TLG 4083 006 :: EUSTATHIUS :: Commentarium in Dionysii periegetae orbis descriptionem EUSTATHIUS Philol.
Scr. Eccl., Archiepiscopus Commentarium in Dionysii periegetae orbis descriptionem Citation: Section — (line) | ||
t | ΕΥΣΤΑΘΙΟΥ ΠΑΡΕΚΒΟΛΑΙ. | |
epist(1t) | [ΕΠΙΣΤΟΛΗ.] | |
2t | Πρὸς τὸν πανσέβαστον δοῦκα κύριον Ἰωάννην, τὸν υἱὸν τοῦ | |
---|---|---|
3t | πανσεβάστου σεβαστοῦ καὶ μεγάλου δρουγγαρίου, κυρίου | |
4t | Ἀνδρονίκου τοῦ Καματηροῦ, Εὐσταθίου, διακόνου ἐπὶ τῶν | |
5t | δεήσεων καὶ μαΐστορος τῶν ῥητόρων, ἐπιστολὴ ἐπὶ ταῖς | |
6t | Διονυσίου τοῦ περιηγητοῦ παρεκβολαῖς. | |
1 | Πινδάρῳ μὲν τῷ σοφῷ πρὸς λύραν εἰπεῖν, ᾠδῆς ὀφειλέτῃ γενομένῳ καὶ τὴν ὀφειλὴν ἐπὶ μακρὸν ἀνα‐ | |
βαλλομένῳ, ἤρεσε γραφὴν λήθης ἐνστήσασθαι καθ’ ἑαυτοῦ, καὶ τοίνυν ὅτι τε γλυκὺ μέλος ὀφείλων ἐπιλέλα‐ | 201 | |
5 | θεν, ἐκεῖνος λέγει, καὶ τὴν καρδίαν ἀναπτύσσειν ἐθέλει, ὡς ἂν ἔχῃ ἀναγνῶναι πῆ τῆς ἐκείνου φρενὸς ὁ ἄνθρω‐ πος γέγραπται, ᾧ τὰ τῆς ὀφειλῆς ὑπερέθετο. Ἐμοὶ δέ, ὦ πανσέβαστε, κάλλιστε καὶ σοφώτατε, εἰ καὶ ὀφείλειν ἐπῆλθε τὸν ἐν ὑποσχέσει λόγον, καὶ εἰς ἱκανὸν ἀναβάλ‐ | |
10 | λεσθαι τὰ τοῦ ὀφειλήματος, ἀλλ’ οὔτι κατὰ πάθος λή‐ θης· οὐχ οὕτως ἐγὼ κάρον πάσχω, οὐδ’ ἀπονυστάζω πρὸς ἅπερ ἔχειν ἐχρῆν πολὺ τὸ νηφάλιον. Ἢ τίνος ἂν ἐπιστραφείην ἔτι, τὴν σὴν ἐν οὐδενὶ θέμενος βούλησιν, ὃς ὅλην ἐκτέθεικάς μοι τὴν ψυχὴν, ὡς μηδὲν εἶναι ὅπερ | |
15 | ἂν ἐμοὶ βουλητὸν, ὃ μὴ καὶ σοὶ θελητόν; οὐ τοίνυν ἔπαθον λήθην ἐφ’ οἷσπερ κατένευσα, οὐδὲ τὸ τῆς Λη‐ τοῦς χρῆμα καὶ τοῦ καθ’ ἡμᾶς ἔσχεν Ἑρμοῦ τούτου κατακαυχήσασθαι, καὶ τὴν κατ’ αὐτοῦ μάχην κρατῆσαι, καὶ τρόπαιον στήσασθαι, πάθος δέ τι κατασκῆπτον ἕτε‐ | |
20 | ρον ἔξω τῶν ὑπεσχημένων ἔρριπτέ με, καὶ τὴν κατά‐ νευσιν ἀνεσκεύαζεν. Ἐλογιζόμην γὰρ ὡς ἐν μικρῷ κείσεταί σοι τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐμμερίμνως διατε‐ θείης, ἐφ’ οἷς ὁ λόγος ἦν ἡμῖν. Ἐνενόουν τὴν σὴν ἐν λόγοις ἐπίδοσιν, ἐλογιζόμην τὸ μεγαλοφυὲς, τὰς τῆς | |
25 | καρδίας ἀναβάσεις εἰς νοῦν ἀνῆγον. Καὶ τοίνυν τὴν οὕτως ἐπὶ τὰ μείζω ἐπέκτασιν συννοούμενος οὐκ εἶχον ἐμαυτὸν πείθειν, ὡς ἄρα μέλον ἔτι σοι ἔσται τοῦ λα‐ | |
ληθέντος· οὐδὲ σὲ τὸν ἐν λόγοις ἤδη μάλα πλουτεῖν ἀπαρξάμενον καὶ χρέως ἐνόμιζον τούτου [τοῦ] σμικρο‐ | 202 | |
30 | τάτου μεμνῆσθαι. Σὺ δὲ οὕτω λιχνεύεσθαι τὰ εἰς λόγους μεμάθηκας, ὡς μηδὲ τὰ βραχύτατα περιορᾶν κάτω που πίπτοντα, καὶ οὕτω σοι τοῦ τῆς σοφίας πλούτου ἔπεισι γλίχεσθαι, ὡς μηδὲ τὰ ἐν λόγοις οἷον ψήγματα παρατρέχειν, ὅσα μὴ πάνυ τιμᾶται πολλοῦ. | |
35 | Ἀμέλει καὶ ἡμῖν οὐ θέλεις ἀφιέναι, εἰ μὴ τὸ ὀφειλό‐ μενον ἀποδώσομεν, οὐδὲ χρεωκοπίαν ἡμῖν ψηφίζῃ, ἀνελίξας δέ σου τὸ τῆς ψυχῆς λογοθέσιον, καὶ ἡμᾶς ἐγγράπτους ὀφειλέτας ἐφευρηκὼς βαρὺς ἐμπίπτεις, καὶ μικροῦ καὶ ἄγχεις, καὶ οὐκ ἀνήσειν φῂς, εἰ μὴ τὸ | |
40 | δέον ἀποτίσομεν, καίτοι βραχὺ ἐκεῖνο καὶ μικροῦ τινος τιμώμενον, καὶ ὅπερ ἂν ἀφεθὲν οὐ πάνυ τι τὸν μὴ λα‐ βόντα λελύπηκε. Σὺ δέ που καὶ τόκου ζήτησιν ἡμῖν ἐπι‐ γράφεις, καὶ οὕτω γίνῃ τοῦ πλείονος. Ἀλλὰ τοῦτο μὲν ὁ γλυκὺς ἐκεῖνος λυρικὸς εἶχε ποιεῖν, ὃς ἐν λόγοις παμ‐ | |
45 | πλούσιος ὢν, εἶτα δὴ καὶ ὀφειλέτης εἶναι μαθὼν, ἐπὶ τῷ ἀρχαίῳ καὶ τόκον ἡδέως προσκατετίθετο, καὶ τὸν ὀφειλόμενον λόγον ἀποδιδοὺς προσαπεδίδου καί τινα ἐπιθήκην, καὶ ταύτην τόκον ὠνόμαζεν. Ἡμῖν δὲ οὐ πάνυ ἐν εὐχερεῖ τὸ τοιοῦτον ἔσται, οὐ γὰρ κατ’ ἐκεῖ‐ | |
epist(50) | νον ἡ τοῦ λόγου χρυσῖτις καὶ ἡμῖν τὰς φλέβας εἰς δα‐ ψίλειαν ὑπήνοιξε μεταλλείας ῥητορικῆς, ἀλλὰ πάνυ τι τὰ ἐς λόγους πενόμεθα. Ἀγαπητὸν οὖν, εἰ καὶ τὸ ἀρ‐ χαῖον τῆς ὀφειλῆς ἀποτῖσαι ἡμῖν ἐγγενήσεται. Τοίνυν ἔχεις ἰδοὺ, σοφωτάτη καὶ σεβασμία μοι κεφαλὴ, εἰ μὲν | |
55 | τό σοι ποθούμενον οὐχ ἔχω εἰπεῖν (ὅτι μηδὲ περιαυτο‐ λογεῖν δεῖ), τὸ χρέος δ’ οὖν, ὅπερ αὐτὸς μὲν ἤδη πολ‐ λάκις ἀπῄτησας, ἡμεῖς δὲ ἄρτι καταβαλλόμεθα. Καὶ οἶδα μὲν ὅτι πολλοῖς τισι τὸ πρᾶγμα, διὰ τὸ μὴ μεγα‐ λεῖον εἶναί τι, οὐ πάντη δόξει εὐέντευκτον. Οὐκ ὀλί‐ | |
60 | γοι γὰρ οἱ τὰ τοιαῦτα γαῦροι καὶ στρυφνοὶ καὶ μεγα‐ λοπρεπεῖς, ἀλλ’ ἐμοὶ τὰ τῆς ψήφου ἑτέρως πίπτουσι. Κρίνω γὰρ εἶναι δέον ἕκαστον ἐπιταχθέντα πρᾶγμά τι καλῶς ἐκεῖνο διαχειρίζεσθαι, καὶ ὡς οὐκ ἂν ἔχοι ῥᾳ‐ δίως ψέγεσθαι, κἂν μέγα τι τυγχάνῃ, κἂν μικρὸν ᾖ· | |
65 | καὶ τὸν τυχόντα τοῦ τοιούτου καλοῦ καὶ τὸ ταχθὲν δεόντως ἐπιτελέσαντα, τοῦτον ἐγὼ τὸν ἄνδρα καὶ δει‐ νὸν ἂν καὶ σπουδαῖον καὶ δεξιὸν καλέσαιμι, παίζων τε, ὅ φασι, καὶ σπουδάζων. Οἶδας οὖν καὶ αὐτὸς ὅπως ἐπιτάξας ἔσχες τὰ κάλ‐ | 203 |
70 | λιστα τῆς τοῦ Διονυσίου περιηγήσεως ἀπανθίσαι σοι, ὅσα συντελεῖν ἔχει πρός τε ἄλλην γνῶσιν, καὶ πρὸς ἀνάπτυξιν δέουσαν, καὶ πρὸς ῥητορείαν γραφῆς, καὶ πρὸς ἐμπειρίας συναγωγὴν, προσερανίσασθαι δὲ τοῖς ἐκείνου καὶ εἴτι που ἄλλο προσεπιτεθῆναι χρεὼν, διὰ τὸ | |
75 | τοῦ Διονυσίου πάνυ ἐπελευστικὸν καὶ ἐν στενῷ περιη‐ γήσεως κείμενον. Τοῦτο δὴ καὶ πεποιήκαμεν κατὰ τό σοι θυμῆρες, πᾶν μὲν ὅσον οὐκ αὐτόθεν χρηστὸν προ‐ χειρίζεσθαι ἀφέντες παρὰ τῷ τοῦ Διονυσίου βιβλίῳ κεῖσθαι ἀργὸν καὶ ἀπόθετον, ἅπαν δὲ οἷον ἀγαθὸν εἰς | |
80 | χρῆσιν εἶναι τοῖς καταλογάδην ἐπιβάλλουσι τῇ γραφῇ ἢ καὶ ἄλλως τοῖς τοῦ Διονυσίου ζηλωταῖς, ἀνακινή‐ σαντες καὶ φιλοκάλως ἐπιλεξάμενοι· καὶ οὕτω σοφίας ἐκεῖθέν σοι κρατῆρα κερασάμενοι, κατηρτισμένον οἴνῳ γυμνῷ στεμφύλων τε καλύμματος καὶ γιγάρτων τρα‐ | |
85 | χύτητος. Ἤδη δὲ καὶ μυελὸν ὥσπερ σοφιστικόν σοι τοῦτον παρατιθέαμεν, ὀστῶδες ἅπαν ποιητικῆς σκληρό‐ τητος ὀστρακίσαντες, ὡς ἂν τοῦτόν γε τὸν τρόπον τῷ ποιητικῷ ἐνάμιλλοι φαινοίμεθα Χείρωνι, ὃς μυελοῖς ἐξέτρεφε τὸν τῆς Θέτιδος· μᾶλλον μὲν οὖν καὶ πολλῷ | |
90 | βέλτιον ἐκείνου πράττοιμεν ἂν, οὔτε θηρίων ἀναλεγό‐ μενοι μυελοὺς καὶ οὐδὲ Ἀχιλλεῖ παρατιθέντες αὐτοὺς, μειρακίῳ Θετταλῷ, πολλῷ τὴν ὠκύτητα τῶν ποδῶν, ὃ δὴ κἂν ὁ τυχὼν καὶ πολὺς ἔχοι ἄνθρωπος, ἀνδρὶ δὲ τὰ πάντα καλῷ καὶ ὡς ὄντως ὀλβίῳ, βασιλικῷ τὴν | |
95 | τοῦ γένους φύην, μεγαλοφυεῖ τὴν ψυχὴν, λογίῳ τὴν ἐπιτήδευσιν, λαμπρῷ τὴν σωματικὴν ἀναδρομὴν, καὶ ἰδεῖν μὲν Χαρίτων ἀγάλματι, τὰ δ’ ἐντὸς ὁποῖον ἄν τις τὸν ἀληθῆ καταγράψειεν ἄνθρωπον. Τοῦτο τοίνυν οὕτω ποιοῦντες, καθάπερ ἐστὶ βουλο‐ | |
epist(100) | μένῳ σοι, πᾶν εἴ τι νόστιμον τῆς τοῦ Διονυσίου ποιή‐ σεως, εἰς φιλοτήσιον βρῶμα συσκευάζομεν, προσεπι‐ | |
τιθέαμεν δέ τι καὶ ἥδυσμα ἑτέρωθεν διακονησάμενοι, καὶ εἰς ὅσον ἦν δέον ἐπιλεξάμενοι πρός τε συμμετρίαν καὶ ὡς ἦν εὔκαιρον. Καὶ οὕτω τὴν βρῶσιν ταύτην | 204 | |
105 | ἐπιπλέον ἀγλαΐζομεν, ἀρτύοντες καὶ ταῖς πολλαχόθεν καρυκείαις ἐπικοσμοῦντες, ὡς ἂν μὴ πάντη γλίσχρον ἡμῖν εἴη τὸ τῆς δεξιώσεως, οὐδὲν προστιθέντες ἀπηρ‐ τημένον, καὶ οἷον μὴ τῆς τοῦ Διονυσίου περιηγήσεως ἔχεσθαι· ἦ γὰρ ἂν ἦν τὸ πρᾶγμα περίεργον καὶ φιλο‐ | |
110 | τιμία κενὴ καὶ φαύλη δοξοσοφία καὶ μακρᾶς τινος γεωγραφίας ὑπόκρισίς τε καὶ νόθευσις· αὐτοῖς δὲ τοῖς τοῦ Διονυσίου ἐμμένοντες, καὶ τὰ μὲν ὡς ἐν παραφρά‐ σεως λόγῳ μεταποιοῦντες, καὶ οὕτως ἀναπτύσσοντες, τὰ δὲ καὶ αὐτοῖς ἔπεσιν ἐξαγγέλλοντες, εἴ που δέ τι | |
115 | καὶ προσεπιτεθεῖσθαι χρὴ, ἐπιτιθέντες καὶ αὐτὸ, καὶ οὕτω τὸ λεπτὸν τῆς ἱστορίας ὡς οἷον εἰπεῖν συμμέτρως παχύνοντες καὶ τὸ μικρὸν ὑποκείμενον ἠρέμα μεγεθύ‐ νοντες. Οὔκουν περιφρονητέον πάντη τὸ καταπραχθὲν, εἴ‐ | |
120 | περ ἐντελῶς τὸ ἐπιταχθὲν πεπεράτωται. Διά τοι τοῦτο θαρρεῖν ἔπεισί μοι, ὡς οὐκ ἂν ἀποφώλιον τῷ πανσε‐ βάστῳ σου ὕψει τουτὶ τὸ πρᾶγμα πεσεῖται, ὅτι τε κατὰ τὸ ποθούμενόν σοι τετέλεσται, καὶ ὅτι ὁ τὸν Διονύσιον φιλῶν ἔχοι ἂν ὁμοίως καὶ περὶ αὐτὸ διατίθεσθαι. Κα‐ | |
125 | λὸς μὲν γὰρ ὁ Διονύσιος καὶ γλυκὺς ᾄδειν, καὶ φράζειν γοργὸς, καὶ παντοῖος τὴν ἱστορίαν, καὶ πολλῶν ἀνθρώ‐ πων ἰδὼν ἄστεα, καὶ νόον γνοὺς ὀφθαλμῷ καὶ διδα‐ σκαλίᾳ Μουσῶν. Οὗτος δὲ ὁ καθ’ ἡμᾶς ὑπομνηματισμὸς τῷ τοιούτῳ Διονυσίῳ συμπράττει πρὸς ἅπερ ἀκροα‐ | |
130 | τὴς φιλολόγος ἀκούειν γλίχεται. Εἴτε γὰρ τελεωτέροις ὁ Διονύσιος ὁμιληταῖς ἐπιτροχάδην ἐλάλησέ ποτε, πρὸς ἀνάμνησιν ὁ λόγος οὗτος ἐπεξεργάζεται πλατύνων τὰ καίρια, διὰ τὴν ἄρτι τῶν εἰσαγομένων ἁπλότητα· εἴτε καὶ ἄλλως ἐκεῖνος πρὸς εἰσαγομένους λέγει· ἀλλὰ τὸ | |
135 | παρὸν ὑπόμνημα διὰ τοὺς φιλακροάμονας πλείω λαλεῖ· καὶ οὐκ ἀναπληροῖ μὲν ὡς ἀτελῆ εἰπόντα τὸν Διονύ‐ σιον, οἷς δὲ ἐκεῖνος ἐχρήσατο, πλατυκώτερον ἐπεξέρ‐ χεται, ὡς πρέπει λόγῳ πεζῷ, καὶ ὡς οἷον εἰπεῖν ἐκμυ‐ ζῶν τῆς ἐκείνου ἱστορίας ἅπαν εἴ τι νόστιμον προσεπι‐ | |
140 | λιπαίνει ἄλλως αὐτὴν, καὶ τὸ λεχθὲν ἰσχνῶς ἐξάγει περιττότερον, καὶ τὸ τοῦ ἀκροατοῦ λίχνον ἐκθεραπεύει, καὶ τὸ πολὺ δὲ τοῦ πόνου παραιρεῖται, ὡς ἂν ἅπερ ἑτέρωθέν ποθεν ἔμελλεν ἀναλέγεσθαι ὁ ἀκροώμενος ἀπονητὶ ἐντεῦθεν ἔχοι κτᾶσθαι κατά τινα ὑπομνηματι‐ | |
145 | σμόν, ὅσα γε ἥκει πρὸς τὸ μέτριον, ἤδη δέ που καὶ εἰς τὸ ἀναγκαῖον τοῦ πράγματος. Διονυσίῳ μὲν γὰρ ἐμέλησεν ὁλικῆς τινος περιηγήσεως γῆς καὶ ἐθνῶν ἐπελεύσεως· πόθεν δὲ ἢ τοῖς τόποις αἱ κλήσεις ἢ τοῖς ἔθνεσιν, ἢ τίνα τὰ ἐπ’ αὐτοῖς συμπτώματα, οὐ πάνυ τι ἑκασταχοῦ ἐκεῖ‐ | 205 |
epist(150) | νος ἐν λόγῳ θέσθαι ἠθέλησεν· ἡμῖν δὲ εἰς ὅσον ἐπιβάλλει συγγενῶς τοῖς τοῦ Διονυσίου τὸ τοιοῦτον φυλαχθήσε‐ ται. Καὶ τοῦτο πραγματευόμενοι οὐ διορθούμεθα τὸν περιηγητὴν, οὔτε τι τῶν δῆθεν οὐ δεόντως ἐλλειφθέν‐ των ἀναπληροῦμεν, ὡς καὶ ἀνόπιν ἔφαμεν, ἀλλὰ τὴν | |
155 | τῆς μετρικῆς ἐπελεύσεως ἀνάγκην παραμυθούμεθα διὰ τὸ λίχνον τῆς ἀκροάσεως. Ἦ γάρ τις ἂν φιλομαθεῖν εἰ‐ δὼς, εἶτα δὴ ἀκούσας τοῦ Διονυσίου γῆς Βοιωτῶν καὶ Λοκρῶν καὶ Θεσσαλῶν καὶ Μακεδόνων ἐν δυσὶν ἔπεσι μνησαμένου πρὸς μόνον ὄνομα, καὶ μηδέν τι πλέον | |
160 | ἐξιστορήσαντος περὶ αὐτῶν, οὐκ ἂν εἰς δέον λιχνεύσε‐ ται πλατύτερον μαθεῖν τι περὶ αὐτῶν; ποθήσει δ’ ἂν ὁ φιλοπευθής, οἶμαι, καί τι περὶ Μυσῶν ἀκοῦσαι, ὡς δ’ αὔτως καὶ περὶ Βεβρύκων. Οὒκ ἀναπαύσει δ’ αὐ‐ τὸν οὐδὲ τὸ τῆς Λιβύης, οὐδὲ μὴν τὸ τῆς Ἀσίας, οὔτ’ | |
165 | οὖν Εὐρώπης ὄνομα ψιλόν, εἰ μή τι καὶ περὶ τούτων αἰτιολογούμενον γνώσεται. Τὸ δ’ ὅμοιον καὶ ἐπὶ ἄλ‐ λων ζητήσει χωρῶν, καὶ μέντοι καὶ περὶ πόλεων. Τοῦτον δὴ τὸν πόθον τοῦ ἀκροατοῦ ἀναπιμπλάντες ἡμεῖς, βραχύ τι περὶ ἑκάστου ὅπη δέον εἰπόντες ἀπαλλαγησό‐ | |
170 | μεθα, οὐχ ὅσον εἰς φιλοτιμίαν, ἀλλ’ εἰς τὸ καίριον. Καὶ Διονύσιος μὲν δρακὶ τῆς ὅλης ὥσπερ ἐπιλαμβάνε‐ ται γῆς, ὡς ἐντεῦθεν αὐτὴν στενοῦσθαι, καὶ μηδὲ ἀμ‐ φιλαφῶς τὰ πολλὰ ἔχειν· τὸ δὲ γράμμα τοῦτο εὐρυτέραν αὐτὴν ὑπανοίγει, καὶ οἵαν ἀμφοτέραις ἔχειν τινὰ λα‐ | |
175 | βέσθαι αὐτῆς, καὶ διὰ τοῦτο ἔχει τάχα πλέον τι γλα‐ φυρότητος. Καὶ ἔστιν οὕτω διπλοῦν οἷον ἡμῖν τὸ κα‐ λόν. Πᾶν τε γὰρ ἡμῖν ἐντεῦθεν ἠράνισται, εἴτι τῶν τοῦ Διονυσίου κάλλιστον καὶ ὁπωσοῦν ἀγαθὸν εἰς χρῆ‐ σιν εἴτε καὶ γνῶσιν· προσεπεξείργασται δὲ μετρίως | |
180 | καὶ εἴ τι τούτοις ἑτέρωθέν ποθεν σύμφωνον ἢ κατὰ συγγένειαν σύντροφον. Εἰ τοίνυν τὰ τοῦ ὑπομνήματος τούτου συμπράττει τῷ Διονυσίῳ, εἰκότως ἂν ἔχοι καὶ τὸ τῆς εὐνοίας κοινόν. Οὕτω γὰρ σοφὸς μὲν Ὅμηρος, | |
ἀγαθὸς δὲ καὶ ὁ τὰ εἰς ἐκεῖνον λαλῶν· καὶ ἀμφοῖν κοι‐ | 206 | |
185 | νὸν τὸ τοῦ κέρδους ἢ τοῦ τέλους καλόν. Τὸ δὲ ὅμοιον καὶ ἐπὶ τοῦ Διονυσίου καὶ τῶν ἄλλων σοφῶν. Εἴη ἂν οὖν ἡμῖν τὸ δῶρον, ᾧ δεξιούμεθα τὴν σὴν ἀξιοσέ‐ βαστον κορυφὴν, Διονύσιος οὐκέτι ποιητὴς, ἀλλὰ λύ‐ σας τὸ μέτρον, καί σοι καταλογάδην τὰ πλείω λαλῶν, | |
190 | οὐ στενολεσχῶν, ἀλλὰ πλατύτερον ἑαυτὸν ἐκτιθεὶς καὶ ἀνακαλύπτων, οἷός ἐστι καὶ ἐκ μετρικῆς συνθήκης εἰς πεζολογίαν ἀναλυόμενος τὰ πολλὰ, οὐ μόνον ᾄδων, ἀλλὰ καὶ λέγων, ὅπου τὰ τῆς ᾠδῆς ἡμῖν οὐκ ἔχει και‐ ρὸν, καὶ οὕτως ἀντὶ ἁπλοῦ γινόμενος οἷον δίγλωσσος, | |
195 | οὐ πάντη μετέωρος, οὐδ’ ἐκ μετρικοῦ τὰ πάντα λαλῶν ὀχήματος, ἀλλ’ ἔστιν ὅπη καὶ βάδην τῷ λόγῳ προϊὼν, οὐδ’ ἀπὸ σκηνῆς μετρικῆς τὸ σύμπαν φθεγγόμενος, ἀλλὰ πολλὰ καὶ προσωπείου δίχα ποιητικοῦ ὁμιλῶν, οὐκ «εἰς τὸ πᾶν ἑρμηνέων χατίζων,» εἴποι | |
epist(200) | ἂν ἡ Θηβαία λύρα, ἔχων δὲ ἤδη αὐτόθεν ἐν τοῖς και‐ ρίοις τὸ σαφὲς, ὑποβολέως ἀνενδεές· καί σοι ὡς ἐξ ἀγαθοῦ λειμῶνος ἄνθη κομίζεται ταῦτα καλὰ, ἢ καὶ ὡς ἐκ φυταλιᾶς ποικίλης τε καὶ καλῆς καρπὸς ἤδη τρόφιμος εὐγενής. Καὶ τοῖς μὲν ἄλλοις ὡς ἐπί τινος | |
205 | μεταλλείας τὴν παρ’ ἑαυτῷ χρυσῖτιν χύδην ὁ Διονύ‐ σιος παραβάλλεται εἰς κατεργασίαν ἐπίπονον, σοὶ δὲ αὐτὸν χορηγεῖ τὸν χρυσὸν ἀκίβδηλον, καὶ χοὸς μὲν μηδὲν ἐπισυρόμενον, ἐπικεκοσμημένον δὲ ἄλλως καὶ περιττότερον ἔχοντα. Ὁ γοῦν φιλῶν τὰ Διονυσίου | |
210 | φιλοίη ἂν καὶ τὸ παρὸν ὑπόμνημα καὶ τὴν τῶν ἐν αὐτῷ ἀπομνημονευμάτων σωρείαν, καὶ εἰς κεστὸν ἂν ἐγγράφοιτο αὐτό, καί τι καλὸν λογίζοιτο πολυσύν‐ θετον. Εἴπερ οὖν καὶ σὺ φιλεῖς μὲν τὸν Διονύσιον, οὐκ ἀποστέργεις δὲ οὐδὲ τὴν ἡμετέραν λαλιάν, ἀμ‐ | |
215 | φοτέρως ἂν εἴη σοι τὸ δῶρον φιλητόν, διά τε τὸν Διο‐ νύσιον, διά τε τὸν Εὐστάθιον, ἤδη δὲ καὶ ὅτι τὸ ἐπι‐ ταχθὲν πεποίηται. Καὶ τοιαῦτα μὲν ἡμῖν τὰ ἐν ἔργῳ. Πρὸ δέ γε τοῦ ἔργου ὀλίγα σοι προθετέον τινὰ, δι’ ὧν τήν τε τοῦ | |
220 | Διονυσίου διάθεσιν παραδείξομέν σοι, καὶ τὸ τῆς πε‐ ριηγήσεως πρᾶγμα σεμνυνοῦμεν καὶ γνώριμον σαφη‐ νιοῦμεν, καὶ τί μὲν αὐτὴ δύναται παραστησόμεθα, τίς | |
δὲ ἡ τῆς γεωγραφίας πρόθεσις, τίς δὲ αὖ ἡ τῆς χω‐ ρογραφίας βούλησις, καὶ εἴ τι δὲ ἄλλο πρὸ τοῦ ἔργου | 207 | |
225 | καίριον. Σοφίσαιτο δ’ ἄν τις τὰ σεμνὰ τῆς περιη‐ γήσεως ὡς ἐν λόγῳ βραχεῖ ῥητορικώτερον ὄνυχι τὴν ὑπ’ οὐρανὸν ἐμπεριγράφειν, [ὃ] τοῖς μὲν ἐν παροιμίαις λαλήσασιν ὡς ἀδύνατον καταπραχθῆναι πέπαικται, τοῖς δέ γε σοφιστευσαμένοις τὴν περιήγησιν εἰς πρᾶγμα | |
230 | τετόλμηται, καὶ ὡς οὐκ ἀδύνατον ἀπελήλεγκται, βιασαμένοις τὴν παροιμίαν, καὶ τεχνασαμένοις τῷ ἀδυνάτῳ δύναμιν. Ἦ γὰρ οὕτω μικροῦ πεποιήκασιν, ὅσοι τὴν τῆς οἰκουμένης πινακογραφίαν μεμελετήκα‐ σιν, ὀνυχιαίῳ που τάχα τινὶ διαστήματι τὴν ἀπείρονα | |
235 | περικλείσαντες, καὶ τὸ τοῦ κατὰ γῆν πληρώματος ἀπερίληπτον ἐπιπέδῳ βραχυτάτῳ καὶ οὕτω μικρο‐ διαστάτῳ ἐμπεριγράψαντες. Οὗ δὴ τολμήματος κα‐ τάρξαι μὲν ἱστόρηται Ἀναξίμανδρος μαθητευσάμενος Θάλητι, Ἑκαταῖος δὲ μετ’ αὐτὸν τῇ αὐτῇ τόλμῃ ἐπι‐ | |
240 | βαλεῖν, μετὰ δὲ Δημόκριτος, καὶ τέταρτος Εὔδοξος. Εἰ δὲ Καρχηδόνα ὑπὸ βοῒ μετρηθεῖσαν διὰ θαύματος ὁ Διονύσιος ἄγει, ὡς καινόν τι δήπουθεν ὂν, εἰ πόλεως τηλικαύτης διάστημα καταμετρηθείη περιγραφὲν ὑπὸ βύρσης τμήματι, τὸ τὴν ἀμέτρητον οἰκουμένην το‐ | |
245 | μαρίῳ βραχυτάτῳ στενοχωρεῖν ἡλίκου ἂν ἔσω πίπτοι θαύματος; οὕτως ἐν δέοντι τολμηρὸν ἡ φιλοσοφία, οὕτω μικροῖς ἐμφαντάζει τὰ μέγιστα, ἥτις οὐ τῆς γῆς μόνον τὴν συναλοιφὴν κατανεανιεύεται ταύτην εἴτε συναίρεσιν εἰς βραχὺ κομιδῆ συμπιέσασθαι, ἀλλὰ καὶ | |
epist(250) | αὐτὸν τὸν οὐρανὸν συναγαγοῦσα κατασμικρύνει, καὶ ὡς οἷον εἰπεῖν κέγχρῳ παραβύει τὸν τηλικοῦτον. Ἄλλη | |
τις αὕτη παροιμία κατὰ τὴν ἄνω τεθεῖσαν, ἀδυναμίαν ἐμφαίνουσα πράγματος, προαχθεῖσα δ’ ὅμως εἰς δύ‐ ναμιν καὶ αὐτὴ τεχνικῶς. Καὶ τῷ ὄντι τοιοῦτόν τι | 208 | |
255 | ποιοῦσιν, οἳ τὸν τοσοῦτον οὐρανὸν, τὴν ἀπλανῆ σφαῖ‐ ραν, τὴν ἔσω τὰ πάντα σφίγγουσαν, εἰς σμικρὸν σφαι‐ ρικὸν ὄγκον καὶ, ὡς ἂν εἴποι τις, κεγχριαῖον συστρέ‐ φουσι, καὶ εἰς δίσκου στροφὴν γογγυλίσαντες καὶ συστείλαντες τοῖς βουλομένοις ἀνὰ χεῖρα τιθέασι· καὶ | |
260 | ὅπερ ὁ μῦθος τὰς Θετταλὰς γυναῖκάς φησι μαγγανεύειν, ἐπιβουλευούσας τῇ σελήνῃ καὶ ἄνωθεν κατασπώσας εἰς γῆν, ταὐτὸ κατεπιχειροῦσιν αὐτοὶ, οὐχ ἑνὸς ἢ δευτέρου τῶν ἄνω πλανήτων, ἀλλ’ αὐτοῦ ὅλου τοῦ κατ’ οὐρανὸν ἀπειρίτου σφαιρώματος; αὐτοῖς ἄστροις, | |
265 | αὐταῖς ζώναις καὶ πᾶσι τοῖς οὐρανίοις κύκλοις καὶ τμήμασιν ἡμῖν ἐκεῖνον καθέλκοντες. Καὶ Ζεὺς μὲν ὁ παρ’ Ὁμήρῳ, τοῖς περὶ Ὄλυμπον θώκοις ἐμπρέπων αἰθέριος αὐτῇ γαίῃ, αὐτῇ τε θαλάσσῃ τὰ κάτω μετα‐ στοιχειῶσαι βρενθύεται, αὐτὸς δὲ μὴ ἂν ἑλκυσθῆναι | |
270 | κάτω ἀλαζονεύεται· ὁ μέντοι φιλόσοφος βριαρώτερον ἀντιπαλαμᾶται, καὶ τὸ τοῦ Διὸς ἐλέγχει σεμνὸν, καὶ αὐτῷ οὐρανῷ καθελκύσας ἐκεῖνον οὐχ ὑποταρτάριον τὸν αἰθέριον τίθησιν, ὡς ἐκεῖνος τὸν πατέρα, Κρόνον, κάτω βαλὼν, ἀλλ’ ἐπὶ χεῖρα τίθησι τοῖς ἀστροθεά‐ | |
275 | μοσι καὶ ἄλλως τὰ τοιαῦτα σοφοῖς, καὶ [τὸν] οὐρα‐ νὸν τοῦτον τεχνασάμενος ὡς εἰπεῖν ὑπουράνιον, ἐν αὐτῷ οἷά τινι κατόπτρῳ φαντάζει τοῖς βουλομένοις τὰ τῶν ἀνωτάτω κινήσεων, καὶ ἐπὶ μὴ ἐξὸν ἐκ τῶν κάτω ἄνω πτερύσσεσθαι τὸν φιλοσοφεῖν τὰ οὐράνια θέλοντα, | |
280 | βιάζεταί πως τέχνῃ τὸν οὐρανὸν, καὶ κατασπάσας καὶ ταπεινώσας οὕτω περαίνει τὰ τῆς προθέσεως, ἢ καὶ ἄλλως μὴ ἔχων ἐν οὐρανῷ θέσθαι τὸν ἄνθρωπον, οὐ‐ ράνιον μὲν φυτὸν ὄντα τε καὶ λεγόμενον, περὶ γῆν δὲ ὅμως εἱλούμενον, κατάγει τὸν οὐρανὸν καὶ περίγειον | |
285 | τίθησιν, ὡς ἂν ὁ περὶ γῆν ἐκεῖνος οὕτω τὰ οὐράνια ἔχοι καλλιτεχνεῖν. Καὶ γίνεταί τις κἀνταῦθα οἷον κάθοδος οὐρανοῦ πρὸς τοὺς κάτω προσφυέστερον ἤπερ ὁ τοῦ Ἡσιόδου μῦθος αὐτὸν κατάγει πρὸς φιλό‐ τητα γῆς, ναὶ μὴν καὶ σεμνότερον, τά τε ἄλλα καὶ | |
290 | ὅτι ἐκεῖνον μὲν νύκτα ἐπάγειν Ἡσίοδος λέγει, ἐπειδὰν κατέλθῃ, ὁ δὲ οὐρανὸς οὗτος, ὃν ἡ τῆς μαθήσεως θεω‐ ρία πρὸς τῇ γῇ ποιεῖ, οὐ σκότος ἐπάγειν οἶδεν, ἀλλὰ | |
γνῶσιν τεχνικὴν φωσφορεῖ. Οὐδ’ ἂν εἴποι τις ἐνταῦθα, «ὀρώρει δ’ οὐρανόθεν νύξ,» τὸ Ὁμηρικὸν, ἀλλ’ | 209 | |
295 | ἐκεῖνο καὶ μάλιστα, «ὡς ἄρα οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ·» λαμπρὸν γὰρ ἐντεῦθεν ἀπαιθριάζει μαθήσεως φῶς. Οὐρανὸν μὲν οὖν τοιόνδε Ἄρατος ἂν ἔχοι περιφέρειν, καὶ ὅσοι κατ’ ἐκεῖνον ποιητικῶς ἢ καὶ ἄλλως καταλογάδην τοὺς τοιούτους κυλίουσιν οὐ‐ | |
epist(300) | ρανοὺς, Μοῦσαί τινες οἷον κατὰ τὰς ᾀδομένας προσκα‐ θήμενοι, καὶ πρὸς ἐναρμόνιον ῥυθμίζοντες κίνησιν. Διονύσιος δὲ ὁ νῦν ἡμῖν ὁμιλῶν τὰ περὶ τὴν γῆν κατεργάζεται, καὶ περὶ ταύτην ὡς μέτρῳ πρέπον ἔχει πονούμενος, πτερῷ λόγου κοῦφος αἰρόμενος, καὶ τάχιον | |
305 | σύμπασαν τὴν οἰκουμένην περιιὼν, ἤπερ οἱ θρυλού‐ μενοι ἀετοὶ, δι’ ὧν ὁ τοῦ μύθου Ζεὺς τὴν ὑφ’ ἥλιον κατεμέτρησε, καὶ τὸν ἀκροατὴν ἑαυτῷ συμμετάγων, καὶ ποιῶν συμπτερύσσεσθαι, Δαίδαλος οἷα συμπερι‐ πτάμενον Ἴκαρον· πλὴν ὅσον ἐνταῦθα τὰ τῆς πτήσεως | |
310 | ἀσφαλῆ, καὶ πάντη πάντως ἀμφοῖν ἀκίνδυνα, καὶ ἡλίῳ ἀνεπιβούλευτα. Μήτι δὲ ἄρα καὶ ἡ τοῦ χθονίου Ἑρμοῦ πορεία, καὶ ἡ χρυσῆ ῥάβδος, ἣν καθ’ Ὅμηρον ἔχων ἐκεῖνος πτεροῖς περιικνεῖται τήν τε τραφερὰν τήν τε ὑγρὰν, ἡ τῆς περιηγήσεως αὕτη ἐστὶν ὁδός τε | |
315 | καὶ μέθοδος, καὶ ἡ ἀνὰ χεῖρα τῷ τεχνίτῃ γραφὶς, ἡ διατυποῦσα τὸν περίγειον πίνακα· ὑφ’ ὧν ὁ μανθάνων ποδηγεῖται ὥσπερ καὶ χειραγωγεῖται, καὶ πᾶσαν ἀμο‐ γητὶ τὴν οἰκουμένην, ὡς τάχος πτεροῦ, περιοδεύσας, πρόεισι τῷ νῷ ταύτην περιδραμὼν καὶ λόγῳ χειρα‐ | |
320 | γωγοῦντι καταμαθών. Καὶ οὕτω μὲν ἐνταῦθα τὸν χθόνιον ἄν τις Ἑρμῆν φαντάσηται. Ὅτε μέντοι τῶν κάτω ἀπαναστὰς ὁ περιηγούμενος τὸν οὐρανὸν περιο‐ δεύει, καὶ γραμμὰς ἄγει, καὶ πόλους στρέφει, καὶ ἀστέρας μετρεῖ, μονονουχὶ ψαύων τῶν ἄνω χειρὶ, καὶ | |
325 | δακτύλῳ καθυποδεικνὺς τὰ ἐκεῖ, καὶ οὕτω γῆς μὲν ὑπερανιπτάμενος, τὰ δὲ οὐράνια περιηγούμενος, τότε δὴ οὐ χθόνιος οὗτος Ἑρμῆς, ἀλλὰ κατὰ τὸν ποιητὴν εἰπεῖν τὴν αὐτὴν ἐν χερσὶ ῥάβδον ἔχων «πέτεται κρατὺς Ἀργειφόντης, χρυσόρραπις.» Καί τις ἂν εἴποι | |
330 | διὰ ταῦτα κομψότερον τὴν τῆς περιηγητικῆς μεθόδου δύναμιν, οἰκειότερον ἤπερ ἐπὶ τῆς καθ’ Ὅμηρον Ἔρι‐ | |
δος, τὰ μὲν πρῶτα ὀλίγην κορύσσεσθαι, περιαθροῦσαν πάντως τὰ κάτω που καὶ περὶ γῆν, αὐτὰρ ἔπειτα ἐπὶ χθονὶ βαίνουσαν οὐρανῷ κάρη στηρίζειν, ὁπηνίκα τὰ | 210 | |
335 | κατ’ οὐρανὸν ἐπιβάλλει θεωρεῖν ὁ περιηγούμενος. Καὶ οὕτω μὲν ἂν ὡς ἐν ἐπιτόμῳ σεμνολογήσειέ τις τὸ τῆς περιηγήσεως ἀγαθὸν, δίχα γε τῶν μετ’ ὀλίγα ῥηθησομένων· ἃ δὲ καὶ εἰσέτι χρὴ τῷ λόγῳ προλαβεῖν ταῦτά εἰσιν, ὅτι οὐρανοβάμονος μὲν Ἑρμοῦ Ἄρατος | |
340 | ἐντελὴς ὑποφήτης ὡς ἐν μέτρῳ τοῖς εἰσαγομένοις ἐμ‐ περιλέλειπται, καλλιγραφῶν τὰ ἐν οὐρανῷ φαινόμενα· τοῦ δὲ περὶ γῆν ταχὺ τὸ πτερὸν λύοντος Ἑρμοῦ ὑπο‐ δρηστὴρ πρός γε τὸ παρὸν Διονύσιος, ὃν ὁ νοῦς τῶν Μουσῶν ἄγων, ὡς αὐτὸς κομπάσει προϊὼν, πᾶσαν τὴν | |
345 | γῆν ποιεῖ περιπολεῖν ἀπλανῶς. Εἴληχε δὲ τὴν περιηγητοῦ κλῆσιν, παρὰ τὸ περιη‐ γεῖσθαι, ὅπερ τὴν κατὰ λεπτὸν δηλοῦν ἀφήγησιν βού‐ λεται· καθὸ καὶ τῶν τινες ῥητόρων ὁ μὲν, περιήγησαί μοι, φησὶ, τὰ ἐν ᾅδου, ὃ ἔστιν, ἔκθου πρὸς λεπτὸν | |
epist(350) | ἀφηγούμενος· ὁ δὲ περιήγησιν ὕβρεως τὴν ὁμοίαν λέγει ἀφήγησιν. Τὸ δὲ περιηγεῖσθαι καὶ περιοδεύειν λέγεται, ὡς ὅτε τις περιοδεῦσαι λέγει τὴν Πελοπόννη‐ σον, τὸ δ’ αὐτὸ ἔστιν εἰπεῖν καὶ καταγράφεσθαι καὶ μετρεῖσθαι. Οὕτω γάρ που αὐτὸς ὁ Διονύσιος θάλασσάν | |
355 | τινα ἐρεῖ καταγράψασθαι καὶ ἀναμετρήσασθαι. Δεῖ δὲ εἰδέναι καὶ ὅτι πολλὰ τῶν παλαιῶν περὶ τὴν ἀληθῆ γεωγραφίαν καὶ χωρογραφίαν ἐσπουδακότων, ἣν μά‐ λιστα τῶν ἄλλων Ἀλέξανδρος ἐκ τῆς τῶν ἐμπειροτά‐ των, ὡς λέγεται, γραφῆς ἠκριβώσατο, δοθείσης αὐτῷ | |
360 | ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος, πάντοθεν ὁ Διονύ‐ σιος τὸ καλὸν ἠρανίσατο, καὶ τὰ μακρὰ τῶν ἄλλων αὐτὸς ἐπιτεμὼν συντομωτάτην ταύτην καὶ ἀκριβεστά‐ την γεωγραφίαν ἐξέθετο εἰς ἐγχειρίδιον τοῖς βουλομέ‐ νοις εὐσύνοπτον, οὐδέν τι τῶν τοῖς γεωγράφοις ὀφειλο‐ | |
365 | μένων καταλιπών. Ἱστορίαις τε γὰρ παραρτύει τὸ ποίημα, φράζει δέ που καὶ τόπων ἢ ἐθνῶν ἰδιότητας, χειραγωγεῖ δὲ καὶ τῷ τῆς ἱστορίας ἀληθεῖ, ὅπερ ἐστὶ γεωγραφίας ἀρετὴ, παρενσπείρει δέ που καί τινα μα‐ | |
θηματικώτερον· καὶ ὅλως οὐδέν τι τῶν γεωγραφικῶν | 211 | |
370 | ἀγαθῶν ἀφῆκεν, οὗ μὴ γεῦμά τι τῇ αὑτοῦ ποιήσει ταύτῃ ἐντέθεικεν, ὀλιγόστιχον μὲν τὸ ποίημα ἐκτεθει‐ μένος, ἀκροθιγῶς δὲ πάντων ἁψάμενος τῶν καλῶν, καὶ σπερματικῶς πᾶν ἐν αὐτῷ τὸ τῆς γεωγραφίας καλὸν ἐνθέμενος. Τοιοῦτος δὲ ὢν οὐκ ἐνστερνίζεται τὴν τοῦ | |
375 | γεωγράφου πρόσρησιν, οὐ μόνον διὰ τὴν σμικρότητα τοῦ βιβλίου, ἀλλὰ καὶ ὅτι ἔργα τινὰ καὶ ἄλλα γεω‐ γράφου εἰσιν, ὧν οὐ πάνυ τι θιγγάνει αὐτός. Πρὸς τοίνυν τὸ καθολικώτερον τῆς κλήσεως καὶ γενικώτερον ἀνάγει ἑαυτὸν, ὅπερ ἐστὶν ἡ περιήγησις. Ἰστέον γὰρ | |
380 | ὅτι περίοδος γῆς καὶ περιήγησις ταὐτὸν νοοῦσι καὶ εἰς μίαν ἔννοιαν ἔρχονται. Διὸ καὶ ὁ Ἀμασεὺς γεω‐ γράφος συχνὰ περὶ τὰς τοιαύτας λέξεις εἱλεῖται, οὐ μόνον γεωγραφίαν τὴν ἑαυτοῦ ἐπιστήμην ἀξιῶν καλεῖ‐ σθαι, ἀλλ’ οὐδὲ περιήγησιν καὶ περίοδον λέγεσθαι | |
385 | ἀπαξιῶν. Καὶ οὕτω μὲν περίοδος γῆς καὶ περιήγησις εἰς ἕνα κατὰ πολυωνυμίαν συνάγονται νοῦν, καί εἰσιν ὀνόματα γενικὰ, ἔχοντα ὑφ’ ἑαυτὰ τήν τε γεωγραφίαν καὶ τὴν χωρογραφίαν ἤτοι τοπογραφίαν, ὧν ἡ μὲν γεωγραφία τῆς καθόλου θεωρίας ἔχεται, καθά φασιν | |
390 | οἱ παλαιοὶ, ὡς ἐάν τις ὅλον τι ἀναγράψηται σῶμα, καὶ ἔστιν γεωγραφία κατ’ ἐκείνους μίμησις διαγραφῆς τοῦ κατειλημμένου ὅλου μέρους τῆς γῆς μετὰ τῶν ὡς ἐπίπαν συνημμένων αὐτῷ. Ἴδιον δέ φασιν αὐτῆς, τὸ μίαν καὶ συνεχῆ δεικνύειν τὴν ἐγνωσμένην γῆν, ὡς | |
395 | ἔχει φύσεώς τε καὶ θέσεως, μέχρι μόνων τῶν ἐν ὅλαις περιγραφαῖς αὐτῇ συνημμένων. Καὶ τοιαύτη μὲν ἡ γεωγραφία, ἔργον ἔχουσα περὶ τὴν τῆς γῆς ἁπάσης ὁλότητα καταγίνεσθαι ὁλοσχερέστερον, καὶ οὐ πρὸς λεπτὴν διεξόδευσιν. Ἡ μέντοι χωρογραφία περιήγη‐ | |
epist(400) | σις μέν ἐστι καὶ αὐτὴ καὶ περίοδος γῆς, καθὰ καὶ ἡ γεωγραφία, πλὴν οὐχὶ τῆς ὅλης, ἀλλὰ μέρους τινὸς αὐτῆς, καὶ ὡς εἰπεῖν χώρας ἢ χωρῶν ἢ χωρίων τινῶν. Διόπερ οὐδὲ γεωγραφία λέγεται, ἤτοι τῆς γῆς ἁπάσης καταγραφὴ, ἀλλὰ χωρογραφία, τουτέστι διαγραφὴ | |
405 | χώρας τινός. Φασὶ δὲ οἱ παλαιοὶ περὶ τῆς χωρογρα‐ φίας, καὶ ὅτι τὸ χωρογραφικὸν τέλος τῆς ἐπὶ μέρους ἔχεται προσβολῆς, τουτέστι τοῖς μερικοῖς ἐπιβάλλει, ἀπεναντίας τῇ γεωγραφίᾳ. Ἡ μὲν γὰρ ὥσπερ ὁλό‐ τητι σώματος τῇ ὅλῃ γῇ ἐπιβάλλει, ἡ δὲ χωρογραφία | |
410 | μέρει τινὶ τῆς γῆς ἐπιχειρεῖ, ὡς εἴτις ἐξ ὅλου σώματος | |
ἀποτεμόμενος ὠτίον μόνον ἢ ὀφθαλμὸν, διαγράφει αὐτό· οὕτω γὰρ ἡ μὲν γεωγραφία ὅλον τὸ τῆς γῆς ἐκ‐ τίθεται σῶμα, οὐ καταγινομένη περὶ τὰ σμικρότατα, χωρογραφία δὲ τῶν λεπτῶν γινομένη συναπογράφει | 212 | |
415 | καὶ τὰ βραχύτατα, οἷον λιμένας, κώμας ἁπάσας, δήμους, κρήνας, πόλιν πᾶσαν, ποταμὸν ἅπαντα, ὁδῶν ἐκτροπὰς καὶ τοιαῦτα πολλά· οὐχ ὅτι οὐ κατα‐ γίνεται περὶ τὰ τοιαῦτα καὶ ἡ τῆς γεωγραφίας τέχνη, ἀλλ’ ὅτι σπανίως καὶ οὐκ ἐξ ἀνάγκης, οἷα τέλος ἔχουσα | |
420 | τὸ καθόλου εἰπεῖν ἐν ὁλικαῖς περιγραφαῖς· χωρογραφία δὲ, μὴ καὶ τοῖς βραχυτάτοις ἐπεξιοῦσα, οὐκ ἂν οὐδὲ χωρογραφία λέγοιτο. Τῆς τοίνυν γεωγραφίας καὶ χωρογραφίας τοιαύτας διαφορὰς ἐχουσῶν, ὁ Διονύσιος χωρογράφῳ μὲν οὐδὲν | |
425 | ἔχει κοινὸν, ἐγγίζει δὲ τῷ γεωγράφῳ, ὁλοσχερῶς τὰ περὶ πᾶσαν τὴν γῆν ἐκτιθέμενος, καὶ περιιὼν ἐπελευ‐ στικῶς κατά τινα περιγραφὴν ὁλικὴν, καὶ ὡς εἰπεῖν γεωγράφος ὢν συναλειπτικὸς, οὐ χώραν ἢ χώρας πε‐ ριηγεῖσθαι προθέμενος, ἀλλ’ ἐν ἐπαγγελίᾳ γεωγραφίας | |
430 | τὸ ποιημάτιον ἐπιτόμως τὸ ἀνὰ χεῖρας ἐκθέμενος, κα‐ θάπερ ἐκ προοιμίων αὐτὸς ἀνεκρούσατο, σκοπὸν προ‐ γράψας μέγαν τῆς αὐτοῦ εὐσυνόπτου ποιήσεως, ὡς ἔπος εἰπεῖν, τὸ «γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν·» καὶ οὕτω «γαῖαν ὁμοῦ καὶ πόντον ἑνὶ ξυνώσας ἀγο‐ | |
435 | στῷ,» τοῦτο δὴ τὸ περὶ Τυφῶνος τεραστίως λογο‐ ποιηθέν. Ἔστι δὲ ὁ Διονύσιος οὗτος κατὰ τὴν τῶν παλαιῶν θεωρίαν τοῖς πλάσμασι γλαφυρὸς, μεταδιώκων τὸ ἀν‐ θηρὸν, οἷά τις γραφεὺς ἄριστος, καὶ ἀναλεγόμενος ἀντὶ | |
440 | μὲν συμμετρίας, φασὶ, γραφικῆς τὰ τῶν ὀνομάτων εὐσύνθετα· ἀντὶ δὲ χρωμάτων τὰς ἀνθηροτέρας τῶν λέξεων. Πυκνὸς δέ ἐστι καὶ τὴν συμπλήρωσιν καὶ τὴν ἐπανάληψιν, συχνὰ καὶ τοῖς τοιούτοις διὰ σαφή‐ νειαν ἐναγλαϊζόμενος σχήμασι. Καὶ δριμείαις δὲ, ὡς | |
445 | φανήσεται, πολλαχοῦ χρῆται λέξεσι, ναὶ μὴν καὶ ἀνα‐ πτύξεσιν ἐτυμολογικαῖς. Ἔστι δὲ οὗ καὶ ἐνδιάθετα | |
λαλεῖ, ὃ δὴ ποιεῖν δυσχερὲς ἐν περιηγήσει. Παρεν‐ σπείρει δέ που καὶ βασιλικὰ εὐφυῶς ἐγκώμια. Καὶ γνωμολογικῇ δὲ φιλοσοφίᾳ σπανίως μὲν, διὰ τὴν τῆς | 213 | |
epist(450) | περιηγήσεως ἀνάγκην, εὑρίσκεται δ’ οὖν ὅμως χρώ‐ μενος, καὶ ὅλως διὰ πάντων ἥκει καλῶν, πρὸς μέτρον τε ᾄδων καὶ διαλέκτοις ποικιλλόμενος, καὶ μύθῳ χρῆ‐ σθαι συμμέτρως οὐ κατοκνῶν, καὶ πλασμάτων χρώ‐ μενος πιθανότητι, ὅπη τε παρείκει ἐμπλατυνόμενος | |
455 | καὶ ἐκφράσεσιν, ἐπιπλέκων δέ γε καὶ ἱστορίας, καὶ, ὡς προγέγραπται, χειραγωγῶν οὕτω νόμῳ γεωγραφικῷ πρὸς ἀλήθειαν, φιλοσοφῶν δὲ καὶ πρὸς μάθημα, ἐν οἷς περὶ τοῦ Κρονίου ὠκεανοῦ διαλαμβάνει, καὶ τῆς ὑμνουμένης νήσου τῆς Θούλης, καὶ τοῦ ὑπὸ τὸν καρ‐ | |
460 | κίνον κλίματος, καί που καὶ εἰς φύσιν προκύπτων, ὡς ὅτε τῆς τῶν Τρωγλοδυτῶν γῆς τὸ λυπρόχωρον αἰ‐ τιολογεῖ, ἤδη δέ που καὶ εἰς θεολογίαν ἀναβαίνων πρὸς αὐτῷ τῷ τέλει τοῦ βιβλίου, ὁπηνίκα τὰς τῶν περὶ γῆν διαφορὰς θεωρεῖ. | |
465 | Μούσας δὲ καλεῖ μὲν, ὡς ποιηταῖς ἔθος, οἷα δὲ φι‐ λόσοφον σύγγραμμα μετιὼν, τάχα δὲ καὶ διὰ τὸ και‐ νοπρεπέστερον, οὐ πρώταις αὐταῖς Ὁμηρικῶς ἐντυγ‐ χάνει, οὐδ’ εἰς αὐτὰς αὐτίκα τρέχει, ἀναρρήξας τὴν βαλβῖδα τοῦ λόγου, ἀλλ’ ὅτε πρὸς ταῖς ἀκμαῖς τῆς | |
470 | περιηγήσεως γίνεται, τότε δὴ αὐτὰς προσφωνεῖ. Ἐπαινετέος δὲ καὶ τῆς ἐν καταρχῇ εὐκρινείας ἐστί. Τὸν γὰρ σκοπὸν ἐξ αὐτῆς ἀρχῆς ἐκτίθεται τοῦ συγ‐ γράμματος ἐν ὀλίγοις ἔπεσι· μετ’ οὐ πολὺ δὲ καὶ τὸ χρήσιμον τῆς περιηγήσεως ἐκτίθεται, γνῶσιν αὐτὸ | |
475 | εἶναι λέγων τοῦ ἀκροατοῦ, καὶ διδασκαλίαν αὖθις ἐκ τοῦ μαθόντος εἰς ἄλλους οὐκ εἰδότας, καὶ τιμὴν ἥτις ἐντεῦθεν τῷ διδάσκοντι περιγίνεται. Ὅτι δὲ καὶ εἰς ἄλλα πλείω καὶ ἀναγκαιότατα χρήσιμα τὰ τῶν περιη‐ γήσεων, δηλοῦσιν οἱ παλαιοὶ, λέγοντες ὅτι τε βιωφελὴς | |
480 | ἡ περιήγησις, καὶ ὅτι νοῦν συνάγει τῷ ταύτης ἐμπεί‐ ρῳ, καὶ ὅτι στρατηγοῖς μάλιστα καὶ βασιλεῦσι σύμφο‐ ρός ἐστι, καὶ ἄλλα τοιαῦτα. Ἱστοροῦσι δὲ καὶ ὅτι διὰ τὸ ταύτης χρήσιμον Ἡρακλῆς τε καὶ Διόνυσος ἐξε‐ τόπιζον ἑαυτοὺς, τὴν τῶν κλιμάτων γνῶσιν σπουδά‐ | |
485 | ζοντες. Καὶ ὅτι καὶ Ἀλέξανδρος διὰ τοῦτο ἐφιλοτι‐ μήσατο τὸν ἠῷον ἱστορῆσαι ὠκεανόν. Καὶ Σέσωστρις δὲ, φασὶν, ὁ Αἰγύπτιος πολλὴν περιεληλυθὼς γῆν πίναξί τε δέδωκε τὴν περίοδον, καὶ τῆς τῶν πινάκων ἀναγραφῆς οὐκ Αἰγυπτίοις μόνον, ἀλλὰ καὶ Σκύθαις | |
490 | εἰς θαῦμα μεταδοῦναι ἠξίωσε. Καὶ Πλάτων δὲ, φασὶ, | |
τοῦ πράγματος ἐρῶν, οὐ μόνον ἐπὶ Σικελίαν, ἀλλὰ καὶ ἐπ’ Αἴγυπτον ἀπεδήμησε. Σεμνύνει δὲ καὶ τὸν Ὁμηρικὸν Ὀδυσσέα οὐχ ἧττον τῶν ἄλλων τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι. Καὶ οὕτω | 214 | |
495 | συνάγουσιν οἱ παλαιοὶ ἐκ πολλῶν τὴν περιήγησιν φιλόσοφον εἶναί τι χρῆμα καὶ βασιλικόν. Καὶ ταῦτα μὲν τὰ χρηστὰ τῆς περιηγήσεως. Ὁ δὲ Διονύσιος Λίβυς μὲν ἱστορεῖται τὸ γένος· συγγράψαι δὲ καὶ ἄλλα βιβλία λέγεται, Λιθιακά τε καὶ Ὀρνι‐ | |
epist(500) | θιακὰ καὶ Βασσαρικὰ, ὧν τὰ μὲν Λιθιακὰ ἐνεκρίθησαν καὶ αὐτὰ, διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα, τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ ἄξια τούτου κρι‐ θέντα εἰς τὸν Σάμιον ἀνηνέχθησαν Διονύσιον, τὰ δὲ Ὀρνιθιακὰ εἰς ἄλλον τινὰ Φιλαδελφέα Διονύσιον, ὃν | |
505 | διὰ λέξεως ἀκυρολογίαν ἀπεκάλουν ὑπόκενον. Τὸ δὲ παρὸν ποίημα ἱστορικὸν καλοῦσιν οἱ παλαιοὶ, συγκεί‐ μενον ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς ἃ διαιρεῖσθαι τὴν ἱστορίαν φασίν· ἐκ μὲν τοπικοῦ, ὅτι καὶ ὁ πᾶς ἐνταῦθα τοῦ βιβλίου | |
510 | σκοπὸς τόπων γῆς ἐστι περιήγησις· πραγματικοῦ δὲ, ἐν οἷς ἄλλα τέ τινα ἱστορεῖ καὶ ἐθνῶν ἔθη ἐκτίθεται· χρονικοῦ δὲ, ὡς ὅτε καιροῦ μέμνηται, καθ’ ὃν αὐτὸς περιῆν, ὅτι δηλαδὴ οὐκ ἐπὶ τῶν ὑπάτων, ἀλλ’ ἐπὶ τῶν ἀνάκτων· γενεαλογικοῦ δὲ, οἷον ὅτε τοὺς Σαυρο‐ | |
515 | μάτας ἐξ Ἀμαζόνων εἶπε κατάγεσθαι, καὶ ἐκ δούλων τοὺς Ἐπιζεφυρίους Λοκρούς. Οἱ δ’ αὐτοὶ παλαιοὶ ἐπαινοῦσι καὶ τὸ προοίμιον τοῦ παρόντος βιβλίου, ὡς τὰς ἐπιβαλλούσας ἔχον ἀρετάς. Φασὶ γὰρ ὅτι ἀρεταὶ προοι‐ μίων περιοχὴ, προσοχὴ καὶ συμπάθεια· ὧν ἡ μὲν | 215 |
520 | περιοχὴ τέλος ἔχει τὸ προεκθέσθαι τὸν τοῦ ἑξῆς λόγου σκοπὸν, ἡ δὲ προσοχὴ ἐπιστρέφει τὸν ἀκροατὴν καὶ ὅλον εἶναι τοῦ λόγου ποιεῖ, ἡ δὲ συμπάθεια καὶ πρὸς ἐπιείκειαν καὶ πρὸς συγγνώμην τοῦ λέγοντος προκα‐ λεῖται τοὺς ἀκροατάς. Καὶ Διονύσιος οὖν, φασὶ, | |
525 | σκοπὸν τοῦ βιβλίου ἐν προοιμίῳ εἰπὼν τὸ μέλλειν γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν, προσοχήν τε ἐποίησε, κινήσας τὸν τοῦ ἀκροατοῦ νοῦν ὡς ἐπὶ μεγάλῃ τῇ ὑποσχέσει, οὐ μὴν δὲ ἀλλὰ καὶ περιοχὴν κεφαλαιώδη τοῦ ὅλου βιβλίου τούτῳ τῷ τρόπῳ ἐξέθετο. Ἐν δὲ τῷ | |
530 | «ἀνδρῶν ἄκριτα φῦλα» συμπάθειαν ἐξεκαλέσατο καὶ ἐφειλκύσατο, οἷα συγγνώμης τευξόμενος, εἴπου φανείη ἀσθενὴς περὶ τὴν τῶν οὕτω πολλῶν καὶ ἀκρίτων ὑφή‐ γησιν. Πολὺ δὲ τὸ σαφὲς ἡ παροῦσα ποίησις ἔχει, καὶ μάλιστα τὸ εὐκρινὲς, ὡς προείρηται, οὐ μόνον διὰ | |
535 | τῶν ἐπαναλήψεων, καθάπερ ἔφαμεν, καὶ τῶν συχνῶν συμπληρώσεων, ἀλλὰ καὶ διὰ τῶν πυκνῶν προεκθέ‐ σεων, ὅπου γε καὶ τρόπους διδασκαλίας ὁ Διονύσιος ἐν πολλοῖς ἐκτίθεται δι’ εὐκρίνειαν, προλέγων ὅτι τοιῶσδε τὸ διδασκάλιον προχειρίσεται. Πολλαχοῦ | |
540 | δὲ καὶ προσέχειν προκαλεῖται τὸν ἀκροατὴν, ὡς ἂν μὴ ἐξυπτιάζων αὐτὸς νομίζοι περιηγεῖσθαι τοῦτον ἀδιευκρίνητα. Πολὺ δὲ καὶ τὸ κάλλος ἔχει τὸ συγ‐ γραμμάτιον τοῦτο, καὶ ὅλως οὐδενὸς ἀμοιρεῖ τῶν πολλῶν ποιητικῶν καλῶν τὸ μικρὸν τῆς ποιήσεως τοῦτο σωμά‐ | |
545 | τιον. Εἰ δέ τινας ἔχει καὶ κῆρας βραχυτάτας, καθά που σῶμα καλὸν δοθιῆνάς τινας οὐ προφανεῖς τοῖς πολ‐ λοῖς ἢ λειχῆνας παρεμπεφυκότας οὐκ ἐν καιρίῳ, ἀφ’ ὧν ἥκιστα τὸ πολὺ τοῦ κάλλους ἀχρειοῦται, σκεπτέσ‐ θωσαν οἱ περίεργοι καὶ οὐ πάνυ φιλόκαλοι. Ἡμεῖς | |
epist(550) | γὰρ οὐ μυῖαι τοῖς ἕλκεσιν ἐφιζάνουσαι, μέλισσαι δὲ τοῦ τῶν Μουσῶν λειμῶνος τὸ κάλλιστον ἀπανθίζου‐ σαι. | |
1 | Ὅτι τὸ τοῦ περιηγητοῦ ἐνταῦθα προοίμιον ἐκ | |
Πινδαρικῆς ᾠδῆς παρέξεσται. Πίνδαρος μὲν γὰρ ἐν τῷ ἐπαινεῖν ἀεθλοφόρον τινὰ Κορίνθιον προοιμιάζεται, ὅτι «Ὀλυμπιονίκην ἐπαινῶν οἶκον γνώσομαι ὀλβίαν | 216 | |
5 | «Κόρινθον·» ὑφ’ ἧς δηλαδὴ ὁ οἶκος περιέχεται, ὡς μέρος αὐτῆς. Ὁ Διονύσιος δὲ μιμησάμενος ἐκεῖνον ἐνταῦθά φησιν· «Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόν‐ τον ἀείδειν, καὶ ποταμοὺς πόλιας τε καὶ ἀνδρῶν ἄκριτα φῦλα, μνήσομαι ὠκεανοῖο βαθυρρόου», τοῦ | |
10 | τὴν γῆν δηλονότι καὶ τὰ ἐν αὐτῇ περιειληφότος, καὶ ἐν ᾧ πᾶσά ἐστιν ἡ γῆ. Ὁμοίως οὖν ἄμφω ἐσχημά‐ τισται τὰ προοίμια. Τὸ δὲ ἐν τῷ ὠκεανῷ τὴν χθόνα πᾶσαν εἶναι παρακατιὼν ἄλλως φράζει λέγων· «Πάντη «δ’ ἀκαμάτου φέρεται σθένος ὠκεανοῖο», καί· «ὠκε‐ | |
15 | ανὸς περιδέδρομε γαῖαν ἅπασαν.» Τοῦτο δὲ σύμ‐ φωνόν ἐστι τῷ Ὁμηρικῷ «τῷ ἀψορρόου ὠκεανοῖο.» Πάντως γὰρ ὠκεανὸς ἀψόρροος ὁ εἰς ἑαυτὸν ὀρούων, ἤγουν ἐπανιὼν καὶ εἰς κύκλου σχῆμα περιαγόμενος, καὶ οὕτως ἐναποκλείων ἑαυτῷ τὴν γῆν· καθὰ καὶ Ὀρ‐ | |
20 | φεὺς ἐν τῷ περὶ Διὸς καὶ Ἥρας φησὶ λέγων, κύκλον δ’ ἀκαμάτου καλλιρρόου ὠκεανοῖο, ὃς γαῖαν δίνῃσι πέριξ ἔχει ἀμφιελίξας· ὡς τοῦ ὠκεανοῦ περιειληφότος τὴν γῆν, καθὰ καὶ Ἐρα‐ τοσθένης δοξάζει, οὗ ζηλωτής ἐστιν ἐν πολλοῖς ὁ τὸ | |
25 | οἰκουμενικὸν τουτὶ συνταγμάτιον ποιησάμενος. Διὸ καὶ ἐστεφανῶσθαι τὴν γῆν φησιν, ἤτοι κύκλῳ περιει‐ λῆφθαι τῷ ὠκεανῷ, ἅτε νῆσον. Ἐπεὶ δὲ τὸ ἐστεφα‐ νῶσθαι ὑπεμφαίνει τὸ κατὰ κύκλου περιαγωγὴν ἀκριβῆ καὶ περιφέρειαν ἰσοδιάστατον τὴν γῆν ὑπὸ τοῦ ὠκεα‐ | |
30 | νοῦ περιέχεσθαι (ὅπερ οὐκ ἀληθές ἐστι, καθὰ καὶ Ἡροδότῳ δοκεῖ, λέγοντι μὴ ἀποδέχεσθαι τοὺς λέγον‐ τας κυκλοτερέα τὴν γῆν ὡς ἀπὸ τόρνου), ἐπάγει πρὸς διόρθωσιν τὸ «οὐ μὴν πᾶσα διαπρό» (ἤτοι διόλου) «περίδρομος», ἀλλὰ δηλαδὴ προμήκης, ὡς ῥηθήσε‐ | |
35 | ται, δίκην σφενδόνης. Τοιαύτη γὰρ τὸ σχῆμα ἡ οἰκουμένη γῆ, καθὰ καὶ Ποσειδωνίῳ δοκεῖ. Διὸ καὶ εἰς δύο κώνους τέμνεται ἡ οἰκουμένη, ὡς ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ Διονύσιος· ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἷς δὲ ὁ ἐκ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ἀπαρ‐ | |
40 | τιζόμενος. Τῆς δὲ τοιαύτης οἰκουμενικῆς σφενδόνης τὰ ὀξύτερα μὲν πρός τε τῇ ἀνατολῇ εἰσι καὶ πρὸς τῇ δύσει, ἃ δὴ κελεύθους ἠελίου καλεῖ, τὰ εὐρύτερα δὲ πρός τε τῷ ἀρκτώῳ κεῖται μέρει καὶ τῷ νοτίῳ· ὥστε τῶν δύο κώνων ὁμοῦ κατὰ τὰς βάσεις ὄντων, τὸ μὲν | |
45 | κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς ἕω κεῖσθαι καὶ δυσμὰς, τὸ | |
δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν. | 217 | |
4 | Ὅρα δὲ ὅτι νῆσον εἰπὼν τὴν ἀπείρονα γῆν εὐτε‐ λῶς καὶ σμικροπρεπέστερον ἀνέστησεν ἄλλως τὸ τῆς κλήσεως ταπεινὸν διὰ προσθήκης ἐπιθέτου σεμνοῦ καὶ ἐπῆρεν εἰς ὕψος τὸ πρᾶγμα, οὐκ ἁπλῶς νῆσον αὐ‐ | |
5 | τὴν εἰπὼν, ἀλλὰ προσονομάσας ἀπείριτον, ὅπερ ταὐ‐ τόν ἐστι τῷ ἀπείρονα, καὶ οὕτως ἀντιδιαστείλας αὐτὴν πρὸς τὰς ἄλλας νήσους, αἵτινες διὰ τὸ μὴ ἄπειρον εὐ‐ δείελοι λέγονται, τουτέστιν εὔδηλοι, εὐπεριόριστοι. Φησὶ γὰρ ὅτι ἐν ἐκείνῳ πᾶσα χθὼν ἅτε νῆσος ἀπείρι‐ | |
10 | τος ἐστεφάνωται. Δεῖ δὲ εἰδέναι ὅτι κἂν εὐρύτερα τὰ τῆς οἰκουμένης βόρεια καὶ τὰ νότια, καθάπερ εἴρηται, ἀλλ’ οἱ παλαιοὶ πινακογράφοι τῆς Εὐρώπης μὲν τὴν καταγραφὴν εὐρύνειν λέγονται πλέον πρὸς βορρᾶν, ὡς ἂν ἔχοιεν ἐγγράφειν εὐκρινῶς τὰ ἐν αὐτῇ πολλὰ ἔθνη, | |
15 | τὴν δὲ Λιβύην ἀπεστένουν, ὡς ὑπερβάλλουσαν τῷ μεγέθει τὰ ἐντὸς αὐτῆς ἔθνη, διὰ τὸ πολὺ τῆς ἐκεῖ ἀοικήτου, ἵνα μὴ ἐγκέηται, φασὶ, τῷ πίνακι χωρίον διάκενον. | |
7 | Σφενδόνῃ δὲ τὴν οἰκουμένην εἰκάζει ὁ Διονύσιος ἢ τῷ λιθοβόλῳ ὀργάνῳ ἢ καὶ αὐτῇ τῇ σφενδόνῃ τοῦ δακτυλίου. Εἰ δέ τις ὀκνεῖ τοῦτο παραδέχεσθαι, ἀφαιρείσθω καὶ τῆς τοῦ δακτυλίου σφενδόνης καὶ τὸ | |
5 | ὄνομα. Ἔοικε γὰρ καὶ αὐτὴ τοιαύτη πάλαι ποτὲ οὖσα κατὰ τὸ ἀρχαῖον ἐφ’ ἑκάτερα μὲν εὐρύνεσθαι, ἐπὶ θάτερα δὲ καθ’ ὁμοιότητα τῆς ὁμωνύμου πετροβό‐ λου σφενδόνης συνάγεσθαι εἰς ὀξύτερον. Οἱ δὲ πα‐ λαιοί φασι καὶ κόσμον τινὰ γυναικεῖον σφενδόνην κα‐ | |
10 | λεῖσθαι, ὅμοιον τῇ τηλεβόλῳ σφενδόνῃ ὄντα, πλατὺν μὲν καὶ αὐτὸν τὰ μέσα καὶ πρὸς τῷ μετώπῳ πίπ‐ τοντα, ἐκ λεπτοτέρων δὲ καὶ ὀξυτέρων τῶν ἄκρων ὀπίσω δεσμούμενον. Ἦν δὲ, φασὶ, καὶ ὀπισθοσφεν‐ δόνη παρὰ τοῖς κωμικοῖς ἐκ τοῦ ἐναντίου τῇ τοιαύτῃ | |
15 | σφενδόνῃ, διὰ τὸ γελοιότερον περιτιθεμένη τῇ κεφαλῇ, καὶ ὀπίσω μὲν ἔχουσα τὰ πλατύτερα, τὰ δὲ ὀξύτερα καὶ τὸν δεσμὸν περὶ τὸ ἔμπροσθεν. Ὅτι τὴν ὅλην γῆν, καίπερ μίαν οὖσαν φύσει καὶ συνεχῆ, οἱ ἄνθρωποι τρισσαῖς ἐπ’ ἠπείροις ἐδάσαντο. | |
20 | Τοῦτο δὲ ἐκ τῶν Ἡροδότου παραπέφρασται, εἰπόντος ὅτι τῇ γῇ μιᾷ οὔσῃ τριφάσια κεῖνται ὀνόματα, ἐπω‐ νυμίας ἔχοντα γυναικῶν. Εἶτα ὁ Διονύσιος φιλοτι‐ μούμενος ἑνὶ ἔπει περιλαβεῖν τὰ τοιαῦτα τρία τῆς γῆς | |
τμήματα φησί· «πρώτην μὲν Λιβύην, μετὰ δ’ Εὐρώ‐ | 218 | |
25 | πην Ἀσίην τε.» Ἰστέον δὲ ὅτι προτάττει τῶν ἄλλων τὴν Λιβύην καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, οὐ κατά τινα πε‐ ριηγητικὴν ἀνάγκην, ἀλλὰ καὶ οἷα Λίβυς φιλῶν τὰ οἰ‐ κεῖα, καὶ οὕτω τὸ ἑαυτοῦ ἔθνος τῶν λοιπῶν προτιθέμε‐ νος. Ὁ τοίνυν Ἀμασεὺς γεωγράφος οὐχ οὕτω προσπαθῶς | |
30 | ἔχων ἄλλως μετεχειρίσατο τὴν περιήγησιν, καὶ ἐκ τῆς Εὐρώπης ἀρξάμενος εἰς τὴν Λιβύην κατέληξεν. | |
11 | Ὅτι πέρατα Λιβύης ἑσπέριον μὲν τὰ Γάδειρα, περὶ ὧν ἐν οἰκείῳ τόπῳ ῥηθήσεται, ἑῷον δὲ τὸ Κα‐ νωβικὸν στόμα τοῦ Νείλου, περὶ οὗ μικρὸν ὅσον εἰρή‐ σεται. | |
5 | Ὅτι μετὰ Φρόντιδος θάνατον (κυβερνήτης δὲ ἄρι‐ στος Μενελάου ὁ Φρόντις, υἱὸς Ὀνήτορος) ἐξωσθέν‐ τες ἀνέμῳ βορρᾷ οἱ περὶ τὸν Μενέλαον προσίσχουσι τῇ Ῥόδῳ ὑπὸ κυβερνήτῃ ὄντες τῷ Ἀμυκλαίῳ Κα‐ νώβῳ. Τῶν δὲ Ῥοδίων τῆς Ἑλένης καταδραμόντων, | |
10 | περιῆλθε γὰρ αὐτοὺς μνήμη ὧν ἐν τῇ Τροίᾳ κακῶν ἔπαθον δι’ αὐτὴν, φεύγουσι μὲν ἐκ τῆς Ῥόδου οἱ ἀμφὶ τὸν Μενέλαον, κατάγονται δὲ εἰς Φοινίκην, ὅθεν εἰς Αἴγυπτον. Οὗ δὴ ἀκεσάμενοι τὰ σκάφη καμόντα τῇ δυσχερείᾳ τοῦ πλοῦ διέτριβον χρόνον τινὰ, ἐν ᾧ | |
15 | Κάνωβος ἀποθνήσκει· ὃν θάψας ἐντίμως ὁ Μενέλαος συνοικίζει πόλιν ἐπὶ τῷ μνήματι, τοὺς ἀχρειοτάτους τοῦ στόλου ἀφεὶς μένειν ἐκεῖ, καὶ τὴν πόλιν ἐπ’ αὐτῷ Κάνωβον ὀνομάζει· ἔνθα που καὶ νῆσος τὸ Ἑλένιον, τῇ Ἑλένῃ παρώνυμον. Φασὶ δὲ τὴν Κάνωβον ταύ‐ | |
20 | την Ἀλεξανδρείας ἀπέχειν στάδια ἑκατὸν καὶ εἴκοσι πεζῇ ὁδεύουσιν. Ἐκ δὲ τοῦ Κανώβου ἐκείνου τοῦ κυβερνήτου καὶ ἀστὴρ ἐκεῖ που φαινόμενος Κάνωβος ἐπωνόμασται, ἀφανὴς μὲν τοῖς ἐν τῷ Ἑλλαδικῷ κλί‐ ματι, ἀπὸ δὲ Ῥόδου ἀρχόμενος φαίνεσθαι, ὃς ἐν τῷ | |
25 | μεσουρανεῖν τρίτον λέγεται ζωδίου μέρος ἐπέχειν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας φησὶν, ὅτι ἔδει μὲν Κάνω‐ πον γράφειν τὴν πόλιν διὰ τοῦ π, γράφεται δὲ ὅμως διὰ τοῦ β. Ἀπὸ δὲ τοῦ Κανώβου ἀνδρὸς ἢ τῆς Κανώβου πόλεως καὶ τὸ στόμα Νείλου, ὡς εἰκὸς, | |
30 | Κανωβικὸν ἐπωνόμασται, ὅπου, κατὰ τὸν Διονύσιον, ὁ βορειότατός ἐστι τῆς Αἰγύπτου μυχὸς, ὡς πρὸς τῇ ἐκεῖ θαλάσσῃ περατουμένων τῶν τῆς Αἰγύπτου βο‐ ρείων μερῶν. Τοῦτο δέ τινες τὸ Κανωβικὸν στόμα τοῦ Νείλου καὶ Ἡράκλειον καλεῖσθαί φασι, λέγον‐ | |
35 | τες ὅτι Ἡρακλῆς φέρων ἐξ ἐπιταγῆς Εὐρυσθέως τὰ χρύσεα μῆλα, καὶ θέλων Λιβύην πᾶσαν ἐξιστο‐ | |
ρῆσαι, ἦλθε καὶ εἰς τὰ τοῦ Νείλου στόματα, καὶ δὴ καλεῖται ἀπ’ αὐτοῦ καὶ ἓν τῶν στομάτων Ἡρά‐ κλειον, τὸ Κανωβικόν. Ἠλευθέρωσε δὲ καὶ τοὺς | 219 | |
40 | Αἰγυπτίους ἁπάσης βίας, διαβὰς δὲ καὶ εἰς Ἄμμωνος ἔθυσε μεγαλοπρεπῶς. Καὶ οὕτω μέν τινες· ὁ δὲ Γεωγράφος διιστᾷ, τὸ μὲν Ἡράκλειον στόμα ἱστορῶν καὶ Ἡρακλέους ἔχειν ἱερὸν, τὸ δὲ Κανωβικὸν ἀρχὴν εἶναι λέγων τοῦ ἐν Αἰγύπτῳ Δέλτα. Ἐμφαίνει δὲ | |
45 | ἐκεῖνος καὶ τρυφᾶν τοὺς Κανωβίτας, ἐν οἷς λέγει τὸν Κανωβισμὸν καὶ τὴν ἐκεῖ λαμυρίαν. Ἔστι δὲ, ὡς ἱστοροῦσί τινες, καὶ νῆσός τις Κάνωβος. Περὶ δὲ τοῦ κυβερνήτου Κανώβου καὶ τοιοῦτος φέρεται λόγος, ὅτι κοιμώμενος ὁ Κάνωβος κατὰ τὸν αἰγιαλὸν περι‐ | |
11(50) | πέπτωκεν αἱμορροΐδι· ὄφεως δὲ εἶδος ἡ αἱμορροῒς, οὐκ ἔχουσα ἰθυτενῆ τὴν τὸν ὁλκὸν συνέχουσαν ὀστώδη ἄκανθαν· ἥτις αἱμορροῒς τῇ ἐπιπτώσει, φασὶ, τοῦ Κανώβου θλιβεῖσα τὸν αὐχένα δάκνει ἐκεῖνον. Ὡς δὲ ἦν τοῦ λοιποῦ ἄφυκτα τῷ ἀνθρώπῳ καὶ ἔθνησκεν ἐκ | |
55 | τοῦ δήγματος, ἡ Ἑλένη περιπαθῶς σχοῦσα καὶ τὸ θηρίον τὴν αἱμορροΐδα συσχοῦσα ἔθλασε τὴν αὐτῆς ἄκανθαν, ἰθυτενῶς ἔχουσαν ἔτι τότε, καὶ ἐξέβαλε τοὺς περὶ τὴν ῥάχιν σπονδύλους, ἀμυνομένη οὕτω τὸ θη‐ ρίον· καὶ τὸ ἐντεῦθεν κεκλασμέναι τὰς ῥάχεις αἱ αἱ‐ | |
60 | μορροΐδες εἰσί. Καὶ οὕτω μὲν ὁ μῦθος αἰτιολογεῖ τὸ περὶ τὴν αἱμορροΐδα φυσικὸν σύμπτωμα. Ὁ δὲ λό‐ γος πέσοι ἄν ποτε καὶ εἰς ἀνθρώπου σκῶμμα, ἐάν τις ὀφεώδης ὢν τὴν κακίαν ἔχῃ τι καὶ περὶ τὰ κατὰ τὴν ῥάχιν κακόν. | |
13 | Ὅτι τὴν Κάνωβον πόλιν περιφράζων οὕτω φησί· «τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου», τουτέστιν αὐτὴ ἡ πόλις ἡ Κάνωβος. Οὕτω καὶ κατωτέρω θέ‐ λων εἰπεῖν ἐν μιᾷ λέξει ὠκεανός, φησὶ περιφραστι‐ | |
5 | κῶς «ἀκαμάτου ῥόος ὠκεανοῖο», ἤγουν αὐτὸς ὁ ὠκεανός. Τέμενος δὲ Κανώβου οἱονεὶ ἱερὸν ἢ τόπος τῷ Κα‐ νώβῳ ἰδιόκτητος. | |
14 | Ὅτι Ἀσίας καὶ Εὐρώπης νότιον μὲν μεσόριον | |
ὁ Ἑλλήσποντος, νοτιώτατον δὲ ὁ Νεῖλος. Πρὸς βορ‐ ρᾶν δὲ τὴν Εὐρώπην ὁρίζει τῆς Ἀσίας ὁ Τάναϊς, ὃς ἑλισσόμενος διὰ τῆς τῶν Σαυροματῶν καὶ Σκυθῶν | 220 | |
5 | γῆς εἰς τὴν Μαιῶτιν λίμνην κατασύρεται. Ἰστέον δὲ ὅτι οὐχ ἁπλῶς τὰ πρὸς βορρᾶν τοῦ Τανάϊδος τῇ Εὐρώπῃ προσνέμεται, ἀλλὰ μόνα ὅσα πρὸς δύσιν ἀπ’ αὐτοῦ ἀφορίζονται· τὰ δέ γε πρὸς αὐγὰς τοῦ Τανάϊ‐ δος τῇ Ἀσίᾳ προσλογίζονται. Φησὶ γοῦν αὐτὸς | |
10 | προϊὼν ὅτι ὁ Τάναϊς ἀποτέμνεται εἰς δύσιν Εὐρώπην, εἰς δ’ αὐγὰς Ἀσίδα γαῖαν. Οὐ μὴν λέγει ὅτι ἀπο‐ τέμνεται εἰς βορρᾶν μὲν τὴν Εὐρώπην, εἰς δὲ νότον τὴν Ἀσίαν· ὅθεν καὶ αὐτοὺς τοὺς Μαιώτας καὶ τοὺς Σαυρομάτας Ἀσιανοὺς ἱστορεῖ, διότι οὐ πρὸς δύσιν | |
15 | αὐτοὺς ἀφορίζει ὁ Τάναϊς. Ἔτι δὲ, ὡς ἐνταῦθα λέ‐ γει, ὁ Τάναϊς εἰς Σκυθίαν σύρεται βορείαν οὖσαν· καὶ ἀλλαχοῦ δέ φησι· «Σκυθικοῖς ἐπιτρέχει πεδίοις.» Οἱ δὲ Σκύθαι Ἀσιανοί εἰσι κατὰ τὸν Διονύσιον· οὔκουν ἁπλῶς Εὐρωπαῖα πάντα τὰ βόρεια τοῦ Τανάϊδος, | |
20 | ἀλλ’ ὅσα πρὸς δύσιν ἀπ’ αὐτοῦ ὁρίζονται. Ἰστέον δὲ ὅτι ὁ ποταμὸς οὗτος διὰ τὸ τεταμένως ῥεῖν Τάναϊς Ἑλληνιστὶ καλούμενος, Σίλις, ὥς φασί τινες, παρὰ τοῖς παροικοῦσι βαρβάροις ὠνόμασται. Ὅτι δὲ καὶ ἄλλοι ποταμοὶ ἐν βαρβάροις ῥέοντες ὅμως | |
25 | ἐξελληνίζονται τῇ κλήσει δῆλον. Τοιοῦτος γὰρ καὶ ὁ Νεῖλος καὶ ὁ Θερμώδων καὶ ὁ Ἀράξης καὶ ἄλλοι πολλοί· καὶ ὁ Ἠριδανὸς δὲ οὐ βάρβαρον ὄνομα, κατὰ τὸν Ἡρόδοτον, ἀλλὰ Ἑλληνικὸν, ποιηθὲν, φησὶν, ὑπό τινος ποιητοῦ. Τοῦ δὲ Τανάϊδος ἄλλοι μέν φασι | |
30 | μὴ γνωρίζεσθαι τὰς πηγὰς, Ἡρόδοτος δὲ ἐκ λίμνης μεγάλης αὐτὸν λέγει εἰς λίμνην ἔτι μείζονα τὴν Μαιῶ‐ τιν εἰσβάλλειν, λέγων καὶ ὅτι ἡ Μαιῶτις οὐ πολὺ ἐλάττων τοῦ Πόντου ἐστὶ, λεγομένη, φησὶ, καὶ μήτηρ τοῦ Πόντου. Κἀκεῖνο δὲ εἰδέναι χρὴ, ὅτι Ἀρριανὸς | |
35 | καὶ ἄλλον Τάναϊν ἱστορεῖ Σκυθικὸν, ὃν Ἀλέξανδρος ἐπικινδύνως διεπέρασεν. | |
16 | Ὅτι τὸ «σύρεται ὁ Τάναϊς ἐς Σκυθίην καὶ ἐς Μαιώτιδα λίμνην», καὶ τὸ «συρόμενος Λιβύη‐ θεν» καὶ τὰ τοιαῦτα ὡς ἐπὶ ὄφεων εἴρηται τροπικῶς, οἷα τῶν ποταμῶν ὀφεωδῶς πως ἑλισσομένων. Τοιοῦ‐ | |
5 | τον δὲ καὶ τὸ «πόντος ὁλκὸν ἑλίσσων»· κυρίως γὰρ ὁλκὸς τὸ σῶμα τοῦ ὄφεως. | |
19 | Ὅτι ὁ Διονύσιος μὲν τὰς τρεῖς ἠπείρους, τὴν Λιβύην, τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν, τὰ μέγιστα τῆς οἰκουμένης τμήματα, ὕδασιν ἀλλήλων νοσφίζει, τουτέστι χωρίζει καὶ διαιρεῖ, καὶ τοὺς αὐτῶν ὅρους ἐξ | |
5 | ὑδάτων μεσολαβούντων γνωρίμους ποιεῖ, διὰ τὸ ση‐ μειωδέστερόν τε καὶ εὐκρινέστερον. Ἄλλοι δὲ, οἷς οὐκ ἀρέσκεσθαι αὐτὸς φαίνεται, διὰ τὸ δυσόριστον καὶ οὐκ εὐκρινὲς, τὰς τοιαύτας τρεῖς μεγίστας ἠπεί‐ ρους ἀπ’ ἀλλήλων ἠπείροις ἑτέραις σμικροτέραις δια‐ | 221 |
10 | χωρίζουσι, λέγοντες Ἀσίας μὲν καὶ Εὐρώπης ὅρον εἶναι τὸν μέγιστον καὶ πλατύτατον ἰσθμὸν τὸν μεταξὺ Κασπίας καὶ Εὐξείνου, περὶ ὃν ἰσθμὸν σὺν πολλοῖς ἄλλοις τόποις καὶ ὁ θρυλούμενός ἐστι τοῦ Προμηθέως Καύκασος καὶ ἡ ἑῴα γῆ τῶν Ἰβήρων, ἡ μεταξὺ Κόλ‐ | |
15 | χων καὶ Ἀλβανίας. Ἄλλον δὲ καὶ αὖθις ἰσθμὸν μέ‐ γαν τὸν μεταξὺ Ἀραβίου κόλπου καὶ Αἰγύπτου ὅρον εἶναί φασι Λιβύης καὶ Ἀσίας. Καὶ ὅρα ὅπως ἰσθμοῦ λεγομένου συνήθως καὶ κοινότερον τοῦ μεταξὺ δύο θα‐ λασσῶν στενοῦ τόπου, αὐτὸς τῇ λέξει παραχρησάμενος | |
20 | ἰσθμοὺς ἐνταῦθα ἐτόλμησεν εἰπεῖν τὰς οὕτω πλατυτά‐ τας καὶ πολυτενεῖς ἠπείρους, ὡς δηλοῖ τὸ «ἰσθμὸς τέταταί τις», καὶ τὸ «μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει». Καὶ ἐν τοῖς ἑξῆς δὲ ἠπείρου πλατὺν ἰσθμὸν λέγει τὸν μεταξὺ τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἰσσικοῦ | |
25 | κόλπου, οὗ ἐντὸς «ἄσπετά,» φησι, «φῦλα τιταίνεται.» Ἐν τούτοις δὲ ἐκθεραπεύει τὴν τόλμαν, καὶ δοκεῖ ἀν‐ θομολογεῖσθαι διὰ τοῦ τέταται, καὶ διὰ τοῦ μακρὸς καὶ ἀθέσφατος καὶ πλατὺς, ὡς οἶδε μὲν τὸν κυρίως ἰσθμὸν, τίθησι δὲ ὅμως γενικώτερον τὴν λέξιν καὶ ἐπὶ | |
30 | πάσης ἠπείρου ἁπλῶς, ἣν μέσην ἀπείληφεν ἡ ἑκατέ‐ ρωθεν θάλασσα. | |
27 | Ὅτι ἀκάματον τὸ τοῦ ὠκεανοῦ σθένος λέγει διὰ τὸ τοῦ στοιχείου ἀνέκλειπτον. Οὕτω δὲ καὶ πῦρ ἀκάματον τὸ ἀεὶ ἐνεργοῦν καὶ ἄσβεστον λέγεται. | |
28 | Ὅτι ὥσπερ ἡ γῆ μία οὖσα εἰς τρισσὰς ἠπείρους μερίζεται, οὕτω καὶ ὁ ὠκεανὸς εἷς ὢν πολλαῖς ἐπωνυ‐ μίαις ἥρμοσται· κύκλῳ γὰρ περιειληφὼς τὴν γῆν τε‐ τραχῶς τέμνεται ὁλοσχερῶς κατὰ τὰ τέσσαρα κέντρα | |
5 | τοῦ κόσμου. Καὶ ὁ μὲν πρὸς ζέφυρον ὠκεανὸς Ἄτλας ἑσπέριος λέγεται, ἤγουν ἑσπέριον πέλαγος καὶ Ἀτλαν‐ τικόν· ὁ δὲ πρὸς βορρᾶν πεπηγὼς λέγεται πόντος καὶ Κρόνιος καὶ νεκρὸς, ὡς μετ’ ὀλίγα ῥηθήσεται· ὁ δὲ τῆς ἀνατολῆς ἠῷος καλεῖται καὶ Ἰνδικὸς, ὁ δὲ πρὸς | |
10 | νότον Ἐρυθραῖός τε ὀνομάζεται καὶ Αἰθιόπιος. Ση‐ μειωτέον δὲ ὅτι ἐν οἷς μέρος τι λέγει τοῦ ὠκεανοῦ, πόντον Κρόνιον καὶ αὖθις Ἰνδικὸν κῦμα θαλάσσης, καὶ ἐν τῷ «οἵ εἰσιν ἀπὸ νοτίας ἁλός», καὶ «σκιδνάμενος ἐκ Κρονίας ἁλός», οὐ ποταμὸν νοεῖ τὸν ὠκεανὸν κατὰ | |
15 | τοὺς πολλοὺς τῶν ποιητῶν· τὸ γὰρ πόντος καὶ τὸ κῦμα θαλάσσης καὶ τὸ ἃλς οὐδὲν προσήκουσι ποτα‐ μοῖς. Ἀκόλουθα οὖν ὁ Διονύσιος νοεῖ τοῖς σοφοῖς, οἳ ἔξω θάλασσαν καλοῦσι τὸν ὠκεανόν. | 222 |
29 | Ὅτι ἐν οἷς παρὰ τῷ Διονυσίῳ ζέφυρος καλεῖται Λοκρὸς, καὶ αὖθις Λοκροὶ Ἐπιζεφύριοι, ἀντίδοσις γί‐ νεται κλήσεων, τοῦ μὲν ἐθνικοῦ ὀνόματος διαβαίνοντος πρὸς τὸν ζέφυρον ἄνεμον, τοῦ δὲ ζεφύρου αὖ πάλιν | |
5 | ἐπιτιθεμένου τῷ τῶν Λοκρῶν ἔθνει. Λοκρὸς μὲν γὰρ διὰ τοὺς Λοκροὺς καλεῖται ὁ ζέφυρος, ὃ ἔστι Λοκρικός· καθάπερ καὶ Ἰσμαρικὸς ἐν τοῖς ἑξῆς ὁ βορρᾶς, ἀπὸ Ἰσμάρου πόλεως Θρᾳκικῆς, ἔνθα μάλιστα βορρᾶς κα‐ ταρρήγνυται. Λοκροὶ δ’ αὖθις Ἐπιζεφύριοι λέγονται, | |
10 | ὡς πρὸς ἀνέμῳ ζεφύρῳ κείμενοι, ὃς πνέει δι’ αὐτῶν. Ὅτι δὲ καὶ ἄλλῳ λόγῳ Ἐπιζεφυρίους καλοῦσί τινες τοὺς τοιούτους Λοκροὺς, ἐν δέοντι τόπῳ ῥηθήσεται. | |
31 | Ὅτι ἔθνος Σκυθικὸν οἱ Ἀριμασποὶ, καὶ τού‐ τους οὗτος μὲν ἀρειμανέας ἢ ἀρειμανίους λέγει, Αἰσχύ‐ λος δὲ μονῶπα στρατὸν ὀνομάζει, διότι τοξικώτατοι ὄντες ἐπιμύουσι τὸν ἕτερον ὀφθαλμὸν, διὰ τὸ πρὸς | |
5 | τὴν βολὴν εὔστοχον. Καὶ τάχα διὰ τὴν ἄγαν ἐκ παίδων εἰς τοῦτο συνάσκησιν, ὡς καὶ οἱ παλαιοὶ λέ‐ γουσιν, εἰς βραχύτερον αὐτοῖς συνέσταλται ὁ ἕτερος τῶν ὀφθαλμῶν. Ἔτι δὲ καὶ τοιοῦτοι, ὡς εἰκὸς, ἐκ προϋπαρξάντων ὁμοίων γεννῶνται πατέρων, καὶ τού‐ | |
10 | του γινομένου εἰσαεὶ, περιέστη τὸ πάθος εἰς ἐθνικὴν ἰδιότητα· οὐ γὰρ δήπου, φασὶν, ἄλλως ἡ φύσις οὕτω τερατῶδες γένος ἔθνους ἐξήνεγκε. Καὶ αὐτὸ δὲ τοῦτο Ἀριμασποί, καθὰ καὶ Ἡροδότῳ δοκεῖ, ἐκ τοῦ τοιού‐ του πάθους καλοῦνται, ὡς οἷον εἰπεῖν μονόφθαλμοι· | |
15 | ἀρί μὲν γὰρ τὸ ἓν Σκυθιστὶ, μασπὸς δὲ ὁ ὀφθαλμός. Ἱστορεῖ δὲ Ἡρόδοτος καὶ τοὺς χρυσοφύλακας γρύπας ἀνωτέρω αὐτῶν ἐπὶ θάλασσαν, λέγων καὶ ὅτι ὥσπερ εἰσί τινες Ὑπερβόρεοι, οὕτω καὶ ὑπερνότιοι· καὶ ὅτι ὁ Ἄβαρις ὁ ὑμνούμενος Ὑπερβόρειος ἦν, ὃς οὐδέν τε | |
20 | σιτεῖσθαι λέγεται καὶ τὸν ὀϊστὸν περιφέρειν κατὰ πᾶσαν τὴν γῆν. | |
32 | Ὅτι ὁ πρὸς Ἀριμασποῖς ὠκεανὸς πεπηγώς τε καλεῖται καὶ Κρόνιος καὶ νεκρός. Καὶ ἡ τούτου αἰτιο‐ λογία ἕνεκα φησὶν ἀφαυροῦ ἡλίου, μὴ δυναμένου λε‐ πτῦναι καὶ λῦσαι καὶ ἐξαερῶσαι τὸ ἀναγόμενον ὑγρόν. | |
5 | Βράδιον γὰρ, φησὶν, ὑπὲρ ἅλα τήνδε φαείνει, ἀεὶ δὲ σκιεραῖς παχύνεται νεφέλαις ὁ ἥλιος, διὰ τὴν τῶν | |
νεφῶν πύκνωσιν. Ψυχρὸς οὖν ὡς ἀληθῶς ὁ τόπος, καὶ διὰ τοῦτο κλήσει αὐχεῖ συγγενεῖ τῇ ἄγαν ψυχρό‐ τητι. Κρόνιος δὲ καλεῖται διὰ τὸ λέγεσθαι τῶν ἐκεῖ | 223 | |
10 | τόπων ἄρχειν τὸν ἀστέρα Κρόνον, ὃς εἰς ψύξιν τίθεται ψυχρὸς ὑπὸ τῶν ἀποτελεσματικῶν ἐκλαμβανόμενος, διὸ καὶ τὸ ψυχρὸν αὐτῷ ἀνάκειται. Ὁ δὲ μῦθος καὶ, τὰ τοῦ Κρόνου ἐκτεμὼν αἰδοῖα ἐκεῖ ῥίπτει. Παρὰ δέ γε Ἀπολλωνίῳ τῷ ποιητῇ εὕρηται Κρονία λεγομένη θά‐ | |
15 | λασσα καὶ ὁ μυχὸς τοῦ Ἰονίου κόλπου, ἀπὸ νήσου τινὸς Κρονίας καλουμένης τὴν τοιαύτην κλῆσιν λαχὼν, ὡς καὶ ἀπὸ Ἰκάρου τινὸς νήσου κατά τινας τὸ Ἰκάριον πέλαγος. Ὅτι δὲ οἱ τοιοῦτοι παρωκεάνιοι τόποι πολὺ τὸ ψύχος ἔχουσι, δηλοῖ καὶ τὰ ἄνω τῶν Ἀριμασπῶν | |
20 | Ῥιπαῖα ὄρη, ἐξ ὧν ὁ ψυχρὸς βορρᾶς πνεῖ, ἔνθα χιὼν οὐδέποτε ἐπιλείπει. | |
36 | Ὅτι τὴν ἀνατολὴν οὕτω περιφράζει, ὅπου πρώτιστα φαείνεται ἀνθρώποις ἥλιος, ἤτοι ὅπου ἐστὶν ἡ ἀνατολὴ, ἔνθα καὶ τὸν ἠῷον καὶ Ἰνδικὸν εἶναί φη‐ σιν ὠκεανόν· ἠῷον μὲν λεγόμενον, διὰ τὸ ἐκεῖθεν ἀνα‐ | |
5 | τέλλοντος ἡλίου τὴν ἡμέραν γίνεσθαι, ἢ καὶ, ὡς ἓν ἀνθ’ ἑνὸς εἰπεῖν, ἠῷον ἀντὶ τοῦ ἀνατολικὸν, ἠὼς γὰρ πολλάκις καὶ ἡ ἀνατολή· Ἰνδικὸν δὲ διὰ τοὺς παροι‐ κοῦντας Ἰνδούς. Ἰστέον γὰρ ὅτι πολλοὶ κόλποι φανή‐ σονται ἀπὸ ἐθνῶν ἢ πόλεων καὶ ὅλως ἐκ τῶν παροι‐ | |
10 | κούντων ἐπονομαζόμενοι, ὡς ὁ Ὑρκάνιος, ὡς ὁ Ἰσσικὸς, ὡς ὁ Αἰθιοπικὸς, καὶ ἄλλοι πολλοί. | |
38 | Ὅτι ὁ Ἐρυθραῖος πόντος ὁ καὶ Αἰθιόπιος ἕτερός ἐστι τοῦ Ἀραβίου κόλπου, ὃς τῆς νοτίας θαλάσσης ἐστὶν ἀποχέτευμα, καθὰ καὶ ὁ Περσικὸς, ὡς μετ’ ὀλίγα ῥηθήσεται. Ἀλλὰ τοῦτο μὲν κατὰ τὸν Διονύσιον. | |
5 | Ἕτεροι δὲ τὸν Ἀράβιον κόλπον καὶ τὸν Ἐρυθραῖον ταυτίζοντες ἱστοροῦσιν, ὅτι ὁ Ἐρυθραῖος κόλπος πο‐ ταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς ἐπὶ πολλοὺς πάνυ σταδίους, μέχρι τοῦ στόματος στενοῦ καὶ αὐτοῦ παν‐ τάπασιν ὄντος. Καλεῖται δὲ Ἐρυθραῖος ἢ ἀπὸ τῆς | |
10 | ὑποκειμένης τῷ ὕδατι μιλτώδους [καὶ] ἐρυθρᾶς γῆς, ἢ ἐκ τῶν ὑπερκειμένων τοιουτοχρόων ὀρέων, οἷς ἕωθεν προσβάλλων ὁ ἥλιος ἐρυθρὰν φαντάζει τῇ θαλάσσῃ τὴν ἐπιφάνειαν, ἀνακλωμένης τῆς ὄψεως. Φησὶν οὖν ὁ παρὰ τῷ γράψαντι τὰ Ἐθνικὰ Οὐράνιος οὕτως ὀνομα‐ | |
15 | ζόμενος, ὅτι τὰ παρακείμενα ὄρη δεινῶς ἐρυθρά εἰσι | |
καὶ πορφυρᾶ, καὶ ἐπὰν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος, κα‐ ταπέμπει εἰς τὴν θάλασσαν ἡ αὐγὴ σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων εἰς θάλασσαν συρρέοντι τοιαύτη, φησὶ, γίνεται ἡ θάλασσα τὴν | 224 | |
20 | χροιάν.» Τινὲς δὲ ἐρυθρὰν εἶπον διὰ τὸ πυροῦσθαι μάλιστα τῷ ἡλίῳ τὸ ἐκεῖ κλίμα· διὸ, φασὶ, καὶ Αἰθίοπες οἱ κατοικοῦντες λέγονται, ὡς κεκαυμένοι τὴν ὄψιν. Ὁ δὲ Γεωγράφος τὰ τῶν πολλῶν ἐπιτέμνων ταῦτα γράφει περὶ τῆς Ἐρυθρᾶς· «Ἐρυθρὰ θάλασσα λέγεται ἀπὸ | |
25 | χροιᾶς ἐμφαινομένης κατ’ ἀνάκλασιν, εἴτε ἀπὸ ἡλίου κατὰ κορυφὴν ὄντος, εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινο‐ μένων ὑπὸ τῆς καύσεως. Οἱ δὲ ἀπὸ πηγῆς τινος ὕδωρ εἰς τὴν θάλασσαν εἰσαγούσης ἐρευθὲς καὶ μιλτῶδες, οἱ δὲ ἀπὸ Ἐρύθρα τινὸς, πρώτου περαιωθέντος ἐπὶ σχε‐ | |
30 | δίας εἴς τινα ἐκεῖ νῆσον, διὰ ἱπποφόρβιον οἰστρηθὲν ὑπὸ λεαίνης, καὶ οἰκήσαντος ἐκεῖ καὶ ἡγησαμένου τῶν τόπων. Τινὲς δὲ καὶ Περσέως εἶπον υἱὸν εἶναι τοῦτον τὸν Ἐρύθραν.» Διονύσιος μέντοι προϊὼν ἐμφαίνει ἀπὸ Ἐρυθραίου τινὸς βασιλέως τὸν τόπον κληθῆναι, | |
35 | οὗ καὶ τάφον ἐκεῖ εἶναι λέγει. Ὅτι δὲ τὸ μιλτῶδες χρῶμα ἐρευθές ἐστιν, ὡς ἀνωτέρω γέγραπται, δῆλον τῇ αἰσθήσει· ὅθεν καὶ ὁ ποιητὴς ἐμβάπτων ταῖς ναυσὶ τὰ πρόσωπα μιλτοπαρῄους αὐτὰς καλεῖ. | |
39 | Ὅτι πρὸς νότον πολὺς ἀοικήτου χθονὸς αὐλὼν ἢ ἀγκὼν ἐκτέταται, θερμοῖς κεκαυμένος ἡλίοις, ὃς καὶ καλεῖται διακεκαυμένη ζώνη, ἔρημος οἰκούντων οὖσα, διὰ τὴν ἐκεῖ ἄγαν θερμότητα. Ἰστέον δὲ ὅτι οὕτω | |
5 | νοητέον καὶ πρὸς τῷ βορείῳ ὠκεανῷ ἀοίκητον ὁμοίως εἶναι τόπον, διὰ τὴν λίαν ψυχρότητα· διὸ καὶ προμήκης ἡ οἰκουμένη, ὡς εἴρηται, παρατέταται δίκην σφεν‐ δόνης, καὶ οὐκ ἀκριβῶς ἐσφαίρωται, ὡς ὑπεξαιρου‐ μένων τῶν ἑκατέρωθεν ἀοικήτων. Ὅτι δὲ καὶ πρὸς | |
10 | βορρᾶν πολλή ἐστι γῆ νομάδων ἀοίκητος, ὡς εἴρηται, διὰ ψυχρότητα, δῆλον ἔσται ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι τὰ τῆς οἰκουμένης ἄκρα τὰ παρακείμενα τῇ διὰ καῦμα ἢ διὰ ψύχος δυσκράτῳ καὶ ἀοικήτῳ δοκεῖ τοῖς σοφοῖς ἀποτεύγματα, ἤγουν ἀποτυχίας, εἶναι τῆς | |
15 | εὐκράτου, καὶ ἐκπτώσεις τινὰς καὶ ἐλαττώματα· καὶ δῆλόν φασι τοῦτο καὶ ἐκ τῶν βίων· Κακόβιοι γάρ εἰσιν | |
οἱ ἐν τοῖς τοιούτοις ἄκροις οἰκοῦντες καὶ γυμνῆτες τὰ πολλὰ καὶ νομάδες, καὶ τὰ βοσκήματα δὲ αὐτοῖς μικρὰ καὶ οἱ κύνες. Τάχα δέ, φασι, καὶ οἱ νοτιώτατοι Πυγ‐ | 225 | |
20 | μαῖοι ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενοήθησαν καὶ ἀνεπλάσθησαν. Οὐδεὶς γὰρ ἑωρακὼς ἐξηγεῖται πίστεως ἄξιος. Σημείωσαι δὲ ὅτι οὐ παρὰ Λιβανίῳ μόνον καὶ Αἰλιανῷ πληθυντικῶς οἱ ἥλιοι· ἰδοὺ γὰρ καὶ παρὰ Διονυσίῳ ἐνταῦθα ἐν τῷ «μαλεροῖς κεκαυμένος ἡλίοις.» | |
25 | Ἀλλ’ ὁ μὲν Λιβάνιος ἐπὶ ἡμερῶν τοὺς ἡλίους τίθησιν, ὅτε που λέγει τὴν μῆνιν ἐπὶ πολλοῖς ἡλίοις διαφυλαχ‐ θῆναι· οἱ δὲ ἄλλοι τὰς ὁσημέραι τοῦ ἡλίου λάμψεις ἡλίους φασίν. Ἄλλως γὰρ μοναδικός ἐστιν ὁ ἥλιος, καὶ διὰ τοῦτο οὐ θέλει ἐν τῷ κλίνεσθαι πληθύνεσθαι, ὥσπερ | |
30 | οὔτε ἡ γῆ, κἂν αἱ χώραι γαῖαι λέγωνται, ὡς μετὰ ταῦτα φανήσεται· οὔτε ἡ ἅλς, κἂν τὰ πελάγη θαλάσσας ὁμοίως λεγομένας ἀκούωμεν. | |
41 | Ὅτι εἰπὼν τέσσαρα τὰ πελάγη τοῦ ὠκεανοῦ, τὸ ἑσπέριον Ἀτλαντικὸν, καὶ τὸ ἀρκτῶον Κρόνιον, καὶ τὸ κατὰ τὴν ἕω Ἰνδικὸν, καὶ τὸ νότιον Αἰθιοπικὸν, καὶ οὕτω τοῖς τοῦ κόσμου τέσσαρσι κέντροις ἐπεξελθὼν, | |
5 | ἐπάγει συμπληρωματικῶς ἅμα καὶ ἐπιφωνηματικῶς, ὅτι «Οὕτως ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν»· ὡς ἤδη δείξας ὅτι πᾶσαν τὴν γῆν στεφανοῖ, ὡς προείρηται· εἰ καί τινες τῶν παλαιῶν ἀντιλέγειν ἐβούλοντο, καθὰ καὶ Ἡρόδοτος, ὃς οὐκ ἀποδέχεται τοὺς γράφοντας τὸν | |
10 | ὠκεανὸν ῥέειν πέριξ τῆς γῆς. | |
45 | Ὅτι τὸν ὠκεανὸν εἰς τέσσαρα διελὼν, ὡς προεί‐ ρηται, ἱστορεῖ καὶ τέσσαρας αὐτοῦ κόλπους μεγίστους εἰς τὴν γῆν ἔσω ἐρεύγεσθαι, ἕνα μὲν τὸν ἑσπερίαν θά‐ λασσαν τίκτοντα, τὴν ἀπὸ Γαδείρων διήκουσαν ἕως | |
5 | καὶ εἰς Παμφυλίαν, ὅπου καὶ ἡ Κύπρος· ἕτερον δὲ τὴν ἐκ τοῦ βορρᾶ Κασπίαν θάλασσαν, τὴν καὶ Ὑρκανίαν· τρίτον δὲ ἀπὸ νοτίας θαλάσσης, ἤτοι νοτίου ὠκεανοῦ, τὸν Περσικὸν κόλπον ἀντικρὺ κείμενον τῆς Κασπίας· καὶ τέταρτον τὸν Ἀραβικὸν, ἀντικείμενον τῷ Εὐξείνῳ | |
10 | ἐκ νότου καὶ αὐτὸν, καλούμενον Ἀραβικὸν, διὰ τοὺς αὐτόθι Ἄραβας, ὡς καὶ ἡ Περσὶς θάλασσα τοῖς Πέρ‐ σαις παρονομάζεται, καὶ τοῖς Ὑρκανίοις καὶ Κασπίοις ἡ αὐτῶν παρώνυμος θάλασσα. Τὸν δὲ Ὑρκάνιον κόλπον τὸν καὶ Κάσπιον ὀλίγον μὲν λέγει, ὡς πρὸς τὴν ἑσπε‐ | |
15 | ρίαν θάλασσαν τὴν συρομένην ἀπὸ Γαδείρων ἕως καὶ εἰς Παμφυλίαν, τῶν ἄλλων δὲ προφερέστερον ἱστορεῖ, τοῦ Περσικοῦ τε δηλαδὴ καὶ τοῦ Ἐρυθραίου. Λέγει δὲ καὶ ὅτι μικροὺς μὲν κόλπους ὁ ὠκεανὸς πλέονας, ὡς | |
δὲ προϊὼν ἐρεῖ, καὶ ἀπειρεσίους ἔνθα καὶ ἔνθ’ ἀπερεύ‐ | 226 | |
20 | γεται εἰς ἅλα ἔνδοθι βάλλων, ἤγουν θαλάσσας ἔσω τῆς οἰκουμένης ἀποτελῶν· μεγίστους δὲ τέσσαρας, οὓς καὶ πρὸς ὄνομα ἐξέθετο, καθάπερ εἴρηται. | |
48 | Ὅτι τὴν Κασπίαν θάλασσαν Πτολεμαῖος μὲν λιμνοειδῶς περιγράφων περιοδεύεσθαι λέγει πεζῇ βα‐ δίζουσι· συμφωνεῖ δὲ αὐτῷ καὶ Ἡρόδοτος, ἐν οἷς λέγει ὅτι ἡ Κασπία ἐστὶν ἐφ’ ἑαυτῆς, οὐ συμμίσγουσα τῇ | |
5 | ἑτέρᾳ θαλάσσῃ. Διονυσίῳ μέντοι δοκεῖ τῆς Κρονίας ἁλὸς αὐτὴν ἀποσκίδνασθαι ἐκ βορέαο. Λέγει γὰρ ἐν τοῖς ἑξῆς, ὅτι ὀξὺ ἐπ’ ἄρκτους ἑλκομένη προχοαῖς ἐπιμίσγεται ὠκεανοῖο. Καὶ οὕτω μὲν διαφωνοῦσιν αὐτοί. Οἱ δὲ παλαιοὶ συμφωνίαν τῇ τοιαύτῃ τῶν πε‐ | |
10 | ριηγητῶν διαφωνίᾳ τεχνώμενοί φασιν ὅτι τάχα διὰ τόπων ἀδήλων ὁ Κρόνιος ὠκεανὸς ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι τὸν Ὑρκάνιον κόλπον. Καὶ οὕτω σωθήσεται καὶ ὁ λόγος ὁ λέγων τὴν Κασπίαν κύκλῳ πεζεύεσθαι, καὶ ὁ εἰπὼν ἐκ τῆς Κρονίας θαλάσσης γεννᾶσθαι | |
15 | αὐτήν. | |
58 | Ὅτι ἡ ἑσπερία θάλασσα οὕτως ἐστὶ μεγάλη, καὶ, ὡς αὐτός που ἐρεῖ, ἀπείριτος, ὥστε ἐπὶ τὰς τρεῖς ἠπεί‐ ρους τῆς οἰκουμένης λοξοῖς ἐπιστρέφεται πελάγεσιν, ἄλλοτε μὲν νήσοις περίδρομος, ἄλλοτε δὲ ἢ ὀρέων | |
5 | πέζαν ὑποξύουσα ἢ πόλεων. Καὶ ὅρα τὸ ὑποξύουσα, ὡς ἐὰν εἴπῃ τις ὑποτρίβουσα ἐν τῷ παραρρεῖν· καὶ ἔστιν ἀστεία ἡ τῆς λέξεως τροπὴ, ὡς ἐπὶ ξυομένων ποδῶν. | |
62 | Ὅτι τὰς μὲν ἀρχὰς εἰς τὸν τῆς περιηγήσεως σκοπὸν ἐπειγόμενος ὁ Διονύσιος, ὡς προείρηται, καὶ ἅμα ἵνα καὶ φιλοσοφώτερος δόξῃ, καὶ τὸ κοινὸν ποιη‐ τικὸν ἐκκλίνῃ ἔθος, καινοπρεπέστερον παρῆκε τὰς | |
5 | Μούσας, ὡς ποιητῇ πρέπον, ἐπικαλέσασθαι· καὶ οὕτω τὰς μὲν ἀρχὰς τῆς περιηγήσεως, πρὸς μέντοι αὐτῷ τῷ ἔργῳ γενόμενος, καὶ ὅτι ποιητής ἐστιν αἰσθόμενος, καὶ ὡς οὐκ ἄνευ Μουσῶν, ἤτοι γνώσεως μυθωδικῆς, περιοδευτέα τὰ τῆς γῆς αὑτῷ ἐννοησάμενος, προφανῶς | |
10 | αὐτὰς τῆς περιηγήσεως ἡγεμόνας καλεῖ, ὡς ἂν ἀρξά‐ μεναι, φησὶ, στοιχηδὸν ἐνέποιεν τὰς σκολιὰς κελεύ‐ θους. Καὶ σημείωσαι ὅτι εἰ καὶ ἐν ἄλλοις τὸ ἐννέπειν διπλασιάζει τὸ ν, ἀλλ’ ἐνταῦθα κατὰ φύσιν δι’ ἑνὸς ἐκ‐ | |
φέρεται ν, καθὰ καὶ ἐν τοῖς ἑξῆς. | 227 | |
64 | Ὅτι περὶ τὰ Γάδειρα Ἡρακλέος ἑστᾶσι στῆλαι πρὸς τοῖς τέρμασι τῆς γῆς, μέγα θαῦμα. Φασὶ δὲ αὐτὰς ἢ ἀνδριάντας εἶναι Ἡρακλέος, ἢ πόλεις ἐπωνύ‐ μους ἐκείνῳ, ἢ καὶ λόφους ἐπονομαζομένους αὐτῷ. | |
5 | Ἔστι δὲ αὐτῶν ἡ μὲν Εὐρωπαία, Κάλπη καλουμένη βαρβαρικῶς, Ἀλύβη δὲ καθ’ Ἕλληνας· ἡ δὲ Λιβυκὴ, κατὰ βαρβάρους μὲν Ἄβεννα καλουμένη, Ἑλληνικῶς δὲ Κυνηγετική. Μέγα δὲ θαῦμα ὁ Διονύσιός φησιν αὐτὰς ἢ διὰ τὸ ὑψηλόν· ὄρη γάρ εἰσιν, ὧν τὸ ὕψος οὐ | |
10 | μεῖον ἑκατὸν, ὥς φασιν, ὀργυιῶν· ἢ διὰ τὸ θαυμαστὸν τῆς ἄχρις ἐκεῖ τοῦ Ἡρακλέος ἐλεύσεως. Ἐκαλοῦντο δέ ποτε καὶ Κρόνου στῆλαι, εἶτα καὶ στῆλαι Βριάρεω, διὰ τὸ μέχρι τῶν τῆδε ὅρων διήκειν τὰ κατ’ ἐκείνους. Τὰ Γάδειρα δὲ νῆσος πλησίον τοῦ ὠκεανοῦ περιμήκης | |
15 | κατὰ τοὺς παλαιοὺς, ὡς οἷα ταινία, τουτέστι καθάπερ ὑφάσματος τμῆμα στενὸν καὶ μεμηκυσμένον, ὅπερ ἡμεῖς φασκίαν φαμέν. Λέγεται δὲ καὶ ἡ Γάδειρα θη‐ λυκῶς. Καλεῖται δὲ οὕτως οἱονεὶ γῆς δειρὰ, ὃ ἔστι τράχηλος, διὰ τὸ τῆς ἠπείρου στενὸν, τῆς ἑκατέρωθεν | |
20 | σφιγγούσης τὸν ἐκεῖ ὀλιγοστάδιον πορθμόν. Ἔστι δὲ καὶ πόλις ἐκεῖ Γάδειρα. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι τὰς Ἰταλικὰς παρ’ Ὁμήρῳ Πλαγκτὰς πέτρας καὶ τὰς Ποντικὰς Συμπληγάδας τινὲς τῇ μυθικῇ αὐτονομίᾳ μετήγαγον εἰς τὸν ἐν Γαδείροις πορθμὸν, καὶ ταύτας | |
25 | εἶναι στήλας ἐνόμισαν, ἃς ὁ Πίνδαρος καλεῖ πύλας Γαδειρίδας διὰ τὴν τοῦ πορθμοῦ στενότητα, εἰς ταύτας ὑστάτας ἐλθεῖν φάσκων τὸν Ἡρακλέα. Ἄλλοι δὲ, ὡς ὁ αὐτὸς Γεωγράφος λέγει, στήλας Ἡρακλέος φασὶ λέ‐ γεσθαι τὰς ἐν τῷ κατὰ Γάδειραν Ἡρακλείῳ, τουτέστι | |
30 | τὰς ἐν τῷ τοῦ Ἡρακλέος τεμένει ὀκταπήχεις στήλας, ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἐκεῖ ἱεροῦ· ἐφ’ ἃς ἐλθόντες οἱ πλέοντες ἐποίησαν δια‐ βοηθῆναι ἐνταῦθα εἶναι τὸ τῆς γῆς καὶ τῆς θαλάσσης πέρας. Ἕτεροι δὲ στήλας, φησὶν, ὑπέλαβον τὴν Εὐ‐ | |
35 | ρωπαίαν Κάλπην καὶ τὸ ἀντικείμενον αὐτῇ ὄρος ἐκ | |
τῆς Λιβύης, τὴν Ἀβίλην ἢ Ἀβίλυκα. Ἄλλοι δὲ στήλας ἐνόμισαν τὰς πλησίον ἐκεῖ ἑκατέρωθεν νησίδας, ὧν τὴν ἑτέραν Ἥρας ὀνομάζουσι νῆσον· καὶ οὐ φαύλως, φησὶ, τὰ τοιαῦτα νησίδια διὰ τὸ εὐπερίγραπτον καὶ | 228 | |
40 | σημειῶδες καὶ εὐόριστον στήλαις εἰκάζονται. Ἐξοχὴν γάρ τινα ἐμφαίνουσι καὶ αὐτὰ οἵαν καὶ αἱ στῆλαι καὶ αἱ στυλίδες· καὶ διὰ τοῦτο καὶ τὰ τοιαῦτα στῆλαι ἂν λέγοιντο. | |
66 | Ὅτι ὁ Ἄτλας ὁ κατὰ βαρβάρους Δύρις μέγιστον ὄρος περὶ τὰ τῆς Λιβύης πρὸς δύσιν ἔσχατα, ἀφ’ οὗ καὶ πέλαγος ὠκεάνιον Ἀτλαντικόν. Διὰ δὲ τὸ πολὺ τοῦ ὄρους μέγεθος Ἄτλαντας αὐτὸ πολυσπερέας ὁ Διο‐ | |
5 | νύσιος καλεῖ, ποιητικῷ τρόπῳ· ὡς καὶ ὁ Ποιητὴς Μάλειαν καὶ Μαλείας φησὶ, καὶ Κρήτην καὶ Κρήτας, καὶ Ἀθήνην καὶ Ἀθήνας, καὶ τὸ πρόσωπον δέ που πληθύνει δι’ ἔμφασιν, πρόσωπα λέγων, καὶ τὸ τόξον τόξα, καὶ τὸ ἅρμα ὁμοίως ἅρματα. Ὁ δὲ τὰ Ἐθνικὰ | |
10 | γράψας ἔθνος Λιβυκὸν λέγει τοὺς Ἄτλαντας. Καὶ Ῥιανὸς δὲ, ὥς φασιν, Ἀτάραντάς τινας ἱστορεῖ, καὶ μετ’ ἐκείνους κεῖσθαι τοὺς ἄτλαντας, οἳ καὶ λέγονται μὴ βλέπειν ὀνείρους. Ὠνόμασται δὲ τὸ ὄρος ἀπ’ ἀνδρὸς ἐγχωρίου Ἄτλαντος, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν | |
15 | κάλλιον γέγραπται. Ἐνταῦθα δὲ, ὥς φησιν ὁ Διονύσιος, καὶ χάλκεος εἰς οὐρανὸν ἔδραμε κίων, ἠλίβατος, πυκνοῖς καλυπτόμενος νεφέεσσι. Καὶ τάχα ὁ Διονύσιος ἐν τούτοις ἱστορικήν τινα θεραπείαν παρακαλεῖ τῆς μυθικῆς κιονοφορίας τοῦ Ἄτλαντος. Ὁ γάρ τοι κίων | |
20 | οὗτος, οὗπερ, ὡς αὐτὸς λέγει, κορυφὴν οὐκ ἔστιν ἰδεῖν διὰ τὰ καλύπτοντα νέφη, δόξοι ἂν τῷ πολλῷ τοῦ ὕψους ἕως εἰς τὸν αἰθέρα ἀνήκειν, καὶ οὕτως λέγοιτ’ ἂν ἀνέχειν τὸν οὐρανὸν, ὡς εἶναι τούτῳ τῷ τρόπῳ τὸν Ἄτλαντα τὸ ὄρος οἷόν τινα κιονοφόρον, εἴτε καὶ αὐτό‐ | |
25 | χρημα κίονα κατὰ τὸν Ἡρόδοτον. Τινὲς δὲ ἐνταῦθα ἀντὶ τοῦ χάλκεος κίων «χάλκεος ἄξων» γράφουσιν· ὡς ἐκεῖ που τάχα διήκοντος τοῦ κοσμικοῦ ἄξονος, ὡς καὶ τοῦτο ἐν τῷ ἄλφα τῆς Ὀδυσσείας γέγραπται. Ἡρόδοτος δὲ τοιαῦτα περὶ τούτων λέγει· «Μετὰ τοὺς Γαράμαντας | |
30 | ἔθνος διὰ δέκα ἡμερῶν ὁδοῦ Ἄτλαντες, ἄνθρωποι ἀνώνυμοι, τουτέστι κοινῶς μὲν λεγόμενοι Ἄτλαντες, ἑνὶ δὲ ἑκάστῳ μὴ ἔχοντες κείμενον ὄνομα. Λέγει δὲ καὶ ὅτι καταρῶνται ὑπερβαλλόντως τῷ ἡλίῳ οἱ Ἄτλαν‐ τες, διότι κατακαίων ἐπιτρίβει αὐτοὺς, καὶ ὅτι στενὸν | 229 |
35 | καὶ κυκλοτερὲς τὸ τοιοῦτον ὄρος ὁ Ἄτλας καὶ ὑψηλό‐ τατον, ὡς μὴ εἶναι δυνατὸν ἰδεῖν τὰς αὐτοῦ κορυφὰς, καὶ μηδὲ νέφη αὐτάς ποτε ἐπιλείπειν· ὅθεν καὶ κίονα οὐρανοῦ φασιν αὐτὸ οἱ ἐπιχώριοι, καὶ ὅτι ἐπώνυμον αὐτοῦ τὸ ἔθνος οἱ Ἄτλαντες, οὔτε ἔμψυχον οὐδὲν σι‐ | |
40 | τούμενοι, οὔτε ἐνύπνια ὁρῶντες.» Ἰστέον δὲ ὅτι ὥσπερ τὸν Ἄτλαντα κίονα εἴπομεν οὐρανοῦ λέγεσθαι, οὕτω καὶ τὴν Αἴτνην οὐρανίαν κίονα εἶπεν ὁ Πίνδαρος. | |
69 | Ὅτι ὁ Ἰβηρικὸς κόλπος Εὐρώπης ἐστὶν ἀρχὴ καὶ Λιβύης· μέσος γάρ, φησιν, ἑλίσσεται ἀμφοτέρων, οὗ παρὰ πλευραῖς καὶ αἱ τοῦ Ἡρακλέος κεῖνται στῆλαι. Τὸν δὲ μετεκδέχεται Γαλάτης ῥοῦς, ἤτοι τὸ Γαλατικὸν | |
5 | πέλαγος· ἀντὶ κτητικοῦ γὰρ εἴρηται, ὥσπερ καὶ Αἰσχύλος Σκύθην οἶμον λέγει τὸν Σκυθικόν. Ὅρα δὲ ὅπως ἐν ὅλῳ τῷ παρόντι χωρίῳ εὐφυῶς καὶ ἐπικαίρως τοῖς παρίσοις ἤτοι τοῖς ἰσοκαταλήκτοις ῥήμασι συχνῶς χρῆται ὁ Διονύσιος, τὴν ὑπτιότητα καὶ ἀνάπτωσιν τῆς | |
10 | περιηγητικῆς ἀφηγήσεως ἀνιστῶν τῷ κάλλει καὶ τῇ γοργότητι ἐν τῷ λέγειν «πόντος Ἰβηρικὸς ἐγκέχυται» καὶ «μέσσος ἑλίσσεται» καὶ «Λιγυστιὰς ἕλκεται ἅλμη» καὶ «ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ» καὶ «Σαρ‐ δόνιος μορμύρεται πόντος «καὶ» ὠρύεται Τυρσηνὶς θά‐ | |
15 | λασσα» καὶ «κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος» καὶ ἄλλα τοιαῦτα. Σκόπει δὲ καὶ τὴν ἐν τοῖς ὀνόμασιν ἐπίχυσιν καὶ ποριμότητα τοῦ ποιητοῦ, ἐν τῷ «πόντος Ἰβηρικὸς» καὶ «Γαλάτης ῥόος» καὶ «Λιγυστιὰς ἅλμη» καὶ «Κύρνιον ἁλμυρὸν ὕδωρ» καὶ «Τυρσηνίδος οἶδμα | |
20 | θαλάσσης.» Ἰστέον δὲ ὅτι τὸν ἀπὸ τῶν Γαλατῶν ὀνο‐ μαζόμενον Γαλάτην ῥοῦν, ἤτοι τὴν Γαλατικὴν θά‐ λασσαν, Κελτογαλάται παροικοῦσι, καὶ ὅτι λέγονται ἥττονες ἀκράτου οἱ Γαλάται εἶναι. Λέγεται δὲ οὕτω καλεῖσθαι ἀπὸ Γαλάτου τινὸς υἱοῦ Ἀπόλλωνος. | |
75 | Ὅτι καὶ ἡ Μασσαλία Γαλατική ἐστι, Φωκεῖς δὲ ᾤκησαν αὐτὴν, οἱ ἐκ τῆς ἕω φυγόντες τὴν τοῦ Κύ‐ | |
ρου δουλείαν. Καὶ ὅτι ὅρμον ἡ Μασσαλία ἔχει ἐπί‐ στροφον, ὃ ἔστι περιφερῆ, περίδρομον καὶ καμπύλον, | 230 | |
5 | ἢ οὗ ἐπιστρέφονται οἱ ναυτιλλόμενοι. Ἀγαθὸς γὰρ τοῖς Μασσαλιώταις λιμὴν ὁ Λακύδων. Τὸ δὲ ἐπί‐ στροφος καὶ παρ’ Ὁμήρῳ κεῖται, ὅπου λέγει ὅτι καὶ Ὀδυσσεὺς ἐπίστροφος ἦν ἀνθρώπων. Φασὶ δὲ τοὺς Μασσαλιεῖς εὐδοκιμῆσαί ποτε περί τε ὀργανοποιΐαν καὶ | |
10 | ναυτικὴν παρασκευήν. Ἔστι δὲ οὐ μόνον χώρα Μασ‐ σαλία, ἀλλὰ καὶ πόλις Λιγύων περί που τὴν Κελτι‐ κὴν, ἐτυμολογουμένη ἀπὸ τοῦ μάσσαι, ὃ ἔστιν ἐκδῆ‐ σαι, Αἰολικῶς, καὶ ἀπό τινος ἁλιέως. Προσπλέων γάρ, φασιν, ὁ τῶν ἀποίκων Φωκαέων κυβερνήτης καὶ | |
15 | ἰδὼν ἐκεῖ ἁλιέα, ἐκέλευσε μάσσαι, ἤτοι δῆσαι, τὸ ἀπό‐ γαιον πεῖσμα· ὅθεν καὶ ἡ πόλις Μασσαλία, παρὰ τὸ μάσσειν καὶ τὸν ἁλιέα. | |
76 | Ὅτι μετὰ τοὺς Μασσαλιώτας οἱ Λίγυες, οὓς Λιγυστίνους ὁ Λυκόφρων καλεῖ. Ὀνομάζονται δὲ οὕ‐ τως ἀπὸ Λίγυος ἀνδρὸς, ὃς τὸν Ἡρακλέα ἐκώλυεν εἰς τὰς Γηρυόνου βοῦς ἀπιόντα· ὅτε καί φασιν οἱ μῦθοι | |
5 | ὡς ἐπέλιπε μὲν τὸν Ἡρακλέα πᾶν ἀμυντήριον βέλος, ὁ δὲ ηὔξατο τῷ Διὶ ἐπαμῦναι· κἀκεῖνος ἀναγαγὼν νε‐ φέλην λίθους ἄνωθεν ὗσεν, ἐξ ὧν καὶ τὸ λίθινον πέδον μεταξὺ Μασσαλίας καὶ Ῥηγίνης, μεστὸν χειροπληθῶν λίθων, οὓς ὑπὸ κεραυνῶν συνεχῶν ἢ τυφωνικῶν ἀνα‐ | |
10 | θυμιάσεων διαρραγῆναί φασιν οἱ σοφοὶ, καὶ ἐκ πλα‐ κώδους συνεχείας κατακερματισθῆναι εἰς μικρὰ, τὸν | |
μῦθον ἀφέντες ληρεῖν ἃ θέλει. Ζῶσι δὲ ἀπὸ θρεμμά‐ των οἱ Λίγυες τὸ πλέον καὶ γάλακτος καὶ κριθίνων πομάτων. Οὕτω δὲ σφενδονῶσιν, ὡς ἡ ἱστορία λέ‐ | 231 | |
15 | γει, ὥστε ὀρνέων ἐπιφανέντων διορίζονται εἰς ποῖον ἕκαστος βαλεῖ, ὡς πάντες τευξόμενοι. Οἱ μέντοι παρὰ Τυρσηνοῖς Λίγυρες ἀπὸ Λίγυρος ποταμοῦ ὀνομάζονται. Ἰστέον δ’ ὅτι ἐοίκασι καὶ Κολχικοί τινες Λίγυες εἶναι ἄποικοι τῶν Εὐρωπαίων, καὶ δηλοῖ ὁ Λυκόφρων, | |
20 | ἱστορῶν ἐν τοῖς Κόλχοις Κύταιαν Λιγυστικὴν πόλιν. Ἀριστοτέλης δὲ ἱστορεῖ τῶν τινας Λιγύων ἑπταπλεύ‐ ρους πρός τινων λέγεσθαι, οὐ πιστεύων αὐτὸς τῷ τοιούτῳ λόγῳ, διὰ τὸ τοῖς ἀνθρώποις ἀνὰ ὀκτὼ ἑκα‐ τέρωθεν εἶναι πλευράς. | |
78 | Ὅτι τοὺς Ἰταλοὺς, ὡς τότε μοναρχοῦντας, μέγα κοιρανέειν λέγει, καὶ Αὐσονῆας, ἤτοι Αὔσονας, ὀνομάζει. Καὶ σημείωσαι ὅτι τοὺς αὐτοὺς εἶναι λέγει Αὔσονας καὶ Ἰταλούς. Λέγονται δὲ Αὔσονες ἀπὸ | |
5 | Αὔσονος, ὃς πρῶτος τῶν κατὰ Ῥώμην βασιλεῦσαι πρός τινων ἱστορεῖται, Ὀδυσσεῖ γεγονὼς ἐκ τῆς Κίρκης, ἢ, κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ἐκ Καλυψοῦς γεννηθεὶς τῷ Ἄτλαντι, ἀφ’ οὗ καὶ τὸ Σικελικὸν πέλαγος Αὐσό‐ νιον ἐκλήθη ποτέ. Λέγει δὲ αὐτοὺς παρὰ τὸν Λιγυ‐ | |
10 | στικὸν εἶναι κόλπον, ἀρξαμένους ἀπὸ βορέου, καὶ διή‐ κοντας ἕως τῆς Λευκῆς Πέτρας, ἧς καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται. Ἄκρα δὲ αὕτη ἐστί, περὶ ἧς οὕτως ἱστο‐ ρεῖται· ἄκρα Λευκὴ Πέτρα καλουμένη ἀπὸ χρόας, | |
εἰς ἣν τελευτᾷ τὸ Ἀπέννιον ὄρος. Ἀπὸ Ἰταλοῦ δέ | 232 | |
15 | τινος ὀνομάζονται Ἰταλοί, ὡς καὶ ἀπὸ Αὔσονος Αὔσο‐ νες. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ Αὔσονος παράγωγον Αὐ‐ σονεύς, ὡς Αἰθιοπεύς, ἡγεμονεύς, καὶ πλεονασμῷ τοῦ ι, διὰ δακτύλου συγκρότησιν, Αὐσονιεύς· ἐξ οὗ τὸ Αὐσο‐ νιῆες. | |
80 | Ὅτι τὸν Σικελικὸν πορθμὸν καθ’ ὑποκορισμὸν ἢ παρωνυμίαν πορθμίδα καλεῖ, λέγων ὅτι ἡ Λευκὴ Πέτρα Σικελικῆς ἐπὶ πορθμίδος ἐρρίζωται. Ἄλλως δέ γε πορθμίδα φασὶν οἱ παλαιοὶ τὴν ἁλιάδα, ὃ ἔστι | |
5 | τὸ ἁλιευτικὸν πλοιάριον, ἢ καὶ τὸ ἁπλῶς μικρὸν πλοῖον, ὡς δηλοῖ Εὐριπίδης, ἔνθα Κρησίαν πορθμίδα φησὶν, ἤγουν πλοῖον Κρητικόν. Καὶ τὴν Ἀσίαν δὲ Ἀσιάδα παρωνύμως καλέσει ἐν τοῖς ἑξῆς ὁ Διονύσιος, εὐτελέστερον μὲν οὕτω ποιῶν διὰ τὸ ὑποκοριστικὸν | |
10 | σχῆμα, τὴν δὲ τοῦ μέτρου ἀνάγκην οὕτως ἀποπλη‐ ρῶν. | |
82 | Ὅτι οὐ μόνον Σαρδώ ἡ νῆσος, ὡς τὸ Σαπφώ, ἀλλὰ καὶ Σαρδών Σαρδόνος, ὡς τρυγόνος, ἐξ ἧς ὁ Σαρδόνιος κόλπος, ὁ μετὰ τὴν Κύρνον. Περὶ δὲ Σαρδόνος καὶ Κύρνου ἐν ἰδίῳ τόπῳ ῥηθήσεται. Φαί‐ | |
5 | νεται δὲ μετὰ τὸ Λιγυστικὸν εἶναι καὶ Κύρνιον πέλα‐ γος, τὸ περὶ τὴν Κύρνον νῆσον· ἐνδοτέρω δὲ τούτου τὸ Σαρδόνιον. | |
83 | Ὅτι μετὰ τὸν Σαρδόνιον κόλπον θάλασσα πρὸς νότον ἡ Τυρρηνὶς, καλουμένη οὕτως, διότι παράκειν‐ ται αὐτῇ πρὸς βορρᾶν οἱ Τυρρηνοὶ, καθάπερ οἱ Γαλά‐ ται τῇ Γαλατικῇ, καὶ οἱ Λίγυες τῇ Λιγυστικῇ, καὶ διὰ | |
5 | τὸ τοὺς Τυρρηνοὺς πειράτας ποτὲ γενομένους αὐτόθι συνιστᾶν τὰ λῃστήρια· ἐκεῖθεν δὲ πρὸς ἡλίου, φησὶν, αὐ‐ γὰς κυρτὸς ἐπιστρέφεται ὁ Σικελικὸς ῥόος, μέχρι τοῦ τε Παχύνου, ἀνατολικοῦ ἀκρωτηρίου Σικελικοῦ, καὶ τοῦ κατὰ Κρήτην Κριοῦ μετώπου. Ἐξήπλωται δὲ, | |
10 | φησὶ, καὶ μέχρι τοῦ Ἰονίου κόλπου ἐπιστρεφόμενος καὶ κυρτούμενος ἕως καὶ ἐκεῖ· διὸ καὶ κυρτὸν αὐτὸν ὠνόμασεν, ὡς μὴ κατ’ εὐθυωρίαν προϊόντα μέχρι τῆς Κρήτης, ἀλλὰ καὶ εἰς τὸν Ἰόνιον παρεκνεύοντα. Ση‐ μείωσαι δὲ ὅτι νῦν μὲν ἕως τοῦ Κρητικοῦ μετώπου τοῦ | |
15 | Κριοῦ περαίνει τὸ Σικελικὸν πέλαγος, προϊὼν δὲ ἄχρι καὶ Σαλμωνίδος αὐτὸ τῆς Κρητικῆς ἑῴας ἄκρας προά‐ γει. Ἔνθα τις ἐπιστατικώτερον τῷ λόγῳ διδοὺς ἑαυ‐ τὸν εὕροι ἂν διώνυμον τὸ Σικελικὸν πέλαγος, αὐτό τε τοῦτο Σικελικὸν καλούμενον, ἀλλὰ δῆτα καὶ Κρητι‐ | |
20 | κόν. Φησὶ γὰρ ἐκεῖ ὁ Διονύσιος ἐν σχήματι ἐπανα‐ λήψεως, ὅτι «ἐκ δ’ ὀρέων Σικελῶν Κρήτης ἀναπέ‐ πταται οἶδμα μακρὸν, Σαλμωνίδος ἄχρι καρήνου·» οὐ λέγων ὅτι ἐκ τοῦ μετώπου τοῦ Κριοῦ τὸ Κρητικὸν πέ‐ λαγος, ἀλλ’ ἐκ τῶν ὀρέων τῶν Σικελικῶν πέπταται, | 233 |
25 | καὶ ἴσως δυοῖν ὄντων περάτων τῷ πελάγει τούτῳ, ἑνὸς μὲν Σικελικοῦ, ἑνὸς δὲ Κρητικοῦ, ποτὲ μὲν Σικελικὸν ἐκ τοῦδε καλεῖται, ποτὲ δὲ ἐκ τοῦ ἑτέρου Κρητικόν. Εἰ δέ τις ἴσως τὸ «ἐκ δ’ ὀρέων Σικελῶν» νοήσει ἀντὶ τοῦ μετὰ τὰ ὄρη τὰ Σικελικὰ, τότε δύνανται δύο εἶ‐ | |
30 | ναι πελάγη, ἰδίᾳ μὲν τὸ Σικελικὸν ἕως τοῦ μετώπου τοῦ Κριοῦ, ἰδίᾳ δὲ ἐκεῖθεν τὸ Κρητικὸν ἕως Σαλμω‐ νίδος. | |
87 | Ὅτι ἡ τῆς Κρήτης ἄκρα ἥτις εἰς ἅλα πολὺ νένευκεν, ἡ περὶ τὴν Γόρτυνα, παραυγάζει, τουτέστι παρεκφαίνει καὶ φαντάζει, μέτωπον κριοῦ τοῖς πόρρω‐ θεν βλέπουσι, καὶ ἐντεῦθεν ἔχει τὴν κλῆσιν, ὀνομαζο‐ | |
5 | μένη Κριοῦ μέτωπον. Δεῖ δὲ εἰδέναι ὅτι ἐστὶ καὶ περὶ τὸν Εὔξεινον πόντον ἕτερον μέτωπον Κριοῦ, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀρκτικὸν ὄρος, διὰ τὴν αὐτὴν κἀκεῖνο αἰτίαν οὕτω καλούμενον. Ἰστέον δὲ ὅτι πολλάκις ἔκ τινων τόπων πόρρωθεν ὁρωμένων ζωική τις φαντα‐ | |
10 | σία πέμπεται καθ’ ὁμοιότητα δι’ ἀπάτην ὄψεως· καὶ ὅτι τοιοῦτόν τι πάσχων ὁ ὀφθαλμὸς καὶ περὶ τὸν Εὔ‐ ξεινον καὶ περὶ τὴν Κρήτην μέτωπα φαντάζεται Κριοῦ. Καὶ ὁ κατὰ τὴν Νιόβην δὲ μῦθος οὕτω πως θεραπεύε‐ ται, φαμένων τινῶν ἀκρωτήριον εἶναι Φρύγιον ἐοικὸς | |
15 | γυναικείῳ προσώπῳ τοῖς πόρρω ἀφεστηκόσιν, ἐξ οὗ ὕδωρ ἀένναον καταρρεῖ, ὅπερ ὁ μῦθος εἰς δάκρυον αὐτοματίζει τῇ Νιόβῃ. Ὁρῶμεν δὲ καὶ τοὺς τὴν γραφικὴν τέχνην δεινοὺς εἰς λεόντων μιμήματα ἢ τοιού‐ των τινῶν θηρίων προτομὰς τὰς τῶν ὀρέων ἐκτυποῦν‐ | |
20 | τας κορυφάς, ὡς τῆς ὄψεως τοιαῦτά τινα φανταζομέ‐ νης πόρρωθεν. | |
88 | Ὅτι ἡ Γόρτυν καὶ Γόρτυνα λέγεται τρισυλλά‐ βως, καὶ τὸ μὲν κλίνεται Γόρτυνος, ὡς Φόρκυνος, τὸ δὲ Γορτύνης, ὡς λέαινα λεαίνης. Ἱερὰν δὲ αὐτὴν λέγει ἢ ἁπλῶς διὰ τὸ ἔνδοξον, ἢ Ὁμηρικῷ ζήλῳ, ὡς | |
5 | καὶ Ὁμήρου τὰς πόλεις οὕτω καλοῦντος διὰ τὸ φυλα‐ κτικὸν τῶν ἐν αὐταῖς. Κτίσμα δὲ ἡ Γόρτυν Ταύρου ἐκείνου τοῦ τὴν Φοίνισσαν Εὐρώπην ἁρπάσαντος, ὃς Κρήτης ἦν βασιλεύς. Μεγάλη δὲ αὕτη ἡ πόλις κατὰ τὸν Γεωγράφον, εἰπόντα· «πόλεις Κρήτης μέγισται, | |
10 | Γόρτυνα, Κυδωνία καὶ Κνωσσός.» Λέγει δὲ ὁ αὐτὸς | |
καὶ ὅτι Γόρτυνα δευτερεύει μετὰ Κνωσσὸν κατὰ δύνα‐ μιν, καὶ ὅτι συμπράττουσαί ποτε ἀλλήλαις πάντας εἶ‐ χον ὑπηκόους τοὺς ἐκεῖ. Ὅτι ἡ Φαιστὸς, ἣν ὁ Διονύσιος ἠπειρώτιδα λέγει, | 234 | |
15 | διεῖχε θαλάσσης μὲν σταδίους εἴκοσι, Γόρτυνος δὲ ἑξήκοντα. Κατεσκάφη δὲ ὑπὸ Γορτυνίων. Ἐξ αὐτῆς ἦν Ἐπιμενίδης ὁ ποιήσας δι’ ἐπῶν Καθαρμούς. | |
92 | Ὅτι ὁ Ἰόνιος κόλπος μετὰ τὸν Σικελικὸν εὐρύ‐ νεται πρὸς βορρᾶν, αὖθις δὲ κάμπτων πρὸς ἑσπέριον μυχὸν ἕρπει, ἀφορῶν πρὸς τὸν τὴν ἑσπερίαν θάλασσαν προβαλλόμενον ὠκεανόν. Ἰστέον δὲ ὅτι οὐ μόνον | |
5 | Ἰόνιος κόλπος καλεῖται, ἀλλὰ καὶ Ἀδρίας ὁ αὐτὸς λέ‐ γεται καὶ Ἀδριανὴ θάλασσα. Οἱ δὲ ἀκριβέστεροι τὸν Ἰόνιον μέρος τοῦ Ἀδρίου φασί. Λέγεται δὲ Ἰό‐ νιος, ὡς καὶ τῷ Λυκόφρονι δοκεῖ καὶ τῷ Αἰσχύλῳ, ἀπὸ τῆς Ἰοῦς. Διενήξατο γὰρ ἐκείνη βοῦς γενομένη | |
10 | κἀνταῦθα. Οἱ δέ φασιν ἀπὸ Ἰάονος, ἀνδρὸς Ἰταλοῦ, ἢ ἀπὸ Ἰονίου, ἀνδρὸς Ἰλλυριοῦ. Λέγουσι δέ τινες καὶ τὸ ἀπὸ Γάζης μέχρις Αἰγύπτου πέλαγος Ἰόνιον λέγεσθαι ὁμοίως ἀπὸ τῆς Ἰοῦς. Καὶ τὴν ἐκεῖ δὲ Γά‐ ζαν Ἰώνην καλοῦσί τινες, ἔνθα βοῦς ἦν ἐν ἀγάλματι | |
15 | τῆς Ἰοῦς, ἤτοι τῆς σελήνης· Ἰὼ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Τοῦ δὲ ἀνωτέρω ῥηθέντος Ἰάονος υἱὸς Ἀδρίας ἱστόρηται, ἀφ’ οὗ τὸ αὐτὸ πέλαγος καὶ Ἀδριατικὸν λέγεται. Ἄλλοι δὲ οὕτω φασίν· ἔστιν Ἀδρία πόλις ἐπιφανὴς, καὶ παρ’ αὐτὴν κόλπος Ἀδρίας, | |
20 | καὶ ποταμὸς ὁμοίως· ἀγαθὴ δὲ, φασὶ, βοσκήμασιν ἡ ἐκεῖ γῆ, ὥστε καὶ δὶς τίκτειν τοῦ ἐνιαυτοῦ καὶ διδυμο‐ τοκεῖν. | |
95 | Ὅτι εἰσιόντι τὴν Ἰονίαν θάλασσαν κατὰ μὲν τὰ σκαιὰ ἡ τῶν Αὐσόνων κεῖται χώρα, δεξιτερὴν δὲ κατὰ χεῖρα ἡ Ἰλλυρίς ἐστι γῆ, οὕτω καλουμένη ἀπὸ Ἰλλυριοῦ υἱοῦ Κάδμου. Δαλματία δ’ ἐφύπερθεν, ἣν | |
5 | καὶ λέγει ἐνυαλίων πέδον ἀνδρῶν, διὰ τὸ μαχίμους εἶναι τοὺς ἐκεῖ. Φασὶ δὲ τοὺς Δαλματεῖς δι’ ὀκταε‐ τηρίδος ποιεῖσθαι τῆς χώρας ἀναδασμὸν κατά τινα ἀναγραφὴν, καὶ οὐδὲ νομίσμασι χρᾶσθαι, πολλὴν ταύ‐ | |
την ἀφελομένους τοῦ βίου κιβδηλίαν. Διχῶς δὲ τὸ | 235 | |
10 | ἔθνος λέγεται, καὶ Δαλμάται καὶ Δαλματεῖς. Ἡ δὲ πόλις αὐτῶν Δάλμιον ἢ Δελμίνιον ἢ Δέλμινον. | |
98 | Ὅτι καὶ ἐνταῦθα οὐ κατὰ κοινὴν κυριολεξίαν ἰσθμὸν εἶπε τὸν περὶ τοὺς Αὔσονας τὸν πλατύτατον· οὐ γὰρ ἐστένωται οὐδὲ ὁ τοιοῦτος ἰσθμός· διὸ ἐπάγει ὡς καὶ ἐν τοῖς πρὸ τούτου θεραπείαν, λέγων ὅτι παρα‐ | |
5 | πέπταται ἄσπετος, πουλυτενὴς, τρισσαῖς θαλάσσαις περίδρομος. Καὶ εὐθὺς ἐπάγει ποίαις θαλάσσαις πε‐ ριείληπται ὁ τοιοῦτος ἰσθμὸς, λέγων πάνυ γοργῶς ὅτι Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ. Εἶτα εἰπὼν ὅτι ἑκάστη τῶν τοιούτων τριῶν θαλασσῶν πρός | |
10 | τινα ἄνεμον τεκμαίρεται τὸν ὁλκὸν, σχηματίζει πάλιν κατὰ γοργότητα οὕτω «Τυρσηνὴ ζέφυρον, Σικελὴ νό‐ τον, Ἀδριὰς εὖρον» φιλοτιμησάμενος ἑνὶ στίχῳ ἐνθεῖναι τάς τε τρεῖς θαλάσσας καὶ τοὺς τρεῖς ἀνέμους, εἰς οὓς ἑκάστη τὸ ἑαυτῆς παρασύρεται ῥεῦμα. Ὁποῖόν τι | |
15 | πεποίηκε πρὸ τούτου, ὡς προγέγραπται, καὶ ἐν τῷ «πρῶτα μὲν Λιβύην, μετὰ δ’ Εὐρώπην Ἀσίην τε» τὰς τρεῖς ἠπείρους ἐκεῖ ἑνὶ ἔπει συμπεριλαβών. Σημείω‐ σαι δ’ ὅτι ἐνταῦθα μὲν Τυρρηνὴν ἀμφιτρίτην, ἀνωτέρω δὲ Τυρρηνίδα θάλασσαν εἶπεν, ἐν διαφόροις καταλή‐ | |
20 | ξεσιν. | |
103 | Ὅτι πρὸς τὰ νότια τῆς Σικελικῆς χθονὸς ἕλ‐ κεται κόλπος ἔσω Λιβύης, νοτίαν Σύρτιν ἑλίσσων, τὴν ἑτέραν τὴν εὐρυτέραν· ἐνδοτέρω δὲ ταύτης δυτι‐ κωτέρα ἐστὶν ἡ ἑτέρα Σύρτις, ἀφαυρὸν ἔχουσα πόρον, | |
5 | ὃ ἔστι μικροτέρα οὖσα, ἥτις, φησὶ, τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Περὶ δὲ τῆς τοιαύτης πλημμυρίδος ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Ση‐ μείωσαι δὲ ὅτι ἐνταῦθα ὁ περιηγητὴς τῇ ὑπέρ προθέ‐ σει ἐπὶ τῶν νοτίων ἐχρήσατο, εἰπὼν ὑπὲρ Σικελικῆς | |
10 | χθονὸς τὴν νοτίαν Σύρτιν ἑλίσσεσθαι. Ποιήσει δὲ τοῦτο πλειστάκις καὶ ἐν τοῖς εἰσέπειτα· ὥστε οὐκ ἐπὶ βορείων μόνον ἡ ὑπέρ πρόθεσις τίθεται, διὰ τὸ ἔξαρμα τὸ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐπὶ τῶν νοτίων. Οὐδὲ γὰρ οὐδ’ ἐκεῖνα ἐστέρηνται τοῦ εἰς ὕψος ἐξῆρθαι, εἰ καὶ | |
15 | ἡμῖν δοκεῖ ταπεινά. Ὅτι δὲ καὶ ἐπὶ βορείων τίθησι τὴν ὑπέρ, ἐκδηλότατόν ἐστιν. Ἐρεῖ γοῦν ἐν τοῖς ἑξῆς «βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης», τουτέστι πρὸς τὰ βόρεια τῆς Εὐρώπης. | |
108 | Ὅτι μέλλων ἀπὸ τῶν δύο Σύρτεων μεταβῆ‐ ναι εἰς τὴν ἑξῆς περιήγησιν σχήματι τοιούτῳ χρᾶται συμπληρωτικῷ, γοργῷ τε καὶ σεμνῷ· «Ὣς οἱ μὲν | |
βοόωσιν ἑλισσόμενοι δύο κόλποι. Καὶ μετὰ ταῦτα δὲ | 236 | |
5 | πολλαχοῦ διὰ σαφήνειαν χρᾶται συχνὰ ταῖς συμπλη‐ ρώσεσιν ἤτοι ἀποθέσεσιν. | |
110 | Ὅτι ἡ Σαλμωνὶς ἑῴα ἐστὶν ἄκρα τῆς Κρήτης, ὥσπερ αὖ πάλιν δυτικὸν ἄκρον αὐτῆς τὸ τοῦ Κριοῦ μέτωπον· περὶ τοῦτο τὸ τῆς Σαλμωνίδος, ὡς αὐτός φησι, κάρηνον, ἤτοι ἀκρωτήριον, ἀναπέπταται τὸ Κρη‐ | |
5 | τικὸν πέλαγος, μᾶλλον δὲ ἄχρι καὶ αὐτοῦ περαίνεται τὸ εἴτε Σικελικὸν εἴτε καὶ Κρητικὸν, καθὰ πρὸ μικροῦ εἴρηται, πέλαγος· οὗ καθεξῆς ἡ Φαρία θάλασσα, μεθ’ ἣν ἡ Σιδωνία· καὶ ἐπὶ ταύτῃ τελευταῖος ὁ περὶ Κύπρον κόλπος, ἤγουν ὁ Ἰσσικός. Περὶ ὧν καὶ μετ’ ὀλίγα | |
10 | λελέξεται. | |
112 | Ὅτι τὸ φρίσσειν κυρίως ἐπὶ θαλάσσης λέγεται. Φησὶν οὖν ὅτι φρίσσουσιν ἥ τε Φαρία καὶ ἡ Σιδωνία θάλασσα, ἐλαυνόμεναι πνοαῖς Ἰσμαρικοῦ βορρᾶ ὀρθὸν φυσιόωντος, ἐπεὶ κατ’ ἐναντία κεῖνται τοῦ βορρᾶ. | |
5 | Εἶπε δὲ τὸ φρίσσουσιν ἀντὶ τοῦ ὀρθοῦνται, καὶ εἰς ὕψος αἴρονται τοῖς κύμασιν. Ἐντεῦθεν δὲ καὶ ἡ φρίξ, ὡς καὶ ὁ Ποιητής· «μελαίνη φρικὶ καλυφθείς,» ἤτοι τῇ ἐπαναστάσει τοῦ κύματος. Ὅτι δὲ θαλασσία λέ‐ ξις τὸ φρίσσειν, ἐν τοῖς τοῦ Ὁμήρου κάλλιον γέγρα‐ | |
10 | πται. Τὸν δὲ βορρᾶν Ἰσμαρικὸν εἶπεν ἀντὶ τοῦ Θρᾳ‐ κικὸν, ἀπὸ Ἰσμάρου πόλεως Θρᾴκης. Ἰστέον δὲ ὅτι τὴν Φαρίαν ταύτην θάλασσαν, ἥτις μετὰ τὸ Κρητι‐ κόν ἐστιν, ὡς εἴρηται, πέλαγος, καὶ Παρθένιον κόλπον ἐκάλουν οἱ παλαιοί· καὶ ὅτι ὥσπερ Σιδωνία καὶ Ἰσσι‐ | |
15 | κὸς ἀπὸ Ἰσσοῦ πόλεως καὶ Σιδῶνος, οὕτω καὶ Φαρία διὰ τὴν Ἀλεξανδρινὴν Φάρον, ἥτις ἐστὶ νῆσος ἐν δεξιᾷ κειμένη Ἀλεξανδρείας, πύργον ἀνέχουσα μέγι‐ στον, ἐκπυρσεύοντα τοῖς καταπλέουσι. Περὶ δὲ ταύ‐ της τῆς Φάρου εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσ‐ | |
20 | σειαν, ῥηθήσεται δὲ καὶ ὅτε τῷ λόγῳ εἰς Ἀλεξάνδρειαν ἔλθωμεν. | |
117 | Ὅτι ὁ Διονύσιος τὴν Σιδῶνα κλίνων ἀκολού‐ θως Ὁμήρῳ ἐν τῷ «Σιδωνία θάλασσα», ἐκτείνει μὲν τὸ τῆς ἀρχούσης δίχρονον, συστέλλει δὲ τὸ ο τὸ μετὰ τὴν ἄρχουσαν. Ὁμοίως καὶ ἐν τοῖς ἑξῆς, «Βύβλον τ’ | |
5 | ἀγχίαλον καὶ Σιδόνα ἀνθεμόεσσαν.» Οἱ δὲ ὕστερον τὰς ὅλας πλαγίας τῆς Σιδῶνος τῷ ω μεγάλῳ παραλη‐ γομένας ἐκφέρουσιν. | |
119 | Ὅτι ἡ περὶ τὴν Παμφυλίαν χώραν θάλασσα, περὶ ἣν ἡ Κύπρος, οὐ μόνον Παμφύλιος κόλπος λέγε‐ ται κατὰ ἐθνικὴν [ἢ] τοπικὴν κλῆσιν, ἀπὸ τοῦ τῶν Παμφύλων ἔθνους, ἀλλὰ καὶ Ἰσσικὸς ἀπὸ Ἰσσοῦ πό‐ | |
5 | λεως κειμένης μεταξὺ Συρίας καὶ Κιλικίας. Φησὶ γοῦν καὶ ὁ Διονύσιος, ὅτι ὁ Ἰσσικὸς κόλπος ἕλκεται ἐπὶ βορρᾶν Ἰσσοῦ ἄχρι πόλεως, Κιλίκων χώραν πα‐ | |
ραμείβων. Ταύτην δὲ τὴν πόλιν Ἀλέξανδρος ὀνομαστὴν ποιήσας, ὡς τὸν Δαρεῖον ἐκεῖ νικήσας, ἐκάλεσε Νικό‐ | 237 | |
10 | πολιν. Οὗτος ὁ κόλπος, ὡς ὁ Διονύσιος λέγει, ἄγχι τῆς τῶν Κιλίκων γῆς ἐλθὼν εὐθύτερος, κατὰ ἰσοδρο‐ μίαν τινὰ, κἀκεῖ ἀποπαυσάμενος, ἐκεῖθεν ὡς ἐν ὕ‐ σπληγγι δνοφερῇ, τουτέστιν ὡς ἐν καμπτῆρι, στρεπτὴν ἐπὶ ζέφυρον ἐπερεύγεται ἅλμην, ἠρέμα ἐπὶ δύσιν κάμ‐ | |
15 | πτων καὶ στρεφόμενος καὶ ἀφορῶν εἰς τὸν ζέφυρον. Σημείωσαι δὲ ὅτι ὕσπληγξ οὐ μόνον, ὡς ἐνταῦθα, ἐπὶ καμπτῆρος λέγεται, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ ἀφετηρίας, ὃ ἔστι καγκέλου. Ὀνομάζεται δὲ οὕτω καὶ ἡ ὑστρι‐ χὶς, οὐ τὸ ζῶον, ἀλλὰ τὸ πληκτικὸν ὄργανον, λεγό‐ | |
20 | μενον οὕτω διὰ τὸ ἐκ τριχῶν ὑείων εἰς πληγὴν συγ‐ κροτεῖσθαι. Δέρμα γὰρ ὑὸς στενὸν καὶ ἐπίμηκες ἀπο‐ τεμόμενοί τινες αὐταῖς θριξὶ καὶ τοῦ μήκους τῶν τριχῶν κείραντες, ὡς ἂν ἔχοιεν αὗται οὕτω κεντεῖν σταθηρότερον, ἔτυπτον τοὺς μαστιγίας, καὶ ἐκαλεῖτο | |
25 | ὕσπληγξ τὸ τοιοῦτο τῆς μάστιγος ἐργαλεῖον. Καὶ ἄλλως δὲ ἡ τοιαύτη ὕσπληξ πλέγμα ἦν ἀπὸ ὑείων τριχῶν. Ἰστέον δὲ ὅτι παρὰ Θεοκρίτῳ ἡ ὕσπληγξ εἴρηται καὶ ἐπὶ παγίδος ὀρνέου τεθειμένη, διὰ τὸ συγ‐ κεκροτῆσθαι ὡς εἰκὸς ἀπὸ ὑστριχίδος πλέγματος. | |
30 | Ἰστέον δὲ καὶ ὅτι πρώτως μὲν ὑστριχὶς ἐλέχθη τὸ τῆς πληγῆς ὄργανον, ὁποῖον καὶ ἦν, ἐκεῖθεν δὲ καὶ ὁ καμπτὴρ τοῦ ἀγῶνος ὕσπληγξ ὠνόμασται, διὰ τὸ τοὺς ἵππους ἐκεῖ προσεκτικώτερον νύσσεσθαι καὶ πλήσσε‐ σθαι· ὅθεν καὶ νύσσα ὁ τοιοῦτος τόπος λέγεται. Ἐπεὶ | |
35 | δὲ καὶ ἐκ πρώτου δρόμου οἱ ἵπποι ταῦτα πάσχουσι, διὰ τοῦτο καὶ ἡ ἀφετηρία ὕσπληγξ, ἔτι δὲ καὶ νύσσα ἐλέγετο. | |
123 | Ὅτι εἰ καὶ εὐτελῶς καὶ μικροπρεπῶς, ὅμως, ὡς ἐξὸν ἦν ἐν παραβολῇ, δράκοντι τὸν τοσοῦτον Ἰσσι‐ κὸν εἰκάζει κόλπον, λέγων ὅτι ἐκεῖνος ἐν ἁλὶ κόλπος ἑλίσσεται, ὡς δράκων βλοσυρωπὸς ἑλίσσεται ἀγκύλος | |
5 | ἕρπων, νωθὴς, ὑφ’ ᾧ πᾶσα βαρύνεται ὄρεος ἄκρα ἐρ‐ χομένῳ. Τοῦτο δὲ λέγει, διὰ τὸ καὶ τὸν Ἰσσικὸν κόλπον ἔνθα καὶ ἔνθα βαρυνόμενον ταῖς προχοαῖς ἑλίσ‐ σεσθαι, δυσπόρευτον κεχυμένον καὶ πολὺ τὸ κεκλα‐ σμένον καὶ κατὰ τοὺς ὄφεις καμπύλον ἔχοντα. Ση‐ | |
10 | μείωσαι οὖν ὅτι διὰ μόνας τὰς καμπὰς τοῦ Ἰσσικοῦ ἡ τοῦ ὄφεως εἴληπται παραβολή, καὶ διὰ τοῦτο ἔχει ἀσφαλῶς. Ἄλλως γὰρ πολὺ ἔχει τὸ ταπεινὸν, εἰ ὁ τοσοῦτος κόλπος ὁλκῷ παραβέβληται ὄφεως. Δρά‐ | |
κοντι μὲν γὰρ προσαρμόσαι παραβολὴν ἐκ πελάγους | 238 | |
15 | ὑψοποιόν ἐστι, πέλαγος δὲ τηλικοῦτον παραβαλεῖν ἁπλῶς δράκοντι, καταβάλλει τὸ τοῦ κόλπου μέγεθος. Ὅρα δὲ ὅτι φανερῶς ἐνταῦθα τὸ βλοσυρωπός δι’ ἑνὸς ς ἐκφέρεται, δηλοῦν τὸ ἄγριον καὶ ὑποσεσυρμένον τοῦ βλέμματος. | |
126 | Ὅτι ὥσπερ τὸ α ποτὲ μὲν στερεῖ, ποτὲ δὲ ἐπιτείνει, οὕτω τὸ νη. Τὸ μὲν γὰρ νηλεής ἐλέου δηλοῖ στέρησιν, τὸ δὲ νήχυτος κόλπος δαψίλειαν χύ‐ ματος. | |
129 | Ὅτι ὁ Ἰσσικὸς κόλπος ὁ κατὰ Κύπρον, ὡς εἴρηται, διὰ τῆς γῆς τῶν Παμφυλίων ἔρχεται, διὸ καὶ Παμφύλιος λέγεται. Διήκει δὲ καὶ μέχρι τῶν Χελιδονίων νήσων, περὶ ὧν μετὰ ταῦτα εἰρήσεται· | |
5 | ἔχει δὲ τελευταῖον σῆμα πρὸς ζέφυρον τὴν τῶν Πατά‐ ρων ἄκραν, ἥτις διορίζει Λυκίαν τε καὶ Καρίαν. Σῆμα δὲ τὸ σημεῖον ἤτοι τὸ πέρας λέγει κατὰ λόγον φιλόσοφον· τὸ γὰρ σημεῖον τουτέστιν ἡ στιγμὴ, πέ‐ ρας ἐστὶ γραμμῆς, ὡς καὶ ἐνταῦθα τῆς περιόδου τοῦ | |
10 | πελάγους τούτου δυτικὸν σῆμά ἐστι τὰ Πάταρα. Ἰστέον δὲ ὅτι Πάταρα καλεῖται ὁ ῥηθεὶς τόπος, ἢ ἀπὸ Πατάρου υἱοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάν‐ θου, ἢ ἀπὸ τῆς πατάρας, ὃ δηλοῖ Ἑλληνιστὶ τὴν κίστην, ἤτοι τὴν κιβωτόν. Φασὶ γὰρ ὅτι πατάραν | |
15 | ἀθύρματα τῷ Ἀπόλλωνι περιέχουσαν, πέμματά τινα ἐν σχήματι λύρας καὶ τόξου καὶ βελῶν, ἄνεμος ἁρπά‐ σας ἀπό τινος παιδίσκης καὶ ὑπολαβὼν εἰς θάλασσαν ἔβαλε τὴν Λυκιακὴν, καὶ τῇ ἐκεῖ χερρονήσῳ προσή‐ γαγεν· ὅθεν καὶ ἡ χερρόνησος ἱερά τε ἀνεῖται τῷ | |
20 | Ἀπόλλωνι, καὶ τὴν κλῆσιν ἀπὸ τῆς τοιαύτης πατάρας, ἤτοι κιβωτοῦ, ἐκέρδανε. Κρατεῖ δὲ περὶ τούτου καὶ τοιαύτη τις ἱστορία· Πάταρος καὶ Ξάνθος λῃσταὶ, παῖδες Λαπαιῶνος, βίον ἐκ τοῦ πειρατεύειν ἀπο‐ χρῶντα πορισάμενοι κατέλυσαν τὴν τοῦ λῃστεύειν | |
25 | πλάνην, καὶ τῇ Λυκίων γῇ προσσχόντες ᾤκησαν βε‐ βαίως ἐκεῖ. Καὶ ἀπὸ μὲν τοῦ πρεσβυτέρου Ξάνθου ποταμὸς ἐκεῖ Ξάνθος ἐκλήθη καὶ πόλις ὁμώνυμος, ἀπὸ δὲ τοῦ λοιποῦ ἐκλήθη τὰ Πάταρα. | |
132 | Ὅτι αἱ Σποράδες νῆσοι περὶ τὸ Αἰγαῖον κεῖν‐ ται πέλαγος, ᾧ οὐδεὶς ἕτερός, φησι, κόλπος ὑψόθι μορ‐ μύρων ἐναλίγκια κύματ’ ὀφέλλει. Αἴτιον δὲ τούτου | |
φασὶ τὸ πλῆθος τῶν αὐτόθι νήσων, αἷς προσρήσσοντα | 239 | |
5 | συχνὰ τὰ κύματα ἐπαναστρέφει, καὶ τῇ συνδρομῇ βιαιότερον κορυφούμενα πολὺν ἐγείρει τὸν κλύδωνα. Διὸ καὶ ὁ Διονύσιός φησιν «ἔνθα κῦμα ῥησσόμενον νή‐ σοις περιβρέμεται Σποράδεσι·» περὶ ὧν ἐρεῖ ἐν τοῖς ἑξῆς. | |
10 | Ἰστέον δὲ ὅτι οὐ μόνον πέλαγος Αἰγαῖον, ἀλλὰ καὶ πεδίον τι περὶ τὴν Φωκίδα γῆν ἱστορεῖται καλούμενον Αἰγαῖον ἐκεῖνο παρὰ τὸν ἐκεῖ ῥέοντα Αἰγᾶν ποταμόν. | |
135 | Ὅτι ὁ τοῦ Αἰγαίου πόντου πλατὺς πόρος ἀπὸ Πατάρων ἀρχόμενος εἰς Τένεδον καὶ Ἴμβρον περαίνε‐ ται. Ἐκεῖθεν δὲ στενὸς ἔρχεται αὐλὼν συρόμενος πρὸς βορρᾶν ἕως εἰς τὴν καθ’ ἡμᾶς ταύτην τὴν πρὸ | |
5 | τοῦ πόντου τοῦ Εὐξείνου· ἀφ’ οὗ καὶ ὀνομάζεται Προ‐ ποντίς. Καλῶς δὲ εἶπε τὸ αὐλὼν στενός, ὡς πρὸς διαστολὴν τοῦ Αἰγαίου πλατυτάτου ὄντος. Στενὴ γάρ ἐστι καὶ οἱονεὶ αὐλωνοειδὴς ἔκτασις ὁ Ἑλλήσπον‐ τος. Δεῖ δὲ εἰδέναι ὅτι ἡ Προποντὶς καὶ στόμα ἁπλῶς | |
10 | λέγεται, καὶ μετὰ προσθήκης δὲ στόμα πόντου, δηλαδὴ τοῦ Εὐξείνου, ὃς καὶ κατ’ ἐξοχὴν Πόντος λέγεται, ὡς μετ’ ὀλίγον εἰρήσεται. Αἰγαῖον δὲ πέλαγος, ὥς τισι δοκεῖ, λέγεται παρὰ τὰς ἐν Εὐβοίᾳ Αἰγὰς, τόπον οὕτω καλούμενον, ἔνθα τοὺς τοῦ Ποσειδῶνος ἵππους ἀνα‐ | |
15 | παύει ὁ Ποιητής. Οἱ δὲ παρὰ τὸν Αἰγαίωνα τὸν Ὁμηρικὸν, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. | |
138 | Ὅτι καὶ ἐνταῦθα ἰσθμόν τινα πλατὺν ἱστορεῖ περιεχόμενον ὑπό τε τῆς Προποντίδος καὶ τοῦ Αἰγαίου πελάγους, ὃς ἑῷος μὲν κείμενος πρὸς νότον δὲ καθελ‐ κόμενος ἄσπετα φῦλα τῆς Ἀσιάδος γῆς ἀγκαλίζεται, | |
5 | ἐν οἷς εἰσι καὶ Αἰολεῖς καὶ Ἴωνες. Ὅτι τὴν ὑπέρ πρόθεσιν καὶ ἐνταῦθα ἐπὶ τῶν νο‐ τίων τίθησιν, εἰπών «τῆς δ’ ὕπερ ἄσπετα φῦλα τιταί‐ νεται πρὸς νότον.» Καὶ ἡ αἰτία προείρηται. | |
140 | Ὅτι μετὰ τὴν Προποντίδα τὸ τοῦ Θρᾳκικοῦ Βοσπόρου στόμα ἐστιν, ἤγουν ὁ Θρᾳκικὸς Βόσπορος, ὁ καὶ Μύσιος, ὃν ζεύξας ὁ Δαρεῖος περί που τὸ Ἱερὸν στόμα εἰς Θρᾴκην διέβη, μεθ’ ὃ καὶ εἰς Σκύθας ἐπέ‐ | |
5 | ρασε, γεφυρώσας καὶ τὸν Ἴστρον. Τὸν δὲ Θρᾳκικὸν τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ Χαλκη‐ δόνα καὶ Βυζάντιον στενά. Φησὶ γοῦν περί τινος ὁ Ἀρριανός, ὅτι «ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας τὸν Βόσπορον·» καὶ τὰ ἑξῆς. Οἱ δὲ | |
10 | μάλιστα τὰ ἄνω που τοῦ καλουμένου Ἀνάπλου. Τοῦ‐ τον δὲ τὸν Βόσπορον ἐνήξατο, φησὶ, ποτὲ ἡ Ἰὼ βου‐ | |
λαῖς Ἥρας δάμαλις οὖσα. Διὸ καὶ Βόσπορος λέγεται, οἱονεὶ βοὸς πόρος τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· «Πορθμὸς ὁ κατὰ Χαλκηδόνα | 240 | |
15 | καὶ Βυζάντιον, ὅ ποτε Μύσιος, διότι Μυσοὶ ἀντιπέραν ᾤκουν ποτὲ τῆς Θρᾴκης· ὕστερον δὲ Βόσπορος, ἐπὶ τῇ συμφορᾷ τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν Ἥρας οἰστρηθεῖ‐ σαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι καὶ ταύτῃ δια‐ περαιώσασθαι οἱ μῦθοι ἐποίησαν.» Λέγει δὲ ὁ αὐτὸς | |
20 | καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦ‐ τος Βόσπορος, ἀλλ’ ἀπό τινος ἑτέρας ὠνόμασται, ἥτις, φησὶ, Φρυγῶν ἐπικειμένων, ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν, καὶ περαιοῦται ἀβλαβῶς τὸν κατὰ Χαλκηδόνα καὶ Βυζάντιον Βόσπορον· καὶ οὕτω καθη‐ | |
25 | γεμὼν ἐκείνοις γίνεται κατά τινα θεοφορίαν (ἤγουν μαντείαν), ἥτις διεκελεύετο βοῦν ἡγεμόνα καταστῆσαι τῆς ὁδοῦ. Ὃ καὶ ποιήσαντες ἐκεῖνοι διεπεραιώσαντο ἀσφαλῶς· καὶ μνῆμα, φησὶ, τοῦ πόρου τούτου ἕστηκε βοῦς χαλκῆ, ὑστέρῳ ποτὲ χρόνῳ ὑπὸ Χαλκηδονίων | |
30 | ἱδρυθεῖσα· καὶ τάχα ἐκ ταύτης καί τις ἐκεῖ τόπος κα‐ λεῖται Δάμαλις ἕως καὶ νῦν. Θρᾴκιος δὲ ὁ Βόσπορος καλεῖται ἀπὸ τῶν πρὸς δύσιν αὐτοῦ οἰκούντων Θρᾳ‐ κῶν, ὥσπερ ἀπὸ τῶν ἀντιπέραν ποτὲ Μυσῶν ἐκλήθη, ὡς εἴρηται Μύσιος. | |
142 | Ὁ δὲ Διονύσιος περὶ τούτου λέγει καὶ ὅτι στε‐ νώτατος δὴ ἐκεῖνος ἁπάντων ἐστὶ πορθμὸς τῶν ἄλλων, οἱ θαλάσσης εἰσὶ πολυκλύστου. Τετραστάδιον γάρ τοι τοῦ τοιούτου Βυζαντικοῦ στόματος εἶναί φασι, καθὰ | |
5 | καὶ Ἡρόδοτος ἱστορεῖ. Λέγει δὲ καὶ ὁ Γεωγράφος, ὅτι τὸ Βυζαντικὸν στόμα Θρᾴκιον Βόσπορον καλοῦσιν, ἔστι δὲ τετραστάδιον. Τοῦ μέντοι Ἑλλησπόντου τὸ στε‐ νότατον ἑπταστάδιόν ἐστι, περί που τὴν Θρᾳκίαν χεῤῥόνησον κατὰ Σηστόν· ἑπταστάδιον δὲ κατὰ τὸν | |
10 | Γεωγράφον ὁμοίως καὶ τὸ τοῦ Σικελικοῦ πορθμοῦ στε‐ νώτατον. Σημειωτέον δὲ ὅτι ἐκκέκοπται κατά τινα διαφορὰν τοπικὴν ὁ Θρᾴκιος Βόσπορος τῆς Προποντί‐ δος, καὶ ἔστι βορειότερος μὲν αὐτὸς, νοτιωτέρα δὲ ἡ Προποντίς. Ἱστέον δὲ καὶ ὅτι ἀκριβέστερόν φασιν οἱ | |
15 | λέγοντες ὑπὲρ Χαλκηδόνα εἶναι τὸ στόμα τοῦ Πόντου, ἔνθα καὶ τὸ μάλιστα στενὸν, καὶ οὗ ἐγγὺς κατὰ τὸν Διονύσιον αἱ Κυάνεαι πέτραι, καὶ ὅθεν, ὡς αὐτός φησιν, οἰγόμενος παραπέπταται ὁ Πόντος. Δεῖ δὲ σκοπῆσαι | |
εἴτε τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα εἰς ἕν τι | 241 | |
20 | συναλειπτέον, ἢ μᾶλλον μετὰ τὸν πλατὺν Αἰγαῖον τρία ταῦτα βορειότερα ῥητέον· πρῶτον μὲν τὸν στενὸν αὐ‐ λῶνα τοῦ Ἑλλησπόντου· μετὰ δὲ τὴν Προποντίδα· εἶτα βορειότερον τὸ στόμα τοῦ Πόντου. Ἔχει γὰρ ἀμ‐ φιβόλως ταῦτα διὰ τοὺς παλαιοὺς, ὧν οἱ μὲν μόνα τὰ | |
25 | κατὰ Σηστὸν καὶ Ἄβυδον Ἑλλήσποντον εἶπον, οἱ δὲ καὶ ὅλην τὴν Προποντίδα, οἱ δὲ μέρος τι αὐτῆς τὸ ἐντὸς Περίνθου ἤτοι Ἡρακλείας, τῷ Ἑλλησπόντῳ ἀπένει‐ μαν. Οἱ δὲ καί τι τοῦ Αἰγαίου πελάγους τῷ Ἑλλησπόντῳ προσέθεντο· καθά που τάχα καὶ Ὅμηρος, ὅπερ καὶ | |
30 | πλατὺν ἐκεῖνος λέγει Ἑλλήσποντον. Τούτοις δὲ μὴ φαινόμενος ἀκολουθεῖν ὁ Διονύσιος εἰς τρία διαιρεῖ τὸ μεταξὺ Αἰγαίου καὶ Εὐξείνου ὕδωρ, εἴς τε τὸν Ἑλλη‐ σπόντιον στενὸν αὐλῶνα τὸν ἕως Προποντίδος, καὶ ἀνωτέρω εἰς αὐτὴν τὴν Προποντίδα, καὶ εἰς τὸν μετ’ | |
35 | αὐτὴν Θρᾴκιον Βόσπορον. Οὕτω δὲ νοεῖ καὶ Ἡρόδοτος λέγων τὸν μὲν Βόσπορον τείνειν εἰς τὴν Προποντίδα, αὐτὴν δὲ καταδιδόναι εἰς τὸν Ἑλλήσποντον· μεθ’ ὃν τὸ χάσμα τοῦ Αἰγαίου πελάγους. Ὅρα δὲ καὶ ὅτι καλῶς προσέθηκεν ὁ Διονύσιος ἀνωτέρω ἐπὶ τῶν πορθμῶν τὸ | |
40 | «οἳ θαλάσσης εἰσί», διὰ τοὺς ἴσως νομίζοντας δύνασθαι πορθμοὺς λέγεσθαι καὶ τοὺς ποταμούς. Κατὰ γὰρ τὴν συνήθη χρῆσιν οὔτι πω πορθμὸς καὶ ὁ ποταμὸς, καὶ ταῦτα στενὸς ὢν πόρος μεταξὺ δύο γαιῶν· ἀλλ’ αὐτὸς μὲν κεκλήρωται τὸ ποταμὸς λέγεσθαι, ὁ δὲ πορθμὸς | |
45 | ὁρίζεται θαλάσσης εἶναι πόρος στενὸς, ἑκατέρωθεν γῇ μεσολαβούμενος. Ἰστέον δὲ ὅτι ἐστὶ καὶ Κιμμέριος Βόσπορος ὁ περὶ Χερσῶνα, ὁ καὶ Μαιωτικὸς, οὗ τὸ στενότατον εἴκοσι στάδια ἢ καὶ ὀλίγον τι πλέον. Λέ‐ γεται δὲ Βόσπορος μὲν διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐκεῖ‐ | |
142(50) | νος, ἐκ τῆς Ἰοῦς τῆς βοὸς, Κιμμέριος δὲ διὰ τὸ πα‐ ροικοῦν ὁμώνυμον ἔθνος, οὗ πολὺς λόγος, ὡς τὴν Ἀσίαν ἦν ὅτε καταδραμόντος ἕως καὶ εἰς αὐτὴν Βιθυνίαν. Ἔστι δὲ καὶ Βόσπορος Ἰνδικός. Καὶ ὁ περὶ τὸ Βυζάν‐ τιον δὲ λιμὴν οὕτως ὕστερον ἐκλήθη κατὰ παραγραμ‐ | |
55 | ματισμὸν ἢ μᾶλλον κατὰ τὴν παρὰ τοῖς ῥήτορσι λε‐ γομένην παραφθορὰν, Φωσφόριον ὀφείλων καλεῖσθαι, ὥς φασιν οἱ παλαιοί. Φιλίππου γὰρ ἐν πολιορκίᾳ διο‐ ρύξαντος εἴσοδον κρυπτὴν, ὅθεν οἱ ὀρύσσοντες ἔμελλον ἀφανῶς ἐξαναδῦναι τοῦ ὀρύγματος, ἡ Ἑκάτη φωσφόρος | 242 |
60 | οὖσα δᾷδας ἐκεῖθεν ἔφηνε τοῖς πολίταις. Καὶ τὴν πο‐ λιορκίαν οὕτω φυγόντες Φωσφόριον οἱ ἐγχώριοι τὸν τόπον ἐκάλεσαν. | |
144 | Ὅτι περὶ τὸν Θρᾴκιον Βόσπορον αἱ Κυάνεαι πέτραι εἰσὶ, κατὰ κυριωνυμίαν οὕτω καλούμεναι· ἐξ ὧν ἀνοιγόμενος ὁ Εὔξεινος παραπέπταται πολὺς ὢν καὶ πολὺν ἐπ’ ἀνατολῆς μυχὸν ἕρπων. Καὶ ὅρα τὸ | |
5 | ἀνοιγόμενος· προσφυῶς γὰρ εἴρηται ὡς πρὸς τὸ στόμα τοῦ Πόντου. Τὰς δὲ πέτρας ταύτας καὶ ἀναιδέας λέγει Ὁμηρικῷ ζήλῳ, ὡς εἴπερ ἔμψυχοι ἦσαν, ἐξ Ὁμήρου λαβὼν τὸ ἐπίθετον. Καὶ μῦθον εἶναι φησὶ, πλαζομένας ποτὲ αὐτὰς, ἤτοι κινομένας ἀτάκτως, καναχηδὸν ἐπ’ | |
10 | ἀλλήλαις φέρεσθαι· εἰ καὶ ὕστερον, ἐπειδὴ ἡ Ἀργὼ παρέπλευσεν αὐτὰς, ἔστησαν ἐφ’ ἑνός. Φησὶ δὲ ὁ Γεωγράφος αὐτὰς ἐκεῖ που ἔσω τοῦ Πόντου εἶναι δύο νησίδια, τὰ μὲν τῇ Εὐρώπῃ προσεχὲς, τὸ δὲ τῇ Ἀσίᾳ. Πίνδαρος δὲ διὰ τὴν μυθικὴν κίνησιν καὶ ζῆν ταύτας | |
15 | τὰς πέτρας τολμᾷ λέγειν, καὶ ἐπιμένων τῇ σκληρᾷ ταύτῃ τροπῇ, τεθνάναι φησὶν αὐτάς, ὁπηνίκα διεξέδυ αὐτῶν ἡ Ἀργώ. Γέγραπται δὲ περὶ τούτων καὶ ἐν τῇ Ὀδυσσείᾳ, ἐν τῷ περὶ Πλαγκτῶν λόγῳ. Τὸ μέντοι πλαζομένας, ὅπερ ὁ Διονύσιος ἐνταῦθά φησι, δίδωσι | |
20 | νοεῖν ὅτι δύνανται καὶ αὗται κατὰ τὰς Ὁμηρικὰς Πλαγκταὶ λέγεσθαι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ, λέ‐ γων ὅτι Πλαγκτὰς προτέρον οἱ Ἕλληνες ἔλεγον εἶναι αὐτάς· εἰ καὶ ἐκληρώσαντο ἰδίως τὸ τοιοῦτον ὄνομα αἱ παρ’ Ὁμήρῳ Σικελικαὶ Πλαγκταί. | |
146 | Ὅτι τὸν Εὔξεινον, ἄπλουν τε ὄντα καὶ Ἄξεινον θάλασσάν ποτε καλούμενον, Εὔξεινον οἱ ὕστερον κατὰ σχῆμα εὐφημισμοῦ μετεκάλεσαν. Ἄξεινος δὲ ἐλέγετο (ταὐτὸν δὲ εἰπεῖν ἀπόξεινος κατὰ τὸν Σοφοκλῆν) ἢ διὰ | |
5 | τὸ μὴ ἔχειν νήσων καταγωγὰς, ἢ διὰ τοὺς περιοικοῦντας Σκύθας, ἀνεπιμίκτους βαρβάρους, οἳ καὶ ἐξενοθύτουν καὶ ἐσαρκοφάγουν, καὶ ἀνθρώπων κρανίοις ἐχρῶντο ἐκπώμασιν. Ἕτεροι δέ φασιν Ἡρακλέα κεκαθαρκέναι τὰ τῇδε, καὶ εἰς Εὔξεινον μετασκευάσαι τὸν ἄξεινον. | |
10 | Ἄλλοι δὲ εἰς Ἴωνας ἀνάγουσι τὸ τοιοῦτον ἀρίστευμα, οἳ πόλεις πολλὰς ἐν τῇ παραλίᾳ ᾤκισαν. | |
147 | Ἰστέον δὲ ὅτι τοῖς παλαιοῖς ὁ Εὔξεινος πόντος μέγιστος τῶν καθ’ ἡμᾶς δι’ ἀπειρίαν ἐδόκει, καὶ οἱ πλέοντες ἐκεῖ ἐκτοπίζειν ἐνομίζοντο, καθὰ καὶ οἱ ἔξω | |
Στηλῶν, καὶ ἄλλος τις ὥσπερ ὠκεανὸς τοῖς τότε ὑπε‐ | 243 | |
5 | λαμβάνετο, καὶ τὸ εἰς αὐτὸν πλέειν ἐξωκεανίζειν ἐνο‐ μίζετο. Διὸ καθὰ προερρέθη καὶ κατ’ ἐξοχὴν ἰδίως Πόντος ἐλέγετο· καθὰ καὶ οὗτος ὁ ποιητὴς αὐτὸν καλεῖ ἐν τῷ «δεξιὰ Πόντου», καὶ «καλέουσι δὲ μητέρα Πόντου», καὶ «Πόντου τὸ μυρίον ὕδωρ». Διὰ δὲ τὸ κακόξενον καὶ | |
10 | δύσπλοον αὐτοῦ καὶ τὸ εἰς Πόντον ἀπελθεῖν ὅμοιον ἦν τῷ εἰς μέγα κακὸν, ὡς καὶ οἱ παλαιοί φασιν· ὅπερ μέχρι καὶ εἰς ἄρτι κρατεῖ. Καὶ τοῦτο δηλοῖ μὲν καὶ ὁ Γεω‐ γράφος, λέγει δὲ καὶ ὁ Δειπνοσοφιστὴς τὸ ἐκ πολλοῦ Πόντου ταὐτὸν εἶναι ὡς ἐὰν εἴπῃ τις ἐκ πολλοῦ ὀλέ‐ | |
15 | θρου. Ἡρόδοτος δὲ ἀξιοθέατον Πόντον τὸν Εὔξεινον λέγει καὶ πελαγέων ἁπάντων θαυμασιώτατον, ἱστορῶν καὶ τὸ μῆκος αὐτοῦ καὶ τὸ πλάτος πόσων σταδίων ἐστίν. | |
148 | Ὅτι αἱ τοῦ Εὐξείνου πόντου κέλευθοι λοξαὶ ἐπιτρέχουσιν ἀεὶ πρὸς βορέην τε καὶ ἀντολίην ὁρόωσαι, καὶ ὅτι περὶ αὐτὸν δύο κολῶναι, ἤτοι ἄκραι καὶ ἐξοχαὶ, ἔνθα καὶ ἔνθα, ἡ μὲν νοτιωτέρα ἡ Κάραμβις περὶ τὴν | |
5 | Παφλαγόνων γῆν, φυλάττουσα μέχρι καὶ νῦν τὴν ἀρ‐ χαιογονίαν τῆς κλήσεως, ἡ δὲ βορειοτέρα, ἥτις ἐστὶ τὸ τοῦ Κριοῦ μέτωπον τὸ ἤδη καὶ ἀνωτέρω ῥηθὲν, τὸ περί που τὰ Κιμμέρια. Αἱ δὲ δύο αὗται ἄκραι οὕτως ἀλλήλαις ἀντικείμεναι ὑψοῦ τε ἀνέχουσι καὶ ἐπὶ πολὺ | |
10 | τῆς θαλάσσης εἰσέχουσι, καὶ διέχουσι μὲν ἀλλήλων ὅσον ἂν ὁλκὰς πλοῦν ἐπὶ τρίτον ἦμαρ ἀνύσῃ, ὅμως δὲ ἄμφω συνιᾶσιν ἐναντίαι καθ’ ὁμοιότητά τινα καὶ αὐταὶ τῶν Πλαγκτῶν πετρῶν· ὡς ἐκ τούτου οἱονεὶ διθάλασσον τοῖς ἑκατέρωθεν πλέουσι δοκεῖν τὸν Εὔξεινον, κολουο‐ | |
15 | μένης ὡς ἔν τινι διατειχίσματι ταῖς δυσὶ ταύταις μα‐ κραῖς κολώναις τῆς ὁράσεως· ὥστε καὶ τοὺς ἐκ τῶν ἑῴων πρὸς τὰ ἑσπέρια πλέοντας καὶ τοὺς ἐκ τῆς ἑσπέ‐ ρας ἐπὶ τὰ ἑῷα δοκεῖν εἰς αὐτὰς συντελεῖσθαι τὴν θάλασσαν, οἷα μὴ διϊκνουμένης τῆς ὁράσεως αὐτοῖς | |
20 | ὑπερέκεινα, ὁπηνίκα δὲ περὶ τὸ μέσον τῶν ἀκρωτηρίων γένοιντο οὗτοί τε καὶ ἐκεῖνοι, τότε δὴ τὴν λοιπὴν αὐ‐ τοῖς διαφαίνεσθαι θάλασσαν, ὥσπερ ἑτέραν δευτέραν ὑπανοιχθεῖσαν, μὴ βλεπομένην προτοῦ. Διὰ γὰρ τὴν τῶν ἀκρωτηρίων τοιαύτην ἀντίθεσιν διαιρεῖσθαί πως ὁ | |
25 | Εὔξεινος τοῖς πόρρωθεν βλέπουσιν εἰς πελάγη δύο δο‐ κεῖ, τῷ ἑκατέρωθεν γινομένῳ σφιγγόμενος πορθμῷ, καὶ τούτῳ τῷ τρόπῳ φαίνεται διδύμη θάλασσα, καθά που λέγει ὁ Σοφοκλῆς. Καὶ ταῦτα μὲν οὕτως. Οἱ δὲ παλαιοὶ περὶ τούτων οὕτως φράζουσιν ἐπιτομώτερον | |
30 | καὶ γοργότερον· «Ὁ Ἑλλήσποντος ἐκδίδωσι πρὸς ἄρκτον εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Εὔξεινον, ὃς διθάλασσός ἐστι τρόπον τινά· κατὰ μέσον γὰρ ἄκραι δύο προπί‐ πτουσι, διέχουσαι ἀλλήλων περὶ δισχιλίους πεντακοσίους σταδίους, καὶ συνάγουσι τὸν μεταξὺ πόρον, καὶ ποιοῦσι | 244 |
35 | δύο πελάγη μεγάλα.» | |
152 | Ὅτι ὥσπερ Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια· οὕτω καὶ Εὐρώπη Εὐρώπεια. Καὶ τὴν Εἰδοθέαν δὲ Εἰδοθέειαν αὐτὸς μετ’ | |
5 | ὀλίγα ἐρεῖ. Ὁ δὲ σχηματισμὸς Ἰώνων ἴδιος. | |
157 | Ὅτι τὸν Εὔξεινον, οὗ λοξὰς ἔφθασεν εἰπὼν τὰς κελεύθους, τόξῳ ἀπεικάζει τεταμένῳ Σκυθικῷ. Σκυ‐ θικὰ δὲ τόξα τὰ ἐκ κεράτων συγκείμενα. Καὶ νευρᾶς μὲν εἶναι σημεῖα τίθησι τὰ τοῖς εἰσπλέουσι δεξιὰ τοῦ | |
5 | Πόντου, ἤτοι τὰ νότια, εὐθὺ διαγραφέντα, τουτέστι ταθέντα κατ’ εὐθεῖαν γραμμὴν, καὶ ὑπερβάντα τὴν Κάραμβιν, ἐκτὸς πεσοῦσαν τῆς γραμμῆς, πλὴν οὐ πρὸς νότον, ἀλλ’ εἰς βορέαν ὁρῶσαν· ἵνα μὴ σκολιὰ γένηται ἡ τοῦ τόξου νευρὰ, προσλογιζομένης καὶ τῆς καμπῆς | |
10 | τῆς Καράμβεως. Τὰ δὲ τοῦ Πόντου βόρεια τὰ τοῖς ἐκ τῆς Προποντίδος εἰσπλέουσι σκαιὰ, ἤγουν ἀριστερὰ, σχῆμα ἔχειν φησὶ τῶν τοῦ τόξου δύο κεράτων, διὰ τὸ καὶ αὐτὰ ὁμοίως τοῖς τοῦ τόξου κέρασιν ἐπὶ δισσὴν κυρτοῦσθαι στροφάλιγγα ἑκατέρωθεν τοῦ Μετώπου τοῦ | |
15 | κριοῦ. Ἰστέον δὲ ὅτι ὥσπερ ὁ Εὔξεινος πρὸς τόξον εἴ‐ κασται, οὕτω καὶ ἄλλοι τόποι πολλοὶ διαφόρως εἰκά‐ ζονται πρός τινας ὁμοιότητας. Οὕτω γὰρ τὴν Αἴγυπτον δελτωτὸν τρίγωνον ἡ ἱστορία φησίν. [Ἐντεῦθεν τὰ δύο κριοῦ ἐτυπώθησαν μέτωπα, τό τε Κρητικὸν καὶ τὸ | |
20 | Ποντικόν.] Οὕτω τὴν Ἀλεξάνδρειαν εἰκάζουσι χλαμύδι στρατιωτικῇ, τὴν Ἰταλίαν κισσῷ, τὴν Ἰβηρίαν βύρσῃ βοὸς, τὴν Νάξον ἀμπέλου φύλλῳ, τὴν τοῦ Πέλοπος πλατάνου πετάλῳ, τὴν Σαρδὼ ἴχνει ἀνθρώπου, τὴν Κύπρον δορᾷ προβάτου, τὴν Λιβύην τραπεζίῳ σχή‐ | |
25 | ματι, καὶ ἄλλα δὲ ἄλλως εἰκάζουσιν οἱ παλαιοί. Ση‐ μείωσαι δὲ ὅτι τὸ ἐοικέναι τόξῳ τὸν Εὔξεινον περιφράζων οὕτω φησί «τόρνῳ εἰδόμενον περιηγέος ἅμματι τόξου». Λέγει δὲ τόρνον μὲν τὸ τορνοειδές· ὥσπερ ὁ Λυκόφρων στρόβιλον τὸ στροβιλοειδές· ἅμμα δὲ τόξου τὸν σύν‐ | |
30 | δεσμον τοῦ Σκυθικοῦ τόξου· περιηγές δὲ τὸ περιηγμέ‐ νον ἤτοι καμπύλον, τοιοῦτο δὲ τὸ ἐντεταμένον τόξον, ἵνα λέγῃ ἐοικέναι τὸ τοῦ Εὐξείνου πέλαγος τόξῳ οὐ σκολιῷ, ἀλλὰ στρογγύλῳ γενομένῳ διὰ τὴν τάσιν τῆς νευρᾶς. Περιάγει γὰρ ἡ τάσις τὰ κέρατα εἰς καμπὴν, καὶ οὕτως | |
35 | ἀπὸ σκολιοῦ γίνεται περιφερὲς κατὰ τὰς ἁψῖδας τὸ τόξον. Ὅτε δὲ καὶ εἰς βολὴν ἐπιταθῇ, τότε κυκλοτερὲς τὸ τόξον γίνεται κατὰ τὸν Ποιητήν. Τὸ δὲ περιηγές καὶ ἐπὶ ἀγκίστρου λέγεται. | 245 |
163 | Ὅτι πρὸς βορρᾶν Εὐξείνου ἡ Μαιῶτις λίμνη, καὶ ὅτι Σκύθαι αὐτὴν ἀμφινέμονται καὶ εἰς αὐτὴν τερ‐ ματοῦνται. Φησὶν οὖν ὁ Ἡρόδοτος «Τάναϊν διαβάντι οὐκέτι Σκυθίη.» Ἔθνος δὲ καὶ οἱ Μαιῶται Σκυθικὸν, | |
5 | πολυανθρωπότατόν τε καὶ ἄλκιμον, ἄνδρες γεωργοὶ καὶ πολεμισταί. Τὴν δὲ τοιαύτην Μαιῶτιν μητέρα τοῦ Πόντου καλοῦσιν· ὅθεν καὶ τούτου τινές φασι λαχεῖν αὐτὴν τοῦ ὀνόματος· μαῖα γὰρ ἡ τροφός. Διὸ καὶ ὁ Περιηγητής φησιν «ἐξ αὐτῆς Πόντου τὸ μυρίον ἕλκεται | |
10 | ὕδωρ, ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, παρ’ ᾧ πολλοὶ Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.» Φασὶ δέ τινες καὶ μὴ πολὺ ἐλάττονα εἶναι τοῦ Πόντου τὴν αὐτοῦ μητέρα ταύτην τὴν Μαιώτιδα. Ἰστέον δὲ ὅτι καὶ Μαιῶτις λέγεται διὰ τοῦ ω παρὰ τοῖς παλαιοῖς, ὡς | |
15 | ἀπὸ τοῦ μαιῶ, μαιώσω, καὶ Μαιῆτις διὰ τοῦ η, ὡς ἀπὸ τοῦ μαῖα. Ταῦρον δὲ λέγει ὄρος ἄλλο παρὰ τὸν μετὰ ταῦτα ῥηθησόμενον ἑῷον Ταῦρον, ἢ βόρειόν τι τμῆμα ἐκείνου τοῦ Ταύρου, ὑφ’ ᾧ κεῖνται οἱ Κιμμέ‐ ριοι, τὸ Σκυθικὸν ἔθνος. Ἔνθα καὶ ἡ Ταυρικὴ χερρό‐ | |
20 | νησος, μεγάλη οὖσα, καὶ ὥς φασί τινες τῇ Πελοπον‐ νήσῳ ἐοικυῖα καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος, παρακειμένη δυσμικὴ τῷ στόματι τῆς Μαιώτιδος. Οἱ δὲ ἐνταῦθα Σκύθαι Ταυροσκύθαι λέγονται ἀπὸ τοῦ ἐκεῖ Ταύρου ὄρους, ὅπερ οἶδε καὶ Ἡρόδοτος, ἱστορῶν καὶ αὐτὸς ὄρη | |
25 | Ταυρικὰ, Σκυθικά. Περὶ δὲ Κιμμερίων ζήτει ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ ὑπὸ ψυχρῷ ποδὶ Ταύρου ἔχει τι ἀστεῖον καὶ αἰνιγματῶδες κατὰ τὴν ὁμωνυμίαν τῶν λέξεων. | |
170 | Ὅτι τὸ τῆς περιηγήσεως ἐνταῦθα χρήσιμον ἐκτιθέμενος λέγει· «Ἐρῶ σοι τὸ τῆς γῆς ἁπάσης εἶδος, ὄφρα καὶ οὐκ ἐσιδὼν ἔχοις εὔφραστον ὁπωπὴν (ἤγουν θεωρίαν), ἐκ δὲ τοῦδε γεραρός τε καὶ αἰδοιέστερος εἴης, | |
5 | τοῖς ἀγνοοῦσι τάδε πάντα περιηγούμενος»· ὡς εἶναι τὸ τῆς περιηγήσεως τέλος τὴν τοῦ μαθητοῦ γνῶσιν, εἶτα καὶ τὴν πρὸς ἄλλους ἀγνοοῦντας ἀπ’ αὐτοῦ διδασκα‐ λίαν, τούτων δὲ τέλος αὖθις τὴν ἐκ τῶν διδασκομένων τιμήν. | |
172 | Ὅρα δὲ τὸ αἰδοιέστερος, ποιητικώτερον ὂν καὶ τῷ μέτρῳ χρήσιμον. Κεῖται δὲ ἡ λέξις καὶ παρὰ Πινδάρῳ· ἐκεῖνος δὲ καὶ ἀφθονέστερον λέγει καὶ ἄλλα τοιαῦτα. | |
175 | Ὅτι τὸ τῆς Λιβύης εἶδος ἄλλοι μὲν εἰς ὀρθο‐ γώνιόν τι καταγράφουσι τρίγωνον, ὁ δὲ Διονύσιός φη‐ σιν αὐτὸ τραπεζίῳ ἐοικέναι, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἔχοντι τὴν ἄνω πλευρὰν ἐλάττονα τῆς | 246 |
5 | ὑποτεινούσης, ὡς ὑπόκειται· ἑῷα [Omitted graphic marker] ἑσπέρια Καὶ γὰρ τῆς Λιβύης στενοῦται μὲν ὀξυνόμενα τὰ πρὸς τοῖς Γαδείροις, τουτέστι τὰ ἑσπέρια, εὐρύνεται δὲ τὰ πρὸς ἕω καὶ Αἴγυπτον. Καὶ οὕτω μὲν οἱ τῶν | |
10 | παλαιῶν ἀκριβέστεροι, οἳ καὶ συντρέχουσι τῷ τοῦ Διονυσίου σκοπῷ, λέγοντος, ὅτι ἡ Λιβύη ἐς μυχὸν μὲν ὀξύνεται ὠκεανοῦ τὸν πρὸς τοῖς Γαδείροις, τὸν οὖρον δὲ αὐτῆς τὸν εὐρύτερον Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης· ἄλλοις δέ τισι δοκεῖ πλατεῖαν μὲν εἶναι | |
15 | ὑποτείνουσαν γραμμὴν τὴν βορείαν παραιγιαλῖτιν, ἀπ’ ἐναντίας δὲ αὐτῆς στενοτέραν ὑπερτείνουσαν, τὴν πρὸς τῇ Αἰθιοπίᾳ νοτίαν ὠκεανῖτιν πλευρὰν, ὡς εἶναι τὸ σχῆμα τοιοῦτον· ἑῷα [Omitted graphic marker] ἑσπέρια | |
20 | Οἷς οὐ πάνυ ἄν τις ἀρέσκοιτο, τῷ Διονυσίῳ προσέχειν θέλων καὶ τῇ φύσει τοῦ πράγματος. Φασὶ δὲ οἱ πα‐ λαιοὶ ὅτι τὸ τραπέζιον σχῆμα κατὰ μετρικὴν ἀνάγκην ἐνταῦθα ἔχει ἐν τῇ παραληγούσῃ τὸ δίχρονον· ἄλλως γὰρ διὰ διφθόγγου, φασὶν, ἐκφέρεται. Οὐ γὰρ ὑπο‐ | |
25 | κορίζεται ἀπὸ τῆς τραπέζης, ἀλλ’ ἀπὸ τοῦ τραπεζεύς γίνεται, ὡς τάχα τῶν πάλαι τραπεζέων τοιουτοσχή‐ μοσι χρωμένων τραπέζαις διὰ τὸ στερρὸν τῆς βάσεως. Λιβύη δὲ ἡ χώρα λέγεται, ἢ ἀπὸ γυναικὸς ὁμωνύμου, Λιβύης δηλαδὴ τῆς Ἐπάφου, ἢ διὰ τὸ τοῦ τόπου | |
30 | αὐχμηρὸν, κατὰ παραγραμματισμόν τινα, οἱονεὶ λι‐ φύη τις οὖσα, ὡς ἐλλιπὴς ὑετοῦ. Οἱ δὲ παρὰ τὸν ἄνεμον τὸν λίβα, ὡς ἐκεῖθεν πνέοντα. Ὅπερ δοκεῖν ἔοικε καὶ τῷ Διονυσίῳ, καθάπερ ἔστι τεκμήρασθαι ἀπὸ τῆς παρηχήσεως αὐτοῦ τῆς τοιαύτης «ἐς λίβα μὲν | |
35 | Λιβύην, ἐς δ’ αὐγὰς Ἀσίην.» Νικίας δέ τίς φησι τὰς τρεῖς ἠπείρους ἀπό τινων κληθῆναι ἀνδρῶν, Εὐρώπου, Ἀσίου καὶ Λίβυος, ὥσπερ καὶ ἄλλοι μυρίοι τόποι ἀπό | |
τινων προσώπων ἀξίων λόγου ἐκλήθησαν· οἷον ἀπὸ Περσέως ἡ Περσὶς, καὶ Κρήτη ἀπὸ Κρητὸς, καὶ | 247 | |
40 | Ἀφρικὴ ἀπὸ Ἄφρα τινὸς συνεκδημήσαντος τῷ Ἡρα‐ κλεῖ ἐπὶ τὰς Γηρυόνου βοῦς, καὶ ἄλλοι ἀπ’ ἄλλων. Σημειωτέον δὲ ὅτι καὶ μέρος τι τῆς Λιβύης τῆς χώρας ἐστὶν ἰδίως οὕτω καλούμενον Λιβύη· παρὰ γοῦν τοῖς παλαιοῖς εὑρίσκομεν τὸ «ἀμφοτέρας Λιβύας·» τοῦτο δὲ | |
45 | τάχα ἐμφαίνει καὶ τριχῶς τὴν Λιβύην λέγεσθαι, τήν τε ὅλην χώραν καὶ μέρος τι αὐτῆς εἰς δύο Λιβύας ὑπο‐ διαιρούμενον, ὥσπερ καὶ τὴν Ἀρμενίαν καὶ τὴν Καπ‐ παδοκίαν εἰς πολλὰς Καππαδοκίας καὶ Ἀρμενίας οἱ παλαιοὶ κατατέμνουσι. Τοιοῦτον δέ τι καὶ περὶ τῆς | |
175(50) | Ἀσίας ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ἐπὶ μέντοι τῆς Εὐ‐ ρώπης ἔμπαλιν γέγονεν· ἐκείνης γὰρ μέρος τι ἐξῃρέθη τοῦ λέγεσθαι Εὐρώπη, ὡς ἐν τοῖς περὶ Εὐρώπης λεχ‐ θήσεται. Θηροτρόφον δὲ τὴν Λιβύην ἱστοροῦσι καὶ ἔρημον τὴν πολλήν. Ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν | |
55 | αὐτῇ οὐκ ἔστιν, ὡς οἱ παλαιοὶ λέγουσι. Δοκεῖ δὲ καὶ ἡ τοῦ τετρώρου χρῆσις ἐκεῖθεν εὑρεθῆναι. Φησὶν οὖν Ἡρόδοτος, ὅτι τέσσαρας ἵππους ζευγνύναι παρὰ Λιβύων Ἕλληνες ἔμαθον. Τοσοῦτον δὲ, φασὶν, ἡ Λιβύη ἀπολείπεται τοῦ τρίτον ἀκριβῶς εἶναι μέρος | |
60 | οἰκουμένης κατὰ τὴν εἰς τρία ἴσα τομὴν, ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξοι τῇ Ἀσίᾳ· πῶς ἂν οὖν εἴη τρίτον τῆς ὅλης οἰκουμένης, ἥτις οὐδὲ εἰς τεταρτημόριον προσλογίζεται; ὃ καὶ ὁ Διονύσιος ἐμφαίνει ἐν τῷ περὶ τῆς Ἀσίας λόγῳ. | |
65 | Ὅτι πρώτῃ ἐνταῦθα ἐπαναλήψει χρῆται ἐν τῷ «Λιβύη ἐς νότον ἔρπει, ἐς νότον ἀντολίην τε·» ἐπα‐ ναλαβὼν διὰ κάλλος καὶ διὰ σαφήνειαν καὶ δὶς εἰπὼν τὸ ἐς νότον. | |
179 | Ὅτι περὶ τὴν Ἀραβίαν ἡ γῆ τῶν ἑτέρων κελαι‐ νῶν Αἰθιόπων, ἤγουν τῶν ἀνατολικωτέρων, ἀντιδια‐ στελλομένων τοῖς ἑσπερίοις Αἰθίοψι. Καὶ γὰρ καθ’ Ὅμηρον οἱ μὲν δυσομένου Ὑπερίονός εἰσιν, οἱ δὲ | |
5 | ἀνιόντος· ὡς ἐν τοῖς εἰς τὸ αʹ τῆς Ὀδυσσείας γέγρα‐ πται. | |
180 | Ὅτι ἄγχι τῶν ἑῴων Αἰθιόπων οἱ Ἐρεμβοὶ, οἳ κατὰ σαφεστέραν μετάληψιν (ἤγουν μεθερμήνευσιν) λέγονται καὶ Τρωγλοδύται, οὕτω καλούμενοι διὰ τὸ ὑπὸ τὴν ἔραν βαίνειν καὶ τρώγλας ὑποδεδυκέναι· λέ‐ | |
5 | γονται καὶ Σαρακηνοὶ οἱ αὐτοί. Τούτων τῶν Ἐρεμβῶν ἡ γῆ παραδαλέῃ ὁμοία ἐστὶ, τουτέστι δορᾷ παρδάλεως, | |
ὡς διψηρὰ, φησὶν, οὖσα καὶ αὐχμήεσσα, καὶ ὧδε καὶ ὧδε κυανέαις κατάστικτος φολίδεσσιν καὶ οὕτω ποικίλη κατὰ παρδαλῆν. Διάφορος γὰρ ἀληθῶς ἡ τοιαύτη | 248 | |
10 | γῆ τοῖς χρώμασι διὰ τὴν τοῦ ἡλίου ἔκκαυσιν. Εἰσὶ δὲ Τρωγλοδύται καὶ ἐν Εὐρώπῃ περί που τὴν Τρι‐ βαλλῶν γῆν καὶ περὶ Καύκασον δὲ τὸν βόρειον ὁμοίως· οὗτοι δὲ διὰ τὴν ἄγαν ψυχρότητα δύονται ὑπὸ γῆν. Καὶ οἱ Παρνάσιοι δὲ αὐτόχθονες τοιοῦτοί τινές εἰσι. | |
15 | Περὶ δὲ Τρωγλοδυτῶν καὶ Ἐρεμβῶν γέγραπται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅτι δὲ οἱ παρὰ τῷ Διο‐ νυσίῳ Ἐρεμβοὶ καὶ Τρωγλοδύται λέγονται, δηλοῖ καὶ ὁ εἰπὼν ῥήτωρ· «Τρωγλοδύται, μοῖρα Αἰθιοπικὴ, νο‐ μαδικὴ καὶ Ἀράβων ὅμορος. Λέγονται δὲ καὶ ὀξύ‐ | |
20 | τητα δρόμου εὐτυχεῖν καὶ ἀπὸ σφενδόνης ἀκροβολίζε‐ σθαι ἄριστα.» Ὁ δ’ αὐτὸς καὶ ἐτυμολογῶν τὴν τοῦ ἔθνους κλῆσίν φησιν ὅτι ὅτε τοὺς ἀνθισταμένους διαδι‐ δράσκουσιν, ἐπτερωμένοι τῇ ποδωκείᾳ εἰς ὀπάς τινας βραχυστόμους καὶ χηραμοὺς κρυφίους πετρῶν κατα‐ | |
25 | δύονται. Ἡρόδοτος δὲ καὶ τοὺς Τρωγλοδύτας Αἰ‐ θίοπας εἶναι ἱστορῶν φησιν ὅτι «οἱ Τρωγλοδύται Αἰθίοπες τάχιστοι ἀνθρώπων εἰσὶ πάντων, σιτοῦνται δὲ καὶ ὄφεις καὶ σαύρας. Τῇ δὲ διαλέκτῳ τετρίγασι, καθάπερ αἱ νυκτερίδες.» | |
185 | Ὅτι περὶ τὴν ἄκραν γλωχῖνα, ὃ ἔστι γωνίαν, τοῦ ῥηθέντος Λιβυκοῦ τραπεζίου σχήματος, ἀγχοῦ τῶν Στηλῶν οἰκοῦσιν οἱ Μαυρούσιοι, οὓς καὶ Μαύρους οἱ Ῥωμαῖοι ἔλεγον. Εὐδαίμονα δὲ γῆν ἔχουσιν οὗτοι | |
5 | καὶ μεγαλόδενδρον καὶ πολύδενδρον, ἐξ ὧν καὶ μέγι‐ σται μονόξυλοι τράπεζαι. Καίτοι δὲ νομαδικῶς ζῶν‐ τες οἱ Μαυρούσιοι καλλωπίζεσθαι ἱστόρηνται κόμης τε ἐμπλοκῇ καὶ χρυσοφορίᾳ καὶ σμήξει ὀδόντων καὶ ὀνυ‐ χισμῷ. Ἐπὶ δὲ τοῖς Μαυρουσίοις, φησὶ, τὰ τῶν | |
10 | νομάδων παραπέπταται ἄσπετα φῦλα, οὕς φησιν Ἡρόδοτος Ἡλίῳ καὶ Σελήνῃ θύειν μόνοις ἐκ τῶν ἄλ‐ λων θεῶν. Καὶ ὅρα ὅτι καὶ ἐνταῦθα νομαδικά εἰσιν ἔθνη νότια, καθὰ καὶ ἀρκτῶα ἐν Σκύθαις, οὓς καὶ διὰ τὸ νομαδικὸν καὶ οὕτω βοσκηματῶδες βόσκεσθαί φησι | |
15 | σὺν παισὶν ἀνὰ ἤπειρόν τε καὶ ὕλας πλανωμένους καὶ θήραν βίου ζητοῦντας κακήν. Οὐ γὰρ ἔμαθον, φησὶ, γῆς τομὴν δι’ ἀρότρου, οὐδὲ βοῶν αὐτοῖς ἀκούεται αὐ‐ λιζομένων μυκηθμὸς, οὐδὲ τερπνὸς ὁλκὸς ἁμάξης, ἀλλ’ οἷα θῆρες ἀνὰ τὰς ὕλας βουκολοῦνται, νήϊδες | |
20 | ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο. Καὶ ὅρα τὸ βουκο‐ λοῦνται, ληφθὲν εἰς ἐτυμολογικὴν ἀνάπτυξιν τῆς κλή‐ σεως τῶν νομάδων, καθὰ καὶ τὸ βόσκεσθαι. Νομάδες | |
γὰρ πάντως ἀπὸ τοῦ νέμεσθαι, τὸ δὲ νέμεσθαι καὶ τὸ βουκολεῖσθαι καὶ τὸ βόσκεσθαι ταὐτόν τι σημαίνουσιν. | 249 | |
25 | Ἔστι δὲ τὸ μὲν νήϊδες ἀνεπιστήμονες παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἰδέναι, τὸ δὲ ἀπευθέες ἀντὶ τοῦ ἀμαθεῖς, μὴ ἀκούσαντες. Ὅμηρος δὲ ἐπὶ τοῦ μὴ ἀκου‐ σθέντος τὴν λέξιν τίθησιν, ἐν οἷς ἀπευθέα λέγει τὸν ἀνήκουστον καὶ ἄγνωστον ὄλεθρον. Τερπνὸν δὲ τὸν | |
30 | τῆς ἁμάξης λέγει ὁλκὸν, ὡς τὴν γεωργίαν καὶ τὸν ἥμερον βίον ἀποδεχόμενος· ἄλλως γὰρ δύσηχος καὶ οὐχ ἡδὺς ὁ τῆς ἁμάξης ὁλκός. | |
187 | Ὅτι τὸ ἀγρόνομοι Μασυλῆες προπαροξύνεται ὁμοίως τῷ πρωτότοκοι παῖδες, ἐπεὶ οὐκ ἐνέργειαν ἀλλὰ πάθος σημαίνει. Τοὺς γὰρ ἐν ἀγροῖς νεμομένους ἢ τοὺς κατὰ τὰ ἄγρια νεμομένους ἡ λέξις δηλοῖ. Πο‐ | |
5 | λύβιος δὲ Μασουλεῖς γράφει αὐτούς. | |
195 | Ὅτι Καρχηδὼν μητρόπολις Λιβύης, Φοινί‐ κων ἀποικίαν σχοῦσά ποτε, μετὰ τοὺς Νομάδας οὖσα. Λέγει δὲ αὐτὴν εὔορμον· λιμένα γὰρ ἔχει εὐκατάγωγον, ἱδρυμένη ἐπὶ χερρονήσου. Πολλὴ δέ ἐστι παρὰ ταῖς | |
5 | ἱστορίαις ἡ πόλις, καὶ πλοῦτον ἔσχε βαθὺν καὶ δύνα‐ μιν πολλήν· διὸ καὶ ὁ Διονύσιος ἐπὶ θαύματι ἐπανα‐ λαμβάνει καὶ αὐτὴν λέγων «Καρχηδὼν Λιβύων, ἀτὰρ πρότερον Φοινίκων, Καρχηδὼν, ἣν μῦθος ὑπὸ βοΐ (τουτέστι βύρσῃ) μετρηθῆναι.» Καὶ ἔστιν αὕτη δευ‐ | |
10 | τέρα παρὰ τούτῳ ἐπανάληψις. Τρὶς γὰρ εἶπεν ἐνταῦθα τὸ Καρχηδών. Φασὶ δὲ ὅτι ἐρημωθεῖσα ἡ Καρχηδὼν, καθ’ ὃν καιρὸν καὶ ἡ Κόρινθος, ἀνελήφθη πάλιν, του‐ τέστιν ἀνωρθώθη, ὑπὸ Καίσαρος τοῦ ἐπιλεγομένου Θεοῦ, οὗ υἱὸς ὁ Σεβαστὸς, πέμψαντος ἐκεῖ ἐποίκους | |
15 | Ῥωμαίους. Ἱστόρηται δὲ καὶ ὅτι Ταρσεῖς ἡ θεία γραφὴ οὐ τὴν Ταρσὸν κατά τινας, ἀλλὰ τὴν Καρχη‐ δόνα ταύτην καλεῖ προκαθημένην τῆς Ἀφρικῆς. Ἡ δὲ περὶ τῆς ῥηθείσης βοὸς ἱστορία τοιαύτη ἐστί· Διδὼ ἡ τοῦ Πυγμαλίωνος ἀδελφὴ, θυγάτηρ Ἀγήνορος ἢ | |
20 | Βήλου βασιλέως Τυρίων, ἡ καὶ Ἔλισσα καλουμένη, καὶ Ἄννα. Συχαίῳ γενομένη γυνὴ ἀνδρὶ Φοίνικι, Τύ‐ ρον ᾤκει· τοῦτον δὴ τὸν ἄνδρα ὁ Πυγμαλίων σὺν αὐτῷ ἀποδημοῦντά που δολοφονεῖ ἔρωτι χρημάτων. Ὁ δὲ δι’ ὀνείρων σημάνας τὸ πάθος τῇ γυναικὶ κελεύει φεύ‐ | |
25 | γειν· οὐκέτι γὰρ εἶναι πιστὰ τῷ Πυγμαλίωνι, ἐν δευ‐ | |
τέρῳ χρημάτων τὰ φυσικὰ τιθεμένῳ θεσμά. Ἡ δὲ προσλαβομένη τινὰς τῶν Τυρίων, συναραμένη δὲ καὶ τὰ χρήματα ἔρχεται ἐπὶ Λιβύην. Τοῦ δὲ Νομάδων καὶ Μαζίκων βασιλέως Ἰάρβαντος ἐκβάλλοντος αὐτὴν, | 250 | |
30 | ἠξίου ἡ γυνὴ χῶρον αὑτῇ τιμῆς ἀποδόσθαι ὅσον ἂν ῥινὸς, ἤγουν βύρσα, ἐπιλάβοι βοός. Τυχοῦσα δὲ τοῦ ἀξιώματος διὰ τὸ δόξαι μικρὰ αἰτῆσαι, λαμβάνει βύρ‐ σαν, καὶ κατατεμοῦσα εἰς λεπτὰ καὶ τὸν λεπτοτομη‐ θέντα ἱμάντα ἐπεκτείνασα ἔσχε τὴν κύκλῳ ἐμπεριληφ‐ | |
35 | θεῖσαν γῆν τῷ ἱμάντι, εἰς μῆκός τε καὶ εἰς πλάτος πολὺν ὅρον τῇ πόλει τῷ τοιούτῳ σοφίσματι περιγρά‐ ψασα. Καὶ οὕτως ἡ Καρχηδὼν Φοινίκων ἀνέκαθεν οὖσα τῶν μετὰ τῆς Διδοῦς νῦν Λιβύων ἐστί. Διδὼ δὲ ἐκάλεσαν οἱ πλεονεκτηθέντες τὴν τοιαύτην γυναῖκα | |
40 | ἐπιχωρίῳ φωνῇ, ὡς ἂν εἴποι τις ἀνδροφόνον, διαβάλ‐ λοντες ἐκείνην ὡς δῆθεν αἰτίαν ἔχουσαν τοῦ ἀνδροφο‐ νῆσαι διὰ τὸν ἐκ τοῦ ἀδελφοῦ φόνον. Ἡ δὲ τῆς πό‐ λεως ἀκρόπολις διὰ τὴν ῥηθεῖσαν ἱστορίαν τῆς βοὸς Βύρσα ἐκλήθη τὸ παλαιόν. Φασὶ δὲ καὶ ὅτι ὁ ῥηθεὶς | |
45 | Ἰάρβας τὴν πόλιν μετὰ τὴν κτίσιν καθάρας ἐκάλεσε τῇ Λιβύων φωνῇ Καινὴν πόλιν, ὕστερον δὲ ἐκλήθη Καρ‐ χηδών. Ἄλλοι δὲ οὕτως ἱστοροῦσι· «Καρχηδὼν ἡ πό‐ λις ἀπὸ Καρχηδόνος τινὸς, ἀνδρὸς Φοίνικος. Ἐκα‐ λεῖτο δὲ καὶ Καινὴ πόλις καὶ Καδμεία καὶ Κακκάβη, | |
195(50) | ὅπερ τῇ ἐγχωρίῳ διαλέκτῳ ἵππου δηλοῖ κεφαλήν. Ἐξ αὐτῆς φασι Κλειτόμαχον εἶναι τὸν Ἀκαδημαϊκὸν φιλό‐ σοφον, τὸν καὶ Ἀσδρούβαν καλούμενον, ὃς ἠκροάσατο τοῦ σοφοῦ Καρνεάδου κηʹ ἐτῶν ἄνθρωπος ἐλθὼν Ἀθή‐ ναζε ἄμοιρος, φασὶ, καὶ τῶν πρώτων στοιχείων, καὶ ὅμως | |
55 | ὀξύτητι φύσεως καὶ ἄκρᾳ μελέτῃ εἰς πολὺ σοφίας ἐλη‐ λακώς.» Οἱ δὲ καὶ τοῦτο περὶ Καρχηδόνος φασὶν, ὡς ἄρα οἱ περὶ τὴν Ἔλισσαν, ἤγουν οἱ μετὰ τῆς Διδοῦς, ὀρύσσοντες εἰς πόλεως κτίσιν, καὶ βοὸς εὑρόντες κεφα‐ λὴν, ἀπέσχοντο τοῦ ὀρύσσειν, οἷα ὀπτευσάμενοι μόχ‐ | |
60 | θους καὶ δουλείαν συνεχῆ, ὃ καὶ οἱ βόες πάσχουσιν. Ὀρύξαντες δὲ περί που φοίνικα πεφυτευμένον εὗρον κεφαλὴν ἵππου, καὶ συμβαλόντες σημαίνεσθαι σχολὴν αὑτοῖς καὶ παρ’ ἄλλων δόσιν τροφῆς, καθὰ καὶ τοῖς ἵπποις, ἔκτισαν ἐν τῷ τοιούτῳ τόπῳ τὴν Καρχηδόνα, | |
65 | καὶ ταῦτα πότιμον ὕδωρ μὴ ἔχοντι· καὶ τάχα διὰ | |
τοῦτο καὶ Κακκάβη ἐκλήθη, ὡς ἀνωτέρω ἔκκειται. | 251 | |
198 | Ὅτι μετὰ τὴν Καρχηδόνα Σύρτις ἡ μικρο‐ τέρα, ἡ καὶ Λωτοφαγῖτις, μεθ’ ἣν πρὸς αὐγὰς ἡλίου ἡ ἑτέρα ἔρχεται ἄσπετος, εὐρυτέραις βαρυνομένη προ‐ χοαῖς. Πολλὴ δὲ ἡ τῶν Σύρτεων χαλεπότης, ὥς | |
5 | φασιν οἱ παλαιοὶ, διὰ τὸ τεναγῶδες τοῦ βυθοῦ, καὶ ὅτι κατὰ τὰς ἐκεῖ ἀμπώτεάς τε καὶ πλημμυρίδας συμβαί‐ νει, κατὰ τὸν Γεωγράφον, ἐμπίπτειν τοὺς παρατυ‐ χόντας εἰς τὰ βραχέα καὶ καθίζειν καὶ εἶναι σπάνιον τὸ σωζόμενον σκάφος. Τοῦτο δὲ καὶ ὁ Διονύσιος ἐμ‐ | |
10 | φαίνων φησίν «ἔνθα ἄλλοτε μὲν κορυσσομένης Τυρση‐ νίδος θαλάσσης πλημμυρὶς ἐγείρεται, ἄλλοτε δὲ ἄμ‐ πωτις ξηραῖς ἐπιτρέχει ψαμάθοις» εἰρηνοῦντος δηλο‐ νότι τοῦ πόντου, καὶ μὴ κορυσσομένου τοῖς κύμασι. Καὶ ἀνωτέρω δὲ ὁ αὐτὸς ἔφη περὶ τῆς μικρᾶς, ὅτι | |
15 | τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Τε‐ ναγώδης δὲ ὁ τόπος, ὡς ἐρρέθη, καὶ οὐκ ἀεὶ βαθεῖα θάλασσα, ἀλλὰ κατὰ καιρούς τινας πολὺ τοῦ ὕδατος ἐπισυρομένη· ὅθεν καὶ Σύρτις καλεῖται. Ἔστι δὲ ἡ μὲν ἐλάττων Σύρτις χιλίων ἑξακοσίων σταδίων, ὡς οἱ | |
20 | παλαιοί φασι, τὴν περίμετρον, τῆς δὲ μεγάλης ὁ κύ‐ κλος πεντακισχιλίων σταδίων. Τὸ δὲ πρὸς αὐτῶν πέ‐ λαγος Λιβυκὸν καλεῖται ἀποτελευτῶν εἰς τὴν Αἴγυ‐ πτον. Ἄμπωτις δέ ἐστι ξηρασία καὶ ἀνάποσις ὕδατος περιοδικὴ, ἀνάπωτις οὖσά τις, καὶ ἐν συγκοπῇ ἄμπω‐ | |
25 | τις. Πάθος δέ ἐστι γινόμενον πολλαχοῦ, οἷα τοῦ ἐπι‐ πολάζοντος ὕδατος ἀπονοστοῦντος, καὶ ἐν τῷ οἷον ἀνα‐ πίνεσθαι ὑπὸ γῆν δυομένου κατὰ χρονικὰς περιόδους τινάς. Αἴτιον δέ φασι τοῦ πάθους τού του πνεῦμα ὑπό‐ γεων, ποτὲ μὲν ἐπιὸν, ποτὲ δὲ ἀπιὸν καὶ ὑπονοστοῦν, | |
30 | ὅτε τὸ ὕδωρ ἀνωθούμενον, εἶτα συγκαταδῦνον ποιεῖ τὴν ἄμπωτιν, ἥτις, ὡς ἐρρέθη, ἐκ τῆς ἀναπόσεως κέκλη‐ ται, ὥσπερ αὖ πάλιν ἐκ τοῦ ἐναντίου ἡ πλημμύρα ὠνόμασται, ὡς ἀπὸ τοῦ πλῷ πλήσω τὸ ἀναπληρῶ, ἐξ οὗ καὶ ἡ πλήμη παρὰ τῷ Γεωγράφῳ, ἀφ’ ἧς ἡ | |
35 | πλημμύρα παρῆχθαι δοκεῖ κατὰ παρωνυμίαν τινά. Τάχα δὲ ἀπὸ τῆς τοιαύτης πλήμης καὶ τὸ πλημμελεῖν ἐπί τε πλαδῶντος στομάχου λέγεται καὶ ἑτέρων σημα‐ σιῶν μεταφορικῶς. | |
205 | Ὅτι μέση τῶν Σύρτεων ἡ Νέα πόλις, ἡ καὶ μικρὰ Λέπτις, ἧς ὑπὲρ αἶαν Λωτοφάγοι ναίουσι, φι‐ λόξενοι ὄντες, περὶ ὧν ἐν Ὀδυσσείᾳ γέγραπται· ἔνθα | |
ποτὲ καὶ Ὀδυσσεὺς ἦλθε πλανώμενος. Ἔστι δὲ καὶ | 252 | |
5 | περὶ Καμπανίαν Νέα πόλις διάσημος, ὡς ῥηθήσεται. | |
209 | Ὅτι οἱ Νασαμῶνες, τὸ Λιβυκὸν ἔθνος, ἔκ τινος βασιλεύσαντος τὴν ὁμωνυμίαν ἔσχον, ὃς Νασά‐ μων βαρυτόνως ἐλέγετο, εἰ καὶ τὸ ἐθνικὸν τὸ ἀπ’ αὐ‐ τοῦ ὀξύνεται, πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ κυρίου ὀνό‐ | |
5 | ματος. Τούτους, φησὶ, Διὸς οὐκ ἀλέγοντας ἀπώλε‐ σεν Αὐσονὶς αἰχμὴ, ἀδίκων χειρῶν κατάραντες. Ἀνεῖλον γὰρ δόλῳ Λέντουλον στρατηγόν τινα Ῥωμαίων, ἐκεῖ ἀφιγμένον. Διὸ καὶ ἠνδραποδίσθησαν ὑπὸ Ῥω‐ μαίων. Οἱ δέ φασιν αὐτοὺς καταπολεμηθῆναι, ὅτε ὁ | |
10 | λεγόμενος ἐμφύλιος ἀνῆπτο πόλεμος, συναγωνιζομέ‐ νους τῷ Κάτωνι κατὰ τοῦ Καίσαρος. Τὸν δὲ Νασά‐ μωνα, οὗ τὸ ἔθνος ἐπώνυμον, Γαράμαντός τινος γε‐ νεαλογοῦσι, τοῦ καὶ Ἀμφιθέμιδος λεγομένου, ἀφ’ οὗ καὶ τὸ Λιβυκὸν ἔθνος οἱ Γαράμαντες ἐκλήθησαν. Οἱ δὲ | |
15 | Νασαμῶνες ὅτε ἀποδημοῦσι, πτερὰ ἐπὶ ταῖς κεφαλαῖς ὀρθὰ ἔχουσιν, ὡς ὁ Δίων φησίν. Ἄλλοι δὲ καὶ πολυγύ‐ ναικας τούτους ἱστοροῦσι, καὶ τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους ἐπίκοινον. Μαντεύονται δὲ, φασὶν, ἀπὸ ἐνυπνίων, ἃ βλέπουσι φοιτῶντες εἰς τὰ τῶν προγόνων | |
20 | μνήματα. Τιμῶσι δὲ τοὺς ἐν αὐτοῖς δικαιοτάτους εἰς τοσοῦτον, ὥστε καὶ τεθνεῶτας ὀμνύουσιν αὐτοὺς τῶν τύμβων ἁπτόμενοι. Καθημένους δὲ, φασὶ, θάπτουσι τοὺς νεκρούς. Ἐσθίουσι δὲ ἀττελάβους, πρὸς ἥλιον ξηράναντες· εἶδος δὲ ἀκρίδος ὁ ἀττέλαβος. | |
211 | Ὅτι μεσήπειροι κατὰ Λιβύην οἱ Ἀσβύσται τὸ ἔθνος, ἔνθα καὶ τὸ ὑμνούμενον Ἄμμωνος τοῦ Λιβυκοῦ θεοῦ τέμενος ψαμάθῳ ὑπὸ πολλῇ. Καὶ τούτου τοῦ τόπου τὸ ἐθνικὸν Ἀμμώνιοι, παρ’ οἷς λέγεται ἡ τοῦ | |
5 | ἡλίου εἶναι κρήνη, ἥτις ἐν ἑκάστῳ νυχθημέρῳ πολλὰς δέχεται τροπὰς, ὡς Ἡρόδοτος ἱστορεῖ, κατὰ τὸ ψύ‐ χεσθαι καὶ θερμαίνεσθαι περιοδικῶς. Ἱστορεῖται δὲ τὰς μαντείας διὰ συμβόλων ἐν Ἄμμωνος γίνεσθαι, ἤτοι διὰ σχημάτων τινῶν καὶ κατανεύσεων καὶ ἀνανεύσεων. | |
10 | Τὸ δὲ ψαμάθῳ ὑπὸ πολλῇ ἐτυμολογίας ἐστὶν ἀφορμὴ, ὡς παρὰ τὴν ἄμμον ἐτυμολογουμένου τοῦ Ἄμμωνος, ἣν πάνυ πολλὴν ὁ νότος τοῖς ἐκεῖ ἐπιφορεῖ. Οἱ δέ φασι τὸν ἐκεῖ Δία Ἄμμωνα κληθῆναι ἀπό τινος ὁμω‐ νύμου ποιμένος, προκατάρξαντος τῆς τοῦ ἱεροῦ ἱδρύ‐ | |
15 | σεως. Εἴρηται δέ τι περὶ Ἄμμωνος καὶ ἐν τοῖς τοῦ Πινδάρου. Ἡρόδοτος δὲ, ταὐτὸν οἰόμενος εἰπεῖν Ἄμ‐ μωνα καὶ Δία, λέγει ὅτι κριοπρόσωπον τὸ τοῦ Διὸς ἦν αὐτόθι ἄγαλμα, ἐξ οὗ καὶ τὸ ἔθνος Ἀμμώνιοι. Ἀμοῦν γὰρ Αἰγύπτιοι τὸν Δία καλοῦσι. Τῶν τις δὲ μεγάλων | |
20 | φιλοσόφων ἀμοῦν καὶ πατέρα εἰπεῖν ταὐτὸν εἶναι ἱ‐ στορεῖ. Τὸ δὲ μαντεῖον λέγουσι Θηβαίαν γυναῖκα συστή‐ σασθαι, ἱέρειαν τοῦ Θηβαίου Διός. Ἱστόρηται δὲ καὶ ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἀκούσας Περσέα καὶ Ἡρακλέα εἰς Ἄμμωνος ἀναβῆναι ἐφιλοδόξησεν ἀνελθεῖν καὶ αὐ‐ | 253 |
25 | τὸς, καὶ ἐποίησεν οὕτω, κοράκων προηγησαμένων αὐτῷ εὐτυχῶς τῆς ὁδοῦ, καίτοι ἄλλως ἠφανισμένης τὰ σημεῖα τῇ ἐπιχύσει τῆς ἄμμου· ὅτε, φασὶ, καὶ ὁ τοῦ Ἄμμωνος ἱερεὺς ἀντὶ τοῦ εἰπεῖν παιδίον παιδίος καλέ‐ σας βαρβαρικῶς τὸν Ἀλέξανδρον, ἔδοξεν, ὡς ἐν χρησμοῦ | |
30 | λοξότητι, ὦ παῖ Διός αὐτὸν προσειπεῖν, οὕτω τῶν ἐπιτρίπτων κολάκων ἐκλαβομένων τὸ βάρβαρον τῆς φωνῆς. | |
213 | Ὅτι τὴν Κυρήνην εὔιππον λέγει, ἢ εὔπυργον κατὰ ἑτέραν γραφὴν, καὶ Ἀμυκλαίων γένος ἀνδρῶν, ἤτοι Λακώνων, ὡς ἀπὸ μέρους. Μερὶ γὰρ Λακώνων αἱ Ἀμύκλαι. Ἀποικία δέ ἐστιν ἡ Κυρήνη νησιωτῶν | |
5 | Θηραίων τῶν ἐκ Λακεδαίμονος ἀνέκαθεν μετοικησάν‐ των. Ὁ Θήρας γὰρ ἐκεῖνος ὁ στείλας εἰς αὐτὴν ἀποι‐ κίαν Λάκων ἄνωθεν ἦν, ὡς καὶ Πίνδαρος ἱστορεῖ, ὁ καὶ εὔιππον εἶναι τὴν Κυρήνην μαρτυρῶν καὶ πολλα‐ χοῦ ἐγκωμιάζων αὐτήν. Ἐκαλεῖτο δὲ καὶ Πεντάπο‐ | |
10 | λις ἡ Κυρήνη, ἐξ ἧς καὶ ὁ ῥήτωρ Συνέσιος. Λέγεται δὲ ὅτι καὶ αὕτη, καθαιρεθείσης τῆς τῶν Περσῶν βα‐ σιλείας, ὑπὸ Ἀλεξάνδρου ἀνεκτίσθη. Ἐκλήθη δὲ Κυ‐ ρήνη ἢ ἀπὸ Κυρήνης τῆς Ὑψέως θυγατρὸς κατὰ Πίν‐ δαρον, ἢ ἀπὸ Κυρῆς πηγῆς ἐγχωρίου. Λέγονται δέ | |
15 | ποτε οἱ Κυρηναῖοι καὶ περὶ ἰατρικὴν εὐτυχῆσαι, ὡς Ἡρόδοτος ἱστορεῖ. Οὕτω δὲ εὐφορωτάτη ἐστὶν ἡ Κυρήνη, ὥστε ἐπὶ ὀκτὼ μῆνας ἔχει τοὺς Κυρηναίους ἡ ὀπώρα. Ἔστι δὲ καὶ κρήνη τις αὐτόθι λεγομένη Ἀπόλλωνος, καὶ τόπος αὐτόθι οὕτως εὐδαίμων, ὡς λό‐ | |
20 | γον εἶναι ὅτι ἐνταῦθα οὐρανὸς τέτρηται. | |
214 | Ὅτι τὸ ἔθνος οἱ Μαρμαρίδαι προνενεύκασιν Αἰγύπτου, ἤτοι πρὸ τῆς Αἰγύπτου τέτανται. Κα‐ λοῦνται δὲ οὕτως ἀπὸ Μαρμαρίδου τινὸς υἱοῦ Ἄραβος, καὶ ἡ χώρα αὐτῶν Μαρμαρική. | |
215 | Ὅτι Γαιτοῦλοι ἔθνος μέγιστον Λιβυκόν. Τού‐ τους Ἀρτεμίδωρος Γαιτουλίους λέγει. Ἡρωδιανὸς δὲ προπαροξύνει, λέγων ὅτι τὰ εἰς λος παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ ου προπαροξύνεται. Ἱστορεῖται | |
5 | δὲ μεγίστους ἀσπαράγους φύεσθαι παρ’ αὐτοῖς. | |
217 | Ὅτι οἱ Γαράμαντες ἐπώνυμοί εἰσιν ὡς προ‐ είρηται Γαράμαντός τινος. Οὗτοι πάντα ἄνθρωπον | |
καὶ παντὸς ὁμιλίαν φεύγειν λέγονται, καὶ οὔτε ὅπλα ἔχουσι πολεμικὰ κατὰ τὸν Ἡρόδοτον, οὔτε ἀμύνασθαι | 254 | |
5 | οἴδασιν. Οἰκοῦσι δὲ ἐν γῇ θηριώδει μετὰ τοὺς Νασα‐ μῶνας πρὸς νότον ἄνεμον. | |
218 | Ὅτι ἐν μυχοῖς τῆς Λιβύης ἠπείρου πρὸς νότον βόσκονται πανύστατοι Αἰθίοπες, αὐτῷ ἐπ’ ὠκεανῷ, ἔνθα τέμπεα, τουτέστι δάση καὶ ἕλη, πυμάτης Κέρ‐ νης· Ταύτην δὲ τὴν Κέρνην οἱ μὲν νῆσόν φασιν ἐν | |
5 | τῷ ὠκεανῷ, οἱ δὲ τοῦτο οὐ δέχονται. Καὶ ἡ θέσις δὲ αὐτῆς διαφωνεῖται. Οἱ μὲν γὰρ ἀνατολικὴν αὐτὴν ὑποτίθενται, ὡς καὶ ὁ Λυκόφρων ἐμφαίνει, οἱ δὲ δυ‐ τικήν. Διονύσιος δὲ καὶ ἄλλοι νοτίαν, ὃς τέμπεα Κέρνης εἰπὼν καὶ λιμνάδα αὐτὴν παραδηλοῖ. Ἑλώδη | |
10 | γὰρ τὰ τέμπεα, ὡς καὶ τὰ Θετταλικὰ Τέμπεα δηλοῖ, δμοίως δὲ καὶ τὰ Μηδικά. Ὁ δὲ Γεωγράφος παρα‐ δηλῶν ψεύδεσθαι τοὺς λέγοντας τὴν Κέρνην σώζεσθαι οὕτω φησί· «Κέρνην Ἐρατοσθένης ὀνομάζει καὶ ἄλλους τόπους τοὺς μηδαμοῦ γινωσκομένους.» Ὁ δὲ Λυκό‐ | |
15 | φρων καὶ δυτικήν τινα Κέρνην παραδηλοῖ ὑπὲρ Τυρ‐ σηνίαν, ἔνθα Κερνεᾶτιν ἱστορεῖ νῆσον, δοκοῦσαν ἀπὸ Κέρνης παρονομάζεσθαι. Τῶν δὲ Αἰθιόπων Ἡρόδο‐ τος τοὺς μακροβίους ἱστορεῖ μεγίστους καὶ καλλίστους εἶναι πάντων ἀνθρώπων, σιτεῖσθαι δὲ κρέα ἑφθὰ καὶ | |
20 | πίνειν γάλα, καὶ ζῆν ἔτη εἴκοσι καὶ ἑκατόν· τινὲς δὲ, φασὶν, ὑπερβάλλουσι καὶ ταῦτα. Σπανιώτατος δὲ ἐν αὐτοῖς καὶ τιμιώτατος ὁ χαλκός· πολὺς δὲ ὁ χρυσὸς, καὶ οἱ δεσμῶται παρ’ αὐτοῖς χρυσέαις πέδαις δέδενται. Φέρει δὲ, φησὶν, αὐτοῖς ἡ χώρα καὶ ἐλέφαντας ἀμφι‐ | |
25 | λαφεῖς καὶ ἔβενον. Εἰσὶ δὲ κατ’ αὐτὸν καὶ ἄλλοι Αἰ‐ θίοπες, οὐκ εἰς τὰ ἔσχατα τῆς γῆς, ἀλλὰ πρὸς τῇ Αἰγύπτῳ, οὓς Καμβύσης κατεστρέψατο, δι’ οὓς καὶ Αἰθιοπία ἐκλήθη ποτὲ ἡ Αἴγυπτος, ὡς καὶ μετ’ ὀλίγα ῥηθήσεται. | |
220 | Ὅτι Βλεμμύων κολώνας, ἤγουν ἐξοχὰς, λέγει τοὺς δύο καταρράκτας, ἤτοι καταδούπους καὶ κρημ‐ νοὺς, δι’ ὧν πιοτάτου κατέρχεται, φησὶν, ὕδατα Νεί‐ λου, τουτέστι τοῦ πιαίνοντος τὴν ἐκεῖ γῆν. Αἰθιόπων | |
5 | δὲ ὑπακούουσιν οἱ Βλέμμυες, οὕτω καλούμενοι ἀπὸ Βλέμμυός τινος, ὃς ὑποστρατηγῶν τῷ βασιλεῖ Δηριάδῃ κατὰ Διονύσου συνεπολέμησε. Καί εἰσι καὶ οἱ Βλέμ‐ μυες ἔθνος Αἰθιοπικόν· διὸ καὶ αἰθαλέους αὐτοὺς καλεῖ ὁ Διονύσιος, ἐκ τοῦ αἴθω, ἐξ οὗ καὶ οἱ Αἰθίοπες. Λέ‐ | |
10 | γει δὲ καὶ ἐγγὺς τῆς Κέρνης εἶναι αὐτοὺς, περὶ ἧς ἀνωτέρω εἴρηται. Καταρράκται δὲ ἐν τῷ καθόλου λέ‐ γονται οἱ πετρώδεις τόποι, οὓς ἐν τῷ καθ’ ὁδὸν βαίνειν οἱ ποταμοὶ ἀναχαιτίζοντας τὸν ῥοῦν εὑρόντες ὑπερβαί‐ νουσι, πολὺ συναγαγόντες τὸ ῥεῦμα καὶ τῇ πλημμύρᾳ | |
15 | καταρράσσοντες, ἤτοι ἄνωθεν βιαίως κατιόντες· ἐξ οὗ καὶ οὐρανοῦ καταρράκτας φαμέν. Καί τι ὄρνεον ἀε‐ τῶδες καταρράκτης καλεῖται, ὡς ἄνωθεν καταρράσσον ἐν τῷ θηρεύειν τὰ ὄρνεα. | 255 |
222 | Ὅτι ὁ Νεῖλος Λιβύηθεν ἐπ’ ἀνατολὴν πολὺς ἕρπων ἕως καὶ εἰς τὴν καλουμένην πόλιν Συήνην Σῖ‐ ρις ὑπὸ Αἰθιόπων κικλήσκεται, ἀφ’ ὧν καὶ ἄρχεται ῥέειν. Οἱ δὲ περὶ Συήνην στρεφθέντι, τουτέστιν ἐπὶ | |
5 | τὰ βόρεια κάμψαντι, Νεῖλον τὸ ὄνομα μετέθεντο. Πολ‐ λὴ δὲ ἐν ταῖς ἱστορίαις ἡ Συήνη, ἀπὸ Συήνου τινὸς οὕτω κληθεῖσα. Ἐν ᾗ καὶ φρέαρ εἶναί φασι τὰς θε‐ ρινὰς τοῖς ἐκεῖ διασημαῖνον τοῦ ἡλίου τροπάς· ὅπου καὶ ἄσκιοι κατὰ μεσημβρίαν εἰσὶν οἱ ὡρολογικοὶ γνώ‐ | |
10 | μονες, διὰ τὸ ὑποκεῖσθαι τοὺς τόπους τούτους τῷ τρο‐ πικῷ. Τὸ δὲ Σῖρις οἱ μὲν βάρβαρόν φασιν εἶναι ὄνομα, ἤτοι Αἰθιοπικὸν κατὰ τὸν Διονύσιον· διὸ οὐδὲ χρῆναι λέγουσι ζητεῖν Ἑλληνικὴν ἐτυμολογίαν αὐτοῦ, οὐδὲ τῆς Ἰταλικῆς Σίριδος· πόλις δὲ ἡ Σῖρις ἐκείνη. Οἱ δὲ | |
15 | ἐπιχειροῦσιν ἀπὸ τοῦ Σειρίου ἀστέρος ἀποδοῦναι τὸ τῆς λέξεως ἔτυμον. Ὑπὸ Κύνα γὰρ, φασὶν, οὗ μέρος ὁ Σείριος ἀστὴρ, πλημμύρει ὁ Νεῖλος, ἐν ἐπιτολῇ Κυνὸς ἀναβαίνων, ὅτε ἀποτελοῦνται τὰ παρ’ ἡμῖν κατὰ τὴν καθωμιλημένην γλῶτταν λεγόμενα κυνοκαύματα. Οἱ | |
20 | δὲ ἀπὸ τοῦ εἴρω ἐτυμολογοῦσι τὸ Σῖρις, ὃ δηλοῖ τὸ συμ‐ πλέκω, συναρμόττω, ἐπειδὴ εἱρμῷ τινι καὶ τάξει φέρε‐ ται, καὶ οὐ παραπροθεσμεῖ τὴν ἀνάβασιν· διὸ καὶ τῇ αὐτοῦ ὑπερβάσει φασὶ μετρεῖσθαι παρὰ τοῖς ἐγχωρίοις τὸν ἐνιαυτόν. Καὶ τὸν Νεῖλον δὲ ὀφείλοντα διὰ διχρό‐ | |
25 | νου μόνου τοῦ ἰῶτα γράφεσθαι, ὡς ἀπὸ τῆς ἰλύος, ὅμως διὰ τοῦτο φασι τὴν διὰ διφθόγγου γραφὴν ἀποφέρεσθαι, ὡς ἂν ἔχῃ πληροῦν καὶ τῇ ποσότητι τῆς ἀριθμητικῆς δυνάμεως τῶν ἐν αὐτῷ γραμμάτων τὸν ἐνιαύσιον και‐ ρόν. Τὸ γὰρ Νεῖλος κατὰ τὴν δύναμιν τῶν ἐν αὐτῷ | |
30 | στοιχείων ποσούμενον τὸν τξέ ἀριθμὸν συντελεῖ, ὁπόσαι εἰσὶ καὶ αἱ κατ’ ἐνιαυτὸν ἡμέραι. Καὶ οὕτω δείκνυ‐ ται ὅτι ὁ Νεῖλος κατὰ εἱρμόν τινα φέρεται. Καίτοι καὶ ἄλλῳ τρόπῳ τὸ Νεῖλος ἠτυμολόγηται, παρὰ τὸ νέαν, ἤτοι ἐνιαυσιαίαν, ἄγειν ἰλὺν, νέϊλός τις ὤν. | |
35 | Λέγει οὖν καὶ ὁ Ποιητὴς οὗτος, ὅτι οὔτις ποταμῶν ὅμοιος τῷ Νείλῳ, οὔτε ἰλὺν βαλεῖν, οὔτε χθονὸς ὄλ‐ βον ἀέξειν. Διὸ καὶ ἐργατικὸν ποταμὸν αὐτόν φησιν ὁ Ἡρόδοτος. Ὅτι δὲ πολλὴν ὁ Νεῖλος ἰλὺν βάλλει, δηλοῖ καὶ ὁ λόγος ὁ λέγων ἐπίκτητον εἶναι τὴν Αἴγυπ‐ | |
40 | τον καὶ δῶρον τοῦ ποταμοῦ, διὰ τὴν ἐκ τῆς τοιαύτης ἰλύος πρόσχωσιν. Ἦν γὰρ ὅτε, φασὶ, πᾶσα ἡ Αἴ‐ γυπτος ἕλος ἦν. Τινὲς δὲ Νεῖλόν φασιν ὠνομάσθαι | |
ἀπὸ Νείλου τινὸς ἀπογόνου Ἄτλαντος, βασιλεύσαντος τῶν ἐκεῖ. Ἄλλοι δὲ, ὅτι Μέλας πρότερον καλούμενος | 256 | |
45 | μετεκλήθη Νεῖλος ἀπό τινος Νείλου βασιλικοῦ παιδὸς ἐκεῖ ῥίψαντος ἑαυτόν. Τινὰς μέντοι ἀπό τινος Νειλα‐ σίου κεκλῆσθαι οὕτως αὐτὸν εἰπόντας, οὐκ εὖ λέγοντας ἀπελέγχει ὁ Ἀρριανός. | |
226 | Ὅτι ἑπτὰ διὰ στομάτων ἑλισσόμενος ὁ Νεῖλος εἰς ἅλα βάλλει, ὕδατι πιαίνων λιπαρὸν πέδον Αἰγύ‐ πτου. Διὸ καὶ πιότατον αὐτὸν φθάσας ὠνόμασεν. Ὁ δὲ Γεωγράφος λέγει δίχα τῶν ἑπτὰ τούτων στομάτων | |
5 | καὶ ἄλλα εἶναι ἄσημα ψευδοστόματα. Ἡρόδοτος δὲ πεντάστομον εἶναι λέγει τὸν Νεῖλον, δηλαδὴ κατὰ τὰ φυσικὰ στόματα, ὡς δύο τινῶν ὀρυκτῶν ὄντων. Φησὶ γὰρ ὅτι ὁ Νεῖλος ἀπὸ τῶν καταδούπων ἀρξάμενος ῥέει μέσην Αἴγυπτον σχίζων εἰς θάλασσαν, σχιζομένου δὲ | |
10 | εἰς τρία, τὸ μὲν ἑῷον σχίσμα ποιεῖ τὸ Πηλούσιον στόμα, τὸ δὲ ἑσπέριον Κανωβικὸν καλεῖται, τὸ δὲ μέ‐ σον Σεβεννυτικὸν, ἐξ οὗ ἀποσχίζονται τὸ Σαϊτικὸν καὶ τὸ Μενδήσιον. Καὶ οὕτω πέντε συναγαγὼν τὰ γνήσια στόματα, τὸ λοιπὰ δύο, τὸ Βολβίτινον καὶ τὸ | |
15 | Βουκολικὸν, οὐκ ἰθαγενῆ λέγει στόματα εἶναι, ἀλλὰ ὀρυκτά. Καὶ ταῦτα μὲν οὕτως. Εἰς τοσοῦτον δὲ κλύζεται ὕδασιν ἡ Αἴγυπτος, ὥστε καὶ ποταμία νῆσος πρός τινων λέγεται. Ἰστέον δὲ ὅτι Ἡρόδοτος μὲν λέγει τοῦ Νείλου τὰς πηγὰς μὴ γινώσκεσθαι· διὸ οὐδὲ | |
20 | αὐτὸς ἔχει φράσαι τούτου τὰς πηγάς· «δοκῶ δὲ, φη‐ σὶν, οὐδὲ οὐδεὶς Ἑλλήνων»· ἕτεροι δέ φασι τὸν Νεῖλον ἐκ τῶν τῆς σελήνης ἤτοι ἐκ τῶν Σεληναίων ὀρῶν ἄρχεσθαι καὶ ἀπὸ τῆς κινναμωμοφόρου γῆς ἐκ τῶν Αἰθιοπικῶν τερμόνων, καὶ διεξιέναι πᾶσαν ἐπ’ εὐθεῖαν | |
25 | τὴν Αἴγυπτον κάμψαντα, καὶ ἀπὸ τοῦ μικροῦ καταρ‐ ράκτου ὑπὲρ Συήνης καὶ Ἐλεφαντίνης πόλεως ἀρξά‐ μενον τῆς καμπῆς, ἐμβάλλειν τε εἰς αὐτὸν ἀπὸ τῆς ἕω δύο ποταμοὺς περιλαμβάνοντας νῆσον εὐμεγέθη καὶ ὀνομαστὴν, τὴν Μερόην, ὧν ὁ μὲν Ἀσταβόρας, ὁ δὲ | |
30 | Ἀστάπους καλεῖται. Καίτοι γε ὁ Ἡρόδοτος φύσει μέγαν καὶ αὐτάρκη ἑαυτῷ τὸν Νεῖλον εἶναι βούλεται, λέγων ὅτι οὔτε κρήνη οὔτε ποταμός τις εἰς αὐτὸν ἐσδί‐ δωσιν. Ὁ δὲ ῥηθεὶς μικρὸς καταρράκτης ὀρύς ἐστι, φασὶ, πετρώδης, ἐπίπεδος ἄνω, τουτέστι πλατεῖα. | |
35 | Δέχεται δὲ τὸν ποταμὸν τελευτῶντα εἴς τινα κρημνὸν, καθ’ οὗ τὸ ὕδωρ καταρρήγνυται. Πληροῦσθαι δὲ ὑπὸ θερινῶν ὄμβρων τὸν Νεῖλόν φασι, καὶ ὑποκαταβαί‐ νειν μετὰ τεσσαράκοντα ἡμέρας, δι’ ὅσων καὶ ηὔξη‐ | |
ται. Πελαγίζειν δὲ τὴν Αἴγυπτον ἐν τῇ ἀναβάσει | 257 | |
40 | αὐτοῦ, ὥστε τὰς ἐπὶ λόφων ἢ χωμάτων οἰκήσεις νη‐ σίζειν οἷον τοῖς πόρρωθεν βλέπουσιν. Ἱστορεῖται δὲ καὶ ὅτι ἀπὸ θερινῆς τροπῆς ὁ Νεῖλος ἀρξάμενος πληθύ‐ νει, τουτέστι πλημμύρει ἐπὶ ἡμέρας ἑκατόν· εἶτα ἐκλιπὼν τὸ ῥεῖθρον καὶ ὀπίσω ἀπελθὼν διατελεῖ βρα‐ | |
45 | χὺς τὸν ὅλον χειμῶνα· καὶ ὅτι λίθος ἐν τῷ Νείλῳ γεν‐ νᾶται κυάμῳ παρόμοιος, ὃν ἐὰν ἴδωσι κύνες οὐχ ὑλα‐ κτοῦσι. Τροφιμώτατον δέ φασι τὸ τοῦ Νείλου ὕδωρ εἶναι, διὰ τὴν ἐκεῖ τῶν ἡλίων μετρίαν ἕψησιν, καὶ μεγαλοφυῶν δὲ καὶ γόνιμον καὶ πολύγονον εἶναι. Διὸ | |
226(50) | καὶ τὰς γυναῖκας ἔσθ’ ὅτε τετράδυμα τίκτειν, ἤδη δὲ καὶ κατὰ τὴν Ἀριστοτέλους ἱστορίαν ἑπτάδυμα. | |
229 | Ὅτι τὸν Νεῖλον καὶ πάνυ πολλὴν ἰλὺν λέγει βάλλειν, ὡς καὶ ἀνωτέρω γέγραπται, καὶ ὄλβου χθο‐ νὸς εἶναι αὐξητικόν. Λέγει δὲ αὐτὸν καὶ τῆς Ἀσίας τὴν Λιβύην ἀποτέμνεσθαι, ἀφιέντα κεῖσθαι ἐς λίβα | |
5 | μὲν τὴν Λιβύην, ἐς δ’ αὐγὰς τὴν Ἀσίαν. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς δέ που τὴν Ἀσίαν Ἀσίδα φησὶ, κατὰ παρωνυμίαν, οὐ μὴν κατὰ ὑποκο‐ ρισμόν. Οὐ γὰρ εἰκὸς ὑποκορίσαι αὐτὸν τὴν τοσαύ‐ την ἤπειρον. Οὕτω δὲ καὶ αἱ Ἀμαζόνες παρωνύμως | |
10 | λέγονται Ἀμαζονίδες, καὶ παρὰ Εὐριπίδη Μαιὰς ἡ τοῦ Ἑρμοῦ μήτηρ Μαῖα, καὶ τὴν Τυρρηνὴν δὲ θά‐ λασσαν οὕτω Τυρρηνίδα εἶπεν ὁ Διονύσιος. | |
232 | Ὅτι τοὺς Αἰγυπτίους ἐγκωμιάζων ὁ Διονύσιος γένος αὐτοὺς ἀριπρεπέων λέγει ἀνδρῶν, οἳ πρῶτοι, φησὶ, βίου κελεύθους, ὃ ἔστι τέχνας, ἐξευρόντες διε‐ στήσαντο, ἤτοι διεῖλον, εἰς γεωργίαν, τυχὸν καὶ στρα‐ | |
5 | τείαν καὶ ἱερωσύνην καὶ εἰς τοιαῦτά τινα. Πρῶτοι δὲ ἱμερόεντος, φησὶν, ἐπειράθησαν ἀρότρου, καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἡπλώσαντο· πρῶτοι δὲ γραμ‐ μαῖς πόλον διεμετρήσαντο, τὰς τοῦ ἡλίου δηλαδὴ ἐξευ‐ ρόντες τροπὰς, καὶ θυμῷ, τουτέστιν οἴκοθεν ἐκ ψυχῆς | |
10 | καὶ ἀδιδάκτως, φρασάμενοι λοξὸν δρόμον ἡλίου, ὡς αὐτόχρημα θυμόσοφοι. Καὶ ὁ μὲν περιηγητὴς οὕτω σεμνολογεῖ αὐτούς. Λέγει δὲ καὶ Ἡρόδοτος πρώτους ἀνθρώπων Αἰγυπτίους ἐξευρεῖν τὸν ἐνιαυτὸν, καὶ ὅτι τῶν Αἰγυπτίων οἱ Ἡλιουπολῖται λογιώτατοι. Ἄλλη | |
15 | δὲ ἱστορία καὶ πανούργους οἶδεν αὐτοὺς, ὡς καὶ Θεό‐ κριτος ὑπεμφαίνει. Ὅθεν καὶ Αἰγυπτιάζειν λέγεται τὸ ὕπουλα πράττειν, καὶ παροιμία κεῖται λέγουσα «Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι.» Ἱστοροῦν‐ | |
ται δὲ καὶ δουλωθῆναι ὑπὸ Περσῶν. Ὁμώνυμος δὲ ἡ | 258 | |
20 | Αἴγυπτος Αἰγύπτῳ τῷ Βήλου, τῷ Δαναοῦ ἀδελφῷ. Λέγονται δὲ καὶ ξυρᾶσθαι τὰς κεφαλὰς οἱ Αἰγύπτιοι, καὶ πρὸς ἥλιον παχύνεσθαι τὸ ὀστοῦν, διὸ καὶ ἐλάχι‐ στοι, φασὶν, εἰσὶν ἐν Αἰγύπτῳ φαλακροί. | |
239 | Ὅτι καὶ ταῦτα Αἰγύπτου ἐγκώμια κατὰ τὸν Διονύσιον, οὐκ ὀλίγης, φησὶν, ἔτυχε τιμῆς· οὐδὲ μὴν οὐδ’ ὀλίγη μέγεθος πέλει, ἀλλ’ ὑπὲρ τὰς ἄλλας εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα· ἄλλοι δὲ καὶ | |
5 | φυσικῶς ὠχυρῶσθαι ἱστοροῦντες αὐτήν φασι κατὰ γῆν τε δυσέμβολον εἶναι καὶ κατὰ τὰ πρὸς θάλασσαν ἀλί‐ μενον, καὶ τὸ «δολιχὴν δὲ ὁδὸν καὶ ἀργαλέην» ὑπὸ τοῦ Ὁμήρου διὰ τὸ ἄξεινον τοῦ τόπου καὶ τὸ ἀλίμενον εἰρῆσθαι λέγουσιν. Ἐκλήθη δέ ποτε κατὰ τὴν ἱστο‐ | |
10 | ρίαν ἡ τοιαύτη χώρα καὶ Ἀερία καὶ Ποταμία καὶ Αἰ‐ θιοπία διὰ τοὺς ἐκεῖ Αἰθίοπας, περὶ ὧν πολλοὶ τῶν παλαιῶν ἱστοροῦσι· ναὶ μὴν καὶ Ἀετία ἔκ τινος Ἰνδοῦ Ἀετοῦ καλουμένου, καὶ Ὠγυγία δὲ καὶ Μελάμβωλος καὶ Ἡφαιστία. | |
242 | Ὅτι τὸ τῆς ὅλης Αἰγύπτου σχῆμα τρισσαῖς ἐπὶ πλευραῖς βέβηκε. Τρίγωνος γάρ ἐστι, προσεοι‐ κυῖα τῷ δέλτα στοιχείῳ. Καὶ δὴ καὶ οὕτω καλεῖται Δέλτα τὸ κατ’ Αἴγυπτον. Φασὶ γὰρ ἐν τῷ νοτίῳ τῆς | |
5 | Αἰγύπτου μέρει δύο εἶναι ὄρη, ὧν ἐν τῷ δεξιῷ ἀνατο‐ λικὴν κεῖσθαι τὴν προειρημένην Συήνην· οὕτω δὲ ἐγ‐ γὺς ἀλλήλων εἶναι ταῦτα τὰ ὄρη, ὡς μηδὲ ἑπταστά‐ διον εἶναι τὸ μέσον αὐτῶν· κἀκ τούτου τοῦ στενοῦ ἀρχομένην τὴν ἐκεῖσε γῆν πλατύνεσθαι πρὸς τὰ κατὰ | |
10 | θάλασσαν βόρεια ὡς δέλτα, ἤτοι τριγωνοειδῶς. Ἔστι δὲ τὸ ῥηθὲν ἐπταστάδιον τὸ ὀξὺ τοῦ Δέλτα, ἐξ οὗ ὁ Νεῖλος καταρρήγνυται, ὥς φησι καὶ Ἡρόδοτος· φασὶ δὲ καὶ ἐν τῷ μέσῳ τῆς Αἰγύπτου ἕτερον τρίγωνον ἐξ αὐτοῦ τοῦ Νείλου ἀποτελεῖσθαι σχῆμα, Δέλτα λεγό‐ | |
15 | μενον καὶ αὐτό· οὗ ἡ μὲν βάσις μεταξὺ τοῦ Πηλου‐ σίου καὶ τοῦ Ἡρακλείου στόματος τοῦ Νείλου, πλευραὶ δὲ ἡ δεξιὰ μὲν κατὰ Πηλούσιον, ἡ ἀριστερὰ δὲ κατὰ Κάνωβον καὶ Ἡράκλειον. Καλεῖται δὲ, φασὶ, Δέλτα καί τι χωρίον καὶ κώμη τις ἐπὶ τῇ τοῦ Δέλτα κορυφῇ. | |
20 | Σημείωσαι δὲ ὅτι ἔοικεν ἐκ τῶν ῥηθέντων τὸ δέλτα γράμμα τριγωνοειδῶς σχηματίζεσθαι παρὰ τοῖς πα‐ λαιοῖς, ὅθεν καὶ δέλτοι κυρίως μὲν οἱ τόμοι ὅσοι τρι‐ γωνοειδῶς ἐσχηματίζοντο ἐν τῷ πτύσσεσθαι, καθὰ καὶ νῦν ποιοῦσί τινες, ὕστερον δὲ ἁπλῶς αἱ βίβλοι δέλτοι | |
25 | λέγονται ἀπὸ τῆς παλαιᾶς χρήσεως· καθὰ καὶ πυξία, διὰ τὸ τοὺς παλαιοὺς ταῖς τῶν πύξων πινακίσι τὰ γράμματα ἐντυποῦν. Ἰστέον δὲ ὅτι ὁ Ξενοφῶν ἱστο‐ ρεῖ καὶ τῆς Θρᾴκης τόπον εἶναί τινα Δέλτα καλού‐ | |
μενον. | 259 | |
243 | Ὅτι τοῦ κατ’ Αἴγυπτον τριγώνου τὸ μὲν πλα‐ τὺ τὸ τῆς βάσεως πρὸς ἀκτὰς κεῖται βορεήτιδας, ὡς καὶ ἀνωτέρω γέγραπται, τὸ δὲ ὀξὺ ἐπὶ ἠῶ ἕλκεται μέχρι πολυκρήμνου Συήνης, ἐρυμνὸν ὄρεσιν ἀμφοτέ‐ | |
5 | ροις, τοῖς καταρράκταις λεγομένοις, ὧν μέσα, ὡς προε‐ γράφη, καλλιρρόου κατέρχεται ὕδατα Νείλου. Τὸ δὲ ἐπ’ ἠῶ φασιν ἐνταῦθα οἱ παλαιοὶ μὴ δηλοῦν τὴν ἀνα‐ τολὴν, καλῶς λέγοντες. Νότιον γὰρ πάντως καὶ μεσημβρινὸν, οὐ μὴν ἀνατολικὸν τὸ τοῦ Δέλτα ὀξύ. | |
10 | Διὰ τοῦτο τοίνυν ἠῶ σωματικώτερον τὴν τοῦ Μέμνονος νοοῦσι μητέρα, τὴν Ἡμέραν τὴν θεὰν τὴν πρὸς τοῖς Αἰθίοψιν, εἰς οὓς καὶ ἡ τοῦ Δέλτα ὀξύτης ἀφορᾷ· ἧς Ἡμέρας ἐν ταῖς νοτίαις Θήβαις ἀνέστηκεν ἄγαλμα, ὡς ῥηθήσεται. | |
248 | Ὅτι τὰς Αἰγυπτίας Θήβας ἑνικῶς ἐκφέρει, καὶ ἐρικυδέα λέγει πόλιν τὴν τοιαύτην Θήβην, καὶ ὠγυγίην καὶ ἑκατόμπυλον· ἔνθα γεγωνὼς, φησὶν, ὁ Μέμνων ἀνατέλλουσαν τὴν ἑαυτοῦ Ἠῶ, τουτέστι τὴν | |
5 | μητέρα Ἡμέραν, ἀσπάζεται· ἀνδριὰς μὲν ὢν, διά τινος δὲ μηχανῆς ἅμα καὶ ἡμέρᾳ λαμπούσῃ φωνῶν, καὶ οὕτω πως ἐξ αὐτομάτου προσλαλῶν οἷον καὶ ἀσπα‐ ζόμενος τὴν Ἡμέραν, ἧς ἐλέγετο υἱὸς εἶναι διὰ τὸ ἐν Αἰθίοψι τάχα κάλλιστος εἶναι, καὶ μόνος ὑπερλελευ‐ | |
10 | κάνθαι τὴν χροιὰν, πατρὸς ὢν Τιθωνοῦ, ἀδελφοῦ Λαο‐ μέδοντος, ὃν πρὸς τῇ Κέρνῃ ἀφορίζει ὁ Λυκόφρων, περὶ ἧς ἀνωτέρω γέγραπται. Φασὶ δὲ τὰς Θήβας καὶ Διὸς πόλιν ποτὲ κληθῆναι. Ἐξαίρει δὲ αὐτὰς τῷ λόγῳ καὶ ὁ Ποιητὴς ἐν τῇ Ἰλιάδι. Ἐννέα δὲ ἱστο‐ | |
15 | ροῦνται Θῆβαι, ὧν μία καὶ αὕτη ἡ περὶ Αἴγυπτον, μεγίστη μέν ποτε οὖσα, ὡς καὶ εἰς ἑκατὸν πύλας ἀνοίγεσθαι, καὶ εἰς σταδίους εἴκοσι καὶ τετρακοσίους ἐκτείνεσθαι, νῦν δὲ ἐν ὀνόματι μόνον κειμένη, διὰ τὸ κατεσκάφθαι καὶ ἀνεστατῶσθαι τέλεον. Φασὶ γὰρ | |
20 | ὅτι Καμβύσης αὐτὰς ὁ Περσῶν βασιλεὺς εἰς ἔδαφος κατέστρεψεν. Ὅτι δὲ περὶ τοὺς τοιούτους τόπους ὑετὸς οὐ καταρρήγνυται, δηλοῖ ὁ θαυμάζων ὅτι ἐπὶ Ψαμμηνίτου τοῦ υἱοῦ Ἀμάσιος ὕσθησαν αἱ Θῆβαι ψεκάδι. | |
25 | Ὅτι πολλοὶ καὶ ὄλβιοι ἄνδρες τὴν τῆς Αἰγύπτου ἔχουσι γῆν, οἷον οἱ ῥηθέντες Θηβαῖοι καὶ οἱ Ἀλεξαν‐ δρεῖς καὶ οἱ μεσήπειροι Ἑπταπολῖται καὶ οἱ περί που τὴν παραλίαν τὴν πρὸς τῇ Σερβωνίδι· λίμνη δὲ αὕτη καὶ χώρα, περὶ ἥν φασι τὸν Τυφῶνα κεκρύφθαι, πλη‐ | |
30 | σίον οὖσαν τοῦ πρὸς τῷ Πηλουσίῳ Κασίου ὄρους. Οἱ μέντοι Πηλουσιῶται ἐκτὸς τούτων εἰσὶ τῶν κατ’ Αἴ‐ | |
γυπτον, τὸ γὰρ Πηλούσιον ἤδη τῆς Ἀσίας ἐστίν. | 260 | |
251 | Ὅτι ἡ κατ’ Αἴγυπτον Ἑπτάπολις καὶ Ἀρκα‐ δία, ὡς ἀπὸ τοῦ βασιλέως Ἀρκαδίου, ὕστερον ἐκλήθη, πρὸ δὲ τούτου καὶ Ἑπτάνομος ἢ Ἑπτανομία ὠνομά‐ σθη. Καὶ τοῦτο μὲν ἐκαλεῖτο διὰ τὸ ἑπτὰ ἔχειν | |
5 | νομοὺς, ὁποίους τοὺς Λιβυκοὺς ἡ συνήθης φράσις εἶναι βούλεται, ὡς ἄν τις εἴποι ἐνορίας. Ἑπτάπολις δὲ ἐλέγετο ἀπὸ πόλεων παρακειμένων τῷ Νείλῳ, ἓξ μὲν ἐξ ἀριστερῶν, ἤγουν Μέμφεως, Διὸς πόλεως, Μεμνο‐ νίας, μικροῦ Καταρράκτου καὶ μεγάλου, καὶ Συήνης, | |
10 | μιᾶς δὲ ἐκ δεξιῶν, τῆς Βαβυλῶνος. Οἱ δὲ ἄλλως καταριθμοῦσι τὰς τοιαύτας ἑπτὰ πόλεις, τέσσαρας μὲν τῆς Θηβαΐδος, αἵ εἰσιν ἡ τοῦ Πανὸς, ἡ τοῦ Ἀντινόου, ἡ τῶν Λύκων καὶ ἡ Ἑρμοῦ πόλις, τρεῖς δὲ τῆς Ἀρ‐ καδίας, τὴν Ἡρακλέους, τὴν Ὀξύρυγχον καὶ τὴν | |
15 | Μέμφιν. | |
254 | Ὅτι Αἰγύπτου πρὸς ζέφυρον οὐ πάνυ πόρρω τοῦ. Κανωβικοῦ Νειλῴου στόματος τὸ Μακηδόνιον πτο‐ λίεθρον, ὃ ἔστιν ἡ τοῦ Μακεδόνος Ἀλεξάνδρου ὁμώνυ‐ μος πόλις, ἐν ᾗ καὶ ἐτάφη, Πτολεμαίου κομίσαντος, | |
5 | τεθεὶς ἐν πυέλῳ χρυσῇ, ἣν συλήσας ὕστερον Κόκκης ὁ ἐπικληθεὶς παρείσακτος Πτολεμαῖος ἐν ὑαλίνῃ πυέλῳ τὸν νεκρὸν ἔθετο. Ἀριθμοῦνται δὲ ἐν ταῖς ἱστορίαις Ἀλεξάνδρειαι ὑπὲρ τὰς δεκαοκτώ. Τούτων μία καὶ αὕτη, πόλις Λίβυσσα ἤτοι Αἰγυπτία. Ταύτην δὲ καὶ | |
10 | ἄλλοις μὲν ὀνόμασι διαφόροις κληθῆναί φασί ποτε, ὀνομασθῆναι δὲ καὶ Λεοντόπολιν, διὰ τὸν τῆς Ὀλυμ‐ πιάδος καὶ τοῦτο Ἀλέξανδρον, ἧς ἡ γαστὴρ ἐσφραγί‐ σθαι λέοντος εἰκόνι λέγεται. Λέγεται δὲ καὶ ὅτε τὴν ἀρχὴν ἡ πόλις ἐμελετᾶτο κτισθῆναι καὶ διεγράφετο, | |
15 | γῆν μὲν μὴ εἶναι πρόχειρον λευκὴν, ἧς χρεία ἦν τῇ διαγραφῇ κατὰ τὸ σύνηθες, ἀλφίτοις δὲ διαγραφῆναι αὐτὴν, καὶ ὄρνιθας καταπτάντας ἀφαρπάζειν τὰ ἄλ‐ φιτα· ὃ σύμβολον δόξαι τηνικαῦτα αἴσιον τοῖς περὶ τὸν Ἀλέξανδρον, ὅτι δηλαδὴ πολλῶν ἡ πόλις τροφὸς γενή‐ | |
20 | σεται. Λέγεται δὲ καὶ πόλις ποτὲ κληθῆναι κατ’ ἐξο‐ χὴν, ὡς νῦν ἡ Κωνσταντίνου πόλις, καὶ ὡς αἱ Ἀθῆναί ποτε ἄστυ. Ἰστέον δὲ ὅτι τοῦ Μακεδών ἐκτείνας οὗ‐ τος τὴν παραλήγουσαν Μακηδών εἶπεν ἐν τῷ Μακη‐ δόνιον πτολίεθρον, οὐκ ἔξω ἀναλογίας λέγων. Οὕτω | |
25 | γὰρ καὶ ἄλλα πολλὰ τῶν κυρίων εἰς δων ὀξυτόνων ὀνομάτων τῷ η παραλήγεται, ὡς καὶ ὁ Σαρπηδών. Ἦν δὲ καὶ ὁ Μακεδὼν ἡγεμών ποτε τῆς ὁμωνύμου χώ‐ ρας, ἥτις καὶ Ἠμαθία πρότερον ἐκαλεῖτο. Ὅρα δὲ ὅτι παρέφρασε τὴν Ἀλεξάνδρειαν, οὐκ αὐτὸ τοῦτο | |
30 | εἰπὼν ὅπερ καλεῖται, ἀλλὰ Μακεδόνιον ὀνομάσας πτο‐ λίεθρον, ὡς ἂν εἰς μνήμην ἱστορίας ἀγάγῃ τὸν ἀκρο‐ ατήν. Οὕτω καὶ τὸ Πηλούσιον κατωτέρω Πηλέως ὁμώνυμον πόλιν ἐρεῖ. Ἐκεῖνο δὲ καὶ τρόπον ἔχει ποιητικὸν ἄλλον, τὴν ἐτυμολογίαν συνήθη καὶ αὐτὴν | 261 |
35 | οὖσαν τῷ Διονυσίῳ, οἷα ποιητῇ. Λέγει δὲ καὶ ὅτι περὶ Ἀλεξάνδρειαν Σινωπίτου Διὸς μέλαθρον χρυσῷ τιμήεντι κεκασμένον· ὃ καὶ ἐξαίρων τῷ λόγῳ φησίν· «οὐκ ἂν ἐκείνου ναὸν ἐν ἀνθρώποις θεώτερον ἄλλον ἴδοις, ὃ ἔστι θειότερον, οὐδὲ ἀφνειὰν | |
40 | πόλιν ἑτέραν.» Τῷ ὄντι γὰρ πλουσιωτάτη πόλις ἡ Ἀλεξάνδρεια, ὡς ἱστόρηται. Περὶ ἧς καὶ τοιάδε τινὰ λέγεται· Ἀλεξάνδρεια πόλις πολυάνθρωπος, ἧς ὁ λιμὴν ναυσὶ δυσπρόσιτος. Στενός τε γὰρ ἐπ’ αὐτὸν εἴσπλους, καὶ πέτραις ὑφάλοις τὸν ἐπ’ εὐθὺ διακόπτε‐ | |
45 | ται δρόμον, καὶ τὸ μὲν ἀριστερὸν αὐτοῦ πέφρακται χειροκμήτοις σκέλεσιν, ἐν δεξιᾷ δὲ νησὶς ἡ Φάρος πρόκειται, πυρσεύουσα τοῖς πλέουσι πρὸς τὴν δυσχέ‐ ρειαν τοῦ κατάπλου. Περὶ δὲ τὴν νῆσον μέγιστα κα‐ ταβέβληνται χειροποίητα τείχη, οἷς καὶ προσαρασσό‐ | |
254(50) | μενα τὰ κύματα καὶ ἀμφαγνύμενα ἐκτραχύνουσι τὸν πόρον καὶ σφαλερὰν διὰ στενοῦ τὴν εἴσοδον ἀπεργάζον‐ ται. Ὁ μέντοι λιμὴν ἐντὸς ἀσφαλὴς, καὶ τριάκοντα σταδίους ἔνδον ἔχει τὸ μέγεθος. Ὁ δὲ Γεωγράφος περὶ Φάρου φησὶν οὕτως· «ἡ Φάρος νησίον περίμηκες | |
55 | προσεχέστατον τῇ ἠπείρῳ. Ἀπὸ δὲ τοῦ Κανωβικοῦ εἰς αὐτὴν στάδια ρνʹ.» Σινωπίτης δὲ Ζεὺς ἢ ὁ Μεμφίτης· Σινώπιον γὰρ ὄρος Μέμφιδος· ἢ ἀπὸ Σινώπης τῆς Ποντικῆς. Φέ‐ ρεται γὰρ λόγος, ὅτι βασιλεῖ τῆς Ἀλεξανδρείας Πτο‐ | |
60 | λεμαίῳ τῷ Λάγου δαίμων τις ἐπιφανεὶς ἐκέλευσε πέμ‐ ψαντα ναῦν κομίσαι αὐτὸν, μὴ προσδηλώσας καὶ τόπον ὅθεν αὐτὸν ἀνακομίσεται. Ὁ δὲ πέμπει φέρεσθαι τη‐ νάλλως τὴν ναῦν ὅπη τύχῃ. Καὶ ὡς προσέβαλεν ἡ ναῦς τῇ Φωκίδι, λαβόντες χρησμὸν οἱ ἐμπλέοντες ἀπελθεῖν | |
65 | εἰς Σινώπην καὶ ἐνέγκαι τὸ προσταχθὲν, ἤνεγκαν ἐκεῖθεν τὸ τοῦ Σαράπιδος Διὸς ἄγαλμα. Κἀντεῦθεν Σινωπί‐ της Ζεὺς, ἤτοι Σάραπις, οὗ φασι τὸ ἄγαλμα τοῖς ὁρῶ‐ σιν ἄδηλον εἶναι οἵας φύσεως ἦν. Οἱ δὲ ἀπὸ Σίνω‐ πος ποταμοῦ Σινωπίτην τοῦτον Δία παρήγαγον. | |
259 | Ὅτι σκοπιὰς τῆς Εἰδοθέας λέγει τὴν κατ’ Ἀλε‐ ξάνδρειαν Φάρον, περὶ ἧς εἴρηται, ἢ τὸν Ἀντίφαρον, ὑψηλὸν ὄντα καὶ αὐτὸν, ὃς λέγεται τάφος Ὀσίριδος καὶ Εἰδοθέας τῆς τοῦ Πρωτέως, ὅστις Πρωτεὺς τῶν ξενο‐ | |
5 | κτόνων παίδων ἐν τῇ Θρᾳκικῇ Παλλήνῃ ἀπαλλαγεὶς, ὡς ἱστορεῖ Λυκόφρων, ἀποκατέστη εἰς Φάρον μετὰ | |
τῆς θυγατρὸς Εἰδοθέας, καὶ δαίμων ἐνομίσθη θαλάσ‐ σιος. Περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγρα‐ πται. | 262 | |
260 | Ὅτι πρὸς ἀνατολὰς Αἰγύπτου περὶ τὴν Κα‐ σιώτιδα πέτραν, ἤτοι περὶ τὸ Κάσιον ὄρος, ἡ πόλις τὸ Πηλούσιον κεῖται, πρὸς τῷ ἐξ αὐτοῦ παρωνύμῳ Πη‐ λουσιακῷ τοῦ Νείλου στόματι ἀνατολικῷ ὄντι. Καὶ | |
5 | οὗτος μὲν τὸ Πηλούσιον πτολίεθρον ἐπώνυμον τοῦ Πηλέως φησὶν, ὡς στρατιωτῶν Φθιωτῶν ὑπὸ τῷ Πηλεῖ τεταγμένων οἰκησάντων αὐτὸ, ἄλλοι δὲ ἀπὸ τοῦ πη‐ λοῦ καὶ τῶν ἐκεῖ ἑλῶν καὶ τελμάτων καλοῦσιν αὐτό. Ναυτικωτάτους δὲ τοὺς Πηλουσιώτας καλεῖ ἐν τῷ λέ‐ | |
10 | γειν αὐτοὺς ἔξοχα ναυτιλίας δεδαημένους. Τοιούτους δὲ καὶ Ὅμηρος οἶδε τοὺς Φοίνικας. Ἰστέον δὲ ὅτι τὸ Κάσιον Ἡρόδοτος ὁρίζειν φησὶ τὴν Αἴγυπτον καὶ τὴν Συρίαν· καὶ ὅτι τὰ νῦν ἰδιωτικῶς Κασιανὰ ὑφάσματα λεγόμενα ἐκ τῶν περὶ τὸ ῥηθὲν Κάσιον ὄρος τὴν ἀρχὴν | |
15 | τῆς κλήσεως ἐοίκασι λαβεῖν, ὡς ὑπεμφαίνει ὁ γράψας τὰ Ἐθνικὰ, ἐν λόγῳ τιθεὶς τὰ Κασιωτικὰ ἱμάτια. | |
262 | Ὅτι οἱ Πηλουσιῶται οὐκ εἰσὶν ἀνδράσι Λι‐ βύεσσιν ἐναρίθμιοι. Καὶ γὰρ ἄστυ ἔλαχον, φησὶν, ἐς αὐγὰς Νείλου νενασμένον, ἤτοι κατοικούμενον. Οἱ δὲ ἀστειότερον λελασμένον γράφουσιν, ὃ ἔστιν ἐπιλελη‐ | |
5 | σμένον τοῦ Νείλου, ὡς ἔξω τοῦ Δέλτα καὶ πόρρω αὐ‐ τοῦ κείμενον. Καὶ ἡ Σερβωνὶς τοίνυν λίμνη τούτῳ τῷ λόγῳ κεχώρισται τῆς Λιβύης, ὡς ἀνατολικωτέρα τοῦ Πηλουσιακοῦ στόματος, ὅπερ, ὡς λέλεκται, τῆς Ἀσίας ἐστί. Σημείωσαι δὲ ὅτι ἔστιν ἐνταῦθα ζητῆσαι | |
10 | τοιοῦτόν τι· ἐὰν τὸ μὲν Κανωβικὸν στόμα τοῦ Νείλου πέρας τῆς Λιβύης ᾖ, ὡς προείρηται, τὸ δὲ ἐπώνυμον τῷ Πηλουσίῳ Πηλουσιακὸν στόμα τῆς ἑῴας ἐστὶ καὶ οὐ Λιβυκὸν, τὴν ἐν μέσῳ τῶν ἄκρων δύο τούτων Αἰ‐ γυπτίαν γῆν ὁποτέρᾳ προσνέμειν χρὴ, ἆρά γε τῇ Λι‐ | |
15 | βύῃ ἢ τῇ Ἀσίᾳ; πρὸς δὲ τὴν τοιαύτην ζήτησιν ἔστιν ἐπαγωνίσασθαι, ὅτι ὡς μεθόριον οὐδετέρᾳ τῶν δύο ἠπείρων ἀκριβῶς ἡ διὰ μέσου γῆ προσνενέμηται. Ἡρόδοτος δὲ φανερῶς διαστέλλει τῶν Λιβύων τοὺς Αἰγυπτίους, ἔν τε ἄλλοις τόποις καὶ ἔνθα λέγει ὅτι Αἰ‐ | |
20 | γύπτιοι μετὰ Λίβυας ὑγιέστεροι πάντων ἀνδρῶν διὰ τὸ τὰς ὥρας οὐ μεταλλάσσειν. Ἡ δὲ λέγουσα ἱστορία ὅτι αἱ ἴβεις ἐν Πηλουσίῳ οὐ γίνονται, ἐν δὲ τῇ ἄλλῃ Αἰγύπτῳ εἰσὶν, Αἰγυπτίαν εἶναι πόλιν ἐμφαίνει τὸ Πηλούσιον. | |
265 | Ὅτι παχυμερῶς ὁ Διονύσιος περιηγεῖσθαι ὁμολογεῖ, ἐν οἷς περὶ Λιβύης φησίν· «ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν, οἱ μὲν ἐπ’ ὠκεανῷ, οἱ δὲ ἀνὰ μέσας ἠπείρους, καὶ τὰ ἑξῆς. Τοῦτο δὲ ποιήσει | |
5 | καὶ ἐν τοῖς εἰσέπειτα πολλαχοῦ. Τὰ δὲ τοιαῦτα νοή‐ | |
ματα καὶ σαφήνειαν ἐργάζονται διὰ τὴν συμπλήρωσιν τῶν ἐννοιῶν. Εἴρηται γὰρ ἐξ ἀρχῆς ὅτι πάνυ στοχα‐ ζόμενος σαφηνείας ὁ Διονύσιος πολλαῖς χρῆται καὶ συμπληρώσεσι καὶ προεκθέσεσι καὶ τοῖς ἄλλοις, δι’ ὧν | 263 | |
10 | σαφὴς ὁ λόγος γίνεται. | |
267 | Ὅτι ἡ Τριτωνὶς, εὐρεῖα λίμνη, μέση Λιβύης ἕλκεται· περὶ ἣν καί τι νησίδιον ἱστοροῦσιν εἶναι. Ἀπὸ ταύτης ὁ μῦθος τὴν Τριτογένειαν Ἀθηνᾶν παρω‐ νομάσθαι βούλεται, ὡς γεννηθεῖσαν περὶ αὐτήν. Διὸ | |
5 | καὶ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνᾷ μάλιστα θύουσιν, ὥς φησιν Ἡρόδοτος, ὃς καὶ ποταμὸν μέγαν Τρίτωνα καλούμενόν φησιν ἐκδιδόναι εἰς τὴν λίμνην ταύτην μεγάλην οὖσαν. Λέγει δὲ καὶ ὅτι ταύτης τῆς Τριτωνίδος λίμνης καὶ τοῦ Ποσειδῶνος θυγατέρα φασὶν | |
10 | οἱ ἐκεῖ τὴν Ἀθηνᾶν, καὶ ὅτι μεμφθεῖσα ἡ Ἀθηνᾶ τῷ πατρὶ Ποσειδῶνι ἐποιήθη εἰς θυγατέρα, τουτέστι θετὴ θυγάτηρ ἐγένετο τῷ Διί. | |
270 | Ὅτι Εὐρώπη ἡ χώρα ἐξ Εὐρώπης λέγεται κα‐ θὰ καὶ ὁ Λυκόφρων φησίν· ἀφ’ ἧς ὁ Σαρπηδὼν, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσῳ. Ἀγήνορος δὲ αὕτη θυ‐ γάτηρ, ἣν Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐληΐσατο, | |
5 | ναυμαχίᾳ τὴν Τύρον ἑλών. Σημείωσαι δὲ ὅτι ἄλλος ἐστὶν οὗτος παρὰ τὸν Λύκιον Σαρπηδόνα. Σαρπη‐ δὼν μὲν γὰρ οὗτος ὁ τῆς ῥηθείσης Εὐρώπης ἀδελφός ἐστι Μίνωος καὶ Αἰακοῦ κατὰ τὸν Ἀρριανὸν, ὁ δὲ ἐκ Λυκίας Σαρπηδὼν ὁ Ὁμηρικὸς οὐκ ἂν εἴη τούτοις σύγ‐ | |
10 | χρονος. Ἱππίας δὲ ἀπὸ Ἀσίας καὶ Εὐρώπης τῶν Ὠκεανίδων τὰς ἠπείρους καλεῖ. Τισὶ δὲ οὐκ ἀρέσκει ἐκ γυναικῶν ταῖς ἠπείροις τὰ ὀνόματα κεῖσθαι. Ἡρό‐ δοτος δέ φησι τὰ τρία τῆς γῆς τμήματα ἐπωνυμίας ἔχειν γυναικῶν, λέγων ὅτι Λιβύη μὲν ἀπὸ Λιβύης λέ‐ | |
15 | γεται γυναικὸς αὐτόχθονος, ἡ δὲ Ἀσία ἀπὸ τῆς Προ‐ μηθέως μητρὸς ἐπονομάζεται, Λυδοὶ δὲ οὐχ οὕτως, ἀλλὰ ἀπὸ Ἀσίεω τοῦ Ἄτυος καλεῖσθαί φασιν αὐτὴν, ἀφ’ οὗ καὶ ἐν Σάρδεσι φυλή τις καλεῖται Ἀσιάς. Ἡ δὲ Εὐρώπη δοκεῖ ἀπὸ τῆς Τυρίας Εὐρώπης λαβεῖν τὸ | |
20 | ὄνομα. Ὅτι δὲ βούλονταί τινες τὴν Εὐρώπην καὶ ἀπό τινος Εὐρώπου ἀνδρὸς ὠνομάσθαι προείρηται. Διὸ καὶ βαρύνεται· βαρεῖαν γὰρ ἔχει τάσιν καὶ ὁ Εὔ‐ ρωπος τὸ κύριον, πρὸς ἀντιδιαστολὴν τοῦ εὐρωποῦ, ὅπερ δηλοῖ τὸν πλατὺν ἢ σκοτεινὸν, ἐξ οὗ καὶ σπήλαιον | |
25 | παρὰ τῷ Ὀππιανῷ εὐρωπόν. Δεῖ δὲ εἰδέναι καὶ ὅτι τὴν Εὐρώπην οἱ παλαιοί φασι διαφέρειν τῆς Ἀσίας οὐ μόνον ἀνδρῶν ἀρετῇ καὶ πλούτῳ καὶ καρποῖς, ἀλλὰ καὶ σπάνει θηρίων. Πολυσχημονεστάτη δὲ ἠπείρων ἡ Εὐρώπη, ἁπλουστάτη δὲ τοὐναντίον ἡ Λιβύη, ἡ | |
30 | δὲ Ἀσία μέσην ἀμφοῖν ἔχει διάθεσιν. Κἀκεῖνο δὲ γνωστέον, ὅτι Εὐρώπη μὲν πάντα τὰ κατὰ δύσιν ἀρ‐ ξαμένοις ἀπὸ Ἑλλησπόντου· οἱ δὲ παλαιοί φασιν ὅτι Οὐεσπασιανὸς ἐχώρισε τὴν Θρᾴκην ἀπ’ αὐτῆς. | 264 |
271 | Ὅτι τὸν αὐτὸν εἶναι ῥυσμόν φησι τῇ Εὐρώ‐ πῃ, οἷός ἐστι καὶ ὁ τῆς Λιβύης. Ῥυσμὸν δὲ τὴν ἔκ‐ τασιν λέγει, τὴν θέσιν, τὴν διάστασιν ἢ, ὡς αὐτὸς εἶπε, τὸν τύπον. Ταὐτὸν γὰρ εἰπεῖν, Εὐρώπης τύπον καὶ | |
5 | Λιβύης ῥυσμόν. Καὶ προϊὼν δὲ τὴν τοιαύτην λέξιν ἐρεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ «σχῆμα δὲ Ἀσίας ῥυσμὸς πέλει ἀμφοτέρων.» Ἔστι δὲ καὶ ἐκεῖ ῥυσμὸς τὸ σχῆμα, ὁ τύπος, ἡ θέσις. Γίνεται δὲ ὁ ῥυσμός ἐκ τοῦ ῥύω, τὸ ἑλκύω· ἐξ οὗ καὶ τόξου ῥυτήρ ὁ τοξότης, καὶ ῥυτήρ | |
10 | δὲ ὁ χαλινός. Διὸ καὶ ὁ Διονύσιος ἐν τοῖς ἑξῆς εἰπὼν ῥυσμόν, εἶτα οἷον ἐτυμολογῶν τὴν λέξιν ἐρεῖ «ἑλκόμε‐ νον κατὰ βαιόν·» ὡς ταὐτὸν ὂν εἰπεῖν ῥυσμόν καὶ ἑλ‐ κυσμόν. | |
274 | Ὅτι Εὐρώπη καὶ Λιβύη τὸ νείατον ἴχνος, ἤγουν τὴν βάσιν καὶ τὸ ἑῷον πλατὺ τέρμα ἑαυτῶν, ἴσον ἐπὶ τὴν Ἀσίαν ἔχουσιν· ὑπόκειται γὰρ ἡ Ἀσία ὥσπερ βάσις αὐταῖς. Κἂν θῇς, φησὶν, ἀμφοτέρας | |
5 | ταύτας γαῖαν μίαν μὴ μεσολαβουμένην ὑπὸ τῆς ἑσπε‐ ρίας θαλάσσης, κώνου ἂν γένοιτο σχῆμα πλευραῖς ἴσον ἀμφοτέραις, οὗ ὀξὺ μὲν τὸ ἑσπέριον, πλατὺ δὲ τὸ ἀνατολικὸν τὸ πρὸς τῇ Ἀσίᾳ. Καὶ ὅρα ὅτι καὶ ἐπὶ κώνου πλευραὶ λέγονται. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ | |
10 | Λιβύη καὶ ἡ Εὐρώπη ὁμοῦ συντεθεῖσαι κώνῳ εἰκά‐ ζονται τῷ γεωμετρικῷ, οὕτω καὶ ἄλλα μέρη τῆς γῆς γεωμετρικοῖς εἰκάζονται σχήμασι παρὰ τῷ Διονυσίῳ. ὥσπερ ἡ Λιβύη μὲν τραπεζίῳ, τριγώνῳ δὲ ἡ Αἴγυ‐ πτος καὶ ἡ Σικελία, καὶ ῥόμβῳ δὲ μέρος τι τῆς Ἀσίας, | |
15 | ὡς μετὰ ταῦτα ῥηθήσεται· | |
281 | Ὅτι ὑπὸ τὴν ἐσχάτην γλωχῖνα, ὃ ἔστι γωνίαν, τῆς Εὐρώπης, ἀγχοῦ τῶν στηλῶν τῶν περὶ τὰ Γά‐ δειρα, οἱ Ἴβηρές εἰσι τεταμένοι, ἄχρι καὶ τοῦ βορείου ψυχροῦ ὠκεανοῦ. Τούτους μεγαθύμους φησὶ δι’ ἣν | |
5 | εἶχον ἀνδρείαν. Ἄποικοι δὲ τούτων οἱ ἑῷοι Ἴβηρες, ὡς καὶ τῶν Εὐρωπαίων Γαλατῶν οἱ Ἀσιανοὶ οἱ περὶ τὴν Ἄγκυραν. Καλοῦνται δὲ ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ ἴδιον λέγεται τὸ πλημμύρειν καὶ δίχα χιόνων, ὅτε τὰ βόρεια πνεύματα πλεονάσει. Αἰτία δὲ τοῦ τοιούτου | |
10 | πάθους, φασὶν, ἡ λίμνη, δι’ ἧς ὁ τοιοῦτος ποταμὸς ῥέει. Συνεκβάλλουσι γὰρ τὸ λιμναῖον οἱ ἄνεμοι, καὶ οὕτω ποιοῦσι πλεονασμὸν τοῦ ὕδατος. Κατὰ δέ τινας ἀπὸ βασιλέως ὁμωνύμου οἱ Ἴβηρες ἔλαχον τὸ οὕτω καλεῖσθαι. Κελτὸς γὰρ καὶ Ἴβηρ, παῖδες Ἡρακλέος | 265 |
15 | ἀπὸ βαρβάρου γυναικὸς, ἐξ ὧν τὰ ἔθνη οἱ Κελτοὶ καὶ οἱ Ἴβηρες. Ἰστέον δὲ ὅτι ἡ Ἰβηρία, οὐ πᾶσα μέντοι, ἀλλὰ μόνη ἡ ἐντὸς τοῦ ῥηθέντος Ἴβηρος ποταμοῦ, καὶ Ἱσπανία συνωνύμως ἢ πολυωνύμως ἐλέγετο. Ῥω‐ μαῖοι δὲ καὶ τὴν πᾶσαν οὕτως ἐκάλεσαν ὕστερον, ὡς | |
20 | εἶναι διώνυμον, Ἰβηρίαν τε καὶ Ἱσπανίαν. Λέγονται δὲ πλείους ἢ χίλιαι πόλεις Ἰβήρων εἶναι. Οἱ δὲ τοῦτο λέγοντες καὶ τὰς μεγάλας κώμας πόλεις ὠνόμαζον. Φασὶ δὲ ἐν Ἰβηρίᾳ καὶ πόλιν εἶναι Ὀδύσσειαν καὶ ἄλλα πολλὰ ἴχνη τῆς Ὀδυσσέως πλάνης. Ὑδροποτεῖν | |
25 | δὲ λέγονται οἱ Ἴβηρες καὶ μονοσιτεῖν καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι. | |
284 | Ὅτι Βρεττανοί διὰ δύο ττ ὡς ἐπιπολύ· ἐνταῦθα δὲ ἐν τῷ «ἔνθα Βρετανοί», τοῦ μέτρου ἐπιτάξαν‐ τος ἀπεχώρισε τὸ ἓν τ· οὕτω καὶ Σαρματῶν τινῶν λε‐ γομένων μετὰ τοῦ ρ, ὅμως ἐν τοῖς ἑξῆς, ἐν τῷ «Γερμα‐ | |
5 | νοὶ Σαμάται τε,» ἡ τοῦ μέτρου βία ἐξώθησε τὸ ρ· Σαρμάται γὰρ εἰπεῖν ἔδει καὶ οὐ Σαμάται. Τῶν δὲ Βρεττανῶν τούτων παρώνυμοι αἱ ἀντιπέραν Βρεττα‐ νίδες νῆσοι, περὶ ὧν ῥηθήσεται. | |
285 | Ὅτι τοὺς Γερμανοὺς, οἷς οἱ Ἀλαμανοὶ πρόσ‐ χωροι, λευκὰ λέγει φῦλα. Τοιοῦτοι γὰρ τὴν χρόαν εἰσὶν, ἀπεναντίας τοῖς νοτιωτάτοις Αἰθίοψιν· ἐκεῖνοι γὰρ μελάντατοι. Καλεῖ δὲ αὐτοὺς καὶ ἀρειμανίους ἢ | |
5 | ἐρισθενέας. Λέγει δὲ καὶ ὅτι παραθρώσκουσι τοὺς τοῦ Ἑρκυνίου δρυμοῦ ὀρόγκους, ἤγουν παράκεινται τοῖς Ἑρκυνίοις δρυμοῖς, πρὸς αὐτῷ τῷ Κρονίῳ ὠκεανῷ. Ἱστορεῖ δὲ καὶ τὴν ἐκεῖ που Ἰβηρικὴν ἤπειρον ὁμοίαν εἶναι βύρσῃ, οὐ τῷ χρώματι οὐδὲ τῇ λειότητι, ἀλλὰ | |
10 | τῷ σχήματι. Βύρσῃ γὰρ τεταμένῃ ἔοικεν ἡ Ἰβηρία, ἧς φασι τὰ οἷον τραχηλιμαῖα μέρη εἰς τὴν συνεχῆ Κελτικὴν πρὸς τὴν ἕω ὑπερεκπίπτουσι. Γνήσιοι δὲ κατὰ Ῥωμαίων γλῶσσαν οἱ Γερμανοὶ ἑρμηνεύονται, ὡς ἂν γνήσιοι Γαλάταις, οἷς ἐοίκασιν ἐν μορφαῖς καὶ | |
15 | βίοις καὶ ἤθεσι, πλεονάζοντες μόνον ἀγριότητι μεγέθει τε καὶ ξανθότητι, πέραν τοῦ Ῥήνου κείμενοι πρὸς ἕω μετὰ τοὺς Κελτούς. Τινὲς δὲ τὸ Γερμανοί εἰς τὸ ἀδελ‐ φοί μεταλαμβάνουσιν, ὅπερ τρόπον τινὰ ταυτόν ἐστι τῷ γνήσιοι. Πλούταρχος δὲ λέγει ὅτι οἱ Γερμανοὶ εὐ‐ | |
20 | μεγέθεις τοῖς σώμασι καὶ χαροποὶ τοῖς ὄμμασιν. Ὁ | |
δὲ ῥηθεὶς Ἑρκύνιος δρυμὸς μέγας τέ ἐστι καὶ πολύ‐ δενδρος. Τὸ δὲ ὄρογκος ἰδιάζουσα λέξις ἐστὶν, ὁποῖαι πολλαὶ τοῖς ποιηταῖς ἐπιτηδεύονται διὰ τὸ καινότρο‐ πον· δηλοῖ δὲ τὴν τοῦ ὄρους ἐξόγκωσιν καὶ ἀνάτασιν. | 266 | |
288 | Ὅτι περὶ τὴν Πυρήνην, ἤτοι τὸ Πυρηναῖον ὄρος, οἱ Κελτοὶ κατοικοῦσιν, ἀγχοῦ πηγῆς καλλιρρόου Ἠριδανοῦ, ὅν τινες εἶναί φασι τὸν νῦν λεγόμενον Πάδον. Ὁ δὲ Γεωγράφος περὶ αὐτοῦ οὕτω φησίν· | |
5 | «Ἠριδανὸν τὸν μηδαμοῦ γῆς ὄντα, πλησίον δὲ τοῦ Πάδου λεγόμενον.» Ὃν Πάδον καὶ μέγιστον ἐκεῖ‐ νός φησι τῶν Εὐρωπαίων ποταμῶν μετὰ τὸν Ἴ‐ στρον, καὶ εἰς τὴν Ἀδριατικὴν αὐτὸν λέγει ἐκπίπτειν θάλασσαν. Οὗ Πάδου πέραν καὶ τὸ Μεδιολάνιον εἶναι | |
10 | λέγει, πόλιν ἀξιόλογον, συνάπτουσάν πως ταῖς Ἄλπε‐ σιν. Ἰστέον δὲ ὅτι καὶ Ἄρατος ἐν οἷς λέγει λείψανον Ἠριδανοῦ τὸ κατ’ οὐρανὸν φαινόμενον αὐτοῦ ἀστροθέ‐ τημα, ἐμφαίνει ἐκλελεῖφθαι τὸν κάτω ποταμὸν Ἠρι‐ δανόν. Ὁ μέντοι Διονύσιος, ὡς ἔτι ὄντος τοῦ Ἠριδα‐ | |
15 | νοῦ, ἐκτίθεται καὶ τὰ περὶ αὐτοῦ μυθευόμενα, δηλαδὴ τὰ κατὰ τὸν Φαέθοντα, ὃν ἐκπεσόντα τοῦ πατρῴου ἡλιακοῦ ἅρματος καὶ τῷ Ἠριδανῷ ἐμπεσόντα ἐκεῖ αἱ ἀδελφαὶ Ἡλιάδες νυκτὸς ἐκώκυσαν, καὶ τῶν ὀφθαλμῶν ἀπέσταξαν δάκρυον ἤλεκτρον. Εἶτα αἴγειροι γενόμε‐ | |
20 | ναι ἀποστάζουσι, φησὶ, καὶ εἰσέτι τοιοῦτον δάκρυον. Κελτῶν δὲ παῖδες ὑφήμενοι ταῖς αἰγείροις ἀμέλγονται δάκρυα χρυσαυγέος ἠλέκτρου, ὃ ἔστι δρέπονται τὸν τοιοῦτον ἤλεκτρον. Οἱ δὲ ἀμέργονται γράφουσι διὰ τοῦ ρ. Ἤλεκτρος δὲ νῦν οὐχὶ τὸ ἐκ χρυσοῦ καὶ ἀργύ‐ | |
25 | ρου κρᾶμα, λίθος δέ τις χρυσοειδὴς, ἐξ οὗ καὶ λαβαὶ μαχαίραις γίνονται, ἀχύρων ἐφελκυστικαὶ, ὡς ἡ μαγ‐ νῆτις σιδήρου. Ὅτι δὲ οὐκ ἄντικρυς λίθος ἐστὶν ὁ τοιοῦτος ἤλεκτρος, ἀλλὰ δένδρου δάκρυον, πεπηγὸς εἰς σῶμα λιθοειδὲς, δεικνύουσί τινες τῶν παλαιῶν. | |
30 | Δῆλον δὲ ὅτι καὶ ὡς χρυσαυγὴς ὁ ῥηθεὶς ἤλεκτρος λέ‐ γεται τῶν Ἡλιάδων εἶναι δάκρυον· τὸ γὰρ μέταλλον τοῦ χρυσοῦ τῷ ἡλίῳ ἀνάκειται. Σημείωσαι δὲ ὅτι προϊὼν ὁ Διονύσιος λίθον παραποτάμιον λέγει τὸν ἤλε‐ κτρον. Πυρήνη δὲ ὄρος μέγιστον διαχωρίζον τὴν | |
35 | Ἰβηρίαν καὶ τὴν Κελτικήν. Τὸ δὲ Κελτοί ὁ Γεωγρά‐ φος Κέλται φησὶν, ὡς οἱ Χρῦσαι. Διήκειν δὲ λέγον‐ ται ἄχρι τοῦ Ῥήνου οἱ Κελτοί. Ἀπὸ δὲ αὐτῶν οἱ σύμπαντες Εὐρωπαῖοι Γαλάται Κελτοὶ ὑπὸ Ἑλλήνων ἐκλήθησαν. | |
294 | Ὅτι μετὰ τὸν Ἠριδανὸν οἱ Τυρρηνοὶ, περὶ ὧν κατωτέρω ῥηθήσεται· ὧν πρὸς ἀνατολὴν ἡ τῆς Ἄλπιος ἀρχὴ, δι’ ἧς μέσης κατασύρεται ὁ Κελτικὸς Ῥῆνος, δίστομος εἰς τὸν βόρειον ἐκβάλλων ὠκεανὸν, | |
5 | ὀξὺς καὶ δυσγεφύρωτος καὶ σκολιός. Οὗτός ἐστιν ὁ | |
λεγόμενος τὰ νόθα τῶν γνησίων διορίζειν γεννήματα, οἷα τὰ μὲν ὑπανέχων, τὰ γνήσια, τὰ δὲ μὴ τοιαῦτα διδοὺς βυθῷ λήθης καὶ ὕδατος. Ἡ δὲ Ἄλπις μέγι‐ στον ὄρος, διὸ καὶ πληθυντικῶς λέγονται αἱ Ἄλπεις. | 267 | |
10 | Φασὶ δὲ τὴν ταύτην λέξιν κατὰ τὴν εἰς τὸ Ἑλληνικὸν μετάληψιν ταὐτὸν δύνασθαι τῇ κλεισούρᾳ. Οὔτω δὲ ὑψηλὸν ἱστορεῖται τὸ ὄρος, ὥστε οὐδ’ ἂν πεμπταῖός τις ἀναβαίη αὐτό. Ἄρχεται δὲ ἀπὸ τῶν αὐτῶν χω‐ ρίων, ἀφ’ ὧν καὶ τὰ ῥηθησόμενα ἐν τοῖς ἑξῆς Ἀπέννια | |
15 | ὄρη τὰ κατὰ τὴν Γένουαν, ἥτις ἐστὶ Λιγύων ἐμπόριον. Ἐκαλεῖτο δὲ καὶ κατὰ γένος οὐδέτερον τὰ Ἄλπια, καὶ Ἄλβια δὲ μετὰ τοῦ β. | |
298 | Ὅτι τῷ Ῥήνῳ ἑξῆς ὁ Ἴστρος ἐπιτέλλεται, ἤγουν ἀνατέλλει κάτωθέν ποθεν· ὃν καὶ ἱερόν φησιν, καὶ σεμνύνει διὰ συνήθους ἐπαναλήψεως, λέγων καὶ ὅτι εἰς τὸν Εὔξεινον πᾶσαν ἐρεύγεται ὕδατος ἄχνην, πεν‐ | |
5 | ταπόροις προχοαῖς, ὃ ἔστι πέντε στόμασιν, ἑλισσόμε‐ νος περὶ Πεύκην. Νῆσος δὲ ἡ Πεύκη τρίγωνος, μεταξὺ κειμένη τῶν τοῦ Ἴστρου στομάτων. Ὁ μέν‐ τοι Πτολεμαῖος ἑπτάστομον καὶ τὸν Ἴστρον λέγει, καθὰ καὶ τὸν Νεῖλον. Ὡσαύτως καὶ ὁ Γεωγράφος, | |
10 | ὃς λέγει καὶ ὅτι μέγιστός ἐστι τῶν Εὐρωπαίων ποτα‐ μῶν, διέχων τοῦ Ἀδριατικοῦ μυχοῦ χιλίους σταδίους, καὶ ὅτι ἀρχόμενος ἀπὸ Γερμανῶν ῥέει πρὸς νότον, εἶτα ἐπιστρέφει πρὸς ἀνατολὰς ἕως εἰς τὸν Πόντον. Ἔχει δὲ μέγιστον στόμα τὸ λεγόμενον ἱερὸν, ὅπερ ἔζευξέ | |
15 | ποτε Δαρεῖος, ὡς ὁ Ξέρξης τὰ τοῦ Ἑλλησπόντου στενά. Περιέχει δὲ καὶ ἄλλα νησίδια ὁ Ἴστρος τοῖς στόμασι δίχα τῆς Πεύκης. Ἡρόδοτος δὲ Κελτικὸν ποταμὸν οἶδε τὸν Ἴστρον, ἐν οἷς λέγει πληθύνεσθαι μὲν αὐτὸν ὑπὸ πολλῶν ποταμῶν, ἄρχεσθαι δὲ ἐκ Κελ‐ | |
20 | τῶν, ῥέειν δὲ διὰ πάσης Εὐρώπης. Καὶ αὐτὸς δὲ πεντάστομον τοῦτον ἱστορεῖ, καὶ ἴσον ἀεὶ σχεδὸν αὐτὸν ἑαυτῷ ῥέειν φησὶ, προστιθεὶς καὶ αἰτίαν τὴν δοκοῦσαν αὑτῷ. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ἄλλον Ἴστρον ἐκ τούτου τὰς ἀρχὰς ἔχοντα ἐμβάλλειν εἰς τὸν Ἀδρίαν | |
25 | κόλπον κατά τινας· δι’ οὗ καὶ δοκεῖ τοῖς πολλοῖς ἡ Ἀργὼ ἐκ τοῦ Εὐξείνου πόντου διεκπεσεῖν εἰς τὸ Ἀδρια‐ τικὸν πέλαγος, ὅτε τὸ χρυσοῦν κῶας οἱ Ἀργοναῦται κλέψαντες ἐκ Κολχίδος ἔφευγον. Τοῦτο δὲ καὶ Ἀρι‐ στοτέλης οἶδεν, ἐν οἷς λέγει ὅτι οἱ τριχίαι μόνοι ἀνα‐ | |
30 | πλέουσιν ἐκ τοῦ Πόντου εἰς τὸν Ἴστρον, εἶτα ὅπου σχίζεται, καταπλέουσιν εἰς τὸν Ἀδρίαν. Καὶ αὐτὸς γὰρ ἐν τούτοις ὑπεμφαίνει τὸν παρὰ τῷ Γεωγράφῳ ἕτερον Ἴστρον. Φησὶ δὲ ὁ αὐτὸς Γεωγράφος καὶ ὅτι | |
ὁ Ἴστρος ποτὲ Ματόας ἐλέγετο, ὃ ἔστι κατὰ Ἕλλη‐ | 268 | |
35 | νας ἄσιος· καὶ ὅτι πολλάκις μὲν οἱ Σκύθαι δι’ αὐτοῦ περαιούμενοι οὐδὲν ἔπασχον, συμφορᾶς δέ ποτε αὐτοῖς ἐπεισπεσούσης ἡρημηνεύθη Δάνουβις ἢ Δάνουσις, ὥσπερ τοῦ ἁμαρτεῖν ἐκείνους αἰτίαν ἔχων, τουτέστιν αἰτιώ‐ μενος διὰ τοῦ τοιούτου ὀνόματος ὑπ’ ἐκείνων κατὰ τὴν | |
40 | αὐτῶν γλῶσσαν, ὡς αἴτιος αὐτοῖς δυστυχίας γενόμε‐ νος. Λέγει δὲ ἐκεῖνος καὶ ὅτι τῷ Ἴστρῳ παράλληλά εἰσιν ὄρη ἀπὸ Ἀδρίου μέχρι Εὐξείνου πόντου, πρῶτον τὰ Ἰλλυρικὰ, εἶτα τὰ Παιονικὰ, μεθ’ ἃ τὰ Θρᾴκια, ὧν καὶ ὁ Αἷμός ἐστι, πρὸς τῷ Πόντῳ τῷ Εὐξείνῳ δη‐ | |
45 | λαδὴ κείμενος. Μέση οὖν τούτων ἡ Παιονία, ὑψηλὴ πᾶσα, ἧς πρὸς Θρᾴκην καὶ ἡ Ῥοδόπη κεῖται, ὅπου ἡ νῦν ὀνομαζομένη Κλοκοτινίτζα. Τινὲς δὲ οὕτω συντομώτατα περὶ τοῦ Ἴστρου φασίν· Ἴστρος ὁ τοὺς Παίονας παραμείβων ἐκ τῶν Ἑρκυνίων ὀρῶν ναυσί‐ | |
298(50) | πορος ἐκ πηγῆς αἴρεται, καὶ σχιζόμενος τῇ μὲν εἰς τὸν Πόντον ῥέει, τῇ δὲ εἰς τὸν Ἀδρίαν. | |
302 | Ὅτι πρὸς βορέαν τῷ Ἴστρῳ ἔθνη κεῖται ταῦτα, Γερμανοὶ, Σαμάται, ἤτοι Σαρμάται, κατὰ ἔλ‐ λειψιν τοῦ ρ ἀμεταβόλου, ὡς προγέγραπται, καὶ Γέται καὶ Βαστάρναι, Δακῶν τε ἄσπετος γῆ, καὶ Ἀλανοὶ | |
5 | καὶ Ταῦροι οἱ καὶ Ῥῶσοι, οἱ περὶ τὸν Ἀχιλλέως δρόμον, καὶ Μελάγχλαινοι καὶ Ἱππημολγοὶ, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται, καὶ Νευροὶ καὶ Ἱππόποδες οἱ κατά τινας Χάζαροι, καὶ Γελωνοὶ καὶ Ἀγάθυρσοι· καὶ οὗτοι μὲν βόρειοι. Πρὸς νότον δὲ τῷ | |
10 | Ἴστρῳ Γέρραι, καὶ Ὠρίκια ἐρυμνὰ ἄστεα, καὶ Παν‐ νόνιοι οἱ κατά τινας Βούλγαροι, καὶ Μυσοὶ Θρᾳκῶν βορειότεροι, καὶ Θρᾷκες αὐτοὶ ἀπείρονα γαῖαν ἔχοντες. Τούτων δὲ τῶν ἐθνῶν περὶ μὲν Γερμανῶν ἐρρέθη τὸ ἀρκοῦν, περὶ δὲ τῶν ἐφεξῆς εἰρήσεται, εἴ τι λόγου | |
15 | ἄξιον τῷ ἐπιτέμνοντι. | |
304 | Ὅτι τὰ διὰ τοῦ ανος ἐθνικὰ ὀνόματα ἐκτείνει παρὰ τῷ Διονυσίῳ τὴν παραλήγουσαν, οἷον Βρεττα‐ νός, Γερμανός, Ἀλανός, Καρμανός, Λευκανός. Τὸ [δὲ] Ἠριδανὸς οὐκ ἔθνους ὄνομα, ποταμὸς γάρ· διὸ | |
5 | συστέλλει τὴν παραλήγουσαν, ὡς καὶ τὸ ὠκεανός. Ὅτι τοὺς Γέτας Διονύσιος μὲν πρὸς βορρᾶν τοῦ Ἴστρου οἶδεν, ὡς ἀνωτέρω εἴρηται· καθὰ καὶ τοὺς Σαρμάτας, οἳ ἔθνος εἰσὶ Σκυθικόν. Ἡρόδοτος δὲ μέρος οἴεται εἶναι τῶν Θρᾳκῶν τοὺς Γέτας, ὁ δὲ Γεωγράφος | 269 |
10 | ἐφ’ ἑκάτερα τοῦ ποταμοῦ αὐτοὺς οἰκεῖν ἱστορεῖ, ὡς καὶ τοὺς Μυσοὺς καὶ τοὺς Θρᾷκας. Φιλογύναιοι δὲ, φησὶν, εἰσὶ, καὶ περὶ τὸ θεῖον σπουδάζοντες. Παρ’ οἷς ἦν καὶ ὁ Ζάμολξις Πυθαγόρᾳ φοιτήσας καὶ τοῖς Αἰγυπτίοις καὶ πολλὰ προειπὼν, καὶ θεὸς διὰ τοῦτο | |
15 | κληθεὶς, καὶ κοινωνῶν βασιλεῖ τῶν πραγμάτων. Ἐγένοντο δέ ποτε οἱ Γέται, φησὶ, καὶ τοῖς Ῥωμαίοις φοβεροὶ, διαβαίνοντες τὸν Ἴστρον, καὶ λεηλατοῦντες τούς τε Ἰλλυριοὺς καὶ τοὺς Θρᾷκας καὶ τοὺς Μακεδό‐ νας. Νόμος δὲ Γετικὸς ἐπισφάζεσθαι τὴν γυναῖκα τῷ | |
20 | ἀνδρὶ θανόντι, καὶ κιθαρίζειν ὅταν ἐπικηρυκεύωνται. Ἡρόδοτος δὲ καὶ τοξεύειν φησὶν αὐτοὺς ἄνω πρὸς τὴν βροντὴν καὶ τὴν ἀστραπὴν, ἀπειλοῦντας τῷ θεῷ. Ἔτι φησὶν ὁ Γεωγράφος διαβῆναι μέν ποτε τὸν Ἀλέξανδρον εἰς τοὺς πέραν Ἴστρου Γέτας, διὰ ταχέων δὲ ἀναστρέ‐ | |
25 | ψαι λαβόντα δῶρα. Λέγει δὲ καὶ ὡς εἰς τοσοῦτον αὐτοί τε καὶ οἱ Δάκαι ηὐξήθησάν ποτε, ὥστε καὶ εἴ‐ κοσι μυριάδας ἐκπέμπειν στρατοῦ· ὕστερον δὲ συστα‐ λέντες ἐγγὺς ἦλθον τοῦ ὑπακούειν Ῥωμαίοις. Ὁ δὲ Ἰουλιανὸς ἔν τινι τῶν αὑτοῦ λόγων γράφει, ὅτι τὸ τῶν | |
30 | Γετῶν ἔθνος τῶν πώποτε μαχιμωτάτων, διά τε ἀν‐ δρίαν καὶ διὰ τὸν Ζάμολξιν ὃν τιμῶσιν· οὐ γὰρ ἀπο‐ θνήσκειν ἀλλὰ μετοικίζεσθαι νομίζοντες ἑτοιμότερον θνήσκουσιν ἢ τὰς ἀποδημίας ὑπομένουσι. Καὶ Ἡρό‐ δοτος δὲ ἀπαθανατίζοντας αὐτοὺς καλεῖ, διὰ τὸν | |
35 | ῥηθέντα γόητα Ζάμολξιν, ὃν καὶ δουλεῦσαι αὐτὸς τῷ Πυθαγόρᾳ φησίν. Ἱστορεῖ δὲ καὶ ἀνδρειοτάτους Θρᾳ‐ κῶν τοὺς Γέτας καὶ δικαιοτάτους. Λέγει δὲ καὶ ὅτι εἷλεν αὐτοὺς ὁ Δαρεῖος, ὅτε σχεδίᾳ διαβὰς ἐκ τῆς Ἀσίας ἐπορεύετο διὰ τῆς Θρᾴκης. | |
305 | Ὅτι τοὺς Δάκας Δάους ἐκάλουν τινές. Φησὶν οὖν καὶ ὁ Γεωγράφος, ὅτι οἱ Δάκαι Δάοι ποτὲ ὠνομά‐ ζοντο. Ὁ δὲ Ἡρόδοτος νομαδικὸν Περσικὸν γένος τοὺς Δάους λέγει, καθὰ καὶ τοὺς Μάρδους καὶ ἄλλους | |
5 | τινάς. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ πλησίον τοῦ πο‐ ταμοῦ Βορυσθένους φησὶ τὴν Δακίαν διήκειν, περὶ οὗ Βορυσθένους κατωτέρω ῥηθήσεται. Λέγει δὲ καὶ ὅτι παρὰ τοῖς Ἀττικοῖς ὡς ἐπὶ πολὺ τὰ τῶν οἰκετῶν ὀνό‐ | |
ματα Δάοι καὶ Γέται. Φέρεται δὲ ἱστορία, καὶ | 270 | |
10 | νοτιωτέρους τοῦ Ἴστρου Δάκας εἶναι· φασὶ γὰρ ὅτι Αὐρηλιανὸς τοὺς περὶ τὴν Δακίαν ἀπῳκισμένους Ῥω‐ μαίους ἐκεῖθεν ἐξαγαγὼν διὰ τοὺς ἐν τῇ περαίᾳ τοῦ Ἴστρου κινδύνους ἐν μέσῃ τῇ Μυσίᾳ καθίδρυσε, τὴν χώραν ὀνομάσας Δακίαν. | |
15 | Ὅτι Ἀλανὸς ὄρος Σαρματίας, ἀφ’ οὗ τὸ ἔθνος οἱ Ἀλανοὶ ἔοικεν ὀνομάζεσθαι, οὓς καὶ ἀλκήεντας ὁ Διο‐ νύσιος καὶ πολυΐππους καλεῖ. | |
306 | Ὅτι ὁ Ἀχιλλέως δρόμος, ὃν οἱ Ταῦροι τὸ ἔθ‐ νος ναίουσιν, αὐλών τίς ἐστι στενὸς ὁμοῦ καὶ δολιχὸς, καὶ κατὰ τὸν Γεωγράφον χερρόνησος ἁλιτενὴς, οἷόν τις ταινία (ἤτοι φασκία), μῆκος ὅσον χιλίων σταδίων ἐπὶ | |
5 | τὴν ἕω, ἀμμώδης, πλάτος δὲ δύο σταδίων τὸ μέγιστον. Τοῦτον τὸν δρόμον ὁ Ἑλληνικὸς Ἀχιλλεὺς περιῆλθε, μεταδιώκων τὴν τοῦ Ἀγαμέμνονος Ἰφιγένειαν, ἐξ Αὐλίδος ἀναρπασθεῖσαν εἰς Σκυθίαν, ὁπηνίκα ἔλαφον ἡ Ἄρτεμις εἰς θυσίαν ἀντέδωκεν· ἔνθα καὶ μείνας πο‐ | |
10 | λὺν χρόνον ὁ Ἀχιλλεὺς, καθὰ δοκεῖ καὶ τῷ Λυκόφρονι, ἀφῆκε τῷ τόπῳ τὴν ἐξ αὑτοῦ κλῆσιν. Ὅτι δὲ προ‐ κατηγγυημένη ἦν τῷ Ἀχιλλεῖ ἡ Ἰφιγένεια καθωμίλη‐ ται. Ἄλλοι δέ φασιν ἕτερον εἶναι τοῦτον Ἀχιλλέα, παρὰ Σκύθαις βασιλέα τῶν τόπων, ὃς ἠράσθη τε τῆς | |
15 | Ἰφιγενείας πεμφθείσης ἐκεῖ καὶ ἔμεινεν ἐπιδιώκων, ἐξ οὗ ὁ τόπος Ἀχίλλειος. Οἱ δὲ τοῦτο λέγοντες παραφέ‐ ρουσι μάρτυρα τὸν Ἀλκαῖον λέγοντα· «Ἀχιλλεὺς ὃς τᾶς Σκυθικᾶς μεδέεις.» Ἀπὸ δὲ Ἀχιλλέως καὶ ἡ Λευκὴ νῆσος ἡ μετὰ ταῦτα ῥηθησομένη Ἀχίλλειος ἐλέ‐ | |
20 | γετο νῆσος περὶ τὸν Εὔξεινον, ἔνθα φασὶν οἱ Σκύθαι τὴν Ἀχιλλέως ψυχὴν διαβαίνουσαν τὰ ἑαυτῆς ἀθύρειν. Οἱ δὲ Ταῦροι τὸ ἔθνος ἀπὸ τοῦ ταύρου τοῦ ζώου, φασὶ, καλοῦνται, διὰ τὸ ἐκεῖ τὸν Ὄσιριν ζεύξαντα βοῦν ἀρό‐ σαι γῆν. Περὶ τούτους νῆσος ἡ Ταυρικὴ ἡ καὶ | |
25 | Μαιωτικὴ, μεγάλη καὶ ἐπίσημος, ᾗ παράκειται καὶ ἡ Φαναγόρεια καὶ ἡ Ἑρμώνασσα, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Καὶ ἡ Ἄρτεμις δὲ Ταυροπόλος ἀπὸ τούτων δοκεῖ τῶν Ταύρων λέγεσθαι, οἷς ἔχαιρεν ὡς ξενοκτονοῦσιν ἐπ’ αὐτῇ. Οἱ μέντοι παρὰ τῷ Γεω‐ | |
30 | γράφῳ Νωρικοὶ Ταυρίσκοι ἕτερόν εἰσιν ἔθνος παρὰ τούτους τοὺς Ταύρους. | |
309 | Ὅτι Μελάγχλαινοι λέγονται διὰ τὸ ἐν ἔθει μέλαν καὶ ζοφερὸν τοῦ ἐνδύματος, ὡς καὶ Ἡροδότῳ δοκεῖ, ὃς καὶ ἀνθρωποφαγεῖν αὐτοὺς εἰπὼν λέγει καὶ ὅτι Μελαγχλαίνων τὸ καθύπερθεν λίμναι καὶ γῆ ἔρημος | |
5 | ἀνθρώπων. | |
310 | Ὅτι οἱ Νευροὶ λέγονται ἐκλιπεῖν ποτε τὴν ἑαυτῶν χώραν ὑπὸ ὄφεων, καὶ ὅτι γόητες ἐλέγοντο εἶναι. Ἔτους τοίνυν ἑκάστου, φησὶν, ἅπαξ ἕκαστος τῶν Νευρῶν λύκος γίνεται ὀλίγας ἡμέρας, καὶ αὖθις | 271 |
5 | εἰς ἄνθρωπον ἀποκαθίσταται. Σημείωσαι δὲ ὅτι νεβρός μὲν τὸ γέννημα τῆς ἐλάφου διὰ τοῦ β γράφεται, Νευροί δὲ τὸ ἐθνικὸν, οἱ καὶ Νευρῖται, διὰ τῆς ευ δι‐ φθόγγου. Ὅτι Ἡρακλέος υἱοὶ Γελωνὸς καὶ Ἀγάθυρσος, ἐξ | |
10 | ὧν ἔθνη βορειότερα τοῦ Ἴστρου οἱ Γελωνοί τε καὶ οἱ Ἀγάθυρσοι. Ὑπὸ μὲν οὖν ψυχροῖς Ἀγαθύρσοις, ὡς ὁ Διονύσιός φησιν, ἀδάμας ἐστὶ παμφανόων. Οἱ Γελωνοὶ δὲ, ὡς ἄλλοι φασὶν, γῆν τε ἐργάζονται καὶ σιτοφα‐ γοῦσι καὶ κήπους ἔχουσιν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας | |
15 | οὕτω φησί· «Γελωνοὶ, πόλις Σαρματίας, ἀπὸ Γελωνοῦ, ὃς Ἀγαθύρσου μὲν ἦν ἀδελφὸς, υἱὸς δὲ Ἡρακλέος. Ἔστι δὲ περὶ αὐτοὺς πόλις ξυλίνη μεγάλη κατὰ Ἡρόδοτον, κειμένη ἐν Βουδίνοις, ἔθνει μεγάλῳ. Παρὰ τούτοις ζῶον λέγεται θαυμάσιον γίνεσθαι, τὸ μέγεθος ὅσον βοὸς, | |
20 | ἐοικὸς τὸν τοῦ προσώπου τύπον ἐλάφῳ, καλούμενον τάρανδος, δυσθήρατον διὰ τὴν μεταβολήν. Μεταβάλλει γὰρ τὰς χρόας τῶν τριχῶν καθ’ ὃν ἂν τόπον ᾖ, καὶ ἀλλοιοῦται, καθὰ καὶ ὁ χαμαιλέων καὶ ὁ πολύπους.» Περὶ δὲ τῶν Ἀγαθύρσων ὁ αὐτὸς λέγει, ὅτι ἢ ἀπὸ | |
25 | Ἀγαθύρσου υἱοῦ Ἡρακλέος οὕτω λέγονται, ἢ ἀπὸ τῶν θύρσων τοῦ Διονύσου· κλάδοι δέ εἰσιν οἱ θύρσοι, οὓς ἐν ταῖς τοῦ Διονύσου τελεταῖς φέρουσιν. Ἡρόδοτος δὲ οὐ μόνον Γελωνὸν καὶ Ἀγάθυρσον υἱοὺς Ἡρακλέος λέγει, ἀλλὰ καὶ Σκύθην νεώτατον καὶ γενναιότατον, | |
30 | οὓς ἐγέννησεν Ἡρακλῆς ἐλθὼν εἰς τὴν τῶν Σκυθῶν γῆν, ὅτε τὰς Γηρυόνου βοῦς ἔλαυνε, μιγεὶς, φησὶν, Ἐχίδνῃ μιξοπαρθένῳ, γυναικὸς μὲν τὰ ἄνω ἀπὸ γλου‐ τῶν ἐχούσῃ, τὰ δὲ κάτω ὄφεως. Λέγει δὲ τοὺς Ἀγα‐ θύρσους ὁ αὐτὸς ἀνδρῶν ἁβροτάτους καὶ χρυσοφόρους, | |
35 | καὶ ἐπίκοινον τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους. Τοὺς δὲ Γελωνοὺς Ἕλληνας τὸ ἀρχαῖον εἶναί φησι γῆς ἐργάτας. | |
311 | Ὅτι Βορυσθένης ὁ ἐν ποταμοῖς ᾀδόμενος Εὐ‐ ξείνῳ τὸ ὕδωρ μίσγεται κατὰ τὸ ἐκεῖ Μέτωπον τοῦ κριοῦ, περὶ οὗ εἴρηται, ὀρθὸν οἷον ἐπὶ γραμμῇ, κατε‐ ναντία (ἤγουν ἀντικρὺ) τῶν Κυανέων πετρῶν. Ἐκεῖ | |
5 | δὲ ἐν τοῖς Ῥιπαίοις ὄρεσι Σκυθικοῖς, καὶ ὁ Ἄλδησκος, φησὶ, καὶ ὁ Παντικάπης οἱ ποταμοὶ μορμύρουσιν· ὧν παρὰ προχοαῖς ἡδυφαὴς ἤλεκτρος μήνης ἀρχομένης αὔξεται, οἷά τις αὐγή. Καὶ ὅρα ὅπως συμπαθῶς ἔχει περὶ τὴν σελήνην ὁ τοιοῦτος ἤλεκτρος, καὶ ὅτι τὸν | |
10 | ἤλεκτρον ἐνταῦθα λίθον τινὰ νοητέον, καὶ οὐ καθὰ τὸ λεγόμενον τῶν αἰγείρων δάκρυον, ὡς ἀνωτέρω εἴρηται. Ὅτι δὲ ἐν τοῖς Ῥιπαίοις ὄρεσιν οὐδέποτε χιὼν ἐπι‐ λείπει προγέγραπται. Ὑπὲρ δὲ ταῦτα τὰ ὄρη οἱ λεγό‐ μενοι Ὑπερβόρειοι καθήκειν εἰς τὴν θάλασσαν λέ‐ | 272 |
15 | γονται. Ἀπὸ δὲ Παντικάπου τοῦ ποταμοῦ καὶ τὸ ἐκεῖ ὀνομάζεται Παντικάπαιον, πόλις μεγάλη, κτίσμα παι‐ δὸς Αἰήτου, λόφος κύκλῳ περιοικούμενος, σταδίων εἴκοσι, μητρόπολις τῶν ἐκεῖ Βοσπορανῶν. Ἡρόδοτος δὲ περὶ τούτων τῶν ποταμῶν φησιν, ὅτι ὁ μὲν Βορυ‐ | |
20 | σθένης μέγιστος καὶ πολυαρκέστατος τῶν Σκυθικῶν πο‐ ταμῶν, καὶ πίνεσθαι ἥδιστος, ῥέων καλὸς παρὰ θολε‐ ροῖς. Πήγνυνται δὲ καὶ ἅλες παρὰ τῷ στόματι αὐτοῦ αὐτόματοι, καὶ κήτη ἀνάκανθα μεγάλα ταριχεύειν παρέχει, ἃ καλοῦσιν ἀντακαίους. Ὁ δὲ Παντικάπης | |
25 | ἀπὸ βορρᾶ ῥέων ἐν τῷ τέλει συμμίσγεται τῷ Βορυ‐ σθένει. Τὸ δὲ μεταξὺ τούτων τῶν ποταμῶν νέμονται οἱ Γεωργοὶ Σκύθαι. Δέκα δὲ, φησὶν, ἡμερῶν ὁδὸς ἀπὸ Ἴστρου ἐπὶ Βορυσθένην· ὁμοίως δὲ καὶ ἀπὸ Βορυσθέ‐ νους ἐπὶ τὴν Μαιῶτιν. | |
321 | Ὅτι τὰ ἀνωτέρω ῥηθέντα Ὠρίκια ἄστεα ἐρυ‐ μνά τινες δίχα τοῦ κατ’ ἀρχὰς ν γράφουσι. Τάχα δὲ ἀπὸ τούτων καὶ Ὤρικος λιμήν. Φησὶ γοῦν Ἑκαταῖος· Μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν. Καὶ | |
5 | Ἀπολλώνιος· Ὤρικον εἰσαφικέσθαι. Καὶ Πολύβιος ἐν ἑβδόμῳ· Οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν τὴν πρὸς τὸν Ἀδρίαν ἐκ δε‐ ξιῶν εἰσπλέοντι. Τινὲς δὲ καὶ Νωρίκια γράφουσι μετὰ τοῦ ν. Τὸ δὲ ἐρυμνά τινὲς ἐρεμνά γράφουσιν, ὃ ἔστι | |
10 | σύμφυτα καὶ δασέα καὶ κάταλσα, ὅθεν καὶ φαίνονται μέλανα διὰ τὸ πολὺ τῆς σκιᾶς. Διὸ καὶ παρ’ Ὁμήρῳ ἐν τῷ «μέλαν δρυὸς ἀμφικεάσσας» μέλαν δρυός τινὲς τὴν τῶν φύλλων εἶπον δασύτητα, διὰ τὴν ἐξ αὐτῶν ἀποτε‐ λουμένην μελανίαν τῆς σκιᾶς. Καὶ ταῦτα μὲν περὶ | |
15 | Ὠρικίων ἀστέων. Ὁ δὲ Γεωγράφος ἔθνος τι συνάπτον τοῖς περὶ Ἀκυληΐαν χωρίοις Νωρικοὺς γράφει μετὰ τοῦ ν, ἄλλα τε λέγων καὶ ὅτι ἐγγὺς τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν κατὰ Ἀκυληΐαν τόπων οἰκοῦσι Νωρικῶν τινες, καὶ ὅτι κατὰ Ἀκυληΐαν ἐν Ταυρίσκοις τοῖς Νω‐ | |
20 | ρικοῖς χρυσεῖον εὐφυὲς, ὥστε ἐπὶ δύο πόδας ἀποσύ‐ ραντα τὴν ἐπιπολῆς γῆν εὐθὺς ὀρυκτὸν χρυσίον εὑρί‐ σκεσθαι. Ἔχεις οὖν τάχα Νωρικῶν τε καὶ Ὠρίκων διαφορὰν, ὡς Ὠρίκων μὲν ὄντων κατὰ Πολύβιον τῶν περί που τὴν τοῦ Ἀδρίου εἰσβολὴν, ὅπου καὶ ὁ Ὤρικος | |
25 | λιμὴν καὶ ἡ Βουθρωτὸς, Νωρικῶν δὲ τῶν πρὸς τῷ | |
μυχῷ τοῦ αὐτοῦ κόλπου κατά τε τὸν Γεωγράφον καὶ κατὰ πολλὰ τῶν ἀντιγράφων τοῦ Διονυσίου. Ἔοικε δὲ ὅτι καὶ ὁ Διονύσιος Ὠρίκους οἶδεν, οὓς καὶ ὁ Πολύβιος· ἐν γοῦν τοῖς ἑξῆς ἐρεῖ περὶ τὴν Ὠρικίαν γῆν εἶναι τὴν | 273 | |
30 | τῆς Ἑλλάδος ἀρχὴν, ζωννυμένην τῇ τε Σικελικῇ θαλάσσῃ καὶ τῇ Αἰγαίῃ. Καὶ οὕτω μὲν ταῦτα. Τινὲς δὲ ἱστοροῦσι καὶ ὅτι Νώρικον οἱ Φρύγες τὸν ἀσκὸν κα‐ λοῦσι τῇ σφετέρᾳ διαλέκτῳ, καὶ ὅτι, ὁπηνίκα Μαρσύας ἐκεῖνος ὁ μουσικὸς ἀπεδάρη τὸ σῶμα ὑπ’ Ἀπόλλωνος, | |
35 | ὁ ἀσκὸς κρεμασθεὶς καὶ τῷ χρόνῳ κατενεχθεὶς ἔπεσεν εἰς τὴν Μίδου λεγομένην κρήνην, καὶ αὐτὴ μὲν μετε‐ κλήθη Μαρσύας, ὁ δὲ ἀσκὸς καταφερόμενος ὑπὸ τοῦ ποταμοῦ ἁλιεῖ προσηνέχθη· καὶ Πεισίστρατος ὁ Λακε‐ δαιμόνιος κατὰ χρησμὸν ἀπὸ τοῦ συγκυρήματος πόλιν | |
40 | κτίσας Νώρικον προσηγόρευσεν, ὡς ἂν εἴποι τις ἀσκόν. Ἐὰν δὲ Φρυγία οὖσα ἡ τοῦ Πεισιστράτου πόλις αὕτη οὐδὲν ἔχῃ κοινὸν πρὸς τοὺς ἀνωτέρω ῥηθέντας Νωρίκους, ἀλλ’ οὖν ἡ ἱστορία πρὸς πολυπειρίαν οὐκ ἄχαρις. | |
322 | Ὅτι οὐ μόνον Εὐρωπαῖοι Μυσοὶ, ἀλλὰ καὶ Ἀσιανοί. Ὁ δὲ Ἀρριανὸς τῶν Εὐρωπαίων Μυσῶν ἀποίκους λέγει τοὺς ἐν τῇ Ἀσίᾳ Ὀλυμπηνοὺς Μυσοὺς, οἵτινες Μυσοὶ ὀνομάζονται ἢ ἀπὸ Μυσοῦ τοῦ Διὸς ἢ ἀπὸ | |
5 | ἑτέρου Μυσοῦ υἱοῦ Ἀργανθώνης τῆς γενναίας, τῆς ὀρε‐ σιβίου, ἢ ἀπὸ τοῦ φυτοῦ τῆς μυσῆς ἢ τοῦ μυσοῦ, ἀμ‐ φοτέρως γὰρ λέγεται, ὅπερ τὴν ὀξύην δηλοὶ κατὰ τὴν γλῶσσαν τῶν Λυδῶν, ὡς καὶ ὁ Γεωγράφος φησίν. Ἡρό‐ δοτος δὲ τοὺς ἐν τῇ Ἀσίᾳ Μυσοὺς Λυδῶν ἀποίκους λέ‐ | |
10 | γει, Ὀλυμπηνοὺς καλουμένους, ἀπὸ ὄρους Ὀλύμπου τοῦ Ἀσιανοῦ. Ὅτι Θρᾷκες οὐ μόνον Εὐρωπαῖοι, ἀλλὰ καὶ Ἀσια‐ νοὶ, κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος, ὥσπερ Φρύγας καὶ Μυσοὺς, οὕτω δὴ καὶ Θρᾷκας ἐξ Εὐρώπης | |
15 | διαβῆναι εἰς Ἀσίαν μετὰ Πατάρου τινὸ ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, οὓς ἐκβαλόντες ἐκ Βιθυνίας οἱ Θρᾷκες ᾤκησαν αὐτοί· καὶ τάχα ἐκ τῶν τοιούτων Θρᾳκῶν πλατυνθέντων καὶ τὸ νῦν λεγόμενον Θρᾳκήσιον τὴν κλῆσιν εὕρηκεν. Ὁ δ’ αὐτὸς Ἀρριανὸς | |
20 | καὶ Θρᾴκην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπῳδάς τε καὶ φάρμακα, καὶ οἵαν τὰ μὲν ἐκλῦσαι τῶν παθη‐ μάτων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι· ὁποία τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυλουμένη Κροκοδίκη. Καὶ ἀπὸ ταύτης τῆς Θρᾴκης δοκεῖ ὠνο‐ | |
25 | μάσθαι ἡ χώρα, Πέρκη ποτὲ καλουμένη. Ὁ αὐτὸς λέ‐ γει καὶ ὅτι ἔθος ἦν Θρᾳξὶ πολλὰς ἔχειν γυναῖκας, | |
ὡς ἂν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας, καὶ τὸ ἔθος αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν Δολόγκου, ᾧ παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο. Ἡρό‐ | 274 | |
30 | δοτος δὲ ἱστορεῖ καὶ ὑπὸ τῷ Κροίσῳ Θρᾷκας εἶναί τι‐ νας, λέγων ὅτι Κροῖσος κατεστρέψατο Χάλυβας, Πα‐ φλαγόνας, Θρᾷκας Θυνοὺς καὶ Βιθυνοὺς, καὶ τὰ ἑξῆς. Καὶ Ξενοφῶν δὲ οἶδεν Ἀσιανήν τινα Θρᾴκην ἀρξαμέ‐ νην ἀπὸ τοῦ στόματος τοῦ Πόντου μέχρι Ἡρακλείας, | |
35 | ἐπὶ δεξιὰ εἰσπλέοντι. Ἱστορία δέ τις ἱερὰ καὶ περὶ τὰ τῆς Λιβύης που νότια ὑπὲρ Ἀλεξάνδρειαν Θρᾴκην τινὰ ὀρεινήν φησιν, ἐν ᾗ καὶ ἀσκητὴν ἱστορεῖ γενέσθαι περί‐ πυστον. Λέγεται δὲ ὅτι οἱ Εὐρωπαῖοι Θρᾷκες στί‐ ζονται, κρίνοντες εὐγενὲς μὲν τὸ ἐστίχθαι, ἀγεννὲς δὲ | |
40 | τὸ ἄστικτον· καὶ καλὸν μὲν τὸ ἀργεῖν, ἀτιμότατον δὲ τὸ ἐργάζεσθαι τὴν γῆν· κάλλιστον δὲ τὸ λῃστεύειν καὶ ἀπὸ πολέμου ζῆν. Ὅτι δὲ τὸ Θρᾷξ περισπᾶται καὶ ὅτι ὡς συναιρεθὲν ἔχει τὴν τοῦ τόνου περίκλασιν, προ‐ δηλότατόν ἐστι. Δηλοῖ δὲ τὴν τῆς λέξεως συναίρεσιν | |
45 | τό τε Θρήϊκες καὶ τὸ Θρηΐκιον στόμα καὶ ὅσα τοιαῦτα· ὥστε συναιρεῖσθαι τὸ Θρᾷξ ἀπὸ τοῦ Θράϊξ βαρυτόνου ὀνόματος. | |
323 | Ὅτι τοὺς Θρᾷκας γαῖαν εἰπὼν ἔχειν ἀπείρονα ἐφερμηνεύει σαφῶς, πῶς ἀπείρονα, καί φησιν· οἱ μὲν ἐπὶ πλευραῖς Προποντίδος εἰσὶ θαλάσσης, οἱ δ’ ὑπὲρ Ἑλλήσποντον ἀγάρροον, οἱ δὲ περὶ τὸ βαθὺ χεῦμα τῆς | |
5 | Αἰγαίας θαλάσσης. Διὸ καὶ Ἡρόδοτος λέγει τοὺς Θρᾷκας ἐθνῶν μέγιστον μετὰ τοὺς Ἰνδούς. Ἦν δὲ ἂν, φησὶ, καὶ ἄμαχον καὶ κράτιστον, ἐὰν ὑπὸ ἑνὶ ἐτάττετο ἄρχοντι ἢ ἐφρόνει κατὰ τὸ αὐτό. Καὶ τάχα διὰ τὸ οὕτω πολυτενὲς τῆς χώρας καὶ περιφανὲς ἰδίασεν αὐτὴν τῆς | |
10 | Εὐρώπης Οὐεσπασιανὸς, ὡς προείρηται. Καλούμενοι δέ ποτε Βρίγες, εἶτα μεταβάντες εἰς Ἀσίαν, μετέπεσον εἰς τὸ τῶν Φρυγῶν ὄνομα. Ἀγάρροον δὲ τὸν Ἑλλή‐ σποντον λέγει διὰ τὸ κατάρρουν εἶναι σφόδρα. Διὸ καὶ ποταμὸν αὐτὸν ἁλμυρὸν ὁ Ξέρξης ἐξυβρίζων ὠνό‐ | |
15 | μασεν. | |
327 | Ὅτι Παλλήνη καὶ ὄρος ἐστὶ καὶ πόλις Θρᾳκική. Ταύτην μελισσόβοτον ὁ Διονύσιος ἱστορεῖ, ἤτοι πολλὰς μελίσσας τρέφουσαν. Περὶ ἣν φύεται, φησὶν, ἀστέριος καλὸς λίθος, μαρμαίρων οἷά τις ἀστὴρ, καὶ λυχνὶς πυ‐ | |
5 | ρὸς φλογὶ πάμπαν ὁμοία, διὸ καὶ λυχνίτης ὁ λίθος λέ‐ γεται. Οἱ δὲ καὶ σεληνίτην καλοῦσι τὸν τοιοῦτον λίθον, ἐπειδὴ συμπαθῶς, φασὶν, ἔχει τῇ σελήνῃ, ὡς καὶ ὁ Βορυσθενίτης ἤλεκτρος, καθὰ καὶ προϊστόρηται, καὶ συμφθίνει τε αὐτῇ καὶ συναύξει. Τὸ δὲ λυχνίς τινες | |
10 | καὶ βαρύνουσι καὶ ἀρσενικὸν εἶναι λέγουσιν ὄνομα, γράφοντες· λύχνις πυρὸς φλογὶ πάμπαν ὁμοῖος. Ἄλλοι δὲ περὶ Παλλήνης οὕτω φασί· Παλλήνη πόλις Θρᾴκης, ἀπὸ Παλλήνης θυγατρὸς Σίθωνος. Ἔστι δὲ Παλλήνη καὶ χερρόνησος τρίγωνος, οἰκουμένη ποτὲ ὑπὸ γιγάν‐ | 275 |
15 | των οὓς Ἡρακλῆς μισανθρώπους ἐφευρηκὼς κατεπο‐ λέμησεν, ὅτε καὶ βρονταί τινες καὶ πρηστῆρες συνέπεσον. Διὸ καὶ θεοὶ ἔδοξαν τῆς μάχης ταύτης τῷ Ἡρακλεῖ συ‐ νάρασθαι καὶ καταφλέξαι τοὺς κακοὺς, καὶ ἡ χώρα διὰ τοῦτο Φλέγρα ἐκλήθη. Ἀπὸ τούτων τῶν τόπων Παλ‐ | |
20 | ληνίδα τὴν τοῦ Πρωτέως θυγατέρα ἐκάλεσεν ὁ Διονύ‐ σιος, ἔνθα περὶ Ἀλεξανδρείας ἔλεγεν. Οἴονται δέ τινες Παλλήνην λέγεσθαι τὴν τῆς Κασσανδρείας χερρόνησον, τῷ Αἰγαίῳ καὶ αὐτὴν παρακειμένην. Ἔνθα που καὶ τόπος τις κατὰ παραφθορὰν Τορώνη λεγόμενος, ὁμω‐ | |
25 | νύμως, ὡς ἔοικε, Τορώνῃ τῇ τοῦ Θρᾳκικοῦ Πρωτέως θυγατρὶ κατὰ Λυκόφρονα. | |
331 | Ὅτι τὰ κυρτότερα τῆς Εὐρώπης περιηγησά‐ μενος, ἤγουν τοὺς ἕως καὶ εἰς τὸν βόρειον ὠκεανὸν διή‐ κοντας Ἴβηρας καὶ τοὺς Πυρρηνοὺς καὶ τοὺς Βρεττα‐ νοὺς καὶ τοὺς Γερμανοὺς καὶ τοὺς ἑκατέρωθεν τοῦ | |
5 | Ἴστρου καὶ αὐτοὺς τοὺς Θρᾷκας, ἀφῆκεν ἡμᾶς νοεῖν τὴν ἐπίλοιπον Εὐρώπην καταγεγραμμένην τριγωνοει‐ δῶς, πλευραῖς τρισὶ, μιᾷ μὲν δυτικῇ τῇ τῶν Ἰβήρων, ἑτέρᾳ δὲ ἀπ’ ἐναντίας τῇ τῶν Ἑλλήνων, τρίτῃ δὲ τῇ τῶν Αὐσόνων, ἀπὸ τριῶν ἐθνῶν ἐνδοξοτάτων χαρακτη‐ | |
10 | ρίσας καὶ ὀνομάσας τὰς τοιαύτας πλευράς. Καὶ ὅρα ὅπως εὐμεθόδως καὶ εὐπεριορίστως περιηγεῖται καὶ σαφῶς, καὶ οὐκ ἀφίησι συγχέεσθαι τὸν ἀκροατὴν πλα‐ νώμενον περὶ τὴν ἀπείρονα. | |
334 | Ὅτι ἡ ἑσπερία κρηπὶς τῆς γῆς τῶν Ἰβήρων γείτων ἐστὶ τοῦ ὠκεανοῦ, ἔνθα καὶ μία τῶν Ἡρα‐ κλείων στηλῶν ἡ Ἀλύβη, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Περὶ δὲ τῶν Ἰβήρων προγέγραπται ὅσα ἔδει. Ση‐ | |
5 | μείωσαι δὲ ὅτι καὶ ἐν τούτῳ τῷ χωρίῳ κρηπῖδας ἔφη τὰς προρρηθείσας τριγωνικὰς πλευρὰς, ὡς εἴ τις εἴποι βάσεις, διὰ τὸ ἑκάστην τῶν τριῶν εἰς βάσιν δύνασθαι λογισθῆναι. Κρηπὶς γὰρ κυρίως μὲν ἐπὶ ὑποδήματος, καταχρηστικῶς δὲ καὶ ἡ βάσις, ἐπί τε θεμελίου καὶ | |
10 | ἑτέρων τινῶν. Προϊὼν δὲ καὶ πέζαν ἐρεῖ τὴν τοῦ τριγώνου πλευρὰν διὰ τὴν αὐτὴν αἰτίαν. | |
337 | Ὅτι κάτωθεν τῆς ῥηθείσης Ἀλύβης πόλις ὀλ‐ βία Ἰβηρικὴ ἡ Ταρτησὸς, ἣν καὶ χαρίεσσαν λέγει καὶ ῥυηφενέων πέδον ἀνδρῶν, ἤγουν πλουσίων. Φασὶ δὲ Βαῖτιν εἶναι ποταμὸν Ἰβηρίας, δύο ἐκβολὰς ἔχοντα, | |
5 | ὧν μέσην ἱδρῦσθαι ὡς ἐπὶ νήσου τὴν τοιαύτην Ταρτη‐ σόν, οὕτω κληθεῖσαν διὰ τὸ καὶ τὸν Βαῖτιν Ταρτησὸν καλεῖσθαι παρὰ τοῖς παλαιοῖς. Ταύτης καὶ ὁ Κωμικὸς μέμνηται ἐν Βατράχοις, ὅτε λέγει Ταρτησίαν μύραι‐ ναν, παίζων καὶ ἐκφοβῶν τὸν ἀκροατὴν τῷ ἐκτοπι‐ | 276 |
10 | σμῷ. Τὸν δὲ Ταρτησὸν κασσίτερον τοῖς ἐκεῖ κατα‐ φέρειν ἱστόρηται. | |
338 | Ὅτι Πυρήνη μέγιστον ὄρος, οὗ ὑπὸ πόδα οἱ Κεμψοὶ τὸ ἔθνος. Ἔχει δὲ ἡ Πυρήνη τὰς ἀρχὰς ἀπὸ τοῦ βορείου ὠκεανοῦ, καὶ διήκει ἕως εἰς τὴν ἑσπερίαν θάλασσαν, καὶ διορίζει Κελτούς τε καὶ Ἴβηρας. Ἡ | |
5 | δ’ αὐτὴ οὐ μόνον Πυρηναῖον, ὡς προείρηται, ὄρος, ἀλλὰ καὶ πληθυντικῶς ὄρη Πυρηναῖα λέγεται. Οὕτω δὲ καὶ αἱ Ἄλπεις καὶ τὸ Ἑρκύνιον διφορεῖται τῷ ἀριθμῷ. | |
340 | Ὅτι τὴν Αὐσονίδα πολυτενῆ γῆν μέσην τέμ‐ νει τὸ Ἀπένινον ἢ Ἀπέννιον ὄρος ἐξ Ἄλπεως ἀρχόμε‐ νον, καὶ τελευτῶν εἰς τὴν Σικελικὴν πορθμίδα, ὃ ἔ‐ στιν εἰς τὸν Σικελικὸν πορθμὸν, ὡς καὶ ἀλλαχοῦ εἴρη‐ | |
5 | ται, περὶ τὴν Λευκοπέτραν τὴν ἐν τῇ Ῥηγίνῃ χώρᾳ. Ὄρθιον δὲ, φησὶν, ἐστὶ τὸ τοιοῦτον ὄρος, οἷά που ἐκ στάθμης ἰθυμμένον, ἤγουν τεταμένον εἰς εὐθύτητα ὥσπερ διὰ στάθμης, ἥτις ἐστὶ σχοῖνος τεκτονικὴ ἀπορ‐ θοῦσα τὰ ξύλα. Εἶτα ἐπιτείνει ποιητικῶς εἰς ὑπερβολὴν | |
10 | τὸ νόημα, καί φησιν οὕτως ἰθυτενὲς εἶναι τὸ ὄρος, ὡς οὐκ ἂν οὐδὲ τέκτων μωμήσαιτο σοφῆς ὑποεργὸς Ἀθή‐ νης. Δῆλον δὲ πάντως ὅτι Ἀθηνᾶς, ἤγουν φρονήσεως, ὑπουργοὺς ἡ ποίησις οἶδε τοὺς τέκτονας. Ἡ δὲ ῥη‐ θεῖσα Ῥηγίνη χώρα ἀπὸ τοῦ ἐκεῖ Ῥηγίου τῆς πόλεως | |
15 | λέγεται, κτίσματος Χαλκιδικοῦ. Αὐτὸ δὲ τὸ Ῥήγιον οὕτω καλεῖται ἢ παρὰ τὴν ῥῆξιν, ὡς ἀπορραγείσης τῆς Σικελίας ἐκ τῆς ἐκεῖσε ἠπείρου ὑπὸ σεισμοῦ, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται· καθὰ καὶ ἡ Προχύτη νῆ‐ σος καὶ αἱ Πιθηκοῦσαι καὶ αἱ λεγόμεναι Σειρῆνες νῆ‐ | |
20 | σοι τρεῖς ἠπείρων ἀποσπάσματα λέγονται· ἢ Ῥήγιον εἴρηται ὡς ἂν εἴποι τις βασίλειον, ῥῆγες γὰρ καὶ ῥέ‐ γες οἱ βασιλεῖς, τῶν Σαυνιτῶν οὕτω καλεσάντων αὐτὸ δι’ ἐπιφάνειαν τῆς πόλεως. Τούτου πρὸς ἕω ἄκρα τις Λευκοπέτρα, ὡς εἴρηται, λεγομένη ἀπὸ τῆς χρόας, ἐν | |
25 | πεντήκοντα σταδίοις, ὅπου λήγει τὸ Ἀπέννιον ὄρος, ὡς ἐρρέθη. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ Ἄλπις πληθύνε‐ ται, οὕτω καὶ τὸ Ἀπέννιον Ἀπέννια ὄρη πληθυντικῶς λέγεται. | |
347 | Ὅτι Τυρρηνοὶ οἱ καὶ Ἐτροῦσκοι λεγόμενοι καὶ Τοῦσκοι παρὰ Ῥωμαίοις, ἔθνος λῃστρικὸν καὶ ὠμὸν, βόρειοι κεῖνται ἐκ τῆς ζεφυρίτιδος τοῦ Ἀπεννίου ὄρους πλευρᾶς, καλοῦνται δὲ Τυρρηνοὶ ἀπὸ Τυρρηνοῦ Λυ‐ | |
5 | δοῦ, υἱοῦ Ἄτυος, ᾧ πολὺν λαὸν ὁ πατὴρ συστήσας ἐν καιρῷ λιμοῦ ἐξέστειλεν, ἀφ’ οὗ ἡ χώρα Τυρρηνία ἐκλήθη, ιβʹ πόλεις κτίσαντος, αἷς οἰκιστὴν ἐπέστησε Τάρκωνα, οὗ καὶ Λυκόφρων μέμνηται· ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγενῆσθαί φασιν, ἀφ’ οὗ καὶ | 277 |
10 | πόλις Ταρκυνία. Καὶ τὸν Τρωικὸν δὲ Κύκνον διὰ τοιοῦτον λόγον τινὰ ἐκ γενετῆς οἱ παλαιοὶ πολιὸν γε‐ νέσθαι φασὶ, καὶ οὐ μόνον διὰ λευκότητα σαρκῶν καὶ τριχῶν. Ὅτι ἐπὶ Τυρρηνοῖς εἰσι Πελασγοὶ, οἳ διὰ πενίαν | |
15 | σποράδες μετοικοῦντες ἦλθόν ποτε καὶ ἐκεῖ, μακρὰν ἀπὸ τῆς κατὰ Ἀρκαδίαν Κυλλήνης, καὶ ᾤκησαν Εὐάνδρου τινὸς ἡγησαμένου τῆς ἀποικίας αὐτοῖς, ὃς ἐπὶ ἄρχοντος Ἀρκαδίας Ἀγαμήδους τοῦ Στυμφαλοῦ θεοφορήτῳ μητρί φασι πεισθεὶς καὶ λαὸν ἀγείρας καὶ | |
20 | ἐλθὼν ἐκεῖ κατέπαυσε, τῷ Πανὶ νεὼν ἱδρύσας καὶ λό‐ φον ὀχυρωσάμενος, ὃν Παλλάντιον ὠνόμασεν ἀπὸ τοῦ υἱοῦ Πάλλαντος, τοῦ καὶ ἐπ’ ἄκρῳ τοῦ λόφου θάψαν‐ τος αὐτὸν θανόντα, καὶ τὸν Ἡρακλέα ξενίσαντος ἀπὸ τῶν τοῦ Γηρυόνου ἐπανιόντα βοῶν· ὅθεν καὶ νῦν οἱ Λα‐ | |
25 | τῖνοι τοὺς βασιλεῖ πρέποντας τόπους οὕτω καλοῦσι πα‐ λάτια, καθ’ ἀφαίρεσιν ἀμεταβόλων τοῦ τε λ καὶ τοῦ ν. Ὅτι, ὡς εἴρηται, σποράδες εἰσὶν οἱ Πελασγοὶ τεθρύ‐ ληται, ἐπεὶ καὶ οἱ ἐν Τρῳάδι Κίλικες, κατὰ τὸν Ποιη‐ τὴν, ὁμόρους ἔχουσι Πελασγούς. Ἐρρέθη δὲ καὶ ἡ | |
30 | Λέσβος ποτὲ Πελασγία, καὶ Δωδωναῖος δὲ ἔστι Ζεὺς Πελασγικὸς παρὰ τῷ Ποιητῇ. Γεγόνασι δὲ καὶ Κρή‐ της ἔποικοι Πελασγοὶ, ὡς Ὀδυσσεὺς ἐν τοῖς πρὸς Πη‐ νελόπην λόγοις ἐμφαίνει. Καὶ ἡ Λῆμνος δέ ποτε ᾠκεῖτο ὑπὸ Πελασγῶν, ἐξ ὧν Λήμνια παροιμιάζονται | |
35 | κακὰ, διὰ τοὺς φόνους οὓς ἐποίησαν, γυναῖκάς τε κτεί‐ ναντες αἰχμαλώτους ἀδίκως καὶ παῖδας οὓς ἐξ αὐτῶν ἐτεκνοποιήσαντο. Καὶ περὶ τὴν ἐν Πελοποννήσῳ δὲ Ἀχαΐαν ἦσαν Πελασγοὶ, καὶ Αἰολικοὶ περὶ τὴν Ἀσίαν, ὥς φησιν Ἡρόδοτος. Εὐριπίδης δὲ καὶ τοὺς Ἀργείους | |
40 | Πελασγοὺς οἶδεν εἰπών· «Πάλαι Πελασγοὶ, Δαναΐδαι δὲ δεύτερον.» Ἡρόδοτος δὲ οὐ μόνον περὶ τὴν Λῆμνον, ἀλλὰ καὶ περὶ τὴν Ἴμβρον οἰκῆσαι λέγει Πελασγούς. Ἔστι δὲ καὶ ἐν Ἀθήναις τεῖχος Πελαργικὸν, ἤτοι Πε‐ λασγικὸν, ὡς ὁ Κωμικὸς δηλοῖ ἐν τοῖς Ὄρνισιν, οἷα | |
45 | τῶν Πελασγῶν, φασὶ, καλουμένων παρ’ Ἀττικοῖς Πε‐ λαργῶν διὰ τὸ πλανητικόν· πλάνητες γὰρ ἦσαν διὰ πενίαν, καὶ δίκην ὀρνέων ὅποι τύχοι ἐπεφοίτων. Καὶ ἡ περὶ Πηνειὸν δὲ καὶ Θερμοπύλας Θετταλία Πελα‐ σγικὸν Ἄργος ἐλέχθη ἀπ’ αὐτῶν, ὡς ἐκεῖ ἐπαρξάντων. | |
347(50) | Φασὶ δὲ ἀνέκαθεν Ἀρκάδας γενέσθαι τοὺς Πελασγοὺς, ὡς καὶ ἀνωτέρω ἐρρέθη, στρατιωτικὸν ἑλομένους βίον, κἀντεῦθεν ἐπιφανεῖς γενομένους. Λέγονται δέ τινες τῶν Πελασγῶν καὶ θαλασσοκρατῆσαι γενναίως ἔτη πεʹ. | 278 |
350 | Ὅτι μετὰ Τυρρηνοὺς καὶ Πελασγοὺς τὸ τῶν ἀγαυῶν Λατίνων μέρμερον ἔθνος, ὃ ἔστι φροντιστικὸν, συνετὸν, μεριμνητικὸν, ἢ τοῦ πολλὰ μερμερίζειν, ἤτοι φροντίζειν, τοῖς ὑπεναντίοις αἴτιον, δι’ ἣν ἔχει | |
5 | ἀνδρίαν. Ἰστέον δὲ ὅτι τὸ Λατίνων ἔθνος περιφραστι‐ κῶς εἴρηται, ἀντὶ τοῦ οἱ Λατῖνοι· διὸ καὶ ἐπάγει κατὰ σχῆμα καινοπρεπὲς πληθυντικὴν σύνταξιν λέγων· γαῖαν ναιετάοντες ἐπήρατον, δι’ ἧς μέσης Θύμβρις ποταμὸς, ὁ καὶ Τίβερις, ἑλισσόμενος καθαρὸν ῥόον εἰς ἅλα βάλ‐ | |
10 | λει· ἐφ’ οἷς ἐπαναλαβὼν συνήθως καὶ εἰπών· Θύμβρις ποταμῶν βασιλεύτατος ἄλλων, ὡς διὰ τῆς βασιλίδος ῥέων Ῥώμης, Θύμβρις ὃς ἱμερτὴν ἀποτέμνεται ἄνδιχα Ῥώμην· διὰ μέσης γὰρ τῆς Ῥώμης ῥέει ὁ Θύμβρις, ὡς καὶ ὁ Κύδνος διὰ τῆς Ταρσοῦ, καὶ διὰ Βαβυ‐ | |
15 | λῶνος ὁ Εὐφράτης· ἐπισυνάπτει καὶ ἑτέραν ἐπανά‐ ληψιν τὴν τῆς Ῥώμης, ἐπιμένων καὶ ἐναγλαϊζόμε‐ νος διὰ τοὺς Ῥωμαίους τῷ ἐπαναληπτικῷ σχήματι, καὶ μετὰ τὸ ἱμερτὴν Ῥώμην φησί, Ῥώμην τιμήεσ‐ σαν, ἐμῶν μέγαν οἶκον ἀνάκτων, μητέρα πασῶν πό‐ | |
20 | λεων, ἀγλαὸν ἢ ἀφνειὸν ἔδεθλον, ἤτοι ἔδαφος. Ἀνά‐ κτων δὲ εἰπὼν ἔδειξε, φασὶν, ἐναργῶς ὅτι οὐκ ἐπὶ τῶν ὑπάτων αὐτὸς ἦν, ἀλλ’ ἐπὶ τῶν αὐτοκρατόρων ἤκμαζε, Νέρωνος ἢ καὶ Αὐγούστου κατά τινας· οὗ μεμνῆσθαι λέγεται καὶ ἐν τῷ· «Αὐσονίου βασιλῆος | |
25 | ἐπεπράϋνεν ἀκωκή.» Τοὺς γὰρ ὑπάτους οὐκ ἐκά‐ λουν ἄνακτας. Καὶ σημείωσαι ὅτι κατὰ τὸν Διονύ‐ σιον ἰδίως Λατῖνοι οἱ μετὰ τοὺς Τυρρηνοὺς καὶ τοὺς Πελασγοὺς ἐλέγοντο, ἐν οἷς καὶ οἱ περὶ τὴν Ῥώμην. Ὅτι δὲ ἡ Ῥώμη τῆς Λατίνης χώρας ἐστὶ, καὶ ὅτι | |
30 | Λατίνου ὁμώνυμοί εἰσιν οἱ Λατῖνοι, ὃς Ὀδυσσέως καὶ Κίρκης λέγεται, καὶ ὅτι ὁ Τίβερις Ἀλβούλας ποτὲ καλούμενος οὕτω μετεκλήθη, ὡς βασιλέως Τιβερίου ἐν αὐτῷ θανόντος, ἄλλαι τε ἱστορίαι βοῶσι καὶ ἡ τοῦ Δίωνος. Τιβέριον δὲ ἐνταῦθα ἡ ἱστορία φησὶν οὐ τὸν | |
35 | μετὰ τὸν Αὔγουστον, ἀλλ’ ἕτερον ἀρχαιότερον, ὃς, φα‐ σὶν, ἐν μάχῃ τελευτήσας καὶ ὑπὸ τοῦ ῥεύματος κατε‐ νεχθεὶς ἐπώνυμον ἑαυτῷ τὸν ποταμὸν ἀφῆκε. Ση‐ μείωσαι δὲ ὅτι παρὰ τῷ Θεοκρίτῳ φαίνεται ἔν τινι ἀμφιβαλλομένῃ γραφῇ καὶ Σικελικός τις εἶναι Θύμ‐ | |
40 | βρις ποταμός. | |
357 | Ὅτι οἱ Καμπανοὶ, ὧν τὸ πέδον λιπαρὸν διὰ | |
τὴν εὐκαρπίαν λέγει, ἀπὸ τῶν ὑποκαθημένων ἐκεῖ κάμπων ὠνομάσθησαν, ἢ ἀπὸ Κάμπου πόλεως. Ζη‐ λωτὴ δὲ ἡ τοιαύτη γῆ δι’ ἀρετὴν, καὶ διὰ τοῦτο περι‐ | 279 | |
5 | μάχητος, ὥστε καὶ Φλεγραῖον ἱστορεῖται εἶναι πεδίον καὶ ἐκεῖ, καθὰ καὶ ἐν Θρᾴκῃ εἴρηται, καὶ τὰ περὶ τὴν Γιγαντομαχίαν δὲ οὐ μόνον περὶ τὴν Θρᾴκην, ἀλλὰ καὶ αὐτόθι διὰ τὸ ἐπίμαχον τῆς χώρας μυθεύε‐ ται συμπεσεῖν. Λέγεται δὲ καὶ ἡ Σικελικὴ Κύμη | |
10 | Φλεγραία, οὐ διὰ ὁμοίαν αἰτίαν, ἀλλὰ διὰ τὸ τὰ ἐκεῖ πλήρη πυρὸς καὶ θερμῶν ὑδάτων εἶναι. Ιβʹ δὲ τοῖς Καμπανοῖς οὐσῶν πόλεων, ἐν μεσογείῳ ἐστὶν ἡ Κα‐ πύη, κεφαλὴ τῷ ὄντι, ὥς φησιν ὁ Γεωγράφος, κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος γλώττῃ Λατίνων, καίτοι | |
15 | τινὲς ἀπὸ Κάπυος τοῦ Τρωὸς αὐτὴν καλεῖσθαι ἠθέλη‐ σαν. Ἱστοροῦνται δὲ τρυφῆσαι πολλὰ καὶ οἱ Καμ‐ πανοί. | |
358 | Ὅτι κατὰ μὲν Ὅμηρον αἱ Σειρῆνες δύο καὶ ἀνώνυμοι, κατὰ δὲ τοὺς ἄλλους ποιητὰς τρεῖς, καὶ ὀνόματα αὐταῖς Παρθενόπη, Λίγεια καὶ Λευκωσία, αἳ παραπλεύσαντος αὐτὰς τοῦ Ὀδυσσέως καὶ μὴ θελ‐ | |
5 | χθέντος οἷς ἐμελῴδουν, νικηθεῖσαι τῇ ἀθυμίᾳ κατέρρι‐ ψαν ἑαυτὰς εἰς τὴν θάλασσαν, καὶ ἀποπνιγεῖσαι ἄλλη ἀλλαχοῦ ἐξεβράσθησαν. Ὧν ἡ Παρθενόπη πρὸς τῇ Νεαπόλει τέθαπται, πόλει Καμπανῶν εὐδαίμονι, καὶ ἐκεῖ τετίμηται. Ταύτην γὰρ πέτραν Σειρηνίδα καλεῖ | |
10 | καὶ Παρθενόπης ἁγνῆς μέλαθρον, σταχύων βεβριθὸς ἀμάλλαις· ἣν καὶ ἐπαναλαβών φησι· Παρθενόπης, ἣν πόντος ὑπεδέξατο κόλποις, ἀποπνιγεῖσαν δηλαδή. Λέγει δὲ καὶ ὅτι ἐνταῦθα πρὸς νότιον ὁ Σίλαρος ῥέει ποταμός. Τοῦτον ὁ Γεωγράφος Σίλαριν γράφων λέ‐ | |
15 | γει ἴδιον τοῦ Σιλάριδος, ὅτι τοῦ ὕδατος ὄντος ποτίμου, τὸ καθιέμενον φυτὸν ἀπολιθοῦται, φυλάττον τὴν μορ‐ φήν. Μετὰ δὲ τὸ τοῦ ποταμοῦ τούτου στόμα, ὡς ὁ Γεωγράφος φησὶν, ἐν νʹ σταδίοις ἡ Ποσειδωνιὰς ἄκρα, ὅθεν ἐκπλέοντι νῆσος Λευκωσία ἐστὶν, ἠπείρου καὶ | |
20 | αὐτὴ ἀπόσπασμα, ἐπώνυμος μιᾶς τῶν Σειρήνων. Ἄλλοι δὲ περὶ Παρθενόπης οὕτω λέγουσι· Παρθενόπη πολλοῖς ἀνδράσιν ἐπιβουλευθεῖσα, καὶ τὴν παρθενίαν φυλάξασα, εἶτα Μητιόχου Φρυγὸς ἐρασθεῖσα, τάς τε | |
25 | τρίχας ἔτεμεν ἀκοσμίαν ἑαυτῆς καταψηφιζομένη, καὶ εἰς Καμπανοὺς ἐλθοῦσα ᾤκησε· καὶ τάχα διὰ τὴν τοιαύ‐ την σωφροσύνην ἁγνὴν ὁ Διονύσιος τὴν Παρθενόπην ὠνόμασεν. Ἰστέον δὲ ὅτι εὐτελῶς εἰπεῖν δοκεῖ τὴν Νεάπολιν μέλαθρον Παρθενόπης· τοιοῦτον δὲ καὶ τὸ | |
30 | τὴν Κύπρον ἄστυ Ἀφροδίτης ῥηθῆναι. Τὸ δὲ στα‐ χύων βεβριθὸς ἀμάλλαις ἀντὶ τοῦ εὔσταχυ καὶ πολυφό‐ ρον. Τίνες δὲ αἱ ἄμαλλαι, ἀλλαχοῦ εἴρηται, ὅπου | |
καὶ περὶ ἀμαλλοδετήρων. Τὸν δὲ Σίλαριν ὁ Διονύ‐ σιος Πευκεντῖνον ποταμὸν λέγει, τουτέστι περὶ τοὺς | 280 | |
35 | λεγομένους Πευκεντίνους ῥέοντα. Ὅθεν καὶ σημείω‐ σαι, ὅτι ἔοικε Πευκέντιον δεῖν αὐτὸν λεχθῆναι, πλεο‐ νάσαι δὲ τὸ ν ἐν τῇ παραληγούσῃ διὰ μέτρου ἀνάγκην. | |
362 | Ὅτι Λευκανοὶ καὶ Βρέντιοι, διὰ τοῦ ν, ἢ Βρέττιοι, διὰ τῶν δύο ττ, ἕως ἐπὶ τὴν Λευκὴν Πέ‐ τραν διήκουσι, περὶ ἧς ἤδη γέγραπται. Φασὶ δὲ ὅτι ἡ περὶ τοὺς Λευκανοὺς τούτους χώρα καὶ ἡ Σικελία | |
5 | Μεγάλη ποτὲ Ἑλλὰς ὠνομάσθη, διὰ τὰς τῶν Ἑλλή‐ νων ἐκεῖ συχνὰς μετοικίας. Ἡ δὲ τῶν Λευκανῶν πό‐ λις Λευκάνη βαρυτόνως ἐλέγετο ἀπὸ Λευκίου τινός. Βρέττιοι δὲ καλοῦνται ἀπὸ Βρέττου υἱοῦ Ἡρακλέος. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι Λευκανοὶ Βρεττίους τοὺς | |
10 | ἀποστάτας καλοῦσιν· ὁποῖοι, φησὶ, καὶ οὗτοι οἱ τὰ πρῶτα ποιμαίνοντες ὕστερον ὑπὸ ἀνέσεως ἐλευθεριά‐ σαντες ἀπέστησαν. | |
364 | Ὅτι ὄρος Ζεφύριον τετρασυλλάβως τμῆμά τί ἐστι βορειότερον τῆς Λευκοπέτρας πρὸς αὐγὰς τοῦ Ἀπεννίου. Τοῦτο δὲ Ζεφύρου ἄκραν φησὶ περιφρα‐ στικῶς ὁ Διονύσιος, ὡς τοῦ τοιούτου ὄρους καὶ ζεφύρου | |
5 | τρισυλλάβως καλουμένου, ἀφ’ οὗ οἱ Ἐπιζεφύριοι Λο‐ κροὶ δοκοῦσι κληθῆναι, ὡς περὶ αὐτὸ κείμενοι. Ἄλ‐ λοι δὲ οὕτω φασὶ καλεῖσθαι αὐτοὺς πρὸς διαστολὴν ἄλλων Λοκρῶν, διὰ τὸ ἐκείνους μὲν ἀλλαχοῦ κεῖσθαι, τούτους δὲ πρὸς ζέφυρον ἄνεμον, καθά που προγέγρα‐ | |
10 | πται. Ὁ δὲ Γεωγράφος οὕτω φησίν· «Ἄκρα Λοκρίδος τὸ Ζεφύριον, ἔχουσα ἑσπερίοις ἀνέμοις λιμένα, ἐξ οὗ καὶ τοὔνομα τῇ ἄκρᾳ. Πρῶτοι δὲ οἱ ἐκεῖ νόμοις γραπτοῖς πιστεύονται χρήσασθαι, καὶ πολὺν χρόνον εὐνομηθῆναι.» Ἰστέον δὲ ὅτι διαβολὴ τοῦ γένους τῶν | |
15 | τοιούτων ἐνταῦθα κεῖται Λοκρῶν ἔθνους ὅλου, ὡς ἐκ δούλων καταγομένου. Δοῦλοι γὰρ, φησὶν, ὄντες προ‐ τέροις ἔτεσι, παρὰ τοῖς Ὀζόλαις δηλαδὴ Λοκροῖς τοῖς πρὸς τῷ Κρισσαίῳ κόλπῳ τῷ κατὰ τὴν Εὔβοιαν, εἶτα τῶν δεσποτῶν ἀπιόντων εἰς πόλεμον ἐμίγησαν ταῖς | |
20 | σφετέραις ἀνάσσαις, ἐπανελθόντας δὲ τοὺς δεσπότας ὑποπτεύσαντες ἐπὶ κολάσει ταῖς δεσποίναις συνέφυγον, καὶ ᾤκησαν ἐν Τυρρηνίᾳ, ὧν γένος εἰσὶν οἱ Ἐπιζεφύ‐ ριοι Λοκροὶ, δοῦλοι ὄντες τὸ ἀνέκαθεν. Ἄλλοι δὲ γράφουσι· σφετέρῃ ἀνάσσῃ μιχθέντες, ἢ πεισθέντες, | |
25 | ἄνασσαν τὴν Ῥώμην νοοῦντες, ὑφ’ ἣν οἱ τοιοῦτοι Λο‐ κροὶ, περὶ οὓς ποταμὸς ὁ Ἄληξ διορίζων τὴν Ῥηγίνην ἀπὸ τῆς Λοκρίδος. Ἴδιον δὲ τοῦ τόπου τούτου, ὅτι οἱ μὲν ἐν τῇ τῶν Λοκρῶν τούτων περαίᾳ τέττιγες φθέγ‐ γονται, οἱ δὲ ἄλλοι ἄφωνοί εἰσιν. Αἴτιον δὲ τοῦ συμ‐ | |
30 | πτώματος λέγεται, ὅτι ἐπὶ θάτερα μὲν ὁλόσκιον, φασὶ, τὸ χωρίον ἐστὶν, ὥστε ψυχροὺς καὶ ἐνδρόσους ὄντας τοὺς τέττιγας μὴ ἔχειν διαστέλλειν τοὺς ὑμένας καὶ ἦχον ποιεῖν, τοῖς δὲ ἐν τῇ περαίᾳ τέττιξι διὰ τὸ ἡλιά‐ ζεσθαι ξηροὺς καὶ κερατώδεις εἶναι τοὺς ὑμένας, ὥστε | 281 |
35 | εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. Ἐν τούτοις τοῖς Λοκροῖς ἀνδριὰς ἐστάθη ποτὲ τοῦ ὑμνουμένου κιθαρῳ‐ δοῦ Εὐνόμου, τέττιγα ἐπὶ τῇ κιθάρᾳ καθήμενον ἔχων, διότι τέττιξ, ἐν Πυθίοις ἀγωνιζομένου τοῦ Εὐνόμου, καὶ μιᾶς τῶν χορδῶν ῥαγείσης, ἐπιστὰς ἀνεπλήρωσε τὸν | |
40 | φθόγγον, ταῖς ᾠδαῖς τὸν μίτον ὑποκρινάμενος, καὶ οὕτω τῆς νίκης τῷ Εὐνόμῳ συνεπελάβετο. Ἰστέον δὲ ὅτι οὐ μόνον οἱ Λοκροὶ οὗτοι δοῦλοι πράγματα τοῖς δεσπόταις παρέσχον, ἀλλὰ καὶ οἱ Σκύθαι ποτὲ, ὡς ὁ Ἡρόδοτος ἱστορεῖ, δούλων πονηρῶν ἐπειράθησαν, ὅτε | |
45 | ὅπλοις μὴ πειθομένους αὐτοὺς μάστιξιν ὑπηγάγοντο. Καὶ τὸ Ἄργος δέ ποτε χηρωθὲν ἀνδρῶν τοὺς δούλους ἔσχε δεσπότας τῶν πραγμάτων, καὶ μόλις οἱ παῖδες τῶν τεθνεώτων περιγενέσθαι τούτων ἴσχυσαν. | |
368 | Ὅτι μετὰ τοὺς Λοκροὺς ἔθνος οἱ Μεταπόντιοι, ὧν πόλις τὸ Μεταπόντιον, ἥ ποτε λεγομένη Σῖρις. Κληθῆναι δὲ οὕτω λέγεται ἀπὸ Μεταπόντου υἱοῦ Σισύφου, ὃν οἱ βάρβαροι Μέταβον ἔλεγον· κτίσμα δὲ | |
5 | Πυλίων τὸ Μεταπόντιον. Λέγονται δὲ πάνυ εὐτυχῆ‐ σαί ποτε ἀπὸ γεωργίας, διὸ καὶ ἐν Δελφοῖς ἀναθεῖναι τὸ θρυλούμενον χρυσοῦν θέρος. | |
369 | Ὅτι μετὰ τοὺς Μεταποντίους οἱ Κροτωνιᾶται, καὶ ὅτι τὸν περὶ Κρότωνα ποταμὸν τὸν Αἴσαρον χα‐ ρίεντα λέγει, καὶ αὐτὴν τὴν Κρότωνα ἱμερτὸν πτολίε‐ θρον, ἀλλὰ καὶ ἐϋστέφανον διὰ τὸ πολλοὺς Κροτωνιά‐ | |
5 | τας ἐν τοῖς καθ’ Ἑλλάδα ἱεροῖς ἀγῶσι νικῶντας στε‐ φανοῦσθαι, καὶ οὕτω τὴν πατρίδα τιμᾶν καὶ ποιεῖν εὐστέφανον. Ἱστορεῖται γοῦν ὅτι ἔν τινι Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερήσαντες σταδίῳ ἑπτὰ ἄνδρες Κροτωνιᾶται ἦσαν· ὅθεν καὶ εἰκότως, φασὶν, εἴρηται | |
10 | ὅτι Κροτωνιατῶν ὁ ἔσχατος τῶν ἄλλων Ἑλλήνων πρῶ‐ τος ἦν, δηλαδὴ κατὰ τὴν ῥωμαλεότητα. Ἐκεῖθεν καὶ Μίλων ὁ ἐπιφανέστατος καὶ ῥωμαλεώτατος ἀθλητὴς, ὃς καὶ βοῦν ἄρας ἐν μέσῳ θεάτρῳ ποτὲ ὕστερον τὸν αὐτὸν ἐθοινήσατο, κατὰ τὸν βουθοίναν Ἡρακλέα τοῦτό γε ἀν‐ | |
15 | δρισάμενος. Οὗ Μίλωνος τὰ μὲν τῆς ζωῆς εὐκλεῆ, τὰ δὲ περὶ θάνατον οἴκτιστα· ἀποσφηνωθεὶς γὰρ δένδρῳ | |
τὰς χεῖρας, ἐν τῷ τῆς οἰκείας ῥώμης πειρᾶσθαι, σφιγκτῷ θανάτῳ τὸν βίον μετήλλαξε. Μύσκελλον δέ φασί τινα οἰκιστὴν γενέσθαι τῆς Κρότωνος, ὃς ἐν Δελφοῖς συγχρη‐ | 282 | |
20 | στηριαζόμενος τῷ Ἀρχίᾳ τῷ τὰς Συρακούσας κτίσαντι, καὶ συνερωτηθεὶς πότερον αἱρεῖται, πλοῦτον ἢ ὑγίειαν, εἵλετο ὑγίειαν, Ἀρχίου ἑλομένου πλοῦτον· ὅθεν, φασὶ, Κροτωνιᾶται μὲν ὑγιεινότατοι, Συρακούσιοι δὲ παμ‐ πλούσιοι. Ἀφ’ ὧν καὶ ἡ τῶν Συρακουσίων δεκάτη | |
25 | παροιμιάζεται, ὡς πάνυ πολλὴ περιγινομένη τῷ τα‐ μιείῳ τῆς πόλεως. Καὶ τὸ «Κρότωνος δὲ ὑγιέστε‐ ρος,» ὡς ὁ αὐτὸς λέγει Γεωγράφος, ἐντεῦθεν εἴληπται, ὡς τῶν Κροτωνιατῶν εὐρώστων ὄντων· ὥστε οἱ ἀπὸ τοῦ κρότωνος τοῦ ζωϋφίου, ὃν κυνοραϊστὴν λέγει ὁ | |
30 | Ὅμηρος, εἰπόντες ταύτην εἰλῆφθαι τὴν παροιμίαν, οὐκ εὖ λέγουσιν, ἀλλὰ παίζουσιν, ὡς καὶ εἴ τις εἴποι τινὰ κώνωπος ἀδικώτερον. Ὁ δὲ περὶ Κρότωνα πο‐ ταμὸς Αἴσαρος ἐπὶ κυνηγῷ Αἰσάρῳ καλεῖται, ὃς ἐλάφῳ διωκομένῃ αὐτόθι συνεισπεσὼν ἀφῆκεν οὕτω καλεῖσθαι | |
35 | τὸν ποταμόν. Ἱστορεῖται δὲ καὶ ὅτι Κροτωνιᾶται ἐν τῷ Περσικῷ πολέμῳ ἐβοήθησαν τῇ Ἑλλάδι κινδυνευ‐ ούσῃ, στείλαντες νῆα μίαν, ἧς ἦρχεν ἀνὴρ τρὶς νική‐ σας τὰ Πύθια, καλούμενος Φάϋλος. Λέγονται δὲ Ἀχαιοὶ εἶναι ἀνέκαθεν. Ἔδοξαν δέ ποτε καὶ περὶ | |
40 | ἰατρικὴν εὐδοκιμῆσαι, διά τινα Δημοκήδην Κροτωνιά‐ την ἔνδοξον ἰατρόν. | |
371 | Ὅτι Λακίνιον ἱερὸν ἦν Ἥρας, πλούσιον ὑπάρ‐ ξαν ποτέ. Ὄρος δὲ Κρότωνος ἦν Λακίνιον, ἐξ οὗ καὶ ἱερὸν Λακίνιον καὶ Ἥρα Λακινιάς. | |
373 | Ὅτι Σύβαρις Ἀχαιῶν κτίσμα, μεταξὺ δύο ποταμῶν, τοῦ τε Κράθιδος καὶ τοῦ Συβάριδος, πέντε καὶ εἴκοσι πόλεις ποτὲ ὑπηκόους ἔχουσα, κατὰ τὸν Γεωγράφον, καὶ τριάκοντα μυριάσιν ἀνδρῶν ἐπὶ Κρο‐ | |
5 | τωνιάτας στρατεύσασα. Ἀφῃρέθη δὲ, φασὶ, τὴν εὐδαιμονίαν ὑπὸ τρυφῆς ἐν ἡμέραις ἑβδομήκοντα. Ἑλόντες γὰρ τὴν πόλιν οἱ Κροτωνιᾶται ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν αὐτήν. Ὕστερον δὲ τῆς πόλεως μετατεθείσης καὶ συνοικισθείσης ὑπὸ Ἀθη‐ | |
10 | ναίων καὶ ἄλλων Ἑλλήνων, Θούριοι προσηγορεύθη‐ σαν ἀπὸ κρήνης τινὸς ὁμωνύμου. Ἱστορεῖται δὲ καὶ ὅτι τῶν μνημονευθέντων ποταμῶν ὁ Σύβαρις μὲν τῶν ἵππων τοὺς πίνοντας ἀπ’ αὐτοῦ πτυρτικοὺς ποιεῖ, ὁ Κρᾶθις δὲ τοὺς ἐν αὐτῷ λουομένους ξανθοτριχεῖν ποιεῖ | |
15 | καὶ λευκοτριχεῖν· ὃ καὶ περὶ τοῦ Ὁμηρικοῦ Ξάνθου ὁ Ἀριστοτέλης ἱστόρησεν. | |
374 | Ὅτι Συβαρῖται τὰ τοῦ Ἀλφειοῦ ἀναθήματα συλήσαντες αἰσχρῶς ἀπεχρήσαντο, διὸ θεομηνίαν ἐπε‐ | |
σπάσαντο, καὶ ἐπεὶ πρὸς ἔσχατον τρυφῆς ἐλάσαντες ἤσκησαν καὶ τοὺς ἵππους εἰς εὐρυθμίαν, καὶ ἐδίδαξαν | 283 | |
5 | καταυλουμένους ὀρχεῖσθαί τε καὶ ὀρθοῦσθαι, γέγονεν αὐτοῖς τοῦτο πανωλεθρίας αἴτιον. Ἐχρῆν δὲ τοὺς Σιβαρίτας μὴ οὕτω ποιεῖν, ἀλλὰ πολεμιστὰς τοὺς ἵππους γυμνάζειν, καθάπερ Ἀρτύβιος Πέρσης ἀνὴρ στρατηγὸς ἵππον ἐδίδαξεν ὀρθὸν ἀνίστασθαι πρὸς ὁπλί‐ | |
10 | την, ὡς Ἡρόδοτος ἱστορεῖ, καὶ τὸν προσενεχθέντα κατεργάζεσθαι, ποσί τε πλήττοντα καὶ στόματι δά‐ κνοντα. Ἐκεῖνοι δὲ παιγνιήμονας τοὺς ἵππους ἀσκή‐ σαντες ἀπεσφαιρίσθησαν εἰς πτῶμα θανάσιμον. Πο‐ λέμου γὰρ κροτηθέντος αὐτοῖς τε καὶ τοῖς Κροτωνιά‐ | |
15 | ταις, ῥίπτουσι μὲν τὰ ὅπλα οἱ τῆς Κρότωνος, τύμπανα δὲ ἀράσσουσι καὶ κύμβαλα καὶ αὐλοὺς μεταχειρίζονται καὶ κρόταλα, καὶ ὅσα ἐκμαίνειν οἶδε πρὸς ὄρχησιν. Καὶ οἱ ἵπποι τοῦ φίλου βόμβου ἀκούσαντες βακχεύον‐ ται πρὸς ὄρχησιν, καὶ ἀκρατεῖς ἑαυτῶν γενόμενοι | |
20 | ἀποσείονται τοὺς ἐπιβάτας, καὶ προχείρους ἐκτίθενται τοῖς πολεμίοις εἰς ὄλεθρον· καὶ οὕτως ἐρημοῦται Σύ‐ βαρις τρυφῆς γενομένη πάρεργον, διὰ ποινὴν, φασὶν, ἱεροσυλίας, ἣν ἐν τῷ κατὰ Πελοπόννησον βωμῷ τοῦ Ἀλφειοῦ ποταμοῦ ἐπλημμέλησαν. Ὅθεν καὶ ὁ Διο‐ | |
25 | νύσιος οἰκτιζόμενος αὐτήν φησι «δειλαία Σύβαρις τοὺς ναέτας στενάχουσα πεσόντας, ἐπεὶ οὐ κατὰ αἶσαν τοῖς Ἀλφειοῦ γεράεσσιν ἐπεμήναντο», τουτέστιν ἐπεμάνη‐ σαν, μανίαν ὀνομάσας τὸν τῆς φιλοχρηματίας ἔρωτα. Ἥτις μανία καλῶς ἐπιλέγεται παντὶ πράγματι παρὰ | |
30 | τὸ δέον πλεονάζοντι· οὕτω γὰρ καὶ ἐρωτομανία καλεῖ‐ ται καὶ ὀψομανία καὶ οἰνομανὴς ἄνθρωπος καὶ τοιαῦτα πολλά. Σημείωσαι δὲ ὅτι τὸ ἀνάθημα καὶ θεῖον γέρας λέγεται; ἰδοὺ γὰρ ὁ Διονύσιος Ἀλφειοῦ γέρα ἔφη τὰ ἐν τῷ ναῷ κειμήλια. Ἄλλοι δέ φασι τοὺς | |
35 | Συβαρίτας ἀπολωλέναι κατὰ χρησμὸν παλαιὸν, διότι πρὸ θεοῦ ἐτίμησαν ἄνθρωπον, ὅτε τῶν τις Συβαριτῶν οἰκέτην μαστίζων φυγόντα μὲν ἐς θεοῦ ἐπέμενε τύ‐ πτων, ἐς μνῆμα δὲ πατρικὸν καταφυγόντα ᾐδέσθη· ὅτε καὶ ἀποστραφῆναί φασι τὸ τῆς Ἥρας ἄγαλμα, | |
40 | βαρυνθὲν ἐπὶ τῷ γενομένῳ. Διὸ καὶ ἐξετρίβη, φασὶ, κατὰ τὸν χρησμὸν ἡ πόλις γενομένη ἀνάστατος. Ἔλεγε δὲ ὁ ῥηθεὶς χρησμὸς, τότε τοὺς Συβαρίτας ἐξολέσθαι, ὅτε πρὸ θεοῦ ἄνδρα σεβίσονται. Ὑστέρῳ μέντοι χρόνῳ οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ἀποικίαν | |
45 | στείλαντες τὴν πόλιν συνῴκισαν, καὶ Θούριον, ὡς εἴ‐ ρηται, μετωνόμασαν. Καὶ ἔστιν ἡ εἰς τὸ Θούριον ἀποικία πολλὴ ἐν ταῖς ἱστορίαις. Καί τινας Θουριο‐ | |
μάντεις ὁ Κωμικὸς λέγει, ὡς εἰς αὐτὴν ὁδηγήσαντας. Ἱστορεῖται δὲ χλιδανὸς ἀνὴρ καὶ πάνυ τρυφῶν Σμιν‐ | 284 | |
374(50) | δυρίδης ὁ Συβαρίτης. | |
375 | Ὅτι μετὰ τοὺς Συβαρίτας μέσην χθόνα οἰκοῦ‐ σιν οἱ Σαυνῖται, οὓς διὰ τοῦ μ Σαμνῖτας οἱ Ῥωμαῖοι λέγουσιν, ὡς καὶ ἡ γραφὴ τοῦ Διοδώρου δηλοῖ. | |
376 | Ὅτι Μαρσῶν θοὰ φῦλα εἰπὼν ὠκύποδας εἶναι παρεμφαίνει τοὺς Μαρσούς. Ἀπὸ τούτων ὁ ᾀδόμενος Μαρσικὸς (Ῥωμαϊκὸς) ὀνομάζεται πόλεμος, ἀρξάντων τῆς ἀποστάσεως. Ἐκ τούτων οἱ Ῥωμαῖοι τάσσουσιν | |
5 | ἐχιδνολογεῖν τινας εἰς κατασκευὴν θηριακῆς, ὡς δηλοῖ ὁ εἰπὼν ὅτι ἐν Ῥώμῃ τὰς ἐχίδνας θηρεύουσιν, οὓς ὀνο‐ μάζουσι Μαρσούς. Ὅτι ἡ Τάρας, ἡ καὶ Ταρεντὸς, ἐγγὺς κεῖται ἁλὸς, ὅθεν Ἴκκος ἦν ὁ Ταραντῖνος ἰατρὸς, ὃς ἐπὶ βίου εὐτε‐ | |
10 | λείᾳ εἰς παροιμίαν κεῖται τὴν λέγουσαν «Ἴκκου δεῖ‐ πνον» ἐπὶ τῶν ἀπερίττως δειπνούντων. Ἐκεῖθεν δὲ καὶ Ῥίνθων ἦν ὁ ἐπικαλούμενος φλύαξ, ἤγουν φλύαρος, ὑποκοριστικῶς, ὡς τὰ τραγικὰ εἰς γελοῖα μεταρρυθμί‐ ζων καὶ παίζων ἐν οὐ παικτοῖς, ἀλλὰ φλυαρῶν ἄντι‐ | |
15 | κρυς. Ἐλέγετο δὲ καὶ ἀρσενικῶς ὁ Τάρας ἐξ ἀναλο‐ γίας· οὐδὲν γὰρ ἔστιν εἰς ρας βαρύτονον θηλυκόν. Ἐπεχωρίασε δέ ποτε αὐτόθι ἡ ἐνόπλιος ἱππηλασία, ὅθεν ταραντινίζειν ἐλέγετο τὸ τὴν ἐνόπλιον καὶ εἰς μάχας χρήσιμον ἱππασίαν ποιεῖσθαι. Ὠνόμασται δὲ | |
20 | ἡ πόλις ἀπό τινος ἥρωος Τάραντος. Ἔσχε δὲ καὶ Λακεδαιμονίων ἀποικίαν· διὸ καὶ λέγει ὁ Διονύσιος, ὅτι Ἀμυκλαίων αὐτὴν ἐπολίσατο καρτερὸς Ἄρης, του‐ τέστι Λακώνων, ὧν μέρος αἱ Ἀμύκλαι. Λακεδαιμό‐ νιοι γὰρ συνεχῶς ἀφισταμένοις τοῖς ὑπ’ αὐτοὺς Μεσ‐ | |
25 | σηνίοις ἐπιστρατεύσαντες ὡρκωμότησαν μὴ μὴν ὑπο‐ στρέψειν πρὶν ἂν ἐκείνους κατὰ κράτος δουλώσωνται· ὅτε καὶ οἱ μὴ μετασχόντες τῆς στρατείας δοῦλοι ἐκρί‐ θησαν, καὶ ἐκλήθησαν καὶ αὐτοὶ Εἵλωτες. Ἐπεκ‐ τεινομένου δὲ πολλοῦ καιροῦ τῷ πολέμῳ, πέμπουσιν | |
30 | αἱ πρεσβύτιδες διδάσκουσαι ὡς ἄτεκνοι τελευτῶσιν αἱ γυναῖκες, καὶ κίνδυνός ἐστι λειπανδρῆσαι τὴν πα‐ τρίδα, εἰ μὴ ποιήσονται πρόνοιαν τῆς τῶν γυναικῶν ἐπιγονῆς. Οἱ δὲ ἐπιλεξάμενοι πεντήκοντα εὐρωστο‐ τάτους καὶ νεωτάτους καὶ οἵους παιδοποιεῖν, ὅσοι δη‐ | |
35 | λαδὴ παῖδες συνεξελθόντες τοῖς ἐν ἡλικίᾳ, ἤγουν τοῖς | |
τελείοις ἀνδράσιν, οὐ μετέσχον ἐκείνων τῶν ὅρκων, ἐπέταξαν συγγίνεσθαι ταῖς παρθένοις ἁπάσαις ἅπαν‐ τας, ὡς ἂν οὕτω πολυτεκνήσωσι. Καὶ ἀπ’ αὐτῶν ἐκεῖναι συλλαβοῦσαι ἀπέτεκον. Οἱ δὲ τεχθέντες, οἷα | 285 | |
40 | μὴ τραφέντες γνησίως καὶ εὐγενῶς κατὰ τοὺς νόμους τοῦ Λυκούργου, ἄλλως καὶ οὐχ ὡς ἔδει ἐπολιτεύοντο, ἕως οὗ μετὰ ἐννεακαίδεκα ἔτη Μεσσήνης ἁλούσης ἐπα‐ νελθόντες οἱ ἐκ τοῦ πολέμου καὶ μοχθηρὰν εὑρόντες τὴν πολιτείαν ἐξήλασαν αὐτούς. Οὓς Φάλανθός τις | |
45 | ἀνὴρ ἐγχώριος λαβὼν καὶ εἰς ἀποικίαν σταλεὶς ᾤκισε τὸν Τάραντα. Ἐκαλοῦντο δὲ Παρθενίαι οἱ ἐκ τῶν παρθένων ἐκείνων γενόμενοι. Ἕτεροι δέ φασι τοὺς τοιούτους παῖδας ὡς νόθους ὑπὸ τῶν Λακώνων ὀνειδι‐ ζομένους μελετᾶν ἐπαναστῆναι αὐτοῖς, τὴν ὕβριν μὴ | |
376(50) | φέροντας, διὸ καὶ ἐκπεμφθῆναι εἰς ἀποικίαν. Ἄλλοι δὲ ἱστοροῦσιν ὅτι ἄτιμοι κριθέντες οἱ Παρθενίαι, ὡς ἀπὸ πορνείας φύντες, καὶ μὴ ἀνασχόμενοι τῆς ἀτιμίας ἐπεβούλευσαν ὁμόφρονες ὄντες πάντες, ὡς ἂν ἀλλήλων ἀδελφοὶ νομιζόμενοι· ὕστερον δὲ συμπεισθέντες ἐξῆλ‐ | |
55 | θον εἰς τὴν ῥηθεῖσαν ἀποικίαν. Ἴσχυσαν δέ ποτε καθ’ ὑπερβολὴν οἱ Ταραντῖνοι. Ἐπέτριψε δὲ καὶ αὐτοὺς ἡ τρυφὴ, παρ’ οἷς πανδήμους ἑορτὰς κατ’ ἔτος πλείους ἢ τὰς ἄλλας ἡμέρας συνέβαινεν ἄγεσθαι, ὡς ἡ ἱστορία φησὶ, σοφισαμένοις διὰ τρυφὴν καὶ ἀργίαν | |
60 | τὰς συνεχεῖς ἑορτὰς, ὡς καὶ ἡ παροιμία φησίν, «ἀρ‐ γοῖς αἰὲν ἑορτή.» Τάχα δὲ καὶ τὸ λεπτὸν γυναικεῖον περίβλημα τὸ Ταραντινίδιον παρ’ αὐτοῖς διὰ τρυφὴν πρώτοις εὕρηται. Κεῖται δὲ, φασὶν, ὁ Τάρας, ἢ κατὰ Διονύσιον θηλυκῶς ἡ Τάρας, ἐπὶ χερρονήσῳ, ὡς | |
65 | καὶ τὰ πλοῖα ὑπερνεωλκεῖσθαι ῥᾳδίως ἑκατέρωθεν, ταπεινοῦ ὄντος τοῦ αὐχένος τῆς χερρονήσου. | |
378 | Ὅτι Καλαβροὶ καὶ Ἰάπυγες ἄρχονται μὲν ἀπὸ Τάραντος, καὶ τοῦ τῶν Μαρσῶν ἔθνους, τέτανται δὲ μέχρι τῆς παραλίου Ὑρίου, ὅπου σύρεται, φησὶν, ἡ Ἀδριὰς ἅλμη εἰς τὸν Ἀκυλήϊον κόλπον, ἤτοι τὸν περὶ | |
5 | Ἐνετίαν, τὸν τῆς Ἀδριάδος μυχὸν, ὃς λέγεται καὶ Ἀκυλεήσιος, κατὰ σχηματισμὸν τύπου Ἰταλικοῦ ἀπὸ Ἀκυληΐας. Πόλις δὲ ἡ Ἀκυληΐα μεγίστη, λεγομένη καὶ Ἀκυλία τετρασυλλάβως, παρονομαζομένη ἀπὸ ἀετοῦ, ὃς ἀκύλας πρὸς τῶν ἐκεῖ ἐλέγετο, πλησιάζουσα μὲν | |
10 | μάλιστα τῷ ἐνδοτάτῳ μυχῷ τοῦ Ἀδρίου κόλπου, ἔξω‐ θεν δὲ οὖσα τῶν Ἐνετικῶν ὅρων, καὶ, ὥς τινές φασι, | |
ἀπὸ θαλάσσης ρνʹ μίλια κειμένη, Ῥωμαίων κτίσμα. Ἀναπλέεται δὲ ὁλκάσι κατά τινα ποταμὸν, καὶ ἀνεῖ‐ ται εἰς ἐμπόριον τοῖς περὶ τὸν Ἴστρον Ἰλλυριοῖς. | 286 | |
15 | Ἰστέον δὲ ὅτι οὗτος μὲν τὴν Ὕριον εἶπε θηλυκῶς, ἣν καὶ ἐπανέλαβε συνήθως, οἷα λόγου ἀξίαν. Οἱ δὲ ἄλ‐ λοι οὐδετέρως τὸ Ὕριον λέγουσι. Κρητῶν δὲ κτίσμα ἡ πόλις ἡ Ὑρία κατὰ Ἡρόδοτον, κτισθεῖσα ὅτε οἱ Κρῆτες εἰς Σικελίαν ἀφικόμενοι ἐπὶ πολιορκίᾳ καὶ | |
20 | μηδὲν ἰσχύσαντες ἐξεβλήθησαν εἰς τὴν γῆν χειμῶνι μεγάλῳ. Ἰστέον δὲ ὅτι κατὰ τὸν Γεωγράφον οἱ Ἰά‐ πυγες καὶ Μεσάπιοι λέγονται· καὶ ὅτι ἀπό τινος Ἰά‐ πυγος οὕτως ὀνομάζονται, ὃς ἐκ γυναικὸς Κρήσσης τῷ Δαιδάλῳ ἐγένετο. Τὴν δὲ ῥηθεῖσαν Ἐνετίαν, εἰ χρή | |
25 | τι παρεκβατικώτερον εἰπεῖν, νῦν μὲν Βενετίαν φαμὲν, καθότι καὶ Ἀρριανός φησιν, ὅτι «Ἐνετοὶ πονήσαντες ἐν μάχῃ κατὰ Ἀσσυρίους καὶ ἀποπεράσαντες εἰς Εὐρώ‐ πην ᾠκίσθησαν πρὸς Πάδῳ τῷ ποταμῷ, καὶ τῇ ἐπιχω‐ ρίῳ γλώττῃ Βενετοὶ ἐς τοῦτο ἔτι ἀντὶ Ἐνετῶν κληΐ‐ | |
30 | ζονται, καὶ Βενετία ἡ γῆ ἥντινα νέμονται.» Οἱ δὲ παλαιοὶ Οὐενετίαν τὴν χώραν πεντασυλλάβως ἐκάλουν κατὰ γλῶσσαν οἰκείαν, ὡς καὶ τὸν Ὀκτάβιον Ὀκτα‐ ούϊον, καὶ τὸν Φλαβιανὸν Φλαουϊανόν, καὶ ὅσα τοιαῦτα. Φασὶ δὲ αὐτοὺς ἐξ Ἐνετῶν τινων ἀνδρῶν Ἀσιανῶν | |
35 | κατάγεσθαι, οἳ πονήσαντες, ὡς ἐρρέθη, ἔν τινι πολέμῳ ἐς τὴν Εὐρώπην ἔφυγον. Ἄλλοι δὲ ἐκ τῶν κατὰ Πα‐ φλαγονίαν Ἐνετῶν αὐτοὺς τὴν τοῦ γένους ῥίζαν ἕλκειν φασὶ, φύλου ἀξιολόγου πλανηθέντος μετὰ τὴν τῆς Τροίας ἅλωσιν, ὅτε τὸν ἡγεμόνα Πυλαιμένην ἀποβα‐ | |
40 | λόντες ἦλθον εἰς Θρᾴκην, καὶ πλανώμενοι ἀφίκοντο εἰς τὴν νῦν Ἐνετικὴν περὶ τὸν τοῦ Ἀδρίου μυχόν. Τῆς τοιαύτης δὲ τῶν Ἐνετῶν ῥίζης τῆς Παφλαγονικῆς μέ‐ μνηται καὶ ὁ Ποιητὴς λέγων· «Ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.» Καὶ γέγραπται εἰς τοῦτο | |
45 | ἐκεῖ τὰ καίρια. Πολλοὶ δέ τινες τοὺς Ἐνετοὺς τού‐ τους τοὺς περὶ Ἀκυληΐαν ἀποίκους φασὶν ὁμωνύμων παρωκεανιτῶν, οὐ μόνον Ἐνετῶν καλουμένων, ἀλλὰ καὶ Βελγῶν· ἔθνος δὲ Κελτικὸν οἱ Βέλγαι. Καί φησιν ὁ Γεωγράφος τοὺς τοιούτους Οὐενετοὺς, δηλαδὴ τοὺς | |
378(50) | παρωκεανίτας, οἰκιστὰς εἶναι τῶν κατὰ τὸν Ἀδρίαν Οὐενετῶν, καὶ ἐκείνους ναυμαχῆσαι πρὸς Καίσαρα, | |
κωλύοντας αὐτὸν τοῦ εἰς τὴν Βρεττανίαν πλοῦ. Ἄλ‐ λοι δὲ εἰπόντες καὶ αὐτοὶ Ἐνετοὺς Παφλαγονικοὺς ἐκ τοῦ Τρωϊκοῦ πολέμου σωθῆναι αὐτόθι μετὰ τοῦ Ἀντή‐ | 287 | |
55 | νορος τοῦ Τρωϊκοῦ, φασὶν ὅτι μαρτύριον τούτου ἡ περὶ τὴν ἱπποτροφίαν σπουδὴ, ἣν εἶχον καὶ οἱ Παφλαγο‐ νικοὶ Ἐνετοὶ καθ’ Ὅμηρον· ὄνομα γὰρ ἡ Ἐνετικὴ πωλεία εἶχεν ἐν Ἕλλησιν. Ἐθύετο δὲ παρ’ αὐτῶν λευκὸς ἵππος τῷ Διομήδει. Ὁμοιοπαθεῖ δὲ, φασὶ, | |
60 | τῷ ὠκεανῷ ἡ κατ’ αὐτοὺς θάλασσα, ἀμπώτεις ὁμοίως ἐκείνῳ ποιοῦσα καὶ πλημμυρίδας, ὑφ’ ὧν τὸ πεδίον λιμνοθαλάσσης μεστὸν γινόμενον, κατὰ τὴν παλαιὰν ἱστορίαν, διώρυξι καὶ παραχώμασιν ὡς τὰ τῆς Αἰγύ‐ πτου διοχετεύεται. Κἀκεῖνο δὲ ἰστέον, ὅτι τινὲς πᾶσαν | |
65 | τὴν μετὰ τοὺς Καλαβροὺς Ἀπουλίαν ἐκάλουν καὶ τὸ ἔθνος Ἀπούλους· καὶ ὅτι Καλαβρία οὐ διὰ τῆς αυ διφθόγγου ἀλλὰ διὰ τοῦ β γράφουσιν οἱ ἀκριβεῖς. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ Θρηΐκιος ἄνεμος λέγεται ὁ διὰ τῆς Θρᾴκης πνέων, καὶ Λοκρὸς ὁ διὰ τῆς Λο‐ | |
70 | κρίδος, οὕτω καὶ Ἰάπυξ ὁ διὰ τῆς γῆς τῶν Ἰα‐ πύγων. | |
382 | Ὅτι τὸ Τεγεστραῖον Ἰλλυρικὸν ἄστυ, τουτέστι τὸ Τέγεστρον, παρὰ τοῖς μυχάτοις πέρασι τῆς Ἀδριά‐ δος ἅλμης ἐστί. Τοῦτο καὶ Τέργεστρον λέγεται ἀπὸ Τεργέστρου τινὸς, ὡς ἐν τῇ καταγραφῇ δηλοῦται τῶν | |
5 | ἐθνικῶν. | |
384 | Ὅτι περὶ τὰ ἑῷα τῆς Ἀδριάδος νῆσοι Λιβυρναὶ ἢ Λιβυρνίδες, αἵτινες, ὡς προϊὼν ἐρεῖ, μετὰ τὰς Ἀψύρ‐ του νήσους ἐρρίζωνται, ἔνθα ἐς αὐγὰς στρεπτὴ παρα‐ σύρεται ἅλμη, τουτέστιν ὅπου πρὸς ἕω κυρτοῦται ὁ | |
5 | κόλπος. Τοῦτο δὲ ἐδήλου καὶ ὅτε εἶπεν ὡς ἡ Ἀδριὰς εἰς εὖρον ἄνεμον τεκμαίρεται τὸν ὁλκόν. Ἐκεῖ δὲ, φησὶ, καὶ ἡ τῶν Ὑλλήων, ἤγουν Ὑλλέων, ἐρυμνὴ γῆ ὅση παρά‐ κειται τῷ ἰσθμῷ. Χερρόνησον γάρ φασιν οἰκεῖν τοὺς Ὑλλεῖς, περὶ ὧν καὶ ταῦτα ἱστορεῖται· Ὑλλεῖς ἔθνος | |
10 | Ἰλλυρικὸν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέος, ὥς φησιν Ἀπολ‐ λώνιος. Ἔστι δὲ καὶ πόλις Ὕλλη. Ἀπολλόδωρος δὲ Ὕλλους τούτους γράφει λέγων, «μετὰ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες. Τού‐ των δὲ πρόκειται χερρόνησος Ὑλλὶς, ἡλίκη μάλιστα | |
15 | Πελοπόννησος, πεντεκαίδεκα πόλεις οἰκουμένας ἔχουσα παμμεγέθεις.» Καὶ ταῦτα μὲν οὕτως. Τὸ δὲ Ὑλ‐ λήων τὸ παρὰ τῷ Διονυσίῳ πολλὰ τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι, πλεονασμῷ τοῦ ἰῶτα. Ἰστέον γὰρ ὅτι τὰ εἰς ευς πενταχῶς εἶχον τὴν κλίσιν παρὰ | |
20 | τοῖς παλαιοῖς, διὰ τοῦ εος κοινῶς, διὰ τοῦ εως Ἀττικῶς, διὰ τοῦ ηος κατὰ τὴν νέαν Ἰάδα, κατὰ δὲ τὴν πα‐ | |
λαιὰν καὶ διὰ τοῦ εϊος κατὰ παράλυσιν τῆς ει διφθόγ‐ γου, καὶ διὰ τοῦ ιος ἐκτεταμένου τοῦ ἰῶτα, ὡς καὶ Σωφρόνιος λέγει. Ἐκεῖ δέ φησι καὶ οἱ Βουλιμεῖς, οὕς | 288 | |
25 | τινες διὰ τοῦ ν γράφουσι Βουλινεῖς ἢ Βουλίνους. Τὰς δὲ Λιβυρνίδας νήσους ἱστόρηται περὶ μʹ εἶναι τὸν ἀριθμόν· παρονομάζονται δὲ ἀπὸ Λιβυρνῶν· ἔθνος δὲ οἱ Λιβυρνοὶ ἐν τοῖς ἐνδοτέροις τοῦ Ἀδρίου, ἀπό τινος Λιβυρνοῦ ἀνδρὸς εὑρόντος τὰ Λιβυρνικὰ λεγόμενα | |
30 | σκάφη. Ἰστέον δὲ ὅτι ἐν Λατινικῷ λεξικῷ εὕρηται ὅτι Λιβυρνίδες νῆες αἱ μακραί. | |
389 | Ὅτι τῆς Ἰλλυρικῆς χώρας πέρας αἱ ἡλίβατοι κολῶναι, τὰ Κεραύνια ὄρη, οὕτω καλούμενα διὰ τὸ συχνοὺς ἐκεῖ πίπτειν κεραυνούς. Περὶ ἃ κεῖται καὶ ἡ τῆς νέας Ἠπείρου μητρόπολις, ἥ ποτε καλουμένη | |
5 | Ἐπίδαμνος, ἤτοι τὸ Δυρράχιον, δηλοῦν ἐκ τῆς τοιαύ‐ της κλήσεως τὴν τοῦ τόπου τραχύτητα· δυσράχιον γάρ ἐστιν, ὃ ἔστι δυσέξοχον· τρέψαν δὲ τὸ ς εἰς ρ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθὰ καὶ τὸ Τυρση‐ νός Τυρρηνός, ταρσός ταρρός ὁ καλαθίσκος, πυρσός | |
10 | πυρρός, καὶ ἄλλα. Ἀρχὴ δὲ τὰ Κεραύνια ὄρη τοῦ Ἀδρίου καὶ τοῦ Ἰονίου πελάγους, ὧν εἰ καὶ τὸ στόμα κοινὸν, ἀλλ’ αὐτὰ διαφέρει τῇ θέσει. Ἰόνιος μὲν γὰρ κόλπος ὁ μετὰ τὸ στόμα εὐθὺς, ἀπό τινος ἡγησα‐ μένου τῶν τόπων ἔχων τὴν κλῆσιν, ἢ καὶ ἀπὸ τῆς | |
15 | Ἰοῦς· Ἀδρίας δὲ ὁ ἐντὸς μέχρι τοῦ μυχοῦ, ἀπὸ Ἀδρίας, ὡς προερρέθη, πόλεως ἐπιφανοῦς, ἢ ἐξ ὁμωνύμου πο‐ ταμοῦ. Ἐκεῖ δὲ ὥσπερ τρίτον τι τμῆμα ὁ Ἀκυλήϊος κόλπος, ὡς ἀνωτέρω ἔφη ὁ Διονύσιος. Εἰσὶ δὲ καὶ πρὸς ἄρκτον τοῦ βορείου Καυκάσου ὄρη Κεραύνια. | |
20 | Ἰλλυριοὺς δέ φασι τὸ ἔθνος κληθῆναι ἀπὸ Ἰλλυριοῦ, παιδὸς Κάδμου καὶ Ἁρμονίας. | |
391 | Ὅτι περὶ τὸν κόλπον τὸν κατὰ τὰ Κεραύνια ὄρη ἴδοις ἂν τὸν τοῦ Κάδμου καὶ τῆς γυναικὸς Ἁρμο‐ νίας τύμβον, ὃν καὶ ἀναδιπλοῖ δι’ ἐπαναλήψεως, καὶ ἐρικυδέα καλεῖ. Περὶ ὧν μῦθός ἐστι, φησὶν, ὡς ἄρα | |
5 | μετὰ λιπαρὸν γῆρας Θήβηθεν ἐκεῖ ἐλθόντες εἰς ὄφεων σκολιὸν γένος ἠλλάξαντο, ἐπεὶ Κάδμος τὸν Ἄρεος ἀνεῖλέ ποτε ἐν Θήβαις δράκοντα, τὸν τῆς Δίρκης φύ‐ λακα. Δηλοῖ δὲ ὁ λόγος, ὡς ἐξ Ἑλλάδος αὐτόθι ἐλθόντες ἐκεῖνοι μετέθεντο τὴν Ἑλληνικὴν χρηστοήθειαν, καὶ | |
10 | μετέπεσον ἐξ ἐπιεικείας πρεπούσης Ἕλλησιν εἰς σκολιὰ ἤθη καὶ οἷον ὀφεώδη καὶ βάρβαρα, παρὰ τὸ γῆρας δυσ‐ πραγήσαντες εἰς ἤθους μεταβολήν. Καὶ ἔστιν ἐναλλα‐ γῆναι αὐτοὺς εἰς ὄφεις, ὡς ἔπος εἰπεῖν, τὸ εἰς θηριωδίαν μεταμειφθῆναι. Τὸν μέντοι Κέκροπά φασιν οἱ μῦθοι | |
15 | τοὐναντίον ἀπὸ ὄφεως εἰς ἄνθρωπον ἐλθεῖν, ἐπειδὴ | |
ἐκεῖνος ἐλθὼν εἰς Ἑλλάδα καὶ τὸν βάρβαρον Αἰγυπτια‐ σμὸν ἀφεὶς χρηστοὺς ἀνελάβετο τρόπους πολιτικούς. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι περὶ τὴν τοιαύτην γῆν δύο πέτραι ἀντικείμεναι ἀμφοτέρωθεν ἐρηρέδαται, καὶ | 289 | |
20 | αὗται, ὁπηνίκα τις ἀρχὴ γένηται τοῖς ἐκεῖ κυλινδομένου κακοῦ, συνίασι καὶ πρὸς ἑαυτὰς δονούμεναι προσαράσ‐ σονται, κατὰ τὰς μυθευομένας Πλαγκτὰς, καὶ τοῦτό ἐστι τοῖς ἐγχωρίοις σημεῖον ἐσομένου πολέμου. Τὸ δὲ ἐρηρέδαται δηλοῖ μὲν τὸ ἐρηρεισμέναι εἰσὶ καὶ ἑδραίως | |
25 | ἐρρίζωνται, ἔστι δὲ Ἰωνικὸν, καὶ γίνεται ἀπὸ τοῦ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ ς καὶ προσ‐ θέσει τῆς δα συλλαβῆς· ὁποῖον καὶ τὸ ὠνόμασται ὠνο‐ μάδαται, πέφρασται πεφράδαται καὶ ὅσα τοιαῦτα. Ἰστέον δὲ ὅτι ὁ μὲν μῦθος τὴν τῷ Κάδμῳ συνοικήσασαν | |
30 | Ἁρμονίαν Ἄρεος καὶ Ἀφροδίτης γενεαλογεῖ. Ἀρριανὸς δὲ Ἀσιανήν τε αὐτὴν οἶδε καὶ Δαρδάνου ἀδελφήν. Φησὶ γὰρ ὅτι Κάδμος ὑπὸ τοῦ πατρὸς κατὰ ζήτησιν τῆς ἀδελφῆς Εὐρώπης σταλεὶς καὶ πλανώμενος περιπετὴς γέγονεν Ἁρμονίᾳ τῇ τοῦ Δαρδάνου ἀδελφῇ, ἁρπάσας | |
35 | δὲ καὶ εἰς τὰς νῆας ἐνθέμενος προσέσχε τῇ Βοιωτῶν γῇ, ἔνθα Θηβαίων ἐγένετο ἀρχηγὸς, πλούτῳ τε εὐδοκιμῶν καὶ τῇ ἄλλῃ σοφίᾳ. | |
398 | Ὅτι πρὸς νότον, μάλα πολὺ ὑπό τε Θρᾴκην καὶ περὶ Ὠρικίαν ἐρείδεται ἡ τῆς Ἑλλάδος ἀρχή. Καὶ σημείωσαι ὅτι Ὠρικίαν λέγει τὴν κατὰ Μολοττοὺς καὶ Θεσπρωτοὺς ἤπειρον, περὶ ἣν καὶ πόλις Ὤρικος, | |
5 | ὡς προγέγραπται, καὶ λιμὴν Ὤρικος κατὰ Ἡρό‐ δοτον Θεσπρωτικὸς ἢ Ἠπειρωτικός. Ὡς πέρατα δὲ τῆς Ἑλλάδος ἔλαβε τὴν Θρᾴκην καὶ τὴν Ὠρικίαν, τὸ μὲν ἑῷον τὴν Θρᾴκην, τὸ δὲ ἑσπέριον τὴν Ὠρικίαν δηλαδή. | |
400 | Ὅτι ἡ Ἑλλὰς δισσῇ θαλάσσῃ ἔζωσται, τῇ Αἰγαίῃ τε καὶ τῇ Σικελικῇ, ὧν ἑκάστη ἄνεμον ἔλαχεν, εἰς ὂν ἀφορᾷ, τὸν ἑσπέριον μὲν ἡ Σικελικὴ, ἡ Αἰγαίη δὲ τὸν εὖρον. Τὸν δὲ ἑσπέριον ἄνεμον καὶ ζέφυρον κα‐ | |
5 | λεῖσθαί φησιν, ἐρεθίζων οἷον ἡμᾶς εἰς ἐτυμολογίας ἀνεύρεσιν. Ζέφυρος γὰρ τρόπον τινὰ ταὐτόν ἐστι τῷ ἑσπέριος ἄνεμος, ὡς ἀπὸ ζόφου, ὃ ἔστι τῆς ἑσπέρας, οὖρος, ἤγουν ἄνεμος. | |
401 | Ὅρα δὲ ὅτι ὀφείλων ἑκατέρα εἰπεῖν, διὰ τὴν Αἰγαίαν καὶ τὴν Σικελήν· ἐπὶ δύο γὰρ συλληπτικῶς λέγεται τὸ ἑκάτερος· ὁ δὲ ἑκάστη εἶπεν, ὅπερ ἐπὶ πλήθους εἴωθε λέγεσθαι. Ποιήσει δὲ τοῦτο καὶ ἐν | |
5 | τοῖς μετὰ ταῦτα, καὶ ἔστι τοιοῦτόν τι καὶ παρὰ τῷ Ἑρμογένει. | |
403 | Ὅτι ἡ τοῦ Πέλοπος νῆσος ἔστι μὲν κυρίως χερρόνησος, ὅμως δὲ νῆσος μὲν λέγεται, ὡς παρὰ βραχὺ τοιαύτη οὖσα παρὰ τὸν ἰσθμὸν δηλαδὴ, τουτέστι τὸν ὀλιγοστάδιον αὐχένα, καὶ ὡς θαλασσίοις κατὰ τὸν Διο‐ | 290 |
5 | νύσιον ἐστεμμένη κόλποις ἔνθα καὶ ἔνθα· ὅπερ ταὐτόν ἐστι τῷ ἀμφίαλος. Καὶ ὅρα τὸ ἐστεμμένη ἀντὶ τοῦ κυκλουμένη. Καὶ ἔστιν ἐνταῦθα κάλλιον οὕτως εἰπεῖν, παρόπερ ἀνωτέρω ἐπὶ τῆς Ἑλλάδος ἔφη, ἐζῶσθαι αὐτὴν δισσαῖς θαλάσσαις εἰπών. Καὶ διὰ τοῦτο μὲν | |
10 | ὀνομάζεται νῆσος. Πέλοπος δὲ λέγεται διὰ τὸ τὸν Φρύγα ἢ Λυδὸν Πέλοπα κυριεῦσαί ποτε αὐτόθι, ἐπιγαμβρεύ‐ σαντα Οἰνομάῳ. Λέγεται δὲ οὐ μόνον συνθέτως Πελο‐ πόννησος διὰ τῶν δύο νν, ὡς Ἑκατόννησοι, αἱ τοῦ Ἑκάτου, ἤγουν Ἀπόλλωνος, νῆσοι, ἀλλὰ καὶ ἁπλῶς, | |
15 | ἤτοι ἀσυνθέτως, ποτὲ μὲν Πελοπία γῆ, ὡς παρ’ Εὐ‐ ριπίδῃ εὕρηται, ποτὲ δὲ νῆσος, ὡς αὐτὸς ὁ Διονύσιος ποιεῖ ἐν τῷ περὶ Ἀρκάδων λόγῳ, ὥσπερ καὶ τὸ πρὸ τοῦ Εὐξείνου ὕδωρ στόμα τε ἁπλῶς λέγει καὶ στόμα Πόντου συνθέτως· οὕτω δὲ καὶ τὰς Θερμοπύλας Πύλας ἁπλῶς | |
20 | λεγομένας εὑρίσκομεν. Ἔστι δὲ κατὰ τὸν ἰσθμὸν ἡ Πελοπόννησος συνεχὴς τῇ τῆς Ἑλλάδος πέζῃ. Συ‐ νάπτει γὰρ ὁ τόπος ἐκεῖνος τῇ Ἑλλάδι, καὶ ἔοικε πλατάνου πετάλῳ μυουρίζοντι, τουτέστι κατὰ μυὸς οὐρὰν στενουμένῳ καὶ λεπτυνομένῳ, κατὰ τὸν ἄκρον | |
25 | μίσχον, ἤτοι κατὰ τὸν καυλὸν, οὗ τὸ φύλλον ἐξήρτηται. Καὶ ὁ μὲν ἰσθμὸς, φησὶ, τῆς Πελοποννήσου ὁ τεσσα‐ ρακονταστάδιος, εἰργόμενος στενὸς, ἔοικε τῷ ἄκρῳ μίσχῳ τοῦ φύλλου, βόρειος ὢν καὶ κοινὸν ἐφ’ Ἑλλάδος ἴχνος ἐρείδων, ὡς τῆς Ἑλλάδος κατὰ συνέχειαν εὐθὺς | |
30 | κειμένης, ὡς εἴρηται, μετὰ τὸν ἰσθμόν. Ἡ δὲ τῆς ἔσω ἠπείρου περίμετρος τῷ πολυδινήτῳ φύλλῳ παρέοικεν, ὡς πολλὰς ἐπικλάσεις ἔχουσα καὶ καμπὰς καὶ ἐγκολ‐ πώματα, καθ’ ὁμοιότητα τοῦ τῆς πλατάνου φύλλου. Διὸ καὶ ὁ Πίνδαρος πολύγναμπτον μυχὸν λέγει τὴν Πελο‐ | |
35 | πόννησον· ἀκρόπολιν δὲ τῆς Ἑλλάδος οἱ παλαιοί φασι τὴν Πελοπόννησον. | |
406 | Ὅρα δὲ τὸ ἴχνος ἐρείδων ῥηθὲν ὡς ἐπὶ βάσεως ποδός. Εἴρηται δὲ ὡς πρὸς τὸ Πέλοπος νῆσος ὀπηδεῖ· ἀκόλουθα γὰρ ἀλλήλοις τὸ ὀπηδεῖν καὶ τὸ ἴχνος ἐρεῖσαι. Λέγεται δὲ καὶ ὅτι ἴση σχεδόν ἐστι κατά τε μῆκος καὶ | |
5 | κατὰ πλάτος, ὅσον χιλίων τετρακοσίων σταδίων, καὶ ὅτι κύκλῳ περίμετρος αὐτῆς μὴ κατακολπίζοντι μὲν τετρακισχιλίων σταδίων ἢ καὶ πλεῖόν τι, κατακολπί‐ ζοντι δὲ ὑπὲρ τὰ πεντακισχίλια ἑξακόσια. | |
409 | Ὅτι πρὸς ζέφυρον τῆς Πελοποννήσου ἡ Τρι‐ φυλὶς γῆ, μερὶς τῆς Ἤλιδος, ἔνθα ἐρατεινότατος πο‐ ταμῶν Ἀλφειὸς ὁδεύει, σχιζόμενος ἐκ τοῦ Μεσσηνίου Εὐρώτα. Ἄμφω δὲ ἐκ μιᾶς πηγῆς ἀναβλύζοντες σχί‐ | |
5 | ζονται, τῆς καλουμένης Ἀσέας. Διὸ καὶ γράφουσι τὰ τῶν ἀντιγράφων ὀρθότερα· «οἵτ’ ἄμφω Ἀσέηθεν ἀνα‐ βλύζουσι ῥέεθρα», καὶ ὁ μὲν Ἠλείων, ὁ Ἀλφειὸς, ὁ δὲ Ἀμυκλαίων χθόνα τέμνει, ὁ Εὐρώτας. Καὶ ὁ Γεωγράφος δέ φησιν ὅτι Ἀσέα κώμη τῆς Μεγάλης πόλεως, ἔχουσα | 291 |
10 | δύο πηγὰς, ἐξ ὧν ῥέουσιν Εὐρώτας καὶ Ἀλφειὸς, οἳ δύντες ὑπὸ γῆν ἀνατέλλουσι μετὰ συχνὰ στάδια, καὶ τὸ ῥεῖθρον ἀναδείξαντες ὁ μὲν γίνεται Λακωνικὸς, ὁ δὲ εἰς τὴν Πισᾶτιν κατάγεται γῆν, ἤτοι εἰς τὴν ὑμνου‐ μένην Πίσαν, ἥτις δι’ ἑνὸς γράφεται σίγμα, καὶ ἀπὸ | |
15 | κρήνης ἔχει Πίσης τὸ ὄνομα. Αὕτη δὲ ἡ κρήνη οὕτω λέγεται, οἱονεὶ πίστρα τις οὖσα, ὃ ἔστι ποτίστρα, παρὰ τὸν πίσω μέλλοντα, οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. Με‐ ταξὺ δὲ ἡ τοιαύτη Πίσα Ὄσσης καὶ Ὀλύμπου ὀρέων Πελοποννησιακῶν ὁμωνύμων τοῖς παρ’ Ὁμήρῳ Μακε‐ | |
20 | δονικοῖς ἢ Θετταλικοῖς. Ὕδωρ δέ φασι περί που τὸν Ἀλφειὸν εἶναι, ὅπερ ἀλφοὺς ἰᾶται, ὅθεν τάχα καὶ ὁ ποταμὸς ἐκλήθη, πλεονασμῷ τῆς ει διφθόγγου, ὡς ἐπὶ τοῦ ἀδελφειός καὶ τῶν ὁμοίων. Ἀγαθὸν δέ ἐστι τὸ τοιοῦτον ὕδωρ καὶ εἰς λεύκας καὶ λειχῆνας, Μελάμπο‐ | |
25 | δος χρησαμένου, φασὶ, τούτοις τοῖς ὕδασιν εἰς καθαρμὸν τῶν τοῦ Προίτου θυγατέρων, ὅτε ἐμάνησαν. Ἐρατεινὸν δὲ ὁ Διονύσιος τὸν Ἀλφειὸν καλεῖ, διὰ τὸν μυθευόμενον τῆς Σικελικῆς Ἀρεθούσης ἔρωτα, ἧς φασὶν ἐρῶν ἕως εἰς ἐκείνην ἐκ Πελοποννήσου ἀναδίδωσι γλυκὺς ἐραστὴς | |
30 | ἀμιγὲς ἅλμῃ θαλάσσης φυλάσσων τὸ ῥεῖθρον. Ὁ δὲ Γεωγράφος καὶ τὸν ᾅδην ἱκανῶς αὐτόθι ἐκτετι‐ μῆσθαί φησιν. Ἱστορεῖται δὲ κατὰ ζῆλον τινα καὶ παρὰ Νικαεῦσι ποταμόν τινα Ἀλφειὸν ὠνομάσθαι, καὶ ὄρη τινα Ὀλύμπια, καὶ ἀγῶνα δὲ Ὀλυμπιακὸν ἄγεσθαι, | |
35 | κατὰ μίμησιν τῶν ἐν Ἤλιδι. Τριφυλία δὲ καὶ Τριφυλὶς γῆ λέγεται ἡ κατὰ Ἦλιν διὰ τὸ ὑπὸ τριῶν τινων οἰ‐ κεῖσθαι φύλων, ἐν οἷς καὶ Πύλιοι ἰθαγενεῖς, καὶ ἐπή‐ λυδες Μινυοί· ἢ ἀπὸ Τριφύλου τινὸς ἀνδρός. Μεσσήνη δὲ αὕτη χώρα ἐστι Λακωνικὴ, ἧς ἄποικος ἡ Σικελικὴ | |
40 | Μεσσήνη, Ζάγκλη μέν ποτε λεγομένη ἐκείνη, μετα‐ βαλοῦσα δὲ τὸ ὄνομα εἰς Μεσσήνην, ὡς Ἡρόδοτος ἱστορεῖ. Γράφεται δὲ παρὰ τοῖς παλαιοῖς διὰ δύο σς, καὶ διὰ ταύτην λέγεται ὁ Εὐρώτας Μεσσήνιος. Ἡ δὲ Ἦλις, ἀφ’ ἧς οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα· | |
45 | καὶ δασύνεται γὰρ ἀπὸ τοῦ ἁλίζω, τὸ συναθροίζω, διὰ τὸ πολλοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεσθαι· καὶ ψιλοῦται μάλιστα διὰ τὸν κανόνα | |
τὸν λέγοντα τὸ η πρὸ τοῦ λ ψιλοῦσθαι. Φασὶ δὲ περὶ τὴν τοιαύτην Ἦλιν μὴ ἡμιόνους γίνεσθαι, δι’ οὐδὲν | 292 | |
409(50) | φανερὸν αἴτιον, ἀλλ’ ἔκ τινος κατάρας, ὥς φησιν Ἡρό‐ δοτος. | |
414 | Ὅτι Ἀρκάδες περὶ μέσην τὴν Πελοπόννησον κοίλην χθόνα ναίουσιν ὑπὸ τὸ ὄρος τὸ Ἐρύμανθον, ἐν ᾧ κάπροι πολλοὶ, ὅθεν καὶ ὁ Ἐρυμάνθιος κάπρος, ὃν ἔκτανεν Ἡρακλῆς· ἔνθα Μέλας καὶ Κρᾶθις καὶ Λάδων | |
5 | ῥέουσιν. Ἔστι δὲ καὶ Σικελικὸς ποταμὸς Κρᾶθις, καὶ περὶ Σύβαριν δὲ, ὡς προγέγραπται, ἤτοι περὶ τὸ Θούριον, ὃς ξανθίζει τοὺς λουομένους. Ἰστέον δὲ ὅτι καὶ Μέλας ποταμὸς οὐ μόνος οὗτός ἐστιν, ἀλλὰ καὶ Θρᾳκικὸς, ἐξ οὗ Μέλας κόλπος ὀνομάζεται ὁ περὶ τὴν | |
10 | Αἶνον, καὶ Ἀσιανὸς δὲ ποταμὸς Μέλας ἐστὶ, καὶ περὶ τὴν Τραχῖνα δὲ, ὡς Ἡρόδοτος ἱστορεῖ. Τοὺς δὲ Ἀρ‐ κάδας Διονύσιος μὲν Ἀπιδανῆας καλεῖ, οἱ νεώτεροι δὲ Ἀπιδόνας κατὰ τὸν Γεωγράφον, ἀπό τινος Ἄπιδος, οὗ ἡ γενικὴ καὶ Ἄπεως, ὡς ὄφις ὄφεως, Ἄμαστρις Ἀμά‐ | |
15 | στρεως, Ζάμολξις Ζαμόλξεως. Οἱ δέ φασιν ὅτι Ἄπις ὁ Φορωνέως ἐκ τῆς Ἠπείρου ἐλθὼν ἀπήλλαξε τὴν Πε‐ λοπόννησον ὄφεων ὀχλούντων, καὶ ᾤκησε περὶ Ἀρκα‐ δίαν, ἀφ’ οὗ καὶ ἡ Πελοπόννησος ὅλη Ἀπία ἐκλήθη ποτέ· καὶ δι’ αὐτὸν Ἀπιδανῆες ἐξαιρέτως οἱ Ἀρκάδες, | |
20 | παρ’ οἷς ὁ Ἄπις ᾤκησεν, οὗ καὶ Αἰσχύλος μέμνηται εἰπών· «Ἄπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας.» Καὶ Ῥιανὸς δέ φησι· «κλυτὸς Ἆπις ὅς ῥ’ Ἀπίην ἐφάτιζε καὶ ἀνέρας Ἀπιδανῆας.» Οἱ δέ φασιν Ἀπίαν καὶ Ἀπι‐ δανεῖς κληθῆναι κατὰ στέρησιν τοῦ πιεῖν καὶ τῶν πι‐ | |
25 | δάκων, ἐπεὶ μὴ εἶχεν ἡ χώρα πίδακας τὴν ἀρχὴν, ἀλλ’ ὡς λέγει Καλλίμαχος, «ἔμελλεν εὔϋδρος καλέεσθαι,» ὡς δύνασθαι διὰ τοῦτο καὶ αὐτὴν πολυδίψιον λέγεσθαι. Ὅθεν καὶ Ἀζυνὶς ἐκαλεῖτο διὰ τὴν ἄζην, ὃ ἔστι διὰ τὴν ξηρασίαν, καὶ ἔθνος οἱ Ἀζῆνες αὐτόθι μέχρι καὶ | |
30 | νῦν οὕτω λεγόμενοι. Ἰστέον δὲ ὅτι ἀπὸ Ἀρκάδος ὠνό‐ μασται ἡ Ἀρκαδία, υἱοῦ Διὸς καὶ Θεμιστοῦς, καὶ ὅτι καὶ Πελασγία ποτὲ ἐκλήθη καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντὶς καὶ Ἀζανία. Ὅτι δὲ καὶ προσέληνοι λέ‐ γονται οἱ Ἀρκάδες διὰ τὴν πάνυ τοῦ ἔθνους ἀρχαιότητα, | |
35 | ὁ Λυκόφρων ἱστορεῖ. | |
416 | Ὅτι ἐν δυσὶ στίχοις μετέλαβε γοργῶς καὶ ποικίλως τέσσαρα τοπικὰ ἐπιρρήματα, εἰπών, «ἔνθα Μέλας, ὅθι Κρᾶθις, ἵνα ῥέει ὑγρὸς Ἰάων, ἧχι καὶ ὠγύγιος μηκύνεται ὕδασι Λάδων.» Ὠγύγιον δὲ τὸν | |
5 | Λάδωνα λέγει διὰ τὴν περὶ αὐτοῦ ἀρχαιολογίαν. Μῦθος γὰρ βούλεται πρώτην ἄνθρωπον ἐξ αὐτοῦ καὶ γῆς γενέ‐ σθαι τὴν Δάφνην· ὠγύγιος γὰρ, ἤτοι παλαιὸς, ὁ τὴν | |
πρώτην γεννήσας ἄνθρωπον. | 293 | |
419 | Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πε‐ λοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμ‐ πολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη, λέγεται. Διὸ καὶ τὰ Ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σω‐ | |
5 | τηρίᾳ τῶν τοσούτων πόλεων. Μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἃς ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας. Ἰστέον δὲ ὅτι τὸ Ἄργος τοῦτο προεῖχέ ποτε τῶν ἐν τῇ Ἑλλάδι χώρᾳ πόλεων, καὶ μάλιστα διὰ τὴν ἀνδρίαν τῶν ἐν αὐτῇ. Κατὰ δὲ τὸν Ἡρόδοτον ἤκουσάν ποτε | |
10 | καὶ μουσικοὶ εἶναι πρῶτοι Ἑλλήνων. Κἀκεῖνο δὲ χρὴ εἰδέναι, ὅτι οὐχ ἓν Ἄργος ἐστὶν, ἀλλὰ διάφορα. τό τε κατὰ τὴν Πελοπόννησον, ὅπερ ὁ Σοφοκλῆς καὶ Ἄργος Δωρικὸν λέγει καὶ Ἀπίαν γῆν· ἐκλήθη δὲ τὸ αὐτὸ καὶ Φορωνικὸν ἄστυ ποτὲ ἀπὸ Φορωνέως, ὠνομάσθη | |
15 | δὲ καὶ Αἰγιάλεια ἔκ τινος Αἰγιαλέως, καὶ ἱππόβοτον, ναὶ μὴν καὶ Ἴασον ἀπὸ Ἰάσου τινὸς, καὶ δίψιον διὰ τὸ μὴ πολύϋδρον εἶναι· ἐλέγετο δὲ, φασὶ, καὶ Θεττα‐ λικὸν Ἄργος ἡ νῦν Λάρισσα, καὶ Ἀμφιλοχικὸν δὲ ἄλλο, καὶ ἁπλῶς εἰπεῖν εἰς ἕνδεκα τόπους οἱ παλαιοὶ | |
20 | τὸ Ἄργος μετροῦσι, λέγοντες καὶ ὅτι πᾶν σχεδὸν πεδίον παραθαλάσσιον Ἄργος ἐλέγετο. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι οἱ νεώτεροι καὶ μάλιστα Μακεδόνες καὶ Θετταλοὶ ἄργος τὸ πεδίον φασί. Καὶ ἡ ὅλη δὲ Πελοπόννησος Ἄργος ἀπὸ τοῦ πολυοφθάλμου Ἄργου ἐκλήθη ποτέ. | |
25 | Ὁ δὲ Γεωγράφος οὕτω καὶ περὶ τούτου φησίν· «Ἀχαϊ‐ κὸν Ἄργος ἐκλήθη ἥ τε ὅλη Πελοπόννησος καὶ ἰδίως ἡ Λακωνική. Τὸ γοῦν παρὰ τῷ Ποιητῇ περὶ τοῦ Με‐ νελάου λεχθέν, «ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ;» ἀντὶ τοῦ οὐκ ἦν ἐν τῇ Λακωνικῇ; Ἐντεῦθεν δὲ καὶ ἡ Ἑλένη | |
30 | Ἀργεία λέγεται.» Προϊὼν δὲ λέγει κληθῆναί ποτε τὴν Πελοπόννησον Ἄργος Ἴασον καὶ Ἀχαϊκὸν καὶ ἵππιον, καὶ ἱππόβοτον. Τὸ δὲ τοῦ Ἄργους ἐθνικὸν οὐ μόνον Ἀργεῖος, ὥς φασιν οἱ παλαιοὶ, ἀλλὰ καὶ Ἀργόλας, καὶ ἡ χώρα Ἀργολίς. Ἐλέγετο δὲ καί τι Ἄργος ἰδίως οὕτως | |
35 | Ἀργολικόν. | |
420 | Ὅτι τὰς πλευρὰς τοῦ ῥηθέντος ἰσθμοῦ τοῦ Πε‐ λοποννησιακοῦ περιβρομέουσαι κλύζουσι πρὸς ζόφον μὲν ἡ τῆς Ἑφύρης θάλασσα, ὃ ἔστιν ὁ Κορινθιακὸς κόλπος, πρὸς αὐγὰς δὲ ἡ Σαρωνὶς θάλασσα. Ὅτι δὲ | |
5 | Ἐφύρα ἡ Κόρινθος λέγεται, καὶ ὅτι καὶ ἄλλαι εἰσὶ πόλεις ταύτης ὁμώνυμοι, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. Σαρωνικὸς δὲ κόλπος ἢ ἀπὸ Σάρωνος πο‐ | |
ταμοῦ Τροιζῆνος ἐμβάλλοντος εἰς αὐτὸν, ἢ ἐπειδὴ Σά‐ ρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατενεχθεὶς εἰς | 294 | |
10 | τὴν ὑποκειμένην κατέπεσε θάλασσαν καὶ ἀπεπνίγη. Οὕτω καὶ Ἴκαρος τῷ Ἰκαρίῳ ἐναποπνεύσας πελάγει ἐξ ἑαυτοῦ ὀνομάζεσθαι δέδωκε, καὶ Αἴσαρος δὲ, ὡς προϊ‐ στόρηται, ἔλαφον ἐπιδιώκων, καὶ συνεισελθὼν αὐτῇ εἰς ποταμὸν περὶ Κρότωνα καὶ ἀποπνιγεὶς, τῷ ποταμῷ | |
15 | ἐναφῆκε τὸ ὄνομα, Αἰσάρῳ κληθέντι ἀπ’ ἐκείνου. Οἱ δὲ ἄλλως τὴν τοῦ Σαρωνικοῦ πελάγους κλῆσιν αἰτιο‐ λογοῦντές φασιν, ὅτι Μίνως λαβὼν τὰ Μέγαρα διὰ Σκύλλης τῆς Νίσου θυγατρὸς ἐρασθείσης αὐτοῦ καὶ ἀποτεμούσης τὴν τοῦ πατρὸς κεφαλὴν, ἐνενοήσατο ὅτι | |
20 | ἡ τὸν πατέρα προδοῦσα οὐδενὸς ἂν ῥᾳδίως φείδοιτο, καὶ διὰ τοῦτο προσδήσας πηδαλίῳ νηὸς τὴν προδότιν καὶ πατροφόντιν ἀφῆκε σύρεσθαι διὰ θαλάσσης· καὶ αὐτὴ μὲν εἰς ὄρνεον μετεβλήθη, ὥς φησι Παρθένιος ὁ τὰς Μεταμορφώσεις γράψαι λεγόμενος, ὁ δὲ κόλπος | |
25 | παραγραμματισθεὶς ἔσχε τὴν κλῆσιν ἀπὸ τοῦ σύρε‐ σθαι. Ἀπὸ δὲ τῆς τοιαύτης Σκύλλης καὶ Σκύλλαιον ἔτι νῦν καλεῖται τόπος ἐν Ἑρμιόνῃ τῇ κατὰ Πελοπόν‐ νησον, ἔνθα ἡ γυνὴ ἐξεκυμάνθη μετὰ τὸ καταποντι‐ σθῆναι. | |
423 | Ὅτι πρὸς αὐγὰς τοῦ Πελοποννησιακοῦ ἰσθμοῦ τὸ Ἀττικόν ἐστιν οὖδας, ἔνθα ποταμὸς φέρεται Ἰλισ‐ σὸς, οὐ πολλοῦ ἄξιος λόγου, διὰ δὲ τὰς κλεινὰς Ἀθήνας περιλαλούμενος καὶ θεσπέσιος καλούμενος. Ὅθεν, φησὶν, | |
5 | ἥρπασέ ποτε Βορέας Ὠρείθυιαν τὴν τοῦ Ἐρεχθέως. Βορέας δὲ οὗτος βασιλεὺς ἦν Θρᾴκης, ἅρπαξ Ἀττικοῦ τούτου γυναίου βασιλικοῦ, εἰ καὶ ὁ μῦθος διὰ τὴν ὁμωνυμίαν ἀπαναστήσας τῆς γῆς τὸν ἄνθρωπον ἐξηνέ‐ μωσε· καθὰ καὶ Ἀϊδωνεὺς βασιλεὺς μὲν ἦν, ὡς οἱ | |
10 | ἀκριβέστεροί φασιν. Ἠπείρου τῆς ἐν Μολοττοῖς, πρὸς ὃν καὶ Πειρίθους ἦλθε, καὶ Θησεὺς διὰ Περσεφόνην, ἀλλὰ δὴ καὶ ὁ Ἡρακλῆς, διὰ τὸν Κέρβερον κύνα πολλοῦ ἄξιον· ὅμως δὲ καὶ ἐκεῖνος ὁ Ἀϊδωνεὺς δι’ ὁμοιότητα κλήσεως εἰς τὸν ᾍδην μεταλαμβάνεται, καὶ εἰς τὸν | |
15 | ὑπὸ γῆν τοῖς μυθογράφοις μετατίθεται Πλούτωνα. Ἑρμείας δὲ ὁ Πλατωνικὸς βασιλικὴν παῖδα τὴν Ὠρεί‐ θυιαν κατὰ κρημνοῦ ὑπονοεῖ ὠσθῆναι ἀνέμῳ βορρᾷ, καὶ τούτῳ τῷ τρόπῳ λεχθῆναι ἁρπασθῆναι αὐτὴν ὑπὸ τοῦ βορρᾶ. Ἀκτικὴ δὲ ἡ κατὰ Ἀθήνας χώρα λέγεται | |
20 | καὶ Ἀτθίς· τοῦτο μὲν ἀπὸ Ἀτθίδος τῆς θυγατρὸς Κρα‐ ναοῦ, ἀφ’ οὗ καὶ Κραναὴ λέγεται, ἐκεῖνο δὲ ἀπὸ Ἀκταίωνος ἢ ἀπὸ Ἀκταίου αὐτόχθονος, ἀφ’ οὗ καὶ παρὰ Λυκόφρονι Ἀκταῖοι οἱ Ἀττικοὶ, ἢ παρὰ τὴν ἀκτήν. Τριγώνου γὰρ, φασὶν, οὔσης αὐτῆς, πολὺ μέρος | |
25 | καθικνεῖται εἰς θάλασσαν. Διὸ καὶ μία τῶν ἐπὶ Κέ‐ | |
κροπος τεσσάρων φυλῶν Παραλία ἐκλήθη, καὶ ἄλλη Ἀκταία. Ἐκλήθη δὲ πάλαι ποτὲ ἡ Ἀκτικὴ καὶ Ἀκτὴ, ναὶ μὴν καὶ Ποσειδωνία καὶ Ἀθῆναι ἀπὸ ὁμωνύμων προσώπων, καὶ Ἰωνία δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου, καὶ | 295 | |
30 | Μοψοπία, ἀπὸ Μόψου ἄλλου παρὰ τὸν μάντιν τὸν τοῦ Τειρεσίου. Κραναὴ μέντοι ἡ Ἀττικὴ οὐ μόνον ἀπὸ τοῦ Κραναοῦ, ὡς ἐρρέθη, ἀλλὰ καὶ διότι τραχεῖα, καὶ τὸ πλεῖον αὐτῆς ὄρεσιν ὑποπέπτωκε. Τὴν δὲ ἀνωτέρω γραφεῖσαν Ἀτθίδα πρεσβυτάτῳ τῷ Κραναῷ γενέσθαι | |
35 | φασὶν, ἣν παρθένον οὖσαν καὶ ὡραίαν γάμου θανοῦσαν θάψας λαμπρῶς ὁ πατὴρ ἀπ’ αὐτῆς τὴν χώραν ὠνόμασε. Τὴν δὲ τῶν Ἀθηναίων ἀκρόπολιν Κεκροπίαν ποτὲ κληθῆναί φασι, πόλιν οὖσαν μίαν τῶν ἐπὶ Κέκροπος ἐκτισμένων. Ὅτι δὲ καὶ Ἴωνες ἦν ὅτε οἱ Ἀττικοὶ ἐκα‐ | |
40 | λοῦντο, ἱστορεῖ καὶ ὁ Γεωγράφος λέγων ὅτι καὶ ὁ Ποιητὴς ἐν τῷ «Βοιωτοὶ καὶ Ἴωνες» Ἴωνας τοὺς Ἀθηναίους φησί· καὶ ὅτι οἱ ἐν Ἀσίᾳ Ἴωνες τούτων εἰσὶ καὶ ἄποικοι καὶ ὁμώνυμοι· καὶ ὅτιπερ ἡ Ἰὰς, ἤτοι ἡ Ἰωνικὴ διά‐ λεκτος, ἡ αὐτή ἐστι τῇ παλαιᾷ Ἀτθίδι. Ὅτι δὲ ἄποικοι | |
45 | Ἀθηναίων οἱ ἐν τῇ Ἀσίᾳ Ἴωνες, δηλοῖ καὶ ὁ παρὰ τῷ Ἡροδότῳ Θεμιστοκλῆς, πατέρας τῶν Ἰώνων λέγων τοὺς Ἀθηναίους. Ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀθη‐ ναῖοι Κραναοὶ καλούμενοι ὅμως ἐπὶ Πελασγῶν ἐχόντων τὴν Ἑλλάδα Πελασγοὶ ὀνομάζοντο, ἐπὶ δὲ Κέκροπος | |
423(50) | ἐκλήθησαν Κεκροπίδαι, τὴν δὲ ἀρχὴν Ἐρεχθέως ἐκ‐ δεξαμένου Ἀθηναῖοι μετωνομάσθησαν, Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχου γενομένου, ἐκλήθησαν ἀπ’ αὐτοῦ Ἴωνες. | |
426 | Ὅτι οὕτω πάνυ ἐπέδραμεν ἐνταῦθα ἐπελευ‐ στικώτατα, ἤγουν συντομώτατα, ὁ Περιηγητὴς, ὥστε τεσσάρων μεγάλων ἐθνῶν μνησθεὶς Βοιωτῶν, Λοκρῶν, Θεσσαλῶν, Μακεδόνων, ἠρκέσθη μόνον ἀριθμῆσαι | |
5 | αὐτὰ πρὸς ὄνομα, μηδέν τι πλέον εἰπὼν περὶ αὐτῶν. Φησὶ γάρ «Βοιωτῶν πέδον καὶ Λοκρὶς ἄρουρα, Θεσ‐ σαλίη τε Μακηδονίης τε πόληες»· ἡ δὲ παρεκβολὴ ἐρεῖ περὶ ἑκάστου τούτων ὅσα ἐνδέχεται. Ὅτι οἱ Βοιωτοὶ ὠνομάσθησαν ἀπό τινος Βοιω‐ | |
10 | τοῦ καλουμένου, ὃν ἡ μήτηρ Ἄρνη λάθρα τεκοῦσα περὶ βοῶν ἔθετο κόπρους, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχεν, ὡς ῥιφεὶς ἀμφὶ τοὺς βόας· ἢ ἀπὸ τῆς βοὸς ἡ χώρα Βοιωτία τῆς καθηγησαμένης αὐτόθι τῷ Κάδμῳ· οἱ δὲ | |
παρὰ τὸν βοῦν ὠνομάσθαι εἶπον τοὺς Βοιωτοὺς, ὡς μὴ | 296 | |
15 | ὄντας ταῖς διανοίαις ἄγαν εὐκινήτους. Συμφωνεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ ἡ Βοιωτία ὗς, ὅπερ ἐσκώπτοντο οἱ Βοιωτοὶ, ὡς δηλοῖ καὶ ὁ Πίνδαρος. Γυμναστικοὶ δὲ οἱ Βοιωτοί· διὸ καὶ λέγεται λόγος τοιοῦτος, ὡς Ἀθη‐ ναῖοι μὲν περὶ τὴν ναυτικὴν ἠσχόληνται τέχνην, Θετ‐ | |
20 | ταλοὶ δὲ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ δὲ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι δὲ περὶ τὴν διφρευτικὴν ἐπιστήμην. Ὅτι ἐγγὺς τῶν Βοιωτῶν οἱ Ἐπικνημίδιοι Λοκροὶ, ἀπὸ Κνημῖδος ὄρους τὴν κλῆσιν ἔχοντες, ὡς ἀπὸ Ζε‐ | |
25 | φυρίου ὄρους ἕτεροι Λοκροὶ οἱ Ζεφύριοι. Ἱστορεῖ γὰρ ὁ Γεωγράφος ὅτι ὁ Παρνασὸς πρὸς δύσιν αὐτοῦ διαιρεῖ τοὺς Ἑσπερίους Λοκροὺς τοὺς καὶ Ὀζόλας καλουμέ‐ νους, οἳ χαράσσουσιν ἐν σφραγῖδι τὸν ἕσπερον ἀστέρα, ἐπὶ δὲ ἕω τοὺς Ἐπικνημιδίους, οὕτω καλουμένους ἀπὸ | |
30 | ὄρους Κνημῖδος, κειμένου περὶ τὸ ὄρος τὴν Οἴτην. Τῶν δὲ Ἐπικνημιδίων μέρος ἐκεῖνος τοὺς Ὀπουντίους φη‐ σὶν, οὕτω λεγομένους ἀπὸ πόλεως Ὀποῦντος τῆς τοῦ Πατρόκλου πατρίδος, ἣν σεμνολογεῖ ὁ Πίνδαρος· ὥστε συνακτέον τεσσάρων Λοκρῶν εἶναι γένος, τρία μὲν | |
35 | ταῦτα τοὺς Ὀπουντίους καὶ τοὺς Ἐπικνημιδίους καὶ τοὺς Ὀζόλας, τέταρτον δὲ τοὺς Ἰταλικοὺς ἤτοι τοὺς Ἐπιζεφυρίους. Οἱ δὲ Ὀζόλαι ἀπὸ τῆς σηπεδόνος, φασὶν, ἐκλήθησαν τῶν ἐκεῖ ἀναιρεθέντων Κενταύρων· εὕρηται γὰρ παρ’ αὐτοῖς Νέσσου τε μνῆμα καὶ ἄλλων | |
40 | Κενταύρων. | |
427 | Ὅτι ἀπὸ Θεσσαλοῦ τινος ἡ πρώην καλουμένη Πελασγία Θεσσαλία ἐκλήθη. Ἐν ταύτῃ, ὡς λόγος, οὐκ ἐξῆν πελαργοὺς κτείνειν, ἐπεὶ τὴν χώραν ὄφεων ἐξεκάθαιρον. Ἀπὸ ταύτης ὑπόδημά τι ποιὸν ἐλέγετο | |
5 | Θετταλίς. Καὶ πήδημα δὲ ἀπὸ ταύτης Θεσσαλὸν τὸ παροιμιαζόμενον. ᾌδονται δὲ βασιλεῖς Θεσσαλίας οἱ Ἀλευάδαι, εὐγενὲς δὲ γένος ἐκεῖσε καὶ οἱ Σκοπάδαι, ἀπὸ ἀνδρῶν παλαιῶν γενεαλογούμενοι, ὧν ὁ μὲν Ἀλεύας, ὁ δὲ Σκόπας ἐκαλεῖτο. | |
10 | Ὅτι Μακεδόνες λέγονται ἀπὸ Μακεδόνος τοῦ Διός. Οἱ δὲ παῖδας Αἰόλου δέκα παραδιδόασιν, ὧν εἷς Μα‐ κεδὼν, φασὶν, ἐξ οὗ ἡ Μακεδονία. Ἦν δέ τις μοῖρα Μακεδονίας Μακέτα λεγομένη, ἐξ ἧς καὶ ἡ Μακεδονία Μακετία ἐλέγετο. Ὅτι δὲ Μακεδὼν καὶ Μακηδὼν | |
15 | λέγεται, ἤδη ἐν τοῖς περὶ Ἀλεξανδρείας προείρηται, | |
ὅθεν καὶ Μακηδονίαν ἔφη τὴν χώραν ὁ Διονύσιος. | 297 | |
428 | Ὅτι ὁ Αἷμος, ὃς καὶ οὐδετέρως τὸ Αἷμον λέ‐ γεται ἀπό τινος βασιλέως Σκυθῶν, Θρᾴκιόν ἐστιν ὄρος. Φησὶ γάρ «κορυφαὶ χιονώδεος Αἵμου Θρηϊ‐ κίου.» Τούτου πρὸς ζέφυρον Δωδώνη κεῖται, ἤπειρος | |
5 | ἀπείριτος. Καὶ ὅρα σχῆμα ἐτυμολογίας ἢ παρηχήσεως ἐν τῷ «ἤπειρος ἀπείριτος.» Τοιοῦτον καὶ τό «ἐν ἐκεί‐ ναις ἠπείροις εἷς πόντος ἀπείριτος.» Ἰστέον δὲ ὅτι Δωδώνη οὐ μόνον ἡ χώρα, ἀλλὰ καὶ πόλις ἦν Δωδώνη, ἀπὸ Δωδώνης τῆς Διὸς καὶ Εὐρώπης, ἢ ἐκ ποταμοῦ | |
10 | Δώδωνος. Ἐλέγετο δὲ καὶ Δωδὼν δισυλλάβως. Ἀπ’ αὐτῆς καὶ τὸ Δωδωναῖον χαλκεῖον ἐπὶ τῶν πολυ‐ λόγων. Ἐγένετο δέ ποτε Θεσπρωτὶς ἡ Δωδώνη, τουτέστιν ὑπὸ τοὺς Θεσπρωτοὺς, περὶ ἣν καὶ τὸ τοῦ Δωδωναίου Διὸς μαντεῖον διὰ τῆς δρυὸς, ὡς καὶ ἐν | |
15 | Ὀδυσσείᾳ εἴρηται. | |
431 | Ὅτι ἐς νότον Δωδώνης, ὑπὸ σκοπιὰν Ἀρακύν‐ θου (Αἰτωλικὸν δὲ ὄρος ὁ Ἀράκυνθος) τὸ τῶν Αἰτωλῶν ἐστι πεδίον μέγα, δι’ οὗ μέσου ὁλκὸν ἄγων Ἀχε‐ λώιος ἀργυροδίνης σύρεται ἐπὶ τὸν τῆς Θρινακίας πόν‐ | |
5 | τον, ἑλισσόμενος διὰ μέσων τῶν Ἐχινάδων, ὧν μία καὶ ἡ Ὁμηρικὴ Τάφος. Ταύτας δὲ, φασὶν, οὐκ ἔστιν ἄρτι εὑρεῖν· ὁ γὰρ Ἀχελῷος πολλὴν ἰλὺν ἐρευγόμενος προσέχωσεν αὐτάς. Ἡρόδοτος δὲ οὐ πάσας ἀφανισθῆ‐ ναί φησιν, ἀλλά τινας· λέγει γὰρ ὅτι Ἀχελῷος ῥέων δι’ | |
10 | Ἀκαρνανίας καὶ ἐξιὼν εἰς θάλασσαν τῶν Ἐχινάδων νήσων τὰς ἡμίσεας ἤπειρον πεποίηκε. Ταύταις δὲ ὅμοροι καὶ αἱ τῶν Κεφαλλήνων πόλεις. Ἰστέον δὲ ὅτι Αἰτωλοὶ μὲν τὸ ἔθνος ἀπὸ Αἰτωλοῦ υἱοῦ Ἐνδυμίωνος, νῆσοι δὲ Ἐχινάδες ἢ ἀπό τινος Ἐχίονος ἢ διότι πολλοὶ | |
15 | ἐκεῖ ἐχῖνοι· ὁποίου δὲ γένους ἐχῖνοι, ζητητέον ἐν ἄλ‐ λοις, εἴτε οἱ τῇ χέρσῳ φιληδοῦντες, εἴτε καὶ οἱ θαλάσ‐ σιοι. Καὶ ἄλλως δὲ Ἐχινάδες διὰ τὸ τραχὺ τοῦ τό‐ που καὶ οἷον ἀκανθῶδες κατὰ τοὺς ἐχίνους. Τοὺς δὲ Κεφαλλῆνας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ λλ ἡ παλαιὰ | |
20 | χρῆσις ἅπασα ἔχει. Ἡ δὲ κλῆσις ἀπό τινος Κεφάλου, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. Ἰστέον δὲ ὅτι τὸ Ἀχελῷος προσγεγραμμένον ἔχει τὸ ι, τῷ τύπῳ τῶν διὰ τοῦ ωος προπερισπωμένων κτητικῶν, τοῦ πατρῷος, Μινῷος καὶ τῶν λοιπῶν· καὶ ἔστιν οἷον κτη‐ | |
25 | τικόν. Διὰ τοῦτο καὶ ὁ Διονύσιος ἐκφωνήσας τὸ ι πεντασυλλάβως λέγει αὐτὸν Ἀχελώιον. Θρινακίας δὲ πόντον τὸν Σικελικὸν λέγει. Διὰ τί δὲ Θρινακίαν ἡ Σικελία λέγεται, ῥηθήσεται ἐν τοῖς ἑξῆς. Σημείωσαι | |
δὲ ὅτι ὁ Γεωγράφος τὸν Ἀχελῷον οὐκ εἰς τὸν τῆς Σι‐ | 298 | |
30 | κελίας κόλπον, ἀλλ’ εἰς τὸν Κορινθιακὸν κόλπον ἐκ‐ βάλλειν φησὶν, ὡς εἶναι τὸν αὐτὸν κόλπον Κορινθιακὸν μὲν κατὰ τὸν Γεωγράφον, Σικελικὸν δὲ κατὰ τὸν Διο‐ νύσιον. Ἀχελῷος δὲ οὗτός ἐστιν, ὃς κλασθεὶς τὸ ἀριστε‐ ρὸν κέρας ὑφ’ Ἡρακλεῖ τὸ τῆς Ἀμαλθείας κέρας ἀντέ‐ | |
35 | δωκε, δι’ οὗ πᾶν ἀγαθὸν ἐχορηγεῖτο τῷ χρῄζοντι. Τοῦτο δὲ οἱ τῶν μύθων θεραπευταὶ πρὸς ἀλήθειαν συμβιβάζοντες τοιοῦτόν τί φασιν αἰνίττεσθαι· Ἡρα‐ κλῆς εὐεργετεῖν εἰδὼς τοὺς ὅποιποτε γῆς, εἶτα δὴ καὶ τὸν ποταμὸν τοῦτον μαθὼν πλημμελῶς ῥέοντα καὶ | |
40 | ταῖς καμπαῖς πολλὴν τῆς Αἰτωλικῆς παρατεμνόμενον, καὶ οὕτως ἀδικοῦντα, παραχώμασί τισι καὶ διώρυξι καὶ διοχετείαις αὐτὸν ἐβιάσατο· καὶ παρατρέψας καὶ ῥέειν σωφρόνως ποιήσας ἀνέψυξε τὴν γῆν, καὶ εἰς ἀγαθοποιὸν εὐχρηστίαν μετήγαγε, καὶ τὸ τοῖς ἐγχω‐ | |
45 | ρίοις ἐπαριστερὸν κέρας τοῦ ποταμοῦ, τὴν ἄτακτον καμπὴν δηλαδὴ τὴν ὡς εἰπεῖν ἀτέραμνον καὶ σκλη‐ ρὰν τοῖς ἐκεῖ, εἰς μαλθακὴν οἷον ἀντιπεριέστησε δεξιότητα. Καὶ ταῦτά εἰσι τὰ κέρατα τοῦ Ἀχελῴου, τό τε βίαιον τὸ καταπονηθὲν, καὶ τὸ πλουτοποιὸν τὸ | |
431(50) | ἀντιδοθὲν, δι’ οὗ καὶ Ἡρακλῆς εὐεργέτης ἔγνωσται· τὰς γάρ τοι τῶν ποταμίων ῥείθρων καμπὰς κέρατα ἐκάλουν οἱ παλαιοὶ, καὶ διὰ τοῦτο ταυροκράνους καὶ κερασφόρους ἐτύπουν αὐτούς. Καὶ οὕτω μέν τινες περὶ τῶν κατὰ τὸν Ἀχελῷον. Ἕτεροι δὲ αὐτὸν μὲν | |
55 | ἀφῆκαν ὅποι βούλοιτο ῥέειν, τὸ δὲ τῆς Ἀμαλθείας μό‐ νον κέρας τὸ εὔδαιμον ἐν λόγῳ ἔθεντο, καὶ τὸ αὐτόθι τοῦ μύθου νοσοῦν ἐκθεραπεύοντες ἱστοροῦσι γραῦν τὴν Ἀμάλθειαν γενέσθαι κερδαλέαν, ἐμπορικὴν, τὸ πολὺ τῆς ἐμπολῆς ἐντιθεῖσαν κέρατι, ὃ διὰ τοῦτο Ἀμαλθείας | |
60 | κέρας ἐφημίζετο, πλουτοποιὸν καὶ βιωφελές. Ἐπεὶ δὲ Ἡρακλῆς ἀφελόμενος αὐτὸ πλῆρες τοῦ ἐγκειμένου κέρματος καὶ χρησάμενος ἔζησε πρὸς τρυφὴν, λόγος ἐντεῦθεν διεδόθη ἀστεῖος, ὡς ἄρα τῷ Ἡρακλεῖ τὸ τῆς Ἀμαλθείας κέρας ἐκβλύζει πᾶν ἀγαθὸν, οὐ τὸ τῆς μυ‐ | |
65 | θικῆς αἰγὸς τῆς θρεψαμένης τὸν Αἰγίοχον Δία, ἀλλὰ τὸ τῆς ῥηθείσης γραός. Ἄλλοι δὲ τὸ τῆς Ἀμαλθείας κέρας, δι’ οὗπερ εὖ ἔχει τὰ κατὰ τὸν Ἡρακλέα, τὸ σκληρόν φασι τῆς διαίτης ἐκείνου καὶ τόν ποτε κατ’ ἀρετὴν βίον αἰνίττεσθαι, ὁπηνίκα ἡμίγυμνος περιϊὼν | |
70 | καὶ ἐκκαθαίρων κακίας τὴν γῆν οὐ μαλθακῶς εἶχεν, ἀλλὰ σκληρότερον τοῖς φαύλοις προσεφέρετο. Καὶ τοῦτο ἦν τὸ τῆς Ἀμαλθείας κέρας, ἡ ἀμάλθακτος πρὸς πόνους ἀντιτυπία τοῦ ἥρωος. Ὅτε μέντοι ἐμελέ‐ τησεν οἰκουρεῖν, ἀναπεισθεὶς ὑπὸ γυναικὸς, καὶ σκια‐ | |
75 | τραφούμενος ἱμάτια περιεβάλλετο θάλποντα, καὶ οὐ‐ κέτι πρὸς ψῦχος ἐγυμνάζετο, ἀλλ’ ἐθάλφθη πρὸς τρυ‐ φὴν ἀποκλίνας, κατακαίει ὁ λόγος τὸν ἥρωα, τὴν ἐκ τῆς περιβολῆς θάλψιν εἰς πυρὰν αὐτῷ ὑπανάψας. Ἄλλος δέ τις λόγος Λιβυκόν τι χωρίον πάμφορον, | 299 |
80 | ἐοικὸς βοὸς κέρατι κατὰ τὸ σχῆμα, ἐκτίθεται, καὶ εἰς κτῆμα γυναικί τινι Ἀμαλθείᾳ δίδωσιν, ὅπερ διὰ τὸ καρποῦ παντὸς εἰς πολλαπλάσιον δοτικὸν εἶναι ὁ μῦθος εἰς βόειον κέρας μεταλαβὼν τὰ θρυλούμενα περὶ αὐτοῦ διαδίδωσιν. Εἰ δέ τι παραπήλαυσεν ἀγαθὸν τοῦ | |
85 | τοιούτου κέρατος καὶ ὁ Ἡρακλῆς, ὅτε εἰς Λιβύην ἀπε‐ δήμησε, λέγοιτο ἂν οὕτω μετεῖναι τῷ Ἡρακλεῖ τοῦ τοιούτου τῆς Ἀμαλθείας κέρατος. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον ἱκανῶς, ἡμᾶς τοῦ κατὰ τὸν Ἀχελῷον ἐπὶ τὰ τοιαῦτα οἷον παρασύραντος ῥεύματος. Ἰστέον δὲ ὅτι | |
90 | ὥσπερ Ἀσωποὶ πολλοὶ, ἔτι δὲ καὶ Κηφισσοὶ, οὕτω καὶ Ἀχελῷοι, ὧν εἷς καὶ ὁ ἐν Πελοποννήσῳ κατὰ τὴν Ἀχαϊκὴν Δύμην. | |
437 | Ὅτι ἀνατολικωτέρα τοῦ Ἀχελῴου ἡ ἀπὸ Φώ‐ κου καλουμένη χώρα Φωκὶς, ἑλκομένη πρὸς βορρᾶν κατὰ τὸ στόμα τῶν Θερμοπυλῶν, Παρνασοῦ νιφόεντος ὑπὸ πτυχὶ, ἤγουν ὑποκειμένη τῷ Παρνασῷ. Ταύτης | |
5 | οἱ οἰκήτορες Φωκεῖς λέγονται δισυλλάβως· Φωκαεῖς μέντοι τρισυλλάβως οἱ τῆς Φώκης, Ἰωνικῆς πόλεως, ἥτις καὶ Φώκαια λέγεται, ὡς Νίκη, Νίκαια. Τούτων τῶν Θερμοπυλῶν πλησίον ὁ Σπερχειὸς ποταμὸς ἐκδί‐ δωσιν. Ὁ δὲ Διονύσιος λέγει καὶ ὅτι διὰ μέσης τῆς | |
10 | Φωκίδος ταύτης Κηφισσοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει, ὡς τοῦ Κηφισσοῦ Φωκικοῦ ὄντος ποταμοῦ. Σκόπησον δὲ εἰ τὸ κελαρύζειν κυρίως κεῖται ἐπὶ μεγά‐ λου ποταμοῦ χεύματος. Ἑπτὰ δὲ ὁ Γεωγράφος κα‐ ταριθμεῖται Κηφισσούς. Θερμοπύλαι δὲ λέγονται | |
15 | συνθέτως ἀπό τε θερμῶν ὑδάτων ἐκεῖ ἀναβαλλομένων καὶ διὰ τὸ εἰς στενότητα πυλῶν ὥσπερ συγκεκλεῖσθαι τὸν τόπον. Ὁποῖόν τι καὶ περὶ τῶν Κασπίων πυλῶν λέγεται, ἃς καὶ κλεῖδας τῆς Ἀσιάτιδος γῆς καλέσει ὁ Διονύσιος, ὡς ταὐτὸν ὂν ἐπὶ τοιαύτης στενοχωρίας | |
20 | κλεῖδας ἢ πύλας εἰπεῖν. Φησὶν δὲ καὶ Ἡρόδοτος ὅτι ἐν τῇ εἰσόδῳ τῶν Θερμοπυλῶν θερμὰ λουτρὰ, ἃ καὶ Χύτρους καλοῦσιν οἱ ἐπιχώριοι· καὶ τεῖχος κατὰ τὰς εἰσβολὰς, ὃ Φωκέες ποτὲ ἔδειμαν· τὸ δὲ παλαιὸν καὶ πύλαι ἐπῆ‐ σαν. Λέγει δὲ καὶ ὅτι ὑπὸ μὲν τῶν πλεόνων Ἑλλή‐ | |
25 | νων Θερμοπύλαι ὁ τόπος ἐλέγετο, ὑπὸ δὲ τῶν ἐπιχω‐ ρίων Πύλαι. | |
441 | Ὅτι τὸν δράκοντα, ὃν Ἀπόλλων ἀνεῖλεν ἐν τῇ Πυθῶνι τῇ περὶ τὸν Παρνασσὸν, Δελφύνην ὁ Διονύσιος καλεῖ, οὗ τὸν ὁλκὸν ἀναδιπλώσας ἐν ἐπαναλήψεως σχή‐ | |
ματί φησιν, ὅτι «δράκοντος Δελφύνης παρακέκλιται | 300 | |
5 | ὁλκὸς τῷ Πυθίῳ τρίποδι, ὁλκὸς ἀπειρεσίαις ἐπιφρίσ‐ σων φολίδεσσιν,» ὡς τῆς δορᾶς τοῦ δράκοντος ἐκεῖ ἀνακειμένης. Ἐξ οὗ καὶ ἡ Πυθὼν παρωνομάσθαι δοκεῖ, ὡς ῥηθήσεται. Ὁλκὸν δὲ ἔφη τὴν δορὰν τοῦ δράκοντος, τῷ ὀνόματι τοῦ ὅλου ὀνομάσας τὸ μέρος, ὡς καὶ ἡ | |
10 | βύρσα βοῦς λέγεται, καὶ ἐλέφας τὸ ὀστοῦν τοῦ ἐλέφαν‐ τος. Φασὶ δὲ ὅτι ὁ Διονύσιος ἀντὶ ἀρσενικοῦ τοῦ ὁ Δελφύνης θηλυκῶς εἶπεν ἡ Δελφύνη, τρόπῳ ποιητικῷ κατὰ γένους κοινότητα. | |
443 | Ὅρα δὲ ὅτι τὸ φολίς ἐπὶ ὄφεως εἶπεν, ὡς τῶν λεπίδων ἰχθύσιν ἀπονενεμημένων· καὶ ὅτι τὸ φρίσσειν καὶ ἐπὶ τῶν ἐπανεστηκυιῶν φολίδων ἔφη, ἀπὸ θαλάσ‐ σης καὶ ἐνταῦθα τὴν λέξιν μεταγαγών. Ὥσπερ γὰρ τὸ | |
5 | κυμαίνεσθαι θαλασσία λέξις, οὕτω καὶ τὸ φρίσσειν κυ‐ ρίως, καὶ ἐκεῖθεν μετενήνεγκται εἰς ἄλλα διάφορα. | |
444 | Ὅτι θυόεν πέδον τὸ τῆς Πυθῶνος διὰ τὰς ἐκεῖ πολλὰς θυσίας. Καὶ ἱμερτὸν δὲ ἢ μέγαν λέγει τὸν αὐτόθι ναὸν τοῦ Ἀπόλλωνος, ἔνθα φησὶ τὸν Φοῖβον ἀπὸ Μιλήτου ἢ Κλάρου ἐλθόντα χρυσέης ἀναλύεσθαι | |
5 | ἅμμα φαρέτρης, ἤτοι λύειν τὸν τῆς φαρέτρας δεσμὸν, καὶ ἀποθέντα αὐτὴν ἀναπαύεσθαι. Ἱερὰ δὲ ἦν Ἀπόλ‐ λωνος καὶ ἡ Μίλητος καὶ ἡ Κλάρος, καθὰ καὶ ἡ Δῆλος καὶ ἡ Πυθὼν, καθ’ Ὅμηρον δὲ καὶ ἡ Κίλλα ἡ καὶ Χρύση καὶ ἡ Τένεδος καὶ ἡ Ἴσμαρος. Ὅτι δὲ ἡ Πυ‐ | |
10 | θὼν παρὰ τὸ πύθω, τὸ σήπω, λέγεται, ὡς ἐν αὐτῇ σα‐ πέντος τοῦ ῥηθέντος δράκοντος, ἢ παρὰ τὸ πυθέσθαι, τὸ μαθεῖν, ὡς τῶν χρηστηριαζομένων ἐκεῖθεν μανθα‐ νόντων τὰ μέλλοντα, ἱκανῶς τεθρύληται. Ἡ δὲ Μίλητος πόλις ἐστὶν Αἰολικὴ, περὶ ἧς γραφήσεται τὰ | |
15 | δέοντα ἐν τοῖς ἑξῆς. Ἡ δὲ Κλάρος λέγεται νεώριον εἶναι τῆς Κολοφῶνος, κληθῆναι δὲ οὕτως ἀπὸ τοῦ κλή‐ ρου, ἤτοι τοῦ λάχους· πολλῶν γὰρ, φασὶ, θεῶν κλη‐ ρωσαμένων περὶ αὐτῆς, ἔλαχε τῷ Ἀπόλλωνι. Λέγεται δὲ καὶ Διὸς Κλαρίου μαντεῖον εἶναι αὐτόθι. Ὅθεν | |
20 | καὶ παρὰ τῷ Λυκόφρονι ἡ Κασσάνδρα Κλάρου Μιμα‐ λὼν λέγεται, τουτέστι βάκχη καὶ μάντις Κλαρία. | |
451 | Ὅτι νῆσος ἑσπεριωτάτη τὰ ἐσχατόεντα Γά‐ δειρα, κατὰ μέσον τῶν πρὸς τῇ Ἰβηρίᾳ πυλῶν· διὸ καὶ Ἰβηρικά φησιν ὁ Ἀρριανὸς αὐτά. Ἔστι δὲ ἡ νῆσος αὕτη κατὰ τὸν Γεωγράφον οὐ πολὺ μείζων ἑκατὸν στα‐ | |
5 | δίων κατὰ τὸ μῆκος, πλάτος δ’ ἔσθ’ ὅπου καὶ σταδιαῖον. Τὸ δὲ ἐθνικὸν αὐτῆς τετραχῶς λέγεται, Γαδειρίτης καὶ Γαδειρεὺς καὶ Γαδειραῖος καὶ Γαδειρανὸς, ὡς Βοσπορα‐ νός. Ἔστι δὲ οὐ μόνον οὐδετέρου γένους τὰ Γάδειρα, | |
ἀλλὰ καὶ θηλυκῶς ἡ Γάδειρα. Κεῖται δὲ ἐπὶ τέρμα‐ | 301 | |
10 | σιν ὠκεανοῦ τοῖς πρὸς τῇ ἑσπερίᾳ δηλονότι θαλάσσῃ, Κοτινοῦσα ἐπὶ προτέρων ἀνθρώπων κληιζομένη, ἤγουν κοτινόεσσα, ὡς πολλοὺς ἔχουσα κοτίνους, οἳ ἀγριε‐ λαίας εἶδός εἰσι, μετονομασθεῖσα δὲ Γάδειρα. Ἐν‐ ταῦθα Διὸς γόνον Ἡρακλέα τιμᾶσθαί φησιν, ἢ ὁ | |
15 | Θηβαῖος δὴ οὗτος ἦν Ἡρακλῆς, ἢ ὁ Φοῖνιξ κατά τι‐ νας, ἤτοι ὁ Τύριος. Ἔσχε δὲ Φοινίκων ἀνδρῶν ἀποικίαν ἡ νῆσος. Ἐμπορικοὶ γὰρ ὄντες οἱ Φοίνικες, καὶ πρηκτῆρες καὶ τρῶκται κατὰ τὸν Ποιητὴν, καὶ πανταχοῦ πλωϊζόμενοι, ᾤκησαν καὶ αὐτόθι, καὶ Γά‐ | |
20 | δειρα μετωνόμασαν αὐτὴν διὰ τὸ τοῦ τόπου στενὸν, οἱονεὶ γῆς δειράν, ὡς προγέγραπται. | |
453 | Ὅτι δὲ καὶ αὐτόθι Φοίνικες ἀπῴκησαν, δηλοῖ καὶ ὁ Γεωγράφος λέγων· «ἀποικία γέγονε Φοίνιξιν ἕως Ἰβηρίας, τῆς τε ἄλλης καὶ [τῆς] ἔξω στηλῶν.» Ἀρ‐ ριανὸς δὲ καὶ τὴν Ταρτησὸν Φοινίκων κτίσμα φησίν. | |
5 | Αἰλιανὸς δὲ ἐν τοῖς Περὶ προνοίας φησὶν, ὅτι ἐν Γα‐ δείροις βωμὸς Ἐνιαυτῷ ἵδρυται καὶ Μηνὶ ἄλλος εἰς τιμὴν χρόνου μακροτέρου τε καὶ βραχυτέρου. Ἔστι δὲ καὶ Γήρως, φησὶν, ἱερὸν τοῖς ἐκεῖ, τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά· καὶ Θανάτου ἄλλο, εἰς | |
10 | γέρας τῇ κοινῇ ἀναπαύλῃ, ἤγουν τῷ τελευταίῳ ὅρμῳ· καὶ βωμὸς δὲ, φησὶ, παρὰ τοῖς ἐκεῖ Πενίας καὶ Τέχ‐ νης, τῆς μὲν ἐξιλεουμένοις, τῆς δὲ παραλαμβάνουσιν εἰς ἄκος ἐκείνης. Ἀνδρεῖοι δὲ περὶ ναυτιλίας οἱ Γα‐ δειρῖται· διὸ καὶ ἐσχάτη οὖσα ἡ νῆσος ὅμως ὀνομα‐ | |
15 | στοτάτη ἐγένετο. Ὅτι δὲ πολλοὶ τόποι ἀπὸ φυτῶν ἔ‐ σχον τὰς κλήσεις, ὡς καὶ ἡ ῥηθεῖσα αὕτη Κοτινοῦσα, δῆλον· οὕτω γὰρ καὶ ἡ Ἐρεικοῦσα λέγεται διὰ τὰς ἐν αὐτῇ ἐρείκας, καὶ ἡ Μίλητος Πιτυοῦσά ποτε διὰ τὰς πίτυς ἐκλήθη· καὶ ἐν Ἀθήναις δὲ πολλοὶ τόποι ἐν‐ | |
20 | τεῦθεν ἐκλήθησαν, ὡς ἡ Ῥαμνοῦς ἀπὸ τῶν ἐκεῖ ῥά‐ μνων, καὶ ἀπὸ τῶν μυρρινῶν οἱ Μυρρινούσιοι· καὶ ἡ Ποντικὴ δὲ Κερασοῦς ἀπὸ τῶν φυτῶν τῶν κεράσων κέκληται. | |
457 | Ὅτι μετὰ τὰ Γάδειρα αἱ Γυμνήσιαι νῆσοι, οὕτω κληθεῖσαι ἢ διὰ τὸ γυμνοὺς καὶ ἀχλαίνους κατὰ τὸν Λυκόφρονα ἐκεῖ ἐξενεχθῆναι διὰ ναυαγίαν τινὰς τῶν Βοιωτῶν, ἢ ὅτι γυμνοὶ διάγουσιν οἱ ἐκεῖ. Ἐκλή‐ | |
5 | θησαν δέ ποτε καὶ Βαλιαρίδες αἱ τοιαῦται νῆσοι. Ἄρι‐ | |
στοι δὲ σφενδονᾶν οἱ ἐν αὐταῖς, ὡς καὶ Λυκόφρων ἱστο‐ ρεῖ, σφενδόνας ἀνὰ τρεῖς ἔχοντες ἐν τῇ κεφαλῇ. Διὸ καὶ Βαλιαρεῖς λέγονται, ὃ ἔστι σφενδονῆται, κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἑπτὰ δὲ εἰπόντων τινῶν εἶναι τὰς | 302 | |
10 | Γυμνησίας νήσους, ὁ Γεωγράφος δύο αὐτὰς ἱστορεῖ, ὧν ἡ μὲν, φησὶ, μείζων, ἡ δὲ ἐλάττων, εὐδαίμονες ἄμφω· καὶ εὐλίμενοι μὲν, χοιραδώδεις δὲ, ἤτοι πετρώδεις καὶ τραχεῖαι, κατὰ τὰ στόματα τῶν λιμένων. Οἱ δὲ ἐν αὐταῖς ἄνθρωποι πρῶτοι πλατυσήμους χιτῶνας ἐφεῦρον. | |
15 | Λέγεται δὲ καὶ ὅτι εἰς τούτους κομισθέντες πέραθέν ποθεν δύο λαγιδεῖς, ἄρρην καὶ θήλεια, οὕτως εἰς ἐπι‐ γονὴν πολλὴν ηὐξήθησαν, ὥστε καὶ οἴκους ἀνατρέπειν ἐξ ὑπονομῆς καὶ δένδρα. Ὅθεν καὶ ἠναγκάσθησαν οἱ ἐκεῖ πρεσβεῦσαι εἰς Ῥωμαίους διὰ χώρας αἴτησιν. Εἰσὶ | |
20 | δὲ γεωρύχοι καὶ ῥιζοφάγοι οἱ λαγιδεῖς, οὓς καὶ λεβηρίδας ἐκάλουν τινές. Ὅτι ἐπὶ ταῖς Γυμνησίαις νήσοις ἡ Βοῦσός ἐστιν, ἣν Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ ὀξύνει, Βουσός ἀναγινώσκων. Ταύτης ὁ κύκλος τετρακοσίων σταδίων, | |
25 | ὡς ὁ Γεωγράφος φησίν. | |
458 | Ὅτι ἐν τῷ Λιγυστικῷ πελάγει μέγισται νῆσοι μετὰ Σικελίαν ἡ Σαρδὼ καὶ ἡ Κύρνος· διὸ καὶ ὁ Διο‐ νύσιος εὐρυτάτην καλεῖ τὴν Σαρδώ. Ἱστοροῦνται δὲ πολυχρονιώτατοι εἶναι οἱ Κύρνιοι. Τὴν δὲ Κύρνον καὶ | |
5 | Κορσίδα, φησὶ, καλοῦσιν, ἢ κατά τινα τῶν ἀντιγράφων Κορσίκαν. Καὶ ὡς μὲν ἄλλοι φασὶ, Κορσὶς καλεῖται ἀπὸ Κόρσης γυναικός. Λέγεται γὰρ ὅτι νῆσος ἐν τῷ Τυρσηνικῷ πελάγει Κορσὶς ἀπὸ Κόρσης δούλης βουκό‐ λου. Ὡς δὲ ὁ Διονύσιος βούλεται, Κορσὶς λέγεται, διὰ | |
10 | τὰς ἐν αὐτῇ κόρσας, ὅ ἐστι κορυφὰς τῶν ὀρέων. Ἔστι γὰρ τῇ ὕλῃ, φησὶν, ἀμφιλαφὴς, ὅ ἐστι δασεῖα, οὔτις τόσον ὅσον ἐκείνη. Ἀμφιλαφὲς δὲ κυρίως ἐστὶ τὸ δασὺ, οὗ ἔστιν ἀμφοτέρωθεν λαβέσθαι, τραπέντος τοῦ β εἰς φ, Μακεδόνων ἔθει, οἳ καὶ τὸν Φίλιππον Βίλιππόν | |
15 | φασι. Τοιοῦτον δέ τι καὶ τὸ σοφός ἐκ τοῦ σέβω, καὶ τὸ στρεβλός ἀπὸ τοῦ στρέφω. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ δασύτητος λέγεται τὸ ἀμφιλαφές, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ πλήθους ἢ πυκνότητος, ὡς δηλοῖ ὁ εἰπὼν βροντὰς ἀμφιλαφεῖς καὶ ἐλέφαντας περί τινα τόπον ἀμφιλαφεῖς. | |
20 | Καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ Σαρδὼ, καθὼς καὶ ἐν ἄλλοις προεγράφη, ἐκφέρεται καὶ διὰ τοῦ Σαρδών. Φησὶ γοῦν ὁ Γεωγράφος· «διέχει Σαρδόνος ἡ Κύρνος, ἡ καὶ Κορσίκα ὑπὸ Ῥωμαίων λεγομένη, σταδίους ξʹ. | |
Τραχεῖα δέ ἐστι, φησὶ, καὶ οἰκεῖται φαύλως. Καὶ οἱ | 303 | |
25 | κατέχοντες αὐτὴν θηρίων εἰσὶν ἀγριώτεροι, καὶ οὕτω βοσκηματώδεις, ὥστε καὶ ἀνδραποδισθέντες ἢ οὐκ ἀνέ‐ χονται ζῆν ἢ ζῶντες ἀπαθείᾳ καὶ ἀναισθησίᾳ τοὺς ἔχοντας ἐπιτρίβουσι, καὶ οἱ αὐτοὺς κτώμενοι δεσπόται εἰ καὶ τὸ τυχὸν τίμημα καταβάλλουσιν ὑπὲρ αὐτῶν, | |
30 | ὅμως μεταμέλει αὐτοῖς ὕστερον.» Ἐκλήθη δὲ Σαρδὼν ἀπὸ Σαρδόνος υἱοῦ Ἡρακλέος· ὠνομάσθη δέ ποτε καὶ Ἰχνοῦσα, ἐπεὶ ἴχνει ἀνθρώπου ἐστὶν ὁμοία τὸ σχῆμα. Ὠκίσθη δέ ποτε καὶ ὑπὸ Ἰβήρων, εἶτα ὑπὸ Ἡρακλει‐ δῶν, μετοικίσαντος Ἡρακλέος ἐκεῖ τούς τε Θεσπιάδας | |
35 | καί τινας τῶν Καδμείων καὶ τῶν Λοκρῶν. Εἶτα ᾠκίσθη καὶ ὑπὸ Καρχηδονίων. Ἀπὸ δὲ ταύτης τῆς Σαρδόνος καὶ ὁ παροιμιώδης λέγεται κατά τινας Σαρδόνιος ἢ Σαρδάνιος γέλως, περὶ οὗ ἐν τῇ Ὀδυσσείᾳ γέ‐ γραπται. | |
461 | Ὅτι τὸν Αἴολον, περὶ οὗ ζητητέον καὶ εἰς τὴν Ὀδύσσειαν, φιλόξενον βασιλέα λέγει, καὶ Ἱπποτάδην ἀκολούθως Ὁμήρῳ, καὶ χρησάμενος καὶ εἰς αὐτὸν ἐπαναλήψει, διὰ τὸν περὶ αὐτοῦ θρύλον, λέγει θαυ‐ | |
5 | μαστὰ δῶρα λαχεῖν αὐτόν· τὰ δ’ ἔστιν ἀνέμων κοιρανία, ἤγουν κυριότης, κλονεόντων τε ἱσταμένων τε. Καὶ ὅτι αἱ τοῦ Αἰόλου περίδρομοι ἐν ἁλὶ νῆσοι ἑπτά εἰσιν, ἐπώνυμοι, φησὶν, ἀνδράσι Πλωταὶ, τουτέστι φερωνύ‐ μως καλούμεναι Πλωταί· οὐχ ὅτι μετακινοῦνται, ὡς ἡ | |
10 | Δῆλός ποτε μυθεύεται, ἀλλὰ διότι ὡς περίδρομοι μέσον, φησὶν, ἔχουσι περίπλοον ἀμφιέλικτον, τουτέστι περι‐ πλέονται, καί εἰσι γνώριμοι καὶ οὐκ ἀνώνυμοι, οὐδὲ ἄπλοοι διὰ μοχθηρίαν τινά. Τοῦτο δὲ ἀρετὴ νήσων ἐστίν. Εἶπε δὲ καὶ Ὅμηρος τὴν Αἰόλου νῆσον Πλωτήν· | |
15 | καὶ τούτου ζήτει τὴν αἰτίαν ἐκεῖ. Αἱ δ’ αὐταὶ νῆσοι αἱ τοῦ Αἰόλου λέγονται καὶ Λιπαραίων νῆσοι, διέχουσαι τοῦ Σικελικοῦ πορθμοῦ στάδια διακόσια, ἐν ἀπόψει κείμεναι τοῖς ἐκ Σικελίας καὶ Ἠπείρου πλέουσιν· ὧν ἐν μιᾷ τῇ καλουμένῃ Στρογγύλῃ τὸν Αἴολον οἰκῆσαί φα‐ | |
20 | σιν, ἥτις βίᾳ μὲν φλογὸς λείπεται τῶν ἄλλων ἓξ νήσων, φέγγει δὲ πλεονάζει. Μεγίστη δ’ αὐτῶν ἡ Λιπάρα, ἀπὸ Λιπάρου τινὸς κληθεῖσα υἱοῦ Αὔσονος, Κνιδίων ἄποικος, ἐξ ἧς ὡς ἀπὸ μέρους προέχοντος αἱ πᾶσαι Λιπαραίων λέγονται νῆσοι. Ὠνομάσθη δέ ποτε αὕτη καὶ Μελι‐ | |
25 | γουνίς. Ἐγγυτάτω δὲ αὐτῆς ἐστιν ἡ Σικελία. Σημείωσαι δὲ ὅτι αἱ τοῦ Αἰόλου νῆσοι Αἰόλειοι λέγονται, οὐ μὴν καὶ Αἰολίδες· τοῦτο γὰρ αἱ τῶν Αἰολέων νῆσοι εἰς | |
κλῆσιν εἰλήχασι· καὶ ὅτι περὶ τὸ Τυρσηνικὸν αὗται κεῖσθαι λέγονται πέλαγος· ὅθεν σημειωτέον ὅτι καὶ ἡ | 304 | |
30 | Σικελία τῷ Τυρσηνικῷ πελάγει παράκειται. | |
467 | Ὅτι τὴν παρ’ Ὁμήρῳ Θρινακίαν Τρινακίαν οὗτός φησι, τουτέστι τὴν Σικελίαν. Ἥτις ἐκτέταται, φησὶν, ἐπὶ τρισσαῖς πλευραῖς ἑστηκυῖα, οἷα δηλονότι τρίγωνος οὖσα. Καὶ ἔστιν οἷον ἐτυμολογία τοῦτο τῆς | |
5 | Τρινακίας, οἱονεὶ τριακρίας, ὃ ἔστι τρία ἐχούσης ἄκρα. Διὸ καὶ ὁ Λυκόφρων τρίδειρον νῆσον λέγει αὐτὴν, καὶ ὁ Πίνδαρος τριγλώχινα. Καὶ ὅρα τὸ ἑστηκυῖα ἐπὶ τρισσαῖς πλευραῖς. Διὰ τοῦτο γὰρ ἐν τοῖς φθάσασι κρη‐ πῖδάς που εἶπεν, ἤτοι βάσεις, τὰς τοῦ τριγώνου πλευ‐ | |
10 | ρὰς, ὡς ἱσταμένου ἐπὶ κρηπῖδος, ἤτοι βάσεώς τινος. Ἄκρα δέ οἱ, φησὶν, ἤτοι ἀκρωτήρια καὶ γωνίαι τοῦ νησιωτικοῦ τούτου τριγώνου, Πάχυνός τε Πελωρίς τε Λιλύβη τε. Καὶ ὅρα ὅτι κἀνταῦθα γοργῶς ἑνὶ στίχῳ τὰ τρία τῆς Σικελίας ἄκρα ἐμπεριέλαβεν, ὧν Λιλύβη | |
15 | μὲν πρὸς ζέφυρόν ἐστιν εἰσανέχουσα, ἥτις καὶ οὐδετέ‐ ρως Λιλύβαιον λέγεται, ὡς κεφαλή κεφάλαιον· Πάχυνος δὲ πρὸς αὐγάς· ἐπ’ ἄρκτον δὲ πρὸς Αὐσονίαν ὁρᾷ ἡ Πελωρὶς, ἧς ἐν τῷ κόλπῳ ἡ Μεσσήνη. Καὶ ὅρα τὸ εἰσανέχουσα, ὡς οὐ μάτην ἐστοίβασται ταῖς προθέσεσιν, | |
20 | ἀλλ’ ἡ μὲν εἰς πρόθεσις τὸ ἐπὶ πολὺ τὴν ἄκραν ἐκτεί‐ νεσθαι εἴσω θαλάσσης ἐμφαίνει, ἡ δὲ ἀνά τὸ ὕψος τοῦ ἀκρωτηρίου παραδηλοῖ, ὅθεν καὶ ἠνεμόεσσαν ἔφη τὴν Πελωρίδα. Ἰστέον δὲ ὅτι ἡ Πελωρὶς ἐνταῦθα μὲν Σι‐ κελίας ἄκρα ἐστὶ, κεῖται δέ ποτε ἡ λέξις καὶ ἐπὶ | |
25 | ὀστρέου. Ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς πελωρὶς ὀστρέου εἶδος χήμης μεγαλώτερον· διὸ καὶ πελωρίς διὰ τὸ μέ‐ γεθος λέγεται. Καὶ ταῦτα μὲν οὕτως. Ὁ δὲ Γεωγράφος λέγει ὅτι ἀπὸ Τρινακρίας Θρινακία προσηγορεύθη, μετονομασθεῖσα εὐφωνότερον. Λέγει δὲ καὶ δίαρμα | |
30 | εἶναι ἀπὸ Παχύνου τοῦ ἑῴου ἄκρου πρὸς τὸ στόμα τοῦ ἐν Πελοποννήσῳ Ἀλφειοῦ στάδια τετρακισχίλια, ἀπὸ δὲ τοῦ ἑσπερίου Λιλυβαίου ἐπὶ τὴν Λιβύην καὶ Καρ‐ χηδόνα τοὐλάχιστον χίλια πεντακόσια· καί τις τῶν ὀξυδορκούντων λέγεται ἀπὸ σκοπιᾶς ἀπαγγέλλειν τοῖς | |
35 | ἐν Λιλυβαίῳ τὸν ἀριθμὸν τῶν ἐκ Καρχηδόνος ἀναγο‐ μένων σκαφῶν. Ἰστέον δὲ ὅτι ὁ Διόδωρος οὐ μόνον ἀκρωτήριον Σικελίας οἶδε τὸ Λιλύβαιον, ἀλλὰ καὶ φρέαρ ἐνταῦθά που ἱστορεῖ οὕτω καλούμενον, καὶ πόλιν δὲ τῷ φρέατι τούτῳ ὁμώνυμον. | |
40 | Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ἐν τῷ «Τρινακίη δ’ ὑπὲρ πέδον Αὐσόνων» τῇ ὑπέρ προθέσει συνήθως αὐτῷ ἐπὶ τῶν νοτίων ἐχρήσατο. Νοτιωτέρα γὰρ ἡ Σικελία τῆς | |
τῶν Αὐσόνων ἠπείρου, ἧς καὶ ἐκκέκοπται, ὡς ῥηθή‐ σεται. Ἄλλοι δέ φασιν ὅτι Θρινακία λέγεται διὰ τὸ | 305 | |
45 | ἐοικέναι θρίνακι· ὅπερ ἀπᾴδει τῇ τῶν παλαιῶν δόξῃ· οὐ γὰρ δοκεῖ τοιούτου σχήματος εἶναι ἡ Σικελία. Σιβύλλα δέ φησιν ἀπὸ Τρινάκου βουκόλου κληθῆναι, εἰποῦσα· Θρινακίη νῆσος, τὴν ἔκτισε Τρίνακος ἥρως, | |
467(50) | υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. | |
473 | Ὅτι πρὸς βορέαν τῆς Σικελίας ὀλεθρία τοῖς ναύταις κέλευθος, στενή τε σκολιά τε καὶ ἄσχετος· ὅπου ἡ θάλασσα, φησὶ, συρομένη κατὰ πάθος Εὐρίπου μα‐ κραῖς περιβρέμεται σπιλάδεσσιν, ἤτοι παραθαλασσίαις | |
5 | πέτραις. Ἐκφράζει δὲ τὸν Σικελικὸν ἐν τοῖς ἔπεσι τούτοις πορθμόν· ἔνθα καὶ τὸ τῆς Χαρύβδεως ὁ Ὁμη‐ ρικὸς μῦθος λέγει γίνεσθαι πάθος καὶ τῆς Σκύλλης κακόν. Ἔστι δὲ ῥοώδης καὶ οὗτος ὁ πορθμὸς, καὶ αὐτὸς μὲν δὶς ἑκάστης ἡμέρας μεταβάλλει, ἑπτάκις δὲ τὸ | |
10 | ὅλον νυχθήμερον ὁ περὶ Εὔβοιαν Εὔριπος. Περὶ ὅν φασι διατρίψαντα τὸν Ἀριστοτέλην καταλῦσαι τὸν βίον· ὅπου καὶ ἡ Εὐβοϊκὴ Ἀρέθουσα, ἔτι δὲ καὶ ἡ Χαλκὶς, ἀφ’ ἧς καὶ ὁ Εὐβοϊκὸς Εὔριπος Χαλκιδικὸς λέγεται. Ταύτης δὲ τῆς Χαλκίδος οἱ πολῖται ἀνδρεῖοι ἱστόρηνται, | |
15 | περὶ ὧν χρησμὸς τοιοῦτος ἐξέπεσεν· Ἵππον Θεσσαλικὸν, Λακεδαιμονίαν δὲ γυναῖκα, ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης· τοὺς Χαλκιδέας λέγων ὁ τοιοῦτος χρησμὸς Ἀρεθουσίους κατὰ τὴν ἐξήγησιν τῶν παλαιῶν· ἐκεῖ γάρ ἐστιν ἡ | |
20 | τοῦ τοιούτου χρησμοῦ Ἀρέθουσα. Δεῖ γὰρ εἰδέναι ὅτι οὐ μία ἡ Σικελικὴ, ἀλλὰ πολλαί εἰσιν Ἀρέθουσαι, ὥσπερ καὶ Χαλκίδες καὶ Εὔβοιαι, ναὶ μὴν καὶ πορθμοὶ ῥοώδεις κατὰ τὸν Σικελικόν. Ὧντινων πορθμῶν ὁ κατὰ τὸ Βυζάντιον ἔκρουν ἔχει μόνον, οὐ μὴν καὶ ἀνάκαμψιν. | |
25 | Ἵππαρχος δὲ ἱστορεῖ καὶ μονάς ποτε ποιεῖσθαι αὐτὸν, ἤγουν ἵστασθαι. Κἀκεῖνο δὲ ἰστέον, ὅτι τῶν δύο τῆς Σικελίας πορθμῶν ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ ὁ βόρειος, περὶ οὗ κατὰ τὸ προσεχὲς ἐρρέθη, ἑπταστάδιος ἱστο‐ ρεῖται· τοσοῦτον γὰρ (τῆς γῆς) διέχει τὸ στενότατον, | |
30 | καθὰ καί τι μέρος τοῦ Ἑλλησπόντου, ὡς προϊστόρη‐ ται· ὁ δὲ πρὸς τῇ Καρχηδόνι ὁ νότιος, ὁ ἀπὸ Λιλυ‐ βαίου ἐπὶ Λιβύην, ὡς πρὸ ὀλίγου γέγραπται, σταδίων χιλίων πεντακοσίων, ὃν Λιβυκὸν πόρον καλεῖ ὁ Διο‐ | |
νύσιος. | 306 | |
476 | Ὅτι ἡ Σικελία χερρόνησός ποτε ἦν συνεχὴς κατὰ τὸν ἰσθμὸν τῇ τῶν Αὐσόνων γῇ. Σεισμοῦ δέ τι‐ νος ὡς εἰκὸς ἐξαισίου συμπεσόντος, καὶ τοῦ ἰσθμοῦ διασχόντος, εἰσπεσεῖν φασι τὴν παρίσθμιον θάλασσαν, | |
5 | καὶ μεσολαβήσασαν θέσθαι νῆσον τὴν Σικελίαν, οὐ πολὺ διὰ τοῦτο τῆς χέρσου διέχουσαν. Ὅθεν καὶ μῦθος φέρεται, τὸν Ποσειδῶνα οἷα ἐπιστατοῦντα τοῖς σεισμοῖς ἀποτεμεῖν τὸν ἰσθμὸν Ἀονίῳ πολυγλώχινι σιδήρῳ, καὶ παρεισαγαγεῖν τὴν ἑκατέρωθεν ζωννύουσαν αὐτὸν θά‐ | |
10 | λασσαν, καὶ οὕτω νῆσον ποιῆσαι τὴν τέως χερρόνησον, χαριζόμενον Ἰοκάστῳ τῷ τοῦ Αἰόλου παιδὶ, ὡς ἂν ἔχοι ταύτην οἰκεῖν ἀσφαλῶς. Ἀπὸ δὲ τῆς ῥηθείσης ῥήξεως, ὡς προείρηται, καὶ τὸ ἐκεῖ λέγεται παρονομασθῆναι Ῥήγιον· καθά που καὶ τὸ παρ’ ἡμῖν τὸ Θράκιον· καὶ | |
15 | αὐτὸ γὰρ ἐπὶ τοιᾷδε ῥήξει ὀνομασθῆναί τινες οἴονται, δι’ ἧς ῥήξεως ἡ λίμνη τῇ ἐγγὺς θαλάσσῃ ὡμίλησε διεκρεύσασα. Τοιοῦτον δέ τι παθεῖν καὶ τὸν Ἑλλή‐ σποντον ἱστοροῦσί τινες, ὡς προϊοῦσι ῥηθήσεται. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι πιστεύεται τὴν Λέσβον ἀπερρω‐ | |
20 | γέναι τῆς Ἴδης, ὡς καὶ τὴν Σικελίαν τῆς Ῥηγίνης, καὶ τὴν Ὄσσαν τοῦ Μακεδονικοῦ Ὀλύμπου, ὧν μέσον ἔκτοτε διέρρευσεν ὁ Πηνειός. Καὶ τὴν Εὐβοΐδα δὲ γῆν λεπτὸς Εὐρίπου κλύδων | |
25 | Βοιωτίας ἀκτῆς ἐχώρισε, καθά τίς φησι ποιητής. Πολυγλώχινα δὲ σίδηρον τὴν τοῦ Ποσειδῶνος καλεῖ τρίαιναν κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ τριγλώχινα, τρεῖς ἀκίδας ἔχουσαν· ὥσπερ καὶ προϊών που ἐρεῖ ὅτι ἐν Ἀσίᾳ πολὺς ὠκεανὸς, ὅπερ | |
30 | αὐτὸς ἑρμηνεύων φησί «τρισσοὺς γὰρ κόλπους ἐρεύ‐ γεται ἔνδοθι·» ὡς ταὐτὸν ὂν εἰπεῖν πολὺς ὠκεανὸς καὶ τρισσοὶ ἐξ ὠκεανοῦ κόλποι· εἴ τι γὰρ τρία, φασὶ, τοῦτο καὶ πολλά· οὐ μὴν καὶ ἀνάπαλιν, εἰ πολλὰ, ἐξ ἀνάγκης καὶ τρία· οὐ γὰρ ἀντιστρέφει ὁ λόγος. Αἰνίτ‐ | |
35 | τεται δὲ, φασὶν, ἡ τρίαινα τὰς τρεῖς τῶν ὑδάτων ποιό‐ τητας, τὴν ἁλμυρὰν, οἵα ἐστὶν ἡ τῆς θαλάσσης, τὴν γλυκεῖαν, ὁποία ἡ τῶν ποταμῶν, καὶ τὴν μέσην, τὴν τῶν λιμνῶν. Τὰ γὰρ πικρὰ καὶ ὀξώδη καὶ εἴτι που ἄλλο τοιοῦτον, οὐ προσλογιστέον διὰ τὸ σπάνιον. | |
40 | Ἀόνιον δὲ σίδηρον λέγει, ὡς ἄν τις εἴποι Βοιώτιον· Ἄονες γὰρ ἔθνος βάρβαρον οἰκῆσάν ποτε ἐν Βοιωτίᾳ, ἔνθα Ποσειδῶν ἐτιμᾶτο· καὶ οὐ δήπου κάλλιστός ἐστιν ὁ Ἀόνιος σίδηρος· τοιοῦτος γὰρ μάλιστα ὁ Χαλυβικὸς μεμαρτύρηται, ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται. | |
478 | Ὅτι περὶ τὴν ἑσπερίαν Σύρτιν, τὴν μικρὰν | |
δηλαδὴ, δύο νῆσοι, Μῆνιγξ καὶ Κέρκιννα. Λωτοφάγων δὲ γῆ καὶ αὗται λέγονται καὶ μάλιστα ἡ Μῆνιγξ, ἐν ᾗ καὶ βωμὸς Ὀδυσσέως καὶ λωτὸς πολὺς, περὶ οὗ | 307 | |
5 | φησιν ὁ Γεωγράφος· «δένδρον τὸ καλούμενον λωτὸν, ἔχον ἥδιστον καρπόν.» Περὶ οὗ ἱστορεῖ πολλὰ καὶ Ἀθήναιος. Γέγραπται δὲ περὶ αὐτοῦ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. | |
483 | Ὅτι ἡ Διομήδεια νῆσος, ἣν οὗτος ἰφθίμου Διομήδεος νῆσόν φησι, περιφραστικῶς αὐτὴν ἐτυμολο‐ γῶν, περὶ τὴν Ἀδριάδα ἐστὶ θάλασσαν, ἐπ’ ἀριστερὰ τῷ εἰσελαύνοντι πρὸς τῇ Ἰαπυγίᾳ· ἔνθα ᾤκησε Διο‐ | |
5 | μήδης, διωχθεὶς ἐκ τῆς πατρίδος Ἀφροδίτης χόλῳ, οἷα τρωθείσης ὑπ’ αὐτοῦ ἐν τῷ κατὰ Τροίαν πολέμῳ, καθά φησι καὶ Ὅμηρος. Ἰστέον δὲ ὅτι ὁ μὲν Ποιητὴς σώ‐ φρονά τε οἶδε τὴν τοῦ Διομήδους γυναῖκα τὴν Αἰγιά‐ λειαν, καὶ οὐδὲ διωχθῆναι τὸν Διομήδην ἱστορεῖ· ἄλλοι | |
10 | δὲ ἱστοροῦσιν ὡς ἡ Ἀφροδίτη ἐν τῷ καιρῷ τοῦ Τρωικοῦ πολέμου ἀνέπεισε τὴν Αἰγιάλειαν, ἣν καὶ κακόφρονα οὗτος καλεῖ, μιχθῆναι τῷ Σθενέλου υἱῷ Κομήτῃ. Ὑφ’ ὧν καὶ ἐξωσθεὶς μετὰ τὸν νόστον ὁ Διομήδης εἰς τριλ‐ λίστους ἢ τηλίστους Ἴβηρας ἦλθε πλανήτης, ἀλλὰ | |
15 | καὶ εἰς τὴν νῆσον ταύτην. Ἔστι δὲ τὸ μὲν τριλλίστους ταὐτὸν τῷ παρ’ Ὁμήρῳ πολυλίστους, ὅ ἐστι πολυλι‐ τανεύτους, τοῦ τρία ἀντὶ τοῦ πολύ ληφθέντος, ἀντι‐ στρόφως τῷ πρὸ μικροῦ ῥηθέντι πολυγλώχινι· ἐκεῖ γὰρ πάλιν τὸ πολύ ἀντὶ τοῦ τρία ἔθετο ἀριθμοῦ, ὡς | |
20 | προείρηται. Καὶ τοιοῦτον μὲν τὸ τριλλίστους· τὸ δὲ τηλίστους τοὺς ὑπερορίους δηλοῖ, καὶ τῆλε, ὅ ἐστι πόρρω, πρὸς τῷ ὠκεανῷ ἀπέχοντας· ἐκεῖ γὰρ ἡ ἑσπερία Ἰβηρία κεῖται. Ἄλλοι δὲ δύο ἱστοροῦσι τὰς τοῦ Διομή‐ δους νήσους, λέγοντες καὶ ὅτι τῆς περὶ τὴν θάλασσαν | |
25 | ταύτην δυναστείας τοῦ Διομήδους καὶ αἱ Διομήδειαι νῆσοι μαρτύρια, καὶ ἡ παρ’ Ἐνετοῖς αὐτῷ λευκὸς ἵππος, ὡς ἐρρέθη, θυόμενος. Τῶν δὲ δύο τούτων νήσων τὴν μὲν οἰκεῖσθαί φασιν, ἧς καὶ μεμνῆσθαι δοκεῖ ὁ Διονύσιος, τὴν δὲ ἔρημον εἶναι, ἐν ᾗ καὶ τὸν Διομήδην ἀφανισθῆναι | |
30 | λέγουσι, καὶ τοὺς ἑταίρους ἐκεῖ ἀπορνιθωθῆναι, ὡς καὶ ὁ Λυκόφρων φησίν. | |
488 | Ὅτι πρὸς ἀνατολὰς τῆς Ἀδριάδος ὁ τῶν Ἀ‐ ψύρτου νήσων ἄσπετος ὁλκὸς ἀναφαίνεται, ὃ ἔστιν αἱ Ἀψύρτιδες νῆσοι, ἃς οἱ Κόλχοι, φησὶν, ἐπέδραμον, τὰ τῆς Μηδείας ἴχνη μαστεύοντες, ἤτοι ζητοῦντες καὶ κα‐ | |
5 | ταδιώκοντες, ὅτε τῷ Ἰάσονι κατ’ ἔρωτα ἠκολούθησεν, ἣν καὶ μὴ συλλαβεῖν ἐκεῖνοι ἐξισχύσαντες, ἀλλ’ εἰς κενὸν μογήσαντες ᾤκησαν ὑπ’ ἀμηχανίας ἐκεῖ. Οὐ γὰρ ἦν αὐτοὺς εἰς Κολχίδα νοστῆσαι, εἰ μὴ καὶ τὴν Μήδειαν ἀνακομίσονται· οὕτω γὰρ ὁ Αἰήτης ἠπειλήσατο. Ὠνο‐ | |
10 | μάσθησαν δὲ Ἀψύρτιδες αἱ νῆσοι ἀπὸ Ἀψύρτου τοῦ | |
ἀδελφοῦ Μηδείας, ὃν συνδιώκοντα ἑλοῦσα διέφθειρεν ἡ. Μήδεια, μελεϊστὶ τεμοῦσα καὶ τῇ θαλάσσῃ τὰ τῶν σαρκῶν ἐπισπείρασα τμήματα. Ὅρα δὲ ὅτι τὸ ἴχνη Μηδείας ἀστείως εἶπεν, ὡς ἐπὶ διωκομένου καὶ ἰχνη‐ | 308 | |
15 | λατουμένου θηρός. Ἔστι δὲ οὕτω καὶ σεμνὸς ὁ λόγος· λεληθότως γὰρ ὡς θηριώδη σκώπτει αὐτὴν ἐπὶ τῷ φόνῳ τοῦ ἀδελφοῦ. Σημείωσαι δὲ καὶ τὸ ὁλκός ἐπὶ νήσων λεχθέν· ὥστε οὐ μόνον ἐπὶ ὄφεων οὐδὲ ἐπὶ ὕδατος μόνου κεῖται ἡ λέξις. | |
492 | Ὅτι μετὰ τὰ Κεραύνια δρυμὰ πρὸς νότον αἱ τῶν Ἀμβρακιέων φαίνονται νῆσοι καὶ ἡ λιπαρὰ Κέρ‐ κυρα, φίλον πέδον Ἀλκινόου τοῦ κατὰ τὰς ἱστορίας ἐκεῖ μεγαλωνύμως βασιλεύσαντος· ἐφ’ ᾗ, τουτέστι μεθ’ | |
5 | ἣν Κέρκυραν, τὸ τῆς Ἰθάκης ἕδος ἐστήρικται, ἣν καὶ Νηρικίην λέγει, οὐχ ὡς Νήρικον ἔχουσαν ὄρος κατά τινας· ἐκεῖνο γὰρ ὁ ποιητὴς Νήριτον λέγει διὰ τοῦ τ· ἀλλ’ ὡς ἠπειρωτικήν. Τῆς ἠπείρου γὰρ πόλις καὶ τὸ Νήρικον, ἡ λεγομένη Λευκὰς, ὡς ἐν τῷ τῆς | |
10 | Ὀδυσσείας ω τῷ μεγάλῳ εἴρηται, διὰ τοῦ κ γραφό‐ μενον· εἰ καί τις Λούπερκος, ἀνὴρ παλαιὸς, ὡς οἱ Σχολιασταὶ λέγουσι, διὰ τοῦ τ γράφει καὶ τὴν τοιαύτην πόλιν ὁμωνύμως τῷ Ἰθακησίῳ ὄρει. Οἱ Ἀμβρακιεῖς δὲ ἠπειρωτικὸν καὶ αὐτοὶ ἔθνος· οὕτω δὲ | |
15 | λέγονται ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρὸς ἢ ἀπὸ Ἄμβρακος υἱοῦ Θεσπρωτοῦ, ἀφ’ οὗ καὶ κόλπος Ἀμβρακιωτικὸς, καὶ πόλις Ἀμβρακία, ὡς ἀπὸ Θε‐ σπρωτοῦ ἡ Θεσπρωτία χώρα. Τὸ δὲ Ἄμβραξ εἰσὶν οἳ ἀρχαϊκώτερον διὰ τοῦ π γράφουσι, καὶ διὰ τοῦτο | |
20 | καὶ τὴν χώραν Ἀμπρακίαν, ὡς καὶ τὰς νήσους τὰς Βρεττανικὰς Πρεττανικάς· πλείων δὲ ἡ διὰ τοῦ β γραφή. Λιπαρὰν δὲ τὴν Κέρκυραν λέγει διὰ τὸ πο‐ λύκαρπόν τε καὶ εὔκαρπον, ὅπερ ἐμφαίνει καὶ ἐν τῇ Ὀδυσσείᾳ ὁ Ποιητής. Τὰ δὲ παλαιὰ σχόλια καὶ | |
25 | πολλὰ δὲ τῶν ἱστοριῶν ἀντίγραφα ἐμφαίνουσιν ἀμφι‐ βόλως ἔχειν παρὰ τοῖς παλαιοῖς τὴν τῆς νήσου ταύτης γραφήν· λέγεσθαι γὰρ καὶ διὰ τοῦ ο μικροῦ Κόρκυραν. Κορινθίων δέ ἐστι κτίσμα ἡ Κέρκυρα, καὶ ηὐξήθη ποτὲ, καὶ πολλὰς πόλεις καὶ νήσους ᾤκισε, καὶ ναυτικὸν ἔσχε | |
30 | πολὺ, ὥστε καὶ ἐν τῷ Περσικῷ πολέμῳ οἱ Κερκυραῖοι ναῦς ἑξήκοντα ἐπλήρωσαν, ὅταν τὸ ἀμφίβολον τοῦ πο‐ λέμου εὐλαβούμενοι οὔτε τῷ Ξέρξῃ οὔτε τῇ Ἑλλάδι ἐβοήθησαν, ἀλλὰ τὴν βοήθειαν ἀνεβάλλοντο. Ἠρη‐ μώθη δὲ αὖθις, ὡς καὶ εἰς τοιαύτην παροιμίαν πεσεῖν, | |
35 | «ἐλευθέρα Κέρκυρα, χέζ’ ὅπου θέλεις.» Δύο δὲ Κέρ‐ κυραι, ἥ τε Φαιακὶς, πρὸς τῷ Ἰονίῳ κόλπῳ, περὶ ἧς καὶ τῷ Διονυσίῳ νῦν ὁ λόγος, ἡ καὶ Φαιακία καλου‐ | |
μένη καὶ Σχερία καὶ Δρέπανον καὶ Ἄργος· καὶ αὕτη μὲν μία· ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ Ἰονίου, διὰ τοῦ | 309 | |
40 | ο μάλιστα λεγομένη Κόρκυρα, ἡ καὶ Μέλαινα καλου‐ μένη. Δύο δὲ λιμένας ἡ Φαιακὶς ἔχει, ὧν θάτερος Ἀλκινόου λέγεται. Ἰστέον δὲ ὅτι οἱ Κερκυραῖοι παρά τισι καὶ Κέρκυρες λέγονται, ὡς καὶ Ἴλλυρες οἱ Ἰλλυ‐ ριοὶ, καὶ οἱ Ἀσσύριοι Ἄσσυρες, καὶ οἱ θεράποντες θέ‐ | |
45 | ραπες, ὡς ὅτε Αἰλιανὸς λέγει, «λέγουσι δὲ καὶ οἱ προ‐ φῆται καὶ θέραπες τῶν θεῶν.» Εὕρηνται δὲ καὶ οἱ πολύποδες λεγόμενοι πώλυπες. | |
496 | Ὅτι Χαλκὶς ὄρος ἐστὶν Αἰτωλίας, ἀφ’ ἧς ὁ Ἀχελῷος ἕρπει δίναις ἀργυρέαις. Εἰσὶ δὲ καὶ ἄλλαι Χαλκίδες, ὄρη δηλοῦσαι ἢ πόλεις, οἷον καὶ ἡ κατὰ Εὔβοιαν, ὡς καὶ πρὸ βραχέων ἐρρέθη πλατύτερον, | |
5 | καὶ ἡ Θρᾳκικὴ, ἣ καὶ μέχρι νῦν σώζει τὸ ὄνομα. | |
498 | Ὅτι βορειότεραι νῆσοι Κρήτης πρὸς ζόφον (οὕτω γὰρ ὁ τῆς ἱστορίας συντάσσεται νοῦς) Αἴγυλα, Κύθηρα, Καλαύριά τε τραχεῖα· Κάρπαθος δὲ ἑτέρω‐ θεν, πρὸς ἀνατολὰς δηλαδή. Ἐγγὺς δ’ αὐτῆς ἡ Κρήτη, | |
5 | ἣν ἐγκωμιάζων φησί· «Κρήτη τιμήεσσα, τιθήνη Διὸς, ἧς τὸ μέγεθος περιώσιον, ἤτοι μέγα, πολλή τε λιπαρά τε καὶ εὔβοτος.» Ὑπὲρ ἧς ἡ Ἴδη, ὄρος ἐγχώριον, ἀφ’ ἧς ἡ Τρωϊκὴ Ἴδη ὠνόμασται, ὡς τῷ Γεωγράφῳ δοκεῖ· ἣν καὶ ἐπαναλαβὼν ὁ Διονύσιος ὡς ἀξίαν λόγου | |
10 | φησίν· «Ἴδη καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα.» Πολύδενδρον γὰρ τὸ ὄρος καὶ μεγαλόδενδρον. Κρήτη δὲ λέγεται, ὡς οἱ παλαιοί φασιν, ἀπὸ τῶν ἐκεῖ οἰκη‐ σάντων Κουρήτων, οἱονεὶ Κουρήτη, καὶ ἐν συγκοπῇ Κρήτη. Οἱ δὲ ἀπὸ Κρητός τινος αὐτὴν Κρήτην ὠνό‐ | |
15 | μασαν υἱοῦ τοῦ Διός. Ἀρριανὸς δέ φησι· «Κρὴς, οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας ἐν ὄρει Δικταίῳ, ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανίσαι αὐτόν.» Ἀρ‐ χίας δέ τις, ὡς λέγεται, Κρεήτην αὐτὴν ὠνόμασε, πλεονασμῷ τοῦ ε. Τῶν δὲ συμμνημονευθεισῶν ἐν‐ | |
20 | ταῦθα τῇ Κρήτῃ τεσσάρων νήσων, Αἴγυλα μὲν οὐκ ἠξίωται πολλοῦ λόγου τοῖς παλαιοῖς, τὰ Κύθηρα δὲ νῆσός ἐστι πρὸς τῇ Κρήτῃ, φυλάττουσα καὶ εἰσέτι τὴν κλῆσιν, δοκοῦσα αἰτία εἶναι τοῦ τὴν Ἀφροδίτην κα‐ λεῖσθαι Κυθέρειαν κατὰ τὸν Ἡσιόδου μῦθον, λέγοντος | |
25 | Κυθέρειαν τὴν Ἀφροδίτην λέγεσθαι, διότι προσεπέλασε Κυθήροις. Ἐκαλεῖτο δὲ, φασὶ, καὶ Πορφύρουσά ποτε, διὰ τὸ καλλίστας ἔχειν πορφύρας. Ὠνόμασται δὲ, φασὶν, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. Τὴν δὲ Κα‐ λαύριαν νῆσον οἱ παλαιοὶ σχολιασταὶ πρὸς ἀντιδιαστο‐ | |
30 | λὴν τῆς τῶν Καλαβρῶν χώρας, τῆς τῷ κανόνι τῶν | |
χωρῶν παροξυνομένης, προπαροξύνουσι, Καλαύριαν ἀναγινώσκοντες, τὴν τοῦ ἰῶτα μέντοι καὶ οὕτω φυλάσ‐ σοντες γραφήν. Καὶ οὐδὲ διὰ τοῦ β γράφουσι ταύ‐ την, ἀλλὰ διὰ τῆς αυ διφθόγγου ἐν τῇ προπαραλη‐ | 310 | |
35 | γούσῃ. Λέγουσι δὲ κύκλον ἔχειν ταύτην τὴν νῆσον σταδίων λʹ, πορθμῷ τετρασταδίῳ διεστῶσαν τῆς ἠπεί‐ ρου. Εἶτά φασι μετ’ αὐτὴν εἶναι τὸν ἀνωτέρω μνη‐ μονευθέντα Σαρωνικὸν κόλπον, οὗ πρόκειται ἡ Αἴγινα, τοῦ Μυρτῴου ἤδη αὐτὴ πελάγους οὖσα, ὡς καὶ τὰ | |
40 | Κύθηρα καὶ ἡ Καλαύρια καὶ ἡ Σαλαμίν. Ἔχειν δέ φασι καὶ ἱερὸν Ποσειδῶνος ἄσυλον τὴν Καλαύριαν ταύτην νῆσον, διὸ καὶ τὸν Δημοσθένην ἐκεῖ φυγόντα σταλεὶς ὁ Ἀρχίας ὑπ’ Ἀντιπάτρου οὐκ ἐβιάσατο, ἀλλὰ πείθειν ἐπειράθη· εἰ καὶ μὴ ἐπείσθη ἐκεῖνος, ἀλλὰ τοῦ | |
45 | ζῆν ἑκὼν ἑαυτὸν παρέλυσεν. Ἠλλάξατο δὲ, φασὶν, ὁ Ποσειδῶν τὴν Καλαύριαν ταύτην πρὸς τὴν Λητὼ, ἀντιδοὺς τὴν Δῆλον, ὥσπερ καὶ τὴν Πυθὼ ἀντιδοὺς ἔσχε τὸ Ταίναρον. Ὅθεν καὶ λόγος παροιμιώδης ἐπὶ τῶν ἴσα ἀνθαιρουμένων καὶ ἀντικαταλλασσόντων ὡς | |
498(50) | αὐτοῖς βουλητόν, Ἶσόν τοι Δῆλόν τε Καλαύριάν τε νέμεσθαι, Πυθώ τ’ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα. Τῇ δὲ Καρπάθῳ λυμήνασθαί ποτέ φασι τοὺς λαγωοὺς, κακὸν γενομένους ἐπακτὸν ἔξωθεν, ὡς καὶ ἡ παροιμία | |
55 | δηλοῖ ἡ λέγουσα, «ὁ Καρπάθιος τὸν λαγών.» Κρή‐ της δὲ πόλεις μέγισται, καθὰ καὶ προγέγραπται, Γόρ‐ τυνα, Κυδωνία καὶ Κνωσσὸς, βασίλειον Μίνωος, ἥτις καὶ Καίρατος ἐκαλεῖτο, ὁμωνυμοῦσα ποταμῷ τινι παραρρέοντι. Μίνως δὲ πρῶτος τὴν νῆσον ἐξημέρωσε | |
60 | νόμοις καὶ πολιτείαις καὶ πόλεων συνοικισμοῖς. Εἴ‐ ρηκε δὲ περὶ αὐτῆς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ, καὶ γέγραπται ἐκεῖ ὅσα ἔδει. Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ εἰ‐ πεῖν, βορειότεραι νῆσοι Κρήτης, βορειότεραι Ἀμνισοῦ εἶπεν ὁ Περιηγητὴς, ἀπὸ μέρους δηλώσας τὸ ὅλον. | |
65 | Μέρος γάρ τι Κρήτης ὁ Ἀμνισὸς, ἔνθα καὶ σπήλαιον Εἰληθυίας, ὡς ἐν τῇ Ὀδυσσείᾳ ὁ Ποιητὴς ἱστορεῖ. | |
504 | Ὅτι ἀντικρὺ τῆς Αἰγυπτίας πέζης, ἤγουν τῆς τοῦ Δέλτα βορείας κρηπῖδος ἢ στάσεως ἢ βάσεως, ἡ Ῥόδος κεῖται, ἧς ὁ κύκλος σταδίων ἐστὶν ἐννεακοσίων εἴκοσι. Περὶ ἣν πόλις Λίνδος, ἡ καὶ μέχρι νῦν πε‐ | |
5 | ριᾳδομένη, ἀφ’ ἧς πλοῖα Λινδικὰ, ἔτι δὲ καὶ Ἰηλυσ‐ σὸς, καὶ Κάμιρος διὰ τοῦ ι γραφομένη πρὸς ἀντιδια‐ στολὴν τοῦ κυρίου· ὁ γὰρ Κάμειρος τὸ κύριον διὰ διφθόγγου γράφεται (510, 511). Μεθ’ ἣν πρὸς ἀνατο‐ λὰς ἐν ἀρχῇ τῆς τῶν Παμφυλίων παραλίας, ἔνδον τῆς | |
10 | τῶν Πατάρων μεγάλης ἄκρας, αἱ Χελιδονίαι τρεῖς νῆσοι κεῖνται, πάρισοι τὸ μέγεθος, διέχουσαι ἀλλή‐ | |
λων ὅσον πέντε σταδίους, τῆς δὲ γῆς ἀφεστηκυῖαι ὡς ἑξαστάδιον. Ἀφ’ ὧν οἴονταί τινες ἄρχεσθαι τὸ ᾀδό‐ μενον ὄρος τὸν Ταῦρον, ἀρχόμενον τῇ ἀληθείᾳ ἀπὸ | 311 | |
15 | τῆς τῶν Ῥοδίων περαίας. Ἰστέον δὲ ὅτι Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ Χελιδονιαί ἀναγινώσκει ὀξυ‐ τόνως, ὡς πυρκαϊαί. Πάταρα δὲ κτίσμα Πατάρου, πόλις μεγάλη, περὶ ἧς προεγράφη πλατύτερον. Ἡ δὲ Ῥόδος ἄλλα τε ἔσχε θαυμαστὰ καὶ τὸν τοῦ Ἡλίου | |
20 | δὲ κολοσσὸν, Χάρητος ἔργον, ἀνδρὸς Λινδίου, πήχεων ἑβδομήκοντα· καὶ ἦν καὶ αὐτὸς ἓν τῶν ἑπτὰ θεαμά‐ των, ὃς ἔπεσε σεισμῷ κλασθεὶς ἀπὸ τῶν γονάτων. Πολλὰ δὲ καὶ ἄλλα εἶχεν ἡ Ῥόδος ἀγάλματα, ὧν τὸ τεχνικὸν καὶ μικροῦ δεῖν ἔμψυχον αἰνιττόμενοι οἱ τεχ‐ | |
25 | νῖται ἁλύσεσιν ἐδέσμουν αὐτὰ, μὴ καὶ λάθοιεν τάχα κινηθέντα μεταστῆναί που ἀλλαχοῦ. Εἰ δὲ χρὴ τὴν νῆσον ταύτην οὐ μόνον τῷ μεγίστῳ κολοσσῷ σεμνῦναι, ἀλλὰ καὶ σμικροτάτῳ τινὶ ἐπᾶραι ἀναθήματι· ἐκεῖ γὰρ καὶ ὁ καλὸς πέρδιξ ἦν, τὸ τοῦ Πρωτογένους ὑμνού‐ | |
30 | μενον πάρεργον. Διὰ δὲ τὸν ἀνωτέρω ῥηθέντα μέγαν κολοσσὸν καὶ Κολοσσαεῖς ὡς ἐκ μεγάλου παρασήμου ἐκαλοῦντο οἱ Ῥόδιοι. Λέγεται δὲ καὶ ναύσταθμα ἔχειν ἡ Ῥόδος κρυπτὰ καὶ ἀπόρρητα τοῖς πολλοῖς, καὶ τῷ κατοπτεύσαντι αὐτὰ θάνατον εἶναι τὴν ζημίαν. | |
35 | Ἐκλήθη δέ ποτε, φασὶν, Ὀφίουσα· εἶτα Τελχινὶς, διὰ τοὺς ἐκ Κρήτης Τελχῖνας οἰκήσαντας ἐκεῖ, ἄνδρας γόητας καὶ βασκάνους. Καίτοι τινὲς μάτην δυσφημη‐ θῆναι τούτους φασί· βασκανθῆναι γὰρ μᾶλλον ὑπὸ τῶν ἀντιτέχνων αὐτοὺς, ἀρίστους ὑπάρξαντας ἐργάτας χαλ‐ | |
40 | κοῦ καὶ σιδήρου, οἳ καὶ τὴν ἅρπην τῷ Κρόνῳ ἐδημιούρ‐ γησαν. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ὅτι πλεύσαντες οἱ Ῥόδιοι μέχρις Ἰβηρίας ἔκτισαν ἐκεῖ πόλιν Ῥόδον. | |
508,509 | Ὅτι ἡ Κύπρος οὐδεμιᾶς νήσου λειπομένη τῇ ἀρετῇ τῷ Παμφυλίῳ καὶ τῷ Ἰσσικῷ κλύζεται κόλπῳ, ἧς οὐδεμία ἔτι ἀνατολικωτέρα νῆσός ἐστι. Λέγει δὲ αὐτὴν Ἀφροδίτης ἄστυ ἐπήρατον, ὡς καὶ τὴν | |
5 | Σαμοθρᾴκην Κορυβάντιον ἄστυ, μικροπρεπῶς μὲν, οὐ γὰρ μεγαλόφωνον τὸ τὴν τοσαύτην νῆσον εἰπεῖν ἄστυ, ἀκολούθως δ’ οὖν τῷ μύθῳ, διὰ τὴν ἐκεῖ τῆς Ἀφροδί‐ της μάλιστα διατριβήν. Ἄθυρμα γὰρ ἦν ἡ νῆσος τῇ δαίμονι, ἀφ’ ἧς καὶ Κύπρις παρωνόμασται· τοῦτο δὲ | |
10 | διὰ τὴν τῶν ἐκεῖ μαχλοσύνην καὶ τὸ ἐπαφρόδιτον. Τινὲς δέ φασι Κύπρον κληθῆναι αὐτὴν ἀπὸ Κύπρου υἱοῦ Κινύρου, ἢ ἀπὸ ἄνθους ἐκεῖ πολλοῦ φυομένου, κύπρου καλουμένου. Οἱ δὲ Κρύπτον ποτὲ κληθῆναι αὐτὴν λέγουσι, διὰ τὸ κεκρύφθαι ὑπὸ θαλάσσης· ὅπερ | |
15 | καὶ περὶ Δήλου μυθεύεται, καὶ περὶ Ῥόδου δὲ κατὰ | |
Πίνδαρον. Ὅτι δὲ καὶ Σφήκεια ἐκλήθη ποτὲ καὶ Κεραστία, ὁ Λυκόφρων δηλοῖ. Ὀλβιώτατοι δὲ νη‐ σιωτῶν οἱ Κύπριοι. Λέγονται δέ ποτε θαλαττοκρα‐ τῆσαι καιρόν τινα καὶ αὐτοί. Κύκλος δὲ ταύτης τῆς | 312 | |
20 | νήσου στάδια ͵γυκʹ τοῖς κατακολπίζουσι. Πολλαχοῦ δὲ καὶ ἰσθμοὺς ποιεῖ, διὰ τὸ τοῦ σχήματος ἑτερό‐ μηκες. | |
506,507 | Ὅτι πρόσθεν Σουνιάδος κορυφῆς, ἐφύ‐ περθεν ἢ ὑπένερθεν τῶν Ἀβάντων, φαίνονται Σαλαμίς τε καὶ Αἴγινα. Δεῖ δὲ εἰδέναι ὅτι ταὐτὸν ἐνταῦθα δηλοῖ καὶ τὸ ἐφύπερθεν Ἀβάντων καὶ τὸ ὑπένερθεν, | |
5 | ἵνα λέγῃ δι’ ἀμφοῖν τὸ νοτιώτερον· ὅπερ εἰ καὶ ὑπέ‐ νερθέν ἐστιν, διὰ τὸ καθ’ ἡμᾶς βόρειον ὕψος, ἀλλὰ κατὰ τὴν τοῦ Περιηγητοῦ συνήθειαν ὕπερθέν ἐστιν, ὡς τιθέντος ἐπὶ τῶν νοτίων τὴν ὑπέρ πρόθεσιν. Ἀκρω‐ τήριον δὲ ᾀδόμενον Ἀττικῆς καὶ Εὐβοίας τὸ Σούνιον. | |
10 | Περὶ ἣν Εὔβοιάν εἰσιν οἱ Ἄβαντες, περὶ ὧν ἐροῦμεν μετ’ ὀλίγα. Ἡ δὲ Σαλαμὶς πρώτη ἐν τῷ Σαρωνικῷ πελάγει, πρὸς ἀνατολὰς Κορίνθου. Καὶ μετ’ αὐτὴν ἡ Αἴγινα, ἣν ἐν πολλοῖς καὶ ὁ Πίνδαρος ἐξυμνεῖ. Περὶ ἧς καὶ τοιαῦτα γράφεται· «Νῆσος πρὸ τῆς Ἐπιδαυ‐ | |
15 | ρίας ἡ Αἴγινα ἐνδοξοτάτη, κύκλον σταδίων ρπʹ, κλυ‐ ζομένη τῷ τε Κρητικῷ πελάγει καὶ τῷ Μυρτῴῳ, τῷ μεταξὺ Κρήτης καὶ Ἀργείας καὶ Ἀττικῆς, ἐν βάθει μὲν γεώδης, ἐπιπολῆς δὲ πετρώδης, διὸ καὶ ψιλή ἐστι, κριθοφόρος δὲ ἱκανῶς, Οἰνώνη ποτὲ ὀνομαζομένη. | |
20 | Ἐξ αὐτῆς ὁ Αἰακός. Οἱ δὲ ἐν αὐτῇ πρῶτοι Μυρμι‐ δόνες ἐκλήθησαν, οὐχ ὅτι κατὰ τὸν μῦθον λοιμοῦ τῇ νήσῳ συμπεσόντος καὶ τῶν ἐκεῖ ἐκτριβέντων τῇ νόσῳ, οἱ μύρμηκες ἄνθρωποι ἐγένοντο, Αἰακοῦ εὐξαμένου, ἀλλ’ ὅτι μυρμήκων δίκην τὴν ἀγαθὴν γῆν κάτω οὖσαν | |
25 | ὑπορύττοντες ἐπέφερον ταῖς πέτραις, ἵνα τὴν μὲν ἔχωσι γεωργεῖν, ἐν δὲ τοῖς ὀρύγμασι κατοικεῖν, φει‐ δόμενοι τοῦ πλινθοποιεῖν, ἵνα ἔχωσι γῆν.» Δωριεῖς δὲ ἀνέκαθεν οἱ Αἰγινῆται ἀπὸ Ἐπιδαύρου κατὰ τὸν Ἡρόδοτον. Ἐκ ταύτης τῆς νήσου καὶ ὁ ᾀδόμενος | |
30 | Κριὸς, ἀνὴρ γενναῖος ἀθλητής· ὑφ’ οὗ ἀπελαυνόμενος τῆς νήσου ὁ τῶν Λακώνων βασιλεὺς Κλεομένης καὶ θέλων ἐκφοβῆσαι αὐτὸν ἔφη ἀστείως τὸ ὑμνούμενον, «ἤδη νῦν καταχαλκοῦ, ὦ κριὲ, τὰ κέρατα, ὡς μεγάλῳ κακῷ συνοισόμενος.» Λέγεται δὲ καὶ Σώστρατός τις | 313 |
35 | Αἰγινήτης ἔμπορος μεγάλα ἐκ φορτίων κερδῆσαι. Καὶ ταῦτα μὲν περὶ Αἰγίνης. Ἡ δὲ Σαλαμὶς ἑβ‐ δομήκοντα σταδίων ἔχει περίμετρον ἢ ὀγδοήκοντα. Ἐκαλεῖτο δέ ποτε Κυχρεία, ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων καὶ Ἀρριανὸς μέμνηνται, ὃς ὄφις μὲν | |
40 | ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ Εὐρυλόχου. Ὠνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπό τινος ἥρωος· ἀφ’ οὗ καὶ Σκιρὰς Ἀθηνᾶ παρ’ Ἀθηναίοις, καὶ ὁ μὴν ὁ Σκιροφοριὼν, καὶ Σκίρα τόπος ἐν Ἀττικῇ. Εἶχε δὲ καὶ ποταμὸν | |
45 | Βώκαρον λεγόμενον, ὡς καὶ Λυκόφρων ἱστορεῖ, ὡς ἂν εἴποι τις Βουκέφαλον· καθὰ καὶ πηγή τις παρὰ Θεο‐ κρίτῳ Βούρινα Ἰταλικὴ, βοὸς ῥινὶ παρονομαζομένη. Ὅτι δὲ περὶ Σαλαμῖνα κατεναυμαχήθη ὁ Ξέρξης, καὶ ὅτι ναυτικὸν ἀξιόλογον ἔσχε ἡ νῆσός ποτε, οὐδεὶς | |
506,507(50) | τῶν περὶ λόγους ἠγνόηκε. Τὸν δὲ περὶ Σαλαμῖνα πορθμὸν διστάδιον εἶναί φασιν, ὃν ἐπειρᾶτο μὲν ὁ Ξέρξης καταχῶσαι καὶ οὕτως ἀποχερσῶσαι, ἀπεναν‐ τίας τι ποιῶν τοῖς περὶ τὸν Ἄθω νεανιεύμασιν, οὗ τὸν αὐχένα διορύξας ἀπεθαλάσσωσεν, ἐκωλύθη δὲ φυγών. | |
512 | Ὅτι περὶ Φοινίκην νῆσος ἡ Ἄραδος. Λέ‐ γονται δὲ γενέσθαι ποτὲ ἔνδοξοι οἱ Ἀράδιοι, ὅτε στα‐ σιαζόντων τῶν ἀδελφῶν Σελύκου τοῦ Καλλινίκου καὶ Ἀντιόχου τοῦ Ἱέρακος, αὐτοὶ τῷ Καλλινίκῳ προσθέ‐ | |
5 | μενοι ἔλαβον ἐξουσίαν δέχεσθαι τοὺς καταφεύγοντας ἐκ τοῦ βασιλέως παρ’ αὐτοὺς, καὶ μὴ ἐκδιδόναι ἄκον‐ τας· μὴ μέντοι μηδὲ ἐκπλέειν ἐξ αὐτῶν τοὺς πρόσφυ‐ γας ἄνευ τοῦ ἐπιτρέψαι τὸν βασιλέα. Ἔστι δὲ καὶ ἑτέρα νῆσος Ἄραδος, ὡς ῥηθήσεται κατωτέρω. | |
513 | Ὅτι τὸ Αἰγαῖον πέλαγος ἀπειρεσίας ἔχειν λέ‐ γει νήσους, καὶ ὅτι θηητὸν βαθὺν πόρον τὸν τοῦ Αἰ‐ γαίου καλεῖ. Καὶ ὅτι τὸν Ἑλλήσποντον παραφράζων ἢ ἐτυμολογῶν στενωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης | |
5 | λέγει αὐτὸν, ὡς ἐκεῖ καταπεσούσης τῆς Ἕλλης τῆς θυγατρὸς τοῦ Ἀθάμαντος, καὶ λιπούσης τῷ τόπῳ τὸ ὄνομα, ἧς καὶ τάφον Ἡρόδοτος ἱστορεῖ περὶ τὴν Θρᾳ‐ κικὴν Χερρόνησον. Ὁ δὲ Διονύσιος λέγει καὶ ὅτι Σηστὸς ἐκεῖ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο· Ση‐ | |
10 | στὸς μὲν, Λεσβίων ἄποικος, καθὰ καὶ ἡ Μάδυτος, ὡς | |
ὁ Γεωγράφος φησὶ, Χερρονησία πόλις, Ἀβύδου διέ‐ χουσα σταδίους λʹ ἐκ λιμένος εἰς λιμένα. Ἔνθα καὶ ἡ λεγομένη Ἀποβάθρα, ὅπου ἡ Ξερξικὴ σχεδία ἐπή‐ γνυτο. Περὶ Εὐρώπην δέ ἐστιν ἡ ῥηθεῖσα πόλις, | 314 | |
15 | λεγομένη Ἀττικῶς μὲν ἡ Σηστὸς, παρὰ δ’ Ἐφόρῳ ὁ Σηστός. Ἔσχε δέ ποτε τεῖχος ἰσχυρὸν, ὡς Ἡρόδο‐ τος ἱστορεῖ. Ἄβυδος δὲ πρὸς ἀνατολὰς ἀντιπαρή‐ κουσα τῇ Σηστῷ, κτίσμα Μιλησίων, ἴσον διέχουσα Λαμψάκου καὶ Ἰλίου, ὡς ὁ Γεωγράφος φησίν· ἔνθα τὸ | |
20 | ἑπταστάδιον τοῦ πορθμοῦ, ὅπερ ὁ Ξέρξης ἔζευξεν. Ἐνεπρήσθη δὲ ἡ Ἄβυδος αὕτη ὑπὸ Δαρείου τοῦ πα‐ τρὸς Ξέρξου. Εἶναι δὲ λέγεται ποτε καὶ Λιβυκὴ Ἄβυδος Αἰγυπτία, ἔχουσα Μεμνόνειον βασίλειον, δευ‐ τερεύουσα μετὰ τὰς ἑκατομπύλους Θήβας. Καὶ Ἰτα‐ | |
25 | λικὴ δὲ ἱστόρηται Ἄβυδος. Ὅτι δὲ περὶ Ἑλλησπόν‐ του ἀμφεβλήθη τοῖς παλαιοῖς ἄλλα τε καὶ πόθεν ἂν ἄρχοιτο, ἤδη προγέγραπται. Ἴστρον δέ τινά φασιν ἱστορεῖν, τέσσαρας γενέσθαι μεγάλους κατακλυσμοὺς, ὧν ἐφ’ ἑνὶ διαρραγέντα τὸν Ἑλλήσποντον ἀφορίσαι | |
30 | τῆς Ἀσίας τὴν Εὐρώπην Ἰστέον δὲ ὅτι κατὰ τὸν γράψαντα τὰ Ἐθνικὰ ἡ Ἰταλικὴ πόλις λέγεται οὐδετέ‐ ρως τὸ Ἄβυδον, καὶ ὅτι ἐπὶ συκοφαντίᾳ καὶ μαλακίᾳ διεβάλλοντο οἱ Μιλήσιοι Ἀβυδηνοὶ οὗτοι. Ὅθεν καὶ παροιμία, «μηδ’ εἰκῆ τὴν Ἄβυδον πατεῖν», ἤγουν μὴ | |
35 | θαρρούντως αὐτῆς ἐπιβαίνειν. Ἐξ αὐτῆς δὲ καὶ ἑτέρα παροιμία ἐπὶ τῶν ἀηδῶν, «τὸ Ἀβυδηνὸν ἐπιφό‐ ρημα.» Τὸ δὲ ἐναντίον ὅρμον ἔθεντο ἀντὶ τοῦ κατε‐ ναντία κεῖνται ἀλλήλαις καὶ ἀντίπορθμοί εἰσιν. | |
517 | Ὅτι τῶν ἐν τῷ Αἰγαίῳ νήσων ὅσαι ὑπὸ νεύ‐ ματι χειρὸς λαιᾶς κεῖνται τοῖς εἰσιοῦσι τὸν Ἑλλήσπον‐ τον, τῆς Εὐρώπης εἰσίν· ὧν ἐστι καὶ ἡ Μάκρις καὶ ἡ Σκῦρος καὶ ἡ Πεπάρηθος καὶ ἡ Λῆμνος, ἥτις Ἥφαι‐ | |
5 | στον ἐτίμα, καὶ Ἴμβρος καὶ Σάμος Θρᾳκία, ἥτις Καβείρων εἶχεν ἱερὰ, οἳ καὶ Κορύβαντες ἐλέγοντο, καὶ Θάσος, ἥτις καὶ χρυσία εἶχέ ποτε, καὶ τὸ Δάτον συν‐ ῴκισε, πόλιν ἔνδοξον περὶ τὴν τοῦ Στρυμόνος παρα‐ λίαν. Ἀφ’ οὗ παροιμίαν οἱ παλαιοί φασι «Δάτος | |
10 | ἀγαθῶν», ὡς τὸ «ἀγαθῶν ἀγαθῖδες». Καὶ σκόπει ἐν‐ ταῦθα τὴν παροιμίαν, τὸ ἀγαθῶν ἀγαθῖδες. Εἰ γὰρ καὶ ἄλλως αὐτὴν οἱ παλαιοὶ ἐκλαμβάνονται, ἀλλ’ ἔοικε τοπικόν τι εἶναι ἡ ἀγαθὶς, διὸ καὶ εἰς ὁμοιότητα πα‐ ρετέθη τοῦ Δάτος ἀγαθῶν, ἵνα ὥσπερ λέγεται Δάτος | |
15 | ἀγαθῶν οἷον τόπος καὶ πόλις, οὕτω λέγηται καὶ ἀγαθῖδες ἀγαθῶν. Εἰ γὰρ μὴ τοῦτο, ποία λοιπὸν ἄλλη ὁμοιότης τῶν δύο τούτων παροιμιῶν; Ἰστέον δὲ ὅτι Παρίων κτίσμα ἡ Θάσος· τὸ Πάριον δὲ πόλις ἐν τῇ Προποντίδι. | |
Ο δὲ Ἀρριανὸς ἄλλως φησί· «Πάριος υἱὸς Ἰασίωνος, | 315 | |
20 | ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ.» Καὶ οὐ διαφωνεῖ Ἀρριανὸς πρὸς τὸν πρῶτον λόγον, ἀλλὰ τάχα ταυτότητα παραδηλοῖ, ὡς ἐν πολυωνυμίᾳ, Προ‐ ποντίδος τε καὶ Ἑλλησπόντου· ὃ καὶ ἑτέροις ἔδοξεν, ὡς ἤδη προγέγραπται. Καὶ οὕτω μὲν Πάριοι κτίσαι τὴν | |
25 | Θάσον λέγονται. Τινὲς δὲ ἀνάπαλιν τὸ Πάριον ἀπὸ τῆς Θάσου εἶπον ἀποικισθῆναι. Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου καλεῖται, Ποσειδῶνος υἱοῦ· καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέ‐ ταλλα, ὧν καὶ Ἡρόδοτος μέμνηται, λέγων ὅτι προσ‐ | |
30 | όδους εἶχον μεγάλας οἱ Θάσιοι, καὶ μέταλλα χρυσᾶ Σκαπτῆς ὕλης. Ἀνεῦρον δὲ αὐτὰ Φοίνικες οἱ κτίσαντες τὴν νῆσον μετὰ Θάσου τοῦ Φοίνικος, ἐξ οὗ ἔχει καὶ τοὔνομα. Εἶχε δὲ ἱερὸν Ἡρακλέους ἡ Θάσος, ὑπὸ τῶν αὐτῶν Φοινίκων ἱδρυθὲν, οἳ πλεύσαντες κατὰ ζήτησιν | |
35 | τῆς Εὐρώπης τὴν Θάσον ἔκτισαν. Καὶ ταῦτα μὲν περὶ Θάσου. | |
520 | Ὅρα δὲ ὅτι φιλοτιμότερον ἐνταῦθα ὁ ποιητὴς ἀγλαϊζόμενος ἐφ’ ἑκάστῃ τῶν νήσων ἐπιθέτῳ χρῆται, καὶ τὴν μὲν Μάκριν, ὃ ἔστι τὴν Εὔβοιαν, Ἀβαντιάδα λέγει, ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Θρᾳκίου | |
5 | ἔθνους, ὥς φησιν Ἀρριανὸς, κληθέντος οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος. Τούτους ὁ Ὅμηρος κομᾶν τε τὰ ὄπισθέν φησι τῷ Θρᾳκίῳ νόμῳ καὶ μεγα‐ θύμους ὀνομάζει. Τὴν δὲ Σκίρον ὁ Διονύσιος ἠνεμόεσ‐ σαν καλεῖ, τὴν Πεπάρηθον αἰπεινὴν, τὴν Λῆμνον | |
10 | κραναὸν πέδον Ἡφαίστου, ἀκολούθως Ὁμήρῳ, διὰ τοὺς ἐκεῖ ποτε τοῦ πυρὸς κρατῆρας. Διὸ καὶ πόλεων περὶ αὐτὴν δύο οὐσῶν, ἡ μία Ἡφαιστία ἐλέγετο. Λέ‐ γονται δὲ καὶ ταύτην Πελασγοί ποτε οἰκῆσαι, οἱ ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξελαθέντες ὡς ἄδικοι καὶ | |
15 | ἅρπαγες. Τὴν δὲ Θάσον ὠγυγίην λέγει καὶ Δήμητρος δὲ ἀκτὴν διὰ τὸ εὔδαιμον τῆς νήσου καὶ εὔκαρπον· ὅπου καὶ εἰς παροιμίαν ἔπεσε τὸ Θάσος ἀγαθῶν, ὡς εἴτις εἴποι δάσος. Καίτοι τινὲς Δάτος ἀγαθῶν τὴν τοιαύτην παροιμίαν γράφουσι, περὶ ἧς πρὸ ὀλίγου γέγραπται. | |
20 | Ὅρα δὲ ἐνταῦθα καὶ ὅπως τῶν ἄλλων ποιητῶν τὸ Δή‐ μητρος ἀκτή λαμβανόντων ἀντὶ τοῦ δωρεά, οὗτος ἀντὶ τοῦ τόπος καὶ τέμενος ἔλαβεν. Ἔτι δὲ κἀκεῖνα περὶ τῶν εἰρημένων νήσων ἰστέον· ὅτι Εὔβοια νῆσος μία τῶν ὑμνουμένων ἑπτὰ, ἡ καὶ | |
25 | Μάκρις ὀνομασθεῖσα διὰ τὸ τῆς θέσεως ἐπίμηκες· οὕτω γάρ πως παραμήκης ἐκτέταται. Διὸ καὶ δέδωκε τῷ Κωμικῷ λαβὴν σκώμματος ἐν τῷ «ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους·» ὡς τῶν Ἀθηναίων ἐπιτει‐ | |
νάντων ποτὲ τοὺς φόρους αὐτῇ. Κλίνεται δὲ ἡ Μάκρις | 316 | |
30 | αὕτη διὰ καθαροῦ τοῦ ο. Διὸ καὶ ὁ νησιώτης αὐτῆς Μακριεύς. Ἦν δὲ καὶ αἰγιαλὸς οὕτω καλούμενος, κλι‐ νόμενος δὲ διὰ τοῦ δ· ἐλέγετο δὲ Μάκρις καὶ τῶν Κυ‐ κλάδων μία, ἡ Ἴκαρος, ἀφ’ ἧς νομίζουσί τινες εἰρῆσθαι καὶ τὸ Ἰκάριον πέλαγος. | |
521 | Ἡ δὲ Σκῦρος τὴν κλῆσιν ταύτην ἔχει, διὰ τὸ τῆς νήσου ταύτης σκληρὸν καὶ οἷον σκυρῶδες, ἤτοι λιθῶδες. Σκύρος γὰρ ἡ λατύπη, ἤγουν τὰ ἐκπαλλό‐ μενα λιθίδια ἐν τοῖς λαξεύμασι. Πρόκειται δὲ τῆς τῶν | |
5 | Μαγνήτων γῆς ἡ Σκῦρος αὕτη, ὥσπερ καὶ ἡ Πεπά‐ ρηθος. Θαυμασταὶ δὲ αἶγες αἱ Σκύριαι, καὶ μέταλλα δέ εἰσι ποικίλης λίθου Σκυρίας λεγομένης, καθὰ καὶ Καρυστίας. | |
524 | Ἡ δὲ Ἴμβρος Θρᾳκικὴ μέν ἐστι νῆσος, ἱερὰ Καβείρων καὶ αὐτή· ὄνομα δὲ δαιμόνων οἱ Κάβειροι. Ἐτιμᾶτο δὲ αὐτόθι καὶ Ἑρμῆς, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες, ὡς ἐν τοῖς Ἐθνικοῖς ἀναγράφεται· ὅθεν καὶ | |
5 | τάχα καὶ Ἴμβρος ἡ νῆσος παρονομάζεται. Ἡ δὲ Θρᾳκία Σάμος λέγεται μὲν καὶ Σαμοθράκη συνθέτως, καλεῖται δὲ οὕτως πρὸς διαστολὴν τῆς ἑτέρας Σάμου τῆς Ἰωνικῆς. Μέμνηται δὲ ταύτης καὶ Ὅμηρος. Ἐλέγετο δέ ποτε Δαρδανία διὰ τὸν Δάρδανον, ὃς ἐν τῷ κατακλυσμῷ | |
10 | διεπορθμεύθη ἐκεῖθεν εἰς τοὺς Τρωικοὺς τόπους. Ῥη‐ θήσεται δὲ περὶ τῆς Σάμου ταύτης καὶ κατωτέρω. Καὶ τοιαῦτα μὲν, ὡς εἴρηται, τὰ τῶν τοιούτων νήσων ἐπίθετα. Τὴν δὲ Σάμον τὴν Θρᾳκικὴν Κυρβάντιον ἤτοι Κορυ‐ βάντιον ἄστυ λέγει, διὰ τὰ ἐκεῖ Κορυβάντων ἤτοι Κυρ‐ | |
15 | βάντων μυστήρια, ὧν καὶ Λυκόφρων μέμνηται· ἀφ’ ὧν καὶ κορυβαντιᾶν τὸ μετὰ ἐκστάσεως ἐνθουσιᾶν. Ταῦτα ἐπιτροχάδην περὶ τῶν ἐν Αἰγαίῳ νήσων τῶν ἐξ ἀριστερῶν κειμένων τοῖς εἰσιοῦσι τὸν Ἑλλήσποντον, αἳ καὶ τῇ Εὐρώπῃ προσνέμονται, ὧν μία σὺν πολλαῖς ἄλ‐ | |
20 | λαις καὶ ἡ πρὸς τῇ Ἀττικῇ νῆσος, Ἑλένη καλουμένη, ἔνθα ἡ Ἑλένη ἀπέβη μετὰ τὴν Ἰλίου ἅλωσιν, ἢ καὶ πρὸ τούτου ὅτε ἡρπάγη. | |
525 | Ὅτι αἱ περὶ τὸ Αἰγαῖον πέλαγος δεξιαὶ νῆσοι τοῖς εἰσπλέουσι τὸν Ἑλλήσποντον τῇ Ἀσίᾳ προσκεχω‐ ρήκασιν, ὧν πρώτην ἐπέχουσι μοῖραν τῷ ἀπὸ Εὐρώπης εἰς Ἀσίαν διαβαίνοντι αἱ νῆσοι αἳ τὴν Δῆλον ἐκυκλώ‐ | |
5 | σαντο, καὶ δι’ αὐτὸ οὔνομα Κυκλάδες εἰσί. Καὶ ἔστι τοῦτο ἐτυμολογία τοῦ ὀνόματος τῶν Κυκλάδων. ᾌδε‐ | |
ται δὲ πάνυ ἐν ταῖς ἱστορίαις ἡ Δῆλος, ὡς Ἀπόλλωνος ἱερὰ, οὗ καὶ μαντεῖον ἦν ἐκεῖ περιφανές. Ἐκαλεῖτο δέ ποτε καὶ Ὀρτυγία, ὡς ὁ Γεωγράφος φησί. Καὶ ἡ μυ‐ | 317 | |
10 | θικὴ αἰτία κεῖται παρὰ Λυκόφρονι. Οὐκ ἐξῆν δὲ, φα‐ σὶν, οὔτε θάπτειν αὐτόθι νεκρὸν, οὔτε καίειν, οὔτε κύνα τρέφειν. Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν, ὅτι Δῆλος ἡ πάλαι πλωτὴ οὖσα ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα παῖδας. Καὶ ἄλλοι δὲ συντερατευό‐ | |
15 | μενοι αὐτῷ φασι Δῆλον αὐτὴν κληθῆναι, διότι φερο‐ μένη ποτὲ ὑπὸ θάλασσαν ἀνέσχεν ὕστερον κάτωθεν, ὡς καὶ ἄλλαι τινὲς, καὶ ἐξ ἀδήλου βάσεως ἐρριζώθη στηριχθεῖσα. Ταῦτα δὲ οὕτως ἐπλάσθη διὰ τὸ συχνά ποτε κατά τινας τὴν νῆσον ταύτην σείεσθαι. Διὸ καὶ | |
20 | χωρίον ἦν τι περὶ αὐτὴν ὁ Τρέμων καλούμενος. Ὁ μέντοι θρυλούμενος χρησμὸς ἐναντιοῦται τούτοις τοῖς λόγοις, ὁ λέγων ὅτι Κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν. Λέγεται γὰρ ὅτι ὁπηνίκα ὁ τοῦ Δαρείου στρατηγὸς Δά‐ | |
25 | τις τριακόσια τάλαντα λιβανωτοῦ ἐθυμίασεν ἐν τῷ βωμῷ τοῦ Δηλίου Ἀπόλλωνος καὶ ἀνέπλευσε, τότε ἡ Δῆλος ἐκινήθη πρῶτα καὶ ὕστατα, τὸ πρὶν οὖσα ἀκί‐ νητος. Φασὶ δὲ οἱ παλαιοὶ τὰς Κυκλάδας πλείους εἶναι τῶν ιβʹ, ὧν εἰσιν ἡ Κύθνος, ἀφ’ ἧς ὁ Κύθνιος λέγεται | |
30 | τυρὸς, ἐξ ἧς καὶ ζωγράφος ὄνομα ἔχων ὁ Κυδίας. Ἡ Πάρος, ἐξ ἧς παροιμία τὸ ἀνεπαρίασαν, ἤγουν μετε‐ μελήθησαν. Ἐψεύσαντο γάρ ποτε ἐκ μεταμέλου οἱ Πάριοι τὰς εἰρηνικὰς ὁμολογίας, ἃς ἔθεντο πρὸς τὸν Μιλτιάδην, ὡς ἐλπίσαντές ποθεν συμμαχίαν ἐν κενοῖς. | |
35 | Ἡ Ἀμοργὸς, ἐξ ἧς Σιμωνίδης ὁ ἰαμβοποιὸς, Ἀμορ‐ γῖνος ἐντεῦθεν λεγόμενος προπερισπωμένως, τύπῳ ἐθνικῷ· τὸ δὲ Ἀμόργινος προπαροξυτόνως χιτῶνος ἐπίθετον ἀπὸ χρώματος ἴσως ἐλαιοχρόου τινός· ἀμόργη γὰρ ἡ τοῦ ἐλαίου ὑποστάθμη, ὃ ἔστιν ὁ τρυγίας. Παυ‐ | |
40 | σανίας δὲ, οὗ τὸ Ἀττικὸν λεξικὸν, ἄλλο τι ἐμφαίνει, λέγων· «ἀμοργὸς ὅμοιον βύσσῳ·» καὶ ὅτι ἀμοργὶς κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς ἐνδύματα Ἀμόργινα λε‐ γόμενα, ὡς ὁ Κωμικὸς ἐν Λυσιστράτῃ δηλοῖ. Ἡ Δῆλος, οὕτω λεγομένη ἢ διὰ τὴν θρυλουμένην μυθώδη αἰτίαν, | |
45 | ὅτι ὑπὸ θάλασσαν, ὡς ἐρρέθη, οὖσα πρώην, ὕστερον φανεῖσα ἐδηλώθη, ἢ διὰ τὰς ἐν αὐτῇ μαντείας, ἐξ ὧν ἐδηλοῦτο τὰ δυσεύρετα. Ἡ Τῆνος ἀπό τινος οὕτω κλη‐ θεῖσα Τήνου ἀνδρός· ἦν δὲ σκοροδοφόρος γῆ αὕτη, ὡς καὶ ἡ Κωμῳδία δηλοῖ, Τηνίων μεμνημένη σκορόδων· | |
525(50) | ὕδασι κατάρρυτος, διὸ καὶ Ὕδρουσα ἐκλήθη, κρήνην ἔχουσα, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίσγεται. Καὶ φιάλιον δὲ λέγεταί ποτε ἐν αὐτῇ ἀνακεῖσθαι, σύγκραμα ἔχον, ἐξ οὗ πάνυ ῥᾳδίως πῦρ ἀνήπτετο. Ἡ Ἴος ἡ κατὰ χρη‐ σμὸν Ὁμήρου μητρὶς, ἤγουν ὅθεν ἦν ἡ Ὁμήρου μή‐ | 318 |
55 | τηρ· καὶ ὅρα τὸ μητρίς, ἐξ ὁμοιότητος τοῦ πατρίς. Ἡ Σέριφος, ἥτις οὕτω πετρώδης ἐστὶν, ὥστε κωμῳ‐ δεῖται ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν, ὡς τοῦ Περσέως αὐτόθι τραφέντος, καὶ τὴν τῆς Γοργόνος δῆθεν ἐκεῖ κο‐ μίσαντος κεφαλὴν, δι’ ἧς τοὺς ἐκεῖ ἀπελίθωσεν. Ἴωνες | |
60 | δὲ ἀπὸ Ἀθηνῶν οἱ Σερίφιοι, καθὰ καὶ οἱ Σίφνιοι, ὡς Ἡρόδοτος ἱστορεῖ. Ἡ Μύκονος, ἐν ᾗ λέγονται κεῖσθαι οἱ τῶν Γιγάντων ὑγιεινότατοι, ἀναιρεθέντες ὑφ’ Ἡρα‐ κλέους. ὅθεν ἐπὶ τῶν οὐκ εὖ παθόντων μιᾷ ψήφῳ, ἤγουν ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων λέγεται τὸ | |
65 | «πάνθ’ ὑπὸ μίαν Μύκονον», ἤγουν πάντα ὁμοῦ ὑπὸ μίαν βλάβην ἢ καταδίκην. Ἐπιχωριάζει δὲ τοῖς Μυκο‐ νίοις φαλάκρωσις, διὸ καὶ οἱ φαλακροὶ Μυκόνιοι λέ‐ γονται. Ἡ Νίσυρος, ἧς καὶ Ὅμηρος μέμνηται, οὕτω καλουμένη ἀπὸ τοῦ νέω καὶ τοῦ σύρω, διότι ἀποκοπεῖσα | |
70 | τῆς νήσου τῆς Κῶ τῇ τοῦ Ποσειδῶνος τριαίνῃ ἐπεσύρη τῷ γίγαντι Πολυβώτῃ νέοντι, ὃ ἔστιν νηχομένῳ. Αὕτη δὲ τῶν Σποράδων νήσων οὖσα κατά τινας, πετρώδης ἐστὶ λίθου μυλίου. Γίνεται δὲ καὶ οἶνος χρηστὸς ὁ Νι‐ σύριος. Ἡ Σῦρος, ἣν ὁ Ποιητὴς Συρίην καλεῖ ἐν Ὀ‐ | |
75 | δυσσείᾳ, ἥτις μηκύνει κατὰ τὸν Γεωγράφον, ἤγουν ἐκτείνει τὴν πρώτην συλλαβὴν, τουτέστι τὴν ἄρχουσαν. Ἡ Σίφνος περὶ τὸ Κρητικὸν πέλαγος, ἀφ’ ἧς ὁ Σίφνιος ἀστράγαλος δι’ εὐτέλειαν. Λέγονται δέ ποτε ἀκμάζειν τοῖς πράγμασιν οἱ Σίφνιοι, καὶ πλουτεῖν μάλιστα, διὰ | |
80 | τὸ χρυσᾶ καὶ ἀργυρᾶ ἐν τῇ νήσῳ εἶναι μέταλλα. Κυ‐ κλὰς δὲ καὶ ἡ Ἄνδρος, ἀπὸ Ἄνδρου τινὸς οὕτω κλη‐ θεῖσα. Ἀλλὰ καὶ ἡ Νάξος, λεγομένη οὕτως ἀπὸ Νάξου Καρῶν ἡγεμόνος· ἢ παρὰ τὸ νάξαι, ὃ ἔστι θῦσαι, διὰ θυσίας ἴσως ἐξαιρέτους τινὰς ἐκεῖ γινομένας. Ἡρόδοτος | |
85 | δὲ καὶ περὶ Σικελίαν Ναξίους τινὰς ἱστορεῖ, λέγων καὶ ὅτι ἡ Κυκλὰς αὕτη Νάξος μεγέθει μὲν οὐ μεγάλη ἐστὶν, ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ, ἀγχοῦ τῆς Ἰωνίας, χρήματα ἔχουσα πολλά. Ἐγένετο δέ ποτε αὐτοῖς καὶ ὀκτακισχιλία ἀσπὶς καὶ πλοῖα μακρὰ πολλά. | |
527 | Ὅτι αἱ Κυκλάδες ἔαρος γλυκεροῦ νέον ἱστα‐ | |
μένου ἢ ἀρχομένου, ὅτε ἐν ὄρεσιν ἀνθρώπων ἀπάνευθε κύει λιγύφθογγος ἀηδὼν, χοροὺς ἀνάγουσι τῷ Ἀπόλ‐ λωνι, οὓς καὶ ῥύσια λέγει, ὡς ῥύσεως χάριν καὶ ἐπὶ | 319 | |
5 | σωτηρίᾳ γινομένους. Καίτοι κυρίως ῥύσια, ὡς καὶ ἐν τῇ Ἰλιάδι φαίνεται, τὰ ἐξ ἐπιδρομῆς ὁπλιτικῆς καὶ ἑλκυσμοῦ λαμβανόμενα εἰς ἐνέχυρον, ἀπὸ τοῦ ῥύω τὸ ἑλκύω ἐτυμολογούμενα· καταχρηστικῶς δέ ποτε καὶ ἐπὶ ἁπλῶς ἐνεχύρου ἡ λέξις λαμβάνεται. Ὁ μέντοι | |
10 | Διονύσιος κατὰ δριμύτητα ῥητορικὴν συνήθη αὐτῷ ἐπὶ δώρων σωτηρίων τὴν λέξιν εἴληφεν, ἅπερ μᾶλλον σῶ‐ στρα λεχθήσονται, καθάπερ λύτρα τὰ ὑπὲρ αἰχμαλώτων διδόμενα. | |
530 | Ὅτι ὥσπερ αἱ Κυκλάδες, οὕτω καὶ αἱ Σπο‐ ράδες ἐν τῷ Αἰγαίῳ εἰσὶ πελάγει, ἃς ἡ τῆς περιηγή‐ σεως πινακογραφία οὐκ ἔχει. Ἔστι δὲ τῶν Σποράδων ἡ Νικασία, πλησίον τῆς Νάξου· ἡ Θήρα, ἐξ ἧς ἀποικία | |
5 | Λακώνων εἰς Κυρήνην ἐστάλη, καθὰ καὶ Πίνδαρος ἱστορεῖ· ἐν ταύτῃ οὔτε τοὺς ἐτῶν νʹ θνήσκοντας ἐθρη‐ νοῦν, οὔτε τοὺς ἑπταετεῖς, εἰ θάνοιεν· ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό τινος ἀνδρὸς Μήλου κλη‐ θεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν· εἰς ταύτην | |
10 | Ἀθηναῖοί ποτε πέμψαντες [στρατείαν] ἡβηδὸν τοὺς ἐνοικοῦντας ἀπέσφαξαν. Ἄλλοι δὲ Κυκλάδα τὴν Μῆλόν φασιν ὁμώνυμον ἔχουσαν πόλιν, ὅθεν ἦν Διαγόρας ὁ Μήλιος ὁ ἐπ’ ἀσεβείᾳ κωμῳδούμενος. Τῶν Σποράδων ἔστι καὶ ἡ Πάτμος περὶ τὸ Ἰκάριον πέλαγος, καὶ ἡ | |
15 | περὶ τὸ Καρπάθιον Ἀστυπάλαια, ναὶ μὴν καὶ ἡ Κί‐ μωλος περὶ Κρήτην, ἐξ ἧς ἡ Κιμωλία γῆς, ἐπιτηδεία εἰς νίτρου κατασκευὴν, ὡς καὶ ὁ Κωμικὸς λέγει. Καὶ ἡ Λέρος δὲ μία τῶν Σποράδων ἐστὶ περὶ τὴν Καρίαν, ἧς οἱ ἔποικοι κακοήθεις, ὡς δηλοῖ Φωκυλίδης, | |
20 | λέγων· Λέριοι κακοὶ, οὐχ ὁ μὲν, ὃς δ’ οὔ· πάντες πλὴν Προκλέους· καὶ Προκλέης Λέριος. Σπορὰς δὲ καὶ ἡ πρὸς τῇ Ῥόδῳ Δονουσία, ἥτις παρα‐ φθορὰν, φασὶν, ἔπαθεν· οἱονεὶ γὰρ Διονυσία τίς ἐστιν, | |
25 | ἐπεὶ Διόνυσος τὴν Ἀριάδνην εἰς αὐτὴν ἐκ τῆς Νάξου ἤγαγεν, Μίνωος τοῦ πατρὸς διώκοντος αὐτήν. Εἰσὶ δὲ καὶ ἄλλαι Σποράδες, ἃς, ὡς ἐρρέθη, ὁ τῆς κοσμογραφίας πίναξ οὐκ ἔχει, ὧν τινες καὶ τὴν Τῆνόν φασιν, ἥτις | |
ἀνωτέρω Κυκλὰς ἐλέγετο. Ἐοίκασι δὲ ἀργιλώδεις αἱ | 320 | |
30 | Σποράδες εἶναι, ἤγουν λευκόγειοι. Διὸ καί φησι Διο‐ νύσιος ὅτι παμφαίνουσιν, οἷον ὅτε ἀνεφέλου ἀέρος ὄντος τὰ ἄστρα φαίνεται, ὑγρὰ νέφη βιασαμένου ἀρκτώου βορέου. Τοῦτο δὲ μάλιστα εἶπε διὰ τὸ ἀργιλῶδες καὶ λευκὸν τῆς αὐτόθι γῆς, ὡς εἴρηται. Σποράδες δὲ λέ‐ | |
35 | γονται τάχα μὲν καὶ δι’ ἄλλας αἰτίας, μάλιστα δὲ πρὸς ἀντιδιαστολὴν τῶν Κυκλάδων· οὐ γὰρ κατ’ αὐτὰς ὡρισμένον ἔχουσι τόπον, ἀλλ’ οἷον διεσπαρμέναι εἰσὶ πολλαχοῦ, ὅπου γε Σποράδα τινὲς καὶ τὴν ἔνδον τοῦ Ἑλλησπόντου εἶπον Προκόννησον· κατὰ δέ τινας διὰ | |
40 | τὸ πολυπληθὲς καὶ πυκνὸν Σποράδες νῆσοι καλοῦνται· εἴποις γὰρ ἂν, φασὶ, κατεσπάρθαι οἷον αὐτάς. Εἰσὶ δὲ τῶν Σποράδων καὶ αἱ παρὰ τῷ Λυκόφρονι Καλύδναι, ὧν μία ἰδίως Καλύδνα καλεῖται, ἀφ’ ἧς καὶ αἱ λοιπαὶ παρακείμεναι τὴν αὐτὴν κλῆσιν ἔλαχον. Ἔχει δὲ αὕτη | |
45 | μέλι τὸ Καλύδνιον ἀστεῖον καὶ τῷ Ἀττικῷ ἐνάμιλλον. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ τὸ μέλι Καλύμνιον λέγει, καὶ τὰς νήσους ταύτας Καλύμνας, διὰ τοῦ μ. Τὸ δὲ ὑγρὰ νέφη βιασαμένου βορέου ἐξήγησις οἷόν ἐστι τοῦ παρ’ Ὁμήρῳ αἰθρηγενέτου βορέαο. Ὁ γὰρ τὰ νέφη | |
530(50) | βιαζόμενος αἰθρίαν ποιεῖ, καὶ διὰ τοῦτο αἰθρηγενέτης ἐστί. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἀραβίᾳ κόλπος τις εἶναι λέγεται, νήσους ἔχων Σποράδας. | |
533 | Ὅτι μετὰ τὰς Σποράδας νήσους αἱ Ἰωνίδες εἰσὶ, τουτέστιν αἱ ὑπὸ τοὺς Ἴωνας, οἷον ἡ Καῦνος, ἣν Ἡρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ ὀξύνει. Ἔτι δὲ καὶ ἡ Σάμος, ἣν ἱμερόεσσάν τε ὁ Διονύσιος λέγει καὶ | |
5 | Πελασγίδα δὲ, ὡς ἀπό τινων Πελασγῶν, ἀφ’ ὧν καὶ Ἥρα ἐκεῖ Πελασγία τιμᾶται. Ἰστέον δὲ ὅτι καὶ πόλις ἐστὶ Καρίας λεγομένη Καῦνος, ἀπό τινος Καύνου ἀν‐ δρὸς, οὗ ἐρασθεῖσα ἡ ἀδελφὴ Βυβλὶς ἀπήγξατο· ὅθεν καὶ ὁ παρὰ τῇ παροιμίᾳ Καύνιος ἔρως, ἐπὶ τῶν | |
10 | ἀθέσμως ἐρώντων ἢ καὶ ἐπὶ τῶν βλαβέντων ἐφ’ οἷς ἀθέσμως ἠράσθησαν. Ἔστι δὲ νοσώδης ἡ τοιαύτη, διὰ τὸ τοῦ ἀέρος οὐκ ἀγαθὸν, ἔν τε θέρει καὶ μετοπώρῳ διὰ τὰ καύματα καὶ τὴν τῶν ὡραίων καρπῶν ἀφθονίαν. Ἔνθα τοὺς οἰκοῦντας χλωροὺς ἰδὼν Στρατόνικος ὁ ὑμ‐ | |
15 | νούμενος ἀστεῖος κιθαρῳδὸς ἔφη, οἵηπερ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν. Αἰτιαθεὶς δὲ διότι σκώπτει τὴν πόλιν διὰ τὰς νόσους, ἔτι πλέον ἀστεϊσάμενος ἔφη, «Καὶ πῶς ἂν ἐγὼ νοσερὸν εἴποιμι τόπον, ἔνθα καὶ οἱ νεκροὶ περιπατοῦσιν;» Ἡ δὲ | |
20 | Σάμος αὕτη ἡ Ἰωνικὴ πάνυ εὐτύχησέ ποτε, ὡς καὶ παροιμιασθῆναι, γάλα ὀρνίθων φέρειν αὐτήν. Τυραν‐ | |
νηθεῖσα δὲ ἐπειράθη δυστυχίας ἄκρας, λειπανδρήσασα διὰ Συλοσῶντα τὸν τύραννον, ἄρξαντα πικρῶς. Ὅθεν καὶ παροιμία, «ἕκητι Συλοσῶντος εὐρυχωρία.» | 321 | |
25 | Ὁ μέντοι τοῦ Συλοσῶντος ἀδελφὸς Πολυκράτης οὐ φαύλως ἐτυράννησε· γενόμενος δὲ εὐτυχέστατος, ὕστερον ἐκρεμάσθη ὑπὸ Περσῶν. Οὗτος ἦν ὁ τὸν δακτύλιον ῥίψας εἰς θάλασσαν, ὃν αὖθις διὰ τοῦ καταπιόντος ἰχ‐ θύος ἀπέλαβε. Περὶ δὲ οἴνους, ὡς λέγεται, οὐ πάνυ εὐ‐ | |
30 | τυχὴς ἦν, ὠνομάσθη δέ ποτε καὶ Μελάμφυλλος καὶ Ἀνθεμὶς καὶ Παρθενία δὲ ἀπὸ ποταμοῦ Παρθενίου. Ἐν ταύτῃ τῇ Σάμῳ καὶ ὄρος ὑψηλὸν λέγεται εἰς πεντήκοντα καὶ ἑκατὸν ὀργυιὰς, οὗ κάτωθεν ὄρυγμα, ὥς φησιν Ἡρόδοτος, πολυστάδιον, δι’ οὑ ὕδωρ ὀχετευόμενον διὰ | |
35 | σωλήνων παρεγένετο εἰς τὴν πόλιν ἀπὸ μεγάλων πηγῶν, οὗ ἀρχιτέκτων Εὐπαλῖνος ὁ Μεγαρεύς. Ἦν δὲ, φησὶν, αὐτόθι καὶ ναὸς μέγιστος, οὗ ἀρχιτέκτων Ῥοῖκος, ἀνὴρ ἐπιχώριος. Ταύτης ὁ πολίτης Σάμιος· ὁ μέντοι τῆς ἐν Κεφαλληνίᾳ Σάμου πολίτης Σαμαῖος, διότι ἐκείνη καὶ | |
40 | Σάμη λέγεται, καθὰ καὶ παρ’ Ὁμήρῳ εὕρηται. Ἰστέον δὲ ὅτι Ἰωνικὴν τὴν ῥηθεῖσαν Σάμον φαμὲν, ὡς ἂν ἀν‐ τιδιαστέλλοιτο τῇ τε Ὁμηρικῇ Κεφαλληνικῇ Σάμῳ καὶ τῇ προειρημένῃ δὲ Θρᾳκίᾳ Σάμῳ, τῇ οὕτω κλη‐ θείσῃ διὰ τὸ ὕψος· σάμοι γάρ, φασι, τὰ ὕψη. Ὅτι δὲ εἰς | |
45 | πολὺ ἐξήρετο ὕψος, δῆλον ἐκ τοῦ καὶ τὸν Ποιητὴν εἰ‐ πεῖν, ἐξ αὐτῆς τήν τε Ἴδην φαίνεσθαι πᾶσαν καὶ τὰ κατὰ τὴν Τροίαν. Οἱ δέ φασιν ὅτι Σάμος λέγεται ἡ Θρᾳκία, οἱονεὶ Σάος τις, καὶ κατὰ πλεονασμὸν τοῦ μ Σάμος, ἀπὸ Σαΐων, ἔθνους παλαιοῦ οἰκήσαντος αὐτὴν, | |
533(50) | οὗ μέμνηται καὶ Ἀρχίλοχος, ὁμολογῶν ἄχραντον τὴν αὐτοῦ ἀσπίδα ἐν φυγῇ πολέμου ῥῖψαι παρ’ αὐτοῖς. Καὶ ἡ Χίος δὲ τῶν Ἰώνων ἐστὶ νῆσος, ἔχουσα πόλιν εὐλί‐ μενον, ὡς ὁ Γεωγράφος φησὶ, καὶ ναύσταθμον πʹ ναυσὶ, καὶ ἄλσος φοινίκων· ἧς ὁ περίπλους σταδίων ἐννεα‐ | |
55 | κοσίων. Ταύτης οἰκισταὶ Πελασγοί. Ἐνταῦθα ὄρος τὸ Πελινναῖον. Ἱστορεῖται δὲ ἐν Χίῳ πρῶτον μέλανα οἶνον γενέσθαι, καὶ πρώτους τοὺς ἐκεῖ θεράπουσι χρήσασθαι, οὕτω καλουμένοις κατὰ ἰδίαν τινὰ κλῆσιν δουλευτικὴν ἢ δουλικήν· ὡς καὶ οἱ Λακεδαιμόνιοι ἐχρήσαντό ποτε | |
60 | Εἵλωσι, καὶ Μακεδόνες Πενέσταις, καὶ Ἀργεῖοι Γυ‐ μνησίοις, καὶ Σικυώνιοι Κορυνηφόροις, καὶ Κρῆτες Μνωΐταις, καὶ Ἰταλιῶται Πελασγοῖς. Ὥστε κατὰ τὴν ἱστορίαν ταύτην δουλικὰ παρὰ τοῖς παλαιοῖς ὀνό‐ ματα εἶναι τοὺς Εἵλωτας, τοὺς Πενέστας, τοὺς Γυ‐ | |
65 | μνησίους, τοὺς Κορυνηφόρους, τοὺς Μνωΐτας, τοὺς Πελασγοὺς, τοὺς θεράποντας. Ἄλλοι δὲ Κρητικὴν λέξιν τῶν θεραπόντων εἶπον εἶναι, ὡς τῶν Κρητῶν τὸν ὁπλο‐ φόρον δοῦλον λεγόντων θεράποντα. | |
536 | Ὅτι ἐκεῖθεν, ἤτοι μετὰ τὰς Ἰωνικὰς νήσους, | |
ἀναφαίνονται νῆσοι Αἰολίδες, Λέσβος τε εὐρύχορος καὶ Τένεδος ἱμερτή. Μητρόπολις δὲ τῶν Αἰολικῶν πό‐ λεων ἡ Λέσβος, περίμετρον ἔχουσα χιλίων ἑκατὸν | 322 | |
5 | σταδίων, μεταποιουμένη τῆς τοῦ Ὀρφέως κεφαλῆς. Ἐκεῖ γάρ φασι μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσε‐ νεχθῆναι. Τοῦτο δὲ ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ Ὀρφέα γενέσθαι ἄνδρας λογίους, ὧν ἦν καὶ Ἀρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς | |
10 | Ἀλκαῖος καὶ ἡ Σαπφὼ, θαυμαστόν τί, φασι, γυναικὸς χρῆμα, πρὸς ἣν οὐδεμία γυνὴ ἐνάμιλλος εἰς ποίησιν. Ἦν δὲ πεντάπολις ἡ Λέσβος, μίαν ἔχουσα τῶν πέντε τὴν Λέσβον, ἀφ’ ἧς ἡ ὅλη νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τοὔνομα· ὥσπερ καὶ νῦν Μυτιλήνη | |
15 | λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν πέντε. Τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων αὐτὴν Ἴσ‐ σαν ἐκάλεσε· μία γὰρ καὶ ἡ Ἴσσα τῆς αὐτῆς πενταπό‐ λεως. Ἡ δὲ Τένεδος περίμετρον μὲν ἔχει σταδίων ὀγδοήκοντα, τῆς ἠπείρου δὲ ἀπέχει οὐ πλείους τῶν | |
20 | τεσσαράκοντα· εἶχε δὲ καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ Σμινθέως ἱερὸν Ἀπόλλωνος. Παράκεινται δὲ αὐτῇ αἱ ῥηθεῖσαι ἀνωτέρω Καλύδναι δύο νῆσοι. Ἐκαλεῖτο δέ ποτε, φασί, καὶ αὐτὴ Καλύδνα. Ἐκλήθη δέ ποτε καὶ Λεύκοφρυς. Διὰ δὲ τὸν Τένην, οὗ γέγο‐ | |
25 | νεν ἕδος ὣς βασιλεύσαντος ἐν αὐτῇ, ἐπεκράτησε Τέ‐ νεδον καλεῖσθαι αὐτήν. [Ὅντινα Τένην διαβολὴ μὲν μητρυιᾶς Φιλονόμης ἢ Πολυβοίας συγκατέρριψε διὰ τοῦ πατρὸς Κύκνου εἰς θάλασσαν τῇ ἀδελφῇ Λευ‐ κοθέᾳ, ἐγκλείσασα λάρνακι. Ἡ δὲ δίκη περισωσαμένη | |
30 | τῆς νήσου βασιλέα κατέστησεν. Ἦν δὲ ἡ τῆς μητρυιᾶς διαβολὴ πρὸς τὸν Κύκνον ἐρωτικὴ, ὅτι δηλαδὴ ὁ Τέ‐ νης ἐβιάζετο αὐτήν· καίτοι αὐτὴ οὕτως εἰς τὸν Τένην ἐποίησεν.] Ἀπὸ ταύτης ἐπὶ τῶν αὐστηρὰ ψηφιζομένων ᾄδεται παροιμία, Τενέδιος ἀνήρ. Λέγεται γάρ | |
35 | ποτε τοῖς ἐπὶ μεγάλῳ κακῷ αὐτόθι δικαζομένοις πελε‐ κηφόρον ἐφεστάναι ἄνδρα, ὃν ἔδει τῷ ἑαλωκότι τοῦ ἐγκλήματος πληγὴν εὐθὺς ἐπιθεῖναι θανάσιμον. | |
538 | Ὅτι ἐκεῖ που περὶ τὴν Τένεδον ὁ Μέλας κόλ‐ πος ἐφ’ Ἑλλήσποντον ἵησιν, ἀφρὸν ἐρευγόμενος· τὴν κλῆσιν ἔχων ἀπὸ ποταμοῦ Μέλανος, τοῦ καὶ ἄνω ῥη‐ θέντος, ἐκδιδόντος εἰς αὐτόν· ἢ καὶ διὰ τὸ τοῦ βάθους | |
5 | πολύ. Συνάπτει γὰρ τῷ Αἰγαίῳ, ὃν βαθὺν πόρον φθάσας ἔφη ὁ Διονύσιος. Κόλπος δὲ Μέλας ἐστὶν, ὡς οἱ ἀκριβέστεροι λέγουσιν, οἷς φαίνεται καὶ ὁ Διονύ‐ σιος ἐπακολουθῶν, περὶ ὃν καὶ ἡ Αἶνος κεῖται, πόλις | |
Αἰολική. Φασὶ γὰρ ὅτι ἐν τῷ Μέλανι κόλπῳ ἡ Αἶ‐ | 323 | |
10 | νος πρὸς τῇ ἐκβολῇ τοῦ Ἕβρου. Οἱ δὲ περὶ Κύζικον καὶ Προκόνησον τὸν Μέλανα κόλπον τιθέμενοι δοκοῦσιν ἀμάρτυρα λαλεῖν, εἰ μὴ ἄρα ἔκ τινος χωρίου βοη‐ θοῦνται, κειμένου ἐν τοῖς τοῦ Ὀππιανοῦ Ἁλιευτικοῖς, ὅπου περὶ τῆς τῶν πηλαμύδων ἄγρας ἐκεῖνός φησι. | |
15 | Καὶ Ἡρόδοτος δέ φησι· «Μέλας ποταμὸς, ἐξ οὗ ὁ κόλπος ὁ πρὸς τῇ Αἴνῳ.» Λέγεται δὲ οὗτος μὴ ἐξαρ‐ κέσαι τῷ Περσικῷ στρατῷ, ὅτε ὁ Ξέρξης εἰς τὴν Εὐ‐ ρώπην διέβη, ἀλλὰ ἐκλιπεῖν πινόμενος. Οὕτω δὲ καὶ ὁ Σκάμανδρος οὐκ ἀντέσχε τὸ ὕδωρ· καὶ ὁ Λίσσος δὲ | |
20 | ποταμὸς Θρᾳκικὸς οὐκ ἀπέχρησεν, ἀλλὰ προέδωκε τὸ ῥεῖθρον, ὥς φησιν ὁ γλυκὺς Ἡρόδοτος. | |
541 | Ὅτι ἀντικρὺ τοῦ βορείου ποταμοῦ Βορυσθέ‐ νους τοῦ περὶ τὰ σκαιὰ τοῦ Εὐξείνου πόντου ἐκβάλλον‐ τος πελαγία ἐστὶ νῆσος ἡρώων πολυώνυμος, Ἀχιλ‐ λέως ἱερὰ, ὅπου ἀντιπέραν καὶ ὁ προρρηθεὶς αὐτοῦ | |
5 | παρώνυμος Δρόμος Ἀχίλλειος. Τὴν δὲ νῆσον ταύτην φησὶ Λευκὴν καλεῖσθαι κατὰ ἐπωνυμίαν, ὃ ἔστι φε‐ ρωνύμως, ἐπειδὴ τὰ ἐν αὐτῇ κινώπετα, ἤγουν θηρία ὀρνέων, τουτέστιν ὄρνεα, λευκά εἰσι· τυχὸν μὲν λάροι, κατὰ δέ τινας πελαργοί. Κινώπετα δέ ἐστιν, ὧν ἡ κί‐ | |
10 | νησις ἐν τῷ πέτεσθαι. Ἀσυνήθης δὲ ἡ λέξις. Ἐκεῖ δὲ, φησὶ, φήμη ἐστὶν Ἀχιλλέως τε καὶ ἡρώων ἑλίσσεσθαι ψυχὰς ἐρημαίας ἀνὰ βήσσας· ὥστε νῆσος ἡρώων λέγε‐ ται ἡ Λευκὴ αὕτη νῆσος, ὥσπερ νῆσοι μακάρων αἱ ἐν τῷ ἑσπερίῳ ὑμνούμεναι ὠκεανῷ. Καὶ τοῦτο, φησὶ, | |
15 | δῶρον τοῖς ἀριστεῦσιν ἀντ’ ἀρετῆς, ἤγουν τοῦτο ἔλα‐ χον οἱ ἥρωες γέρας ἀντὶ ἀρετῆς, τὸ ἀθύρειν μετὰ ῥᾳ‐ στώνης ἐν τῇ ῥηθείσῃ νήσῳ. Εἶτα ἐπιπλέκει γνωμικὸν προτρεπτικὸν εἰς ἀρετὴν, καί φησιν· «ἀρετὴ γὰρ ἀκή‐ ρατον ἔλαχε τιμήν», τουτέστιν ἀθάνατόν ἐστι καλὸν ἡ | |
20 | ἀρετὴ καὶ οὐ συναπολήγει τῷ σώματι. Δεῖ δὲ εἰδέναι ὅτι σπανιώτατόν ἐστι τὸ τῆς γνώμης καλὸν παρὰ τῷ Διονυσίῳ. Τούτου δὲ αἴτιον, ὅτι μὴ δίδωσιν αὐτῷ ἡ τῆς πραγματείας ὕλη συχνὰ γνωματεύεσθαι. | |
549 | Ὅτι ἐντὸς τῆς Μαιώτιδος νῆσος ἀπειρεσίη ἐστήρικται, ἣν καλοῦσι Ταυρικὴν, ἐν ᾗ Φαιναγόρα καὶ Ἑρμώνασσα, Ἰώνων ἄποικοι πόλεις, ὧν ἡγήσατο Φαιναγόρας τις καὶ Ἕρμων, ἀφ’ ὧν οἱ τόποι καλοῦν‐ | |
5 | ται. Ἀρριανὸς δὲ οὕτω φησί· «Φαιναγόρεια, ἣν ἔκτισε Φαιναγόρας ὁ Τήιος, φεύγων τὴν τῶν Περσῶν ὕβριν. Ἔτι δὲ Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Ση‐ μάνδρου Μυτιληναίου τινὸς, οὗ τινας τῶν Αἰολέων εἰς | |
ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πό‐ | 324 | |
10 | λεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο, καὶ τὸ ἑαυτῆς ὄνομα τῆ πόλει ἐπέθετο.» Τὸ δὲ στόμα τῆς Μαιώτιδος Κιμμερικὸς λέγεται Βόσπορος, περὶ οὗ προεγράφη, ἔνθα τὸ τοῦ πορθμοῦ στενότατον στάδια κʹ. Πολεμισταὶ δέ εἰσιν οἱ περὶ τὴν Μαιῶτιν, καὶ | |
15 | γεωργοὶ, καὶ μετά γε τὸ Σκυθῶν ἔθνος πάντων ἀλκι‐ μώτατοι· καὶ ἀπ’ αὐτῶν ἡ κλῆσίς ἐστι τῇ Μαιώτιδι, καθά τινες λέγουσι. Φασὶ δὲ καὶ πάντας τοὺς ἐφεξῆς αὐτοῖς Σκύθας πάλαι ποτὲ σιτοφάγους εἶναι καὶ ἀροτῆ‐ ρας, μεταβαλόντας δὲ γενέσθαι νομάδας, ἀλλοκότους | |
20 | τε καὶ ἀπόλιδας, διὰ τὴν ἐν τοῖς μετὰ ταῦτα ῥηθησο‐ μένην αἰτίαν. | |
554 | Ὅτι λέγων κατὰ σχῆμα συμπληρώσεως ὁ Διο‐ νύσιος, αἵδε μὲν ἀνθρώποις εὐκλεεῖς νῆσοι, ὁμολογεῖ πάλιν τὴν παχυμερῆ περιήγησιν. Καὶ καινὸν οὐδὲν, ὅπου καὶ ὁ πλατύτατος Γεωγράφος ἑκών φησι παρα‐ | |
5 | λείπειν πολλά· τὸ γὰρ πάντα λεπτοτομεῖν χωρογραφίας ἐστὶν ἴδιον, ὡς καὶ ἐν προοιμίοις εἴπομεν. Ἐρεῖ δὲ ὅτι καὶ τῶν νήσων αἳ περὶ τὸν ὠκεανὸν ἐστεφάνωνται τὰς περισήμους περιηγήσεται. Ἄρξεται δὲ καὶ ἐπὶ τούτων ἀπὸ Λιβύης, ἀρχὴν κἀνταῦθα ταύτην ποιού‐ | |
10 | μενος, καὶ οὕτω πρεσβεῖον οἷον τιμῆς τῷ ἑαυτοῦ ἔθνει περιποιούμενος. | |
557 | Ὅτι κατὰ μεταφορὰν τολμηροτέραν καὶ ποιη‐ τῇ πρέπουσαν σφυρὸν, ἤγουν πόδα, ἀνέμου λέγει τὴν βάσιν, ὃ ἔστι τὸν τόπον καὶ τὴν θέσιν ὅθεν πνέει. Τὸ δὲ κυρίως σφυρὸν διερμηνεύων Ἀριστοτέλης φησί· | |
5 | «τῆς κνήμης διοστέου οὔσης τὸ μὲν πρόσθιον ἀντικνή‐ μιον λέγεται, τὸ δὲ ὀπίσθιον γαστροκνημία, τὸ δὲ ἔ‐ σχατον ἀντικνημίου σφυρόν.» Λέγει δὲ καὶ ὅτι τῶν σφυρῶν ἑκάτερον ἐκ πλαγίων τῶν δεξιῶν καὶ ἀριστε‐ ρῶν κάμπτεται. | |
558 | Ὅτι Ἐρύθεια ἡ τοῦ Γηρυόνου νῆσος περὶ τὸ χεῦμά ἐστι τοῦ Ἄτλαντος, ἤτοι περὶ τὸ Ἀτλαντικὸν πέλαγος. Καὶ ὅρα ὅτι τὸ πέλαγος Ἄτλαντα εἶπεν, ὁμωνύμως τῷ ἥρωι, ἐξ οὗ αὐτὸ παρωνόμασται. Ταύ‐ | |
5 | την τὴν νῆσον βουτρόφον ἐπωνόμασε διὰ τὴν περιου‐ σίαν τῶν βοῶν αἳ ἦσαν τῷ Γηρυόνῃ, ἐν ᾗ Αἰθίοπες Μακροβίων υἱοὶ, περὶ ὧν προείρηται, οἳ μετὰ τὸν Γη‐ ρυόνου, φησὶ, θάνατον ᾤκησαν τὴ νῆσον. Αὐτοῦ γὰρ ζῶντος ἀοίκητος ἦν τοῖς ἄλλοις διὰ τὸ ἐκείνου κακόξε‐ | |
10 | νον. ᾌδεται δὲ Ἡρακλῆς εἰς αὐτὴν πλεύσας χαλκῷ | |
λέβητι, ὅτε καὶ τὰς Γηρυονείους ἀπήλασε βοῦς. χαλκείῃ ἀκάτῳ βουπληθέος ἐξ Ἐρυθείης, ὡς ὁ Εὐφορίων λέγεται ἱστορεῖν. Ὁμοίως καὶ ὁ Ἐφέ‐ σιος Ἀλέξανδρος, εἰπών· | 325 | |
15 | χαλκείῳ δὲ λέβητι μέγαν διενήξατο πόντον. Τάχα δὲ ὁ μὲν ῥηθεὶς λέβης πλοίου εἶδος ἦν, ᾧ καὶ ὁ λῃστρικὸς λέμβος ἔοικε παρηχεῖσθαι κατὰ παρωνομα‐ σίαν τινά. Τὸ δὲ τούτου χάλκεον συγκρότησίν τινα χαλκοῦ δηλοῖ ἐπ’ αὐτῷ, ὡς εἴ γε τυχὸν χαλκέμβολον | |
20 | ἦν, ἢ παράσημά τινα ὡς εἰκὸς ἐκ τοιαύτης εἶχεν ὕλης περὶ τὰ κατὰ πρύμναν ἢ κατὰ πρώραν. Ἰστέον δὲ ὅτι ὁ Ἀρριανὸς δοξάζων τὸν Τύριον Ἡρακλέα τοῖς περὶ τὰ Γάδειρα τόποις ἐπιφοιτῆσαι, λέγει ὅτι κατὰ τὸν λογο‐ ποιὸν Ἑκαταῖον ὁ Γηρυόνης, ἐφ’ ὃν ὁ Ἀργεῖος Ἡρακλῆς | |
25 | ἐστάλη, οὐδέν τι προσήκει τῇ γῇ τῶν Ἰβήρων, ἤγουν οὐκ ἦν ἐξ Ἰβηρίας, ἀλλὰ τῆς ἠπείρου τῆς περὶ Ἀμ‐ πρακίαν βασιλεὺς ἐγένετο, καὶ ἐκ τῆς ἠπείρου ταύτης ἀπήλασεν ὁ Ἡρακλῆς τὰς βόας, οὐδὲ τοῦτο φαῦλον ἆθλον τιθέμενος. «Οἶδα δὲ, φησὶν, ἐγὼ καὶ εἰς τοῦτο | |
30 | ἔτι τὴν ἤπειρον ταύτην εὔβοτον, καὶ βοῦς τρέφουσαν καλλίστας.» Καὶ ταῦτα μὲν οὕτω. Τοὺς δὲ ἐν Ἐρυ‐ θείᾳ Αἰθίοπας μακροβίους μὲν ὁ Διονύσιος λέγει, πρὸς ἀντιδιαστολὴν τῶν ἀκριδοφάγων Αἰθιόπων, οἳ βραχύ‐ βιοί εἰσι, σπανίως ὑπερτιθέντες ἔτη μʹ κατὰ τὸν Γεω‐ | |
35 | γράφον, ὡς ἀποθηριουμένης αὐτῶν τῆς σαρκός· θεου‐ δέας δὲ ἐπονομάζει καὶ ἀμύμονας διὰ δικαιοσύνην, ὡς τῶν ἄλλων ἑσπερίων ἀδίκων ὄντων. Ἰστέον δὲ ὅτι μα‐ κροβίους καί τινας τῶν Ὑπερβορείων ἱστοροῦσί τινες. Ἄλλοι δὲ νῆσον Ἐρύθειαν εἶπον αὐτὰ τὰ Γάδειρα, τῷ | |
40 | Διονυσίῳ οὐ συντρέχοντες· οἱ δὲ νῆσόν τινα Ἐρύθειαν εἶπον παραβεβλημένην τοῖς Γαδείροις, πορθμῷ στα‐ διαίῳ διειργομένην. Ἐνόμισαν δὲ τοῦτο οἷα τὸ εὔβοτον ὁρῶντες τῆς τοιαύτης νήσου, ἔνθα τῶν προβάτων γάλα ὀρρὸν οὐ ποιεῖ, ἀλλὰ καὶ τυροποιοῦσι πολλῷ ὕδατι μί‐ | |
45 | ξαντες διὰ τὴν πιότητα. Καὶ ἐν τριάκοντα δέ φασιν ἡμέραις αὐτόθι πνίγεται τὸ ζῶον, εἰ μή τις ἀποσχάσει τι τοῦ αἵματος. Πλούσιος δὲ ὁ Γηρυόνης ὥσπερ κατὰ τὰς βόας, οὕτω καὶ κατὰ τὸ ὄνομα· λέγεται γὰρ καὶ Γηρυὼν καὶ Γηρυόνης καὶ Γηρυονεύς. | |
561 | Ὅτι κατὰ τὴν ἱερὰν ἄκραν τὴν κατὰ τοὺς ἀφνειοὺς Ἴβηρας, ὃ ἔστι κατὰ τὸ οὕτω λεγόμενον ἱερὸν ἀκρωτήριον, ὃ καὶ κάραν Εὐρώπης ἄλλοι φασίν, αἱ Κασσιτερίδες εἰσὶ δέκα νῆσοι ἐγγὺς ἀλλήλων, πρὸς | |
5 | ἄρκτον κείμεναι, ἃς ὁ Διονύσιος ἑσπερίδας καλεῖ διὰ τὸν τόπον τῆς θέσεως· δυτικαὶ γάρ εἰσιν· ὅθεν, φησὶ, | |
κασσιτέροιο γενέθλη, διὸ καὶ Κασσιτερίδες λέγονται. Οὐκ ἐπιπολῆς δὲ, φασὶν, ὁ κασσίτερος, ἀλλ’ ὀρυττόμε‐ νος εὑρίσκεται. Τούτων τῶν δέκα νήσων μία ἔρημος, | 326 | |
10 | τὰς δ’ ἄλλας οἰκοῦσι μελάγχλαινοι ἄνθρωποι ποδήρεις ἐνδεδυκότες χιτῶνας, ἐζωσμένοι τὰ στέρνα, μετὰ ῥάβδων περιπατοῦντες, ὅμοιοι ταῖς τραγικαῖς Ποιναῖς, ὥς φασιν οἱ παλαιοί. Ἡρόδοτος δέ φησιν ὅτι «οὐκ οἶδα νήσους Κασσιτερίδας, ἐξ ὧν ὁ κασσίτερος ἡμῖν φοιτᾷ.» | |
566 | Ὅτι πρὸς βορρᾶν, ἔνθα Ῥῆνος ὑστατίαν εἰς ὠκεανὸν ἀπερεύγεται δίνην, αἱ Βρετανίδες εἰσὶ δύο νῆ‐ σοι, Ἰουερνία καὶ Ἀλουΐων, ἤτοι Ἰβερνία καὶ Ἀλ‐ βίων, Βρετανίδες δι’ ἑνὸς τ παρὰ τούτῳ τῷ ποιητῇ | |
5 | γραφόμεναι· ὧν μέγεθος περιώσιον, ὅπερ καὶ ἐπὶ τῆς Κρήτης εἶπεν, οὐδέ τις ἄλλη νήσοις ἐν πάσαις ἰσοφα‐ ρίζει, ὃ ἔστιν ἐξισοῦται αὐταῖς καὶ τὸ ἴσον φέρεται· αἷς καὶ συγκρίνων τὰς ἐκεῖ νήσους τῶν Ἀμνιτῶν νη‐ σῖδας ἐν ὑποκορισμῷ καλεῖ. Ἔνθα, φησὶν, αἱ γυναῖκες | |
10 | τῶν ἀγαυῶν Ἀμνιτῶν ἀντιπέραθεν ἐρχόμεναι τελοῦσιν ἱερὰ τῷ Βάκχῳ κατὰ νόμον ἐννύχιαι, στεψάμεναι κισσοῦ μελαμφύλλου κορύμβοις· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή. Λέγει δὲ κισσὸν μελάμφυλλον τὸν δασὺν, ὡς μελανίαν τοῖς φύλλοις παρέχοντα. Οὕτω δὲ καὶ | |
15 | ἐν τῷ «μέλαν δρυὸς ἀμφικεάσσας» παρ’ Ὁμήρῳ δρυὸς μέλαν τινὲς εἶπον τὴν τῶν φύλλων περιττότητα καὶ τὴν πύκνωσιν, ἀφ’ ἧς τὸ τῆς σκιᾶς μέλαν γίνεται, ὡς καὶ πρὸ τούτων γέγραπται. Κόρυμβοι δὲ νῦν οἱ βο‐ τρυώδεις λέγονται καρποὶ τοῦ κισσοῦ. Ὅτι δὲ καὶ | |
20 | ἐπὶ ἐξοχῆς ὀρεινῆς ἡ λέξις κεῖται, δῆλον. Φησὶ γὰρ Ἡρόδοτος «οἱ μὲν ἔφυγον ἐπὶ τοῦ ὄρους τὸν κό‐ ρυμβον.» Τὸ δὲ παταγή κοινότερον μὲν ὀξύνεται, ὡς τὸ ἀλαλαγή, ὁ δὲ Ἡρωδιανὸς βαρύνει αὐτὸ, λέγων ὅτι οὐκ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ | |
25 | ἀλαλαγή, ἀλλ’ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκόν φησιν ἡ πατάγη. Καὶ ταῦτα μὲν τοιαῦτα. Φασὶ δὲ νῆσον ὠκεα‐ νίαν εἶναι μικρὰν, οὐ πάνυ πελαγίαν, ἣν οἰκοῦσι γυναῖκες Ἀμνιτῶν Διονύσῳ κατεχόμεναι. Οὐκ ἐπι‐ βαίνει δὲ ἀνὴρ τῆς νήσου, ἀλλ’ αὐταὶ πλέουσι πρὸς | |
30 | τοὺς ἄνδρας, καὶ κοινωνοῦσαι αὐτοῖς ἐπανέρχονται. Εἶτα συγκρίνων ῥητορικῶς ταῦτα τὰ ἱερὰ πρὸς ἄλλα ὅμοιά φησιν, οὐχ οὕτως οἱ Ἀψίνθιοι Θρᾷκες, οὐδ’ οὕτως οἱ Ἰνδοὶ μελανδίνην ἀνὰ ποταμὸν Γάγγην κῶ‐ μον, ἤγουν κωμαστικὴν ἑορτὴν ἄγουσι τῷ Διονύσῳ, | |
35 | ὡς αἱ νησιώτιδες αὗται γυναῖκες ἀνευάζουσι, τουτέστιν ὑμνοῦσι τὸν Εὔιον Διόνυσον, εὐοῖ εὐᾶν ἀνακράζουσαι, ταῦτα δὴ τὰ ἐπὶ Διονύσῳ ἐνθουσιαστικὰ ἐπιφωνήματα. | |
Λόγος γὰρ τὰς τῶν Ἀμνιτῶν γυναῖκας δι’ ὅλης νυκτὸς ἐξαλλομένας χορεύειν, ὥστε ἐν τούτῳ καὶ τοὺς Θρᾷ‐ | 327 | |
40 | κας εἴκειν αὐταῖς καὶ τοὺς Ἰνδοὺς, καίτοι καὶ αὐτοὺς κατόχους ὄντας τῷ Διονύσῳ, καὶ πάνυ ὀργιάζοντας αὐτῷ. Ὁ δὲ Γεωγράφος καὶ ἱερὸν εἶναι λέγει ταῖς γυναιξὶ τῶν Ἀμνιτῶν, ὅπερ κατ’ ἐνιαυτὸν ἀποστεγά‐ ζουσαι αὐθημερὸν πάλιν πρὸ δύσεως ἡλίου στεγάζουσιν, | |
45 | ἑκάστης φορτίον ἐπιφερούσης, ὅπερ ἐὰν ἐκπέσῃ, δια‐ σπῶσι μανιωδῶς τὴν φέρουσαν. Ἰστέον δὲ ὅτι ἐννύ‐ χια τῷ Διονύσῳ ἐτελοῦντο τὰ μυστήρια, πρὸς αἴνιγμα τοῦ δεῖν τοὺς πίνοντας ἐπικρύπτειν τὸν οἶνον, καὶ μὴ ἐς προὖπτον ἀσχημονεῖν κωμάζοντας· ἢ καὶ διὰ τὴν | |
566(50) | σπουδὴν τοῦ ταμιεύεσθαι τὸν οἶνον καὶ κρύπτεσθαι ὡς εἰς παλαίωσιν. Διὸ καὶ Οἰκουρὸς Διόνυσος ἐλέγετο. Τὸ δὲ ἔθνος οἱ Ἀψίνθιοι ἀπὸ ποταμοῦ ἐοίκασι κεκλῆ‐ σθαι Ἀψίνθου. Φησὶ γὰρ ὁ Διονύσιος, «Θρήικος ἐπ’ ᾐόσιν Ἀψίνθου.» Διχῆ δὲ γράφεται, καὶ διὰ τοῦ υ καὶ | |
55 | διὰ τοῦ ι· ὡς καὶ τὸ ἀψίνθιον τὸ φυτὸν, καθά φασιν οἱ παλαιοί. Τὸ δὲ εὐοῖ εὐᾶν ἀναφωνήσεις ἦσαν, ὡς εἴ‐ ρηται, εἰς τὸν Διόνυσον ὑμνητήριοι, περὶ ὧν μετ’ ὀλίγα ἐν τῷ περὶ Καμαριτῶν λόγῳ ῥηθήσεται. Ὁ δὲ Διό‐ νυσος Εἰραφιώτης μὲν καλεῖται ἢ παρὰ τὸ ἐρράφθαι | |
60 | ἐν τῷ μηρῷ τοῦ Διὸς, ἢ παρὰ τὸ ἔριν φαίνειν· πατὴρ γὰρ ἔριδος οἶνος ὑπὲρ μέτρον πινόμενος. Ἐρίβρομος δὲ καὶ ἐριβρεμέτης ἢ διὰ τὰς τῶν μεθυόντων κραυγὰς (διὸ καὶ Βάκχος ὡς ἀπὸ τοῦ βάζειν λέγεται, προσλη‐ φθέντος τοῦ κ στοιχείου διὰ πλείονα τραχύτητα φω‐ | |
65 | νῆς), ἢ διὰ τὸν βρόμον, ὃν ὁ γλευκάζων οἶνος ποιεῖ πνευματούμενος καὶ ζέων. Καὶ οὕτω μὲν καὶ ταῦτα. Τὴν δὲ μεγίστην Βρεττανικὴν νῆσον οἱ παλαιοὶ τρί‐ γωνον ἱστοροῦσιν εἶναι τῷ σχήματι, εἰς ἣν διαίρων, ἤγουν ἀποπλέων, Καῖσαρ ὁ ἐπιλεγόμενος θεὸς νύκτωρ | |
70 | ἀνήχθη, καὶ τῇ ὑστεραίᾳ κατῆρε περὶ τετάρτην ὥραν, τριακοσίους σταδίους διάπλου τελέσας. Δὶς δὲ, φασὶ, διαβὰς ἐκεῖ ἐπανῆλθε διαταχέων, οὐδὲν μέγα διαπρα‐ ξάμενος, οὐδὲ προελθὼν ἐπὶ πολὺ τῆς νήσου, ἀλλὰ δύο μὲν ἢ τρεῖς νίκας νικήσας, ἀπολέσας δὲ πλοῖα πολλὰ | |
75 | διὰ τὴν αὔξησιν τῶν ἐν τῷ ὠκεανῷ πλημμυρίδων καὶ τῶν ἀμπώτεων. | |
568 | Ὅτι τὸ μέγεθος τῶν Βρεττανίδων νήσων, ἃς ἄλλοι, ὡς προερρέθη, διὰ τοῦ π Πρεττανίδας καλοῦσιν, οὐ μόνον ὁ Διονύσιος ἐνέφηνεν, ὡς ἀνωτέρω ἐρρέθη, ἀλλὰ δηλοῖ καὶ ὁ Πτολεμαῖος ἐν τῇ γεωγραφικῇ ὑφη‐ | |
5 | γήσει, λέγων ὅτι τῶν νήσων πρωτεύει ἡ Ἰνδικὴ Τα‐ προβάνη μεγέθει καὶ δόξῃ, μεθ’ ἣν ἡ Βρεττανικὴ, | |
τρίτη ἡ Χρυσῆ χερρόνησος, τετάρτη ἑτέρα Βρεττανῶν ἡ Ἰουερνία, πέμπτη Πελοπόννησος, Σικελία μετ’ αὐτὴν ἕκτη, ἑβδόμη Σαρδὼ, ὀγδόη Κύρνος, Κρήτη | 328 | |
10 | ἐννάτη· ἐπὶ δὲ ταύταις ἡ Κύπρος οὖσα δεκάτη γίνεται τοῦ καταλόγου κορωνίς. Καὶ Πτολεμαῖος μὲν οὕτως εἰς δεκάδα κορυφοῖ τὰς μεγίστας νήσους, συναριθμῶν αὐταῖς καὶ δύο χερρονήσους, ὡς ἂν, οἶμαι, τὴν δεκάδα σεμνύνῃ. Ἕτεροι δὲ, ὡς καὶ ἄνω που ἐλαλήθη, εἰς | |
15 | ἑπτὰ συνάγουσιν αὐτὰς καὶ μόνας, γράφοντες οὕτως ἐμμέτρως· Τῶν ἑπτὰ νήσων, ἃς ἔδειξεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μὲν, ὡς λόγος, πρώτη μεγίστη, δευτέρα Σαρδὼ, τρίτη | |
20 | Κύρνος, τετάρτη δ’ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυὴς, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἐσχάτην λαχοῦς’ ἔχει. | |
581 | Ὅτι μετὰ τὰς Βρεττανίδας πολὺ πρὸς τὰ βόρεια ἡ Θούλη νῆσος, ἧς πολὺς ὁ ἐκτοπισμός· ἀρκτικωτάτη γὰρ τῶν ὀνομαζομένων τίθεται. Ἔνθα, φησὶν, ἤματα ὁμοῦ καὶ νύκτας ἀειφανὲς ἐκκέχυται πῦρ, ὁπηνίκα | |
5 | ἥλιος βεβήκοι ἐς πόλον ἄρκτων, ἐν καρκίνῳ γενόμε‐ νος. Ἀλλὰ τοῦτο μὲν ὑπερβολικὸν τὸ ἀδιάδοχον ἐν τῷ τοιούτῳ καιρῷ εἶναι τὴν ἡμέραν ἐκεῖ. Ἐκεῖνο δὲ καὶ ἐπὶ πλέον ἐκπίπτει ὑπερβολῆς, ὃ δή τινες ἱστόρη‐ σαν, τὸ τὸν μὲν θερινὸν ὅλον ὑπὲρ γῆς εἶναι αὐτόθι, | |
10 | τὸν δὲ χειμερινὸν ὑπὸ γῆν, ὡς ἐντεῦθεν τὸν ἐνιαυτὸν ἐν τῷ ἐκεῖ κλίματι μερίζεσθαι εἰς ἡμερονύκτιον ἓν, ἤγουν εἰς μίαν ἡμέραν καὶ εἰς μίαν νύκτα· καθὰ καὶ Ἡρόδο‐ τος περὶ τῶν Κιμμερίων λέγων φησὶ μὴ ἐνδέχεσθαι ἀνθρώπους εἶναι, οἳ τὴν ἑξάμηνον νύκτα καθεύδουσιν. | |
15 | Φασὶ δὲ ἄλλοι ἐπὶ τὰς ἄρκτους ἐλθόντα τὸν ἥλιον ποιεῖν παρατείνειν τὴν ἡμέραν ἐκεῖ καὶ εἰς κʹ θε‐ ρινὰς ὥρας καὶ εἰς πλεῖόν τι, ὀλιγίστων ὡρῶν ποιοῦν‐ τα τὴν νύκτα, χειμῶνος δὲ τὸ ἀνάπαλιν. Αἰτίαν δὲ λέγει ὁ Διονύσιος τοῦ ἐκεῖ ἀειφανοῦς φωτὸς τὸ λο‐ | |
20 | ξοτέρᾳ τηνικαῦτα τὸν ἥλιον ἐπιστρέφεσθαι στροφά‐ λιγγι, τουτέστι τὸ λοξότερον ἀναφέρεσθαι τὸν ἥλιον, καὶ δι’ αὐτὸ ἐμβραδύνειν τοῖς ἄνω. Τὸ δὲ ἑξῆς ἐπαγόμενον τὸ ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομένων, ἀντὶ τοῦ κατευθὺ τῆς νήσου φερομένου τοῦ ἡλίου, καὶ | |
25 | εἰς αὐτὴν οἷον ἀφορῶντος. Καὶ ἔστι τὸ σχῆμα ῥητο‐ ρικὸν ἀντίθετον, ἀντιτεθέντος τοῦ λοξοῦ τῇ εὐθύτητι, ὡς ἐὰν εἴπῃ ὅτι λοξοτέρου μὲν ἄλλως φύσει τοῦ ἡλίου | |
στρεφομένου, κατ’ εὐθὺ δὲ ὅμως τηνικαῦτα ὄντος τῇ νήσῳ. Ποιεῖ δὲ, φησὶ, τοῦτο ὁ ἥλιος, ἕως ἐπὶ κυα‐ | 329 | |
30 | νέους ἄνδρας νοτίαν ὁδὸν αὖθις ἐλάσῃ, τουτέστιν ἐπι‐ μήκης ἡ ἡμέρα γίνεται τοῖς περὶ τὸν βόρειον πόλον, ἕως εἰς τὸ ἀντικείμενον νότιον ἡμικύκλιον ἢ ἡμισφαί‐ ριον τραπῇ ὁ ἥλιος. Τούτους γὰρ λέγεσθαί φασι κυανέους, δηλονότι τοὺς πρὸς τῷ νοτίῳ μέρει Αἰθίοπας, | |
35 | εἰς οὓς καὶ ὁ Ζεὺς ἥλιος ἀποδημεῖν ποτε παρὰ τῷ Ποιητῇ πλάττεται. Τὸ δὲ ἐξ πόλον ἄρκτων ἀντὶ τοῦ περὶ τὸν ἀρκτῷον πόλον, ἤγουν κύκλον τοῦ οὐρανοῦ, περὶ ὃν αἱ δύο ἄρκτοι εἰλοῦνται. | |
589 | Ὅτι πρὸς τοῖς ἑῴοις τοῦ ὠκεανοῦ ἐστιν ἡ Χρυσῆ νῆσος, λεγομένη οὕτως ἢ διὰ τὸ χρυσὸν φέρειν κατά τινας, ἢ κατὰ τὸν Διονύσιον διότι αὐτόθι ἀνα‐ τολαὶ καθαροῦ φαείνονται ἠελίοιο, καὶ οὕτω διὰ τὸ | |
5 | καθαρὸν τῆς φαύσεως χρυσοῦς εἶναί πως δοκεῖ ὁ ἥλιος, οὐ μὴν σκυθρωπὸς, καθὰ παρὰ Σκύθαις διὰ τὴν τοῦ Κρονίου πόντου συννέφειαν. Καὶ διὰ τοῦτο Χρυσῆ λέγεται καὶ ἡ ὑπ’ αὐτῷ λαμπομένη αὕτη νῆσος. | |
591 | Ὅτι ἡ Ταπροβάνη ποτὲ Σαλικὴ ὀνομασθεῖσα νῆσός ἐστι πελαγία, οὐκ ἐλάττων τῆς Βρεττανικῆς, κατὰ τὴν ἱστορίαν, τετράπλευρος, θηρονόμος, πεπλη‐ θυῖα εὐρίνων ἐλεφάντων, ὥς φησιν Ἀλέξανδρος ὁ καὶ | |
5 | Λύχνος ἐπιλεγόμενος· ταύτην τὴν νῆσον ὁ Διονύσιος μητέρα φησὶν ἐλεφάντων Ἀσιηγενέων. Λέγει δὲ αὐ‐ τὴν καὶ Κωλιάδος νῆσον μεγάλην, ὃ ἔστιν Ἀφροδίτης, ὁποία καὶ ἡ Κύπρος, διὰ τὸ καὶ τοὺς ἐν τῇ Ταπρο‐ βάνῃ ἀνθρώπους γυναικείῳ κόσμῳ φαιδρύνεσθαι, ἄλλως | |
10 | τε τὰ εἰς Ἀφροδίτην θρυπτομένους, ἔτι δὲ καὶ ἐμπλε‐ κομένους τὰς τρίχας. Ἱστορεῖ δὲ καὶ τὸν καρκίνον τὸ θερινὸν ζώδιον ὑπὲρ αὐτῆς δινεῖσθαι τῆς νήσου, οὐρα‐ νίαις ἀειρόμενον στροφάδεσσιν, ὡς τοῦ ἐκεῖ κλίματος ὑπὸ τὸν καρκίνον κειμένου. Πτολεμαῖος μέντοι τὸν | |
15 | κριὸν τὸ ζώδιον ὑπὲρ αὐτῆς εἰλεῖσθαί φησι. Σημείω‐ σαι δὲ ὅτι κατὰ λόγον δριμύτητος, ἤτοι γλυκύτητος, στροφάδας οὗτος νῦν εἶπε τὰς τοῦ ἀστέρος τοῦ καρκί‐ νου κατ’ οὐρανὸν στροφάλιγγας καὶ κινήσεις. Ἡ δὲ κοινὴ χρῆσις ὄνομα νήσων ἔχει τὰς Στροφάδας περὶ τὸ | |
20 | Σικελικὸν κειμένων πέλαγος. Κωλιὰς δὲ ἡ Ἀφρο‐ δίτη ἢ ἀπὸ τόπου Ἀττικοῦ, ὅπου τὰ Περσικὰ συνέπε‐ σον ναυάγια, περὶ ὧν χρησμὸς τοιοῦτος ἐξέπεσε· «Κω‐ λιάδες δὲ γυναῖκες ἐρετμοῖς φρίξουσιν.» Ὁ δὲ τοιοῦτος Ἀττικὸς τόπος ὅμοιός ἐστι, φασὶν, ἀνθρώπου κώλῳ. | |
25 | δηλαδὴ τῷ κατὰ τοὺς πόδας, ἐκκείμενος εἰς θάλασσαν, ἔχων Ἀφροδίτης ἱερὸν, Κωλιάδος καλουμένης ἐκ τῆς | |
τοῦ τόπου ὁμοιότητος. Ἕτεροι δὲ Κωλιάδα φασὶ κλη‐ θῆναι ἀπὸ τόπου εἰς ὃν ζώου κωλῆν ἀπέθετο ὄρνις ἔκ τινος θυσίας ἁρπάσας. Μέρος δὲ ποδὸς ἐμπροσθίου ἡ | 330 | |
30 | κωλῆ, καὶ περισπᾶται ἀπὸ συναιρέσεως, ὥσπερ γαλέα γαλῆ, οὕτω καὶ κωλέα κωλῆ. Οἱ δέ φασιν ὅτι Ἀθη‐ ναίους ἐληΐσαντό ποτε οἱ Τυρρηνοὶ, μεγάλα συνιστῶν‐ τες πειρατήρια. Γυνὴ δὲ Τυρρηνὶς διατεθεῖσα φιλίως περί τινα τῶν Ἀττικῶν αἰχμαλώτων ἀφῆκε λύσασα. | |
35 | Ὁ δὲ ἵδρυσε φυγὼν Κωλιάδος Ἀφροδίτης ἱερὸν, ὡς δι’ αὐτὴν τὰ κῶλα λυθείς. Αἴθωνα δὲ τὸν καρκίνον προ‐ σεῖπεν ἀντὶ τοῦ καυσοποιὸν, διὰ τὴν θερμότητα ἣν ὁ ἀὴρ πάσχει, ὄντος τοῦ ἡλίου ἐν τῷ τοιούτῳ θερινῷ ζωδίῳ. | |
592 | Ὅτι κεῖται καὶ ἐνταῦθα παρήχησις καινότρο‐ πος, ὁποῖαι πολλαὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρην‐ ται. Ἔστι δὲ τοιαύτη, στρεφθεὶς νοτίης προπάροιθε κολώνης, αἶψά κε Κωλιάδα ἐπὶ νῆσον ἵκοιο. Παρη‐ | |
5 | χοῦνται γάρ πως ἡ κολώνη καὶ ἡ Κωλιάς. Τάχα δὲ οὐδὲ τοῦτο παρήχησις, ἀλλ’ οὕτω παρατυχὸν συνέπε‐ σεν, οὐ περιεργασαμένου τοῦ ποιητοῦ. | |
596 | Ὅτι εὐρυτάτη τὸ μέγεθος ἡ Ταπροβάνη. Φη‐ σὶν οὖν καὶ ὁ Γεωγράφος· «Ταπροβάνη πελαγία νῆσος μεγάλη, πολὺ τῆς ἠπείρου διέχουσα. Ἔχει δὲ κατὰ τὸν Διονύσιον καὶ κήτη πολλὰ ὄρεσιν ἠλιβάτοις ἐοικότα, | |
5 | οἷς ὑπὲρ ἄκρων νώτων τέτρηχεν, ὃ ἔστι τετράχυνται, μήκιστος ὁλκὸς ἀκάνθης· ὧν καὶ τὰ στόματα λυγρὰ λέγει, καὶ χάσμα οὕτω μέγα φησὶν αὐτοῖς εἶναι, ὡς πολλάκις καὶ νῆα σὺν αὐτοῖς ἀνδράσιν ὑφ’ ἓν καταβρῶ‐ ξαι, ὃ ἔστι καταβροχθίσαι, καταπιεῖν. Ὀνοματοπε‐ | |
10 | ποίηται δὲ τὸ καταβρῶξαι, ὡς ἀπὸ τοῦ βρόχω ῥήματος, καὶ ἀπ’ αὐτοῦ ἔστι καὶ ὁ βρόχθος καὶ τὸ καταβροχ‐ θίζω ῥῆμα. Λέγει δὲ τὰ τοιαῦτα κήτη καὶ τέρατα καὶ βοτὰ πόντου Ἐρυθραίου, ἐν ᾧ καὶ ἡ νῆσος κεῖται. Μεγεθύνας δὲ αὐτὰ τῷ λόγῳ, ἐπάγει πάνυ ἐνδιαθέτως, | |
15 | ὡς οἷα φόβον παθὼν, ὅτι δυσμενέων παῖδες ἐκείνοις ἀντιάσειαν, ὃ ἔστιν ἐχθροὶ ἄνδρες πλανώμενοι περὶ θάλασσαν ἐντύχοιεν αὐτοῖς. Τούτου δὲ τοῦ σχήματος τῷ ἀνάπαλιν χρήσεται, ὅτε περὶ τῶν Μασσαγετῶν εἴπῃ, ὅτι «μήτ’ αὐτὸς ἐγὼ, μήθ’ ὅστις ἑταῖρος αὐτοῖς | |
20 | ἐμπελάσοι· μάλα γὰρ κακόξενοι.» Ἔμπαλιν γὰρ ἐσχημάτισται τοῦτο πρὸς ἐκεῖνο. Εἰ γὰρ καὶ ἄμφω ἐνδιαθέτως ἔχουσιν, ἀλλ’ ὅμως διαφέρουσι, καθὰ ἐν‐ ταῦθα μὲν ἐχθροῖς ἐπαρασάμενος ἀπώλειαν καταντᾷ σιωπηρῶς εἰς τὸ ὑπὲρ φίλων ἀπεύχεσθαι· φησὶ γάρ. | |
25 | δυσμενεῖς ἐμπελάσειαν αὐτοῖς, φίλοι δὲ δηλαδὴ οὔ· ἐν δὲ τῷ περὶ Μασσαγετῶν ἀνάπαλιν τὰ ὑπὲρ φίλων ἀπευξάμενος εἰς ἐχθροῦ ἀφορᾷ κατευχήν· λέγει γάρ· μήτ’ ἐγὼ, μήτε τις τῶν ἐμῶν ἐμπελάσοι τοῖς Μασσα‐ | |
γέταις, ἀλλ’ ἐχθρὸς δηλονότι ἐμπελάσοι αὐτοῖς. | 331 | |
599 | Σημείωσαι δὲ ὅτι οὗτος μὲν τὸ τέτρηχεν ἀντὶ τοῦ τε‐ τράχυνται εἶπε, παρ’ Ὁμήρῳ δὲ ἡ λέξις ἐπὶ τοῦ τεταράχθαι κεῖται ἐν τῷ «τετρήχει δ’ ἀγορή.» Ὅρα δὲ ὅτι ὁλκὸν ἀκάνθης εἶπεν, ὥστε πολυσήμαντον ὁ | |
5 | ὁλκὸς, ὡς καὶ πρὸ μικροῦ ἐφάνη. Ἄκανθαν δὲ λέγει οὐ τὸ τοῦ κήτους ὀστοῦν τὸ ἀναλογοῦν ῥάχει, ὃ κυριο‐ λεκτεῖται καὶ ἐπὶ ἰχθύων καὶ ὄφεων· ἀλλὰ νῦν ἄκαν‐ θαν ἔστι νοῆσαι τὰ ἐπιφαινόμενα ἔξω περὶ τὴν ῥάχιν κέντρα, καὶ ἐπανεστηκότα ὡς ἐν φραγμῷ αἱμασιᾶς. | |
604 | Τοῖς γὰρ ἀλιτροῖς ἐν ἁλὶ καὶ γαίῃ κακὰ μυρία θήκατο θεὸς, ἤγουν πανταχοῦ κακὰ τοῖς κακοῖς. Εἴ‐ πομεν δὲ καὶ ἀνωτέρω ὅτι πένεται γνωμῶν οὗτος ὁ ποιητὴς κατά τι κοινὸν ἔθος· ὀλίγον γὰρ αὐτῶν μέλει | |
5 | τοῖς τοπογράφοις. | |
606 | Ὅτι ἐν τῇ Καρμανίδι ἄκρᾳ νῆσος ἡ Ὤγυρις, καὶ ὅτι περὶ αὐτὴν τύμβος Ἐρυθραίου βασιλέως, ὃν ἄλλοι Ἐρύθραν φασὶ, γράφοντες· Ἀγχιβαθὴς δ’ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς | |
5 | Ὤγυρις, ἔνθα δὲ τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται. Ἐξ αὐτοῦ δὲ καὶ ἡ θάλασσα κληθῆναι δοκεῖ, ὡς προε‐ γράφη. Οἱ δὲ κατὰ ἐπίθετον ἐθνικὸν Ἐρυθραῖον βα‐ σιλέα τὸν Δηριάδην νοοῦσιν αὐτόθι τεθαμμένον, οὗ | |
10 | καὶ πρὸ τούτων ἐμνήσθημεν, ὃς Ἐρυθραῖος μὲν ἦν τῷ γένει, χρόνῳ δὲ ὕστερον εἰς Ἰνδοὺς ἐλθὼν ἀντέστη λαμπρῶς τῷ τοῦ Διὸς Διονύσῳ στρατευσαμένῳ κατὰ τῶν Ἰνδῶν. Ἡ δὲ Καρμανὶς Περσῶν ἐστιν ἐμ‐ πόριον. | |
609 | Ὅτι περὶ τὴν Περσίδα θάλασσαν βορεία νῆσος ἡ Ἴκαρος, ὁμώνυμος τῇ περὶ τὸ Αἰγαῖον πέλαγος, ἣν καὶ ἐπαναλαμβάνει διὰ τὸ ἔνδοξον. Τιμᾶται δὲ ἐν αὐτῇ πολυτελῶς Ταυροπόλος Ἀπόλλων ἢ Ἄρτεμις. | |
5 | Ἄλλοι δέ φασιν ὅτι ὁ Περσικὸς κόλπος μικρόν τι ἐλάτ‐ των Εὐξείνου ἐστὶν, ἐν ᾧ Ἴκαρός τε νῆσος καὶ Τύρος καὶ Ἄραδος, ὁμώνυμοι ταῖς Φοινικικαῖς. Ἰστέον δὲ ὅτι τὴν περὶ τὸ Αἰγαῖον πέλαγος ὁ Γεωγράφος τετρα‐ συλλάβως Ἰκαρίαν λέγει, δοξάζων ἀπὸ τοῦ τοιούτου | |
10 | νησίου καὶ τὸ Ἰκάριον καλεῖσθαι πέλαγος· λέγων ὅτι καὶ ἔρημόν ἐστιν αὐτὴ νησίον, νομὰς ἔχον αἷς χρῶν‐ ται οἱ Σάμιοι. | |
612 | Ὅτι καὶ τὰς περὶ τὸν ὠκεανὸν νήσους, ὥσπερ καὶ τὰς ἄλλας, καθὰ προείρηται, παχυμερῶς ἐπιτρέ‐ χει, τὰς ἐπιφανεστέρας μόνας λόγῳ διδούς. Φησὶ | |
γοῦν· τόσσαι μὲν εὐρύτεραι, ἄλλαι δὲ ἀπειρέσιαι· αἱ | 332 | |
5 | μὲν ὧδε, αἱ δὲ ἐκεῖ, καὶ ἄλλαι ἄλλοθι· αἱ μὲν ὑπ’ ἀνδρῶν οἰκούμεναι καὶ ἀγαθὸν ὅρμον ἔχουσαι, αἱ δὲ βαθύκρημνοι καὶ οὐ ναύταις ἑτοῖμαι· ὧν οὐδὲ ῥᾴδιόν φησιν αὑτῷ εἰπεῖν ὄνομα πασῶν. | |
620 | Ὅτι Ἀσία ἡ χώρα ὠνόμασται ἀπὸ Ἀσίου τοῦ Ἄτυος, ὡς καὶ ἐν τῷ περὶ Εὐρώπης λόγῳ εἴρηται, ἢ ἀπὸ Ἀσίας μητρὸς Προμηθέως, ὡς καὶ Λυκόφρων βού‐ λεται· ἢ διότι πολλὰ ἐξ ὑδάτων τέλματα ἔχει, καὶ | |
5 | διὰ τοῦτο ἰλυώδης τυγχάνει. Ἄσις γὰρ ἡ ἰλὺς, ὡς καὶ παρ’ Ὁμήρῳ. Τινὲς δὲ καὶ τὴν Ἀττικὴν ἱστο‐ ροῦσιν Ἀσίδα κληθῆναί ποτε. Οἱ δέ φασιν ὅτι Ἄσιος φιλόσοφος τελεστὴς δέδωκε τῷ Τρωῒ πρὸς φυλακὴν τῆς Τροίας Παλλάδιον ἀπὸ ξύλου τετελεσμένον, ἤτοι κα‐ | |
10 | ταγεγοητευμένον. Ὁ δὲ εἰς τιμὴν ἐκείνου τοῦ ἀνδρὸς τὴν ὑπ’ αὐτῷ χώραν, Ἤπειρον καλουμένην τὸ πρὶν, Ἀσίαν μετωνόμασεν. Ἐξ αὐτῆς δὲ, ὡς ἀξιολόγου μέρους, καὶ ἡ λοιπὴ χώρα μετέσχε τῆς αὐτῆς κλήσεως. Ἔχουσι δὲ αἱ ἱστορίαι, ὥσπερ Λιβύην κόμμα τι τῆς | |
15 | Λιβύης χώρας, καθὰ προγέγραπται, οὕτω καὶ μέρος τι τῆς ὅλης Ἀσίας οὕτως ἰδίως Ἀσίαν καλούμενον, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ. Καλεῖται γὰρ, φασὶν, Ἀσία ἡ ἐντὸς τοῦ Ταύρου περιέχουσα Λυδοὺς, Κᾶρας, Λυκάονας, Παφλαγόνας, Ἴωνας, Αἰολεῖς καὶ ἄλλους. | |
20 | Οἱ δέ φασιν ὅτι ἐστὶν ἰσθμὸς ὁ ἐπὶ Ἀμισὸν καὶ Θεμί‐ σκυραν, καὶ ἡ ἐντὸς τῆς γραμμῆς ταύτης χώρα ἰδίως Ἀσία λέγεται. Οἱ δέ φασιν, ὅτι Ἀσία πόλις Λυδίας παρὰ Τμώλῳ τῷ ὄρει, ἐν ᾗ τρίχορδος κιθάρα εὑρέθη, καὶ ἀπὸ ταύτης ἡ χώρα καλεῖται· ἢ ἀπὸ Ἀσίου τινὸς | |
25 | Λυδοῦ, ἐξ οὗ ὁ Ἀσίας λειμὼν, ὡς τὸ κοχλίας, ὡς καὶ Ὅμηρος «Ἀσίω ἐν λειμῶνι·» οὐ κατὰ δοτικὴν τῷ Ἀσιανῷ, ἀλλὰ κατὰ γενικὴν Ἀσίου κοινῶς, ὡς κοχλίου, καὶ Ἰωνικῶς Ἀσίεω, ὡς καὶ παρὰ Ἡροδότῳ εὕρηται, καὶ συγκοπῇ Ἀσίω, ὡς Ἑρμείεω Ἑρμείω, καὶ ἐϋμελίω | |
30 | Πριάμου. Ὅτι ὁ τῆς Λιβύης καὶ Εὐρώπης ὁμοῦ τῶν δύο ῥυσμὸς, ὃ ἔστιν ἑλκυσμὸς καὶ ἔκτασις, ὁ καὶ εἰς κῶ‐ νον, ὡς προείρηται, συντελούμενος, σχῆμά ἐστι τῆς Ἀσίας, κώνου δηλαδὴ καταμόνας οὔσης καὶ αὐτῆς | |
35 | ἑτέρωθεν, οὗ τὸ πλατὺ προσήνωται τῷ τῆς Εὐρώ‐ πης καὶ τῆς Λιβύης ἴχνει· ὡς τὴν μὲν βάσιν ἐκείνου τε καὶ τούτου τοῦ κώνου κοινὴν εἶναι, τὸ δὲ ὀξὺ τού‐ | |
του τελευτᾶν ἐπ’ ἀνατολῆς μυχὸν πάσης, ὅ ἐστι πρὸς τὸν ἑῷον ὠκεανὸν καὶ τὰς ἐκεῖ τοῦ Διονύσου στήλας, | 333 | |
40 | ὥσπερ τὸ τοῦ ἑτέρου κώνου ὁμοίως ἀποξυνόμενον τερ‐ ματοῦται πρὸς τὰ κατὰ δύσιν Γάδειρα καὶ τὰς τοῦ Ἡρακλέος στήλας. Διὸ καὶ ἐξ ἀρχῆς ἐρρέθη σφεν‐ δόνῃ ἐοικέναι τὴν γῆν, ἧς τὸ ὀξὺ ἀμφοτέρωσε πρὸς τὰς τοῦ ἡλίου κελεύθους. Διαφορὰν δὲ τοῖς τοιούτοις | |
45 | δυσὶ κώνοις ἐρεῖ, κατά τε τὸ ἐν μεγέθει ποσὸν (μείζων γὰρ κατὰ πολὺ ὁ τῆς Ἀσίας κῶνος), καὶ κατὰ τὸ εἶδος, ἐπειδὴ ἐκεῖ μὲν εἷς πόντος ἀπείριτος τῇ Εὐρώπῃ καὶ τῇ Λιβύῃ μεσολαβεῖται ὁ ἐκ τοῦ ἑσπερίου ὠκεανοῦ, ὃς καὶ τῆς Ἀσίας ἐφ’ ἱκανὸν προσάπτεται· ἐν δὲ τῇ | |
620(50) | Ἀσίᾳ πολύς φησιν ὠκεανὸς, καὶ οὐ μόνος εἷς πόντος. Τρεῖς γάρ, φησι, κόλπους κυμαίνοντας ἐρεύγεται ἔνδοθι βάλλων, Περσικὸν, Ὑρκάνιόν τε καὶ Ἀράβιον βαθυ‐ δίνην. Ἐν δὲ τῷ τόπῳ τούτῳ καὶ ἐπαναλήψει χρᾶ‐ ται, κατὰ τὸ σχῆμα τὸ λεγόμενον ἐπαναστροφὴ, λέγων | |
55 | οὕτως· «τοὺς δύο νοτίους, τὸν δ’ εἰς βορέην ὁρόωντα, ἐς βορέην ὁρόωντα καὶ ἐς Λίβα.» Λέγει δὲ τὸν Ὑρ‐ κάνιον, ὃν καὶ ὡς βόρειον γείτονα τοῦ Εὐξείνου πόντου φησίν. Ἔστι δὲ τὸ ῥηθὲν σχῆμα τῆς ἀναστροφῆς ὅμοιον τῷ Ὁμηρικῷ τῷ· | |
60 | Τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ. | |
623 | Ὅτι καὶ ἄλλο τί ἐστι κοινὸν ἀμφοτέροις τοῖς ῥηθεῖσι κώνοις. Ὥσπερ γὰρ ἐν Γαδείροις περὶ τὸ ἑσπέριον ὀξὺ τοῦ κώνου Ἡράκλειαι ἑστᾶσι στῆλαι, οὕτω καὶ ἐν Ἰνδίᾳ πύματον περὶ ῥόον ὠκεανοῦ Ἰνδῶν | |
5 | ὑστατίοις ἐν οὔρεσι στῆλαι Θηβαίου Διονύσου, ἐλθόν‐ τος μέχρι καὶ ἐκεῖ, ὅτε καὶ ὑφ’ ἑαυτῷ τὴν χώραν ἐποίησεν, ὡς καὶ ἐν τῷ τέλει λεχθήσεται τῆς περιη‐ γήσεως. Καὶ ὅρα ὅπως ἐξ Ἑλλάδος ἦσαν κατά τινας οἱ τὴν γῆν περιεληλυθότες ἕως τερμόνων, ὁ Ἡρακλῆς | |
10 | τε δηλονότι καὶ ὁ Διόνυσος. Καὶ ἔστι τοῦτο οὐ μόνον Ἑλλάδος ἀλλὰ καὶ Θηβῶν μάλιστα ἐγκώμιον. Ἐκεῖ‐ θεν γὰρ ὁ τοιοῦτος Διόνυσός τε καὶ Ἡρακλῆς. Καίτοι τινὲς ἄλλους τινὰς βούλονται τοῦτο ποιῆσαι, καὶ οὐ τοὺς Ἑλλαδικοὺς Ἡρακλῆ τε καὶ Διόνυσον. | |
625 | Ὅτι ἐν οἷς λέγει ὡς ὁ Γάγγης ὁ Ἰνδικὸς πο‐ ταμὸς λευκὸν ὕδωρ Νυσσαῖον ἐπὶ πλαταμῶνα κυλίει, οὐ κυρίως ἔοικε χρῆσθαι τῇ λέξει, ἀλλ’ ἁπλῶς ἐπὶ γῆς πλάτους λέγει τὸν πλαταμῶνα. Κυρίως δὲ ὁ πλατα‐ | |
5 | μὼν ἐπὶ θαλάσσης λέγεσθαι εἴωθεν, ἐχούσης καὶ πέ‐ τρας ὑποκειμένας. Τάχα δὲ τοιοῦτός ἐστι καὶ ὁ τόπος, δι’ οὗ ῥέει ὁ Γάγγης. Νύσσαι δὲ, φασὶ, διάφοροι, Αἰ‐ θιοπικὴ, Ἀραβικὴ, Εὐβοϊκὴ, περὶ ἣν λέγεται καὶ τὸ τῆς ἀμπέλου τεράστιον, βότρυν ἐκφερούσης καθημέ‐ | 334 |
10 | ριον. Εἰσὶ δὲ καὶ ἄλλαι Νύσσαι, ὡς οἱ τὰ Ἐθνικὰ γράψαντες λέγουσι. Φασὶ δὲ τοὺς περὶ τὴν Νυσσαίαν Ἰνδικὴν ταύτην ὁδὸν ὄντας καὶ τοὺς περὶ τὸ Νυσσαῖον ὄρος τοῦτο οἰκοῦντας ἀνθρωποφάγους εἶναι. Περὶ δὲ ταύτης τῆς Νύσσης καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθή‐ | |
15 | σεται. | |
636 | Ὅτι τὸν ἤδη ῥηθέντα μέσον τοῦ Εὐξείνου Πόν‐ του καὶ τοῦ Ὑρκανίου πλατύτατον ἰσθμὸν, ἤτοι τὸν περὶ τὴν Ἰβηρίαν τὴν ἑῴαν, ἄσπετόν τε λέγει καὶ μακροῖς ὧδε τιταινόμενον πεδίοις. Καὶ σημείωσαι | |
5 | καὶ ἐνταῦθα ὅτι ὁ ἰσθμὸς ἁπλῶς μὲν οὕτω ῥηθεὶς γῆν δηλοῖ στενοχωρουμένην μεταξὺ δύο θαλασσῶν, εἰ δὲ πρόσκειται τὸ μακρός ἢ πλατύς ἢ ἀθέσφατος ἤ τι τῶν τοιούτων ὁποῖα πολλὰ ἐπινοεῖται ὁ Διονύσιος, τότε διὰ τὰς τοιαύτας προσθήκας ἰσθμὸς νοηθήσεται καὶ ὁ μὴ | |
10 | στενός. Τὸ δ’ αὐτὸ νοητέον καὶ ἐπὶ πορθμοῦ, εἴγε παρὰ τοῖς πολλοῖς πορθμὸς λέγεται ὁ περὶ Σικελίαν, οὐ μόνον ὁ βόρειος ὁ ἑπταστάδιος, ἀλλὰ καὶ ὁ νότιος, ὁ χιλίοις καὶ πεντακοσίοις σταδίοις μετρούμενος, καὶ εἰς χάσμα τοσοῦτον ἀνοιγόμενος. | |
638 | Ὅτι ὁ Ταῦρος τὸ ὄρος ἀρξάμενος ἐκ τῆς Παμ‐ φυλίας, ὡς οὗτος δοξάζει, ἄχρι καὶ Ἰνδῶν παρήκει, διὰ πάσης ἥκων Ἀσίας· ἄλλοτε μὲν, φησὶ, λοξὸς καὶ ἀγκύλος, καὶ, ὡς ἐρεῖ κατωτέρω, πολλὰς ἔχων στρο‐ | |
5 | φάλιγγας, ἄλλοτε δὲ ὀρθότερος ἴχνεσιν. Εἶτα αἰτιο‐ λογῶν τὴν κλῆσιν τοῦ ὄρους φησί· Ταῦρον δὲ αὐτὸν κικλήσκουσιν, οὕνεκα λοφούμενος ταυροφανὴς καὶ ὀξυ‐ κάρηνος ὁδεύει, οὔρεσιν ἐκταδίοις, ὅ ἐστι μακροῖς, πολυσχιδὴς ἔνθα καὶ ἔνθα. Τὸ δὲ ὀξυκάρηνος γράφε‐ | |
10 | ται καὶ ὀρθόκραιρος, καὶ ἔστι προσφυὲς τῇ κλήσει τοῦ ταύρου. Ἐπίθετον γὰρ τοῦ ταύρου καὶ ἁπλῶς βοὸς τὸ ὀρθόκραιρος, ὡς δηλοῖ τὸ «βοῶν ὀρθοκραι‐ ράων.» Λέγει δὲ ὅτι ὁ Ταῦρος οὗτος οὐ μίαν ἐπωνυ‐ μίαν ἔλαχεν, ἀλλ’ ἐν ἑκάστῃ στροφάλιγγι ἔχει ὄνομα. | |
15 | Εἶτα δεικνύων πάλιν τὸ παχυμερὲς τῆς περιηγήσεως | |
λέγει· τὰ δὲ τοιαῦτα ἐκείνοις ἂν μέλοιτο οἳ κατὰ χώ‐ ραν οἰκοῦσιν. Ὅμοιον δέ φασι τὸ σχῆμα τοῦτο τῷ τοῦ Ἡσιόδου, τῷ οἱ δὲ ἕκαστα ἴσασιν οἳ ὅσοι περιναιετάωσιν. | 335 | |
20 | Καὶ τοὺς ἐκ τοῦ Ταύρου δὲ καναχηδὰ ῥέοντας ποτα‐ μοὺς ἀπειρεσίους εἰπὼν ἐπάγει, τίς ἂν πάντα ὀνόματα εἴποι; καὶ ἔθνη δὲ διΐξεσθαι λέγει οὐ πάντα, ἀλλ’ ὅσα εἰσὶν ἀρίδηλα, εὐχόμενος τὰς Μούσας ἰθύντατον ἴχνος ἄγειν καὶ μὴ σκολιὸν, εἰ καὶ πολλαὶ τοῖς περιηγουμέ‐ | |
25 | νοις τόποις εἰσὶν αἱ στροφάλιγγες. | |
647 | Ὅρα δὲ ὅτι κατὰ μίμησιν τοῦ «Σαμία μία ναῦς», εἶπε καὶ οὗτος τὸ ἐπωνυμίαν μίαν ἔλαχεν. Ἐξ Ὁμήρου δὲ ἄμφω εἴληπται, εἰπόντος ἐν Ὀδυσ‐ σείᾳ Σαμία μία. Ὁ δὲ Γεωγράφος οὕτω περὶ τοῦ | |
5 | Ταύρου φησί· «διέζωκεν ὁ Ταῦρος μέσην τὴν Ἀσίαν, ἀπὸ ἑσπέρας ἐπὶ τὴν ἕω τετραμμένος, οὗ τελευταῖον τὸ Ἰμάϊον τῇ Ἰνδικῇ θαλάσσῃ συνάπτον». Ὅτι δὲ μέρος τι τοῦ ὄρους τοῦ Ταύρου καὶ Κράγος λέγεται, αὐτὸς ὁ Διονύσιος ἐρεῖ ἐν τοῖς ἐφεξῆς, ἔνθα καὶ ἄλλαι | |
10 | τῆς τοῦ τοιούτου Ταύρου κλήσεως αἰτίαι παρατεθή‐ σονται, ἀρέσκουσαι τοῖς παλαιοῖς. Ἀρριανὸς δέ φησιν οὕτως, «ὁ Ταῦρος τὸ ὄρος ἀπείργει τὴν Ἀσίαν, ἀρχό‐ μενος ἀπὸ Μυκάλης τοῦ καταντικρὺ Σάμου τῆς νήσου ὄρους, ἀποτεμνόμενος δὲ τὴν Παμφυλίων καὶ Κιλίκων | |
15 | γῆν, ἔνθεν μὲν ὡς εἰς Ἀρμενίους παρήκει, ἀπὸ δὲ Ἀρμενίων ὡς ἐπὶ Μήδους.» Ὅτι τὰ τέσσαρα κέντρα τοῦ κόσμου ἐνταῦθα περιλαμβάνων συντομώτατα κατὰ ἰδέαν γοργότητός φησιν, ὡς «οἱ ἐκ τοῦ Ταύρου ποταμοὶ ῥέουσιν οἱ μὲν πρὸς βορέην, οἱ δ’ ἐπὶ νότον, οἱ δ’ ἐπὶ | |
20 | ῥιπὴν εὔρου καὶ ζεφύρου.» | |
652 | Ὅτι περὶ τὴν προϊστορηθεῖσαν Μαιῶτιν αὐτοί τέ εἰσιν οἱ Μαιῶται, οἱ τῆς Μαιώτιδος δηλονότι παρώ‐ νυμοι, ἢ καὶ τυχὸν ἐξ ὧν ἡ Μαιῶτις λίμνη κέκληται· καὶ οἱ Σαυρομάται δὲ πρὸς αὐτῇ κεῖνται, ὕλην ναίον‐ | |
5 | τες ἀπείριτον, δι’ ἧς μέσης ὁ Τάναϊς συρόμενος ἐς μέσα πίπτει τῆς Μαιώτιδος· ὃς Εὐρώπην Ἀσίας ἀπο‐ τέμνεται, εἰς δύσιν μὲν Εὐρώπην, εἰς δ’ αὐγὰς τὴν Ἀσίαν. Περὶ δὲ τούτων εἴρηται ὅσα ἔδει ἐν τοῖς φθάσασιν. | |
653 | Ὅτι τοὺς Σαυρομάτας (φῦλον δέ εἰσι Σκυθι‐ κόν) ἐνυαλίου Ἄρεος ἐσθλὸν γένος λέγει, ἢ διὰ τὸ πολεμικοὺς εἶναι, ἢ διότι ἐξ Ἀμαζόνων γενεαλογοῦν‐ ται, αὗται δὲ ἐξ Ἄρεος. Φησὶ γὰρ ὅτι ἐκ φιλότητος | |
5 | ἰφθίμων Ἀμαζονίδων ἐγένοντο, ἣν ἐκεῖναί ποτε τοῖς | |
Σαυρομάταις ἐμίγησαν, πλανηθεῖσαι πάτρηθεν ἐκ Θερμώδοντος ἐς Σκυθίαν· διὸ καὶ παῖδες μεγαλήτορες αὐτῶν ἐξεγένοντο. Ἐπλανήθησαν δὲ, φασὶν, αἱ Ἀμαζόνες, ἢ ὅτε κατὰ τῆς Ἑλλάδος ἐστράτευσαν πε‐ | 336 | |
10 | ριοδεύσασαι τὰ βόρεια καὶ διὰ τοῦ Ἴστρου περαιωσά‐ μεναι, ἀφ’ ὧν ὡς ἐξ Ἄρεος καταγομένων καὶ ὁ Ἄρειος πάγος ἐν Ἀθήναις ὠνόμασται, οἷα μέχρι καὶ ἐκεῖ ἐλ‐ θουσῶν· ἢ ὅτε Ἡρακλῆς αὐτὰς ἐκ τῆς Ἀσίας ἐφυγά‐ δευσεν ἐπιστρατευσάμενος διὰ τὸν τῆς Ἱππολύτης | |
15 | ζωστῆρα. Ἡρόδοτος δὲ περὶ τούτων τοιαῦτά φησιν· «Ἕλληνες νικήσαντες Ἀμαζόνας ἐπὶ Θερμώδοντι, καὶ ζωγρήσαντες ὅσας ἠδύναντο, ἀπέπλεον διὰ τοῦ Εὐξείνου· αἱ δὲ ἐν τῷ πελάγει ἐπιθέμεναι κατέκοψαν τοὺς ἄνδρας. Εἶτα φερόμεναι κατὰ κῦμα καὶ ἄνεμον | |
20 | ἀφικνοῦνται εἰς τὴν Μαιῶτιν, καὶ ἐξελθοῦσαι καὶ ληϊ‐ ζόμεναι τὴν Σκυθικὴν τὴν μὲν ἀρχὴν ἐδόκουν ἄνδρες εἶναι, γνωσθεῖσαι δέ ποτε κατειργάσθησαν εἰρηνικῶς, καὶ ζευχθεῖσαι τοῖς ἐγχωρίοις νεανίαις διέβησαν τὸν Τάναϊν, καὶ τριῶν ἡμερῶν ὁδὸν ὁδεύσασαι πρὸς ἥλιον | |
25 | ἀνίσχοντα κατέμειναν ἐν τῇ νῦν χώρᾳ τῶν Σαυρομα‐ τῶν.» Τὸ δὲ Ἀμαζονίδες οὐχ ὑποκοριστικὸν, ἵνα μὴ τὰς ἰφθίμους τῷ ὑποκορισμῷ ταπεινοῖ, ἀλλὰ κατὰ πα‐ ραγωγήν. Τοιοῦτον δὲ ἐφάνη καὶ πρὸ τούτων καὶ τὸ Ἀσίδα γῆν, καὶ τὸ Σικελικὴν πορθμίδα, καὶ εἴ τι ἄλλο | |
30 | τοιοῦτον· τὸν δὲ Παφλαγονικὸν ποταμὸν Θερμώδοντα πάτραν τῶν Ἀμαζόνων εἶπε, διότι πάλαι ποτὲ περὶ τοὺς Παφλαγονικοὺς αὗται κατῴκουν τόπους, ὡς αἱ ἱστορίαι φασίν. | |
663 | Ὅτι αἱ τοῦ ῥηθέντος Τανάϊδος πηγαὶ ἐν τοῖς Καυκασίοις μορμύρουσιν ὄρεσιν, αὐτὸς δὲ πλατὺς ἐπι‐ τρέχει ἔνθα καὶ ἔνθα τοῖς Σκυθικοῖς πεδίοις. Νοη‐ τέον δὲ νῦν, φασὶ, Καύκασον τμῆμά τι τοῦ προειρη‐ | |
5 | μένου Ταύρου βορειότατον, περὶ τὴν Κρονίαν ἀνῆκον θάλασσαν, οὗ μέρη καὶ τὰ πρὸ τούτων γραφέντα Ῥι‐ παῖα ὄρη. Τὸν δὲ τοιοῦτον Καύκασον, περὶ ὃν καὶ ὁ τοῦ Προμηθέως πλάττεται ἀνασκολοπισμὸς, οἱ παλαιοὶ μὴ ἐγκεῖσθαί φασι τῷ τῆς περιηγήσεως πίνακι· ὁ δὲ | |
10 | Γεωγράφος φησὶν αὐτὸν διήκειν μέχρι τῶν Τιβαρη‐ νῶν. Σημείωσαι δὲ ὅτι ὁ μὲν Διονύσιος λέγει τοῦ τοιούτου Καυκάσου ἐκπίπτειν τὸν Τάναϊν, ὁ Γεωγρά‐ φος δὲ ἀδήλους λέγει καὶ τοῦ Τανάϊδος τὰς ἀρχὰς, καθὰ καὶ τὰς τοῦ Νείλου, λέγων καὶ πόλιν παρ’ αὐτῷ | |
15 | εἶναι ὁμώνυμον τῷ ποταμῷ. Ἄλλοι δέ φασιν αὐτὸν ἐκ λίμνης τινὸς ὡς ἐξ ἀρχῆς εἰς λίμνην τὴν Μαιῶτιν ῥέοντα δυσὶ στόμασιν εἰσβάλλειν εἰς αὐτήν. | |
666 | Ὅτι περὶ τοὺς τόπους τοὺς κατὰ τὸν Τάναϊν | |
καὶ τὸν ἐκεῖ βόρειον Καύκασον, βορέου χειμαίνοντος, παγετὸν ἂν ἴδοις ἀπὸ κρυμοῦ παγέντα. Εἶτα ἐνδια‐ θέτως ὁ Διονύσιος οἷον οἰκτιζόμενος τοὺς ἐν τῷ τοιούτῳ | 337 | |
5 | τόπῳ διὰ τὸν ἀπείριτον παγετὸν, ἔτι δὲ καὶ αὐξητι‐ κῶς τὸν χειμῶνα ἐκφράζων φησὶ, «σχέτλιοι ἐκεῖνοι φῶτες· ἀεὶ γὰρ αὐτοῖς ψυχρά τε χιὼν καὶ κρυμὸς δυ‐ σαής. Καὶ δὴ ὅταν ἐξ ἀνέμων πλεῖον κρύος ἔλθῃ, καὶ ἵππους ἄν τις θνήσκοντας ὀφθαλμοῖς ἴδοιτο καὶ | |
10 | ἡμιόνους, τὸ δὲ ὑπερβολικὸν, καὶ ὄϊς ἀγραύλους,» ὧν καθ’ Ἡσίοδον οὐδὲ τὸ κατὰ Ληναιῶνα ψύχος καθικνεῖ‐ ται διὰ τὸ δασὺ τῶν τριχῶν. «Οὐδὲ μὴν οὐδ’ αὐτοί, φησιν, οἱ αὐτόθι ἄνδρες ὑπὸ ψύχους ἀπήμαντοι μένου‐ σιν· ἀλλὰ γὰρ ὑποζεύξαντες ἀπήνας, ἁμαξόβιοι γὰρ οἱ | |
15 | ἐκεῖ, πλανῶνται εἰς ἑτέραν χώραν, λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις.» Τοῦτο δὲ καὶ εἰς παροιμίαν ἐπὶ ἐρημωθείσης οἰκουμένης κεῖται, ὡς τὸ «τὴν δεῖνα πό‐ λιν ἐρήμην οἱ ἄνεμοι καταπνέουσι.» Σημείωσαι δὲ καὶ ὅτι τὴν χιόνα ἐριῶδες ὕδωρ ἀστείως οἱ παλαιοί | |
20 | φασι, τοῦ σοφοῦ βασιλέως Δαβὶδ ἀφορμὴν ἐνδόντος αὐτοῖς, ὅτε εἴπῃ «διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον». Ὅρα δὲ καὶ ὅτι φανερῶς ἐνταῦθα τὸ σχέτλιοι οὐκ εἰς ὕβριν ἀλλ’ ἐπὶ οἴκτῳ εἴρηται. | |
669 | Ὅτι δὲ ἡ τῶν πλανήτων τούτων νομάδων χώρα δυσχείμερός ἐστιν ὡμολόγηται. Διόπερ οὐδὲ ὄνους τρέφει· δύσριγον γὰρ τὸ ζῶον. Ῥήγνυνται δὲ κατὰ τὴν ἱστορίαν καὶ χαλκαῖ ὑδρίαι χειμῶνος ἐκεῖ, καὶ διάπλοι | |
5 | τινὲς ἁμαξεύονται, καὶ τὰ καύματα δὲ σφοδρὰ θέρους ἐκεῖ φασί τινες γίνεσθαι. Ὁ μέντοι Διονύσιος ἔοικε μὴ οὕτω δοξάζειν, ἀλλὰ διηνεκῶς τὴν χώραν ἐκείνην ψύ‐ χεσθαι. Φησὶ γάρ· «αἰεί σφι ψυχρή τε χιὼν κρυμός τε δυσαής.» Οὕτω δὲ καὶ Ἡρόδοτος δυσχείμερον εἰπὼν | |
10 | τὴν Σκυθικὴν ἐπάγει, «ὅτι τοὺς μὲν ὀκτὼ μῆνας ἐκεῖ ἀφόρητος οἷος γίνεται κρυμὸς, ὅτε ὕδωρ μὲν ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος ὁ Κιμμέριος. Τοὺς δὲ λοιποὺς, φησὶ, τέσσαρας μῆνας ψύχεα αὐτόθι | |
15 | ἐστί.» Τάχα οὖν ἡ μὲν ἐνδοτέρα Σκυθικὴ ἡ πρὸς βορέαν τοιαύτη ἐστὶν, οἵαν φησὶν ὁ Ἡρόδοτος, ἡ δὲ λοιπὴ πά‐ σχει ὡς εἰκὸς καὶ καύματα. Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ὧν ἱστορεῖ Ἀρριανὸς, ὅτι «σιτοφάγοι ποτὲ καὶ ἀρωτῆρες ὄντες καὶ οἰκίας οἰκοῦντες καὶ πόλεις ἔχοντες, | |
20 | ἐπειδὴ ὑπὸ Θρᾳκῶν ἐπλήγησαν, μετέβαλον τὰ πρότερον ἤθη, καὶ ἀρὰς ἐπηράσαντο μεγάλας, μήποτε οἰκίαν ἔτι δείμασθαι, μήτε ἀρότρῳ γῆν ἀναρρῆξαι, μήτε πό‐ λεις δομήσασθαι, μήτε κτῆμα κειμήλιον ἐπικτήσασθαι, ἀλλ’ οἴκους μὲν ποιήσασθαι ἁμάξας, τροφὴν δὲ κρέα | |
25 | θήρεια, πόμα δὲ ταὐτὸ καὶ τροφὴν τὸ γάλα, θρέμ‐ ματα δὲ κεκτῆσθαι μόνα, ἅπερ ἄγεσθαι αὐτοῖς ἔμελλεν ἄλλην γῆν ἐξ ἄλλης ἀμείβουσι· καὶ ἀπὸ τοῦδε ἀντὶ γεωπόνων γενέσθαι νομάδας.» Ἐλλόγιμον δὲ ἄνδρα ἡ τῶν Σκυθῶν ἤνεγκε γῆ τὸν Ἀνάχαρσιν, οὗ μέμνηται | 338 |
30 | καὶ Ἡρόδοτος, λέγων ὅτι ὁ Εὔξεινος παρέχεται ἔθνη ἀμαθέστατα, καὶ ἐξ οὐδενὸς τῶν ἐντὸς τοῦ Πόντου ἀνὴρ ἐλλόγιμος λέγεται, παρὲξ τοῦ Σκυθικοῦ, ὅθεν ὁ Ἀνάχαρσις. Λέγονται δὲ οἱ νομάδες οὗτοι Σκύθαι καὶ μέχρι τῆς Θρακικῆς χερρονήσου ἐλάσαι ποτὲ, κατα‐ | |
35 | τρέχοντες τὴν Εὐρώπην, ὅτε ὁ Δαρεῖος ἐκεῖ στρατεύσας ἠρέθισεν αὐτούς. | |
680 | Ὅτι Σαυρομάτας ἐπέχουσι Σινδοὶ, οἱ καὶ Ζικχοὶ κατά τινας. Λέγει δὲ τὸ ἐπέχουσιν ἀντὶ τοῦ διαδέχονται, καὶ μετ’ αὐτοὺς τὴν γῆν ἔχουσιν. Ὅμη‐ ρος δὲ ἐπέχειν λέγει τὸ κατά τινος ἔχειν καὶ ἐπικεῖσθαι, | |
5 | καὶ δοτικῇ συντάσσει, οἷον· «δαιμονίη, τί μοι ἐπέ‐ χεις;» Ὁμοίως μετὰ Σαυρομάτας εἰσὶ καὶ οἱ ἐν Ὀδυσ‐ σείᾳ πλατύτερον ἱστορηθέντες Κιμμέριοι, καὶ οἱ Ὀρέται δίχα τοῦ ς· οἱ γὰρ μετὰ τοῦ ς Ὀρέσται ἔθνος εἰσὶν Εὐρω‐ παῖον, Μολοσσικὸν, ἀπὸ τοῦ Ἀγαμεμνονίδου Ὀρέστου | |
10 | καλούμενοι. Ἐκεῖ δὲ, φησὶ, καὶ οἱ Κερκέτιοι, ὧν ἡ χώρα Κερκετὸς λέγεται, παρακειμένη τῷ προειρημένῳ Καυ‐ κάσῳ. Ἐκεῖ δὲ καὶ οἱ ἀλκήεντες Ἀχαιοὶ, οὓς ἐκ Τροίας, φησὶ, νότου καὶ ζεφύρου πνοαὶ νοσφισάμεναι, ἤγουν νόσφι καὶ χωρὶς καὶ μακρὰν ἀπαγαγοῦσαι καὶ ἀφορί‐ | |
15 | σασαι ἤγαγον ἐκεῖ, ἑπομένους Ἀρητιάδῃ βασιλεῖ, ἤγουν τῷ Πελοπίδῃ Ἀγαμέμνονι, ὃν Ἀρητιάδην λέγει, του‐ τέστιν ἐξ Ἄρεος καταγόμενον, διὰ τὴν τοῦ Ἄρεος Ἱππο‐ δάμειαν, ἣν ὁ τοῦ Ἀγαμέμνονος πρόγονος Πέλοψ εἰς γυναῖκα ἠγάγετο. Οἱ δὲ ἕπεσθαι τοὺς τοιούτους φασὶν | |
20 | Ἀχαιοὺς Ἀρητιάδῃ βασιλεῖ ἤτοι τῷ πολεμικῷ Ἀχιλλεῖ, συλληστεύοντας αὐτῷ πολεμαρχοῦντι, ἢ μᾶλλον Ἰαλ‐ μένῳ φασὶν αὐτοὺς ἀκολουθῆσαι τῷ υἱῷ Ἄρεος, Ἀσ‐ πληδονίων βασιλεῖ· ἦσαν δὲ Ὀρχομένιοι. Ὁ δὲ Γεω‐ γράφος φησὶν ὅτι ἀπὸ τῆς Ἰάσονος στρατείας τῆς εἰς | |
25 | Κόλχους οἱ μὲν Φθιῶται Ἀχαιοὶ τὴν ἐν Ἀσίᾳ Φθίαν ᾤκησαν, Λάκωνες δὲ τὴν Ἡνιοχίαν χώραν, ὧν ἦρχε Ῥέκας τε καὶ Ἀμφίστρατος, ἡνίοχοι Διοσκούρων, ἀφ’ ὧν τὸ ἐκεῖ ἔθνος οἱ Ἡνίοχοι, καὶ ἡ χώρα ἡ Ἡνιοχία. Οἱ δὲ τὸν Πομπήϊον Ἀρητιάδην βασιλέα ἐνόησαν, ὃς | |
30 | ἔχων Σκύθας συμμάχους, μεθ’ ὧν ἦσαν καὶ οἱ τοιοῦτοι Ἀχαιοὶ, ἐπολέμησε Καίσαρι κατὰ τὸν ἐμφύλιον πό‐ λεμον. Τὸ δὲ Ἀρητιάδης ἀπὸ τοῦ Ἄρης Ἄρητος ἰαμ‐ βικοῦ γίνεται. Πάσχει γὰρ καὶ τοιαύτην ἰαμβικὴν κλίσιν ὁ Ἄρης. Τὸ δὲ νοσφισάμενοι λέξις ἐστὶν Ὁμηρική. Οἱ | |
35 | δὲ ὕστερον ἐπὶ τοῦ ἰδιοποιεῖσθαι καὶ ἀποκερδαίνειν τι‐ | |
θέασι τὸ νοσφίζεσθαι. | 339 | |
687 | Ὅτι μετὰ τοὺς Ἀχαιοὺς οἱ προρρηθέντες Ἡ‐ νίοχοι καὶ οἱ Ζύγιοι, ἔθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησὶν, Πελασγῶν ἔκγονοι. Ἱστορεῖ δὲ Χάραξ τοὺς Ἀργοναύτας οὐ μιᾷ νηῒ, κατὰ τὸν πολὺν περὶ τῆς Ἀργοῦς | |
5 | λόγον, ἀλλὰ πολλοῖς πλοίοις εἰσπλεῦσαι τὸν Εὔξεινον· καί τινας αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νηῶν εἶναι τοὺς τῶν Τυνδαριδῶν ἡνιόχους, ἤτοι τοὺς τῶν Διοσκούρων, ἀφ’ ὧν κληθῆναι τὰ ἔθνη τοὺς Ἡνιόχους, καὶ τοὺς Τυνδαρίδας, ναὶ μὴν καὶ τὴν Διοσκουρίδα | |
10 | χώραν, τὸν τοῦ Εὐξείνου μυχὸν, ἤγουν τὸν ἔσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν. Ὅθεν καὶ ἡ πα‐ ροιμία «ἐς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος», τουτέστιν εἰς αὐτὴν τὴν Κολχίδα γῆν, ἀπὸ μέρους, ἔνθα τὸ ἔσχατον τοῖς ἐκεῖ πλέουσιν· ἐπείτοιγε ἄλλως πολλὰ | |
15 | στάδια, φασὶ, καὶ πολὺς πλοῦς ἐκ τοῦ Φάσιδος εἰς τὸν μυχὸν τοῦ Εὐξείνου καὶ εἰς τὴν Διοσκουρίδα, ἧ συνεχής ἐστιν ἡ Τραπεζοῦς, κτίσμα Σινωπέων, μέγα ἐμπόριον, περὶ ἣν ἡ Τραπεζουσία χώρα. Καὶ ἡ Τυνδαριδῶν δὲ χώρα πρὸς αὐτῷ ἐστι τῷ τοῦ Πόντου μυχῷ, ἤτοι τοῦ | |
20 | Εὐξείνου. Περὶ ὧν καὶ διὰ τί Τυνδαρίδαι λέγονται, ἀνωτέρω εἴρηται. | |
689 | Ὅτι ἀκολούθως τῷ Ἡροδότῳ γνωματεύει καὶ οὗτος, μετήλυδας εἶναι τῆς Αἰγύπτου τοὺς Κόλχους, ὃ ἔστιν ἀποίκους ἢ μετοίκους. Πίστις δὲ τοῦ λόγου τού‐ του, ὅτι τε οὐλόκρανοι, τουτέστιν οὐλότριχές εἰσι κατὰ | |
5 | τοὺς Αἰγυπτίους καὶ μέλανες. Ἔτι δὲ καὶ τὰ παρ’ αὐ‐ τοῖς Αἰγύπτια ἔθη, ὧν ἓν καὶ τὸ περιτέμνεσθαι, καὶ τὸ λινᾶς ἐσθῆτας ἀμπέχεσθαι· καὶ ἡ ζωὴ δὲ, φασὶ, καὶ ἡ γλῶσσα ἐμφερὴς ἦν τοῖς Κόλχοις καὶ τοῖς Αἰγυπτίοις. Ὁ δὲ Γεωγράφος φησί, «Κόλχοι μετὰ Ἡνιόχους, ὑπὸ | |
10 | τοῖς Καυκασίοις καὶ Μοσχικοῖς ὄρεσι.» Καλοῦνται δὲ Κόλχοι ἀπὸ Κόλχου υἱοῦ Φάσιδος. Τούτων δὲ ὑπερ‐ κεῖσθαι λέγονται οἱ Θοᾶνες, ἄνδρες οὐδὲν μὲν βελτίους τῶν προσοίκων Φθειροφάγων τῷ πίνῳ, πλουτοῦντες δὲ τῷ χρυσῷ. Χρυσὸν γὰρ παρ’ αὐτοῖς οἱ χείμαρροι κα‐ | |
15 | ταφέρουσιν, ὃν ὑποδέχονται οἱ ἐκεῖ μαλλωταῖς, ἀφ’ ὧν τὸ χρυσόμαλλον ἐμυθεύθη δέρας, οὗ χάριν καὶ ὁ τῶν Ἀργοναυτῶν ἐγένετο πλοῦς. Καίτοι ὁ Χάραξ τὸ χρυ‐ σοῦν δέρμα μέθοδον εἶναι λέγει χρυσογραφίας μεμβρά‐ ναις ἐμπεριειλημμένην, δι’ ἣν ὡς λόγου ἀξίαν τὸν τῆς | |
20 | Ἀργοῦς καταρτισθῆναι στόλον φησί. Καὶ ταῦτα μὲν τοιαῦτα. Ὁ δὲ Διονύσιος τοὺς Κόλχους τοπογραφῶν κατοικεῖν φησιν αὐτοὺς περὶ τὸν ῥηθέντα μυχὸν τοῦ Εὐξείνου πόντου, μετὰ τοὺς εἰρημένους Τυνδαρίδας, ἐγγὺς τοῦ προειρημένου Καυκάσου, ὃς περὶ τὸν Ὑρ‐ | |
25 | κάνιον κόλπον οὔρεσιν ἠλιβάτοις αὔξεται· ἔνθα, φησὶ, καὶ ὁ Φᾶσις «Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην.» Εἰς γὰρ τὸν Εὔξεινον πόντον ἐκβάλλει καὶ ὁ Φᾶσις ποταμὸς, ὃς ἐκτείνει μὲν τὴν παραλήγουσαν, καλεῖται δὲ οὕτως ἀπὸ | 340 |
30 | Φάσιδος, οὗ υἱὸς Κόλχος ἱστόρηται. Καταρρέει δὲ εἰς τὴν Κολχίδα τραχὺς καὶ βίαιος, περατὸς ἑκατὸν γεφύ‐ ραις κατὰ τὸν Γεωγράφον διὰ σκολιότητα. Ἐμβάλλουσι δὲ εἰς αὐτὸν ποταμοὶ Γλαῦκος καὶ Ἵππος. Ἐπίκειται δὲ καὶ πόλις ὁμώνυμος. Οἱ δὲ περὶ αὐτὸν τόποι Φα‐ | |
35 | σιανὴ λέγεται χώρα ὑπό τε Διοδώρου καὶ ἄλλων. Καὶ οἱ Φασιανοὶ δὲ τὸ ὄρνεον ἐκεῖθεν παρονομασθῆναι δο‐ κοῦσιν, ὡς αὐτόθι πλεονάσαντες. Ὁ δὲ Καύκασος καὶ Κάσπιος ὑπὸ τῶν ἐκεῖ καλεῖται, ὡς ὁ Γεωγράφος φη‐ σίν· ὃς λέγει καὶ ὅτι τὰ πρὸς θάλασσαν αὐτοῦ Κεραύνια | |
40 | ὄρη καλοῦνται ὁμωνύμως δηλονότι τοῖς Ἰλλυρικοῖς· καὶ ὅτι ὑπέρκειται ὁ Καύκασος οὗτος τοῦ Κασπίου πε‐ λάγους, διατειχίζων τὸν αὐτόθι ἰσθμὸν, καὶ ἀφορίζων πρὸς μὲν νότον Ἀλβανοὺς καὶ Ἴβηρας, πρὸς δὲ ἄρκτον Σαρμάτας. | |
692 | Τὸ δὲ Κιρκαῖον πεδίον διὰ τὴν τοῦ Κολχικοῦ βασιλέως Αἰήτου ἀδελφὴν Κίρκην οὕτω καλεῖται, τὰς βοτάνας ἐκεῖθεν συλλέγουσαν. Περὶ τούτου πεδίου καὶ ὁ Γεωγράφος φησὶν, ὅτι περί που τὴν Ἀλβανῶν γῆν | |
5 | Κίρκης ἱερὸν, ἔνθα καὶ φιάλη τις Ὀδυσσέως δείκνυ‐ ται, καὶ Κιρκαῖον ὄρος πολύρριζον, νησίζον θαλάσσῃ καὶ ἕλεσιν. Ἰστέον δὲ ὅτι κατὰ τὸν Λυκόφρονα ἔστι Κιρκαῖόν τι ὄρος καὶ περί που τὰ τῆς Ῥώμης ὅρια. | |
694 | Ὅτι τὸ Ἀρμένιον ὄρος, ἀφ’ οὗ ῥέειν ὁ Φᾶσις ἄρχεται, ὁ μὲν τὰ Ἐθνικὰ γράψας περὶ τὴν ἀρχὴν τῆς Ὑρκανίας εἶναι οἴεται, ἄλλοι δὲ τοῦ Ταύρου φασὶν ἀπόσπασμα εἶναι τὸ Ἀρμένιον, παρατεῖνον ἕως καὶ εἰς | |
5 | Ἀρμενίαν, τὴν οὕτω κληθεῖσαν ἢ ἀπὸ τοῦ ῥηθέντος Ἀρμενίου ὄρους, ἢ ἀπό τινος Ἀρμένου Ῥοδίου ἀνδρός. Κατὰ δὲ ἄλλους Ἀρμενία ἡ χώρα λέγεται ἐπωνύμως Ἀρμένου ἥρωος ἐξ Ἀρμενίου πόλεως Θετταλικῆς, συστρατεύσαντος ἐκεῖ τῷ Ἰάσονι. ὅτι δὲ καὶ εἰς τοὺς | |
10 | τοιούτους τόπους ἦλθεν ὁ Ἰάσων, ὅτε εἰς τὸ χρυσόμαλλον ἐπέπλευσε δέρμα, πολλὰ τεκμήρια παρὰ τοῖς παλαιοῖς. Τὸ δὲ Ἀρμένιον ὄρος λέγεται καὶ πληθυντικῶς τὰ Ἀρ‐ μένια. Ἰστέον δὲ ὅτι Ἡρόδοτος τοὺς Ἀρμενίους Φρυ‐ γῶν ἀποίκους φησὶ, λέγων καὶ ὅτι πολυπρόβατοί εἰσι. | |
15 | Καὶ Εὔδοξος δὲ ἐν Γῆς Περιόδῳ φησίν· «Ἀρμένιοι τὸ γένος ἐκ Φρυγίας, καὶ τῇ φωνῇ πολλὰ φρυγίζουσι. Παρέχονται δὲ καὶ λίθον τὴν γλύφουσαν καὶ τρυπῶσαν τὰς σφραγῖδας.» Κἀκεῖνο δὲ ἰστέον, ὅτι τὴν Ἀρμενίαν | |
χώραν εἰς τέσσαρα διελεῖν λέγεται Ἰουστῖνος ὁ βασιλεὺς, | 341 | |
20 | καὶ πρώτην μὲν, φησὶν, ἔθετο τὴν ἐνδοξοτάτην Ἑπτά‐ πολιν, ἧς μητρόπολις Βαζανὶς, ἡ πρὶν Λεοντόπολις· ταύτης δέ ἐστι καὶ ἡ Θεοδοσίου πόλις, καὶ ἡ Κολώνεια καὶ ἡ Τραπεζοῦς δὲ καὶ ἡ Κερασοῦς ἐκ τοῦ Πολεμω‐ νιακοῦ κόλπου. Δευτέραν δὲ ὁ αὐτὸς ἔταξεν Ἀρμενίαν | |
25 | ἐν πέντε πόλεσιν, ὧν καὶ ἡ Σεβάστεια. Τρίτην δὲ Ἀρ‐ μενίαν κατέστησεν Ἑξάπολιν, τήν ποτε καλουμένην δευτέραν Ἀρμενίαν, ἧς ἡγεῖται ἡ Μελιτηνή. Περὶ ταύτην τὴν Ἀρμενίαν καὶ ἡ Κόμανα ἡ καὶ Χρυσῆ ὀνομαζομένη, καὶ ἡ Κουκουσσός. Ἐπέστησε δὲ καὶ τετάρτην Ἀρμενίαν | |
30 | ὑπὸ σατράπαις οὖσαν, συγκειμένην ἐκ διαφόρων, καὶ λεγομένην Τζοφανὴν καὶ Βαλβιτηνὴν καὶ τοιαῦτά τινα βάρβαρα ὀνόματα. | |
695 | Ὅτι πρὸς ἀνατολὴν καὶ βορέαν τοῦ Ἀρμενίου ὄρους ὁ ἰσθμός ἐστιν ὁ μεταξὺ Κασπίας καὶ Εὐξείνου θαλάσσης, περὶ ὃν οἱ ἑωθινοί εἰσιν Ἴβηρες, Ὑρκανίοις ὡς εἰκὸς πολέμιοι, ἐκ τῶν κατὰ Πυρήνην μετοικι‐ | |
5 | σθέντες ἑσπερίων Ἰβήρων· ἣν δὴ Πυρήνην καὶ Πυρη‐ ναῖον οἴδαμεν ὄρος λέγεσθαι. Ἐπαναλαμβάνει δὲ καὶ τὸν τοιοῦτον ἰσθμὸν διὰ τὸ πολὺ τοῦ χάσματος καὶ ἀξιόλογον. Οὗτος γάρ ἐστιν ὃν καὶ ὅρον Ἀσίας καὶ Εὐρώπης ἐνόμισάν τινες, ὡς προγέγραπται. Τοὺς δὲ | |
10 | Ἴβηρας τούτους Ἀρμενιστὶ καὶ Μηδιστὶ ὁ Γεωγράφος ἐσκευάσθαι φησί. Λέγει δὲ καὶ ὅτι τούτων οἱ ὀρεινοὶ μαχιμώτεροι. | |
696 | Σημείωσαι δὲ ὅτι ἡ τοῦ ἰσθμοῦ ἐνταῦθα ἐπα‐ νάληψις ὁμοῦ καὶ ἐπανάληψίς ἐστι καὶ ἐπαναστροφή. Φησὶ γάρ· «ἐπικέκλιται ἰσθμὸς, ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο.» Τοῦτο μὲν γὰρ, καθὸ μὲν τοῦ πρώτου | |
5 | νοήματος λήγοντος εἰς τὸ ἰσθμός ὁ δεύτερος στίχος ἀπὸ τῆς αὐτῆς ἄρχεται λέξεως, ἐπαναστροφὴν ποιεῖ, σχῆμα ῥητορικόν· διότι δὲ χάριν σαφηνείας ἀναγκαίως ὁ ἰσθμὸς ἐδισσεύθη, ἐπανάληψις γέγονεν. | |
700 | Ὅτι περὶ τὸν ῥηθέντα ἰσθμὸν κεῖται καὶ τὸ μέγα φῦλον τῶν Καμαριτῶν, οἳ οὕτω λέγονται ἀπὸ πλοίων στρογγύλων ληστρικῶν, οἷς ἐχρῶντο, ἃ ἐκα‐ λοῦντο καμάραι παρ’ Ἕλλησιν. Ἦσαν δὲ ἀκάτια | |
5 | λεπτὰ, στενὰ καὶ κοῦφα, ἀνθρώπους εἰς κεʹ δεχόμενα, σπάνια δὲ καὶ εἰς λʹ. Οὗτοι οἱ Καμαρῖται τὸν Βάκχον Ἰνδῶν ἐκ πολέμου, φησὶ, δεξάμενοι ἐξένισαν, καὶ ταῖς Λήναις, ὃ ἔστι ταῖς Βάκχαις, συνεχόρευσαν, τὰ ἐκείνων φορήματα, ζώματα δηλαδὴ καὶ νεβρῖδας, ἐπὶ στήθεσι | |
10 | βαλόντες, εὐοῖ Βάκχε λέγοντες. Ὑμνητικὸν δὲ ἦν τοῦτο τὸ λόγιον τῷ Διονύσῳ ἐπιφωνούμενον, ὥσπερ καὶ τὸ | |
εὐάν· ὅθεν καὶ τὸ εὐόζειν παράγεται, καὶ ὁ Διόνυσος Εὔϊος λέγεται. Ταῦτα δὲ οἱ μὲν ἐδάσυνον, ὡς ἐνθου‐ σιαστικὰ πρωτόθετα ἐπιρρήματα, οἱ δὲ ἐψίλουν, ἀντὶ | 342 | |
15 | τοῦ εὖ οἱ, τουτέστιν αὐτῷ, ἐκλαμβανόμενοι τὴν τοῦ Περιηγητοῦ ταύτην φωνὴν, καὶ ἐξ αὐτῆς τὸ εὐάν προά‐ γοντες, τάχα μὲν ἐν μιᾷ λέξει, τάχα δὲ καὶ ὡς ἐκ δύο σύνθετον, τοῦ εὖ καὶ τοῦ αν. Ἰστέον δὲ ὅτι αἱ Βάκχαι αἱ τοῦ Διονύσου ὀπαδοὶ εἰς ἀμπέλους ἀλληγοροῦνται· | |
20 | τροφοὶ γὰρ αὗται τοῦ εἰς οἶνον ἐκλαμβανομένου Διονύ‐ σου. Αἱ δὲ Διονυσιακαὶ νεβρῖδες τὴν τῶν σταφυλῶν ἐν χρόᾳ αἰνίττονται πολυείδειαν· πολύχροοι γὰρ καὶ αἱ νε‐ βρῖδες καὶ ποικίλαι τοῖς στίγμασιν· ἢ καὶ τὸ τῶν με‐ θυόντων ὑπεμφαίνουσιν ἀγενές· δειλὸν γὰρ ὁ νεβρὸς, | |
25 | τὸ τῆς φυζακινῆς ἐλάφου νεογνὸν, οὗ δορὰ ἡ νεβρίς· ἢ καὶ διότι ποικίλοι τὰ εἰς νοῦν διὰ τὸ εὐμετάβολον οἱ μεθύοντες, ποικίλον δὲ καὶ ἡ νεβρὶς διὰ τὸ πολύ‐ στικτον. | |
707 | Ὅτι ὥσπερ Ἡσίοδος ἐν τοῖς περὶ τοῦ πλέειν λέγει, ὅτι «λέξω οὔτε τι ναυτιλίης σεσοφισμένος, οὔτε τι νηῶν· οὐ γάρ ποτε νηῒ ἔπλευσα,» καὶ τὰ ἑξῆς, διδοὺς νοεῖν ὅτι ὡς Μουσῶν ὑποφήτης οἶδε πάντα· οὕτω καὶ | |
5 | οὗτός φησιν, ὅτι «ῥᾷόν σοι καταγράψομαι καὶ τὴν Κασπίαν θάλασσαν, οὔτε ἰδὼν αὐτὴν, οὔτε νηῒ περά‐ σας. Εἶτα πλατύνων θεατρικῶς τὸ νόημά φησιν, «οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν, οὐδέ μοι ἡ ἐμπορία πατρώιος, οὐδ’ ἐπὶ Γάγγην ἔρχομαι, οὐδὲ τὰ καὶ τὰ | |
10 | ποιῶ, οἷάπερ ἄλλοι ψυχῆς, φησὶν, οὐκ ἀλέγοντες, ἵνα πολὺν ὄλβον ἕλωνται.» Τοῦτο δὲ γνωμικῶς καὶ παροι‐ μιακῶς ἐπὶ τῶν τοῦ πλοῦ ἀφειδούντων λέγεται. «Ἀλλά με, φησὶ, Μουσῶν φέρει νόος», τουτέστιν αἱ ἐκ τῶν μα‐ θήσεων γνώσεις, αἳ δύνανται δίχα πλάνης πολλὴν ἅλα | |
15 | μετρήσασθαι, οὔρεά τε ἤπειρόν τε καὶ αἰθερίαν ὁδὸν ἀστέρων. Καὶ σημείωσαι ὅτι ὁ Διονύσιος τοιοῦτον βου‐ λόμενος ἔσεσθαι καὶ τὸν αὐτοῦ ἀκροατὴν τὴν παροῦσαν πραγματείαν ἐνεστήσατο, ὑφ’ ἧς καὶ ἐκεῖνος ὡς οἷα ὑπὸ Μουσῶν φερόμενος τῷ Διονυσίῳ τούτῳ ἔσται | |
20 | ὅμοιος. Ὅρα δὲ καὶ ὅτι τὸ περιηγήσασθαι ἐνταῦθα καταγράψασθαι εἶπε καὶ μετρήσασθαι, εἰπών «κατα‐ γράψομαι θάλασσαν» καὶ «πολλὴν ἅλα μετρήσασθαι». Τούτῳ δὲ πάντως ὅμοιον καὶ τὸ γῆν μετρήσασθαι,» ἐξ οὗ τὸ γεωμετρεῖν συντέθειται. Ὁμηρικὴ δὲ ἡ λέξις, | |
25 | ληφθεῖσα ἐκ τοῦ «ὄφρα τὴν ὀλοὴν ἀναμετρήσαιμι Χά‐ ρυβδιν.» | |
714 | Ὅτι ἔοικε καὶ Ἐρυθραῖός τις εἶναι Καύκασος, εἴγε φησὶν ὁ Διονύσιος, Καυκασίας κνημῖδας Ἐρυθραίων | |
Ἀριηνῶν·» κάλλιον δὲ γράφειν Καυκασίας κνημῖδας Ἐρυθραίων τ’ Ἀριηνῶν, ἵνα λέγῃ, ὅτι οὐκ ἐρευνῶ τὸν βό‐ | 343 | |
5 | ρειον Καύκασον καὶ τὴν Ἀριανὴν χώραν, περὶ ἧς ἐν τοῖς ἑξῆς λεχθήσεται. Καὶ ὅρα ὅπως τοὺς τῶν ὀρέων κνη‐ μοὺς, ἤτοι πόδας, κνημῖδας εἶπεν ὑποκοριστικῶς ἢ μᾶλλον παρωνύμως, κατὰ ἰδίαν δριμύτητα, ὥς που καὶ τὸν πορθμὸν πορθμίδα εἶπε, καὶ τὴν Κασπίαν δὲ θά‐ | |
10 | λασσαν Κασπίδα ὁμοίως ἐρεῖ. | |
718 | Ὅτι ὁ Διονύσιος μὲν περίδρομον ἢ περίτροχον ἀμφιέλικτον τὸ τῆς Κασπίας θαλάσσης σχῆμά φησιν, ὡς οἷα κυκλοτερὲς, καὶ τῷ ὠκεανῷ αὐτὴν συμμιγνύειν. Φησὶ γάρ· «ὀξὺ δ’ ἐπ’ ἄρκτους ἑλκομένη ἐπιμίσγεται | |
5 | τῷ ὠκεανῷ.» Καὶ οὕτω μὲν ὁ Διονύσιος, ὅς γε καὶ στόμα ἔοικε παραδιδόναι, καθ’ ὃ δηλαδὴ εἰς αὐτὴν ὁ ὠκεανὸς ἀπερεύγεται, ὡς καὶ ἐν ἀρχαῖς τοῦ βιβλίου φαίνεται· Πτολεμαῖος δὲ οὔτε στόμα αὐτῆς τοιοῦτον οἶ‐ δεν, ὅς γε καὶ περιοδεύεσθαί φησι κύκλῳ αὐτὴν τοῖς | |
10 | πεζεύουσι, καὶ οὐδὲ κυκλοτερῆ αὐτὴν ἱστορεῖ, ἀλλὰ σφενδόνῃ ἐοικυῖαν ὑποτίθεται, ὁποῖον ὁ Διονύσιος τὸ τῆς οἰκουμένης ἔθετο σχῆμα. Διχῆ τοίνυν οὕτω διαφερομένων τῶν σοφῶν, τὰ μὲν περὶ τοῦ σχήματος τῆς θαλάσσης ταύτης μεμενήκασιν ἴσως αὐτοῖς ἀκατάλλακτα, ἡ δὲ | |
15 | λοιπὴ διαφορὰ, ὡς ἐν ἀρχαῖς ἐρρέθη, συμβεβίβασται παρὰ τῶν παλαιῶν διαιτηθεῖσα καλῶς. Εἰ γὰρ ἐξ ἀδήλων πηγῶν ὁ ὠκεανὸς τὸ Κάσπιον ἀναδίδωσι πέλαγος, σώ‐ ζοιτο ἂν καὶ ὁ τοῦ Πτολεμαίου καὶ ὁ τοῦ Διονυσίου λόγος, ὡς ἐν τοῖς φθάσασι γέγραπται. Καθὸ μὲν γὰρ | |
20 | ἐξ ὠκεανοῦ τὸ Κάσπιον ὕδωρ, ἀληθεύει ὁ Διονύσιος, ἐρεύγεσθαι εἰπὼν αὐτόθι τὸν ὠκεανόν· εἰ δὲ ἄδηλοι αἱ πηγαὶ καὶ οὐ φαίνεται τὸ στόμα, ἀληθεύει καὶ ὁ Πτο‐ λεμαῖος. | |
721 | Ὅτι τὴν Κασπίαν θάλασσαν ὁ Διονύσιος πόρον ἀμείλιχον λέγει, ἔτι δὲ καὶ μεγάλην θάλασσαν. Διὰ τί δὲ μεγάλην; ὅτι οὐκ ἂν, φησὶν, ἐκείνην νηῒ περάσειας τριτάτης ἐπὶ κύκλα σελήνης, ὃ ἔστιν ἐπὶ μῆνας τρεῖς, | |
5 | δηλονότι κατὰ τὴν κύκλῳ περίοδον. Ἄλλως γὰρ εὐπέ‐ ρατός ἐστι, μῆκος μὲν πλόον ἔχουσα τοῖς ἐρέσσουσι ιεʹ ἡμερῶν, εὖρος δὲ ὀκτὼ ἡμερῶν, ὅπου ἐστὶν εὐρυτάτη ἑαυτῆς, κατὰ τὸν Ἡρόδοτον. Ἐντεῦθεν δὲ σημείωσαι καὶ ὅτι οὐκ ἀκριβῶς ἐστι κυκλοτερὴς ἡ Κασπία θάλασσα, | |
10 | ὡς τάχα ὁ Περιηγητὴς ὑποτίθεται, ἀλλὰ ἑτερομήκης, ὡς καὶ ὁ Πτολεμαῖός φησιν. | |
723 | Ὅτι πολλὰ καὶ ἄλλα θαύματα ἡ Κασπία ἐν ἀνδράσιν αὔξει, φύει δὲ καὶ κρυστάλλους λίθους, καὶ ἴασπιν ἠερόεσσαν, ὃ ἔστιν ἀερώδη, σκοτεινὴν, ἐχθρὰν ἐμπούσαις καὶ ἄλλοις εἰδώλοις. Δοκεῖ γὰρ ἀλεξίκακος | |
5 | εἶναι ἡ λίθος αὕτη καὶ ἀποτροπιαστικὴ φασμάτων, ὧν ἕν ἐστι καὶ ἡ Ἔμπουσα, δαιμόνιόν τι περὶ τὴν Ἑκά‐ την, ἑνὶ ποδὶ δοκοῦν διοικεῖσθαι· ὅθεν καὶ παρονομάζε‐ ται, ὡς εἴ τις εἴποι, μονόπους ποδὶ ζώου, ὡς τοῦ ἑτέρου ποδὸς χαλκοῦ ὄντος κατὰ τὸν μῦθον. Ἐν δὲ τοῖς | 344 |
10 | ἑξῆς ἐρεῖ καὶ ἑτέραν ἴασπιν ὑδατόεσσαν. Ὅτι δέ τινα δαιμόνια ὕλας πτοοῦνταί τινας, πολλοῖς δοκεῖ, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. | |
728 | Ὅτι Σκύθαι Κρονίας ἁλὸς ἄγχι εἰσί. Περὶ ὧν οἷοι τὸν βίον εἰσὶν, ἤδη προγέγραπται. Καλεῖσθαι δὲ λέγονται Σκύθαι ἢ παρὰ τὰ σκύτη ἃ περιβέβληνται, ἢ παρὰ τὸ σκύζεσθαι ἤτοι ὀργίζεσθαι· ὀργίλοι γάρ εἰσιν· | |
5 | ἢ ἀπὸ Σκύθου υἱοῦ Ἡρακλέος, καθὰ καὶ ἀλλαχοῦ γέ‐ γραπται. Ἦσαν δὲ Σκύθαι καὶ Θρᾴκιον ἔθνος, οἳ καὶ Νομαῖοι ἐλέγοντο. | |
730 | Ὅτι Οὖννοι, ἢ Θοῦννοι μετὰ τοῦ θ στοιχείου, Κάσπιον ἔθνος εἰσὶ Σκυθικόν. Μάλιστα δὲ προσθετέον τοῖς γράφουσιν Οὖννοι δίχα τοῦ θ. Φέρεται γοῦν καὶ ἐν τῇ τοῦ Σιμοκάτου οἰκουμενικῇ ἱστορίᾳ Οὔννους τοὺς | |
5 | πρὸς τῷ βορρᾷ τῆς ἕω, οὓς Τούρκους Πέρσαι καλοῦσιν, οὕτω ποτὲ πολυχρύσους γενέσθαι, ὡς καὶ κλίνην χρυ‐ σῆν σφυρηλατεῖν καὶ τραπέζας καὶ θρόνους καὶ βήματα, εἰσπραττομένους ἐκ τῶν Μήδων ἠρεμίας προφάσει τεσσαράκοντα χιλιάδας χρυσῶν· ὕστερον μέντοι φορολο‐ | |
10 | γηθῆναι τοὺς τοιούτους Οὔννους ὑπὸ Βαβυλωνίων ἱστο‐ ροῦσιν. Οὐ μόνον δὲ ὁ Σιμόκατος, ἀλλὰ καὶ πολλοὶ πίστεως ἄξιοι τοὺς Οὔννους ἔθνος ἱστοροῦσι Σκυθικὸν ἀξιόλογον. Ὅτι ὥσπερ οἱ ῥηθέντες Οὖννοι Σκύθαι εἰσὶν, οὕτω | |
15 | καὶ οἱ Κάσπιοι μετ’ αὐτοὺς ὄντες ἔθνος λόγου ἄξιον· ἀφ’ ὧν καὶ ἡ θάλασσα Κασπία καλεῖται, ὡς καὶ ἀπὸ τῶν Ὑρκανίων Ὑρκανία· παρ’ οἷς καὶ τῶν φύλλων ἀπορρέειν μέλι ἡ ἱστορία φησὶ, καὶ ἡ ἄμπελος πολυφορεῖ, καὶ ἡ συκῆ δὲ οὕτω λέγεται πλουτεῖν τῷ καρπῷ, ὡς | |
20 | ἐνίας καὶ εἰς μεδίμνους ἑξήκοντα πληθύνειν τὸν καρ‐ πόν. Ἐκεῖ δὲ καὶ τὸ ἔθνος οἱ Ἀλβανοὶ, ποιμενικοὶ καὶ μετρίως πολεμικοὶ, μεταξὺ Ἰβήρων καὶ Κασπίας· ὧν Κυκλώπειος, φασὶν, ὁ βίος, τούτεστιν εὐδαίμων καὶ ἄπο‐ νος, οἷς ἡ γῆ πολλαχοῦ ἅπαξ σπαρεῖσα τοῦ λοιποῦ δὶς | |
25 | καὶ τρὶς ἄσπαρτον φέρει καρπόν. Ἁπλοῖ δέ εἰσι καὶ οὐκ οἴδασι νόμους, οὐδὲ ἀριθμοὺς οἴδασι πλείω τῶν ἑκατόν. Γλῶσσαι δὲ αὐτῶν κατὰ τὸν Γεωγράφον ἓξ καὶ εἴκοσιν. Ἐκεῖ δὲ καὶ οἱ Καδούσιοι κατὰ τὸν Διονύσιον, ὧν τρα‐ χεῖα ἡ γῆ, ἄνδρες δεινοὶ πετροβατεῖν, καὶ ἀκοντισταὶ | |
30 | ἄριστοι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, καὶ οἷοι ἐν τοῖς τρα‐ | |
χέσι πεζοὶ ἀντὶ ἱππέων διαμάχεσθαι. Τούτοις δὲ ἀγχι‐ γείτονες Μάρδοι καὶ Ὑρκάνιοι καὶ Ἄπυροι, οὓς Τα‐ πύρους φησὶν ὁ Γεωγράφος, ἀρχομένους ἀπὸ τοῦ τ, οἳ ἐκ γυναικὸς δύο ἢ τρία ἀνελόμενοι τέκνα ἐκδιδόασι τοῦ | 345 | |
35 | λοιποῦ τὰς γυναῖκας ἑτέροις. | |
734 | Ὅτι Μάρδος ὁ ποταμὸς Δερκεβίων τε καὶ ἀφ‐ νειῶν Βάκτρων ἐστὶ πόμα, εἰς Ὑρκανίαν μὲν βάλλων θάλασσαν, μέσος δὲ ἀμφοτέρων τούτων τῶν ἐθνῶν ἑλισσόμενος. | |
737 | Ὅτι Παρνησοῦ τινος ὄρους Βακτρίου ἐνταῦθα ὁ Διονύσιος μέμνηται· καὶ ζητητέον εἴτε οὕτω γρα‐ πτέον αὐτὸ, ὁμωνύμως τῷ Εὐρωπαίῳ Παρνασῷ, εἴτε καὶ Παρπαμισὸν ὀνομαστέον αὐτό· οὕτω γὰρ πολλὰ | |
5 | τῶν ἀντιγράφων ἔχουσι. Μεμνήσεται δέ που καὶ ὁ Περιηγητὴς ὄρους Παρπαμισοῦ. | |
739 | Ὅτι πέραν Ἀράξου πρὸς ἀνατολὰς οἱ Μασσα‐ γέται τοξικώτατοι καὶ κακοξεινότατοι, ἔθνος μέγα καὶ ἄλκιμον, παρ’ οἷς Κῦρος ἐτελεύτησε, βασιλευούσης Τομύριδος· ὧν ὑπογράφων τὴν ἀγριότητά φησιν, ὅτι | |
5 | αὐτοῖς οὐ σίτου ἐστὶ μελίφρονος ἐδωδὴ, οὐ μὴν οὐδὲ οἶνος μεταδήμιος, ἤτοι ἐνδήμιος, ἀλλ’ ἵππων αἵματι μίσγοντες λευκὸν γάλα ζῶσι. Διὸ καὶ εὔχεται ὁ Διο‐ νύσιος ἐνδιαθέτως, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη σαφέστε‐ ρον, ὅτι μήτ’ αὐτὸς ἐγὼ, μήθ’ ὅστις ἐμοὶ ἑταῖρος ἐμ‐ | |
10 | πελάσαι αὐτοῖς. Μάλα γάρ τε κακοξεινότεροι ἄλλων. Καὶ ὅρα ὅτι τῶν ἄλλων μελίφρονα οἶνον λεγόντων, οὗ‐ τος σῖτον ἔφη μελίφρονα. Σημείωσαι δὲ ὅτι καὶ οὗτος τοῦ κακοξεινότερος τὴν προπαραλήγουσαν ἀντὶ μακρᾶς ἐδέ‐ ξατο· καθὰ καὶ ὁ Ποιητὴς ἐν Ὀδυσσείᾳ, ἔνθα καὶ ἐρ‐ | |
15 | ρέθη τὰ εἰκότα. Ἰστέον δὲ ὅτι ἠδύνατο μὲν ἐκφυγεῖν τὴν κακομετρίαν ὁ Διονύσιος, σχηματίσας ὥσπερ καὶ πρὸ τούτου ἐκ τοῦ αἰδοῖος τὸ αἰδοιέστερος Ἰωνικῶς, οὕτω καὶ ὧδε ἐκ τοῦ κακόξεινος τὸ κακοξεινέστερος· ἀλλ’ ἔοικε θελῆσαι μᾶλλον συγχωλᾶναι τῷ Ὁμηρικῷ | |
20 | μέτρῳ, ἤπερ ἄλλως ὀρθὸν προαγαγεῖν τὸ ἔπος καὶ ἄσφαλτον. Φασὶ δὲ ἄριστον εἶναι παρὰ τοῖς Μασσα‐ γέταις θάνατον, ὅταν γηράσαντες συγκατακοπῶσι κρέασι προβάτων καὶ βρωθῶσιν. Ἀμπέχονται δὲ φωκῶν δέρματα, καὶ ἥλιον δεσπότην ἐπιγράφονται, | |
25 | καὶ ἵππον αὐτῷ θύουσιν, ὡς ταχίστῳ, φασὶ, τὸ πάντων τῶν θνητῶν τάχιστον. Χρυσὸς δὲ αὐτοῖς καὶ χαλκὸς ἄπλετος. Σιδήρῳ δὲ χρῶνται οὐδὲν, ὅτι μηδὲ ἔχουσιν. Ἀράξης δὲ καλεῖται ὁ ῥηθεὶς ποταμὸς, ὡς ἀπαράξας τὴν συνέχειαν τῶν ἐκεῖ ὀρῶν καὶ διεκδὺς, καθάπερ καὶ | |
30 | ὁ Πηνειὸς ὁ νῦν Σαλαμβρίας καλούμενος τὴν Ὄσσαν τοῦ Ὀλύμπου ἀπέρρηξε· διὸ καὶ κατὰ τὴν ἱστορίαν τοῦ Γεωγράφου Ἀράξης ἐκλήθη ποτὲ καὶ ὁ Πηνειὸς, ὡς | |
καὶ αὐτὸς ἀπαράξας τῆς Ὄσσης τὸν Ὄλυμπον, ὅτε σεισμῷ τὰ Τέμπη τὰ Θετταλικὰ ῥαγέντα διέστησαν. | 346 | |
35 | Τοῦ δὲ Μασσαγετικοῦ τούτου Ἀράξου μέμνηται καὶ Αἰσχύλος, καὶ ἀρέσκεται καὶ ἐκεῖνος ἀπὸ τοῦ ἀράσσειν καλεῖσθαι αὐτόν. Ἡρόδοτος δέ φησι μείζονα μὲν αὐ‐ τὸν εἶναι τοῦ Ἴστρου, ῥέοντα ἐκ Ματιανῶν, καὶ νή‐ σους ἔχειν μεγάλας συχνὰς, στόμασι δὲ τεσσαράκοντα | |
40 | ἐκδιδόναι εἰς ἕλη καὶ τενάγη, ἑνὶ δὲ προρρέειν εἰς τὴν Κασπίαν. | |
747 | Ὅτι Ὦξος ὁ ποταμὸς, ὃν καὶ ἱερὸν οὗτος κα‐ λεῖ, ἐκ τοῦ Ἠμωδοῦ ὄρους διὰ τῆς Σουγδιάδος γῆς ἑλισ‐ σόμενος εἰς τὴν Κασπίδα βάλλει. Καὶ ὅρα τὸ Κασ‐ πίδα παρωνύμως καὶ αὐτὸ λεχθὲν κατὰ τὴν τοῦ Διονυσίου | |
5 | συνήθειαν. Ὄρος δὲ τὸ Ἠμωδὸν Ἰνδικὸν πρὸς ταῖς τοῦ Διονύσου στήλαις, ὅπερ τινὲς προπαροξυτόνως Ἤμωδον λέγουσι, καθὰ καὶ τὸ Ἰμάϊον, ὅπερ ἐστὶ τμῆμα τοῦ Ταύρου. Προϊὼν δὲ ὁ Διονύσιος πληθυν‐ τικῶς Ἠμωδὰ ὄρη ἐρεῖ τὸ αὐτό. Ἡ δὲ Σουγδιὰς γῆ | |
10 | καὶ Σουγδιανὴ λέγεται, ὅπου ἱστοροῦσι τὴν ἀνάλωτον εἶναι πέτραν, ἣν Ἀλέξανδρος εἷλε πολλῇ σπουδῇ τῶν Μακεδόνων, οὓς πτηνοῖς στρατιώταις εἴκαζον οἱ βάρ‐ βαροι σὺν γέλωτι, ὁπηνίκα τὴν ἀρχὴν τῇ ἁλώσει ἐπέ‐ βαλλον. Ἰστέον δὲ ὅτι ἐνταῦθά που περὶ τὸν Ὦξον, | |
15 | ὡς ἡ ἱστορία φησὶ, στρατεύοντος Ἀλεξάνδρου, οὐ μα‐ κρὰν τῆς αὐτοῦ σκηνῆς πηγὴ ὕδατος εὕρηται, καὶ ἄλλη ἐλαίου πλησίον αὐτῆς· καὶ ὁ μάντις Ἀρίστανδρος ἔφη, ὅτι πόνων τέ ἐστι σημεῖον τοῦ ἐλαίου ἡ πηγή· ἀθλούν‐ των γὰρ ἄλειμμα τὸ ἔλαιον, ἀλλὰ καὶ νίκην ἐπὶ τοῖς | |
20 | πόνοις σημαίνει. | |
749 | Ὅτι μετὰ τὸν Ὦξον ὁ Ἰαξάρτης ποταμὸς, ὅπου οἱ Σάκαι τόξα ἔχοντες, ἃ οὐκ ἂν τις ἄλλος ἐλέγ‐ χοι τοξευτής· οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν. Τοῦτο δὲ παρῳδία ἐστὶ τοῦ παρ’ Ὁμήρῳ ἀνεμώλια | |
5 | βάζειν. Καὶ τὸ ἐλέγχοι δὲ ἐξ Ὁμήρου ὁ Διονύσιος εἴληφεν, εἰπόντος «μὴ σύ γε μῦθον ἐλέγξῃς» ἀντὶ τοῦ ἀργὸν καὶ ἄπρακτον ποιήσῃς. Τοῦτο δὲ τὸ ἔθνος τοὺς Σάκας καὶ σακέων φασί τινες εὑρετὰς, παρωνυμουμέ‐ νων αὐτοῖς. Ἡ δὲ ἱστορία φησὶ καὶ μεγάλα ἰσχῦσαί | |
10 | ποτε τοὺς Σάκας, καὶ μέχρι Εὐξείνου κατακτήσασθαι γῆν ἀρίστην, καί τινα γῆν Ἀρμενίαν ἀπ’ αὐτῶν κλη‐ θῆναι Σακασηνήν· ἀπολέσθαι δέ φασιν ἄρδην αὐτοὺς ὑπὸ Περσῶν πανηγυρίζοντας ἀπὸ λαφύρων. Τινὲς δὲ τοῦτο οὕτως ἱστόρησαν, ὅτι τὸν Κῦρον οἱ Σάκαι ἡττή‐ | |
15 | σαντες, εἶτα ἐξ ὑποστροφῆς ἐκείνου ἡττηθέντες διὰ μέ‐ θην ἀπώλοντο, καὶ διὰ τοῦτο ἀπεδείχθη πανήγυρις ἱερὰ Περσικὴ τὰ Σάκαια. Καὶ Κῦρος δὲ τὴν ἡμέραν, καθ’ ἣν ἐκείνους κατέκοψεν, ἀνιερώσας πατρίῳ θεῷ Σακαίαν ἀνηγόρευσεν. Ἡρόδοτος δὲ λέγει ὅτι Πέρσαι | |
20 | πάντας τοὺς Σκύθας καλοῦσι Σάκας. | 347 |
752 | Ὅτι Φροῦροι Σκυθικὸν ἔθνος βαρυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ φρουροί, ὅπερ ὀξυνόμενον δηλοῖ τοὺς φύλακας. Τινὲς δὲ Φρῦνοι γράφουσιν ὁμωνύμως τῷ ζώῳ. Φρῦνοι γὰρ, καθὰ καὶ ὁ Φίλων γράφει, οἱ | |
5 | βάτραχοι. Τὸ δὲ Τόχαροι (ἔθνος δὲ ὅμοιον καὶ αὐτό) τινὲς ὀξύνουσι, τριγενὲς εἶναι λέγοντες. Ὅτι Σῆρες ἔθνος βάρβαρον Σκυθικὸν, ἐξ ὧν τὰ Σηρικὰ ὑφάσματα λέγονται. Οὗτοι βόας μὲν, φησὶν, ἀναίνονται καὶ ἴφια μῆλα, αἰόλα δὲ ξαίνοντες ἐρήμης | |
10 | ἄνθεα γῆς εἵματα τεύχουσι πολυδαίδαλα τιμήεντα, ἐοικότα κατὰ χροιὰν λειμωνίδος ἄνθεσι πόας· οὕτω λεπτὰ, ὥστε οὐκ ἂν ἐκείνοις ἐρίσειεν ἔργον ἀραχνάων. Φασὶ δὲ καὶ τὴν βύσσον ἀπὸ βοτάνης συνάγεσθαι. Σημείωσαι δὲ οὖν ὅτι ἐξ ἀνθῶν οἱ Σῆρες ποιοῦσι τὰ | |
15 | ὕφη· διὸ οὐδὲ τοὺς λειμῶνας ἐῶσι καταβόσκεσθαι. Ὅτι δὲ ἀπροσμιγεῖς ἀνθρώποις εἰσὶ καὶ ἀνομίλητοι οἱ Σῆ‐ ρες, δῆλον ἐκεῖθεν· τῶν πωλουμένων τὸ τίμημα σακ‐ κίοις ἐπιγράψαντες ὑποχωροῦσιν· εἶτα ἐλθόντες οἱ ἔμποροι καὶ θέντες τὴν τιμὴν ἀναχωροῦσιν, ἐφ’ οἷς ἔρ‐ | |
20 | χονται οἱ Σῆρες, καὶ εἰ μὲν ἀρέσκονται, λαμβάνουσι τὴν τιμὴν, εἰ δὲ μή (γε), τὰ ἴδια. Φασὶ δὲ μακρο‐ βιωτάτους εἶναι τοὺς Σῆρας, παρατείνοντας πέρα καὶ διακοσίων ἐτῶν. Σημείωσαι δὲ ὅτι ὅμοια τῇ ἱστορίᾳ τῶν Σηρῶν γίνεται καὶ ἔξω τῶν Ἡρακλείων στηλῶν. | |
25 | Ἔμποροι γὰρ ἐκεῖ ἀπὸ Καρχηδόνος ἐρχόμενοι καὶ τὰ φορτία ἐξελόντες, ὥς φησιν Ἡρόδοτος, ὑποτύφουσι καπνόν· καὶ αὐτοὶ μὲν ἀνάγονται τοῦ αἰγιαλοῦ, οἱ δὲ ἐπιχώριοι ἐγγίσαντες σκέπτονται τὸν φόρτον καὶ τίθεν‐ ται χρυσὸν καὶ ἀναχωροῦσιν. Οἱ δὲ Καρχηδόνιοι | |
30 | ἐκβάντες τῶν νηῶν λογίζονται τὴν ἀξίαν, καὶ καταλ‐ λάσσουσιν ἀπροσαύδητοι, καὶ ἐξισώσαντες τὸ συναλλασ‐ σόμενον ἀπαλλάσσονται. Δικαίους οὖν συναλλάσσειν αἱ ἱστορίαι καὶ τούτους καὶ τοὺς Σῆρας παραδιδόασιν. | |
759 | Ὅτι ἐν Σκύθαις δυσήνεμος ἐκτέταται χθὼν, χειμερίοις ἀνέμοις λελειμμένη καὶ χαλάζαις, ὡς καὶ ἀνωτέρω γέγραπται. Παρέφρασε δὲ ὧδε τὸ ἀνωτέρω ῥηθὲν, τὸ «λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις», ἐν τῷ | |
5 | εἰπεῖν «χθὼν χειμερίοις ἀνέμοις λελειμμένη». | |
762 | Ὅτι δυτικώτεροι Κόλχων καὶ Φάσιδος Εὐξεί‐ νου περὶ χεῖλος ἰλαδὸν οἱ Βύζηρες, ἀφ’ ὧν καὶ λιμὴν Βυζηρικὸς, καὶ οἱ Βέχειρες, Ποντικὸν ἔθνος καὶ Σκυ‐ θικὸν, ἔτι δὲ καὶ οἱ Μάκρωνες καὶ οἱ Μοσύνοικοι καὶ | |
5 | οἱ Τιβαρηνοὶ καὶ οἱ Χάλυβες, περὶ ὧν κάτω λελέξε‐ ται. | |
764 | Ὅτι ἡ Χαλκὶς ἄρουρα κατὰ τὸ Θρᾴκιον τοῦ | |
Πόντου κεῖται στόμα, ἤγουν ἡ γῆ τῶν Χαλκηδονίων. Ἧς Χαλκίδος τὸ ἐθνικὸν οἱ Χαλκιδεῖς. Ἐρεῖ οὖν αὐ‐ τὸς ἐν τοῖς ἑξῆς, «Χαλκιδέες παρὰ στόμα γαῖαν ἔχου‐ | 348 | |
5 | σιν, οὖδας ἐς ἀντιπέραν Βυζάντιον εἰσορόωντες.» Τού‐ τους τυφλοὺς ὁ χρησμὸς ἐκάλεσε, διότι οἱ τὴν Χαλκίδα κτίσαντες Μεγαρεῖς ἐνταῦθα πρῶτα πλεύσαντες, καὶ ἀφέντες κατασχεῖν τὴν περὶ τὸ Βυζάντιον γῆν, εἵλοντο τὴν λυπροτέραν περαίαν. Καὶ Μεγάβυζος δὲ μαθὼν | |
10 | ὅτι ἑπτακαίδεκα ἔτεσιν, ὥς φησιν Ἡρόδοτος, πρότεροι Βυζαντίων οἱ Καλχηδόνιοι τὴν χώραν ἔκτισαν, τυ‐ φλοὺς αὐτοὺς εἶπε τοῦτον τὸν χρόνον εἶναι. Οὐ γὰρ ἂν εἰ ἔβλεπον, τοῦ καλλίονος τόπου παρόντος, ἀνθείλοντο τὸν αἰσχίονα. Ἔστι δὲ καὶ περὶ Εὔβοιαν, ὡς προερ‐ | |
15 | ρέθη, Χαλκὶς, ἡ πρότερον Εὔβοια καλουμένη· ὅθεν καὶ Χαλκιδικὰ ποτήρια παρὰ τῷ Κωμικῷ. Καὶ οἱ ἐν τῇ Σικελικῇ δὲ Κύμῃ Χαλκιδεῖς τούτων ἄποικοι τῶν ἐν τῇ Εὐβοίᾳ Χαλκιδέων. Ἱστορεῖται δὲ καὶ σιδήρου καὶ χαλκοῦ μέταλλα εἶναι κατὰ τὴν Εὐβοϊκὴν Χαλκίδα, | |
20 | καὶ ὅτι ἄριστοι ἐκεῖ σιδηρουργοί· καὶ ὅτι οὐ μόνον ἐκεῖ πρῶτον ὤφθη χαλκεῖα, ἀλλὰ καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο Κούρητες μετὰ Διός. Εἰσὶ δὲ καὶ ἄλλαι, ὡς προεγράφη, Χαλκίδες· ὧν μία καὶ ἡ Αἰτωλικὴ, ἀφ’ ἧς τὸν Ἀχελῷον ῥέειν εἶπεν ὁ Διονύσιος. | |
765 | Ὅτι καὶ οἱ Μάκρωνες ἔθνος Ποντικὸν, Βεχεί‐ ρων νοτιώτερον. Τούτους νῦν Σάννους φαμὲν, ἰδιωτι‐ κώτερον δὲ Τζάνους, ὡς καὶ τὴν Κελσηνὴν Κετζη‐ νήν· καὶ τὴν χώραν δὲ τῶν Σάννων Τζανικὴν λέγουσιν | |
5 | οἱ τὴν φράσιν ἰδιωτεύοντες. Ὅτι τοὺς Μοσυνοίκους περιφράζων ἢ ἐτυμολογῶν ὁ Διονύσιος λέγει μόσυνας ἔχειν δουρατέους, ἤγουν ξυλίνους. Οὗτοι δὲ ἀπὸ θηρείων ζῶσι σαρκῶν καὶ ἀκροδρύων. Λέγει δὲ καὶ ὁ Γεωγράφος ἀπὸ μοσύνων, | |
10 | ὃ ἔστι πύργων, αὐτοὺς ὀνομάζεσθαι. Ξενοφῶν δὲ στέατι δελφίνων χρᾶσθαι τοὺς Μοσυνοίκους ἱστορεῖ, ὡς οἱ Ἕλληνες τῷ ἐλαίῳ, καὶ κάρυα πολλὰ ἔχειν τὰ πλατέα οὐκ ἔχοντα διαφυὴν, ἤτοι σχισμὴν, οὐδεμίαν. Καὶ παῖδας αὐτοῖς εἶναι φησι σιτευτοὺς, τεθραμμένους κα‐ | |
15 | ρύοις ἑφθοῖς, ἁπαλοὺς καὶ λευκοὺς σφόδρα, καὶ οὐ πολλοῦ δέοντας ἴσους τὸ μῆκος καὶ τὸ πλάτος εἶναι· καὶ οἶνον παρ’ αὐτοῖς λέγει εὑρίσκεσθαι, ὃς ἄκρατος μὲν ὀξὺς ἦν ὑπὸ αὐστηρότητος, κερασθεὶς δὲ εὐώδης τε καὶ ἡδύς. Λευκοὶ δὲ πάντες, φησὶν, οἱ ἄνδρες καὶ | |
20 | αἱ γυναῖκες. Βαρβαρώτατοι δὲ οἱ ἐκεῖ, ἐν ὄχλῳ μὲν | |
ποιοῦντες ἅπερ ἄν τινες ἐν ἐρημίᾳ ποιήσειαν, ἐν δὲ τῷ ἰέναι μόνοι πράττοντες ἄπερ ἂν μετ’ ἀλλήλων ἰόντες· καὶ γὰρ, φησὶ, καὶ ἐγέλων καὶ ἑαυτοῖς διελέγοντο καὶ ὠρχοῦντο ἐφιστάμενοι ὅπη τύχοιεν. | 349 | |
767 | Ὅτι οἱ Τιβαρηνοὶ, οὓς ἡμεῖς Τιβρανούς φα‐ μεν, πολύρρηνές εἰσιν, ὃ ἔστι πολυπρόβατοι, πο‐ λυθρέμμονες. Οἰκοῦσι δὲ, καθὰ καὶ οἱ Χαλδαῖοι, μέχρι τῆς μικρᾶς Ἀρμενίας, καθὰ καὶ ὁ Γεωγράφος | |
5 | φησίν. Ἐφ’ οἷς οἱ Χάλυβές εἰσι, στυφελὴν καὶ ἀπηνέα γῆν οἰκοῦντες, μογεροῦ δεδαηκότες ἔργα σιδήρου, οἳ βαρυγδούποις, φησὶν, ἐπ’ ἄκμοσιν ἑστῶτες οὔποτε παύονται καμάτου. Τούτους τοὺς Χάλυβας ἄλλοι Χαλύβους ἐκάλεσαν· ἔθνος δέ εἰσι Ποντικὸν παρὰ τῷ | |
10 | Θερμώδοντι· ἀφ’ ὧν σίδηρος, φασὶν, ἐξάγεται ὁ πρὸς τὰ στόματα ἐπαινούμενος, ἤγουν πρὸς τὰ στομώματα. Ὅθεν καὶ Χαλυβικὸς κνώδων, καὶ πλεονασμῷ τοῦ δ Χαλυβδικὸς παρὰ τῷ Λυκόφρονι, ὁ ἐξ ἀρίστου σιδή‐ ρου. Ἀρριανὸς δὲ οὕτω φησίν· «Χάλυβες πρῶτοι ἀν‐ | |
15 | θρώπων αἰτίαν ἔχουσι χαλκεύσασθαι σίδηρον.» Ἐξαί‐ ρει δὲ καὶ Αἰσχύλος τὸν τοιοῦτον σίδηρον. Ξενοφῶν δὲ ὀλίγους τε αὐτοὺς εἶναι λέγει, καὶ τῶν Μοσυνοίκων ὑπηκόους, καὶ τὸν βίον αὐτῶν τοῖς πλείστοις ἀπὸ σι‐ δηρείας εἶναι. Οἱ δέ φασιν ὅτι οὗτοί εἰσιν οἱ παρὰ | |
20 | τῷ Ποιητῇ Ἁλίζωνοι ἢ Ἁλιζῶνες, ὧν ἦρχεν Ὅδιος καὶ Ἐπίστροφος, ὧν ἡ παραλία μέταλλα ἔχει πολλὰ, ὡς καὶ Ὁμήρῳ δοκεῖ, ἔνθα ὑπεμφαίνει καὶ Ἄλυβας εἶναι αὐτοὺς, λέγων «τηλόθεν ἐξ Ἀλύβης» ἤ, «τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστι γενέθλη·» ὡς ἢ μετατε‐ | |
25 | θείσης τῆς γραφῆς ὕστερον (ἐφ’ Ὁμήρου) ἀπὸ τῆς ποτὲ Χαλύβης εἰς Ἀλύβην, ἢ ἀνάπαλιν τῶν πρότερον μὲν ἐπὶ Ὁμήρου Ἀλύβων λεγομένων, μεταπεσόντων δὲ εἰς Χάλυβας ὕστερον, ὥσπερ ἀνάπαλιν οἱ τοιοῦτοι Χάλυβες ἐκ τῆς κλήσεως, φασὶ, ταύτης εἰς Χαλδαίους | |
30 | μετέπεσον, κατά τινα λέξεως παραφθορὰν ἢ παραποίη‐ σιν· ἀφ’ ὧν καὶ τόπος Χαλδία ἐλέγετο. Χώρα δὲ Ἀρ‐ μενίας ἡ Χαλδία, ἧς μέχρις ἡ Ποντικὴ βασιλεία. Τοὺς δὲ ἐκεῖσε Χάλδους λέγεσθαι ἐπικρατεῖ ἡ συνήθεια δι‐ συλλάβως, οὐ Χαλδαίους. Χαλδαῖοι γὰρ τρισυλλά‐ | |
35 | βως οἱ ποτὲ μὲν Κηφῆνες, ἀπὸ δὲ Περσέως Πέρσαι· Χαλδαῖοι κληθέντες ἀπό τινος Χαλδαίου, ὅν φασι τέταρτον ἐπὶ δέκα, ἤγουν τεσσαρεσκαιδέκατον, βασιλέα μετὰ Νῖνον γενόμενον τὴν Βαβυλῶνα οἰκίσαι, καὶ τοὺς συναχθέντας καλέσαι ἀφ’ ἑαυτοῦ Χαλδαίους. Λέγονται | |
40 | μέντοι παρά τινων καὶ οἱ περὶ τὴν Κολχίδα Χάλδοι | |
Χαλδαῖοι τρισυλλάβως κατὰ Δικαίαρχον. Ἰστέον δὲ ὅτι οἱ ἐξ Ἀλύβης ἢ ἐξ Ἀλύβων μετατεθῆναι τὴν γρα‐ φὴν εἰς Χάλυβας λέγοντες, ἢ ἀνάπαλιν μεταποιηθῆναι ἀπὸ Χαλύβης εἰς Ἀλύβην, παρατιθέασι καὶ ἄλλα | 350 | |
45 | ὀνόματα ἀλλαγέντα κατὰ μεταγωγὴν κλήσεως, οἷον οἱ παρ’ Ὁμήρῳ, φασὶ, Σίντιες Θρᾷκες Σίντοι ἐκλήθησαν ὕστερον, εἶτα παρὰ Ἀρχιλόχῳ Σάϊοι καὶ πάλιν Σά‐ παι. Ὥσπερ δὲ τὰ τοιαῦτα ἐθνικὰ ὀνόματα διαφόρως παρεποιήθησαν, οὕτω καὶ τὸ τῶν Φρυγῶν· Βρύγοι γὰρ | |
767(50) | καὶ Βρίγες καὶ Φρύγες οἱ αὐτοί. | |
772 | Ὅτι μετὰ τοὺς Χάλυβας ἡ τῆς Ἀσσυρίας χθο‐ νὸς πρόχυσις ἐκτέταται· ἔνθα καὶ ὁ Θερμώδων, Σκυ‐ θικὸς κατά τινας ποταμὸς, ἀπὸ τοῦ Ἀρμενίου ῥέων ὄρους, ταῖς Ἀμαζόσι λευκὸν ὕδωρ προΐησι. Δι’ ἃς | |
5 | καὶ ἐνυάλιος ὁ Θερμώδων λέγεται, οὐχ ὅτι αὐτὸς τοιοῦ‐ τος, ἀλλ’ ὅτι μάχιμοι αἱ τούτου πίνουσαι Ἀμαζόνες, περὶ ὧν εἴρηται μὲν καὶ ἀνωτέρω, καὶ μετὰ ταῦτα δὲ ῥηθήσεται. Λέγει δὲ καὶ ὅτι ὁ αὐτὸς Θερμώδων καὶ τὴν Ἀσωπίδα Σινώπην πλανωμένην ἐδέξατο, ἤγουν | |
10 | τὴν θυγατέρα τοῦ Ἀσωποῦ τὴν Διὸς ἐρωμένην· πλα‐ νηθεῖσα γὰρ Διὸς βουλῇ, οὐχ ἑκοῦσα παρῴκησεν ἐκεῖ. Ἐξ ἧς καὶ πόλις διαφανεστάτη ὁμώνυμος αὐτῇ ἡ Σι‐ νώπη, ἡ λεγομένη καὶ Σινωπικὴ χερρόνησος, κτίσμα κατά τινας Κριτίου ἀνδρὸς Κῴου, ἧς κατὰ Διόδωρον | |
15 | ἄποικος ἡ Τραπεζοῦς, πόλις Ἑλληνὶς, πρὸς τῇ τῶν Κόλχων χώρᾳ κειμένη. Ὁ δ’ αὐτὸς Διόδωρος καὶ Μιλησίων ἄποικον τὴν Σινώπην λέγει, μέγιστον ἀξίωμα ἔχουσαν, ἐν ᾗ καὶ τὰ Μιθριδάτου βασίλεια τοῦ πρὸς Ῥωμαίους διαπολεμήσαντος. Ξενοφῶν δὲ ἱστο‐ | |
20 | ρήσας καὶ αὐτὸς τοὺς Σινωπεῖς οἰκεῖν μὲν ἐν τῇ Πα‐ φλαγονικῇ, Μιλησίων δὲ ἀποίκους εἶναι, φησὶ καὶ ὅτι Κοτυωρῖται καὶ Κερασούντιοι καὶ Τραπεζούντιοι δα‐ σμὸν ἔφερον τοῖς Σινωπεῦσι· λέγων καὶ ὅτι Κερασοῦς πόλις Ἑλληνὶς ἐπὶ θαλάσση, Σινωπέων ἄποικος ἐν τῇ | |
25 | Κολχίδι χώρᾳ. Ἡρόδοτος δὲ ἱστορεῖ, ὅτι Κιμμέριοι φεύγοντες εἰς Ἀσίαν τοὺς Σκύθας τὴν χερρόνησον ἔκτι‐ σαν, ὅπου νῦν Σινώπη πόλις Ἑλλὰς οἰκεῖται. Ὁ δὲ Γεωγράφος φησὶν, ὅτι ἡ Σινωπῖτις χώρα καὶ σφένδα‐ μνον ἔχει, καὶ ὀροκάρυον φύει, ἐξ ὧν αἱ τράπεζαι | |
30 | τέμνονται. Περὶ δὲ τῆς τοῦ Ἀσωποῦ θυγατρὸς τῆς ῥηθείσης Σινώπης φασὶν, ὅτι αὕτη τὸν Δία καὶ τὸν Ἀπόλλωνα ἠπάτησε, τὴν παρθενίαν αἰτήσασα κατ’ ἐπαγγελίαν μισθοῦ συνουσίας, καὶ οὕτω κατασοφισα‐ μένη τοὺς ἐραστὰς δεξιώτατα. Οἱ γὰρ ὑποσχόμενοι | |
35 | παρθενίαν τῇ ἐρωμένῃ πάντως ἑαυτοὺς τοῦ γάμου ἀπέ‐ | |
κλεισαν· δόντες μὲν γὰρ οὐ συνελεύσονται, συνελθόντες δὲ ψεύσονται. Ἢ καὶ ἑτέρως· οὔτε δόντες τὴν παρ‐ θενίαν συνελεύσονται αὐτῇ· πῶς γὰρ ἔτι, ἐὰν δεῖ παρ‐ θένον εἶναι; οὔτε αὖ τὴν παρθενίαν αὐτῆς ἀφαιρούμε‐ | 351 | |
40 | νοι συνέλθοιεν ἄν· οὐ γὰρ διδόασι τὸν μισθόν. Ἰστέον δὲ ὅτι παρὰ τῷ Διονυσίῳ Συρία μὲν λέγεται ἡ περὶ τὸν Λίβανον καὶ τὸ Κάσιον ὄρος καὶ τὰ ἐκείνων ἀνώτερα ἕως τῶν περὶ Σινώπην, Ἀσσυρία δὲ διὰ τοῦ α αὐτὴ λοιπὸν ἡ περὶ Σινώπην γῆ, ὡς καὶ ἐν τοῖς | |
45 | ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ οἶδε μὲν καὶ αὐτὸς Συ‐ ρίαν τὴν παρὰ τῷ Διονυσίῳ, λέγει δὲ καὶ Ἀράβων τὰ περὶ θάλασσαν Συρίους νέμεσθαι. Ἱστορεῖ δὲ καὶ Παλαιστίνους τινὰς Σύρους, καὶ Συρίαν Παλαιστίνην καὶ ἔθνη δέ τινα παρακείμενα τῷ Εὐξείνῳ οὕτως ὀνο‐ | |
772(50) | μάζει, λέγων ὅτι Σύριοι οἱ περὶ Θερμώδοντα ποταμὸν καὶ Παρθένιον, καὶ Μάκρωνες οἱ τούτοις ἀστυγείτο‐ νες. Ὁ Γεωγράφος δὲ Ἀσσυρίους μὲν οἶδε τοὺς περὶ τὴν Βαβυλωνίαν καὶ τὴν κύκλῳ, ἔνθα καὶ Νίνος πόλις καὶ Νίσιβις, ὅπου καὶ ἡ πρὸς ἀνατολὰς τῆς Μεσοπο‐ | |
55 | ταμίας λεγομένη Ἀδιαβηνὴ χώρα, οὕτω καλουμένη διὰ τὸ δυσδιάβατον τῶν ἐκεῖσε ὑδάτων· Σύρους δὲ ἰδίως δίχα τοῦ α τοὺς περὶ Κιλικίαν καὶ Αἴγυπτον καὶ Φοινίκην καὶ τοὺς περὶ Εὔξεινον, ὧν μέρος οἴδαμεν καὶ τοὺς Σινωπεῖς. Διετείνετο γὰρ, φησὶ, τὸ τῶν Σύ‐ | |
60 | ρων ὄνομα τὸ παλαιὸν ἀπὸ Βαβυλωνίας μέχρι τοῦ Ἰσσικοῦ κόλπου, κἀκεῖθεν ἕως τοῦ Εὐξείνου. Οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ καὶ οἱ πρὸς τῷ Πόντῳ, Λευκόσυροι, φησὶ, λέγονται, ὡς τινῶν καὶ ἐπικεκαυμένων τὴν χρόαν. Καὶ Ἡρόδοτος | |
65 | δὲ οὕτω βούλεται, λέγων, οἱ Σύριοι ὑπὸ Περσῶν κα‐ λοῦνται Καππαδόκαι, καὶ πάλιν Καππαδόκαι, οὓς ἡμεῖς Συρίους καλοῦμεν. Ἀρριανὸς δὲ τοὺς περὶ Με‐ σοποταμίαν Ἀσσυρίους λέγει, ἐν οἷς φησι τοὺς πρὸς Εὐφράτῃ ποταμῷ Ἀσσυρίους, ἔστε ἐπὶ Νῖνον καὶ Βα‐ | |
70 | βυλῶνα, καθ’ ὧν Ἀμαζόνες ἐστράτευσαν, Εὐρυπύλης ἡγουμένης αὐτῶν. Καὶ τοὺς Καππαδόκας δὲ οὕτω ποτὲ ἱστορεῖ λέγεσθαι, ἐν οἷς φησι Καππάδοκα παῖδα Νινύου, ἐφ’ ὅτῳ Ἀσσύριοι μεταβαλόντες τὸ ὄνομα Καππαδόκαι ὠνομάσθησαν. Ὀππιανὸς δὲ καὶ τοὺς | |
75 | περὶ Τίγριν Ἀσσυρίους καλεῖ, οὓς καὶ πολυγύναικας ἱστορεῖ. | |
775 | Ὅτι δὲ ἄλλοι παρὰ τοὺς Σύρους οἱ Ἀσσύριοι, δηλοῖ καὶ Ξενοφῶν ἐν τοῖς Ἑλληνικοῖς. Ἡρόδοτος δὲ δοκεῖ ἄγειν αὐτοὺς εἰς ταὐτὸν, ἐν οἷς φησιν, ὅτι Ἀσσύ‐ ριοι ὑπὸ μὲν Ἑλλήνων ἐκαλοῦντο Σύριοι, ὑπὸ δὲ βαρ‐ | |
5 | βάρων Ἀσσύριοι ἐκλήθησαν· ὡς εἶναι τὸ μὲν Σύρος | |
καὶ τὸ Σύριος λέξεις Ἑλληνικὰς, βάρβαρον δὲ τὸ Ἀσ‐ σύριος. Τοιοῦτον δέ τι βούλεται καὶ ὁ τὴν Σιδωνίαν θάλασσαν, ἤγουν τὴν ἐν τῇ Φοινικικῇ Συρίᾳ, ὀνομά‐ σας Ἀσσυρίων θάλασσαν. Πλούταρχος δὲ καὶ αὐτὸς | 352 | |
10 | ὁμοίως τῷ Γεωγράφῳ ἐν παραλλήλῳ τινὶ, ἐν ᾧ τὰ περὶ Μιθριδάτου κεῖται, ἐμφαίνει τοὺς περὶ Σινώπην δύνασθαι Σύρους λέγεσθαι· φησὶ γὰρ ὅτι τὴν Σινώπην Σύροι κατεῖχον, ἀπὸ Σύρου γεγονότος τοῦ Ἀπόλλω‐ νος, ὡς λέγεται, καὶ Σινώπης τῆς Ἀσωπίδος. Ἰστέον | |
15 | δὲ ὅτι κατὰ τοὺς παλαιοὺς παρὰ τῷ Ἐρατοσθένει Ἄσ‐ συρες οἱ Ἀσσύριοι λέγονται, ὡς καὶ πρὸ τούτου ἐρρέθη, ἀπὸ εὐθείας τῆς ὁ Ἄσσυρ. Καὶ ὅτι πρόχυσιν ἐκάλουν οἱ παλαιοὶ κυρίως τὴν καὶ πρόχωσιν λεγομένην, ἔνθα δηλαδὴ ποταμὸς ἐπαγόμενος ἰλὺν ἀποτίθεται, ὡς καὶ | |
20 | ὁ Νεῖλος περὶ τὴν Αἴγυπτον. Οἱ δ’ αὐτοὶ λέγουσι καὶ τὸν τόπον τὸν περὶ τὴν Σινωπαίαν Ἀσσυρίαν τοιαύτην πρόχυσιν εἶναι τοῦ Ἅλυος, καὶ δῶρον αὐτοῦ τὴν ἐκεῖ γῆν, ὡς καὶ τοῦ Νείλου τὴν Αἴγυπτον. Οὕτω δὲ καὶ ἄλλα πολλὰ πεδία κατὰ τὸν Ἀρριανὸν ποταμῶν εἰσι | |
25 | ποιήματα, οἷον τὸ Ἕρμου πεδίον καὶ Καΰστρου τὸ Λύδιον καὶ Μαιάνδρου τὸ Καρικόν. Καὶ ὁ Γάγγης δὲ πεδίον τι ἐν Ἰνδίᾳ προσέχωσεν. Ὥστε κυριολεκτεῖ ὁ Διονύσιος, λέγων ὅτι ἐκτετάνυσται μετὰ Χάλυβας Ἀσσυρίης χθονὸς πρόχυσις, τουτέστιν, ἡ τῆς ἐκεῖ γῆς | |
30 | ἐκ τοῦ Ἅλυος πρόχωσις. | |
780 | Ὅτι περὶ τὰς τοῦ Θερμώδοντος κρυμώδεας ὄχθας τέμοις ἂν κρυστάλλου λίθον καθαρὸν, οἷα πά‐ χνην χειμερίαν· εὑρήσεις δὲ καὶ ὑδατόεσσαν ἴασπιν, ἑτέραν οὖσαν τάχα παρὰ τὴν πρὸ μικροῦ ἱστορηθεῖσαν | |
5 | ἠερόεσσαν. Καὶ ὅρα ὅτι λίθου εἶδος ὁ μεταλλευτὸς κρύσταλλος, καθὰ καὶ ὁ μάρμαρος. Κρυμώδεις δὲ τὰς τοῦ Θερμώδοντος ὄχθας καλεῖ, διότι ὡς οἱ παλαιοί φασι καὶ θέρους πήσσεται, τῆς τοποθεσίας τὴν τοιαύ‐ την ἰδέαν διεξαγούσης. Διὸ, φασὶ, καὶ Κρύσταλλός | |
10 | ποτε ὁ Θερμώδων οὗτος ἐκλήθη. | |
783 | Ὅτι ἐφεξῆς τῷ Θερμώδοντι ὁ Ἶρις ποταμὸς καθαρὸν ῥόον εἰς ἅλα βάλλει. Περὶ τούτου ὁ Ἀρρια‐ νὸς ταῦτά φησιν· «Αἷμος βασιλεὺς Σκυθῶν, οὗ υἱὸς Ἐρίδιος, ἀφ’ οὗ ὁ Ποντικὸς ποταμὸς κληθεὶς Ἐρίδιος | |
5 | ὕστερον εἰς τὸ δεξιώτερον μετωνομάσθη Ἶρις.» Ὁ δὲ Γεωγράφος φησὶν ὅτι ὁ Θερμώδων ἐκ πολλῶν πληροῦ‐ ται ποταμῶν, ᾧ πάρισος ἐκ Φαναροίας ῥέει Ἶρις. Ῥέει δὲ, φησὶ, καὶ δι’ Ἀμασείας ὁ Ἶρις, παραλαβὼν τόν τε Σκύλακα καὶ ἄλλους ποταμοὺς καὶ τὸν ἐξ Ἀρ‐ | |
10 | μενίας ῥέοντα Λύκον. | 353 |
784 | Ὅτι τῷ Ἴριδι ἐπιμορμύρουσι ῥοαὶ Ἅλυος πο‐ ταμοῦ, ἑλκόμεναι πρὸς βορρᾶν, ἀπὸ τῶν Ἀρμενίων ὀρῶν, ἐγγὺς τῆς Καραμβίδος, ἄκρας Παφλαγονικῆς, περὶ ἧς εἶπε καὶ ἀλλαχοῦ. Νομίζεται δὲ κληθῆναι | |
5 | Ἅλυς ἀπὸ τόπου τοῦ κατὰ τὴν Ξιμηνὴν, ἔνθα ὀρυκτοὶ ἅλες εὑρίσκονται· καὶ εἰ τοῦτο ἀληθὲς, σκοπητέον μή ποτε δασύνεσθαι ὁ Ἅλυς ὀφείλει, ὡς ἀπὸ τῶν τοιούτων ἁλῶν. Οἱ μέντοι ψιλοῦντες τὴν λέξιν παρὰ τὴν ἄλην, ὃ ἔστι τὴν πλάνην, ἐτυμολογοῦσιν αὐτὸν, ὡς περὶ | |
10 | πολλὴν γῆν ἀλώμενον. Ὁ δὲ Γεωγράφος φησὶ ῥέειν αὐτὸν μεταξὺ Παφλαγόνων καὶ Σύρων, ἤτοι Καππα‐ δόκων. Ἡρόδοτος δέ φησιν ὅτι ὁ Ἅλυς ὥριζε μέν ποτε τὴν Μηδικὴν ἀρχὴν καὶ τὴν Λυδικὴν, ῥέει δὲ ἐξ Ἀρμενίου ὄρους διὰ τῆς γῆς τῶν Κιλίκων· παραμειβό‐ | |
15 | μενος δὲ Ματιανοὺς μὲν ἐν δεξιᾷ, ἑτέρωθεν δὲ Φρύ‐ γας, ῥέει πρὸς βορρᾶν, ἔνθεν μὲν Συρίους Καππαδόκας ἀφεὶς, ἐξ εὐωνύμων δὲ Παφλαγόνας. Λέγει δὲ καὶ ὅτι Θαλῆς ὁ Μιλήσιος ἔσχισέ ποτε τὸν Ἅλυν τῷ Κροίσῳ διὰ βαθείας διώρυχος εἰς εὐδιάβατον. | |
787 | Ὅτι ἐπὶ τοῖς ῥηθεῖσι ποταμοῖς οἱ Παφλαγόνες τε παράλιοι νέμονται, ἀπὸ Παφλαγόνος οὕτω κληθέν‐ τες υἱοῦ Φινέως· καὶ οἱ Μαριανδυνοὶ, ὅπου καὶ ἡ κατὰ τὸν Πόντον Ἡράκλεια, ἐπώνυμος μὲν Ἡρακλέος, Μι‐ | |
5 | λησίων δὲ κτίσμα κατὰ τὸν Γεωγράφον. Ξενοφῶν μέντοι φησὶν ὅτι ἡ ἐν τῷ Πόντῳ Ἡράκλεια Μεγαρέων ἄποικος. Ἐνταῦθα διὰ τοῦ πεδίου ῥέει ποταμὸς, Λύκος ὄνομα, εὖρος ὡς δύο πλέθρων. Οἱ δὲ Μαριαν‐ δυνοὶ οὕτω καλοῦνται ἀπό τινος Αἰολέως Μαριανδύνου | |
10 | οὕτω καλουμένου. Καὶ τὸ ἐθνικὸν δὲ Μαριάνδυνος μὲν λέγεται προπαροξυτόνως κατὰ τοὺς Αἰολεῖς, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικὰ, ἡ δὲ κοινὴ χρῆσις ὀξύνει αὐτὸ, κατὰ τὸν τύπον τῶν εἰς νος ἐθνικῶν. Οὐ παραλήγεται δὲ τῷ η, ὡς τὰ ὅμοια ἐθνικὰ, διὰ τὸ ἀκολουθῆσαι τῇ | |
15 | γραφῇ τοῦ ὁμωνύμου κυρίου ὀνόματος. Περὶ δὲ τὴν τῶν Μαριανδυνῶν γῆν βοτάνη φύεται δηλητηριώδης τὸ ἀκόνιτον, περὶ οὗ μῦθός φησιν, ὅτι ὁ Κέρβερος ὁ χαλκεόφωνος Ἀΐδου κύων ἀνελκόμενος ἐξ ᾅδου ὑπὸ μεγαλόφρονος Ἡρακλέος, καὶ λυττήσας | |
20 | δεινὸν ἐκεῖ ἀπὸ στόματος ἔβαλε σιαλώδη χυμὸν ἢ χυ‐ λὸν, ὃν δεξαμένη ἡ γῆ αὐτόθι πῆμα ἐφύτευσε τὸ ἀκόνι‐ τον. Ὄνομα δὲ φαρμάκου τοῦτό ἐστι, πρὸς ὃ οὐκ ἔστι κονίσασθαι καὶ οἷον παλαῖσαι καὶ ἀντιπαλαμήσα‐ σθαι· διὰ τοῦτο γὰρ καὶ ἀκόνιτον λέγεται, οἱονεὶ ἀκα‐ | |
25 | ταπάλαιστον. | |
791 | Σημείωσαι δὲ διὰ τοῦ σιαλώδεος, ὅτι οὐ μόνον σίελος λέγεται διὰ τοῦ ε, ἀλλὰ καὶ σίαλος διὰ τοῦ α, ὡς καὶ ὕελος καὶ ὕαλος. Διόδωρος δὲ οὕτω περὶ τού‐ | |
του φησίν, «Ἡράκλεια Μεγαρέων ἄποικος, περὶ ἣν | 354 | |
5 | Ἀχερουσία χερρόνησος, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾅδου Κέρβερον ἀναγαγεῖν.» Ἀρριανὸς δὲ οὕτω γρά‐ φει περὶ τῶν τοιούτων· «ἐπέκεινα Σαγγαρίου ὅμοροι Παφλαγόνων Μαριανδυνοὶ, ἔνθα πόλις Ἡράκλεια πε‐ πόλισται, ὅπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον | |
10 | ἐδυστύχησαν· ἦν γὰρ αὐτοῖς πάτριον τὸ ποηφαγεῖν.» Τὸ δ’ ἀκόνιτον πάλαι μὲν, φασὶν, ἀσινὲς ἦν, ὕστερον δὲ κακόν τι γέγονε φάρμακον διὰ τὸν ἰὸν, ὃς τῶν ἐχι‐ δνῶν ἀποστάξας, αἳ τῆς τοῦ Κερβέρου κεφαλῆς ἐκπε‐ φύκασιν, ἔβλαψε τὴν πόαν. Καὶ τάχα τις ἀστεϊζό‐ | |
15 | μενος πρὸς τὸν μῦθον καὶ τὸν Ἡράκλειον τοῦτον ἆθλον κάτω βάλλων ἐρεῖ μηδὲν ἀγαθὸν τὸν Ἡρακλῆ ἐνταῦθα καταπράξασθαι. Οὐ γὰρ τοσοῦτον ἀνθρώποις εἶναι πῆμα τὸν Κέρβερον κάτω μένοντα, ὅσον ἄνω γενό‐ μενον. Τότε μὲν γὰρ νεκροῖς ἐνεκάθητο, οὓς οὐκ | |
20 | ἔστι δὶς θανεῖν, ἄνω δὲ φανεὶς καὶ τὸ ἀκόνιτον ἐκφήνας κακὸν μέγα τοῖς ζῶσιν ἐγένετο. Ὑποκάθηται δὲ τῷ λόγῳ τούτῳ καὶ σκῶμμα κατὰ τῶν Ποντικῶν Ἡρα‐ κλεωτῶν. Εἰ γὰρ ἐπαινετέα ἡ σιλφιοφόρος Κυρήνη διὰ τὴν εὔχρηστον βοτάνην τὸ σίλφιον, μωμητέοι ἐκ | |
25 | τοῦ ἀνάπαλιν ἄνθρωποι, παρ’ οἷς τὸ θανάσιμον φύεται, εἴγε καὶ ὁ θύμος μηδὲν βλάπτων ὅμως ψεκτέαν τὴν θυ‐ μοφόρον ποιεῖ γῆν. Χαλκεόφωνον δὲ τὸν Κέρβερον παρατετηρημένως καλεῖ, ὡς τῆς τῶν κυνῶν ὀξείας φω‐ νῆς ἀπηχήσει παρεοικυίας χαλκοῦ. Ἰστέον δὲ ὅτι ἐπε‐ | |
30 | χωρίαζον τοῖς Μαριανδυνοῖς θρήνων αὐληταὶ, ὡς καὶ ἡ παροιμία δηλοῖ, Μαριανδυνοῦ μεμνημένη θρηνητῆ‐ ρος. Θρηνητικοὶ δὲ καὶ οἱ Κᾶρες, ἀφ’ ὧν καὶ Καρικὰ θρηνώδη αὐλήματα. Τοιοῦτοι δὲ καὶ οἱ Φρύγες, ἔτι δὲ καὶ οἱ Μυσοί. Διὸ καὶ Αἰσχύλος φησὶ, βόα τὸ | |
35 | Μύσιον, ἤγουν θρήνει. Μυθεύεται δὲ παῖς Τιτίου ὁ Μαριανδυνὸς, ὃς τὴν ὀδυρτικὴν αὐλῳδίαν ηὔξησε, καὶ ἐδίδαξε τὸν Μαρσύου τοῦ αὐλητοῦ πατέρα, ἐξ οὗ καὶ Μαριανδυνοὶ αὐλοὶ ἐπιτήδειοι τοῖς θρηνοῦσιν. Οὗτος κυνηγετῶν, φασὶν, ἀπώλετο, καὶ οἱ Μαριανδυνοὶ ἐν | |
40 | ἀκμῇ θέρους ἐθρήνουν αὐτόν. | |
793 | Ὅτι μετὰ τοὺς Μαριανδυνοὺς ἡ τῶν Βιθυνῶν λιπαρὰ γῆ, ὅπου καὶ ὁ Ῥήβας ἐρατεινὸν προΐησι ῥέε‐ θρον, ὁδεύων παρὰ τοῖς τοῦ Πόντου στόμασιν, ἤτοι ἐγγὺς τοῦ Ποντικοῦ στόματος· οὕτω καὶ ἀνωτέρω τὸ | |
5 | στόμα τοῦ Κερβέρου πληθυντικῶς στόματα εἶπεν· οὗ‐ περ ποταμοῦ κάλλιστον, φησὶν, ἐπὶ χθονὶ σύρεται ὕδωρ. Ὃν καὶ ἐπαναλαμβάνει, ὡς εἴπερ καὶ αὐτὸς ἄξιος ἦν λόγου πολλοῦ. Ῥέειν δέ φασι καὶ αὐτὸν ἐκ τοῦ Μυ‐ σίου Ὀλύμπου, καθὰ καὶ τὸν Σαγγάριον, ὃς δὴ Σαγ‐ | |
10 | γάριος καὶ ναυσίπορός ἐστι καὶ μέγιστος τῶν ἐν Βιθυ‐ νίᾳ ποταμῶν, εἰσβάλλων εἰς τὸν Εὔξεινον. Τοὺς δὲ | |
Βιθυνοὺς καὶ ναυτικωτάτους ἱστοροῦσι γενέσθαι ποτὲ, καὶ τὴν αὐτῶν γῆν πάμφορόν τε καὶ εὔδενδρον εἶναί φασι, καὶ λιθοτομίας ἔχουσαν πολλαχοῦ, καὶ κρυστάλ‐ | 355 | |
15 | λους ἐν ὄρεσι φύουσαν, καὶ ἄλλα πολλὰ ἔχουσαν ἀγαθά. Ἡρόδοτος δὲ λέγει Θρᾷκας διαβάντας εἰς Ἀσίαν κλη‐ θῆναι Βιθυνοὺς, καὶ εἶναι παρ’ αὐτοῖς χρηστήριον Ἄρεος. Λέγεται δὲ καὶ ὅτι τὴν ἀπὸ Βοσπόρου γῆν ἕως ἐπὶ Ῥήβαντα Βιθυνοί ποτε κατέσχον. Τὴν δὲ | |
20 | αὐτοῦ ἐπέκεινα ἐπὶ Πόντον ὀρεινὴν οἱ Θυνοὶ ἔσχον ἄχρι ποταμοῦ Κάλητος· ὡς εἶναι ὁμόρους τούς τε Θυνοὺς καὶ τοὺς Βιθυνοὺς, οὕτω καλουμένους ἀπό τινων ἀδελ‐ φῶν ἐπιφανῶν Θυνοῦ καὶ Βιθυνοῦ, παίδων Φινέως κατὰ ποίησιν, ἤτοι ποιητῶν καὶ θετῶν, καθά φησιν | |
25 | Ἀρριανὸς, ὃς καὶ γνήσιον παῖδα Φινέως ἱστορεῖ Πα‐ φλαγόνα, ἐξ οὗ χώρα Παφλαγονία. Καὶ γῆν λέγει Ῥηβαντίαν τὴν πρὸς τῷ Ψιλλίῳ ποταμῷ, καὶ δη‐ μιουργόν τινα ἱστορεῖ παρὰ Βιθυνοῖς Δαίδαλον καλού‐ μενον, οὗ ἔργον ἐν Νικομηδείᾳ γενέσθαι θαυμαστὸν | |
30 | ἄγαλμα Στρατίου Διός. Λέγει δὲ ὁ αὐτὸς Ἀρριανὸς καὶ ὅτι ἄλλοι Ὀδρύσου παῖδάς φασι τὸν Θυνὸν καὶ τὸν Βιθυνὸν, ὧν ἡ χώρα ὁμώνυμος. Σημείωσαι δὲ ὅτι τὸ μὲν γῆν Ῥηβαντίαν παρὰ τῷ Ἀρριανῷ ἀφορμὴν δί‐ δωσι τοῦ φανερῶς νοεῖν ὅτι περιττοσυλλάβως ὁ Ῥήβας | |
35 | κλίνεται, ὁμοίως τῷ Αἴαντι· τὸ δὲ Ῥηβαῖος ἐθνικὸν κλίσιν ὑπεμφαίνει τινὰ ἰσοσύλλαβον, παρὰ τοῖς πα‐ λαιοῖς καὶ αὐτὸ εὑρισκόμενον. | |
803 | Ὅτι οἱ Χαλκιδέες, ὃ ἔστιν οἱ περὶ Χαλκηδόνα, ὡς προερρέθη, οἱ καὶ Δωριεῖς ἱστορούμενοι εἶναι ἀνέ‐ καθεν, περὶ τὸ στόμα οἰκοῦσιν, ἤγουν περὶ τὴν Προ‐ ποντίδα, ἥτις μετὰ προσθήκης μάλιστα Πόντου στόμα | |
5 | λέγεται. Καὶ ὅρα ὅτι οἱ Χαλκιδεῖς οὗτοι παρώνυμοί εἰσι τῆς ἐνταῦθά που Χαλκίδος, ἀφ’ ἧς ἄρουραν ἀνω‐ τέρω Χαλκίδα εἶπε τὰ περὶ Χαλκηδόνα. Κατὰ δὲ τὴν Ἀρριανοῦ ἱστορίαν ἐπώνυμός ἐστιν ἡ τῶν Χαλκη‐ δονίων πόλις τῷ Κρόνου υἱῷ Χαλκηδόνι, ἀφ’ οὗ πρῶτα | |
10 | μὲν ὁ ἐκεῖ που ῥέων ποταμὸς ἐκλήθη Χαλκηδὼν, ἔπειτα ἡ πόλις, Δωριέων ἀποικησάντων ὑστέροις χρό‐ νοις, ὁμώνυμος γίνεται τῷ ποταμῷ. Ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι τοῖς Χαλκηδονίοις ἀποφρὰς νομίζεται παντὸς μηνὸς φθίνοντος ἐνάτη, ἤγουν, ὡς τοῖς Ἀττικοῖς | |
15 | ἀρέσκει, αἱ εἰκοσταὶ πρῶται τῶν ὅλων μηνῶν, ἀπαί‐ σιοι αὐτοῖς κρίνονται, διότι ἐν τοιαύταις ἡμέραις ἄλλας τε δυστυχίας αὐτοὶ ἔπαθον, καὶ Φαρνάβαζος δὲ ὁ Πέρσης τοὺς αὐτῶν παῖδας ἐκτεμὼν εἰς τὸν Δαρεῖον ἀνέπεμψε. Κατασκῆψαι δέ φησιν αὐτοῖς καὶ νόσον ἐκ | |
20 | θεομηνίας, τὸ αὐτοὺς τὰ σφῶν ἀποτέμνειν αἰδοῖα, διότι θυσιῶν τινων κατημέλησαν. Ἱστορεῖται δὲ καὶ τὴν | |
ἐν ἀριστερᾷ τοῦ Εὐξείνου Πόντου Μεσημβρίαν Χαλ‐ κηδονίων εἶναι κτίσμα καὶ Βυζαντίων, ἡττηθέντων ἔν τινι μάχῃ καὶ φυγόντων ἐκεῖ. Οἰκοῦσι δὲ οἱ Χαλκι‐ | 356 | |
25 | δέες οὗτοι, καθὰ καὶ προεγράφη, ἐς ἀντιπέραν Βυζαν‐ τίου, κληθέντος οὕτω ἀπὸ Βύζαντος υἱοῦ Κεροέσσης, ἥτις ἦν θυγάτηρ Ἰοῦς, ἢ διότι Βύζης ἡγεῖτο τοῦ τῶν Μεγαρέων στόλου, οἳ καὶ ἔκτισαν τὸ Βυζάντιον κατὰ χρησμὸν τοιοῦτον· | |
30 | Ὄλβιοι οἳ κείνην πόλιν ἀνέρες οἰκήσουσιν, ἀκτῆς Θρηικίης στενυγρὸν παρ’ ἄκρον στόμα Πόντου, ἔνθ’ ἰχθῦς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν. Τὸν δὲ Βύζαντα, οὗ ἐπώνυμον τὸ Βυζάντιον ἄστυ, δικαιότατόν φασιν ἀνθρώπων γενέσθαι, καὶ ἐπάρξαι τῆς | |
35 | παραλίας ἁπάσης Θρᾴκης ἕως καὶ εἰς Αἷμον τὸ ὄρος. Εἰσὶ δὲ καὶ Λίβυες Βύζαντες, καὶ πόλις ἐκεῖ Βυζάν‐ τιον. Τινὲς δὲ Γύζαντας ἐκείνους καλοῦσιν. Ἐν δὲ τῷ Θρᾳκικῷ Βυζαντίῳ ἱστορεῖται φυλάσσεσθαί ποτε τὸν πλοῦτον τοῖς Ἀθηναίοις, διὰ τὴν ὀχυρότητα τοῦ | |
40 | πολιχνίου. Ὀνομασθῆναι δέ ποτε αὐτὸ καὶ Ἀντωνι‐ νίαν, ἕως περιῆν Σεβῆρος καὶ ὁ ἐκείνου παῖς Ἀντωνῖ‐ νος. Παρὰ δὲ τοῦ μεγάλου Κωνσταντίνου κληθῆναι αὐτὸ Ἄνθουσαν. Κωμῳδοῦνται δὲ εἰς μέθην οἱ πα‐ λαιοὶ Βυζάντιοι. Πολέμου γοῦν ἐπικειμένου ποτὲ, | |
45 | οὐκ ἄλλως ἔσχεν ὁ στρατηγὸς ῥᾷον ἐπὶ τοῖς τείχεσιν ἔχειν αὐτοὺς, εἰ μὴ τὰ καπηλεῖα ἐγγὺς τῶν τειχέων ἤγαγεν. Ἰστέον δὲ ὅτι τὸ Βυζάντιον ἄστυ καὶ διὰ ει διφθόγγου ὤφειλεν ἔχειν, ὥς τινές φασι, τὴν παρα‐ λήγουσαν, τῷ λόγῳ τῶν κτητικῶν· ἀλλ’ ὁ Διονύσιος | |
803(50) | ἀποβαλὼν τὸ ε ψιλὸν διὰ μόνου διχρόνου ἐκφέρει αὐτὸ, τῷ λόγῳ τῶν τοπικῶν· ὡς καὶ πρὸ τούτου τὸ Κυρβάν‐ τιον ἄστυ ἐπὶ Σαμοθρᾴκης. Πολλὰ δὲ καὶ ἄλλα ὀνό‐ ματα τὸ τοιοῦτον ἔπαθον πάθος, ὥσπερ καὶ τὸ τραπέ‐ ζιον σχῆμα, καθὰ προγέγραπται, καὶ τὸ Ποσιδήϊον, | |
55 | καὶ τὸ Ἰκόνιον, καὶ τὸ ἀλγινόεις παρὰ τῷ Ὀππιανῷ, καὶ ἄλλα παρ’ ἄλλοις. Καὶ γὰρ καὶ τὸ τραπέζιον, ὡς ἐρρέθη, διὰ διφθόγγου ὤφειλεν ἔχειν τὴν παραλήγου‐ σαν, καὶ τὸ Ποσιδήϊον δὲ καὶ τὸ ἀλγινόεις οὐκ ὤφειλον διὰ διχρόνου μόνου ἔχειν τὴν δευτέραν μετὰ τὴν ἄρ‐ | |
60 | χουσαν συλλαβὴν, καὶ τὸ Ἰκόνιον ὡς ἀπὸ εἰκόνος ἀπαι‐ τεῖ διὰ διφθόγγου τὴν ἄρχουσαν γράφεσθαι. Ἰστέον δὲ ὅτι ὥσπερ τὸ Βυζάντιον δόκει παραλόγως διὰ τοῦ ι | |
γράφεσθαι, οὕτω καὶ παρὰ Ἀπολλωνίῳ τὸ Ὑάντιος Ὀγχηστὸς, ἡ τοῦ Ὕαντος πόλις. Οὕτω δὲ καὶ τὸ | 357 | |
65 | Ἄβας Ἄβαντος Ἀβάντιον, ἐξ οὗ καὶ τὸ Ἀβαντιὰς Μάκρις. Ἀλλὰ ταῦτα μὲν ἔχει ἀπολογίαν τὸ τοπικὸν, ἀληθῶς δὲ παράλογα τὸ Αἰπύτιον παρὰ τύμβον, καὶ τὸ Ποιάντιον ἀγλαὸν υἱόν· ταῦτα γὰρ κτητικὰ ὄντα κυ‐ ρίων ὀνομάτων, τοῦ Αἰπύτου καὶ τοῦ Ποίαντος, καὶ | |
70 | ὀφείλοντα δίφθογγον ἔχειν τὴν παραλήγουσαν, ὅμως διὰ μέτρου ἀνάγκην μονοφθόγγῳ παραλήγεται. Κἀκεῖνο δὲ ἰστέον, ὅτι λέγονται μεγάλως ἰσχῦσαι καὶ οἱ Βυζάντιοι· πτοηθῆναι δέ ποτε τοὺς Φοίνικας ἐπιπλέοντας, καὶ ἀπολιπεῖν τὴν σφετέραν, φυγόντες | |
75 | εἰς τὸν Εὔξεινον, καὶ μετὰ τῶν Χαλκηδονίων οἰκίσαι τὴν Μεσημβρίαν πόλιν, ὡς καὶ ἀνωτέρω εἴρηται. | |
805 | Ὅτι μετὰ τοὺς Χαλκηδονίους Χαλκιδέας οἱ Βέβρυκες κεῖνται, οἳ οὕτως καλοῦνται ἀπὸ Βέβρυκός τινος ἡρωϊκοῦ ἀνδρὸς, ἢ ἀπὸ Βεβρύκης γυναικός. Τούτους τοὺς Βέβρυκας ἱστορεῖται μείζω δοκεῖν ἔχειν | |
5 | τὰ σώματα ἢ καθ’ ἡλικίαν ἀνθρώπου, παρ’ οἷς καὶ ὁ Βέβρυξ ἐκεῖνος Ἀράντας, ᾧ τὸ μὲν μῆκος εἰς ὀκτὼ λέ‐ γεται πήχεις, εὖρος δὲ, ὡς Ἀρριανός φησιν, ὅσον τοσῷδε μήκει ἐς κουφότητα ξύμμετρον, ἤγουν ὅσον ἦν ξύμμετρον πρὸς τοὺς ὀκτὼ πήχεις τοῦ μήκους, εἰς τὸ | |
10 | κούφως βαίνειν τὸν ἄνθρωπον. Κατὰ δὲ τοῦ τοσού‐ του ἀνδρὸς νικηφόρος γέγονεν εἰς μονομαχίαν συστὰς νεανίας ἐτῶν ἑπτακαίδεκα. Τὴν δὲ ῥηθεῖσαν Βεβρύ‐ κην τοῦ Αἰγύπτου μὲν ἀδελφόπαιδά φασι, μίαν δὲ τῶν θυγατέρων τοῦ Δαναοῦ, ἀδελφὴν τῆς Ὑπερμνήστρας. | |
15 | Φείσασθαι δὲ λέγουσι καὶ αὐτὴν Ἱππολύτου τοῦ αὐτα‐ νεψιοῦ νυμφίου, ὡς καὶ τὴν Ὑπερμνήστραν τοῦ Λυ‐ γκέως, καὶ φυγεῖν σὺν ἐκείνῳ, καὶ πολλὰ δυνηθῆναι διὰ τὸ διδάσκειν τοὺς βαρβάρους τὴν Αἰγυπτίαν σο‐ φίαν. Διὸ καὶ Βεβρύκην ἢ Βεβρυκίαν ἀπ’ αὐτῆς κλη‐ | |
20 | θῆναι τὴν χώραν εἰς ἣν ἔφυγε. Πίνδαρος οὖν διὰ τοῦτο ὀκτὼ καὶ τεσσαράκοντα ἱστορεῖ τὰς Δαναΐδας, ὡς τὰς δύο μὴ συναριθμεῖν ταῖς λοιπαῖς θέλων, οἷον μὴ πεισθείσας τῷ πατρὶ, καὶ διὰ τοῦτο ἀπαλιφείσας τῆς ἐκείνου πατρότητος. Ἰστέον γὰρ ὅτι κατὰ τὴν πα‐ | |
25 | λαιὰν ἱστορίαν πεντήκοντα παίδων τῶν τοῦ Αἰγύπτου πεντήκοντα νεανίσιν αὐτανεψιαῖς συνευνασθέντων, θυγατράσι Δαναοῦ, ἡ Βεβρύκη μὲν καὶ ἡ Ὑπερμνή‐ στρα μόναι τῶν συνεύνων ἐφείσαντο, αἱ δὲ λοιπαὶ τοὺς | |
λοιποὺς διεχρήσαντο. | 358 | |
30 | Ὅτι μετὰ τοὺς Βέβρυκας ἡ Μυσία καὶ τὰ τῆς Μυ‐ σίδος γῆς ὄρη, ἔνθα Μύσιος ποταμὸς ὁ Κίος προϊεὶς ἱμερόεντα ῥέεθρα, καὶ πόλις ὁμώνυμος ἡ Κίος. Περὶ δὲ τὸν Κίον ποταμὸν ἡ θρυλουμένη ἁρπαγὴ τοῦ Ὕλα συνέπεσεν. Ἑταῖρος δὲ Ἡρακλέος ὁ Ὕλας. Νύμφη | |
35 | γὰρ, φησὶν, ἐκεῖ ὑδρευόμενον τὸν Ὕλαν καθήρπασεν, ὃν καὶ ἀνακαλούμενος ὁ πελώριος Ἡρακλῆς οὐδὲν ἤνυ‐ σεν, ἀλλὰ μακρὰ καὶ κενὰ βοήσας ἀπηλλάγη, ὡς καὶ Θεόκριτος ἱστορεῖ. Ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἀνα‐ καλουμένων τοὺς μὴ ἀκούοντας, «Ὕλαν καλεῖς.» | |
40 | Φασὶ δὲ καὶ τὴν Προυσιάδα πρότερον Κίον καλεῖσθαι, ἣν ὕστερον Δημήτριος κατέσκαψεν. Ὁ δὲ Γεωγρά‐ φος λέγει ὅτι ὑπὲρ τὴν Προυσιάδα Κίος πόλις, ἣν ἔκτισε Κίος Ἡρακλέος ἑταῖρος καὶ σύμπλους ἐπανελ‐ θὼν ἐκ Κολχίδος, ἔνθα τὰ κατὰ τὸν Ὕλαν γενέσθαι | |
45 | φασί. Περὶ δὲ Μυσῶν καὶ προείρηται μὲν ἤδη, καὶ εὐθὺς δὲ κατωτέρω πάλιν εἰρήσεται. | |
809 | Ὅτι μετὰ τὴν Μυσίαν ὁ τῆς μικρᾶς Φρυγίας ἄσπετος ἀγκὼν, ἤγουν ἀγκάλη, ἐπιτρέχων εἰς Ἑλλή‐ σποντον πρὸς ἑσπέραν, ὑπὸ τοὺς τῆς Ἴδης πόδας, ἐν‐ δότερον δὲ ἐπ’ ἀνατολὰς ἡ εὐρυτέρα Φρυγία, ὃ ἔστιν ἡ | |
5 | μεγάλη, ἧς Μίδας ἐβασίλευσε, παρὰ τῷ προειρημένῳ Σαγγαρίῳ ποταμῷ, οὗπερ αἱ πηγαὶ περί τινα λέγον‐ ται εἶναι κώμην Σαγγίαν καλουμένην. Ταύτην δὲ τὴν μεγάλην Φρυγίαν καὶ ἱππόβοτον λέγει καὶ λιπα‐ ράν. Ὀλβιωτάτους δὲ τοὺς Φρύγας καὶ Ἀρριανὸς | |
10 | ἱστορεῖ, λέγων καὶ ὅτι «λέγονται Φρύγες παλαιότα‐ τοι ἀνθρώπων γενέσθαι, καὶ ὅτι μαίνονται τῇ Ῥέᾳ, καὶ πρὸς Κορυβάντων κατέχονται, ἤγουν κορυβαντιῶσι δαιμονῶντες. Ὅταν δὲ κατάσχῃ αὐτοὺς τὸ θεῖον, ἐλαυνόμενοι καὶ μέγα βοῶντες καὶ ὀρχούμενοι προθε‐ | |
15 | σπίζουσι τὰ μέλλοντα, θεοφορούμενοι καὶ μαινόμενοι.» Ἔστι δὲ, φασὶ, Φρυγία καί τις τόπος Εὐρωπαῖος περὶ τὴν Οἴτην τὸ τῆς Τραχῖνος ὄρος, οὕτω κληθεῖσα παρὰ τὸ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα καυθέντα. Τὸ δὲ πόδας Ἴδης ἐξ Ὁμήρου ληφθὲν Πινδάρῳ μὲν δέδωκεν | |
20 | ἀφορμὴν σφυρὰ ὄρους εἰπεῖν, τῷ δὲ Λυκόφρονι πτέρ‐ ναν πύργου, καὶ ἄλλοις κνημοὺς ὄρους. Ἰστέον δὲ ὅτι Διονύσιος μὲν Ἀσιανῶν ἐνταῦθα Φρυγῶν μέμνηται, ἄλλοι δέ φασι καὶ ἑτέρους Εὐρωπαίους εἶναί ποτε Φρύγας, ἐξ ὧν περαιωθέντων οἱ κατὰ τὴν Ἀσίαν ἐγέ‐ | |
25 | νοντο· ὥσπερ καὶ Μυσοὶ οὐ μόνον Εὐρωπαῖοι, οἵ γε καὶ πέραν Ἴστρου ἦσαν, ἀλλὰ καὶ Ἀσιανοὶ, ὧν μέρος καὶ οἱ Ὀλυμπηνοὶ Μυσοὶ, λεγόμενοι οὕτως, ὥς που | |
προείρηται παρὰ τὸν μυσὸν, ὅστις ἐστὶν ἡ ὀξύα κατὰ τὴν τῶν Μυσῶν ἢ Λυδῶν γλῶσσαν· πολὺ γὰρ τὸ τοιοῦ‐ | 359 | |
30 | τον φυτὸν παρὰ τοῖς Μυσοῖς. Οὕτω δέ φασι δύσερ‐ γον εἶναι διορίσαι Μυσοὺς καὶ Φρύγας διὰ τὸ ἀδιάφορον τῆς οἰκήσεως, ὥστε τάχα καὶ τὴν παροιμίαν ἐντεῦθεν διεκπεσεῖν τὴν λέγουσαν, «πόρρω τὰ Μυσῶν καὶ Φρυ‐ γῶν ὁρίσματα.» Ὡσαύτως δὲ συγκέχυνται οἱ Λυδοὶ | |
35 | καὶ Μαίονες, οἱ καὶ Μῄονες παρὰ τῷ Ποιητῇ. Ἀρ‐ ριανὸς δέ φησιν ὅτι «Θυνὸς καὶ Μυσὸς υἱοὶ ἦσαν Ἀργανθώνης, ἥτις καλόν τι χρῆμα νύμφης ἦν, ἀφ’ ὧν Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφ’ ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῷ Μυσῷ ὠνομάσθησαν.» Ἡρόδοτος | |
40 | δέ φησι καὶ αὐτὸς πρώτους ἀνθρώπων τοὺς Φρύγας εἶναι, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, ἔνθα τὸν ἀρχαῖον βεκκεσέληνον λέγει, ἀπό τε τῶν Ἀρκάδων τῶν πρὸ τῆς σελήνης μυθευομένων εἶναι καὶ ἀπὸ τοῦ βέκου. Βέκος δὲ ὁ ἄρτος Φρυγιστί. | |
815 | Ὅτι ὑπὸ ταῖς πλευραῖς τῆς μικρᾶς Φρυγίας ἡ Ἴλιος, μεταξὺ τῆς Ἴδης καὶ τῆς θαλάσσης. Ταύτην τὴν πόλιν ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων λέγει, καὶ ἔργον μέν φησι γενέσθαι Ποσειδῶνος καὶ Ἀπόλλωνος | |
5 | κτισάντων, ὑπὸ Ἀθηνᾶς δὲ καὶ Ἥρας ἀπολέσθαι, ὃ ἔστιν ὑπό τε φρονήσεως καὶ ὑπὸ ἡραίας ἤγουν βασιλικῆς ἀν‐ δρώδους δυνάμεως· ἢ καὶ ἄλλως ἀστείως, ὅτι ἄνδρες μὲν τὴν πόλιν ἵδρυσαν, γυναῖκες δὲ κατέρριψαν. Ὅτι δὲ ἐξήλειπται ἀφανισθεῖσα ἡ παλαιὰ Ἴλιος, ὡς μηδὲ | |
10 | θεμελίους ὑπολειφθῆναι αὐτῆς, ἀριδήλως ἡ παλαιὰ ἱστορία φησίν. Ἰστέον δὲ ὅτι ἐπαναλαμβάνει καὶ τὴν Ἴλιον κατὰ συνήθειαν ποιητικὴν, οὐ μόνον διὰ τὸ σεμνὸν ἄλλως τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὸ θρήνων ἄξια πα‐ θεῖν αὐτήν. Διὸ καὶ ὁ Λιβάνιός που Αἰγαίου μὲν πελά‐ | |
15 | γους καὶ ἄλλων τινῶν τόπων πρὸς ὄνομα ψιλὸν καὶ μόνον ἁπλῶς οὕτως μέμνηται, τῆς Τροίας δὲ οὐχ οὕτως, ἀλλὰ τὴν τὰ δεινότατα παθοῦσαν Πριάμου πόλιν φησὶν, οἰκτισάμενος ὡς ἐκ παρόδου αὐτήν. Ἰστέον δὲ ὅτι καὶ τρεῖς ἀναγράφονται Φρυγίαι παρὰ τοῖς παλαιοῖς. Μία | |
20 | μὲν ἡ μεγάλη, ἧς ὁ Μίδας ἄρξαι λέγεται, περὶ ἣν καὶ ἡ Πισιδία καὶ τὸ Ἀμόριον καὶ τὰ Σύνναδα καὶ ἡ Λαοδίκεια. Ταύτης δὲ τῆς μεγάλης ἐστὶ καὶ ἡ παρώρειος Φρυγία, περὶ ἣν τὸ Φιλομήλιον· καὶ αὕτη μὲν μία Φρυγία. Δευτέρα δὲ καὶ ἑτέρα Φρυγία ἡ μικρὰ ἡ ἐν | |
25 | Ἑλλησπόντῳ καὶ περὶ Ὄλυμπον. Καὶ τρίτη ἡ λεγομένη Ἐπίκτητος, ἐν ᾗ τὸ Κοτυάειον καὶ τὸ Δορύλαιον, ὡς ὁ Γεωγράφος ἱστορεῖ, τὸ καὶ Δορυλάειον, κατὰ δὲ τὴν ὀρθογραφικὴν τέχνην καὶ Δορύλλειον, διὰ διφθόγγου, ὥσπερ καὶ Δοκίμειον, πόλις καὶ αὐτὸ Φρυγίας· οὕτω | 360 |
30 | δὲ καὶ Σύλλειον, ἐν δυσὶ λλ ἢ καὶ δι’ ἑνός. Ἔστι δὲ καὶ αὐτὸ κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα πόλις Φρυγίας, ἢ κατά τινας, ὥς φησι, Παμφυλίας. Δῆλον δὲ ὅτι καὶ Σύλαιον τὸ τοιοῦτον γράφεται. | |
820 | Ὅτι μετὰ τὴν μικρὰν Φρυγίαν καὶ τὴν Ἴλιον ἡ τῶν Αἰολέων παραπέπταται γῆ, Αἰγαίου περὶ χεῖλος, ὑπὲρ τὸν μέγαν ἤτοι πλατὺν Ἑλλήσποντον, ὃ ἔστι νο‐ τιώτερον τοῦ Ἑλλησπόντου. Καὶ ἐνταῦθα γὰρ τὴν ὑπέρ | |
5 | πρόθεσιν ἐπὶ τῶν νοτιωτέρων τέθεικεν, ὡς αὐτῷ σύνη‐ θες. Ἄλλως γὰρ ὑπὲρ τὴν Φρυγίαν πρὸς τὰ βόρεια οὐ κεῖνται Αἰολεῖς, ἀλλὰ κατὰ τὴν παλαιὰν ἀναγραφὴν Φρυγῶν ἔχονται Καππαδόκαι πρὸς βορρᾶν δηλαδή. Τούτοις δὲ πρόσουροι Κίλικες καθήκοντες ἐπὶ τὴν θά‐ | |
10 | λασσαν, περὶ ἣν καὶ ἡ Κύπρος. Τούτων δὲ ἔχονται Ἀρ‐ μένιοι, αὐτῶν δὲ Ματιανοὶ, τούτων δὲ οἱ Κισσιανοί. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι μετὰ τοὺς Αἰολεῖς, ὧν ἐστι καὶ ἡ Σμύρνα, ἡ τῶν Ἰώνων γῆ κεῖται, ἀγχίαλος καὶ αὐτή. Ταύτης ἀρχὴ κατὰ τὸν Γεωγράφον ἡ Φώκαια | |
15 | πέρας οὖσα τῆς Αἰολίδος. Ἰστέον δὲ ὅτι ὥσπερ τὴν Ἰάδα ἐν τοῖς φθάσασιν ἔγνωμεν τὴν αὐτὴν οὖσαν τῇ παλαιᾷ Ἀτθίδι, ὡς Ἰώνων καλουμένων πάλαι ποτὲ τῶν Ἀττι‐ κῶν ἀπὸ Ἴωνος καὶ τῆς χώρας Ἰάδος λεγομένης, οὕτω καὶ ἡ Δωρὶς ἡ αὐτὴ τῇ Αἰολίδι ἐστίν. Ἐκαλοῦντο γάρ | |
20 | ποτε κατὰ τὸν Γεωγράφον Αἰολεῖς κατ’ ἐπικράτειαν ἔθνους πάντες οἱ ἐκτὸς τοῦ κατὰ Πελοπόννησον ἰσθμοῦ, πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ Δωριέων τῶν περὶ Παρνασσόν. Διὸ καὶ Πίνδαρος πολλαχοῦ, καίτοι Δω‐ ριστὶ γράφων, Αἰολίδα τὴν ἑαυτοῦ λέγει μολπήν. Αἰο‐ | |
25 | λεῖς δὲ ἐκεῖνοι ἐλέγοντο ἀπὸ τῶν τοῦ Αἰόλου παίδων, ὥσπερ καὶ Δωριεῖς ἀπὸ τῶν τοῦ Δώρου, καὶ Ἴωνες ἀπὸ Ἴωνος τοῦ Ξούθου ἀνδρὸς Ἀττικοῦ, ὃν καὶ Εὐρι‐ πίδης κτίστορα ἱστορεῖ Ἀσιάδος χθονός. Οἱ δὲ περὶ τὴν Ἀσίαν Αἰολεῖς οὕτως ἐκλήθησαν, οὐ μόνον ὡς ὄντες | |
30 | τῶν ῥηθέντων Εὐρωπαίων Αἰολέων ἄποικοι, ἀλλὰ καὶ ὅτι ἀπὸ αἰόλων, ὃ ἔστιν ἐκ ποικίλων τινῶν καὶ μιγάδων ἀνθρώπων, ἡ αὐτόθι ἀποικία ἐκείνοις συνεκρο‐ τήθη. | |
823 | Ὅτι διὰ μέσης τῶν Ἰώνων γῆς ὁ Μαίανδρος λιπαραῖς δίναις εἰς ἅλα κατέρχεται, μεταξὺ τῆς Πριή‐ | |
νης καὶ τῆς Μιλήτου, Ἰωνικῆς πόλεως, ἀποίκου Ἀθη‐ ναίων κατὰ Ἡρόδοτον· ὧν ἡ μὲν Πριήνη καὶ Κάδμη | 361 | |
5 | ποτὲ ἐκλήθη, ἣν Αἴπυτος ὁ Νηλέως ἔκτισεν, ἀφ’ ἧς εἷς τῶν ἑπτὰ σοφῶν ὁ Βίας· ἡ δὲ Μίλητος κτίσμα Νηλέως ἀνδρὸς Πυλίου αὐτόθι μετοικήσαντος, κατὰ δὲ Ἡρό‐ δοτον Νηλεὺς ὁ Κόδρου ἔκτισεν αὐτήν. Φησὶ γάρ· «Νηλέῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ τὴν Μιλήτου κτι‐ | |
10 | στύν.» Ἔρια δὲ ὁ τόπος οὗτος φέρει ἀγαθὰ, ὅθεν καὶ εἰς παροιμίαν κεῖται τὰ Μιλήσια στρώματα. Καὶ Θεόκριτος δὲ τάπητας μαλακωτέρους ὕπνου εἰπὼν ἐπάγει· «φαίη ἂν ἡ Μίλητος καὶ ὁ τὴν Σαμίαν κατα‐ βόσκων·» ὡς τῆς Σάμου καὶ τῆς Μιλήτου ἀγαθῶν οὐσῶν | |
15 | εἰς ἐρίων φοράν. Περὶ δὲ τῆς πόλεως ταύτης καὶ τοιαῦτα γέγραπται· «Μίλητος πόλις Ἰώνων ἐπιφανής. Ἐκλήθη δέ ποτε καὶ Λελεγὶς διὰ ἐποίκους Λέλεγας, καὶ Πι‐ τύουσα δὲ ἀπὸ τῶν ἐκεῖ πιτύων, καὶ διότι ἐκεῖ πρῶτον πίτυς ἔφυ.» Ἐκεῖθεν ἦν Θαλῆς ὁ Μιλήσιος, καὶ ῥήτωρ | |
20 | Αἰσχίνης, ὃν ἡ παρρησία ἔβλαψε, καὶ Φωκυλίδης, καὶ Τιμόθεος ὁ κιθαρῳδὸς, εἰς ὃν ἐπίγραμμα φέρεται τόδε· Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον. | |
25 | Ἦν δέ ποτε καὶ Κρητικὴ Μίλητος. Λέγεται δὲ καὶ τὴν τῆς Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Φέρεται δὲ λόγος, καὶ μέγιστον κατασκευασθῆναι ναὸν ἐν Μι‐ λήτῳ; χωρὶς ὀροφῆς μείναντα διὰ τὸ μέγεθος. Ταύτης δὲ ἱστοροῦνται πολλαὶ ἀποικίαι, ὅπουγε καὶ περὶ τὰ | |
30 | Νειλῶα στόματα τεῖχος ἦν Μιλησίων λεγόμενον, ὅπερ αὐτοὶ ἐτείχισαν ναυσὶ τριάκοντα πλεύσαντες· καὶ ὅπου δὲ τελευτᾶ ὁ Ἴστρος περὶ τὸν Εὔξεινον, Ἰστριανοὶ κα‐ τοικοῦσι Μιλησίων ἄποικοι, ὥς φησιν Ἡρόδοτος. Τού‐ των δὲ βορειοτέρα ἡ Ἔφεσος, ἡ καὶ Τραχεῖά ποτε | |
35 | κληθεῖσα καὶ Ὀρτυγία καὶ Πτελέα· πόλις δὲ Ἰώνων καὶ ἡ Ἔφεσος, κατὰ δὲ Ἡρόδοτον Λυδίας, ἣν καὶ πα‐ ραλίαν ὁ Διονύσιος λέγει, καὶ μεγάλην πόλιν Ἀρτέμιδος, καὶ ναὸν ἐκεῖ φησιν εἶναι, ὃν Ἀμαζόνες ἐποίησαν ἐν πρέμνῳ, ὃ ἔστιν ἐν κορμῷ πτελέας, περιώσιον ἀνδράσι | |
40 | θαῦμα. Λέγει δὲ ἴσως τὸν περίπυστον ἐκεῖνον, τὸν ὕστε‐ ρον καυθέντα πρός τινος θελήσαντος οὕτως ἑαυτῷ πε‐ ριποιήσασθαι τὸ ἐπ’ ὀνόματι ἀοίδιμον, κἂν οὐκ ἔσχε τυχεῖν ἐκεῖνος οὗ ἤθελεν· ἀραὶ γὰρ ἐτέθησαν, μηδένα τῶν ἁπάντων τὸ ἐκείνου περιφέρειν ὄνομα, ὡς ἂν ἐπι‐ | |
45 | λησθείη παντάπασι καὶ μὴ ἔχοι ὃ βούλεται. Λέγεται δὲ καὶ ὅτι Κροῖσος τῇ Ἐφέσῳ ἐπιθέμενος ἐπολιόρκει, ἀμηχανοῦντες δὲ οἱ πολῖται ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι, ἐξάψαντες ἐκ τοῦ ναοῦ τῆς Ἀρτέμιδος σχοι‐ | |
νίον εἰς τὸ τεῖχος. | 362 | |
828 | Ὅτι δὲ αἱ Ἀμαζόνες πολλοὺς ἐν Ἀσίᾳ κατέσχον τόπους ποτὲ, δηλοῦσι καὶ κρῆναί τινες Ἀμαζόνων ὁμώνυμοι, ναὶ μὴν καὶ πόλεις, οἷον ἡ Ἔφεσος αὕτη, ἡ Ἀναία, ἡ Μύρινα, ἡ Αἰολικὴ Κύμη. Ἔστι | |
5 | δὲ καὶ Ἐλαία τόπος πρὸς τῇ Νικομηδείᾳ κατὰ τὸν Ἀρριανὸν ἀπὸ Ἐλαίας Ἀμαζόνος. Καὶ πρὸς τῷ Πόντῳ δὲ Θίβα, τόπος διὰ τοῦ ι ἔχων τὴν παραλήγουσαν, ἀπὸ μιᾶς τῶν ὑφ’ Ἡρακλέος ἀναιρεθεισῶν Ἀμαζόνων σχοῦσα τὴν κλῆσιν, ὧν αἱ διάφοροι, τουτέστιν αἱ ὑπερ‐ | |
10 | έχουσαι καὶ ἀξιολογώτεραι, κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν, εἰσὶν αὗται πρὸς ὄνομα, Τράλλα, Ἰσοκρά‐ τεια, Θίβα, Πάλλα καὶ ἄλλαι. Καὶ ἡ Σμύρνα δὲ Ἀμαζὼν οὖσα καὶ αὐτὴ κατασχεῖν τὴν Ἔφεσον λέ‐ γεται, ἀφ’ ἧς καὶ Σμύρνα τόπος Ἐφέσου. Καὶ αὐτὴν | |
15 | δὲ τὴν Ἔφεσον Σμύρναν κληθῆναί ποτε λέγουσι. Φασὶ δὲ τὴν τῆς Ἐφέσου πόλιν ἐν κοίλῳ τόπῳ οἰκι‐ σθεῖσαν τὴν ἀρχὴν καὶ χειμῶνι κατακλυσθεῖσαν ὑπὸ Λυσιμάχου μετατεθῆναι ἔνθα νῦν ἐστι, καὶ Ἀρσινόην κληθῆναι ἀπὸ Ἀρσινόης τῆς ἐκείνου γυναικός. Φέρεται | |
20 | δὲ καὶ Δούριδος καλὸν ἐπίγραμμα εἰς τὸν τοιοῦτον κα‐ τακλυσμὸν, ἐν ᾧ καὶ ἀοιδοτάτην τῶν Ἰάδων πόλεων τὴν Ἔφεσον ἐκεῖνος λέγει· ἀρχὴ δὲ τοῦ ἐπιγράμματος αὕτη· Ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι | |
25 | νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε; καὶ τὰ ἑξῆς. Τὴν δὲ Ἔφεσον τὸ κύριον ὄνομα, γυνὴ γὰρ ἡ Ἔφεσος, ἀφ’ ἧς ἡ πόλις ὀνομάζεται, πρόσπολον Ἀρτέμιδός φασι, καὶ θυγατέρα αὐτῆς τὴν Ἀμαζὼ ἱστοροῦσιν, ἀφ’ ἧς αἱ Ἀμαζόνες. Οἱ δέ φασι τὰς Ἀ‐ | |
30 | μαζόνας ὑπὸ Ἡρακλέος διωκομένας, ὅτε κελεύοντος Εὐρυσθέως ἐπὶ τὸν τῆς Ἱππολύτης ἐστάλη ζωστῆρα, καταφυγεῖν ἐπί τινα βωμὸν Ἀρτέμιδος, κἀκεῖ τυχεῖν ἀφέσεως, καὶ τὸν τόπον ἐκεῖθεν Ἔφεσον κληθῆναι κατὰ παραγραμματισμὸν, ἀντὶ τοῦ Ἄφεσον. Ἔθνος δὲ γυναι‐ | |
35 | κεῖον αἱ Ἀμαζόνες πρὸς τῷ Θερμώδοντι, διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ Ἀρριανὸς ἱστορεῖ. Ἐκαλοῦντο δέ ποτε καὶ Σαυρομάτιδες, διὰ τὸ ἐν τῇ Σαυροματικῇ ποτε Σκυθίᾳ οἰκῆσαι, καθὰ προγέγραπται ἐν τοῖς περὶ Σαυροματῶν· ἢ οἱονεὶ σαυροπάτιδες, διὰ | |
40 | τὸ σαύρας πάσασθαι, ὅ ἐστι γεύσασθαι· τοιούτων γὰρ ἤσθιον κρεῶν. Διὸ καὶ Ἀμαζόνες ἐκαλοῦντο κατά τινας, οὐ μόνον ὡς μονόμαζοι· ἐπεκαίοντο γὰρ βρέφοθεν τὸν δεξιὸν μαζὸν, ὡς ἂν μὴ ἐπικωλύῃ τὴν τοξείαν, ἀλλὰ καὶ οἷα μὴ μάζαις ἀλλὰ κρέασι θηρίων ἐπιτρεφόμεναι. | |
45 | Καὶ ταῦτα μὲν τοιαῦτα. Τὸν δὲ ῥηθέντα Μαίανδρον σκολιόν φασι ῥέειν, ἀφ’ οὗ καὶ τὰς τῶν ποταμῶν σκο‐ λιότητας πάσας Μαιάνδρους καλεῖσθαι. Ἱστορεῖται δὲ ὅτι τὴν ἀνωτέρω εἰρημένην Πριήνην πρὸς τῇ θαλάσσῃ. οὖσαν τὰς ἀρχὰς μεσόγεων πεποίηκεν ὁ Μαίανδρος | 363 |
828(50) | μακρῷ προσχώματι· φησὶ γὰρ ὁ Γεωγράφος· «οὕτω γὰρ ὁ Μαίανδρος πολὺν χοῦν κατάγων καὶ ὅπη τύχῃ τοῦ αἰ‐ γιαλοῦ προστιθεὶς πεποίηκε τὴν Πριήνην μεσόγεων τεσ‐ σαράκοντα σταδίων προσχώματι, ἐπὶ θαλάττῃ πρότερον οὖσαν.» | |
830 | Ὅτι μετὰ τοὺς Ἴωνας οἱ Μῄονες, ὧν καὶ Ὅ‐ μηρος μέμνηται, ἤγουν οἱ Λυδοὶ, ἐπ’ ἀνατολὰς, ἔθνος χώραν ἀγαθὴν οἰκοῦν καὶ πολυαργυρωτάτην, ὥς φασιν οἱ παλαιοὶ, ἔνθα ὁ ἠνεμόεις Τμῶλος τὸ ὄρος, ὅθεν ὁ | |
5 | Πακτωλὸς ῥέων χρυσὸν ὁμοῦ δίνῃσιν ἐφελκόμενος κε‐ λαρύζει. Χρυσορρόας γὰρ ἱστορεῖται ὁ Πακτωλὸς πο‐ ταμὸς, ἢ ὡς αὐτὸ τοῦτο χρυσοῦ κατασύρων ψήγματα, ἢ ὡς λιπαίνων τὴν ἐγχώριον γῆν, καὶ πλουτοποιὸς τοῖς ἐκεῖ γινόμενος. Καὶ ὅρα καὶ ἐνταῦθα τὸ κελαρύζειν, οὐ | |
10 | πάνυ προσφυὲς ὂν μεγαλειότητι ποταμίου ῥεύματος, ὡς οὐδὲ ἐν τοῖς πρὸ τούτου ἐπὶ τοῦ Κηφισοῦ. Ὁ δὲ Πακτωλὸς καταφέρεσθαι λέγεται εἰς τὸν Ἕρμον, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ, λέγων «Πακτωλὸς ψῆγμα χρυσοῦ καταφέρων ἐκ τοῦ Τμώλου εἰς τὸν Ἕρμον ποταμὸν | |
15 | ἐκδιδοῖ.» Ὁ δὲ Ἕρμος ῥέων διὰ τῆς Σαρδιανῆς ἐκδί‐ δωσιν εἰς τὴν τῆς Φωκαίας θάλασσαν. Λίαν δὲ καὶ τὴν τῶν Λυδῶν ἐξυμνεῖ ὁ Διονύσιος ὡς εὐδαίμονα, θεῖόν τε ἔδαφος αὐτὴν ἀποκαλῶν καὶ λέγων κύκνων λιγυρὰν ὄπα ἔαρος ὥρᾳ ἀκούεσθαι ἐν ταῖς τοῦ Πακτωλοῦ πλευ‐ | |
20 | ραῖς, οἳ καθ’ ὕλην ἔνθα καὶ ἔνθα νέμονται αὐξομένης ἐπὶ πόας, καὶ ὅτι πολλοὶ μὲν λειμῶνες ἐν Ἀσίᾳ θάλλου‐ σιν, ἔξοχα δὲ κατὰ τὸ Μαιάνδριον πεδίον. Διό τινες καὶ τὸ παρ’ Ὁμήρῳ «Ἀσίω ἐν λειμῶνι» ἐντεῦθεν νοοῦσιν, ὡς τάχα τῆς Μῃονίας Ἀσίας λεγομένης. Μεθ’ ἣν καὶ | |
25 | ἔθνος τι οἱ Μυσοὶ κατὰ τὸν Γεωγράφον, ἄλλο παρὰ τοὺς Ὀλυμπηνούς. Φησὶ γὰρ ἐκεῖνος· «Μυσοὶ μετὰ Λυδοὺς, καὶ πόλις Φιλαδέλφεια.» Λέγει δὲ ὁ Διονύσιος καὶ τὸν Κάϋστρον ἥσυχα καχλάζοντα ἢ παφλάζοντα ἐπιρρέειν ὕδατι ἀγλαῷ εἰς τὸν Μαίανδρον. | |
837 | Κάϋστρος δὲ ὀνομάζεται ἀπὸ τοῦ παρακεῖσθαι τῇ κατακεκαυμένῃ χώρᾳ, ἐξ ἧς κατὰ τὸν Γεωγράφον οἶνος ἐλλόγιμος ἀρετῇ ὁ κατακεκαυμενίτης. Τὴν δὲ χώραν ταύτην οἱ μὲν Μυσίαν καλοῦσι διὰ τοὺς ἐκεῖ | |
5 | ῥηθέντας Μυσοὺς, οἱ δὲ Μῃονίαν διὰ τοὺς Μῄονας· ἥτις τεφρώδης λέγεται εἶναι τὴν ἐπιφάνειαν καὶ ἄδεν‐ δρος, πλὴν ἀμπέλου. Ἀπὸ δὲ τοῦ Καΰστρου καλεῖται καὶ πεδίον Καΰστριον τὸ καὶ Καϋστριανὸν, ᾧ συνεχὲς | |
τὸ Κιλβιανόν. Λέγονται δὲ οἱ Λυδοὶ καὶ Μαίονες καὶ | 364 | |
10 | Μῄονες, ὡς δηλοῖ καὶ Ἡρόδοτος, λέγων ὅτι ὁ δῆμος Λύδιος ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, πρότερον Μῄων καλού‐ μενος· παρ’ οἷς καὶ αἱ Σάρδεις τὸ τῶν Λυδῶν βασίλειον, ἅς φασιν Ὕδην λέγεσθαι παρὰ τῷ Ποιητῇ. Ταύτας ἑλεῖν οἱ Κιμμέριοι λέγονται δίχα τῆς ἀκροπόλεως, ὅτε | |
15 | τὴν πολλὴν τῆς Ἀσίας κατέδραμον. | |
839 | Ὅτι ἀποσεμνύνων τὴν γῆν τῶν Λυδῶν ὁ Διο‐ νύσιος ὡς καὶ καλλιγύναικά φησιν ὅτι «οὐ μὴν οὐδὲ τὰς Λυδὰς μέμψαιτό τις γυναῖκας, αἳ χρυσοῦν ἅμμα κατὰ ὀσφύος βαλοῦσαι, ἤγουν ζώνῃ χρυσῇ ζωσάμεναι, | |
5 | κύκλον χοροῦ θηητὸν ἑλίσσουσι, χοροστασίας τελοῦσαι τῷ Διονύσῳ.» Εἶτα ἐνθουσιῶν οἷον ὁ ποιητὴς πανηγυ‐ ρικώτερον ἐπὶ τῇ τῆς χώρας εὐδαιμονίᾳ καὶ ἀφελείᾳ λόγου γοητεύων τὸν ἀκροατὴν, ἢ καὶ ὡς εἰπεῖν τοῖς ἔπεσι χορεύων καὶ ἐπορχούμενος ἐπάγει, «σὺν καὶ | |
10 | παρθενικαὶ νεοθηλέες οἷά τε νεβροὶ σκαίρουσιν, τῇσι δὲ, ἤγουν ταύταις, περισμαραγεῦντες ἀῆται ἱμερτοὺς δονέουσι περὶ στήθεσσι χιτῶνας.» Τὸ δὲ νεοθηλέες τοῖς νεβροῖς συντακτέον, παρθένοις γὰρ τοιαύταις οὐ πάνυ προσφυὲς τὸ ὄνομα. Χαιρόντων δὲ τὸ σκαίρειν· τὸ | |
15 | μέντοι σπαίρειν κινδυνώδης λέξις ἐστὶν, ὥσπερ καὶ τὸ ἀσπαίρειν. Τὸ δὲ σμαραγεῖν ἰδοὺ καὶ ἐπὶ ἀνέμων ὀνο‐ ματοπεποίηται· ὅθεν καὶ Ζεὺς ἐρισμάραγος, ἤτοι ἀὴρ πολύηχος. Ἐνταῦθα δὲ οὐ μόνον ὡς δεξιὰς χοροποιοὺς ὁ Διονύσιος, ἀλλὰ καὶ ὡς ἀγαθὰς ὑφαίνειν τὰς Λυδὰς | |
20 | ἐπαινεῖ. Ὅτι δὲ καὶ πλούσιοι πάλαι ποτὲ οἱ Λυδοὶ δῆλον, παρ’ οἷς πρώτοις καὶ νομίσματα χρυσοῦ καὶ ἀργύρου ἐκόπη· καὶ τρυφὴν δὲ πολλὴν εἶχον, ὅθεν καὶ παίγνια πολλὰ ἐξεῦρον αὐτοί. Λέγονται δὲ καὶ ἀνδρεῖοί ποτε γενέσθαι καὶ ἀλκιμώτατοι, καὶ ἀγαθοὶ εἶναι ἱπ‐ | |
25 | πεύειν. Διὸ καὶ παρὰ Λύδιον ἅρμα θέειν λέγονται πα‐ ροιμιακῶς οἱ ἐν ἡνιοχείᾳ ἡττώμενοι. | |
846 | Ὅτι ὥσπερ Πάμφυλος καὶ Παμφύλιος τὸ ἐθνι‐ κὸν, καὶ Σύρος καὶ Σύριος, οὕτω καὶ Λυδὸς καὶ Λύ‐ διος. Διαβάλλονται δὲ οἱ Λυδοὶ ἐπὶ πονηρίᾳ, ὅθεν καὶ ἡ παροιμία «Λυδοὶ πονηροὶ, δεύτεροι δ’ Αἰγύπτιοι, καὶ | |
5 | τρίτοι Κᾶρες.» Αἱ δὲ Λυδαὶ πορνεύεσθαι πᾶσαι λέγονται, καὶ δῶρα πλείω διδόναι ἢ λαμβάνειν. Οὕτω δέ φασι καὶ παρ’ Ἀρμενίοις παρθένους ἐπιφανεῖς ἀνιερωθείσας θεᾷ τινι λεγομένῃ Ἀναΐτιδι καταπορνεύεσθαι, εἶτα πρὸς γάμον ἐκδίδοσθαι, μηδενὸς ἀπαξιοῦντος ταῖς τοιαύταις | |
10 | συνοικεῖν. | |
847 | Ὅτι Λύκιοι τὸ ἔθνος κατά τινας καλεῖται ἀπὸ Λύκου τοῦ Πανδίονος διαβάντος εἰς τὴν Ἀσίαν. Κεῖνται δὲ, φησὶν, οἱ Λύκιοι πρὸς θάλασσαν· ἔνθα καὶ ὁ Ξάνθος ποταμός ἐστιν, ἄλλος παρὰ τὸν Τρωικὸν, τὸν καὶ Σκά‐ | |
5 | μανδρον, καὶ πόλις ὁμώνυμος. Περὶ ὧν ἐρρέθη τι καὶ ἐν τῇ τῶν Πατάρων ἱστορίᾳ. Περὶ δὲ Λυκίαν καὶ τὰ τοῦ βαθυκρήμνου Ταύρου οὔρεα φαίνεται μέχρι Παμ‐ φύλων ἤτοι Παμφυλίων· διχῶς γὰρ ἡ τοῦ ἔθνους φέ‐ ρεται γραφὴ, ὡς προείρηται· οὗ Ταύρου τὰ πρὸς τὴν | 365 |
10 | θάλασσαν, ὡς οἱ παλαιοί φασι, προτομῇ ταύρου εἰκά‐ ζονται, διὸ καὶ ταῦρον τὸ ὄρος κληθῆναι λέγουσιν. Οἱ δὲ καὶ διὰ τὸ μέγεθος Ταῦρόν φασιν αὐτὸν λέγεσθαι· ταῦροι γὰρ καὶ βόες παρὰ τοῖς παλαιοῖς τὰ μεγάλα καὶ βίαια, ὅθεν καὶ τὸ βου ἐπιτατικὸν μόριον κατά τινας | |
15 | εἴληπται ὡς ἐκ τοῦ βοός. Τὸν δὲ ἐνταῦθα Ταῦρον τὸ ὄρος καὶ Κράγον φησὶ φημίζεσθαι, ἀπὸ Κράγου τινὸς ἐπιφανοῦς ἀνδρὸς, ὃς αὐτόθι θανὼν τιμᾶται. Ἐν τούτῳ δέ φασιν οἱ παλαιοὶ τῷ Κράγῳ θεῶν ἀγρίων ἄντρα εἶ‐ ναι. Ὁ δὲ Γεωγράφος περὶ τοῦ Κράγου καὶ ταῦτά φησιν· | |
20 | «ὁ Κράγος ὄρος ἐστὶν ἔχον ἄκρας ὀκτὼ καὶ πόλιν ὁμώ‐ νυμον, ἔνθα μυθεύεται τὰ περὶ Χιμαίρας, καὶ φάραγξ ἐκεῖ Χίμαιρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνατείνουσα. Πρὸ δὲ αὐτοῦ κεῖται ὁ Ἀντίκραγος.» Ἱστορεῖται δὲ καὶ ὄρος εἶναι περὶ Λυκίαν, τίκτον πῦρ αὐτόματον· τοῦτο δὲ μέχρι καὶ | |
25 | εἰσάρτι φαίνεται. | |
852 | Ὅτι ἐν Ἀσπένδῳ τῇ Παμφυλικῇ πόλει, ἔνθα ποταμὸς Εὐρυμέδων ῥέει, συῶν θυσίαις ἱλάσκεται Ἀφρο‐ δίτη, ὅ ἐστι θεραπεύεται, Μόψου τινὸς προκατάρξαντος τοῦ ἔθους, ὃς εὐξάμενος θύσειν ὃ ἂν παραπέσῃ τῇ θήρᾳ | |
5 | σῦν ἑλὼν ἔθυσε, κἀκεῖθεν τὸ ἔθος ἐκράτησεν. Ἀργείων δὲ κτίσμα ἡ Ἄσπενδος, εὐανδροῦσά ποτε κατὰ πολύ· εἶχε δὲ καὶ ἐλαιῶνα. Φησὶ γὰρ ὁ Γεωγράφος· «Ἄσπεν‐ δος ἐλαιόφυτος, καὶ Σίδη, Παμφυλικαὶ πόλεις, κατέ‐ χουσαι χωρία γεώλοφα.» Ὁ δὲ Ἀρριανὸς ἱστορεῖ κακω‐ | |
10 | θῆναι τοὺς Ἀσπενδίους ὑπὸ Ἀλεξάνδρου, διότι δοῦναι τῇ στρατιᾷ ὑποσχόμενοι πεντήκοντα τάλαντα εἰς μισθὸν, καὶ τοὺς πεντήκοντα ἵππους, οὓς ἔτρεφον τῷ βασιλεῖ, οὐκ ἔδωκαν. Ἄλλα τε οὖν αὐτοὺς ἐλύπησεν ὁ βασιλεὺς καὶ τάλαντα ἑκατὸν ἔλαβεν ἀντὶ τῶν πεντήκοντα. Ἰστέον | |
15 | δὲ ὅτι Ἄσπενδος μὲν διὰ τοῦ ε πόλεως ὄνομα, διὰ δὲ τοῦ ο ἄσπονδος ὁ μὴ σπενδόμενος· ἵνα μὴ συνεμπέσωσιν ἡ πόλις καὶ τὸ ἐπίθετον. | |
854 | Ὅτι ἡ Παυφυλία ἡ χώρα ἢ ἀπὸ γυναικὸς Παμφύλης ἢ ἀπὸ Παμφύλου τινὸς, οὗ καὶ Λυκόφρων μέμνηται. Ἡρόδοτος δέ φησιν ὅτι Παμφύλιοί εἰσι τῶν ἐκ Τροίας ἀποσκεδασθέντων μετὰ Ἀμφιλόγου καὶ Κάλ‐ | |
5 | χαντος. | |
855 | Ὅτι Παμφυλίδες πόλεις Κώρυκος, Πέργη καὶ Φάσηλις προπαροξυτόνως, ἥ ποτε Φάρσαλος, ἀφ’ ἧς Θεοδέκτης κάλλει διαφέρων καὶ ποιήσας τέχνην ῥητο‐ ρικὴν καὶ λόγους ἀγαθοὺς γράψας καὶ τραγῳδίας νʹ. | |
5 | Περὶ τούτων ὁ Γεωγράφος φησί· «Κώρυκος καὶ Φάση‐ λις Παμφύλων τόποι.» Ἀλλαχοῦ δέ φησι· «Κώρυκος αἰ‐ γιαλὸς περὶ Λυκίαν. Εἶτα Φάσηλις λίμνη καὶ πόλις ἀξιό‐ λογος ἔχουσα τρεῖς λιμένας. Ταύτης ὑπέρκειται τὰ Σό‐ λυμα· καὶ Τερμησσὸς πόλις Πισιδικὴ ἐπικειμένη τοῖς | 366 |
10 | στενοῖς τοῖς περὶ τὴν Φασηλίδα θάλασσαν, ἅπερ Ἀλέ‐ ξανδρος ἀνοίξας διήγαγε τὴν στρατιάν. Ἔνθα καὶ Κλί‐ μαξ ὄρος, φησὶν, ἐπικείμενον τῷ Παμφυλίῳ πελάγει. Ἐνταῦθα νηνεμίας μὲν γυμνοῦται τοῖς παροδεύουσιν ὁ αἰγιαλὸς, πλημμύροντος δὲ τοῦ πελάγους ὑπὸ τῶν κυ‐ | |
15 | μάτων καλύπτεται τὸ πολύ. Μέσον δὲ Φασήλιδος καὶ Ἀτταλείας Θήβη πόλις καὶ Λυρνησσὸς, ὁμώνυμοι ταῖς Τρωικαῖς.» Τὴν δὲ Ἀττάλειαν ὁμώνυμον ὁ Γεωγράφος εἶναι λέγει τοῦ κτίσαντος, ὃς καὶ Κώρυκον πολίχνιον ᾤκισεν. Ἐν ἄλλοις δέ φησιν ὁ αὐτὸς, ὅτι Κώρυκος ἄκρα | |
20 | Κιλικίας, μετὰ τὴν ἄκραν τὸ Ἀνεμούριον, ὑπὲρ ἧς ἄντρον τὸ Κωρύκιον, ἐν ᾧ ἀρίστη κρόκος φύεται. Ἰστέον δὲ ὅτι ἡ παροιμία ἡ λέγουσα «τοῦ δ’ ἆρ’ ὁ Κωρυκαῖος ἠκροάζετο», οὐκ ἀπὸ ταύτης τῆς Κωρύκου εἴρηται, ἀλλ’ ἀπὸ νησίου τινὸς καὶ λιμένος ὄντος πλη‐ | |
25 | σίον τῆς Τέω (νήσου) καὶ τῶν Ἐρυθρῶν, ἔνθα λῃστήριον ἦν τῶν ἐκεῖ Κωρυκαίων ὠτακουστούντων περιέργως τὰ κατὰ τοὺς ἐμπόρους καὶ οὕτως ἐπιβουλευόντων αὐτοῖς. Ὅθεν καὶ ἡ παροιμία ἐπὶ τῶν περιεργαζομένων καὶ μανθανόντων τὰ ἀπόρρητα. | |
857 | Ὅτι τοὺς Λυκίους πρὸς θάλασσαν εἶπεν εἶναι, διαστέλλων πρὸς τοὺς Λυκάονας, οὓς Λυκάονας πρὸς ἀνατολὴν λέγει ὡς ἠπειρώτας μέσην χθόνα οἰκεῖν, καὶ ἀγκυλοτόξους ἐπονομάζει, καὶ ἴδριας ἐν πολέμῳ καλεῖ. | |
5 | Τούτων τῶν Λυκαόνων ἐστὶ καὶ τὸ Ἰκόνιον τῇ εἰκόνι τῆς Γοργόνος παρονομαζόμενον, ἣν αὐτόθι ἀναστηλῶσαι λέγεται ὁ Περσεύς. Λέγονται δὲ Λυκάονες ἀπὸ Λυκάονος τινὸς Ἀρκάδος, πόλιν αὐτόθι κτίσαντος, κατὰ χρησμὸν, ἐπὶ ἐμφανείᾳ λύκου ἀκάμαντος φέροντος ἐνὶ γναθμοῖς | |
10 | «ἀνδρομέην παλάμην, τό ῥα οἱ τέκμηρεν Ἀπόλλων.» Ἰστέον δὲ ὅτι διττοί εἰσιν οἱ Λύκιοι, ὡς καὶ Ὁμήρῳ δοκεῖ, οἱ μὲν Τρωικοὶ, καθὰ καὶ ὁ Γεωγράφος φησὶν, οἱ δὲ πρὸς τῇ Καρίᾳ. Ἄδηλον δὲ πότεροι τοὺς ἑτέρους ἀπῴκισαν. Οὕτω δέ φησιν ὁ Γεωγράφος καὶ ἐπὶ τῶν | |
15 | Κιλίκων. Περὶ τούτων μέντοι ἀλλαχοῦ φησιν ὁ αὐτὸς | |
Γεωγράφος, ὅτι Κίλικες οἱ ἐν Τροίᾳ μεταστάντες εἰς Συρίαν ἀπετέμοντο παρὰ τῶν Σύρων τὴν νῦν Κιλικίαν· Ἡρόδοτος δὲ τοὺς πρὸς τῇ Καρίᾳ Λυκίους ἐκ Κρήτης γενέσθαι ἱστορεῖ, λέγων καὶ ὅτι Τερμίλαι ἐκαλοῦντο, | 367 | |
20 | ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἐκλήθη‐ σαν Λύκιοι. Εἶχον δέ ποτε τόξα κρανέϊνα, καὶ ὀϊστοὺς καλαμίνους ἀπτέρους, καὶ αἰγὸς δέρματα περὶ τοὺς ὤμους, καὶ περὶ ταῖς κεφαλαῖς πίλους ἐστεφανωμένους πτεροῖς. | |
858 | Ὅτι τὸ τῶν Πισιδέων πεδίον, οὓς καὶ Σολύ‐ μους τινές φασι, λιπαρὸν λέγει, ὧν πόλις καὶ ἡ Σέλγη, ἣν καὶ κτίσμα λέγει λαοῦ Ἀμυκλαίων καὶ μεγαλώνυμον καλεῖ. Φασὶ γὰρ δισμυρίανδρον τὴν πόλιν ταύτην γε‐ | |
5 | νέσθαι ποτέ. Ἀπὸ Πισίδου δέ τινος ὀνομασθῆναι λέ‐ γονται οἱ Πισίδαι, δι’ ἑνὸς ς ἐκφερόμενοι, καὶ ποτὲ μὲν ἐν συστολῇ, ποτὲ δὲ ἐν ἐκτάσει τὴν ἄρχουσαν ἔχοντες. Λέγεται δὲ ὑπὸ Κάλχαντος πρότερον ἡ Σέλγη κτισθῆναι, εἶτα ὑπὸ Λακεδαιμονίων. Ἀξιολογώτατοι δὲ | |
10 | Πισιδέων οἱ Σελγεῖς, καὶ δι’ ἐρυμνότητα τῆς πόλεως οὐδέποτε ὑπ’ ἄλλοις γενόμενοι, Ἀλεξάνδρῳ δὲ πρε‐ σβευσάμενοι, καὶ κατὰ φιλίαν εἰπόντες δέχεσθαι τὰ προ‐ στάγματα. Ἱστορεῖται δὲ καὶ πάνυ ποτὲ τὴν πόλιν ταύτην εὐνομηθῆναι, Λακώνων, ὡς εἴρηται, μετοικη‐ | |
15 | σάντων εἰς αὐτήν· ὅθεν καὶ ἀσελγεῖς φασι κατὰ στέρησιν καλεῖσθαι τοὺς αἰσχροὺς καὶ οὐ ζῶντας εὐνόμως μηδὲ ἐοικότας τοῖς Σελγεῦσι κατὰ ἤθους χρηστότητα. Καίτοι ἄλλοι τὸ ἀνάπαλιν φαυλοτάτους τοὺς ἐκεῖ ἱστοροῦσιν, ὅθεν κατ’ ἐπίτασιν λέγεσθαι τὴν ἀσέλγειαν ἐπὶ τῶν οὐ | |
20 | καθαρῶς ζώντων, ἀλλὰ τοῖς Σελγεῦσιν ἐοικότων. Κρείτ‐ των δὲ ἡ πρώτη ἐπιβολὴ τῆς ἐτυμότητος· τάχα γὰρ οὐκ ἂν ὁ Διονύσιος μεγαλώνυμον εἶπε τὴν Σέλγην, εἰ φαύλους τοὺς πολίτας ἔτρεφεν. | |
859 | Ὅτι πόλεις Πισιδέων καὶ ἡ Λύρβη καὶ ἡ Τερ‐ μησσὸς ὑπερκειμένη τῆς Κιβύρης, μεγίστης διοικήσεως· ἔνθα ἴδιόν φησιν ὁ Γεωγράφος τὸν σίδηρον ῥᾳδίως το‐ ρεύεσθαι. Ταύτην τινὲς διὰ τοῦ λ γράφουσι Τελμησ‐ | |
5 | σὸν, καὶ λέγουσιν ὅτι Τελμησσὸς ἡ πόλις πλεονασμὸν ἔπαθεν ἐπεντεθέντος τοῦ λ· ἐκλήθη γὰρ ἀπὸ Τεμησσοῦ τοῦ Ἀπόλλωνος, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ Περὶ πα‐ θῶν. Σημείωσαι δὲ ὅτι κρείττων ἡ διὰ τοῦ ρ προεκτε‐ θεῖσα γραφή. Φέρεται γὰρ ἐν τοῖς Ἐθνικοῖς, τὴν μὲν | |
10 | διὰ τοῦ λ Τελμησσὸν πόλιν εἶναι τῆς Καρίας ἢ Λυ‐ κίας, τὴν δὲ Τερμησσὸν τῆς Πισιδίας. Λέγει δὲ καὶ ὁ Γεωγράφος· «Τελμησσὸς πολίχνη Λυκίων, καὶ Τελμησ‐ σὸς ἄκρα. Εἶτα ὁ Ἀντίκραγος.» Αὕτη δὲ ἡ Τερμησσὸς καὶ μείζων λέγεται, πρὸς ἀντιδιαστολὴν ἑτέρας ἀποί‐ | |
15 | κου αὐτῆς, καλουμένης μικρᾶς Τερμησσοῦ. | |
861 | Ὅτι μετὰ τὰς Πισιδέων πόλεις πρὸς αὐγὰς ἡ | |
τοῦ Ἰσσικοῦ ἤτοι τοῦ Παμφυλίου πελάγους ἐστὶ καμπὴ σκολιουμένη, ὡς καὶ ἀλλαχοῦ προείρηται, καὶ οἷον περίδρομος ἐπὶ πολὺ ἔσω βαίνουσα, οὐκ ἀρνουμένη δὲ | 368 | |
5 | οὐδὲ τὸν Εὔξεινον, ὡς οἱ παλαιοὶ γράφουσιν, ἀλλὰ πρὸς αὐτὸν ἐν τῷ κάμπτεσθαι νεύουσα· διὸ καὶ ὥσπερ ὁ Ὑρ‐ κάνιος, οὕτω καὶ αὐτὸς ὁ Παμφύλιος γείτων τοῦ Εὐ‐ ξείνου λέγεται, καίτοι ἄλλως ἐπὶ μακρὸν ἀφεστηκώς. Ἰστέον δὲ ὅτι μακρὸς ἐπὶ ἀνατολὴν περισυρόμενος τὴν | |
10 | τῶν Κιλίκων γῆν ὁ Ἰσσικὸς οὗτος κόλπος, καὶ προκεί‐ μενον ἔχων ἔγγιστα τὸν Ταῦρον τὸ ὄρος ἀποτελεῖ τὰ κατὰ τὸν Διονύσιον λεγόμενα τῆς Ἀσίας στενά. Ταῦτα δὲ λέγεται ἀνοῖξαι Ἀλέξανδρος εἰς εὐρυχωρίαν τῷ στρα‐ τῷ παράγων ἐκεῖ, κάλλιόν τι καινοτομήσας αὐτὸς καὶ | |
15 | τῆς περὶ τὸν Ἄθω Ξερξικῆς ἀλαζονείας πάνυ τι χρησι‐ μώτερον. Ἀρριανὸς δὲ λέγει καὶ εὐτυχῆσαι τηνικαῦτα τὸν Ἀλέξανδρον· ἄλλως γὰρ μὴ οὔσης ὁδοῦ ἐν τῇ κατὰ Φασήλιδα θαλάσσῃ, ὅτι μὴ τῶν ἀπ’ ἄρκτου ἀνέμων πνεόντων· εἰ γὰρ νότοι κατέχοιεν, ἄπορόν ἐστι διὰ τοῦ | |
20 | αἰγιαλοῦ διελθεῖν· Ἀλεξάνδρῳ σκληροὶ βορέαι ἐπιπνεύ‐ σαντες οὐκ ἄνευ τοῦ θείου εὐμαρῆ τὴν ὁδὸν παρέσχον. Λέγεται δὲ καὶ κατὰ τὴν Περσίδα πολλὰ εἶναι στενὰ, ἃ βίᾳ μὲν διῆλθε δ’ ὅμως ὁ Μακεδὼν Ἀλέξανδρος, ἄλλα τε σπεύδων καὶ τὰ γαζοφυλάκια δὲ κατασχεῖν, ἃ πολλοῖς | |
25 | χρόνοις ἐξεπεπλήρωτο. Περὶ δὲ τῶν τῆς Ἀσίας στενῶν εἴρηταί τι καὶ ἐν τοῖς πρὸ μικροῦ ῥηθεῖσι περὶ Φασήλιδος. | |
867 | Ὅτι ὁ Παμφύλιος, ὁ καὶ Ἰσσικὸς, κόλπος τὴν Κιλίκων γῆν, ὡς εἴρηται, περισύρεται, καὶ ὅτι εἰς αὐ‐ τὸν ὁ Πύραμός τε ποταμὸς εἰσβάλλει καὶ ὁ Πίναρος καὶ Κύδνος ὁ ἀπὸ τοῦ Ταύρου ὄρους τοῦ ὑπερκειμένου | |
5 | τῆς Ταρσοῦ ῥέων σκολιὸς καὶ μέσην τὴν Ταρσὸν διϊών· περὶ οὗ καὶ κατωτέρω ῥηθήσεται. Ψυχρὸν δέ φασι καὶ ταχὺ τὸ ῥεῦμα τοῦ Κύδνου, καὶ ἐπικουρεῖ παχυ‐ νευροῦσι κτήνεσι καὶ ἀνθρώποις. Εἰς τοῦτον, ὡς καὶ Ἀρριανὸς ἱστορεῖ, ἔρριψεν ἑαυτὸν ἱδρῶν Ἀλέξανδρος | |
10 | καὶ καύματι ἐχόμενος, ἐπιθυμήσας τοῦ ὕδατος, ὁπη‐ νίκα καὶ σπασμῷ ἐσχέθη καὶ θέρμαις ἰσχυραῖς καὶ ἀγρυπνίᾳ συνεχεῖ· ὅτε καὶ ἐκάθηρεν αὐτὸν Φίλιππος ὁ Ἀκαρνὰν ἰατρὸς, τῶν ἄλλων ἰατρῶν οὐκ οἰομένων εἶναι βιώσιμα. Ὁ δὲ Πύραμος σκολιός τε ῥέει, ὡς εἴρηται, | |
15 | καὶ καταπίπτων εἰς βαθεῖαν φάραγγα ψόφον προβάλλει βροντῇ παραπλήσιον, καὶ χοῦν δὲ πάνυ πολὺν, ὡς ὁ Γεωγράφος ἱστορεῖ, κατάγει ἐπὶ τὴν θάλασσαν. Διὸ καὶ χρησμὸς ἐξέπεσεν ἐν ὑπερβολῇ τοιοῦτος· Ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος εὐρυδίνης | |
20 | ἠϊόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται. Ἡ δὲ Ταρσὸς ἐν πεδίῳ μὲν ἵδρυται, Ἀργείων δέ ἐστι κτίσμα, πλανηθέντων ἐκεῖ κατὰ ζήτησιν Ἰοῦς τῆς τοῦ Ἰνάχου θυγατρός. Ἱστορεῖται δὲ ἐπιπολάσαι ποτὲ τῇ πόλει ταύτῃ πολλὴν εὐχέρειαν τοῦ ἀποσχεδιάζειν τοὺς | |
25 | ῥήτορας πρὸς τὴν δεδομένην ὑπόθεσιν, εὐπορῆσαι δὲ καὶ πολλῶν ἀνδρῶν ἐλλογίμων, καὶ ἄλλα πολλὰ σχεῖν ἀγαθά. Ὁ δὲ Διονύσιος ἐπαναλήψει καὶ ἐνταῦθα διὰ τὸ τοῦ τόπου ἔνδοξον χρησάμενος λέγει καὶ αἰτίαν δι’ ἣν ἡ τῶν Κιλίκων αὕτη πόλις οὕτω καλεῖται, ὅτι δηλονότι | 369 |
30 | ὁμώνυμός ἐστι τῷ τοῦ Πηγάσου ταρσῷ, ἐκεῖ καταρ‐ ρυέντος ἄνωθεν καὶ τὸν ἀναβάτην Βελλεροφόντην συγ‐ κατενεγκόντος, μελαγχολήσαντα πρὸς τῷ γήρᾳ, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ, καὶ πλανώμενον ἐκεῖ περὶ τὸ Ἀλήϊον πεδίον. Ὅτε γὰρ ἐς Διὸς ὁ Βελλεροφόντης | |
35 | ἀφικνεῖτο, ἐποχούμενος τῷ πτερῷ τῷ Πηγάσου, τότε καὶ ὁ Πήγασος κάτω ἠνέχθη χόλῳ Διὸς, καὶ ὁ ἱππεὺς συγκατηνέχθη· καὶ ὁ ἵππος αὐτοῦ ἐνταῦθα τὸν τοῦ ποδὸς ταρσὸν ἐπαφείς, ἐκεῖ γὰρ ὤκλασε, τῷ τόπῳ ἔλιπε τὸ ὄνομα. Ἄλλοι μέντοι τὸ ὄνομα τῆς πόλεως | |
40 | ὑπόμνημα τῆς τοῦ Βελλεροφόντου χωλείας εἶναί φασιν, ὡς τὸν τοῦ ποδὸς ταρσὸν ἐκεῖ χωλανθέντος, ὅτε τοῦ Πηγάσου κατέπεσεν. Οἱ δὲ Ταρσὸν κληθῆναί φασι τὴν πόλιν, διὰ τὸ μετὰ τὸν κατακλυσμὸν ἢ μετὰ τὴν πρώτην τῶν ὑδάτων σύστασιν, προχωρούντων τῶν | |
45 | ῥευμάτων εἰς τὴν θάλασσαν, τὰ ἐκεῖ ἀναξηρανθῆναι πρῶτον Ταυρικὰ ὄρη· διὸ καὶ τὴν πόλιν Τερσίαν τότε κληθῆναι, ὡς ἀπὸ τοῦ τέρσω τὸ ξηραίνω, ὕστερον δὲ Ταρσόν. Ἐρατοσθένης δέ φησι τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Οἱ δέ | |
867(50) | φασι Τερσὸν ταπρῶτα διὰ τοῦ ε στοιχείου ὀνομασθῆναι τὴν πόλιν, διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὃ ἔστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. Ἐκεῖ δέ πού φασιν εἶναι καὶ τὸ Ἀλήιον πεδίον, οὗ καὶ Ὅμηρος μέμνηται, ἐν | |
55 | ᾧ μετὰ τὴν κατάπτωσιν, ὡς ἐρρέθη, ἐπλανᾶτο Βελλε‐ ροφόντης, τοῦ τε Πηγάσου καταπεσὼν καὶ τῶν φρενῶν ἐκπεσὼν, ὅθεν καὶ μονώτην εἵλετο βίον, ἀνθρώπων ἀπάνευθε περὶ τὸ πεδίον ἀλώμενος, ἤγουν πλανώμενος, ὅπερ ἐκ τῆς τοιαύτης αὐτοῦ ἄλης, ὃ ἔστι πλάνης, | |
60 | ἐτυμολογηθὲν, ὡς καὶ Ὁμήρω φαίνεται δοκεῖν, ἐκ‐ κλήθη Ἀλήιον· ἢ ἀπό τινος πόλεως καλουμένης Ἄλης, ὥς τινες λέγουσιν, ἢ παρὰ τὸ στερεῖσθαι ληίων. Ἔστι δὲ, φασὶ, τὸ πεδίον τοῦτο μεταξὺ Κύδνου ποτα‐ μοῦ καὶ Πινάρου. Τὸν δὲ μνημονευθέντα Πίναρον | |
65 | πλωτόν τέ φασιν εἶναι ἐκ μέσου πεδίου ἀνιόντα καὶ οὕ‐ τω βιαίως τοῦ βυθοῦ ἐξανατέλλειν, ὥστε τῷ καθιέντι ἀκόντιον εἰς τὸ τῆς γῆς βάθος ἀντιπράττειν τὸ ὕδωρ, καὶ μόλις τὸ καθιέμενον βαπτίζεσθαι. Διττὴ δὲ ἡ γρα‐ φὴ τοῦ Ταρσοῦ, διά τε τοῦ ε, ὡς προερρέθη, ἀπὸ τοῦ | |
70 | τέρσω καὶ διὰ τοῦ α ἀπὸ τοῦ ἔταρσον δευτέρου ἀορί‐ | |
στου. Λέγεται δὲ ταρσὸς καὶ ἐπὶ πτέρυγος ὀρνέων, καὶ ἐπὶ εἰρεσίας τριήρεων. Καὶ ὁ τῶν τυροποιούντων δὲ καλαθίσκος ταρσὸς καλεῖται καὶ ἀπ’ αὐτοῦ ταρρός ὡς πυρρός πυρσός. Ἄποικος δὲ Ἀργείων ἡ Ταρ‐ | 370 | |
75 | σὸς, κτίσμα Σαρδαναπάλου, ὃν καὶ ἐν αὐτῇ τεθάφθαι φασί τινες. | |
872 | Ὅτι ἐὰν καὶ νῶτα γῆς, ὥσπερ καὶ θαλάσσης, οἱ ῥήτορες λέγουσι, δηλοῦντες τὴν αὐτῆς ἐπιφάνειαν, ἀλλ’ αὖθίς ποτε καὶ ὑπτίαν αὐτὴν κεῖσθαί φασιν, ὅτε περὶ πεδιάδων λέγουσι. Δῆλον δὲ ὅτι καὶ λαγόνας γῆς | |
5 | καὶ κενεῶνάς φασιν, ὅτε μὴ τὸ φαινόμενον αὐτῆς ἀλλὰ καὶ τὸ ἐν βάθει δηλῶσαι βούλονται. | |
874 | Ὅτι Κίλικες τὸ ἔθνος, καθά φησιν Ἀρριανὸς, ἀπὸ Κίλικος τοῦ Ἀγήνορος, ὃς ἐκ Φοινίκης κατὰ ζή‐ τησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ἴχνει τῆς παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν | |
5 | τῆς Κιλίκων γῆς κατασχὼν ἀφ’ ἑαυτοῦ τὴν ἐπωνυμίαν τῇ χώρᾳ δέδωκεν. Ἡρόδοτος δὲ λέγει ὅτι πρὸ τούτου Ὑπαχαιοὶ ἐκαλοῦντο οἱ Κίλικες. Πειρατικοὶ δὲ οἱ Κίλικες, οἳ καὶ τῷ κατὰ Σαμοθρᾴκην ἱερῷ ποτε προσ‐ πεσόντες τάλαντα πλείω χιλίων ἀπήνεγκαν. Ὁ δὲ | |
10 | Γεωγράφος φησὶν, ὅτι Κιλικία ἡ μὲν τραχεῖα, ἧ ἡ παραλία στενὴ μέχρι καὶ περὶ Ἰσαυρίαν καὶ Πισιδίαν, καὶ οἱ αὐτὴν οἰκοῦντες Τραχειῶται λέγονται, ἡ δὲ πεδιὰς ἀπό τε Σόλων καὶ Ταρσοῦ μέχρι καὶ Ἰσσοῦ. | |
875 | Ὅτι πολλαὶ πόλεις Κιλίκων, αἱ μὲν ἐν ἠπείρῳ, αἱ δὲ ἀγχίαλοι· ὧν μία καὶ ἡ Ἀγχιάλη, Ἀγχιάλης κτίσμα τῆς Ἰαπετοῦ θυγατρὸς, ὅπου καὶ ποταμὸς Ἀγ‐ χιαλεύς. Ταύτης τῆς Ἀγχιάλης υἱὸς Κύδνος, ἀφ’ οὗ | |
5 | Κύδνος ὁ ἐν Ταρσῷ ποταμὸς, οὗ αἱ ἐκβολαὶ μετὰ τὴν Ἀγχιάλην πόλιν. Τινὲς δὲ Σαρδαναπάλου κτίσμα καὶ αὐτὴν τὴν Ἀγχιάλην φασὶν, ἐπιγράφοντες ὅτι Σαρδανάπαλος Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἐν ἡμέ‐ ρᾳ μιᾷ. Ὁ δὲ Διονύσιος Ἀγχιάλειαν ταύτην λέγει, | |
10 | ὡς καὶ ὁ Γεωγράφος τὴν Θεσσαλονίκην Θεσσαλονί‐ κειαν. Ἔστι δὲ καὶ Θρᾳκικὴ Ἀγχιάλη κατὰ τὸν Γεωγράφον. Ὅτι Κιλίκων ἐστὶ πόλις καὶ ἡ Λυρνησσὸς, ἄλλη παρὰ τὴν Τρωϊκὴν, καὶ ἡ Μαλλὸς, ἐφ’ ὕψους μὲν κει‐ | |
15 | μένη, κληθεῖσα δὲ οὕτως ἀπό τινος Μάλλου κτίσαντος αὐτήν, ἢ ἀπὸ μαλλῶν, ἤγουν στεμμάτων, ἃ κόρακος ἁρπάσαντός ποθεν καὶ καταθέντος ἐνταῦθα, ἐκτίσθη ἡ πόλις κατὰ χρησμὸν ὑπὸ Μόψου καὶ Ἀμφιλόχου τῶν ὑμνουμένων μάντεων, οἳ καὶ Μαλλὸν ἐκάλεσαν τὴν | |
20 | πόλιν ἐκ τῶν τοιούτων μαλλῶν. Ἰστέον δὲ ὅτι ἔστι καὶ ἔθνος μαχιμώτατον Ἰνδικὸν οἱ Μαλλοὶ πληθυντι‐ κῶς, ἔνθα παρὰ βραχὺ ἐκινδύνευσεν ἂν εἰς ζωὴν ὁ μέ‐ γας Ἀλέξανδρος. | |
Ὅτι πόλις Κιλικίας καὶ οἱ Σόλοι, ἡ νῦν Πομπηιού‐ | 371 | |
25 | πολις. Λέγονται δὲ Σόλοι κατά τινας ἀπὸ Σόλωνος. Οἱ δὲ Ἀχαιῶν καὶ Ῥοδίων κτίσμα τὴν πόλιν φασί. Τούτων οἱ πολῖται οὐ Σόλιοι, ἀλλὰ Σολεῖς. Φασὶ δὲ καὶ τὸν σολοικισμὸν ἐντεῦθεν λαβεῖν τὴν ἀρχὴν, ὡς ἀνδρῶν ποτε Ἀττικῶν οἰκησάντων ἐκεῖ, καὶ τὴν εὐγε‐ | |
30 | νῆ παρακοπέντων Ἀττικὴν γλῶτταν, καὶ ἐξαγροικι‐ σθέντων διὰ τὸν ἐν Σόλοις οἰκισμόν· ὅθεν καὶ πάντας τοὺς τοιούτους σολοίκους λέγεσθαι, ὃ ἔστι βαρβάρους, κατὰ τοὺς ἐν Σόλοις οἰκήσαντας. Εἰσὶ δὲ Σόλοι καὶ περὶ Κύπρον, ὧν οἱ πολῖται Σόλιοι λέγονται. | |
877 | Ὅτι μετὰ τὴν Κιλικίαν ἡ Κομμαγηνὴ Καπ‐ παδοκία ἐστὶ, ναὶ μὴν καὶ ἡ περὶ τὴν στρεπτικὴν θῖνα τοῦ Ἰσσικοῦ κόλπου Συρία, τουτέστιν ἡ Φοινίκη, ἡ διήκουσα ἄχρι καὶ τοῦ Κασίου ὄρους, ὅπερ ὄρος καὶ | |
5 | ἀγχίαλόν φησι καὶ βαθύκρημνον, περὶ ὃ ἡ τοῦ Ἰσσι‐ κοῦ κόλπου περιφέρεια εἰς δύσιν ἐστραμμένη παύεται τοῖς ἐκ τῶν βορείων δηλαδὴ ἕως ἐπὶ τὰ ἐκεῖσε ἥκουσιν. Ἰστέον δὲ ὅτι τὴν Κομμαγηνὴν Κομμαγεηνὴν λέγει κατὰ πλεονασμὸν τοῦ ε, διὰ μέτρου ὀρθότητα. Σημείω‐ | |
10 | σαι δὲ ὅτι περὶ τὴν Κομμαγηνὴν Καππαδοκίαν καὶ ἡ Μελιτηνὴ κεῖται, καὶ τὸ λεγόμενον Ἀμανὸν ὄρος. Τοῦ Ταύρου δὲ κόμμα καὶ αὐτό. Κἀκεῖνο δὲ σημείωσαι, ὅτι ἀξιόλογος ἡ Κομμαγεηνὴ χώρα, ὅπουγέ τινες εἰς πέντε διαιροῦντες τὴν ὅλην Συρίαν μέρη αὐτῆς ἐτί‐ | |
15 | θεντο τὴν Κομμαγεηνὴν καὶ τὴν Σελευκίδα καὶ τὴν κοίλην Συρίαν, καὶ τελευταῖον τὴν παραλίαν Φοινίκην, καὶ τὴν Ἰουδαίαν ἐν μεσογαίῳ. | |
882 | Ὅτι τὰς χώρας γαίας λέγει ἐν τῷ γαιάων | |
Ἀσίης· καὶ παρακατιών φησι γαῖαν ἑκάστην, ἤτοι χώ‐ ραν. Οὕτω δὲ ποιεῖ καὶ Ὅμηρος ἐν τῷ «οὐδέ τις [ἄλλη] ἐφαίνετο γαιάων.» Αὐτὴ μέντοι ἡ γῆ τὸ | 372 | |
5 | στοιχεῖον οὐ πληθύνεται διὰ τὸ μοναδικόν. Ὅτι ἐπιστρέφων τὸν ἀκροατὴν εἰς προσοχὴν λέγει· ὁ δὲ λόγος ἔστω σοι ἐν φρεσὶ, μηδ’ ἀνέμοις φορέοιτο, καὶ οἷον ἀνεμώλιος εἴη, καὶ ὑπὸ ἁρπυίαις γένοιτο ἡ τῶν πονηθέντων ἔργων χάρις. Εἶτα ἐπάγει καὶ ὧδε τὸ | |
10 | χρήσιμον τοῦ προσέχειν τῇ περιηγήσει, τὸ ἔχειν δη‐ λαδὴ τὸν ἀκροατὴν ἐπιστημόνως καὶ ἄλλοις ἀγορεύειν ποταμοὺς πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην· ἐφ’ οἷς ἑαυτὸν συνιστῶν κατὰ ἰδέαν λαμπρότητος ὡς εὖ περιη‐ γούμενόν φησιν, ὅτι οὐκ ἄν τις ἔμοιγε ὡς ψευδομένῳ | |
15 | ἐπιμωμήσεται. | |
889 | Ὅτι τὸ ἐν ἀρχῇ λόγου καὶ πρὸ ὀλίγου ἐν πρώ‐ τοις λέγει· φησὶ γοῦν «οἶσθα ἐμοῦ ἐν πρώτοις ἀκούσας.» | |
894 | Ὅτι πλευρὰν εἰπὼν θηλυκῶς καὶ πλευρὸν οὐ‐ δετέρως, λέγει καὶ πέζαν τὴν αὐτὴν πλευρὰν, ἀπορῶν ἑτέρου καιρίου ὀνόματος· τὴν δ’ αὐτὴν καὶ κρηπῖδα ἔφη ἐν τοῖς πρὸ τούτου. Ἔστι δὲ πλευρὰ γραμμὴ ἐν | |
5 | σχήματι ἀγώνιος. | |
899 | Ὅτι τὴν Κοίλην Συρίαν ἐπώνυμον οὕτω κα‐ λεῖσθαί φησι, τουτέστι Κοίλην φερωνύμως λέγεσθαι, διότι αὐτὴν μέσην καὶ χθαμαλὴν κειμένην ἔχουσιν ὄρη μεγάλα δύο, τό τε ἑσπέριον Κάσιον πρὸς τῇ Θαλάσσῃ | |
5 | κείμενον καὶ ὁ ἠῶος Λίβανος, ὑφ’ ὧν περιέχεται. Οὕτω καὶ Ὅμηρος τὴν Λακεδαίμονα κοίλην λέγει διὰ τὸ περιειλῆφθαι κυκλόθεν ὄρεσιν. Ὁ μέντοι Γεωγράφος οὕτω φησί· «Λίβανος καὶ Ἀντιλίβανος ὄρη δύο ὡς ἂν παράλληλα, ποιοῦντα τὴν Κοίλην καλουμένην Συ‐ | |
10 | ρίαν, τελευτῶντα ἐγγὺς τῶν Ἀραβικῶν ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς χώρας εἰς ἄλλα ὄρη γεώλοφα καὶ καλλίκαρπα, μικρὸν ὕπερθεν τῆς θαλάσσης ἀρχόμενα, Λίβανος μὲν τῆς κατὰ Τρίπολιν, Ἀντιλίβανος δὲ τῆς κατὰ Σιδῶνα.» Καὶ ὁ μὲν Γεωγράφος ταῦτα. Ὁ δὲ | |
15 | Διονύσιος τὴν Κοίλην Συρίαν καὶ πολύπολιν λέγει καὶ πολλοὺς καὶ ὀλβίους ἄνδρας ἔχουσαν. Καὶ χρᾶ‐ ται ἐπαναλήψει καὶ ἐπ’ αὐτῆς εἰπών «ἐς νότον ἕρπει, ἐς νότον ἀντολίην τε.» Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι πᾶσα ἡ ὑπὲρ Σελευκίδα ἐπὶ Αἴγυπτον καὶ Ἀραβίαν | |
20 | ἀνίσχουσα χώρα Κοίλη Συρία λέγεται, ἰδίως δὲ ἡ τῷ Λιβάνῳ καὶ Ἀντιλιβάνῳ ἀφωρισμένη. Συρία δὲ ἀπὸ Σύρου κέκληται· φασὶ γὰρ ὅτι Λιβύης υἱὸς ὁ Ἀγή‐ νωρ, οὗ καὶ Τυροῦς Φοῖνιξ καὶ Σύρος καὶ Κίλιξ, ἀφ’ ὧν αἱ χῶραι, καὶ Κάδμος, οὗπερ ἡ Καδμεία ἐπώνυ‐ | |
25 | μος. | |
905 | Ὅτι τῆς Κοίλης Συρίας οἱ μὲν ἐπ’ ἠπείρῳ, | |
ἤγουν οἱ ἠπειρωτικοὶ, αὐτὸ τοῦτο Σύριοι, τουτέστι Σύροι καλοῦνται, οἱ δὲ περὶ θάλασσαν, Σύροι ὄντες καὶ αὐτοὶ, ὅμως καὶ Φοίνικές εἰσι τὴν ἐπωνυμίαν, | 373 | |
5 | γένος Ἐρυθραῖοι. Λέγει δὲ καὶ Ἡρόδοτος τούτους ἐκ τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης ὑπερβάντας οἰκεῖν τῆς Συρίας τὰ περὶ θάλασσαν, καὶ τοῦτο τὸ χωρίον μέχρι Αἰγύπτου Παλαιστίνην καλεῖσθαι· ὅθεν δοκοῦ‐ σιν, ὡς καὶ ὁ Διονύσιος παραδηλοῖ, ἐπωνύμως ἤτοι | |
10 | φερωνύμως οὕτω λέγεσθαι, ὡς ταὐτὸν ὂν Φοίνικάς τε καὶ Ἐρυθραίους εἰπεῖν, ὥσπερ καὶ φοινικοῦν χρῶμα καὶ ἐρυθρόν. Καὶ μὴν ἄλλοι Φοίνικας αὐτοὺς καλεῖ‐ σθαί φασιν ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος, ὡς εἴρηται ἤδη. Λέγεται δὲ κατὰ τοὺς παλαιοὺς Φοινίκη πᾶσα | |
15 | ἡ ἀπὸ Ὀρθωσίας μέχρι Πηλουσίου παραλία στενὴ καὶ ἁλιτενής. Ἰστέον δὲ ὅτι ἡ Κοίλη Συρία πρὸς ἀντιδιαστολὴν ἑτέρας λέγεται· διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ Διονύσιος ἐρεῖ, ὅτι τὴν Κοίλην Συρίαν διαδέχεται ἡ ἑτέρα Συρία ἑλκομένη μέχρι Σινώπης, ὅπου, ὡς προ‐ | |
20 | γέγραπται, τοὺς Ἀσσυρίους εἶναί φασιν. Ὅρα δὲ ὅτι ὥσπερ τοὺς τῆς Φρυγίας κατοίκους οὐ μόνον Φρύ‐ γας, ἀλλὰ καὶ Φρυγίους ἄνδρας φαμὲν, ὅθεν καὶ ἄστυ Φρύγιον, καὶ τοὺς ἐν Λυδίᾳ Λυδοὺς καὶ Λυδίους, καὶ τοὺς ἐν Ἀραβίᾳ Ἄραβας καὶ Ἀραβίους, οὕτω καὶ τοὺς | |
25 | τῆς Συρίας Σύρους τε καὶ Συρίους λέγομεν. Τοῦ δὲ Σύρος ἐστὶ καὶ θηλυκὸν εἰς ρα· λέγεται γὰρ καὶ ἡ Σύρα γλῶσσα. | |
907 | Ὅτι Φοίνικες πρῶτοι νηυσὶν ἐπειρήσαντο θα‐ λάσσης, καθὰ δηλοῖ καὶ Ὅμηρος ναυτικωτάτους αὐ‐ τοὺς ἱστορῶν, πρῶτοι δὲ τῆς κατὰ θάλασσαν ἐμπο‐ ρίας ἐμνήσαντο, καὶ βαθὺν οὐρανίων ἀστέρων πόρον | |
5 | ἐφράσαντο· οὐχ ὅτι αὐτοὶ τὸν οὐρανὸν πόλοις, ὃ ἔστι κύκλοις ἔτεμον, τοῦτο γὰρ Αἰγυπτίων εὕρεμα, ὡς προεί‐ ρηται, δι’ ἀστρονομίαν, ἀλλ’ ὅτι τοῖς ἠστροθετημένοις ἤδη καὶ παρ’ Αἰγυπτίων ἠστρολογημένοις προσέσχον δι’ ἐμπορίαν οἱ Φοίνικες. Ναυτικώτατοι δὲ Φοινίκων | |
10 | Σιδώνιοι. Ὁ δὲ Γεωγράφος οὕτω περὶ τούτων φησίν. «Ὥσπερ Αἰγυπτίων εὕρεμα ἡ γεωμετρία ἐκ τῆς χωρο‐ μετρίας, ἣν ὁ Νεῖλος ἐργάζεται συγχέων τοὺς τῆς γῆς ὅρους ἐν ταῖς ἀναβάσεσιν, οὕτως ἐκ Φοινίκων εἰς Ἕλ‐ ληνας ἡ ἀστρονομία ἥκειν πεπίστευται καὶ ἡ ἀριθμη‐ | |
15 | τική· φιλόσοφοι γὰρ περὶ ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναύκληροι, ἀπὸ λογιστικῆς καὶ νυκτιπλοίας ἀρξάμενοι», τουτέστιν ὡς λογαριάζοντες μὲν τοὺς φόρτους, ἄστροις δὲ σημαινόμενοι τὸν ἐν νυκτ’ πλοῦν ἀρχὴν ἐντεῦθεν ἔσχον εἰς ἀστρονομίαν καὶ ἀριθ‐ | |
20 | μητικήν. Ἀρριανὸς δὲ ἐν τοῖς περὶ Ἀλεξάνδρου φησὶν ὅτι Φοίνικες μὲν πρὸς τὴν ὀλίγην ἄρκτον μελετῶσι τὰς | |
πορείας, οἱ δὲ ἄλλοι ἄνθρωποι πρὸς τὴν μείζω. Λέγει δὲ ἐκεῖνος ὀλίγην μὲν τὴν Κυνόσουραν, μεγάλην δὲ τὴν Ἑλίκην, ἀφ’ ἧς καὶ οἱ Ἀχαιοὶ ἑλίκωπες, ὥς τινες | 374 | |
25 | οἴονται. Ἡρόδοτος δὲ στοχάζεται καὶ τὰ γράμματα μὴ ὄντα πρὸς τοῖς Ἕλλησιν ἐκεῖθεν παραδοθῆναι ὑπὸ τῶν μετὰ Κάδμου εἰς τὴν Ἑλλάδα ἐλθόντων Φοινί‐ κων, ὅθεν καὶ Φοινίκια καλεῖσθαι. | |
910 | Ὅτι πόλις Φοινίκης Ἰόπη, κληθεῖσα οὕτως ἢ ἀπὸ τῆς Ἰοῦς ἢ ἀπὸ Ἰόπης, θυγατρὸς μὲν Αἰόλου, γυναικὸς δὲ Κηφέως, ἀφ’ οὗ καὶ Κηφῆνες οἱ Αἰθίο‐ πες. | |
5 | Ὅτι Γάζα πάλαι μὲν Φοινίκης, νῦν δὲ Παλαιστί‐ νης. Ἐκλήθη δέ ποτε καὶ Ἄζα, ἢ ἀπὸ Ἄζωνος υἱοῦ Ἡρακλέος, ἢ ὅτι Ζεὺς κτίσας αὐτὴν ἀπέλιπεν αὐτόθι τὴν ἑαυτοῦ γάζαν· καλοῦσι δὲ οὕτως οἱ Πέρσαι τὰ χρήματα. | |
10 | Ὅτι Ἐλαῒς πόλις Φοινίκης οὕτω λέγεται διὰ τὸ ἐλαιοφόρος εἶναι. | |
911 | Ὅτι νῆσός ποτε ἦν ἡ Τύρος, ὡς καὶ Ἀρρια‐ νὸς λέγει· «Τύρος ἡ τότε ἔτι νῆσος.» Ὠνόμασται δὲ ἀπὸ Τύρου τοῦ Φοίνικος, ἢ ἀπὸ γυναικὸς Τυροῦς, ἧς καὶ Ἀγήνορος ἡ Εὐρώπη, ἧς ἡ χώρα ἐπώνυμος. Συ‐ | |
5 | νῆπται δὲ ἡ Τύρος χώματι πρὸς τὴν ἤπειρον, ὃ κα‐ τεσκεύασε πολιορκῶν Ἀλέξανδρος, ὅτε κατὰ ἐνύπνιον Σάτυρος ὁραθεὶς ἐχρηστηρίασε τῷ βασιλεῖ κατὰ ὀνεί‐ ρου λοξότητα, ὅτι σὰ Τύρος, τουτέστι σὴ Δωρικῶς, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν ἔσται ἡ Τύρος. Τιμῶσι δὲ | |
10 | τὸν Ἡρακλέα ὑπερβαλλόντως οἱ Τύριοι, καί εἰσι πο‐ λύτεχνοι καὶ κατὰ τοὺς Σιδωνίους καλλίτεχνοι. Ἔστι δὲ, φασὶ, καὶ πορφύρα καλλίστη ἡ Τυρία. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ὅτι μεγίστη ἐστὶ μετὰ Σιδῶνα ἡ Τύρος, καὶ ὅτι ἀρχαιοτάτη, καὶ δύο λιμένας ἔχει, τὸν | |
15 | μὲν κλειστὸν, τὸν δὲ ἀνειμένον, καὶ ὅτι πολυστέγους οἰκίας ἔχει, καὶ ὅτι σεισμοί ποτε γενόμενοι μικρὸν ἀπέλιπον τοῦ ἄρδην αὐτὴν ἀφανίσαι, καὶ ὅτι ἀτυχή‐ σασα ἐν τῇ ὑπὸ τοῦ Ἀλεξάνδρου πολιορκίᾳ ὅμως ὕ‐ στερον ἑαυτὴν ἀνέλαβε διὰ τῆς ναυτιλίας, καθ’ ἣν | |
20 | ὑπερτεροῦσι πάντων οἱ Φοίνικες. Ἔστι δὲ καὶ περὶ τὸν Περσικὸν κόλπον νῆσος, ὥσπερ καὶ Ἄραδος. Λέγε‐ ται δὲ καὶ ὅτι ἱερὸν Ἡρακλέος ἐν τῇ Τύρῳ ἦν πλου‐ σίως ἐσκευασμένον, καὶ στῆλαι δύο κατὰ τὸν Ἡρόδο‐ τον, ἡ μὲν χρυσοῦ ἀπέφθου, ἡ δὲ σμαράγδου λίθου | |
25 | λάμποντος τὰς νύκτας. | 375 |
912 | Ὅτι τὰς περὶ Φοινίκην πόλεις μετ’ ἐπιθέτων ἐκφράζει, οἷα εὐπόρως ἔχων τοῦ ὀνομάζειν· λέγει γὰρ Τύρον ὠγυγίην, Βηρυτὸν ἐρατεινὴν, Βύβλον ἀγχίαλον, Σιδῶνα ἀνθεμόεσσαν, Τρίπολιν λιπαράν. Περὶ μὲν | |
5 | οὖν τῆς Τύρου εἴρηται τὸ ἀρκοῦν. Ἡ δὲ Σιδὼν, περὶ ἣν χαρίεντα λέγει ποταμὸν ῥέειν τὸν Βοστρηνὸν, πολυ‐ τέχνους ἔχει πολίτας καὶ καλλιτέχνους. Ὅτι δὲ τοιοῦτοί εἰσιν οἱ Σιδώνιοι, δηλοῦσι καὶ οἱ παρὰ τῷ Ποιητῇ παμποίκιλοι πέπλοι, Σιδωνίων ἔργα γυναικῶν, | |
10 | καὶ ὁ τοῦ Εὔνεω κρατὴρ, ὃς κάλλει ἐνίκα πᾶσαν ἐπ’ αἶαν. Τούτους δὲ τοὺς Σιδωνίους ἀποίκους εἶναί τινές φασι Σιδωνίων τῶν ἐν τῷ Περσικῷ κόλπῳ, οἱ δὲ πα‐ λαιοὶ ἐναντιολογίας ἱστοριῶν αἰτιῶνται ἐνταῦθα. Οἱ μὲν γὰρ τοὺς καθ’ ἡμᾶς Φοίνικάς τε καὶ Σιδωνίους | |
15 | ἀποίκους φασὶ τῶν πρὸς τῶν ὠκεανῷ Σιδωνίων τε καὶ Φοινίκων, προστιθέντες καὶ διὰ τί Φοίνικες λέγονται· διότι, φασὶ, καὶ ἡ θάλασσα ἐρυθρὰ, ὡς ταὐτὸν ὂν Φοί‐ νικας εἰπεῖν καὶ ἐρυθρούς. Οἱ δὲ ἀνάπαλιν ἀποίκους ἐκείνους τούτων τῶν καθ’ ἡμᾶς ἱστόρησαν. Περὶ δὲ τῆς | |
20 | Σιδῶνος ταύτης τῆς περὶ τὴν Συριακὴν Φοινίκην φέρε‐ ται ἱστορία, ὅτι θυγάτηρ Ἰοῦς ἡ Λιβύη, ταύτης δὲ καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος καὶ Ἐνυάλιος, Βήλου δὲ Σίδη καὶ Αἴγυπτος καὶ Δαναὸς, ὧν τῆς Σί‐ δης μὲν παρώνυμος ἡ Σιδὼν, τοῦ Αἰγύπτου δὲ ὁμώ‐ | |
25 | νυμος ἡ χώρα, ἐκ Δαναοῦ δὲ οἱ Ἕλληνες Δαναοί. Προείρηται δέ που καὶ ὅτι ὁ Διονύσιος Ὁμήρῳ ἀκο‐ λουθῶν τῆς Σιδῶνος τὴν μὲν ἄρχουσαν ἐκτείνει, τὸ δὲ ο τῶν πλαγίων συστέλλει, κἂν οἱ ὕστερον αὐτὸ διφο‐ ροῦντες ἐκτείνωσιν. Ὅτι δὲ καὶ σοφοὶ τὰ εἰς ἀστρο‐ | |
30 | νομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναυκληρικοὶ, ἀνωτέρω εἴρηται· λέγεται δὲ καὶ ψάμμος ὑαλῖτις εἶναι τοῖς Σιδωνίοις ἐπιτηδεία εἰς χύσιν. Ἡ δὲ Βηρυτὸς κτίσμα ἐστὶ Κρόνου, ἐκ μικρᾶς μεγάλη γενομένη καὶ ἰσχυρά· διὸ καὶ οὕτως ἐκλήθη· Βηρουτί | |
35 | γὰρ τὴν ἰσχὺν οἱ Φοίνικες λέγουσιν. Οἱ δέ φασι διὰ τὸ εὔϋδρον οὕτω κληθῆναι αὐτὴν, βήρ γὰρ παρὰ τοῖς ἐκεῖ τὸ φρέαρ καλεῖται· φασὶ δὲ αὐτὴν ὑπὸ τοῦ τυράν‐ νου Τρύφωνος κατασπασθεῖσαν ἀναληφθῆναι ὑπὸ Ῥω‐ μαίων, ἤτοι ἀναστῆναι καὶ καινισθῆναι. Ὀξύνεται | |
40 | δὲ τὸ Βηρυτός ὡς τρισύλλαβον, καθὰ καὶ τὸ κωκυτός καὶ γωρυτός, καὶ μακρὸν ἔχει τὸ υ παρὰ Διονυσίῳ. Ἡ δὲ Βύβλος κτίσμα καὶ αὐτὴ Κρόνου, Ἀδώνιδος ἱε‐ ρὰ, Κινύρου βασίλειον ἀρχαιότατον, ἀπὸ Βύβλου τινὸς στρατηγοῦ ἢ ἀπὸ Βύβλης γυναικὸς οὕτω κληθεῖσα, ἢ | |
45 | διὰ τὸ πάσης ἀρχαίας βίβλου κατὰ τοὺς παλαιοὺς τὴν φυλακὴν ἀσινέα ἐν αὐτῇ γενέσθαι, ἢ καὶ διότι Ἴσις τὸν Ὄσιριν κλαίουσα ἐκεῖ τὸ τῆς κεφαλῆς ἀπέθετο διά‐ δημα ἐκ βύβλου ὂν Αἰγυπτίας. Φυτὸν δὲ ἡ βύβλος κατὰ τοὺς παλαιοὺς φυόμενον ἐν τοῖς Αἰγυπτιακοῖς | 376 |
912(50) | ἔλεσι, ῥάβδος ψιλὴ, ὥς φασιν ἐκεῖνοι, ἐπ’ ἄκρῳ χαί‐ την ἔχουσα, φυομένη πολλὴ καὶ ἐν τοῖς κάτω μέρεσι τοῦ Δέλτα, ἧς κρείττων, φασὶν, ἡ λεγομένη ἱερατική. Τῆς δὲ βύβλου τὸ κάτω ὅσον ἐπὶ πῆχυν τρώγεται, ὥς φησιν Ἡρόδοτος, πνιγὲν μάλιστα ἐν κλιβάνῳ διαφα‐ | |
55 | νεῖ. Ζητητέον δὲ μή ποτε ἀπὸ τῆς τοιαύτης βύβλου, ὡς πεφυκυίας ὑφαίνεσθαι ἢ πλέκεσθαι ἢ ἄλλως πως συντίθεσθαι, καὶ αἱ τῶν γραμμάτων φύλακες πτύχες βύβλοι ἐλέγοντο, διὰ τὸ τυχὸν ἐκ τοῦ τοιούτου φυτοῦ τὰς τοιαύτας τότε κατασκευάζεσθαι, καὶ ἡ κλῆσις παρ‐ | |
60 | έμεινε καὶ εἰς ἡμᾶς, ἐναλλαγέντος τοῦ υ εἰς τὸ συγ‐ γενὲς δίχρονον. Ἐγίνετο δὲ καὶ πέδιλα ἐκ τοῦ φυτοῦ τῆς βύβλου· οἱ γοῦν Αἰγύπτιοι ἱερεῖς βύβλινα λέγονταί ποτε φορεῖν ὑποδήματα, καὶ πλοίων δὲ ναυπηγουμέ‐ νων αἱ ἁρμονίαι βύβλῳ παρεβύοντο, καὶ ἱστία δὲ | |
65 | πλοίοις ἐγίνοντο βύβλινα, καὶ τὴν ἐν Ἀβύδῳ δὲ τοῦ Ξέρξου γέφυραν, ὡς Ἡρόδοτός φησιν, Φοίνικες μὲν λευκολίνῳ ἐγεφύρουν, Αἰγύπτιοι δὲ βύβλῳ. Αἴλιος δὲ Διονύσιος ἐν τοῖς περὶ Ἀττικῶν λέξεων ὑπογράφει σαφέστερον τὴν τοῦ φυτοῦ φύσιν τῆς βύβλου, ἔνθα | |
70 | περὶ φιλύρας φησὶν, ὅτι φυτὸν ἡ φιλύρα φλοιὸν ἔχον βύβλου, παπύρῳ ὅμοιον, ἐξ οὗ τοὺς στεφάνους πλέ‐ κουσι. Καὶ ταῦτα μὲν περὶ Βύβλου. | |
914 | Ἡ δὲ Τρίπολις, ᾗτινι συνεχὲς κεῖσθαι ἱστόρη‐ ται τὸ τοῦ Θεοῦ λεγόμενον πρόσωπον, οὕτω καλεῖται διὰ τὸ ἔχειν ἀποικίαν ἐκ τριῶν πόλεων, Τύρου καὶ Σι‐ δῶνος καὶ Ἀράδου, περὶ ἧς ἐν τοῖς περὶ νήσων εἴρηται. | |
5 | Εἰσὶ δὲ καὶ ἄλλαι Τριπόλεις διάφοροι. Ὅτι πόλεις Φοινίκων καὶ ἡ Ὀρθωσὶς καὶ ἡ Μάρα‐ θος. Ἰστέον δὲ ὅτι τὴν Ὀρθωσίδα Ὀρθωσίαν οὕτως ἄλ‐ λοι φασὶ, καὶ ἴσως χαίρων τῷ τοιούτῳ τύπῳ ὁ Διονύσιος ὥσπερ τὸν πορθμὸν εἶπε πορθμίδα, καὶ τὰς Ἀμαζόνας | |
10 | Ἀμαζονίδας, καὶ τὴν Ἀσίαν Ἀσίδα, καὶ τοὺς τῶν ὀρῶν κνημοὺς κνημῖδας, καὶ τὴν Κασπίαν Κασπίδα, οὕτω καὶ τὴν Ὀρθωσίαν Ὀρθωσίδα φησί. Μάραθος δὲ οὐ μό‐ νον ἡ περὶ Φοινίκην αὕτη πόλις, περὶ ἣν καὶ ποταμὸς ῥέει Μαραθίας λεγόμενος, ἀλλὰ καὶ Εὐρωπαία ἑτέρα | |
15 | ἐν τῇ τῶν Ἀκαρνάνων γῇ, ἐξ ἧς ὁ μουσικὸς Διόδωρος. | |
915 | Ὅτι Λαοδίκεια ἡ τῆς Φοινίκης ἀπὸ Λαοδίκης | |
ὠνόμασται, ἀδελφῆς Ἀντιόχου, ὡς μικρὸν κατωτέρω ῥηθήσεται· οἱ δὲ ἀπὸ Λαοδίκης φασὶ, μητρὸς ἢ θυγα‐ τρὸς Σελεύκου τοῦ Νικάτορος. Ἔστι δὲ καὶ ἑτέρα | 377 | |
5 | Λαοδίκεια Λυδίας, ἣν Ἀντίοχος ἔκτισε, παῖς Ἀντιό‐ χου τοῦ τῆς Στρατονίκης, χρησμοῦ δοθέντος ἐν ὀνεί‐ ροις τῇ γυναικὶ αὐτοῦ ποιῆσαι τοῦτο. Τὴν δὲ ἐν Φοι‐ νίκῃ Λαοδίκειαν Λευκὴν ἀκτὴν φασί ποτε κληθῆναι καὶ Ῥάμανθαν, διότι ποιμήν τις βληθεὶς κεραυνῷ ἀνεβόα | |
10 | ῥαμάνθας, τουτέστιν ἀφ’ ὕψους ὁ θεός· ῥαμάν γὰρ ἐγχωρίοις τὸ ὕψος, ἀθάν δὲ ὁ θεός. Διάφοροι δὲ Λαο‐ δίκειαι, ὧν εὐοινοτάτη αὕτη ἡ Συριακή. Διφορεῖται δὲ ἡ πόλις αὕτη· καὶ γὰρ τετρασυλλάβως Λαοδίκη λέγε‐ ται, καὶ κατὰ παραγωγὴν Λαοδίκεια, ὡς Ἀπάμη Ἀπά‐ | |
15 | μεια, Εὐρώπη Εὐρώπεια, καὶ ὅσα τοιαῦτα. | |
916 | Ὅτι ὥσπερ παρὰ τῷ Ὁμήρῳ ἐν Ὀδυσσείᾳ τὸ ἐν τοῖς Φαίαξι Ποσιδήϊον διὰ τοῦ ι ἔχει τὴν τετάρτην ἀπὸ τοῦ τέλους, ἤγουν τὴν σι συλλαβὴν, οὕτω καὶ ἐνταῦθα παρὰ τῷ Διονυσίῳ λέγοντι περιφραστικῶς ὅτι | |
5 | Ποσιδήϊα ἔργα, ἤγουν Ποσιδήϊον, ἔστι περὶ τὰ ἐν Ἀν‐ τιοχείᾳ ἱερὰ τέμπεα, ὅ ἐστι περὶ τὰ τῆς Δάφνης ἀλ‐ σώδη δάση καὶ κοιλώματα, περὶ ἧς μετ’ ὀλίγον εἰρή‐ σεται. Ποσίδειον δὲ λέγεται τετρασυλλάβως κατὰ τὸ ἐντελὲς τὸ τοῦ Ποσειδῶνος τέμενος, τὴν μὲν παραλή‐ | |
10 | γουσαν ἔχον διὰ διφθόγγου, τῷ λόγῳ τῆς περιοχῆς, τὴν δὲ προπαραλήγουσαν διὰ τοῦ ι, τῇ ἀπελεύσει τοῦ τῆς διφθόγγου ἑνὸς στοιχείου, ᾧ λόγῳ καὶ Ὀππιανὸς τοῦ ἀλγινόεις ἀπισχνάνας τὴν δίφθογγον εἰς μονόφθογ‐ γον διὰ τοῦ ι γράφει, ὡς προερρέθη, τὴν προπαραλή‐ | |
15 | γουσαν. Διαλυθὲν δὲ ἐκ τετρασυλλάβου τὸ τοιοῦτον ἐντελὲς Ποσίδειον εἰς πεντασυλλαβίαν γέγονε Ποσι‐ δήϊον. Ἡ δὲ ῥηθεῖσα τῆς διφθόγγου συστολὴ, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, καὶ ἐν ἄλλοις γέγονεν, ἐν οἷς καὶ ὁ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ ἡ ἰδέα ἐκ τοῦ εἴδους, καὶ | |
20 | αἱ χιράδες αἱ τῶν χειρῶν ῥαγάδες, καὶ τὰ χίμετλα τὰ ἐν τῷ χειμῶνι ὡς ἐπὶ τὸ πολὺ γινόμενα ἀποκαύματα. Ὅτι κατὰ τὴν ἱστορίαν ὑπέρκειται τῆς Ἀντιοχείας μʹ σταδίους ἡ ᾀδομένη Δάφνη, κατοικία μὲν μετρία, ἄλσος δὲ μέγα ἔχουσα συνηρεφὲς, οὗ κύκλος πʹ στα‐ | |
25 | δίων, διαρρεόμενον πηγαίοις ὕδασιν, ἔνθα ἐπανηγύρι‐ ζον οἱ ἐγχώριοι· ὅπου καὶ τέμενος ἄσυλον. Ἀρριανὸς δὲ περὶ τούτων οὕτω γράφει· «Ἐν Δάφνῃ τῇ πρὸς Ἀντιοχείᾳ ἄλσος τι ἱερὸν Ἀπόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ἥν τινες γῆθεν ἀνασχεῖν λέγουσιν ἐπὶ τῇ | |
30 | Δάφνῃ τοῦ Λάδωνος, ἣ φεύγουσα τὸν ἐραστὴν Ἀπόλ‐ | |
λωνα ηὔξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν, καὶ ἔτυχε τῶν εὐχῶν.» Ἄλλοι δὲ περὶ αὐτῆς οὕτω φασί· «Δάφνη ἐν Ἀντιοχείᾳ, ἥ ποτε πόλις Ἡρακλείας, εἰς ἣν πολλὰς κυπαρίττους ἐφύτευσε Σέλευκος ὁ Νικάτωρ, ἧς ἐγγὺς | 378 | |
35 | τὸ τοῦ Ἐπιφανοῦς Ἀντιόχου βουλευτήριον. Ταύτην οὕτω σεισμὸς ἐκάκωσεν ἐπὶ Τραϊανοῦ, ὥστε τοὺς Ἀν‐ τιοχέας κτίσαντας ἐπιγράψαι· «οἱ ζήσαντες ἀνέστησαν θεῷ σωτῆρι.» Σημείωσαι δὲ ὅτι αὕτη μὲν ἡ Δάφνη ἑνικῶς λέγεται, πρὸς δὲ τῷ Πηλουσιακῷ τοῦ Νείλου | |
40 | στόματι χωρίον τι πληθυντικῶς Δάφναι λέγονται παρὰ τῷ Ἡροδότῳ. Ὁ δὲ τὰ ἐθνικὰ γράψας προάστειον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας τὴν Δάφνην ταύτην εἰπὼν λέγει καὶ ἄλλην εἶναι Δάφνην, χωρίον Λυκίας, καὶ λιμένα Δάφνην ἐν τῷ στόματι τοῦ Πόντου, ἐν | |
45 | δεξιᾷ ἀναπλέοντι, καὶ προάστειον δὲ αὐτόθι που ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπλουν ἀνιοῦσιν. | |
918 | Ὅτι ἐν μέσαις ταῖς περὶ Φοινίκην πόλεσίν ἐστι καὶ ἡ Ἀπάμεια, ποτὲ μὲν κώμη οὖσα καὶ Φαρ‐ νάκη καλουμένη, πόλις δὲ ὕστερον γενομένη, ἐν με‐ σογαίῳ κειμένη, πρὸς νότον Ἀντιοχεῦσιν, ἥτις καὶ | |
5 | Χερρόνησός ποτε ἀπὸ τῆς περιοχῆς τῶν ἐκεῖ ὑδάτων ἐκλήθη. Καὶ Πέλλα δὲ ὠνομάσθη παρὰ τῶν αὐτόθι Μακεδόνων διὰ τὴν ἐν Μακεδονίᾳ Πέλλαν, τὴν τοῦ Φιλίππου πατρίδα. Ἐν ταύτῃ δὲ ἐλέφαντας πεντα‐ κοσίους ὁ Σέλευκος ἔτρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς. | |
10 | Φασὶ δὲ καὶ ἐν Μήδοις Λαοδίκειαν εἶναι καὶ Ἀπάμειαν καὶ ἄλλας Μακεδονικὰς πόλεις. Ὥσπερ δὲ ἡ Ἀπά‐ μεια, ἣν ὁ ἐπιφανὴς Νικομήδης ἔκτισεν, ὠνομάσθη ἀπό τινος γυναικὸς Ἀπάμας, οὕτω καὶ ἡ παρὰ τῷ Διονυσίῳ αὕτη Ἀπάμεια. Ἱστοροῦσι γὰρ τοιαῦτα οἱ παλαιοί· | |
15 | «Ἀντιόχεια ἡ ἐπὶ Δάφνῃ καὶ Ἀπάμεια ἡ ἐν Συρίᾳ πρὸς νότον Ἀντιοχείας ἐν μεσογαίῳ κειμένη, ἔτι δὲ Λαοδίκεια καὶ Σελεύκεια, κτίσματα Σελεύκου εἰσὶ τοῦ Νικάτορος, αἵτινες καὶ ἀδελφαὶ διὰ τὴν πρὸς ἀλ‐ λήλας ὁμόνοιαν ἐκαλοῦντο. Καὶ ἡ μὲν μεγίστη, φασὶ, | |
20 | τῷ τοῦ Σελεύκου πατρὶ τῷ Ἀντιόχῳ ἐπωνομάζετο, ἡ δὲ ἐρυμνοτάτη αὐτοῦ ἐπώνυμος ἦν, Ἀπάμεια δὲ τὸ τῆς γυναικὸς ἔφερεν ὄνομα, Λαοδίκεια δὲ τὸ τῆς μητρός.» Περὶ δὲ Ἀντιοχείας ἄλλοι καὶ οὕτω φα‐ σίν· «Ἀντιόχῳ τῷ Σελεύκου τρεῖς ἐπεφάνησαν κατ’ | |
25 | ὄναρ γυναῖκες, κτίσαι πόλιν ἑκάστη λέγουσα. Ὁ δὲ ὑπολαβὼν αὐτὰς τὴν γυναῖκα εἶναι καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν, κτίζει ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδί‐ κης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσσης Νύσσαν, | |
ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν.» Ἔτι δὲ | 379 | |
30 | περὶ Ἀντιοχείας καὶ ταῦτα λέγεται, ὅτι καὶ Θεούπολις ἤρξατο καλεῖσθαι ἐπὶ Ἰουστινιανοῦ, ἀνεψιοῦ Ἰουστίνου τοῦ Θρᾳκός· καὶ ὅτι περὶ τὸ Σίλπιον ὄρος κεῖται, ὅπου καὶ τόπος ἐστὶν ἡ Ἰώπολις, ἀπὸ Ἰοῦς τελευτησάσης ἐκεῖ, ἥτις καὶ Ἴσις ὕστερον ἐκλήθη, ὡς καὶ ὁ υἱὸς αὐ‐ | |
35 | τῆς Ἔπαφος Ἄπις· καὶ ὅτι τετραπόλεως αὐτῆς οὔσης καὶ τετειχισμένης τείχει κοινῷ τε καὶ ἰδίῳ κατὰ ἕκα‐ στον κτίσμα· τὸ μὲν πρῶτον Σέλευκος ὁ ἐπικαλούμε‐ νος Νικάτωρ συνῴκισεν, εἰς ὃν τότε τὸ τῆς Ἀσίας πε‐ ριελήλυθε κράτος, τὸ δεύτερον δὲ οἱ οἰκήτορες ἔκτισαν, | |
40 | τὸ δὲ τρίτον Σέλευκος ὁ Καλλίνικος, καὶ τὸ τέταρτον ὁ Ἐπιφανὴς Ἀντίοχος. Εἰσὶ δὲ Ἀντιόχειαι περί που τὰς ιδʹ, ὡς οἱ ἱστοροῦντες ἐκτίθενται· ἐξ ὧν αὕτη ἡ τῆς Κοίλης Συρίας προκαθημένη οὐ πολὺ κατὰ τὸν Γεωγράφον ἐλείπετο δυνάμει καὶ μεγέθει Σελευκείας | |
45 | τῆς ἐπὶ τῷ Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰ‐ γύπτῳ. | |
919 | Ὅτι πρὸς ἀνατολὰς τῆς Ἀπαμείας κατασύρε‐ ται ὑγρὸς Ὀρόντης, ἄσπετος, ὃς ἐκ Κοίλης Συρίας ἔχων τὰς ἀρχὰς, καὶ ὑπὸ γῆν ἐνεχθεὶς, εἶτα τὸ ῥεῦμα ἀναδοὺς καὶ διὰ τῆς Ἀπαμέων γῆς προελθὼν εἰς Ἀν‐ | |
5 | τιόχειαν καὶ πλησιάσας τῇ πόλει μέσην ὁρίζει τὴν Ἀν‐ τιοχέων γῆν, οὐχ ὅτι μέσην τέμνει τὴν πόλιν, ὡς τὴν Ταρσὸν ὁ Κύδνος, ἀλλ’ ὅτι τὰ ἐκεῖ παραρρέει. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι Ὀρόντης ἐν Συρίᾳ καταδὺς εἰς τὸ μεταξὺ Ἀπαμείας καὶ Ἀντιοχείας χάσμα, ὃ καλοῦσι | |
10 | Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν τεσσαράκοντα σταδίοις, καὶ καταφέρεται πρὸς θάλασσαν τὴν κατὰ Σελεύκειαν, Τυφὼν μὲν καλούμενος πρότερον διὰ τὸν ἐπὶ τῷ Τυ‐ φῶνι μῦθον, ὃς ἐν Ἰλιάδι γέγραπται, μεταβαλὼν δὲ καὶ τὸ τοῦ γεφυρώσαντος αὐτὸν μεταλαβὼν ὄνομα, ὃς | |
15 | Ὀρόντης ἐκαλεῖτο, οὗ τάχα πρὸς ἀντιδιαστολὴν ὑγρὸν Ὀρόντην ὁ Διονύσιος τὸν ποταμὸν ἐπωνόμασεν, ἢ καὶ ἄλλως ἁπλούστερον, ὡς καὶ τὸν ἐν Πελοποννήσῳ ποτα‐ μὸν Ἰάονα ὑγρὸν εἶπεν. Ἄλλοι δέ φασιν ὅτι ὁ Καῖσαρ Τιβέριος ἐκ Δράκοντος αὐτὸν Ὀρόντην μετωνόμασεν, | |
20 | ὃ σημαίνει Ῥωμαϊστὶ τὸν ἀνατολικόν. | |
921 | Ὅτι πᾶσα ἡ περὶ Ἀντιόχειαν χώρα λιπαρά τε καὶ εὔβοτος, καὶ ἀγαθὴ μῆλα τρέφειν, καὶ δένδρεσι καρπὸν αὔξειν· μητρόπολις δὲ ἦν αὕτη Συρίας, καὶ ἐν αὐτῇ τὸ βασίλειον ἦν τοῖς ἄρχουσιν. Ἦν δὲ καὶ | |
5 | αὐτὴ τῆς Σελευκίδος μοίρας. Ἰστέον δὲ ὅτι μερίς ἐστι Συρίας ἀρίστη ἡ λεγομένη Σελευκὶς καὶ καλου‐ | |
μένη Τετράπολις, διὰ τὰς ἐν αὐτῇ ἐξεχούσας τέσσα‐ ρας πόλεις, αἳ ἦσαν Ἀπάμεια καὶ Λαοδίκεια, περὶ ὧν ἀνωτέρω εἴρηται, καὶ Ἀντιόχεια αὕτη καὶ Σελεύκεια | 380 | |
10 | ἡ ἐν Πιερίᾳ ὄρει, ὃ προσεχὲς τῷ Ἀμανῷ ἐστιν· ἣν Σελεύκειαν ἡ ἱστορία ἔρυμά φησιν εἶναι ἀξιόλογον καὶ βίας κρεῖττον. Ὅτι δὲ πολλαὶ Ἀντιόχειαι καὶ εἴ τι ἄλλο ἔδει ῥηθῆναι ὡς ἐν συνόψει προγέγραπται. | |
924 | Ὅτι νοτιώτερον τῆς Συρίας ἡ Ἀραβία, καὶ ὅτι ὁ Ἀράβιος κόλπος μέσος εἱλεῖται Συρίας καὶ Ἀρα‐ βίας, τυτθὸν ἐπὶ τὴν ἀνατολὴν τετραμμένος, ἤτοι παρεκκλίνων καὶ παρεκνεύων ἄχρι Σελάνων· οὕς τινες | |
5 | ὀξύνουσιν ὁμοίως τῷ Ἀλανοί Γερμανοί καὶ τοῖς τοιού‐ τοις ἐθνικοῖς· ἔθνος γὰρ καὶ οἱ Σελανοὶ Ἀράβιον. Καὶ ὅρα ἕως ποῦ παρατείνειν βούλεται τὴν Συρίαν, ἣν καὶ φθάσας ἔφη ἐς νότον ἕρπειν. Διὸ καὶ τοὺς Ἄραβας Σύρους ἐκάλουν τινὲς διὰ τὴν ἐκ τοῦ ὁμορεῖν | |
10 | ἐπιμιξίαν αὐτῶν· συναφὲς γὰρ τῇ Ἀραβίᾳ τὸ νότιον πέρας τῆς Συρίας. | |
927 | Ὅτι περὶ Ἀραβίαν, ἣν καὶ ἐρατεινὴν καλεῖ, οἱ ὄλβιστοι Ἄραβες, τουτέστιν οἱ εὐδαίμονες· ὄλβος γὰρ ἡ εὐδαιμονία. Ἡ τοιαύτη δὲ χώρα καὶ εὐδαίμων Ἀραβία λέγεται. Τούτων δὲ ἡ γῆ δισσῇ, φησι, θα‐ | |
5 | λάσσῃ ἔζωσται, Περσίδι τε Ἀραβίῃ τε, ὧν μέση κεῖ‐ ται ἡ τῶν Ἀράβων γῆ. Σημείωσαι δὲ ὅτι τὸ ἔζωσται καὶ ἐν ἄλλοις φθάσας εἶπεν ἐπὶ ὁμοίας σημασίας· καὶ ὅτι ἐν τῷ ὀλβίστων Ἀράβων φανερῶς δι’ ἑνὸς ρ ἡ τοῦ Ἄραψ ἐστὶ γραφὴ, ὡς καὶ ἐν τῷ ἁβροβίων Ἀράβων· | |
10 | εἰ καὶ ἐν ἄλλοις τόποις πολλὰ τῶν ἀντιγράφων πολὺν τὸν ῥοῖζον ἐκ τῆς τοῦ ἀμεταβόλου ἐξηχοῦσι διπλώσεως. Εἴποι δ’ ἄν τις τάχα διὰ τὸ μέτρον ἐκπεσεῖν ἄρτι τὸ ἓν ἀμετάβολον, ὅθεν καὶ συσταλῆναι τὴν ἄρχουσαν. Βούλονται γὰρ πολλοὶ ἀναδιπλοῦν τὸ ρ, ὡς ἀπὸ τῆς α | |
15 | στερήσεως καὶ τοῦ ῥάπτω ῥάψω, κἀντεῦθεν τὴν τῶν Ἀράβων κλῆσιν οἷον συρράπτουσιν, ὡς μὴ ῥαπτομέ‐ νων ἱμάτια, περιτυλισσομένων δὲ ὑφάσματα· καὶ διὰ τοῦτο κατ’ ἀνάγκην φασὶν ἐν τῷ Ἄραψ κεῖσθαι τὸν τοῦ ρ διπλασιασμὸν, ὡς καὶ ἐν τῷ ἄρρηκτος καὶ ἄρρητος | |
20 | καὶ ἀρραγής καὶ ἐν τοῖς ὁμοίοις. Ἡσίοδος μέντοι ἐν τῷ κούρην Ἀράβοιο, ἐξ οὗ καὶ ἡ Ἀραβία κεκλῆσθαι δοκεῖ, δι’ ἑνὸς ἀμεταβόλου καὶ συστολῆς τῆς ἀρχούσης καὶ αὐτὸς ἐμφαίνει δεῖν γράφειν τοὺς Ἄραβας. Καὶ ὁ τὰ Ἐθνικὰ δὲ γράψας ἐν ἑνὶ ἀμεταβόλῳ γράφει αὐ‐ | |
25 | τούς. Τυχὸν δὲ ἀντιγράφων αὐθάδεια τὴν τοῦ ρ δι‐ πλόην ἐξ αὐτονομίας παρεισήνεγκεν, ὅπου καὶ τὴν ἄρχουσαν τῆς παρά προθέσεως παρὰ τούτῳ τῷ ποιητῇ πολλὰ τῶν παλαιῶν ἀντιγράφων διὰ δύο ἀμεταβόλων προήγαγον, ὡς καὶ ἐν τῷ παραλίην Ἔφεσον· ὡς εἴπερ | |
30 | μὴ εἶχε καὶ χωρὶς τῆς τοῦ ἀμεταβόλου διπλόης ἐκτεί‐ νεσθαι ἡ τῆς παρά προθέσεως παραλήγουσα, καθάπερ καὶ παρ’ Ὁμήρῳ ἐν τῷ «αἴσιμα παρειπών». | 381 |
929 | Ὅτι καὶ ἐνταῦθα τὸ ἑκάστη ἀντὶ τοῦ ἑκατέρα τέθεικεν, εἰπὼν περὶ τῆς Περσίδος καὶ Ἀραβίας θα‐ λάσσης «ἄνεμον δὲ ἔλαχεν ἑκάστη, Ἀραβία ζέφυρον, Περσὶς εὖρον.» Τὸ δὲ ὀρθὸν ἦν ἑκατέρα εἰπεῖν, εἰ μὴ | |
5 | τὸ μέτρον ἐκώλυσεν. | |
933 | Ὅτι πολὺ καταχέει τῆς εὐδαίμονος Ἀραβίας ἐγκώμιον, ἐνδιατρίβων αὐτῇ, καὶ τούς τε Ἄραβας ἁβροβίους καλεῖ, ὡς καὶ πρὸ ὀλίγου ὀλβίστους, καὶ αὐτὴν μεγίστην λέγει, καὶ ἀγλαά φησι καὶ πολύολβα | |
5 | φῦλα νέμεσθαι αὐτήν. Ἄλλο δὲ, φησὶ, μέγα θαῦμα ἔξοχον ἔλαχεν. Ποῖον ἐκεῖνο; ἀεὶ ὑπὸ θύοις λαρὸν ὄδωδεν ἢ σμύρνης ἢ εὐώδους καλάμου ἢ θεσπεσίου πε‐ παινομένου λιβάνου ἢ κασίας ἢ θύου, ὅπερ ἐστὶ, φασὶν, εἶδος δένδρου εὐώδους. Καὶ μὴν ἄλλως θῦον γενικῶς | |
10 | ἅπαν ἄρωμα λέγεται. Διὸ καὶ αὐτὸς φθάσας ἔφη, κηώεσσα θύοις ὕπο, τουτέστι τοῖς ἀποτελοῦσιν εὐωδίαν θυμιάμασιν. Ἰστέον δὲ ὅτι ὁ τοῦ λιβάνου δένδρου καρπὸς λιβανωτὸς λέγεται παρὰ τοῖς παλαιοῖς, καὶ ὅτι οὕτω πολὺς αὐτόθι λιβανωτὸς, ὥστε χίλια τάλαντα | |
15 | λιβανωτοῦ οἱ Ἀράβιοι ἦγον τῷ βασιλεῖ ἑκόντες· οὐ γὰρ κατήκουσαν τοῖς Πέρσαις, ὥς φησιν Ἡρόδοτος, ἐπὶ δουλοσύνῃ, ἀλλὰ ξένοι ἐγένοντο. Λέγει δὲ ὁ αὐ‐ τὸς καὶ ἐν μόνῃ τῇ Ἀραβίᾳ φύεσθαι λιβανωτὸν καὶ σμύρνην καὶ κασίαν καὶ κιννάμωμον καὶ λήδανον, | |
20 | ὅπερ, φησὶν, Ἀράβιοι καλοῦσι λάδανον. | |
936 | Ὅρα δὲ ὅπως γενικῇ συντάσσει τὸ ὄζει, εἰπὼν ὄδωδε θύου ἢ σμύρνης καὶ τὰ ἑξῆς. Σκοπητέον δὲ εἴτε ὁ ἐνταῦθα εὐώδης κάλαμος ὁ αὐτός ἐστι ταῖς παρὰ τῷ Γεωγράφῳ Ἰνδικαῖς καλάμοις, ἃς μελιτοποιεῖν | |
5 | ἐκεῖνός φησιν, εἴτε καὶ διαφέρει μάλιστα ἐκείνων οὗτος ὡς εὐώδης μὴ τοιούτων. Ἰστέον δὲ ὅτι κατὰ τὴν πα‐ λαιὰν ἱστορίαν, Ἀλέξανδρος διενοεῖτο μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον βασίλειον ἑαυτοῦ τὴν Ἀραβίαν ποιῆ‐ σαι, καὶ ὅτι εἰσὶ καὶ Σκηνῖται Ἄραβες περὶ τὰ πέραν | |
10 | Εὐφράτου ἕως Κοίλης Συρίας. | |
939 | Ὅτι ὁ Διονύσιος ἐπιτόμῳ ἐγκωμίῳ τὴν Ἀρα‐ βίαν σεμνύνας κατὰ τὸ προσεχὲς ἐπάγει μῦθον, ὅτι ὄντως ἐκεῖ Ζεὺς τὸν Διόνυσον ἐλύσατο παρὰ μηροῦ εὐ‐ ραφέος· ἀφ’ οὗ καὶ Εἰραφιώτης, ὡς προερρέθη, ἐκλήθη | |
5 | κατά τινας. Τοῦτο δὲ Ἀρριανὸς ἐπὶ Σαγγαρίῳ μυθο‐ πλαστεῖ, λέγων ὅτι πρὸς ταῖς ὄχθαις τοῦ Σαγγαρίου ἔρρηξε τοὺς δεσμοὺς τοῦ Διὸς ὁ Διόνυσος ἤδη τρόφιμος ὤν. Ὁ δὲ Διονύσιος οἷς εἶπεν ἀκολούθως ἐπάγει γε‐ νεθλιακὴν διασκευὴν, λέγων, ὡς ἐν ἐκφράσει, οἷα εἰκὸς | |
10 | ἦν τότε τῷ τοιούτῳ τόκῳ ἐπισυμβῆναι. Πάντα γὰρ, φησὶν, ἦσαν εὐώδη τηνικαῦτα, μῆλα δὲ λασίοις ἐβαρύ‐ νετο μαλλοῖς, αὐτομάτῳ δὲ κατέρρεον ὕδατι λίμναι, ὄρνιθες δὲ ἀοικήτων ἀπὸ νήσων, τῶν περὶ τὸ Ἐρυθραῖον τάχα πέλαγος, ἦλθον φύλλα φέρουσαι ἀκηρασίων κι‐ | 382 |
15 | ναμώμων· καὶ πολὺς ὄλβος ἐπεχέθη τοῖς ἐκεῖ· διόπερ εἰσέτι νῦν λιβάνῳ μὲν κομῶσιν αἱ ἄρουραι, τὰ δὲ ὄρη χρυσῷ, οἱ δὲ ποταμοὶ θυηλαῖς, οἱ δὲ ἐνοικοῦντες μάλα πίονα δῆμον ἔχουσι, χρυσέοις πέπλοις ἀγαλλόμενοι μαλακοῖς. Λέγει δὲ καὶ ὅπως νεβρῖδά τε ἐτανύσατο | |
20 | κατωμαδίην ἢ ἐπωμαδίην ὁ Διόνυσος, καὶ κισσῷ ἐστέ‐ ψατο, ἀκροχάλιξ δὲ οἴνῳ μειδιόων, οἷα φιλομειδὴς, καὶ αὐτὸς πλεκτοὺς ἀνεσείσατο θύρσους, ὃ ἔστι κλά‐ δους τινὰς, οἳ καὶ αὐτοὶ Διονύσου φόρημα ἦσαν. Ση‐ μείωσαι δὲ ὅτι εἰπὼν ὁ Περιηγητὴς ἀπὸ ἀοικήτων | |
25 | νήσων ἄγεσθαι ὑπὸ ὀρνίθων τὸ κινάμωμον ἐμφαίνει καὶ αὐτὸς μὴ γινώσκεσθαι τὴν γῆν τὴν φέρουσαν τὸ κινά‐ μωμον, ὥσπερ φησὶ καὶ Ἡρόδοτος. Ἐκεῖνος δὲ ἀφη‐ γεῖται καὶ ὅπως οἱ μὲν ὄρνιθες τὰ κάρφη τοῦ κιναμώ‐ μου φέρουσιν εἰς τὰς οἰκείας νεοσσιὰς, καὶ πηλῷ προ‐ | |
30 | σπλάττουσιν ἐν ἀβάτοις κρημνοῖς· οἱ δὲ Ἄραβες κρέα μεγάλα προρρίπτουσι, καὶ οἱ ὄρνεις ἀνάγουσιν αὐτὰ, καὶ αἱ νεοσσιαὶ βαρύνονται, καὶ κάτω φέρονται, καὶ τὸ κινάμωμον συλλέγεται. Παρὰ δὲ Ἀριστοτέλει φαίνεται ὁμωνύμως τοῖς φερομένοις κάρφεσι λέγεσθαι | |
35 | κινάμωμα καὶ τὰ ὄρνεα τὰ φέροντα τὰ τοιαῦτα κάρφη, ἐξ ὧν καὶ τὰς νεοττιὰς αὐτὰ ποιοῦνται ἐν τόποις ἀβά‐ τοις, ἃς οἱ ἐγχώριοι καταβάλλουσι μόλυβδον ὀϊστοῖς προσαρτῶντες καὶ τοξεύοντες, καὶ οὕτω συνάγουσιν ἐκ τοῦ φορυτοῦ, φησί, τὸ κινάμωμον. Τὸ δὲ ἐτάνυσε | |
40 | νεβρῖδα οὐκ ἀντὶ τοῦ ἐνεδύσατο νοητέον, ἀλλ’ ἀντὶ τοῦ ἐφόρησεν, ἐξεκρέμασεν, ἤτοι ἐνήψατο. Ἐνάπτε‐ σθαι δὲ καὶ καθάπτεσθαι λέγομεν τὰ μὴ ζώνῃ διαλαμ‐ βανόμενα, μηδὲ τὸ σῶμα ὅλον ἐνδύοντα, ἀλλὰ μέρος τι σκέποντα καὶ ἄφετα ἐξαρτώμενα, οἷον πήραν λεον‐ | |
45 | τῆν ἢ παρδαλέην· Ἀρριανὸς δὲ καὶ διφθέρας καθάπτε‐ σθαι λέγει. Οὕτω γοῦν καὶ νεβρῖδα, ὃ ἔστι δέρμα νεβροῦ, ἤτοι νεογνοῦ ἐλάφου πολύστικτον, ὁ Διονύσιος ἐνάπτεται τοῖς ὤμοις. Ποιεῖ δὲ τοῦτο ἢ διὰ τὸ τῶν μεθυόντων πολύτροπον, ὡς φθάσαντες εἴπομεν, οὗ | |
939(50) | σύμβολον τὸ πολύστικτον, ἢ διὰ τὸ τῶν σταφυλῶν πο‐ λύχροον, ἢ καὶ διὰ τὴν ἐκ τῆς μέθης ἀσθένειαν. Καὶ γὰρ καὶ ὁ νεβρὸς ἀπόλεμον καὶ εἰς φυγὴν ἑτοιμότατον. Τὸ δὲ ἀπὸ κισσοῦ στεφάνωμα τὸ τοῦ οἴνου συμβολικῶς κισσητὸν ἤτοι ἐπιθυμητὸν αἰνίττεται, εἴγε τὸ κισσᾶν | |
55 | ἐπὶ τοῦ ἐπιθυμεῖν τίθεται. Οἱ δὲ θύρσοι τὸ τῶν με‐ θυόντων ἕτοιμον εἰς πληγὰς ὑπεμφαίνουσι, πλεκτοὶ | |
λεγόμενοι παρωνύμως τῇ τῶν διαμαχομένων συμπλοκῇ. Ἀκροχάλιξ δὲ οἴνῳ ὁ ἄκρως κεχαλασμένος, ἢ ὁ τῷ ἀκράτῳ χαλασθεὶς τοῦ φρονεῖν, ὁποῖόν τι καὶ ὁ χαλί‐ | 383 | |
60 | φρων παρὰ τῷ Ποιητῇ, ἢ ὁ ὀρθοῦσθαι μὴ ἔχων, ἀλλὰ κάτω χαλώμενος, ὁποῖοι οἱ ἔξοινοι. Τοῦ δὲ κιναμώ‐ μου τὴν βλάστην (φρύγανον δὲ, ὥς φησιν ὁ Πορφύ‐ ριος, ἐστὶν Ἀραβικόν) ὁμοίαν φασὶν εἶναι ἀμπέλῳ, οὗπερ ὁ ὀσφραινόμενος κλαυθμυρίζεται ὑφ’ ἡδονῆς· φι‐ | |
65 | λοῦσι δὲ αὐτὸ αἱ κατὰ χώραν αἶγες. Διὸ καὶ ἡ πα‐ ροιμία ἐπὶ τῶν λίαν φιλίως πρός τι διακειμένων, «ἡ αἲξ τὸ κινάμωμον.» Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ τῶν Ἀρά‐ βων ἔθνους, μὴ πάνυ ὡς ἔοικεν εὐδοκιμούντων τὰ εἰς ᾠδὴν, πεπαροιμίασται τὸ «Ἀράβιος αὐλητής», ὃς κατὰ | |
70 | τὴν παροιμίαν δραχμῆς μὲν ηὔλει, τεττάρων δ’ ἐπαύετο. Λέγεται δὲ τοῦτο ἐπὶ τῶν ἀπαύστως διαλε‐ γομένων καὶ ἀδολεσχούντων, καὶ μόλις παυομένων τοῦ πολυλογεῖν, ἢ ἐπὶ τῶν ἀμούσων καὶ βαρβάρων ἐν τῷ αὐλεῖν. | |
954 | Ὅτι Ἀράβων πρῶτοι ὑπὲρ κλιτὺν Λιβάνου, τουτέστι πρὸς νότον τοῦ Λιβάνου, ἀφνειοὶ Ναβαταῖοι, ἀπό τινος Ναβάτου καλούμενοι. Ναβάτης δὲ, φασὶν, Ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. Μετὰ δὲ Ναβα‐ | |
5 | ταίους Χαβλάσιοι καὶ Ἀγρέες, οὓς ὁ τὰ Ἐθνικὰ γράψας Ἀγραίους λέγει. Μεθ’ οὓς ἡ Χάτραμις γῆ, κατὰ δὲ ἄλλους Χατραμῖτις, κατέναντι Περσίδος γῆς. Καμη‐ λοκόμοι δὲ καὶ οὗτοι, καὶ οἱ περὶ τὸ πλευρὸν τῆς Ἐρυ‐ θρᾶς θαλάσσης κείμενοι Σάβαι, ὅπου καὶ οἱ Μινναῖοι, | |
10 | ἔθνος καὶ αὐτὸ παράλιον. Τοὺς δὲ Σάβας καὶ Σα‐ βαίους ἄλλοι φασὶ λέγοντες ὅτι Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα Ἀραβίαν νέμονται, καὶ ὅτι εὐδαιμονε‐ στάτη ἐστὶν ἡ τῶν Σαβαίων γῆ ἔθνους μεγίστου, παρ’ οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κινάμωμον καὶ βάλσα‐ | |
15 | μον. Καὶ ὅτι τεσσάρων ἐθνῶν μεγίστων κατοικούν‐ των τὴν Ἀραβίαν ἓν ἐκεῖσέ ἐστι καὶ τὸ τῶν Μινναίων πρὸς Ἐρυθρὰν, ὧν πόλις μεγίστη Κάρνα· ἐχόμενοι δὲ Σαβαῖοι. Ἡ δὲ Ναβαταία χώρα πολύανδρος, φασὶ, καὶ εὔβοτος. Μητρόπολις δὲ Ναβαταίων ἡ | |
20 | Πέτρα. Λέγονται δὲ καὶ σώφρονες οἱ Ναβαταῖοι καὶ κτητικοὶ, ὥστε ὁ μὲν τὴν οὐσίαν μειώσας δημοσίᾳ ζημιοῦται, τῷ δὲ αὐξήσαντι κεῖνται τιμαί. Εἰσὶ δὲ καὶ ὀλιγόδουλοι, καὶ διακονοῦνται τὸ πλέον ὑπὸ συγ‐ γενῶν, καί εἰσιν αὐτοδιάκονοι καὶ ἀντιδιάκονοι. Ὁ | |
25 | δὲ τῶν Ἐθνικῶν ἀναγραφεὺς λέγει ὅτι καὶ Δαχαρηνοὶ τὸ τοιοῦτον ἔθνος ἐκλήθη, ὃ ἔστιν ἀρσενικοί. | |
963 | Ὅτι ἀντιπέραν τῆς εὐδαίμονος Ἀραβίας πρὸς | |
ζέφυρον λυπρὸν οὖδας Ἐρεμβῶν, ἤτοι τῶν ἐν ἀρχῇ τοῦ βιβλίου ῥηθέντων Τρωγλοδυτῶν· οἳ, φησὶν, οὐχ ὡς οἱ ἀντιπαρακείμενοι ἁβρόβιοι Ἄραβες ζῶσιν, ἀλλὰ τὸν | 384 | |
5 | βίον ὑπὸ πέτραις κατωρυχέεσι, μᾶλλον δὲ καταρρω‐ γέσι, τίθενται, γυμνοὶ καὶ κτεάνων ἐπιδεεῖς καὶ αὐαλέοι τὸν χρῶτα, διὰ τὸ καύματι θάλπεσθαι, οἷα θῆρες ἀλώ‐ μενοι, ἄλγεα ἔχοντες. Καὶ ἐπάγει γνωμικόν «οὐ γὰρ ἐν ὄλβῳ ἴσην μοῖραν ἐν ἀνδράσι θήκατο θεός·» ὅπερ | |
10 | ὅμοιόν ἐστι τῷ «οὐ πᾶσι πάντα δέδωκε θεός.» | |
970 | Ὅτι πρὸς αὐγὰς τοῦ Λιβάνου ὡς πρὸς Μεσοπο‐ ταμίαν ἡ ἑτέρα Συρία μηκύνεται, ἤγουν ἡ παρὰ τὴν Κοίλην Συρίαν ἑλκομένη καὶ μέχρι Σινώπης, ἣν ἁλί‐ κλυστον λέγει διὰ τὸ χερρόνησον εἶναι· ἐφ’ ἧς ἑτέρας | |
5 | ταύτης Συρίας οἱ Καππαδόκαι μεσήπειροι, οὓς προ‐ παροξυτόνως Καππάδοκας ὁ Γεωγράφος λέγει, ὡς ἀπὸ εὐθείας τῆς ὁ Καππάδοξ· οἳ, ὡς προϊστόρηται, καὶ Λευκόσυροι λέγονται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων μελαγχρόων Σύρων. Ὁ δὲ Διονύσιος τοὺς Καππα‐ | |
10 | δόκας καὶ ἐπιστήμονας ἱπποσύνης φησὶν, ὃς καὶ τοὺς ἁλὸς ἄγχι τῆς τοῦ Εὐξείνου παρὰ τὸν Θερμώδοντα οὐ Σύρους, ἀλλὰ Ἀσσυρίους φησὶν, ὡς καὶ ἐν τοῖς περὶ Σινώπης προγέγραπται. Καὶ ὅρα ὅτι ἐνταῦθα σαφέ‐ στατα ὁ Διονύσιος ἐφάνη δύο δοξάζων Συρίας, ὧν τρί‐ | |
15 | την ἑτερώνυμον ἔχει τὴν Ἀσσυρίαν, ἣν, ὡς ἔκ τε τῶν προλαβόντων ἐδηλώθη καὶ ὡς ἐκ τῶν ἄρτι λεχθέντων φαίνεται, μετὰ τοὺς Χάλυβας εἶναι ἱστορεῖ, καὶ ἐμ‐ περιγράφει αὐτὴν περὶ τὴν θάλασσαν τοῦ Εὐξείνου πόντου παρὰ τὸ στόμα τοῦ Θερμώδοντος. Ὡς εἶναι | |
20 | κατ’ αὐτὸν μίαν μὲν Συρίαν τὴν Κοίλην, ὑπερεκπίπ‐ τουσαν πρὸς νότον καὶ ἕως Ἀραβίας, ὡς καὶ αὐτὸς ἱστόρησεν, ἧς μέρος καὶ ἡ παραλία Φοινίκη κατὰ τὸν αὐτὸν Διονύσιον, εἰπόντα ὅτι τῶν Σύρων οἱ μὲν ἐν ἠπείρῳ, οἱ δὲ ἁλὸς ἐγγὺς, ἐπωνυμίην Φοίνικες, ἑτέ‐ | |
25 | ραν δὲ δευτέραν Συρίαν, τὴν ὑπὲρ Λίβανον ἕως Σι‐ νώπης, περὶ ἣν μέσην οἱ Καππαδόκαι· τρίτους δ’ ἐκεῖθεν περὶ τὴν τοῦ Εὐξείνου θάλασσαν κεῖσθαι τοὺς Ἀσσυρίους. Φησὶ γάρ «Ἀσσύριοι ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.» Εἰ μὴ ἄρα τις καὶ τούτους | |
30 | Σύρους βούλεται λέγειν, ἀδιάφορον ἡγούμενος τὸ τῶν Ἀσσυρίων καὶ Σύρων ὄνομα κατά τινας. Ὅτι δὲ περὶ Ἀσσυρίων ἄλλοις ἄλλα ἱστόρηται, ἱκανῶς ἀλλαχοῦ προείρηται· καὶ ὅτι δὲ ὑπό τινων εἰς πλείους μοίρας ἡ Συρία διῃρεῖτο, προεγράφη καὶ αὐτὸ ἐν τοῖς περὶ τῆς | |
35 | Κομμαγηνῆς χώρας. Ἄλλοι δὲ εἰς τρία διῄρουν αὐ‐ | |
τὴν, Κοιλοσύρους καὶ Σύρους καὶ Φοίνικας. Καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἐν δὲ Καππαδοκίᾳ ἱστορεῖ‐ ται μάγους εἶναι, οἳ Πύραιθοι ὠνομάζοντο, ὡς πῦρ αἴθοντες καὶ δι’ αὐτοῦ μαντευόμενοι. Ὅτι δὲ ἀπό | 385 | |
40 | τινος Καππάδοκος οἱ Καππαδόκαι οὗτοι καλοῦνται, προείρηται καὶ αὐτό. Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι τὴν Καππαδοκίαν Πέρσαι μὲν εἰς δύο σατραπείας διεῖ‐ λον, Μακεδόνες δὲ ὕστερον εἰς δύο βασιλείας, ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ μεγάλην Καπ‐ | |
45 | παδοκίαν καὶ πρὸς τῷ Ταύρῳ Καππαδοκίαν, τὴν δὲ ἑτέραν πρὸς τῷ Πόντῳ Καππαδοκίαν ἐκάλεσαν. | |
976 | Ὅτι πρὸς ἀνατολὰς τῆς Καππαδοκίας ὁ Εὐ‐ φράτης ποταμὸς ἀπειρέσιος ἀπὸ τοῦ Ἀρμενίου ῥέει ὄρους μακρὸς, ἐπὶ νότον τὰ πρῶτα, εἶτα ἑλίξας ἀγκῶ‐ νας πρὸς ἀνατολὰς καὶ μέσην τὴν Βαβυλῶνα περάσας | |
5 | εἰς τὴν Περσίδα θάλασσαν ἀπερεύγεται, παρὰ τὴν Τε‐ ρηδόνα, πόλιν Περσικὴν, ῥέων διὰ τῆς μεγάλης Ἀρ‐ μενίας ἕως τῆς μικρᾶς. Μετὰ δέ γε τὸν Εὐφράτην εἰς αὐγὰς ὁ Τίγρις ῥόον ἴσον ἐλαύνων, ἤγουν ἐπ’ εὐθείας, κατὰ δὲ ἄλλους καὶ αὐτὸς ὁμοίως ἀγκωνιζόμενος, καὶ | |
10 | οὕτω μετ’ οὐ πολὺ διάστημα εἰς ἴσον τῷ Εὐφράτῃ γινόμενος, κοινοῦται τὸ ῥεῦμα καὶ συγκαταβαίνει εἰς τὴν θάλασσαν. Τὸ δὲ μέσον τούτων διάστημα Μέ‐ σην, φησὶ, καλοῦσι ποταμῶν, ὃ ἔστι Μεσοποταμίαν· ὡς καὶ τὴν ἀκρόπολιν διαλελυμένως ἡ ποίησις ἄκρην | |
15 | πόλιν φησὶ, καὶ τὴν Λευκόπετραν Λευκὴν πέτραν, καὶ τὴν Νεάπολιν Νέαν πόλιν. Διΐστανται δὲ ἀλλή‐ λων οἱ ποταμοὶ οὗτοι ὅσον ἂν, φησὶν, εἰς ἕβδομον ἦμαρ ἴφθιμος καὶ κραιπνὸς, ὃ ἔστι ταχὺς, ἀνὴρ ὁδίτης ἀνύ‐ σειεν. Ἑπτὰ γὰρ, φησὶν, ἡμερῶν ἡ μέση τῶν ποταμῶν | |
20 | ὁδός ἐστιν εὐζώνῳ ἀνδρὶ, τουτέστιν ἀπερίττῳ καὶ ἐλα‐ φρῷ εἰς ὁδόν. Φασὶ δὲ οἱ παλαιοὶ τὴν συναγωγὴν τῆς Μεσοποταμίας ἐπὶ συχνὸν προπίπτουσαν μῆκος πλοίῳ πως ἐοικέναι. Τὰς δὲ τῶν δύο τούτων ποταμῶν πη‐ γὰς διέχειν ἀλλήλων φασὶ περὶ ͵αφʹ στάδια. Ὤκιστος | |
25 | δὲ, φησὶ, ποταμῶν ὁ Τίγρις, καὶ οὐκ ἂν ἐκείνου ἐν πᾶσι ποταμοῖς θοώτερον, ὃ ἔστιν ὀξύτερον, ἴδοις. Διὸ, φασὶ, καὶ Τίγρις καλεῖται, ἤγουν ταχὺς ὡς βέλος· Μῆδοι γὰρ τίγριν καλοῦσι τὸ τόξευμα. Οὕτω δὲ καὶ Ἄκις ποταμὸς Σικελικὸς παρὰ Θεοκρίτῳ, διότι, φασὶν, ἀκίδι | |
30 | τὸ τάχος τοῦ ῥεύματος ἐκείνου ἔοικε. Κατὰ δέ τινας παρὰ τὸν τίγριν τὸ ζῶον ἡ κλῆσίς ἐστι τούτῳ τῷ πο‐ ταμῷ, οὗ ἡ γενικὴ τίγριος παρὰ τῷ Ἀριστοτέλει. Μυ‐ θεύεται γὰρ ὅτι Σύλαξ ποτὲ καλούμενος ὁ ποταμὸς οὗ‐ τος, ὃ ἔστι κατωφερὴς, ὕστερον ἐκλήθη Τίγρις δι’ | |
35 | αἰτίαν τοιαύτην· μαίνεται Διόνυσος Ἥρας προνοίᾳ, καὶ φοιτῶν ὅπη τύχοι γίνεται καὶ πρὸς τῷδε τῷ ποταμῷ, καὶ θέλων εἰς τὸ πέραν διαβῆναι ἀπόρως ἔχει. Οἰκτί‐ ζεται δὲ αὐτὸν ὁ πατὴρ Ζεὺς, καὶ πέμπει ζῶον τίγριν, ὃς τοῦ πόρου τῷ Διονύσῳ καθηγησάμενος αὐτῷ μὲν | 386 |
40 | ποιεῖ τὸ θυμῆρες, τῷ δὲ ποταμῷ ἀφ’ ἑαυτοῦ καλεῖσθαι ἀφίησι. Καὶ ἄλλως δὲ δίχα τῆς μυθικῆς ταύτης ἐπι‐ βολῆς τὴν πρὸς τὸ ζῶον ὁμωνυμίαν ὁ ποταμὸς ἔχει διὰ τὸ τοῦ ῥεύματος ὀξύ. Θηρίον γὰρ ὁ τίγρις οὐ μόνον ἐλέφαντος πολὺ ἀλκιμώτερος, ἀλλὰ καὶ τὴν ὠκύτητα οὐ | |
45 | ῥᾴων εἰκασθῆναι. Διὸ καὶ ὁ τῷ Ἰουλιανῷ δοθεὶς ἀπατηλὸς χρησμὸς παρὰ θηρὶ ποταμῷ ὑπέσχετο ποιή‐ σειν τὰ θρυλούμενα, ἤγουν παρὰ τῷ θηριωνύμῳ Τί‐ γρει. Ὅτι δὲ διὰ τοῦ ι ἔχει τὴν γραφὴν ἡ λήγουσα, ἡ κλίσις δηλοῖ· Τίγριος γάρ ἐστι καὶ παρὰ τῷ Διονυ‐ | |
976(50) | σίῳ ἡ γενικὴ, ὡς τοῦ ὄφιος, ὡς δοκεῖν ἐντεῦθεν εἶναι τὴν Ἀττικὴν γενικὴν Τίγρεως, ὡς Θύμβρεως. Ὁ μέντοι Ἀρριανὸς διὰ τοῦ δ κλίνει Τίγριδος, καθὰ καὶ ὁ γράψας τὸ δρᾶμα τῆς Σωσάννης, οἶμαι ὁ Δαμασκη‐ νός, ὡς ἐκ τῆς ἐπιγραφῆς φαίνεται. Οὕτω δὲ καὶ τὸ | |
55 | Ἄπις τὸ κύριον ἐν τοῖς περὶ Ἀρκάδων λόγοις οἱ μὲν διὰ τοῦ δ ἔκλιναν Ἄπιδος, ὡς Πάριδος, οἱ δὲ κατὰ τὴν τοῦ ὄφεως κλίσιν αὐτὸ μετεχειρίσαντο, κλίνοντες Ἄπεως. Τινὲς δὲ διὰ τοῦ η κλίνουσι, Τίγρης Τίγρητος, τῷ λόγῳ τῶν εἰς ης ἰαμβικῶν. Ἄλλοι δὲ καὶ τὴν ἄρχου‐ | |
60 | σαν μετὰ τοῦ π προφέρουσι, καὶ εὕρηται τοιαύτη γραφὴ παρά τε τῷ Ἰουλιανῷ καὶ παρὰ τῷ Ἀρριανῷ δὲ ἐν τοῖς περὶ Ἀλεξάνδρου. Πολλὰ γὰρ τῶν παλαιῶν ἀντιγράφων ἔχουσιν οὕτω· «Τῶν ποταμῶν τοῦ Εὐφρά‐ του καὶ τοῦ Πίγρητος, οἳ τὴν μέσην σφῶν Ἀσσυρίαν | |
65 | ἀπείργουσιν, ὅθεν καὶ Μεσοποταμία πρὸς τῶν ἐπιχω‐ ρίων κληΐζεται, ὁ Πίγρης πολύ τι ταπεινότερός ἐστιν Εὐφράτου.» Ἔστι δὲ Τίγρις καὶ Παφλαγονικὸς ποτα‐ μὸς, περὶ οὗ φησι Ξενοφῶν, «πρῶτον μὲν Θερμώδοντα, εὖρος τριῶν πλέθρων, δεύτερον δὲ Τίγριν τρίπλεθρον | |
70 | ὡσαύτως, τρίτον δὲ Ἅλυν.» Κλίνει δὲ καὶ αὐτὸς τοῦτον διὰ καθαροῦ τοῦ ο. Καὶ Ἡρόδοτος δέ φησιν ὅτι οὐχ εἷς μόνος Τίγρις, ἀλλὰ καὶ δεύτερος καὶ τρίτος, οὐχ ὁ αὐτὸς μὲν, οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων, ὁ αὐτὸς δὲ ὀνομαζόμενος. | |
988 | Ὅτι ἡ Θωνῖτις λίμνη ἐστὶ νιτρώδης κατὰ μέσον τοῦ Τίγριος, εἰς ἣν αὐτὸς μετὰ πολλοῦ φερόμενος τοῦ ψόφου, καὶ κατὰ μυχὸν τῆς λίμνης, ὡς οἱ παλαιοί φασιν, εἰς βέρεθρον ἐμπεσὼν, καὶ ἐπὶ πολὺ ἐνεχθεὶς | 387 |
5 | ὑπόγεως, καὶ αὖθις ἀνίσχων, καὶ διασώσας τὸ ῥεῖθρον ἀμιγὲς διὰ τὴν ἄγαν ὀξύτητα, παραρρέει τὸ σῆμα τῆς Σεμιράμιδος, καὶ ἐν δεξιᾷ ἔχων τὴν Μεσοποταμίαν ἐξί‐ ησιν εἰς τὸν Περσικὸν κόλπον. Ὁ δὲ Γεωγράφος φησὶ καὶ Ἀρσηνὴν καλεῖσθαι τὴν νιτρῖτιν ταύτην Θω‐ | |
10 | νῖτιν, καὶ πολλοὺς ἔχειν ἰχθύας, ῥήττειν δὲ τὰς ἐσθῆ‐ τας καὶ διαξέειν, καὶ ἄποτον ἔχειν τὸ ὕδωρ. Λέγει δὲ καὶ οὕτω σφοδρῶς διαβάλλειν αὐτόθι τὸν Τίγριν, ὥστε τὴν λίμνην, ἁλμυρὰν οὖσαν καὶ ἄνιχθυν, γλυ‐ κεῖαν ἐν τούτῳ τῷ μέρει γίνεσθαι καὶ ἰχθύων πλήρη. | |
15 | Ὅτι δευτερεύουσι μετὰ τοὺς Ἰνδικοὺς ποταμοὺς Εὐφράτης καὶ Τίγρις, καὶ ὅτι μείζων Εὐφράτης Τίγριος ῥέοντος ἀπὸ Νιφάτα ὄρους, καὶ πλείω διέξεισι χώραν. Ἐνεχθεὶς δὲ ἐπὶ Σελεύκειαν τὸ τῶν βασιλέων χειμά‐ διον, ἐν Ἐκβατάνοις γὰρ θερίζειν ἐκεῖνοι λέγονται, | |
20 | συνάπτει τῷ Εὐφράτῃ πλησίον, καὶ ποιεῖ τὴν ῥηθεῖ‐ σαν Μεσοποταμίαν πρὸς αὐτόν. Μετὰ δὲ τὸν ῥηθέντα Νιφάταν Ἄβος ὄρος, ἐξ οὗ ὁ Εὐφράτης τε ῥέει καὶ ὁ προειρημένος Ἀράξης. Ῥέειν δέ φησιν ὁ αὐτὸς Γεω‐ γράφος τὸν Εὐφράτην διὰ μέσης τῆς Βαβυλῶνος, ἐν ᾗ | |
25 | καὶ ὁ θαυμαστὸς κρεμαστὸς κῆπος, περὶ οὗ ῥηθήσεται. Καὶ Ἡρόδοτος δέ φησιν ὅτι τὸ μέσον τῆς Βαβυλῶνος ὁ Εὐφράτης διείργει, ὃς ῥέει μὲν ἐξ Ἀρμενίων μέγας ὢν καὶ βαθὺς καὶ ταχὺς, ἐξίησι δὲ εἰς τὴν Ἐρυθρὰν θά‐ λασσαν. Ὁ δὲ αὐτὸς καὶ ναυσὶ περατὸν τὸν Εὐφράτην | |
30 | ἱστορεῖ, καὶ ὅρον αὐτὸν εἶναι Κιλικίας καὶ Ἀρμενίας φησί. Τὴν δὲ εἰρημένην Βαβυλῶνα μεγάλην ποτὲ γε‐ νομένην ὕστερον ἐρημωθῆναί φασι. Φασὶ δὲ καὶ τὴν παρὰ τῷ Τίγρει Νῖνον, πολὺ μείζω τῆς Βαβυλῶνος οὖσαν, ἀφανισθῆναι καὶ αὐτὴν, καταλυθέντων τῶν | |
35 | Περσῶν, ἧς τοῦ μεγέθους σημεῖον τὸ τῆς κτίσεως ἐρ‐ γῶδες. Λέγεται γὰρ Νῖνος οἰκοδομῆσαι αὐτὴν ὁ τῶν Ἀσσυρίων βασιλεὺς, μυριάδων δεκατεσσάρων συνεχῶς αὐτὴν ἐργαζομένων ἐπὶ ἔτη ὀκτώ. Σοφοὶ δὲ οἱ Βαβυ‐ λώνιοι, καὶ, ὡς Ἡρόδοτος λέγει, παρ’ αὐτῶν οἱ Ἕλλη‐ | |
40 | νες ἔμαθον πόλον καὶ γνώμονα καὶ τὰ δώδεκα μέρη τῆς ἡμέρας. | |
992 | Ὅτι καινὸν σχῆμα τὸ «ὅση δὲ Εὐφράτου καὶ Τίγριος ἐντὸς, ταύτην μέσην φασὶ ποταμῶν.» Ἦν γὰρ τὸ ἀκόλουθον οὕτως εἰπεῖν, ὅση δέ ἐστιν Εὐφράτου | |
καὶ Τίγριος ἐντὸς, αὕτη λέγεται μέση ποταμῶν. Ση‐ | 388 | |
5 | μείωσαι δὲ ὅτι ὁ Γεωγράφος ἱστορεῖ καὶ Εὐρωπαίαν Μεσοποταμίαν εἶναι, ἣν Κελτοὶ νέμονται καὶ Λυσι‐ τανοί. | |
994 | Ὅτι ἐπαινῶν τὴν Μεσοποταμίαν γῆν φησιν ὡς «οὔτε τοὺς νομοὺς ἐκείνης ἀνὴρ βουκόλος μέμψεται, ἢ μήλοις ἀγραύλοις ἐφεπόμενος.» Ἄλλαι δὲ πάντως νομαὶ βουσὶν ἀγαθαὶ, καὶ ἄλλαι μήλοις, ὡς καὶ ἡ τῶν | |
5 | Λαιστρυγόνων γῆ δηλοῖ παρὰ τῷ Ποιητῇ· λέγει δὲ καὶ ὅτι οὐδὲ μὴν ὕλην παντοίην φυτοεργὸς ἀνὴρ ἀθε‐ ρίσατο καρπῶν. Ἄροσίς τε γὰρ, φησὶν, ἐκεῖ ἀγαθὴ, καὶ πόαν αὔξει πολλὴν, καὶ οἱ νομοὶ εὐανθεῖς, καὶ ἡ τῶν ἀνδρῶν φύτλη καλλίστη καὶ ἀθανάτοις ὁμοία (ταὐ‐ | |
10 | τὸν δὲ εἰπεῖν θεοειδὴς, διὰ τὸ ἀξιοθέατον καὶ εὔδαι‐ μον). Καὶ τὴν τῶν Ἀρμενίων δὲ καὶ Ματιανῶν χθόνα πρὸς βορέαν τῆς Μεσοποταμίας οὖσαν καὶ ὄρεσι περιειλημμένην λιπαρὰν καλεῖ, καὶ τοὺς ἐκεῖ ἄνδρας ἀφνειούς τε λέγει καὶ ἄρεος εὖ δεδαῶτας καὶ πίονας, | |
15 | ὡς καὶ τὸν Ἀραβικὸν δῆμον πίονα εἶπεν. Ἐξ Ὁμή‐ ρου δὲ ἡ τοιαύτη ἀφορμὴ, λιπαροὺς πόδας τοὺς τῶν ἡρώων λέγοντος. Τὸ δὲ ἀθερίσατο Ὁμηρικὴ λέξις ἐστὶ, καὶ ἐρρέθη ἐν τοῖς εἰς τὸν Ὅμηρον. Δηλοῖ δὲ τὸ ἀποδοκιμάσαι καὶ ἀπορρῖψαι. | |
995 | Ὅτι τὸν ποιμένα περιφράζων οὕτω φησίν· «ὃς σύριγγι κερώνυχα Πᾶνα γεραίρων μήλοις ἀγραύλοισιν ἐφέσπεται.» Κερώνυχα δὲ τὸν ὀξύκερών φασιν οἱ πα‐ λαιοὶ, ὡς τοῦ ὄνυχος ἐνταῦθα τὴν ὀξύτητα δηλοῦντος, | |
5 | καθὰ καὶ ὅτε ἀκρωνυχίαν ὄρους φαμέν. Οὐ φιλοῦσι δὲ ἐκεῖνοι τὴν ἐπίθετον ταύτην λέξιν ὡς καὶ σκληρὰν καὶ οὐδὲν ἀστεῖον ἔχουσαν. | |
1005 | Ὅτι πρὸς νότον τῆς Μεσοποταμίας ἡ Περσικὴ μητρόπολις Βαβυλὼν, ἱερὰ πόλις, τεῖχος περιβεβλη‐ μένη χαλκοῦν κατά τινας, καὶ ποταμῷ περιρρεομένη. Ταύτην, φησὶ, πᾶσαν τείχεσιν ἀρραγέεσσι Σεμίραμις | |
5 | ἐστεφάνωσεν, ὅπουγέ τινες, ὡς εἴρηται, καὶ χαλκοῦν αὐτῇ τεῖχος ἱστόρησαν, καὶ ἄλλα πολλὰ θαυμάσια δίχα τῶν ἀνωτέρω ἐκτεθειμένων περὶ αὐτῆς ἐξέθεντο. Καὶ ἐπὶ τῇ ἀκροπόλει δὲ, φησὶ, βωμὸν τῷ Βήλῳ ἡ Σεμίρα‐ μις ἵδρυσε, χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα. | |
10 | Βῆλος δὲ ἦν βασιλεὺς Βαβυλῶνος, υἱὸς Διὸς, ἀφ’ οὑ καὶ πύλαι Βαβυλῶνος Βηλίδες, ἢ καὶ ὁ Ζεὺς αὐτὸς κατά τινας. Διὸ καὶ Ἡρόδοτος ἱερὸν εἶναι αὐτόθι λέγει Βήλου Διός. Ὁ αὐτὸς δὲ τῇ Βαβυλωνίᾳ χώρᾳ τοσαύ‐ | |
την προσμαρτυρεῖ δύναμιν, ὥστε αὐτὴ μὲν, φησὶ, τέσ‐ | 389 | |
15 | σαρας μῆνας τοῦ ἐνιαυτοῦ τρέφει τὸν μέγαν βασιλέα, ἡ δὲ λοιπὴ πᾶσα Ἀσία τοὺς λοιποὺς ὀκτὼ μῆνας. Θεόκριτος δὲ ἀσφάλτῳ δείμασθαι τὴν Σεμίραμιν τὸ τῆς Βαβυλῶνος τεῖχός φησιν. Ἕτεροι δὲ Σελεύκειάν ποτε καλεῖσθαι τὴν τοιαύτην Βαβυλῶνά φασι, καὶ | |
20 | κτίσμα εἶναι Βαβυλῶνός τινος ἀνδρὸς σοφωτάτου, παι‐ δὸς Μήδου, καὶ ἀρχαιοτέραν τὴν πόλιν ταύτην τῆς Σεμιράμιδος λέγουσιν ἔτεσι χιλίοις ὀκτακοσίοις. Ἰστέον δὲ ὅτι συνετὴν μὲν γυναῖκα καὶ τὴν Σεμίραμιν ἡ ἱστο‐ ρία ἔχει, συνετωτέραν δὲ αὐτῆς τὴν Νίτωκριν, Βαβυ‐ | |
25 | λῶνος καὶ αὐτὴν βασιλεύσασαν. Τοὺς δὲ Πέρσας, ὧν μητρόπολις ἡ Βαβυλὼν, Κηφῆνάς ποτε καλεῖσθαί φησιν ὁ Ἀρριανός. Ἄλλοι δὲ καὶ τοιαῦτά τινα ἱστοροῦσιν, ὅτι Νίνου τοῦ Σύρων βασιλέως τὴν Νινευῒ κτίσαντος, ἡ τούτου γυνὴ τὸν ἄνδρα ὑπερβαλλομένη Βαβυλῶνα ἐν | |
30 | τῷ πεδίῳ κτίζει ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου καὶ λίθων λαξευτῶν τριπήχεων μὲν τὸ πλάτος, ἑξαπήχεων δὲ τὸ μῆκος, καὶ περίμετρον αὐτῇ διεγράψατο στάδια τπεʹ. Τὸ δὲ τεῖχος εἰς ὕψος ἀνέτεινε νʹ πήχεων, οὗ τὸ πάχος εἰς τριάκοντα πήχεις διέστησεν, ὡς καὶ τέ‐ | |
35 | θριππα ἐπ’ αὐτοῦ ἐναντιοδρομεῖν ἀλλήλοις· καὶ πύρ‐ γους ταῖς πύλαις ἐπέστησεν ὑψηλοὺς, χαλκᾶς τε τὰς πύλας ποιήσασα εἰς ὕψος τε ἀνατεινομένας πολὺ καὶ εἰς πλάτος ἀξιόλογον. Ἔκτισε δὲ καὶ δεξαμενὴν με‐ γάλην, ᾗ κῆπον ἐπήγειρε θαυμαστὸν ἐπιλεγόμενον | |
40 | κρεμαστὸν, ὃς τετράπλευρος μὲν ἦν, ἑκάστην δὲ πλευ‐ ρὰν εἶχε τετράπλεθρον. Καὶ ἦν ἓν καὶ αὐτὸς τῶν ἑπτὰ κοσμικῶν θεαμάτων. Ἔστι δὲ καὶ ἄλλη Βαβυ‐ λὼν Λιβυκή. Ἡρόδοτος δὲ περὶ τῆς Περσικῆς Βαβυ‐ λῶνος καὶ ταῦτά φησιν, ὅτι τῆς Ἀσσυρίας ὀνομαστότα‐ | |
45 | τον πόλισμα καὶ ἰσχυρότατον ἡ Βαβυλὼν, ἔνθα καὶ τὰ βασίλεια, οὖσα δὲ τετράγωνος κεῖται ἐν μεγάλῳ πεδίῳ, καὶ μέτωπον ἕκαστον αὐτῆς εἴκοσι καὶ ἑκατὸν σταδίων· ὥστε εἶναι κατ’ αὐτὸν τὴν περίοδον τῆς πόλεως στά‐ δια τετρακόσια ὀγδοήκοντα. Πύλαι δὲ πέριξ τοῦ τεί‐ | |
1005(50) | χους ἑκατὸν, χάλκεαι πᾶσαι, ὥσπερ καὶ οἱ σταθμοὶ καὶ τὰ ὑπέρθυρα. Καὶ σημείωσαι ὅτι οὐ μόνον ἑκα‐ τόμπυλοι Θῆβαι, ἀλλ’ ἰδοὺ τοιαύτη καὶ ἡ Βαβυλών. | |
1010 | Ὅτι Βαβυλὼν ἡ Περσικὴ πολλοὺς ἀκροκόμους ἐπηρεφέας φέρει φοίνικας· ἰδιότης δέ ἐστι τοῦτο τοῦ φυτοῦ. Καὶ λέγονται ἐπηρεφεῖς μὲν, οἷα ἐπικλίνον‐ τες τοὺς κλάδους εἰς ὄροφον, ἀκρόκομοι δὲ ὡς οὐ κάτω‐ | |
5 | θεν ἀλλ’ ἐν ἄκρῳ ἄνω κομῶντες· τοιοῦτον γὰρ τὸ δέν‐ | |
δρον. Καὶ ὅρα ὅτι τῶν Καρῶν ἀκροκόμων λεχθέντων παρὰ τῷ Ποιητῇ, οὗτος ἐπὶ φοίνικος τοῦ φυτοῦ τὴν λέξιν ἔθετο, παραξέσας αὐτὴν κατὰ λόγον δριμύτητος. Φέρει δὲ, φησὶν, ἡ Βαβυλὼν καὶ χρυσοῦ τι χαριέστερον | 390 | |
10 | ἄλλο. Ποῖον ἐκεῖνο; ὑγρᾶς βηρύλλου γλαυκὴν λίθον, φυομένην ἐκεῖ ἐν προβολαῖς ὀφιήτιδος ἔνδοθι πέτρης. Τόπος γάρ τις ἐκεῖ ὀφίτην ἐκβάλλων μάρμαρον λίθον, ᾧ ἡ βήρυλλος ἐνθαλαμεύεται. Τὸ δὲ ὀφιήτης πλεονα‐ σμὸν ἔχει τοῦ η, καὶ ἔστιν ὅμοιον τῷ πολιήτης. | |
1012 | Σημείωσαι δὲ ὅπως τὴν γλαυκὴν βήρυλλον ὑγρὰν ἔφη, ὡς τῶν γλαυκῶν σωμάτων ὑγρῶν εἶναι δοκούντων διὰ τὸ διαφανὲς, ὅπουγε καὶ θαλάσσης ἐπί‐ θετον τὸ γλαυκόν. | |
1016 | Ὅτι ἐν τῷ «ἀλλ’ ὁπότ’ Ἀρμενίων ὀρέων προ‐ πάροιθεν ὁδεύσῃς,» νοοῦμεν ἐκ τῆς συναλοιφῆς, ἤγουν ἐκ τοῦ κουφισμοῦ, ψιλοῦσθαι τῆς Ἀρμενίας τὴν ἄρχου‐ σαν· εἰ καί τινες ἐφίενται δασύνειν αὐτήν. | |
1017 | Ὅτι μετὰ τοὺς Ἀρμενίους εἰς αὐγὰς τὰ Μη‐ δικά εἰσι τέμπεα, ὃ ἔστιν ἀπὸ μέρους ἡ τῶν Μήδων χώρα, οὕτω κληθεῖσα κατὰ τὸν Γεωγράφον ἢ ἀπὸ Μή‐ δου υἱοῦ Μηδείας, ἥτις λειπόπατρις δι’ ἔρωτα γέγονεν, | |
5 | ἢ ἀπὸ αὐτῆς δὴ τῆς φυγάδος Μηδείας τῆς Αἰήτου θυγα‐ τρὸς, ᾗτινι ὁ Διονύσιος ὁμώνυμον τὴν γῆν ταύτην φησί· δεῖ δὲ μᾶλλον εἰπεῖν παρώνυμον. Ἀφεῖσα γὰρ τὴν Ἀττικὴν ἡ Μήδεια ἐκεῖ παρὰ τοῖς Μήδοις ἔμεινεν, οὐχ ἑκὰς Κόλχων, ἀλλὰ δηλαδὴ ἐγγὺς κατὰ τὴν γειτ‐ | |
10 | νίασιν τὴν τοῦ ἀντικρύ· ᾧ λόγῳ καὶ ὁ Ἰσσικὸς, ὁμοίως δὲ καὶ ὁ Ὑρκάνιος γείτονες τοῦ Εὐξείνου πόντου λέγον‐ ται. Κόλχων γε μὴν, φησὶν, εἰς γῆν οὐκ ἦν αὐτὴν ἐλθεῖν διὰ τὴν τοῦ πατρὸς μῆνιν, ὅτε καὶ τῇ χώρᾳ δέ‐ δωκε τὸ ἀπ’ αὐτῆς κληθῆναι· αἰδοῖ, φησὶ, λιποῦσα τὸν | |
15 | Πανδιονίδην Αἰγέα καὶ τὰς Ἀθήνας, ὅτε λυγρὰ φάρ‐ μακα τῷ τοῦ Αἰγέως υἱῷ τῷ Θησεῖ ἐβουλεύσατο. Διὸ, φησὶν, ἀπ’ ἐκείνης τῆς Μηδείας, οἷα σοφῆς φαρμακουρ‐ γοῦ, ἔτι οἱ Μῆδοι πολυφάρμακοί εἰσι. Τὸ δὲ αἰδοῖ σεμνῶς εἶπεν, οὐ θέλων ἐξυβρίσαι εἰς τὴν ἡρωΐδα. Τῷ | |
20 | ὄντι γὰρ οὐχ ἑκοῦσα ἐκείνη οὐδὲ δι’ αἰδῶ, ἀλλὰ πρὸς βίαν ἔλιπε τὰς Ἀθήνας, διωχθεῖσα ὑπὸ τοῦ Αἰγέως, διότι τῷ Αἰγείδῃ Θησεῖ ἐπεβούλευσε κερασαμένη θανά‐ σιμα φάρμακα, ὁπηνίκα ἐκεῖνος ἐκ Τροιζῆνος χρόνιος ἐλθὼν μετὰ τοῦ ξίφους καὶ τῶν πεδίλων τῶν πατρικῶν, | |
25 | ἃ καὶ ὁ Λυκόφρων ἱστορεῖ, ἐνεφανίσθη μὲν ἀγνοοῦντι τῷ πατρὶ Αἰγεῖ παῖς καλὸς καὶ πρέπων εἰς βασιλείαν, μικροῦ δὲ ἂν λαθὼν ὑπὸ τῆς Μηδείας ἀπώλετο, εἰ μὴ ὁ πατὴρ γνωρίσας τὸν ἐκ πολλοῦ ἐπὶ διαδοχῇ τῆς βα‐ σιλείας ποθούμενον παῖδα περιεσώσατο, καὶ τὸν διαδε‐ | |
30 | ξόμενον εὑρηκὼς ἀπώσατο τὴν Μήδειαν, ἣν δι’ ἔρωτα παιδοποιΐας ἐπεισηγάγετο. Φασὶ δὲ αὐτὴν δυναστεύ‐ σασαν ἐν Μήδοις, καὶ ἐπικρυπτομένην τὴν ὄψιν, ὁπη‐ νίκα προέρχοιτο, καταδεῖξαι τὸ θηλυστολεῖν τε τοὺς ἐκεῖ καὶ ἐν ταῖς προόδοις κατηρεφεῖς εἶναι τοῖς σκεπά‐ | 391 |
35 | σμασιν. Ἰστέον δὲ καὶ ὅτι ὀπός τις ἀπὸ σιλφίου ὀνο‐ μαστὸς παρὰ τοῖς Μήδοις λέγεται γίνεσθαι καλούμενος Μηδικός· καὶ ὅτι οἱ Μῆδοι καὶ Μήδειοι λέγονται προπα‐ ροξυτόνως, καθάπερ οἱ παρ’ Ὁμήρῳ Κήτειοι, καὶ ὅτι δεινοὶ περὶ τοξείαν εἰσὶ, διὸ καὶ τοξοφόρους αὐτοὺς | |
40 | ἐρεῖ ὁ Διονύσιος· καὶ ὅτι καὶ βοτάνη τις ἡ μάλιστα τοὺς ἵππους τρέφουσα Μηδικὴ καὶ εἰσέτι καλεῖται, ὡς ἐν Μηδίᾳ τάχα πλεονάζουσα. Ὅτι δὲ κατὰ κυριολε‐ ξίαν ἀνωτέρω εἴρηται τὸ Μηδικὰ τέμπεα, δηλοῖ ὁ Διονύσιος κατωτέρω εἰπὼν λασίας ‚εἰαμενὰς τὰς ἐν | |
45 | Μήδοις. Πάντως γὰρ ἔνθα λάσιος εἰαμενὴ‛ τεμπώ‐ δης ὁ τοιοῦτος τόπος, ἤτοι ἑλώδης ἐστίν. Εἰαμενὴ γάρ ἐστιν οἱονεί τις ῥειαμενὴ, τόπος δηλονότι κατάρ‐ ρυτος, ἢ καὶ εἰς βοτανῶν ἀνάδοσιν ἐπιτήδειος, παρὰ τὸ ἕω, ὑφ’ οὗ δηλοῦται τὸ ἀναδίδωμι. Φασὶ δὲ Μή‐ | |
1017(50) | δοις ἔθος εἶναι, βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, καὶ γυναῖκας ἕκαστον ἔχειν οὐκ ἐλάττους τῶν πέντε. Καὶ γυνὴ δὲ, φασὶν, ἄνδρας ἐλάττονας τῶν πέντε τρέ‐ φουσα συμφορὰν ἡγεῖται τὸ πρᾶγμα, ἐν καλῷ τιθεμένη πλείστους νέμειν ἄνδρας. Ἰστέον δὲ ὅτι καὶ τὸ ᾀδό‐ | |
55 | μενον Νισαῖον πεδίον ἐκεῖ που περὶ τὴν Μηδικὴν χώραν ἦν, φέρον ἵππους μεγάλους τοὺς λεγομένους Νισαίους. | |
1019 | Ὅτι βορειότεροι Μήδων οἱ Γηλοὶ καὶ οἱ Μάρ‐ δοι, ἔθνος Ὑρκάνιον, λῃσταὶ καὶ τοξόται ἄνδρες. Ἔτι δὲ καὶ οἱ Ἀτροπατηνοὶ, ἀπὸ ἡγεμόνος τινὸς Ἀτροπά‐ του καλούμενοι, ὧν Ἀτροπατία ἡ χώρα, δευτέρα μερὶς | |
5 | τῆς Μηδίας λεγομένη· πρώτη δὲ Μηδικὴ μερὶς, καθ’ ἢν τὰ Ἐκβάτανα. | |
1027 | Ὅτι τὸ «ἵκετο ἡ Μήδεια οὐχ ἑκὰς Κόλχων· Κόλχων γε μὴν αἶαν ἱκέσθαι οὐκ εἶχε,» σχῆμά ἐστιν ἐπαναστροφῆς. Ἔστι δὲ ἐπαναστροφὴ, ὅταν ἡ τε‐ λευταία λέξις τῆς πρώτης ἐννοίας ἀρχὴ γένηται τῆς | |
5 | δευτέρας, ὡς καὶ ἐνταῦθα τῆς μιᾶς ἐννοίας ληξάσης εἰς τὸ Κόλχων, ἀπὸ τούτου ἡ δευτέρα ἤρξατο. Ἐκαλ‐ λωπίσατο δὲ καὶ ἀλλαχοῦ τῷ τοιούτῳ σχήματι ὁ Διο‐ νύσιος. | |
1031 | Ὅτι πέτραι τινὲς Μηδικαὶ τὸν ναρκισσίτην φύουσι λίθον, ὃν καὶ ἀφεγγέα καλεῖ, ὡς ναρκίσσῳ τῷ | |
φυτῷ ἐοικότα τὴν χρόαν, καὶ μὴ διαυγάζοντα. Λέγει δὲ καὶ τὰ ποίμνια καλὰ εἶναι τοῖς Μήδοις, ἅδην βεβρι‐ | 392 | |
5 | θότα μαλλοῖς. Καὶ ὅρα ὅτι τὸ ἅδην δι’ ἑνὸς δ καὶ οὗτος ὁμοίως Ὁμήρῳ ἐξήνεγκεν, ὃ καὶ δασύνουσιν οἱ Ἀττικοὶ, ταὐτὸν ὂν τῷ ἅλις. Διὸ καί τις ἔφη, «ἀλλὰ τούτων μὲν ἅδην,» ἀντὶ τοῦ ἅλις. | |
1034 | Ὅτι οἱ Μῆδοι ἐπ’ ἀνατολὴν τετραμμένοι ἄχρι τῶν Κασπιάδων διήκουσι πυλῶν, αἵτινες μέρος οὖσαι τῆς Μηδείας χώρας κλεῖδες καλοῦνται τῆς Ἀσίας διὰ τὴν ἄγαν στενότητα, ὑπὸ πέτρας οὖσαι βαθυνομένας. | |
5 | Ὄρη δέ εἰσιν αἱ Κάσπιαι πύλαι, μᾶλλον δὲ πέτραι ἀπερρωγυῖαι καὶ κοῖλαι ὡς ἐν τάξει πυλῶν, ἀπὸ τῶν Κασπίων ἀνδρῶν ἢ τῆς Κασπίας θαλάσσης οὕτω κα‐ λούμεναι. Πύλαι γὰρ οἷόν εἰσι τοῖς εἰς βορρᾶν δηλαδὴ πρὸς Ὑρκανίους καὶ Κασπίους ἐκ νότου ὁδεύουσι, καὶ | |
10 | τοῖς ἐκεῖθεν αὖθις εἰς νότον πρὸς Πέρσας. Οὕτω δὲ καὶ ὁ τόπος ἐστένωται, ὡς καὶ πύλας ἐπιστῆσαι τῷ τόπῳ, κωλυούσας τὴν τῶν βορείων ἐθνῶν ἐπὶ τὰ ἐξ ἐναντίας διάβασιν. Ὅτι δὲ καὶ ἄλλως αἱ πύλαι στε‐ νότατον τόπον δηλοῦσι, καὶ ἐν τῷ περὶ Θερμοπυλῶν | |
15 | λόγῳ διείληπται. Τῷ δὲ πύλας εἰπόντι τὴν τοιαύτην στενοχωρίαν ἀκόλουθον τὰς αὐτὰς καὶ κλεῖδας εἰπεῖν. Τὸ δὲ Κασπιάδων πυλάων παρωνύμως καὶ αὐτὸ εἴ‐ ρηται, οὐχ ὑποκοριστικῶς, ὁποῖα πολλὰ ὁ Διονύσιος ἐποίησεν. | |
1039 | Ὅτι ὑπὸ τὸν πόδα τῶν Κασπίων πυλῶν οἱ Πάρθοι ναίουσιν, ἄνδρες ἀρήϊοι καὶ ἀγκυλότοξοι, καὶ παντοίου πολέμου δαήμονες, ὃ ἔστι τεχνῖται. Εἶτα ἐμμένων τῷ περὶ αὐτῶν λόγῳ καὶ ἐμπλατυνόμενός φη‐ | |
5 | σιν· «οὐ γὰρ ἀρότρῳ ἰθύνουσιν αὔλακα διασχίζοντες ἄρουραν, οὐδὲ μὴν ἐρετμοῖς ἅλα τέμνουσιν, οὐδὲ νέ‐ μουσι βόας· ἐκ δὲ γενέθλης αὐτῆς ἔτι νηπίαχοι τόξοις καὶ ἱπποσύναις μέλονται, ἀεὶ δὲ παρ’ αὐτοῖς δοῦπος ὅπλων, καὶ δρόμος ἵππων ἀελλοπόδων. Οὐ γὰρ θέμις | |
10 | αὐτοῖς δόρποιο γεύσασθαι, πρὶν ἐνιδρῶσαι μόχθοις πο‐ λέμου. Ἔχουσι δὲ ἐξ ἄγρας βίον δορίκτητον.» Οὕτω δὲ ὁ Διονύσιος αὐξήσας τὰ κατ’ αὐτοὺς ἐπιπλέκει σύν‐ τομον ἐγκώμιον βασιλικὸν, λέγων· «ἀλλὰ καίπερ τοιού‐ τους ἐόντας Αὐσονίου βασιλῆος ἐπεπράϋνεν ἀκωκή.» | |
15 | Φασὶ γὰρ τὸν Αὔγουστον κακῶς αὐτοὺς διαθέσθαι, τὴν τοῦ Κράσσου ἧτταν ἀναπαλαίσαντα, ὃν στρατηγὸν ὄντα Ῥωμαίων οἱ Πάρθοι ἀνεῖλον ἡττήσαντες. Οὕτω δέ φασι ταπεινωθῆναι αὐτοὺς τότε, ὥστε προστάξαι τὸν Αὔγουστον μὴ ἄλλως αὐτοὺς βασιλέας ἑαυτοῖς ἐφιστᾶν, | |
20 | ἀλλ’ ἢ γνώμῃ τῆς συγκλήτου τῶν Ῥωμαίων βουλῆς. Τοὺς δὲ Πάρθους καὶ Παρθυαίους καλοῦσί τινες, καὶ φῦλον εἶναί φασι Σκυθικὸν, μετοικῆσαν ἐπὶ Μήδους ἐκ φυγῆς, διὸ καὶ οὕτω κληθῆναι. Πάρθους γὰρ Σκύθαι τοὺς φυγάδας φασίν. Ἱστορεῖται δὲ καὶ ὅτι οἱ τῶν | 393 |
25 | Παρθυαίων βασιλεῖς πρὸς τῷ ἰδίῳ ὀνόματι καὶ Ἀρσά‐ και ἐκαλοῦντο, ἐπὶ τιμῇ ἀρχαίου τινὸς βασιλέως γεν‐ ναιοτάτου Ἀρσάκου, ὡς ἂν ἐκεῖνός τε εἴη ἐν αὐτοῖς ἀοίδιμος καὶ αὐτοὶ τῇ ἐκείνου κλήσει ἐνωραΐζοιντο. Σημείωσαι δὲ ὅτι νόμου γεωγραφικοῦ ὄντος καὶ ἱστο‐ | |
30 | ρίαις ἀρτύειν τὴν γεωγραφίαν εἰς χειραγωγίαν τῆς ἀληθείας, ὡς καὶ ἐν προοιμίοις εἴρηται, διόλου μὲν ἐφύλαξε τοῦτο καὶ ὁ Διονύσιος, συχνὰ παραπλέκων τῇ περιηγήσει τὰ ἐξ ἱστοριῶν, πλὴν ἐν ἐπιτομῇ καὶ ἐπι‐ τροχάδην, διὰ τὸ καὶ τὴν ὅλην αὐτοῦ περιήγησιν συ‐ | |
35 | νοπτικὴν εἶναι καὶ, ὡς οἱ λόγιοί φασιν, ἐπελευστικὴν, τὰ πάνυ πολλὰ εἰς κομιδῆ βραχὺ συναλείφουσαν καὶ ἐγχειρίδιον οἷον οὖσαν περιηγήσεως. Καὶ οὕτω μὲν τὰ πρὸ τούτου. Ἀφ’ οὗ μέντοι εἰς τὴν Ἀσίαν διέβη, καὶ τετράπλευρόν τι χωρίον περιέγραψε πλευραῖς τῷ | |
40 | τε Ταύρῳ καὶ τῷ Νείλῳ καὶ τῷ Ἰνδικῷ ὠκεανῷ καὶ τῷ νοτίῳ, τότε δὴ πλατύτερον τοῖς ἱστορουμένοις ἐπ‐ εξέρχεται, ὡς δῆλον ἔκ τε τῶν εἰς Ἀραβίαν λεχθέντων καὶ τῶν περὶ Μηδείας ἱστορηθέντων καὶ τῶν νῦν δὲ ἐκτεθέντων. Ἐνηγλαΐσθη μέντοι πρὸ τούτου καὶ τοῖς | |
45 | περὶ Λυδῶν λόγοις καθ’ ὁμοίαν διατριβήν. Ἐν τοῖς ἑξῆς δὲ καὶ ἡ Ἰνδία ἱκανὴν αὐτῷ παρέξει λόγου τρι‐ βήν. Αἴτιον δὲ τούτου οὐ μόνον τὸ προσπαθῶς δοκεῖν αὐτὸν ἔχειν πρὸς τὴν Ἀσίαν, ἀλλὰ καὶ τὸ κίνδυνον εἶναι, εἰ μὴ οὕτω μεθώδευσε, βραχύστιχον αὐτῷ παν‐ | |
1039(50) | τελῶς γενέσθαι τὴν ποίησιν καὶ εἰς μικροτεχνίαν ἐκ‐ κλῖναι διὰ τὸ τῆς περιηγήσεως λίαν πάνυ στενὸν καὶ ἐπίτροχον. | |
1055 | Ὅτι εὕρηται ὧδε τὸ ἀέναος δι’ ἑνὸς ν μετὰ ἐκτάσεως τῆς ἀρχούσης. Φησὶ γὰρ «καὶ πόρον ἀενάων ποταμῶν.» Οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς «ἀενάοις ποταμοῖσι κατάρρυτος, καὶ παρὰ Θεοκρίτῳ δὲ εὕρηται τοιαύτη | |
5 | γραφὴ, ἔνθα λέγει «εὗρον δ’ ἀέναον κρήνην·» εἰ μή τις τὴν τῶν ἀντιγράφων αἰτιώμενος φαυλότητα φυλάσσει μὲν τὴν διὰ τῶν δύο νν γραφὴν, θεραπεύει δὲ τὸ πάθος τοῦ μέτρου διὰ συνιζήσεως, ὡς καὶ ἐν τῇ ἀρχῇ τῶν Ἁλιευτικῶν Ὀππιανοῦ. | |
1059 | Ὅτι μόνοι οἱ Πέρσαι ἔθνος ἔχουσιν Ἀσίας βα‐ σιλεύτατον, καὶ μέγας διὰ τοῦτο ἐλέγετο βασιλεὺς ὁ τῶν Περσῶν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ. Βασιλικώτατον γὰρ ἦν τὸ τῶν Περσῶν γένος, καλούμενον οὕτως ἀπὸ | |
5 | Πέρσου υἱοῦ τοῦ Μήδου, κατὰ δὲ ἄλλους ἀπὸ Περσέως ἢ ἀπὸ Πέρσου υἱοῦ Περσέως καὶ Ἀνδρομέδας, ὥς φησιν Ἡρόδοτος, λέγων ὅτι Περσεὺς ὁ Δανάης καὶ Διὸς ἀφί‐ κετο παρὰ Κηφέα τὸν Βήλου, καὶ ἔσχε αὐτοῦ θυγατέρα τὴν Ἀνδρομέδαν, καὶ γεννᾷ Πέρσην, ἐξ οὗ τὴν ἐπωνυ‐ | 394 |
10 | μίαν ἔσχον οἱ Πέρσαι, πάλαι ποτὲ Κηφῆνες ἀπὸ τοῦ τοιούτου Κηφέως καλούμενοι. Λέγει δὲ ὁ Διονύσιος καὶ ὅτι ἀπείριτον ὄλβον οἱ Πέρσαι περιεβάλοντο, θέμενοι ἐν μεγάροισιν, ὅτε Μῄονας καὶ Σαρδιανοὺς ἐπόρθησαν, καθελόντες τὸν Κροῖσον. Καὶ δεῖγμά φησι τοῦ πλούτου, | |
15 | ὅτι χρύσεα μὲν τοῖς ἀνδράσι τὰ ὅπλα, χρύσεα δὲ τοῖς ἵπποις τὰ χαλινὰ, χρυσοῖς δὲ πεδίλοις τοὺς πόδας ἐκοσ‐ μήσαντο. Ταῦτα δὲ πολλῷ πρότερον τοὺς Μῄονας, ἤτοι τοὺς Λυδοὺς, πλουσιωτάτους δείκνυσιν, οὓς οἱ Πέρσαι ληϊσάμενοι παμπλούσιοι γεγόνασιν, ἄλλως μὴ | |
20 | πλουτοῦντες· ὅπουγε καὶ αἱ παρονομαζόμεναι αὐτοῖς Περσικαὶ ἐμβάδες, ὥς τινές φασιν, ὑπόδημα εὐτελὲς ἦν. Ἀσκεῖν δὲ λέγονται καὶ μεγαλοφωνίαν οἱ Πέρσαι, καὶ καῦμα καὶ ψύχος φέρειν καὶ ὄμβρους καὶ χειμάρρων διαβάσεις, ὥστε ἄβροχα φυλάσσειν τά τε ὅπλα καὶ τὴν | |
25 | ἐσθῆτα. Τιμῶσι δὲ τὸ πῦρ, καὶ δι’ αὐτὸ καὶ τὸν χρυσὸν οἷα πυροειδῆ ὄντα. Λέγεται δὲ Περσική τις εἶναι ᾠδὴ, ἧς τὰς ὠφελείας ξʹ διαριθμοῦνται. Τίμιοι δὲ παρὰ τοῖς Πέρσαις οἱ μάγοι, οἳ οὔτε οὐροῦσιν εἰς ποταμὸν, οὔτε νίπτονται, οὔτε λούονται. Ἡρόδοτος δέ φησι καὶ ὅτι | |
30 | Πέρσαι παιδεύουσι τοὺς ἑαυτῶν παῖδας ἀπὸ πενταετοῦς ἕως ἐτῶν κʹ ἱππεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι. Ἱστορεῖ δὲ καὶ νομάδας τινὰς Πέρσας, καὶ συχνὰ εἶναι γένη λέγει Περσῶν. Λέγεται δὲ καὶ σύμβολον εἶναι ἀσ‐ πασμοῦ παρὰ Πέρσαις τὸ ἀφελέσθαι τὴν τιάραν τῆς κε‐ | |
35 | φαλῆς. Μεγάλοις δὲ ὄρεσι περίδρομός ἐστιν ἡ Περσὶς, νοτιωτέρα τῶν Κασπίων οὖσα πυλῶν, ἑλκομένη μέχρι τοῦ ὁμωνύμου Περσικοῦ κόλπου. Τὸ δὲ ἀρκτῶον αὐτῆς τοῖς τῶν Μήδων ὄρεσιν ὑποπέπτωκεν, ἅπερ τέμπεα ὁ Διονύσιος ἀνωτέρω ἔφη Μηδικά. | |
1069 | Ὅτι Σάβαι ἦσαν μὲν καὶ Ἀραβικοὶ, ὡς προε‐ γράφη, εὕρηνται δὲ καὶ ὧδε Περσικοί. Μεθ’ οὓς οἱ Πα‐ σαργάδαι, περὶ ὧν κατωτέρω ῥηθήσεται. Ἐν δὲ τοῖς ἑξῆς καὶ Ἰνδικὸν ἔθνος οἱ Σάβαι εὑρίσκονται. Ἦσαν | |
5 | δὲ καὶ ἔθνος Θρᾳκικὸν Σάβοι, ὅπερ τοὺς Βάκχους δηλοῖ Φρυγίᾳ διαλέκτῳ· ἐξ οὗ καὶ ὁ Διόνυσος ἔοικε Σαβάζιος λέγεσθαι, διότι καὶ Βάκχος ὁ αὐτός. | |
Ὅτι τὸ Τασκοὶ ἔθνους Περσικοῦ ὄνομα βαρυτόνως παρὰ πολλοῖς ἀναγινώσκεται· οἷς ἀγχιτέρμονες οἱ Πα‐ | 395 | |
10 | σαργάδαι, ἄριστοι Περσῶν κατὰ Ἡρόδοτον, παρ’ οἷς Κύρου τάφος πολυτελὴς, πύργος οὐ μέγας ἐν παραδείσῳ, δάσει δένδρων ἀποκεκρυμμένος, κλίνην τε χρυσῆν ἔχων ποτὲ καὶ τράπεζαν καὶ πύελον ὕλης ὁμοίας καὶ κόσμον λιθοκόλλητον. Προσεκοσμήθη δὲ καὶ ὑπὸ Ἀριστοβού‐ | |
15 | λου, κελεύσει Ἀλεξάνδρου, ἐσυλήθη δὲ οὐ πολλῷ ὕστε‐ ρον. Εἶχε δὲ, φασὶ, καὶ ἐπίγραμμα Ἑλληνικὸν Περσικοῖς γράμμασιν, Ἐνθάδ’ ἐγὼ κεῖμαι, Κῦρος βασιλεὺς βασιλήων. Ἦν δὲ καὶ ἕτερον τοιοῦτον, «ὦ ἄνθρωπε, ἐγὼ Κῦρος εἰμὶ, | |
20 | ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύσας· μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος.» Καὶ τοῦτο μὲν ἁπλοῦν καὶ γοργόν. Κάλλιον δὲ τὸ ἐπὶ Δα‐ ρείῳ, «φίλος ἦν τοῖς φίλοις, ἱππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην, κυνηγῶν ἐκράτουν, πάντα ποιεῖν ἠδυνάμην.» | |
25 | Ἰστέον δὲ ὅτι τὸ μὲν ἐθνικὸν οἱ Πασαργάδαι, ἡ δὲ πό‐ λις θηλυκῶς, ὡς δηλοῖ τὸ «τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος.» Διερμηνεύεται δὲ ἡ πόλις κατὰ γλῶσσαν Ἑλ‐ ληνίδα Περσῶν στρατόπεδον. | |
1073 | Ὅτι Κύρος ποταμὸς Περσικὸς, ἔτι δὲ καὶ Χοάσπης Ἰνδὸν μὲν ὕδωρ ἕλκων, ὡς ἐκ τοῦ Ἰνδοῦ σχι‐ ζόμενος ποταμοῦ, παραρρέων δὲ τὰ Σοῦσα, ἐξ οὗ καὶ μόνου ἔπινεν ὁ τῶν Περσῶν βασιλεύς· καὶ ἦν βασιλι‐ | |
5 | κὸν ὕδωρ τὸ Χοάσπειον. Περὶ οὗ φησι καὶ Ἡρόδοτος, ὅτι τοῦ ὕδατος τοῦ Χοασπείου ἀφεψημένου πολλαὶ ἅμαξαι ἡμιόνειοι τετράκυκλοι ἕπονται κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοις. Ἔστι δὲ κατὰ τὸν Γεωγράφον καὶ ἕτερος ποταμὸς μέγας, ἀπὸ Ἀρμενίας ἔχων τὴν ἀρχὴν, | |
10 | Κόρος ποτὲ λεγόμενος, ὕστερον δὲ Κῦρος μετονομα‐ σθείς. Τὰ δὲ Σοῦσα οὕτω καλοῦνται διὰ τὸ τόπου ἀν‐ θηρόν· σοῦσα γὰρ ἐγχωρίως τὰ κρίνα. Τῆς δὲ Περσικῆς ταύτης τῶν Σούσων χώρας οἱ ἐγχώριοι οὐ μόνον Σού‐ σιοι, ἀλλὰ καὶ Κίσσιοι λέγονται. Πάνυ δὲ, φασὶ, καυ‐ | |
15 | ματηρὸς ὁ ἀὴρ τῇ Σουσίδι καὶ οὕτως ἔκπυρος, ὥστε οὐ φθάνουσιν αἱ σαῦραι καὶ οἱ ὄφεις ἐν τῷ διαβαίνειν τὰς ὁδοὺς, ἀλλὰ καταφλέγονται. Καὶ λουτρὰ δὲ, ἤγουν ὕδατα τὰ εἰς τὸ λούσασθαι προτεθέντα ψυχρὰ, ἐκθερ‐ μαίνεται παραχρῆμα. Ἐκαλεῖτο δὲ καὶ Μεμνόνειον | |
20 | ἄστυ τὰ Σοῦσα, διὰ τὸ ἐκεῖ ὡς εἰκὸς τιμᾶσθαι τὸν Μέμνονα. Λέγεται δὲ καὶ τοὺς τοῦ βασιλέως Περσῶν θησαυροὺς αὐτόθι κεῖσθαι. Καὶ ὁ τὴν πόλιν ταύτην ἑλὼν ἔδοξεν ἂν κατὰ τὸν τοῦ Ἡροδότου λόγον ἐρίσαι τῷ Διὶ περὶ πλούτου. | |
1075 | Ὅτι τὸν Ἀχάτην ποταμὸν ἐπὶ πλευραῖς τε | |
εἶναι τοῦ Χοάσπου φησὶ, καὶ εὐωπὸν αὐτὸν καλεῖ, διὰ τὸ τάχα διειδὲς τοῦ ὕδατος καὶ εὔθετον. Φησὶ γὰρ ὅτι οἷα κύλινδρος ἐπὶ χθονὸς κεῖται, τουτέστιν ὡς σχῆμα | 396 | |
5 | κιονειδές· τοιοῦτον γὰρ ὁ κύλινδρος. Ἔοικε γὰρ ὁ Ἀχάτης μὴ ἔχειν ἐξοχάς τινας καὶ καμπὰς, μηδὲ εἰς ἀγκῶνας καὶ κλῶνας ἑλίσσεσθαί τε καὶ σχίζεσθαι· φαίνεται δὲ καὶ μηδὲ πολὺς εἶναι κατὰ τὸ ἀένναον· χειμάρρου γὰρ, φησὶν, αὐτὸν ποταμοῦ κατασύρουσι χαράδραι. Λέγει δὲ | |
10 | καὶ τοὺς ἐκεῖσε καρποὺς θάλλειν ἄλλους ἐπ’ ἄλλοις, λιαροῦ γεγηθότας ἐξ ἀνέμου. Καὶ ἔστιν ἐνταῦθα γλυ‐ κεῖα λέξις τὸ γεγηθότας, μετενεχθεῖσα ἐπὶ τὰ ἀναί‐ σθητα· ὡς καὶ ὅτε ὁ Ποιητὴς ἐπὶ ὅπλων τὸ γανοῦσθαι λέγει, καὶ τὴν χθόνα γελᾶν. Καὶ ἔστι τοῦτο μετα‐ | |
15 | γωγὴ πράγματος ἀπὸ τῶν ὁρώντων ἐπὶ τὰ ὁρώ‐ μενα. Γεγήθασι γὰρ πάντως καὶ γανόωσι καὶ γελῶσιν οὐ τὰ ὅπλα οὐδὲ ἡ γῆ οὐδὲ οἱ καρποὶ ἀλλ’ οἱ βλέποντες αὐτά. | |
1082 | Ὅτι περὶ τὴν Περσικὴν θάλασσαν μέγα ἔθνος οἱ Καρμανοὶ, ἔνθα ποταμὸς ψήγματα καταφέρων χρυ‐ σοῦ· καὶ μέταλλα δέ εἰσιν αὐτόθι ἀργύρου καὶ χαλκοῦ καὶ μίλτου· καὶ ὄρη δύο κατὰ τὸν Γεωγράφον, τὸ μὲν | |
5 | ἀρσενικοῦ, ὅπερ ἀρσενίκιον ἡ κοινὴ γλῶσσά φησι, τὸ δὲ ἁλός. Γίνεται δὲ, φασὶν, αὐτόθι καὶ βότρυς πολλάκις δίπηχυς, πυκνόρρωγός τε καὶ μεγαλόρρωγος. Εἰς θερ‐ μότητα δὲ κατὰ γλῶσσαν ἐγχωρίαν ἡ Καρμανία ἑρ‐ μηνεύεται. | |
1086 | Ὅτι πρὸς ἀνατολὰς τῶν Καρμανῶν ἡ τῶν Γεδρωσῶν ἕλκεται γῆ, γείτων ὠκεανοῦ μεγακήτεος. Τούτων ἡ χώρα Γεδρωσία, ὥστε αὐτοὺς ἀναλογώτερον καλεῖσθαι Γεδρωσιανοὺς κατὰ τὸν Γεωγράφον. Λέ‐ | |
5 | γονται δὲ καὶ Γεδρωσηνοί. Ἀκαρπίᾳ δὲ ἡ Γεδρωσία κατέχεσθαι λέγεται πολλάκις, καὶ διὰ τοῦτο τοῖς αὐ‐ τόθι τὸν καρπὸν εἰς ἔτη πλείω ταμιεύεσθαι. Ἀρωμα‐ τοφόρος δὲ ἡ Γεδρωσία, καὶ μάλιστα νάρδου καὶ σμόρ‐ νης. Καὶ ὁ στρατὸς τοίνυν Ἀλεξάνδρου ὁδεύων ἐκεῖ | |
10 | τούτοις ἐχρῆτο ἀντὶ ὀρόφου τε καὶ στρωμνῆς. Λέγει δὲ καὶ Ἀρριανὸς ὅτι ἐν τῇ ἐρημίᾳ τῶν Γεδρωσῶν πολλὰ δένδρα εἰσὶ σμύρνης. Ἔχει δὲ καὶ νάρδου ῥίζαν πολλὴν καὶ εὔοδμον. | |
1088 | Ὅτι πρὸς αὐγὰς τῆς Γεδρωσίας ὁ Ἰνδὸς μέ‐ γιστος ποταμὸς, ὃν Σκύθαι νότιοι παροικοῦσιν, οἱ καὶ Ἰνδοσκύθαι συνθέτως λεγόμενοι. Καὶ σημείωσαι ὅτι οὐ μόνον βόρειοι Σκύθαι, ἀλλ’ ἰδοὺ καὶ οὗτοι Σκύθαι | |
5 | νότιοι. Ῥέειν δέ φασι τὸν Ἰνδὸν, καθὰ καὶ τὸν Γάγγην, | |
ἀρξάμενον ἀπό τινος Καυκάσου ὄρους ἀρκτικοῦ ἀνατο‐ λικοῦ, λαβρότατον ῥόον ὀξὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνοντα, κατεναντίον τῆς Ἐρυθρᾶς θαλάσσης, ἤγουν τοῦ Ἐρυ‐ θραίου καὶ Αἰθιοπικοῦ ὠκεανοῦ, περὶ τὰ ἑῷα τοῦ Περ‐ | 397 | |
10 | σικοῦ κόλπου, καὶ σχιζόμενον εἰς δύο στόματα διέχοντα ἀλλήλων στάδια ͵α καὶ ωʹ, ὡς καὶ Ἀρριανὸς ἱστορεῖ, ἃ δὴ στόματα ποιοῦσι τὴν Παταληνὴν οἷα νῆσον ἀπο‐ λαμβανομένην, ἣν καὶ ἐπαναλαμβάνει ὡς λόγου ἀξίαν, λέγων «μέσην ἐπιδέδρομε νῆσον, νῆσον ἣν καλοῦσι Πα‐ | |
15 | ταληνήν». Παραπλησία δὲ, φασὶν, ἐστὶν ἡ νῆσος αὕτη τῷ κατ’ Αἴγυπτον Δέλτα. Καὶ δὴ καὶ Δέλτα τινὲς κατ’ ὁμοιότητα σχήματος ἐκάλεσαν καὶ αὐτήν. Φησὶ γοῦν Ἀρριανός· «δίστομός ἐστιν ὁ Ἰνδὸς, καὶ Δέλτα ποιεῖ καὶ οὗτος ἐν τῇ τῶν Ἰνδῶν γῇ, τῷ Αἰγυπτίῳ Δέλτα | |
20 | παραπλήσιον. Πόλις δὲ ἐν αὐτῇ ἀξιόλογος τὰ Πά‐ ταλα, ἀφ’ ὧν ἡ νῆσος Παταληνή ὀξυτόνως, ὡς οἱ ἀκριβεῖς λέγουσι· τινὲς δὲ καὶ βαρυτόνως Παταλήνην, ὡς Πριήνην, ἀναγινώσκουσιν. Τοῦ δὲ μεγέθους καὶ τῆς ὀξύτητος τοῦ Ἰνδοῦ ποταμοῦ δεῖγμα καὶ τοῦτό | |
25 | φασιν οἱ παλαιοὶ, ὅτι ἐκλιπὼν τὸ οἰκεῖον ῥεῖθρόν ποτε καὶ εἰς πεδία τινὰ κοῖλα ἐκτραπόμενος καὶ οἷον καταρ‐ ράξας ἠρήμωσε χώραν πλειόνων ἢ χιλίων πόλεων σὺν ταῖς κώμαις. | |
1095 | Ὅτι πρὸς δύσιν τοῦ Ἰνδοῦ ποταμοῦ Ὠρῖται, διὰ διχρόνου γραφόμενοι, πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῷ Ὠρεῷ τῆς Εὐβοίας Ὠρειτῶν. Ἐκεῖνοι γὰρ διὰ δι‐ φθόγγου γράφονται, διὰ συναίρεσιν. Αὐτόθι δέ εἰσι καὶ | |
5 | Ἄριβες, ὁμοίως τῷ ι καὶ αὐτοὶ διχρόνῳ παραληγόμενοι, οὕς τινες ἐν τρισὶν α Ἄραβας γράφουσι, τάχα σκηνήτας τινὰς ὄντας, ὁποῖοι καὶ ἐν τῇ βαθυτέρᾳ Ἀραβίᾳ εἰσίν. Σκοπητέον δὲ μή ποτε καὶ Ἄρβιες ὀφείλουσι γράφεσθαι οἱ Ἄριβες οὗτοι. Μέμνηται γὰρ τοιούτου ἔθνους Ἰνδικοῦ | |
10 | ὁ Γεωγράφος, λέγων· Ἄρβιες ὁμώνυμοι ποταμῷ Ἄρβει, ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν Ὠριτῶν. Ὁ δ’ αὐτὸς καὶ τοὺς Ὠρίτας ἔθνος λέγει αὐτόνομον. | |
1096 | Ὅτι τοὺς Ἀραχώτας λινοχλαίνους λέγει, διὰ ἰδιοτροπίαν ἴσως ἱματισμοῦ, ὅπερ καὶ οἱ Μελάγχλαινοι ἔπαθον, ἐξ ἱματίων κληθέντες καὶ αὐτοί. Τοὺς δὲ Ἀρα‐ χώτας τινὲς Ἀραχωτούς φασιν ὀξυτόνως, λέγοντες ὅτι | |
5 | μετὰ τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, εἶτα πρὸς νότον Ἀραχωτοί· πρὸς ἐσπέραν δὲ τοῖς Παροπαμισάδαις πα‐ ράκεινται Ἄριοι. | |
1097 | Ὅτι βούλονταί τινες Παρπάνισον προπαρο‐ ξυτόνως λέγεσθαι ὄρος Ἰνδικὸν, οὐ μὴν Παρνησὸν, ὡς πολλὰ τῶν ἀντιγράφων ἔχουσι. Πολλοὶ δὲ καὶ ὀξύνουσι, | |
καὶ διὰ τοῦ μ γράφουσι Παρπαμισόν. Ὁ δὲ Γεωγράφος | 398 | |
5 | Παροπαμισόν γράφει πεντασυλλάβως, καὶ τοὺς ἐκεῖ Παροπαμισάδας καλεῖ. Τοὺς δὲ ὑπὸ τὰς πτύχας τοῦ τοιούτου ὄρους ὁ Διονύσιος λέγει πάντας ξυνῇ ἐπωνυ‐ μίαν εἶναι Ἀριηνούς. Καὶ ἡ χώρα αὐτῶν Ἀριανὴ κατὰ τὸν Γεωγράφον, λέγοντα ὅτι μετὰ τὴν Ἰνδικὴν ἡ Ἀ‐ | |
10 | ριανὴ μερὶς, ἔνθα καὶ οἱ Ἄρβιες, εἶτα Ὠρῖται, οἷς ἐφεξῆς Ἰχθυοφάγοι. Ἐοίκασι δὲ οὕτω λέγεσθαι ἀπὸ Ἀρίου ποταμοῦ, ὡς παρεμφαίνει Ἀρριανὸς ἐν τοῖς περὶ Ἀλεξάνδρου. Ἡρόδοτος δέ φησιν ὅτι καὶ οἱ Μῆδοί ποτε ἐκαλοῦντο Ἄριοι· ἀφικομένης δὲ τῆς Μηδείας εἰς αὐ‐ | |
15 | τοὺς μετέβαλον τὸ ὄνομα. Οἶδε δὲ καὶ τούτους τοὺς ἰδίως λεγομένους Ἀρίους, οὓς καὶ λέγει τόξοις ἐσκευά‐ σθαι Μηδικοῖς. Ὁ δὲ Διονύσιός φησι καὶ ὅτι οἱ Ἀριανοὶ φαύλην χθόνα οἰκοῦσιν ὑπὸ λεπτῇ ψάμμῳ πλήθουσαν καὶ ῥώπεσι δασεῖαν, τουτέστι φυτοῖς χθαμαλοῖς καὶ | |
20 | θαμνώδεσιν, ἅπερ ὁ μὲν Ποιητὴς ῥωπήϊα λέγει, ὁ δὲ πολὺς ὄχλος ῥωπάκια. Ἀλλὰ καὶ τοιαύτης οὔσης τῆς ἐκεῖ γῆς, ὅμως εἰσὶ, φησὶν, αὐτοῖς ἄλλαι κέλευθοι ἐπαρ‐ κεῖς εἰς ζωήν. Κομίζει γὰρ αὐτοῖς ἡ γῆ ἄλλον ὄλβον ἀκήρατον· πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίου, | |
25 | πάντη δὲ ὑπὸ πέτραις αἱ φλέβες ὠδίνουσι χρυσῆς κυανῆς τε καλὴν πλάκα σαπφείρου. Κἀντεῦθεν οἱ ἐγχώριοι ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν, ἤγουν ἐξω‐ νοῦνται δι’ αὐτῶν τὰ εἰς βίον. Ἔστι δὲ τὸ βιοτήσιον ὅμοιον τῷ φιλοτήσιον καὶ νεοτήσιον. Ἰστέον δὲ ὅτι | |
30 | χρυσῆν ὁμοῦ καὶ κυανῆν τὴν σάπφειρον εἶπεν, ἐπειδὴ τοιαύτας πέμπει χρόας. Τὸ δὲ κουράλιον τοῦ τῆς Γοργόνος αἵματος ἀποστάξαι μυθεύεται, ἀφ’ ἧς οἷα κόρης οὔσης ἡ κλῆσις τῷ λίθῳ ἐνεκάθισεν. | |
1107 | Ὅτι ἡ τῶν Ἰνδῶν γῆ, ἔθνους μεγίστου πάντων καὶ εὐδαιμονεστάτου, πασῶν ἐσχάτη παρὰ τοῖς τοῦ ὠκεανοῦ κεῖται χείλεσιν, ἣν ὁ ἥλιος πρώταις ἐπιφλέγει ἀκτῖσιν, ἐπὶ τὴν γῆν ἀνερχόμενος, τουτέστιν ἀνίσχων, | |
5 | ἀνατέλλων· διὸ καὶ θερμότατος παρ’ αὐτοῖς ὁ ἥλιος τὸ ἑωθινὸν, ὥς φασιν οἱ παλαιοὶ, καὶ πολλῷ μᾶλλον ἢ ἐν μεσημβρίᾳ κατὰ τὴν Ἑλλάδα. Καὶ διὰ τοῦτο καὶ χρῶμα φέρουσι παραπλήσιον Αἰθίοψι. Καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ Διονύσιος πολὺν ἔπαινον κατατείνων τῆς | |
10 | Ἰνδικῆς φησι, διὸ τόν τε χρόα οἱ ἐκεῖ κυανέουσι θε‐ σπέσιον λιπόωντες, τρίχας τε πιοτάτας φοροῦσιν ὑακίνθῳ ὁμοίας, ὅπερ ὁ Ποιητής πού φησιν, ὑακινθίνῳ ἄνθει ὁμοίας, ἤτοι μελαίνας. Μέλαν γὰρ καὶ τὸ ἄνθος ὁ ὑά‐ κινθος. Μελανότριχες δὲ καὶ τῶν Ἰνδῶν μάλιστα οἱ | |
15 | μεσημβρινοὶ, καὶ τὴν χρόαν ὅμοιοι τοῖς Αἰθίοψι, διὰ τὸ ἐπιλείπειν τὴν ἐπιπολῆς ἰκμάδα, ἐπικαίοντος τοῦ | |
ἡλίου, ὅθεν οὐδὲ οὐλοτριχοῦσιν. Εἰσὶ δὲ καὶ μακρό‐ βιοι. Καὶ οἱ μὲν, φησὶ, χρυσοῦ μεταλλεύουσι γενέθλην, τὴν χρυσῖτιν ψάμμον μακέλλαις λαχαίνοντες, ὃ ἔστιν | 399 | |
20 | ἀνοίγοντες, σκάπτοντες· ἐξ οὗ καὶ τὸ λάχανον· οἱ δὲ ἱστοὺς ὑφαίνουσι λινεργέας, οἱ δὲ ἐλεφάντων λευκοὺς πρισθέντας ἀποξύουσιν ὀδόντας, οὓς ἕτεροι ἐλεφάντων κέρατά φασιν, ἄλλοι δὲ, φησὶ, τῶν Ἰνδῶν ἐπὶ ταῖς τῶν χειμάρρων προβολαῖς ἢ προμολαῖς, ἤγουν ἐκρύσεσιν, | |
25 | ἢ βηρύλλου γλαυκὴν λίθον ἰχνεύουσιν ἢ ἀδάμαντα μαρμαίροντα ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν ἢ γλαυκὴν λίθον καθαροῦ τοπάζου καὶ γλυκερὰν ἀμέθυσον ὑπη‐ ρέμα πορφύρουσαν. Καὶ ὅρα ὅπως ἕκαστον λίθον μετ’ ἐπιθέτου προσφυεστάτου ἐξήνεγκε, γλυκέως γράφων | |
30 | καὶ φράζων καλῶς τὰ καλά. Λίθος δὲ τὸ τόπαζον διαφανὴς, ὃς καὶ τοπάζιον τετρασυλλάβως λέγεται, χρυσοειδὲς ἀπολάμπων φέγγος, ὃ μεθ’ ἡμέραν οὐ ῥᾷον ἰδεῖν· ὑπεραυγεῖται γὰρ, φασί· νύκτωρ δὲ ὁρῶσιν οἱ συλλέγοντες, καὶ περικαθάψαντες σημεῖα τῷ ὀρύγματι | |
35 | μεθ’ ἡμέραν ἀνορύττουσιν. Οὕτω τιμίοις λίθοις κα‐ ταστρώσας τὴν Ἰνδικὴν ὁ Διονύσιος ἐπάγει ἐπιφωνη‐ ματικῶς κατὰ συντομίαν, ὅτι παντοῖον ὄλβον αὔξει, ποταμοῖς οὖσα κατάρρυτος ἔνθα καὶ ἔνθα. Ναὶ μὴν, φησὶ, καὶ οἱ λειμῶνες ἐκεῖ ἀεὶ κομῶσι πετάλοις· ἄλλοθι μὲν | |
40 | γὰρ κέγχρος αὔξεται, ἄλλοθι δὲ ὕλαι θάλλουσιν Ἐρυ‐ θραίου καλάμου, τοῦ ἀρωματικοῦ δηλαδὴ, Ἐρυθραίου λεγομένου διὰ τὸ τὴν Ἰνδίαν ἕως καὶ εἰς τὸν Ἐρυθραῖον παρήκειν ὠκεανόν· ὅπερ δῆλόν ἐστι καὶ ἐκ τοῦ τὴν Γαγγῖτιν χώραν κατὰ τὸν Διονύσιον περὶ τὰ τέρματα | |
45 | ἕλκεσθαι τῆς Κωλιάδος γῆς, ἤτοι τῆς Ταπροβάνης, ὅπου τὰ μέγιστα κήτη, ἅπερ αὐτὸς Ἐρυθραίου πόντου εἶπε βοτά. Καὶ οὕτω μὲν ὁ Διονύσιος. Ἕτεροι δὲ καὶ πολυφάρμακον τὴν Ἰνδικὴν ἱστοροῦσι καὶ πολύρριζον καὶ πολυχρώματον καὶ δίκαρπον καὶ διφόρον, καὶ τοὺς | |
1107(50) | ἐκεῖσε ἄνδρας εὐμεγέθεις καὶ πενταπήχεις τοὺς πολλοὺς ἢ ὀλίγον ἀποδέοντας· ὧν καὶ ὁ βασιλεὺς Πῶρος ὑπὲρ πεντάπηχυν ἱστόρηται. Καὶ φιλῳδοὶ δὲ οἱ Ἰνδοὶ λέ‐ γονται, καὶ φιλορχήμονες ἀπὸ Διονύσου. Ἐλεύθεροι δὲ πάντες Ἰνδῶν, καὶ οὔτις δοῦλος Ἰνδός. Εἰσὶ δὲ καὶ | |
55 | μελάντεροι τῶν ἄλλων ἀνθρώπων, πλὴν Αἰθιόπων, καὶ τὰ ἐς πόλεμον γενναιότατοι. Φασὶ δὲ καὶ Σηρικὰ παρ’ Ἰνδοῖς γίνεσθαι ἔκ τινων φλοιῶν ξαινομένης βύσσου. Ἐπανθεῖν δὲ καὶ δένδροις ἀγρίοις ὡς ἔριον καλλονῇ καὶ ἀρετῇ προφέρον τοῦ ἐκ τῶν προβάτων, ἐξ οὗ, φασὶ, καὶ | |
60 | εὐήτριοι σινδόνες ὑφαίνονται, τουτέστιν εὔμιτοι, ὡς καὶ | |
ἐν Ἰλιάδι γέγραπται, ὅπου ἐπήτριμοι ἐλέγοντο οἱ συχνοί. Λέγεται δὲ καὶ ὅτι ἰχθυοφαγοῦσι πολλοὶ τῶν Ἰνδῶν ὠμοὺς ἰχθύας σιτούμενοι, καὶ ὅτι τὰ ἑῷα τῆς Ἰνδίας ἐρημία ἐστὶ διὰ τὴν ψάμμον, καὶ ὅτι οἱ Ἰχθυοφάγοι | 400 | |
65 | πλοῖα ποιοῦνται καλάμινα, καὶ ὅτι ἓν γόνυ καλάμου πλοῖον ἀπαρτίζει, ὥς φησιν Ἡρόδοτος. Περὶ δὲ τοῦ ἀνωτέρω ῥηθέντος καλάμου φασὶ τοιαῦτα οἱ παλαιοί· ῥίζαι καλάμων μεγάλων γλυκεῖαι καὶ τῇ φύσει καὶ τῇ ἑψήσει. Καὶ πάλιν· κάλαμοι ποιοῦσαι μέλι, μελισσῶν | |
70 | μὴ οὐσῶν· τοὺς δὲ φαγόντας ὠμοῦ τούτου μεθύειν. Καὶ ἄλλως δὲ κάλαμοι ἁπλῶς ἕτεροι παράσημοι ἐν Ἰνδίᾳ, ὡς ἐρρέθη, καθὰ καὶ παρὰ τοῖς ἑσπερίοις Αἰθίοψιν, ὧν καλάμων ἕκαστον γόνυ χωρεῖν λέγεται χοίνικας τρεῖς. Λέγεται δὲ νόμον ἄριστον εἶναι παρ’ Ἰνδοῖς, τὸν εὑ‐ | |
75 | ρόντα τι ὀλέθριον ἀνάγκην ἔχειν ἐξευρίσκειν καὶ ἄκος τοῦ κακοῦ. | |
1118 | Ὅτι τοὺς χειμάρρους καὶ οὗτος ἀναύρους λέ‐ γει, διὰ τὸ μὴ ὁμοίως τοῖς ἀεννάοις αὔρας ἀποτελεῖν. | |
1134 | Ὅτι τὸ σχῆμα τῆς Ἰνδικῆς, ὡς καὶ ὁ Γεω‐ γράφος φησὶ, τέσσαρσιν ἥρμοσται πλευραῖς λοξαῖς πά‐ σαις, ῥόμβον ἀποτελούσαις. Ὧν ἑσπερία μὲν ἡ πρὸς τῷ Ἰνδῷ ποταμῷ, νοτία δὲ ἡ πρὸς τὴν Ἐρυθρὰν | |
5 | νεύουσα, ὁ δὲ Γάγγης ἑῴα, εἰς δὲ πόλον ἄρκτων ὁ Καύκασος, ἤγουν κατὰ τὸν Γεωγράφον τὰ τοῦ Ταύρου ἔσχατα. Καὶ σημείωσαι ὅτι κατὰ τὸν Διονύσιον καὶ Ἰνδικός ἐστι Καύκασος, ὡς καὶ ἀνόπιν εἴρηται. Τὸ δὲ πόλον ἄρκτων τὸν ἀρκτῶον δηλοῖ τόπον τοῦ οὐρανοῦ, | |
10 | ὡς ἤδη προγέγραπται. Ὅτι δὲ ὁ Γάγγης καὶ ὁ Ἰν‐ δὸς μέγιστοι ποταμῶν, καὶ αὐτὸ προείρηται. Σημείω‐ σαι δὲ ὅτι ἐνταῦθα μὲν γεωμετρικὸν τετράγωνον σχῆμα ὁ ῥόμβος τὰς διαμέτρους οὐ κατὰ χιασμὸν ἀγομένας ἔχων, ἀλλὰ κατὰ ὀρθόν πως ἀλλήλας διχαζούσας. | |
15 | Μάλιστα δὲ, ὡς ὁ Γεωγράφος φησὶ, ῥόμβος ἐστὶ τε‐ τράγωνον σεσαλευμένον, οὐκ ὀρθογώνιον, ἀλλὰ τὰς μὲν δύο ἔχον ὀξείας, τὰς δὲ λοιπὰς ἀμβλείας τὰς ἀπε‐ ναντίας ἀλλήλαις, ὡς ἐν τοιαύτῃ καταγραφῇ. Καύκασος.[Omitted graphic marker] Γάγγης. | |
20 | Ἰνδός. [Omitted graphic marker] Ἐρυθρά. | |
Τοιούτου δὲ φασὶ σχήματος ἦν καὶ τὸ γέρρον, ἀσπὶς δηλονότι τετράγωνος, οὐκ ὀρθογώνιος. Καὶ ξύλινον δὲ ζωγρεῖον ὄρνιθος, ἤγουν κλωβίον, παρασαλευθὲν τῆς κατὰ φύσιν παραλλήλου θέσεως τῶν πλευρῶν, ῥόμβου | 401 | |
25 | σχῆμα ἀποτελεῖ. Καὶ τοιοῦτος μὲν ὁ ῥόμβος τὸ σχῆμα. Εὕρηται δὲ καὶ ἰχθὺς λεγόμενος ῥόμβος, ὡς καὶ Ἀθήναιος ἱστορεῖ, καὶ ἡ τῶν Θετταλῶν γλῶσσα παραλαλεῖ. Ἔστι δὲ ῥόμβος καί τις τροχὸς, ὃν στρέ‐ φοντες ἐν ἱμάντι καὶ τύπτοντες ἐκτύπουν, ῥόμβος κατὰ | |
30 | ὀνοματοποιΐαν καλούμενος. Ἀπολλώνιος οὖν ἐν Ἀρ‐ γοναυτικοῖς λέγει ῥόμβῳ καὶ τυμπάνῳ ὑπὸ Φρυγῶν τὴν Ῥέαν ἱλάσκεσθαι. Ἔστι δὲ καὶ φαρμακίδων τροχὸς ὁ ῥόμβος παρὰ Θεοκρίτῳ, καταγοητευόμενος ἐν τῷ στρέφεσθαι. Τινὲς δὲ ῥύμβον γράφουσι διὰ τοῦ υ, | |
35 | ὡς Εὐριπίδης ἐν Πειρίθῳ αἰθέριον ῥύμβον φησίν, ὃ ἔστι τροχοειδῆ κίνησιν. Ἀπὸ τούτου δὲ καὶ τὰς κινή‐ σεις ῥυμβόνας ὁ Ἀπολλώνιος λέγει· καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη ἄπορος λέξις, τὸ ἐρυμβόνα, ἐκ τοιούτου τινὸς ἔσχε τὴν ἀρχὴν, ἐν οἷς λέγει ὅτι | |
40 | ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἀσωτίαν ἐρυμβόνα τὰ τι‐ μιώτατα. | |
1138 | Ὅτι οἱ Δαρδανεῖς Ἰνδικὸν ἔθνος· οἱ μέντοι Δάρδανοι Τρωϊκόν. | |
1139 | Ὅτι ὁ Ὑδάσπης (ποταμὸς δὲ καὶ οὗτος Ἰνδι‐ κός) πλωτός ἐστι ναυσὶν, εἰς ὃν Ἀκεσίνης ἐμβάλλει, λοξὸς ἀπὸ σκοπέλων φερόμενος· περὶ οὗ ὁ Γεωγράφος φησὶν, ὅτι Ἀκεσίνης ἐν τροπαῖς θεριναῖς ἀναβαίνει | |
5 | πήχεις μʹ, ὧν οἱ μὲν κʹ πληροῦσι μέχρι χείλους τὸ ῥεῖθρον, οἱ δὲ κʹ ὑπερχέονται εἰς τὸ πεδίον, διὸ καὶ νησίζουσιν οἷον αἱ πόλεις, ὡς καὶ ἐν Αἰγύπτῳ, ἵδρυν‐ ται γὰρ ἐπὶ χωμάτων. Ἀρριανὸς δὲ οὕτω φησίν· ὁ Ὑδάσπης εἰς τὸν Ἀκεσίνην ἐμβαλὼν τὸ πᾶν ὕδωρ | |
10 | Ἀκεσίνην παρέχεται καλούμενον. Λέγει δὲ καὶ ὅτι αἱ τριακόντοροι τοῦ Ἀλεξάνδρου τριχῆ τμηθεῖσαι καὶ ἐπὶ ζευγῶν διακομισθεῖσαι συνεπήχθησαν ἐν τῷ Ὑδάσπῃ καὶ ὤφθησαν ναυτικαί. | |
1140 | Ὅτι καὶ ὁ Κώφης Ἰνδικός ἐστι ποταμὸς, ὃν Ἡρωδιανὸς μὲν καὶ αὐτὸν ἐν τῇ καθόλου βαρυτόνως ἐκφέρει καὶ μετὰ τοῦ ς, ὡς τὸ Χρύσης, Ἀριστοτέλης δὲ ὥς φασιν ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά | |
5 | φησιν, ὡς τὸν σωλῆνα. Ὁ Γεωγράφος δὲ ὁμοίως τῷ Διονυσίῳ ἐκφέρει, λέγων «Χοάσπης εἰς τὸν Κώφην ἐμβάλλει» καὶ πάλιν «μετὰ τὸν Κώφην ὁ Ἰνδὸς, εἶτα ὁ Ὑδάσπης, εἶτα ὁ Ἀκεσίνης, καὶ ὕστατος ὁ Ὕπανις.» | |
Τὸν δὲ Ὑδάσπην πλωτὸν νήεσσιν ὁ Διονύσιος λέγει. | 402 | |
10 | Οἱ δὲ παλαιοὶ μεταξὺ τοῦ τε Ὑπάνιος καὶ τοῦ Ὑδά‐ σπου ἔθνη μὲν κεῖσθαι λέγουσιν ἐννέα, πόλεις δὲ ᾠκῆ‐ σθαι εἰς πεντακισχιλίας. | |
1141 | Ὅτι εἰ καὶ πολλὰ τῶν ἀντιγράφων Τοξίλους γράφουσι τὸ Ἰνδικὸν ἔθνος, ἀλλ’ ὁ Γεωγράφος Ταξίλους γράφει διὰ τοῦ α, καὶ Τάξιλα τὴν κατ’ αὐτοὺς πόλιν, μεγάλην αὐτὴν λέγων καὶ εὐδαίμονα καὶ εὐνομωτά‐ | |
5 | την, καί τινα ἄνδρα Ταξίλην ἱστορῶν αὐτῆς καὶ βασι‐ λέα, καὶ λέγων ὅτι φιλανθρώπως αὐτὸς καὶ οἱ ἐκεῖ δεξάμενοι τὸν Ἀλέξανδρον ἔτυχον πλειόνων ἢ ἔδωκαν. Διὸ καὶ φθονοῦντες οἱ Μακεδόνες ἔλεγον ὡς οὐκ εἶχεν Ἀλέξανδρος οὓς εὐεργετήσει, πρὶν διαβῆναι τὸν Ἰνδόν. | |
1143 | Ὅτι ἔθνος Ἰνδικὸν οἱ Πευκαλεῖς, ἄγρια φῦλα. Τινὲς δὲ διὰ τοῦ ν γράφουσι Πευκανεῖς. Ἰνδοὶ δὲ καὶ οἱ Γαργαρίδαι, οὓς Διονύσου καλεῖ θεράποντας, ὅπου, φησὶ, χρυσὸν καταφέρουσιν ὁ Ὕπανίς τε ποταμὸς ὁ | |
5 | καὶ ἀνωτέρω ῥηθεὶς, καὶ ὁ Μάγαρσος, λαβρότατοι πο‐ ταμῶν, ἀπὸ τοῦ Ἠμωδοῦ ὄρους προρρέοντες ἐπὶ τὴν Γαγγήτιδα χώραν, πρὸς νότον εἰς τὴν προγραφεῖσαν Κωλιάδα νῆσον τετρασυλλάβως, ἢ Κωλίδα τρισυλλά‐ βως κατὰ συγκοπὴν, ἣν καὶ προνενευκέναι εἰς τὸν ὠκεα‐ | |
10 | νόν φησιν, ὡς ὑπ’ αὐτοῦ νησιζομένην, καὶ δυσέμβατον οἰωνοῖς εἶναι λέγει, διὸ καὶ καλεῖσθαι Ἄορνιν. Τοῦτο δὲ ἢ διὰ τὸ ὕψος· ἠλίβατος γάρ ἐστιν· ἢ διότι αὕτη πρώτη ἐστὶν ἡλίῳ βατή. Διὸ καὶ οὐ φέρουσι τὰ πτηνὰ τὴν τοῦ ἡλίου θέρμην ἐκεῖ πρῶτον ἀνατέλλον‐ | |
15 | τος. Ἰστέον δὲ ὅτι Ἄορνις ὁ τόπος οὗτος λέγεται διὰ τοῦ ι· ἦν δὲ δυνατὸν καὶ διὰ τοῦ ο λέγεσθαι αὐτὴν, εἴγε ὁ Λυκόφρων ἄορνόν τινα λέγει λίμνην. Καὶ περὶ τὴν Ἀδιαβηνὴν δὲ χώραν τὴν ῥηθεῖσαν πρὸ τούτων στόμιον ἱστορεῖταί τι ὀνομαζόμενον Ἄορνον, ὡς ὀρνέοις | |
20 | ἄβατον, ἐξ οὗ πνεῦμα φθοροποιὸν ἀναδιδόμενον, μι‐ κρόν τι κουφισθὲν, κατακλᾶται κάτω, ὑφ’ οὗ φθείρεται, εἴ τι παρατυχὸν ὀσφρήσεται· κἂν ἐσκεδάννυτο, φασὶ, τὸ τοιοῦτον πνεῦμα ἔξω, οὐκ ἂν ᾠκίσθη ὁ τόπος. Ὅμοιον δέ τι καὶ ἐν Ἱεραπόλει τῆς Ἀσίας πνεῦμα ἱστορεῖται, | |
25 | ὃ πάντα τὰ ὀσφραινόμενα φθείρει, πλὴν τῶν εὐνούχων. Λέγεται δὲ καὶ πέτρα τις Ἄορνος περὶ τὴν Ἰνδίαν, ᾗπερ ὁ Ἡρακλῆς μὲν προσβαλὼν εἰς τρὶς ἀπεκρού‐ σθη, Ἀλέξανδρος δὲ κατὰ μίαν εἷλε προσβολήν. Ταύ‐ της δὲ τῆς Ἀόρνου τὰς ῥίζας ὁ Ἰνδὸς ποταμὸς ὑπο‐ | |
30 | ῥέειν λέγεται. Τοὺς δὲ ῥηθέντας δύο χρυσοφόρους ποταμοὺς, τὸν Ὕπανιν καὶ τὸν Μάγαρσον, φασὶν ἐξιόν‐ τας τῶν Ἠμωδῶν ὀρέων, ἅπερ ἀνωτέρω Ἠμωδὸν ἔφη ὄρος ὁ Διονύσιος, ἀφανίζεσθαι, καὶ κρυβέντας ἐφ’ ἱκα‐ νὸν ἀναβλύζειν ἐκδιδομένους. Πολὺς δὲ ἐν ταῖς ἱστο‐ | |
35 | ρίαις ὁ Ἰνδικὸς Ὕπανις. Ἀρίστη τε γὰρ, φασὶν, ἡ πέραν αὐτοῦ καὶ οἱ χρυσωρύχοι μύρμηκες αὐτοῦ που λέγονται εἶναι, καὶ ἄλλα δὲ πολλὰ τῷ τόπῳ προστε‐ ρατεύονται. Φασὶ δὲ καὶ τὸν Ἀλέξανδρον μέχρις αὐτοῦ ἐλθόντα περαιτέρω κωλυθῆναι προελθεῖν, μαν‐ | 403 |
40 | τείοις τε προσέχοντα καὶ διὰ τὸ ἀπαγορεῦσαι τὴν στρατιάν. Οἱ δὲ καὶ περαιτέρω τοῦ Ὑπάνιδος ἐκεῖ‐ νόν φασι προελθεῖν μέχρι καὶ εἰς Γάγγην, ὅντινα Γάγ‐ γην μέγιστον τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἱστοροῦσιν, ἐκ τῶν Ἠμωδῶν ὀρέων καταφερόμενον. | |
45 | Μεθ’ ὃν δεύτερον εἶναι λέγουσι τὸν Ἰνδὸν, καὶ τρίτον καὶ τέταρτον Ἴστρον καὶ Νεῖλον. Φασὶ δὲ καὶ ιεʹ ποταμοὺς τοὺς ἀξιολογωτάτους εἰσβάλλειν εἰς τὸν Ἰν‐ δὸν, ὧν ὕστερον εἶναι τὸν Ὕπανιν· οὓς πάντας ὁ Ἰνδὸς παραλαβὼν, ὥς φησιν Ἀρριανὸς, καὶ τῇ ἐπωνυ‐ | |
1143(50) | μίᾳ κρατήσας ἐκδιδοῖ ἐς θάλασσαν. Τὸ δ’ αὐτὸ πά‐ σχειν λέγουσι καὶ τὸν Τίγριν ὑπὸ ἄλλων πολλῶν ποταμῶν, διὸ καὶ ἐν τῇ ἐκβολῇ Πασιτίγριν καλεῖσθαι, οἷα μὴ ἁπλοῦν, ἀλλ’ ὡς εἰπεῖν παντοῖον Τίγριν. Ἰστέον δὲ ὅτι κατὰ τὸν Ἡρόδοτον καὶ Σκυθικὸς ποταμός τίς | |
55 | ἐστι λεγόμενος Ὕπανις, ἀνατέλλων ἐκ λίμνης μεγά‐ λης, ἥτις λέγεται μήτηρ Ὑπάνιος, καθὰ δηλαδὴ καὶ ἡ Μαιῶτις μήτηρ τοῦ Εὐξείνου. Λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι πέριξ τοῦ Σκυθικοῦ τούτου ποταμοῦ νέμονται ἵπποι ἄγριοι λευκοί· καὶ ὅτι κρήνη ἐκδίδωσιν εἰς αὐτὸν | |
60 | οὕτω πικρὰ, ὥστε κιρνᾷ τὸν Ὕπανιν, καὶ ταῦτα οὐκ ὀλίγον ὄντα ποταμόν. Τὸν δὲ Ἰνδὸν ποταμὸν εὐρύ‐ νεσθαί πού φασι καὶ ὑπὲρ πεντήκοντα σταδίους, ὅτε πληρωθείη, τὸ δὲ ἐλάχιστον εἰς ἑπτά. Τοῦτον λέγε‐ ται ζεῦξαι πλοίοις Ἀλέξανδρος, Ἡφαιστίωνος γεφυρώ‐ | |
65 | σαντος. Ἀρριανὸς δέ φησιν ὅτι ἵνα μὲν στενότατος ὁ Ἰνδὸς, μʹ σταδίους διέχουσιν αὐτῷ αἱ ὄχθαι, ἵνα δὲ πλατύτατος καὶ ἑκατόν. Τὸ δὲ Ἠμωδὸν ὄρος, ὃ καὶ πληθυντικῶς λέγεται τὰ Ἠμωδὰ, καὶ πρὸς αὐτῷ ἐστι τῷ ὠκεανῷ, τινὲς τῶν παλαιῶν προπαροξύνουσιν, ὡς | |
70 | προείρηται. Πολλὴ δὲ ἐλάτη καὶ πεύκη καὶ κέδρος παρὰ τὰ Ἠμωδὰ, καὶ στελέχη ναυπηγήσιμα. | |
1153 | Ὅτι ὁ Θηβαῖος Διόνυσος τοὺς κελαινοὺς Ἰν‐ δοὺς ὀλέσας ἀντιστάντας αὐτῷ δύο στήλας ἔστησε περὶ τὰ τῆς γῆς τέρματα, καὶ αὖθις καγχαλόων, ὃ ἔστι χαί‐ ρων, εἰς Θήβας ἐπανῆλθε. Καὶ ὅρα ὅτι ὥσπερ κυανέους | |
5 | ἀλλαχοῦ εἶπε τοὺς Αἰθίοπας, οὕτως ἐνταῦθα κελαι‐ νοὺς εἶπε τοὺς Ἰνδούς. Δύνανται δὲ πάντως καὶ οὗτοι κυάνεοι λέγεσθαι, εἴπερ, ὡς ὁ Διονύσιος φθάσας ἔφη, [τὸν] χρόα κυανέουσιν. Εἶτα διηγεῖται καὶ ὅπως θυμαί‐ νοντος αὐτοῦ, ἤγουν θυμουμένου, αἱ μὲν νεβρῖδες ταῖς | |
10 | βάκχαις εἰς ἀσπίδας ἠλλάσσοντο, εἰς δὲ σίδηρον οἱ προρρηθέντες θύρσοι, οἱ ζωστῆρες δὲ καὶ οἱ τῆς ἐλίνου | |
ἤτοι τῆς ἀμπέλου ἕλικες εἰς δρακόντων σπειρήματα, ὃ ἔστι σπείρας, ὁλκούς· ὅθεν καὶ σπειροῦν λέγεται τὸ σπαργανοῦν, καὶ σπεῖρον ὀνομάζεται τὸ εἰς τοῦτο | 404 | |
15 | χρησιμεῦον ὕφασμα. Τὸν δὲ χῶρον ὃν ὁ Διονύσιος θυμαίνων ἐπάτησε θηητὸν καὶ τιμήεντα καλεῖ καὶ ἱερὸν, λέγων καὶ ὅτι ὁ τοιοῦτος τόπος Νυσσαία ὁδὸς ἐκλήθη, ἥτις περὶ τὸν Γάγγην ἐστὶν, ἀπὸ τῆς Ἀρα‐ βικῆς Νύσσης κληθεῖσα, ἀφ’ ἧς καὶ αὐτὸς ὁ Διόνυσος | |
20 | κληθῆναι δοκεῖ. Νύσσα δὲ κατὰ τὸν Γεωγράφον πό‐ λις ἐν Ἰνδίᾳ, κτίσμα Διονύσου, καὶ ὄρος αὐτόθι Μηρὸς, ὅθεν παρὰ τοῖς μύθοις μηροτραφὴς ἐνομίσθη Διόνυσος. Ἡρόδοτος δὲ περί που τὴν Αἴγυπτον τὸν μῦθον τοῦτον τελεσφορεῖ, λέγων ὅτι ὁ Ζεὺς τὸν Διόνυσον εἰς τὸν μη‐ | |
25 | ρὸν ἐνερράψατο, καὶ ἤνεγκεν εἰς Νύσσαν τὴν ὑπὲρ Αἰγύπτου οὖσαν. Ἄμπελος δὲ, ὥς φησιν ὁ Γεωγράφος, αὐτόθι οὐ τελεσίκαρπος. Ἀπορρέει γὰρ ὁ βότρυς πρὶν ἢ περκάσει, διὰ τοὺς ἄρδην ὄμβρους. Εἰσὶ δὲ καὶ ἄλλαι Νύσσαι, ὧν μία καὶ περὶ Θρᾴκην, ἧς μνημο‐ | |
30 | νεύει Ὅμηρος ἐν τοῖς περὶ Λυκούργου τοῦ Ἠδωνοῦ. Καὶ περὶ τὰς Τράλλεις δὲ Νύσσα τίς ἐστι, καὶ κώμη αὐτόθι Νυσσαέων, καὶ ἄντρον Χαρώνειον, οὗ πλησίον οἱ ἱερεῖς ἐγκοιμώμενοι διατάττουσιν ἐξ ὀνείρων τοῖς νοσοῦσι τὰς θεραπείας. Τοῖς δ’ ἄλλοις ἀδύνατος ὁ | |
35 | τόπος ἐστὶ καὶ ὀλέθριος. Ἀρριανὸς δὲ λέγει καὶ ὅτι κισσὸς ἄλλῃ τῆς Ἰνδικῆς γῆς μὴ φυόμενος παρὰ Νυσσαίοις φύεται, καὶ ὅτι εἰς τὸ Νυσσαῖον ὄρος τὸν Μηρὸν ἐλθόντες οἱ Μακεδόνες ἡδέως τὸν κισσὸν εἶ‐ δον, καὶ στεφάνους σπουδῇ ἀπ’ αὐτοῦ ἐποιοῦντο, | |
40 | καὶ ὅτι Νυσσαίων πρέσβεις τὸν Ἀλέξανδρον ἐν ὅπλοις ἰδόντες κεκονιμένον ἐκ τῆς ὁδοῦ ἐθάμβησάν τε τὴν ὄψιν καὶ πεσόντες εἰς γῆν ἐπὶ πολὺ σιγὴν εἶχον. Ἰ‐ στέον δὲ ὅτι ἔλινος ἡ ἄμπελος κεῖται μὲν καὶ παρ’ ἄλ‐ λοις, δοκεῖ δὲ γίνεσθαι παρὰ τὸ ἐλινύειν, ὃ ἔστιν ἀργεῖν | |
45 | καὶ σχολάζειν, οὗπερ ὁ οἶνος Διόνυσος αἴτιος. Εἰδέναι δὲ χρὴ καὶ ὅτι τινὲς ταῦτα τὰ περὶ Διονύσου, καθὰ καὶ τὰ περὶ Ἡρακλέος, ἄπιστά φασι καὶ μυθώδη καὶ κολακείας ἀναπλάσματα. Πάντων γὰρ, φασὶ, τὰ κατὰ τὸν δεσμὸν τοῦ Προμηθέως ὑποθεμένων ἐν τῷ ἀρκτώῳ | |
1153(50) | γενέσθαι Καυκάσῳ, οἱ Μακεδόνες κολακείᾳ τῇ πρὸς τὸν Ἀλέξανδρον μετέθηκαν τῷ λόγῳ τὸν Καύκασον εἰς τὴν ἑῴαν θάλασσαν, καλέσαντες Καύκασον ὄρη τινὰ ἐκεῖ Ἰνδικά. Οἱ δ’ αὐτοὶ κόλακες καί τι σπήλαιον ἱερὸν ἐν Παροπαμισάδαις τῷ Ἀλεξάνδρῳ δεικνύοντες | |
55 | Προμηθέως δεσμωτήριον αὐτὸ ἀπέφαινον, καὶ τὸν Ἡρακλέα ἐλθεῖν ἐκεῖ ἔλεγον εἰς λύσιν τοῦ Προμηθέως, ἐναγόμενοι πρὸς τὸν λόγον καὶ ἀπὸ τοῦ ἰδεῖν αὐτόθι βοῦς ἐγκεκαυμένας ῥόπαλον, τὸ τοῦ Ἡρακλέος παρά‐ σημον· ὥστε τούτῳ τῷ λόγῳ ἐφ’ ἑκατέρους τέρμονας | |
60 | γῆς ἐλθεῖν τὸν Ἡρακλέα, καὶ εἶναι καὶ τὸν Ἀλέξαν‐ δρον διὰ τοῦτο κατὰ τοὺς κόλακας οὐκ ἀπεοικότα οὔτε τοῦ Ἡρακλέος, ἀλλ’ οὐδὲ μὴν οὐδὲ τοῦ Διονύσου, διὰ τὸ καὶ αὐτὸν ὁμοίως ἐκείνοις ἀποδημῆσαι. Καὶ οἱ μὲν παλαιοὶ ταῦτα. Εἰ δέ τι χρὴ προσπαῖξαι τοῖς κόλα‐ | 405 |
65 | ξιν, εὐφυέστερον ἦν εἰς κολακίαν τὸ μὴ τοιαῦτα πλάτ‐ τειν, ἀλλὰ μᾶλλον ἀποστενοῦν τῷ Ἡρακλεῖ καὶ τῷ Διονύσῳ τὰς ἐκδημίας, ὡς ἂν δοκοίη ὁ κολακευόμενος Ἀλέξανδρος εἰς τοιούτους ἀφικέσθαι τόπους, εἰς οὓς οὐδὲ Ἡρακλῆς οὐδὲ Διόνυσος, οἱ τοῦ Διός. Οἱ δ’ | |
70 | αὐτοὶ κόλακες κατὰ τοὺς παλαιοὺς Καύκασον ὠνόμα‐ σαν ὁμοῦ τόν τε Παροπαμισὸν καὶ τὸ Ἠμωδὸν καὶ τὸ Ἰμάϊον, τὰ Ἰνδικὰ ὄρη. Ὅρα δὲ κόμπον Ἑλληνικὸν, ὡς καὶ φθάσαντες εἴπομεν, ἐὰν ἐξ Ἑλλάδος ἦσαν Ἡρακλῆς καὶ Διόνυσος, οἱ τοὺς τῆς γῆς ἀνδραγαθίαις | |
75 | περιελθόντες τέρμονας. Ἀρριανὸς δὲ τάδε γράφει περὶ τῆς εἰς Ἰνδοὺς τοῦ Διονύσου στρατείας· «Διόνυσον πολεμῆσαι Ἰνδοῖς λόγος, ὅστις δὴ οὗτος ὁ ἐπὶ Ἰν‐ δοὺς στρατεύσας Διόνυσος. Οὐ γὰρ δὴ ῥᾷον εὑρεῖν δο‐ κεῖ οὔτε τὸν Θηβαῖον τὸν τῆς Σεμέλης τῆς Κάδμου, | |
80 | οὔτε ὃν Ἀθηναῖοι ἐν ταῖς τελεταῖς Διὸς καὶ Κόρης παῖδα σέβουσιν, οὐ μὴν οὐδ’ ἄλλον οὐδαμοῦ Διόνυσον ἀρήϊα ὅπλα ἐνδεδυκότα.» | |
1166 | Ὅτι καὶ ἐνταῦθα τὸ τῆς ἱστορίας ὁμολογῶν συνοπτικὸν τοὺς ὑπερτάτους κατὰ γῆν ἄνδρας μόνους λέγει περιηγήσασθαι· τοὺς γὰρ ἄλλους, οἳ ἔνθα καὶ ἔν‐ θα κατὰ ἠπείρους πλανῶνται μυρίοι, τίς ἂν, φησὶν, | |
5 | ἀριφραδέως ἀγορεύσοι, θνητὸς ὤν; θεὸς δὲ μόνος ῥεῖα πάντα δύναται. Εἶτα μαθηματικὴν φυσιολογίαν καὶ θεολογίαν τινὰ ἐκτιθεὶς προσφόρως τῷ καιρῷ, καὶ εἰς ἔννοιαν πρώτην σεμνότητος καταπαύων τὴν πε‐ ριήγησιν, φησὶ θεὸν καὶ τὰ τῆς γῆς πρῶτα θεμέλια | |
10 | τορνώσασθαι, καὶ βαθὺν οἶμον δεῖξαι ἀμετρήτου θα‐ λάσσης, καὶ τῷ βίῳ ἔμπεδα πάντα διατεκμήρασθαι ἄστρα διακρίναντα, κληρώσασθαί τε ἑκάστῳ τῶν ἀστέ‐ ρων μοῖραν γῆς καὶ θαλάττης· ὅθεν καὶ κατὰ τοὺς ἀ‐ στέρας τοὺς διαλαχόντας τὴν γῆν ἄλλην ἀλλαχοῦ φύσιν | |
15 | γῆ ἑκάστη ἔλαχε, φησί. Ἡ μὲν γὰρ λευκὴ καὶ ἀρ‐ γινόεσσα τὴν μορφὴν, ἡ δὲ μελαντέρα, ἡ δὲ μέση ἀμ‐ φοτέρων, ἄλλη δὲ μιλτώδης, καὶ ἄλλη ἀλλοία. Οὕτω γὰρ, φησὶν, ὁ Ζεὺς ἐφράσατο. Ἐφ’ οἷς γνωματευό‐ μενος λέγει, «οὕτως ἀνθρώποις ἑτεροῖα πάντα τέτυκ‐ | |
20 | ται.» Καὶ ἔστι τοῦτο τέταρτον ἢ πέμπον τῷ Διονυ‐ σίῳ γνωμικόν. Ὅρα δὲ ὅτι ἐν τῷ ἔμπεδα πάντα τὰ κατὰ τὸν βίον τεκμήραντο ἄστρα διακρίναντες, ἄστροις τὴν τῶν ἐγκοσμίων αἰτίαν ὁ Διονύσιος ἀνατίθησι· τὸ δὲ τορνώσασθαι ἐξ Ὀμήρου εἴληπται, καὶ δηλοῖ τὸ πε‐ | |
25 | ριγράψασθαι· τὸ δὲ ἀργινόεσσαν γράφεται καὶ ἀργι‐ λόεσσαν διὰ τοῦ λάμβδα, κατὰ στοιχείων συγγένειαν. Οὕτω γὰρ καὶ τὸ νίτρον λίτρον, καὶ τὸν πνεύμονα πλεύμονά φασιν οἱ Ἀττικοί. Τάχα δὲ καὶ αἱ ἀργίλαι τὰ ὑπόγαια οἰκήματα ἐκ τῆς τοιαύτης παρωνομάσθησαν | 406 |
30 | λέξεως, ὡς τῆς τοιαύτης γῆς μάλιστα εὐθέτως ἐχούσης διὰ τὴν στεγανότητα πρὸς κατεργασίαν τοιαύτης οἰκή‐ σεως. Τὴν δὲ μίλτον περιφράζων ἄνθος λέγει Ἀσσυ‐ ρίης γῆς ἀντὶ τοῦ Σινωπικῆς. Ἀσσυρία γὰρ κατὰ τὸν Διονύσιον ἡ περὶ Σινώπην γῆ κατὰ Εὔξεινον, ὡς | |
35 | προείρηται. Αὐτὸ δὲ τοῦτο Σινωπικὴ ἡ μίλτος λέγε‐ ται κατὰ τοὺς παλαιοὺς οὐ διὰ τὸ αὐτόθι γίνεσθαι, ἀλλὰ διὰ τὸ ἐκεῖ πρὸς τῶν ἐμπόρων κατάγεσθαι. Διὰ τοῦτο δὲ τάχα καὶ σιναπίδιον παραφθείροντες οἱ τεχνῖται τὸ τοιοῦτον χρῶμά φασιν. Τῇ δὲ Σινωπικῇ μίλτῳ | |
40 | ἐνάμιλλον εἶναι καὶ τὴν Ἰβηρικὴν λέγουσιν. | |
1181 | Ὅτι γλυκεῖα ἡ καταστροφὴ τοῦ ποιήματος· ὡς γὰρ προαίρεσιν ἔχουσι τοῖς ἀψύχοις ὁμιλῶν ὁ Διο‐ νύσιος κατὰ λόγον γλυκύτητος, χαίρετε, φησὶν, ὦ ἤπειροι καὶ ὦ νῆσοι καὶ ὦ τὰ καὶ τὰ, καὶ ἐπὶ πᾶσιν | |
5 | εἰς εὐχὴν καταστρέφων τὸν λόγον ἐπεύχεται ἐκ τοῦ κρείττονος, ἤγουν θεόθεν, ἐπάξιον αὑτῷ γενέσθαι τὴν τῶν ὕμνων ἀμοιβὴν, ὡς μέγα τι ἀνύσαντι. Ὕμνους δὲ ἐνταῦθα ἢ τὴν ῥηθεῖσαν προσεχῶς θεολογίαν καλεῖ, ἢ ἁπλῶς οὕτω τὰ ἑαυτοῦ ἔπη. Ἔστι γὰρ ὅτε ὁ ὕμ‐ | |
10 | νος καὶ ἄλλως λέγεται, καὶ οὐ μόνον ἐπὶ θείου ἐπαίνου. Πίνδαρος οὖν τοὺς ἑαυτοῦ ἐπινικίους ὕμνους καλεῖ, καὶ Αἰσχύλος δὲ ἐξ ἀντιφράσεως τὸ κακολογεῖν ὑμνεῖν ἔφη ἐν τῷ «ὑμνεῖται ὑπ’ ἀστῶν φροιμίοις πολυρρό‐ θοις· καὶ τὸ ἁπλῶς δὲ θρυλεῖσθαί τι ὑμνεῖσθαι λέγεται·» | |
15 | καὶ Ἡσίοδος δὲ τὸν περὶ ναυτιλίας ἔμμετρον λόγον ὕμνον ἔφη ἐν τῷ «Μοῦσαι γάρ μ’ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.» Εὐριπίδης δὲ καὶ ἐπὶ μαντείας νοεῖν τὸν ὕμνον δίδωσιν, ἔνθα τὸ ὑμνῳδεῖν ἀντὶ τοῦ θεσπί‐ ζειν τίθησιν. Φησὶ γοῦν ἐν Ἴωνι· | |
20 | ὀμφαλὸν μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς. | |
Τοῦτο δὲ καὶ ἀντὶ τοῦ ἐμμέτρως ᾄδειν νοεῖσθαι δύναται. | 407 |