν Ἰσραήλ. Ἔτισε δὲ καὶ δίκας τῆς ἀσεβείας. Παρεδόθη γὰρ τῷ βασιλεῖ τῶν Ἀσσυρίων, καὶ ἀπήχθη πεπεδημένος εἰς Βαβυλῶνα. Ἀλλὰ τῆς φιλ‐ ανθρωπίας ἡ ἄβυσσος μετέδωκε καὶ τούτῳ τῶν τοῦ ἐλέους κρουνῶν· «Ὡς γὰρ ἐθλίβη, φησὶ, Μανασσῆς, | |
35 | ἐδεήθη τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου τοῦ Θεοῦ τῶν πατέρων αὐτοῦ. Καὶ προσηύξατο πρὸς αὐτὸν, καὶ ἐπήκουσε τῆς φωνῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω | |
40 | Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.» Τοσοῦ‐ τον ἡ παιδεία τοὺς βουλομένους ὀνίνησι. Ἃ γὰρ βασιλεύων οὐκ εἶχε, ταῦτα δουλεύων ἐκτήσατο. Τῆς γὰρ δουλείας ἀπαλλαγεὶς, «περιεῖλε, φησὶ, τοὺς θεοὺς τοὺς ἀλλοτρίους, καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυ‐ ρίου, καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου, καὶ ἐν Ἱερουσαλήμ· καὶ Ἐξέβα‐ | |
45 | λεν ἔξω τῆς πόλεως, καὶ κατώρθωσε θυσιαστήριον Κυρίου, καὶ ἔθυσεν ἐπ’ αὐτῷ θυσίαν σωτηρίου καὶ αἰνέσεως.» Ἐδίδαξε δὲ καὶ τὸν λαὸν εὐσεβεῖν. «Εἶπε γὰρ, φησὶ, Μανασσῆς τῷ Ἰούδα, δουλεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ.» Τὸ δὲ ἀτελὲς τοῦ λαοῦ πάλιν ὁ λόγος δεδήλωκεν. Ἐπήγαγε γὰρ, ὅτι ἔτι ὁ λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζεν. Ὅτι δὲ τῷ Θεῷ ἐν τοῖς ὑψηλοῖς ἔθυον, σαφῶς ἐνταῦθα ἡ ἱστορία δεδήλωκεν· ἐπήγαγε γάρ· «Πλὴν εἰς κενὸν Κυρίῳ τῷ Θεῷ αὐτῶν.» Τὰ δὲ κατὰ τὸν Ἀμὼν καὶ Ἰω‐ | |
80.856(50) | σίαν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν. Ζητητέον δὲ, πῶς ἔνδον οὔσης τῆς κιβωτοῦ ἐν τῷ Ἁγίῳ τῶν ἁγίων, τοῖς Λευΐταις ὁ Ἰωσίας ἁγνισθῆναι προσέταξε, τοῦ δοῦναι τὴν κιβωτὸν τὴν ἁγίαν | |
ἐν τῷ οἴκῳ Κυρίου. Καὶ τὰ ἑξῆς δὲ τοῦτο δηλοῖ· «Καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ, | 856 | |
80.857 | ὃν ᾠκοδόμησε Σολομὼν, ὃ υἱὸς Δαβὶδ τοῦ βασιλέως Ἰσραήλ.» Ἐγὼ δὲ οἶμαι, ἢ τὸν Ἀσσύριον ἐπὶ τοῦ Μανασσῆ τὴν πόλιν ἑλόντα ἐξαγαγεῖν τὴν κιβωτὸν ἔνδοθεν· ἤ τινα τῶν δυσσεβῶν βασιλέων, τῶν μετὰ τὸν Ἐζεκίαν βεβασιλευκότων, ἢ τὸν Μανασσὴν, ἢ τὸν Ἀμών· εἶτα τοῦτο τὸν Ἰωσίαν μεμαθηκότα εἰς τὸν οἰκεῖον ἀποκαταστῆσαι τόπον. Πάλιν μέντοι ἡ ἱστορία τὸν Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ προφήτας ἐκά‐ | |
5 | λεσε. «Κατὰ τὰς ἐντολὰς, φησὶ, Δαβὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τῶν προφητῶν τοῦ βασι‐ λέως.» Τὸ δὲ Κερεσεὶμ εἶδος εἶναι μαντείας ὑπολαμβάνω· τοῖς γὰρ ἐγγαστριμύθοις, καὶ τοῖς γνώ‐ σταις, καὶ τοῖς θεραφὶμ συνῆπται. Τοσαύτη δὲ ἦν τοῦδε τοῦ βασιλέως ἡ ἀρετὴ, ὅτι καὶ θρῆνον ὁ προ‐ φήτης Ἱερεμίας συνέγραψε, καὶ τοῦτον τοῖς ᾠδοῖς δέδωκε, καὶ ταῖς ᾀδούσαις, ὥστε τοῦτον ᾄδειν καθ’ ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦντας τὴν μνήμην. Τὰ δὲ κατὰ τοὺς λοιποὺς βασιλεῖς ὁ προφήτης Ἱερεμίας | |
10 | διὰ πλειόνων ἐδίδαξεν. Ἡμεῖς δὲ διὰ τῆς θείας χάριτος κἀκείνην τὴν βίβλον ἑρμηνεύσαντες αὖθις ἑρμηνεῦσαι ταύτην περιττὸν ὑπειλήφαμεν. Ὅτι δὲ ἐκ πολλῶν προφητικῶν βίβλων ταῦτα ὁ ἱστοριο‐ γράφος μετὰ πολὺν χρόνον συνήγαγε, τὸ τέλος τῆς βίβλου ἐκδιδάσκει· μέμνηται γὰρ Κύρου τοῦ | |
Περσῶν βασιλέως, καὶ τῆς ἐπανόδου τῶν αἰχμαλώτων. | 858 |