TLG 4089 006 :: THEODORETUS :: Epistulae: Collectio Sirmondiana (epistulae 1–95)

THEODORETUS Scr. Eccl. Theol.
(Cyrrhensis: A.D. 4–5)

Epistulae: Collectio Sirmondiana (epistulae 1–95)

Source: Azéma, Y. (ed.), Théodoret de Cyr. Correspondance II [Sources chrétiennes 98] Paris: Cerf, 1964: 20–248.

Citation: Epistle — (line)

t

ΕΠΙΣΤΟΛΑΙ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΡΟΥ

1

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΗ
t2ΠΡΟΣ ΔΙΑΦ[ΟΡ]Ο[Ν] Φ[ΙΛ]Ο[Ν].
1 Τῷ θαυμαστῷ συμβούλῳ τὸν συνετὸν ἀκροατὴν ὁ προφητι‐ κὸς συνέζευξε λόγος. Ἐγὼ δέ σου τῇ ὁσιότητι οὐχ ὡς ἀκρο‐ ατῇ συνετῷ, ἀλλ’ ὡς κριτῇ σοφῷ τε καὶ ἀληθεῖ, τὴν εἰς τὸν θεῖον Ἀπόστολον συγγραφεῖσάν μοι δέδωκα βίβλον. Καὶ καθά‐
5περ οἱ χρυσοχόοι τῇ βασάνῳ προσφέρουσι τὸν χρυσόν, ἰδεῖν ἐθέλοντες εἰ ἀκίβδηλός τε καὶ ἄπεφθος, οὕτως ἐγὼ τῇ σῇ θεοσεβείᾳ τὸ σύγγραμμα προσενήνοχα, γνῶναι βουλόμενος, εἴτε εὖ ἔχει, εἴτε τινὸς δεῖται καθάρσεως. Ἀλλὰ καὶ ἀναγνοὺς καὶ πέμψας, οὐδὲν ἡμῖν, ὦ φίλη κεφαλή, τῶν εἰρημένων περὶ
10τούτου δεδήλωκας. Ἡ δὲ σιγή με παρασκευάζει τοπάζειν, ὡς τἀναντία περὶ ταύτης ψηφισάμενος ὁ κριτὴς οὐκ ἠθέλησε διὰ τοῦ μηνῦσαι λυπῆσαι. Λῦσον τοίνυν τὴν ὑποψίαν καὶ τὴν περὶ τοῦ συγγράμματος ψῆφον δηλῶσαί μοι καταξίωσον.

2

(t)

Τῼ ΑΥΤῼ.
1Οὐκ οἶμαι τοὺς θερμῶς ἀγαπῶντας ταῖς τῶν ἀγαπωμένων
ὠδῖσι κρίνειν ὀρθῶς· κλέπτει γὰρ ὁ πόθος τὸ δίκαιον. Καὶ γὰρ οἱ πατέρες ὥρᾳ λάμπειν τὰ δυσειδῆ παιδία νομίζουσι· καὶ παῖδες ὡσαύτως τὸ τῶν πατέρων εἰδεχθὲς οὐχ ὁρῶσιν· οὕτω20
5καὶ ἀδελφὸς ἀδελφὸν βλέπει, οὐχ ὡς ἡ φύσις, ἀλλ’ ὡς ἡ διά‐ θεσις δείκνυσιν. Οὕτω τὴν σὴν θειότητα κρῖναι τοῖς ἐμοῖς ὑπείληφα λόγοις, τοῦ φίλτρου τὴν ψῆφον ἐξενεγκόντος. Μεγί‐ στη γὰρ ἀληθῶς ἡ τῆς ἀγάπης ἰσχύς, καὶ συσκιάζει πολλάκις τῶν φίλων οὐ μικρὰ πλημμελήματα. Ταύτης ἔχων τὸν πλοῦ‐
10τον, ὦ φίλη μοι κεφαλή, εὐφημίαις τοὺς ἡμετέρους ἐταινίω‐ σας λόγους· ἐγὼ δέ σου τὴν θεοσέβειαν ἐπαγγέλλω τὸν ἀγαθὸν ἀντιβολῆσαι Δεσπότην, βεβαιῶσαι τοῖς ἔργοις τὴν εὐφημίαν, καὶ δεῖξαι τὸν ἐπαινούμενον, ὁποῖον τῶν ἐπαινούντων ζωγρα‐ φοῦσιν οἱ λόγοι.

3

(t)

ΕΙΡΗΝΑΙῼ ΕΠΙΣΚΟΠῼ.
1 Ὁ μὲν θεῖος Ἀπόστολος τὰς τοιαύτας ἀπαγορεύει συγκρί‐ σεις. Ῥωμαίοις γὰρ ἐπιστέλλων οὕτως ἔφη· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς
5βουλὰς τῶν καρδιῶν καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Μάλα δὲ εἰκότως τοῦτο πεποίηκεν.
Ἡμεῖς μὲν γὰρ μόνα ὁρῶμεν τὰ πράγματα· ὁ δὲ τῶν ὅλων Θεὸς καὶ τῶν ταῦτα δρώντων ἐπίσταται τὸν σκοπόν, καὶ τούτῳ μᾶλλον ἢ τοῖς ἔργοις δικάζων ἐκφέρει τὴν ψῆφον.22
10Οὕτω στεφανώσει τὸν θεῖον Ἀπόστολον γενόμενον τοῖς Ἰου‐ δαίοις ὡς Ἰουδαῖον, καὶ τοῖς κατὰ νόμον ὡς ὑπὸ νόμον, καὶ τοῖς ἀνόμοις ὡς ἄνομον. Διὰ γὰρ τὴν τῶν πολλῶν ὠφέλειαν τοῖς τῆς ὑποκρίσεως προσωπείοις ἐχρήσατο· οὐ κόλακος ἀσπαζόμενος βίον, καὶ κέρδος ἐπιζήμιον ἑαυτῷ μηχανώμενος·
15ἀλλ’ οἷς τὴν διδασκαλίαν προσέφερε τὴν ὠφέλειαν πραγμα‐ τευόμενος. Ὁ μὲν οὖν θεσπέσιος Παῦλος, ὡς ἔφην ἤδη, τὸ θεῖον ἀναμένειν κελεύει κριτήριον. Ἐπειδὴ δὲ καὶ τῶν μειζό‐ νων κατατολμῶμεν, καὶ θεολογίας τῆς ὑπὲρ νοῦν καὶ λόγον ἁπτόμεθα, οὐ βλασφημίας ἀφορμὰς κατὰ τοὺς ἀνοσίους ἐπι‐
20ζητοῦντες αἱρετικούς, ἀλλὰ τὴν ἐκείνων ἀσέβειαν ἐξελέγ‐ χοντες καὶ ὡς χωροῦμεν τὸν Ποιητὴν ἀνυμνοῦντες, οὐδὲν ἀπεικὸς δρῴημεν ἂν πρὸς τὴν ὑμετέραν ἀποκρινόμενοι πεῦσιν. Ὑπέθεσθε τῷ λόγῳ δυσσεβῆ δικαστήν, αἵρεσιν δεδωκότα δύο τισὶν ἀθληταῖς εὐσεβείας, ὥστε δυοῖν θάτερον δρᾶσαι, ἢ
25θῦσαι δαίμοσιν, ἢ σφᾶς εἰς τὸ πέλαγος ῥῖψαι· καὶ τὸν μὲν ἁρπάσαι τὸ δεύτερον, καὶ προθύμως εἰς τὸν βυθὸν κυβιστῆσαι· τὸν δὲ μηδέτερον ἑλέσθαι· ἀλλὰ τὴν τῶν εἰδώλων λατρείαν παραπλησίως τῷ προτέρῳ βδελύξασθαι, ἑαυτὸν δὲ μὴ παρα‐ δοῦναι τοῖς κύμασιν, ἀλλ’ ἀναμεῖναι βίᾳ τοῦτο παρ’ ἑτέρου
30παθεῖν. Οὕτω ταῦτα τῷ λόγῳ διασκευάσαντες, ἤρεσθε πότε‐ ρος αὐτοῖν ἄμεινον δεδρακέναι δοκεῖ. Ἐγὼ δὲ οἶμαι καὶ ὑμῖν συνδοκεῖν τὸν δεύτερον ἀξιαγαστότερον εἶναι. Οὐδὲ γὰρ προσ‐ ταττόμενον χρή τινα ἑαυτὸν ὑπεξάγειν, ἀλλὰ προσμένειν ἢ
τὸν αὐτόματον ἢ τὸν βίαιον θάνατον. Καὶ τοῦτο διδάσκων ὁ24
35Δεσπότης τοὺς ἐν τῇδε τῇ πόλει διωκομένους φεύγειν εἰς ἑτέραν παρεκελεύσατο· καὶ αὖθις κἀκείνην ἀμείβειν καὶ εἰς ἑτέραν ἀπιέναι πόλιν ἐκέλευσε. Ταῦτα πεπαιδευμένος ὁ θεῖος Ἀπόστολος τοῦ ἐθνάρχου τὰς χεῖρας διέφυγε καὶ οὐδὲ τῆς φυγῆς τὸν τρόπον ἐσίγησεν· ἀλλ’ ὑπέδειξε τὴν σαργάνην τῷ
40λόγῳ καὶ τὸ τεῖχος καὶ τὴν θυρίδα, αὐχῶν ἐπὶ τούτοις καὶ σεμνυνόμενος. Ὁ γὰρ θεῖος νόμος τὸ δοκοῦν αἰσχρὸν ἐποίει σεμνόν. Οὕτω ποτὲ μὲν Φαρισαῖον, ποτὲ δὲ Ῥωμαῖον ἑαυτὸν προσηγόρευεν· οὐ τὸν θάνατον δειμαίνων, ἀλλ’ ἐννόμως ἀγω‐ νιζόμενος. Οὕτως ἐπεκαλέσατο Καίσαρα, τὰς τῶν Ἰουδαίων
45ἐπιβουλὰς προμαθών· καὶ τὸν ἀδελφιδοῦν δὲ πρὸς τὸν χιλίαρ‐ χον ἔπεμψε καὶ τὰ τυρευθέντα μεμήνυκεν, οὐ τῆς παρούσης βιοτῆς ἐφιέμενος, ἀλλὰ τοῖς θείοις νόμοις ἑπόμενος. Οὐ γὰρ δὴ βούλεται ἡμᾶς ὁ Δεσπότης εἰς προὖπτον ἑαυτοὺς ἐμβάλ‐ λειν. Καὶ τοῦτο ἡμᾶς οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ διὰ πραγ‐

3

(50)

μάτων ἐδίδαξεν. Πολλάκις γὰρ τὰς μιαιφόνους τῶν Ἰουδαίων ἐξέκλινε χεῖρας. Καὶ ὁ μέγας δὲ Πέτρος, τῶν ἀποστόλων ὁ πρῶτος, ἀπολυθεὶς τῶν δεσμῶν καὶ τὰς Ἡρώδου χεῖρας δια‐ φυγὼν ἀφίκετο μὲν εἰς τὴν οἰκίαν τὴν Ἰωάννου τοῦ ἐπικαλου‐ μένου Μάρκου, καὶ τὴν ἐκείνων φροντίδα λύσας τῇ παρουσίᾳ
55καὶ σιγὴν ἄγειν κελεύσας εἰς οἰκίαν ἑτέραν μετέστη, πλέον λαθεῖν τῇ μεταβάσει πειρώμενος. Τοῦτο τῆς φιλοσοφίας τὸ εἶδος εὑρήσομεν κἀν τῇ Παλαιᾷ. Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ πολυύμνητος, ἀνδρείᾳ τῇ προτεραίᾳ κατὰ τοῦ Αἰγυπτίου χρη‐ σάμενος, εἶτα γνοὺς τῇ ὑστεραίᾳ κατάδηλον τὸν φόνον γεγε‐
60νημένον, ἀπέδρα, καὶ πολλῶν ὁδὸν ἐξήνυσεν ἡμερῶν, καὶ τὴν Μαδιανῖτιν κατέλαβε χώραν. Οὕτως Ἠλίας ὁ πάνυ τὰς τῆς Ἰεζάβελ μεμαθηκὼς ἀπειλὰς τοῖς ἀνελεῖν βουλομένοις ἑαυ‐ τὸν οὐκ ἐξέδωκεν, ἀλλὰ τὴν οἰκουμένην καταλιπὼν ἔδραμεν εἰς τὴν ἔρημον. Εἰ δὲ τὸ φυγεῖν τῶν πολεμούντων τὰς χεῖρας26
65ὅσιόν τε καὶ Θεῷ προσφιλές, πολλῷ δήπουθεν ὁσιώτερον τὸ μὴ πεισθῆναι τῷ κελεύσαντι αὐτὸν ἑαυτοῦ γενέσθαι φονέα. Οὐδὲ γὰρ ὁ Κύριος εἶξεν εἰρηκότι τῷ διαβόλῳ· Βάλε σεαυ‐ τὸν ἄνωθεν κάτω. Ὅτε δὲ τὰς Ἰουδαϊκὰς κατ’ αὐτοῦ καθώ‐ πλισε χεῖρας διὰ τῶν μαστίγων καὶ τῶν ἀκανθῶν καὶ τῶν ἥλων,
70καὶ τῆς κτίσεως ἐπειγομένης τοῖς ἀλιτηρίοις ἐκείνοις πανω‐ λεθρίαν ἐπαγαγεῖν αὐτὸς ὡς Δεσπότης ἐκώλυσεν, εἰδὼς τὸ πάθος τῷ κόσμῳ σωτήριον. Διά τοι τοῦτο καὶ παρὰ τὸ πάθος τοῖς ἀποστόλοις ἔλεγεν· Εὔξασθε μὴ εἰσελθεῖν εἰς πει‐ ρασμόν. Καὶ ἡμᾶς λέγειν ἐδίδαξεν· Καὶ μὴ εἰσενέγκῃς
75ἡμᾶς εἰς πειρασμόν. Μετασχηματίσωμεν δέ, εἰ δοκεῖ, μικρά τινα τοῦ προβλήμα‐ τος καὶ σαφέστερον μαθησόμεθα τὴν ἀλήθειαν· καὶ ἀφελόμενοι τοῦ λόγου τὴν θάλατταν, φῶμεν ξίφος ἐγχειρίσαι τὸν δικαστὴν ἑκατέρῳ τῶν ἀθλητῶν καὶ προστάξαι τὸν οὐκ ἀνεχόμενον
80θῦσαι, τὴν οἰκείαν ἐκτεμεῖν κεφαλήν· τίς οὖν ἄρα εὖ φρονῶν ἠνέσχετ’ ἂν αἵματι οἰκείῳ φοινῖξαι τὴν δεξιάν, καὶ δήμιος ἑαυτοῦ γενέσθαι καὶ πολεμίαν ἀποφῆναι τὴν χεῖρα καὶ εἶξαι τῷ παρανόμως κελεύοντι δικαστῇ; Πολλῷ τοιγαροῦν ὁ δεύτε‐ ρος ἀξιαγαστότερος. Τῷ προτέρῳ μὲν γὰρ ἡ προθυμία μόνη
85προσφέρει τὴν εὐφημίαν, τὸν δὲ δεύτερον πρὸς τῇ προθυμίᾳ καὶ ἡ εὐβουλία κοσμεῖ. Ταῦτα ἐγὼ μὲν πρὸς τὸ δεδομένον τῆς
γνώσεως διέκρινα μέτρον· ὁ δὲ καὶ τὰ πράγματα καὶ τὰ ἐνθυ‐ μήματα σαφῶς ἐπιστάμενος ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ δεί‐ ξει τὸν ἄμεινον βουλευσάμενον.28

4

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Ὁ ψυχῶν καὶ σωμάτων Δημιουργὸς ἑκατέρᾳ φύσει τὰ πρόσ‐ φορα δέδωκε καὶ κατὰ ταὐτὸν ἡμᾶς καὶ τοῖς νοητοῖς καὶ τοῖς αἰσθητοῖς ἐπέκλυσεν ἀγαθοῖς. Μετὰ γὰρ δὴ τῆς παναγοῦς ἑορτῆς καὶ τὸν τριπόθητον ἔδωκεν ὑετόν, ἵνα καθαρὰν ἀθυμίας
5τὴν πανήγυριν ἀποφήνῃ. Ἡμεῖς δὲ τὸν μεγαλόδωρον ὑμνή‐ σαντες Δεσπότην, τοῖς ἑορταστικοῖς συνήθως κεχρήμεθα γράμμασι καί, τὴν σὴν θεοσέβειαν προσφθεγγόμενοι, τὴν ἀπὸ τῶν προσευχῶν αἰτοῦμεν βοήθειαν.

5

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Φροντίσιν ἡμᾶς καὶ λύπαις μετὰ τὴν ἁμαρτίαν συζεύξας ὁ δημιουργήσας ἡμᾶς Θεὸς παρέσχεν ἡμῖν παραψυχῆς ἀφορμὰς τὰς θείας ἐν μέσῳ τεθεικὼς ἑορτάς. Αἱ γὰρ τούτων ὑποθέσεις καὶ τῶν θεοσδότων ἡμᾶς ἀναμιμνήσκουσι δωρεῶν καὶ τὴν
5παντελῆ τῶν ἀνιαρῶν προμηνύουσι λύσιν. Τούτων τῶν ἀγαθῶν καὶ νῦν ἀπολαύσαντες καὶ θυμηδίας ἀναπλησθέντες τὴν σὴν μεγαλοπρέπειαν προσφθεγγόμεθα καὶ τῆς φιλίας τὸ μέτρον ἐκτίνομεν κατὰ τὸν νόμον τῆς ἑορτῆς.

6

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1Παρέσχεν ἡμῖν ὁ φιλάνθρωπος Δεσπότης μετὰ τῆς τοῦ
φιλοχρίστου λαοῦ προθυμίας ἐπιτελέσαι τὴν θείαν καὶ σωτή‐ ριον ἑορτὴν καὶ τοὺς τῆς πνευματικῆς ὠφελείας ἐξ αὐτῆς τρυγῆσαι καρπούς. Τὴν περὶ ἡμᾶς τοίνυν διάθεσιν τῆς σῆς30
5εὐλαβείας εἰδώς, δῆλον αὐτῇ διὰ γραμμάτων τοῦτο ποιῶ. Ἥδονται γὰρ οἱ εὖ περί τινας διακείμενοι, ὅταν τι περὶ αὐτῶν θυμῆρες ἀκούσωσιν.

7

(t)

ΘΕΟΝΙΛΛῌ.
1 Πάλαι ἂν ἐγεγράφειν, εἰ πάλαι ἐγνώκειν τὴν τελευτὴν τοῦ μεγαλοπρεπεστάτου τῆς σῆς σεμνοπρεπείας ὁμοζύγου. Καὶ νῦν δὲ γράφω, οὐχ ἵνα τὴν τῆς ἀθυμίας ὑπερβολὴν λόγοις παραμυθητικοῖς κατευνάσω· τοῖς γὰρ ἐπισταμένοις φιλοσοφεῖν
5καὶ τοῦδε τοῦ βίου τὴν φύσιν ἐπεσκεμμένοις ἀπόχρη καὶ μόνος ὁ λογισμὸς ἀποσκεδάσαι τῆς λύπης τὰς τρικυμίας. Κἂν τῆς μακρᾶς ἐκείνης συνηθείας ἀναμιμνήσκῃ, αὐτὸς τοὺς θείους νόμους ἀναγιγνώσκει καὶ τοῖς ἐκείνης δάκρυσιν ἀντι‐ τάττει καὶ τῆς φύσεως τὸν δρόμον καὶ τοῦ Θεοῦ τὸν ὅρον καὶ
10τὴν ἐλπίδα τῆς ἀναστάσεως. Ταῦτ’ εἰδὼς οὐ δέομαι λόγων πολλῶν, ἀλλ’ εἰς καιρὸν τῇ φιλοσοφίᾳ κεχρῆσθαι παρακαλῶ· καὶ νομίσαι τοῦ κατοιχομένου τὴν τελευτὴν ἀποδημίαν μακράν·
καὶ προσμεῖναι τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ὑπόσχεσιν. Ἀψευδὴς γὰρ ὁ τὴν ἀνάστασιν ἐπαγγειλάμενος, μᾶλλον δὲ32
15ἀληθείας πηγή.

8

(t)

ΕΥΓΡΑΦΙᾼ.
1 Περιττὸν μὲν οἶμαι τὸ πάλιν ἐπῳδὰς τῇ λύπῃ προσφέρειν πνευματικάς. Ἀπόχρη γὰρ καὶ μόνη τῶν σωτηρίων παθημάτων ἡ μνήμη σβέσαι καὶ τὴν ἀκμάζουσαν ἀθυμίαν. Ὑπὲρ γὰρ τῆς τῶν ἀνθρώπων ταῦτα γεγένηται φύσεως. Τὸν γὰρ θάνατον ὁ
5Δεσπότης κατέλυσεν, οὐχ ἵνα ἓν σῶμα κρεῖττον ἀποφήνῃ θανάτου· ἀλλ’ ἵνα δι’ ἐκείνου τὴν κοινὴν ἀνάστασιν πραγμα‐ τεύσηται καὶ ταύτην ἡμῖν τὴν ἐλπίδα βεβαίαν παράσχῃ. Εἰ δὲ καὶ τῶν θείων ἑορτῶν παντοδαπὴν ψυχαγωγίαν προσφερου‐ σῶν οὐ καταγωνίζῃ τῆς ἀθυμίας τὸ πάθος, παρακαλῶ σου τὴν
10σεμνοπρέπειαν, τοῦ προικῴου γοῦν γραμματείου τὰ μετὰ τὴν ἐπίδοσιν ἀναγνῶναι καὶ γνῶναι σαφῶς, ὡς ἡγήσατο τοῦ γάμου τοῦ θανάτου ἡ μνήμη. Τὸ γὰρ θνητὸν τῆς φύσεως ἐπιστάμε‐ νοι καὶ προμηθούμενοι τῆς τῶν ἔτι ζώντων εἰρήνης, τὰς καλουμένας αἱρέσεις ἐπιτάττουσιν καὶ οὐ δυσχεραίνουσι πρὸ
15τῆς γαμικῆς συναφείας μεμνημένοι θανάτου· ἀλλὰ διαρρήδην βοῶσιν, εἰ μὲν ὁ ἀνὴρ προτελευτήσοι, συνέδοξε τόδε γενέσθαι· εἰ δὲ ἡ γυνὴ τοῦτο ὑπομείνοι τὸ πάθος, τόδε συνήρεσε. Τί τοίνυν δυσχεραίνομεν ταῦτα πρὸ τοῦ γάμου μεμαθηκότες, καὶ ταῦτα καθ’ ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν προσμένοντες;
20Ἀνάγκη γὰρ πᾶσα διαλυθῆναι τὴν συζυγίαν, ἢ τοῦ ἀνδρὸς
προτελευτῶντος, ἢ τῆς γυναικὸς προαπιούσης. Τοῦτον γὰρ ἔχει τὸν δρόμον ὁ βίος. Καὶ τὰ θεῖα τοίνυν καὶ τὰ ἀνθρώπινα σαφῶς εἰδυῖά σου ἡ θαυμασιότης, σκεδασάτω τὴν ἀθυμίαν καὶ τὴν κοινὴν ἐλπίδα τῶν εὐσεβῶν προσμεινάτω.34

9

(t)

ΑΝΕΠΙΓΡΑΦΟΣ.
1 Ἡ μὲν θεοσέβεια ὑμῶν δυσχεραίνει καὶ ἄχθεται διὰ τὴν ἀδίκως ἡμῖν καὶ δίχα κρίσεως ἐπενεχθεῖσαν ψῆφον· ἐμὲ δὲ αὐτὸ τοῦτο ψυχαγωγεῖ. Εἰ μὲν γὰρ δικαίως κατεκρίθην, ἤλγησα ἄν, ὡς παρασχὼν ἀφορμὰς εὐλόγους τοῖς κατακρίνασιν.
5Ἐπειδὴ δὲ ἐν τούτῳ τῷ μέρει καθαρόν μοι τὸ συνειδός, χαίρω καὶ γάννυμαι καὶ προσμένω τῶν ἄλλων λύσιν ἁμαρτη‐ μάτων διὰ τήνδε τὴν ἀδικίαν. Οὐδὲ γὰρ ὁ Ναβουθὲ δι’ ἄλλην ἀρετὴν πολυθρύλητος, ἀλλ’ ὅτι τὴν ἄδικον ἐκείνην ὑπέμεινε σφαγήν. Εὔξασθαι δὲ παρακαλῶ παρὰ τοῦ Θεοῦ μὴ ἐγκατα‐
10λειφθῆναι ἡμᾶς, καὶ ὁ πολεμῶν πολεμείτω. Ἀρκεῖ γάρ μοι εἰς πᾶσαν θυμηδίαν ἡ τοῦ Θεοῦ μου εὐμένεια· κἂν αὐτὸς ἡμῖν παρῇ, τῶν λυπηρῶν ἁπάντων ὡς ἀθυρμάτων καταφρονοῦμεν.

10

(t)

ΗΛΙᾼ ΣΧΟΛΑΣΤΙΚῼ.
1 Τοὺς νόμους εἰς ἐπικουρίαν τῶν ἀδικουμένων οἱ νομοθέται γεγράφασι, καὶ τὴν ῥητορικὴν ἀσκοῦσι τέχνην οἱ τὸν δικανικὸν ἀσπαζόμενοι βίον, ἵνα τοῖς δικαίας δεομένοις βοηθείας συνη‐
γορῶσι. Καὶ λόγων τοίνυν ῥητορικῶν καὶ τῆς τῶν νόμων ἐπι‐36
5στήμης μεταλαχών, ὦ φίλη κεφαλή, εἰς δέον χρῆσαι τῇ τέχνῃ, καὶ βάλλε τῇ τέχνῃ τοὺς ἀδικοῦντας καὶ τοῖς ὑπ’ ἐκείνων βαλλομένοις ἐπάμυνε, προβαλλόμενος καθάπερ ἀσπίδα τοὺς νόμους· καὶ μηδεὶς ἀδικῶν ἀπολαυέτω συνηγορίας, κἂν οἰκειό‐ τατος ᾖ. Εἷς δὲ τούτων Ἀβράμης ὁ κάκιστος· ὃς ἀγρὸν ἐκκλη‐
10σιαστικὸν χρόνον οἰκήσας συχνόν, εἶτά τινας ἐντεῦθεν εἰς κοινωνίαν τῆς κακουργίας λαβών, τετόλμηκεν ἃ σαφῶς ὡμολό‐ γησεν. Ἀπέστειλα δὲ σὺν αὐτῷ καὶ τὰ πεπραγμένα καὶ τοὺς ἠδικημένους καὶ τὸν εὐλαβέστατον Γερόντιον τὸν ὑποδιάκο‐ νον· οὐχ ἵνα τοῖς νόμοις παραδῶσι τὸν ἀλιτήριον, ἀλλ’ ἵνα τὴν
15σὴν διδάξωσιν ἃ πεπόνθασι παίδευσιν καὶ συναλγῆσαι παρα‐ σκευάσαντες πείσωσιν ἀναγκάσαι τὸν ἀνόσιον ἄνθρωπον ἀπο‐ δοῦναι τὰ συληθέντα.

11

(t1)

ΦΛΑΒΙΑΝῼ ΕΠΙΣΚΟΠῼ
t2ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ.
1 Φωστῆρά σε τῆς οἰκουμένης φανότατον ἀπέφηνεν τῶν ὅλων ὁ Ποιητής τε καὶ Πρύτανις καὶ τὴν βασιλείαν σκοτο‐ μήνην εἰς καθαρὰν μετέβαλε μεσημβρίαν. Καὶ καθάπερ τὸ παρὰ τοὺς λιμένας φρυκτωρούμενον πῦρ τοῖς ναυτιλλομένοις νύκ‐
5τωρ ἐπιδείκνυσι τοῦ λιμένος τὸ στόμα, οὕτως ἡ τῆς σῆς ἁγιω‐ σύνης ἀκτὶς τοῖς ὑπὲρ τῆς εὐσεβείας πολεμουμένοις ἀνεφάνη μεγίστη παραψυχή, καὶ τῆς ἀποστολικῆς πίστεως ἐπέδειξε τὸν λιμένα, καὶ τούς τε εἰδότας θυμηδίας ἐνέπλησε, τούς τε ἀγνοοῦντας ἠλευθέρωσε τῶν σκοπέλων. Ἐγὼ δὲ διαφερόντως
10τὸν τῶν ἀγαθῶν ἀνυμνῶ χορηγόν, πρόμαχον γενναῖον εὑρών, τῷ θείῳ φόβῳ τὸ ἀνθρώπειον ἐξελαύνοντα δέος, καὶ τῶν εὐαγγελικῶν δογμάτων προθύμως προκινδυνεύοντα, καὶ τοὺς ἀποστολικοὺς ἀγῶνας ἀσπασίως ἀναδεχόμενον. Καὶ πᾶσα δὲ γλῶττα νῦν εἰς εὐφημίαν κινεῖται τῆς σῆς ἁγιότητος. Οὐ38
15γὰρ μόνοι τῆς εὐσεβείας οἱ τρόφιμοι θαυμάζουσι τὸ τῆς πίστεως ἀκραιφνές, ἀλλὰ καὶ οἱ τῆς ἀληθείας πολέμιοι λίαν ᾄδουσι τὴν ἀνδρίαν. Ταῖς γὰρ τῆς ἀληθείας ἀστραπαῖς παρα‐ χωρεῖ τὸ ψεῦδος. Ταῦτα νῦν γράφω, τὸν τιμιώτατον καὶ εὐλα‐ βέστατον Ὑπάτιον τὸν ἀναγνώστην εἰδώς, καὶ προθύμως μὲν
20τοῖς τῆς σῆς ὁσιότητος διακονούμενον νεύμασι, διηνεκῶς δὲ τῶν ἀξιεπαίνων σου, δέσποτα, μεμνημένον κατορθωμάτων. Καί σου τὴν ἁγίαν καὶ Θεῷ φίλην περιπτυσσόμενοι κεφαλὴν ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν παρακαλοῦμεν, ἵνα τὸ γοῦν λειπόμενον τῆς ζωῆς κατὰ τοὺς θείους βιώσωμεν νόμους.

12

(t)

ΕΙΡΗΝΑΙῼ ΕΠΙΣΚΟΠῼ.
1 Τὸν μέγιστον ἐκεῖνον καὶ ἀδαμάντινον πύργον, τὸν Ἰώβ φημι, τὸν γενναῖον τῆς ἀρετῆς ἀθλητήν, οὐδὲ ἡ τῶν συχνῶν καὶ παντοδαπῶν λυπηρῶν κατέσεισε προσβολή, ἀλλὰ μᾶλλον ἀκίνητόν τε καὶ ἄμαχον ἔδειξεν. Μετὰ μέντοι τῶν ἀγώνων τὸ
5τέλος, τὴν τῶν πειρασμῶν αἰτίαν ὁ δίκαιος νομοθέτης ἐδήλω‐ σεν, οὕτως εἰπών· Οἴει δέ με ἄλλως σοι κεχρηματικέ‐ ναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; Τούτων ἀκούειν τῶν λόγων καὶ τὴν σὴν ὑπολαμβάνω φιλοθεΐαν, πολλὰς καὶ διαφόρους προσβολὰς σκυθρωπῶν δυναμένην πραγμάτων ἐνεγκεῖν· οὐχὶ40
10φυγοῦσαν δὲ ταύτας, ἀλλὰ τὸ τῆς οἰκονομίας σταθερὸν καὶ στερεώτερον διδάξασαν. Ταύτην ἰδὼν τῆς ἱερᾶς ὑμῶν ψυχῆς τὴν ἀνδρείαν ὁ μεγαλόδωρος Δεσπότης οὐκ ἠνέσχετο κρύψαι ἀξιόκτητον ἀθλητὴν, ἀλλ’ εἰς τοὺς ἀγῶνας εἰσήγαγεν· ἵνα τὴν μὲν σεβασμίαν ὑμῶν κεφαλὴν τῷ νικηφόρῳ κατακοσμήσῃ
15στεφάνῳ, ἀρχέτυπον δὲ ὠφελείας τοὺς ὑμετέρους ἄθλους προσενέγκῃ τοῖς ἄλλοις. Συνήθως τοίνυν, ὦ φίλη κεφαλή, καὶ τόνδε νίκησον τὸν ἀγῶνα καὶ φέρε γενναίως τοῦ ὑμετέρου μὲν γαμβροῦ, ἐμοῦ δὲ γνησιωτάτου φίλου τὴν τελευτήν. Καὶ νίκη‐ σον τῇ φιλοσοφίᾳ καὶ συγγένειαν καὶ μνήμην ἠθῶν ἄριστα
20κεκραμένων καὶ ἐλευθερίως, νικῶσαν καὶ ζωγράφων τέχνην καὶ λογογράφων ἐπιστήμην· καὶ τὴν τῆς ἀθυμίας διάλυσον προσβολὴν τῇ μνήμῃ τοῦ τὰ καθ’ ἡμᾶς οἰκονομοῦντος σοφῶς καὶ τὸ μέλλον προορῶντος καὶ πρὸς τὸ συμφέρον ἰθύνοντος. Καὶ συνησθῶμεν ἀπαλλαγέντι τῶν τοῦ βίου τρικυμιῶν· μᾶλλον
25δὲ χάριν ὁμολογήσωμεν, ὅτι φερόμενος ἐξ οὐρίων εἰς τοὺς ἀπηνέμους καθωρμίσθη λιμένας καὶ πεῖραν τῶν πικρῶν οὐκ ἔλαβε ναυαγίων, ὧν ὃδε ὁ βίος μεστός.
Ἀλλὰ γὰρ οἶδα περιττὸν ποιῶν τὸν γενναῖον τῆς ἀρετῆς ἀγωνιστὴν καὶ τῶν ἄλλων ἀθλητῶν παιδοτρίβην εἰς καρτερίαν42
30ἀλείφων. Γράφω δὲ ὅμως καὶ ἐμαυτῷ διὰ τῶνδε τῶν λόγων ψυχαγωγίαν προσφέρων. Ἤλγησα γὰρ τῷ ὄντι τῆς ἀξιαγάστου συνουσίας ἀναμνησθείς. Ἀλλὰ πάλιν ὕμνησα τῶν ὅλων τὸν Πρύτανιν, καὶ τὸ συνοίσειν μέλλον εἰδότα καὶ πρὸς τοῦτο τὰ καθ’ ἡμᾶς κυβερνῶντα. Ταῦτα μετὰ τὸ γράψαι τὰ πρότερα
35ὑπομνηστικὰ ὑπηγόρευσα, τινός μοι τῶν ἐν Ἀντιοχείᾳ φίλων μεμηνυκότος τὴν τελευτήν.

13

(t)

ΚΥΡῼ.
1 Τὴν μὲν Λέσβον ἀκούω τὴν νῆσον καὶ τὰς ἐν αὐτῇ πόλεις, τήν τε Μιτυλήνην καὶ Μήθυμναν, καὶ τὰς ἄλλας· ἠγνόουν δὲ τὸν τῆς ἐν ἐκείνῃ τρεφομένης ἀμπέλου καρπόν. Νῦν δὲ τοῦτον διὰ τῆς σῆς φιλοπονίας μεμάθηκα· καὶ θαυμάζω τό τε τοῦ
5εἴδους λευκὸν καὶ γεύσεως τὸ λεπτόν· τὴν δὲ ἡδονὴν ὁ χρόνος ἴσως προσθήσει, εἰ μὴ τροπίαν ἐργάσαιτο. Λωβᾶται γὰρ καὶ οἴνοις, ὥσπερ αὖ καὶ σώμασι καὶ φυτοῖς καὶ οἰκοδομαῖς καὶ τοῖς ἄλλοις χειροποιήτοις. Ἐμοὶ δὲ ἄχρηστός ἐστι παντελῶς, εἴγε πολυχρονίους κατὰ τὸν σὸν λόγον ποιεῖν τοὺς πίνοντας
10πέφυκεν. Μακρῶν γὰρ ἔγωγε χρόνων οὐκ ἐραστής· ἐπειδὴ πολλὰ καὶ χαλεπὰ τοῦ βίου τὰ κλυδώνια· μᾶλλον δὲ ἥσθην τοῦ μονάζοντος τὴν ὑγίειαν μαθών. Τῷ ὄντι μὲν γὰρ εἶχον καὶ ταύτην με νύττουσαν τὴν φροντίδα· τῶν δὲ ἰατρῶν οὐκ ἐν δίκῃ κατηγόρουν. Τοιαύτης γὰρ τὸ πάθος θεραπείας ἐδεῖτο. Ἀπέ‐
15στειλά σου τῇ εὐγενείᾳ σταμνίον μέλιτος, οἷον αἱ Κίλισσαι
μελιττουργοῦσι μέλιτται, τοῦ στύρακος περισυλῶσαι τὰ ἄνθη.44

14

(t)

ΑΛΕΞΑΝΔΡᾼ.
1 Εἰ μὲν μόνην τοῦ συμβεβηκότος ὑμῖν πάθους ἐλογιζόμην τὴν φύσιν, τῶν ψυχαγωγούντων ἂν ἐδεήθην κἀγώ, οὐ μόνον τῷ τὰ ὑμέτερα οἰκεῖα κρίνειν καὶ τὰ θυμήρη καὶ τὰ ἄλλα ὁποῖά ποτ’ ἂν ᾖ, ἀλλὰ καὶ τῷ τὴν θαυμασίαν ἐκείνην καὶ ὄντως
5ἀξιέπαινον κεφαλὴν διαφερόντως ἠγαπηκέναι. Ἐπειδὴ δὲ ὅρος αὐτὸν θεῖος ἐνθένδε μετέστησε καὶ εἰς τὴν ἀμείνω μετέ‐ θηκε βιοτήν, καὶ ἐκ τῆς ἐμαυτοῦ ψυχῆς ἀποσκεδάννυμι τῆς ἀθυμίας τὸ νέφος καὶ τὴν σὴν παρακαλῶ σεμνοπρέπειαν νικῆ‐ σαι τῆς ἀθυμίας τὸ πάθος τῷ λογισμῷ καὶ εἰς καιρὸν προσ‐
10ενεγκεῖν τῇ ψυχῇ τῶν θείων λόγων τὴν ἐπῳδήν· τούτου γὰρ δὴ χάριν εὐθὺς ἐκ σπαργάνων οἷόν τινα θηλὴν ἕλκομεν τῆς ἱερᾶς Γραφῆς τὴν μέλιτταν, ἵν’ ὅταν ἡμῖν προσπέσῃ πάθος προσ‐ ενέγκωμεν ἀλεξίκακον φάρμακον τὴν διδασκαλίαν τοῦ Πνεύμα‐ τος. Οἴδαμεν δὲ ὡς παγχάλεπον καὶ λίαν ἐστὶν ἀλγεινόν,
15ἀξιεράστου τινὸς ἐν πείρᾳ γεγενημένον ἔρημον ἐξαπίνης τοῦ ποθουμένου γενέσθαι, καὶ ἐν εὐκληρίᾳ γενόμενον δυσκληρίᾳ περιπεσεῖν. Ἀλλὰ τοῖς γε νοῦν ἔχουσι καὶ σώφρονι λογισμῷ κεχρημένοις, οὐδὲν τῶν ἀνθρωπίνων ἀδόκητον· οὐδὲν γὰρ τού‐ των σταθερὸν οὐδὲ βέβαιον, οὐ κάλλος, οὐ πλοῦτος, οὐκ εὐεξία
20σώματος, οὐκ ἀξιώματος ὄγκος· οὐκ ἄλλο τι τῶν παρὰ τοῖς
πλείστοις θαυμαζομένων. Οἱ μὲν γὰρ ἐξ ἄκρας εὐπορίας εἰς πενίαν ἐσχάτην μετέπεσον· οἱ δὲ τὴν ὑγίειαν ἀποβαλόντες παντοδαποῖς παλαίουσι πάθεσιν· ἄλλοι περιφανείᾳ σεμνυνό‐ μενοι γένους τὸν βαρύτατον ἕλκουσι τῆς δουλείας ζυγόν. Τῷ46
25δὲ κάλλει τοῦ σώματος καὶ νόσος λωβᾶται καὶ γῆρας λυμαί‐ νεται. Μάλα δὲ σοφῶς τῶν ὅλων ὁ πρύτανις οὐδὲν τούτων εἴασε διαρκὲς οὐδὲ μόνιμον· ἵνα τὰς μεταβολὰς δεδιότες οἱ τούτων τετυχηκότες καταστέλλωσι τὴν ὀφρύν, καὶ τὸν τούτων εὔριπον ἐπιστάμενοι μὴ τοῖς προσκαίροις θαρρῶσιν, ἀλλ’ εἰς
30τὸν τῶν ἀγαθῶν χορηγὸν ἔχωσι τὰς ἐλπίδας. Ταῦτα τὴν σὴν εἰδυῖαν θαυμασιότητα, τὴν ἀνθρωπείαν φύσιν καταμαθεῖν ἀξιῶ· εὑρήσεις γὰρ αὐτὴν θνητὴν οὖσαν καὶ ἐξ ἀρχῆς δεξαμέ‐ νην τοῦ θανάτου τὸν ὅρον. Πρὸς γὰρ τὸν Ἀδὰμ ὁ τῶν ὅλων ἔφη Θεός· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Ἀψευδὴς δὲ ὁ
35τὴν ψῆφον ἐξενεγκών, καὶ μάρτυς ἡ πεῖρα. Μία γὰρ πάν‐ των εἴσοδος εἰς τὸν βίον, κατὰ τὴν θείαν Γραφήν, ἔξ‐ οδός τε ἴση, καὶ πᾶς γεννώμενος προσμένει τὸν τάφον. Καὶ οὐδὲ ἴσον ἅπαντες βιοτεύουσι χρόνον· ἀλλ’ οἱ μὲν πρόωροι τελευτῶσιν, οἱ δὲ εἰς ἄνδρας τελέσαντες, οἱ δὲ καὶ τῶν τοῦ
40γήρως ἀνιαρῶν πειραθέντες· οὕτω καὶ οἱ τοῦ γάμου δεξάμενοι τὸν ζυγὸν διαζεύγνυνται ἀνάγκη γὰρ ἢ τὸν ἄνδρα προαπ‐ ελθεῖν, ἢ τὴν γυναῖκα προτέραν δέξασθαι τοῦ βίου τὸ τέλος. Καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν παστάδα τοὺς θρήνους ἐδέξαντο· οἱ δὲ ὀλίγον συμβιώσαντες χρόνον. Ἀπόχρη τοίνυν καὶ τὸ
45κοινὸν τοῦ πάθους ἀφορμὴν τῷ λογισμῷ παρασχεῖν εἰς τὸ νικῆσαι τὸ πάθος. Καὶ πρὸς τούτοις τὸ παίδων γενέσθαι
πατέρα τὸν ἀπελθόντα, καὶ τούτους προσήβους καταλιπεῖν, καὶ εἰς αὐτὴν ἀνελθεῖν τῶν ἀξιωμάτων τὴν κορυφήν· καὶ ἐν περιφανείᾳ γενόμενον μὴ δοῦναι τῷ φθόνῳ χώραν, ἀλλὰ αὐξῆ‐48

14

(50)

σαι τὸ φίλτρον, καὶ καταλιπεῖν κλέος ἐλευθερίας καὶ μισοπο‐ νηρίας καὶ πραότητος καὶ τῆς ἄλλης τῶν ἠθῶν ἀρετῆς, ἱκανὰ ταῦτα ψυχαγωγῆσαι καὶ τοὺς λίαν τῇ λύπῃ δεδουλω‐ μένους. Ἂν δὲ δὴ καὶ τὰς θείας ἐπαγγελίας εἰς νοῦν λάβωμεν καὶ
55τὰς τῶν Χριστιανῶν ἐλπίδας, τὴν ἀνάστασιν λέγω, καὶ τὴν αἰώνιον ζωήν, καὶ τὴν ἐν βασιλείᾳ διαγωγήν, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, τίς λοιπὸν καταλειφθήσεται πρόφασις ἀθυμίας; μάλιστα τοῦ Ἀποστόλου
60διαρρήδην βοῶντος· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφο, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐγὼ δὲ οἶδα καὶ πολλοὺς τῶν οὐκ ἐχόντων ἐλπίδα λογισμῷ μόνον περιγενομένους τοῦ πάθους. Τῶν δὲ λίαν ἀτοπωτάτων, τοὺς ἐπὶ τοιαύτης ὀχου‐
65μένους ἐλπίδος χείρους εὑρεθῆναι τῶν οὐκ ἐχόντων ἐλπίδα. Ἀποδημίαν τοίνυν παρακαλῶ μακρὰν τὴν τελευτὴν λάβωμεν, καὶ ὥσπερ εἰώθαμεν ἀποδημοῦντος αὐτοῦ λυπεῖσθαι μέν, προσ‐ μένειν δὲ τὴν ἐπάνοδον, οὕτω καὶ νῦν μετρίως μὲν ὁ χωρισμὸς ἀνιάτω—τῇ φύσει γὰρ σύμμετρα παραινῶ—μὴ ὡς νεκρὸν δὲ
70θρηνῶμεν, ἀλλ’ αὐτῷ μὲν συνησθῶμεν τῆς ἐκδημίας, καὶ τῆς
ἐντεῦθεν ἀπαλλαγῆς ὅτι τῶν ἀμφιβόλων ἠλευθερώθη πραγμά‐ των καὶ οὐδεμίαν δέδιε μεταβολήν, οὐ ψυχικήν, οὐ σωματι‐ κήν, οὐ τῶν περὶ τὸ σῶμα, ἀλλ’ ἔξω τῶν ἀγώνων γενόμενος τὰ βραβεῖα περιμένει. Ὀρφανία δὲ καὶ χηρεία μὴ λίαν ὑμᾶς50
75ἀνιάτω· μείζονα γὰρ ἔχομεν κηδεμόνα, ὃς καὶ τοῖς ἄλλοις νομοθετεῖ ὀρφανῶν καὶ χηρῶν πολλὴν ποιεῖσθαι φροντίδα· καὶ περὶ αὐτοῦ φησιν ὁ θεῖος Δαβίδ· Ὀρφανὸν καὶ χῆραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. Αὐτῷ τοὺς ἡμετέρους ἐγχειρίσωμεν οἵακας καὶ τῆς παντοδαπῆς
80προμηθείας τευξόμεθα. Ἔσται γὰρ ἡμῖν παντὸς ἀνδρὸς κηδε‐ μονικώτερος· αὐτοῦ γάρ ἐστι φωνή· Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ τοῦ ταῦτα ποιῆσαι, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαι, εἶπεν ὁ
85Ἅγιος. Οἰκειότερος γὰρ ἡμῖν ἐστι καὶ πατρὸς καὶ μητρός· αὐτὸς γὰρ ἡμῶν ἐστι ποιητὴς καὶ δημιουργός. Οὐ γὰρ γάμος ποιεῖ πατέρας, ἀλλ’ αὐτοῦ νεύοντος γίνονται οἱ πατέρες πατέρες. Ταῦτα γράψαι νῦν ἠναγκάσθην, ἐπειδή με δραμεῖν πρὸς
90ὑμᾶς οὐκ ἐᾷ τὰ δεσμά. Ἀρκεῖ δὲ καὶ μόνος ὁ θεοφιλέστατος καὶ ὁσιώτατος ἐπίσκοπος, πᾶσαν τῇ πιστοτάτῃ σου ψυχῇ παραψυχὴν πραγματεύσασθαι καὶ λόγῳ καὶ ἔργῳ καὶ θέᾳ καὶ κοινωνίᾳ φροντίδων καὶ τῇ πνευματικῇ αὐτοῦ καὶ θεοσδότῳ σοφίᾳ, δι’ ἧς κατευνασθήσεσθαι πιστεύω τῆς ἀθυμίας τὴν
95ζάλην.52

15

(t)

ΣΙΛΒΑΝῼ ΠΡΩΤΕΥΟΝΤΙ.
1 Οἶδα μὲν ὑστερήσας καὶ περὶ τοὺς παραμυθητικοὺς μελλή‐ σας λόγους· ἀλλ’ οὐχὶ δίχα λογισμοῦ τοῦτο δέδρακα· ἐνδοῦναι γὰρ τῷ πάθει σφοδρῷ ὄντι προὔργου νενόμικα. Οὐδὲ γὰρ τῶν ἰατρῶν οἱ σοφώτατοι ἐν τῇ τῶν πυρετῶν ἀκμῇ τὰ ἀλεξίκακα
5προσφέρουσι φάρμακα· ἀλλ’ εἰς καιρὸν τὴν ἀπὸ τῆς τέχνης βοήθειαν συνεισφέρουσι. Διά τοι τοῦτο κἀγὼ τὰς ὀλίγας ταύ‐ τας ἡμέρας ἐνδέδωκα, λογισάμενος τὴν τῆς ὀδύνης ὑπερβολήν. Εἰ γὰρ ἡμᾶς οὕτως ἄγαν ἠνίασεν ἡ φήμη καὶ παμπόλλης ἀθυ‐ μίας ἐνέπλησε, τί οὐκ ἂν ἔπαθεν ἀνὴρ τὸν αὐτὸν ζυγὸν ἕλκων
10καὶ εἰς μίαν σαρκός, κατὰ τὴν θείαν Γραφήν, συνάφειαν ἁρμοσθείς, τῆς καὶ χρόνῳ καὶ πόθῳ γεγενημένης συναφείας βίᾳ διασπασθείσης; Ἀλλ’ ἐκείνην μὲν τὴν ὀδύνην ἡ φύσις εἰργάσατο, τὴν δὲ παραψυχὴν ὁ λογισμὸς μηχανάσθω, τό τε τῆς φύσεως ἐπίκηρον ἐνθυμούμενος καὶ τοῦ πάθους τὸ κοινὸν
15καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τοῦ σοφῶς τὰ καθ’ ἡμᾶς οἰκονομοῦντος τὸ βούλημα. Στέργειν γὰρ χρὴ τὰ παρὰ τῆς ἀρρήτου σοφίας πρυτανευόμενα καὶ ταῦτα πάντως νομίζειν συμφέροντα· οἱ γὰρ τοῖς εὐσεβέσι τούτοις χρώμενοι λογισμοῖς, καὶ τῆς εὐσεβείας κομιοῦνται τὰς ἀντιδόσεις καὶ θυμηρέστε‐
20ρον βιοτεύσουσι, τῆς τῶν θρήνων ἀμετρίας ἀπαλλαγέντες. Οἱ δὲ τῷ πάθει δουλωθέντες, οὐδὲν μὲν κερδανοῦσιν ὀλοφυρόμε‐ νοι, ἀνιαρῶς δὲ βιώσονται καὶ παροξυνοῦσι τῶν ὅλων τὸν κηδεμόνα. Δεξάσθω τοίνυν ἡ μεγαλοπρέπειά σου παραίνεσιν πατρικήν, καὶ τὴν θαυμασίαν ἐκείνην εἰπάτω φωνήν· Ὁ Κύ‐
25ριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδο‐ ξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλο‐ γημένον εἰς τοὺς αἰῶνας.54

16

(t)

ΕΙΡΗΝΑΙῼ ΕΠΙΣΚΟΠῼ.
1 Οὐκ ἔστιν, ὡς ἔοικεν, οὐδὲν προσδοκῆσαι χρηστόν. Οὐ γὰρ μόνον οὐκ ἐλώφησεν, ἀλλὰ καὶ καθ’ ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν κορυφοῦται τῆς Ἐκκλησίας ἡ ζάλη. Ἧκον δὲ καὶ οἱ τὴν σύνοδον συγκαλοῦντες, καὶ ἀπέδωκαν ἄλλοις τέ τισι τῶν
5μητροπολιτῶν, καὶ τῷ ἡμετέρῳ, τὰ τῆς κλήσεως γράμματα. Ἀπέστειλα δὲ καὶ τῶν γραμμάτων τὸ ἴσον τῇ σῇ ὁσιότητι, ἵνα γνῷς, δέσποτα, ὡς κατὰ τὸν ποιητικὸν λόγον, κακὸν κακῷ ἐστήρικται, καὶ δεῖ μόνης ἡμῖν τῆς Δεσποτικῆς ἀγαθότητος, ἵνα παύσῃ τὸν κλύδωνα. Ῥᾴδιον μὲν γὰρ αὐτῷ καὶ τοῦτο, ἀλλ’
10ἡμεῖς τῆς γαλήνης ἀνάξιοι. Ἀρκεῖ δὲ ἡμῖν τῆς ὑπομονῆς ἡ χάρις, ὡς ἂν διὰ ταύτης κρείττους τῶν πολεμούντων γενοί‐ μεθα. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἐδίδαξεν ἡμᾶς ἐξαι‐ τεῖν. Ποιήσει γὰρ, φησ, σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Τὴν δὲ σὴν φιλο‐
15θείαν παρακαλῶ ἐπιστομίζειν τοὺς μωμοσκόπους καὶ πείθειν ὡς οὐ χρὴ τοὺς ἔξω τῶν βελῶν, τὸ δὴ λεγόμενον, ὄντας σκώ‐ πτειν τοὺς παραταττομένους, καὶ βαλλομένους καὶ βάλλον‐
τας. Τί γὰρ διαφέρει τῷ τοιῷδε ὅπλῳ ἢ τοιῷδε τὸν ἀγωνιζό‐ μενον χρήσασθαι καὶ καταβαλεῖν τὸν ἀντίπαλον; οὐδὲ γὰρ ὁ56
20μέγας Δαβὶδ παντευχίᾳ χρησάμενος κατήνεγκε τῶν ἀλλοφύ‐ λων τὸν πρόμαχον. Ὁ δὲ Σαμψὼν ὄνου σιαγόνι χρησάμενος χιλίους κατὰ ταὐτὸν κατηκόντισε. Καὶ οὐδεὶς ἐπιμέμφεται τῇ νίκῃ οὐδὲ δειλίαν τοῦ ἀριστέως κατηγορεῖ, ὅτι μὴ δόρυ κινῶν καὶ τὴν ἀσπίδα προβαλλόμενος καὶ πολλὰ ἀκοντίζων ἢ τόξα
25τείνων τοὺς ἀντιπάλους νενίκηκεν. Οὕτω τοιγαροῦν καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους ἐξετάζειν χρή, καὶ μὴ ζητεῖν ὀνόματα τὴν ἔριν ἐγείροντα, ἀλλ’ ἐνθυμήματα σαφῶς κηρύττοντα τὴν ἀλήθειαν καὶ τοὺς ἀντιτείνειν τολμῶντας αἰσχύνης ἀναπιμπλάντα. Τί γὰρ διαφέρει ἀνθρωποτόκον ὁμοῦ
30καὶ Θεοτόκον ὀνομάσαι τὴν ἁγίαν Παρθένον, ἢ καλέσαι αὐτὴν τοῦ τεχθέντος μητέρα καὶ δούλην, καὶ ἐπαγαγεῖν ὅτι μήτηρ μέν ἐστιν ὡς ἀνθρώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δούλη δὲ ὡς Θεοῦ, καὶ τὸ μὲν πρόφασιν συκοφαντίας παρέχον σιγῆ‐ σαι, τὴν αὐτὴν δὲ φάναι διάνοιαν, ἑτέρᾳ κεχρημένον προσ‐
35ηγορίᾳ; Πρὸς δὲ τούτοις κἀκεῖνο χρὴ συνιδεῖν, ὡς τὸ μὲν κοι‐ νόν ἐστιν ὄνομα, τὸ δὲ ἴδιον τῆς Παρθένου· καὶ ὅτι περὶ τούτου πᾶσα ἡ διαμάχη γεγένηται, ὡς οὐκ ὤφελεν. Καὶ οἱ πλεῖστοι δὲ τῶν ἀρχαίων Πατέρων τὴν ἐντιμοτέραν ἐπέθεσαν τῇ Παρθένῳ προσηγορίαν· τοῦτο δὲ καὶ ἡ σὴ πεποίηκε θεοσέ‐
40βεια καὶ ἐν δύο καὶ ἐν τρισὶ λόγοις. Ἔχω δὲ τούτων ἐνίους, τῆς σῆς μοι πεμψάσης φιλοθεΐας· καὶ τῷ Θεοτόκος τὸ ἀν‐ θρωποτόκος οὐ παρέζευξας, δέσποτα, ἑτέροις δὲ ὀνόμασι τὴν τούτου διάνοιαν παρεδήλωσας. Ἐπειδὴ δὲ ἐπιμέμφεσθέ μοι καὶ ὡς τοὺς ἁγίους καὶ μακα‐
45ρίους καταλελοιπότι Πατέρας Διόδωρον καὶ Θεόδωρον ἐν τῷ καταλόγῳ τῶν διδασκάλων, ἀναγκαῖον ἡγησάμην καὶ περὶ τού‐ του βραχέα διεξελθεῖν. Πρῶτον μὲν γάρ, ὦ φίλη μοι κεφαλή, πολλοὺς καὶ ἄλλους περιφανεῖς ἄνδρας καὶ λαμπροὺς ἄγαν γεγενημένους. Ἔπειτα δὲ κἀκεῖνο χρὴ συνιδεῖν, ὡς τὸν κατη‐58

16

(50)

γορούμενον ἀναμφισβητήτους μάρτυρας προσήκει παράγειν, οἷς οὐδὲ τῶν κατηγόρων τις ἐπιμέμψασθαι δύναται. Εἰ δὲ τοὺς παρὰ τῶν διωκόντων κατηγορουμένους ὁ διωκόμενος εἰς μαρτυρίαν καλέσοι, οὐδὲ αὐτὸς ἂν ὁ δικάζων ἀνάσχοιτο δέ‐ ξασθαι. Εἰ μὲν γὰρ ἔπαινον Πατέρων συγγράφων τούσδε τοὺς
55ἁγίους παρέλιπον, ἠδίκησα ἄν, ὁμολογῶ, καὶ περὶ τοὺς διδασ‐ κάλους ἀχάριστος ἐγενόμην. Εἰ δὲ κατηγορούμενος ἀπολογίαν προσήνεγκα καὶ τοὺς ἀναμφισβητήτους παρήγαγον μάρτυρας, τί μάτην οἱ τούτων οὐδὲν ἰδεῖν ἐθέλοντες ἐπιμέμφονται; Ὅπως δὲ σέβω τοὺς ἄνδρας, μάρτυς ἡ παρ’ ἡμῶν ὑπὲρ αὐτῶν
60συγγραφεῖσα βίβλος, ἐν ᾗ τὴν κατ’ αὐτῶν γεγενημένην γραφὴν διελύσαμεν, οὐ δείσαντες τῶν κατηγόρων τὴν δυναστείαν οὐδὲ τὰς καθ’ ἡμῶν γενομένας ἐπιβουλάς. Ἄλλην τοίνυν ἐχέτω‐ σαν τερθρείας ἀφορμὴν οἱ τὴν ἀδολεσχίαν ἀσπαζόμενοι. Ἐμοὶ σκοπὸς οὐ πρὸς χάριν τοῦ δεῖνος καὶ τοῦ δεῖνος πάντα λέγειν
65καὶ πράττειν· ἀλλὰ τήν τε τοῦ Θεοῦ Ἐκκλησίαν οἰκοδομεῖν καὶ τῷ ταύτης ἀρέσκειν νυμφίῳ τε καὶ Δεσπότῃ. Ὅτι γὰρ οὐ σωματικῆς ἕνεκα θεραπείας οὐδὲ τῆς πολυφρόντιδος τιμῆς ἀντεχόμενος, ἣν δύστηνον ὀνομάζειν ὀκνῶ, ταῦτα ποιῶ, μαρτυ‐
ρεῖ μοι τὸ συνειδός. Πάλαι γὰρ ἂν αὐτόματος ἀπέστην, εἰ μὴ60
70τὸ θεῖον ἐδεδίειν κριτήριον. Καὶ νῦν εὖ ἴσθι, δέσποτα, ὡς τὴν ἀνάγκην προσμένω. Πελάζειν δὲ ταύτην οἶμαι· τεκμηριοῖ γὰρ τὰ τυρευόμενα.

17

(t)

ΚΑΣΙΑΝῌ ΔΙΑΚΟΝῼ.
1 Εἰ μὲν εἰς μόνην ἀφεώρων τὴν τοῦ πάθους ὑπερβολήν, ἀνεβαλόμην ἂν τέως τὰ γράμματα, ἵνα λάβω τὸν χρόνον τῆς θεραπείας ἐπίκουρον. Ἐπειδὴ δὲ τὴν φιλοσοφίαν οἶδα τῆς σῆς θεοφιλείας, τοὺς παραμυθητικοὺς προσενεγκεῖν ἐθάρρησα
5λόγους, οὓς καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τῆς θείας ἐδιδά‐ χθην Γραφῆς. Ἥ τε γὰρ φύσις τὸ ἐπίκηρον ἔχει, καὶ τῶν τοιούτων συμφορῶν ἅπας ὁ βίος μεστός· καὶ τῶν ὅλων ὁ Πρύ‐ τανις καὶ τοῦ παντὸς ὁ Κυβερνήτης, ὁ σοφῶς τὰ καθ’ ἡμᾶς πρυτανεύων Δεσπότης, παντοδαπὴν ἡμῖν διὰ τῶν θείων λογίων
10προσφέρει παραψυχήν· καὶ τούτων μεσταὶ μὲν τῶν ἱερῶν Εὐαγγελίων αἱ βίβλοι, μεστὰ δὲ τὰ τῶν ἁγίων ἀποστόλων συγ‐ γράμματα, καὶ τῶν τρισμακαρίων προφητῶν τὰ θεσπίσματα. Περιττὸν δὲ οἶμαι συλλέγειν ταῦτα καὶ τῇ σῇ προσφέρειν θεοσεβείᾳ, ἄνωθεν τοῖς θεοπνεύστοις ἐντεθραμμένῃ λόγοις,
15καὶ πρὸς ἐκεῖνα τὸν οἰκεῖον ῥυθμισάσῃ βίον, καὶ διδασκαλίας ἑτέρας μὴ δεομένῃ. Παρακαλῶ τοίνυν ἐκείνων ἀναμνησθῆναι τῶν λόγων, οἳ καὶ τῶν παθῶν παρεγγυῶσιν ἡμῖν κρατεῖν, καὶ τὴν αἰώνιον ὑπισχνοῦνται ζωήν, καὶ τοῦ θανάτου κηρύττουσι τὴν κατάλυσιν, καὶ τὴν κοινὴν πάντων ἡμῶν ἀνάστασιν ἐπαγ‐
20γέλλονται· καὶ πρὸς τούτοις, μᾶλλον δὲ πρὸ τούτων, ὅτι Δεσ‐ πότης ὁ ταῦτα οὕτω γενέσθαι κελεύσας, καὶ Δεσπότης
σοφώτατός τε καὶ ἀγαθώτατος, καὶ τὸ συμφέρον ἀκριβῶς ἐπιστάμενος, καὶ πρὸς τοῦτο πάντως ἰθύνων τὰ πράγματα. Ἔστι γὰρ ὅτε θάνατος ἀμείνων ζωῆς καὶ ὁ δοκῶν ἀνιαρὸς τῶν62
25νομιζομένων τερπνῶν ἐστι θυμηρέστερος. Δεξάσθω τοίνυν ἡ θεοσέβειά σου τῆς ἐμῆς ταπεινώσεως τὴν παράκλησιν, ἵνα τὸν τῶν ὅλων θεραπεύσῃς Δεσπότην, γενναίως ἐνεγκοῦσα τὰ λυπηρὰ καὶ γυναιξὶν ὁμοῦ καὶ ἀνδράσι φιλοσοφίας ὑπόδειγμα γενομένη. Θαυμάσονται γὰρ ἅπαντες τοῦ λογισμοῦ τὴν ἀνδρίαν,
30δεξαμένην γενναίως τοῦ πάθους τὴν προσβολὴν καὶ τὴν σφοδροτάτην αὐτοῦ διαλύσασαν ἐμβολὴν τῇ μεγαλοψυχίᾳ τῆς γνώμης. Ἔχομεν δὲ ψυχαγωγίαν ἀρκοῦσαν τοῦ κατοιχομένου παιδὸς τὰς ζώσας εἰκόνας· ἀξιεράστους γὰρ ἡμῖν καρποὺς καταλέλοιπεν, παῦσαι δυναμένους τῆς ἀχθηδόνος τὴν ἀμετ‐
35ρίαν. Πρὸς δὲ τούτοις ἀντιβολῶ καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὴν λύπην καὶ μὴ αὐξῆσαι τὰ πάθη τῇ τῆς ἀθυμίας ὑπερβολῇ. Ἐγὼ δὲ τὸν εὐμήχανον ἱκετεύω Δεσπότην παρα‐ σχεῖν σου τῇ θεοσεβείᾳ παραψυχῆς ἀφορμάς.

18

(t)

ΝΕΟΠΤΟΛΕΜῼ.
1 Ὅταν εἰς τὸν θεῖον ἀποβλέψω νόμον, ὃς σάρκα μίαν τοὺς γάμῳ συναπτομένους καλεῖ, οὐκ οἶδα τίνι τρόπῳ ψυχαγωγήσω τὸ μέλος τὸ τῇ τομῇ χωρισθέν· λογίζομαι γὰρ τῆς ὀδύνης τὸ μέγεθος. Ὅταν δὲ τῆς φύσεως ἐννοήσω τὸν δρόμον καὶ τὸν
5ὅρον ἐκεῖνον, ὃν ὁ Δημιουργὸς ἐξενήνοχεν εἰπών· Γῆ ε, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ τὰ πανταχοῦ γῆς καὶ θαλάττης καθ’ ἑκάστην ἡμέραν γινόμενα—ἢ γὰρ ἄνδρες πρότεροι τοῦ
βίου τὸ τέρμα καταλαμβάνουσιν, ἢ γυναῖκες τοῦτο πάσχουσι πρότεραι—, πολλὰς ἐντεῦθεν ἀφορμὰς εἰς ψυχαγωγίαν εὑ‐64
10ρίσκω· πρὸς τούτοις τὰς παρὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν παρασχεθείσας ἡμῖν ἐλπίδας· τούτου γὰρ δὴ χάριν τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον, ἵνα τοῦ θανάτου τὴν παῦλαν μεμαθηκότες, μὴ λίαν ἀλγῶμεν τῇ τῶν ποθουμένων χωριζόμε‐ νοι τελευτῇ ἀλλὰ τὴν τριπόθητον τῆς ἀναστάσεως ἐλπίδα προσ‐
15μένωμεν. Ταῦτά σου τὴν θαυμασιότητα καὶ λογίσασθαι παρα‐ καλῶ καὶ νικῆσαι τῆς ἀθυμίας τὸ πάθος· μάλιστα τῶν κοινῶν ὑμῶν κλάδων καὶ παρόντων καὶ πᾶσαν ὑμῖν ποριζόντων παρα‐ ψυχῆς ἀφορμήν. Ὑμνήσωμεν τοίνυν τὸν σοφῶς τὰ καθ’ ἡμᾶς κυβερνῶντα καὶ μὴ παροξύνωμεν τῇ τῶν ὀδυρμῶν ἀμετρίᾳ.
20Οἶδε γάρ, ὡς σοφός, τὸ συμφέρον καὶ ὡς ἀγαθὸς τοῦτο ἡμῖν πραγματεύεται.

19

(t)

ΒΑΣΙΛΕΙῼ ΠΡΕΣΒΥΤΕΡῼ.
1 Τοιοῦτον ἡμῖν ἔδειξεν ἡ πεῖρα τὸν ἐλλογιμώτατον Ἀθανά‐ σιον τὸν ῥήτορα, ὁποῖον ἔφησε τῆς σῆς θεοσεβείας τὰ γράμματα. Κοσμεῖ γὰρ αὐτοῦ τὴν μὲν γλῶτταν ὁ λόγος, τὸν δὲ λόγον ὁ τρόπος· ὁμοῦ δὲ πάντα λαμπρύνει τὸ τῆς πίστεως
5χρῆμα. Ἀεὶ τοίνυν ἡμῖν τοιαῦτα προξένει, θεοφιλέστατε. Πολλῆς γὰρ, εὖ ἴσθι, διὰ ταυτησὶ τῆς συνουσίας θυμηδίας ἡμᾶς ἐνέπλησας.

20

(t)

ΜΑΡΤΥΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ.
1Ἡγεῖται μὲν ἡ φύσις ὡς πρεσβυτέρα τῆς γνώμης· νικᾷ δὲ
τὴν φύσιν ἡ γνώμη· καὶ τούτου τεκμήριον ἐναργὲς ὁ ἐλλογι‐ μώτατος Ἀθανάσιος ὁ ῥήτωρ. Αὐχῶν γὰρ πατρίδα τὴν Αἴγυ‐ πτον, οὐ μετέλαβε τῆς τοῦ ἔθνους θρασύτητος, ἀλλὰ πραότητι66
5τὸν τρόπον ἐκέρασεν. Ἔστι δὲ καὶ τῶν θείων θερμότατος ἐραστής. Διά τοι τοῦτο καὶ πλείους ἡμῖν συνδιήγαγεν ἡμέρας, ὄνησιν ἐντεῦθέν τινα δρέψασθαι προσδοκήσας. Ἐγὼ δέ, ὡς οἶσθα, θεοφιλέστατε, καὶ παρ’ ἑτέρων τὰ τοιαῦτα συλλέγειν ὀκνῶ· τοσοῦτον ἀποδέω τοῦ τοῖς ποθοῦσι μεταδιδόναι. Οὐ
10σμικρολογία μέντοι, ἀλλ’ ἀπορία τοῦτο κωλύει ποιεῖν. Εὐξάσθω τοίνυν ἡ ὁσιότης σου τὴν περὶ ἡμῶν δόξαν ἐμπεδωθῆναι τῇ ἀληθείᾳ· ἵνα μὴ μόνον λέγηταί τι περὶ ἡμῶν ἀξιέπαινον, ἀλλὰ καὶ μαρτυρῆται τοῖς ἔργοις.

21

(t)

ΕΥΣΕΒΙῼ ΣΧΟΛΑΣΤΙΚῼ.
1 Οἱ μὲν τὴν μεγίστην ταύτην κατασπείραντες φήμην ᾠήθη‐ σαν ταύτῃ πάντως ἀνιάσειν ἡμᾶς, δυσάγγελον αὐτὴν ἄγαν ὑπειληφότες. Ἡμεῖς δέ, διὰ τὴν θείαν χάριν, καὶ τὴν φήμην ἀσπασίως ἐδεξάμεθα καὶ τὴν πεῖραν ἀσμένως προσμένομεν·
5καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπὲρ τῶν θείων δογμάτων ἐπιφερόμε‐ νον λίαν ἡμῖν ἐστιν ἀξιέραστον. Εἰ γὰρ ἀληθῶς ταῖς Δεσποτι‐ καῖς ἐπαγγελίαις πιστεύομεν, οὐκ ἄξια τὰ παθήματα τοῦ
νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυ‐ φθῆναι εἰς ἡμᾶς. Καὶ τί λέγω τῶν ἐλπιζομένων ἀγαθῶν68
10τὴν ἀπόλαυσιν; Εἰ γὰρ καὶ μηδὲν ὅλως ἆθλον ὑπὲρ εὐσεβείας ἀγωνιζομένοις ἐδίδοτο, ἤρκεσεν ἂν καὶ αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀλήθεια πεῖσαι τοὺς ἑαυτῆς ἐραστὰς σὺν εὐθυμίᾳ πάσῃ τοὺς ὑπὲρ αὐτῆς κινδύνους ἀσπάσασθαι. Καὶ μάρτυς τῶν εἰρημέ‐ νων ὁ θεῖος Ἀπόστολος διαρρήδην βοῶν· Τίς ἡμᾶς χωρίσει
15ἀπὸ τῆς ἀγάπης τοῦ Χριστο; θλίψις, ἢ στενοχω‐ ρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καθὼς γέγραπται, ὅτι Ἕνεκά σου θανα‐ τούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Καὶ διδάσκων ὡς οὐκ ἀντίδοσιν προσμένει τινά,
20ἀλλὰ μόνον τοῦ σεσωκότος ἐρᾷ, ἐπήγαγεν εὐθύς· Ἀλλ’ ἐν πᾶσι τούτοις ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς Χριστοῦ. Καὶ προστέθεικεν ἕτερα, δι’ ὧν σαφέστερον τὸν οἰκεῖον ἐγύμνωσε πόθον· Πέπεισμαι γάρ, φησίν, ὅτι οὔτε θάνατος, οὔτε ζω, οὔτε ἄγγελοι, οὔτε δυνά‐
25μεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεο, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Θεώρησον, ὦ φιλότης, τῆς ἀποσ‐ τολικῆς ἀγάπης τὴν φλόγα· βλέπε τοῦ ἔρωτος τὸν πυρσόν.
30Οὐκ ὀριγνῶμαι, φησί, τῶν αὐτοῦ, ἀλλ’ αὐτὸν μόνον ποθῶ· καὶ τοῦτον οὐ δύναμαι κατασβέσαι τὸν ἔρωτα· ἀλλ’ ἑλοίμην ἂν ἥδιστα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐκπεσεῖν ἀγα‐ θῶν, καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν καὶ νῦν παθεῖν, καὶ αὖθις ὑπο‐ μεῖναι, ὥστε ταύτην ἄσβεστον περιφέρειν τὴν φλόγα. Ταῦτα
35δὲ οὐ μόνον εἶπεν, ἀλλὰ καὶ δέδρακεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ πανταχοῦ γῆς καὶ θαλάττης μνημεῖα τῶν παθημάτων κατέλιπεν. Εἰς τοῦτον καὶ μέντοι καὶ εἰς τοὺς ἄλλους ἅπαν‐ τας ἀφορῶν, πατριάρχας, προφήτας, ἀποστόλους, μάρτυρας, ἱερέας, θυμήρη λίαν ἡγοῦμαι τὰ νομιζόμενα σκυθρωπά. Αἰσχύ‐70
40νομαι γάρ, ὁμολογῶ, καὶ τοὺς ταῦτα μὲν ἥκιστα μεμαθηκότας, ὑπὸ δὲ μόνης ποδηγηθέντας τῆς φύσεως, καὶ ἐν τοῖς ἀγῶσι τῆς ἀρετῆς διαπρέψαντας. Καὶ γὰρ Σωκράτης ἐκεῖνος ὁ Σωφρονίσκου, τὴν τῆς συκοφαντίας ὑπομείνας γραφὴν καὶ τῆς τῶν κατηγόρων κατεφρόνει ψευδολογίας καὶ τὴν ἐν τοῖς
45δεινοῖς εὐψυχίαν ἐδείκνυ βοῶν· Ἄνυτος δὲ καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανταί με, βλάψαι δὲ οὐ δύναν‐ ται. Καὶ ὁ Παιανιεὺς δὲ ῥήτωρ, τῇ ῥητορικῇ δεινότητι φιλοσοφίαν ἀναμίξας, καὶ τήνδε τὴν γνώμην καὶ τοῖς τηνι‐ κάδε ἀνθρώποις καὶ τοῖς εἰς ὕστερον ἐσομένοις προσήνεγκεν.

21

(50)

Πέρας μὲν γάρ ἐστιν ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρ. Δεῖ μὲν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομέ‐ νους ἐλπίδα, φέρειν δ’ ἃ ἂν ὁ Θεὸς διδῷ γενναίως.
55Καὶ μέντοι καὶ ὁ τούτου πρεσβύτερος συγγραφεύς, τὸν Ὀλό‐ ρον λέγω, πολλὰς μὲν καὶ ἄλλας ἀξιεπαίνους ἔγραψε γνώμας· ἔγραψε δὲ καὶ τήνδε· Φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀν‐
αγκαίως, τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως. Καὶ τί λέγω φιλοσόφους καὶ συγγραφέας καὶ ῥήτορας; Καὶ γὰρ οἱ τὴν72
60μυθολογίαν τῆς ἀληθείας προτετιμηκότες, πολλὰς ταῖς μυθο‐ λογίαις ὀνησιφόρους παραινέσεις ἀνέμιξαν· ὥσπερ ἀμέλει καὶ Ὅμηρος ἐδίδαξεν ἐν τοῖς λόγοις, τὸν τῶν Ἑλλήνων σοφώ‐ τατον ἑαυτὸν ἐν ἐκείνοις πρὸς ἀνδρείαν ἀλείφοντα. Λέγει δὲ οὕτως·
65Στῆθος δὲ πλήξας, κραδίην ἠνίπαπε μύθ· τέτλαθι δ, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης. Καὶ ἄλλα δὲ τούτοις προσόμοια καὶ παρὰ ποιητῶν καὶ ῥητόρων καὶ φιλοσόφων ῥᾳδίως ἄν τις συλλέξειεν· ἀλλ’ ἡμῖν οἱ θεῖοι λόγοι πρὸς πᾶσαν ὠφέλειαν ἀρκοῦσιν.
70 Καὶ ταῦτα δὲ τέθεικα, δεῖξαι βουληθείς, ὡς ἄγαν αἰσχρὸν τῶν τῆς φύσεως μαθητῶν ἡττηθῆναι τοὺς προφητικῆς καὶ ἀποστολικῆς μετεσχηκότας διδασκαλίας καὶ τῷ σωτηρίῳ πάθει πεπιστευκότας καὶ προσμένοντας σωμάτων ἀνάστασιν καὶ φθορᾶς ἀπαλλαγὴν καὶ χορηγίαν ἀθανασίας καὶ οὐρανῶν
75βασιλείαν. Καὶ τοὺς ἀθυμοῦντας τοίνυν ἐπὶ τοῖς θρυληθεῖσιν, ὦ φίλη κεφαλή, ψυχαγώγησον, καὶ τοὺς ἐφηδομένους, εἴπερ τις ἄρα ἐστί, δίδαξον ὡς γεγήθαμεν, καὶ γαννύμεθα, καὶ χορεύομεν, καὶ ὡς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν, τὴν νομιζομένην προσδεχόμεθα τιμωρίαν.
80 Ἵνα δὲ καὶ διδάξῃς, θαυμασιώτατε, τοὺς ἀγνοοῦντας ὅπως φρονοῦμεν, ἴσθι πιστεύειν ἡμᾶς, ὡς ἐδιδάχθημεν, εἰς τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ εἰς δύο υἱούς, ὥς τινες συκοφαντοῦσιν, ἢ ἐμαθητεύθημεν, ἢ ἐβαπτίσ‐ θημεν, ἢ πιστεύομεν, ἢ πιστεύειν διδάσκομεν· ἀλλ’ ὥσπερ ἕνα
85ἴσμεν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα, οὕτως ἕνα Υἱὸν τὸν
Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Οὐκ ἀρνούμεθα μέντοι τὰς τῶν φύσεων ἰδιότητας· ἀλλ’ ὥσπερ ἀσεβεῖν νομίζομεν τοὺς εἰς δύο υἱοὺς διαιροῦντας τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν,74
90οὕτω τῆς ἀληθείας πολεμίους ἀποκαλοῦμεν τοὺς συγχέειν τὰς φύσεις ἐπιχειροῦντας. Ἀσύγχυτον γὰρ ἕνωσιν γεγενῆσθαι πιστεύομεν καὶ ἴσμεν τινά τε τῆς ἀνθρωπότητος καί τινα τῆς θεότητος ἴδια. Καθάπερ γὰρ ὁ ἄνθρωπος, τὸν κοινὸν λέγω, τὸ λογικὸν καὶ θνητὸν ζῶον, ἔχει μὲν ψυχήν, ἔχει δὲ σῶμα, ἓν δὲ
95ζῶον νοεῖται· καὶ ἡ διαφορὰ τῶν 〈δύο〉 φύσεων οὐκ εἰς δύο πρόσωπα μερίζει τὸν ἕνα· ἐν δέ γε τῷ ἑνὶ καὶ τὴν τῆς ψυχῆς ἴσμεν ἀθανασίαν καὶ τοῦ σώματος τὴν θνητότητα· καὶ ὁμολο‐ γοῦμεν τὴν ψυχὴν ἀόρατον, ὁρατὸν δὲ τὸ σῶμα, ἓν δὲ ζῶον, ὡς ἔφην, λογικὸν ὁμοῦ καὶ θνητόν· οὕτω τὸν Κύριον ἡμῶν καὶ

21

(100)

Θεόν, τὸν τοῦ Θεοῦ λέγω Υἱόν, τὸν Δεσπότην Χριστόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν ἕνα ἴσμεν Υἱόν· ἀδιαίρετος γὰρ ἡ ἕνω‐ σις, ὥσπερ δὴ καὶ ἀσύγχυτος. Ἴσμεν δὲ ὅμως καὶ τὸ τῆς θεότητος ἄναρχον, καὶ τὸ τῆς ἀνθρωπότητος πρόσφατον. Ἡ μὲν γὰρ ἐκ σπέρματος Ἀβραὰμ καὶ Δαβὶδ (ἐξ αὐτῶν γὰρ ἡ
105ἁγία Παρθένος)· ἡ δὲ θεία φύσις ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸ αἰώνων, ἀχρόνως, ἀπαθῶς, ἀτμήτως ἐγεννήθη. Εἰ δὲ ἀναιρε‐ θείη σαρκὸς καὶ θεότητος τὸ διάφορον, τίσιν ὅπλοις χρησό‐ μεθα κατὰ Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι; Πῶς δὲ
αὐτῶν τὴν κατὰ τοῦ Μονογενοῦς καταλύσομεν βλασφημίαν;76
110Νῦν γὰρ τοὺς μὲν ταπεινοὺς τῶν λόγων ὡς ἀνθρώπῳ προσ‐ άπτομεν, τοὺς δὲ ὑψηλοὺς καὶ θεοπρεπεῖς ὡς Θεῷ, καὶ εὐπε‐ τὴς ἄγαν ἡμῖν ἐστιν ἡ τῆς ἀληθείας ἀπόδειξις. Ἀλλὰ γὰρ ὑπερβαίνει μέτρον ἐπιστολῆς ὁ περὶ τῆς πίστεως λόγος. Ἀρκεῖ δὲ καὶ τὰ ὀλίγα ταῦτα ῥημάτια δεῖξαι τὸν τῆς ἀποστο‐
115λικῆς πίστεως χαρακτῆρα.

22

(t)

ΟΥΛΠΙΑΝῼ ΚΟΜΗΤΙ.
1 Τοὺς λόγους φασὶν καὶ τὰ οὐκ εὖ διακείμενα τῶν ἠθῶν μεταρυθμίζειν καὶ ἀμείνω ποιεῖν. Ἐμοὶ δὲ δοκεῖ, τὰ παρὰ τῆς φύσεως εἰς κάλλος κραθέντα, αὐτὰ τοὺς λόγους κοσμεῖν, καὶ μὴ δεῖσθαι ῥημάτων· καθάπερ οὐδὲ τὰ εὖ πεφυκότα τῶν σωμά‐
5των χρῄζει τῶν ἐπεισάκτων χρημάτων. Τούτοις ὁ ἐλλογιμώ‐ τατος Ἀθανάσιος ὁ ῥήτωρ λαμπρύνεται. Ἧσε δέ με πλέον, ἐραστὴς θερμὸς τῆς ὑμετέρας μεγαλοπρεπείας γεγονώς. Ἀεὶ γὰρ ὑμᾶς εὐφημῶν διατελεῖ. Ἁμιλλώμενος δὲ ἐγὼ καὶ διεξιὼν τὰ ὑμέτερα, τοῖς ἐπαίνοις ἐνίκων· πλείονα γὰρ ὑμῶν ἐπίστα‐
10μαι κατορθώματα. Ἀνιῶμαι δὲ μὴ πάντα ἐπαινῶν τὰ ὑμέτερα, ἀλλὰ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐλλεῖπον τοῖς ἐπαίνοις ὁρῶν· ὅπερ εἰ δοίη προσγενέσθαι Θεός, ἐν ἅπασι τοῖς τῆς ἀρετῆς εἴδεσι κατὰ πάντων σχήσετε τὸ κράτος, τῶν τὴν αὐτὴν ὑμῖν
βιοτὴν μετιόντων.78

23

(t)

ΑΡΕΟΒΙΝΔᾼ ΠΑΤΡΙΚΙῼ.
1 Πλοῦτον καὶ πενίαν τοῖς ἀνθρώποις διένειμεν ὁ τῶν ὅλων Δημιουργός τε καὶ Πρύτανις, οὐκ ἀδίκῳ ψήφῳ χρησάμενος, ἀλλ’ ἀφορμὴν ὠφελείας τοῖς πλουσίοις παρέχων, τῶν πενήτων τὴν ἔνδειαν. Οὕτω καὶ τὰς παιδείας τοῖς ἀνθρώποις ἐπάγει,
5οὐ μόνον δίκας τῶν πεπλημμελημένων πραττόμενος, ἀλλὰ καὶ πρόφασιν εἰς φιλανθρωπίαν τοῖς εὐπόροις πορίζων. Ἐπειδὴ τοίνυν μάστιγας ἡμῖν τῆτες ἐπήνεγκεν ὁ Δεσπότης, τῶν μὲν ἁμαρτημάτων ἐλάττους πολλῷ, ἱκανὰς δὲ ὅμως ἀνιᾶσαι τοὺς γεωργοῦντας—καὶ ταύτας πρώην διὰ τῶν ὑμετέρων γηπόνων
10τὴν ὑμετέραν μεγαλοφυΐαν ἐδίδαξα—· οἰκτείρατε, παρακαλῶ, τοὺς τῆς γῆς ἀροτῆρας, τὸν μὲν πόνον εἰσενεγκόντας, ὀλίγον δὲ κομισαμένους καρπόν· καὶ γενέσθω ὑμῖν ἡ δυσετηρία τῆς πνευματικῆς εὐετηρίας ὑπόθεσις· καὶ τὸν ἔλεον τὸν θεῖον διὰ τοῦδε τοῦ ἐλέου τρυγήσατε. Τούτου γὰρ δὴ χάριν καὶ ὁ λαμπρό‐
15τατος Διονύσιος πρὸς τὸ ὑμέτερον μέγεθος ἔδραμεν, τὰ πάθη διδάξων, ἵνα τὴν ἴασιν δέξηται· οἷον δέ τινα ἱκετηρίαν τάδε προσφέρει τὰ γράμματα, πλείονος ἀπολαύσεσθαι φιλανθρω‐ πίας διὰ τούτων ἐλπίζων.

24

(t)

ΑΝΔΡΕᾼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ.
1Ποθεῖ μὲν, εὖ οἶδα, τὴν ἡμετέραν συνουσίαν ἡ σὴ φιλοθεΐα,
τῆς θείας ἀγάπης ὑπάρχουσα τρόφιμος. Ἐγὼ δὲ πλέον ἱμείρο‐ μαι, ὅσῳ καὶ πλείονά μοι προσγίνεσθαι τὴν ἐκ τῆς συνουσίας ὠφέλειαν ἐπίσταμαι. Πέφυκε γάρ πως ἡ ἔνδεια τὴν ἐπιθυμίαν80
5ἐξάπτειν· ἀλλὰ τὸ δοῦναι τὸ ποθούμενον δυνατὸς τῶν ὅλων ὁ Κύριος. Αὐτὸς γὰρ ἰθύνει τὰ σύμπαντα καὶ τὸ συνοίσειν μέλλον ἐπίσταται καὶ τοῦτο πρυτανεύων ἑκάστῳ διατελεῖ. Ἐγὼ δὲ ὅσον εὐφράνθην τοῖς γράμμασιν ἐντυχὼν τῆς σῆς ἁγιότητος, δεῖξαι διὰ λόγων οὐ δύναμαι. Ηὔξησε δέ μοι τὴν
10θυμηδίαν καὶ ὁ τιμιώτατος καὶ εὐλαβέστατος διάκονος Θαλάσ‐ σιος, ἅπερ μαθεῖν ἐπόθουν διηγησάμενος. Τί γάρ μοι, δέσποτα, τῆς σῆς εὐκληρίας ἐρασμιώτερον; Τί δὲ οὕτω ταύτην μεγάλην ποιεῖ, ὡς τῶν καθ’ ἡμᾶς μεγάλων 〈τὸ μέγιστον〉 ἡ τοῦ φρονή‐ ματος μετριότης; Ἰατρῷ γὰρ σοφῷ τε καὶ σπουδαίῳ πεποίηκας
15παραπλήσιον, ὃς οὐκ ἀνέμεινε τὴν κλῆσιν, ἀλλ’ αὐτόματος πρὸς τοὺς δεομένους θεραπείας ἀφίκετο. Τοῦτό με πάσης ἐνέπλησεν ἡδονῆς, καὶ τὸ Δακρυόεν γελάσασα ἔγνων τῇ πείρᾳ, καὶ τοῦ ποιητοῦ κατέμαθον τὴν διάνοιαν. Παράσχοι δὲ τῶν ἀγαθῶν ὁ φιλότιμος χορηγὸς καὶ τὴν σὴν ὁσιότητα δια‐
20πρέπειν ἐν τούτοις, καὶ ἡμᾶς τῶν ἀρίστων ἀνδρῶν ζηλοῦν γοῦν τὰ ἀξιέπαινα. Ἐπάρκεσον τοίνυν, ὦ φίλη κεφαλή, καὶ τὸν δοῦναι δυνάμενον πεῖσον δοῦναι τὴν αἴτησιν.

25

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Ἡνίκα μὲν ὁ Μονογενὴς Θεὸς ἐνηνθρώπησε καὶ τὴν ἡμε‐ τέραν φύσιν λαβὼν τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, ὁρῶντες οἱ τηνικάδε ἄνθρωποι τῶν εὐεργεσιῶν τὴν πηγὴν οὐκ
ἐπετέλεσαν ἑορτήν. Ἐπὶ δὲ τοῦ παρόντος, πᾶσα γῆ καὶ θά‐82
5λαττα καὶ πόλεις καὶ κῶμαι, καίτοι τὸν εὐεργέτην οὐχ ὁρῶσαι τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὴν τῶν εὐεργεσιῶν ἑορτάζουσι μνήμην· καὶ τοσαύτην αἱ πανηγύρεις αὗται πηγάζουσι θυμη‐ δίαν, ὡς πάντοσε διατρέχειν τῆς πνευματικῆς εὐφροσύνης τὰ νάματα. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς νῦν τὴν σὴν θεοσεβείαν
10προσφθεγγόμεθα, καὶ τὴν ἐγγενομένην ἡμῖν ἐκ τῶν ἑορτῶν σημαίνοντες εὐθυμίαν, τὰς σὰς ἐπαγγέλλομεν προσευχάς, ἵνα ταύτην εἰς τέλος φυλάξωμεν.

26

(t)

ΑΛΛΗ ΕΟΡΤΑΣΤΙΚΗ.
1 Διηνεκῶς μὲν αἱ τῆς Δεσποτικῆς φιλανθρωπίας πηγαὶ τοῖς πιστεύουσι διαβλύζουσι τἀγαθά· φέρουσι δέ τι πλέον αἱ τῶν μεγίστων εὐεργεσιῶν τὴν μνήμην ἔχουσαι πανηγύρεις τοῖς μετὰ πλείονος ἑορτάζουσι προθυμίας. Ταύτας ἐπὶ τοῦ παρ‐
5όντος ἐπιτελέσαντες καὶ τὴν τούτων εὐλογίαν τρυγήσαντες, προσφθεγγόμεθά σου τὴν εὐλάβειαν. Τοῦτο γὰρ καὶ ὁ τῆς ἑορτῆς καὶ ὁ τῆς ἀγάπης παρακελεύεται νόμος.

27

(t1)

ΑΚΥΛΙΝῼ ΔΙΑΚΟΝῼ
t2ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤῌ.
1 Οὐδεὶς ὀρφανίαν ὀδύρεται τῆς θείας υἱοθεσίας ἠξιώμενος. Τί γὰρ τοῦ ἄνω Πατρὸς ἢ δυνατώτερον ἢ κηδεμονικώτερον; Δι’ αὐτὸν γὰρ καὶ οἱ κάτω πατέρες, πατέρες. Αὐτοῦ γὰρ βουλομένου, οἱ μὲν φύσει, οἱ δὲ χάριτι πατέρες καθίστανται.
5Ἐκεῖνον τοίνυν κατέχωμεν καὶ τῶν ἀπελθόντων τὴν μνήμην φυλάξωμεν ἄσβεστον. Ὀνήσει γὰρ ἡμᾶς ἡ τῶν εὖ βεβιωκότων
ἀνάμνησις, εἰς τὴν ἐκείνων διεγείρουσα μίμησιν.84

28

(t1)

ΙΑΚΩΒῼ ΠΡΕΣΒΥΤΕΡῼ
t2ΚΑΙ ΜΟΝΑΖΟΝΤΙ.
1 Οἱ τοῖς πόνοις τῆς ἀρετῆς λαμπρύναντες τὴν ἀκμὴν μεθ’ ἡδονῆς πρὸς τὸ γῆρας ἐλαύνουσιν· ἐπὶ μὲν ταῖς προτέραις εὐφραινόμενοι νίκαις, τῶν δὲ πλειόνων ἀγώνων διὰ τὸ γῆρας ἀπηλλαγμένοι. Ταύτην ἡγοῦμαι τὴν ἡδονὴν καὶ τὴν σὴν ἔχειν
5φιλοθεΐαν, καὶ ῥᾷον φέρειν τὸ γῆρας, μεμνημένην τῶν τῆς νεότητος πόνων.

29

(t)

ΑΠΕΛΛΙΩΝΙ.
1 Τὰ Καρχηδονίων πάθη τῆς Αἰσχύλου καὶ Σοφοκλέους τραγῳδίας ἐδεῖτο, ἴσως δ’ ἂν καὶ τὴν ἐκείνων ἐνίκησε γλῶτταν τὸ μέγεθος τῶν κακῶν. Ἡ γὰρ πάλαι καὶ Ῥωμαίοις δυσάλω‐ τος, μᾶλλον δὲ ἡ τῇ μεγίστῃ Ῥώμῃ πολλάκις περὶ πρωτείων
5ἐρίσασα καὶ τὸν ἔσχατον αὐτῇ κίνδυνον ἐπιστήσασα, νῦν βαρ‐ βάρων γεγένηται πάρεργον. Οἱ δὲ τὴν πολυθρύλητον αὐτῆς κοσμοῦντες βουλὴν εἰς πᾶσαν ἀλῶνται τὴν οἰκουμένην, ἀφορ‐ μὴν ἔχοντες βίου τῶν φιλοξένων τὰς χεῖρας. Κινοῦσι δὲ τοῖς ὁρῶσι δάκρυα, καὶ διδάσκουσι τῶν ἀνθρωπείων πραγμάτων τὸ
10σφαλερόν τε καὶ εὐρίπιστον. Πολλοὺς μὲν οὖν καὶ ἄλλους ἐθεασάμην ἐκεῖθεν ἐληλυθότας, καὶ δέος ἐδεξάμην. Οὐ γὰρ οἶδα, κατὰ τὴν Γραφήν, τί τέξεται ἡ ἐπιοῦσα. Ἄγαμαι δὲ οὐχ ἥκιστα τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κε‐
λεστιακόν· φέρει γὰρ γενναίως τὴν συμφοράν, καὶ τὴν τῆς86
15εὐπραξίας μεταβολὴν ἀφορμὴν ποιεῖται φιλοσοφίας, καὶ τῶν ὅλων τὸν Πρύτανιν ἀνυμνεῖ, καὶ τοῦτο συμφέρον ὑπείληφεν, ὅπερ ἐκεῖνος ἢ γενέσθαι προσέταξεν, ἢ γινόμενον οὐκ ἐκώλυ‐ σεν. Ἄρρητος γὰρ τῆς θείας προμηθείας ὁ λόγος. Τοῦτον μετὰ τῆς ὁμοζύγου καὶ τῶν παίδων περινοστοῦντα Ἀβραμιαίας
20ἀξιωσάτω φιλοφροσύνης ἡ ὑμετέρα μεγαλοπρέπεια. Τῇ γὰρ ὑμετέρᾳ μεγαλοψυχίᾳ θαρρῶν, ξεναγὸς αὐτῶν γεγένημαι, καὶ τὴν φιλότιμον ὑμῶν ὑποδείκνυμι δεξιάν.

30

(t)

ΑΕΡΙῼ ΣΟΦΙΣΤῌ.
1 Ἰδοὺ καιρὸς τὴν ὑμετέραν ἀκαδημίαν δεῖξαι τῶν λόγων τὴν ὠφέλειαν. Ἀκούω γὰρ σύλλογον λαμπρὸν ἀναίρεσθαι πρὸς ὑμᾶς, καὶ τὸ συνέδριον ἐξ ἀνδρῶν εἶναι προγονικῇ περιφανείᾳ σεμνυνομένων, καὶ τὴν γλῶτταν κεκαθαρμένων, καὶ τοὺς λό‐
5γους ὑμῖν γίνεσθαι περί τε ἀρετῆς καὶ ἀθανασίας ψυχῆς, καὶ τῶν ἄλλων ὅσα τούτοις συμβαίνει. Δείξατε τοιγαροῦν ἡμῖν εἰς καιρὸν τῆς ψυχῆς τὴν εὐγένειαν, καὶ τῆς ἀρετῆς τὸν ἀξιόκτητον πλοῦτον, καὶ δέξασθε τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, ὡς τῆς ἀνθρωπείας εὐημε‐
10ρίας δεδιδαγμένοι τὰς ἀγχιστρόφους μεταβολάς. Καὶ γὰρ αὐτὸς ἐκόσμει μὲν πάλαι τὴν Καρχηδονίων μητρόπολιν· πολ‐ λοῖς δὲ ξένοις ἀνεπέτασε τὰς θύρας τῆς οἰκίας, τῆς ἑτέρων δὲ φιλανθρωπίας οὐκ ἤλπισεν ἐπιδεήσεσθαι. Γενοῦ τοίνυν αὐτῷ γλῶττα, καὶ συνηγόρησον, ὦ φίλη κεφαλή, τῆς σῆς δεο‐
15μένῳ φωνῆς· τῆς γὰρ ποιητικῆς οὐκ ἀνέχεται παραινέσεως,
ἣ κελεύει τὸν δεόμενον, καὶ ῥῆμ’ ἄν τι διδῷ· καὶ πεῖσον τοῦ συλλόγου τοὺς δυναμένους τὴν Ἀλκινόου ζηλῶσαι φιλοξενίαν, καὶ τὴν ἀδόκητον αὐτῷ προσπεσοῦσαν ἐξελάσαι πενίαν, καὶ τὴν δυσκληρίαν εἰς εὐκληρίαν μεταβαλεῖν· καὶ τὸν φιλάνθρω‐88
20πον ὑμνῆσαι Δεσπότην, ὅτι τοῖς ἀλλοτρίοις ἡμᾶς σωφρονίζει παθήμασι, καὶ οὐχ ἡμᾶς εἰς ἑτέρων παρέπεμψεν οἰκιάς, ἀλλ’ εἰς τὰς ἡμετέρας ἄλλους ἤγαγε θύρας· καὶ φιλανθρωπίᾳ χρω‐ μένοις ὑπισχνεῖται δώσειν ἃ μήτε λόγος εἰπεῖν, μήτε νοῦς ἰσχύει λογίσασθαι.

31

(t)

ΔΟΜΝῼ ΕΠΙΣΚΟΠῼ ΑΝΤΙΟΧΕΙΑΣ.
1 Τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ πα‐ τρὶς μὲν ἡ πολυθρύλητος Καρχηδών, γένος δὲ τὸ ἐν ἐκείνῃ γεγενημένον περίβλεπτον. Ἀλλὰ νῦν ἐξ ἐκείνης ἐληλαμένος, τὴν ξένην περινοστεῖ, καὶ τῶν φιλοθέων τὰς χεῖρας περισκο‐
5πεῖ. Ἔχει δὲ καὶ φορτίον, ἀναγκαῖον μέν, ἐπιτεῖνον δὲ τὴν φροντίδα· τὴν γαμετὴν λέγω, καὶ τὰ παιδία, καὶ τοὺς οἰκείους, ὧν ἕνεκα πλειόνων δεῖται δαπανημάτων. Ἐγὼ δὲ αὐτοῦ τὴν γνώμην τεθαύμακα. Ὡς ἐξ οὐρίων γὰρ φερόμενος, οὕτω τὸν Κυβερνήτην ὑμνεῖ, καὶ τοῦ χαλεποῦ κλύδωνος οὐ πεφρόντικεν·
10τὴν γὰρ εὐσέβειαν ἐκ τῆς συμφορᾶς ἐκαρπώσατο, καὶ τὸν τρισμακάριον αὐτῷ τοῦτον καρπὸν ἡ δυσκληρία προσήνεγκεν. Ἡνίκα γὰρ τῆς εὐπραξίας ἀπέλαυεν, τοὺς τοιούτους οὐ προσίετο λόγους· ἐκείνης δὲ γυμνωθείς, συναπέβαλε τὴν ἀσέ‐ βειαν, καὶ νῦν ἔχει τὸν πλοῦτον τῆς πίστεως· οὗ δὴ χάριν τῆς
15δυσπραξίας ἐκείνης καταφρονεῖ. Παρακαλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην, ἀποφῆναι αὐτῷ πατρίδα τὴν ξένην, καὶ προτρέψαι τοὺς πλούτῳ κομῶντας ψυχαγωγῆσαι τὸν τῆς αὐτῆς γεγενη‐ μένον συμμορίας, καὶ τῆς συμφορᾶς διαλῦσαι τὸ νέφος. Προσ‐ ήκει γὰρ τοὺς τὴν αὐτὴν φύσιν λαχόντας, καὶ ὁμοίως μὲν
20πλημμελοῦντας, τὴν δὲ τιμωρίαν διαφυγόντας, τοῖς δυσημερίᾳ περιπεσοῦσι ψυχαγωγίαν προσφέρειν, καὶ τῇ περὶ τούτους συμπαθείᾳ τὸν Θεὸν ἱλεοῦσθαι.90

32

(t)

ΘΕΟΚΤΙΣΤῼ ΕΠΙΣΚΟΠῼ.
1 Εἰ πᾶσι τοῖς πλημμελοῦσιν ἐπέφερε παραυτίκα τὰς τιμω‐ ρίας ὁ τῶν ὅλων Θεός, πάντας ἂν ἄρδην ἀπώλεσαν. Ἐπειδὴ δὲ φειδοῖ καὶ φιλανθρωπίᾳ δικάζει, τοὺς μὲν κολάζει, τοῖς δὲ τὰς τούτων τιμωρίας ἀντὶ διδασκαλίας προσφέρει. Τοῦτο καὶ
5ἐφ’ ἡμῶν πεποίηκεν ὁ φιλάνθρωπος. Τοὺς γὰρ ἀπὸ τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς καλουμένης, ταῖς ἡμετέραις προσάγει θύραις, καὶ τὰ τούτων ἐπιδεικνὺς παθήματα, δειμαί‐ νειν παρασκευάζει καὶ τῷ δέει πρὸς συμπάθειαν διεγείρει· καὶ δύο κατὰ ταὐτὸν ἐντεῦθεν κατασκευάζει· ἡμᾶς τε γὰρ ἐκ τῆς
10ἐκείνων παιδείας ὀνίνησιν, καὶ ἐκείνοις δι’ ἡμῶν προσφέρει παραψυχήν. Ταύτην παρακαλῶ σου τὴν θεοσέβειαν ὀρέξαι τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ· τὴν γὰρ ἐκείνων μητρόπολιν πάλαι κοσμήσας, νῦν οὐ πόλιν, οὐχ ἑστίαν ἔχει, οὐ τῶν ἀναγκαίων τὴν χρείαν. Προσήκει τοίνυν
15τοὺς κατὰ τὴν σὴν ὁσιότητα ψυχὰς ποιμαίνειν πεπιστευμέ‐ νους εἰσηγεῖσθαι τοῖς πολίταις τὰ σύμφορα· δέονται γὰρ τῆς τοιαύτης διδασκαλίας. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος τῷ μακαρίῳ Τίτῳ γράφων καὶ ταῦτα προστέθεικεν. Μανθανέ‐ τωσαν δὲ οἱ ἡμέτεροι, καλῶν ἔργων προΐστασθαι εἰς
20τὰς ἀναγκαίας χρείας. Εἰ γὰρ ἡ ἡμετέρα πόλις, ἔρημος
οὖσα καὶ ὀλίγους οἰκήτορας ἔχουσα, καὶ τούτους πτωχούς, ψυχαγωγεῖ τοὺς ἀφικνουμένους, πολλῷ μᾶλλον προσήκει τὴν Βέροιαν εὐσεβείᾳ συντεθραμμένην τοῦτο ποιεῖν· μάλιστα τῆς σῆς ὁσιότητος ἡγουμένης.92

33

(t1)

ΣΤΑΣΙΜῼ ΚΟΜΗΤΙ
t2ΚΑΙ ΠΡΩΤΕΥΟΝΤΙ.
1 Τραγικῆς ἐδεῖτο γλώττης τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδο‐ ξοτάτου Κελεστιακοῦ τὰ πάθη. Ἐκεῖνοι γὰρ τὰς ἀνθρωπείας ἀποχρώντως συμφορὰς τραγῳδοῦσιν· ἐγὼ δὲ τὴν σὴν ἐν κεφα‐ λαίῳ διδάσκω μεγαλοπρέπειαν, ὡς πατρὶς μὲν αὐτῷ ἡ πάλαι
5παρὰ πάντων ᾀδομένη Λιβύη, πόλις δὲ ἡ περίβλεπτος Καρ‐ χηδών, συμμορία δὲ καὶ πατριὰ ἡ λαμπροτάτη βουλή· πλοῦτος δὲ πολὺς καὶ ῥέων ὑπὲρ τὴν χρείαν. Ἀλλὰ ταῦτα πάντα μῦθός ἐστι νῦν, καὶ διήγημα τῶν πραγμάτων γεγυμνωμένον. Πάντων γὰρ αὐτὸν ἐκείνων ὁ βαρβαρικὸς ἐστέρησε πόλεμος.
10Τοιαύτη δὲ τῶν ἀνθρώπων ἡ εὐκληρία, οὐκ ἀεὶ τοῖς αὐτοῖς προσμένειν ἐθέλουσα, ἀλλὰ καὶ πρὸς ἑτέρους μεταβαίνειν ἐπειγομένη. Τοῦτον πρὸς τὴν σὴν μεγαλοπρέπειαν ξεναγῶ, καὶ τῆς παρὰ πᾶσιν ᾀδομένης φιλοτιμίας αὐτὸν ἀπολαῦσαι παρακαλῶ. Ἀξιῶ δὲ καὶ πάντας τοὺς ἐν τέλει καὶ εὐπορωτά‐
15τους διὰ τῆς σῆς αὐτὸν γνῶναι θαυμασιότητος· ἵνα κἀκείνοις πρόξενος γένῃ τοῦ κέρδους, καὶ μείζους παρὰ τοῦ φιλανθρώ‐ που θεοῦ κομίσῃ τὰς ἀντιδόσεις.94

34

(t)

ΠΑΤΡΙΚΙῼ ΚΟΜΗΤΙ.
1 Ἅπαντα μὲν ἀξιέπαινα τὰ εἴδη τῆς ἀρετῆς· ἡ δὲ φιλανθρω‐ πία καὶ τὰ ἄλλα κοσμεῖ. Ταύτην αἰτοῦμεν διηνεκῶς τὸν τῶν ὅλων Θεόν· διὰ ταύτην μόνην συγγνώμης ἀπολαύομεν πλημμε‐ λοῦντες· αὕτη διακύπτειν πρὸς τοὺς πένητας παρασκευάζει
5τὸν πλοῦτον. Ταύτῃ λαμπρυνομένην εἰδὼς τὴν ὑμετέραν μεγα‐ λοπρέπειαν, θαρρῶν συνίστημι τὸν θαυμασιώτατον καὶ μεγα‐ λοπρεπέστατον Κελεστιακόν, ἄνδρα πολλῶν χρημάτων καὶ κτημάτων δεσπότην γεγενημένον, ἔρημον δὲ τούτων ἐξαπίνης γενόμενον, φέροντα δὲ τὴν πενίαν εὐκόλως, ὡς ὀλίγοι τὸν
10πλοῦτον. Τοῦ δὲ τῆς συμφορᾶς δράματος ἡ ὑπόθεσις Λιβύη καὶ Καρχηδών, καὶ τὰ τῶν βαρβάρων κακά. Ἐγὼ μὲν οὖν αὐτὸν πρὸς τὸ ὑμέτερον ἐξενάγησα μέγεθος· ὑμεῖς δὲ τοῖς ἄλλοις ὑποδείξατε, καὶ πρὸς οἶκτον κινήσατε. Κερδανεῖτε γὰρ μείζονα, πολλοὺς φιλανθρωπίαν διδάσκοντες.

35

(t)

ΕΙΡΗΝΑΙῼ ΕΠΙΣΚΟΠῼ.
1 Πολλοῖς μὲν καὶ ἄλλοις, δέσποτα, διαλάμπεις εἴδεσιν ἀρε‐ τῆς, οὐχ ἥκιστα δὲ κοσμεῖ σου τὴν ὁσιότητα φιλανθρωπία καὶ χρημάτων ὑπεροψία καὶ δεξιὰ τὴν τῶν δεομένων ἀναβλύζουσα θεραπείαν. Διαφόρως δὲ τοὺς ἐν εὐπραξίᾳ τεθραμμένους, εἰς
5δυσκληρίαν δὲ μεταπεσόντας, πλείονος ἀξιοῖς, θεοφιλέστατε, προμηθείας. Τοῦτο σαφῶς ἐπιστάμενος, γνώριμόν σου τῇ
θεοσεβείᾳ ποιῶ τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν· ὃν πάλαι μὲν ἐν Καρχηδόνι πλοῦτος ἐδείκνυ καὶ δυναστεία λαμπρόν· νῦν δὲ τούτων γεγυμνωμένον εὐσέβεια96
10καὶ φιλοσοφία κοσμεῖ· φέρει γὰρ τὴν δοκοῦσαν δυσπραξίαν εὐθύμως, ἐπειδὴ καὶ τῆς ψυχικῆς αὐτῷ σωτηρίας γεγένηται πρόξενος. Οὗτος ἀφίκετο μὲν πρὸς ἡμᾶς μετὰ γραμμάτων τὴν προτέραν αὐτοῦ διδασκόντων εὐημερίαν· συχνὰς δὲ παρ’ ἡμῖν διατρίψας ἡμέρας, παρέσχεν τῆς πείρας τὴν μαρτυρίαν. Οὗ
15δὴ χάριν αὐτὸν καὶ σπουδαιότερον τῇ σῇ συνιστῶμεν ἁγιωσύνῃ, καὶ παρακαλοῦμεν καὶ τοῖς τῆς πόλεως εὐπόροις δῆλον αὐτὸν διὰ τῆς σῆς γενέσθαι φιλοθείας· εἰκὸς γὰρ αὐτούς, τὰ κατὰ αὐτὸν μεμαθηκότας, καὶ τὴν ἴσην δείσαντας συμφοράν, σπου‐ δάσαι διὰ τῆς συμπαθείας τὴν τιμωρίαν διαφυγεῖν. Ἀναγκά‐
20ζεται γὰρ περινοστεῖν, ἅτε δὴ πλειόνων δαπανημάτων δεόμε‐ νος· σύνεστι γὰρ αὐτῷ καὶ γαμετὴ καὶ παιδία καὶ οἱ συμφυγόντες οἰκέται τῶν βαρβάρων τὰς χεῖρας.

36

(t)

ΠΟΜΠΕΙΑΝῼ ΕΠΙΣΚΟΠῼ ΕΜΕΣΗΣ.
1 Ἀμφότερα οἶδα σαφῶς, καὶ τῶν χρημάτων τὴν σπάνιν καὶ τὴν μεγαλοψυχίαν τῆς γνώμης, καὶ ὡς τὴν ἔνδειαν ἡ φιλοτι‐ μία νικᾷ. Διά τοι τοῦτο συνίστημί σου τῇ ὁσιότητι τὸν θαυμα‐ σιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, πολλῶν μὲν
5χρημάτων καὶ κτημάτων πάλαι δεσπότην γεγενημένον, μετὰ μόνης δὲ τῆς ἐλευθερίας τῶν βαρβάρων τὰς χεῖρας διαφυ‐ γόντα, καὶ πρόσοδον εἰς ἀφορμὴν βίου νῦν ἔχοντα τῶν κατὰ τὴν σὴν φιλοθεΐαν τὴν εὐσπλαγχνίαν. Ἔχει δὲ καὶ φροντίδων ἐσμόν· σύνεστι γὰρ αὐτῷ καὶ ἡ τοῦ βίου κοινωνός, καὶ τὰ παι‐
10δία, καὶ θεράποντες, οὐ διὰ χρείαν μόνην, ἀλλὰ καὶ διὰ φιλαν‐
θρωπίαν συνόντες· οὐχ ἡγεῖται γὰρ ὅσιον ἀπολῦσαι τοὺς οὐκ ἀνασχομένους καταλιπεῖν. Τοῦτον καὶ τοῖς εὐποροῦσι τῶν πολιτῶν γνώριμον γενέσθαι διὰ τῆς σῆς φιλοθεΐας παρακαλῶ· οἶμαι γάρ, ὡς καὶ παρὰ τῆς σῆς ὁσιότητος διδασκόμενοι, καὶ98
15τὴν τῆς εὐπραξίας ὁρῶντες μεταβολήν, τὴν σήν, δέσποτα, μεγαλοψυχίαν μιμήσονται, καὶ τῆς δυνατῆς αὐτὸν ἀξιώσουσι θεραπείας, τῆς φύσεως τὸ κοινὸν λογισάμενοι.

37

(t)

ΣΑΛΟΥΣΤΙῼ ΑΡΧΟΝΤΙ.
1 Ὅταν οἱ ἄρχειν λαχόντες ἀκλινῶς κατέχωσι τὴν τῆς δίκης τρυτάνην καὶ ἴσως τὴν ἀρτάνην ἀνέλκωσι, παντοδαπῶν ἀγα‐ θῶν τοῖς ἀρχομένοις προξενοῦσι φοράν. Ἂν δὲ δὴ καὶ σύνεσις ἀποχρῶσα προσῇ, καὶ φιλανθρωπίας τῷ ταύτης δεομένῳ
5προστίθηται ψῆφος, πολλαπλάσια τοῖς ὑπηκόοις ἐκ τῶν ἀρχείων ἀναβλυστάνει καλά. Τούτων διὰ τῆς σῆς λαμπρότητος ἀπολαύσαντες Εὐφρατήσιοι, καὶ τὴν πεῖραν διδάσκαλον ἔχοντες τῶν τῆς προτέρας ἀρχῆς ἀγαθῶν, ἐχόρευσαν ἐπὶ τοῦ παρόντος τὴν σὴν μεμαθηκότες μεγαλοπρέπειαν ἐγχειρισθῆναι
10τῆς ἀρχῆς τὰ πηδάλια. Ἐγὼ δὲ μειζόνων αὐτοὺς εὔχομαι τυχεῖν ἀγαθῶν, καὶ τὴν σὴν λαμπρότητα πλείονος εὐκλείας μεταλαχεῖν· προστεθῆναι δὲ τοῖς ἄλλοις καλοῖς καὶ τὸν κολο‐ φῶνα τῶν ἀγαθῶν τὴν εὐσέβειαν, ἵνα μὴ χωλεύῃ τῶν ἐγκωμια‐
ζόντων ὁ ἔπαινος. Ἤλπισα δὲ καὶ συντεύξεσθαί σου τῇ100
15μεγαλοπρεπείᾳ, ἡνίκα πλείους ἐν Ἱεραπόλει διαγαγεῖν ἠναγ‐ κάσθην ἡμέρας· καὶ τῶν ἀφικνουμένων διηνεκῶς ἐπυνθανόμην, εἰ ἐκομίσθη σου τῇ θαυμασιότητι τὰ σύμβολα τῆς ἀρχῆς. Ἐπειδὴ δὲ ἡ θεία καὶ σωτήριος κατήπειξεν ἑορτή, τὴν ἐγχει‐ ρισθεῖσαν ἡμῖν κατελάβομεν πόλιν. Νῦν δὲ τὰ τῆς σῆς μεγα‐
20λοπρεπείας δεξάμενοι γράμματα, καὶ λίαν ἡσθέντες, καὶ τὸ τῆς προσρήσεως ἐκτίνομεν χρέος, καὶ τὸν τιμιώτατον καὶ εὐλαβέστατον διάκονον, σὺν Θεῷ φάναι, τὸν ὑδροσκόπον ὡς ἐκέλευσας ἀπεστείλαμεν παραυτίκα. Παράσχοι δὲ ὁ φιλάν‐ θρωπος Δεσπότης πορίσαι αὐτὸν καὶ τῇ πόλει χρείαν καὶ τῇ
25λαμπρότητί σου πρόφασιν εὐδοξίας.

38

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Ἡ μὲν θεία καὶ σωτήριος ἑορτὴ τῶν θεοσδότων ἡμῖν ἀγαθῶν προσενήνοχε τὰς πηγάς, τοῦ σταυροῦ τὴν εὐλογίαν, τὴν ἀθα‐ νασίαν, τὴν ἐκ τοῦ Δεσποτικοῦ θανάτου βλαστήσασαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ τὴν ἀνάστασιν, ἣ τὴν κοινὴν ἀνάστασιν
5ἐπαγγέλλεται. Ταῦτα ἡ ἑορτὴ προσφέρουσα, καὶ τῆς θείας χάριτος τὴν φιλοτιμίαν ἐπιδεικνῦσα, τὴν πνευματικὴν εὐφρο‐ σύνην ἐπραγματεύετο. Τῶν δὲ συμφορῶν τὸ μέγεθος καὶ τὸ πλῆθος πάντοθεν ἡμᾶς περιστοιχίζον, τῆς ἑορτῆς τὴν θυμη‐ δίαν ἠμαύρωσε, καὶ οἰμωγὰς καὶ θρήνους ταῖς ὑμνῳδίαις
10ἀνέμιξε. Τοιαῦτα γὰρ τὰ τῆς ἁμαρτίας κυήματα. Αὕτη γὰρ
ὀδύνης τὸν βίον ἡμῶν ἐνέπλησε. Διὰ ταύτην ἐρασμιώτερος ἡμῖν ὁ θάνατος τῆς ζωῆς· διὰ ταύτην καὶ τὸν μέλλοντα πεφρί‐ καμεν βίον, τὸ ἀδέκαστον ἐκεῖνο κριτήριον φανταζόμενοι. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου, τῆς θείας ἡμᾶς φιλανθρω‐102
15πίας τυχεῖν, καὶ τὸ στυγνὸν τοῦτο καὶ φοβερὸν διαλυθῆναι νέφος, καὶ αἰθρίας ἡμᾶς ὡς τάχιστα καθαρᾶς ἀπολαῦσαι.

39

(t)

ΑΛΛΗ ΕΟΡΤΑΣΤΙΚΗ.
1 Ἐβουλόμην τὰ θυμήρη γράφειν, καὶ τῆς ἑορτῆς ᾄδειν τὴν πνευματικὴν εὐφροσύνην· ἀλλ’ οὐκ ἐᾷ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τὰς θεηλάτους ἡμῖν τιμωρίας ἐπάγον. Τίς γὰρ τοσαύ‐ την ἀναλγησίαν νοσεῖ, ὡς μὴ λαβεῖν αἴσθησιν τῆς θείας
5ὀργῆς; Εὐξάσθω τοίνυν ἡ εὐλάβειά σου τὰ πράγματα μεταβο‐ λῆς τυχεῖν ἀγαθῆς, ἵνα καὶ ἡμεῖς μεταβάλωμεν τῶν γραμμάτων τὸν χαρακτῆρα, καὶ ἀντὶ θρήνων ἐπιστέλλωμεν τὰ θυμήρη.

40

(t)

ΘΕΟΔῼΡῼ ΤΟΠΟΤΗΡΗΤῌ.
1 Ὁ μὲν τῆς ἑορτῆς νόμος ἑορταστικὴν παρεγγυᾷ γράφειν ἐπιστολήν, τὸ δὲ τῶν συμφορῶν νέφος οὐκ εἴασεν ἡμᾶς συνή‐ θως τρυγῆσαι τὴν εὐφροσύνην τῆς ἑορτῆς. Τίς γὰρ οὕτω λίθινος, ὡς θυμουμένου τοῦ Δεσπότου καὶ χαλεπαίνοντος μὴ
5ἀσχάλλειν καὶ δεδιέναι, καὶ τὴν μνήμην τῶν πεπλημμελημένων ἀνακινεῖν, καὶ τὴν δικαίαν προσδέχεσθαι ψῆφον; Ταῦτα τῆς
πανηγύρεως ἡμῖν τὴν θυμηδίαν ἠμαύρωσε. Πιστεύομεν δέ, ὡς φιλάνθρωπος ὢν ὁ Δεσπότης οὐκ ἐμπεδώσει τοῖς ἔργοις τὴν ἀπειλήν, ἀλλὰ νεύσει καὶ διαλύσει τὰ σκυθρωπά, καὶ ἀνοίξει104
10τὰς τοῦ ἐλέου πηγάς, καὶ τὴν συνήθη δείξει μακροθυμίαν. Τὸ δὲ ὑμέτερον ἐγὼ προσφθεγγόμενος μέγεθος, μηνυθῆναί μοι τὴν τριπόθητον ὑμῶν ὑγείαν παρακαλῶ.

41

(t)

ΚΛΑΥΔΙΑΝῼ.
1 Ἡ μὲν θεία πανήγυρις τὰς πνευματικὰς ἡμῖν συνήθως προσενήνοχε δωρέας· οἱ δὲ πικροὶ τῆς ἁμαρτίας καρποὶ τού‐ των ἀπολαῦσαι μετ’ εὐφροσύνης οὐκ εἴασαν. Τοιαῦτα γὰρ τὰ ἐκείνων βλαστήματα· καὶ ἐξ ἀρχῆς μὲν ἀκάνθας καὶ τριβό‐
5λους καὶ ἱδρῶτας καὶ πόνους καὶ λύπας ἐβλάστησεν· ἐπὶ δὲ τοῦ παρόντος, καὶ τὴν γῆν κλονεῖ καθ’ ἡμῶν, καὶ τὰ φῦλα τῶν βαρβάρων πάντοθεν ἡμῖν ἐπέστησεν. Ἡμεῖς δὲ θρηνοῦμεν, ὅτι τὸν ἀγαθὸν Δεσπότην εὐεργετεῖν βουλόμενον τἀναντία ποιεῖν βιαζόμεθα, καὶ τιμωρίας ἐπάγειν καταναγκάζομεν. Ψυχαγω‐
10γούμεθα δὲ ὅμως, τοῦ ἐλέου τὴν ἄβυσσον λογιζόμενοι· καὶ πιστεύομεν ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει. Τὴν δὲ σὴν μεγαλοπρέ‐ πειαν προσφθεγγόμενος, παρακαλῶ μηνῦσαί μοι τὴν ἀξιέ‐ ραστον σαυτοῦ ὑγείαν.

42

(t)

ΚΩΝΣΤΑΝΤΙΝῼ ΕΠΑΡΧῼ.
1Εἰ μὲν μηδεμιᾶς βιαζομένης ἀνάγκης γράμμασιν ἐχρησάμην
πρὸς τὸ ὑμέτερον μέγεθος, αὐθαδείας ἂν τυχὸν ὤφλησα δίκην, μήτε ἐμαυτὸν μετρήσας, καὶ τῆς ὑμετέρας ἐξουσίας ἀγνοήσας τὸ μέγεθος. Ἐπειδὴ δὲ κινδυνεύει τῆς θεόθεν ἐγχειρισθείσης106
5μοι πόλεώς τε καὶ χώρας ἄρδην ἀπολέσθαι τὰ λείψανα, συκο‐ φαντίας κατὰ τῆς γεγενημένης ἐποψίας παρά τινων τολμη‐ θείσης, συγγνώσεται, εὖ οἶδα, τῇ τόλμῃ τῶν γραμμάτων ἡ ὑμετέρα μεγαλοπρέπεια, τοῦ τε πράγματος τὴν χρείαν, καὶ τοῦ γράφοντος τὸν σκοπὸν ἐξετάζουσα.
10 Στένω δὲ καὶ ὀδύρομαι γράφειν κατὰ ἀνδρὸς βιαζόμενος, οὗ συσκιάζειν ἔδει τὰ πλημμελήματα διὰ τὴν τῆς ἱερωσύνης προσηγορίαν. Γράφω δὲ ὅμως, τῶν ἀδικουμένων ὑπ’ αὐτοῦ πενήτων ὑπερμαχῶν. Οὗτος γάρ, πολλοῖς μὲν παρανομήμασιν ὑπεύθυνος γεγονώς, εἱρχθεὶς δὲ τῆς κοινωνίας, ὡς μηδέπω
15τῆς ἁγίας συγκληθείσης συνόδου, δείσας δὲ τοῦ ἀρχιερατικοῦ συνεδρίου τὴν ψῆφον, ἀπέδρα μὲν ἐντεῦθεν, τοὺς ἐκκλη‐ σιαστικούς, ὡς ἐνόμισε, πατήσας θεσμούς· ἐγύμνωσε δὲ τὸν οἰκεῖον σκοπόν, τοῦ τῆς ἀκοινωνησίας καταφρονήσας δεσμοῦ. Ἀνεδέξατο δὲ κατηγορίαν οὐδὲ τοῖς ἀποχειροβιώτοις ἁρμότ‐
20τουσαν· καὶ διὰ τὴν δυσμένειαν ἣν πρὸς τὸν περίβλεπτον ἔσχηκε Φίλιππον, κατὰ τῶν ἀθλίων ἐχώρησε συντελῶν. Ἐγὼ δὲ τὸν μὲν ἐκείνου σκοπὸν καὶ τὴν ἐξ ἀρχῆς τοῦ βίου προαίρεσιν, καὶ τῶν παρανενομημένων τὸ μέγεθος περιττὸν
ἡγοῦμαι καταλέγειν. Τοῦτο δὲ μόνον τὴν ὑμετέραν μεγαλο‐108
25φυΐαν ἀντιβολῶ, μὴ πιστεῦσαι ταῖς ἐκείνου ψευδηγορίαις· ἀλλὰ κυρῶσαι τὴν ἐποψίαν, καὶ φείσασθαι μὲν τῶν ἀθλίων συντελῶν, φείσασθαι δὲ τῶν τρισαθλίων πολιτευομένων, ἀπαι‐ τουμένων ἅπερ εἰσπράττειν οὐ δύνανται. Τίς γὰρ ἀγνοεῖ τῆς ἀπογραφῆς τῶν παρ’ ἡμῖν ζυγῶν τὴν βαρύτητα, δι’
30ἣν πεφεύγασι μὲν οἱ πλεῖστοι τῶν κεκτημένων, ἀπέδρασαν δὲ οἱ γηπόνοι, ἔρημα δὲ πολλὰ τῶν κτημάτων γεγένηται; Οὐδὲν δὲ ἀπεικὸς περὶ γῆς διαλεγόμενον καὶ γεωμετρικαῖς ἀποδείξεσι χρήσασθαι· τῆς γὰρ ἡμετέρας χώρας τεσσαράκοντα μὲν σημείων τὸ μῆκός ἐστι, τοσοῦτον δὲ τὸ εὖρος, Ἔχει δὲ
35ὄρη πολλά τε καὶ μεγάλα, τὰ μὲν ψιλὰ παντελῶς, τὰ δὲ ἀκάρποις φυτοῖς σκιαζόμενα. Τοῦτο τῆς χώρας τὸ μέτρον πέντε μὲν μυριάδας ἔχει ζυγῶν ἐλευθερικῶν, μύρια δὲ πρὸς τούτοις ἕτερα ταμιακά. Σκοπησάτω τοίνυν ἡ ὑμετέρα σοφία τὴν τῆς ἀδικίας ὑπερβολήν. Εἰ γὰρ μηδὲν ἦν τῆς χώρας ἀνή‐
40ροτον, ἀλλὰ πᾶσα ἦν ῥᾴστη τοῖς γηπόνοις εἰς γεωργίαν, ὤκλασαν ἂν πρὸς τὰς εἰσφοράς, οὐ φέροντες τῆς ἀπογραφῆς τὴν στενότητα. Τεκμήριον δὲ σαφέστατον. Μυρίων γὰρ καὶ πεντακισχιλίων ζυγῶν ἐπὶ τοῦ μεγαλοπρεποῦς τῆς μνήμης Ἰσιδώρου χρυσοτελῶν γενομένων, οὐκ ἐνεγκόντες τὴν ζημίαν
45οἱ ἐκ τῆς κομητιανῆς τάξεως πράκτορες, ἀπωδύραντο μὲν πολλάκις, ἱκέτευσαν δὲ δι’ ἀναφορῶν τὸν ὑψηλὸν ὑμῶν θρόνον, δισχιλίων αὐτοὺς καὶ πεντακοσίων ἀπόρων ἀπαλλάξαι ζυγῶν·
καὶ προσέταξαν οἱ πρὸ τῆς ὑμετέρας μεγαλοφυΐας ταύτας πιστευθέντες τὰς ἡνίας, ἀπολυθῆναι μὲν τοῖς ἀθλίοις πολι‐110

42

(50)

τευομένοις τὴν ἄπορον ἰουγατίωνα, ἀντιδοθῆναι δὲ τοῖς Κο‐ μητιανοῖς ἰσάριθμα ἕτερα· καὶ οὐδὲ οὕτως ἰσχύουσι πάντα τὸν κανόνα πληροῦν. Ἐγὼ δὲ συγγνώμην αἰτῶ πλείοσι χρησάμενος λόγοις, καὶ τὴν ὑμετέραν ἱκετεύω μεγαλοπρέπειαν ἀπώσασθαι μὲν τὰς κατὰ
55τῶν ἀθλίων συντελῶν γιγνομένας ψευδηγορίας, στῆσαι δὲ τῇ ταλαιπώρῳ χώρᾳ τὰς συμφοράς, καὶ ἐγεῖραι αὐτὴν κλινομένην, καὶ κλέος ἀείμνηστον ταῖς μετὰ ταῦτα καταλιπεῖν γενεαῖς. Ταῦτα δὲ σὺν ἐμοὶ παρακαλοῦσι καὶ οἱ παρ’ ἡμῖν ἅγιοι, καὶ διαφερόντως ὁ ὁσιώτατος καὶ ἁγιώτατος ἄνθρωπος τοῦ Θεοῦ,
60ὁ κύριος Ἰάκωβος· ὃς τὴν ἡσυχίαν περὶ πλείστου ποιούμενος, ἐπιστέλλειν μὲν οὐκ ἀνέχεται, εὔχεται δὲ ταύτης ἀπολαῦσαι τῆς φιλανθρωπίας τὴν πόλιν, ἣν καὶ γειτονεύων λαμπρύνει καὶ ταῖς εὐχαῖς περιφράττει.

43

(t)

ΠΟΥΛΧΕΡΙᾼ ΑΥΓΟΥΣΤῌ.
1 Ἐπειδὴ τὴν βασιλείαν εὐσεβείᾳ κοσμεῖτε καὶ τὴν ἁλουργίδα τῇ πίστει λαμπρύνετε, θαρροῦμεν τὰ γράμματα, καὶ τὴν οἰκείαν οὐχ ὁρῶμεν εὐτέλειαν· τῇ γὰρ ἱερωσύνῃ τὸ πρέπον ἀπονέμετε γέρας. Ταῦτα λογιζόμενος, ἱκετεύω τὸ ὑμέτερον
5κράτος, φειδοῦς τὴν ἀθλίαν ἡμῶν ἀξιῶσαι χώραν, καὶ τὴν ἐποψίαν τὴν πολλάκις γεγενημένην κελεῦσαι βεβαιωθῆναι, καὶ μὴ δεχθῆναι τὰς παρά τινων κατ’ αὐτῆς γενομένας ψευδηγο‐ ρίας· μηδὲ ἀξιόχρεων νομισθῆναι τὸν ἐπισκόπου μὲν ὄνομα
περιφέροντα, ἀλλότρια δὲ καὶ ἀνδραπόδων εὐτρόπων ἐπιτη‐112
10δεύοντα. Οὗτος γὰρ κατηγορίαις ὑπεύθυνος γεγονώς, καὶ τοῖς τῆς ἀκοινωνησίας ὑποβληθεὶς δεσμοῖς, ὑπὸ τοῦ θεοφι‐ λεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ἀντιοχέων μεγα‐ λοπόλεως, τοῦ κυρίου Δόμνου, τοῦ ἀρχιερατικοῦ συνεδρίου συγκροτεῖσθαι μέλλοντος, ὥστε τὰς κατ’ αὐτοῦ γεγενημένας
15ἐξετάσαι κατηγορίας, ἀποδρὰς τὴν βασιλεύουσαν κατέλαβε πόλιν, καὶ δηλάτωρος ἔργον ἀναδεξάμενος, πολεμεῖ μὲν χώραν, ἣν ὀνομάζει μητέρα, πολεμεῖ δὲ μυριάσι πενήτων, καὶ διὰ τὴν πρὸς ἕνα δυσμένειαν τὴν γλῶτταν κατὰ πάντων ἠκό‐ νησεν. Ὁποῖος μὲν οὖν ἐκεῖνος καὶ τίσιν ἐπιτηδεύμασιν ἐν‐
20τεθραμμένος, ἐγὼ μὲν οὐκ ἐρῶ, τὰ ἐμαυτῷ πρέποντα λογιζό‐ μενος· τεκμηριοῖ δὲ σαφῶς τὸ νῦν ἐγχειρηθὲν παρ’ αὐτοῦ. Περὶ δὲ τῆς χώρας τοσοῦτόν φημι· ὅτι τῆς ἐπαρχίας πάσης κουφισμὸν δεξαμένης, οὐδέποτε αὕτη φιλανθρωπίας ἀπέ‐ λαυσε, καίτοι βαρύτατον φορτίον ἐπικείμενον ἔχουσα. Ὅθεν
25πολλὰ μὲν τῶν κτημάτων ἐστέρηται γεωργῶν, πολλὰ δὲ καὶ τῶν κεκτημένων ἔρημα γεγένηται παντελῶς· ἀπαιτοῦνται δὲ ὑπὲρ τούτων οἱ τρισάθλιοι πολιτευόμενοι, φέρειν δὲ τὴν εἴσπραξιν οὐ δυνάμενοι οἱ μὲν προσαιτοῦσιν, οἱ δὲ δραπε‐ τεύουσι. Περιέστη δὲ εἰς ἕνα τὸ τῆς πόλεως σχῆμα· ὃς οὐκ
30ἀνθέξει, μὴ τῆς ἰάσεως παρὰ τῆς ὑμετέρας εὐσεβείας ἐπιτε‐ θείσης. Ἐλπίζω δὲ ὅτι ἡ ὑμετέρα γαληνότης θεραπεύσει τὰ τῆς πόλεως τραύματα, καὶ ταῖς ἄλλαις δικαιοπραγίαις ἐπιθή‐
σει καὶ ταύτην.114

44

(t)

ΣΕΝΑΤΩΡΙ ΠΑΤΡΙΚΙῼ.
1 Χάρις τῷ Σωτῆρι τῶν ὅλων, ὅτι τῷ ὑμετέρῳ μεγέθει ἀεὶ προστίθησι τὰς τῶν ἀξιωμάτων τιμάς. Ἐγὼ δὲ μέχρι τοῦ παρόντος οὐ γέγραφα καὶ τὴν ἐπὶ τῷ κολοφῶνι τοῦ γέρως ἐγγενομένην μοι θυμηδίαν εὐθὺς οὐ δεδήλωκα, ἐνοχλεῖν οὐ
5βουλόμενος τὴν ὑμετέραν μεγαλοπρέπειαν. Καὶ νῦν δὲ τοῦτο ποιῶ, τῆς θεόθεν ἐγχειρισθείσης μοι χώρας ἐπὶ ξυροῦ ἀκμῆς, τὸ δὴ λεγόμενον, ἑστηκυίας. Τῆς γὰρ ἐποψίας κατ’ ἐκεῖνον τὸν καιρὸν γενομένης, καθ’ ὃν τῆς ὑμετέρας τὸ πρῶτον ἐπι‐ δημίας ἀπελαύσαμεν, καὶ μόλις κρατυνθείσης ἐπὶ τοῦ μεγα‐
10λοπρεπεστάτου ὑπάρχου τοῦ κυρίου Φλωρεντίου βεβαιωθείσης δὲ καὶ νῦν ὑπὸ τοῦ τὰς αὐτὰς κατέχοντος ἡνίας, ἀνήρ τις, ἐπισκόπου μὲν ὄνομα περιφέρων, ἀλλότρια δὲ καὶ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδεύων, φυγὼν τὸ τῶν ἀρχιερέων συνέδριον, καὶ ταῦτα τῶν τῆς ἀκοινωνησίας ἐπικειμένων αὐτῷ δεσμῶν, συκο‐
15φαντεῖν πειρᾶται καὶ διαβάλλειν τὴν γενομένην ἐποψίαν, τῇ περὶ τὸν περίβλεπτον Φίλιππον ἀπεχθείᾳ τὴν ἀλήθειαν βάλ‐ λων. Διὸ τὴν ὑμετέραν μεγαλοφυΐαν ἀντιβολῶ, τὰς μὲν ἐκείνου ψευδηγορίας ἀποφῆναι ματαίας, τὴν δὲ γεγενημένην ἐποψίαν ἐνδίκως βεβαιωθεῖσαν ἀσάλευτον διαμεῖναι. Πρέπει γὰρ ὑμῶν
20τῷ μεγέθει, καὶ ταύτην μετὰ τῶν ἄλλων τὴν δικαιοπραγίαν καρπώσασθαι, καὶ τὰς παρὰ τῶν εὐεργετουμένων εὐλογίας
τρυγῆσαι, καὶ θεραπεῦσαι μὲν τὸν τῶν ὅλων Θεόν, θεραπεῦσαι δὲ τὸν γνήσιον αὐτοῦ δοῦλον, τὸν ἁγιώτατον ἄνθρωπον τοῦ Θεοῦ, τὸν κύριον Ἰάκωβον, ὃς τήνδε προσφέρει σὺν ἐμοὶ τὴν116
25παράκλησιν. Ἔγραψε δ’ ἂν καὶ αὐτός, εἴπερ αὐτῷ τὸ γράφειν σύνηθες ἦν.

45

(t)

ΑΝΑΤΟΛΙῼ ΠΑΤΡΙΚΙῼ.
1 Ὅτι καθάπερ παῖδες ἐπὶ πατέρα φιλόστοργον, διετέθησαν περὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅπαντες οἱ τὴν ἑῴαν οἰκοῦντες, οἶδεν ὑμῶν τὸ μέγεθος ἀκριβῶς. Ἀνθ’ ὅτου τοίνυν μεμισήκατε τοὺς φιλοῦντας, καὶ τῆς ὑμετέρας αὐτοὺς ἐστε‐
5ρήσατε προμηθείας, καὶ θρηνεῖν ἅπαντας καὶ ὀδύρεσθαι πεποιήκατε, τὴν οἰκείαν θεραπείαν τῆς τῶν ἄλλων προτιμή‐ σαντες ὠφελείας; Τῷ ὄντι γὰρ οὐχ ἡγοῦμαί τινα τῶν φοβου‐ μένων τὸν Κύριον μὴ λίαν ἀσχάλλειν ἐπὶ τῇ στερήσει τῆς ὑμετέρας στρατηγίας. Οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας, εἰ
10καὶ μὴ τὴν περὶ τὰ θεῖα γνῶσιν ἔχουσιν ἀκριβῆ, τὸ τῆς ἀθυ‐ μίας ὁμοίως δέχεσθαι πάθος, τὰς ὑμετέρας λογιζομένους εὐεργεσίας. Ἐγὼ δὲ διαφερόντως ὀλοφύρομαι, καὶ τῆς τιμῆς, καὶ τῆς εἰλικρινοῦς διαθέσεως μεμνημένος· καὶ τὸν τῶν ὅλων ἱκετεύω Δεσπότην, τῇ ἀμάχῳ δεξιᾷ τειχίζειν ὑμᾶς ἀεί, καὶ
15τῶν παντοδαπῶν ἀγαθῶν χορηγεῖν ὑμῖν τὴν φοράν. Τὴν δὲ ὑμε‐ τέραν μεγαλοφυΐαν παρακαλοῦμεν, καὶ ἀποῦσαν ὡς παροῦσαν τῶν συνήθων φροντίσαι, καὶ τοῦ δεῖνος τοῦ ἀναξίου ἡμῶν ἐπισκόπου καταλῦσαι τὴν λύτταν, οὗ τὴν τοῦ βίου προαίρεσιν
ἀκριβέστερον τὸ ὑμέτερον ἐπίσταται μέγεθος. Ἐπιχειρεῖ γάρ,118
20ὡς ἔγνων, παντελῶς ἡμῶν ἀπολέσαι τὴν χώραν, δηλάτωρος ἔργον ἀναδεξάμενος, καὶ τὴν γεγενημένην ἐποψίαν συκοφαν‐ τῶν. Καὶ ταῦτα πάντων, ὡς ἔπος εἰπεῖν, ἐπισταμένων τὴν βαρυτάτην τῆς ἡμετέρας χώρας ἀπογραφήν, καὶ ὡς πολλὰ τῶν κτημάτων ἔρημα διὰ ταύτην τῶν γεωργούντων ἐγένετο.
25Ἀλλ’ οὗτος καὶ τῆς ἀκοινωνησίας καταφρονήσας καὶ τὴν ἁγίαν σύνοδον ἀποδράς, κατὰ τῶν ἀθλίων πενήτων ἐπαφῆκε τὴν γλῶτταν. Φροντίσαι τοίνυν ἡ ὑμετέρα μεγαλοπρέπεια παρα‐ κληθήτω, ἵνα μὴ περιγένηται τῆς ἀληθείας τὸ ψεῦδος. Τὴν αὐτὴν δὲ καὶ περὶ τῶν Κιλίκων προσφέρω παράκλησιν. Θρη‐
30νοῦντες γὰρ διατελοῦμεν ἕως ἂν ἡ παρανομία καταλυθῇ. Ταύτης δὲ τῆς σπουδῆς τὰς ἀμοιβὰς ἀντιδώσει τῶν ὅλων ὁ Κύριος, ὁ καὶ ὕδατος μικροῦ δώσειν μισθὸν ὑποσχόμενος.

46

(t)

ΠΕΤΡῼ ΣΧΟΛΑΣΤΙΚῼ.
1 Τῶν τὸ δίκαιον περὶ πολλοῦ ποιουμένων οὐδὲν ἱκανὸν ἐπισχεῖν τὸν ἐπαινούμενον τοῦτον σκοπόν. Βεβαιοῖ δὲ τὸν λόγον ἡ σὴ μεγαλοπρέπεια, ἀχθεσθεῖσα μὲν ἐπὶ τὰ πρώην ἀναγγελθέντα, οὐκ ἀνασχομένη δὲ παριδεῖν τὸ δίκαιον πολε‐
5μούμενον, ἀλλ’ εἰς καιρὸν τὴν ἀθυμίαν ἀπορρίψασα, καὶ τὸν τῆς ἀληθείας ἐχθρὸν ἐνδίκως ἐπιστομίσασα. Ταῦτα μεμαθη‐ κότες, θερμότερον περὶ τὴν σὴν διετέθημεν μεγαλόνοιαν, δεινότητι ῥητορικῇ φιλοσοφίαν ἀληθῆ κεκραμένην εὑρόντες,
καὶ παρακαλοῦμεν σπουδαιότερον, καὶ τοῦ βελτίστου καταλῦ‐120
10σαι τὸ ψεῦδος, καὶ τὴν τῶν ἀθλίων πενήτων κρατῦναι παραψυχήν.

47

(t1)

ΠΡΟΚΛῼ ΕΠΙΣΚΟΠῼ
t2ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ.
1 Πέρυσι μὲν ἡ ἁγιότης ὑμῶν τοῦ χαλεποῦ κλύδωνος ἠλευ‐ θέρωσε τὸν περίβλεπτον Φίλιππον τὸν τῆς ἡμετέρας πρω‐ τεύοντα πόλεως, καὶ γαλήνης διὰ τὴν τῆς σῆς ὁσιότητος ἀπολαύσας κηδεμονίαν, τῶν ὑμετέρων εὐφημιῶν τὰς ἡμετέρας
5ἐνέπλησεν ἀκοάς. Ἀλλ’ ἐκείνην ἅπασαν τὴν σπουδὴν ὁ εὐλα‐ βέστατος ἐπίσκοπος ὁ δεῖνα ἄχρηστον ἀποφῆναι πειρᾶται, τὴν πρὸ δύο καὶ δέκα ἐτῶν πολλάκις γεγενημένην ἐποψίαν τῆς χώρας συκοφαντῶν, καὶ κατηγορίαν ἀναδεξάμενος οὐδὲ τοῖς ἐπιεικέσι τῶν ἀνδραπόδων ἁρμόττουσαν. Ἀλλά σου δέομαι τῆς
10ἱερᾶς κεφαλῆς, παῦσαι μὲν τὴν ἐκείνου ψευδολογίαν, πεῖσαι δὲ τοὺς ὑπερλάμπρους ὑπάρχους κρατῦναι τὴν ψῆφον, ἣν ἐνδίκως καὶ φιλανθρώπως ἐξήνεγκαν. Τῷ ὄντι γὰρ βαρυτάτην μὲν ἀπογραφὴν ὑπὲρ πάσας τῆς ἐπαρχίας τὰς πόλεις ἡ ἡμετέρα πόλις ἐδέξατο· πάσης δὲ πόλεως κουφισθείσης,
15μεμένηκεν αὕτη μέχρι καὶ τήμερον ὑπὲρ ἓξ μυριάδων καὶ δισχιλίων εἰσφέρουσα ζυγῶν Ὀψὲ δέ ποτε μόλις πεισθέντες οἱ τὸν ὑψηλὸν ἐκεῖνον θρόνον λαχόντες, ἐπόπτας τῆς χώρας ἀπέστειλαν· καὶ τὴν παρ’ ἐκείνων ἐκπεμφθεῖσαν γνῶσιν ἐδέ‐ ξατο μὲν πρῶτος ὁ τῆς μεγαλοπρεποῦς μνήμης Ἰσίδωρος,
20ἐβεβαίωσε δὲ ὁ ἐνδοξότατος καὶ φιλόχριστος ὁ κύριος Φλω‐ ρέντιος. Ἀκριβέστερον δὲ πᾶσαν τὴν ὑπόθεσιν ἐξετάσας ὁ νῦν
ταύτας κατέχων τὰς ἡνίας, καὶ δικαιοσύνῃ τὸν θρόνον κοσμῶν, βασιλικαῖς ταύτην ἐκύρωσε ψήφοις. Ὁ δὲ φιλαλήθης ἀνήρ, διὰ τὴν πρὸς ἕνα δυσμένειαν, τὸν περίβλεπτον λέγω Φίλιππον,122
25τὸν κατὰ τῶν πενήτων ἀνεδέξατο πόλεμον. Οὗ δὴ χάριν τὴν σὴν ἁγιωσύνην ἀντιβολῶ, ἀντιτάξαι τῇ ἀδίκῳ γλώττῃ τὴν δικαίαν σου γλῶτταν, καὶ τῆς ἀληθείας πολεμουμένης ὑπερ‐ ασπίσαι, καὶ ταύτης μὲν δεῖξαι τὸ ἄμαχον, τοῦ δὲ ψεύδους ἐλέγξαι τὸ μάταιον.

48

(t)

ΕΥΣΤΑΘΙῼ ΕΠΙΣΚΟΠῼ ΒΗΡΥΤΟΥ.
1 Δέδεγμαι τὴν κατηγορίαν ἀσμένως, καίτοι διαλῦσαι ῥᾳδίως δυνάμενος τὴν γραφήν. Ἔγραψα γὰρ οὐ τρὶς μόνον, ἀλλὰ καὶ τετράκις. Δυοῖν δὲ θάτερον ὑποπτεύω· ἢ τοὺς τὰ γράμματα κομίζειν ὑπισχνουμένους περὶ τὴν ἀπόδοσιν ἀδικεῖν, ἢ τὴν
5σὴν θεοσέβειαν δεχομένην, εἶτα πλειόνων ὀριγνωμένην, ῥᾳστώ‐ νης καθ’ ἡμῶν ὑφαίνειν γραφήν. Ἐμὲ δέ, ὡς ἔφην, οὐκ ἀλγύνει τὸ κατηγόρημα· φίλτρου γὰρ ἐμπύρευμά μοι παραδηλοῖ. Ἔχου τοίνυν τῆς τέχνης, καὶ μὴ παύσῃ γραφόμενος, καὶ τὴν ἐντεῦ‐ θεν ἡμῖν πραγματευόμενος ἡδονήν.

49

(t)

ΔΑΜΙΑΝῼ ΕΠΙΣΚΟΠῼ ΣΙΔΩΝΟΣ.
1 Τὰ κάτοπτρα τῶν εἰσορώντων τὰς ὄψεις ἐκμάττεσθαι πέφυκεν. Οἱ τοίνυν εἰς ταῦτα βλέποντες τὰς οἰκείας ὁρῶσι μορφάς. Ταὐτὸ δὲ τοῦτο καὶ αἱ κόραι ποιοῦσι τῶν ὀφθαλμῶν· τοὺς γὰρ ἀλλοτρίους χαρακτῆρας ἐν ἑαυταῖς ἐκτυποῦσι.
5Τοιοῦτό τι καὶ ἡ σὴ πέπονθεν ὁσιότης. Οὐ γὰρ τὸ ἡμέτερον ἑώρακεν εἰδεχθές, ἀλλὰ τὴν οἰκείαν ὥραν εἶδεν καὶ τεθαύμα‐
κεν. Ἐμοὶ γὰρ οὐδὲν ἐκείνων ὧν εἴρηκας πρόσεστιν. Εὔχομαι δὲ ὅμως τοὺς λόγους ἐκείνους βεβαιωθῆναι τοῖς ἔργοις· ἀντι‐ βολῶ δὲ καὶ τὴν σὴν φιλοθεΐαν ἐπαρκέσαι ταῖς προσευχαῖς,124
10ἵνα μὴ χωλεύωσιν αἱ εὐφημίαι τῆς ἀληθείας γεγυμνωμέναι.

50

(t)

ΓΕΡΟΝΤΙῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ.
1 Ζωγραφοῦσι πολλάκις τοὺς τῶν ψυχῶν χαρακτῆρας οἱ λόγοι, καὶ τὰς ἀοράτους ἐκείνων εἰδέας ἀποκαλύπτουσιν· ὥσπερ ἀμέλει καὶ νῦν τῆς σῆς θεοσεβείας τὰ γράμματα τῆς ἱερᾶς σου ψυχῆς παρέδωκε τὴν εὐσέβειαν. Τὸ γὰρ προσμένειν
5ἐκεῖνο τὸ κριτήριον, καὶ δειμαίνειν, καὶ συνηγόρους περισκο‐ πεῖν, καὶ προϋφαίνειν ἀπολογίαν, κηρύττει σαφῶς τῆς ψυχῆς τὴν περὶ τὰ θεῖα σπουδήν. Ἡμεῖς δὲ νωθεῖς τινες καὶ ὑπνηλοί, καὶ ῥᾳστώνῃ συντεθραμμένοι καὶ πολλῆς προσευχῶν ἐπικου‐ ρίας δεόμενοι. Ὄρεξον τοίνυν ταύτας, θεοφιλέστατε, ἵνα
10διαναστάντες νῦν γοῦν, ἐπιμέλειάν τινα τῆς ψυχῆς ποιησώ‐ μεθα.

51

(t)

ΑΓΑΠΙῼ ΠΡΕΣΒΥΤΕΡῼ.
1 Ἀξιάγαστα μὲν καὶ αὐτὰ καθ’ αὑτὰ τῆς ἀρετῆς τὰ κατορ‐ θώματα· ἀξιαγαστότερα δὲ φαίνεται γλώττης ἐπιτυχόντα διηγεῖσθαι λαμπρῶς αὐτὰ δυναμένης. Τούτων οὐδετέρου διή‐ μαρτεν ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ κύριος Θωμᾶς· ἀλλὰ
5τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας αὐτὸς εἰσενήνοχε πόνους· ἔσχε
δὲ καὶ γλῶτταν ἐπαινοῦσαν ἀξίως τοὺς πόνους, τῆς σῆς φιλοθεΐας. Ἡμεῖς δὲ αὐτὸν ἥδιον ἐθεασάμεθα μετὰ τοιαύτης ἀφικόμενον μαρτυρίας· καὶ πρὸς ὀλίγον αὐτοῦ μετασχόντες τῆς συνουσίας, εἰς τὴν ἐγχειρισθεῖσαν προεπέμψαμεν πόλιν.126

52

(t)

ΙΒᾼ ΕΠΙΣΚΟΠῼ ΕΔΕΣΗΣ.
1 Τῆς κοινῆς, οἶμαι, προμηθούμενος σωτηρίας, ὁ τῶν ὅλων Θεὸς συμφορὰς ἐπιφέρει τισί τινας, ἵνα τοῖς μὲν ἡμαρτη‐ κόσιν ἀλεξίκακον ἡ παιδεία γένηται φάρμακον, τοῖς δὲ τῆς ἀρετῆς ἀθληταῖς καρτερίας ὑπόθεσις, τοῖς δέ γε ταύτας θεω‐
5μένοις ἀρχέτυπον ὀνησιφόρον. Πεφύκαμεν γάρ πως ἀνα‐ πίμπλασθαι δέους, ἄλλους τιμωρουμένους ὁρῶντες. Ταῦτα λογιζόμενος, τὰ τῆς Λιβύης κακὰ κέρδος ὑπολαμβάνω κοινόν. Πρῶτον μὲν γὰρ τὴν προτέραν ἐκείνων ἐνθυμούμενος εὐπρα‐ ξίαν, καὶ βλέπων τὴν ἀθρόαν μεταβολήν, ὁρῶ τῶν ἀνθρωπίνων
10πραγμάτων τὰς ἀγχιστρόφους τροπάς, καὶ διδάσκομαι μήτε ταῖς εὐημερίαις ὡς διαρκέσι θαρρεῖν, μήτε τὰς δυσκληρίας ὡς χαλεπὰς δυσχεραίνειν. Εἶτα τῶν πεπλημμελημένων ἀνα‐ νεοῦμαι τὴν μνήμην, καὶ δέδοικα μὴ τοῖς ἴσοις περιπέσω παθήμασι.
15 Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην, τὸν θεοφιλέστατον ἐπίσκοπον Κυπριανὸν γνώριμον ποιῶν τῇ σῇ ὁσιότητι· ὃς ὁρμᾶται μὲν ἐκ τῆς πολυθρυλήτου Λιβύης, ἠνάγκασται δὲ τὴν ξένην περινοστεῖν, διὰ τὴν τῶν βαρβάρων ὠμότητα. Γράμματα δὲ ἡμῖν κεκόμικεν τοῦ ὁσιωτάτου ἐπισκόπου τοῦ κυρίου Εὐσε‐128
20βίου, ὃς τὸ Γαλατῶν ἔθνος ἰθύνει σοφῶς. Τοῦτον μετὰ τῆς συνήθους φιλοφροσύνης ὑποδεξαμένη σου ἡ φιλοθεΐα, προ‐ πεμψάτω μετὰ γραμμάτων πρὸς οὓς ἂν ἐθέλῃ κυρίους καὶ θεοφιλεστάτους ἐπισκόπους· ἵν’ αὐτὸς μὲν τῆς αἰσθητῆς ἀπο‐ λαύσῃ παραψυχῆς, ἀντιδῷ δὲ αὐτοῖς τὰ ἐπουράνια καὶ μόνιμα
25κέρδη.

53

(t1)

ΣΩΦΡΟΝΙῼ ΕΠΙΣΚΟΠῼ
t2ΚΩΝΣΤΑΝΤΙΝΗΣ.
1 Καὶ τὸ φιλόδωρον καὶ τὸ μεγαλόδωρον τῆς σῆς, θεοφιλέ‐ στατε, δεξιᾶς ἐπιστάμενος, προξενῶ σου τῇ ὁσιότητι ποθού‐ μενον κέρδος. Ὥσπερ γὰρ τοὺς περὶ τὰ παρόντα κεχηνότας, οἱ τῆς διὰ χρημάτων θεραπείας δεόμενοι ἀνιῶσιν ὁρώμενοι·
5οὕτως εὐφραίνουσι τοὺς φιλοτίμους οἱ τοιοῦτοι φαινόμενοι, ἐπειδὴ τῶν ἐπουρανίων πραγμάτων ἐφίενται. Εἷς τοίνυν τῶν ἐκεῖνα προξενούντων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος Κυ‐ πριανός· ὃς πάλαι μὲν τῶν ἄλλους θεραπευόντων ἐτύγχανεν ὤν, νῦν δὲ τὰς τῆς Λιβύης τραγῳδῶν συμφοράς, εἰς τὰς ἄλλων
10ἀποβλέπει χεῖρας, καὶ τῶν φιλοθέων ψυχῶν τὴν φιλοτιμίαν προσμένει. Ἀπολαυσάτω τοίνυν καὶ αὐτὸς τῆς σῆς φιλαδελ‐ φίας, καὶ μετὰ γραμμάτων πρὸς ἑτέρους προπεμφθήτω λιμέ‐
νας.130

54

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Αἱ θεῖαι καὶ σωτήριοι πανηγύρεις καὶ τοὺς ἀθυμοῦντας ψυχαγωγοῦσι, καὶ τοὺς εὐθυμοῦντας εὐθυμοτέρους ποιοῦσι· καὶ τοῦτο τῇ πείρᾳ μεμάθηκα. Τοῖς γὰρ τῆς ἀθυμίας βαπτι‐ ζόμενος κύμασι, κρείττων τοῦ ῥοθίου γεγένημαι τοὺς τῶν
5ἑορτῶν ὅρμους ἰδών. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου τέλεόν με τῆς πικρᾶς ταύτης ζάλης ἀπαλλαγῆναι, καὶ παρὰ τοῦ φιλανθρώπου Δεσπότου λήθην τινὰ τῆς ἀχθηδόνος λαβεῖν.

55

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Χαλεπῶς μὲν ἡμᾶς ἡ ἀθυμία διέθηκεν Φύσιν γὰρ ἀνθρω‐ πείαν, ἀλλ’ οὐκ ἀδαμαντίναν ἐλάχομεν. Τῆς δὲ Δεσποτικῆς Ἐπιφανείας ἡ μνήμη φάρμακον ἀλεξίκακόν μοι γεγένηται. Αὐτίκα τοίνυν καὶ γράφω κατὰ τὸν νόμον τῆς ἑορτῆς, καὶ
5προσφθέγγομαι τὴν ὑμετέραν μεγαλοπρέπειαν, ἣν εὐδοκιμεῖν καὶ διαπρέπειν προσεύχομαι.

56

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Ἀκμάζει μὲν ἔτι μοι τὰ τῆς λύπης, καὶ χαλεπῶς αὕτη προσβάλλει τῷ λογισμῷ· τὸν δὲ τῆς θείας ἑορτῆς πληρῶσαι νόμον ὑπέλαβον δίκαιον. Αὐτίκα γοῦν καὶ τοῖς γράμμασι κέχρη‐ μαι, καὶ τὴν εὐλάβειάν σου προσφθέγγομαι, καὶ τῆς ἀγάπης
5ἐκτίνω τὸ χρέος.132

57

(t)

ΕΥΤΡΕΧΙῼ ΥΠΑΡΧῼ.
1 Δέδωκεν ἡμῖν τῶν ὅλων ὁ Πρύτανις καὶ τοῦτο, τῆς ὑμετέ‐ ρας μεγαλοφυΐας ἀκοῦσαι τὸ γέρας, καὶ συνησθῆναι μὲν ὑμῖν οὕτω τετιμημένοις, συνησθῆναι δὲ τοῖς ἀρχομένοις ὑπὸ τοιαύ‐ της ἰθυνομένοις πραότητος. Ἐγὼ δὲ ἄδικον ᾠήθην σιγῇ κρύψαι
5τὴν εὐθυμίαν, καὶ μὴ δηλῶσαι ταύτην τοῖς γράμμασιν. Ὅτι γὰρ θερμοὶ τῆς ὑμετέρας μεγαλοπρεπείας ὑπάρχομεν ἐρασταί, παρ’ ὑμῶν τοῦ φίλτρου τὰς ἀμοιβὰς εἰληφότες, πέπεισται πάντως ἡ ὑμετέρα μεγαλοπρέπεια. Ὡς ἐρασταὶ δὲ τοιοῦτοι, τὸν τῶν ἀγαθῶν ἱκετεύομεν χορηγὸν ταῖς παντοδαπαῖς αὑτοῦ
10δωρεαῖς περικλύζειν ὑμᾶς ἀεί.

58

(t)

ΝΟΜῼ ΥΠΑΤῼ.
1 Διχῆ μοι μερίζει τὴν γνώμην ἡ περὶ τοῦ γράψαι τῷ ὑμετέρῳ μεγέθει βουλή. Τῶν μὲν γὰρ ὑμετέρων φρενῶν εἰδὼς ἐξηρτη‐ μένα τὰ πράγματα, καὶ τὰς κοινὰς ὑμῖν ἐπικειμένας φροντίδας ὁρῶν, ἄμεινον ἡγοῦμαι σιγᾶν· τὸ εὐρὺ δὲ πάλιν καὶ πολυχώρη‐
5τον τῆς ὑμετέρας ἐπιστάμενος διανοίας, σιωπᾶν οὐκ ἀνέχο‐ μαι, δεδιὼς μὴ ῥᾳστώνης ὀφλήσω γραφήν. Κεντεῖ δέ με καὶ πόθος, ὃν ἡ βραχεῖα γεῦσις τῆς ὑμετέρας ἐνεποίησε θέας. Ἐμφορηθῆναι γάρ με ταύτης ἐστέρησε τῆς τρισμακαρίας
ἐκείνης κεφαλῆς ἡ νόσος καὶ τελευτή. Οὗ δὴ χάριν ἐπινοῶ134
10μοι φάρμακον ψυχαγωγίας τὰ γράμματα. Τὸν δὲ τῶν ὅλων ἱκετεύω Δεσπότην, ἰθύνειν ὑμῶν τὸν βίον, καὶ φέρειν ἐξ οὐρίων ἀεί, ἵνα τῆς ὑμετέρας προμηθείας ἀπολαύσωμεν ἅπαντες.

59

(t)

ΚΛΑΥΔΙΑΝῼ.
1 Τὰς εἰλικρινεῖς φιλίας οὔτε τοπικὴ διάστασις διαλύειν ἰσχύει, οὔτε χρόνος ἐξιτήλους ἐργάζεται. Τοῖς μὲν γὰρ σώ‐ μασι λυμαίνεται, καὶ τὸ μὲν ἄνθος ἀποσυλᾷ, τὸ δὲ γῆρας ἐπάγει· τῆς δέ γε φιλίας αὔξει τὸ ἄνθος, πλείονα προσφέρων
5τὰ ζώπυρα. Διά τοι τοῦτο κἀγὼ πολλοῖς σταθμοῖς τῆς σῆς μεγαλοπρεπείας ἀφεστηκώς, τὴν προσρητικὴν ταύτην ἐπιστο‐ λὴν γράφω, τοῖς τῆς φιλίας δηλονότι νυττόμενος κέντροις. Κομίζει δὲ ταύτην Πατρώϊνος ὁ δρακωνάριος, ἀνὴρ αἰδοῦς ἀξιώτατος διὰ τὴν τῆς ψυχῆς ἀρετήν· τοὺς γὰρ θείους νόμους
10μετὰ πολλῆς φυλάττειν προθυμίας ἐπείγεται. Μηνῦσαι τοίνυν ἡμῖν δι’ αὐτοῦ, θαυμασιώτατε, καταξίωσον τὴν ἀξιάγαστον ἡμῖν τοῦ σοῦ μεγέθους ὑγείαν, καὶ τὸ τριπόθητον τῆς ὑποσχέ‐ σεως πέρας.

60

(t)

ΔΙΟΣΚΟΡῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ.
1Πολλοῖς μὲν καὶ ἄλλοις εἴδεσιν ἀρετῆς κοσμεῖσθαι τὴν σὴν
ἁγιωσύνην ἀκούομεν—ὑπόπτερος γὰρ ἡ φήμη πάντοσε δια‐ δραμοῦσα τῆς σῆς εὐκλείας τὰς ἁπάντων ἐνέπλησεν ἀκοάς—· οὐχ ἥκιστα δὲ ἅπαντες ᾄδουσι τὸ τοῦ φρονήματος μέτριον· ὃ136
5νομοθετῶν ὁ Δεσπότης ἑαυτὸν ἡμῖν ἀρχέτυπον προὔθηκεν, Μάθετε, λέγων, π’ ἐμο, ὅτι πρᾶός εἰμι καὶ ταπει‐ νὸς τῇ καρδίᾳ. Φύσει γὰρ ὢν ὑψηλός, μᾶλλον δὲ ὕψιστος Θεός, τὸ πρᾶον καὶ ταπεινὸν ἐνανθρωπήσας ἠσπάσατο φρό‐ νημα. Εἰς αὐτὸν οὖν ἀφορῶν, οὐχ ὁρᾷς, δέσποτα, τῶν ἀρχο‐
10μένων τὸ πλῆθος, οὐδὲ τῶν θρόνων τὸ ὕψος, ἀλλὰ τὴν φύσιν βλέπεις, καὶ τὰς ἀγχιστρόφους τοῦ βίου μεταβολάς, καὶ τοῖς θείοις νόμοις ἀκολουθεῖς, ὧν ἡ φυλακὴ προξενεῖ τῶν οὐρανῶν τὴν βασιλείαν. Ταύτην σου τῆς ὁσιότητος τὴν ταπεινοφροσύ‐ νην ἀκούων, θαρρῶ διὰ γραμμάτων τὴν ἱεράν σου καὶ Θεῷ
15φίλην περιπτύξασθαι κεφαλήν, καὶ προσευχὰς ἐπαγγέλλω, ὧν ὁ καρπὸς σωτηρία. Πρόξενος δέ μοι τούτων γεγένηται τῶν γραμμάτων ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέβιος· τὴν αὐ‐ τόσε γὰρ ἀποδημίαν αὐτοῦ μαθών, παραυτίκα τὴν ἐπιστολὴν ὑπηγόρευσα, παρακαλῶν σου τὴν ἁγιότητα, ταῖς μὲν εὐχαῖς
20ἡμᾶς ὑπερεῖσαι, τοῖς δὲ γράμμασι τὴν πνευματικὴν πανδαισίαν ἐνθεῖναι, καὶ πεινῶσιν ἐκπέμψαι τὴν ἀξιάγαστον τῶν λόγων εὐωχίαν.

61

(t)

ΑΡΧΙΒΙῼ ΠΡΕΣΒΥΤΕΡῼ.
1 Οὐκ ἠμέλησα τὰς δύο πρώην δεξάμενος τῆς σῆς θεοσεβείας ἐπιστολάς, ἀλλ’ ἐπέστειλα παραυτίκα, καὶ τῷ θεοφιλεστάτῳ πρεσβυτέρῳ Εὐσεβίῳ τὰ γράμματα δέδωκα. Μελλήσεως δὲ
γενομένης τινός, τὸ παρὸν νῦν ἀνεβάλετο. Ἡ γὰρ ὥρα λοιπὸν138
5εἴσω τῶν λιμένων κατεῖχε τὰ σκάφη, τοῦ πελάγους ὑποδει‐ κνῦσα τὴν ζάλην, καὶ ναύτας καὶ κυβερνήτας διαναπαύουσα. Ἐκτίνω τοίνυν τόδε ἐπὶ τοῦ παρόντος τὸ χρέος, οὐχ ἵνα μὴ ὀφείλω, ἀλλ’ ἵνα τὸ χρέος αὐξήσω, Τοῦτο γὰρ τὸ ὄφλημα πολ‐ λαπλάσιον ἐκτιννύμενον γίνεται. Οἱ γὰρ φυλάττειν ἐσπουδα‐
10κότες τῆς φιλίας τοὺς νόμους, ἐρεθίζουσι τὸ φίλτρον, καὶ θερμότερον ἀπεργάζονται, καὶ τὸν σπινθῆρα ποιοῦσι πυρσόν· ὑπὸ δὲ τούτου πυρπολούμενοι, νικᾶν ἀλλήλους τῷ πόθῳ φιλο‐ τιμοῦνται. Δέξαι τοίνυν τὴν ἀπολογίαν, ὦ σεβασμία μοι κεφαλή, καὶ δὸς τὴν συγγνώμην, καὶ πέμψον ἡμῖν ἐπιστολήν, τὴν σὴν
15ὑγείαν μηνύουσαν.

62

(t)

ΙΩΑΝΝῌ ΠΡΕΣΒΥΤΕΡῼ.
1 Τὸ Λάθε βιώσας, εἴρηκε μέν τις τῶν πάλαι καλουμένων σοφῶν. Ἐγὼ δὲ τὴν γνώμην ἐπαινέσας, ἐβουλήθην ἔργῳ βε‐ βαιῶσαι τὸν λόγον. Οὐδὲν γὰρ ἀπεικὸς ᾠήθην ποιεῖν καὶ παρὰ τῶν ἄλλων συλλέγων τὸ χρήσιμον. Καὶ γὰρ τὰς μελίττας φασὶν
5οὐκ ἀπὸ τῶν ἐδωδίμων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πικρῶν βοτα‐ νῶν, καὶ τὰ κηρία συλλέγειν καὶ τὴν γλυκεῖαν δρόσον ἀρύεσθαι. Εἶδον δὲ ἔγωγε καὶ πέτραις ἀγόνοις ἐνιζανούσας καὶ τὴν νοτίδα τὴν ὀλίγην ἀνιμωμένας. Πολλῷ δὲ δήπουθεν δικαιότε‐ ρον τοὺς τῷ λόγῳ τετιμημένους πάντοθεν καρποῦσθαι τὴν
10ὠφέλειαν. Ἐγὼ μὲν οὖν, ὡς ἔφην, πειρῶμαι λανθάνειν καὶ πάντων μάλιστα τὴν ἡσυχίαν ἀσπάζομαι. Ἐπανελθὼν δὲ πρώην ἀπὸ τῆς ὑμετέρας ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέ‐ βιος, ἀπήγγειλε συνουσίαν ὑμῖν τινα γεγενῆσθαι, καὶ μεταξὺ λόγου τινὸς καὶ τὴν περὶ ἡμῶν κινηθῆναι, καὶ τὴν σὴν θεο‐140
15σέβειαν εὐφήμως τῆς ἐμῆς μνησθῆναι σμικρότητος. Ἐγὼ δὲ ἄγνωμον ᾠήθην, καὶ λίαν ἄδικον, τὸν εὖ καὶ καλῶς μεμνημένον μὴ τοῖς ἴσοις ἀμείψασθαι. Εἰ γὰρ καὶ μηδὲν ἄξιον εὐφημίας εἰργάσμεθα, ἀλλ’ οὖν τῶν οὕτως ἐπαινούντων θαυμάζομεν τὸν σκοπόν. Ἀγάπης γὰρ ὁ τοιοῦτος ἔπαινος ἔκγονος. Προσ‐
20φθέγγομαι τοίνυν τὴν σὴν θεοσέβειαν, διακόνῳ χρώμενος τῶν γραμμάτων ἐκείνῳ, ὃς καὶ τοὺς ἀγράφους σου λόγους, οὓς περὶ ἡμῶν διεξῆλθες, πρώην ἡμῖν κεκόμικε. Δεξάμενος τοίνυν, θεοφιλέστατε, τὴν ἐπιστολήν, ἄμειψαι τὰ γράμματα γράμμασιν. Ἦρξας μὲν γὰρ λόγων αὐτός, ἐγὼ δὲ γραμμάτων· καὶ ἠμειψά‐
25μην γράμμασι τοὺς λόγους. Λείπεται τοίνυν σε τὰ γράμματα γράμμασιν.

63

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Τῶν μὲν ἄλλων τῆς ἑορτῆς ἀγαθῶν συνήθως ἀπελαύσαμεν. Καὶ γὰρ τὴν τῶν σωτηρίων παθημάτων ἑωρτάσαμεν μνήμην, καὶ διὰ τῆς Δεσποτικῆς ἀναστάσεως ἐδεξάμεθα τὰ τῆς κοινῆς ἀναστάσεως εὐαγγέλια, καὶ τὴν ἄρρητον τοῦ Θεοῦ καὶ Σωτῆ‐
5ρος ἡμῶν φιλανθρωπίαν ὑμνήσαμεν· ἡ δὲ τῶν Ἐκκλησιῶν ζάλη καθαρᾶς μεταλαχεῖν εὐφροσύνης οὐκ εἴασεν. Εἰ γὰρ ἑνὸς μέλους ἀλγοῦντος ὅλον κοινωνεῖ τῆς ὀδύνης τὸ σῶμα, παντὸς ταραττομένου τοῦ σώματος πῶς ἔνεστι μὴ θρηνεῖν; Ἐπιτεί‐ νει δὲ ἡμῖν τὴν ἀθυμίαν τὸ νομίζειν εἶναι ταῦτα τῆς παντε‐
10λοῦς ἀποστασίας προοίμιον. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου,
εἰ μὲν ταῦτα οὕτως ἔχει, τῆς θείας ἡμᾶς ἐπικουρίας τυχεῖν, ἵνα δυνηθῶμεν ἀντιστῆναι, κατὰ τὸν θεῖον Ἀπόστολον, τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Εἰ δέ τις χρόνος ὑπολέλειπται τῇ τοῦδε τοῦ βίου συστάσει, λυθῆναι τὸν κλύδωνα, καὶ τὴν προ‐142
15τέραν γαλήνην τὰς Ἐκκλησίας ἀπολαβεῖν· ἵνα μὴ ἐπιπλεῖστον οἱ τῆς ἀληθείας ἐχθροὶ ταῖς ἡμετέραις ἐπαγάλλωνται συμφο‐ ραῖς.

64

(t)

ΕΟΡΤΑΣΤΙΚΗ.
1 Ἡνίκα μὲν τὸ σωτήριον πάθος ὑπὲρ τοῦ γένους τῶν ἀνθρώ‐ πων ὁ Δεσπότης ὑπέμεινεν, ἠθύμει λίαν ὁ τῶν ἱερῶν ἀποστό‐ λων χορός· οὐ γὰρ ᾔδεσαν ἀκριβῶς τὸν τοῦ πάθους καρπόν. Ἐπειδὴ δὲ ἔγνωσαν τὴν ἐντεῦθεν βλαστήσασαν σωτηρίαν,
5εὐαγγέλιον ἐκάλεσαν τοῦ πάθους τὸ κήρυγμα, καὶ τοῦτο πᾶσιν ἀνθρώποις προθύμως προσήνεγκαν. Οἱ δὲ πεπιστευκότες, ἅτε δὴ τὸν νοῦν φωτισθέντες, ἀσπασίως τοῦτο δεξάμενοι, ἑορτά‐ ζουσι τοῦ πάθους τὴν μνήμην, καὶ τὸν τοῦ θανάτου καιρὸν δημοθοινίας ἔχουσι καὶ πανηγύρεως ἀφορμήν. Συνημμένη γὰρ
10ἡ ἀνάστασις ἀπελαύνει τοῦ θανάτου τὸν θρῆνον, καὶ τῆς κοινῆς ἀναστάσεως ἐχέγγυος γίνεται. Ταύτης ἐπὶ τοῦ παρ‐ όντος μεταλαχόντες τῆς ἑορτῆς, προσφθεγγόμεθά σου τὴν θεοσέβειαν, οἷόν τινα εὐοσμίαν ἐκπέμποντες τῆς ἑορτῆς τὰ μηνύματα.

65

(t)

ΖΗΝΩΝΙ ΣΤΡΑΤΗΓῼ.
1 Τὸ μὲν τοῖς ἀνθρωπείοις παθήμασι βάλλεσθαι, πάντων ἀνθρώπων κοινόν· τὸ δὲ φέρειν γενναίως καὶ τῆς τούτων
περιγίνεσθαι προσβολῆς, οὐκ ἔτι κοινόν. Ἐκεῖνο μὲν γὰρ τῆς φύσεως, τοῦτο δὲ τῆς προαιρέσεως. Διὸ δὴ καὶ τοὺς φιλοσο‐144
5φοῦντας θαυμάζομεν, ὡς τὰ βέλτιστα προαιρουμένους καὶ γνώμῃ τὰ πάθη νικῶντας. Τὴν δὲ φιλοσοφίαν κατασκευάζει τὸ ἐν ἡμῖν λογικόν, ἡγούμενον τῶν παθῶν, ἀλλ’ οὐκ ἀγόμενον ὑπ’ αὐτῶν. Ἓν δὲ τῶν ἀνθρωπείων παθημάτων ἡ λύπη· ταύ‐ της περιγίνεσθαι παρακαλοῦμεν τὴν ὑμετέραν μεγαλοπρέ‐
10πειαν. Ῥᾴδιον δὲ τοῖς καθ’ ὑμᾶς νικῆσαι τὸ πάθος, τήν τε φύσιν λογιζομένοις καὶ τὸ ἀκερδὲς τοῦ πένθους ἐνθυμουμέ‐ νοις. Τίς γὰρ ὄνησις ἔσται τοῖς ἀπελθοῦσιν, ἡμῶν ὀλοφυρο‐ μένων καὶ θρήνοις κεχρημένων; Ὅταν τοίνυν τὸ κοινὸν τῶν ὠδίνων εἰς νοῦν λαμβάνωμεν, καὶ τὸν μακρὸν τῆς συνηθείας
15χρόνον, καὶ τὰς λαμπρὰς στρατηγίας, καὶ τὰς πολυθρυλήτους ἀριστείας, λογισώμεθα ὡς καὶ ἄνθρωπος ὁ τούτοις κοσμού‐ μενος, καὶ ὑπὸ τὸν ὅρον τοῦ θανάτου τελῶν· καὶ πρὸς τούτοις, ὅτι Θεὸς πρυτανεύει τὰ σύμπαντα, καὶ τὸ συνοίσειν μέλλον ἀκριβέστερον ἐπιστάμενος, πρὸς τοῦτο κυβερνᾷ τὰ ἀνθρώπεια.
20Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ γέγραφα, παρακαλῶν τὴν ὑμε‐ τέραν μεγαλοφυΐαν χαρίσασθαι πᾶσιν ἡμῖν τὴν ὑμετέραν ὑγείαν, ἣν οἶδεν εὐθυμία φυλάττειν, ἀθυμία δὲ λύειν. Διὰ γάρ τοι τοῦτο καὶ τὴν ἐπιστολὴν ἔγραψα, τῆς κοινῆς προμη‐ θούμενος ὠφελείας.

66

(t)

ΑΕΡΙῼ ΣΟΦΙΣΤῌ.
1 Εἰς τὴν τριπόθητον ὑμᾶς πανήγυριν ἡ τετοκυῖα καὶ θρεψα‐ μένη καλεῖ. Ὁ γὰρ ἱερὸς σηκὸς καὶ τὸν ὄροφον ἔλαβε, καὶ τὸν
προσήκοντα κόσμον προσέλαβε καὶ τοὺς οἰκήτορας οἷς ἐδομήθη ποθεῖ. Ἀπόστολοι δὲ οὗτοι καὶ προφῆται, Παλαιᾶς καὶ Καινῆς146
5Διαθήκης μεγαλόφωνοι κήρυκες. Κοσμήσατε τοίνυν τῇ παρου‐ σίᾳ τὴν ἑορτήν, καὶ τὰς ἐκ ταύτης ἀναβλυζούσας εὐλογίας ἀρύσασθε καὶ θυμηρεστέραν ἡμῖν ἐργάσασθε τὴν πανήγυριν.

67

(t)

ΜΑΡΑΝᾼ.
1 Σὸν μὲν ἔργον, ὦ ἄριστε, τὸ καὶ τοὺς ἄλλους εἰς τὴν τῶν ἐγκαινίων πανήγυριν καλεῖν. Ἐκ γὰρ τῆς σῆς σπουδῆς τε καὶ προθυμίας καὶ ὁ θεῖος ἐδομήθη σηκὸς καὶ οἱ μεγαλόφωνοι τῆς ἀληθείας ἀφίκοντο κήρυκες οἱ τοῦτον οἰκήσοντες καὶ τοὺς
5πιστῶς προσιόντας φρουρήσοντες. Γράφω δὲ ὅμως σημαίνων τῆς ἑορτῆς τὸν καιρόν.

68

(t)

ΕΠΙΦΑΝΙῼ.
1 Ἐβουλόμην μὴ μόνον ὡς πολίτας, ἀλλὰ καὶ ὡς ὁμοπίστους ὑμᾶς καὶ ὁμοσκήνους, εἰς τὴν τῶν ἁγίων ἀποστόλων καὶ προ‐ φητῶν συγκαλέσαι πανήγυριν· ἀλλ’ οὐκ ἐᾷ τὸ τῆς προλήψεως πάθος. Οὗ δὴ χάριν τὰ τῆς ἐνεγκούσης μόνα προβάλλομαι
5δίκαια, καὶ παρακαλῶ τῆς ἀξιεράστου τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν μεταλαχεῖν εὐλογίας. Ταύτην γὰρ τὴν μετάλη‐
ψιν οὐδεμία κωλύει διχόνοια.148

69

(t)

ΕΥΓΡΑΦΙᾼ.
1 Εἰ μή με τὰ τῆς ἀνάγκης κατεῖχε δεσμά, εὐθὺς ἂν ἔδραμον, τὴν κοίμησιν γνοὺς τοῦ μεγαλοπρεποῦς καὶ ἀοιδίμου ὁμοζύγου τῆς σῆς θαυμασιότητος. Παμπόλλας γὰρ ὑμῖν ὀφείλω χάριτας, διαφόρως ἐγὼ παντοδαπῆς τιμῆς παρ’ ὑμῶν ἀπολαύσας.
5Ἐπειδὴ δὲ ἄκων ἐκωλύθην ἀποδοῦναι τὸ χρέος, ἄτοπον ᾠήθην γράμματα πέμψαι παρ’ αὐτὴν τὴν τοῦ πένθους ἀκμήν, οὔτε τοῦ γραμματοφόρου συντυχεῖν δυναμένου τῇ σεμνοπρεπείᾳ τῇ σῇ, οὔτε τῆς ὀδύνης συγχωρούσης τοῖς γράμμασιν ἐντυ‐ χεῖν. Τοῦ δὲ λογισμοῦ λοιπὸν χώραν ἐσχηκότος ἀνανῆψαι, καὶ
10ἄγξαι τὸ πάθος, καὶ κολάσαι τοῦ πένθους τὴν ἀμετρίαν, ἐθάρρησα γράψαι καὶ τὴν σὴν παρακαλέσαι θαυμασιότητα, καὶ τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένην, καὶ τὸ κοινὸν τοῦ πάθους λογιζομένην, καὶ πρὸς τούτοις τὰ θεῖα πεπαιδευμένην, μετρῆ‐ σαι τῇ πίστει τὴν ἀθυμίαν. Οὐ γὰρ ἀπέθανεν ὁ πάντα
15ἄριστος ἐκεῖνος ἀνήρ, κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἀλλὰ καθεύδει ὕπνον τοῦ συνήθους μακρότερον. Ταύτην γὰρ ἡμῖν ὁ Δεσπότης δέδωκε τὴν ἐλπίδα· ταύτην ἐκ τῶν θείων λογίων δεδέγμεθα τὴν ὑπόσχεσιν. Οἶδα μὲν οὖν, ὡς ἀνιαρὸν ὁ χωρι‐ σμός, καὶ λίαν ἀνιαρόν, καὶ διαφερόντως ὅταν καὶ ἠθῶν
20εὐαρμοστία, καὶ χρόνος μακρότερος τὴν φιλίαν αὐξήσῃ· ἀλλ’ ἀποδημίας ἔστω, μὴ τελευτῆς, ἡ λύπη. Διαφερόντως δὲ τοῖς ἐν εὐσεβείᾳ τεθραμμένοις ἡ τοιαύτη προσήκει φιλοσοφία· ᾗ
καὶ τὴν ὑμετέραν σεμνοπρέπειαν κοσμηθῆναι παρακαλῶ. Προσφέρω δὲ τὴν παραίνεσιν, οὐχ ὡς ἀναλγησίαν νοσῶν·150
25τῷ ὄντι γὰρ ἤλγησα τὴν ψυχήν, τῆς φίλης ἐμοὶ κεφαλῆς τὴν ἐκδημίαν μεμαθηκώς. Ἀλλ’ εἰς νοῦν ἔβαλον τῶν ὅλων τὸν Πρύτανιν, καὶ τὴν ἄρρητον αὐτοῦ σοφίαν, τὴν ἅπαντα πρὸς τὸ συμφέρον οἰκονομοῦσαν. Καὶ τὴν σὴν παρακαλῶ θαυμασιό‐ τητα ταῦτα δὴ λογίζεσθαι, καὶ τοῦ πάθους περιγενέσθαι, καὶ
30τὸν πάντων ἡμῶν Δεσπότην ὑμνῆσαι Θεόν· ἀρρήτῳ γὰρ προ‐ μηθείᾳ κεχρημένος τὰ καθ’ ἡμᾶς κυβερνᾷ.

70

(t)

ΕΥΣΤΑΘΙῼ ΕΠΙΣΚΟΠῼ ΑΙΓΩΝ.
1 Τραγῳδίας ἄξιον τὸ κατὰ τὴν εὐγενεστάτην Μαρίαν διήγημα. Αὕτη γάρ ἐστι μὲν θυγάτηρ τοῦ μεγαλοπρεπεστάτου Εὐδαίμονος, ὡς καὶ αὐτή φησι καὶ ἄλλοι τινὲς μεμαρτυρήκα‐ σιν. Ἐν δὲ τῇ καταλαβούσῃ συμφορᾷ τὴν Λιβύην, τῆς προγο‐
5νικῆς ἐλευθερίας ἐξέπεσε, καὶ εἰς δουλείαν μετέπεσεν. Ἔμπο‐ ροι δέ τινες, αὐτὴν παρὰ τῶν βαρβάρων πριάμενοι, διεπώλησάν τισι τὴν ἡμετέραν οἰκοῦσιν. Συνεπράθη δὲ αὐτῇ καὶ παιδίσκη, πάλαι τὴν οἰκετικὴν τάξιν ἔχουσα παρ’ αὐτῇ· κοινῇ τοίνυν εἷλκον τὸν πικρὸν τῆς δουλείας ζυγόν, ἥ τε θεράπαινα καὶ ἡ
10δέσποινα. Ἀλλ’ οὐκ ἠθέλησεν ἀγνοῆσαι τὸ διάφορον ἡ θερά‐ παινα, οὐδὲ τῆς προτέρας ἐπελάθετο δεσποτείας· ἀλλὰ τὴν εὔνοιαν τῇ συμφορᾷ διεφύλαξε, καὶ μετὰ τὴν τῶν κοινῶν δεσποτῶν θεραπείαν ἐθεράπευε τὴν νομιζομένην ὁμόδουλον, ἀπονίπτουσα πόδας, ἐπιμελομένη στρωμνῆς, καὶ τῆς ἄλλης
15ὡσαύτως ἐπιμελείας φροντίζουσα. Τοῦτο τοῖς πριαμένοις ἐγένετο γνώριμον. Ἐντεῦθεν ἐθρυλήθη κατὰ τὴν πόλιν ἥ τε ταύτης ἐλευθερία καὶ τῆς θεραπαίνης ἡ εὐτροπία. Ταῦτα μεμαθηκότες οἱ παρ’ ἡμῖν ἱδρυμένοι πιστότατοι στρατιῶται
—ἐγὼ γὰρ τηνικαῦτα ἀπῆν—, καὶ τοῖς πριαμένοις ἀπέδοσαν152
20τὴν τιμὴν καὶ ταύτην τῆς δουλείας ἐξήρπασαν. Ἐγὼ δὲ μετὰ τὴν ἐπάνοδον, διδαχθεὶς καὶ τὸ δρᾶμα τῆς συμφορᾶς, καὶ τῶν στρατιωτῶν τὴν ἀξιέπαινον ὄρεξιν, τὰ ἀγαθὰ μὲν ἐπηυξάμην ἐκείνοις, τὴν εὐγενεστάτην δὲ κόρην τῶν εὐλαβεστάτων τινὶ διακόνων παρέδωκα, σιτηρέσιον ἀρκοῦν χορηγεῖσθαι παρεγ‐
25γυήσας. Δέκα δὲ διεληλυθότων μηνῶν, μαθοῦσα τὸν πατέρα ζῆν ἔτι καὶ ἄρχειν ἐν τῇ Δύσει, ἐπεθύμησεν εἰκότως πρὸς ἐκεῖνον ἐπανελθεῖν· καί τινων εἰρηκότων, ὡς ἀπὸ τῆς Ἑσπέ‐ ρας ἔμποροι πλεῖστοι καταίρουσιν εἰς τὴν νῦν παρ’ ὑμῖν ἐπι‐ τελουμένην πανήγυριν, ᾔτησε μετὰ γραμμάτων ἐμῶν τὴν
30ἀποδημίαν ποιήσασθαι. Τούτου χάριν ταύτην γέγραφα τὴν ἐπιστολήν, παρακαλῶν σου τὴν θεοσέβειαν, ὡς εὐγενοῦς φρον‐ τίσαι βλαστήματος, καὶ κελεῦσαί τινι τῶν εὐλαβείᾳ κοσμου‐ μένων, καὶ ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις διαλε‐ χθῆναι, καὶ πιστοῖς αὐτὴν ἀνδράσι παραδοῦναι, ἀποκαταστῆσαι
35τῷ πατρὶ δυναμένοις. Πάντως γὰρ ὅτι πάμπολλα κερδανοῦσι παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα τῷ πατρὶ τὴν παῖδα προσ‐ άγοντες.

71

(t)

ΖΗΝΩΝΙ ΣΤΡΑΤΗΓῼ ΚΑΙ ΥΠΑΤῼ.
1 Τὴν ὑμετέραν ἀνδρείαν θαυμάζουσιν ἅπαντες, ὡς ἡμερότητι καὶ πραότητι κεκραμένην, καὶ τοῖς μὲν οἰκείοις ἠπίως, τοῖς δὲ πολεμίοις ἀνδρείως προσφερομένην. Τὸν ἀξιέπαινον δὲ ταῦτα δείκνυσι στρατηγόν. Στρατιώτην μὲν γὰρ ἡ ἀνδρεία
5κοσμεῖ, τὸν δὲ στρατηγὸν πρὸ τῆς ἀνδρείας ἡ φρόνησις· καὶ μετὰ τούτων σωφροσύνη καὶ δικαιοσύνη, δι’ ὧν ὁ τῆς ἀρετῆς συναθροίζεται πλοῦτος. Συλλέγει δὲ τοῦτον ἡ τῶν ἀγαθῶν
ὀρεγομένη ψυχή· καὶ ἥδιστον ἡγεῖται τὸν πόνον, εἰς τὸ γλυκὺ τῶν καρπῶν ἀποβλέπουσα. Τοῖς γὰρ τῆς ἀρετῆς ἀθληταῖς154
10ἆθλα προτέθεικεν οἷά τις ἀγωνοθέτης φιλότιμος ὁ τῶν ὅλων Θεός, τὰ μὲν ἐν τῷδε τῷ βίῳ, τὰ δὲ ἐν ἐκείνῳ τῷ πέρας οὐκ ἔχοντι. Τῶν τῇδε μὲν οὖν τὸ ὑμέτερον ἀπέλαυσε μέγεθος, καὶ τὸ ἀκρότατον ἐδέξατο γέρας· εἴη δὲ καὶ τῶν μονίμων ἐκείνων καὶ διαρκῶν τὴν ὑμετέραν μεγαλοφυΐαν τυχεῖν ἀγαθῶν, καὶ
15μετὰ τῆς ὑπατικῆς ἀμπεχόνης προσλαβεῖν τὴν ἄρρητον καὶ θείαν περιβολήν. Κοινὴ γὰρ πάντων εὐχὴ τῶν ἐκείνης τῆς δωρεᾶς ἐπισταμένων τὸ μέγεθος.

72

(t)

ΕΡΜΕΣΙΓΕΝΕΙ ΠΑΡΕΔΡῼ.
1 Ἡνίκα τῶν ἀνθρώπων ὁ τῆς ἀγνοίας κατεκέχυτο ζόφος, οὐ τὰς αὐτὰς ἅπαντες ἑορτὰς ἐπετέλουν, ἀλλὰ διῃρημένας εἶχον κατὰ πόλεις τὰς πανηγύρεις. Ἐν Ἤλιδι μὲν γὰρ Ὀλύμπια ἦν, ἐν Δελφοῖς δὲ τὰ Πύθια, ἐν δέ γε τῇ Σπάρτῃ τὰ Ὑακίν‐
5θια, Ἀθήνῃσι δὲ τά τε Παναθήναια καὶ τὰ Θεσμοφόρια καὶ τὰ Διονύσια. Ἐπίσημα δὲ ἦν· καὶ ἄλλοι δὲ ἄλλων ἐπετέλουν δημοθοινίαν δαιμόνων. Ἐπειδὴ δὲ τὸ νοερὸν φῶς τὴν ἀχλὺν ἐκείνην ἐσκέδασε, πανταχοῦ γῆς καὶ θαλάττης ἠπειρῶται καὶ νησιῶται κοινῇ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιτελοῦσι τὰς
10ἑορτάς· καὶ ἔνθα ἄν τις ἀποδημῆσαι θελήσῃ, κἂν πρὸς ἥλιον ἀνίσχοντα, κἂν πρὸς δυόμενον, πανταχοῦ τὴν αὐτὴν εὑρήσει κατὰ τὸν αὐτὸν χρόνον ἐπιτελουμένην πανήγυριν. Οὐδὲ γὰρ
κατὰ τὸν Μωϋσέως νόμον, τὸν τῇ Ἰουδαίων ἀσθενείᾳ συμβαί‐ νοντα, εἰς μίαν ἀνάγκη συνιέναι πόλιν, καὶ τῶν εὐεργεσιῶν156
15ἑορτάζειν τὴν μνήμην· ἀλλὰ πᾶσα πόλις, καὶ πᾶσα κώμη, καὶ ἀγροί, καὶ ἐσχατιαί, τῆς θείας ἐνεπλήσθησαν χάριτος· καὶ ἐν παντὶ τόπῳ σηκοὶ θεῖοι καὶ τεμένη καθιερῶνται τῷ τῶν ὅλων θεῷ. Διά τοι τοῦτο καὶ κατὰ πόλεις διῃρημένοι πανηγυρίζο‐ μεν, καὶ αὖ πάλιν κοινωνοῦμεν ἀλλήλοις τῶν ἑορτῶν. Τὸν γὰρ
20αὐτὸν Θεόν τε καὶ Δεσπότην τοῖς ὕμνοις γεραίρομεν, καὶ τὰς μυστικὰς αὐτῷ θυσίας προσφέρομεν. Τούτου δὴ χάριν καὶ διὰ γραμμάτων ἀλλήλους οἱ γειτονεύοντες προσφθεγγόμεθα, τὴν ἐκ τῆς ἑορτῆς ἐγγινομένην θυμηδίαν σημαίνοντες. Τοῦτο κἀγὼ νῦν ποιῶ, καὶ τὴν ἑορταστικὴν πρόσρησιν τῇ σῇ μεγαλοπρε‐
25πείᾳ προσφέρω. Ἀντιδώσει δὲ καὶ αὐτὴ πάντως τὴν ἴσην, καὶ τιμήσει τὸν νόμον τῆς ἑορτῆς.

73

(t)

ΑΠΟΛΛΩΝΙῼ.
1 Θεμιστοκλέα τὸν Νεοκλέους, τὸν ἄριστον ἐκεῖνον καὶ ἀξιά‐ γαστον στρατηγόν, θαυμάζων ὁ συγγραφεὺς φυσικὴν αὐτῷ μόνην προσμεμαρτύρηκεν ἀρετήν· Περικλέα δὲ, τὸν Ξαν‐ θίππου, καὶ τὴν ἀπὸ τῆς παιδείας ἔφη προσειληφέναι δεινό‐
5τητα καὶ τὴν πειθὼ τοῖς λόγοις ἐπιστάζειν, καὶ ταύτῃ κατα‐ κηλεῖν τοὺς ἀκούοντας, καὶ ἱκανὸν γενέσθαι γνῶναί τε τὰ δέοντα, καὶ ἑρμηνεῦσαι ταῦτα. Οὐδὲν γὰρ ἀπεικὸς περὶ αὐτοῦ γράφοντα τοῖς αὐτοῦ λόγοις κεχρῆσθαι. Ταῦτα καὶ τὴν σὴν λαμπρύνει μεγαλοπρέπειαν. Καὶ γὰρ δεξιάν σοι φύσιν ἔδωκεν
10ὁ δημιουργήσας Θεός, καὶ τῆς παιδείας ἡ μετουσία τὸ ταύτης δείκνυσι κάλλος. Οὐδὲν τοίνυν ἐλλείπει τῷ πλούτῳ τῆς ἀρε‐
τῆς, ἢ μόνη τοῦ πεποιηκότος ἡ γνῶσις· ταύτης γὰρ προσ‐ γενομένης, τελεοτάτην ἕξομεν τῶν ἀγαθῶν τὴν φοράν. Ταῦτα γνοὺς ὑμῶν τὴν ἄφιξιν ἐπιστέλλω, τὸν τῶν ἀγαθῶν ἀντιβο‐158
15λῶν χορηγόν, καὶ φωτὸς ἀκτῖνα χαρίσασθαι τῷ τῆς ψυχῆς ὀπτικῷ, καὶ τῆς δωρεᾶς ἐπιδεῖξαι τὸ μέγεθος, καὶ τῆς κτή‐ σεως ἐκείνης ἐξάψαι τὸν ἔρωτα, καὶ ποθήσαντι δωρήσασθαι τὸ ποθούμενον.

74

(t)

ΟΥΡΒΑΝῼ.
1 Δέδωκεν ἡμῖν ὁ μεγαλόδωρος Δεσπότης καὶ ταύτης πάλιν ἀπολαῦσαι τῆς ἑορτῆς, καὶ τὴν ἑορταστικὴν πρόσρησιν πέμψαι τῇ μεγαλοπρεπείᾳ τῇ σῇ· ἣν ὑγιαίνειν τε καὶ δια‐ λάμπειν εὐχόμεθα, καὶ τῆς ἀρρήτου καὶ θεοσδότου μεταλαχεῖν
5δωρεᾶς, ἣ τῶν ἐλπιζομένων ἀγαθῶν τοῖς προσιοῦσι τὰ σπέρ‐ ματα χορηγεῖ, καὶ τῆς τέλος οὐ δεξομένης ζωῆς τε καὶ βασι‐ λείας τὰ σύμβολα δίδωσιν. Ταῦτα τὸν φιλάνθρωπον Δεσπότην ἀντιβολοῦμεν τῷ σῷ μεγέθει δωρήσασθαι· πεφύκασι γὰρ οἱ φιλοῦντες τὰ ἀγαθὰ τοῖς φίλοις αἰτεῖν.

75

(t)

ΤΟΙΣ ΚΛΗΡΙΚΟΙΣ ΒΕΡΟΙΑΣ.
1 Ἔγνων ὡς εἰκότως περὶ τὴν ὑμετέραν διάκειμαι θεοσέβειαν. Πέπεικε γάρ με τῆς εὐλαβείας ὑμῶν τὰ γράμματα, ὡς ἀγαπῶν ἀνταγαπῶμαι. Πολλὰς δὲ ἔχω τῆς περὶ ὑμῶν ἀγάπης τὰς ἀφορμάς. Πρῶτον μὲν, τὸ τὸν ὑμέτερον πατέρα, τὸν μέγαν
5ἐκεῖνον καὶ ἀποστολικὸν ἄνδρα, καὶ ἐμὸν γεγενῆσθαι πατέρα. Δεύτερον δέ, τὸ καὶ τὸν θεοσεβέστατον ἐπίσκοπον, τὸν νῦν τὴν ὑμετέραν Ἐκκλησίαν ἰθύνοντα, ὁμόψυχον ἔχειν καὶ γνή‐ σιον ἀδελφόν. Τρίτον, τῶν πόλεων τὸ γειτόνημα. Τέταρτον, τὸ θαμὰ πρὸς ἀλλήλους ἡμᾶς φοιτᾶν. Ἱκανὸν δὲ τοῦτο καὶ160
10τεκεῖν φιλίαν, καὶ τεχθεῖσαν αὐξῆσαι. Εἰ δὲ βούλεσθε, καὶ πέμπτην ἐρῶ· ἣν παρέχει συνάφειαν γλῶττα πρὸς ἀκοὴν—ἡ μὲν γὰρ προφέρει τοὺς λόγους, ἡ δὲ δέχεται τούτους—, ταύ‐ την καὶ ἡμεῖς ἔχομεν πρὸς ὑμᾶς. Καὶ γὰρ ὑμεῖς ἥδιστα τῶν ἡμετέρων ἐπακούετε λόγων, κἀγὼ τὴν λιβάδα μου τὴν σμικρὰν
15ἀσπασίως εἰς ὑμᾶς ἀναλίσκω. Ὁ δὲ κολοφῶν τῆς ἑνώσεως, ἡ συμφωνία τῆς πίστεως· τὸ μηδὲν τῶν νόθων εἰσδέξασθαι δογμάτων, ἀλλὰ τὴν παλαιὰν ἐκείνην καὶ ἀποστολικὴν φυλάτ‐ τειν διδασκαλίαν, ἣν ἡ σεβασμία ὑμῖν προσενήνοχε πολιά, ἣν ἀρετῆς ἱδρῶτες ἐξέθρεψαν. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν
20θεοσέβειαν νῦν πλείονα τῆς ποίμνης ποιήσασθαι προμήθειαν, καὶ φυλάξαι τῷ ποιμένι ταύτην ἀλώβητον, καὶ μετὰ παρρησίας εἰπεῖν τὸν ἀξιέπαινον τοῦ πατριάρχου λόγον· Θηριάλωτον οὐκ ἐνήνοχά σοι.

76

(t)

ΟΥΡΑΝΙῼ ΑΡΧΟΝΤΙ ΚΥΠΡΟΥ.
1 Τὴν εἰλικρινῆ φιλίαν κρατύνει μὲν συνουσία, τοπικὴ δὲ οὐ διατέμνει διάστασις· ἰσχυρὰ γὰρ τὰ ταύτης δεσμά. Καὶ τοῦτο γνοίη μὲν ἄν τις καὶ ἐξ ἑτέρων πολλῶν· ἀπόχρη δὲ καὶ τὰ καθ’ ἡμᾶς ἐπιδεῖξαι τοῦ λόγου τ’ ἀληθές. Πολλὰ γὰρ ἡμᾶς διΐστησι
5καὶ ὄρη καὶ πόλεις καὶ θάλαττα· ἀλλ’ οὐδὲν ἔσβεσεν τῆς σῆς
μεγαλοπρεπείας τὴν μνήμην. Εὐθὺς γὰρ ἤν τινα ἴδωμεν ἐξ ἐκείνων ἀφιγμένον τῶν πόλεων, αἳ τῆς θαλάττης εἰσὶν ἀγχι‐ τέρμονες, τὴν Κύπρον καὶ τὸν ταύτης ἄριστον κυβερνήτην εἰς μέσον ὁ λόγος προφέρει, καὶ γαννύμεθα τὸ σὸν ἀκούοντες162
10κλέος. Νῦν δὲ διαφερόντως πολλῆς ἐνεπλήσθημεν θυμηδίας· τὸ γὰρ πάντων ἡμῖν ἐρασμιώτερον μεμαθήκαμεν. Τί γὰρ ἡμῖν, ὦ ἄριστε, θυμηρέστερον τοῦ τὴν ἀξιέπαινόν σου ψυχὴν τῷ τῆς γνώσεως φωτὶ πεφωτισμένην ἰδεῖν; Τὸν γὰρ πολλοῖς κοσμούμενον εἴδεσιν ἀρετῆς δίκαιον ἡγούμεθα καὶ τὸν ταύτης
15προσλαβεῖν κολοφῶνα· καὶ πιστεύομεν ὡς ὀψόμεθα τὸ ποθού‐ μενον. Ἁρπάσει γὰρ δῆλον ὅτι προθύμως ἡ σὴ λαμπρότης τὴν θεόσδοτον δωρεάν, παρὰ γνησίων φίλων καὶ σαφῶς ταύτης ἐπισταμένων τὸ μέγεθος προτρεπομένη, καὶ πρὸς τὸν μεγαλό‐ δωρον ποδηγουμένη Θεόν, ὃς πάντας ἀνθρώπους θέλει
20σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ δι’ ἀνθρώπων ἀνθρώπους σαγηνεύει πρὸς σωτηρίαν, εἰς ἀγήρω ζωὴν τοὺς ἀγρευομένους ἀπάγων. Ὁ μὲν γὰρ ἰχθυολκὸς τῶν θηρευομένων τὴν ζωὴν ἀφαιρεῖται· ὁ δὲ ἡμέτερος ἀσπαλιευ‐ τής, ὅπερ ἂν ζωγρήσῃ, τῶν πικρῶν ἐλευθεροῖ τοῦ θανάτου
25δεσμῶν. Τούτου χάριν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀν‐ θρώποις συνανεστράφη, καὶ διὰ τῆς ὁρωμένης ἀνθρωπό‐ τητος τὴν ζωηφόρον τοῖς ἀνθρώποις διδασκαλίαν προσήνεγκεν, καὶ λογικοῖς πρέπουσαν πολιτείαν ἐνομοθέτησεν· καὶ τοὺς νόμους ταῖς θαυματουργίαις κρατύνας, κατέλυσε τῷ τῆς σαρ‐
30κὸς θανάτῳ τὸν θάνατον· καὶ ταύτην ἀναστήσας, πᾶσιν ἡμῖν ὑπέσχετο τὴν ἀνάστασιν, ἐχέγγυον ἀξιόχρεων τῆς ἡμετέρας ἀναστάσεως τοῦ τιμίου σώματος αὑτοῦ δεδωκὼς τὴν ἀνάστα‐ σιν. Οὕτω δὲ τοὺς ἀνθρώπους, καὶ ταῦτα μισοῦντας, ἠγάπησεν,
ὡς τὸ τῆς οἰκονομίας μυστήριον παρά τισιν ἀπιστεῖσθαι διὰ164
35τὴν τῶν παθημάτων ὑπερβολήν. Ἀπόχρη δὲ δεῖξαι τῆς φιλαν‐ θρωπίας τὴν ἄβυσσον καὶ τὸ τοὺς ἀπιστοῦντας ἔτι καθ’ ἡμέ‐ ραν ἑκάστην καλεῖν. Ποιεῖ δὲ τοῦτο, οὐχ ὡς ἀνθρωπίνης θεραπείας δεόμενος—τίνος γὰρ ἐνδεὴς τῶν ὅλων ὁ Ποιη‐ τής—, ἀλλ’ ὡς διψῶν ἑκάστου τὴν σωτηρίαν. Ἅρπασον
40τοίνυν, ὦ θαυμάσιε, τὸ δῶρον καὶ τὸν φιλόδωρον ὕμνησον καὶ μεγίστην ἡμῖν καὶ θυμηρεστάτην προξένησον ἑορτήν.

77

(t1)

ΕΥΛΑΛΙῼ ΕΠΙΣΚΟΠῼ
t2ΤΗΣ ΠΕΡΣΙΚΗΣ ΑΡΜΕΝΙΑΣ.
1 Ἔγνων ὡς ἐζήτησεν ὁ Σατανᾶς σινιάσαι καὶ ὑμᾶς ὡς τὸν σῖτον, καὶ ἐνδέδωκεν ὁ Δεσπότης, ἵνα δείξῃ τὸν σῖτον, ἵνα τὸν χρυσὸν δοκιμάσῃ, ἵνα τοὺς δοξάζοντας ἀντιδοξάσῃ, ἵνα τοὺς ἀθλητὰς στεφανώσῃ, ἵνα τοὺς ἀριστέας ἀνακηρύξῃ.
5Ἐγὼ μέντοι δέδια καὶ φρίττω, οὐ περὶ ὑμῶν ἀγωνιῶν τῶν γενναίων τῆς ἀληθείας ἀγωνιστῶν, ἀλλ’ εἰδὼς ὅτι συμβαίνει καὶ ἀσθενέστερον διακεῖσθαί τινας. Εἰ γὰρ ἐν δυοκαίδεκα ἀποστόλοις εἷς εὑρέθη προδότης, εὔδηλον ὅτι ἐν πολλαπλα‐ σίοις ἀνθρώποις πλείους εὕροι τις ἂν τῆς τελειότητος ἀπο‐
10δέοντας. Ταῦτα λογιζόμενος συνεχύθην καὶ ἀθυμίας ἐνεπλή‐ σθην πολλῆς. Εἰ γὰρ πάσχει ἓν μέλος, κατὰ τὸν θεῖον Ἀπόστολον, συμπάσχει πάντα τὰ μέλη. Μέλη δὲ ἀλλή‐ λων ἐσμέν, καὶ εἰς ἓν σῶμα τελοῦμεν, κεφαλὴν ἔχοντες τὸν Δεσπότην Χριστόν. Μίαν δὲ ὅμως ἔσχον τοῦ πάθους παραψυ‐166
15χήν, τὴν ὑμετέραν εἰς νοῦν λαμβάνων ὁσιότητα. Τοῖς γὰρ θείοις ἐντραφέντες λογίοις, καὶ παρὰ τοῦ ἀρχιποιμένος μεμα‐ θηκότες τί τὸν ἀγαθὸν χαρακτηρίζει ποιμένα, εὔδηλον ὅτι τὴν ψυχὴν ὑμῶν θήσετε ὑπὲρ τῶν προβάτων. Ὁ γὰρ μισθωτός, ὅταν ἴδῃ τὸν λύκον ἐρχόμενον, φεύγει, ὅτι μισθω‐
20τός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὁ δὲ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Οὕτω καὶ στρατη‐ γὸς ἄριστος οὐκ ἐν εἰρήνῃ δείκνυσι τὴν οἰκείαν ἀνδρείαν, ἀλλ’ ἐν τῷ τοῦ πολέμου καιρῷ, καὶ τοὺς ἄλλους διεγείρων, καὶ
25αὐτὸς προκινδυνεύων τῆς στρατιᾶς. Ἄτοπον γὰρ τῆς μὲν στρα‐ τηγικῆς αὐτὸν ἀπολαύειν τιμῆς, ἐν δὲ τῷ τῆς χρείας καιρῷ τοὺς κινδύνους ἀποδιδράσκειν. Ταῦτα καὶ οἱ τρισμακάριοι προφῆται διετέλουν ποιοῦντες· καὶ τῆς μὲν σωματικῆς σωτηρίας ἠμέλουν· πάντα δὲ πόνον
30καὶ κίνδυνον ὑπὲρ τῶν μισούντων αὐτοὺς καὶ ἀποστρεφομένων Ἰουδαίων ἀνεδέχοντο. Περὶ τούτων φησὶν ὁ θεῖος Ἀπόστολος, ὅτι Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι,
35κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Οὕτως οἱ θεῖοι ἀπόστολοι πᾶ‐ σαν περινοστοῦντες τὴν οἰκουμένην ἐκήρυττον, οὐκ οἰκίαν
ἔχοντες, οὐ κλίνην, οὐ στρωμνήν, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ168
40τῶν ἀναγκαίων χρείαν· ἀλλ’ αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι, καὶ μυρία θανάτων ὑπομένοντες εἴδη. Καὶ ταῦτα ὑπέμενον, οὐχ ὑπὲρ γνωρίμων ἀνθρώπων, ἀλλ’ ὑπὲρ αὐτῶν ἐκείνων τῶν διωκόντων αὐτοὺς τοὺς κινδύνους αἱρού‐ μενοι. Πολλῷ τοίνυν δικαιότερον ὑπὲρ ὁμοπίστων καὶ ἀδελφῶν
45καὶ τέκνων τὸν ἐπὶ τοῦ παρόντος προσβαλόντα κίνδυνον ἀναδέξασθαι. Ταύτην γὰρ τὴν φιλοστοργίαν ἔχει καὶ τῶν ἀλόγων ἡ φύσις· ἔστι γὰρ ἰδεῖν καὶ στρουθοὺς τῶν νεοττῶν ὑπερμαχοῦντας εἰς δύναμιν καὶ ἣν ἔχουσιν ἰσχὺν ὑπὲρ τού‐ των εἰσφέροντας· καὶ τἄλλα δὲ τῶν πτηνῶν γένη τὸν ὑπὲρ

77

(50)

τῶν ἐγγόνων κίνδυνον ἀναδέχεται. Καὶ τί λέγω τὰ πτηνά; Καὶ γὰρ ἄρκτοι καὶ παρδάλεις καὶ λύκοι καὶ λέοντες πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τῆς τῶν ἐγγόνων σωτηρίας αἱροῦνται· οὐ γὰρ φεύγουσι τοὺς ἐπιόντας, ἀλλὰ τὴν τούτων δέχονται προσβολὴν καὶ τῶν τέκνων ὑπερμαχοῦσι.
55 Ταῦτα δὲ διεξῆλθον, οὐκ ἐκ τῆς τῶν ἀλόγων εἰκόνος εἰς ὑπομονὴν καὶ καρτερίαν τὴν ὑμετέραν φιλοθεΐαν ἀλείφων, ἀλλ’ ἐμαυτὸν ἐπὶ τῇ ἀθυμίᾳ ψυχαγωγῶν, καὶ πείθων, ὡς οὐ καταλείψετε τοῦ Χριστοῦ τὴν ποίμνην τῶν λύκων ἐπιόντων ἀποίμαντον· ἀλλὰ τὸν ταύτης Κύριον εἰς συμμαχίαν καλέ‐
60σαντες, προθύμως ἀναδέξεσθε τὸν ὑπὲρ αὐτῆς ἀγῶνα. Ὁ γὰρ τοιοῦτος καιρὸς δείκνυσι, τίς μὲν ποιμήν, τίς δὲ μισθωτός, καὶ τίς μὲν φιλοπόνως ποιμαίνει, τίς δὲ τὸ μὲν γάλα ἐσθίει, καὶ τὰ ἔρια περιβάλλεται, τῆς δὲ τῶν προβάτων καταφρονεῖ σωτηρίας. Ἀλλὰ πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς
65πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπ‐
ενεγκεῖν. Ἐκεῖνο δὲ παρακαλῶ τὴν ὑμετέραν θεοσέβειαν, ὥστε τῶν σαθροτέρων πλείονα ποιήσασθαι πρόνοιαν· καὶ μὴ μόνον τοὺς170
70σαλευομένους στηρίσαι, ἀλλὰ καὶ τοὺς πεπτωκότας ἐγεῖραι· οὐδὲ γὰρ οἱ ποιμένες τῶν νενοσηκότων ἀμελοῦσι προβάτων, ἀλλὰ χωρίζουσι μὲν αὐτὰ τῶν ἄλλων, πᾶν δὲ εἶδος αὐτοῖς θεραπείας προσφέρουσι. Τοῦτο καὶ ἡμῖν ποιητέον. Τοὺς γὰρ ὀλισθαίνοντας ἀναστῆσαι προσήκει, καὶ χεῖρα ὀρέξαι καὶ πα‐
75ραθαρσῦναι, καὶ τὰ ἐγγενόμενα δήγματα θεραπεῦσαι, καὶ μὴ ἀπαγορεῦσαι αὐτῶν τὴν σωτηρίαν, μηδὲ προδοῦναι τῷ στόματι τοῦ διαβόλου. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος Παῦλος διετέλει ποιῶν· καὶ Γαλάτας μετὰ τὸ σωτήριον βάπτισμα καὶ τὴν τοῦ θείου Πνεύματος χορηγίαν εἰς τὴν Ἰουδαϊκὴν ἀσθένειαν
80ἐξοκείλαντας, καὶ περιτομὴν δεξαμένους, ὠδύρατο μὲν καὶ ἐθρήνησεν ὑπὲρ πᾶσαν μητέρα φιλόστοργον, ἐθεράπευσε δὲ καὶ τῆς ἀρρωστίας ἐκείνης ἐλευθέρους ἀπέφηνε. Καὶ ἔστιν αὐτοῦ βοῶντος ἀκοῦσαι· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὕτω τὸν Κοριν‐
85θίων διδάσκαλον, τὴν μυσαρὰν ἐκείνην τετολμηκότα πορνείαν, καὶ ἐπαίδευσε πατρικῶς, καὶ ἐθεράπευσε λίαν ἐπιστημόνως, καὶ ἀποκόψας ἐν τῇ προτέρᾳ συνῆψεν ἐν τῇ δευτέρᾳ, καί φησιν· Ὥστε ὑμᾶς μᾶλλον χαρίσασθαι καὶ παρακα‐ λέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ
90τοιοῦτος. Καὶ πάλιν· Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σαταν· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Οὕτω καὶ τοῖς τῶν εἰδωλοθύτων μεταλαμβάνουσι, καὶ ἐπε‐ τίμησεν δεόντως, καὶ παρῄνεσεν προσηκόντως, καὶ τῆς χαλε‐ πῆς ἠλευθέρωσε πλάνης. Τούτου χάριν καὶ ὁ Δεσπότης ἡμῶν
95Χριστός, τῶν ἀποστόλων τὸν πρῶτον, οὗ τὴν ὁμολογίαν οἷόν τινα κρηπίδα καὶ θεμέλιον τῆς Ἐκκλησίας κατέπηξεν, συνε‐ χώρησεν σαλευθῆναι καὶ ἀρνηθῆναι, καὶ πάλιν αὐτὸν ἀνώρ‐ θωσε, δύο κατὰ ταὐτὸ διδάσκων· μήτε ἑαυτοῖς θαρρεῖν, καὶ τοὺς σαλευομένους στηρίζειν.172

77

(100)

Ὀρέξατε τοίνυν χεῖρα, παρακαλῶ, τοῖς ὀλισθήσασιν, καὶ ἀναγάγετε αὐτοὺς ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, καὶ στήσατε ἐπὶ πέτραν τοὺς πόδας αὐτῶν· καὶ ἐμβάλετε εἰς τὸ στόμα αὐτῶν ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ἵνα γένηται αὐτῶν τὸ ὑπόδειγμα τῆς βλάβης ὑπό‐
105δειγμα σωτηρίας, καὶ ἴδωσι πολλοί, καὶ φοβηθῶσι, καὶ ἐλπί‐ σωσιν ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ κωλυέσθωσαν μὲν τῆς μεταλήψεως τῶν ἱερῶν μυστηρίων, μὴ κωλυέσθωσαν δὲ τῆς τῶν κατηχουμένων εὐχῆς, μηδὲ τῆς τῶν θείων Γραφῶν ἀκρο‐ άσεως, μηδὲ τῆς τῶν διδασκάλων παραινέσεως. Τῶν δὲ ἱερῶν
110κωλυέσθωσαν μυστηρίων, μὴ μέχρι θανάτου, ἀλλὰ χρόνον τινὰ ῥητόν· ἕως ἂν ἐπιγνῶσι τὴν νόσον, ἕως ἂν τὴν ὑγείαν ποθή‐ σωσιν, ἕως ἂν ἀξίως θρηνήσωσιν, ὅτι τὸν ἀληθῆ βασιλέα καταλιπόντες πρὸς τὸν τύραννον ηὐτομόλησαν, καὶ τὸν εὐεργέ‐ την ἐάσαντες τῷ πολεμίῳ προσεχώρησαν. Ταῦτα καὶ οἱ τῶν
115ἁγίων καὶ μακαρίων Πατέρων κανόνες διδάσκουσι. Γράφω δὲ ταῦτα, οὐ διδάσκων ὑμῶν τὴν ὁσιότητα, ἀλλ’
ἀδελφικῶς ἀναμιμνῄσκων καὶ εἰδὼς ὅτι καὶ κυβερνήτης ἄρι‐ στος, ἐν τῷ καιρῷ τοῦ χειμῶνος, καὶ τῆς παρὰ τῶν ναυτῶν ὑπομνήσεως δεῖται. Οὕτω καὶ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, ὁ174
120πανεύφημος, ὁ τὰ πολυθρύλητα ἐκεῖνα θαυματουργήσας, τὴν τοῦ Ἰοθὸρ ἐδέξατο συμβουλήν, ἀνδρὸς ἔτι τῇ περὶ τὰ εἴδωλα πλάνῃ κατεχομένου. Οὐ γὰρ ἀπεῖδεν εἰς τὴν ἀσέβειαν, ἀλλὰ τῆς συμβουλῆς συνεῖδε τὸ χρήσιμον. Πρὸς δὲ τούτοις παρα‐ καλῶ ὑμῶν τὴν ὁσιότητα σπουδαίαν ὑπὲρ ἐμοῦ τῷ Θεῷ προσ‐
125ενεγκεῖν προσευχήν, ἵνα τὰς λειπομένας μοι τῆς ζωῆς ἡμέρας κατὰ τοὺς αὐτοῦ πολιτεύσωμαι νόμους. Ταῦτα διὰ τοῦ τιμιω‐ τάτου καὶ εὐσεβεστάτου πρεσβυτέρου Στεφάνου γέγραφα· ὃν εἶδον ἡδέως διὰ τὴν τῶν ἠθῶν κοσμιότητα.

78

(t1)

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ
t2ΤΗΣ ΠΕΡΣΙΚΗΣ ΑΡΜΕΝΙΑΣ.
1 Ὅταν ὁ κυβερνήτης τι πάθῃ, ἢ ὁ πρωρεύς, ἢ τῶν ναυτῶν ὁ πρῶτος τὴν ἐκείνου χρείαν πληροῖ, οὐκ αὐτοχειροτόνητος κυβερνήτης γινόμενος, ἀλλὰ τῆς τοῦ σκάφους προμηθούμε‐ νος σωτηρίας. Οὕτω πάλιν ἐν πολέμῳ, τοῦ στρατηγοῦ πεσόν‐
5τος, τῶν χιλιάρχων ὁ πρῶτος τὴν στρατηγίαν κοσμεῖ, οὐ τὴν ἐξουσίαν ἁρπάζων, ἀλλὰ τῶν ὁμοφύλων φροντίζων. Οὕτω καὶ ὁ τρισμακάριος Τιμόθεος τοῦ θεσπεσίου Παύλου τὸν τόπον ἐπλήρου παρ’ ἐκείνου πεμπόμενος. Προσήκει τοίνυν τὴν σὴν θεοσέβειαν καὶ κυβερνήτου καὶ στρατηγοῦ καὶ ποιμένος σπου‐
10δὴν ἀναδέξασθαι, καὶ πάντα κίνδυνον ὑπὲρ τῶν τοῦ Χριστοῦ προβάτων μεθ’ ἡδονῆς καταδέξασθαι, καὶ μὴ καταλιπεῖν ἔρημα κηδεμόνος τὰ θρέμματα· ἀλλὰ καὶ τὸ συντετριμμένον κατα‐ δῆσαι, καὶ τὸ πεπτωκὸς ἀνορθῶσαι, καὶ τὸ πλανώμενον ἐπι‐ στρέψαι, καὶ τὸ ὑγιαῖνον τῇ ὑγιείᾳ φυλάξαι, καὶ τοὺς ἀγαθοὺς176
15ποιμένας μιμήσασθαι, οἳ πρὸ τῶν ποιμνίων ἑστᾶσι, καὶ τὸν πρὸς τοὺς λύκους ἀναδέχονται πόλεμον. Ἀναμνησθῶμεν δὲ καὶ τῶν τοῦ πατριάρχου Ἰακὼβ ῥημάτων, ἃ τοῦ κηδεστοῦ τὴν ἀχαριστίαν διελέγχων προσήνεγκεν. Ἐγὼ ἤμην συγκαιό‐ μενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς
20νυκτός· καὶ ἀφίστατο ὁ ὕπνος τῶν ὀφθαλμῶν μου. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλω‐ τον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτῷ ἁρπάγματα τῆς ἡμέρας καὶ τῆς νυκτός. Οὗτοι ποιμενικοὶ χαρακτῆρες, οὗτοι νόμοι τῆς τῶν προβά‐
25των ἐπιμελείας. Εἰ δὲ ἀλόγων προβάτων τοσαύτην ὁ θαυμάσιος ἀνὴρ ἐποιήσατο πρόνοιαν, καὶ ταύτην τῷ πεπιστευκότι τὴν ἀπολογίαν προσήνεγκεν, τί οὐ ποιητέον ἡμῖν, λογικὰ μὲν ἐγχειρισθεῖσιν πρόβατα, παρὰ δὲ τοῦ Θεοῦ τῶν ὅλων ταύτην δεξαμένοις τὴν ἐπιμέλειαν, καὶ λογιζομένοις ὅτι ὁ Δεσπότης
30ὑπὲρ τούτων ἔδωκε τὴν ψυχήν; Τίς δὲ οὐ δέδιέ τε καὶ πέφρι‐ κεν ἀκούων τοῦ Θεοῦ διὰ τοῦ Ἰεζεκιὴλ λέγοντος, ὅτι Κρινῶ ἀναμέσον ποιμένος καὶ προβάτου, διότι τὸ γάλα ἠσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὰ πρό‐ βατα οὐκ ἐβόσκετε. Καὶ πάλιν, ὅτι Σκοπὸν δέδωκά σε
35τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἐὰν μὴ διαστείλῃ τῷ ἀνόμ, τοῦ ἀποστρέψαι τὸν ἄνομον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο‐
θανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκ‐ ζητήσω. Τούτοις συμφωνεῖ καὶ τὰ παραβολικῶς ὑπὸ τοῦ178
40Κυρίου εἰρημένα· Δοῦλε ἀργὲ καὶ ὀκνηρ, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τὸν τραπεζίτην, κἀγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό. Διαναστῶμεν τοί‐ νυν, παρακαλῶ, καὶ τῶν τοῦ Δεσπότου προβάτων ὑπερμαχή‐ σωμεν. Ἐγγὺς ὁ τούτων Δεσπότης ἐπιφανεῖται πάντως, καὶ
45τοὺς λύκους ἀποσκεδάσει, καὶ τοὺς ποιμένας δοξάσει. Ἀγα‐ θὸς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτὸν καὶ ψυχ, ἣ ζητήσει αὐτόν. Καὶ μὴ δυσχεράνωμεν τὸν ἐπαναστάντα χειμῶνα· οἶδε γὰρ τὸ συμφέρον ὁ τῶν ἁπάντων Δεσπότης. Διὰ τοῦτο γὰρ καὶ τῷ Ἀποστόλῳ αἰτήσαντι τῶν πειρασμῶν

78

(50)

τὴν ἀπαλλαγήν, τὴν αἴτησιν οὐ παρέσχεν, ἀλλ’ εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τε‐ λειοῦται. Ἐνέγκωμεν τοίνυν γενναίως τὰ προσπίπτοντα λυπηρά. Ἐν τοῖς πολέμοις οἱ ἀριστεύοντες δείκνυνται· ἐν τοῖς ἀγῶσιν οἱ ἀθληταὶ στεφανοῦνται· ἡ τῆς θαλάττης ζάλη δήλην
55ποιεῖ τοῦ κυβερνήτου τὴν τέχνην· τὸ πῦρ τὸν χρυσὸν δοκι‐ μάζει. Μὴ μόνον δὲ ἡμῶν αὐτῶν, παρακαλῶ, φροντίσωμεν, ἀλλὰ πλείονα τῶν ἄλλων ποιησώμεθα πρόνοιαν, καὶ μὴ μόνον τῶν ὑγιαινόντων, ἀλλὰ πολλῷ μᾶλλον τῶν ἀσθενούντων. Ἀποστολι‐
60κὸς γάρ ἐστι νόμος διαρρήδην βοῶν· Παρακαλεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν. Ὀρέξωμεν τοίνυν χεῖρα τοῖς κειμένοις, θεραπεύσωμεν αὐτῶν τὰ τραύ‐ ματα, στήσωμεν καὶ αὐτοὺς ἐν τῇ παρατάξει κατὰ τοῦ διαβό‐ λου· οὐδὲν αὐτὸν οὕτως ἀνιάσει, ὡς τὸ πάλιν τούτους ἰδεῖν
65πολεμοῦντας καὶ βάλλοντας. Φιλάνθρωπός ἐστιν ὁ Δεσπότης, δέχεται τῶν πλημμελούντων τὴν μεταμέλειαν· ἀκούσωμεν αὐτοῦ λέγοντος· Ζῶ ἐγ, λέγει Κύριος· εἰ θελήσει θε‐
λήσω τὸν θάνατον τοῦ ἁμαρτωλο, ὡς τὸ ἐπιστρέ‐ ψαι αὐτὸν καὶ ζῆν. Διὰ τοῦτο καὶ ὅρκον τῷ λόγῳ προτέ‐180
70θεικεν, καὶ ὁ τοῖς ἄλλοις ἀπαγορεύων τοὺς ὅρκους, ὀμώμοκεν, ἵνα πείσῃ ὡς τῆς ἡμετέρας μεταμελείας καὶ σωτηρίας ἐφίε‐ ται. Τούτων αἱ θεῖαι βίβλοι μεσταί, καὶ αἱ παλαιαί, καὶ αἱ καιναί. Ταῦτα καὶ οἱ κανόνες τῶν ἁγίων Πατέρων διδάσκου‐ σιν.
75 Ἐγὼ δὲ αὐτὰ οὐχ ὡς ἀγνοοῦσιν ὑμῖν γέγραφα, ἀλλ’ ὡς εἰδότας ἀνέμνησα· καὶ ἐμιμησάμην τοὺς ἐπὶ τῆς γῆς ἑστῶτας, καὶ τοῖς κλυδωνιζομένοις ἐπικουροῦντας, καὶ ἢ πρόβολον ἐπι‐ δεικνύντας, ἢ βράχος κεκρυμμένον μηνύοντας, ἢ σχοῖνον δεχομένους καὶ ἕλκοντας. Ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει
80τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει, καὶ εὐφρανεῖ τὰς ἡμετέρας ἀκοὰς τῇ ὑμετέρᾳ γαλήνῃ, εἰπὼν τῇ μαινομένῃ θαλάττῃ· Σιώπα, πεφίμωσο. Ὑμεῖς δὲ τὰς ὑπὲρ ἡμῶν προσευχὰς αὐτῷ προσενέγκατε. Πλείονα γὰρ ἔχετε παρρησίαν, ὡς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους ἀναδεξάμενοι.

79

(t)

ΑΝΑΤΟΛΙῼ ΠΑΤΡΙΚΙῼ.
1Δέδωκεν ἡμῖν ὁ Δεσπότης Θεὸς μεγίστην παραψυχὴν ἐν τῷ παρόντι καιρῷ τὴν ὑμετέραν μεγαλοπρέπειαν καὶ τῷ κλύ‐ δωνι τὸν λιμένα παρέσχε κατάλληλον. Διά τοι τοῦτο θαρ‐ ροῦντες τὰ λυποῦντα διδάσκομεν τὸ ὑμέτερον μέγεθος. Πρώην
5μὲν οὖν ἐγνωρίσαμεν ὑμῶν τῇ μεγαλοφυΐᾳ, ὡς ὑπέδειξαν ἡμῖν οἱ περὶ τὸν μεγαλοπρεπέστατον κόμητα Ῥοῦφον ὑπομνηστικὸν
τῇ βασιλικῇ γεγραμμένον χειρί, παρακελευόμενον τῷ ἀνδρειο‐ τάτῳ στρατηγῷ, μετὰ φρονήσεως καὶ ἐμμελείας παρασκευάσαι ἡμᾶς ἐν τῇ Κύρρῳ διάγειν, καὶ εἰς ἑτέραν μὴ ἀπιέναι πόλιν,182
10ὡς συνόδους συνεχῶς εἰς τὴν Ἀντιόχειαν συνάγοντας, καὶ τοὺς ὀρθοδόξους ταράττοντας. Ἐπὶ δὲ τοῦ παρόντος γνωρίζω, ὡς τῷ βασιλικῷ πεισθεὶς γράμματι τὴν Κύρρον κατέλαβον· καὶ ἓξ ἢ ἑπτὰ διελθουσῶν ἡμερῶν, ἀπέστειλαν πρός με τὸν καθωσιωμένον Εὐφρόνιον, τὸν στρατηλατιανόν, μετὰ γραμμά‐
15των ἀπαιτοῦντές με καθομολογῆσαι ἐγγράφως, ὡς ἐνεφανίσθη μοι τὸ βασιλικὸν γράμμα· ἐγὼ δὲ καὶ τοῦτο πεποίηκα, καὶ ὑπεσχόμην τῇ Κύρρῳ καὶ τῇ ταύτης προσεδρεύειν χώρᾳ, καὶ τὰς ἐγχειρισθείσας μοι ποιμαίνειν ψυχάς. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν μεγαλοφυΐαν, μαθεῖν ἀκρι‐
20βῶς, καὶ εἰ ἀληθῶς ταῦτα προστέτακται, καὶ διὰ ποίαν αἰτίαν. Ἐγὼ γὰρ ἄλλας μὲν ἁμαρτίας ἐμαυτῷ πολλὰς σύνοιδα, οὐ μὴν ἢ εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ εἰς τὴν κοινὴν εὐταξίαν οἶδά τι πλημμελήσας. Καὶ ταῦτα γράφω, οὐχ ὡς δυσχεραίνων τὴν ἐν Κύρρῳ διαγωγήν· ὡς γὰρ ἐπὶ τῆς ἀληθείας, πάσης
25πόλεως λαμπροτάτης αἱρετωτέραν ταύτην ἡγοῦμαι, διὰ τὸ παρὰ τοῦ Θεοῦ μοι τοῦτον δεδόσθαι τὸν κλῆρον. Τὸ δὲ ἀνάγκῃ προσδεδέσθαι, καὶ μὴ γνώμῃ, δοκεῖ πως εἶναι ἀνιαρόν, καὶ πρὸς τούτοις πρόφασιν δίδωσι τοῖς ἀδικοῦσι θρασύνεσθαι καὶ ταῖς ἡμετέραις μὴ πείθεσθαι παραινέσεσιν.
30Οὗ δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, εἰ μὲν οὐδὲν
τοιοῦτο προστέτακται, δῆλόν μοι τοῦτο ποιῆσαι· εἰ δὲ ἀληθῶς τοῦ καλλινίκου βασιλέως ἐστὶ τὰ γράμματα, διδάξαι αὐτοῦ τὴν εὐσέβειαν, μὴ πείθεσθαι ῥᾳδίως διαβολαῖς, μηδὲ μόνοις τοῖς κατηγόροις διδόναι τὰς ἀκοάς, ἀλλ’ ἀπαιτεῖν εὐθύνας τὸν184
35κατηγορούμενον. Ἤρκει δὲ καὶ αὐτὴ τῶν πραγμάτων ἡ μαρτυ‐ ρία πεῖσαι αὐτοῦ τὴν εὐσέβειαν, ὡς ψευδῆ τὰ καθ’ ἡμῶν εἰρημένα. Πότε γὰρ ἡμεῖς τὴν αὐτοῦ γαληνότητα περὶ πράγ‐ ματος ἠνωχλήσαμεν, ἢ τοὺς μεγάλους ἄρχοντας, ἢ τοῖς ἐν‐ ταῦθα κεκτημένοις, πολλοῖς οὖσιν καὶ λαμπροῖς, βαρεῖς ἐγε‐
40νόμεθα; Ὅτι δὲ καὶ πολλὰ τῆς ἐκκλησιαστικῆς προσόδου εἰς τὰ δημόσια ἀνηλώσαμεν οἰκοδομήματα, στοὰς ἐγείροντες καὶ λουτρά, καὶ γεφύρας κατασκευάζοντες, καὶ τῶν κοινῶν τῶν ἄλλων ἐπιμελούμενοι, οἶδεν ἡ ὑμετέρα μεγαλοφυΐα. Εἰ δὲ διὰ τοῦτό τινες δυσχεραίνουσιν, ὅτι τῶν τῆς Φοινίκης Ἐκκλησιῶν
45θρηνοῦμεν τὴν κατάλυσιν, πεπείσθω ὑμῶν τὸ μέγεθος, ὡς οὐχ οἷόν τε ἡμᾶς μὴ ἀλγεῖν, ὁρῶντας τῶν Ἰουδαίων τὸ κέρας εἰς ὕψος αἰρόμενον, καὶ τοὺς Χριστιανοὺς ἐν ὀδυρμοῖς καὶ θρή‐ νοις, κἂν εἰς αὐτὰς πέμψωσι τὰς τῆς οἰκουμένης ἐσχατιάς. Καὶ τῶν ἀποστολικῶν δὲ δογμάτων μὴ ὑπερμαχεῖν οὐ δυνά‐

79

(50)

μεθα· μεμνήμεθα γὰρ τῆς ἀποστολικῆς λεγούσης φωνῆς· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Καὶ τῶν ἐνταῦθα δὲ λυπηρῶν τὸ τοῦ Δεσπότου Χριστοῦ δικαστήριον ἡμῖν φοβερώτερον· ἐκείνῳ γὰρ πάντες παραστησόμεθα, τῶν εἰρημένων καὶ πεπραγμένων εὐθύνας ὑφέξοντες. Δι’ ἐκεῖνο
55τὸ δικαστήριον φορητὰ ἡμῖν τοῦ παρόντος βίου τὰ σκυθρωπά.
Ἀρκοῦσα γὰρ ψυχαγωγία τοῖς ἀδικουμένοις ἡ τῶν μελλόντων ἐλπίς. Ἡμῖν δὲ προστέθεικεν ὁ φιλάνθρωπος Δεσπότης καὶ τὴν ὑμετέραν μεγαλοφυΐαν, πίστει καὶ φιλοθεΐᾳ λαμπρυνο‐ μένην.186

80

(t)

ΕΥΤΡΕΧΙῼ ΥΠΑΡΧῼ.
1 Ἐθαύμασα λίαν ὅτι τὰς καθ’ ἡμῶν ἐπιβουλὰς οὐ μεμήνυκεν ἡμῖν τὸ ὑμέτερον μέγεθος. Τὸ μὲν γὰρ διαλῦσαι ταύτας εἶχεν ἴσως δυσκολίαν τινὰ τοῖς τὸ ψεῦδος ἐξελέγχειν οὐ δυναμένοις· τὸ δὲ γνωρίσαι τὰ τυρευόμενα οὐ δυναστείας ἔχρῃζεν, ἀλλ’
5εὐνοϊκῆς διαθέσεως. Καὶ ἡμεῖς μὲν ἠλπίσαμεν, τῆς ὑμετέρας μεγαλοπρεπείας εἰς τὴν βασιλίδα κληθείσης πόλιν, καὶ τὸν ὑψηλὸν τῶν ὑπάρχων θρόνον λαχούσης διακοσμεῖν, πᾶσαν ἐκκλησιαστικὴν κατευνασθήσεσθαι ζάλην. Ἐπειράθημεν δὲ θορύβων, οὓς οὐδὲ ἐν ἀρχῇ τῆς διαστάσεως ἑωράκαμεν. Ἐν
10θρήνοις γὰρ αἱ τῆς Φοινίκης Ἐκκλησίαι· ἐν θρήνοις δὲ καὶ αἱ τῆς Παλαιστίνης, ὡς ἅπαντες ἀπαγγέλλουσι· δηλοῖ δὲ τὸ πένθος καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων τὰ γράμματα. Στένουσι δὲ οἱ παρ’ ἡμῖν ἅγιοι ἅπαντες, καὶ πᾶς εὐσεβὴς ὀλοφύρεται σύλλογος· καὶ παῦλαν τῶν προτέρων ταραχῶν
15προσδοκῶντες, ἑτέρας πάλιν ἐδεξάμεθα. Καὶ γὰρ ἡμεῖς εἰς τὴν Κύρρον περιωρίσθημεν, εἴπερ ἀληθὲς τὸ δειχθὲν ἡμῖν 〈τὸ〉 ὑπομνηστικόν, ὅ φασιν ὑπ’ αὐτοῦ γεγράφθαι τοῦ καλλινίκου ἡμῶν βασιλέως· ἔχει δὲ οὕτως· Ἐπειδὴ ὁ δεῖνα ὁ τῆσδε τῆς πόλεως ἐπίσκοπος συνεχῶς ἀθροίζει συνόδους
20καὶ ταράττει τοῦτο τοὺς ὀρθοδόξους, μετὰ τῆς προσηκούσης ἐμμελείας καὶ φρονήσεως παρασκεύ‐ ασον αὐτὸν ἐν τῇ Κύρρῳ διάγειν, καὶ εἰς ἑτέραν μὴ
ἀπιέναι πόλιν. Ἐγὼ μὲν οὖν ἔστερξα τὴν ψῆφον καὶ τὴν ἡσυχίαν ἀσπά‐188
25ζομαι. Καὶ μαρτυρεῖ μου τῇ γνώμῃ τὸ ὑμέτερον μέγεθος. Οἶδε γὰρ ὅπως εἰς τὴν Ἀντιόχειαν εἰσιὼν ἀσυντάκτως ἐξῄειν, διὰ τοὺς ἐπισχεῖν αὐτόθι με βουλομένους. Ἠδίκησαν δὲ προ‐ φανῶς οἱ τὰς ἀκοὰς ἑκατέρας δεδωκότες τοῖς συκοφάνταις, καὶ θατέραν ἡμῖν οὐ φυλάξαντες. Καὶ γὰρ τοῖς ἀνδροφόνοις
30καὶ τοῖς τὰς ἀλλοτρίας ἀποσυλῶσιν εὐνὰς ἀπολογίας δέδοται χώρα, καὶ οὐ πρότερον δέχονται τῆς τιμωρίας τὴν ψῆφον, ἕως ἂν ἐλεγχθῶσι παρόντες, ἢ συνομολογήσωσιν, ὡς ἀληθὴς ἡ γραφή. Ἀρχιερεὺς δὲ πέντε καὶ εἴκοσι ἐπισκοπεύσας ἔτη, καὶ τὸν πρὸ τούτου χρόνον ἐν ἀσκητηρίῳ βιώσας, οὐκ ἐνοχλήσας
35ποτὲ δικαστήριον, οὐδὲ παρά του πώποτε γραφὴν ὑπομείνας, συκοφαντίας γεγένηται παρανάλωμα, οὐδὲ τοῖς τυμβωρύχοις παραπλησίως ἀξιωθεὶς δέξασθαι πεῦσιν, εἰ ἀληθῆ τὰ κατη‐ γορήματα. Ἀλλ’ οἱ μὲν ἠδίκησαν, ἐγὼ δὲ οὐκ ἠδίκημαι· ἀλλὰ καὶ εἰς μείζους ἀηδίας ηὐτρέπισμαι. Κἂν γὰρ μυριάκις δυσχε‐
40ραίνωσιν ὅτι θρηνῶ τῆς Φοινίκης τὰς συμφοράς, οὐ παύσομαι τοῦτο ποιῶν ἕως ἂν ταύτας ὁρῶ. Μόνον γάρ μοι φοβερὸν τὸ θεῖον κριτήριον. Αὐτοὺς δὲ ὅμως εὔχομαι συγγνώμης παρὰ τοῦ Θεοῦ τῶν ὅλων τυχεῖν· τὸ δὲ ὑμέτερον μέγεθος ἀεὶ μὲν εὐδοκιμεῖν καὶ διαπρέπειν ἐν ἅπασι τοῖς ἀγαθοῖς, κατὰ δὲ τοῦ
45ψεύδους παρρησιάζεσθαι καὶ τῆς ἀληθείας ὑπερμαχεῖν. Ἴστω‐ σαν δὲ οἱ ταῦτα κατασκευάσαντες, ὡς κἂν εἰς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπέλθω, οὐκ ἐάσει Θεὸς τὰ δυσσεβῆ δόγματα κρατυνθῆναι, ἀλλὰ νεύσει καὶ καταλύσει τοὺς τὰ μυσαρὰ θρησ‐
κεύοντας δόγματα.190

81

(t)

ΝΟΜῼ ΥΠΑΤῼ.
1 Ἐν βραχεῖ μὲν ἡμέρας μορίῳ τῆς ὑμετέρας μεγαλοφυΐας ἀπέλαυσα, βιαίας ἀνάγκης με στερησάσης τοῦ ποθουμένου. Ἤλπισα δὲ καὶ τὴν μικρὰν συνουσίαν ζώπυρον εὐνοίας καὶ θερμῆς ἔσεσθαι διαθέσεως· ἐψεύσθην δὲ τῆς ἐλπίδος. Δὶς μὲν
5γὰρ ἤδη γεγραφώς, ἀντιγράφων οὐκ ἔτυχον· βασιλικῇ δὲ ψήφῳ τῆς Κυρρεστῶν χώρας τοὺς ὅρους ὑπερβαίνειν κεκώλυμαι. Αἰτία δὲ οὐδεμία τῇ δοκούσῃ πρόσκειται τιμωρίᾳ, ἀλλ’ ὅτι συνόδους ἐπισκοπικὰς συναθροίζω. Καὶ οὔτε γραφῆς δεικνυ‐ μένης, οὔτε τοῦ διώκοντος φαινομένου, οὔτε τοῦ φεύγοντος
10ἐλεγχθέντος, ἡ ψῆφος ἐξηνέχθη. Καὶ στέργομεν ταύτην, τῶν ἀδικουμένων τὰς ἀντιδόσεις εἰδότες. Οἶδα μέντοι τὸν Φῆστον —Ῥωμαίων δὲ οὗτος ἦν ἡγεμὼν τὴν Ἰουδαίων εὐταξίαν πεπιστευμένος—, ᾐτηκότων τῶν Ἰουδαίων τὴν τοῦ θεσπεσίου Παύλου σφαγήν, ἄντικρυς εἰρηκότα· Οὐκ ἔξεστιν ἡμῖν
15Ῥωμαίοις οὖσι χαρίζεσθαι ἄνθρωπον, πρὶν ἂν ὁ κατηγορούμενος κατὰ πρόσωπον σχοίη τοὺς κατηγό‐ ρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήμα‐ τος. Καὶ ταῦτα ἔλεγεν ἄνθρωπος οὐ πεπιστευκὼς τῷ Δεσπότῃ Χριστῷ, ἀλλὰ τῇ πολυθέῳ πλάνῃ δουλεύων. Ἐγὼ δὲ οὔτε ἐρωτη‐
20θεὶς εἴτε συνάγω συνόδους, εἴτε μή, καὶ ἐπὶ τίσι συνάγω, καὶ τί τοῦτο λυμαίνεται ἢ τοῖς ἐκκλησιαστικοῖς, ἢ τοῖς κοινοῖς, τοῖς τὰ μέγιστα παρανομήσασι παραπλησίως τῶν ἄλλων εἴργομαι πόλεων· μᾶλλον δὲ τοῖς μὲν ἄλλοις ἅπασι πᾶσα πόλις ἀνέῳ‐ κται, οὐ μόνον τοῖς τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦσιν, ἀλλὰ
25καὶ Μανιχαίοις, καὶ Μαρκιωνισταῖς, καὶ τοῖς τὰ Βαλεντίνου καὶ Μοντανοῦ νοσοῦσι, καὶ μέντοι καὶ Ἕλλησι καὶ Ἰουδαίοις· ἐγὼ δέ, τῶν εὐαγγελικῶν ὑπεραγωνιζόμενος δογμάτων, πάσης εἴργομαι πόλεως. Ἀλλ’ ἐναντία φρονεῖν ἡμᾶς φασί τινες. Οὐκοῦν γενέσθω συνέδριον, παρέστωσαν τῶν θεοφιλεστάτων192
30ἐπισκόπων οἱ κρίνειν εἰδότες, παρέστωσαν τῶν ἐν τέλει καὶ ἀξιωμάτων οἱ τὰ θεῖα πεπαιδευμένοι· εἴπωμεν ἃ φρονοῦμεν, εἰπάτωσαν οἱ κρίνοντες, ποῖον φρόνημα συμβαίνει τῇ τῶν ἀποστόλων διδασκαλίᾳ. Ἀλλά γε ταῦτα γέγραφα, οὔτε τὴν μεγίστην πόλιν ἰδεῖν
35ἐφιέμενος, οὔτε εἰς ἄλλην ἀπᾶραι γλιχόμενος. Τῷ ὄντι γὰρ μᾶλλον ἀσπάζομαι τὴν ἡσυχίαν τῶν ἐν μοναχικῷ προσχήματι τὰς Ἐκκλησίας οἰκονομεῖν βουλομένων. Ἴστω γὰρ ὑμῶν τὸ μέγεθος, ὡς οὔτε ἐπὶ τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις Θεοδό‐ του, οὔτε ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου, οὔτε ἐπὶ
40τοῦ ἁγιωτάτου ἐπισκόπου τοῦ κυρίου Δόμνου, ἑκὼν εἰς τὴν Ἀντιόχειαν εἰσῄειν· ἀλλὰ καὶ πεντάκις καὶ ἑξάκις καλούμενος μόλις ὑπήκουον· καὶ ὑπήκουον τῷ ἐκκλησιαστικῷ κανόνι πειθόμενος, ὃς κινδυνεύειν παρακελεύεται τὸν καλούμενον εἰς σύνοδον, καὶ παραγίνεσθαι μὴ βουλόμενον. Εἰσίοντες δὲ τί
45τῶν ἀπαρεσκόντων Θεῷ πεποιήκαμεν; ὅτι τὸν δεῖνα καὶ τὸν δεῖνα σιγῆς ἀξίας παρανομίας τετολμηκότας τῶν ἱερῶν ἐχω‐ ρίσαμεν καταλόγων; ὅτι τοὺς ἐπαινουμένους καὶ βίῳ κοσμου‐
μένους τῇ τῆς ἱερωσύνης χειροτονίᾳ προσάγομεν; ὅτι τοῖς λαοῖς τὴν εὐαγγελικὴν διδασκαλίαν προσφέρομεν; Εἰ ταῦτα194

81

(50)

γραφῆς ἄξια καὶ τιμωρίας, καὶ τὰς μείζους ὑπὲρ τούτων ἥδιστα τιμωρίας δεχόμεθα. Ἀλλὰ γὰρ ἀναγκάζουσί με οἱ συκοφάνται. Καὶ πρὸ αὐτῆς τῆς συλλήψεως ὑπέσχοντό με τῷ Θεῷ προσφέρειν οἱ φύσαντες, καὶ ἐκ σπαργάνων κατὰ τὰς ἐπαγγελίας ἀνέθηκαν, τροφῆς
55τοιαύτης ἠξίωσαν. Ἐν μοναστηρίῳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον, ἄκων τὴν τῆς ἐπισκοπῆς ἐδεξάμην χειρο‐ τονίαν. Πέντε καὶ εἴκοσι διετέλεσα ἔτη, οὔτε κατεντευχθεὶς ὑπό τινος, οὔτε αἰτιασάμενος ἕτερον. Οὐ προσήδρευσέ τις δικαστηρίῳ τῶν ὑπ’ ἐμὲ εὐλαβεστάτων κληρικῶν ἐν τοσούτοις
60ἔτεσιν. Οὐκ ὀβολόν, οὐχ ἱμάτιον παρά τινος ἐδεξάμην. Ἕνα ἄρτον ἢ ὠὸν οὐδεὶς τῶν ἐμῶν συνοίκων ἐδέξατο πώποτε. Πλὴν τῶν ῥακίων ὧν περιβέβλημαι, οὐδὲν κτήσασθαι ἠνεσχόμην. Δημοσίας στοὰς ἐκ τῶν ἐκκλησιαστικῶν προσόδων ἀνέστησα· γεφύρας δύο μεγίστας ᾠκοδόμησα, λουτρῶν ἐπεμελήθην κοι‐
65νῶν· ἐκ τοῦ παραρρέοντος ποταμοῦ τὴν πόλιν 〈μὴ〉 ὑδρευο‐ μένην εὑρών, τὸν ἀγωγὸν κατεσκεύασα, καὶ τὴν ἄνυδρον πόλιν ὑδάτων ἐπλήρωσα. Καὶ ἵνα ταῦτα καταλίπω, κώμας ὀκτὼ τῆς Μαρκίωνος καὶ τὰς πέριξ κειμένας ἀσμένως πρὸς τὴν ἀλή‐ θειαν ἐποδήγησα· ἄλλην κώμην Εὐνομιανῶν πεπληρωμένην,
70καὶ ἄλλην Ἀρειανῶν, τῷ φωτὶ τῆς θεογνωσίας προσήγαγον, καὶ διὰ τὴν θείαν χάριν οὐδὲ ἓν παρ’ ἡμῖν αἱρετικῶν ὑπ‐
ελείφθη ζιζάνιον. Καὶ ταῦτα οὐκ ἀκινδύνως πεποίηκα, ἀλλὰ τὸ αἷμά μου πολλάκις ἐκχύσας, πολλάκις καταλευσθεὶς ὑπ’ αὐ‐ τῶν, καὶ εἰς αὐτὰς φθάσας τοῦ ᾅδου τὰς πύλας.196
75 Ἀλλὰ γὰρ ἄφρων ἐγενόμην καυχώμενος· τῆς δὲ ἀνάγκης, οὐ τῆς γνώμης τὰ εἰρημένα. Τοῦτο δὲ καὶ ὁ τρισμακάριος Παῦ‐ λος ἠναγκάσθη δρᾶσαί ποτε, τῶν κατηγορούντων ἐμφράττων τὸ στόμα. Στέγω δὲ ὅμως τὴν δοκοῦσαν ἀτιμίαν καὶ τιμὴν ἄκραν ὑπολαμβάνω· ἀκούω γὰρ τῆς ἀποστολικῆς βοώσης φω‐
80νῆς· Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Τὴν δὲ ὑμετέραν μεγαλοπρέπειαν παρακαλῶ φροντίσαι τῶν ἐκκλησιαστικῶν πραγμάτων, καὶ τὴν ἐπαναστᾶσαν κατευνάσαι ζάλην· τῷ ὄντι γὰρ οὐδὲ ἐν ἀρχῇ τῆς διαστάσεως τοιαύτη τὴν Ἐκκλησίαν κατέλαβε σύγχυσις.
85Οὐδεὶς ὑμᾶς διδάσκει τῶν κινδύνων τὸ μέγεθος, τῶν ἐν Φοι‐ νίκῃ Χριστιανῶν τοὺς θρήνους, τῶν παρ’ ἡμῖν ἁγιωτάτων μο‐ ναζόντων τοὺς ὀδυρμούς. Οὗ δὴ χάριν καὶ πλείοσιν ἐχρησάμην λόγοις, ἵνα μαθοῦσα ὑμῶν ἡ μεγαλοφυΐα τῶν Ἐκκλησιῶν τὸν κλύδωνα καταπαύσῃ τοῦτον καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρ‐
90πώσηται.

82

(t)

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΑΓΚΥΡΑΣ.
1 Ἤλπισα συχνὰς ἐν τῷ παρόντι καιρῷ δέξασθαι τῆς σῆς ἁγιωσύνης ἐπιστολάς. Προδηλοτάτην γὰρ ὑπομεμενηκότες συκοφαντίαν, παραψυχῆς ἀδελφικῆς ἐδεόμεθα. Οἱ γὰρ τὴν
Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος καὶ τῶν ἄλλων198
5δοκητῶν αἵρεσιν ἐπὶ τοῦ παρόντος ἀνανεούμενοι, δυσχεραί‐ νοντες ὅτι τὴν αἵρεσιν αὐτῶν ἄντικρυς στηλιτεύομεν, ἐξ‐ απατῆσαι τὰς βασιλικὰς ἐπειράθησαν ἀκοάς, αἱρετικοὺς ἡμᾶς ἀποκαλοῦντες, καὶ εἰς δύο μερίζειν υἱοὺς συκοφαντοῦντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν
10Λόγον. Ἀλλ’ οὐκ ἔπεισαν ὥσπερ ἤλπισαν λέγοντες. Οὗ δὴ χάριν ὑπομνηστικὸν ἐγράφη τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδο‐ ξοτάτῳ στρατηγῷ καὶ ὑπάτῳ, αἱρέσεως μὲν κατηγορίαν οὐδε‐ μίαν ἔχον, ἄλλας δέ τινας αἰτίας, καὶ ταύτας ψευδεῖς. Συνό‐ δους γὰρ ἔλεγόν με συχνὰς εἰς τὴν Ἀντιόχειαν συναγείρειν,
15καὶ τοῦτό τινας λυπεῖν, καὶ διὰ τοῦτο χρῆναί με ἡσυχίαν ἄγειν, καὶ τὰς ἐγκεχειρισμένας οἰκονομεῖν Ἐκκλησίας. Τούτου μοι τοίνυν τοῦ ὑπομνηστικοῦ δειχθέντος, ἥρπασα τὴν ψῆφον, ὡς πρόξενον ἀγαθῶν. Πρῶτον μὲν γὰρ τὴν τριπόθητον ἀπ‐ έλαβον ἡσυχίαν. Εἶτα δὲ πολλὰς ἐλπίζω τῶν ὑπ’ ἐμοῦ πλημ‐
20μεληθέντων ἐξαλειφθῆναι κηλίδας διὰ τὴν τυρευθεῖσαν καθ’ ἡμῶν ἀδικιὰν ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν. Ἔδειξε δὲ καὶ λίαν ἐναργῶς κἀν τῷ παρόντι βίῳ τῶν ὅλων ὁ Πρύτανις, ὅσην τῶν ἀδικουμένων ποιεῖται κηδεμονίαν. Ἡμῶν γὰρ ἡσυχίαν ἀγόντων, καὶ εἴσω τῶν τῆς πατρίδος ὅρων εἰργομένων, καὶ τῶν
25κατὰ τὴν Ἀνατολὴν πάντων ἀνιωμένων μέν, καὶ πικρῶς ὀδυ‐ ρομένων, σιγᾶν δὲ διὰ τὸ προσπεσὸν δέος ἠναγκασμένων (τὰ γὰρ καθ’ ἡμῶν γεγενημένα τὸ τῆς δειλίας πᾶσιν ἐνέθηκε δέος), αὐτὸς ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε, καὶ τῶν τὴν συκοφαντίαν ὑφηνάντων τὴν συκοφαντίαν διήλεγξε, καὶ τὸ
30δυσσεβὲς αὐτῶν ἐγύμνωσε φρόνημα. Οὗτοι καὶ τὴν Ἀλεξάν‐ δρειαν ἐξώπλισαν καθ’ ἡμῶν, καὶ τὰς πάντων ἀκοὰς περιβομ‐ βοῦσι διὰ τῶν ἀξίων αὐτῶν ὑπουργῶν, ὡς ἡμεῖς ἀνθ’ ἑνὸς δύο
κηρύττομεν υἱούς. Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μυσαροῦ τού‐ του φρονήματος, ὅτι καί τινας τῶν ἁγίων Πατέρων τῶν ἐν200
35Νικαίᾳ συνεληλυθότων εὑρηκὼς πρὸς τὴν Ἀρείου μανίαν ἐν συντάγμασιν ἀποτεινομένους, καὶ ἀναγκαζομένους διὰ τὸν πρὸς ἐκείνους ἀγῶνα πλείονι διαιρέσει κεχρῆσθαι, δυσχεραίνω καὶ οὐ προσίεμαι τὴν τοιαύτην διαίρεσιν· οἶδα γὰρ ὡς ἡ ἀνάγκη τῆς διαιρέσεως ἀμετρίαν εἰργάζετο.
40 Καὶ ἵνα με μή τις ὑπολάβοι δεδιότα νῦν ταῦτα λέγειν, ἔξ‐ εστι τῷ βουλομένῳ τοῖς παλαιοῖς μου συγγράμμασιν ἐντυχεῖν, τοῖς πρὸ τῆς συνόδου τῆς ἐν Ἐφέσῳ, καὶ τοῖς μετ’ ἐκείνην τοῖς πάλιν πρὸ δυοκαίδεκα ἐτῶν. Διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, καὶ τοὺς προφήτας ἅπαντας ἡρμηνεύσαμεν, καὶ τὸ Ψαλτή‐
45ριον, καὶ τὸν Ἀπόστολον· καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦν‐ τας, καὶ πρὸς τοὺς τὰ Μακεδονίου νοσοῦντας, καὶ πρὸς τὴν Ἀπολιναρίου τερθρείαν, καὶ πρὸς τὴν Μαρκίωνος λύτταν συνεγράψαμεν πάλαι· καὶ ἐν ἑκάστῳ τῶν συγγραμμάτων, διὰ τὴν τοῦ Θεοῦ μου χάριν, τὸ ἐκκλησιαστικὸν φρόνημα δια‐

82

(50)

λάμπει. Καὶ μυστικὴ δὲ ἡμῖν συγγέγραπται βίβλος, καὶ περὶ Προνοίας ἑτέρα, καὶ πρὸς τὰς πεύσεις τῶν Μάγων ἄλλη, καὶ τῶν ἁγίων οἱ βίοι καὶ πρὸς τούτοις ἕτερα πολλά, ἵνα μὴ καθ’ ἕκαστον λέγω. Ἀπηρίθμησα δὲ ταῦτα, οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλὰ πρόκλησιν προσφέρων, καὶ τοῖς κατηγόροις, καὶ τοῖς
55κρίνειν ἐθέλουσιν, ὁποῖα ἂν ἐθέλωσι βασανίσαι τῶν συγγραμ‐
μάτων. Οὐ γὰρ εὑρήσουσιν ἡμᾶς, διὰ τὴν τοῦ Θεοῦ μου χάριν, ἄλλο τι φρονοῦντας, ἢ ἅπερ παρὰ τῆς ἁγίας Γραφῆς παρει‐ λήφαμεν. Ταῦτα τοίνυν μαθοῦσα παρ’ ἡμῶν ἡ ἁγιότης σου διδαξάτω202
60τοὺς ἀγνοοῦντας, καὶ τὰς λοιδορούσας ἡμᾶς ἀχαλινώτους γλώττας, καὶ τοὺς ἐξηπατημένους πειθέτω, μὴ τοιαῦτα περὶ ἡμῶν δοξάζειν, οἷα παρὰ τῶν συκοφαντούντων ἔμαθον, ἀλλὰ πείθεσθαι τῷ νομοθέτῃ βοῶντι· Ἀκοὴν ματαίαν οὐ παρα‐ δέξῃ, καὶ ἀναμένειν τὴν τῶν πραγμάτων ἐξέτασιν. Ἐγὼ δὲ
65εὔχομαι μὲν γαλήνης ἀπολαῦσαι τὰς Ἐκκλησίας, καὶ τὸν μακρὸν τοῦτον καὶ χαλεπὸν διαλυθῆναι χειμῶνα. Εἰ δὲ οὐκ ἐᾷ τῶν ἡμετέρων ἁμαρτημάτων τὸ πλῆθος, ἀλλ’ ἐξεδόθημεν διὰ ταῦτα τῷ σινιάζοντι, εὐχόμεθα τῶν ὑπὲρ τῆς πίστεως κινδύ‐ νων μεταλαχεῖν· ἵν’ ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παρρησίαν οὐκ
70ἔχομεν, ἀπό γε τοῦ φυλάξαι τὴν πίστιν ἀκίβδηλον, οἴκτου τύχωμεν καὶ συγγνώμης ἐν τῇ τῆς Δεσποτικῆς ἐπιφανείας ἡμέρᾳ. Ταῦτα δὲ ἡμῖν συνεύξασθαι καὶ τὴν σὴν παρακαλοῦμεν ἁγιωσύνην.

83

(t)

ΔΙΟΣΚΟΡῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ.
1Μεγίστην φέρει τοῖς συκοφαντουμένοις παραψυχὴν τὰ τῆς
θείας Γραφῆς διηγήματα. Ὅταν γάρ τις ὑπὸ γλώττης ἀχαλι‐ νώτου ψευδηγορίαις βληθεὶς τὰς ὀξείας δέξηται τῆς ἀθυμίας ἀκίδας, ἀναμιμνῄσκεται τῆς κατὰ τὸν ἀξιάγαστον Ἰωσὴφ204
5ἱστορίας καὶ ὁρῶν τῆς σωφροσύνης τὸ ἄγαλμα καὶ τῆς παντο‐ δαπῆς ἀρετῆς τὸν διδάσκαλον συκοφαντίας γραφὴν ὑπομεί‐ ναντα καὶ ὡς γάμον ἀλλότριον διορύξαντα καθειρχθέντα καὶ πεδηθέντα καὶ πλεῖστον ὅσον ἐν εἱρκτῇ διατρίψαντα χρόνον, τῷ τούτου τοῦ διηγήματος φαρμάκῳ θεραπεύει τὴν ἀλγηδόνα.
10Οὕτω πάλιν εὑρίσκων τὸν πραότατον Δαυὶδ ὡς τύραννον ὑπὸ τοῦ Σαοὺλ ἐλαυνόμενον δὶς τὸν πολέμιον καὶ θηρεύσαντα καὶ ἀλώβητον ἀπολύσαντα ἀλεξιφάρμακον πάλιν ἐντεῦθεν τῆς ἀθυμίας λαμβάνει. Ὅταν δὲ καὶ αὐτὸν ἴδῃ τὸν δεσπότην Χρισ‐ τόν, τῶν αἰώνων τὸν ποιητήν, τὸν τῶν ἁπάντων δημιουργόν,
15τὸν ἀληθινὸν θεὸν καὶ τοῦ ἀληθινοῦ Θεοῦ υἱὸν πλάνον ὑπὸ τῶν ἀλιτηρίων Ἰουδαίων ὠνομασμένον, οὐκέτι μόνον ψυχαγωγίαν, ἀλλὰ καὶ εὐθυμίαν καρποῦται μεγίστην, ἅτε δὴ τῆς δεσποτι‐ κῆς ἀξιούμενος κοινωνίας. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην ἐντυχὼν τοῖς παρὰ τῆς
20σῆς ἁγιότητος γραφεῖσι τῷ θεοφιλεστάτῳ καὶ ἁγιωτάτῳ ἀρχι‐ επισκόπῳ τῷ κυρίῳ Δόμνῳ. Προσέκειτο γὰρ αὐτοῖς καὶ τόδε ὥς τινες τὴν μεγίστην πόλιν τὴν ὑπὸ τῆς σῆς ὁσιότητος ἰθυνο‐ μένην κατειληφότες ἐγράψαντο ἡμᾶς, ὡς εἰς δύο υἱοὺς μερί‐
ζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ ταῦτα ἐν206
25Ἀντιοχείᾳ διαλεγομένους, ἔνθα πολλαὶ μυριάδες τῶν ἀκροατῶν πληροῦσι τὸν σύλλογον. Καὶ ἐκείνους μὲν ἐθρήνησα ὡς προ‐ φανῆ συκοφαντίαν ὑφᾶναι τετολμηκότας, ἤλγησα δὲ—καί μοι σύγγνωθι, δέσποτα, ὑπ’ ὀδύνης λέγειν βιαζομένῳ—ὅτι μοι θατέραν τῶν ἀκοῶν ἡ κατὰ θεόν σου τελειότης οὐκ ἐφύλαξεν
30ἀκεραίαν, ἀλλὰ τοῖς ψευδῶς παρ’ ἐκείνων εἰρημένοις ἐπίστευ‐ σεν. Καίτοι ἐκεῖνοι μὲν τρεῖς εἰσιν ἢ τέσσαρες ἢ πέντε καὶ δέκα, ἐγὼ δὲ πολλὰς ἔχω μυριάδας ἀνθρώπων τῇ τῆς διδασκα‐ λίας ὀρθότητι μαρτυρούσας. Ἓξ μὲν γὰρ ἔτη διετέλεσα διδάσκων ἐπὶ τοῦ τῆς μακαρίας καὶ ὁσίας μνήμης Θεοδότου
35τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου, ὃς καὶ βίῳ λαμπρῷ καὶ τῇ τῶν θείων δογμάτων ἐκεκόσμητο γνώσει· τρία καὶ δέκα πάλιν ἕτερα ἐπὶ τοῦ μακαρίου Ἰωάννου, ὃς τοσοῦτον ἐγάννυτο διαλεγομέ‐ νων ἡμῶν, ὡς ἄμφω τὼ χεῖρε κινεῖν καὶ διανίστασθαι πολλά‐ κις. Ὅτι δὲ παιδόθεν τοῖς λογίοις τοῖς θείοις ἐντεθραμμένος
40ἀκριβῆ λίαν εἶχεν τῶν θείων δογμάτων τὴν εἴδησιν, ἐμαρτύρη‐ σεν ἐν τοῖς γράμμασιν ἡ ἁγιότης ἡ σή. Πρὸς δὲ τούτοις ἕβδο‐ μόν ἐστιν ἔτος τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου τοῦ κυρίου Δόμνου καὶ μέχρι τῆς σήμερον ἡμέρας, τοσούτου διεληλυθότος χρόνου, οὐδεὶς οὔτε τῶν θεοφιλεστάτων ἐπισκόπων οὔτε τῶν
45εὐλαβεστάτων κληρικῶν τοῖς παρ’ ἡμῶν εἰρημένοις ἐμέμψατο πώποτε. Μεθ’ ὅσης δὲ θυμηδίας καὶ οἱ φιλόχριστοι λαοὶ τῶν ἡμετέρων ἐπακούουσι λόγων, ῥᾴδιον σου τῇ κατὰ Θεὸν τελειό‐ τητι παρὰ τῶν ἐκεῖθεν αὐτόσε παραγινομένων, καὶ μέντοι καὶ παρὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων μαθεῖν.

83

(50)

Καὶ ταῦτα λέγω οὐ σεμνυνόμενος, ἀλλ’ ἀπολογεῖσθαι βιαζό‐
μενος, οὔτε μὴν λαμπρότητα ἀλλὰ ὀρθότητα μόνον τοῖς ἐμαυ‐ τοῦ λόγοις προσμαρτυρῶν. Καὶ ὁ μέγας δὲ τῆς οἰκουμένης διδάσκαλος, ὁ θεσπέσιος Παῦλος, ἔσχατον ἑαυτὸν τῶν ἁγίων καὶ πρῶτον τῶν ἁμαρτωλῶν ὀνομάζων ἀεὶ, ἠναγκάσθη, τῶν208
55ψευδηγόρων ἐμφράττων τὰ στόματα, τὸν τῶν οἰκείων πόνων ἐνθεῖναι κατάλογον· καὶ δείκνυς ὡς τῆς ἀνάγκης ἦν, ἀλλ’ οὐ τῆς γνώμης ἡ τῶν παθημάτων διήγησις, ἐπήγαγεν· ἄφρων ἐγενόμην καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ δὲ ἄθλιον ἐμαυτὸν καὶ τρισάθλιον οἶδα· πολλοῖς γὰρ
60ὑπόκειμαι πλημμελήμασι· διὰ μόνην δὲ πίστιν ἐν τῇ τῆς θείας ἐπιφανείας ἡμέρᾳ φειδοῦς τινος ἀπολαύσεσθαι προσδοκῶ. Τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν, ἣν ἐν κεφαλαίῳ παρέδοσαν ἡμῖν οἱ ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελη‐
65λυθότες ἁγιώτατοι πατέρες, σπουδάζω φυλάττειν ἀκήρατον. Καὶ ὥσπερ ἕνα πιστεύω εἶναι Θεὸν Πατέρα καὶ ἓν Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, οὕτως ἕνα Κύριον Ἰησοῦν Χριστόν, Υἱὸν τοῦ Θεοῦ μονογενῆ πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον, ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα
70τῆς τοῦ Πατρὸς ὑποστάσεως, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ κατὰ σάρκα ἐκ Μαρίας τῆς Παρθένου τεχθέντα. Οὕτω γὰρ ἡμᾶς καὶ ὁ πάνσοφος ἐδίδαξε Παῦλος· Ὧν οἱ πατέρες, φησ, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐ‐
75λογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πάλιν· Περὶ
τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης. Διὰ γάρ τοι τοῦτο καὶ Θεοτόκον ἀποκαλοῦμεν τὴν ἁγίαν Παρθένον καὶ τοὺς τῆς προσηγορίαν210
80ταύτην παραιτουμένους, ἀλλοτρίους τῆς εὐσεβείας ἡγούμεθα. Ὡσαύτως δὲ καὶ τοὺς εἰς δύο πρόσωπα ἢ δύο υἱοὺς ἢ δύο κυρίους μερίζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κιβδήλους ὀνομάζομεν καὶ τῆς τῶν φιλοχρίστων ἀποκρίνομεν μοίρας. Ἠκούσαμεν γὰρ τοῦ θειοτάτου Παύλου λέγοντος· Εἷς
85Κύριος, μία πίστις, ἓν βάπτισμα. Καὶ πάλιν· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. Καὶ αὖθις· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Καὶ ἑτέρωθι· Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν. Καὶ μυ‐
90ρίας δὲ τοιαύτας ἑτέρας ἔστιν εὑρεῖν παρ’ αὐτῷ φωνὰς τὸν ἕνα Κύριον κηρυττούσας. Οὕτω καὶ ὁ θεῖος εὐαγγελιστὴς βοᾷ· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτο, δόξαν ὡς μονογε‐ νοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
95Καὶ ὁ τούτου δὲ ὁμώνυμος, ὁ Βαπτιστὴς φημί, βοᾷ λέγων· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἐμπροσθέν μου γέγο‐ νεν, ὅτι πρῶτός μου ἦν. Καὶ τὸ ἓν πρόσωπον δείξας ἀμφότερα τέθεικεν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια. Ἀνθρώπειον μὲν γὰρ καὶ τὸ ἀνὴρ καὶ τὸ ἔρχεται, θεῖον δὲ τὸ ὅτι πρῶ‐

83

(100)

τός μου ἦν. Ἀλλ’ ὅμως οὐκ ἄλλον οἶδε τὸν ὀπίσω ἐρχόμενον
καὶ ἄλλον τὸν πρὸ αὐτοῦ ὄντα, ἀλλὰ τὸν αὐτὸν οἶδεν προαιώ‐ νιον μὲν ὡς θεόν, ἄνθρωπον δὲ μετ’ αὐτὸν ἐκ τῆς Παρθένου τεχθέντα. Οὕτω καὶ ὁ τρισμακάριος Θωμᾶς τῇ τοῦ Κυρίου σαρκὶ τὴν χεῖρα προσενεγκὼν Κύριον ὠνόμασε καὶ Θεόν, διὰ212
105τῆς ὁρωμένης φύσεως καταμαθὼν τὴν ἀόρατον. Οὕτω καὶ ἡμεῖς τῆς μὲν αὐτοῦ σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἐπιστάμεθα, ἕνα δὲ ἴσμεν Υἱὸν τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Ταῦτα γὰρ καὶ παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν καὶ παρὰ
110τῶν ταύτην ἡρμηνευκότων Πατέρων, Ἀλεξάνδρου καὶ Ἀθανα‐ σίου τῶν μεγαλοφώνων κηρύκων τῆς ἀληθείας, οἳ τὸν ἀποσ‐ τολικὸν ὑμῶν διεκόσμησαν θρόνον, καὶ Βασιλείου καὶ Γρηγο‐ ρίου καὶ τῶν ἄλλων τῆς οἰκουμένης φωστήρων· ὅτι δὲ καὶ τοῖς τῶν μακαρίων Θεοφίλου καὶ Κυρίλλου συγγράμμασιν κεχρημένοι
115τοὺς ἀντιλέγειν τολμῶντας καὶ διὰ τούτων ἐπιστομίζομεν, αὐτὰ μαρτυρεῖ τὰ γράμματα. Τοὺς γὰρ τῆς δεσποτικῆς
σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἀρνουμένους καὶ ποτὲ μὲν τὴν θείαν φύσιν εἰς σάρκα τετράφθαι λέγοντας, ποτὲ δὲ τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν, τοῖς214
120τῶν θαυμασίων τούτων ἀνδρῶν φαρμάκοις θεραπεύειν σπου‐ δάζομεν. Σαφῶς γὰρ καὶ τῶν δύο φύσεων ἡμᾶς τὴν διαφορὰν ἐκπαιδεύουσι καὶ τὸ ἄτρεπτον τῆς θείας κηρύττουσι φύσεως καὶ τὴν δεσποτικὴν σάρκα θείαν μὲν ἀποκαλοῦσιν, ὡς τοῦ Θεοῦ Λόγου σάρκα γεγενημένην· τὸ δὲ εἰς θεότητος αὐτὴν
125μεταβεβλῆσθαι φύσιν, ὡς ἀσεβὲς ἀποκηρύττουσιν. Ὅτι δὲ καὶ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Κύριλλος πολλάκις ἡμῖν ἐπέστειλεν, οἶμαι καὶ τὴν σὴν εἰδέναι σαφῶς ἁγιότητα. Καὶ ἡνίκα δὲ τὰ κατὰ Ἰουλιανοῦ συγγράμματα εἰς τὴν Ἀντιόχειαν πέπομφεν, ὡσαύτως δὲ καὶ τὰ εἰς τὸν ἀπο‐
130πομπαῖον γραφέντα, τὸν μακάριον ᾔτησεν Ἰωάννην τὸν τῆς Ἀντιοχείας ἐπίσκοπον ἐπιδεῖξαι αὐτὰ τοῖς κατὰ τὴν Ἑῴαν διαπρέπουσι διδασκάλοις, καὶ δὴ τοῖς γράμμασιν εἴξας ὁ μακά‐ ριος Ἰωάννης πέπομφεν ἡμῖν τὰς βίβλους καὶ ἀναγνόντες ἐθαυμάσαμεν καὶ ἐπεστείλαμεν τῷ τῆς μακαρίας μνήμης
135Κυρίλλῳ. Καὶ ἀντέγραψε πάλιν ἡμῖν καὶ ἀκρίβειαν ἡμῖν καὶ
διάθεσιν μαρτυρῶν καὶ σώζεται παρ’ ἡμῖν ταῦτα τὰ γράμματα. Ὅτι δὲ καὶ τοῖς περὶ Νεστορίου ὑπαγορευθεῖσι τόμοις ὑπὸ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου δὶς ὑπεγράψαμεν, μαρτυ‐ ροῦσιν ἡμῶν αἱ χεῖρες. Ἀλλ’ οὗτοι ταῦτα περὶ ἡμῶν θρυλοῦσι,216
140τὴν οἰκείαν νόσον τῇ καθ’ ἡμῶν συκοφαντίᾳ συσκιάζειν πει‐ ρώμενοι. Ἀποστραφήτω τοίνυν ἡ ὁσιότης σου τοὺς λαλοῦντας τὸ ψεῦ‐ δος καὶ τῆς ἐκκλησιαστικῆς φροντισάτω γαλήνης καὶ τοὺς διαφθείρειν τολμῶντας τῆς ἀληθείας τὰ δόγματα ἢ τοῖς ἀλε‐
145ξικάκοις θεραπευέτω φαρμάκοις ἢ τὴν θεραπείαν μὴ δεχομέ‐ νους ὡς ἀνηκέστως διακειμένους τῶν ποιμνίων ἐξελασάτω, ἵνα μὴ τῆς ἐκείνων λώβης μεταλάχῃ τὰ πρόβατα· ἡμᾶς δὲ τῆς συνήθους ἀξιούτω προσρήσεως. Ὅτι γὰρ ἃ φρονοῦμεν γεγράφαμεν, μαρτυρεῖ καὶ τὰ παρ’ ἡμῶν συγγραφέντα εἴς τε

83

(150)

τὰς θείας Γραφὰς καὶ κατὰ τῶν τὰ Ἀρείου καὶ Εὐνομίου φρονούντων. Πρὸς δὲ τούτοις καὶ σύντομον ἀκροτελεύτιον τίθημι· Εἴ τις οὐ λέγει τὴν ἁγίαν Παρθένον Θεοτόκον ἢ ψιλὸν ἄνθρωπον ἀποκαλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἢ εἰς δύο υἱοὺς
155μερίζει τὸν ἕνα Μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως, ἐκπέσοι τῆς εἰς Χριστὸν ἐλπίδος καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. Τούτων δὲ παρ’ ἡμῶν οὕτως εἰρημένων τὰς ἱεράς σου εὐχὰς παρασχεῖν μοι, δέσποτα, καταξίωσον καὶ ἀντιγράφοις εὐφρᾶ‐
160ναι, δηλοῦσιν ὡς ἀπεστράφη σου ἡ ἁγιωσύνη τοὺς συκοφάν‐ τας. Πᾶσαν τὴν σὺν τῇ σῇ θεοσεβείᾳ ἐν Χριστῷ ἀδελφότητα
ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν.218

84

(t)

ΤΟΙΣ ΕΝ ΚΙΛΙΚΙᾼ ΕΠΙΣΚΟΠΟΙΣ.
1 Τὰς καθ’ ἡμῶν γεγενημένας συκοφαντίας μεμάθηκεν πάν‐ τως ἡ ὑμετέρα φιλοθεΐα. Οἱ γὰρ τἀναντία τῇ ἀληθείᾳ φρο‐ νοῦντες εἰς δύο μερίζειν ἡμᾶς υἱούς φασι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν. Λέγουσι
5δέ τινες τῆς συκοφαντίας αὐτοὺς λαμβάνειν τὰς ἀφορμὰς ἔκ τινων εὐαριθμήτων παρ’ ὑμῖν ταῦτα φρονούντων, καὶ εἰς δύο πρόσωπα διαιρούντων τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Οὓς δεῖ τῆς ἀποστολικῆς ἐπακοῦσαι φωνῆς διαρρήδην βοώσης· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. Καὶ
10πάλιν· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἔδει δὲ αὐτοὺς καὶ ταῖς Δεσποτικαῖς ἀκολουθῆσαι διδασκαλίαις. Καὶ γὰρ αὐτὸς ὁ Κύριος οὕτω φησίν· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ πάλιν·
15Ἐὰν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον. Καὶ ἡ παράδοσις δὲ τοῦ ἁγίου βα‐ πτίσματος ἕνα Υἱὸν ἡμᾶς εἶναι διδάσκει, ὡς ἕνα Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα. Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς
20ὅλως εἰσὶν—ἐγὼ γὰρ οὐ πείθομαι—, τοῖς ἀποστολικοῖς δόγμα‐ σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν
ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν,220
25ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα‐ λαίῳ διδάσκουσαν. Πρέπει γὰρ ὑμῖν, θεοφιλέστατοι, καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς κοινῆς εὐκλείας φροντίσαι, καὶ μὴ περιιδεῖν τὴν κατὰ τοῦ κοινοῦ χωροῦσαν λοιδορίαν διὰ τὴν τῶν ὀλίγων τούτων ἀνθρώπων ἀμαθίαν, ἢ φιλονεικίαν, εἴπερ τινὲς
30ὅλως εἰσίν, εἰ καὶ μὴ κατὰ τούτων, ὡσπεροῦν καὶ καθ’ ἡμῶν, παρέθηξαν τὰς γλώσσας οἱ συκοφάνται. Καταξιοῦτε δὲ μνη‐ μονεύειν ἡμῶν ἐν ταῖς πρὸς τὸν Κύριον προσευχαῖς. Τοῦτο γὰρ ὁ τῆς ἀγάπης παρακελεύεται νόμος.

85

(t)

ΒΑΣΙΛΕΙῼ ΕΠΙΣΚΟΠῼ.
1 Κεφάλαιον τῶν ἀγαθῶν τὴν ἀγάπην ὁ θεσπέσιος προσηγό‐ ρευσε Παῦλος, καὶ ταύτῃ τρέφεσθαι τῆς πίστεως τοὺς τρο‐ φίμους παρεκελεύσατο. Ταύτης ἔχουσα τὸν πλοῦτον ἡ σὴ θεοσέβεια, καὶ ἅπερ ἐχρῆν εἰσηγήσατο, καὶ τὰ θυμήρη μεμή‐
5νυκε. Τί γὰρ θυμηρέστερον τοῖς φοβουμένοις τὸν Κύριον τῆς τῶν ὀρθῶν δογμάτων ὑγείας τε καὶ συμφωνίας; Εὖ ἴσθι τοίνυν, θεοφιλέστατε, ὡς ἄγαν ἥσθημεν τὰ περὶ τοῦ κοινοῦ φίλου μεμαθηκότες· καὶ ὅσον πρώην ἠλγήσαμεν, ἀκούσαντες ὡς μίαν εἶναι φύσιν σαρκὸς καὶ θεότητος λέγει, καὶ ὡς ἄντικρυς τῇ
10ἀπαθεῖ θεότητι τὸ σωτήριον πάθος προσάπτει, οὕτως ηὐφράν‐ θημεν τοῖς τῆς σῆς ὁσιότητος γράμμασιν ἐντυχόντες, καὶ με‐ μαθηκότες ὡς ἀκεραίους φυλάττει τὰς τῶν φύσεων ἰδιότητας, καὶ οὔτε τὸν Θεὸν Λόγον εἰς σάρκα τετράφθαι φησίν, οὔτε τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν· ἀλλ’ ἐν τῷ ἑνὶ Υἱῷ,
15τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ ἐνανθρωπήσαντι Θεῷ Λόγῳ, ἀσυγχύτους μεμενηκέναι φησὶν τὰς ἑκατέρας φύσεως ἰδιό‐ τητας· καὶ τὸν τῶν ὅλων Θεὸν ἀνυμνήσαμεν ἐπὶ τῇ τῆς θείας πίστεως συμφωνίᾳ. Εἰς μέντοι Κιλικίαν ἑκατέραν γεγράφαμεν, καίτοι σαφῶς222
20οὐκ εἰδότες, εἴπερ τινές εἰσιν ἐναντία τῇ ἀληθείᾳ φρονοῦντες, καὶ παρηγγυήσαμεν τοῖς θεοφιλεστάτοις ἐπισκόποις ἰχνεῦσαι καὶ ζητῆσαι, εἴπερ ἄρα τινές εἰσιν εἰς δύο υἱοὺς διαιροῦντες τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν· καὶ ἢ παραινετικῶς σωφρο‐ νίσαι, ἢ τοῦ καταλόγου χωρίσαι τῶν ἀδελφῶν. Τῷ ὄντι γὰρ
25ὁμοίως ἀποστρεφόμεθα καὶ τοὺς μίαν φύσιν σαρκὸς καὶ θεό‐ τητος εἶναι λέγειν τολμῶντας, καὶ τοὺς εἰς δύο υἱοὺς μερί‐ ζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῶν ἀποσ‐ τολικῶν ὅρων ἔξω βαίνειν ἐπιχειροῦντας. Ὅτι δὲ καὶ πρὸς εἰρήνην ἐσμὲν εὐτρεπεῖς, θαρρείτω σου ἡ ὁσιότης. Εἰ γὰρ ὁ
30Προφήτης φησίν· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός, πολλῷ μᾶλλον ἡμεῖς τὴν κατὰ Θεὸν εἰρή‐ νην ἀσπαστῶς προσδεχόμεθα. Ἐπειδὴ δὲ καὶ εἰς τὴν Ἀλε‐ ξάνδρειάν τινες ἔδραμον τῶν τῷ ψεύδει συντεθραμμένων, καὶ συκοφαντίας ἔρραψαν καθ’ ἡμῶν, καὶ τοῖς τοιούτοις λόγοις
35ὑπαχθεὶς ὁ θεοφιλέστατος τῆς πόλεως ἐκείνης ἐπίσκοπος, καί τοι πληροφορηθεὶς δι’ ἡμετέρων γραμμάτων, τινὰ τῶν θεοσεβεστάτων ἐπισκόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλε πόλιν· καταξιωσάτω σου ἡ θεοσέβεια τὴν οἰκείαν εὔνοιαν
δεῖξαι συνήθως καὶ ἀντιτάξαι τῷ ψεύδει τὴν ἀλήθειαν.224

86

(t1)

ΦΛΑΒΙΑΝῼ ΕΠΙΣΚΟΠῼ
t2ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ.
1 Πολλὰς μὲν ἐν τῷ παρόντι καιρῷ, τὰ πάντα θεοφιλέστατε, τρικυμιῶν ἐδεξάμεθα προσβολάς, καὶ τὸν τοῦ παντὸς ἐπικα‐ λεσάμενοι Κυβερνήτην, ἀντισχεῖν ἠδυνήθημεν πρὸς τὸν κλύ‐ δωνα· τὰ δὲ νῦν καθ’ ἡμῶν ἐπιχειρηθέντα πᾶσαν τραγικὴν
5ὑπερβαίνει διήγησιν. Νομίσαντες γὰρ σύμμαχον σχήσειν καὶ συνεργὸν εἰς τὰ κατὰ τῆς ἀποστολικῆς πίστεως τυρευόμενα, τὸν θεοφιλέστατον τῆς Ἀλεξανδρείας ἐπίσκοπον, τὸν κύριον Διόσκορον, ἀπεστείλαμεν ἕνα τῶν παρ’ ἡμῖν εὐλαβεστάτων πρεσβυτέρων, συνέσει κοσμούμενον, μετὰ συνοδικῶν γραμμά‐
10των, διδάξαντες αὐτοῦ τὴν θεοσέβειαν, ὡς ταῖς γεγενημέναις ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου συνθήκαις ἐμμένομεν, καὶ τήν τε παρ’ αὐτοῦ γραφεῖσαν στέργομεν ἐπιστολήν, τήν τε τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις Ἀθανασίου, ἣν πρὸς τὸν μακάριον Ἐπίκτητον ἔγραψεν, ἀσπασίως δεχόμεθα· καὶ πρό
15γε τούτων, τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων. Καὶ παρεκαλέσαμεν τοὺς
τούτοις ἐμμένειν οὐ βουλομένους ἐμμεῖναι παρασκευάσαι. Ἀλλά τις ἐντεῦθεν δραμὼν τῶν τἀναντία φρονούντων καὶ τοὺς θορύβους τούτους ἐργαζομένων, ἐξαπατήσας τῶν αὐτόθι226
20τινάς, καὶ μυρίας καθ’ ἡμῶν συκοφαντίας ὑφήνας, παρεσ‐ κεύασεν ἀθέσμους καθ’ ἡμῶν ἐκβοήσεις γενέσθαι. Ὁ δὲ θεοφιλέστατος ἐπίσκοπος Διόσκορος γέγραφεν ἡμῖν ἐπιστολήν, ἣν οὐκ ἔδει γράψαι τὸν παρὰ τοῦ τῶν ὅλων Θεοῦ μεμαθηκότα ἀκοὴν ματαίαν οὐ παραδέχεσθαι. Πιστεύσας γὰρ
25τοῖς καθ’ ἡμῶν εἰρημένοις, ὡς ἀκριβῶς τούτων ἕκαστον ἐξ‐ ετάσας, καὶ ἐκ τῆς βασάνου μεμαθηκὼς 〈τ〉ἀληθές, οὕτως ἡμῶν κατεψηφίσατο. Ἀλλ’ ἡμεῖς γενναίως τὴν συκοφαντίαν ἠνέγ‐ καμεν καὶ χρηστοῖς γράμμασιν ἠμειψάμεθα καὶ πεπείκαμεν αὐτοῦ τὴν θεοσέβειαν, ὡς πάντα ταῦτα ψευδῆ καὶ ὡς οὐδεὶς
30τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων ἐναντία τοῖς ἀποστολικοῖς φρονεῖ δόγμασιν. Ἐπείσθησαν δὲ καὶ δι’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας καὶ οἱ ἀποσταλέντες παρ’ αὐτοῦ εὐλαβέστατοι κληρικοί. Ὁ δὲ πᾶσιν ἐρρῶσθαι φράσας καὶ τοῖς συκοφαντοῦσι τὰς ἀκοὰς ἐκδοὺς πρᾶγμα πεποίηκεν οὐδαμῶς
35πιστευθῆναι δυνάμενον, εἰ μὴ πᾶσαν εἶχε μαρτυροῦσαν τὴν Ἐκκλησίαν. Ἠνέσχετο μὲν γὰρ τῶν ἀναθεματιζόντων ἡμᾶς· ἀναστὰς δὲ καὶ προσφωνήσας τὰς ἐκείνων φωνὰς ἐπεβε‐ βαίωσε. Πρὸς δὲ τούτοις καί τινας τῶν θεοφιλεστάτων ἐπισ‐ κόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλεν, ὡς ἔγνωμεν, πόλιν,
40αὐξῆσαι τοὺς καθ’ ἡμῶν θορύβους ἐλπίζων. Ἡμεῖς δὲ πρῶτον μὲν τὸν τῶν ὅλων Ἐπόπτην πρόμαχον ἔχομεν· ὑπὲρ γὰρ τῶν θείων αὐτοῦ δογμάτων ἀγωνιζόμεθα. Ἔπειτα δὲ καὶ τὴν σὴν ἁγιωσύνην παρακαλοῦμεν τῆς πολε‐ μουμένης πίστεως ὑπερμαχῆσαι καὶ τῶν πατηθέντων ὑπερ‐
45αγωνίσασθαι κανόνων. Ἐν ἐκείνῃ γὰρ τῇ βασιλευούσῃ πόλει
συνελθόντες οἱ μακάριοι Πατέρες, συμφώνως τοῖς ἐν Νικαίᾳ συναθροισθεῖσι τὰς διοικήσεις διέκριναν, καὶ ἑκάστῃ διοικήσει τὰ ἑαυτῆς ἀπένειμαν, ἄντικρυς ἀπαγορεύσαντες ἐξ ἑτέρας τινὰς διοικήσεως ἑτέρᾳ μὴ ἐπιέναι, ἀλλὰ τὸν Ἀλεξανδρείας228

86

(50)

ἐπίσκοπον τὰ τῆς Αἰγύπτου μόνα διοικεῖν, καὶ ἑκάστην διοί‐ κησιν τὰ οἰκεῖα. Ὁ δὲ τούτοις ἐμμένειν τοῖς ὅροις οὐ βούλεται, ἀλλ’ ἄνω καὶ κάτω τοῦ μακαρίου Μάρκου τὸν θρόνον προβάλ‐ λεται· καὶ ταῦτα σαφῶς εἰδώς, ὡς τοῦ μεγάλου Πέτρου τὸν θρόνον ἡ Ἀντιοχέων μεγαλόπολις ἔχει, ὃς καὶ τοῦ μακαρίου
55Μάρκου διδάσκαλος ἦν, καὶ τοῦ χοροῦ τῶν ἀποστόλων πρῶτος καὶ κορυφαῖος. Ἀλλ’ ἡμεῖς τοῦ μὲν θρόνου τὸ ὕψος ἐπιστά‐ μεθα, ἑαυτοὺς δὲ καὶ γινώσκομεν καὶ μετροῦμεν. Τὴν γὰρ ἀποστολικὴν ταπεινοφροσύνην ἄνωθεν μεμαθήκαμεν. Τὴν δὲ σὴν ὁσιότητα παρακαλοῦμεν, μήτε τοὺς ἁγίους κανόνας
60πατουμένους παριδεῖν, καὶ τῆς θείας πίστεως ὑπερμαχῆσαι προθύμως. Εἰς ταύτην γὰρ ἔχομεν τὴν ἐλπίδα τῆς σωτηρίας καὶ διὰ ταύτης τυχεῖν προσδοκῶμεν φιλανθρωπίας. Ἵνα δὲ μηδὲ τοῦτο ἀγνοήσῃ σου ἡ ὁσιότης, ἴσθι, δέσποτα, ὡς τὴν πρὸς ἡμᾶς ἔσχε μικροψυχίαν, ἐξ οὗ τοῖς παρ’ ὑμῖν
65γεγενημένοις συνοδικοῖς ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Πρόκλου συνεθέμεθα, τοῖς τῶν ἁγίων Πατέρων κανόσιν ἀκολουθή‐ σαντες· καὶ περὶ τούτου καὶ ἅπαξ ἡμῖν καὶ δὶς ἐνεκάλεσεν, ὡς προδεδωκόσι καὶ τῆς Ἀντιοχέων, ὡς λέγει, καὶ τῆς Ἀλε‐ ξανδρέων Ἐκκλησίας τὰ δίκαια. Τούτων μεμνημένος καὶ και‐
70ρὸν εὑρών, ὡς ὑπέλαβε, τὴν δυσμένειαν ἔδειξεν. Ἀλλὰ τῆς
ἀληθείας οὐδὲν ἰσχυρότερον. Οἶδε γὰρ αὕτη καὶ δι’ ὀλίγων νικᾶν. Παρακαλῶ δέ σου τὴν ἁγιότητα καὶ μνημονεύειν ἡμῶν ἐν ταῖς πρὸς τὸν Κύριον προσευχαῖς, ἵνα ἀντισχεῖν δυνη‐ θῶμεν πρὸς τὰ διάφορα κύματα.230

87

(t)

ΔΟΜΝῼ ΕΠΙΣΚΟΠῼ ΑΠΑΜΕΙΑΣ.
1 Ὁ μὲν τῆς φιλαδελφίας ἀπῄτει νόμος πολλὰς ἡμᾶς ἐν τῷ παρόντι καιρῷ δέξασθαι παρὰ τῆς σῆς φιλοθεΐας ἐπιστολάς. Παρεγγυᾷ γὰρ ὁ θεῖος Ἀπόστολος κλαίειν μετὰ κλαιόν‐ των, καὶ χαίρειν μετὰ χαιρόντων. Ἐδεξάμην δὲ οὐδε‐
5μίαν, καίτοι παραγενομένων ἔναγχος πρὸς ἡμᾶς τῶν τε θεοσεβεστάτων μοναζόντων τῆς ὑμετέρας μονῆς, καὶ τοῦ θεο‐ σεβεστάτου Ἡλίου τοῦ πρεσβυτέρου. Ἐγὼ δὲ γράφω καὶ προσφθέγγομαί σου τὴν ὁσιότητα καὶ γνωρίζω ὡς ἤρκεσεν ἡμῖν ἀντὶ πάντων ἡ τοῦ Δεσπότου ψυχαγωγία. Τῷ ὄντι γάρ,
10οὐδ’ εἰ ἰσάριθμα τῶν ἡμετέρων τριχῶν σχοίημεν στόματα, ὑμνῆσαι αὐτὸν ἀξίως ἰσχύομεν, διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν τῆς δοκούσης ἀτιμίας ἀξιωθέντες, ἣν πάσης τιμῆς σεβασμιω‐ τέραν ἡγούμεθα. Εἰ δὲ καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκῆ‐ σαι κατακριθείημεν, πλέον αὐτὸν ἀνυμνήσομεν, ὅσῳ μειζόνων
15ἀγαθῶν ἀξιούμεθα. Εὐξάσθω δὲ ὅμως ἡ ὁσιότης σου καὶ αἰτη‐ σάτω ταῖς ἁγίαις Ἐκκλησίαις γαλήνην. Τῆς γὰρ τούτων ἕνεκα ζάλης καὶ ἡμεῖς θρηνοῦμεν καὶ στένομεν καὶ ὀλοφυρόμεθα. Καὶ γὰρ ἐξέωσαν, ὡς ἔγνωμεν, ταύτην οἱ ἀπὸ Ὀσροηνῆς
κληρικοί, μυρία πάντων ἡμῶν καταχέαντες, καίτοι ὁμοῦ οὐδὲ232
20συνδικάσαντος, οὐδὲ τῆς ἐπ’ αὐτοῖς κοινωνήσαντος ψήφου, ἀλλά, ὡς οἶδέ σου ἡ ὁσιότης, καὶ τὴν κοινωνίαν αὐτοῖς δοθῆναι τὸ Πάσχα παρακαλέσαντος. Ἀλλὰ ῥᾴδιον τοῖς συκοφάνταις λέγειν ἃ βούλονται. Ἡμᾶς δὲ ὁ τοῦ Δεσπότου παραμυθεῖται μακαρισμός. Μακάριοι γάρ ἐστε, φησίν, ὅταν ὀνειδί‐
25σωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ἕνεκεν ἐμο, ψευδόμενοι. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

88

(t)

ΤΑΥΡῼ ΠΑΤΡΙΚΙῼ.
1 Ὑπερβαίνειν με τοὺς ὅρους οἱ συκοφάνται βιάζονται καὶ γράφειν ὑμῖν, τοῖς τὰς μεγίστας κεκοσμηκόσιν ἀρχὰς καὶ τὰς ὑπερτάτας εἰληχόσι τιμὰς ἀναγκάζουσιν. Οὗ δὴ χάριν παρα‐ καλῶ συγγνώμης μεταλαχεῖν. Γράφω γὰρ οὐκ αὐθαδείᾳ χρώ‐
5μενος, ἀλλ’ ὑπὸ τῆς χρείας ὠθούμενος· οὐδὲ τὸ σκυθρωποῖς τισιν ἀδίκως περιπεσεῖν ὑφορώμενος—τοῦτο γὰρ ὡς ἐπίπαν πεπόνθασιν ἅπαντες οἱ τῷ Θεῷ γνησίως δεδουλευκότες—, ἀλλὰ τὴν ὑμετέραν μεγαλοφυΐαν πεῖσαι βουλόμενος, ὡς ψευδεῖς καθ’ ἡμῶν ὠδίνουσι λόγους οἱ τῶν ἡμετέρων κατηγοροῦντες
10δογμάτων. Ἡμεῖς μὲν γάρ, μετὰ τὴν μητρῴαν θηλήν, τὴν ἀποστολικὴν τροφὴν ἐδεξάμεθα, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νι‐
καίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων καὶ μεμα‐ θήκαμεν καὶ διδάσκομεν· καὶ τοὺς ἄλλο τι παρὰ ταύτην φρονοῦντας δυσσεβείας γραφόμεθα. Εἰ δέ τις ἕτερα διδάσκειν234
15ἡμᾶς παρὰ ταύτην ἰσχυρίζεται, μὴ ἐρήμην κατηγορείτω, ἀλλὰ παρόντας ἐξελεγξάτω. Τοῦτο γὰρ καὶ τοῖς θείοις νόμοις καὶ τοῖς ἀνθρωπείοις δοκεῖ. Τίνι δὲ οὕτω προσήκει τῶν ἀδικουμέ‐ νων ὑπερμαχεῖν, ὡς ὑμῖν, ὦ φιλόχριστοι, οἷς καὶ τοῦ γένους ἡ περιφάνεια, καὶ τῶν ἀξιωμάτων τὸ ὕψος, καὶ μέντοι καὶ τὸ
20τῶν νομίμων πρωτεύειν, παρέχει τὴν παρρησίαν;

89

(t)

ΦΛΩΡΕΝΤΙῼ ΠΑΤΡΙΚΙῼ.
1 Μείζονι μὲν ἢ κατ’ ἐμαυτὸν ἐγχειρῶ πράγματι, τῷ ὑμε‐ τέρῳ μεγέθει πέμπων ἐπιστολάς. Ἀλλ’ οὐ θρασύτης αἰτία τῆς τόλμης, ἀλλ’ οἱ ταῖς καθ’ ἡμῶν λοιδορίαις χρησάμενοι. Προὔργου γὰρ ὑπελάβομεν, διδάξαι τὰς ἀκλινεῖς ὑμῶν ἀκοάς,
5ὡς ἄντικρυς ἡμᾶς συκοφαντοῦσιν οἱ τῶν ἡμετέρων κατηγο‐ ροῦντες δογμάτων. Ἡμεῖς δὲ ἕτερα μὲν πλεῖστα πεπλημμε‐ ληκέναι φαμέν· τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκα‐ λίαν μέχρι τοῦ παρόντος ἀλώβητον ἐφυλάξαμεν, καὶ διὰ ταύτην μόνην οἴκτου τυχεῖν καὶ φιλανθρωπίας ἐν τῇ τῆς Δεσποτικῆς
10ἐπιφανείας ἐλπίζομεν ἡμέρᾳ. Ὑπὲρ γὰρ ταύτης πρὸς τὰς παντοδαπὰς αἱρέσεις διατελοῦμεν ἀγωνιζόμενοι· ταύτην διη‐ νεκῶς τοῖς τροφίμοις τῆς εὐσεβείας προσφέρομεν· διὰ ταύτης λύκους μυρίους εἰς πρόβατα μεταβαλόντες, τῷ πάντων ἡμῶν Ἀρχιποιμένι καὶ Σωτῆρι προσενηνόχαμεν. Ταῦτα δὲ ἡμῖν
15παρέδοσαν οὐ μόνον οἱ ἀπόστολοι καὶ προφῆται, ἀλλὰ καὶ οἱ τὰ τούτων ἡρμηνευκότες συγγράμματα, Ἰγνάτιος, Εὐστάθιος,
Ἀθανάσιος, Βασίλειος, Γρηγόριος, Ἰωάννης, καὶ οἱ ἄλλοι τῆς οἰκουμένης φωστῆρες· καὶ πρὸ τούτων οἱ ἐν Νικαίᾳ συνελη‐ λυθότες ἅγιοι Πατέρες· ὧν τὴν ὁμολογίαν τῆς πίστεως ὡς236
20πατρῷον κλῆρον φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παρα‐ βαίνειν τολμῶντας τὰ δόγματα κιβδήλους ἀποκαλοῦμεν, καὶ τῆς ἀληθείας ἐχθρούς. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν μεγα‐ λοφυΐαν, ταῦτα παρ’ ἡμῶν διδαχθεῖσαν, ἐπιστομίσαι τοὺς λοιδορίαις καθ’ ἡμῶν χρησαμένους. Ἄτοπον γὰρ οἶμαι τοῖς
25κατὰ τῶν ἀπόντων λεγομένοις ὡς ἀληθέσι πιστεύειν· ἔννομον δὲ καὶ δίκαιον τοὺς βουλομένους διώκειν παρόντων κατηγορεῖν τῶν φευγόντων, καὶ τοὺς ἐλέγχους παράγειν. Οὕτω γὰρ οἱ δικάζοντες εὑρεῖν τἀληθὲς ῥᾳδίως δυνήσονται.

90

(t)

ΛΟΥΠΙΚΙΝῼ ΜΑΓΙΣΤΡῼ.
1 Τοὺς τῆς νεότητος διεξελθόντες ἀγῶνας καὶ τῶν τοῦ γήρως ὅρων εἴσω γενόμενοι καὶ πλείονος τιμῆς ὡς γεγηρα‐ κότες ἀπολαύσεσθαι προσδοκήσαντες, τοῖς τῆς συκοφαντίας βαλλόμεθα βέλεσι, καὶ πρὸς τὰς γεγενημένας κατηγορίας
5ἀπολογίαν προσφέρειν ἀναγκαζόμεθα· οὗ δὴ χάριν καὶ τὴν ὑμετέραν παρακαλοῦμεν μεγαλοπρέπειαν ταῖς τῶν κατηγο‐ ρούντων ἡμᾶς μὴ πιστεῦσαι ψευδολογίαις. Εἰ μὲν γὰρ τῶν σιωπὴν ἀσπαζομένων ἐτύγχανον, ἴσως ἂν εἶχε χώραν τῆς κακοδοξίας ἡ ὑποψία. Ἐπειδὴ δὲ διηνεκῶς ἐν ταῖς Ἐκκλη‐
10σίαις διαλεγόμεθα, πολλὰς διὰ τὴν θείαν χάριν ἔχομεν μυριά‐ δας τῇ τῶν δογμάτων ὀρθότητι μαρτυρούσας. Τοῖς γὰρ ἀποσ‐ τολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν
ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν238
15διδασκαλίαν εὐθύνομεν. Εἰ δέ τις ἕτερά τινα παρὰ ταῦτα φρονεῖν ἡμᾶς ἰσχυρίζεται, παρόντων κατηγορείτω, μὴ ἀπόν‐ τας συκοφαντείτω. Δίκαιον γὰρ λόγων μεταλαχεῖν καὶ τὸν φεύγοντα καὶ πρὸς τὴν γεγενημένην κατηγορίαν τὴν ἀπολο‐ γίαν ποιήσασθαι, καὶ τηνικαῦτα τοὺς δικάζοντας κατὰ τοὺς
20νόμους τὴν ψῆφον ἐξενεγκεῖν. Τούτων ἀπολαῦσαι κἀγὼ διὰ τῆς ὑμετέρας μεγαλοπρεπείας παρακαλῶ. Εἰ δ’ ἐρήμην τινὲς ἡμῶν καταψηφίσασθαι βούλονται, ἀσπαστῶς καὶ τὴν ἄδικον δεχόμεθα ψῆφον. Ἀναμένομεν γὰρ τὸ τοῦ Δεσπότου κριτή‐ ριον, ἔνθα οὔτε μαρτύρων, οὔτε κατηγόρων δεόμεθα. Πάντα
25γὰρ γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ κατὰ τὸν θεῖον Ἀπόστολον.

91

(t)

ΕΥΤΡΕΧΙῼ ΥΠΑΡΧῼ.
1 Τὴν περὶ ἡμᾶς διάθεσιν τῆς ὑμετέρας μεγαλοπρεπείας οἶδα σαφῶς καὶ λόγων οὐ δέομαι ταύτην με διδασκόντων. Σαφέστε‐ ρον γὰρ διδάσκει τῶν λόγων τὰ πράγματα. Τῆς δὲ γεγενημέ‐ νης εἰς ἡμᾶς ἀδικίας ἐβουλόμην τὴν αἰτίαν μαθεῖν. Καινότα‐
5τον γὰρ ὑπομένομεν πρᾶγμα, κατὰ ταὐτὸν ἄγαμοι καὶ δίγαμοι πολεμούμενοι. Εἰ δὲ οἱ νῦν τὰς καθ’ ἡμῶν συκοφαντίας ὑφή‐ ναντες παραχαράττειν ἡμᾶς τὴν εὐαγγελικὴν διδασκαλίαν φασίν, τί δήποτε μὴ παρόντας ἐλέγχουσιν, ἀλλ’ ἀπόντων κατηγοροῦσι; Τοῦτο γὰρ αὐτῶν μάλιστα διελέγχει τὸ ψεῦδος.
10Εἰδότες γὰρ ὡς πολλὰς ἕξομεν μυριάδας, τοῖς ἀποστολικοῖς ἡμῶν δόγμασι μαρτυρούσας, ἐρήμην ἐποιήσαντο τὴν γραφήν.
Ἀλλὰ χρὴ τοὺς ἐννόμως δικάζοντας τῷ κατηγορουμένῳ θατέ‐ ραν ταῖν ἀκοαῖν ἀκεραίαν φυλάξαι. Εἰ δὲ τοῖς τῶν ἀντιδίκων λόγοις ἑκατέραν προσφέρουσι καὶ τὴν ἐκείνοις δοκοῦσαν ἐκφέ‐240
15ρουσι ψῆφον, στέρξομεν τὴν ἀδικίαν, ὡς τῆς τῶν οὐρανῶν πρόξενον βασιλείας· καὶ τὸ ἀκλινὲς ἐκεῖνο δικαστήριον προσμενοῦμεν, ἔνθα οὔτε κατήγορος, οὔτε συνήγορος, οὔτε μάρτυς, οὔτε ἀξιωμάτων διαφορά, ἀλλ’ ἔργων καὶ λόγων κρί‐ σις, καὶ ἡ κατ’ ἀξίαν ἀντίδοσις. Πάντες γάρ, φησί, παρα‐
20στησόμεθα τῷ βήματι τοῦ Χριστο, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε κακόν.

92

(t)

ΑΝΑΤΟΛΙῼ ΠΑΤΡΙΚΙῼ.
1 Τοὺς μὲν θεοσεβεστάτους ἐπισκόπους εἰς τὴν βασιλεύουσαν ἀνελθεῖν παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ὁ κύριος Δόμνος, ὥστε τὴν κατὰ πάντων ἡμῶν γεγενημένην διελέγξαι συκοφαντίαν. Τῆς δὲ ὑμετέρας μεγαλοφυΐας διαφε‐
5ρόντως ἐπὶ τοῦ παρόντος δεόμεθα, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος καὶ πίστιν ὑμῖν εἰλικρινῆ δέδωκε, καὶ ζῆλον ὑπὲρ ταύτης θερμόν, καὶ φρένας συνέσει κεκοσμημένας, καὶ πρὸς τούτοις δύναμιν τοῖς ἀγαθοῖς ὑμῶν ὑπουργοῦσαν βουλεύμασιν. Ἐπα‐
μύνατε τοιγαροῦν τοῖς ἀδικουμένοις, καὶ τὸ ψεῦδος καταγωνί‐242
10σασθε, καὶ τῆς ἀποστολικῆς διδασκαλίας πολεμουμένης ὑπερ‐ μαχήσατε. Συνεργήσει γὰρ δήπουθεν τῶν Ἐκκλησιῶν ὁ Δεσπότης καὶ Κυβερνήτης τῇ τῆς ὑμετέρας μεγαλοπρεπείας σπουδῇ, καὶ διαλύσει τὸ νέφος τὸ σκυθρωπόν, καὶ καθαρὰν αἰθρίαν χαριεῖται τοῖς τροφίμοις τῆς πίστεως. Εἰ δὲ καὶ
15συγχωρήσοι τὸν χειμῶνα νικῆσαι, τὸ μὲν ὑμέτερον μέγεθος τέλειον ἀπολήψεται τὸν μισθόν, ἡμεῖς δὲ τὸν κλύδωνα στέρξο‐ μεν, καὶ ἔνθα ἂν ἡμᾶς ἐξώσῃ, μετὰ ψυχαγωγίας διάξομεν, τὸ θεῖον κριτήριον ἀναμένοντες, καὶ τὴν ὀρθὴν ἐκείνην καὶ δικαίαν προσμένοντες ψῆφον.

93

(t)

ΣΕΝΑΤΩΡΙῼ ΠΑΤΡΙΚΙῼ.
1 Καὶ διὰ τῶν θεοφιλεστάτων καὶ ὁσιωτάτων ἐπισκόπων προσφθέγγομαι τὴν ὑμετέραν μεγαλοπρέπειαν, ἧς τὴν μνήμην ἄσβεστον περιφέρω. Καταλαβεῖν δὲ αὐτοὺς τὴν βασιλίδα παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἐπίσκοπος ὁ κύριος Δόμνος,
5ἵνα τὸ καθ’ ἡμῶν συντεθὲν διαλύσωσι ψεῦδος. Προφανῆ γάρ τινες καθ’ ἡμῶν συκοφαντίαν ἐξύφηναν, καὶ ζάλης τὰς Ἐκκλησίας ἐνέπλησαν, ὑπὲρ ὧν ὁ Δεσπότης Χριστὸς σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ὑπὲρ ὧν ὁ τῶν θείων ἀποστόλων χορὸς καὶ τῶν νικηφόρων μαρτύρων οἱ δῆμοι ταῖς
10παντοδαπαῖς τοῦ θανάτου παρεδόθησαν ἰδέαις. Ὑπὲρ τῆς τού‐ των εἰρήνης τὴν ὑμετέραν ἀγωνίσασθαι μεγαλοφυΐαν παρα‐ καλῶ. Ῥᾴδιον μὲν γὰρ ἦν τῷ τῶν ὅλων Θεῷ νεῦσαι καὶ λῦσαι τὰ σκυθρωπά· ἀλλ’ ἀναβάλλεται καὶ τῶν πολεμουμένων τὴν
ἀνδρείαν ἐπιδεικνὺς καὶ ὑμῖν ἀφορμὰς εἰς ὠφέλειαν παρέχων.244

94

(t)

ΠΡΩΤΟΓΕΝΕΙ ΥΠΑΡΧῼ.
1 Πάλαι μὲν δέδωκεν ὑμῖν ὁ φιλάνθρωπος Δεσπότης δύναμιν ἀρκοῦσαν ὑπουργῆσαι τῇ γνώμῃ. Ηὔξησε δὲ ταύτην ἐπὶ τοῦ παρόντος, ἵνα ῥᾷον καὶ τῆς ἀληθείας πολεμουμένης ὑπερμα‐ χήσῃ τὸ ὑμέτερον μέγεθος καὶ καταλύσῃ τὸ ψεῦδος καὶ ταῖς
5Ἐκκλησίαις τὴν ποθουμένην πρυτανεύσῃ γαλήνην. Ὁπόσης γὰρ ἐνεπλήσθησαν ζάλης τῆς ἑῴας αἱ Ἐκκλησίαι, παρὰ πολ‐ λῶν μὲν καὶ ἄλλων ἡ ὑμετέρα μεγαλοφυΐα μεμάθηκεν, ἀκρι‐ βέστερον δὲ παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων μαθήσῃ, οἳ τῆς μακρᾶς ταύτης ἀποδημίας ἐν ὥρᾳ χειμῶνος τούτου χάριν
10ἠνέσχοντο, μετὰ τὴν θείαν χάριν τῇ τῆς ὑμετέρας ἐξουσίας προμηθείᾳ θαρροῦντες. Λύσατε τοίνυν ἡμῖν, ὦ φιλόχριστοι, τὸν χειμῶνα καὶ τὴν σκοτομήνην εἰς αἰθρίαν καθαρὰν μεταβάλετε, καὶ τὰς καθ’ ἡμῶν κινηθείσας χαλινώσατε γλώττας. Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερ‐
15μαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶν‐ τας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν. Καὶ τούτων μάρτυρες οἱ παρ’ ἡμῶν κατηχούμενοι, οἱ παρ’ ἡμῶν βαπτιζόμενοι, οἱ τῶν ἐν ταῖς ἐκκλησίαις διαλέξεων ἐπαίοντες. Εἰ δὲ κατηγορεῖν
20ἐννόμως ἐθέλουσι, χρὴ παρόντας ἐλέγχειν, οὐκ ἀπόντας συκο‐ φαντεῖν. Οὕτω γὰρ καὶ τοῖς ἄλλοις ἡ ὑμετέρα μεγαλοφυΐα δικάζουσα πράγμασιν ἐκφέρει τὰς ψήφους, ἐκ τῶν τῆς κατη‐
γορίας καὶ ἀπολογίας λόγων συνορῶσα τὸ δίκαιον.246

95

(t)

ΑΝΤΙΟΧῼ ΥΠΑΡΧῼ.
1 Τῆς μεγίστης ἀρχῆς τὰς μὲν φροντίδας ἀπέθεσθε, τὸ δὲ κλέος ὑμῶν παρὰ πᾶσιν ἀνθεῖ. Οἱ γὰρ τὰς ὑμετέρας εὐεργε‐ σίας τρυγήσαντες ᾄδουσι ταύτας ἐνδελεχῶς—πλεῖστοι δὲ οὗτοι καὶ πανταχοῦ—, καὶ πολλοῖς τὰς εὐφημίας προσφέ‐
5ροντες, καὶ τὰς ἐκείνων γλώττας πάλιν εἰς ἐπαίνους κινοῦντες. Ἐγὼ δὲ γάννυμαι, θεωρῶν τὸν ἀξιέραστον καρπόν, τὴν πολυ‐ θρύλητον ὡραίζοντα ῥίζαν. Οὗ δὴ χάριν ἐπὶ τὰ μείζω καὶ τελειότερα τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, καὶ τῆς τῶν Ἐκκλησιῶν ἀξιῶ φροντίσαι γαλήνης. Πολλοῦ γὰρ ταύτας
10χειμῶνος ἐνέπλησαν οἱ τὰς καθ’ ἡμῶν συκοφαντίας ὑφή‐ ναντες. Διά τοι τοῦτο καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ μακρᾶς ὁδοιπορίας καὶ ἀσθενείας καὶ γήρως καταφρονήσαντες καὶ τὰ σφέτερα ποίμνια καταλιπόντες ἀποίμαντα, τὴν μακρὰν ταύτην πορείαν ἐστείλαντο, διελέγξαι τὸ κατὰ πάντων ἡμῶν
15συντεθὲν ἐπειγόμενοι ψεῦδος. Ἐπαμυνάτω τοίνυν αὐτοῖς τὸ ὑμέτερον μέγεθος καὶ τῆς συκοφαντουμένης ἑῴας κηδόμενον καὶ τῆς ἀποστολικῆς προμηθούμενον πίστεως. Πρέπει γὰρ
ὑμῖν τοῖς ἄλλοις κατορθώμασι καὶ τόδε προσθεῖναι τὸ κλέος.248