TLG 4089 020 :: THEODORETUS :: De sancta trinitate

THEODORETUS Scr. Eccl. Theol.
(Cyrrhensis: A.D. 4–5)

De sancta trinitate

Citation: Volume — page — (line)

75

.

1148

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΚΥΡΙΛΛΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
4tΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΤΡΙΑΔΟΣ.
10ΠΡΟΟΙΜΙΟΝ. Ἔδει μὲν πάντας τοὺς τῇ προσηγορίᾳ τοῦ Σωτῆ‐ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαμπρυνομένους, καὶ πρό‐ βατα εἶναι σεμνυνομένους τοῦ τὴν ψυχὴν τεθεικότος ποιμένος ὑπὲρ ἡμῶν, τῆς τοῦ ποιμένος ἀκούειν φω‐
15νῆς, καὶ τὴν ὑπ’ ἐκείνου δεικνυμένην νέμεσθαι πόαν, καὶ τοῖς τῆς εὐαγγελικῆς πίστεως ὅροις καὶ νόμοις ἐμμένειν, καὶ τὴν ἁπλῆν τῶν ἀποστόλων στέργειν διδασκαλίαν· ἐπειδὴ δὲ πολλοὶ πληγέντες τύφῳ, καὶ δόξης κενῆς ἐρασθέντες, καὶ ἑαυτοὺς ἀγνοήσαν‐
20τες, τὰ τῆς πεπλανημένης αὐτῶν ἐννοίας κυήματα, τῆς θεοπνεύστου διδασκαλίας προυτίμησαν, καὶ τῆς εὐθείας εἰς τὴν ἄνω πόλιν ἀγούσης ὁδοῦ παρατρα‐ πέντες, εἰς πολυσχεδεῖς καὶ θανατηφόρους ἐχώρησαν ἀτραποὺς, πάντες μὲν ὁμοίως πλανώμενοι, οὐ τὴν
25αὐτὴν δὲ τῆς πλάνης ὁμοίως μετιόντες ὁδὸν, ἀλλὰ δια‐ φόρως τῇ τῶν λογισμῶν ἀκολουθοῦντες ἀπάτῃ, ἡγοῦ‐ μαι πρέπειν τοῖς τὴν βασιλικὴν καὶ τετριμμένην ὑπὸ τῶν εὐσεβῶν ὁδεύουσιν, ἐλεεῖν τε τοὺς πλανωμένους, καὶ τὴν ἀπάτην γυμνοῦν, καὶ τὴν εὐσέβειαν ὑποδει‐
30κνύναι, καὶ ποδηγεῖν τοὺς ἑπομένους, καὶ τῆς ἑκα‐ τέρωσε παρατροπῆς ἀπείργειν, ἕως ἂν τὴν βασιλίδα
πόλιν καταλάβωσι.

75

.

1149

ΚΕΦΑΛΑΙΟΝ Αʹ. Ὅτι περὶ πολλοῦ ποιεῖται ὁ Θεὸς τῶν ἀνθρώπων σωτηρίαν. Τούτου γὰρ χάριν καὶ ὁ τῶν ὅλων Σωτὴρ εἰς τὴν
5οἰκουμένην ἀπέστειλε τῶν ἀποστόλων τὸν ἱερὸν χο‐ ρὸν, ἵνα ταῖς ἀκτῖσι τῆς θεογνωσίας τοὺς ἐν τῷ σκό‐ τει τῆς ἀγνοίας συντεθραμμένους φωτίσωσιν, ἵνα τὰ διασκεδασμένα πρόβατα καὶ τοῖς λύκοις προκείμενα συναγάγωσί τε καὶ ποιμάνωσιν ἐμμελῶς, ἵνα τὴν
10ἀγριέλαιον εἰς καλλιέλαιον τῇ τοῦ Πνεύματος μετα‐ βάλλωσι τέχνῃ, ἵνα τοὺς κρυπτομένους τῷ βυθῷ τῆς ἀσεβείας, τῷ τῆς διδασκαλίας ἁλιεύσωσι λόγῳ· ἐπειδὴ τοίνυν καὶ τῷ ποιητῇ τῶν ἀνθρώπων πάντων ἥδιστον τῶν ἀνθρώπων ἡ σωτηρία, καὶ τῇ φύσει δὲ δοκεῖ τὸ
15τῷ πέλας ἐπαμύνειν δεομένῳ κηδεμονίας, τὸ δοθὲν ἡμῖν ὑπὸ τοῦ Κυρίου τῆς γνώσεως τάλαντον ἐπὶ τοὺς τραπεζίτας καὶ ἡμεῖς καταβάλλωμεν, ἵνα μὴ τῷ ἀργῷ συγκαταδικασθῶμεν οἰκέτῃ· καὶ τῶν θείων δογμάτων τὴν διδασκαλίαν προθήσομεν, τοῖς τε εἰδόσιν εἰς ἀνά‐
20μνησιν, καὶ τοῖς ἀγνοοῦσιν εἰς μάθησιν. Βʹ. Τίς ὁ χαρακτὴρ τοῦ ἐκκλησιαστικοῦ λόγου. Κηρυττέτω δὲ τὴν εὐαγγελικὴν ὁ λόγος πίστιν ἁπλοϊκῶς οὕτω καὶ διδασκαλικῶς, μὴ διαλεκτικῶς μηδ’ ἀντιλογικῶς, ἀλλ’ Ἐκκλησίας Θεοῦ προσφό‐
25ρως, κατανυκτικῶς, μὴ ἐπιδεικτικῶς, διδακτικῶς, μὴ δικανικῶς, τεχνολογίας ἀπηλλαγμένος, θεολογίᾳ κε‐ χρημένος· μὴ πολυπραγμονῶν τὰ ἀνέφικτα, μὴ ἐρευνῶν τὰ ἀπερινόητα, μὴ νῷ καὶ λόγῳ τὰ ἀχώρητα περιγράφων, μὴ τεχνικαῖς τὸν ἀριστοτέχνην ὑποβάλ‐
30λων μεθόδοις, μὴ τὴν πίστιν ἐῶν, καὶ τὴν ἀπόδειξιν ἀπαιτῶν· τοῖς ἁλιεῦσιν ἑπόμενος, τὸν σκυτοτόμον ἰχνηλατῶν, ὑπὸ τοῦ τελώνου ποδηγούμενος, τῷ προ‐ φητικῷ καταυγαζόμενος λύχνῳ, τῷ εὐαγγελικῷ φω‐ τιζόμενος ἡλίῳ, μηδὲν τῶν οἰκείων λογισμῶν ἀναμι‐
35γνὺς, πάντα δὲ τοῦ παναγίου Πνεύματος ὑφαίνων διδάγματα· οὗτος γὰρ τῆς θείας διδασκαλίας ὁ ὅρος. Γ. Ὅτι ὡς πρὸς εὐσεβεῖς ἡ διδασκαλία γενή‐ σεται. Τὰ μὲν οὖν αἱρετικὰς βλασφημίας ἐν ἑτέροις ἤδη
40συγγράμμασιν διηλέγξαμεν, χωρὶς ἑκάστην δια‐ λαβόντες, καὶ τοῦ τῆς ἀπάτης γυμνώσαντες προκα‐ λύμματος, καὶ γυμνὴν δείξαντες τὴν ἀσέβειαν· νῦν δὲ, Θεοῦ διδόντος, τοῖς τροφίμοις τῆς πίστεως τὰ τῆς Ἐκκλησίας θεόσδοτα προθήσομεν δόγματα· μήτε τῷ
45μήκει τοῦ λόγου κόρον τοῖς ἐντυγχάνουσιν ἐπεισάγον‐ τες, μήτε τῇ βραχυλογίᾳ τὴν ἀκρίβειαν παραφθεί‐ ροντες, ἀλλ’ ἀμφοτέρων τῶν ἄκρων τὴν μέσην αἱρού‐ μενοι· ἵνα μήτε τῷ πλήθει τοὺς ἀκούοντας ἀποκναί‐ σωμεν, καὶ σαφῆ τὴν διδασκαλίαν τῆς θεογνωσίας

75

.

1149

(50)

προσοίσωμεν· ἄρξομαι δὲ ἄνωθεν, πρὸς αὐτὴν δρα‐
μὼν τῶν ἀγαθῶν τὴν πηγήν.

75

.

1152

Δʹ. Ὁποίας δεῖ διαλήψεις ἔχειν περὶ τοῦ Θεοῦ καὶ Πατρός. Ἡμεῖς οἱ τῆς Τριάδος ἐρασταὶ καὶ προσκυνη‐ ταὶ καὶ κήρυκες μεγαλόφωνοί τε καὶ μεγαλόφρονες,
5πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα ἄναρχον καὶ ἀγέν‐ νητον, ἀεὶ ὄντα Πατέρα, οὐχ ὕστερον τοῦτο κτησά‐ μενον, οὐ γὰρ ἦν ὅτε οὐκ ἦν, ἀλλ’ ἄνωθεν ἦν Πατήρ· οὐδὲ γέγονε πρῶτον Υἱὸς εἶτα Πατὴρ, κατὰ τὴν τῶν σωμάτων ἀκολουθίαν· ἀλλ’ ἀφ’ οὗπερ ἔστιν, ἀεὶ δὲ
10ἔστι, Πατὴρ καὶ ἔστι καὶ καλεῖται. Εʹ. Ὁποῖα δεῖ περὶ τοῦ Υἱοῦ φρονεῖν. Πιστεύομεν εἰς ἕνα Υἱὸν συναΐδιον τῷ γεννήσαντι, οὐκ ἀρχὴν τοῦ εἶναι λαβόντα, ἀλλ’ ἀεὶ ὄντα, καὶ σὺν Πατρὶ ὄντα· ἀφ’ οὗ γὰρ Πατὴρ, ἀεὶ δὲ Πατὴρ, ἐξ
15ἐκείνου Υἱός· ἀχωρίστως γὰρ ἔχει ταῦτα πρὸς ἄλλη‐ λα, τά τε ὀνόματα, καὶ τὰ πράγματα· εἰ οὐκ ἀεὶ δὲ ὁ Υἱὸς, ἀλλ’ ἦν ὅτε οὐκ ἦν, οὐδὲ ἀεὶ ὁ Πατήρ· ἀφ’ οὗ γὰρ ἐγέννησε, τοῦτο ἔχει τὸ ὄνομα· εἰ δὲ ἀεὶ ὁ Θεὸς καὶ Πατὴρ (βλάσφημον γὰρ τῷ ὄντι, ὑπὸ χρόνους
20ποιῆσαι τὸν τῶν χρόνων ποιητὴν, καὶ χρονικοῦ δια‐ στήματος ἀποφῆναι δευτέραν τὴν ἄχρονον καὶ ὑπὲρ χρόνον γέννησιν), ἀεὶ ὁ Υἱὸς, ἐκ τοῦ Πατρὸς μὲν ἀῤ‐ ῥήτως γεννηθεὶς, μετὰ τοῦ Πατρὸς δὲ ἀεὶ ὢν, καὶ σὺν τῷ Πατρὶ γνωριζόμενος.
25ϛʹ. Ὅτι τὸν Υἱὸν τῷ Πατρὶ συναΐδιον διδάσκου‐ σιν αἱ Γραφαί. «Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Ὁ δὲ ἐν ἀρχῇ ὢν, πότε οὐκ ἦν; Οὔτε γὰρ
30εἶπεν, ὅτι ἐν ἀρχῇ ἐγένετο, ἀλλ’ ἐν ἀρχῇ ἦν· οἷον ἂν φιλονεικήσωμεν τοῖς λογισμοῖς ὑπερβῆναι τὸ ἦν, ἐπέκεινα γενέσθαι τῆς ἀρχῆς οὐκ ἰσχύσομεν. Πάντα δεύτερα τοῦ ἐν ἀρχῇ ὄντος, καὶ χρόνος, καὶ αἰὼν, καὶ εἴ τι ἂν ἕτερον χρονικὸν ἐπινοηθείη διάστημα. Εἰ δὲ
35οὐκ ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ συνῆν ὁ Υἱὸς, ὕστερον δέ ποτε προσεγένετο, ἀνάγκη χρόνον καὶ αἰῶνα Πατρὶ καὶ Υἱῷ μεσιτεύειν. Εἰ δὲ τοῦτο δοίη τις, εὑρεθήσεται τὸ ποίημα τοῦ ποιητοῦ προϋπάρχον· «Πάντα γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, διὰ τοῦ Υἱοῦ ἐγένετο, καὶ
40χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ἓν δὲ τῶν πάντων ὁ αἰὼν ἢ ὁ χρόνος· καὶ ὁ μακάριος δὲ Παῦλος. «Ἐπ’ ἐσχάτων, φησὶ, τῶν ἡμερῶν, ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Εἰ δὲ τοῦ Υἱοῦ οἱ αἰῶνες ποιήματα, οὐ
45προϋπάρχουσι τοῦ ποιήσαντος· αἰώνων δὲ μὴ ὑπαρ‐ χόντων, εὔδηλον ὡς οὐδὲ ὁ χρόνος, ὃν ἡμέραι τε καὶ νύκτες ποιοῦσι καὶ μετροῦσιν· ἡμέρας δὲ καὶ νύκτας ἡ τοῦ φωτὸς ἀνατολὴ καὶ δύσις ἐργάζεται· τὸ δὲ φῶς μετὰ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸν ἀέρα,

75

.

1152

(50)

ἐγένετο· ταῦτα δὲ πάντα, καὶ τὰ ἐν τούτοις, ὁ Θεὸς

75

.

1153

Λόγος εὐδοκίᾳ τοῦ Πατρὸς ἐδημιούργησε λόγῳ.
4Τοίνυν τῶν χρόνων καὶ τῶν αἰώνων μετὰ τῶν ἄλ‐
5λων ἁπάντων ποιηθέντων ὑπὸ τοῦ Λόγου, οὐδὲν ἂν ἦν μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἀλλ’ ἀεὶ μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ δὲ ὁ Υἱὸς σὺν Πατρί· διὸ καὶ ὁ εὐαγγελι‐ στὴς, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» βοᾷ. Καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ
10χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Καὶ ἑτέρωθεν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγή‐ σατο τὸ εἶναι ἴσα Θεῷ.» Καὶ οὔτε ἐκεῖνος τὸ ἦν, οὔτε οὗτος τὸ ὢν καὶ ὑπάρχων, ἐᾷ· ἐπειδὴ τὸν ἀεὶ ὄντα κηρύττουσιν· οὗ χάριν καὶ μετ’ ὀλίγα ὁ εὐαγ‐
15γελιστὴς, «Ζωὴ ἦν, φησὶ, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.» Καὶ αὖθις· «Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό‐ σμον.» Καὶ πάλιν· «Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Καὶ ἐν τῇ ἐπιστολῇ, «Ὁ ἦν,
20φησὶν, ἀπ’ ἀρχῆς.» Οὕτω θεολογεῖν ὑπὸ τοῦ θείου Πνεύματος τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐδιδάχθησαν οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γενό‐ μενοι· διὸ οὐ συνηρίθμησαν τῇ κτίσει τὸν κτίσαντα· οὐ συνέταξαν τὸν ποιητὴν τοῖς ποιήμασιν· οὐδαμοῦ
25κτίσμα τὸ τίμιον τοῦ Θεοῦ προσηγόρευσαν γέννημα· οὐδαμοῦ τὸ ἐγένετο συνέζευξαν τῇ Θεότητι· ἀλλ’ οὗ‐ τος μὲν, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» οὐκ ἐν ἀρχῇ ὁ Λόγος ἐγένετο. Ἐκεῖνος δὲ, «Ὡς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως·» οὐκ, ἐγέ‐
30νετο ἀπαύγασμα καὶ χαρακτήρ. Καὶ πάλιν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,» οὐ μορφὴ Θεοῦ γενόμενος, ἀλλ’ «Ὑπάρχων ἐν Θεοῦ μορφῇ.» Καὶ ἑτέρωθι· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου,» οὐκ εἶπεν, ὃς ἐγένετο εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, ἀλλ’, ὃς ἐστίν.
37Ζʹ. Ἀπόδειξις ἐκ τῆς Παλαιᾶς, ὅτι ἀΐδιος ὁ Υἱός. Οὕτω τῇ θεολογίᾳ πανταχοῦ συνέζευκται τὸ ἦν,
40καὶ τὸ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἔστιν· οὕτω τῷ μεγάλῳ Μωϋσῇ ἑαυτὸν διαλεγόμενος προσηγόρευσεν· «Ἐγώ εἰμι ὁ ὤν.» Καὶ πάλιν· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» Ὅτι δὲ τοῦ Υἱοῦ ταῦτα τὰ ῥήματα, καὶ αὐτοὶ μὲν μαρτυ‐
45ροῦσι τῆς βλασφημίας οἱ πρόμαχοι, ἀχώρητον μὲν τὸν Πατέρα λέγοντες, μεσίτην δὲ τοῦ Πατρὸς καὶ τῆς κτί‐ σεως τὸν Υἱὸν ἀποκαλοῦντες, καὶ φάσκοντες αὐτὸν τοῖς πατριάρχαις καὶ τοῖς προφήταις ὀφθῆναί τε καὶ διαλεχθῆναι· σαφῶς δὲ ἡμᾶς αὐτὸς ὁ Θεὸς Λόγος

75

.

1153

(50)

διδάσκει διὰ Ἱερεμίου τοῦ προφήτου λέγων· «Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ δια‐ θήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθή‐ κην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέραις ἐπιλαβομένου μου τῆς
55χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου.»

75

.

1156

Ζητήσωμεν τοίνυν τίς τὴν καινὴν ἔδωκε διαθήκην. Ἦ οὐχὶ δῆλον ἅπασιν ὡς ὁ δεσπότης Χριστὸς ταύτης ἐστὶ χορηγός; Αὐτὸς γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοᾷ· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω
5ὑμῖν, Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔν‐ οχος ἔσται τῇ κρίσει· ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορ‐ κήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως.» Καὶ τὰ ἄλλα δὲ ὁμοίως τίθησιν, ὅτι ἐῤῥέθη μὲν τόδε, ἐγὼ δὲ τοῦτο τοιῶσδε νομοθετῶ, οὐκ ἀνατρέπων τὸν κεί‐
10μενον νόμον, ἀλλὰ τὴν νομοθεσίαν ἀκριβεστέραν ποιῶν, καὶ τῆς φυλακῆς τὸν τρόπον διδάσκων. Τὴν νέαν τοίνυν διαθήκην ὁ δεσπότης ἡμῖν δέδωκε Χρι‐ στός· ὁ δὲ ταύτην παρεσχηκὼς, καὶ τὴν παλαιὰν μετὰ τὴν ἀπαλλαγὴν τῆς Αἰγύπτου δέδωκε τῷ Ἰσ‐
15ραήλ· ὁ δὲ ἐκείνην δεδωκὼς, καὶ τῆς Αἰγυπτιακῆς δουλείας ἀπαλλάξας, αὐτὸς ἀπέστειλε δηλονότι πρὸς Φαραὼ τὸν Μωϋσέα· αὐτὸς εἶπε· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς·» τοῦτο δὲ καὶ ἑτέρωθι ὁ προφήτης σαφὲς ποιεῖ·
20«Οὗτος γὰρ, φησὶν, ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.»
25 Κάτωθεν τοίνυν ἀρξάμενοι, τὴν προφητικὴν ἐρευ‐ νήσωμεν ἔννοιαν. Τίς ὁ ἐπὶ τῆς γῆς ὀφθεὶς, καὶ τοῖς ἀνθρώποις συναναστραφείς; εὔδηλον, ὡς οἶμαι, πᾶσι τοῖς γε νοῦν ἔχουσιν, ὡς ὁ Θεὸς Λόγος τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ὁ μὴ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι
30ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβών. Οὗτος τοίνυν τὴν ὁδὸν τῆς ἐπιστήμης ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ, τὸν παλαιὸν διαγορεύσας ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως νόμον. Ὁ δὲ τὸν νόμον ἐκεῖνον δεδωκὼς, πρὸ
35τοῦ δοῦναι τὸν νόμον, τῷ Μωϋσῇ διαλεγόμενος ἔφη· «Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ. Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.» Διὸ ὁ προφήτης ἐβόα· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·» μαρτυ‐ ρῶν αὐτῷ, οὐ τὸ ἔλαττον, ἀλλὰ τὸ ἀσύγκριτον. Ὁρᾶτε
40πῶς ἔοικε τοῖς εὐαγγελικοῖς διδάγμασιν τὰ προφη‐ τικὰ κηρύγματα. Μωϋσῆς κηρύττει τὸ ὤν· μᾶλλον δὲ αὐτὸς ὁ Θεὸς Λόγος περὶ ἑαυτοῦ λέγει τὸ ὤν· Παῦλος δὲ πολλάκις λέγει τὸ ὢν, προστίθησι δὲ καὶ τὸ ὑπάρχων, ταὐτὸν δυνάμενον τῷ ὤν· λέγει καὶ τὸ
45ἔστιν, ἰσοδυναμοῦν ἐκείνοις κατὰ τὴν ἔννοιαν· ὡσαύ‐ τως δὲ καὶ ὁ θεολόγος Ἰωάννης πολλαχοῦ τὸ ὢν τῇ τῶν Εὐαγγελίων πραγματείᾳ ἐνσπείρει, καὶ αὐτὸ δὲ τὸ προοίμιον ταύταις ταῖς φωναῖς ἀγλαΐζει, οὐχ ἅπαξ, οὐδὲ δὶς, οὐδὲ τρὶς, ἀλλὰ πολλάκις κηρύττων

75

.

1156

(50)

τὸ ἦν. Ηʹ. Ὅτι τὰ μὲν ἁρμόττει τῷ Θεῷ Λόγῳ, τὰ δὲ τῇ ἀναληφθείσῃ φύσει. Τῶν κηρύκων δὲ τῆς ἀληθείας τοιαῦτα διδασκόν‐
των, τίς οὕτως ἄγαν θρασὺς καὶ αὐθάδης, ὡς ἀντὶ

75

.

1157

μὲν τοῦ ἦν, τὸ οὐκ ἦν εἰπεῖν; ἀντὶ δὲ τοῦ ὢν καὶ ὑπάρχων, κτίσμα προσαγορεῦσαι τὸν ἐκ Πατρὸς μὲν ἀχρόνως καὶ ἀπαθῶς γεννηθέντα, ἐν δὲ τοῖς κόλ‐ ποις τοῦ Πατρὸς ἱδρυμένον; ὁ γὰρ ὢν οὐ κτίζεται,
5ὁ ὑπάρχων οὐ δημιουργεῖται· τὸ γὰρ ἐγένετο, καὶ τὸ ἔλαβε, καὶ ὅσα τοιαῦτα, οὐ θεολογοῦντες, ἀλλὰ τὴν οἰκονομίαν κηρύττοντες ἔλεγον οἱ τὰ τῆς θεογνωσίας ἐγχειρισθέντες μυστήρια. Καὶ πρῶτος μὲν ὁ μακάριος Ἰωάννης, καὶ «Ὁ Λόγος, ἔφη, σὰρξ ἐγένετο·» εἰπὼν
10τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» καὶ πολλάκις τὸ ἦν ἐπὶ τῆς Θεότητος δεδωκὼς, εἰς τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ἐλθὼν, ἀναγκαίως τὸ ἐγένετο τέθεικεν· οὐ γὰρ ἦν ἀεὶ ἡ ἐξ ἡμῶν ληφθεῖσα ὑπὸ τοῦ Θεοῦ Λόγου ἀπαρχὴ, ἀλλὰ πρὸς τῷ τέλει τῶν αἰώνων ἐγένετό τε
15καὶ ἀνελήφθη ὑπὸ τοῦ Θεοῦ Λόγου. Τοῦτο ποιεῖ καὶ ὁ μακάριος Παῦλος· εἰπὼν γὰρ, «Ἐν μορφῇ Θεοῦ ὑπάρχων,» καὶ προσθεὶς τὸ, «οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ,» ἐπήγαγε τὸ «Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·» τῇ «μορφῇ τοῦ δούλου» τὸ
20«λαβὼν» προσαρμόσας, τῇ δὲ «μορφῇ τοῦ Θεοῦ» τὸ «ὑπάρχων» συζεύξας. Οὐκοῦν ἡ τοῦ Θεοῦ μορφὴ προϋπ‐ άρχουσα, μᾶλλον δὲ ἀεὶ ὑπάρχουσα, ἔλαβε τὴν τοῦ δούλου μορφήν· οὐ τοίνυν κτίσμα, οὐδὲ ποίημα, οὐδὲ ἐξ οὐκ ὄντων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ ἐκ τοῦ Πατρὸς
25γεννηθεὶς ἀεὶ τῷ Πατρὶ σύνεστι, καὶ τὴν μετὰ Πατρὸς παρὰ τῶν εὐγνωμόνων προσκύνησιν δέχεται.
29Θʹ. Περὶ τῆς ἐκ Θεοῦ γεννήσεως.
30 Μηδεὶς δὲ γέννησιν ἀκούων, τοῖς λογισμοῖς δεχέ‐ σθω τὰ πάθη τῆς ἡμετέρας γεννήσεως, τομὴν, καὶ ῥεῦσιν, καὶ ὠδῖνα, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. Σωμάτων γὰρ ταῦτα παθήματα· Θεὸς δὲ ἀσώματος, καὶ ἀπαθὴς, ἄτρεπτός τε, καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύ‐
35τως ἔχων· εἰ δέ τις οἴεται γέννησιν μὴ εἶναι πά‐ θους ἀπηλλαγμένην, καὶ ἐν τοῖς περὶ κτίσεως λόγοις τούτους δεχέσθω τοὺς λογισμούς· ὥσπερ γὰρ ἐκεῖ τομὴ καὶ ῥεῦσις, οὕτως ἐνταῦθα φροντὶς, καὶ πόνος, καὶ ἱδρὼς, καὶ ὄργανα, καὶ ὕλη προϋποκειμένη,
40καὶ ἀποτυχίαι, καὶ τὰ ἄλλα ὅσα συμπαρομαρτεῖ τοῖς κτίσμασιν· εἰ δὲ μόνη βούλησις τῷ Θεῷ εἰς τὴν τοῦ παντὸς ἤρκησε δημιουργίαν, καὶ βουληθεὶς πα‐ ραχρῆμα τὰ μὴ ὄντα ἔδειξεν ὄντα, δεξάσθω ὁ ἀντι‐ λέγων καὶ τὴν γέννησιν τοῦ Θεοῦ πάθους ἀπηλλάχθαι
45παντός. Ὥσπερ δὲ οὐ τοῖς ἀνθρώποις ὁμοίως ἐδη‐ μιούργησεν, οὕτως οὔτε ὁμοίως ἐγέννησεν. Ιʹ. Τίς ἡ ἔννοια τῶν τοῦ Κυρίου ὀνομάτων. Διὸ καὶ ὁ Λόγος ὁ Υἱὸς ὀνομάζεται ὡς ἀπαθῶς γεννηθεὶς, κατὰ τὸν ἐκ τοῦ νοῦ γεγενημένον λόγον

75

.

1157

(50)

ἀπαθῶς. Υἱὸς δὲ καλεῖται ὡς ἐκ τοῦ Πατρὸς γεννη‐

75

.

1160

τῶς προελθών. Θεὸς δὲ προσαγορεύεται ὡς τῆς πατρικῆς φύσεως μετέχων, καὶ ἀπαράλλακτος εἰκὼν ὑπάρχων τοῦ Θεοῦ γεννήσαντος. Μονογενὴς δὲ, ὡς μόνος ἐκ μόνου, καὶ μονοτρόπως γεννηθείς· ἀπαύ‐
5γασμα δόξης, ὡς ἐν αὐτῷ τὸν Πατέρα δεικνὺς, καὶ ἀεὶ συνὼν τῷ γεννήσαντι, ὥσπερ τῷ φωτὶ τὸ ἀπαύ‐ γασμα· χαρακτὴρ ὑποστάσεως, ἵνα μὴ ψιλὴν ἐνέρ‐ γειαν, ἀλλὰ ζῶσαν ὑπόστασιν τὸν Θεὸν Λόγον εἶναι πιστεύσῃς, ὅλον ἐν ἑαυτῇ τὸν γεννήσαντα δεικνῦσαν·
10τὸ δὲ πρωτότοκος οὐκ ἔστι τῆς θείας φύσεως, ἀλλὰ τῆς οἰκονομίας ὄνομα· πῶς γὰρ οἷόν τε τὸν Θεὸν Λό‐ γον, καὶ μονογενῆ καὶ πρωτότοκον εἶναι; Ἐναντία γὰρ τὰ ὀνόματα· καὶ ὁ μὲν μονογενὴς τὸν μόνον γεννηθέντα σημαίνει, ὁ δὲ πρωτότοκος τὸν πρὸ ἑτέ‐
15ρων τεχθέντα, καὶ ἑτέρων τῷ τόκῳ πρωτεύοντα· ὁ Θεὸς δὲ Λόγος ἀδελφὸν οὐκ ἔχει, μονογενὴς γάρ· πῶς οὖν πρωτότοκος ὁ μόνος ἐκ τοῦ Πατρὸς γεννη‐ θείς; Οὐκοῦν εὔδηλον, ὡς τῆς οἰκονομίας «τὸ πρωτό‐ τοκος» ὄνομα.
20 Εἰ δέ τις ἀμφιβάλλει, παρὰ Παύλου μανθανέτω βοῶντος· «Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμ‐ μόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Τίνος γὰρ κατὰ φύσιν ἀδελφοὶ οἱ πιστεύοντες; Οὐ τοῦ Θεοῦ
25Λόγου, ἀλλὰ τῆς ὁμοφυοῦς ἀνθρωπότητος· ταύτης γάρ εἰσι καὶ σύμμορφοι. Καὶ ἑτέρωθεν ἔλεγεν· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Οὐκοῦν αὐτός ἐστι καὶ πρωτότοκος ὁ
30τοὺς πολλοὺς ἔχων ἀδελφούς· περὶ ὧν αὐτὸς ἐν Ψαλ‐ μοῖς φησιν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελ‐ φοῖς μου.» Οὐκ ἄλλον δὲ τὸν μονογενῆ, καὶ ἄλλον τὸν πρωτότοκον εἶναί φαμεν, ἀλλὰ τὸν αὐτὸν, οὐ κατὰ τὸ αὐτὸ δέ. Μονογενὴς μὲν γὰρ ὠνόμασται
35κατὰ τὴν ἄνωθεν γέννησιν, πρωτότοκος δὲ κέκληται ὡς πρῶτος τῆς ἐπὶ τὴν ζωὴν φερούσης γεννήσεως τὰς ὠδῖνας λύσας. Διὰ τοῦτο καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται, ὡς πρῶτος ἀναστὰς, καὶ τοῦ θανάτου τὰς πύλας ἀνοίξας· καὶ πρωτότοκος πάσης
40τῆς κτίσεως, ὡς πρῶτος ἐν τῇ καινῇ κτίσει τεχθεὶς, ἢν ἀνεκαίνισε γεννηθείς· περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρ‐ χαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Εἰ δὲ φιλονεικεῖεν, οἱ τὴν ἔριν τῆς πειθοῦς προτιμῶν‐
45τες, περὶ τοῦ Θεοῦ Λόγου τὸ πρωτότοκος εἰρῆσθαι πάσης κτίσεως, τὴν μὲν ἀμαθίαν αὐτῶν γελασόμεθα· συγχωρήσομεν δὲ ὅμως, ἵνα καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος παρ’ ἡμῖν οὖσαν τὴν ἀλήθειαν δείξω‐ μεν· πρωτότοκος γὰρ, ἀλλ’ οὐ πρωτόκτιστος πάσης

75

.

1160

(50)

κτίσεως λέγεται· ὡς εἶναι δῆλον ὅτι αὐτὸς μὲν πρὸ πάσης ἐγεννήθη τῆς κτίσεως, καὶ οὐδὲν τοῦ Υἱοῦ πρεσβύτερον, ἀλλὰ Πατρὶ μὲν ἀεὶ συνῆν, τῆς δὲ κτί‐ σεως ἁπάσης προῆν· πᾶσα δὲ τῶν δημιουργημάτων ἡ φύσις ὕστερόν ποτε, εἰ ὑπ’ αὐτοῦ πρὸς τὸ εἶναι
55παρήχθη. Ὥστε οὐδὲν ἐντεῦθεν τοῖς βλασφημοῦσι
περιέσται.

75

.

1161

ΙΑʹ. Ὅτι οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, καὶ οὐδεὶς οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Ἵνα δὲ δείξωμεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα, ἐπ’ αὐτὴν ἔλθωμεν τὴν τοῦ Κυρίου διδασκαλίαν· «Οὐ‐
5δεὶς, φησὶν, οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Τί τούτων τῶν ῥη‐ μάτων σαφέστερον; Ἴση, φησὶν, ἡμῖν ἡ γνῶσίς ἐστι· γινώσκω γὰρ τὸν Πατέρα, γινωσκόμενος ὑπ’ αὐτοῦ·
10καὶ γινώσκει με ὁ Πατὴρ, καὶ γινωσκόμενος ὑπ’ ἐμοῦ. Πᾶσα δὲ ἡ κτίσις τῆς ἡμετέρας ἐκβέβληται γνώσεως. Πῶς γὰρ οἷόν τε τῆς φύσεως ἡμῶν οὐ κοι‐ νωνοῦσαν, κοινωνῆσαι τῆς γνώσεως; μεταλαγχά‐ νουσι δέ τινες ὅμως βραχείας τινὸς θεωρίας· ἀπο‐
15καλύπτω γὰρ ὡς οἷόν τε οἷς ἂν ἐθέλω τὴν περὶ τοῦ Πατρὸς γνῶσιν, ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι. Ταῦτα ἐκ τῶν Δεσποτικῶν ἐμάθομεν διδαγμάτων· ποίαν ἐνταῦθα χώραν ἔχει τὸ μεῖζον καὶ ἔλαττον; Ποῖον κτίσμα τὸν κτίστην γινώσκει, ὡς ὑπὸ τοῦ κτί‐
20στου γινώσκεται; Ποῖον δὲ ποίημα τὴν πρὸς τὸν ποιητὴν ἰσότητα δέχεται; Ἢ οὐκ ἴσμεν ὅπως περὶ τῆς κτίσεως ἡ θεία Γραφὴ διαλέγεται; Ἀναμνησθῶ‐ μεν τοίνυν τῶν τοῦ Προφήτου ῥημάτων· «Κατ’ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν
25χειρῶν σού εἰσιν οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγή‐ σονται· σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί‐ ψουσι.» Καὶ πάλιν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐ‐
30τοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Αὕτη κτίσεως καὶ κτίστου διαφορά. Ἔνθα τοίνυν ἰσότης, οὐκέτι κτίσμα καὶ κτίστης, ἀλλὰ Πα‐ τὴρ καὶ Υἱός· διὸ καὶ ταῦτα τέθεικε τὰ ὀνόματα, ἵνα ἐκ τῶν ὀνομάτων μάθωμεν τὴν ταυτότητα. «Οὐ‐
35δεὶς γὰρ, φησὶ, γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός.» Τῷ εἰπεῖν «οὐδεὶς,» τὴν κτίσιν ἐδήλωσεν· ἐκβαλομένη δὲ ἡ κτίσις, δείκνυσι τὸν μένοντα τῶν κτισμάτων ὑπέρτερον, τῷ δὲ γεννήσαντι φυσικῶς συνημμένον·
40«Οὐδεὶς γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Εἰπάτωσαν οἱ τῆς ἀληθείας ἐχθροὶ, πῶς χρὴ τὴν θείαν ἀναγινώσκειν Γραφὴν, τῷ γράμματι στέργειν, ἢ τὴν ἔννοιαν ἐρευνᾷν. Κἂν μὲν οὖν τὸ δεύτερον εἴ‐
45πωσι, μαθέτωσαν ἀφ’ ὧν λέγουσι, κἀν τοῖς οἰκείοις προβλήμασι τοῦτο ποιεῖν, καὶ τὴν ἀληθῆ τῶν πρα‐ γμάτων ζητεῖν ἑρμηνείαν· εἰ δὲ φαῖεν ἀρκεῖν τὸ γράμμα πρὸς ἀκριβῆ διδασκαλίαν, ἐκ τῶν προκειμέ‐ νων τὴν ἔννοιαν αὐτῶν διελέγξωμαι· εὑρίσκεται γὰρ

75

.

1161

(50)

ἀνέφικτος μὲν ὁ Υἱὸς, ὁ δὲ Πατὴρ ἐφικτός· καὶ ὁ μὲν ἀπερινόητος, ὁ δὲ Πατὴρ θεατός· περὶ μὲν γὰρ ἑαυτοῦ ὁ Δεσπότης Χριστὸς εἰπὼν, ὅτι «Οὐδεὶς γι‐ νώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ,» οὐκ ἐπήγαγε, καὶ ᾧ ἂν βούληται ὁ Πατὴρ ἀποκαλύψαι· εἰρηκὼς δὲ,
55«Οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς,» Εὐθὺς προσέθηκε, «Καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀπο‐
καλύψαι·» καὶ οὐ μόνον αὐτὸν θεωρητὸν πεποίη‐

75

.

1164

κεν, ἀλλὰ καὶ τῆς οἰκείας ἐξουσίας τὴν θεωρίαν ἐξήρτησεν. Ἀλλὰ κἂν μυριάκις εἰς τὸν Υἱὸν ἀσεβεῖν ἐθέλωσιν, οἷς τοῦτο φίλον, ἡμεῖς οὐκ ἀνεξόμεθα βλάσφημον ἔννοιαν καταδέξασθαι περὶ Θεοῦ καὶ Πα‐
5τρός· πιστεύομεν γὰρ ἀθέατον καὶ ἀπερινόητον εἶναι τὸν τῶν ὅλων Θεόν· πῶς γὰρ ὁ ἀκατάληπτος Υἱὸς ἂν εἴη τοῦ καταληφθῆναι δυναμένου; Ὁμοίως τοίνυν Πατέρα καὶ Υἱὸν ἀχώρητον εἶναί φαμεν ἀνέφικτόν τε καὶ ἀκατάληπτον· ἀποκαλύπτεσθαι δὲ διὰ Πατρὸς
10καὶ Υἱοῦ τὴν γνῶσιν πιστεύομεν τῷ τῆς διανοίας ὀπτικῷ καὶ τῇ τῆς πίστεως θεωρίᾳ· «Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις γινώ‐ σκει, εἰ μὴ ὁ Υἱός·» καὶ ἀλλαχοῦ· «Καθὼς, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα.»
15Οὐχ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον, ἀλλὰ καθὼς γινώσκω, γινώσκομαι. ΙΒʹ. Ὅτι ἴση τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἡ δύ‐ ναμις. Ὧν τοίνυν ἡ γνῶσις ἴση, τούτων καὶ ἡ δύναμις
20ἴση· ὧν δὲ ἡ δύναμις ἴση, τούτων δηλονότι καὶ ἡ οὐσία μία· ὅτι δὲ ἴση Πατρὸς καὶ Υἱοῦ ἡ δύναμις, αὐτὸς ἡμᾶς πάλιν ὁ Σωτὴρ ἐδίδαξεν οὑτωσὶ λέγων· «Οἱ ἐκ τῶν προβάτων τῶν ἐμῶν τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι,
25κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπο‐ λοῦνται εἰς τὸν αἰῶνα, οὐδ’ οὐ μή τις ἁρπάσῃ αὐτὰ ἐκ τῆς χειρός μου· ὁ Πατὴρ, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»
30Ὁρᾶτε πῶς οὐχ ἁπλῶς τέθεικε τὸ «Ἐγὼ καὶ ὁ Πα‐ τὴρ ἕν ἐσμεν,» προορῶν τὴν αἱρετικὴν κακοήθειαν, ἵνα μὴ ἐπὶ βουλήματος καὶ θελήματος ταύτην λά‐ βωσι τὴν φωνήν· ἀλλὰ πρότερον τὸ τῆς δυνάμεως ἴσον κατασκευάσας, οὕτω ταύτην ἐπήγαγε· τοῖς
35γὰρ προβάτοις, φησὶ, τοῖς ἀκολουθοῦσί μοι ζωὴν αἰώνιον δίδωμι ἐγὼ, ὡς μηδὲν ἐξ αὐτῶν ἀπολέσθαι εἰς τὸν αἰῶνα· τίς γάρ ἐστι τοσοῦτος ὡς ἁρπάσαι ἐκ τῆς χειρός μου δυνηθῆναι τὰ ὑπ’ ἐμοῦ ποιμαινό‐ μενα; ὥσπερ γὰρ τῆς δεξιᾶς τοῦ Πατρὸς, ὃς μείζων
40πάντων ὑπάρχει, ἀμήχανόν τινα περιγενέσθαι, οὕτως ἀδύνατον ἁρπαγῆναί τινα τῶν ὑπ’ ἐμοῦ φρουρουμέ‐ νων· «Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ποῦ τοί‐ νυν τὸ μεῖζον καὶ τὸ ἔλαττον· Εἰ γὰρ ὁμοίως, οὔτε ἐκ τῆς χειρὸς τοῦ Υἱοῦ, οὔτε ἐκ τῆς χειρὸς τοῦ Πα‐
45τρὸς, ἁρπάσαι τις δύναται, τὸ μεῖζον χώραν οὐκ ἔχει· καὶ ἐπειδὴ πάντων μείζων ὁ Πατὴρ, οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς αὐτοῦ· μείζων ἄρα πάντων ὁ Υἱὸς, ἐπειδὴ ὁμοίως οὐδεὶς ἐκ τῆς χειρὸς αὐτοῦ ἁρ‐ πάσαι δύναται· διὸ ἐπήγαγεν, «Ἐγὼ καὶ ὁ Πατὴρ

75

.

1164

(50)

ἕν ἐσμεν.» Ἂν γὰρ τῷ γράμματι πάλιν ἀκολουθή‐ σωμεν, ὀψόμεθα τὸν Υἱὸν προτεταγμένον· «Ἐγὼ γὰρ, εἶπε, καὶ ὁ Πατὴρ,» οὐχ ὁ Πατὴρ καὶ ἐγώ· καὶ δείξας τὴν τῶν προσώπων δυάδα, ἐκήρυξε τὴν τῆς φύσεως ταυτότητα. Τῷ γὰρ εἰπεῖν Ἐγὼ καὶ ὁ Πατὴρ, τὸν
55ἀριθμὸν τῶν ὑποστάσεων ἐσήμανε· τὸ δὲ ἐπαγαγεῖν,
«ἐσμὲν ἓν,» τὸ τῆς δυνάμεως ἐδήλωσεν ἀπαράλλακτον·

75

.

1165

ὧν τοίνυν ἴση ἡ γνῶσις, καὶ ἡ δύναμις, καὶ ἡ βού‐ λησις, τούτων δηλονότι καὶ ἡ φύσις μία, κἂν ἀναι‐ σχυντῶσιν οἱ δυσφημοῦντες. ΙΓʹ. Ὅτι πολλαχόθεν ἔστι μαθεῖν Πατρὸς καὶ
5Υἱοῦ τὴν ἰσότητα. Ὅτι δὲ τὰ αὐτὰ δύναται τῷ Πατρὶ καὶ [ὁ Υἱὸς], μαθεῖν ἔστιν ἑτέρωθεν· ποτὲ μὲν γὰρ, «Ὁ Πατήρ μου, λέγει, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι·» ποτὲ δέ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ
10ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» — «Οὓς θέλει» εἶπεν, οὐχ οὓς κελεύεται· οὓς βούλεται, οὐχ οὓς προστάσσεται· τὸ μὲν γὰρ δουλείας, τὸ δὲ δε‐ σποτείας ἴδιον. Καὶ πάλιν ἑτέρωθεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ
15ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε, καὶ γινώσκετε ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ὁρᾶτε πάλιν κἀντεῦθεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα· «Ὁ Πατὴρ γὰρ, φησὶν, ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ἐπὶ δὲ τοῦ μείζονος καὶ τοῦ μείονος τοῦτο
20εὑρεθῆναι ἀδύνατον· οἷόν τι λέγω· Πᾶσαν ὁμοῦ τὴν κτίσιν ὁρωμένην τε καὶ ἀόρατον ἐν ἑαυτῷ περιγράφει ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ ἐν τῇ χειρὶ κατέχει· «Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ, φησὶ, τὰ πέρατα τῆς γῆς,» Καὶ πάλιν· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ τοὺς
25ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας.» Καὶ ἀλλαχοῦ· «Τίς ἐμέτρησεν τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρα‐ νὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Πᾶσαν μὲν οὖν, ὡς ἔφην, τὴν κτίσιν ἐν τῇ χειρὶ κατέχει τῶν ὅλων ὁ ποιητής· αὐτὸν δὲ ὑπὸ τῆς κτίσεως περιληφθῆναι
30ἀδύνατον· οὐκοῦν ἀμήχανον ὑπ’ ἀλλήλων τὰ ἄνισα χωρηθῆναι· εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ καὶ ἀληθὲς, χωρεῖ δὲ ὁ Υἱὸς τὸν Πατέρα, ὥσπερ ὁ Πατὴρ τὸν Υἱὸν, εὔδηλον ὁ τῆς ἀνισότητος λόγος ἐκβέβληται, καὶ ἰσότης ἐν Πατρὶ καὶ Υἱῷ γνωρίζεται.
35ΙΔʹ. Ἀπόδειξις, ἰσότιμον εἶναι τῷ Πατρὶ τὸν Υἱόν. Ταύτην δὲ αὖθις ἡμᾶς αὐτὸς ὁ Δεσπότης Χριστὸς ἀλλαχοῦ διδάσκει λέγων· «Ἐγώ εἰμι ἡ θύρα. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Καὶ ἑτέ‐
40ρωθεν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν ἐμὲ, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος ἀγάγῃ αὐτόν.» Διδασκόμεθα δὲ ἐντεῦθεν, ὡς ὁμοίως καὶ ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ὁ Πατὴρ τῷ Υἱῷ προσάγει τοὺς σωζομένους. Ποῦ τοί‐ νυν ἡ δουλοπρεπὴς τῶν αἱρετικῶν λειτουργία; ποῦ ἡ
45τῇ κτίσει πρέπουσα διακονία; ποῦ τῆς Πατρικῆς δε‐ σποτείας καὶ [Υἱοῦ] δουλείας ἀνισότητα [cod. ἀλλ’ ἰσότητα] δείκνυσιν; Ἀκούομεν γὰρ ὡς νῦν ὁ Υἱὸς ποδηγεῖ πρὸς τὸν Πατέρα τοὺς σωτηρίας ἐφιεμένους· καὶ νῦν ὁ Πατὴρ τοῦτο ποιεῖ, καὶ τῷ Υἱῷ προσάγει

75

.

1165

(50)

τῆς πίστεως τοὺς τροφίμους. ΙΕʹ. Ὅτι μία Πατρὸς καὶ Υἱοῦ ἡ φύσις. Καὶ μανθάνομεν ἐντεῦθεν Πατρὸς καὶ Υἱοῦ τὸ ἰσό‐ τιμον· τοῦτο δὲ καὶ ἑτέρωθεν ἔστι μαθεῖν, αὐτοῦ τοῦ Κυρίου διαλεγομένου πρὸς τοὺς Ἰουδαίους ἀκούοντας·
55πολλὰ γὰρ διεξελθὼν, ὕστερον ἐπήγαγε· «Κἂν ἐγὼ

75

.

1168

περὶ ἐμαυτοῦ μαρτυρῶ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ· καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γεγραμμένον ἐστὶν, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
5Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ἔλεγον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· «Ποῦ ἔστιν ὁ Πατήρ σου; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ οἴδατε, καὶ τὸν Πατέρα ᾔδειτε ἄν·» βαβαὶ πόση
10τῶν αἱρετικῶν ἡ παραπληξία! πόσην νοσοῦσιν ἐμ‐ βροντησίαν οἱ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κληρονόμοι! πρὸς τῇ παραπληξίᾳ, πολλὴν ἔστιν ἰδεῖν ἐν αὐτοῖς ἐπανθοῦσαν ἀναισχυντίαν· τῆς γὰρ ἀποστολῆς ἄνω καὶ κάτω μνημονεύουσι, καὶ τὸν ἀπο‐
15στείλαντα τοῦ ἀποσταλέντος φασὶν εἶναι τιμιώτερον· τοσαύτην ἔχουσιν ἀμαθίαν τῶν Γραφῶν· καὶ οὐ λογί‐ ζονται ὡς ὑπὸ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ εἰς τὴν Μεσοπο‐ ταμίαν ἀπεσταλμένος, οὐ μὴν διὰ τοῦτο ἐλάττων ἐστὶ τοῦ ἀποστείλαντος κατὰ τὸν λόγον τῆς φύσεως· ὡσ‐
20αύτως δὲ καὶ Ἰωσὴφ ἀπεστάλη μὲν ὑπὸ τοῦ Ἰακὼβ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ οὐδεὶς ἂν φαίη τῆς τοῦ πατρὸς φύσεως μὴ μετέχειν, ἐπειδὴ τῷ πατρὶ πειθόμενος τὴν ἀποστολὴν κατεδέξατο. Ἀλλά φασιν ἴσως· Εἰ μὴ κατὰ τὸν λόγον τῆς φύ‐
25σεως μείζους ἐνταῦθα τῶν ἀποσταλέντων οἱ ἀποστεί‐ λαντες, κατὰ τὸ πατρικὸν γοῦν ἀξίωμα ἔχουσι τῆς τιμῆς τὰ πρεσβεῖα. Ἀλλ’ εὑρίσκομεν, ὦ ἀνόητοι, φαίην ἂν πρὸς αὐτοὺς, καὶ τοὺς μείζους ὑπὸ τῶν ἐλαττόνων ἀποσταλέντας, καὶ οὐχὶ διὰ τοῦτο τῆς οἰ‐
30κείας τιμῆς τοὺς ἀποσταλέντας γυμνώσομεν· ἀπ‐ εστάλη γὰρ ὑπὸ τοῦ Δαβὶδ Ἰωνάθας, ὁ τοῦ βασιλέως υἱὸς ὑπὸ τοῦ φυγάδος, ὁ τῷ πατρὶ συμβασιλεύων ὑπὸ τοῦ μηδὲ ἐν οἰκέτου τάξει φανῆναι τολμῶντος· ἐπειδὴ τοίνυν, ὁ μὲν ἀπέστειλεν, ὁ δὲ ἀπεστάλη, οὐκέτι μὲν
35ὁ πεμφθεὶς βασιλεὺς κατὰ τὸν ὑμέτερον λόγον, οὐκέτι δὲ ὁ ἀποστείλας φυγάς· ἀλλὰ μεταβέβηκε μὲν ἐπὶ τὸν ἀποστείλαντα Δαβὶδ τὸ τοῦ πεμφθέντος ἀξίωμα· με‐ ταβέβηκε δὲ ἐπὶ τὸν ἀποσταλέντα [cod. ἀποστείλαντα] Ἰωνάθαν ἡ τοῦ πέμψαντος δυσκηρία· ἀλλ’ οὐχ οὕτω
40ταῦτ’ ἔχει. Καὶ τί δεῖ λέγειν τὰ ἀνθρώπινα; Εὑρίσκο‐ μεν γὰρ Θεὸν ἀποσταλέντα, καὶ ἄνθρωπον ἀποστεί‐ λαντα· ὁ γὰρ τῷ Ἰακὼβ συμπαλαίσας, φησίν· «Ἀπό‐ στειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος· πρὸς ὃν Ἰακὼβ ἔφη· Οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς· τί
45πρὸς ταῦτα λέγειν ἔχουσιν οἱ σοφοὶ τῆς πίστεως τε‐ χνολόγοι; Ἄλλως δὲ καὶ ἐκ τῶν Δεσποτικῶν εὑρήσο‐ μεν ῥημάτων καὶ αὐτὸν τὸν πέμψαντα Πατέρα τῷ πεμφθέντι Υἱῷ συνόντα· «Μόνος γὰρ, φησὶν, οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ·» καὶ ἀλλαχοῦ·

75

.

1168

(50)

«Οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ μου·» καὶ ἑτέρωθεν· «Ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.» Εἰ τοίνυν ἐν αὐτῷ, καὶ σὺν αὐτῷ ἦν ὁ πέμψας, ποῦ τοῦ πεμφθέντος ἡ εὐτέλεια; ὁ δὲ τὰ πάντα πληρῶν, ποῦ καὶ πόθεν ἀπεστάλη; ἡ γὰρ ἀποστολὴ, τόπου
55ἀλλαγὴν αἰνίττεται· εἰ δὲ τὰ πάντα Πατὴρ καὶ Υἱὸς
περιέχει, οὔτε ὁ Πατὴρ ὡς πόῤῥω τυγχάνων ἐκείνων,

75

.

1169

πρὸς οὓς ἀπέστειλεν, ἔπεμψε τὸν Υἱὸν, οὔτε ὁ Υἱὸς ἐξ ἑτέρου εἰς ἕτερον μεταβέβηκε τόπον· οὐκοῦν λεί‐ πεται νοεῖν τῆς ἀναληφθείσης ἀνθρωπότητος τὴν ἀπο‐ στολὴν εἶναι.
5 Ἀλλ’ ἐπὶ τὴν ἑρμηνείαν τῶν Δεσποτικῶν ῥημάτων ἀναδραμεῖν καιρός. «Ἐν τῷ νόμῳ, φησὶ, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· «εἶτα ἐπάγει, ὅτι «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πα‐
10τήρ.» Ἀποβλέψαντες τοίνυν τὴν εἰκόνα, νοήσωμεν τὸ ἀρχέτυπον· «Δύο, φησὶν, ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν·» τῶν δὲ δύο ἀνθρώπων ἡ φύσις μία δηλονότι παρὰ πᾶσιν ἂν ὡμολόγηται· οὐκοῦν Πατρὸς καὶ Υἱοῦ ἡ οὐσία μία, μία [ita μία bis] ἐκ τῆς εἰκό‐
15νος νοηθήσεταί τε καὶ ὁμολογηθήσεται· ὥσπερ γὰρ ἐκεῖ δύο ἄνθρωποι, οὕτω καὶ ἐνταῦθα Θεὸς καὶ Θεὸς, Πατὴρ καὶ Υἱὸς, καὶ αὐτοῖς τοῖς ὀνόμασι δηλοῦντες τῆς φύσεως τὴν ταυτότητα· οὔτε γὰρ ὁ ἀληθῶς Θεὸς ἑτέρας ἂν εἴη φύσεως παρὰ τὸν ἀληθινῶς Θεόν· οὔτε
20ὁ Υἱὸς ἄλλος παρ’ ἐκεῖνον, Θεοῦ ὑπάρχων Υἱός. Τούτων ἀκούσαντες οἱ Ἰουδαῖοι ἠρώτησαν αὐτόν· «Ποῦ ἔστιν ὁ Πατήρ σου;» Ἀπεκρίθη τοίνυν ὁ Ἰησοῦς· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.»
25 Ὁρᾶτε πάλιν πῶς ἐντεῦθεν τὸ ὁμοούσιον δείκνυται· Εἰ ἐμὲ γὰρ, φησὶν, ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν· ἐκ δὲ τοῦ ἑτεροουσίου τὸ ἑτεροούσιον οὐ γνωρί‐ ζεται· τὰ γὰρ ἀλλόφυλα καὶ ξένα, ἀλλήλων οὐκ εἰσὶ δηλωτικά· τὰ δὲ φύσεως κοινωνοῦντα, δι’ ἀλλήλων
30γινώσκεται· δι’ ἑνὸς μὲν ἀνθρώπου, πᾶσαν τῶν ἀν‐ θρώπων τὴν φύσιν ἰδεῖν ἔστι· καὶ δι’ ἑνὸς προβάτου τῶν προβάτων ἅπαν τὸ γένος· οὐ μὴν διὰ προβάτων τοὺς λέοντας, οὐδὲ διὰ λεόντων τὰ πρόβατα, οὐδ’ ἀγ‐ γέλους διὰ ἀνθρώπων, οὐδὲ διὰ ἀγγέλων ἀνθρώπους·
35ζῶον γὰρ ἕκαστον τῆς οἰκείας δηλωτικόν ἐστι φύσεως. Εἰ τοίνυν ὁ μονογενὴς Λόγος τοῦ Θεοῦ κτίσμα, καὶ ἐξ οὐκ ὄντων, καὶ ἐξ ἑτέρας τινὸς γεγένηται φύσεως, πῶς ἐν αὐτῷ τὸν Πατέρα δείκνυσι πιστευόμενος; εἰ δὲ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ γινώσκεται, καὶ ὁ τὸν Υἱὸν
40γινώσκων, καὶ τὸν Πατέρα γινώσκει, πεδηθείη μὲν πᾶσα βλάσφημος γλῶσσα, καὶ τῷ λάρυγγι κατὰ τὸν προφήτην κολληθείη· ἡμεῖς δὲ οἱ τῆς Τριάδος προσ‐ κυνηταὶ ἀκριβῆ τοῦ ὁμοουσίου ἐντεῦθεν τὴν γνῶσιν λαμβάνομεν· λογιζόμενοι ὡς οὐκ ἂν ἑτέρως ἐν Υἱῷ
45Πατὴρ ἐγνωρίσθη, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἐτύγχανε· καὶ προσκυνοῦμεν τὸν Σωτῆρα τὸν ἡμέτερον, τῆς προσκυνήσεως τὸν καρπὸν ἀναμένοντες, οὗ χορηγὸς αὐτὸς ὁ Πατὴρ τυγχάνει κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ἐάν τις γὰρ, φησὶν, ἐμοὶ διακονήσῃ, τιμήσει αὐτὸν

75

.

1169

(50)

ὁ Πατήρ μου·» καὶ ὁ θαυμάσιος δὲ Ἰωάννης ὁ θεο‐ λογῶν, «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, φησὶν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν,
ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν.»

75

.

1172

Ιϛʹ. Ὅτι πολλαχοῦ ὁ Κύριος μίαν αὐτοῦ καὶ τοῦ Πατρὸς τὴν οὐσίαν ἐδίδαξεν. Ἵνα δὲ καὶ ἐξ ἑτέρας μαρτυρίας τὸ ὁμοούσιον δεί‐ ξωμεν, αὐτοῦ τοῦ Κυρίου ἀκούσωμεν βοῶντος καὶ
5λέγοντος, οὐ τοῖς ἀποστόλοις μόνον, ἀλλὰ καὶ τοῖς Ἰουδαίοις· «Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με· ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ
10μείνῃ.» Εἰ τοίνυν ὁ θεωρῶν τὸν Υἱὸν εἰς τὸν Πατέρα πιστεύει, ποῦ τὸ μεῖζον καὶ τὸ ἔλαττον; ἐν γὰρ τῷ ἐλάττονι σμικρύνεται τὸ μεῖζον, καὶ οὐ γνωρίζεται· εἰ δὲ ὁ Πατὴρ μείζων, πῶς ἐν τῷ Υἱῷ θεωρεῖται; εἰ δὲ θεωρεῖται ἐν Υἱῷ, ὡς ἐν ἴσῳ δηλονότι γνωρίζεται·
15δηλωτικὰ γὰρ ἀλλήλων τὰ ἴσα· καὶ πάλιν μετ’ ὀλίγα αὐτὸς ὁ Κύριός φησι τοῖς ἀποστόλοις· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ· εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπ’ ἄρτι γινώσκετε
20αὐτὸν καὶ ἑωράκατε αὐτόν. Λέγει δὲ αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα μου· καὶ πῶς σὺ λέγεις,
25Δεῖξον ἡμῖν τὸν Πατέρα; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ λαλῶ ἐγὼ, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα· πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ
30ἔργα αὐτὰ πιστεύετέ μοι.» Τί τούτων τῶν ῥημάτων σαφέστερον; τί τῆς διδα‐ σκαλίας ταύτης φανερώτερον; Ἀλλ’, ὡς ἔοικε, τῶν Ἰουδαίων τὸ κάλυμμα εἰς τὴν τῶν αἱρετικῶν μετα‐ βέβηκε διάνοιαν· διὸ τὰ τοῦ ἡλίου φανερώτερα συν‐
35ορᾷν οὐκ ἐθέλουσι, τὴν αὐθαίρετον ὁμίχλην τῆς ἀγνοίας ἐπισπασάμενοι· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν, καὶ ἑωράκατε αὐτόν·» τῷ Θωμᾷ τοῦτο λέγει εἰρηκότι
40αὐτῷ, Ποῦ ὑπάγεις οὐκ οἴδαμεν, καὶ τὴν ὁδὸν πῶς εἰδέναι δυνάμεθα; καὶ διδάσκει αὐτὸν, καὶ τοὺς λοι‐ ποὺς ἀποστόλους, ὡς αὐτῷ ὁ πεπιστευκὼς, τοῖς ὀφθαλμοῖς τῆς διανοίας θεασάμενος αὐτὸν, καὶ τοῦ Πατρὸς γεγένηται θεατὴς, ὡς ἐν αὐτῷ τοῦ Πατρὸς
45γνωριζομένου. Ταῦτα Φίλιππος μὴ συνεὶς, παρακα‐ λεῖ αὐτὸν λέγων· «Δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ ἀρκεῖ ἡμῖν·» καὶ οὐκ ἐπαινεῖται, ὡς τὸ κατὰ τοὺς αἱρετικοὺς μεῖζον ἰδεῖν ἐπιθυμήσας· ἀλλ’ ἐγκαλεῖται, ὡς μὴ θεασάμενος ἐν Υἱῷ τὸν Πατέρα· «Τοσοῦτον

75

.

1172

(50)

γὰρ, φησὶ, χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Καὶ μὴν οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα ὁ Φίλιππος ἰδεῖν ἐπεθύμησε· πῶς οὖν ἐγκαλεῖται ὡς οὐκ ἐγνωκὼς τὸν Υἱόν; τῇ ἐπαγωγῇ τοῦ ἐγκλήμα‐
τος τὴν αἰτίαν δηλοῖ· «Ὁ ἑωρακὼς γὰρ, φησὶν, ἐμὲ,

75

.

1173

ἑώρακε τὸν Πατέρα.» Καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα; Ἕτερός εἰμι, φησὶν, κατὰ τὸ πρόσωπον, οὐ κατὰ τὴν φύσιν· ὅλον ἐν αὐτῷ τὸν Πατέρα περιφέρω· σφραγὶς γάρ εἰμι τοῦ γεννήσαντος
5ἀπαράλλακτος, χαρακτήρ εἰμι τῆς τοῦ Πατρὸς ὑπο‐ στάσεως, εἰκὼν φυσικὴ τῷ γεννήσαντι συνυπάρχουσα· ὅταν τοίνυν ἰδεῖν ἐθελήσῃς ἐκεῖνον, εἰς ἐμὲ ἀποβλέ‐ ψας, ἑκάτερον ὄψει· ὄψει δὲ οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ τοῖς τῆς πίστεως· καὶ τοῖς τῆς πί‐
10στεως δὲ τοσοῦτον, ὅσον γνῶναι τὰς ἐνεργείας, οὐ τὴν φύσιν, ἢ τὴν οὐσίαν· πάντα γὰρ νοῦν ἡ ταύτης ὑπερβαίνει κατάληψις· διὸ ἐπήγαγεν· «Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ
15Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.» Εἰ τοίνυν τὰ αὐτὰ τῷ Πατρὶ φθέγγεται, καὶ ὁ Πατὴρ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Πατρὶ, καὶ ὁ ἑωρακὼς
20αὐτὸν ἑώρακε τὸν Πατέρα, καὶ ὁ γινώσκων αὐτὸν, τὸν Πατέρα γινώσκει, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι ὡς μία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἡ φύσις, καὶ πάντα ἔχει τὰ τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἑτέρως ἔδειξεν ἐν ἑαυτῷ τὸν Πατέρα, εἰ μὴ πάντα εἶχεν ὅσα
25ὁ Πατὴρ, πλὴν αὐτῆς τῆς πατρότητος· τοῦτο γὰρ ἴδιον τοῦ Πατρὸς, ὥσπερ τοῦ Υἱοῦ ἡ υἱότης. ΙΖʹ. Ἑτέρα ἀπόδειξις, ἴσον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ταύτην ἰσότητα καὶ ἑτέρωθεν ἔστι μαθεῖν. Εἶπε
30γὰρ, φησὶν, ὁ Ἰησοῦς· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀν‐ θρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.» Καὶ πάλιν· «Πάτερ, ἡ ὥρα ἐλήλυθε, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Ὢ τῆς ὑπερβαλούσης
35τῶν αἱρετικῶν ἀβελτηρίας! Μείζων, φησὶν, ὁ δοξά‐ ζων τοῦ δοξαζομένου· καὶ δοξάζει μὲν ὁ Πατὴρ, δο‐ ξάζεται δὲ ὁ Υἱός· μείζων οὖν ἄρα τοῦ Υἱοῦ ὁ Πατήρ. Εἰ τοίνυν ὁ Υἱὸς οὐκ ἐδοξάσθη μόνον, ἀλλὰ καὶ τὸν δοξάσαντα ἐδόξασεν, ποίαν χώραν σχοίη τὸ μεῖζον καὶ
40τὸ ἔλαττον; εἰ μὴ ἄρα κατὰ τὴν τῶν εἰρημένων ἀκο‐ λουθίαν παρὰ τὸν δοξάζοντα μεταβαίνει τὸ μεῖζον, καὶ οὕτως εὑρεθήσεται ὁ Υἱὸς, ἐλάττων μὲν ἡνίκα ἂν δοξάζηται, μείζων δὲ ἡνίκα ἂν δοξάζῃ· ἀλλὰ τὸ λέ‐ γειν ταῦτα, παραπληξίας καὶ μανίας ἐσχάτης· οὐ γὰρ
45τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐντεῦθεν, τὸ δὲ ἴσον Πατρὸς καὶ Υἱοῦ διδασκόμεθα· ἀκούομεν γὰρ ὡς καὶ ὁ Πατὴρ δοξάζει Υἱὸν, καὶ δοξάζεται ὑφ’ Υἱοῦ· καὶ Υἱὸς δο‐ ξάζεται ὑπὸ τοῦ Πατρὸς, καὶ δοξάζει τὸν Πατέρα· ὅτι ὁ δεδοξασμένος οὐχ ὃ μὴ εἶχεν εἴληφεν, ἀλλ’ ὃ

75

.

1173

(50)

εἶχεν· ἐν αὐτῷ τῷ χωρίῳ τοῦτο διδάσκει· «Δόξασόν με γὰρ, φησὶ, παρὰ σαυτῷ, σὺ, Πάτερ, τῇ δόξῃ ᾗ εἶ‐ χον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Εἰ δὲ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι, ταύτην ἔχοι τὴν δόξαν,
πῶς αἰτεῖ λαβεῖν ὃ εἶχεν ἀεί;

75

.

1176

ΙΗʹ. Ὅτι μία Πατρὸς καὶ Υἱοῦ ἡ δεσποτεία. Εἶτα δεικνὺς ὡς οὐ μόνον δοξάζεται, ἀλλὰ καὶ δο‐ ξάζει, ἐπήγαγεν· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.» Καὶ μετ’ ὀλίγα τῶν αἱρετικῶν ἐμφράτ‐
5των τὰ στόματα· «Τὰ ἐμὰ, φησὶ, πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οὐ τὴν κοινὴν διαιρῶν δεσποτείαν, οὐδὲ ἕτερα δὲ τὰ τῷ Πατρὶ διαφέροντα δεῖξαι βουλό‐ μενος· ἀλλ’ ἐπειδὴ οἱ πᾶσαν βλάσφημον φωνὴν ἀφιέν‐ τες κατὰ τοῦ Μονογενοῦς, αὐτὸν μὲν λαμβάνειν φασὶ,
10τὸν δὲ Πατέρα διδόναι, δείκνυσιν ὅτι τὴν αὐτὴν ἔχει τῷ Πατρὶ τῶν ἁπάντων δεσποτείαν· «Τὰ γὰρ ἐμὰ, φησὶ, πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οὐ τὴν διαί‐ ρεσιν τῆς δεσποτείας, ἀλλὰ τὸ κοινὸν τῆς δεσποτείας παιδεύων.
15 Ἀλλὰ γὰρ τὸν λόγον εἰς μῆκος ἐξέτεινα τὸν περὶ πίστεως, ἐν κεφαλαίῳ διεξελθεῖν ὅρον ἐν τοῖς προοι‐ μίοις ἐπαγγειλάμενος· δεῖξαι γὰρ βουληθεὶς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Μονογενοῦς τὴν ἀξίαν, μακρότερον τῆς ὑποσχέσεως εἰργασάμην τὸν λόγον·
20καὶ ταῦτα βραχυλογίας ἐν ταῖς ἑρμηνείαις πεφρον‐ τικώς. Εἰς αὐτὰς τοίνυν τὰς εὐαγγελικὰς βίβλους καὶ προφητικὰς τοὺς εὐσεβεῖς πέμψας (μεσταὶ γὰρ αὗται τῆς θεολογίας τοῦ Υἱοῦ), ἐπὶ τὴν προκειμένην ἀκο‐ λουθίαν βαδιοῦμαι.
25ΙΘʹ. Περὶ τοῦ ἁγίου Πνεύματος. Πιστεύομεν τοίνυν, ὡς ἔφην, εἰς Θεὸν Πατέρα ἄναρχον, καὶ εἰς Θεὸν συναΐδιον φύσει Υἱὸν, ἐκ Πα‐ τρὸς μὲν γεννηθέντα, ἀεὶ δὲ τῷ Πατρὶ συνόντα, κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν· «Ἐν ἀρχῇ γὰρ, φησὶν,
30ἦν ὁ Λόγος.» Πιστεύομεν δὲ καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὸ ἀγαθὸν, τὸ παρά‐ κλητον, τὸ ἐκ Θεοῦ προελθὸν, οὐ γεννηθέν· εἷς γὰρ Μονογενής· οὔτε μὴν κτισθέν· οὐδαμοῦ γὰρ εὑρίσκο‐ μεν ἐν τῇ θείᾳ Γραφῇ τῇ κτίσει συναριθμούμενον,
35ἀλλὰ Πατρὶ καὶ Υἱῷ συνταττόμενον· ἐκπορευόμενον δὲ αὐτὸ ἐκ τοῦ Πατρὸς ἠκούσαμεν, καὶ οὐ πολυπρα‐ γμονοῦμεν πῶς ἐκπορεύεται, ἀλλὰ στέργομεν τοῖς τεθεῖσιν ἡμῖν ὅροις ὑπὸ τῶν θεολόγων καὶ μακαρίων ἀνδρῶν.
40Κʹ. Ὅτι Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα συντάτ‐ τεται. Ἐδιδάχθημεν γὰρ ὑπ’ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Τριάδος συμπληρωτικὸν τὸ Πνεῦμα τὸ ἅγιον· «Πορευθέντες γὰρ, φησὶ, μαθη‐
45τεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύμα‐ τος·» τῷ δὲ Πατρὶ καὶ Υἱῷ συμμαρτυρούμενον, τῆς κτίσεώς ἐστι πάσης ὑπέρτερον. Διὸ καὶ ὁ μακάριος Παῦλος μετὰ Πατρὸς αὐτὸ καὶ Υἱοῦ κηρύττων δια‐

75

.

1176

(50)

τελεῖ· «Ἡ χάρις γὰρ, φησὶ, τοῦ Κυρίου ἡμῶν

75

.

1177

Ἰησοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.» ΚΑʹ. Ἀπόδειξις τῆς τοῦ Πνεύματος δεσπο‐
5τείας. Καὶ πάλιν· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.»
10Αὐτοῦ δὲ κηρύττων τὴν ἐξουσίαν ἐβόα· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ αὐτὸ καὶ τὸ ἓν Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται διανέμει τοῖς πι‐ στεύουσι τὰ δῶρα.» Δι’ αὐτοῦ γὰρ τῶν ἁμαρτημάτων ἐλάβομεν τὴν ἀπαλλαγήν· δι’ αὐτοῦ τῆς ἐλευθερίας
15τυγχάνομεν· δι’ αὐτοῦ τοῦ τῆς υἱοθεσίας χαρίσματος ἀπολαύομεν· «Οὐ γὰρ ἐλάβομεν Πνεῦμα, φησὶν ὁ Παῦλος, δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβομεν Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ.» Καὶ ἀλλαχοῦ· «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς
20ζωῆς ἐλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Καὶ ἑτέρωθεν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευ‐ θερία·» τὸ δὲ τοὺς ἄλλους ἐλευθεροῦν, οὐ δουλεύει· πῶς γὰρ ἂν τοῖς ὁμοδούλοις μεταδοίη ὧν οὐ μετέχει,
25οὗ τυχεῖν οὐκ ἰσχύει, οὗ ἀπολαῦσαι βούλεται μὲν, ὡς εἰκὸς, οὐ δύναται δέ; Εἰ δὲ μεταδίδωσι τοῖς πιστεύου‐ σιν ἐλευθερίας, καὶ ἐλευθεροῖ τοὺς δουλεύοντας, οὐ δουλεύει δηλονότι, ἀλλὰ δεσπόζει, καὶ δεσποτικῶς τὴν ἐλευθερίαν οἷς ἐθέλει χαρίζεται· διὸ καὶ ὁ μα‐
30κάριος ἔφη Παῦλος, ὅτι «Πάντα ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Διὸ καὶ ὁ προφήτης ἐν τῇ Παλαιᾷ τὴν ἐξουσίαν αὐτοῦ κηρύττων ἐβόα· «Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ ὁ Θεὸς ἐγκαλῶν τοῖς
35Ἰουδαίοις· «Ἐποιήσατο, φησὶ, βουλὴν, καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου·» κοινωνὸν τῆς δεσποτείας δεικνὺς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἑτέρωθεν· «Διὸ, φησὶν, ἐγὼ μεθ’ ὑμῶν εἰμι, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.»
40ΚΒʹ. Ὅτι δημιουργὸς ὁ Παράκλητος. Καὶ ὁ Ἰὼβ δημιουργὸν αὐτὸ καὶ δεσποτικὸν εἶναι πιστεύων, ἀλλ’ οὐχ ὑπουργικὸν, οὐδὲ ποίημα· «Πνεῦμα θεῖον, φησὶν, τὸ ποιῆσάν με, πνοὴ δὲ παν‐ τοκράτορος ἡ διδάσκουσά με.» Εἰ δὲ τὴν ἀνθρωπίνην
45φύσιν ἐδημιούργησε, τὴν αὐτὴν οὐσίαν ἔχει Πατρὶ καὶ Υἱῷ· ἐν γὰρ τῇ τοῦ ἀνθρώπου ποιήσει εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν.» Ὧν δὲ ἡ εἰκὼν μία, τούτων δη‐ λονότι καὶ ἡ οὐσία μία.

75

.

1177

(50)

ΚΓʹ. Ὅτι ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον.
Ὅτι δὲ οὐσίας θείας ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον,

75

.

1180

αὐτὸς ὁ Θεὸς ἡμᾶς διδάσκει διὰ τοῦ προφήτου λέγων Ἰωήλ· «Ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Διδάσκει δὲ ἡμᾶς ὁ δεσπότης Χριστὸς πρὸς τοὺς μαθητὰς λέγων·
5«Ὅταν δὲ παραδώσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·» καὶ πάλιν ὁ Παῦλος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι· εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.»
10Καὶ μετ’ ὀλίγα· «Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.» Καὶ ἀλλαχοῦ· «Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦ‐ μα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ·» τίς γὰρ ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα
15τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Ἐξ ὧν εὔδηλον ὡς οὐκ ἀλλόφυλον, οὐδὲ ἑτεροούσιον, ἀλλὰ τῆς θείας φύσεώς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· διὸ καὶ τὰ βάθη τοῦ Θεοῦ γινώσκει, καὶ ἐπίσταται τὰ τοῦ
20Θεοῦ, ὡς ἡ ἡμετέρα ψυχὴ τὰ οἰκεῖα. Εἰ δέ τις ἄγνοιαν τὴν ἔρευναν νομίζει, τοῦτο καὶ ἐπὶ Πατρὸς κείμενον εὑρήσει· «Ὁ γὰρ ἐρευνῶν, φησὶ, τὰς καρ‐ δίας, οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος.» Εἰ δὲ ὁ τῶν ὅλων Θεὸς οὐκ ἀγνοῶν ἐρευνᾷ, ἀλλὰ σαφῶς
25ἐπίσταται πρὶν γενέσθαι τὰ πάντα, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον οὐ δι’ ἄγνοιαν ἐρευνᾷ τοῦ Θεοῦ τὰ βάθη· πῶς γὰρ ἂν ἁρμόσειε τῷ ἀγνοοῦντι, ὅτι ὡς οἶδε τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ;
30ἐναντίον γὰρ τῇ ἐρεύνῃ ἡ εἴδησις· ἡ δὲ ψυχὴ οὐκ ἐρευνᾷ τὰ ἑαυτῆς, ἀλλ’ ἀκριβῶς ἐπίσταται· οὐκοῦν τὸ Πνεῦμα τὸ ἅγιον ἀκριβῆ τὴν γνῶσιν τοῦ Θεοῦ ἔχει· καὶ ὥσπερ τὸν Πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὕτω, φησὶν,
35οὐδεὶς οἶδεν τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἐκ δὲ τῶν εἰρημένων τὸ κοινὸν τῆς φύσεως διδασκό‐ μεθα. Ἐπειδὴ δὲ οἱ νοσοῦντες πᾶσαν ἀναισχυντίαν, οἱ τῆς τοῦ Ἀρείου, φημὶ, καὶ Εὐνομίου μαθηταὶ βλα‐
40σφημίας, αὐτόν φασιν εἶναι τὸν Θεὸν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀναγκαίως ὁ μακάριος Παῦλος δείκνυσι τὸ τοῦ Πνεύματος πρόσωπον· «Ἡμεῖς γὰρ, φησὶν, οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ ἐκ τοῦ Θεοῦ Πνεῦμα· ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα
45ἡμῖν, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρω‐ πίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ψυ‐ χικὸς δὲ ἅνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι,

75

.

1180

(50)

ὅτι πνευματικῶς ἀνακρίνεται· τίς γὰρ ἔγνω νοῦν

75

.

1181

Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Οὐκοῦν τῷ εἰπεῖν ὅτι «Οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ,» ἐδίδαξεν οὐχ ὁμογενὲς τῷ κόσμῳ, ἀλλὰ τῆς θείας
5ὑπάρχον οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πρὸς τούτῳ ἐδίδαξεν, ὡς οὐ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχει τὸν Λόγον, ἀλλὰ περὶ τοῦ ἁγίου Πνεύματος, οὗ τὴν χάριν λαμβάνουσιν οἱ πιστεύοντες. Διὸ τὸ Πνεῦ‐ μα εἶπε τὸ ἐκ τοῦ Θεοῦ, διδάσκων ὡς ἐκ τοῦ Πατρὸς
10ἔχει ὕπαρξιν, κἀκείνης ὑπάρχει τῆς φύσεως, οὐ δὲ γεννητικῶς, ἀλλ’ ὡς οἶδε μόνος ὁ τὸν Υἱὸν ἐπιστά‐ μενος, καὶ ὁ μόνος τὸν Πατέρα γινώσκων, καὶ τὸ μόνον Πατέρα καὶ Υἱὸν ἐπιστάμενον· ὃ ἐκ Θεοῦ μεμαθήκαμεν, τὸν δὲ τρόπον οὐκ ἐδιδάχθημεν. Ἀρ‐
15κούμεθα δὲ τοῖς δοθεῖσι μέτροις τῆς γνώσεως, καὶ οὐ πολυπραγμονοῦμεν ἀγνοήτως τὰ ἀνέφικτα. ΚΔʹ. Ὅτι ὁ μέγας Ἀπόστολος Θεὸν οἶδε τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πάλιν ὁ
20Παῦλος ἡμᾶς διδάσκει· «Ἀπελούσασθε, λέγων, καὶ ἡγιάσθητε καὶ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Τίνος γὰρ ἕνεκεν ναοὶ προσαγορευό‐ μεθα Θεοῦ διὰ τοῦ βαπτίσματος τὴν τοῦ Πνεύματος
25δεχόμενοι χάριν, εἰ μὴ Θεὸς ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον; ὅτι δὲ ναοὶ τοῦ Πνεύματος οἱ πιστοὶ προσ‐ αγορεύονται, ὁ αὐτὸς ἡμᾶς Ἀπόστολος διδάσκει λέ‐ γων· «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ,
30καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς.» Ὁ δὲ ναὸς τὸν ἐνοικοῦντα κηρύττει Θεόν· διὸ καὶ ἀνωτέρω ἔλεγεν· «Οὐκ οἴδατε ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ τοῦ Θεοῦ
35ναὸς ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ τοίνυν τὴν χάριν τοῦ Πνεύματος διὰ τοῦ βαπτίσματος λαμβά‐ νουσιν οἱ πιστεύοντες, ταύτης δὲ τῆς δωρεᾶς ἀξιού‐ μενοι, ναὸς Θεοῦ χρηματίζομεν, Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον. Τούτου χάριν, εἰ ἐνοίκησις καὶ ναὸς Θεοῦ οἱ
40τῆς τοῦ Πνεύματος χάριτος ἀπολαύοντες εἰσὶ καὶ κα‐ λοῦνται, τῆς θείας φύσεως δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ Πατρὶ καὶ Υἱῷ ὁμοούσιον. Εἰ δὲ κτίσμα, καὶ ἐξ ἑτέρας οὐσίας τυγχάνει, οὐκ εἰκότως ἂν ναοὶ προσαγορευθεῖεν Θεοῦ οἱ τῆς τούτου τυγχάνοντες
45δωρεᾶς· εἰ δὲ ναοὶ Θεοῦ ὀνομάζονται, οἱ μερικῆς τινὸς καὶ βραχείας παρὰ τούτου χάριτος ἀπολαύον‐ τες, ἐκ τῆς προσηγορίας νοήσομεν τὴν συγγένειαν. Τοῦτο καὶ τῶν ἀποστόλων ὁ κολοφὼν ἐν ταῖς Πράξεσι διδάσκει, τοῦ Ἀνανίου τὴν κλοπὴν διελέγχων.

75

.

1181

(50)

ΚΕʹ. Ὅτι καὶ ὁ θεσπέσιος Πέτρος συνῳδὰ περὶ τοῦ Πνεύματος δέχεται.
«Ἀνανία, γὰρ, φησὶν, ἵνα τί ἠπάτησεν ὁ Σατανᾶς

75

.

1184

τὴν καρδίαν σου ψεύσασθαι τὸ ἅγιον Πνεῦμα, καὶ νοσφίσασθαί σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;» Καὶ μετ’ ὀλίγα· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ἐπειδὴ γὰρ ἐκεῖνον ᾠήθη λανθάνειν ὡς ἀνθρώπους
5τοὺς ἀποστόλους ὑφελόμενος τῆς τοῦ κτήματος τιμῆς, ὃ ἠθέλησεν, ὁ κορυφαῖος αὐτὸν διδάσκει τῶν ἀποστόλων, ὅτι τοῦ Πνεύματος τὴν χάριν οἱ ἔχοντες, πάντα σαφῶς ἐπίστανται τὰ κρύβδην γινόμενα. Οὐχ ἡμᾶς γὰρ, φησὶν, ἐψεύσω, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον·
10μὴ τοίνυν ἀνθρώπους ἠπατηκέναι νόμιζε· Θεὸς γάρ ἐστιν ὁ διαψευσθεὶς παρὰ σοῦ· οὐκ ἐψεύσω γὰρ ἀν‐ θρώποις, ἀλλὰ τῷ Θεῷ· οὐχ ἡμεῖς γὰρ, φησὶν, ὑπὸ σοῦ παρεκρούσθημεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ ἐστὶ Θεὸς, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, κἀκείνης
15ὑπάρχον τῆς φύσεως. Τοῦτο καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι δῆλον ποιεῖ· εἰπὼν γὰρ ἀνώτερον ὅτι λει‐ τουργούντων τῷ Κυρίῳ, καὶ νηστευόντων τῶν ἀδελ‐ φῶν ἐν Ἀντιοχείᾳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Κϛʹ. Ἐκ πλειόνων ἀπόδειξις Θεὸν εἶναι τὸ
20ἅγιον Πνεῦμα. «Ἀφορίσατέ μοι τὸν Παῦλον δὴ καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Καὶ ἐπαγα‐ γὼν ὅτι ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος κατῆλθον εἰς Σελεύκειαν, καὶ διηγησάμενος ὅπως
25περινοστήσαντες τὴν Κύπρον καὶ τὴν Λυκίαν, καὶ Λυκαονίαν, καὶ Παμφυλίαν, καὶ Βυθυνίαν, ἐκήρυξαν τὸ Εὐαγγέλιον, ἐπιφέρει· «Κἀκεῖθεν ἀποπλεύ‐ σαντες εἰς Ἀντιόχειαν οἱ περὶ Βαρνάβαν καὶ Παῦ‐ λον, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ
30εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν· παραγενόμενοι δὲ, καὶ τὴν Ἐκκλησίαν συναγαγόντες, ἀνήγγειλαν ὅσα ἐποίησεν μετ’ αὐτῶν ὁ Θεός.» Μνημονεύσας ἄνωθεν τοῦ Πνεύματος, ὡς ἀφορίσαντος τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς ὃ προσεκέκλητο αὐτοὺς ἔργον, τοῦτο
35μετὰ τὴν ἄνοδον ἀποκαλεῖ· καὶ δὶς τίθησι τὴν τοῦ Θεοῦ προσηγορίαν· πρῶτον μὲν λέγων ὅτι εἰς Ἀντιό‐ χειαν ἀπέπλευσαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν· δεύτερον δὲ ὅτι, συναγαγόντες τὴν Ἐκκλησίαν, ἀνήγγειλαν ὅσα
40ἐποίησεν μετ’ αὐτῶν ὁ Θεός. Καὶ μὴν τὸ Πνεῦμα τὸ ἅγιον ἦν τὸ θαυματουργοῦν, τὸ σοφίζον, τὸ σύνεσιν χορηγοῦν, τὸ τοὺς κηρύττοντας ἐνδυναμοῦν, τὸ ἐμπνέον αὐτοῖς τὸν τῆς διδασκαλίας λόγον· διὸ καὶ Παῦλος ἔλεγεν· «ᾯ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύ‐
45ματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύ‐ ματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι,» καὶ τὰ ἑξῆς. Εἶτα διδάσκων ὡς οὐχ ὑπουργοῦν ταῦτα διανέμει τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ

75

.

1184

(50)

δεσποτικῶς οἷς θέλει χαρίζεται, ἐπήγαγε· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Εἰ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ταῦτα διὰ τῶν ἀποστόλων εἰργάζετο ὡς ἠβού‐ λετο, συναγαγόντες δὲ οἱ περὶ Παῦλον καὶ Βαρνάβαν
55τὴν Ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησε μετ’ αὐτῶν ὁ Θεὸς, Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν ἀπο‐
στόλων φωνήν.

75

.

1185

Τοῦτο γεγονὸς καὶ ἐν Ἱεροσολύμοις ὁ θειότατος διηγεῖται Λουκᾶς. «Ἐσίγησε γὰρ, φησὶ, ἅπαν τὸ πλῆ‐ θος, καὶ ἤκουε τοῦ Βαρνάβα καὶ τοῦ Παύλου ἐξηγου‐ μένων, ὅσα ὁ Θεὸς ἐποίησεν σημεῖα δι’ αὐτῶν, καὶ
5τέρατα ἐν τοῖς ἔθνεσι.» Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον· τὸ γὰρ αὐτὸ θαυματουργεῖ τὰ σημεῖα καὶ τὰ τέρατα. Διὸ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔλεγεν· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Καὶ
10πάλιν ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς τὸν Παῦλόν φησιν ἐπιλεξάμενον τὸν Σίλαν ἐξελθεῖν τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν παραδοθέντα· Θεὸν αὖθις καλέσας τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διὰ τῶν ἀδελφῶν ἐν Ἀντιο‐ χείᾳ ἀφορίσαν αὐτὸν εἰς ὃ προσεκαλέσατο αὐτὸν
15ἔργον. Πάλιν ὁ μακάριος Παῦλος ἐν μὲν τῇ πρὸς Κορινθίους φησίν· «Οὓς ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκ‐ κλησίᾳ, τοὺς μὲν προφήτας καὶ ἀποστόλους, τοὺς δὲ ποιμένας καὶ διδασκάλους καὶ εὐαγγελιστὰς, πρὸς καταρτισμὸν τῶν ἁγίων·» ἐν δὲ Μιλήτῳ συνταττό‐
20μενος τοῖς ἀδελφοῖς, καὶ τῆς δοθείσης ἀναμιμνήσκων χάριτος· «Προσέχετε οὖν ἑαυτοῖς, φησὶν, καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.»
25 Ὁρᾶτε πάλιν κἀνταῦθα τὴν θεολογίαν τοῦ Πνεύ‐ ματος. Ἐκεῖ γὰρ τοῦ Θεοῦ μνημονεύσας ὡς ποιμένας, καὶ διδασκάλους, καὶ εὐαγγελιστὰς χειροτονοῦντος, ἐνταῦθα περὶ τοῦ Πνεύματός φησι· Ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκ‐
30κλησίαν· διδάσκων ὡς Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὅτι ταὐτόν ἐστιν εἰπεῖν Θεὸν, καὶ Πνεῦμα, διὰ τὴν κοινωνίαν τῆς φύσεως· τοῖς τε γὰρ ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς γινομένοις συνεργεῖ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τοῖς τε ὑπὸ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος
35τελουμένοις συνευδοκεῖ ὡσαύτως ὁ Θεὸς καὶ Πατήρ. Καὶ ἑτέρωθεν πάλιν ὁ μακάριος Παῦλος Θεὸν εἶναι τὸ Πνεῦμα κηρύττει· «Ἐὰν γὰρ, φησὶ, προφητεύωσι πάντες, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ
40τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.» Ἐπειδὴ γὰρ τοῦ Πνεύ‐ ματος ἡ προφητεία χάρισμα, διὰ δὲ τῆς ἀποκαλύψεως τοῦ Πνεύματος φανερὰ τὰ τῆς καρδίας κρυπτὰ
45γίνεται, Θεοῦ δὲ ἴδιον τὸ τὸν νοῦν τῶν ἀνθρώπων ἐπίστασθαι, ἀναγκαίως ὁ ἐλεγχόμενος διὰ τῆς προφη‐ τείας, ἀνακρινόμενος προσκυνήσει τῷ Θεῷ, ἀπαγ‐ γέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν· εἶχον δὲ τὴν χάριν ἐκεῖνοι τοῦ Πνεύματος. Εἰ δὲ Θεὸς ἦν ἐν

75

.

1185

(50)

αὐτοῖς, ἐπειδὴ τῆς τοῦ Πνεύματος ἀπήλαυον χάριτος,
Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον.

75

.

1188

ΚΖʹ. Ὅτι ἀκτίστως ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὸ καὶ αἰώνιον καλεῖται. Καὶ ὁ θειότατος δὲ Πέτρος ἐν ταῖς Καθολικαῖς Ἐπιστολαῖς· «Εἰ ὀνειδίζεσθε, φησὶν, ἐν τῷ ὀνόματι
5τοῦ Χριστοῦ, μακάριοί ἐστε, ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύε‐ ται.» Καὶ ὁ μακάριος Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ἐν τούτῳ, φησὶ, γινώσκομεν ὅτι ἐν αὐτῷ μενοῦ‐ μεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ
10δέδωκεν ἡμῖν.» Τὸ δὲ ἐκ τοῦ Θεοῦ κηρυττόμενον, οὐ κτίσμα, ἀλλ’ ἐκ τῆς θείας οὐσίας ὑπάρχον· διὸ καὶ αἰώνιον εἰς ἀρχὴν τὸ εἶναι μὴ εἰληφὼς, ὁ μακάριος αὐτὸ Παῦλος ἀποκαλεῖ· «Εἰ γὰρ αἷμα, φησὶ, τράγων καὶ ταύρων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς
15κεκοινωμένους ἁγιάζει πρὸς τελειότητα, πόσῳ μᾶλλον τὸ αἷμα Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου ἑαυτὸν προσήνεγκεν;» Εἰ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον αἰώνιον, καὶ ὁ Θεὸς αἰώνιος, δῆλον τὸ συν‐ αγόμενον· ἀλλὰ πάσας μὲν τὰς περὶ τοῦ ἁγίου Πνεύ‐
20ματος μαρτυρίας, τὰς καὶ Θεὸν αὐτὸ καὶ Κύριον κηρυττούσας, καὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον λεγούσας, συλλέγειν τοῖς φιλοπόνοις καταλίπωμεν· ἡμεῖς δὲ ἐπὶ τὸ τέλος ἐπειγώμεθα τῆς προκειμένης διδασκαλίας.
25ΚΗʹ. Ἀνακεφαλαίωσις τῆς πίστεως. Τοίνυν μίαν τῆς Τριάδος τὴν φύσιν εἶναι πιστεύο‐ μεν, μίαν οὐσίαν ἐν τρισὶν ἰδιότησιν γνωριζομένην, τὴν ἐξουσίαν ἀμέριστον, τὴν βασιλείαν ἀδιαίρετον, μίαν θεότητά τε καὶ κυριότητα. Οὕτω γὰρ καὶ μονὰς
30ἐν τῷ ταὐτῷ τῆς οὐσίας δείκνυται, καὶ ἡ Τριὰς οὐκ ἐν ψιλοῖς τοῖς ὀνόμασι, ἀλλ’ ἐν ταῖς ὑποστάσεσι γνω‐ ρίζεται. Οὐ γὰρ ἓν λέγομεν τριώνυμον κατὰ τὴν τοῦ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου συναίρεσίν τε καὶ σύγχυσιν· οὐ τρία ἀλλόφυλά τε καὶ ἑτεροού‐
35σια, ἄνισα καὶ ἀνόμοια, ἀλλήλων ὑπερκείμενα, νῷ καὶ γλώττῃ μετρούμενά τε καὶ ταλαντευόμενα. κατὰ τὴν Ἀρείου διαίρεσίν τε καὶ ἀλλοτρίωσιν καὶ δυσσεβῆ πολυπραγμοσύνην· ἀλλὰ τρεῖς μὲν τὰς ὑποστάσεις, μίαν δὲ τῆς Τριάδος τὴν φύσιν ἀσώμα‐
40τον, ἄτρεπτον, ἀναλλοίωτον, ἀτελεύτητον, ἀθάνατον, ἄπειρον, ἄφθαρτον, ἀπερίγραπτον, ἀπερίληπτον, ἀόρατον, ἀσαφῆ, ἄῤῥητον, ἄφραστον, ἀκατάληπτον, ἀνέφικτον, ἀπερινόητον, αὐτοζωὴν, φῶς νοερὸν, πηγὴν ἀγαθῶν, θησαυρὸν σοφίας, δημιουργὸν τῶν
45ὄλων, κυβερνῶσαν τὰ πάντα, σοφίαν ἰθύνουσαν τὸ τῆς κτίσεως σκάφος. Ταύτην τὴν πίστιν κατέχομεν· ταύτην γὰρ παρὰ τῶν θεολόγων ἀνδρῶν ἐδιδάχθημεν. Πρὸς δὲ τοὺς ἀπὸ συλλογισμῶν διαλεγομένους, εἴπωμεν· Ἐκείνη σου ἡ μερὶς, ἐκεῖνος ὁ κλῆρος,

75

.

1188

(50)

ἡμῶν δὲ μερὶς Κύριος, ᾧ ἀκολουθοῦντες, τὴν ὀρθὴν

75

.

1189

ὁδὸν οὐ καταλείψομεν· ἔχομεν γὰρ καὶ τὴν θείαν Γραφὴν διδάσκουσαν· διὸ βοῶμεν εἰκότως· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Τούτῳ τῷ φωτὶ περιλαμπόμενοι, τῶν προ‐
5ωδευκότων πατέρων τὰ ἴχνη γνωρίσωμεν, ἐκείνοις ἀκολουθήσωμεν μέχρις ἂν καταντήσωμεν οἱ πάντες εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν ἐν Χριστῷ Ἰησοῦ
τῷ Κυρίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.