TLG 4085 003 :: HESYCHIUS :: Lexicon (Π—Ω)

HESYCHIUS Lexicogr.
(Alexandrinus: A.D. 5/6)

Lexicon (Π—Ω)

Source: Schmidt, M. (ed.), Hesychii Alexandrini lexicon, vols. 3–4. Halle: *n.p., 3:1861; 4:1862 (repr. Amsterdam: Hakkert, 1965): 3:251–439; 4:1–336.

Citation: Alphabetic letter — entry — (line)

pi

1

Πααμύλης· Αἰγύπτιος θεὸς Πριαπώδης. Κρατῖνος ὁ νεώτερος Γίγα‐ σιν·
ὡς σφοδρῶς [ἡ] Αἰγυπτώδης, Σώχαρις, Πααμύλης

pi

2

Παᾶπις· οὗτος ποτήριά τινα τοῖς Ἀθηναίοις ἔπεμψε δῶρα. Λεύκων Φράτερσιν·
ἀτὰρ ὦ Μεγάκλεες οἶσθ’ ἃ τοῦ Παάπιδος·
Ὑπέρβολος τἀκπώματα κατεδήδοκε

pi

3

παγαίη· κύων. Σκυθιστί

pi

4

πάγανα· σφύρα, καὶ ἡ Ἀργὼ ἐπάγη251 in vol. 3

pi

5

*παγανός· ἰδιώτης, ἄφρων

pi

6

παγάς· γῆ τις ὑπὸ τῶν γεωργικῶν

pi

7

πάγασα· θύρα. καὶ παγασαί

pi

8

Παγασίτης· Ἀπόλλων παρὰ Ἀχαιοῖς ἐν Παγασαῖς, καὶ παρὰ Θεσ‐ σαλοῖς

pi

9

παγετός· κρύσταλλος. ψῦχος. [κρημνός, σκόπελος]

pi

10

παγετῷ· ψύχει. κρυμῷ

pi

11

πάγη· παγίς. ποδάγρα. βρόχος

pi

12

πάγη δέ τις· παγὶς δέ τις

pi

13

πάγην· παγίδα. [ἢ ὑψηλὸν τόπον]

pi

14

παγῆναι· στερεωθῆναι

pi

15

[παγγάς· πλάνος]

pi

16

πάγιον· στερεόν. πιστόν. κάτοχον. βέβαιον. ἀσφαλές

pi

17

*παγηνός· ὁ ἐξ ὁδοιπορίας καὶ διωγμοῦ κονιορτός

pi

18

παγκαρπία· πανσπερμία

pi

19

παγκράδη· ἀπὸ τῆς κράδης τῶν συκῶν

pi

20

παγκρατής· Ζεύς. Ἀθηναῖοι

pi

21

παγκρατιάζειν καὶ παγκράτιον· τὸ αὐτό. τὸ τρὶς πλησιάζειν. καὶ τὸ κιχόριον, ὅ ἐστι πόα. ἢ διαπαντός

pi

22

παγκρατιασταί· ἀθληταί, πύκται

pi

23

πάγκυφος· ἐλαίας εἶδός τι κατακεκυφὸς καὶ ταπεινὸν ἐν τῇ ἀκρο‐ πόλει

pi

24

*παγελός· ὁ ἐν τῷ ποδὶ ἀστράγαλος

pi

25

παγ.λάδια· ἑορτὴ παρὰ Ῥοδίοις, ὅταν ἡ ἄμπελος τμηθῇ

pi

26

πάγον εὐτειχῆ· τετειχισμένον ἐν ὄρει

pi

27

πάγοι· αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν

pi

28

πάγος· ὄχθος. βουνός. ψῦχος

pi

29

παγούαιρ· μάρμαρος. ἢ μικακύς252 in vol. 3

pi

30

πάγουρος· εἶδος καρκίνου

pi

31

Παγχαῖος· Ζεύς

pi

32

πάγχυ· παντελῶς

pi

33

*παῖον· ἀσφαλές, βέβαιον

pi

34

παγχυρισμός· πολυσύγκριτος

pi

35

παγῶν· πηγῶν

pi

36

παδησχέαι· σχίζαι

pi

37

*παλλία· ἀγών. οἱ δὲ τὸ παλεῖν· ἔνιοι δὲ τὸ πᾶν

pi

38

*παθήματα· συμφοραί

pi

39

παθαίνεσθαι· δεινοπαθεῖν

pi

40

παθιώταρ· συγγενοῦς. τελευταίου

pi

41

)άζιον· λίθος πολύτιμος

pi

42

Παιὰν Ζεύς· τιμᾶται ἐν Ῥόδῳ. ἢ εἶδος ᾠδῆς

pi

43

παιάναι· οἱ τοὺς παιᾶνας ᾄδοντες. ἢ ᾠδή, ἐπὶ ἀ(πα)λλαγῇ κακῶν, ἢ αἰσχροῦ τινος

pi

44

παιᾶνας· κώμους. εὐφημίας, ᾠδάς, ὕμνους εἰς θεόν

pi

45

Παιανιέα· ἀπὸ δήμου τῆς Ἀττικῆς

pi

46

παιᾶνι στυγνῷ· θρηνητικῷ ὕμνῳ

pi

47

παιδαγωγία· παιδεία, διδασκαλία

pi

48

παιδαγωγός· παιδευτής. καὶ τὰ ὅμοια

pi

49

[παιδάκιμα· μειράκια]

pi

50

*παῖδαι· ἡμέραι τινές

pi

51

*παῖδα δέ μοι· τὴν θυγατέρα δέ μοι

pi

52

παιδάρια· τὰ μείζονα. καὶ τὰ ἀρτίως γεγονότα253 in vol. 3

pi

53

*παιδαλήθριον· παιδισκάριον

pi

54

παιδαριήματα· παιδάρια

pi

55

παιδαριώδη· ἀσύνετα

pi

56

παιδέρως· οἱ μὲν σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος· οἱ δὲ μύρου εἶδος

pi

57

*παιδεία· ἀγωγὴ ὠφέλιμος. διδαχή

pi

58

παῖδες· τὸ πάλαι μὲν τέκνα ἀρσενικὰ καὶ θηλυκά. μεταπεσούσης δὲ τῆς χρήσεως νῦν καὶ οἱ δοῦλοι

pi

59

παιδεύειν· τρέφειν, παιδοτροφεῖν

pi

60

[παιδεώτις· παιδοκτόνος]

pi

61

*παιδεία· πείρα. νουθεσία

pi

62

παιδικά· τὰ [ἱ]ἐρωτικά. καὶ οἱ [ἱ]ἐρώμενοι. ἐπὶ τῆς πρὸς γυναῖκας συνουσίας

pi

63

παιδικέωρ· ὁ ἐν γυμνασίῳ ὑπηρέτης

pi

64

παιδίνορ· παιδίσκη

pi

65

παιδισκάριον· τὸ κοράσιον. Ἀττικοί. ἐπὶ τῆς ἡλικίας. καὶ λίθος, ᾧ πρὸς ταλασιουργίαν χρῶνται

pi

66

παιδίσκοι· οἱ ἐκ παίδων εἰς ἄνδρας μεταβαίνοντες

pi

67

[παῖδνες· ἀλαλαγμοὶ ἐν πολέμῳ]

pi

68

παιδνός· νεογνὸς παῖς. νέος ὁ ἐξερχόμενος ἀπὸ τῆς τοῦ παιδὸς ἡλι‐ κίας, ἢ παρὰ τοῖς Ἀττικοῖς καλούμενος ἀντίπαις. ἄφρων, νήπιος

pi

69

παιδοβάτιον· εἶδος ἀμπέλου

pi

70

παιδόθεν· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παιδικῆς ἡλικίας

pi

71

παιδικομίας· παιδοτροφίας

pi

72

παιδοκόμ[εν]ος· ὁμοίως

pi

73

παιδοκόρης· Ἑρμῆς. τιμᾶται ἐν Μεταποντίοις

pi

74

παιδολέτρια· παιδοφόνος

pi

75

παιδολέτερον· παιδοφόνον254 in vol. 3

pi

76

παιδονόμος· ἀρχή τις παρὰ Λάκωσι

pi

77

παιδοπίπας· ἀρσενοβάτης, ἀνδροβάτης

pi

78

παιδός· ἀκμῆς

pi

79

παιδοτρίβαι· ἀλεῖπται. γυμνασταί

pi

80

παιδοτριβοῦσι· παιδεύουσι. καὶ τὰ ὅμοια

pi

81

παιδῶνας· τοὺς μισθοῦ[ς] ἐκ τῆς ἀγορᾶς κομίζοντάς τι

pi

82

(*)παιδονίκται· οἱ προϊστάμενοι τῆς τῶν παίδων εὐκοσμία ς

pi

83

παίει· τύπτει, πλήττει, κρούει. δέρει. ἢ ἐσθίει

pi

84

παιήονα· ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα, ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενον· ποτὲ δὲ θεόν τινα, ὃν συνίστησιν ἰατρὸν θεῶν. [ἢ ᾠδή. ἢ ἔθνος]

pi

85

*πεζός· τοῖς ποσί

pi

86

παιηοσύνη· ἰατρεία

pi

87

παιητέον· πληκτέον

pi

88

παιλαγρέται· ἀρχή τις, ἐπὶ ἱππέων

pi

89

παιλλός· ἄῤῥην, νήπιος

pi

101

παίμμα· πλακούντια

pi

90

Παίονες· ἔθνος βαρβαρικόν. δοῦλοι. [καὶ ἰατροί]

pi

91

*παῖον· ἀσφαλές, βέβαιον

pi

92

*παιπάλλειν· σείειν

pi

93

παιπαλᾶν· περισκοπεῖν. ἐρευνᾶν

pi

94

παιπάλη· ἄλευρον λεπτόν, τὸ ἀπὸ κριθῆς, ἢ κέγχρου, ἢ τὸ τυχόν

pi

95

παιπάλημα· ποικίλος ἐν κακίᾳ

pi

96

(*)πάϊν· παῖδα

pi

97

παιπαλόεσσαν· ὑψηλήν·
ἔστη(ν) δὲ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών
καὶ τραχεῖαν. τινὲς δὲ σκολιάν255 in vol. 3

pi

98

παιπαλόεντος· τραχύν

pi

99

παιπάσσουσα· παντὶ φαινομένη

pi

100

παῖς· πᾶς ὁ φύσει υἱὸς ὤν τινος. καὶ ὁ τῇ ἡλικίᾳ νέος. καὶ ἀντὶ τοῦ παρθένος. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δούλου. ἄρτι ἀκμάζων

pi

102

παῖσαι· ὃ ἡμεῖς παῖξαι

pi

102a

[παισαρεύματα· περικόμματα]

pi

103

παιρεύς· παιρέτης

pi

103a

παίσατε· ἐνίοτε μὲν ἐπὶ τοῦ παίξατε· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ἔν‐ δοτε

pi

104

.παις θ’ ἅμα· [παίει ἅμα]

pi

104a

παίσδῃ· παιδαριεύῃ

pi

105

Παισός· πόλις. καὶ ποταμός

pi

106

[παιτάσας· ἁπλώσας

pi

107

παίταυρα· σίγνα]

pi

108

παιφάσσειν· πυκνὰ ἀπ’ ἄλλου ἐπ’ ἄλλον ὁρμᾶν, ἐνθουσιαστικῶς ἔχειν,
σπεύδειν, θορυβεῖν, πηδᾶν256 in vol. 3

pi

109

παίω· δέρω, τύπτω, πλήττω

pi

110

*παιώνιον· φάρμακον καταπαῦον ὀδύνας

pi

111

Παίων· ὄνομα. καὶ ἰατρός. ὁ δὲ ἀλαλαγμὸς παιωνισμός. γράφεται δὲ καὶ παιανισμός

pi

112

Παιῶνες· τὰ αὐτά

pi

113

παιώνια· φάρμακα ἰατρικά. ἢ θεραπεῖαι

pi

114

παιώνιον· ἴασιν. θεραπείαν

pi

115

Παιώνιος· Διόνυσος

pi

116

παιωνίσαντες· ἀλαλάξαντες

pi

117

πακοτή· ἀποσκότ..

pi

118

πακτά· ἡρμοσμένα. πεπηγμένα

pi

119

Πακτωλός· ὄνομα ποταμοῦ

pi

120

πάλα· ζώνη

pi

121

*πάλαι· ποτέ

pi

122

παλ]άθη· ἡ τῶν σύκων ἐπάλληλος θέσις

pi

123

παλάθαι· σύκων μαζία

pi

124

παλαία· ἀλφιτισμός. οἱ δὲ ποσισίτου

pi

125

παλαιγενεῖς· πρεσβῦται

pi

126

παλαιθέου· παλαιᾶς θεοῦ

pi

127

*παλαιοθέτης· παλαιοπράγμων. δραστήριος

pi

128

*παλαιδέτης· πρεσβύτης. ὁ συνήθης. ὁ παλαιετής

pi

129

*παλαιόν. ἀρχαῖον. σαθρόν

pi

130

*παλαιός· ὁ ταῖς φρεσὶν ἐξεφθαρμένος ἤδη, ἄφρων, ὁ καὶ ἠλί‐ θιος

pi

131

Παλαίμων· ὁ Ἡρακλῆς

pi

132

παλαιόρ· μωρός

pi

133

πάλαι πεπρωμένον αἴσῃ· πρὸ πολλοῦ ὑπὸ τῆς εἱμαρμένης, ὅ ἐστι
μοίρας, εἰς τέλος ἀχθέντα τοῦ βίου257 in vol. 3

pi

134

Παλαίπολις· τὸ πάλαι[ὸν] Ἄργος

pi

135

πάλαισμα· κακοτεχνία

pi

136

παλαισμοσύνη· πάλη

pi

137

παλαιστή· παλάμη, τὸ τεττάρων δακτύλων μέτρον, καὶ ἡ σπιθαμή

pi

138

παλαίστρα· ὅπου οἱ παῖδες ἀλείφονται

pi

139

παλαίτερον· παλαιοτέρων ἱστοριῶν

pi

140

παλαιφάγου· πάλαι ἐσθιομένης

pi

141

παλαίφατα· ἐκ παλαιοῦ χρόνου πεφατισμένα, ὅ ἐστι μεμαντευμένα. οἱ δὲ πάλαι τέλος ἔχοντα

pi

142

*πάλη· ἀγών

pi

143

παλαιῶς· ῥάπισμα. [καὶ παλαιά

pi

144

παλαιῷ φωτί· πρεσβύτῃ γεγονότι

pi

145

παλακῖνος· πολεμιστήριος

pi

146

παλάμαι· αἱ χεῖρες. καὶ αἱ τέχναι. ἐπεὶ δι’ αὐτῶν πολλὰ μαιόμεθα

pi

147

παλάμη· τέχνη. χείρ

pi

148

παλαμήσας· τεχνάσας. ἐργάσας

pi

149

παλαμήσασθαι· τεχνάσασθαι. καὶ τὰ ὅμοια

pi

149a

πάλαμις· τεχνίτης, παρὰ τοῖς Σαλαμ(ι)νίοις

pi

150

(*)παλαμέων· τεχνῶν

pi

151

παλαμναῖος· ἀποτρόπαιος. σκληρός. φονεύς, ὁ αὐτοχειρίᾳ τινὰ ἀνε‐ λών. ὁ ἐνεχόμενος μιάσματι οἰκείῳ

pi

152

[πάλανον ἀφρόν· πεπηγότα ἀφρόν]

pi

153

παλάξαι· βρέξαι· ἔνθεν καὶ πηλὸς ἡ βεβρεγμένη γῆ. ἢ μαλάξαι, συνθράσαι

pi

154

*παλάσσετο· διεβρέχετο. ἐφύρετο. ἐμολύνετο. ἀνεπίμπλατο. ἐμα‐ λάσσετο

pi

155

π)λάσια· τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ θ π)λάθια καὶ παλάθη

pi

156

παλαστῶσαι· χειροτονῆσαι

pi

157

παλάχη· ἀρχή. λῆξις. μοῖρα. γενεά

pi

158

παλαχῆθεν· ἐκ γενεᾶς. ἐκ παλαιοῦ258 in vol. 3

pi

159

*παλαίστρα· ἀγωνία

pi

160

παλεύεται· θηρεύεται, ἀγρεύεται

pi

161

παλεύσας· τὰ αὐτά. καὶ ὑπαγαγόμενος·
παράνομον γάμον παλεύσας. μετῆκται δὲ ἀπὸ τῶν περιστερῶν. λέγονται γὰρ παλεύτριαι αὗται αἱ ἐξαπατῶσαι καὶ ὑπάγουσαι πρὸς ἑαυτὰ ἤγουν ἐνεδρεύουσαι

pi

162

παλευταί· οἱ τὰ λίνα ἱστῶντες, οἷς τὰ θηρία παλεύεται

pi

163

παλημάτιον· τὸ λεπτὸν ἄλευρον

pi

164

πάλην· ἄλευρα. καὶ σποδός. τὸ λεπτότατον τοῦ ἀλεύρου

pi

165

*παλαμναῖος· φονεύς. ἀντίθεος [θεῷ.] μεμιασμένος

pi

166

παλήσειε· διαφθαρείη

pi

167

παλιτούτη· πλίνθος

pi

168

πάλθοις· τόξοις. σφενδόναις

pi

169

[παλίβολος· ἄστατος, εὐμετάβολος, ἢ εὐμετάβλητος]

pi

170

παλι)γλώσσῳ· βλασφήμῳ

pi

171

παλιγκάπηλος· ὁ μετάβολος. ὁ τὸ αὐτὸ ἀεὶ ἀγοράζων καὶ πωλῶν. ὡς παλίνδουλος ὁ πολλάκις δουλεύσας

pi

172

παλίγκλαστον· σκολιόν. αὐστηρόν. δύστροπον

pi

173

παλίγκοτα· οὐκ ἀξιόχρεα. ὀργίλα. ἐχθρά. καὶ τὰ ὅμοια

pi

174

παλιγκώα· πλάνη

pi

175

παλ(.)ίζεσθαι· σφαιρίζειν

pi

176

Παλικοί· Ἀδράνῳ δύο γεννῶνται υἱοὶ Παλικοί, οἳ νῦν τῆς Συρακου‐ σίας εἰσὶ κρατῆρες, οἱ καλούμενοι Παλικοί, οἱ καὶ κατοικήσαντες αὐτήν

pi

177

παλίλλογα· παλινσύλλεκτα

pi

178

παλιλλογία· ταυτολογία

pi

179

παλίμβιος· ὡς ἐξ ἀναβιώσεως

pi

180

παλίμβολον κήρυκα· τινὲς τὰ ἐναντία βουλευόμενον. οὐκ εὖ. γνώ‐
μο(ν)α γὰρ δηλοῖ259 in vol. 3

pi

181

παλίμβολος· ἀκατάλληλος, ἀνάρμοστος, ἀπερίστατος. τρίπρατος. ὁ πολλάκις ἐπὶ μεταβολῇ ἀπημπολημένος, κοῦφός τε καὶ οὐ βέβαιος, ἀκατάλληλος. ἀπ’ ἄλλου εἰς ἄλλον μεταβαίνων

pi

182

παλίμβολος· ἀδόκιμος, ἀνελεύθερος

pi

183

παλιμπετές· εἰς τοὐπίσω πεπτωκός

pi

184

παλιμπετής· ὀπισθόρμητος, ἢ ἐναντιοπετής

pi

185

πάλιμ πλαχθέντας· ὀπίσω πλανητούς, οἷον ὑποστρέψαντας εἰς τοὐπίσω, ἢ πλανηθέντας

pi

186

παλιμπόρους βάκχους

pi

187

παλιμπρυμνηδόν· οἷον παλίμπρυμνον χώρησιν. προῆλθεν εἰς τοὔμ‐ προσθεν ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι

pi

188

παλιμπυγηδόν· τὸ εἰς τοὐπίσω ἀναποδίζειν

pi

189

παλίμφημα· κακόφημα, δύσφημα, βλάσφημα

pi

190

πάλιν· εἰς τοὐπίσω. Ἀρίσταρχος τὸ πλέον πάλιν τοπικῶς χρῆσθαί φησι τὸν ποιητήν, καὶ οὐχ, ὡς ἡμεῖς, χρονικῶς

pi

191

παλινάγγελος· ὁ ἐξ ὑποστροφῆς ἄγγελος, ὅταν ἀπαγγείλας τινὶ ἀπὸ τούτου ἑτέραν φάσιν ἀποφέρῃ

pi

192

παλινάγρετα· εὐμετάβλητα, τὰ χαρίσματα τὰ ἐκ μεταμελείας πάλιν ἀναλαμβανόμενα

pi

193

παλινάγρετον· παλίλληπτον. μεταμελητόν

pi

194

παλιναίρετον· ἐπεσκευασμένον, καὶ οἷον ἐκ παλαιοῦ (κε)καινοποιη‐ μένον. παλισύῤῥαπτον

pi

195

παλινδαές· παλίγγνωστον

pi

196

παλινδ]ινία· [πάλιν γεννῆσαι] ἡ ἐξ ὑποστροφῆς ὑδάτων

pi

197

παλινδικεῖ· ἐπισυνάπτει δίκην

pi

198

παλινδικία· ἡ ἐξ ἀρχῆς δίκη

pi

199

*παλιγγενεσία· τὸ ἐκ δευτέρου ἀναγεννηθῆναι, ἢ ἀνακαινισθῆναι

pi

200

παλινδίνητον· συνεχές ......

pi

201

παλινδορία· τὸ σκύτος. Πλάτων Σύρφακι·
σὲ μὲν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω

pi

202

παλινδρομεῖ· ἀνατρέχει. ὑποστρέφει

pi

203

*πάλιν ἐρέει· ἐναντιωθήσεται. ἢ ἀντερεῖ

pi

204

*παλίνορσος· ὀπισθόρμητος. πάλιν ὑποστρέψας

pi

205

*παλινδ(..)ία· ἡ ἐξ ὑποστροφῆς λεγομένη δίκη

pi

208

παλιμπλά)κτοισι[ν]. ὀπισθορμήτοις

pi

206

παλινοιωνίαι· ἐκ δευτέρου μαντεῖαι260 in vol. 3

pi

207

παλίνπιττα· ἑφθὴ πίττα

pi

209

παλινσάγης· χήρα γυνή ........

pi

210

παλίνσκιος· σύ[ν]σκιος, σκοτεινός, ζοφώδης. τὸ γὰρ πάλιν ἐνιαχοῦ ἐπίτασιν δηλοῖ, ὡς παλινκάπηλος παλίμπρα]τος

pi

211

παλίντιτα· ὀπισθέκτι[σ]τα, ὅ ἐστιν ἐξ ὑποστροφῆς τιμωρίαν δώσοντα

pi

212

παλίντονα· ὀπισ(θ)ότονα, ἢ τὰ ἐπὶ θάτερα τρεπόμενα

pi

213

παλιντριβεῖ· κακεντρεχεῖ

pi

214

παλιντροπά]ασθαι· εἰς τοὐπίσω τρέπεσθαι

pi

215

*παλινοστήσας· εἰς τοὐπίσω ἐπανελθών

pi

216

παλινῳδίαν· ᾠδὴν τῇ προτέρᾳ ἐναντίαν. ἢ δόγμα τῷ πρώην ἐναντίον

pi

217

[παλίνωξις· ἡ ἐξ ὑποστροφῆς δίωξις]

pi

218

παλινώρους· ἄκοντας

pi

219

παλίνωρον· εἰς τοὐπίσω ἐξέκλασεν καὶ ἐξέβαλεν. ἀπὸ τῶν ἐκκοκκι‐ ζομένων ῥοιῶν

pi

220

παλίουρος· κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον

pi

221

παλιῤῥόθιον· παλιῤῥόουν. ἐκ τοῦ ὄπισθεν ὡρμηκός, ἢ εἰς τοὐπίσω φερόμενον

pi

222

παλίῤῥυτον· εἰς τοὐπίσω ἑλκόμενον

pi

223

παλίσσυτοι· ἀναχωρήσαντες

pi

224

παλίσσυτον· ἐξ ὑποστροφῆς

pi

225

παλίωξις· ἡ ἐξ ὑποστροφῆς δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ἔσχα‐ τον διῶκται γένωνται

pi

226

πάλκος· πηλός

pi

227

πάλλα· σφαῖρα ἐκ ποικίλων ναμάτων πεποιημένη

pi

228

Παλλάδος πρόσωπον· στατήρ, ἐπὶ μὲν ἑνὸς μέρους Ἀθηνᾶς πρόσω‐ πον, ἐπὶ δὲ θατέρου τὴν γλαῦκα ....

pi

229

παλλάκιον· μειράκιον

pi

230

παλλακός· ἐρρωμένος

pi

231

Παλλάντιος· Ζεὺς ἐν Τραπεζοῦντι

pi

232

Παλλαντίς· ἡ Τριτωνὶς λίμνη

pi

233

Παλλάς· Ἀθηνᾶ, ἡ παίουσα τοὺς αὐλούς

pi

234

[παλ]άσσειν· ταράσσειν. βρέχειν. μολύνειν]

pi

235

παλλάχανον· κρόμμυον. Ἀσκαλωνῖται

pi

236

πάλλε[ν]· ἔβαλεν. ἐκράδαινεν261 in vol. 3

pi

237

πάλλει· κινεῖται, ἅλλεται

pi

238

πάλλειν· κινεῖν. πηδᾶν. κληροῦν. κραδαίνειν. στρέφειν

pi

239

*πάλλεται· πηδᾷ. σείεται. καὶ τὰ ὅμοια

pi

240

πάλλεσθαι· κληροῦσθαι. ἅλλεσθαι

pi

241

πάλλευκον· εὐήμερον

pi

242

Παλληνί]ς· ἡ Ἀθηνᾶ, ἐν Χαλκίδι

pi

243

*παλλία· ἀγών. οἱ δὲ τῷ Πάλει. ἔνιοι δὲ τῷ Πανί

pi

244

πάλληξ· βούπαις

pi

245

παλλιχίαρ· πεμμάτιόν τι παρὰ Λάκωσι

pi

246

*πάλλεται· πηδᾷ. σείεται. κραδαίνεται. κινεῖται. σφύζει

pi

247

*πάλλον· ἔσειον. καὶ τὰ ὅμοια

pi

248

*πάλλων· κινῶν, ταράσσων

pi

249

*παλλομένων· κληρουμένων

pi

250

παλλύτας· ὄργανον βασανιστήριον

pi

251

πάλμη· γέῤῥον

pi

252

παλμός· τρόμος. σεισμός. καὶ τὰ ὅμοια

pi

253

παλμυός· βασιλεύς. πατήρ. οἱ δὲ πάλμυς

pi

254

[Παλμύτης· Αἰγύπτιος θεός]

pi

255

[πάλνης· πλάνης. ἀπάτης]

pi

256

*παλλωΐα· τὸ μὴ τυχεῖν βάλλοντα

pi

257

πάλ]ος· κλῆρος. ἀπὸ τοῦ πάλλεσθαι, πρὸς τὴν ἄρ[νη]σιν τοῦ λαγχάνοντος. καὶ τό·
κλήρους δ’ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες

pi

258

πάλ]ος ἔζευξεν· ......

pi

259

[παλλουμένων· κληρουμένων]

pi

260

[πάλοιςαις, τοῦ πάλλεσθαι, καὶ τὰ ὅμοια]

pi

261

παλτά· ἀκόντια. λόγχαι

pi

262

πάλτο· ἥλατο. ἀπέβη

pi

263

παλτόν· κληρωτήν

pi

264

παλτῶν· ἀκοντίων

pi

265

παλύνας· τὸ λεπτὸν τῆς γῆς ἐπιβαλών, τὴν λεγομένην χυτήν. εἴρηκε δὲ ἀπὸ τοῦ ἀλεύρου·
ἐπὶ δ’ ἄλφιτα λευκὰ[νειν] παλύνειν
πάσσει(ν)262 in vol. 3

pi

266

παμβῶτις τύχη· ἐλπὶς παντοτρόφος

pi

267

Παμισός· ποταμός

pi

268

παμμάκαρ· κατὰ πάντα μακαριστός

pi

269

παμμέγεθες· λίαν μέγα

pi

270

παμμελέσιν· ἐνμελέσι. γλυκερέσιν

pi

271

παμμήστορα· πάντων τεχνίτην

pi

272

πάμπαν· παντελῶς. ὁλοτελῶς. ὁμοίως. ὄντως

pi

273

Πάμπανον· ἡ Δημήτηρ ἐν Ἡρακλείᾳ

pi

274

παμπήδην· ὁλοσχερῶς. παντελῶς

pi

275

παμπησ]ία· πᾶσα ἡ ὕπαρξις

pi

276

παμποίκιλος· πολύτροπος

pi

277

*πάνπρωτον· πάντων πρῶτον

pi

278

παμφάγος· πάντα δαπανῶν

pi

279

παμφαές· φαιδρότατον. πάντα φωτίζον

pi

280

παμφαίνειν· λάμπειν, στίλβειν, ἀστράπτειν

pi

281

παμφαλύζει· τρέμει

pi

282

παμφανάᾳ· λάμπει

pi

283

παμφανόωντα· λαμπρόν, πάντοθεν λάμποντα

pi

284

παμφαοῦς· πάντα φωτιζούσης

pi

285

παμφθόγγῳ· παμφώνῳ

pi

286

πάμφι· παντάπασι

pi

287

Παμφίδες· γυναῖκες Ἀθήνησιν ἀπὸ Πάμφου τὸ γένος ἔχουσαι

pi

288

παμφόρῳ· πάντα φέροντι

pi

289

παμ]ωχίων· κεκτημένος

pi

290

παμῶχος· ὁ κύριος. Ἰταλοί. καὶ ἡ δεκάς. [καὶ τὸ φιλεῖν τῷ στόματι τὰ παιδία [καὶ] τὸν πατέρα

pi

291

πᾶν· ὅλον. τὸ πᾶν· τὸ ὅλον

pi

292

παναγῆ· καθαρά. ἅγια

pi

293

παναγής· καθαρός, κατὰ πᾶν ἁγνός

pi

294

[παναγιστίας· παναγίας]

pi

295

πάναγρα· [πανάγρια,] ἐν οἷς τὰ λεπτὰ καὶ ἁδρὰ θηρεύεται

pi

296

πανάγρου· τοῦ πάντα ἀγρεύοντος

pi

297

παναθήναια· ἡ τῶν Ἀθηναίων ἑορτή. καὶ ὁ ἀγών263 in vol. 3

pi

298

παναιεῖς· Ἀθήνησιν ἱέρειαι

pi

299

παναίθῃσιν· ὅλαις λαμπραῖς·
παναίθῃσι(ν) κορύθεσ(σ)ι

pi

300

πάναιθον· λαμπρόν

pi

301

παναίθετος· πάντα ἀπαραίτητος

pi

302

παναίγυλος· πανκάκουργος

pi

303

παναιΐα· ἱέρεια, ἥτις οὐ μίσγεται ἀνδρί

pi

304

Παναῖ]οι· ἔθνος Θρᾴκιον

pi

305

παναίολος· παμποίκιλος

pi

306

πανάκεια· θεραπεία

pi

307

πάν(ακς· βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται

pi

308

Πάνακτος· ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ

pi

309

παναλκές· ἰσχυρόν. παντοδύναμον

pi

310

πανάμερος· δι’ ὅλης ἡμέρας

pi

311

πανάμωμος· ἀρεστός

pi

312

πανάποτμος· ἀθλιώτατος, κατὰ πάντα κακόποτμος, ὅ ἐστι παντε‐ λῶς κακόμορος

pi

313

παναρμόνιον· εἶδος ὀργάνου, ἐξ ὅλου τεταγμένον. Ἁρμονία γὰρ ἡ εὔτακτος ἀκολουθία

pi

314

*πανάργυρον· ὅλον ἀργυροῦν

pi

315

πανασκηθέα· πάντα ὑγιῆ

pi

316

παναφήλικα· πάντων ὁμηλίκων ἀπεληλαμένον ἐκτός

pi

317

Παναχαιῶν· πάντων Ἑλλήνων

pi

318

παναώριον· πάντων ἀωρότατον. καὶ ἄμοιρον. ἢ κατὰ πάντα ἄωρον

pi

319

πανδαισία· ἡ πάσαις ταῖς αἰσθήσεσιν ἡδονὰς παρέχουσα εὐωχία, ἢ πολυτελὴς τράπεζα

pi

320

πανδαισίαν· τὴν παντοδαπὰ ἐδέσματα καὶ πολυτελῆ ἔχουσαν

pi

321

πανδαμάτωρ· ὁ πάντας δαμάζων

pi

322

πανδαμικοί· παιδικοὶ χιτῶνες ἐν ταῖς πομπαῖς

pi

323

πανδ]ῖα· ἑορτὴ Ἀθήνησι

pi

324

πανδερκεῖς· πάντα ὁρῶντες

pi

325

πᾶν δ’ ἦμαρ· δι’ ὅλης δὲ τῆς ἡμέρας

pi

326

πανδημεί· σὺν παντὶ τῷ δήμῳ

pi

327

πανδήμιος· ὁ καθ’ ὅλον τὸν δῆμον ἀναστρεφόμενος

pi

328

πανδήμου· δημοσίας, κοινῆς264 in vol. 3

pi

329

πανδοκ)ῖον· πανδοχ(ε)ῖον

pi

330

πάνδοξ· ὁ ἐν πανδοχ(ε)ίῳ οἰκῶν

pi

331

πανδοῦρα ἢ πανδουρίς· ὄργανον μουσικόν. Πάνδουρος δὲ ὁ μεταχειριζόμενος τὸ ὄργανον

pi

332

Πανδοσία· πόλις τῆς Ἠπείρου καὶ Ἰταλίας

pi

333

πανδοχεύς· ἐπιδέξιος, ὁ πάντας δεχόμενος

pi

334

πανδώρα· ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν πάντα δωρεῖται. ἀφ’ οὗ καὶ ζείδωρος καὶ ἀνησιδώρα

pi

335

πάνεια· κεχορτασμένη

pi

336

πανείπας· ἀναιδής

pi

337

πανέξαλλον· ἐν πᾶσιν ἀλλότριον

pi

338

*παναίολος· παμποίκιλος

pi

339

πᾶνες· τοὺς ἐσπουδακότας σφοδρῶς περὶ τὰς συνουσίας ἔλεγον

pi

340

[πανέψιον· πᾶσι σύνοπτον]

pi

341

πανήγυρις· ἔπαινος. ἑορτή. θέατρον

pi

342

πανημαδόν· διὰ βίου

pi

343

πανημέριος· οὐχ ὁ δι’ ὅλης ἡμέρας, ἀλλ’ ὁ ἀφ’ οὗ τι(ς) ἂν ἄρξη‐ ται μέρους· ἢ καὶ δι’ ὅλης τῆς ἡμέρας, καταχρηστικῶς

pi

344

πανήρεα· πᾶσιν ἀρέσκοντα

pi

345

πανήρεσι· κατὰ πάντα ἡρμοσμέναις

pi

346

πανῆρες· πᾶσιν ἀρέσκον. ποικίλον. παμμήχανον

pi

347

*πανήπορος· πανάπορος, ἐνδεής

pi

348

πανθρ(ό)ῳ δήμῳ· παῤῥησίαν ἄγοντι δήμῳ, πάντα θροοῦντι, ὥστε μηδὲν ὑποστέλλεσθαι

pi

349

πάνθρυλ]ον· τὸ πάντα θρυλοῦν

pi

350

πανθύλην· μονογενῆ τοῖς τόξοις ἢ σφενδόναις

pi

351

πανθυμαδόν· πάσῃ τῇ ψυχῇ, ἢ παντὶ τῷ θυμῷ

pi

352

πάνθ’ ὑπὸ μηνιθμόν· περὶ πάντα τὸν τῆς μηνίδος χρόνον

pi

353

Πανία· ἡ Πελοπόν(ν)ησος

pi

354

πανίας βήσσας· ὡς ἀπὸ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ. [καὶ ὁ
λευκὸς πάντη] [ἢ ὁ λευκὸς πάντη καὶ καθαρός. καὶ ὁ μέλας καθαρός265 in vol. 3

pi

355

πανικτόν· Ἕρμιππος ἐν Στρατιώταις·
ὥρα τοίνυν μετ’ ἐμοῦ χωρεῖν (τὸν) κωπητῆρα λαβόντα
καὶ προσκεφάλαιον, ἵν’ ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάξῃς.
ἀλλ’ οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν (προσκεφαλαίου)

pi

356

πάνιον· αὐτόχρουν. ὁμοέχρουν. λευκόν. καθαρόν

pi

357

πανίῳ δαίμονι· μανιώδει δαίμονι

pi

358

πανιώνιον· ἱερὸν Ποσειδῶνος ἐν Ἰωνίᾳ

pi

359

πάγκαλος· ἐξ ὅλου, κατὰ πάντα καλός

pi

360

πανκαρπία· πανσπερμία

pi

361

πανκρατής· πάντων κρατῶν, καὶ ἄρχων, καὶ βασιλεύων

pi

362

*πάντα· ὅλα

pi

363

παννόας· ὁ ἀπόπληκτος. καὶ ἀδολέσχης

pi

364

παννυχίη· δι’ ὅλης τῆς νυκτός

pi

365

παννυχίς· ἑορτὴ νυκτερινή

pi

366

(πανοικί)· σὺν ὅλῳ τῷ οἴκῳ

pi

367

πανόλβιος· παμμακάριστος

pi

368

[πάνομαλφαίῳ]

pi

369

πανομφαῖον· πεφημισμένον. [ἢ ὁ τὰ κακὰ ἀποστρέφων

pi

370

πανομφαίῳ· ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφέρεται, τουτέστι κλη‐ δών

pi

371

Πανόπη· πόλις Φωκίδος

pi

372

πανόπτης· πολυόφθαλμος. Ζεύς. Ἀχαιοί

pi

373

πάνοπτος· ὁ πανταχόθεν φαινόμενος

pi

374

πανορμίη· ἐπίθετον Ἀπόλλωνος

pi

375

πανὸς σκῶλον· ὄνομα σχήματος, ὅταν οἱ ἀπὸ σκώλου ᾖ πεπληγὼς [ἄντρον τι λέγεται σχῆμα

pi

376

πανὸς σκότος· οἷον νυκτερινὸς φαντασίας266 in vol. 3

pi

377

πανοσπρία· σύνοδος

pi

378

[πανοστρία· συμμιγὴς πληθύς. σύνοδος]

pi

379

πᾶν ὁτιοῦν· οἷον δή ποτ’ οὖν, πᾶν τὸ τυχόν

pi

380

πανοῦργος· πάντα μανθάνων. δόλιος, πάντα ἐν πονηρίᾳ ἐργαζόμενος

pi

381

πανουλεύς· ἐξώλης

pi

382

πανούριος· πάντα οὔριος

pi

383

Πάνοψ· ἥρως Ἀττικός. ἔστι δὲ αὐτοῦ καὶ νεώς, καὶ ἄγαλμα, καὶ κρήνη

pi

384

πανόψιον· πάντων ὁρώντων. πᾶσι σύνοπτον. λαμπρόν

pi

385

πανσαγία· πανοπλία

pi

386

πανσθενεστάτῳ· ἰσχυροτάτῳ

pi

387

πανσυδίη· ὁμοῦ πάντες

pi

388

πάντα κάλων σείει· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων

pi

389

πάντα κινήσας πέτρον· παροιμία

pi

390

πάντα λίθον κινεῖν· παροιμία, ἧς μέμνηται Ἀρίσταρχος. ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσεν, ἡττηθεὶς παρὰ Σαλαμῖνι .....

pi

391

παντάνα· τρυβλίον

pi

392

πάντα δ’ ἀπὸ )λευρῶν χρόα ἔργαθεν· οὐ κατὰ βάθους ἔτρω‐ σεν, ἀλλ’ ἀπεῖρξε τοῦ χρωτὸς καὶ τῶν πλευρῶν τὸ δόρυ

pi

393

παντάπασι· παντελῶς. ὅλως

pi

394

πανταρκέα· πᾶσι βοηθόν

pi

395

πανταρκής· ὁ πᾶσιν αὐταρκῶν. [ὁ]

pi

396

παντάσκιος· ὁ πάντοθεν σκιὰν οὐκ ἔχων

pi

397

πανταχῶς· πάντα τρόπον

pi

398

παντελές· παντελῶς, ὁλοτελῶς

pi

399

παντελής· ὁλοτελής. [καὶ]

pi

400

παντεπόπτης· ὁ πάντα καθορῶν

pi

401

πάντες· ἀντὶ τοῦ οἱ πλεῖστοι

pi

402

πάντεσν· ὑπὲρ πάντων

pi

403

παντευχία· πανοπλία

pi

404

πάντη· πάντως. πανταχοῦ, πάντοθεν

pi

405

πάντη τε· πάντως

pi

406

πάντη· πανταχοῦ (..) ἑκάστῳ (....)267 in vol. 3

pi

407

παντὶ σθένει· ὅλῃ, πάσῃ δυνάμει

pi

408

παντίτῳ· παντί τινι

pi

409

παντοδαποῖς· διαφόροις

pi

410

παντοδαπός· παντοῖος. σύμμικτος

pi

411

παντοδα(πῶν)· παντοίων. καὶ διαφόρων

pi

412

πάντοθεν· πανταχόθεν, ἐξ ἑκάστου τόπου

pi

413

παντόθι· πανταχοῦ

pi

414

παντοίων· πάντων. πολυτρόπων

pi

415

παντοκράτωρ· ὁ θεός, πάντων κρατῶν

pi

416

παντομάντειραι· μοῖραι

pi

417

πάντοσε· εἰς πάντα τόπον. πανταχοῦ

pi

418

πάντος’ ἐΐσην· πανταχόσε στρογγύλην

pi

419

παντώνια· παντοδαπά

pi

420

*πάντων· πάντως

pi

421

*πάντων· ὑπὲρ πάντας

pi

422

*πάντων ἐκπαγλότατε· ὑπὲρ πάντας ἐκπληκτικώτατε

pi

423

πάντως· ἰσοδυναμεῖ ἀληθείᾳ. κυρίως

pi

424

πάντως θαρσαλέη· κατὰ πάντα θρασεῖα

pi

425

πανυπερτάτη· πασῶν ὑπερκειμένη τῶν παρακειμένων νήσων

pi

426

πανυπείροχον· πάντων μέγιστον

pi

427

πάνυσσα· (σ)τρόφος. ἀναδέσμη. οἱ δὲ κειρίαν, ᾗ τὰς τρίχας ἀνα‐ λαμβάνουσι

pi

428

πανύστατον· πάντων ἔσχατον

pi

429

*παννυχίους· δι’ ὅλης νυκτός

pi

430

*πάντη τε καὶ πάντως· κατὰ λόγον καὶ τρόπον πάντα

pi

431

πανώλεθρον· ἐξῶλες, πανῶλες

pi

432

πανώλης· πανώλεθρος, ἐξώλης, ἀπολλύμενος

pi

433

πάξ· ὑπόδημα εὐυπόδητον. ἢ τέλος ἔχει[ν]

pi

434

Πάξοι· νῆσοι κατὰ Ἰταλίαν

pi

435

*παππάζοιεν· πατέρα καλοῖεν

pi

436

[παπαίδην· παντελῶς]

pi

437

*πάπας· πατρὸς ὑποκόρισμα

pi

439

πάππα· προσφώνησις παι(δὸ)ς πρὸς πατέρα.

pi

438

παπαῖ· σχετλιασμός

pi

440

παππ(ά)ζοιεν· πατέρα καλοῖεν268 in vol. 3

pi

441

παππάζουσιν· πατέρα προσαγορεύουσιν. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῶν παιδίων, ἃ τοῖς πατράσι λέγει πάππα

pi

442

πάππος· ἄκανθα· ἐπὰν γηράσῃ καὶ ἀποξηρανθῇ, καὶ ὑπὸ ἀνέμων ἐκριπίζηται, καὶ τόπον ἐκ τόπου μεταβάλλῃ. σημαίνει δὲ καὶ ὀρνέου εἶδος. καὶ πατρὸς ἢ μητρὸς πατέρα. καὶ τὴν ὑπὸ τῷ γενεί(ῳ) τρίχωσιν

pi

443

παπταίνειν· περιβλέπειν πάντη

pi

444

παπταίνοντα· ὁρῶντα

pi

445

[παπταιγγεῖ· περισκοπεῖ]

pi

446

παπτήνας· περισκοπήσας

pi

447

πάρα· ἐγγύς. πάρεστι

pi

448

παραβαίνοντας· ἀρνητικούς. ἢ μὴ εὐθέως βαίνοντας

pi

449

παραβαλεῖς· ἀπατήσεις. παραθήσεις. παραδώσεις

pi

450

παραβαλλόμεναι· ἐξαπατῶσαι. παρακα(τα)τιθέμεναι

pi

451

παραβαλλόμενος· ἐναποκινδυνεύων, ὅ ἐστι παραβόλως μαχόμενος

pi

452

*παράβολον· παράδοξον

pi

453

παραβαλοῦ· ἀνάπαυσαι. ἀπὸ δὲ τῶν νεῶν ἡ μεταφορά

pi

454

παραβαλῶ· συγκρινῶ. παραθῶ, ὅμοιον

pi

455

παραβαλών· ὁμοίως παραθείς

pi

456

παρ]βεβαῶτε[ς]· παραβεβηκότες

pi

457

παραβλέπων· στραβός

pi

458

παραβλήδην· ἀπατητικῶς. παραλογιστικῶς. ἐξ ἀντιβολῆς παραβάλ‐ λοντες

pi

459

παραβληθησόμενος· συγκριθησόμενος

pi

460

παραβλητικός· παραβάλλων

pi

461

παραβλῶπας· παρορῶντας

pi

462

παραβλῶπες· ὁμοίως, διάστροφοι, τὰς ὄψεις διαστρέφοντες, καὶ πα‐ ραβλέποντες

pi

463

παραβολή· πραγμάτων ὁμοίωσις

pi

464

παραβουλευσάμενος· εἰς θάνατον ἑαυτὸν ἐκδούς

pi

465

παραβραβευθείς· καταῤῥαγείς. παραμεληθείς

pi

466

παραβραβεύων· παρακρίνων

pi

467

παραβύουσαν· παρακαμ(μ)ύουσαν

pi

468

παράβυστον· λάθρα γινόμενον, ἀπόκρυφον. ἀποκεκρυμμένον, ἢ μι‐ κρὸν κλινίδιον, παρατιθέμενον τῇ μεγάλῃ, ἔνιοι δὲ δικαστήριον οὕτω
καλούμενον269 in vol. 3

pi

469

[παραγάγγας· εἶδος μέτρου Περσικοῦ]

pi

470

παρ’ ἀγαυοῦ Τιθωνοῖο· παρὰ τοῦ λαμπροῦ Τιθωνοῦ

pi

471

πάρα γε· ἐγγὺς δέ. ἢ κόψον

pi

472

παράγει· παρέρχεται. παραπέμπεται. φυλάσσεται. εἰσπορεύεται

pi

473

παραγκωνίσασθαι· ἀποστρέψαι

pi

474

παραγόρευσιν· ἄρνησιν

pi

475

παραγράφεται· ἐκβάλλεται

pi

476

παραγραφή· ζημία

pi

477

παραγράψαι· ὃ ἡμεῖς λέγομεν διαγράψαι. καὶ τὸ ἐκ τραπέζης λα‐ βόντα διὰ γραμμάτων τοῦ τραπεζίτου πιστώσασθαι

pi

478

παραγράψεται· οὐ παραδέξεται

pi

479

παραγυμνῶσαι· φανεροποιῆσαι

pi

480

παραγωγαί· ἀπάται. χρήσεις

pi

481

παραγωγάς· χιτὼν παρὰ Πάρθοις

pi

482

πάρα δέ· ἐγγὺς δέ

pi

483

παραδέδρομα[ι]· παρεμνήσθην

pi

484

παραδειχθέν· φανερωθέν

pi

485

παράδειγμα· ὑπόδειγμα. ἢ παρασκευασθέν τι ἔλαττον εἰς μείζονα

pi

486

παραδειχθῶ· οὐ φαίνομαι

pi

487

παράδεισος· τίθεται ἐπὶ τῶν ἀναισθήτων. οἷς ἐστιν ἐμπεριπατεῖν. ἢ τόπος [ἔνυδρος ἤτοι] εὔυδρος, ἐν ᾧ περίπατοι. καὶ ἡ βασιλέως κα‐ τάλυσις

pi

488

πάρα δέ σοι· πάρεστι δέ σοι

pi

489

παραδήμῳ· ἐξακούστῳ

pi

490

*παραδειγματίσαι· φανερῶσαι. θριαμβεῦσαι

pi

491

παρὰ δίκην· παρὰ τὸ δίκαιον

pi

492

παρὰ δόξαν· παρ’ ἐλπίδα, παρὰ προσδοκίαν

pi

493

παράδοξον· θαυμαστόν. ἀπροσδόκητον

pi

494

παράδοξος· ὁ παρὰ δόκησιν λεγόμενος

pi

495

παράδοσις· ἄγραφος διδασκαλία

pi

496

παραδόσεων· διδασκαλιῶν

pi

497

παραδραθέειν· παρακοιμηθῆναι270 in vol. 3

pi

498

παραζηλῶν· παροξύνων, παρεξισῶν

pi

499

παραζωστρίς· μικρὰ μάχαιρα

pi

500

παραθαλπόμενος· παραθερμαινόμενος. παρακμάζων. παραμυθού‐ μενος

pi

501

παραθεῖ· παρατρέχει

pi

502

παράθεμα· ἐπίθεμα

pi

503

παραθέουσι· παρατρέχουσι

pi

504

παραθήγειν· ἀκονᾶν, παροξύνειν

pi

505

παραθήκη· παρακαταθήκη. [παράθου

pi

506

παραθῆται· ἐκβάλλῃ

pi

507

παρὰ θῖνα· παρὰ τὸν αἰγιαλόν

pi

508

*παραθέντες· ἐκβληθέντες

pi

509

παράθρανος· κώπη τις ἐν ταῖς παραθράνοις

pi

510

παρ]θρέξειας· παραδράμοις

pi

511

[παραθῶτε· ἐκβάλλει]

pi

512

παρα)βάται· οἱ ἐπὶ τῶν δίφρων ἑστῶτες μαχόμενοι, οἱ κύριοι τῶν ἁρμάτων

pi

513

παρ’ αἰγείρου θέα· Ἐρατοσθένης φησί, ὅτι πλησίον αἰγείρου τινὸς θέα (αἴγειρος δέ ἐστι φυτοῦ εἶδος) ἐγγὺς τῶν ἰκρίων. ἕως οὖν τούτου τοῦ φυτοῦ ἐξετείνετο καὶ κατεσκευάζετο τὰ ἰκρία, ἅ ἐστιν ὀρθὰ ξύλα, ἔχοντα σανίδας προσδεδεμένας, οἷον βαθμούς, ἐφ’ αἷς ἐκαθέζοντο,
5πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον

pi

514

*παράδοξος· θαυμαστός. ἐπάξιος. καὶ ὁ παρὰ δόκησιν λεγόμενος

pi

515

*Παραίλεως· ὄρος ἐγγὺς μ ρ θ νο

pi

516

*παραινεῖ· συμβουλεύει

pi

517

παραιθένατα· τὰ ἀπὸ τῶν μικρῶν δακτύλων παρὰ τὸ θέναρ, ἤγουν ἐπὶ τὸν καρπόν

pi

518

παραικάτια· αἱ ἐπὶ τοῖς ζεύγεσι τῶν ὁπλιτῶν τάξεις

pi

519

παραίνεσις· συμβουλή, νουθεσία, σωφρονισμός

pi

520

παραίπαιμα· παρακοπή

pi

521

παραὶ ποσί· παρὰ τοῖς ποσί

pi

522

παραιρεῖται· ὀλίγα ἀφαιρεῖται271 in vol. 3

pi

523

παραιρήμ]ατα· παράρματα ἱματίων

pi

524

παραιροῦνται· ἀφαιροῦνται

pi

525

*παραὶ ποσὶ κάππεσε θυμός· ἠγωνίασ(αν), καὶ κατέπεσαν τῇ γνώμῃ [ἢ ποσίν]

pi

526

παραισαβάζειν· παραμεμηνέναι. ἀπὸ τοῦ Σάβου

pi

527

παραίσι]α· ἀλλοῖα τῶν προσηκόντων

pi

528

*παρίσομαι· ....

pi

529

παραΐσσοντα· παρατρέχοντα

pi

530

παραίτησιν· παράκλησιν

pi

531

παραίφασις· ἀπολογία. παραλογισμός. παραμυθία. συμβουλία. πα‐ ρηγορία. παραίνεσις

pi

532

παραιφάσσει· τινάσσει. πηδᾷ. παρακινεῖ. καὶ τὰ ὅμοια

pi

533

παραιφηλούμεθα· παραγόμεθα

pi

534

παρακαίρια· παράκ(αι)ρα

pi

535

παρακαταθήκη· ἐνέχυρον

pi

536

παρ]κατέλεκτο· παρακατέκειτο

pi

537

παρακεκλημένοι· παραμυθηθέντες, παρακληθέντες

pi

538

παρακεκόαται· παρανοεῖ

pi

539

παρακεκομμένον· ἄνανδρον

pi

540

παρακέκρουνται τῶν φρενῶν· (παρ)ηλλάττοντο

pi

541

παρακελεύσεσθαι· προτρέψασθαι

pi

542

παρακελεύουσιν· ἐπιτρέπουσιν

pi

543

παρακεχόρδικεν· παρήλλαχεν. παρήμαρτεν

pi

544

παρακεώμεθα· ἐγκείμενοι ὦμεν

pi

545

*παράκλητον· πνεῦμα λέγεται, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχό‐ μενον

pi

546

*παρακλήτορες· παραμυθηταί

pi

547

*παρακλιδόν· ἕνα παρ’ ἕνα. παρακεκλιμένος. παρατετραμ(μ)ένος· ‚παρακλιδόν, οὐδ’ ἀπατήσω‛

pi

548

*παρὰ κληῖδος ἱμάντα· παρὰ τοῦ τρυπήματος παραγομένου κλεί‐ θρου, δι’ οὗ τὸν ἱμάντα ἐνιᾶσι

pi

549

παρακοᾶν· παρανοεῖν

pi

550

παρακοίτης· ὁ ἀνήρ. γυνὴ γαμετή, παλλακίς παράκοιτις

pi

551

παρακονᾶν· τὸ ἐν τῷ ἀσπάζεσθαι παρατρίβειν τὸ γένειον καὶ τὰς
παρειάς272 in vol. 3

pi

552

παρακόπτει· μαίνεται

pi

553

παρακόρησον· παρακάλλυνον

pi

554

παρακοττεῖ· παραφρονεῖ

pi

555

[παράκρουσις· ἀπάτη. [παρενεγκεῖν]

pi

556

παρακροτήσαντες· παραθαρσύναντες

pi

557

παρακροτῶν· παροξύνων

pi

558

παρακρούει· πλανᾷ, ἐξαπατᾷ

pi

559

παρακρουσθέντες· παραλογισθέντες

pi

560

παρακρουσιχοίνικος· παραλογιζόμενος ἐν τῷ μέτρῳ. εἴρηται δὲ οὕτω διὰ τὸ κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν

pi

561

παράκρουστος· μωρός

pi

562

παράκτης· ὁ τῶν κυνηγῶν τοὺς κύνας ἐπὶ τὴν θήραν ἄγων

pi

563

παρὰ κωφὸν ἀποπαρδεῖ· ἡ παροιμία. πρόδηλος δὲ αὐτῆς ἡ αἰτία

pi

564

παραλαλοῦντος· ......

pi

565

παρὰ λαπάρη(ν)· παρὰ τὴν λαγόνα

pi

566

παραλέ(λε)ξαι· παρὰ τὸ τὰς ὑπερεχούσας (τρίχας) ἐν ταῖς ὀφρύσι παραλέγειν

pi

567

παραληρούντων· μωρὰ λαλούντων

pi

568

παραλία· ἡ Ἀττική. ἔνθεν καὶ ἡ ναῦς πάραλος

pi

569

παραλία καὶ πάραλος καὶ παράλιος· παραθαλάσσιος

pi

570

*παραλαλεῖ· φλυαρεῖ, μὴ γινώσκων ἃ λαλεῖ

pi

571

παραλίτης· ὁ ἀπὸ τῆς παράλου· ἡ δέ .... ἐστιν ἱερὰ ναῦς

pi

572

παραλλαγῆς· ἐναλλαγῆς, ἀλλοιώσεως

pi

573

παραλλάξαι· * διάβηθι, πάρελθε

pi

574

παραλλάξας· ἐνηλλαγμένως. παρελθών

pi

575

παρ’ ἀλλήλαις· ἐγγὺς ἀλλήλων

pi

576

παράλληλον· ἀκόλουθον, ὅμοιον τῷ μεταξὺ ὄν

pi

577

παραλογισμός· ἀπάτη λογισμοῦ

pi

578

παραλογιστής· ἀπατεών

pi

579

παράλογον· ἀλόγιστον

pi

580

πάραλ]οι· οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀττικῆς273 in vol. 3

pi

581

παραλουργεῖς· οἱ ἧττον[ες] ἔνδοξοι καὶ ἔντιμοι· ὡσεὶ λέγοι τις· πα‐ ραβαφής· Ἁλουργὲς γὰρ τὸ ἐκ τῆς θαλαττίας πορφύρας ὕφος

pi

582

παραλούς· παρακρατηθείς. συσχεθείς

pi

583

παραλυθῆναι· ἀπολυθῆναι

pi

584

(*)παραλοῦμαι· παροιμιωδῶς· ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες παρελοῦντο

pi

585

[παραλώματα· τὰ ἔξωθεν]

pi

586

παραλώματα· τὰ ἔξωθεν τῶν μρών (σ)κεπασμάτων

pi

587

παραμαρτών· ἀποτυχών

pi

588

[παραμήνας· παραναγνούς

pi

589

παραμήξας· παραλλάξας]

pi

590

παραμεῦσαι· παραλλάξαι. ἐκτραπῆναι

pi

591

Παραμήνη· ἡ τῶν θεῶν μήρα. Λυδοί

pi

592

παραμίξεται· γειτνιάσει

pi

593

παρ’ ἄμμι· παρ’ ἐμοί

pi

594

[παραμνείσω· παραμένοντι καὶ καταπραΰνοντι τὸ μένος, ἤγουν δύ‐ ναμιν]

pi

595

παράμονος· καρτερός

pi

596

παραμυθίαν· παράκλησιν

pi

597

παραμυ(θ)σασθαι· συμβουλεῦσαι

pi

598

παρὰ ναῦφιν· παρὰ τῶν νεῶν

pi

599

παρὰ νῆας· παρὰ τὰς ναῦς

pi

600

παρὰ νηυσί· παρὰ τοῖς πλοίοις

pi

601

παράνοια· ὑπερηφανία

pi

602

παράνομος· ἄνομος, ἄδικος, ἄθεσμος. ἁμαρτία

pi

603

πάραντα· τὰ παρὰ τὸ ἀντικρύ, οἷον πλάγια, τὰ παρατετραμμένα τῆς εὐθείας ὁδοῦ

pi

604

παράνυμφος· νυμφεύτρια

pi

605

παραξιφίς· μάχαιρα

pi

606

παρ[αρ]άορος· σειραφόρος

pi

607

παραός· ἀετὸς ὑπὸ Μακεδόνων274 in vol. 3

pi

608

παράπαγος· μάνδαλος θύρας

pi

609

παραπαίει· παρακόπτει, μαίνεται, ληρεῖ, παραφρονεῖ

pi

610

παραπαιόντως· ὁμοίως

pi

611

παράπαιστος· παραπλήξ. ἢ παρειμένος

pi

612

παράπαν· παντελῶς, καθόλου

pi

613

παρὰ πάντας· ὑπὲρ πάντας

pi

614

παραπασσόμενος· ἐπιβαλλόμενος

pi

615

[παραπείσῃ· παραπαίξῃ]

pi

616

παραπέμποντες· ἀπωθούμενοι

pi

617

παραπεπ]ίθοιμι· παραπείθοιμι

pi

618

παραπεπλεγμένως· συμπεπλεγμένως

pi

619

παραπετάσματα· παρακαλύμ(μ)ατα

pi

620

παράπηχυ] ἱμάτιον· τὸ παρ’ ἑκάτερον [μέρον] μέρος ἔχον πορ‐ φύραν

pi

621

παραπικραίνων· παροργίζων

pi

622

παραπλαγιάσας· πλαγιασάμενος

pi

623

παραπλάγξασα· παρακρουσθῆναι ποιήσασα

pi

624

παραπλασμός· ὁ ἐν ταῖς τῶν αὐλῶν τρύπαις ῥύπος

pi

625

παραπλέξαι· ἐμπλέξαι

pi

626

παραπλάσματα· τὰ κηρία τὰ ἐπιτιθέμενα τοῖς ζητήμασιν ἐν τοῖς βιβλίοις

pi

627

παραπλῆγος· μανιώδους

pi

628

*παραπλῆγας· τοὺς τὰς ἄκρας ἀνατεινούσας ἔχοντας αἰγιαλούς. ἢ πέτρας

pi

629

παραπλήγων· μαινομένων

pi

630

*παραπληγία· παρακοπή

pi

631

παραπλήξ· παράφρων, τὰς φρένας βεβλαμ(μ)ένος, μανιώδης, παρα‐ κόπτων, παραφρονῶν

pi

632

παραπληξία· μανία

pi

633

παραπλήσιος· ἐμφερής, ὅμοιος

pi

634

παραπλῆττον· ἐκπλῆττον

pi

635

παραπλόκαμος· ἡ παραπεπλεγμένη τὰς τρίχας

pi

636

παραπλομένοισι· παροῦσι

pi

637

[παρὰ πλόνεσι· παρὰ πολλοῖς]

pi

638

παραπλώζειν· τὸ παρὰ τὴν ὁδὸν ἵστασθαι, ἢ ἰέναι275 in vol. 3

pi

639

παρὰ πόδα· εὐθέως. ἐγγύθεν

pi

640

παρὰ ποδί· παρὰ τοῖς ποσί

pi

641

παρὰ πολύ· πολύ

pi

642

παραποιεῖν· παραπράττειν

pi

643

παραποιήσασθαι· παρασφραγίσαι

pi

644

παραπρονοῆσαι· ἐνθυμηθῆναι, νοῆσαι

pi

645

παραπομπή· μετακομιδή

pi

646

παραρεῖν· φληναφεῖν

pi

647

παρα(ῤ)ῥητοί· παραινετικοί, σύμβουλοι, παραμυθητικοί

pi

648

παρα(ῤ)ῥητοῖσι· παραμυθηταῖς

pi

649

παραῤ(ῥ)ύματα· δέῤῥεις

pi

650

παραρτίζεσθαι· παρασκευάζεσθαι

pi

651

παραρυῇς· μετεωρισθῇς, παραπέσῃς

pi

652

παράρυμα· Σοφοκλῆς Πολυξένῃ παράρυμα ποδός, ὡς κρεμαμέ‐ νων τινῶν ὑφασμάτων ἐκ τοῦ ἅρματος πρὸς κάλλος. τινὲς δὲ σχοινίον ἐν ταῖς ναυσίν. οἱ δὲ ὑπόδημα

pi

653

παραρυμίς· τὸ παρὰ τὸν ῥυμόν

pi

654

παραρυτεῖν· παρέχειν

pi

655

*παραρυῶμεν· ἐξολισθῶμεν

pi

656

*παραρυόμενον· παραπεσό[μενο]ν, παραῤ(ῥ)υέν

pi

657

παρασάγγας· εἶδος μέτρου Περσικοῦ

pi

658

παρασαγγιλόγω· οἱ Πέρσαι τοὺς διαγγέλλοντας οὕτω λέγουσι

pi

659

παρασάγγης· μέτρον ὁδοῦ, τριάκοντα σταδίους ἔχον

pi

660

παρασαρῶσαι· ἐροὴ δὲ καὶ [κάλυθρον ἢ] κάλλυντρον τὸ σάρον. καὶ κόρηθρον καλεῖται

pi

661

παρασεσυρμένοι· παρελκυσμένοι, ὑπεσκελισμένοι

pi

662

παράσημα· τεράστια

pi

663

παρασημαίνει· παραχαράττει. παραδηλοῖ

pi

664

παράσημον· ἀδόκιμον, κίβδηλον. ἀπὸ τὸ καὶ νομισμάτων τὰ κίβδηλα παράσημα λέγεται

pi

665

παράσιτοι· ἀρχὴ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκδοχήν ......276 in vol. 3

pi

666

παράσιτος· κοσσοτράπεζος

pi

667

παρασιωπῶν· μακροθυμῶν

pi

668

παρασκευάζεται· εὐτρεπίζεται, ἑτοιμάζετο

pi

669

παρασπάς· φυτὸν ἀπεσπασμένον

pi

670

παρασπάσησθε· ἀφέλησθε

pi

671

παρασπίζουσα· σύνουσ(α). συνοικοῦσα

pi

672

παρασπιστής· παρεστώς. ὁπλίτης

pi

673

παρασπονδήσας· παραβὰς τὰς συνθήκας

pi

674

παρασπονδοῦντες· ἐχθραίνοντες. πολεμοῦντες

pi

675

παρασπῶν· συλῶν

pi

676

παραστάδες· οἱ πρὸς τοῖς τοίχοις τετ[ρ]αμένοι κίονες

pi

677

παρασταδόν· ἐκ τοῦ σύνεγγυς, ἢ παραστάντες, ἢ παραστατικῶς, ἢ κατὰ τρόπον, ἢ κατὰ τὸ δέον

pi

678

παρασταθμίδες· τῆς θύρας τὰ πρὸς τῷ στρόφιγγι

pi

679

παράστανον· λόγχη

pi

680

παράστασις· φυγή. καὶ τὸ φυγαδεῦσαι παραστήσασθαι

pi

681

παραστάται· τὰ ἀπὸ τῶν νεφ(ρ)ῶν ἀγγεῖα. καὶ οἱ πρὸς τὰς ὤας στήμονες

pi

682

παραστάτην· προστάτην

pi

683

παραστάτησον· παραστάτης γενοῦ. νίκησον

pi

684

παραστατίς· ἀγγεῖον θερμαντικόν

pi

685

παραστέλλεται· ἀναστέλλεται

pi

686

παραστέλλων· ἀναστέλλων

pi

687

παραστησάμενος· μετακαλεσάμενος

pi

688

παραστίζουσα [ἢ παραστίζων ἢ παραστιχθείς]· ἐπ(ε)ὶ τῶν [ἀνακλυσετῶν] ἀφυστερούντων τὰ ὀνόματα παρέστικται. [Σώφρων δὲ κεντήματά φησιν.] ἄλλοι, ὡς ἀπόντα [τινὰ] παραστήσουσα σημειου‐ μένη

pi

689

παραστόρνυται· καὶ τὸ λεῖον ποιῆσαι ξίφος, καὶ τὸ παράστροτον

pi

690

*παρασυνεβλήθη· ὡμοιώθη

pi

691

παρασύρει· χαυνοῖ. παρατρέπει277 in vol. 3

pi

692

παρασυρέντες· παρατραπέντες

pi

693

παρασυρῶ· παρατρέψω, καὶ τὰ ὅμοια

pi

694

παρά σφιν ἢ παρά σφισιν· παρ’ [ἑ]αὐτοῖς

pi

695

*παράχασον· ἀναχώρησον

pi

696

παρασχεδιαζομένη· παραχαραττομένη

pi

697

παράταξις· πόλεμος. φάλαγξ. καὶ ὄνομα

pi

698

παρατάσσεται· ἐν πολέμῳ ἀνθίσταται

pi

699

παρατατικός· ἐκτεταμένος

pi

700

παρατέθηγμαι· παρηκόνημαι. παρωξύνθην

pi

701

παρατεθηγμένος· ἠκονημένος

pi

702

παρατείνει· παρέλκει. πλατύνει

pi

703

παρατεκτήναιτο· παρὰ τὰ ὄντα κατασκευάσειεν

pi

704

παρατενεῖς· ἀπολεῖς

pi

705

παρατέτακται· ἡτοίμασται

pi

706

παρατηρημάτων· ἐπιτηρήσεων, παραφυλάξεων

pi

707

[*παρατούριον· ἀντίπανον. κράσπεδον

pi

708

*παραχαράκτης· διαστροφεύς, παρατρωτὴς τῶν εὖ τεθέντων νόμων

pi

709

παρατηρημάτων· ἐπιτηρήσεων,] κληδονισμῶν τε καὶ ἀπαντήσεων

pi

710

παρατρέπει· παραγορεῖ

pi

711

παρατρέχει· παρέρχεται

pi

712

*παρὰ τὸ εἰκός· παρὰ τὸ δέον

pi

713

παρατρέψαι· παρενέγκαι. πορθῆσαι

pi

714

παρατρέψας· παρελάσας

pi

715

παρατροπαῖς· μεταβολαῖς

pi

716

παρατροπέων· παρατρωπῶν. παραλογιζόμενος

pi

717

παρατρύζει· παραφωνεῖ. γογγύζει

pi

718

παρατρύζουσι· γογγύζουσι. καὶ τὰ ὅμοια

pi

719

παρατρωπῶς’· παρατρέπουσι, παραπείθουσι τῆς ὀργῆς

pi

720

παρατ]υχών· παρών

pi

721

παραύδα· παραφώνει, παρηγόρει

pi

722

παραύλια· τὰ παρὰ τὴν αὐλήν, οἷον πρόχωρα

pi

723

πάραυλος·
πάραυλος Ἑλλησποντίς, ὡραία θέρους,
ἡ κατὰ τὸ θέρος ἀκμάζουσα278 in vol. 3

pi

724

παραυτά· παραχρῆμα, εὐθέως, παραυτίκα

pi

725

παρ’ αὐτόφι· παρ’ αὐτῷ

pi

726

παραυχενίζων· παρακλίνων

pi

727

παράφημι· παραινῶ. παραμυθοῦμαι. συμβουλεύω

pi

728

παραφθαίησι· παραδράμοι

pi

729

παράφορα· παρατετραμμένα

pi

730

παραφορμά· ἀρχή τις τῶν συνεξιόντων βασιλεῖ

pi

731

παράφορος· παραφερόμενος. παρόμοιος. ἐξεστηκώς

pi

732

παράφρων· ἀνόητος

pi

733

παραχαράσσον· παραλλάσσον, παρασημαῖνον

pi

734

παρὰ χεῖρα· μετὰ χεῖρα, ἐν χερσί

pi

735

παραχρᾶται· κακῶς λέγει

pi

736

παραχρῆμα· παραυτίκα. [ἀθρόως.] εὐθέως

pi

737

παραχωρημάτων· ἐκβολῶν

pi

738

[παραψίδες· τὰ μεγάλα τρύβλια]

pi

739

παραψυχή· παραμυθία

pi

740

παρδακῶν· διύγρων

pi

741

παρδαλέην· παρδάλεως δοράν

pi

742

πάρδαλις· ποιὸς ὄρνις

pi

743

πὰρ δέ· παρὰ δέ

pi

744

πάρδικος· ἡ οἰκοδομὴ τῆς καθέδρας

pi

745

παρεᾶσαι· πλαγιάσαι

pi

746

παρέβασκε· παρεβάτει

pi

747

[παρεβλήδην· ἐρεθιστικῶς]

pi

748

παρεγγεγραμμένος· ὁ μὴ κατὰ νόμον τοῖς πολίταις (ἐν)τεταγμένος. δημοποίητος [παῖς]

pi

749

παρέγγ[γ]ραπτος· νόθος. παρεγγεγραμμένος

pi

750

παρεγγραφέντων· ῥᾳδιουργηθέντων

pi

751

παρεγγυᾷ· παραγγέλλει. διαδίδωσιν279 in vol. 3

pi

752

παρεγγυᾶται· λέγει. παραδίδωσιν. ἐντέλλεται. παραινεῖ. διδάσκει. προλέγει. παραγγέλλει. διαβεβαιοῦται. ἢ παρεγγυᾷ

pi

753

παρεγγυήσαντος· παρασχόντος

pi

754

παρεγχρίψεται· ἐγγίσει, προσπελάσει

pi

755

*παρ’ αἰδοίῃσι· παρὰ ταῖς αἰδοῦς ἀξίαις

pi

756

πάρεδρον· παρακαθήμενον. παραμένον. σύνθρονος

pi

757

πάρεδρος· ἀρχή τις „καὶ αὐτὴ ἡ κελεύουσα παρέδρους δίδο[υ]σθαι ὑπὲρ τοῦ τὸν ἁμαρτάνοντα μηνύεσθαι“

pi

758

παρέζεο· παρακαθέζου

pi

759

παρεζόμενος· παρακαθήμενος

pi

760

παρεθείς· ἐκβληθείς. ἢ ἐάσας

pi

761

παρεθεωροῦντο· κατεφρονοῦντο

pi

762

παρεθήγοντο· παρωξύνοντο

pi

763

παρειά· γνάθος

pi

764

*πάρει· ἦλθες

pi

765

παρεῖαι ὄφεις· ὄφεων εἴδη μεγάλας παρειὰς ἐχόντων· ταῦτα δὲ ἥκι‐ στα δάκνει ἀνθρώπους

pi

766

παρείθη· παρελύθη, ἐχαυνώθη. ἐκρεμάσθη, ἐχαλάσθη. ἐάθη

pi

767

[παρείεμαι· παραλέλυμαι]

pi

768

παρεικάθῃ· παρέλθῃ. [παρελύθη]

pi

769

παρείκαμεν· παρεπέμψαμεν

pi

770

παρείκει· παρέρχεται

pi

771

[παρείκουλον· ἀπόφασις ἄρχοντα]

pi

772

παρεῖμαι· παραλέλυμαι, ἐκλέλυμαι

pi

773

παρειμένος· παραλελυμένος, ἐκλελυμένος, παράλυτος. παρεωραμένος. τετελευτηκώς. ἢ καταπεφρονημένος

pi

774

παρειμένως· καταφρονητικῶς, ὁμοίως

pi

775

πάρειμι· ἐῶ. ἢ παραλελυμένος

pi

776

[παρείμην· εὑρέθην. ὑπῆρχον]

pi

777

παρεῖναι· ἐᾶσαι

pi

778

παρεῖξαι· παραχωρῆσαι

pi

779

παρείπῃ· παραλογίσηται280 in vol. 3

pi

780

παρειπεῖν· παραμυθήσασθαι. παραινέσαι. παραπείσειν. παραλογί‐ σασθαι

pi

781

*παρειμένων· παρεωραμένων

pi

782

[παρεῖρξαν· ἐκώλυσαν]

pi

783

παρείς· ἐάσας, ἀφείς, καταλιπών

pi

784

παρείσακτον· ἀλλότριον

pi

785

παρείσανον· κράσπεδον, ἀκρωτήριον

pi

786

[παρείση· παραστίκης]

pi

787

παρείσθωσαν· παραλυέσθωσαν

pi

788

πάρεισιν· εἰσίν

pi

789

παρεισκρίνεται· παρεισέρχεται. παρεισβάλλει

pi

790

παρεισρέων· παρεισερχόμενος

pi

791

πάρ]ιτε· παρέλθετε

pi

792

παρεκίρνα· παρέμισγε

pi

793

παρεκλήθη· παρεμυθή(θη)

pi

794

παρέκλησε· παρῆλθεν

pi

795

παρὲκ νόον ἤγαγέ [μου]· τὸν νοῦν παρελογίσατό μου

pi

796

παρὲκ μίτον· παρὰ τὸ(ν) μίτον

pi

797

παρεκναμε[νο]ῦντο· παρεπ[ιπ]ορεύοντο ἐπιπόνως

pi

798

παρεκρότει· παρώξυνεν

pi

799

παρεκρούσατο· ἐχλεύασεν. παρεψηφίσατο. διεσκέδασεν

pi

800

παρεκτικόν· παρεχόμενον

pi

801

παρεκόπτου· ἠφάνιζες

pi

802

παρέλαβες· ἐπαιδεύθης

pi

803

παρελάσας· παραδραμών

pi

804

παρελέγετο· παρὰ τὸν αἰγιαλὸν ἔπλεεν

pi

805

παρελέξατο· ἐκοιμήθη. παρεκλίθη. ἢ παρεπλέξατο· τὸ γὰρ παρα‐ πλέξαι τινὲς παραλέξασθαι καὶ λέξασθαι λέγουσιν

pi

806

παρελεύσεαι· παραδραμεῖς· καὶ παραλογίσῃ

pi

807

παρελεύσεται· παραδράμῃ, παρέλθῃ

pi

808

παρεληλυθότας· παραβαίνοντας

pi

809

παρελθόντων· εἰσελθόντων

pi

810

παρέλκεται· διατρίβει

pi

811

παρέλκον· περισσόν. [περιττόν.] βραδύ. παρατεῖνον

pi

812

παρέλκυσις· βράδος, βραδυτής

pi

813

παρελογίσασθε· ἠπατήσατε, ἐψεύσασθε, ἐχλευάσατε281 in vol. 3

pi

814

παρελύθησαν· ἠσθένησαν

pi

815

παρέλυσε· καθεῖλεν, ἐξέβαλεν

pi

816

παρεμβαλεῖ· παρεντίθησιν

pi

817

παρεμβαλεῖ· ἐπισκέπει

pi

818

παρεμβάλ]οιτο κλῆρον· συγκληρώσαιτο

pi

819

*παρεμβολή· στρατόπεδον. παράταξις. στῖφος στρατιᾶς, ἢ πλῆθος. ἢ οἴκησιν. ἢ κάστρον

pi

820

παρεμπίνειν· τὸ ἐκτὸς λόγου πίνειν

pi

821

παρ’ ἔμοιγε· πάρεισι γάρ μοι

pi

822

παρεμφάρακτος· ἀσελγής. πέρπερος

pi

823

παρεμφαίνεσθαι· παραδηλοῦσθαι

pi

824

παρεμφερές· ὅμοιον

pi

825

παρ’ ἕν· κατὰ τὸ ἑξῆς

pi

826

παρενδοθῇ· παρατεθῇ

pi

827

*παραίνεσις· συμβουλία. διδασκαλία

pi

828

παρενεγκεῖν· παραθεῖναι. παραβαλεῖν

pi

829

παρενήνεον· παρανιέων. παρετίθεσαν ἀθρόως. παρεσώρευον

pi

830

παρένθετος· παρείσακτος

pi

831

παρενθῆκαι· μετενήνεκται (ἢ) ἀπὸ τῶν τεχνιτῶν τῶν παρεργαζομένων ἔνια λεπτά. ἢ ἀπὸ τῶν πλοϊζωμένων· παρεντιθέασι γὰρ τοῖς φορτι‐ κοῖς κοῦφα. ἀπὸ τῶν καμιν(έ)ων· τοῖς γὰρ πίθοις πινακίσκοι παρεν‐ τίθενται καὶ λεπτά

pi

832

παρέντες· παραλείψαντες, ἐάσαντες

pi

833

πάρεξ· χωρίς, ἐκτός

pi

834

παρεξειρεσίαν· τὸ κατὰ τὴν πρῷραν πρὸ τῶν κωπῶν· ὡσεὶ λέγοι τις, πάρεξ τῆς εἰρεσίας

pi

835

*παρελέξατο· παρεκοιμήθη

pi

836

παρεξηυλημένος· ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυ‐ δρόν. μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· αἱ γὰρ κατα(τε)τριμμέναι ἐξηυλῆσθαι λέγονται

pi

837

παρὲξ ὁδοῦ· ἔξω τῆς ὁδοῦ

pi

838

παρὲξ εἴποιμι· παρὰ τὴν ἀλήθειαν εἴποιμι

pi

839

πάρεξ τὸ θεῖον χρῆμα· ἔξω τῆς μίξεως

pi

840

παρεοικώς· παρόμοιος

pi

841

παρεόντα· παρόντα282 in vol. 3

pi

842

παρέπαφεν· παρέπεισεν

pi

843

παρεπίδημος· πάροικος

pi

844

παρεπλάγχθη· παρεκρούσθη

pi

845

παρεπτάμενα· περιττά

pi

846

παρεπτάμενον· περιττόν

pi

847

πάρεργον· νόθον, ὡς μικρόν τι τῶν ἀναγκαίων

pi

848

[παρεργότατα· κατεῤῥογότατα]

pi

849

παρέργως· ἀκαίρως. ῥᾳθύμως

pi

850

[παρενεῖται· ὀλίγα ἀφαιρεῖται]

pi

851

παρ’ ἐρινεόν· παρὰ τὴν ἀγρίαν συκῆν

pi

852

παρερέωσαν· παρετάξαντο, ἐν πολέμῳ ἀντέστησαν, κυρίως δὲ μετὰ τῶν ῥεῶν

pi

853

παρεῤ(ῥ)υπωμένα βιβλία· οἷς κηροὺς προσπλάσσομεν, πρὸς τὸ ζητῆσαί τινα

pi

854

παρέρχεται· ὑπερβάλλε[τα]ι

pi

855

παρεῤῥωγότα· κατεῤῥωγότα

pi

856

*παρεσταμένη γῆ· ἐφ’ ᾗ τις ὀφείλει δάνειον· καὶ ἡ ἐκδεδομένη ἐπὶ γεωργίᾳ

pi

857

πάρεσαν· παρῆσαν

pi

858

παρεσθίε[τα]ι· παραβιβρώσκεται

pi

859

*πάρεσιν· ἄφε[ω]σιν, συγχώρησιν

pi

860

[παρέσεσται· πάρεσται]

pi

861

παρέσμεθα· ἤλθομεν

pi

862

πάρεσο· παραγενοῦ

pi

863

παρεσόμεθα· [παρεγενόμεθα

pi

864

παρεσόμεθα· παρεῖναι μέλλων

pi

865

παρέσσυα· παρόρμησα. παραγινομένη

pi

866

παρέσσεται· παρέσχεται

pi

867

*παρεσπονδημένοι· ἔκθεσμοι. παρηνομένοι

pi

868

παρεστέλλετο· παρεγίνετο283 in vol. 3

pi

869

παρέστη[σε]· παρεγένετο. ἐπέστη

pi

870

πάρεστιν· ἐστὶν ἐγγύς

pi

871

*παρέσφηλεν· παρεφάνετο. ἀποτυχεῖν ἐποίησεν

pi

872

παρέσφαλεν· ὁμοίως

pi

873

παρέσχεν· ἔδωκεν

pi

874

παρετάξατο· ἐν πολέμῳ τέθνηκεν

pi

875

παρετάξαντο· ἐπολέμησαν

pi

876

παρέτμηξεν· ἐξηφάνισεν

pi

877

πάρετος· παραλελυμένος

pi

878

παρετρώπασκε· παρετρέπετο

pi

879

παρευημερεῖσθαι· νικᾶσθαι

pi

880

παρευημερηθείς· παροραθείς

pi

881

παρευθύνουσι· βιάζονται. παραφέρουσιν

pi

882

παρευθύνωσιν· ὁμοίως

pi

883

παρευνάζων· παρακοιτάζων

pi

884

[παρεφάσεις· παραινέσεις

pi

885

παρεφασίῃσι· παραμυθίαις]

pi

886

παρεφέρετο· ἐδαιμονίζετο

pi

887

παρέφησε· παρεγράψατο. ἠπάτησεν

pi

888

παρεχάσσατο· παρεχώρησεν

pi

889

παρέχει· δίδωσι, χορηγεῖ

pi

890

παρῇ· ἔλθῃ

pi

891

πάρηβον· παρὰ Κτησί(ᾳ), ξύλον τι

pi

892

παρήγαγεν· ἤνεγκεν. ἢ ἠπάτησεν

pi

893

παρηγοναῖς· παραγώγως. ἀπάταις

pi

894

παρηγορεῖ· παρακαλεῖ, παραμυθεῖ(ται)

pi

895

παρηέρθη· παρηνέχθη

pi

896

[παρήθη· ἐάθη]

pi

897

παρήϊξαν· ἐκώλυον

pi

898

παρήϊον· ὁ παρὰ τὸ γένειον τόπος. καὶ κόσμος ἐπὶ μετώπου τῶν ἵππων παρὰ γνάθον

pi

899

παρῆκεν· ἀφῆκεν, εἴασεν, ἔλειπεν

pi

900

[παρήκτης· πάντα πράττων ἐπὶ κακῷ

pi

901

παρήθρει· παρῃωρεῖτο284 in vol. 3

pi

902

παρῆκεν· εἴασεν, ἀφῆκεν,] ἀπέλυσεν

pi

903

παρήλασα· παρεφθεγξάμην. παρέβην

pi

904

παρήλατοι· παραμύθιοι

pi

905

παρῆλθε· ἧκεν. εἰσελήλυθεν

pi

906

παρήμενος· παρακαθήμενος. ἔκλυτος

pi

907

παρημένων· παρενηνεγμένων

pi

908

[παρημοσύνη· θεραπεία]

pi

909

παρηνέχθη· παρεκρεμάσθη

pi

910

παρῇξαν· ἐκώλυσαν

pi

911

παρήορος· ὁ παραιωρούμενος. ἄφρων. καὶ ἵππος ὁ παράσειρος, ὁ ἐκτὸς τοῦ ἅρματος τρέχων

pi

912

παρήπαφεν· ἠπάτησεν. ἐξέστησεν

pi

913

παρηρία· μωρία

pi

914

*πάρερος· ὁ μωρός

pi

915

παρήσει μοι· δοκῶ

pi

916

[πάρησιν· χαύνωσιν]

pi

917

παρήσομεν· ἐάσομεν. παράσχωμεν

pi

918

παρήτασεν· ἐξήτασεν

pi

919

παρηυμάρησαν· κατεφρόνησαν

pi

920

παρθέμενοι· παραθέμενοι, παραβάλλοντες
σφὰς γὰρ παρ[α]θέμενοι κεφαλάς

pi

921

παρθενίας· ἀβυρτακῶδές τι πέμμα

pi

922

παρθενική· παρθένος

pi

923

παρθένιοι· οἱ κατὰ τὸν Μεσσηνιακὸν αὐτοῖς πόλεμον γενόμενοι ἐκ τῶν θεῶν. καὶ οἱ ἐξ ἀνεκδότου λάθρα γεννώμενοι παῖδες, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένους εἶναι τὰς γεννησαμένας αὐτούς. καὶ ποταμὸς Παφλαγονίας Παρθένιος

pi

924

*παρθενοπίπας· ὁ τὰς παρθένους ὀπιπεύων, οἷον περιβλέπων, ἢ ἀπατῶν

pi

925

Παρθένοι· τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων .....

pi

926

Παρθένου Παλληνίδος· [ἱέρεια] Ἀθηνᾶς. ἔστι γὰρ ἱερὸν Ἀθηνᾶς ἐν Παλληνίδι

pi

927

παριαμβίδες· Ἀπολλόδωρος παρὰ τοὺς ἰάμβους αὐτά(ς) φησι πε‐
ποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν285 in vol. 3

pi

928

Παριανός· ἐξ ἐπιθέτου Πρίαπος

pi

929

παριαύων· παρακοιμώμενος

pi

930

παριδρύσαντες· παρακαθίσαντες

pi

931

παρίεται· ἐᾷ, παραπέμπεται

pi

932

παρίημι· ἐῶ, καταλιμπάνω, συγχωρῶ, ἀφίημι

pi

933

παρίησιν· ἀφίησι, συγχωροῦσιν

pi

934

παρικτόν· παρερχόμενον

pi

935

*Πάροικοι· γένος τι Ἀθήνῃσιν

pi

936

παριλλαίνουσα· παρεμβλέπουσα. ἴλλοι γὰρ οἱ ὀφθαλμοί

pi

937

[πάριον· πιστόν. κάτοχον]

pi

938

Πάριος· Πάριδος. [πιστός. κάτοχος]

pi

939

παριππεύει· ἀφεῖ αὐτοὺς καὶ ἄλλῃ ὁδεύει. παρατρέχει. παρακο‐ λουθεῖ

pi

940

παρ’ ἵππων· παρὰ τῶν ἵππων

pi

941

παρίσθμια· τὰ περὶ τὸν φάρυγγα

pi

942

παρίστασθαι· τὸ ἁρπάζειν τοὺς παῖδας

pi

943

παρισώματα· ὁμοιοειδῆ

pi

944

*παρίστατο· παρέστηκεν

pi

945

*παριστῶ· ἀποδείκνυμι

pi

946

πάριτε· ἔλθετε

pi

947

παρκατέλεκτο· παρεκοιμᾶτο

pi

948

παρμέμβλωκε· πάρεστιν. ἢ παραμεμένηκεν. ἢ παραμεμόληκεν

pi

949

πάρμη· Θ(ρ)ᾴκιον ὅπ(λ)ον, σκεπαστήριον, κονδότρον θυρεοῦ

pi

950

Παρνάσιος Φωκεύς· .......

pi

951

Παρνασός· ὄρος Φωκίδος

pi

952

Πάρνηθος ὄχθος· ὄρος τὸ αὐτό

pi

953

Παρνησός· τὸ αὐτὸ ὄρος

pi

954

πάρνοπες· ἀκρίδες

pi

955

Παρνόπη· Καλλίστρατος Ἀθηναῖος

pi

956

πὰρ ξίφεος· παρὰ τὴν τοῦ ξίφους (θήκην)286 in vol. 3

pi

957

παροδικός· παρόδῳ χρώμενος

pi

958

πάροδος· μέρος τι τῆς νεώς

pi

959

παροδούμενον· παροιμιαζόμενον. ᾀδόμενον

pi

960

παρόδους· διαβάσεις

pi

961

πάροιθεν· ἔξωθεν. ἔμπροσθεν. ἐπὶ τόπου καὶ χρόνου

pi

962

πάροικοι· ξένοι, παρεπίδημοι

pi

963

παροιμίαι· παραινέσεις, παραμυθίαι, νουθεσίαι, ἠθῶν ἔχουσαι καὶ παθῶν ἐπανόρθωσιν

pi

964

παροιμία· βιωφελὴς λόγος, παρὰ τὴν ὁδὸν λεγόμενος, οἷον παροδία. οἷμος γὰρ ἡ ὁδός

pi

965

παρ’ οἷμον· παρὰ τὴν ὁδόν [λεγόμενος]. καὶ πάροιμος ὁ γείτων

pi

966

παροιμώσαντες· ἐκτραπέντες τῆς ὁδοῦ

pi

967

παροινία· ἡ ἐκ τοῦ οἴνου ὕβρις. καὶ οἱαδήποτε ἁμαρτία

pi

968

παροινίαι· κραιπάλαι. ὕβρεις ἀπὸ οἴνου

pi

969

παροινιάσαι· ὑβρίσαι, λοιδορῆσαι

pi

970

πάροινος· ἁμαρτωλός. μεθυστής. ὑβριστής, λοίδορος. ἔκλυτος

pi

971

[πάροιος· πρᾷος

pi

972

παροῖραι· ἡγούμεναι, πρότεραι]

pi

973

παροισθέντι· παρενεχθέντι

pi

974

παροίσομεν· παρενέγκωμεν. παρακομίσομεν

pi

975

παροιστρῆσαι· παροξῦναι, ἐρεθίσαι

pi

976

παροιστρήσουσι· μαίνονται

pi

977

παροιστρῶσαι· ἐρεθίζουσαι. ἐξεστηκυῖαι

pi

978

παροίτεροι· μᾶλλον ἔμπροσθεν προάγοντες

pi

979

παροκλάζοντες· γονατίζοντες

pi

980

παρολκή· ὑπέρθεσις

pi

981

παρομαρτεῖ· παρακολουθεῖ

pi

982

(παρομαρτοῦν· παρεισόμενον)

pi

983

παρόν· ὑπάρχον. συνόν

pi

984

παρόντα· προκείμενα

pi

985

παροξυνταί· οἱ τρεφόμενοι ὑπὸ τῶν ἑταιρῶν ὡς ἂν δὴ ἐρασταί

pi

986

παροπαιδία· εἶδός τι πήρας

pi

987

παροπαίδιον· μικρὰ μάχαιρα

pi

988

παρορμᾷ· προτρέπεται. διεγείρει. παροξύνει

pi

989

παρ’ ὅρμον· παρὰ τὸν λιμένα

pi

990

πάρος· ἔμπροσθεν. πρότερον287 in vol. 3

pi

991

πάρος γε· πρώην. καὶ τὰ ὅμοια

pi

992

παροτρύνει· διεγείρει

pi

993

παρ’ οὐδέν· εὔκολον. εὐχερές

pi

994

παρουσία· οὕτως ἐκάλουν καὶ τὰ ὑπάρχοντα [παρουσίαν]. καὶ μή‐ ποτε ἡ παρά πρόθεσις παρέλκει. Μένανδρος Ὑδρίᾳ

pi

995

παρουφά· ἡ ἐν τῷ χιτῶνι πορφύρα

pi

996

παροχετεύει· παραπλαγιάζει. προσεγγίζει. [περιπλησιάζει.] παρα‐ φέρει. παρορμᾷ

pi

997

[.παρυστρίδες· αἱ τὸ ἔλαιον χέουσαι]

pi

998

πάροχοι· παραβάται. παράπομποι, καὶ οἱ συμπορεύοντες τὴν νύμφην ἐπὶ τοῦ ζεύγους, καὶ (οἱ) παράνυμφοι

pi

999

πάροχος· παράνυμφος

pi

1000

παροχῶν· δωρημάτων, χαρισμάτων

pi

1001

παροψίς· ὀξυβάφιον, ἢ ἐμβάφιον

pi

1002

πάρπαγος· ὁ ἄνω τῆς θύρας μάνδαλος

pi

1003

Πάρπαρος· ἐν ᾧ ἀγὼν ἤγετο καὶ χοροὶ ἵσταντο

pi

1004

παρπεπιθόντες· παραπείσαντες, παραλογισάμενοι

pi

1005

πὰρ πυλεῶνα· παρὰ πυλεῶνα

pi

1006

πὰρ πυμάτην· παρὰ τὴν ἐσχάτην

pi

1007

Παῤῥασίη· πόλις Ἀρκαδίας

pi

1008

Παῤῥάσιον· ὄρος Ἀρκαδίας

pi

1009

παῤῥέκτης· πάντα πράττων ἐπὶ κακῷ

pi

1010

παῤῥησία· ἐξουσία. ἄδεια

pi

1011

παρσουλακίρ· τὸν τρίβωνα, ὅταν γένηται ὡς θύλακος

pi

1012

παρτάδες· ἄμπελοι

pi

1013

πάρταξον· ὕγρανον. Λάκωνες

pi

1014

παρτέλλεται· παραινεῖται

pi

1015

παρτετύμβει· παραφρονεῖ. ἡμάρτηκεν

pi

1016

πάρ τοι· πάρεστί σοι

pi

1017

παρτομίς· μικρὸν τῷ μήκει βιβλίδιον

pi

1018

παρυφή· ὕφασμα

pi

1019

παρυφίς· Μένανδρος ἐν Ὑμνίδι

pi

1020

παρφάμεν· παραβῆναι ἅπαντα

pi

1021

παρφάμενος· παραπείσας. εἰπών. παρηγορήσας288 in vol. 3

pi

1022

πάρφασις· παραίνεσις. συμβουλία. παρηγορία. ἢ ἀπάτη

pi

1023

παρφυσίδες· βάτραχοι

pi

1024

παρῶ· παραλείπω. ἢ συνῶ

pi

1025

παρωάς· παρωαὶ λέγονται ἵπποι τινὲς τὸ χρῶμα πυῤ(ῥ)οί

pi

1026

παρῳδοῦντες· παρατραγῳδοῦντες. χλευάζοντες. ἢ λέγοντες

pi

1027

παρωθοῦντες· ἐκβάλλοντες

pi

1028

παρώκλασεν· ἐγονάτισεν

pi

1029

παρωλένια· τῶν χειρῶν τὰ ὄπισθεν

pi

1030

παρώλισθεν· ὠλίσθησεν, ἐξέπεσεν

pi

1031

παρώλοφα· τὰ ἀπὸ τῶν τενόντων μέρη

pi

1032

παρώμφημα· παρωνυμίασμα

pi

1033

παρώνυμον· ἐκ τοῦ συμβεβηκότος καλούμενον

pi

1034

πάρωος· εἶδός τι πυῤ(ῥ)οῦ χρώματος ἵππου

pi

1035

[παρώπαλα· τὰ περὶ τοῖς ὀφθαλμοῖς.] ἐν τῷ περὶ ἱπποτροφίας

pi

1036

[παρόπανος· ἐμβρόντητος]

pi

1037

παρώπια· τὰ τοῖς ἵπποις παρατιθέμενα δέρματα, ἅ τινες ἀνθή‐ λια λέγουσι, παρὰ τοῖς ὀφθαλμοῖς

pi

1038

παρῶπται· παρεώραται

pi

1039

παρῶπτο· παρεώρατο

pi

1040

πάρωρον· παράκαιρον

pi

1041

παρωσάμενος· ἀπωθήσας. ἀποβαλών

pi

1042

παρώσας· ἐάσας. ὤσας, ὠθήσας. ἐκβαλών

pi

1043

παρώσατο· ὤσατο. καὶ ὤθησεν

pi

1044

παρωσμένων· δεδιω(γ)μένων

pi

1045

παρώτρυναν· παρώξυναν

pi

1046

παρῴχετο· παρῆλθεν. ἐπορεύετο

pi

1047

παρωχετεύων· ὅταν ἀπὸ τούτου τοῦ μέρους στρέφῃ τὸ ὕδωρ εἰς ἄλλον ὑδρα(γω)γόν

pi

1048

παρῳχημένας· παρελθούσας

pi

1049

πᾶς· ὅλος. ἕκαστος289 in vol. 3

pi

1050

πᾶσαι· ὅλαι

pi

1051

πασ]άμενος· γευσάμενος. κτησάμενος

pi

1052

πασάμην· ἐδεξάμην

pi

1053

πᾶσαν ἐπ’ αἶαν· πᾶσαν τὴν γῆν

pi

1054

πάσ]ανος· ἀρτοπώλης, ἢ ἀρτόπτης

pi

1055

πάσ]ασθαι· γεύσασθαι

pi

1056

πάσατο· ἐγεύσατο. ἐκτήσατο

pi

1057

πασάτω· ῥανάτω

pi

1058

πᾶσι δέ κεν· περὶ πάντων δέ

pi

1059

πᾶσις· κτῆσις

pi

1060

πάσκος· πηλός

pi

1061

πάσμα· ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν ἐρίου

pi

1062

πάσορ· πάθος. Λάκωνες

pi

1063

πασπάλη· τὸ τυχόν. οἱ δὲ κέγχρον· ἢ ἄλευρα κρίθινα

pi

1064

Πασπάριος· ὁ Ἀπόλλων· παρὰ Παρίοις καὶ Περγαμηνοῖς

pi

1065

πασσακίζουσα· πασσαλεύουσα

pi

1066

πασσακίῳ· πασσάλῳ

pi

1067

πάσσακον· πάσσαλον

pi

1068

πάσσαλερ· σφῆνας. (Λάκωνες)

pi

1069

πασσάλιον· τοῦ ζυγοῦ τῆς κιθάρας τὸ μέσον

pi

1070

πασσαλόφιν· τοῦ πασσάλου. ὁ δὲ σχηματισμὸς Βοιώτιος

pi

1071

πασσάριος· σταυρός

pi

1072

πάσσε· συνήθως ἡμῖν·
πάσσε δ’ ἁλὸς θείοιο κρατευτάων καὶ ἐνεποίκιλλε·
πολέας δ’ ἐνέπασσεν ἀέθλους
5ἔνθεν καὶ παστὸς τὸ γαμικὸν ποίκιλμα

pi

1073

πάσσεται· ἐσθίει

pi

1074

Πάσσιρος· ὁ τὴν Εἰρήνην κτίσας Ὑπερβόρ(ε)ιος. ἐκαλεῖτο δὲ Εἰρήνη
καὶ Πελαγοῦ(σ)σα290 in vol. 3

pi

1075

πάσσονα· παχύτερον, ἢ πλατύτερον. καὶ πάσσους εἶναι

pi

1076

πάσσοντος· εἰς ἀέρα χέοντος, ἢ σκορπίζοντος, ἢ ῥίπτοντος

pi

1077

πασσυδίᾳ· ὁμοῦ πάσῃ σπουδῇ, ἢ ὁρμῇ. τινὲς δὲ πανδημ(ε)ί

pi

1078

πασσυδίῃ· ὁμοίως

pi

1079

πασσύριον· ἀντὶ τοῦ πασσυδίην. Αἰολεῖς. τὸ πασσύριον ἡμῶν ἁπάν‐ των γένος

pi

1080

πασσύρως· ἄρδην. πανοικί

pi

1081

πάσσων· ῥίπτων. χέων. σκορπίζων. ἐπιπάσσων

pi

1082

πάστα· βρῶμα ἐκ τυροῦ ἀνάλου μετὰ σεμιδάλεως καὶ σησαμίου σκευα‐ ζόμενον. οἱ δὲ ἔτνος ἀλφίτοις μεμιγμένον

pi

1083

παστάδες· παστοί, στοαί. καὶ τῶν ἀμπέλων αἱ συστάδες. καὶ τόποι, ἔνθα ἐδείπνουν, ἀπὸ τοῦ πάσ[σ]ασθαι. ἴσως δὲ καὶ οἱ διαγεγραμ‐ μένοι οἶκοι· πάσαι γὰρ τὸ ποικῖλαι. καὶ ἔτνος ὅμοιον

pi

1084

παστάξ· πάσσαλος

pi

1085

παστάς· στοά. προστάς. παστάδας· νυμφῶν(ας)

pi

1086

παστήρια· σπλάγχνα. τὰ ἐντοσθίδια. κοιλία

pi

1087

παστοφόριον· τὸ τὸν παστὸν φέρον. ἢ οἰκονομία. ἢ συναγωγή. ἢ ναὸς εὐανθής

pi

1088

[πασχαλκεύς· πολύτεχνος]

pi

1089

πασχητιᾷ· πάσχειν θέλει[ν]. ἢ ἀκόλαστος ...., ἢ αἰσχρᾶς ἡδονῆς ἡττᾶται

pi

1090

παταγεῖ· ψοφεῖ. κτυπεῖ

pi

1091

πάταγος· ψόφος, κτύπος291 in vol. 3

pi

1092

Πάταικοι· θεοὶ Φοίνικες, οὓς ἱστᾶσι κατὰ τὰς πρύμνας τῶν νεῶν

pi

1093

παττάλους· πασσάλους

pi

1094

πάτανα· τρύβλια

pi

1095

πατάνια· τὰ ἐκπέταλα λοπάδια, καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ πο‐ τήρια, ἃ πέδαχνα καλοῦσι. τινὲς δὲ διὰ τοῦ β βατάνια λέ‐ γουσιν

pi

1096

παταπῶ· πάλαι ποτέ

pi

1097

Παταρ)ίς· πόλις, καὶ ὄρος Λυκίας

pi

1098

πάτασσε· ὑπὸ ἀγωνίας ἐπλήσσετο, ἐταράττετο

pi

1099

πατάσσει· πλήσσει, κρούει. τρέμει. πηδᾷ. φοβεῖται. ἅλλεται. [ἢ πα‐ τάξαι

pi

1100

πατάσσω· ἠχῶ. δέρω, πλήσσω

pi

1101

πάταχνον· σκεῦος λοπαδίῳ ἐμφερές

pi

1102

πατεῖσθε· ἐσθίετε

pi

1103

πατεῖν· πορεύ[σ]εσθαι

pi

1104

πατέοντο· ἐγεύοντο

pi

1105

πατέουσι· καταπατοῦσι

pi

1106

[πατεύσουσι· καταφρονήσουσιν

pi

1107

πατερῆται· ἐσθίουσι]

pi

1108

πατέρες· πλούσιοι. ἢ πρόγονοι

pi

1109

[πατευτικόν· θηρευτικόν]

pi

1110

πατηνόν· πεπατημένον. κοινόν

pi

1111

πατήρ· ὁ φύσας

pi

1112

[πατήρια· ἐγκοί[κ]λια. καὶ τῆς λη[μ]νοῦ μέρη τινά]

pi

1113

πατηταί· οἱ τραπηταί

pi

1114

[πατίαι· χώραι]

pi

1115

*πάτησαν· κατεπάτησαν

pi

1116

πατνή· καλὴ ὑπὸ Πάρθων292 in vol. 3

pi

1117

πατνώματα· στεγάσματα οἴκου

pi

1118

πάτον· ὁδὸν πεπατημένην

pi

1119

πάτος· ἡ πεπατημένη καὶ λεωφόρος ὁδός. καὶ ἔνδυμα τῆς Ἥρας. καὶ κόπρος

pi

1120

πατράδελφος· θεῖος πρὸς πατρός

pi

1121

*Παῦλος· θαυμαστὸς ἢ ἐκλεκτὸς σύμβουλος

pi

1122

πατραλοίας· ὁ τὸν πατέρα ἀτιμάζων, πατροτύπτης. καὶ τὸ μητρα‐ λοίας (οὕτω) συντίθεται

pi

1123

*Πάτραι· πόλις τῆς Ἑλλάδος

pi

1124

[πατρέμβατοι· ὑψηλοί]

pi

1125

πάτρην· πόλιν ἐπαρχίας. φυλήν. πατρίδα.

pi

1126

πάτρης· πατρίδος. σημαίνει δὲ καὶ τὴν ἐκ τοῦ αὐτοῦ πατρὸς γέ‐ νεσιν

pi

1127

πατριαί· φυλαί

pi

1128

πατρίδι· πατρῴᾳ

pi

1129

πατρίδα γαῖαν· πατρῴαν γῆν

pi

1130

πατρίδος αἴης· πατρῴας γῆς

pi

1131

[πάτριον· τὴν πομπήν

pi

1132

πατρίς· φυλίς. πατρίδος]

pi

1133

πατριώτης· παρὰ Ἀθηναίοις, ὁ βάρβαρος. καὶ ο(ὐ) πολίτης

pi

1134

πατρόθεν πορδακίδαι· ὅτι πατέρων εἰσὶν ὄνων ἡμίονοι

pi

1135

πατροκασιγνήτῳ· τῷ τοῦ πατρὸς ἀδελφῷ

pi

1136

πατρόπολις· ἡ πατρῴα οἰκία

pi

1137

πατρῴζουσαι· τὰ τοῦ πατρὸς φρονοῦσαι

pi

1138

πατρώϊον· τὸ τοῦ πατρός. καὶ ἀπὸ προγόνων

pi

1139

πατρώϊος· πατρικός

pi

1140

[πατρωλοίας· ὁ τὸν πατέρα τύπτων, ἢ κτε(ί)νων]

pi

1141

πάτρωνες· οἱ πρῶτοι τῶν ἀξιωθέντων τῆς Ῥωμαίων πολιτείας ὑπὸ Ῥωμύλου ἑκατὸν ὄντες, ὥσπερ δευτέρων πατέρων τάξιν ἐχόντων· καὶ
ἐκ τούτου οἱ κρινόμενοι(ς) βοηθοὶ παραγινόμενοι293 in vol. 3

pi

1142

πατρῷος Ζεύς·
ναὶ ναὶ καταιδέσθη(τι) πατρῷον Δία καὶ ἄλλοι πολλοί

pi

1143

πατώσας· διατριβούσας

pi

1144

παύεται· ἥσυχος γίνεται

pi

1145

παῦλα· ἄνεσις, ἀνάπαυσις

pi

1146

παυνί· μικρόν. οἱ δὲ μέγα. ἢ ἀγαθόν

pi

1147

παῦνις· ἀπόχρεως

pi

1148

παῦνον· μέγα

pi

1149

παῦρα· ὀλίγα, εὐ(α)ρίθμητα

pi

1150

παυράκις· ὀλιγάκις, ἢ οὐδὲν ὅλως

pi

1151

παυρακίς· τὴν πέμπτην Σαμοθρᾷκες καλοῦσιν

pi

1152

παῦροι· ὀλίγοι. ἐλάττους. ὀλιγώτεροι

pi

1153

παυσιβάκτρων· ἰσχυρῶν βακτηρίων χρωμένων

pi

1154

*παύσειεν· καταπαύσειεν

pi

1155

παυσικάπη· μηχάνημα τροχῷ ἐοικός, δι’ οὗ τὸν τράχηλον εἶρον, ὡς μὴ δύνασθαι προσενεγκεῖν τὴν χεῖρα ....

pi

1156

Παυστήρια· ὄρη τῆς Ἀχαίας, ἐν οἷς ὁ Ὠρίων ἀπέθανε. καὶ προβλή‐ ματα, ἢ φράγματα

pi

1157

παυσωλή· ἀνάπαυσις. τελευτή. κατάληξις

pi

1158

Παφλαγόνες· ἔθνος

pi

1159

παφλάζει· βράζει, ἀναζεῖ

pi

1160

παφλάζοντα· ἠχοῦντα. καχλάζοντα. ἀναβράζοντα, θερμαίνοντα

pi

1161

παφών· κτείνας

pi

1162

παχείᾳ δραχμῆ· τὸ δίδραχμον. Ἀχαῖος

pi

1163

παχείῃ χειρί· τῇ ἰσχυρᾷ

pi

1164

πάχετον· παχύτ(ε)ρον

pi

1165

πάχητες· πλούσιοι. παχεῖς

pi

1166

πάχνη· ἡ ψυχρότης· ἀπὸ τοῦ πήσσειν. ἢ λεπτὴ χιών. ἢ παχεῖα δρό‐ σος. ἢ τὸ πηγνύμενον ὕδωρ ὑπὸ ψύχους

pi

1167

παχνουμένης· ἀνιωμένης

pi

1168

παχνοῦται· θυμοῦται. πήσσεται· παρὰ τὴν πάχνην. φρίσσει. λυ‐
πεῖται, ἀνιᾶται294 in vol. 3

pi

1169

*παχήμερον· τὸ Μενδήσιον λεγόμενον

pi

1170

παχυμερῶς· ἁδρῶς, παχέως

pi

1171

παχύνοοι· παχὺν νοῦν ἔχοντες, ἀνόητοι

pi

1172

παχύποδα· τὸν ὑπὸ λιμοῦ καὶ φιλαργυρίας οἰδήσαντα

pi

1173

παχύτερον· ἁδρότερον. οὐκ ἀκριβῶς

pi

1174

π]αῶται· συγγενεῖς. οἰκεῖοι. Λάκωνες

pi

1175

πέαρ· Γλαυκίας λιπάρον

pi

1176

πέδα· μετά. ἢ γῆ

pi

1177

πεδάγρετον· μεταμέλητον. μεταληπτόν. ποικίλον. μεταδίωκτον

pi

1178

πέδαι· δεσμά. περισκελίδες. καὶ κρίκοι ἐσκυτωμένοι τῆς νεὼς τοῖς πη‐ δαλίοις καὶ τῷ ἱστῷ

pi

1179

πέδαλα· ποικίλα

pi

1180

πεδαλευόμενος· μεταμελόμενος. μεταδιωκόμενος

pi

1181

πεδανῷ ὕπνῳ (ἢ) ἠπεδανῷ· κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ βεβαίῳ

pi

1182

πεδανός· ταπεινός, πεδεινός. ἢ ὁ τῷ μάντει διδόμενος μισθός

pi

1183

πεδάρσ]ιον· μετέωρον. ὑψοῦ

pi

1184

πέδαχνα· τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια

pi

1185

πεδαχνοῦται· ἐξυπτίωται. καὶ τρυφᾷ

pi

1186

πεδαοριστής· ἵππος φρυ(α)γματίας. καὶ μετεωριστής

pi

1187

πέδειλα· ὑποδήματα

pi

1188

πέδελθε· ἱκέτευσον. μέτελθε

pi

1189

πεδέλθῃ· ἱκετεύῃ. μετέρχηται295 in vol. 3

pi

1190

πέδευρα· ὕστερα. Λάκωνες

pi

1191

πέδευρον· ὕστερον. πάλιν. ὀπίσω

pi

1192

πέδη· εἶδος ἱππασίας. καὶ περισκελίς. δεσμός

pi

1193

πέδησεν· ὑποχείριον ἐποίησεν

pi

1194

πεδῆται· πεπεδημένοι

pi

1195

πεδιάδα γῆν· τὴν Φωκίδα

pi

1196

πεδιᾶλαι· μεταπέμψασθαι. μεταβαλεῖν

pi

1197

πεδιακὰ πρόβατα· πρόβατα ἀπὸ πεδίου, καὶ οὐ λειμῶνος

pi

1198

πεδιάτιδες πύλαι· τὰς πλησίον τοῦ Θυμβραίου ἐν Ἰλίῳ φησί, ἅς τινες Ἐπιχηλὰς καλοῦσι

pi

1199

πέδιλα· ὑποδήματα. καὶ ἔστιν οἷον ποδόειλα

pi

1200

πεδόθεν· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παίδων

pi

1201

πεδοίκους· μετοίκους

pi

1202

πεδοίκου χελιδόνος· συνοίκου. Αἰσχύλος Τροφοῖς

pi

1203

πέδον· γῆ, ἔδαφος

pi

1204

[πέδουρος· μετέωρος]

pi

1205

πέδοα· ἡμέρα, ἐν ᾗ οὐ γίνεται ἑορτή

pi

1206

Πεδώ· ἡ νῦν καλουμένη Κλεψύδρα, κρήνη ἐν ἄστει

pi

1207

πέζα· ἡ ἀρχὴ τοῦ ῥυμοῦ· διὰ τὸ πρὸς τῷ πέδῳ ...., ὅθεν καὶ πέζα ἱματίου λέγεται ἡ ὤα, ἢ πρὸς τῷ πέδῳ τὰ κατώτατα μέρη

pi

1208

πεζὰς μόσχους· οὕτως ἐκάλουν τὰς μισθαρνούσας ἑταίρας χωρὶς ὀργάνου

pi

1209

πεζεταίροις· τοῖς περὶ τὸν βασιλέα δορυφόροις

pi

1210

πεζὴ λέξις· κοινὴ λέξις

pi

1211

πεζήν· τὴν συνήθη, ἢ κοινήν

pi

1212

πεζός· κοινός. ταπεινός. Πεζοῖς δὲ τοῖς ἐκ ποδῶν πεζεύουσιν

pi

1213

πεζοφόροις ζώμασιν· Αἰσχύλος Τοξότισιν. ὥσπερ πέζαν ἐχόντων τῶν χιτώνων· τινὲς δὲ ποδήρεσι. Ζῶμα δὲ τὸ ἔνδυμα

pi

1214

πεζῶν· τῶν ὁδευόντων

pi

1215

πεζῷ γόῳ· τῷ ψιλῷ. καὶ πεζὰς ἑταίρας ἔλεγον τὰς μισθαρνούσας
χωρὶς ὀργάνου296 in vol. 3

pi

1216

*πιθανότης· πιστότης

pi

1217

πειθαρχήσαντες· πεισθέντες

pi

1218

πείθεο· πείθου

pi

1219

πείθεσθε· πείσθητε

pi

1220

πειθήνιοι· ὑπήκοοι, πειθόμενοι

pi

1221

[πειθήσας· πεισθείς]

pi

1222

[πειθή· πεισμονή, πίστις]

pi

1223

πείθονται· πειθήνιοί εἰσιν

pi

1224

πειθώ· ἡ ὀγδοάς

pi

1225

πεικαμμαῖς· ὀξείαις, καὶ λεπταῖς

pi

1226

πείκειν· ξαίνειν

pi

1227

πεῖκος· ἔριον. ξάμμα

pi

1228

πεικόν· πικρόν, πευκεδανόν

pi

1229

[πειλός· πᾶν τὸ πεπιλωμένον]

pi

1230

πεινέων· πεινῶν

pi

1231

πειναρόν· ῥυπαρόν

pi

1232

πεινῆν· πεινᾶν

pi

1233

[πείρω· πέρας]

pi

1235

πειράζων· ἐνεδρεύων. λῃστεύων

pi

1236

*Πειραΐδαο· Πειραίου παιδός

pi

1237

*πειδαίρουσα· δέρουσα

pi

1238

πεῖραι· πειρατ(ε)ῖαι. δόλοι

pi

1239

πειρᾶν· πειράζειν ......

pi

1240

πεῖραν ποιούμενος· πειράζων

pi

1241

πείραντες· ἐκκεντήσαντες

pi

1242

πείρατα· πέρατα. τέλος

pi

1243

πειραταί· κακοῦργοι, λῃσταί. θηρευταὶ ἐν ὕδασι

pi

1244

πειρᾶται· πεῖραν λαμβάνει, πειράζει. ἐπὶ δὲ λῃστῶν, πειρατεύεται

pi

1245

πειρατήριον· τόπος λῃστῶν

pi

1246

πειρεᾶσθε· πειράσθητε

pi

1247

πείρησαι· πείρασον

pi

1248

πειρήθη[ξαι]· πεῖραν λαμβάνει

pi

1249

πειρῆσθαι· ἔσθ’ ὅτε λῃστεῦσαι297 in vol. 3

pi

1250

πειρήσομαι· πειράσομαι

pi

1251

πειρήσοντα[ι]· διάπειραν ληψόμενον

pi

1252

πειρήτιζε· πείραζε

pi

1253

πειρητίζειν· πειρᾶσθαι. πεφυσῆσθαι. πεφοβῆσθαι

pi

1254

Πειριεῖς· νῆσος. καὶ Ἀστερία

pi

1255

Πείρηθοι· νύμφαι ἐν Κύπρῳ

pi

1256

πείρινθος· πλέγμα, τὸ ἐπὶ τῆς ἁμάξης· τὸ πλινθίον, τὸ ἐπιτιθέμε‐ νον τῇ ἁμάξῃ τετράγωνον

pi

1257

πειρῶ· σπεῦδε. πείραζε

pi

1258

πειρώμενος· πειράζων

pi

1259

πειρῶν τὴν παῖδα· πειράζων. διαφθείρων

pi

1260

πείσαντες· ποτίσαντες, ὑγρά[ί]ναντες

pi

1261

πείσα· λειμῶνες. ἕλη. [πέδη.] ποτάμιοι, π(ο)ιώδεις, ὑδατώδεις τόποι

pi

1262

πείσ]εα] ποιήεντα· τοὺς διύγρους τόπους καὶ βοτανώδεις

pi

1263

πείσεν· πείσει, ἔπεισεν

pi

1264

πείσεσθαι· παθεῖν

pi

1265

πείσεται· ὑπομενεῖ

pi

1266

πείσῃ· πείσματι. καὶ χώρᾳ·
τῷ δὲ μάλ’ ἐν πείσῃ κραδίη μένε

pi

1267

πείσματα· σχοινία ἀπόγεια, πρυμνήσια. περιβόλαια

pi

1268

πεισόμενον· παθεῖν μέλλοντα

pi

1269

πείσονται· πάθωσι

pi

1270

πείχισον· δοκίμασον

pi

1271

πεκούλιον· (βαλάντιον)

pi

1272

πεκτεῖ· κτενίζει. τίλλει. κείρει. ξαίνει

pi

1273

πεκτοῦμαι· τρίχομαι. τίλλομαι

pi

1274

πεκτούμενον· τιλλόμενον. τίλλοντα. Πεκτεῖν γὰρ τὸ κείρειν

pi

1275

πελάγια· τὰ κρόταλα. ἡ δὲ ῥίνος πελαγία298 in vol. 3

pi

1276

πελαγίζειν· τοὺς ὀδόντας συγκρούειν. καὶ πλεῖν πέλαγος ἄβατον. καὶ ἀλαζονεύεσθαι, καὶ ψεύδεσθαι μεγάλα

pi

1277

πέλαγος· μέγεθος, πλῆθος, βυθός, πλάτος θαλάσσης

pi

1278

πελάζειν· ἐγγίζειν, πλησιάζειν

pi

1279

πελαζόμενοι· ἐγγιζόμενοι

pi

1280

πέλαιτον· τὸ ἐφικτόν. μέγιστον

pi

1281

πέλαινα· πόπανα, μειλίγματα

pi

1282

Πελάνα· ἡ Σαλαμίς. ἐν τοῖς Εὔκλου χρησμοῖς. ἢ τὰ ἀπὸ τῆς ἅλω (ἀ)πάργματα. καὶ θυσίαι, καὶ πέμματα

pi

1283

πέλανοι· πέμματα εἰς θυσίας ἐπιτήδεια

pi

1284

πέλανον· ἀφρόν, τὸν περὶ τὴν γῆν ἀφρόν. ἢ πέμμα τι πλακουν‐ τῶδες

pi

1285

πέλανος· πέ[μ]ψιν ἔχων ῥυπαράν. ἢ τὸ ἐκ τῆς (παι)πάλης πέμμα. οἱ δὲ ἐπὶ τοῦ κηρίου τιθέασι. καὶ τὸν περιπεπηγότα τῷ στόματι ἀφρόν

pi

1286

πέλανορ· τὸ τετράχαλκον. Λάκωνες

pi

1287

πελαργικοὶ νόμοι· τὸ ἀντι[σ]τρέφειν τοὺς γονεῖς.

pi

1288

Πελαργικόν· ἀντὶ τοῦ Πελασγικόν. Πελαργοὺς γάρ φασι τὴν Ἀττι‐ κὴν οἰκῆσαι· ἀπὸ τῶν Πελασγῶν μεταφέροντες ἐπὶ τὰ πτηνά

pi

1289

πελαργός· ἄγγος τι κεράμεον

pi

1290

πέλας· γείτων, ἐγγύς, πλησίον

pi

1291

πελάσαι· ἐγγίσαι, πλησιάσαι

pi

1292

πελάσαιμι· προσεγγίσω

pi

1293

Πελασγοί· οἱ Θεσσαλοί. καὶ Πελασγικὸν Ἄργος ἡ Θεσσαλία νῦν. καὶ ἔνιοι τῶν βαρβάρων. καὶ γένος ἀπὸ Πελασγοῦ τοῦ Ἀρκάδος γενό‐ μενον πολυπλάνητον

pi

1294

πέλασε· προσήγγισεν

pi

1295

πέλασσεν· ἐγγίσαι ἐποίησεν, ἐπλησίασεν

pi

1296

[πελαστικόν· τειχίον οὕτω ἐν Ἀθήναις καλούμενον Τυῤῥηνῶν κτι‐ σάντων]

pi

1297

πελάται· οἱ διὰ τὴν ἀναγκαίαν τροφὴν μισθῷ δουλεύοντες, τρεῖς
μίσθαρνοι· ἀπὸ τοῦ πέλας. ἢ θρέμματα299 in vol. 3

pi

1298

πελάχνιν· τρύβλιον ἐκπέταλον

pi

1299

πελδασταί· οἱ τὰ ἀσπιδίσκια ἔχοντες

pi

1300

πελεθοβάψ· Θεόδ(ω)ρος ὁ τραγικὸς [ὁ] ὑποκριτὴς οὕτως ἐπεκαλεῖτο. τινὲς δὲ ποιητὴν αὐτόν φασι γεγονέναι

pi

1301

πελεθρίσματα· δρομήμα(τα)

pi

1302

πέλεθρον· μέτρον γῆς, ὅ φασι μυρίους πόδας ἔχειν· τινὲς δὲ στα‐ δίου[ς] ἕκ[α]τον

pi

1303

Πελεθρόνιον· πολυφάρμακον

pi

1304

Πελεθρόνιος· ὁ Χείρων, ἀπὸ τοῦ Πελεθρονίου, ἐν ᾧ ἐτράφη· οἱ δὲ πολυφάρμακος

pi

1305

πέλει· ὑπάρχει, ἐστί. δίδωσι. γίνεται

pi

1306

πέλειαι· περιστεραί. καὶ αἱ ἐν Δωδώνῃ θεσπίζουσαι μάντεις

pi

1307

πελειοθρέμμονα νῆσον· [Ἀριστοτέλης φησὶ διαφέρειν περιστερὰς καὶ πελειάς

pi

1308

πελείους· Κῶοι καὶ οἱ Ἠπειρῶται τοὺς γέροντας, καὶ τὰς πρεσβύ‐ τιδας ......

pi

1309

πελεκάν· ὄρνεον τὸ κολάπτον καὶ τρυποῦν τὰ δένδρα

pi

1310

πελέκεα· πέλεκυν δίστομον

pi

1311

πέλεκκος· στελεός, ὅ ἐστι ξύλον εἰς τὴν ὀπὴν τῶν πελέκεων βαλλό‐ μενον

pi

1312

πέλεκρα· ἀξίνη

pi

1313

πέλεκυς· ἀξίνη δίστομος. ἢ σταθμίον ἑξαμνιαῖον ἀρχαῖον· οἱ δὲ [δω]δεκαμνιαῖον

pi

1314

πελεκύστερον· τὸ στελεόν

pi

1315

πελεμίζειν· σείειν, κραδαίνειν

pi

1316

πελεμίχθη· διεσείσθη

pi

1317

πέλεν· ἦν, ὑπῆρχεν

pi

1318

πελένα· ζεῦγος βοῶν300 in vol. 3

pi

1319

Πελεός· Ἀχαιὸς Φρίξῳ. καὶ μήποτε τὴν παρ’ Ὁμήρῳ Πτελεόν. δύ‐ ναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγομένα δηλοῦν

pi

1320

Πελεστόθρην· νῆσον τὴν Σαλαμινίαν

pi

1321

πελεσσύδραι· συ[ν]στρέμματα ὑδάτων

pi

1322

πέλεται· ὑπάρχει, γίνεται

pi

1323

πελήαρ· περιστερὰς καὶ περσικῆς τὸ ἥμισυ. Λάκωνες

pi

1324

*πέληται· γένηται

pi

1325

πέλη]ος· γέρων

pi

1326

*πελειάδες· περιστεραί

pi

1327

πελιαί· μέλαιναι. [περιστεραί. φάσσαι]

pi

1328

[πελιανόν· μολύβδῳ ἐοικὸς κατὰ τὴν χρόαν]

pi

1329

πελιγᾶνες· οἱ ἔνδοξοι· παρὰ δὲ Σύροις οἱ βουλευταί

pi

1330

πελίγξαι· ἐπιδραμεῖν

pi

1331

πελιδνόν· μέλαν ὡς μόλυβδος. ἢ ὕφαιμον

pi

1332

πελίκαν· εἶδος ποτηρίου ξυλίνου. διὰ τὸ πεπελεκῆσθαι. ἄλλοι ξυλίνη λεκάνη

pi

1334

πελιοί· μέλανες, ὡς ὠχροί, ἢ χλωροί

pi

1333

Πελινναῖος· ὁ Ζεὺς ἐν Χίῳ

pi

1335

πελιτνόν· πελ[ε]ιόν

pi

1336

πέλλα· λίθος

pi

1337

πέλλαι· ἀγγεῖά τινα, εἰς ἃ ἀμέλγεται τὸ γάλα, οἷον πύελ[λ]οί τινες οὖσαι, ἐν αἷς τὸ πύος, τουτέστι τὸ γάλα, εἰλεῖται

pi

1338

Πελλαῖον· [φαιόν. καὶ] Μακεδονικόν

pi

1339

πελλάνιος· Ποσειδῶν ἐν Κυρήνῃ

pi

1340

πελλαντῆρα· ἀμολγέα

pi

1341

πελλᾶς· πέλ[λ]η[τ]ος. πρεσβύτης301 in vol. 3

pi

1342

πέλλας καὶ πέλλαι· ποιμενικὰ ἀγγεῖα

pi

1343

[πελλασταί· ὑποδήματα, ἃ περιετίθεσαν οἱ δρομεῖς περὶ τὰ σφυρά, ἵνα μὴ ἔξω στρέφηται]

pi

1344

*πελλαιχρὸν ἢ πελλαιχνόν· πυῤῥόν

pi

1345

πελλήν· κούφην, καὶ φαιὰν τῷ χρώματι

pi

1346

Πελλήνη· πόλις ἐν Ἄργει

pi

1347

Πελλ(ην)ικαὶ χλαῖναι· ἐπεὶ διαφέρειν ἐδόκουν αἱ ἐν Πελλήνῃ γινό‐ μεναι, ὡς καὶ ἆθλα τοῖς νικῶσι δίδοσθαι

pi

1348

πέλληον· στέψον

pi

1349

πελλη(τ)ρ· πολυφάγος. ἀμολγός

pi

1350

πελλητῆρες· ὁμοίως

pi

1351

πελλία· σπέλεθοι

pi

1352

πέλλιξ· κράνος

pi

1353

πελλίς [ἢ πελλάς]· λεκάνη

pi

1354

πελλόν· φαιὸν χρῶμα, ἐμφερὲς τῷ πελιδνῷ

pi

1355

πελλοπλαύραστον· ὀξύθυμον. ἢ ἔκλιμον

pi

1356

[πελλύρον· μετέωρον]

pi

1357

πέλλυτρα· οἱ δεσμοί, οἱ περὶ τὰ[ς] σφυρὰ καὶ τοὺς ἀστραγάλους τῶν δρομέων περιελισσόμενοι, εἰς τὸ μὴ ἐκ(σ)τραφῆναι

pi

1358

[πελλύτα καὶ πελλύτεμα. δεσμός]

pi

1359

πέλμα· τὸ κάτω τοῦ ποδός

pi

1360

Πελοπίδαι· Ἀγαμέμνων γέν

pi

1361

Πελοπόννησος· πόλις τοῦ Ἄργους

pi

1362

πέλος· μέγα. τεράστιον

pi

1363

πέλτη· εἶδος ὅπλου. δόρυ. ἢ μικρὰ ὅπλα

pi

1364

πέλτη· ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ἢ ὅπλου σκέπασμα. ἀκόντιον

pi

1365

πέλτης· Θρᾴκιον ὅπλον. καὶ εἶδος ταρίχου

pi

1366

πέλω· εἰμί, δίδωμι, γίνομαι

pi

1367

πέλωρ· μέγα. ὑπερφυές

pi

1368

πέλωρα· θηρία. δείματα. τέρατα. σημεῖα μεγάλα

pi

1369

πελωρεύει· φανερῶς ποιεῖ

pi

1370

πελώρης· τινὲς εἱμαρμένης302 in vol. 3

pi

1371

πελώρια· μεγάλα, τεράστια

pi

1372

πελώριος· μέγας δεινός

pi

1373

πελώρου· θηρίου

pi

1374

πέμμα· εἶδος πλακοῦντος. καὶ πᾶν πεπτόμενον

pi

1375

πέμματα· ποικίλα ἐδέσματα πλακουντικά

pi

1376

πεμπά]δος· πεντάδος

pi

1377

πεμπαζόμενοι· ἐπιστρεφόμενοι. ἐκπληττόμενοι. μεριμνῶντες

pi

1378

πεμπάς· τριακάς

pi

1379

πεμπάσασα· ἐξαριθμήσασα

pi

1380

πε)πάσσεται· κατὰ πέντε ἀριθμήσει· τὸ γὰρ πέντε Αἰολεῖς πέμπε λέγουσι. καταχρηστικῶς δὲ καὶ ψιλῶς ἀριθμήσει

pi

1380a

πέμπε· Αἰολεῖς πέντε

pi

1381

πέμπελον· στωμύλον, λάλον. οἱ δὲ λίαν γηραλέον

pi

1382

πέμποι· ἀναπέμποι

pi

1383

πέμπουσιν· ἔπεμψαν, ἀνέπεμψαν, κατέπεμψαν

pi

1384

πεμπωβόλους· πέντε ὀβελίσκους, ἐκ μιᾶς λαβῆς συνεχομένους τριαι‐ νοειδῶς

pi

1385

πέμφελα· δύσκολα. τραχέα. βαθέα

pi

1386

πεμφίδες· πομφόλυγες. καὶ πτηνῶν ψυχαί

pi

1387

πεμφιδώδεις πυρετοί· φλυκταινώδεις. πνευματίαι

pi

1388

πέμφιξ· πνοή. ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες

pi

1389

πέμψις· ἐνεχυρασμός

pi

1390

πενεῖν· πενητεύειν

pi

1391

*πενία· ἀχρημοσύνη, ἀπορία

pi

1392

*πένεται· πονεῖ, ἐνεργεῖ. ἀχρηματεῖ. κάμνει

pi

1393

πενέσται· οἱ μὴ γόνῳ δοῦλοι, οἵτινες εἰργάζοντο τὴν γῆν. τινὲς δὲ οἱ εἵλωτες. τινὲς δὲ λάτρεις. ἢ ἐργάται πένητες ἢ ὑπήκοοι

pi

1394

*πενειαδεῖν· κατεπιστατεῖν

pi

1395

πένης· ὁ αὐτοδιάκονος

pi

1396

πένησσα· πτωχή

pi

1397

πενθέριον· τὴν προῖκα. Θάσ[σ]ιοι

pi

1398

πενθερός· τῷ νυμφίῳ ὁ τῆς κόρης πατήρ. καὶ πενθερὰ ἡ μήτηρ. τίθεται δὲ καὶ ἐπὶ τοῦ γαμβροῦ

pi

1399

πένθος· συμφορά. θρῆνος, λύπη

pi

1400

[πέννα· πτερά303 in vol. 3

pi

1401

πενόν· μεμελανωμένον

pi

1402

πένοντο· ἐνήργουν

pi

1403

πενταέτηρον· πέντε ἐτῶν]

pi

1404

πεντάσχοινον· στάδιον

pi

1405

πεντάχα· ἡ χείρ. ἢ πέντε μέρη

pi

1406

πένταχος· τὴν τάλαρον. Βοιωτοί

pi

1407

πεντεκτενῆ· ἐνδύματα, οἷον πριόνων ὀδοῦσιν ἐμφερῆ, πεποικιλμένα

pi

1408

πέντε κριταί· τοσοῦτοι τοῖς κωμικοῖς ἔκρινον, οὐ μόνον Ἀθήνησιν, ἀλλὰ καὶ ἐν Σικελίᾳ

pi

1409

Πεντέλεια· ὄρος Ἀρκαδίας, ἐξ οὗ Λάδων ὁ ποταμὸς καταφέρεται

pi

1410

[πεντεστατήριον· πενταετῆ]

pi

1411

πεντεσύριγγον ξύλον· πέντε ὀπὰς ἔχον κατὰ τὸ δεσμωτήριον· τέσσαρας μέν, εἰς ἃς οἱ πόδες καὶ αἱ χεῖρες διείροντο· μίαν δέ, δι’ ἧς ὁ τράχηλος

pi

1412

πεντετηρίς· πενταετηρίς

pi

1413

πεντηκοντόγυον· πεντήκοντα γύας ἔχον· οἷον πεντηκοντοπέλε‐ θρον

pi

1414

πεντηκοντομέσοδμον· πολύστεγον. αἱ γὰρ μέσοδμαι στέγαι

pi

1415

πεντηκοντόστολον· ὅπου οἱ δραπέται ἀνάγονται

pi

1416

πέντοζος· χείρ

pi

1417

πεντόροβον· ἡ γλυκυσίδη

pi

1418

πέξαι· κεῖραι, κτενίσαι

pi

1419

πεξαμένη· κτενισαμένη τὰς τρίχας, καὶ ξάνασα

pi

1420

πέξις· ψίλωσις, κουρά, ξύρησις

pi

1421

πεπάγουσα· ἁπαλή

pi

1422

πεπαιδεῦσθαι· πεπαιδοποιῆσθαι

pi

1423

πέπαικεν· ἐπάταξεν

pi

1424

πεπαίνεται· μελανοῦται. ὀπτᾶται. μαλάσσεται. πέπειρον γίνεται. πραΰνεται

pi

1425

πεπαλαγμένον· μεμολυσμένον αἵματι καὶ λύθρῳ. ἢ λελευκα‐ μένον

pi

1426

πεπαληκέναι· ἐκπεσεῖν

pi

1427

πεπαλημέναι· βεβλα(μ)μέναι304 in vol. 3

pi

1428

πεπαλ(.)μένος· βεβλαμ(μ)ένος, ἔξαρθρος γεγονώς

pi

1429

[πεπαλόεντος· τραχέος

pi

1430

πεπαλόεσσα· τραχεῖα]

pi

1431

πεπαμένος· κεκτημένος

pi

1432

πέπανα· πλακούντια

pi

1433

πεπᾶναι· πραῧναι

pi

1434

πεπανός· ὁ πολὺν χρόνον ἔχων παρὰ τὸ ὀπτηθῆναι

pi

1435

πεπαρεύσιμον· εὔφραστον, σαφές

pi

1436

πεπαρεῖν· ἐνδεῖξαι, σημῆναι

pi

1437

πεπάρθαι· παρακεῖσθαι

pi

1438

πέπαρμαι· δι’ ἥλου κατέχομαι. πεπερόνημαι. καθήλωμαι

pi

1439

πεπαρμένον· ἀνειρμένον. πεπερονημένον. καθηλωμένον. κατεσχημέ‐ νον. ἐμπεπηγός. διαπεπερονημένον

pi

1440

πεπαρῳνηκότων· ἀτακτησάντων. ὑβρισάντων. Παροινία γὰρ ἡ ὕβρις

pi

1441

πεπᾶσθαι· κεκτῆσθαι

pi

1442

*πεπάσωται· πιότητος γέμει

pi

1443

πέπα]στο[ι]· ἐγέγευστο. ἐπεπλήρωτο

pi

1444

πέπαυται· πεπράϋνται

pi

1445

πεπαχυμμέναις· πεπυκνωμέναις

pi

1446

πεπεδημένος· δεδεμένος

pi

1447

πεπ]ίθοιμεν· πείσοιμεν

pi

1448

πεπ]ιθοῦσα· πείθουσα

pi

1449

πέπειρα· γραῖα

pi

1450

πεπειρῆσθαι· γεγυμνάσθαι. (δια)πεπαρθενεῦσθαι

pi

1451

πέπειρον· πεπανθέν, ὥριμον, ὠπτημένον, ἀκμαῖον

pi

1452

πεπείρους· ἑψημένους. ἐπὶ ὀπώρας [λαβεῖν] ἤτοι σταφυλῆς

pi

1453

πέπεισμαι· ἤλπισα. θαῤῥῶ

pi

1454

πεπεμμένην· ζυμωθεῖσαν, ἐν κλιβάνῳ ἄρτον γενομένην

pi

1455

[πεπένεται· μαλάσσεται. καὶ τὰ ὅμοια]

pi

1456

πεπεραγκέναι· ἠνεγκέναι

pi

1457

πεπερασμένος· πεπληρωμένος

pi

1458

πεπερημένος· ὁ πεπεραιωμένος

pi

1459

πέπευται· πέπεικται

pi

1460

πεπιεσμένος· τεθλιμμένος305 in vol. 3

pi

1461

πεπ(.)λαγμένον· μεμολυσμένον

pi

1462

πεπλαδηκώς· σεσηπώς. ὑγρανθείς

pi

1463

πεπλασμένον· μὴ ἀληθές, ψεῦδος

pi

1464

[πέπλαται· ἥπλωται]

pi

1465

πέπληγε· πέπληκται

pi

1466

πεπλεγμένον· (κε)κοσμημένον. ἐκτενισμένον

pi

1467

πέπληγον· ἔτυπτον. ἐκρότουν

pi

1468

πεπληγυῖα· πλήξασα

pi

1469

πεπληγώς· πλήσσων

pi

1470

πέπλη]ται· κύει

pi

1471

πέπλον ἢ πέπλος· ἱμάτιον ἢ ἔνδυμα γυναικεῖον

pi

1472

[πεπνοιῶν· ἐνεργῶν, θεραπεύων]

pi

1473

πεπνυμένοι· σώφρονες, συνετοί

pi

1474

πεπνυμένον στόμα· σεσωφρονισμένον. σιγηλόν

pi

1475

πεπνυμένος· φρόνιμος, συνετός

pi

1476

πέπνυσαι· συνετὸς εἶ

pi

1477

πέπνυται· συνετός ἐστι

pi

1478

πεποδήγημαι· δεδίδαγμαι. ὡδήγημαι

pi

1479

[πεποιημένον· ποιότητα ἔχον]

pi

1480

πεποίηται· πέπρακται

pi

1481

πέποιθας· θαῤῥεῖς

pi

1482

πεποίθασιν· ἠλπίκασι. πιστεύουσι. θαῤῥοῦσιν

pi

1483

πεποιθήσεις· θαῤῥήσεις. πιστεύσεις. ἐλπίσεις

pi

1484

πεποίθῃς· θαῤῥήσῃς

pi

1485

πεποιθίαν(?)· ἐλπίδα. προσδοκίαν

pi

1486

πεποιθότατε· προσφιλέστατε. φίλε

pi

1487

πεποιθώς· ἐλπίσας. πιστεύσας

pi

1488

πεποίωται· ὅπου τις ῥέπει

pi

1489

πεποιωμένον· ποιότητα ἔχον, ἢ περιδραξάμενον

pi

1490

πεπόλιστο· ἔκτιστο

pi

1491

πέπομφα· ἔπεμψα

pi

1492

πέπον· προσφιλέστατε, προσηνέστατε. ἔκλυτε, μαλακέ

pi

1493

πέπονθα· ἔπαθον

pi

1494

πεπορασμένος· φανερός

pi

1495

πεπορεῖν· δοῦναι

pi

1496

πεπορθῆσθαι· ἀπολωλέναι. συν(τε)τελέσθαι

pi

1497

πεπορπημένη· τῇ περόνῃ συνεχομένη306 in vol. 3

pi

1498

[πεπορωμένοι· τετυφλωμένοι]

pi

1499

πέποσθε· πεπόνθατε

pi

1500

πέποσμαι· ἀκήκοα. [ἥπταμαι

pi

1501

πεποτήαται· ἵπτανται

pi

1502

πεπραδῖλαι· εἶδος ἰχθύων

pi

1503

πεπρημένος· πεφυσημένος

pi

1504

*πεπράχαμεν· ἐπράξαμεν

pi

1505

*πεπράτορα· θαυμασία

pi

1506

πεπρίλος· ἰχθῦς ποιός

pi

1507

[πεπρυμένοι· συνετοί]

pi

1508

*πεπρωμένη· εἱμαρμένη

pi

1509

*πεπρωμένον· μεμοιραμένον

pi

1510

*πέπρωται· τετύπωται. ὥρισται. [τὸ εἱμαρμένον ζήτει]

pi

1511

πεπρυτανευκώς· ἐπιμεμηνιευκώς. καὶ προανηλωκώς

pi

1512

πέπτασθαι· ἀνεῷχθαι. περιέχειν

pi

1513

πέπταται· ἥπλωται

pi

1514

πέπτει· πραΰνεται τὴν τροφήν

pi

1515

πεπτέον· φυλακτέον. εὐρυτέον

pi

1516

πεπτήνας· περιβλεψάμενος

pi

1517

πεπτηώς· δι’ ἀσθένειαν καὶ δειλίαν πεπτωκώς

pi

1518

[πεπ.γμένοι· μαθόντες, ἢ εἰδότες]

pi

1519

πεπύθωνται· ἀκούσωσιν. Ἀττικῶς

pi

1520

πεπυκασμένα· ἐσκεπασμένα, περικεκαλυμμένα

pi

1521

πεπυρακτωμένα· πεπυρωμένα

pi

1522

πέπυσμαι· ἀκήκοα. ἔμαθον, (ε)ἶδον

pi

1523

πεπύσμεθα· ἠκούσαμεν. καὶ τὰ ὅμοια

pi

1524

πεπυσμένος· ἰδών. καὶ τὰ ὅμοια

pi

1525

πέπυστο· ἠκηκόει

pi

1526

πεπωγμένον· κεκλασμένον307 in vol. 3

pi

1527

πέπωκα· ἔπια

pi

1528

πέπων· ἔκλυτος. ἀσθενής

pi

1529

πεπωρωμένοι· ἐσκληρωμένοι. τετυφλωμένοι

pi

1530

πέρα· πλέον. ἐπέκεινα. ὑπεράνω

pi

1531

*περάαν· διαπερᾶν

pi

1532

*Περαιβοί· ἔθνος Θεσσαλικόν

pi

1533

περάγην· διέῤῥωγα. Ῥίνθων

pi

1534

περαίνει· ἐπὶ πέρας ἄγει. πληροῖ. ἀνύει

pi

1535

περαίνειν· ἐξανύειν. ἀποπληροῦν

pi

1536

πέραινον· οἱ Πυθαγορικοὶ τοὺς περι(τ)τοὺς ἀριθμούς

pi

1537

περαίτατον· ποῤῥώτατον

pi

1538

περαιτέρω· πλείω ἔμπροσθεν. μετὰ τὸ τέλος ἄλλο

pi

1539

περαιωθῆναι· τελειωθῆναι

pi

1540

πέρα λόγου· ὑπὲρ λόγον

pi

1541

πέρας· τὸ τέλος. καὶ ἡ λύσις. καὶ τὸ τῆς γῆς πέρας

pi

1542

περᾶσαι· διαβῆναι. ἀποδόσθαι ἐπὶ πέρατα τῆς γῆς, ἢ εἰς τὸ πέρας διελθεῖν

pi

1543

*πέρατα· τὰ τέλη

pi

1544

πέρασας· εἰς τὸ πέρας τῆς θαλάσσης διεπέρασας, ἐπώλησας

pi

1545

περατεύει· ὁρ[γ]ίζει. στέλλει. λέγει

pi

1546

περατουμένην· ἐκπληρουμένην

pi

1547

*περγάμιον· δήμιον

pi

1548

*Πέργαμα[ς]· ἡ ἀκρόπολις τῆς Ἰλίου

pi

1549

Περγαία θεός· ἡ Ἄρτεμις

pi

1550

περγοῦλον· ὀρνιθάριον Ἀργειλέγω

pi

1551

πέργουν· πρέσβεις. οἱ αὐτοί308 in vol. 3

pi

1552

Πέρδικος καπηλεῖον· χωλὸς κάπηλος ὁ Πέρδιξ ἦν. ἔνθεν ἔνιοι τὴν παροιμίαν φασὶ διαδοθῆναι

pi

1553

*περιδώμεθα· συνθήκην παράσχωμεν

pi

1555

[περεούμενοι· τελειούμενοι

pi

1556

περεοῦσθαι· διαπερᾶν πλοίῳ ἐπιβάντα]

pi

1557

περέτισαν· ἐτίμησαν

pi

1558

περ(ῆ)σαι· διαπερᾶσαι

pi

1559

*περάτρια· ἡ παραγγέλλουσα τὴν ὥραν ταῖς κεκτημέναις

pi

1560

πέρθαι· πορθηθῆναι

pi

1561

πέρθετο· ἐπορθεῖτο

pi

1562

πέρι· περισσόν. περίεστι

pi

1563

περιαγ[κάμψ]αῖς· καμπαῖς

pi

1564

περιαγγέλλειν· τὸ [μὴ] συνάγειν ὄχλον ἐπὶ τὰς ἐκφορὰς τῶν τετελευ‐ τηκότων

pi

1565

περιάγει· περιφέρει. ἢ κάμπτει

pi

1566

περιάγνυται· περικλᾶται. συντρίβεται. περιέρχεται. περιηχεῖ

pi

1567

περιάγνυτο· περιεκλᾶτο. καὶ τὰ ὅμοια

pi

1568

περιαγόραιος· περίλογος. περιαγορευτής

pi

1569

περιαδεῖς· περίῤῥυτοι. περίπνοοι

pi

1570

περιαθρεῖν· περισκοπεῖν

pi

1571

περιαίνυτο· περιελάμβανεν. περιεῖχεν

pi

1572

περίαλλος· τὸ ἰσχίον [ὅταν εἰλεῖν

pi

1573

περιαμησάμενος· θερίσας

pi

1574

περιαμμάτων· περιάπτων

pi

1575

περιάοιδος· ἡ ἐγκύκλιος ᾠδή

pi

1576

περίαπτα· περιάμματα

pi

1577

περιαυθαδίζεται· ἐν ὑπερηφανίᾳ ἀναστρέφεται, ἢ μεγαλοφρονεῖ

pi

1578

περιαυτίζεσθαι· τὸ ἐν αὐτῷ ἐνδιατρίβειν, ἢ ἀποδιδόναι ἑαυτῷ

pi

1579

περιαυτίζεται· μεγαλοφρονεῖ

pi

1580

περὶ αὐτόν· πρὸς αὐτόν309 in vol. 3

pi

1581

περιβάλλειν· περιλαμβάνειν. πείθειν. στρέφειν. εἰδέναι

pi

1582

περιβάλλουσαν· ὁμοίως

pi

1583

περιβάλλεσθαι· ὑπερβάλλεσθαι

pi

1584

περίβαρα· ὑποδήματα

pi

1585

περιβαρίδες· ὑποδημάτων εἶδος γυναικεῖον

pi

1586

Περιβασώ· ἡ Ἀφροδίτη

pi

1587

περιβεβυσμένος· περιπεφραγμένος

pi

1588

περιβῆναι· πεπτωκότος ὑπερασπίσαι, ὑπερμαχῆσαι

pi

1589

περίβησαν· ὑπερήσπισαν. καὶ τὰ ὅμοια

pi

1590

περιβλέπεται· περισκοπεῖ

pi

1591

περίβλεπτος· ἔξοχος. [περιβόητος

pi

1592

περιβόητος· ἐπὶ κακοῦ ἢ ἀγαθοῦ φήμην ἔχων

pi

1593

περιβολή· περίβοιος. περιδέρματος. ὑπέρτιμος

pi

1594

περίβολοι· τείχη πόλεων, ἢ περίδρομοι

pi

1595

περιβομβεῖσθαι· περιηχεῖσθαι

pi

1596

πέρι γάρ· περισσῶς γὰρ

pi

1597

περιγηθής· περιχαρής

pi

1598

*περίγειος· πρὸς τὴν γῆν

pi

1599

περιγίνεται· περιοικεῖ. περιττεύει

pi

1600

περιγλαγέας· γεγαλακτωμένας

pi

1601

περιγλαγές· περίπλεω(ν) γάλακτος

pi

1602

περιγράφει· περιγίνεται. [περιαίρεσιν τοῦ πράγματος] ἢ χωρεῖ. ἢ συλλαμβάνεται

pi

1603

περιγραφήν· περιαίρεσιν τοῦ πράγματος. ἢ ἐν ἀγρῷ ἐστι

pi

1604

περίγραφον· οἱ δανείζοντες τοῖς μὴ ἀποδιδοῦσι τὸ ἀργύριον περι‐ έγραφον, καὶ οὐχ ὑπερέβαινον ἕως λύτουν

pi

1605

περιγυρίδας· περιφερείας

pi

1606

περὶ δ’ ἄλλων· ὑπὲρ τοὺς ἄλλους

pi

1607

περιδαρδάπτεσθαι· κατεσθίεσθαι

pi

1608

περιδαρδάπτειν· κατεσθίειν310 in vol. 3

pi

1609

περὶ δ’ ἐδρύφθη· περιεξέσθη

pi

1610

περιδεής· περίφοβος

pi

1611

περιδείδιθι· φοβοῦ

pi

1612

περιδεινεῖσθαι· περικινεῖσθαι. περιπορεύεσθαι. περιστρέφεσθαι. περιέρχεσθαι

pi

1613

περιδεινηθήτην· περιεστρέφοντο. ὅμοιον

pi

1614

περιδεινήσεως· περιόδου. καὶ τὰ ὅμοια

pi

1615

περιδεινηταί· περικινηταί. καὶ τὰ ὅμοια

pi

1616

περίδεινον· πειρατήν

pi

1617

περιδεινός· περιπαθής

pi

1618

περιδεινοῦσι· περιστρέφουσιν

pi

1619

περιδεινοῦντα· περιοδεύοντα

pi

1620

περίδειρον· τὸ κατώτατον τῆς περιγραφῆς τοῦ τραχήλου

pi

1621

(περιδείσασα)· περισσῶς δείσασα, περισσῶς εὐλαβηθεῖσα

pi

1622

περιδεῖσθαι· συντείνεσθαι

pi

1623

περὶ (δ) κλισιὼν θέε πάντη· περιετετείχιστο δὲ κλίσιον, κύκλῳ περι(ε)βέβλητο καὶ παρέκειτο κλίσιον, διὰ τὸ ἐν κύκλῳ κρηπίδωμα βαθροειδὲς ἔχειν

pi

1624

περιδέξιον· φρόνιμον. ὀρθόν, μηδὲν ἀριστερὸν ἔχον. καὶ οἱ μὲν πε‐ ρισσῶς δεξιὸν περὶ τὴν τοῦ δόρατος βολήν. οἱ δὲ ἀμφοτέραις ταῖς χερσὶν ὡς τῇ δεξιᾷ βάλλων

pi

1625

περὶ (δ) πνοή· ἡ πνοὴ δὲ τοῦ βοῤῥᾶ

pi

1626

περιδέραια· περιτραχήλια. ἢ ἐνώτια

pi

1627

περὶ δ’ ἐστέ· ὑπερέχετε δέ. ἢ ὑπάρχετε. ἢ κρατεῖτε

pi

1628

περιδευκές· περισσῶς πεποικιλμένον

pi

1629

περιδεῶν· ἐμφόβων

pi

1630

περίδηλον· περιφανές. καλόν

pi

1631

[περιδῆσαι· περιδύνασθαι]

pi

1632

περίδοσιν· συνθήκην

pi

1633

περιδοῦ· σύνθου. τοῦτο δὲ παραβάλλεσθαι λέγουσιν, ἢ συνθήκης θέσιν

pi

1634

περὶ δουρί· περὶ τῷ δόρατι311 in vol. 3

pi

1635

περίδρομοι· τοῦ δ[ε]ικτύου τὸ δ(ι)ειρόμενον σχοινίον· διὰ τὸ καὶ κάτω βρόχοις ...... καὶ [πάντῃ, περιεχόμενος τόπο[ι]ς.] περιφερεῖς, στρογγύλοι

pi

1636

περιδρόμους τείχους· περὶ τοὺς βεβλημένους τοίχους κύκλῳ

pi

1637

περιδρύφῃ· περιξέῃ

pi

1638

περιδύεται· περιβάλλεται. κρύπτεται. εἰσδύεται

pi

1639

περιδῦσαι· περιδύνασαι

pi

1640

περίδυσε· ἀπέδυσε

pi

1641

περιδύω· ὅμοιον

pi

1642

περιδώμεθα· συνθώμεθα

pi

1643

*περιβάλλων· ἐκύκλωσαν

pi

1644

περιδώσομαι· συνθηκοποιήσομαι

pi

1645

περι(έ)γραψε· περιεγένετο

pi

1646

περιεδίνε(ι)· περιεκύκλευεν

pi

1647

περιεδρύη· περιεξέσθη

pi

1648

περιεζόμενον· περιεχόμενον

pi

1649

περιέθει· περιέτρεχεν

pi

1650

περιειλημμένως· περιεκτικῶς

pi

1651

περιείληπτο· περιεγέγραπτο. ἢ ἐκεκράτητο. ἐκ τοῦ περιλαμβάνεσθαι

pi

1652

περιεῖναι· περιττεύειν

pi

1653

περιεῖπεν· ἐτημέλει

pi

1654

περιείργασμαι· περιττὸν ἐποίησα[ν]

pi

1655

περιεκωκύετο· περιηχεῖτο

pi

1656

περιεκτικόν· τὸ περιέχον. ἤτοι γενικόν. ἢ περιληπτικόν· ἐκ τοῦ πε‐ ριβάλλειν. [ἢ ὑπερέχον]

pi

1657

περιεκτικώταται· ὁμοίως

pi

1658

περιεκτικώτερον· γενικώτερον

pi

1659

περίελε· κόψον. ἔπαρον. ἀφελοῦ312 in vol. 3

pi

1660

περιελόμενος· ἐπάρας

pi

1661

περιελιχμήσατο· τῇ γλώττῃ (ἢ) σπογγιᾷ ἐκάθηρεν

pi

1662

περὶ ἐμέ· πρός με

pi

1663

περιέπει· περιέρχεται. περιεργάζεται. φυλάττει. θεραπεύει

pi

1664

περιέπειραν· ἔπηξαν

pi

1665

περιεπτισμένη· περιεξεσμένη. περικεκαθαρμένη

pi

1666

περιέπων· ἐνεργῶν

pi

1667

περιεργάσι· πράξει(ς) περισσά

pi

1668

περίεργον· περιττόν. ἢ στρεβλόν

pi

1669

[περιερεία· καθαρσία]

pi

1670

περιερέττων· κωπηλατῶν

pi

1671

περίσ]ομαι· περιγενήσομαι, κρατήσω, νικήσω, κατισχύσω. ἢ μέλ‐ λοντες περιγενέσθαι

pi

1672

περιεσπάσθη· ἐσείσθη. περιδέδεται

pi

1673

*περιεσκεμμένος· (ἠκριβωμένος)

pi

1674

[περιε(..)σσων· κωπηλατῶν]

pi

1675

περιέσται· περιγενή(σε)ται. νικήσει

pi

1676

περιεστήξει· περισταθήσεται. [περιφράξει, ἢ περικυκλώσει

pi

1677

περιεστοιχισμένοι· οἱ περιέχοντες. καὶ περιεχόμενοι

pi

1678

περιετέμοντο· περιήλασαν

pi

1679

περιετίθουν· ἐκρέμων

pi

1680

περιέτυχον· συνέτυχον

pi

1681

[περιευτίζεσθαι· ἀποδοῦναι αὐτῷ]

pi

1682

περιέφραξαν· ἐσκέπασαν. ἐφύλαξαν

pi

1683

περιέχομαί σου· ἀντιποιοῦμαί σου

pi

1684

*περίζωμα· περιβόλαιον

pi

1685

περιέχοντες· περιλαβόντες. καὶ τὰ ὅμοια

pi

1686

περίζυξ· ὁμόζυγος, σύζυγος

pi

1687

περιηγές· κυκλοτερές, περιφερές

pi

1688

*περιήγει· ἐζωγράφει

pi

1689

περιήγητος· ὁ περιπόρφυρος χιτών

pi

1690

περιηγμένα· περιφερόμενα

pi

1691

περιῄεσαν· περιήρχοντο

pi

1692

περιήθελεν· ἠγάπα

pi

1693

[περιήθλουν· ἀγα]313 in vol. 3

pi

1694

περιηθέλησεν· ἠγάπησεν

pi

1695

περιήκασε· περιώρυξεν. περιέγραψεν

pi

1696

περιήκοντα· [περιέγραψαν. ὤρυξαν

pi

1697

περιήλυσις· περίοδος

pi

1698

περιημεκτεῖ· ἀγανακτεῖ, ἀνιᾶται, δυσκολαίνει

pi

1699

περιῆν· ὑπῆρχεν. ἐπλεόναζεν

pi

1700

περιῃρημένον· κεκομμένον

pi

1701

περιῆῤῥον· περιῄεσαν

pi

1702

[περιήσω· περιδώσω]

pi

1703

περιηχήθη· περιεψιθυρίσθη

pi

1704

[περιθείης· μαθ πειραθείς]

pi

1705

περιθείς· κύκλῳ θείς, περισσότερον [λαβεῖς

pi

1706

περὶ θεόν· πρὸς θεόν

pi

1707

περιθειῶσαι· περικαθᾶραι, κυρίως θείῳ

pi

1708

περιθέσθαι· περιποιήσασθαι. προσλαβέσθαι. κύκλῳ θεῖναι

pi

1709

Περιθοῖδαι· δῆμος φυλῆς τῆς Οἰνηΐδος

pi

1710

περιθραυσθέντα· περιπεσόντα. ῥαγέντα

pi

1711

περιθρεκτέον· περιδραμητέον

pi

1712

περιθυρεῖν· τὸ ἐπὶ ταῖς θύραις ἵστασθαι

pi

1713

περιΐδμεναι· περισσῶς εἰδέναι

pi

1714

περιϊόντας· περιερχομένους

pi

1715

περιϊππεύοντας· περιτρέχοντας

pi

1716

[περι.ίσσεται ὥρα[ς]· περιέρχεται [τὰς] ὥρα[ς]

pi

1717

περιϊστάμενος· κυκλεύσας

pi

1718

περιΐστασο· κύκλευσον. σκόπησον. περίφευγε. ἀνάτρεπε

pi

1719

*περιστοιχείωσαι· περίελθε

pi

1720

περιϊών· περιερχόμενος

pi

1721

περικάθαρμα·

pi

1722

περικαθαίρων· ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον

pi

1723

περικαλλές· λίαν καλόν

pi

1724

περικαλλέος· περισσῶς καλοῦ

pi

1725

περικάμπτεται· περικιρεῖται

pi

1726

περὶ καπνῷ· περὶ τὸν καπνόν

pi

1727

περικάρδιος ὑμήν· ὁ ἐπὶ τῇ καρδίᾳ

pi

1728

περικάρπιον· τὸ λέπυρον, σκέπασμα

pi

1729

περικεφαλαία· ἡ ἐκ τριχῶν γεγονυῖα περιθετή. καὶ μέρος τι τῆς
νεώς. ἢ κάσ(σ)ις314 in vol. 3

pi

1730

περικέχυται· περιείληφεν

pi

1731

περικήδεο· φείδου φροντίζων

pi

1732

περίκηλα· περισσῶς ξηρά. τὰ περικεκαυμένα. περιεσχισμένα

pi

1733

περὶ κῆρι· κατὰ ψυχήν

pi

1734

*περικλυτῷ· σφόδρα ἐνδόξῳ

pi

1735

περικλῃζόμενος· δοξαζόμενος λίαν

pi

1736

περικλύμ(εν)ος· ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος

pi

1737

περικλυτός· ἔνδοξος, περισσῶς καὶ λίαν ὠνομασμένος διὰ τὴν τέχνην

pi

1738

περικνημίς· σκεπαστήριον τῆς κνήμης

pi

1739

περικόπται· κλῶπες. λῃσταί

pi

1740

περίκουροι· οἱ ἐκ τοῦ κυκλωθῆναι ἁλισκόμενοι ἐν ταῖς μάχαις

pi

1741

περικτίονες· περίοικοι, γείτονες, πέριξ οἰκοῦντες

pi

1742

περικτιόνεσ)ι· περιοίκοις

pi

1743

περίκυκλον· ἵνα ὑπερεφῆ

pi

1744

*περὶ κῶμα· κοίμημα

pi

1745

περικωδωνίσαι· περιβομβῆσαι

pi

1746

περικωνῆσαι· ....... περιαγαγεῖν. σπογγίσαι. ἢ περιπισσῶσαι. Λά‐ κωνες

pi

1747

περιλαβεῖν· περιβαλεῖν. καὶ τὰ ὅμοια

pi

1748

περιλέγειν· τὰ περισσὰ φράζειν

pi

1749

περιλεγνές· περιποίκιλον

pi

1750

περιλεσχήνευτος· περιβόητος. περιλάλητος

pi

1751

περιληπτικόν· ἐφαπτόμενον

pi

1752

περιλῆσαι· περι(σ)τρέψαι

pi

1753

περιλιχμήσασα· περιλείξασα

pi

1754

περιλυγίζεσθαι· περιστ(ρ)έφεσθαι

pi

1755

περιμάχητον· ὑψηλόν, μέγα, ἰσχυρόν315 in vol. 3

pi

1756

περὶ μέν· περισσῶς μέν

pi

1757

πέρι μὲν φάσθαι· διαφερόντως λέγειν

pi

1758

περίμετρον· ὑπέρμετρον, μέγα. τινὲς δὲ εὔκυκλον

pi

1759

περιμήκεος· μακροτάτου

pi

1760

περίμηκες· ὑπερμέγεθες

pi

1761

περιμήκετος· ὑψηλός. ὑπέρμηκος. ἢ περισσῶς μακρὰν καὶ ὑψηλήν·
εἰς ἐλάτην ἀναβὰς περι[με]μήκετον

pi

1762

περιμήκεϊ ῥάβδῳ· ἁλιευτικῷ καλάμῳ

pi

1763

περίνα· περίναιον. τὸ αἰδοῖον. ἀφ’ οὗ καὶ τὸ περαίνεσθαι

pi

1764

[περ]νάμενα· πιπρασκόμενα]

pi

1765

*περίνησ[σαι]α· περιβόλαια, οἷς ἐν κύκλῳ πορφύρα παράκειται

pi

1766

περίνεως· ὁ δεύτερος ἱστός. καὶ καθάπαξ τὰ διττὰ τῆς νεὼς σκεύη

pi

1767

περίνησον· ἱμάτιον ἔχον πορφύραν κύκλῳ

pi

1768

περινοεῖ· περισσῶς νοεῖ

pi

1769

περίνοια· μηχανή. τέχνη

pi

1770

περινομαί[α]· περιφορα(ί)

pi

1771

περίνος· τὸ αἰδοῖον. οἱ δὲ τὸν καυλόν, ἢ τὸ τῶν διδύμων δέρμα, ἤγουν ὁ ταῦρος

pi

1772

περινοστεῖ· περιέρχεται

pi

1773

περινοστήσαντες· περιελθόντες, κυκλεύσαντες. ἢ ἐξιόντες

pi

1774

περινοστοῦντι· περιστρεφομένῳ

pi

1775

πέριξ· κύκλῳ

pi

1776

περίοδος· τὸ ἐκ διαλειμμάτων ἐπιπεσὸν ὄνομα. ἢ χρόνος. ἢ κύκλος. ἢ ἡ ἐν λόγοις, καὶ ἡ τῆς γῆς περιήγησις. καὶ ἡ τάξις τῶν αἰώ‐ νων. καὶ ἡ παρὰ τοῖς ἰατροῖς. καὶ ἡ ᾠδή. καὶ μέτρον τι τῶν με‐ τάλλων

pi

1777

περιόδων· χρόνων. κύκλων316 in vol. 3

pi

1778

περιόδῳ· κυκλώσει

pi

1779

περιοίκιον· ὁ περὶ τὴν πόλιν ἢ τὴν ἔπαυλιν τόπος. τινὲς δὲ περί‐ βολον

pi

1780

περιοίσει· ἀνοίσει ἐκ τῆς νόσου

pi

1781

περιοκωχή· (περιοχή)

pi

1782

*περιωπή· ἀκρώρ(ε)ια. ὕψος. τόπος ὑψηλός

pi

1783

περίοπτον· ἐπιφανῆ, πολυθέατον, περίβλεπτον

pi

1784

περιορᾶν· ὑπερορᾶν

pi

1785

περιόρια· ἑορτὴ ἐν Κύπρῳ

pi

1786

περιοργῶς· ὑπεροργόντως. καὶ παρωρμημένως

pi

1787

περιοριζόμενοι· περιεχόμενοι. γινωσκόμενοι. ἐξολισθαίνοντες

pi

1788

περιορίσαι· περινοῆσαι

pi

1789

περιορισθῆναι· γνωρισθῆναι. ἐξορισθῆναι

pi

1790

περιοριστόν· περιγραπτόν

pi

1791

περιουσία· πορισμός. πλῆθος

pi

1792

περιουσιασμοῦ· πλήθους

pi

1793

περιούσιον· πολύ, περισσόν. περιποιητόν

pi

1794

περιούσιος· πλούσιος. πολύς

pi

1795

περιοχή· περιπέτεια. καὶ ὑπόθεσις. καὶ φυλακή. καὶ ἡ [περὶ πάν‐ των] πολιορκία

pi

1796

περιοχῆς· τετειχισμένης

pi

1797

περιόψεται· καταφρονήσει

pi

1798

περιπαθῶς· συμπαθητικῶς. λυπηρῶς. [διαπονηθείς

pi

1799

περιπαλαχθῆναι· περιπλακῆναι

pi

1800

περὶ πάντων· ὑπὲρ πάντας τοὺς ἄλλους

pi

1801

περίπατοι· αἱ ἱστορίαι καὶ οἱ λόγοι. ἢ τόποι διακινήσεων

pi

1802

περὶ πέζαν· τὰ περὶ τοὺς πόδας

pi

1803

περιπεζία· ταπείνωσις

pi

1804

περιπείρῃ· περικεντήσῃ

pi

1805

περιπέπληκα· περιπεπόληκα. περιπέπληγμαι

pi

1806

(*)περιπετάσας· περιβαλών317 in vol. 3

pi

1807

περιπεπλιγμένα· περιπεπλεγμένα τοῖς σκέλεσιν. οἱ γὰρ ἀλεῖπται τὸ βῆμα πλίγμα λέγουσιν

pi

1808

περίπε]πτον· τὸ περιπεπεμμένον

pi

1809

περι[πετάσθαι] πετάσας· περι(α)πλώσας

pi

1810

(*)περιπεπλίχθαι· διηλλαχέναι τὰ σκέλη ἀσχημόνως

pi

1811

περιπέτεια· ὑπόθεσις. σύμπτωσις. σύμβασις

pi

1812

περιπετεῖς· περιε[ρ]χόμενοι. ἐναντίοι. ἢ προπετεῖς. ἢ περιπεσόντες

pi

1813

περιπετρίζεσθαι· περικρούεσθαι

pi

1814

[περίπετρον· πανταχόθεν ἐξέχον]

pi

1815

περιπευκὲς [ἢ περίπευκος]· περισσῶς πικρόν, διὰ τὸ χρίεσθαι· πικρὰ γὰρ ἡ πεύκη

pi

1816

περιπῆγις· πόρνος. μάχλος

pi

1817

περιπηγής· περιπαγείς, ἐμπαγείς

pi

1818

[περιπλη..] περιπλίγδην· περιβάδην

pi

1819

περιπλίξ· περιειληφώς

pi

1820

*περιπλέες· λίαν, πλεονάκις

pi

1821

περιπλομένων· περιπολουμένων, ἤγουν περιερχομένων

pi

1822

περίπλους· περιόδους

pi

1823

περὶ πόδα· οὕτως ἐκάλουν τὸ ἁρμόζον· μεταφέροντες ἀπὸ τῶν συμ‐ μέτρων τοῖς ποσὶν ὑποδημάτων. ἢ ἀκριβῶς

pi

1824

περὶ ποδός· ἀντὶ τοῦ ἁρμόζον. καὶ περὶ πόδα· τὸ ἡρμοσμένον, ἀπὸ τῶν ὑποδημάτων

pi

1825

περιποιεῖται· προξενεῖ. ζωοποιεῖ

pi

1826

περιποίησις· πλεονασμός, κτῆσις

pi

1827

περιποιητικός· διοικητής

pi

1828

περιπολεῖ· περιοδεύει, περιέρχεται, περιέπει, ἀναστρέφεται, περι‐ πολεύει, κυκλεύει. καὶ τὰ ὅμοια

pi

1829

περίπολος· φρουρός, ἔφορος

pi

1830

περὶ πολλοῦ ποιοῦ· τίμα, θεράπευε

pi

1831

περιπόνηρος Ἀρτέμων· παρὰ τὴν παροιμίαν τὴν περιφόρητος Ἀρτέμων. εἰσὶ δὲ Ἀρτέμωνες δύο

pi

1832

*περι]ππεύει· ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ὁδεύει

pi

1833

περιπρωκτιῶσα· τρυφερευομένη ἐπὶ τῇ πυγῇ318 in vol. 3

pi

1834

περιπτύσσομαι· καταφιλῶ

pi

1835

*περίπτερα· οἱ ἀποσπινθηρισμοί

pi

1836

*περίπτερον· ὑψηλόν, πανταχόθεν ἐξέχον. ἢ στέγην ἔχουσαν ἐξοχήν

pi

1837

[περιπτεύσαντες· περιδραμόντες]

pi

1838

περιπτυχαί· περίβολοι

pi

1839

*περιπτύσσει· καταφιλεῖ

pi

1840

περίπυστα· διαβόητα

pi

1841

περιραίνεσθαι· περιραντίζεσθαι. ῥαντίζεσθαι

pi

1842

περιρέζειν· τὸ ἐπὶ τοῖς καθαρσίοις θύειν

pi

1843

*περιρεμβαῦσαι· περιφθαρῆναι

pi

1844

*περὶ ῥίον· περὶ τὸ ἀκρωτήριον

pi

1845

περὶ ῥέθεσι· περὶ ταῖς παρειαῖς

pi

1846

περιῤῥηδής· περικεκλασμένος. περιστροβηθείς. οἱ δὲ περιεῤῥιμμένος. ἢ ὑπτιασμένος

pi

1847

περισαίνοντες· κολακεύοντες. παρὰ τὸ σαίνειν, ὡς τῶν κυνῶν τὴν (οὐρὰν) κινούντων

pi

1848

περὶ σέ· περὶ σοῦ, ἐγγύς σου, γνησίως διάκειμαι

pi

1849

περὶ σεῖο· περὶ σοῦ. καὶ περιέσσιον· περὶ σοῦ

pi

1850

περισείρια· τὰ πλάγια τῆς γλώττης

pi

1851

περίσημον· διαβόητον

pi

1852

[περισιγᾶν· ἀφέλκειν τοῦ προκειμένου]

pi

1853

περισκαίρουσι· περισκαρίζουσι

pi

1854

περισκελές· σκληρόν, δυσχερές. ἢ μέχρι τῶν ποδῶν

pi

1855

περισκέπτῳ· πάντοθεν ὁρωμένῳ. οἱ δὲ μόνῳ, κεχωρισμένῳ, ὥστε ἀπ’ αὐτοῦ περισκέψασθαι

pi

1856

περίσκεψις· βάσανος

pi

1857

περισκήπτειν· περιθλίβειν

pi

1858

περισοβεῖν· ἐν κύκλῳ πίνειν. ἢ περιτρέχειν. ἢ φωνεῖν. ἢ διώκειν

pi

1859

*περισσομένη· πορθουμένη

pi

1860

[περίσονται· περιποιήσονται]

pi

1861

*περισσοεπήσει· περισσολογήσει

pi

1862

περισπάσασθαι· περιποιήσασθαι

pi

1863

περισπ.του βοῆς· ὑπερεπειγούσης

pi

1864

περισπερχής· περιώδυνος319 in vol. 3

pi

1865

*περισκέλια· βρακκία, φεμινάλια

pi

1866

περὶ σπονδῶν· περὶ εἰρήνης

pi

1867

περισταδόν· περιστάντες

pi

1868

*Περιστενός· οὕτω δράκων καλεῖται

pi

1869

περισταλείς· κοσμηθείς. ἤτοι ταφείς

pi

1870

περισταλαδόν· περισταζόμενον, περιῤῥεόμενον τῷ χόλῳ

pi

1871

[περιστατήρια· σπλάγχνα]

pi

1872

περιστατόν· τὸ ἀνάστατον

pi

1873

περίστασις· θλῖψις, ἀνάγκη, μέριμνα

pi

1874

περιστεγανόν· περισσῶς στεγανόν

pi

1875

περιστένειν· ἔκθυμον εἶναι

pi

1876

περιστείληται· περικαλύψηται

pi

1877

περίστειλον· συγκάλυψον. συνάγαγε

pi

1878

περιστέλλει· καλύπτει. συστέλλει. κοσμεῖ. σκέπει. φυλάττει. περι‐ βάλλει

pi

1879

περιστελοῦμεν· τὰ αὐτά

pi

1880

περιστένεται· πάνυ στενοχωρεῖ

pi

1881

περιστήθιον· ἱερατικὸν ἔνδυμα

pi

1882

περιστέρια· κοσμάρια ποιά

pi

1883

περιστίαρχος· ὁ περικαθαίρων τὴν ἑστίαν, καὶ τὴν ἐκκλησίαν

pi

1884

*περιστ(.)ῖξαι· περικυκλῶσαι, περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ στ(ε)ίχειν

pi

1885

περίστιον· ἐπὰν τὸν νεκρὸν ἐκπέμψαντες ὑποστρέψωσι, καὶ τὸ κα‐ θάρσιον ποιήσωσιν

pi

1886

περιστλεγγίσαι· περιξύσαι· στλεγγὶς γὰρ ἡ ξύστρα

pi

1887

περιστοιχίσαντες· περιλαβόντες

pi

1888

περιστολή· περιβολή. ἔνδυμα

pi

1889

περιστόμιον· ὁ τῆς ἐπιγλωσσίδος τόπος ἐν τῷ βρόγχῳ

pi

1890

[περιστόων· περιστύλων]

pi

1891

περίστροφος· ὁ τῆς ὑποσφραγίδος τόπος

pi

1892

περίστῳον· περίστυλον

pi

1893

περισύρει· σύρει320 in vol. 3

pi

1894

περίσφατα· τὰ ἐπιθρήνητα, καὶ ἐπονείδιστα, καὶ μοχθηρᾶς ἐπιφω‐ νήσεως ἄξια

pi

1895

περισφάτως· περιωδύνως. περιβοήτως

pi

1896

περισχαδόν· τὸν ὑποκρινόμενον τὸν Περσέα, ὡς πτωχὸν καὶ φησί‐ μορφον ψίαθον, ἐν ᾧ περιειλοῦσι τὰς ἰσχάδας

pi

1897

περισχελές· δυσχερές

pi

1898

περίσχεο· φροντίδα ποίησαι καὶ ἐπιμέλειαν· ἀντὶ τοῦ λαβοῦ καὶ ὑπερμάχησαι

pi

1899

περισχέσθαι· ἀγαπῆσαι

pi

1900

περίσχετο· ἠγάπησεν. ἐφείσατο

pi

1901

περισχιδεῖς· εἶδος ὑποδήματος εὐτελές

pi

1902

περισχόμεθα· περισσῶς ἐχόμεθα. ἀντιλαμβανόμεθα

pi

1903

περισχών· περιτείνας. ἢ ἐπισχών

pi

1904

περιτάμνεσθαι· περιορίσαι τι διὰ τῆς αὔλακος

pi

1905

περιταμνόμενον· περιελαύνοντα. μεταφορικῶς ἀπὸ τῶν γηπέδων

pi

1906

περί τ’ ἀμφί· κύκλῳ, πέριξ

pi

1907

πε[ρι]ρίτ’ εἰμί· ὑπερέχω. ὑπερφρονῶ

pi

1908

περιτελλομένων· πληρουμένων. περιερχομένων

pi

1909

περὶ τέρμα βαλούσας· περιελ(ασ)άσας τὸν καμπτῆρα

pi

1910

περιτετάσθαι· ἡπλῶσθαι ἐπὶ τὰ ἴχνη

pi

1911

περιτεύξεται· συντύχῃ. ἢ περιπεσεῖται

pi

1912

περιτευξοίμεθα· περιτύχοιμεν

pi

1913

περιτευξόμενος· περιτυχεῖν μέλλων

pi

1914

περιτεύοντες· συλ[λ]ῶντες

pi

1915

περὶ τὴν λέξιν· ἐν αὐτῇ τῇ λέξει

pi

1916

περί[πε]ια καὶ περιῆτες· περιῆτες μὲν οἱ φύλακες, περί[πε]‐ τ[ε]ια δὲ Μακεδονικὴ ἑορτή

pi

1917

περιτίθεται· περιβάλλεται

pi

1918

περιτομίς· μέρος τι τῆς νεώς

pi

1919

περιτόναιον· μέρος τι τῆς νεώς. καὶ τὸ δέρτρον

pi

1920

περιτρέπεται· ε(ἰ)λιγγιᾷ321 in vol. 3

pi

1921

περιτρέφετο· περιεπήσσετο. ὅθεν καὶ τροφαλ[λ]ὶς τὸ πεπηγμένον

pi

1922

περιτριβομένων· παρεσομένων

pi

1923

περίτριμμα .....· τετριμμένον

pi

1924

περιτροπέων· περιτρεπόμενος. μέλλων τελειοῦσθαι. ἢ περιερχόμενος

pi

1925

περιτρόπου· ἴλιγγος

pi

1926

περὶ τρόπιος· ἐπάνω τῆς τρόπιδος. [τῆς ἀγορᾶς.

pi

1927

περιτροπόωντες· περιχωροῦντες

pi

1928

περίτροχον· στρογγύλον

pi

1929

περιττοί· περισσοί, περίεργοι

pi

1930

περιφαλλία· πομπὴ Διονύσῳ τελουμένη τῶν φαλλῶν

pi

1931

περιφάνεια· λαμπρότης, δόξα

pi

1932

περιφανέστερον· ἐμφανέστερον

pi

1933

περιφέρεια· διαστροφή. κύκλος

pi

1934

περιφερές· στρογγύλον

pi

1935

περιφέρεται· πλανᾶται

pi

1936

περιφερόμενα· λαλούμενα

pi

1937

περίφημος· ὀνομαστός

pi

1938

Περιφήτης· ὁ κορυνήτης

pi

1939

περιφθείρεται· τὰς φθεῖρας συλλέγει. ἢ μειοῦται, ἐλαττοῦται

pi

1940

περιφοιτῶντα· περιερχόμενον. περιγινόμενον

pi

1941

περιφορά· ἡ κατὰ κύκλον κίνησις

pi

1942

περιφοραί· ὁμοίως

pi

1943

περιφορᾶς· περισπασμοῦ. πλάνης

pi

1944

περιφραδέως· περιπεφρασμένως. ἐμπείρως

pi

1945

περιφραστικῶς· δύο λέξεων τὸ αὐτὸ σημαινουσῶν ὄνομα

pi

1946

περιφρονεῖς· περισσοφρονεῖς, ὑπερφρονεῖς

pi

1947

περίφρων· σωφρονέστατος, ἢ περισσῶς φρονῶν, συνετώτατος

pi

1948

περιφ]ῦναι· περιλαβεῖν, περιπλακῆν(αι)

pi

1949

περιχαρής· χαιρόμενος (sic). γελωτοποιός

pi

1950

περιχάσκειν· ἀνοῖξαι τὸ στόμα

pi

1951

περιχεύας χρυσόν· περιπάσας χρυσίῳ

pi

1952

περιχ]ιλοῦντες· ἀντὶ τοῦ ἄδην κορεσθέντες

pi

1953

περιχλ)ανίζεται· περικαλύπτεται. καλλωπίζεται. [ἢ παραστραγ‐ γεύεται]

pi

1954

περιχόραι· περιχορεῖαι322 in vol. 3

pi

1955

περιχορίζειν· ἐνόπλως, συντόνως ὀρχεῖσθαι

pi

1956

περὶ χροΐ· περὶ τῷ σώματι

pi

1957

περὶ χροῒ ἕσσατο· περιεβάλλετο

pi

1958

περιχωρεῖ· συμμίσγεται

pi

1959

περιχώρησον· μέτρησον. περίστησον

pi

1960

περίψημα· περικατάμαγμα. ἀντίλυτρα, ἀντίψυχα. [ἢ ὑπὸ τὰ ἴχνη πάντων]

pi

1961

περίψυκτος· περιπόθητος, ἐκ ψυχῆς ὅλης ἀγαπώμενος

pi

1962

περιώγανα· ἐπίσσωτρα. οἱ δὲ τὰς κνημίας, αἳ περιπήγνυνται ταῖς ἁμάξαις

pi

1963

περιώκαλα· ὑπέρσεμνα, ὑπερβαλλόντως καλά

pi

1964

περιωπή· ἄποψις. τόπος ὑψηλός, ὅθεν ἐστὶ περισκοπῆσαι. ἀκρώ‐ ρεια

pi

1965

περιωπῆς· προσόψεως

pi

1966

περιώσας· ὠθήσας. ζώσας

pi

1967

περιῶσιν· ζῶσιν. ὑπάρχωσιν

pi

1968

περιώσ]ιον· περιωσ[σ]ίως. περισσῶς. περισσόν. μέγα, ἢ πολύ

pi

1969

περκάζει· μελανίζει. ποικίλλει. ἢ πεπαίνεται

pi

1970

περκαίνειν· διαποικίλλεσθαι. καὶ τὰ ὅμοια

pi

1971

πέρκανα· τὰ ἱστοῦ περιπλέγματα

pi

1972

περκνόν· μελανόν. ποικίλον

pi

1973

περκνός· γλαυκός. μέλας. καὶ τὰ ὅμοια

pi

1974

περκώματα· τὰ ἐπὶ τοῦ προσώπου ποικίλματα

pi

1975

Περκώσ)ος καὶ Περκώτη· πόλις

pi

1976

Περμησός· ποταμός

pi

1977

πέρναται· πωλεῖται

pi

1978

περνάμενα· πωλούμενα

pi

1979

περνᾷς· πωλεῖς

pi

1980

πέρναξ· θρίδαξ

pi

1981

Πέρνη· ἔνιοι μετὰ τοῦ τ Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγί‐
νης οὕτω προσαγορευόμενον323 in vol. 3

pi

1982

περνῆν· ἐμπωλεῖν

pi

1983

πέρνησον· πώλησον

pi

1984

περομνύναι· ἐλέγχεσθαι

pi

1985

περόναι· πόρπαι. καὶ τὰ ἀντικείμενα τῇ κνήμῃ ὀστᾶ

pi

1986

περόνη· ῥαφίς

pi

1987

περονήσατο· ἐπορπήσατο, ἐπερονήσατο, διείρατο

pi

1988

περόσχια· τὰ ῥάκη

pi

1989

πέρπερα· προπετῆ

pi

1990

περπερεύεται· κατεπαίρεται

pi

1991

πέρπερος· μετὰ βλακίας ἐπαιρόμενος

pi

1992

*περὶ πολλοῦ ποιεῖται· τιμᾷ, θεραπεύεται

pi

1993

Πέῤῤαμος· βασιλεύς

pi

1994

πεῤῤεθήκατο· περιεθήκατο

pi

1995

Πεῤῥεύς· ἥρως Ἀθήνησι τιμᾶται

pi

1996

πεῤῤέχειν· ὑπερέχειν

pi

1997

πεῤῥησιππίαν· τὴν ἀνατρέπουσαν ἵππον

pi

1998

Πεῤῥίδαι· τῆς Ἀττικῆς δῆμος ἐν Ἀφίδναις

pi

1999

πέρ σε· πρός σε

pi

2000

*πέρσαντες· ὀλέσαντες, πορθήσαντες, ἀνελόντες

pi

2001

*πέρσας· τὰ αὐτά. [καὶ τὸ ἔθνος

pi

2002

Πέρσης· κυβευτικοῦ βόλου ὄνομα

pi

2003

Περσίδα· πόλιν Περσικήν. ὅ ἐστιν ὑπόδημα

pi

2004

περσιθέα· ἡ Ἀφροδίτη

pi

2005

περσικά· εἴδη καρύων. ἢ εὐτελῆ ὑποδήματα. καὶ ὀρθαὶ βακτηρίαι. καὶ ὄρχησις Περσική

pi

2006

περσικὸς ὄρνις· ὁ ἀλεκτρυών

pi

2007

πέρσος· ὁ ἰχθῦς ποιός, ἐν Ἐρυθρᾷ γινόμενος

pi

2008

περ)σινόν· ἔφηβον. τὸν ἐξ ἐφήβων

pi

2009

πέρυσι· ὁ παρεληλυθὼς χρόνος324 in vol. 3

pi

2010

Πέρφερες· θεωροί

pi

2011

Περφίλα· Σωσίβιος. κύριον ὄνομα

pi

2012

περώσιον· μέγα

pi

2013

πεσέεσθαι· πεσεῖσθαι

pi

2014

πέσημα· πτῶμα

pi

2015

πεσκέων· δερμάτων

pi

2016

πέσκον· πικρόν. ἢ κώδιον, ἢ δέρμα

pi

2017

πέσμα· πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται

pi

2018

*πεσέονται· πεσοῦσιν

pi

2019

πέσσαι· πεῖσαι. [ἢ πάσχειν. καὶ νέμειν, καὶ τεχνᾶσθαι τῇ διανοίᾳ

pi

2020

πεσσὰ πεντέγραμμα(τα) καὶ κύβων βολάς· Σοφοκλῆς Ναυ‐ πλίῳ Πυρκαεῖ. παρ’ ὅσον πέντε γραμμαῖς ἔπαιζον. διαφέρει δὲ πετ(τ)εία κυβείας. ἐν ᾗ μὲν γὰρ τοὺς κύβους ἀναῤῥίπτουσιν· ἐν δὲ τῇ πετ(τ)είᾳ αὐτὸ μόνον τὰς ψήφους μετακινοῦσι

pi

2021

πέσσει· πεπαίνει. θεραπεύει. κατέχει. καταπραΰνει

pi

2022

πεσ)έμεν· πέσ(σ)ειν

pi

2023

πέσσεται· ὀπτᾶται. Ἀρκάδες. ὀπτήσει

pi

2024

πεσσεύων μετατίθεσο· τὴν γνώμην πρὸς τὸ κρεῖσσον

pi

2025

πεσ]ήματα· πτώσεις

pi

2026

πεσ]ήματος· πτώσεως, πτώματος

pi

2027

πεσσοῖς· πεττοῖς. βολίοις, κύβοις

pi

2028

πέσ)ον· ὄρος· χωρίον Κύπριοι· πεδίον Αἰολεῖς· τινὲς ὁμαλές

pi

2029

πεσσός· οὕτως ἐκάλουν τὰς ψήφους, αἷς ἔπαιζον. καὶ τὸ περὶ τὴν κόρην μέλαν τοῦ ὀφθαλμοῦ

pi

2030

*πεσσοῖσι· τοῖς κύβοις· παρὰ τὸ πίπτειν αὐτούς

pi

2031

*πέσσω· ὀπτήσω ἄρτον

pi

2032

πεσσύγγιον· σκυτ(ε)ῖον

pi

2033

πεσσύπτη· σκυτεύρια325 in vol. 3

pi

2034

πέσσυρα· πίσυρα. τέσσαρα

pi

2035

πέσσυρες· τέσσαρες. Αἰολεῖς

pi

2036

πεσών· πάσχων

pi

2037

πέτα· πτῶσις. στάχυα

pi

2038

πετάζει· ἁπλοῖ. σκεπάζει

pi

2039

πεταιτά· μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες

pi

2040

πετάλα· ὀνόματα θήλεια. καὶ βοῦς

pi

2041

πέταλ]α, οὐδετέρως· τὰ φύλλα

pi

2043

πεταλίζειν· βλαστεῖν. φυλλολογεῖν

pi

2044

πετ]αλισμός· ὁ διὰ φύλ[λ]ων ὀστρακισμὸς γινόμενος

pi

2045

πέταλ]ον· φύλλον. καὶ τῆς ἐπιγλωσσίδος τὸ καλύπτον τὸ στόμα

pi

2046

πεταλωτόν· ἀκμαιότατον. εὐειδέστατον

pi

2042

πεταλίδων ὑ]ῶν μεταίη· ἀπὸ τῶν μόσχων. πέτηλοι γὰρ οὗτοι λέ‐ γονται

pi

2047

[πεταλοῦνται· ἐξυπτιῶνται. τρυφῶσιν

pi

2048

πέτακνον· ποτήριον ἐκπέταλον. (τὸ) δὲ αὐτὸ καὶ πέταχνον]

pi

2049

πετάσας· ἁπλώσας. τανύσας

pi

2050

*πετᾶσθαι γαμβραί· κεκτῆσθαι

pi

2051

πετάσειεν· ἁπλώσειεν. κουφίσειεν. ἀπὸ ἐνεστῶτος τοῦ πετάζω

pi

2052

πέτασος· τὸ τῶν ἐφήβων φόρημα

pi

2053

πέταυρα· τίγνα

pi

2054

πέταυρον· εἶδος παγίδος

pi

2055

πετελκές· καμπύλον

pi

2056

*πετεηνῶν· πετεινῶν

pi

2057

*πετέσθην· ἐπέτοντο. δυϊκῶς326 in vol. 3

pi

2058

πέτευρον· σανίς, ἐφ’ ἧς αἱ ὄρνεις κοιμῶνται· καὶ πᾶν τὸ ἐμφερὲς τούτω. καὶ ὄργανον ποιόν. καὶ πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ. ἔστι δὲ λεπτόν, ὅταν ἐν μετεώρῳ κείμενον ᾖ. Πέτευρον λέγεται, ἢ καὶ πέντευρον

pi

2059

Πετε]ών· πόλις

pi

2060

πετήλας· τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας

pi

2061

πετηλίς· ἀκρίς

pi

2062

πετηνίς· κόρις

pi

2063

πέτραι ἠλίβατοι· ὑψηλοὶ κρημνοί, ἀκρώρειαι

pi

2064

[πετρέμβατοι· ὑψηλοὶ κρημνοί]

pi

2065

[πετραδεῖλαι· οἱ μὲν τοὺς ἀποπνευματισμούς· οἱ δὲ εἶδος ἰχθύων

pi

2066

πετρεφράμη· θρασεῖα. θερμή

pi

2067

πέτρη τ’ Ὠλενίη· πόλις

pi

2068

πέτρον· λίθον

pi

2069

*πετειᾷ· παίζει

pi

2070

πεττεία· διὰ κύβων παιδιά

pi

2071

πεττείαις· κύβοις, τάβλαις, παιδι[λ]αῖς

pi

2072

πεττεύει· διαπαίζει. μεταστρέφει. κυβᾷ

pi

2073

*Πέτρος· ἐπιλύων. ἐπιγινώσκων. οὗτος καὶ Σίμων καὶ Κηφᾶς καὶ Συμεὼν ἐλέγετο

pi

2074

πεττοί· βόλια, ἐν οἷς ταυλίζουσι

pi

2075

πεττεύουσι· κυβεύουσιν

pi

2076

πέττουσιν· ἑψοῦσιν

pi

2077

πευδρία· ἀρτοθήκη

pi

2078

πεύθεται· πυνθάνεται. ἀκούει

pi

2079

πεύθετο· ἤκουεν. ἐπυνθάνετο

pi

2080

πεύθη· πεῦσις. ἐρώτησις

pi

2081

πευθῆνες· πιστοί. περίεργοι

pi

2082

πευθείς· ἑψηθείς

pi

2083

πευΐδας· λαμπάδας327 in vol. 3

pi

2084

πευκαλεῖται· ξηραίνεται. ἢ ἀντὶ τοῦ ζητεῖται. Ἀριστέας

pi

2085

πευκαλέον· ξηρόν. ἀγγεῖον

pi

2086

πευκαλίμαις· συνεταῖς. ὀξείαις. πικραῖς. ἢ ἀγαθαῖς

pi

2087

πευκαλίμη· θερμή. θρασεῖα. καὶ φλεγμαίνουσα

pi

2088

πευκαλίμῃσι· πυκναῖς. συνεταῖς. καὶ τὰ ὅμοια

pi

2089

πευκάνα· [πευκονία.] ἱστοῦ παράπλεγμα. [τροχίαι]

pi

2090

πευκεδανόν· πευκές. πικρόν

pi

2091

Πευκέτιοι· οἱ περὶ τὸ[ν] Βρεντέσιον οἰκοῦντες

pi

2092

πεύκινο) δάκρυ[ν]· πίσσαν

pi

2093

πεύκλα· ἁματροχιαί

pi

2094

πεῦσις· ἐρώτησις. ἀπόκρισις

pi

2095

πεύσομαι· ἐρωτήσω. ἀκούσω. ἐρευνήσω. μάθω

pi

2096

πευστός· ὑπήκοος

pi

2097

πέφανται· πεφανέρωνται. ἢ πεφονευμένοι εἰσίν

pi

2098

πεφάσθαι· πεφονεῦσθαι, καὶ ἀνῃρῆσθαι. ὅθεν καὶ φάσγανον

pi

2099

πεφασμένον· φανερόν. ἀνῃρημένον. ἢ πεφανερωμένον

pi

2100

[πεφάσσουσα· ἐνθουσιωδῶς ὁρμῶσα]

pi

2101

πέφαται· εἴρηται. τέθνηκεν, ἀνῄρηται, πεφόνευται

pi

2102

πεφαύλικεν· ἤμβλυκεν

pi

2103

πεφαυλισμένον· ἀποδεδοκιμασμένον

pi

2104

πεφένακ(ικν· ἠπάτησεν

pi

2105

πεφενακισμένος· ἐξηπατημένος

pi

2106

πέφη· ἐφάνη ἢ πεφύκασι

pi

2107

[πεφήμωσο· παῦσον. φιμώθητι]

pi

2108

[πεφήνακεν· ἠπάτησεν]

pi

2109

πέφηνεν· ἐφανερώθη, ἐφάνη. ὑπῆρχεν

pi

2109a

πεφηνώς· ἕτοιμος. φανερός

pi

2110

πεφήσεαι· τολμήσεις, ὑπομενεῖς. τεθνήξῃ

pi

2111

πεφήσεται· φανεροποιήσεται

pi

2112

πεφιδέσθαι· φείσασθαι

pi

2113

πεφλάζει· βράζει328 in vol. 3

pi

2114

πεφλοιδώς· τὸν φλοιὸν ἀποβαλών

pi

2115

πεφλοιδέναι· φλυκταινοῦσθαι

pi

2116

πέφνειν· κτείνειν

pi

2117

πέφνεν· ἀνεῖλεν, ἐφόνευσεν

pi

2118

πεφοβημένοι· εἰς φυγὴν τετραμμένοι

pi

2119

πεφοβῆσθαι· κεκοσμῆσθαι, κομᾶν. δεδοικέναι

pi

2120

πεφοινιγμένη· ᾑματωμένη, πεπυῤ(ῥ)ωμένη. ἀπὸ φόνου, ἢ φοίνικος

pi

2121

πεφοιτηκότες· παραγενόμενοι

pi

2122

πεφορημένα· ἐνηνεγμένα. πεπληρωμένα, κεχορτασμένα

pi

2123

πεφορύνθαι· μεμιάνθαι, μεμολύνθαι

pi

2124

πέφραδεν· εἶπεν. ἐσήμηνεν

pi

2125

πεφράδοι· διασημήνειε. εἴποι

pi

2126

πεφρασμένος· παρεσκευασμένος, εἰς τὸ φρασθῆναι προσακτικὴν ἔχων δύναμιν

pi

2127

πεφρίκασι· δεδοίκασι

pi

2128

πεφρικέναι· δεδοικέναι. πεφοβῆσθαι. [πεφρικέναι]

pi

2129

πεφρυγμένον· τὸ εἰς τὴν χεῖρα φρυσσόμενον. [ἢ πεφυγότα]

pi

2130

πεφυγμένος· πεφευγώς

pi

2131

πεφυζότες· μετὰ δέους φεύγοντες

pi

2132

πεφύκαμεν· ἐσμέν, ὑπάρχομεν

pi

2133

πέφυκεν· ὑπάρχει. ἐγένετο

pi

2134

πεφυκώς· ὑπάρχων

pi

2135

πεφυραμένους· μεμιγμένους

pi

2136

πεφυρμένοι· μεμιασμένοι

pi

2137

πέφυρται· μεμία(ν)ται

pi

2138

πεφυσιγγωμένοι· ἀπὸ τῶν ἐν τοῖς σκορόδοις φυσίγγων, ὅπερ ἐστὶν ἐντεριών(ων)

pi

2139

πεφυσιωμένους· ὠγκωμένους. κενοδοξοῦντας. ἐπῃρμένους

pi

2140

πεφωρημένα· ἐληλεγμένα, κατειλημμένα. Φωρᾶσαι γὰ τὸ θεά‐ σασθαι

pi

2141

πέχαρι· ἔλαφος. Ἀμερίας

pi

2142

πέψαι· ἑψῆσαι, ἡδὺν κατασκευάσαι, ἢ πραῧναι

pi

2143

πέψις· ἀρτοποιία

pi

2144

πῇ· ποῖ, πῶς, εἰς τίνα τόπον329 in vol. 3

pi

2145

πηγάδα· τὴν οὐ πολλῷ ὕδατι κεχρημένην γῆν, ὕστερον γενομένην ξη‐ ρὰν καὶ πεπηγυῖαν

pi

2146

πηγάζει· ἀναβλύζει

pi

2147

πηγαί· τῶν ὀφθαλμῶν οἱ πρὸς τῇ ῥινὶ κανθοί

pi

2148

πηγαῖον· τὸ ὄστρακον, ὃ καὶ ἀρδάνιον ὁμοίως λέγεται

pi

2149

πηγαῖον ὕδωρ· περικαθαῖρον, τὸ πρὸ τῆς οἰκίας τῶν ἀποπεμπομέ‐ νων, ὅτε ἐξεκόμιζον

pi

2150

πηγεσιμάλλῳ· εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς· πηγὸν γὰρ τὸ εὐτραφές. τινὲς δὲ λευκὸν τὸ πηγόν· οἱ δὲ μέλαν

pi

2151

πηγόν· οἱ μὲν λευκόν· οἱ δὲ μέλαν. καὶ εὐτραφῆ, ἢ μέγα

pi

2152

πηγυλίς· ψυχρά, παγετώδης

pi

2153

Πήδαιον· πόλις. καὶ ὄνομα κύριον

pi

2154

πηδάλια· τῶν ἀκρίδων οἱ ὀπίσθιοι πόδες

pi

2155

πηδαλίοις· οἴαξιν

pi

2156

πηδαλιο)χούμενοι· κυβερνώμενοι· παρὰ τὸ πηδάλιον, ὅ ἐστιν αὐχήν

pi

2157

Πήδασος· πόλις, καὶ ἔθνος βαρβαρικόν. καὶ κύριον ὄνομα, καὶ ἵππου

pi

2158

πῇ δὴ ἄρα· πῶ(ς), ποῖ δή

pi

2159

πῆδον· πηδάλιον

pi

2160

πῆδος· τὸ πλατὺ τῆς κώπης, ἀπὸ τοῦ παίειν. οἱ δὲ πήδινον εἶναι ξύλον εὔθετον πρὸς τὴν τῆς κώπης κατασκευήν. γράφουσι δὲ καὶ ἐν ἐκείνῳ·
μέγα δ’ ἔβραχε πήδινος [τε]
5καὶ ἡ ἀγρία ἄμπελος

pi

2161

[πηδύειν· νάειν. βλύζειν. βρύειν

pi

2162

πηδύειν· πηγάζειν. ὀμβροῦν. ἱδροῦν

pi

2163

πηδυλίς· πέτρα, ἐξ ἧς ὕδωρ ῥέει]

pi

2164

πηδῷ· τῷ πλάτει τῆς κώπης τοῦ πλοίου

pi

2165

[πήθων· πίθηκος]

pi

2166

πῆι· πόκα

pi

2167

πηκτὰ δάκρυα· παρὰ τὸ πεπηγέναι· ὡς ἐκ πηγῆς ῥέοντα

pi

2168

πηκταὶ θύραι καὶ εὔπηκτοι [ε]θύραι

pi

2169

πηκτίδες καὶ σύριγγες· ὄργανα μουσικά

pi

2170

πηκτίδος· πανδουρίου

pi

2171

πηκτίς· πανδούριον. ψαλτήριον. σύριγξ. ὄργανον

pi

2172

πηκτόν· ἐκ πολλῶν ξύλων πεπηγμένον330 in vol. 3

pi

2173

πηκτὸν ἄροτρον· τὸ ἀπὸ δύο ἀρότρων. εἰσὶ γὰρ καὶ μονόβολα

pi

2174

πηκτὸς θάνατος· ὁ τοῦ Σαλαμινίου Αἴαντος τοῦ μανέντος, ὃς τῷ ξίφει ἐπιπεσὼν ἀπέθανεν

pi

2175

Πηλαγόνες· γέροντες, παλαιοί, γηγενεῖς

pi

2176

πῆλαι· κραδᾶ[ί]ναι, σεῖσαι

pi

2177

πηλαμύς· διὰ τοῦ υ ἰχθῦς ἐν Πόντῳ

pi

2178

πῆλεν· ἔπαλ(λ)εν

pi

2179

Πηλέως μάχαιρα· παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγρά‐ φει οὕτω· μέγα φρονεῖ μᾶλλον, ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ. ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι .....

pi

2180

Πηλ)ιάδεω· τοῦ Πηλέως παιδός

pi

2181

[πηληκίσματα· φενακίσματα]

pi

2182

Πήληξ· περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι. καὶ δῆμος

pi

2183

Πηλιάδα (μελιήν)· τὸ δόρυ

pi

2184

Πηλιάς· ἰδίως τὸ τοῦ Ἀχιλλέως δόρυ· καταχρηστικῶς δὲ καὶ πᾶν

pi

2185

πηλιδνόν· πελιδνόν

pi

2186

πηλίκον· οἷον, ὁποῖον, ποταπόν. διάφορον

pi

2187

πηλίκοις· διαφόροις. καὶ τὰ ὅμοια

pi

2188

πηλίναις· χοϊκαῖς

pi

2189

πήλινος· ἐκ πηλοῦ, χοϊκός

pi

2190

Πήλιον· ὅρος ἐν Θεσσαλίᾳ. καὶ Πήλιον

pi

2191

πηλός· οἶνος. Ἴωνες, ἔνθεν καὶ κάπηλος ὁ τὸν οἶνον πωλῶν

pi

2192

πηλὸς ἀϊδνός· περὶ τὴν Λιβύην ἐστὶ τόπος. καὶ τὸν ὁρίζοντα ὠκεανόν

pi

2193

πήλυξ· ῥαγάς

pi

2194

πῆμα· βλάβη. ἀναπημονή

pi

2195

πημαίνει· βλάπτει, κακοποιεῖ

pi

2196

πημαινούσης· κακούσης. καὶ τὰ ὅμοια

pi

2197

πήμασι· κακοῖς. [πήμασι] βλάβαις

pi

2198

πῇ μέματον· ποῦ προθυμεῖσθε

pi

2199

πῆμος· πηνίκα

pi

2200

πῆν· πῆ καὶ πῆν ἐπὶ τοῦ κατάπασσε καὶ καταπάσσειν

pi

2201

πήνα· ἀπήνη331 in vol. 3

pi

2202

Πηνειός· ποταμὸς ἐν Θεσσαλίᾳ

pi

2203

Πηνελόπη· ὄνομα κύριον

pi

2204

πηνέλοψ· ὄρνις ποιός

pi

2205

πηνηκίζειν· ἀπατᾶν

pi

2206

πηνηκισμάτων· φενακισμάτων

pi

2207

πήνην· [τὸ ἀνάπτειν.] λέγεται ἡ ἐργασία

pi

2208

πηνία· ἐντίθεταί τινα τοῖς πλακοῦσι λεγόμενα πηνία. ἔστι δὲ λευκὰ καὶ προσόμοια τοῖς πηνίοις ὄντως

pi

2209

πηνίκα· πότε. [ἢ τότε]

pi

2210

πηνίκα δέ· [ὅτε δὲ] ἢ πότε δέ

pi

2211

πηνίκη· θρίξ. ἐμπλοκή

pi

2212

πηνίον· [πανούκλιον. ἢ] ἄτρακτος, εἰς ὃν εἱλεῖται ἡ κρόκη

pi

2213

[Πηνιός· ποταμός]

pi

2214

πῆνος· ὕφασμα

pi

2215

πηνώμενον· πηνιζόμενον. τριβόμενον

pi

2216

πῆξαι· κατασκευάσαι. στῆσαι

pi

2217

πήξας· στήσας. βαλών. κατασκευάσας

pi

2218

πῆξε θυμόν· ἔπληξε τὴν ψυχήν

pi

2219

πηοί· συγγενεῖς, οἱ κατ’ ἐπιγαμίαν οἰκεῖοι. ἀγαθοί. ἀναγκαῖοι. ἀνδρεῖοι

pi

2220

πήραξον· ἀφόδευσον

pi

2221

Πηρεφόνεια· Περσεφόνεια. Λάκωνες

pi

2222

πηρία· Ἀ(σ)πένδιοι τὴν χώραν τοῦ ἀγροῦ

pi

2223

Πηρίη· πόλις ἐν Θεσσαλίᾳ

pi

2224

πῆριξ· πέρδιξ. Κρῆτες

pi

2225

πηρίς· ὄσχη, κήλη, αἰδοῖον. καὶ ἱερείου ταυρία

pi

2226

πηροῖς· βλάπτοις

pi

2227

πηρόν· ἐστερημένον τῆς φωνῆς. ἔνιοι δὲ πεπηρωμένον καὶ βεβλαμμέ‐ νον αὐτοῦ τὴν διάνοιαν ....... τὸν (ἐ)νεὸν καὶ ἄφωνον· προπερισπω‐
μένως δὲ τὸν τυφλόν332 in vol. 3

pi

2228

πηρόν· τὸν παντάπασι μὴ ὁρῶντα

pi

2229

πήρωσις· βλάβη. λύπη. τύφλωσις

pi

2230

πήσασθαι· μέμψασθαι

pi

2231

πήτεα· πίτυρα

pi

2232

πητ]ῖται· πιτύρινοι ἄρτοι. Λάκωνες

pi

2233

πήχεων· πηχῶν

pi

2234

πῆχυς· νεῦρον, ἢ τὸ τοῦ τόξου μέσον· ἔνιοι τὰ ἄκρα. κιθάρας δὲ πῆχυς ὁ ἀγκών. ἢ ὁ εἷς καὶ ἥμισυ ποῦς

pi

2235

πηῶν· φίλων. συγγενῶν

pi

2236

πιαζόμενος· θλιβόμενος

pi

2237

πιαίνει· σιτεύει. λιπαίνει

pi

2238

*πιανάτω· λιπανάτω

pi

2239

πιαινέτω· λιπαινέτω

pi

2240

πιαλέον· λιπαρόν

pi

2241

[πιανεῖ στυγνῷ· τῷ θρηνητικῷ ὕμνῳ]

pi

2242

πίαλον· παράλευκον

pi

2243

πῖαρ· τὸ κράτιστον. καὶ στέαρ. ἢ τὸ πέρας. καὶ λιπαρόν

pi

2244

πιάτοις· τὸ ἄσημον ἀργύριον

pi

2245

πίγγαλος· σαῦρος ὁ καλούμενος χαλκίς

pi

2246

πίγγαν· νεόσσιον. Ἀμερίας. γλαυκόν

pi

2247

πίδακες· σταγόνες. πήγξ

pi

2248

πιδακοέσσης· καθύγρου

pi

2249

πῖδαξ· λιβάς, κρήνη, ἀναβολὴ ὑδάτων, πηγή, ἄκρα ὕδατος

pi

2250

πίδαξι· πηγαῖς

pi

2251

πιδηέσσης· καθύδρου, πιδακώδους. καὶ ἡμεῖς πιδᾶν λέγομεν τὸ ἀναβάλλειν ὑγρόν

pi

2252

[πίδναται· προσπελάζει]

pi

2253

Πιδώ· δῆμος [ἐν τῇ θάκῃ

pi

2254

πιέειν· πιεῖν

pi

2255

πιέζειν· κατέχειν. θλίβειν, σφίγγειν. μαλάσσειν. βαρεῖν

pi

2256

πιερά· λιπαρά. εὐδαίμονα, πλούσια. καὶ πιείρῃ

pi

2257

Πιερία· ὄρος. [ἢ λιπαρά]333 in vol. 3

pi

2258

Πιερίδες· αἱ Μοῦσαι ἐν Μακεδονίᾳ

pi

2259

Πιέρι..· ἡ ἀκρώρεια τοῦ ἐν Μακεδονίᾳ ὄρους

pi

2260

πιέσαι· πιάσαι

pi

2261

πιεσθείς· δαμασθείς

pi

2262

πιῆναι· ὠφελῆσαι. αὐξῆσαι

pi

2263

πιθάκναι καὶ πιθάκνια· οἱ μικροὶ πίθοι. καὶ σιπύαι

pi

2264

πιθανάς· εὐπίστους

pi

2265

πιθανολογία· διάλεξις ἀληθής

pi

2266

πιθανόν· ἀληθινόν. πιστόν. εὐπ(ε)ιθές

pi

2267

[Πιθήνης πόλις]

pi

2268

πιθήσας· πιστεύσας. πισθείς. πιστωθείς

pi

2269

[*πιθάρχει· πίσθητι]

pi

2270

[πιθοῖ· πισμονή, πίστις]

pi

2271

πιθοίγια· ἑορτὴ Ἀθήνησι

pi

2272

[πιθραύσκεται· φανεροῦται]

pi

2273

πιθών· π(ε)ίσας

pi

2274

πικα(ῖι· πικραῖς

pi

2275

[πικέλα· πίσσα, Ῥωμαῖοι]

pi

2276

πίκειν· ξαίνειν

pi

2277

πίκεται· κτενίζεται

pi

2278

πικόν· πικρόν. Χαλδαῖοι

pi

2279

πικρόν· χαλεπόν. ἀργαλέον

pi

2280

πικρῶς· κατακόρως. ἀκρατῶς

pi

2281

πίλημα· ζώνη. μίτρα

pi

2282

πιλιπαγμός· ποιά τις φωνή

pi

2283

πίλνα· προσήγγιζε

pi

2284

πίλναι· προσεγγίσαι

pi

2285

πίλναται· προσπελάζει

pi

2286

πιλνάμενον· ἐμπελαζόμενον, πηγνύμενον

pi

2287

)ίλνασθαι· ἐγγίζειν, πλησιάζειν, προσάγειν

pi

2288

πίλνατο· προσεπέλαζε, προσήγγιζε. καὶ τὰ ὅμοια

pi

2289

πιλνόν· φαιόν. Κύπριοι

pi

2290

πίλοις· πιλωτοῖς334 in vol. 3

pi

2291

πιλός· κοχλιός

pi

2292

πῖλος χαλκοῦς· εἶδος περικεφαλαίας

pi

2293

πιμελή· στέαρ, πιότης, λίπος

pi

2294

πιμελής· εὐτραφής. λιπαρός

pi

2295

[πιμέντα· φάρμακα

pi

2296

πιμεντάριος· φαρμακὸς καὶ μυρεψός]

pi

2297

πίμπλαμαι· πληροῦμαι

pi

2298

πίμπλαντο· ἐπληροῦντο

pi

2299

πίμπλαται· πληροῦται

pi

2300

πιμπρᾶν· ἐμπυρίζειν φυσᾶν. καίειν

pi

2301

πίμπρασθαι· ......

pi

2302

πίμπραται· .......

pi

2303

*πεμφθοί· ὀφθαλμῶν τὰ μελανά. Ἠλεῖοι

pi

2304

πῖνα· εἶδος ἰχθύος. καὶ ὀστρεῶδες κογχύλιον

pi

2305

πίνακας· τὰς σανίδας. καὶ τὰ θραύσματα τῶν [ὀρνεῶν. ἄλλοι δὲ τὰς δέλτους. καὶ οἱ ἐπὶ τῶν σκυτ(οτομ)ικῶν τραπεζῶν λίθοι. καὶ τὰ ἄκρα τῶν ξύλων

pi

2306

πίνακες· ἀναγραφαί. εἰκόνες

pi

2307

πινακίδο[ῦ]ς· ὄρχησις ποιά

pi

2308

πινάκιον· τὸ λεύκωμα. τινὲς δὲ σύμβολον δικαστικόν

pi

2309

πίνακι πτυκτῷ· δέλτῳ

pi

2310

πινακίρ· πινακίσκος

pi

2311

πίνακος κουρά· τὰ τμήματα, καὶ ἀποκαθάρματα τῶν ξύλων

pi

2312

πινακοπώλης· ὀρνιθοπώλης. τίλλοντες γὰρ αὐτὰ καὶ τιθέντες ἐπὶ πίνακος ἐπώλουν, τὰ λεπτὰ ὁρμαθίζοντες

pi

2313

πίναξ· ζωγραφία. ἱστορία. ἀναγραφή. περιοχή

pi

2314

πιναρά· ταπεινά, εὐτελῆ, ἐλάχιστα. ῥυπαρά

pi

2315

πιναρός· ῥυπαρός. εὐτελής, ἐλάχιστος

pi

2316

*πίνος· ῥύπος. καὶ τὰ ὅμοια

pi

2317

πινόεν· ῥυπαρόν. πιναρόν

pi

2318

πινοτήρης· πινοφύλαξ λεγόμενος. Πῖνα δὲ εἶδος ὀστρέου

pi

2319

πινυμένην· συνετήν

pi

2320

πίνυσις· σύνεσις335 in vol. 3

pi

2321

πινυτή· σύνεσις, φρόνησις

pi

2322

πινυτήν· σωφροσύνην

pi

2323

πινυτός· σώφρων, συνετός

pi

2324

πινυτόφρων· σωφρονέστατος. συνετώτατος

pi

2325

πινυτῶς· οὕτως φρονῶν

pi

2326

πινῶδες· ῥυπαρόν. ξηρόν

pi

2327

πινωδία· ἀκαθαρσία

pi

2328

πιόμενα· ποτιζόμενα

pi

2329

πίονα· λιπαρά. πλούσια

pi

2330

πίονα ἔργα· νῦν τὰ γεωργικά, κατ’ ἐξοχήν, τὰ ἡμᾶς πιαίνοντα

pi

2331

*πίος· εὐσεβής

pi

2332

πίονες· στεατῖται πλακοῦντες

pi

2333

πίονος· λιπαροῦ. ἀγρίου. εὐτραφοῦς. πλουσίου. μεγάλου

pi

2334

πιότατον· λιπαρώτατον

pi

2335

πιπαλίς· ἡ παρά τισι χαλκίς, παρὰ δὲ ἐνίοις σαύρα

pi

2336

’πιπάλν· κραδαίνων, πάλλων

pi

2337

[πίπαν· τὸν ἀκριβῆ τοξότην]

pi

2338

πιπίζειν· κατὰ μίμησιν ἡ λέξις πεποίηται τῆς τῶν ὀρνέων φωνῆς. λέγουσι δὲ τὸ ποτίζειν, ἢ πιπίσκειν

pi

2339

Πίπλ)ιαι· αἱ Μοῦσαι ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ, ἀπὸ κρήνης Πι‐ πλείας

pi

2340

πιπλῶν· πληρῶν

pi

2341

πίπον· ἄκρον

pi

2342

πιπράσκει· πωλεῖ

pi

2343

πίπτωσι· φονεύωνται

pi

2344

πιπώ· ὄρνεον πολέμιον, ὥς τινες, ἐρῳδιῷ

pi

2345

[πῖραρ ἐπαλλάξαντες· ὅταν σχοινίον ἀποτείνωσιν ἀπὸ πέρατος εἰς πέρας

pi

2346

πιπνύοντα· σχολεύοντα

pi

2347

πίρινθα· βῆμα. καὶ τὸ ἐπὶ τῆς ἁμάξης πλέγμα, τὸ πλινθίον]

pi

2348

πιρίσσας· ἐλέφας

pi

2349

Πῖσα[ι]· πόλις, ὅπου τὰ Ὀλύμπια ἐπιτελεῖται

pi

2350

πῖσαι· ποτίσαι

pi

2351

πισάκιον· περιστόμιον336 in vol. 3

pi

2352

πισάκνα· πιθάκνη

pi

2353

πίσεα· κάθυγρος καὶ ποώδης γῆ

pi

2354

πίσεα π(ο)ιήεντα· διύγρους τόπους

pi

2355

[πίσῃ· π(ε)ίσματι]

pi

2356

πίσιρα· πίτυρα. Ἀχαιοί

pi

2357

πισιρῖται· πιτύρινοι ἄρτοι

pi

2358

[πίσιρα]· [ἀγγεῖα

pi

2359

[πίσματα· τὰ ἀγκύραια σχοινία]

pi

2360

πισμός· πιστήρ. ποτίστρα. ληνός.

pi

2361

πισόμενον· γενησόμενον. παθησόμενον

pi

2362

πίσορ· πίθος. Λάκωνες

pi

2363

πισσᾶται· οἱ τὴν λευκὴν ἔχοντες λέπραν

pi

2364

πισσοκωνίας· Διόδοτος πισσοκωνίαν εἶπεν διὰ τὸ τὰ πρόβατα πίσσῃ χρίεσθαι

pi

2365

πισσοκωνήτῳ πυρί· πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. Κω‐ νῆσαι δέ ἐστι τὸ περιενεγκεῖν

pi

2366

πιστά· βέβαια

pi

2367

Πίστα· Πίστειρα πόλις. οὕτως εἶπεν

pi

2368

πιστὴν γνώμην· βεβαίαν

pi

2369

[πιστήρ· ληνός]

pi

2370

πίστις· ἀπόδειξις

pi

2371

πιστήριον· ποτιστήριον. πῖσαι γὰρ τὸ ποτίσαι. καὶ πῖστραι αἱ πο‐ τίστραι

pi

2372

πιστός· εὐπειθής

pi

2373

πιστούμεος· πιστά τε ποιῶν, βεβαιούμενος τὸ λεχθέν

pi

2374

πισύγγιον· σκυτ(ε)ῖον

pi

2375

πισύγγων· σκυτέων

pi

2376

πίσυνοι· πεποιθότες, πεπιστευκότες

pi

2377

πίσυνος· πεποιθώς, πιστεύων, θαῤῥῶν

pi

2378

πίσυρας· τέσσαρας337 in vol. 3

pi

2379

πισύρων· τὸ αὐτό

pi

2380

[πίσω· πράξω]

pi

2381

*πιστώσαντο [στῶ]· πίστεις ἀλλήλοις ἔδοσαν

pi

2382

Πιτανάτης στρατός· ὁ τῶν Ἑλλήνων, ἤτοι ἀπὸ μέρους, ἢ διὰ τὸν Μενέλαον, ὃς ἦν Πιτανάτης, οὗ χάριν ἐστράτευσαν. ἔστι δὲ ἡ Πι‐ τάνη φυλή

pi

2383

Πιτανάτης· ὁ Πιτανάτης λόχος αὐτοσχεδιάζεται, οὐκ ὢν ταῖς ἀλη‐ θείαις. Πιτανάτῃ δὲ ἀγῶ(νι) γυμνικῷ ἐν Πιτάνῃ ἀγομένῳ

pi

2384

’πιτίμια· τὰς ἀξίας τιμωρίας (ἐ)πιτίμιά φασιν

pi

2385

πιτνάς· ἐκτείνων. [τίμιά φασι]

pi

2386

πίτνει· πίπτει. [ἐκτείνει]

pi

2387

πίττῃ· πίσσῃ

pi

2388

πιτυδάνη· ἀσκὸς μικρός

pi

2389

Πιτύα· πόλις Θρᾴκης

pi

2390

πιτύλοιν· ταῖς καταφοραῖς τῶν τειχέων

pi

2390a

πιτύλοιν· [ψόφοις ὑδάτων]

pi

2391

πιτύλοις· ταῖς καταφοραῖς τῶν ὑδάτων [τειχέων] καὶ τοῖς ψόφοις τῶν ὑδάτων

pi

2392

πίτυλος· ὀρνιθάριόν τι ἄγριον. ἢ συστροφὴ τῆς χειρός, ὅταν πι‐ κρῶς ἐπιφέρηται

pi

2393

πιτύλους· οἱ ἀλεῖπται τὰς ἐν περιόδῳ καταβολὰς τῶν πληγῶν· οἱ δὲ ναυτικοὶ τὸ πρὸς κέλευσμα ἐλάσαι

pi

2394

[πιτύνη· κνῆκας, ὁ τὸν τυρὸν πογρίων]

pi

2395

πίτυρα· τὰ τῶν σίτων ἢ κριθῶν φλοιά

pi

2396

πίτυς· δένδρον, ἐμφερὲς πεύκῃ

pi

2397

πιφαλλίς· πίφιγξ

pi

2398

πιφαύσκεο· φαῖνε λέγων338 in vol. 3

pi

2399

πιφαύσκεται· φανεροῦται, διασαφεῖ, φανεροποιεῖ

pi

2400

πιφαυσκόμενος· σημαίνων, λέγων

pi

2401

πιφαύσκω· παραδείκνυμι, ἀναφαίνω, εἰς φῶς ἄγω, σημαίνω

pi

2402

πιφαύσκων· ἐμφανίζων, παραδεικνύων, σημαίνων, λέγων. καὶ τὰ ὅμοια

pi

2403

πίφιγξ· κορυδαλός

pi

2404

*[πιφραύσκων]· πιφαύσκων. λέγων, ἐμφανίζων

pi

2405

’πίχειρον· ἀνταπόδοσις

pi

2406

[πίχυς· βραχεῖον μέτρον]

pi

2407

πίων· λιπαρῶν

pi

2408

πλαγάν· πληγήν

pi

2409

[Πλάγας· τὰς Συμπληγάδας πέτρας]

pi

2410

πλαγγόνιον· μύρον τι παρὰ Ἀθηναίοις

pi

2411

πλαγγών· κηρινόν τι κοροκόσμιον, σφαῖρα, καλαθίς. καὶ πλαγγό‐ νες κεκρύφαλοι

pi

2412

πλαγιάσαι· παραλογίσασθαι. πλανῆσαι

pi

2413

πλάγιοι· δόλιοι

pi

2414

πλαγίως· δολίως. μὴ φανερῶς. ἀσυμφανῶς. αἰνιγματωδῶς

pi

2415

πλαγκτά· καμπτά. [πλαγκτά]

pi

2416

Πλαγκταί· οὕτω πέτραι τινὲς καλοῦνται, (ἀπὸ) τοῦ πλάζεσθαι αὐ‐ τάς· ἃς ἔνιοι Συμπληγάδας καλοῦσιν

pi

2417

πλαγκτέ· παράφρων, καὶ πεπληγμένε τὴν διάνοιαν

pi

2418

πλαγκ)όν· ἀνόητον, τὰς φρένας βεβλαμμένον, πλανώμενον

pi

2419

πλαγχθέντες· πληγέντες. πλανηθέντες

pi

2420

πλάγχθη· ἐστράφη. καὶ τὰ ὅμοια

pi

2421

πλαδαρόν· νοτερόν, ὕπομβρον. χαῦνον, ἀσθενές. ὑγρόν

pi

2422

πλαδαρώτερος· ἐκλυτώτερος. καὶ τὰ ὅμοια

pi

2423

πλα)διῇ· ματαΐζει. σοβαρεύεται

pi

2424

πλαδῶσαν· ὑγράν

pi

2425

πλαδῶσιν· ὑγροῖς. λιπανθεῖσιν. ἢ αἱ σάρκες αἱ μὴ ἐστερεωμέναι

pi

2426

πλάζεσθαι· πλανᾶσθαι, ἀποσφάλλεσθαι

pi

2427

πλαζόμενος· ἐγγίσας. ἢ πλανώμενος

pi

2428

πλάζουσι· πλανῶσι. διαμαρτάνουσι τῶν ἐπιθυμιῶν. σφάλλουσι

pi

2429

πλάζον· πλανῶν

pi

2430

πλάθανον· κύκλον, ἐφ’ οὗ πλάσσουσιν ἄρτους καὶ πλακοῦντας

pi

2431

πλα]θείς· προσπελασθείς. δοθείς

pi

2432

πλαθεῖσα· τὰ αὐτά

pi

2433

πλάθεται· παραγίνεται, προσπελάζει

pi

2434

πλάθους· πλήθους339 in vol. 3

pi

2435

πλαῖσι· κλῆσι

pi

2436

πλαίσια· πλινθία

pi

2437

πλαίσιον· ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις· καὶ πίναξ. καὶ πλινθίον. καὶ διὰ ξύλων τετράγωνα πήγματα

pi

2438

πλαίτερ· πέτραι. οἱ δὲ πάτερ

pi

2439

πλάκα ἡλιακήν· τὴν ἀνατολικὴν γῆν, ἢ τὴν ἡλιακήν. Πλάκα καὶ τὴν ὅλην χώραν, καὶ τὴν κοινήν, ἢ τὴν γῆν

pi

2440

πλάκας· δέλτους

pi

2441

[πλακάτην· ἐριουργικὸν ἐργαλεῖον]

pi

2442

Πλακία· χώρα παρὰ τὴν Θρᾴκην, εἰς ἣν ἀποικίαν ἔπεμψαν Ἀθη‐ ναῖοι

pi

2443

[πλακίησιν· ἁμαρτίαις]

pi

2444

πλακίς· κλινίδιον κατεσκευασμένον ἐξ ἀνθῶν, (ἐν) τῇ ἑορτῇ τῶν Πανα‐ θηναίων

pi

2445

Πλάκος· ὄρος τῆς Κιλικίας. τινὲς δὲ Πλακούσιον λέγουσιν

pi

2446

πλακοῦς· ἐκτὸς τοῦ πέμματος καὶ ὁ σπερματικὸς τύπος τῆς ἡμέρας μαλάχης

pi

2447

πλακτήρ· τὸ τοῦ ἀλεκτρυόνος πλῆκτρον

pi

2448

πλᾶκτρον· πλάνημα. πλῆθος. ἢ τὸ πλῆκτρον

pi

2449

[πλάκτος· παράφρων. πεπλανημένος]

pi

2450

*πλανίς· τὸ τῆς νύμφης χρυσοῦν διάδημα

pi

2451

πλάνα· τριακάς

pi

2452

πλάνη· ἀπάτη

pi

2453

πλανῆται· ἀστέρες. τρέχουσιν ἐπισήμοις. ἤτοι μετανάστ[ε]αι

pi

2454

πλάνος· πλανήτης, ἀπατεών

pi

2455

[πλάντων· ἄφρων, ἄνους. καὶ ἡ πλατεῖα πέτρα]

pi

2456

πλανύττων· πλανῶν

pi

2457

πλάξ· ἐπὶ τῆς γῆς, καὶ ὄρος. καὶ τὰ μεμαζωμένα. καὶ τὸ διπλοῦν.
καὶ ἡ πλατεῖα πέτρα. ἢ πλάκας τῆς κοιλίας. καὶ ἡ γαστήρ340 in vol. 3

pi

2458

πλαριᾶν· μίγνυσθαι

pi

2459

πλάσμα· σχηματισμός. ψεῦσμα. ἢ κτίσμα

pi

2460

πλασταρεύοντες· πλάσσοντες

pi

2461

π]αστηρία· (σ)πλάγχνια

pi

2462

πλάστιγγι· [ἰσχία

pi

2463

πλάστιγξ· μάστιξ. ἢ τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. καὶ τὸ νῦν λεγόμενον λίτρα. καὶ τὸ πρὸς τοὺς κοττάβους πινάκιον. καὶ μέρος τι τοῦ αὐλοῦ. καὶ σύριγγος τὸ ζύγωμα

pi

2464

πλαστουργήσαντα· πλάσαντα, ποιήσαντα

pi

2465

πλάστρα· ἐνώτια. καὶ θεῶν τύποι

pi

2466

πλαά· προσπελαστά

pi

2467

πλαταγώνιον· τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον

pi

2468

πλαταγωνίσας· ἀποληκυθίσας, καὶ ψοφήσας

pi

2469

*πλαταγεῖν· κροτεῖν

pi

2470

πλάται· τῶν σπαθῶν τὰ πλατέα

pi

2471

πλαταΐσαι· τὸ ὠμοθετῆσαι

pi

2472

πλαταμών· τόπος πλατὺς καὶ μέγας ὑποθαλάττιος. οἱ δὲ λεωπετρία. οἱ δὲ ὀλισθηρὰ πέτρα

pi

2473

πλάταν· [πληγήν. ἢ] πλοῖον

pi

2474

πλατάνιστον· πλάτανον

pi

2475

πλάτανος· δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι ἐξετίθεσαν

pi

2476

πλατέα· τὰ ἐν πλάτει νεμόμενα, μεγάλα

pi

2477

πλατεάζειν· ἀλαζονεύεσθαι. φενακίζειν

pi

2478

πλατεῖα· κόσμος τις

pi

2479

[πλατειάδδοντες· οἱ γυμναζόμενοι τοῖς ἐφήβοις]

pi

2480

πλατεῖαι· καρποὶ τῶν χειρῶν341 in vol. 3

pi

2481

πλατείαις· ῥύμαις, ἀγοραῖς

pi

2482

[πλατῆορ]· τὸ πλατείᾳ τῇ χειρὶ πατάξαι

pi

2484

πλάτιγξ· τῆς κώπης τὸ ἄκρον, ᾧ πλήσσεται τὸ ὕδωρ

pi

2483

πλάτη· ἡ ὠμοπλάτη. καὶ ἡ θαλασσ(ί)α

pi

2485

πλᾶτιν· γυναῖκα. ἢ τὴν ἄθροισιν

pi

2486

πλατίς· ἡ γυνή. ἡ ἄπιστος, κλώψ. σύνοδος, ἄθροισμα

pi

2487

πλατίστακος· (γυν)αικεῖον αἰδοῖον. καὶ ἰχθῦς ποιός

pi

2488

πλατορόα· θυσία. Λίνδιοι

pi

2489

πλατυγίζειν· καταλαζονεύεσθαι. ἀπὸ τῶν πλατῶν τῶν ἐν ταῖς κώπαις καὶ τῆς θαλάσσης

pi

2490

πλατύνειν· μηρύειν

pi

2491

*πλατύ· μέγα. εὐρύ. ἁλμυρόν

pi

2492

πλατὺν Ἑλλήσποντον· τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόν‐ του· ἀπὸ τοῦ ὅλου τὸ μέρος τοπικῶς λέγων

pi

2493

[πλατύ· μέγα, εὐρύ. ἁλμυρόν]

pi

2494

πλατὺ ὕδωρ· τὸ ἁλμυρόν

pi

2495

πλάτων· χαλκωμάτιόν τι, ᾧ τὸν ὀρὸν ἀντλοῦσιν, ὅτε γάλα συμπήσ‐ (σ)ωσιν

pi

2496

[πλάχθη· ἐπλανήθη]

pi

2497

πλέα· πλείη

pi

2498

*πλατύρ· δοῦλος. ἢ δῆμος

pi

2499

*πλάτυς· ἡ τῶν λοχώντων ἄθροισις

pi

2500

πλέαι· πλεῖαι, πλήρεις

pi

2501

πλεγματεύεσθαι· ἐμπλέκεσθαι

pi

2502

πλέθρα· μέτρα γῆς. ἢ διύγρους καὶ βοτανώδεις τόπους342 in vol. 3

pi

2503

*πλεῖαι· [ἢ πλείη.] πλήρεις

pi

2504

*πλείην· τὴν ἔγκυον

pi

2505

*πλεῖν· πλέειν

pi

2506

πλέθρισμα· δρόμημα

pi

2507

πλεῖ[ο]ν· πλέον. Ἀττικοὶ ἑκατέρως λέγουσιν

pi

2508

πλεῖον· πλῆρες

pi

2509

πλείονες· οἱ τετελευτηκότες

pi

2510

*πλειόνει· σπείρει

pi

2511

πλειοτέρῃ σὺν χειρί· πλείονι καὶ πλουσιωτέρᾳ. ἢ σὺν πλείοσι χρήμασι

pi

2512

πλείου· πλήρους·
ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
πλείου ἀφυσσάμενοι καί·
5ἀνδρῶν δυσμενέων πλεῖος δόμος

pi

2513

πλεῖς τὴν θάλασσαν· ......

pi

2514

πλειστηριαζόμενος· ὑπερβαλλόμενος. καὶ (πλειστηριάζειν) τὸ ὑπερτιμᾶσθαι ὤνιον

pi

2515

πλειστηριάσαντες· πλείονος πωλήσαντες οὗ ὠνήσαντο

pi

2516

πλειστηριασμός· ὑπερθεματισμός

pi

2517

πλειστοβολίν(δα)· παίζειν ἀστραγάλοις

pi

2518

Πλεῖστος· ποταμὸς ἐν Δελφοῖς

pi

2519

πλειών· ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντας τοὺς καρποὺς τῆς γῆς συμπλη‐ ροῦσθαι

pi

2520

*πλέθρον· ποδ ρ..... πῆχυς ξῶ καὶ πόδα ἕνα

pi

2521

πλέκει· μηχανᾶται

pi

2522

πλέκεται· μαστιγοῦται. συκοφαντεῖται

pi

2523

πλέκος· πλέγμα

pi

2524

πλεκτή· σειρά, ἡ ἐξ ἱμάντων343 in vol. 3

pi

2525

πλένναι· μύξαι

pi

2526

πλέμνιον· ἀρχαῖον. πλῆρες

pi

2527

πλεονασμός· ἐπίδοσις

pi

2528

πλεονέκτα· βίαιε

pi

2529

πλεονεξία· τὸ πλέον τοῦ δέοντος ἔκ τινος λαμβάνειν

pi

2530

πλευμονία· νόσος ἡ ἐρωτική

pi

2531

πλευρῖτις· νόσος ὀλεθρία

pi

2532

Πλευρών· πόλις τῆς Αἰτωλίας

pi

2533

πλεφίδερ· ἡ πεφρυγμένη σησαμίς

pi

2534

πλεφίς· σησαμίς

pi

2535

πλέω· πλήρης. καὶ πλέω· τὸ κολυμβῶ

pi

2536

πλέω νὺξ τῶν δύο μοιράων· πλέον μέρος, καὶ νυκτὸς αἱ δύο μοῖραι. ὁ τρόπος ἀναστροφῆς

pi

2537

πλέως· πλήρης

pi

2538

πλήγανον· βακτηρία

pi

2539

πληγάς· δρέπανον

pi

2540

πληγεῖον· παλαιόν

pi

2541

πληγενεῖς· οἱ μὴ ἐκ τοῦ αὐτοῦ ὄντες πατρὸς ἢ μητρὸς ἀδελφοί

pi

2542

πλήγη· ἐξεπλάγη

pi

2543

πλήθει· πελάζει. ἢ κρείττονι ἀριθμῷ

pi

2544

πλήθει πρόσθε βαλόντες· τῷ πλήθει τῶν θεωμένων συνεργηθέν‐ τες, ὅ ἐστιν βοηθηθέντες. ἢ τῷ πλήθει τῶν θεατῶν κωλυθείς, ἢ τῷ πλήθει τῶν ἁρμάτων ἐμποδισθείς, ἢ τῷ πλήθει τῶν ἡνιόχων. δίδυ‐ μοι γὰρ ἦσαν οἱ ἡνιοχοῦντες

pi

2545

πλῆθος· ἀθροισμός, ὄχλος

pi

2546

πλήθουσα· πλεονάζουσα, πλήρης

pi

2547

πλήθουσαν· πλήρη

pi

2548

πλῆθρον· κλῆθρον. ἢ εἶδος μέτρου

pi

2549

πληθύς· ὄχλος, δῆμος

pi

2550

πληϊάδες· πλ(ε)ιάδες. ἔστι δὲ ἑπτὰ ἄστρα, πλησίον τοῦ ταύρου, ὀνο‐
μασθέντα ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης344 in vol. 3

pi

2551

πλήκτης· μάχιμος, ὑβριστής

pi

2552

πληκτίζεσθαι· μάχεσθαι, ὑβρίζειν

pi

2553

*πληγεῖτε· ἀπεγνωσμένοι. ἀνίατοι, ἀδιόρθωτοι, συντριβῇ καὶ ἀφα‐ νισμῷ

pi

2554

πληκτικώτερον· ὑβριστικώτερον

pi

2555

πλῆκτρα· τῶν ἀλεκτρυόνων αἱ ἐν τοῖς ποσὶ κερατώδεις ἐξοχαί

pi

2556

πλῆκτρον· τὸ τῆς κιθάρας, ἐν ᾧ κινεῖ τὰς χορδάς ..... ἢ τὸ προσπε‐ λάζον ἢ τὸ πλῆσσον. καὶ τὸ μέρος, καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κο‐ τύλῃ προσπελάζει· καὶ διὰ τὸ πεπλῆχθαι τὸν μηρόν

pi

2557

πλῆμα· πλήρωμα

pi

2558

πλημαθῆναι· πλησθῆναι

pi

2559

πλημαινόν· παλαιόν

pi

2560

πλημμελεῖ[ς]· ἐκμελεῖ[ς]. οὐ συνῳδὰ λέγει, ἁμαρτάνει

pi

2561

πλημ)ελής· ἀμελὴς ἢ πο[π]λεῖον πλάσσον καὶ τὰ ὅμοια

pi

2562

πλημμύρα· ῥεῦσις ὕδατος, πλῆθος

pi

2563

*πλήμνη· ἡ χοινικὶς τοῦ τροχοῦ ἢ τῆς σύριγγος. ἀπὸ τοῦ πληροῦ‐ σθαι ὑπὸ τοῦ ἄξονος. καὶ ὕδωρ τὸ ἐπὶ γλεῦκος ἐπιχεόμενον

pi

2564

*πλῆμνος· ἀφρός

pi

2565

*πλῆμναι δέ· αἱ περιέχουσαι τὸν ἄξονα χοινικίδες

pi

2566

*πλήμνῳ· παλαιῷ

pi

2567

πλημμύρει· πέπληθεν

pi

2568

πλημ)υρίς· τὸ ὅρμημα τῆς θαλάσσης, ἡ ἐπίῤῥυσις. οἱ δὲ πλή‐ μνη· ‚πλημμυρὶς ἐκ πόντοι(ο)‛

pi

2569

πλημμῦρον· μεστόν, πεπληρωμένον

pi

2570

πλημοχόη· τῇ ὑστεραίᾳ τῶν μυστηρίων κοτυλίσκους πληροῦσιν, οὓς καλοῦσι πλημοχόας

pi

2571

πλήν· ἐκτός, ὅμως

pi

2572

πληνοδίᾳ· παρανόμῳ. τετιμημένῃ. τῇ πεπλανημένῃ τῆς ὀρθῆς ὁδοῦ,
τουτέστιν ἀδίκῳ345 in vol. 3

pi

2573

πλῆντο· προσεπέλασαν. καὶ ἐπλήσθησαν

pi

2574

.πληνώδους· ἀσθενοῦς

pi

2575

πλῆξαι· πατάξαι ἐκ χειρός

pi

2576

πλήξαντα καὶ πληγέντα· εἰκόνα ξυλίνην ὁ Δαίδαλος χαριστήριον τῆς Ἰκάρου ταφῆς .....

pi

2577

πλῆξάρα· περιγνάθιον

pi

2578

πλήξας· τύψας. θαυμάσας

pi

2579

πλήξιππος· ἱππότης, ἱππικός

pi

2580

πληξίππῳ· τῷ πλήσσοντι τοὺς ἵππους· δι’ οὗ τὸν ἱππότην δηλοῖ

pi

2581

*πλήρωμα· πλῆθος, ἀναπλήρωμα

pi

2582

πλήρωμα· ναῦς τραγική

pi

2583

πληρωτής· ἐράνου συναγωγός

pi

2584

*πληροφορία· βεβαιότης

pi

2585

πληρώσας· πλήσας

pi

2586

πλησιαίτερον·

pi

2587

πλησίον· ἐγγύς

pi

2588

πλησιφαής· ἡ πληροσέληνος ἡμέρα

pi

2589

πλησμοναῖς· ὑπερβολαῖς. ἢ πεπληρωμέναις

pi

2590

*πλησίστιον· τὸν ἄνεμον, πληροῦντα τὸ ἱστίον

pi

2591

πλῆσον· πλήρωσον

pi

2592

πλήσσων· ῥηγνύων, σχίζων. τύπτων, ἀδικῶν, βλάπτων

pi

2593

[πλήσσοντο· διέβαινον]

pi

2594

πλητήσαντα· δηλοῦντα

pi

2595

πλήτης· πλησιαστής

pi

2596

πλητίνες· δέλτοι

pi

2597

πλῆτο· ἐπλήσθη. ἤγγισεν

pi

2598

πλήτομον· παλαιόν. Ἀκαρνᾶνες

pi

2599

[πληάδα· πλῆθος ἄστρων ἐν οὐρανῷ]

pi

2600

πλίγμα· βῆμα. ἀπὸ τῶν κυλιομένων καὶ παλαιόντων, ὅταν περιβάν‐
τες τοῖς σκέλεσι κατ(ατρ)έχωσιν346 in vol. 3

pi

2601

πλινθεύεται· ἐξαπατᾶται. ἐπὶ ἀναισθήτων

pi

2602

πλινθίδες· δοκίδες

pi

2603

πλίνθος· μέρος τι τῆς κεφαλῆς τοῦ κίονος. ἢ πηλὸς ὀπτηθείς

pi

2604

[πλίξ· τὸ βῆμα. καὶ πλίγματα· τὰ πηδήματα. ἔλεγον δὲ πλίξ καὶ τὸ ἀπὸ τῆς χειρὸς εἰς τὸν λίχανον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν margo].

pi

2605

πλίξαντα· διαναβάντα, καὶ ἀναστάντα, καὶ διαβάντα

pi

2606

πλίσσοντο· διέβαινον

pi

2607

*πλειστάκις· πλεονάκις, πολλάκις

pi

2608

Πλοάδες τῶν ἐν Ὀρχομενῷ· (νῆσοί) τινες οὕτω καλοῦνται

pi

2609

πλοιάρια· πλοῖα μικρά. ἢ ὑποδήματα ποιά

pi

2610

πλόϊμα[τα]· τὰ πλῷ πεμπόμενα

pi

2611

πλόκαμα· τὰ περιόστεα νεῦρα

pi

2612

πλόκαμοι· κόνδυλοι τριχῶν πεπλεγμένοι

pi

2613

πλοκαμώδεα· τὸν οὖλον βόστρυχον

pi

2614

*πλόκος· πλόκαμος

pi

2615

πλόκιον· εἶδος περιδεραίου

pi

2616

πλοκίων· πεπλεγμένων

pi

2617

πλόμενον· φανέν. γεννώμενον. [δολίων

pi

2618

πλουᾶται· πλουθήσεται

pi

2619

[πλοῦγε καὶ δεῖ· οὐδ’ ὅλως]

pi

2620

πλοῦς· πλοῦς τῆς νεὼς τὸ περίγραφον, μέχρι οὗ τὸν φόρτον λαβεῖν ὀφείλει. ἀλλὰ καὶ τὴν πεζὴν ὁδὸν πλοῦν ἔλεγον

pi

2621

πλουσιόδωρος· πλουσίως χαριζόμενος

pi

2622

πλούσιον· θαλασσιοειδές. οἱ δὲ τὸ ὕδωρ347 in vol. 3

pi

2623

Πλουτεύς· Ἅιδης

pi

2624

πλούσιος· χρημάτων καὶ περιουσίας κύριος

pi

2625

πλοῦτος· ἡ ἐκ τῶν σπερμάτων ἐπικαρπία, καὶ ἡ πανσπερμία

pi

2626

Πλούτων· ὁ καταχθόνιος δαίμων

pi

2627

πλοχμοί· πλόκαμοι, ἐμπλοκαί

pi

2628

πλύνει· καθαίρει

pi

2629

πλύνεται· βλασφημεῖται, λοιδορεῖται

pi

2630

πλυνοί· πύελοι, ἐν αἷς τὰς ἐσθῆτας ἔπλυνον· ἢ βόθρον, ὅπου πλύνουσι

pi

2631

πλυνὸν καταπλυντήριζε καὶ πλυνθήσομαι· Ἀττικοὶ ἐπὶ τῶν λοιδοριῶν λέγουσι

pi

2632

πλυντήρια· ἑορτὴ Ἀθήνησιν, ἣν ἐπὶ τῇ Ἀγλαύρου τῆς Κέκροπος θυ‐ γατρὸς τιμῇ ἄγουσιν

pi

2633

πλυσμός· πλυτήρ

pi

2634

*πλῶον· ἔπλεον

pi

2635

πλώει·

pi

2636

πλῶεν· ἔπλεον

pi

2637

πλώσσειν· φθείρεσθαι

pi

2638

πλῶτες· ἰχθύες τινές

pi

2639

πλωτή· κινουμένη, καὶ ἐπιπλέουσα. Ὅμηρος δὲ ἐπὶ τῆς Αἰόλου νήσου τίθησιν

pi

2640

πλωτῆρες· ναῦται

pi

2641

πλωτόν· πλεόμενον

pi

2642

πνεῖ· πνέει. πνείηται, πνείει

pi

2643

πνεῦμα οὔριον· [ἄγγελος ἄσαρκος] οὔρ[άν]ιος ἄνεμος. [ψυχή. δαί‐ μων.] [λέγονται πνεύμονες καὶ θαλάττια εἴδη ζῶντα ἀναίσθητα

pi

2644

πνεύμων· ὁ πνεύματος αἴτιος .......

pi

2645

πνεύσας· ὀργισθείς. ἀπὸ μεταφορᾶς τῶν ἀνέμων

pi

2646

πνιγεύς· ὁ φιμὸς τῶν κτηνῶν. καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος ἢ κλίβανος

pi

2647

πνῖγος· θάλπος. καῦμα

pi

2648

πνίξαντες· ὀπτήσαντες. ἔστι δὲ εἶδος ὀπτήσεως πνικτόν348 in vol. 3

pi

2649

πνοή· ἀνάψυξις

pi

2650

πνοήπουν· ταχύ

pi

2651

πνόος· φθόγγος. πνοή

pi

2652

Πνύξ· τόπος Ἀθήνησιν, ἐν ᾧ αἱ ἐκκλησίαι ἤγοντο πάλαι μὲν πᾶσαι, νυνὶ δὲ ἅπαξ, ὅταν στρατηγὸν χειροτονῶσιν

pi

2653

πνύτο· ἔπνευσεν. ἐνόησεν. [καὶ πόα καὶ ἡ τῆς γῆς αὐτομάτως βλα‐ στάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβο‐ λοῦν φυτόν

pi

2654

πνυτός· ἔμφρων, σώφρων

pi

2655

πόα· βοτάνη ἑκάστη

pi

2656

ποαλίς· εἶδος πικρίδος

pi

2657

ποάστριαι· οὐ μόνον αἱ τὴν πόαν ἐκ τοῦ σίτου, ἀλλὰ καὶ τὴν κα‐ λάμην ἐκτίλλουσαι, καὶ καθόλου αἱ τὰ κατ’ ἀγροὺς μισθοῦ ἐργαζό‐ μεναι

pi

2658

ποδάγρα· τὸ τῶν ποδῶν πάθος, καὶ πάγη

pi

2659

[ποδαγκώνιδας· συκοφάντας, ἢ τοὺς κατὰ τῆς ἀρχῆς τι λέγοντας ἢ πράττοντας]

pi

2660

ποδάνεμοι· ταχεῖς

pi

2661

ποδαπόν· ποταπόν, ὁποῖον

pi

2662

ποδάργης· λευκόπους. ταχύς

pi

2663

ποδάρκεϊ μόσχῳ· .....

pi

2664

ποδάρκης· ὠκὺς τοῖς ποσίν, ἢ ἀρκεῖν δυνάμενος

pi

2665

πόδας ὠκύς· τοῖς ποσὶ ταχύς

pi

2666

ποδαύρου· ἐῤῥωμένου τοὺς πόδας

pi

2667

ποδεῖα· ἐνειλήμματα ποδῶν, ἤγουν φασκίας

pi

2668

πόδες Ἴδης· τὰ ἔσχατα καὶ κατώτατα μέρη. οἱ δὲ δένδρα

pi

2669

ποδηγῶν· ὁδηγῶν, παιδαγωγῶν

pi

2670

ποδηνεκέα[ν]· τελείαν. βαθεῖαν, ὥστε ἀπὸ τῶν ποδῶν μέχρι τοῦ αὐχένος διϊκνεῖσθαι. [τινὲς δὲ τὴν ναῦν

pi

2671

ποδηνεκές· μέχρι τῶν ποδῶν

pi

2672

ποδήνεμος· ὑπόπτερος. ἢ τοῖς ποσὶ ταχεῖα349 in vol. 3

pi

2673

ποδήρης στολή· τὸ εἰς κάτω τοῦ ἱματίου κεκλωσμένον ......

pi

2674

ποδήρης· ἡ ναῦς, ἡ τοῖς ποσὶν ἐρεσσομένη, ταῖς κώπαις. ἤτοι πολύ‐ πους. ἢ μέχρι τῶν ποδῶν ἱμάτια

pi

2675

ποδιάζειν· τὸ ἐπὶ τὸ αὐτὸ ἀναστρέφειν καὶ ὑποστρέφειν

pi

2676

πόδικε· πρόσριψον

pi

2677

ποδίκρα· ὄρχησις πρὸς πόδα γινομένη. Λάκωνες

pi

2678

[ποδίνεμος· ταχύπους καὶ ἀελλόπους]

pi

2679

ποδοκάκη· ὁ ἐν τῷ ξύλῳ δεσμός, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται, οἷον ποδοκατοχή· [τὰ διὰ τῶν ποδῶν εἰλήμματα.] Πλάτων. καὶ ἤτοι ποδοκάκκη, παρεμβεβλημένου τοῦ ἑτέρου (κι) ἢ κατὰ συγκοπὴν ποδο‐ κατοχή

pi

2680

[ποδοκέας· ταχεῖς τοῖς ποσίν

pi

2681

ποδοκείῃ· τῇ τῶν ποδῶν ταχυτῆτι]

pi

2682

ποδὸς ῥυτίς· τὸ τῶν ποδῶν ἕλκεσθαι

pi

2683

ποδοστράβαι· παγίδες, στραγγαλιαί

pi

2684

ποδοστράβη· τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν. ἄλλοι τὴν τοῖς ἐλάφοις ἱσταμένην πάγην

pi

2685

ποδοτρόχαλος· ὁ τῷ ποδὶ τὸν κεραμικὸν τροχὸν κινῶν

pi

2686

ποδώκης· ὠκύς, ταχὺς τοῖς ποσί

pi

2687

ποδώνυχος· ἐσθὴς ἱερὰ τῆς Πανδρόσου

pi

2688

ποεῖν· ποιεῖν

pi

2689

ποηφαγία· βοτανοφαγία

pi

2690

ποθεινή· ἀγαπητή

pi

2691

ποθέεσκεν· ἐπόθει. ἐπεζήτει

pi

2692

ποθέν· ἀπό τινος μέρους. ἢ μεθ’ ὑποκρίσεως ἀντὶ τοῦ οὔτοι

pi

2693

ποθέοντες· ποθοῦντες. ζητοῦντες

pi

2694

ποθεῖ· ζητεῖ. ἐπιποθεῖ

pi

2695

πόθημα· ἀγάπη. καὶ ζήτησις

pi

2696

ποθήνυτο· προσήσθη

pi

2697

πόθι· ποῦ, ὅπου

pi

2698

ποθί· πού. πόθος350 in vol. 3

pi

2699

ποθολκίς· ἡ ἡνία τῶν ὑποζυγίων

pi

2700

πόθος· ἔρως. ζήτησις. ἐπιπόθησις. καὶ φυτόν τι

pi

2701

ποῖ· εἰς τίνα τόπον. τὸ δὲ ποῦ ἐν τίνι τόπῳ

pi

2702

ποῖ γῆς· εἰς ποῖον γῆς τόπον

pi

2703

ποία· [ποίησις.] ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς

pi

2704

Ποιάντιον· Ποίαντος παῖδα

pi

2705

ποιεῖσθαι· προσποιεῖσθαι

pi

2706

ποίη· πόα (πόα δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυ‐ τεία). καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία

pi

2707

ποιεύμην· ἐποιούμην. [ἐπιθεύμην]

pi

2708

ποιήεντα· ποίαν ἔχοντα, σιτοφόρον

pi

2709

ποιήεντι· εὐβοτάνῳ, ἑλώδει

pi

2710

ποιήεσν· βοτάνας ἔχουσαν

pi

2711

ποίην· πόαν. βοτάνην

pi

2712

ποῖ κῆχος· οἷον ποῦ γῆς. εἰς τίνα τόπον

pi

2713

[ποικάζουσαι· σκεπάζουσαι]

pi

2714

ποικίλα· πεποικιλμένα, (κε)καλλωπισμένα

pi

2715

ποικιλεύς· ποικιλτής

pi

2716

ποικιλομήτης· ποικίλα βουλευόμενος, συνετά

pi

2717

ποικίλον ἱμάτιον· ζωγραφητόν

pi

2718

ποικιλόστερνος· ποικιλόβουλος

pi

2719

(*)ποικιλίς· ὄρνις ποιός

pi

2720

ποικιλτικὴν (ἐπιστήμην)· πολυμιταρικὴν τέχνην

pi

2721

ποικίλον· ἀπα(τη)λόν. πυκνόν. συνετόν

pi

2722

ποικίλως· πολυτρόπως

pi

2723

ποιμαντική· ἡ τῶν ποιμένων

pi

2724

ποιμάνωρ· ποιμήν. ἢ βασιλεύς

pi

2725

Ποιμενίδαι· γένος ἐξ οὗ ὁ τῆς Δήμητρος ἱερεύς

pi

2726

*ποιμένα λαῶν· βασιλεὺς τῶν ὄχλων

pi

2727

ποιμήν· βασιλεύς. καὶ ὁ τῶν προβάτων351 in vol. 3

pi

2728

ποινά· ποιά. Λάκωνες

pi

2729

ποιναῖς· ἐφικταῖς, Ἐρινύσι, τιμωρίαις

pi

2730

ποινᾶσθαι· ποινὴν λαμβάνειν, ὅταν ἀντέκτισίν τις λάβῃ. τὸ δὲ αὐτὸ καὶ ῥυσιάζεσθαι

pi

2731

ποινάτορας· τιμωρούς

pi

2732

ποινή· ἀν(τ)έκτισις ἡ ὑπὲρ φόνου διδομένη. καὶ ἡ δωρεά, καὶ τὰ δι‐ δόμενα χρήματα ὑπέρ τινος ἀνῃρημένου τοῖς αὐτοῦ οἰκείοις

pi

2733

ποινηλατήσας· ἐλάσας

pi

2734

*ποινήν· ἀντέκτισιν, τιμωρίαν τοῦ ἐπιτιμίου

pi

2735

ποινήματα· τιμωρήματα

pi

2736

ποιοί· ποταποί, ἢ οἱ ποῖοι

pi

2737

ποιότης· χρῶμα. ἡδονή. νό(σ)τος

pi

2738

ποίου· τίνος

pi

2739

ποιπνυός· θεράπων

pi

2740

ποιπν]ύει· ὑπουργεῖ, διακονεῖ

pi

2741

ποιπνύοντα· ἐνεργοῦντα, θεραπεύοντα

pi

2742

ποιπνύτροισι· σπουδαίοις

pi

2743

ποιπνύων· ἐνεργῶν, θεραπεύων

pi

2744

[ποίσει· φθερεῖ]

pi

2745

ποίφυγμα· σχῆμα ὀρχηστικόν

pi

2746

ποιφύξαι· ἐκφοβῆσαι

pi

2747

ποιφύξεις· ἐκφοβήσεις. καὶ τὸ φυσᾷν καὶ τὸ πνεῖν [ἐκ τοῦ] ποιφύσ‐ σειν

pi

2748

ποιφύσσει· φοβεῖ

pi

2749

ποιῶδες· βοτανῶδες

pi

2750

ποκάδες· τρίχες. ἀπὸ τοῦ πέκεσθαι, ὅθεν καὶ πόκος

pi

2751

πόκος· τὸ ἔριον προβάτου

pi

2752

*πολλὰ χαίρειν φράσας· ἀποταξάμενος

pi

2753

πολέας· πολλούς· ἀπ’ εὐθείας τῆς πολύς, ὡς ταχύς. ἀπὸ δὲ τῆς πολλός πίπτει πολ(λο)ύς. ἀπὸ τῆς πολλόν πολλάκις

pi

2754

πολεῖν· νέμειν. βόσκειν

pi

2755

*πόλ)ι ἄκρ)ι· ἀκροπόλει

pi

2756

πολ]εῖς· πολλούς352 in vol. 3

pi

2757

πόλεις παίζειν· παροιμιῶδες. καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς ψήφοις παιζόντων ταῖς λεγομέναις νῦν μὲν χώραις, τότε δὲ πό‐ λεσι

pi

2758

πολέμαρχος· ἄρχων πολέμων

pi

2759

πολεμίζων· πολεμῶν, μαχόμενος

pi

2760

*πολεμίων· πολεμικῶν

pi

2761

πολεμικόν· μέλος τι τῶν πολεμικῶν τεταραγμένον

pi

2762

πολέμιος· ἐχθρός

pi

2763

πολεμιστήρια· ....... ἐν τοῖς ἀγῶσι. λέγεταί τις ἵππος πολε‐ μιστής

pi

2764

πολέμ(ο)ιο γεφύρας· τὰς συμβο[υ]λὰς καὶ συζεύξεις

pi

2765

πολέμοιο τέρας· σημεῖον πολέμου

pi

2766

πόλεμος· ὁ πάντα διοικῶν λόγος

pi

2767

*πολέες· πολεῖς

pi

2768

πολέμου στόμα· τὸ ἀναλωτικὸν καὶ φθαρτικὸν τοῦ πολέμου

pi

2769

πολεύειν· (σ)τρέφειν. οἰκεῖν. περιέχειν. θεραπεύειν. περιάγειν

pi

2770

πολέος· πολλοῦ

pi

2771

πολέος πεδίοιο· διὰ τοῦ μεγίστου πεδίου

pi

2772

πόληος· πόλεως

pi

2773

πολιά· γῆρας

pi

2774

*πολυβοῦται· πολλὰς ἔχοντες βόας

pi

2775

[πολίετον· ἀκρόπολιν]

pi

2776

πολιῆς· λευκῆς

pi

2777

πολιῆται· πολῖται, ἀστοί

pi

2778

πολιήτας· πολίτας, ἀστικούς

pi

2779

πόλιν· τὴν χώραν

pi

2780

πόλιν Μύνητος· Λυρνησσόν

pi

2781

πολιοῖο· λευκοῦ

pi

2782

πολιόν· λευκόν

pi

2783

πολιόν τε σίδηρον· τὸν λευκὸν καὶ λαμπρόν. ὅταν γὰρ ὁ σίδηρος κλασθῇ, λευκὸς φαίνεται. ἢ τίμιον ἀκουστέον

pi

2784

πολιορκία· φυλακή. περικαθήμενοι. συγκλεισμός. πόρθησις πόλεως

pi

2785

πολιός· γέρων

pi

2786

πολιοῦχοι· οἱ τὴν πόλιν σώζοντες, καὶ οἱ ἄρχοντες αὐτῆς

pi

2787

πόλις· τὴν Σικελίαν, ἀντὶ τοῦ νῆσον

pi

2788

πολίσσαμεν· τὴν πόλιν ἐτειχίσαμεν353 in vol. 3

pi

2789

Πολιτεία· ἢ πόλις. ἢ βίος. [ἢ ὄνομα κύριον]. καὶ ἡ ἀναστροφή. καὶ ἡ πρᾶξις

pi

2790

πολιτεύεται· πράττει. ἀναστρέφεται

pi

2791

πολιτεύμασι· ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσι

pi

2792

πολίτης· ὁ συμπολιτευόμενός τινι καὶ συνών

pi

2793

πολιτικός· ἀστεῖος μετὰ τέχνης τινός, ὁ ἐν πόλει ἀναστρεφόμενος

pi

2794

πολιτογραφεῖ· πολιτικὰ γράφει

pi

2795

πολίχνια· πολύδρ[ε]ια. πόλις

pi

2796

πολίων· πολλῶν. καὶ τῶν πόλεων

pi

2797

πολλά· πολλαχῆ
πολλὰ δέ οἱ κραδίη πόρφυρε

pi

2798

πολλὰ δέ· πυκνῶς, συνεχῶς δέ

pi

2799

πολλαπ)οῦν· πολλαπλασίονα

pi

2800

πολλὰ χαίρειν φράσας· ἀποταξάμενος

pi

2801

πολλαχρόν· καλόν

pi

2802

πολλέων· πολλῶν

pi

2803

πολ]έων· πολυκίνητος

pi

2804

Πόλλιος οἶνος· λευκός

pi

2805

πολλὴ φαρέτρα· πολλοὶ τοξόται

pi

2806

πολλόγειος· ἡ ψιθ[ε]ία σταφυλή

pi

2807

*πολλῷ μᾶλλον· πολλῷ πλέον

pi

2808

πολλοστόν· πολύν. ἢ τυχόν

pi

2809

πολλοῦγε καὶ δεῖ· πολλὰ χρή. οὐδαμῶς

pi

2810

[πολυκρανίη· πολυαρχία]

pi

2811

πολλὸν ἄριστος· κατὰ πολὺ κράτιστος

pi

2812

πόλος· οὐρανός, κόσμος, καὶ ἡ μεταβεβλημένη γῆ εἰς κατασποράν. κύκλος. καὶ τόπος κορυφῆς κυκλοειδής, ἢ ἄξων

pi

2813

πολοῦνται· περὶ τὸ αὐτὸ ἀναστρέφονται354 in vol. 3

pi

2814

πόλτος· τὸ πυανεψίων ἕψημα

pi

2815

πολύ· ἀντὶ τοῦ μέγα

pi

2816

πολυάϊκος· πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος τῶν μαχομένων

pi

2817

πολύαινε· πολλοῦ ἐπαίνου ἄξιε. ἢ πολύμυθε

pi

2818

πολυάϊξ· πολυκίνητε, πολυόρμητε. ἢ πολλὰς ἔχων αἶγας

pi

2819

πολυάνδριον· τάφος πολυχώρητος, μνῆμα

pi

2820

πολυάρ]ητος· πολύευκτος

pi

2821

πολυαρκῶς· τελείως ἀρκῶν

pi

2822

πολύαρνι· πολυθρέμμονι. πολλῶν θρεμμάτων δεσπότης

pi

2823

πολυβέλεμνοι· οἱ ὑπομνηματισάμενοι τὰς πολυστίκτους, ὅτι τὸν Ὀρφέα ἀπέκτειναν πολλοῖς βέλεσιν

pi

2824

πολυβενθέος· πολὺ βάθος ἔχοντος

pi

2825

Πολύβοια· θεός τις ὑπ’ ἐνίων μὲν Ἄρτεμις, ὑπὸ δὲ ἄλλων Κόρη

pi

2826

πολυβότειρα· ἡ γῆ πολλοὺς τρέφουσα καὶ βόσκουσα

pi

2827

πολύβουλος· συνετή

pi

2828

*πολύδοτος· κοχλιοειδής

pi

2829

πολυβοῦται· πολλὰς ἀγέλας ἢ βόας ἔχοντες

pi

2830

πολυβούτης· πλούσιος. ἢ ὁ δημόσιος δοῦλος

pi

2831

Πολύβῳ τροφεῖ· τῷ ἀναθρέψαντι, Πολύβῳ ὄνομα

pi

2832

[πολυγάστονα· πολυστένακτα]

pi

2833

πολυγηθές· πολυχαρές

pi

2834

πολυγηθέες ὧραι· αἱ πολλῆς χαρᾶς αἴτιαι οὖσαι

pi

2835

πολυγηθέος· πολλαχῶς χαίροντος

pi

2836

Πολυγνώτου τοῦ ζωγράφου ὄνος ἐστὶ γεγραμμένος, ἐναντίως ἐπε‐ στραμμένος, κομίζων σκευοφόρον καὶ τὴν μυρσίνην ..... λαγωόν, καὶ ἀνάκειται ἐν τῷ ἀνακείῳ

pi

2837

πολυδαίδαλον· πολύκοσμον, πολυποίκιλον

pi

2838

πολύδακρυ· πολύθρηνον

pi

2839

πολυδάκρυτον· πολλῶν δακρύων αἴτιον

pi

2840

πολυδάμνων· πολλοὺς δαμαζόντων. [ἢ πολυκεντήτων, ποικίλων355 in vol. 3

pi

2841

πολυδειράδος· πολλὰς ἐξοχὰς ἔχοντος, οἷον πολλοὺς τραχήλους καὶ λόφους. Δειρὰ δὲ ὁ τῶν ἀλόγων ζώων τράχηλος, ἐπεὶ ἐκεῖθεν ἐκδέ‐ ρεται

pi

2842

πολυδέσμου· πολυγόμφου. δεσμοὶ γὰρ τῶν νεῶν εἰσιν οἱ γόμφοι

pi

2843

πολυδευκέα φωνήν· πολλοῖς ἐοικυῖαν

pi

2844

πολυδήνεα· πολύβουλον

pi

2845

πολυδίψιον· ἄνυδρον ἢ πολλὰ βεβλαμμένον· ἶψαι γὰρ τὸ βλάψαι καὶ διαφθεῖραι. ἢ πολυπόθητον

pi

2846

πολύδωρος· πολλὰ λαβοῦσα δῶρα. πολύφερνος. πολύεδνος

pi

2847

πολυειδής· ποικίλος

pi

2848

πολυέλικτον· πολύκυκλον ἁδον(ν)

pi

2849

πολύευκτον· τίμιον. πολυπόθητον

pi

2850

πολυζύγῳ· πολυκαθέδρῳ

pi

2851

πολυήρατος· πολύευκτος, ἐπὶ πολλαῖς εὐχαῖς γεννηθείς

pi

2852

πολύηρος· πολυάρουρος. πλούσιος

pi

2853

πολυηχέα φωνήν· τὴν πολλοῖς ἤχοις καὶ μέλεσι χρωμένην

pi

2854

πολύθεστος· πολυαγάπητος. πολύσεπτος

pi

2855

πολύθροον· πολύηχον

pi

2856

πολυθρύλλητα· πεφη(μι)σμένα. ἢ θόρυβον ἐμποιοῦντα, διαβεβοημένα

pi

2857

πολυθύσανε· ‚Ἄρτεμι πολυθύσανε κούρα‛ διὰ τὸ θυσάνοις καὶ αὐτὴν χρῆσθαι· ἢ ὅτι πολλαχόθεν ᾄσσεται, ὡς κυνηγέτις. ἢ πο‐ λυθώϋκτος. ἢ πολυθυσίαστος

pi

2858

[πολυΐακος· πολυόρμητος]

pi

2859

πολύϊδρις· ἐμπειρότατος

pi

2860

πολυκαγκέος· πολυξήρου

pi

2861

*πολυκαγκέα· ἄγαν ξηραντικόν, μεγάλως κατάξηρον

pi

2862

πολυκερδέα· πανοῦργον

pi

2863

πολὺ κέρδιον· πολὺ βέλτιον

pi

2864

πολύκεστος· πολυκέντητος. ἐξ οὗ τὸν ποικίλον δηλοῖ

pi

2865

*πολυκηδές· πολλῶν κακῶν αἴτιον

pi

2866

(*)πολυκηδέος· πολυφροντίστου

pi

2867

πολυκέφαλος· τῶν κιθαρῳδικῶν τι μέλος

pi

2868

πολυκληῖσι· πολυκαθέδροις, πολυζύγοις [λεπίδες] ταῖς ναυσίν, ἀπὸ τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἐρέσσοντας

pi

2869

πολύκλητοι· ἀπὸ πολλῶν ἐπικεκλημένοι τόπων βοηθοί

pi

2870

πολύκμητον· μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ πολὺν κάματον
ἡμῖν παρέχοντα. λέγει δὲ τὸν σίδηρον356 in vol. 3

pi

2871

πολύκνημον· δύσβατον, ὀρεινόν [τραχὺς τόπος

pi

2872

πολύκοινον· πᾶσι κοινόν

pi

2873

πολυκοιρανίη· πολυαρχία

pi

2874

πολύκρημνος· δύσβατος, ὀρεινός .....

pi

2875

πολυκτόνον· πολλοὺς κτεῖνον

pi

2876

*πολυκτήμων· πολλὰ κτήματα ἔχων

pi

2877

πολυκυλίνδητος· πολλαχοῦ κυλιόμενος

pi

2878

[πολυλάϊιστον· πολυλιτάνευτον, πολύευκτον]

pi

2879

[πολύλευκτον· πολυπλάνητον, πανταχοῦ περιφερές]

pi

2880

πολυλήϊον· πλούσιον

pi

2881

πολυλήϊος· πολύπυρος. ἢ πολλὰ βοσκήματα ἔχων

pi

2882

πολύλιστον· πολυλιτάνευτον

pi

2883

πολυμερές· εἰς πολλὰ μεριζόμενον

pi

2884

πολυμέρμερον· πολυμέριμνον

pi

2885

πολυμερῶς· πολυσχιδῶς, δαψιλῶς. πολλὰ σχήματα ἔχων

pi

2886

πολύμηλον· πολυπρόβατον

pi

2887

[πολυμῆναι· πολύβουλε]

pi

2888

Πολυμήστωρ· ὄνομα κύριον

pi

2889

πολυμήτης· πολύβουλος, πολύφρων

pi

2890

πολυμήχανε· συνετέ, πολύτεχνε

pi

2891

Πολυμνήστ)ιον ᾄδειν· εἶδός τι μελο[σ]ποιΐας τὸ Πολυμνήστ(ε)ιον. ἦν δὲ Κολοφώνιος μελοποιὸς ὁ Πολύμνηστος, εὐμελὴς πάνυ

pi

2892

πολυμνήστην· ἀγαθήν, σώφρονα

pi

2893

Πολυμνία· ἡ θάλασσα, ἡ πολὺ φυκίον ἔχουσα. καὶ ὄνομα κύριον

pi

2894

πολύμυθος· φλύαρος. περίεργος

pi

2895

πόλυντρα· ἄλφιτα

pi

2896

Πολύξενος· εἷς τῶν (ρʹ) ἡρώων

pi

2897

πολύξεινος· ἡ γῆ

pi

2898

πολύοπτος· πολυθέατος

pi

2899

[πολυορκῆσαι ] πολιορκῆσαι· κυκλεῦσαι πόλιν στρατῷ

pi

2900

Πολυπαίδης· παρῴδηται ἐκ τῶν Θεόγνιδος· ‚βολβὸν ἐπαινή‐ σω .......‛

pi

2901

πολυπαί(πα)λος αἰθήρ· πεποικιλμένος. οὐχ ὁμαλός

pi

2902

πολυπάμ]ονος· πολλὴν κτῆσιν ἔχοντος

pi

2903

πολυπάμν· πλούσιος, πολλὰ κεκτημένος, πολυχρήμων. Πάμ‐
]ατα γὰρ τὰ χρήματα357 in vol. 3

pi

2904

πολυπενθέος· πολυπαθοῦς

pi

2905

πολυπίδακα· πολλὰς ἀναβολὰς ἔχουσαν, ἤτοι πηγάς

pi

2906

πολυπιδάκου Ἴδης· πολλὰς πίδακας ἐχούσης, τουτέστι ὑδάτων ἐκβολάς, ἢ πολλὰς πηγάς

pi

2907

πολυπήμονα· πολυβλαβῆ

pi

2908

πολύπιστος· ὁ πολλὴν πίστιν ἔχων, ἔμπιστος, ἢ μεγάλην

pi

2909

πολυπλάγκτοις· εἰς πολλὰ μέρη πλανωμένοις

pi

2910

πολυπλάγκτου· πολυπλανήτου, πανταχοῦ περιφερομένου

pi

2911

πολύπλοκος· πολύτροπος

pi

2912

πολύποδες· εἶδος ἰχθύος. ἢ εἶδος φθειρῶν

pi

2913

πολύποδος δίκην αὐτὸς ἑαυτὸν καταφαγών

pi

2914

πολυπράγμων· περίεργος

pi

2915

πολυπτύχου· πολλὰς ἐξοχὰς ἔχοντος. πολυμεροῦς. πολλὰς πτύχας καὶ εὐρυχωρίας ἔχοντος καὶ πολλὰ ἀποκλίματα

pi

2916

πολύῤῥην· ἢ πολυπρόβατος, ἢ πολύαρνος

pi

2917

πολύῤῥην· πολλὰ ῥήνη ἔχων, τουτέστι θρέμματα

pi

2918

πολύῤῥητος· πολύφραστος

pi

2919

*πολυῤῥήτοισι· πολυπόνοις

pi

2920

πολυσκάρθμοιο· πολύποδος, πολυβημάτου. ἐπὶ δὲ νεῶν, πολυκώ‐ που. οἱ δὲ δρομάδος. καὶ πολυπηδήτου, εὐκινήτου, πολυκινήτου

pi

2921

πλουσμαράγοιο· πολυήχου, ἠχητικοῦ

pi

2922

πολύσπειρον· πολυέλικτον

pi

2923

πολυσπερέων· ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων. πολυεθνῶν

pi

2924

πολύστιπτος· πολυπόρευτος

pi

2925

πολύστονα· πολλῶν στεναγμῶν αἴτια

pi

2926

πολυσφέλμου· πολυφλοίου

pi

2927

πολυσχιδῆ· εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον

pi

2928

*πολυσχιδές· πολυμερές

pi

2929

πολυτελῆ· πολυδάπανα, ἢ τὰ πολλοῦ ἄξια, ἤγουν τίμια

pi

2930

πολυτιμητίζειν· [πολλοὺς] τιμᾶν. [ἢ ὑπὸ πολλῶν τιμᾶσθαι]

pi

2931

πολύτλας· ὁ πολλὰ ὑπομείνας. ἢ κακοπαθήσας, πολλὰ ἀνατλάς, τα‐ λαίπωρος

pi

2932

πολυτρήρωνα· πολλὰς περιστερὰς ἔχουσαν

pi

2933

πολυτλήμων· ὑπομονητικός

pi

2934

πολύτροπος· ὁ ἐπὶ πολλὰ τρεπόμενος, ἢ τρέπων τὴν ἑαυτοῦ διά‐ νοιαν ὑφ’ ἕνα καιρόν

pi

2935

πολυτρόπως· διαφόρως, ποικίλως358 in vol. 3

pi

2937

πολυφασίας· πολυλογίας

pi

2936

πολύτορον δέρμα ἐχίνου· ἤτοι διὰ τὰς ἀκάνθας, ἐπεὶ τιτρώσκου‐ σιν· ἢ ἐπεὶ ἐκφύσεις πολλὰς ἔχουσιν

pi

2938

Πολύφημον· πολύφωνον, ἐπιθετικῶς. ἢ ἐκκλησία, ἐν ᾗ πολλαὶ φῆμαι καὶ κλῃδόνες εἰσίν. ἢ ἀπὸ τοῦ πολλὰ φημίζεσθαι καὶ ὁ ἔνδοξος. καὶ κύριον ὄνομα Κύκλωπος

pi

2939

πολυφλοίσβοιο· πολυταράχου, πολυκινήτου

pi

2940

πολυφόρβου· πολλοὺς τρεφούσης ἢ πολλὴν φορβὴν ἐχούσης

pi

2941

πολυφραδέος· πολυκερδοῦς. ἢ λίαν συνετοῦ

pi

2942

πολυφραδέστερον· συνετώτερον. λογιώτερον. πολυκερδέστερον

pi

2943

πολύφρονα· σώφρονα, συνετόν, φρόνιμον

pi

2944

πολύχαλκον· ἰσχυρόν, στερεόν

pi

2945

πολυχανδέα· πολλὰ χωροῦσαν

pi

2946

πολυχε)ρία· πλῆθος ἐργαζομένων καὶ ἀνυόντων

pi

2947

πολύχουν· πολυειδές

pi

2948

πολύχους· πολυφόρος

pi

2949

Πολυώνυμον· τὴν μονάδα οὕτως ἐκάλουν. καὶ ἐπίθετον Ἀπόλλωνος

pi

2950

πολυωπόν· πολύβροχον. πολυόμματον. ἢ πολλὰς ὀπὰς ἔχον

pi

2951

*πολυωρήσεις· φυλάξεις, φροντίδα πολλὴν ποιήσεις

pi

2952

πολυωρεῖ· πολλὴν φροντίδα ποιεῖται. ἐναντίον δέ ἐστιν τὸ ὀλιγω‐ ρεῖν ὀλίγον φροντίζειν. διὸ καὶ τὸν ὀλίγωρον ἀμελῆ λέγουσιν

pi

2953

πολφοί· τὰ ἐκ τῶν χίδρων καὶ τῆς ἐρι(κτ)ῆς ἑψόμενα

pi

2954

*πόμφυκα· τὸν κόγχον

pi

2955

πόμα· πόσις

pi

2956

[πόμαλα· τρόπον τινά]

pi

2957

πομάτεσι· πόμασ(σ)ι

pi

2958

πομμοῦσαν· ὁμιλεῖν

pi

2959

πομπεῖα· τὰ πρὸς τὰς πομπὰς σκεύη. ἢ τόποι, ἐν οἷς τὰ ἐκ τῆς πομ‐ πῆς ἀποτίθεται

pi

2960

πομπεῖ· πομπευτῇ

pi

2961

πομπεύει· κατασχολάζει

pi

2962

πομπεύων· περιάγων. καὶ τὰ ὅμοια359 in vol. 3

pi

2963

πομπή· ἔφοδος. καὶ ἐξαποστολή, παραπομπή

pi

2964

πομπῆες· προπομποί, οἱ προπέμποντες, ὁδηγοί

pi

2965

πομπηγορῶσι· προπέμπουσι

pi

2966

πομπίλος· ποιὸς ἰχθῦς

pi

2967

πομπός· ὁδηγός, προπέμπων

pi

2968

πομποστολεῖ· ἐκπέμπει τὸν πλοῦν

pi

2969

πομποῦ· ὁδηγοῦ

pi

2970

[πομπυσμάτων· συρισμάτων]

pi

2971

[πομποβόλῳ· πέντε ὀβελίσκους .....]

pi

2972

πομπῶν· ὁδηγῶν

pi

2973

πομφαγωγεῖ· τὴν πομπὴν ἄγει

pi

2974

πομφαγεῖται· φυσοῦται. ἀναβράζει

pi

2975

πομφόλυγες· τῶν ἀσπίδων αἱ ἐξοχαί. καὶ ἐν τῷ ὕδατι γενόμεναι οἰδήσεις, ἢ φυσήματα ὕδατος. ἐπὶ τῶν διακενῆς φυσιωμένων λέγεται ἡ λέξις

pi

2976

πομφόλυξ· ὕδατος κάχλασμα. καὶ τῶν ἀσπίδων αἱ ἐξοχαί

pi

2977

πονεῖν· ποιεῖν. ἀσκεῖν. κακοπαθεῖν. ἐνεργεῖν

pi

2978

πονέεσθαι· ἐνεργεῖσθαι. καὶ τὰ ὅμοια

pi

2979

πονέοντο· ἐνήργουν

pi

2980

πονεύμεναι· ἐπειγόμεναι

pi

2981

*πομφυίζεσθαι· αἰσχύνεσθαι

pi

2982

πονήματα· κόποι

pi

2983

πονηρία· ἐπιπονία

pi

2984

πόνηρον· ἐπίπονον. κακοπαθῆ

pi

2985

πόνηρος· τὰ αὐτά

pi

2986

πονηρός· κακός, δεινός, κακοῦργος

pi

2987

πονήσατο· κατειργάσατο

pi

2988

πονίωμεν· πονῶμεν

pi

2989

πόννα· τὸ γράφος. ἢ μάγος

pi

2990

πόννος· μάγος

pi

2991

πόνος· ἄλγος, ἐνέργημα ὀδύνης

pi

2992

πόντια ῥάκ]η· σπόγγοι, ἢ τὰ τούτων σπαράγματα

pi

2993

ποντινοί· σπόγγοι

pi

2994

ποντοβρόχους· ὑπὸ θαλάσσης βρεχομένους

pi

2995

ποντόθεν· ἐκ πελάγους360 in vol. 3

pi

2996

πόντος· θάλασσα, πέλαγος

pi

2997

ποντοπόροιο· θαλασσοπλόου

pi

2998

ποντοπόροις· θαλασσοπλόοις

pi

2999

ποντοπόροισι· πλωταῖς

pi

3000

ποντοπόρος· πέλαγος διαπορευομένη, πελαγοδρόμος

pi

3001

πόντου Ἰκαρίοιο· τοῦ Ἰκαρίου πελάγους, ὅπερ ὠνομάσθη ἀπὸ Ἰκά‐ ρου, τοῦ Δαιδάλου παιδός, πεσόντος εἰς αὐτὸ καὶ ἀποθανόντος

pi

3002

πόντῳ κεκλιμένοι· περιεχόμενοι ὑπὸ τῆς θαλάσσης

pi

3003

πόνῳ πονηρός· κακίᾳ κακὸν προσέπεσεν, ὡς ἀγαθὰ ἀγαθῷ

pi

3004

πόπανα· πλακούντια ἀπὸ ἄρτου

pi

3005

πόπαρ· πατήρ. καὶ πατρὸς πατήρ

pi

3006

πόποι· παπαί. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, οἱ δαίμο‐
νές εἰσι πόποι· καὶ ἔστιν· ὦ δαίμονες

pi

3007

ποπ)ύσματα· κολακεύματα

pi

3008

πόρ· ποῦς. Λάκωνες

pi

3009

πόρδαλις· ὁ ἄρσην, ἡ δὲ θήλεια πάρδαλις. ὁ μὲν ἀπὸ τοῦ προα‐ λέσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλεσθαι

pi

3010

Πορδοσελήνη· μεταξὺ Λέσβου καὶ Μυσίας νῆσος

pi

3011

πόρε· παρέσχε

pi

3012

πορεῖν· δοῦναι

pi

3013

*πόρε· περιεποίησε, παρέσχε

pi

3014

*πόρεν οἱ ἐπιεικές· παρέσχεν αὐτῷ τὸ πρέπον

pi

3015

πορεύου· ἄπιθι, ὕπαγε

pi

3016

πορεύς· πορθμεύς

pi

3017

πορεῦσαι· πέμψαι, ἀγαγεῖν

pi

3018

πορεύσατε· ἄγετε

pi

3019

πορθεῖν· προνομεύειν, ὀλλύειν

pi

3020

πορθεῖται· [ἀναλίσκειν

pi

3021

πόρθησις· ἐρήμωσις, καθαίρεσις, ἁρπαγή

pi

3022

πορθμεύς· κωπηλάτης

pi

3023

πορθμεύ]εσθαι· διαβαίνειν. πλέειν

pi

3024

πορθμῆες· πορθμεῖς καὶ πορθμῆς· πορθμεῖς. καὶ ὄνειροι οἱ δια‐ πορεύοντες

pi

3025

πορθμεῖον· σκαφίδιον διαπερ(αι)οῦν μισθῷ361 in vol. 3

pi

3026

πορθμός· στενὸν θαλάσσης ἐν μέσῳ τῆς γῆς. διαπέραμα

pi

3027

πορθμῷ· διαπεράματι

pi

3028

Πορθόμιν· γένος ἐπιφανές

pi

3029

πόρθος· πτόρθος, κλάδος, βλαστός

pi

3030

πορθυγγίς· σπατίλη. τρίβολον

pi

3031

Ποριεῖς· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς

pi

3032

πορίζει· κερδαίνει

pi

3033

*πορεία· ὁδοιπορία

pi

3034

πόριμον· εὐπόριστον. πορευτόν

pi

3035

πορισμός· μηχάνημα

pi

3036

πόριπα· πόρτις. ποριστής

pi

3037

πορίσονται· περιποιήσονται

pi

3038

πορίσω· κατασκευάσω

pi

3039

πόρκας· ἐλάφους. ἢ ταχύ

pi

3040

πόρκης· δακτύλιος

pi

3041

πόρκος· κύρτος. τινὲς δὲ τὸν ἁλιευτικὸν κύρτον ἀποδιδόασιν

pi

3042

πορνάμεν· πωλεῖν

pi

3043

πορνάμεναι· κεντούμεναι. πωλούμεναι

pi

3044

πορν]οκόπος· ἑταιροτρόφος. πόρνος

pi

3045

πόρνῳ· παιδὶ ὡραί(ῳ)

pi

3046

πόροι· ποταμοί

pi

3047

πόροις· χαρίσαιο

pi

3048

πόροις· ὁδοῖς

pi

3049

πόρος· ὁδός, τρίβος. ἢ τὸ τοῦ ποταμοῦ ῥεῦμα. οἱ δὲ τὴν διάβασιν αὐτοῦ. οἱ δὲ τὰς γεφύρας. καὶ ἀφορμή

pi

3050

πόρπαμα· χλαμύς

pi

3051

πόρπαξ· ἡ λαβὴ τοῦ ὅπλου

pi

3052

πόρπη· [ὁ ἀνοχεὺς τῆς ἀσπίδος, εἰς ὃ ὁ πῆχυς ἀνίεται,] ἢ φίβλα. καὶ τῆς χλανίδος ἡ περόνη

pi

3053

πόῤῥω· πόῤῥωθεν, μακρόθεν

pi

3054

’ποῤῥώξ· ἀπόῤῥοια362 in vol. 3

pi

3055

πόῤῥω τέχνης· ὅμοιον τῷ σφοδρῶς ἐνέχεσθαί τινι

pi

3056

πορσαίνει· κοσμεῖ. θεραπεύει. κατασκευάζει

pi

3057

*πορσανέουσα· ἑτοιμάσουσα. ἐπιμελησομένη

pi

3058

πορσαίνεσκον· διήγειρον. παρεσκεύαζον

pi

3059

πορσανέων· εὐτρεπίζων

pi

3060

*πορσανέουσα· εὐτρεπίζουσα. στρωννύουσα. παρασκευάζουσα

pi

3061

πορσῦναι· παρασκευάσαι πορίσαι. εὐτρεπίσαι

pi

3062

πόρσυνε· διήγειρε. παρεσκεύασεν

pi

3063

πορσύνεται· ὁδεύεται

pi

3064

πορσύνουσα· ἐρεθίζουσα

pi

3065

πορσύνων· παρασκευάζων, ἑτοιμάζων. ἐρεθίζων

pi

3066

πορσώτατα· τὰ πόῤῥω καὶ μακράν

pi

3067

πόρσω· ἔμπροσθεν, ἢ πόῤῥωθεν ἐγγίσαι

pi

3068

πορτάζει· δαμαλίζεται

pi

3069

[πόρτα· πόρτα, θύρα πόλεως ἢ αὐλῆς οἴκου]

pi

3070

πορτάκι]ον· μοσχίον

pi

3071

*πόρτακι· μόσχῳ. ἢ δαμάλ(ε)ι

pi

3072

πόρτακος· ὦμος

pi

3073

πόρταξ· ἄῤῥην βοῦς. τινὲς δάμαλιν, ἄλλοι νεογνόν, οἱ δὲ μόσχον

pi

3074

[πορτικός· στοά]

pi

3075

πόρτις· δάμαλις, ἢ νέα βοῦς

pi

3076

πορτιφόροι· οἱ αἴροντες τὰ κόῤῥοια ἐπὶ τῶν ὤμων

pi

3077

*πορτμίς· κατὰ τὴν ὀμφαλόν

pi

3078

πορύνωμεν μᾶζαν· τῇ χειρὶ προσπιέζωμεν

pi

3079

πορύναν· μαγίδα

pi

3080

πορφίτῳ· περόνῃ

pi

3081

πορφύρει· ταράττεται. φροντίζει. μελανίζει

pi

3082

πόρφυρεν κραδίη· ἐμερίμνα ἡ καρδία

pi

3083

πορφύρεον· πόρφυρον. μέλαν363 in vol. 3

pi

3084

πορφύρεος θάνατος· ὁ μέλας. καὶ βαθύς. καὶ ταραχώδης

pi

3085

πορφύρεται· διαλογίζεται

pi

3086

*πορφύρει· μελανίζει. ταράττει. πορφυρίζει

pi

3087

πορφυρίων· εἶδος ὀρνέου. καὶ ἰχθῦς. καὶ ὄρνις ποιός

pi

3088

πορφύροντες· κακοτεχνοῦντες

pi

3089

πορφυρώματα· τῶν ταῖς θεαῖς τυθέντων χοίρων τὰ κρέα

pi

3090

πόρωσι· χαρίσονται. δώσουσιν

pi

3091

ποσαπλῶς· πολλαχῶς. ἀναριθμήτως

pi

3092

ποσαχῶς· κατὰ πόσους τρόπους, πολλαχῶς

pi

3093

[ποσάως, μερικῶς]

pi

3094

πόσε· ποῖ. ποῦ

pi

3095

πόσθη· τοῦ αἰδοίου τὸ δέρμα

pi

3096

πόσθιον· αἰσχρόν. ἀνδρεῖον

pi

3097

πόσθων· πόσθην τὸ ἀνδρεῖον αἰσχρὸν λέγουσι. πόσθωνας δὲ παρὰ τοῦτο τοὺς παῖδας, τινὲς δὲ τοὺς ψώλωνας, ἄλλοι μωροὺς ἢ παιδαριώδεις

pi

3098

*ποσ(.)ί· τοῖς ποσί

pi

3099

*πόσιας· τοὺς ἄνδρας

pi

3100

*ποσὶ δατεῦντο· ἰσχυρῶς τοῖς ποσὶ περιεπάτουν

pi

3101

Ποσειδάων· Ποσειδῶν

pi

3102

Ποσείδεα· ἑορτὴ Ποσειδῶνι τελουμένη

pi

3103

*Ποσ]ιδήϊον· τὸ τοῦ Ποσειδῶνος

pi

3104

πόσιν· ἄνδρα

pi

3105

πόσιος· πότου

pi

3106

πόσιος· ἀνδρός

pi

3107

πόσις· πόμα. ἀνήρ. πότος ἢ οἴνου ἢ ὕδατος

pi

3108

ποσότης· ἀριθμός. μέτρον

pi

3109

ποστημόριον· ὀλίγον μέρος

pi

3110

πόστον· πόσον

pi

3111

πόστος· ποῖος

pi

3112

ποσῶς καὶ πή· μερικῶς

pi

3113

ποταμηδόν· δίκην ποταμοῦ364 in vol. 3

pi

3114

ποτανόν· πτηνόν, πετεινόν

pi

3115

ποτάγχυμεν· προσορμίζομεν

pi

3116

ποταίνιον· νέον, πρόσφατον. οἱ δὲ σύνεγγυς

pi

3117

ποταμός· ὁ ὠκεανός. καὶ τὸ ὑγρόν. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἐπὶ τοῦ ἥπατος σημεῖον

pi

3118

ποταμόχωστος· γῆ τις· ἀπὸ τοῦ συμβαίνοντος

pi

3119

πόταρος· γνώριμος

pi

3120

ποτᾶται· πέταται

pi

3121

ποτεκλεπτόμαν· προσεπορευόμην

pi

3122

ποτεκχετήρια· τορνευτήρια

pi

3123

πότερον· ὁποῖον ἓν ἐκ τῶν δύο, ἢ ἆρα ποῖον τῶν δύο

pi

3124

πότερον· ἓν ἐκ δύο, ἕν

pi

3125

πότερος· ἕτερος

pi

3126

ποτή· ποτηνή. πτηνή

pi

3127

πότημα· ποτήριον. ἢ ὁ πότος αὐτός

pi

3128

ποτήν· ἰδέαν. οἱ δὲ πτῆσιν

pi

3129

ποτήρ· μέτρον ποιόν

pi

3130

ποτητύν· τὸ πίνειν

pi

3131

ποτί· πρὸς τί

pi

3132

ποτὶ γαίῃ· πρὸς τῇ γῇ

pi

3133

*ποτὶ δέ· πότε δέ

pi

3134

Ποτίδαια· ὄνομα πόλεως

pi

3135

ποτιδέγμεναι· προσδεχόμεναι

pi

3136

ποτιδέγμενοι·] οἴνῳ δαμασθέντες

pi

3137

ποτιδέγμενος· προσδεχόμενος

pi

3138

ποτιδέρκεται· προσβλέπεται

pi

3139

πότιδε· φάναι, ἐκφάναι

pi

3140

ποτιδόρπια· προσσίτια

pi

3141

ποτὶ ἑσπέρᾳ· πρὸς τῇ ἑσπέρᾳ

pi

3142

ποτίκρανον· π(ρ)ό(σ)κρανον, τὸ προσκεφάλαιον. καὶ τὸ δερμάτινον
ὑπηρέσ[σ]ιον, ἐφ’ οὗ καθέζονται οἱ ἐρέσσοντες365 in vol. 3

pi

3143

ποτιόσσεται· προσδοκᾷ

pi

3144

[ποτὶ πλάδεσσιν· ἐπὶ ταῖς θαλασσίαις (πέτραις)]

pi

3145

ποτιρόμενος· ἐρωτῶν. ἢ μαινόμενος

pi

3146

ποτὶ φῦλα· πρὸς τὰ ἔθνη

pi

3147

ποτὶ χόρτον· πρὸς ᾠκοδομημένον τοῖχον

pi

3148

πότμον· μόρον, θάνατον

pi

3149

πότμος· μόρος. ἢ κατασκευή

pi

3150

πότμῳ· μόρῳ κατασκευαστῷ

pi

3151

πότνα· πότνια, σεβαστή, ἔντιμος. ἢ φίλη[μα]. καὶ δέσποινα. καλή. με‐ σήτρια

pi

3152

ποτνιᾷ· ἱκετεύει, παρακαλεῖ

pi

3153

πότνια γῆ· καλὴ γῆ

pi

3154

ποτνιάδες· αἱ Βάκχαι. ἀντὶ τοῦ μαινάδες καὶ λυσσάδες, μανίας αἴτιαι

pi

3155

ποτνιάζου· εὔχου, παρακάλει

pi

3156

[ποτνιάζειν· τὸ παιδικοῖς χρῆσθαι. πότνιον γὰρ τὸν δακτύλ(ι)ον λέγουσι]

pi

3157

ποτνιᾶται· ἐπικαλεῖται. δυσωπεῖ. παρακαλεῖ

pi

3158

ποτνιῶμαι· θεοφοροῦμαι. ἐξιλεοῦμαι, παρακαλῶ. δυσφορῶ. μετ’ οἰμω‐ γῆς ἱκετεύω

pi

3159

ποτοῖο· ποτοῦ

pi

3160

ποτόμφει· προσόζει

pi

3161

πότος· εὐωχία, ἄριστον, δεῖπνον. ἢ αὐτὸ τὸ πιεῖν

pi

3162

ποτωμένας· διατριβούσας

pi

3163

ποτῶνται· πέτονται

pi

3164

ποῦ· ἐν ἴσῳ τῷ οὐδαμῶς. ἢ ἀντὶ τοῦ ποῦ πότε, ἀλλαχοῦ

pi

3165

πούανοι· κύαμοι ἑφθοί, ὄσπριον

pi

3166

ποῦ κῆχος· πῆ γῆς, εἰς τίνα τόπον. καὶ ποῦ ἄγχι

pi

3167

πο)λυβότειρα· πολλοὺς βόσκουσα καὶ τρέφουσα

pi

3168

πο)λὺν ἐφ’ ὑγρήν· ἐπὶ πολλὴν θάλασσαν· ὑγρὰν γὰρ αὐτὴν εἶπεν
πρὸς ἀντιδιαστολὴν τῆς γῆς ξηρᾶς οὔσης366 in vol. 3

pi

3169

πο)λύπους· τι μέρος τοῦ ἁρματ(ε)ίου τροχοῦ καὶ τῶν ἀμπέλων

pi

3170

πο)λύποδος δίκαν· ὅτι αὐτὸς τὰς ἑαυτοῦ πλεκτάνας ἐσθίει

pi

3171

ποῦμμα· ἡ τῆς χειρὸς πυγμή

pi

3172

πουνιάζειν· παιδικοῖς χρῆσθαι· πούνιον γὰρ ὁ δακτύλιος

pi

3173

*ποῦ νύ τοι· ποῦ δή σοι

pi

3174

πούρδαιν· μαγειρεῖον. Λάκωνες

pi

3175

πουρέακος· κρίκος σιδηροῦς τετρυπημένος, καὶ ἧλον ἔχων ἐν τῷ τρυ‐ πήματι στρεφόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. Πουστάκους. ὡς Ἀριστοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν

pi

3176

*ποῦ τοι τόξον· ποῦ σοι ἡ διὰ τόξων ἐμπειρία

pi

3177

ποῦ)ριν· σαπρόν

pi

3178

πουφορούζεται· σικχαίνει

pi

3179

[πρ.άγει· ὑπερέχει. ὑπερβάλλει. διαφέρει]

pi

3180

πράγματα· δυσχέρειαι

pi

3181

πραγματεία· σύγγραμμα βίβλου ἢ λόγων

pi

3182

πραγμάτοιν· πράγματα δυϊκῶς

pi

3183

πραγορίτης· οἶνός τις

pi

3184

πραθεῖν· πορθῆσαι. ἐξελεῖν

pi

3185

πραθενεύεσθαι· θρασύνεσθαι. ἐπαγγέλλεσθαι λόγοις

pi

3186

[πραιέναι· ἐλθεῖν]

pi

3187

πραίκων· κήρυξ

pi

3188

πραῖνοι· πρηνίζειν. καταστρέφειν367 in vol. 3

pi

3189

πράκες· Ἀρίσταρχος κλανίαι. ἔλαφοι. ἀπεδόθησαν δὲ φρατριαὶ ἀνδρῶν διαβεβλημένων ἐπὶ μοχθηρίᾳ

pi

3190

πράκνον· μέλανα

pi

3191

πρακτικόν· ἀνυστικόν

pi

3192

Πράκτιον· πόλις Τροίας

pi

3193

πράκτορες· ἀπαιτηταί

pi

3194

[πράληξ· ὁ λίαν ἀγροῖκος]

pi

3195

πράμνη· δίκελλα. ἄμπελος

pi

3196

Πράμνιος οἶνος· ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἔστι δὲ ἐγκώμιον οἴνου. καὶ σκληρὸς οἶνος

pi

3197

πρανές· κατάβασις. καὶ πρανής

pi

3198

πρανῆ· κοῖλα

pi

3199

πρανιχθέντα· πεσόντα ἐπὶ στόμα

pi

3200

πρανόν· τὸ κατωφερές, πρανές

pi

3201

πρανώ· ἀκρίδος εἶδος

pi

3202

*πρᾷος· συνετός. ἥσυχος

pi

3205

Πραξιεργίδαι· οἱ τὸ ἕδος τὸ ἀρχαῖον τῆς Ἀθηνᾶς ἀμφιεννύντες

pi

3203

πράξεις· βίοι. ἢ διαθῆκαι

pi

3204

Πραξιδίκη· δαίμονά τινά φασι τὴν ὥσπερ τέλος ἐπιτιθεῖσαν τοῖς τε λεγομένοις καὶ πραττομένοις. διὸ καὶ τὰ ἀγάλματα κεφαλὰς γίνεσθαι καὶ τὰ θύματα ὁμοίως

pi

3206

πράξ]ιν λάβοι ........

pi

3207

πρᾶξις· ἀπαίτησις. ἄνυσις, ἢ ἔργου ποίησις. ἢ βίος

pi

3208

πραπίδες· φρένες. ἢ ὁ τόπος, ὅπου αἱ φρένες. διάνοιαι

pi

3209

πραπίδεσσι· φρεσί, διανοίαις

pi

3210

πραπίδων· φρενῶν, διανοιῶν

pi

3211

πραπίς· φρήν, διάνοια

pi

3212

πράσα· τὰ βρύα καὶ τὰ φυκία

pi

3213

πρασιαί· αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ τὸ ἐπὶ πέρασι τῶν κήπων

pi

3214

πρᾶσις· ἀγορασία

pi

3215

πρασοκουρίς· ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα368 in vol. 3

pi

3216

πρασόργην· δρέπανον, ᾧ τὰ πράσα κείρουσιν

pi

3217

Πράστιλλος· πόλις Θρᾳκίας

pi

3218

πρατάνιον· μαλλόν

pi

3219

πρατασία· κατευχὴ ἀρχομένης ἀροτριώσεως

pi

3220

πρατήνιον· τὸ ὕπερον. Ἀττικοί. καὶ ἡλικία τις προβάτου νέου· ὡς δὲ ἔνιοι τοῦ πρώτου γεννωμένου, οἱ δὲ ἐνιαυσιαίου, ἄλλοι ἀρχομέ‐ νου συνουσίας

pi

3221

πρατίας· ὁ τὰ δημόσια πωλῶν καὶ κηρύσσων

pi

3222

πράττει· μέλλει. ἐργάζεται

pi

3223

πρατά· ἡ νουμηνία

pi

3224

πραϋμενῶς· προθύμως. πράῳ τῷ μένει χρώμενος

pi

3225

πραΰνει· κατασιγαίνει. κατακοιμίζει

pi

3226

πραΰνεται· μαλάσσεται

pi

3227

πραϋπάθειαν· πραΰτητα

pi

3228

πρᾴως· ἡμέρως

pi

3229

πρεκνόν· ποικιλόχροον ἔλαφ]ον

pi

3230

πρέμνα· τὰ ἰσχυρὰ στελέχη τῶν καταβλαστημάτων

pi

3231

πρέμνια· τὰ πάχος ἔχοντα ξύλα

pi

3232

πρεμνιάσαι· ἐκριζῶσαι

pi

3233

πρέμνον· στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ τὸ τῆς ἀμπέλου πρὸς τῇ γῇ πρέμνον

pi

3234

πρέμνον ἑστίας· τῆς οἰκίας θεμέλιος

pi

3235

Πρεμνουσία· κρήνη ἐν τῇ Ἀττικῇ

pi

3236

πρέπις· ὡμοίωσαι

pi

3237

πρέπον· ὅμοιον. μέτριον. συμφέρον. ὡραῖον. ἄριστον

pi

3238

πρέπον· τέρας. Κύπριοι

pi

3239

πρεπτά· φαντάσματα, εἰκόνες

pi

3240

πρέσβα· ἔντιμος, πρεσβυτάτη, σεμνή

pi

3241

πρεσβεῖα· κράτη. καὶ ἀρχιερεῖα, καὶ ἀρχιὰ καὶ ἱερά

pi

3242

πρεσβείη· τιμὴ μείζων

pi

3243

πρέσβειρα· προτιμητή. ἀρχηγέτις369 in vol. 3

pi

3244

πρέσβεις· γέροντες. βασιλεῖς ἄρχοντες, προτιμούμενοι. καὶ οἱ πρε‐ σβευταὶ μεσῖται, ἀπόστολοι [ἢ] ἕνεκεν εἰρήνης

pi

3245

πρεσβεύειν· προτιμᾶν, ἄρχειν. μεγαλύνειν

pi

3246

πρεσβεύοντες· αἰτοῦντες, παρακαλοῦντες. λέγοντες

pi

3247

πρεσβήϊον· πρεσβεῖον, κατὰ τιμήν, τίμημα. ἀπὸ τούτου καὶ οἱ πρεσβῦται ἔντιμοι

pi

3248

πρεσβυγένεια· παλαιοτέρα γένεσις

pi

3249

πρέσβυς· γέρων. καὶ ὄρνις ὁ τρόχιλος

pi

3250

πρεσβυτάτη· ἐντιμοτάτη

pi

3251

πρεσβύτερος· μείζων. φρονιμώτερος

pi

3252

πρεσβύτερος Κόδρου· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν

pi

3253

πρεσβύτης· γέρων. ἡλικία τις

pi

3254

.......· πρέσβυς. [αἰοράνομος

pi

3255

*πραιτώριον· τόπος, ἔνθα συνάγεται ὁ λαός

pi

3256

πρευμενές· ἵλαον, εὔνουν, πρόθυμον

pi

3257

πρευμενοῦς ........· πρᾶον

pi

3258

πρέψας· εἰκασμένος, εἰκασθείς

pi

3259

πρηγορεών· τῶν ὀρνέων ὁ πρόλοβος, ὅτι προσυλλέγεται ἐν αὐτοῖς τὰ σιτία

pi

3260

πρηγορεύων· προαγορευτής, ἢ δημοκόπος

pi

3261

πρῆθμα· πολύποδος κεφαλή. ἔνιοι πλεκτάνη

pi

3262

πρήϊον· πρότερον

pi

3263

πρηκτῆρα[ι]· δραστῆρα. ποτὲ δὲ ἔμπορον·
πρηκτῆρά τε ἔργων· ἃ δεῖ πράττειν δηλοῦντα

pi

3264

πρημάδες καὶ πρῆμναι· εἶδος θυννώδους ἰχθύος

pi

3265

[πρήν· ταῦρος]

pi

3266

πρηνέα[ς]· ἐπὶ πρόσωπον370 in vol. 3

pi

3267

πρηνής· ἐπὶ πρόσωπον πεπτωκώς· ἀπὸ τοῦ ἐπὶ τὴν νεὼν πεπτωκέ‐ ναι, νέον δὲ ἤδη

pi

3268

πρήνιξε· κατέβαλεν

pi

3269

πρηνιχθέντα· ἐπὶ πρόσωπον καὶ ἐπὶ στόμα πεσόντα

pi

3270

πρῆξαι· πρᾶξαι

pi

3271

πρῆξαι δ’ ἔμπης· πρᾶξαι δ’ ὅμως

pi

3272

πρῆξις· ἄνυσις

pi

3273

πρηροσία· θυσία Ἀθήνησι

pi

3274

πρῆσαι· φλέξαι, φυσῆσαι, ἐμπρῆσαι·
πυρὸς δηΐοιο θύρετρα καί·
δάκρυ’ ἀναπρήσας
5ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους πεπρη‐ μένους φαμέν

pi

3275

πρῆσεν· ἔκλαεν. ἐφύσησεν. ἐκόλπωσεν. ἐνέπρησεν, ἔφλεξε

pi

3276

πρηστήρ· σφοδρὸς ἄνεμος. καὶ ὄφεώς τι εἶδος. καὶ τὰς ἐκ πλαγίου τοῦ τραχήλου ἡμῶν φλέβας πρηστῆράς φασιν. ἢ πῦρ ἀπὸ τοῦ οὐ‐ ρανοῦ

pi

3277

πρητῆνας· τοὺς ἐνιαυσίους ἄρνας

pi

3278

πρηών· τὸ ὑπερέχον

pi

3279

πριάμενος· ἀγοράσας, ὠνησάμενος. [καὶ ὄνομα κύριον]

pi

3280

πριαμωθήσομαι· ξυρήσομαι. ἐπειδὴ τὸ τραγικὸν τοῦ Πριάμου πρόσ‐ ωπον ξυρίας ἐστίν

pi

3281

πρίατο· [ἀγοράσειεν

pi

3282

πρίεται· φυσ(ι)οῦται

pi

3283

Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως· Ἑλλησποντιακῆς. τὸν Πρίαπον τὸν Διονύσου καὶ Περκώτην φασὶν οἰκίσαι

pi

3284

[πριμικήριος· ὁ πρῶτος τῆς τυχούσης τάξεως

pi

3285

πριμιλιγίων· τιμίων]

pi

3286

πρίν· πρότερον

pi

3287

πρὶν ἐγκύρσαι (δύᾳ)· πρὶν πλησιάσαι τῆς κακοπαθείας

pi

3288

πρίν μιν· πρὶν αὐτόν, ἢ αὐτήν

pi

3289

[πρινής· ἐπὶ πρόσωπον πεσών]371 in vol. 3

pi

3290

πρινοκόπος· κοπῶν

pi

3291

πρίονας· χερῶν τοὺς δεσμούς

pi

3292

πρίοπες· τὰ ὑγιῆ ἔχοντα

pi

3293

[πριούατον· τόπος ἐργαστηρίου]

pi

3294

πρισμοῖς· ταῖς βιαίοις κατοχαῖς

pi

3295

πρίστης· ῥίνη. πρίων

pi

3296

πρίω· ἀγόρασον

pi

3297

πρίων· ἀγοράζων

pi

3298

πριώμασι· πρίσμασι

pi

3299

πρό· τό τε σύνηθες·
καρπαλίμως πρὸ νεῶν ἐχέμεν καὶ ἀντὶ τοῦ ἀπό·
ὄψου (τ’) ἄσαιμι προταμών

pi

3300

προάγεσθαι· ἐπεξεργάζεσθαι

pi

3301

προαγαγών· .....

pi

3302

προαγεύων· προξενῶν

pi

3303

προάγομαι· προέρχομαι

pi

3304

προάγομεν· προφέρομεν, προτρέπομεν

pi

3305

προαγορεύσας· προειπών, προφητεύσας, προξενήσας. [καὶ ἡ ἐπ’ αἰσχροῖς ἐπὶ τὸ πορνεῦσαι προάγουσά τινας

pi

3306

προαγόρευσις· προφητεία

pi

3307

προάγων· ἀρχόμενος

pi

3308

προαγωγός· διδάσκαλος κακῶν. καὶ μαστροπός. μόνος. μαυλιστής

pi

3309

προαθύροντες· προσπαίζοντες

pi

3310

προαιρεῖται· προκέκληται. προτιμᾶται

pi

3311

προαίρεσις· ἐπιλογὴ καλοῦ ἢ κακοῦ

pi

3312

προακτικόν· προβαῖνον

pi

3313

προαλεῖ· καταφερεῖ, καταβατῷ

pi

3314

προαλεστάτην· προπετεστάτην, προχειροτάτην

pi

3315

προαλής· προπετής, πρόχειρος

pi

3316

προαμείψασθαι· προαλλάξασθαι. παρελθεῖν

pi

3317

προαμεῦσαι· ὁμοίως

pi

3318

προαμευτής· ἐργάτης προηγούμενος372 in vol. 3

pi

3319

προαναθρήσας· προσιδών

pi

3320

προαναθρούσης· προαναβλεπούσης

pi

3321

προαναθρώσκειν· προπηδᾶν

pi

3322

προανακρούεται· ἀναχαιτίζει

pi

3323

προανάσχοι· προανεκτείνει(ε)

pi

3324

προαπίδων· φρενῶν, διανοιῶν

pi

3325

προαρτᾷ· προαρμόζει, προτείνει

pi

3326

προασπιστής· πρόμαχος, βοηθός

pi

3327

[προάστεων καὶ] προάστειον· πρὸ τῆς πόλεως

pi

3328

)ροαύλια· τὰ προαυ[τῶν]λήμ[μ]ατα. ὥσπερ προάμβουλα τὰ προκιθαρίσματα

pi

3329

προβαλῖ· ἐρωτήσει

pi

3330

προβαλ]εῖν ἄρνα· πόλεμον ἐπαγγεῖλαι

pi

3331

προβαλοῦ· ἐρώτησον

pi

3332

*προβαλλομένοις· ἐρωτῶσιν

pi

3333

*προβαλοίμην· ὑπερβαλοίμην

pi

3334

προβαλ)ός· ἀσπίς

pi

3335

προβάς· ὑπερβάς

pi

3336

πρόβασι· βοσκήμασι

pi

3337

πρόβασις· ἡ τῶν βοσκημάτων κτῆσις

pi

3338

πρόβατα· τὰ τετράποδα. ἀπὸ τοῦ πρὸ τῆς βάσεως πρόβασιν ἔχειν ἑτέραν τῶν ἔμπροσθεν ποδῶν πρὸς τὰ ὀπίσθια

pi

3339

πρόβατα πεδιά· τὰ ἐπὶ νομὴν ἐκπεμπόμενα

pi

3340

προβατήματα· πρόβατα

pi

3341

προβατοπώλης· οὕτω κωμῳδεῖται Λυσικλῆς προβατοκάπηλος γήμας Ἀσπασίαν τὴν πόρνην

pi

3342

προβέβηκας· ἀριστεύεις. προκόπτεις

pi

3343

προβέβουλα· προκέκρικα, προέκρινα

pi

3344

προβιβάζεται· προκόπτει

pi

3345

προβιβάς· προβαίνων

pi

3346

προβιβάσαντα· προάξαντα

pi

3347

προβιβασθείς· προαχθείς. [πραχθείς]

pi

3348

προβιβάσθων· προβαίνων373 in vol. 3

pi

3349

*προβιβάσις· πρ[ο]άξεις

pi

3350

πρόβλημα· πρόλογος

pi

3351

*προβλῆ[μαι· ἐξέχοντι

pi

3352

προβλῆτας· τὰς ἔξω προβεβλημένας τοῦ τείχους
στήλας τε προβλῆτας ἐμόχλε[υ]ον

pi

3353

προβλώσκειν· προμολίσκειν. προέρχεσθαι. προπορεύεσθαι

pi

3354

προβόλιον· σιβύνη, ἔχουσα μετὰ τὴν ἀκμὴν προβολάς. ἢ σπυρίς

pi

3355

πρόβολοι· λίθοι

pi

3356

πρόβολος· πρόμουλος. πρόμαχος. προνοητής. κυβερνήτης. ἱερεύς. [καὶ τὸ τῶν σιτίων δοχεῖον]. καὶ ὁ εἰς τὴν θάλασσαν προβεβλημένος λί‐ θος [τῇ πέτρᾳ. οἱ δὲ ῥάβδος

pi

3357

προβόλων· λίθων

pi

3358

*προβολή· ἐξοχή

pi

3359

πρόβονεν· ἐπέρανεν

pi

3360

προβοσκίς· τὸ ἐκτεταμένον καὶ προβεβλημένον τῆς ὄψεως τοῦ ἐλέ‐ φαντος

pi

3361

πρόβουλος· ἔξαρχος τοῦ βουλευτηρίου. ἢ ὁ προσκεπτόμενος

pi

3362

προβοῶντες· προφωνοῦντες. ἐγκελευόμενοι. προβαίνοντες

pi

3363

πρὸ γὰρ ἧκε· προέπεμψε γάρ

pi

3364

προγέν)ος· εὐγέν(ε)ος

pi

3365

προγενέσθην· παραγενέσθην

pi

3366

προγενέστερος· πρεσβύτερος

pi

3367

προγενής· ὁ προγεννώμενος

pi

3368

προ]γένοντο· παρεγένοντο

pi

3369

προγονεῦσαι· προελθεῖν

pi

3370

προγωνίαν· τῶν ἠπορημένων ἡ λέξις. ἔστι δὲ ὑφασμάτιον ποικίλον,
ὃ ἐπικαλυψάμενος ὁ μάγειρος θύει, ὡς ἐν Δαμασκῷ374 in vol. 3

pi

3371

πρόγονοι· οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετ’ αὐτοὺς μέτασι, ἕρ‐ σαι ἁπαλοὶ καὶ τῷ ἔαρι γινόμενοι·
ἔρχατο, χωρὶς (μὲν πρόγονοι, χωρὶς) δέ μέτασ(σ)αι,
χωρὶς δ’ αὖθ’ ἕρσαι

pi

3372

πρόγονος· πρόπαππος. προπάτωρ. συγγενής. ἢ πρεσβύτατος ἀνήρ

pi

3373

προγόνων· πατέρων

pi

3374

προγράμματα· ἐκθέματα

pi

3375

προδανίς· πρότερον

pi

3376

προδέδαεν· προμεμάθηκεν

pi

3377

πρὸ δέ μ’ ἧκε· προέπεμψε δέ (με)

pi

3378

προδέξαντες· προδείξαντες

pi

3379

πρόδηλος· προφανής

pi

3380

προδιαλαβεῖν· ......

pi

3381

προδιασύρας· παραβὰς τὰς συνθήκας

pi

3382

προδικεῖν· ἐπιτροπεύειν

pi

3383

πρόδικος· συνήγορος

pi

3384

προδοκάζων· παρατηρῶν, ἐνεδρεύων

pi

3385

προδοκῇσι· προενέδραις, προόδοις

pi

3386

πρόδομος· προστάς, πρόστωον

pi

3387

προδόμῳ· προστάδι, προστόῳ

pi

3388

πρόδοσιν· προδομάτιον

pi

3389

πρόδρομα· τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα

pi

3390

προδωμάτιον· τὸ πρὸ τοῦ κοιτῶνος στοΐδιον

pi

3391

προεγκεῖσθαι· προϋπάρχειν

pi

3392

προεδρία· προκάθισις. προτίμησις

pi

3393

πρόεδρος· ἀρχη(γὸς) πολιτείας

pi

3394

*προέδωκεν· προεχώρησεν

pi

3395

*προέηκε· προέπεμψεν

pi

3396

πρὸ ἕθεν· πρὸ αὑτοῦ

pi

3397

προέθεσαν· προεθυμήθησαν

pi

3398

προεθέσπισαν· προεφήτευσαν

pi

3399

προεθυμήθησαν· μετὰ προαιρέσεως προσήνεγκαν

pi

3400

προ]ιάψαι· προπέμψαι375 in vol. 3

pi

3401

προ]ιδόμενοι· προγνόντες

pi

3402

προείλατο· ἐπελέξατο, ἠθέλησεν

pi

3403

προείλετο· οὐ προείλατο

pi

3404

προείληπται· πρόληψιν ἔχει, ὑπονενόηται

pi

3405

προειλόμην· προέκρινα

pi

3406

προείλου· οὐ προείλω

pi

3407

[πρόειμε· πλησίον γείτων

pi

3408

προείου· καταντίου]

pi

3409

προεισπεπ]αικότες· προεισελθόντες

pi

3410

πρόειται· παραδέδοται

pi

3411

προε]τικός· χαριστικός

pi

3412

προέλευσις· τὸ προελθεῖν

pi

3413

προέλοιτο· προτιμήσειε

pi

3414

*(προελόμενος·) προθέμενος

pi

3415

προελόμενοι· ὁμοίως

pi

3416

προελόμενος· ἐπιλεξάμενος

pi

3417

προέμβολος· μέρος τι τῆς νεώς

pi

3418

πρόεμε· προέπεμψα

pi

3419

πρόεμεν· προέπεμψεν

pi

3420

προέμενος· προδώσας, προαφείς, ἐκδιδούς

pi

3421

προεννέπειν· προαγορεύειν

pi

3422

προέντες· προδόντες

pi

3423

[προενώπια· ἔμπροσθεν]

pi

3424

προεξαναστῆσαι· πρὸ τοῦ καθήκοντος ποιῆσαι

pi

3425

προεργῆσαι· προέσται

pi

3426

προέρεσν· προήλασαν

pi

3427

προέρυσσεν· καθείλκυσεν

pi

3428

προερύσαι· προελκύσαι

pi

3429

προέρυσν· προε(ί)λ(κ)υσαν

pi

3430

προερχόμενος· ἐξερχόμενος, προβαίνων

pi

3431

πρόες· πρόπεμψον376 in vol. 3

pi

3432

προέσθαι· προδοῦναι

pi

3433

(προέσθαι· παραγίνεται)

pi

3434

προεστηκός· ......

pi

3435

προετικός· χαριστικός

pi

3436

προετύπου· προεδήλου

pi

3437

προέτυψαν· προεχώρησαν

pi

3438

προέφηνε· προέδειξε

pi

3439

προέχει· ὑπερέχει

pi

3440

προεχεῖς· [σπουδαῖοι,] κραταιοί

pi

3441

προεχόμεθα· προβαλλόμεθα

pi

3442

.......· πλέον κρατοῦνται

pi

3443

[προεψιᾷ· προσαγορεύει]

pi

3444

πρόῃ· προβαλῇ

pi

3445

προηγεῖται· προοδηγεῖ, προπέμπει

pi

3446

προηγητής· ὁ προηγούμενος τοῦ ζεύγους .... καὶ ὁ χειραγωγὸς τοῦ τυφλοῦ

pi

3447

προηγμένον· προαχθέντα

pi

3448

προηγόρησαν· προεῖπον

pi

3449

*προΐει· προέπεμπε. προήρχετο

pi

3450

*προῆκε· προέπεμψεν

pi

3451

προήκαμεν· ἀφήκαμεν, παρελείπομεν

pi

3452

προήκατο· ἀπέλυσε. προέδωκε. [προσηνέγκατο]

pi

3453

προήκεα· κατὰ τὸ ἔμπροσθεν προηκονημένα

pi

3454

προήκει· ἐξέχει. προβαίνει

pi

3455

προήκων· προβεβηκώς

pi

3456

προῆκεν· ἐξῆλθε, προῆλθεν

pi

3457

προῄρημαι· θέλω

pi

3458

προῃρημένοι· προθυμηθέντες

pi

3459

[προῃρήσαντες· θελήσαντες]

pi

3460

προηρόσια· τὰ πρὸ τοῦ ἀρότου θύματα. καὶ ὁ Δῆμος δὲ αὐτὰ προαρκτούρια καλεῖ

pi

3461

προήρτηται· κρέμαται

pi

3462

προήσει· προδώσει

pi

3463

προήσομαι· προδώσω. [προδίδομαι]. προνοήσομαι. [προφέρω]377 in vol. 3

pi

3464

πρόηται· προδώσει

pi

3465

προήχθη· προετιμήθη. προετράπη

pi

3466

προθέει· προτρέχει

pi

3467

προθέλυμνον· αὐτόῤ(ῥ)ιζον

pi

3468

προθελύμνους· προῤ(ῥ)ίζους, ἀπὸ ῥίζης ἀνασπᾶν ἄλλας ἐπ’ ἄλλαις·
προθελύμνους ἕλκετο χαίτας καὶ σάκος τετραθέλυμνον τὸ θέσεις τέσσαρας ἔχον, τετρά‐ πτυχον

pi

3469

[προθεμενισάμενος· περιπτυξάμενος]

pi

3470

προθέντα· προβαλλόμενον. ἐπαγγειλάμενον

pi

3471

προθεώμενος· προορῶν

pi

3472

πρόθεσις· προαίρεσις. προάπλωσις

pi

3473

προθεσμία· καιρός, ὅρισις, διορία, ὅρισμα

pi

3474

προθεσπίζοντα· προστάττοντα. ἢ προμαντευόμενον

pi

3475

προθεσπίζων· προφητεύων

pi

3476

προθέων· προτρέχων

pi

3477

[προθήβαι· ἄρτιοι, ἀκμάζοντες]

pi

3478

πρόθημα· δόμα, ἢ ἅτι πρόσθημα καὶ προσθήκη. ἡ πλεκτά[μέ]νη

pi

3479

προθορών· προπηδήσας

pi

3480

προθυμία· χαρά

pi

3481

προθύμως· ἱλαρῶς

pi

3482

[πρόϊαι· ἄπιοι, αἱ πρῶται γινόμεναι]

pi

3483

προϊάλλειν· προπέμπειν. προτιθέναι

pi

3484

προΐαλλεν· προέπεμψεν

pi

3485

προΐαψεν· προέπεμψεν. προδιέφθειρεν. δηλοῖ δὲ διὰ τῆς λέξεως τὴν μετ’ ὀδύνης αὐτῶν ἀπώλειαν

pi

3486

*προῖκται· προδίδωσι

pi

3487

προϊείς· προπέμπων

pi

3488

προΐεμαι· προδίδομαι

pi

3489

προϊεμένη· προβαλλομένη

pi

3490

προϊέμενοι· ἀπολύοντες. παραχωροῦντες. ἀποῤῥίπτοντες

pi

3491

προϊ)μένου· προδόντος

pi

3492

προϊέναι· προπέμπειν

pi

3493

προΐενται· προάγονται

pi

3494

[προΐε]ται· προσποιεῖται. προσέρχεται]

pi

3495

[πρόϊζα· πρῴην]378 in vol. 3

pi

3496

προϊζήσαντες· προσκομίσαντες

pi

3497

προΐηλε· [προετιμήθη. καὶ] ἐπεξέτεινεν

pi

3498

προΐθες· προφανῶς. προβεβηκώς

pi

3499

προῖκα· δωρεάν, φερνήν. πᾶν γὰρ δῶρον προίξ

pi

3500

προικός· πονηρός. οἱ δὲ μωρός. [πτωχός]

pi

3501

προϊκέσθαι· ἐφικέσθαι

pi

3502

προΐκτης· πτωχός, προσαιτητής

pi

3503

[πρόϊ με· προδώσεις με

pi

3504

πρόϊμον· σῦκον προακμάζον

pi

3505

προΐομαι· παρέρχομαι

pi

3506

προϊόντες· προδόντες

pi

3507

προίρης· πρώρας

pi

3508

προϊσμένη· προβαλλομένη

pi

3509

προΐσταται· ἐπιπολάζει]

pi

3510

προΐστορες· μαρτυροῦντες

pi

3511

προΐσχεται· προβάλλεται

pi

3512

προϊσχόμενος· προβαλλόμενος

pi

3513

προϊσχομένου· προτείνοντος χεῖρα. δίκαιον προβάλλοντος

pi

3514

προΐσχονται· προβάλλονται

pi

3515

προΐσχοντο· ἔδοξαν

pi

3516

Προιτίδες· χάριτες

pi

3517

προϊχνεύει· θεραπεύει

pi

3518

προϊών· παρών

pi

3519

πρόκα· εὐθύς, ἐξαίφνης. [δρόσος]

pi

3520

[προκαδέστερον· προυργιαίτερον]

pi

3521

προκαλεῖσθαι· ποτὲ μὲν ἐπὶ τοῦ ἀλαζονικοῦ, εἰς ἅμιλλαν ἀρετῆς
καλεῖσθαί τινα· ποτὲ δὲ ἐπὶ τοῦ ἀγομένου καὶ προτρεπομένου379 in vol. 3

pi

3522

προκαλεῖται· καλεῖ, προτρέπει

pi

3523

[προ]αλέστερον· ἑτοιμότερον]

pi

3524

πρόκας· ἐλάφους

pi

3525

προκαταβολή· ἐνθήκη

pi

3526

προκαταθήγεσθαι· προακονᾶσθαι

pi

3527

προκαταθήσεσθαι δεῖ· προκομίσασθαι δεῖ

pi

3528

[πρόκαυτα· προειρημένα, προηκουσμένα]

pi

3529

προκείμενα· παρακείμενα

pi

3530

πρόκειται· παράκειται

pi

3531

προκελήδης· προκελεῦσαι

pi

3532

προκέοιτο· προκείμενος εἴη

pi

3533

προκεχηνότες· πρὸς τὰ ἄνω βλέποντες

pi

3534

προκεχειρισμένον· προβεβλημένον. ἡτ(ο)ιμασμένον

pi

3535

προκιθώνιον· τὸ πρόρινον

pi

3536

[πρόκλησις· κλῆσις ἐπὶ δίκης]

pi

3537

πρόκλητος· πρόθυμος, ἀπὸ τοῦ κληθῆναι

pi

3538

Προκλόνιον· τόπος Θεσσαλίας

pi

3539

πρόκλυτα· τὰ προειρημένα, προηκουσμένα

pi

3540

πρόκνις· εἶδος ἰσχάδων

pi

3541

προκόλπιον· τὸ πρὸ τοῦ κόλπου, ἢ πρὸ τοῦ σκοποῦ

pi

3542

προκομίδην· προκομίζει

pi

3543

[προκομίων· προλειμάτων]

pi

3544

πρόκον· ἠλίθιον

pi

3545

προκόνδυλα· τὰ μετὰ τοὺς κονδύλους ἐν ταῖς χερσί

pi

3546

Προκόν)ησος· πόλις, καὶ νῆσος παρὰ Κύζικον

pi

3547

πρόκοος· [πόλις. ἢ] πονηρός

pi

3548

προκοπῆς· αὐξήσεως

pi

3549

προκοττίς· ἡ χαίτη380 in vol. 3

pi

3550

πρόκοττα· εἶδος κουρᾶς, ἢ κεφαλῆς τρίχωμα· κοττὶς γὰρ ἡ κεφαλή. καὶ οἱ ἀλεκτρυόνες κοττοὶ διὰ τὸν ἐπὶ τῇ κεφαλῇ λόφον

pi

3551

πρόκρισις· προτίμησις

pi

3552

πρόκριτον· ἐκλεκτόν, ἐκλελεγμένον

pi

3553

Πρόκρις· θυγάτηρ Ἐρεχθέως

pi

3554

πρόκροσσαι· ἐπάλληλοι, ἄλλαι ἐπ’ ἄλλας. καὶ ναῦς αἱ κατ’ ἀλλήλων νενεωλκημέναι. ὅτι οἱ κροσσοὶ τὰ ἄκρα· ἢ ἀντικέφαλοι

pi

3555

προκρόσσας· ἄλλας ἐπ’ ἄλλαις, κλιμακηδόν

pi

3556

πρόκροσσον· οὐ καθαροῦν, κλιμακωτόν

pi

3557

προκυκλίς· ἡ πεμνήστρια

pi

3558

προκυλινδούμενος· προκυλιόμενος

pi

3559

πρόκυμον· πρόθυμον

pi

3560

προκυνεῖν· τὸ ἐγχωρεῖν

pi

3561

πρόκωνα· τὰ ἐκ τῶν μὴ πεφρυγμένων κριθῶν ἄλφιτα

pi

3562

πρόληψις· πρόγνωσις

pi

3563

προλόβιον· τὸ προέχον τοῦ λοβοῦ

pi

3564

προλογίζει· προλέγει

pi

3565

προλόγια· θυσία πρὸ τῶν καρπῶν τελουμένη, ὑπὸ Λακώνων

pi

3566

[πρόλογος· ὁ περιτιθέμενος τοῖς προελθοῦσιν ἐπὶ δεῖπνον. καὶ ὁ γαρ‐ γαρεὼν τῶν ὀρνίθων, ὃν οἱ παλαιοὶ πρηγορεών]

pi

3567

*πρόμαχοι· βασιλεῖς. καὶ τὰ τείχη. προμαχῶνες δὲ οἱ ἐπὶ τῶν τειχῶν πρόβολοι

pi

3568

προμάδδας· μάζας προμεμαγμένας

pi

3569

πρόμαλος· μυρίκη. ἢ ἄγνος

pi

3570

προμαλχατεύειν· μετατροπεύειν

pi

3571

προμαχεών· πύργος

pi

3572

πρόμαχος· ὑπὸ Κρητῶν μᾶζα ἑβδομαίῳ παιδίῳ γινομένη

pi

3573

προμέν, λέγοντες προαγωγοί

pi

3574

προμένε)οι· ῥοιαί τινες381 in vol. 3

pi

3575

προμήθεια· πρόνοια, ἐπιμέλεια

pi

3576

προμηθέστεροι· προνοητικώτεροι

pi

3577

Προμηθεύς· ἐπικινδύνους ἐπισφαλῶς ἔχων. καὶ ὄνομα

pi

3578

προμηθής· σώφρων

pi

3579

προμηθούμενος· προνοούμενος, προβλέπων

pi

3580

προμήτωρ· πατὴρ μητρός

pi

3581

προμνηστῖνα(ι)· ἑτέρα πρὸ τῆς ἑτέρας. οἱ δὲ ἑξῆς καὶ ἐκ διαστη‐ μάτων ἀναμένουσαι ἀλλήλα[ι]ς

pi

3582

προμνηστ]ῖναι· ἐπὶ μίαν. ἀπὸ τοῦ προσμένειν

pi

3583

προμνήστρια· ἡ συνιστῶσα ἀλλήλοις τοὺς γαμοῦντας

pi

3584

προμνώμενοι· προμνηστευόμενοι

pi

3585

πρόμοις· προμάχοις, προαγωνισταῖς, προστάταις, προηγουμένοις

pi

3586

πρόμολε· πρόελθε

pi

3587

προμόλη· ὁδός. προσδόκησις

pi

3588

προμόνη· πρόμαχος. ἀντίδικος

pi

3589

[προμόνης· προπετὴς καὶ προ[σ]πεσών. οἱ δὲ πρόθυμος. προ[σ]νενευ‐ κώς]

pi

3590

[πρόμου ..· πρόβουλος]

pi

3591

πρόμοχθοι· τὰ προβεβλημένα τῶν τοίχων

pi

3592

προμυλαία· θεὸς ἱδρυμένη ἐν τοῖς μυλῶσι

pi

3593

προμυχθίζει χαλκοδεσμῶν ὁπλῶν· ἀντὶ τοῦ πρόσ(ω) χωρεῖ[ου]

pi

3594

Πρόνεως· Ποσειδῶν

pi

3595

Προναίας· Ἀθηνᾶς τέμενος ἐν Δελφοῖς

pi

3596

προνοεῖ· ἐπιμελεῖται

pi

3597

πρόνοια· προενθύμησις, ἐπιμέλεια, φροντίς

pi

3598

προνομαία· προβοσκ[ησ]ίς

pi

3599

προνομεύει· θεσπίζει. ἁρπάζει, κατασύρει, αἰχμαλωτεύει382 in vol. 3

pi

3600

προνομία· τὰ ὀφειλόμενα τῷ ἀξιώματι. ἢ ἡ ἐκ τῶν νόμων ἐξουσία. ἢ διαρπαγή

pi

3601

προνομ)ῶν· προλημμάτων

pi

3602

προνοοῦ· ἐνθυμοῦ, ἐπιμελοῦ

pi

3603

προνωπής· προτεταμένος. προνενευκώς. οἱ δὲ προπετής, ἕτοιμος, πρό‐ χειρος

pi

3604

προνώπια· τὰ ἔμπροσθεν τῶν πυλῶν, καθάπερ ἐνώπια τὰ ἔνδον, ὅπου αἱ εἰκόνες τίθενται

pi

3605

προνώπιον· τὸ προκείμενον, οἷον πρόθυρον

pi

3606

προξενεῖ· μαρτυρεῖ

pi

3607

πρόξενοι· οἱ προστάται, καὶ ξενίας ἐπιμελούμενοι, ἤγουν τοὺς ξένους ὑποδεχόμενοι

pi

3608

πρόξενος· φίλος, ὁ ἐν τῇ ἑαυτοῦ ξένων προϊστάμενος

pi

3609

προοικίαι· παρὰ Κλειτοδήμῳ [ἐν ἴσῳ τῷ δήμῳ

pi

3610

προοίμιον· πρόλογος, ἀρχὴ παντὸς λόγου

pi

3611

πρόοιντο· παραδώσουσι, δώσουσιν

pi

3612

προολεῖ· καταλειπεῖ

pi

3613

πρόοπτον· προφανές

pi

3614

πρὸ ὃ τοῦ· οὗτος πρὸ τούτου, ἢ ἕτερος τοῦ ἑτέρου

pi

3615

πρόουρον· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ

pi

3616

[προπαδίζων· προβαίνων πρὸ τῆς ἀσπίδος]

pi

3617

προπαιδεύματα· προμαθήματα

pi

3618

προπαίσω· προαγωγός, μαστροπός. [καὶ μάντις. μαστρόπευσις

pi

3619

προπαλῶς· δαψιλῶς

pi

3620

προπάροιθεν· ἔσθ’ ὅτε ἐπὶ χρόνου·
εἰ δ’ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ’ εἶμι προπάροιθεν

pi

3621

πρόπας· ἅπας

pi

3622

προπάστεον· τὸν πρὸ τῆς παστάδος τόπον

pi

3623

προπάτωρ· πατρὸς πατήρ

pi

3624

προπεπηλάκισται· καθύβρισται

pi

3625

προπέποται· προδέδοται383 in vol. 3

pi

3626

[προπεριζόμενος· ἀγκαλιζόμενος]

pi

3627

προπέτηλον· πεποίηται ἀπὸ τοῦ προπίπτειν

pi

3628

προπετής· προπίπτων πρὸ τοῦ λογισμοῦ

pi

3629

προπέφανται· φανερόν ἐστι

pi

3630

προπεῶντες· προεστῶτες

pi

3631

προπηλακίζει· ἐρεθίζει. κολακεύει. ἢ ὑβρίζει, ἀδικεῖ, ἐξουδενεῖ

pi

3632

προπηλακισμός· ἐρεθισμός ἐξουδένωμα

pi

3633

......· φιλόνεικος. κολακευτής. ὑβριστικός, ἄδικος

pi

3634

[προπηνές· ἔμπροσθεν κατωφερές]

pi

3635

προπίονι· εὐθεῖ

pi

3636

προπίωμεν· διὰ τοῦ οἴνου τιμήσωμεν

pi

3637

πρόποδες ὄρους· τῶν ὀρῶν τὰ προὔχοντα. καὶ τὰς προκειμένας τῆς Αἰγύπτου νήσους

pi

3638

προποδίζων· προβαίνων

pi

3639

προποδών· ἔμπροσθεν

pi

3640

πρόπολοι· ὑπηρέται, δοῦλοι. νεωκόροι. προφῆται

pi

3641

προπρηνές· ἐπὶ πρόσωπον. ἢ ἔμπροσθεν κατωφερές

pi

3642

(προ)προκυλινδό[ύ]μενος· τοῖς ποσί. πρὸ τῶν ποδῶν κυλιόμενος. οἱ δὲ εἰς τὸ ἔμπροσθεν πορευόμενος

pi

3643

προπτόρθια· ἐν τοῖς ἄξοσιν ἡ λέξις φέρεται

pi

3644

Προπυλαί(α)· ἡ Ἑκάτη

pi

3645

προπύλαιον· πρόθυρον

pi

3646

πρόπωνα· εὐκρατῆ. εὔφημα. πρόχειρα, ἕτοιμα, ἀνεμπόδιστα

pi

3647

πρόρινον· τὸ μεταξὺ τῶν σαρκῶν καὶ τοῦ δέρματος

pi

3648

πρόῤῥιζον· σὺν ταῖς ῥίζαις ἀνασπώμενον

pi

3649

πρόῤῥησιν· πρόλεξιν, προφητείαν

pi

3650

πρόῤῥησις· λόγος. καὶ τὰ ὅμοια

pi

3651

πρός· πρόθεσις. καὶ ξύλον ἐν Αἰθιοπίᾳ. καὶ ἀντὶ τοῦ ἐπί

pi

3652

πρὸς ἀγαθόν· ἐπ’ ἀγαθῷ, ἐπὶ καλῷ

pi

3653

προσαγγελία· προσαγωγή

pi

3654

προσάγει· προσέρχεται. προσφέρει

pi

3655

προσαγηόχασι· προσήγαγον

pi

3656

προσαγόμενον· ἀγαπήσαντα. προ(σ)κτησάμενον

pi

3657

προσαγορεύει· ἀσπάζεται384 in vol. 3

pi

3658

προσαγορεύσας· προσειπών. καὶ τὰ ὅμοια

pi

3659

προσαγορεύουσι· καλοῦσι

pi

3660

προσαγωγή· προσέλευσις

pi

3661

προσαγώγιον· διαβήτης, [ἢ] τὸ τῶν τεκτόνων ὄργανον

pi

3662

προσαθύροντα· προσπαίζοντα

pi

3663

προσαιθ]ρίζουσα πόμπιμον φλόγα· πρὸς τὸν αἰθέρα ποιοῦ‐ σα, ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα

pi

3664

προς.αίνων· προσελκόμενος, προσαγόμενος

pi

3665

προσαίταις· πτωχοῖς

pi

3666

προσακές· ἐγγύς

pi

3667

πρὸς ἀκεσμόν· πρὸς ὑγείαν

pi

3668

προσάκτριδες· οἱ τῆς μηλολόνθης πρὸς τῷ στόματι μικροὶ πόδες

pi

3669

προσαμύνομεν· βοηθοῦμεν

pi

3670

[προσανεύουσαν· εὐτρεπίζουσαν, στρωννύουσαν]

pi

3671

προσαν]έχειν· προσκεῖσθαι

pi

3672

προσάντης· σκληρός, ἐναντίος, δυσχερής, ἐχθρός, ἀηδής

pi

3673

προσαντίον· ἐναντίον, ἀντίπαλον

pi

3674

*προσανέχων· προσμένων. κουφίζων

pi

3675

προσάνων· προσαύξων. Ἄνειν γὰρ τὸ αὔξειν, καὶ αὐτὴν τὴν αὔ‐ ξησιν

pi

3676

[προσαπῆλαι· τιμῆσαι

pi

3677

προσαπειλή· τιμή]

pi

3678

προσάπτει· προσπλέκει, συνάπτει

pi

3679

προσαρασσόμενον· προσρησσόμενον

pi

3680

πρὸς ἄρκτον· [πρὸς μεσημβρίαν]

pi

3681

προσαύξω· προ[σ]άγω

pi

3682

προσαυρίζουσα] χερσαίᾳ τροχῇ· ὑπὸ τῆς αὔρας ἡ νοτὶς προσπίπτουσα τῇ τροχῇ. δύναται δὲ οἷον καταλαμβάνουσα· ἐπαυ‐ ρεῖν γὰρ τὸ καταλαμβάνειν καὶ ἐπιτυγχάνειν

pi

3683

πρὸς αὔριον· εἰς αὔριον

pi

3684

προσαυρών· προστυχών

pi

3685

[προσαυσιάτω· προσφωνείτω]

pi

3686

πρὸς αὐτήν· περὶ αὐτήν

pi

3687

πρὸς αὐτοῦ· παρ’ αὐτοῦ

pi

3688

πρὸς ἀφοσίωσιν· πρὸς τιμήν385 in vol. 3

pi

3689

προσάψας· συνάψας

pi

3690

προσβαίνει· ἐγγίζει

pi

3691

προσβάλλοιντο· πρὸς τῶν ἄλλων ἔβαλον τῆς ἀθλήσεως

pi

3692

προσβαλών· προσελθών

pi

3693

*πρόσβαλον· προσκατακλίθητι

pi

3694

προσβλητόν· κολλητόν

pi

3695

προσβολή· τῶν ἀθλητῶν ἡ συναφή, καὶ κατοχή, καὶ ἡ ὁρμή

pi

3696

προσβ(ωμ)ολοχεῖ· πρὸς χάριν λέγει

pi

3697

πρόσγειος· ταπεινός

pi

3698

προσγίνεται· [προσδέ

pi

3699

προσγράφει· προσκρίνει

pi

3700

προσδεῖται· προσδέεται

pi

3701

προσδέδορκας· προσεῖδες

pi

3702

πρὸς δέ με· πρὸς δὲ τούτοις ἐμέ

pi

3703

προσδέχεται· προσποιεῖται

pi

3704

πρὸς Διός· παρὰ τοῦ Διός

pi

3705

προσεβήσατο· προ(σ)έβη

pi

3706

προσδιατρῖψαι· χρονίσαι

pi

3707

προσεγκεῖσθαι· ἐγκεῖσθαι, ἐπικεῖσθαι

pi

3708

προσεδρεύει· σχολάζει

pi

3709

*προνομή· ἁρπαγή

pi

3710

πρόσεδρος· ὁ παρακαθήμενος. σχολάζων

pi

3711

[προσέθω· προσθήσω]

pi

3712

προσειζήσαντες· προσκομίσαντες

pi

3713

προσεῖναι· ἐνυπάρχειν

pi

3714

πρόσειπε· ἄσπασαι, προσαγόρευσον. προσκύνησον

pi

3715

προσείσας· προ[σ]ανακινήσας, καὶ οἷον ἀπαγγείλας. ἀπὸ τῶν περι‐ αγόντων τὰ τετράποδα, ὅπου βούλεται. τοὺς γὰρ θαλλοὺς σείοντες ἐπεδίδοσαν

pi

3716

πρόσεισι· προσέρχεται

pi

3717

[προσεικάμενοι· προσλαβόμενοι]

pi

3718

προσεκτέα· σπουδαστέα

pi

3719

προσεκτέον· τὸ προσέχειν, κελευστικῶς

pi

3720

προσεκτικώτεροι· νηφαλιώτεροι

pi

3721

[προσέλει· προπηλακίζει]386 in vol. 3

pi

3722

Προσελήνιδες· αἱ Ἀρκαδικαὶ νύμφαι

pi

3723

προσελιάσθη· λίαν προσήγγισε

pi

3724

πρὸς ἑλιφερές· πρὸς τὸ κεκλεισμένον

pi

3725

*προσελθών· προσβαλών

pi

3726

προσεμάξατο· κατεμάξατο

pi

3727

πρὸς ἐμαυτόν· ἐν ἐμοί. εἰς ἑαυτόν

pi

3728

.....· προσεπλ(ά)κη. ἐπλησίασεν

pi

3729

πρὸς ἐμοῦ· πρὸς ἐμέ. π.

pi

3730

προσεμπεδοῦντες· ἐπιβεβαιοῦντες

pi

3731

προσεμπρῆσαι· καῦσαι

pi

3732

προσεννέπει· προσαγορεύει

pi

3733

[προσενοῦσί με· προσβάλλουσι, προσέρχονται]

pi

3734

*πρὸς ἐνώπια· ἔμπροσθεν πρὸς τοὺς κατάντικρυς τῆς ἀνατολῆς

pi

3735

προσενηνόχασι· προσαγηόχασι

pi

3736

προσεπέλασε· προσήγγισεν

pi

3737

προσεπεμβαίνει· ἐπιβαίνει, ἐπιτωθάζει, ἐπιγελᾷ

pi

3738

προσέπηξαν· προσήλωσαν

pi

3739

πρὸς ἐπίβασιν· πρὸς βάδισιν

pi

3740

προσεποι[ήω· προσεπάξω

pi

3741

προσεποιήσω· ἐσχηματίσω

pi

3742

προσερεύγεται· ἐρεύγεται

pi

3743

προσερήσομαι· ἐπερωτήσω

pi

3744

*προσεράχατοι· τεταγμένοι ἦσαν

pi

3745

προσερπύσῃ· προσέλθῃ

pi

3746

[προσέσθαι· ἐκδοῦναι]

pi

3747

*προσέτι· πρὸς τούτοις

pi

3748

προσέσχε· προσῆλθε. προσέπλευσε, προσώρμησεν

pi

3749

πρὸς εὐθεῖαν· πρὸς ὀρθότητα

pi

3750

(*)προσερ)ύη· προ(σ)ῆλθεν

pi

3751

προσέφυ· προσεγένετο

pi

3752

προσέφη· προσεῖπεν

pi

3753

προσεχές· ἐγγύς. νῆφον, νουνεχές

pi

3754

προσεχεῖ· ὁμοίως

pi

3755

προσεχής· γείτων. σπουδαῖος

pi

3756

προσεχῶς· σπουδαίως

pi

3757

προσεψιά· προσαγόρευσις, καὶ ἡ πρός τινα ὁμιλία387 in vol. 3

pi

3758

πρὸς ἕω· πρὸς ἀνατολήν

pi

3759

πρὸς ζόφον· πρὸς δύσιν

pi

3760

προσηγορία· ὀνομασία

pi

3761

προσήγορος· προσκυνητής

pi

3762

προσήϊκται· προσέοικε

pi

3763

προσηκάμενοι· προσλαβόμενοι

pi

3764

προσήκατο· προσηνέγκατο

pi

3765

προσήκει· πρέπει. διαφέρει. χρή. ἁρμόττει. συμφέρει

pi

3766

προσήκοντες· συγγενεῖς

pi

3767

προσηκόντως· ὀφειλόντως. πρεπόντως. ὀφειλόμενον. δεόντως

pi

3768

προσήλια· πρὸς ἀνατολήν

pi

3769

προσήλωσαν· προσέπηξαν. ἐσταύρωσαν

pi

3770

προσήλωται· ἀνεσταύρωται

pi

3771

προσήλυτος· πάροικος. ἀλλοεθνής

pi

3772

πρὸς ἡμῶν· ὑπὲρ ἡμῶν

pi

3773

[προσήναντες· βλάψαντες]

pi

3774

προσηνές· καλόν. ἡδύ. ἐπιεικές, ἀγαθόν, πρᾷον, χρηστόν

pi

3775

προσηνής· προσφιλής

pi

3776

προσηνῶς· ἡδέως. καὶ τὰ ὅμοια

pi

3777

[προσήνεον· ὑψηλόν. τίμιον]

pi

3778

προσήρενε· προσέθιγεν

pi

3779

προσηρτημένοι· .... κεκολλημένοι

pi

3780

πρό)ηται· προσεγγίζει

pi

3781

προσηύδα· προσεῖπε, προσελάλει

pi

3782

προσηύρετο· προσέτυχε. προσηγάγετο

pi

3783

πρὸς ἠῶ· πρὸς ἀνατολήν

pi

3784

προσθεῖναι· τὸ παραδοῦναι τῷ ἐωνημένῳ ὑπὸ κήρυκι· ὅπερ νῦν κῦρσαί φασι

pi

3785

προσθείς· προσθήκην λαβών

pi

3786

προσθέματα· τὰ πυγιαῖα

pi

3787

πρόσθεν· ἔμπροσθεν. πρὸ τούτου, ἄνωθεν ἢ ἔνθεν

pi

3788

[προσθέοντα· ἔμπροσθεν τρέχοντα]

pi

3789

πρὸς θεοῦ· τὸ τυχόν. Ἀττικοὶ δὲ χάριτι θεοῦ φασιν εἶναι

pi

3790

προσθέσεις· δευτερώσεις

pi

3791

πρὸς θεόν· κατὰ τὸν θεόν. ἐπὶ τὸν θεόν

pi

3792

πρόσθη· πρόσθεσις

pi

3793

προσθιάξειν· ἀφελεῖν τὰς ἐκ τῆς ὀσφύος τρίχας388 in vol. 3

pi

3794

πρόσθ’ ἵσταμαι· προΐσταμαι. ἐμποδίζω. ὑπερμαχῶ

pi

3795

*προΐσταται· ἐπιπολάζει. προσκόπτει

pi

3796

προσίασι· προσέρχονται, προσφέρουσι

pi

3797

προσίει· ἐγγίζει

pi

3798

[προσίεμεν· προσερχόμεθα]

pi

3799

προσίενται· προσάγονται

pi

3800

προσίεσθαι· ἐφέλκεσθαι. προσφέρεσθαι

pi

3801

προσίεται· ἀρέσκεται. προσδέχεται, ἡδέως λαμβάνει

pi

3802

προσιζῆσαι· προσκαθεσθῆναι

pi

3803

προσιζήσαντες· προσκομίσαντες

pi

3804

προσιζήσας· προσκαθίσας

pi

3805

πρόσιθι· πρόσελθε

pi

3806

προσίκτορος· προσικέτορος ἀπὸ τοῦ προσικνεῖσθαι τοὺς ἱκέτας

pi

3807

πρόσιμεν· προσερχόμεθα. πρεσβεύομεν

pi

3808

προσίναντες· βλάψαντες

pi

3809

προσιοῦσα· παρερχομένη

pi

3810

προσ(.)ίρων· προσάπτων

pi

3811

προσίπταται· προπέτεται

pi

3812

προσίσχεται· προσβάλλεται

pi

3813

προσιτόν· ᾧ δύναταί τις προσελθεῖν

pi

3814

προσιών· προσελθών, προσερχόμενος

pi

3815

προ]καταγνούς· πρὶν καταπτύσας

pi

3816

πρόσκειται· ἐκ προσθήκης κεῖται

pi

3817

πρὸς κέντρα λακτίζῃ· παροιμία ἐπὶ τοῦ κατὰ τῶν ἐναντίων τι λέ‐ γειν ἢ πράττειν

pi

3818

προσκηδεῖς· κατ’ ἐπιγαμίαν οἰκεῖοι

pi

3819

πρόσκηπτε· προσήμαινε, πρόλεγε, προμήνυε

pi

3820

προσκλήδην· προσκαλεσάμενος

pi

3821

πρόσκλησις· προτροπή, ἢ πρόσριψις ἐπὶ δίκης

pi

3822

προσκομίσατο· προσηνέγκατο

pi

3823

προσκομιστέον· προσενεκτέον

pi

3824

προσκομιδή· ἀναφορά

pi

3825

πρόσκομμα· ζημία. βλάβη

pi

3826

προσκόπτειν· ἁμαρτάνειν. προβλέπειν

pi

3827

προσκοπήν· σκάνδαλον

pi

3828

προσκορῆ· ἀνηδῆ, ἀχαρῆ

pi

3829

*προεικρόσσας· ἄλλας ἐπ’ ἄλλας κλιμακηδόν

pi

3830

προσκροῦσαι· παροργίσαι. προσηλῶσαι389 in vol. 3

pi

3831

προσκρούνιον· πρόφραγμα

pi

3832

προσκυνεῖ· προσπίπτει

pi

3833

προσκυρεῖ· προσεγγίζει

pi

3834

προσκυροῖ· βεβαιοῖ

pi

3835

προσλαζόμενα· προσλαμβανόμενα

pi

3836

προσλαζύμεναι· προσλαμβανόμεναι

pi

3837

πρό]ληψις· γνῶσις

pi

3838

προσλιπαρῆσαι· παρακαλέσαι

pi

3839

προσμελοῦ· ἐπιμελοῦ

pi

3840

προσμίξας· προσελθών. συνάψας

pi

3841

*προμνήστρια· προξενοῦσα νυμφίους ἢ νύμφας

pi

3842

προσόδιον· ᾠδή, θεοῦ ὕμνον περιέχουσα

pi

3843

πρόσοδος· ἔντευξις. ἢ κέρδους προσθήκη

pi

3844

προσοικίσαντες· προσκαθίσαντες

pi

3845

πρόσοικος· οἰκεῖος, ὁ πλησίον οἰκῶν

pi

3846

πρὸς οἷμον· πρὸς τὴν ὁδόν

pi

3847

προσοίσεσθε· προσδέξησθε

pi

3848

προσοκ)ῖλαι· προσορμίσαι εἰς τὴν γῆν

pi

3849

πρὸς ὄλεθρον· πρὸς θάνατον

pi

3850

προσόν· ἐνυπάρχον

pi

3851

πρόσον· ὤθησον

pi

3852

προσορμίσαντες· προσοκείλαντες

pi

3853

πρὸς οὔριον· πρὸς εὐθές, ἐπιτήδειον

pi

3854

πρὸς οὐρίου· τὰ αὐτά

pi

3855

προσοχή· κατανόησις. νῆψις

pi

3856

*προσοχθισμός· πρόσκρουσις. δεινοπάθεια. πάθος γνώμης. συμ‐ πάθεια

pi

3857

πρόσπαιον· πρόσφατον, νέον

pi

3858

προσπαλαίει· ......

pi

3859

προσπελάζει· προσεγγίζει

pi

3860

προσπέζω, προσπελάζεται

pi

3861

προσπεριβάλλεται· προσπεριλαμβάνεται390 in vol. 3

pi

3862

προσπέφυκεν· ἐκ φύσεως συνῆν

pi

3863

προσπήγματα· μέρος τι τῆς νεῶς

pi

3864

[προσπήξομαι· προσκυνήσω]

pi

3865

προσπίπτω· λιπαρῶ. ἱκετεύω

pi

3866

προσπλάζει· προσπελάζει

pi

3867

προσπλήξω· τύψω

pi

3868

πρόσπολοι· πρόπολοι. θεράπαιναι. θεράποντες, δοῦλοι

pi

3869

*προσποιεῖται· σχηματίζεται

pi

3870

προσπορισθέν· ἐπινοηθέν

pi

3871

προσπταίει· σκανδαλίζει

pi

3872

πρόσπταισμα· πρόσκομμα

pi

3873

προσπταίοντες· προσκρούοντες, προσκόπτοντες

pi

3874

προσπτύξομαι

pi

3875

προσπτύξομαι· ὑποβαλῶ. παραμυθήσομαι

pi

3876

προσπτύσσεται· προσάγεται. προσέλκεται. προσαγορεύει, ἀσπάζεται

pi

3877

προσραίνουσι· προσβάλλουσι

pi

3878

(προσρέουσι)· προσέρχονται

pi

3879

πρόσρησις· προσηγορία, ἀσπασμός

pi

3880

προσριπτούμενον· τοῖς κύμασι περικρουόμενον, κυματιζόμενον

pi

3881

προσρυέντων· προσελθόντων

pi

3882

προσήει· προσεπεῖχεν. προσθέει

pi

3883

[πρόσημον· ἐπὶ θανάτου προσαγομένου]

pi

3884

[προσήναντες· βλάψαντες]

pi

3885

πρόσ)ω· πόῤῥω ἔμπροσθεν, μακρὰν εἰς τοὔμπροσθεν

pi

3886

προσώτερον· ἐξώτερον

pi

3887

προσταθείη· .....

pi

3888

πρὸς τάνδ[ε]’ αὐλάν· πρὸς ταύτην τὴν αὐλήν

pi

3889

*πρὸς τάν· πρὸς ταύτην

pi

3890

*πρὸς τάνδε· ὁμοίως

pi

3891

προστασία· κυβέρνησις

pi

3892

προστατήριος· τὸν Ἀπόλλωνα οὕτω λέγουσι, παρόσον πρὸ τῶν θυ‐ ρῶν αὐτὸν ἀφιδρύοντο

pi

3893

*προσταττ οἱ μέτοικοι. καὶ οἱ μὴ ἔχοντες ἀπροστασίου ἐδιώκοντο

pi

3894

*πρόσταμα· κοιτών

pi

3895

*προστάς· πρόστωον391 in vol. 3

pi

3896

προστάτου·
ὥστ’ οὐ Κρέοντος προστάτου γεγράψομαι ἀπὸ τοῦ Ἀθήνησι νομίμου. ἀνάγει δὲ εἰς τοὺς ἥρωας. ἔνεμον γὰρ προστάτην οἱ μέτοικοι· καὶ οἱ μὴ ἀπογραφόμενοι τοῦτον, ἀπροστα‐
5σίου δίκην ὤφειλον

pi

3897

προ)τερ]νισάμενος· προσπτυξάμενος

pi

3898

πρὸς τέρμασι· πρὸς τὰ τέλη

pi

3899

προστήσας· προαγαγών

pi

3900

προστιβάζεται· μερίζεται. προσπορεύεται

pi

3901

προστιμᾶται· κατακρίνεται

pi

3902

πρόστιμον· ζημία. παραγραφή

pi

3903

πρόστομον· ἐπὶ ξίφους κεῖται

pi

3904

[πρὸς τοῦ· πρὸς τοῦ ἑτέρου]

pi

3905

πρὸς τοὐμφανές· εἰς τὸ φανερόν

pi

3906

προστρεπόμενοι· σέβοντες, τιμῶντες, προσκυνοῦντες

pi

3907

προστρίβεται· προσπήσσεται

pi

3908

προστρόπαιος· φονιός, μιαρός, αἵματι μεμιασμένος. καὶ πρός τινα τρεπόμενος δεήσει καθάρσεως

pi

3909

προστροπαίω· ἱκετεύω

pi

3910

προστροπαίων· ἱκετευσίμων, καὶ ἱκετῶν

pi

3911

*[προστραπέσθαι· ἀποτραπῆναι. προθυμηθῆναι]

pi

3912

προστροπῇ· ἱκετείᾳ

pi

3913

προσπρόσοδος· τιμή

pi

3914

πρόστροπον· πρόσαντες

pi

3915

πρόστροχον· στρογγύλον

pi

3916

προστυχών· ἀπαντήσας

pi

3917

προστώῳ· κοιτῶνι

pi

3918

πρὸς ὑποτύπωσιν· πρὸς σημεῖον

pi

3919

προσυπουργεῖσθαι· ὑπηρετεῖσθαι

pi

3920

προσφανῆ· Θεόφραστος ἐν Μεταλλικῷ χρυσίου συῤῥοάς

pi

3921

προσφάσθαι· προσειπεῖν

pi

3922

προσφάτης· πλάγιος πεσών392 in vol. 3

pi

3923

πρόσφατον· τὸ ἀρτίως γινόμενον, νέον, νεαρόν

pi

3924

προσφερεῖς κόρας· ὁμοίας ἀλλήλων κόρας

pi

3925

προσφθέγγεται· ἀσπάζεται

pi

3926

προσφιλεστάτοις· ἀγαπητοῖς

pi

3927

πρόσφορα· τὰ ἐπιτηδείως προσφερόμενα

pi

3928

πρόσφορον· ἐπιτήδειον, ἁρμόζον. οἰκεῖον. ἀκόλουθον

pi

3929

προσφοῦσα· ἐνδακοῦσα

pi

3930

πρόσφυγα· καταφυγόντα

pi

3931

προσφυείς· προσπλακείς

pi

3932

προσφυές· προσῳκειωμένον

pi

3933

προσφυεστέροις· προσοικειωθεῖσιν

pi

3934

προσφυῆ· προσεοικότα. ἁρμόζοντα

pi

3935

προσφύς· προσπλακείς, περιπλακείς

pi

3936

προσφῦσα· ἐνδακοῦσα

pi

3937

προσφωνεῖ· προσαγορεύει

pi

3938

πρὸς χάριν· πρὸς τέρψιν

pi

3939

πρόσχες· ἐπίβλεψον

pi

3940

πρόσχημα· πρόφασις. ὑπόκρισις. προκάλυμμα

pi

3941

προσχίσματα· εἶδος ὑποδήματος, ἐσχισμένον ἐκ τῶν ἔμπροσθεν

pi

3942

προσχόμενον· προτείναντα

pi

3943

προσχωρεῖ· συμμίσγεται

pi

3944

πρόσχορος· ὁ παρὰ τῷ χορῷ γινόμενος

pi

3945

πρόσω· ἔμπροσθεν, πρὸ τούτου

pi

3946

προσῳδία· μετ’ ὀργάνου ᾠδή

pi

3947

προσωθεῖται· προστρίβεται

pi

3948

πρός.ω καὶ ὀπίσω· ἐν τῷ ἔμπροσθεν, ὅ ἐστι μετὰ ταῦτα, καὶ ἐν τῷ παρελθόντι χρόνῳ. ἢ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα

pi

3949

προσώκειλε· προσώρμισε εἰς γῆν

pi

3950

προσών· ἐνυπάρχων

pi

3951

*πρῶσον· ὤθησον

pi

3952

[προσωπαιδοῦντες· ἐπιβεβαιοῦντες]

pi

3953

προσωπεῖον· ἡ νῦν καλουμένη τῶν γυναικῶν προσωπίς

pi

3954

προσωπεῖον· σχηματισμός

pi

3955

*πρόσωπον· ἐστὶ συνδρομὴ ἰδιοτήτων

pi

3956

*πρόσωπον· τὸ πρόσωπον. Ὅμηρος393 in vol. 3

pi

3957

[προσώπη· πρόσοψις]

pi

3958

Προσωπῖτις· νῆσος ἐν Αἰγύπτῳ

pi

3959

προσωποποιΐα· ὅταν πρόσωπον ὑποθέμενός τις εἴπῃ τι

pi

3960

πρόσω πορεία· προκοπὴ ὁδοῦ

pi

3961

προσωποῦττα· Πολέμων ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον

pi

3962

προσώτατα· ἐσώτατα

pi

3963

προσωτέρω· ἐγγυτέρω πρὸς γένος

pi

3964

πρ[οσ]ῶσιν· προ[σ]ώθησιν. ἢ πρὸς ὄψιν, οὐ καλῶς

pi

3965

προσώχθισα· ἐμίσησα. προσέκοψα. περιεκάκησα. προσήγγισα

pi

3966

προταίνιον· πρὸ μικροῦ

pi

3967

προταίνιον· παλαιόν

pi

3968

προταμεῖν· τεμεῖν

pi

3969

προτάξω· προκρίνω

pi

3970

προτάξεως· φανερᾶς μάχης

pi

3971

πρότασις μετ’ ἐπιτάσεως· ἢ ἐρώτησις

pi

3972

προτεθειμένον· ἡπλωμένον

pi

3973

προτείνεται· δίδει. ὑπισχνεῖται

pi

3974

προτέλεια· ἡ πρὸ τῶν γάμων θυσία, καὶ ἑορτή. τέλος γὰρ ὁ γά‐ μος, ἀπὸ τοῦ εἰς τελειότητα ἄγειν

pi

3975

προτελειωσαμένη· προμυησαμένη

pi

3976

προτεμενίσματα· προπύλαια ναῶν

pi

3977

προτένθαι· λίχνοι προαρπάζοντες

pi

3978

[προτενίσματα· προπύλαια]

pi

3979

πρό τ’ ἐόντα· προγεγονότα

pi

3980

προτερεῖ· προὔχει, τὰ πρωτεῖα λαμβάνει

pi

3981

προτέρημα· πρόκριμα, προτίμησις

pi

3982

πρότεροι· προγενέστεροι

pi

3983

προτέρω· εἰς τοὔμπροσθεν
οὐδ’ ἄρα μοι προτέρω ν(ῆ)ες κίον

pi

3984

προτετύχθαι· προγεγονέναι

pi

3985

[προτεύοντα· προγεγενημένα]394 in vol. 3

pi

3986

προτιάπτω· προπέμπω

pi

3987

προτὶ ἄστυ· εἰς τὴν πόλιν

pi

3988

προτιβάλλεαι· προ(σ)βάλλῃ. μισεῖς, καὶ ἀποστρέφῃ, ὡς καὶ Ἀττι‐ κοὶ λέγουσι· προ)βάλλομαι τοῦτον. οἱ δὲ κωλύεις· ἀπὸ τῆς κατὰ τοὺς πύκτας προ(σ)βολῆς. ἔστι δὲ ἀναπόδεικτον παρὰ Ὁμήρῳ·
ταύτην δ’ οὔτ’ ἔπ(ε)ϊ προτιβάλλεαι οὔτε τι ἔργῳ

pi

3989

προτίδεγμαι· προσδέχομαι

pi

3990

προτιδέγμεναι· προσδεχόμεναι

pi

3991

προτιδέγμενοι· προσδεχόμενοι

pi

3992

προτιειλεῖν· ἐγκλίνειν

pi

3993

προτιμᾶν· προκρῖναι, ἐκλέξασθαι

pi

3994

προτὶ ὅν· πρὸς τὸ(ν) ἴδιον

pi

3995

προτιόσσεται· προορᾶται. προσδέχεται. προσαγορεύει

pi

3996

προτιόσσετο· προσεδόκα

pi

3997

προτιπτυσσοίμεθα· ἀσπαζοίμεθα. παρακαλοῖμεν

pi

3998

πρότμησιν· κατὰ τὸν ὀμφαλόν

pi

3999

πρότμησις· ὁ περὶ τὸν ὀμφαλὸν τόπος

pi

4000

προτμητόν· τὸν ὀμφαλόν

pi

4001

προτμῆτις· ὁ περὶ τὸν ὀμφαλὸν κατὰ τὸν λαγόνα τόπος

pi

4002

[προτολεῖον· ὑπάρχον]

pi

4003

προτομαί· εἰκόνες βασιλέων

pi

4004

προτομή· εἰκὼν βασιλική, ἕως τοῦ ὀμφαλοῦ τοῦ σώματος εἶδος

pi

4005

προτόνιον· ὕφασμα

pi

4006

πρότονοι· οἱ ἑκατέρωθεν τοῦ ἱστοῦ σχοῖνοι, ἐκτεταμένοι εἰς τὴν πρώ‐ ραν καὶ πρύμναν ἔμπροσθεν

pi

4007

προτόνοισι· τοῖς τὸν ἱστὸν συνέχουσι σχοινίοις, ἐξ ἑκατέρου μέ‐ ρους, καὶ τοῖς ἐν τῷ ὑφαντικῷ ἱστῷ

pi

4008

*πρωτορύμῳ· ἐν τῷ ἀκρορύμῳ, ὅπου ὁ ζυγὸς δεσμεῖται

pi

4009

προτραπέσθαι· ἀποτραπῆναι. ὑποεῖξαι·
ἔθελον δ’ ἄχεϊ προτραπέσθαι·
1παρ’ οὐχὶ προθυμηθῆναι, οἷον τοῦ τάχους ἀποτραπῆναι

pi

4010

προτρέπειν· τὸ προάγεσθαι. ἐνίοτε καὶ τὸ προβιβάζειν395 in vol. 3

pi

4011

*προτροπεσθάριοι· ἐπιτροπὴν ἔχοντες

pi

4012

προτρέπου· παρακάλει

pi

4013

προτριβεῖς· δριμεῖς καὶ ὀξεῖς

pi

4014

πρότριτα· πρὸ πολλοῦ

pi

4015

πρότροπα· θυσίας εἶδος

pi

4016

προτροπάδην· εἰς τοὔμπροσθεν τετραμμένοι. ἢ φεύγων καὶ διώκων ὡς ἐν μάχῃ

pi

4017

προτροπή· παράκλησις. καὶ τὰ ὅμοια

pi

4018

*προτύπως· ἀκολούθως

pi

4019

προτροπίς· σπυρίς

pi

4020

πρότροπος· οἶνός τις, τοῦ γλεύκους τὸ πρόχυμα

pi

4021

προτρύγαια· ἑορτὴ Διονύσου καὶ Ποσειδῶνος

pi

4022

[προτυχών] προστυχών· παρατυχών

pi

4023

*πρωτόγονος· νέος

pi

4024

προῦ· προσέρχου

pi

4025

προύβα· τὸ λευκόν

pi

4026

προὔβη· προέβη

pi

4027

[προυγελεῖν· προπηλακίζειν, ὑβρίζειν]

pi

4028

[προυγιετέρω· προτιμοτέρω]

pi

4029

προυεσμένη· ἀναβαλλομένη. προϊοῦσα

pi

4030

προὔθηκα· προέθηκα

pi

4031

προύκας· δορκάδας

pi

4032

προυλέσι· πεζοῖς ὁπλίταις

pi

4033

προῦμορ· εἶδος σικύου

pi

4034

προυνικοί· οἱ μισθοῦ κομίζοντες τὰ ὤνια ἀπὸ τῆς ἀγορᾶς, οὕς τινες παι‐
δαρίωνας καλοῦσι· δρομεῖς, ταχεῖς, ὀξεῖς, εὐκίνητοι, γοργοί, μισθωτοί396 in vol. 3

pi

4035

προύνους· βουνούς

pi

4036

προὐξένεις· ἐξένιζες

pi

4037

προὔπεμψε· προέπεμψεν

pi

4038

προὖπτον· πρόδηλον, φανερόν

pi

4039

προύρα· πλεύμων, ἢ πνεύμων

pi

4040

προυργιαίτατα· προνοητικώτατα

pi

4041

προυργιαίτερον· προκρινόμενον, προτιμότερον. κρεῖττον. ἀναγκαιό‐ τερον. ὠφελιμώτερον

pi

4042

προὔργου· ὁμοίως· ἑτοίμου, πρὸ ἔργου

pi

4043

προύσελα· προύτελα, προτελεῖ

pi

4044

προὔστημεν· προέστημεν

pi

4045

προὔστησας· προέστησας. εὐτρέπισας

pi

4046

προὔστησε· προέστησε. εὐτρέπισεν

pi

4047

[προυτροπάδην· κατὰ τροπήν]

pi

4048

προὔτυψαν· προένευσαν. προῆλθον, προεχώρησαν

pi

4049

προὔτυψαν· προήρξαντο. καὶ τὰ ὅμοια

pi

4050

προὔχει· προέχει. πρωτεύει, κρεῖττόν ἐστι

pi

4051

προὔχοιο· προφασίζοιο

pi

4052

προὔχων· προέχων

pi

4053

προὔχονται· ἐνέχονται

pi

4054

προὔχοντες· προάγοντες. μέγιστοι

pi

4055

[προὐχός· ξέστης]

pi

4056

[προὔχνου· παντελοῦς]

pi

4057

προφαίνων· προλέγων. προδηλῶν

pi

4058

προφανεῖς· προφανέστεροι

pi

4059

προφανέντες· προελθόντες

pi

4060

προφανῶς· προθύμως

pi

4061

πρόφαντα· προφητικά

pi

4062

πρόφαντον· λόγιον, θεοπρόπιον, προδεδηλωμένον

pi

4063

πρόφασις· αἰτία, ἀφορμή

pi

4064

[πρόφασσα· πρόθυμος. ἐνοοῦσα. καὶ προνοηθεῖσα]

pi

4065

πρόφερε· ὀνείδιζε. πρόαγε, προκόμιζε

pi

4066

προφέρει· ὅμοιον

pi

4067

προφερεῖς· οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι

pi

4068

προφορεῖσθαι· τὸ ταῖς διαζομέναις τὸν στήμονα παραδιδόναι397 in vol. 3

pi

4069

*προφερέστεροι· κρείττονες, ὑπερέχοντες, κρείσσονες, βελτίονες

pi

4070

*προφορά· εὐλαλία. ἑτοιμολογία

pi

4071

[προφοῶ· προεξήγαγεν αὐτόν]
1πρὸ φόως· πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγε γεν‐ νηθέντα

pi

4072

προφράγματα· τὰ προσκήνια

pi

4073

πρόφρασσα· πρόθυμος. εὐνοοῦσα. διανοουμένη

pi

4074

προφρονέως· προθύμως

pi

4075

πρόφρων· πρόθυμος. εὔνους. φρόνιμος

pi

4076

προφύσια· ἐν τοῖς μετάλλοις τὰ σκέπης χάριν τῶν ἐν ταῖς φύσαις αὐλῶν τιθέμενα

pi

4077

προχάζοις· προβαίνοις. ἀναποδίζοις

pi

4078

προχάνη· σκῆψις. πρόφασις. καὶ καλύπτρα

pi

4079

Προχαρισία· ἡ Θέτις οὕτω που τιμᾶται

pi

4080

πρόχασον· πρόελθε

pi

4081

[προχέα· πρόφασις]

pi

4082

προχέει· ἐκπέμπει

pi

4083

προχειρίζεται· προφέρει. προχέει. ἐκλέγεται

pi

4084

προχειρίσαι· ἐπιλέξαι

pi

4085

προχείρως· ἑτοίμως, ταχέως, ὀξέως

pi

4086

*πρόχειρος· ἕτοιμος, εὐχερής

pi

4087

*προχειρότατον· ἕτοιμον

pi

4088

προχέοντο· ἐπάλληλοι ἐφέροντο. προΐεσαν. ἔῤῥεον. προ[σ]ήρχοντο

pi

4089

[πρόχθης· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν

pi

4090

προχθήσεσι· ταῖς εἰς τὴν θάλασσαν προχύσεσι]

pi

4091

πρόχνυ· ἐπὶ γόνατα, οἷον πρὸ γόνατος·
πρόχνυ καθεζομένη καὶ παντελῶς·
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ’ ἔλυσε
5καὶ πρόῤῥιζον, παντελῶς, καὶ τελείως

pi

4092

προχοαί· αἱ ἐκρύσεις τῶν ποταμῶν. καὶ ὑδρ[ε]ίαι

pi

4093

προχοῇς· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν. καὶ τοῦ ποταμοῦ τὸ προστόμιον προχοή

pi

4094

προχοΐδας· τὰς ἀμίδας398 in vol. 3

pi

4095

πρόχοι· πρόχοοι, ἤγουν ὑδρ[ε]ίαι·
ἀμφικύβωται προχοί. ἤτοι δὲ ἀπὸ τοῦ ὅλου περιφερεῖς κύβους ἀμφικύβωται· ἢ ἀπὸ τῆς τῶν ὤτων, τὸ ἐξ ἀμφοτέρων δηλοῦντος

pi

4096

προχοΐδια· αἱ καταχύσεις

pi

4097

προχοΐδιον· ἀγγεῖόν τι οἰνηρόν, σταμνίς. καὶ οἷον ὡς προχοΐδιον, ἤγουν κατάχυσιν

pi

4098

[πρόχοιο· προφασίζοιο. ἢ προβάλλοιο, καὶ σκεπάζοιο. παρ’ ὃ καὶ τὰς ἀσπίδας προβαλοὺς ἔλεγον]

pi

4099

πρόχοος· ξέστης, μέτρον

pi

4100

προχόῳ· τῇ καταχύσει

pi

4101

προχύτας· ὀλάς, ἀπαρχάς

pi

4102

προχύτης· ποτήριόν τι

pi

4103

*πρόχυσις· τὸ μεταξὺ χῶμα

pi

4104

προψάτης· πανώλεθρος

pi

4105

προώδων· ἐξέχων τοὺς ὀδόντας

pi

4106

πρόωμαι· ἐάσω, προχωρήσω

pi

4107

προώμεθα· ἐάσωμεν, παραχωρήσωμεν

pi

4108

προώρας· τὰ πρῶτα κλήματα

pi

4109

πρόωρον· πρὸ καιροῦ

pi

4110

πρόωφος· πρόσκοπος

pi

4111

προωχὴς ἵππος· ὁ ἐκ τῶν ὄπισθεν μετέωρος καὶ τῷ ἀναστήματι καὶ τῇ ἱππασίᾳ

pi

4112

πρύανος· νέος

pi

4113

πρυλεῖς· οἱ μὲν πολλοὺς λαούς· οἱ δὲ προμάχους, ἢ πεζοὺς ὁπλίτας ἀθρόους

pi

4114

πρυλέες· πεζοὶ ὁπλῖται· ἀπὸ τῆς πορ(ε)ίας. τουτέστι πορείᾳ χρώ‐ μενοι

pi

4115

πρύλιν· πυῤῥίχην, ἢ ὁπλίτην

pi

4116

πρυλέεσς’ ἀραρυῖα· πεζοῖς ἡρμοσμένη399 in vol. 3

pi

4117

πρυλεύσεις· ἐπὶ τῆς ἐκφορᾶς τῶν τελευτησάντων παρὰ τῷ ἱερεῖ

pi

4118

πρύμνα· τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου

pi

4119

πρύμναι· αἱ ἄκραι

pi

4120

πρύμναδε· πρυμνόθεν. πᾶν γὰρ τὸ πρόσγειον κάτωθεν πρύμνον λέ‐ γεται

pi

4121

*πρυμνήσια· ἀπόγεια σχοινία

pi

4122

πρύμνηθεν οὖρον· τὸν ὄπισθεν ἄνεμον, τὸν ἐπιτήδειον

pi

4123

*πρύμνη· τὰ ὀπίσω, ἢ τὸ τέλος τοῦ πλοίου

pi

4124

πρυμνόν· τὸ ἔσχατον, τὸ ἄκρον. καὶ πρυμνήν τὴν ἐσχάτην. [καὶ πᾶν ἔσχατον], ἐκ ῥιζῶν

pi

4125

πρυμνός· κάτωθεν βαρύς. ἢ πλοῦτος

pi

4126

πρυμνώρα· ἀκρώρεια. ἄκρον. ὄρους τὸ ἔσχατον μέρος

pi

4127

πρυτανεῖα· ἡ λεγομένη καταβολή, τὸ δέκατον τοῦ τιμήματος

pi

4128

πρυτανεῖον· τρία Ἀθήνησι συσσίτια [πρυτανεῖα] θεσμοφορεῖον, πρυ‐ τανεῖον. [λέγεται δὲ καὶ ἡ ἐπὶ μηνὶ μισθοφορία, καὶ οὗ κατετίθεσαν τὸ ἀργύριον οἱ δικαζόμενοι

pi

4129

πρυτανεύει· διοικεῖ

pi

4130

πρύτανις· βασιλεύς. ἄρχων. χορηγός. ταμίας. διοικητής

pi

4131

πρῴ· ἀντὶ τοῦ πρωΐ

pi

4132

πρωθήβας· ἀκμαίους

pi

4133

πρωθῆβαι· ἄρτι ἀκμάζοντες

pi

4134

[πρώηβες· ἄρτι ἀκμάζοντες]

pi

4135

πρωθήβην· ἄρτι ἡβῶσαν, ἀκμάζουσαν

pi

4136

πρωί· Ἀττικώτερον τὸ ὑφέν. σημαίνει δὲ τὸ ἐν ὥρᾳ. καὶ πρὸ τοῦ δέοντος καιροῦ, ἢ πρὸ τῆς καθηκούσης ὥρας ὡς ὀψέ ἐπὶ τοῦ καθυ‐ στεροῦντος τῆς προσηκούσης ὥρας

pi

4137

πρωΐα· ταχέα

pi

4138

πρωϊζά· πρῶτα. πρωί

pi

4139

πρωΐη· ὀρθρινή400 in vol. 3

pi

4140

[πρωϊνής· ἐπ’ ὄψιν, ἐπὶ πρόσωπον]

pi

4141

πρώϊον· κατ’ ἐκείνην τὴν ἡμέραν. οἱ δὲ πρὸ καιροῦ, ταχύ. ἢ ἀντὶ τοῦ πρώην

pi

4142

[πρώκεα· δῶρα]

pi

4143

πρῶκες· σταγόνες, ψεκάδες, σταλαγμοί

pi

4144

πρωκτὸς λουτροῦ περιγίνῃ· παροιμία, ὅταν τις μὴ δύνηται ἀπο‐ νίψασθαι, ἀλλ’ ἡ κοιλία αὐτῷ ἐπιφέρηται. ἐλέγετο οὖν ἐπὶ τῶν ἀνω‐ φελῶν καὶ εἰκῆ πραττομένων

pi

4145

πρωλυθίαι· παρειμένοι, παραλελυμένοι

pi

4146

πρωλύθιον· ὁ ἐπιφερὴς καὶ ἐπὶ στόμα

pi

4147

πρών[ίας]· ὄρος, κρημνός. οἱ δὲ ὄρους ἐξοχήν

pi

4148

πρώονας· ὀρῶν ἐξοχάς

pi

4149

πρώονες· οἱ ἐκνενευκότες τόποι εἰς ὄρη

pi

4150

πρῷρα· πρόσωπον. ἢ τὸ ἔμπροσθεν τοῦ πλοίου. ἢ στολὴ διακεκαλλω‐ πισμένη τὰς ὄψεις, ἢ ἐπικαλύπτουσα

pi

4151

πρῳράσαντες· κροτήσαντες. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεῶν καὶ τῆς εἰρεσίας

pi

4152

πρωραχθῆ· ἡ μεταφορὰ ἀπὸ τῶν πλοίων. ἐκεῖνα γὰρ ἐν τῇ πρῴρᾳ τὸν φόρτον φέρει, καὶ ἐπαιωρούμενα ἐγκαθέζεται τῇ θαλάσσῃ. φυσι‐ κῶς δὲ οἱ γέροντες ἐπὶ τὸ πρόσωπον φέρονται. Πρῷρα δὲ τὸ πρόσ‐ ωπον

pi

4153

πρωρεῖ· κηδεύει. ἐκρεῖ. [πρωσίς] προορᾷ. φοβεῖται

pi

4154

πρ[σ]ῶσι(ν)· προ[σ]ώθησιν

pi

4155

πρῶτα· ἅπαξ πρότερον

pi

4156

*προτέλειαι· αἱ ἀπαρχαί· κυρίως μὲν τῆς λείας, ἤγουν τῆς αἰχμα‐ λωσίας, καταχρηστικῶς πᾶσα ἀπαρχή

pi

4157

*πρώτῃσι θύρῃσιν· ἐπ’ ἄκρου τοῦ οὐδοῦ. ἐπ’ ἄκραις ταῖς θύ‐ ραις

pi

4158

πρωτερική· εἶδός τι συκῆς πρωΐμου. καὶ πεδίον τι οὕτω καλεῖται

pi

4159

πρώτιστον· πρότερον

pi

4160

πρωτόαλος· πρωτόπλους

pi

4161

πρωτόβαθρον· τὸν προεδρ[ε]ίας ἀξιωθέντα

pi

4162

πρωτογόνων· πρώτων φανέντων

pi

4163

πρωτόγονος· νέος401 in vol. 3

pi

4164

πρωτογυναῖκες· οἱ μίαν ἠγμένοι γυναῖκα

pi

4165

πρωτόλεια· ἀπάργματα

pi

4166

πρωτόλειον· ἀπαρχή. ἢ τὸ πρῶτον ἐλθεῖν τὴν λείαν

pi

4167

πρωτώλη· πρώτη. ἢ πτερόν

pi

4168

πρωτολήδεσθαι· τὸ πρῶτον ἀποπειρᾶσθαι

pi

4169

πρωτόμφαλον· τὸ τῆς ἀσπίδος μέσον

pi

4170

πρῶτον ὑπηνήτην· τὴν ἀπαρχὴν ἔχοντα γενειάδος

pi

4171

πρωτοπαγεῖς· οἱ πρῶτον πεπηγμένοι δίφροι, καινοί

pi

4172

πρωτοπραξία· τὸ πρῶτον εἰσπραττόμενον

pi

4173

πρωτοστάτης· ὁ πρῶτος παρὰ τὸ κέρας τῆς παρατάξεως τεταγμένος

pi

4174

πρωτοτόκος· ἡ πρώτη τετοκυῖα. καὶ ὁ πρῶτος τεχθείς

pi

4175

πρωτοτύπως· ὁ ἀκολούθως. πρωτουργός

pi

4176

πρώτῳ ῥυμῷ· τῷ ἄκρῳ τοῦ ῥυμοῦ

pi

4177

πταίει· πίπτει, ἁμαρτάνει. σφάλλει

pi

4178

*πταῖτο· ἔπτη. ἔδραμεν

pi

4179

πτάκες ἢ πτάκιδες· δειλοί, ἐπτηχότες. καὶ πτακισμός

pi

4180

πτακωρεῖν· πτήσσειν, δεδοικέναι

pi

4181

[πταλόν· ἐφ’ ᾧ ἡ σταφυλὴ πατεῖται]

pi

4182

πταμένη· πετασθεῖσα. διελθοῦσα

pi

4183

πτάξ· πτάκις. πτώξ. δειλός

pi

4184

πτάτο· ἔπτη. ἔδραμεν

pi

4185

πταώτην· κατεπτηχότα

pi

4186

πτελέα· σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου402 in vol. 3

pi

4187

πτελεάδες· πτελεῶδες

pi

4188

πτελεόν· τὸ συλλέγεσθαι

pi

4189

Πτελεός· πόλις

pi

4190

πτερά· πτέρυγες. ἢ οἰκοδομήματα ἱερῶν ἐκ λίθων

pi

4191

[πτέρθοις· τείχεσι. διαστήμασιν]

pi

4192

Πτερίδες· τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας

pi

4193

πτέρνα· τοῦ ἀρότρου τὸ σιδήριον, τὸ κατατεῖνον ὑπὸ τὴν γύην. καὶ τοῦ ποδός. καὶ τὰ ἔσχατα μέρη τῶν ὀρῶν

pi

4194

πτέρνεται

pi

4195

*πτέρνης· τῆς πορείας τοῦ βίου

pi

4196

*πτερνιεῖ· παγιδεύ(σ)ει

pi

4197

*πτερνίζει· ἀπατᾷ. συναρπάζει. ἀτιμάζει, ὑβρίζει

pi

4198

πτερνίς· τὰ πυθμένια τῶν ἰατρικῶν λεκανίδων, ἃ μέχρι νῦν προσδέ‐ ουσιν ἁλυσειδίοις μακροῖς ἐν τοῖς ἰατρ(ε)ίοις. καὶ εἶδος ἱέρακος

pi

4199

*πτερνισμόν· ἐπιβουλήν

pi

4200

πτερνοβάτης· τῶν ἰατρικῶν τις ἐπιδέσμων

pi

4201

πτερ]όεντα· ταχέα. οἱ δὲ πεφορτισμένα. κοῦφα. εὐάρμοστα

pi

4202

πτερόεντα· ὁμοίως

pi

4203

πτεροῖ· ἐξαίρει

pi

4204

πτερόν· σκηνή

pi

4205

πτερονόμος· τοῖς πτεροῖς νομῶσα καὶ νεμωμένη. ὅθεν καὶ τὸ νέ‐ μειν ἐπιστροφὴν ἄγειν

pi

4206

πτεροφόροι· τέλος τι στρατιωτικόν, ἢ ὡς διὰ τὴν ἐν τοῖς λόφοις πτέρωσιν. καλοῦνται δὲ οὕτως καὶ τῶν ἐν Αἰγύπτῳ ἱερέων τινές

pi

4207

πτέρυγες· εὐθυντῆρες. τὰ πηδάλια. καὶ μέρος χιτῶνος, τὰ περὶ τὰ κράσπεδα. δηλοῖ δὲ καὶ τῶν πηδαλίων τὰ πλατέα καὶ τὰ χείλη

pi

4208

πτέρυγες· σκέπαις403 in vol. 3

pi

4209

πτερύγια[ι]· μέρος τι τοῦ ῥυμοῦ. καὶ τοῦ πνεύμονος τοῦ λοβοῦ τὰ ἄκρα· καὶ τοῦ ὠτὸς τὸ ἄνω· καὶ ξίφους τὰ ἑκατέρωθεν. ἢ τὰ ἄκρα τῶν ἱματίων

pi

4210

πτερυγίζειν· μηδὲν ἀνύειν. ὅταν γὰρ τὰ μήπω δυνάμενα πέτεσθαι τῶν ὀρνέων πειράζοντα ἐπιβάλληται καὶ κινῇ τὰς πτέρυγας πτερυ‐ γίζειν λέγεται

pi

4211

πτερύγιον· ἀκρωτήριον, πτέρυξ

pi

4212

πτερυξαμένη· διασείσασα

pi

4213

πτερύσσεται· τὰ πτερὰ τινάσσει, πέτεται

pi

4214

πτερ]υγοτύραννος· ὄρνις ποιὸς ἐν Ἰνδικῇ Ἀλεξάνδρῳ δοθείς

pi

4215

πτέρων·
ἀλλ’ ἢ τρίορχος, ἢ πτέρων, ἢ στρουθίας εἶδος ὀρνέου

pi

4216

πτερῶν ταρσοῦ· τῶν πτερῶν

pi

4217

πτερωτοῖς· πετεινοῖς

pi

4218

πτερωτός· ἀναπτερωθείς.

pi

4219

πτηνός· ὁ ἱπτάμενος

pi

4220

πτῆξαι· δειλιᾶσαι

pi

4221

πτήξαντα· τὴν ὄψιν εἰς τοὔδαφος καταβαλόντα.

pi

4222

πτῆξεν· εἰς φόβον ἤγαγεν

pi

4223

πτῆναι· ταχέως ἐνεχθῆναι

pi

4224

πτήσσων· ὑποπίπτων. κρυβόμενος

pi

4225

πτῆται· ταχέως πέτεται

pi

4226

πτίλα· πτερὰ ἁπαλά

pi

4227

πτίλος· ὁ μαδαρός, καὶ λελεπισμένος τοὺς ὀφθαλμούς

pi

4228

πτίσαι· κόψαι

pi

4229

*πτίσει· κόψει

pi

4230

πτισάνη· κυκεών

pi

4231

πτίσατε· ἀποδερματίσατε

pi

4232

πτόησις· δειλία

pi

4233

πτοία· πτυρμός. φόβος

pi

4234

πτοίαν ἢ πτοῖον· [θόρυβος, ἢ ταραχή

pi

4235

πτοιώμενον· πτοιᾶσθαι λέγεται· τὸ παρορμᾶσθαι πρὸς τὰ ἀφρο‐ δίσια

pi

4236

πτολέμοιο· πολέμου

pi

4237

πτολίεθρον· πόλιν καὶ πόλις404 in vol. 3

pi

4238

πτόλις· ναῦγος. ἢ πόλις

pi

4239

*πτολεμίξομεν· πολεμίσωμεν

pi

4240

*πτολίεσσι· πόλεσι

pi

4241

*πτόρθος· κλάδος, βλαστός

pi

4242

πτολίπορθος· πολεμιστής. ἀπὸ τοῦ τὰς πόλεις πορθεῖν

pi

4243

πτόρθος· ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός

pi

4244

[πτόριμον· ταχύ. φρόνιμον

pi

4245

πτορισμός· φροντισμός]

pi

4246

πτύγμα· κόλπωμα. δίπλωμα

pi

4247

πτύελον· σκεῦος ἐπιτήδειον πρὸς λουτρόν. ἢ πτύσμα

pi

4248

πτυκτίον· [πτυκτίον] βιβλίον

pi

4249

πτυκτόν· πτυσσόμενον. ἢ καμπτόμενον

pi

4250

πτύξ· ἡ πτυχή, ἡ πλέξ(ις)

pi

4251

πτύξις· δίπλωσις. κάμψις

pi

4252

πτύον· θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ ἀχύρου

pi

4253

πτυόφιν· τοῦ πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον

pi

4254

[πτύοχλον· ὑπόδημα ἀνδρεῖον]

pi

4255

πτύρεται· κλᾶται. κραδαίνεται. σείεται. φοβεῖται. φρίττει

pi

4256

πτυρμός· φρίκη. καὶ τὰ ὅμοια

pi

4257

πτύσσει· κραδαίνει. ἢ τὰ δόρατα διπλοῖ

pi

4258

πτυσσοίμεθα· κολακεύοιμεν

pi

4259

πτυχαί· στο(λ)αί. περιβολαί

pi

4260

πτύχες· μερίδες. καὶ αἱ τῶν ὀρῶν ἀποκλίσεις. εἰσὶ δὲ αἱ φάραγγες

pi

4261

πτῳΐδες· Νύμφαι

pi

4262

πτωκὰς κύπειρος· παρὰ Σιμμίᾳ ἡ πόα, διὰ τὸ χθαμαλὴ εἶναι

pi

4263

πτῶκες· δειλοί. λαγωοί. δορκάδες. ἔλαφοι. νεβροί

pi

4264

πτώματα· αἱ συῤῥήσεις ἐν τοῖς μετάλλοις

pi

4265

πτώξ· λαγωός. ἀπὸ τοῦ κατεπτηχέναι. ἢ ταπεινόν

pi

4266

πτώσι· ἑαυτὸν κατακρύπτει. φοβεῖται, δέδιε

pi

4267

*πτωσκαζέμεν[αι]· κρύπτεσθαι. περικάμπτειν

pi

4268

πτώσσοντες· δειλιῶντες405 in vol. 3

pi

4269

πτωτόν· τὸ πίπτον

pi

4270

πτωχεύειν· ἐπαιτεῖν, ἀπὸ τοῦ πτώσσειν ἢ ἐπτηχέναι, ἤγουν ταπει‐ νοῦσθαι

pi

4271

πύαλος· ἡ ἀσάμινθος. ἢ λάρναξ

pi

4272

πυάνιον· τὸ διὰ τοῦ γάλακτος ῥόφημα. οἱ δὲ πανσπερμίαν ἡψημέ‐ νην ἐν γλυκεῖ

pi

4273

πύανοι· κύαμοι. καὶ πᾶν ὄσπριον

pi

4274

πυανόψια· ἑορτὴ Ἀθήνησιν. εἴρηται δέ, παρόσον κυάμων ἐμπίπλαν‐ ται. καὶ ἄγεται Πυανεψιῶνος ἑβδόμῃ, ἐπειδὴ ἕψουσιν ἔτνος. οὕτω δὲ κέκληνται ὁ μὴν καὶ ἡ ἑορτή, διὰ τὸ ἀθάραν ἑψεῖν, ἃ καλοῦσι πύανα

pi

4275

πῦαρ· πυτία

pi

4276

πυγαῖα· τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν

pi

4277

[Πυγανίῃσι· πυγονίαις. ἔθνος δέ ἐστι πρὸ τῆς Αἰγύπτου μικροφυῶν ἀνθρώπων]

pi

4278

πύγαργος· εἶδος ἀετοῦ

pi

4279

πυγή· τὸ κάθισμα

pi

4280

Πυγμαῖοι· ἔθνος πρὸ τῆς Αἰγύπτου, τῷ μεγέθει πάνυ μικρόν, οἷον πηχυαῖον

pi

4281

Πυγμαίων· ὁ Ἄδωνις παρὰ Κυπρίοις

pi

4282

πύ]ματος· ἔσχατος, ὕστατος

pi

4283

πυγμή· γρόνθος. πυκτή. ἤγουν τὸ συγκεκλεῖσθαι τοὺς δακτύλους

pi

4284

πυγόνος· τοῦ πήχεος. ἔστι δὲ ἡ πυγὼ) ἀπὸ ὠλεκράνου ἄχρι τοῦ μικροῦ δακτύλου

pi

4285

πυγόριζαι· οὕτω καλοῦνταί τινες τῶν ῥιζῶν

pi

4286

πυγός· ὁ πῆχυς

pi

4287

πυγοσκελίς· ζῶόν τι. καὶ ὁ βραχύς

pi

4288

πυγούσιον· πηχυαῖον

pi

4289

πυγών· μέτρον τὸ ἀπὸ τοῦ ὠλεκράνου, ὅπερ ἐστὶν ὁ ἀγκών, ἕως ἔξω τῆς χειρός, ἐπικεκαμμένων τῶν δακτύλων. καὶ σπιθαμή

pi

4290

πυδαρίζειν· τὸ μὴ ἀνέχεσθαί τινος, ἀλλ’ ἀποπηδᾶν. χαλεπαίνειν

pi

4291

πυέλιον· πύελος χαλκῆ406 in vol. 3

pi

4292

πυελίς· σφραγιδοφύλαξ, [σιπύη, ἀρτοθήκη, ἀλευροθήκη.] ἔνθα ἡ ψῆ‐ φος ἐν δακτυλίῳ

pi

4293

πύελος· ἐν ᾧ οἱ πυροὶ ἐπλύνοντο. σκάφη. ἐμβατή

pi

4294

πυήρ· ἀναπεπλησμένον

pi

4295

Πύθα· πανήγυρις, καὶ ἑορτὴ Ἑλληνική

pi

4296

*πυθέσθαι· ἀκοῦσαι. ἐρωτῆσαι. γνώσεσθαι

pi

4297

*πύθεται· σήπεται. φθίνει. βρέχεται

pi

4298

Πύθιον· [τὸ ὕδωρ.] Θουκυδίδης

pi

4299

Πυθίων ἀνακτόρων· ἐπὶ τοῦ ἐν Χρ(ύσῃ) ἱεροῦ, ἤγουν Ἀπόλ‐ λωνος

pi

4300

πυθμέν] ἐλαίης· τὴν ἀρχήν, καὶ τὴν ῥίζαν

pi

4301

πυθμένες· βάσεις αἱ κατὰ τῶν δένδρων

pi

4302

πυθμήν· τὸ ὑποκάτω τῆς λεκάνης, καὶ παντὸς σκεύους. γένεσις, ἀρχή, ῥίζα. καὶ τῆς μήτρας τὸ ἄνω μέρος. καὶ ἀριθμός τις παρὰ τοῖς γεω‐ μετρικοῖς

pi

4303

Πυθοῖ· ἐν Πυθῶνι

pi

4304

πύθοιτο· σαπείη

pi

4305

πυθόληπτος· ὑπὸ τοῦ Πυθικοῦ ....

pi

4306

πύθομαι· ἀκούω

pi

4307

πυθόμενος· ἀκούσας. ἐρωτήσας. μαθών

pi

4308

πυθομένων· σηπομένων. τὸ γὰρ πύος αἷμά ἐστι κατὰ μεταβολήν

pi

4309

πύθου· ἐρώτησον

pi

4310

πύθοντο· ἤκουον. ἔμαθον

pi

4311

πυθοῦ Χελιδόνος· παροιμιῶδες, διότι ὀδυρτικὸν τὸ ζῶον· θρηνεῖ γὰρ ἡ χελιδὼν [καὶ ἀηδών]. τὸ δὲ ἀληθὲς ἀπὸ Χελιδόνος τινὸς θεο‐ λόγου ἢ τερατοσκόπου

pi

4312

Πυθώ· πόλις Φωκίδος

pi

4313

Πυθώδ’ ὁδός· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων

pi

4314

Πύθων· ὁ ἐγγαστρίμυθος ἢ ἐγγαστρίμαντις. ἢ Βυζάντιος τὸ γένος

pi

4315

πύθων· δαιμόνιον μαντικόν

pi

4316

πύϊον· τὸ γάλα407 in vol. 3

pi

4317

πύκα· ἐπιμελῶς·
πύκα δ’ ἔτρεφε καί·
πύκα ποητοῖο
5τοῦ ἐπιμελῶς κατεσκευασμένου. καί·
πυκινὸν λέχος τὸ ἐπιμελείας ἠξιωμένον, διὰ τὸ ἐκ πολλῶν ἱματίων εἶναι

pi

4318

πύκαζε· κάλυπτε. στεφάνου. πύκνου

pi

4319

πυκάζουσι· καλύπτουσι. στεφανοῦσι. πυκνοῦσι. κρύπτουσι. φυλάσ‐ σουσι. σκέπουσι, περιβάλλουσι, στεγάζουσι. σκιάζουσι

pi

4320

πύκα ποιητοῖο· ἐπιμελῶς κατεσκευασμένου

pi

4321

πυκασάντων· καλυψάντων

pi

4322

πυκασμός· δασύτης γεννήματος

pi

4323

πύκ’ ἐβάλλετο· πυκνῶς ἐβάλλετο

pi

4324

πυκιμήδεος· συνετῆς. ἢ ἐπιμελοῦς κατὰ τὸ ποιῆσαι

pi

4325

πυκ)νήν· συνετήν. στεγνήν, ἰσχυράν, συνεχῆ

pi

4326

πυκινοῖσι· συνεχέσι. καὶ τὰ ὅμοια

pi

4327

*πυκινὸν δ[ὲ]’ ἄχ]ος· πυκνὴ λύπη

pi

4328

πυκινόν· συνετόν. συνεχῆ. (πυκινὸν) λέχος· διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι

pi

4329

πυκινόφρων· πολύφρων, σώφρων

pi

4330

πυκνά· συχνά. συνετά. πολλά

pi

4331

πυκνὰ] πτερά· ......

pi

4332

.......· τὸ ἐν Ἀθήναις δικαστήριον, τὴν πύκνα Ἴων

pi

4333

πυκναίοις· πολλοῖς

pi

4334

πυκνὰ ῥωγαλέην· πυκνὰς ῥαγάδας ἔχουσαν

pi

4335

πυκνῶς· συνεχῶς, συχνῶς

pi

4336

πύκτας· γρόνθους. ἀγωνιστάς

pi

4337

πύκτης· πολέμιος. ἀνένδοτος

pi

4338

πύλα· πύλαι

pi

4339

πυλαγόροι· οἱ προεστῶτες τῆς πυλαίας. πυλαία δέ ἐστι ἡ εἰς Πύ‐
λας, τὰς Θερμοπύλας, γινομένη σύνοδος τῶν Ἀμφικτυόνων408 in vol. 3

pi

4340

πύλαι· Ἀριστοφάνης Τελμισσεῦσιν ἀπὸ τῶν θυτῶν λέγει· ἐκεῖνοι γὰρ ἐπισκέπτονται τὰς ἐκτροπὰς τοῦ ἥπατος καὶ τὰς φλέβας. διὸ καὶ τὰς ὁδοὺς πύλας λέγουσι. (ὁ) ποιητὴς γὰρ οὐδέποτε πύλην ἑνικῶς λέγει, ἀλλὰ πληθυντικῶς, θύραν μέντοι καὶ θύρας λέγει·
5θυράων ὑψηλάων

pi

4341

πυλαιαστάς· τοὺς ψεύστας. Ῥόδιοι

pi

4342

πυλαιΐδεες· αἱ ἐν κάλλει κρινόμεναι τῶν γυναικῶν καὶ νικῶσαι

pi

4343

πυλαίμα]χος· πολέμαρχος. [καὶ ὄνομα κύριον

pi

4344

*πύλαι οὐρανοῦ· τὰ νέφη

pi

4345

πύλαρα· τὰ στελέχη

pi

4346

πυλάρταο· τῇ πύλῃ προσηρτημένου

pi

4347

πυλάρταο κρατεροῖο· τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος, ἢ ἡρ‐ μοσμένας ἔχοντος. λέγει δὲ ἐπὶ τοῦ ᾅδου. πυλωροῦ ἰσχυροῦ

pi

4348

πυλάτιδες ἀγοραί· ὅπου συνίασιν οἱ Ἀμφικτύονες εἰς τὴν λεγο‐ μένην Πυλαίαν ἐν τῇ πανηγύρει

pi

4349

πυλαυρός· πυλωρός

pi

4350

πυλαωρούς· τοὺς πύλας φυλάσσοντας. τινὲς δὲ κλέπτας

pi

4351

*Πύλος· πόλις

pi

4352

*πύλη· θύρα

pi

4353

πυλεῶν(α)· στέφανον

pi

4354

*πυλευρόν· πυλωρόν

pi

4355

πυληγόροι· τελῶναι. καὶ οἱ τῶν πανηγύρεων ἐπιμεληταί

pi

4356

Πυλήνη· πόλις Αἰτωλίας

pi

4357

πύλιγγες· αἱ ἐν τῇ ἕδρᾳ τρίχες. καὶ ἴουλοι, βόστρυχοι, κ[α]ίκιννοι409 in vol. 3

pi

4358

πυλλεῖ· θραύει. λέγει, διαβοᾷ. θρυλλεῖ

pi

4359

πύλῳ· ἀντὶ τοῦ πύλῃ τῇ τοῦ ᾅδου

pi

4360

πυλωλάκτας· κακῶν μεστούς

pi

4361

πυλών· στέφανος

pi

4362

πυλωρός· ὁ πυθμὴν τῆς κοιλίας

pi

4363

πυμάτοις· ἐσχάτοις

pi

4364

πύματον· ἔσχατον, τελευταῖον

pi

4365

πύνδαξ· πυθμήν

pi

4366

πυνθάνομαι· ἀκούω

pi

4367

πυνθανόμην· ἤκουον

pi

4368

πυν]ιάζειν· περαίνειν [ὡς ἀῤῥαίνειν]

pi

4369

*πυνικούς· τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς

pi

4370

Πύννα· ἡ Ἥρα

pi

4371

πυ]νός· ὁ πρωκτός

pi

4372

*πύννους· κυάμους ἑφθούς

pi

4373

πύξ· πυγμή. γρόνθος

pi

4374

πυξί]α· δίπτυχα

pi

4375

πύξινον· χρῶμά τι ἱματίου

pi

4376

*πύξ· ἱμαντωμένην κλίνην

pi

4377

πυόν· γάλα τὸ πρῶτον, ὃ πήγνυται ἑψόμενον

pi

4378

πυππάζουσι· φωνῇ ποιᾷ χρῶνται

pi

4379

πύππαξ· τὸ νῦν βόμβαξ λεγόμενον πύππαξ ἔλεγον, ὡς Λυκόφρων ᾠήθη. οὐκ ἔστι δέ. τὸ μὲν γὰρ βόμβαξ τίθεται καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ γέλωτος, τὸ δὲ πύππαξ οὐχί

pi

4380

πῦρ· πυρετός

pi

4381

πυράγρα· καρκίνος

pi

4382

πυράγρη ἢ πυράγρα· χαλκευτικὸν ἐργαλεῖον, καρκίνος, πάγουρος

pi

4383

πυραί· πυρκαϊαί

pi

4384

[πύραινος· (ὁ) πῦρ ἐναυόμενος. λέγεται δὲ καὶ τὸ ἀγγεῖον, ἐν ᾧ
φέρεται καὶ τὸ πῦρ, οὕτω]410 in vol. 3

pi

4385

*πυῤῥάκης· ξανθός

pi

4386

πυρακτῶν· ἐμπυρεύων

pi

4387

πυραμίδες· πυρ(αμ)οειδεῖς λαμπάδες

pi

4388

(*)πυραμοῦντα· τὴν πυραμίδα

pi

4389

πυραμίδες· οἰκοδομήματα γεωμετρικά, ἐπὶ τὰ κάτω κατερχόμενα

pi

4390

Πύραμος· ποταμὸς Κιλικίας. ἄλλοι δὲ χόρτον οὕτω καλοῦσι

pi

4391

πυραμοῦς· εἶδος πλακοῦντος, ἐκ πυρῶν πεφρυγμένων καὶ μέλιτι ἀνα‐ δεδευμένων

pi

4392

πυρὰ μυῖα· ἡ μέλισσα

pi

4393

Πύρασος· πόλις

pi

4394

πύραυνον· εἰς ὃ ἂν πῦρ ἐναύηται, δᾳδίον, ἢ βόλβιτον, ἢ τοιοῦτόν τι. οἱ δὲ τὴν θέρμαυστριν

pi

4395

πυργηδόν· κατὰ τάξιν τείχους

pi

4396

*πυράγηρα· τὰ θωράκια

pi

4397

πυργήρης· μετέωρος ὡς πύργος. καὶ ἐν Φρουροῖς· πυργείαν )κοπήν

pi

4398

πυργηρούμεθα· ἐντὸς ἐσμὲν τῶν πύργων, οὐ τολμῶμεν ἐξιέναι. γράφεται δὲ πυργιούμεθα

pi

4399

πυργηροῦμεν· φυλάττομεν τὰ τείχη

pi

4400

πυργηρούμενον· τὰ τείχη φυλάττον

pi

4401

πυργίον· μέρος τριήρους

pi

4402

Πυργῖται· οἱ Κρῆτες

pi

4403

πυργῖτις· βοτάνη

pi

4404

*πυργοβάρεις· οἱ προμαχῶνες

pi

4405

πύργος· προμαχεών. τεῖχος·
ἀλλ’ ἐπὶ πύργον ἔβη καὶ τάξ[ε]ις ἐν τετραγώνῳ ὁπλιτῶν·
ἔστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών
5καὶ πολεμιστήριον ὄργανον

pi

4406

πυργοῦται· ὑψοῦται411 in vol. 3

pi

4407

πυργοῦχος· μέρος τι τῆς νεώς

pi

4408

πύργων ἔρυον· ἐπὶ τοὺς πύργους εἷλκον

pi

4409

πύργωσις· μέρος τι τῆς νεώς

pi

4410

πύρδαλον· ὀψοποιεῖον, ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύ‐ λον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ πύρδανον

pi

4411

πύρδανα· τὰ λείψανα. καὶ τὰ ζώπυρα τοῦ πυρός

pi

4412

πυρέας· πυρπολητάς, ἐμπυρ[ι]οῦντας τὴν πόλιν. ἀπὸ τῆς πυρεύς εὐθείας

pi

4413

πυρεῖον· ἀγγεῖον κεράμιον εἰς πυρὸς ἔνθεσιν

pi

4414

πυρένεσι· ἅρμασι

pi

4415

πῦρ ἐπὶ πῦρ· παροιμία, ἧς μέμνηται Πλάτων. καὶ κακὸν ἐπὶ κακῷ

pi

4416

πυρετός· φλογισμός, καῦμα. τὸ δὲ σῶμα πῦρ λέγει

pi

4417

πυρῆνες· τὰ ἐντὸς τῶν ἐλαιῶν ὀστᾶ

pi

4418

πυριατόν· τὸ ἑφθὸν πυρί, ὃ γίνεται ἐκ τοῦ πρώτου γάλακτος

pi

4419

πυριαττός· συνετός

pi

4420

*πυρινίζειν

pi

4421

πυριβρεμέτας· ὁ χαλινός· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων, ἢ διὰ πυρὸς βρέμοντος γεγονώς

pi

4422

πυρίεφθα· τὸ πρῶτον γάλα[τος]

pi

4423

πυριηκέα· πῦρ ἔχοντα, πεπυρωμένον, πυρίνην τὴν ἀκμὴν καὶ τὸ ἄκρον ἔχον(τα) [ἔχουσαν]

pi

4424

πυρίκαυστος· πεπυρωμένος

pi

4425

πυρὶ κηλέῳ· διαυγεῖ. τινὲς καυστικῷ, ἰσχυρῷ

pi

4426

πυρικρόταφος· ὁ μετὰ πυρὸς κεκροτημένος σίδηρος

pi

4427

πυρίμαχος· ὁ ἐν τῇ ἀνίκητος. καὶ λίθος ἀπὸ τοῦ συμβεβηκότος πυ‐ ρίμαχος

pi

4428

[πυρίον· τὸ σα(θ)ρόν. ἢ θυμιατήριον]412 in vol. 3

pi

4429

πυρισμαράγοις· τοῖς ἀπὸ πυρὸς ἠχοῦσιν

pi

4430

πυρῖτις· λίθος, ἀφ’ οὗ πῦρ τίκτεται

pi

4431

Πυριφλεγέθων· ποταμὸς ἐν ᾅδου

pi

4432

πυρκαϊά· ἐμπυρισμός

pi

4433

πυρκόοι· ὑπὸ Δελφῶν ἱερεῖς δι’ ἐμπύρων μαντευόμενοι

pi

4434

πύρνα· τρύφη. κλάσματα. σιτία

pi

4435

*πυρίη· ὅσαι τῆς μάζης συμπιέζουσι τῇ χειρὶ εἰς τὸ στόμα λαμ‐ βάνουσαι

pi

4436

πύρνηται· ἐσθίηται

pi

4437

πύρνοι· ζειαὶ κνηστώδεις. ἢ ὁ κατειργασμένος σῖτος. ἄλλοι χόρτος, ἄλλοι μαγίδα. καὶ οὐδετέρως (τ)ὰ πύρνα·
ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι

pi

4438

πύρνος· ψωμός

pi

4439

πυροδαύσιον· μαγειρεῖον

pi

4440

πυρόεντι· θερμῷ

pi

4441

πυροί· πύρινοι κεκινημένοι

pi

4442

*πυρὸς αὐγή· ὁ καταυγαζόμενος καὶ καταφωτιζόμενος τόπος ὑπὸ πυρός

pi

4443

*πυρὸς δηΐοιο· ὑπὸ τοῦ πυρὸς τοῦ πολεμικοῦ

pi

4444

*πυρός· σῖτος

pi

4445

*πυρὸς μειλισσέμεν· καὶ πυρὸς τὰ κεχαρισμένα ποιεῖν, τουτέστι θάπτειν

pi

4446

*πυρὸς μένος· πῦρ, περιφραστικῶς. ἤγουν πυρὸς δύναμις

pi

4447

*πυρὸς ἄνθος· τὸ λαμπρότατον

pi

4448

*πυρὸς δέμας· ὀξέως καὶ ἰσχυρῶς

pi

4449

πυρολαμπίς· ζῶον πτηνόν, ἐν σκότει λάμπον

pi

4450

πυροφόροιο· σιτοφόρου

pi

4451

πυρπαλάμης· πυρπαλάμους ἔλεγον τοὺς διὰ τάχους τι μηχα‐ νᾶσθαι δυναμένους, καὶ τοὺς ποικίλους τὸ ἦθος

pi

4452

πυρπολεῖ· ἅπτει, καίει, πυρσεύει

pi

4453

πυρπολέοντας· πυρπολουμένους, ἢ περὶ τὴν πυρὰν ἀναστρεφο‐
μένους413 in vol. 3

pi

4454

πυρπολούμενος· ἐμπυριζόμενος, παρὰ τὸ πολ[εμ]εῖν ἐν αὐτῷ τὸ πῦρ

pi

4455

πυρπερέγχει· Κρατῖνος ἀπὸ (δι)θυράμβου ἐν Βουκόλοις ἀρξάμενος, ἐπειδὴ χορὸν οὐκ ἔλαβεν παρὰ τοῦ ἄρχοντος. ἔστιν οὗ ἠτήρει

pi

4456

Πυῤῥαία· λόφος ἐν Δωτίῳ. οἱ δὲ Πυῤῥαίαν εἶναι μοῖραν τῆς Θεσσα‐ λίας λέγουσιν, ἀπὸ Πύῤῥας τῆς Δε(υ)καλ[λ]ίωνος, ὥς φησι Σουΐδας. δοκοῦσι δὲ εἰς ταύτην καταφυγεῖν οἱ διαφεύγοντες τῶν Κενταύρων

pi

4457

Πυῤῥαίη· Θέτιδος ἐπώνυμον

pi

4458

πυῤῥαλίς· ὄρνις ποιός

pi

4459

Πύῤῥακος· ἥρως κατ’ Ἐρυσίχθον(α) γεγονώς

pi

4460

Πυῤῥιάδαι· οὕτως ἐκαλοῦντο οἱ νῦν Μολοσσοὶ ἀπὸ Πύῤῥου τοῦ Ἠπειρώτου

pi

4461

πυῤῥίας· τῶν ὄφεών τις ἀπὸ χρώματος

pi

4462

πυῤῥίχα· χλαμύς, ἢ πελτάριον

pi

4463

πυῤῥίχας· τὰς ἐνόπλους ὀρχήσεις

pi

4464

πυῤῥιχίζειν· τὴν ἐνόπλιον ὄρχησιν καὶ σύντονον πυῤῥίχην ἔλε‐ γον· οἱ μὲν ἀπὸ Πυῤῥίχου τοῦ Κρητός· οἱ δὲ ἀπὸ τοῦ διάπυρον εἶ‐ ναι· οἱ δὲ ἀπὸ Πύῤῥου τοῦ Ἀχιλλέως. ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνῳ ὀρχήσασθαί φησιν Ἀρχίλοχος· ὅθεν καὶ ὁ πυῤῥίχιος ποὺς
5ὠνομάσθη

pi

4465

Πύῤῥων[ος]· κύριον ὄνομα, ἢ κυνός

pi

4466

πυρσαῖς γένυσι(ν)· ταῖς ξανθαῖς θριξί

pi

4467

Πυρσανίδες· οὕτω Νύμφαι καλοῦνται

pi

4468

πυρσεύει· δᾳδουχεῖ, λάμπει, ἐξάπτει, ἅπτει πῦρ

pi

4469

πυρσοί· λαμπάδες καιόμεναι, λαμπτῆρες, φρυκτωρία

pi

4470

πυρσοκόρσου λέοντος· πυῤῥοκεφάλου, ξανθοτρίχου

pi

4471

πυρσολεῖφοι ἢ πυρσόλειφθοι· ὑπὸ πυρὸς μεμαδισμένοι καὶ πεφλ..σμένοι

pi

4472

πυρσός· λαμπάς. ἢ τὰ διὰ πυρὸς σημεῖα

pi

4473

πυρσοφόρος· ἀγγεῖον εὐμέγεθες, εἰς ὃ ξύλα ἐτίθεσαν πεπυρωμένα. ἢ ὁ τὸ πῦρ φέρων ἀπὸ τοῦ πρώτου βωμοῦ ἐπὶ τὰ ὅρια, καὶ φυλάτ‐
των μὴ ἀποσβεσθῇ. σημαίνει δὲ τὴν λαμπαδηφόρον414 in vol. 3

pi

4474

πυρσῷ· πυρί

pi

4475

πυρφόρος· ὁ πῦρ φέρων. καὶ ὁ μόνος διασωθεὶς ἐν πολέμῳ

pi

4476

πυρώλοφοι· ἱμάντες οἱ παρ’ ὀπτηθεισῶν βυρσῶν τεμνόμενοι

pi

4477

πύρωσις· δοκιμασία

pi

4478

πυσάνια· πανσπερμία ἑφθή

pi

4479

πύσει· σήψει

pi

4480

πύσμα· ἐρώτησις. πεῦσις

pi

4481

πύσσαχος· ξύλον καμπύλον τοῖς μόσχοις περὶ τοὺς μυκτῆρας τιθέμε‐ νον (ὃ) κωλύει θηλάζειν

pi

4482

πύστις· ἐρώτησις. πεῦσις. ἀγγελία. ἀκοή. πειθώ

pi

4483

πυτά· Λάκωνες τὰ ἐρυθρὰ ἱμάτια

pi

4484

πυτία· οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται

pi

4485

*πίτυλος· ἡ συστροφὴ τῆς χειρός, ὅταν πυκνῶς ἐπιφέρηται. δηλοῖ δὲ καὶ τὴν εἰρεσίαν, καὶ τὴν τῶν πυκτῶν ἑκατέρας χειρὸς συνέχειαν

pi

4486

πυτίνη πλεκτ, λάγυνος· οἶνον. ἔπλεκον δὲ ταύτας ὡς ἐπὶ τὸ πολὺ οἱ δεσμῶται, καὶ σπυρίδας, καὶ τὰ τοιαῦτα. ἢ ἡ ἀμίς. [ἢ κνῆ‐ κος ὁ τὸν τυρὸν πηγνύων

pi

4487

πῶ· ποῦ. ὅθεν. ὁπόθεν. Δωριεῖς

pi

4488

πώγων· γένειον. ἄλλοι τὴν ἀναφορὰν τῆς φλογός

pi

4489

πώεα· βοσκήματα, ποίμνια. πληθυντικῶς

pi

4490

πωλεῖται· συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παραγίνεται. τὸ δὲ καθ’ ἡμᾶς πωλεῖσθαι περνᾶσθαι λέγουσι

pi

4491

πωλέσκετο· ἀνεστρέφετο. εὑρίσκετο

pi

4492

πωλεύειν· παιδεύειν πώλους

pi

4493

πωλεύμενοι· συνιόντες

pi

4494

πωλήσ]εαι· φοιτήσεις, παραγενήσῃ, ἀναστρέψεις

pi

4495

πωληταί· οὗτοι ἐπώλουν τὰ ἐνεχυρισθέντα· ἀρχή τις415 in vol. 3

pi

4496

πωλία· χαλκοῦν πῆγμά τι. φέρει δὲ ἐπὶ τῶν ὤμων τὰς τῶν Λευκιπ‐ πίδων πώλους. δύο δὲ εἶναι παρθένους φασίν

pi

4497

πωλικοῖς διώγμασι· τοῖς διὰ τῶν ἁρμάτων διώγμασι

pi

4498

πωλοδαμ)εῖν· πῶλον δαμάζειν

pi

4499

πωλοδάμνης· πώλους δαμάζων

pi

4500

πῶλος· ἑταίρα. πώλους γὰρ αὐτὰς ἔλεγον, οἷον Ἀφροδίτης. πώλους τοὺς νέους, καὶ τὰς νέας, καὶ παρθένους

pi

4501

πωλούμενοι· συνερχόμενοι

pi

4502

[πωλοεῖσθε· ἐπιμελῶς ὁ πολλάκις φοιτᾶν]

pi

4503

πῶμα· ἔκπωμα

pi

4504

πώμαλα· ἀντὶ τοῦ οὔ, οὐ μάλα, οὐδαμῶς. καὶ πόθεν, ὅπερ ἐστὶν πά‐ λιν οὐδαμῶς

pi

4505

πῶ μοι· ποῦ μοι. οἷον ποῦ γάρ

pi

4506

πῶννα· γραφίον. [λύπη]

pi

4507

πῶπαι· φοραί. Δωριεῖς

pi

4508

[πωπολία· ἡ ἀναφορὰ τοῦ πυρός]

pi

4509

πωρεῖν· κηδεύειν, πενθεῖν

pi

4510

πωρῆσαι· λυπῆσαι. καὶ τὰ ὅμοια

pi

4511

πωρητύς· ταλαιπωρία, πένθος

pi

4512

πώρινον· λίθινον. ὁ δὲ πῶ(ρο οὐ πᾶς λίθος

pi

4513

πῶρος· ὁ ταλαίπωρος

pi

4514

πώρωσις· ἐξ ὀστέων σύμφυσις καὶ σύνδεσμος λέγει τόδε ἐπὶ σαρκῶν πώρως καὶ ἀναισθησία

pi

4515

πῶς· πός. ὑπὸ Δωριέων

pi

4516

[πωσαχῶς· ποσαπλῶς]

pi

4517

*πῶς τ’ ἄρ’· πῶς δέ

pi

4518

*πῶς τ’ ἄρτοι· πῶς δή σοι

pi

4519

*πῶς κεν ἔοι· πῶς ἂν γένοιτο

pi

4520

[πωτᾶσθαι· πέτασθαι]

pi

4521

[πωτώμεναι· διατρίβουσαι. διακινοῦσαι]416 in vol. 3

pi

4522

*πωτῶνται· πέτωνται

pi

4523

*πῶϋ· ποίμνιον, ἢ ποίμνη

pi

4524

πῶϋξ· ποιὸς ὄρνις. ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ζώων

rho

1

ά· δή. σύνδεσμος·
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες καὶ παρὰ ἰατροῖς ῥιζίον τι

rho

2

ῥάας· ῥεύματα

rho

3

ῥαβάττειν· ἄνω καὶ κάτω βαδίζειν. τινὲς δὲ τύπτειν, καὶ ψόφον ποιεῖν [καὶ φράσειν] τοῖς ποσί, καὶ ῥάσσειν

rho

4

*ῥάβδιδα· τὰ διδασκαλεῖα

rho

5

ῥάβδοι· καὶ τὸ σύνηθες καὶ ἡ διάφυσις τῆς γῆς, ὡσεὶ φλέβες. καὶ ὀβελοὶ δὲ οἱ παρατιθέμενοι τοῖς Ὁμήρου στίχοις. καὶ οἱ τῶν φοινί‐ κων κλῶνες. [καὶ ὁ βραβευτής, ῥαβδονόμος

rho

6

ῥαβδοφόροι· ῥαβδοῦχοι

rho

7

ῥάγα· ἀκμή. βία, ὁρμή. καὶ ἣν ἡμεῖς ῥῶγα θηλυκῶς, Ἀττικοὶ ῥᾶγα

rho

8

*ῥάβδος· βέλος

rho

9

ῥάγανον· ῥᾴδιον. Θούριοι

rho

10

ῥαγάς· πήλυξ, ἢ σταφυλίς, ῥωγάς

rho

11

[ῥάγαται· ῥάναται]

rho

12

ῥαγδαῖον· τὸ ὀξύ, ὁρμῆς μεστόν, ἢ ἄθρουν, σφοδρόν, ἰσχυρόν, φο‐
βερόν, σκληρόν417 in vol. 3

rho

13

ῥαδαλόν· ἁπαλόν. εὐδιάσειστον

rho

14

Ῥαδαμάνθυος ὅρκος· τὸν ἐπὶ χηνὶ καὶ κυνὶ καὶ τοῖς τοιούτοις ὅρκον

rho

15

ῥαδαμεῖ· βλαστάνει

rho

16

ῥάδαμνος· βλαστὸς ἁπαλός, κλάδος. ἄνθος. ὅρπηξ. καὶ τὰ τοιαῦτα

rho

17

ῥάδαμον· καυλόν, βλαστόν

rho

18

ῥαδανᾶται· πλανᾶται

rho

19

ῥαδάνη· κρόκη. ὁμοίως ῥοδάνη

rho

20

ῥαδανίζεται· τινάσσεται

rho

21

ῥαδανόν· ῥαδινόν, ἀπὸ τοῦ ῥᾳδίως δονεῖσθαι

rho

22

ῥαδανῶροι· οἱ τῶν λαχάνων κηπουροί. Ταραντῖνοι

rho

23

[ῥαδές· τὸ ἀμφοτέρως ἐγκεκλιμένον]

rho

24

ῥᾴδια· εὔκολα, εὐχερῆ

rho

25

ῥᾴδια[ι]· ὑπόδημα ποιόν· οἱ δὲ σανδάλιον

rho

26

ῥαδινήν· λεπτήν

rho

27

ῥαδινόν· λεπτόν, ἰσχνόν. εὐκίνητον. ἁπαλόν. εὐδιάσειστον

rho

28

ῥᾳδιουργεῖ· ῥᾳδίως ποιεῖ. κακοποιεῖ, δεινοποιεῖ

rho

29

ῥᾳδιουργός· πλαστογράφος, ἢ ταχυγράφος, πονηρός, μηχανουργός, πολυμήχανος

rho

30

ῥᾳδίως· εὐκόλως, εὐχερῶς

rho

31

*.ρα δμωῇσι· θεραπαίναι(ς)

rho

32

*ῥαΐσας· ὑγιάνας

rho

33

ῥάζειν· τρώγειν. κυρίως ἐπὶ τῶν κυνῶν· μιμητικῶς ἐπὶ τοῦ ἤχου

rho

34

ῥάθαγος· τάραχος, ἦχος, θόρυβος, ψόφος

rho

35

ῥαθάμη· ῥᾳστώνη, ῥᾳθυμία

rho

36

ῥαθαίνεται· ῥαίνεται, βρέχεται

rho

37

ῥαθάμιγγες· ῥανίδες, σταγόνες. καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός.
ἄλλοι ῥαθάμιγγες λέγουσι418 in vol. 3

rho

38

ῥαθαπυγίζειν· ὅ τινες (σ)κομβρίζειν. τὸ τῷ σκέλους πλάτει παίειν κατὰ τῶν ἰσχίων, τὸ εἰς τὸν γλουτὸν σιμῷ ποδὶ τύπτειν

rho

39

ῥαθασσόμενοι· ῥαινόμενοι. πληττόμενοι

rho

40

ῥαθμίζεσθαι· ῥαίνεσθαι

rho

41

ῥᾳθυμία· ἀμέλεια, κατήφεια. ἀνοχή

rho

42

ῥᾴθυμος· ὁ μὴ πονητικὸς [ἀλλὰ ἔκλυτος. ἄλλοι ἐπὶ τοῦ μεγάλου θυμοῦ κέ‐ χρηνται τῇ λέξει. m. sec. in marg.]

rho

43

*ῥακ]ά· κενός

rho

44

*ῥαμά· ὑψηλή

rho

45

[ῥαθώδημα· ψεῦσμα]

rho

46

ᾴ· ῥᾷστον, ῥᾳδίως

rho

47

ῥαιβίας· ἀζήμιος δῆμος

rho

48

ῥαιβόν· ἐπικαμπές, τὸ μὴ ὀρθόν, καμπύλον, στρεβλόν, σκαμβόν

rho

49

[ῥαιδῆλες· ἐμφανές]

rho

50

ῥάιδια· σανδάλια. οἱ δὲ ὑποδήματα γυναικεῖα

rho

51

*ῥαιδεῖται· σκώπτει

rho

52

*ῥαΐαν· ὑγείαν

rho

53

ῥαίει· πορθεῖ, φθείρει

rho

54

ῥαίεται· πλανᾶται. φθίνει

rho

55

ῥαΐζεται· ὑγιαίνει

rho

56

ῥαικακερεῖς· στρεβλοκέρατοι

rho

57

ῥαίκερος· χαλεπός

rho

58

Ῥαικός· Ἕλλην. Ῥωμαῖοι δὲ τὸ Γ προσθέντες, Γραικόν φασι

rho

59

ῥαίνει· μιλτοῖ

rho

60

ῥαίνοντο· ἐβάλλοντο. κατεπάσσοντο

rho

61

ῥαϊξία· τόπος ἴδιος ἰατροῦ ἐν Ταραντίνοις

rho

62

ῥαίοιτο· φθείροιτο. πλανῷτο

rho

63

ῥαιομένου· φθειρομένου

rho

64

ῥᾷον· συγκριτικόν, ἢ ἕτερον419 in vol. 3

rho

65

ῥαίουσι· φθείρουσιν

rho

66

ῥαΐσαι· τρισυλλάβως Ἀττικοὶ τὸ ἐκ νόσου ἀναλαβεῖν

rho

67

ῥαΐσας· ὑγιάνας, ἀνασφήλας

rho

68

ῥᾷστα· ῥᾳδίως, εὐκόλως

rho

69

ῥαιστάζει· πονεῖ. ὠθεῖ

rho

70

ῥαῖσαι· φθεῖραι

rho

71

ῥαιστήρ· σφῦρα σιδηρᾶ μονοκέφαλος. τινὲς δὲ σιαγόνα

rho

72

ῥαιστῆρα· ὁμοίως

rho

73

ῥᾷστον· ὑπερθετικόν

rho

74

ῥαίστωρ· κρατήρ

rho

75

ῥαΐσω· βελτίον σχῶ

rho

76

ῥαιφάσσει· ἁγνεύει

rho

77

ῥαίω· φθείρω

rho

78

ῥᾴων· εὐθυμότερος

rho

79

ῥάκε’ ἄζει· ἱμάτια ξηραίνει

rho

80

ῥάκελος· σκληρός

rho

81

ῥάκη· ἀπο[σκο]ρακίσματα. καὶ ἀποσπάσματα. ἱμάτια

rho

82

ῥακῖδες· ὀρόδαμνοι, κλάδοι

rho

83

[ῥακκίζειν· τὸ διαιρεῖν τὰ μέλη τῆς ῥάχεως, ἢ παίειν

rho

84

ῥακκίζει· ὁ διακόπτων]

rho

85

ῥακλεός· σκληρός

rho

86

ῥάκ]ος· διεῤῥωγὸς ἱμάτιον

rho

87

ῥακτήριον· ὄρχησίς τις

rho

88

ῥακτηρίοις κέντροισιν· ἀντὶ τοῦ ταῖς κώπαις· διὰ τὸ [ἀ]ῥάτ‐ τεσθαι. καὶ ἐν Φιλοκτήτῃ τῷ ἐν Τροίᾳ·
μέλη βοῶν ἄναυλα καὶ ῥακτήρια ἀντὶ τοῦ ψοφώδη καὶ θορυβώδη

rho

89

[ῥακτήρια[ι]· ψοφώδη καὶ θορυβώδη]

rho

90

ῥακτήρια· τύμπανα

rho

91

ῥακτοί· φάραγγες. πέτραι. χαράδραι420 in vol. 3

rho

92

ῥακτὸς λόφος· .....

rho

93

ῥάκτρια(ι)· τὰ ῥαβδία, ἐν οἷς τοὺς καρποὺς ἀπαράσσουσιν

rho

94

ῥακωλέον· ῥάκος

rho

95

ῥάματα· βο[σ]τρύδια. σταφυλίς. Μακεδόνες

rho

96

[ῥαμάς· ὁ ὕψιστος θεός]

rho

97

ῥαμβάς· ὁ δήμιος

rho

98

ῥάμνος· τὸ φυτόν, ὅπερ εἰς ἀλεξιφάρμακον παραλαμβάνεται. καὶ δέν‐ δρον ἀκανθῶδες

rho

99

Ῥαμνουσίας ἀκτάς· δῆμος ἐν τῇ Ἀττικῇ, ὅπου Νέμεσις τιμᾶται

rho

100

Ῥαμνουσία[ν]· Νέμεσις. ἐν Ῥαμνοῦντι Νεμέσεως ἵδρυτο ἄγαλμα δε‐ κάπηχυ, ὁλόλιθον, ἔργον Φειδίου, ἔχον ἐν τῇ χειρὶ μηλέας κλάδον

rho

101

ῥαμοσαίτης· κατάρατος

rho

102

ῥαμφαδέκται· τὸ πυκτεύειν

rho

103

ῥαμφάξει· ῥύγχει ὠθήσει

rho

104

*ῥομφαία· μάχαιρα. καὶ ἡ πυγμὴ τῆς χειρός

rho

105

ῥαμφή· κοπίς. μάχαιρα. ἢ τὰ τῶν ὀρνέων ῥύγχη

rho

106

ῥαμφησταί· ἰχθῦς ποιοί

rho

107

ῥαμφίς· νεὼς εἶδος

rho

108

ῥάμφος· ῥύγχος τὸ ἐπὶ τῷ στόματι τῶν μεγάλων πετεινῶν

rho

109

ῥαμψὰ γόνατα· βλαισὰ γόνατα. τὸ δὲ αὐτὸ καὶ ῥαιβά

rho

110

ῥαμψόν· καμπύλον, βλαισόν

rho

111

ῥᾶνα· ἄρνα. Ῥωμαῖοι δὲ βάτραχον

rho

112

ῥανίς· σταλαγμός

rho

113

ῥανᾶται· πλανᾶται. σπείρεται

rho

114

ῥαντίζει· σκώπτει421 in vol. 3

rho

115

ῥαντόν· ποικίλον

rho

116

ῥάξ· [ῥάγα] ἡ τῆς σταφυλῆς [ἣν ἡμεῖς ῥῶγα καλοῦμεν]

rho

117

ῥᾷον· εὐχερές. κοῦφον. εὔκολον

rho

118

ῥαπατήν· καλάμην, καὶ τοὺς ἐν αὐτῇ αὐλοῦντας ῥαπάλους

rho

119

ῥαπίδες· ὑποδήματα. περόναι

rho

120

ῥαπιδοποιόν· τὸν ποιητήν, Δωριεῖς· ἢ ποικιλτήν. ἢ τὰς κρηπῖδας ποιοῦντα

rho

121

ῥαπίζει· σκώπτει. ἀλοᾷ. παίζει. μαστιγοῖ, τύπτει

rho

122

ῥαπίς· ῥάβδος. κρηπίς. κώμη. γογγυλίς. οἱ δὲ λα[μ]ψάνην

rho

123

ῥαπίσαι· ῥάβδῳ πλῆξαι, ἢ ἀλοῆσαι

rho

124

ῥάπται· φάραγγες, χαράδραι, γέφυραι

rho

125

ῥάπτειν· μηχανᾶσθαι, κατασκευάζειν

rho

126

᾿Ράριον πεδίον .....

rho

127

᾿Ρᾶρος· ἰσχυρός. καὶ ὄνομα τοῦ Τριπτολέμου πατρός

rho

128

ῥάσσα(τε)· ῥάνατε

rho

129

ῥᾷστα· εὐχερῆ, εὔκολα

rho

130

ῥαστάζει· πονεῖ. ὠθεῖ. ταράττεται

rho

131

ῥᾷστον· εὐχερές, εὔκολον

rho

132

ῥᾳστωνεύεται· ῥᾳθυμεῖ, ἀμελεῖ, καταφρονεῖ

rho

133

ῥᾳστώνη· ῥᾳθυμία. καὶ τὰ ὅμοια

rho

134

ῥᾳστώνης· τρυφῆς, τέρψεως. ἀναπαύσεως

rho

135

ῥάστωρ· κρατήρ

rho

136

ῥατάναν· τορύναν

rho

137

ῥατίζει· πρεσβεύει422 in vol. 3

rho

138

ῥατιχεύειν· καταρᾶσθαι

rho

139

ῥατῶνα· ῥεκτῆρα. σφαγέα

rho

140

ῥαυλόν· ἄγραυλον. ἄγροικον

rho

141

ῥαφάνη· κράμβη

rho

142

ῥαφανιδωθῆναι· τοὺς μοιχοὺς ταῖς ῥαφανίσιν ἤλαυνον κατὰ τῆς ἕδρας
τίς γὰρ ἀντὶ τῆς ῥαφανῖδος ὁρῶν ὀξυθυμίαν
ἔλθοι πρὸς ἡμᾶς

rho

143

ῥαφανίς (καὶ) ῥάφανος διαφέρει παρὰ τοῖς Ἀττικοῖς· ῥάφανος μὲν γὰρ ἡ κράμβη, ῥαφανὶς δὲ ἡ παρ’ ἡμῖν ῥάφαν(ος). Τρύφων δέ φησι, παρὰ Δωριεῦσι τὰς μικρὰς ῥαφανῖδας λέγεσθαι, τὰς δὲ μέγαλας ῥάφας

rho

144

ῥάφανος· κράμβη

rho

145

ῥαφανουροί· κηπουροί

rho

146

ῥαφάσσει· πλανᾶται

rho

147

ῥαφίς· ὑπόδημα. περόνη. καὶ ἄγριόν τι λάχανον λα[μ]ψανῶδες. καὶ ἡ ῥάβδος

rho

148

ῥάφοι· ὄρνεις τινές

rho

149

ῥαχάδην· ἐπὶ τῆς ῥάχεως

rho

150

ῥαχάς· χωρίον σύνδενδρον καὶ μετέωρον, διὰ τὸ ψόφον ἀποτελεῖν καταπνεόμενον

rho

151

ῥάχετρον· ῥαχίς· ὡς πλευρὸν καὶ πλευρά. οἱ δὲ τὴν ῥάχιν τοῦ ἱερείου

rho

152

ῥαχθέντος· σπαραχθέντος

rho

153

(*)ῥαχίζειν· παίειν τὸ ἱερεῖον

rho

154

*ῥάχη· ἀποραχίσματα καὶ ἀποσπάσματα

rho

155

ῥαχία· πᾶς πετρώδης αἰγιαλός

rho

156

ῥαχίζειν· τὸ εἰκαίως καὶ ῥᾳδίως ψεύδεσθαι

rho

157

ῥαχίζων· διακόπτων, διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι

rho

158

ῥάχι· τὸ στέμφυλον

rho

159

ῥάχις· ἄκρα. ὀσφῦς. ἢ ἄκανθα τοῦ νώτου

rho

160

ῥαχιστήρ· ψεύστης. ἀλαζών. μεγαλουργός, μεγάλα κακουργῶν, μεγάλα
ψευδόμενος423 in vol. 3

rho

161

ῥᾶχοι· χοιράδες. στοιβαί. σάγματα. ἔνιοι τοὺς [σ]φακέλους τῶν ξύλων· ἄλλοι τὰς μυρικίνας ῥάβδους. ἔστι δὲ ἀκανθῶδες φυτόν, ἀφ’ οὗ τὸ περίφραγμα

rho

162

Ῥᾶχος· Ἕλλην. δηλοῖ δὲ παρὰ τοῖς βαρβάροις τὸν ἐλεύθερον. καὶ ὁ φραγμὸς τῶν τειχῶν

rho

163

ῥάψαι· συνθεῖναι

rho

164

ῥαψῳδία· ἡ σύνταξις τῶν λόγων, ἢ λόγων συῤῥαφή. ἢ μέρος ποιή‐ ματος

rho

165

ῥαψῳδοί· ὑποκριταὶ ἐπῶν

rho

166

*ῥαψῴδημα· ψεῦσμα. φλυαρία

rho

167

ῥαψῳδός· Σοφοκλῆς Οἰδίποδι οὕτως ἔφη τὴν Σφίγγα. [καὶ οἱ τὰ Ὁμήρου ᾄδοντες ποιοὶ ῥαψῳδοὶ καλοῦνται

rho

168

ῥέα· ῥᾳδίως, εὐχερῶς

rho

169

Ῥέας πόντος· παρὰ τὸν Ἀδριακὸν κόλπον, ἔνθα τιμᾶται (ἡ Ῥέα. καὶ) ὁ Βόσπορος

rho

170

ῥεγεονάριος· γειτονίαρχος

rho

171

ῥέγματα· τὰ βάμματα

rho

172

ῥέγος· ῥάμμα. βάμμα. ῥάκ(κ)ος

rho

173

*ῥεγισταί· οἱ βαφεῖς

rho

174

ῥέγχειν· ἐπὶ τῶν κοιμωμένων

rho

175

ῥέδι· πράττει, θύει

rho

176

[ῥεδείη· τράχηλος. ἢ ῥεδέρη]

rho

177

ῥεδίων· ἁρμάτων

rho

178

ῥέε· ῥέεν. ἔῤῥει, ἔρεεν

rho

179

ῥέε δ’ αἵματι γαῖα· κατεῤῥεῖτο ἡ γῆ ἀπὸ τοῦ αἵματος

rho

180

ῥέεθρα· ῥεῖθρα, ῥεύματα

rho

181

ῥεέθρων· ῥευμάτων, ῥείθρων

rho

182

ῥέζει· πράττει. θύει, ἱερεύει. παρασκευάζει

rho

183

ῥέζεσκον· ἔθυον. ἔπραττον424 in vol. 3

rho

184

ῥέζουσι· πράττουσι. θύουσι. καὶ τὰ ὅμοια

rho

185

ῥεθέων· σπλάγχνων, μελῶν, σωμάτων

rho

186

ῥέθη· μέλη τοῦ σώματος. σῶμα. πρόσωπον. [θηρίον

rho

187

ῥέθος· πρόσωπον. παρειά

rho

188

ῥεῖ· ῥέει, χεῖται

rho

189

ῥεῖα· ῥᾳδίως, εὐχερῶς, μωλωπωνι, ἰσχυρῶς

rho

190

ῥεῖα ζώοντες· ἀπόνως καὶ ἀμόχθως ζῶντες

rho

191

ῥεῖά κεν· εὐχερῶς ἤνεγκεν

rho

192

]ιγεδανοῖς· φοβεροῖς

rho

193

]ιγηλά· φοβερά

rho

194

]ίγησε βοήν· ἐφοβήθη[ς] .......

rho

195

]ίγησεν· ἐφοβήθη

rho

196

[ῥειγῆνος· ἀπειράγαθος]

rho

197

ῥείζω· ὠθήσω

rho

198

Ῥείης· τῆς Ῥέας

rho

199

ῥεῖθρον· ῥεῦμα. λέγεται δὲ καὶ ῥέεθρον

rho

200

]ινοτόρος· τὰς ἀσπίδας τορῶν, ἢ τιτρώσκων

rho

201

ῥεῖρος· ταλαίπωρος

rho

202

Ῥειτοί· ἐν τῇ Ἀττικῇ δύο εἰσὶν οἱ πρὸς τῇ Ἐλευσῖνι Ῥειτοὶ ῥωγμοί. καὶ ὁ μὲν πρὸς τῇ θαλάττῃ τῆς πρεσβυτέρας θεοῦ νομίζεται, ὁ δὲ πρὸς τὸ ἄστυ τῆς νεωτέρας, ὅθεν τοὺς λουτροὺς ἁγνίζεσθαι τοὺς θιάσους

rho

203

ῥέκος· ζῶμα. ζώνη

rho

204

ῥεκτός· ἀνδρεῖος. ἢ χιτών

rho

205

ῥεκτῶν· ἀπομακτρῶν. ἢ ἱματίων

rho

206

ῥέμβεται· πλανᾶται, γυρεύει

rho

207

ῥεμβέσθω· τὰ ὅμοια425 in vol. 3

rho

208

ῥεμβονᾶν· σφενδόνας

rho

209

ῥεμεῖ· ὀδυνᾷ. σήπει

rho

210

ῥεμφθῆναι· ῥέμβεσθαι

rho

211

ῥέμφος· τὸ στόμα. ἢ ῥίς

rho

212

ῥέξαι· ποιῆσαι. θῦσαι

rho

213

ῥέξει· πράξει. θύσει, ἱερεύσει. παρασκευάσει, ἑτοιμάσει, ξέσει

rho

214

ῥέξομεν· ποιήσομεν. καὶ τὰ ὅμοια

rho

215

[ῥέοιτο· φθείροιτο]

rho

216

ῥέοντα· ῥυτά. ἐκπώματα

rho

217

ῥέοντι· ῥεῖ

rho

218

ῥεόντων· παρερχομένων

rho

219

ῥέος· ῥεῦμα. [ῥεῦμα] θηρίον

rho

220

ῥέπει· κλίνει, βαρεῖ, καθέλκει

rho

221

ῥέπεν· ἐβαρεῖτο

rho

222

ῥέπεις· ῥέψις. ῥέπου

rho

223

[ῥερπίδα· ᾧ τὸ πῦρ ἐκκαίουσι]

rho

224

ῥεῦεν· ἐδίωκεν

rho

225

ῥεῦμιν· βρέφος νεογνὸν

rho

226

ῥεύσαντα· ἐγκλίναντα

rho

227

ῥευσταλέον· ῥέον

rho

228

ῥευστόν· χυτόν

rho

229

[ῥεφέα· ἐστεγασμένα]

rho

230

[ῥεφούγια· ῥεμπτά]

rho

231

ῥεχθέν· πραχθέν, συντελεσθέν

rho

232

ῥέψας· κλίνας. στεγάσας

rho

233

ῥέωνος· εὔωνος. ἀνδρός

rho

234

ῥήγεα· παλλία βαπτά, ἀπὸ Ῥωμαίων. βεβαμμένα ἱμάτια. Ῥηγεῖς γὰρ οἱ βαφεῖς

rho

235

ῥηγεύς· βαφεύς426 in vol. 3

rho

236

Ῥηγῖνος· τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον

rho

237

[ῥήγησεν· ἐφοβήθη, ἐδειλίασεν

rho

238

ῥῆγλαι· σίδηρα ὡς ῥάβδοι]

rho

239

ῥῆγμα· τάσις ἀνέμου. κατὰ μῆκος τραύματος οὐλή. στάλαγμα

rho

240

ῥήγματα· σχίσματα

rho

241

ῥηγμίν· αἰγιαλός, περὶ ὅνπερ ῥήγνυται τὸ κῦμα

rho

242

ῥηγμῖνος· τὰ ἀπορπύματα τῆς πέτρας

rho

243

ῥηγμίς· αἰγιαλός. διὰ (τὸ) ῥήσσειν τὰ κύματα ἐκεῖ

rho

244

ῥήγνυσκε· [τάσις ἀνέμου. ἢ τραύματος οὐλή]

rho

245

ῥήγνυται· διαιρεῖται, κατακόπτεται

rho

246

ῥῆγος· ῥάκος. περίστρωμα. σπάραγμα. προσκεφάλαια

rho

247

[ῥηγῶν· βοηθῶν]

rho

248

ῥηδίων· καρούχων. ῥαιδίων

rho

249

ῥῃδίως· εὐκόλως, εὐχερῶς

rho

250

ῥήϊα καὶ ῥηΐδια· ὁμοίως· εὐχερῶς μάλα, ῥᾳδίως

rho

251

ῥηΐτεροι· εὐκαταγωνιστότεροι. εὐχερέστεροι, εὐκοπώτεροι

rho

252

ῥήνεα· πρόβατα, οἷα

rho

253

ῥῆνες· ἄρνες, πρόβατα

rho

254

ῥήνικες· ἀρνακίδες

rho

255

Ῥήνη· ποιμήν. καὶ πόλις

rho

256

Ῥῆνος· ὄνομα ποταμοῦ

rho

257

ῥῆξαι· διελεῖν. καταβαλεῖν. ἀπολῦσαι. κρᾶξαι

rho

258

ῥῆξαί με καὶ φράσαι ἀεὶ λόγον· ἀντὶ τοῦ ἐκρῆξαι φωνήν

rho

259

ῥηξάτω· κραξάτω

rho

260

ῥῆξε· διέῤῥηξε. κατέβαλεν. ἔκραξεν. ἀπέλυσεν. διέκοψεν

rho

261

ῥηξ]ίφλοια· ῥήξαντα. τὸν φλοῦν

rho

262

ῥηξήνορα· πολεμιστὴν πρακτικόν, ἢ ἀνδρεῖον πολεμιστήν

rho

263

ῥηξήνορες· ὁμοίως

rho

264

ῥηξίφρονα· καταβαλόντα τὴν φρένα

rho

265

*ῥησίδιον· λεξίδιον

rho

266

ῥησάμενος· διομολογησάμενος

rho

267

ῥήσαντο· ἐψηφίσαντο. οἱ δὲ ἐτύπτοντο

rho

268

ῥήσεις· νόμοι, δόγματα. λόγοι, λέξεις. ψηφίσματα427 in vol. 3

rho

269

ῥησκομένων· λεγομένων

rho

270

Ῥῆσος· ποταμὸς Τρωάδος

rho

271

*ῥήσοντας· τοῖς ποσὶ κροτοῦντας

rho

272

Ῥησόσαρχος, ὃς ῥέει τὰ θέσφατα· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρη‐ κεν· ἢ ὡς Ἀσκληπιάδης ἐν ςʹ τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέ‐ ναι ἀλήθειαν εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτερος

rho

273

*ῥήσιος· ὁμιλίας

rho

274

ῥήσσει· τέμνει, σχίζει. τύπτει, κροτεῖ

rho

275

ῥητήν· τὴν ὡρισμένην ἡμέραν τοῖς θεοῖς εἰς θυσίαν σημαίνει

rho

276

ῥητῆρα· διδάσκαλον

rho

277

ῥητοί· οἱ ἔνδοξοι. [ταξάμενοι]

rho

278

ῥητόν· τὸ τεταγμένον, ὃ ἄν τις τάξηται. καὶ ῥησάμενοι· ταξά‐ μενοι

rho

279

ῥητόν· τὸ τεταγμένον

rho

280

*ῥήτωρ· ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην κριτήν

rho

281

ῥήτορες· λέκται. οὐχ οἱ συνήγοροι μόνοι

rho

282

ῥῆτραι· συνθῆκαι διὰ λόγων. ἢ δίκαι. ἢ ὁμιλίαι

rho

283

ῥήτρας· συνθήκας

rho

284

ῥήτρης· ῥητορικῆς

rho

285

ῥητῷ· ὡμολογημένῳ. ἑσταμένῳ

rho

286

ῥητῶν· φανερῶν

rho

287

*ῥητῶς· φανερῶς

rho

288

ῥήτωρ· συνήγορος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην. ἢ κριτής

rho

289

ῥήχη· στάσις. ἐξουσία

rho

290

ῥηχθέντα· καταβληθέντα. χωρισθέντα

rho

291

ῥηχιάδαι· οἱ τοὺς καταδίκους εἰς ῥαχίας βάλλοντες

rho

292

ῥηχίς· ἄκρα

rho

293

ῥῆχος· φραγμός

rho

294

ῥία· ἀκρωτήρια ὄρθια. καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. [ἢ μάλα]

rho

295

ῥίαινα· πηγή, λιβάς

rho

296

[ῥία μάλα· εὐχερῶς πάνυ

rho

297

ῥία φέροι· ῥᾳδίως φέροι]

rho

298

ῥίγα· σιώπα

rho

299

ῥιγεδανῆς· φρικώδους. χαλεπῆς, κακίστης, φοβερᾶς428 in vol. 3

rho

300

ῥιγεδανόν· φρικῶδες, ὅμοιον

rho

301

ῥίγ]ιστα· φρικωδέστατα

rho

302

ῥιγηλόν· φοβερόν

rho

303

*ῥιγηδανῆς· φρικτῆς

rho

304

ῥίγησεν· ἔφριξεν. ἐφοβήθη

rho

305

*ῥηγῖνος· ἀπειράγαθος

rho

306

ῥίγιον· φοβερώτερον. χαλεπώτερον. φρικτόν

rho

307

ῥίγιστα· φοβερώτατα. ἀτυχέστατα

rho

308

Ῥιγίστη· κρήνη τῆς Σινωπίδος

rho

309

ῥῖγμα· σταλαγμός

rho

310

[ῥιγνόν· ῥιγεδανόν, φρικῶδες]

rho

311

[ῥιδαεῖ· σκυβαλίζει]

rho

312

ῥίζαι· αἱ θέσεις τοῦ ὀφθαλμοῦ, καὶ πάντων φυτῶν

rho

313

ῥίζειν· τρώγειν. καίειν. μυστιλᾶσθαι. θηλάζειν

rho

314

ῥιζοῦχος· σπερμογόνος

rho

315

ῥιζῶν· νεάζων. Ἐρετριεῖς

rho

316

*ῥεῖθρον· ῥεῦμα

rho

317

ῥικνὴν ὄψιν· φρικτήν

rho

318

ῥικνοί· ἰσχνοὶ σαρξίν. ἐπικεκαμμένοι, σκαμβοί, σκολιοί

rho

319

ῥικνοῦσθαι· διέλκεσθαι, καὶ παντοδαπῶς διαφέρεσθαι κατ’ εἶδος

rho

320

ῥικνοῦται· λεπτύνεται. ἐπὶ τῶν ὀστέων τῶν γερόντων

rho

321

ῥικνοτέρους· ἀσθενεστέρους

rho

322

ῥικνοφυεῖς· τὰς στρεβλάς, καὶ πεπιεσμένας

rho

323

ῥικνώσεαι· ῥυσωθήσῃ

rho

324

ῥίμβαι· ῥοιαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ Ξ ξίμβαι

rho

325

ῥίμβησις· ἀγκύλη τοῦ ὤμου. οἱ δὲ βραχίονα τοῦ ἱερείου

rho

326

ῥίμφα· ῥᾳδίως, εὐχερῶς. συνεχῶς. ἢ ταχέως

rho

327

ῥίμφια· ῥᾳδίως ἔῤῥιψαν

rho

328

ῥινᾶν· ἐπὶ τοῦ ἐξαπατᾶν. καὶ βουκολοῦντας

rho

329

ῥίνεαι· αἱ μέλαιναι ἰσχάδες

rho

330

ῥίνη· ἰχθύος δορά429 in vol. 3

rho

331

ῥινηλάτην ὄνον· τὸν καθικνούμενον τῇ ὀσμῇ

rho

332

ῥινόβα]τος· ἰχθῦς ποιός

rho

333

ῥινοβόλους ἀνέμους· ἢ τὰς διὰ τῆς ἐνέδρας φύσας

rho

334

ῥινοδέψου· βυρσοδέψου

rho

335

ῥινόκερως· τὸ τετράπουν θηρίον. καὶ ποιὸς ὄρνις ἐν Αἰθιοπίᾳ

rho

336

*ῥινός· δέρμα

rho

337

ῥινόν· τὴν βύρσαν. τὸ δέρμα

rho

338

ῥινοπύλη· μικρὰ πύλη

rho

339

[ῥινότερος· τὸ ὅπλον ....]

rho

340

ῥινοτόρος· ῥινοὺς διατορῶν, τουτέστιν ὅπλα καὶ φάλαγγας διακό‐ πτων. ἢ βυρσοτόμος

rho

341

ῥινούς· βύρσας. δέρματα. ἀσπίδας

rho

342

ῥινοχόος· χώνη

rho

343

ῥινφαρήτρας· συνθήκας

rho

344

ῥινῷ· δέρματι. βύρσῃ

rho

345

ῥινωτηρία· μέρος τι τῆς νεώς

rho

346

ῥιξικάζεται· ῥικάζεται. στροβεῖται

rho

347

ῥίον· ἀκρωτήριον ὄρους

rho

348

ῥίον Οἰ[ν]ναῖον· Οἰνώη τῆς Ἀργείας ὄρος χαλεπόν

rho

349

[ῥίος· ἄκρα, κορυφή, ὄρος χαλεπόν, κρημνός]

rho

350

ῥίου· ἀκρωτηρίου

rho

351

Ῥῖπαι· ὄρη Σκυθικά· ὅθεν βοῤῥᾶς ὁ ἄνεμος πνεῖ

rho

352

ῥίπεσ)ι· ψιάθοις. πλέγμασιν ἐκ καλάμων

rho

353

ῥιπή· ὁρμή. βολή. ῥοπή

rho

354

ῥιπῆς· ὁρμῆς. βο[υ]λῆς. ῥοπῆς

rho

355

ῥίπη ταναοῖο· ὁρμὴ τοῦ ἄγαν ἐκτεταμένου

rho

356

ῥιπίδιον· μέρος τῆς νεώς

rho

357

ῥιπίζει· φυσᾷ, πνεῖ, πνοὴν πέμπει. ἀνακαίει

rho

358

ῥιπίζεται· ἀνακινεῖται

rho

359

ῥιπίζων· κινῶν

rho

360

ῥιπίρ· ῥιπίς, τὸ πλέγμα, ἢ ἐκ σχοίνων πέτασος. Ἀττικοὶ δὲ ῥιπίδα. ᾧ τὸ πῦρ καίουσι· καὶ τραπέζας οὕτω λέγουσι

rho

361

ῥιπίς· τοῦ σκέλους τὸ ἀκροκώλιον

rho

362

ῥιπιστά· διαπνεόμενα430 in vol. 3

rho

363

[ῥίπον· μικρόν]

rho

364

*ῥιπτάζων· ῥίπτων

rho

365

ῥῖπος· ἔδαφος πρὸς κοίτην

rho

366

ῥίς· ῥίν. ῥώθων

rho

367

ῥίσαντες· φιλονεικήσαντες

rho

368

ῥίσκοι· εἶδός τι μυῶν

rho

369

ῥίσσουσα· λυπουμένη

rho

370

ῥίστρον· πτύον

rho

371

ῥίψανεν· ἐῤῥίψανεν

rho

372

ῥιχνοῦσθαι· κινεῖσθαι ἀσχημόνως

rho

373

ῥίψασπις· ὁ ἐν τῷ πολέμῳ τὰ ὅπλα ῥίψας ἐκ φόβου, δειλός

rho

374

ῥιψοκίνδυνος· παράβολος, τολμηρός, ἐπικίνδυνος

rho

375

[ῥόα· ῥεύματα]

rho

376

ῥοαί· ῥεύματα, ῥεῖθρα, πηγαί. ἱππόδρομος

rho

377

(ῥοάς·) τοὺς καλαμῶνας. πηγάς, χεύματα

rho

378

ῥοάων· ῥευμάτων

rho

379

ῥοβδεῖ· ἀναῤῥιπτεῖ μετ’ ἤχου[ς]

rho

380

ῥοβλεῖ· ῥοφεῖ. πνεῖ

rho

381

ῥόβιλλος· βασιλίσκος ὄρνις

rho

382

ῥόγαν· τὸν φονέα, τὸν αὐτόχειρα

rho

383

ῥόγαν· ῥῶγα[ν]

rho

384

ῥογεῖ· ὀργᾷ. ἀκμάζει. δαμάζει

rho

385

ῥογεύς· βαφεύς

rho

386

ῥογία· ἀκέστρια

rho

387

ῥογκιῆν· ῥέγκειν. Ἐπίχαρμος

rho

388

ῥογοί· ὄροι σιτικοί, σιτοβολῶνες

rho

389

ῥόδαμνοι· κλῶνες, βλαστοί

rho

390

ῥοδανόν· τρυφερόν

rho

391

Ῥοδανός· ποταμοῦ ὄνομα

rho

392

ῥόδεα· ἐρυθρά

rho

393

ῥόδεον· εὔχρουν. εὐῶδες. εὐειδές431 in vol. 3

rho

394

ῥοδῆ· αὐτὸ τὸ δένδρον

rho

395

ῥόδια· ὑπόδημα ἀνδρεῖον. καὶ ἀμπέλου εἶδος

rho

396

ῥοδιακόν· ποτηρίου καὶ ἐκπώματος εἶδος

rho

397

ῥοδιάς· ποτηρίου εἶδος

rho

398

Ῥόδιοι τὴν θυσίαν· ......

rho

399

ῥόδιον· μύρον

rho

400

Ῥοδίος· ποταμός, ὁ νῦν Δάρδανος

rho

401

ῥοδόεντα· πυῤῥά

rho

402

*ῥοδοδάκτυλον· ῥοδόχρουν. ἀπὸ μέρους· καλόν

rho

403

ῥόδον· Μιτυληναῖοι τὸ τῆς γυναικός. καὶ τὸ σύνηθες

rho

404

ῥοδωνιά· ὁ τόπος, ἔνθα φύεται τὰ ῥόδα. καθάπερ καὶ ἰωνιἀ, ὅπου τὰ ἴα φύεται· καὶ κρινωνιά, ἔνθα τὰ κρίνα. δηλοῖ δὲ καὶ τὸ ἀναιδές

rho

405

Ῥοδῶπις· αὕτη γένει μὲν ἦν ......

rho

406

ῥοήν· ῥύσιν

rho

407

ῥοθεῖ· ὁρμᾷ

rho

408

ῥοθεῖν· ὁρμᾶν. τρέχειν. λέγειν. διώκειν

rho

409

ῥοθιάζειν· ἐλαύνειν, ἀπὸ τοῦ ψόφου τῆς εἰρεσίας. οἱ δὲ τὴν ἀνακο‐ πὴν τοῦ ὕδατος ῥόθον φασίν

rho

410

ῥόθ]ιον· ῥεῦμα, κῦμα, τὸ μετὰ ψόφου γινόμενον

rho

411

*ῥόθεον· τὰ αὐτά

rho

412

ῥόθιον· ταχύ, ὁρμητικόν

rho

413

ῥόθον· τὸν ἀπὸ τῶν κυμάτων ψόφον

rho

414

ῥόθῳ· ὁρμῇ μετὰ ψόφου

rho

415

ῥοία· κυλίστρα τῶν ἵππων παρὰ τῷ ποταμῷ καὶ ψάμμῳ

rho

416

ῥοίαγξ· φάραγξ

rho

417

ῥοιβδεῖ· ῥοιζεῖ. διώκει. ῥοφεῖ .....

rho

418

ῥοῖβδος· ῥόγχος. ψόφος ποιός

rho

419

ῥοιβδώδει· [μετὰ ἤχου ἀείδει, ὡς οἱ ποιμένες

rho

420

..ιδαμός· ὁ ἀσπάραγος

rho

421

ῥοιδμός· ποιὸς ψόφος

rho

422

ῥοίδνας· δάκνας432 in vol. 3

rho

423

ῥοιζεῖ· διώκει. ὁρμᾷ. τρέχει

rho

424

ῥοιζηδόν· σφοδρῶς ἠχητικόν

rho

425

ῥοιζῆσαι· ποιὸν ἦχον ἀποτελέσαι. συρίσαι

rho

426

ῥοῖζος· ψόφος, ἦχος. ῥεῦμα σφοδρόν

rho

427

ῥοιζοῦντος· ἠχοῦντος

rho

428

ῥοίζωσον· ἤχησον σφοδρῶς

rho

429

ῥοικόν· σκολιόν, καμπύλον, σκαμβόν. ῥυσόν. ῥικνόν

rho

430

Ῥοίκου κριθοπομπία· Ἐρατοσθένης ἐν τῷ ἐννάτῳ τῶν Ἀμαθου‐ σίων, βασιλέα τοῦτον αἰχμάλωτον γενόμενον, εἶτα ὑποστρέψαντα πρὸς ἑαυτόν, τῇ πόλει Ἀθηναίων κριθὰς ἐκπέμψαι φησίν

rho

431

ῥοιλιαῖς· δάκναις

rho

432

ῥοϊσμός· ὁ τῶν ἵππων [ῥισμός

rho

433

ῥόμβος· ψόφος. στρόφος. ἦχος. δῖνος. κῶνος. ξυλήριον, οὗ ἐξῆπται σχοινίον, καὶ ἐν ταῖς τελεταῖς δινεῖται, [Ῥομελίας· μετέωρος περιτο‐ μῆς] ἵνα ῥοιζῇ. τοῦτο αὐτῷ ....... καὶ ἰχθῦς τις τῶν πλατέων. καὶ ὁ ἐν τοῖς δεσμοῖς γόμφος

rho

434

ῥόμβῳ· περιφορᾷ, κινήσει

rho

435

ῥομβωτόν· ἐπίμηκες

rho

436

ῥόμιξα· εἶδος ἀκοντίου

rho

437

ῥόμος· σκώληξ ἐν ξύλοις

rho

438

ῥομφαία· Θρᾴκιον ἀμυντήριον, μάχαιρα, ξίφος, ἢ ἀκόντιον μακρόν

rho

439

ῥομφάζει· βαστάζει (ὡς ῥομφαίαν)

rho

440

ῥομφεῖς· ἱμάντες, οἷς ῥάπτεται τὰ ὑποδήματα

rho

441

ῥόνειν· κρίνεσθαι

rho

442

ῥόος· ῥοῦς. ῥύμη, ῥεῦμα

rho

443

ῥοπαῖς· κλίσεσι

rho

444

ῥοπαλίζει· στρέφει, κινεῖ ὡς ῥόπαλον

rho

445

ῥόπαλον· βακτηρία, ῥάβδος

rho

446

ῥοπή· κλίσις, νεῦμα. [ῥάβδος] δύναμις, βοήθεια

rho

447

[ῥοπήϊα· σύμφυτος τόπος. καὶ ῥοπήρια ὁμοίως]433 in vol. 3

rho

448

ῥοπτίον· κλειδίον

rho

449

ῥόπτρον· ῥόπαλον. ἢ τὸ ἐπικαταπίπτον τῆς παγίδος καὶ συλλαμβά‐ νον. καὶ τὸ ἐπίσπαστρον τῆς θύρας· ἔνιοι κρίκον. καὶ τὸ αἰδοῖον. καὶ τὸ καμπύλον ξύλον

rho

450

ῥοταρία· τορύνιον

rho

451

ῥουβοτός· ῥόφημα

rho

452

ῥουγός· πρόσωπον

rho

453

ῥουδόν· ῥευστικῶς

rho

454

ῥουμάζεται· φρίττει

rho

455

ῥοῦτο· τοῦτο. Μακεδόνες

rho

456

ῥοφεῖ· καταπίνει. ἀναλαμβάνει

rho

457

*ῥοῦν· ῥεῦμα

rho

458

ῥόφιον· κύκα

rho

459

*ῥόφια· κύματα. ἢ ῥόθια

rho

460

ῥόχανον· σκυταλίδα, (ἀ)πορακτήριον, ᾗ ἀποριγλιῶσι τὸ μέτρον

rho

461

ῥοχθεῖ· ἠχεῖ, ψοφεῖ. κλύζει

rho

462

ῥοῶδες· [ῥεῦμα ὑδρηγόν

rho

463

ῥύαξ· περικεφαλαία. πύργος

rho

464

ῥυάχετον· θόρυβον. ἢ τὸν ῥέοντα ὀχετόν

rho

465

ῥύβδην· [δαψιλῶς.] ἢ ταχύτητι. ἢ μετ’ ἤχου σφοδροῦ

rho

466

ῥυγχιάζειν· διαστρέφειν. ῥογχάζειν

rho

467

ῥυδεῖ· περιπλέκεται

rho

468

ῥύδην· εὐκόλως, ἢ ἀθρόως ἐπιτρέχοντες

rho

469

*ῥυδωμένην· ῥοφωμένην

rho

470

ῥύδια· ῥοά, ἢ ῥοιά

rho

471

ῥυδὸν ἢ ῥύδην· χύδην, δαψιλῶς, ῥευστικῶς, σφοδρῶς

rho

472

ῥύεινα· ἄρνα. Κύπριοι434 in vol. 3

rho

473

ῥύεται· σώζει. εἴργει. σκέπει. φυλάττει. κωλύει

rho

474

ῥύζα· βία. ἡ τοῦ τόξου τάσις

rho

475

ῥύζειν· ὑλακτεῖν

rho

476

ῥύζουσι· διαμωκῶνται. μισοῦσι. γογγύζουσιν

rho

477

ῥυζῶν· πενθῶν· διὰ τὸ τοὺς πενθοῦντας ἄναυδόν τινα ἦχον προ‐ φέρειν

rho

478

ῥυῆαν· κατόχον πιπάζεσθαι. καὶ ῥυὰ ὁ ἵππος

rho

479

ῥυήσονται· φθαρήσονται. ῥεύσουσιν

rho

480

ῥυηφενής· πλούσιος

rho

481

ῥυθῆναι· ἐρεχθῆναι, ὃ δηλοῖ ἐξαιρεθῆναι. ἢ ξυσθῆναι

rho

482

ῥυθμίζει· κανονίζει

rho

483

ῥυθμοποιός· ὁ μέλη καὶ ῥυθμοὺς ποιῶν

rho

484

ῥυθμός· κανών. μέτρον. τρόπος. μέλος εὔφωνον. ἀκολουθία. τάξις. σύγκρισις

rho

485

ῥυκάνη· ἀλθητήριον. χειρομήριον. ἀμυντήριον. τεκτονικὸν ἐργαλεῖον

rho

486

ῥῦμα· τὸ ἐλαφρόν. καὶ πυκνόν. ὁλκός. ῥύμη. φυλακή, ἀπὸ τοῦ ῥύ‐ εσθαι

rho

487

ῥυμβονᾶν· διασκορπίζειν

rho

488

ῥύμβος· δῖνος

rho

489

ῥύμη· ὁρμή

rho

490

*ῥυμβάδας· λάϊγγας τὰς διεσχισμένας

rho

491

*ῥύμη· τάξις ἔρημος

rho

492

ῥύμιγξ· χείμαῤῥος

rho

493

ῥύμμα· σμῆμα. καὶ ἡ σμηματοδοκίς, σ(μη)ματοθήκη

rho

494

ῥύμματα· τρίμματα. σμήγματα

rho

500

ῥυμός· τοῦ ἅρματος τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺς ἵππους ἕως τοῦ ζυγοῦ μέσον ἀπὸ τοῦ ἄξονος, ὅ τινες στήμονα καὶ σταθμίον κα‐
λοῦσιν435 in vol. 3

rho

501

[ῥυμός· τάξις. ἢ ἐμμέλεια]

rho

502

ῥυ(μο)τομεῖται· εἰς ὀρθὸν κόπτεται

rho

503

ῥυνδάκη· ὀρνίθιον ἡλίκον, περιστερά

rho

504

ῥύονται· σώζουσιν

rho

505

ῥύπα[ν]· ῥύπον, πίνον

rho

506

ῥυπαίνει· σμήχει. καθαρίζει. πλύνει

rho

507

ῥυπαρόν· αἰσχρόν

rho

508

ῥυπαρός· περίψηφος. αἰσχροκερδής

rho

509

Ῥύπας· τοὺς ἐν τῇ Ἀρκαδίᾳ Ἀχαιούς

rho

510

ῥυπόεν· αἰσχρόν. αἰσχροκερδές

rho

511

ῥύπος· ῥύπον Ἀττικοὶ τὸν εἰς τὰς σφραγῖδας κηρὸν λέγουσι

rho

512

ῥυποκονδύλους· ἀεὶ ῥυπῶντας καὶ ῥυπαρούς

rho

513

ῥυππαπαί· ναυτικὸν ἐπιφώνημα

rho

514

ῥύπτει· σμήχει. πλύνει

rho

515

*ῥύπται· οἱ ἀναῤῥοφοῦντες

rho

516

ῥυπτικόν· σμηκτικόν. καθαρτικόν

rho

517

ῥῦσαι· φύλαξαι. ῥυτίδας ἔχουσαι

rho

518

ῥύσατο· ἠλευθέρωσεν, ἐλυτρώσατο

rho

519

ῥύσε· λυτρωσαμένω

rho

520

ῥύσια· ἐνεχυράσματα, σωτήρια, λύτρα, λεηλασία

rho

521

ῥυσιάζει· ἀντενεχυράζει

rho

522

ῥυσίαν βολάν· τὴν τῶν τόξων τάσιν· ἀπὸ τοῦ ἐρύσαι, ἢ τοῦ ῥύσιον

rho

523

ῥυσίλλας· τὰς ῥυτίδας

rho

524

ῥυσίοις ἐνταφαῖς· ἑλκυσταῖς, ὑπὸ τῶν λοιπῶν γινομέναις

rho

525

ῥύσιον· ἑλκυστόν. λύτρον, τίμημα, ἢ τὸ ἕνεκα ἐνεχύρου κατεχόμενον. παρὰ τὸ ῥύεσθαι τὸν κατεχόμενον

rho

526

ῥύσις· [φιάλη χρυσῆ.] καὶ ξύλινόν τι σταθμίον. ἡ ἀπόῤῥοια436 in vol. 3

rho

527

ῥυσοῖσι· ῥερυσηκόσι, γεραιοῖς

rho

528

ῥυσμοῦσθαι· συγκρίνεσθαι

rho

529

ῥυσοῦται· γηράσκει, γεγήρακε

rho

530

ῥυστάζοντες· [ῥυσιάζοντες· ἐνεχυριάζοντες]. ἕλκοντες, μεθ’ ὕβρεως σπαράσσοντες

rho

531

ῥύστης· σωτήρ, λυτρωτής

rho

532

ῥυστόν· δόρυ. Κρῆτες

rho

533

ῥυτά· τὰ στέμφυλα. καὶ πήγανον λευκόν. ἢ πόπανα. ἢ εἶδος φιαλῶν

rho

534

ῥυτά· ἱερά, τὰ ἡπατοσκόπα. ἢ τὰ ἑλκυστά

rho

535

ῥυτήρ· ἡνίον, λῶρος, ἱμάς, ἑλκυστήρ

rho

536

ῥυτῆρες· ἡνίαι, ἱμάντες τῶν ἵππων, οἷον ἑλκυστῆρες

rho

537

ῥυτῆρι κρούων· ὁ Κύκνος λέγει·
καὶ μὴ ὑβρίζων αὐτίκ’ ἐκ βάθρων ὅλῳ
ῥυτῆρι κρούων (γλουτὸν) ὑπτίου ποδός ἔνιοι δὲ οὐκ ἐπὶ τοῦ Κύκνου, ἀλλ’ ἐπὶ τῶν πολεμίων, ὥστε εἶναι τὸν
5λόγον· φεύγοντας αὐτοὺς τῷ ὑπτίῳ ποδὶ τοὺς ἰδίους γλουτοὺς ποιήσω τύπτειν

rho

538

ῥυτῆρος· ὁ λόγος· καθάπερ ἁρματεύει ἵππος. ἐκ μέρους γὰρ τῶν πο‐ δῶν τοῦτο βούλεται δηλοῦν. Ῥυτῆρας δὲ ἔλεγον τὰς ἡνίας, ἤτοι χαλινούς

rho

539

ῥυτῆρσι· λώροις, ἱμᾶσι

rho

540

ῥυτίδα· σπίλον

rho

541

Ῥύτιον· πόλις

rho

542

ῥῦτο· ἐρύσατο, ἔσωσεν

rho

543

ῥυτοί· ἑλκυστοί. λίθοι μεγάλοι, διὰ τὸ μέγεθος οὐ δυνάμενοι βα‐ σταχθῆναι

rho

544

ῥυτόν· ποταμηδόν. πολύ, μέγα. ἑλκυστόν

rho

545

ῥύτορας· τοὺς θαλλοὺς τοὺς καθαρτηρίους

rho

546

ῥῦτρα· λυτήρια, σωτήρια, σῶστρα

rho

547

ῥύτρυς· χύτας

rho

548

ῥύτωρ· σωτήρ. βοηθός. ὁλκεύς

rho

549

ῥύψαι· σμῆσαι, σμῆξαι. πλῦναι. λοιδορῆσαι. ῥοφῆσαι. καθᾶραι

rho

550

ῥύψις· κάθαρσις, καθαρισμός437 in vol. 3

rho

551

ῥυψόμεθα· καθαρισόμεθα. ῥοφησόμεθα

rho

552

ῥωγάδες· κρημνοὶ διεσχισμένοι

rho

553

ῥωγαί· ῥήξεις. καὶ ἀποῤῥωγαί, ἀπο(ρ)ρήξεις

rho

554

ῥωγαλέα· διεσχισμένα. κατεῤῥηγμένα

rho

555

ῥωγαλέον· διεῤῥωγότα. κατατετρυμμένον. ῥακώδη

rho

556

ῥῶγας· οἱ μὲν τὴν ὀρσοθύραν· οἱ δὲ τὴν ἐκτομάδα. οἱ δὲ τὰς θυρί‐ δας· ἄλλοι τὰς κλίμακας, καὶ αὐτοὺς τοὺς βαθμοὺς τῶν κλιμάκων. ῥωγάδας·
ἀνὰ ῥῶγας μεγάροιο

rho

557

ῥωγμός· ὄγκος. κοῖλος τόπος. ῥῆξις

rho

558

ῥώδιγγες· πληγαὶ ὕφαιμοι διακεκομμέναι. οἱ δὲ μώλωπες

rho

559

ῥῳδιόν· τὸν ἐρῳδιόν

rho

560

ῥώεσθαι· σπεύδειν. ὁρμᾶν

rho

561

ῥώεται· σπουδάζει

rho

562

ῥώθυνες· μυκτῆρες

rho

563

ῥώκομαι· ὀργίζομαι. λυποῦμαι. Λάκωνες

rho

564

ῥωκῶσα· πρίουσα τοὺς ὀδόντας

rho

565

ῥῶμα· ῥώμην, ἰσχύν. ὅρμημα. ὡς γνῶμα γνώμην

rho

566

ῥωμαλέος· ἰσχυρός, ἀνδρεῖος. ὑγιής. γενναῖος. θρασύς. [ῥωώδης]

rho

567

ῥώμη· δύναμις, ἰσχύς. ὄγκος. ὑγεία. ἀνδρεία

rho

568

[ῥώνια· φρύγανα]

rho

569

ῥώνιξις· ποταμίας νεὼς εἶδος

rho

570

ῥώνιος· ἄξιος. πλούσιος

rho

571

ῥώννυσιν· ὑγείαν παρέχει

rho

572

ῥώξ· κόκκος. ἢ εἶδος [σ]φαλαγγίου

rho

573

ῥώοντο· ὥρμων, ἐῤῥωμένως ἐκινοῦντο, ὁρμὴν ἐλάμβανον

rho

574

ῥωπάς· εἶδος φυτοῦ ἱμαντώδους

rho

575

ῥῶπες· τὰ δασέα τῶν φυτῶν. καὶ θαμνώδης ὕλη. ἢ εἶδος λύγου

rho

576

ῥωπήϊα· τόπος, ἐν ᾧ οἱ ῥῶπες φύονται. ἢ οἱ σύμφυτοι τόποι

rho

577

ῥωπεύειν· ῥωποπωλεῖν. ἤδη δὲ καὶ ἐπὶ τοῦ μεταβάλλεσθαι

rho

578

[ῥωπητήριον· παρορμητήριον]

rho

579

ῥωπικόν· τὸ ἐπίκτητον καὶ ὡραϊ(σμέν)ον

rho

580

ῥωπικά· τὰ παρεμπορεύματα

rho

581

Ῥωπῖτις· τῶν τριττυῶν τις καὶ πατριῶν οὕτω καλεῖται

rho

582

ῥωποπῶλαι· μυροπῶλαι438 in vol. 3

rho

583

ῥωποπώλης· ὁ ῥῶπον πωλῶν. Ῥῶπον δὲ ἔλεγον τὸν λεπτὸν καὶ ποικίλον φόρτον

rho

584

ῥῶπος· ῥωπικόν. ἀντὶ τοῦ οὐδενὸς ἄξιον. ὁ γὰρ λεπτὸς ῥῶπος, ἤγουν ὁ φόρτος, μίγματα, χρώματα, ὅσα ζωγράφοις, βαφεῦσι, μυρεψοῖς χρη‐ σιμεύει

rho

585

ῥωρός· σφοδρός, καὶ τὰ κάρτα ....

rho

586

ῥωσαμένω· ῥωσάμενοι. δυϊκῶς

rho

587

ῥώσασθαι· ἐπιθέσθαι, ὁρμῆσαι, ἐπείγεσθαι

rho

588

ῥῶσθαι· σπουδάζειν

rho

589

ῥωσθείς· ἰσχύσας, ὑγιάνας τὴν διάνοιαν

rho

590

ῥῶσις· ὑγεία

rho

591

ῥωστήρ· σφῦρα

rho

592

ῥωστήριον· φρενῶν κίνημα, καὶ παρορμητικόν. Ῥῶσαι γὰρ τὸ εἰς ἀλκὴν παρορμῆσαι

rho

593

ῥωστικόν· ὁρμη[σ]τικόν

rho

594

ῥῶστρον· ἔμβολον

rho

595

ῥῶται· ἵσταται

rho

596

ῥώτιγγες· πληγαὶ ὕφαιμοι διακεκομμέναι

rho

597

ῥώχειν· βρύχειν τοῖς ὀδοῦσι

rho

598

.....· ῥωγάδας. ῥαγάδας γῆς

rho

599

ῥωχμοῖς· ῥήξεσιν, [ἢ βάθος γῆς] ἢ ῥηγμοῖς

rho

600

ῥώψ· βοτάνη ἁπαλή439 in vol. 3

sigma

1

Σᾶ· σῶα, ὑγιῆ, ἀκέραια. καὶ ἀντωνυμία δευτέρου προσώπου

sigma

2

σαβάζειν· εὐάζειν, βακχεύειν

sigma

3

*σαβά· αἰχμαλωσία

sigma

4

*σαβέκ· ‚ἐν φυτῷ σαβέκ‛. βάτος

sigma

5

Σαβάζιος· ἐπώνυμον Διονύσου. οἱ δὲ υἱὸν Διονύσου· καὶ Σάβον ἐνίοτε καλοῦσιν αὐτόν. Φρὺξ δὲ ὁ Σαβάζιος

sigma

6

σαβακός· ὁ σαθρός. Χῖοι

sigma

7

σαβακτίδες· ὀστράκινα ζῴδια

sigma

8

σαβακῶς· αὐστηρῶς, ξηρῶς, τραχέως

sigma

9

σαβάξας· διασκεδάσας, διασαλεύσας

sigma

10

σαβαρίχην· τὸ .....

sigma

11

σάβειρος· σάβειρος, σάβειος, κόραξ

sigma

12

σαβῆρον· τὸ δακτύλιον

sigma

13

σάβηττοι· κώνωπες

sigma

14

σάβος· βακχεία

sigma

15

σάβυττος· εἶδος ξυρήσ(εως) εἰς καλλωπισμόν· πότερον δὲ τοῦ πώγω‐ νος, ἢ τῆς κεφαλῆς, ἄδηλον. τινὲς δὲ τὸ γυναικεῖον

sigma

16

σάγαρις· πελέκιον μονόστομον. [φαρέτρα. ἄροτρον]

sigma

17

[σάγανα· σκεπάσματα. περιβόλαια]

sigma

18

*Σαγ]άριος· ποταμὸς Λυδίας καὶ Φρυγίας

sigma

19

*σαράβαρ]α· βρακία1 in vol. 4

sigma

20

*σαδδαεί· ἱκανοῦ

sigma

21

*σαβαώθ· στρατιῶν

sigma

22

*σαβαώθ· παντοκράτωρ

sigma

23

σα)γάδην· [τὸν θύλακον· ἄλλοι δὲ σάκταν λέγουσιν ὁδοιπορικὸν θύλακον

sigma

24

σάγδας· εἶδος μύρου. ἢ ψάγδας

sigma

25

σάγη· ἡ ὅλη πανοπλία. ἢ περιβόλαιον, σκέπασμα

sigma

26

σαγηνεύειν· θηρεύειν. αἰχμαλωτίζειν. ἢ ἁλιεύειν

sigma

27

σαγηνεύσαντες· τοὺς πολιορκηθέντας δικτύοις ἔθος. οἷς καὶ σαγη‐ νεύειν τοῦτο Ἕλληνες

sigma

28

σαγήνη· πλέγμα τι ἐκ καλάμων εἰς θήραν ἰχθύων. [Λάκωνες

sigma

29

σαγείρετον· μετακλέπτην

sigma

30

σαγίς· πήρα

sigma

31

σαγλῶδες· πλαδαρὸν σῶμα

sigma

32

σάγμα· τὸ ἔλυτρον τῆς ἀσπίδος

sigma

33

σάγος· μέρος τι τῆς πανοπλίας

sigma

34

σάγουρον· γυργάθιον

sigma

35

Σάγραι· ἔθνος Αἰθιόπων

sigma

36

[σαγροῖς· κοπίς. ἢ πέλεκυς]

sigma

37

σαγύριον· ἄρτου κλάσμα

sigma

38

σάθα· μόρια

sigma

39

σ(.)αθεύει· θάλπει

sigma

40

σαθαρυγά· ταραχή

sigma

41

[σάθεα· τὰ ἀσθενῆ]

sigma

42

σάθη· τὰ ἀνδρεῖα ἀναγκαῖα

sigma

43

σαθρά· ἀσθενῆ. κεκλασμένα

sigma

44

σάθραξ· φθείρ

sigma

45

σάθων· ὑποκόρισμα ἐπὶ παιδίων ἀῤῥένων, ἐπὶ τοῦ αἰδοίου2 in vol. 4

sigma

46

[σαί· τὸ κινηθῆναι ἁπλῶς·

sigma

47

σαικίς· δειλός

sigma

48

[σαΐκτας· θύλακας, μαρσίππους. ἔνιοι αὐλοθήκας]

sigma

49

[σαίκουλουμ· χρόνος, σάκκος. Ῥωμαῖοι]

sigma

50

σαικωνῆσαι· διασαικώνη [.....

sigma

51

σαίνει· κολακεύει, προσηνεύεται. τινάσσει. ἀσπάζεται. θωπεύει

sigma

52

σαίνεται· κινεῖται, σαλεύεται, ταράττεται

sigma

53

σαινικρίζει· ἐκτρέφει

sigma

54

σαίνουροι καὶ σαινουρίδες· οἱ τὰς οὐρὰς συνεχῶς κινοῦντες ἵπποι καὶ κύνες

sigma

55

Σάϊοι· πολέμιοι. νεκροί. καὶ ἔθνος, οἱ πρότερον Κίκονες

sigma

56

*σεπτὸς ἢ σεπτή· ἐλαία θλαστή

sigma

57

σαίρει· κοσμεῖ, φιλοκαλεῖ, καλλύνει

sigma

58

σαίρειν· σαροῦν, κοσμεῖν

sigma

59

σαιρός· σαρός

sigma

60

σαῖς· κοῦρος, κάρος

sigma

61

Σαισαρία· ἡ Ἐλευσὶν πρότερον

sigma

62

σαιστός· ἐλαία θλαστή

sigma

63

Σακάδ)ιον· εἶδος μουσικοῦ ὀργάνου

sigma

64

Σάκαι[οί]· οἱ Σκύθαι

sigma

65

σάκαια· ἡ Σκυθικὴ ἑορτή3 in vol. 4

sigma

66

σάκαν· τὸ τῆς γυναικός

sigma

67

Σάκας·
ἡμεῖς γάρ, ὦ ’νδρες οἱ παρόντες ἐν λόγῳ,
νόσον νοσοῦμεν τὴν ἐναντίαν Σά(κᾳ) οὕτω δὲ προσαγορεύει διὰ τὸ ξένος εἶναι· οἱ γὰρ Σάκες Θρᾷκες

sigma

68

Σάκας[ας] ἀφικνεῖ[α]· ......

sigma

69

[σακέλα· ὅπου τὸ χρυσίον τίθεται

sigma

70

σακέλιον· ὁμοίως]

sigma

71

σακέσπαλος· πολεμιστής

sigma

72

σάκε’ ὤμοισι κλίναντες· κεραμιδώσαντες

sigma

73

σακκίζειν· ἐπὶ τοῦ ἐκκενῶσαι διὰ κλοπὴν τοὺς σάκκους· ὁποῖόν φασι τοῖς ἐργάταις. [ὡσεὶ ἔλεγε χαλκοδερμιστής. τὰ γὰρ σάκ[κ]η ἐπίχαλκα λέγει

sigma

74

[σάκκινον· λεπτόν, ἀσθενές]

sigma

75

σακκινόσυκοι· δασύπρωκτοι

sigma

76

σα]κοδερμιστής· ὄφιν σάκος ἔχοντα. οἱ δὲ σκώληκα, παρ’ ὅσον δερμιστὴς οὗτος. βέλτιον δὲ τὸ(ν) χαλκοῦν ἔχοντα δέρμα νοεῖν .......

sigma

77

σάκοιτοι· οἱ ἱστῶντες τὸν κέραμον

sigma

78

σάκος· ἀσπίς. ἀφ’ οὗ καὶ οἱ νεώτεροι σάγην τὴν πανοπλίαν φασί

sigma

79

σάκος αἴγειος· ἀντὶ τοῦ τεῦχος αἴγειον. θέλει δὲ εἰπεῖν τὴν πήραν, κατὰ μετάληψιν

sigma

80

[σακοφόροι· ὁπλοφόροι]

sigma

81

σάκταρον· τοῦτο ἐμφερές ἐστι κόμ(μ)ει, γεν(ν)ώμενον ἐν τῇ Ἰνδικῇ, διαλυτικόν

sigma

82

σάκτας· ὁ θύλακος

sigma

83

σακτῆρος· θυλάκου. ἔλεγον δὲ καὶ σάκταν4 in vol. 4

sigma

84

σακτός· ὁ τεθησαυρισμένος. ὁ πολυχρόνιος, καὶ ἤδη ἀποκείμενος. καὶ χιτῶνος εἶδος. καὶ θύλακος

sigma

85

σακυνδάκη· ἔνδυμα Σκυθικόν

sigma

86

σάκωσε· κατέκλεισεν

sigma

87

σάλα· φροντίς. βλάβη

sigma

88

Σαλαβακχώ· πόρνης ὄνομα. ἀπὸ δὲ ταύτης καὶ τὰς κατωφερεῖς εἰς τὰ Ἀφροδίσια οὕτως ἔλεγον Ἀττικοί

sigma

89

σαλαβάρ· μάγειρος. Λάκωνες

sigma

90

σαλάβη· [καὶ] θύρας ὀπή. [φροντίς]

sigma

91

σαλάβους· θυρῶν ὀπάς

sigma

92

σαλαγεῖ· ταράσσει. ἡ γὰρ φροντὶς σάλα λέγεται

sigma

93

σαλαγή· βοή

sigma

94

σάλαγξ· ἰχθῦς ἀγαθός. καὶ μεταλλικὸν σκεῦος

sigma

94b

(......) ὡσεὶ ἔλεγε σιδηροπλά(σ)της

sigma

95

σαλαΐζειν· κόπτεσθαι

sigma

96

σαλαισ(μός)· κωκυτός

sigma

97

σαλακύρων· εὐήθων

sigma

98

σαλάκων· ὁ πτωχὸς ἀλαζών

sigma

99

σαλακωνία· ἡ ἐν πενίᾳ ἀλαζονεία

sigma

100

σαλακωνίσαι· σαλακωνεῦσαι. ἔλεγον τοὺς διαθρυπτομένους σαλά‐ κωνας· ἀπὸ τοῦ ἁβρῶς καὶ μετὰ θρύψεως βαδίζειν. ὁ δὲ Θεόφρα‐ στος σαλάκωνά φησι(ν) εἶναι τὸν δαπανῶντα, ὅπου μὴ δεῖ

sigma

101

σαλάμβῃ· ἡ ὀπή, δι’ ἧς τὸ σέλας βαίνει. ἢ πύλη. καπνοδόχη. θυρίς.
ἢ τροφός5 in vol. 4

sigma

102

Σαλαμβώ· ἡ Ἀφροδίτη παρὰ Βαβυλωνίοις

sigma

103

Σαλαμίν· νῆσος

sigma

104

Σαλαμίνιος· [μία τῶν ἱερῶν νεῶν

sigma

105

σαλάννη· φαρέτρα

sigma

106

σαλαχθέν· σεισθέν

sigma

107

σαλάξαι· κατακλύσαι. κινῆσαι

sigma

108

σαλέη· σάλη. βλάβη

sigma

109

σαλεύειν· ῥιπτάζεσθαι

sigma

110

σαλητόν· Σοφοκλῆς Ἀνδρομέδᾳ. Ἀντίπατρος [ἢ] βαρβαρικὸν χιτῶνα. οἱ δὲ καὶ μεσόλευκον αὐτὸν εἶναί φασι

sigma

111

σαλία· πλέγμα καλάθῳ ὅμοιον, ὃ ἐπὶ τῆς κεφαλῆς φοροῦσιν αἱ Λά‐ καιναι. οἱ δὲ θολία

sigma

112

σαλιβάσσα· τῇ θαλάσσῃ ἀπελθούσῃ

sigma

113

[σάλιξ· ἰτέα. Ῥωμαῖοι]

sigma

114

*σαλιᾷ· ἀρκεῖ

sigma

115

[σάλμα· σησάμη]

sigma

116

σάλλα· δρυσοφύουσα

sigma

117

σάλλινον· φρόντισμα

sigma

118

Σάλμοξις· ὁ Κρόνος. καὶ ὄρχησις. καὶ ᾠδή

sigma

120

Σαλμυδησ(ς)· αἰγιαλὸς περὶ τὸν Εὔξεινον πόντον

sigma

121

σάλος· φροντίς, ταραχή. κλύδων, καὶ ἡ τῆς θαλάσσης κλύδωνος κί‐ νησις

sigma

122

σαλοῦσα· φροντίζουσα

sigma

123

σάλπη· ἰχθῦς ποιός, ὃν καὶ βοῦν καλοῦσιν

sigma

124

σαλπιγκτής· ὁ τῆς σάλπιγγος φωνοβόλος

sigma

125

σάλπιγξ· σιγηνοσάλπιγξ. ἀντὶ τοῦ κήρυξ. τινὲς δὲ ὄρνιν ποιόν. καὶ ὄργανον πολεμικόν. καὶ θαλασσίαν σάλπιγγα. παρὰ Ἀρχιλόχῳ δὲ τὸν στρόμβον. ἐκδέχονται δὲ καὶ Σάλπιγγος Ἀθηνᾶς ἱερὸν παρὰ
Ἀργείοις6 in vol. 4

sigma

126

σαλπι)τής· ὄρνεόν τι

sigma

127

σαλύγα· ἡ συνεχὴς κίνησις

sigma

128

σαλύγην· τὴν γινομένην κίνησιν ἐκ τῆς καταφορᾶς τοῦ ἀτράκτου οὕτω καλεῖσθαί φασι

sigma

129

σάλω· ἀρκεῖ. παρὰ Ῥίνθωνι

sigma

130

σαλῶος· ὁ πεφροντισμένος. ἡ γὰρ φροντίς σάλα

sigma

131

σᾶμα· μνῆμα, Δωριεῖς δὲ στοιχεῖον

sigma

132

σάμαινα· εἶδος νεώς, ὑὸς ἔχουσα προτομήν

sigma

133

σαμαίνεται· σφραγίζεται. παρὰ Ἐπιχάρμῳ

sigma

134

σαμάκια· κοσμαρίου εἶδος

sigma

135

σάμαξ· ὕλη τις δρυώδης, οἷον βούτομον. οἱ δὲ φορμόν. καὶ οἱ πλείους (σάκταν) ἀπὸ τοῦ σάττεσθαι. ἔνιοι δὲ τὴν βούτομον καλεῖσθαι σά‐ μακα. καὶ τοξικὸς κάλαμος. ἀφ’ οὗ τὰ λεπτὰ συνάγοντες στιβάδια ποιοῦσιν

sigma

136

σαμβά· ὀσφῦς. ὀφρῦς

sigma

137

[σάμβαι· θύραι.] [σάμβαλα]

sigma

138

σάμβαλα· σάνδαλα

sigma

139

σαμβύκη· οὐ μόνον τὸ μουσικὸν ὄργανον, οὗ μέμνηται Ἰόβας· ἀλλὰ καὶ πολιορκητ(ικ)όν, οὗ Βίτων

sigma

140

σάμεα· τὰ ἐν ταῖς ὤαις τῶν ἱματίων παράσημα. Λάκωνες

sigma

141

σαμένορα· τὸν βραβευτὴν τῶν σφαιριζόντων

sigma

142

σάμερα· σάμερος. σήμερον

sigma

143

σάμερον· σήμερον, νῦν. Ταραντῖνοι

sigma

144

Σάμη· πόλις Κεφαλ(λ)ηνίας

sigma

145

Σαμία· εἶδός τι ἀμπέλου

sigma

146

Σαμία γῆ· ἰατρικὸν μῖγμα, ὅμοιον τῇ ἱερᾷ τριαδικῇ7 in vol. 4

sigma

147

Σαμιακὸς τρόπος· δύο δηλοῖ ἡ λέξις· ἓν μὲν τὸ ἐπὶ διαβολῆ τῶν Σαμίων θρυλλουμένων ὡς κατεαγότων· ἕτερον δέ, ὅτι αἱ λεγόμεναι Σάμαιναι ναῦς κατέστρωντο δι’ ὅλου. Δίδυμος δὲ τὰς Σαμαίνας ἰδιαιτέραν παρὰ τὰς ἄλλας ναῦς τὴν κατασκευὴν ἔχειν· εὐρύτεραι
5μὲν γάρ εἰσι τὰς γαστέρας. τοὺς δὲ ἐμβόλους σεσίμωνται, ὡς δοκεῖν ῥύγχεσιν ὑῶν ὁμοίως κατεσκευάσθαι, οἷον ὑοπρώρους εἶναι. διὸ καὶ ἐπὶ τ(οι)αύτης λέγεται·
ναῦς δέ τις ὠκυπόρος Σαμία ὑὸς εἶδος ἔχουσα

sigma

148

σαμίθη· ῥόφημά τι, ὡς Γλαυκίας ὁ ἰατρός

sigma

149

σαμινά· θαμινά. συνεχῶς. Λάκωνες

sigma

150

Σαμίων ὁ δῆμος· φησί τι(ς) παρὰ τῷ Ἀριστοφάνει, τοὺς ἐκ τοῦ μυ‐ λῶνος ἰδὼν Βαβυλωνίους·
Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος· καταπληττόμενος τὴν ὄψιν αὐτῶν, καὶ ἐπαπορῶν. ἔστι δὲ καὶ ἑτέρα
5ἱστορία, δι’ ἣν πολυγράμματον ἔφη δῆμον· ἐπειδὴ Ἑλλήνων Σάμιοι πολυγράμματοι ἐλέγοντο πρῶτοι καὶ χρησάμενοι καὶ δι(α)δόντες εἰς τοὺς ἄλλους Ἕλληνας τὴν διὰ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων χρῆσιν

sigma

151

σάμμα· ὄργανον μουσικὸν παρὰ Ἰνδοῖς

sigma

152

Σάμου ὑληέσσης Θρηϊκίης· τῆς Σαμοθρᾴκης. ἄλλοι τῆς πρὸς Θρᾴκῃ Σάμου, ᾗ ὁμωνύμως λέγεται καὶ τὸ ἐν αὐτῇ ὄρος. οὐ μνημο‐ νεύει, ἀλλὰ πάντοτε αὐτὴν Σά[λα]μον καλεῖ, καὶ οὐδέποτε Σαμοθρᾴ‐ κην κατὰ σύνθετον

sigma

153

Σαμονία· οἱ δὲ Σαμορινία. ἡ Ἔφεσος

sigma

154

σαμυλίς· ἡ πρόπολις ὑπὸ τῶν μελισσουργῶν

sigma

155

σαμφόρας· σαμφόραι ἵπποι λέγονται, οἷς ἐπικεχάρακται τὸ C στοι‐ χεῖον. τοῦτο γὰρ σὰν ἔλεγον

sigma

156

σαμψοῦχος· πλείστη γίνεται ἐν Αἰγύπτῳ. ἄλλοι δὲ μάραθον καλοῦ‐ σιν αὐτήν

sigma

157

σαμώσῃ· κεραυνώσῃ

sigma

158

σάναπτιν· τὴν οἰνιώτην. Σκύθαι8 in vol. 4

sigma

159

σανδα[λα]ράχη· χρώματος εἶδος

sigma

160

σανδαία· τροπὴ ἀπὸ γῆς. ἔνιοι δὲ τὸν λίβα ἄνεμον

sigma

161

σανδάλια· σάνδαλα· γυναικεῖα ὑποδήματα, ἃ καὶ βλαυτία. καὶ ἰατρι‐ κὸς ἐπίδεσμος σανδάλιον

sigma

162

Σανδαλιῶτις· ἡ Σαρδὼ πάλαι

sigma

163

σανδαράκη· τροφή τις τῶν μελισσῶν. ὡς Ἀριστοτέλης

sigma

164

Σανδαροφάγος· ὑπὸ Ἀλεξάνδρου ποταμὸς μετωνομάσθη, καὶ ἐκλήθη Ἀκεσίνης. [καὶ εἶδός τι μεταλλικόν

sigma

165

σάνδυξ· δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει, ὡς Σωσίβιος. ἢ φάρμακον ἰατρικόν. καὶ κιβωτός

sigma

166

[σανθείς· αἰσθόμενος, γνούς]

sigma

167

σανίδες· θύραι

sigma

168

)ανίκετις· θεοφιλής

sigma

169

σανίς· θύρα. λεύκωμα, ἐν ᾧ αἱ γραφαὶ Ἀθήνησιν ἐγράφοντο πρὸς τοὺς κακούργους. τίθεται δὲ καὶ ἐπὶ τοῦ (σ)ταυροῦ

sigma

170

σάνιτρα· τροφός, τιθήνη

sigma

171

σαννάδας· τὰς ἀγρίας αἶγας

sigma

172

σάννιον· τὸ αἰδοῖον, ἀντὶ τοῦ κέρκιον· [παρὰ τὸ τῇ κέρκῳ σαίνειν.] τὸ γὰρ αἰδοῖον ἐσθ’ ὅτε οὐρὰν ἔλεγον, ὡς Εὔπολις

sigma

173

σαν)ιόπληκτος· αἰδοιόπληκτος

sigma

174

σαννίς· δρυοσάνδραξ. Θούριοι

sigma

175

σάννορος· μωρός, παρὰ Ῥίνθωνι. Ταραντῖνοι

sigma

176

[σάνουροι· τὰς οὐρὰς σαίνοντες] ........9 in vol. 4

sigma

177

σάξαι καὶ σάττειν· νάξαι. ν(ά)σσειν

sigma

178

σάξασθαι· ὁπλίσασθαι. [πλήσασθαι]

sigma

179

σαοῖ· βοηθεῖ, καὶ σώζει

sigma

180

σαοσίμβροτος· ὁ σώζων ἀνθρώπους

sigma

181

σαόφρων· σώφρων

sigma

182

Σάπαι· ἔθνος Θρᾴκιον

sigma

183

σαπέρδης· ὄνομα ἰχθύος. οἱ δὲ ταρίχου εἶδος. ἄλλοι ὑπὸ Ποντικῶν τὸν κορακῖνον ἰχθύν

sigma

184

σάπιθος· θυσία. Πάφιοι

sigma

185

σαπρία· σῆψις, σάθρωμα. τυδράκιν

sigma

186

σαπριοῦσι· σήπουσι

sigma

187

σαπρόν· παλαιόν. αἰσχρόν, ἀκάθαρτον

sigma

188

σαπύλλειν· σαίνειν. Ῥίνθων

sigma

189

(*)σάμφαρος· μωρολόγος

sigma

190

σαράβαρα· τὰ περὶ τὰς κνημῖδας ἐνδύματα

sigma

191

σάραβος· τὸ γυναικεῖον αἰδοῖον

sigma

192

σάραγος· ὑπηρέτης ὁ σαρῶν τὰς δημοσίας στοάς

sigma

193

Σάραπις· Περσικὸς χιτὼν μεσόλευκος, ὡς Κτησίας· „καὶ διαῤῥηξα‐ μένη τὸν σάραπιν καὶ τὰς τρίχας καθειμένη ἐτίλλετό τε καὶ βοὴν ἐποίει.“ καλεῖται δὲ καὶ ὁ Πλούτων οὕτως

sigma

194

σαραπίους· τὰς μαινίδας. Περγαῖοι

sigma

195

[σαραφίν· γνώσεως πληθυσμός, ἢ σοφίας χύσις]

sigma

196

σαραχηρώ· παρὰ Βηρώσῳ ἡ κοσμήτρια τῆς Ἥρας

sigma

197

σαργάναι· δεσμοί, καὶ πλέγματα γυργαθώδη σχοινίων ἀγχυράγωγα

sigma

198

σάργανος· ὁ ἀγροῖκος

sigma

199

σαρδαναπαλᾶ· ἀλλοιᾶ

sigma

200

Σαρδανάπαλ)ος· πάντες σχεδὸν ἁπάσης ἀκολασίας καὶ τρυφῆς δοῦλον τοῦτον ἀναγράφουσι γεγονέναι. καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ ἐν τῇ Ἀσσυρίᾳ ἐν Νίνῳ φασὶν ἐπιγεγράφθαι Ἀσσυρίοις γράμμασι· Σαρ‐
δανάπαλ)ος ........ γεγόνασι δὲ δύο Σαρδανάπαλ(λ)οι10 in vol. 4

sigma

201

σαρδανάφαλλος· γελωτοποιός

sigma

202

σάρδιον· βοτάνη ἐστὶ δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων τοῦ στόματος συστα‐ λέντων ἐκ τοῦ τοιούτου σπασμοῦ γυμνοῦσθαι λοιπὸν καὶ τοὺς ὀδόν‐ τας, καὶ γέλωτος φαντασίας δείκνυσθαι τοῖς ὁρῶσιν. ἔνθεν τὸ Σαρ‐
5δόνιος γέλως

sigma

203

σαρδόνες· ἐν κυνηγετικῷ μέρη τινὰ δικτύων δηλοῦνται

sigma

204

Σαρδόνιος γέλως· ὁ καθ’ ὑπόκρισιν ἢ ἐπὶ κατάρᾳ ἐῤῥιμμένος γέ‐ λως. ἢ ὑποκοριστικῶς Σαρδόνιος γέλως. οἱ τὴν Σαρδόν(α) κατοι‐ κοῦντες τῷ Κρόνῳ ἔθυον γελῶντα(ς) καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν· τὸν οὖν προσποιητὸν γέ‐
5λωτα κληθῆναι Σαρδόνιον. τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. φύεται γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλω‐ τος ἀποθνήσκουσιν. ἄλλοι τὸν καθ’ ὑπόκρισιν γινόμενον γέλωτα Σαρ‐ δόνιον καλεῖν εἰώθασιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσιν

sigma

205

σάρδοντα· διαπίπτοντα

sigma

206

σαρδώ· ἐν Πασιφάῃ τὸ σαρδόνιον ἡ σφραγὶς εἴρηται

sigma

207

Σαρδώ[ν]· νῆσος μεγάλη, πλησίον Ἀφρικῆς, ἡ καὶ Σαρδών[η]

sigma

208

σάρητον· ὁ σάραπις. [καὶ] εἶδος χιτῶνος

sigma

209

*σαρκῶν· σπερμολόγος

sigma

210

σάρι[ν· σαρὸν] φυτόν τι γινόμενον ἐν τοῖς κατ’ Αἴγυπτον ἕλεσιν

sigma

211

σαρίν· ὀρνέου εἶδος, ὅμοιον ψάρῳ

sigma

212

σαρίρ· κλάδος φοίνικος Λάκωνες

sigma

213

σάρισ]α· δόρυ μακρόν, εἶδος ἀκοντίου Ἑλληνικοῦ, σπάθη βαρβαρική. Μακεδόνες

sigma

214

σαρκάζει· μειδιᾷ, εἰρωνεύεται, καταγελᾷ. ἀπὸ τοῦ σεσηρέναι

sigma

215

σαρκάζων· μετὰ πικρίας γελῶν

sigma

216

σαρκάσας· μετὰ πικρίας ἢ ἠρέμα τὰ τῶν χειλέων σάρκας διανοίξας, γελάσας

sigma

217

σαρκήρη στάχυν· τὸν ἐκ σαρκῶν συνηρμοσμένον, καὶ οὐκ ἐκ κριθῶν συνεστῶτα, οἷον ἄνθρωπον

sigma

218

σαρκοβόρα· σαρκοφάγον11 in vol. 4

sigma

219

σαρκοκόλ)α· φυτοῦ δάκρυον

sigma

220

σαρκῶν· σεσηρώς

sigma

221

σάρματα· καλλύσματα. καὶ κόπρια παρὰ Ῥίνθωνι

sigma

222

σάρμοι· θερμοί. Καρύστιοι

sigma

223

σαρμός· σωρὸς γῆς. καὶ κάλλυσμα. ἄλλοι ψάμμον, ἄλλοι χόρτον

sigma

224

σάρον· Ἴων Ἀργείοις· ὡς παλαιὸν ἀκίσσαρον. βαρυτονητέον, ὡς παρὰ Σώφρονι. θέλει δὲ λέγειν, ὅτι ἄχρηστοί εἰσι διὰ τὸ γῆρας

sigma

225

σάρον· κάλ(λ)υντρον. Βυζάντιοι

sigma

226

σαρός· ἀριθμός τις παρὰ Βαβυλωνίοις. [ἢ κάλυντρον]

sigma

227

Σαρπηδόνιον· τὸ μέγα. καὶ ἡ ἐν Θρα[ισή]κῃ καὶ Κιλικίᾳ πέτρα ὑψηλοτάτη

sigma

228

Σαρπήδοντος· Σαρπηδόνος. ἅλις δὲ ταύτῃ χρῆται τῇ γενικῇ Σαρ‐ πήδοντος. ἔστι δὲ Αἰολικὴ ἀπὸ εὐθείας τῆς Σαρπηδών

sigma

229

Σαρπηδών· κόσμος τῶν θεῶν, ἀπὸ μέρους. ἔστι δὲ ἀπὸ λίθου σαρ‐ πηδονίου καλουμένου. καὶ ὄνομα κύριον

sigma

230

Σαρπηδὼν ἀκτή· ἀντὶ τοῦ Σαρπηδονία. τόπος δὲ οὗτος Θρᾴκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος

sigma

231

σάρπους· κιβωτούς. Βιθυνοὶ δὲ ξυλίνους οἰκίας

sigma

232

σαῤῥυφθεῖν· μωραίνειν

sigma

233

σάρσαι· ἅμαξαι

sigma

234

σαρσίτει· χορὸς πρὸς μύλον ποιούμενος τὴν χορείαν. Λάκωνες

sigma

235

σαρῶ· κοσμήσω

sigma

236

σάρων· λάγνος. τινὲς δὲ τὸ γυναικεῖον

sigma

237

σαρῶνες· τὰ τῶν θηρατῶν λινά

sigma

238

Σαρωνία Ἄρτεμις· Ἀχαιὸς Θησεῖ. ἀπὸ τοῦ ἐν Τροιζῆνι Σαρωνι‐ κοῦ κόλπου

sigma

239

*σασαλαγεῖ· θρηνεῖ12 in vol. 4

sigma

240

σαρωνίδες· πέτραι. ἢ αἱ διὰ παλαιότητα κεχηνυῖαι δρύες

sigma

241

*σάτρα· σηπία

sigma

242

σάσαι· καθίσαι. Πάφιοι

sigma

243

*σάτον· σιτικὸν μέτρον

sigma

244

σαταρίδες· σαταρνίδες. κόσμος κεφαλῆς γυναικεῖος

sigma

245

σᾶτε[ῖ]ς· τὸ ἐπ’ ἔτος. Δωριεῖς

sigma

246

σάτιλλα· π[η]λειὰς τὸ ἄστρον

sigma

247

σατίναι· αἱ ἅμαξαι

sigma

248

Σατνιόεις· ποταμὸς ἐν Λελεγείᾳ. οἱ δὲ Λέλεγες Καρῶν γένος, πλη‐ σιόχωροι αὐτοῖς ὄντες. ἔστι δὲ καὶ Κιλικίας ποταμός

sigma

249

σατός· ἐπ’ ἔτος

sigma

250

σατράπαι· ἀρχηγοί, στρατηλάται. Περσικὴ δὲ ἡ λέξις

sigma

251

Σατριάς· ἔθνος Αἰθιόπων

sigma

252

σάττα· κάλυμμα κεφαλῆς γυναικείας

sigma

253

σατήοραι· σκάφαι βοτρύων, παρὰ Λάκωσιν

sigma

254

*σαττίν· ὄνομα τόπου

sigma

255

σατύραν· καταφερῆ

sigma

256

σατύριον· πόα τις συνεργὸς πρὸς τὰς Ἀφροδισίας ὁρμάς. καὶ ζῶον τετράπουν, ἢ λιμναῖον

sigma

257

σάτυροι· μορφαὶ ἀπρεπεῖς

sigma

258

σάτυρος· ἡ ἔντασις. ἢ χορευτής

sigma

259

σαυᾶδαι· σαῦδοι. Ἀμερίας τοὺς σειλείνους οὕτω καλεῖσθαί φησιν ὑπὸ
Μακεδόνων13 in vol. 4

sigma

260

(*)σάνη· ὁ κόσμος Βαβυλώνιος

sigma

261

σαυκόν· ξηρόν. Συρακούσιοι

sigma

262

σαυκρόν· ἁβρόν. ἐλαφρόν. ἄκρον.

sigma

263

[*σάτων· μόδιος γέμων, ἤγουν ἓν ἥμισυ μόδιον Ἰταλικόν

sigma

264

σαυαρόν· ἁβρόν. ἐλαφρόν. ἄκραν.] τρυφερόν. σεμνόν. σοβαρόν

sigma

265

σαυκρόποδες· ἁβρόποδες

sigma

266

σαῦλα· κοῦφα. ἥσυχα. τρυφερά

sigma

267

σαῦλον· ἁβρόν. κοῦφον. ἄκρον. τρυφερόν. Ἀττικοί

sigma

269

σαυλοῦσθαι· τρυφᾶν, θρύπτεσθαι, ἐναβρύνεσθαι

sigma

268

σαυλοῦ· θρύπτου

sigma

270

σαύλωμα· θρύμμα

sigma

271

[σαυλάτηρ· δορατοθήκη]

sigma

272

σαυνά· ἁπαλά

sigma

273

σαυνίον· ἀκόντιον βαρβαρικόν. καὶ σαθρὸν, χαῦνον, ἀσθενές, παρὰ Κρατίνῳ

sigma

274

σαύρα· τὸ ἑρπετὸν ζῶον. καὶ ἰχθῦς μέγιστος, σαῦρος

sigma

275

Σαῦραι· ἔθνος Θρᾴκιον

sigma

276

σαυρῖται· εἶδός τι ὄφεων

sigma

277

σαυρίγγη· πόα τις. καὶ τὸ ζῶον ἡ σαύρα

sigma

278

σαυροβριθὲς ἔγχος· ἐκ τοῦ σαυρωτῆρος βαρύ. καὶ Αἰσχύλος ὀπι‐ σθοβριθὲς ἔγχος ἔφη

sigma

279

σαυρωτή· ποικίλη

sigma

280

σαυρωτήρ· τὸ ἔσχατον σιδήριον τοῦ δόρατος. δηλοῖ δὲ καὶ στάθμην κεστόν

sigma

281

σαυρωτῆρες· τοῖς (σ)τύραξιν τῶν ὀπίσω τῶν δοράτων, ἤτοι σιδήρου τοῦ δόρατος

sigma

282

σαυρωτῆρος τοῦ σιδηρίου

sigma

283

σαυρωτοῖς δόρασι· τοῖς σαυρωτῆρας ἔχουσι κατὰ τῆς ἐπιδορατίδος14 in vol. 4

sigma

284

σαύσακας· τυροὺς ἁπαλοὺς εὐτρόφους. καὶ δοκοῦσι δὲ οὗτοι ἐπιφό‐ ρους ποιεῖν πρὸς συνουσίαν

sigma

285

σαυσαρόν· ψιθυρόν

sigma

286

σαυσιαλεῖ· μαστιγᾶται. Ἠλεῖοι

sigma

287

σαυτορία· σωτηρία. Ἀμερία(ς)

sigma

288

σαυχμόν· σαχνόν, χαῦνον, σαθρόν, ἀσθενές

sigma

289

σάφα· σαφῶς, φανερῶς, λαμπρῶς

sigma

290

σαφές· τὰ αὐτά

sigma

291

σαφηνιεῖ· ἑρμηνεύ(σ)ει

sigma

292

σαφήνισον· ἑρμήνευσον

sigma

293

σαφήτωρ· μάντις ἀληθὴς, μηνυτής, ἑρμηνεύς

sigma

294

*σάγματα· φορτία

sigma

295

*σαγμίς· ἡτοιμασμένος

sigma

296

σαχνόν· ἀσθενές, χαῦνον

sigma

297

σαψίς· ὁ ἀγαθὸς δαίμων, παρὰ Ἀράβοις

sigma

298

σάω· σῶζε, σῶσον

sigma

299

σαώζει· σώζει

sigma

300

Σαωκίς· ἡ Σαμοθράκη οὕτως ἐκαλεῖτο τὸ πρότερον

sigma

301

σαωμένα· θεωροῦσα

sigma

302

σαώς· ἥλιος. Βαβυλώνιοι

sigma

303

σαώσεις· σώσεις

sigma

304

σαώ(σο)μεν· σώσωμεν

sigma

305

σαώτερος· ὑγιέστερος. σῶος. ὑγιής. ἢ σωτηριώτερος. ἀπὸ πρωτοτύπου σάος Αἰολικοῦ

sigma

306

σαωτηρία· σωτηρία

sigma

307

*σαόφρονα· σώφρονα15 in vol. 4

sigma

308

σβέννυται· κατασβέννυται

sigma

309

σβέσαι· παῦσαι, κατασβέσαι

sigma

310

σεαυτόν· τοῦ σοί

sigma

311

[σέβαμα· ἐπιστροφὴ πονηρά]

sigma

312

σέβας· τιμή. θαῦμα. θάμβος, ἔκπληξις. αἰδώς

sigma

313

σεβάσμιον· τιμητόν, προσκυνητόν

sigma

314

σεβάσσατο· σεβαστὸν ἡγήσατο, ἐτίμησεν, ἐνετράπη

sigma

315

σεβαστός· προσκυνητός, τιμητός

sigma

316

σεβέννιον· τὸ ἐπ’ ἄκρῳ τῷ φοίνικι φλοιῶδες γινόμενον

sigma

317

σέβερος· εὐσεβής, δίκαιος

sigma

318

σέβεσθαι· αἰδεῖσθαι, ἐντρέπεσθαι. προσκυνεῖν. αἰσχύνεσθαι

sigma

319

σέβηται· λατρεύηται. ἢ αἴδηται

sigma

320

σεβιστόν· τιμητόν

sigma

321

σέβις· πυξίς

sigma

322

σεγάνιον· γυργαθῶδες πλέγμα παρὰ Ῥοδίοις

sigma

323

σέδας· καθέδρας

sigma

324

σε(.)έλλισαι· Φρύνιχος ἐν Κρόν[ί]ῳ·
ἄγαμαι Διονῦ σοῦ στόματος, ὡς σε(.)έλλισαι κεκόμπακας πολλάκις. Αἰσχίνης τις ὑπῆρχε, Σέλλου καλούμενος, ἀλα‐ ζὼν καὶ ἐν τῷ διαλέγεσθαι καὶ ἐν τῷ προσποιεῖσθαι πλουτεῖν, πε‐
5νόμενος καθ’ ὑπερβολήν, ὡς τοὺς παραπλησίους τούτῳ καλεῖσθαι .....

sigma

325

*)εδέκ· πόλις Μωαβιτῶν. ἑρμηνεύεται δὲ μελέτησις

sigma

326

σέθεν· σοῦ. ἰσοδυναμεῖ δὲ αὐτῷ καὶ τὸ σεῦ καὶ τὸ σέο καὶ σεῖο· τὸ δὲ καθ’ Ὅμηρον τοῦ σοῦ σύναρθρον·
μνῆσαι πατρὸς σεῖο καὶ σοῖο ἢ ἐκ σοῦ

sigma

327

σεῖα· ἐδίωξα. Βοιωτοί16 in vol. 4

sigma

328

σεῖν· θεῖν. Λάκωνες

sigma

329

σεῖναι· θεῖναι. Κρῆτες

sigma

330

σείεις· ἐξαπατᾷς. Ἀττικοί

sigma

331

Σ]ιθωνίη]· ἡ Θεσσαλία

sigma

332

*σεῖο· σοῦ ἢ τοῦ σοῦ

sigma

333

σειομένους· καθαλλομένους

sigma

334

*σ]ίνεται· κακοποιεῖ

sigma

335

*σεῖο φονῆος· τοῦ σοῦ φονέως

sigma

336

*σεῖον ζυγόν· ἀπὸ τοῦ παρακολουθοῦντος, συνεχῶς καὶ ἐπιτετα‐ μένως ἔτρεχον

sigma

337

σειραί· πλέγματα, ἡνίαι, ἢ πλεκτοὶ ἱμάντες

sigma

338

[σειραχθῆσαι· χρεῶν ἀποκοπαί]

sigma

339

σειραφόρον· ἡγεμονικόν. μετῆκται δὲ ἀπὸ τῶν δεξιοσείρων ἵππων

sigma

340

σειρή(ν)· ἡ ἀναδέσμη. καὶ μέλιττα, ἢ μελίττης οἶκος. καὶ ὀρνιθά‐ ριόν τι ποιόν. καὶ ἱμάτιον ἀσπάθητον λεπτόν

sigma

341

*σειρή· ἅλυσις, δεσμός

sigma

342

σειρῆνες· οἱ λεπτοὶ καὶ διαφανεῖς χιτῶνες

sigma

343

σειριᾷ· φλεγμαίνει, καροῦται

sigma

344

σειρίδας· τὰς σειράς

sigma

345

σείριος· ὁ ἥλιος. καὶ ὁ τοῦ κυνὸς ἀστήρ

sigma

346

Σειρίου κυνὸς δίκην· Σοφοκλῆς τὸν ἀστρῷον κύνα. ὁ δὲ Ἀρχί‐ λοχος τὸν ἥλιον. Ἴβυκος δὲ πάντα τὰ ἄστρα

sigma

347

[σειροί ἐπαύλεις]

sigma

348

[σειρῆνες· οἱ μὲν ἔξω γυναῖκάς φασι μελῳδούσας, ὁ δὲ Ἀκύλας
στρουθοκάμηλον]17 in vol. 4

sigma

349

σειρομάστης· εἶδος ἀκοντίου

sigma

350

σειρομαστῶν· δορυφόρων. καὶ εἶδος λόγχης

sigma

351

σειρόν· τὸ ἀνδρεῖον, θέριστρον. Σικυώνιοι

sigma

352

σειροφόρος· οἰωνὸς ἡγεμονικός

sigma

353

σεῖσαι· συκοφαντῆσαι. ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων

sigma

354

σείσατο· ἐσείσθη

sigma

355

σεισάχθεια· Σόλων χρεῶν ἀποκοπὴν δημοσίων καὶ ἰδιωτικῶν ἐνομο‐ θέτησεν, ἥνπερ σεισάχθειαν ἐκάλεσε, παρὰ τὸ ἀποσείσασθαι τὰ βάρη τῶν δανείων

sigma

356

σεισμός· τρόμος

sigma

357

σεισόφελος· τὸ τῶν τροχίλων εἶδος

sigma

358

σείσων· ἄγγος κεραμεικόν, ἐν ᾧ τοὺς κυάμους φρύγουσιν

sigma

359

σεῖφα· σκοτία. Κρῆτες

sigma

360

σεκάνες· πόῤῥωθεν

sigma

361

σεκούα[να]· σικύα

sigma

362

σεκουάνη· ἐλαίας εἶδος. Λάκωνες

sigma

363

[σέκρετον· συνέδριον]

sigma

364

σελαγίζει· αἴθεται, φλέγεται. ἀπὸ τοῦ σέλας

sigma

365

σελαγεῖται· τὰ αὐτά

sigma

366

σέλαιναι· λαμπάδες

sigma

367

σελάοντες· λάμποντες

sigma

368

σέλας· φῶς, αὐγή. πῦρ, φλόξ, φέγγος τοῦ πυρός, λαμπρότης. [ἢ κα‐ θέδρα(ς)]

sigma

369

[σελάσει· φλέγει, λαμπαδίζει]18 in vol. 4

sigma

370

Σελ(.)ασία· Ἄρτεμις

sigma

371

Σελ(.)ασία· τόπος τῆς Λακωνικῆς, ὅθεν εἰκὸς κληθῆναι τὴν Ἄρ‐ τεμιν

sigma

372

σέλας· φῶς πυρός, ἢ λαμπρότης τοῦ πυρός, περιφραστικῶς· ἔνθεν καὶ σελήνη, παρὰ τὴν λαμπρότητα τὴν περὶ αὐτὴν γινομένην τοῦ ἡλίου·
εἵατο πεντήκοντα (σέλᾳ) πυρὸς αἰθομένοιο

sigma

373

σελασφόρος· λαμπροφόρος

sigma

374

σελάτης· κοχλίας

sigma

375

σελάχιον· κόμμα ἰχθύος. ἢ τὰ σελάχια λεγόμενα. τινὲς δέ φασι· σελάχη λέγεται, ὅσα ἄποδα ζωοτοκεῖ. Σέλαχος δὲ λέγεται τὸ ἐκ τοῦ σελαχίου ψαρίου

sigma

376

σελάχη· εἴδη θαλασσίων θηρίων

sigma

377

σελαχίας· εἶδος ἰχθύων (οὐ) μεγάλων

sigma

378

σελευκίς· εἶδος ἐκπώματος, ἀπὸ τοῦ βασιλέως κληθέν. καὶ ὑπόδημα γυναικεῖον. καὶ ὄρνεον ἀκριδοφάγον

sigma

379

σελήνας· πόπανα, τῷ ἄστρῳ ὅμοια πέμματα

sigma

380

σεληνίς· φυλακτήριον, ὅπερ (δέρης) ἐκκρέμαται τοῖς παιδίοις

sigma

381

Σεληπιάδαο· Σεληπίου υἱοῦ

sigma

382

σελίαρ· φοίνιξ

sigma

383

σελίδες· τὰ μεταξὺ διαφράγματα τῶν διαστημάτων τῆς νεώς. καθά‐ περ καὶ ἐν τοῖς βιβλίοις, τὰ μεταξὺ τῶν παραγραφῶν

sigma

384

σέλινον· τὸ γυναικεῖον

sigma

385

σελινουσία· κράμβης εἶδος

sigma

386

σελίνου στέφανος· πένθει προσήκων. διὰ τοῦτο καὶ ἐν τῷ Ἰσθμικῷ ἀγῶνι στεφάνῳ ἐχρήσαντο αὐτῷ

sigma

387

σελίς· πτυχίον, καταβατὸν βιβλίου. ἢ [ἔνδοξον

sigma

388

Σελλάδαι· γένος ἰθαγενῶν19 in vol. 4

sigma

389

σελληγορεῖ· εὐχερείας ἀναφώνημα

sigma

390

Σελλήεις· ποταμὸς Θεσπρωτίας, ἀφ’ οὗ καὶ τὸ ἔθνος Σελλοί, καὶ ἄλλο(ς) τῆς Τρωάδος. οἱ δὲ ἀναγινώσκοντες κατὰ συναλοιφὴν
ἀμφὶ δέ ς’ Ἑλλοί οὐχ ὑγιῶς ἀκούουσι τὸ ἔθνος

sigma

391

Σελληϊάδεω· Σελ(λ)έως υἱὸς ὁ μάντις, Βατουσιάδης τὸ ὄνομα

sigma

392

σελλίζεσθαι· ψελλίζεσθαι. τινὲς δὲ σελλίζει· ἀλαζονεύει

sigma

393

σέλματα· τὰ ζυγὰ τῆς νεώς· ἢ τὰ ἀπὸ τοῦ ζυγοῦ εἰς τὸν ζυγὸν δια‐ στήματα. ἢ αἱ καθέδραι τῶν ἐρετῶν, καὶ συναρμογαὶ τῶν σανίδων

sigma

394

σέλμενοι· γενόμενοι

sigma

395

σελμίς· ὁρμιὰ τριχίνη. καὶ τὰ ἰκρία

sigma

396

σελμῶν· σανίδων. ἀνταπόδοσις

sigma

397

[Σελοί· ἔθνος ἐν Δωδώνῃ. ἢ πτωχοί]

sigma

398

σέλπιδες· σχεδίαι

sigma

399

σέλπον· σίλφιον

sigma

400

Σελχροί· Πέρσαι

sigma

401

σεμαλία· ῥάκ[κ]η. Ἀργεῖοι

sigma

402

σεμέλη· τράπεζα. παρὰ δὲ Φρυνίχῳ ἑορτή

sigma

403

σεμελοιρίδαι· οἱ ἄνευ κελύφους· οὓς ἔνιοι λίψακας

sigma

404

σέμελος· κοχλίας

sigma

405

σεμίαρ· χιτών. ἢ πλὰξ ἀντὶ στέγης ἐπικείμενος, ὡς Λάκωνες

sigma

406

Σεμίραμις· περιστερὰ ὄρειος Ἑλληνιστί

sigma

407

σεμνὰ τῆς σῆς παρθένου μυστήρια· Σοφοκλῆς. τὰ ἄῤῥητα, καὶ ἀνεξήγητα μυστήρια

sigma

408

σεμναὶ θεαί· τὰς Εὐμενίδας οὕτως ἔλεγον, καὶ Ἐριν[ν]ύας ἐπὶ εὐ‐ φημισμῷ

sigma

409

σεμνή· τιμία. σώφρων

sigma

410

*σεμνεῖον· οἶκος ἱερός20 in vol. 4

sigma

411

σεμνολόγημα· ......

sigma

412

σεμνόν· κατάστυγνον, καὶ ἥσυχον. δηλοῖ δὲ καὶ ἔνδοξον, καὶ θαυ‐ μαστόν, καὶ ἄξιον ἐντροπῆς, καὶ μέγα, καὶ ἕξιν ἔχον

sigma

413

σεμνύνεσθαι· κομπάζεσθαι, μέγα φρονεῖν. λαμπρύνεσθαι

sigma

414

σεμνυνόμενος· κομπάζων, μέγα φρονῶν. λαμπρυνόμενος

sigma

415

σέμπαδα· ὑποδήματα

sigma

415a

Σέξ]στος· ὄνομα κύριον

sigma

416

σεπτά· θαυμαστά, σεβάσμια

sigma

417

σεπτεύειν· σέβειν

sigma

418

σεπτευομένης· εὐχομένης, σεβομένης

sigma

419

[σεπτοί· μεταβαλλόμενοι]

sigma

420

σεπτόν· ἔντιμον, ἅγιον, σεβάσμιον, σεβαστόν

sigma

421

σεπ]υΐς· πυξίς

sigma

422

σεργοί· ἔλαφοι

sigma

423

σερήτιον· ἡ σερίς

sigma

424

[σερί· ζωστήρ]

sigma

425

*σειρομάστης· εἶδος (ἀ)κονταρίου

sigma

426

σερίδες· σειραί

sigma

427

σερίζω· στηρίζω. στηρίζομαι

sigma

428

Σέριφος· Ἀριστοφάνης τὴν Λακεδαίμονα Σέριφον. ἔστι δὲ καὶ πόα σέριφος λεγομένη

sigma

429

σέρκος· ἀλεκτρυών. καὶ ἀλεκτορίδες σέλκες

sigma

430

σερμοί· θερμοί

sigma

431

σερός· χθές. Ἠλεῖοι

sigma

432

σέρτης· γέρανος. Πολυῤῥήνιοι

sigma

433

σέρφοι· οἱ πτερωτοὶ μύρμηκες

sigma

434

σές· ἔλαθες. Πάφιοι21 in vol. 4

sigma

435

σέσακται· ἔσταλται. καθὸ καὶ ἡμεῖς τὴν στολὴν σάγην λέγομεν

sigma

436

σεσαλαγμένον· σεσαγμένον, διατεταγμένον

sigma

437

σεσάχθαι· ἐσκευάσθαι, καθοπλίζεσθαι. Σάγη γὰρ ἡ καθόπλισις

sigma

438

σεσελίσθαι· ἀλαζονεύεσθαι καὶ σκώπτειν, ἀπὸ Αἰσχίνου τοῦ Σελλοῦ

sigma

439

σέσελι· πόα τις

sigma

440

σεσήκασμαι· πεπλάνημαι

sigma

441

σέσηλοι· κοχλίαι. Λάκωνες

sigma

442

σεσημασμένον· ἐσφραγισμένον

sigma

443

[σεσηνομένον· διασεσυρημένον]

sigma

444

σεσηπυῖα· διεῤῥωγυῖα

sigma

445

σέσηρε· γελᾷ δολίως. ψύχει τοὺς ὀδόντας (γελῶσα)

sigma

446

σεσηρέναι· γελᾶν προσποιητῶς [γελῶσα]

sigma

447

σεσηρυῖαι· γελῶσαι κατὰ θυμοῦ, ἢ ἐν ὑποκρίσει, ἢ προσποιητῶς

sigma

448

σεσηρώς· κεχηνώς. διηνοιγμένον, ἀνοικτὸν ἔχων στόμα

sigma

449

σεσιμωμένος· .......

sigma

450

σεσοβημένος· τεθορυβημένος, ἄτακτος τῇ κινήσει, τεταραγμένος

sigma

451

σέσοψ· ποιὸς ἰχθῦς

sigma

452

σεσύανται· ὡρμήκασιν

sigma

453

σέσυφος· πανοῦργος

sigma

454

σεσωρευμένα· βεβαρημένα

sigma

455

σεσωσμένος· γυναικὶ συγγεγονώς

sigma

456

σεπτηρία· καθαρμός. ἔκθυσις

sigma

457

σεῦ· σοῦ

sigma

458

σεῦα· ἐδίωξα

sigma

459

σεῦαι· (ἀ)πελάσαι. ἐλάσαι. διῶξαι. ἢ ὁρμὴν ἐμβαλεῖν

sigma

460

σευάμενος· ὁρμήσας, καὶ τὰ ὅμοια

sigma

461

σεύ[σς· παρορμήσας. διώξας·
σεύας ἐκ πεδίοιο

sigma

462

σεῦε· δίωκε

sigma

463

σεύει· διώκει22 in vol. 4

sigma

464

*σεῦ· σεῖο, σοῦ

sigma

465

σεύεσθαι· ὁρμᾶσθαι, διώκειν

sigma

466

*σεύοντο· ἐπορεύοντο

sigma

467

σευομένη· πορευομένη, ὁρμῶσα

sigma

468

σεύονται· ἀποδιώκουσιν

sigma

469

σεχές· τοῦ Ἑρμοῦ ἀστήρ. Βαβυλώνιοι

sigma

470

σέψασθαι· σεφθῆναι. θαυμάσαι

sigma

471

σέων· σητῶν

sigma

472

σῆ· τρέχε[ι]

sigma

473

σηγᾷ· σιωπᾷ

sigma

474

σηδόν· γλαυκὸν ἔλαιον

sigma

475

σηδρακεῖ· κτυπεῖ

sigma

476

σῆκα· οὕτως ἐπιφθέγγονται οἱ ποιμένες εἰς τὸ συγκλεῖσαι τὰ ποίμνια

sigma

477

Σηκάνη· πόλις Σικελίας

sigma

478

σηκανατὰ καὶ χλουρὰ ῥαβδία

sigma

479

σηκάσθησαν· συνεκλείσθησαν

sigma

480

σηκίς· οἰκογενὴς δοῦλος, ἢ δούλη. οἷον ἐκ τοῦ σηκοῦ

sigma

481

σηκοί· αἱ μάνδραι, αἱ ἐπαύλεις. ἀπὸ τοῦ τὰ εἰσαγόμενα σῶα μένειν

sigma

482

σηκοῖς· ὁμοίως

sigma

483

σηκολόαι· λῃσταί

sigma

484

σηκοκόρος· ὁ τὴν ἐπιμέλειαν τῶν σηκῶν ποιούμενος, [ὅθεν καὶ νεωκόρος. [Κορεῖν γὰρ τὸ σαίρειν καὶ σηκοί οἱ ναοὶ καὶ αἱ μάνδραι· τὸ δὲ κορεῖν ἀπὸ τοῦ καλλύνειν τὸ ἔδαφος· κόρη γὰρ καὶ κόρος εἰσὶ τὸ καθα‐ ρὸν καὶ καλόν, ἀφ’ οὗ καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς διαυγῆ κόραι λέγονται. καὶ
5ὁ τὰς μάνδρας κοσμῶν καὶ καλλύνων σηκοκόρος, καὶ μυληκόρον τὸ τὸν μύλον κοροῦν]

sigma

485

σηκός· οἶκος. τάφος. ναός. μάνδρα. ἐνδότερος τόπος τοῦ ἱεροῦ

sigma

486

σηκύλλαι· αἱ ταμίαι παιδίσκαι

sigma

487

σηκῷ· οἴκῳ, ἐν ᾧ ἔφηβοι γυμνάζονται. ἢ βαθεῖ τόπῳ

sigma

488

σηκωτήρ· ὁ ἀναφορεὺς τοῦ ζυγοῦ

sigma

489

σήλατο· ἔσεισεν, ἐτίναξεν, κατέβαλεν, ἔῤῥηξε

sigma

490

*σήλεκτος· χαμοδικαστής

sigma

491

σήλια· τὰ μικρὰ πιθάρια. καὶ σκεῦος ἀρτοποιητικόν23 in vol. 4

sigma

492

σῆμα· τάφος. μνῆμα. ἢ ναοῦ εἶδος. [σημαία, σημεῖον]

sigma

493

σημαία· σημεῖον. σίγνον

sigma

494

σήμαινε· πρόστασσε

sigma

495

σημαίνειν· προστάττειν, ἄρχειν. δεικνύειν. δικάζειν. βουλεύεσθαι. σαλπίζειν

sigma

496

σημάντορες· ἐπιτάκτορες, βασιλεῖς, ἡγεμόνες· ἀπὸ τοῦ σημαίνειν, ὅ ἐστι προστάσσειν. ἡνίοχοι. ἐπιστάται

sigma

497

σήμαντρα· σφραγῖδες

sigma

498

σημασία· φανέρωσις ......

sigma

499

σήματα· τέρατα, σημεῖα. Ἀττικοὶ δὲ μνήματα

sigma

500

σηματίζονται πέδον· ὅσοι σημειοῦνται, ὅσοι Τρῶες λέγονται εἶναι

sigma

501

Σημαχίδαι· δῆμος τῆς Ἀντιοχίδος φυλῆς

sigma

502

σημεῖον· τέρας. ἢ σφραγίς

sigma

503

σήμερον· αὐτίκα, ταχύ

sigma

504

[σημαιναῖον· σημαίνει]

sigma

505

σημήνασθαι· σφραγίσασθαι

sigma

506

[σῆμνον· μέγα]

sigma

507

[σημόκοινος· ἡ ἀνατολή]

sigma

508

σῆνα· θυσία. Λάκωνες

sigma

509

σήνασα· προσγελάσασα, προσπαίξασα

sigma

510

σηνιατήριον· τὸ κόσκινον

sigma

511

σηνίκη· ἄτροχος ἅμαξα. καὶ τὸ τετράπουν ζῶον, σαύρᾳ παραπλήσιον. καὶ ζῶον πολύπουν, ὅμοιον τοῖς κατοικιδίοις ὄνοις

sigma

512

σηπεδών· σῆψις

sigma

513

*σηνοῦροι· ταῖς οὐραῖς σαίνοντες

sigma

514

σῆπες· ζῶα ἑρπετά, ὄφεις

sigma

515

σηπετοῦ· σηπεδόνος

sigma

516

[σηπόωντο· ὁρμὴν ἐλάμβανον]

sigma

517

σηποιαλίς· εἶδος ἀμπέλου

sigma

518

σηρά· σκῦλα. ἢ δεσμὸς πλεκτός

sigma

519

σήραγγες· κοιλώδεις τόποι. ἢ κισηρώδεις. ἢ πόροι γῆς λεπ(τ)οφόροι. ἢ
πέτραι24 in vol. 4

sigma

520

Σηράγγ)ιον· βαλανεῖον

sigma

521

σήραγγος ἢ σήραγξ. ἐπιθυμία

sigma

522

σηράγκων· σπηλαίων. ἐπιθυμιῶν

sigma

523

σήραγξ· σπήλαιον, κοιλότης, ὕφαλος πέτρα ῥήγματα ἔχουσα

sigma

524

σήραμβος· εἶδος κανθάρου

sigma

525

Σῆρες· ζῶα νήθοντα μέταξαν. ἢ ὄνομα ἔθνους, ὅθεν ἔρχεται καὶ τὸ ὁλοσήρικον

sigma

526

σηρίον· θηρίον

sigma

527

σηρῶν· σκωλήκων τῶν γεννώντων τὰ σηρικά· σῆρες γὰρ οἱ σκώληκες

sigma

528

σής· σκώληξ ὁ ἐν τοῖς μελισσ(ε)ίοις γινόμενος καὶ ὑφάσμασι

sigma

529

σησάμη· σησαμίς. καὶ πλακοῦς ἐκ σησάμης

sigma

530

σησαμίτης· ἄρτου εἶδος

sigma

531

σησαμοειδής· ἐν Ἀντικύρᾳ πόα ἐοικυῖα ἠριγέροντι

sigma

532

σησαμόεσσα· ἐκ σησάμης κατεσκευασμένη μάζα

sigma

533

σησαμόεντ’ ἄρτον· οὗτος ἔκειτο ἆθλον τοῖς διαγρυπνήσασι, πυρα‐ μοῦς καὶ σησάμινος καὶ τοιαῦτά τινα

sigma

534

Σήσαμος· πόλις Παφλαγονίας

sigma

535

σησαμοῦς· πέμμα ἐκ μέλιτος καὶ σησάμης

sigma

536

σῇσιν· ταῖς σαῖς

sigma

537

σῇσιν ἔχε φρεσίν· ἐν ταῖς σαῖς φύλασσε διανοίαις, καὶ διὰ ψυχῆς ἔχε καὶ διαμνημόνευε

sigma

538

Σηστός· πόλις Εὐρώπης

sigma

539

σῆστρα· κόσκινα. ἢ κύμβαλα

sigma

540

σητάνιοι· καθαροὶ πυροὶ οὕτω καλοῦνται

sigma

541

σητείους· νέους

sigma

542

σητόβρωια· ὑπὸ σκώληκος βεβρωμένα

sigma

543

σητοδόκιδες· ψυχαί, ἢ πτηνὰ ζῷα

sigma

544

σθεναρά· ἰσχυρά [ζῶα]

sigma

545

σθεναρόν· ἰσχυρόν, ὑγιῆ, ἀσινῆ, ἐῤῥωμένον, δυνατόν

sigma

546

σθένει· δύναται

sigma

547

σθένα· ἀγών τις ἐν Ἄργει οὕτω προσηγόρευτο

sigma

548

σθενής· ἰσχυρός, καρτερός25 in vol. 4

sigma

549

σθένος· δύναμις, βία, ἰσχύς

sigma

550

σθενώσει· ἐνισχύσει, δυναμώσει

sigma

551

σιάδες· θυσία, παρὰ Λάκωσιν

sigma

552

σίαἱ· πτύσαι. Πάφιοι

sigma

553

σιαλενδρίς· ποιὸς ὄρνις παρὰ Καλλιμάχῳ

sigma

554

σιαλίδων διαλόγων

sigma

555

σιαλίζειν· ὅπερ ἴσον τῷ κατασπᾶν ἑτέρου ἐσθίοντος, ἢ καὶ περὶ δεῖ‐ πνον διαλεγομένου καταπίνειν τὸν σίαλον

sigma

556

σιαλίς· βλέννος. Ἀχαιοί

sigma

557

σίαλοι· εὐτραφεῖς, λιπαροί

sigma

558

σιαλοπάλλαγος· ὁ παράληρος, καὶ ἀνόητος

sigma

559

σιαλόρ· θαλίς. Λάκωνες

sigma

560

σίαλος· σίελος. ἀφρός, πτύελος

sigma

561

σιαλοῦται· τρέφεται

sigma

562

σιαλόχους· τοὺς προσραίνοντας σίαλον ἐν τῷ προσδιαλέγεσθαι

sigma

563

σιάλωμα· μέρος τι τοῦ ὅπλου τοῦ καλουμένου θυρεοῦ

sigma

564

σιαλῶσαι· ποικῖλαι

sigma

565

σία(ὁ)ρ· θίασος. Λάκωνες

sigma

566

σιβαία· ἡ σίββα. πήρα

sigma

567

σίβδαι· ῥοιαί

sigma

568

σιβδία· σιδία

sigma

569

σίβληθρα· πόπανα τὰ περικεκνισμένα

sigma

570

σί βόλε· τί θέλεις. Κύπριοι

sigma

571

σιβυλλιᾶ[ν· τὸ τοὺς κροσσοὺς ἀποσείεσθαι

sigma

572

σιβύνη· ὅπλον δόρατι παραπλήσιον

sigma

573

σιγάζοντος· Ξενοφῶν ἐν ἀναβάσει ἐπὶ τοῦ σιγᾶν λιπαροῦντα26 in vol. 4

sigma

574

σιγαλόεν· ποικίλον τῇ γραφῇ, λαμπρόν. Σιγάλωμα γὰρ οἱ σκυτεῖς λέγουσιν, ἐν ᾧ τὰ δέρματα δασύνουσι

sigma

575

σιγαλόεντα· λαμπρά, ποικίλα, καὶ τὰ ὅμοια

sigma

576

σιγαλ]οί· οἱ ἄφωνοι. καὶ οἱ ἄγριοι τέττιγες

sigma

577

σιγαλώματα· τὰ περιαπτόμενα ταῖς ὤαις

sigma

578

σίγε· θίγγανε. Λάκωνες

sigma

579

σιγέρπης· λαθροδάκτης

sigma

580

σιγηλός· ἄφωνος

sigma

581

σιγημονᾶς· σιγᾷς

sigma

582

σιγηρῶς· σιγηλῶς, ἡσύχως

sigma

583

σίγκηρες· ὑπηρέται βάρβαροι

sigma

584

σίγλαι· ἐνώτια

sigma

585

σίγλον· νόμισμα Περσικὸν δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς. καὶ εἶ‐ δος ἐνωτίων. Ξενοφῶν ἐν ἕκτῃ ἀναβάσεως λέγει. δύναται δὲ ὁ σίγλος δύο δραγμὰς Ἀττικάς

sigma

586

σιγλοφόρων στάσις εὐνούχων· τὰς κατακλεῖδας τῶν ἐνωτίων σίγλας φασίν. οἱ δὲ αὐτὰ τὰ ἐνώτια. ἔστι δὲ καὶ νόμισμα Σαρ‐ διανικόν, δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς

sigma

587

σίγραι· τῶν ἀγρίων συῶν οἱ βραχεῖς καὶ σιμοί

sigma

588

σίγυνοι· τὰ ξυστὰ δόρατα, ἢ τοὺς ὁλοσιδήρους ἄκοντας

sigma

589

Σιγώρ· πόλις μικρὰ τῆς Παλαιστίνης

sigma

590

σίδαι· ῥοιαί

sigma

591

σίδαιον· ἑτεροκλινές

sigma

592

σιδάρεοι θεοί· παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις·
σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ ἐπεὶ οἱ ἐν τῷ Βυζαντίῳ λεπτῷ νομισματίῳ σιδηρῷ καὶ ἐλαχίστῳ ἐχρῶντο

sigma

593

σιδάριος· χαλκεύς27 in vol. 4

sigma

594

σίδη· Θεόφραστος φυτὸν ἕτερον τῆς ῥοιᾶς φησιν εἶναι τὴν σίδην, φύ‐ εσθαι δὲ ἐν τῷ Νείλῳ

sigma

595

σιδήρ)ιος δ’ ὀρυμαγδός· ὁ ἀπὸ τοῦ σιδήρου καὶ τῶν ὅπλων ψόφος

sigma

596

σιδηρῖτιν τέχνην· τὴν πολεμικήν. ἄλλοι δὲ τὴν Ξανθίου φασίν, ἤγουν τὴν χαλκευτικήν

sigma

597

σιδηρῖτιν· πόαν τὴν ἑλξίνην καλουμένην. ἔστι δὲ καὶ λίθος, ἀφ’ οὗ οἱ μεταλλεῖς γίγνεσθαι τὸν σίδηρον .....

sigma

598

σίδια· τὰ τῶν ῥοιῶν λέπυρα· σίδαι γὰρ αἱ ῥοιαί. τίθεται δὲ καὶ ἐπὶ πάντων χλωρῶν

sigma

599

σιδίῳ· κόκκῳ ῥοᾶς

sigma

600

Σιδόνιοι· Φοίνικες καὶ οἱ τὴν ἐρυθρὰν οἰκοῦντες θάλασσαν

sigma

601

Σιδουντιάς· κώμη τῆς Κορινθίας

sigma

602

σίδριμνον· εὔζωνον

sigma

603

σίζε· ἤχει. κατὰ μίμησιν ἤχου

sigma

604

σίζει· ῥεῖ. περιῤῥεῖ, τινές. ἄμεινον δὲ ἐπὶ τοῦ σίζειν ὀφθαλμόν

sigma

605

σιζεύς· ἄγναφος

sigma

606

σιηγόνες· γνάθοι

sigma

607

σίκα· ὗς. Λάκωνες

sigma

608

Σικανία· Σικελία πρότερον

sigma

609

Σικανίη· χωρίον Σικελίας

sigma

610

Σικανο· χοροί τινες

sigma

611

Σικελία· χώρα Θρᾴκης

sigma

612

σικελίζειν· ἀτηρεύεσθαι. οἱ δὲ πονηρεύεσθαι

sigma

613

Σικελὸς στρατιώτης· παροιμιῶδες, ἐπεὶ ξένοις ἐχρῶντο στρατιώ‐ ταις ὡς ἐπιπολὺ οἱ περὶ Ἱέρωνα τὸν τύραννον, ὡς διωθουμένων αὐ‐ τῶν τὸν μισθόν, μηδενὸς ἀποδιδόντος

sigma

614

σίκεον· ὡς Ἴστρος

sigma

615

*σίκερα· οἶνος συμμιγεὶς ἡδύσμασιν, ἢ πᾶν πόμα ἐμποιοῦν μέθην, μὴ ἐξ ἀμπέλου δέ, σκευαστόν, σύνθετον

sigma

616

*σικύνδαροι· τὰ προσκυνήματα

sigma

617

*Σίκημα· ἡ νέα πόλις, ἡ ἀναβαίνουσα, ἤγουν ἡ ἐξ ἐθνῶν ἐκκλησία28 in vol. 4

sigma

618

σίκιννις· ὄρχησίς τις στρατιωτικὴ Σατύρων σύντονος, ἀπὸ τοῦ σεί‐ εσθαι καὶ κινεῖσθαι. Ἦν δὲ καὶ ἐμμέλεια τραγικὴ καὶ κωμικὴ κόρδαξ

sigma

619

σίκκα· κούφη

sigma

620

σίκλαι· ἐνώτια

sigma

621

σικλός· βάρβαρος σικός

sigma

622

σικύ(α)· εἶδος κολοκύντης. καὶ σκεῦος ἰατρικόν

sigma

623

σικυὸς σπερματίας· ὃν ἡμεῖς μηλοπέπονα

sigma

624

σικύς· ὁ γναφεύς

sigma

625

Σικυών· πόλις .....

sigma

626

σικυωνία· κολοκύντη

sigma

627

σικυώνια· ὑποδήματα γυναικεῖα. καὶ ψέλια

sigma

628

σίκχαι· κράσπεδα

sigma

629

σικχαζόμενος· σκωπτόμενος

sigma

630

σικχός· ὁ μικόρσιτος. ἢ ὁ ἀηδής

sigma

631

[σιλαίνει· σκώπτει, ὑβρίζει]

sigma

632

σιλαπορδῆσαι· ἁβρύνεσθαι, θρύπτεσθαι, χλιδᾶν

sigma

633

σίλβαι· ῥοιαί

sigma

634

σίλβη· εἶδος πέμματος (ἐκ) κριθῆς, σησάμης καὶ μήκωνος

sigma

635

σιλβία· σιδία

sigma

636

[Σιλγῖνοι· οἱ Σάτυροι]

sigma

637

σίλγης· κολυμβητής

sigma

638

σιλήνει· μυλ(λ)ίζει, σκώπτει, σιωπᾷ

sigma

639

Σιληνοί· Σάτυροι

sigma

640

Σιληνίαι· τῆς Σαλαμῖνος, πλησίον τοῦ λεγομένου Τροπαίου

sigma

641

σιληπορδεῖν· σιληπορδῆσαι. στρηνιᾶν, ἁβρύνεσθαι, θρύπτεσθαι, χλι‐ δᾶν

sigma

642

σιλλαίνειν· σιλλοῦν. τὸ διασύρειν, καὶ μωκᾶσθαι. ἀπὸ τοῦ τοῖς ἰλ‐
λοῖς, τουτέστι τοῖς ὀφθαλμοῖς, σίνεσθαι29 in vol. 4

sigma

643

*σίκλος· τετράδραχμον Ἀττικόν

sigma

644

σίλλας· ἔμμετρον σκῶμμα

sigma

645

σιλλέα· τρίχωμα. ἢ λεῖον

sigma

646

σιλλεῖ· ἀναξαίνει. λυπεῖ

sigma

647

σιλλοῖ· μωκᾶται, ψέγει, κακολογεῖ

sigma

648

σιλλόν· λευκαίας σχοινίον

sigma

649

σιλλός· ἀναφάλ[λ]αντος. μῶμος, κακολογία, καὶ χλευασμός

sigma

650

σίλλυβα· κροσσοί. οἱ δὲ τὰ ἀνθέμια. καὶ κοροκόσμια .....

sigma

651

σίλλυβον· ἀκανθά(ρ)ιον ἁδρὸν καὶ ἐδώδιμόν τι. [καὶ τῶν βιβλίων τὰ δέρματα]

sigma

652

[σίλμη· Πλάτωνος]

sigma

653

[σιλός· ἡ πρῖνος. οἱ δὲ τὸν σωρόν]

sigma

654

σίλφιον· ξηρόν. οἱ δὲ νεκρόν

sigma

655

σιλφίου λειμών· Σοφοκλῆς περὶ γῆς ἐν Λιβύῃ τὸ σίλφιον φερού‐ σης. οἱ δὲ εἶδός τι τῆς Λιβύης τὸ σίλφιον

sigma

656

σίμαι· τῆς κιθάρας τὰ ἄκρα. καὶ ἐν ταῖς ὀροφαῖς θέσεις τινές

sigma

657

Σιμαίθα· ἑταίρας Μεγαρικῆς ὄνομα

sigma

658

σίμβλαι· ὅπου αἱ μέλισσαι τὸ μέλι τιθέασι, κύβεθρα

sigma

659

σιμβλ)ίδες· μέλισσαι

sigma

660

σίμβλοι· τὰ σμήνη, τὰ ἀγγεῖα τὰ τῶν μελισσῶν, ἐν οἷς τὰ κηρία συνάγεται. Ἀττικοὶ καὶ τὸν θησαυρόν

sigma

661

*σίμβλαι· τὰς θήκας τῶν μελισσῶν

sigma

662

σιμὴ χείρ· σχῆμα τραγικόν

sigma

663

σιμικίνθια· φακιόλια, ζωνάρια, ὠράρια τῶν ἱερέων30 in vol. 4

sigma

664

σίμιον· αἰγιαλός

sigma

665

Σιμόεις· ποταμὸς Τροίας

sigma

666

Σιμόεντι· ποταμῷ Τρωάδος

sigma

667

σιμοῖ νῶτα· ἀντὶ τοῦ μεταβάλλει τὰ νῶτα. σιμὰς δὲ ἔλεγον τὰς μετεώρους ἀναβάσεις

sigma

668

σιμόν· τὸ πρόσαντες χωρίον

sigma

669

σιμός· τυφλός

sigma

670

σιμοῦσι· μέμφονται

sigma

671

*Σιλωάμ· ἀπεσταλμένος

sigma

672

Σιμωνίδης· υἱὸς Λεοπρεποῦς

sigma

673

σίμωρ· παρὰ Πάρθοις καλεῖταί τι μυὸς ἀγρίου εἶδος, οὗ ταῖς δοραῖς χρῶνται πρὸς χιτῶνας

sigma

674

σίν· τὴν σεμνήν. ββῶν

sigma

675

σινάμωρος· κακόσχολος

sigma

676

σινάπυξ· γογγυλίς

sigma

677

σιναρόν· τὸ κεκακωμένον καὶ βεβλαμμένον πονηρόν. [οἱ δὲ σίντις περὶ τὸ δρᾶν

sigma

678

σινάς· ἡ φθαρτική

sigma

679

Σινδίς· ἡ Σκυθία. καὶ ἡ πόρνη

sigma

680

Σινδικὸν διάσφαγμα· τὸ τῆς γυναικός

sigma

681

σίνδις· γέρων

sigma

682

Σίνδοι· ἔθνος Ἰνδικόν. ἔστι δὲ πόλις ἐκεῖ Σινδικὸς λιμήν λεγο‐ μένη

sigma

683

σινδοκύθορνοι· ὑπόδημα ποιόν

sigma

684

σινδοῦς· χιτῶνας, σινδόνας

sigma

685

σίνδρων· [πονηρῶν, βλαπτικῶν. οἱ δὲ] ἀπελευθέρους ἢ δούλους ......

sigma

686

σίνεσθαι· κακουργεῖν, βλάπτειν, ἢ βλάπτεσθαι

sigma

687

σίνες· σίνις. κλέπτης, κακοῦργος, λῃστής31 in vol. 4

sigma

688

*σινέσκοντο· ἔβλαπτον

sigma

689

*σίνεται· βλάπτεται

sigma

690

σινιᾶσαι· σεῖσαι, κοσκινεῦσαι. καὶ τὸ κόσκινον δὲ σινιατήριον

sigma

691

σινιατήριον· κόσκινον

sigma

692

σινίον· κόσκινον

sigma

693

σινόδους· θὴρ ὁ σινόμενος τοῖς ὀδοῦσιν

sigma

694

σινόμενοι· βλαπτόμενοι

sigma

695

σίνος· βλάβος. [οἱ δὲ ἡμίονος]

sigma

696

σινοῦται· βλάπτεται

sigma

697

σίνται· βλαπτικοί, κακοῦργοι

sigma

698

σίντην ἢ σίντης· βλαπτικός, κακοῦργος, βλαβερός

sigma

699

Σίντιες· Θρᾳκῶν τι γένος. οἱ δὲ τοὺς τὴν Λῆμνον οἰκοῦντας

sigma

700

σινωπίσαι· τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν Σινώπην. ἐκωμῳδεῖτο γὰρ ἐπὶ τῷ ἀσχημονεῖν

sigma

701

σιόαν· οὕτω καλοῦσι Χαλδαῖοι τὸν Πάνημον μῆνα

sigma

702

σιοκόρος· νεωκόρος. θεοκόρος, θεραπευτὴς θεῶν

sigma

703

σιομαλίδαι· [διαμάχαι. καὶ τὸ πηδᾶν

sigma

704

σίον· λάχανον ἐμφερὲς σελίνῳ

sigma

705

σιόρ· θεός. Λάκωνες

sigma

706

σιπαλόν· ἀκάθαρτον. εἰδεχθέστατον

sigma

707

σιπαλή· ἐπάργεμος. βλοσυρά. δεινή. τουτέστι λεύκας ἐπὶ τῶν ὀφθαλ‐ μῶν ἔχουσα

sigma

708

σιπαλός· χαλεπός. καὶ τὰ ὅμοια

sigma

709

σίπτα· σιώπα. Μεσάπιοι

sigma

710

σιπτῶναι· ἀπεικάσαι

sigma

711

σιπύη· σιτηρὸν ἀγγεῖον. ἀρτοθήκη. φησὶ δὲ πευδρία32 in vol. 4

sigma

712

Σίπυλον· ὄρος Λυδίας καὶ Φρυγίας

sigma

713

Σίρα· Πάρθοι [μεγάλα. [καὶ πλεκτὸν ἱμάντωμα ἐν ταῖς ναυσίν. οἱ δὲ τὰ ῥάκκη]

sigma

714

[σιραγγῶδες· σαθρόν]

sigma

715

σιραιοῖς·
1*σιροῖς [βραχέως

sigma

716

σίραιον· τὸ ἀπὸ τῆς σταφίδος ἕψημα. οἱ δὲ τὸ γλυκύ, καὶ ἡψημένον οἶνον

sigma

717

σίραμφος· τὸ ῥύγχος

sigma

718

Σιρβαίονον· βρέφος ἀπὸ ξένης ἐνηνεγμένον καὶ πεπρα[γ]μένον

sigma

719

σίρβηνον· πόπανόν τι, ὃ παρετίθετο τῇ Ἀφροδίτῃ

sigma

720

Σιρέων· τῶν τὸν Σῖριν οἰκησάντων, τὴν νῦν Ἡράκλειαν

sigma

721

Σ.ιρήν[α]ων λόγους· ἀπατεώνων

sigma

722

σιρία· ἀσφάλεια. Λάκωνες

sigma

723

σίρις· ἀπαίδευτος

sigma

724

σιροῖς· ὀρύγμασιν, ἐν οἷς κατετίθεντο τὰ σπέρματα

sigma

725

σιρομάστης· λόγχη, δόρυ, ῥομφαία

sigma

726

σιρός· [ἡμίονος]. πίθος. δεσμωτήριον

sigma

727

σιρούς· τοὺς σιριεῖς. οἱ δὲ τάφρους ἐσκεπασμένους

sigma

728

*σιρομάστης· σκεῦός τι σιδηροῦν, ὅπερ οἱ τελῶναι πρὸς ἔρευναν ἔχουσι, λαβὴν ξυλίνην ἔχον

sigma

729

σισαμίς· τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον σέσελι

sigma

730

σίσανον· τὸν ὀξίνην οἶνον33 in vol. 4

sigma

731

σισάριον· κοσμάριον χρυσοῦν γυναικεῖον, ὡς ἁλυσείδιον

sigma

732

[σίσαχθοι· χρεῶν ἀποκοπαί]

sigma

733

σισίλαρος· πέρδιξ. Περγαῖοι

sigma

734

[σισίλαρος· πέρδιξ]

sigma

735

σίσιλλος· νόσημα, καθάπερ σκωληκίασις. καὶ ζῶόν τι

sigma

736

σισίνδιος· γέρων

sigma

737

σισόην· κάρμα Γουθικόν

sigma

738

σισόη· κουρὰ ποιά. Φασηλ[ε]ῖται

sigma

739

σισογάρδοσις ἀγορᾶς· σφήγξ

sigma

740

[σισορβάκος· τράχουρος ὁ ἰχθῦς]

sigma

741

σισύμβα· ἄνθη

sigma

742

σισύμβριον· Δίδυμος ἀνθύλλιόν τι. Θεόφραστος δὲ τὸ σισύμβριον γηράσκον μεταβάλλειν. οἱ δὲ αὐτὸ (ἡ)δυόσμου πλατυφυλλότερον

sigma

743

[σίσυννον· δόρυ]

sigma

744

σισύρα· τὸ παχὺ ἱμάτιον ἀπὸ αἰγείων δερμάτων

sigma

745

σίσυρνον· τὴν σισύρνην οἱ κατὰ Λιβύην τὸ ἐκ τῶν κωδίων ῥαπτό‐ μενον ἀμπεχόνιον καλοῦσι. τὸ αὐτὸ καὶ σισύραι

sigma

746

σισυρνώδη] στολή(ν)· τὸν ἐκ τῆς σισύρνης στολισμόν. διαφέρει δὲ καὶ σίσυρνα σισύρας. Σίσυρνα μὲν γὰρ χιτῶνος εἶδος, σι‐ σύρα δὲ διφθέρα[ς], εἰς ἀμπεχόνην καὶ στρωμνὴν ἐπιτηδείως ἔχουσα, καθάπερ τὰ κώδια καὶ αἱ μηλωταί

sigma

747

σίσυρνος· οὕτω καλεῖταί τις τῶν ἰατρικῶν ἐπιδέσμων

sigma

748

σίσυρος· [γ]ράμματος εἶδος

sigma

749

σίσυς· καὶ αὐτὴ βαίτη. οἱ δὲ εἶδός τι χλαίνης εὐτελές. ἄλλοι χιτῶνα
αἰγεῖον χειριδωτόν34 in vol. 4

sigma

750

Σισυφ)ίοις· Κορινθίοις, κακοῖς· ἀπὸ Σισύφου βασιλέως

sigma

751

Σίσυφος· ἀπατητικός, ὅτε ἐπὶ τῶν μεγάλα ἐχόντων, ἀπὸ Ἀττικοῦ Σισύφου

sigma

752

σῖτα· ἄρτοι, βρώματα, τροφαί

sigma

753

σιταρχία· τὸ εἰς ὀψώνιον διατεταγμένον δαπάνημα. ὁ δὲ τούτου ἐπι‐ μελούμενος σίταρχος

sigma

754

σιτέσκοντο· ἐσιτοῦντο, ἤσθιον, ἠρίστουν

sigma

755

σιτηρέσιον· ἐφόδιον

sigma

756

σιτήσας· θρέψας

sigma

757

σιτία· δαπάνημα, βρῶμα, σιτηρέσιον

sigma

758

σιτίζειν· ψωμίζειν

sigma

759

σιτίζοντος· σῖτον παρέχοντος

sigma

760

σιτνίδες· θυσία τις Νύμφαις ἐπιτελουμένη

sigma

761

σιτοβολῶνες· ὅρια

sigma

762

σιτοδ)ία· λιμός, ἔνδεια σίτου

sigma

763

σιτοκάπηλοι· σιτοπῶλαι

sigma

764

σιτοκλονεῖσθαι· ὑπὸ δίψους ἐνοχλεῖσθαι. οἱ δὲ ὑπὸ δίψους κλύε‐ σθαι. καὶ τὸ φαγεῖν

sigma

765

σιτόκουρος· ὁ ἄχρηστος καὶ μάτην τρεφόμενος

sigma

766

σιτομνημονεῖν· ἀντὶ τοῦ τὰ σῖτα μετρεῖν· παρόσον ἀπεγράφοντο οἱ λαμβάνοντες παρὰ τῶν δεσποτῶν τὰ τεταγμένα μέτρα

sigma

767

σιτοποιός· ἀρτοκόπος. ἢ πέπτρια

sigma

768

σῖτος· τροφή
σίτου καὶ κρειῶν ἠδ’ οἴνου βεβρίθασι καὶ τόκος. καὶ ὁ μισθός

sigma

769

σίτου ἐκβολή· ἡ πρώτη ἔκφυσις τῆς χλόης

sigma

770

σιτούμενος· ἐσθίων

sigma

771

σίττα· ἐπιφώνημα αἰξίν

sigma

772

σίττας· ὄρνις ποιός. ἔνιοι δὲ τὸν ψιττακὸν λέγουσιν

sigma

773

σίττη· ὄρνις ποιός. οἱ δὲ δρυοκολάπτης

sigma

774

σίττον· οἱ μὲν γλαῦκα· ἢ κίσσαν· ἢ ἱέρακα35 in vol. 4

sigma

775

σιττύβαι· δερματίναι στολαί. τὰ μικρὰ ἱμαντάρια

sigma

776

σίφα· χωρία

sigma

777

σιφλόν· κακόν. ἐπίμωμον. πηρόν. αἰσχρόν. μωρόν. μωμητόν

sigma

778

σίφλος· μῶμος

sigma

779

σιφλῶσαι· ἀφανίσαι

sigma

780

σιφλοῦν· μωμᾶσθαι. αἰσχύνειν. πηροῦν. βλάπτειν

sigma

781

σιφλώσειεν· ἀφανίσειεν. μωμήσειεν

sigma

782

σίφνα· ποιὸς ἰχθῦς

sigma

783

σιφνιάζειν· καταδακτυλίζειν· διαβέβληνται γὰρ οἱ Σίφνιοι ὡς παι‐ δικοῖς χρώμενοι· σιφνιάσαι οὖν τὸ σκιμαλίσαι

sigma

784

Σίφνιοι· ἀκάθαρτοι, ἀπὸ Σίφνου τῆς νήσου

sigma

785

σίφνον· τὴν γῆν Ἀθηναῖοι, καὶ ἡ Δημητριακὴ σιπύα

sigma

786

Σίφνιος ἀῤῥαβών· περὶ τῶν Σιφνίων ἄτοπα διεδίδοτο, ὡς τῷ δακτύλῳ σκιμαλιζόντων. δηλοῖ οὖν τὸν διὰ δακτυλίου διδόμενον, ἐπὶ τοῦ κακοσχόλου

sigma

787

σιφνός· κενός

sigma

788

σιφνύει· κενοῖ

sigma

789

σιφῶμαι· τήκομαι

sigma

790

σίφων· ῥυπαρὸς ἄνθρωπος, καὶ λίχνος. ἢ εἶδος θηρίου μυρμηκοειδές, καὶ ὄργανον σκόλοπι ὅμοιον, ἐν ᾧ τοὺς μαρσίππους ἐπισκοποῦσι. καὶ τῶν σταχύων καὶ τοῦ πυροῦ οἱ κα(υ)λίσκοι. καὶ οἷς οἱ κάπηλοι τὸν οἶνον ἀρύονται. καὶ ὄργανόν τι εἰς πρόεσιν ὑδάτων ἐν τοῖς ἐμπρησμοῖς

sigma

791

σιφώνιον· τὰ αὐτά

sigma

792

σιχά· χωρία

sigma

793

[σιχαβαττεῖν· τὸ μετὰ σπουδῆς ἀπιέναι. οἱ δὲ τὸ κενεμβατεῖν]

sigma

794

σιχθαρίς· Λιβυκαὶ ὀρχήσεις

sigma

795

σκάζει· χωλεύει, χωλαίνει36 in vol. 4

sigma

796

σκαιῇ· ἀριστερᾷ χειρί. παρὰ τὸ ἐσκιάσθαι αὐτὴν καὶ κρύπτεσθαι ὡς τὰ πολλά, παρ’ ᾧ καὶ ἡ δεξιὰ περὶ τοῖς δεξιοῖς. ἢ ὅτι ἀσθενεστέρα ἐστὶ τῆς δεξιᾶς, καὶ οἷον σκάζει, ἢ σκιά ἐστιν. ἀριστερὰ δὲ καὶ εὐώ‐ νυμος κατ’ εὐφημισμὸν λέγεται

sigma

797

Σκαιῇσι πύλῃσιν· οὕτως ὀνομαστικῶς Σκαιαῖς ἐν Ἰλίῳ, διὰ τὸ ἐξ ἀριστερῶν κεῖσθαι· ἢ διὰ τὸ σκαιὰς μάχας ἐν αὐταῖς γεγενῆσθαι· ἢ διὰ τὸ σκολιὰς εἶναι κατὰ τὴν εἰσβολήν. τὰς αὐτὰς καὶ Δαρδα‐ νίας καλεῖ

sigma

798

Σκαιοί· ἔθνος Θρᾴκιον. καὶ ἀμαθεῖς, καὶ ἀπαίδευτοι

sigma

799

σκαιὸν ῥίον· χαλεπὸν ἀκρωτήριον. ἔστι γὰρ δύσβατον

sigma

800

σκαιός· δύσκολος. πονηρός, κακός. μωρός, ἀπαίδευτος, ἀμαθής. ἀπάν‐ θρωπος, ἄδικος, τραχύς, σκληρός, ἐπαχθής, ταραχώδης. ἀριστερός

sigma

801

σκαιότης· ἀναισθησία. μωρία. ταραχή

sigma

802

*σκαιωρούμενον· ταραττόμενον

sigma

803

σκαίρει· ἅλλεται, σκιρτᾷ, πηδᾷ, τρέχει, ὀρχεῖται

sigma

804

σκαιωρία· ὄρχησις, χορεία, καιρία, παιδ[ε]ιά. καὶ τὰ ὅμοια

sigma

805

σκα(λα)θυρμάτ)α· σκαριφήματα. σκαλαύματα

sigma

806

*σκάλα· κλῖμαξ, ἀνάβασμα

sigma

807

σκαλαθάρβα· τύρβη, ἀπὸ τοῦ σκαλεύειν

sigma

808

σκαλαθαρβία· ἀκηδία

sigma

809

σκαλαθύρει· σκαλαύει. ἢ λάθρα πλησιάζει

sigma

810

σκαλαθύρων· ἀκολασταίνων. ὁ σκαλαύων

sigma

811

σκαλαπάζει· ῥέμβεται

sigma

812

σκάλατος· ὁ σκαφιτός

sigma

813

σκαλεύει· κινεῖ, ἀναστρέφει, ὀρύσσει

sigma

814

σκαληνιεῖς ὀχετοί· ἔντερα

sigma

815

σκαληνόν· σκολιόν, πολύγωνον. τοῦ γὰρ τριγώνου εἴδη τρία· ἰσό‐ πλευρον ἰσοσκελές σκαληνόν

sigma

816

σκαλίς· σκαφ(ε)ῖον

sigma

817

σκαλλίον· κυλίκιον μικρόν. οἱ δὲ σκαλλόν

sigma

818

σκάλμη· μάχαιρα Θρᾳκία. καὶ σιδηρολάβον δὲ αὐτήν τινες λέγουσιν

sigma

819

σκάλλοντες· σκάπτοντες37 in vol. 4

sigma

820

σκαλοβατεῖ· κλίμακι βαίνει

sigma

821

σκάλοψ· [σκαλόπετα]. ἀσπάλαξ, ζῶον γεωρύχον, τυφλόν

sigma

822

σκαλ]πάζειν· ῥεμβωδῶς βαδίζειν

sigma

823

σκαλτωμίζειν· λαμπυρίζειν

sigma

824

σκαλῶ· σκαλαβῶ

sigma

825

σκαλώνια· τὰ ἀσκωρώνια [καὶ ἀκμαῖα, ἃ σκαμβὰ καὶ καμπύλα

sigma

826

σκάμαια· κύων

sigma

827

σκαμμάδες· πόρναι

sigma

828

*σκάμματα· ἀγῶνες, στάδια

sigma

829

*Σκάμανδρος· ποταμός, ὃς καὶ Ξάνθος καλεῖται

sigma

830

σκαμβάλλει· ἀκηδί..

sigma

831

σκαμβάλυξ· σκαμβός, στρεβλός

sigma

832

σκαμβηρίζοντες· ὀλισθαίνοντες

sigma

833

σκαμβίς· θερμοποτίς. λακ ρη

sigma

834

σκαμβός· στρεβλός

sigma

835

σκάμβυκες· σκόλοπες, χάρακες

sigma

836

Σκαμβωνίδαι· δῆμος τῆς Λεοντίδος φυλῆς

sigma

837

σκαμφυσεῖ· μεμψιμοιρεῖ, ἀγανακτεῖ

sigma

838

σκαμωνία· εἶδος βοτάνης

sigma

839

σκάναμα· τόπος πρὸς τὸ εὖ στιβάσασθαι

sigma

840

σκανα...ντα· ἐπιχαλκ.. παρὰ Σωφρονἰωσκανὰς πορεύση ἐν τῇ ἀσπίδι. Καλλίας δὲ σκεῦος

sigma

841

σκανδάληθρ’ ἱστάς καὶ σκάνδαλον· τὸ ἐν ταῖς μυάγραις

sigma

842

σκάνδαλος· ἐμποδισμός38 in vol. 4

sigma

843

Σκάνδα· χωρίον ἢ πόλις. καὶ εἶδος περικεφαλαίας

sigma

844

σκάνδιξ· λάχανον ἄγριον, παρὸ καὶ σκανδικοπώλην τὸν Εὐριπί‐ δην λέγουσιν, ἐπειδὴ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι

sigma

845

σκάνδυκες· σκόλοπες, χάρακες

sigma

846

σκανεύεσθαι· ἐπαρι(σ)τερεύεσθαι

sigma

847

σκάνθαν· κράββατον

sigma

848

σκάνιξ· ἐπαρίστερα

sigma

849

σκάνος· αἰτία. κώλυμα

sigma

850

σκαπανεύς· σκαφεύς

sigma

851

σκαπάνη· σκαφε(ῖ)ον. ὀρύγιον. δίκελ(λ)α

sigma

852

σκαπάνιον· ἡ βακτηρία. ἄλλοι σκίπωνα

sigma

853

σκάπαρδος· ὁ ταραχώδης. καὶ ἀνάγωγος

sigma

854

σκαπέρδα· ἐν τοῖς Διονυσίοις ἀγομένη πηγνυμένης δοκοῦ ἀνδρομή‐ κους καὶ τετρημένης διεῖρται διὰ ...... σχοινίον· καὶ δύο οἱ ἀγωνιζό‐ μενοι ἀντίους ἀλλήλοι(ς) τοὺς νώτους ἔχοντες ..... καὶ πᾶν τὸ δυσχε‐ ρὲς σκαπέρδα λέγεται καὶ ὁ πάσχων σκαπέρδης

sigma

855

σκαπερδεῦσαι· λοιδορῆσαι

sigma

856

σκάπετος· τάφρος. ἄλλοι τάφος

sigma

857

σκᾶπος· κλάδος. καὶ ἄνεμος ποιός

sigma

858

σκάπτει· ὀρύττει

sigma

859

σκάραιβον· αἱμοποιόν

sigma

860

σκαρδαμύττειν· τὸ πυκνῶς καταμύειν καὶ ἀναβλέπειν τοῖς ὄμμασι

sigma

861

σκαρθμοί· κινητοί, σκαρισμοί

sigma

862

σκαρθμοῖς· κινήσεσι. δρόμοις. κρηπῖσι. λακτισμοῖς. καὶ υἱὸς Τεύκρου ἀναγράφεται

sigma

863

σκαρία· παιδία

sigma

864

σκαρίδες· εἶδος ἑλμίνθων39 in vol. 4

sigma

865

σκαρίζεται· ταράττεται. βράζει

sigma

866

σκαριφᾶσθαι· ξύειν. σκάπτειν. γράφειν. ὅθεν καὶ ὁ (σ)κάριφος

sigma

867

σκάριφος· ξέσις. γραφή. μίμησις ἀκριβὴς τύπου

sigma

868

σκάρκη· Θρᾳκιστὶ ἀργύρια

sigma

869

σκαρπαδεῦσαι· κρῖναι

sigma

870

σκάρτας· ταχύς. [οἱ δὲ σκάτας]

sigma

871

σκαρφᾶσθαι· σκεδάννυσθαι

sigma

872

Σκάρφη· πόλις Λοκρίδος

sigma

873

)καρφνής· ἰσχυρός

sigma

874

σκαρφῶν· εἶδος καμίνου ἐν τῷ Μεταλλικῷ

sigma

875

σκάφαι· ὀψοπλύνια

sigma

876

σκάφαλος· ἀντλητήρ

sigma

877

*σκαφίδες· ποιμενικὰ ἀγγεῖα

sigma

878

σκαφηφόροι· οἱ μέτοικοι οὕτως ἐκαλοῦντο· σκάφας γὰρ ἔφερον ἐν τοῖς Παναθηναίοις, ἵνα ὡς εὖνοι ἀριθμῶνται μετέ[ρ]χοντες τῶν θυσιῶν

sigma

879

σκαφίον· πτύον. καὶ εἶδος κουρᾶς τῆς κεφαλῆς, ὃ κείρεσθαί φασι τὰς ἑταιρευ[ν]ούσας· εἶναι δὲ περιτρόχαλον. καὶ ἰατρικὸν ἐπίδεσμον

sigma

880

σκάφος· πλοιάριον

sigma

881

σκαφώρη· ἡ ἀλώπηξ

sigma

882

σκεδάζει· σκορπίζει. ἀθετεῖ. ταράττει. ἐγχέει. καταργεῖ

sigma

883

σκεθρόν· ἀκριβές

sigma

884

σκ]ίρα· ἑορτὴ Ἀθήνησιν· ἀρείονος. ἢ χωρία ὕλην ἔχοντα εὐθετοῦ‐ σαν εἰς φρύγανα

sigma

885

*σκ]ιραφ)ῖον· τὸ κυβευτήριον, ἴσως διὰ τὸ ἐν Σκίρῳ τὴν δια‐ τριβὴν ἔχειν

sigma

886

Σκ]ιρὰς Ἀθηνᾶ· Σκίρον φασὶ τὸν Ποσειδῶνος υἱόν, γήμαντα Σα‐
λαμῖνα τὴν Ἀσωποῦ40 in vol. 4

sigma

887

*Σκ]ιρίτης· λόχος οὕτω καλούμενος ὁ προκινδυνεύων. ἦν δὲ Ἀρ‐ καδικός

sigma

888

*σκειράξαι· κρεωφαγῆσαι

sigma

889

σκ]ίρατες· οἱ προύνικοι. καὶ κυβευταί

sigma

890

σκ]ιραφεῖν· κακοπραγμονεῖν

sigma

891

Σκ]ιρόμαντις· ὁ ἐπὶ Σκ[ε]ίρῳ μαντευόμενος. τόπος δὲ ἦν οὗτος. ὅθεν τοὺς οἰωνοὺς ἔβλεπον

sigma

892

σκ]ιρόν· [λατύπην. ἢ] σκληρόν

sigma

893

σκ]ῖρος· ῥύπος καὶ ὁ δριμὺς τυρός. καὶ ἄλσος καὶ δρυμός. Φιλητᾶς δὲ τὴν ῥυπώδη γῆν

sigma

894

σκείρων· ἀργέστης λέγεται. δοκεῖ δὲ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν καταπνεῖν

sigma

895

σκ]ιρώσασθαι· σκληροῦσθαι

sigma

896

σκέλεαι· τὰ τῶν σκελῶν σκεπάσματα. Πάρθοι σαράβαρα

sigma

897

σκελέεσθαι· ἄγαν σκληρῶς διακεῖσθαι

sigma

898

Σκελερδεία· Ἄνθεια ἡ νῆσος

sigma

899

σκελετά· σκίλλα

sigma

900

σκέλεται· ξηραίνει, ἰσχναίνει

sigma

901

σκέλεφερ· βόλου ὄνομα. Λύκωνες

sigma

902

*σκέλισμα· τὸ ἀείμνημα41 in vol. 4

sigma

903

σκελήπερον· νήπιον. Ἀρχίλοχος

sigma

904

σκελ]ίδες· τὰ περιμήκη τμήματα

sigma

905

σκέλ]ισμα· δρόμημα

sigma

906

σκελλόν· διεστραμμένον

sigma

907

*σκελλόμενα· σκελετευόμενα

sigma

908

*σκελίς· τὸ ἀπὸ τῆς ῥάχεως ἕως τοῦ ὑπογαστρίου

sigma

909

σκελοῖν· ποδῶν

sigma

910

σκέλος· τάττεται ἐπὶ τοῦ φορτικοῦ. καὶ μέρος τι τῆς νεώς

sigma

911

σκελοῦνται· σκελετισθήσονται

sigma

912

σκέμμα· διάνοια

sigma

913

σκέπαρνον· τὸν ἀμφίστομον πέλεκυν

sigma

914

σκέπαρνον· ἐπιδέσμου ἰατρικοῦ ὄνομα

sigma

915

σκέπας· σκέπη. ὑποδοχή

sigma

916

σκεπᾶσθαι· θερμανθῆναι

sigma

917

σκέπη· σκέπασμα

sigma

918

σκεπινός· ἰχθῦς ποιός

sigma

919

σκεπόωσι· σκέπωσι. παρέχωσιν

sigma

920

σκέπ)ετο· ἀπεκρούετο. ἐφυλάσσετο, παρετήρει, περιεβλέπετο

sigma

921

σκεραός· οἰδός

sigma

922

σκέραφος· λοιδορία. βλασφημία

sigma

923

σκέρβολον· λοίδορον. ἀπατεῶνα

sigma

924

σκέρβολλε· λοιδόρει

sigma

925

σκερβόλλει· ἀπατᾷ

sigma

926

σκέρβολος· λοίδ(ορ)ος. καὶ τὰ ὅμοια

sigma

927

*σκεῤῥὸν ὄντα· σκιρτῶντα παῖδα

sigma

928

σκερός· αἰδοιολείκτης

sigma

929

σκερολίγγες· λαικασταί. ἢ ὠπισταί

sigma

930

σκεύακας· εὐωνύμους

sigma

931

σκευή· ὅπλισις, στολή

sigma

932

σκευοποιούς· τοὺς τὰ πρόσωπα ποιοῦντας

sigma

933

σκεῦος· ἀγγεῖον ἅπαν. καὶ τὸ σκευοῦσθαι ἑτοιμάζεσθαι42 in vol. 4

sigma

934

σκευώρημα· πλάσμα. κακουργία. κατασκευή. τὸ γινόμενον κατα‐ σκεύασμα εἰς βλάβην

sigma

935

σκευωρία· κατασκευή

sigma

936

σκεψάμενος· ἀποβλέψας

sigma

937

σκέψομαι· θεωρήσω

sigma

938

σκέψις· θεωρία

sigma

939

σκηκός· πόας εἶδος, καὶ ζώου

sigma

940

σκήλειεν· σκελετεύσειεν. ξηραίνειεν. καύσειεν

sigma

941

σκῆλαι· ξηρᾶναι

sigma

942

σκηνάς· καταγωγάς, οἰκήματα

sigma

943

σκῆν· ὅ τινες μὲν ψυχήν, τινὲς δὲ φάλαιναν

sigma

944

σκηνή· ἡ ἀπὸ ξύλων ἢ περιβολαίων οἰκία

sigma

945

σκῆνος· σῶμα. [ἢ σκῆλος.] ἢ πάθος ἐν μελίσσαις, ὅταν ἐν τῷ σμήνει γένηται σκώληξ

sigma

946

σκήνους· οἰκητηρίου

sigma

947

σκήνωμα· οἴκημα, οἶκος, τόπος

sigma

948

σκηνῶντες· σύσκηνοι. λέγονται δὲ καὶ σκηνωταί

sigma

949

σκηνωταί· συ[γ]σκηνοῦντες

sigma

950

σκηπάνιον· βακτηρία. ἢ σκῆπτρον

sigma

951

σκηπανίῳ· τὰ αὐτά

sigma

952

σκηπήϊον· πτύον

sigma

953

σκηπήνιον· βακτηρία. τρίαινα. βάκτρον. κηρύκ(ε)ιον. ῥάβδος

sigma

954

σκήπτεται· προφασίζεται
1σκήπτοιτο· προφασίζοιτο

sigma

955

σκηπτός· κεραυνὸς ἄνωθεν διάπυρος

sigma

956

σκηπτοῦχοι· βασιλεῖς

sigma

957

.......· σκηπτροφόρος βασιλεύς

sigma

958

σκῆπτρον· κυρίως μὲν πᾶσα ῥάβδος· ἀπὸ τοῦ σκηρίπτεσθαι ἐπ’ αὐτῇ, ὅ ἐστιν ἐπερείδεσθαι. καὶ τὸ βασιλικὸν δὲ σύμβολον

sigma

959

σκηρίπτεσθαι· ἐπερείδεσθαι ῥάβδῳ, ἢ ἄλλῳ τινί

sigma

960

σκηριπτόμενος· ἐπερειδόμενος, στηριζόμενος, ἐπαναπαυόμενος ῥάβδῳ. [τὸν ἐπερείδεσθαί τινι λόγῳ, σκήπτεσθαι προφασιζόμενον]

sigma

961

[σκηριπτούμενος· τὰ αὐτά]43 in vol. 4

sigma

962

σκηρόν· σκληρόν. τ(ρ)αχύ

sigma

963

σκῆψαι· πεσεῖν

sigma

964

σκήψας· προφασίσας

sigma

965

σκῆψις· πρόφασις

sigma

966

σκιά· σκίασις, ἐπιφάνεια τοῦ χρώματος ἀντίμορφος

sigma

967

σκιαγραφίαν· τὴν σκηνογραφίαν οὕτω λέγουσιν. ἐλέγετο δέ τις καὶ Ἀπολλόδωρος ζωγράφος σκιογράφος ἀντὶ τοῦ σκηνογράφος. οὗτος δὲ καὶ πῖλον ἐφόρει ὀρθόν. καὶ ἐν τοῖς ἔργοις ἐπιγράφεται· μωμή‐ σεταί τις μᾶλλον ἢ μιμήσεται

sigma

968

σκιαγράφος· ὁ Ἀπολλόδωρος

sigma

969

σκιαδεύς, τινὲς δὲ σκίαινα· εἶδος ἰχθύος

sigma

970

σκιάδα· σκηνοπήγια. ἔστι δὲ τόπος, ἐν ᾧ τὰ μειράκια ἐκαθέζετο

sigma

971

σκιάδ)ιον· σκηνή. καμελαύκιον

sigma

972

σκιάζει· σκεπάζει

sigma

973

Σκίαθος· νῆσος Κυκλάδων

sigma

974

Σκιάποδες· οἱ ἐν Λιβύῃ πλατεῖς ἔχουσι τοὺς πόδας, καὶ ποιοῦσι σκιὰν αὐτοῖς ἐν καύματι

sigma

975

Σκιάπους· ἔθνος περὶ τὴν Αἰθιοπίαν πλατύπουν

sigma

976

Σκιάρα· ἡ Κεφαληνία

sigma

977

σκιάς· ἡ ἀναδενδράς. καὶ σκηνὴ ὠροφωμένη. καὶ τὸ θολῶδες σκιά‐ δ(ε)ιον, ἐν ᾧ ὁ Διόνυσος κάθηται. καὶ τὸ πρυτανεῖον. καὶ κλάδοι εὐμεγέθεις σκιάδες λέγονται. καὶ ἡ τοῦ σώματος σκιά, ὅθεν καὶ τὰς ὥρας ἐτεκμαίροντο

sigma

978

σκιδαρόν· ἀραιόν

sigma

979

σκίδναται· διασκεδάννυται, σκορπίζεται, χωρίζεται

sigma

980

σκίδνανται· διασκορπίζονται

sigma

981

σκιδναμένου· διασκορπιζομένου

sigma

982

σκιερόν· κατάσκιον. [ἀκρι(βές)] εὔσκιον, ἢ σκιὰν ἔχον

sigma

983

σκιθακός· ἰχθῦς ὁ καὶ τράχουρος

sigma

984

σκίλλα· σκαμμωνία, θανατηφόρος μυῶν44 in vol. 4

sigma

985

[σκιλλεῖον· σκιάδιον]

sigma

986

σκίλλος· ἰκτῖνος

sigma

987

σκίλλωνται· ἐδάνυνται

sigma

988

σκιμαλίσαι· καταδακτυλίσαι

sigma

989

σκιμβάζει· χωλεύει

sigma

990

σκιμβασμός· φιλήματος εἶδος

sigma

991

σκιμβάδες· ὕλη εὔθετος εἰς τοίχων ἐπίθεσιν, σκέπης χάριν

sigma

992

σκιμβόλος· ἠλίθιος

sigma

993

σκιμβός· χωλός

sigma

994

σκίμποδα· κράββατον

sigma

995

σκιμπόδιον· εὐτελὲς κλινίδιον μονόκοιτ[ι]ον

sigma

996

σκιμπόδων· κραββάτων

sigma

997

σκίμπους· κράββατος

sigma

998

σκίμπτει· σκίμπεται. χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει

sigma

999

σκίμπτεσθαι· τὰ αὐτά

sigma

1000

σκίμψαι· ἐμπαγῆναι. [ἐκπλαγῆναι.] ἐμπελασθῆναι

sigma

1001

[σκιμπτύει· χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει

sigma

1002

σκίμπτεσθαι· τὰ αὐτά

sigma

1003

σκίμψαι· ἐμπαγῆναι. ἐκπλαγῆναι]

sigma

1004

σκιμφθῇ· ἐγγίσῃ. προσπελασθῇ

sigma

1005

σκίμψαιτο· ἐλάβοιτο

sigma

1006

σκίμψασθαι· ἐρείσασθαι. πλῆξαι. ἐκπλαγῆναι

sigma

1007

σκίνακες· ἐπὶ τῶν λαγωῶν

sigma

1008

σκινδάλαμος· σκόλοψ. τινὲς δὲ διὰ τοῦ χ σχινδάλαμος. ἄλλοι σκινδαλμός

sigma

1009

σκινδαρεύεσθαι· κακοσχολεύεσθαι, δακτυλίζεσθαι, σκιμαλίζεσθαι

sigma

1010

σκινδαρίσαι· τὰ αὐτά

sigma

1011

σκινδάρ)ιος· ὄρχησις οὕτω καλουμένη

sigma

1012

σκίνδαροι· τὰ προσκυνήματα

sigma

1013

σκίνδαρος· ἡ ἐπανάστασις νυκτὸς ἀφροδισίων ἕνεκα45 in vol. 4

sigma

1014

σκινθαρίζειν, ἔνιοι σκα(νθα)ρίζειν· τὸ γὰρ τῷ μέσῳ δακτύλῳ τὴν μυκτῆρα παίειν δηλοῖ, ὡς Δίδυμος

sigma

1015

σκινθίζεται· λακτίζεται

sigma

1016

σκιοειδέα· σκιοειδῆ

sigma

1017

σκιόεν· σκιερόν, μέλαν. βαθύ

sigma

1018

σκιόεντα· σύσκια. σκοτεινά. ὑψηλά. ἢ τὰ μεγάλην σκιὰν ποιοῦντα

sigma

1019

σκίουρος· ζῶον, ὁ καὶ καμψίουρος. ἄλλοι ἵππουρος

sigma

1020

σκίπει· νύσσει

sigma

1021

σκιπός· σκνιφός. ὁ μικρολόγος

sigma

1022

σκίπων· βακτηρία, ῥάβδος

sigma

1023

*σκίθαρκος· ἰχθῦς ὁ καὶ τράχουρος

sigma

1024

σκίπωνι χειρός· βακτηρίᾳ χειρός

sigma

1025

σκιρεῖται· σκιρός ἐστιν ἡ λατύπη

sigma

1026

σκιροφόρια· ὄνομα ἑορτῆς

sigma

1027

σκιρτᾷ· ἅλλεται, κινεῖται, ὀρχεῖται, τρέχει, ἀναστρέφεται

sigma

1028

σκίρτησις· ἰσχύς, δύναμις. καὶ τὰ ὅμοια

sigma

1029

σκιρ)θῶσι· σκληρυνθῶσιν

sigma

1030

σκιρώσασθαι· ἀπο(σ)κληροῦσθαι

sigma

1031

σκίταλοι· ἀπὸ τῶν ἀφροδισίων καὶ τῆς προυνικίας τῆς νυκτερινῆς θεούς τινας ἐσχημάτισεν. Θέων δέ φησι πεπλάσθαι τοὔνομα

sigma

1032

σκιτυπίαι· σκηναί

sigma

1033

σκιφίας· εἶδος ἰχθύος

sigma

1034

σκιφίζει· ξιφίζει. ἔστι δὲ σχῆμα μαχαιρικῆς ὀρχήσεως

sigma

1035

σκιφίνιον· πλέγμα ἐκ φοίνικος

sigma

1036

σκίφος· ξίφος. οἱ μὲν τὸ ἐγχειρίδιον, ἄλλοι ἐπὶ τοῦ αἰδοίου

sigma

1037

σκιφύδρια· εἶδος κογχυλίου

sigma

1038

σκίψαι· ὀκλάσαι. Ἀχαιοί

sigma

1039

σκληραγωγία· ἄσκησις. παρὰ τὸ σκληρῶς ἄγεσθαι

sigma

1040

σκληρός· νόσημά τι ἀραχνίδων ἐν τοῖς σμήνεσι, πρὸς τὸ σήπε‐ σθαι τὰ κηρία

sigma

1041

σκληφροί· οἱ ἰσχνοὶ καὶ λεπτοὶ τοῖς σώμασι

sigma

1042

σκνιπόν· μικρολόγον46 in vol. 4

sigma

1043

σκνίπτειν· νύσσειν. καινοτομεῖν

sigma

1044

σκνιφ.͂· ἄκρα ἡμέρας καὶ ἑσπέρας λεῖοι

sigma

1045

σκνιφόν· ἀμυδρὸν βλέπον. Ἀττικοὶ γὰρ καὶ τὸ σκότος σκνίφος λέγουσι

sigma

1046

σκνίψ· ζῶον χλωρόν τε καὶ τετράπτερον

sigma

1047

σκοβαδές· ἔδεσμά τι

sigma

1048

σκογχούλας· γογγυσμούς. τονθρυσμούς

sigma

1049

σκοιά· σκοτεινά. τινὲς κολόροβοι

sigma

1050

σκοΐδιον· σκιάδ(ε)ιον

sigma

1051

σκοῖδος· ἀρχή τις παρὰ Μακεδόσι τεταγμένη ἐπὶ τῶν δικαστηρίων. Ἡ λέξις κεῖται ἐν ταῖς ἐπιστολαῖς Ἀλεξάνδρου

sigma

1052

σ]οίθης· διάβολος. Ἀττικοί. λάλος, στωμύλος

sigma

1053

σκοιόν· ἰσχυρόν. δασύ. μαλακόν. βαθύ. μέγα. χλωρόν. ποικίλον. σύσκιον

sigma

1054

σκοῖπος· ἡ ἐξοχὴ τῶν ξύλων, ἐφ’ ὧν εἰσιν οἱ κέραμοι

sigma

1055

σκοίψ· ψώρα

sigma

1056

σκόλεφραι· κατακεκαυμέναι τὰς τρίχας

sigma

1057

σκόλια· τὴν παροίνιον ᾠδὴν οὕτως ἔλεγον, οὐ διὰ τὸν τῆς μελοποιΐας τρόπον, ὅτι σκολιὸς ἦν, ἀλλ’ ὅτι οὐχ ἅπαντες ᾖδον αὐτά, ἀλλὰ μόνοι οἱ συνετοί

sigma

1058

σκολιά· σκαμβά, οὐκ ὀρθά. ἄδικα. δυσχερῆ. ἐπικαμπῆ. ἄνισα. δύσκολα

sigma

1059

σκολλέ· σκυμμόν

sigma

1060

σκόλλυς· κορυφὴ ἡ καταλελειμμένη τῶν τριχῶν. τινὲς δὲ μαλλόν, πλόκαμον

sigma

1061

σκολοῖς· δρεπάνοις

sigma

1062

σκολόπαξ· ὄρνις ποιός

sigma

1063

*σκόλοπες· ὀξέα ξύλα ὀρθά

sigma

1064

σκολόπενδρα· ζῶον καὶ ἐνάλιον καὶ χερσαῖον47 in vol. 4

sigma

1065

σκολοπώνυμον· τὸν στ(αυ)ρώσιμον, ἀπὸ τῶν σκολόπων

sigma

1066

*σκόλοπες· ὀρθ[έ]ὰ καὶ ὀξέα ξύλα, στ(αυ)ροί, χάρακες

sigma

1067

[σκόλος· ἀκάνθης εἶδος]

sigma

1068

σκολοφρή· κατακεκαυμένη

sigma

1069

σκολόφρον· θρανίον

sigma

1070

*σκολοβρᾷ· χαλεπαίνει

sigma

1071

σκόλοψ· ξύλον ὠξυμμένον

sigma

1072

σκόλοψιν ὡς ὀπτῶσιν· τὸ γὰρ παλαιὸν τοὺς κακουργοῦντας ἀνε‐ σκολόπιζον, ὀξύνοντες ξύλον διὰ τῆς ῥαχέως καὶ τοῦ νώτου, καθάπερ τοὺς ὀπτωμένους ἰχθῦς ἐπὶ ὀβελίσκων

sigma

1073

σκόλυβος· ὁ ἐσθιόμενος βολβός

sigma

1074

σκολύβρα· ἡ σκυθρωπή

sigma

1075

σκολύθρια· ταπεινὰ διφρία. ὑποπόδια

sigma

1076

σκολύθρων· ταπεινῶν. ἀπὸ σκολύθρων δίφρων

sigma

1077

σκόλυμος· λάχανον ἄγριον ἀκανθῶδες

sigma

1078

σκολύπτειν· ἐκτίλλειν. κολούειν

sigma

1079

σκολύφρα· σκυθρωπή. σκληρά. ἐργώδης. δυσχερής

sigma

1080

σκολύψαι· κολοῦσαι, κολοβῶσαι. [σπαράττειν, ἐκτίλλειν

sigma

1081

σκομβρίδες· ἰχθύες

sigma

1082

σκομβρίσαι· γογγύσαι. καὶ παιδιᾶς ἀσελγοῦς εἶδος

sigma

1083

Σκόμβροι· Θρᾴκιον ἔθνος

sigma

1084

σκονδάμνα· ῥάφανος

sigma

1085

σκόνδρον· δρυπτόν. ἢ δρύπτει

sigma

1086

σκόνυζα· ἡ κόνυζα. ἔστι δὲ φυτὸν ἄφυλλον ἱκανῶς, καὶ στιβάδας ἐξ αὐτῆς ἐποίουν, καὶ ταῖς οἰκίαις στεγάσματα ἐπέβαλλον

sigma

1087

σκοπεῖσθαι· ὁρᾶσθαι

sigma

1088

σκόπελος· ὑψηλὸς τόπος, ἢ πέτρα, ἢ ἀκρώρεια, ἀφ’ ἧς ἔστι σκοπεῖν τὰ κύκλῳ. καὶ ἐξέχουσα εἰς θάλασσαν πέτρα. οἱ δὲ ἀκρόπολις

sigma

1089

[σκόπες· ὀρνέου γένος]

sigma

1090

σκοπεύει· ἰχνεύει. ἐπιτηρεῖ

sigma

1091

σκοπή· ἄποψις48 in vol. 4

sigma

1092

σκοπήσεις· σκέψεις

sigma

1093

σκοπιαζέμεν[αι]· κατασκοπεῖν

sigma

1094

σκοπιάζων· ἀποσκοπῶν, σκεπτόμενος

sigma

1095

σκοπιαί· ἀκρώρειαι, ὑψηλοὶ τόποι

sigma

1096

σκοπιή· ὑψηλὸς τόπος, ἀφ’ οὗ ἔστιν ἰδεῖν καὶ περισκέψασθαι

sigma

1097

σκοπιωροῦνται· ‚κατὰ ........‛

sigma

1098

*σκοπός·
σοὶ δ’ ἐγὼ οὐχ ἅλ[λο]ιος (σ)κοπὸς ἔσ(σ)ομαι

sigma

1099

*σκοπός· τύπος

sigma

1100

[σκοπεῖ· χλευάζει, διαπαίζει, καταπαίζει, μέμφεται]

sigma

1101

σκοπῶν· σκεπτόμενος, ἐνθυμούμενος

sigma

1102

σκορακίζει· εἰς ἔρημον πέμπει, καὶ ἀρᾶται. ἀπὸ τοῦ εἰς κόρακας πέμπειν, τὸ ἐκφαυλίζειν

sigma

1103

σκορακισμός· χλευασμός. ἀπάτη. ὕβρις, φαυλισμός, ἀποδοκιμασία

sigma

1104

σκορδάζειν· σπᾶσθαι

sigma

1105

*σκαρδαμυκτεῖ· πυκνὰ κλείει καὶ ἀνοίγει τοὺς ὀφθαλμούς

sigma

1106

σκορδινᾶσθαι· τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν καὶ στρέφεσθαι μετὰ χάσμης. γίνεται δὲ τοῦτο περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας. ὅπερ καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους ἔξω μελῶν γίνεται

sigma

1107

σκόρδυλ.., θαλάσσιος ἰχθῦς. ἔνιοι κορδύλη

sigma

1108

σκορδύλη· ζῶόν τι τῶν τελματιαίων, ἐμφερὲς καλαβώτῃ

sigma

1109

σκόρθοι· τόρνοι σκορωβροί

sigma

1110

σκόρνος· κόρνος, μυρσίνη τὸ φυτόν

sigma

1111

σκορόβυλος· κάνθαρος

sigma

1112

σκόροδα· τόπος ἐν ᾧ τὰ σκόροδα φύεται. [διὸ καὶ ὀξυτόνως]

sigma

1113

σκοροδίσαι· τὸ πρὸ τῆς μάχης σκορόδοις ἀνατρῖψαι τοὺς ἀλεκτρυόνας

sigma

1114

σκοροδοῦν· συνουσιάζειν49 in vol. 4

sigma

1115

σκορπίος· τὸ ἄστρον. καὶ τὸ χερσαῖον ἑρπετόν. καὶ θαλάσσιος ἰχθῦς. καὶ πόα, ἣν ἔνιοι σκορπίουρον

sigma

1116

σκο)πίος ὀκτώπους· παροιμία· σκορπίον ὀκτώπουν ἐγείρεις

sigma

1117

σκορπιοῦται· ἀγριαίνεται, ἐρεθίζεται

sigma

1118

σκορπίωσ(αι)· ὡς θηρίον τραχύνου, ὀργίζου

sigma

1119

σκοταῖον· ὅταν συσκοτάσῃ, ἡ σκοτία

sigma

1120

σκοταρία· ζόφος. Ἀχαιοί

sigma

1121

(*)σκοτίας· δραπέτης

sigma

1122

σκοτεύει· δραπετεύει

sigma

1123

*σκότιον· λαθριμαῖον

sigma

1124

σκοτία· μέρος τι παρὰ τοῖς ἀρχιτέκτοσι προσαγορευόμενον τριγλύφου. καὶ Ἀφροδίτης Σκοτιᾶς ἱερὸν κατ’ Αἴγυπτον

sigma

1125

σκότιος· νόθος, ὁ λάθρα γεννηθεὶς τῶν γονέων τῆς κόρης. τοὺς γὰρ μὴ ἐκ φανερᾶς, λαθραίας δὲ μίξεως γεγονότας σκοτίους ἐκάλουν, ἔνιοι παρθεν(ί)ους, ἄλλοι κοριναίους· καθάπερ Μαρσύας ἐν τῇ αʹ

sigma

1126

σκοτοδινιᾷ· σκοτοῦται

sigma

1127

σκοτοδινιάσας· μετὰ σκότους ὀφθαλμῶν συστραφείς, ὅ ἐστιν ἰλιγ‐ γιάσας

sigma

1128

σκοτοιβόρον· συννεφές, σκοτεινόν

sigma

1129

σκοτόμαινα· Ἀττικὸν τὸ οὕτω λέγειν

sigma

1130

σκοτομήνη· βαθεῖα νύξ, ἢ ἀσέληνος

sigma

1131

σκοτομηνία· σκότος σελήνης

sigma

1132

σκοτομήνιος· ἀσέληνος νύξ

sigma

1133

σκότος· ὄλεθρος, θάνατος

sigma

1134

σκότος ὄσσε κάλυψε· θάνατος κατέσχεν

sigma

1135

σκοῦλαι· κνῆσαι

sigma

1136

σκύβα· λάχανον ἡ λαψάνη. τινὲς δὲ σκοῦβα

sigma

1137

σκύβαλα· κόπρος50 in vol. 4

sigma

1138

σκυβαλίζεται· ἐξουθενεῖται, παρα(ρ)ρίπτεται, ἀποδοκιμάζεται

sigma

1139

σκυβαλισμός· ἐκφαύλισμα, καὶ τὸ ἀδόκιμον. ἐκ μεταφορᾶς τῶν σκυ‐ βάλων τῶν ἀχύρων

sigma

1140

σκυδά· σκιά. Εὖκλος

sigma

1141

σκυδίζει· λακτίζει

sigma

1142

σκυδικαί· Πολέμων παρὰ Ἑρμοδώρῳ γεγράφθαι φησί· ὑποδήματα δὲ φορεῖν τὴν ἐλευθέρην σκυδικὰς λευκὰς καὶ μασθλη‐ τίνας

sigma

1143

*σκυδμαίνειν· σκυθρωπάζειν, νεμεσᾶν, ὀργίζεσθαι

sigma

1144

σκύδμαινος· σκυθρωπός

sigma

1145

σκύδμαινε· ὀργίζου

sigma

1146

σκύζει· λυπεῖ. ὀργίζεται

sigma

1147

σκύζεσθαι· χολοῦσθαι, θυμοῦσθαι, σκυθρωπάζειν

sigma

1148

σκύζης· παρὰ Φιλητᾷ· παύσω σε τῆς σκύζης. ἀντὶ τοῦ τῆς κά‐ πρας

sigma

1149

σκυζομένη· λυπουμένη, ὀργιζομένη

sigma

1150

σκύζουσιν· ἡσυχῆ ὑποφθέγγονται, ὥσπερ κύνες

sigma

1151

Σκύθαι· οὕτω τι τῶν γενεῶν ἐλέγετο

sigma

1152

Σκύθης ὄνειον δαῖτα· παροιμία ἐπὶ τῶν ἀκκιζομένων [τινὲς δὲ βδελυττομένων] τῷ λόγῳ, ἔργῳ δὲ ἐφιεμένων· ἰδὼν γάρ τις νεκρὸν ὄνον, ἔφη πρὸς Σκύθην παρόντα .......

sigma

1153

Σκυθιάς· οὕτως ἐκαλεῖτο ἡ Δῆλος

sigma

1154

Σκυθικά· ὑποδήματα ποιά

sigma

1155

Σκυθικὸν ξύλον· τὴν διάπυρον. ἔνιοι τὴν θαψίαν

sigma

1156

Σκυθικός· Κρατῖνος Σκυθικὸν ἔφη τὴν Ἱππόνικον, διὰ τὸ πυῤῥὸν
εἶναι. καὶ ᾧ ξανθίζονται αἱ γυναῖκες καὶ βάπτουσι τὰ ἔρια51 in vol. 4

sigma

1157

σκυθιστὶ χειρόμακτρον· οἱ Σκύθαι τῶν λαμβανομένων πόλων ὧν τὰς κεφαλὰς ἐκδέροντες [ἦσαν] ἀντὶ χειρομάκτρων ἐχρῶντο

sigma

1158

σκυθράζει· σκυθρωπάζει

sigma

1159

σκύθραξ· μεῖραξ, ἔφηβος

sigma

1160

σκυθρός· στυγνὸς τὰς ὄψεις, χαλεπός, ὠμός, σκυθρωπός

sigma

1161

Σκυθῶν ἐρημία· παροιμία, ἀπὸ τῶν φυγόντων ἐξ Ἐφέσου Σκυθῶν διαδοθεῖσα· φοβηθέντες γὰρ καὶ ταραχθέντες κατὰ γνώμην· τίθεται τοίνυν ἐπὶ τῶν ἐρημουμένων ὑπό τινων

sigma

1162

σκῦλα· αἰχμαλωσία. [πραίδα]

sigma

1163

σκυλαίας· τὰ σκῦλα, καὶ λάφυρα. οἱ δὲ τὰς πανοπλίας

sigma

1164

σκύλαξ· σχῆμα ἀφροδισιακόν, ὡς τὸ τῶν φοινικιζόντων

sigma

1165

σκυλεύσας· αἰχμαλωτεύσας

sigma

1166

σκύλλειν· τὸ τοῖς ὄνυξι σπᾶν

sigma

1167

σκυλλανίς· ἡ πολεμική. ἴσως ἀπὸ τοῦ σκυλεύειν

sigma

1168

σκυλλίς· κληματίς

sigma

1169

σκύλλον· τὴν κύνα λέγουσιν

sigma

1170

[σκυλῆναι· ξηρανθῆναι]

sigma

1171

σκυλόδεψ]ος· ὁ τὰς βύρσας βυρσεύων

sigma

1172

σκύλλου· ἐνόχλει

sigma

1173

σκύλος· δέρμα, κώδιον. οἱ δὲ ῥάκος. καὶ τριβώνιον, ἢ δέρμα ἄρκου, τὸ τοῦ καστανίου κάλυμμα

sigma

1174

[σκυλμανεῖς· θυμωθήσῃ]

sigma

1175

σκύλσις· θυμός. σάλος, ταραχή

sigma

1176

σκύμνος· ὁ σκύλαξ τοῦ λέοντος

sigma

1177

σκύμνους· ἐκγόνους λεόντων, καὶ ἄλλων ζώων

sigma

1178

σκυνίζει· λακτίζει

sigma

1179

σκυξιφόν· σκύφον

sigma

1180

σκύρβια· κρόμμυα52 in vol. 4

sigma

1181

σκυρθαλιάς· Θεόφραστος τοὺς ἐφήβους οὕτω φησὶ καλεῖσθαι, Διο‐ νύσιος δὲ τοὺς μείρακας

sigma

1182

σκυρθάλιος· νεανίσκος

sigma

1183

σκυρθάλια· μειράκια, ἔφηβοι

sigma

1184

Σκυρία δίκη· Ἀρτεμίδωρος ἰδίως φησὶ ἡ Θησέως καλεῖται τελευτή. φυγόντα γὰρ αὐτὸν εἰς Σκῦρον ἐκεῖ κατακρημνισθῆναί φασιν

sigma

1185

Σκῦρος· πόλις. καὶ νῆσος. ἢ λατύπη

sigma

1186

σκῦρος· ἀργιλώδης. Λυσίμαχος τὴν λατύπην

sigma

1187

σκυρωθῶσι· λιθωθῶσιν

sigma

1188

σκυρωτὴ ὁδός· ἡ ἱππόκροτος

sigma

1189

σκύτα· τὸν τράχηλον. Σικελοί

sigma

1190

σκυτάλαι· βακτηρίαι. καὶ αἱ ἱππικαὶ ἶλαι. καὶ ὄφ[ρ](εων) εἶδος. φρα‐ γέλλια, λῶροι. πίνακες, ἐφ’ οἷς ἡ Δίκη γράφει τὰ τῶν ἀνθρώπων ἁμαρτήματα. ἢ θύλακες δερμάτινοι

sigma

1191

σκυτάλη Λακωνική· ἐπὶ τῶν ἀγγελιαφόρων τάσσεται. ἔθος γὰρ ἦν ἀρχαῖον τὸ χρήσασθαι ταῖς σκυτάλαις, (ἀντὶ) τῶν παρ’ Ἕλλησι γραμ‐ ματείων καὶ βιβλίων

sigma

1192

σκυτάλια· αὐλίδια, περιστρώματα. καὶ τὸ ῥάβδωμα

sigma

1193

σκυτα]λίδα· αὐλὸ(ν) ποιόν

sigma

1194

σκυταλίδες· εἶδος καρίδων53 in vol. 4

sigma

1195

σκυταλουμένη· ξύλῳ τυπτομένη

sigma

1196

σκυτεύς· σαγγάριος, καὶ καλιγάριος

sigma

1197

σκύτη· κεφαλή

sigma

1198

σκυτίζει· σπαράττει

sigma

1199

σκυτίνη ἐπικουρία· ....... Ἀττικοὶ ἐπὶ τῶν ἀσθενούντων βοηθη‐ μάτων

sigma

1200

σκύτινον καθειμένον· διεζωσμένοι εἰσῄεσαν οἱ κωμικοὶ ὑποκρι‐ ταί. οἱ δὲ αἰδοῖα δερμάτινα τοῦ γελοίου χάριν ἀνωτέρω τῶν ἰσχίων καὶ τῶν αἰδοίων περικείμενοι

sigma

1201

σκυτοδέψης· δερματομαλάκτης

sigma

1202

σκῦτος· πᾶν δέρμα

sigma

1203

σκυτοτόμος· λωροτόμος. σκυτεύς, σκηνοῤ(ῥ)άφος

sigma

1204

σκυφοκώνακτος· Ἐπίχαρμος ἐν τοῖς Μησὶ τοῖς σκύφοις περιφόρητος

sigma

1205

σκύφος· εἶδος ποτηρίου, ἢ ἔκπωμα

sigma

1206

σκῶ· πεδίσκη

sigma

1207

σκῶλα· ξύλα ὠξυμμένα

sigma

1208

σκώληξ· τὸ κυλιόμενον κῦμα. καὶ ἀπὸ τῆς ἅλω τὸ δινηθὲν καὶ συν‐ αχθὲν εἰς λικμητόν

sigma

1209

σκωληκίζονται· κινοῦνται ὡς οἱ σκώληκες

sigma

1210

σκωλοβάτης· ὄνομα θηρίου μικροῦ, (παρα)πλησίου ἐρισύβῃ[ς], τὸ γινόμενον ἐν τῇ ἅλῳ καὶ τῷ σίτῳ λυμαινόμενον

sigma

1211

σκώλοισι· δρεπάνοις· διὰ τὴν σκολιότητα

sigma

1212

Σκῶλος· ῥάβδος. σκάνδαλος. [ἡ σκώληξ.] οἱ δὲ σκόλοψ, ἢ ῥάβδος, ἤ ἀπωξυμμένος πάσσαλος
ὥστε σκῶλος πυρίκαυστος ἢ ἀκάνθης εἶδος. παρὰ τὸ σκέλλω. τὸ ξηραίνω. ἔστι δὲ καὶ πόλις
5ἐν Βοιωτίᾳ

sigma

1213

[σκώλοψ· ξύλον ὀξυμ(μ)ένον. ἢ ἄκανθα]

sigma

1214

σκώμ)ατα· λοιδορήματα γέλωτος χάριν54 in vol. 4

sigma

1215

σκωρνυφίαν· τὸ σκάνδαλον, ἐν Μησίν· ἐν δὲ Τριακάσιν τὰ ὁσιώδη χρέα

sigma

1216

σκῶπες· εἶδος ὀρνέων, οἱ δὲ κολοιούς. καὶ εἶδος ὀρχήσεως

sigma

1217

*σκῶμμα· εἶδος κουρᾶς, ἢ λοιδορίας

sigma

1218

σκωπευμάτων· σχῆμα τῆς χειρὸς πρὸς τὸ μέτωπον τιθεμένης, ὥσπερ ἀποσκοπούντων

sigma

1219

σκώπτει· γελοιάζει, παίζει, ληρεῖ

sigma

1220

σκωρίδες· γρᾶες

sigma

1221

σκωρία· ἡ γαιώδης ἐν ὑποστάθμῃ

sigma

1222

σκῶψαι· μέμψ...αι

sigma

1223

σμᾶν· σμήχειν

sigma

1224

σμαραγεῖ· ἠχεῖ, ψοφεῖ

sigma

1225

σμαραγήσει· ἠχήσει, ψοφήσει

sigma

1226

σμαράγνα· μάστιγξ, ῥάβδος. καὶ χωρὶς τοῦ ς

sigma

1227

σμάρδικον· στρουθίον

sigma

1228

σμαρδικοπῶλαι· οἱ τοὺς στρουθοὺς πωλοῦντες

sigma

1229

σμαρίδες· γρᾶες. καὶ ἰχθύδια μικρὰ ἄριστα· οἱ δὲ τὰς μαινίδας

sigma

1230

σμαρκόν· καθαρόν. βρωτικόν. δριμύ

sigma

1231

σμερδαλέον· φοβερόν, καταπληκτικόν

sigma

1232

σμερδνόν· δεινόν, καταπληκτικόν, πολεμικόν, σκυθρωπόν

sigma

1233

σμέρδ]ος· λῆμα, ῥώμη, δύναμις, ὅρμημα

sigma

1234

σμέρδος· ἰχθύος εἶδος

sigma

1235

σμηκτικόν· τήλης ἡ θέρμη

sigma

1236

σμικρόν· καθαρόν. δριμύ

sigma

1237

σμῆλαι· ῥίψαι

sigma

1238

σμηλακεῖ· φωνεῖ

sigma

1239

σμῆναι· τῶν μελισσῶν οἱ κηροδόχοι, ἤτοι αἱ θῆκαι55 in vol. 4

sigma

1240

σμηνίων ἡ πρόπολις· ....

sigma

1241

σμηνοκόμος· μελισσουργός

sigma

1242

σμῆνος· τὸ μελισσῶν καὶ σφηκῶν ἄθροισμα. τὰ δὲ ἀγγεῖα σμήνη

sigma

1243

σμηρία· κισσός. Χαλκιδεῖς

sigma

1244

σμήριγγες· πλεκταί, σειραί. βόστρυχοι. καὶ τῶν κυνῶν ἐν τοῖς μηροῖς καὶ τοῖς αὐχέσιν ὀρθαὶ τρίχες

sigma

1245

σμῆρι)ξ· πόα. καὶ εἶδος ἀκάνθης

sigma

1246

σμήρινθος· ὄρνις ποιός

sigma

1247

σμήρινθοι· σπάρτα, σχοινία

sigma

1248

σμῆσον· τὸ τοῦ ὀμφαλοῦ μέρος

sigma

1249

σμήχει· τρίβει, καθαίρει

sigma

1250

σμήχη· τὸ σευτλίον

sigma

1251

σμικρίζεσθαι· διαττᾶσθαι

sigma

1252

σμικρόν· μικρόν. ἢ τοῦ ὀβολοῦ· τίμιον. [ἐλάτῃ ὅμοιον

sigma

1253

σμιλακτεῖ· φωνὴν ἀποτελεῖ

sigma

1254

σμῖλαξ· κιττοειδὲς φυτὸν ἑλισσόμενον. ἕρπει δὲ ἀεὶ πρὸς τὸ ὕψος, καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράσσεται φυτῶν, ὡς καταπνίγεσθαι ὑπ’ αὐτοῦ

sigma

1255

σμιλεύματα· διαγλύμ(μ)ατα

sigma

1256

σμῖλος· δένδρον ..... οἱ δὲ πρῖνος. ἄλλοι μίλακα, ᾗ στεφανοῦνται

sigma

1257

σμινδυρ(δ)εια· εἶδος ὑποδημάτων γυναικείων

sigma

1258

σμίνθα· ὁ κατοικίδιος μῦς

sigma

1259

Σμινθεύς· ὁ ἐν τῇ Σμίνθῳ τιμώμενος. λέγεται δὲ καὶ ὁ Ἀπόλλων

sigma

1260

σμίνθος· μῦς. καὶ ὁ Ἀπόλλων δὲ Σμίνθ[ε]ιος διὰ τὸ ἐπὶ μυωπίας
φασὶ βεβηκέναι56 in vol. 4

sigma

1261

σμίνθουροι· τὰ(ς) οὐρὰς οἱ σαίνοντες

sigma

1262

σμίντα· παλίουρος

sigma

1263

σμινύη· σκαφ[ε]ίδιον, δίκελλαν

sigma

1264

σμινύης· σμινύη

sigma

1265

σμιρεύς· μέτρον οἰνικὸν εἰς Πεντάπολιν Λιβύης. καὶ σμηρεύς

sigma

1266

σμιρίς· ἄμμου εἶδος, ᾗ σμήχονται οἱ σκληροὶ τῶν λίθων. καὶ δένδρον

sigma

1267

σμίς· μῦς

sigma

1268

σμογερόν· σκληρόν. ἐπίβουλον. μοχθηρόν

sigma

1269

σμοιός· χαλεπός, φοβερός, στυγνός

sigma

1270

σμοιῷ προσώπῳ· φοβερῷ, ἢ στυγνῷ, σκυθρωπῷ

sigma

1271

σμοκορδοῦν· τὸ σχηματίζεσθαι τὰς γυναῖκας

sigma

1272

σμοκόρδους· τοὺς τὰς ὀφρῦς ἐγκοίλους ἔχοντας

sigma

1273

σμορδοῦν· συνουσιάζειν

sigma

1274

σμόρδωνες· ὑποκοριστικῶς ἀπὸ τῶν μορίων· ὡς πόσθωνες

sigma

1275

σμυγερόν· ἐπίπονον. οἰκτρόν. μοχθηρόν. πονηρόν. ἐπίβουλον. ἀνια‐ ρόν. χαλεπόν

sigma

1276

σμυγερῶς· ἐπιπόνως

sigma

1277

σμύδρος· διάπυρος σίδηρος

sigma

1278

σμυκτήρ· ὁ μυκτήρ

sigma

1279

σμυλίχη· τοῦ ζυγοῦ τὸ τρῆμα, ἐν ᾧ ὁ ἱστοβοεὺς καθήρμοσται

sigma

1280

σμύλλα· σαύρα

sigma

1281

σμυνδαρίδα· ὑποδήματα, ἀπὸ σκυτέως τινὸς Σμυνδυρίδου. ἢ τὰ πολυτελῆ, ἀπὸ Σμυνδυρίδου

sigma

1282

σμῦξαι· φλέξαι, ἐμπρῆσαι. μαρᾶναι

sigma

1283

σμυός· σκυθρωπός57 in vol. 4

sigma

1284

Σμυρναῖος· ἀπὸ Σμύρνης

sigma

1285

σμυρν)ῖον· τοῦ ἱπποσελίνου ὁ καρπός. καὶ αὐτὴ ἡ βοτάνη

sigma

1286

σμῦρ]ος· ὁ ἄρσην ἰχθῦς. καὶ ἡ θήλεια σμύραινα

sigma

1287

σμυρτή· σμυρτός

sigma

1288

σμῦς· ὁ μῦς

sigma

1289

σμύσσεται· ἀπομύσσεται

sigma

1290

σμυστία· ἡ πρόπολις. Λυσικράτη(ς)

sigma

1291

σμύχοιτο· ἀφανίζοιτο. κατακαίοιτο. φθείροιτο. τρύχοιτο

sigma

1292

σμύχει· φθείρει. τρύχει

sigma

1293

σμυχόμενον·

sigma

1294

σμύχων· τὰ αὐτά

sigma

1295

σμώγη· ῥανίς. τὸ τυχόν. Ἀμερίας βο(ύ)γλωσσον

sigma

1296

σμώδιγγες· μώλωπες, τραύματα

sigma

1297

σμῶδιγξ· ὕφαιμος μώλωψ, ὁ τῆς πληγῆς τύπος

sigma

1298

σμῶδιξ· μώλωψ, τὸ ἀπὸ πληγῆς οἴδημα. φλέψ, φλυκτίς

sigma

1299

σμώμενος· σμηχόμενος

sigma

1300

)μωσή· ἀνέμου πνοή

sigma

1301

σμωνθίοντα· τὰ ταρασσόμενα, ζέοντα, πομφόλυγας ποιοῦντα

sigma

1302

σμώχειν· ἐνεργεῖν μετὰ σπουδῆς

sigma

1303

σοάνα· ἀξίνη. Πάφιοι

sigma

1304

σοβάδες· ὑπερήφανοι. ἄστατοι. μαινόμεναι. [ἢ μιαινόμεναι]

sigma

1305

σοβαρεύεσθαι· ἐξιτήλως. ἔξω τοῦ δέοντος .....

sigma

1306

σοβαρεύεται· ἐπαίρεται

sigma

1307

σοβαρητικήν· σφοδράν

sigma

1308

σοβαρός· ὑπερήφανος, αὐθάδης. σεμνός· ἀπὸ τοῦ σέβας. ἢ συβαρὸς καὶ πλούσιος, ἀπὸ Συβαριτῶν

sigma

1309

σοβεῖν· διώκειν. τρέχειν. ἀπολαύειν

sigma

1310

σοβεῖται· διώκεται

sigma

1311

σοβῶν· τῶν σοβῶν. ἀφ’ οὗ καὶ τὸ σοβεῖν

sigma

1312

[Σόδομα· πήρωσις. τύφλωσις. ἢ στείρωσις. ἑστῶσα σιωπή. ὁμοίωμα.
ἔκκλισις. καὶ θεμέλιος]58 in vol. 4

sigma

1313

σόγχος· λάχανον ἄγριον

sigma

1314

σοιδηύδεις· βάκχαι. διὰ τὸ σεσοῆσθαι ἐν τῷ βακχεύειν. Σόος γὰρ ἡ ὁρμὴ καὶ φορά

sigma

1315

σοίθης· ψίθυρος. ἀλαζών. διάβολος

sigma

1316

σοίκιδες· κώνωπες

sigma

1317

σοῖο· τοῦ σοῦ

sigma

1318

σοῖσι· τοῖς σοῖς

sigma

1319

σοὶ πάντες μαχόμεσθα· διὰ σὲ πάντες μαχόμεθα

sigma

1320

*σόεις· σώζεις

sigma

1321

Σόλοι· πόλις

sigma

1322

σοκᾷ· βροχίζει. ὀχλεύει

sigma

1323

σολοικίζει· βαρβαρίζει

sigma

1324

σολοικισμός· ὅτε τις ἀτέχνως διαλέγεται

sigma

1325

σόλοικον· τὸ ἀμαθές

sigma

1326

σόλοικος· ἐπισεσυρμένος. ἀδιάφορος

sigma

1327

σολοιτύπος· μυδρακτύπος. καὶ χαλκός τις ἐν Κύπρῳ

sigma

1328

σόλον .......· αὐτοχώνευτον δίσκον, ἢ σιδηροῦν, ἢ κεχωνευμένον

sigma

1329

σόλον· δίσκον

sigma

1330

Σολουντίς· ἄκρα τῆς Λιβύης

sigma

1331

Σολύμοισιν· ἔθνη Σκυθῶν

sigma

1332

σομφόν· χαῦνον

sigma

1333

σομφώδεις· αἱ χαυνότεραι τῶν αἰγιαλῶν

sigma

1334

σοναρόν· ῥωμαλέον

sigma

1335

σόοι· σωτήριοι, ὑγιεῖς, ὁλόκληροι, σωζόμενοι

sigma

1336

σόος· σῶος, καὶ τὰ ὅμοια. καὶ ὁρμὴ πρὸς αὔξησιν

sigma

1337

σοοῦται· φεύγει, διώκεται

sigma

1338

σορδισμός· τὸ μὴ καθαρῶς διαλέγεσθαι, ἤτοι ἑλληνίζειν

sigma

1339

*σόρδιδον· ῥυπαρόν

sigma

1340

σορέλλη· σκῶμμά τι ἐπιχωριάζον εἰς τοὺς γέροντας, ἀπὸ τῆς σοροῦ59 in vol. 4

sigma

1341

[σορεύει· συνάγει]

sigma

1342

*Σό[ο]ρ· Τύρος

sigma

1343

[σορηδόν· ὁμοῦ, παρὰ τὸ σωρόν]

sigma

1344

σόρνιξα· εὔζωμον

sigma

1345

σορόα· παλι[ν]ούρου εἶδος

sigma

1346

σορός· μνῆμα, θήκη

sigma

1347

σορωνίς· ἐλάτη παλαιά

sigma

1348

σόσσος· ἡ διόπτρα. καὶ τὸ σταδιαῖον διάστημα

sigma

1349

σο· ἴθι, τρέχε, ὅρμα

sigma

1350

*σουγλάριον· ἐργαλοθήκη

sigma

1351

σούκινος· ὁ—εὐνοῦχος

sigma

1352

σοῦκλαι· φοινικοβάλανοι

sigma

1353

σουκοβάλανος· τὸ αὐτὸ Φοίνικες

sigma

1354

σούλαδ· περιέχεσθαι

sigma

1355

*σοῦν· σῶν, ὑγιές

sigma

1356

σούμωρος· κεχορτασμένος, πλήρης

sigma

1357

σουνεπτᾶσθαι· συνακολουθῆσαι

sigma

1358

Σουνιεύς· Σουνιῆς, δῆμος

sigma

1359

Σούνιον· ἀκρωτήριον τῆς Ἀττικῆς

sigma

1360

σοῦς· ἡ πόρευσις. ἄλλοι τὸ οὖς, ἢ δρόμος

sigma

1361

σούς· εἰς τὸ αὐτὸ συμφέρεσθαι60 in vol. 4

sigma

1362

σοῦσθε· ἴτε, ὁρμᾶτε

sigma

1363

σούσινον· τὸ ἐκ (κ)ρίνου μύρον

sigma

1364

σοῦσο· ἴθι, ὅρμα

sigma

1365

σοῦσο· ἔρχου, πορεύου

sigma

1366

σοῦται· ἔρχεται, πορεύεται, διώκεται. σώζεται

sigma

1367

σοφία· πᾶσα τέχνη, καὶ ἐπιστήμη

sigma

1368

*Σουφείρ· χώρα, ἐν ᾗ οἱ πολύτιμοι λίθοι, καὶ ὁ χρυσός, ἐν Ἰνδίᾳ

sigma

1369

σοφίης· τῆς περὶ τὴν τέχνην σχολῆς

sigma

1370

σοφίζεται· σοφόν τι λέγει. καὶ παρακρούεται λόγῳ

sigma

1371

σοφιστήν· πᾶσαν τέχνην σοφίαν ἔλεγον, καὶ σοφιστὰς τοὺς περὶ μουσικὴν διατρίβοντας καὶ τοὺς μετὰ κιθάρας ᾄδοντας

sigma

1372

σοφιστής· ἀπατεών, διδάσκαλος, πανοῦργος

sigma

1373

σοφός· φρόνιμος. φιλότεχνος, καὶ ἐξευρετικός. καὶ ὁ τῶν θείων ἔμ‐ πειρος

sigma

1374

σοφῶς· εὐτάκτως, καλῶς

sigma

1375

σοώμην· ὡρμώμην. [προάγουσα

sigma

1376

σπᾶ· φλοιὸς ῥίζης. ἢ ἐρυθρόδανον. ἢ τὸ φυτὸν τοῦ φοίνικος. καὶ ὄρ‐ γανον μουσικόν

sigma

1377

σπάδακες· κύνες

sigma

1378

σπαδάχηρ· σπαράττει

sigma

1379

σπάδιον· τὸ στάδιον

sigma

1380

σπαδόνα· τὸ σπάσμα. [ἢ τὴν εὐνοῦχον]

sigma

1381

σπάδων· ὁ εὐνοῦχος

sigma

1382

σπάζει· σκυζᾷ. Ἀχαιοί

sigma

1383

σπαθᾷ· τρυφᾷ, ἀναλίσκει, ἀσώτως καὶ ἀφειδῶς ἀλαζονεύεται

sigma

1384

*σπάθη· μάχαιρα, ξίφος

sigma

1385

σπαθατόν· τὸ ὀρθὸν ὕφος, σπάθῃ κεκρουμένον, οὐ κτενί

sigma

1386

σπάθημα· πύκνωμα, ἀπὸ τῶν ταῖς σπάθαις κατακρουόντων τὰ ὕφη61 in vol. 4

sigma

1387

σπαθητόν· γυναικεῖον

sigma

1388

σπαθίζεσθαι· μύρῳ ἀλείφεσθαι

sigma

1389

σπαθίνης· τῶν ἐλάφων τις οὕτω καλεῖται. ἢ ἡλικία[ν] ἐλάφου

sigma

1390

σπαθίς· ἱμάτιον σπάθῃ ὑφασμένον

sigma

1391

σπαθίσματα· τὰ σπαδονίσματα

sigma

1392

σπαθῶσι· σκορπίζωσιν

sigma

1393

σπαίρει· ἅλλεται, σκιρτᾷ, πηδᾷ. σκορπίζει. ψυχαγωγεῖ

sigma

1394

σπαιρόντων· τὴν ψυχὴν ἐκπνεόντων

sigma

1395

σπάκα· κύνα. ἢ σφίγξ

sigma

1396

σπάλαξ· εἶδος ἀρουραίου μυός, ἐκ γενετῆς τυφλοῦ. καὶ ἵππων εἶδος οἱ σπάλακες

sigma

1397

σπαλακία· νόσος ἡ περὶ τοὺς ὀφθαλμούς, πήρωσις

sigma

1398

*σπαράσιον· ὄρνεον, ἐμφερὲς στρουθῷ. ἔνιοι σκίψ

sigma

1399

*σπαύλαθρον· σκάλαυθρον

sigma

1400

σπαλύσσεται· σπαράσσεται, ταράσσεται

sigma

1401

σπά]νακα· ὀρίγανον

sigma

1402

σπανίαν· τὴν σπανιότητα. ὡς ὁσίαν, τὴν ὁσιότητα

sigma

1403

σπανίζεται· σκορπίζεται. ἀπορεῖ

sigma

1404

σπάνιον· ἀραιόν

sigma

1405

σπανόν· τίμιον, πολλοῦ ἄξιόν ἐστιν

sigma

1406

σπαραβάραι· οἱ γεῤ(ῥ)οφόροι

sigma

1407

σπαρασσόμεθα· ξεόμεθα. ταραττόμεθα

sigma

1408

σπαράγμασι· ξεσμοῖς. ταραχαῖς. ἀποβολαῖς. δαρμοῖς

sigma

1409

σπαργαί· ὀργαί. ὁρμαί

sigma

1410

σπαργᾶν· ὅτε οἱ μασθοὶ πλήρεις ὦσι γάλακτος

sigma

1411

σπάργανα· δεσμά. ῥάκη

sigma

1412

σπαργάνοις· δεσμοῖς. ῥάκεσι

sigma

1413

σπαργοῦσι· πλημμυροῦσιν. ἀποστάζουσιν62 in vol. 4

sigma

1414

σπαργῶν· ὁ πλήρης, καὶ δεόμενος ἐ(κ)κρίσεως

sigma

1415

σπαρνάς· σπανίους. ἀραιάς. διεσπαρμένας

sigma

1416

σπάρνιοι· ἐνθαλάττιοι πέτραι

sigma

1417

σπαρνόν· σπάνιον, ὀλίγον

sigma

1418

σπαρνοπόλιος· ὀλιγοπόλιος

sigma

1419

σπάρξαι· σπαργανῆσαι. σπαράξαι

sigma

1420

σπάρτα· σχοινία. ῥάμ(μ)ατα

sigma

1421

*σπαρτίου· ῥάμ(μ)ατος

sigma

1422

Σπάρτη· πόλις. καὶ στάθμη τεκτονική

sigma

1423

Σπάρτωλος· πόλις

sigma

1424

σπασμός· ἡ παλίῤῥοια. καὶ τὸ πάθος

sigma

1425

σπασ)άμενος· ἑλκύσας

sigma

1426

σπάσ)ατο· εἵλκυσεν. ἤγρευσεν

sigma

1427

σπάσωμεν· ἀγρεύσωμεν. ἑλκύσωμεν

sigma

1428

σπατάγγαι· οἱ μεγάλοι ἐχῖνοι οἱ θαλάσσιοι

sigma

1429

σπαταγγίζειν· ταράσσειν

sigma

1430

σπαταλᾷ· τρυφᾷ

sigma

1431

σπαταλᾷς· μαστιγωτιᾷς

sigma

1432

σπατείων· δερματίνων

sigma

1433

σπατίακτον· διεσπασμένον. καὶ εὔχροον

sigma

1434

σπατίζει· τῶν (σ)πατέων ἕλκει, τῶν δερμάτων, τῶν τιτθῶν

sigma

1435

σπατίλουροι· οἱ τὴν οὐρὰν εἰς τὴν σπατίλην ἐκτιθέντες

sigma

1436

σπατίλη· τὸ ὑγρὸν διαχώρημα

sigma

1437

σπάτος· δέρμα. σκύτος

sigma

1438

σπαύονθες Σαλαμίνιοι63 in vol. 4

sigma

1439

σπ]ιλάς· πέτρα[ς]

sigma

1440

σπεῖμα· σχοινίον

sigma

1441

*σπινθήρ· ἀκοντισμός. *..... πυρὸς ἀποβολαί

sigma

1442

σπείομεν· πορευθῶμεν. ἀκολουθήσωμεν

sigma

1443

σπεῖό μοι· ἐπακολούθησον, σύνελθέ μοι

sigma

1444

σπεῖος· σπήλαιον. σπύλων

sigma

1445

(Σπεῖρα)· οἱ πρὸς τῇ βάσει λίθοι. καὶ τῆς νεὼς σκεῦός τι. καὶ σύ‐ στρεμμα ἐκ σχοινίου, ἢ ῥάκη. καὶ ἱμάτια. καὶ ἱστία. ἄλλοι εἶδος ἱμα‐ τίου εὐμέγεθες γυναικείου

sigma

1446

σπεῖραι· σειραί. δράγματα. ἕλικες. καὶ τὰ μαλάγματα τῶν νεῶν

sigma

1447

σπείραμα· πλῆθος

sigma

1448

*σπεῖρα· πλῆθος. στράτευμα. [τάγματα. ἢ συστροφαί

sigma

1449

σπείρεσιν· αἱ ἐλυγαῖς τοῦ ὄφεως

sigma

1450

σπεῖρον· τὸ καλὸν ἱμάτιον, καὶ τὸ ῥακῶδες

sigma

1451

σπεῖσαι· ἐκχύσαι, προσενέγκαι, θῦσαι θεῷ

sigma

1452

σπέλεκτος· πελεκάν

sigma

1453

σπελλάμεναι· στειλάμεναι

sigma

1454

σπέλληξι· σπελέθοις

sigma

1455

σπένδαμνον· ξύλον

sigma

1456

σπένδεσθαι· θυσιάζεσθαι

sigma

1457

σπένδεται· θύεται

sigma

1458

σπένδομαι· θύομαι

sigma

1459

σπενδόμενος· ἀνατιθεὶς τῷ θεῷ

sigma

1460

σπέος· σπήλαιον, ἄντρον

sigma

1461

σπεργανῆσαι· σπαράξαι

sigma

1462

σπέργδην· ἐῤῥωμένως

sigma

1463

σπέργουλος· ὀρνιθάριον ἄγριον

sigma

1464

σπέργυς· πρέσβυς64 in vol. 4

sigma

1465

σπερηδών· εἴλησις, περιπλοκή

sigma

1466

σπέρμα πυρός· τὸ ἡμίκαυστον ξύλον. ἢ αὐτὸ τὸ πῦρ. ἢ βραχύ τι τοῦ πυρός. ἢ τὴν λαμπηδόνα. ἢ σπινθῆρα

sigma

1467

σπερματίας· ὁ μέγας σικυός

sigma

1468

σπερμολόγος· φλύαρος. καὶ ὁ τὰ σπέρματα συλλέγων. καὶ κολοιῶδες ζῶον

sigma

1469

σπερμονόμος· τὰ αὐτά

sigma

1470

σπέρξομαι· ὀργισθήσομαι

sigma

1471

σπερύνειν· σπείρειν. [θυμοῦσθαι. ἀπειλεῖν. διώκειν

sigma

1472

σπέρχει· σπουδάζει, σπεύδει

sigma

1473

*Σπερχειός· ποταμὸς Θεσσαλίας

sigma

1474

σπέρχειν· σπεύδειν. χαλεπαίνειν. θυμοῦσθαι. ἀπειλεῖν. ταράσσεσθαι

sigma

1475

σπερχνή· σπερχνοποιός

sigma

1476

σπερχνόν· σπουδαῖον. καὶ εἶδος ἱέρακος

sigma

1477

σπερχνός· ταχύς. σπουδαῖος. ἄγαν ἐγκείμενος πρός τι, ἢ ἐπειγόμενος

sigma

1478

σπερχόμενος· ἐπειγόμενος

sigma

1479

σπέρχοντες· ἐπείγοντες. θυμοῦντες

sigma

1480

σπερχυλλάδην κέκραγας· ἀγανακτήσας ὑλακτεῖς ἄγαν, παρὰ τὸ σπέρχεσθαι

sigma

1481

σπέρχων· ἐπείγων. κελεύων

sigma

1482

σπέσθαι· ἐπακολουθῆσαι

sigma

1483

σπέται· ἵσταται

sigma

1484

σπέτε· εἴπατε

sigma

1485

σπεύδεται· ἐριθ[ρ]εύεται, ἐρεθίζεται

sigma

1486

σπεύδων· σπουδάζων, ἐνεργῶν

sigma

1487

σπεύσαιτο· παρακαλέσειεν

sigma

1488

Σπευσανδρίδαι· γένος ἰθαγενῶν

sigma

1489

σπεῦσεν· ἔκαμεν, ἐταλαιπώρησεν, ἐκακοπάθησεν

sigma

1490

σπήλαιον· ἄντρον, σπέος

sigma

1491

σπηλόν· σκληρόν

sigma

1492

σπήλυγγες· τὰ κοῖλα τῆς γῆς, σπήλαια

sigma

1493

σπήσονται· συνέσονται

sigma

1494

σπίγγος· ἰχθῦς

sigma

1495

σπίγγον· σπίνον

sigma

1496

*σπίλα· στέμφυλα

sigma

1497

*σπιλάδες· μεμια(σ)μένοι65 in vol. 4

sigma

1498

σπιγνόν· μικρόν, βραχύ

sigma

1499

σπίδεος· μεγάλου. στρογγύλου. μακροῦ

sigma

1501

σπίδιον· τὰ αὐτά

sigma

1500

σπιδές· μέγα, πλατύ, εὐρύ

sigma

1502

σπιδνόν· πυκνόν, συνεχές, πεπηγός

sigma

1503

σπιδόεν· [μέλαν.] πλατύ. [σκοτεινόν.] πυκνόν. μέγα

sigma

1504

σπίζα· ὀρνιθάριον, στρουθῷ ἐμφερές

sigma

1505

σπιζία· τὰ ὄρνεα ἅπαντα

sigma

1506

σπιζίας· εἶδος ἱέρακος

sigma

1507

σπιζίτης· εἶδος αἰγιθαλοῦ ὀρνέου

sigma

1508

σπιθαμή· τὸ μέτρον, τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν διάστημα ἐκταθέν

sigma

1509

σπιθίαι· σανίδες νεώς

sigma

1510

σπίκανον· σπάνιον

sigma

1511

σπίλα· χορδαὶ ἐξ ἐντέρων

sigma

1512

σπιλάδες· αἱ περιεχόμεναι τῇ θαλάσσῃ πέτραι

sigma

1513

σπίλαξ· μῶλος ὁ πλατανώδης

sigma

1514

σπίλοι· αἱ ἐν τοῖς ἱματίοις κηλῖδες

sigma

1515

σπίλον Παρνα)σίαν· Ἴων Ὀμφάλῃ. οὐκ εὖ. σπιλάδες γὰρ πέτραι

sigma

1516

σπίλος· ῥύπος ἱματίου

sigma

1517

*σπῖδος· πρῖνος. κηλίς. πέτρα πωρώδης. χοιράς. γῆ κεραμική

sigma

1518

*σπίλη· συμπεφυκός. λεῖον

sigma

1519

σπίλων· τραχεῖς τόποι

sigma

1520

σπιλῶσαι· ῥυπῶσαι

sigma

1521

σπίνα· ὁ σπίνος

sigma

1522

σπινδεῖρα· ἄροτρον

sigma

1523

Σπίνθεος· ἄροτρον. Ἀπόλλων

sigma

1524

σπινθῆρες· ἀποβολαὶ πυρός

sigma

1525

σπινθία· εἶδος ὀρνιθαρίων, σπίνοι

sigma

1526

σπίσονται· συνῶνται

sigma

1527

σπλάγχνα· ἧπαρ, ἔγκατα, καὶ τὰ ἐντὸς τῶν ζώων66 in vol. 4

sigma

1528

σπλαχρός· μεμιασμένος

sigma

1529

σπλεκοῦν· πλησιάζειν, συνουσιάζειν, περαίνειν

sigma

1530

σπληδώ· σποδὸς λεπτή, κόνις

sigma

1531

σπλῆνες· οἱ ὑπὸ τῷ λέβητι ἕλικες. καὶ παρὰ τοῖς ἰατροῖς τὰ ἐπιμήκη ὀθόνια

sigma

1532

σπογγία· σπογγώδη

sigma

1533

σπόγγος· σπογγίον

sigma

1534

σποδεῖν· παίειν, συγγίνεσθαι

sigma

1535

σποδεῖσθαι· περαίνεσθαι

sigma

1536

σποδέοντο· ἐμάχοντο, ἐτύπτοντο

sigma

1537

σποδιά· κόνις, σποδός

sigma

1538

σποδησιλαύρα· ἡ τὰς ὁδοὺς τρίβουσα, ἢ ἐν τοῖς ὁδοῖς τριβομένη

sigma

1539

σπόδισον· ὄπτησον, φλέξον

sigma

1540

σποδός· κόνις. τέφρα. ἀφόδευμα

sigma

1541

σποδούμενος· τυπτόμενος. καὶ τὰ ὅμοια

sigma

1542

σπολάς· χιτωνίσκος βαθὺς σκύτινος, ὁ βύρσινος θώραξ

sigma

1543

σπόλια· τὰ παρατιλλόμενα ἐρίδια ἀπὸ τῶν σκελῶν τῶν προβάτων

sigma

1544

σπολεῖσα· σταλεῖσα

sigma

1545

σπόμενοι· μετελθόντες

sigma

1546

σπονδαί· εὐχαί. συνθῆκαι

sigma

1547

σπονδεῖον· ἀγγεῖον, ἐν ᾧ τοῖς εἰδώλοις οἶνον ἐπέσπενδον· λοιβεῖον, ἐν ᾧ ἔλαιον

sigma

1548

σπονδή· ὁ ἐπιχεόμενος ταῖς θυσίαις οἶνος. συνθήκη. ὅρκος

sigma

1549

*σπονδεῖα· ἀγγεῖα, δι’ ὧν σπένδουσι

sigma

1550

σπόνδικες· οἱ τὰς σπονδὰς χέοντες

sigma

1551

σπονδύλ]η· ἡ γαλῆ παρ’ Ἀττικοῖς

sigma

1552

σπόπια· πέμμα, ὅ τινες στατίας

sigma

1553

(Σπ)οράδες· Κυκλάδες νῆσοι ἐν τῷ Αἰγαίῳ

sigma

1554

σποράδην· ἐσπαρμένως. ἢ ἐν διαφόροις

sigma

1555

σπορευτής· σπορεύς

sigma

1556

σποργαί· ἐρεθισμοὶ εἰς τὸ τεκεῖν67 in vol. 4

sigma

1557

σπόρθυγγες· αἱ συνεστραμμέναι μετὰ ῥύπου τρίχες

sigma

1558

σπορθύγγια· τρίβολα. τὰ διαχωρή(μα)τα τῶν αἰγῶν, ἅ τινες σπυρά‐ δας καλοῦσιν

sigma

1559

σπορτία· ἑορτὴ ἀγομένη .....

sigma

1560

[σπόρτουλον· τόκον]

sigma

1561

σπούδαξ· ἀλε[κ]τρίβανος

sigma

1562

σπουδαρχαιρεσίαι· οἱ περὶ τὰ ἀρχαιρέσια σπουδάζοντες

sigma

1563

σπουδαρχίαι· κατὰ σπουδὴν ἄρχοντες

sigma

1564

σπούδασμα· σπουδή

sigma

1565

σπουδή· ἡ συνήθης ἡμῖν σπουδή. οἷον
(σπουδῇ νῦν) ἀνάβαινε· μετὰ τάχους

sigma

1566

σπύγγας· ὄρνις

sigma

1567

σπυρθίς· ......

sigma

1568

σπυρθίζειν· σπᾶσθαι. καὶ ἀγανακτεῖν. πυδαρίζειν. καὶ σφύζειν

sigma

1569

σπυρίς· τὸ τῶν πυρῶν ἄγγος

sigma

1570

σπυρίχνιον· πλεκτόν τι ἐξ οἰσυῶν

sigma

1571

σπύραθοι· τῶν προβάτων καὶ αἰγῶν ἡ κόπρος

sigma

1572

σπυρ]ούς· πυρ[ρ]ούς

sigma

1573

στ(.)αβαλοκόμαν· οὐλοκόμην

sigma

1574

σταβατῖναι· κωπεῶνες

sigma

1575

σταβεύς· κωπεών

sigma

1576

σταβόλιχον· εὔστραβον

sigma

1577

στάγην· κάρδοπον

sigma

1578

σταγόνες· ῥανίδες. θυγατέρες68 in vol. 4

sigma

1579

σταγρόν· ξηρόν. θερμόν. ἀκμαῖον

sigma

1580

σταγών· ἐν τοῖς μεταλλικοῖς τὸ καθαρὸν σιδήριον, ὃ(θεν) καὶ στα‐ γονόθαλπον τὸν διαιροῦντα ταῦτα καλοῦσιν

sigma

1581

σταδαῖα· ἑστηκότα. ὄρθια

sigma

1582

σταδαῖον μέλος· τὸ πρᾷον

sigma

1583

*στάδιον· γυμνάσιον. καὶ τόπος μέγας ἁπλοῦς καὶ ὁμαλός. ἢ μέτρον χωρίου

sigma

1584

*στάζει· ῥέει

sigma

1585

σταδία· ἡ λυχνία

sigma

1586

σταδίη· ἡ συστάδην καὶ ἐκ χειρὸς μάχη, ἢ ἐκ συστάσεως καὶ ἐκ δια‐ δρομῆς

sigma

1587

σταδινόν· παρὰ Δίωνι πολίτην

sigma

1588

στάδιον· τέλειον, βραβεῖον, ἐπινίκιος δόξα

sigma

1589

στάδιος χιτών· στατὸς θώραξ

sigma

1590

[σταθέν. μένος· τεκμαιρόμενος, συλλογιζόμενος, στοχαζόμενος]

sigma

1591

σταθερόν· βέβαιον, ἰσχυρόν, ἑδραῖον. ἄλλοι δὲ τὸ ὑποστατικόν. οἱ δὲ μεσημβρινόν, ἢ ἑστηκός. ἔνιοι θερμόν, καθαρόν, γαληνόν, εὔδιον

sigma

1592

σταθερήν· τὴν μεσημβρινὴν ὥραν, τὴν θερμήν, ὡς Πλάτων

sigma

1593

σταθεύειν· πυροῦσθαι

sigma

1594

σταθεῦσαι· τὸ τῷ πυρὶ ἡσυχῇ χλιᾶναι κρέας, καὶ τὸ ὀπτῆσαι

sigma

1595

σταθευτός· πεφλογισμένος ἠρέμα

sigma

1596

σταθμά· θύρετρα. τάλαντα

sigma

1597

σταθμ[ί]ά· φλ[ο]ιαί

sigma

1598

*σερπενδιβίλουμ, βὲλ πλουμβίνουμ. Ῥωμαϊκῶς

sigma

1599

στάθμη· σπάρτος, ἐν ᾗ ἀπορθοῦσιν οἱ τέκτονες· ὅθεν καὶ σταθμή‐ σασθαι τὸ ἀπορθῶσαι λέγεται. ἢ κανών, καὶ τὸ ἐν τῷ διαβήματι μολιβοῦν σκεῦος. καὶ ξύλον ναυπηγήσιμον

sigma

1600

σταθμηλάται· ἐξῶσται νεῶν69 in vol. 4

sigma

1601

σταθμήσας· ἐν ζυγῷ στήσας

sigma

1602

Σταθμία· ἐπίθετον Ἀθηνᾶς

sigma

1603

σταθμήσασθαι· συμβαλεῖν, εἰκάσαι

sigma

1604

σταθμοί· ἐπαύλεις, ὅπου ἵστανται ἵπποι καὶ βόες. καὶ στρατιωτικὴ κατάλυσις. καὶ ἡ τῶν θυρῶν παράστασις. καὶ τὰ ἑκατέρωθεν τῶν θυ‐ ρῶν ξύλα, ἃ νῦν πήγματα καλοῦμεν

sigma

1605

*σταθμηότα· λέγεται πολὺ ἀφεστηκότα

sigma

1606

σταθμόνες· φλιαί

sigma

1607

σταθμὸν ἔσχατον· ......

sigma

1608

σταθμοῦχος· ὁ τῆς οἰκίας κύριος. καὶ ξενοδόχος

sigma

1609

*στατήρ· τετράγραμμον, ἤγουν ἥμισυ οὐγγίας

sigma

1610

σταθμῶν· τῶν τῆς θύρας παραστατῶν, ἢ μανδρῶν, ἢ τόπων ἔνθα ἀναπαύεταί τις

sigma

1611

*στενάζειν· λυπεῖν. τινὲς δὲ πατάξαι τὸ ἱερὸν ὀστοῦν. ἄλλοι παίειν ἁπλῶς. οἱ δὲ καταμανθάνειν τὰ στήθη

sigma

1612

σταινίον· τὸ ἱερὸν ὀστοῦν, καὶ τὸ ὑπογάστριον

sigma

1613

σταιρόν· ξηρόν. θερμόν. ἄκρατον

sigma

1614

σταῖς· φύραμα ἀλεύρου πυροῦ

sigma

1615

σταιτήϊα· πέμματος εἶδος

sigma

1616

στα)τίας· ἄρτου εἶδος

sigma

1617

σταιτική· ἕστηκας

sigma

1618

στακτήν· τὸ ἀπὸ σμύρνης γινόμενον

sigma

1619

στα)τικόν· πεμμάτιον πλακουντῶδες. ἄλλοι δὲ ἀγγεῖα διυλίζοντα Νειλῶον ὕδωρ

sigma

1620

στακτόν· τὸ διυλισμένον

sigma

1621

σταλαγεῖ· μαρμαρύσσει

sigma

1622

σταλαγμός· σταγών, ῥανίς

sigma

1623

σταλάσσων· στάζων

sigma

1624

σταλείς· πεμφθείς70 in vol. 4

sigma

1625

σταλεηδόνες· σταλαγμοί

sigma

1626

στάλη· ταμεῖον κτηνῶν. ὁ σταλός

sigma

1627

σταλῆναι· ἐλθεῖν. ἡτοιμάσ(θ)αι

sigma

1628

σταλίδας· τοὺς κάμακας, ἢ χάρακας

sigma

1629

σταλίζομαι· ἐπὶ τῆς στήλης τρόπον ἕστηκας

sigma

1630

στάλικες· πάσσαλοι. ξύστραι. στῆλαι

sigma

1631

στάλιξ· ξύστρα. ἢ πάσσαλος

sigma

1632

σταμάγορις· ὅταν ἐν ὑφῇ πλείονες συστραφῶσι στήμονες

sigma

1633

σταμίνες· παραστάται, καὶ τὰ ἐπὶ τῆς σχεδίας ὀρθὰ ξύλα, πρὸς ἃ αἱ σανίδες προσηλοῦνται, ἢ πάσσαλοι. παρὰ τὸ ἑστάναι

sigma

1634

σταμν]ίον Θάσιον· κεράμειον ἀγγεῖον

sigma

1635

στάμνος· ὑδρία, κάλπη. κάλαθος

sigma

1636

σταμνοῦροι· οἱ τοῖς ἐφήβοις προστιθέμενοι ἐλαίου στάμνοι

sigma

1637

στάνει· τείνεται. συμβέβυσται

sigma

1638

στάνης· δύστηνος

sigma

1639

σταρεῖ· βάπτει

sigma

1640

[σταρτήμας· τὰ σίτη ἄλευρον γεγενημένα. ἡ γὰρ ζύμη στέαρ λέ‐ γεται]

sigma

1641

στάρτοι· αἱ τάξεις τοῦ πλήθους

sigma

1642

στασάμενον· δανεισάμενον

sigma

1643

στασάνη· ἐγγύη, ὑποθήκη

sigma

1644

στασιάζει· θόρυβον κινεῖ, ἀτακτεῖ

sigma

1645

στάσιμον ἦθος· βέβαιον, στερεόν

sigma

1646

στάσις· θέσις. χορός. συνέδρα. ἐργαστήριον

sigma

1647

στασιῶται· οἱ ἐκ τῆς αὐτῆς τάξεως

sigma

1648

στατά· μακρά

sigma

1649

[στατεύει· θάλπει]

sigma

1650

στατή· πάρνη. κάρδοπος

sigma

1651

στατήρ· τετράγραμμος71 in vol. 4

sigma

1652

στατῆρσι προστιθέντες· ὑπὲρ στατήρων ὁρ[γ]ιζόμενοι, συνθήκας τιθέντες περὶ στατῆρος. ἐλέγετο δὲ καὶ τὸ χρυσίον στατήρ

sigma

1653

στατιαῖον· τὸ πενταμνοῦν. καὶ δι]στάτους τυροὺς τοὺς δε‐ κάμνους

sigma

1654

στατίδας· ναύτας εἰς πόλεμον

sigma

1655

στατίζονται· ἱερῶνται. αὐλίζονται, ἵστανται

sigma

1656

στατίζουσι· στάσιν ἔχουσιν

sigma

1657

στατίνη· ἡ ἐκ στέατος πεποιημένη καὶ ἁπλῆ

sigma

1658

[στ]ατιῶν· τὸ τῆς φύσεως ὅπερ ἐξέστη κατὰ φυλάς]

sigma

1659

)τάτοι· ἀρχή τις

sigma

1660

)τάτος· σκάφη. ἄλλοι δὲ τὰς πέντε μνᾶς

sigma

1661

στατὸς ἵππος· ὁ ἐπὶ φάτνῃ τρεφόμενος καὶ [ἐξ]εστηκὼς ἐπὶ πολὺν χρόνον

sigma

1662

στάτρια· ἐμπλέκτρια

sigma

1663

σταυνίξ· ἱέραξ

sigma

1664

σταυροί· οἱ καταπεπηγότες σκόλοπες, χάρακες, καὶ πάντα τὰ ἑστῶτα ξύλα, ἀπὸ τοῦ ἑστάναι

sigma

1665

*σταυρούς· ἐκ τοῦ εἰς τὴν αὔραν ἵστασθαι

sigma

1666

σταυροτύπως· σταυροειδῶς

sigma

1667

σταύρου· σταύρωσον

sigma

1668

στάφος· σκάφος. λεκάνη

sigma

1669

σταφύλη· ὁ διαβήτης, ἀπὸ μέρους. ἐπεὶ σταφύλη καταχρηστικῶς ἐλέ‐ γετο ἡ τοῦ διαβήτου μέση κρεμαμένη μολυβίς, ἐπὶ (?) δὲ κανόνα ἀποδέδωκεν. ἔστι δὲ ἡ μολυβὶς ἡ καθιεμένη διὰ τοῦ διαβήτου κανὼν λα.ξοϊκός, ἐν ᾧ σταθμίζουσι τοὺς λίθους, ὅ ἐστιν ἀπορθοῦσιν.
5Ἀττικοὶ δὲ τὴν ἐν τῷ στόματι κίονα σταφυλήν· βότρυν δὲ καὶ ὀπώραν τὴν ἀπὸ τῆς ἀμπέλου. τινὲς δὲ τοῦ ζυγοῦ τὸ μέσον

sigma

1670

σταφυλίζειν· τὸ συνιάζειν τὰς ὤας τοῦ ἱματίου

sigma

1671

σταφυλῖνος ἄγριος· ὃν ἔνιοι κέρας καλοῦσι. καὶ ζῶον ἡλίκον σφονδύλῃ

sigma

1672

σταφυλοβολεῖον· μέρος τι τῆς ληνοῦ72 in vol. 4

sigma

1673

σταφυλοδρόμοι· τινὲς τῶν Καρνεατῶν, παρορμῶντες τοὺς ἐπὶ τρύγῃ

sigma

1674

στάχυς· ἰατρικὸς ἐπίδεσμος. καὶ πόα τις. καὶ τῆς σιτηρουσίας ἡ ἔκφυ‐ σις. καὶ παρὰ τοῖς ναυπηγοῖς τὸ ἐπὶ τῆς φάλαγγος μεριζόμενον

sigma

1675

στέαρ· λίπος. ζύμη

sigma

1676

*στέζας· ἐμῆς

sigma

1677

στέατα· ἄλευρα. ζύμη

sigma

1678

στέατος· λίπους

sigma

1679

στεγανίσαι· στέγῃ ὑποδεχθῆναι

sigma

1680

στεγανόμιον· τὸν μισθὸν τὴν διδόμενον ὑπὲρ τῆς μονῆς τῷ παν‐ δοκεῖ

sigma

1681

στεγανόν· στεινότερον, τὸ δυνάμενον στέγειν τοὺς λόγους καὶ μὴ ἐξαγγέλλειν. στενὸν δὲ ἢ πυκνόν, σφιγκτόν, συνεχές

sigma

1682

στεγανόποδες ὄρνιθες· οἱ ἐν ὕδατι τρεφόμενοι καὶ διατρίβοντες, καὶ τοὺς πόδας ἔχοντες στεγανούς, ἤτοι δέρματι ἐνειλημμένους

sigma

1683

στεγανώματα· τὰ ἐν τοῖς τοίχοις, οἱ λεγόμενοι σύνδεσμοι

sigma

1684

στεγανώτερον· σιωπηλότερον

sigma

1685

στεγαστήρ· τὸ θρίωπον ἕψημα

sigma

1686

στέγει· κρύπτει, συνέχει. βαστάζει, ὑπομένει

sigma

1687

στεγῖτιν· τὴν πόρνην

sigma

1688

στεγ)ὴ γαστήρ· ......

sigma

1689

στεγναί· στερεαί

sigma

1690

στεγνοῖ· στερονεῖ. ταπεινοῖ

sigma

1691

στεγνόν· στενόν, πενιχρόν

sigma

1692

στέθματα· τὰ στέμματα

sigma

1693

στείβει· ὁδεύει, πατεῖ

sigma

1694

στειβεύς· ὁδευτής

sigma

1695

στειβομένη· πατουμένη. στείβοντες δὲ οἱ περιπατοῦντες· ἀφ’ οὗ καὶ ὁ πλύτης στειβεύς

sigma

1696

στεῖλαι· συστεῖλαι. ἀποστεῖλαι

sigma

1697

στειλαμένη· παραψησαμένη73 in vol. 4

sigma

1698

στειλάμενοι· συστείλαντες. πλεύσαντες

sigma

1699

στειλάμενος· ὁμοίως

sigma

1700

στεῖλαν· συνέστειλαν

sigma

1701

στειλέαν· τὴν μακρὰν ῥάφανον. Ἀντιφάνης ἐν Κιθαρωδῷ

sigma

1702

στειλε)ή· τοῦ πελέκυος ἡ ὀπή, εἰς ἣν ἐντίθεται τὸ ξύλον

sigma

1703

στείνεα· ἡ στενοχωρία

sigma

1704

στείνομαι· ὀδυνῶμαι, στένω

sigma

1705

στεινόν· λεπτόν. στενόχωρον

sigma

1706

στείνοντο· ἐστενοχωροῦντο

sigma

1707

στεῖνος· στένωμα, στενοχώρημα

sigma

1708

στείνων· ὡραϊστής, καὶ ἐπ’ αὐτῷ ἀρέσκων

sigma

1709

στεινωπόν· στενόν. ἢ τὸν ὑπὸ τὴν Σκύλλαν καὶ Χάρυβδιν τόπον στενὸν ὄντα

sigma

1710

στεινωπός· στενὸς τόπος

sigma

1711

στείομεν· στῶμεν

sigma

1712

στείοντες· ἱστάμενοι

sigma

1713

στεῖρα· ἡ ἄτοκος. καὶ τὸ ἐξέχον τῆς πρώρας ξύλον κατὰ τὴν τρόπιν

sigma

1714

Στειριεῖς· δῆμος φυλῆς τῆς Πανδιονίδος

sigma

1715

στείρωμα· τρόπις

sigma

1716

στεῖχε· ἴθι, πορεύου

sigma

1717

στείχειν· πορεύεσθαι

sigma

1718

στείχωμεν· πορευθῶμεν

sigma

1719

στελεόν, οὐδετέρως· τὸ τοῦ πελέκυος ξύλον

sigma

1720

[στέλγει· ξύστρα

sigma

1721

στελγίς· ξυστρίς]

sigma

1722

στελέχια· πρεμ(ν)ία

sigma

1723

στέλεχος· κορμὸς ξύλου, κλάδος

sigma

1724

στελίς· ... περὶ φυτῶν τὴν [ε]ἰξέαν ὑπὸ Εὐβοέων

sigma

1725

στελλάνδρα· ἡ κόρη

sigma

1726

*στέλλα· ζῶσμα

sigma

1727

στέλλει· πέμπει. στολίζει. ὁρμᾷ

sigma

1728

στέλλεται· φοβεῖται. καὶ στέλλεσθαι· ......74 in vol. 4

sigma

1729

στέλλοιμι· πέμποιμι, καὶ ἀποστέλλοιμι

sigma

1730

στέλμα· στέφος, στέμμα

sigma

1731

στελμονία(ι)· ζώματα

sigma

1732

στελύπην· ἀσφόδελον

sigma

1733

στεμβάζειν· λοιδορεῖν, χλευάζειν

sigma

1734

στεμβάσεις· λοιδορίαι

sigma

1735

στέμμα· στεφάνωμα

sigma

1736

στεμ)ατιαῖον· δίκηλόν τι ἐν ἑορτῇ πομπέων δαίμονος

sigma

1737

στέμφυλα· τὰ πταίσματα τῶν ἐλαιῶν. οἱ δὲ τὰς ἀπυρήνους ἐλαίας. καὶ τῶν σταφυλῶν τὰ ἐκπιέσματα

sigma

1738

[στεναγήν· πεπυκνωμένην]

sigma

1739

στεναγμός· λύπη

sigma

1740

[στεναγώτερον· πεπυκνωμένον]

sigma

1741

στενάσαι· τινὲς πλῆξαι καὶ παῖσαι· οἱ δὲ ........ στένιον τὸ στῆθος

sigma

1742

στεναχεῖλαι· δαμάζεσθαι

sigma

1743

στεναχίζετο· ἀνέστενεν

sigma

1744

στενάχοντι· στένοντι

sigma

1745

στένει· δυσπαθεῖ. στενοχωρεῖται. στενάζει

sigma

1746

[στενόεσ)α· στενακτική]

sigma

1747

στενολεσχεῖ· στενολογεῖ

sigma

1748

στενολεσχία· μικρολογία, λεπτολογία, ὀλίγη ὁμιλία

sigma

1749

στενόπορος· στενὴ ὁδός

sigma

1750

[στενοτυπούμεναι·] εἰς τὰ στήθη κοπτόμεναι, στερνοτυπού‐ μεναι

sigma

1751

Στέντορι εἰσαμένη· τῷ Στέντορι ὁμοιωθεῖσα

sigma

1752

στενυγρόν· εὐριπῶδες, στενόν, καὶ συριγγῶδες

sigma

1753

στένων· στενάζων

sigma

1754

στενωπός· ἡ ἀγυιά, καὶ πλατεῖα, καὶ ἄμφοδος

sigma

1755

στενωπῷ· στενότητι τόπων. ἢ ῥύμῃ

sigma

1756

στεπτήρια· στέμματα, ἃ οἱ [ο]ἱκέται ἐκ τῶν κλάδων ἐξῆπτον75 in vol. 4

sigma

1757

στέργει· φιλεῖ, ἀγαπᾷ

sigma

1758

στεργάνος· κόπρων

sigma

1759

στέργηθρον· φίλτρον. καὶ πόα τίς

sigma

1760

στέργουσιν· ἀγαπῶσιν

sigma

1761

στερεαί· τινὲς τῶν δικαστικῶν ψήφων. [ἄλλοι δὲ ἀστέρας

sigma

1762

στερέμνιον· στερεόν, ἰσχυρότατον

sigma

1763

στερεόν· καταπληκτικόν. [ποικίλον

sigma

1764

στερηναῖα, ὁδός, ἢ Ἱπποκόον τί· ἡ πολεμία, καὶ στερητικὴ τῶν πάντων, οἷον [στερνοτύπη καὶ στερναία]· ἢ ἀπειθὴς ἀπὸ τῶν στρη‐ νιώντων ἵππων

sigma

1765

στέρησις· ἀποστέρησις, ἁρπαγή

sigma

1766

στερθέμεν· στερηθῆναι

sigma

1767

στερίσκω· ἀποστερῶ

sigma

1768

στεριφευομένη· παρθενευομένη

sigma

1769

στερίφη· στεῖρα, μὴ τεκοῦσα, μηδὲ τίκτουσα

sigma

1770

στερίφοις· ἀνισχύροις. ἀγόνοις, στείροις

sigma

1771

στεριφώτερον· ἀνισχυρότερον. μὴ στερεώτερον

sigma

1772

στέρνα· στήθη

sigma

1773

στέρνιξ· ἐντεριώνη

sigma

1774

στερνόμαντις· ὁ ἐνγαστρίμυθος. Πύθων

sigma

1775

στέρνον· στῆθος. διάνοιαν, φρένα

sigma

1776

στερνοτυπούμενοι· εἰς τὰ στήθη κοπτόμενοι

sigma

1777

στερνοτύπτης· ὁ τὸ στῆθος τύπτων

sigma

1778

στεροπή· ἀστραπή. αὐγή

sigma

1779

στεροπηγερέτα Ζεύς· ὁ τὰς ἀστραπὰς συναγείρων. [ἀστραπή]

sigma

1780

στεῤῥόν· ἰσχυρόν, ἀσφαλές, βέβαιον

sigma

1781

στερφίνα· δερματίνη· οἱ δὲ δέρματα ὄνεια· οἱ δὲ στεῖρα, ἢ σκληρά

sigma

1782

στέρφνιον· σκληρόν, στερεόν

sigma

1783

στέρφος· δέρμα, βύρσα76 in vol. 4

sigma

1784

στερχανά· περίδειπνον. Ἠλεῖοι

sigma

1785

στέρψανον· ἀξίνη, πέλεκυς

sigma

1786

στεῦτο· κατὰ διάνοιαν ἵστατο καὶ διωρίζετο, ἢ διεβεβαιοῦτο

sigma

1787

στεφάναι· αἱ τῶν βωμῶν ὠλέναι. καὶ τείχους ἐπάλξεις καὶ πύργων. καὶ αἱ τῶν βλεφάρων ἀπολήξεις. καὶ περικεφαλαίας .....

sigma

1788

στεφάνη· ὄρους ἐξοχή. καὶ εἶδος περικεφαλαίας ἐξοχὰς ἐχούσης. καὶ κόσμος γυναικεῖος

sigma

1789

στεφανίσαι· στεφανῶσαι

sigma

1790

στεφανίων· εἶδος κολοιοῦ

sigma

1791

στέφανον ἐκφέρειν· ἔθος ἦν, ὁπότε παιδίον ἄῤῥεν γένοιτο παρὰ Ἀττικοῖς, στέφανον ἐλαίας τιθέναι πρὸ τῶν θυρῶν· ἐπὶ δὲ τῶν θη‐ λειῶν ἔρια διὰ τὴν ταλασίαν

sigma

1792

*στέφανος ........· τῶν πνευματικῶν χαρισμάτων ὁ στέφανος

sigma

1793

στέφανος πολέμοιο· μεταφορικῶς, ἀπὸ τῆς στεφάνης, ὅ ἐστιν περί‐ βλημα κεφαλῆς γυναικεῖον

sigma

1794

στεφανοφορέοντα· ἀπ’ οἴκου τινὸς καλουμένου Στεφανηφόρου

sigma

1795

στεφάνωμα· τὸν λωτόν, διὰ τὸ πάντα τὰ φυλλώδη καὶ ποώδη στε‐ φανώματα λέγεσθαι

sigma

1796

στέφεα· στεφῶνες. ἐν Ὀποῦντι τόπος στεφάνων καλεῖται

sigma

1797

στέφει· κοσμεῖ, στεφανοῖ

sigma

1798

στέφεται· στεφανοῦται, κοσμεῖται

sigma

1799

στεφέτην· ἱκέτην

sigma

1800

στεφέων· στεφάνων

sigma

1801

στέφη· στέμματα. ἀπαρχαί, ἀρχαί

sigma

1802

στέφος· τὰ αὐτά

sigma

1803

στεφών· ὑψηλός, ἀπόκρημνος

sigma

1804

στέψαι· πληρῶσαι. στεφανῶσαι. κεράσαι. κυκλῶσαι

sigma

1805

στῆ· παρέστη, ἔστη

sigma

1806

στηβύσσειν· ἀδολεσχεῖν

sigma

1807

στῆ δὲ παρέξ· παρέστη δὲ ἐκτός

sigma

1808

στηδόν· γλαυκόν

sigma

1809

στήθεσ)ι λασίοισι· πεπυκνωμένοις λογισμῷ καὶ εὐψυχίᾳ

sigma

1810

στηθίας· ὄρνις ποιός77 in vol. 4

sigma

1811

στῆθος· τὸ ἐν τῇ θαλάσσῃ πρόσχω[σ]μα. καὶ τὸ ὑπὸ τοὺς ποδῶν δακτύλους στηθύνιον

sigma

1812

στῆλαι· οἱ λίθοι τοῦ τείχους οἱ προεστῶτες κάτωθεν πρὸς ἀντέρεισμα. καὶ θεμέλιοι

sigma

1813

στήλας διστόμους· τινὲς τὰς Ἡρακλείους στήλας· ἔνιοι αὐτὰς νή‐ σους εἶναί φασιν, οἱ δὲ προσχώματα, οἱ δὲ τῶν ἠπείρων ἄκρας, οἱ δὲ πόλεις. καὶ οἱ μὲν δύο, οἱ δὲ τρεῖς, οἱ δὲ μίαν, οἱ δὲ τέσσαρας

sigma

1814

στήληκα· τὴν νύσσαν

sigma

1815

στηλίδια· οἱ τεθειμένοι ὅροι

sigma

1816

στηλίτας· οὕτως ἐκάλουν Ἀττικοί, οἵτινες ἐπ’ αἰτίᾳ τινὶ (ἐ)στηλογρά‐ φησαν

sigma

1817

στηλιτευθείσης· φανερωθείσης, δημοσιευθείσης

sigma

1818

στηλιτεύοιντο· καταβάλλοιντο

sigma

1819

στηλιτεύοντος· καταβάλλοντος

sigma

1820

στηλιτεῦσαι· ἐπὶ στήλης γράψαι, θριαμβεῦσαι, δημοσιεῦσαι, παρα‐ δειγματίσαι

sigma

1821

στῆμα· ἐν ναυτικοῖς ὀνόμασιν ἀναγέγραπται. καὶ ἐπὶ φυτοῦ τίθεται. καὶ τὰ ὅμοια

sigma

1822

στημνίον· ὃ ἡμεῖς κατάστημον ἢ πολύστημον

sigma

1823

στημονίας κικίννους· τοῖς στήμοσιν ὁμοίους

sigma

1824

στῆναι· χαλεπῶς ἢ σκληρῶς ἔχειν

sigma

1825

στήνια· ἑορτὴ Ἀθήνησιν καὶ ....... διασκώπτουσι καὶ λοιδοροῦσιν

sigma

1826

στήνιον· στῆθος

sigma

1827

στηνιῶσαι· βλασφημῆσαι, λοιδορῆσαι

sigma

1828

στῆρα· τὰ λίθινα πρόθυρα

sigma

1829

*στήριον· ἱέρακι. Σέλευκος

sigma

1830

στήριγγες· ἐρείσματα. οἱ δὲ τὸ δίκρουν, ὅπερ ὑποτιθέασι τῷ τῆς ἁμάξης ζυγῷ. οἱ δὲ βάκτρον

sigma

1831

στῆ ’ ἀντασχομένη· τὰς χεῖρας ὑπὸ τὸ πρόσωπον ἀνατείνασα

sigma

1832

.στηριγμένον· ἱστάμενον78 in vol. 4

sigma

1833

στηρίξαι· στῆσαι, ἐνερεῖσαι, ἁρμόσαι. ἐγγίσαι. κρύψαι

sigma

1834

στῆσαι· καθίσαι. πληρῶσαι

sigma

1835

στήσασθαι· τὸ δανείσασθαι οὕτως ἔλεγον. ἐπὶ σταθμῷ γὰρ πάλαι ἐδάνειζον. καὶ στάσιμον τὸ δεδανεισμένον

sigma

1836

στῆσεν· ὥρμισεν

sigma

1837

στησίφυλλον· τηλέφιλον τὸ φυτόν

sigma

1838

στήτα· γυνή

sigma

1839

στῖα ψήφους· οἱ δὲ στίας. δηλοῖ δὲ καὶ στενοχωρίαν, καὶ λιθοκο‐ νίαν

sigma

1840

*στήτην· ἔστησαν, δυϊκῶς

sigma

1841

στιάζει· λίθοις βάλλει

sigma

1842

στιβαρόν· εὔρωστον, βαρὺ εὔτονον, στεῤῥόν, ἰσχυρόν

sigma

1843

στιβάς· ἀπὸ ῥάβδων καὶ χλωρῶν χόρτων στρῶσις, καὶ φύλλων. ἢ χαμαικοίτη

sigma

1844

στιβδός· μαστιγίας. δραπέτης

sigma

1845

στιβεύειν· ἰχνεύειν, πατεῖν, πορεύεσθαι. καὶ στείβειν ὁμοίως

sigma

1846

στίβη· ψῦχος, πάχνη·
μή με δαμάσσῃ[ς]
στίβη ὑπηοί(η) δηλοῖ δὲ τὴν πρωϊνὴν δρόσον, καὶ τὸ ψῦχος

sigma

1847

στίβη· ἀ(νδ)ράχνη. καὶ χρῶμα μεταλλικὸν μέλαν

sigma

1848

στιβ)ιᾶν· ῥιγοῦν

sigma

1849

[στίβοντες· πατοῦντες]

sigma

1850

στίβος· τρίβος, ὁδός. καὶ ἡ ἴχνους ζήτησις

sigma

1851

στίγματα· πληγαί. ποικίλματα

sigma

1852

στιγμή· νυγμή

sigma

1853

Στιγνοίη· τὸ χωρίον

sigma

1854

στίγων· στιγματίας79 in vol. 4

sigma

1855

[στίδιον· κόκκος ῥοιᾶς]

sigma

1856

στίλα. στίλη· τὸ οὐδὲν καὶ τὸ τυχόν. ἔστι δὲ ὁ σταλαγμός

sigma

1857

*στιδεύς· ὁδευτής

sigma

1858

[στιλάμενος· πλεύσας. προστάξας. ποιήσας]

sigma

1859

στίλβει· λάμπει

sigma

1860

στίλβη· λύχνος, ἐλλύχνιον. ἔνιοι φανόν· Ἀττικοὶ δὲ ἔσοπτρον

sigma

1861

στίλβων· ὁ τοῦ Ἑρμοῦ ἀστήρ

sigma

1862

στιλβῶσαι· ἀπαστράψαι

sigma

1863

[στίλος· ὁ προηγούμενος τῆς ποίμνης κριός]

sigma

1864

στιλπναί· στίλβουσαι, λαμπραί

sigma

1865

[στῖνος· στένωμα. ῥηγμός

sigma

1866

στινωπός· στενὸς τόπος, ἤγουν ὁδός]

sigma

1867

στίξας· σημεῖον ποιήσας. μαστιγώσας

sigma

1868

στίξασθαι· περιστήσασθαι ἐν κύκλῳ

sigma

1869

στίοντες· ἱστάμενοι

sigma

1870

στιπτῆς ἕδρας· ὁδευομένης ὁδοῦ

sigma

1871

[στιπτός· πυκνός, ἢ στερεός, καὶ πεπιλημένος. ἀπὸ τοῦ στείβειν τὸ πατεῖν margo]

sigma

1872

στιτθόν· εἶδος ἀκρίδος

sigma

1873

στίφη· πλήθη, συστήματα. τάγματα

sigma

1874

στῖφος· τάξις πολεμική. ἢ ὄχλος, σύστρεμμα

sigma

1875

στιφρός· πυκνός. εὐθαλής

sigma

1876

στιχάει· πορεύεται

sigma

1877

στίχες· τάξεις ὄχλων. καὶ στίχας τὰ αὐτά

sigma

1878

στιχηδόν· κατὰ στίχον στῆσαι

sigma

1879

στίχος· περίπατος

sigma

1880

στιχὸς εἶμι· δι’ ὅλης τῆς τάξεως αὐτῶν πορεύομαι

sigma

1881

στίχους· τάξεις. πλήθη. ἢ τόποι τῶν στρατευμάτων

sigma

1882

[στίχουσι· βαδίζουσι, πορεύονται

sigma

1883

στίχωμεν· πορευθῶμεν, βαδίσωμεν]

sigma

1884

στλεγγίς· ξύστρα

sigma

1885

στλέγγισμα· ὁ ἀπὸ τῶν ἀποξυσμάτων γλοιός

sigma

1886

στοαί· τὰ ταμεῖα. καὶ ἐπιμήκη εἰσίν

sigma

1887

στοβάζειν· κακολογεῖν

sigma

1888

στόβος λοιδορία, ὄνειδος80 in vol. 4

sigma

1889

στοβασμάτων· λοιδοριῶν

sigma

1890

στο)βάσουσι· σωρεύσουσι

sigma

1891

στοιβή· σύνθεσις. καὶ εἶδος χόρτου

sigma

1892

στοιχηδόν· κατὰ τάξιν. κατὰ στοιχεῖον

sigma

1893

στοιχεῖον· πᾶν τὸ ἄτμητον καὶ ἀμερές

sigma

1894

στοιχεῖα· πῦρ, ὕδωρ, γῆ, καὶ ἀήρ, ἀφ’ ὧν τὰ σώματα. ἢ γράμματα

sigma

1895

)τοιχειούμενοι· διδασκόμεθα κατὰ τὴν τάξιν

sigma

1896

)τοιχειουμένοις· διδασκομένοις

sigma

1897

[στοιχειωδόν· κατὰ τάξιν. ἐνορδίνως]

sigma

1898

στοιχ)ίωσις· διατύπωσις, ἢ πρώτη μάθησις

sigma

1899

στοιχομυθεῖν· τὸ ἐφεξῆς λέγειν. καὶ ἀδολεσχεῖν

sigma

1900

στοιχῶ· συναινῶ

sigma

1901

στολάρχης· ὁ τοῦ στόλου ἄρχων, ὁ ναύαρχος

sigma

1902

στολή· στάσις. πορεία. κίνησις. ἔνδυμα, καὶ περιβόλαιον

sigma

1903

στολμὸν χρωτός· στολισμὸν σώματος

sigma

1904

στολμός· στολισμός

sigma

1905

στόλοκρον· τὸ περικεκομμένον τὰς κόμας, καὶ γεγονὸς ψιλόν, εἴτε δένδρον, εἴτε ἄνθρωπος. δηλοῖ δὲ καὶ ἀνειδές, καὶ σκληρόν

sigma

1906

στολοκρατές· τὸ τῆς Ἰοῦς μέτωπον, διὰ τὰ κέρατα

sigma

1907

*στολισμός· ἱματισμός, κόσμος

sigma

1908

*στόλοι· τὰ ἄκρα τῶν τομῶν καὶ ὀξέα, χάρακες ἀπότομοι

sigma

1909

στόλος· πλοῦς, πλοῖα πολλά. καὶ ὁ τῆς νεὼς ἔμβολος λέγεται, τὸ εἰς ὀξὺ συνεστραμμένον

sigma

1910

στολυξώδης· μικρολόγος

sigma

1911

στόμα· τὸ κατεργαστικώτατον μέρος τοῦ πολέμου

sigma

1912

στόμα λαύρης· τὸ τῆς θύρας χάσμα

sigma

1913

στομάχοιο θέμεθλα· τὸν φάρυγγα, ἤτοι τὸ τῆς κοιλίας στόμα. [δηλοῖ δὲ καὶ φιλμὸν κηλόν

sigma

1914

στόμια· χάσματα81 in vol. 4

sigma

1915

στόμις· ὁ ἀπειθής. μέγα στόμα ἔχων. καὶ τοὺς ἵππους δὲ στομίας λέγουσι τοὺς ἀπειθοῦντας τοῖς χαλινοῖς

sigma

1916

στομοδόκο]ν· στωμύλον

sigma

1917

[στομύλος· πολυλάλος, φλύαρος. δεινός. αἰσχρός]

sigma

1918

στομφάσαι· στομφολογῆσαι. κομπάσαι. ἀλαζονεύεσθαι

sigma

1919

στόμφας· ἀλαζονεία

sigma

1920

στομωμάτων· χαραγμάτων. τινὲς δὲ στοβασμάτων· λοιδοριῶν. Στόβος καὶ ἡ λοιδορία

sigma

1921

στοναχάς· στεναγμούς

sigma

1922

στοναχῶν· στενάζων

sigma

1923

στονόεντα· στεναγμὸν ποιοῦντα, στενάζοντα

sigma

1924

στόνοι· τὰ ἔσω τῶν κεραμίων, καὶ στρογγύλα

sigma

1925

στόνος· στεναγμός

sigma

1926

στόνυξι· κέρασι

sigma

1927

στόνυχες· τὰ εἰς ὀξὺ λήγοντα, καὶ τὰ ἄκρα τῶν ὀνύχων

sigma

1928

στορβάζειν· κακολογεῖν

sigma

1929

στοργή· φιλία, ἀγάπη

sigma

1930

στοργῆσαι· φιλῆσαι

sigma

1931

(στορέσαι)· στρῶσαι

sigma

1932

στορεσθέν· στρωθέν

sigma

1933

στορεύς· γαληνοποιός. καὶ τὸ ἀντὶ τοῦ σιδήρου τρύπανον ἐμβαλλό‐ μενον ξύλον ῥάμνου, ἢ δάφνης

sigma

1935

στόρνη· ζώνη

sigma

1934

[στόρθη· τὸ ὀξὺ τοῦ δόρατος, καὶ ἐπιδορατίς]

sigma

1936

στορνύμενος· ἐστρωμένος

sigma

1937

στορνυτέα· καταστρωτέα. περιοικοδομητέα

sigma

1938

στορπάν· τὴν ἀστραπήν

sigma

1939

στορχάζειν· εἰς (ση)κοὺς κατακλείειν τὰ βοσκήματα82 in vol. 4

sigma

1940

στορχάσω· συγκλείσω

sigma

1941

στουμνά· αὐστηρά

sigma

1942

στοῦπος· ἡ τοῖς τετελευτηκόσι ἐπὶ τῶν φορ(ε)ίων σκηνή

sigma

1943

στοχάζεται· οἴεται. κατὰ σκοποῦ βάλλει

sigma

1944

στοχαζόμεθα· τεκμαιρόμεθα

sigma

1945

στοχίζ· [στοιχομυθεῖς· μακρηγορεῖς

sigma

1946

στραβαλός· ὁ στρογγυλίας καὶ τετράγωνος ἄνθρωπος. Ἀχαιοί

sigma

1947

*στράβηλοι· κοχλίαι

sigma

1948

στραβαλοκόμαν· οὐλοκόμην

sigma

1949

στραβεύς· κωπεύς

sigma

1950

στραβήλῳ· τῷ κόγχῳ, ᾧ ἐσάλπιζον

sigma

1951

στράβωνες· ἐπιποιοῦ κενός

sigma

1952

*στραχύ· τραχύ

sigma

1953

στραγγαλιαί καὶ στραγγαλίδες· συστροφαί, διαστροφαί. παγί‐ δες, ἢ πλοκαί

sigma

1954

στραγγαλοῦται· συστρέφεται

sigma

1955

στραγγίζει· πιέζει

sigma

1956

στραγ)εύει· διαβάλλει. οὐκ εὐθὺς πορεύεται

sigma

1957

στραγ)εύεται· διατρίβει

sigma

1958

στράγξ· σταγών

sigma

1959

στραγγός· στρεβλός. ἄτακτος. [ἢ στόμα

sigma

1960

στραγγουρία· ἡ δυσουρία

sigma

1961

στράνθανα· ὀξέα

sigma

1962

στράταρχος· στρατηγός

sigma

1963

[στρατεύομαι· διατρίβω]

sigma

1964

στρατηγιᾶν· τὸ ἐπιθυμεῖν τῆς στρατ(ηγ)ίας

sigma

1965

στρατηλάτης· ἡγεμών. ἄρχων στρατοῦ

sigma

1966

Στρατίη· πόλις Ἀρκαδίας

sigma

1967

Στράτιον· πολεμικόν, ἢ φοβερόν. καὶ ἐπίθετον Διός

sigma

1968

στρατιώτης· ὁ ἐν τῷ στρατῷ ἀριθμούμενος83 in vol. 4

sigma

1969

στρατιωτὶς ποτάμιος· πόα

sigma

1970

στρατολογήσαντι· στρατεύσαντι

sigma

1971

στρατὸν αἰχμητήν· τὸν πολεμιστὴν στρατόν

sigma

1972

στρατός· τὸ πλῆθος τῶν πολεμούντων στρατιωτῶν

sigma

1973

στρατόων(το)· ἐστρατοπεδεύοντο

sigma

1974

*)τατή· πόρνη

sigma

1975

στραφῆναι· ἀναστραφῆναι, ἢ στραφθῆναι

sigma

1976

στρέβλαι ναυτικαί· τὰ ξύλα τῶν νεῶν, ἐν οἷς διασφηνοῦνται γομ‐ φούμενα. Ἀττικοὶ δὲ τὰ βασανιστήρια

sigma

1977

στρεβλόν· καμπύλον, σκολιόν

sigma

1978

στρεβλούμενοι· δεσμούμενοι

sigma

1979

στρεβλοῦται· αἰκίζεται, βασανίζεται

sigma

1980

στρεβλῷ· κόγχῳ, ᾧ ἐσάλπιζον

sigma

1981

στρέμμα· εἶδος πέμματος

sigma

1982

στρέμματα· περὶ νεῦρα

sigma

1983

στρεπτοί· εὐμετάθετοι, εὐμετάβολοι

sigma

1984

στρεπτοί· ὅρμοι. τὰ περὶ τὰς χεῖρας ψέλ]ια

sigma

1985

στρεπτοῖο χιτῶνος· τοῦ ἁλυσιδωτοῦ θώρακος, ἢ τοῦ θώρακος τοῦ ὑποδύτου

sigma

1986

στρεπτόν· φίλημά τι ποιόν. ἢ σκολιόν

sigma

1987

στρεύγει· ἀνιᾷ. καταγωνίζεται. προσδιατρίβει. βραδύνει

sigma

1988

......· στραγ(γ)εύεται. ταλαιπωρεῖται, καταπονεῖται. τρ..... τριψημερεῖ

sigma

1989

στρεύγομαι· διατρίβω, ἀφ’ οὗ καὶ στρὰγξ ἡ κατὰ βραχὺ πρόεσις

sigma

1990

στρέφανον· ἀξίνη, καὶ πέλεκυς

sigma

1991

στρεφεδίνηθεν (δ) οἱ ὄσσε· διεστράφη. ἐσκοτοδινίασεν

sigma

1992

στρέφει· κάμπτει. λυγίζει. ἀποσείεται. διώκει. ψιλοῖ

sigma

1993

στρέφος· στρέμμα. δέρμα, βύρσα. Δωριεῖς

sigma

1994

Στρεφοῦραι· τῶν Ἰνδῶν γένος τι, οἳ καλοῦνται Κοψίλοι

sigma

1995

στρέφωσις· κάλυψις ἀγγείων δέρματι γινομένη

sigma

1996

Στρεψαῖοι· ἔθνος περὶ Μακεδονίαν

sigma

1997

στρεψίμαλ)ος· μεταφορικῶς λέγουσιν ἀπὸ τῶν ἐρίων. Στρεψί]‐ μαλ γὰρ λέγονται τὰ συνεστραμμένους ἔχοντα τοὺς μαλλούς

sigma

1998

στρέψις· στροφή. ἀπάτη84 in vol. 4

sigma

1999

στρεψοδικεῖν· τὸ ἀποστρέφειν τὴν δίκην

sigma

2000

στρηνές· σαφές. ἰσχυρόν. τραχύ. στυγνόν. ὀξύ. ἀνατετα[γ]μένον. στρη‐ νόν

sigma

2001

στρηνύεται· στρηνιᾷ

sigma

2002

στρηνιῶντες· πεπλεγμένοι. δηλοῖ δὲ καὶ τὸ διὰ πλοῦτον ὑβρίζειν, καὶ βαρέως φέρειν

sigma

2003

στρηνὸν βοᾶν· τὸ σκληρόν

sigma

2004

στρίγλος· τὰ ἐντὸς τοῦ κέρατος. νυκτίφοιτον. καλεῖται δὲ καὶ νυκτο‐ βόα. οἱ δὲ νυκτοκόρακα

sigma

2005

στριγχός· τειχίον. στρικτόριον. στεφάνη δώματος

sigma

2006

στριφνός· σφιγκτός. πυκνός. στερεός

sigma

2007

στριφοῦ· λαμπόδικε, ἀπόκνισον

sigma

2008

στροβάζων· συνεχῶς στρεφόμενος

sigma

2009

στροβάνικος· ἡ τῷ στροβεῖν νικῶσα

sigma

2010

στροβανίσκος· τρίπους

sigma

2011

στροβεῖ[ται]· ταράσσει, κινεῖ

sigma

2012

στρόβ.ιλος· συστροφὴ ἀελλώδης. καὶ ἡ πίτυς, καὶ ὁ καρπὸς αὐτῆς. καὶ εἶδός τι ὀρχήσεως, καὶ γυναικείας χρύσης

sigma

2013

στροβεῖν· ἀποσείεσθαι, ἀποσοβεῖν ἑαυτοῦ, ἀποδιώκειν, θορυβεῖν

sigma

2014

στροβελόν· σκολιόν, καμπύλον

sigma

2015

στροβελός· σοβαρός, τρυφερός

sigma

2016

στροβῆσαι· συστρέψαι. ἐκφοβῆσαι

sigma

2017

*στρόβιλοι· καταιγίδες. καὶ τὰ ὅμοια

sigma

2018

στροβητῶς· τεταραγμένως

sigma

2019

στρόβοι· συστροφαί85 in vol. 4

sigma

2020

Στρογγύλη· συνεστραμμένη. καὶ Λιπάρα νῆσος

sigma

2021

στροιβᾶν· ἀντιστρέφειν

sigma

2022

στροίβηλος· ἔπαρμα πληγῆς ἐν κεφαλῇ

sigma

2023

στροιβός· δ[ε]ῖνος

sigma

2024

*στροβαλοκόμαις. οὐλοκόμαις

sigma

2025

στρόμβος· δ[ε]ῖνος. κόχλος. ῥόμβος. συστροφὴ ἀνέμου. περιφερὴς λίθος

sigma

2026

στρόμβιλον· περιδεδινημένον

sigma

2027

στρομβοῖ· συστρέφει. καὶ τὰ ὅμοια

sigma

2028

*στρωννύμενον· ἐστρωμένον

sigma

2029

*στρωνν.̀, λαγώς

sigma

2030

στροπά· ἀστραπή. Πάφιοι

sigma

2031

στρουθίον· πόας ῥίζα, εὔθετος πρὸς ἐρίων ἔκπλυσιν

sigma

2032

στρουθός· ὁ καταφερής, καὶ λάγνος. Ἀττικοὶ δὲ τὰς στρουθοκαμήλους

sigma

2033

στροῦς· ὁ στροῦθος. καὶ ὄσπριον

sigma

2034

στροφαί· ἀστραπαί

sigma

2035

στροφάδες· σκώληκες

sigma

2036

Στροφαῖος· Ἑρμῆς, ὁ πρὸς ταῖς θύραις ἱδρυμένος· διὰ τὸν τῆς θύρας στροφέα

sigma

2037

*στροφ(λ)ιγγι· συστροφῇ

sigma

2038

στροφάλιγξ· συστροφὴ κονιορτοῦ. καὶ ἐν ᾧ οἱ τροχοὶ στρέφονται

sigma

2039

*στροφάλιγγος· συστροφῆς

sigma

2040

στροφαλίζετε· στρέφετε

sigma

2041

στροφαί· [ἀντιλογίαι. διαστροφαί. καὶ] αἱ κατὰ διαιρέσεις τῶν μελῶν

sigma

2042

στρόφιγγα· τὸν στροφέα

sigma

2043

στρόφιγξ· ὁ αὐτός

sigma

2044

στρόφιον· ἡ στρογγύλη ζώνη

sigma

2045

στρόφις· σκολιός, οὐχ ἁπλοῦς, πολύπλοκος

sigma

2046

στρόφος· συνεστραμμένος λῶρος, ἢ σχοινίον, παρὰ τὸ ἐστράφθαι

sigma

2047

στρόφοι· τὰ λεπτὰ τριχίδια

sigma

2048

Στρύμη· πόλις

sigma

2049

Στρυμών· ποταμός

sigma

2050

Στρυμόνιοι· οἱ Βιθυνοὶ τὸ πρότερον

sigma

2051

Στρυμόνιος· ὁ βοῤῥᾶς86 in vol. 4

sigma

2052

στρύμοξ· ξύλον μεμηχανημένον ἐν ταῖς ληνοῖς πρὸς τὴν τῶν σταφυ‐ λῶν ἔκθλιψιν

sigma

2053

στρυφνόν· στερεόν, ἰσχυρόν. αὐστηρόν. ἐπεστυμμένον, πυκνόν

sigma

2054

στρυφνός· μᾶζα. ἢ οἶνος στυφός

sigma

2055

στρωματεύς· ἰχθῦς ποιὸς ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ

sigma

2056

στρωματίζειν· τὸ ἐπισάττειν ὄνῳ

sigma

2057

στρωματίτην· ἔρανόν τινα, ἐν ᾧ ἑαυτοῖς παρεῖχον τὰ στρώματα

sigma

2058

στρωμνή· κοίτη

sigma

2059

στρωφᾶν· νήθειν, κλώθειν, περιστρέφειν

sigma

2060

στρωφῶντο· περιεβλέποντο. ἐστρέφοντο

sigma

2061

στρωφᾶται· περιστρέφεται

sigma

2062

στυαγόν· τὸ στύμα, παραγώγως

sigma

2063

στυγεῖν· μισεῖν. στυγνάζειν. φοβεῖσθαι

sigma

2064

στυγέει· μισεῖ

sigma

2065

στυγέουσι· μισοῦσι

sigma

2066

στυγερόν· στυγνόν. κακοπαθές. φοβερόν, χαλεπόν, μισητόν

sigma

2067

στυγέων· φοβούμενος. μισῶν

sigma

2068

στυγηρῷ· μισητῷ, φοβερῷ

sigma

2069

στυγήσω· μισήσω. καὶ τὰ ὅμοια

sigma

2070

στυγητοί· μισητοί, χαλεποί, φοβεροί

sigma

2071

στυγνόν· ἀργόν. ὠμόν. χαλεπόν

sigma

2072

στύγνωσον· χώρισον

sigma

2073

στυγοῦσι· φοβοῦνται, μισοῦσιν

sigma

2074

Στυγὸς ὕδωρ· τῆς κρήνης τοῦ ᾅδου τὸ ὕδωρ. ἢ ὁ τῶν θεῶν ὅρκος

sigma

2075

στυλίς· μέρος τι τῆς ἡμιολίας νεώς

sigma

2076

στυλοβάτης· τοῦ κίονος ἡ βάσις

sigma

2077

στύμος· στέλεχος, κορμός

sigma

2078

στυμνά· σκληρά

sigma

2079

Στύμφη· ἡ Χαλκίς

sigma

2080

Στύμφηλος· πόλις ἢ ὄρος Ἀρκαδίας

sigma

2081

Στύξ· κρήνη ἐν ᾅδου. ἢ ὁ σκὼψ τὸ ὄρνεον. ἢ ὅρκος θεῶν

sigma

2082

στύξαι· φοβηθῆναι, καταπλαγῆναι. συναγαγεῖν. μισῆσαι87 in vol. 4

sigma

2083

στύξαιμι· εἰς κατάπληξιν ἀγάγοιμι

sigma

2084

στυπάζει· βροντᾷ. ψοφεῖ. ὠθεῖ

sigma

2085

στύγει· στρέφεται

sigma

2086

στύπεα· στέλεχος, κορμός. καὶ τοῦ ὀφθαλμοῦ τὸ σῶμα, καὶ τὸ κύτος. καὶ ὁ ψόφος τῆς βροντῆς

sigma

2087

στύπη· ὁ στύπος, ἢ στελέχη

sigma

2088

στυπογλύφος· ξυλογλύφος. Στύπος γὰρ ὁ στέλεχος, ἤγουν τὸ πρέ‐ μνον

sigma

2089

στύππακα· στυππ(ε)ιοπώλην

sigma

2090

στυππίον· τὸ λίνον

sigma

2091

στυρακίζειν· κεντρίζειν

sigma

2092

Στύραξ· [πόλις Εὐβοίας. καὶ] σαυρωτὴρ τοῦ δόρατος, καὶ λόγχη. καὶ δένδρον ὁμωνύμως. καὶ θυμίαμα

sigma

2093

στυφαλμεῖν· σκυβαλίζειν

sigma

2094

στυφᾶν· βροντᾶν

sigma

2095

*στύφος· κέρδος

sigma

2096

*στυφέλιξε δέ μιν· διέσεισεν αὐτόν

sigma

2097

στυφελή· σκληρά

sigma

2098

στυφελίζειν· διασείειν, κραδαίνειν, τινάσσειν, ὠθεῖν, πατάσσειν, ἐνυβρίζειν

sigma

2099

στυφελιζομένους· σκληρῶς ὑβριζομένους

sigma

2100

στυφελίξαι· διασεῖσαι

sigma

2101

*στυφελίζειν· κακοῦν. διασείειν

sigma

2102

στυφελοὶ πάγοι· ἀντὶ τοῦ σκληροί

sigma

2103

στυφλὸν ἢ στυφελόν· τραχύ, σκληρόν, βαρύ. ἀργόν. στεῤῥόν

sigma

2104

στυφοκόμπος· ὁ μάχιμος ἀλεκτρυών. καὶ ὄρτυξ

sigma

2105

στυφρόν· στερέμνιον, βαρύ

sigma

2106

)τύχας· τάξας

sigma

2107

στυχιοῦσι· διατυποῦσι

sigma

2108

στῦψαι· στυγνάσαι

sigma

2109

στῦψις· κόλλησις

sigma

2110

Στωϊκοί· οὐ μόνον οἱ ἀπὸ Ζήνωνος φιλόσοφοι, ἀλλὰ καί τινες γραμ‐ ματικοί

sigma

2111

στώμιξ· δοκὶς ξυλίνη88 in vol. 4

sigma

2112

[στωμοδόκον· στωμύλον]

sigma

2113

στωμύλια· κομψά

sigma

2114

στωμύλος· ὁ λάλος. πιθανολόγος. εὐτράπελος τῷ λόγῳ

sigma

2115

στωμύλλεσθαι· τρανῶς λαλῆσαι

sigma

2116

στωμύλν· λαλῶν

sigma

2117

στωμύλματα· περιλαλήματα

sigma

2118

στωνευμέναν· διαστρέφουσαν συντόνως

sigma

2119

σύαγχος· ῥίζα, ἐν ᾗ οἱ σῦς θηρεύονται

sigma

2120

συάδες· αἱ ὕες, ἐσχηματισμένως

sigma

2121

συανία· λοιδορία. καὶ ἡ διὰ χειρὸς μάχη

sigma

2122

σύαρον· τὸν κλῶνα

sigma

2123

σύαρτον· βούγλωσσον

sigma

2124

σύας· κύων τις πολύῤῥηνος

sigma

2125

*σύβας· λάγνος

sigma

2126

σύβακα· συώδη

sigma

2127

συβάλλας· ὁ καταφερὴς πρὸς τὰ ἀφροδίσια

sigma

2128

συβαρίζει· τρυφᾷ

sigma

2129

σύβαριν· τὴν πολυτελῆ τρυφήν

sigma

2130

Συβαρικαῖς· τρυφηλαῖς

sigma

2131

*Συβαριτικοὶ λόγοι· τὸν γὰρ Αἴσωπον ἐν Ἰταλίᾳ γενόμενον σπουδασθῆναι σφόδρα φησίν, ὡς καὶ τὸ τῶν λόγων αὐτοῦ εἶδος ἐπι‐ δαψιλεῦσαι, καὶ Συβαριτικὸν προσαγορευθῆναι. παροιμιώδεις οὖν οἱ Συβαριτικοὶ λόγοι

sigma

2132

*Σύβαρις διὰ πλατείας· παροιμιῶδες ἐπὶ τῶν σοβαρῶς πορευ‐ ομένων

sigma

2133

Συβαρῖται· τρυφηταί

sigma

2134

Συβαριτικός· τρυφερός

sigma

2135

συβαρνίς· περίκομμα

sigma

2136

συβήνη· αὐλοθήκη, ἢ τοξοθήκη. ἢ ὁ ναυτικὸς χιτών

sigma

2137

συ]βίνη[ς]· καπροβόλον. ἐμβόλιον

sigma

2138

συβόσια· συοφόρβια

sigma

2139

συβότας· χοιροβοσκούς89 in vol. 4

sigma

2140

συβότοιο· σῦς βόσκοντος

sigma

2141

σύβρα· ἐπὶ βοῶν. σημαίνει δὲ τὰ πρὸς ῥυπαρόν τι ἐχούσας

sigma

2142

συβριακόν· τὸ πολυτελές

sigma

2143

συβριάζει· σοβαρεύεται, τρυφᾷ

sigma

2144

συβριασμός· ὁ ἐν εὐωχίᾳ θόρυβος

sigma

2145

(Συβρίδαι· δῆμος τῆς) Ἐρεχθηΐδος φυλῆς

sigma

2146

συβροί· ἰ(σ)χνοί, λαγαροί, τάφροι

sigma

2147

σύ]βρος· κάπρος

sigma

2148

συβώτας· Σπεύσιππος ὁ φιλόσοφος. ζῶόν τι

sigma

2149

Συβώτης· συοτρόφος, χοιροτρόφος, χοιροβοσκός. καὶ ὄνομα κύριον

sigma

2150

συγγενήσεις· τὰς συνουσίας

sigma

2151

συγγένεια·

sigma

2151a

συγγενικός·

sigma

2152

συγγίνομαι· συνομιλῶ

sigma

2153

συγγ]νώσομαι· συμβουλεύσω

sigma

2154

συγγινωσκόμενοι· πειθόμενοι

sigma

2155

συγγνώμων· ἐλεήμων

sigma

2156

συγγονή· σύστασις. Δημόκριτος

sigma

2157

σύγγονος· ἀδελφός

sigma

2158

συγγραμμάτων· βίβλων

sigma

2159

*συγκαρβαλώσας· συστρέψας

sigma

2160

συγκαλεῖται· συνεδρεύει

sigma

2161

συγκαλέσας· συναριθμήσας90 in vol. 4

sigma

2162

συγκατάθεσις· συμφώνησις

sigma

2163

συγκατέληξε· συμπέπαυται

sigma

2164

συγκαχρῦσαι· συγχέαι, συμφῦραι, συμφρῦξαι

sigma

2165

συγκεῖσθαι· συνθήκην καὶ ὁμολογίαν πεποιῆσθαι

sigma

2166

συγκεκλεισμένοι· πολιορκούμενοι

sigma

2167

συγκεκοπιταμένους· συγκεκομμένους

sigma

2168

συγκεκορδυλισμένα· συνηθροισμένα. συνειλημ[μ]ένα· συνεστραμ‐ μένα

sigma

2169

συγκέχυται· συντετάρακται

sigma

2170

συγκηδεσταί· οἱ τῆς νύμφης καὶ τοῦ γαμβροῦ γονεῖς

sigma

2171

συγκοιμᾶσθαι· συνελθεῖν

sigma

2172

σύγκλα· συγκεχυμένα

sigma

2173

συμμιγεῖς· σύνεγγυς. καὶ σύγκλυδες, ὅμοια

sigma

2174

συγκλύδων· συλλέκτων, ἤ τινων μεμιγμένων

sigma

2175

συγκοιτάλιον· σύγκοιτον

sigma

2176

συγκοίτιον· ἑταίρᾳ συγκοιμηθείσ(ῃ) μίσθωμα

sigma

2177

συγκομ(.)άτιον· σκευασία τις παρὰ τοῖς ὀψαρτυταῖς

sigma

2178

συγκομιστέον· συνακτέον

sigma

2179

συγκομιστήρια· θυσία ἐπὶ καρπῶν συγκομιδῇ

sigma

2180

συγκομιστὸς ἄρτος· παρὰ Διοκλεῖ τῷ Ἰατρῷ

sigma

2181

συγκοπήμεναι· μαστιγωθῆναι. μεμαστιγωμέναι

sigma

2182

συγκριθῶμεν· ὁμοιωθῶμεν

sigma

2183

συγκρίνει· συνισοῖ

sigma

2184

συγκρινομένη· πρὸς ἰσότητα δοκιμαζομένη

sigma

2185

σύγκρισις· μίξις. γένεσις. ὁμοίωσις. ἀντιπαράθεσις

sigma

2186

συγκριτικός· ὅμοιος

sigma

2187

συγκροτεῖ· ταράττει. συνάγει, συνα(ύ)ξει

sigma

2188

συγκρούει· συναθροίζει. ἢ συνευφραίνεται

sigma

2189

σύγκρουμα· χρέος, δάνειον. τινὲς τὴν σύμμικτον λοπάδα

sigma

2190

συγκρουά· ἱμάτια, ὧν ἡ κροκὶς ἀνατέτριπται91 in vol. 4

sigma

2191

*συγκινεῖν· συζυγεῖν, συντροχάζειν

sigma

2192

συγκυρία· συντυχία

sigma

2193

*συγκύρημα· συντύχημα

sigma

2194

*συγκυροῦντα· διαφέροντα

sigma

2195

συγκύρεται· συντεύξεται

sigma

2196

συγχαίρειν· ἐπιχαίρειν

sigma

2197

συγχάσαι· συγχωρῆσαι

sigma

2198

*σύγχει· ταράττει καὶ τάρασσε

sigma

2199

*συγχεῦαι· συγχέαι. συγκόψαι, συντρῖψαι

sigma

2200

συγχέομαι· συντρίβομαι. καὶ τὰ ὅμοια

sigma

2201

συγχριμφθέντα· συνενεχθέντα

sigma

2202

συγχίας· τὸ πρὸς ἄγκιστρον μέρος τῆς ὁρμιᾶς

sigma

2203

συγχρήσομαι· ....

sigma

2204

*σύγχυσις· μίξις. θόρυβος. ἀφανισμός

sigma

2205

*σύγχυτο· συνεχύθη, συνεταράχθη, συνεχωρήθη

sigma

2206

*σὺ δὲ σύνθεο· σὺ δὲ κατάθου, σύ(ν)θου δέ

sigma

2207

*σὺ δ’ ἐν(ὶ) φρεσὶ βάλο· σὺ δ’ ἐγκατάθου ταῖς φρεσί

sigma

2208

σύδην· ταχέως, καὶ ὁρμητικῶς

sigma

2209

συζῆν· ὁμοῦ ζῆν

sigma

2210

συζυγεῖν· τὰ ὑποζύγια ὑποφωνεῖν ἐν τῷ ἕλκειν

sigma

2211

συζυγία· συνάφεια

sigma

2212

σύζωσμα· ἐν τῷ μεταλλικῷ τὸν ἐκρέοντα χαλκόν

sigma

2213

συῆλαι· τόποι βορβορώδεις

sigma

2214

συηνία· ταραχή, ἀηδία, ἀπὸ τῶν συῶν

sigma

2215

σύθεν· ὥρμησαν

sigma

2216

συθῆναι· δραμεῖν, ὁρμῆσαι

sigma

2217

σῦθι· ἐλθέ

sigma

2218

συθνόν· κεκρυμμένον

sigma

2219

σῦκα· τὸ ἐπὶ τοῖς βλεφάροις νόσημα, ὅ τινες σύκωσιν

sigma

2220

συκάζει· δοκιμάζει. συκοφαντεῖ. ἢ σῦκα τρώγει. καὶ τὸ κνίζειν ἐν ταῖς ἐρωτικαῖς ὁμιλίαις

sigma

2221

*συΐ· συάγρῳ92 in vol. 4

sigma

2222

συκαμήδωρος· μωρός

sigma

2223

συκάμινα· ἡ παρ’ ἐνίοις μορέα, τὸ δένδρον. καὶ ὁ καρπὸς ......

sigma

2224

συκάνης· συνετὸς [τῆς συκομορέας

sigma

2225

συκάστρια· συκοφάντρια

sigma

2226

Συκάτης· ὁ Διόνυσος

sigma

2227

συκῆ· τὸ ἐν ταῖς πεύκαις γενόμενον δενδρῶδες

sigma

2228

συκηγορίαν· τὴν ἐν τῷ λέγειν συκοφαντίαν

sigma

2229

συκῆ Αἰγυπτία· ἡ λεγομένη κερατία τὸ δένδρον

sigma

2230

συκίδας· τὰς ἐχούσας ἐν τοῖς δακτυλίοις συκᾶς

sigma

2231

συκιδαφόρος· ἐνίοτε ὁ συκοφάντης· ποτὲ δὲ ὁ συκόπρωκτος

sigma

2232

συκίνη μάχαιρα· συκοφάντρια

sigma

2233

σύκινον· ἀσθενές

sigma

2234

συκομορέα· συκάμινον

sigma

2235

σῦκον αἰτεῖν· κολακεύειν

sigma

2236

σῦκον ἐφ’ Ἑρμῇ· παροιμία ἐπὶ τῶν κειμένων ἐπ’ ὠφελείᾳ τῶν βουλο‐ μένων. ὁπότε φανεί(η) σῦκον πρῶτον τῷ Ἑρμῇ ἀνετίθεσαν

sigma

2237

συκοσπαδίας· ὁ συκοφάντης

sigma

2238

συκοφάντης· ψευδοκατήγορος. κακοπράγμων

sigma

2239

συκοφάνται· οἱ ἐπηρεάζοντες

sigma

2240

συκοφαντία· καταλαλιά

sigma

2241

συκχάδαι· ῥάπη

sigma

2242

συκχάδες· εἶδος ὑποδήματος

sigma

2243

σύκχοι· ὑποδήματα Φρύγια

sigma

2244

*συλαγωγῶν· ἀπογυμνῶν

sigma

2245

συλᾷ· ἐκδύει, συλεύει

sigma

2246

σύλαιον· θύλακον

sigma

2247

συλᾶν· ἀφαιρεῖσθαι, γυμνοῦν, σκυλεύειν

sigma

2248

συλήσει· ὅμοιον93 in vol. 4

sigma

2249

συληθείς· ἀφαιρεθείς

sigma

2250

συλλαβὰς ὁδοῦ· τοὺς συλῶντας καὶ ἐκδύοντας

sigma

2251

συλλαμβάνει· βοηθεῖ

sigma

2252

*συλ)αγνεύσας· συμπορνεύσας

sigma

2253

συλλέγεται· συνάγεται

sigma

2254

συλλελογισμένα· ἀπὸ συλλογισμῶν

sigma

2255

συλλήβδην· ὁμοῦ συλληπτικῶς, ὡς δι’ ὀλίγων πολλὰ εἰπεῖν συντόμως

sigma

2256

συλλήπτορα· συναγωνιστήν. συνεργόν, σύμμαχον

sigma

2257

συλλήψεται· ἔγγαστρον ἕξει. ὑπερασπιεῖ. καὶ τὰ ὅμοια

sigma

2258

συλλίρ· θύλακος

sigma

2259

συλλογισάμενος· συναγαγὼν τὸν λογισμόν, καὶ θεωρήσας

sigma

2260

σύλλογος· σύνοδος ἀνθρώπων, ἄθροισμα

sigma

2261

συλλοχισμός· ὄνομα τακτικόν

sigma

2262

σύλον· ἐνέχυρον

sigma

2263

συλῶ· σκυλεύω

sigma

2264

(*)συμβαλεῖν· συναλλάξαι. καὶ ἐνύπνια ἐπιγνῶναι. καὶ εἰς μάχην συμβαλεῖν. [συμμίσγειν, συνίεναι

sigma

2265

(*)συμβαλεῖν· λοιδορεῖν

sigma

2266

συμβαθέν· τὸ ἀπὸ συμβάσεως ὁρισθέν

sigma

2267

συμβαῖεν· συνέλθοιεν

sigma

2268

συμβαίνοντα· συμφωνοῦντα

sigma

2269

συμβαλεῖν· διακρῖναι

sigma

2270

συμβάλλεται· λέγεται

sigma

2271

συμβαλλόμενοι· συναγόμενοι

sigma

2272

συμβάλλων· συναρμόζων

sigma

2273

σύμβαλλε· συναγωνίζου

sigma

2274

σύμβαμα· κατηγόρημα. συμβεβηκός

sigma

2275

συμβᾶμεν· συμφωνεῖν

sigma

2276

συμβαριτικαῖς· Περσικαῖς. ὑπερηφάνοις. πολυτελέσι

sigma

2277

συμβάσεως· εἰρήνης

sigma

2278

σύμβασις· ἐπάνοδος εἰς εἰρήνην ἢ φιλίαν

sigma

2279

συμβατήριοι· εἰρηνικοί. διαθέσεις

sigma

2280

συμβεβηκός

sigma

2281

συμβέβληται· ἀπαντᾷ, συνενήνεκται. νενόηται. ὠφελεῖ

sigma

2282

συμβῇ· ....

sigma

2283

συμβῆν· σύμφωνα λέγειν94 in vol. 4

sigma

2284

συμβῆναι· συνομολογήσασθαι

sigma

2285

συμβιβάζει· εἰς φιλίαν ἄγει. ἢ συλλαλεῖ

sigma

2286

συμβιβασθέντες· διδαχθέντες, διαλεχθέντες

sigma

2287

συμβίβασις· πεῖσις, διδαχή, πίστις

sigma

2288

συμβιβα(..ω· διδαξάτω

sigma

2289

συμβλημένος· συναντήσας

sigma

2290

σύμβλητο· ἀπήντησεν

sigma

2291

συμβιβῶ σε· συνάπτω σε, διδάσκω σε, συμπορεύομαί σε

sigma

2292

σύμβολα· σημεῖα

sigma

2293

συμβόλαια· κοινωνία χρημάτων. ἢ τάγματα. ἢ γράμματα

sigma

2294

συμβολαιογράφος· ὁ τὰ συμβόλαια γράφων

sigma

2295

συμβόλαιον· συνάλλαγμα, συγγραφή, ἀσφάλεια, γραμματεῖον

sigma

2296

συμβολαί· μάχαι

sigma

2297

συμβολαίας δίκας· τὰς κατὰ σύμβολα[ιον]

sigma

2298

συμβολατεύειν· συναλλακτεύειν

sigma

2299

συμβολεῖ· συντυγχάνει

sigma

2300

συμβολή· μίξις

sigma

2301

συμβολῆσαι· συντυχεῖν

sigma

2302

συμβολικῶς· σεσημειωμένως

sigma

2303

σύμβολον· σημεῖον. συμπόσιον. ὁρισμός

sigma

2304

σύμβολος· οἰωνός. [καὶ τὸ διδόμενον τοῖς εἰσιοῦσιν εἰς τὸ δικαστήριον

sigma

2305

σύμβοτον· σύννομον. σύνηθες

sigma

2306

συμβοῦαἱ· συνωμόται

sigma

2307

συμβουάδι· ὑπερμαχεῖ. Λάκωνες

sigma

2308

συμβο]λεύς· ἁλιευτικὸν σκεῦος, περὶ ὃ τὰ λίνα πλέκουσιν

sigma

2309

συμβουλή· γνώμη. δόσις

sigma

2310

συμβίκη· εἶδος ὀργάνου

sigma

2311

)ύμη· νῆσος

sigma

2312

συμβῶμεν· συναφθῶμεν

sigma

2313

[σύμμαρ, συλλαβών]

sigma

2314

συμμάρψας· συλλαβών. δήσας

sigma

2315

σύμμαχος· βοηθός95 in vol. 4

sigma

2316

συμμεμαρτυρημένη· συνειλημμένη

sigma

2317

συμμετρία· ἔνδυμα γυναικεῖον ποδῆρες, οὐκ ἔχον σύρμα

sigma

2318

συμμίσγειν· ὁμιλεῖν, συνουσιάζειν

sigma

2319

συμμορία· πολιτικὸν σύστημα, πλῆθος, σύνταγμα

sigma

2320

συμμοριῶντας· τοὺς ἐκ τῆς αὐτῆς συμμορίας

sigma

2321

συμμῦσαι· σκοτῶσαι

sigma

2322

συμμυολόγους· ἀντὶ τοῦ σιωπῶντας

sigma

2323

συμμ(ύν· σιωπῶν

sigma

2324

συμπάντων· ὁμοῦ πάντων

sigma

2325

συμπαρομαρτοῦσαν· συνακολουθοῦσαν

sigma

2326

[συμπειρασθέντες· συντραφέντες]

sigma

2327

συμπατάγησαν· συνεκρότησαν, συνέκρουσαν τὰς χεῖρας πλατείας ποιήσαντες

sigma

2328

συμπεριγενόμενον· συμπεριλαμβανόμενον

sigma

2329

συμπεπερονημένους· συμπεφιβλωμένους. συῤῥαφέντας περόνῃ

sigma

2330

συμπέσῃ· συμβῇ. συγκροτηθῇ

sigma

2331

συμπεσών· συντυχών

sigma

2332

συμπεφλασμένος· συντεθλιμμένος

sigma

2333

συμπιεζούσης· θλιβούσης

sigma

2334

συμπίτνει· συμπίπτει

sigma

2335

συμπλάττομεν· ψευδόμεθα

sigma

2336

συμπλευσάντων· ὁμονοησάντων

sigma

2337

*συμπνευσμός· ὁμόνος

sigma

2338

συμπληγάδες· αἱ παρ’ Ὁμήρῳ πλα(γ)κταί

sigma

2339

σύμπλους· συνοδευτής

sigma

2340

συμποδίζει· κωλύει

sigma

2341

συμποθέν· καταποθέν

sigma

2342

*συμποδιστής· ὠμὸς ἐκ τοῦ ἴσου

sigma

2343

σύμπορπον· τὸν μὴ ῥαφαῖς συνειλημμένον κατὰ τοὺς ὤμους χιτῶνα .....

sigma

2344

συμπόσιον· τόπος εὐωχίας καὶ πόσεως

sigma

2345

συμπράξει· βοηθήσει, συνάρξει, συλλαβεῖ

sigma

2346

σύμπτωμα· συνάντημα. συμβεβηκὸς ἐξάπινα

sigma

2347

συμφανές· φανερόν

sigma

2348

συμφανής· φανερός96 in vol. 4

sigma

2349

συμφέρει· ἁρμόζει. ἀγαθόν. συνᾴδει. συν(ευ)τυχεῖ, συντυγχάνει

sigma

2350

συμφέρεσθαι· συμφωνεῖν, συναρμόττειν, ἀκολουθεῖν, συντυγχάνειν

sigma

2351

συμφέρον· συνοιστόν

sigma

2352

συμφερτή· συμφορητή, συνακτή

sigma

2353

σύμφημι· συναινῶ. συνομολογῶ

sigma

2354

συμφήτωρ· μάντις. μάρτυς

sigma

2355

συμφθείς· συντριβείς

sigma

2356

συμφορά· συντυχία. σύμπτωτα. ἀτυχία

sigma

2357

συμφορήσας· ἀθροίσας, συναγαγών

sigma

2358

συμφόρησις· σύναξις

sigma

2359

συμφορίας· συμπεφορημένης, συμμίκτου

sigma

2360

σύμφορον· ἁρμόζον, καλόν, συμφέρον, σύμφωνον

sigma

2361

σύμφορος λιμός· ὁ συμπίπτων, καὶ συνών

sigma

2362

συμφράδμονες· ὁμόφρονες, σύμβουλοι

sigma

2363

σύμφρα· θυσία τῷ Ἀπόλλωνι τελουμένη

sigma

2364

συμφρασθῆμεν· καταπληθῆναι

sigma

2365

συμφράξαι· συμφράσαι

sigma

2366

*συμφράσ)ατο· συνεσκέψατο

sigma

2367

συμφυᾶ· ὁμοφυᾶ

sigma

2368

*συμφυλετῶν· ὁμοεθνῶν

sigma

2369

σύμφυλον τάγμα

sigma

2370

συμφυράσουσι· συμμιγήσονται

sigma

2371

σύ)φυτον· συμπορευόμενον, συνόν

sigma

2372

σύμφυτος· ἡ νεκτάριος ῥίζα, ἣν ἔνιοι ἑλένιον, ἔνιοι δὲ μηδίκην

sigma

2373

συμφῦσαι· ἀνάψαι

sigma

2374

συμφωνία· ὁμοφωνία

sigma

2375

συμφώνων· ὁμοίων

sigma

2376

*συμψη)θείς· βλαβείς, τρωθείς

sigma

2377

συμψηρᾷ· συμψηλαφᾷ

sigma

2378

σύμψηφος· ὁ τὰ αὐτὰ φρονῶν, καὶ κατατιθέμενος

sigma

2379

σύν· ξύν, ἅμα, ὁμοῦ. καὶ ἀντὶ τοῦ εἰς καὶ μετά ἀπό καὶ πρός. καὶ ἐπὶ τοῦ ὁμοῦ

sigma

2380

συνάγειν· μετ’ ἀλλήλων πίνειν97 in vol. 4

sigma

2381

συναγεῖραι· συναγαγεῖν, συνάψαι

sigma

2382

συναγελάζονται· συνδιαιτῶνται

sigma

2383

συναγέσκεο· ἰσχνοπρεπεῖς

sigma

2384

συναγηγερκώς· συναθροίσας, συνάξας

sigma

2385

συναγηγερμένων· συναχθέντων

sigma

2386

συναγορεύει· ὑπὲρ αὐτοῦ λέγει

sigma

2387

συνάγουσι· συνεληλυθότως πίνουσιν

sigma

2388

συναγρίδα· θαλάσσιος ἰχθῦς

sigma

2389

συναγρόμενοι· συναγόμενοι

sigma

2390

συναγώγιον· συμπόσιον ἔθου

sigma

2391

συνᾴδει· συμφωνεῖ

sigma

2392

συνᾴδοντα· συμφωνοῦντα

sigma

2393

σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει· παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν

sigma

2394

συναθροίζεται· συνάγεται

sigma

2395

*συνακτήριον· συνάθροισμα

sigma

2396

*συναΐδιος· συνυπάρχων

sigma

2397

σύναιμος· ἀδελφός

sigma

2398

συναινεῖ· συνευδοκεῖ. συγκατατίθεται

sigma

2399

σύναινος· ὁμόδοξος

sigma

2400

συναινῶ· συντίθημι

sigma

2401

συναίνυτο· συνελάμβανεν

sigma

2402

[συναίρεσθαι· συνερωτᾶν

sigma

2403

συναιρήματα· ἐρωτήματα. συλλαλήματα]

sigma

2404

συναιρουμένοις· συμβαλλομένοις

sigma

2405

σύναιχμα· σύμμαχα

sigma

2406

συναλλάσσωμεν· συνάγωμεν

sigma

2407

συνάλλαγμα· σύναξις. ἢ γαμικὸν συμβόλαιον

sigma

2408

*συναλοιφή· συναγωγή. συγκεχυμένη σύγκρισις

sigma

2409

*συναλείφων· τὰ αὐτά

sigma

2410

*συναλιζόμενος

sigma

2411

συναλισθείς· συναχθείς, συναθροισθείς

sigma

2412

συναλισθέντες· συναχθέντες

sigma

2413

συνάλματα· συμπηδήματα

sigma

2414

*συναλλακτής· φιλιαστής

sigma

2415

συνανακραθεῖσα· συγκερασθεῖσα98 in vol. 4

sigma

2416

*συνανοίσετε· συναν(εν)έγκατε

sigma

2417

συνάορος· σύζυγος, γυνή, σύγκοιτος, συνηρμοσμένη

sigma

2418

συναπηρτισμένος· πεπληρωμένος

sigma

2419

συνάπτεται· συμπορεύεται, συνέρχεται

sigma

2420

συναράμενος· συναγωνιζόμενος. συμβαλόμενος

sigma

2421

συναράσσει· συγκρούει

sigma

2422

*σύναρθρος· μετὰ ἄρθρου τοῦ προηγουμένου τῶν ὀνομάτων

sigma

2423

συναρήρακται· συγκέκοπται

sigma

2424

συναρία· συνοδία ἀλλόφυλος

sigma

2425

[συναρίς· συναφή. [φίλος] ἁρμονία]

sigma

2426

συνάρξει· συμπράξει, βοηθήσει, συλλαβεῖ, ἑνώσει

sigma

2427

σύναρξις· συνουσία. καὶ τὰ ὅμοια

sigma

2428

σύναρσις· συναφή. ἁρμονία

sigma

2429

συναρτῶν· συνάπτων

sigma

2430

συνασπιεῖ·

sigma

2431

συνασπίζει· συμμαχεῖ

sigma

2432

συνασπισμός· πύκνωσις. οἱ δὲ συνασπισμός

sigma

2433

συναυθλοῦμαι· διαπεραιοῦμαι

sigma

2434

συναυλία· συμφωνία

sigma

2435

συνάφεια· σύζευξις, ἕνωσις

sigma

2436

συνάχθεται· συλλυπεῖται

sigma

2437

συνάψας· συνδήσας, ἑνώσας, συμμίξας

sigma

2438

συμβαίνοντα· συμφωνοῦντα

sigma

2439

συνδεδραμηκότων· συνελθόντων

sigma

2440

συνδεῖ· συντηρεῖ. [συγκοιμᾶται]

sigma

2441

συνδεόμενος· συνδεδεμένος

sigma

2442

συνδέοντες· συνδεσμοῦντες

sigma

2443

[συνδέσαι· συνκοιμηθῆναι]

sigma

2444

σύνδεσμος· πλοκή. ὁμόνοια

sigma

2445

σὺν δ’ ἤειρεν ἱμᾶσι· συνέδησε δὲ τοὺς ἀγωγεῖς τῶν ἵππων

sigma

2446

συνδήσας ἄρα τὼ χεῖρε· συνδήσας δὴ τὰς χεῖρας99 in vol. 4

sigma

2447

συνδιαιωνίζειν· συνδιάγειν εἰς αἰῶνας

sigma

2448

συνδιεξέρχου· συνεκπέρα

sigma

2449

σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ· συνταράξῃ ἡμῖν τὴν εὐωχίαν

sigma

2450

συνδιημέρευσαν· τὴν ἡμέραν συνδιή(γα)γον

sigma

2451

σύνδικος· σύμφωνος. ἢ συνήγορος βουλῆς

sigma

2452

σύνδικοι· οἱ ἐν ταῖς δίκαις βοηθοί

sigma

2453

συνδοκτικόν· συνδεδογμένον

sigma

2454

σύνδουλος· ὁμόδουλος

sigma

2455

συνδούμενος· συνδεδεμένος. συνυπάρχων, συνών

sigma

2456

συνδραμεῖν· συνθέσθαι. βοηθῆσαι. συμφωνῆσαι. συνομολογῆσαι

sigma

2457

συνδυάζειν· συμπράττειν. [κυβᾶν τὸ ἀληθές, κακῶν]. συμβουλεύεσθαι

sigma

2458

συνδυασμός· συζυγία

sigma

2459

συνεβάλ]οντο· συνέθεντο

sigma

2460

συνέβημεν· συνεχωρήσαμεν συνεθέμεθα. ὡμολογήσαμεν. συνωδεύ‐ σαμεν

sigma

2461

συνεδεῖσθαι· συγκαθῆσαι

sigma

2462

[συνέθει· συντρέχει]

sigma

2463

συνέδρα· ἡ στάσις, ἣν νῦν στατίωνα λέγουσι

sigma

2464

συνεδρεύουσι· συνέρχονται, εἰς βουλὴν συνάγονται

sigma

2465

συνέδριον· δικαστήριον

sigma

2466

συνέ)ργον· συνεῖργον. συνεδέσμευον

sigma

2467

συν)έργαθον· συνεῖχον. περιώριζον

sigma

2468

συνε.χμῷ· τῇ συναρμ[ολ]ογῇ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς τῶν σφονδύλων

sigma

2469

συνέηκε· συνῆκεν

sigma

2470

συνέθετο· συνετάξατο

sigma

2471

συνέθλασε· συνέτριψε

sigma

2472

συνέθρ[ο]ισε· συνέτεμε. λεπτὰ ἐποίησεν. ἀπὸ τοῦ θρίσαι, ὅ ἐστι τεμεῖν

sigma

2473

*συνιείς· γνούς, νοῶν

sigma

2474

*συνίημι ὃ φῆς· νοῶ ὃ λέγεις

sigma

2475

συνείκανα· σύνοδος

sigma

2476

συνείκει· συμφέρει

sigma

2477

συν]ίλας· συνειλήσας

sigma

2478

συνειλεγμένα· συνηγμένα, συνηθροισμένα100 in vol. 4

sigma

2479

συνειλεχώς· συναγαγών

sigma

2480

συνειλοέντες· συλλαβόντες

sigma

2481

συνειλόμενα· συστρεφόμενα

sigma

2482

συνειλοῦνται· συστρέφονται

sigma

2483

συνείλοχας· συνήγαγες, ἤθροισας

sigma

2484

[συνείνησις] συνείδησις· διάθεσις

sigma

2485

συνείπετο· ἠκολούθει

sigma

2486

συνείρει· συνάπτει. μιγνύει

sigma

2487

συνεῖρκτο· ἐδέδετο

sigma

2488

[συνείρει· συνάπτει]

sigma

2489

συνείροντες· συνάπτοντες. Ε(ἴ)ρειν γὰρ τὸ ὁμοῦν

sigma

2490

συνείρ)ται· συνέσπασται

sigma

2491

συνεισθόρῃ· .....

sigma

2492

συνεῖσι· συναινέσαι

sigma

2493

συνεισέφρησεν· συνεισήνεγκεν

sigma

2494

συνέκδημος· συνοδοιπόρος

sigma

2495

συνεκδοχή· ὅταν τις ἀπὸ μέρους παραλάβῃ

sigma

2496

συνεκδοχικῶς· συλληπτικῶς

sigma

2497

συνεκόμισε· συνήγαγεν

sigma

2498

συνεκοσμοῦντο· συνεκρίνοντο

sigma

2499

συνέκυρσε· συνέτυχεν

sigma

2500

*συνεκτικώτατα· κεφαλαιωδέστατα

sigma

2501

συνεκύρωσεν· ἐβεβαίωσε

sigma

2502

συνελάβετο· ἐβοήθησε. ἢ κατὰ γαστρὸς ἔχει

sigma

2503

συνεληλακότες· ἐλάσαντες

sigma

2504

*συνελάσωμεν· συμβάλωμεν

sigma

2505

*συνέλευσις· σύνοδος

sigma

2506

συνελόντες· συνάγοντες

sigma

2507

συνελόντι· συνάγοντι

sigma

2508

συνελόντι φάναι· συντόμως λέγειν, ἢ εἰπεῖν

sigma

2509

συνελόντι φῆσαι· ὁμοίως

sigma

2510

συνελόχισε· συνέδρευσεν

sigma

2511

συνέμποροι· σύνοδοι. σύμφωνοι

sigma

2512

συνέμυσε· συνέτριψε101 in vol. 4

sigma

2513

συνενέγκαι· συμφρονεῖν

sigma

2514

συνεν(ην)εγμένος· συνελθών

sigma

2515

συνενεχθέντων· πεισθέντων. συλληφθέντων

sigma

2516

συνέντας· γνόντας

sigma

2517

συνέντης· συνεργός

sigma

2518

συνεξεβράσθη· συνεξεβλήθη

sigma

2519

[συνεπαρτιμένος· συνημμένος]

sigma

2520

συνεπέρανε· συνετέλεσεν

sigma

2521

συνεπεράνθη· ἐτελειώθη, πέρατι ὑπεβλήθη

sigma

2522

συνέπεσεν· [ἐστύνασεν.] ἐστύγν[ί]ασεν. συνέβη, ἔτυχεν

sigma

2523

συνεπέστη·

sigma

2524

συνεπιτιθεμένων· συν(εν)εδρευόντων

sigma

2525

συνεπλάκη· συνήφθη ἢ μετὰ γυναικός, ἢ πρὸς ἀνδρὸς πάλῃ

sigma

2526

συνεπισχύει· συμβοηθεῖ

sigma

2527

συνερανισάμενος· συμπληρούμενος

sigma

2528

συνεργεῖ· βοηθεῖ

sigma

2529

συνερέσειν· συλλέγειν συγκεχυμένους

sigma

2530

συνερέουσι· συγκέχυνται

sigma

2531

συνερέσθαι· συνερωτᾶν

sigma

2532

συνέριθοι· συνυφαίνουσαι. συνεργοί

sigma

2533

συνερίσαντα· συνάψαντα

sigma

2534

συνέρξαι· συγκαθίσαι μετά τινος, ἢ συγκαθεῖρξαί τινι

sigma

2535

συνερόμενος· συμβαλλόμενος

sigma

2536

συνέῤῥεον· συνέτρεχον

sigma

2537

συνέῤῥηκται· συνέφθαρται. βέβληται

sigma

2538

συνεῤῥώγει· συνεκεκρότητο

sigma

2539

συνέρχεται· συνάγεται

sigma

2540

σύνεσις· νόησις

sigma

2541

συνέσκληκε· συμπέπηγε

sigma

2542

συνεσκολυμμένον· συγκεκαλυμμένον

sigma

2543

συνεσποδωμένον· συγκεκομμένον

sigma

2544

συνεστάλη· πεφόβηται, ἐδειλίασε

sigma

2545

συνεστηκώς· συνηγμένος

sigma

2546

συνέστησεν· ἐκόσμησεν. ἐπῄνεσεν

sigma

2547

συνεστιᾶτο· συνηρίστα102 in vol. 4

sigma

2548

συνέστιοι· συναγωγοί. ὁμοτράπεζοι

sigma

2549

συνέστυβας· συνεσκυθρώπακας

sigma

2550

συνέστυβεν· ὁμοίως ἐσκυθρώπακεν

sigma

2551

συνεστυφωμένοι· συνεσκυθρωπακότες

sigma

2552

συνεστὼς χιτών· ὁ συμβλητός

sigma

2553

συνέταξεν· ἐνετείλατο, παρήγγειλεν

sigma

2554

[σύνετε· νοήσατε

sigma

2555

συνετέλεσα· ἀπώλεσα

sigma

2556

συνετελέσθησαν· ἐπληρώθησαν

sigma

2557

συνετιῶ σε· σοφίσω σε

sigma

2558

σύνετο[ς]· συνῆκεν]

sigma

2559

συνετός· σοφός. συγκεκροτημένος

sigma

2560

σὺν εὐαγεῖ· σὺν τῷ ἀγαθῷ

sigma

2561

συνευδοκοῦσι· συγκοινωνοῦσιν

sigma

2562

*συνέβλητο· συνεβάλλοντο

sigma

2563

συνεύν]ον· σύγκοιτον

sigma

2564

συνεύνους· συγκοίτους. συναποδήμους

sigma

2565

συνεφίαζεν· εἶα ἐκάλει. ὠνόμασται καὶ .....

sigma

2566

συνεφόρμα· ......

sigma

2567

συνεφύροντο· συνεμολύνοντο

sigma

2568

συνέχεεν· ἔμιξεν

sigma

2569

συνεχές· ἀδιάλειπτον

sigma

2570

συνέχεται· συμπλέκεται

sigma

2571

συνέχευεν· ἠφάνιζεν. συνέχεεν

sigma

2572

συνεχῆ· ἀναγκαῖα. πυκνά

sigma

2573

συνεχόμεναι· κρατούμεναι

sigma

2574

συνεχόμενον· ἐναντιούμενον. ἢ ἀῤῥωστοῦν

sigma

2575

συνέχου· κράτει

sigma

2576

συνεχώρησαν· συνωμολόγησαν. συνεπάθησαν

sigma

2577

συνεχῶς· ἐνδελεχῶς. πυκνῶς. ἀεί, ἀδιαλείπτως

sigma

2578

συνέψεσθαι· ἀκολουθῆσ[θ]αι, ἢ ἀκολουθεῖν

sigma

2579

συνεψήσθη· συνελεπτύνθη

sigma

2580

συνεψία· συμπλέκτρια, ἢ συνομιλήτρια

sigma

2580a

συνεωρακότες· συσκεψάμενοι103 in vol. 4

sigma

2581

συνή· συμπαίζη. συνακμάζει

sigma

2582

συνηβόλησεν· ἀπήντησεν

sigma

2583

συνήγορος· προστάτης

sigma

2584

συνηγηόχει· ἐκόμισεν

sigma

2585

συνήδεται· συγχαίρει, ἐφήδεται

sigma

2586

συνήθεια· ἔθος

sigma

2587

συνήθεις· ὁμοιοτρόπους, ἐν ὁμοίοις ἤθεσι τεθραμμένους

sigma

2588

συνήθλησαν· συνηγωνίσαντο

sigma

2589

συνῆκεν· ἔγνω, ἐνόησεν

sigma

2590

συνήλασε· συνεχώρησεν· ἐδίωξεν

sigma

2591

συνηλ)άσσετο· ἐφιλιοῦτο

sigma

2592

*συνειλημμένα· ἅμα, ὁμοῦ, συντόμως

sigma

2593

συνήλυσις· συνδρομὴ ἐπὶ τὸ αὐτό

sigma

2594

συνημμένοι· συνηνωμένοι

sigma

2595

συνημοσύνη· συνθήκη. ὅρκοι. συμβόλαια

sigma

2596

συνήνεγκε· συνεβάλλετο

sigma

2597

συνηνέχθη· προσεγένετο

sigma

2598

συνήορος· συνηρμοσμένη. καὶ συνήθης

sigma

2599

συνήργεις· συνέκαμ(ν)ες

sigma

2600

συνῃρημένον· τὸν κρατοῦντα. ἢ συμπληρούμενον

sigma

2601

συνηρές· σύσκιον

sigma

2602

συνηρτίζοντο· συνηθροίζοντο

sigma

2603

συνήρτυες· συνήρμοττες

sigma

2604

συνησθείης· συγχαρείης

sigma

2605

συνησθέντες· συγχαρ[ι]έντες

sigma

2606

συνῄσθηται· σύνοιδεν

sigma

2607

συνησπικότων· συμπραξάντων

sigma

2608

συνήσω· πεισθήσομαι

sigma

2609

συνθάκων· συγκαθέδρων

sigma

2610

συνθεῖσα· τὰ ἐξ ἐπιβο[υ]λῆς συμπαγέντα [συνθεῖναι· ......

sigma

2611

σύνθεμα· σημεῖον ἀφορμῆς. δραματούργημα. σύμβλημα

sigma

2612

συνθέματος· σημείου

sigma

2613

σύνθεο· νόησον. συνθηκοποίησαι. σύνθου, σύνες, καὶ περὶ σαυτοῦ δια‐ λόγισαι

sigma

2614

συνθεσίαι· συνθῆκαι

sigma

2615

συνθεσιάων· ἐντολῶν. συνθηκῶν

sigma

2616

σύνθεσις· ἁρμονία. κόλλησις

sigma

2617

συνθετά· συντεθειμένα104 in vol. 4

sigma

2618

[συνθέτηκα· συνεθέμην]

sigma

2619

σύνθετον· ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον

sigma

2620

συνθεύσεται· συνδραμεῖται. συνοίσει

sigma

2621

συνθήκας· ὅρ(κ)ους

sigma

2622

σύνθημα· σημεῖον. συνθήκη

sigma

2623

συνθήματα· μαθήματα. ποιήματα. συνθῆκαι. σημεῖα

sigma

2624

συνθηματιαῖοι· οἱ ἠργολαβημένοι καὶ ἐκδεδομένοι, ἐκδόσιμοι

sigma

2625

συνθήσῃ· συντάξῃ. [συνθῆναι]

sigma

2626

*συνθήκη· διάλεκτος

sigma

2627

συνθραύεσθαι· συντρίβεσθαι

sigma

2628

σύνθου· κατάθου, σύνθεο, νόησον

sigma

2629

συνθυμεῖν· συμπείθεσθαι

sigma

2630

συνθύξω· συναντήσω

sigma

2631

[συνία· ταραχή]

sigma

2632

συνίασιν· νοοῦσιν

sigma

2633

*συκάνιος· σύνοδος

sigma

2634

σὺν ἱδρῶτι· σὺν καμάτῳ

sigma

2635

συνιεῖ· νοεῖ

sigma

2636

συνίημι· νοῶ

sigma

2637

συνιζήσεως· συγκαθίσεως. ἐκ τοῦ συνιζάνειν. ἕζεσθαι γὰρ τὸ κα‐ θέζεσθαι

sigma

2638

συνίρνα· συνέχεις

sigma

2639

συνίσσεις· ἀντὶ τοῦ συγκλείεις

sigma

2640

συνιστάνειν· ἐπαινεῖν. φανεροῦν. βεβαιοῦν. παρατιθέναι

sigma

2641

συνιστορεῖ· σύνοιδα

sigma

2642

συνίστωρ· γνώστης. μάρτυς. συνόμιλος. συμπράκτωρ

sigma

2643

σύνιτε· συνέλθατε

sigma

2644

συνιῶν· νοῶν, φρονῶν

sigma

2645

συνκαλῶ· συνάγω105 in vol. 4

sigma

2646

συνκομίσας· συναγαγών, ἀθροίσας

sigma

2647

συνκροτεῖ· βοηθεῖ. συνάγει

sigma

2648

συνκρούεται· συνευφραίνεται

sigma

2649

συνκυρούσαις· συντυγχανούσαις

sigma

2650

συνλήπτορα· βοηθόν, συνεργόν

sigma

2651

συνμητιάασθαι· συμβουλεύεσθαι

sigma

2652

σύνναιος· σύνοικος

sigma

2653

συννένοφεν· ἐσκυθρώπακεν

sigma

2654

σύννευσις· συγκατάθεσις, κατάνευσις

sigma

2655

συννεφές· σκοτεινόν

sigma

2656

σύννοια· λύπη. ἔννοια

sigma

2657

[συννοισία· τὸ εἰς τὸ αὐτὸ συμφέρειν]

sigma

2658

*συννόει· ἐννόει, ἐνθυμοῦ

sigma

2659

σύννομα· σύνδρομα. ὁμόφρονα

sigma

2660

συννόμους· συν(ή)θεις

sigma

2661

σύννους· κατηφεῖς

sigma

2662

συννυργίς· ξύστρα

sigma

2663

[συνόβαυνοι, συναυλιστήρια. καὶ κοιμητήρια]

sigma

2664

σύνοδος· πολλῶν παρουσία. ἢ συνοδοιπόρος

sigma

2665

[συνοθούμενος· συνερχόμενος]

sigma

2666

συνοικέται· σύνοικοι

sigma

2667

συνοικία· τὰ πλείονα ἐφέστια

sigma

2668

συνοίσειν· συνεισενεγκεῖν

sigma

2669

συνοίσεται· συμπείσεται. συνελεύσεται. συμβαλεῖται

sigma

2670

συνοισόμεθα· συνελευσόμεθα

sigma

2671

συνοιχήσεται· συναναιρεθήσεται

sigma

2672

συνοκλάζει· ζεῖ

sigma

2673

συνοκωχά· νόσος. λοιδορία. μάχη

sigma

2674

*συνολκή· ἀναπνευστική, ἀναληπτική

sigma

2675

*συνοκωχότε· ἐπισυμπεπτωκότες. Συνοκωχὴ γὰρ ἡ σύμπτωσις

sigma

2676

συνομαρτεῖ· συνακολουθεῖ

sigma

2677

συνομαρτεύει· σύνεισι. καὶ τὰ ὅμοια

sigma

2678

συνόμιλος· σύλλογος. σύντροφος106 in vol. 4

sigma

2679

σύνοπος· σύνοδος

sigma

2680

σύνοπτα· εὐνόητα, ὁρατά

sigma

2681

σύνοπτρον· σύνοψις ἄστρων

sigma

2682

σύνορος· συγγείτων

sigma

2683

συνόσα· ὁμοῦ

sigma

2684

συνουλωτική· φαρμακίς

sigma

2685

συνουσίωσις· μίξις τις, ἕνωσις, συγγαμία, συντυχία

sigma

2686

[συνοῦται· λυπεῖται]

sigma

2687

συνοφρυμένος· λυπούμενος

sigma

2688

σύνοφρυς· μεγαλόφρων, μεγάλαυχος

sigma

2689

συνοχή· ἀσθένεια, ἀδημονία, ταραχή

sigma

2690

συνπαίστωρ· συμφοιτητής, ὁμότροφος

sigma

2691

συνπαρομαρτοῦν· συνακολουθεῖν

sigma

2692

[συνπειραθέντες· συστραφέντες]

sigma

2693

συνπολευμένους· συνιόντας

sigma

2694

σύν ρα· ὁμόσε

sigma

2695

συνρεφειῶν· συνσκεπῶν

sigma

2696

συνρυσμοῦσθαι· συγκρίνεσθαι

sigma

2697

*σύνταγμα· πλῆθος. στράτευμα

sigma

2698

συνσοῦσθαι· ἐπὶ τὸ αὐτὸ συμφέρεσθαι

sigma

2699

σύνστειπτον· συμπεπυκνωμένην. συμπεφυκυῖαν

sigma

2700

συνστροβ)λίσαι· συνστρέψαι

sigma

2701

συνστύψαι· σκυθρωπάσαι

sigma

2702

συνσυριστής· ὁ πάντα συνσύρων

sigma

2703

σύνταγμα· σύγγραμμα, ἢ ἐκ λόγων τάγμα

sigma

2704

συντακτήριος· ......

sigma

2705

συντάξει· παραγγελεῖ

sigma

2706

*συντάξασθαι· ἀσπάσασθαι

sigma

2707

σύνταξις· ἡ τετράς. ἢ διοίκησις. ἢ σύνθεσις

sigma

2708

σύνταξον· παράσχου

sigma

2709

συντάργανες· συντεταραγμένοι107 in vol. 4

sigma

2710

*συντεμών· συντελέσας

sigma

2711

*συντετάσθαι· διεκ(τε)τάσθαι

sigma

2712

*συντέθεικα· συνεθέμην

sigma

2713

συντεθραμμένου· συγγενοῦς, ἢ ὁμοτρόφου

sigma

2714

συντεθράνωται· συμπέπτωκε

sigma

2715

συντείνας· σπουδάσας

sigma

2716

*συντελείας· κακίας

sigma

2717

συντελέσθαι· πληροῦσθαι

sigma

2718

συντελεσθήτω· τελειωθήτω

sigma

2719

συντέρμων· [συντελεστής

sigma

2720

συντεταμένου· [συγκεκομμένου. συντόμως εἰρημένου

sigma

2721

συντεταραγμένου· συγκεχυμένου

sigma

2722

συντέτηκα· προσανάκειμαι

sigma

2723

συντευξόμενοι· συντυγχάνοντες

sigma

2724

σὺν τῇ· σὺν αὐτῇ

sigma

2725

συντόμως· διὰ βραχέων

sigma

2726

συντόνη· σύστασις

sigma

2727

σύντονον· σφοδρόν. ἰσχυρόν. συνεχές

sigma

2728

σύντρεις αἰνύμενος· ὁμοῦ τρεῖς συλλαμβάνων

sigma

2729

συντρίβει· συνθλᾷ

sigma

2730

συντριβής· συνδιατρίβουσα. συνοῦσα

sigma

2731

σύντριμμα· ἁμάρτημα

sigma

2732

σύντροφον· συνανάτροφον

sigma

2733

συντροχάσῃ· καταντήσῃ. πληρωθῇ

sigma

2734

συντυχία· συνέντευξις

sigma

2735

[συντυχίζειν· συνσωρεύειν]

sigma

2736

*συνειλάσσεσθαι· συνσυρίσασθαι. συνάγειν ποίμνια ἐν ὕλῃ

sigma

2737

σύνφημι· ......

sigma

2738

συνχαίρω· .....

sigma

2739

συνχεῖ· ταράσσει. λυπεῖ

sigma

2740

συνῳδά· σύμφωνα

sigma

2741

συνῳδ]ία· συγχορεία

sigma

2742

συνωθήσει· συνελάσει

sigma

2743

συνωθούμενοι· συνελαυνόμενοι.

sigma

2744

συνῳκισμένων· συνεληλυθότων108 in vol. 4

sigma

2745

συνωμάρτησε· συνηκολούθησεν

sigma

2746

συνώμεθα· συνθώμεθα, συνθήκας ποιησώμεθα

sigma

2747

συνωμοσία· ἡ μεθ’ ὅρκων φιλία

sigma

2748

συνωρίδα· ἅρμα δίπωλον

sigma

2749

συνωρίδος· δυάδος

sigma

2750

συνωρίς· ἅρμα ἐκ δύο ἵππων, ἢ συζυγία

sigma

2751

σύνωρον· σύμφωνον. ὁμολογούμενον. ἢ συγγενῆ

sigma

2752

[συόαι· βάρβαροι]

sigma

2753

συοβαύβαλοι· συῶν αὐλιστήρια καὶ κοιμητήρια

sigma

2754

Συοβοιωτοί· οἱ Βοιωτοὶ σύες

sigma

2755

συορόγχαι· βλαπτικοί

sigma

2756

συὸς ἀγρίου· συάγρου

sigma

2757

συοφόρβια· συῶν ἀγέλαι. ἢ χοίρων ἀσφαλεῖς δεσμοί

sigma

2758

συοφορβός· σῦς τρέφων

sigma

2759

Συπαλήττ]ιος· δῆμος φυλῆς Κεκροπίδος

sigma

2760

Συπαλητ)ίους· κακούργους

sigma

2761

σύραι· πολυτελεῖς

sigma

2762

Συρακοσία τράπεζα· πολυτελής

sigma

2763

σύρας μαχαίρας· ὅτι πολυτελεῖς, διὰ τὸ παροικεῖν αὐτοὺς Πέρσαις· εἰ μὴ ἀντὶ τοῦ σοβαρεῖς· καὶ μήποτε σύβρας. Συβρ)άζειν γὰρ τὸ θρύπτεσθαι καὶ χλιδᾶν φασι

sigma

2764

σύρβα· μετὰ θορύβου

sigma

2765

σύρβη· παρὰ τοῖς μεταλλικοῖς

sigma

2766

συρβηνεύς· Κρατῖνος ἐν Θρᾴτταις. ἤτοι (α)ὐλητής· σύρβη γὰρ ἡ αὐλοθήκη. ἢ ταραχώδης

sigma

2767

Συργάστωρ· συοφορβός. καὶ ὄνομα βαρβαρικόν

sigma

2768

σύρη· πλῆθος. σύρματα ναυμαχίας109 in vol. 4

sigma

2769

συρία· ἡ παχεῖα χλαῖνα. ἤτοι ἀπὸ τοῦ σισύρνης· ἢ ὅτι ἐν Καππαδοκίᾳ γίνεται. οὗτοι δὲ Σύροι

sigma

2770

Συρία· διὰ τὸ[ῦ] σύρεσθαι ὑπὸ τοῦ κατακλυσμοῦ

sigma

2771

σύριγγες· ἐκ καλάμων πανδούρια, ἢ κατατρήσεις εἰς ἀλλήλας ἐμ‐ πίπτουσαι

sigma

2772

συρίγγιον· τροχοῦ κένωμα, δι’ οὗ ἐνίεται ὁ ἄξων

sigma

2773

σύριγξ· δορατοθήκη. ἢ ὄργανον μουσικόν

sigma

2774

*σύριγγος· αὐλοῦ μουσικοῦ. ἢ τῆς δορατοθήκης τὸ εἶδος

sigma

2775

Συρίη· ἐνηγαίη τῇ περὶ Πόντον. ἡ νῦν λεγομένη Σῦρος νῆσος· ἔστι δὲ τῶν Κυκλάδων

sigma

2776

Συρίοις κύβοις· μήποτε Σύριον λέγει τὸν Πέρσην λεγόμενον· διὰ τὸ Συρίαν λέγεσθαι γῆν τὴν ἀπὸ Φοινίκης μέχρι Βαβυλῶνος

sigma

2777

Σύριον· Ἀσσύριον. τὸ διὰ Συρίας φερόμενον. ἢ διὰ τὸ σώλινον

sigma

2778

συρίσκος· ἀγγεῖόν τι πλεκτόν, εἰς ὃ σῦκα ἐμβάλλουσι. τινὲς δὲ ὑρίσκον

sigma

2779

συριστής· γέρανος ἄῤῥην

sigma

2780

σύρκεσι· σαρξίν. Αἰολεῖς

sigma

2781

σύρκιζε· σάρκαζε

sigma

2782

συρμαία· ἀγών τις ἐν Λακεδαίμονι, ἔπαθλον ἔχων συρμαίαν. ἔστι δὲ βρωμάτιον διὰ στέατος καὶ μέλιτος. λέγεται δὲ καὶ συρμαϊσμός, καὶ ἔστι πρὸς κάθαρσιν. καὶ πόμα δι’ ὕδατος καὶ ἁλῶν

sigma

2783

συρματὶς στρατιά· ἡ τὰ συμψήματα καὶ φρύγανα σύρουσα καὶ συλλέγουσα

sigma

2784

συρμίον· λάχανόν τι σελίνῳ ἐοικός

sigma

2785

συρμιστήρ· ξυλοπώλης

sigma

2786

συῤῥάδ)ος· νόθος. μικτός. εἰκαῖος

sigma

2787

*σύῤῥα· ὁμόσε, εἰς τὸ αὐτό

sigma

2788

σύρτης· χαλινός

sigma

2789

*Σύρος· Ἄραψ

sigma

2790

συρτίς· φθορά, καὶ λύμη

sigma

2791

*συράσσει· συμπίπτει110 in vol. 4

sigma

2792

*συῤῥίφη· σὺνσκέπη

sigma

2793

συρφετός· ὄχλος. ἢ κονιορτὸς μετὰ κόπρων. τινὲς δὲ χειμών καὶ συρμός. ἢ ἀκάθαρτος

sigma

2794

σύρφη· φρύγανα

sigma

2795

σύρφος· θηρίδιον μικρόν, ὁποῖον ἐμπίς

sigma

2796

σύρων· ἕλκων

sigma

2797

σῦς· γυνή. ς· σύαγρος

sigma

2798

συσκαν(ί)α· τὸ συσσίτιον

sigma

2799

συσπαστόν· τῶν τραγικῶν τι ἐγχειρίδιον ἐκαλεῖτο, ὡς Πολέμων φησί, τὸ συντρέχον, ἐν Αἴαντος ὑποκρίσει

sigma

2800

*σύσσημον· σημεῖον

sigma

2801

*σύς· σύσσημος, συςσημός

sigma

2802

σύσσιτον· ἄριστον. ἢ τὸν συνεσθίοντά τινι

sigma

2803

συσσοΐη· ἡ ἀνεμπόδιστος φορά

sigma

2804

*συσκευή· ἐπιβουλή

sigma

2805

*σύσκηνος· σύνοικος

sigma

2806

*σύσκια· σύνδενδρα

sigma

2807

συστάσεις· σύνοδοι. συμφωνίαι

sigma

2808

συστατῶν· συγκροτῶν. συστῶν. καὶ τὰ ὅμοια

sigma

2809

*συστήσασθαι· πήξασθαι

sigma

2810

σύστηνον· (ἐ)στενοχωρημένον. τρίχινος χιτών, ἢ ῥυπαρός. Ἀντίμαχος

sigma

2811

συστομώτερον σκάφης· παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων μετοίκων· διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφίετο

sigma

2812

συστραφέντες· συνελθόντες

sigma

2813

συστρεμ)άτων· θορύβων. πλάνων

sigma

2814

συστροφή· ἴλιγξ ὑδάτων. ἢ σκοτισμός

sigma

2815

συτάσσει· ἱκετεύει

sigma

2816

σύτο[ι]· ὥρμησεν, ὥρμα. ἀνῆλθεν. ἀνηκόντισεν

sigma

2817

συφαιός· χοιροβοσκός

sigma

2818

σύφακα· γλεῦκος

sigma

2819

συφακίζειν· ὀπωρίζειν111 in vol. 4

sigma

2820

σῦφαρ· γῆρας, τὸ ὑπέρτατον· οἱ δὲ τὸ τοῦ ὄφεως. καὶ τὸ ἐρ(ρ)υτιδω‐ μένον σῦκον. καὶ τὸ ἐπὶ τοῦ γάλακτος τροφῶδες

sigma

2821

συφεός· τόπος, ὅπου αἱ σῦς τρέφονται

sigma

2822

συφιοί· οἱ τῶν συῶν οἶκοι

sigma

2823

συχνά, πυκνά, συνεχῆ, πολλά

sigma

2824

συχνοῖς· συνεχέσι. καὶ τὰ ὅμοια

sigma

2825

σφάγιον· πρόβατον. θῦμα. ἢ ἐν ᾧ τὸ τῶν ἱερείων ὑποδέχεται αἷμα, τόπος

sigma

2826

σφαγή· ὁ κατὰ τὴν κατακλεῖδα τόπος

sigma

2827

σφάγια· ἡ τῆς ἱερουργίας ἡμέρα

sigma

2828

σφαγίς· τὸ προκάρδιον. καὶ ἡ τομή

sigma

2829

σφαδάζει· βράζει. δυσθανατεῖ. χαλεπῶς φέρει. διασπᾶται. ἀγανακτεῖ. δυσφορεῖ. ἀτακτεῖ. μετὰ χολῆς ὀργίζεται. καὶ μετὰ χόλου πολλοῦ, ἢ μετὰ σπασμοῦ πηδᾷ. μαίνεται. σπεύδει. διασείει. θυμοῦται. ταράττε‐ ται ὑπὸ τραύματος ζέοντος

sigma

2830

σφαδασμός· σπασμός. καὶ τὰ ὅμοια

sigma

2831

*σφαδάζουσα· ῥηγνυμένη

sigma

2832

*σφαδανόν· σφοδρόν. καταπληκτικῶς

sigma

2833

σφαίλειν· πλῆσαι

sigma

2834

[σφαιραγεῦντο· ἐψόφουν]

sigma

2835

σφαιρηδόν· περιφερές, στρογγύλον ὡς σφαῖρα

sigma

2836

σφαιρωτήρ· ζηνίχιον σανδαλίου, σκύτος, κόμμα λώρου

sigma

2837

σφακελισμός· παραπληξία

sigma

2838

σφακελίσαν· κακωθέν. καταφθαρέν

sigma

2839

σφακελίζει· κρούει τοῖς ποσί. κινεῖ δεινῶς. ὀδυνᾶται. σπᾷ. διασπᾶ‐ ται. ἀλγύνεται. Σφακελισμός γὰρ καὶ σφάκελος ἡ ἄμετρος ὀδύνη·
καὶ ἡ μετὰ σπασμοῦ τῆς χολῆς πρόεσις· καὶ ἡ τῶν ὀστέων σῆψις112 in vol. 4

sigma

2840

σ)άκια· τῆς ἀμπέλου τὰ κλήματα

sigma

2841

σφάκος· χόρτος, ὃν τὰ κτήνη ἐσθίει. οἱ δὲ τὸ ἐπὶ τῶν δρυῶν ἐπιγεν‐ νώμενον, ὃ καλοῦσι βρύον. οὐκ εὖ. ἐκεῖνος γὰρ φά)κος λέγεται

sigma

2842

σφακώδη κλιτύν· καθ’ ἣν ὁ (σ)φάκος ἐφύετο. ἔστι δὲ ἄγριον φυτόν

sigma

2843

σφαλάσσειν· τέμνειν. κεντεῖν

sigma

2844

σφαλεῖεν· ἀποτύχοιεν. ψευσθεῖεν

sigma

2845

σφαλερόν· ἐπικίνδυνον. σαθρόν. ἀβέβαιον

sigma

2846

σφαλερόν· ἐπισφαλές. ἐπικίνδυνον

sigma

2847

*σφάλμα· ἁμάρτημα

sigma

2848

σφάλλειν· κλίνειν. καταβάλλειν. ἁμαρτάνειν

sigma

2849

σφαλμᾷ· σκιρτᾷ. σφάλλεται. ἄλλοι ἀντὶ τοῦ σφαδάζειν τετάχθαι φασί. ἔνιοι μετὰ ἐπιθυμίας τι πράττειν

sigma

2850

σφάλλον· κολάκευσον

sigma

2851

*σφάλλονται· ἁμαρτάνουσιν

sigma

2852

)φαλ]ός· ..... ἔστι γὰρ ξύλον ποδῶν δεσμωτικόν· οἱ δὲ κορμὸν ἢ δίσκον· ἄλλοι δισκοειδές τι σκεῦος μολύβδιν(ον) ἔχον κρίκον, ὃ δεσμοῦντες ὑπὲρ τὴν κεφαλὴν ῥίπτουσιν ἐν τοῖς ἀγῶσι

sigma

2853

σφάνιον· κλινίδιον

sigma

2854

σφαραγγές·

sigma

2855

σφ)ραγίζει· βροντᾷ. ταράττει. ψοφεῖ

sigma

2856

(*)σφαραγεῦντο· κατεπονοῦντο. ἐφλέγοντο. ἐψόφουν

sigma

2857

σφάραγ]ος· βρόγχος. τράχηλος. λαιμός. ψόφος

sigma

2858

σφάς· αὐτούς, αὐτάς, [αὐτά]

sigma

2859

σφέ· αὐτούς, αὐτάς, αὐτά

sigma

2860

σφέας· αὐτούς, κατ’ ἔγκλισιν

sigma

2861

σφεδανόν· ἐπιτεταμένον. συντονώτατον. σφοδρόν. ὀξύ

sigma

2862

σφεδανῶν· φονεύων, ὀλλύς, κτείνων. τινὲς ἐπεσπευμένων. ἄλλοι σύν‐ θετον εἶναι ἐκ τοῦ σφέ καὶ δανῶν, ὅ ἐστι κτείνων· ἔστι δὲ ῥημα‐
τικόν113 in vol. 4

sigma

2863

[σφεζόμενοι· ἐπικαθεζόμενοι]

sigma

2864

σφειδρόν· καθαρόν. εὐῶδες

sigma

2865

σφειλ]όν· λοξόν. πυκνόν. εὐκίνητον. προσφυές. δριμύ

sigma

2866

σφείων· αὐτῶν

sigma

2867

σφέλας· ὑποπόδιον

sigma

2868

σφέλα· ὑποπόδια

sigma

2869

σφέλμα· τὸ ἄνθος τῆς πρίνου

sigma

2870

Σφενδαλῆς· δῆμος τῆς Ἀττικῆς

sigma

2871

σφενδόναιαν· σφενδόνην. ἢ τὴν σφραγῖδα

sigma

2872

σφενδόνην· τοῦ δακτυλίου τὸ περιφερές. ἢ σφραγίς

sigma

2873

σφέρτα· τὰ ἄφορα δένδρα

sigma

2874

σφέτερα· ἴδια αὐτῶν

sigma

2875

σφετέρῃσι· ταῖς αὐτῶν
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο

sigma

2876

σφετερίζει· εἰς ἴδιον κέρδος (κε)χηνώς

sigma

2877

σφετεριζόμενος· ὑφαιρούμενος. ἰδιοποιούμενος

sigma

2878

σφετερίζων· ἰδιοποιούμενος, καὶ προσλαμβανόμενος

sigma

2879

σφέτερον· τὸ αὐτῶν ἴδιον

sigma

2880

[σφετρίδες· ἐπιβλήματα]

sigma

2881

σφέων· αὐτῶν

sigma

2882

σφῇ· αὐτή

sigma

2883

σφῆισι· ταῖς ἑαυτῶν

sigma

2884

Σφήκεια· ἡ Κύπρος τὸ πρότερον. καὶ τὰ τῶν σφηκῶν κηρία

sigma

2885

σφηκίσκος· τὰ μακρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα σφη‐ κίσκους λέγουσιν· ἐπεὶ καὶ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἄγαν ἔχουσι. καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ .. προκοιλίους ..........

sigma

2886

σφηκισμός· εἶδος αὐλήσεως εἰρημένον ἀπὸ τῆς ἐμφερείας τῶν βομ(β)ῶν

sigma

2887

σφηκίωσις· κηρία σφηκῶν

sigma

2888

σφηκοί· οὐ κεχυμένοι τῇ σαρκώσει, ἀλλὰ συνεσφιγμένοι. ἔνιοι δὲ ῥω‐ μαλέους

sigma

2889

*σφηκῶν· ποικίλων114 in vol. 4

sigma

2890

σφηκὸς λόφου· τὸ ἄκρον τοῦ λόφου, τὸ ἐπὶ τῶν ὤτων ἀποκρεμά‐ μενον τοῦ λόφου, τῆς περικεφαλαίας τὸ συνεσφιγμένον. Λόφουρον δέ, οἷον λόφου ο(ὐ)ράν

sigma

2891

σφή,] [σαλεῦσαι, κινῆσαι. σφῆλαι

sigma

2892

σφήκωμα· πύκνωμα. καὶ ὁ δεσμός

sigma

2893

σφῆλαι· πλανῆσαι. βλάψαι .......

sigma

2894

σφήλειεν· ἀποτυχεῖν ποιήσειεν

sigma

2895

σφηλόν· λοξόν. πυκνόν. εὐκίνητον. Ἄσφηλον δὲ τὸ ἀκίνητον

sigma

2896

σφηνεύς· ἰχθῦς ποιὸς θαλάττιος

sigma

2897

σφηνούμενος· στρεβλούμενος

sigma

2898

σφῆς· τῆς ἑαυτοῦ

sigma

2899

σφῇσι· ταῖς αὐτῶν

sigma

2900

[σφῇσιν· αὐταῖς, ἢ αὐτοῖς]

sigma

2901

Σφήττιοι· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς

sigma

2902

[σφί· ἑαυτοῦ ἢ ἑαυτῆς]

sigma

2903

σφί)κται· οἱ κίναιδοι, καὶ ἁπαλοί

sigma

2904

σφιγκτήρ· χιτών. Ταραντῖνοι

sigma

2905

σφίδες· χορδαὶ μαγειρικαί

sigma

2906

σφίδη· χορδή

sigma

2907

σφίν· αὐτοῖς, ἢ αὐτούς, ἢ αὐτάς

sigma

2908

*σφίσιν· ἑαυτοῖς [ἢ ταῖς ἑαυτῶν]

sigma

2909

σφισίμολος· διαφορὰ τῆς κινήσεως

sigma

2910

σφόδελος· ἡ ἅλιμος. δασὺ ἄνθος, ἄρχον, σκιερόν. οἱ δὲ σῖτον

sigma

2911

σφοδελοφόρους· τοὺς μετοίκους

sigma

2912

σφόδρα· πάνυ, πολύ, ἄγαν, λίαν

sigma

2913

σφοδρόν· ἔντονον. ἰσχυρόν. ὀξύ. στιβαρόν. εὔτονον. χαλεπόν

sigma

2914

σφοῖσι· τοῖς αὐτῶν

sigma

2915

σφονδύλη· ὅμοιόν τί φασι σαλαφίῳ εἶναι, ὀσμὴν φαύλην προϊέμενον, εἴ τις ἅψεται αὐτῆς

sigma

2916

σφόνδυλος· τράχηλος

sigma

2917

σφόνδυλοι· αἱ ἁρμογαὶ τῶν μελῶν. καὶ οἱ τῶν φυτῶν πυθμένες. ἄλλοι τὰς δικαστικὰς ψήφους. καὶ τὰ τῆς ῥάχεως ὀστᾶ. καὶ τῶν σκορ‐ πίων αἱ ἐπὶ τῶν κέντρων περιγραφαί

sigma

2918

σφορτάν· λιμόν

sigma

2919

σφοῦ· τοῦ αὑτοῦ, τοῦ ἰδίου [ἢ τῆς αὑτῆς]115 in vol. 4

sigma

2920

σφραγῖδες· αἱ ἐπὶ τῶν δακτυλίων, καὶ τὰ τῶν ἱματίων σημεῖα

sigma

2921

σφραγιδονυχαργοκομήτας· τοὺς ἔχοντας σφραγῖδας ἐν τοῖς δα‐ κτυλίοις ὄνυχας λίθους, καὶ κομῶντας

sigma

2922

σφραγίς· χελώνη. καὶ ὁ ἐν τῷ δακτυλίῳ λίθος, ἢ σήμαντρον

sigma

2923

*σφηρός· τὸ τοῦ ἱματίου σημεῖον

sigma

2924

σφριαί· ἀπειλαί, ὀργαί

sigma

2925

σφριγᾷ· περιτέταται, περιτείνε(τα)ι. ἄλλοι σφύζει, πλήρης τυγχάνει. μάλιστα δὲ ἐπὶ θηλείας, εὐσωματεῖ, ἀκμάζει, νεάζει, καπριᾷ

sigma

2926

σφριγανόν· ἀκμαῖον. δαψιλές. σφοδρόν

sigma

2927

σφριγῶν· ἀκμάζων, νεάζων, αὔξων

sigma

2928

σφριγῶντα· ἐπαιρόμενα, ἰσχύοντα

sigma

2929

σφριγῶσα· πεπυκνωμένη, συνεστηκυῖα, ἰσχύουσα

sigma

2930

σφυγμός· φλεγμονή. κυρίως δὲ ὁ παλμὸς τῶν ἀρτηριῶν

sigma

2931

σφυδρά· ἡ περιφέρεια τῶν ποδῶν

sigma

2932

σφυδῶν· ἰσχυρός, εὔρωστος, σκληρός

sigma

2933

σφύζει· πηδᾷ, φλεγμαίνει. καίεται. στέλλεται ἡ φλέψ

sigma

2934

σφῦρα· ἐργαλεῖον τεκτονικόν, ἢ χαλκευτικόν

sigma

2935

σφυρά· τὰ περὶ τοὺς ἀστραγάλους, αἱ περιφέρειαι τῶν ποδῶν. ἢ τῶν ὀρῶν τὰ ἐπίπεδα καὶ κατώτατα. ἢ ἡ παρά τισι λεγομένη κέστρα, ἰχθῦς θαλάσσιος

sigma

2936

σφυράδες· τὰ διαχωρήματα τῶν αἰγῶν καὶ προβάτων. οἱ δὲ σπυ‐ ράδας

sigma

2937

σφυρήλατος· σφύραις ἐληλα[σ]μένος, οὐ χωνευτός

sigma

2938

σφυρήματα· τὰ σιδήρια, ὅτι οὐ χεῖται

sigma

2939

σφυροδέται· ἡ λέξις παρὰ τοῖς τὰ ἱπποτροφικά

sigma

2940

σφυρόν· σφοδρόν. ἢ τὸ ἐπάνω τῶν ἀστραγάλων

sigma

2941

σφύρωσις· διάροσις. [ἢ ἐν κύκλῳ τὰ πέλματα116 in vol. 4

sigma

2942

σφώ· ὑμεῖς. ἢ ὑμᾶς

sigma

2943

[σφῶϊ· τῆς ἑαυτῶν]

sigma

2944

σφωέ· ἑαυτούς. ἔστι δὲ τοῦ τρίτου προσώπου

sigma

2945

σφῶϊν· ὑμῖν, καὶ ὑμῶν, καὶ αὐτοῖς

sigma

2946

σφωΐτερον· ὑμέτερον, ὑμῶν τῶν δύο

sigma

2947

σφῶν· ἑαυτῶν

sigma

2948

σχᾷ· σχάζει

sigma

2949

σχαδόνες· τὰ κηρία τῶν μελισσῶν, ἔνθα οἱ σκώληκες. οἱ δὲ τὴν ὑπερ‐ βάλλουσαν ἡδονὴν σχαδόνες

sigma

2950

σχαδών· κυβευτικὸς βόλος

sigma

2951

σχαλίδες· δι’ ὧν σχάζουσι τὰ δίκτυα ὀρθὰ ἑστῶτα

sigma

2952

σχαλίσαι· θηλάσαι. καὶ ἀνίσχαλον τὸ ἄτοκον καὶ ἀθήλαστον

sigma

2953

[σχανδές· τὸ δίκτυον]

sigma

2954

σχάσαι· μετάβαλ[λ]ε

sigma

2955

σχάσει· ἀφήσει

sigma

2956

σχάσον· ἄφελκε. κατάπαυσον

sigma

2957

σχαστηρία· ὁρμιστηρία. καὶ [ἵ]μέρος τι ἐν τῇ νηΐ

sigma

2958

σχαῦδαι· ἰσχνόφωνοι

sigma

2959

σχέδην· ἡσυχῆ, βάδην

sigma

2960

σχεδία· μικρὰ ναῦς. ἢ ξύλα ἃ συνδέουσι, καὶ οὕτως πλέουσιν. ἢ ὅπλα τὰ ἐκ χειρὸς τιτρώσκοντα

sigma

2961

σχεδιάζειν· ἐγγίζειν. ἐκ παρατυχόντος ἐν ἑτοίμῳ λέγειν. λέγεται δὲ καὶ ἐπὶ τοῦ ταχέως ποιεῖν

sigma

2962

σχεδιασθείς· ἐγγισθείς

sigma

2963

*σχέδιοι· εὐτελεῖς

sigma

2964

[σχεδίη· συνάφεια. κοινωνία]

sigma

2965

σχεδίη· σχεδία. [καὶ τὸ ἐκ χειρὸς πατάξαι οὕτω λέγεται.] καὶ ἡ εἰκαίως πεποιημένη ναῦς. διάβασις, γέφυρα, ζεῦγμα

sigma

2966

σχέδιον· τὸ δόρυ, ὃ μὴ ἀκοντίζεται. ἢ τὸ ἀνευπρεπῶς γενόμενον. ἢ ἐκ τοῦ σύνεγγυς

sigma

2967

σχεδόθεν· ἐγγύθεν

sigma

2968

σχεδόν· ἐγγύς, ἐκ χειρός

sigma

2969

σχεδρός· τλήμων, καρτερικός

sigma

2970

σχέθεν· ἔμεινεν. ἐκρατήθη. ἐπέσχεν

sigma

2971

σχεθέτω· ἐπισχεθήτω, ἐπισχέτω117 in vol. 4

sigma

2972

σχέθον· κατέσχον

sigma

2973

σχέθων· κατέχων

sigma

2974

σχελίδες· κρέα ἐπιμήκη τετμημένα. οἱ δὲ πλευρίδες

sigma

2975

σχέλινος· ἀγρία κυπάρισσος. οἱ δὲ ἄρκευθος

sigma

2976

*σχέμα· σχῆμα [Ἀχαιοί

sigma

2977

*σχεῖται· ἐμεῖ

sigma

2978

*σχεθήτω· κατασχεθήτω

sigma

2979

σχελυνάζει· φλυαρεῖ

sigma

2980

σχενδυλόληπτοι· ἐσχενδυλῆσθαι ἔλεγον τοὺς ἐν τοῖς ταύροις. ἀπὸ τοῦ χαλκευτικοῦ ὀργάνου, ὃ σχενδύλη λέγεται

sigma

2981

σχέραφος· βλασφημία. λοιδορία

sigma

2982

Σχερίη· ἡ Σχερία. ἡ τῶν Φαιάκων χώρα, ἢ νῆσος Κέρκυρα τὸ πρό‐ τερον οὕτως ἐκαλεῖτο

sigma

2983

σχερόν· κῦμα ἕτοιμον. Ἀμερίας

sigma

2984

σχερός· ἀκτή, αἰγιαλός

sigma

2985

σχέσις· ἐποχή. κατάστασις. συγγένεια. φιλία

sigma

2986

σχετική· κατασχετικὴ οἰκείωσις

sigma

2987

σχετικός· ἡ πρός τινα ἔχων σχέσιν καὶ ἐγγύτητα. ἔστι δὲ τῶν πρός τι

sigma

2988

σχετικῶς· οἰκειωτικῶς

sigma

2989

σχετλιάζει· δυσφορεῖ, δυσχεραίνει, δυσπετεῖ

sigma

2990

σχετλιαζέτω· βαρείσθω, ἀποδυσπετείτω. Σχέτλιον γὰρ τὸ ἄδικον

sigma

2991

σχετλιάζων· ἀδικούμενος

sigma

2992

σχέτλιαι· δειναί

sigma

2993

σχετλιασμοί· δυστροπίαι. δυσφημίαι ὀδυνηραί

sigma

2994

σχέτλιον· χαλεπόν, ὀδυνηρόν, ἄπορον, ἄθυμον. ἀτυχές. ἄδικον

sigma

2995

σχέτλιος· τάλας. ἀγνώμων. φορτικός. στεναγμοῦ ἄξιος. χαλεπός

sigma

2996

*σχίδακας· κλάσματα ξύλων

sigma

2997

σχῆμα· πλάσμα. ἱματισμός. διάθεσις. κόμπος

sigma

2998

σχηματιζόμενοι· προσποιούμενοι, σχῆμα ἐπιδεικνύοντες

sigma

2999

σχηματισμός· πλάσμα

sigma

3000

σχηματοβόλον· ἤτοι ἐπὶ τῶν δικαστῶν τούτους ἐλάμβανον

sigma

3001

σχήσει· ἐφέξει, καθέξει

sigma

3002

σχήσειν· ἀνθέξειν, κωλύσειν, παύσειν

sigma

3003

σχήσεις· προσέξεις118 in vol. 4

sigma

3004

σχήσεσθαι· κατασχεθήσεσθαι

sigma

3005

σχήσεται· ἀνθέξει

sigma

3006

σχῆσις· ἕξις. ὁρμή

sigma

3007

σχήσουσι· κωλύουσι, παύσουσιν, ἐφέξουσιν

sigma

3008

σχήσων· ἐφέξων. καὶ τὰ ὅμοια

sigma

3009

σχητηρίαν· ἄγκυραν. ὁρμιστηρία

sigma

3010

σχίδα· σχίδος σινδόνος. πῆγμα

sigma

3011

σχίδαξ· κλάσμα ξύλου

sigma

3012

σχίδια· ὠμόλινα

sigma

3013

σχίδος· τὴν ἀπόσχισιν

sigma

3014

σχίζα· ἡ λαμπάς

sigma

3015

σχίζῃς· σχίζαις

sigma

3016

*σχίδαζε· τὰ ξύλα

sigma

3017

*σχίδαξ· τῶν ξύλων

sigma

3018

............

sigma

3019

σχιζογυάνδρους· τοὺς συκοφάντας

sigma

3020

σχιζόποδες· τῶν ὀρνέων τὰ ἔνυδρα

sigma

3021

*σχίζεσι· σχίδαξι

sigma

3022

(*)σχῖνος· εἶδος σμαράγδου εἰργασμένου

sigma

3023

σχινάτας· σχινατίων ἀγών τις ἐπιτάφιος ἐν Λακεδαίμονι

sigma

3024

σχίνδαν· θερμάστριον

sigma

3025

σχῖνον διατρώγων· εἰώθασι τὴν σχίνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας

sigma

3026

σχινοκέφαλος· ........ εἶδος φυτοῦ

sigma

3027

σχῖνος· τὸ ψέλ[λ]ιον. καὶ ἡ σκίλλα. καὶ εἶδος φυτοῦ

sigma

3028

Σχινοῦντα· νῆσός ἐστι Σχινοῦσ(σ)α Φωκίδος

sigma

3029

σχίσμα· ποδὸς τὰ σχίσματα. καὶ ὀρχηστικὸν σχῆμα

sigma

3030

σχι)ματῶδες· ὁμοίως

sigma

3031

σχισμή· διαχώρισις119 in vol. 4

sigma

3032

σχιστά· τὰ γράμματα. καὶ τὰ κρόμμυα

sigma

3033

σχιστόν· προσκεφάλαιον

sigma

3034

σχι)τός· χιτών τις ποιὸς γυναικεῖος, κατὰ τὸ στῆθος πόρπῃ συν‐ εχόμενος

sigma

3035

σχοίαο· παύσαιντο, ἐπίσχοιεν

sigma

3036

σχοίητε· νομίσοιτε, ὑπολάβοιτε

sigma

3037

Σχοίνικος· ὁ Ἀμφιαράου ἡνίοχος. καὶ ὄρνις τις. καὶ φυτόν

sigma

3038

σχοινίνην φωνήν· τὴν σαθρὰν καὶ διεῤῥωγυῖαν

sigma

3039

σχοίνινος ἡθμός· δι’ οὗ τὰς ψήφους οἱ δικασταὶ εἰς τὰς ὑδρ[ε]ίας κα[τα]θιᾶσιν

sigma

3040

σχοινίον· τὸ μεμιλτωμένον ἔρ(ρ)αινον ὑπὲρ τοῦ σοβῆσαι τὴν ἀγοράν, ὁπότε βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν. καὶ ἐν τῇ νηῒ ὁ σχοι‐ νοδρόμος. καὶ ὄρνις τις

sigma

3041

*σχοίνισμα· μέτρον ὁδοῦ. ἢ μέρος

sigma

3042

Σχοῖνος· πόλις Βοιωτίας, καὶ τὸ τῆς σχοίνου φυτόν·
σχοίνῳ ὑπεκλίνθη

sigma

3043

σχοινοτενές· ὀρθόν. μακρόν

sigma

3044

σχοίνων· τῶν αὐλητικῶν νόμων τις

sigma

3045

*σχολάσατε· ἠρεμίσατε

sigma

3046

σχολαῖον· ἡσύχιον. βραδύ

sigma

3047

σχολαιότερον· ἠρεμώτερον. βραδύτερον

sigma

3048

σχολαίων· ἀργῶν

sigma

3049

σχολή· οὐ μόνον τὸ μηδὲν δρᾶν, ἀλλὰ καὶ τὸ περί τι σχολάζειν. καὶ ἡ διατριβή

sigma

3050

σχόλια· σεμνολογήματα

sigma

3051

σχόμεθα· ἐπὶ τοῦ περιέσχομεν·
‚οὕνεκά μιν σὺμ παιδὶ περισχόμεθ[α]‛

sigma

3052

σχομένη· κατασχεθεῖσα. ἀνατείνασα τὰς χεῖρας. καλύψασα τὸ πρόσ‐ ωπον

sigma

3053

σχόμενος περὶ δουρί· κατασχεθεὶς καὶ συλληφθεὶς ὑπὸ τοῦ δόρατος

sigma

3054

σχόντες· εἰληφότες. προσχόντες

sigma

3055

σχῦρ· ἐχῖνος

sigma

3056

σχώμεθα· κατασχεθῶμεν120 in vol. 4

sigma

3057

σχῶνται· ἀπόσχωνται

sigma

3058

σῶ· σώω

sigma

3059

σωάδδει· παρατηρεῖ

sigma

3060

σωβῆρις· ναῦς, πορθμίς. ἔνιοι τὴν παλαιάν

sigma

3061

σωγάσαι· σῶσαι

sigma

3062

σώεσκον· ἔσωζον

sigma

3063

σώζει· διασώζει. βουλεύεται

sigma

3064

σωκεῖ· ἰσχύει. βοηθεῖ

sigma

3065

σῶκος· σωσίοικος, σάοικος. ἰσχυρός

sigma

3066

σῶκον· [ἀ]δυνατόν

sigma

3067

σωκόνδας· ὁ γαμικὸς οἶκος

sigma

3068

σωκόον· σῶα ἀκούοντα. τὸν Ἑρμῆν. καὶ σωσίοικον

sigma

3069

σωλῆνες· οἱ στεγαστῆρες. καὶ τῶν ὀστρακοδέρμων τι γένος κογχυλίων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μορίων

sigma

3070

σωλίγξαι· δραμεῖν

sigma

3071

σωλούς· ὗς

sigma

3072

σῶμα· πτῶμα. δέμας

sigma

3073

σῶμαι· ἕρπω. Δωριεῖς

sigma

3074

σωμάλοιφος· ὁ κατειλημμένος σώματι τὰ σκύτινα αἰδοῖα

sigma

3075

σωματοφύλαξ· δορυφόρος. νωτοφόρος, καὶ ὁ βασιλικὸς φύλαξ

sigma

3076

σῶν· σῴαν. ἡ βλάστησις, ἀπὸ τοῦ σε[β]ύεσθαι. Ἀττικοὶ δὲ σωζόμενον

sigma

3077

σῶον· ὁλόκληρον, ὑγιαῖνον

sigma

3078

σώοντες· σώζοντες. κρύπτοντες

sigma

3079

σώοντο· ὡρμῶντο. ἤρχοντο

sigma

3080

σωπιαίνουσιν· οἱ κύνες, παρὰ Ξενοφῶντι121 in vol. 4

sigma

3081

σώρακον· ἀγγεῖον, εἰς ὃ σῦκα ἐμβάλλεται. ἢ ξυλοκανθήλια

sigma

3082

σωρεύει· βουνίζει

sigma

3083

σωρηδόν· κατὰ σύστημα σεσωρευμένον. λέγεται δὲ ἐναριθμητόν

sigma

3084

σωρεία· πλῆθος

sigma

3085

*σωρωνίς· ἐλάτη. καὶ πόλις

sigma

3086

σωρός· συναγωγή, ἣ θωμοῦ διαφέρει

sigma

3087

σῶς· ὁ ὁλόκληρος, καὶ τέλειος. ὁ σωζόμενος, καὶ σῶος ὑπάρχων

sigma

3088

σώσικες· οἱ ἑφθοὶ κύαμοι

sigma

3089

σωσίβιοι· οἱ κωβιοί

sigma

3090

σωσίοικος· ὁ τοὺς οἴκους σώζων

sigma

3091

σῶς ὄλεθρος· ὁ πρόδηλος, καὶ φανερός. καὶ μέγας. καὶ τέλειος

sigma

3092

*σωρήχ· ἐκλεκτή .......

sigma

3093

σωστέ]ος· σωθῆναι ἄξιος

sigma

3094

σῶστρα· σωτήρια. μήνυτρα, λύτρα. ὕμνος, ᾠδή

sigma

3095

σωστεύματα· τὰ τοῦ τροχοῦ ξύλα. καὶ ὁ ἐπὶ τούτοις σίδηρος ἐπί‐ σω]τρον

sigma

3096

σῶται· ὁρμᾶται, ἔρχεται, πορεύεται

sigma

3097

*σωτεύματα· σωτρεύματα

sigma

3098

Σώτειρα· ἡ Ἀθηνᾶ παρὰ τοῖς Ἕλλησιν. κατὰ Γαληνὸν ἀντίδοτός τις

sigma

3099

σωτέος· σωθῆναι ἄξιος

sigma

3100

Σωτήρ· ὁ τοῦ ἁλὸς χόνδρος. καὶ ὁ Ζεύς. [καὶ] ὁ ἐλευθέριος, ἢ λυ‐ τρωτής

sigma

3101

σωτηριακόν· τὸ εἰς ἐκφορὰν νεκροῦ διδόμενον

sigma

3102

σωτήριος· ὁ οὔριος ἄνεμος

sigma

3103

σωτηρίου· ἐξιλασμοῦ

sigma

3104

Σωτῆρος Διός· οὕτω τὸν τρίτον κρατῆρα καλούμενον

sigma

3105

[σωφράτορες· σωφρονέστεροι]

sigma

3106

σωφρονιστῆρες· τῶν ὀδόντων τινὰς οὕτω λέγουσιν

sigma

3107

*σώφρων· φρόνιμος. καθαρός, ἁγνός

sigma

3108

*σωφρονίζεται· σεμνύνεται

sigma

3109

σωφρονιστής· νουθετητής122 in vol. 4

sigma

3110

σωφροσύνη· σοφία, ἐπιστήμη

sigma

3111

σώχν· τρίβειν

sigma

3112

σωχίς· εἶδος ἀμπέλου

sigma

3113

σωχομένους· τριβομένους

sigma

3114

Σωχός· ὁ τῶν Κουρήτων πατήρ

sigma

3115

σώωντες· κρύπτοντες

tau

1

Τά· ταῦτα, ἅτινα αὐτά, ἀναφορικῶς·
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν

tau

2

τὰ ἅ· [ἅτινα, ἢ τοιαῦτα]

tau

3

[τὰ ἀδάνοντα· τὰ ἀρέσκοντα]

tau

4

τὰ αἰσχίω· τὰ χείρω

tau

5

τὰ ἀμείνω· τὰ κρείττονα

tau

6

[τὰ ἀντααῖον· βαρύ]

tau

7

τὰ ἀπὸ τρίποδος· παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων· ἤτοι ἀπὸ τοῦ Δελφικοῦ τρίποδος· ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ

tau

8

*τὰ βάθη· τὰ ἀχώρητα, τὰ ἀκατάληπτα

tau

9

*Ταβεήλ· ἀγαθοῦ Θεοῦ

tau

10

ταβάλα· ταβῆλα. ὑπὸ Πάρθων οὕτω καλεῖται ὄργανον κριβάνῳ ἐμφε‐ ρές, ᾧ χρῶνται ἐν τοῖς πολέμοις ἀντὶ σάλπιγγος

tau

11

[ταβερνία· καπήλ]

tau

11b

ταβέρνων· πανδοχείων]

tau

12

ταγαῖος· ὁ ἐξ ἐπιταγῆς τι ποιῶν

tau

13

ταγαῖς· ἀρχαῖς, ἡγεμονίαις

tau

14

τάγανα· ταῦτα. Κρῆτες

tau

15

ταγατίζων· κιχλίζων

tau

16

ταγή· βασιλικὴ δωρεά. καὶ ἡ σύναξις τῶν πρὸς τὸ ζῆν ἀναγκαίων123 in vol. 4

tau

17

ταγηνία(ι)· πεμμάτια (ἀπὸ) τηγάνων. οἱ δὲ στέας ὑγρόν, ἐπιχεόμενον τηγάνῳ, ᾧ προσβάλλεται μέλι, (ση)σάμη, τυρός

tau

18

τάγηνον· τήγανον

tau

19

τάγιλος· φειδωλός

tau

20

τάγιος· κήρυξ. πρεσβευτής. ὀξύς. ταχύς. βάσιμος

tau

21

ταγοί· προστάται, ἄρχοντες, ἡγεμόνες

tau

22

ταγύρια· τὰ ἐλάχιστα, τὰ τυχόντα

tau

23

ταγόναγα· Μακεδονική τις ἀρχή

tau

24

τὰ δ’ ἄποινα· τὰ δὲ λύτρα

tau

25

τὰ δέ· ταῦτα

tau

26

τὰ δ’ ἐρῆμα φοβεῖται· τὰ δὲ πρόβατα ἔρημα γενόμενα τῇ τοῦ ποι‐ μένος φυγῇ

tau

27

τὰ διαβούλ)α· τοὺς διαλογισμούς

tau

28

ταθείς· ἁπλωθείς

tau

29

*τατθίον· μασθός, τιτθίον

tau

30

ταὶ δὲ χθόνα· .......

tau

31

ταῖν· ταῖς

tau

32

[ταῖη· διοικητής, προστάτης]

tau

33

ταιναρίας· παρὰ Λακεδαιμονίοις ἑορτὴ Ποσειδῶνος· καὶ ἐν αὐτῇ Ταιναρισταί. Ταίναρον γὰρ πεδίον Λακωνικῆς

tau

34

ταῖν θεαῖν· ταῖς θεαῖς

tau

35

ταινία(ι)· στέμματα τῶν ἱερέων, διαδήματα ἀρχιερατικά, ἢ ζῶναι, ἢ στέφανοι, κόσμοι, ἢ δεσμοὶ ἱεροί

tau

36

ταινιοῦντες· κοσμοῦντες, δεσμοῦντες, στεφανοῦντες

tau

37

τὰ κέρατα· τὰ ἄκρα

tau

38

τακερόν· τηκτόν. οἰκτρόν

tau

39

τακτικοῖς· στρατιωτικοῖς, πολεμικοῖς

tau

40

τακτόν· ὁμοίως

tau

41

τἀκ το(ῦ) νίτ)ου· τὰ τῶν μαγείρων ξηρὰ ἀρτύματα· διὰ τὸ ἔνθα καὶ
τὸ νίτρον πωλεῖσθαι124 in vol. 4

tau

42

τακῶνες· τροχίσκοι στέατος κεκομμένου μεθ’ ἁλῶν, καὶ ξηρῶν [καὶ] ἀρτυμάτων

tau

43

τάλα· μέγα

tau

44

ταλαεργοί· οἱ ὑπομένοντες τὰ ἔργα, τλητικοί, ταλαίπωροι, δυσπα‐ θεῖς

tau

45

ταλαεργόν· τὰ αὐτά

tau

46

ταλαίνης· ἀθλίας, ταλαιπώρου

tau

47

ταλαιπωρία· μοχθηρία

tau

48

ταλαίπωρος· ἐπίπονος, τλητικός

tau

50

ταλακάρδιος· τλητικός, ὑπομονητικὸς κατὰ τὴν καρδίαν

tau

49

ταλαίφρων· καρτερικός

tau

51

ταλανίζει· θρηνεῖ

tau

52

τάλαντα· ζυγά, σταθμοί

tau

53

τάλαντον· λίτραι ἑκατὸν εἴκοσι πέντε κατὰ τὸν μέγαν Ἐπιφάνιον

tau

54

ταλανταίων· μεδίμνων, καὶ σταθμίων

tau

55

ταλάντατα· ἀτυχέστατα

tau

56

ταλαντεύει· σταθμίζει, ζυγοστατεῖ

tau

57

ταλαντιαῖον· βαρύ

tau

58

Ταλάντιον· τόπος. Ἀρτεμίδωρος

tau

59

τάλαντον· σταθμός, ζυγός. ὁλκὴ λιτρῶν ἑκατόν, ἢ ἑκατὸν εἰκοσιπέντε, ἢ ἑκατὸν ἑξηκονταπέντε. ἢ τετρακόσια. ἢ χίλια ἑκατὸν πεντηκονταδύο

tau

60

τάλαντος· ταλαιπώρου

tau

61

ταλαντώσει· σταθμήσει, στήσει

tau

62

ταλαόν· ὑποστατικόν. ἰσχυρόν, βίαιον

tau

63

ταλαπείριος· τλητικὸς κατὰ τὴν πεῖραν, ἢ τηλόθεν διαπεπεραιωμέ‐ νος. οἱ δὲ ἀφιγμένος

tau

64

ταλαρίς· ἐξ οὗ βάλλουσι τοὺς ἀστραγάλους

tau

65

*ταλαπενθέα· ὑπομένοντα τὰ πένθη

tau

66

τάλαροι· κάλαθοι ἐρίων. καὶ ἐν οἷς οἱ τυροὶ πήγνυνται·
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν125 in vol. 4

tau

67

τάλας· ἄθλιος, ταλαίπωρος

tau

68

ταλάσια· τὰ ἔρια

tau

69

[ταλασείῃ· ὑπομείνῃ]

tau

70

ταλασία· ἐριουργία, ἐργασία

tau

71

ταλασιουργία· τῶν ἐρίων τὰ ἔργα

tau

72

ταλασιουργός· ἐριουργός. [καὶ ἡ ἐν τοῖς ταλάροις ἐργαζομένη κρόκη, ἢ ἔρια

tau

73

ταλασίφρων· ταλακάρδιος, ἰσχυρός, τολμηρός. θρασύς, ὑπομονητι‐ κός, ἰσχυρόφρων

tau

74

*ταλάσεις· ὑπομε[ί]νεῖς, τολμήσεις

tau

75

ταλάσι· ὑπομεῖναι. καὶ τὰ ὅμοια

tau

76

ταλαύῤινον· ὑπομονητικόν, τολμηρόν, πολεμιστήν

tau

77

ταλάφρονα· τλητικὸν κατὰ τὰς φρένας. οἱ δὲ ἰσχυρογνώμονα

tau

78

ταλαώρεα· τοξεύματα

tau

79

Ταλαιός· ὁ Ζεὺς ἐν Κρήτῃ

tau

80

ταλαιδίτης· ἀγὼν γυμνικός

tau

81

ταλικής· ἀναιδής

tau

82

ταλίκην· τηλικα(ύ)την

tau

83

[ταλίκην[ος]· τηλικαύτην]

tau

84

τάλιξ· ὁ ἔρως

tau

85

ταλίων· ἀθλίων

tau

85a

τᾶλις· ἡ μελλόγαμος παρθένος καὶ κατωνομασμένη τινί, οἱ δὲ γυναῖκα γαμετήν, οἱ δὲ νύμφην

tau

86

Ταλύβιος· ἱερεύς

tau

87

ταλῶς· ὁ ἥλιος

tau

88

τἀμά· τὰ ἐμά

tau

89

ταμᾶς· γαμβρός126 in vol. 4

tau

90

τάμε· ἔταμεν

tau

91

ταμέει· τέμνει

tau

92

ταμεῖν· τεμεῖν

tau

93

ταμέσθαι· ἀπομερίσαι. ἐπιτ[ι]μῆσαι

tau

94

*ταμεῖα· ἀπόκρυφα οἰκήματα

tau

95

ταμεσίχροα· τέμνοντα τὸν χρῶτα. ἀπὸ μέρους δὲ λέγει τὴν σάρκα

tau

96

τὰ μέταζε· μετὰ ταῦτα. Δωριεῖς

tau

97

ταμετάτι· τηνικάδε

tau

98

ταμίαι· οἱ τῶν δημοσίων χρημάτων καὶ πάντων τῶν κοινῶν προστά‐ ται καὶ φύλακες, ταμιοῦχοι

tau

99

ταμίαν· ζημίαν

tau

100

ταμιείας· φύλαξ χρημάτων, προστάτης, δεσπότης, οἰκονόμος, διοι‐ κητής

tau

101

ταμιεῖον· κοιτῶνα

tau

102

ταμιεύεται· διοικεῖται. ἀποκρύβει

tau

103

ταμίη· ἢ προστάτις τοῦ οἴκου, διοικήτρια, ἢ κελλαρία πιστή. καὶ ἀρχὴ Ἀθήνησιν

tau

104

ταμίην· δέσποιναν, τὴν τοῦ οἴκου προεστῶσαν

tau

105

*ταμεῖον· θάλαμος

tau

106

*ταμειοῦχος· οἰκονόμος

tau

107

Ταμιράδαι· ἱερεῖς τινες ἐν Κύπρῳ

tau

108

τάμισος· ἡ πυτία

tau

109

τάμνειν· διατέμνειν

tau

110

τάμνεν· ἐνέκοψεν

tau

111

τάμνοντες· διατέμνοντες. ποιοῦντες·
τάμνον τ’ ἀμφὶ περιήλαυνον

tau

112

τάμοις· τέμοις. ποιήσαις

tau

113

[τάμονες· διακόπτοντες]

tau

114

ταμόντες· ποιήσαντες. συνθέμενοι

tau

115

τάμωμεν· ποιήσωμεν

tau

115a

τάν· σύ, Ἀττικῶς. ἢ ταύτην. ἢ τούτων127 in vol. 4

tau

116

τανάγρα· ἀγγεῖον χαλκοῦν, ἐν ᾧ ἤρτυον τὰ κρέα

tau

117

Ταναγρίδαι· οἱ Ταναγρεῖς

tau

118

Ταναγραίων φυήν· Κητεῖ ὁμοιοτάτην. Ἔφορος λέγει εἶναί τινα ἐν Τανάγρᾳ παχύτατον, ὃς ἐλέγετο Κητεύς

tau

119

ταναηκέα· δι’ ὅλου ἠκονημένα, ὀξέα, ἀποτεταμένην τὴν ἀκμὴν ἔχοντα

tau

120

ταναηκέϊ· τὰ αὐτά

tau

121

ταναηκέος· μακροῦ, τοῦ μακρὰν λαβὴν ἔχοντος

tau

122

ταναηκές· εὔμηκες

tau

123

[ταναηκότες χαλκῷ· τῷ ἐκτεταμένῳ σιδήρῳ]

tau

124

ταναῆς· ἐκτεταμένης

tau

125

[τανακιδές· ὀξύ. μακρόν. δι’ ὅλου ἠκονημένον]

tau

126

ταναοῖο· ἐπιμήκους, μακροῦ, πάνυ ἐκτεταμένου

tau

127

τανα(ν)· ἰσχυρόν. ὀξύ. λεπτόν. σκληρόν. μέγα. ὑγρόν. μακρόν

tau

128

[τάνας· παρηκούσας, ἀπὸ τοῦ εἰς μῆκος τετανύσθαι]

tau

129

ταναύποδα· ὀρθόποδα, τεταμένοις τοῖς ποσὶ κατὰ τὴν ὁδοιπορίαν

tau

130

τἄνδον· τὰ ἔνδον

tau

131

τανέη· ἀποτεταμένῃ

tau

132

τανεηκῆ· ἐκτεταμένην ἔχοντι τὴν ἀκμήν

tau

133

τανηλ(εγ)έος· παρατεταμένην ἔχοντος τὴν ἀλγηδόνα. μακροκοιμήτου·
τανηλεγέος θανάτοιο

tau

134

τανθαλύζει· τρέμει. Δωριεῖς. οἱ δὲ σπαίρει

tau

135

τἀνθάριον· ἐρύθημα

tau

136

[τανίφυλλος· μακρόφυλλος]

tau

137

τανίσφυρος· ὀρθόσφυρος. εὔσφυρος. λεπτόσφυρος

tau

138

τανθαρυστός· ὁ τρόμου παρασκευαστικός

tau

139

[τανοϋφῆ· λεπτοϋφῆ]

tau

140

τανταλάσσεται· δάκρυα. στάζει δάκρυα

tau

142

τανύγλωσσοι· μακρόφωνοι. ἢ τεταμένην ἔχουσ(α)ι τὴν γλῶτταν

tau

141

τανταλίζεται· σαλεύεται128 in vol. 4

tau

143

τανυγλώχινες· τεταμένας τὰς γωνίας ἔχοντες

tau

144

τανύει· ἐκτείνει, ἕλκει, τείνει

tau

145

τανυηκές· τὴν ἀκὴν ἔχον παρατεταμένην

tau

146

τανυηκέας· ἐκτεταμένους ὄζους

tau

147

τανύοντο· ἐξετείνοντο. ἔτρεχον·
τανύοντο δὲ μώνυχες ἵπποι ἐπὶ τῶν συῶν. ἐξετείνοντο διὰ τὴν λιπαρίαν·
εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο

tau

148

τανύπεπλος· μακρόπεπλος

tau

149

τανύποδας Ἐριν]ῦς· ταχύποδας, ἐν τάχει τιμωρουμένας

tau

150

τανύπτερος· μακρόπτερος, τεταμένα ἔχων πτερά

tau

151

τανυπρώρους· τὰς καλύπτρας· διὰ τὸ περὶ τὸ πρόσωπον περιτε‐ τάσθαι

tau

152

τανυσ)άμενος· ἐκταθείς

tau

153

τάνυσσα· ἐνέτεινα

tau

154

τάνυσσαν· ἐνέτεινον

tau

155

τανύσς· ἁπλώσας. ἐκτείνας. κρεμάσας

tau

156

τανύτριχα· δασύτριχα. λεπτότριχα

tau

157

τὰ νῶτα· τὰ ὀπίσθια

tau

158

ταξάμενοι· ὁρίσαντες

tau

159

τάξις· ἡ ἐπὶ ὀφειλομένοις χρήμασι καταβολή. ἢ ἀκολουθία, καὶ εἱρμός

tau

160

τάξος· δένδρον. τι ὀρεινόν

tau

161

τάξω· συντάξω. θήσω

tau

162

ταπεινόν· χθαμαλόν

tau

163

τάπ)δες· τάπητες

tau

164

*τὰ ὅπλα τοῦ φωτός· τὴν φυλακὴν τῆς τῶν ἐντολῶν ἐργασίας

tau

165

τάπις· προσκεφάλαιον

tau

166

*τάπερ· ἅτινα

tau

167

*τάπησι· ποικίλοις στρώμασιν

tau

168

τὰ πρόσω· τὰ ἔμπροσθεν

tau

169

τὰ πρῶτα· ἀντὶ τοῦ ἅπαξ. ἢ τὸ πρῶτον, καὶ ἐξ ἀρχῆς

tau

170

τάρ· σύνδεσμος. δέ, δή, ἄρα, καὶ δή, ταχέως

tau

171

τά ῥα· ἅτινα δή

tau

172

*ταρβήσαντες· φοβηθέντες, εὐλαβηθέντες

tau

173

[Ταρακίναι· ἔθνος. ἢ πόλις]129 in vol. 4

tau

174

τάρανδος· ζῶον ἐλάφ[ου]ῳ παραπλήσιον, οὗ τὰς δορὰς εἰς χιτῶνας χρῶνται Σκύθαι

tau

175

Ταραντῖναι· αἵματι βαφαί, τινὲς δὲ τὰς πορφύρας. ἐδώδιμοι γάρ. καὶ ἐξ αὐτῶν τραχήλια

tau

176

Ταραντῖνοι· ἱππεῖς τινες ὀνομάζονται. οἱ δὲ τοὺς ἀκοντιστάς, ἢ τοὺς ψιλοὺς ἱππεῖς, ὡς καὶ Ἵππαρχος

tau

177

Ταραντῖνον· ἱμάτιον γυναικεῖον λεπτόν, κρωσσοὺς ἔχον ἐκ τοῦ ἑνὸς μέρους

tau

178

Ταράξιππος· οὕτως ὑπ’ ἐνίων Πέλοψ ἱστορεῖται, οὗ τάφος ἐν Ὀλυμπίᾳ

tau

179

τά ῥά οἱ· ἃ δὴ αὐτῷ

tau

180

τ’ ἄρα τἄλλα· καὶ τὰ ἄλλα δέ

tau

181

Τάρας· πόλις Ἰταλίας· ἀπὸ Τάραντος τοῦ Ποσειδῶνος. ἔστι δὲ Λα‐ κώνων ἄποικος

tau

182

*ταρβεῖ· φοβεῖται

tau

183

*τάρβει· φοβοῦ

tau

184

*τάρβησαν· ηὐλαβήθησαν

tau

185

ταρβαρέον· δεινόν, φοβερόν

tau

186

τάρβος· φόβος

tau

187

ταργαίνειν· ταράσσειν

tau

188

ταργάναι· πλοκαί, συνδέσεις, πέδαι

tau

189

τάργανον· ὄξος. Λυδοί. ἢ τὸ ταράττον. ἢ τὸ ἀπὸ στεμφύλων πόμα. καὶ πόα, ἣ καὶ σκορπίουρος·

tau

190

[ταρήφη· κόφινος μέγας. οἱ δὲ νεκροφορικὸν ἀγγεῖον]130 in vol. 4

tau

191

ταριχεύουσαι· τήκουσαι

tau

192

ταριχευτόν· τηκτόν. ξηρόν

tau

193

ταρκούει· ἀκούει

tau

194

ταρμύξασθαι· φοβηθῆναι

tau

195

ταρνόν· κολοβόν, κολοβόουρον

tau

196

Τάρνη· πόλις ἐν Λυδίᾳ. οἱ δὲ ἐν Μυσίᾳ, ὅθεν ἦν Ἑρμείας, ὁ Ἀριστο‐ τέλους τοῦ φιλοσόφου γνώριμος

tau

197

τάρπη· συρακούσιοισύηνος. τινὲς σορόν

tau

198

*ταρόν· ταχύ

tau

199

τάρπημεν· ἐκορέσθημεν

tau

200

ταρπήμενα(ι)· τερφθῆνα(ι), [τερπνά]

tau

201

τάρπησαν· τέρψιν ἔλαβον

tau

202

τάῤῥοθοι· παρορμῆται. βοηθοί

tau

203

τάῤῥοθος· βοηθός, ἀρ[ρ]ωγός

tau

204

ταῤῥοί· τὰ ἀγγεῖα τῶν τυρῶν

tau

205

ταῤῥός· κώπη. καὶ πλέγμα καλάμινον, ἐφ’ οὗ τοὺς τυροὺς ξηραίνου‐ σιν, ἔνιοι ταρσοὺς κρεμαστούς. καὶ λίθος ὁ κάτω τιθέμενος ἐν τῷ ἰπνῷ ἐν τοῖς μεταλλεῦσιν

tau

206

ταρσῆται· ἀγγεῖα, ἐν οἷς οἱ τυροὶ ψύχονται

tau

207

ταρσιήν· τὴν τρασιάν

tau

208

ταρσίοις· πτεροῖς ἄκροις

tau

209

Ταρσοί· πόλις Συρίας. καὶ τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. καὶ τὸ ἐπάνω τοῦ πέλματος. καὶ τῆς κώπης τὸ ἄκρον

tau

210

ταρσοὺς καλάμων· πλέγματα καλάμων

tau

211

τάρταρος· ὁ ὑπὸ τὴν γῆν κατώτατος τόπος

tau

212

ταρτημόριον· τὸ τριτημόριον, ἢ τὸ δίχαλκον

tau

213

Ταρτησ)ίαις· γαλαῖς

tau

214

Ταρτησ)ός· πόλις περὶ τὰς Ἡρακλε(ί)ους στήλας

tau

215

ταρφέα[ς]· συνεχῆ. ξηρά. ὀξέα. τραχέα

tau

216

ταρφέσι· πυκνοῖς131 in vol. 4

tau

217

[ταρφεῖς· θεωροί. θαυμαστοί]

tau

218

Τάρφη· πόλις Λοκρίδος. οἱ δὲ (σ)ποδός, τέφρα. ἢ βλαστ(ός)

tau

219

ταρφήεντα· [ἐντάφια] τεφρώδη

tau

220

[ταρφῆες· κτερισταί. ἀγχιστεῖς]

tau

221

*ταρφ)ιαί· πυκναί, συνεχεῖς

tau

222

[ταρφήϊα· ἐντάφια]

tau

223

τάρφθεν· ἐτέρφθησαν

tau

224

ταρφθήμεναι· τερφθῆναι

tau

225

ταρφὺς στάχυς·

tau

226

τάρχη· τάραξις

tau

227

ταρχάνιον· ἐντάφιον

tau

228

τέρχανον· πένθος, κῆδος

tau

229

ταρχύειν· θάπτειν, ἐνταφιάζειν

tau

230

ταρχῦσαι· θάψαι, ἐνταφιάσαι

tau

231

ταρχύσωσι· τὰ αὐτά

tau

232

τάσις· ὤθησις. σεισμός

tau

233

τᾶς οὐ τλατᾶς· τῆς οὐχ ὑπομονητικῆς

tau

234

τᾶς οὐ φερτᾶς· τῆς οὐ φορητῆς

tau

235

τὰς σφετέρας· τὰς αὐτῶν

tau

236

τὰ στέγη· τὰς στέγας. τὰς κέλλας

tau

237

τὰ στίγματα· τὰ παθήματα, τὰ ἕλκη

tau

238

τὰς ὠτειλάς· τὰ τραύματα

tau

239

τά τ’ ἐόντα· τὰ νῦν ὄντα

tau

240

τᾶτες· κατ’ ἔτος

tau

241

τά τ’ ἐσ)όμενα· τά τε μέλλοντα

tau

242

τατύρας· ὁ φασιανὸς ὄρνις132 in vol. 4

tau

243

τατωμένα· στερομένη

tau

244

ταϋγέταις· πύλαις ταῖς μεγάλαις

tau

245

ταυληρόντα· ἱμάντα. Ἡρακλέων

tau

246

ταυρείην· ἐκ ταυρείου δέρματος κατεσκευασμένην περικεφαλαίαν

tau

247

Ταύρειον πῶμα· Σοφοκλῆς Αἰγεῖ. ἀπὸ Ταύρου ποταμοῦ (περὶ) Τροι‐ ζῆνα, παρ’ ᾧ καὶ κρήνη Ὑόεσσα

tau

248

Ταυρία· ἑορτή τις ἀγομένη Ποσειδῶνος

tau

249

ταυρίνδα· κεφαλή. ἢ παιδιὰ παρὰ Ταραντίνοις

tau

250

ταῦροι· οἱ παρὰ Ἐφεσίοις οἰνοχόοι. καὶ οἱ τέλειοι βόες

tau

251

ταυροπόλια· ἃ εἰς ἑορτὴν ἄγουσιν Ἀρτέμιδι

tau

252

Ταυροπόλαι· ἡ Ἄρτεμις, καὶ ἡ Ἀθηνᾶ

tau

253

Ταῦρος· Ταύρειος, ὁ Ποσειδῶν. Φανόδημος δὲ τὰς κριθὰς προσαγο‐ ρεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν. ἄλλοι δὲ τὸν παιδεραστήν. καὶ τὸ γυναικεῖον

tau

254

ταυροφάγος· ὁ Διόνυσος

tau

255

ταυρόφθογγοι· παραπλήσια βουσὶ φθεγγόμενοι

tau

256

ταυροχόλια· ἑορτὴ ἐν Κ[ο]υζίκῳ

tau

257

Ταυρώ· ἡ ἐν Ταύροις Ἄρτεμις

tau

258

ταύρωσον· ταῦρον ποίησον

tau

259

ταΰς· μέγας, πολύς

tau

260

ταΰσας· μεγαλύνας, πλεονάσας

tau

261

ταύσιμον· μάταιον133 in vol. 4

tau

262

ταυτά· τὰ ἴσα. τὰ ὅμοια

tau

263

ταύτασος· ὄρνις ποιός

tau

264

ταυτέας· αὐλὰς μεγάλας

tau

265

ταύτῃ· οὕτως, τούτῳ τῷ τρόπῳ

tau

266

ταυτί· ταῦτα. ἢ τοῦτο

tau

267

[ταυτί· ταῦτα. τοῦτο] [ὁμοιότης

tau

268

ταύτῃ τοι· οὕτω δή

tau

269

ταυτό· ταυτόν, τὸ αὐτό

tau

270

ταυτοέπειαι· ταυτολογίαι

tau

271

ταυτοεπεῖν· τὸ αὐτὸ λέγειν

tau

272

ταυτότητος· ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας

tau

273

ταφεῖς· θεωροί. θαυμασταί. ἢ οἱ νεκροτάφοι

tau

274

ταφεύς· θεωρός. καὶ τὰ ὅμοια

tau

275

ταφῆες· κτερισταί. ἀγχιστεῖς

tau

276

ταφήϊα· ἐντάφια, εἰς ταφὴν εὔθετα ἱμάτια

tau

277

Τάφιοι· οἱ Τηλεβόαι λεγόμενοι, οἱ τὰς Ἐχινάδας νήσους κατοι‐ κοῦντες

tau

278

τάφος· τὸ γινόμενον περίδειπνον ἐπὶ τῇ τῶν κατοιχο[υ]μένων τιμῇ. ἢ τύμβος. ἢ σημεῖον

tau

279

τάφρος· ἐπίμηκες ὄρυγμα ἔξωθεν τοῦ τείχους γινόμενον πρὸς ἔκπληξιν πολεμίων

tau

280

ταφρεῦσαι· διορύξαι

tau

281

ταφ]ών· ἐκπλαγείς, θαμβηθείς

tau

282

τάχα· ταχέως, ὡς σάφα, ἢ ἴσως. καὶ ταχεῖα ὁμοίως

tau

283

ταχινοί· γοργοί

tau

284

ταχή· βόη

tau

285

ταχίνης· λαγωός. ἔλαφος

tau

286

τάχιστα· [γοργόν. ταχύ. λεπτόν]

tau

287

ταχυβάμονας ὅρκους· ἀντὶ τοῦ βραδεῖς, βέλτιον δὲ τοὺς ἐν ἔρωτι γινομένους· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες

tau

288

ταχυναυτεῖ· ταχέως πλέει

tau

289

ταχύπωλοι· ταχυπόροι, ταχύοδοι

tau

290

ταχυπώλων· ταχεῖς ἵππους (ἐχόντων)

tau

291

ταχυτῆτος· τάχους. λέγει δὲ τοῦ δρόμου

tau

292

τάων· τούτων

tau

293

τάων μοι· τούτων μοι134 in vol. 4

tau

294

τάως· τέως. Κρῆτες. καὶ δασέως τὸ ὄρνεον

tau

295

τεά· τὰ σά

tau

296

τεαῖς· ταῖς σαῖς

tau

297

τεάν· σήν

tau

298

τέγγει· βρέχει, ὑγραίνει. στάζει

tau

299

τέγγεις· πληροῖς. κλαίεις. βρέχεις. σταλάζεις

tau

300

τέγγεσθαι· εἴκειν. ἐνδιδόναι

tau

301

τέγγοις· βρέχοις. πληροῖς

tau

302

τεγγύρος· ὄρνεον ποιόν

tau

303

τέγε(α)· κόρυζα. Κῶοι. καὶ πόλις Ἀρκαδίας

tau

304

(*)τέγεοι· ὑπερῷοι οἶκοι

tau

305

τεγείδιον· κοσμάριον ποιὸν γυναικεῖον

tau

306

τέγεος· τέγους, ἤγουν στέγης

tau

307

τέγη· στέγη. οἴκημα

tau

308

Τεγησσός· ἀκρωτήριον Κύπρου

tau

309

τεγκτούς· χριστούς

tau

310

[τέγξω· κατασκευάσω]

tau

311

τέγος· στέγη. δῶμα. ὑπερῷον

tau

312

τεγοῦν· Λυδοὶ τὴν λῃστήν

tau

313

[τέειν· σοί. Δωριεῖς]

tau

314

τεήν· σήν

tau

315

τεῆς· τῆς σῆς

tau

316

*τεθαλυῖαν· θάλλουσαν, ἀκμάζουσαν

tau

317

τεθαγμένοι· μεμεθυσμένοι

tau

318

τέθαξαι· (με)μέθυσαι

tau

319

τεθαῤῥήκαμεν· ἐθαῤῥήκαμεν

tau

320

[τέθ]ιγεν· ἥψατο

tau

321

τεθελῶτα· θάλλοντα]

tau

322

τεθηγμένον· ἠκονημένον

tau

323

[τέθηδεν· ἐθαύμασεν. ἀνεφύη]

tau

324

τεθήλαμεν· ἀνεφύημεν

tau

325

τέθηλε· θάλλει, ἀνθεῖ

tau

326

τεθηλότα· ὁμοίως135 in vol. 4

tau

327

τέθηπεν· ἐξεπλάγη, πεφόβηται, ἐπτοήθη

tau

328

τεθηπός· πεφοβημένον. σεσηρός

tau

329

τεθήσεται· Ἡρακλέων. δανεισθήσεται

tau

330

τεθήσατο· ἐθηλάσατο

tau

331

τέθμια· νόμους

tau

332

τέθμια· νόμιμα

tau

333

τεθμός· νόμος

tau

334

[τεθνία· γαστριμαργία πολλή]

tau

335

τεθολωμένον· μεμυρισμένον

tau

336

τεθολώς· ἀνάπλεως. Ἀμερίας

tau

337

τεθο)μένον· ὠξυμμένον. καὶ ἐθόωσα ὤξυνα

tau

338

τεθράνευμαι· συγκέκλασμαι. ἀπὸ τῶν θράνων

tau

339

τέθραπται· πέπηγεν

tau

340

*τεθορεῖν· διαπηδῆσαι

tau

341

τεθρᾶσθαι· ὠχεῦσθαι

tau

342

τεθραυσμένος· πεπληγμένος

tau

343

[τεθρηδών· πρωρεύς]

tau

344

τεθριπποβάμονι στόλῳ· τῇ ὁρμῇ τοῦ ἅρματος

tau

345

τέθριππον· τετράϊππον ἅρμα

tau

346

τεθυλλιαμένον· τεταραγμένον, ἀπὸ τῆς θυέλλης

tau

347

τεθυ)μένον· τὸ κεκαυμένον ὑπὸ πυρός

tau

348

*τεθυκώς· εὐχαριστήσας

tau

349

τεθυωμένον· ἡγνισμένον. τεθυμιασμένον. εὐῶδες

tau

350

τεθωγμένοι· τεθυμωμένοι

tau

351

τέθωκται· τεθύμωται

tau

352

τεθωγμένοι· μεμεθυσμένοι

tau

353

[τειαλεσθήν· τὴν ἅμαξαν]

tau

354

Τειγησός· ἀκρωτήριον Κύπρου

tau

355

τεῖδε· ἐνθάδε136 in vol. 4

tau

356

τεῖν· ζητεῖν. ἄλλοι δὲ σοί

tau

357

τ]ίνειν· ἀποδιδόναι

tau

358

τεῖον· ποῖον. Κρῆτες

tau

359

τείρεα· ἄστρα

tau

360

τείρει· καταπονεῖ

tau

361

τείρεο· κατεπονεῖτο

tau

362

τείρεσθαι· καταπονεῖσθαι

tau

363

τειρόμενον· καταπονούμενον. τιμωρούμενον

tau

364

τείρων· λυπῶν. τιμωρῶν. καταπονῶν

tau

365

τείχεα· τέκνα

tau

366

τειχ]ιόεσσαν· καλὰ τείχη ἔχουσαν

tau

367

τειχεσβλῆτα· τείχη καταβαλών

tau

368

τειχεσιπλῆτα· προσπελάζων τείχεσι

tau

369

τειχίον· Ἀττικοὶ τὸν περίβολον τοῖς χωρίοις. ὁ δὲ Ὅμηρος τεῖχος μὲν τὸ τῆς πόλεως, τειχίον δὲ τὸ τῆς οἰκίας

tau

370

τειχομαχεῖ· πολιορκεῖ

tau

371

τεῖχος Ἄρειον· ἀντὶ τοῦ πόλιν Ἄρεως. δηλοῖ δὲ καὶ τὸ ἰσχυρόν, καὶ τὸ ἀσφαλές

tau

372

Τειχοφύλαξ· ἥρως τις ἐν Μυρίνῃ

tau

373

τέκεν· ἔτεκεν, ἐγέννησεν

tau

374

τεκέεσσι· [τέκνοις ἰδίοις
1τέκεσι]ν ἑοῖσι· τέκνοις ἰδίοις

tau

375

τέκμαρ· πέρας, τέλος

tau

376

τεκμαίρεο· σημείωσαι

tau

377

τεκμαίρεσθαι· σκέπτεσθαι. φράζεσθαι

tau

378

τεκμαίρομαι· ἀποτελέσω. σημειώσομαι

tau

379

τεκμαίρεται· ἐπὶ τέλο[υ]ς ἄγει. στοχάζεται. περαίνει

tau

380

τεκμήρατο· συνεπεράνατο

tau

381

τεκμήριον· σημεῖον ἀληθές

tau

382

[τεκμήρων· ἢ] τεκμηρίων. σημείων

tau

383

τέκμωρ· τέλος φανερόν, μαρτύριον, σημεῖον. τὰ δὲ εἰς ωρ λήγοντα ὀνόματα οὐδέτερα· ἕλωρ, τέκμωρ, ὕδωρ

tau

384

τεκνοῦσα· τέκνον ἔμβρυον ἔχουσα

tau

385

τεκνώσει· εὔτεκνον ποιεῖ

tau

386

τεκταινόμενος· κατασκευάζων137 in vol. 4

tau

387

τεκτήνατο· κατεσκεύασεν, ἐμηχανήσατο

tau

388

τεκτονουργός· ἀρχιτέκτων

tau

389

τέκτων· πᾶς τεχνίτης. εἶδος φαλαγγ[ε]ίου

tau

390

τέλα· σπεῦδε

tau

391

[τέλαθι· ὑπόμεινον]

tau

392

τελαμών· λῶρος, καὶ ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος, ἢ δεσμός, ἢ φασκία

tau

393

Τελαμῶνα ᾄδειν· ἀρχὴ σκολίου

tau

394

Τελαμώνιοι κόνδυλοι· οἱ προσδεόμενοι τῶν τελαμώνων. ἢ μεγάλοι, χαλεποί

tau

395

τελάσσαι· τολμῆσαι, τλῆναι

tau

396

τέλγη· ὁ καλούμενος ῥῶπος. κακῶς· ἔστι γὰρ γέλγη

tau

397

τελδαίνειν· κομιδῆς ἀξίου

tau

398

τελέθει· γίνεται. ἔστι. τελεῖται

tau

399

τελέθοιεν· ὑπάρχοιεν. θάλλοιεν

tau

400

Τελεία· [καὶ τέλη. τὰ ἀναλώματα. καὶ τὰ συνέδρια τῶν ἐν ἀρχῇ. καὶ τὸ συντέμνειν. τάγμα. τάξις.] ἡ Ἥρα

tau

401

τέλεια ἱερά· τὰ ἐνιαύσια. οἱ δὲ τὰ ἡμέρας δέκα ὑπερβεβηκότα

tau

402

τέλειοι· οἱ γεγαμηκότες

tau

403

Τέλειος· τελεσιουργός. ὁ Ζεύς, καὶ ὁλόκληρος

tau

404

τέλειος ἡμέρα· ἡ ὑστάτη, καὶ τελοῦσα τὸν βίον

tau

405

τελειότατον· ἐντελέστατον

tau

406

τελειότατον πετεηνῶν· ἐπιτελεστικώτατον

tau

407

τελείων· ἤτοι τὴν ἡλικίαν· ἢ ὁλοκλήρων, ἀσινῶν

tau

408

τελενικίσαι· ἀντὶ τοῦ [μὴ] κενὸν ποιῆσαι

tau

409

*τελειώσεις· ἁγιάσεις

tau

410

τέλεον· τὸ τέλος, καὶ πέρας

tau

411

*τελεστινόν· τὸ ξηρὸν σῦκον138 in vol. 4

tau

412

τελεσιά(ς)· ἡ μετὰ ξίφους ὄρχησις, ἀπὸ τοῦ εὑρόντος Τελεσίου

tau

413

*τελέσαι· δοῦναι

tau

414

τελεσί]ερον παιᾶνα· τὸν ἐπιτελεστικὸν τῶν τοῖς θεοῖς ἐπιτελου‐ μένων ἱερῶν

tau

415

[τελέσιος ἡμέρα· ἡ ἐσχάτη]

tau

416

τελεσιουργία· τὸ τέλειον πᾶν ἔργον

tau

417

τελεσιουργεῖσθαι· τελειοῦσθαι ἐν ἔργῳ

tau

418

τελεσιφάστας· τελεσιουργός

tau

419

τελεσθία· θυσία τις ἐν Λίνδῳ

tau

420

τελεσφορεῖ· εἰς τέλος ἄγει

tau

421

τελεσφόρος· ὁ τελεσφορῶν καθ’ ὥραν τοὺς καρπούς, ἢ ὁ τελείους αὐτοὺς φέρων

tau

422

τελεσφόρος οἶκος· τοῦ γεγαμηκότος καὶ τεκνώσαντος

tau

423

τελέσωμεν· πράξωμεν

tau

424

τελεταί· ἑορταί. θυσίαι. μυστήρια

tau

425

τελεύτατον· ἄκρον, ἔσχατον

tau

426

τελευτῆσαι· τελέσαι

tau

427

τελέω· δῶ, παράσχω

tau

428

τεληέσσας ἑκατόμβας· τὰς ἐπιτελεστικὰς τῶν γινομένων εὐχῶν θυσίας, ἢ τῷ ἀριθμῷ πλήρεις

tau

429

τέλθει· ἐν ᾠδῇ τέρπει

tau

430

τέλθεια· ὀνείδη. καὶ πόλις. καὶ ἔθνη. τέλη. οὐσίαι

tau

431

τέλθος· χρέος

tau

432

*τελισκόμενος· πληρούμενος, τελειούμενος

tau

433

τελλίην· ὁ δεῖνα. Ταραντῖνοι

tau

434

τέλλεται· ἐπιτελεῖν φαίνεται. γίνεται. ἀνύεται

tau

435

τελλίς· ὅλον. τάξις. μέρος

tau

436

*τελμῖν ..· ὁ ἐκ τῶν τελμάτων πηλός

tau

437

τέλλον· ἐποίουν. ἔμελλον

tau

438

τέλμα· τόπος πηλώδης, ἔλαφος, πλέξ, ἰλύς

tau

439

τελμῖνος· μολύσματος πηλώδους

tau

440

*τέλματα· τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος139 in vol. 4

tau

441

*τελμάτων· πηλῶν

tau

442

τελμίς· ἡ ἐν τοῖς τέλμασιν ὑφισταμένη ἰλύς καὶ πηλός

tau

443

Τελμισεῖς· ἔθνος περὶ Λυκίαν

tau

444

τέλος· τάγμα. πέρας. καὶ τὸ καταβαλλόμενον τοῖς τελώναις

tau

445

τελοῦντα· τεταγμένον

tau

446

τέλσας· στροφάς. τέλη, πέρα(τα)

tau

447

τέλσον· πέρας. καὶ τὰ ὅμοια

tau

448

Τελχῖνες· βάσκανοι, γόητες, φθονεροί. ἢ παρὰ τὴν τῆξιν, ἢ παρὰ τὸ θέλγειν

tau

449

τελχιτένοντες· σκληροτραχηλοῦντες

tau

450

τελῶμεν· ποιῶμεν

tau

451

[τέλωρ· πελώριον. μακρόν, μέγα

tau

452

τελώριος· μέγας. πελώριος

tau

453

τέλβεσθαι· μεμψιμοιρεῖν. ἐπικαλεῖν

tau

454

τέλβει· ῥήγνυται. ὀδυνᾶται. σχίζει. ἢ πείθει]

tau

455

τεμένη· ναοί. ἄλση. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία

tau

456

τέμενος· πᾶς ὁ μεμερισμένος τόπος τινὶ εἰς τιμήν, ἢ ἱερόν καὶ βω‐ μός, ἢ ἀπονεμηθὲν θεῷ ἢ βασιλεῖ

tau

457

τεμενωρόν· τεμένους φύλακα

tau

458

τέμμαι· τ[ε]ίνει

tau

459

τέμματα· στεφανώματα

tau

460

τέμνηξ· πόῤῥω

tau

461

τέμμειν· πείθειν. τιμᾶν. [τείθεσθαι]. ἡγεῖσθαι

tau

462

τέμνοντα· ἀμέλγοντα

tau

463

τέμπη· τὰ σύνδε(ν)δρα χωρία. τινὲς δὲ τὰ στενὰ τῶν ὀρῶν

tau

464

τέμπλα· τέμπλῳ ἐπίσημα140 in vol. 4

tau

465

τεμποῦροι· ἀρχὴ ἐπιμελουμένη τῆς τῶν γυναικῶν εὐκοσμίας

tau

466

τενάγη· κάθυδροι τόποι. ἢ ποτάμ(ι)ος πηλός

tau

467

τεναγώδεσι· τόποι(ς), ἔνθα ὀλίγον ὕδωρ

tau

468

*Τέναγος· νῆσος Τροίας

tau

469

[τέναι· ζῶναι]

tau

470

*τένεα· κόρυζα

tau

471

τέναρος· κακοῦργος. συκοφάντης

tau

472

τένδει· ἐσθίει, ἢ λιχνεύει. Τένθαι γὰρ οἱ λίχνοι

tau

473

Τενέδιον βέλος· ἀντὶ τοῦ Τενέδ(ι)ος πέλεκυς, παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀποτόμως τι πραττόντων ‚ἔτι ἄρα τὸ πρᾶγμα Τενε‐ δίῳ πελέκει συνέκοψαν

tau

474

Τενέδιος ξυνήγορος· ὁ ἀπότομος καὶ σκληρός

tau

475

Τένεδος· πόλις Τρωϊκή, ἢ νῆσος

tau

476

τενεκοῦντι· ἐνοικοῦντι. Αἰολεῖς

tau

477

τένθαι· λωποδύται. μοιχοί

tau

478

τενθρηδών· ζῶον τῶν ἐντόμων καὶ κεντροφόρων παραπλήσιον σφηκί. ἔνιοι ἀγρίαν μέλισσαν

tau

479

τενθρήνιον· κηρίον

tau

480

τενθρηνιῶδες· πολύ[καὶ]κενον (ὡς) κηρίον καὶ ἀραιόν

tau

481

τενθίνοι· λίθοι πλατεῖς

tau

482

[τενίαι· ζῶναι. στέφανοι. ἢ δεσμοί, διαδήματα]

tau

483

τέννει· στένει. βρύχεται

tau

484

τέννος· στέφανος ἐλάϊνος, ἐρίῳ πεπλεγμένος

tau

485

τένοντες· τὰ διατεταμένα νεῦρα, ἀπὸ κεφαλῆς ἕως τῶν ποδῶν. καὶ ἡ συνάφεια τῶν νευριῶν

tau

486

τενο)τώσεις· νωτοκοπ(ήσ)εις. ἀποκτενεῖς141 in vol. 4

tau

487

τένων· τὸ ἐν τῷ τραχήλῳ νεῦρον

tau

488

τέο· τίνος
τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων

tau

489

*τεοῖο· σοῦ

tau

490

*τεόν· σόν

tau

491

*τεοί· σοί

tau

492

τέορ· σοῦ. Κρῆτες

tau

493

*τεὸς φθόγγος· ἡ σὴ φωνή

tau

494

*τεούς· σούς

tau

495

τεπτά· ἑπτά

tau

496

τέρα· τέρεα. σημεῖα

tau

497

τεράεσσι· σημείοις

tau

498

τερᾴζει· τερατεύει

tau

499

τέραμνοι· στέγανοι. σκιαί. σκηνώματα

tau

500

τέραμνος· κυψέλη

tau

501

τερασκόποι· ὀνειροκρίται

tau

502

τεράστα· θαύματα, σημεῖα

tau

503

τεράστ]ιοι θεοί· ἐπὶ σημείων τεταγμένοι

tau

504

τερατεύεται· δολιεύεται

tau

505

τερατευόμενον· δολιευόμενον, ψευδόμενον. ἢ σημεῖον ποιῶν

tau

506

*τερατεῖαι· ψευδολογίαι

tau

507

*τερετίσματα [ἢ τερετίματα]· ᾠδαὶ ἀπατηλαί, ἠχητικαί. ἢ μω‐ ρολογίαι ἠχημέναι

tau

508

τερατοσκόπος· μάντις, σημειωτικός

tau

509

τερατουργεῖ· παράδοξα ποιεῖ, ἢ τέρατα ἐργάζεται

tau

510

τέρειν· ἁπαλόν

tau

511

τέρεμνα· οἰκήματα

tau

512

[τέρεμνος· ἰσχυρός. ἢ στέρεμνος]

tau

513

τέρενα χρόα· ἁπαλὸν χρῶτα

tau

514

τέρενα· ἁπαλά, τρυφερά

tau

515

τέρετρα· τρύπανα

tau

516

τέρεσσεν· ἔτρωσεν. ἐτόρνωσε142 in vol. 4

tau

517

τερετίζοντα· λαλοῦντα. ἐκ μεταφορᾶς τῆς χελιδόνος

tau

518

τερετίσματα· ᾠδαὶ ἀπατηλαί. τὰ τῆς κιθάρας κρούματα. καὶ τὰ τῶν τεττίγων ᾄσματα

tau

519

τερηδών· σκώληξ οἰκῶν ἐν ξύλῳ

tau

520

τέρθεται· ξηραίνεται. καίεται

tau

521

τερθρεία· λογομαχία. ἀπάτη. φλυαρία. φληναφία

tau

522

τερθρεύειν· τηρεῖν. σκοπεῖν. λιπαρεῖν

tau

523

τερθρεύμασι· φλυαρίαις

tau

524

τερθρεύονται· ἀπατῶνται

tau

525

τέρθρ)οι, οἱ εἰς τὸ κέρας τοῦ ἱστίου ἑκατέρωθεν δεδεμένοι, ἐν οἷς τὸ ἅρμενον ἕλκουσι

tau

526

τέρθρον· ὁ λεγόμενος ἀρτέμων. ἔνιοι δὲ τὸ ἄκρον τοῦ κέρως. καὶ στέγη οἰκίας. τινὲς δὲ τὸ ἔσχατον καὶ ὑψηλόν

tau

527

τερθρωτήρ· ὅπου ὁ πρωρεὺς προορᾷ τὰ ἐν τῇ θαλάσσῃ

tau

528

τερίκαρπον· μεγαλόκαρπον

tau

529

τερίμη· τάφρος

tau

530

τερίνη· τετριμμένη. οἱ δὲ τερπωλή

tau

531

τερῖνος· τηρῶν διάνοιαν, λυπῶν

tau

532

τέρμα· σημεῖον. τέλος ζωῆς. καμπτήρ. ἔσχατον

tau

533

τερματίζει· τελειοῖ, ὁρίζει

tau

534

τερμάτων· τελευταίων

tau

535

Τερμέρ)ια κακά· τὰ μεγάλα

tau

536

τέρμιοι· ὕστατοι

tau

537

τέρμινθος· φυτὸν ἐμφερὲς τῷ λίνῳ, ἐξ οὗ πλέκουσιν (παρ’) Ἀθη‐ ναίοι(ς) [παρ]ὁρμιάς

tau

538

(*)τερμιόεντα· ποδήρη, καὶ εὔμετρον, τὸν μέχρι τῶν ποδῶν τερμα‐ τιζόμενον

tau

539

*τερμιόεσσα· ἐς πόδας ἀποτερματιζομένη

tau

540

τερμιόεν· ἁρμοστόν. τέλειον

tau

541

τέρμιον· ἔσχατον. ἁρμόζον, πρέπον

tau

542

τέρμις· πούς

tau

543

τέρμονα· φραγμόν. τέλος

tau

544

τέρμονες· τέλη. φραγμοί, ὅρια, τέρματα

tau

545

τέρνακα· τῆς κάκτου τοῦ φυτοῦ καυλός

tau

546

Τερπιάδης· Τερπίου υἱός, ὁ Φήμιος. πατρωνυμικῶς

tau

547

τέρπεται· ἥδεται143 in vol. 4

tau

548

τερπικέραυνος· ὁ τερπόμενος, ἢ τρέπων πάλιν κεραυνοῖς

tau

549

τερπνά· ἡδέα

tau

550

τερπωλή· τέρψις

tau

551

τερπωλῆς· τέρψεως

tau

552

τερπώμεθα· τρεπώμεθα

tau

553

τεῤῥατόν· ἔσχατον. ἡδύ, τερπνόν

tau

554

τεῤῥητόν· τριήρης

tau

555

*τέρσεται· ξηραίνεται ὑπὸ ἡλίου

tau

556

τερσαίνειν· ξηραίνειν

tau

557

τέρσει· [τέργει]. ξηραίνει, [καίεται. οἱ δὲ πήγνυται

tau

558

τέρτα· ἡ τρίτη

tau

559

τέρυ· ἀσθενές, λεπτόν

tau

560

τέρυας ἵππους· οὕτω λέγονται ὅσοι ἀδδηφάγοι εἰσί. ἔνιοι τοὺς ἀσθε‐ νεῖς

tau

561

τερύνης· τετριμμένος ὄνος. καὶ γέρων, ἢ δυσανάληπτος γέρων

tau

562

τερύσκεται· νοσεῖ. φθίνει

tau

563

τερύσκετο· ἐτείρετο

tau

564

τέρφη· λέπυρα

tau

565

τέρχνεα· φυτὰ νέα. ἢ ἐντάφια

tau

566

τερψιμβρότου· τοῦ τοὺς βροτοὺς ἤγουν τοὺς ἀνθρώπους, τέρποντος

tau

567

τέρψις· τερπνότης

tau

568

τέρψομαι· τερφθῶ

tau

569

τεσσίχον· τὸ μικρόν

tau

570

τε στήλῃ τε τύμβῳ· στήλῃ ἐν τῷ τάφῳ

tau

571

τέτα· λίαν, κάρτα

tau

572

τεταγών· διατείνας. τινάξας

tau

573

[τετακώς· τετολμηκώς]

tau

574

τεταμένον· ἡπλωμένον

tau

575

τέτανος· κονία. χρίσμα. ἄσβεστος

tau

576

τετάνυο· ἐκτέτατο. ἐπέκειτο144 in vol. 4

tau

577

τεταργανωμέναι· ἐμπεπλεγμέναι

tau

578

[τετάργιστο· ἐκορέσθη, ἐπλήσθη]

tau

579

τετάργη· φασγάνων εἴδη

tau

580

τεταρπέσθαι· ἐμπλησθῆναι. τερφθῆναι

tau

581

τετάρπετο· ἐτρέπετο

tau

582

τε(τα)ρπώμεθα· ἐμπλησθῶμεν

tau

583

τεταρτημόριον· οἱ δύο χαλκοῖ

tau

584

τετάρτῳ· μέτρῳ τῶν ὑγρῶν

tau

585

τέταρτον ἥμισυ· τὸ τέταρτον ἡμιστάτηρον

tau

586

τέταται· τείνει

tau

587

τέταχας· ἐτύπωσας. ἔταξας. [ἐτύπασας]

tau

588

(τε)τεὴν κεφαλήν· τὴν σήν

tau

589

τετέλεσται· γεγένηται. οἱ δὲ γεγάμηκεν

tau

590

*Τερέβινθος· πόλις Ἰακώβ

tau

591

τετελεσμένον· τὸ οἷόν (τε) πρᾶγμα τελεσθῆναι, ἤγουν πληρωθῆναι. [ἢ καὶ μεμιασμένον]

tau

592

τετελεσμένος· τελισκόμενος. ἀνδρόγυνος

tau

593

τέτευ]κται· κατεσκεύασται

tau

594

τετεύξεται· κατασκευασθήσεται. γενήσεται

tau

595

τετευχῆσθαι· καθωπλίσθαι

tau

596

[τετηότι· λυπουμένῳ. ὀργιζομένῳ]

tau

597

τέτηφεν· ἐκπέπληκται, ἐκπλήττεται

tau

598

*τετιημέναι· τετιμωρημέναι

tau

599

τετιη]ότες· ὁμοίως λελυπημένοι

tau

600

τετιηότι· λυπουμένῳ, τιμωρουμένῳ

tau

601

τετιημένος· τὴν ψυχὴν τετιμωρημένος, ἐκπεπληγμένος, ἢ συγκεχυμένος

tau

602

τέτλα· ὑπόμεινον, ἀνέχου145 in vol. 4

tau

603

τέτλαθι· ὑπόμεινον

tau

604

τετληότι· ὑπομεμενηκότι

tau

605

τέτμῃς· εὕρῃς, καταλάβῃς

tau

606

τέτορεν· ἔτρωσεν

tau

607

τετόρῃ· τρώσῃ

tau

608

τετραβάμονος· τετράποδος

tau

609

τετραβαρήων πλίνθων καὶ τάγματα· Ἀλκαῖος

tau

610

τετράγκων· ὄργανον πολεμικόν

tau

611

τετράγυον· τεσσάρων [ὀρ]γυῶν. Γύης δὲ μέτρον ἕκτον σταδίου. καὶ ἐν τῷ ἀρότρῳ τὸ κύρτωμα τοῦ ἱστοβοέως γύης. ἔνιοι γύην τὸ ὀργυιαῖον μέτρον

tau

612

[τετραδάμονος· τετράποδος]

tau

613

τετράδι μέν τ’ οἴχου· τετράδι μέν φασι γενέσθαι (Ἡρακλέα), καὶ πρῶτον ἔνδοξον ὄντα, ἄλλῳ ταλαιπωρεῖν. ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων

tau

614

τετραδισταί· σύνοδος νέων συνήθων κατὰ τετράδα γινομένη

tau

615

τετράδων· ὄρνεόν τι. Ἀλκαῖος

tau

616

τετράδυσιν· ἀηδόνας

tau

617

τετραέλικτον ἅλμαν· ἤγουν τρικυμίαν

tau

618

τετραελίκωπες· τέσσαρας ὀφθαλμοὺς ἔχουσ(α)ι ναῦς

tau

619

τετραέλιξ· τετράκις περιειλημμένος, ἢ πολυέλιξ. ἢ φυτόν τι

tau

620

τετραέτηρον, τετραετῆ καὶ τετράενον

tau

621

τετραθέλυμνον· τετράπτυχον, ἐκ τεσσάρων πτυχῶν [ὅ ἐστι] τεθει‐ μένον, ὅ ἐστιν ἐπιθήματα ἔχον τέσσαρα ἐπάλληλα, ἐκ τεσσάρων δερ‐ μάτων συνεστός

tau

622

τετραῖον· ὀρνιθάριόν τι. Λάκωνες146 in vol. 4

tau

623

τετρακίνη· ἡ ἀγρία θρίδαξ

tau

624

*τετράκωλος· τετράπους

tau

625

τετρακτύς· Πυθαγορικὸς ὅρκος, ἤγουν τῶν τεσσάρων στοιχείων σημαίνων

tau

626

τετράκωμος· μέλος τι σὺν ὀρχήσει πεποιημένον εἰς Ἡρακλέα ἐπινί‐ κιον. ἐκαλεῖτο δὲ τέσσαρες κῶμοι

tau

627

τετραμαίνει· τρέμει, φοβεῖται

tau

628

τετραμ)έναι· ἀπεστραμ(μ)έναι, πρὸς αὐτοὺς τὰς ὄψεις ἔχουσαι

tau

629

τετραντίας· τετράγωνος. καὶ ἰσχυρός

tau

630

τετρᾶντα· τετράγωνόν τι σχῆμα. δηλοῖ δὲ καὶ τοὺς τέσσαρας χαλκοῦς

tau

631

τετράξων· εἶδος χαλινοῦ

tau

632

τετράοροι· τέσσαρες ἐπὶ τοῦ τεθρίππου ὑπεζευγμένοι

tau

633

τετρά[ο]ρχαι· οἱ βασιλεῖς

tau

634

τέτραπται· ἔστραπται

tau

635

τετραστάτηρον· τὴν τετράμνουν

tau

636

τετραφάληρον· τέσσαρας φάλους ἔχουσαν, καὶ ἐξοχάς, οἵ εἰσιν ἧλοι λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι

tau

637

τετράφυον· τετραπάλαιστον

tau

638

*τετράφθω· ἀναχωρείτω

tau

639

τετραχίζειν· τὸ ἐπὶ τετάρτῳ μέρει ποιεῖν τι

tau

640

*τέτραχηλισμένα· πεφανερωμένα

tau

641

τετρᾶχμα· τετράδραχμα

tau

642

τετράψομαι· εἰς ἐκεῖνο τραπήσομαι

tau

643

τετράων· ὄρνις ποιός

tau

644

τέτρηνεν· ἐτρύπησεν

tau

645

τετρῆναι· τρῆσαι147 in vol. 4

tau

646

τετρήχει· τετράχυντο. πεπύκνωτο. τετάρακτο. ἢ θορύβου πλήρης ἦν

tau

647

*τεῦ· τίνος

tau

648

τετρίγει· ἔτριζεν

tau

649

τέτριγε· τρίζει. [τέτριγεν]

tau

650

τετριγῶτας· τρίζοντας

tau

651

τετριγυῖα· [τετρωμένη.] τρίζουσα

tau

652

τετριμμένη· πεπατημένη ὁδός

tau

653

τέτρομος· τρόμος

tau

654

τετροπωμένους· νενικημένους

tau

655

τετρόφασιν· ἀπενηνόχασι

tau

656

τέτροφε· πέπηγε. πέφυκε. [ἐ]μετεώρισται

tau

657

τετρυκότεσσι· κεκυπρωκόσι

tau

658

τετρυμένον· λεπτόν. καταπεπονημένον. διεφθαρμένον

tau

659

τετρυ[ο]μένος· τετρυχωμένος. δεδαπανημένος ἐν κακοῖς

tau

660

τετρῦσθαι· καταδεδαπανῆσθαι. καταπεπονῆσθαι

tau

661

τετρυφάλεια· περικεφαλαία

tau

662

τετρυχωμένος· καταπεπονημένος

tau

663

*τέτραλον· τετράϊππον

tau

664

τετρωμένη· πληγεῖσα

tau

665

τετρωμένος· πεπληγμένος

tau

666

τέτρωρον· τετράϊππον ἅρμα

tau

667

τέττα· νεωτέρου πρὸς πρεσβύτερον τιμητικὴ προσφώνησις

tau

668

τέτταρα ξύλα· ἐπὶ τῆς θύρας οὕτω λέγουσιν Ἀττικοί

tau

669

Τέττιγος ἕδρανον· ἡ Ταίναρος. Τέττιξ γὰρ ὁ Κρὴς Ταίναρον ἔκτισεν

tau

670

τεττιγοφόρας· Ἀττικοὶ ἐπὶ τῶν τῆς κεφαλῆς τριχῶν εἶρον χρυσοῦς τέτ(τιγ)ας

tau

671

τέττιξ· ἔξω τοῦ συνήθους ζώου παρὰ Ἀττικοῖς οἱ τῶν μαγείρων ὑπη‐
ρέται ξένοι, οἱ δὲ ἐντόπιοι μαίσωνες148 in vol. 4

tau

672

τετυγμένα· σύνθετα, πεποιημένα. πεφροντισμένα

tau

673

τετύκοντο· ἡτοιμάζοντο

tau

674

τέτυκται· κατεσκεύασται

tau

675

τετύλωται· ἐμπέφρακται

tau

676

τετυρευμένον· συγκείμενον. ἀπὸ τοῦ πηγνυμένου γάλακτος

tau

677

τετύσκετο· κατεσκευάζετο

tau

678

τετύσκων· ἐμφανίζων

tau

679

τετύφωται· ἀπόλωλεν. ἐμπέπρησται. ἐμβεβρόντηται. ἐπῄρθη

tau

680

τετυφῶσθαι· μεμηνέναι

tau

681

τετύχῃσι· τύχῃ. παρατύχῃ

tau

682

[τετώμενοι· ὑστερούμενοι. ἐνδεῶς ἔχοντες

tau

683

τευάζοντες· πλανώμενοι]

tau

684

τευθίδες· σηπίαι. θρίσ(σ)αι

tau

685

τευθίς· πέμμα πλακουντῶδες. καὶ εἶδος ἰχθύος θαλαττίου

tau

686

Τεῦκροι· οἱ Τρῶες. καὶ οἱ ποιηταί

tau

687

τεῦκρον· ποιητήν

tau

688

τευκτῆρος· ποιητοῦ

tau

689

τευκτοῖς· κατασκευασθεῖσιν

tau

690

τευκτόν· χειροποιητόν, κατασκευαστόν

tau

691

τευμᾶται· τεχνάζει. τιμᾶται

tau

692

Τεύμης· ποταμὸς Θηβῶν

tau

693

Τευμησία· περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγρα‐ φότες ἱκανὰ εἰρήκασιν

tau

694

Τευμησσός· ὄρος Βοιωτίας

tau

695

τεῦξαι· ποιῆσαι, κατασκευάσαι

tau

696

τεῦξαν· κατεσκεύασαν

tau

697

τεῦξε· κατεσκεύασε

tau

698

τεῦξις· κατασκευή, ποίησις

tau

699

τευξομένη· ποιήσουσα

tau

700

τευξόμεθα· τύχωμεν

tau

701

τευτάζει· σκευωρεῖ. ἡσυχάζει. διατρίβει. οἱ δὲ φροντίζει149 in vol. 4

tau

702

[τευτέξεται· τε[υ]χνάζει. τέμνεται]

tau

703

τευτάζοντες· πλανώμενοι

tau

704

τευτασμός· στραγγεία

tau

705

τευτᾶτ(αι)· τεχνᾶται

tau

706

τεύχεα· ὅπλα, οὐ μόνον τὰ πολεμικά, ἀλλὰ (καὶ) τῆς νεώς, καὶ τὰ σκεύη, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα·
ἦλθε δὲ χαλκεὺς
ὅπλ’ ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης

tau

707

τεῦχε· κατεσκεύασε

tau

708

τεύχει· ποιεῖ

tau

709

τεύχη· ὅπλα

tau

710

τευχησταί· ὁπλῖται

tau

711

τεῦχος· βιβλίον. ὅπλον. ἄγγος, σκεῦος

tau

712

τεύχοντες· κατασκευάζοντες

tau

713

τεῦχρος· ἀδελφὸς νόθος

tau

714

τεύχω· κατασκευάζω

tau

715

τεύχωνται· σάττωνται. ὁπλίζωνται

tau

716

τέφρα· σποδός

tau

717

τεφρόν· σποδόν, φαιόν, πολιόν

tau

718

*τέφρα· σποδός, κόνις

tau

719

*τέφρη καὶ τεφρόν· ὁμοίως

tau

720

τεφρώσας· σποδώσας

tau

721

τεχνάζω· τεχνάζομαι

tau

722

τέχνη· ἐπιστήμη. ἢ δόλος. καὶ ἀτέχνως· ἀδόλως

tau

723

τεχνήματα· κατασκευάσματα

tau

724

*τεχνήσομαι· ἐπινοήσω. τεχνάσομαι

tau

725

τέχνης γὰρ οὐχ ἥμαρτες· ........

tau

726

τέῳ· τινί. ἢ τοὺς σούς, δυϊκῶς

tau

727

τέων δέ· ποίων δέ. ἢ τῶν σῶν δέ

tau

728

τεωρεῖς· δραπέται. κακοῦργοι, λῃσταί

tau

729

τέωρος· συκοφάντης. καὶ τὰ ὅμοια

tau

730

τέως· ἕως, μέχρι. ἢ πρὸς τὸ παρόν. ἢ ὅμως. ἢ τότε. ἢ ἐν τοιούτῳ.
τηνικαῦτα. ἢ ἀντὶ τοῦ πρότερον150 in vol. 4

tau

731

τῇ· ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ ὑποτακτικοῦ. [ἢ λάβε.] ἢ σέ. ἢ ταύτῃ. ἢ σή. χωρὶς τοῦ ι προστακτικὸν ἀνάλογον τῷ λάβε·
Κύκλωψ, τῆ, πίε οἶνον

tau

732

*τῆ· λάβε, δέξαι

tau

733

*τῇ ἁδρότητι· τῇ ὑψηλότητι

tau

734

[τῇ ἀλέσθῃ· τῇ ἁμάξῃ]

tau

735

τῇ ἄλλως· τῇ ματαίως

tau

736

τήβεννος· εἶδος περιβολαίου παρὰ Ῥωμαίοις

tau

737

τήβηθ· περίτιος μήν

tau

738

τηγανίτης· ἄρτος ἐπὶ τηγάνου γεγονώς, καὶ μετὰ τυροῦ ὀπτώμενος

tau

739

τῇδε· ὧδε, ἐνταῦθα

tau

740

τηθαλλαδοῦς ἢ τηθαμμωδοῦς [η]· ὁ γυναικοτραφής. ἄλλοι τὴν ὑπὸ τήθῃ γενόμενον καὶ τεθραμμένον. ἄλλοι τὴν μαμμόθρεπτον καὶ σπάταλον

tau

741

τήθεα· ὄστρεα

tau

742

τήθεα (διφῶν)· τὰ ἄῤῥυγα, ἢ ὄστρεα ζητῶν

tau

743

τήθη· ἡ τῆς μητρὸς καὶ πατρὸς (μήτηρ), ἡ καὶ μάμμη, καὶ τηθίς· ἡ τῶν γονέων ἀδελφή

tau

744

[τηθηνόν· ἐράσμιον]

tau

745

τηθύα· τενάγη, ἃ προχέουσιν οἱ ποταμοί. καὶ εἶδος ὀστρέων

tau

746

Τηθύς· ἡ γῆ151 in vol. 4

tau

747

...τηι ῥινῶι σχέτο· ἐν τῇ βύρσῃ ἐπεσχέθη, ὅ ἐστιν ἐν τῷ ὅπλῳ, ἢ ἐν τῇ βελέῃ

tau

748

τηκεδανοῖο· τηκομένου, τήκοντος

tau

749

*τήκει· φθείρει. δαπανᾷ. λεπτύνει

tau

750

τηκεδών· φθίσις, τῆξις

tau

751

τηκόμενος· φθειρόμενος. λεπτυνόμενος. δαπανώμενος

tau

752

τηλαυγές· τηλέσκοπον. καθαρόν

tau

753

*τῆλε· μακράν. πόῤῥω

tau

754

*τηλαύγημα· ἀρχὴ λέπρας

tau

755

*τηλαυγήσεως· λαμπρότητος

tau

756

*τηλαυγῶς· λαμπρῶς

tau

757

(*)τηλεδαποί· οἱ πόῤῥωθεν καὶ ἀπὸ τοῦ ἄλλου δαπέδου. ξένος ἀλ‐ λοδαπής. καὶ τηλεδαπός ὅμοιον

tau

758

*τῆλε δέ· μακρὰν δέ

tau

759

Τηλεβόαι· οἱ Τάφιοι

tau

760

*τηλεθάον· θάλλον, ἀκμάζον, εὐανθές

tau

761

*τηλεθόωσαν· θάλλουσαν, θάλπουσαν

tau

762

τηλέθροον· ὀξύφωνον, μεγαλόφωνον

tau

763

*τηλεκλειτοί· πόῤῥω ἔνδοξοι

tau

764

*τηλεκλυτά· ἔνδοξα, καὶ μέχρι πολλοῦ ἀκουόμενα

tau

765

*Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν· πρός με καὶ Τηλεμάχῳ ἔσται ὁ λόγος

tau

766

*τηλέπυλον· μακρὰν ἀπ’ ἀλλήλων ἔχουσαν διεστώσας τὰς πύλας. ἐξ οὗ τὴν μεγάλην δηλοῖ, [ἢ στύλου πύλαι]

tau

767

τηλεσκόπος· πόῤῥω ὁρῶν

tau

768

τηλεφανής· μακρόθεν φαινομένη

tau

769

τηλεφανές· φαινόμενον μακρόθεν

tau

770

Τηλεφίδην· Τηλέφου υἱόν

tau

771

τηλέφιλον· φυτόν τι. τινὲς δὲ ἀείζωον ἄγριον

tau

772

τηλία· σηλία, ἐν ᾗ διαμάττεται τὰ ἄλευρα. ἢ περιφέρεια κοσκίνου

tau

773

τήλιδα· οὕτως ἐκάλουν τὴν συνηρμο(σ)μένην

tau

774

τηλικαῦτα· τοιαῦτα

tau

775

τηλίκος· τηλικοῦτος. ἢ νήπιος

tau

776

τηλικώτατον· πρεσβύτατον. ποῤῥώτατον

tau

777

τηλόθεν· πόῤῥωθεν

tau

778

τηλόθι· ὁμοίως

tau

779

τηλουρόν· πόῤῥω ἀφωρισμένην. τινὲς μὲν ὡς πανοῦργον, τινὲς δὲ
ὡς κηπουρὸν τῷ τόνῳ152 in vol. 4

tau

780

τηλοῦρος· μακρόθεν ἀποθείς

tau

781

τηλυγέτην· μονογενῆ

tau

782

τηλύγετος· ὁ τηλοῦ τῆς ἡλικίας τοῖς γονεῦσι γεγονώς, ἐπὶ γήρᾳ παῖς μονογενής

tau

783

τηλυγέτων ἀποικιῶν· τῶν μακρὰν ἀπεχουσῶν

tau

784

τηλωπόν· μακρόθεν φαινόμενον

tau

785

τημελεία· θεραπεία. ἐπιμέλεια

tau

786

τημελές· ἐπιμελές, σπουδαῖον

tau

787

τημελητής· ἐπιμελητής

tau

788

τημελῆσαι· θλῖψαι. φιλοκαλῆσαι. σπουδάσαι. καὶ τημελήσαντες καὶ τημελούμενοι ὁμοίως

tau

789

τήμερον· Ἀττικοὶ [τήμερος] καὶ τήμερα λέγουσιν

tau

790

τῇ ’μῇ· τῇ ἐμῇ ἕπεσθαι

tau

791

τῆμος· τηνικαῦτα, τότε

tau

792

τήν· ὁτὲ μὲν ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ τοῦ ταύτην·
τήν ποτε Φοίνικες

tau

793

τηνάλλως· τὴν μάτην
1τήνδε· ταύτην

tau

794

τήνεβλος· ἐφύμνιον, ἀφ’ οὗ ὁ νικῶν τήνεβλος

tau

795

τήνεβλα· τὰ ἐφύμνια ᾀδόμενα τοῖς νικῶσι

tau

796

τὴν ἐπιδεξιάν· περιέφερον ἐν τοῖς συμποσίοις ἐπὶ δεξιὰ τὸ πάλαι κιθάραν, εἶτα μυῤῥίνην, πρὸς ἣν ᾖδον

tau

797

τηνεσμός· νόσημα περὶ τὰ ἔντερα

tau

798

*τὴν εὐπερίστατον· τὴν εὔκολον

tau

799

τηνήδε, ἐποίησε δέ σοι

tau

800

τὴν ἠϊόνα· τὴν αἰγιαλόν

tau

801

τήνης· ἕως. Ταραντῖνοι

tau

802

Τηνία· ἔχιδνα. ἄλλοι δὲ τὴν στηθοδέσμην

tau

803

τηνικάδε· τότε δέ

tau

804

τηνικαῦτα· [πότε. ἢ] τότε153 in vol. 4

tau

805

τὴν κύλικα· τὴν φιάλην, τὸ ποτήριον

tau

806

τὴν παῖδα· τὴν παρθένον

tau

807

τὴν προσήκουσαν· τὴν ὀφειλομένην

tau

808

τὴν φειδώ· τὸ φείδεσθαι

tau

809

τῆξις· φθίσις, νόσος. παρὰ τὸ τήκεσθαι

tau

810

τῇ ὀρέξει· τῇ ἐπιθυμίᾳ

tau

811

[τήποδα· λέβητα. τρισκελῆ, χαλκίον]

tau

812

τῇ πρὸς ἀκτῖνα· τῇ ἀνατολῇ

tau

813

[τήπτε δέ σε χρεώ· τίς δέ σε χρεία κατέλαβεν;]

tau

814

τηρεῖ· φυλάσσει, φρουρεῖ

tau

815

Τήρα· ὄρος Τρωάδος

tau

816

Τηρίας· ποταμὸς Σικελίας

tau

817

τῇσίν τε θαλάσσια ἔργα μέμηλε· ταῖς ἐν θαλάσσῃ κορώναις. προσημαίνουσι δὲ αὗται τοὺς χειμῶνας

tau

818

τῆς ἄλης· τῆς πλάνης

tau

819

τῆς δεῦρο· τοῦ παρόντος

tau

820

τῆσδε φύσεως· ταύτης τῆς φύσεως

tau

821

τῆς κουστωδίας· τοῦ συστήματος

tau

822

τῆς ὑπερῴας· τοῦ οὐρανίσκου

tau

823

τήτει· σπάνει

tau

824

τῆτες· ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖς σᾶτές φασιν· ὅθεν σατα‐ νίους πυροὺς [καὶ] μὴ τελεσφοροῦντας, ἀλλὰ πρὸ ὥρας θεριζομέ‐ νους

tau

825

τήτη· ἀπορία, ἔνδεια, στέρησις

tau

826

τητωμένη· στερ[ρ]ομένη

tau

827

[τητθή· μάμμη. θεία]

tau

828

[τητύμα· ἀληθῆ]

tau

829

τητωμένου· στερ[ρ]ομένου

tau

830

τητώμενον· στερισκόμενον

tau

831

Τηΰγετον· ὄρος

tau

832

τηϋσίην· ματαίαν·
σὺ δὲ (τη)υσίην ὁδὸν ἔλθῃς τινὲς ἀρχ(α)ίαν· ἄλλοι βλαβεράν, ἢ περιβόητον

tau

833

τηΰσιον· μάταιον

tau

834

τιάλλακτον· Σέλευκος παρὰ Ἐπαινέτῳ ἔμβαμμά τι154 in vol. 4

tau

835

[τιαλέσθην· τὴν ἅμαξαν]

tau

836

τιάρα· ἡ λεγομένη κυρβασία. ταύτῃ δὲ οἱ Πέρσαι βασιλεῖς μόνοι ἐχρῶντο ὀρθῇ· οἱ δὲ στρατηγοὶ ὑποκεκλιμένῃ. Ἡρόδοτος δὲ ἐν αʹ ἀῤῥε‐ νικῶς

tau

837

τιάρις· λόφος τῆς περικεφαλαίας, περίθεμ[εν]α κεφαλῆς, καμελαύκιον

tau

838

*τιβάθων· τιμώμενος

tau

839

Τιάσσα· κρήνη ἐν Λακεδαιμονίᾳ. τινὲς δὲ ποταμόν

tau

840

τίβδαινον· φίλον

tau

841

τιβδεῖ· φοβεῖται

tau

842

τιβήν[ος]· λέβης, τρίπους

tau

843

τιγάς· εἶδος ἀμπέλου

tau

844

τίγγα· Διοκλῆς ἐν Μελίτταις. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ κιννάβαρι[ν] λέγει

tau

845

τιγόνιον· εἶδός τι Ἀριστοτέλει

tau

846

Τίγρης· ποταμὸς Περσῶν. καὶ ὁ τοῦ ποταμοῦ ῥοῖζος. καὶ ζῶον [παρὰ μὲν Ἰουδαίοις Φοράδ, παρὰ δὲ Ἕλλησι] τίγρις

tau

847

τί δαί· τί γὰρ ἄλλο, ἢ τί γὰρ; Κρῆτες. Βοιωτοὶ δὲ ἐνθάδε. Ἀττικοὶ διὰ τί δή

tau

848

τί δή ποτε· διὰ τί

tau

849

τί δῆτά σοι· διὰ τί σοι155 in vol. 4

tau

850

τί δόστορε· τί ποιεῖτε; Ταραντῖνοι

tau

851

τίει· τιμᾷ, σέβεται, αἰδεῖται

tau

852

τίεσκε μύθους· ἐτίμα λόγους

tau

853

τιέσκετο· ἐτιμᾶτο

tau

854

τίεσκον· ἐτίμων

tau

855

τίετο· ἐτιμᾶτο

tau

856

τίη· διὰ τί, ἱνατί

tau

857

[τιήνη· ἡ βασίλισσα]

tau

858

τιήρη(ς)· τὸ ὀξύ ...... Πέρσαι

tau

859

τιητιβεῖν· τιμωρεῖσθαι

tau

860

τιθαί· τιθασσαί. τέλειαι. ἐργάτιδες. πραεῖαι

tau

861

τιθαιβώσσειν· βόσκειν. ἐργάζεσθαι. τρέφειν, ἐθήβειν. θησαυρίζειν. ἀγαπᾶν. θορυβεῖν. τιθέναι τὴν βόσιν, τουτέστι τὴν τροφήν

tau

862

τιθαιβώσσουσιν· ἐναποτίθενται, ἀποθησαυρίζουσι τὴν τροφὴν αἱ μέλιτται, τὸν λεγόμενον μελίκηρον

tau

863

τιθαιβώσσουσι· τιθέασι. φυλάσσουσι

tau

864

τίθει· ἐνετίθει, ἐδίδου

tau

865

[τιθεῖον· μαστός]

tau

866

τίθεισθα· ποιεῖς

tau

867

τιθέντες· ποιοῦντες

tau

868

τίθεντο· παρεσκευάζοντο

tau

869

[τίθεον· ἰσόθεον]

tau

870

[τιθή· τροφός]

tau

871

τιθήνας· τροφούς, τιτ(θ)άς

tau

872

*τιθασσεύει· ἡμεροῖ, πραΰνει

tau

873

τιθηνεῖ· τρέφει

tau

874

τιθηνεύεται· ὅμοιον

tau

875

τιθηνευόμενος· τρεφόμενος. ἀσκῶν

tau

876

τιθήνη· τροφός. μοσχοτρόφος. ἢ ὁ τὰ τι(τ)θευόμενα τημελῶν παιδία. οἱ δὲ τιθηνόν· τὸν ἐράσμιον

tau

877

*τιθήμενον· παρατιθέμενον, ὅ ἐστι καθοπλιζόμενον

tau

878

τιθηνόκομον γένος· τοὺς Αἰθίοπας, ἐπεὶ μέλανες καὶ κομῆται

tau

879

τιθηνούμενος· τρέφων. Τιθηνός γὰρ ἡ τροφός, καὶ τιτθοί οἱ
μαστοί156 in vol. 4

tau

880

τίθησι· τιθεῖ

tau

881

τιθίασται· τιμᾶν

tau

882

Τιθράσια· χαλεπά, τραχέα

tau

883

Τιθωνόκομον· ἔθνος μέλαν μὲν τὸ ὅλον σῶμα, λευκὸν δὲ τὰς κόμας

tau

884

τί ἱκανόν· τί ὄφελος

tau

885

τί κεν· τί ἄν

tau

886

τίκτειν· καὶ ἐπὶ ἀῤῥένων·
τίκτεν ἀνὴρ ἀνάσσων Μυρμιδόνεσσι

tau

887

τιλίαι· αἴγειροι

tau

888

[τιλλά· πτερά]

tau

889

τίλλει· ἀνα(σ)πᾷ. μέμφεται. διαβάλλει. ἀποσκώπτει

tau

890

τιλλομένη· λοιδορουμένη

tau

891

τιλμός· παιδιά

tau

892

τιλτόν· εἶδος ταριχίου

tau

893

τιμᾴδιον· μικρὰ τιμή

tau

894

τί μαθών· τί βουλόμενος

tau

895

τιμαλφεῖν· τιμᾶν

tau

896

τιμαλφής· ἔντιμος, τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη· Ἴων Φοί‐ νικι δευτέρῳ. τινὲς μὲν τὴν ἰώνιον, Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις ἐπὶ τοῦ ἐντίμου

tau

897

*τιμαί· ὠνα(ί)· τιμήματα

tau

898

τιμαλφέστατα· τιμιώτατα, πολύτιμα. ἢ ὁσιώτατα

tau

899

[Τιμάναξ· ὁ πρωκτός. ὁ δὲ αὐτὸς καὶ Θεόδωρος]

tau

900

τιμᾶσι· τίουσιν

tau

901

τιμά)ω· τιμήσω

tau

902

τιμή· δόξα. ποτὲ δὲ καὶ τιμωρία, ἢ ἀντέκτισις ἡ κυρία

tau

903

τί μέλλει(ς)· τί βραδύνεις

tau

904

τιμηδές· εὐλαβές

tau

905

τιμήεντος· ἐντίμου

tau

906

τιμήορος· τιμωρός. βοηθός

tau

907

τιμηρύειν· τιμιοπωλῶν157 in vol. 4

tau

908

τιμῆς· τίσεως

tau

909

τιμήσεως· ζημίας

tau

910

τιμηταί· οἱ τιμώμενοι τὴν ἑκάστου οὐσίαν

tau

911

τίμιος· ἔντιμος, ἔνδοξος

tau

912

τιμιουλκῶν· τιμὴν αἰτῶν, ἢ ἕλκων τὴν τιμήν

tau

913

τιμουλκῶν· αἰτῶν, καὶ ἀπαιτῶν

tau

914

τιμοῦντας· τιμίους ὄντας

tau

915

τιμοῦχος· ἔντιμος. ἀξιόλογος. καὶ ἄρχων, ἰσχυρότατος, μέγιστος

tau

916

τιμῶμαι· καταδικάζω

tau

917

τιμώμενος· εὐθυνόμενος. καὶ ἐπιτίμιον ὑπέχων. οἱ δὲ ἐπιτίμια πα‐ τρός

tau

918

τιμωρεῖσθαι· κολάζεσθαι

tau

919

τιμωρία· πρόστιμον, ἀνταπόδοσις. κόλασις. ἢ τιμὴ παρὰ Λυσίᾳ

tau

920

τιμωροῦσι· καταπονοῦσιν. ἐκδικοῦσιν

tau

921

τίν· σοί. ἢ τινά

tau

922

τινακτοπήληξ· σεισολόφος

tau

923

τινθαλέῳ· πυρί. διαθέρμῳ

tau

924

τινθαλέον· διάπυρον. διάφορον. διεφθαρμένον. διαφανές

tau

925

τιννεῖν· ἀποδοῦναι

tau

926

*τί νυ βείομαι· τί δὴ μέλ[λ]ω βιοῦ(ν), ὅ ἐστι ζῆν

tau

927

*τιν]ύμενον· ἀπαιτούμενον. ἀποδιδόμενον

tau

928

τίν]υνται· τιμωροῦνται

tau

929

τιν]ύων· ἀποδιδῶν

tau

930

τιντόν· ἑφθόν

tau

931

τῖξον· δεῖξον

tau

932

τιοίμην· τίμιος εἴην

tau

933

τίοιτο· τιμηθείη

tau

934

τίον· μέσον ἡμέρας ἐτίμουν

tau

935

τίον ἑτέρων, τὰ ἀπρεπῆ

tau

936

τί ὀνήσω· τί ὠφελήσω

tau

937

τίπτε· τί δήποτε. ἢ κατὰ συγκοπὴν τί ποτε. ἢ διὰ τί, ἢ ἱνατί158 in vol. 4

tau

938

τίπτε δέ σε χρεώ(ν)· τίς δέ σε χρεία καταλαμβάνει

tau

940

τίπτε με· διὰ τί με

tau

941

τί πράττεις· τί ποιεῖς

tau

942

[τίρεα· ἄστρα]

tau

943

τί ῥέζεις· τί πράττεις

tau

944

[τίρεται· καταμολύνεται. καταπονεῖται]

tau

945

τίριος· θέρου(ς). Κρῆτες

tau

946

Τίρυνθα· πόλις ἐν Ἄργει

tau

947

Τιρύνθιον Ἄργος· τὰς Μυκήνας

tau

948

Τιρύνθιον πλίνθεα· ἀντὶ τοῦ [τὸ] τεῖχος. ὑπὸ Κυκλώπων δὲ κατεσκεύαστο

tau

949

*τισάμενον· καταπονούμενον

tau

950

*τίσασθαι· τιμωρίας λαβεῖν

tau

951

*τίσατο· ἐτιμωρήσατο

tau

952

τῖσαι· ἀποδοῦναι

tau

953

τίς γάρ· τίς δή

tau

954

τίς δ’ αὖ τοι· τί(ς) δέ σοι

tau

955

τίσ[ο]ι· ποίοις

tau

956

τίσειαν· τιμωρίαν δοῖεν

tau

957

τίσις· ἀντέκτισις. ἀτιμία. ποινή, τιμωρία

tau

958

τίς κεν· τίς ἄν

tau

959

τίσις, τί ποτε

tau

960

τῖσον· τίμησον

tau

961

τίσομαι· τιμωρήσομαι

tau

962

τίς γάρ· τίς δή

tau

963

τίσουσι· τιμωρήσονται

tau

964

τίς τρόπος· παροιμία ἐπὶ τῶν ἀλλοκότων

tau

965

τίσω· ἀποδώσω. τιμήσω

tau

966

τίται· εὔποροι. ἢ κατήγοροι τῶν ἀρχόντων

tau

967

τιταινόμενος· τρέχων. ἕλκων. τ(ε)ινόμενος

tau

968

τίται.νον· ἕλκουσι. τείνουσι

tau

969

τιταίνειν· σπεύδειν. τείνειν. κραδαίνειν. ἕλκειν. τίσιν λαμβάνειν. τι‐ μωρεῖν

tau

970

τιταινομένω· ἐκτετακότε159 in vol. 4

tau

971

τιτάν· παιδεραστής. [καὶ τὸ τοῦ ἀντιχρίστου ὄνομα]

tau

972

Τιτανίδα· τὴν Εὔβοιαν, παρόσον Βριάρεω[ς] θυγάτηρ ἦν. ἔνιοι δὲ τὴν Ἀσωποῦ φασι

tau

973

Τιτᾶνες· τιμωροί, ἀπὸ τοῦ τιταίνειν. ἄλλοι δὲ οἱ μὴ ἔχοντες ἀποτῖ‐ σαι ἀτιτᾶνες ὠνομάζοντο, οἱ δὲ ἔχοντες τιτᾶνες

tau

974

Τιτανὶς γῆ· ἤτοι πᾶσα ἡ γῆ, (ἢ) ἡ (Ἀττικὴ) ἀπὸ τῶν κατασχόντων

tau

975

τίτανος· [ὄρος Θεσσαλίας.] καὶ κονία, ἄσβεστος. οἱ δὲ τιγύψου χρῖσμα

tau

976

..τιτανωμένας· γεγυψωμένας

tau

977

τιτανωτὴ χρόα· γυψωτή, ἢ λευκόχροος

tau

978

*Τιταρήσιος· ποταμὸς Ἠπείρου

tau

979

τίταξ· ἔντιμος. ἢ δυνάστης. οἱ δὲ βασιλεύς

tau

980

[τιτᾶσθαι· στερήσασθαι]

tau

981

[τιτένων· τείνων. πέμπων. ἕλκων]

tau

982

Τιτῆνες· Οὐρανοῦ παῖδες

tau

983

τιτῆναι· βασιλίδες ....... ἢ Ἕκτορος Λύτροις

tau

984

τίτθαι· τροφοί

tau

985

τίτθεν· τίκτειν

tau

986

τιτθίον· τιτθός. μαστός

tau

987

τιτθή· ἡ τροφός

tau

988

τι τίει· τιμᾷ

tau

989

τίρ· τίς. Λάκωνες

tau

990

τίτλος· πτυχίον ἐπίγραμμα ἔχον

tau

991

Τίτορμος· οὗτος Αἰτωλὸς ἀνὴρ διαβεβοημένος ἐπὶ ἀνδρείᾳ καὶ με‐ γέθει

tau

992

τιτρᾶται· τρυπᾶται. διανοίγεται

tau

993

τιτυβίζει· ὡς χελιδὼν φωνεῖ

tau

994

τιτύπαι· αἱ ἐμπύλαι· αἱ πλάναι

tau

995

τιτύρας· ὄρνις ποιός. ἢ τιτυρώδης

tau

996

τίτυρος· σάτυρος. κάλαμος. ἢ ὄρνις160 in vol. 4

tau

997

τιτύρινος· μόναυλος. ἢ αὐλὸς καλάμινος

tau

998

τιτύσκετο· ἡτοιμάζετο, παρεσκευάζετο. κατεστοχάζετο

tau

999

τιτυσκόμενοι· εὐστοχοῦντες, στοχαζόμενοι

tau

1000

τιτυσκόμενος· τὰ αὐτά

tau

1001

τιτώ· ἠώς. ἢ αὔριον. ἢ τινί

tau

1002

τί ὑμῖν διαφέρει· τί ὑμῖν μέλει

tau

1003

τίφαι· αἱ ὀλύραι. καὶ τιφή ἐν τοῖς ἕλεσι

tau

1004

τιφαίας· τὰς τῶν θηρῶν καταδύσεις

tau

1005

τίφια ὄρνεα· τὰ ἐν τοῖς ἕλεσι γινόμενα

tau

1006

τῖφος· ἕλος

tau

1007

Τῖφυς· ὁ ἐφιάλτης, νέαλυς. καὶ ὁ τῆς Ἀργοῦς κυβερνήτης

tau

1008

τί φῶ· τί εἴπω

tau

1009

[τιχίζομαι· σκέπομαι]

tau

1010

τίω· σοῦ. ἢ τιμῶ. ἢ τύχω

tau

1011

τλᾶθι· ὑπόμεινον

tau

1012

τλαιπαθές· ταλαίπωρε

tau

1013

τλάς· ὑπομείνας. ἢ ποιήσας

tau

1014

τλασίφρονα· ὑπομονητικόν

tau

1015

τλήθα· ὡραία. Κυρηναῖοι

tau

1016

τλήθυμος· ἰσχυροκάρδιος

tau

1017

*τλήμων· ὑπομονητικός

tau

1018

[τλημαθεῖν· ταλαιπωρεῖν, πονεῖν]

tau

1019

τλημόνως· ἐλεεινῶς

tau

1020

τλῆναι· ὑπομεῖναι. τολμῆσαι. παθεῖν

tau

1021

τληπάθειαι· ὑπομοναί, ταλαιπωρίαι

tau

1022

τληπαθής· ὑπομονητικός

tau

1023

τλῆσις· τόλμα. θράσος

tau

1024

τλησίπονος· τολμηρός, καρτερικός

tau

1025

τλῆτε· ὑπομείνατε

tau

1026

τλητικῶς· ὑπομονητικῶς

tau

1027

τλητῶν· ὑπομονητικῶν

tau

1028

τμάγεν· διεχωρίσθησαν, διέστησαν, ἐτμήθησαν, ἐσχίσθησαν161 in vol. 4

tau

1029

Τμάριον· ὄρος Ἀρκαδίας

tau

1030

Τμάριος· Ζεὺς ἐν Δωδώνῃ

tau

1031

τμήγας· γατόμος. ἀροτήρ

tau

1032

τμῆγος· ἀρότης. βούτμημα

tau

1033

τμήδην· τμητικῶς, τομῶς. ταχέως. ἀποκεχ(ω)ρισμένως. βέλτιον δέ, ὅσον ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι·
τμήδην αὐχέν’ ἐπῆλθεν

tau

1034

τμηθεῖσα· κοπεῖσα

tau

1035

τμηθῆναι·

tau

1036

τμῆξαι· τεμεῖν. (δια)λαβεῖν

tau

1037

τμήξας· τὰ αὐτά

tau

1038

τμητός· τμῆμα

tau

1039

Τμῶλος· ὄρος. καὶ ποταμός

tau

1040

τό· τὸ ἄρθρον οὐδέτερον προτακτικόν
[ἢ γὰρ] τὸ μὲν ἥμισυ οἰνοπέδ(ο)ιο[ν] καὶ ἀντὶ τοῦ τοῦτο·
(τὸ) μὲν οὔποτε φύλ(λ)α [τε] καὶ ὄζους
5φύσει

tau

1041

τοάκης· χιτὼν σχιστός

tau

1042

τόβλικος· κρουματίου μίμησις

tau

1043

τόγε ἧκον· ὅσον δυνατόν

tau

1044

τογέρα· μοιχός. λαλαχός

tau

1045

τὸ δ’ αὐτό· τὸ αὐτὸ δέ. ὁμοίως δέ

tau

1046

τὸ δεῖν· τὸ δέον

tau

1047

τὸ δήϊον· τὸ πολέμιον

tau

1048

τόδ’ ἱκάνεις· ἔνθαδε ἥκεις

tau

1049

τὸ ἐνσώματον· τὸ μετὰ σώματος

tau

1050

τὸ ἠλύσιον· ὁ παράδεισος

tau

1051

τὸ ἤνυστρον· μέρος τῆς κοιλίας τῶν μηρυκωμένων

tau

1052

*τὸ θεέ· π[αρ]αστάς

tau

1053

τοί· οἵ. οὗτοι. καὶ σύνδεσμος παραπληρωματικός. [καὶ ἀντὶ τούτοις]

tau

1054

τοῖα· τοιαύτας, τοιάςδε

tau

1055

τοιγάρ· τοιγαροῦν. σύνδεσμος

tau

1056

τοιγαροῦν· ὅθεν δή. ἢ οὐκοῦν162 in vol. 4

tau

1057

τοιγάρτοι· καὶ γάρ. τοιγάρτοι

tau

1058

τοίδε γε· ἐκεῖνοι δέ, ἢ οὗτοί γε

tau

1059

τοιθορύκτρια· ἡ τοὺς σεισμοὺς ποιοῦσα

tau

1060

τοιθορύσσειν· σείειν

tau

1061

τὸ ἱερόν· τὸ θεῖον

tau

1062

τοί κεν· οἵτινες ἄν

tau

1063

τοῖν· τί ποτε. Κρῆτες

tau

1064

τοῖϊν· ἐκείνων

tau

1065

τοίνυν· διὰ τοῦτο

tau

1066

[τοινισταφράσαι· ἀγγεῖλαι. εἰπεῖν]

tau

1067

τοῖο· [τοῦτο. ἢ] αὐτοῦ

tau

1068

τοῖοι· τοιοῦτοι· ἀγαθοί

tau

1069

τοῖον· τοιοῦτον. οὕτως ἀγαθόν. τοῦτον. τάσσεται καὶ ἐπὶ θαυμασμοῦ

tau

1070

τοῖος· τοιοῦτος

tau

1071

τοίοις δέ· τοιούτοις δέ

tau

1072

τοίους· τοιούτους

tau

1073

τοί ῥα· οἵτινες δή

tau

1074

τοῖς· τούτοις

tau

1075

τοῖσι· τοῖς σοῖς. ἢ ἐν ἑαυτοῖς. ἢ ἐν τούτοις

tau

1076

τοῖς τῇδε· τοῖς ἐνθάδε

tau

1077

τοῖς τυχοῦσι· τοῖς ἐντυγχάνουσι

tau

1078

τοιχοδιφήτωρ· τοιχωρύχος

tau

1079

τοῖχος· τοῦ πλοίου ἡ πλευρά

tau

1080

τοιχωρύχος· λῃστής, κλέπτης

tau

1081

τοίως· ἰσχυρῶς. καλῶς. ἀκριβῶς

tau

1082

τοκάδερ· ἔγκυοι

tau

1083

τὸ καί· διὸ καί

tau

1084

τὸ κατὰ γᾶς ξίφος· θηρίδιον σκολοπένδρᾳ ὅμοιον

tau

1085

τοκέες· πατέρες, γονεῖς

tau

1086

τοκεῦσι· γονεῦσιν. ἐγγόνοις

tau

1087

τοκέων· γονέων

tau

1088

τόκος· γένεσις

tau

1089

τὸ κρήγυον· τὸ ἀληθές

tau

1090

τὸ κῦρος· ἡ ἐξουσία, ἡ δεσποτεία

tau

1091

[τόλα· τότε]

tau

1092

τὸ λαιόν· τὸ ἀριστερόν

tau

1093

[τολέσπευσεν· εἰργάσατο]

tau

1094

τολμήσω· καρτερήσω

tau

1095

τολμητίας· προπετής, αὐθάδης, ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν ἐπιχειρῶν163 in vol. 4

tau

1096

τόλυξ· αἰδοῖον

tau

1097

*τὸ λοβόν· τὴν ἀρχὴν τοῦ ὠτός

tau

1098

τολύπαι· τὸ κατασκευαστὸν ἔριον

tau

1099

τολυπεύειν· ταλαιπωρεῖν. μοχθεῖν. στρέφειν. μηχανᾶσθαι. ἐργάζεσθαι

tau

1100

τολύπευμα· τὸ κατασκευαστὸν ἔριον

tau

1101

το[πο]λυπεύσας· κατεργασάμενος

tau

1102

τολύπευσεν· ἐξειργάσατο

tau

1103

τολυπευτικώτατος· ἐργαστικώτατος. ἐπιτελεστικώτατος

tau

1104

τολύπη· τὰ προφυράματα τῶν μαζῶν, ἃ καὶ βήρηκας καλοῦσιν. καὶ ἀγαθίδιον στήμονος, ἢ ῥοδάνης

tau

1105

Τόμαρος· τὸ ἐν Δωδώνῃ ὄρος. καὶ προφήτης. καὶ ἱερεύς. καὶ θύτης. καὶ μάντις

tau

1106

τὸ μέταζε· τηνικάδε

tau

1107

τὸ μελάνδρυος· τὸ μέσον τοῦ ξύλου· διὰ τὸ εἶναι εὔτονον τοῦτο τὸ μέρος. ἄλλοι δὲ διαστείλαντες τὸ μέλαν δρυός εἰς δύο μέρη λόγου ἀποδεδώκασι τὸ μέσον τῆς δρυὸς μέρος μέλαν εἶναι καὶ ἄσηπτον διαμένειν

tau

1108

τομεύουσι· τέμνουσι

tau

1109

τομεύς· τμήτης, ἤγουν ὁ τέμνων

tau

1110

τομή· ἡ ῥίζα, ὅθεν ἐτμήθη. καὶ ἡ πληγὴ τοῦ ξίφους

tau

1111

τομία· τὰ ἀποτμήματα, καὶ ἀκρωτηριάσματα τοῦ νεκροῦ. οἱ δὲ τὰ ἱερά, ἃ σφάζοντες ὀμνύουσιν

tau

1112

τό μοι· τοῦτό μοι

tau

1113

τόμος· χάρτης. ἢ ὁ τέμνων

tau

1114

τόμουροι· προφῆται. ἱερεῖς. οἰωνοσκόποι. διάκονοι

tau

1115

τομώτερος· ὀξύτερος, δυνάμενος τέμνειν

tau

1116

τόν· ἄρθρον ἀρσενικὸν προτακτικὸν πτώσεως αἰτιατικῆς. ἢ τοῦτον. ἢ ὅντινα

tau

1117

τοναία· φωνῆς τάσις

tau

1118

τὸν ἀφ’ ἱερᾶς· γραμμή τις ἐν τῇ παιδιᾷ τῶν πεσσῶν, ἱερὰ καλου‐ μένη

tau

1119

τὸν δ’ ἄρ· πρὸς τοῦτον δέ

tau

1120

τὸν εὐθυτενῆ· τὸν ὀρθόν

tau

1121

τονθορύζει· ἀτάκτως λαλεῖ. γογγύζει. ψιθυρίζει. καὶ τονθρίζει τὰ αὐτά

tau

1122

τονθρύς· φωνή

tau

1123

τόνθων· παρὰ Κορίννῃ ἐπὶ νωτιαίου κρέως τὸ ὄνομα164 in vol. 4

tau

1124

τόνος· ἔντασις, ἰσχύς, ῥώμη, δύναμις

tau

1125

τόνους· τὰς κειρίας ἀπὸ τοῦ τετάσθαι

tau

1126

τὸν ὀπισθότατον· τὸν ὀπίσω, τὸν τελευταῖον, τὸν ἔσχατον

tau

1127

τὸν οὐδόν· τὸν βατῆρα ὁδοποιόν

tau

1128

τόν ῥα· τὸν δή

tau

1129

τὸν σόν· τὸν ἴδιον. τέρ[τρε]μονα, τὸ τέλος

tau

1130

τό νυ γὰρ κατεάξαμεν· τοῦτο γὰρ τὸ δόρυ κατεάξαμεν

tau

1131

τόνῳ· λίαν [τέρατι

tau

1132

τοξεύομαι· ἀποστεροῦμαι ....

tau

1133

τοξεύοντο· τόξα ἔτεινον

tau

1134

Τοξίου βουνός· τοῦ Ἀπόλλωνος τοῦ ἐν Σικυῶνι. βέλτιον δὲ ἀκούειν τὴν ἐν Δελφοῖς Νάπην λεγομένην· ἐκεῖ γὰρ καὶ ὁ δράκων κατετο‐ ξεύθη. καὶ ὁ ὀμφαλὸς τῆς γῆς τάφος ἐστὶ τοῦ Πύθωνος

tau

1135

τόξον· κυρίως αὐτὸ τόξον. δηλοῖ δὲ καὶ τὴν τοξικὴν ἐμπειρίαν, καὶ αὐτὰ τὰ βέλη

tau

1136

τοξοποιεῖν τὰς ὀφρῦς· συστρέφειν αὐτάς

tau

1137

τοξόται· οἱ δημόσιοι ὑπηρέται

tau

1138

τοξότα λωβητήρ· διὰ τόξων λωβώμενε, καὶ βλάπτων· ἀφ’ οὗ τὸν δειλὸν λέγει

tau

1139

τοξότης· πολεμιστής

tau

1140

τόξου πῆχυν· τὸ ὅλον τόξον, κατὰ ἀντεπέκτασιν τῆς νευρᾶς

tau

1141

τό οἱ· ὅπερ αὐτῷ

tau

1142

τὸ ὄντως· τὸ ἀληθῶς

tau

1143

[τόοσα μέμηλε· τοσαῦτα φροντίζει]

tau

1144

τὸ ὅσον ἐπ’ ἐμοί· τὸ κατὰ δύναμιν

tau

1145

τοπάζει· εἰκάζει. ἱδρύει. ὑποπτεύει. στοχάζεται [ἢ τοθάζει]

tau

1146

τὸ παράπαν· παντελῶς

tau

1147

τὸ πάροιθεν· τὸ πρὸ τούτου

tau

1148

τὸ παρὸν εὖ τίθεσο· παροιμία, ἧς καὶ Πλάτων ἐν Γοργίᾳ μνημο‐ νεύει

tau

1149

τοπάσαι· ὑπονοῆσαι. ὑπολαβεῖν

tau

1150

τοπαστέον· ὑποληπτέον. ὑπονοητέον

tau

1151

τὸ περιόν· πλῆθος

tau

1152

τοπήϊα· ὅπλα νεώς, σχοινία, τοπεῖα, κάλοι

tau

1153

τὸ πρὸς ἀκτῖνα· τὸ πρὸς ἀνατολήν

tau

1154

τὸ προμηθέ]ς· τὸ προνοητικόν

tau

1155

τὸ προσεχές· τὸ ἐγγύς165 in vol. 4

tau

1156

τὸ πρῶτον· τὸ πρεσβύτατον

tau

1157

[τοπυργίαις· ἐμπυρισμοῖς]

tau

1158

τό ῥα· ὅπερ δή

tau

1159

τόρβηλος· μεμψίμοιρος

tau

1160

Τόργιον· ὄρος ἐν Σικελίᾳ, ὅπου νεοττεύουσιν οἱ γῦπες. ἀφ’ οὗ καὶ αὐτοὶ τόργοι

tau

1161

τόργος· εἶδος γυπὸς αἱματοῤῥόφου. ἔστι δὲ καὶ ὁ γὺψ παρὰ Σικε‐ λιώταις

tau

1162

τορεῖν· τορῆσαι, τρῆσαι, τεμεῖν

tau

1163

τορέλλη· ἐπιφώνημα θρηνητικὸν σὺν αὐλῷ Θρᾳκικόν

tau

1164

τορκιμόν· τὸ βαρὺ καὶ μισητόν

tau

1165

τόρμη· εὐθὺς δρόμος κατὰ τέχνην. καὶ στροφή. καὶ σύμπας (δρόμος)

tau

1166

τορμίς· ἡ δέσποινα

tau

1167

τόρμος· ἡ πλήμνη τοῦ τροχοῦ, εἰς ἣν ὁ ἄξων ....

tau

1168

τορνεύει· γλύφει

tau

1169

τορνευταί· γλύπται

tau

1170

τόρνος· ἐργαλεῖον τεκτονικόν, ᾧ τὰ στρογγύλα σχήματα περιγράφεται

tau

1171

τορνῶσαι· περιγράψαι. κυκλῶσαι

tau

1172

τορνώσας· τῷ κύκλῳ περιγράψας

tau

1173

τορνοῦμαι δὲ πρὸς μέτρον· ἀντὶ τοῦ περιγράφομαι

tau

1174

τὸ ῥόθιον· τὸ κῦμα

tau

1175

τόρον· λιθ(οκοπ)ικὸν σκεῦος. ἢ μεγαλόφωνον

tau

1176

τορόνος· τόρνος. Ταραντῖνοι

tau

1177

τόρος· ἐργαλεῖον φρεωρυχικόν. καὶ εἰς ὃ ὁ στελεὸς ἐμβάλλεται

tau

1178

*τορόν τι· ὀξεῖα

tau

1179

[τορόῳ· ἐργαλείῳ. ὀξεῖ, ἀκριβεῖ, τρανῷ, ἰσχυρῷ, μεγάλῳ]

tau

1180

τόῤῥα· ὅπερ δή

tau

1181

[τόρτυρα· τῶν κεραμίων προμήκης πυθμήν]

tau

1182

τορτυρόμενον· νιφόμενον

tau

1183

τορύνη· σιτῶδές τι

tau

1184

τόσα καὶ τόσα· ἢ τοσαῦτα

tau

1185

τὸ σέλας· ἡ ἔκλαμψις

tau

1186

τὸ σίνεσθαι· τὸ βλάπτεσθαι166 in vol. 4

tau

1187

τὸ σκάφος· τὸ πλοῖον

tau

1188

τόσσον· τοσοῦτον, τηλικοῦτον. λέγεται καὶ ἐπὶ θαυμασμοῦ

tau

1189

τὸ σὸν μένος· τὴν σὴν ὀργήν

tau

1190

τοσοῦτον· ὅλον τοῦτο

tau

1191

τὸ σταῖς· τὸ ἄλευρον

tau

1192

τόσῳ μᾶλλον· ὅσῳ πλέον

tau

1193

τὸ τάχος· συντόμως

tau

1194

τότε μοι χάνοι εὐρεῖα χθών· εὐρὺ καὶ μέγα μοι χάσμα γῆς γέ‐ νοιτο, ἵνα με δέξηται· ὅπερ ἐστὶν ἀποθάνοιμι

tau

1195

τὸ τεῦχος· τὸ σκεῦος

tau

1196

τὸ τηνικαῦτα· τὸ τότε

tau

1197

τὸ τί· διατί

tau

1198

τοῦ· ἄρθρον προτακτικόν

tau

1199

τοῦ δὴ πολλοὶ ἀπὸ σπινθῆρες ἴενται· τοῦ καλουμένου κομήτου ἀστέρος

tau

1200

τοῦμα· στόμα

tau

1201

τοὐμοῦ· τοῦ ἐμοῦ

tau

1202

τοὐμφανές· φανερόν

tau

1203

τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ ἱσταμένοιο· τὴν τριακάδα λέγει. τὸν μῆνα ἔχειν φησὶ ἡμέρας εἰκοσιεννέα, ὥστε τὴν τριακάδα μέρος ἔχειν καὶ τοῦ παρῳχηκότος καὶ τοῦ ἐπιόντος μηνός

tau

1204

τοὔμπαλιν· τὸ ἐναντίον, ἀνάπαλιν, ἔπειτα πάλιν

tau

1205

τοὔνεκα· τούτου χάριν, τούτου ἕνεκεν

tau

1206

τούνη· σύ. Λάκωνες

tau

1207

τοῦ παντὸς ἀξιόλογον· τοῦ παντὸς κύριον

tau

1208

τοὖργον· τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων

tau

1209

τοὐρθόν· τὸ ὀρθόν

tau

1210

τούς· ἄρθρον προτακτικόν. καὶ ἀντὶ τοῦ οὕς· καὶ ἀντὶ τοῦ τούτους

tau

1211

τουσοίρ· φύσκη πλήρης κριμνῶν, στέατος, αἵματος

tau

1212

τοὺς ἐμβόλους· τὰ ἔμβολα τῶν νεῶν. καὶ ἐπὶ τῶν θηλειῶν

tau

1213

τοὺς ἐν τέλεϊ· τοὺς ἐν τιμῇ καὶ ἀρχῇ

tau

1214

τοὔσχατον· τὸ ἔσχατον, καὶ μέγιστον

tau

1215

τουτάκις· τοσαυτάκις, ὅπερ ἐστίν ....

tau

1216

τουτί· τοῦτο

tau

1217

τοῦτις· ὁ κόσσυφος

tau

1218

τοῦτο μέν· ποτὲ μέν

tau

1219

τοῦτο Πύθιον· τοῦτο πρῶτον καὶ ἔσχατον

tau

1220

τουτῶ· ἐντεῦθεν. Λάκωνες

tau

1221

τοῦφος· τάφος167 in vol. 4

tau

1222

τόφρα· ἐν τοσούτῳ. ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτι‐ κὸν τοῦ ὄφρα ἢ ἄχρι, ἢ ἕως. ἢ ἵνα

tau

1223

τόφρα δέ· τηνικαῦτα δέ

tau

1224

τραγαλέον· διεῤῥωγότα

tau

1225

τραγᾶν· οὕτω τὸ ἀκαρπεῖν τινες τῶν γεωργικῶν· οἱ δὲ μενῶν νόσον. καὶ τῆς φωνῆς τὸ πάθος

tau

1226

τράγαις· Αἰολεῖς [οὕτω λέγονται ἀπὸ λίμνης, ἣ καλεῖται Τραγ(άσ)η

tau

1227

Τραγασαῖοι ἅλες· οἱ ἀπὸ Λεκτοῦ

tau

1228

τραγεῖον· πόας εἶδος

tau

1229

τράγη· πεπληγμένη. πεπηγυῖα

tau

1230

τραγηφόροι· αἱ κόραι Διονύσῳ ὀργιάζουσαι τραγῆν περιήπτοντο

tau

1231

τραγίζειν· τὸ τραγᾶν τῇ φωνῇ τοὺς ἀκμάζοντας τῶν παίδ[ί]ων

tau

1232

τραγικῆς· ....... τραγῳδῶν ᾄσματα

tau

1233

τραγικὸν πάθος· μεστὸν συμφορᾶς

tau

1234

τραγικὸς πίθηκος· παροιμία ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνομένων

tau

1235

τραγιστάς· τοὺς τὰ ἱερεῖα κλέπτοντας

tau

1236

τραγοπώγων· πόας εἶδος

tau

1237

τράγους· σατύρους, διὰ τὸ τράγων ὦτα ἔχειν

tau

1238

τραγῳδεῖν· χορεύειν

tau

1239

τραγῳδία· χορεία. κωμῳδία

tau

1240

τραγῳδός· χορευτής. κωμῳδός

tau

1241a

*τρακτεύει· μηχανᾶται

tau

1242a

*τ)ακτωρία· μηχανουργία

tau

1241

Τραλλεῖς· οὕτως ἐκαλοῦντο μισθοφόροι Θρᾷκες τοῖς βασιλεῦσιν, οἱ τὰς φονικὰς χρείας πληροῦντες

tau

1242

τραλλόν· πικρόν168 in vol. 4

tau

1243

τράμις· τὸ (τ)ρῆμα τῆς ἕδρας. ὁ ὄῤῥος. τινὲς ἔντερον. οἱ δὲ ἰσχίον

tau

1244

τράμπις· ναῦς ἄκατος. πορθμίς. τινὲς πλοῖα βαρβαρικά

tau

1245

τρανές· σαφές. ἀληθές

tau

1246

τρανίαν· αὐλὴν ἐν ὁδῷ μεγάλην

tau

1247

Τρανιψοί· ἔθνος Θρᾴκιον

tau

1248

τρανός· σαφής. ἀληθής

tau

1249

τρανόν· ἑξαμηνιαῖον πρόβατον

tau

1250

τράπε· ἔτρεψεν

tau

1251

*τραπεζῆες· οἱ πρὸς ταῖς τραπέζαις λιχνεύοντες. καὶ οἱ ἐπιτραπέ‐ ζιοι. καὶ οἰκουροί. [λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης

tau

1252

*τραπεζίας· παρὰ τῇ τραπέζῃ τρεφομένους

tau

1253

*τραπέζιον· παρὰ τοῖς γεωμέτραις σχῆμα, τὸ τὰς μὲν δύο πλευρὰς ἀπεναντίας πρὸς ἀλλήλας ἔχον ἀνίσους, τὰς δὲ ταύτας ἐπιζευγνυού‐ σας ἴσας

tau

1254

τραπεζεύς· παράσιτος ἄκλητος

tau

1255

τραπεζίτης· κολλυβιστής, κερματιστής, δανειστής

tau

1256

τραπεζοποιός· οὐχ ὁ μάγειρος· ἀλλ’ ὁ τῆς πάσης περὶ τὰ συμπόσια παρασκευῆς ἐπιμελούμενος

tau

1257

τραπεζώ[ν]· ἱέρειά τις Ἀθήνησιν

tau

1258

τραπεζίτην Πάριν· τὸν παραβάντα τὴν τράπεζαν καὶ ἀτιμάσαντα τὸν Μενέλαον

tau

1259

τραπείομεν· τερφθῶμεν

tau

1260

τραπελιζόμενος· συνεχῶς ἀναστρεφόμενος

tau

1261

τραπέμπαλιν· ἐνηλλαγμένως, ἢ παρηλλαγμένως

tau

1262

τραπέοντο· ἐπατοῦντο, παρὰ (τὸ) τροπὴν λαμβάνειν τὸν βότρυν πα‐ τηθέντα

tau

1263

τραπέουσι· πατοῦσιν ἐπὶ τῇ ληνῷ

tau

1264

τράπηκι· δόρατι169 in vol. 4

tau

1265

*τραπεῖν· ληνοπατεῖν

tau

1266

τραπῆναι· στραφῆναι, πεισθῆναι

tau

1267

τραπητός· ὁ οἶνος

tau

1268

τραπομένους· τρεπομένους

tau

1269

τράποντο· εἰς φυγὴν ἐτράποντο

tau

1270

τραπῶ· ἀπέλθω

tau

1271

τραρόν· τ[ρ]αχύ

tau

1272

τρασιά· ἡ τῶν σύκων ψύκτρα, παρὰ τὸ τερσαίνειν. ἤγουν τόπος, ἔνθα ξηραίνουσιν αὐτά

tau

1273

[τρατικόν· θρηνητικόν, λυπηρόν]

tau

1274

τραυλίζει· ψελλίζει

tau

1275

τραυλόν· ἡδύ. λεπτόν

tau

1276

τραυλός· ψελλός, τὴν γλῶτταν βεβλαμ(μ)ένος

tau

1277

τραῦμα· πληγή. ἕλκος. μώλωψ

tau

1278

τραυματίαι· σφαγαί. τετρωμένοι

tau

1279

τραύσανον· ξηρὸν πᾶν. ἢ φρύγανον

tau

1280

Τραῦσος· ἔθνος Σκυθικόν, οἳ τοὺς μὲν γεννωμένους ἀτιμάζουσι, τοὺς δὲ τελευτῶντας κατευφημίζουσιν

tau

1281

τράφαλλος· ὁ χλωρὸς τυρός. οἱ δὲ τραφαλλίδα

tau

1282

τράφεν· ἐτράφησαν

tau

1283

τραφερήν· ξηράν. τὸ γὰρ πῆξαι θρέψαι λέγουσιν

tau

1284

τραφερόν· πηκτόν. τρόφιμον. λευκόν. ξηρόν. πεπηγμένον

tau

1285

τράφεται· πήγνυται

tau

1286

τράφηξ· χάραξ. σκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. ἄλλοι τὸ τῆς νεὼς χεῖλος

tau

1287

τραφηρά· ξηρά

tau

1288

τράφος· τάφος

tau

1289

τράχε· πορεύου

tau

1290

Τραχ]ίς· ἡ νῦν Ἡράκλεια καλουμένη

tau

1291

τραχηλιάσας· ἐναντιωθείς. ἀπειθήσας

tau

1292

τραχηλιῶ· ὑψῶ αὐχένα

tau

1293

τράχηλος· αὐχὴν τραχύς. σκληρός

tau

1294

τραχήλους· τὰς πορφύρας. ἔνιοι τοὺς σπονδύλους τῶν κογχυλίων170 in vol. 4

tau

1295

τρέ· σέ Κρῆτες

tau

1296

τρεῖν· φοβεῖσθαι. φεύγειν

tau

1297

τρ]ίς ἕκαστον ἀΰσας· τρ[ε]ίς ἕκαστον φωνήσας καὶ ἀνακαλεσά‐ μενος. ἔθος γὰρ ἦν ἐν τοῖς τῶν ἐπὶ τῆς ἀλλοδαπῆς τεθνηκότων τὰς ψυχὰς μετακαλεῖσθαι κατὰ τὸν ἀπόπλουν

tau

1298

τρεῖς θεοί· παρὰ Σόλωνι ἐν τοῖς ἄξοσιν ὅρκῳ τέτακται. ἔνιοι κατὰ τὸ Ὁμηρικόν

tau

1299

Τρεμ]ιλία· ἡ Λυκία

tau

1300

τρέπει· μεταστρέφει

tau

1301

τρέπεται· ἀλλάσσεται. μεταβάλλεται

tau

1302

τρεπόντων· ἐπιστρεφόντων

tau

1303

τρεπτότητος· τροπῆς

tau

1304

τρέπω· διώκω. ἢ φεύγω

tau

1305

τρέσι· φυγεῖν φοβηθῆναι

tau

1306

τρεσ)άντων· φοβηθέντων. ἢ διὰ δέος φευγόντων. καὶ τρέσσον‐ τες ὁμοίως

tau

1307

τρέστης· δειλός

tau

1308

τρέφειν· ἔχειν. πηγνύναι. καὶ τρέφεται. ὁμοίως

tau

1309

τρέχειν· ἀγωνίζεσθαι

tau

1310

τρέχνος· στέλεχος, κλάδος, φυτόν, βλάστημα

tau

1311

τρέψαν· μετέβαλλον

tau

1312

τρέψειαν· νικήσειαν. πατάξειαν

tau

1313

τρέψομαι· ἔξω πορεύσομαι. διώξω

tau

1314

τρηγαλέον· διεῤῥωγότα

tau

1315

τρήματα· τρυπήματα

tau

1316

τρη]μα]τικτάς· κυβευτάς. ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων

tau

1317

τρη]ρόν· ἐλαφρόν. δειλόν. ταχύ. πλοῖον μικρόν

tau

1318

τρήρων· δειλή. περιστερά. ἀπὸ τοῦ τρεῖν, ὅ ἐστιν φοβεῖσθαι· δει‐
λὸν γὰρ τὸ ζῶον καὶ ταχύ171 in vol. 4

tau

1319

τρήρωνες· περιστεραί

tau

1320

τρήρωσι· περιστεραῖς

tau

1321

[τρήρ]ωνα· δειλήν. ἀπὸ τοῦ ..... τρέμειν]

tau

1322

τρητοὶ λοβοί· τὰ ἀλόβα. τὰ γὰρ ἐνώτια ἐλλόβια, διὰ τὸ ἐν τοῖς λοβοῖς ἐνίεσθαι

tau

1323

τρητοῖο λίθοιο· εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν λίθους, ἵνα ἐξ αὐτῶν τὰ ἀπόγεια σχοινία ἐξάπτωσιν οἱ ναῦται

tau

1324

τρητοῖς ἐν λεχέεσσι· τοῖς κατὰ τὰς ἁρμογὰς τετρημένοις, ἢ ἱμαν‐ τωτοῖς. ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι, ὡς καὶ τὰ βάθρα

tau

1325

τρητοκουρήτας· γνησίας γυναῖκας. οἱ δὲ παρθένους

tau

1326

τρητὸν ἔλαιον· διὰ τὸ κοίλωμα ἔχειν τὸν ἄγριον ἔλαιον

tau

1327

τρηχαλέῳ· τραχεῖ

tau

1328

τρηχεῖα· τραχεῖα. πολλὰς ἐξοχὰς ἔχουσα

tau

1329

τρηχεῖαν· τραχεῖαν. καὶ τὰ ὅμοια

tau

1330

τρηχὺ νόημα· σκληρὸν νοῦν

tau

1331

τρί· κατὰ τοῦ πολλοῦ τοῦτο προστίθεται

tau

1332

τρία Θηραμένους· ἄντικρυς τὰ τοῦ Θηραμένου(ς) ἐπιζήμια ἐκτέ‐ θεικεν

tau

1333

τρίαινα· δόρυ τρεῖς ἔχον ἀκμάς

tau

1334

τριαινατῆρες· ἀντὶ τοῦ ἀροτριοῦντος

tau

1335

τρία καὶ δύο· ἐπὶ κράσεως πότου. δύο δὲ ἦσαν κράσεις· τρεῖς μὲν ὕδατος πρὸς ἕνα [οἴνου δὲ μία] καὶ πέντε ὕδατος πρὸς δύο

tau

1336

τριακάς· ἡ τριακοστὴ τοῦ μηνός. καὶ σύστημά τι τῶν πολιτῶν

tau

1337

τριακατίοι· οἱ ἔφηβοι. καὶ τὸ σύστημα αὐτῶν

tau

1338

τριάκις· ἀντὶ τοῦ τρ[ε]ίς. Λάκωνες

tau

1339

τριάκοντα· οὗτοι ἐχειροτονοῦντο δικασταὶ Ἀθήνησιν, οἵτινες ἐζη‐ μιοῦντο τοὺς μὴ παραγενομένους τῶν πολιτῶν εἰς ἐκκλησίαν

tau

1340

τριακοντόρι(οι)· πλοῖα ὑπὸ ληʹ κωπηλατούμενα

tau

1341

τριᾶντος πόρνη· λαμβάνουσα τριᾶ[κο]ντα, ὅ ἐστι λεπτὰ εἴκοσι172 in vol. 4

tau

1342

τριάξ· τριακάς

tau

1343

τρία Στησιχόρου· ἔθος ἦν παρὰ πότον ᾄδεσθαι, ὡς καὶ τὰ Ὁμήρου

tau

1344

τριβακὸν ἱμάτιον

tau

1345

τριβαλλοί· συκοφάνται. οἱ δὲ τοὺς θωπευτικούς, ἐν τοῖς βαλανείοις (δια)τρίβοντας, καὶ ἐπὶ τὰ δεῖπνα ἑαυτοὺς καλοῦντας

tau

1346

τρίβανον· λήκυθον

tau

1347

τριβή· διατριβή. ἢ βραδυτής

tau

1348

τρίβολα· στρεπτά. στωμύλα

tau

1349

τρίβολοι· ἀκάνθης εἶδος· ὅθεν καὶ τὸ τοῖς ἵπποις ἐν τοῖς χαλινοῖς ἐντιθέμενον

tau

1350

τρίβολον ἄκοντα· τρίαιναν

tau

1351

τρίβοντες· λειοῦντες. ἢ φανερὰν ποιοῦντες, ἢ λείαν

tau

1352

τρίβος· ἀτραπός, ὁδός

tau

1353

τρίβουνος· ἔμπειρος

tau

1354

*τρίβος· ὁδός

tau

1355

τρίβων· στολὴ ἔχουσα σημεῖα ὡς γάμμα

tau

1356

τρίβωνα· στολισμόν

tau

1357

τριβώνιον· πάλλιον. περιβόλαιον

tau

1358

τριβωνοφόρος· ὁ φορῶν στολήν

tau

1359

[τρίγανον· εἶδος μέτρου παρὰ τοῖς γεωμέτραις]

tau

1360

Τρίγλα· ἰχθῦς θαλάσσιος. καὶ τόπος τις

tau

1361

τρίγληνα· πολυθέατα· γλῆναι γὰρ οἱ ὀφθαλμοί· τρίκοκκα, τριόφθαλ‐ μα, πολυειδῆ

tau

1362

τριγλίζειν· κατὰ μίμησιν ἐπὶ τῶν γελώντων

tau

1363

*τριγλήνας· εὐμόρφους ὀφθαλμούς

tau

1365

*τριγκῶσαι· φράξαι

tau

1366

τριγλώχινι· τριγώνῳ, τρεῖς γωνίας ἔχοντι173 in vol. 4

tau

1367

τρίγονοι· τρίτην γενεὰν ἐπισχόντες. ἢ οἱ τρεῖς

tau

1368

τρίγωνον· εἶδος ὀργάνου ψαλτηρίου. ἢ φυτὸν ἐν Αἰγύπτῳ

tau

1369

*τριγός· τρηγών

tau

1370

τρίζει· φωνεῖ

tau

1371

τριγχός· περίφραγμα, στεφάνη, τειχίον

tau

1372

τρίζουσα· φωνοῦσα λεπτόν τι

tau

1373

τρίζωος· ὃς τρεῖς γενεὰς ἐξήγαγε

tau

1374

τριήμερος· Θεσμοφόρια ὑπὸ Λάκωνεις

tau

1375

τριημιολία· ναῦς μακρὰ ἄνευ καταστρώματος

tau

1376

τριήραρχος· τριήρους ἄρχων, ἤτοι πλοίων πολεμικῶν

tau

1377

τριήρεις· πλοῖα πολεμικά

tau

1378

τριήρης· ἔξω τῆς νεὼς καὶ ῥυτόν τι ἔκπωμα

tau

1379

τρίηρον· πλοῖον μικρόν

tau

1380

τριηρονόμος· τριήραρχος

tau

1381

τριθαλλίαι· μεγάλως τοῦ θάλλειν αἰτίαι

tau

1382

τρίκαρπον· τριετῆ

tau

1383

Τρίκκη· πόλις Θεσσαλίας

tau

1384

τρίκκος· ὀρνιθάριον ὁ καὶ βασιλεὺς ὑπὸ Ἠλείων

tau

1385

τρικόλυβον· νομισμάτιόν τι

tau

1386

τρικόνητος· ὁ πολλάκις ἀπολέσθαι ἄξιος καὶ καταχωσθῆναι

tau

1387

Τρικόρυνθος· ἀνδρεῖος ἥρως

tau

1388

τρικότυλος οἶνος· οὗ τρεῖς κοτύλαι ὀβολοῦ πωλοῦνται

tau

1389

τρίκουρος· ὁ ἐπὶ τρία ἔτη κεκ[αθ]αρμένος κριός. ὁμοίως καὶ ὁ μὴ κεκ[αθ]αρμένος .....

tau

1390

τρικτεῖρα· θυσία Ἐνυαλίῳ. θύεται δὲ πάντα τρία καὶ ἔνορχα

tau

1391

τρικτύα· τριάδα. ἔνιοι θυσία κάπρου, κριοῦ, ταύρου174 in vol. 4

tau

1392

*τρικτῆς· μέρ(ος) φυλῆς .....

tau

1393

τρίκυζα· πολλῆς δεόμενα λιτανείας

tau

1394

τρικυμία· ζάλη

tau

1395

τρίλλιστος· πολυλιτάνευτος

tau

1396

τρίμηνοι πυροί· οἱ καὶ σητά[μη]νιοι λεγόμενοι

tau

1397

τρίμι.ον· τὸ εὐσπάθητον ἱμάτιον

tau

1398

τριμίσκον· ἱμάτιον. Ἀσπένδιοι

tau

1399

[τρίμηταγωνιστής· ὁ τρίτος ἀγωνιζόμενος]

tau

1400

τριμίτινα ὑφάσματα· τρίμι[τοσ]τα

tau

1401

[τρίμ με· φοβεῖσθαί με]

tau

1402

τρῖμμα· [ὁ] ἀρωματίζον πόμα ἐν γάμοις πινόμενον καὶ ἐν θεατρι‐ κοῖς ἀγῶσιν

tau

1403

τρίογδον· μέτρον τι παρὰ Ταραντίνοις

tau

1404

τρίοδος καὶ τριόδους πληθυντικῶς· ἰδίως τὰς τρεῖς ὁδούς. καὶ τρίαινα

tau

1405

τριολύμπιον ἅρμα· τὸ ἐκ τριῶν Ὀλυμπιάδων ἐζευγμένον

tau

1406

τριοπην· τριόφθαλμον

tau

1407

τριοπηλίς· δέσμη σκορόδων

tau

1408

Τριόπιον· ἡ Κνίδος. καὶ ἱερὸν ἔνθα ἑορτάζουσιν

tau

1409

τριοπίς· τριόφθαλμος. ἔνιοι ζῶον ὅμοιον ἀκρίδι. καὶ περιτραχήλιον
τρεῖς ἔχον ὀφθαλμοὺς ὑαλοῦς175 in vol. 4

tau

1410

[τριόροφα· τρίστεγα]

tau

1411

τρίορ[ο]χος· εἶ(δος) ἱέρακος

tau

1412

τρίοψ· ὁ ὑπὸ τῶν Πυθαγορικῶν ἐν Δελφοῖς τρίπους

tau

1413

Τριπατρεῖς· οἱ πρῶτοι γεννώμενοι

tau

1414

τρίπεζαν· τὴν τράπεζαν. Βοιωτοί

tau

1415

τρίπλακα[ι]· τρὶς ἐπιπτυχθῆναι δυναμένη(ν)· ἐξ οὗ τὴν μεγάλην δη‐ λοῖ· τρίπτυχον, τριπλῆν

tau

1416

τριπλῇ τετραπλῇ τε· τριπλασίονα καὶ τετραπλάσια

tau

1417

τρίποδα· λέβητα τρισκελῆ. χαλκίον

tau

1418

τρίπολον· τὴν τρὶς ἢ πολλάκις μεταβεβλημένην διὰ τῆς ἀροτριάσεως γῆν

tau

1419

Τρίπολις· εἶδος πέμματος. καὶ πόλις

tau

1420

τριπονῆται· ἑορτή τις

tau

1421

τρίπος· τρίπους

tau

1422

τρίπους· λέβης, κρατήρ. ἐχρῶντο δὲ αὐτὸ εἰς τὸ θερμαίνειν ὕδωρ. ὁ δὲ ἐμπυριβήτης ἐστὶν ὁ ἐξ ἑαυτοῦ πόδας ἔχων εἰς τὸ ὑποκαίεσθαι

tau

1423

τριπτήρ· ᾧ τὴν σταφυλὴν τρίβουσιν. ὑπὸ δὲ Σικελῶν ὁ δοῖδυξ

tau

1424

τρίπτυχος· τριπλῆ, ἢ πολύπτυχος, ἡ τρεῖς ἐπιπτυχὰς ἔχουσα

tau

1425

τρίς· ἐπὶ τοῦ πολλάκις

tau

1426

τρὶς ἀλιτήριος· ἁμαρτωλός

tau

1427

τρὶς ἕξ· νικητήριος βόλος. καὶ παροιμία· τρὶς ἓξ ἢ τρεῖς κύβοι. ἐλέ‐ γετο δὲ ἐπὶ τοῦ εὐστόχου, ἀπὸ τῶν κυβευτῶν ......

tau

1428

τρὶς εὐδαίμων· τρισμακάριστος176 in vol. 4

tau

1429

τρὶς ὄλβιος· τρισμακάριστος

tau

1430

τρισπόλιον· βοτάνη τις

tau

1431

τρισσός· εἶδος ὄφεως

tau

1432

τριστάται· οἱ παρὰ χεῖρα τοῦ βασιλέως, ἔχοντες ἀνὰ τρεῖς λόγχας

tau

1433

τριστοιχεί· ἐπὶ τρεῖς τάξεις

tau

1434

Τρίτ]α· οὕτως ἡ Κνωσσὸς ὠνομάζετο

tau

1435

τριταγωνιστής· ὁ τρίτος ἀγωνιζόμενος

tau

1436

*τριτάτη· τρίτη

tau

1437

τριταία· παρὰ Σόλωνι μὴ πλείω εἶναι τριταίας τὴν κτιστήν

tau

1438

τριτεύς· γὰρ χοίνικος οὗτος

tau

1439

Τριτῆες γενεήν· οἱ ἀπὸ τοῦ Τριτέων πόλεως κύνες, ἥ ἐστι πλησίον Φωκίδος

tau

1440

τρίτη Θεσμοφορίων· ζητεῖται, πῶς ἅμα μὲν λέγει τρίτην Θεσμο‐ φορίων εἶναι, ἅμα δὲ μέσην, τεττάρων οὐσῶν ἡμερῶν

tau

1441

τριτημόριον· οἱ ἓξ χαλκοῖ

tau

1442

τριτημόριον· ἐλέγετο καὶ ἐπὶ τῆς μοίρας, καὶ ἐπὶ νομίσματος ἀρ‐ γυρίου

tau

1443

Τριτογένεια· ἡ τὸ τρεῖν ἐνγεννῶσα τοῖς ἐναντίοις

tau

1444

Τριτογενής· ἐπιθετικῶς ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ τρεῖν ἐνγεννᾶν τοῖς πο‐ λεμίοις· ἢ τῷ παρὰ Τρίτωνι, τῷ ποταμῷ Λιβύης, ἐμφανισθῆναι

tau

1445

τριτοκούρη· ᾗ πάντα συν(τε)τέλεσται τὰ εἰς τοὺς γάμους· τινὲς δὲ γνησία παρθένος

tau

1446

τριτόμηνις· ἡ τρίτη τοῦ μηνός

tau

1447

τρίτον ἡμίδραχμον· αἱ δύο δραχμαὶ καὶ τριώβολον177 in vol. 4

tau

1448

Τριτοπάτορας· ἀνέμους ἐξ Οὐρανοῦ καὶ Τῆς γενομένους, καὶ γενέ‐ σεως ἀρχηγούς. οἱ δὲ τοὺς προπατέρας

tau

1449

τριτοπηλίς· σκορόδων δέσμη, ἀπὸ τοῦ πεπιλῆσθαι καὶ συνεστράφθαι

tau

1450

τρίτος κρατήρ· Σοφοκλῆς Ναυπλίῳ καταπλέοντι. ἐν ταῖς συνουσίαις ἐκιρνῶντο κρατῆρες τρεῖς. καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ θεῶν Ὀλυμπίων ἔλεγον· τὸν δὲ δεύτερον ἡρώων· τὸν δὲ τρίτον σωτῆρος

tau

1451

τριτοστάτις· Ἀριστοφάνης ἐν Σκηνὰ[ῖ]ς .......

tau

1452

τριτύς· τριάς

tau

1453

τριτώ· ῥεῦμα. τρόμος, φόβος

tau

1454

τριτώ· Νίκανδρος ὁ Κολοφώνιός φησι τὴν κεφαλὴν καλεῖν Ἀθαμᾶνας

tau

1455

τριφάσιοι· τριπλάσιοι. τρίφωνοι

tau

1456

τρίφυλλα· πολύφυλλα. καὶ πόα δέ τις μηδίκη οὕτω καλουμένη

tau

1457

Τρίφυλ]οι· οἱ Καύκωνες

tau

1458

τριφυόν· τριπλοῦν

tau

1459

τρίχα· τριχῶς

tau

1460

τριχάϊκες· τριχόθεν ἐλθόντες ἀπὸ βίας

tau

1461

[τριχάν· ἡ τρίτη φυλακή]

tau

1462

τριχαπτόν· τὸ βαμβύκινον ὕφασμα ὑπὲρ τῶν τριχῶν τῆς κεφαλῆς ἁπτόμενον, ἢ πολύμιτον

tau

1463

τριχῆ· εἰς τρία μέρη

tau

1464

τρίχηλ(ον)· τρικόρυφον

tau

1465

*τριχῆ· τὸ δ’ αὐτὸ καὶ τὸ τρίχα, ἢ τὸ τρίτον μέρος

tau

1466

τριχθάδες· αἱ χαλκίδες. Ἡρακλέων δὲ μεμβράδες

tau

1467

τριχόβρως· θηρίδιον κατεσθίον τοὺς λόφους τῶν περικεφαλαίων

tau

1468

τρίχορδον· ὄργανον

tau

1469

τριχοκόμος· τριχῶν ἐπιμελούμενος178 in vol. 4

tau

1470

τριχοτρῶκται· ζωύφια τὰ τὰς τρίχας κατεσθίοντα

tau

1471

τριχώδη· ὄργανα πολιορκητικά, πρὸς χώρησιν ἐπιτήδεια

tau

1472

τριχῶς· τρισσῶς. ὑπομονητικῶς

tau

1473

τριχῶσαι· θάψαι

tau

1474

τριψ)μερεῖν· στραγγεύεσθαι, καὶ παρέλκειν τὰς ὥρας

tau

1475

τριώδελον· τριῶν ἡμιμναίων σταθμός

tau

1476

τριώροφα· τρίστεγα

tau

1477

τριῶλαξ· ἀγὼν παρθένων δρόμου

tau

1478

Τροία· πόλις

tau

1479

Τροίης· τῆς Ἰλίου

tau

1480

Τροιζή(ν)· πόλις, ἢ χωρίον ἐν Ἄργει

tau

1481

τρομέοντο· ἔτρεμον

tau

1482

τρόμος· εὐλάβεια. δέος. φυγή

tau

1483

τρόνα· ἀγάλματα. ἢ ῥάμματα ἄνθινα

tau

1484

τρόνοι· στύππιοι. στήμων. ἁρπεδόνη. ἄτρακτος

tau

1485

τρόπα· εἶδος παιδιᾶς, καθ’ ἣν στρέφουσι τοὺς ἀστραγάλους εἰς τὸ ἕτερον μέρος

tau

1486

τροπαγός· ὁ ἀπητιμασμένος

tau

1487

τρόπαι(α)· νικητήρια, σύμβολα νίκης

tau

1488

τροπαί· αἱ δύσεις. καὶ αἱ μεταβολαί, αἱ φυγαί, αἱ διώξεις. νομίσματά τινα. καὶ αἱ μεταβεβλημέναι φροντίδες

tau

1489

τροπαλίζει· στρέφει

tau

1490

τροπαλισμός· μεταβολή. καὶ τὸ ἐκ συμβόλων ὑποδέχεσθαι

tau

1491

[τροπαλόν· τραχύ]

tau

1492

τροπέοντο· ἐπάτουν. ἀπὸ τούτου καὶ ὁ οἶνος λέγεται τραπητός

tau

1493

τρόπηκος· μερὶς τῆς κώπης ὁ τρόπηξ, οὗ ἐπιλαμβάνονται οἱ ἐρέσ‐ σοντες· ὥστε ἀπὸ μέρους τὴν κώπην

tau

1494

*τροπικώτερον· θεωρητικώτερον. ἀλληγορικῶς, μεταφορικῶς, οὐκ ἀληθῶς

tau

1495

*τροπῆς ἀποσκίασμα· ἀλλοιώσεως καὶ φαντασίας ὁμοίωμα179 in vol. 4

tau

1496

τροπίας· οἶνος μεταβεβληκὼς καὶ ἔκλυτος

tau

1497

*τροπή· ἀλλοίωσις

tau

1498

τρόπις· τὸ κατώτατον τῆς νεώς

tau

1499

τροποί· οἱ ἱμάντες τῶν κωπῶν, ἢ οἱ κατέχοντες τὰς κώπας δεσμοὶ δερμάτινοι, ὅταν ἐλαύνωσιν. οἱ τροπωτῆρες

tau

1500

τρόπον τινά· ἀντὶ τοῦ[τον τὸν τρόπον]

tau

1501

τρόπος· ἦθος. γνώμη, προαίρεσις

tau

1502

τροποῦσθαι· ἁρμόζεσθαι. μεταβάλλεσθαι, τρέπεσθαι

tau

1503

τροπώσασθαι· τὸ τὴν κώπην πρὸς τὸν σκαλμὸν δῆσαι τῷ τροπω‐ τῆρι. ἢ διὰ μηχανῆς νικῆσαι

tau

1504

τροπώσομαι· νικήσω. πλήξω

tau

1505

τρούεται· ἰσχναίνεται, τήκεται

tau

1506

τροῦροι· δρόμοι, στάδιοι

tau

1507

τρουφωνίδαι· εἶδος κροκωτοῦ

tau

1508

τροφαλ]ίς· τυρὸς μακρός

tau

1509

τροφημ(η)· δέσποινα. ἢ μήτηρ

tau

1510

τρόφηξ· χάραξ, σκόλοψ

tau

1511

τρόφι· τεθραμμένον. μέγα·
πολλὸν δὲ τρόφι κῦμα· γέγονε δὲ κατὰ ἀποκοπὴν τοῦ τρόφιμον

tau

1512

τρόφιμον· ὃν ἡμεῖς δεσπόσυνον. καὶ τρόφιμον· ἀνδρὸς δακτυλίῳ

tau

1513

[τροφ.́οντα· εὐτραφῆ, καὶ μεγάλως αὐξόμενα]

tau

1514

τρόφις· εὖ τεθραμμένος

tau

1515

τροφιοῦται· παχύνεται

tau

1516

τροφόεντα· εὐτραφῆ καὶ μεγάλα

tau

1517

τροφοί· ἀντὶ τοῦ θρέμματα

tau

1518

τροφός· νεώτερος δεσπότης. ἢ μήτηρ180 in vol. 4

tau

1519

τροχάδες[αι]· σανδάλια ἀπὸ αἰγείου δέρματος

tau

1520

τροχαῖα· μέσα ἐν κύβοις. ἢ ὁδός, ὡς Ῥίνθων

tau

1521

τροχαλοί· οἱ ἤδη περι(ι)όντες

tau

1522

τροχαλόν· τροχαῖον. τ[ρ]αχύ. ἢ περιτρέχον

tau

1523

τροχαντῆρες· πρὸς τὰ πηδάλια. καλεῖται τῆς πρύμνης μέρος

tau

1524

τροχαντήρ· τῆς τοῦ μηροῦ κεφαλῆς ἡ ἔξω ἔκφυσις

tau

1525

τροχάσας· σπεύσας, δραμών, προλαβών

tau

1526

τροχηλατεῖ· ἐλαύνει

tau

1527

τροχιαί· αἱ τῶν τροχῶν χαράξεις

tau

1528

τροχιάς· πορείας

tau

1529

τρόχις· ἄγγελος. ἀκόλουθος

tau

1530

τρόχμαλον· τὸ πλῆθος τῶν λίθων, καὶ τὸν σωρόν

tau

1531

τροχόεν· τροχοειδές, στρογγύλον

tau

1532

τροχός· περιβόλαιον, τεῖχος. ἢ κύκλος. ἢ δρόμος

tau

1533

τροχ(ω)σαι· τρέχουσαι

tau

1534

τρόχων· δρόμων. καὶ τὰ ὅμοια

tau

1535

τρύβλιον· ὀξυβάφιον. ἢ ποτήριον μυστηρίου

tau

1536

τρύγα· οἶνον ἀδιήθητον ἀπὸ ληνοῦ

tau

1537

τρυγαβόλια· εἰς ἃ καρποὺς ξηροὺς ἀπετίθεντο

tau

1538

τρυγεῖ· ξηραίνει

tau

1539

*τρύγητος· ὁ καιρός, τρυγητός· ὁ τρύγος

tau

1540

τρυγέρανος· φάσματι ἐοικώς

tau

1541

τρυγερούς· τρυγώδεις, ὀξεῖς181 in vol. 4

tau

1542

τρύγη· ὁ πυρός, καὶ ἡ κριθή, καὶ πᾶς ἄλλος καρπός, καὶ ποιὰ βο‐ τάνη

tau

1543

[τρυγήλλα· τρώγλη]

tau

1544

τρύγηλλος· οἰκοδόμημα μεταλλικὸν κατασκευαζόμενον

tau

1545

τρύγιος· τρυγία οἴνου, ἢ ἐλαίου

tau

1546

[τρύγμα· δίπλωμα]

tau

1547

τρυγόνα ψάλλειν· παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἀπὸ τοῦ τρύζειν

tau

1548

τρύγοιπος· ὑλιστήρ

tau

1549

τρυγῳδεῖν· κωμῳδεῖν

tau

1550

τρυγών· ἰχθῦς θαλάσσιος, ἧς τὸ κέντρον δηλητήριον. καὶ ὄρνις. καὶ ἡ τῶν γυναικῶν μίξις. καὶ σύντροφος

tau

1551

τρυγῶς· τὰς τρυγῶνας

tau

1552

τρύειν· κατατρίβειν, καταπονεῖν

tau

1553

τρύζει· γογγύζει, ψιθυρίζει

tau

1554

τρύζητε· ψιθυρίζητε, λογοποιῆτε, γογγύζητε

tau

1555

τρυηλίς· ζωμήρυσις

tau

1556

τρυμαλιαί· τρῦπαι

tau

1557

Τρυμαλῖτις· Ἀφροδίτη

tau

1558

τρύνης· ἐφίππιον. στήμων

tau

1559

τρύξ· ὁ νέος οἶνος, παρὰ τὴν τρύγην. καὶ γλεῦκος ἀδιήθητον

tau

1560

τρύξοντα· καταπονήσοντα, ἀνιάσοντα

tau

1561

τρυπᾶν· τρίβειν

tau

1562

τρυπάνη· ἐργαλεῖον τεκτονικόν

tau

1563

τρυπανίζεται· τρυπάνῳ πλήσσεται

tau

1564

τρυπήλα· τορύνη182 in vol. 4

tau

1565

τρυσίππιον· τὸν χαρακτῆρα τὸν ἀπὸ τῆς βουλῆς ἐν ταῖς δοκιμασίαις τοῖς ἀδυνάτοις καὶ τετρυ[μ]μένοις ....... ἵνα μηκέτι στρατεύωνται, τὸ παλαιὸν ἐκάλουν τρυσίππιον. τροχὸς δὲ ἦν ὁ ἐπιβαλλόμενος χα‐ ρακτὴρ τῇ γνάθῳ τῶν ἵππων

tau

1566

τρύσκει· τρύχει. ξηραίνει

tau

1567

τρῦσις· νόσος. πόνος

tau

1568

τρυσμός· γογγυσμός

tau

1569

τρυσ]όν· νοσερόν. λεπτόν, ἀσθενές

tau

1570

τρυτάνη· ὁ ζυγός

tau

1571

τρύφακτος· ἔνιοι διὰ τοῦ Δ· δρῦς γὰρ τὸ ξύλον

tau

1572

τρυφάλη· περικεφαλαία, τρεῖς ἔχουσα λαμπροὺς ἀστέρας, ἢ ἥλους

tau

1573

τρυφαλίδες· τὰ τμήματα τοῦ ἁπαλοῦ τυροῦ

tau

1574

τρυφερός· νέος ἁπαλός, ἢ ψιλός

tau

1575

τρυφέν· κλασθέν

tau

1576

τρυφηλοῖς· ἐπιθυμητ(ικ)οῖς

tau

1577

τρυφοκαλάσιρις· ἔνδυμα γυναικεῖον

tau

1578

τρύφος· κλάσμα ἄρτου. ἢ ξύλον καταδεδαπανημένον

tau

1579

*τρυφή· γαστριμαργία, πολυφαγία, εἰκαιοφαγία

tau

1580

τρυφώματα· θρέμματα. Ἰταλοί

tau

1581

τρύχειν· φθείρειν, τήκειν. καταπονεῖν. κακοπονεῖν. κακοπαθεῖν

tau

1582

τρυχηρά· ῥακώδη

tau

1583

τρυχίνοις· ῥακίοις

tau

1584

τρυχόμενος· καταπονούμενος. ἀνιώμενος. δαπανώμενος

tau

1585

τρύχωσα· τρύχουσα. ἐπιτρίβουσα

tau

1586

τρῶα· ἁρπεδόνη

tau

1587

τρωγάλια· τὰ τραγήματα. Λάκωνες

tau

1588

τρωγάλιον δέρμα· τὰς μελικοκκίδας

tau

1589

τρῶγας· τρώγλας183 in vol. 4

tau

1590

τρώγλας· τρύπας

tau

1591

Τρωγλοδύται· οἱ εἰς τὰς τρώγλας οἰκοῦντες

tau

1592

τρωγμός· τὸ ἐπιθέσθαι τὴν ὕλην τρωγμόν

tau

1593

τρώει· τιτρώσκει. δαπανᾷ

tau

1594

Τρῶες· οἱ τὴν Ἴλιον οἰκοῦντες, καὶ οἱ τὴν Τρωάδα χώραν

tau

1595

τρώεσθαι· τραυματίζεσθαι

tau

1596

τρώζειν· ψιθυρίζειν. συνουσιάζειν

tau

1597

τρωθείς· πληγείς

tau

1598

Τρώϊοι ἵπποι· ἀπὸ Τρωὸς τοῦ ἥρωος· ἢ ἀπὸ Τροίας

tau

1599

τρῶκται· κακοῦργοι

tau

1600

τρώκτης· φάγος, ὁ ἀπὸ πάντων ἐσθίων. καὶ κερδαίνειν βουλόμενος, πανοῦργος, ἀπατεών

tau

1601

τρώματα· τραύματα

tau

1602

τρωπάασθαι· περιτρέπεσθαι

tau

1603

τρωπάσκετο· ἐτρέπετο, μετεβάλλετο

tau

1604

τρωπασκέσθω· μεταβαλλέσθω, ἐπιστρεφέσθω

tau

1605

τρωπᾶν· τρέπεσθαι. πείθειν. στρέφεσθαι, μεταβάλλεσθαι

tau

1606

τρωπῶντο· ἐτρέποντο, μετεβάλλοντο

tau

1607

τρωπῶσα· τρέπουσα τὴν φωνήν

tau

1608

τρώσας· πλήξας, τοξεύσας

tau

1609

τρωτός· παθητός

tau

1610

τρωχῶσι· τρέχουσι

tau

1611

τρώχων· ἔτρεχον. ἐκρούνιζον. ἐστάλαζον

tau

1612

*τοῦ· σοῦ

tau

1613

τυΐ· ὧδε. Κρῆτες

tau

1614

τυβηκτίς· κακοσχόλος

tau

1615

τῦδε· ἐνταῦθα. Αἰολεῖς

tau

1616

Τυδᾶν κολωνᾶν· Τυνδαριδᾶν κολωνᾶν

tau

1617

τύϊγγα· ὀρνιθάριόν τι

tau

1618

τυκτόν· κατεσκευασμένον

tau

1619

τυκτὸν κακόν· τουτέστι μέγα κακόν184 in vol. 4

tau

1620

*τυτθόν· ὀλίγον

tau

1621

τυκτῷ δαπέδῳ· εὖ κατεσκευασμένῳ

tau

1622

τύκω· ἑτοιμάζω

tau

1623

τύλαι· αἱ ἐν ταῖς χερσὶ φλύκταιναι, ὡς περισσά τινα, καὶ τοῖς ὤμοις

tau

1624

τύλη· τῆς καμήλου ἀπὸ τῆς ῥάχεως τὸ ἄκρον δέρμα

tau

1625

τύλοι· αἱ ὀχθώδεις ἐπαναστάσεις, καὶ τὰ τῶν ἀχθοφόρων ἐπὶ τῶν ὤμων τυλώματα

tau

1626

τύλον· τὸ αἰδοῖον. οἱ δὲ ξύλον

tau

1627

τύλος· νενεκρωμένη σάρξ

tau

1628

τύλωμα· τύμμα

tau

1629

τύλαρος· μάνδαλος

tau

1630

τυλαρώσας· μανδαλώσας

tau

1631

τυμβὰς γυν· τυμβάδας ἔλεγον τὰς φαρμακίδας, ἀπὸ τοῦ περὶ τοὺς τύμβους διατρίβειν καὶ τοὺς νεκροὺς ἀκρωτηριάζειν

tau

1632

τυμβογέρων· ἐσχατόγηρως, καὶ παρη(λλα)γμένος τῇ διανοίᾳ

tau

1633

τύμβος· τάφος, μνημεῖον

tau

1634

τυμβωρύχος· λωποδύτης νεκρῶν

tau

1635

*τυμβοχοῆσαι· περιχῶσαι, θάψαι

tau

1636

*τυμβοχόης· τύμβου καὶ χώσεως, οἷον ταφῆς

tau

1637

τύμμα· πληγή

tau

1638

τύμπανα· τὰ δερμάτινα [π]ῥακτήρια κόσκινα, τὰ ἐν ταῖς βάκχαις κρουόμενα

tau

1639

τυμπανίζεται· πλήσσεται, ἐκδέρεται, ἰσχυρῶς τύπτεται

tau

1640

τύμπανον· ᾧ αἱ Βάκχαι κρούουσιν. ἢ[ν] εἶδος τιμωρίας

tau

1641

Τυμφαῖον ἔθνος· ἄθεον ἔθνος. λέγει δὲ [καὶ] τοὺς Ἠπειρώτας

tau

1642

τύνη· ἐν [τυπείς· πεσών, πληγείς.] Δωρικῶς δὲ σύ

tau

1643

τύνη δὲ ἐποιήσας· σὺ δέ185 in vol. 4

tau

1644

τυννός· μικρός. τηλικοῦτος

tau

1645

τυννοῦν· τὸν μικρόν

tau

1646

τυντλάζει· αὐτὸ καὶ αὐτὸ λέγει. ἢ ταράττει. ἐπιβαίνει πηλοῦ. οἱ δὲ σκάπτειν ἀμπέλους

tau

1647

τύντλον· πηλόν

tau

1648

τυντλώδους· ὑλώδους

tau

1649

τύξιν· τεῦξιν. παρασκευήν

tau

1650

τυπάδι· σφύρᾳ

tau

1651

τυπάζειν· κόπτειν

tau

1652

τύπαι· ἑορτή τις

tau

1653

τυπαῖς· πληγαῖς

tau

1654

τύ]πανον· ξύλον τι, ἐν ᾧ τυμπανίζουσιν

tau

1655

τυ]παστήριον· τὸ τῶν ἁλιέων στυμνίον

tau

1656

τυπεῖ· ψοφεῖ, κτυπεῖ, κροτεῖ, πλήσσει

tau

1657

τυπείς· πληγεὶς ἐκ χειρός, καὶ πεσών. ἢ τρωθείς

tau

1658

τυπήσει· πλήξει

tau

1659

τύπης· πλήκτης

tau

1660

τυπῇσι· πληγαῖς

tau

1661

τυπίας· οὕτω καλεῖται τῶν τοῦ χαλκοῦ τις τροχῶν

tau

1662

τυποῖ· πλάττει, γλύφει

tau

1663

τύπος· χαρακτήρ, εἰκών

tau

1664

τυποῦται· πλήσσεται. ἰοῦται. μιμεῖται. ἢ πλάττεται

tau

1665

τυπῶντες· χοροί τινες

tau

1666

τυραννοδαίμονα· ἣν οὐκ ἄν τις τύραννον μόνον εἴποι, ἀλλὰ καὶ δαίμονα

tau

1667

τύραννος· παράνομος βασιλεύς, ἢ ἄρχων ἀπηνὴς καὶ ἀπάνθρωπος

tau

1668

τυρβασία· χορῶν ἀγωγή τις διθυραμβικῶν

tau

1669

τύρβη· θόρυβος, [ἀγωγή,] τάραχος

tau

1670

Τυρβηνός· ἐπίθετον τοῦ Ἀπόλλωνος186 in vol. 4

tau

1671

τύρβησις· ἡλιβατὸν ἀέρα

tau

1672

Τυρεῖν· τόπος τις Κλαζομενίων

tau

1673

τυρεύεται· ταράττει, κυκᾷ

tau

1674

τυρεῦσαι· τὰ αὐτά. καὶ τυρεύων

tau

1675

τυρικίλοι· αὐλοὶ καλάμινοι

tau

1676

Τύρις· ὁ Περσικὸς χιτών. ἢ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Βορυσθένη

tau

1677

τυρόεντα· πλακοῦντα

tau

1678

τυρόκνηστις· σχῆμα τῶν ἀκολάστων. οἱ δὲ μάχαιραν

tau

1679

τυροκομεῖον· τάλαρος, ἐν ᾧ ὁ τυρὸς τῆς ἐπιμελείας τυγχάνει

tau

1680

Τυῤῥηνικὰ σανδάλια· κάττυμά τι ὑψηλὸν οὕτω καλεῖται

tau

1681

*τυρίς· ὁ περίβολος τοῦ τείχους

tau

1682

Τυῤῥηνοὶ δεσμοί· οἱ λῃστρικοὶ καὶ χαλεποί

tau

1683

τύῤῥις· πύργος, ἔπαλξις, προμαχών

tau

1684

τύρσις· τὰ αὐτά

tau

1685

τύρσος· τὸ ἐν ὕψει οἰκοδόμημα

tau

1686

τυρωθέντα· ταραχθέντα, κινηθέντα

tau

1687

τύσσει· ἱκετεύει

tau

1688

τυτάνη· ὄργανόν τι, ᾧ χρῶνται εἰς τὸν ἀλοητὸν τοῦ σίτου

tau

1689

τύτη· τὸ αὐτόθι

tau

1690

τυτθήν· ὀλίγην, μικράν

tau

1691

τυτθόν· ὀλίγον, βραχύ, καὶ μικρόν

tau

1692

τυτώ· ἡ γλαῦξ

tau

1693

τυφεδανός· τετυφωμένος

tau

1694

τύφεται· καίεται, καπνίζεται, φλέγεται. [τυφόμενον]

tau

1695

τυφόμενον· τὰ αὐτά

tau

1696

τυφείσας· μεμαραμμένας

tau

1697

τύφεσθαι· μαραίνεσθαι, ἡσυχῆ ἐκκαίεσθαι, χωρὶς φλογὸς καπνὸν ἱέναι

tau

1698

Τυφίον· ὄρος Βοιωτίας

tau

1699

τυφλῖνος· ἰχθῦς Νειλώ[ε]ιος. καὶ ὄφεως εἶδος187 in vol. 4

tau

1700

τυφλός· τίθεται καὶ ἀντὶ τοῦ κωφός

tau

1701

τυφλότερος σπάλακος· τοῦτο τὸ ζῶον οὐκ ἔχει ὀφθαλμούς· ἔχει δὲ ὀδόντας μικροτάτους, καὶ ῥύγχος ὡς γαλῆς, καὶ πόδας ἄρκου

tau

1702

τυφλῶπες· εἶδος ὄφεων

tau

1703

τυφλῶν ὀν(ε)ρων· .......

tau

1704

τύφοι· σφῆνες

tau

1705

τῦφος· ἀλαζον(ε)ία, ἔπαρσις, κενοδοξία

tau

1706

Τυφῶ· ἀντὶ τοῦ Τυφῶνος. Σοφοκλῆς

tau

1707

Τύφω ... ἑνὶ τῶν γιγάντων

tau

1708

τύφυμεν· βρέχειν

tau

1709

Τυφωεύς· θεός τις γηγενής, ἐναντιωθεὶς τῷ βασιλεῖ τῶν θεῶν

tau

1710

τυφωθείς· ἐπαρθείς, ὑπερηφανεύσας

tau

1711

τυφών· ὁ μέγας ἄνεμος· τινὲς τὰ ἐκ τῆς ἀναθυμιάσεως

tau

1712

τυφῶνος· πυρ[ρ]ώδους δαίμονος

tau

1713

τυφῶσαι· πνῖξαι, ἀπολέσαι

tau

1714

τυχάζεσθαι· στοχάζεσθαι

tau

1715

τυχεῖν (ἀξιώσεως)· ἀξιωθῆναι

tau

1716

τύχη· εὐτυχία

tau

1717

τύχε· κατέτυχεν

tau

1718

τυχῆσαι· ἐπιτυχεῖν

tau

1719

τυχήσας· ἐπιτυχών

tau

1720

τυχθείς· κατασκευασθείς

tau

1721

τυχθῆναι· γενέσθαι. [ἐπιτυχεῖν

tau

1722

Τυχίος· ὄνομα τοῦ κατασκευάσαντος τὴν Αἴαντος ἀσπίδα σκυτο‐ τόμου

tau

1723

τύχοι· λιθοξοϊκὰ ἐργαλεῖα

tau

1724

τυχόν· ὡς φθάσει. ὡς λάχοι. ἢ πολλάκις

tau

1725

Τύχων· ἔνιοι τὸν Ἑρμῆν· ἄλλοι δὲ τὸν περὶ τὴν Ἀφροδίτην

tau

1726

τύχουσι· τεύχουσιν

tau

1727

τύχων πυλῶν· τὸν ἐσφηνωμένον· τύχους γὰρ καὶ τοὺς σφῆνας
καλοῦσιν188 in vol. 4

tau

1728

τύψαι· τὸ διὰ χειρὸς πατάξαι, ἢ τρῶσαι

tau

1729

τυψέλη· ὃ ἐν τοῖς ὠσὶ ῥύπος

tau

1730

τύψον· ἔκχεε, ἐκκένωσον. τρῶσον, δάμασον

tau

1731

τώ· οὗτοι δυϊκῶς, καὶ τούτους. ἢ διὰ τοῦτο. ἢ τινί

tau

1732

τώγε· οὗτοί γε

tau

1733

*τῶν γάρ· ἐκ τῶν γάρ

tau

1734

τωθάζει· χλευάζει, μετὰ κενοδοξίας σκώπτει. ἐρεθίζει. κατακαυ‐ χᾶται. λοιδορεῖ. θωπεύει. κακολογεῖ

tau

1735

τῶ κεν· οὕτως ἄν

tau

1736

τῶ κε· οὕτως γὰρ ἄν

tau

1737

τῶ κε λάχον· οὕτως γὰρ ἂν (ἔ)λαχον

tau

1738

τῶν· τούτων

tau

1739

τώνα· ζώνη

tau

1740

τῶν ἀκεραίων· τῶν ἡσύχων

tau

1741

*τῶν μὴ σύ] γε μύθον ἐλέγξῃς· σὺ τὴν ἱκετείαν τούτων μὴ ἐπονείδιστον ποιήσῃς

tau

1742

τῶν δὲ πάροιθεν· (τῶν) πρὸ τούτων

tau

1743

τῶν ἐν τέλει· τῶν ἀρχόντων ἐν τῷ δήμῳ

tau

1744

τῶν ἐπὶ σκηνῆς· τῶν θεατρικῶν

tau

1745

τῶν μοι· ἐκ τῶν μοι

tau

1746

τῶν οἰνάρων· τῶν τῆς ἀμπέλου φύλλων

tau

1747

τωνολβεύς· τὸ κακοδαίμων

tau

1748

τῶν ὄπι]θεν· ἀντὶ τοῦ ὑπὲρ τούτων

tau

1749

τῶν οὔτι· ὧν οὐδαμῶς

tau

1750

τῶν παρεκτός· τῶν ἔξωθεν

tau

1751

τῶν πέλας· τῶν πλησίον

tau

1752

τῶν πλωτήρων· τῶν πλεόντων, τῶν ναυτῶν

tau

1753

τῶν πτίλων· τῶν πτερῶν

tau

1754

τῶν τριῶν ἕν· Θηραμένης ἐψηφίσατο τρεῖς τιμωρίας κατὰ τῶν πα‐ ράνομόν τι δρώντων

tau

1755

τώ οἱ· οἵτινες αὐτῷ189 in vol. 4

tau

1756

τῷ ὄντι· τῇ ἀληθείᾳ

tau

1757

τῶπιν· μέτρον δεκαχοίνικον

tau

1758

τὼ πόδε· τοὺς πόδας. δυϊκῶς

tau

1759

τῶ ῥα· διὸ δή

tau

1760

τώς· οὕτως, ὁμοίως

tau

1761

τώ· τὸ ἐντεῦθεν

tau

1762

τῷ φύσαντι [ἢ τῷ φύντι]· τῷ γεννήσαντι

tau

1763

τῶ χορτᾶν· τῶν σίτων ὑποστελλοῦ

upsilon

1

Ὑάδας· τὰ ἐπὶ τοῦ μετώπου κέρατα τοῦ ταύρου τοῦ ἐν οὐρανῷ ἄστρου. εἰσὶ δὲ ἀστέρες ἑπτά, ὧν κατὰ τὴν ἀνατολὴν ὑετὸς γίνεται

upsilon

2

ὕαινα· τετράπουν ζῶον. καὶ ἰχθῦς

upsilon

3

ὑακίζει· οἱ εἰς τὰ αὐχένια

upsilon

4

[ὑακίζει]· βρέχει ἢ ὑετίζει ἢ ὕει

upsilon

5

*ὑακίνθινον· ὑπομελανίζον, πορφυρίζον

upsilon

6

ὑακίνθια· ἑορτὴ ἐν Λακεδαίμονι .......

upsilon

7

Ὑακινθίδες· ἐπώνυμοι [Ἀπόλλωνος] ἀπὸ Ὑακίνθου

upsilon

8

ὑάκινθος· πόας εἶδος τὸ ὑακινθόκομον [τὰ ὑακίνθια]. εἴρηται δὲ ἀπὸ τοῦ Ὑακίνθου

upsilon

9

*ὑακινθίνῳ· τῷ ὑακίνθῳ. ἔστι δὲ ἄνθος μέλαν καὶ μαλακόν

upsilon

10

ὑάλε(ο)ν· λαμπρόν, ὑαλίζον

upsilon

11

ὑάλεται· σκωληκιᾷ190 in vol. 4

upsilon

12

ὑάλη· ὕαλος. βόμβυξ. σκώληξ

upsilon

13

[ὑαλίης ἢ ὑαλιεύς· εἰκαῖος. βλοσυρός]

upsilon

14

ὑάλικος κώμη· Διονύσιος

upsilon

15

ὑαλκάδαι· χορὸς παίδων. Λάκωνες

upsilon

16

ὑαλόεν· διαφανές, λαμπρόν

upsilon

17

ὑαλο(ῦ)ν· λαμπρόν. πρᾶον. [ἢ λίθος τίμιος

upsilon

18

ὕαλος· ὕελος. [βόρβορος]

upsilon

19

ὕαμα· βάθος

upsilon

20

Ὑάμπολις· πόλις Φωκίδος

upsilon

21

ὑανέοος· εἰκαῖος. βλοσυρός, χαλεπός. ὕπτιος

upsilon

22

ὑανεῶς· τὰ αὐτά

upsilon

23

ὑανία· τύρβη, μάχη, ὕβρις, ἀγερωχία

upsilon

24

ὔαξ· πηδάλιον. ὁδηγός

upsilon

25

Ὑαργίδες· αἱ εὐειδεῖς Βάκχαι αἱ Ἀργεῖαι

upsilon

26

ὑάσιν· υἱοῖς

upsilon

27

ὑββάλει· ὑπερτίθεται, ὑποβάλλει

upsilon

28

ὑβ]αλής· καταφερής, λάγνος

upsilon

29

Ὕβλα· πόλις Σικελίας

upsilon

30

Ὑβλήτης· μάντις

upsilon

31

ὑβ[λι]όν· τὸν κυρτόν, καμπύλον, γυρόν. οἱ δὲ ὑβός, κυρτός. [ὑβρι‐ στής]

upsilon

32

ὕβρεις· τραύματα, ὀνείδη

upsilon

33

ὑβρίς· ὄρνεον νυκτερινόν

upsilon

34

*ὕβρεως· τῆς ὕβρεως191 in vol. 4

upsilon

35

ὑβριστής· ὑπερήφανος, ἀγνώμων

upsilon

36

ὑβριστοδίκαι· οἱ μὴ θέλοντες εἰσάγειν τὰς δίκας παρὰ Ἀττικοῖς

upsilon

37

ὑβώματα· κυρτώματα

upsilon

38

ὕγγεμος· συλλαβή. Σαλαμίνιοι

upsilon

39

ὑγυλόν· ὑγιές

upsilon

40

*ὑγρόν· μαλακόν

upsilon

41

ὑγιᾶ· σῶον. νεαρόν. Κρῆτες

upsilon

42

ὑγίεια· ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ πεφυραμένα. καὶ πᾶν τὸ ἐκ θεοῦ φε‐ ρόμενον, εἴτε μύρον, εἴτε θαλλός. ἢ ὑγίεια

upsilon

43

ὑγιής· τέλειος, σῶος

upsilon

44

ὑγιοῦν· τὸ σα[ρρ]οῦν. καὶ τὸ θεραπεύειν

upsilon

45

ὑγιῶς· ὀρθῶς, σώως, ὁλοκλήρως, ἐῤῥωμένως, καὶ εἴ τι ὅμοιον

upsilon

46

ὑγλιῆναι· φυσῆσαι

upsilon

47

ὑγρὰ κέλευθα· θαλασσία ὁδός, καὶ ἡ παρὰ τὴν θάλασσαν

upsilon

48

ὑγρίην· τὸ οὖρον. Διονύσιος

upsilon

49

ὑγρὸν ἀέντων· μαλακῶς πνεόντων

upsilon

50

ὑγρὸν ἔλαιον· [ὁ καταφερής] διὰ τὸ εἰς ἄνεσιν ἄγειν τὸ σῶμα, ἢ ὅτι πάντων τῶν ὑγρῶν ὑγρότατόν ἐστι τὸ ἔλαιον. πᾶσι γὰρ τοῖς ὑγροῖς ἐπιπλεῖ βαλλόμενον τὸ ἔλαιον

upsilon

51

ὑγρός· ὁ εὐκαταφερὴς εἰς ἡδονάς

upsilon

52

ὑδαλίς· ὑδρωπιῶν

upsilon

53

ὑδάν· ἀγορασθεῖσαν

upsilon

54

ὑδαρι(ᾷ)· ὑδρωπιᾷ

upsilon

55

ὑδατίδες· σταγόνες

upsilon

56

ὑδατοτροφέων· ὑπὸ ὕδατος αὐξομένων ἢ τρεφομένων

upsilon

57

ὑδέουσιν· ὑμνοῦσιν

upsilon

58

ὕδερον· τὸν ὕδρωπα

upsilon

59

*ὑδαρές· τὸ ὑδαρόν192 in vol. 4

upsilon

60

ὑδ)ρῶν· ὑδρωπιῶν

upsilon

61

Ὕδη· πόλις τῆς Λυδίας

upsilon

62

ὑδεῖν· ὑμνεῖν, [αἰδεῖν] ᾄδειν, λέγειν

upsilon

63

ὕδης· συνετός, ἢ ποιητής

upsilon

64

ὕδναι· ἔγγονοι, σύντροφοι

upsilon

65

ὑδνεῖν· τρέφειν, κρύβειν. αὔξειν

upsilon

66

ὕδνης· εἰδώς, ἔμπειρος

upsilon

67

ὑδνόφυλλο(ν)· ἡ ἐπὶ τοῖς ὕδνοις φυομένη πόα

upsilon

69

Ὕδρα· νῆσος εὐτελὴς Δολόπων. καὶ θηρίον πολλὰς ἔχον ὄφεων ὄψεις, πολυκέφαλον

upsilon

68

ὕδος· ὕδωρ

upsilon

70

*ὑδραλής· μετάβολος

upsilon

71

ὕδρα· ὁ ὕδρος ὄφις. οἱ δὲ τὸν χέρσυδρον

upsilon

72

ὑδράν.· εἰς θυσίαν ἀκραιφνές. Ῥίνθων

upsilon

73

ὑδράνη· τὸ ἀκραιφνὲς καὶ καθαρόν

upsilon

74

ὑδρανός· ὁ ἁγνιστὴς τῶν Ἐλευσινίων

upsilon

75

*ὑδραλής· ὄφις ὕδατος

upsilon

76

ὑδρεύειν· ποτίζειν. ἀντλεῖν

upsilon

77

ὑδρευσάμενος· ἀντλήσας

upsilon

78

ὑδρεῦσαν· ὕδωρ φέρουσαν, ἤγουν ὑδρευομένην

upsilon

79

ὕδρη· ὁ ἔχις

upsilon

80

ὑδρήϊον· ὑδρ[ε]ία

upsilon

81

ὑδρηλά· ὑδατώδη

upsilon

82

ὑδρηλοί· κάθυδροι, μαλακοί, ἔνυδροι, ὑδατώδεις

upsilon

83

ὑδρηλός· τὸ αὐτό

upsilon

84

ὑδρηναμένη· λουσαμένη, ἢ περιρ(ραν)αμένη, ἢ ὕδατι περιχεαμένη

upsilon

85

ὑδρήνασθαι· λούσασθαι, περιῤῥάνασθαι

upsilon

86

ὑδρηχόες· ἰχθύες

upsilon

87

ὑδριαφόροι· μέτοικοι

upsilon

88

ὑδρίσκη· ὑδρ[ε]ία

upsilon

89

ὑδροδόκοι· λάκκοι193 in vol. 4

upsilon

90

ὑδρόμυλοι· ὑδραλετία ἀπὸ ὕδατος

upsilon

91

ὕδρος· ὄφις

upsilon

92

ὕδρου· ὄφεως εἶδος

upsilon

93

Ὑδροῦσα· ἡ Κέως οὕτως ἐκαλεῖτο

upsilon

94

*ὑδροχόας· ἀμάρας

upsilon

95

ὑδροφόρια· ἑορτὴ πένθιμος Ἀθήνησιν

upsilon

96

ὑδροφόρους· ὑδροῤῥόους

upsilon

97

ὕδωρ καὶ γαῖα γένοισθε· διαλυθείητε καὶ ἀποθάνοιτε

upsilon

98

ὗεν· ἔβρεχεν

upsilon

99

ὕει· βρέχει. χειμάζει

upsilon

100

.ει· ῥω.οιω.

upsilon

101

ὕελος· ὕαλος

upsilon

102

ὕεν· εὗρεν

upsilon

103

ὕες· χοῖροι

upsilon

104

ὕεσι· στολή. Πάφιοι

upsilon

105

*ὑελέψης· ὑελο....

upsilon

106

ὑεστάκα· ἱματισμός

upsilon

107

)ετής· ὁ αὐτοετής. Μαρσύας

upsilon

108

ὑετίς· ὑδρίς. Ταραντῖνοι

upsilon

109

ὑετός· ὄμβρος. δρόσος. ὕδωρ

upsilon

110

Ὑεύς· Σαβάζιος

upsilon

111

ή· ἡ Σεμέλη ἀπὸ τῆς (ὕ)σεως. καὶ ὑὲ δειλέ194 in vol. 4

upsilon

112

Ὕης· Ζεὺς ὄμβριος

upsilon

113

ὕησον· σάλευσον

upsilon

114

ὕητα· ὑστίς. Ταραντῖνοι

upsilon

115

ὑθλεῖν· ληρεῖν, μωραίνειν

upsilon

116

ὕθλος· φλυαρία, μωρία, ληρότης, φληναφία

upsilon

117

ὕθλους· φλυάρους, μωρούς, λήρους

upsilon

118

υἷα· υἱόν, τέκνον

upsilon

119

υἷας· τέκνα, υἱούς

upsilon

120

ὑϊδεῖς· υἱῶν υἱοί, ἔγγονοι

upsilon

121

ὑΐδες· [θυγατέρες, ἢ] υἱῶν θυγατέρες

upsilon

122

ὑϊδῆν· υἱοῦ θυγατέρα[ν]

upsilon

123

ὑϊδός· ὁ τοῦ υἱοῦ υἱός

upsilon

124

υἱδοῦς· ἢ υἱδεῖς. υἱῶν υἱούς

upsilon

125

υἱεῖς· υἱοί

upsilon

126

υἱέος· υἱοῦ, τέκνου

upsilon

127

υἱες Ἀχαιῶν· οἱ Ἕλληνες περιφραστικῶς

upsilon

128

ὑιήν· τὴν ἄμπελον. ἢ υἱόν

upsilon

129

υἱήω· ποιὰ βοτάνη

upsilon

130

ὕιλη· ὁμῆλος

upsilon

131

υἱόν· ἀναδενδράδα

upsilon

132

υἱοθεσία· ὅταν τις θετὸν υἱὸν λαμβάνῃ. καὶ τὸ ἅγιον βάπτισμα

upsilon

133

υἱοθετεῖ· υἱοποιεῖ, οὐ φύσει, ἀλλὰ θέσει

upsilon

134

υἱωνεῖς· υἱῶν υἱέες

upsilon

135

υἱωνοί· υἱῶν υἱοί

upsilon

136

υἱωνός· ὁ υἱὸς τοῦ υἱοῦ, ἔγγονος

upsilon

137

ὑκελόν· ὑγιές

upsilon

138

*ὑλαγμό(ς)· βοή195 in vol. 4

upsilon

139

ὕκος· ἐρυθρῖνος

upsilon

140

ὑλάει· θρυλλεῖ. ὑλακτεῖ. λέγει. θρηνεῖ

upsilon

141

ὑλάζεσθαι· ξυλίζεσθαι

upsilon

142

ὑλακή· ὑλαγμός, βοή

upsilon

143

Ὑλακίδης· Ὑλάκου υἱός

upsilon

144

ὑλακόμωροι· οἱ περὶ τὸ ὑλακτεῖν μεμορημένοι· ὅπερ ἐστὶν ἴσον τῷ πεπονημένοι· οἱ βαρύφωνοι, ὀξύφωνοι

upsilon

145

ὑλακτηθέντων· φλυαρηθέντων

upsilon

146

ὑλακτῶν· μετὰ μανίας κράζων

upsilon

147

ὕλαον· ὑλάκτουν

upsilon

148

[ὑλαλοῦν· ὑλακτοῦν]

upsilon

149

Ὕλας· κρήνας Κιανοί. καλοῦνται δὲ καὶ βαρβάρων γένος οὕτως

upsilon

150

ὑλάσασθαι· ξύλα συναγαγεῖν

upsilon

151

ὕλασσα· ἡ ξυλ(ε)ία, καὶ φρυγανισμός

upsilon

152

ὑλᾶται· ἐστερήθη. ἀπέθανεν

upsilon

153

Ὕλη· πόλις. δηλοῖ δὲ καὶ τὸ σύνηθες, καὶ ξύλα τὰ ἤδη κεκομμένα. ἢ σύμφυτος τόπος, ἐξ οὗ ἀποτελεῖται τὸ ἔργον

upsilon

154

ὑλῆεν· δασύ, ξυλῶδες

upsilon

155

ὑληέσσης· συμφύτου, ἢ ὕλας ἐχούσης

upsilon

156

ὕλην· κισσίαν. τὸν στέφανον

upsilon

157

ὑληρεύς· νομεὺς ἐν ὕλῃ φυλάττων

upsilon

158

ὕλης μητέρα· εἶδος σκώληκος, ὃ καλεῖται ὑλομήτρα. ἄλλοι δὲ βόμ‐ βυκα

upsilon

159

ὕλιγγες· λόγχαι

upsilon

160

ὑλίμη· μάχη τίς

upsilon

161

[ὑλ.ροι· τέκτονες]

upsilon

162

ὑλίτης· οἴνου εἶδος

upsilon

163

[ὑλλεῖ· θρυλλεῖ, λέγει]196 in vol. 4

upsilon

164

ὕλλει· τὰ πρὸς κάσσωσι δέρματα

upsilon

165

Ὕλεες· οἱ ἐν Κρήτῃ Κυδώνιοι

upsilon

166

ὑλίας· τοὺς καρπατίμους τόμους

upsilon

167

Ὕλλος· ποταμὸς Λυδίας

upsilon

168

ὕλογος· στρατός. Περγαῖοι

upsilon

169

ὕλοι· σπόνδυλοι

upsilon

170

Ὕλῳ ἰχθυόεντι· ὄνομα ποταμοῦ ἰχθύας ἔχοντι

upsilon

171

ὑλομανής· ὁ ταῖς ὕλαις χαίρων

upsilon

172

ὑλομήτρα· εἶδος σκώληκος

upsilon

173

ὑλοτόμος· ξυλοτόμος

upsilon

174

ὑλωρός· ὕλην φυλάσσων

upsilon

175

ὑμά· ὑμέτερα ......

upsilon

176

ὑμεδαπῶν· τοῦ ὑμετέρου ἐδάφους

upsilon

177

ὑμέναιος· γάμος. ἢ ᾠδὴ ἐπιγάμιος

upsilon

178

ὑμεναίων· γαμικῶν ᾀσμάτων, μέλος ᾠδῆς

upsilon

179

ὑμένιον· λεπτόν

upsilon

180

ὑμενῶδες· λεπτόν, ἀεροειδές

upsilon

181

ὑμήν· εἶδος ἐνδύματος. ὑμέναιος. ἐπίπλους. καὶ τὸ διαφανές. καὶ τὸ τοῖς γαμοῦσιν ἐπαυλούμενον ὑμέναιος, ἀπὸ τοῦ ἡμήσης παιδός, ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν

upsilon

182

ὑμῆς· ὑμετέρας

upsilon

183

Ὑμήττης· ἐν Ὑμήττῃ ὁ Ἀπόλλων τιμώμενος

upsilon

184

Ὑμήττιος· Ζεὺς παρὰ Ἀττικοῖς

upsilon

185

ὔμμε· ὑμᾶς, ὑμεῖς. Αἰολικῶς

upsilon

186

ὔμμες· ὑμεῖς, καὶ τὰ ὅμοια

upsilon

187

Ὑμμητός· ὄρος Ἀττικῆς

upsilon

188

ὑμνεῖ· εὐλογεῖ, ᾄδει

upsilon

189

ὑμνηπολείτω· ὑμνείτω

upsilon

190

ὑμνίον· τὸν ἀμόλγην Διονύσιον197 in vol. 4

upsilon

191

ὑμνοθέται· ποιηταί

upsilon

192

ὑμνοθέτης· ποιητής

upsilon

193

ὑμνοτήϊαι· σύνοδοι τῶν ἐπ’ ἔτος γεγαμημένων

upsilon

194

ὕμνος· χρησμός

upsilon

195

ὕναν· τὴν εἰρήνην

upsilon

196

Ὑνναρεύς· Ζεὺς ἀπὸ τοῦ Ὑνναρίου ὄρους

upsilon

197

ὑννάς· αἲξ ἀγρία

upsilon

198

ὑννή· αἴξ. καὶ τὸ τοῦ ἀρότρου σιδήριον τὸ τέμνον τὴν γῆν. καὶ ὕννις ὁμοίως

upsilon

199

ὕννος· πῶλος ὁ ἐν τῇ γαστρὶ νοσήσας, πρὶν κυηθῆναι

upsilon

200

ὑντετράστιαν· κατεαγέν. Σαλαμίνιοι

upsilon

201

ὕντωσε· συμπαρῆσαν

upsilon

202

ὕξον· βοήθησον

upsilon

203

ὑολλός· τόπος συῶν βορβορώδης

upsilon

204

ὑοβότης· συοβόσκης

upsilon

205

ὑομεμνία· ἑορτή τις ἐν Ἄργει

upsilon

206

ὑομένη· βρεχομένη

upsilon

207

ὕον· ὅμοιον

upsilon

208

ὑός· χοίρου

upsilon

209

ὑοσκυαμᾷς· μαίνῃ, ἀπὸ τῆς πόας

upsilon

210

ὑοχαί· τὸ βορβορῶδες ὕδωρ

upsilon

211

ὑπάγειν· τὸ ἡσύχως πίνειν

upsilon

212

ὑπαγορ)ία· συμβουλία

upsilon

213

ὑπαγορεύουσι· λαλοῦσιν

upsilon

214

ὑπάγορον· κατὰ βίαν ὑπερήφανον

upsilon

215

ὑπαγωγεύς· πρὸς πλίνθων οἰκοδομὴν πηλός

upsilon

216

ὑπαγωγή· ὑποχώρησις198 in vol. 4

upsilon

217

ὑπάγων· ὑπὸ δίκην ἄγων

upsilon

218

ὑπαί· πρὸ τοῦ καὶ νῦν. ὑπαὶ πόδα

upsilon

219

ὑπαὶ δὲ ἴδεσκε[ν]· ὑπέβλεπεν

upsilon

220

ὑπαὶ δείους· ὑπὸ τοῦ δέους

upsilon

221

ὑπαιδράσειαν· ὑπόψειαν

upsilon

222

ὕπαιθα· ἔμπροσθεν

upsilon

223

ὑπαίθριον· ὑπὸ τὸν ἀέρα

upsilon

224

ὑπαικαλούσας· ὑποτρεμούσας

upsilon

225

ὑπαιλίχαζε· ἐκ πέτρας ὑποχώρει

upsilon

226

ὑπαινίττεται· αἰνιγματωδῶς ἐμφαίνει

upsilon

227

ὑπαλευάμενος· φυλαξάμενος

upsilon

228

*ὑπαΐξας· ὑφορμήσας

upsilon

229

*ὑπαὶ πόδα· ὑπὸ πόδα

upsilon

230

*ὑπαλύξαι· ἐκφυγεῖν. ἐκκλῖναι

upsilon

231

*π’ ἀνέρος· ὑπ’ ἀνδρός

upsilon

232

*π’ ἀνθερεῶνος· τὸν ὑπογένειον τόπον

upsilon

233

ὑπαντάξ[ας]· ἐξ ἐναντίας, ἀντὶ τοῦ ὑπαντιάσας, συναντήσας

upsilon

234

ὑπαντιάζει· ὑπαντᾷ

upsilon

235

π’ ἀντιαίης· ὑπὸ τῆς αἰσχρᾶς ἐξ ἐναντίας πολεμούσης

upsilon

236

ὑπάντλα· χαλκᾶ ἀγγεῖα, κάδοι

upsilon

237

ὕπαντροι· οἱ ὑπὸ τὸ σπήλαιον

upsilon

238

ὑπανύσθαι· ὑπουργεῖν

upsilon

239

ὑπαπίει· ὑποστρέφει

upsilon

240

π’ ἀπειρίας· ὑπὸ ἁμαρτίας

upsilon

241

ὕπαρ· τὸ μεθ’ ἡμέραν ὄναρ. ἐν ἡμέρᾳ. οἷον φανερῶς, ἐναργῶς, ἀλη‐ θές

upsilon

242

ὕπαρ· μεθ’ ἡμέραν. ἀληθές

upsilon

243

ὕπαρνος ποίμνη· ἄρνας ἔχουσα

upsilon

244

ὑπάργυρον· τὸ κινάμωμον199 in vol. 4

upsilon

245

ὑπάρξας· κατάρξας

upsilon

246

ὕπαρξις· προγένεσις. ἡ οὐσία

upsilon

247

ὑπάρχει· προκατάρχει

upsilon

248

ὕπαρχος· οἰκονόμος. πολέμου στρατηγός

upsilon

249

ὑπάρχων· πεφυκώς, ὤν

upsilon

250

ὑπαρχθεῖσαν· προγεγονυῖαν

upsilon

251

ὑπασπισταί· βοηθοί. ὑπηρέται

upsilon

252

*ὑπασπίδια προποδίζων· ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας καὶ οὕτως προβαίνων

upsilon

253

ὑπασπιστής· βοηθός, δορυφόρος, ὑπηρέτης

upsilon

254

ὑπάτη· ὑψηλή. δυνατή

upsilon

255

*ὕπατε κρειόντων· βασιλεῦ βασιλευόντων

upsilon

256

ὑπάτη· ὑπερτάτη, ἀνωτάτη. πλουσία

upsilon

257

ὑπάτμενοι· δοῦλοι, ὑπουργοί

upsilon

258

ὕπατον μήστωρα· τὸν ἐν τῷ βουλεύσασθαι σοφώτατον, οἷον πρῶτον

upsilon

259

ὕπατος· ὑψηλός. ἔντιμος, πρῶτος, διαφέρων τῶν ἄλλων, ἐξοχώτατας

upsilon

260

π’ αὐλήν· ὑπ’ οἶκον

upsilon

261

π’ αὐλοῦ· μετ’ αὐλοῦ

upsilon

262

π’ αὐνήν· παρ’ Ἑκαταίῳ. Φιλητᾶς

upsilon

263

ὑπαφήτορες· ὑποτεταγμένοι

upsilon

264

ὕπαφρον· τὸ μὴ φανερὸν ὕπαφρον λέγουσιν, ἄλλοι [τὸ] ὕπαφρον τὸ ὑγρασίαν ἔχον ἐμφερῆ ἀφρῷ. ἔνιοι κρύφιον καὶ ὕπουλον τὸ ὕπαφρον

upsilon

265

Ὑπαχαιοί· ὀνομαστικόν

upsilon

266

ὑπαχθέντες· ὑποβληθέντες. πεισθέντες. ἀπατηθέντες

upsilon

267

ὔπεα· τὰ ὀπήτια

upsilon

268

ὑπέασιν· ἐληλύθασιν

upsilon

269

[ὑπεδείδεσκεν· ὑπεβλέπετο]

upsilon

270

ὑπέγραψεν· ἐχάραξεν, ἢ ἔγραψεν200 in vol. 4

upsilon

271

ὑπεδέσμευεν· ὑπεξέκειτο

upsilon

272

ὑπέδυ· [ὑπεισέλθοι] ὑπεισῆλθεν

upsilon

273

ὑπεζευγμένος· ὑποτεταγμένος

upsilon

274

ὑπεζῶσθαι· τὸ εἰς ἄνδρας ἐλθεῖν. Φιλητᾶς

upsilon

275

ὑπεζωσμένοι· ἀναπείσαντες

upsilon

276

ὑπέθην· [ἔμπροσθεν] ὑπεκθέμην

upsilon

277

ὑπέθεντο· συνεβουλεύοντο

upsilon

278

[ὑπεθολιάσθην· ἔμπροσθεν ἐκλείσθην]

upsilon

279

[ὑπεθόμησεν· ὁμοίως]

upsilon

280

[ὑπεθρεῖ· ὑπερέχει, ὑπερβάλλει]

upsilon

281

[ὕπεθρον· ὑπὸ τὸν ἀέρα]

upsilon

282

ὑπ]ιδό[ύ]μενοι· ὑφορώμενοι

upsilon

283

ὑπείκει· ὑπακούει. ὑποχωρεῖ, ὑποτάσσεται

upsilon

284

ὑπείκετε· τὰ αὐτά

upsilon

285

ὑπειλημμένη· ἀντ(ε)ιλημμένη

upsilon

286

ὑπειλημμένον· ὑπονενοημένον. ὑπενηνεγμένον

upsilon

287

ὑπείνεχεν· ὑπέβαλεν, ὑπεῖχεν

upsilon

288

ὑπεῖξά σοι· ὑπεχώρησά σοι

upsilon

289

ὑπείξομαι· ἥξω, ὑπονοστήσω. ὑποχωρήσω

upsilon

290

ὑπεὶρ ἅλα· ὑπὲρ τὴν ἅλα, ὑπὲρ τὴν θάλασσαν

upsilon

291

ὑπείροχος· ὑπέροχος, ὑπερέχων

upsilon

292

ὑπεῖχεν· ὑπέβαλεν

upsilon

293

[π’ ἐκ Διὸς αἶσαν· παρὰ τὸ ἐκ Διὸς εἱμαρμένον]

upsilon

294

ὑπέκειντο· ὑποκείμενοι ἦσαν

upsilon

295

ὑπέκθεσις· ὑπόθεσις

upsilon

296

ὑπεκινοῦντο· κατενοίγοντο, ἢ ἐπτοοῦντο

upsilon

297

ὑπέκλινεν· ὑπέταξεν

upsilon

298

ὑπεκδράμω· φ[ε]ύγω

upsilon

299

ὑπεκπροθέων· ὑπεκτρέχων201 in vol. 4

upsilon

300

[ὑπέκτρενον· τὸ ἔτρεμον]

upsilon

301

ὑπελθεῖν· ὑπεισελθεῖν, ὑποδραμεῖν

upsilon

302

ὑπέλαιος· γλοιός

upsilon

303

*ὑπέλαβεν· ὑπεδέξατο

upsilon

304

ὑπελεῖν· ὑπειλεῖν

upsilon

305

π’ ἔμβρυον· νεογνὸν βρέφος ὑπέβαλεν, ἵνα εὕρῃ ἀμέλξαι

upsilon

306

ὑπεμνήμυκεν· ὑπομέμυκε, κλαίει, στενάζει, στυγνάζει

upsilon

307

π’ ἐμοί· ὑπὸ τὴν ἐμὴν ἐξουσίαν

upsilon

308

ὑπεμφαίνει· φανεροῖ

upsilon

309

ὑπεναντίος· ἐχθρός

upsilon

310

ὑπένερθεν· ὑποκάτωθεν

upsilon

311

ὕπενες· εἰς τετάρτην

upsilon

312

π’ ἐνεσίῃσι· βουλαῖς

upsilon

313

ὑπενηνεγμένον· ὑποκείμενον

upsilon

314

ὑπενόθευσεν· ὑπέφθειρεν

upsilon

315

ὑπενόστησεν· ὑπέστρεψεν, ὑπεχώρησεν· νόστος γὰρ ἡ ὁδός

upsilon

316

ὑπεξέθαυτο· ὑπεκέκαυτο

upsilon

317

ὑπεξέφερε· προέτεινε, προεβάλλετο

upsilon

318

ὑπεξέφερον· εἰς τὸ ἔξω ἔφερον

upsilon

319

ὑπεξαλέασθαι· ὑπεκκλίνειν

upsilon

320

ὑπεξήκριζον· ὕβριζον

upsilon

321

ὑπεξίει· ὑπεξίσταται

upsilon

322

ὑπεξίσταται· τὰ αὐτά

upsilon

323

ὑπεξίστησι· μεθίστησι

upsilon

324

ὑπέπισα· ὑπεπότισα

upsilon

325

ὑπεπόδισεν· ἀνεπόδισεν

upsilon

326

ὑπέρ· πρόθεσις. πολύ, πλέον, λίαν

upsilon

327

ὑπέρα· ἐν τῇ νηὶ σχοινία τινά

upsilon

328

ὑπεραγασθείς· ὑπερθαυμάσας

upsilon

329

*ὑπειρεσία· ἡ τῶν ἐρεσσόντων καθέδρα202 in vol. 4

upsilon

330

*ὑπειλημμένον· ὑπενενοημένον

upsilon

331

*(ὑ)περάγον· διαφέρον

upsilon

332

ὕπερα[ε]· σκώληκές τινες

upsilon

333

ὑπεραγοναστάς· εἱμαρμένας κρόκας, οἷον ὑπερστήμονας

upsilon

334

ὑπεραίρεται· ὑψοῦται

upsilon

335

ὑπεραέϊ· ὑπεράγοντι κατὰ τὴν πνοήν

upsilon

336

*ὑπέρας· τὰ σχοινία

upsilon

337

ὑπέρακμος· μέγας

upsilon

338

ὑπὲρ ἅλα· θάλασσαν

upsilon

339

ὑπεράλλα πέτηξ· ὑπὲρ τὸ δέον

upsilon

340

ὑπεράλ)εται· ὑπερπηδᾷ

upsilon

341

ὑπεραλεῖται· ὑπερπηδήσει

upsilon

342

ὑπεράλμενον· ὑπεραλλόμενον

upsilon

343

ὑπερανάστης· μετανάστης. μεταβάτης

upsilon

344

ὑπερανέστηκεν· ὑπερβέβηκεν, ἐκ τοῦ ὑπέρ ἤτοι ὑψηλότερον

upsilon

345

ὑπέραντλα· πολλά

upsilon

346

ὑπερασπίζω· βοηθῶ, ἀντιλαμβάνω. καὶ ὑπερασπιστής· ἀντι‐ λήπτωρ

upsilon

347

ὑπερασπιῶ· προΐσταμαι

upsilon

348

ὑπέραυχος· ὑπερήφανος

upsilon

349

ὑπερβάλλει· ὑπερνικᾷ. ὑπερτίθεται. παραβαίνει. ἢ ἐπαναφέρει εἰς συμβουλίαν

upsilon

350

ὑπερβᾶν· ὑπερώαν

upsilon

351

ὑπέρβασις· ὕβρις, ἀδικία. κόρος. ἁμαρτία. ὑπερηφανία. παράβασις ὅρκων

upsilon

352

ὑπερβασίης· ἀδικίας. ὑπερηφανίας

upsilon

353

ὑπερβατόν· ὑπερβαινόμενον

upsilon

354

ὑπέρβιον· ὑπεράγοντα τῇ βίᾳ. ὑπὲρ δύναμιν. πάνυ βιαίως

upsilon

355

ὑπερβλήδην· ὑπεράγαν

upsilon

356

ὑπερβλύζει· .......

upsilon

357

ὑπερβολή· πολύ

upsilon

358

ὑπερβολία· ὕβρις. κόρος

upsilon

359

ὑπεργμένων· δοθέντων. προελθόντων

upsilon

360

ὑπεργύϊον· ὑπέρμηκες, μέγα203 in vol. 4

upsilon

361

ὑπερδέα· ὑπεραγόντως ἐνδεᾶ, ἢ ἐλάσσονα κατὰ δύναμιν·
ὑπερδέα δῆμ(ον) ἔχοντα

upsilon

362

[ὑπέρδεσμα· ἐνέχυρα, ὑποδήματα]

upsilon

363

ὑπέρδικοι· συνηγόροι οἱ τὸ δίκαιον ὑπερβαίνοντες

upsilon

364

ὑπερδειπνεῖ· ὑπερτρυφᾷ

upsilon

365

ὑπερείδει· στηρίζει

upsilon

366

[ὑπερείδει· καταφρονεῖ]

upsilon

367

ὑπερειδούσης· στηριζούσης

upsilon

368

ὑπέρειπε· κατέβαλ(λ)εν, ἀπὸ τοῦ ἐρείπειν

upsilon

369

ὑπερείσατε· στηρίξατε

upsilon

370

ὑπερεκστήξει· ὑπερσταθήσεται

upsilon

371

ὑπερέκτισις· ὑπεραπότισις

upsilon

372

ὑπερένεγκαν· ὑψώθησαν

upsilon

373

ὑπερέλασις· ὑπέρθεσις, ὑπερβολή

upsilon

374

*ὑπερένδοξος· ἄγαν ἔνδοξος

upsilon

375

ὑπε)έξουσι· μείζονες ἔσονται

upsilon

376

ὑπερέπτατο· ὑπερίπτατο. ὑπερέδραμεν. ὑπερεπήδησεν

upsilon

377

ὑπέρεπτε· ἤσθιεν. ὑπενεδίδου. ὑπέσυρεν

upsilon

378

ὑπέρευγε· ὑπερκάλως

upsilon

379

[ὑπεριφερές· μετεωροφόρον]

upsilon

380

ὑπερέσχεθε γαίης

upsilon

381

ὑπερέσχεν· ἀνέτειλεν

upsilon

382

ὑπερέσσεται· περιέσται, κρατήσει

upsilon

383

ὑπερέχει· ἄνωθεν ἐπιβάλλει. βοηθεῖ. διαφέρει, ὑπερβάλλει, ὑπεράνω ἔχει

upsilon

384

ὑπερέχοντι· ἐξουσιάζοντι

upsilon

385

ὑπερζέσας· ἀναφλεχθείς

upsilon

386

ὑπερηγάσθη· ὑπερεθαυμάσθη

upsilon

387

ὑπερηκόντισεν· ὑπερέδραμεν

upsilon

388

ὑπερήκρισας· ὑπεράγαν ἐπήδησας

upsilon

389

ὑπερήμεροι· οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες καὶ μὴ διαλυσάμενοι

upsilon

390

ὑπερήμερος· ἐκπρόθεσμος

upsilon

391

ὑπερηνορεόντων· ὑπερηφάνων

upsilon

392

ὑπερήνωρ· εὔψυχος, ἀνδρεῖος. ὑβριστής. ὑπερέχων. ὑπερήφανος. πα‐
ράνομος. ἢ ὁ ὑπερέχων κατὰ τὴν ἀνδρείαν204 in vol. 4

upsilon

393

[ὑπερήπης· ὑπὸ τῆς ὁρμῆς]

upsilon

394

ὑπερῆρτο· κατεξανίστατο

upsilon

395

ὑπερήσει· ὑπερβαλεῖ

upsilon

396

Ὑπερησία· πόλις

upsilon

397

[ὑπερήσμασι· στηρίγμασι]

upsilon

398

ὑπερήφανος· ὑπεράφρων. ἀγνώμων

upsilon

399

ὑπερθεῖ· ὑπερέχει. ὑποτρέχει, ἤγουν θέει

upsilon

400

ὕπερθεν· ὑπεράνωθεν

upsilon

401

ὑπὲρ θεόν· παρὰ τὸ θεῖον ἢ τὴν τοῦ θεοῦ γνώμην

upsilon

402

ὑπερθέοντας· ὑπερτρέχοντας

upsilon

403

ὑπερθέσεις· ἀναβολαί. ὑπερβάσεις

upsilon

404

ὑπερθορέονται· ὑπερπηδῶσιν

upsilon

405

ὑπέρθορον· ὑπερεπήδησα, ὑπερηλάμην

upsilon

406

ὑπέρθυμοι· πρόθυμοι. μεγαλόψυχοι

upsilon

407

ὑπερθύριον· ὁ ἐπάνω τῶν θυρῶν τόπος

upsilon

408

Ὑπερία· ἡ τῶν Φαιάκων πόλις. καὶ κρήνη

upsilon

409

*ὑπερίον]α· ὑπὲρ ἡμᾶς ἰόντα ὁ ἥλιος, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι

upsilon

410

ὑπερίδῃ· καταφρονῇ

upsilon

411

ὑπ(ερ)ικταίνοντο· ἔνιοι ὑπὲρ δύναμιν, ἴκνουν ὑπερικνοῦντο διὰ τὴν χαράν, ὅ ἐστιν ἐξετείνοντο

upsilon

412

ὑπεριπτία· ἀγών τις παρθένων

upsilon

413

ὑπέριπτεν· κατέσειεν

upsilon

414

ὑπερισχύουσαν· ὑπερβάλλουσαν

upsilon

415

ὑπερίων· τὸν ἐν τῷ ἀέρι, ἢ ὁ ἥλιος ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι

upsilon

416

ὑπερκαταβαπτύουσαν· ἀντὶ τοῦ ὑπερηφάνους λόγους ποιουμένους

upsilon

417

ὑπερκακεῖν· ὃ νῦν ἐκκακεῖν

upsilon

418

ὑπὲρ κάρα φοιτῶντα· ὑπὲρ κεφαλῆς ἐρχόμενον205 in vol. 4

upsilon

419

ὑπερκείμενον· ἄνω κείμενον

upsilon

420

ὑπέρκεισαι· ὑπερβάλλεις

upsilon

421

ὑπερκείσθω· ὑπερτεθείσθω

upsilon

422

ὑπὲρ κεφαλῆς· ὑπεράνω τῆς κεφαλῆς

upsilon

423

ὑπερκόμπως· ὑπερηφάνως

upsilon

424

ὑπερκάϋστρα· ἡ τῆς Ἀθηνᾶς ἱέρεια

upsilon

425

ὑπερκόσμια· ὡς ἄγγελοι, καὶ τὰ μέλλοντα ὑπὲρ τὸν κόσμον

upsilon

426

ὑπερκυάνεον· λίαν κυάνεον

upsilon

427

ὑπερκύδαντας· ὑπερέχοντας τῇ δόξῃ, ὑπερενδόξους γενομένους

upsilon

428

ὑπερκυδέοντας· λίαν ἐνδόξους

upsilon

429

ὑπερμαζᾷ· ὑπερτρυφᾷ

upsilon

430

ὑπερμενέϊ· τῷ ὑπεράγοντι κατὰ τὸ μένος, τουτέστι τῇ ἰσχύι ὑπερ‐ κρατεῖ

upsilon

431

ὑπερμενής· μεγάλην ἔχων ἰσχύν

upsilon

432

ὑπερμενέον(τα)· ὑπερηφανοῦντα. ὑπερέχοντα τῇ δυνάμει

upsilon

433

ὑπέρμορα· ὑπὲρ τὸ δέον, ὑπὲρ τὸ καθῆκον

upsilon

434

ὑπὲρ μόρον· ὁμοίως

upsilon

435

ὑπερνεμεῖς· ὑπερορᾷς

upsilon

436

ὑπερνήχεται· ὑπερέχει, ὑπερβαίνει

upsilon

437

ὑπερνικᾷ· ἀντιμάχεται

upsilon

438

ὑπέρογκον· μέγα, ὑψηλόν, ὑπέρμετρον

upsilon

439

ὑπεροι)ζομένου· ὑπερηφανευομένου

upsilon

440

ὑπεροιησάμενοι· ὑπερηφανοῦντες

upsilon

441

[ὑπερόλβη· κόρος. ὕβρις]

upsilon

442

[ὑπεροπεύει· ψεύδεται]

upsilon

443

[ὑπεροπεύς· ψεύστης.] ὑπερόπτης]

upsilon

444

ὑπεροπλίαις· ὑπερηφανίαις, ὑπερφροσύναις

upsilon

445

[ὑπεροπλῆσαι· ὑπερβῆναι, ὑπερπηδῆσαι]

upsilon

446

ὑπεροπλίσσαιτο· νικήσειεν. ἢ ὑπερηφανήσειεν

upsilon

447

ὑπέροπλον· ὑπὲρ τὸ δέον. ὑπερήφανον. ψευδές

upsilon

448

ὑπέροπτον· μέγα, καὶ ὑπὲρ τὸ μέτρον, καὶ τὰ ὅμοια

upsilon

449

ὑπερορᾷ· καταφρονεῖ, παραβλέπει

upsilon

450

ὑπερόριος· ἐκτὸς τῶν ὁρίων206 in vol. 4

upsilon

451

ὑπέρου περιστροφήν· παροιμία. λέγεται δὲ ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων

upsilon

452

ὑπερούσιος· ἀγαπητός, πεφιλημένος

upsilon

453

ὑπερόφρυς· ὑπερηφάνους

upsilon

454

ὑπέροφρυς· ὑπέροπτος

upsilon

455

ὑπεροχή· ἐξοχή, ὑπερβολή

upsilon

456

ὑπέροχον· περισσόν. δεινόν. μεῖζον

upsilon

457

ὑπεροψία· ὑπερηφανία, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν

upsilon

458

ὑπερπαθήσας· πάνυ λυπηθείς

upsilon

459

ὑπερπηδῶν· ὑπερθορών

upsilon

460

ὑπεῤ(ῥ)άγη· διεῤῥάγη

upsilon

461

ὑπερσχεῖν· ἀνατελσεῖν. ὑπερμαχῆσαι. βοηθῆσαι. σκεπάσαι

upsilon

462

ὑπέρσχες· σκέπασον, καὶ τὰ ὅμοια

upsilon

463

ὑπερτάτην· ὑψηλήν, ὑπερβαίνουσαν

upsilon

464

ὑπέρτατος· μέγιστος. πρεσβύτατος. ἀνώτατος, ὑψηλότατος. εὐγενέ‐ στατος

upsilon

465

ὑπὲρ τέγος· ὑπεράνω τῆς στέγης

upsilon

466

ὑπερτεῖς· Κρητικῶν πόλεων ἐπίθετα

upsilon

467

ὑπερτελής· ὑπὲρ τὸ τέλος ἀφικομένη

upsilon

468

ὑπερτέλλοντες· ἀνατέλλοντες

upsilon

469

ὑπερτέλλων· ὑπερα(να)τέλλων, ὑπερφαινόμενος τῶν ἄλλων ἄστρων

upsilon

470

ὑπερτενῆ· ὑπερανατείνουσα, ὑψηλή

upsilon

471

ὑπερτέρα· ὑψηλοτέρα· οἱ δὲ νεωτέρα. ἢ πρεσβυτέρα. ἢ ἄροτρον

upsilon

472

ὑπερτερία· τὸ ἄνωθεν τῆς ἁμάξης ἐπιτιθέμενον

upsilon

473

ὑπερτερίῃσι· νεωτερισμοῖς. ὑπερηφανίαις

upsilon

474

ὑπερτερ]ώτερος· νεώτερος

upsilon

475

*ὑπέρτερον· ἔσχατον, ὕστερον. νεώτερον. εὐγενῆ

upsilon

476

(*)ὑπερτερ]ίη· τὸ πῆγμα τῆς ἁμάξης

upsilon

477

(*)ὑπέρτερα· κρέατα ἐκτὸς τοῦ σώματος πρὸς τὴν σύγκρισιν τῶν ἐντός

upsilon

478

ὑπερτεροῦν· δεσπόζον207 in vol. 4

upsilon

479

*ὑπερτῆρα· τὸ τῆς ἁμάξης πῆγμα

upsilon

480

ὑπέρτεχνον· σπουδαῖον

upsilon

481

ὑπερτοναίων· ὑπὲρ τῶν ἄνω συνδεδεμένων καὶ διατετα[γ]μένων

upsilon

482

ὑπέρυθρος· πυρακτής

upsilon

483

ὑπέρφασις· ὑπερηφανία, μεγαλοῤῥημοσύνη

upsilon

484

ὑπερφέρεις· ὑπερβά(λ)λεις

upsilon

485

ὑπερφερές· μέγα ὑπὲρ φύσιν, ἢ ὑπεράγον

upsilon

486

ὑπέρφευ· ὑπεράγαν

upsilon

487

ὑπερφίαλος· ὑπερήφανος, ὑβριστής, παράνομος, ὑπερφυής. μεγαλο‐ πρεπής. ἢ ἔκσπονδος

upsilon

488

ὑπερφλύζει· ἀναῤῥεῖ, ἐκφυσᾷ

upsilon

489

ὑπέρφρονα· ὑπερήφανον. ἀγνώμονα. ὑψηλόφρονα

upsilon

490

ὑπερφυᾶ· ὑπὲρ φύσιν μέγαν

upsilon

491

ὑπερφυές· ὑπερμέγεθες, μεῖζον

upsilon

492

ὑπερφύς· ὑπεργεννηθείς

upsilon

493

ὑπερφυῶς· ὑπεραγόντως

upsilon

494

ὑπερχειλές· ὑπερμεμετρημένον

upsilon

495

ὑπερχειλῶν· ὑπερμέστων

upsilon

496

ὑπερχέων· ὑπερέχων

upsilon

497

ὑπέρχολος· ὑπερβαλλόντως ὀργιζόμενος

upsilon

498

ὑπέρχρεως· ὁ πολλῷ πλείω τῆς οὐσίας ὀφείλων

upsilon

499

ὑπερῶ· ὑποβα[λ]λῶ. ἀντὶ τοῦ προερῶ ὑπερῶ

upsilon

500

ὑπερῴ(α)· στόματος

upsilon

501

ὑπερῷα· ἀνώγαια

upsilon

502

ὑπερώησαν· ὑπ[ερ]εχώρησαν

upsilon

503

ὑπερώϊον· ὑπερῷον, ἀνώγαιον οἴκημα

upsilon

504

ὑπερῷον· ἀνώγαιον

upsilon

505

ὑπερώφθη· παρώφθη208 in vol. 4

upsilon

506

ὑπεσάκκισεν· ὑπήθει τῷ σάκκῳ. ἔνιοι πρόκοπτε

upsilon

507

[ὑπεσενεχίζετο γέα· ὑπεκάμπτετο. ἐκινεῖτο]

upsilon

508

ὕπεσις· ταπείνωσις, ἔνδοσις

upsilon

509

*ὑπέρβιος· ὑπέωρος

upsilon

510

ὑπεσπληνισμένον· ὑποπιασμένον. ἢ πεποικιλμένον

upsilon

511

ὑπέστη· ὑπέσχετο

upsilon

512

[ὑπέτρεχον· ὑπεράνω τοῦ πυρὸς εἶχον]

upsilon

513

ὑπέσταν· ὑπέστησαν, ἐπηγγείλαντο

upsilon

514

ὑπεστειλάμην· παρῃτησάμην

upsilon

515

ὑπεστόρεσται· ὑπέστρωται, ἥπλωται

upsilon

516

*ὑπέχεσθαι· ὑπερβάλλεσθαι

upsilon

517

ὑπεσχηκώς· ὑποστάς

upsilon

518

ὑπέσχηται· ἐπήγγελται

upsilon

519

ὑπέφηνεν· ὑπέδειξεν, ἐφανέρωσεν

upsilon

520

ὑπεχάλκισα· πρὸς χαλκοῦ ὑπεθέμην

upsilon

521

*π’ εὐθείας· ἐπ’ ἴσης

upsilon

522

*ὑπεύθυνος· ἔνοχος. ὑποκείμενος

upsilon

523

ὕπεχε· ὑπόφερε. πάρεχε. ὑπόμενε

upsilon

524

ὑπέχει· ὑπομένει. ὑφίσταται. δίδωσιν

upsilon

525

ὑπέχεται· προμηθεῖται

upsilon

526

ὑπέχευεν· ὑπέβαλλεν, ὑπέχυσεν

upsilon

527

ὑπηγάγετο· ἠπάτησεν. [ὑπέμεινεν

upsilon

528

[ὑπηδόμενοι· ὑφορώμενοι]209 in vol. 4

upsilon

529

ὑπηλάτων· τῶν ὑπὸ ἐλάττων, ἔνιοι φύλλων

upsilon

530

*ὑπήλυθεν· ὑπέδυ, ὑπεισῆλθεν

upsilon

531

[ὑπηλήφαμεν· ἐνομίσαμεν]

upsilon

532

ὑπήλλαξεν· ὑπεχώρει

upsilon

533

ὑπῆν· ὑπῆρχεν

upsilon

534

ὑπήει· ὑπομένει, ὑποφέρει

upsilon

535

ὑπήνας· γενειάδας

upsilon

536

ὑπηνέμια ὠά· τὰ δίχα τοῦ ὀχευθῆναι γεννώμενα

upsilon

537

ὑπηνέμους· σκεπηνούς

upsilon

538

*ὑπηνέμιον ἄνεμον· ὑετόν, καὶ τὰ ὅμοια

upsilon

539

ὑπήνη· τὸ γένειον, ἤτοι πώγων. ἄλλοι μύσταξ, ἄλλοι ὑπήνη, ὅς ἐστι ὑπὸ τὴν ῥῖνα τόπος

upsilon

540

[ὑπήνημος· σκέπη]

upsilon

541

ὑπηντίαζον· ὑπήντων

upsilon

542

ὑπηοίη· ὑπὸ τὸν ὄρθρον, πρὸς τῆς ἕω

upsilon

543

ὑπήρατος· λογομάχος. ὑπέρλαμπρος

upsilon

544

ὑπηρέσια· τῶν κωπηλατούντων δέρματά τινα, ὡς προσκεφάλαια, ἐφ’ ὧν καθέζονται

upsilon

545

*ὑπηρέτης· δοῦλος

upsilon

546

ὑπηρέσιον· ἡ σανὶς τῆς καθέδρας

upsilon

547

ὑπήτριον· ὑπογάστριον, ἐφήβαιον

upsilon

548

ὑπηχεῖ· βομβεῖ

upsilon

549

ὑπήχθην· ἦλθον

upsilon

550

π’ ἠῶ· ὑπὸ τὸν ὄρθρον

upsilon

551

ὑπεὶρ ἅλα· ὑπὸ τὴν θάλασσαν

upsilon

552

ὑπίσχεται· ἀναδέχεται, ὑπισχνεῖται

upsilon

553

ὑπισχνεῖται· ὁμολογεῖ, συντίθεται, ἐπαγγέλλεται

upsilon

554

π’ ἴχνιον· ὑπὸ τὰ ἴχνη

upsilon

555

ὑπιωγαί· ὑπαγωγαί, ὑποδρομαὶ τῆς πέτρας διὰ σκέπην, σκεπηνὰ μέρη

upsilon

556

ὑπνάσσει· ὑπνώσσει210 in vol. 4

upsilon

557

ὑπνοῖ· κοιμᾶται

upsilon

558

ὕπνος· [κυρίως

upsilon

559

ὕπνου δῶρον· ὕπνος, ἀνάπαυσις

upsilon

560

ὑπνῶ· κοιμῶμαι. ἢ ἀγρυπνῶ

upsilon

561

ὑπνωτικόν· ὁ μανδραγόρας

upsilon

562

ὑπό· πρόθεσις ......

upsilon

563

ὑποακταίνοντο· ἔτρεμον

upsilon

564

ὑποβάθρα· κρηπίς, θεμέλιος. ὑπόβασις

upsilon

565

ὑποβαίνει· ἐλαττοῦται

upsilon

566

ὑποβάσει· ὑποκαταβάσει

upsilon

567

*ὑποβάλλει· ὑποκρούει

upsilon

568

ὑποβασ]μόν· ὑποβάθραν

upsilon

569

ὑπόβασις· ὁ ἐνδότατος χιτών, ἢ περίζωμα

upsilon

570

ὑποβατᾶν· ὑποβατόν. τὸ ὑποπόδιον

upsilon

571

ὑποβεβηκώς· μικρότερος, ἐλάττων

upsilon

572

ὑποβιβάζοντες· ὑποκαταβαίνοντες. ἐλαττοῦντες

upsilon

573

ὑποβιβασθέν· ὑποβεβρυχμένον (?) ὑποπεπτωκός

upsilon

574

ὑποβλεπόμενος· ὑπονοῶν. ἐχθραίνων

upsilon

575

ὑποβλήδην· ὑποβάλλων τὸν λόγον πρὶν σιωπῆσαι τὸν λέγοντα. ἄλλοι ὑπολαμβάνων

upsilon

576

ὑποβολιμαῖον· οὐ γνήσιον, ἀλλὰ νόθον, ὑποβαλλόμενον, ὡς ἀπὸ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυταῖς ὑποβάλλουσιν αἱ γυναῖκες

upsilon

577

ὑποβορβόριον· ἡ τρύξ

upsilon

578

ὑπόβρυχα· ὑποβρύχια. ὑπὸ τὸ ὕδωρ. ὑπὸ κάτω τῶν κυμάτων βυ‐ θισθέντες

upsilon

579

ὑπογάιδιον· ὑπόγειον τύμβον

upsilon

580

ὑπὸ γαμφηλαῖς· ὑπὸ ταῖς σιαγόσιν

upsilon

581

ὑπὸ γαμφηλῇσιν· ὁμοίως

upsilon

582

ὑπογεγραμμένη· ἐγκεχριμένη

upsilon

583

ὑπόγειον· ὑπὸ τὴν γῆν

upsilon

584

ὑπογενειάζων· λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτόμενος

upsilon

585

ὑπογλωττίς· εἶδος στεφάνου. καὶ πάθος τι κατὰ τὴν γλῶτταν. καὶ
μέρος ἐνστόμιον211 in vol. 4

upsilon

586

ὑπὸ γλωχῖνα· ὑπὸ τὴν γωνίαν

upsilon

587

ὑπόγνυθα· τὸ καθῆσθαι τὰς χεῖρας ἔχοντα ὑπὸ γνάθον

upsilon

588

[ὑπόγοιον· πρὸ μικροῦ γεγονός]

upsilon

589

ὑπογράμματα· στιμίσματα τῶν ὀφθαλμῶν

upsilon

590

ὑπογραμμός· τύπος. μίμημα

upsilon

591

ὑπογράφειν· τυποῦσθαι

upsilon

592

ὑπογραφῆναι· εἰσακουσθῆναι

upsilon

593

ὑπογραφίον· τῶν ἐπὶ τῷ σώματι δεδανεισμένων

upsilon

594

ὑπόγυον· προσδόκιμον. ἐγγύς, ἢ ὁμοῦ, καὶ τὸ πρὸ ὀλίγου γεγονός, καὶ τὸ ἕτοιμον, πρόσφατον

upsilon

595

ὑπὸ δαΐν· ὑπὸ λαμπάδων

upsilon

596

ὑποδέγμενος· ὑποδεχόμενος

upsilon

597

ὑποδεέστερος· ταπεινότερος

upsilon

598

ὑποδεής· ἐνδεής, καταδεής. ὑπόφοβος

upsilon

599

ὑποδενδρυάζειν· τὸ ἐξ ἀφανοῦς καὶ αἰφνιδίως ἐπιφαίνεσθαι

upsilon

600

ὑποδεξίη· ὑποδοχή, ἢ ἡ χορηγία πρὸς ὑποδοχήν

upsilon

601

ὑποδέραια· ὑποτραχήλια

upsilon

602

ὑποδέραιον· ὑποδείριον καὶ περιτραχήλιον

upsilon

603

ὑποδερίς· ὁρμίσκος. ἔνιοι πλοκίον τι περιτραχήλιον καὶ μέρος τι

upsilon

604

ὑποδέσματα· ἐνέχυρα

upsilon

605

ὑποδέσμιος· [ἢ ὑποδήμιος, ἢ] ὑποτεθείς

upsilon

606

ὑπὸ δ’ ἔτ)ινε· ὑπέβαλλεν

upsilon

607

ὑποδῆσαι· ἐνεχυραθῆναι. Ἰταλιῶται

upsilon

608

*ὑπόδειγμα· σημεῖον

upsilon

609

ὑποδιδάσκαλος· χοροδιδάσκαλος

upsilon

610

ὑπόδικος· ὑπεύθυνος. χρεώστης. ἔνοχος δίκης

upsilon

611

ὑποδμώς· ὑποτεταγμένος, δοῦλος, θεράπων

upsilon

612

ὑπόδρα· ὑποβλεψάμενος, βλαπτικός

upsilon

613

ὑποδράξ· ὁμοίως

upsilon

614

ὑποδρακεῖν· ὑποπτεύσας

upsilon

615

ὑπόδρα ἰδών· δεινῶς ὑποβλεψάμενος, ἢ ὑποβλέψας212 in vol. 4

upsilon

616

ὑποδραμών· ὑφερπύσας

upsilon

617

ὑποδρασίας· τὰς ἔχθρας

upsilon

618

ὑποδρασίη· ὑποψία

upsilon

619

ὑποδρήσ)ουσιν· ὑπουργοῦσιν, ὑπηρετοῦσιν

upsilon

620

ὑπὸ δρόμον· ὑπὸ τροχασμόν. ὑπὸ κακοήθειαν

upsilon

621

ὑποδρόμους· στόμια

upsilon

622

ὑποδύεσθαι· δειλιᾶν

upsilon

623

ὑποδῦναι· ὑπεκδῦναι

upsilon

624

ὑποδύντες· ὑπεισελθόντες

upsilon

625

ὑποδύς· ὑποβάς, ὑπεισελθών

upsilon

626

ὑποδύτης· τὸ ἐσώτερον ἱμάτιον

upsilon

627

ὑπόεικεν· ἀνεχώρει

upsilon

628

ὑποείξομαι· ὑποχωρήσω

upsilon

629

ὑποέστης· χιτών

upsilon

630

ὑποεχμένη· ὑπείκουσα. θεραπεύουσα

upsilon

631

ὑποζάκοροι· νεωκόροι

upsilon

632

ὑποζατηθείς· ὑποκατασχών

upsilon

633

ὑποζύγια· κτήνη τὰ ὑπὸ τὸν ζυγόν, καὶ [τὰ ὑπόζωνα] πάντα τὰ ἐζευγμένα

upsilon

634

ὑποθέσθαι· συμβουλεῦσαι

upsilon

635

ὑποθέσεις· καταβολαί. πράγματα. αἰτίαι, προφάσεις

upsilon

636

ὑπόθεο· ὑπόθου. συμβούλευσον

upsilon

637

ὑπόθευτον· Ῥόδιοι ἐπὶ θυσίας

upsilon

638

ὑποθήκη· παραίνεσις, διδασκαλία. ἢ ἐνέχυρον. ἢ συμβουλή

upsilon

639

ὑποθημοσύνη· τὰ αὐτά

upsilon

640

ὑποθήμων· ὑποθέσεις καταγράφων

upsilon

641

ὑποθήσομαι· διδάξω καὶ ὑπόθου ὁμοίως

upsilon

642

ὑποθυμί[ο]ς· στέφανος ὑποτράχηλος

upsilon

643

ὑποιατιθείς· ὑποστρατευθείς

upsilon

644

ὑποίζεσθαι· ὑπονοεῖν

upsilon

645

ὑποικουρεῖ· ἀντὶ τοῦ συνέστη καὶ γεγάμηται

upsilon

646

ὑποικουροῦσα· εἰς βάθος οἰκοῦσα

upsilon

647

ὑποίσει· ὑφέξει, βαστάσει

upsilon

648

ὑποιά· φορητά, βαστακτά

upsilon

649

ὑποίσω· ὑπενέγκω, ὑπομενῶ, καὶ τὰ ὅμοια213 in vol. 4

upsilon

650

ὑποκαθῆσθαι· ἐνεδρεύειν

upsilon

651

ὑποκάλυκα· ὑπὸ τὴν κλεῖδα τοῦ πυρός

upsilon

652

[ὑπὸ κόρασιν· ὑπὸ ταῖς κεφαλαῖς]

upsilon

653

ὑποκείσεται· ὑποβληθήσεται

upsilon

654

ὑποκεντά· ὑπομονητικά

upsilon

655

ὑποκέοιτο· ὑποκείσεται

upsilon

656

ὑπὸ κεύθεα· ὑπὸ κοῖλ[ι]α

upsilon

657

*ὑποκυσσαμένη· ἐγκυοῦσα

upsilon

658

ὑποκόλπιον τοῦ χοροῦ· τῆς στάσεως χῶραι αἱ ἄτιμοι

upsilon

659

ὑποκομψίας· τὸ κομψὸν ὑποφαίνων

upsilon

660

ὑποκορίζεσθαι· ὑποκοριστικοῖς λόγοις χρῆσθαι, ἤτοι κολακεύειν

upsilon

661

ὑποκοριζόμενος· ὁμοίως

upsilon

662

ὑπὸ κρασίν· ὑπὸ ταῖς κεφαλαῖς

upsilon

663

ὑποκρέκειν· ἐπὶ τῶν ἵππων, πορείας τις τρόπος, βῆμα

upsilon

664

ὑπὸ κράτεσφιν· ὑπὸ τῇ κεφαλῇ

upsilon

665

ὑποκριθῆναι· ἀποκριθῆναι

upsilon

666

ὑποκρίναιτο· ὑποκρίσει τι ποιῶν

upsilon

667

ὑποκρίνοιτο· ἀποκρίνοιτο. ἔνθεν καὶ ὑποκριτής, ὁ ἀποκρινόμενος πρὸς τὸν χορόν

upsilon

668

ὑπόκρισις· εἰρωνεία. ὑπουλότης. δόλος

upsilon

669

ὑποκριτής· μάντις. καὶ ὁ ἐν τῇ σκηνῇ ἀποκρινόμενος

upsilon

670

ὑποκρούει· ἀντιλέγει

upsilon

671

ὑποκρουνιδία· θυσία τις παρὰ Κνιδίοις

upsilon

672

ὑποκρουσταλίς· εἶδος τοῦ λίνου σπέρματος

upsilon

673

ὑποκυδές· ὑποφρύδιον

upsilon

674

ὑπόκυκλα· τοὺς ἀστραγάλους τοὺς ὑποτιθεμένους τῷ πυθμένι τῶν τριπόδων

upsilon

675

*ὑποκυησαμένη· ὑπὸ γαστρὸς ἔχουσα ἐγκοίλιον

upsilon

676

ὑπόκυκλον· ὑπότροχον, ἢ κάτωθεν σπεῖραν ἔχοντα

upsilon

677

ὑποκυσ)αμένη· ἔγκυος γενομένη, ἐγκύμων

upsilon

678

ὑπολαβών· ὑπονοήσας, νομίσας. ἀποκριθείς

upsilon

679

ὑπολαΐς· ὄρνις τις τῶν σκωληκοφάγων

upsilon

680

ὑπολαλεῖ· ψιθυρίζει

upsilon

681

ὑπολάμβανε· νόμιζε. ἀντιτίθει214 in vol. 4

upsilon

682

Ὑπολάμπτειρα· Ἑκάτη ἐν Μιλήτῳ

upsilon

683

*ὑποληπτέον· νομιστέον

upsilon

684

*ὑπόληψις· ὑπόνοια, καὶ τὰ ὅμοια

upsilon

685

ὑποληΐς· εἶδος ὄρνιθος. ἢ ... λαΐς

upsilon

686

ὑποληκᾶν· ὑποκρούειν

upsilon

687

ὑπολ]απάξας· ὑποκενώσας

upsilon

688

ὑπολίζονες· μεγέθει ἐλάσσονες, ὀλιγώτεροι

upsilon

689

[ὑπολιμαῖος· ὁ μὴ γνήσιος]

upsilon

690

ὑπολείπει· ἐκλείπει

upsilon

691

ὑπόλινον· τὸ ὅρμινον

upsilon

692

ὑπὸ λιπαροῖσι· εὐτραφέσι

upsilon

693

ὑπόλι)φον· ὀλισθηρόν

upsilon

694

*ὑπολαιόν· ὑποδαιστόν

upsilon

695

[ὑπολύξας· ἐκκλίνας]

upsilon

696

ὑπομάζιον· θηλάζον παιδίον

upsilon

697

ὑπομαλανδριῶδες· εἶδός τι ταρίχου

upsilon

698

ὑπομέλαθρα· Ἀρτέμιδος ἐπίθετον, ὡς ὁ Μύνδιος

upsilon

699

ὑπομειδιῶντι· γελῶντι

upsilon

700

ὑπὸ μηνιθμόν· ὑπὸ τὴν ὀργήν

upsilon

701

ὑπομηλαφῆσαι· ψηλαφῆσαι

upsilon

702

ὑπομονή· καρτερία

upsilon

703

ὑπομνηματιστής· ὁ ὑπόμνημα λέγων

upsilon

704

ὑπονέμεσθαι· ἐξαπατᾶν

upsilon

705

ὑπὸ νηΐω· τόπος δένδρον ἔχων, ἐν οἷς ἐδέσμευον τὰς ναῦς

upsilon

706

ὑπονοεῖ· ὑποπτεύει

upsilon

707

ὑπονοθεῦσαι· ὑποφθεῖραι

upsilon

708

ὑπόνοια· ὑπερηφανία, θράσος

upsilon

709

ὑπονομαί· κλοπαί. ὀχετοί

upsilon

710

ὑπονοστήσας· ἐπανελθών, ὑποστρέψας

upsilon

711

ὑπονύσσεται· καταπονεῖται

upsilon

712

[ὑποοργός· ὑπουργός]

upsilon

713

ὑποπαθών· ἠρέμα παθών

upsilon

714

ὑποπεράτωσις· τελείωσις

upsilon

715

*ὑποπεζία· ταπείνωσις

upsilon

716

ὑποπερκάζουσι· μεταβάλλουσιν ἐκ τοῦ ὄμφακος καὶ ὑπομελαίνονται

upsilon

717

ὑπὸ παντὶ λίθῳ· παροιμία τὸ ‚ὑπὸ παντὶ λίθῳ σκορπίος
εὕδει215 in vol. 4

upsilon

718

*ὑποπιάζομεν· ταπεινοῦμεν. μαραίνομεν. Ὑποπιασμὸς γὰρ τα‐ πείνωσίς ἐστι σώματος

upsilon

719

ὑποπῖσαι· ὑποποτίσαι

upsilon

720

ὑπὸ Πλάκῳ· ὑπὸ τῷ Πλάκει ὄρει Κιλικίας

upsilon

721

ὑπόπλεως· μεστός, ἔμπλεως

upsilon

722

ὑποποιεῖται· προσποιεῖται

upsilon

723

ὑπὸ πραπίδων· ὑπὸ τῶν φρενῶν

upsilon

724

ὑπόπτερος· κοῦφος. καὶ ὑπόπτερος ὁ ταχύς

upsilon

725

[ὑποπέτρου]· ὑποπτέρου. ταχείας

upsilon

726

ὑποπτεύει· ὑπονοεῖ, ὑπολαμβάνει

upsilon

727

ὕποπτος ἐχθρός· .......

upsilon

728

ὑπόπτως· ἐχθροειδῶς

upsilon

729

ὑπόπτωσις· κατάπτωσις

upsilon

730

ὑπόπτωτον· ὑποπῖπτον

upsilon

731

ὑπόρα· τὰ ὑπὸ τὰ ὄρη

upsilon

732

ὑπορίνους· τοὺς ὑπὸ ῥινὶ φθεγγομένους

upsilon

733

*ὑποργηθεῖσα· ὑποχρισθεῖσα

upsilon

734

ὑπὸ ῥιπῆς· ὑπὸ τῆς ὁρμῆς

upsilon

735

[ὑποῤῥόφιοι· ὑπόστεγοι]

upsilon

736

ὑποῤῥάπτεις λόγους· συντίθης

upsilon

737

ὑποσακίζειν· ὑπηθεῖν τῷ σάκκῳ. καὶ τὸ προσκόπτειν

upsilon

738

ὑποσκελίσει· ἀπατήσει, χλευάσει

upsilon

739

ὑπόσκοπον χέρα· Αἰσχύλος. ὥσπερ οἱ ἀποσκοποῦντες, οὕτω κελεύει σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι. σχῆμα δέ ἐστιν ὀρχηστικὸν ὁ σκοπός

upsilon

740

*ὑπὸ σκήπτρῳ· ὑπὸ τῇ βασιλείᾳ

upsilon

741

ὕποσμος· ὀσφραινόμενος

upsilon

742

ὑποσμύχει· θλίβει, ἀνιᾷ, καταπονεῖ, ἐκ μεταφορᾶς τῶν τραυμάτων

upsilon

743

ὑποσμύχεται· ὑποκαίεται

upsilon

744

ὑποσμύχουσα· ἔνδον ἐρεθίζουσα

upsilon

745

ὑπόσπονδος· σπονδὰς αἰτήσας216 in vol. 4

upsilon

746

ὑποσ)είουσι· κάτωθεν ἕλκουσιν

upsilon

747

ὑπόστα· ὑπόμενε

upsilon

748

ὑποστάθμη· τρυγία, τρύξ

upsilon

749

ὑποσταίη· ὑπόσχοιτο

upsilon

750

ὑπόστασις· πρόσωπον

upsilon

751

ὑποσταχύοιτο· ὑπαύξοιτο ἀπὸ τοῦ στάχυος

upsilon

752

ὑποστειλάμενος· ὑποκρυψάμενος. φοβηθείς

upsilon

753

ὑποστέλλεσθαι· ἀναδύεσθαι. δολιεύεσθαι. ὑποκρίνεσθαι

upsilon

754

ὑποστέλλεται· φοβεῖται. καὶ τὰ ὅμοια

upsilon

755

ὑπόστερνον· ὑπογάστριον

upsilon

756

ὑπόστημα· πλῆθος

upsilon

757

ὑποστῆσαι· ὅταν τις ἐγκάθετον στήσῃ ἐπὶ τῷ ὠνήσασθαί τι

upsilon

758

ὑποστήσεται· ὑπομενεῖ

upsilon

759

ὑποστήτω· ὑποταγήτω, εἰξάτω, παραχωρησάτω

upsilon

760

ὑποστολή· δειλία, φυγή

upsilon

761

[ὑποστρέσαι· ἀποφυγεῖν διὰ δέος]

upsilon

762

ὑπόστροφον· ἀφιγμένον, ὑποστρέφοντα

upsilon

763

ὑπόστρωμα· περίστρωμα

upsilon

764

ὑπόσχε]ο· ὑπόσχου, ἐπαγγέλλου

upsilon

765

ὑποσχεῖν· ὑποβαλεῖν, δοῦναι

upsilon

766

ὑποσχέσεις· ἐπαγγελίαι

upsilon

767

ὑπόσχωμαι· ὑποβάλωμαι, ἐπαγγέλλωμαι

upsilon

768

ὑποσχών· τὰ αὐτά
1[ὑποτάβλων· ὑπεξουσίαν]

upsilon

769

ὑποτέτροφεν· ὑπέτροφεν

upsilon

770

ὑποτίθεται· συμβουλεύει

upsilon

771

ὑποτιμήσεως· προφάσεως

upsilon

772

ὑποτίτθια· θηλάζοντα, γαλουχούμενα παιδία

upsilon

773

ὑποτονθορύζει· γογγύζει

upsilon

774

ὑποτοπάσαι· ὑπολαβεῖν, ὑπονοεῖν

upsilon

775

ὑποτοπήσομεν· ὑπονοήσομεν

upsilon

776

ὑποτρέχοντες· ὑπεισερχόμενοι, σπεύδοντες

upsilon

777

ὑπότριμμα· ἐκ φοίνικος καὶ μέλιτος καὶ κυμίνου καὶ ἄλλων τινῶν ἀρτυμάτων ἔργον

upsilon

778

ὑποτρύζει· ὑποβάλλει. ὑποψιθυρίζει. γογγύζει

upsilon

779

*ὑπότροπον· ὑπεστροφότα, ἐπανελθόντα ἐκ δευτέρου217 in vol. 4

upsilon

780

*ὑπότροπος· ἐξ ὑποστροφῆς

upsilon

781

ὕπουλος· ὕποπτος, δόλιος, ὑποκριτής, ὀλέθριος, ἀσυμφανής. Ὕπο)λα δὲ λέγεται τὰ μὴ φανερὰ τῶν ὀφθαλμῶν ἕλκη

upsilon

782

ὑπουργεῖ· ὑπηρετεῖ

upsilon

783

ὕπουρα· ὑπὸ τὰ ὄρη

upsilon

784

ὑποφαίνει· φανεροῖ, δεικνύει

upsilon

785

ὑποφαίσεις· εἰς θεωρίας

upsilon

786

ὑποφέρει· ὑπομένει

upsilon

787

ὑποφέρονται· ὑποβάλλονται

upsilon

788

ὑποφῆται· μάντεις, προφῆται, ἱερεῖς, διερμηνευταί, χρησμολόγοι

upsilon

789

ὑποφήτορες· ὑποτεταγμένοι

upsilon

790

ὑποφθάς· προφθάσας

upsilon

791

ὑποφθαμένη· προφθάσασα

upsilon

792

ὑπόφορος· ὑπὸ τέλος, [ὑπὸ κῖνσον] ὑπεύθυνος

upsilon

793

ὑποφωνῆσαι· ὑποδεῖξαι

upsilon

794

Ὑποχαλκίς· ἡ ὑπὸ Ὁμήρου Χαλκὶς διὰ τὸ κεῖσθαι ὑπό τι ὄρος

upsilon

795

ὑπώπια· τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδήματα. ἀπὸ μέρους δὲ ὅλην τὴν ὄψιν δηλοῖ. καὶ τὰ πελιώματα

upsilon

796

ὑπωπίς· ἡ θαψία

upsilon

797

ὑπώρα· τὸ κάτω μέρος τοῦ ὄρους

upsilon

798

ὑπωρόφιον· ὑπόστεγον

upsilon

799

[ὑπῶς· ἀρτίως]

upsilon

800

[ὑρεῖ· φοβεῖται]

upsilon

801

ὑράξ· μίγδην, ἀναμίξ

upsilon

802

ὑρειγαλέον· διεῤῥωγός

upsilon

803

Ὑρία· πόλις Βοιωτίας

upsilon

804

ὑριατόμος· ὁ τὰ κηρία τέμνων τῶν μελισσῶν

upsilon

805

ὕριγγα· πτύον. Σαλαμίνιοι

upsilon

806

ὑρίσιδα· σπυρίδιον, σπυρίς

upsilon

807

ὑρισ]ός· φορμός218 in vol. 4

upsilon

808

Ὑρμίνη· πόλις

upsilon

809

ὕρον· σμῆνος. Κρῆτες. ἥσυχον

upsilon

810

Ὑῤῥάδιος· ἀπό τινος τῶν προγόνων, ἄδοξος, ἢ εἰκαῖος. ῎Υῤῥα παιδίον

upsilon

811

ὕῤῥαχα· πρίσχη

upsilon

812

ὑῤῥώφθαι· φληναφᾶν

upsilon

813

ὑρτακός· ὄστρεον

upsilon

814

ὑρτάνα· ἀπομάχυτρας

upsilon

815

ὑρτήρ· πλυνεύς

upsilon

816

ὔρχας· ἄμφωτον κεράμιον, καὶ βικῶδες τὸ εἶδος

upsilon

817

ὔρχη· ἐφ’ ἧς τὰ φορτία φέρουσιν οἱ ναῦται

upsilon

818

ς· χοῖρος, ἢ σῦς. καὶ ἰχθῦς

upsilon

819

ς· ἀλείφαβοῦς· οἱ γὰρ Σκύθαι ἀλείμ(μ)ατι χρῶνται ὑείῳ καὶ μο‐ σχ(ε)ίῳ στέατι

upsilon

820

ὕσας· βρέξας

upsilon

821

ὕσγινον· βάμ(μ)α τι

upsilon

822

ὔσδοι· ὄζοι, κλάδοι

upsilon

823

ὗσαι· βρέξαι

upsilon

824

ὕσειμι· ἐκεῖ βαδίζω219 in vol. 4

upsilon

825

ὗς ἐκώμασα· παροιμία ἐπὶ τῶν ἀκόσμως τι ποιούντων

upsilon

826

ὑσθλός· σαλός, φλύαρος

upsilon

827

ὕσκλοι· ἀγκύλαι, βρόχοι, οὓς ἡμεῖς ὕσκλους τῶν ὑποδημάτων καὶ τὰς λέγνας τῶν ἱματίων

upsilon

828

*ὑσκυθά· ὑὸς ἀφόδευμα

upsilon

829

*ὑσκίνιοι· ὑσκάνιοι

upsilon

830

ὑσμῆθες· οὐσίαι

upsilon

831

ὑσμίνας· μάχας

upsilon

832

ὑσμίνη· μάχη. παράταξις. ταραχή. σύνοδος

upsilon

833

ὑσόν· τὸ ὅσον. βοὸς σὺν ἀρότρῳ συνανα(σ)τροφή

upsilon

834

ὕσπληξ· βαλβίς. μύωψ, ὁ πλήσσων τοὺς βόας. καὶ παγὶς λύκων

upsilon

835

ὕσπληγα· τὸ ῥόπτρον. [τῆς σφραγῖδος

upsilon

836

ὕσπληγξ· ἄφεσις, ἀφετηρία. πάγη. [πάσσαλος, καὶ ὁ κεράτινος κρίκος]

upsilon

837

ὑσπολεῖν· συβωτεῖν

upsilon

838

ὕσσακος· ὑστακός220 in vol. 4

upsilon

839

ὕσταξ· πάσσαλος κεράτινος

upsilon

840

Ὑσσέλινον· τὸ νῦν Ἀραχναῖον ὄρος ἐν Ἄργει καλούμενον

upsilon

841

ὕσ)ωπος· βοτάνη σμήχουσα

upsilon

842

ὑστάδα· ἡ δασεῖα ἄμπελος

upsilon

843

ὑστακητεῖ· φενακίζει

upsilon

844

[ὑσταλωπιᾷ· νυστάζει]

upsilon

845

ὑστάς· πλαστὰς ἀμπέλων

upsilon

846

ὕστατα· ἔσχατα

upsilon

847

ὕστατον· ἐσχάτιον, τελευταῖον

upsilon

848

ὑστέρα· μήτρα

upsilon

849

ὑστεροβουλία· μετάνοια, μετάμελος, ἡ ἐσχάτη βουλή

upsilon

850

ὕστερον· ἧσσον, ἧττον, ἔσχατον

upsilon

851

ὑστερόπους· ὕστερον ἐρχόμενος

upsilon

852

ὑστερόποτμος· ᾧ ζῶντι ὁ τάφος ὡς τεθνηκότι γέγονεν. ἄλλοι τὸν δεύτερον γάμον

upsilon

853

ὑστιακκός· ποτήριον ποιόν. Ἰταλιῶται

upsilon

854

ὑστρία· κωλεός

upsilon

855

ὕστριξ· [ζῶον ὀστρακόδερμον, ἐνάλιον, βρώσιμον

upsilon

856

ὑστριχίς· μάστιξ πεπλεγμένη ἐξ ὑείων τριχῶν

upsilon

857

ὕστρος· γαστήρ

upsilon

858

ὗς ὑπὸ ῥόπαλον δραμεῖται· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλε‐ θρον ἐμβαλ(λ)όντων

upsilon

859

ὑσωπίς· ἡ σάμψυχος

upsilon

860

ὑτθόν· τὸ πυρίεφθον

upsilon

861

ὕφα)μον· αἱματῶδες

upsilon

862

*ὑφαίνει· κατασκευάζει

upsilon

863

ὑφαίαρ· τὸ ἐπιφυόμενον ταῖς πεύκαις καὶ ἐλάταις

upsilon

864

ὑφαίρεσις· μείωσις, στέρησις

upsilon

865

[ὑφαγωρή· μεγαληγόρως]

upsilon

866

ὑφαῖς· ἡ ὤα, λῶμα. φυλακή

upsilon

867

ὑφαιρέτρια· μαῖα221 in vol. 4

upsilon

868

ὑφάλοις· τοῖς ὑποκάτω τῆς θαλάσσης ....

upsilon

869

ὕφαλος φάτις· ἡ κρύφα ......

upsilon

870

ὑφαιρῶ· μειῶ

upsilon

871

ὕφασμα· ἱστός τις

upsilon

872

[ὑφαύχην· μεγαλαύχην]

upsilon

873

ὑφιείς· ὑπενδούς

upsilon

874

ὑφ]ίενται· παρομολογοῦσιν

upsilon

875

ὑφειμένος· ἐνδεδομένος, κεχαλασμένος, ἠλαττωμένος

upsilon

876

(*)ὑφαίνει· ἐμπρῆσαι. ὑφᾶται. Ἀμερίας

upsilon

877

ὑφεῖτο· ὑπεβάλλετο

upsilon

878

ὕφεκτον· ὁ λέβης

upsilon

879

ὑφέλκεται· προτρέπεται

upsilon

880

ὑφέν· ἅμα, ὁμοῦ. καὶ πάθος προσῳδιῶν

upsilon

881

ὑφέντες· χαλάσαντες. ὑφελόντες

upsilon

882

ὑφείλατο· ἐπῇρεν, ἐκούφισεν

upsilon

883

ὑφεξαίρειν· ὑφαιρεῖν, ἐπαίρειν

upsilon

884

ὑφεξαιρομένου· ἐπαιρομένου

upsilon

885

ὑφέξει· παραστήσει

upsilon

886

ὑφέξελε· ἔπαρον

upsilon

887

ὑφέξω· δώσω

upsilon

888

ὑφέσει· ὑποκαταβάσει

upsilon

889

ὕφεσις· ὑπένδοσις, ταπείνωσις, ἐλάττωσις, χάλασις

upsilon

890

ὑφεσμούς· συμποδισμούς

upsilon

891

ὑφεστάναι· εἶναι, ὑπάρχειν

upsilon

892

ὑφεστώς· ὀχετός

upsilon

893

ὑφεστώς· ἐνυπόστατος, ὑποκείμενος

upsilon

894

ὑφεττόν· ὑπομονητόν

upsilon

895

ὑφήγησις· ἐξήγησις

upsilon

896

ὑφήμενος· καθήμενος, ταπεινός

upsilon

897

ὑφῆναι· κατασκευάσαι

upsilon

898

ὑφηνίοχος· ἡνίοχος

upsilon

899

ὑφιεμένον· ἐνδεδομένον, τεταπεινωμένον222 in vol. 4

upsilon

900

ὑφιζάνει· ἐλαττοῦται, ὑποκάθηται, ὑφίεται

upsilon

901

ὑφιζάνοντι· ὑποκαθημένῳ

upsilon

902

ὑφίησιν· ὑποχαλᾶ[ν], ἐλαττοῖ[ν], μειοῖ[ν]

upsilon

903

ὑφιστάς· ὑποτιθείς

upsilon

904

ὑφίσταται· ὑπομένει

upsilon

905

[ὑφιμένως· ἐνδεδομένως]

upsilon

906

*ὑφορᾷ· φοβεῖται

upsilon

907

*ὑφόριον· ὕποπτον

upsilon

908

ὑφόλμιον· μέρος τι τοῦ αὐλοῦ πρὸς τῷ στόματι, ἢ αἱ γλωττίδες. καὶ ὑπόθεμά τι

upsilon

909

ὑφόρ(μιον)· χρυσοῦν κοσμάριον

upsilon

910

ὑφορώμενος· ὑποβλεπόμενος, φοβούμενος, ὑπονοῶν

upsilon

911

ὑφόωσι[ο]ν· ὑφαίνουσιν

upsilon

912

ὕφυδρ[ο]ον· ὑποβρύχιον

upsilon

913

φ’ οὗ· παρ’ οὗ

upsilon

914

φᾧ· ἐν ᾧ

upsilon

915

φ’ ὧν· ὑπὸ τῶν

upsilon

916

*ὑφοραθείην· φοβηθείην

upsilon

917

*ὑφορᾶσθαι· διανοεῖσθαι

upsilon

918

*ὑφορώμενον· τὰ αὐτά

upsilon

919

ὕχιος· νύξ

upsilon

920

ὑψαγορεῖ· μεγαληγορεῖ

upsilon

921

ὑψαύχενες· γαῦροι. ἢ ὑπερήφανοι

upsilon

922

ὑψαυχεῖν· μεγαλαυχεῖν

upsilon

923

ὑψεῖται· τραπεζῖται ἀργυρίου

upsilon

924

[ὑψηβρεμέτης· ὁ ἐν ὕψει βροντῶν]

upsilon

925

ὑψηγορία· ὑπερηφανία

upsilon

926

ὑψηρεφές· ἐν ὕψει τὸν ὄροφον ἔχον, ἢ ὑψηλὴν ὀροφήν. ἐξ οὗ τὸ μέγα καὶ ὑψηλὸν δηλοῖ

upsilon

927

ὑψηλόν· μέγα

upsilon

928

ὑψητησινίο· ὑψηλῆς, μεγάλης

upsilon

929

ὑψηχέες ἵπποι· ἀπὸ τοῦ εἰς ὕψος ἔχειν τοὺς τραχήλους, οἷον ὑψαύχενες, ἢ μεγαλόφωνοι

upsilon

930

ψ..μετέωρον· ἄνω. ὑψηλοῦ

upsilon

931

ὑψιβάμονος· ἐν ὕψει βαίνοντος

upsilon

932

ὑψίζυγος· ὑψηλὴν ἔχων τὴν καθέδραν223 in vol. 4

upsilon

933

ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν· μετέωρον αὐτὴν ἐπὶ ἀγκυρῶν ὁρ‐ μίσσομεν

upsilon

934

ὑψικέραυνος· [ἡ διάπυρος πληγή

upsilon

935

ὑψικόλωνον· τραχεῖαν. ὑψηλήν

upsilon

936

ὑψίκομος· φοίνιξ. καὶ ὁ ἄνω τὰς τρίχας ἔχων

upsilon

937

ὑψιμέδων· ἐν ὕψει βασιλεύων

upsilon

938

ὕψιον· μεῖζον. μετέωρον

upsilon

939

ὑψιπέτηλον· ὑψηλόν, μακρόν

upsilon

940

ὑψιπέτης· εἰς ὕψος πετόμενος

upsilon

941

ὑψιπόρους· δι’ ὕψους τρέχοντας

upsilon

942

ὑψίπυλον· ὑψηλὰς πύλας ἔχον

upsilon

943

[ὑψιρεφές· ζτʹ ὕψη]

upsilon

944

[ὑψίροφον· ὁμοίως]

upsilon

945

ὑψίστολοι· οἱ ἄνω ἐσταλμένοι τοὺς χιτῶνας

upsilon

946

ὑψιτελέες· ταχιτῶνες. ζτʹ

upsilon

947

ὕψιστον· ὑψηλότατον

upsilon

948

ὑψιτένων· ὑψαύχην, ὑψηλὸς τῷ φρονήματι

upsilon

949

ὑψιφοίτης· ὑψηλοπόρος

upsilon

950

[ὑψιχέες· ὑψαύχενες]

upsilon

951

ὑψόθι· ἄνωθι

upsilon

952

ὑψόσε· εἰς ὕψος

upsilon

953

ὑψόροφον· ὑψηλόν, μέγα

upsilon

954

ὑψοῦ· ἄνω ἐν ὕψει

upsilon

955

ὑψοῦ διᾴττει· εἰς ὕψος ὁρμᾷ

upsilon

956

ω· βρέχω

upsilon

957

*ὑωλυνύων· μολύνων

upsilon

958

ὑωδία· ἀηδία. φυρμὸς ἐν βορβόρῳ

upsilon

959

ὑωδίνων· φύρων. βορβορῶν. μολύνων

upsilon

960

ὕων· βρέχων, ὑγραίνων

upsilon

961

*ὑψιστάριος· αἵρεσις, ὥς φασι, τῶν τὸν ὕψιστον σεβομένων224 in vol. 4

phi

1

Φᾶ· εἰπέ, λέγε

phi

2

φᾶν· λέγειν

phi

3

φάανθεν· ἐφάνησαν

phi

4

φαάνθη· ἐφάνη

phi

5

φαάντερον· λαμπρότερον

phi

6

φάβα· μέγας φόβος. καὶ τὸ σύνηθες. ὄσπριον

phi

7

φαβοτύπος· εἶδος ἱέρακος, καὶ περιστερᾶς ἀγρίας σπερμοφάγου

phi

8

φαβοκτόνος· ἱερακοκτόνος

phi

9

Φαβρίς· νησίδιον πρὸ τῆς Ἀττικῆς

phi

10

φαγανθρώπων· ἀκαθάρτων

phi

11

φάγαινα· φαγέδαινα νόσος ..... ἑλκῶδες νεμόμενον

phi

12

φαγέσωρ]ον· πολυφάγον

phi

13

φάγιλος· ἀμνός

phi

14

φαγλαός· χείμαῤῥος

phi

15

φαγόνες· σιαγόνες, γνάθοι

phi

16

φάγυλοι· μαστοί. μάρσιπποι

phi

17

φάγωρος· ἰχθῦς ποιός

phi

18

φαδάσαι· γνάψαι

phi

19

φάεα· ὀφθαλμοί225 in vol. 4

phi

20

φαέθει· καίει, λάμπει, φαίνει

phi

21

φαέθοντα· ἐπιφανῆ, λάμποντα

phi

22

φα(έ)θοντα· τόκον ἐπιφανῆ καὶ καταπληκτικὸν τῇ προσόψει

phi

23

φαέθων· φαίνων, λάμπων

phi

24

φαεινή· λαμπρά, φαιδρά

phi

25

φάεν· ἐπέστειλεν

phi

26

[φαένθεν· ἐφάνησαν]

phi

27

φαεινόν· λαμπρόν, φαιδρόν, ὡραῖον

phi

28

φαέσασθαι· ἰδεῖν, μαθεῖν

phi

29

φαεσίμβροτος· ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη. καὶ ἥλιος

phi

30

φαεσφόρος· γνώσει φωτίζων, καὶ ὁ τὸ φῶς παρέχων

phi

31

[φαζακηνίαις· δειλίαις]

phi

32

φαζάλη· πάθος σωματικόν, ὃ γίνεται τοῖς ἐρυθρὰν θάλασσαν πλέου‐ σιν

phi

33

φάηκες· ὀφθαλμοί

phi

34

φάθι· εἰπέ

phi

35

φαῖ· δῆμος

phi

36

Φαίακες· ἔθνος

phi

37

Φαιάκων· αὐτὰ τὰ ἔθνη

phi

38

φαίδει· ὄψει

phi

39

Φαίδιμος· ὄνομα κύριον. ἢ λαμπρός. κατὰ ψυχὴν ἰσχυρός. ἐπίσημος. σπουδαῖος

phi

40

φαιδρός· καθαρός. γεγηθώς. φανερός

phi

41

φαιδρυντής· ὁ τὸ ἕδος τοῦ θεοῦ θεραπεύων

phi

42

φαιδρωπόν· χάριεν τὸ πρόσωπον

phi

43

φαῖεν ἂν· [φαίειν ἄν,] εἴποιεν ἄν

phi

44

φαί(η)· εἴ(ποι)

phi

45

φαί(ην)· εἴποιμι

phi

46

φαίην ἄν· εἴποιμι ἄν

phi

47

φαίκανον· πήγανον

phi

48

φαικάσιον· ὑποδήματος εἶδος γεωργικοῦ226 in vol. 4

phi

49

[φαίκελον· φορτίον]

phi

50

φαικόν· ἐλαφρόν. ἰταμόν. κοῦφον. λαμπρόν

phi

51

φαικῷ· ἐνεργῷ, ἀκμάζοντι, ἀπὸ τοῦ φαίνειν οἷον λαμπρόν

phi

52

φαικῶς· λαμπρῶς. ἢ λίαν, καὶ τὰ ὅμοια

phi

53

[φαιλόνης· εἰλητάριον μεμβράϊ(ν)ον. ἢ γλωσσόκομον]

phi

54

φαῖμεν· εἴποιμεν. ὑπολάβοιμεν

phi

55

[φαινακίζει· πλανᾷ, ἀπατᾷ, χλευάζει

phi

56

φαινακισθείς· ἀπατηθείς

phi

57

φαινακισμός· τὰ ὅμοια]

phi

58

φαίνει· λάμπει, φαντάζει

phi

59

φαίνεται· δοκεῖ. καὶ ὅμοια

phi

60

φαινόλα· τὸ ὕφασμα οὕτως ‚ἔχουσα καινὰν φαινόλαν‛

phi

61

φαινόλις· λαμπρά, φωσφόρος

phi

62

[φαινόν· φωτεινόν]

phi

63

Φαινύλιος· ὄνομα ἥρωος

phi

64

φαίνων· δεικνύων, δηλῶν

phi

65

φαιόν· μέλαν

phi

66

φαιούς· ἄρτους ῥυπαρούς

phi

67

φαιρίδδειν· σφαιρίζειν

phi

68

φαιρωτήρ· (σ)κύτος

phi

69

Φαιστός· πόλις Κρήτης

phi

70

φάκελον· φορτίον εὐάλωτον

phi

71

φακέλους· φόρτους

phi

72

φάκελοι· ὁμοίως

phi

73

φακός· βρύον τὸ ἐν τῇ λίμνῃ. καὶ μέλασμά τι ἐν τῇ ὄψει. καὶ μέρος τοῦ χαλινοῦ. καὶ ἡ λεπτὴ τῆς μεταλλικῆς λίθου. καὶ ἰατρικὸν σκεῦος

phi

74

φάκται· ληνοί, σιπύαι, πύελοι

phi

75

*Φακεέ· διάνοιξις

phi

76

*φρακτεῖν· φράττειν. Φρακτός γὰρ ὁ φραγμός. καὶ τὸ μέτρον
φάκτον227 in vol. 4

phi

77

φάλαγγες· πολεμικαὶ τάξεις, ἀπὸ τοῦ πέλας ἀλλήλων εἶναι. καὶ τὰ τῶν δακτύλων ἄρθρα. καὶ νεῶν ὑπερείσματα

phi

78

φαλάγγια· στρογγύλα ξύλα καὶ σύμμετρα. Ἀττικοὶ δὲ κόρακας

phi

79

*φαλαγγηδόν· κατὰ τάξεις

phi

80

φάλα)ξ· ζῶον παραπλήσιον ἀράχνῃ, ὃ δὴ καὶ αὐτὸ ὑφαίνειν δοκεῖ

phi

81

φαλάγγωμα· πομπή τις ἐν τοῖς Διονυσίοις

phi

82

φαλαγγῶσα· τεθηριωμένη, ἠρεθισμένη

phi

83

φάλαγξ· πολεμιστῶν παράταξις

phi

84

φάλαι· ὅρα, σκόπει

phi

85

*φαλαγγοστορύναι· ὄργανα πολεμικά

phi

86

Φαλάκραι· τόπος τῆς Ἴδης, καὶ νύμφαι .......

phi

87

Φαλάκρας· ἄκρας τῆς Εὐβοίας

phi

88

Φάλακρον· ἀκρωτήριον Ἴδης

phi

89

[φαλακτόνοιο· εἶδος ἱέρακος]

phi

90

φαλάνθη· ἐριουργός

phi

91

φάλανθον· πολιόν. καὶ ἡ Νέστορος κάρα. οἱ δὲ φαλακρόν

phi

92

*φάλα· ἡ μικρὰ κάρα

phi

93

φάλαρα· ἀστραγαλίσκος ὁ ἐπὶ τῆς περικεφαλαίας, καὶ παραγναθίδες. χαλινοί, ἢ ἱπποκόσμια

phi

94

[Φαλαρεῖς· δῆμος τῆς Αἰαντίδος φυλῆς]

phi

95

[φαλάρικα· εἶδος λόγχης]

phi

96

φαλαρόν· λευκόν

phi

97

φαλαρός· φαλιός, φαλακρός, λευκομέτωπος, λευκός, καὶ φαλέον

phi

98

φαλεριαῶ· πέφρικα

phi

99

φάληρα· λευκά. ἀφρίζοντα, φρίσσοντα

phi

100

Φαληρεύς· πολίτης

phi

101

Φαληρικαί· αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς

phi

102

φαληριόωντα· λευκανθίζοντα, ἢ λευκαινόμενα228 in vol. 4

phi

103

φαληρίς· ὄρνις λιμναῖος. καὶ τὸ .......

phi

104

Φάλης· δερμάτινον καὶ ἀνδρεῖον

phi

105

φαλίζει· θέλει

phi

106

φαλικρόν· ἄκρατον

phi

107

φαλιόν· [λαμπρόν]

phi

108

*φαλίς· κάνναβις

phi

109

φαλιόπουν· λευκόπουν. Φαλ]ιοὶ ταῦροι· λευκομέτωποι

phi

110

φαλίπτει· μωραίνει

phi

111

φαλίσσεται· λευκαίνεται. ἀφρίζει

phi

112

φάλκη· ὁ τῆς κόμης αὐχμός. ἢ νυκτερίς

phi

113

φάλι· φάλ(λ)αιναι

phi

114

*φαρισαῖος· ἀφωρισμένος, μεμερισμένος, καθαρός

phi

115

*φαλλός· τὸ ξύλινον αἰδοῖον ἀνδρικόν

phi

116

*Φαραά· διασκεδασμός. ἢ νόσος

phi

117

φάλ)αινα· ἡ ἐν τῇ κεφαλῇ θρίξ. καὶ ἰχθῦς κητώδης

phi

118

[φάλλα· ἄκρα τῆς Εὐβοίας]

phi

119

φάλλη· ἡ πετομένη ψυχή

phi

120

φα)λικά· ᾠδὴ πεποιημένη εἰς τὸν Διόνυσον, τοῦ φαλ(λ)οῦ ἀγομένου

phi

121

φαλλικόν· ὄρχημά τι. οἱ δὲ μέλος. ἄλλοι ᾠδὴν αὐτοσχέδιον ἐπὶ τῷ φαλ(λ)ῷ ᾀδομένην

phi

122

φαλ]ός· λευκός. ἢ βόλος. καὶ [τὸ] φαλ[λ]ὸν τὸν ἐμμανῆ

phi

123

[φαλλοαί· πέφρικεν]229 in vol. 4

phi

124

φαλόν· τὸ στερεὸν κύκλωμα τοῦ στέρνου. οἱ δὲ τὸν μωρόν

phi

125

φάλος· ὁ λόφος τῆς περικεφαλαίας. καὶ τρυφάλεια ἡ τρεῖς κεφα‐ λὰς ἔχουσα. ἔνιοι λευκὸς ἧλος. ἄλλοι ψελλός. ἄλλοι κωφός

phi

126

φαλύγματα· ὑγράσματα

phi

127

φαλύνει· λαμπρύνει

phi

128

φαλύσσεται· καταῤῥήσσει. περιέρχεται

phi

129

φαλωθείς· παρατραπείς

phi

130

φάμαν· φήμην

phi

131

φαμάξαι· φάσεις

phi

132

[φαμένων· τετελευτηκότων

phi

133

φαμελία· ὁμόδουλ]

phi

134

*φαμέν· λέγομεν

phi

135

*φάμενος· εἰπών

phi

136

*φάμην· εἶπον

phi

137

φάμμη· ἄλφιτα

phi

138

φαμμάστρια· τὰ ψαιστά. καὶ ἑορτή τις

phi

139

φᾶν· [ὑπέλαβον] λέγειν

phi

140

φάναι· εἰπεῖν

phi

141

Φαναῖος· Ἀπόλλων. Ἀχαιὸς Ὀμφάλῃ. παρὰ Χίοις οὕτω λέγεται

phi

142

φανᾶν· θέλειν

phi

143

φάναοι· ἄρνες

phi

144

φάνας· [ἐκλάμψας, ἢ] τὰς ἐκλάμψεις

phi

145

φανόν· τὸ φαινόμενον, φωτεινὸν καὶ λαμπρόν. Ἀττικοὶ δὲ λυχνοῦ‐ χον ἐκάλουν, ὃ ἡμεῖς νῦν φανόν

phi

146

φάντα· λάμποντα

phi

147

φαντάζομαι· συκοφαντοῦμαι230 in vol. 4

phi

148

φαντάζου δόμων .....· φαίνου

phi

149

φαντάσας· δείξας

phi

150

φαντασία· τὸ μὴ ὂν ἀληθές, ἀλλὰ σχήματι

phi

151

φάντι· εἰπόντι

phi

152

φαντίζοιτο· φαίνοιτο

phi

153

φάντος· εἰπόντος. [ἢ πλάτανος φανωτάτη, περιφανής, λαμπρά

phi

154

[φανοτάτη· φωτεινοτάτη

phi

155

φαορκίς· τρυγίς]

phi

156

φάος· φώς, ὄρθρου ἀνατολή

phi

157

φάος ἠελίοιο· ἡ αὐγή

phi

158

Φάπην· τὴν Παφίην

phi

159

φαραγγαῖον· τῆς φαρέτρας τὸ κάλυμμα

phi

160

φάραγξ· τάφρος, κοίλωμα

phi

161

φάραγξι· κοιλάσι

phi

162

φάραι· ὑφαίνειν, πλέκειν

phi

163

φαραιδάκη· μυρίκη

phi

164

φάργμα· φραγμός

phi

165

φαρέτρα· βελοθήκη

phi

166

φαρετρεών· τοξότης

phi

167

φάρη· ἱμάτια. νεφέλαι

phi

168

φαρικόν· φάρμακον σύνθετον θανάσιμον

phi

169

φάριον· τὸ(ν) ἐρεοῦν ......

phi

170

Φᾶρις· ὄνομα πόλεως

phi

171

φαρκάζει· κλέπτει

phi

172

φαρκιδούμενοι· στυγνάζοντες231 in vol. 4

phi

173

φαρκίς· ῥυτὶς ἡ ἐκ τοῦ γήρους γινομένη. ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦ‐ σα. [ἢ στολίς

phi

174

Φαρκίδων· ῥυτίδων. ἢ πόλις

phi

175

φάρκες· νεοσσοί

phi

176

φάρκτου· φυλακὴν σκεύαζε

phi

177

φάρμακα· βοτάναι. χρώματα. καὶ πᾶσα πόα

phi

178

φαρμακεύεται· σκευάζεται, ἀρτύεται

phi

179

φαρμακίτης· ἀδ[δ]ηφάγος

phi

180

φαρμακίς· ἐπὶ γυναικὸς φαρμακίδος. καὶ εἶδος φαρμάκου. ἢ ἀκρίς

phi

181

φαρμακοί· καθαρτήριοι. περικαθαίροντες τὰς πόλεις, ἀνὴρ καὶ γυνή

phi

182

φαρμακή· ἡ χύτρα, ἣν ἡτοίμαζον τοῖς καθαίρουσι τὰς πόλεις

phi

183

φάρμακον· ἡ ὑποστάθμη. ἄλλοι σύνθεσις ᾗ κηδεύουσι τὰ ἱερὰ τῶν ζώων

phi

184

φαρμακῶνες· τὰ βαφεῖα, διὰ τὸ τὰ βάμματα φάρμακα καλεῖσθαι

phi

185

φαρμάξαι· ὀξῦναι. βάψαι

phi

186

φαρμάξασα· ἀπατήσασα

phi

187

φαρμάσσει· [φαρμακεύεται,] θεραπεύει, φαρμακεύει

phi

188

φαρμάσσων· βάπτων. στομῶν, στομοποιῶν. φαρμακεύων

phi

189

φαρματτόμενος· κολακευόμενος. ἀλειφόμενος

phi

190

Φάρος· ἱμάτιον, περιβόλαιον. ἀκρωτήριον καὶ νῆσος ἐν Αἰγύπτῳ

phi

190a

φάρος στέλν· τὸ περιβόλαιον στέλ(λ)ων, ἢ τὸ ἅρμενον

phi

191

φαροῦν· ἀροτριᾶν

phi

192

φάρσος· τρύφος, κλάσμα. πτερύγιον. [ἀκρωτήριον]

phi

193

φαρύγεθρον· ὁ κατὰ τὰ παρίσ(θ)μια τόπος

phi

194

φαρυγίνδην· ἀντὶ τοῦ (κατὰ) γαστριμαργίαν

phi

195

φάρυγξ· λάρυγξ, βρό(γ)χος, στόμα232 in vol. 4

phi

196

φαρυμός· τολμηρός, θρασύς

phi

197

φαρβό· ὁμοίως

phi

198

φαρύνει· λαμπρύνει

phi

199

φαρῶσαι· ἀρόσαι, νεῶσαι. λαμπρῦν[θῆν]αι

phi

200

φάς· εἰπών

phi

201

φάσακες· συκοφάνται

phi

202

*φάσγανον· ξίφος, παρὰ τὸ φάσαι, ὅ ἐστιν ἀνελεῖν

phi

203

φασγάνεται· ξίφει ἀναιρεῖται

phi

204

φασγανιῶσαν· ἐξιφισμένην

phi

205

φασγανίων· ἐξιφισμένων

phi

206

φάσεις· ἐγκλήματα, συκοφαντίαι. ἢ ἐνυπνίων ὄψεις. λόγοι. φῆμαι

phi

207

φάσθαι· λέγειν

phi

208

Φασιανοί· ὄρνεις ποιοί. οἱ δὲ τοὺς Ποντικούς φασιν

phi

209

Φᾶσις· ποταμὸς Κόλχων

phi

210

φασκάδες· ὄρνεις ποιοί

phi

211

*φασί· λέγουσι

phi

212

φάσκει· λέγει

phi

213

φάσκοντα· λέγοντα

phi

214

φάσκος· τὸ ἐπὶ τῶν δρυῶν γενόμενον

phi

215

φασκώλιον· βαλάντιον δερμάτινον. Φάσκωλος δὲ τὸ μέγα, εἰς ὁ τὰ ἱμάτια ἐμβάλλεται

phi

216

*φάσκω· λέγω

phi

217

φάσμα· φάντασμα. σημεῖον, τέρας

phi

218

φασσοφόνῳ· τῷ τὰς φάσσας φονεύοντι. ἔστι δὲ εἶδος περιστερᾶς ὑπὸ τὴν τρυγόνα

phi

219

φάτε· εἴπατε

phi

220

φατέ· λέγετε

phi

221

φατίζει· λέγει. χωρίζει

phi

222

φατιρίς· εἶδος ὀρχήσεως

phi

223

φάτης· ψεύστης233 in vol. 4

phi

224

φάτις· φήμη. δόξα. λόγος. κλῃδών

phi

225

φάτνη· καὶ ἡ τράπεζα, καὶ ἡ τῶν κτηνῶν, καὶ εἴτι τῶν τοιούτων

phi

226

φατνώματα· σανιδώματα

phi

227

φατνωτῶν· σανιδωτῶν

phi

228

φάτο· εἶπε. διενοήθη, ὑπέλαβεν

phi

229

φατοί· τεθνεῶτες. ῥητοί

phi

230

φατός· ὁμοίως

phi

231

φατόν· τεθνηκός. ῥητόν

phi

232

φατός· στοίβη. φήμη

phi

233

φᾶτραι· σύστημα

phi

234

φατρία· σύνταγμα, σύστημα

phi

235

φάτριν· τόπον ὕπαιθρον, ἐρείπιον, φάνα

phi

236

φατῶσαν· γνῶθι

phi

237

Φαῦδα(ι)· γένη Σκύθαι

phi

238

φαύειν· ποιεῖν .....

phi

239

φαύζειν· φρύγειν

phi

240

φαῦλα· κακά. δόλια. εὐτελῆ

phi

241

φαυλία· εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας

phi

242

φαύλια· μῆλα τὰ μεγάλα

phi

243

[φαύλιον· ἁδρόν, καλόν]

phi

244

φαύλιξ· ὀρθός

phi

245

Φαῦνος· Ἰταλικὸς θεός

phi

246

φαυλίστρια· ἡ καταγελῶσα

phi

247

φαῦλον· ἁδρόν, καλόν, εὐειδές, μέγα. μοχθηρόν. ἀραιόν. παληλθιτόν

phi

248

φαῦλος· κακός, δόλιος, χαλεπός. εὐτελής, ἁπλοῦς. καταγέλαστος

phi

249

φαύλως· ὁλοσχερῶς, καὶ τὰ ὅμοια

phi

250

φαῦνος· φαίνων αὑτόν

phi

251

φαυόν· ἀκανθῶδες φυτόν

phi

252

φαυόφοροι· Αἰολεῖς, ἱέρειαι234 in vol. 4

phi

253

φαῦρος· κοῦφος

phi

254

φαύσιγγες· αἱ ἐν ταῖς πτέρναις γινόμεναι ῥαγάδες. ἔνιοι τὰς ἀπὸ τοῦ πυρὸς ἐν ταῖς κνήμαις καὶ τοῖς σκέλεσι γινομένας φλυκταίνας. δηλοῦσι δὲ καὶ αὐγὰς καὶ ἀκτῖνας. ἄλλοι δὲ αἱμοῤῥοΐδας καὶ φλυκταί‐ νας καὶ λαμπηδόνας

phi

255

φαῦσις· φῶς, φέγγος, φωταυγία

phi

256

φαῦσμα· σπλάγχνα ἐκ σίτων πεποιημένα. καὶ αἱ ἀπαρχαὶ τῶν πεμ‐ μάτων

phi

257

Φαῶν· εὐμόρφων, ἐγένετο ἠρέσθην

phi

258

[Φέακες· ἔθνος Φεάκων]

phi

259

φέβεσθαι· φεύγειν

phi

260

φέβομαι· φεύγω, φοβοῦμαι

phi

261

φέβοντο· ἐφοβοῦντο, ἔφευγον

phi

262

*φοβεῖ· διώκει, φεύγει

phi

263

*φοβψίς· λαμπρὸν φαίνουσα

phi

264

φέγγουσαν· λαμπρύνουσαν

phi

265

φέγγος· φῶς ἡμέρας, φέγγος σελήνης

phi

266

Φειά· πόλις Θεσσαλίας

phi

267

φειδαλφιτῆσαι· φειδωλὸν περὶ τὰ ἄλφιτα γενέσθαι

phi

268

φείδεσθαι· ἐλεεῖν

phi

269

[φειδικόμισος· ἡ διὰ μαρτύρων πίστις]

phi

270

φειδός· φειδωλός

phi

271

φειδοῦς· φειδωλίας

phi

272

φειδώ· τὸ φείδεσθαι

phi

273

φειδώλιον· δίφρος, σφέλας. χόρτος

phi

274

φειδωλός· φειδόμενος δαπάνης, σκνιφός

phi

275

Φείδων· ὄνομα κύριον235 in vol. 4

phi

276

*Φεισών· ποταμὸς παραδείσου, ὃ ἑρμηνεύεται στόμα κόρης· παρὰ δὲ Ἕλλησι Γάγ(γ)ης

phi

277

*φεῖσαι· ῥῦσαι, σῶσαι

phi

278

φελγύνει· ἀσυνετεῖ, ληρεῖ

phi

279

φελλά]τας· λίθος σκληρὸς ἀπὸ τόπου

phi

280

φελλεῦον· ἐπιπλέον

phi

281

φελλεύς· τὸ δυσεργὲς χωρίον

phi

282

φελλίνιοι· ὀροβάκχαι

phi

283

φελλίνας· κοῦφος, ἀπὸ τοῦ φελλοῦ

phi

284

φελλός· [σκληρὸς τόπος καὶ δυσεργής, καὶ ἐξ ἐπιπολῆς πετρώδης. καὶ] φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν. [τὸ δὲ αὐτὸ καὶ φελλεύς.] [καὶ τὸ τῶν βιβλίων ἔξωθεν σκέπασμα.] [καὶ ἀλαζών]

phi

285

φένακας· ἀπατεῶνας

phi

286

φέναξ· χλευαστής, ἀπατεών, ψεύστης, πλάνος

phi

287

Φενεός· [Φενέα] πόλις Ἀρκαδίας

phi

288

[φεννίδα· παιδιὰν σφαίρας]

phi

289

φεννίον· μηδικὴ ὁδός. Παμφύλιοι

phi

290

[φεννίς· εἶδος παιδιᾶς μετὰ σφαίρας]

phi

291

φέννος· θάνατος. ἐνιαυτός

phi

292

Φέραι· πόλις τῆς Ἠλείας

phi

293

Φεραία· Ἀθήνησι ξενικὴ θεός. οἱ δὲ τὴν Ἑκάτην236 in vol. 4

phi

294

φεραυγές· κατάλαμπρον

phi

295

φέρβειν· τρέφειν, βόσκειν

phi

296

φέρβεται· τρέφεται

phi

297

φέρβητας· νομεῖς

phi

298

φερβόμενος· τρεφόμενος

phi

299

[φερέγγους· φέρων τὸ βιβλίον, ἢ τῇ βίβλῳ ἐμφερομένους]

phi

300

φερέγγυος· ἀξιόπιστος, ἐγγυητής, καὶ βεβαιωτής. Ἔγγυος βέβαιος

phi

301

φερέγγυον· βέβαιον, δυνατόν

phi

302

φέρειν· λαμβάνειν. βαστάζειν. ὑπομένειν

phi

303

Φερεκλέα· τὸν Ἄδωνιν

phi

304

[φερεντάριοι· τάγμα στρατιωτικόν]

phi

305

φερέοικος· ὁ κοχλίας. ἔνιοι ζῶον ὅμοιον γα[λ]λῇ ὑπὸ δ(ρ)υσὶ καὶ ἐλάταις γινόμενον. οἱ δὲ ζῶον σφηκὸς μεῖζον

phi

306

φερέσβιος· ὁ τὰ πρὸς τὸν βίον φέρων καὶ σώζων, ἢ ζωοποιός

phi

307

φέρεσκον· ἔφερον

phi

308

Φέρητος· ὄνομα κύριον

phi

309

[φέρι· ἄγριε ἢ ἄγριαι]

phi

310

φέριστε· βέλτιστε, κράτιστε, ἐξοχώτατε, ἀγαθέ. [καλλίον. μείζον]

phi

311

φ(έ)ρμια· ἃς ἔνιοι ἀσίλλας τὰς ἐκ σχοίνων πλεκομένας, καὶ ἰχθυηρὰ ἀγγεῖα, οἷον σπυρίδια

phi

312

φερνάς· προῖκας, δῶρα νυμφικά, ἀπὸ τοῦ φέρειν φεράς, καὶ πάντα τὰ φερόμενα

phi

313

φερνή· προίξ, δῶρα νυμφικά

phi

314

φέροντο· προσεφέροντο

phi

315

φεῤῥεύει· ἀποφέρει

phi

316

Φερ)εφάττιον· τόπος ἐν ἀγορᾷ

phi

317

Φερσεφόνεια· ἡ τῆς Δήμητρος θυγάτηρ, ἡ φέρουσα τὸ ἄφενος, του‐ τέστι τὸν πλοῦτον, διὰ τὸν καρπόν, (ἢ) ἀπὸ τοῦ φέρειν ὄ(ν)ησιν

phi

318

φερτάζει· φέρει

phi

319

φέρτατος· ἀγαθώτατος

phi

320

φέρτε· φέρετε, κατὰ συγκοπήν

phi

321

*φέρτατον· κράτιστον, ἀγαθώτατον. φέριστον, βέλτιστον

phi

322

φέρτερον· κρεῖσσον, ἀπὸ τοῦ φέρειν βέλτιον237 in vol. 4

phi

323

φέρτρον· φορεῖον. καὶ ἡ τῶν νεκρῶν κλίνη

phi

324

φέρτρυς· ἆθλος. Θούριοι

phi

325

φέρων· λαμβάνων

phi

326

φερώνυμος· ἀληθεύων τῷ ὀνόματι

phi

327

φετμαῖς· ἐντολαῖς, παραγγελίαις

phi

328

φεῦ· σχετλιασμοῦ ἐπίῤῥημα

phi

329

φεύγει· ἀποδιδράσκει, ἀντὶ τοῦ εὐθύνεσθαι, ὡς καὶ φεύγειν κλοπῆς ἢ μοιχείας φαμέν

phi

330

φευκτά· φεύξιμα

phi

331

φευκταῖοι· ἀποτρόπαιοι

phi

332

φεύξεσθαι· φεύγεσθαι

phi

333

φεῦ φεῦ· ἴσον τῷ οἴμοι

phi

334

φεψάλυξ· φέψελος, σπινθήρ, ἄνθραξ

phi

335

Φηγαιεύς· δῆμος Αἰγηΐδος

phi

336

φήγινος· δρύϊνος

phi

337

φηγός· ἡ δρῦς

phi

338

φηδαινής· ἀφρενής

phi

339

[φηδῶσαι· ἀπατῆσαι. φθεῖραι, ἀπολέσαι]

phi

340

φηληκόθρεπτον· ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον

phi

341

φήληξ· ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον

phi

342

*φῆ· εἶπεν, ἔλεγεν

phi

343

φηλήτῃσι· λῃσταῖς

phi

344

φῆλον· ἀπατηλόν, ληθαργόν, κακοῦργον, ἐπίβουλον

phi

345

φηλωθείς· ἀπατηθείς

phi

346

φηλωθεῖσα· ἀπατηθεῖσα

phi

347

φηλώσωμεν· ἀντὶ τοῦ βοήσωμεν

phi

348

φήματα· ῥήματα. φάσματα

phi

349

φημασι.μεν· βοήσωμεν

phi

350

φήμη· ἀκοή, ὀνομασία

phi

351

φημί· λέγω. ὑπολαμβάνω

phi

352

φημίζεται· μαντεύεται. λέγει

phi

353

φῆμις· φήμη, κλῃδών, φωνή, λόγος238 in vol. 4

phi

354

φῆν· εἶπον, λέγων

phi

355

φήνας· δείξας

phi

356

φηνάσης· δειξάσης

phi

357

φήνη· ἀετοῦ εἶδος

phi

358

φηνόν· λαμπρόν

phi

359

φήνωσι· δείξωσι

phi

360

φῆρα· θῆρα. εἶπεν

phi

361

Φῆρες· οἱ Κένταυροι, Αἰολικῶς

phi

362

φηρία· θηρία. Αἰολεῖς

phi

363

φῆρον· ἡ τῶν ἀρχαίων θεῶν τροφή

phi

364

φῄς· λέγεις. ὑπολαμβάνεις

phi

365

φῆσθα· λέγεις. ἔφησθα

phi

366

φήσομαι· λέξομαι, βοήσομαι

phi

367

[φητώ· στρόφιγξ]

phi

368

φθαίημεν· φθάσωμεν

phi

369

φθάν· ἔφθασαν δὲ πολλῷ τοὺς ἱππέας οἱ πεζοί

phi

370

φθάνει· καταλαμβάνει, προλαμβάνει

phi

371

φθατήση· φθάσῃ

phi

372

φθεί(ει)· θνήσκει

phi

373

*φθαρτόν· θνητόν

phi

374

Φθειάδος· Θετταλικῆς

phi

375

[φθειμένων· ἀποθανόντων]

phi

376

*φθάνει· ἀναλίσκεται

phi

377

[φθεινόπωρον· τροπὴ κατὰ τὸ θέρος. ἢ νόσος]239 in vol. 4

phi

378

φθείρ· ὁ τῆς πίτυος καρπός. καὶ μέρη τῆς νεὼς πρὸς τῇ πρύμνῃ. καὶ ἰχθῦς τις

phi

379

φθεῖρα· φθειρίασις

phi

380

φθείρεται· πλανᾶται. ἀπόλλυται

phi

381

φθειροκομίδης· φθειρῶν γέμων

phi

382

*φθείης· φθαρείης

phi

383

φθειρῶν ὄρος· πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυσ[ι]. τῶν γὰρ στροβίλων τὰ ἐντὸς φθεῖρας καλεῖσθαι

phi

384

*Φηρσί· Κενταύροις

phi

385

φθείσονται· διαφθαρήσονται

phi

386

φθῆ· ἔφθασεν

phi

387

φθήῃ· φθάσῃ πρότερος

phi

388

φθῆναι· φθάσαι, προλαβεῖν. [δεῖξαι]

phi

389

φθήσεται· καταλήψεται. φθάσει [καὶ

phi

390

Φθία· πόλις Θεσσαλίας

phi

391

φθιακόν· τμητικόν

phi

392

φθιεῖ· φθίσει

phi

393

φθίμενοι· θανόντες

phi

394

φθίμενος· φθαρείς, θανών

phi

395

φθίνα· ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας

phi

396

φθινὰς ἁμέρα· τὴν ἱσταμένου τρίτην τριμήνιον λέγει

phi

397

φθινάσμασι· φθίσεσι

phi

398

*φθίναντος· λήγοντος, παυομένου, ἀναλισκομένου

phi

399

φθίνοντος μηνός· λήγοντος τοῦ μηνός. Φθίνων δὲ μὴν καλεῖται ὁ ἀπὸ εἰκάδος ἕως τριακάδος· μέσος δὲ μὴν ὁ ἀπὸ δεκάδος ἕως εἰκά‐ δος· ἱστάμενος δὲ μὴν ὁ ἀπὸ πρώτης ἕως πέμπτης

phi

400

φθινόντων· φθειρομένων240 in vol. 4

phi

401

φθινόπωρον· ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγού‐ στου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου

phi

402

φθινύθειν· φθείρεσθαι, τήκεσθαι

phi

403

φθινύθουσιν· εἰς φθίσιν ἄγουσιν

phi

404

φθινύουσι· φθείρονται

phi

405

φθίνουσαν· ἐλαττουμένην

phi

406

Φθῖοι· οἱ ὑπὸ Πρωτεσιλάῳ τεταγμένοι

phi

407

φθίρ· ὁ τῆς πίτυος καρπός

phi

408

φθῖσα· ἡ λεπτὴ ἀπὸ φθίσεως

phi

409

φθίσεσθαι· θανεῖν

phi

410

φθισήνορα· ἡ τοὺς ἄνδρας διαφθείρουσα, ἢ τὴν ἀνδρείαν

phi

411

[φθισκός]· φθισικός

phi

412

*φθίσει· ἀπολέσει

phi

413

*φθίσθαι· ὀλέσ(θ)αι

phi

414

φθισίμβροτος· ἀνθρωποκτόνος, διαφθείρων τοὺς ἄνδρας

phi

415

φθίσων· εἰς φθίσιν ἄξων, [καὶ φθέρσων] καὶ φθερῶν

phi

416

φθ[ίνο]ῖτο· θάνοι[το] ἢ ἔθανεν

phi

417

φθιτοί· φθαρτοί, θνητοί, νεκροί. ἢ εἴδωλα

phi

418

Φθιώταν· Θετταλικήν

phi

419

φθογγή· φθέγμα, ἢ φωνή

phi

420

φθόγγος· φθογγή, φωνή, καὶ τὰ ὅμοια

phi

421

φθόη· φθίσις, φθορά, λύμη

phi

422

*φθοατήσει· φθάσει κτήσασθαι

phi

423

φθόϊς· πλακοῦς. καὶ τὰ πρὸς λεπτὸν ἀληλεσμένα. καὶ τὸ ἀποῤῥέον ψῆγμα τοῦ χρυσίου

phi

424

φθονεῖς· ζηλοῖς, βασκαίνεις

phi

425

φθονερός· ζηλωτής, ζηλότυπος

phi

426

φθόνος· πάθος ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ241 in vol. 4

phi

427

φθορά· ὄλεθρος

phi

428

φθόσις· φθίσις

phi

429

*φθίδιον· ὀλιγοχρόνιον, ὀλίγον

phi

430

*φθήρεται· ὀδύρεται

phi

431

φία· πιονία

phi

432

φιαρόν· λαμπρόν, καθαρόν

phi

433

φιαρύνει· λαμπρύνει

phi

434

φιβάλεως· εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας

phi

435

[φίβλα· πόρπη], φικίον [περόνη]

phi

436

Φῖγα· φῖκα. σφίγγα

phi

437

Φιγάλα· ἀπὸ ἑνὸς τῶν Λυκάονος παίδων

phi

438

φιδάκνη· π[ε]ιθάριον μικρὸν στενόν

phi

439

φιδίτια· συσσίτια

phi

440

[Φιδίαι· λιθοξόοι]

phi

441

[φίδωλος· ἐπιθυμητός]

phi

442

φίδνα· ῥίζα ἡ Ἀχίλλειος καλουμένη

phi

443

[φιδρόν· καθαρόν, λαμπρόν, ἁγνόν, ἱλαρόν]242 in vol. 4

phi

444

Φίκιον· ὄρος Θηβῶν

phi

445

φίλα· προσφιλέστατα

phi

446

φῖλαι· φίλησον

phi

447

φιλαίμων· φιλῶν τὸ αἷμα

phi

448

φιλαίτατος· φίλος σφόδρα

phi

449

φιλαίτιοι· μεμψίμοιροι

phi

450

φιλαίτιος· μεμψίμοιρος

phi

451

φιλακριβοῦντες· μετ’ ἀκριβείας διαχωρίζοντες

phi

452

φιλακροάμονας· .......

phi

453

φιλαλήθης· ὁ τὴν ἀλήθειαν φιλῶν

phi

454

φιλαλληλίαν· οἱ φιλοῦντες ἀλλήλους

phi

455

φίλαξ· δρῦς, νέος. Ἠλεῖοι

phi

456

φιλαπεχθημόνως· φιλομίσως, φιλοῦντα μισεῖσθαι

phi

457

φιλαργυρία· φιλοχρηματία

phi

458

φίλατο· ἐφίλησεν, ἠγάπησεν

phi

459

[φιλαυρᾶ· τὰ κακά, τὰ ἄτοπα]

phi

460

φιλαυτία· τὸ πάντα πρὸς τὰ ἑαυτῷ ἀρέσκοντα πράττειν

phi

461

φίλαυτοι· οἱ ἑαυτοὺς φιλοῦντες

phi

462

φιλεῖ· εἴωθεν. ξενίζει, ἢ κατὰ ψυχὴν ἀγαπᾷ

phi

463

*φιλέεσκεν· ἐξένισεν

phi

464

[φιλεκήδωτον· κηδεμονικόν]

phi

465

φιλένδοτος· ἐλεήμων

phi

466

φιλεόντων· φιλείτωσαν, ὡς τὸ ἔστων ἔστωσαν

phi

467

φιλέουσα· φιλοῦσα

phi

468

φιλεργήσασι·

phi

469

φιλεργοί· οἱ τὸ ἔργον φιλοῦντες

phi

470

φιλέριδες· οἱ ἀγαπῶντες ἐρίσασθαι

phi

471

φιλέταιρος· πεφιλημένος

phi

472

φιλέψιος· φιλοπαίγμων. φιλοπάλαιστρος

phi

473

φίλη σχίνου· παραφυάς

phi

474

φίληθεν· ἐφιλήθησαν

phi

475

φιλήμης· φιλίας243 in vol. 4

phi

476

φίλην· φιλίαν, ἢ τὴν προσφιλεστάτην

phi

477

φιλήρετμοι· φιλόκωποι, φιλοναῦται

phi

478

φίλησα· ἐξένισα, ἠγάπησα

phi

479

φιλήσια· φιλοτήσια, προσφιλῆ

phi

480

φιλησίαις· κλεψοσύναις

phi

481

φιλήτης· κλέπτης, λῃστής

phi

482

φιλήτωρ· ἐραστής

phi

483

φιλητῶν γένος· κλεπτῶν

phi

484

φίλια· προσφιλέστατα

phi

485

[φιλιάζετο· ἐχωρίσθη αὐτῶν]

phi

486

[φιλίδα· σύριγγα]

phi

487

φιλιός· ὁ ἀποτρόπαιος, κατ’ εὐφημισμ[έν]όν

phi

488

φίλιπποι· μοιχοί

phi

489

Φιλιστίδ)ιον· νόμισμά τι

phi

490

φιλίων· ἀντὶ τοῦ φίλτερος, προσφιλέστερος. ἐσχημάτισται δὲ διὰ τὸ μέτρον, ὡς τὸ καλλίων·
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα

phi

491

φιλόδικος· φιλοπράγμων

phi

492

[φιλοδοτεῖν· λεπίδας ἔχοντι]

phi

493

φιλόθακος· ἀργή

phi

494

φιλοθεάμων· φιλοθεωρητής

phi

495

φιλοθεάμοσι· φιλοθεωρηταῖς

phi

496

Φιλοθερσ)ίδης· Φιλοθέρσου παῖς

phi

497

φίλοιφος· πασχητής

phi

498

*φίλοι· προσφιλέστατοι

phi

499

*φιλοκαλία· [φιλοῦσα τὰ σπάστρα

phi

500

*φιλοΐστωρ· φιλῶν ἱστορεῖν

phi

501

φιλόκαλος· φιλόκοσμος

phi

502

φιλοκέρτομε· φιλῶν σκώπτειν

phi

503

φιλοκηδής· ὁ κηδεμονικός

phi

504

φιλοκνήμιδες· φίλοπλοι

phi

505

φιλοκρινεῖν· διαιρεῖν

phi

506

φιλοκτέανος· φιλοκτήμων, φιλοχρήματος

phi

507

φιλοκτεανώτατε· φιλοχρηματώτατε

phi

508

φιλοκτήμων· φιλοχρήματος

phi

509

φιλολάμπαδος· ἡ Ἄρτεμις244 in vol. 4

phi

510

φιλολόγος· ἀσκητής. πολυλάλος

phi

511

φιλολόγος· λαλιός, λάλος

phi

512

φιλομειδής· φιλόγελως, φιλῶν τὰ μειδιάματα. ἱλαρά

phi

513

Φιλομηλείδης· οἱ μὲν κύριον ὄνομα. πολλάκις γὰρ πατρωνυμικῷ τύπῳ κύριον δηλοῦται, ὡς Εὐηρίδης, Ἡρακλείδης

phi

514

[φιλομύθω· πεπλασμένω λόγω]

phi

515

φίλον· προσφιλές

phi

516

φιλόνεικος· μάχιμος, φίλερις. Φιλονεικία γὰρ ἡ μάχη

phi

517

φιλοπευστεῖν· ἀκούειν. μανθάνειν. ἐρωτᾶν

phi

518

φιλοπευστοῦντα· ἡδέως ἀκούοντα. ἢ ἐρωτῶντα

phi

519

φιλοποιός· φιλεργός

phi

520

φιλοπονία(ι)· σπουδαῖα ἔργα

phi

521

φιλοπόνος· φιλεργός, σπουδαῖος

phi

522

φιλόπυστος· φιλοπράγμων

phi

523

φιλόσοφος· ὁ πάντων πειραθείς, φιλομαθής

phi

524

φιλόστοργος· φιλότεκνος. [Φιλοσόφους τέ φασι Λυδούς, τοὺς κιθαριστὰς καὶ μουσικούς. οἱ ἀρχαῖοι σοφοὺς [καὶ φιλοσόφους] καὶ σοφιστὰς ἔλεγον

phi

525

φιλόστροφος· εὐμετάβολος

phi

526

φιλό[σύμ]μαχος· φιλολοίδορος, μάχιμος

phi

527

φίλος· ὁ προσφιλής

phi

528

φιλότης· φιλία, ἡ συνουσία

phi

529

φιλοτησία· πρόποσίς τις μετὰ τὸ δεῖπνον ὑπὲρ φιλίας

phi

530

φιλοτήσια ἔργα· ἀφροδίσια, τὰ συνουσιαστικά

phi

531

φιλοτιμεῖται· μεγάλα φρονεῖ, ἐπαίρεται, πλουτεῖ

phi

532

φιλοτιμία· δωρεά. κενοδοξία. πλοῦτος. μεγαλοφροσύνη

phi

533

φιλότιμος· ὁ φιλῶν τιμᾶν μεγάλως. ἢ θέλων αὐτὸς δοξάζεσθαι

phi

534

φιλοτιμούμενοι· δαψιλῶς τιμῶντες

phi

535

φιλοτίμως· φιλοδόξως. πλουσίως. μεγαλοψύχως. δαψιλῶς

phi

536

φιλοφρονοῦμαι· δεξιῶς καὶ προθύμως εἰσδέχομαι, ἢ ἀποδέχομαι

phi

537

φιλοφροσύνη· προθυμία, διάθεσις, σπουδή. ἀγάπη. παρὰ τὸ φίλα ἢ φίλια φρονεῖν

phi

538

φιλοχωρῶν· τὴν χώραν ἀγαπῶν245 in vol. 4

phi

539

φιλοψεύστης· ὁ τὸ ψεῦδος φιλῶν

phi

540

φιλόψυχον· ἄψυχον

phi

541

φίλτατα· τὰ ὄμματα καὶ προσφιλέστατα

phi

542

φίλτατοι· φιλικώτατοι

phi

543

φίλτρον· φιλία

phi

544

φίλυδρα· (ἃ) φιλεῖ τὸ ὕδωρ

phi

545

φιλύρινον· ἀσθενές

phi

546

φιλυρόν· εὐῶδες. [ἐλαφρόν

phi

547

Φιλωνίδας· ὑποκοριστικῶς ἀντὶ τοῦ φιλεῖν Φιλωνίδης

phi

548

φίλως· ἡδέως

phi

549

φίλως χ’ ὁρόῳτε· ἡδέως ἂν βλέποιτε

phi

550

Φιλώψ· κρήνη. ἢ φίλος

phi

551

φιλωτερίς· κασταναία

phi

552

*φιλώτατα· φίλτατα

phi

553

*φιλώτατος· φίλτατος

phi

554

φίμα· κημός, παραστόμιον, φιμός

phi

555

φιμοῖ· δεσμεύει. ἐμφράττει. ἄγχει. ἐπιστομίζει

phi

556

φιμοῖ· δεσμοῖ

phi

557

φιμοῦν· δεσμεύειν, καὶ τὰ ὅμοια

phi

558

φίν· αὐτοῖς, ἢ αὐταῖς

phi

559

φίνακα· δρῦν

phi

560

φίνηται· συντιθῇ

phi

561

φίσκος· δημόσιον, ταμεῖον πολύχρημον

phi

562

φισκοσυνήγορος· ὁ ταμιείων συνήγορος

phi

563

φίτρον· μέτρον. μάταιον. ῥᾴδιον. καὶ τὸ μέσον τοῦ ῥινίου, τὸ κοῖλον.
καὶ ὁ κορμὸς τοῦ ξύλου, παρὰ τὸ φύεσθαι246 in vol. 4

phi

564

φῖτυ· φυτόν, φύτευμα

phi

565

φίτυμα· τέκνον, γέννημα

phi

566

φιτύσατο· ἐγέννησεν

phi

567

φλᾷ· θλᾷ, μαλάττει, συντρίβει

phi

568

φλαδιᾶν· θλαδιᾶν, μαλάττειν, τύπτειν

phi

569

φλᾶν· μαλάσσειν πληγαῖς

phi

570

φλανύσσει· φλυαρεῖ, ληρεῖ

phi

571

*φλασμός· τῦφος

phi

572

..φλασμένος· τετυφωμένος

phi

573

φλάσας· θλάσας

phi

574

φ)αυρικῶς· ἀηδῶς

phi

575

φ)αῦρα· φαῦλα, κακά, πονηρά, κοῦφα, ἀσθενῆ

phi

576

φλέβαι· νεῦρά τινα αἵματος δεκτικά

phi

577

*φίλιππος· στόμα χειρῶν, ἢ λαμπάδος

phi

578

φλέγει· καίει. λαμπρύνει

phi

579

[Φλέγεια· ἡ νῦν Πελλήνη]

phi

580

φλέγεται· καίεται. λαμπρύνεται

phi

581

φλέγμα· φλόξ, καῦσος, παρὰ τὸ φλέγειν

phi

582

φλεγμαίνει· ὀγκοῦται, φυσοῦται

phi

583

φλεγματίς· ἡ φλέγματα ἔχουσα

phi

584

φλεγματόεν ἔκρηγμα· τῆς φλογός

phi

585

φλεγμός· τὸ αἷμα

phi

586

φλέγος· τὸ φλέγμα

phi

587

Φλεγύαι· ἔθνος ὑβριστικὸν καὶ ἀσεβές

phi

588

φλεγύας· ἀετὸς ξανθός, ὀξύς

phi

589

*φλέγωμεν· καίωμεν. λαμπρύνωμεν

phi

590

φλεγυρά· ὑβριστική. λαμπρά

phi

591

*φλέγουσι· βλάπτουσι

phi

592

φλεγυροῦ· βλαβεροῦ

phi

593

φλεδονεῖ· ἀναισθητεῖ, φλυαρεῖ. καὶ φλεδονεύεσθαι τὰ αὐτά247 in vol. 4

phi

594

φλεδονώδη· φλύαρα, ληρώδη

phi

595

φλέδων· φλυαρία. καὶ ὁ ἀλαζών, εὐήθης

phi

596

φλεῖ· γέμει. εὐκαρπεῖ, πολυκαρπεῖ

phi

597

*φλέβηα· φλυαρία

phi

598

φλέξαι· κατακαῦσαι

phi

599

φλεξεντιής· ἱππικὴ τάξις παρὰ Ῥωμαίοις

phi

600

φλέοντας· φιλοῦντας, ἢ φλυαροῦντας

phi

601

φλεός· βασκανία. φθορά. καὶ ὁ αἴλιος φλοιός

phi

602

φλέψ· μώλωψ. καὶ τὸ ἀναλογοῦν τῷ σώματι

phi

603

Φλέω(ς)· Διονύσου ἱερόν

phi

604

φληδῶντα· ληροῦντα

phi

605

φληναφᾷ· φλυαρεῖ, μωρολογεῖ

phi

606

φληναφοι· μωρολόγοι

phi

607

φλήναφος· φλύαρος, λῆρος, μωρολόγος

phi

608

φληναφῶντα· φλυαροῦντα

phi

609

[φλῆφος· φλύαρος]

phi

610

φλιαρά· χλιαρά

phi

611

φλιᾶς· τῆς θύρας παραστάδος

phi

612

*Φλίαισμος

phi

613

φλιδᾶν· σήπεσθαι

phi

614

φλιδάνει· διαπίπτει, διαῤῥεῖ

phi

615

φλιδιόωντο· διε(σ)πῶντο. ἐτέμνοντο248 in vol. 4
1φλιδόνες· τὰ ἐν τοῖς ἱματίοις σπάσματα, καὶ ῥυτίδες. τινὲς δὲ σφυγμοί

phi

616

φλιδόωσα· ῥηγνυμένη

phi

617

φλίεθος· καρποφόρος

phi

618

φλίη· πρόθυρον, ἢ παραστὰς τῆς θύρας

phi

619

φλιοῦς· ἡ τῶν καρπῶν ἔκχυσις

phi

620

φλίψεται· ἀποθλιβήσεται

phi

621

φλῖψις· θλῖψις

phi

622

φλόγα· φλογερόν

phi

623

φλογερόν· θερμόν, λαμπρόν

phi

624

)λόγε(α)· λαμπρά, φλογώδη

phi

625

φλογίδες· κρέα ὀπτά. διὰ τὸ φλογίζεσθαι

phi

626

*φλεγμονή· ὄγκος πορώδης συῤῥυέντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός

phi

627

φλογίδια· αἱ κεγχρίδες δι’ ἐλαίου σκευαζόμεναι

phi

628

φλογίνη· καυστική

phi

629

φλογίσει· καύσει

phi

630

φλογμός· καῦσος, [βρασμός,] καύσων, φλογισμός

phi

631

φλογμῷ· κατακαύσει, καταφλέξει

phi

632

φλογόδερπνοι· ἄνθρακες

phi

633

φλογῶδες· καυστικόν

phi

634

φλογόλευκον· ἐρυθρόλευκον

phi

635

φλογώματα· τῶν ἄρτων τὰ ἐπικεκαυμένα

phi

636

Φλοιά· τὴν Κόρην τὴν θεὸν οὕτω καλοῦσι Λάκωνες

phi

637

φλοιδιᾶν· πεπρῆσθαι

phi

638

φλοιδούμενος· ταραττόμενος

phi

639

φλοινόν· φλοιόν

phi

640

φλοιόν· τὸ λέπος τοῦ ξύλου

phi

641

φλοῖ)βος· τάραχος. ἀφρός. ταραχή

phi

642

φλόμος· πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ θρυαλλίς

phi

643

φλονίδες· λεπίδες

phi

644

φλόξ· ἡ τοῦ πυρός. καὶ ἄνθος τι249 in vol. 4

phi

645

φλουάζει· φλυαρεῖ, ληρεῖ

phi

646

φλοῦκτος· εἶδος ῥοφήματος

phi

647

φλοῦς· φλοιός, λεπύχανον, λεπυρόν

phi

648

[φλυάκια· τὰ ψυδράκια]

phi

649

φλύαξ· μέθυσος, μεθυ[α]στής. γελοιαστής

phi

650

φλύαρος· φαῦλος, εὐήθης

phi

651

φλυάσσει· φλυαρεῖ. φλύει

phi

652

φλυδᾶν· διαχεῖσθαι

phi

653

Φλυεῖς· δῆμος τῆς Πτολεμαΐδος φυλῆς

phi

654

φλύζει· ἀναζεῖ

phi

655

φλύζειν· ἀναζεῖν, φλύζεσθαι

phi

656

Φλυήσιος· ὁ Ἑρμῆς. καὶ μήν τις

phi

657

φλυκτά· κακά, σχέτλια

phi

658

φλύκταινα· τὸ ἀπὸ πυρὸς φύσημα γενόμενον ἐν τῷ σώματι

phi

659

φλύον· βιβλίον. καθαρόν

phi

660

φλύσει· ἀποβαλεῖ. ἐμέσει. ζέσει

phi

661

φλυσός· στυβή. οἱ δὲ φλοιός

phi

662

φλύσσει· ἐρυγγάνει

phi

663

φλυσ)ῶσα· μαινομένη

phi

664

*φοβεῖται· φεύγει. κνίζεται

phi

665

φόα· ἐξανθήματα ἐν τῷ σώματι

phi

666

φοβεῖ· κνίζει. διώκει

phi

667

φοβερόν· δειλόν, ἔμφοβον

phi

668

φοβερόν· δηλητήριον

phi

669

φοβεύμενος· διωκόμενος

phi

670

φόβη· κόμη. χαίτη, θρίξ. οἱ δὲ ἐκτενισμένη, ἀπὸ τοῦ φοίβου, ὅ ἐστι καθαροῦ

phi

671

φοβῆσαι· ῥῖψαι

phi

672

*φόβος· φυγή

phi

673

φοβήσας· ἔνθουν ποιήσας

phi

674

φοβηθείς· εἰς φυγὴν τραπείς

phi

675

φοίβα· ἀγὼν δρόμου

phi

676

φοιβάζει· μαντεύεται250 in vol. 4

phi

677

φοιβαζόντων· προλεγόντων

phi

678

φοιβᾶναι· λαμπρῦναι. μαντεύσασθαι. κοσμῆσαι. καθᾶραι. ἁγνίσαι. καὶ φοιβάσαι ὁμοίως

phi

679

φοιβᾶσθαι· καθαίρε[ῖ]σθαι

phi

680

φοιβητεύειν· χρησμῳδεῖν

phi

681

φοιβήτρια· καθάρτρια

phi

682

φοῖβοι· Ἀττικοὶ ἐπὶ τῶν λυσσωδῶν. οἱ δὲ καθαρούς

phi

683

φοῖβος· καθαρός, λαμπρός, ἁγνός, ἀμίαντος

phi

684

φοίνια· πυῤῥά

phi

685

φοινιά(ς)· ἐρυσίβη

phi

686

*φοίνικι· ἐρυθρῷ βάμματι

phi

687

Φοινικελίκτην καὶ λόγων ἀλαζόνα· ἀπατηλὸν καὶ κάπηλον

phi

688

Φοινικίοις γράμμασι· Σοφοκλῆς Ποιμέσιν. ἐπεὶ δοκεῖ Κάδμος αὐτὰ ἐκ Φοινίκης κεκομικέναι

phi

689

[Φοινικήϊ) γράμματα· ἀπὸ Φοινίκης τῆς Ἀκταίονός φασιν ὠνο‐ μάσθαι αὐτά

phi

690

*φοιν(ή)εντα· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φόνιον, ἢ ἐρυθρὸν τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν

phi

691

φοινικάδες· αἱ ῥάφανοι ὑπὸ Εὐβοέων

phi

692

Φοίνικες· γένος τι Ἀθήνησιν

phi

693

Φοινικκία· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικός τινος ......

phi

694

[φοινικέγκτον· ἀπατηλόν]251 in vol. 4

phi

695

φοινικήϊον· πυῤῥόν

phi

696

φοινικ]ίδες· αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα·

phi

697

φοινικιστής· παρὰ Ξενοφῶντι ἐν πρώτῳ ἀναβάσεως· ‚ἀπέκτεινεν ἄνδρα Πέρσην, Μεγαφέρνην, φοινικιστὴν βασίλειον

phi

698

(*)φοίνια· κύναρος πυῤῥά

phi

699

*φοίνικι φαεινόν· φοινικίνῳ χρώματι λελαμπρυσμένον

phi

700

*φοινικολόφοιο· ξανθο[ῦ]λόφου

phi

701

*φοίνικος ἔρνος· περιφραστικῶς τὸν φοίνικα

phi

702

*φοινικῆς· ὅπλον ἐρυθρόν

phi

703

φοινικοβάλανα· τὸ τράγημα. [καὶ εἶδος ἀμπέλου

phi

704

φοινικόεσσα· πυῤῥὰ τῷ χρώματι, ἐρυθρά

phi

705

φοινικόλεγνον· Ἴων τὸν πηνέλοπα, τὸ ὄρνεον. τὸν γὰρ τράχηλον ἐπίπαν φοινικοῦν. ἡ δὲ λέγνη παρέλκει

phi

706

φοινικοῦν· πυῤῥόν, κόκκινον, αἱματῶδες

phi

707

φοινίκουρος· ὄρνις ποιός, καὶ ὁ ἐρίθακος

phi

708

φοινικοῦς μάστιγας· διὰ τὸ τὰ νῶτα φοινίσσειν

phi

709

φοινικόχλοος· ξανθόχλοος

phi

710

φοῖνιξ· τὸ δένδρον
‚φοίνικος νέον ἔρνοσ‛ καὶ ὁ καρπός. καὶ ὁ πυῤῥὸς τῷ χρώματι

phi

711

φοινίξαι· αἱμάξαι. βάψαι

phi

712

φοίνιον· φο(ι)νόν, δεινόν. ἐρυθρόν

phi

713

φοίνισσα· εἶδος ἀμπέλου

phi

714

φοινίσσων· βάπτων, ἐρυθρῶν

phi

715

φοίνικες· γλυφαί

phi

716

φοινιχθέντων· αἱμαχθέντων, αἱματωθέντων

phi

717

φοινόν· πυῤῥόν

phi

718

φοιτᾷ· ἔρχεται, βαδίζει. μαίνεται. περίεισιν, ἀφικνεῖται, περιέρχεται, παραγίνεται

phi

719

φοιταλέος· παράκοπος, μανιώδης

phi

720

φοίτης· ὁ κήρυξ. παρὰ τὸ φοιτᾶν πανταχοῦ252 in vol. 4

phi

721

φοιτήσας· παραγενόμενος

phi

722

φοιτητής· μαθητής

phi

723

φοῖτος· μανία, λύσσα

phi

724

φοιτῶν· ἀναστρεφόμενος

phi

725

φοιτῶντα ἄνδρα μανιάσι· λυσσήμασι. τὴν .. ἑδραίαν μανίαν φοῖτον ἔλεγον, τουτέστι τὸν μεθ’ ὁρμῆς μεμηνότα

phi

726

(Φο)λέγανδρος· νῆσος ἐρήμη

phi

727

φολιά· πάθα. Χρύσιππος δὲ καὶ τὸ σέλινον οὕτω καλεῖ

phi

728

φολίδες· αἱ λεπίδες τοῦ ὄφεως

phi

729

φολίς· λεπίς. καὶ σύριγξ πολυκάλαμος

phi

730

φολκός· στραβός. οἱ δὲ λιπόδερμον

phi

731

φόλυες κύνες· οἳ πυῤῥοὶ ὄντες μέλανα στόματα εἶχον. οἱ δὲ φυλακάς

phi

732

φολύνει· μολύνει, καταπ(ί)μπλησιν

phi

733

φοναί· οὕτω καλοῦνται οἱ τόποι ἔνθα τινὲς ἀναιροῦνται

phi

734

φονᾶν· τὸ ἐπὶ φόνον μαίνεσθαι

phi

735

φονίαις· φονοκτόνοις

phi

736

[φονίς· ἰχθῦς ποιός]

phi

737

φόνος· ὁ διὰ σφαγῆς θάνατος, καὶ αὐτὸ τὸ φονεύειν. ἢ αἷμα

phi

738

φονώντων· πρὸς φόνον θρασυνομένων καὶ λυσσώντων

phi

739

φονῶσα· φόνου ἐπιθυμοῦσα

phi

740

φοξός· λιπόδερμος. ὀξυκέφαλος

phi

741

φορά· πλημμύρα. σύστημα. καὶ ἡ τῶν μηχανικῶν ὀργάνων λαβή

phi

742

φοράδες· αἱ θήλειαι ἵπποι

phi

743

φοράδην· ὁ φερόμενος βασταγμῷ

phi

744

φοράν· τὸ φέρεσθαι, τὴν ὁρμήν, κίνησιν

phi

745

φορβάδες· νομάδες. φοιτάδες. βοσκήματα

phi

746

φορβάδην· πάντα φερόμενον. νομάδων, βοσκημάτων

phi

747

φόρβαντα· ἰατρικὰ φάρμακα

phi

748

Φόρβας· Ἀττικὸς ἥρως253 in vol. 4

phi

749

φορβε)ά· ἕλκυστρον, περιστόμιον, καπίστριον

phi

750

φορβειά· ἡ αὐλητικὴ στομίς. λέγεται δὲ καὶ ὁ χειλωτήρ

phi

751

φορβή· βορά, τροφή, βοτάνη, βρῶσις

phi

752

[φορβαίαν· περιστόμιον, καπίστριον]

phi

753

φόρβια· φάρμακα. οἱ δὲ φόρβα

phi

754

φορβώμενος· τρεφόμενος

phi

755

φόρβον· ἀπάνονα

phi

756

φόρβυ· τὰ οὖλα. Ἠλεῖοι

phi

757

φοργάνη· ἡ ἀραιότης

phi

758

φορέεσκον· ἔφερον, ἐβάσταζον, ἐφόρουν

phi

759

φορεήσεται· οἴσεται

phi

760

φορεῖς· οἱ τὴν μεταλλικὴν ὕλην ἐκκομίζοντες παῖδες. καὶ οἱ τῶν ἀσπίδων ἱμάντες. καὶ οἱ φέροντες

phi

761

φορε(ῖ)σθαι· φέρεσθαι

phi

762

φορεύμενα· φορούμενα

phi

763

φορεύουσι· φοροῦσιν

phi

764

φορῆες· οἱ βαστάζοντες ἢ φέροντές τι

phi

765

φορητά· ἀκτά, βαστακτά, ἃ δύναταί τις φέρειν

phi

766

φορητούς· ἐνεχθέντας βαστάκτως

phi

767

[φορί· τὸν ὑπὲρ τοῦ ἀγροῦ σῖτον]

phi

768

φόριμος· λυσιτελής

phi

769

φορίνη· ἡ παρ’ ἐνίοις πυρίνη

phi

770

φόριγγες· τὰ ὕδνα

phi

771

φόρκες· χάρακες

phi

772

Φορκίς· μονόφθαλμος

phi

773

φορκόν· λευκόν, πολιόν. ῥυσόν

phi

774

*φόρμικι· τῇ κιθάρᾳ

phi

775

*φορμίζειν· κιθαρίζειν

phi

776

*φόρμιξ· κιθάρα ἡ τοῖς ὤμοις φερομένη

phi

777

φόρμικα· μύρμηκα254 in vol. 4

phi

778

φορμίς· σπυρίς

phi

779

Φορμίων· οὗτος στρατηγὸς ἐγένετο Κροτωνιατῶν

phi

780

φορμίον· πλέγμα ψιαθῶδες, φορμίδιον

phi

781

φορμός· ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος

phi

782

φορμο)ραφούμεθα· ὡς φόρμοι κατα(ρ)ραπτόμεθα

phi

783

φορμοσίκων· παχύς

phi

784

φόροι· δημόσιοι ἀπαιτήσεις

phi

785

φορολογῆσαι· φόρους συνάξαι

phi

786

φορολόγητοι· ὑποτελεῖς, λειτουργοί

phi

787

φορολόγος· ἐξάκτωρ. ὁ ἀπα(ι)τῶν τοὺς φόρους

phi

788

φόρος· ἡ τῶν χρημάτων καταβολή, ἢ νέον τέλεσμα

phi

789

[φοροτόν· ὠγκώμενον, βαρύ]

phi

790

φορτικά· τὰ γελοῖα, καὶ τὰ ὑπεροψίας σκώμματα

phi

791

φορτικόν· ὅμοιον

phi

792

φορτίς· φορτηγὸς ναῦς, πλοῖον

phi

793

φόρτος· φορτίον

phi

794

φορύκαια· δένδρον ποιόν

phi

795

φορύνει· φυρᾷ, μολύνει, συγχεῖ

phi

796

φορύνετο· ἐμολύνετο

phi

797

φορύξαι· συγχέαι, φυράσαι

phi

798

φορύξαντες· συγχέαντες, μολύναντες

phi

799

φόρυς· δακτύλιος ὁ κατὰ τὴν ἕδραν

phi

800

φορυσσέμεναι· μολύνειν

phi

801

φορυτόν· ἄχυρα, φρύγανα

phi

802

φορυτός· φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρ‐ τος, φρυγανῶδες, συρφετός, βόρβορος, ἀκαθαρσία

phi

803

Φορωνεύς· ὄνομα βασιλικόν

phi

804

*φοροστά· κιθαριστά

phi

805

[φόσσατον· ὄρυγμα]

phi

806

φουάδδει· σωμασκεῖ

phi

807

φούαξιρ· ἡ ἐπὶ τῆς χώρας σωμασκία τῶν μελλόντων μαστιγοῦσθαι

phi

808

φοῦἱξ· φῦσιγξ255 in vol. 4

phi

809

φοῦσκος· ὀξυκέφαλος

phi

810

φοῦαι· ἀλώπεκες

phi

811

φουλίδερ· παρθένων χορός. [δωρι]

phi

812

*φυλλόμενοι· τιλλόμενοι. Δωριεῖς

phi

813

φ(ο)ύρκορ· ὀχύρωμα

phi

814

φόως· φῶς. χαρά. σωτηρία

phi

815

φόως ἐρέουσα· τὴν ἀνατολὴν τοῦ ἡλίου σημαίνουσα

phi

816

φράγματα· καταστρώματα

phi

817

φραγμός· τριγχός. ἢ καὶ ὁ νόμος

phi

818

[φρᾶ· φρένας]

phi

819

φράδεν· ἔλεγεν

phi

820

φραδάον· ἑρμηνεῦον

phi

821

φραδέος· συνετοῦ

phi

822

φραδαῖσι· βουλαῖς

phi

823

φραδεύουσι· λέγουσιν

phi

824

φράδμονες· ἔμπειροι, συνετοί

phi

825

φραδ· [φράζε· λέγει]

phi

826

φρονήσει, συνέσει

phi

827

φραδμοσύνη· σκέψις, βουλή, νόησις

phi

828

φραδῶς· φραστικῶς, φανερῶς256 in vol. 4

phi

829

φράζει· δεικνύει, σημαίνει, λέγει, διηγεῖται, σκέπτεται, διανοεῖται

phi

830

φράζεο· λέγε, καὶ τὰ ὅμοια

phi

831

φράζεται· φραζόμενος, φράζουσιν· ὁμοίως

phi

832

φρανίζειν· σωφρονίζειν

phi

833

φραξάμενος· κλείσας. ὁπλισάμενος

phi

834

φράσαι· διανοήθητι, σκέψαι

phi

835

φράσαντας· εἰπόντας. δείξαντας. λέξαντας.

phi

836

φράσας ἢ φράσει· τὰ αὐτά

phi

837

φρασθέν· λεχθέν. δειχθέν, καὶ τὰ ὅμοια

phi

838

φρασίζωον· διασκεπτόμενον εἰς ζωήν

phi

839

*φράσμων· προσέχων

phi

840

*φράσασθαι· φρασθῆναι, συνιέναι

phi

841

φράσις· λέξις. διάλογος. ἑρμηνεία. Φράσις δὲ γένος Ἀθήνησι

phi

842

φρασσάμενος· σκεψάμενος, νοήσας, λογισάμενος

phi

843

φράσσεται· ἀσφαλίζεται. πληροῦται. ἀντέχεται

phi

844

φράσον· εἰπέ, λέξον. ἑρμήνευσον

phi

845

φρασσόμεθα· βουλευόμεθα. εἴπομεν

phi

846

φραστῆρες· μηνυταί

phi

847

φραστύς· σκέψις, ἔννοια. βουλή. φράσις. [καὶ φράτωρ· ἀδελφός]

phi

848

φράτορας· τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς

phi

849

φράτορσιν· ἑταίροις, συμμάχοις

phi

850

φραχθέντες· ἀσφαλισάμενοι ἑαυτούς

phi

851

φρέαρ· πηγή, λάκκος

phi

852

φρέαρ ὀρύττειν· σκιοθ(η)ρεῖν· οἱ γὰρ ἀπὸ τῶν μαθημάτων εἰώθασι τὰς μεσουρανήσεις λαμβάνειν καὶ σκιοθηρεῖν ἐκ τῶν φρεάτων

phi

853

Φρεάριοι· δῆμος τῆς Λεοντίδος φυλῆς

phi

854

φρεάτεια· τὰ βαθέα ὀρύγματα

phi

855

φρεατοτύπανα· ὄργανά τινα παρὰ Πολυβίῳ

phi

856

φρείατα· φρέατα

phi

857

*φρεναπατᾷ· χλευάζει

phi

858

φρεναρτίους· φρενήρεις

phi

859

[φρέναι· ἔννοιαι, φρονήσεις]

phi

860

*φρένας ἐΐσας· ἴσας φρένας, οἷον ἡρμοσμένας, συμφώνους

phi

861

[φρενεῖν· φρονεῖν διδάσκειν]

phi

862

φρεμπάρωσις· βλαψίφρων

phi

863

φρένες· μέρος τι τῶν ἐντοσθίων τὸ ὑπὸ τῷ ἥπατι κείμενον, τὸ διά‐ φραγμα τοῦ στήθους

phi

864

φρενήρης· ἀ(ρ)τίφρων

phi

865

φρενοβλάβεια· ἡ τῶν φρενῶν βλάβη

phi

866

φρενί· διανοίᾳ257 in vol. 4

phi

867

φρενοκλοπεῖ· ἐξαπατᾷ

phi

868

φρενὸς ἔκστασις· ὁ εἰς ἑαυτὸν μὴ ὤν ....

phi

869

φρενοῦν· φρονεῖν διδάσκειν, νουθετεῖν

phi

870

φρενοῦται· νουθετεῖται

phi

871

φρενώσας· παραλογισάμενος, ἀπατήσας

phi

872

φρενώσει· νουθετήσει

phi

873

φρενωτήριον· παραίνεσις

phi

874

φρεσί· διανοίαις

phi

875

φρεσὶν ὁρμαίνοντα· διανοούμενον

phi

876

Φρεωρύχοι· γένος Ἀθήνησιν. ἢ οἱ τὰ φρέατα ὀρύσσοντες

phi

877

*φριμεῖται· φριμάσσεται

phi

878

*φρίν· φρένα, διάνοιαν, γνώμην

phi

879

*φρίζει· φοβεῖται

phi

880

φρήτηρ· ἀδελφός

phi

881

φρητία· στόμα φρέατος

phi

882

φρήτρα καὶ φρήτρη· φρατρία, συγγένεια, πατρικὴ γενεά. καὶ στιβά‐ δες. καὶ συσσίτια

phi

883

φρίκα· λεπτοκυμία, ἡ ἀρχὴ τοῦ κύματος

phi

884

φρίκες· χάρακες

phi

885

φρίκη· ψῦχος, τρόμος

phi

886

φρικνόν· φρικαλέον, δεινόν, φοβερόν

phi

887

φρικτόν· φρικῶδες, φοβερόν, πάνυ δεινόν

phi

888

φρικωδέστερον· φοβερώτερον

phi

889

φριμάσσεται· σκιρτᾷ. ἐπεγείρεται

phi

890

*φρυᾶται· βριμμένα

phi

891

φρίξ· ἡ ἐπιπολῆς ἀνωμαλία τοῦ κύματος, ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός, ὅταν ἄρχηται ἄνεμος πνεῖν

phi

892

φρίξας εὐλόφῳ σ)ηκώματι· ἀντὶ τοῦ ἀναφὺς ἄρτιος

phi

893

φρῖξαν ἔθειραν· ὀρθὴν ἔστησαν τὴν τρίχα

phi

894

φριξολόφος· ὀρθοχαίτης

phi

895

φρίσσει· διεγείρεται, ἐξορθοῦται. δέδοικε, τρέμει

phi

896

φρίσσει νῶτον· τὰς τρίχας ὀρθοῖ τοῦ νώτου, ἤγουν ἐγείρει

phi

897

φρίσσει· φοβεῖται, δέδοικεν

phi

898

φροίμια· προοίμια, προῤῥήσεις. Ἀττικοί258 in vol. 4

phi

899

φρόκλος· περίπολος

phi

900

φρονεῖν· νοεῖν, διανοεῖσθαι

phi

901

φρονέω· φρονῶ, διανοοῦμαι

phi

902

φρονέων· φρονῶν, διανοούμενος

phi

903

φρόνημα· βούλημα, θέλημα

phi

904

φρόνιμος· σοφός, διανοητής

phi

905

φρονηματισθείς· ἐπαρθεὶς τῷ φρονήματι

phi

906

φρόνιν· φρόνησιν. τὴν καταφρόνησιν ἐκδεκτέον, οὐ τὴν λείαν, ὥς τινες

phi

907

φρόνις· φρόνησις. βουλή. διάνοια

phi

908

*φρόνησις ἀκριβής· νοῦς πράττων καλῶς

phi

909

φροντίζει· μεριμνᾷ

phi

910

Φρόντις· ὄνομα τοῦ κυβερνήτου Μενελάου·
Φρόντιν Ὀνητορίδην

phi

911

φροντισταί· φιλόσοφοι

phi

912

φροντιστήριον· διατριβή. καὶ τὸ οἴκημα Σωκράτους. καὶ τὸ σχο‐ λ(ε)ῖον. καὶ μοναστήριον

phi

913

φρονῶ· σωφρονῶ

phi

914

φροῦδα· ἀφανῆ, ἄφαντα. [φρυγανώδη]

phi

915

φροῦδος· πρόοδος, ἐξ οὗ τὸ οὐκ ἔρχεσθαι δηλοῦται. οἱ δὲ ἐληλυθώς, ἔκδημος, ἀφανής

phi

916

φροῦδον· ἄρδην, παντελῶς ἀφανές, οὐ κεχωρηκός, ἔρημον

phi

917

φροῦδον· τὰ αὐτὰ ........

phi

918

φρουρά· φυλακή. στρατός

phi

919

φρουρεῖ· φυλάττει, ἢ προφυλάττει

phi

920

φρούριον· προφύλαγμα, προφυλακτήριον

phi

921

φρουρός· φύλαξ, σωματοφύλαξ

phi

922

φρύαγμα· ἔπαρσις, μετεώρισμα, ὑπερηφάνεια

phi

923

φρυάσσεται· ἐπεγείρεται, μεγαλοφρονεῖ, γαυριᾷ

phi

924

φρυάττεται· ἐπαίρεται

phi

925

φρύγανα· ὕλη λεπτὴ καὶ ξηρά

phi

926

φρύγετρον· ξυλήφιον, ᾧ κινοῦσι τὰς πεφρυγμένας κριθάς

phi

927

φρυγία· ἡ φρύγουσα

phi

928

φρυγίνδα· παιδιᾶς εἶδος διὰ κυάμων

phi

929

φρύγιον· ξύλον ξηρόν

phi

930

Φρύγιον ἱστόρησον· πέπαιχεν Ἐπίχαρμος ἐν Κωμασταῖς ἐπικενώ‐
μενος259 in vol. 4

phi

931

φρύγιος· ξηρός

phi

932

φρυκτά· ξηρὰ ἰχθύδια εὐτελῆ

phi

933

φρυκτός· μάντις. κλῆρος, σύμβολον. πυρσός

phi

934

φρυκτὸς δελφίς· κλῆρος. ἐχρῶντο δὲ τοῖς κλήροις μαντευόμενοι ἐν Ὀλυμπίᾳ

phi

935

φρυκτωρία· πυρκαϊά, πυρσεία, λαμπάς, καῦσις

phi

936

Φρυνίχου πάλαισμα· ἐκφεύγειν τὰ Φρυνίχου κακά

phi

937

φρῦνος· βάτραχος ἢ παχύς

phi

938

Φρυνώνδας· πονηρούς

phi

939

Φρύξ ἢ Φρύγιος· ἀπὸ Φρυγίας ἐθνικόν

phi

940

*φρουρεῖ· στρατεύεται

phi

941

*φρυγά· φυγή, τροπὴ εἰς φυγάς

phi

942

φρῶν ἢ φρονοερῶν, γυναικῶν

phi

943

φῦ· ἔφυ. ἐφήψατο

phi

944

*φυγάς· ἐξορίας

phi

945

φυαῖς· φύσεσι

phi

946

φυγήν· φεῦξιν

phi

947

*φρυγμόν· καῦσιν

phi

948

φυγόσκειν· φεύγειν

phi

949

φύει· γεννᾷ

phi

950

φύεσθαι· βλαστάνειν

phi

951

φύζα· φυγή. φόβος, ἀθυμία, δειλία

phi

952

φυζακινή· δειλή

phi

953

φυζακινός· δειλός. φυγάς. [δειλός]

phi

954

φυζάναι· φυγεῖν, δειλιάσαι

phi

955

φύζηλος· δειλός, φυγάς

phi

956

φυή· φύσις σώματος, ἡλικία

phi

957

[φύημα· κόπρος]

phi

958

φυῆς· φύσεως. [καὶ ἡ τοῦ σώματος ὑπόστασις

phi

959

φύκα· σχέτλια, οὐκ ἀνεκτά

phi

960

φύκει· εἶδος κομμωτικὸν γυναικεῖον260 in vol. 4

phi

961

φυκία· θαλάττια βρύα

phi

962

φυκιόεν· φυκία ἔχον. οἱ δὲ πορφύρεον, βαθύ

phi

963

φυκιοχαίτην· ψαφαροχαίτην

phi

964

φῦκος· τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ πράσον καλοῦσι. καὶ ἀκρωτήριον Λιβύης. ἢ βρύα, ἢ φλακτά.

phi

965

φυκτά· φευκτά

phi

966

[φυκτῆρες· φύλακες]

phi

967

*Φυλιστιείμ· πίπτον ποτίματι, ἤγουν μέθῃ

phi

968

Φυκοῦντα· Φυκοῦς ἀκρωτήριον περὶ τὴν ἀρχὴν τῆς Λιβύης, καὶ πο‐ λίχνιον ὁμώνυμον

phi

969

Φυλάδα· ἡ Ἑκάτη

phi

970

*φῦλα· ἔθνη. συγγενικὰ γένη

phi

971

*φῦλα θεοῦ· ἔθνη θεοῦ

phi

972

Φυλακή· φρουρά, εἱρκτή. τήρησις ἐντολῶν. πόλις Θεσσαλίας. ὀξυτό‐ νως δὲ ἀγρυπνία

phi

973

φύλαξ· φυλακτήρ

phi

974

φυλακτῆρες· φύλακες

phi

975

φυλακτηρία· παννυχίς

phi

976

φυλαρχία· πομπή τις

phi

977

φύλαρχος· φυλῆς ἄρχων

phi

978

φύλαρχον· χορήγιον

phi

979

φυλάς· τὰς κατοικίας, ἀποχωρήσεις. καὶ τὰ τετράποδα

phi

980

Φυλάσιοι· οἱ ἐκ τοῦ δήμου. καλεῖται δὲ οὕτω καὶ φυλή τις

phi

981

φυλάσσειν· ἐπιτηρεῖν. ἄλλοι δῶμα φυλασσέμεναι

phi

982

φυλατός· ἡ λέξις παρὰ Βλαίσῳ. σημαίνει δὲ ᾠδήν

phi

983

φυλέτης· ἐκ τῆς (αὐτῆς) φυλῆς, ὅ ἐστιν ὁμόφυλος

phi

984

Φυλείδης· Φυλέως παῖς ὁ Μέγης

phi

985

φυλ]ίης· Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος δένδρου ὅμοιον πρίνῳ

phi

986

Φυλή· τόπος τῆς Ἀττικῆς οὕτω λεγόμενος

phi

987

*φυλίη· ἀγριελαία

phi

988

φυλή· τάγμα, μέρος πόλεως

phi

989

φύλλα· τὰ τῶν δένδρων

phi

990

φυλλάδες· οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες261 in vol. 4

phi

991

φυλλάς· ξηρὰ δάφνη ἔχουσα φύλλα

phi

992

φυλλεῖα· τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ φαῦλα

phi

993

φυλλιᾶν· τοπάζειν

phi

994

φυλλιάς· ἐκ λαχάνων ὑπότριμμά τι σκευαζόμενον. ἐκαλεῖτο δὲ θρῖα

phi

995

Φυλλί]δαι· γένος ἰθαγενῶν

phi

996

*φύλλιον· πέταλον. ἢ τὰ ἐκ τῆς γῆς ἄνθη

phi

997

*φυλλεῖν· ἀδολεσχεῖν

phi

998

*φύλλες· ἀλώπεκες

phi

999

φυλλίδες· τὰ τῶν ἀνθῶν, ἅ τινα φύλλα ἐκάλουν

phi

1000

φυλλίναι· ἀγῶνες, ἐν οἷς μὴ ἐτίθετο ἀργύριον, ἀλλὰ στέφανοι μόνοι. καὶ εἶδός τι κυκεῶν(ος)

phi

1001

Φυλλίς· ἡ Σάμος τὸ πάλαι

phi

1002

φυλ]οβασιλεῖς· ἐκ τῶν φυλ[λ]ῶν αἱρετοί, οἱ τὰς θυσίας ἐπιτε‐ λοῦντες

phi

1003

φυλ]οκρινεῖν· τὰς φυλὰς διακρίνειν

phi

1004

φυλοκρινο(ῦ)μαι· ἐν τῇ φυλῇ διακρίνομαι

phi

1005

φῦλον· ἔθνος, γένος

phi

1006

φύλοπις· πόλεμος, μάχη

phi

1007

φῦμα· ψώρα, ἢ ἕτερον φῦμα

phi

1008

φύματα· ψυδράκια, ψῶραι

phi

1009

φύντων· γεννηθέντων

phi

1010

φύξαι· φύξειν. φυγεῖν

phi

1011

φύξηλιν· φυγάδα, δειλόν, φυγοπόλεμον

phi

1012

φυξήλιδας· δειλούς

phi

1013

φυξήλιον· φυγαδικὸν βίον

phi

1014

*φυξῆ· φυγῆ262 in vol. 4

phi

1015

φυξίμηλα· δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν βοσκημάτων

phi

1016

φύξις· φυγή

phi

1017

φυομένας· γεννωμένας

phi

1018

φύος· φύτευμα, γέννημα

phi

1019

φύππαξ· ὅπερ ἡμεῖς βόμβαξ

phi

1020

φύραμα· ζύμη. σπέρμα. ἢ ζημία

phi

1021

φυρᾶν· ζυμοῦν. ταράσσειν τὰ ἄλευρα

phi

1022

φυραυτίς· ὃ ἡμεῖς φύραν

phi

1023

φυρδήσκια· σκωλήκια

phi

1024

φύρδην· ἀτάκτως, συγκεχυμένως, ἀναμίξ

phi

1025

φύρει· μολύνει. μαλάσσει. μιγνύει

phi

1026

φύρεσθαι· μίγνυσθαι

phi

1027

φυρκηλίτοι· τειχήρεις

phi

1028

φύρκος· τεῖχος

phi

1029

φῦρμα· κόπρος, ῥύπος

phi

1030

φυρμᾶται· πτάρνυται

phi

1031

φυρμός· μολυσμός, ῥύπος, μίασμα

phi

1032

φυροῖ· μολύνει, ῥυποῖ

phi

1033

*φύρακες· ἐλαφροί

phi

1034

φύρσω· μολυνῶ

phi

1035

φυρτήτης· οἶνος

phi

1036

φυρτίζεσθαι· τὸ παίζειν συνεστραμ(μ)ένοις φυροῖς τοῖς ἱματίοις

phi

1037

φυρτοῖσιν· εἰκαίοις, συμπεφυραμένοις. [οἱ δὲ ἄλφιτα οἴνῳ δεδευμένα]. συμπεφυρμένοις

phi

1038

φύς· γεννηθείς. βλαστήσας

phi

1039

φῦσα· φαρέτρα. καὶ ἰχθῦς ποιὸς ἐν τῷ Νείλῳ γενόμενος. οἱ δὲ τὸ πνεῦμα καὶ ὁ ἀήρ. ἢ ἀσκός

phi

1040

φυσᾷ· πέπρηται. ἐπήρτηται

phi

1041

φυσακτήρ· ἄρτος ποιός τις ποπανώδης

phi

1042

φυσαλλίδες· φυσητήρια. αὐλοί

phi

1043

φύσας· γεννήσας. ἢ τοὺς ἀσκοὺς πληρώσας

phi

1044

φύσασθαι· γεννῆσαι263 in vol. 4

phi

1045

[φυσγετός· συρμός.] [φύσει δὲ σκληρόν]

phi

1046

φύσει· βλαστήσει, ἀληθῶς φύει

phi

1047

φυσ]ητήρ· ὁ τῶν κητωδῶν ἰχθύων αὐλός

phi

1048

φύσιγγος· εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. [καὶ οἱ πρόλοβοι τῶν ὀρνίθων. καὶ τὰ ἐν ταῖς κνήμαις ἐγκαύματα

phi

1049

φυσίζοος· (ἡ τὰ) πρὸς τὸ ζῆν φύουσα

phi

1050

φυσικῇ ποιότητι

phi

1051

*φυσίωσις· ἔπαρσις, ὑψηλοφροσύνη

phi

1052

φυσιολογεῖ· περὶ φύσεως διαλέγεται

phi

1053

φυσιολογία· λόγοι φύσεως ἐξαγγελτικοί

phi

1054

φυσίον· τὸ καθήλιον

phi

1055

φυσιούμεθα· ἐπαιρόμεθα, τυφούμεθα

phi

1056

φυσιόων· φυσιῶν, ἀσθμαίνων, πνευστιῶν

phi

1057

φύσις· γένος. οὐσία. προαίρεσις

phi

1058

φυσίφρονες· πεφυσημένοι τὰς φρένας, μάταιοι

phi

1059

φύσκων· γάστρων, παχύς

phi

1060

φύσκη· κοιλία, καὶ τὸ παχὺ ἔντερον

phi

1061

φυστὴ μᾶζα· ἄτριπτος

phi

1062

φυταλιαῖς· κήποις. [ἢ ταῖς γονίμαις καὶ φυτευτικαῖς]

phi

1063

Φυταλίδαι· γένος παρὰ Ἀθηναίοις

phi

1064

φυταλίζειν· φυτεύειν. πλησιάζειν

phi

1065

φυταλιῆς· κήπου, δενδροφόρου γῆς

phi

1066

φυταλμίοις· φυτευτικοῖς, γονίμοις

phi

1067

φυτάλμιος Ζεύς· συγγενής, ἢ ζωογόνος

phi

1068

φυτάλμιοι· ὁμοίως πληθυντικῶς

phi

1069

φυτεύει· κατασκευάζει. γεννᾷ

phi

1070

φυτηκόμος· σύνδε(ν)δρος τόπος

phi

1071

Φύτιος· ἥλιος. ἢ Ζεύς

phi

1072

φύτλη· γέννα, γένεσις, γένος264 in vol. 4

phi

1073

φύτορες· γεννήτορες

phi

1074

φυτοσμῶν· φεύγων

phi

1075

φυτοῦ· φύματος

phi

1076

φύτρα· φύσις. οἱ δὲ φυτήρια

phi

1077

φῦ χειρί· ἐμπεφυκότως λαβοῦσα τῇ χειρί

phi

1078

*φ.νται· γεννῶνται

phi

1079

φυῶς· φύσει

phi

1080

φῶ· εἴπω

phi

1081

φώγειν· φρύγειν

phi

1082

Φῶγος· ......

phi

1083

φωΐδες· τὰ πρὸ πυρὸς ἐν σώματι γινόμενα ἐκφυσήματα. οἱ δὲ τὰς φλυκταίνας

phi

1084

φώκη· ζῶον θαλάσσιον

phi

1085

Φωκαεῖς· ὄνομα ἔθνους. καὶ τὸ κάκιστον χρυσίον

phi

1086

φωκίων· ὄρνις ποιός

phi

1087

φῶκος· κῆπος θαλάσσιος ὅμοιος δελφῖνι

phi

1088

φωλάδες· ἐμφωλεύουσαι

phi

1089

φωλάδι· ἐμφωλευούσῃ

phi

1090

φωλάζει· ἐμφωλεύει

phi

1091

φωλαΐδες· ὀστράκινά τινα βρωμώδη

phi

1092

φωλεόν· διδασκαλεῖον. ἢ οὗ τὰ θηρία κοιμᾶται. ἢ οὗ χορεύουσι καὶ διδάσκουσιν. οἱ δὲ σπήλαιον

phi

1093

φωλεύει· οἰκουρεῖ, κρύπτε(τα)ι

phi

1094

φωλητηρίοις· φωλητήρια καὶ φωλεαὶ τῶν θ[ε]ιασ(ωτ]ῶν καὶ συνόδων οἶκοι

phi

1095

φωλητήρ· ὁ ἐν τῷ αὐτῷ τόπῳ καθεζόμενος ἀεί

phi

1096

φωλίς· ἰχθῦς ποιός

phi

1097

φῶμεν· εἴπωμεν

phi

1098

φωνασκεῖ· φωνὴν ἀποτελεῖ, ἢ φωνῆς ἐπιμελεῖ

phi

1099

φωνεῖ· λέγει

phi

1100

φωνή· ἡ τοῦ ἀνθρώπου

phi

1101

φωνήεις· λαλῆσαι δυνάμενος265 in vol. 4

phi

1102

φωνήσας· εἰπών, λέξας

phi

1103

*φωνεῖ· λαλεῖ, λέγει

phi

1104

φῶντα· λάμποντα

phi

1105

φώρ καὶ φῶρας· κλέπτας, λῃστάς. κατασκόπους, πληθυντικῶς καὶ ἑνικῶς

phi

1106

φωρά· κλοπή

phi

1107

φωρᾷ· ζητεῖ

phi

1108

φωραθείς· εὑρεθείς, φανείς

phi

1109

φωραθῆναι· γνωσθῆναι, (ἐ)λε(γ)χθῆναι

phi

1110

φωρᾶν· τὸ τὰ κλεψιμαῖα ζητεῖν. καὶ φωριᾶν. Φώρην δὲ τὴν ἔρευναν

phi

1111

φωράσαντες· εὑρόντες τὰ καλά

phi

1112

φωράσας· ἐλέγξας

phi

1113

φωρά(σε)σθαι· ἐλεγχθήσεσθαι

phi

1114

φωριαμός· κιβωτός. ‚(φ)ωριαμῶν .......‛

phi

1115

φώριον· κλέμμα. καὶ θρόνου εἶδος

phi

1116

φώριος· εἶδος μελίσσης

phi

1117

φῶρος· κατάσκοπος

phi

1118

φωρυτόν· συρφε[ρ]τόν. ἢ φρυγάνων σωρός. ἢ βόρβορος καὶ ἀκαθαρ‐ σία. καὶ χόρτος τῆς γῆς

phi

1119

φῶς· τὸ ὁρώμενον τὸ παρὰ τοῦ θεοῦ δημιουργηθέν. καὶ τὸ πῦρ. καὶ ἡ χαρά. ὀξυτόνως δὲ ὁ ἄνθρωπος

phi

1120

φῶσαι· φῶξαι, φρύξαι, θάλψαι

phi

1121

φώσκει· διαφαύει

phi

1122

φωστήρ· θυρίς

phi

1123

φωσφόρεια· ἑορτή

phi

1124

φωσφόρος· φωτοδότης, λαμπρὸς ἀστήρ

phi

1125

φώσν· τὸ λινοῦν ἅρμενον

phi

1126

φῶτα· ἄνθρωπον. ἢ ὄμματα καὶ θυρίδες

phi

1127

φωταγωγός· ὁ τὸ φῶς φέρων

phi

1128

φῶτας· ἄνδρας, ἀνθρώπους

phi

1129

φῶτας ἐννέα· ἄνδρας ἐννέα

phi

1130

φῶτε· ἄνδρες, δυϊκῶς

phi

1131

φωτί· ἀνδρί

phi

1132

φῶτες· ἄνθρωποι, ἄνδρες

phi

1133

φωτεύει· γεννᾷ

phi

1134

φωτία· λαμπρία. καὶ ὄμματα

phi

1135

φῶτιγξ· [αὐγή.] σῦριγξ. λώτινος αὐλός, [ὡς] εἶδος σάλπιγγος266 in vol. 4

phi

1136

φώτιον· προσφιλές, ἡδύ

phi

1137

φωτισμός· αὐγὴ [τηλαυγές, καταυγάζον

phi

1138

φωτολόγιον· τυφλόν. νεκρόν

phi

1139

φωτῶν· ἀνδρῶν

phi

1140

φωτός· ἀνδρός

phi

1141

φωτός· ἡμέρας

phi

1142

φώψ· φάος

chi

1

Χαβόν· καμπύλον. στενόν

chi

2

χαβῶνες· στέατα ὀπτώμενα ἀπὸ ἀλεύρου

chi

3

χαδέειν· χωρῆσαι

chi

4

χάδεν· ἐχώρησεν

chi

5

χάζει· πρ(οσ)δεῖται. χαλᾶται

chi

6

χάζειν· ἀναχωρεῖν. φυλάσσεσθαι

chi

7

χάζεο τῆλε· ἀναχώρει μακράν

chi

8

χάζεσθαι· ὑποχωρεῖν

chi

9

χάζεται· ἀναχωρεῖ

chi

10

χάζετο· ἀνεχώρει

chi

11

χαζόμενον· ἀναχωροῦντα

chi

12

χάἱα· ἀγαθή

chi

13

χαίνας· στέαρ

chi

14

χαίνει· ἀνοίγει τὸ στόμα

chi

15

χάἱος· ἀγαθός

chi

16

χαίρετε· θαῤῥεῖτε

chi

17

χαίρειν· ἐῤῥῶσθαι. τὸ χαίρειν ταῖς ἐπιστολαῖς προσετίθεσαν. ἔστι
δὲ καὶ ἀπαλλασσομένων προσαγόρευσις267 in vol. 4

chi

18

χαίρειν θ’ ἐᾶσαι· καταφρονεῖν

chi

19

χαίρειν· φράσαντες. ἀποταξάμενοι ......

chi

20

χαιρέτω ληρῶν· ἐρυθριάτω ......

chi

21

χαιρηδόνα· τὴν χαράν

chi

22

χαιροσύνη· χαρά

chi

23

χαιρωθῆναι· ἐκπλαγῆναι

chi

24

χαῖται· αἱ κεχυμέναι τρίχες

chi

25

χαιτήεντος· κομήτου

chi

26

χαίτη· ἡ ἐπὶ τοῦ τραχήλου θρίξ

chi

27

χαλαβεῖν· φοβεῖν, θορυβεῖν

chi

28

*χαλᾷ· χαλάσσει, καὶ πόδαι

chi

29

[χαλάδες· τὰ ἔντερα. ἢ λιθώδεις

chi

30

χαλάδος· λιθώδης. ἐξέντερος]

chi

31

χάλανδρον· κράββατον

chi

32

χάλαζα· σημεῖον θυτικόν. καὶ πάθος περὶ τὰς σῦς

chi

33

*χαλεπαίνει· δυσχεραίνει, ἀγανακτεῖ

chi

34

χαλαίρυπος· ὁ τῶν πλυνομένων ἱματίων ῥύπος

chi

35

χαλαρὰ ἅλυσις· ........

chi

36

Χαλάμβριοι ἵπποι· ἀπὸ τόπου τῆς Λιβύης

chi

37

χαλαργούς· ........ τὰ ἄκρα τῶν ποδῶν (ἢ) τῶν ὀνύχων, οἷον πο‐ δαργούς, ἢ ταχύποδας

chi

38

χαλαρῶν· ὡραίων

chi

39

Χαλαστραίων συῶν· [πόλις τῆς Μακεδονίας καὶ λίμνη ἔνθα τὸ Χαλαστραῖον νίτρον γεγένηται

chi

40

Χαλδαῖοι· γένος μάγων πάντα γινωσκόντων268 in vol. 4

chi

41

χαλεπὰ τὰ καλά· ....... Σόλωνα ταῦτα πυθόμενον εἰπεῖν· χαλεπὰ τὰ καλά· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἔνιοι δὲ τὸ χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. ἀδύνατον οὖν ἐστιν ἐφ’ ἅπαντι ἀγαθὸν εἶναι

chi

42

χαλεπήνας· ἀγανακτήσας

chi

43

χαλεπόν· δύσεργον, σκληρόν, δεινόν

chi

44

χαλεπήνῃ· εἰς χαλεπότητα ἀγάγῃ

chi

45

χαλέπι· ἐρεθίζει. ἀπειλεῖ. φοβεῖ. ἀγανακτεῖ. κακίζει. βλάπτει. εἰς χαλεπότητα ἄγει

chi

46

χαλεπτύς· χαλεπότης

chi

47

χαλεπῶς· δυσκόλως

chi

48

[χαλέσιν· ὄνυξι]

chi

49

χαλεψάμενος· χολωθείς

chi

50

[χαλέρυπον· τὸ ῥύμ(μ)α τὸ ἀπὸ τοῦ νίτρου γενόμενον, ὅ τινες νί‐ τρωμα λέγουσι]

chi

51

χαλία· ἡσυχία

chi

52

χαλίδιον· πινάκιον

chi

53

χάλικες· οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι

chi

54

χαλίκρατον· εὔκρατον, ἄκρατον

chi

55

χάλιμα· φαρμακός

chi

56

χαλιμάδες· ἀναίσχυντοι καὶ θρασεῖαι

chi

57

χάλις· ὁ ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ κεχαλασμένος τὰς φρένας

chi

58

χαλιστόν· σκαιόν. ἢ ἀγαθὸν καὶ δίκαιον

chi

59

χαλίφρονας· παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς καὶ κεχαλασμένας πρὸς συνουσίαν ὑφ’ ἡδονῆς

chi

60

χαλιφροσύνη· ἡ τῆς ψυχῆς ἄνεσις

chi

61

χαλίφρων· κεχαλασμένας ἔχων τὰς φρένας, ἤγουν ἀσύνετος

chi

62

χάλκεα· τὰ ὅπλα συνήθως καὶ τὰ ἐκ σιδήρου

chi

63

χάλκεα ἐπίσωτρα· τὰ ἔξωθεν τῶν τροχῶν οἱ κανθοί

chi

64

χαλκεγχέων· πολεμιστῶν

chi

65

χαλκεῖα· ὑπομνήματα τῆς τῶν τεχνῶν εὑρέσεως269 in vol. 4

chi

66

χαλκεομήστορος· ἰσχυρόφρονος

chi

67

[χαλκεοπίσσωτρα· ὁμοίως]

chi

68

χάλκεον· ὀχυρόν. σκληρόν. ἄλλοι ὕπνον [ἢ]· θάνατον

chi

69

χάλκεος· ἰσχυρός

chi

70

χάλκεος κέραμος· εἱρκτή. πίθος. καὶ ὄρος

chi

71

χαλκεόφωνον· ἰσχυρόφωνον

chi

72

χαλκεύς· πᾶς τεχνίτης, καὶ ὁ ἀργυροκόπος, καὶ ὁ χρυσοχόος

chi

73

χαλκεῶνα· ......

chi

74

χάλκιον· ἐν ᾧ τοὺς κοττάβους ἐποιοῦντο

chi

75

χάλκη· πορφύρα

chi

76

Χαλκηδών· πόλις

chi

77

χαλκῆ μυῖα· εἶδός τι μυίας

chi

78

χαλκήρεα· χαλκῷ ἀρηρότα

chi

79

χαλκήρεας· χαλκῷ ἡρμοσμένους

chi

80

χαλκήρη· χαλκῷ ἡρμοσμένα

chi

81

χαλκόστομα· χαλκία κύμβαλα

chi

82

Χαλκίδαι· γένος

chi

83

χαλκιδεύς· δειλός

chi

84

[Χαλκιδική· Σκυθική. τὰ μέταλλα τοῦ σιδήρου ἐκεῖ πρῶτον εὑρε‐ θέντα]

chi

85

χαλκιδίζειν· ἀπὸ τῶν κατ’ Εὔβοιαν Χαλκιδέων. τίθεται δὲ καὶ ἐπὶ τῶν παιδεραστούντων, ἐπεὶ ἐπλεόναζον παρ’ αὐτοῖς οἱ παιδικοὶ ἔρωτες

chi

86

Χαλκιδικὸν δίωγμα· διότι εἰς Χαλκίδα ἐγένετο ἡ ἐκδίωξις

chi

87

χαλκιδικὸς λειμών· οἱ μὲν τὴν Κυκλωπίαν κώμην. οἱ δὲ Κυκλωπι.. λίμνη

chi

88

χαλκιδίκων· χαλκίς, ὁ ἰχθῦς

chi

89

Χαλκιδικός· εἶδος ἀλεκτρυόνος270 in vol. 4

chi

90

Χαλκίναος· Χαλκίοικος

chi

91

χαλκίνδα· τὸ εἰς χαλκὸν κυβεύειν

chi

92

χαλκίον· τὸ χαλκοῦν

chi

93

χαλκίον μακρόν· τὴν ἐλαιηρὰν ἐπίχυσιν

chi

94

χαλκίς· εἶδος ὀρνέου, καὶ ἰχθύος. καὶ πόλις τῆς Βοιωτίας

chi

95

χαλκοβάρεια· ἰσχυρά, ἡ ἐκ τοῦ χαλκοῦ βαρεῖα

chi

96

χαλκοβαρής· ὁ ἐκ τοῦ σιδήρου βαρούμενος

chi

97

χαλκοβατές· τὸ ἰσχυρῶς βεβηκός

chi

98

χαλκόβατον· ἰσχυρῶς βεβηκότα

chi

99

χαλκογλώχινος· χαλκὴν ἐπιδορατίδα ἐχούσης

chi

100

*Χαλκηδάνη· ταύτης ἱερὸν ἐν Σπάρτῃ

chi

101

χαλκοδεσμωτήρ· χαλκόδερμος, ἐπεὶ ὥπλιστο. λέγεται δὲ καὶ χαλκο‐ δεσμήτωρ

chi

102

χαλκοκορυσταί· χαλκῷ καθωπλισμένοι

chi

103

χαλκοκνήμιδες· οἷς σιδηραῖ ἧσαν, ἢ χαλκαῖ αἱ κνῆμαι

chi

104

χαλκοκορυστήν· χαλκῷ ὡπλισμένον

chi

105

χαλκοκράς· τὸ χαλκόκρατον νόμισμα

chi

106

χαλκόκροτος· ἡ Ῥέα διὰ τὰ κύμβαλα

chi

107

χαλκολογεῖ· νουμία συλλέγει[ν]

chi

108

χαλκό(ν .....) λόφον ἱππιοχαίτην· τὸ ἐπανάστημα τῆς περικε‐ φαλαίας, ἣ ἐξ ἱππείων τριχῶν κεκόσμητο ....

chi

109

χαλκός· ὁ σίδηρος. καὶ νόμος ἀκίνητος

chi

110

χαλκοπαρείη· χαλκᾶς παρειὰς ἐχούσης

chi

111

χαλκόποδας· ἰσχυρόποδας

chi

112

χαλκοῦν πινάκιον· Ἀθηναῖοι εἶχον ἕκαστος πινάκιον πύξινον ἐπι‐
γεγραμμένον τὸ ὄνομα [τοῦ] αὐτοῦ καὶ τοῦ δήμου πατρόθεν271 in vol. 4

chi

113

*χαλκοτύπους· χαλκοπλήκτους

chi

114

χαλκοῦς· τοῦτο ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου ἔλεγον

chi

115

χαλκοχιτώνων· χαλκοθωράκων, ἢ ἰσχυροθωράκων

chi

116

χαλκώδοντας στόλους· χαλκοῦς ὀδόντας ἔχοντας. Ὀδόντας δὲ ἔλεγον τὰ ἔμβολα, ἅ τινες ἐμβόλια

chi

117

χαλκώνητος· ἠγορασμένος

chi

118

χαλκωτῆρα· κέραμός τις

chi

119

Χάλυβοι· ἔθνος τῆς Σκυθίας, ὅπου σίδηρος γίνεται

chi

120

Χαλυβδική· τῆς Σκυθίας, ὅπου σιδήρου μέταλλα

chi

121

Χαλυβώνιος· εἶδος οἴνου ἀπὸ τόπου τινὸς τῆς Συρίας

chi

122

[χαλυνέοντα· λύραις]

chi

123

[χαλοπὴ κιθάρα· ἀπὸ γὰρ ὀστράκων χελώνης ἡ κιθάρα γίνεται]

chi

124

χαλῶσα· χάσκουσα

chi

125

χαμα)δύται· κοχλίαι

chi

126

*χαμᾶζε· χαμαί, χαμάδες

chi

127

*χαμάδις· τὰ αὐτά

chi

128

*χαμά]δις χέει[ν]· χαμαὶ καταβάλλει[ν]

chi

129

χαμαιευνάδες· οἱ σύες ἀπὸ τοῦ παρακολουθοῦντος αὐτοῖς. πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων ὀρθὰ κοιμᾶται καὶ ἑστῶτα. Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι. ἢ χαμαικοιτοῦντες

chi

130

[χαμῶνας· στέαρ, ἢ τὰ ἐκ στέατος τικτόμενα]

chi

131

χαμαίζηλα· ταπεινά, γήϊνα

chi

132

χαμαίζηλοι· εὐτελεῖς

chi

133

χαμαιλέων· ζῶον ὠοτόκον καὶ πεζόν

chi

134

χαμαιπετεῖ· ταπεινῷ, ἢ χαμαὶ κειμένῳ

chi

135

χαμαιπετῶς· ὥστε [μὴ] εἰς τοὔδαφος ῥῖψαι

chi

136

χαμαιρεπῶς· χαμαιζήλως, ἢ εἰς τὰ γήϊα ῥέπων

chi

137

χαμαιτύπη· πόρνη ἄδοξος

chi

138

χαμαιτυπιῶν· τῶν πολυκοίνων συνουσιῶν, ἤτοι πορνείων272 in vol. 4

chi

139

χαμερπής· γεωργός, ὁ ἐν τῇ γῇ κοιμώμενος

chi

140

χαμεταιρίς· ἡ πόρνη

chi

141

χάμευνα· ταπεινά

chi

142

χαμευνεῖ· χαμαικοιτεῖ

chi

143

χαμεύνη· στιβάς, καὶ ἡ ταπεινὴ κλινίς. καὶ χαμεύνης· ὁ χαμαὶ κοι‐ μώμενος

chi

144

χαμεύνιον· κλινίδιον πενιχρόν

chi

145

χαμηλόν· χαμαίζηλον

chi

146

χαμόθεν· ἐκ τῶν χαμαί

chi

147

χαμόκοιτος· ὁ εἰς τὴν γῆν κοιμώμενος

chi

148

χαμόν· καμπύλον

chi

149

χανά· κόσμησις

chi

150

χαναβίς· ἄλης

chi

151

[χάναι· ἀνοῖξαι στόμα]

chi

152

*Χαναάμ· σάλος

chi

153

χανακές· ἐπιεικές

chi

154

χανάκτιον· τὸ μωρόν. Δωριεῖς

chi

155

χαμᾶσθαι· χασμᾶσθαι

chi

156

χανδάνειν· χωρεῖν, δέχεσθαι

chi

157

χανδόν· πολύ[ν], καὶ ὅσον δυνατόν, καὶ ἀθρόως, ἀπὸ τοῦ κεχηνέναι πλατύ

chi

158

χανδὸν πιεῖν· κεχηνότως καὶ ἀθρόως πιεῖν ὅλῳ στόματι

chi

159

χανεῖ· φυλάσσει. ἀνοίγει. ἀπαγγελεῖ

chi

160

χανητός· τὸ ἐπὶ τὴν ἅμαξαν ἐπιτιθέμενον πλέγμα

chi

161

χάνοι· χάσμα ποιήσαι

chi

162

χάνοι εὐρεῖα χθών· εὐρὺ χάσμα ποιήσειεν ἡ γῆ

chi

163

χά)οιμι· εἴποιμι273 in vol. 4

chi

164

χάνος· στόμα

chi

165

χανών· ἀνοίγων στόμα

chi

166

χανύειν· βοᾶν

chi

167

χανύσσει· βία καλεῖ

chi

168

χάος· χώρησις. καὶ τὸ κενὸν ἀπὸ τοῦ κεχύσθαι. ἢ σκότος

chi

169

χαρά· ἡδονή, ἀγαλλίασις, εὐφροσύνη

chi

170

χαράβδη· λύμη σίτου

chi

171

χαράδρα· χείμαῤῥος ποταμός. κατάγει δὲ οὗτος παντοῖα ἐν τῷ ῥεύ‐ ματι, καὶ κατασύρει

chi

172

χαράδραι· αἱ χαράξεις τοῦ ἐδάφους. καὶ οἱ κοῖλοι τόποι ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων

chi

173

χαραδριός· εἶδος ὀρνέου

chi

174

χάρακες· τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι

chi

175

χαρακίαι· οἱ ἐν τοῖς χάραξι διατρίβοντες

chi

176

χαράκια· ὑποστηρίγματα

chi

177

χαρακίζειν· σπαίρειν. μετεωρίζειν. διαιρεῖν

chi

178

*χαρακτηρίζει· σημαίνει τοὺς χαρακτῆρας

chi

179

*χαρακτηριστικόν· σημεῖον δηλοῦν τοὺς χαρακτῆρας

chi

180

*χαρακτήρ· ὁμοίωσις

chi

181

χαρακίας· τιθύμαλλος

chi

182

χαραμός· ἡ τῆς γῆς διάστασις, οἷον χηραμός

chi

183

*χάρακα· χαράκωμα, περίφραγμα

chi

184

χάραξ· φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς (ἐχό‐ μενος)

chi

185

χάραξ τὴν ἄμπελον· παροιμία, ὅταν ὑπὸ τοῦ σωζομένου τὸ σῶζον ἀπατηθῇ

chi

186

χαράξαι· κόψαι. κοιλᾶναι. τυπῶσαι

chi

187

χαρή· χαρά274 in vol. 4

chi

188

χαρείη· τερφθείη

chi

189

χαρία· βουνός

chi

190

Χαρίδαι· γένος ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κραναοῦ

chi

191

χαρίεν· καλόν, ἀγαθόν, ἀστεῖον, ὡραῖον

chi

192

χαρίεντα· καλά, κεχαριτωμένα

chi

193

χαρίζεσθαι· τὸ δρᾶν τὰ κεχαρισμένα

chi

194

*χαρίεια· φίλτρα

chi

195

[χάριξον· ἐπισκεύασον]

chi

196

χάρις· δωρεά. χαρά. καὶ θῦμα ἐκ τριῶν ποπάνων συγκείμενον. τινὲς δὲ πλακούντων εἴδη, καὶ ἀρτοχάριτας καλεῖσθαι. καὶ ἀμοιβὴ κατὰ εὐεργεσίαν

chi

197

*χάρισμα· δῶρον

chi

198

χαριστήρια· χαρίεντα δῶρα

chi

199

χαρίσιον· εἶδος πλακούντων. οἱ δὲ ἄρτον ἀπὸ τῶν λειμμάτων

chi

200

χαρίσασθαι· παρασχεῖν. λέγονται γὰρ χώρας γυναῖκες χαρίζεσθαι πρὸς συνουσίαν αὐτοῖς ἐκδιδοῦσαι .....

chi

201

χάρμα· ἡδονή, χαρά

chi

202

χάρματος· χαρᾶς

chi

203

χάρμη· ἡ μετὰ χαρᾶς μάχη

chi

204

χάρμης· μάχης

chi

205

*χαρά· ὀργή, ἢ ὀργίλος

chi

206

χαρμονή· χαρά. συλλογή

chi

207

χαρμόσυνα· ἑορταὶ Ἀθήνησι. καὶ χαρμόσυνα

chi

208

χαρμοσύνη· ὀνομασία

chi

209

Χαρμόφρων· ὁ Ἑρμῆς275 in vol. 4

chi

210

[χαρόνη· χαρῖνος ἄμπελος]

chi

211

χαροπός· περιχαρής. γλαυκός. ξανθός. φοβερός

chi

212

χαρτός· χαρᾶς ἄξιος. ἢ βακτηρία

chi

213

χάρυβδις· χάσμα θαλάσσης. ἢ καταιγίς

chi

214

χάρυβδις ὠμόβροτος· ἡ ἀναπινομένη θάλασσα

chi

215

χάρων· ὁ λέων, ἀπὸ τῆς χαροπότητος

chi

216

*χαροπόν· ξανθόν. γλαυκόν. φοβερόν. περιχαρῆ[ν]

chi

217

Χαρών)ιον· θύρα μία τοῦ νομοφυλακίου, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτῳ ἐξήγοντο

chi

218

*χαρά· ὀργίλον, ἢ ὀργή

chi

219

*χάσις· διάκρισις, χώρησις

chi

220

χάσιος· ἀγαθός, χρηστός

chi

221

χάσκοντες· ἀνοίγοντες

chi

222

χασκωρεῖν· περιβλέπειν

chi

223

χάσμα· στόμα ἢ σχίσμα γῆς

chi

224

χάσμα θηρός· ὄψις θηρός. [ἢ θαλάσσης πρόσωπον

chi

225

χασμᾶται· ἀνοίγεται

chi

226

χασσάμενος· ἀναχωρήσας

chi

227

χάσσασθαι· ἀναχωρῆσαι, χωρῆσαι

chi

228

χάσσεται· χωρήσει, ἀναχωρήσει

chi

229

Χαστιᾶ· τὸν ἀπὸ δήμου. Χαστιεῖς γὰρ δῆμος

chi

230

Χαστιεῖς· ὄνομα δήμου

chi

231

χαστηρίᾳ· τῇ ἀνειργούσῃ

chi

232

*χατέ(ων)· χρείαν ἔχων

chi

233

χατέοντα· δεόμενον, χρῄζοντα

chi

234

χατέοντί περ· καίπερ χρῄζοντι

chi

235

χατεύει· χατίζει. ἐπιθυμεῖ

chi

236

χατεύουσα· χρῄζουσα, δεομένη

chi

237

χᾶτις· ἐπιθυμία. χρῆσις

chi

238

χαυλιόδοντα· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας ἔξω τῶν ἄλλων ὀδόντων καὶ τοῦ στόματος. οἱ δὲ ἀμφόδοντας

chi

239

χαυλίξυν· ἀλαζόνα276 in vol. 4

chi

240

χαυνάκων· χαυνοποιῶν, οἱ δὲ χαυνολόγων

chi

241

χαυνιάζει· πλανᾷ

chi

242

χαυνῶσαι· τὸ φυσῆσαι

chi

243

*χαυνῶνες· ἄρτοι ἐλαίῳ ἀναφυραθέντες

chi

244

χεδροπά· ὄσπριον τι. οἱ δὲ πανσπερμίαν

chi

245

χέδροψ· πᾶν ὄσπριον. σπέρμα

chi

246

χει· ἐπὶ τῶν χ[ε]ιλ(ι)ῶν δραχμῶν τοῦτο ἐχάραττον

chi

247

χειά· ἡ κατάδυσις τῶν ὄφεων καὶ δρακόντων

chi

248

χειαί· ὁμοίως

chi

249

χειδροπῶν· ὀσπρίων

chi

250

χειλεύει στρατόν· σιτοδοτεῖ στρατόν, τρέφει

chi

251

*χείλει ἄκρῳ· ......

chi

252

χειλαί· αἱ συμπτώσεις τῶν βλεφάρων

chi

253

χειλιοστύες· αἱ φυλαί

chi

254

χειλός· τροφή, βρῶσις. χόρτος, καὶ πᾶν ἄλλο χόρτασμα

chi

255

χειλοῦται· μεγαλύνεται, αὔξεται

chi

256

χειλοῦσθαι· παχύνεσθαι. σιτίζεσθαι

chi

257

χειλῶνες· τῶν ἀλεκτρυόνων τινές

chi

258

χεῖμα[ν]· χειμῶνα

chi

259

χειμάδα· ἱμάτιον χειμερινόν

chi

260

χειμάδιον· εἰς τὸ χειμάζειν

chi

261

χειμάμυνα· ἣν Ὅμηρος ἀλεξάνεμον λέγει

chi

262

χειμάῤῥοι· [οἱ ἐν τῷ χειμῶνι γενόμενοι ἔριφοι.] καὶ οἱ ποταμοί, καὶ
ῥύακες277 in vol. 4

chi

263

χειμάς· χειμών

chi

264

χειμασία· ζάλη. ταραχή

chi

265

χείμαστρον· χειμερινὸν ἱμάτιον

chi

266

[χείμεθλον· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος]

chi

267

χειμέρας· χειμερινάς

chi

268

χειμεριοῦντας· διαχειμάσοντας

chi

269

χειμεῶ· ῥιγῶ χειωσάμενος

chi

270

χειμήβοτος· χειμερινὴ ὥρα

chi

271

χειμών· ἡ ὥρα. καὶ κίνδυνος. ταραχή. ζάλη. διωγμός

chi

272

χειμῶντα· ῥιγοῦντα

chi

273

χείρ· ἡ δράξ. καὶ τὸ μέλος. καὶ μέρος

chi

274

[χειράδες· αἱ μετὰ λίθων καὶ ὅπλων βολαί

chi

275

χειραδίαι· τῶν χειμάῤῥων αἱ λιθώδεις ἀθροίσεις]

chi

276

χ]ιράδας· τὰς ἐν τοῖς ποσὶ ῥαγάδας. ἔνιοι δὲ φῷδας

chi

277

χεῖρε· τὰς χεῖρας, δυϊκῶς

chi

278

χειραγωγῶ· τῇ χειρὶ ἄγω

chi

279

χείριον· ὑποχείριον, τιθασόν

chi

280

χειρίζειν· διοικεῖν

chi

281

χείριον· ὑποχείριον, χειροήθη

chi

282

*χεμβρῶν· ζυγή. ἡ ἑταιρεία

chi

283

χείριος· χρήσιμος. ὑποχείριος

chi

284

*χειρίων· ἐλάττων, χείρων

chi

285

χείριστα· δεινά, κάκιστα

chi

286

χειροβοσκόν· τὸν διὰ χειρῶν ζῶντα278 in vol. 4

chi

287

χειροβρῶτι δεσμῷ· τοῖς πυκτικοῖς ἱμᾶσι, διὰ τὸ τὰς σάρκας δια‐ κόπτειν καὶ ἀναλίσκειν

chi

288

χειροβλήματα· δράγματα· οἱ δὲ χειρόβλητα

chi

289

χειρογάστορες· οἱ διὰ τῶν χειρῶν ζῶντες

chi

290

Χειρογονία· ἡ Περσεφόνη

chi

291

χειρόγραφον· συμβόλαιον. γραμματεῖον

chi

292

χειρόδοτον· ἀχρημάτιστον δάνειον

chi

293

χειροέρκτης· χειρουργός

chi

294

χειροήθεις· πρᾶοι, ἥμεροι

chi

295

χειρόηθες· πρᾶον, ἥμερον

chi

296

*χειροθετεῖ· χεῖρας ἐπιτίθησι

chi

297

χειρόκμητα· χειροποίητα, ἤγουν ὑπὸ χειρῶν γεγενημένα

chi

298

χειρομάντεις· οἱ ἀπὸ χερῶν μαντευόμενοι

chi

299

*χειρόμακτρον [ἢ χειρόμαστρον]· μανδήλιον

chi

300

χεῖρον· κάκιστον. ἔλαττον

chi

301

χείρονα· ὅμοια

chi

302

[χειρονάκτας· χειροτέχνας]

chi

303

χειρονόμος· ὀρχηστής

chi

304

χείρονος· ἐλάττονος

chi

305

χειροπόνια· ἑορτή, ἐν ᾗ τεχνῖται θύουσιν

chi

306

χειροπόδες· ῥαγοπόδες

chi

307

χειροτέρη· ἐλάττων

chi

308

χειρότερον· χείρονα

chi

309

χειροτονεῖν· καθιστᾶν. ψηφίζειν

chi

310

χειροτονία· ἐκλογή .....

chi

311

χειρουργεῖ· χερσὶν ἐργάζεται

chi

312

Χείρων· Κρόνου καὶ Φιλύρας υἱός

chi

313

χειρωνάκτας· χειροτέχνας

chi

314

χειρῶναξ λεώς· ὁ χειροτέχνης

chi

315

χειρωσάμενοι· καταγωνισάμενοι279 in vol. 4

chi

316

χειρώσασθαι· ὑποτάξαι. φονεῦσαι

chi

317

χειρωτόν· εὐάλωτον. καταγωνίσασθαι

chi

318

[χειτών· ἔνδυμα, περιβόλαιον]

chi

319

χείσεται· χωρήσει

chi

320

χελεῦ χελώνη

chi

321

χελεύς· κιθάρα

chi

322

χελεάρ· χελιδών. χελιδονίας. καὶ ἰχθῦς ποιός

chi

323

*χελιδών· τὸ κοῖλον τῆς ὁπλῆς τῶν ἵππων. καὶ τοῦ ἀνθρώπου τὸ ἄνωθεν τοῦ ἀγκῶνος τὸ κατὰ τὰς καμπάς

chi

324

χελιδονισταί· οἱ τῇ χελιδόνι ἀγείροντες

chi

325

χελιδόνος δίκην· τοὺς βαρβάρους χελιδόσιν ἀπεικάζουσι διὰ τὴν ἀσύνθετον λαλιάν

chi

326

χελιδόνων φάρμακον

chi

327

χελιδόνων μουσεῖον· ὡς βάρβαρα καὶ ἀσύνετα ποιούντων τῶν τρα‐ γικῶν

chi

328

χελιδόνεως· εἶδος ἰσχάδων

chi

329

χέλ.ιον· τὸ ἀπωστρακωμένον τῆς χελώνης δέρμα χέλυος νῶτος ὀστρα‐ κώδης

chi

330

χελούειν· βήσσειν. καὶ χελούσειν ὁμοίως

chi

331

χέλους· μουσικὸν ὄργανον

chi

332

(*)χελλών· ἰχθῦς ποιός280 in vol. 4

chi

333

χέλυν· [χεῖλος. καὶ] μέρος τῶν ἱερείων

chi

334

χελῦναι· χῆλαι

chi

335

χέλυν ἔν τ’ ἀλύροις .....· χέλυς ἡ κιθάρα· ἀπὸ γὰρ ὀστράκου χελώνης κιθάρα γίνεται

chi

336

χελυνέων· χημῶν

chi

337

χελύνη· τὰ χείλη. ἄλλοι τὴν κιθάραν. καὶ τὴν χελώνην. καὶ λύραν. καὶ ὄργανον πολεμιστήριον

chi

338

χελυνάζειν· χλευάζειν

chi

339

χελύνιον· χελώνιον

chi

340

χέλυς· χελώνη. λύρα. μηχάνημα

chi

341

χέλυσμα· τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα

chi

342

χελύσσεται· βήσσει

chi

343

χελώνη· τὸ ὑποπόδιον. καὶ (νόμισμα) Πελοποννησιακόν. καὶ ἡ τρόπις τῆς νεὼς διὰ τὸ ἐπικαμπές

chi

344

χελωνίας· ἡ ποικίλη κανθαρίς

chi

345

χελωνίδος· οὐδὸς τῆς θύρας τῆς σκηνῆς

chi

346

χελωνός· τὴν θαλασσίαν χελώνην οὕτω λέγουσί τινες, ὣς τὴν ἀράχνην ἄραχνον

chi

347

χελωνοφάγοι· ἀετοί τινες

chi

348

χεννίον· ὀρνιθάριόν τι κατ’ Αἴγυπτον ταριχευόμενον. καὶ εἶδος ἰχθύος

chi

349

[χέραβος· χάσμα γῆς]281 in vol. 4

chi

350

[χεράδες· αἱ τῶν χειμάῤῥων ποταμῶν λιθώδεις ἀθροίσεις]

chi

351

χέραδος· ἡ μετ’ ὀστράκων καὶ λίθων ὕλη

chi

352

[χεράς· τὸ ἀπὸ θαλάσσης καὶ ποταμῶν λιθῶδες. ἢ ὁ σωρὸς τῶν λίθων]

chi

353

[χερδαμός· λίθος πληρῶν τὴν χεῖρα]

chi

354

χερεῖον· χείρονα. ἐλάττονα. χεῖρον

chi

355

χέρηϊ· χείρονι, ἥττονι, ἢ ἥσσονι

chi

356

χέρμα· ποίημα. χάλιξ

chi

357

[χερμάδιος· χειροπλήθης λίθος. καὶ ὁ ἀκροβολισμός]

chi

358

χερμαδίῳ· χειροπλήθει λίθῳ

chi

359

[χερμάδος· λίθος πληρῶν χεῖρα]

chi

360

χερμάς· λίθος χειροπλήθης, ὃν τῇ χειρὶ βαστάσαι καὶ ἀνελέσθαι δύ‐ ναταί τις

chi

361

χερματιστής· λίθος χειροπλήθης. καὶ δίσκος βακχεῖος

chi

362

χερνής· πένης. λάτρις, χειροτέχνης, ὁ ἀπὸ χειρῶν ζῶν χειρόβιος ... χερνήτης· χέρνα γὰρ ἡ πενία

chi

363

χερνῆτις· ἡ ἀπὸ χειρῶν ζῶσα, πενιχρά, χήρα

chi

364

χέρνιβα· τὸ ἐπιχεόμενον ταῖς χερσὶν ὕδωρ

chi

365

χερνιβ)ῖον· [τὸ ἁγνισθῆναι δι’ ὕδατος ἔχοντος κριθὰς καὶ ἅλας

chi

366

χέρνιβος· τοῦ προχεομένου ὕδατος

chi

367

χερνιψάμενος· τὰς χεῖρας νιψάμενος

chi

368

χέῤῥον[α]· τὴν χέρσον γῆν. Λάκωνες

chi

369

χεῤῥονησία γῆ· ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν282 in vol. 4

chi

370

χερσεύει· Σοφοκλῆς Ἴωνι· κείμενος μὲν βουστάδας αὐλὰς ἐπὶ χέρσου ἢ διὰ χειρῶν ἔχει, ἢ οὕτως ἐμβατεύει

chi

371

χερσεία· ἐρημία

chi

372

χερσόνησος· γῆ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος, μήτε θά‐ λασσα .....

chi

373

χέρσος· ἡ ἔρημος γῆ καὶ τραχεῖα, καὶ πᾶσα γῆ ἄκαρπος καὶ ἀνέρ‐
1γαστος

chi

374

χερσωθήσονται· ἐρημωθήσονται

chi

375

χερωίς· εἶδος δρυός

chi

376

χεῦαι· ἐπιχέαι, καταχῶσαι ἐπὶ τῶν τελευτώντων

chi

377

χευάμεναι· περιβαλόμεναι

chi

378

χεύει· ῥεῖ

chi

379

χεῦμα· ῥεῦμα, ὕδωρ

chi

380

χεύμασι· [προχόη. [ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν]

chi

381

χεύωσι· χ[ε]ύσωσι, χώσωσιν

chi

382

[χῆ· ἔθος. ἀπορία

chi

383

χηΐωνος· οἶκος]

chi

384

χηλᾶς· ῥάπτης, πλέκτης ἢ τροφεύς

chi

385

χηλεύει· ῥάπτει, πλέκει

chi

386

χηλευ[μα]τὰ κράνη· τὰ ῥαπτά, χηλὰς ἔχοντα ποιάς

chi

387

χηλή· ὁπλή, ὄνυξ βοός. γνάθος

chi

388

(*)χηλεύσεις· πλέξεις. Χηλεύματα γὰρ ἐλέγοντο οἷον ὀπήτια, οἷς πλέκουσιν ἢ ῥάπτουσιν

chi

389

χήλινον· πλεκτόν

chi

390

χηλοδευσεῖν· ἀδολεσχεῖν. οἱ δὲ τρίβειν

chi

391

χηλός· κιβωτός283 in vol. 4

chi

392

χηλῶι[ος]· ὅμοιον

chi

393

χήλωμα· γλυφίς

chi

394

[χηλώνη· μηχανὴ πολέμου]

chi

395

χηλώτια· αἱ ῥαφίδες τῶν δικτυοπλόκων

chi

396

χήμη· χάσμη. χηραμ[β]ίς. λεία

chi

397

χην(ά)λοπες· ὄρνεα ποιά. ὅπερ ἔνιοι χηναλώπεκες

chi

398

χῆνα ὀμνύειν· ἔθος ἦν τὸ κατὰ τῶν τοιούτων ὀμνύειν τοῖς παλαιοῖς

chi

399

χήνημα· καταμώκημα

chi

400

χηνῆσαι· καταμωκήσασθαι

chi

401

χηνοβοσία· χηνοβοσκία

chi

402

χηνύστρα· αὐτὴν τὴν χάσμην. καὶ τὸ στραγγεύεσθαι

chi

403

χηνυστρᾶσθαι· χα(σ)μᾶσθαι

chi

404

χηνυστ)εῖς· βοᾷς, κέκραγας. ἐνίοτε στραγ(γ)εύῃ

chi

405

χήπτη· ἐν σπάνει καὶ χρείᾳ ἐστίν

chi

406

χήρ· ἐχῖνος

chi

407

χήρα· ἡ μετὰ γάμον μὴ συνοικοῦσα ἀνδρί, ἡ τὸν ἄνδρα στερηθεῖσα γυνή

chi

408

χῆραι· αἱ μὴ ἔχουσαι ἄνδρας

chi

409

χηράμβη[ς]· χηρῶν οἴκημα

chi

410

χηραμοί· οἱ φωλεοὶ τῶν θηρίων, καὶ αἱ καταδύσεις, σπήλαια, καὶ πέτραι κοῖλαι

chi

411

*χῆροι· ἄνδρες μὴ ἔχοντες γυναῖκας

chi

412

χηραμύδες· τὰ κοῖλα καὶ ἔχοντα κενώματα

chi

413

χήρατο· ἐχάρη

chi

414

χηρεύει· ἐνδεής ἐστιν, ἢ ἔρημος

chi

415

χηρήϊον οἶκον· παρὰ Ἀντιμάχῳ τὸν ἄτεκνον

chi

416

χῆρον· τὸν ὀρφανόν. ἢ ἐστερημένον, ἢ ἔρημον, καὶ χρείαν ἔχων τινός

chi

417

χηροπτάζουσα· διὰ χειρὸς ἔχουσα284 in vol. 4

chi

418

[χηροσταί· οἱ μακρόθεν κατὰ γένος, προσήκοντες δέ, καὶ οἱ χηρεύον‐ τος τοῦ οἴκου τῶν ἀγχιστέων κληρονομούντων ......]

chi

419

χηρῶσαι· ἐρημῶσαι

chi

420

χήρωσας· χήραν (ε)ἴασας

chi

421

χήρωσε· ἔξανδρον ἐποίησεν

chi

422

χηρωσταί· οἱ μακρόθεν συγγενεῖς

chi

423

χήτεϊ· στερήσει, ἐνδείᾳ, σπάνει

chi

424

*χήτει ἐνευναίων· ἐνδείᾳ τῶν ἐγκοιμησομένων ἤτοι περιβολαίων

chi

425

χητεία· χ[η]ρεία

chi

426

χῆτος· ἔνδεια, στέρησις

chi

427

χθαμαλός· ταπεινός. ἴσος, ὁμαλός. κοῖλος

chi

428

χθαμαλώτερος· κατὰ σύγκρισιν

chi

429

χθές· χθιζόν, ἐχθές

chi

430

χθεσιφωνῶν· κακολογῶν

chi

431

χθιζά· τὰ χθὲς καὶ πρώην

chi

432

χθιζά (τε) καὶ πρωϊζά· χθὲς καὶ πρωΐ

chi

433

χθιζοί· χθεσινοί

chi

434

χθιζός· χθεσινός

chi

435

χθόα· σῶμα

chi

436

[χ]όϊνος καὶ χθόνιος· γήϊνος, ἐπίγειος]

chi

437

*Χθόνιος Ζεύς· ὁ Ἅιδης

chi

438

χθόνια· ὑπόγεια. κεκρυμμένα. βαρέα. φοβερά. μεγάλα

chi

439

*χθονίην· νεκρικεν

chi

440

(*)χθόνια λουτρά· τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ ἐπὶ τοὺς τάφους λουτρά

chi

441

χθονήρεις· χθονίους

chi

442

χθονίαν λώβαν· ἀντὶ τοῦ μεγάλην ὕβριν, καὶ τὴν χθονὸς λώβην

chi

443

χθόνιον· μέγα

chi

444

χθονίους Ἰναχίδας· αὐτόχθονας καὶ οὐκ ἐπήλυδας

chi

445

χθονίων· ἐπιγείων

chi

446

χθονόπαιδα Ὥραν· καθ’ ὃ ἐκ Γῆς αἱ Ὧραι τὰ φυόμενα, ὡς Ἡμέρα Ἡλίου, καθ’ ἱστορίαν

chi

447

χθονός· γῆς

chi

448

χθών· ἡ γῆ ἀπὸ τῆς χύσεως

chi

449

χιάζειν (κα) σιφνιάζειν· ......285 in vol. 4

chi

450

χῖαι· ὑποδήματος ἀνδρείου εἶδο[υ]ς

chi

451

[χιαρόν· χλιαρόν, θερμόν]

chi

452

χιαστὶ τίλλειν· ὡς τῶν Χίων κατεαγότων καὶ παρατιλλομένων

chi

453

[χιδά· φρικτή]

chi

454

χιδαλέον· τυφλόν. ἄγαμον. πεφρικός

chi

455

χίδαδον· τὸ παιδίον

chi

456

χίδαι· ἀντὶ τοῦ Κρῆτες

chi

457

χιδᾶν· χ(ε)ιμάζεσθαι. δειλιᾶν

chi

458

*χίδρα· στάχυες νεογενεῖς. ἢ τὰ ἐξ ὀσπρίων ἄλευρα. ἢ σῖτος νέος φ(ρ)υττόμενος. ἢ τὰ ὀσπριώδη σπέρματα

chi

459

χίδρυ· ὄνομα δειλόν

chi

460

*χίδρων· νέων καρπῶν. καὶ θερμῶν

chi

461

χιλ]άγρα· ζωύφιόν τι

chi

462

χιλίαρχος· χιλίων ἄρχων

chi

463

χιλιοστή· τέλος ἀπὸ τῆς θυσίας

chi

464

χιλός· ἡ τροφή. καὶ χιλὸν τὸ αὐτό. καὶ χόρτος τῶν βοσκημάτων. [καὶ τοῦτο ζήτει εἰς τὸ χιλωθῆναι χιλίας]

chi

465

[χεῖ]

chi

466

[χειλεύει]

chi

467

χιλοῦσθαι· παχύνεσθαι. σιτίζεσθαι

chi

468

χιλ(.)ωθῆναι· χιλίας δραχμὰς ζημιωθῆναι

chi

469

χιλωτήρ· τὸ τοῖς ὑποζυγίοις ἀπὸ κορυφῆς ἐξαρτώμενον, ἐν ᾧ ἡ τροφή

chi

470

[χιμαδίῳ· ....... χειμῶνος286 in vol. 4

chi

471

χιμάζειν· τὸν χειμῶνα διάγειν

chi

472

χιμάζω· παραχειμάζω]

chi

473

Χίμαιρα· τρίμορφον θηρίον, ὃ πρόσθεν μὲν λέων, μέσον δὲ χίμαιρα, ὄπισθεν δὲ δράκων. φασὶν δὲ ἐν Λυκίᾳ γίνεσθαι ὡς κεφαλὴν μὲν λέοντος ἔμπροσθεν, καὶ ἀπὸ στόματος πῦρ ἀποπέμπον, ὄπισθεν δὲ δράκοντος ἔχον κεφαλήν

chi

474

χιμᾶν· ῥιγοῦν

chi

475

Χιμαρίδαι· γένος τι Ἀθήνησιν

chi

476

χίμαροι· αἶγες χειμέριαι, ἢ τράγοι, ἢ ἔριφοι. [ῥύακες, ποταμοὶ ἐξ ὄμβρων]

chi

477

χίμετλον· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος ὑπὸ ψύχους

chi

478

[χειμαίῤῥαν· αἶγαν ἀγρίαν]

chi

479

Χίοις· τὰ ἀγαθὰ εὔχεσθαι Ἀθήνησιν ἱστορεῖ τὸν κήρυκα

chi

480

χιονέα· λευκά[ν]. ἢ φωτώδη

chi

481

χιονίζει· λευκαίνει

chi

482

Χῖον [ὁ] ἐκ Λακαίνης· ἐκ κύλικος Λακαίνης οἶνον

chi

483

χιονολόφον· τὸ ἀποταμῆναι τῆς κεφαλῆς τὸ μέσον

chi

484

χίραι· αἱ ἐν ταῖς πτέρναις ῥαγάδες

chi

485

χιραλέους· τοὺς πόδας κατειργασμένους

chi

486

χιτών· ἐσθής, θώραξ, ἱμάτιον ἀνδρικόν

chi

487

[χιωνοθήσονται· λευκανθήσονται. λαμπρυνθήσονται]

chi

488

χλαβόν· εὐτραφές

chi

489

χλαῖνα· χλανίς, ἢ ἱμάτιον χειμερινόν, ἀπὸ τοῦ χλιαίνειν, ὅ ἐστι θερμαίνειν

chi

490

*χλανίαι· περιβολαί

chi

491

*χλανίτιδες· αἱ ὅρμοι παρθένων

chi

492

χλαμυρίς· πόα, ὁ κυρίως βρόμος

chi

493

χλαμύς· πορφύρα ἢ χιτών

chi

494

*χλαμός· χλαῖνα287 in vol. 4

chi

495

*χλαμυραί· τρυφῶσαι. γρυπῶσαι

chi

496

χλανίδες· λεπτὰ ἱμάτια

chi

497

χλανίδιον· ἱμάτιον λεπτόν

chi

498

χλάνος· τὸ περὶ τοὺς τραχήλους δάσος

chi

499

χλαρόν· κόχλαξ

chi

500

χλαρά· ψαιστὰ ἐν ἐλαίῳ

chi

501

χλαρόν· ῥυπαρόν. λεπτόν. τρυχαλέον. ὠχρόν

chi

502

χλαρόν· ἐλαιηρὸς κώθων

chi

503

χλεμερόν· χλιαρόν. θερμόν

chi

504

χλεμύρα· χλοανθοῦντα

chi

505

*χλεαίεται· θερμαίνεται

chi

506

χλευάζει· ἐμπαίζει, γελᾷ

chi

507

*χλεύη· γέλως

chi

508

χλευασμός· ἐμπαιγμός

chi

509

χλευδόν· χύδην. σωρηδόν. πληθύοντα

chi

510

χλῆδος· ὁ σωρὸς τῶν λίθων

chi

511

*χλήδης· σπάδων, θλαδίας, εὐνοῦχος

chi

512

χλιδᾷ· φρίκη, ῥῖγος. τρυφᾷ

chi

513

χλιδαί· ἀγλαΐσματα, τρυφαί

chi

514

χλιδανή· τρυφηλή

chi

515

χλιδανόν· τρυφερὸν ὁμοίως

chi

516

χλιδή· τρυφή. ἱμάτιον χειμερινόν

chi

517

χλιδός· σακκοπάθνιον

chi

518

χλίδωνες· κόσμος ὃν αἱ γυναῖκες περὶ τοῖς βραχίοσιν εἰώθασι φορεῖν καὶ τοὺς τραχήλους

chi

519

χλιδωνό]πουν· χλίδωνας περὶ τοὺς πόδας ἔχοντα[ς], τουτέστι
περισκελίδας288 in vol. 4

chi

520

χλιδώσαις· τρυφώσαις

chi

521

χλίει· θρύπτει

chi

522

χλιερόν· τὸ ἔνθερμον

chi

523

χλιήνας· χλιάνας

chi

524

χλιοῦται· σχίζεται

chi

525

χλόα· βοτάνη

chi

526

χλοάζει· ἀνθηρός ἐστιν, ἀνθηρεύεται

chi

527

χλοάζεσθαι· γαστρίζεσθαι

chi

528

χλοανθεῖν· χλωρὸν ἀνθεῖν

chi

529

[χλοάνοις· τοῖς κοιλώμασιν, ἐν οἷς ἀναχεῖται τὰ χωνευόμενα]

chi

530

χλοάσουσι· βλαστήσουσιν

chi

531

χλόδη· ἔκλυσις καὶ μαλακία

chi

532

χλοερόν· χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν

chi

533

χλόη· βοτάνη. φύλλα

chi

534

χλοιά· ἑορτὴ ἀπὸ τῶν κάλπων

chi

535

χλοιδᾶν· διέλκεσθαι καὶ τρυφᾶν

chi

536

χλοιδέσκουσαι· γαστρίζουσαι

chi

537

χλοιδῶσι· θρύπτονται

chi

538

χλόος· χλωρίασις, ὠχρότης

chi

539

χλοσσός· ἰχθῦς ὑπὸ Ἰώνων

chi

540

χλουνάζειν· κινύρεσθαι

chi

541

χλοῦναι· λωποδύται, οἱ τῇ χλόῃ εὐναζόμενοι

chi

542

χλούνην· τὸν τῇ χλόῃ εὐναζόμενον

chi

543

χλουνός· χρυσός

chi

544

χλοῦς· ὠχρότης

chi

545

χλωραί· συκαῖ

chi

546

*χλωρός· τυρός289 in vol. 4

chi

547

χλωρεύς· ὀρνιθάριον χλωρόν

chi

548

χλωρηῒς ἀηδών· ἤτοι ἀπὸ τοῦ χρώματος ἡ χλωρά. ἢ διὰ τὸ ἐπὶ χλωρῶν καθέζεσθαι δένδρων. ἢ ἀπὸ Χλωρίδος τὸ γένος ἔχουσα

chi

549

χλωροί· οἱ φάσηλοι. μήποτε δὲ ὦχροι γραπτέον

chi

550

χλωροκυρτίδες· εἶδος καρίδων

chi

551

χλωρόν· ὑγρόν. δεινόν, χαλεπόν

chi

552

χλωρὸν δέος· τὸ χλωροποιόν. τοιοῦτος γὰρ ὁ φόβος, χλωριάσεως ποιητικός

chi

553

χλωρόν τε καὶ βλέπον(τα)· ἀντὶ τοῦ ζῶντα

chi

554

χλωρὸν τυρόν· ἁπαλόν

chi

555

χλωρός· ὠχρός

chi

556

χλωρῷ πέδῳ· νεαρῷ

chi

557

[χμαίνει· ἱμείρει]

chi

558

[χλιάσαι· φονεῦσαι]

chi

559

χναύει· λαμβάνει. κνίζει

chi

560

χναύεται· περικνίζεται. λαμβάνει

chi

561

χναῦμα· τὸ βρῶμα

chi

562

χναύματα· τὰ βρώματα. καὶ τὰ τῶν κρεῶν ἀπανθρακίσματα

chi

563

χναύων· περικνίζων. περιτίλλων

chi

564

[χνεμύρεται· κισύρεται]

chi

565

*χνισμός· νῆστις

chi

566

χνιαρωτέρα· χνοω(δεσ)τέρα

chi

567

χνίει· ψακάζει. θρύττει

chi

568

χνόαι· αἱ χοινικίδες, αἱ τοῦ ἄξονος σύριγγες

chi

569

χνόην· τὸν τῶν ποδῶν ψόφον

chi

570

χνόο(ς)· ὁ χνοῦ(ς) τοῦ γεν(ε)ιᾶν ἀρξαμένου

chi

571

χνόος· ξυσμός. ψόφος, φθόγγος290 in vol. 4

chi

572

χνοῦς· τὰ λεπτὰ τῶν ἀχύρων

chi

573

χοᾶ· χοῦν. μέτρον ὑγρῶν

chi

574

χοαί[ξ]· θυσίαι. καὶ τὸ μελίκρατον. καὶ ἔλαιον

chi

575

χοανεῦσαι· χωνεῦσαι

chi

576

χοάνη· χώνη, τύπος, εἰς ὃν μεταχεῖται τὸ χωνευόμενον

chi

577

χοάνοις· τοῖς φυσητῆρσι, ταῖς χώναις, καὶ κοιλώμασιν, εἰς ἃ ἐγχεῖται τὸ χωνευόμενον, ἢ τοῖς πηλίνοις τύποις

chi

578

χοάρβηνα· τὰ γράμματα

chi

579

χοάς· τὰς σπονδὰς τῶν νεκρῶν

chi

580

χοᾶσθαι· καυχᾶσθαι

chi

581

χοάσ]ομαι· ἐπίξομαι

chi

582

Χοάσπης· ποταμὸς Ἰνδίας

chi

584

χοδιτεύειν· ἀποπατεῖν

chi

583

χόδανον· τὴν ἕδραν

chi

585

χόες· χῶναι

chi

586

χοΐ· χώματι

chi

587

[χόϊνον· ποτήριον χαλκοῦν]

chi

588

χοΐας· τὸ ἀθροῖσθαι

chi

589

χοϊκός· πήλινος, γήϊνος

chi

590

χοίνικες· αἱ βαθεῖαι πέδαι. καὶ αἱ ἀπὸ μέρους τροφαί

chi

591

χοινίκη· τοῦ τροχοῦ ἐν ᾧ στρέφεται ὁ ἄξων

chi

592

χοῖνιξ· μέτρον τι. καὶ πέδη. καὶ νάρθηξ

chi

593

χοιράδες· αἱ ἐγκείμεναι πέτραι. καὶ πάθος τι δεινόν

chi

594

χοιρίημα· τὸ χοιρίδιον

chi

595

χοιρῖναι· αἱ θαλάσσιαι ψῆφοι

chi

596

χοιρογρύλλιον· ὁ ἐχῖνος291 in vol. 4

chi

597

χοιροκομεῖον· λεπτόν τι πλεκτὸν ὡς ὀρνι(θ)οτροφεῖον

chi

598

*χοῖροι· ὁμοίως. ἢ καὶ αὐτὰ τὰ ζῶα οἱ χοῖροι

chi

599

χοῖρος· χοιρόσακα, μηχάνημά τι οὕτως ἐκαλεῖτο

chi

600

χοιροσφάγος· θύτης

chi

601

χοιροτροφεῖον· περίζωμα γυναικεῖον. καὶ συφεόν

chi

602

χοιροφόρημα· χοιρίδιον

chi

603

χολάδες· τὰ ἔντερα ἀπὸ τοῦ κεχαλάσθαι

chi

604

χολαδία· τὸ σχολάζειν

chi

605

[χολάοντα· ἀνθοῦντα]

chi

606

Χολαργῆς· δῆμος φυλῆς Ἀκαμαντίδος

chi

607

Χολάς· ἑορτὴ Διονύσου

chi

608

χολέρα· ἔκ(κ)ρισις κάτωθεν διὰ γαστρός, καὶ ἄνωθεν διὰ στόματος, ἐμετός

chi

609

[χολεσέμεν· ὀργισθησόμεθα]

chi

610

χολέρα· σωλήν, δι’ οὗ τὸ ὕδωρ ἀπὸ τῶν κεράμων φ(έρ)εται ἐξακον‐ τιζόμενον

chi

611

χολή· μανία πικρά

chi

612

χόλικες· αἱ παχύταται κοιλίαι. οἱ δὲ τὰ τῆς κοιλίας γράμματα

chi

613

χόλιξι· κοιλίαις

chi

614

χολόβαφα· τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα

chi

615

χολοβάφι)ον· τοῦτο λέγεται ἅμα μέν, ὅτι τὰ φαῦλα βαφέντα χολῇ βάπτεται, ἅμα δὲ τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα

chi

616

χολόεν· πικρόν, χολοποιόν

chi

617

χόλος· ὀργή. ἐπιμονή. καὶ ἡ τῆς χολῆς διάθεσις

chi

618

χολοῦται· πικραίνεται, θυμοῦται292 in vol. 4

chi

619

χολωθείς· ὀργισθείς, εἰς χόλον ἀχθείς

chi

620

χονδράς· χορδάς

chi

621

χονδρίον· πίναξ. κέραμος

chi

622

χονδρεύει· σεμίδαλιν ποιεῖ

chi

623

χονδρίλη· ἄγριόν τι λάχανον

chi

624

χονδρίτης· σεμίδαλις

chi

625

χονδριτῶν· παχεῖα σεμίδαλις .....

chi

626

χονδροκοπ)ῖα· μύλων ὅπου ὁ χόνδρος κόπτεται

chi

627

χόνδρον· σεμίδαλιν μεμιγμένην ὡς πλακοῦντα

chi

628

χόνδρος· τραγανός. οὗτος ὁ ἅλιξ. ἢ παχύς, ἢ μωρός

chi

629

χόνδροι ἁλῶν· παχεῖς ἅλες

chi

630

χόν)ος· ποτήριον χάλκε[ῖ]ον

chi

631

χοραγ)ίων· διδασκαλείων

chi

632

χοραγός· διδάσκαλος. ἔξαρχος

chi

633

χορδαψός· πάθος ἐντέρων

chi

634

χορδή· νευρὰ κιθάρας

chi

635

χορδεῦσαι· κακοποιῆσαι. τεμεῖν

chi

636

χορεῖον· [διδασκαλεῖον. καὶ βωμός τις.] καὶ αὔλημά τι. καὶ μέρος τι [χωρίον· καὶ τὸ κάλυμμα τὸ συγγενόμενον ἐκ τῆς κοιλίας]

chi

637

χορεύει· μελῳδεῖ. βακχεύει. ὀρχεῖται

chi

638

χορηγία· δόσις

chi

639

χορηγεῖ· παρέχει, δίδωσιν

chi

640

χορηγόν· παιδίον293 in vol. 4

chi

641

χορηγός· διδάσκαλος. καὶ ὁ ἐπιδούς τι τῶν ἰδίων. τοῦ χοροῦ ἐξάρχων

chi

642

χόρια· τὰ τῶν ἀρνῶν καὶ ἐρίφων ἀγγεῖα. ἄλλοι τὰ μέλιτος καὶ γά‐ λακτος γενόμενα βρώματα

chi

643

Χορίλα Ἐκφαντίδες· Κρατῖνος τὸν Ἐκφάντιδος οὕτως εἶπεν, αὐτὸν τὸν Χορίλλον

chi

644

χορὸν δίδωμι· παροιμία ἐπὶ τῶν σκώμμασι νικώντων

chi

645

χορός· κύκλος. στέφανος

chi

646

χοροστασία· χορός

chi

647

χοροστατῶν· χοροῦ κατάρχων

chi

648

χοροῦ ἡγεῖται· χορὸν τρέφει

chi

649

χορταῖος· δασὺς χιτών, οἷος τῶν Σειληνῶν

chi

650

χορταιόβαμος· ὁ Σειληνός

chi

651

χορταιοβάμων· χορταῖον τὸ ἔνδυμα τοῦ Σειληνοῦ

chi

652

χόρτον οὐρανοῦ· τὸ περιόρισμα

chi

653

χόρτος· ὁ συνήθης. καὶ ὁ περίβολος τῆς αὐλῆς, ὡς τό·
αὐλῆς ἐν χόρτῳ οἱ δὲ εὐρυχωρίαν. δηλοῖ δὲ καὶ χώραν. καὶ χόρτασμα. καὶ τὸν ὅρον τὸν ἐκ γαίων, ὡς ἐν τῷ·
5σύγχορταναίω πεδία

chi

654

χορῷ καλή· καλῶς χορεύουσα

chi

655

χοῦαι· αἱ κατὰ ἀγροικίαν ἐπαγγηλίαι

chi

656

χουμόν· χυλόν

chi

657

χοῦς· ἄνθρωπος. καὶ τὸ ἐπιβαλλόμενον τῷ ὀρόφῳ. χῶμα. καὶ μέτρον κοτυλῶν. καὶ ἐρ(ε)ίπιον

chi

658

[χοώμενος· λυπούμενος. ὀργιζόμενος]

chi

659

χρᾷ· χρῄζει. θεσπίζει

chi

660

[χραίει· κελεύει]

chi

661

χραίνει· μολύνει. σαίνει. χρίει

chi

662

[χραιματίσαι· κρᾶξαι ὡς ἵππος]

chi

663

[χραιματισμός· ἡ τῶν ἵππων φωνή]294 in vol. 4

chi

664

χραίνειν· μολύνειν. σαίνειν. χρίειν. μιαίνειν, ῥυπαίνειν

chi

665

χραισμεῖν· βοηθεῖν

chi

666

χραισμῆσαι· βοηθῆσαι

chi

667

χραισμήσουσι· βοηθήσουσιν

chi

668

χραισμῶσι· βοηθῶσιν

chi

669

χρᾷν· χρῄζειν. μαντεύεσθαι. καὶ τὰ ὅμοια

chi

670

[χαραμβαλιαστύς· γέλως ὁ μετὰ παιδιᾶς]

chi

671

[χραμαδοῖλαι· γελῶναι. καὶ αἱ νωθρόταται τῶν κυνῶν. οἱ δὲ τοὺς κοχλίας]

chi

672

χρᾶναι· χρῶσαι. καὶ τὰ ὅμοια

chi

673

χράνας· μιάνας

chi

674

χρανθείς· μιανθείς

chi

675

χρανιεῖσθαι· χραν(θ)ήσεσθαι. ἐπικαυθήσεσθαι

chi

676

χρᾶται· μολύνεται, καὶ τὰ τοιαῦτα. ἢ χρῆται

chi

677

χραῦσαι· καταξύσαι. χρᾶναι. σκιάσαι. γράψαι. ἐπιτυχεῖν

chi

678

χραύσῃ· καταξύσῃ. πλήξῃ

chi

679

χραῦσις· ἄγκυρα μονόβολος

chi

680

χρέα· δάνεια. μαντεύματα

chi

681

[χρεῖ· δεῖ]

chi

682

*χρεῖαι· ἔνδει[ν]αι

chi

683

χρεαγωγός· ὁ ὑπὲρ ἑτέρου τὸν ὀφειλέτην ἄγων

chi

684

*χρέος· ὄφλημα. χρεία

chi

685

χρει., τὴν ἔνδειαν. [ποτὲ δὲ καὶ τῷ χρέει

chi

686

χρειώ· χρέα. χρεία

chi

687

χρείων· χρησμῳδῶν, χρησμολογῶν

chi

688

χρείως· δέησις

chi

689

χρεῖος· ὀφείλημα, χρέος

chi

690

χρεμέδα· ἡγῆ ὡς Καλλίμαχος

chi

691

χρεμετίζει· κιχλίζει ὡς ἵππος

chi

692

Χρεμετίς· ὄνομα ποταμοῦ

chi

693

χρεμετισμός· ἡ φωνὴ τῶν ἵππων295 in vol. 4

chi

694

χρεμετᾷ· ἠχεῖ

chi

695

χρεμίς· χρεμετίς

chi

696

χρεμύς· ὁ ὀνίσκος ἰχθῦς

chi

697

χρεμψιθέατρον· οἱ εἰσιόντες εἰς θέατρον .....

chi

698

χρέοντες· προφητεύοντες

chi

699

χρεολυτήσων· χρεοδοτήσων

chi

700

χρεῦμα· ῥεῦμα

chi

701

χρεώ· χρεία. ἢ τὸ εἱμαρμένον. ἢ τὸ ὀφειλόμενον

chi

702

χρεώμενος· χρώμενος

chi

703

χρεῶν· ὀφειλομένων. ἢ χρησμολόγων

chi

704

χρεῶν ἀποκοπαί· ὅταν τὰ ὑπὸ τῶν πενήτων ὀφειλόμενα τοῖς πλου‐ σίοις ἀκυρῆται

chi

705

χρέως· χρέος, ὄφλημα

chi

706

χρεωφειλέτης· ὁ τὸ χρῆμα ὀφείλων

chi

707

χρή· δεῖ, πρέπει, καθήκει. χρησμῳδεῖ

chi

708

χρήδανα· τὰ ὅπλα τοῦ ἱστοῦ

chi

709

*χρῆμα· πρᾶγμα. πλοῦτος, οὐσία. λῆμμα

chi

710

*χρήματα· οἷς τις δύναται χρῆσθαι. κτήματα. βοσκήματα

chi

711

χρήϊα· πενία. ἢ χρήματα

chi

712

χρηΐζοντα· ἐνδεόμενα, χρειώδη, χρείαν ἔχοντα

chi

713

χρῆϊς· πονηρός

chi

714

χρηματιεῖ· ποιεῖ

chi

715

χρηματίζει· ἀποκρίνεται. λαλεῖ. πράττει. χρήματα συλλέγει

chi

716

χρηματίσασθαι· πραγματεύσασθαι

chi

717

*χρηματισμός· ὀπτασία(ς) νομοθεσία

chi

718

[χρήμπτει· ἐγγίζει

chi

719

χρημφθῆναι· προσπελάσαι, ἐγγίσαι. ἐνορμῆσαι]

chi

720

χρῆναι· δέον εἶναι

chi

721

χρῇς· θέλεις. χρῄζεις

chi

722

χρῆσαι· θεσπίσαι

chi

723

χρῆσθαι· καυχᾶσθαι. πράττειν. προσφέρεσθαι, χρησμῷ χρῆσθαι

chi

724

χρησθήσεται· χρησιμεύσει296 in vol. 4

chi

725

*χρησμός· τιμωρία

chi

726

χρῆσις· ἐνέργεια

chi

727

χρησμολογεῖ· προφητεύει, μαντεύεται

chi

728

χρησμόν· κλῃδόνα

chi

729

χρησμός· προφητεία, πρόῤῥησις. ὁ παρὰ θεοῦ διδόμενος λόγος. ἢ μαντεία

chi

730

χρησμῴδημα· τὰ αὐτά

chi

731

χρησμῳδία· μάντευμα, μαντεία, προλεγόμενον

chi

732

χρησμῳδούμενα· τὰ αὐτά

chi

733

χρηστὰ ποιεῖν· τὸν ὑπὲρ ἑτέρου ὀφείλοντα

chi

734

χρήστης· ὀφειλέτης. ὁ μάντις. καὶ ὁ δανειστής

chi

735

χρηστήριον· μαντεῖον

chi

736

χρηστοί· οἱ καταδεδικασμένοι. χρήσιμοι

chi

737

χρηστός· χρήσιμος

chi

738

χρηστῶν· χρησίμων

chi

739

χρήστωρ· μάντις

chi

740

χρῆται· χρᾶται

chi

741

χρῖ· χρίει

chi

742

[χρία· μυρμήκων κοίτη]

chi

743

χρί)πτεσθαι· ἐρείδειν. ἐγγίζειν. ἐκπίπτειν. στηρίζεσθαι. ἐκβαλεῖν. ἀλείφειν. προσπελάζειν

chi

744

χρίμπτεται· προσεγγίζει, καὶ τὰ ὅμοια

chi

745

χριμφθῆναι· ἐμπελασθῆναι. ἐκριφῆναι. ἀνορμῆσαι

chi

746

χρίμψαι· πελάσαι

chi

747

χρόα· τὸ σῶμα. ἢ χρῶτα

chi

748

χροανθές· εὐφεγγές

chi

749

χροΐ· σώματι. ἐπιφανείᾳ297 in vol. 4

chi

750

χροιά· ἐπιφάνεια

chi

751

χροϊζόμενον· λαμπρυνόμενον

chi

752

χρόμαδος· κρότος, ψόφος

chi

753

χρόμη· φρυαγμός. ὁρμή. θράσος

chi

754

χρόμις· εἶδος ἰχθύος

chi

755

Χρόμιος· ὄνομα κύριον

chi

756

χρόμοις· χρεμετισμοῖς

chi

757

χρόμος· ψύχος. ψόφος ποιός. οἱ δὲ χρεμετισμός

chi

758

χρονίζει· διατρίβει

chi

759

χρόνιον· ἀρχαῖον. ἢ μετὰ πολὺν χρόνον

chi

760

χρονιώτερον· ὑπερχρονίζον

chi

761

χρόος· χρώς, καὶ τὸ εις ἀπὸ τοῦ σώματος διῆλθεν

chi

762

[χροσάμενος· τοῦ σώματος κορεσθείς]

chi

763

χροὸς ἆσαι· τοῦ χρωτὸς κορέσαι

chi

764

χροιά· μακρά

chi

765

χρυνάζει· καλεῖ

chi

766

χρυσαΐζεται· κοσμεῖται

chi

767

χρυσαλλίς· ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα λέγουσιν

chi

768

χρυσαμοιβός· ἀργυρογνώμων

chi

769

χρυσάμπυκας· χρυσοχαλίνους. χρυσομίτρους

chi

770

χρυσάμπυκες· χρυσόδεσμοι

chi

771

χρυσάμπυκος· χρυσοδέσμου. χρυσοχαλίνου. οἱ δὲ χρυσοῦς δεσμοὺς ἔχοντος περὶ τὴν ἄμπυκα, ὅ ἐστιν ἡ τῶν τριχῶν εἰς τὸ ἄνω ἀνά‐ ληψις

chi

772

χρυσάνθεμον· πόα. ἢ καὶ χρυσάνθιμον

chi

773

χρυσάορον· χρυσο(ῦ)ν ξίφος ἔχοντα

chi

774

χρυσαόρου· χρυσ(οῦν) ἄορ ἔχοντος, ὅ ἐστι φάσγανον, μάχαιρα(ν),
σπάθην298 in vol. 4

chi

775

[χρυσατήρια· τὰ χωρία εἰς ἃ φοιτῶντες ἐλάμβανον ἱερεῖα καὶ χρησμούς]

chi

776

χρυσαυγοῦντα· ἀστράπτοντα, ἡ στίλβοντα

chi

777

χρυσάωρ· χρυσόηλ[ι]ος. χρυσοκίθαρις. ἢ καλλιόμιλος

chi

778

[χρυσέντευκτος· ἐκ χρυσοῦ κατεσκευασμένος]

chi

779

χρύσ)ο) σκῆπτρον ἔχων· ἀντὶ τοῦ αὐτὸς ὁ Τειρεσίας, περι‐ φραστικῶς

chi

780

χρυσεοπή(νητος)· ἡ διὰ χρυσοῦ εἰργασμένη

chi

781

χρυσέῳ· τῷ χρυσῷ. ἢ λαμπρῷ

chi

782

χρυσῆ· ἐπὶ τῆς Ἀφροδίτης

chi

783

χρυσηλάκατος· καλλίτοξος· ἠλακάτη γὰρ ὁ τοξικὸς κάλαμος

chi

784

χρυσήλατος· χρυσῷ ἐληλασμένος καὶ κατεσκευασμένος

chi

785

χρυσήνιος· χρυσᾶς ἡνίας ἔχων. οἱ δὲ καλάς. ἢ καλλίδιφρος

chi

786

χρυσῆς Ἀφροδίτης· τῆς καλῆς

chi

787

χρυσία· ὁ χρυσός

chi

788

[χρυσίδα· τὴν χρυσῆν φιάλην]

chi

789

[χρυσοπήνη· τὴν διὰ χρυσοῦ εἰργασμένην]

chi

790

*χρῶ· μολυσμῷ

chi

791

χρυσίς· ποτήριον. οἱ δὲ φιάλη χρυσῆ

chi

792

χρυσίον· τὸ τῶν παιδίων αἰδοῖον

chi

793

χρυσῖτις λίθος· ἡ καλουμένη βάσανος ἢ Λυδία

chi

794

χρυσοκόλλα· βρῶμά τι ἐκ λινοσπέρμου καὶ μέλιτος. καὶ χρῶμά τι χλωρόν

chi

795

χρυσοκόλ)ητος σφραγίς· χρυσοδακτύλιος

chi

796

χρυσόλοφοι δράκοντες· χρυσόλοποι. χρυσᾶς λεπίδας ἔχοντες

chi

797

χρυσορανίς· ἡ χέρνιψ ἀπὸ τοῦ χρυσὸν ἔχειν

chi

798

*χρυσόθρονος· καλλίθρονος299 in vol. 4

chi

799

*χρυσόρ)απις· ὁ Ἑρμῆς· ἀπὸ τῆς ῥάβδου καλομήχανος

chi

800

χρυσοραγές· χρυσοβαφές

chi

801

χρυσορ)αγὲς ἔρνος· ἀπεῤῥηγμένον ἢ ἀπεστραμμένον ἀπὸ τοῦ δένδρου

chi

802

χρυσότευκτος· ἐκ χρυσίου κατασκευασθείς

chi

803

χρυσοτόρευτα· χρυσόγλυφα

chi

804

χρυσοῦς· Πολέμαρχός φησι δύνασθαι τὸν χρυσοῦν παρὰ τοῖς Ἀττι‐ κοῖς δραχμὰς δύο, τὴν δὲ τοῦ χρυσοῦ δραχμὴν νομίσματος ἀργυρίου δραχμὰς δέκα. μνᾶς δὲ λέγεσθαι τοὺς πέντε χρυσοῦς

chi

805

Χρύσω· δαίμων

chi

806

χρώζει· προσάπτει. ψηλαφᾷ

chi

807

χρῶμα· φρυαγμός. ὁρμή. θράσος. καὶ παρὰ τοῖς μουσικοῖς χροιά

chi

808

χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ· ἀντὶ τοῦ χρωτισθείς

chi

809

χρῶσαι· χρωματίσαι. μολῦναι

chi

810

*χρώσω σῶμα· μολυνῶ σῶμα

chi

811

*χρωσθῆναι· μολύνεσθαι

chi

812

χρώσειν· μολυνεῖν

chi

813

*χρὼς ζῶν· σῶμα ζῶν

chi

814

*χρῶμαι· μολύνομαι

chi

815

χρωτός· σώματος

chi

816

χύδην· κεχυμένως, ἀθρόως. εἰκῆ. σωρηδόν, δαψιλῶς

chi

817

χυλός· πεμμάτων ὑγρῶν ἐκπίεσμα

chi

818

χύμα· ῥεῦμα. πλῆθος

chi

819

χύματα· τὰ ἐπὶ τοῖς τάφοις χεόμενα

chi

820

χυμοί· γεύσεις

chi

821

χυμός· σίελος. [ἢ τάφου χῶμα

chi

822

χυμῶν· πηγμάτων ὑγρῶν]300 in vol. 4

chi

823

χύνιν· τὴν χεῖρα

chi

824

χύντο· ἐξεχύθησαν

chi

825

χύῤῥα· οὕτως εἰώθασι ταῖς ὑσὶν ἐπιφθέγγεσθαι

chi

826

χυῤῥάβιο· δεσμοὶ συῶν

chi

827

χύῤῥαβος· ὄρνις τις ποιός

chi

828

χυῤῥοίδια· τὰ ζῶα τὰ χυοιρροίδια

chi

829

χυῤῥ)ῖον· στρεπτόν, ᾧ δεσμεύουσι τοὺς χοίρους. ἔστι δὲ ξύλινον

chi

830

*χυρβιάσαι· σκιρτῆσαι

chi

831

χυτά· χωστά

chi

832

χυτή· χωστή

chi

833

χυτή· ἡ ἐπὶ τοῦ τύμβου χων(ν)υμένη γῆ

chi

834

(*)χυτο· οἱ τῷ δικτύῳ τῶν ἰχθύων περιφερόμενοι

chi

835

χυτόν· χωστόν. καὶ τὸ χῶμα. καὶ ὁ ξεστὸς λίθος

chi

836

χύτλα· τὰ μετ’ ἐλαίου καὶ ὕδατος ἀλείμματα

chi

837

χυτλάζει· κλυδάζεται

chi

838

χύτλα· τὸ ἐφ’ ὕδατος ἔλαιον. καὶ εἶδός τι μαντείας [ω] δι’ ὕδατος καὶ ἐλαίου

chi

839

χυτλάσαι· τρυφῆσαι. διαχέαι, ὑγρᾶναι

chi

840

χύτλασον· ὕγρα[ι]νον

chi

841

χυτλὸς δὲ κράτος ὁ κοσεύσκιος παρῆν· ἐσπαρμένος εἰκῆ καὶ οὐκ ἐν τάξει μένουσιν

chi

842

χυτλῶσαι· μετ’ ἐλαίου λούσασθαι301 in vol. 4

chi

843

χυτλώσαιτο· ἀλείψαιτο μετὰ τὸ λούσασθαι

chi

844

χύτραι· τὰ χυτροπώλια

chi

845

χύτραις λημᾶν· μεγάλαις τισὶ ..... κωλύεσθαι βλέπειν, καὶ λίαν λημᾶν

chi

846

χυτρεοῦν· ὀστράκινον

chi

847

χυτρεῖα· τὰ τῶν χυτρῶν ὀστράκια

chi

848

χυτρίδιον· μέτρον τι

chi

849

*χυτρίου· τοῦ κρανίου

chi

850

χυτρίνδα· παιδιᾶς εἶδος τοιαύτης· καθέζεταί τις ἐν μέσῳ. εἶτα κύκλῳ περιτρέχοντες οἱ παῖδες περὶ τὸν καθεζόμενον, ποιοῦσιν αὐτὸν περι‐ στρέφεσθαι, ἕως ἅψηταί τινος τύπτοντος αὐτόν· εἶτα καθέζεται ὁ ληφθείς

chi

851

*χυτρίζειν· ἐν χύτρᾳ (ἐκ)τιθέναι

chi

852

χυτρῖνοι· τὰ κοῖλα τῆς γῆς, δι’ ὧν αἱ πηγαὶ ἀνίενται

chi

853

χυτρισμός· ἡ τῶν βρεφῶν ἐν ταῖς χύτραις ἔκθεσις

chi

854

χώεσθαι· συγχεῖσθαι. χολοῦσθαι

chi

855

χώεται· θυμοῦται. μέμφεται. ὀνειδίζεται. χολοῦται, καὶ τὰ ὅμοια

chi

856

χωΐδα· τροφὴν

chi

857

χωλάβει· θορυβεῖ

chi

858

χωλεύει· νοσεῖ. σκάζει

chi

859

[χωλότοισιν· ὀργίλοις]

chi

860

[χωλοθείς· ὀργισθείς]

chi

861

χώλοθρον· ἡ κοιλασία

chi

862

χῶμα· ὕψωμα γῆς, ὄχθη

chi

863

χωματεπέκτης· τοῖς χώμασιν ἐπικείμενος

chi

864

χωνευτήριον· χων(ε)ῖον

chi

865

*χῶμος· χῶμα, σωρός.

chi

866

Χωνήν· τὴν Ἰταλίαν οὕτως πάλαι ἔλεγον, ὥς φησιν Ἀντίοχος ὁ Ξε‐ νόφα... ἐν τῷ περὶ Ἰταλίας

chi

867

χῶνος· βουνός. [τόπος.] βόθυνος

chi

868

χωόμενος· λυπούμενος. ὀργιζόμενος, χολούμενος. συγχεόμενος

chi

869

χώρει· πορεύου

chi

870

χωρεῖν· ἀπελθεῖν302 in vol. 4

chi

871

χώρησαν· ἀνεχώρησαν

chi

872

χωρήσαντα· καταβληθέντα. ὁρμήσαντα

chi

873

[χωριάζεσθαι· λέγειν]

chi

874

χωρίον· δοχεῖον. κόπτρον. [καὶ ὄρνις ποιός]

chi

875

[χωριαμός· κίστη.]

chi

876

χωρίς· δίχα. ἰδιαζόντως

chi

877

χωρίτης· ἀγρότης, ἄγροικ[τ]ος. ἄλλοι τὸν ὁδηγόν

chi

878

χωροβατεῖ· ἐν τῇ χώρᾳ περιπατεῖ

chi

879

[χωρονομεῖ· ὀργίζεται]

chi

880

χῶρος· τόπος, ἀγρός. ἄν(εμ)ος. ἢ χωρίον

chi

881

χωσάμενος· χολωσάμενος

chi

882

χώσασθαι· συγχυθῆναι, ὀργισθῆναι. λυπηθῆναι

chi

883

χωσθῆναι· τὰ αὐτά

psi

1

Ψάγδας· [ψαγδῆς.] μύρον ποιόν

psi

2

[ψαγεῖον· ἀγγεῖον]

psi

3

ψάγιον· πλάγιον, λοξόν, ἐπικεκλιμένον

psi

3b

*ψάραλλα· ψύγματα

psi

4

ψάδδα· ἡ κινάβαρις

psi

5

ψάδιον· κάταντες

psi

6

ψαδυρόν· ἀσθενές. μαδαρόν. ψαθυρόν

psi

7

ψαέναι· φθάσαι. κτίσαι303 in vol. 4

psi

8

ψαθάλλειν· κνήθειν. ψηλαφᾶν

psi

9

ψαθαρά· εὔθλαστα, σαθρά. ξηρά. ἀσθενῆ. ψαθυρά

psi

10

ψάθεα· ψωμία

psi

11

ψαθύρματα· ἀποκόμματα

psi

12

ψαθυρός· εὔθλαστος, καὶ τὰ ὅμοια

psi

13

ψαιδρά· ἀραιότριχα

psi

14

ψαιδρόν· φαιδρόν. ἀραιόν

psi

15

ψαιθόν· ὑποφοινίσσον

psi

16

ψαῖμα· ὀλίγον

psi

17

ψαινούζειν· διὰ ῥ.πισμοῦ καταψύχειν. γὰρ δὲ καὶ δραπισμοῦ

psi

18

ψαινύθιον· ψευδές. μάταιον, εὐτελές, φλύαρον. οἰκτρόν

psi

19

*ψαινύροιτο· διεσείσατο

psi

20

ψαινύντες· ψωμίζοντες

psi

21

ψαίνυον· ἀχρεῖον

psi

22

ψαίνυσμα· ὀλίγον

psi

23

ψαινύσσειν· ῥ.πίζειν

psi

24

ψαίρει· τινάσσει, ῥιπίζει.

psi

25

ψαί)ειν· ἀσθενῶς τι ποιεῖν. σύρειν304 in vol. 4

psi

26

ψαῖσμα· σῖτον ὀλίγον

psi

27

ψαιστά· ἄλφιτα ἐλαίῳ δεδευμένα

psi

28

ψα]κάζει· ῥα(ί)νει

psi

29

ψά[ί]καλον· ἔμβρυον, βρέφος

psi

30

*ψαικάς· ψακάς, ῥανίς

psi

31

*ψα]καλοῦχον· ἔμβρυον .......

psi

32

ψακαλοῦχοι· ψάκαλα ἔχουσαι· εἰσὶ δὲ ἔμβρυα

psi

33

ψάκελον· μέσα

psi

34

[ψάκιον· ἀραιόν. μακρόν]

psi

35

ψάκταν· τὴν ψώκτην μάζαν

psi

36

ψακτήρ· ψήκτρα

psi

37

ψαλάγματα· ψηλαφήματα

psi

38

[ψάλις· κιθαριστής]

psi

39

ψάλια· κρίκοι, δακτύλιοι

psi

40

*ψαλίδες· ἁψῖδες τῶν στύλων

psi

41

ψαλίξαι· κεῖραι

psi

42

*ψαλίοις ἵππους· χαλινοῖς ἵππους. κωλυτηρίοις

psi

43

ψαλίον· κωλυτήριον. χαλινός

psi

44

ψαλίθια· ψήγματα

psi

45

ψαλάκανθα· τοῦτο ἀδέσποτον δοκεῖ τισιν εἶναι. [ψʹ]

psi

46

ψαλακτόν· οὐκ ἀνεύρητον

psi

47

ψαλάσσει· τινάσσει. ψηλαφᾷ. κινεῖ. ψαύει, ψάλλει, ἀφ’ οὗ καὶ ἀψά‐
λακτος ὁ ἄψαυστος305 in vol. 4

psi

48

ψαλίς· τὸ ἄρμενον. καὶ καμάρα. καὶ ταχεῖα κίνησις

psi

49

*ψάλλειν· ᾄδειν ᾄσματα. τίλλειν. κινεῖν

psi

50

*ψαλόν· εἶδος χαλινοῦ

psi

51

ψαλίττεται· ἁμιλλᾶται

psi

52

ψαλλός· ὕλη

psi

53

ψαλοίμην· βληθείην

psi

54

ψαλτήρ· ὁ ἀνήρ· ἡ δὲ γυνὴ ψάλτρια

psi

55

ψαλτής· κιθαριστής

psi

56

ψάλτιγξ· κιθάρα

psi

57

ψαλύγων· ἔνιοι ψά(λυ)γας τὰς λεγομένας ψυχὰς ἄμεινον, καὶ τοὺς ἀσθενεῖς σπινθῆρας

psi

58

ψαμαθία· αἰγιαλός

psi

58b

ψάμαθος· ψάμμιος, ἢ παραθαλάσσιος ἄμμος

psi

59

ψαμμακοσιογάργαρα· πολλὰ ἀναρίθμητα, ἀπὸ τῆς ψάμμου καὶ τῶν γαργάρων

psi

60

ψάμματα· σπαράγματα

psi

61

ψαμματίζουσα· ψωμίζουσα

psi

62

ψαμμήν· ἄλφιτα

psi

63

ψαμμοδύτης· ἰχθῦς, ὃν καὶ καλλιώνυμον ὀνομάζουσιν

psi

64

ψάμμος· ἡ παραθαλάσσιος γῆ, ἄμμος

psi

65

ψανισμός· ναυτιασμός

psi

66

ψανός· ψεδνός

psi

67

ψάρις· γένος στρουθοῦ

psi

68

ψᾶρ)ς· εἶδος ὀρνέου. [ἄλλοι δέ φασι τὴν λέξιν μηδαμοῦ κεῖσθαι

psi

69

ψάρις· εἶδος νεώς, τριήρους

psi

70

ψαρί]χοι· ψᾶροι

psi

71

ψαροί· ποικίλοι. εἶδος χρώματος

psi

72

ψαρόν· ποικίλον. σποδοειδές

psi

73

ψαστής· τὰ ψαιστὰ ῥόδα

psi

74

ψατᾶσθαι· προκαταλαμβάνειν

psi

75

ψατῆσαι· προειπεῖν

psi

76

ψαύειν· θιγγάνειν306 in vol. 4

psi

77

ψαύεται· ψηλαφᾶται

psi

78

*ψαυγές· θορυβῶδες

psi

79

ψαυκρόποδα· κουφόποδα, ἄκροις τοῖς ποσὶ ψαύοντα

psi

80

ψαυκρὸν γόνυ· κοῦφον. ἀπὸ τοῦ ἄκρως ψαύειν

psi

81

ψαυκρός· καλλωπιστής. ταχύς, ἐλαφρός. ἀραιός

psi

82

*ψαλόεντα· τὰ ἐν τῷ ψαύειν ἀπολλύντα

psi

83

ψαῦσαι· ἅψασθαι. προσεγγίσαι

psi

84

ψαύσασθαι· τὰ αὐτά

psi

85

ψαυστά· ψαυστὰ ἀρχίας

psi

86

*ψαύριος· κονιορτός. φορυτός. οἱ δὲ ψαυρός

psi

87

ψάφα· κνέφας

psi

88

ψαφαρά· ψαθυρά

psi

89

ψαφαρόν· ξηρόν, αὐχμηρόν. ἀσθενές. ἐλαφρόν

psi

90

ψαφαρὰ νεφέλη· σκοτεινή

psi

91

ψαφερά· ψαθυρά

psi

92

*ψαφέα· ψωμία

psi

93

*ψάφα· λόφοι ψηλοί

psi

94

ψαφοτριβέων· περὶ τοὺς λόγους τριβομένων

psi

95

ψέ· αὐτούς, αὐτάς, [αὐτῶν] αὐτά, αὐτόν, αὐτήν, αὐτό

psi

96

ψέγει· μέμφεται. ὑβρίζει

psi

97

ψέγος· τάφος. καὶ ἐπιψέγειν· ἐπικηδεύειν

psi

98

ψέδειν· ἐντρέπειν, φροντίζειν

psi

99

ψεδνὴ ἡ θρίξ· ἡ ἀραιόθριξ·
ψεδνὴ δ’ ἐπενήνοθε μαδαρὰ ἐπήνθει

psi

100

ψεδόναι· λόγοι

psi

101

ψέδυρα· ψίθυρος307 in vol. 4

psi

102

*ψεδνός· μαδαρός, ἀραιόθριξ

psi

103

ψειαί· ἀλώπεκες. ψῆφοι

psi

104

ψεαδερτῶν· ἐλαιῶν τὸ ἀποπίασμα

psi

105

)ειήματα· παίγνια

psi

106

ψ]ιλεύει· κρα(σ)πεδεύει

psi

107

ψ]ινάζει· ἀποῤῥεῖ

psi

108

ψείρει· φθείρει

psi

109

ψεῖσαι· ψωμίσαι

psi

110

ψεκάδες· ῥανίδες, σταγόνες

psi

111

ψεκάς· σταγών

psi

112

ψελλίζειν· ἀσ[χ]ήμως λαλεῖν

psi

113

ψεκτόν· μεμπτόν

psi

114

ψελιστήν· λίγνον

psi

115

ψελλός· ὁ τὸ σίγμα παχύτερον λέγων

psi

116

ψελός· αἰθαλός

psi

117

ψενδύλοι· σπόνδυλοι

psi

118

ψευδάγγελος· ψευδῆ ἀγγέλων

psi

119

*ψέλια· δακτύλιοι, λύγαια

psi

120

ψευδάλμιον· ψευδές

psi

121

ψευδ(αμ)άμαξυς· εἶδος ἀμπέλου. ἤγουν εἰς ἀναδενδράδα εὔθετος ἄμπελος. καὶ ὁ ψευδόπλουτος

psi

122

ψευδεπήσειεν· ψευδολογήσειεν

psi

123

ψευδῆ· ἀλλόκοτα. ἀπάται

psi

124

ψευδηγόρους· ψευδολόγους

psi

125

ψευδής· ψεύστης

psi

126

ψευδοεπήσωμεν· ψευδολογήσωμεν

psi

127

ψευδομυθεῖ· ψευδολογεῖ

psi

128

ψευδοραβδοθίαι· ψευδοραψῳδοί

psi

129

ψεῦδος· ἀπάτη, πλάνη

psi

130

ψευδοσέληνον· ἡ ἀμαυρὰ σελήνη308 in vol. 4

psi

131

ψευδώνυμοι ὄνειροι· ψευδολόγοι

psi

132

ψευσάμενοι· παραβάντες. ἐπιορκήσαντες, [ἐφιορκήσαντες]

psi

133

ψευστήσεις· ψεύστης εἶ

psi

134

ψεφαί)ς νυκτός· σκοτεινῆς

psi

135

*ψεφαυγοῦς· σκοτεινῆς

psi

136

ψεφ(α)αις· σκοτειναῖς

psi

137

ψεφα]ῖον· λυπρόν. σκοτεινόν

psi

138

ψεφαρά· σκοτεινή

psi

139

ψέφας· σκότος

psi

140

ψέφος· καπνός

psi

141

ψέφει· δέδοικεν, ἐντρέπει. λυπεῖ. φροντίζει

psi

142

ψῆγμα· ξύσμα. ἢ μικρὸν θρύμμα, κλάσμα

psi

143

ψηκεδών· κονιορτός

psi

144

ψήκτρα· ξύστρα. σπάθη

psi

145

ψῆλαι· τῖλαι

psi

146

ψηλαφηκότταμοι· ......

psi

147

ψήληκες· τῶν ἀλεκτρυόνων οἱ νοθογένναι

psi

148

ψήν· εἶδος ζώου μικροῦ συκοφάγου

psi

149

ψῆνες· κωνώπια τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα

psi

150

ψῆνας· τὰ σπέρματα τῶν ἀῤῥένων φοινίκων

psi

151

ψηνόν· ἀραιόν

psi

152

ψηνός· ψεδνός, διάψιλος

psi

153

ψηνίζων· τοὺς Ψῆνας λέγει τοὺς τοῦ Μάγνητος· ἔστι δὲ ὁ ψὴν εἶδος ζώου ὅμοιον κώνωπι, ὃ εἰσδύεται εἰς τοὺς ὀλύνθους τῶν σύκων καὶ πεπαίνει αὐτούς

psi

154

ψῆρες· εἶδος ὀρνέων

psi

155

ψηροπυρίτας· αὐτόπυρος ἄρτος. οἱ δὲ πυριεφθής. οἱ δὲ κακός

psi

156

ψῆττα· ἰχθύδιον τῶν πλατέων ἡ ψῆττα, ἥν τινες σανδάλιον
βούγλωσσον .....309 in vol. 4

psi

157

ψηφῖδες· ψῆφοι, μικροὶ λίθοι

psi

158

ψηφισαμένων· κρινάντων

psi

159

ψηφίσματα· γνῶμαι ἀρέσκουσαι

psi

160

ψῆφος· λόγος. κρίσις. ἀπόφασις διὰ λαλιᾶς

psi

161

ψηφοφορία· ἡ πολλῶν ψῆφος καὶ ἀποδοχή

psi

162

[ψηφῶν· φροντίζων.] ψηφολογική· ......

psi

163

ψήχει· καταμάσσει, τρίβει, ξύει. σμήχει. [ψύχει πραΰνει]

psi

164

ψήχοι· πραΰνοι, καὶ τὰ ὅμοια

psi

165

ψήχομαι τὸν δικαστήν

psi

166

[ψηχράν· τὴν λεπτήν]

psi

167

ψιά· χαρά, γελοίασμα, παίγνια

psi

168

ψιάδ)ειν· παίζειν

psi

169

ψιάδες· ψακάδες, ῥανίδες, σταγόνες

psi

170

ψιάζει· ψακάζει

psi

171

ψιάθια· τὰ ἐν τοῖς δικαστηρίοις ἐπὶ τῶν καθεδρῶν ἐπιστορνύμενα

psi

172

ψίαθος· ἡ χαμεύνη. καὶ τὸ φυτόν, ἐξ οὗ πλέκεται ψίαθος

psi

173

ψίαι· ἀλώπεκες

psi

174

ψίακα· ψακάδα

psi

175

ψιαρόν· εὐῶδες

psi

176

[ψίγναι· τρίχες]

psi

177

ψίδες· ψιάδες, ψακάδες

psi

178

ψιβδεῖ· ὑποπνεῖ, βδεῖ

psi

179

ψιδόνες· διάβολοι. ψίθυροι

psi

180

ψίεσσα· εὐδαίμων, μακαρία

psi

181

ψίεντα· τὰ αὐτά

psi

182

ψιζομένη· κλαίουσα310 in vol. 4

psi

183

ψίης· μακάριος, εὐδαίμων

psi

184

ψιῆναι· ψίξαι

psi

185

ψιῆσαι· ψωμίσαι

psi

186

ψιθία· εἶδος ἀμπέλου, καὶ μήλων τινῶν

psi

187

ψιθήν· τὴν ἀπώλειαν

psi

188

ψιθύρα· ἐξ ὧν τὸ σύνηθες καὶ ἥρωος Ἀθήνησιν ὄνομα

psi

189

ψιθυρίζει· εἰς τὸ οὖς ἠρέμα διαλέγεται

psi

190

ψιθωμία(ν)· Λάκωνες τὸν ἀσθενῆ

psi

191

ψιλάς· πέτρα. κράσπεδα

psi

192

ψιλὰ τὰ γένεια· σπανοπώγων

psi

193

ψιλαῖς· ἀκοσμήτοις

psi

194

*ψηλαφῶ· ἐρευνῶ, καὶ τὰ ὅμοια

psi

195

ψίλακα· ψιλόν, λεῖον. πτερὸν [ἢ πτενόν]

psi

196

ψιλάκερ· τὸ ἡγεῖσθαι χοροῦ

psi

197

ψιλεῖς· οἱ ὕστατοι χορεύοντες

psi

198

ψιλή· ζήτει εἰς τὸ ψιλόν

psi

199

ψιλίοις· πλαγίοις, ὑπτίοις311 in vol. 4

psi

200

ψιλίον· πτερόν. μακρόν. οἱ δὲ ψέλλιον. ἢ εἶδος ἄνθους

psi

201

ψιλοδετόρων· βρώτη

psi

202

ψιλοκόῤῥης· φαλακρός

psi

203

ψιλόν· γυμνόν. ἔρημον. εὐτελές. ἄτριχον. καὶ πᾶν ἀποδεδαρμένον

psi

204

ψιλὸς στέφανος· πτέρινος. καὶ ὁ ἱππεύς

psi

205

ψιλοτάπιδες· αἱ καλούμεναι ὑποστρώματα καλά

psi

206

ψιλούς· γυμνούς. σφενδονιστάς. τοξότας

psi

207

ψίλωθρον· σποδή. ἔνιοι μάδον

psi

208

ψίμαρον· εὐδιαῖον

psi

209

ψιλῶς· κούφως. εὐτελῶς

psi

210

ψίν· αὐτοῖς. αὐτόν

psi

211

ψινάδες· αἱ ῥυάδες ἄμπελοι

psi

212

ψινάζει· ἀποῤῥεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ, φυλλορ(ρ)οεῖ

psi

213

ψίναθος· ἀγρία αἴξ

psi

214

ψίνδεσθαι· κλαίειν

psi

215

ψίνθος· τέρψις

psi

216

ψινύθιον· φαῦλον

psi

217

ψῖσαι· ψωμίσαι

psi

218

ψίσις· ἀπώλεια

psi

219

ψίττα· ταχέως, εὐθέως

psi

220

ψιττάζων· ψίττα ἐπιφθεγγόμενος. ὅπερ ἐστὶ ποιμενικὸν ἐπίφθεγμα

psi

221

ψιττάκα· εἶδος ὑποδήματος γυναικείου

psi

222

ψιττία· ψωμία. Ἀττικοί

psi

223

ψιφά· ἑψιτὰ λεπτά

psi

224

ψιφαῖον· ἱστίον. ὁτὲ δὲ ψίαθος. ἢ μικρὸν ὀρνιθάριον

psi

225

ψιχία· ψωμία312 in vol. 4

psi

226

*ψίχες· αἱ ἀποπίπτουσαι τῶν ἄρτων τεμνομένων. ψιχίδι(α)

psi

227

ψόαν· ὀχεύτριαν

psi

228

ψόα· τὸ μέρος τοῦ σώματος

psi

229

ψόγεια· ψογερά, καὶ οὐκ ἄξια ἀκοῆς

psi

230

ψογερά· ὡς λίαν μεμπτά

psi

231

ψογερόν· αἰσχρόν, μεμπτόν, ἐπίψογον

psi

232

ψόγξαι· ἀκοῦσαι

psi

233

ψόγος· κατάγνωσις, μέμψις, ὄνειδος

psi

234

ψοδίον· σκολιόν

psi

235

ψοθάλλειν· ψοφεῖν

psi

236

ψοθίον· αἰθαλῶδες

psi

237

ψοθόν· μέλαν. [θόρυβος]

psi

238

ψόθος· ψώρα, ἀκαθαρσία

psi

239

*ψόθωρ· αὐχμηρόν

psi

240

ψοθώα· ψώρα

psi

241

ψοίθη[σι]ς· ἀλαζών

psi

242

ψολοκομπίαι· ἀλαζόνες, κομπασταί

psi

243

ψόλος· καπνός, αἰθάλη, φλόξ, ἀσβόλη

psi

244

ψολῶσαι· ψιλῶσαι. ῥινῆσαι

psi

245

ψόμμος· ἀκαθαρσία. καπνός

psi

246

ψο(ύ)δια· ψευδῆ ...... Λάκωνες δὲ τὸν στόμαχον

psi

247

ψοφεῖ· κτυπεῖ, ῥήσσει

psi

248

ψοφοδεῶς· ταραχώδως

psi

249

ψοφοδεής· δειλός, κενοφόβος, ὃ καὶ τοὺς ψόφους καὶ τὰ ἐλάχιστα
φοβούμενος313 in vol. 4

psi

250

ψοφοδεῆ· τὸν ὅμοιον αὐτῷ

psi

251

ψόφος· ἦχος, κτύπος

psi

252

ψυγεῖα· ἀγγεῖα, ἐν οἷς ὕδωρ ψύχεται. καὶ ὁ τόπος αὐτό

psi

253

ψυδνὴ χέρσος· ἀραιά, ὀλίγη

psi

254

ψυδρά· ψευδῆ

psi

255

ψυδρόν· ψευδές

psi

256

ψυθιζομένων· γογγυζόντων

psi

257

ψύθιον· ὀλιγοχρόνιον

psi

258

ψύθιος· ἀραιά, ὀλίγη, ψιθυρίς

psi

259

ψυθιστάς· ψιθυριστάς

psi

260

ψυθός· ψίθυρος. ψεῦδος

psi

261

ψυθῶνες· διάβολοι

psi

262

ψυῖαι· ἀλώπεκες, βασσαρίδες. καὶ αἱ κατὰ τὴν ὀσφῦν σάρκες

psi

263

ψυκτά· ἡ μὴ πολλῷ ὕδατι πεφυρ(α)μένη μάζα

psi

264

ψυκτήρ· ὃν ἡμεῖς ψυγέα[ν], καὶ εἶδος ποτηρίου

psi

265

ψυκτήρια[ι]· οἱ ἀλσώδεις καὶ σύ[ν]σκιοι τόποι

psi

266

ψυκτήριον· ποτήριον ὃ ἡμεῖς ψυκτῆρά φαμεν

psi

267

ψύλλα· ψύλλαι θηλυκῶς. ἄλλοι δὲ Φύλλοι, ἔθνος Λιβύης. ἔστι δὲ καὶ ὄνομα ζωϋφίου μικροῦ ἀῤῥενικῶς, ὥς φησιν Ἐπίχαρμος

psi

268

ψύλλακας· τὰς ψύλλας

psi

269

ψύλλιον· πόα, ἧς καὶ σπέρμα ὁμώνυμον

psi

270

Ψυλλικοί· εἶδος κυνῶν ὀνομασθὲν οὕτως

psi

271

Ψυλλικὸς γόης· ὁ τῶν Ψύλλων. οἱ δὲ Ψύλλοι ἔθνος Λιβύης

psi

272

ψύλλος· τὸ παχὺ τὸ συνέχον τὸ τοῦ κάπρου αἰδοῖον

psi

273

ψύξας· ἀμβλύνας τὴν ψυχήν, φυσήσας, ἄνεμον ποιήσας, πνεύσας

psi

274

ψύξασθαι· ῥυήσασθαι. ξηρᾶναι314 in vol. 4

psi

275

ψύξασαι· πνεύσασαι. ῥυήσασαι

psi

276

ψύξουσι· ξηρανοῦσιν

psi

277

ψύξις· πνόη

psi

278

Ψυρίη(ς)· νῆσος μικρά

psi

279

Ψύριος· ἀκάθαρτος, ἀπὸ Ψύρ(ων) τῆς νήσου

psi

280

Ψυρίς· γῆ λυπρά, χέρσος

psi

281

ψύττα· ἐπὶ τοῦ ταχέως ἀποδρ(α)μεῖν λέγεται

psi

282

ψύτταρον· σκαφίον

psi

283

ψύτταν· πρόχυμα

psi

284

ψύττει· πτύει

psi

285

ψυττόν· πτύελον

psi

286

ψυχαγωγεῖ· παραμυθεῖται τὴν ψυχήν

psi

287

ψυχαγωγός· ὁ ἀνδραποδιστής, καὶ ὁ ἀπατεών. ὁ κατάγων τὰς ψυχὰς εἰς ᾅδου

psi

288

ψυχάζει· ἀναψύχει

psi

289

ψυχάς· πνεύματα

psi

290

ψύχειν· ἀνέμῳ ξηραίνειν. καὶ πνεῖν

psi

291

ψυχέμπορος· ὁ τοὺς ἀνθρώπους ἀγοράζων καὶ πωλῶν

psi

292

ψύχεος ἱμείρων· καταψύξεως ἐπιθυμῶν

psi

293

ψυχή· πνεῦμα. καὶ ζωΰφιον πτηνόν

psi

294

ψυχόλεθρος· ἀπώλεια ψυχῶν

psi

295

ψυχοῤ(ῥ)αγεῖ· ἀποθνήσκει

psi

296

ψυχορόφους· τὰς τὴν ψυχὴν ἐκπινούσας

psi

297

ψυχουλκός· πόα τις

psi

298

ψυχουλκούμενοι· τὰς ψυχὰς ἑλκόμενοι

psi

299

ψυχρά· τὴν ἣν ἡμεῖς λεπτὴν λέγομεν

psi

300

ψυχροκομψώματα· ψυχροφαντάσματα

psi

301

*ψυχρὸν κακόν· ψύξεως αἴτιον

psi

302

ψυχρολογία· ψευδολογία

psi

303

ψυχρολόγος· μηδὲν χρήσιμον λέγων

psi

304

ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι· τὸν καταψύχοντα τὰ σώματα (διὰ) τῆς ἀναιρέσεως

psi

305

ψυχρός· ἀσθενής

psi

306

ψωδαρέον· αὐχμηρόν315 in vol. 4

psi

307

ψώθιον· τὸ ὑποκάτω τοῦ ἄρτου

psi

308

ψώθια· τὰ τοῦ ἄρτου ἀποθραύσματα, καὶ τὰ ὑποκάτω

psi

309

ψώϊζος· ἄφοδος ὑγρά, ἢ ὄνθος, δυσωδία, καὶ ἣν καλοῦσι μίνθα(ν)· οἱ δὲ αὐχμὸν ἢ μόλυσμα

psi

310

ψώια· σαπρὰ δυσωδία

psi

311

*ψώδη· γλῶττα

psi

312

ψωκτόν· τράπεζαν

psi

313

ψωλήκυσθος· οὐδενὸς ἄξιος

psi

314

ψωλόν· τὸν ἀπεσκολυμμένον

psi

315

ψώμηκες· οἱ τοῦ σίτου τὰς ῥίζας ἀπεσθίοντες. καὶ ὁ ἔγκατρος ὁ σῖ‐ τός φησι ἐξεψώμισεν, ἀπὸ τοῦ ζώου σχηματίσας

psi

316

*ψωμιεῖ· θρέψει

psi

317

ψῶμιγξ· σφήκωμα

psi

318

ψωμοί· μέρη

psi

319

ψωραλέον· τὸν ψωριῶντα

psi

320

ψωροπέταλοι· ἰχθύες εὐτελεῖς

psi

321

ψῶρος· παιδεραστής

psi

322

ψῶσαι· θάλψαι

psi

323

ψώσματα· παρὰ Ἀριστωνύμῳ πέπαικται ἡ λέξις τῇ Βοιωτῶν δια‐ λέκτῳ

psi

324

ψώχειν· ἀνακινεῖν. ἀνατρίβειν

psi

325

*ψώχοντες· λεπτύνοντες. πλύνοντες. ἀναξαίνοντες

psi

326

*ψώχω· λεπτύνω. πλύνω. ξαίνω

psi

327

ψωχὸς γῆ· ψαμμώδης316 in vol. 4

omega

1

*Ὢ· θαυμαστικῶς, λίαν. οἷον· ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ

omega

2

ὢ· ἐπίῤῥημα σχετλιασμοῦ

omega

3

*ὦ· ἄρθρον κλητικῆς πτώσεως. οἷον· ὦ ἄνθρωπε

omega

4

α· τοῦ προβάτου ἡ μηλωτή. Ὦαι δὲ τῶν ἱματίων, καὶ τὸ λῶμα τοῦ ἐνδύματος, καὶ τὸ περιστόμιον τοῦ ἱματίου

omega

5

ὤας· τὰς κώμας καὶ τὰς διφθέρας οὕτω φασί

omega

6

ὤασιν· ὠσίν

omega

7

ὤατα· ὠτία, ὦτα

omega

8

ὠατωθησῶ· ἀκούσομαι

omega

9

ᾧ ἄχεϊ σχομένη· τῷ ἑαυτῆς ἄχει κατάσχετος γινομένη

omega

10

ὠβαί· τόποι μεγαλομερεῖς

omega

11

ὠβάλλετο· διωθεῖτο

omega

12

ὠβάτας· τοὺς φυλέτας

omega

13

ὤβεα· τὰ ὠά. Ἀργεῖοι. [ἢ τὰ ἀργὰ ὦτα]

omega

14

ὠβεοκόπτας· τοὺς ὄφεις ἀπὸ τούτου [Ὠβήλ]

omega

15

....· ὠόν. καὶ τοῦ περσικοῦ τὸ ἐντός

omega

16

[Ὠβώμ· πόλις Μωαβιτῶν]

omega

17

ὤβρατο· (εἵ)μαρτο

omega

18

ὤγανον· κνημὶς ἀμάξης

omega

19

Ὠγενίδαι· Ὠκεανίδαι. Ὠγὴν γὰρ Ὠκεανός

omega

20

ὠγένιον· παλαιόν. καὶ ὄρος τι

omega

21

(Ὠ)γήν· Ὠκεανός

omega

22

ὡγή· κώμη. καὶ φάλαγγος τὸ ἔσχατον. καὶ τὸ ἄκρον317 in vol. 4

omega

23

ὤγκωσαν· ἐμετεώρισαν

omega

24

*ὠΐγνυντο· ἀνεώγνυντο

omega

25

ὠγύγα· ἀρχαῖα τείχη

omega

26

Ὠγυγίη· ὄνομα τῆς νήσου Καλυψοῦς[α]

omega

27

ὠγυγίου· παλαιοῦ, ἀρχαίου. μεγάλου πολύ

omega

28

ὠγύλλοντο· συνεκάμπτοντο

omega

29

*ὠγμός· φωνὴ μετὰ τοῦ ἐκβο[ηθ]ῆσαι, ἢ μετὰ χειροτονίας

omega

30

*γ· διάφραξις

omega

31

ᾠδαῖς· ὑμνῳδίαις, ᾄσμασιν

omega

32

]δάκταζον· ἔδακνον, ἀπέτρωγον

omega

33

ὠδ]άγμην· ἐκνησάμην

omega

34

ὠδ]άξατο· ὤδαξεν

omega

35

ὥδ]ησεν· ἀπέδοτο

omega

36

ὧδε· οὕτως. ἐνταῦθα. εἰς τοῦτον τὸν τρόπον

omega

37

δ’ ἂν ἔεις· οὕτως γὰρ ἂν ἐσσί

omega

38

δ’ ἄν· οὕτως γὰρ ἄν

omega

39

ᾠδεῖον· τόπος, ἐν ᾧ πρὶν τὸ θέατρον κατασκευασθῆναι οἱ ῥαψῳδοὶ καὶ οἱ κιθαρῳδοὶ ἠγωνίζοντο

omega

40

[ὠδεῖσα· ἐφροντισάμην]

omega

41

ὧδέ κεν· οὕτως ἄν

omega

42

ὦ δέμα(ς)· ὦ αὐτή

omega

43

ὧδέ πη· ὧδέ πως

omega

44

ὧδέ πως· θείῳ νεύματι. ἢ οὕτω, τοῦτον τὸν τρόπον

omega

45

ὧδέ πως γάρ· οὕτω γάρ

omega

46

ᾠδή· ᾆσμα, ὑμνῳδία

omega

47

ᾠδηκώς· οἰδήσας, πεφυσημένος

omega

48

[ὠδιοῦν· φορτίον]

omega

49

*ὠδίς· ὠδῖνες. τοκετοί

omega

50

ὥδησαν· ἀπέδοντο

omega

51

[ὠδήσας· πριάμενος]

omega

52

ὡδί· οὕτω πως318 in vol. 4

omega

53

ᾠδικός· μουσικός

omega

54

[ὠδίνει· πάσχει. λυπεῖται]

omega

55

ὠδίνει· πάσχει. λυπεῖται. τίκτει, ἢ ἐγκυμονεῖ

omega

56

ὠδίνησεν· ἐγέννησεν

omega

57

ὠδῖνες· πόνοι, ἀλγηδόνες

omega

58

ὠδίνων· κυημάτων, τοκετῶν

omega

59

ὠδός· ῥοδός

omega

60

ὠδίς· ὠδῖνες. τοκετοί. ἢ τίκτουσα

omega

61

ὠδόν· οὐδόν

omega

62

ὡδόσα· ἐκ τοῦ ὧδε μέρους

omega

63

ᾤδουν· ὠργιζόμην [ἐν] )αυτῷ, ἠγανάκτουν [ἢ ἐμαυτῷ]

omega

64

ὠδύραντο· ἐθρήνησαν

omega

65

ὠδύσατο· ἐχολώθη, ὠργίσθη. ἐμέμψατο. ἠχθέσθη, ἐμίσησεν. ἐθυμώθη

omega

66

ὠδυσίη· ὤδυσις, ὀργή. μέμψις

omega

67

ὤδυσται· ἠχθέσθη

omega

68

*δ’ ἄφαρ· οὕτω ταχέως

omega

69

ὤδωδε· σέσηπεν. ὤζεσεν

omega

70

ὦ ἔτα· πολῖτα

omega

71

ᾤετο· ὑπελάμβανεν, ἐνόμιζεν

omega

72

ᾤιετο δεῖν· ἐνόμιζε πρέπειν

omega

73

ὤζειν· βοᾶν

omega

74

ὦζεν· ἐβόησεν

omega

75

ὤζοντες· βοῶντες, καὶ λέγοντες ὢ ὤ. καὶ θαυμάζοντες

omega

76

, ἦ δ’ ὅς· ὦ φίλε

omega

77

ᾠήθη· ἐνόμισεν, ὑπέλαβεν

omega

78

ὠηρίχθαι· ὠρινοί. ὑπήνεμοι. ὥριμοι

omega

79

ὠθεῖ· ἀνατρέπει

omega

80

ὠθισμός· ὠσμός, ἀνατροπή319 in vol. 4

omega

81

ὠθήσας· ἀνατρέψας, ὤσας

omega

82

ὠθύλλετο· διενοεῖτο

omega

83

ᾧ· ἀντὶ τοῦ διό. ἢ ᾧ τινι

omega

84

ὦιαι· ἄκραι, ἔσχατα. μηλωταί. λέγναι

omega

85

ὠΐγνυντο· ἠνοίγοντο, ἀνεώγνυντο

omega

86

ὠιδάν· ᾠδήν

omega

87

ὠΐδας· τὰς μημ... οἰκίδας

omega

88

ὠιδηκώς· οἰδήσας, φυσήσας

omega

89

*ὠΐδας· οὐδός

omega

90

ᾤζει· ἐπικάθηται

omega

91

[ὠϊζύος· ταλαιπωρίας]

omega

92

ὠϊζυρά· μοχθηρά

omega

93

[ὠΐη· πορεύεται]

omega

94

ὠικέτευεν· ᾤκει

omega

95

)κοδόμουν· .......

omega

96

.......· οἰνοχόουν

omega

97

[ὠΐσατο· ᾠήθη]

omega

98

[ὤϊσχα· ὠρινά, ὑπήνεμα]

omega

99

[ὠΐσχετο· ἐπεσχέθη]

omega

100

ὠΐσθη· ὑπέλαβεν, ᾠήθη

omega

101

*ᾧ ῥα· ᾧ ἄρα, ᾧ δή ποτε

omega

102

[ὤϊστο· προσεδέχετο]

omega

103

[ὠΐσσατο· ᾠήθη, ἔδοξεν]

omega

104

ὦκα· εὐθέως, ταχέως, ὠκέως, ὀξέως

omega

105

ὠκαλέον· ταχύ, ὀξύ

omega

106

ὠκαχήμεναι· λυπησόμεναι

omega

107

Ὠκεανίνης· κοῦ.. τῆς (Σ)τυγός

omega

108

Ὠκεανοῖο πόρον· τὸν ἀέρα, εἰς ὃν αἱ ψυχαὶ τῶν τελευτώντων ἀπο‐ χωροῦσιν

omega

109

Ὠκεανός· ἀήρ. θάλασσα, καὶ ποταμὸς ὑπερμεγέθης. φασὶ δὲ καὶ
ὁμώνυμον αὐτοῦ ἐν Κρήτῃ320 in vol. 4

omega

110

ὠκέα· ταχέα

omega

111

ὠκέας· ταχεῖς

omega

112

ὠκέες στρουθοί· ταχεῖς, εὐπετεῖς, κοῦφοι

omega

113

[ὠκείλαντες· ὁρμήσαντες, προσπελάσαντες, προσπεσόντες, ἐξοκείλαν‐ τες. καὶ] ὤκειλεν τὰ αὐτά

omega

114

ᾤκεον· ᾤκουν

omega

115

ὠκεῶν· ἁμαρτών. ἢ ταχέων

omega

116

ὠκέως· ταχέως

omega

117

ὠκίδες· ἐνώτια

omega

118

*ὠκ)ιάων· ταχυτάτων

omega

119

ὠκίεσσα· φθαρεῖσα

omega

120

ὤκιμον· βοτάνη εὐώδης, τὸ λεγόμενον βασιλικόν

omega

121

ὠκίμβαζεν· ἐτάρασσεν. ἐθορυβεῖτο. ἐστραγγεύετο

omega

122

ὤκιστον· τάχιστον

omega

123

ὤκλαζεν· συνέκαμπτε τὰ γόνατα

omega

124

ὤκλασαν· τὰ αὐτά. τὰ γόνατα ἔκαμψαν

omega

125

ὠκλίνασαι· κλίνασαι

omega

126

ὠκριόωντο· ὠξύνοντο, ἐτραχύνοντο

omega

127

ᾤκτειρεν· ἠλέησεν

omega

128

ὠκύ· ὀξύ, ταχύ

omega

129

ὠκύαλα πτερά· ὠκέα παραγώγως. ὡς ὠκύαλος ναῦς

omega

130

ὠκύαλος· ὠκεῖα, ταχεῖα, ταχύπλους

omega

131

ὠκυαγεῖς· ἐπωδοῦν, ὧν ἡ δύναμις ἐπιφανής

omega

132

ὠκυβόαι· ταχυμάχαι

omega

133

ὠκύθοον· πόα τις ἡ τρίφυλλος καλουμένη

omega

134

ὠκύμοροι· ταχυθάνατοι, οἱ ἀώρῳ θνήσκοντες θανάτῳ

omega

135

ὠκύνει· ταχύνει, ὀξύνει

omega

136

ὠκυπέτα· ὀξέως πετομένω

omega

137

ὠκύποροι· ταχυπόροι

omega

138

ὠκυπόροισι· ταχέα ῥεύματα ἔχουσι καὶ πλέουσιν

omega

139

ὠκύπορος· ταχέως πορευόμενος

omega

140

ὠκυπόρων· ταχυπόρων

omega

141

ὠκύπτερος· ταχέως πετόμενος. ἢ εἰς ὀξὺ ληγούσας (πτέρυγας ἔχων)

omega

142

ὠκύρ(ο)ον· ταχύτατον

omega

143

ὠκυρόῳ· ταχέα ῥεύματα ἐχούσῃ321 in vol. 4

omega

144

ὠκυρόῳ· ταχέως ῥέοντι

omega

145

ὠκύς· ταχύς

omega

146

ὠκύσημον· ταχέως φανερόν

omega

147

ὠκύτης· ταχύτης

omega

148

ὠκύτητος· ταχύτητος

omega

149

ὠλέθρευον· ἐφόνευον

omega

150

ὠλέκρανον· ὁ ἀγκών

omega

151

*ὠλέναι· οἱ πήχεις τῶν χειρῶν καὶ βραχίονες. καὶ ὠλέναι ὁμοίως

omega

152

*ὠλένας· χεῖρας, ἀγκάλας

omega

153

Ὠλέναδε· ὡς ἄγραδε

omega

154

Ὠλένιον· κακόν ἢ δεινόν

omega

155

Ὠλενία· πόλις Ἀχαίας

omega

156

ὠλέριον· πόνος

omega

157

ὠλεσίκαρποι· αἱ ἰτέαι, διὰ τὸ ταχέως ἀποβάλλειν τὸν καρπόν. ἢ ὅτι πινόμενος ὁ καρπὸς ἀγόνους ποιεῖ

omega

158

ὠλεσίοικοι· οἱ ἄσωτοι

omega

159

ὤλετο· ἀπώλετο

omega

160

Ὠλία· πόλις

omega

161

ὠλίβραξαν· ὤλισθον

omega

162

ὠλιγγιᾶν· νυστάζειν

omega

163

ὠλιγγιά· νυσταγμὸς ἀκαριαῖός τις. καὶ ἐπὶ τῶν βλεφάρων ῥυτίδας ἔχειν ὠλίγ(γ)ας φασίν. ἢ ἐλάχιστος

omega

164

ὠλιγγήϊον· ὀλίγον, βραχύτατον

omega

165

[ὤλιγε· παρεσκεύασεν]322 in vol. 4

omega

166

ὤλισθεν· ἐσφάλη, ὠλίσθησεν

omega

167

ὡλιτήμερος· (ὁ) ἡμαρτηκὼς τῶν ἡμερῶν

omega

168

Ὠλιτός· ὁ Νηρεὺς ἥρως

omega

169

ὠλιτόφρονας· ἀλιτροὺς τῶν φρενῶν, ἀνοήτους

omega

170

ὠλλόν· τὴν τοῦ βραχίονος καμπήν. οἱ δὲ ἀπὸ τῶν διφυῶν. τὸ ἀπὸ τοῦ ὀμφαλοῦ προστιθέμενον σπέρμα

omega

171

ὠλοφύρετο· ἐθρήνει

omega

172

ὠλυγίων· σκοτεινῶν. κακῶν. μακρῶν. ὀξέων. μεγάλων

omega

173

ὦ λῷε· ὦ βέλτιστε

omega

174

ὠλώναντο· ἱλασσάμενον

omega

175

ὠμά· τὰ παρὰ καιρὸν γινόμενα

omega

176

ὠμάδιον· ὠμαδὸν καὶ ἐπ’ ὤμοις καὶ τὸ ἐπ’ ὤμους ὠμάδιον

omega

177

ὠμαδίς· ἐπὶ τοῦ ὤμου

omega

178

ὠμαλθὲς ἕλκος· πρὸ καιροῦ συναχθέν

omega

179

ὡμάρτησεν· ἐπηκολούθησεν

omega

180

[ὤμβρει· ὦ πονηροί, ὦ ἄθλιοι]

omega

181

ὦ μέλε(οι)· ὦ ἄνθρωποι

omega

182

ὠμηγέροντα· τὸν μὴ καθη(ψη)μένον ἀπὸ τοῦ γήρως, μηδὲ πάνυ γέροντα

omega

183

[ὠμηκότες· προθυμούμενοι]

omega

184

ὠμηλετόν· ἐρηριγμένον

omega

185

ὠμηλύσις· τὸ κρίθινον ἄλευρον, καὶ τὸ ἐξ αὐτοῦ κατάπλασμα

omega

186

ᾤμην· ἐνόμιζον

omega

187

ὡμήρησε· συνέτυχεν, συνήντησεν, εἰς τὸ αὐτὸ ὤμους ἀλλήλοις γίνεσθαι τοὺς συναντῶντας

omega

188

ὠμησταί· ὠμοβόροι, ὠμοφάγοι

omega

189

ὠμηστής· ὁ ὠμὰ κρέα ἐσθίων

omega

190

ὠμίας· ὁ μεγάλους ὤμους ἔχων, ὁ εὐρύστερνος

omega

191

ὡμίλει· ἐπήρχετο

omega

192

ὡμίλησε· συνανεστράφη

omega

193

ὡμιλήσαμεν· συνανεστράφημεν, ἢ συνανεστρέψαμεν323 in vol. 4

omega

194

ὤμιλλα· παιδιά τις, ὅταν κύκλον περιγράψαντες βάλωσιν εἰς αὐτὸν κάρυα, εἶτα ἐν τῷ κύκλῳ μ.... λαμβάνει. ἢ ἔπαθλον

omega

195

ὠμοβόρον· ὠμοφάγον

omega

196

ὠμογέρων· οἱ μὲν τὸν ἀρξάμενον γηράσκειν, ἔτι δὲ ἰσχύοντα. οἱ δὲ τὸν μὴ λευκαινόμενον τὴν κεφαλήν, ὄντα δὲ πρεσβύτην

omega

197

ὠμογέροντας· τοὺς τοιούτους

omega

198

ὠμοδάϊκτον· ὠμοσπάρακτον

omega

199

ὠμοθάλεκτα· ὠμά

omega

200

ὠμοθετεῖν· τὸ ἀφ’ ἑκάστου μέρους τοῦ ἐσφαγμένου ἱερείου ἀφαιρεῖν ἔτι ὠμοῦ ὄντος, καὶ ἐπιτιθέναι ἐπὶ τὴν θυσίαν. ἐξηγεῖται δὲ αὐτὸς Ὅμηρος

omega

201

ὠμοθετήσασθαι· ὠμῶν ἀπάρξασθαι πάντων

omega

202

ὠμόθει· ὅρκοι ἐγένοντο

omega

203

ᾤμοι· οἴμοι. ἐπίῤῥημα σχετλιαστικόν

omega

204

(ὤ)μο)ν· τῶν ὤμων

omega

205

ὦμοι· τὰ μετάφρενα

omega

206

ὤμοισιν· ἐν τοῖς ὤμοις

omega

207

ὠμοκυδιᾶν· ἐπὶ τῇ τῶν ὤμων εὐδοξίᾳ μέγα φρονεῖν. ἢ τῇ τάξει

omega

208

*ὠμός· ἀπάνθρωπος, ἀπηνής

omega

209

*ὠμοτόκησεν· ἐδυστόκησεν

omega

210

ὠμόλι)α· τὰ ἄγρια ὀθόνια

omega

211

ὡμολόγησαν· συνέθεντο

omega

212

ὠμόν· ἄωρον, ἄγριον

omega

213

ὠμοργόν· σκληρόν

omega

214

ὠμόρξατο· ἀπεψήσατο

omega

215

[ὠμός· ὁ λιβανωτός. ἢ ὁ βωμός]

omega

216

ὠμότης· ἀπηνότης

omega

217

ὠμοστράκω· βουτίνω τρυβλίω

omega

218

ὠμοφάγους δαῖτας· τοὺς τὰ ὠμὰ κρέα μερίζοντας. καὶ ἐσθίοντας

omega

219

ὦ μοχθηρέ· ὦ ἐπίπονε

omega

220

ὤμφυναν· ἐδόξαζον

omega

221

ὠμφύνειν· ἐνδόξους ποιεῖν.

omega

222

ὠμῷ· τῷ παρὰ καιρὸν γινομένῳ324 in vol. 4

omega

223

ὠμῷ γήραϊ· τῷ πρὸ τῆς ὥρας γηράσκοντι

omega

224

ὤμωξεν· ὠδύρετο, ἐστέναξεν

omega

225

[ὤμωσεν· ὅρκῳ ἔστησεν]

omega

226

ν· ὑπάρχων. ἢ ὄντων

omega

227

ὦναξ· ὦ δέσποτα, ὦ ἄναξ

omega

228

ὦναξ Παιών· ὦ βασιλεῦ, ὁ κακὰ παύων Ἀπόλλων

omega

229

ὧν ἄπο· ἀφ’ ὧν

omega

230

ὠνάστια· ἐνώτια φάρμακα

omega

231

ὠνάρχος· δῆμψος

omega

232

ὤνατο· ἀπέλαυσεν, ὄνησιν ἔσχεν

omega

233

ὠνεῖν· πωλεῖν. [ἀπολαύειν]

omega

234

ὠνήμην· ἀπέλαυσα

omega

235

[ὠνησάμην· ἐμεμψάμην]

omega

236

ὤνησεν· ὠφέλησεν, ἔσωσεν

omega

237

ὤνησις· πρᾶσις, ἀγορασία. [ἢ μέμψις. ὠφέλεια σωτήρια]

omega

238

ὠνήσω· τὰ αὐτά

omega

239

ὠνητιῶν· ἀγοραστικῶς ἔχων

omega

240

ὤνητο· ὤνατο, ὤνησιν ἔσχεν

omega

241

ὠνθυλευμένον· τὸ διεσταγμένον ἄρτυμα, ὅπερ ἔνιοι μεμονθυ‐ λευμένον

omega

242

ὤνια· τὰ πράσιμα

omega

243

ὠνίου· πρασίμου, ἀγοραστοῦ

omega

244

ὠνίους· ἀγοραστούς

omega

245

[ὦννυ· οὕτως]

omega

246

ὦνον· τὸ τίμημα τῆς τιμῆς, ἢ τιμή. ἤγουν ἡ ἀγορά

omega

247

ὦνος· ὠνή, τιμή, ἡ καταβαλλομένη ἀντί τινος

omega

248

ὠνοσάμην· ἐμεμψάμην, ἐξεφαύλισα, ἠτίμησα

omega

249

(ὠ)νούμενοι· ἀγοράζοντες

omega

250

ᾠνοχόει· ἐνέχεεν, ἐκίρνα

omega

251

ὠνυχισμένον· ἀφῃρημένον

omega

252

ὠξυθυμώθη· ὠργίσθη

omega

253

Ὠξώλων· ἔθνος βαρβάρων

omega

254

ὦ οἰοῖ· ἐπιφώνημα σχετλιαστικὸν παρὰ Ἴωσι325 in vol. 4

omega

255

ᾤοντο· ὑπελάμβανον, ἐνόμιζον

omega

256

ὦ οὗτος· ὦ αὐτός, ἢ ὦ σύ

omega

257

ὦπα· ὄψις, πρόσοψις, πρόσωπον

omega

258

ὤπαζεν· κατόπιν ἐπάγων ἐδίωκεν

omega

259

ὠπάζεσθαι· ὁρᾶν, σκοπεῖν

omega

260

ὤπαινες, ὠπαιν

omega

261

ὤπασεν· ἔδωκεν, ἐχαρίσατο

omega

262

ὦ πέπον· ὦ φίλτατε. ἄλλοι δὲ τὸν μαλακὸν τὴν ψυχὴν πέπονα κα‐ λοῦσιν. ἔνιοι δὲ ἔκλυτε, μάταιε

omega

263

ὦπες· ὀφθαλμοί

omega

264

ὠπήσεσθαι· ὄψεσθαι

omega

265

*ὠπωτῆρε· [διὰ φαρμάκων εἰώθασί τινες ἐπάγειν τῇ Ἑκάτῃ τὰς οἰκίας

omega

266

ὤπια· ὀφρύδια

omega

267

Ὦπι ἄνασσα· [πυῤῥὰ πρόθυρος, πῦρ πρὸ τῶν θυρῶν

omega

268

ὠπίζετο· ἐπιστροφὴν ἐποιεῖτο

omega

269

[ὠπιζόμενος· ἐπιστρεφόμενος]

omega

270

[ὠπλή· ἡ ἐκ χειρὸς πληγή]

omega

271

ὡπλίζετο· καθωπλίζετο

omega

272

ὡπλίσατο· παρεσκευάσατο

omega

273

ὦ πόνῳ πονηρέ ......

omega

274

ὦπται· (ἐ)θεάθη326 in vol. 4

omega

275

Ὠπός· ὄνομα γενικῆς πτώσεως. διὸ καί τινες ἠξίωσαν ἀναγινώσκειν Ὠπός, ὡς Θρᾳκός

omega

276

ὦ πόποι· φεῦ φεῦ, παπαὶ τῶν χαλεπῶν. ἔστι δὲ ἐπίῤῥημα σχε‐ τλιασμοῦ ἢ θαυμασμοῦ δηλωτικόν. ὦ δαίμονες, ὦ φίλοι, ὦ θεοί

omega

277

ὤπυιεν· ἔγημεν

omega

278

ὠπφρύναμαι· ηὔφραμμαι

omega

280

ὥρα· τὸ ἔαρ, ἢ θέρος. ἢ μορφή

omega

281

ὥρα· καιρός. κάλλος. τροπή. εὐμορφία. ψιλῶς δὲ φροντίς, ἐπιμέλεια. ὅθεν ὀλίγωρον λέγομεν τὸν ὀλίγην ἔχοντα φροντίδα. [οἱ δὲ φυλα‐ κτήρια, ἢ προβλήματα]

omega

282

*ὥρᾳ γάμων· ἐν ἀκμῇ γάμων

omega

283

*ὥρα ἔτους· καιρὸς ἔτους, τὸ ἔαρ, καὶ τὸ θέρος

omega

284

ὡραία· ἀκμάζουσα, κάλλος ἔχουσα

omega

285

ὡραίᾳ τῇ ἡλικίᾳ. καὶ τῇ ὄψει

omega

286

ὡραῖα· νεκύσια. οἱ δὲ δαιμόνια. τάσσεται δὲ καὶ ἐπὶ τῶν ἐκ γῆς ὡραίων. καὶ ἐπὶ τῶν καθ’ ὥραν συντελουμένων ἱερῶν

omega

287

ὡραῖα θύειν· τελετή τις, ἐν ᾗ τῶν ὡραίων ἁπάντων ἐγίνοντο ἀπαρ‐ χαί

omega

288

ὡραία ἡμέρα· ἡ ἑορτή

omega

289

ὡραΐζεται· καλλωπίζεται

omega

289a

*ὧραι· καιροί

omega

290

*ὡραίοις· καιροῖς

omega

291

ὡραϊσμένη· καλλωπισμένη

omega

292

ὡραῖον· καίριον. καὶ τὸ ἱερεῖον, τὸ θῦμα τὸ καθ’ ὥραν. καὶ ὁ τάρι‐ χος ὁ κατὰ τὸ ἔαρ συντιθέμενος

omega

293

ὡραῖον κῆδος· ὁ καθ’ ὥραν τελευτήσας

omega

294

[ὠραίοντο· ὥρμων, ἐπορεύοντο]

omega

295

ὡραιοπώλας· ὁ τὴν ἀκμὴν πωλήσας. ὀπωροπώλης. ταριχοπώλης

omega

296

ὡραῖος· εὔμορφος, εὔτροπος, εὐσχήμων, εὐπρόσωπος327 in vol. 4

omega

297

ὡραϊσμός· καλλωπισμός, κάλλος

omega

298

ὡραίων· τῶν πεπανῶν. καὶ ὡραίων· τῶν καρπῶν

omega

299

ὡρακιᾶν· τὸ ἐν τοῖς βαλαν(ε)ίοις ἐκλύεσθαι. ἢ σκοτοῦσθαι. καὶ ὠχριᾶν

omega

300

ὡρακιᾶν· λ[ε]ιποψυχεῖν. ἐκλύεσθαι καὶ σκοτοῦσθαι μετὰ ὠχριάσεως ἢ καὶ ἱδρῶτος. οἱ δὲ ναυσιᾶν. καὶ σκοτοῦσθαι

omega

301

ὡρακιάσας· λ[ε]ιποψυχήσας

omega

302

’ράννα χελίδων· ὀροφή

omega

303

ὡρανιστήρ· ἱμάς

omega

304

ὡραπολεῖν· κατὰ τὴν εἰθισμένην ὥραν ἑκάστου ἔτους ἀναπολεῖν.
1Ἀναπολεῖν δὲ λέγουσι τὸ τρὶς ἀροτριᾶν τὴν γῆν

omega

305

[ὠργᾷ· οἰστρεῖ, γαυριᾷ, ἢ πρὸς συνουσίαν ἐπείγεται, ἢ κατεπείγεται]

omega

306

[ὠργάσαι· πηλὸν ἕτοιμον παρασχεῖν]

omega

307

ὠργασμένος· μεμαλαγμένος

omega

308

[ὤργατο· κατηπ.γῃ, καὶ ἐν ἑτοίμῳ ἦν]

omega

309

[ὠργημένον· παρεσκευασμένον, ἕτοιμον]

omega

310

[ὥργητο· ὥριστο. ἔχρῃζεν]

omega

311

[ὠργιᾶται· χρῄζει. ὁρίζει]

omega

312

[ὠργώς· μεμηνήσας]

omega

313

ὤργων· ἐπεθύμουν. [ἐμεμίγησαν]

omega

314

ὠρδυλευσάμην· ἐμόχθησα

omega

315

[ὠρέγει· δίδου]

omega

316

ὦρς· γυναῖκες

omega

317

ὤρεια· φυλακτήρια

omega

318

ὠρεῖν· φυλάττειν. ὅθεν καὶ ὁ θυρωρός λέγεται

omega

319

*ὠρέξατο· ἐξέτεινεν

omega

320

*ὤρεξε· παρέσχεν, ἔδωκεν

omega

321

ὠρέξατο· ἐστοχάσατο. ἔλαβεν. ἐπεθύμησεν. ὥρμησεν

omega

322

ὠρέον· πηχυαῖον328 in vol. 4

omega

323

ὦρες· πύργοι ὠχυρωμένοι. κηδεμόνες

omega

324

ὤρεσ)ι· γυναιξίν, ἀπὸ τοῦ συνεζεῦχθαι ἀνδράσιν

omega

325

ὤρετο· ὥρμα

omega

326

ὠρεύειν· τὸ τῶν ἀγρίων νομῶν καὶ ἐθνῶν ἐπιμελεῖσθαι

omega

327

ὠρέοντο· ὥρμων, ἐπορεύοντο

omega

328

ὠρέχθη· ἐπεθύμησεν

omega

329

ὠρέχθησαν· ἐπεθύμησαν

omega

330

ὥρῃ· καιρός. ἢ τῷ καιρῷ

omega

331

ὠρημάτων· φυλαγμάτων

omega

332

ὥρη· πάθος. οἱ δὲ πάχος καὶ παχύτητα

omega

333

ὥρης· ἀκμῆς

omega

334

ὠρήσαντα· φυλάσσοντα

omega

335

ὠρήσσονται· φυλάσσονται

omega

336

ὠρητύς· πήρωσις

omega

337

[ὦρθεν· ὥρμησεν. ἀνέστη, ἢ ἀνέστησεν]

omega

338

ὤρθευεν δέμας· ἀνώρθου. ἐθεράπευεν

omega

339

ὥρια· τὰ κατὰ τὴν ὥραν γινόμενα, ὡραῖα, ἢ ὥριμα

omega

340

ὠρία· τὸ πρῶτον ἀκρωτήριον τοῦ ἀστραγάλου

omega

341

ὡρια(ί)νεις· ὡραΐζει

omega

342

[ὠριγνώμενον· ὀρεγόμενον]

omega

343

ὤριγμαι· ὠ ......

omega

344

ὠρίγγη· ἐώρα

omega

345

ὠρίζει· ὑπνοῖ· ὁμιλεῖ. φροντίζει, μεριμνᾷ. ἀδολεσχεῖ329 in vol. 4

omega

346

ὥριμον· καίριμον. ἢ τὸν καιρὸν [διήγειρεν. ἢ ἐτάραξεν

omega

347

ὤρινεν· ἐτάραξεν. ἠρέθισεν

omega

348

ὠρίνθη· ἐταράχθη

omega

349

ὠρινθιᾶν· ἐπείγεσθαι εἰς ἀπόπατον

omega

350

ὥρισεν· ἔκρινεν

omega

351

ὡρισμένη· ὑπόχρεως, ἢ ὅρους ἔχουσα καταπεπηγότας ἐπὶ δανείσμασι

omega

352

ὥριστος· ἄριστος

omega

353

Ὠρίων· ἄστρον οὕτω καλούμενον. ἢ ὄρνις ποιός

omega

354

ὤρκυπτε· ὑπερέκυπτε ἐπαιρόμενος

omega

355

ὥρμ(αινεν)· ἐνεθυμεῖτο, ἐβουλεύετο, ἐφρόντιζεν. [ἔπαινεν]

omega

356

ὥρμαινε· διενοεῖτο, ἐμερίμνα

omega

357

ὥρμηνε· [διενοεῖτο]

omega

358

ὥρμησεν· ἔπεμψεν

omega

359

[ὡρμεῖσθαι· ὁρμεῖν. τὸ πολεμεῖν]

omega

360

ὡρμῶντο· ἐξήεσαν

omega

361

ὠρνεάζετο· μετέωρον ἐπῆρε τὴν κεφαλήν

omega

362

)νυτο· ἀνίστατο. διηγείρετο

omega

363

ὠροβισμένοι· κεχορτασμένοι ἀπὸ τῶν βοῶν

omega

364

ὡρογράφοι· ἱστοριογράφοι, τὰ κατ’ ἔτος πραττόμενα γράφοντες. Ὧροι γὰρ οἱ ἐνιαυτοί

omega

365

ὠρόθυναν· ἐτάραξαν. καὶ ἠρέθισαν

omega

366

[ὤρονα· τὰ ὄρια

omega

367

ὡρῶντο· ἤθελον]

omega

368

ὤρορεν· ὦρσε, διήγειρεν. ἐτάραξεν. ἔπεμψεν. ἐνέβαλεν

omega

369

ὧροι· οἱ ἐνιαυτοί

omega

370

ὧρος· ἐνιαυτός

omega

371

ὦρος· ἡ νύξ. [ἡ ἀπὸ Ὠκεανοῦ

omega

372

Ὠροσίδης· ὁ ἀπὸ Ὠρεσίου γεγονώς. οὗτος δ’ ἔστι ποταμὸς ἐν τῇ ἔξω γῇ, ὥσπερ Ὠκεανός

omega

373

ὡροσκόπος· ὁ σκοπῶν τὰς ὥρας

omega

374

ὤρου· ὥρια. φύλακες

omega

375

ὤρουεν· ἐπῆγεν, ἐφώρμα

omega

376

ὤρουσεν· ὥρμησεν

omega

377

ὤῤῥα· τηνικαῦτα

omega

378

ὦρτο· ἀνέστη. ὥρμησεν. ἤρχετο

omega

379

ὠρτός· βωμός330 in vol. 4

omega

380

[ὦρσαι· παρορμῆσαι]

omega

381

ὦρσεν· παρώρμησεν

omega

382

ὠρυγή· φωνή. θόρυβος. κυρίως δὲ ἡ τῶν κυνῶν φωνή

omega

383

ὠρύεσθαι· κλαίειν. τάττεται δὲ ἐπὶ τῶν κυνῶν

omega

384

ὠρύεται· ὑλακτεῖ

omega

385

ὤρυξαν· ἔσκαψαν

omega

386

ὠρυόμενος· βρυχόμενος, ὑλακτῶν

omega

387

ὠρυομένων· κραζόντων. κυρίως δὲ ἐπὶ λιμῷ κλαιόντων λύκων, ἢ λεόντων, ἢ κυνῶν

omega

388

ὤρφωσεν· ὠρφάνισεν

omega

389

ὠρώρει· [διηγέρθη

omega

390

ὤρωρεν]· ἐκεκίνητο

omega

391

ὠρωρέχατο· ὁρμῶντες ἐπετίθουν

omega

392

ς· θαυμαστικὸν ἐπίῤῥημα. ἄλλοι οὕτως, ὁμοίως. ἀληθῶς. ἢ ὥσπερ. ἢ ἵνα. ἢ ὅτι. ἢ ὅτε. ἢ πρός. ἢ λίαν. ἢ [εἰς τὸ.] τὰ παραδείγματα εἰς τὸ τέλος τοῦ ω στοιχείου

omega

393

ὦσαι· διῶξαι. διασεῖσαι. βιάσασθαι. ἀποῤ(ῥ)ῖψαι

omega

394

ὠσάμεθα· ἀπωσάμεθα

omega

395

ὠσάμενοι· διώξαντες, ὠθήσαντες

omega

396

ὠσάμην· ἀπωσάμην, ἐδίωξα, ὤθησα

omega

397

ὦσαν· ὥστε, ἵνα. ἢ ἀπεώσαντο

omega

398

ὡς ἄν τις εἴποι· ...

omega

399

ὡς ἂν οἷός τε ὦ· ὡς ἂν δυνηθῶ ..........

omega

400

ὥσα τε δεῖ· ὡς ἐκ τούτου

omega

401

ὡς αὖ πάλιν· ἐκ δευτέρου

omega

402

ὡς αὐτόν· πρὸς αὐτόν

omega

403

ὡσαύτως· ὁμοίως, τοιούτως

omega

404

ὡς βασιλέα· πρὸς τὸν βασιλέα

omega

405

ὡς δή, [ὧ δὴ αὐτοῖς. ἢ] ἐπειδή

omega

406

ὡς δή σφιν· ὡς δὴ αὐτῖς

omega

407

ὡς δοκέει· ὡς νομίζει

omega

408

ὡς ἐδόκει· ὡς ἐνόμιζεν

omega

409

ὣς εἰπών· οὕτως εἰπών

omega

410

ὡς εἶχεν· ὅσον ἠδύνατο, ἴσχυεν. [ὡσεὶ τυχόν]. καθὼς ἔτυχεν, ἢ συνέβη

omega

411

ὤσεις· ὠθήσεις331 in vol. 4

omega

412

ὡσεί τε· καθάπερ

omega

413

ὡς ἐχῖνος ἀναβάλλει τὸν τόκον· παροιμία ἐπὶ τῶν πρὸς τὸ χεῖ‐ ρον χρονιζόντων

omega

414

ὡς ἐκρίθη σοι· ὡς ἐφάνη σοι

omega

415

ὡς ἐμέ· πρὸς ἐμέ, καθάπερ ἐμέ, ὡς ἐγώ

omega

416

ὦσεν· ἀνέτρεψεν, ὤθησεν. ἀπέκοψεν. ἀπώσατο. κατέβαλλεν

omega

417

ὡς ἐνέπουσιν· ὡς λέγουσιν

omega

418

ὡς ἔνι· ὡς ἔστιν, ὡς ἐγχωρεῖ

omega

419

ὡς ἐν πινακίῳ· ὡς ἐν εἰκόνι

omega

420

ὡς ἔξεστιν· ὡς δυνατόν

omega

421

ὡς ἔοικεν· ὡς φαίνεται. ὡς πρέπει, ὡς δεῖ

omega

422

ὡς ἐπίπαν· ὣς ἐπιτοπλεῖστον

omega

423

ὦσέ τοι· ὤθη(σε) σοι

omega

424

ὡς ἔτυχεν· [ὡς φθάς..]

omega

425

ὡς ἔφασαν· ὡς εἶπαν

omega

426

ὡς ἔφασκεν· ὡς ἔφη, ὡς εἶπεν

omega

427

ὡς ἔφησθα· ὡς εἶπας

omega

428

ὡς ἔφυ· ὡς ἐγένετο, ὡς ἔστιν

omega

429

ὡς ἔχω· εὐθέως

omega

430

ὡς ἡμᾶς· πρὸς ἡμᾶς

omega

431

ὠσθείς· ἀνατραπείς

omega

432

[ὤσθησεν· ὤθησεν. ἔπρασεν]

omega

433

ὠσίν· ὠτίοις, ἀκοαῖς, [ὠτίοις]

omega

434

ὥς κεν· ὅπως ἄν

omega

435

ὦσιν· ὑπάρχουσιν. εἰσίν

omega

436

ὡς μάλιστα· ὡς ὄντα δυνατόν

omega

437

ὥς κέν τις· ὅπως ἄν τις

omega

438

ὠσμένῳ· ὠθισμένῳ

omega

439

ὡς μήτε κροῦσαι, μήθ’ ὑπὲρ χεῖλος βαλεῖν· παροιμία ἐπὶ τοῦ συμμέτρου τασσομένη

omega

440

ὠσμός· ἀνατροπή. ὤθησις, ὠθισμός

omega

441

ὡς οἶμαι· ὡς νομίζω

omega

442

ὡς οἷόν τι· ὡς δυνατόν

omega

443

ὡς ὅγε· καθὼς οὗτος

omega

444

ὥς οἱ· ὡς αὐτῷ

omega

445

ὥσπερ· καθώσπερ

omega

446

ὥσπερ· καθώς, καθάπερ

omega

447

ὡς οὐκ ἐξικνούμενοι· ὡς οὐχ ἥξοντες

omega

448

ὥσπερ οὑφθαλμὸς [το] Διός· ὡς ἀστραπή332 in vol. 4

omega

449

ὥσπερ κόρας ἑλεῖν· ἐπὶ τῶν εὐχερῶν λέγεται

omega

450

ὡς πρίν· ὡς πρότερον

omega

451

ὡς πρὸς ἔνια· ὡς πρὸς ἄλλα, ἢ τινά

omega

452

ὡς ῥά· ὡς δή

omega

453

ᾧ σε· διὰ τοῦτο[ν]·
ᾧ ς’ ἔβαλον Τρῶες

omega

454

ὥς σοι· οὕτω δή σοι

omega

455

ὡς τὰ πολλά· ὡς ἐπὶ τὸ πλεῖστον

omega

456

ὥστε· καθάπερ, οὐκοῦν, λοιπόν

omega

457

ὥστε γάρ· καθάπερ γάρ

omega

458

ὥσ(τε) στεροπή· ἀστραπή

omega

459

ὠστίζεσθαι· ὠθεῖσθαι

omega

460

ὠστιζόμεα· ὠθούμεθα, θλιβόμεθα

omega

461

ὠστιοῦνται· ὠσθήσονται

omega

462

ὣς φάσαν· οὕτως εἶπαν

omega

463

ὣς φάτο· οὕτως ἔφη, εἶπεν

omega

464

ὠσφρήθη· συνῆκεν

omega

465

[ὤσφρησις· ἀέρος μετάληψις]

omega

466

ὠσφρῶντο· συνῆκαν, ἤσθοντο, ἔγνωσαν

omega

467

ὤσχη[ς]· ὁ μετὰ κλήματος ἀμπέλου

omega

468

ὦσχοι· τὰ νέα κλήματα σὺν αὐτοῖς τοῖς βότρυσιν

omega

469

ὠσχοφόρια· παῖδες εὐγενεῖς ἡβῶντες καταλέγονται οἱ φέροντες τὰς ὤσχας εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερόν. εἰσὶ δὲ κλήματα ἔχοντα βότρυς[ιν]

omega

470

*Ὠσηέ· ἑρμηνεύεται σωζόμενος

omega

471

Ὠσχοφόριον· τόπος Ἀθήνησι Φαληροῖ, ἔνθα τὸ τῆς Ἀθηνᾶς ἱερόν

omega

472

ὦτα· ἀκοαί, ὠτία

omega

473

ὦτα· τὰ μὴ στρογγύλα

omega

474

ὠτακός· παρώνυμον εἶναί φασιν

omega

475

ὠτακουστεῖ· περιέργως ἀκούει

omega

476

ὦ τᾶν· ὦ οὗτος. ἀντὶ τοῦ ὦ μακάριε, ὦ βέλτιστε

omega

477

ὦ τᾶν· ὦ σύ, ὦ ἑταῖρε, ὦ οὗτος, ὦ μακάριε. πρόσρημα τιμητικῆς λέ‐ ξεως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείᾳ πολλάκις

omega

478

ὠτειλαί· τραύματα, οὐλαί, τρώσεις

omega

479

ὠτειλή· ἡ ἐκ χειρὸς τρῶσις, ἢ τραῦμα

omega

480

ὠτοκάταξις· τὰ ὦτα τεθλασμένος333 in vol. 4

omega

481

ὠτοκοπεῖ· κεφαλαλγεῖ, ἐνοχλεῖ, λαλῶν

omega

482

[ὠτοκουστής· ὁ ὑποκρινόμενος]

omega

483

ὡς τούς· ὡς τούτους

omega

484

ὠτός· ὄρνεον ὅμοιον γλαυκί. οἱ δὲ νυκτικόρακα λέγουσιν

omega

485

Ὦτος καὶ Ἐφιάλτης· Ἀλωέως καὶ Ἰφιμεδείας παῖδες ..........

omega

486

ὤτρυνε· παρώρμησε, διήγειρεν

omega

487

ὦ τύμπανα· ὦ ἐπιτήδειοι τυμπανισθῆναι

omega

488

(ὤ)των· ὠτίων

omega

489

Ὠφέλης· ὁ Ἐφιάλτης

omega

490

ὤφε]λεν· ὤφειλεν

omega

491

ὠφέ]λουν· εὐεργέτουν

omega

492

ὠφθαλμιάσας· τὸν ὀφθαλμὸν ἐπέβαλεν

omega

493

ὤφθη· ὡράθη, ἐθεάθη

omega

494

ὠφίλει· ἐπήρχετο

omega

495

ὦ φιλότης· ὦ προσφιλέστατε. ὦ φίλε. ὦ ἑταῖρε

omega

496

[ὤφλημα· χρέος]

omega

497

ὦφλε· κατεδικάζετο, ἐπὶ τῇ δίκῃ ὤφλησεν. καὶ τὸ ὤφειλεν

omega

498

ὠφλίσκανον· κατεδικάζοντο

omega

500

ὠφρόν· ἐλαφρόν

omega

501

ὠφρυωμένος· ἐπηρμένος

omega

502

ὠφύϊα· ἡ δορά. καὶ βοτάνη τις

omega

503

ὠχεῖτο· ἐκάθητο

omega

504

ὤχετο· ἔφυγεν, ἀπέδρα. ἀπώλετο. ἢ ἐπορεύθη

omega

505

ὠχέτευεν· ὑδραγώγει. καὶ ἐτάφρευεν

omega

506

[ὠχλεῖ· ὠθεῖ. νοσεῖ]

omega

507

ὤχθησαν· ἠγανάκτησαν, ἐλύπησαν, ἐστέναξαν

omega

508

ὤχλησεν· ἐμόχθησεν. ἐκίνησεν, ἐμόχλευσεν, ὤθησεν. ἐνόσησεν

omega

509

ὤχμασαν· κατέσχον, ἐδέσμευσαν

omega

510

ὠχμασμένον· κατεχόμενον, δεδεμένον

omega

511

ᾠχόμην· ἐπορευόμην

omega

512

ᾤχοντο· ἐπορεύοντο

omega

513

ὤχουν· ἐκάθηντο

omega

514

ὤχρα· ὠχρίασεν

omega

515

ὠχρᾷς· ὠχρίας εἶς. [καὶ ὄσπριον λαθύρῳ ἐοικός334 in vol. 4

omega

516

ὠχρήσαντα· ὠχριάσαντα

omega

517

ὦχρος· ὠχρίασις, χλωρότης. χλωρός

omega

518

ὠχυρωμένη· ἠσφαλισμένη

omega

519

ψ· ὄψις, ὀφθαλμός

omega

520

ὤψατο· εὔξατο. ἐμαρτύρατο. (ε)ἶδεν

omega

521

ὦψαι· ὤφθης

omega

522

ὤψειον· [ὤπτεισαν. εἶχον.] περιεβλέποντο, ἰδεῖν ἐβούλοντο

omega

523

ὠψά· τὰ ὀπτητήρια

omega

524

ὠψιζόμην· ὀψὲ ἐποίουν. βράδιον ἠρχόμην

omega

525

ὠψίσθην· ὤψισα

omega

526

ὠψισμένον· ὀψὲ τῆς ὥρας, βραδέως ἐρχόμενον

omega

527

ὠψικότα· βράδιον ἥκοντα

omega

528

[ὤψουν· ἐμαγείρευον, [ὤπτουν]]

omega

529

ὠῶν· περιστομίων τῶν ἱματίων

omega

530

[Σ· συνήθως·
μνήσομαι, ὥς (μ)’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν καὶ ὅμως·
ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι
5καὶ ὃν τρόπον· ἤρξατο δ’ ὡς πρῶτον Κίκονας δάμασ[ε]’ καὶ ὁμοίως· ὣς δ’ αὕτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη καὶ ἐπεί·
10 ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ’ ἕστασαν ὠκέες ἵπποι καὶ ἡνίκα· οἱ δ’ ὡς οὖν εἶδον Ἑλένην ἐπὶ πύργον ἰοῦσαν καὶ οὕτως· ὥς κε μάλ’ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκη(τ)αι
15καὶ πῶς· ὠποποῖ, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει καὶ ὅτι· ἔγνως ὡς θεός εἰμι καὶ πρός·
20 ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον καὶ θαυμαστικὸν ἐπίῤῥημα· ὥς ς’ ἔβαλον Τρῶες καὶ ὡς ἔρις ἔκ τε θεῶν, ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο
25καὶ διό[ς] ὣς λίπον· αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα καὶ ὅτε· Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανε(ν) καὶ τότε·
30
ὡς δ’ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν ὁτὲ δὲ συναπτικὸν σύνδεσμον·
ὡς ὑμεῖς παρ’ ἐμοῖο θοὴν ἐπὶ νῆα κίοιτε ὁτὲ δὲ ἀνακεφαλαιωτικόν
ὥς τ’ ἦλθ’ ὥς τ’ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον
335 in vol. 4
35ὁτὲ δὲ καὶ τὸ ὄντως·
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός ὁτὲ δὲ τὸ ὡς ἂν καὶ τὸ ἄχρι·
ὥς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου ὁτὲ δὲ καὶ τὸ εὐθέως·
40
ὡς ἴδεν, ὣς ἀνέπαλτο Σοφοκλῆς δὲ Λαρισσαίοις ἀντὶ τοῦ λίαν·
ὡς καὶ τύραννι πᾶς ἐγγίζεται φυγεῖν καὶ Μένανδρος·
ἔγημε θαυμαστῶς γυναῖχ’ ὡς σώφρονα

omega

531

Ὠρίων· σύστημα κδ ἀστέρων, ὅν τινες ὀνομάζουσι Βοώτην. οὓς οἱ περὶ ταῦτα δεινοὶ καταμερίζουσι καί φασι, τοὺς μὲν τέσσαρας εἶναι τρίτου μεγέθους, ἐννέα δὲ ἐν αὐτοῖς τετάρτου μεγέθους. καὶ τοὺς ἄλλους ἐννέα τοῦ πέμπτου. κεῖται δὲ τοῦτο τὸ τῶν ἀστέρων ἄθροισμα ἐν τῷ βορείῳ μέρει, ὅπερ καὶ ὑπὸ τῆς γραφῆς
5ὡς ἓν σῶμα Ὠρίων ὠνόμασται. ἄστρα δὲ ταῦτα λέγουσι καὶ οὐχὶ ἀστέρας, ὡς τῶν μὲν ἄστρων πλήθους σύστασιν ἐμφαινόντων, ἀστέρος δὲ τοῦ καθέκαστον λεγομένου. Καὶ τοῦ Ἀρκτούρου μέμνηται ἡ γραφή, ὃν μεταξὺ τῶν μηρῶν τοῦ Ὠρίωνος ὁρῶμεν κείμενον ἀστέρα ὑπόκιῤῥον. Παραπλησίως δὲ καὶ ἡ Πλειὰς ὀνομάζεται, ὑπὸ τῆς γραφῆς· ὡς καὶ ὑπὸ τῶν ἔξωθεν δῆλον, ὅτι παρ’ Ἑβραίων
10πολυπραγμονησάντων τὰ ἀπόῤῥητα. ἑνῶνται δὲ καὶ ἐν τῇ Πλειάδι ἑπτὰ ἀστέρες συνεχεῖς, καὶ καταπεπυκνωμένοι πρὸς ἀλλήλους, οὐχὶ δὲ ἕξ, ὅπερ τινὲς οἴονται. κεῖνται δὲ ἐν τριγωνοειδεῖ σχήματι. ὡς οὖν ἐνταῦθα εὕρομεν τὸ ὄνομα ἐν Ἡσαΐᾳ τῷ προφήτῃ, τοῦ Ὠρίωνος, οὕτω τοῦ Ἀρκτούρου καὶ τοῦ Ἑσπέρου καὶ τῆς Πλειάδος ἐν τῷ Ἰώβ. ὅς φησιν· ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον
15καὶ ταμεῖα νότου336 in vol. 4