TLG 4086 002 :: [AGATHODAEMON] :: Ἀγαθοδαίμων εἰς τὸν χρησμόν: Ὀρφέως συναγωγὴ καὶ ὑπόμνημα (e cod. Paris. B.N. gr. 2327, fol. 262r)

[AGATHODAEMON] Alchem.
(A.D. 1–2?)

Ἀγαθοδαίμων εἰς τὸν χρησμόν: Ὀρφέως συναγωγὴ καὶ ὑπόμνημα (e cod. Paris. B.N. gr. 2327, fol. 262r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 268–271.

Citation: Volume — page — (line)

2

.

268

(3t)

ΑΓΑΘΟΔΑΙΜΩΝ ΕΙΣ ΤΟΝ ΧΡΗΣΜΟΝ ΟΡΦΕΩΣ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ΥΠΟΜΝΗΜΑ
4Ἀγαθοδαίμων Ὀσιρίδει χαίρειν.
5 Ἤδη σοι τοῦτο τέταρτον βιβλίον γράφω ἐκ τοῦ ἀρχαίου χρησμοῦ· σὺ δ’ ἂν συνιῇς, ἤγουν ἂν συνετοὺς ὑποκρίναι, ἤγουν αὐτὸς ἐνταῦθα πρὸς ἡμᾶς τῇδε ὃς πόλει ἠλιθείης ἐλθὲ ἀκουόμενος ἀναφανδὸν, ὅπου ἡμῖν παρακελεύων ἔρχεσθαι ἐν Μέμφει· ἄγοντά σοι ἐκεῖ ἠλιθείης, ὑπομνήματα τοῦ χρησμοῦ, τέως δὲ ἕως κατὰ κέλευσιν ὑποθήσομαί σοι
10πάλιν ὑπὸ χρησμὸν, καὶ τὰς εἰς αὐτὸν τῶν πολλῶν συναγωγὰς, καὶ οὔτως τὰ ὑπομνήματα. Ἴσθι δὲ, Ὄσιρι, ὅτι ὁ χρησμὸς ἀπό τε ξανθώσεως ἤρξατο· παρὰ λοιπὸν τὴν λεύκωσιν, τὴν ξάνθωσιν οὐκ ἄλειπον εἴρηκεν· διὰ τί; ὅτι ὁ ἐρωτὸν περὶ οὗ ἐνεθύμητον ἤκουσεν. Πρὸς γὰρ τὰς διαθέσεις τοῦ
15νοῦ τὸν χρησμὸν ὑποκρίνονται. Ὁ γοῦν Ὀρφεὺς ἦν ποίησων τὴν λεύ‐ κωσιν· οἶδε πάντα τὰ παρ’ ἑαυτῷ ἑτοίματα ὀργάνῳ ὕδατα καὶ κηροτα‐ κίδα, καὶ τὰ μέρη τῆς ξανθώσεως πάσης, λέγω δὴ ὕδατος θείου ἀθίκτου,
καὶ τὰ ἄλλα ἔτοιμα: καὶ μόνον μίξει ζητεῖ τοῦ ὑστέρου σκωριδίου.268

2

.

269

Ὅπερ οὖν ἐζήτει, τοῦτο ὁ χρησμὸς ἔδωκεν. Ἐνδεὴς οὖν ὁ χρησμὸς τῶν μετὰ τῶν σοφῶν πρὸς συμπλήρωσιν ἀπεπλήρωσαν αὐτοῦ τὰ λείποντα· ἀρσενοείτε εἰς τὸν ξανθὸν, καὶ ἄλλοι ἄλλας· τῆς μέντοι λευκώσεως οὐδεὶς κατηξίωσεν μνημονεύσας, εἰ μὴ ἐγώ· ἣν καὶ
5ἔγραψα πολλαχῶς, καὶ πάλιν γράφω, ἀρχόμενος πάλιν ἀπὸ τοῦ χρησμοῦ κατ’ ἐπερώτησιν· ἔχει δὲ ὧδε· Ἐπεὶ [μὲν] δοκεῖς εὐσθένεσιν δεήσεσιν, ζακορὲ, λιτάζῃ πρὸς τροφοῦ ἰδίου χρυσοῦ σθένος, δέλτησιν ἐγχείρωσε τοὺς ἐμοὺς λόγους. Χαλκὸν κεκαυμένον, τούτου καὶ σφόδρα λίαν πλυνθέντος καὶ
10ἀνακαυθέντος, καὶ πάλιν ἔστω, κάθες καλλίστῳ ἀργύρῳ ψῆγμα, μύριν ἑκάστην πρὸς δύνην, καὶ δον, καὶ γῆ Σινώπης, καὶ ὄστρακον κάθμις, καὶ χρυσὸν τῶν Μακεδώνων γαίης, καὶ μύσεως λέγω σοι ἀσιατικοῦ· ξυνειχώνεις· καὶ ἀσπάσω τὸν χρυσόν. Καὶ οὕτως μὲν ὁ ἀρχαιότατος χρησμός· κατένεγκαι προσέχων βίβλον ἐδαφιστικὴν μεγάλην. Καὶ ἡ
15βίβλος ὑπομνήματα παραδίδωσιν ἀζώσις φωνῆς, καὶ ἡ παράδοσις δείξει· καὶ ἡ δείξης ἐμπειρίαν εὐθύαν εὐεργεσίαν ἐνεπιβολὴν, εἴδησιν μυστικὴν, διὰ τοὺς φθόνους, καιρὸν καὶ καιροὺς, καὶ σύμπαντα τὰ τῆς τέχνης. Τὸ γοῦν πρῶτον ἔτος τοῦ χρησμοῦ, τὴν τοῦ χαλκοῦ λεύκωσιν τῶν κατασταθέντων καὶ λειωθέντων, καὶ φρυχθέντα ἕως μεταβάλῃ εἰς τὸν
20κηρόν· σύγκειται δὲ ὀστοῦν χαλκὸν ἐκ τῶν δʹ σωμάτων, χαλκοῦ,269

2

.

270

σιδήρου, κασσιτέρου, μολύβδου, καὶ τῶν οὐσιαστικῶν μετάλλων, καὶ θείου λευκοῦ· τάδε χρῄζουσιν μὲν προταριχείας ἀπὸ μηνὸς μεχὶρ ἕως μηνὸς φαρμουθὶ ιεʹ ἡμέραι μαʹ, εἶτα πλύσεως, ζέσεως, γλυκασμοῦ, ὑλισμοῦ, συσταθμίας, καθάρσεως. Καθαίροντα
5δὲ τὰ δʹ σώματα ἕως ἔχῃς πανταχοῦ, εἶτα μίγνυται σταθμῷ. Ἔστι δὲ ἡ σταθμία· ἐκ χαλκοῦ λίτραι δʹ, σιδήρου λίτρα αʹ, κασσιτέρου λίτραι βʹ 𐅶, μολύβδου λίτραι βʹ 𐅶, ὁ μὲν τοῦ χαλκοῦ, λάμβανε ἀργύρου λίτραν αʹ· ἔστι αὐτοῦ κάτοχος. Ἔχουσιν δὲ ἐν ταῖς ἄλλαις γραφαῖς καὶ διαφόρους σταθμοὺς,
10καὶ μίξεις καὶ ἐργασίας, καὶ αὐτὰς καλὰς καὶ οὐκεῖ κενὰ, οὐδὲ ματαίους. Οἱ μὲν γὰρ αὐτῶν ὅλα τὰ σώματα ὑφ’ ἓν μιγνύντες ἔχουσιν σκωρίαν ἢ καὶ ἐργάζονται· οἱ δ’ ἐπιει καὶ ἑτέρων ποιοῦσιν, προκαθαί‐ ρουσιν γὰρ τὸν χαλκὸν, ὡς ἐνδέχεται, καὶ μίσγουσιν τὸν ἄργυρον· εἶτα τὸν σίδηρον ἀρσενώσαντες, ὡς ἐν τῷ χαλκῷ, καὶ ποιήσαντες
15ἁπαλὸν, σμίγουσιν· τὸν δὲ κασσίτερον καὶ μόλυβδον λύσαντες ἐπιβάλ‐ λουσιν τὰ μέταλλα καὶ σκορπιστικῇ καμίνῳ, καὶ φρύξαντες οὕτω λείουσιν καὶ πλύνουσιν· καὶ οὕτω μίσγουσιν τὸν σιδηρόχαλκον, ἄλλοι δὲ τὸν μὲν μόλυβδον· σκορπίζουσι τὰ μέταλλα· τὸν δὲ κασσίτερον, ὀνυχοποιήσαντες μίγμα, καὶ λοιπὸν βάλλοντες, τὸν μὲν μόλυβδον
20λειοῦσιν καὶ τὸν κασσίτερον ὁμοίως λειοῦσιν, καὶ μίσγουσιν καὶ πλύνουσιν, καθὼς λειοῦται ἔμπροσθεν τρυβλίῳ, καὶ τοῖς ἄλλοις. Εἰ μὴ γὰρ πλυνθῇ καὶ ἀρθῇ ἡ μελανία ἀπ’ αὐτοῦ, οὐδέν ἐστιν. Αἴρεται δὲ διὰ πλύσεως καὶ ζέσεως μετ’ αὐτοῦ, εἶτα πήξεως, εἶτα κατεράσεως, εἶτα σήψεως, εἶτα ἀνασπάσεως.
25 Λοιπὸν ὁ μόλυβδος ἔχων τὰ οὐσιαστικὰ εἴδη ἐκ δευτέρου βαλ‐ λόμενα εἰς τὴν ξάνθωσιν μετὰ ἀργύρου, ποτὲ μὲν καὶ σκορπιζόμενα, ποτὲ δὲ συνλειούμενα καὶ κατασπώμενα, καὶ διὰ τῶν ἄλλων μυρίων
τεχνῶν τῶν ἐν ταῖς γραφαῖς αὐτῶν γινομένων· πλατεῖα γάρ ἐστιν ἡ270

2

.

271

τέχνη, καὶ ὅλα τὰ μέρη, καὶ σκωρίδια, καὶ τὸ καλούμενον ἐξάνθημα, καὶ ὁ μόλυβδος τοῦ ὀξυζωμίου καὶ χρυσοζωμίου, καὶ εἴ τι τοιοῦτον περὶ τούτου στίχου νόει. Τὸ δὲ χρυσοκόλλην καὶ σινώπην, καὶ καθ‐ μίαν, ὡς ἔφην, μετὰ τοῦ μολύβδου, τὰ οὐσιαστικὰ εἴδη νόει· τὸ μύσι
5τὸ ἀσιατικὸν, τὸ θεῖον ὕδωρ δηλοῖ ποτὲ μὲν τὸ μερικὸν, ποτὲ δὲ τὸ καθόλου τὸ ἄθικτον. Καὶ τὸ μὲν μερικόν ἐστιν τὸ δι’ ἀσβέστου ἔχον πόας καὶ πάντα λειοῦν, ὀπτὸν τὸ μέρος τῶν ξανθῶν, καὶ σηπτόν· τὸ δὲ καθόλου, ὅταν τὸ σαπὲς ἀναλύσῃς τῷ προταγέντι χαλκῷ, καὶ ἀνασπάσῃς, εἴτε αἰθάλην μετὰ κόμμεως, καὶ ἔχεις, καὶ περιχέεις μαλάγ‐
10ματα, φησὶν, τὸ αὐτὸ μέρος τῷ εἴδει ξανθωθέντι καὶ ἀναδειχθέντι, καὶ ζέσῃς, καὶ τοῦτο ποιήσας τρίτον, καὶ τοῦτο ἐπιβάλλῃς. Ἔχουσιν οὖν αἱ ἀρχαῖαι γραφαὶ ποτὲ μὲν καθησμὸν πάντα, ποτὲ δὲ καὶ συγκεχυμένος, ἅτινα πάντα σοι ὑπογραφήσεται· ἔχει δὲ ὧδε. Λαβὼν κύθραν ὠμὴν, ξήρανον ἐν ἡμέρας ιʹ, καὶ λαβὼν ὤχρας
15καὶ κυανοῦ ἀνὰ μέρος αʹ, λείου ὄξει ἀκράτῳ· ποιήσας μέλιτος πάχος, χρίε τὴν κύθραν ἔσωθεν· καὶ ὄπτα σανδαράχης ἀλῆς, καὶ λαβὼν ἰὸν χαλκοῦ, λείου οὔρῳ ἀφθόρου, καὶ χρίε πάλιν ἐπάνω τὴν κύθραν· καὶ περιφημώσας ὄπτα ἡμέρας γʹ· καὶ ἐξελὼν εὑρήσεις ὡς καγχρία· ταῦτα ἐπίβαλλε ἀργύρῳ, οἱ μὲν μελανωθέντι, οἱ δὲ οὐ ψυγῆ
20χρυσὸν μελάνωσις· ὤχρας μέρος, κασσιτέρου μέρος προσποιεῖ ἀμφότερα, τὸν αὐτὸν σίδηρον πρὸς τὸ ἴσον· καὶ μαγνησίᾳ τὸ αὐτὸ ποιήσεις· καὶ 〈λαβὼν〉 ἥμισυ καὶ θεῖον ἄπυρον, καὶ μίγνυε ἀνὰ μέρος ἥμισυ ἐν χώσ‐ τρᾳ ἐπὶ ἡμέρας βʹ· εἶτα λείου τοῦτο μετὰ χαλκάνθου, καὶ κηκήδιν ἀφρῷ ἴσα τέως ἡμέρας γʹ, καὶ ὄπτα, καὶ ἐπίβαλλε χρυσὸν, καὶ μελανωθήσε‐
25ται τούτου ἓν ἀργύρου μέρος.271