TLG 4080 001 :: GEOPONICA :: Geoponica Geoponica Source: Beckh, H. (ed.), Geoponica. Leipzig: Teubner, 1895: 1–529. Citation: Book — chapter — section — (line) | ||
pt1 | ΚΑΣΣΙΑΝΟΥ ΒΑΣΣΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΕΡΙ ΓΕΩΡΓΙΑΣ ΕΚΛΟΓΑΙ. ΠΡΟΟΙΜΙΟΝ. | |
1 | Πολλοῖς μὲν καὶ ἄλλοις βασιλεῦσι χρηστοῖς ἡ μεγαλόπολις αὕτη ἐκαλλωπίσατο, καὶ τὰ τούτων κατορ‐ θώματα καὶ τὰς ἀρετὰς ὥσπερ τινὰ πολυτάλαντα κει‐ μήλια ἐκολπώσατο. Σοῦ δὲ οὐκ ἄν ποτε βελτίονα σχεῖν | |
---|---|---|
5 | ἀνομολογήσειεν· οὐδὲ μείζονα τῆς σῆς βασιλείας κατορ‐ θώματα δείξειεν. | |
pt2 | Σὺ γὰρ μικρὰ τὰ τῶν ἄλλων βα‐ σιλέων σπουδάσματα λογισάμενος πρὸς μόνον ἐκεῖνον ἡμιλλήθης τὸν πρῶτον Χριστιανῶν βασιλέα, Κωνσταν‐ τῖνόν φημι τὸν ταύτης οἰκιστήν τε καὶ πολιοῦχον, ὃν | |
5 | καὶ πολλῷ τῷ μέσῳ παρήλασας ἔργοις παλλίστοις καὶ τροπαίοις καὶ νίκαις καὶ τοῖς λοιποῖς ἀριστεύμασιν. | |
pt3 | Ὅσα μὲν οὖν ἢ τοὺς ὑπηκόους εὐεργετῶν ἢ τοὺς ἐναντίους ἀποσοβῶν διαπέπραξαι, μακρὸν ἂν εἴη διεξελ‐ θεῖν καὶ χρόνου πολλοῦ καὶ λόγου πλείστου δεόμενον. ἀλλ’ οἷα περὶ τὰ βιωφελῆ ταῦτα, καὶ πᾶσιν ἑξῆς τοῖς | |
5 | εἰς βίον ἐληλυθόσιν ἁρμόζοντα ἐκπονεῖς. | |
pt4 | Πρῶτα μὲν | |
γὰρ φιλοσοφίαν τε καὶ ῥητορικὴν ἤδη παρεῤῥυηκυίας καὶ πρὸς ἀχανῆ βυθὸν τῆς λήθης καταδεδυκυίας εὐ‐ μηχάνως καὶ συνετῶς ἀνειλκύσω, τὴν κραταιάν σου | 1 | |
5 | χεῖρα ταύταις προσεπιδούς. | |
pt5 | Ἔπειτα δὲ καὶ πᾶσαν ἄλλην ἐπιστήμην τε καὶ τέχνην πρὸς καινισμὸν ἐπαν‐ ήγαγες. | |
pt6 | Μετὰ ταῦτα τοίνυν εἰδὼς εἰς τρία ταῦτα τὴν πολιτείαν διῃρημένην, στρατείαν τέ φημι καὶ ἱερωσύνην καὶ γεωργίαν, οὐκ ἐλαχίστην σπουδὴν περὶ τοῦτο τὸ μέρος εἰσήνεγκας, ὃ μάλιστα τὴν ἀνθρωπί‐ | |
5 | νην ζωὴν συγκρατεῖν ἐξεπίσταται. | |
pt7 | Ὅθεν τὰ δια‐ φόροις τῶν παλαιῶν μετὰ πάσης ἐπιμελείας καὶ πείρας ἐξευρεθέντα περί τε γεωργίας καὶ φυτοκομίας, καιροῦ τε καὶ τρόπου καὶ τόπου τοῦ ἑκάστοις ἁρμόζοντος· | |
5 | ἔτι γε μὴν ὑδροφαντικῆς οἰκημάτων τε κατασκευῆς, καὶ ἐν οἷς προσῆκε ταῦτα ποιεῖσθαι, ὅποι τε νεύοντα, καὶ ὅπως, καὶ ἕτερα πολλὰ καὶ μεγάλα, μεγέθει φύ‐ σεως καὶ βάθει φρενῶν εἰς ἓν συλλεξάμενος, κοινω‐ φελὲς ἔργον τοῖς πᾶσι προτέθεικας. | |
pt8 | Αὐτίκα γὰρ ὁ τοῖσδέ σου τοῖς σπουδάσμασι προστυχών, τὰ τὴν αὐτοῦ συνιστῶντα ζωὴν ἀκριβῶς κατοπτεύσειε, καὶ τὰ χρει‐ ώδη καὶ ἀναγκαῖα, καὶ ἐξ ὧν ὁ ἀνθρώπινος βίος συν‐ | |
5 | έστηκε, καὶ ἐν οἷς τὴν ἅπασαν ἔχει σπουδήν, μετὰ παντὸς κόσμου καὶ τάξεως ἐπισκέψαιτο. | |
pt9 | Οὐ μόνον δὲ τὰ ἀναγκαῖα, ἀλλὰ καὶ αὐτὰ τὰ περιττά, καὶ εἰς τέρψιν μόνην ὀφθαλμῶν καὶ ὀσφρήσεως συντελοῦντα θεάσαιτο. | |
pt10 | Σὺ γὰρ φιλόκαλος ὤν, μᾶλλον δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, φιλάνθρωπος, παντὶ τρόπῳ καὶ πάσῃ σπουδῆ συνάγεις τὰ χρήσιμα, τοῖς ὑπηκόοις τὸ συνοῖ‐ σον ἀεὶ προνοούμενος. | |
pt11 | Ἀλλ’ εὐτυχοίης, ὦ δικαιό‐ | |
τατε δέσποτα Κωνσταντῖνε, τὸ τερπνὸν τῆς πορφύρας ἀπάνθισμα, καὶ κατευοδοῖο παρὰ θεοῦ, καὶ τῶν ἐχθρῶν κρατήσαις διαπαντός, ἡμῖν τοῖς ὑπὸ τὴν σὴν ἐξουσίαν | 2 | |
5 | ἀεὶ τὰ βέλτιστα προμηθούμενος. | |
1t1 | ΒΙΒΛΙΟΝ Α | |
1p1 | Τὰ διαφόροις τῶν παλαιῶν περί τε γεωργίας καὶ ἐπιμελείας φυτῶν καὶ σπορίμων καὶ ἑτέρων πολλῶν χρησίμων εἰρημένα συλλέξας εἰς ἕν, τουτὶ τὸ βιβλίον συντέθεικα. συνείλεκται δὲ ἐκ τῶν Φλωρεντίνου καὶ | |
5 | Οὐϊνδανιωνίου καὶ Ἀνατολίου καὶ Βηρυτίου καὶ Διο‐ φάνους καὶ Λεοντίου καὶ Ταραντίνου καὶ Δημοκρίτου καὶ Ἀφρικανοῦ παραδόξων καὶ Παμφίλου καὶ Ἀπου‐ ληΐου καὶ Βάρωνος καὶ Ζωροάστρου καὶ Φρόντωνος καὶ Παξάμου καὶ Δαμηγέροντος καὶ Διδύμου καὶ | |
10 | Σωτίωνος καὶ τῶν Κυντιλίων. Ἀναγκαῖον οὖν ἅμα καὶ ἀκόλουθον ἡγησάμην, τὰ πρῶτα τῇ τάξει τυγχά‐ νοντα, καὶ ἅπερ χρήσιμόν ἐστι προειδέναι τοὺς γεωρ‐ γίας ἀντιποιουμένους, προτάξαι τοῦ παντὸς συγγράμ‐ ματος. Τὰ περὶ προγνώσεως εὐδινῶν καὶ χειμερινῶν | |
15 | ἀέρων, καὶ περὶ ἐπιτολῆς καὶ δύσεως φανερῶν ἀστέρων, καὶ περὶ ἀποτελεσμάτων ἐκ τοῦ περιέχοντος συμβαι‐ νόντων ἐν τῇδε τῇ πρώτῃ βίβλῳ συνέγραψα. | |
αʹ. περὶ διαιρέσεως ἐνιαυτοῦ καὶ τῆς τῶν τροπῶν αὐτοῦ διαιρέσεως. βʹ. προγνωστικὰ εὐδιεινοῦ ἀέρος. | 3 | |
20 | γʹ. προγνωστικὰ χειμερινοῦ ἀέρος καὶ ἐκ ποίων τεκμη‐ ρίων ὄμβρους χρὴ προσδοκᾶν. δʹ. προγνωστικὰ μα‐ κροτέρου χειμῶνος [καὶ]. 〈εʹ. προγνωστικά,〉 πότερον πρώϊμον ἢ ὄψιμον ἔσται τὸ ἔτος. 〈ϛʹ.〉 [εʹ.] περὶ μη‐ νὸς τοῦ κατὰ σελήνην. 〈ζʹ.〉 [ϛʹ.] ὅτι ἀναγκαῖόν ἐστιν | |
25 | εἰδέναι, πότε ἡ σελήνη γίνεται ὑπὲρ γῆν, πότε δὲ ὑπὸ γῆν. 〈ηʹ.〉 [ζʹ.] περὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς καὶ τῆς προγνώσεως τῶν ἐξ αὐτῆς συμβαινόντων. 〈θʹ.〉 [ηʹ.] ἐπιτολὴ καὶ δύσις φανερῶν ἀστέρων. 〈ιʹ.〉 [θʹ.] σημείωσις τῶν ἀποτελουμένων ἐκ τῆς πρώτης βροντῆς καθ’ ἕκαστον | |
30 | ἔτος μετὰ τὴν τοῦ κυνὸς ἐπιτολήν. 〈ιαʹ.〉 [ιʹ.] περὶ τῆς προσηγορίας τῶν ἀνέμων καὶ πόσοι εἰσὶ καὶ πόθεν ἕκαστος πνεῖ. 〈ιβʹ.〉 [ιαʹ.] δωδεκαετηρὶς τοῦ Διὸς καὶ ὅσα ἀποτελεῖ περιπολεύων τοὺς ιβʹ οἴκους τοῦ ζωδια‐ κοῦ κύκλου. 〈ιγʹ.〉 [ιβʹ.] περὶ ἡλίου καὶ σελήνης. 〈ιδʹ.〉 | |
35 | [ιγʹ.] περὶ χαλάζης. 〈ιεʹ.〉 [ιδʹ.] ἄλλο περὶ χαλάζης. 〈ιϛʹ.〉 [ιεʹ.] περὶ κεραυνοῦ. | |
1.1t | Περὶ διαιρέσεως ἐνιαυτοῦ, καὶ τῆς τῶν τροπῶν αὐτοῦ διαιρέσεως. Φλωρεντίνου. | |
1.1.1 | Τὸν ἐφεστῶτα τῇ τοῦ ἀγροῦ οἰκονομίᾳ ἀναγκαῖόν ἐστι καὶ τοὺς καιροὺς καὶ τὰς τῶν τροπῶν μεταβολὰς γινώσκειν. οὕτως γὰρ ἂν πρὸς τὴν ἁρμόζουσαν ἑκά‐ στῳ καιρῷ ἐργασίαν τοὺς ἀγροίκους ἐφοδιάζων, πλεῖ‐ | |
5 | στα τὸν ἀγρὸν ὠφελήσειεν. | |
1.1.2 | Οἱ τοίνυν πλεῖστοι, καὶ | |
πρό γε πάντων Βάρων ὁ Ῥωμαϊκὸς ἀρχὴν ἔαρος εἶπεν, ὅταν ὡς ἐπὶ τὸ πλεῖστον καὶ ὁ ζέφυρος ἄρχηται πνεῖν, ὅπερ ἐστὶ τῇ πρὸ ἑπτὰ εἰδῶν Φεβρουαρίων, ἡλίου ἐν | 4 | |
5 | ὑδροχόῳ ὄντος καὶ τριῶν ἢ πέντε μοιρῶν γενομένου, τουτέστι, τρεῖς ἢ πέντε ἡμέρας ἐν τῷ ζωδίῳ ἔχοντος. συμπληροῦσθαι δὲ τὸ ἔαρ εἰς νόννας Μαΐας. | |
1.1.3 | θέρος δὲ ἄρχεσθαι ἀπὸ τῆς πρὸ ὀκτὼ εἰδῶν Μαΐων, τοῦ ἡλίου ἐν ταύρῳ ὄντος· πληροῦσθαι δὲ εἰς τὴν πρὸ ἑπτὰ εἰδῶν Αὐγούστων. | |
1.1.4 | ἔτι δὲ μετόπωρον ἄρχεσθαι, ἀπὸ τῆς πρὸ ἓξ εἰδῶν Αὐγούστων, ἡλίου ὄντος ἐν λέοντι· πληροῦσθαι δὲ εἰς τὴν πρὸ πέντε εἰδῶν Νοεμ‐ βρίων. | |
1.1.5 | χειμῶνα δὲ ἄρχεσθαι ἀπὸ τῆς πρὸ τεσσάρων εἰδῶν Νοεμβρίων, ἡλίου ὄντος ἐν σκορπίῳ· πληροῦ‐ σθαι δὲ εἰς τὴν πρὸ ὀκτὼ εἰδῶν Φεβρουαρίων. | |
1.1.6 | τῶν δὲ τροπῶν ἡ μὲν χειμερινή 〈ἐστι τῇ πρὸ ὀκτὼ καλαν‐ δῶν Ἰαννουαρίων· ἡ δὲ θερινή〉 ἐστι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰουλίων, κᾄν τινες αὐτὴν πρὸ ἓξ νόννων | |
5 | εἶναι βούλωνται. | |
1.1.7 | καὶ τῶν ἰσημερινῶν ἡ μὲν ἐαρινή ἐστι τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων· τινὲς δὲ τῇ πρὸ ἐννέα. ἡ δὲ μετοπωρινὴ τῇ πρὸ ὀκτὼ καλανδῶν Ὀκτωβρίων, ἤτοι πρὸ ἕξ. | |
1.1.8 | Πλειάδων δὲ ἐπιτολὴ τότε ἄρχεται γίγνεσθαι· ἀπὸ τῆς πρὸ τεσσάρων εἰδῶν Ἰου‐ νίων. δύσις δέ· ἀπὸ τῆς πρὸ τεσσάρων νόννων Νοεμ‐ βρίων. | 5 |
1.1.9 | ἡ δὲ τῶν Βρούμων ἑορτή ἐστι τῇ πρὸ ὀκτὼ καλανδῶν Δεκεμβρίων. | |
1.2t | Προγνωστικὰ εὐδιεινοῦ ἀέρος. Ἀράτου. | |
1.2.1 | Τριταία καὶ τεταρταία οὖσα ἡ σελήνη, καὶ λεπτὴ καὶ καθαρὰ φαινομένη εὐδίαν δηλοῖ. καὶ πανσέληνος δὲ οὖσα ἐὰν καθαρὰ φανῇ, εὐδίαν σημαίνει. καὶ ἐὰν διχόμηνος οὖσα καθαρὰ φανῇ, εὐδίαν προμηνύει. ἐρυ‐ | |
5 | θροτέρα δὲ οὖσα ἄνεμον σημαίνει. ἐάν τι μελαινόμε‐ νον αὐτῆς φανῇ, ὑετὸν δηλοῖ. | |
1.2.2 | καὶ ὁ ἥλιος καθαρὸς ἀνατέλλων, εὐδίαν σημαίνει. καὶ ὀλίγου νέφους πρὸ τοῦ ἀνατεῖλαι αὐτὸν φαινομένου, εὐδία ἔσται, καὶ δύνοντος δὲ αὐτοῦ, ἐὰν νέφη περιεσπασμένα περὶ αὐ‐ | |
5 | τὸν ὦσιν, ἀνομβρίαν σημαίνουσι. | |
1.2.3 | δυόμενος δὲ δίχα νεφῶν καθαρὸς καὶ τὴν ἐπιοῦσαν ἡμέραν εὐδίαν ση‐ μαίνει. | |
1.2.4 | καὶ ἀνατέλλοντι δὲ καὶ δυομένῳ εἰ συστελ‐ λόμεναι φαίνονται ἀκτῖνες καὶ νέφη πεπιεσμένα περὶ αὐτόν, εὐδίαν δηλοῖ· ἔτι δὲ καὶ ἀερώδους νεφέλης ὄρει περιτεταμένης καθαρᾶς τῆς ἄκρας ὑπερφαινομένης | |
5 | τοῦ ὄρους, εὐδίαν δηλοῖ· καὶ ὑπὲρ θαλάσσης νεφέλη φαινομένη, παύσασθαι χειμῶνα δηλοῖ· ἐὰν δὲ δίχα νέφους ὁ ἥλιος δύνῃ, τὰ δὲ νέφη ὕστερον πλησίον ἐπιστῇ ἐρυθρότερα, οὔτε τῇ νυκτὶ οὔτε τῇ ἐπιούσῃ ἡμέρᾳ ὕσει. | 6 |
1.2.5 | νέφη ἐρυθρότερα διεσπασμένα περὶ δυσμάς, ἀνομβρίαν δηλοῦσι. | |
1.2.6 | καὶ γλαὺξ ᾄδουσα συνεχῶς ἐν νυκτί, καὶ κορώνη πρᾳέως ἐν ἡμέρᾳ κρώ‐ ζουσα, καὶ κόρακες πλείονες ἀγεληδὸν ὥσπερ χαίρον‐ τες καὶ κρώζοντες ἀνομβρίαν δηλοῦσιν. | |
1.3t | Προγνωστικὰ χειμερινοῦ ἀέρος, καὶ ἐκ ποίων τεκμηρίων ὄμβρους χρὴ προσδοκᾶν. Τοῦ αὐτοῦ. | |
1.3.1 | Τριταία καὶ τεταρταία οὖσα ἡ σελήνη, ἀμβλείας ἔχουσα τὰς κεραίας καὶ ἀχλυώδεις ὄμβρον προσημαίνει. καὶ ἐρυθρὸς δὲ ὁ κύκλος αὐτῆς φαινόμενος ἢ πυρώ‐ δης χειμῶνα σημαίνει. πανσελήνου δὲ οὔσης, ἄν τι | |
5 | περὶ αὐτὴν μελαινόμενον ὀφθῇ, ὄμβρον δηλοῖ. ἐὰν δὲ περὶ πᾶσαν τὴν σελήνην ἅλωνες δύο ἢ τρεῖς ὦσι, μέγιστον χειμῶνα ἔσεσθαι δηλοῦσι, καὶ μάλιστα εἰ μελαινότεραι ὑπάρχουσι. | |
1.3.2 | καὶ ὁ ἥλιος δὲ ἐρυθρὸς ἀνατέλλων καὶ μελαινόμενος ὄμβρους δηλοῖ. καὶ ἀνα‐ τέλλοντος δὲ τοῦ ἡλίου, ἂν παρὰ τὰς ἀκτῖνας σκο‐ τεινὸν νέφος φανῇ, ὄμβρον δηλοῖ. δυόμενος δὲ ὁ | |
5 | ἥλιος, ἐὰν κατὰ τὸ ἀριστερὸν μέρος νέφος μέλαν ἔχῃ πλησίον, εὐθέως ὄμβρον χρὴ προσδοκᾷν. | |
1.3.3 | βρονταὶ δὲ καὶ ἀστραπαὶ ὅθεν ἐὰν γίγνωνται, ἐκεῖθεν τὸν χει‐ μῶνα δηλοῦσιν. ἐὰν δὲ ποτὲ μὲν ἐκ νότου, ποτὲ δὲ ἐκ βορέου ἢ εὔρου ἀστραπαὶ φέρωνται, προορατέον | 7 |
5 | ὅτι ἐκεῖθεν μὲν ὄμβρος, ἔνθεν δὲ ἄνεμος ἐπενεχθήσε‐ ται. | |
1.3.4 | ἔτι δὲ καὶ αἱ ὄρνις αἱ λιμναῖαι καὶ αἱ θα‐ λάττιαι ἐπὶ ὕδατος συνεχῶς λουόμεναι χειμῶνα δηλοῦ‐ σιν. | |
1.3.5 | Ἶρις δὲ διπλῆ φανεῖσα, ὄμβρους δηλοῖ. | |
1.3.6 | εἰ δὲ καὶ εἰς χύτραν ἢ χαλκεῖον σπινθῆρες γίγνοιντο, ὄμβρους δηλοῦσι. | |
1.3.7 | καὶ κορώνη ἐπ’ αἰγιαλοῦ τὴν κεφαλὴν διαβρέχουσα ἢ πᾶσα νηχομένη, καὶ νυκτὸς σφοδρότερον κρώζουσα ὄμβρους προμηνύει. | |
1.3.8 | καὶ αἱ κατοικίδιαι ὄρνις πυκνῶς κονιώμεναι καὶ κρώζουσαι, καὶ κόρακες καὶ κολοιοὶ ἀθρόως ἐπιφαινόμενοι καὶ κρώζοντες, καὶ χελιδόνες λίμναις ἢ δεξαμεναῖς ἢ ποτα‐ | |
5 | μοῖς περιπετόμεναι μετὰ βοῆς ὄμβρον. σημαίνουσι. | |
1.3.9 | καὶ μυῖαι ἐπὶ πλέον δάκνουσαι, καὶ χῆνες μετὰ κλαγγῆς ἐπειγόμεναι πρὸς τροφήν, καὶ ἀράχνια μὴ ὄντος ἀνέμου καταφερόμενα, καὶ λύχνου φλόγες με‐ λαινόμεναι, καὶ ποίμνια σκιρτῶντα χειμῶνα ἐσόμενον | |
5 | δηλοῦσι. | |
1.3.10 | καὶ βόες πρὸς μεσημβρίαν ὁρῶσαι, ἢ τὰς χηλὰς περιλειχόμεναι, καὶ μετὰ μυκηθμῶν ἐπὶ τὴν βουστασίαν ἐρχόμεναι ὄμβρους δηλοῦσιν. | |
1.3.11 | ὁμοίως | |
καὶ λύκος πλησίον τῶν οἰκημάτων θρασυνόμενος, καὶ κύνες ὀρύσσοντες τὴν γῆν χειμῶνα δηλοῦσι· καὶ ὀλο‐ λυγὼν τρύζουσα ἑωθινὸν καὶ τὰ ὄρνεα εἰς τὰ πρὸς | 8 | |
5 | πέλαγος μέρη φεύγοντα χειμῶνα προδηλοῦσι. | |
1.3.12 | γέ‐ ρανοι θᾶσσον ἐρχόμεναι χειμῶνα εὐθέως ἔσεσθαι δη‐ λοῦσι. | |
1.3.13 | καὶ μύες τετριγότες χειμῶνα σημαίνουσιν. | |
1.3.14 | Ὅταν δὲ ἅμα πλείω σημεῖα ἐπὶ τὸ αὐτὸ συντρέχῃ, βεβαιότερα τὰ ἐλπιζόμενα. | |
1.3.15 | μάλιστα δὲ παραφυ‐ λάττειν χρὴ αὐξούσης καὶ φθινούσης τῆς σελήνης τὰς τετράδας, τὴν τοῦ ἀέρος κίνησιν τρεπούσας. | |
1.4t | Προγνωστικὰ μακροτέρου χειμῶνος. Τοῦ αὐτοῦ. | |
1.4.1 | Πρῖνοι καὶ δρύες τὸν καρπὸν πολὺν φέρουσαι, ἐπὶ πλεῖον ἔσεσθαι τὸν χειμῶνα δηλοῦσι. | |
1.4.2 | καὶ αἶγες καὶ οἶες ὀχευθεῖσαι, καὶ πάλιν ὀχεύεσθαι βουλόμεναι μακρότερον σημαίνουσι χειμῶνα. | |
1.4.3 | καὶ ἐὰν τὰ βοσκή‐ ματα τὴν γῆν κατορύσσῃ, καὶ τὰς κεφαλὰς πρὸς βοῤ‐ ῥᾶν τείνῃ, χειμῶνα μέγαν προαγορεύουσιν. | |
1.5t | Προγνωστικά, πότερον πρώϊμον ἢ ὄψι‐ μον ἔσται τὸ ἔτος. Διδύμου. | |
1.5.1 | Κάλλιον προγινώσκειν, πότερον πρώϊμον τὸ ἔτος | |
ἢ ὄψιμον γενήσεται. πλείονι γὰρ τῷ σπόρῳ ἄμεινον χρῆσθαι, ὀψίμου φαινομένου τοῦ ἐνιαυτοῦ, διὰ τό τινα τῶν σπερμάτων ἐν τῷ μεταξὺ φθείρεσθαι. | 9 | |
1.5.2 | ἐὰν οὖν μετὰ τρυγητὸν ὄμβρος γένηται πρὸ δύσεως Πλειάδων, πρώϊμον τὸ ἔτος ἔσται. ἐὰν δὲ ἅμα τῷ δύεσθαι τὰς Πλειάδας ὄμβρος γένηται, μέσον. ἐὰν δὲ μετὰ τὴν | |
5 | δύσιν τῶν Πλειάδων ὄμβρος ἄρξηται, ὄψιμον τὸ ἔτος. | |
1.5.3 | Δημόκριτος δὲ καὶ Ἀπουλήϊός φασι, τοιοῦτον χρὴ προσδοκᾷν ἔσεσθαι τὸν χειμῶνα, ὁποία ἔσται ἡ ἡμέρα τῆς ἑορτῆς, ἣν οἱ Ῥωμαῖοι Βροῦμα καλοῦσι, τουτέστιν ἡ τετάρτη εἰκὰς τοῦ Δίου μηνὸς ἤτοι Νοεμβρίου. | |
1.5.4 | Ἕτε‐ ροι δέ τινες βούλονται ἐκ παρατηρήσεώς τινος, καθ’ ὁμοιότητα τῆς τετάρτης εἰκάδος τοῦ εἰρημένου Δίου ἤτοι Νοεμβρίου μηνός, καθ’ ἣν τὰ Βροῦμα γίνεται, | |
5 | ἔσεσθαι τὸν ἐφεξῆς Δεκέμβριον μῆνα. καθ’ ὁμοιότητα δὲ τῆς πέμπτης εἰκάδος τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς τὸν Ἰαννουάριον μῆνα. καθ’ ὁμοιότητα δὲ τῆς ἕκτης εἰκάδος τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς τὸν Φευρου‐ άριον μῆνα. τοῦτο δὲ ποτὲ μὲν συμβαίνειν εἴωθε, | |
10 | ποτὲ δὲ οὐδαμῶς. | |
1.5.5 | Κᾀκεῖνο δὲ ἐκ παρατηρήσεώς τινές φασιν, ὅτι ἀπὸ τῆς ἑβδόμης τοῦ Μαρτίου μηνός, ἕως τῆς ιδʹ τοῦ αὐτοῦ μηνός, εἴωθεν ἐπὶ τὸ ψυχρό‐ τερον τρέπεσθαι ὁ ἀήρ. κατ’ ἐκείνας γὰρ τὰς ἡμέρας | |
5 | οἱ μʹ μάρτυρες τοῖς πάγοις παραδοθέντες ἐμαρτύ‐ | |
ρησαν. | 10 | |
1.6t | Περὶ μηνὸς τοῦ κατὰ σελήνην. Διοφάνους. | |
1.6.1 | Τινὲς δοκιμάζουσι μηδὲν φθινούσης τῆς σελήνης, ἀλλὰ πάντα αὐξανομένης φυτεύειν. ἄλλοι δὲ ἀπὸ τε‐ ταρταίας αὐτῆς ἕως ὀκτωκαιδεκάτης φυτεύειν συμβου‐ λεύουσι. | |
1.6.2 | τινὲς ταῖς προσελήνοις μόναις, τουτέστι ταῖς πρώταις τρισὶν ἡμέραις γεννηθείσης αὐτῆς φυ‐ τεύειν συγχωροῦσιν. | |
1.6.3 | ἄλλοι παραιτοῦνται ἀπὸ δεκά‐ της μέχρι εἰκοστῆς φυτεύειν τι, ὅπως μὴ τὸ φῶς αὐτῆς συγκαταχωσθῇ τοῖς φυτοῖς. | |
1.6.4 | Ἡ δὲ ἀκριβὴς διδασκα‐ λία τῶν προειρημένων παρατηρήσεων καὶ καλλίων αὕτη· τὸ φυτεύειν μὲν προσήκειν, ὑπὸ γῆν οὔσης σελήνης. τέμνειν δὲ ξύλα, ὑπὲρ γῆν οὔσης αὐτῆς. | |
1.7t | Ὅτι ἀναγκαῖόν ἐστιν εἰδέναι, πότε ἡ σελήνη γίνεται ὑπὲρ γῆν, πότε δὲ ὑπὸ γῆν. Ζωροάστρου. | |
1.7.1 | Ἐπειδὴ πολλὰ ἔργα τῆς γεωργίας ποτὲ μὲν ὑπερ‐ γείου, ποτὲ δὲ ὑπογείου τῆς σελήνης οὔσης, προβαί‐ | |
νειν ἀναγκαῖόν ἐστι, δεῖν ᾠήθην ἀπὸ τῆς νεομηνίας τῆς σελήνης ἕως τῆς τριακοστῆς, καθ’ ἑκάστην ἡμέραν | 11 | |
5 | σημᾶναι, ἀπὸ ποίας ὥρας νυκτερινῆς καὶ ἀπὸ ποίας ὥρας ἡμερινῆς ὑπόγειος ἢ ὑπέργειος γίνεται ἡ σελήνη. | |
1.7.2 | Τῇ νεομηνίᾳ ἄρχεται ὑπὸ γῆν εἶναι ἡ σελήνη, ἀπὸ ἡμίσους ὥρας νυκτερινῆς, ἕως ἡμίσους ὥρας ἡμερινῆς. | |
1.7.3 | Τῇ δευ‐ τέρᾳ, ἀπὸ μιᾶς ἡμίσους ὥρας νυκτερινῆς, ἕως μιᾶς ἡμίσους ὥρας ἡμερινῆς. | |
1.7.4 | Τῇ τρίτῃ, ἀπὸ δύο ὡρῶν καὶ δςʹ μορίων τῆς ὥρας τῆς νυκτερινῆς, ἕως δευτέ‐ ρας καὶ δςʹ μορίων τῆς ὥρας τῆς ἡμερινῆς. | |
1.7.5 | Τῇ τετάρτῃ, ἀπὸ τρίτης καὶ δύο μορίων ὥρας νυκτερινῆς, ἕως τρίτης καὶ δύο μορίων ὥρας ἡμερινῆς. | |
1.7.6 | Τῇ πέμπτῃ, ἀπὸ ὥρας τρίτης καὶ ιαςʹ μορίων ὥρας νυκτε‐ ρινῆς, μέχρι τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.7 | Τῇ ἕκτῃ, ἀπὸ ὥρας τετάρτης καὶ ἐννέα μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.8 | Τῇ ἑβδόμῃ, ἀπὸ ὥρας πέμ‐ | |
πτης καὶ ϛςʹ μορίων νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμε‐ ρινῆς. | 12 | |
1.7.9 | Τῇ ὀγδόῃ, ἀπὸ ὥρας ἕκτης καὶ τεσσάρων μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.10 | Τῇ ἐννάτῃ, ἀπὸ ὥρας ζʹ καὶ αςʹ μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.11 | Τῇ δεκάτῃ, ἀπὸ ὥρας ζʹ καὶ ιαʹ μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.12 | Τῇ ἑνδεκάτῃ, ἀπὸ ὥρας ηʹ καὶ ηςʹ μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.13 | Τῇ δωδεκάτῃ, ἀπὸ ὥρας θςʹ νυκτερι‐ νῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.14 | Τῇ τρισκαιδεκάτῃ, ἀπὸ ὥρας ιʹ καὶ γςʹ μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.15 | Τῇ τεσσαρεσκαιδεκάτῃ, ἀπὸ ὥρας ἑνδεκάτης καὶ τριῶν μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς. | |
1.7.16 | Τῇ πεντεκαιδεκάτῃ, ἀπὸ ἀνα‐ τολῆς ἡλίου μέχρι δύσεως τετελείωται· καλλίστη δὲ αὕτη, ἐπειδὴ δι’ ὅλης ἡμέρας τὰ ἔργα καλλίω ποιήσο‐ μεν. | |
1.7.17 | Τῇ ἑκκαιδεκάτῃ, ἀπὸ ἡμισείας ὥρας ἡμερινῆς, ἕως τῆς αὐτῆς νυκτερινῆς. | |
1.7.18 | Τῇ ἑπτακαιδεκάτῃ, ἀπὸ ὥρας πρώτης καὶ ζʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | 13 |
1.7.19 | Τῇ ὀκτωκαιδεκάτῃ, ἀπὸ ὥρας δευτέρας καὶ δςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.20 | Τῇ ἐννεακαιδεκάτῃ, ἀπὸ ὥρας τρίτης καὶ βʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.21 | Τῇ εἰκοστῇ, ἀπὸ ὥρας τρίτης καὶ ιαςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.22 | Τῇ εἰκοστῇ καὶ πρώτῃ, ἀπὸ ὥρας τετάρτης καὶ ἐννέα μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.23 | Τῇ εἰκοστῇ καὶ δευ‐ τέρᾳ, ἀπὸ ὥρας εʹ καὶ ϛςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.24 | Τῇ εἰκοστῇ καὶ τρίτῃ, ἀπὸ ὥρας ἕκτης καὶ τεσσάρων μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.25 | Τῇ εἰκοστῇ καὶ τετάρτῃ, ἀπὸ ὥρας ἑβδόμης καὶ αςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.26 | Τῇ εἰκοστῇ καὶ πέμπτῃ, ἀπὸ ὥρας ἑβδόμης καὶ ἕνδεκα μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | 14 |
1.7.27 | Τῇ εἰκοστῇ καὶ ἕκτῃ, ἀπὸ ὥρας ηʹ καὶ ηςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.28 | Τῇ εἰκοστῇ καὶ ἑβδόμῃ, ἀπὸ ὥρας ἐννάτης καὶ ϛʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.29 | Τῇ εἰκοστῇ καὶ ὀγδόῃ, ἀπὸ ὥρας δεκάτης καὶ γςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.30 | Τῇ εἰκοστῇ καὶ ἐννάτῃ, ἀπὸ ὥρας ἑνδεκάτης καὶ τριῶν μορίων ὥρας ἡμερινῆς, ἕως τῶν αὐτῶν νυκτερινῆς. | |
1.7.31 | Τῇ τριακοστῇ, ἀπὸ δύσεως ἡλίου ἕως ἀνατολῆς αὐτοῦ. | |
1.8t | Περὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς καὶ τῆς προγνώσεως τῶν ἐξ αὐτῆς συμβαινόντων. Τοῦ αὐτοῦ. | |
1.8.1 | Ἡ τοῦ κυνὸς ἐπιτολὴ γίνεται, διαφαινούσης εἰ‐ | |
κοστῆς τοῦ Ἰουλίου μηνός. χρὴ δὲ παρατηρεῖν, ἐν ποίῳ οἴκῳ οὔσης τῆς σελήνης ἡ τούτου γίνεται ἀνα‐ τολή. | 15 | |
1.8.2 | ἐν λέοντι οὔσης τῆς σελήνης, ἐὰν ἀνατολὴ γένηται τοῦ κυνός, σίτου φορὰ πολλὴ καὶ ἐλαίου καὶ οἴνου ἔσται, καὶ τῶν ἄλλων πάντων εὐωνία. θόρυβος δὲ καὶ σφαγαὶ καὶ βασιλέως ἐπιφάνεια καὶ ἁπαλία τοῦ | |
5 | ἀέρος καὶ ἐπιδρομὴ ἔθνους ἐφ’ ἕτερον ἔθνος, καὶ ἔσον‐ ται σεισμοὶ καὶ κλύδωνες. | |
1.8.3 | ἐν παρθένῳ δὲ οὔσης αὐτῆς, πολυομβρίαι, εὐφρασίαι καὶ τικτουσῶν φθορά, σωμάτων καὶ τετραπόδων εὐωνία. | |
1.8.4 | ἐν ζυγῷ οὔσης αὐτῆς, βασιλέως κίνησις καὶ τετραπόδων ὄνησις καὶ ἐν τοῖς ὄχλοις θόρυβος, ἐλαίου σπάνις, σίτου φθορά, οἴνου δὲ καὶ ἀκροδρύων εὐφορία. | |
1.8.5 | ἐν σκορπίῳ οὔσης αὐτῆς, ἱερέων θόρυβοι, καὶ μελιττῶν φθορά, καὶ λοιμικὴ κατάστασις. | |
1.8.6 | ἐν τοξότῃ οὔσης αὐτῆς, εὐετηρία καὶ πολυομβρία, καὶ σίτου εὐθηνία, καὶ εὐφροσύνη ἐν τοῖς ἀνθρώποις· θρεμμάτων δὲ φθορά· τῶν δὲ πτηνῶν πολλὴ φορά. | |
1.8.7 | ἐὰν ἐν αἰγοκέρωτι οὔσης αὐτῆς ἡ ἐπιτολὴ γένηται, στρατοπέδων κίνησις καὶ πολυομβρία καὶ σίτου καὶ οἴνου καὶ ἐλαίου πολλὴ φορὰ καὶ πάντων εὐωνία. | |
1.8.8 | ἐὰν ἐν ὑδροχόῳ οὔσης αὐτῆς ἡ ἐπιτολὴ γένηται, βασιλέως | |
λύσις, σίτου φθορά, καὶ ἀκρίδων ἔφοδος, καὶ σπάνις ὄμβρων, καὶ λοιμοί. | 16 | |
1.8.9 | ἐν ἰχθύσιν οὔσης αὐτῆς, ἐὰν γένηται ἡ ἐπιτολή, πολυομβρία ἔσται, καὶ τῶν πτηνῶν φορά, καὶ οἴνου καὶ σίτου εὐφορία, νόσος δὲ περὶ τοὺς ἀνθρώπους. | |
1.8.10 | ἐὰν δὲ ἐν κριῷ οὔσης αὐτῆς ἡ ἀνατολὴ γένηται τοῦ κυνός, τῶν ζώων τῶν νεμομέ‐ νων ἔσται πολλὴ φορά, καὶ πολυομβρία, καὶ σίτου ἐλαχίστη φορά· ἐλαίου εὐφορία. | |
1.8.11 | ἐὰν δὲ ἐν ταύρῳ, πολυομβρίαι, καὶ χάλαζαι, καὶ ἐρυσίβη, καὶ τιμωρίαι πολλαί. | |
1.8.12 | ἐὰν δὲ ἐν διδύμοις, σίτου καὶ οἴνου εὐ‐ φορία πολλὴ σφόδρα, καὶ παντὸς καρποῦ, καὶ βασι‐ λέως ἔκλειψις, καὶ ἀνθρώπων φθορά, καὶ στρατοπέδων κίνησις. | |
1.8.13 | ἐὰν δὲ ἐν καρκίνῳ, ξηρασίαι, καὶ λιμός. | |
1.9t | Ἐπιτολὴ καὶ δύσις φανερῶν ἀστέρων. Τῶν Κυντιλίων. | |
1.9.1 | Ἐπειδὴ ἀναγκαῖόν ἐστιν εἰδέναι τοὺς γεωργοὺς φανερῶν ἀστέρων τὰς ἐπιτολὰς καὶ τὰς δύσεις, οὕτω τὰ περὶ τούτων συνέγραψα, ὥστε καὶ τοὺς παντελῶς ἀγραμμάτους ἀκούοντας ῥαδίως νοεῖν τοὺς καιροὺς | |
5 | τῆς τούτων ἐπιτολῆς τε καὶ δύσεως. | |
1.9.2 | τῇ νεομηνίᾳ τοῦ Ἰαννουαρίου μηνὸς δελφὶς ἐπιτέλλει. | 17 |
1.9.3 | τῇ κϛʹ τοῦ Φευρουαρίου ἀρκτοῦρος ἑσπέριος ἐπιτέλλει. | |
1.9.4 | τῇ νεομηνίᾳ τοῦ Ἀπριλλίου, πλειάδες ἀκρόνυχοι κρύπτον‐ ται. τῇ ιϛʹ τοῦ Ἀπριλλίου, πλειάδες ἑσπέριοι κρύπτον‐ ται. τῇ κγʹ τοῦ Ἀπριλλίου, πλειάδες ἅμα ἡλίου ἀνα‐ | |
5 | τολῇ ἐπιτέλλουσι. τῇ κθʹ τοῦ Ἀπριλλίου, ὠρίων ἑσπέριος κρύπτεται. τῇ λʹ τοῦ Ἀπριλλίου, ὑάδες ἅμα ἡλίου ἀνατολῇ ἀνατέλλουσι. | |
1.9.5 | τῇ ζʹ τοῦ Μαΐου, πλειάδες ἑωθινοὶ φαίνονται. τῇ ιθʹ τοῦ Μαΐου, ὑάδες ἑωθινοὶ φαίνονται. | |
1.9.6 | τῇ ἑβδόμῃ τοῦ Ἰουνίου, ἀρκτοῦ‐ ρος ἑῷος δύνει. τῇ κγʹ τοῦ Ἰουνίου, ὠρίων ἄρχεται ἐπιτέλλειν. | |
1.9.7 | τῇ δεκάτῃ τοῦ Ἰουλίου, ὠρίων ἑῷος ἐπιτέλλει. τῇ ιγʹ τοῦ Ἰουλίου, προκύων ἑῷος ἐπιτέλ‐ λει. τῇ κδʹ κύων ἑῷος ἐπιτέλλει. τῇ κϛʹ τοῦ Ἰουλίου, οἱ ἐτησίαι ἄνεμοι ἄρχονται πνέειν. τῇ λʹ τοῦ Ἰου‐ | |
5 | λίου, ὁ λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ στήθει τοῦ λέοντος ἐπιτέλλει. | |
1.9.8 | τῇ κεʹ τοῦ Αὐγούστου, ὀϊστὸς δύνει. | |
1.9.9 | τῇ ιεʹ τοῦ Σεπτεμβρίου, ἀρκτοῦρος ἐπιτέλλει. | |
1.9.10 | τῇ τετάρτῃ τοῦ Ὀκτωβρίου, στέφανος ἑῷος ἐπιτέλλει. τῇ κδʹ τοῦ Ὀκτωβρίου πλειάδες ἅμα ἡλίου ἀνατολῇ δύ‐ νουσι. | |
1.9.11 | τῇ ιαʹ τοῦ Νοεμβρίου, πλειάδες ἑῷοι δύνουσι, καὶ ὠρίων ἄρχεται δύνειν. τῇ κβʹ τοῦ Νοεμβρίου, | |
κύων ἑῷος δύνει. | 18 | |
1.10t | Σημείωσις τῶν ἀποτελουμένων ἐκ τῆς πρώτης βροντῆς καθ’ ἕκαστον ἔτος, μετὰ τὴν τοῦ κυνὸς ἐπιτολήν. Ζωροάστρου. | |
1.10.1 | Ἐκείνην χρὴ πρώτην βροντὴν ἡγεῖσθαι καθ’ ἕκαστον ἐνιαυτόν, τὴν μετὰ τὴν ἀνατολὴν τοῦ κυνὸς γινομένην. δεῖ οὖν παρατηρεῖσθαι ἐν ποίῳ οἴκῳ τοῦ ζωδιακοῦ κύκλου τῆς σελήνης οὔσης ἡ βροντὴ ἡ | |
5 | πρώτη γίνεται. | |
1.10.2 | ἐπὰν ἐν κριῷ τῆς σελήνης οὔσης ἡ βροντὴ ἡ πρώτη γένηται, σημαίνει πτοηθῆναί τινας κατὰ τὴν χώραν, καὶ γενέσθαι ἀγωνίαν καὶ φυγὴν ἀνθρώπων, ὕστερον δὲ κατάστασιν. | |
1.10.3 | ἐν ταύρῳ τῆς σελήνης οὔσης ἐὰν βροντήσῃ, φθορὰν σίτου καὶ κρι‐ θῆς σημαίνει, καὶ ἀκρίδων ἔφοδον. ἐν δὲ βασιλικῇ αὐλῇ χαράν· τοῖς δὲ πρὸς ἀνατολὰς θλίψιν καὶ λιμόν. | |
1.10.4 | ἐν διδύμοις ἐὰν βροντήσῃ, ταραχὴν καὶ νόσον δη‐ λοῖ, καὶ σίτου φθοράν, καὶ Ἀράβων ἀπώλειαν. | |
1.10.5 | ἐν καρκίνῳ, κριθῆς φθοράν, καὶ ἀνομβρίαν, καὶ βοῶν θάνατον· περὶ δὲ Μάρτιον καὶ Ἀπρίλλιον πολυομ‐ βρίαν. | |
1.10.6 | ἐν λέοντι, σίτου καὶ κριθῆς φθορὰν ἐν τῇ ὀρεινῇ, καὶ κνησμοὺς καὶ λειχῆνας. | |
1.10.7 | ἐν παρθένῳ, βασιλέως ἀπώλειαν, καὶ ἄλλον βασιλεύειν τῆς χώρας· τοῖς ναυτιλλομένοις κίνδυνον, περὶ δὲ τὰ σπόριμα ἐρυσίβην. | 19 |
1.10.8 | ἐν ζυγῷ, πολέμους καὶ πληγῶν πλησμο‐ νὰς καὶ καρπῶν φθοράν. | |
1.10.9 | ἐν σκορπίῳ, λιμὸς ἔσται, τὰ δὲ πετεινὰ πληθυνθήσονται. | |
1.10.10 | ἐν τοξότῃ, σάλον ἐν τῇ χώρᾳ· ἐν τῇ ὀρεινῇ σίτου εὐφορίαν· ἐν τῇ πεδιάδι φθοράν. | |
1.10.11 | ἐν αἰγοκέρωτι, ὄμβρον ἔσεσθαι σημαίνει ἐπὶ ἡμέρας πεντήκοντα, καὶ βασιλέων δόλον, καὶ ψόγον, καὶ ἀπρεπῆ λαλιάν, καὶ ἐπιφάνειαν ἄλλου βασιλέως ἀπ’ ἀνατολῆς, ὃς ἐπικρατήσει πάσης τῆς | |
5 | οἰκουμένης. εὐκαρπία δὲ ἔσται, καὶ ἐνδόξων ἀνδρῶν θάνατος, καὶ προβάτων γονή. | |
1.10.12 | ἐν ὑδροχόῳ, πολέ‐ μους ἰσχυροὺς ἐν τῇ παράλῳ· καρπῶν δὲ τῶν ἄλλων φθοράν, ὀσπρίων δὲ ἀπώλειαν. | |
1.10.13 | ἐν ἰχθύσι, σίτου φθορὰν ὀλίγην, καὶ θάνατον ἀνδρὸς δυνατοῦ. | |
1.11t | Περὶ τῆς προσηγορίας τῶν ἀνέμων, καὶ πόσοι εἰσί, καὶ πόθεν ἕκαστος πνέει. Διονυσίου. | |
1.11.1 | Ἀπὸ τῶν τεσσάρων κλιμάτων τέσσαρες αὐθεντι‐ κοὶ πνέουσιν ἄνεμοι. ὁ ἀπηλιώτης καὶ ὁ ζέφυρος καὶ ὁ βορέας καὶ ὁ νότος. | |
1.11.2 | ὁ μὲν οὖν ἀπηλιώτης ἀπὸ | |
τοῦ ἀνατολικοῦ κέντρου φερόμενος, ἔχει παραπνέοντας καὶ μεσάζοντας αὐτὸν τὸν εὖρον καὶ τὸν καικίαν. | 20 | |
1.11.3 | ὁ δὲ ζέφυρος ἐκ τοῦ δυτικοῦ κέντρου πνέων, ἔχει μεσάζον‐ τας αὐτὸν ἰάπυγα καὶ λίβα. | |
1.11.4 | ὁ δὲ βορέας ἐκ τοῦ ἀρκτικοῦ κέντρου καταπνέων, ἔχει μεσάζοντας αὐτὸν θρασκίαν καὶ τὸν ἀπαρκτίαν. | |
1.11.5 | ὁ δὲ νότος ἀπὸ τῆς μεσημβρίας φερόμενος, ἔχει μεσάζοντας αὐτόν, τὸν λιβόνοτον καὶ εὐρόνοτον, ὡς εἶναι τοὺς πάντας ἀνέμους ιβʹ. | |
1.11.6 | τὸν δὲ ζέφυρον συνεργὸν εἶναι τῇ γεωργίᾳ μᾶλλον τῶν ἄλλων πάντων ἀνέμων, καὶ ὁ Φλωρεν‐ τῖνός φησι, καὶ ἡμεῖς συνομολογοῦμεν. | |
1.11.7 | ἄνεμον δὲ προμηνύει θάλασσα κυμαίνουσα καὶ ἐπὶ τοῖς αἰγιαλοῖς μεγάλα ἠχοῦσα. καὶ τῶν ὀρῶν αἱ ἄκραι καθαραὶ οὖσαι. καὶ ἄκανθαι καὶ ξηρὰ φύλλα ἐναντία ὑπὸ | |
5 | τῶν ἀνέμων εἰλούμενα. | |
1.11.8 | βρονταὶ καὶ ἀστραπαὶ θέρους ὅθεν φέρονται, ἐκεῖθεν ἄνεμον προσδόκα. | |
1.11.9 | ἀστέρες διαπίπτοντες ὅπου τρέπονται, ἐκεῖ χρὴ τὸ πνεῦμα προσδέχεσθαι. | |
1.12t | Δωδεκαετηρὶς τοῦ Διός, καὶ ὅσα ἀπο‐ τελεῖ περιπολεύων τοὺς δώδεκα οἴκους τοῦ ζωδιακοῦ κύκλου. Ζωροάστρου. | |
1.12.1 | Ὁ ζωδιακὸς κύκλος τέτμηται εἰς δώδεκα οἴκους· | |
ἐαρινοὺς μὲν τρεῖς, κριόν, ταῦρον, διδύμους. εἰς δὲ θερινοὺς οἴκους τρεῖς, καρκίνον, λέοντα, παρθένον. εἰς δὲ φθινοπωρινοὺς τρεῖς, ζυγόν, σκορπίον, τοξότην. | 21 | |
5 | αἰγοκέρωτα δὲ καὶ ὑδροχόον καὶ ἰχθύας, χειμερινούς. | |
1.12.2 | ἐν ἑκάστῳ οὖν οἴκῳ τοῦ Διὸς ἀστὴρ γινόμενος ἀποτελεῖ τὰ ὑπογεγραμμένα. | |
1.12.3 | Ἐπὰν ἐπιστῇ τῷ κριῷ ὁ τοῦ Διὸς ἀστήρ, οἴκῳ ὄντι Ἄρεος, ὅλον μὲν ἔσται βόρειον τὸ ἔτος, ἐπικοινωνοῦν καὶ τῷ εὔρῳ ἀνέμῳ· ὁ δὲ χειμὼν κατεψυγμένος καὶ χιονώδης, ὄμβροι δὲ | |
5 | ἔσονται συνεχεῖς καὶ ποταμοὶ μεγάλοι. | |
1.12.4 | μετὰ δὲ τὴν ἐαρινὴν ἰσημερίαν μεταβάλλει ὁ ἀὴρ εἰς ὕδατα μαλακὰ καὶ πυκνά. τὸ δὲ θέρος εὔκρατον ἔσται καὶ ὑγιεινόν· τὸ φθινόπωρον καυματῶδες. ἔσονται δὲ ἐν αὐτῷ | |
5 | νοσήματα, καὶ μάλιστα ἀπὸ κεφαλῆς, καὶ κατάῤῥοι, καὶ βῆχες. τῶν δὲ τόπων τὰ πεδινὰ μᾶλλον οἴσει καρπόν· εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ πόλεμοι γένωνται. | |
1.12.5 | Ὁ δὲ Δημόκριτος λέγει, τὸν οἶνον χρηστὸν καὶ παρά‐ μονον εἶναι, εὔθετον δὲ εἶναι τὸ ἔτος πρὸς μόνην ἀμπέλων φυτείαν. | |
1.12.6 | ἀσφαλίζεσθαι δὲ δεῖ τὸν σῖτον ἐν ταῖς ἅλωσι διὰ τοὺς ὄμβρους· γενέσθαι δὲ ὀρνέων σπάνιν, καλὸν δὲ καὶ κήπους κατασκευάζειν. | |
1.12.7 | Ὅτε δὲ ἐν ταύρῳ γένηται ἐν οἴκῳ τῆς Ἀφροδίτης, ὁ χει‐ μὼν ἀρχόμενος μὲν εὔκρατος ἔσται καὶ ἔπομβρος, μεσάζων δὲ νιφετώδης, καὶ λήγων ψυχρός. | |
1.12.8 | μάλιστα δ’ εἰ χειμάσει ἀπὸ μέσου χειμῶνος ἕως ἰσημερίας ἐα‐ ρινῆς, τὸ ἔαρ εὔκρατον ἔσται καὶ κάθυγρον ἕως κυνὸς ἐπιτολῆς. | |
1.12.9 | τὸ θέρος καυματῶδες, τὸ φθινόπωρον παγῶδες καὶ ἐπίνοσον, μάλιστα τοῖς νέοις. ἔσονται δὲ ὀφθαλμίαι. | 22 |
1.12.10 | οἱ πεδινοὶ τόποι μᾶλλον τῶν ὀρεινῶν εὐφορήσουσιν, ὁ οἶνος ἀδικηθήσεται, διὸ χρὴ τὴν ἄμ‐ πελον ὀψὲ τρυγᾶν. ἔσται δὲ καὶ τῶν καρπῶν τῶν ξυλικῶν εὐφορία, ὀρνίθων σπάνις. τοῖς δὲ πλέουσι | |
5 | τὸ ἔτος ἀνεπιτήδειον. ἐν τούτῳ τῷ ἔτει περιλαμπὴς ἀνὴρ τελευτήσει. | |
1.12.11 | ὁ δὲ Δημόκριτός φησιν, ἐν τούτῳ τῷ ἔτει χάλαζαν πολλὴν γίνεσθαι, καὶ χιόνας. τοὺς δὲ ἐτησίας μὴ ὁμοίως πνεῖν. εὔχεσθαι δὲ δεῖ, μὴ γενέσθαι σεισμούς, καὶ στρατείας κίνησιν. | |
1.12.12 | Ὅτε δὲ ἐν διδύμοις ἐν οἴκῳ Ἑρμοῦ ὁ Ζεὺς γένηται, τὸ ὅλον ἔτος ἕξει πνεῦμα νότιον καὶ λιβυκόν. | |
1.12.13 | ὁ δὲ χειμὼν ἀρχόμενος μὲν ἔσται ἀνεμώδης, εὔκρατος δὲ μεσάζων, καὶ λήγων παγώδης καὶ ἀνεμώδης· | |
1.12.14 | τὸ ἔαρ εὔκρατον καὶ λεπτὰ ἔχον ὕδατα, ἔσται δὲ σῖτος πολύς· | |
1.12.15 | τὸ θέρος εὔκρατον, διὰ τὸ τοὺς ἐτησίας ἀνέμους λαμπροὺς ἐπιπνεῦσαι ἐπὶ πολὺν χρόνον. ἐν δὲ ταῖς ἅλωσιν οἱ καρποὶ διαψεύσονται, μάλιστα δὲ ἐν Συρίᾳ. | |
1.12.16 | ἔσται δὲ περὶ τὸ φθινόπωρον νόσος, καὶ μάλιστα τοῖς νέοις καὶ μεσήλιξι καὶ γυναιξίν. ἔσονται δὲ καὶ ὀφθαλμίαι, τοῦ φθινοπώρου καυματώ‐ δους ὄντος. ἔσται καὶ γυναικῶν θάνατος. τῶν ξυλι‐ | |
5 | κῶν ὁ καρπὸς εὐφορήσει. λείψουσι δὲ καὶ αἱ πηγαὶ τῶν ὑδάτων. ἄμεινον δὲ καρποὺς ἀποθέσθαι, διὰ τὴν ἐν τῷ ἐρχομένῳ ἔτει ἐσομένην ἀφορίαν. | |
1.12.17 | Δημόκρι‐ τος δέ φησι, χαλάζης γίνεσθαι βλάβην. εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ λοιμικὰ πάθη γένηται. | |
1.12.18 | Ἐν οἴκῳ δὲ | |
Σελήνης καρκίνῳ γενομένου τοῦ Διός, ὁ χειμὼν τὰ πλεῖστα ἀπὸ τῶν ἀνατολικῶν ἔσται ψυχρός τε καὶ χαλαζώδης καὶ γνοφώδης, ἔχων καὶ ποταμοὺς μεγά‐ | 23 | |
5 | λους. περὶ δὲ τροπὰς χειμερινὰς ἀνοχὴ ὑδάτων ἔσται. μετὰ δὲ τὴν ἐαρινὴν ἰσημερίαν, συνεχεῖς ἔσονται χά‐ λαζαι. οἱ δὲ τραχεῖς τόποι μᾶλλον οἴσουσι καρπόν. ὁ δὲ ἐνιαυτὸς ἔσται ὑγιεινός, πλὴν τοῦ φθινοπώρου. | |
1.12.19 | Δημόκριτος δέ φησιν, ἐν τῷ φθινοπώρῳ ἐκζέματα γίνεσθαι περὶ τὰ στόματα, διὸ χρὴ πρὸς τὸ ἔαρ λαχά‐ νων ἅπτεσθαι, κοιλίαν τε λύειν, καὶ μάλιστα τοὺς νέους, ἀκράτῳ δὲ χρῆσθαι. ἡ δὲ ἐλαία εὐφορήσει. | |
1.12.20 | Γενομένου δὲ τοῦ Διὸς ἐν λέοντι τῷ οἴκῳ τοῦ Ἡλίου, ὁ χειμὼν ἔσται ἀρχόμενος μὲν ψυχρὸς καὶ ὑδατώδης μετὰ μεγάλων πνευμάτων, ὡς καὶ δένδρα καταπεσεῖν· μεσάζων δὲ εὔκρατος, καὶ λήγων κατά‐ | |
5 | ψυχρος. | |
1.12.21 | τὸ ἔαρ ὕπομβρον, τὸ θέρος ἔαρι ὅμοιον· καὶ λείψουσιν ἐν αὐτῷ αἱ πηγαὶ τῶν ὑδάτων, λείψει δὲ καὶ βοσκὴ τοῖς ἀλόγοις. | |
1.12.22 | τὸ φθινόπωρον καυ‐ ματῶδες καὶ ἐπίνοσον ἀπὸ κατάῤῥου καὶ βηχός· διὸ χρὴ ἄρτῳ ὀλίγῳ χρῆσθαι, οἴνῳ δὲ πλείονι. ὁ σῖτος ἔσται σύμμετρος. ἡ ἄμπελος καὶ ἡ ἐλαία εὐφορήσει. | |
5 | εὔθετον τὸ ἔτος πρὸς ἐνοφθαλμισμόν, οὐ μὴν πρὸς φυτείαν. τῶν μεγάλων βοσκημάτων ἔσται φθορά, τῶν δὲ ἀγρίων πολυπλήθεια. ἀνὴρ ἐπίσημος τελευτήσει. εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ γένωνται σεισμοὶ καὶ πόλε‐ μοι. | |
1.12.23 | Γενομένου δὲ τοῦ Διὸς ἐν παρθένῳ ἐν οἴκῳ τοῦ Ἑρμοῦ, ὁ χειμὼν ἀρχόμενος μὲν ἔσται ψυχρός, | |
εὔκρατος δὲ μεσάζων, καὶ λήγων χειμεριώδης, πάγους ἔχων πολλοὺς καὶ ὄμβρους, καὶ ποταμοὺς μεγάλους, | 24 | |
5 | ὡς πολλοὺς θαλασσωθῆναι τόπους. | |
1.12.24 | τὸ ἔαρ κάτομ‐ βρον καὶ τοῖς δένδρεσι χαλεπόν. λήγοντος δὲ τοῦ ἔαρος, χάλαζαι κατὰ τόπους ἔσονται. τὸ θέρος ἔπομ‐ βρον, καὶ γνοφῶδες. | |
1.12.25 | καὶ χρὴ τὴν συγκομιδὴν τῶν σιτικῶν καρπῶν συντόμως γενέσθαι, ἵνα μὴ ὑπ’ ὄμ‐ βρων φθαρῶσι. | |
1.12.26 | τὸ φθινόπωρον ἀνεμῶδες καὶ ὑγιεινόν. ἡ ἄμπελος εὐφορήσει. ἐπιτήδειον τὸ ἔτος πρὸς ἀμπέλων φυτείαν. ὁ σῖτος εὔφθαρτος ἔσται. ὑγιεινὸν ὅλον τὸ ἔτος, μηδεμίαν ἔχον νόσον. εὔχεσθαι | |
5 | δὲ δεῖ περὶ τῶν καρπῶν. | |
1.12.27 | Ἐν δὲ τῷ οἴκῳ τῆς Ἀφροδίτης 〈τῷ ζυγῷ〉 γενομένου τοῦ Διός, ὁ χειμὼν ἀρχόμενος μὲν ἔσται ὑδατώδης, εὔκρατος 〈μεσάζων〉 καὶ ἀνεμώδης, λήγων δὲ κάθυγρος καὶ παχνώδης. τὸ | |
5 | ἔαρ εὔκρατον, ἔχον ἀσθενήματα ἀπὸ κεφαλῆς. τοῦ δὲ θέρους ἡ ἀρχὴ ἔαρι ἔσται ὁμοία. ταῖς ἐγκύοις γυναιξὶν ἐπικίνδυνον ἔσται τὸ ἔτος. | |
1.12.28 | Δημόκριτος δέ φησιν, ἐν τούτῳ τῷ ἔτει μήτε ποταμοὺς ἔσεσθαι μεγάλους, μήτε χάλαζαν πολλήν· τὸ δὲ φθινόπωρον ἔνυδρον εἶναι. | |
1.12.29 | Ὅτε δὲ ἐν οἴκῳ Ἄρεως τῷ σκορπίῳ γένη‐ ται ὁ Ζεύς, ὁ χειμὼν ἀρχόμενος ἔσται μετὰ χαλάζης ψυχρός, καὶ μεσάζων δὲ θερμός, λήγων δὲ πραΰς. τὸ ἔαρ ἔσται χειμερινὸν ἕως τροπῶν θερινῶν, ὄμβρων | |
5 | καὶ βροντῶν γινομένων· λείψουσιν αἱ πηγαὶ τῶν ὑδά‐ | |
των· σῖτος μέσος, ἡ ἄμπελος καὶ ἡ ἐλαία εὐφορήσει, τῶν βοῶν ἔσται φθορά. Δημόκριτος δέ φησι, ποτα‐ μοὺς μεγάλους ἔσεσθαι, καὶ νόσους περὶ τὸ φθινό‐ πωρον. | 25 | |
1.12.30 | διὸ εὔχεσθαι δεῖ, ἵνα μὴ λοιμικὰ γένηται πάθη. χρή, φησί, βρώμασι μὲν ὀλίγοις, ποτῷ δὲ πλείονι χρῆσθαι. | |
1.12.31 | Ὅταν ἐν τῷ ἰδίῳ οἴκῳ ὁ Ζεὺς γένηται τῷ τοξότῃ, ἕξει χειμῶνα εὔκρατον καὶ ἔνυδρον, οὔτε θερμὸν οὔτε ψυχρόν. οἱ ποταμοὶ μεγάλοι ἔσον‐ ται. παυομένου δὲ τοῦ χειμῶνος, ψύχη καὶ ἄνεμοι | |
5 | ἔσονται. τὸ ἔαρ νότιον καὶ ἔπομβρον. τὸ δὲ θέρος εὔκρατον, καὶ μᾶλλον χειμερινόν. δεῖ δὲ ἀσφαλίζε‐ σθαι τὰς ἅλωνας διὰ τοὺς ὄμβρους. τὸ φθινόπωρον ἀσφαλές, διὰ τὸ τοὺς ἐτησίας πνέειν. | |
1.12.32 | οἱ πρώϊμοι καρποὶ καὶ οἱ ὄψιμοι ἔσονται καλοί, οἱ δὲ μέσοι φαῦ‐ λοι, εὐφορήσει σῖτον καὶ τὰ πεδινὰ καὶ τὰ τραχέα. ὁ οἶνος ἔσται παράμονος ὀψιαίτερον τρυγώμενος. εὐφο‐ | |
5 | ρήσει πάντα τὰ δένδρα. ἐπιτήδειον τὸ ἔτος πρὸς φυ‐ τείαν, καὶ πρὸς τὰ ἄλλα πάντα. τῶν μεγάλων ζώων πολυπλήθεια, κυνῶν δὲ φθορὰ ἔσται· καὶ θάλασσα χειμέριος, καὶ ἄνεμοι μεγάλοι ὄψιμοι. ἀνὴρ δὲ περί‐ βλεπτος τελευτήσει. | |
1.12.33 | Ἐὰν ὁ Ζεὺς ἐν αἰγοκέρωτι ἐν τῷ οἴκῳ τοῦ Κρόνου γένηται, ὁ χειμὼν ἀρχόμενος μὲν εὔκρατος ἔσται, μεσάζων δὲ κάθυγρος καὶ κατά‐ ψυχρος, λήγων δὲ ἀνεμώδης. τὰ δὲ γινόμενα ὕδατα | |
5 | ἔσται καὶ τῷ σπόρῳ καὶ τοῖς ἄλλοις ἔργοις βλαβερά. ἀθρόοι δὲ ἔσονται ἐπιτάσεις ὕδασί τε καὶ ψύξεσι καὶ χιόσι. | |
1.12.34 | τὸ θέρος πρὸ μὲν ἀνατολῆς τοῦ κυνὸς φαῦλον, μετὰ δὲ ταῦτα καυσῶδες καὶ ἐπίνοσον. πνεύ‐ σουσι δὲ καὶ ἐτησίαι λαμπρῶς, γίνονται καὶ σεισμοί. τὰ δὲ πεδινὰ μᾶλλον οἴσει καρπόν. ὁ οἶνος φθινήσει | 26 |
5 | ὑπὸ πάχνης· τῶν ξυλικῶν καρπῶν εὐθηνία. τοῖς μικροῖς ζώοις εὔθετον τὸ ἔτος, τοῖς δὲ μεγάλοις ἀσύμφορον, μάλιστα δὲ βουσί. τῷ δὲ φθινοπώρῳ ἔσται νοσήματα ἀπὸ κεφαλαλγίας καὶ ὀφθαλμίας καὶ κνησμονῆς. εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ οἱ καρποὶ | |
10 | ὑπὸ πάγων καὶ ἀνέμων βλαβῶσιν. | |
1.12.35 | Ἡνίκα ὁ Ζεὺς ἐν τῷ ὑδροχόῳ γένηται τῷ οἴκῳ τοῦ Κρόνου, ἄνεμοι ἔσονται πολλοὶ σύμφοροι τῷ σιτικῷ καρπῷ, καὶ μάλιστα τῷ ξυλικῷ. | |
1.12.36 | ἔσται δὲ ὁ χειμὼν ἀρχόμενος μὲν κατάψυχρος, λήγων δὲ ἀνεμώδης. τὸ ἔαρ ἔνυδρον καὶ μᾶλλον χειμερινὸν καὶ παχνῶδες. τὸ δὲ θέρος ἔμπνουν, διὰ τὸ σφοδρὸν τῶν ἐτησίων ἀνέμων. ἔσον‐ | |
5 | ται δὲ καὶ ὄμβροι ἐν τῷ θέρει, ὥστε καὶ ἐπικλυσθῆναι τὸν Δημητριακὸν καρπὸν ἐκ μέρους. τῷ φθινοπώρῳ γίνεται πνεύματα ὑδατώδη καὶ τοῖς καρποῖς βλαβερά. | |
1.12.37 | ἔσονται δὲ καὶ πάθη ὀξέα ἐξ ὑγρᾶς αἰτίας τοῖς νέοις, καὶ τοῖς μεσήλιξιν. ἔσται δὲ πάχνη, καὶ βλάψει τὰς σταφυλὰς ἐν πολλοῖς τόποις. τὰ δὲ σπόριμα ἔσται κάλλιστα, καὶ τὰ πρώϊμα καὶ τὰ ὄψιμα. ἔσται δὲ | |
5 | ὀρνέων φθορά, καὶ θηρίων ἀγρίων. ἔσται καὶ ναυάγια πλεῖστα. ἀνὴρ δὲ πάνυ ἐπίσημος τελευτήσει. εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ γένηται λοιμικὰ πάθη, καὶ σεισμοὶ καὶ κεραυνοί. | |
1.12.38 | Τοῦ Διὸς ἐν τοῖς ἰχθύσιν ἐν τῷ οἴκῳ | |
τῷ ἰδίῳ γενομένου, ὁ χειμὼν ἄρχεται μὲν ὑδατώδης, μεσάζων δὲ ἀνεμώδης, καὶ λήγων χαλαζώδης καὶ χιονώ‐ δης. ἐν τῷ ἔαρι πνέουσιν ἄνεμοι ζέφυροι λαμπροί. | 27 | |
5 | τὸ δὲ θέρος ἔσται καυματῶδες, τὸ φθινόπωρον πυρῶ‐ δες, μάλιστα γυναιξὶ καὶ παρθένοις. | |
1.12.39 | ἐπιπνέουσι δὲ καὶ πνεύματα μοχθηρά, ὥστε τὸν ξυλικὸν καρπὸν ἐπικαυθῆναι. οἱ σπόροι ἔσονται καλοί. τὰς ἅλωνας ἀσφαλίζεσθαι χρὴ διὰ τοὺς ὄμβρους· ταῖς ἐγκύοις | |
5 | γυναιξὶν ἐπικίνδυνον τὸ ἔτος· | |
1.12.40 | Δημόκριτος δέ φησι, τὴν ἄμπελον καὶ τὴν ἐλαίαν εὐφορήσειν. εὔχεσθαι δὲ δεῖ, μὴ γενέσθαι σεισμούς. | |
1.13t | Περὶ Ἡλίου καὶ Σελήνης. Πτολεμαίου. | |
1.13.1 | Ὁ ἥλιος τῇ ξηρότητι τοῦ οἰκείου πυρὸς ἀνιμᾶ‐ ται τὴν ὑγρὰν οὐσίαν. ἡ δὲ σελήνη δι’ ἑαυτῆς καθυ‐ γραίνουσα κατάλληλον μίξιν καὶ κρᾶσιν ἐργάζεται. | |
1.13.2 | Σωτίων δὲ ἀσελήνους ἡμέρας καλεῖ τὰς ἀπὸ κθʹ σελήνης ἕως βʹ, ἐν αἷς ὑπὸ τὰς ἀκτῖνας τοῦ ἡλίου ἡ σελήνη κρύπτεται, καὶ οὐ φαίνεται τοῖς ἀνθρώποις. | |
1.14t | Περὶ χαλάζης. Ἀφρικανοῦ. | |
1.14.1 | Γυνὴ ἔμμηνος δειξάτω τὰ αἰδοῖα αὐτῆς χα‐ λάζῃ, καὶ ἀποστρέφει· ὁμοίως δὲ τὴν τοιαύτην θέαν καὶ πᾶν θηρίον φεύγει. | |
1.14.2 | Καὶ παρθένου ῥάκος τὸ | |
πρῶτον λαβών, ἀνὰ μέσον τοῦ χωρίου χῶσον, καὶ οὔτε ἡ ἄμπελος, οὔτε τὰ σπέρματα ὑπὸ χαλάζης ἀδι‐ κηθήσεται. | 28 | |
1.14.3 | Καὶ ἀπὸ δέρματος φώκης ἱμάντος ἀπαρ‐ τηθέντος ἐκ μιᾶς τῆς περιφανοῦς ἀμπέλου, οὐ γίνεται βλάβη ἀπὸ χαλάζης, ὡς ἱστορεῖ Φιλόστρατος ἐν τῷ ἱστορικῷ. | |
1.14.4 | Φασὶ δέ τινες, ὅτι κάτοπτρον ἐὰν ἐπι‐ δείξῃς τῷ ἐπικειμένῳ νέφει, παρελεύσεται ἡ χάλαζα. | |
1.14.5 | Πάλιν ἐὰν ἐν τῷ χωρίῳ περιαγάγῃς ὑαίνης ἢ κρο‐ κοδείλου ἢ φώκης δέρμα, καὶ τοῦτο πρὸ πυλῶν τῆς οἰκήσεως ἀναρτήσῃς, οὐ πεσεῖται χάλαζα. | |
1.14.6 | Εἰ δὲ καὶ κλειδία πολλὰ διαφόρων οἰκημάτων κύκλῳ τοῦ χωρίου ἐν σχοινίοις ἀπαρτήσεις, παρελεύσεται ἡ χάλαζα. | |
1.14.7 | Κἄν ταύρους ἀναστήσῃς ἐπὶ τῶν δωμάτων ξυλίνους, ὠφελή‐ σεις σφόδρα. | |
1.14.8 | Καὶ χελώνην δὲ τὴν ἐν τοῖς ἕλεσιν εὑρισκομένην ἐὰν εἰς τὴν δεξιὰν χεῖρα θῇς ὑπτίαν, περικομισάτω εἰς τὸν ἀμπελῶνα πάντα· ἐπειδὰν δὲ περιέλθῃς, τότε εἰς μέσον τοῦ ἀμπελῶνος πορευθείς, | |
5 | θέτω ὑπτίαν ζῶσαν, ὀλίγην γῆν περιαμησάμενος αὐ‐ τῆς, ὅπως μὴ δυνηθῇ στρέψασα ἑαυτὴν ἀποπορευθῆναι· (οὐ δυνήσεται δέ, τῆς ὑπὸ τοὺς πόδας γῆς κοιλοτέρας γενομένης, οὐκ ἔχουσα γὰρ ἀντίληψιν, μένει ἐν τῷ τόπῳ) καὶ εἰς ἄρουραν δὲ καὶ πάντα τόπον οὐκ ἂν | |
10 | πέσοι χάλαζα, τούτου γινομένου. | |
1.14.9 | εἰσὶ δέ τινες καὶ οἱ φάσκοντες, ἕκτῃ ὥρᾳ ἡμέρας ἢ νυκτὸς δεῖν γίνεσθαι τὴν περικομιδὴν καὶ κατάθεσιν τῆς χελώνης. | |
1.14.10 | Ἀπου‐ | |
λήϊος δὲ ὁ Ῥωμαϊκός φησι, σταφυλὴν πίνακι ζωγρα‐ φήσαντα καθιεροῦν ἐν τῷ ἀμπελῶνι δυνούσης τῆς λύρας, καὶ ἀβλαβῆ διαμένειν τὸν καρπόν. ἄρχεται δὲ | 29 | |
5 | δύνειν ἡ λύρα τῇ πρὸ δέκα καλανδῶν Δεκεμβρίων. τελείως δὲ δύνει τῇ πρώτῃ νόννων Φεβρουαρίων. | |
1.14.11 | Ταῦτα μὲν εἴρηται τοῖς ἀρχαίοις. ἐγὼ δὲ ἔνια τῶν εἰρημένων ἀπρεπῆ λίαν ἡγοῦμαι καὶ φευκτά, καὶ πᾶσι παραινῶ μηδ’ ὅλως τούτοις προσέχειν τὸν νοῦν. τούτου γὰρ χάριν αὐτὰ συνέγραψα, ἵνα μὴ δόξω τι | |
5 | παραλιμπάνειν τῶν τοῖς ἀρχαίοις εἰρημένων. | |
1.14.12 | Καὶ ἵππου ποταμίου τῆς δορᾶς ἀποτμήματα, καθ’ ἑκάστου τῶν τερμόνων τεθέντα, τὴν τῆς χαλάζης ἵστησιν ἀπειλήν. | |
1.15t | Ἄλλο περὶ Χαλάζης. Ἀφρικανοῦ. | |
1.15.1 | Ξύλα δαφνήσας παρθένου κνήμας ἀλληωρῆσαι· τῆς δὲ ἕκαστον καθ’ ἕκαστον κλῆμα χρὴ εἶναί τε καὶ χῶσαι. | |
1.16t | Περὶ Κεραυνοῦ. Ἀφρικανοῦ. | |
1.16.1 | Ἱπποποτάμου δέρμα κατόρυξον ἐντὸς τοῦ χωρίου, | |
καὶ οὐ πεσεῖται κεραυνὸς ἐκεῖσε. | 30 | |
2t1 | ΒΙΒΛΙΟΝ Β | |
2p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, δευτέρα μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δέ, ὁπόσα τοῖς ἀγροῖς συμβάλλεται, καὶ περὶ διαφόρων γενημάτων, σίτου φημὶ καὶ κριθῶν καὶ τῶν λοιπῶν φρυγανωδῶν | |
5 | λεγομένων καρπῶν, κατὰ τὰ ὑποτεταγμένα κεφάλαια. Δεῖ τοίνυν ὃ πρῶτόν ἐστι κεφαλαιωδέστερον, τουτὶ προτάξαι. αʹ. ὅτι πολὺ τῷ ἀγρῷ ὠφέλιμος ἡ τοῦ δεσπότου παρουσία. βʹ. ὅτι μάλιστα παῖδες πρὸς τὴν γεωργίαν | |
10 | ἐπιτήδειοι καὶ ὅτι πρὸς τὴν ποιότητα τῶν ἔργων τὰ σώματα τῶν ἐργαζομένων ἐπιλέγεσθαι προσήκει, καὶ ἑκάστῳ ἔργῳ τὸν ἁρμόζοντα ἀφορίζειν. γʹ. ἐν ποίοις τόποις καὶ κλίμασι χρὴ τὰς οἰκήσεις ποιεῖσθαι καὶ πρὸς ποῖον ἄστρον ἀποβλεπούσας καὶ περὶ βαλανείων. | |
15 | δʹ. ὑδροσκοπικόν. εʹ. ἄλλο περὶ ὑδροσκοπίας. ϛʹ. Δη‐ μοκρίτου ὑδροσκοπικόν. ζʹ. περὶ ὑδάτων καὶ πῶς δεῖ τὸ ὄμβριον ὕδωρ συνάγειν. ηʹ. ὅτι δεῖ ἐν τοῖς μεγά‐ λοις ἀγροῖς δασέα εἶναι ὄρη καὶ πῶς ἂν φυτευθείη. θʹ. ποία καλλίων γῆ. ιʹ. περὶ δοκιμασίας γῆς. ιαʹ. ἄλλο | |
20 | περὶ δοκιμασίας γῆς. ιβʹ. ποῖα σπέρματα ἐν τῇ βαθυ‐ γείῳ γῆ, ποῖα δὲ ἐν τῇ μέσως ἐχούσῃ, ποῖα δὲ ἐν τῇ | |
λεπτοτέρᾳ χρὴ σπείρειν. ιγʹ. ποῖα τῶν σπερμάτων καθύγρου οὔσης τῆς γῆς, ποῖα δὲ ἐγκαταξήρου χρὴ σπείρειν. ιδʹ. περὶ καιροῦ σπόρου σίτου καὶ κριθῆς. | 31 | |
25 | ιεʹ. προγνωστικὰ ὥστε εἰδέναι, ποῖα τῶν σπειρομέ‐ νων γενήσονται εὐθαλῆ. ιϛʹ. περὶ σπερμάτων ἐκλογῆς καὶ ποῖα εἶναι δεῖ τὰ καταβαλλόμενα σπέρματα καὶ πόσου χρόνου. ιζʹ. ὅτι ἐκ τῶν ἐναντίων τόπων εἰς τοὺς ἐναντίους τόπους χρὴ τὰ σπέρματα καταβάλλειν. | |
30 | ιηʹ. ὥστε τὰ μέλλοντα σπείρεσθαι γενήματα κατὰ μη‐ δένα τρόπον μετὰ τὸν σπόρον ἀδικεῖσθαι. ιθʹ. τί χρὴ ποιεῖν καὶ τί χρὴ μὴ ποιεῖν εἰς τὸ εὐφορεῖν τὰ σπέρ‐ ματα. κʹ. πῶς δεῖ καταλαμβάνειν, εἰ τὰ σπαρέντα ἔχει τὴν συμμετρίαν. καʹ. περὶ κόπρου. κβʹ. κατασκευὴ | |
35 | κόπρου. κγʹ. ποίῳ καιρῷ ἑκάστην γῆν ἐξημεροῦν χρή. κδʹ. περὶ τῆς μετὰ τὸν σπόρον σκαλείας καὶ βοτανι‐ σμοῦ. κεʹ. πότε χρὴ θερίζειν. κϛʹ. περὶ ἅλωνος κατα‐ σκευῆς. κζʹ. περὶ σιτοβολίου ἤτοι ὡρείου καὶ διαμονῆς σίτου. κηʹ. ὥστε αὔξησιν λαμβάνειν τὰ ἀποκείμενα ἐν | |
40 | τοῖς ὡρείοις σπέρματα. κθʹ. ὥστε μύρμηκας μὴ ἅπτε‐ σθαι σωροῦ γενημάτων. λʹ. περὶ διαμονῆς κριθῶν [καὶ] ὥστε ταύτας ὑγιεῖς ἐν τοῖς ὡρείοις φυλάττεσθαι ἐπὶ πλεῖστον χρόνον. λαʹ. περὶ διαμονῆς ἀλεύρου. λβʹ. περὶ σίτου δοκιμασίας καὶ πῶς χρὴ τὸ ἐξάγιον | |
45 | τῶν ἄρτων ποιεῖσθαι. λγʹ. πῶς ἔστιν ἄρτον ἡδύτατον καὶ δίχα ζύμης ποιῆσαι. λδʹ. περὶ πτισανῶν. λεʹ. περὶ κυάμων. λϛʹ. περὶ ἐρεβίνθων. λζʹ. περὶ φακῆς. ληʹ. | |
περὶ κέγχρου. λθʹ. περὶ θέρμων. μʹ. περὶ πάντων ὀσπρίων καὶ καννάβεως καὶ λίνου. μαʹ. ὥστε ῥαδίως | 32 | |
2p1(50) | ἑψεῖσθαι τὰ μέλλοντα σπείρεσθαι ὄσπρια. μβʹ. περὶ λέοντος βοτάνης, ἣν καὶ ὀροβάκχην καλοῦσιν. μγʹ. ποῖα γενήματα ὑπὸ ποίας βοτάνης ἀδικεῖται. μδʹ. περὶ τοῦ ἐν τῷ ἀγρῷ ἐπιτρόπου ἢ οἰκονόμου. μεʹ. ὅτι δεῖ τὸν ἐφεστῶτα ἐφημερίδα τῶν ἔργων ἔχειν καὶ πῶς αὐτὸν | |
55 | προσήκει τάξεις τῶν ἐργατῶν ποιεῖσθαι. μϛʹ. περὶ μέτρου ἐργασίας. μζʹ. περὶ τῆς τῶν γεωργῶν ὑγιείας. μηʹ. ὅτι οὔτε γεωργοὺς οὔτε φυτὰ προσήκει ἀπὸ καλ‐ λιόνων τόπων εἰς ἐλάττους μεταφέρειν. μθʹ. ὅτι χαλ‐ κέας καὶ τέκτονας καὶ κεραμέας ἐν τοῖς ἀγροῖς ἔχειν | |
60 | δεῖ ἢ πλησίον. | |
2.1t | Ὅτι πολὺ τῷ ἀγρῷ ὠφέλιμος ἡ τοῦ δεσπότου παρουσία. | |
2.1.1 | Πολλῷ τὸν ἀγρὸν ἀμείνω ποιεῖ δεσπότου συνεχὴς παρουσία. πάντας γὰρ ἐπὶ τὴν τῶν ἔργων προτρέπε‐ ται ἐπιμέλειαν, καὶ τὰ ἐλλιπῆ ὑπομιμνήσκων πληροῦ‐ σθαι ποιεῖ, καὶ τοὺς μὲν ἐπὶ ἔργον προθύμους ἐπαι‐ | |
5 | νῶν, τοὺς δὲ ῥαθυμοῦντας αἰτιώμενος, ἕνα σκοπὸν | |
πᾶσι σπουδῆς τε καὶ φιλοκαλίας ἀπεργάζεται. | 33 | |
2.2t | Ὅτι μαλίστα παῖδες πρὸς γεωργίαν ἐπι‐ τήδειοι, καὶ ὅτι πρὸς τὴν ποιότητα τῶν ἔργων τὰ σώματα τῶν ἐργαζομένων ἐπιλέγεσθαι προσήκει, καὶ ἑκάστῳ ἔργῳ τὸν ἁρμόζοντα | |
5 | ἀφορίζειν. Βάρωνος. | |
2.2.1 | Ἑκάστη μὲν οὖν ἡλικία πρὸς γεωργίαν ἔχει τὴν ἑαυτῆς ἐπιτηδειότητα. | |
2.2.2 | ἐξαιρέτως δὲ οἱ παῖδες ἁρ‐ μόζουσι τῇ ἡλικίᾳ, ἀνατρεφόμενοι πρὸς ἐργασίαν, καὶ ὑπουργοῦντες, καὶ ἑκάστῳ τῶν γινομένων ἀκριβῶς παρακολουθοῦντες, εὐκόλως τε ἐπικάμπτεσθαι δυνάμε‐ | |
5 | νοι, πρὸς τὸ τὴν ἄγρωστιν ἀνασπᾶν, καὶ τὴν φυλλίδα ἀποτίλλειν, καὶ τὴν φύσιν τῆς γῆς, πείρᾳ τε καὶ ἐρ‐ γασίᾳ καὶ μελέτῃ παρὰ τῶν πρεσβυτέρων ἐκμανθάνον‐ τες. | |
2.2.3 | Τὸν δὲ ἀροῦντα χρὴ μακρότερον ἔχειν τὸ σῶμα. ὁ γὰρ τοιοῦτος ἰσχυρῶς ἐπικείμενος τῇ ἐχέτλῃ, τὴν ὅλην· ὕνιν βαρύνει, ὡς μὴ ἐπιπολῆς εἶναι τὴν αὔλακα, καὶ καταφερόμεναι ἀπὸ ὕψους πληγαί, μᾶλλον | |
5 | καθάπτονται τῶν βοῶν. | |
2.2.4 | Τοὺς δὲ ἀμπέλους ἐργαζο‐ μένους οὐχ οὕτως ὑψηλοὺς εἶναι χρή, τετραγωνιαίους δέ. ὁ γὰρ τοιοῦτος, πρὸς τὴν ἐργασίαν τῆς ἀμπέλου οὐ μακρόθεν καταφερόμενος, ἀλλὰ πρόσγειος ὤν, | |
5 | ἀπονητὶ ἐργάσεται. | |
2.2.5 | Τοὺς βουκόλους ἰσχυροὺς καὶ μακρούς, καὶ τῇ φωνῇ τραχυτέρους ἐπιστήσομεν, ὅπως μὴ μικροὺς ὄντας, καλύπτωσιν οἱ βόες προϊόντες, δύ‐ νωνται δὲ ἐφορᾶν τὰ ἔμπροσθεν, καὶ ἵνα τῇ τραχύ‐ | |
5 | τητι τῆς φωνῆς καταπτοῶσι τοὺς βόας. | |
2.2.6 | Τοὺς αἰ‐ πόλους ἐλαφροὺς εἶναι δεῖ καὶ ποδώκεις, ἵνα τῇ ὀξύτητι τῶν αἰγῶν παρακολουθῶσιν. | 34 |
2.3t | Ἐν ποίοις τόποις καὶ κλίμασι χρὴ τὰς οἰκήσεις ποιεῖσθαι, καὶ πρὸς ποῖον ἄστρον ἀποβλεπούσας, καὶ περὶ βαλανείων. Διδύμου. | |
2.3.1 | Οἱ παραθαλάσσιοι τόποι εἰσὶν ὡς ἐπὶ τὸ πολὺ ὑγιεινότεροι, καὶ οἱ ἐν τοῖς ὄρεσι, καὶ οἱ ἐν τοῖς ἀνα‐ κεκλιμένοις τόποις πρὸς βοῤῥᾶν νεύοντες. | |
2.3.2 | οἱ δὲ πλησίον ἑλῶν καὶ λιμνῶν, ἢ ἐν κοίλοις τόποις, ἢ πρὸς νότον ἄνεμον, ἢ πρὸς δυσμὰς κεκλιμένοι, νοσώδεις. | |
2.3.3 | χρὴ οὖν τὰς οἰκήσεις οἰκοδομεῖσθαι ἐπὶ τῶν ὑψη‐ λοτέρων τόπων. εἴς τε γὰρ ὑγίειαν καὶ ἄποψιν καὶ κατασκοπὴν τοῦ χωρίου οὗτος ὁ τόπος ἐπιτηδειότατός ἐστι. | |
2.3.4 | τὸ δὲ πᾶν σχῆμα τῆς οἰκίας πρὸς ἀνατολὴν ποιητέον, καὶ τὰς θύρας. οἱ γὰρ ἀπὸ τῶν ἀνατολῶν ἄνεμοι πνέοντες ὑγιεινότατοι, ἥ τε τοῦ ἡλίου θερμό‐ της τάχιον εἰσβάλλουσα λεπτύνει καὶ διασκορπίζει τὸ | |
5 | παχὺ καὶ ἀχλυῶδες τοῦ ἀέρος. | |
2.3.5 | Δεῖ δὲ τὰς οἰκήσεις μὴ ταπεινὰς μηδὲ πνιγηρὰς ποιεῖν, ἀλλ’ ἀνειμένας καὶ πλατείας καὶ ὑψηλάς. | |
2.3.6 | Τινὲς δὲ καὶ πρὸς μεσημβρίαν συμβουλεύουσι τὰς οἰκήσεις ποιεῖσθαι, ἅ τε δὴ τὸν ἥλιον ἐπὶ πλεῖστον ἐχούσας. ἐγὼ δὲ τὴν πρὸς ἀνατολὴν οἴκησιν ἀμείνονά φημι, διὰ τὸ τὸν νότον ἀπὸ μεσημ‐ | |
5 | βρίας πνέοντα ὑγρὸν καὶ ἀνώμαλον καὶ νοσερώτατον εἶναι. | |
2.3.7 | Τὰ δὲ βαλανεῖα τοὐναντίον δεῖ ποιεῖν οὐ πρὸς βοῤῥᾶν καὶ πρὸς ἄρκτον τὴν ἀπόβλεψιν ἔχοντα, ἀλλὰ πρὸς δύσιν χειμερινήν, ἢ πρὸς μεσημβρίαν. | 35 |
2.3.8 | ἔστωσαν δὲ ταῦτα εὔροα, καὶ τὸν ἀέρα καθαρὸν εἰσδεχόμενα, βορβορώδους γὰρ τόπου καὶ δυσώδους μὴ πλησιάζοντος, καθαρὸς ἀὴρ ἐπεισέρχεται. | |
2.3.9 | τού‐ των δὲ τὰ καμίνια ὀφείλουσιν ἐπίπεδα εἶναι, καὶ ἔνδον βλέποντα, κεκλιμένα, κατωφερῆ, ἵνα τὰ βαλλό‐ μενα ἐν αὐτοῖς ξύλα ἔνδον χωροῦντα, μὴ ἔχῃ ἔξοδον, | |
5 | ἀλλ’ ἡ φλὸξ ἐνδομυχοῦσα, πολλὴν τὴν θερμασίαν ἐν τῷ σκεύει ποιῆται. | |
2.4t | Ὑδροσκοπικόν. Παξάμου. | |
2.4.1 | Ἔνθα πεφύκασι λύγοι αἱ ὑπό τινων λεγόμεναι ἄγνοι, ἢ κόνυζα, ἢ ὄθλεις, ἢ κάλαμοι, ἢ κολύμβατος καθ’ ἑαυτήν, ἢ ὁ καλούμενος τρίφυλλος, ἢ ποταμογεί‐ των, ἢ ἔνθα σχοῖνος καθ’ ἑαυτὴν φαίνεται, ἐκεῖσε | |
5 | ὄρυσσε. | |
2.4.2 | εὐχερεστέρα δὲ δοκιμασία, εἰ εὑρίσκεται ὕδωρ, γίνεται οὕτως. ἐν ᾧ ἂν βούληταί τις τόπῳ, ὀρυξάτω βόθρον βάθει πηχῶν τριῶν, καὶ ποιησάτω ἀγγεῖον μολιβοῦν ὡς ἡμισφαίριον, ἢ κύθραν· καὶ δύ‐ | |
5 | νοντος ἡλίου, ἐλαίῳ διαχρισάτω ἓν τῶν εἰρημένων. καὶ λαβὼν ἔριον πεπλυμένον, ξηρόν, καθαρόν, ὡς | |
παλαιστιαῖον, δησάτω κατὰ μέσον τοῦ ἐρίου μικρὸν λιθάριον, καὶ προσκολλησάτω ἔσω τοῦ ἀγγείου τὸ ἔριον κηρῷ, ὥστε μὴ ἐκπεσεῖν· εἶτα καταστρεψάτω τὸ | 36 | |
10 | ἀγγεῖον κατὰ τοῦ βόθρου, προορώμενος, ὥστε, ἐπειδὰν κατανεύσῃ τὸ ἀγγεῖον, ἐγκρεμασθῆναι τὸ ἔριον μέχρι ἡμίσεος τοῦ ἀγγείου, καὶ περισκεπασάτω ὅλον τὸ ἀγ‐ γεῖον ἐπὶ πηχυαῖον ὕψος, καὶ ἐασάτω τὴν νύκτα. | |
2.4.3 | ὑπὸ δὲ τὸν ὄρθρον πρὶν τὸν ἥλιον ἀνασχεῖν ἀφε‐ λὼν τὰ ἐπιτεθειμένα, μεταστρεψάτω τὸ ἀγγεῖον, καὶ ἐὰν ὁ τόπος ὕδωρ ἔχῃ, εὑρήσει καὶ ἐν τῷ ἀγγείῳ πομφόλυγας, καὶ τὸ ἔριον πεπληρωμένον ὕδατος. | |
2.4.4 | καὶ εἰ μὲν πολλή ἐστιν ἡ νοτίς, ὥστε καὶ δάκρυον φέρειν, ἐγγύς ἐστι τὸ ὕδωρ. εἰ δὲ νοτὶς ἁπλῶς φανῇ, ἔστι μὲν ὕδωρ, ἀλλὰ βαθύ. | |
2.4.5 | ἐὰν δὲ μηδὲν τούτων φανῇ σημεῖον, χρὴ τὸ αὐτὸ ποιεῖν ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ τόπῳ, ἐπινοοῦντα καὶ αὐτὸν ὡς ἄνθρωπον τοὺς ἐλπί‐ δας ἔχοντας ὕδατος τόπους. | |
2.5t | Ἄλλο περὶ ὑδροσκοπίας. | |
2.5.1 | Τὰ ὑψηλὰ ὄρη καὶ πλείονας ἔχοντα κορυφὰς ἔνυδρα εἴη, καὶ μάλιστα 〈τὰ〉 πρὸς βορρᾶν καὶ ἄρκτον ὑποκείμενα μέρη τῶν ὀρέων· καὶ ἡ μέλαινα δὲ καὶ λιπαρὰ γῆ, ἢ καὶ πετρώδης. ἐὰν δὲ μάλιστα τὰς | |
5 | πέτρας μελαίνας ἔχῃ καὶ πυροειδεῖς, εὔυδρος εἴη. | |
2.5.2 | Ἐν δὲ τοῖς πεδίοις ἔνθα ἐστὶ γῆ ἀργιλλώδης, ψηφίδας καὶ | |
κισσήρας ἔχουσα καὶ τὴν ὄψιν αὐχμηρὰν καὶ ψιλήν, τουτέστι κατάξηρον καὶ γεγυμνωμένην, ἄνυδρος εἴη. | 37 | |
2.5.3 | Ὁμοίως δὲ καὶ ἡ κεραμῖτις γῆ, καὶ ὅση ἀποκρούε‐ ται καὶ ἀπωθεῖται ὄμβρους καὶ χειμῶνας. ὅση δὲ κατέχεται ὑετὸν καὶ καταπίνει, ὑγροτέρα ἐστίν. | |
2.5.4 | ὕδατα δὲ ὑπόκεινται, ἔνθα φύεται ἄγρωστις, ἀρνόγλωσσον, ἡλιοτρόπιον, βούτομον, βάτοι, ἵππουρις, καλαμίνθη, κάλαμοι λεπτοὶ καὶ ἁπαλοί, καλλίτριχος ἣ καὶ ἀδίαν‐ | |
5 | τος, μελίλωτος, ὀξυλάπαθος, πενταδάκτυλος, πολύγονος ἡ πλατύφυλλος, σχοῖνος, στρύφνος, στρατιῶτις, χαμαι‐ λεύκη, χαμαιλέων. | |
2.5.5 | πλειόνων δὲ οὐσῶν καὶ δασειῶν. καὶ χλωρῶν, καὶ ἀνθηρῶν βοτανῶν, πλείονα ἔσονται καὶ τὰ ὕδατα. | |
2.5.6 | Καρκῖνοι χρήσιμοι τοῖς ὕδασιν εἶεν, τὰς γὰρ φλέβας διανοίγουσι, τὰς δὲ βδέλλας διαφθεί‐ ρουσι. | |
2.5.7 | τὰ δὲ μελάγγεια καὶ βαθύγεια ἐπιμονώτερον ἔχει τὰ ὕδατα καὶ τραχύτερα· τούτων δὲ τὰ λίαν ἔμ‐ πηλα ὑδρηλότερα, καὶ ἔτι μᾶλλον τούτων τὰ γλυκά‐ ζοντα. | |
2.5.8 | ἐὰν δὲ ἔν τινι ἀραιᾷ γῇ φαίνοιτο ὕδατα, τοῖς φαινομένοις ἀρκεῖσθαι χρή, καὶ μὴ ζητεῖν πλείονα, ἵνα μὴ καὶ τοῖς οὖσιν ἀπώλεια γένηται. | |
2.5.9 | τὰ μὲν τῶν ὑδάτων κάτωθεν ἀναβλύζει, τὰ δὲ ἐκ πλαγίων ἔρχεται, καὶ τὰ μὲν ἀναβλύζοντα μονιμώτερά εἰσι. χρὴ οὖν ὀρύσσειν εἰς βάθος, ἕως οὗ ἡ ῥίζα τοῦ νάμα‐ | |
5 | τος καταληφθῇ, ὅπως ἡ ῥοὴ διηνεκὴς εἴη καὶ μονίμη. | |
ὅσα δὲ ἐκ πλαγίων φέρεται, ὀλιγοχρονιώτερα τῶν ἄλλων εἰσίν. ἀπὸ γὰρ χειμῶνος καὶ τῶν ἐν ἔαρι ὄμβρων πεφύκασι. | 38 | |
2.5.10 | Πρὸς δὲ τὸ ἐπιγνῶναι γῆν εἰ ὕδωρ ἔχει, τινὲς καὶ τοῦτο ποιοῦσι. βόθρον ὀρύξαν‐ τες πλάτος μὲν πῆχυν ἕνα, βάθος δὲ πήχεις τρεῖς, ἐντιθέασι τῷ ὀρύγματι κατὰ μεσημβρίαν σπόγγον ξηρὸν | |
5 | ἐπὶ ὥρας τρεῖς, καὶ καλύπτουσι κόμῃ καλάμων χλω‐ ρῶν ἢ ἄλλῃ τινὶ πόᾳ ἁπαλῇ. κᾂν μὲν ἔχῃ ὑγρασίαν, ἔσται ὕδωρ· ξηροῦ δὲ ὄντος οὐδαμῶς. | |
2.5.11 | Ἐφ’ ὑψη‐ λοτέρου δὲ τόπου ἀνελθόντα ἐφορᾶν δεῖ καὶ τὴν τοῦ ἡλίου πρώτην ἀκτῖνα, πρὶν τὸν ἀέρα λευκᾶναι, καὶ εἰ ὁμιχλῶδές τι εἰς αὐτὸν ἀνελκόμενον, πρὶν ἀραιωθῆναι, | |
5 | φανεῖται, ὕδατος ἔσται προσδοκία. | |
2.5.12 | Συντήρει δὲ ἐν τῇ πρώτῃ τοῦ ἡλίου λάμψει κωνώπια, ἀναπετόμενα εἰς ὄρθρον ἄνω καὶ συστρεφόμενα ὥσπερ δοκίδα· καὶ γὰρ ταῦτα ὕδατος δηλωτικά. | |
2.5.13 | Δέον δὲ ἐξ ὑψηλοτέρου τόπου σκοπεῖν· τῷ μὲν θέρει ἐν ταῖς μεσημβρίαις, ὅτε ἀὴρ καθαρὸς καὶ ἡ γῆ ξηροτάτη εἴη· τότε γὰρ ἐν τοῖς ἐνύδροις ἀτμὸς ἀναδίδοται, καὶ ὡς νέφος μικρὸν ὁρᾶ‐ | |
5 | ται. χειμῶνος δὲ ἀτμίδα ὁ τοιοῦτος ἀνίησι τόπος ὁμοίαν ταῖς ἐκ τῶν ποταμῶν καὶ λιμνῶν καὶ φρεάτων ἀναφερομέναις· κᾀκεῖναι μὲν πολλαὶ καὶ νεφελώδεις, αὗται δὲ ἰσχναὶ καὶ ἀερώδεις. | |
2.5.14 | εἰ δὲ πικρὰ εἴη τὰ ὕδατα, κοράλλιον κόψαντες ἐμβαλοῦμεν. ἢ κριθὰς κόψαντες καὶ εἰς ῥάκος ἐνδήσαντες, καταθώμεθα ἐν τοῖς ὕδασι. | |
2.5.15 | τὰς δὲ βδέλλας διαφθείρουσιν ἐγχέ‐ | |
λεις καὶ καρκῖνοι ποταμίσιοι τοῖς ὕδασι βληθέντες. | 39 | |
2.5.16 | ὑδρογονικὰ δὲ σημεῖα γλυκέων ὑδάτων, σχοῖνος, κάλαμος, λωτὸς καὶ βάτος. | |
2.6t | Δημοκρίτου ὑδροσκοπικόν. | |
2.6.1 | Περὶ δὲ τῆς ὑδροφαντικῆς, ὑπὸ δέ τινων ὑδρο‐ μαστευτικῆς λεγομένης, νῦν ἐροῦμεν. Ἀποφαίνονται γὰρ οἱ περὶ τῶν ὑδροφαντικῶν τὴν ἐμπειρίαν εἰληφό‐ τες, τὰ μὲν πεδία ἄνυδρα ὑπάρχειν ὡς ἐπὶ τὸ πολύ, | |
5 | καὶ τὰ μείζονα μᾶλλον τῶν ἐλασσόνων. τῶν δὲ ὀρέων ἔνυδρα τὰ πλεῖστα, καὶ τὰς ὑπωρείας καθυγροτέρας τῶν ἀκρωρειῶν ὑπάρχειν, καὶ τὰ δασέα καὶ κατάδεν‐ δρα τῶν ψιλῶν. | |
2.6.2 | τὰ δὲ ἐν τοῖς πεδίοις εὑρισκόμενα τῶν ὑδάτων ἁλμυρὰ ὡς ἐπὶ τὸ πολύ. τὰ δὲ ἐν τοῖς ὄρεσι καὶ ταῖς ὑπωρείαις γλυκέα, ἐὰν μή τινων ἡ γεῦσις φθείρηται διὰ τὴν τῶν ἐπικειμένων ὑδάτων | |
5 | ἰδιότητα, ὠμῶν ἢ ἁλμυρῶν ὑπαρχόντων, ἢ νιτρωδῶν, ἢ στυπτηρίαν ἐχόντων, ἢ θεῖον, ἢ ἄλλο τι τῶν τοιού‐ των. | |
2.6.3 | Φυσικὰς δὲ τοῖς εἰρημένοις αἰτίας τοιάσδε προσάπτουσιν, ἀπὸ τῶν ὑδάτων τὸ λεπτομερέστατον ἀεὶ καὶ ἐλαφρότατον ἕλκειν τὸν ἥλιον. | |
2.6.4 | τὰ μὲν οὖν πεδία δι’ ὅλης ἐπέχοντα τῆς ἡμέρας τὸν ἥλιον, ἐξα‐ μέλγειν τὸ ὑγρὸν καὶ ἐξατμίζειν, ὅθεν τὰ μὲν τελέως ἄνυδρα ὑπάρχει, ἐν οἷς δὲ καταλείπεταί τινα τῶν | |
5 | ὑδάτων, ἁλμυρὰ εὑρίσκεται πάντως, τοῦ ἐλαφροῦ καὶ γλυκέος ἐξ αὐτῶν ἀναλισκομένου, καθάπερ καὶ τὴν θάλασσαν συμβέβηκε. | |
2.6.5 | τὰ δὲ ἐν τοῖς ὄρεσιν ὄντα τῶν ὑδάτων μὴ τὸ αὐτὸ πάσχειν, διὰ τὸ μὴ δι’ ὅλης τῆς ἡμέρας ἐκπυροῦσθαι τῇ ἀκτῖνι, καὶ κεκλιμένην αὐτοῖς καὶ μὴ βιαίαν προσπίπτειν. ὅθεν τὰ πρὸς | 40 |
5 | ἄρκτον ἔχοντα τὰς κλίσεις ἐνυδρότερα τῶν πρὸς μεσημ‐ βρίαν κεκλιμένων ἀποφαίνονται, καὶ τὰ πρὸς ἀνατολὰς καὶ δυσμάς, ἧσσον μὲν τῶν πρὸς ἄρκτον, πλεῖον δὲ τῶν πρὸς μεσημβρίαν κεκλιμένων, καὶ τὰ δασέα τῶν ψιλῶν, διὰ τὸ σκιάζεσθαι. | |
2.6.6 | τὰς δὲ ὑπωρείας μᾶλλον καθύγρους εἶναι, διὰ τὸ τὴν φορὰν εἰς τὸ κάτω μέρος τοῖς ὕδασιν εἶναι, καὶ συνάγεσθαι τὰ ἀπὸ τῶν ὑψη‐ λῶν εἰς τὸ ταπεινὸν καὶ ὑπὸ τὰς ῥίζας τῶν ὀρέων. | |
2.6.7 | ὅθεν καὶ τὰς πλείστας πηγὰς καὶ μεγίστας ἐν τοῖς τοιούτοις τόποις ὑπάρχειν, ἐν οἷς ὑπερκείμενά ἐστιν ὄρη μεγάλα καὶ ὑψηλὰ καὶ δασέα, ἔχοντα κοίλους καὶ φαραγγώδεις τόπους. ἐν γὰρ τοῖς τοιούτοις τοὺς κατ’ | |
5 | ἔτος συναγομένους ὄμβρους καὶ διηθουμένους κατὰ γῆς τὰς πηγὰς αὔξειν. | |
2.6.8 | τινὰ δὲ τῶν ὑδάτων παρὰ ταύτας μὲν τὰς ὑπωρείας μὴ ἐκφανῆ γίνεσθαι, ποιησά‐ μενα δὲ ἕως τινὸς ὑποφορὰν κατὰ γῆς οὕτως εἰς τὸ φανερὸν ἐκθλίβεσθαι. τὸ δὲ σύνολον, διὰ τὸν ἀνά‐ | |
5 | γοντα τόπον ἕως θαλάττης φανέντα ἐξωθεῖσθαι. | |
2.6.9 | Τινὰ δὲ καὶ ἐπὶ τὴν θάλατταν διὰ τῆς γῆς ἐπὶ πολὺν τόπον ἐν ταῖς φλεψὶν ἐνεχθέντα οὕτως ἀνα‐ βλύζει, καθάπερ ἐστὶ τὸ ἐν Ἀράδῳ ὕδρευμα, καὶ τὸ ἐν Ἡρακλείᾳ τοῦ Πόντου. | |
2.6.10 | Τὰς δὲ ἀφ’ ὑψηλῶν | |
τόπων πηγὰς φερομένας λέγουσι, διὰ τοὺς ὑπερκει‐ μένους τόπους, παρακειμένου τοῦ λεγομένου Σαώκους, καὶ ἔχοντος οὐ μακρὰν τῆς κορυφῆς τόπους τραχεῖς | 41 | |
5 | καὶ φαραγγώδεις, καὶ δυναμένους τὰ πλεῖστα τῶν οὐρανίων ὑδάτων δέχεσθαι. | |
2.6.11 | τὰς μὲν οὖν ἐπιῤῥύ‐ τους πηγὰς ὑπάρχειν ἀποφαίνονται, διὰ τὰς δεδηλω‐ μένας αἰτίας. εἶναι δὲ καὶ ἐν τοῖς πλείστοις μέρεσι τῆς γῆς φλέβας ἐχούσας ὕδωρ. | |
2.6.12 | καθάπερ γάρ, φασί, καὶ ἐπὶ τῶν ἐμψύχων σωμάτων συμβαίνει τὸ ὅλον σῶμα φλεψὶ καὶ ἀρτηρίαις διειλῆφθαι συνεχέσιν, οὕτω καὶ ἐν τῇ γῇ τόπους τε ἀραιοὺς ὑπάρχειν, ἀέρος πλή‐ | |
5 | ρεις ὄντας, καὶ φλέβας ὕδωρ ἐχούσας, καὶ ἔν τισι μὲν πάνυ πυκνὰς εἶναι καὶ δι’ ἀλλήλων πεπλεγμένας· ἔν τισι δὲ ἀραιοτέρας, αἷς ἐπιτυγχάνειν ῥαδίως τοὺς τὰ φρέατα ὀρύσσοντας διὰ τὸ πλῆθος καὶ τὴν πυκνότητα. | |
2.6.13 | πηγὰς οὖν ὁμοίως καλεῖσθαι, καὶ τὰς ἀναπτυχθεί‐ σας τῶν φλεβῶν, διὰ τὸ παραμονίμους εἶναι μακρόθεν φερομένας καὶ δι’ ἀλλήλων τὸ ὕδωρ δεχομένας. | |
2.6.14 | Λι‐ βάδας δὲ καλεῖσθαι τὰ ἀπὸ τῶν ὀμβρίων ὑδάτων διη‐ θούμενα καὶ κατὰ γῆς ἐν στεγνοῖς καὶ σκιεροῖς τόποις συνεστηκότα, καθάπερ ἐν ἀγγείοις, μὴ φλεβῶν ἀποῤ‐ | |
5 | ῥοίας οὔσας· ὅθεν οὔτε διαμένειν τὰς λιβάδας, ἀλλὰ πάνυ συντόμως ἐκλείπειν, ἐὰν μὴ σφόδρα μεγάλας αὐτὰς εἶναι συμβῇ. | |
2.6.15 | Τὰς δὲ πηγὰς αὔξεσθαί τε καὶ λήγειν κατὰ τὴν τοῦ ἀέρος περίστασιν. | |
2.6.16 | αὐχμῶν μὲν γὰρ γινομένων καὶ τὰς πηγὰς λήγειν· ἐπόμβρου δὲ τοῦ ἔτους ὄντος ἐπαύξεσθαι. τροφὴν γὰρ λαμβά‐ | |
νειν, ὡς καὶ ἀνωτέρω ἐῤῥήθη, τὰ κατ’ αὐτὰς ὕδατα | 42 | |
5 | διὰ τῶν οὐρανίων ὑδάτων· | |
2.6.17 | διὸ καὶ μάλιστα αὔξε‐ σθαι τὰς πηγὰς περὶ χειμερινὰς τροπάς, τοῦ μὲν ἡλίου μὴ ὁμοίως ἀκμάζοντος, τῶν δὲ ὄμβρων προστιθέντων, ὑπὸ δὲ τὰς θερινὰς καὶ τοῦ κυνὸς τὴν ἐπιτολὴν τοὐ‐ | |
5 | ναντίον πάσχειν. | |
2.6.18 | διαγινώσκεσθαι δὲ τὰς εὑρισκο‐ μένας πηγὰς καὶ τὰς λιβάδας τοιούτῳ τινὶ τρόπῳ. | |
2.6.19 | τὴν μὲν γὰρ εὑρεθεῖσαν πηγὴν ἀπὸ φλεβὸς εὐγε‐ νοῦς πρᾳέως τε ἀρξαμένην ῥέειν, ἐπίδοσίν τε κατὰ μικρὸν ποιεῖσθαι, καὶ ἕως τινὸς αὐξηθεῖσαν διαμένειν ὁμοίως, ἢ τὴν αὐτὴν ἔχειν δι’ ὅλου ῥύσιν τῇ ἐξ ἀρ‐ | |
5 | χῆς εὑρεθείσῃ, ἂν μήτι ἐλλίπῃ διὰ τὴν τοῦ ἀέρος περίστασιν ἢ ἐπιθῇ. | |
2.6.20 | τὰς λιβάδας δὲ οὔ φασι τὸ ὅμοιον ποιεῖν, ἀλλ’ ἐν ἀρχῇ μὲν λάβρον καὶ πολὺ προΐεσθαι τὸ ῥεῦμα, μετ’ οὐ πολὺν δὲ χρόνον λήγειν. | |
2.6.21 | οὐκ ἐῶσιν οὖν τῇ τοιαύτῃ ῥεύσει πιστεύειν, τοὺς δὲ ζητοῦντας τὰ ὕδατα, πρῶτα μὲν κελεύουσι τοὺς τόπους, ἐν οἷς ἂν ἐπιβάλλωνται ζητεῖν, ἐπιθεωρῆσαι, πῶς ἔχουσι τοῖς κλίμασι, καὶ ποῖοί τινες ὄντες τυγχά‐ | |
5 | νουσι, σημείοις χρωμένους τοῖς δεδηλωμένοις. | |
2.6.22 | καὶ ἐὰν ᾦσι πόροι πρὸς ἐξίχνευσιν, καὶ τὰ ἄλλα σημεῖα τὰ διὰ τῶν ἐδαφῶν καὶ τῶν φυομένων. | |
2.6.23 | σχοίνους τε γὰρ φυομένας 〈ἅσ〉 τινες ὁλοσχοίνους καλοῦσι, καὶ βούτομον, καὶ βάτους, καὶ κύπειρον, ἥν τινες ζέρναν καλοῦσιν· ἔτι δὲ καὶ ἄγρωστιν πολλὴν καὶ εὔτροφον, | |
5 | καλάμους τε τοὺς καλουμένους Ἰνδικούς, ὑπό τινων δὲ μεστοκαλάμους, ὑπ’ ἐνίων βαλίτας, καὶ σύριγγας δασεῖς καὶ ἁπαλοὺς σημαίνειν φασίν, ὡς ὕδωρ ἔχοντος τοῦ τόπου. | 43 |
2.6.24 | καὶ ὁμοίως κισσὸν τὸν θάλλοντα, ὅν τινες μαλακόκισσον προσαγορεύουσι, καὶ συκῆν ἀγρίαν, καὶ οἴσακα, καὶ πτελέαν ἀγρίαν, ἔτι τε ἵππουριν, 〈καὶ〉 τὴν λεγομένην πεντάφυλλον, βατράχιόν τε, ἣν καὶ | |
5 | χρυσάνθεμον καλοῦσι. | |
2.6.25 | καθόλου δὲ ὅσα ἐὰν ᾖ πεφυκότα, μὴ φυτευθέντα ὑπάρχοντα, ἀλλὰ αὐτοφυῆ χλωρὰ καὶ εὐερνῆ καὶ δασέα, σημαίνει ἀφ’ ὕδατος αὐτοῖς τὴν τροφὴν ἀναδίδοσθαι. | |
2.6.26 | διὸ καὶ δεῖ πιστεύοντας τοῖς τοιούτοις σημείοις ὀρύσσειν, ἀποβάν‐ τας ἀπὸ τῶν σημείων κατώτερον, ἐὰν ἔχῃ κλίμα ὁ τόπος, ὅθεν ὑπερδεξιοὺς τὰς πηγὰς λαμβάνεις. | |
2.6.27 | Ἡ ἵππουρις ἐκ τοῦ ἐτύμου τὸ ὄνομα ἔσπασεν. ἔστι γὰρ ὁμοία τῇ τοῦ ἵππου οὐρᾷ, ἔχουσα τὰ φύλλα ταῖς θριξὶν ὅμοια, καὶ αὐτὸν τὸν καυλὸν ἀγόμενον ἀπὸ | |
5 | τῆς ῥίζης ὡς ἐπὶ τὸ ἄκρον λεπτότερον. αὐτὸς δὲ ὁ καυλός ἐστι κενός, ὡς ὁ κάλαμος, ἔχων τὰ ἄρθρα διῃρη‐ μένα, ἐξ ὧν ἄρθρων αἱ τριχώδεις φυλλάδες πέφυκαν. ἐκ τοῦ δὲ εἶναι, αὐτὸ σαλπίγγιον προσαγορεύεται. | |
2.6.28 | Βούτομον γίνεται ἐν τοῖς ἕλεσι, φύλλα δὲ ὅμοια φέρει λειρίοις, οἱ βόες αὐτὰ ἡδέως βόσκονται, καὶ ἐκβράσσουσι δὲ ἐκ μιᾶς ῥίζης οὐ καθ’ ἓν ἀλλ’ ὡς θάμνοι. | |
2.6.29 | Πεντάφυλλον ἐκ μιᾶς ῥίζης πολλὰ ἀνα‐ | |
φέρει κλωνία καρφοειδῆ, σπιθαμιαῖα, ἐφ’ ὧν ὁ καρ‐ πός. φύλλα δὲ ἔχει ἐοικότα ἡδυόσμῳ, πέντε καθ’ ἕκαστον μίσχον, σπανίως δέ που πλείονα, κυκλόθεν | 44 | |
5 | ἐσχισμένα πριονοειδῶς· ἄνθος δὲ ὠχρόν. | |
2.6.30 | Βατρά‐ χιον ἢ χρυσάνθεμον φύλλα φέρει ὅμοια σελίνῳ, μεί‐ ζονα δέ, ἄνθος χρυσίζον· ὅλη δὲ ἡ βοτάνη οὐ μείζων γίνεται δύο παλαιστῶν. | |
2.6.31 | Μαλακόκισσος ὅμοιόν ἐστι κισσῷ, ἁπαλὸν δέ ἐστι τοῖς φύλλοις καὶ τῷ καυλῷ περιπλεκόμενον ὅπου ἂν τύχῃ, διὰ τὸ μὴ δύνασθαι ἑαυτὸ βαστάζειν. γεννᾶται δὲ μάλιστα ἐν τοῖς καλα‐ | |
5 | μοκοπίοις καὶ γεώδεσι τόποις. | |
2.6.32 | Κύπειρον, ἥν τινες ζέρναν καλοῦσι, φύλλα ἔχει ὅμοια κάρτῳ ἀρτιφυῆ, ἰσχνά, καὶ καυλίον ὥσπερ σχοίνου, ἰσχνότερον, ἐπ’ ἄκρου δὲ σπέρμα ὡς κέγχρου· ῥίζαν ὡς ὀστᾶ ἐλαίας | |
5 | μέλαιναν, ἀρωματίζουσαν τὴν γεῦσιν. | |
2.6.33 | Τούτων δὲ τῶν καρφέων καὶ βοτανῶν πάντων τῶν προειρημένων σημείοις καταφρονοῦντες οὕτως χρησόμεθα ἐν τόποις τοῖς μὴ ἔχουσιν ὕδωρ, μήτε ἐπίῤῥυτον, μήτε πηγαῖον, | |
5 | μήτε φρεάτιον. ὅπου γὰρ ἂν αὗται αἱ βοτάναι φαί‐ νωνται, ὕδωρ ὑπόγειον εἶναι σημαίνουσι. | |
2.6.34 | καὶ ἐν τῇ θεωρίᾳ, ὅσῳ ἂν μᾶλλον μεμαρασμένα φαίνωνται, ἔγγιον εἶναι τοῦ ἐδάφους τὰ ὕδατα σημαίνουσιν, ἀδύ‐ νατα καὶ μὴ παραμόνιμα. ὅσῳ δὲ μᾶλλον βρίθοντα | |
5 | καὶ χλωρότερα, ὑποκεῖσθαι τὰ ὕδατα βαθύτατα καὶ παραμόνιμα δηλοῦσιν ἀεί. | |
2.6.35 | Δεῖ δὲ καὶ τῶν ἐδα‐ | |
φῶν τὰ γένη συνθεωρεῖν· τὰ μὲν ἀργιλλώδη καὶ κισ‐ σηρώδη τῷ γένει καὶ αὐχμηρὰ τῇ φύσει ὑπάρχοντα, παντάπασιν ἄνυδρά φασιν ὑπάρχειν, | 45 | |
2.6.36 | τὰ δὲ γληνώδη καὶ πυρώδη καὶ πηλώδη, καὶ μελάγγειά τε λιπαρὰ ὄντα, ψηφιδώδεις τε διαφύσεις ἔχοντα, μὴ ἀπογινώσκειν. | |
2.6.37 | δεῖ δὲ τὰ ψηφιδώδη μὴ ἀνατεταραγμένα εἶναι ἐν τῇ γῇ, ἀλλὰ κατὰ πλάτος ἐμπεφυκότα, καὶ καθόλου τὰ ἑτεροχρωματοῦντα τῆς γῆς ἀεὶ πλακώδεις ἔχειν δεῖ τὰς συμφύσεις καὶ πυκνάς. μάλιστα δὲ ἔχουσιν αἱ σύνοδοι | |
5 | τῆς γῆς ἀνομοίας τὰς συμφύσεις. | |
2.6.38 | δεῖ δὲ καὶ τὰς πέτρας εἶναι ὑπομελανιζούσας, τὰς περιεχούσας τοὺς δοκοῦντας ὕδωρ ἔχειν τόπους, μὴ κατὰ ἰόνθους, ἀλλὰ ἐχούσας τι πορῶδες. | |
2.6.39 | καὶ ὅσαι δὲ λευκήπειροι, κεί‐ μεναι δέ εἰσιν ἐπὶ τῆς γῆς οἵας εἰρήκαμεν, ἔχουσιν ὑπὸ ταῖς πτέρναις ταῖς ἐν τοῖς ἐδάφεσιν ἐμπεφυκυίαις ὕδατα. σημαίνοι δὲ ἄν τι περὶ τὰς τοιαύτας καὶ τῶν | |
5 | εἰρημένων πεφυκός. | |
2.6.40 | Καὶ συμφύσεις δὲ αἱ ἀνόμοιοι τῶν πετρῶν ἔχουσιν ὕδατα, κἂν ὦσιν ἐν τοῖς εἰρημέ‐ νοις κλίμασι κείμεναι. | |
2.6.41 | ἐν μὲν οὖν τῇ ψηφιδώδει γῇ καὶ μελαίνῃ καὶ πυκνῇ καὶ ὁμοίως γληνώδει λιβά‐ δας δεῖ πολλὰς καὶ ἐπιπολαίους εἶναι. διὸ συμφέρει | |
ἐν ταύταις τοὺς ὑπονόμους ὀρύσσειν, ἑπόμενον ταῖς | 46 | |
5 | λιβάσιν. οὕτω γὰρ ἂν πλεῖστον ὕδωρ συνάγοιτο. ἐν δὲ τοῖς ἀραιοῖς καὶ πετρώδεσι τόποις, κᾂν ὁπωσοῦν εὑρεθῶσι πηγαί, ταῖς εὑρεθείσαις ἀρκεῖσθαι. | |
2.6.42 | δεῖ δὲ σκοποῦντας καὶ ὑδροσκοπεῖσθαι τοιούτῳ τινὶ τρόπῳ. κατεσκευασμένον ἔχειν μολιβοῦν ἀγγεῖον καθάπερ ἡμι‐ σφαίριον, χωροῦν ὅσον χοέα, καὶ λαβόντα ἐρίου μαλ‐ | |
5 | λοὺς δύο ἢ τρεῖς πεπλυμένους διαξάναντα καλῶς, δῆσαι μέσους λίνῳ, τὸ δὲ λίνον προσκολλῆσαι κηρῷ πρὸς τὸν πυθμένα, ἔσωθεν τοῦ ἀγγείου. | |
2.6.43 | διακεχρίσθω δὲ καὶ ἐλαίῳ τὸ ἀγγεῖον, καὶ ἐν τῷ τόπῳ ἐν ᾧ δια‐ λάβοι τις ὕδωρ ὑπάρχειν, δεῖ στοχαζομένους τοῖς δε‐ δηλωμένοις σημείοις ὀρύσσειν φρεατίαν, ὅσον ἐπὶ | |
5 | πήχεις τρεῖς, καὶ καταστρέψαντα τὸ ἀγγεῖον ἐν τῇ φρεατίᾳ θεῖναι, καὶ περιθέντα καλάμων φύλλα χλω‐ ρῶν, ἢ ἄλλην τινὰ βοτάνην, πάλιν ἐπιχῶσαι τῆς γῆς ὅσον ἐπὶ πῆχυν. | |
2.6.44 | τοῦτο δὲ ποιεῖν δύνοντος τοῦ ἡλίου, καὶ ὄρθρου πάλιν ἀπαμήσαντα τὴν γῆν, καὶ τῶν βοτανῶν ἀφελόντα πρᾳέως, ἀναστρέψαι τὸ ἀγ‐ γεῖον καὶ κατανοεῖν. | |
2.6.45 | ἐὰν γὰρ ὦσι πηγαί, τό τε ἔριον εὑρήσεις πλῆρες ὕδατος, καὶ τὸ ἀγγεῖον μεστὸν πομφολύγων· συνήσεις δὲ καὶ ποῖόν τι τὸ ὕδωρ ὑπάρ‐ χει, τοῦ ἀποπιεσθέντος ἐκ τοῦ μαλλοῦ γευσάμενος. | |
2.6.46 | εὑρήσεις μέντοι τὸ ἀποπιεσθὲν ἐκ τοῦ μαλλοῦ, γλυκύτερον τῆς πηγῆς διὰ τὸ 〈τὸ〉 λεπτομερέστατον καὶ ἐλαφρότατον ἀναθυμιᾶσθαι. | |
2.6.47 | καὶ περὶ μὲν οὖν | |
ὑδροσκοπικῆς αὐτάρκως εἴρηται. | 47 | |
2.7t | Περὶ ὑδάτων, καὶ πῶς δεῖ τὸ ὄμβριον ὕδωρ συνάγειν. Διοφάνους. | |
2.7.1 | Ὑδάτων δὲ πρὸ πάντων φροντιστέον, οὐ διὰ τὴν τοῦ ὕδατος μόνον ἀπόλαυσιν, ἀλλ’ ὅτι καὶ εὐκρατότα‐ τον ἐν τοῖς αὐχμοῖς τὸν ἀέρα ποιεῖ. | |
2.7.2 | εὐτυχὲς μὲν οὖν σφόδρα τὸ ἔχειν ἀπὸ πηγῆς ὕδωρ. εἰ δὲ μή, τὰ ὄμβρια συναγέσθω, τὰ εἰς ἡμετέραν καὶ πάσης τῆς φαμιλίας ἐξαρκοῦντα χρείαν· οὐχ’ ὥσπερ εἰώθασί τινες | |
5 | ἀπὸ τῶν ἐπαύλεων, ὅπου πρόβατα καὶ ἄλλα ζῶα τυγχάνει κόπρου πληροῦντα τὰς ἐπαύλεις, ἀλλὰ διὰ τῶν δωμάτων, καὶ αὐτὰ ἐπιμελῶς καθαίρειν καὶ συνε‐ χῶς χρή· ξυλίνοις δὲ ἀγωγοῖς καθαρὸν τὸ ὕδωρ εἰς τὰ φρέατα συνάγειν. | |
2.7.3 | Ἀφρικανοῦ. Ὑγιεινὸν δὲ τὸ ὕδωρ ποιεῖ δάφνη τούτῳ ἐμβρεχομένη. | |
2.7.4 | τὸ δὲ φαῦ‐ λον ὕδωρ θεραπεύσομεν οὕτως. ἐμβαλλέσθω εἰς κε‐ ράμια, καὶ ἐν ὑπαίθρῳ ἐάσθω, ἕως ἂν καταστῇ, καὶ μεταχεέσθω ἠρέμα εἰς ἄλλα σκεύη δίχα τῆς ὑφιζανού‐ | |
5 | σης ὑποστάθμης. | |
2.8t | Ὅτι δεῖ ἐν τοῖς μεγάλοις ἀγροῖς δασέα εἶναι ὄρη, καὶ πῶς ἂν φυτευθείη. Ἀπουληΐου. | |
2.8.1 | Καλὸν μὲν αὐτομάτου ὄρους ἀμφιλάφειαν ἔχειν ἐν τῷ ἀγρῷ, εἰ δὲ μὴ ὑπάρχοι τοῦτό σοι, οὐ δυσχερὲς καὶ ὄρη ὑλώδη καταφυτεῦσαι. καὶ γὰρ τῶν ἀγρίων | |
δένδρων σπέρματά ἐστιν, ἃ κατασπαρέντα ὕλην ἂν | 48 | |
5 | ποιήσοι, πλὴν ἐν τοῖς ξηροῖς τόποις οὐ σφόδρα. | |
2.8.2 | ἰτέαι γὰρ καὶ μυρίκαι καὶ λεῦκαι καὶ ἐλάται καὶ μελίαι καὶ πτελέαι καὶ πάντα τὰ ὁμοιογενῆ τοῖς καθύγροις χαίρει τόποις· πίτυς δὲ καὶ ἐν ἀμμώδεσι θάλλει. | |
2.8.3 | μόνας δὲ ῥοιὰς καὶ ἐλαίας καὶ ἐν τοῖς ξηροτέροις τόποις σφόδρα εὐθαλεῖς γίνεσθαι ἡ πεῖρα ἐδίδαξε. | |
2.8.4 | δρύες δὲ καὶ καστανέαι, αἱ Διὸς βάλανοι καλούμεναι, ἐν τοῖς συνε‐ χῶς κατομβριζομένοις τόποις κατατιθέσθωσαν. | |
2.9t | Ποία καλλίων γῆ. Βηρυτίου. | |
2.9.1 | Ἀρίστη γῆ ἡ μελάγγειος ὑπερεπαινουμένη παρὰ πᾶσιν, ὅτι καὶ ὄμβρον φέρει καὶ αὐχμόν. | |
2.9.2 | ἑξῆς ἡ πυῤῥὰ καὶ ἡ ποταμόχωστος, ἣν ἰλυώδη προσαγορεύ‐ ουσι, καὶ ἡ γλυκεῖα καὶ ἡ θερμή, αὗται γὰρ πρὸς ἀμπέλους καὶ πρὸς δένδρα καὶ πρὸς σπόριμα ἐπιτη‐ | |
5 | δείως ἔχουσαι ὤφθησαν. | |
2.9.3 | καὶ ἡ βαθύγειος δὲ ἐπαι‐ νεῖται, ἐὰν μάλιστα εὔθρυπτος ᾖ καὶ μὴ δυσεργής, οὐ μόνον δὲ πρὸς δενδροφορίαν ἐπιτηδεία. | |
2.9.4 | ἀλλὰ καὶ ἡ ἐρυθρὰ καλλίστη πρὸς τὰ λοιπά, πρὸς μέντοι δενδρο‐ φορίαν ἀνεπιτηδείως ἔχουσα. | |
2.10t | Περὶ δοκιμασίας γῆς. Ἀνατολίου. | |
2.10.1 | Δοκιμασία τῆς ἀρίστης γῆς γένοιτο μὲν ἂν καὶ | |
ἀπὸ τῆς ὄψεως, τουτέστιν, εἰ ἐν αὐχμῷ μὴ σφόδρα καταῤῥήγνυτο, μήτε ὄμβρων ῥαγδαίων κατενεχθέντων τελματώδης εἴη, ἀλλ’ ἐκδέχοιτο εἰς τὴν λαγόνα πᾶν | 49 | |
5 | τὸ ἐκ τῶν ὄμβρων ὕδωρ· καὶ εἰ μή, κρύους ὄντος, ὀστρα‐ κώδη τὰ περὶ τὰ νῶτα αὐτῆς ὑποφαίνοι· αὕτη γὰρ ὡς ἐπὶ τὸ πολὺ ἀγαθὴ ἂν δοκιμασθείη. | |
2.10.2 | Κάλλιστον δὲ καὶ ἕτερον δοκιμασίας τρόπον εὕραντο οἱ παλαιοί, ταῖς ὄψεσιν ὑποπίπτοντα. ἐὰν γὰρ μεγάλα καὶ ὑλώδη ὑπάρχῃ τὰ ἐν αὐτῇ φυόμενα ἄγρια δένδρα, τελειοτά‐ | |
5 | την ἀποφαίνεσθαι δυνατόν. εἰ δὲ μέτρια, μέσην. ἡ δὲ ἀκάνθας ἔχουσα, καὶ φρύγανα λεπτὰ καὶ πόαν βρα‐ χεῖαν, ἀσθενὴς αὕτη καὶ οὐ πολλοῦ ἀξία. | |
2.10.3 | Ἄλλοι δὲ οὐκ ἀρκούμενοι τῇ τῆς ὄψεως κρίσει, καὶ τὴν ἐκ γεύσεως δοκιμασίαν ἐξεῦρον τοιαύτην. | |
2.10.4 | σκάψαντες εἰς βάθος ἐκεῖθέν τι τῆς γῆς ἀνασπῶσι, καὶ ἀπὸ μὲν τῆς ὀσφρήσεως τὴν καλλίω δοκιμάζουσιν. οὐκ ἀρκε‐ σθέντες δὲ τούτῳ τῷ τρόπῳ, ἐμβάλλοντες αὐτὴν εἰς | |
5 | σκεῦος καὶ καταχέαντες πότιμον ὕδωρ, καὶ τῇ γεύσει τὴν πεῖραν παραδιδόασιν. ὁποῖον γὰρ ἂν τὸ ὕδωρ τῇ γεύσει φανῇ μετὰ τὴν μίξιν, τοιαύτη καὶ ἡ γῆ ἔσται. | |
2.10.5 | δεῖ οὖν ἐπὶ μὲν τῶν σπορίμων, ποδιαίῳ ἀρκεῖσθαι βάθει, ἐπὶ δὲ τῶν ἀμπέλων, τριῶν ποδῶν, ἐπὶ δὲ τῶν δένδρων, τεσσάρων. | |
2.10.6 | ἔνιοι γλυκεῖαν | |
τεκμαίρονται τὴν γῆν καὶ ἀπὸ τῶν φυομένων ἐν αὐτῇ ὁλοσχοίνων ἢ καλάμου ἢ λωτοῦ ἢ βάτου. τούτοις γὰρ ἔθος καὶ τοὺς ὑδρογνώμονας πιστεύειν. | 50 | |
2.10.7 | Τὸ δὲ ἀκρι‐ βέστερον δοκίμιον ἡ γεῦσίς ἐστι. τὴν δὲ ἁλμυρὰν γῆν φευκτέον, ὡς τοῖς ἀρχαίοις δοκεῖ. | |
2.10.8 | ὅταν γὰρ ἐν τῇ κόπρῳ τοὺς ἅλας φεύγωμεν, καὶ τὴν γινομένην ἀμόρ‐ γην ἐκ τῶν μὴ ἁλσὶ πεπασμένων ἐλαιῶν οἱ ἔμπειροι παραγγέλλωσι ταῖς ῥίζαις ἐπιχέειν τῶν δένδρων, καὶ | |
5 | τὰ κοπροθέσια γλυκεῖ καὶ οὐχ ἁλμυρῷ ὕδατι βρέχειν, δῆλόν ἐστιν, ὅτι τὴν ἁλμυρὰν γῆν ἐκφαυλίζουσι, πρὸς πάντα ἀνεπιτηδείως ἔχουσαν πλὴν τῶν φοινίκων, οὓς καλλίστους καὶ πολυκάρπους φέρει. | |
2.10.9 | διὰ τοῦτο γὰρ καὶ ἐν τοῖς ἡμετέροις τόποις μόνος ὁ φοῖνιξ εὐκαρπεῖ, ἐπειδὴ πάντες οὗτοι ἁλμυρώδεις εἰσί. χρὴ οὖν εἰς τὴν ἁλμυρὰν γῆν φοίνικας μόνους καταφυτεύειν, ἢ παρ‐ | |
5 | αιτεῖσθαι, ἢ κατὰ τὸ δυνατὸν θεραπεύειν, ὥσπερ κόπρῳ χρωμένους τῇ μίξει τῆς γλυκείας γῆς. | |
2.10.10 | Τὴν δὲ δυσώδη γῆν πάντη φευκτέον ἐν πᾶσιν οὖσαν ἄχρηστον. | |
2.11t | Ἄλλο περὶ δοκιμασίας γῆς. Διοφάνους. | |
2.11.1 | Ἕτεροι δὲ δοκιμάζουσι τὴν ἀρίστην γῆν οὕτως. βόθρον ποιήσαντες καὶ φανερὸν μέρος τῆς γῆς ἀφελό‐ | |
μενοι, μετὰ ταῦτα πάλιν ἐπιβάλλουσι τὴν γῆν εἰς τὸν βόθρον· καὶ εἰ μὲν ἡ ἐπιβληθεῖσα γῆ ἀναπληρώσει | 51 | |
5 | τὸν βόθρον, ἢ καὶ περιττεύσει, καλλίστην δοκιμάζουσι τὴν γῆν. εἰ δὲ τῆς γῆς ἐπιβληθείσης μὴ πληρωθείη ὁ βόθρος, οὐ καλὴν εἶναι τὴν γῆν ἀποφαίνονται. | |
2.12t | Ποῖα σπέρματα ἐν τῇ βαθυγείῳ γῇ, ποῖα δὲ ἐν τῇ μέσως ἐχούσῃ, ποῖα δὲ ἐν τῇ λεπτοτέρᾳ χρὴ σπείρειν. Ταραντίνου. | |
2.12.1 | Τὸν μὲν σῖτον ἐν τῇ βαθυγείῳ καὶ τῇ πεδιάδι ἄμεινον σπείρειν· τὰς δὲ κριθὰς ἐν τῇ μέσως ἐχούσῃ· τὰ δὲ ὄσπρια ἐν τῇ λεπτοτέρᾳ. | |
2.12.2 | δυνατὸν δὲ καὶ ἐν τῇ πεδιάδι σπείρειν τὰ ὄσπρια μετὰ τὴν τοῦ σίτου συλλογὴν τῷ ἐπιόντι καιρῷ. σπαρέντα γὰρ ἀναπαύει τὴν γῆν, καὶ κουφίζει, λεπτόριζα ὄντα, πλὴν τῶν | |
5 | ἐρεβίνθων. | |
2.13t | Ποῖα τῶν σπερμάτων καθύγρου οὔσης τῆς γῆς, ποῖα δὲ ἐγκαταξήρου χρὴ σπείρειν. Λεοντίου. | |
2.13.1 | Τὰς μὲν κριθὰς δεῖ σπείρειν τῆς χώρας μὴ καθύγρου, ἀλλὰ περιξήρου μᾶλλον ὑπαρχούσης. | |
2.13.2 | τὸν δὲ σῖτον εἰς τὴν πηλώδη καὶ κάθυγρον γῆν σπαρτέον, αὔξει γὰρ ἐν τῇ τοιαύτῃ μᾶλλον· δεῖ δὲ περὶ τὴν σπο‐ ρὰν τοῦ σίτου μὴ καθυστερίζειν. | |
2.13.3 | τοὺς δὲ κυάμους καὶ τὸν πισσὸν σπαρτέον πηλώδους οὔσης τῆς γῆς. εἰς γὰρ κατάξηρον γῆν κόπτονται πρὶν φῦναι, καὶ διαφθείρονται· οἱ δὲ μὴ κοπέντες δυσγενεῖς φύονται. | 52 |
2.13.4 | τὰ δὲ λοιπὰ ὄσπρια ἀνέχονται μὲν καὶ εἰς τὴν κατά‐ ξηρον σπειρόμενα· βελτίονα δὲ καὶ αὐτὰ γίνονται καὶ εὐγενέστερα εἰς τὴν διάβροχον γῆν σπειρόμενα. | |
2.14t | Περὶ καιροῦ σπόρου σίτου καὶ κριθῆς. Διδύμου. | |
2.14.1 | Τῶν σπόρων ὁ πρωϊμώτερος πάντων καλλίων· μάλιστα δὲ τὴν βαθύγειον προλαμβάνειν χρή, εἰ ὀλί‐ γου ἀέρος ἐπόμβρου εἴη τετυχηκυῖα. | |
2.14.2 | Ἀπὸ μετοπώ‐ ρου τοίνυν τισὶ δοκεῖ καλῶς ἔχειν σπείρειν διὰ παντὸς τοῦ χειμῶνος, ἐν τοῖς ψυχροτέροις τόποις μέχρις εἰδῶν Μαρτίων· καὶ μέχρι δὲ ἐαρινῆς ἰσημερίας, τουτέστι | |
5 | τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων. | |
2.14.3 | Τινὲς δὲ ἐπι‐ μελέστεροι ποιοῦντες τοὺς χρόνους τοῦ σπόρου οὕτως διεῖλον, ὡς τὰς μὲν κριθὰς ἄρχεσθαι σπείρειν προσ‐ ῆκον ἀπὸ ἰσημερίας φθινοπωρινῆς, ἥτις ἐστὶ πρὸ δύο | |
5 | καλανδῶν Ὀκτωβρίων· τὸν δὲ σῖτον ἀπὸ πλειάδων δύσεως, ἥτις ἐστὶ τῇ πρὸ τριῶν εἰδῶν Νοεμβρίων· | |
τοῦτο δὲ καὶ ὁ Οὐιργίλιος συναινεῖ· παύσασθαι δὲ ἀμφοτέρων τῶν σπόρων ταῖς τροπαῖς ταῖς χειμεριναῖς, αἵ εἰσι τῇ πρὸ θʹ καλανδῶν Ἰαννουαρίων. | 53 | |
2.14.4 | Δημό‐ κριτος δὲ φυσικήν τινα παρατήρησιν παραδιδοὺς περὶ τὴν τοῦ στεφάνου μάλιστα δύσιν σπείρειν συμβου‐ λεύει· τότε γὰρ οὐ μόνον ὄμβροι ἐκπέμπεσθαι πολλοὶ | |
5 | εἰώθασιν, ἀλλὰ καὶ ἡ γῆ φυσικήν τινα καὶ δεκτικὴν κίνησιν ἔχει πρὸς τὸ γονιμώτερα ἀπεργάζεσθαι τὰ τότε σπαρέντα. | |
2.14.5 | ἄρχεται δὲ ὡς ἐπὶ τὸ πολὺ ἡ τοῦ στε‐ φάνου δύσις ἐν τοῖς κατὰ Φοινίκην τόποις, τῇ πρὸ ἑπτὰ καλανδῶν Δεκεμβρίων. | |
2.14.6 | δεῖ δὲ τὸν σπείροντα τὰς μὲν βορείους ἡμέρας καὶ σφόδρα ψυχρὰ πνεύματα ἐχούσας παραιτεῖσθαι. τὴν γὰρ γῆν τότε μεμυκυῖαν καὶ ὥσπερ φρίσσουσαν μὴ προσδέχεσθαι τὰ σπέρματα, | |
5 | δῆλόν ἐστιν· ἐν δὲ ταῖς εὐδιειναῖς ἡμέραις, τουτέστι ταῖς νοτίοις ἢ ἄλλως θερμαῖς, ἀνιεμένην εὐθέως τε καταδέχεσθαι τὰ σπέρματα, καὶ εἰς τὴν ῥίζωσιν ὁρμᾶν, καὶ ἁδροὺς τοὺς καρποὺς ποιεῖν. | |
2.14.7 | Ἔνιοι δὲ τὸν σπόρον αὐξανομένης τῆς σελήνης ἀπὸ τετράδος μέχρι διχομήνης, τουτέστι πεντεκαιδεκαταίας, ποιεῖσθαι συμ‐ βουλεύουσι. | |
2.14.8 | Τινὲς δὲ ὥσπερ ἀσφαλέστερον διανοούμε‐ νοι οὐ πάντα τὸν σπόρον πρώϊμον ποιοῦσιν· ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον καιρὸν διαιροῦσι, τὸ | |
ἄδηλον τοῦ μέλλοντος φυλαττόμενοι. | 54 | |
2.15t | Προγνωστικόν, ὥστε εἰδέναι, ποῖα τῶν σπειρομένων γενήσονται εὐθαλῆ. Ζωροάστρου. | |
2.15.1 | Τινὲς οὖν τὰ μέλλοντα εὐθαλῆ γίνεσθαι οὕτω προμανθάνουσι. Πρὸ ὀλίγων ἡμερῶν τῆς ἐπιτολῆς τοῦ κυνὸς ἔν τινι τόπῳ ἀπὸ ἑκάστου σπέρματος πρὸς ὀλίγον μέρος δοκιμασίας ἕνεκεν σπείρουσιν. | |
2.15.2 | ὅταν οὖν ἐπιτέλλῃ ὁ κύων, τινὰ μὲν τῶν σπαρέντων, ὣς εἰκός, βλάπτει, τινὰ δὲ οὐδαμῶς. τοῦτο οὖν σημεῖον ποιούμενοι, τὰ ἀβλαβῆ μείναντα ἐν τῇ ἐπιτολῇ σπεί‐ | |
5 | ρουσι, παραλιμπάνουσι δὲ τὰ ἐπικαυθέντα. | |
2.15.3 | Ἔστι δὲ ἡ ἐπιτολὴ τοῦ κυνὸς τῇ ιθʹ τοῦ Ἰουλίου μηνός. δεῖ οὖν πρὸ κʹ ἢ λʹ ἡμερῶν, τὰ δοκιμασίας ἕνεκα σπα‐ ρέντα ἄρδειν, εἰς τὸ φῦναι ταῦτα. | |
2.16t | Περὶ σπερμάτων ἐκλογῆς, καὶ ποῖα εἶναι δεῖ τὰ καταβαλλόμενα σπέρματα, καὶ πόσου χρόνου. Οὐϊνδανιωνίου. | |
2.16.1 | Ἐπιλεκτέον τὸν σπειρόμενον σῖτον εὐγενῆ καὶ ἁδρὸν καὶ στερεὸν καὶ λεῖον, τῷ δὲ χρώματι χρυσί‐ ζοντα, καὶ νοστιμώτατον· τοῦτο δὲ ἐκ τῆς ἀρτοποιΐας δοκιμάζεται. φεύγειν δὲ χρὴ τὸν κεκομμένον καὶ ῥυσόν. | |
2.16.2 | τὰς δὲ κριθάς, πλήρεις καὶ ἁδράς, προσφάτους τε | |
καὶ λευκάς, καὶ βαρυτάτας, καὶ μὴ κεκομμένας. καὶ τὰ ἄλλα πάντα ὄσπρια ὅμοια εἶναι χρὴ τοῖς εἰρημένοις. | 55 | |
2.16.3 | Τινὲς δὲ τοὺς ἁδροτέρους στάχυας ἐπιλέγονται, τοὺς ἔχοντας κόκκους πλήρεις καὶ τελείους, καὶ εἰς σπόρον τηροῦσι καλλίονα τὸν ἐκ τούτων καρπὸν κομιζόμενοι. | |
2.16.4 | σπέρμα δὲ κάλλιστον τὸ ἐνιαυσιαῖον· τὸ δὲ διετὲς ἔλασσον· τὸ δὲ τριετὲς κάκιστον. τὸ δὲ παλαιότερον ἄκαρπον. | |
2.17t | Ὅτι ἐκ τῶν ἐναντίων τόπων εἰς τοὺς ἐναντίους τόπους χρὴ τὰ σπέρματα καταβάλ‐ λειν. Διδύμου. | |
2.17.1 | Φασί τινες εἰς πολυκαρπίαν συντελεῖν τὸ τὰ σπέρματα εἰς τοὺς ἐναντίους τόπους σπείρειν· οἷον τὰ ἐκ τῶν ὀρεινῶν εἰς τὰ πεδία, ἐκ τῶν νοτερῶν εἰς τὰ αὐχμώδη, καὶ ἔμπαλιν· εἶναι γὰρ τὴν τῶν ἐναντίων | |
5 | ἐπιθυμίαν ἴσως καὶ ἐν τοῖς σπέρμασι καὶ ἐν τῇ γῇ. | |
2.17.2 | οὕτω μέντοι, ὥστε ἐκ τῶν ἡττόνων χωρίων εἰς τὰ κρείσσω μεταφέρειν, οὐκ ἐκ τῶν καλλιόνων εἰς τὰ χείρονα. | |
2.18t | Ὥστε τὰ μέλλοντα σπείρεσθαι γενή‐ ματα κατὰ μηδένα τρόπον μετὰ τὸν σπόρον ἀδικεῖσθαι. Ἀφρικανοῦ. | |
2.18.1 | Εἰς χυλὸν ἀειζώου βοτάνης βρέξας τὰ γενήματα σπεῖ‐ ρον· οὕτω γὰρ οὔτε ὑπὸ ὀρνέων ἢ μυῶν ἢ μυρμήκων βλα‐ βήσεται, ἀλλὰ καὶ βελτίονα τὰ φυτευόμενα γίνεται. | |
2.18.2 | ἐὰν δὲ ὀλίγον σῖτον ἐλλεβόρῳ μίξας ἔξωθεν κύκλῳ σπείρης, οὐκ ἀδικηθήσεται ὑπὸ ὀρνέων τὰ σπειρόμενα. | 56 |
2.18.3 | εἰ δὲ καρκίνους ποταμίους, τουτέστι παγούρους, εἰς ὕδωρ βαλὼν ἐάσεις ἡμέρας ὀκτώ, καὶ ἐκ τούτου τοῦ ὕδατος ἔξωθεν τὸν σπόριμον καταρρανεῖς, οὐκ ἀδικηθήσεται | |
5 | τὰ σπέρματα, οὐδὲ τὰ φυτὰ ὑπὸ πτηνῶν. | |
2.18.4 | εἰ δὲ φύλλα κυπαρίσσων κόψας ἀναμίξεις τοῖς σπέρμασιν, ἄβρωτα ταῦτα φυλαχθήσεται. | |
2.18.5 | ἔνιοι δὲ ἐλαφίου κέρας ἢ ἐλέφαντος ῥινήσαντες, οἱ μὲν ξηρόν, οἱ δὲ ὕδατι καταβρέξαντες, καταῤῥαίνουσι τὰ σπέρματα. | |
2.18.6 | Ἀπουλήϊος δέ φησι, τὰ οἴνῳ ἐπιῤῥανθέντα σπέρ‐ ματα ἔλαττον νοσήσειν. | |
2.18.7 | καὶ ὕδατι καὶ ἀμόργῃ ἐπι‐ ψεκάσας αὐτὰ μάλιστα ὠφελήσεις. | |
2.18.8 | κάλλιον δὲ καὶ τοῖς φυσικοῖς χρᾶσθαι. ἐὰν γὰρ ἐν τῷ μέτρῳ, ἐν ᾧ τὸ σπέρμα μετρεῖται, βληθέντων τῶν σπειρομένων περικαλυφθείη ὑαίνης δέρματι ἐπὶ ἡμέρας τινάς, μετα‐ | |
5 | λαμβάνοντα τῆς ἀπὸ τοῦ ζώου φυσικῆς δυνάμεως καὶ ὀσμῆς, ὑπὸ οὐδενὸς ῥαδίως βλαβήσεται. | |
2.18.9 | ἐὰν δὲ μετὰ τὸ σπαρῆναι καὶ ἐπιχωσθῆναι τὰ σπέρματα ὀλί‐ γον σῖτον ἐλλεβόρῳ ἀναμίξας σπείρῃς πλησίον, ὅσα τῶν ὀρνέων γεύσεται, ἀποθανεῖται. ταῦτα τοίνυν | |
5 | λαβὼν τὰ τεθνηκότα ὄρνεα καὶ καλάμους πήξας κρέ‐ μασον τῶν ποδῶν, καὶ ἀδύνατον τοῦ λοιποῦ ὄρνεον εἰσελθεῖν. | |
2.18.10 | Ἐὰν δὲ τὰς ῥίζας τοῦ ἀγρίου σικύου συνθλάσας καὶ βρέξας ὅλην τὴν ἡμέραν καὶ νύκτα, συνεχῶς ἐπιψεκάσῃς τὸ ὕδωρ τοῖς μέλλουσι σπείρεσθαι, εἶτα σκεπάσας ἱματίῳ τῇ ἐπιούσῃ ἡμέρᾳ σπείρῃς, οὐ | 57 |
5 | βλαβήσεται τὰ σπαρέντα, ἀλλὰ καὶ βελτίονα ἔσται. | |
2.18.11 | τὰ δὲ βίκια σπειρόμενα οὐ βρωθήσεται, ἐὰν ὀλίγον σπέρμα τίλεως συμμίξῃς σπειρομένοις αὐτοῖς. | |
2.18.12 | Βιρ‐ γίλιος δὲ ἐπαινεῖ νίτρῳ καὶ ὕδατι ἐπιψεκάζειν τὰ σπει‐ ρόμενα. | |
2.18.13 | ἄβρωτα δὲ μένει καὶ τὰ ἐν διχομηνίᾳ σπειρόμενα. | |
2.18.14 | Ἀπουλήϊος δέ φησι, πρὶν σκαφῆναι τὴν ἄρουραν, φρῦνον, τουτέστι βάτραχον χερσαῖον, νυκτὸς περὶ αὐτὴν περιενεγκόντα κατακλεῖσαι ἐν σκεύει κερα‐ μιαίῳ, καὶ ἐν μέσῳ καταχῶσαι τῆς ἀρούρας· κατὰ δὲ | |
5 | τὸν καιρὸν τοῦ σπόρου ἀνορύξαι τὸ σκεῦος, καὶ ἐκβα‐ λεῖν τῆς ἀρούρας, ἵνα μὴ πικρὸς ὁ καρπὸς γένηται. | |
2.18.15 | ὁ αὐτὸς δὲ Ἀπουλήϊός φησι, τοῖς σπειρομένοις χρῆναι παραμιγνύναι ὀλίγην φακῆν· φύσει γὰρ ἀντι‐ στατεῖ πρὸς τὸ χαλεπὸν τῶν ἀνέμων. | |
2.18.16 | καὶ οὔρῳ δὲ παλαιῷ καὶ κόπρῳ κυνῶν, λύσας καὶ καταβρέξας τοὺς καρποὺς ἢ τὰ δένδρα ἢ τὰς ἀμπέλους, ἀβλαβῆ | |
πάντα φυλάξεις. | 58 | |
2.19t | Τί χρὴ ποιεῖν, καὶ τί χρὴ μὴ ποιεῖν εἰς τὸ εὐφορεῖν τὰ σπέρματα. Σωτίωνος. | |
2.19.1 | Ἐπίγραψον ἐν τῷ ἀρότρῳ φρυήλ, καὶ ἐν τῷ νεάζειν καὶ ἐν τῷ σπείρειν τὴν γῆν, καὶ εὐθαλήσει ἡ χώρα. | |
2.19.2 | Φασὶ δέ, εἰς πολυκαρπίαν συντελεῖν τὸ τὰ σπέρματα εἰς τοὺς ἐναντίους τόπους σπείρειν. οἷον ἐκ τῶν ὀρεινῶν εἰς τὰ πεδία, καὶ ἔμπαλιν. | |
2.19.3 | Τινὲς δὲ τὴν τῶν ὀρνίθων κόπρον, μάλιστα δὲ τὴν τῶν περιστερῶν, ἀναμίξαντες εὐφορίας ἕνεκεν σπείρουσιν. ἐν δὲ τοῖς αὐχμηροῖς τόποις τοῦτο παραιτεῖσθαι χρή, | |
5 | ἵνα μὴ καίηται τὰ σπέρματα. | |
2.19.4 | Δεῖ δὲ τὸν σπείροντα παραφυλάττειν, ἵνα μὴ ἐμπέσῃ τῷ κέρατι τοῦ βοὸς τὰ σπέρματα. ταῦτα γὰρ κερασβόλα καλοῦσί τινες, καὶ ἄφορα καὶ ἀτελῆ τὰ τοιαῦτά φασι γίνεσθαι, ὥστε μηδὲ | |
5 | ὑπὸ τῆς τοῦ πυρὸς τήκεσθαι δυνάμεως. | |
2.19.5 | πολύχυτον δὲ ἔσται τὸ σπέρμα, ἐὰν τὸ κόσκινον ἐκ λυκείου δέρ‐ ματος εἴη, ἔχον τρήσεις λʹ, ὥστε δάκτυλον ἐμβαίνειν. | |
2.20t | Πῶς δεῖ καταλαμβάνειν, εἰ τὰ σπα‐ ρέντα ἔχει τὴν συμμετρίαν. Παμφίλου. | |
2.20.1 | Διαστήσας τοὺς δακτύλους τῆς χειρὸς ἐντύπωσον εἰς τὴν γῆν· εἶτα ἄρας τὴν χεῖρά σου σκέπτου τὸ πλῆθος τῶν ἐν τῷ τύπῳ σπερμάτων. | |
2.20.2 | εἶναι μὲν γὰρ χρὴ ἐπὶ μὲν τοῦ σίτου ἀριθμὸν τὸν μὲν πλεῖστον ζʹ, | |
τὸν δὲ ἐλάττονα εʹ· ἐπὶ δὲ τῆς κριθῆς θʹ καὶ ζʹ, ἐπὶ δὲ τῶν κυάμων ϛʹ καὶ δʹ. τὰ δὲ μεταξὺ τούτων δῆλον | 59 | |
5 | ὡς ἕξει τὴν συμμετρίαν. | |
2.20.3 | εἰς δὲ τὴν συνεχῶς χιονι‐ ζομένην γῆν, διὰ τὸ φθείρεσθαι τοῖς πάγοις τινὰ τῶν σπερμάτων, μικρὸν πυκνότερον σπαρτέον. | |
2.21t | Περὶ κόπρου. Τῶν Κυντιλίων. | |
2.21.1 | Τὴν ἀγαθὴν γῆν ἡ κόπρος καλλίονα ποιεῖ, τῇ δὲ φαύλῃ πλέον βοηθήσει. ἡ μὲν οὖν εὔγειος οὐ δεῖται πολλῆς κόπρου· ἡ δὲ μέση, ὀλίγῳ πλείονος· ἡ δὲ λεπτό‐ γειος καὶ ἀσθενής, πολλῆς. | |
2.21.2 | μὴ ἀθρόως δέ, ἀλλὰ πυκνότερον κοπριζέσθω. γῆ δὲ μὴ κοπριζομένη ῥιγοῖ. πλέον δὲ κοπριζομένη καίεται. | |
2.21.3 | Χρὴ δὲ τὸν τὰ φυτὰ κοπρίζοντα μὴ ταῖς ῥίζαις εὐθὺς ἐπιῤῥίπτειν τὴν κό‐ προν, ἀλλὰ πρῶτον βάλλειν γῆν αὐτάρκη καὶ ἐπί‐ λεπτον, εἶτα τὴν κόπρον, εἶτα πάλιν ταύτην καλύπτειν | |
5 | γῇ. οὕτω γὰρ οὔτε καυθήσεται τὰ φυτά, ἐπιτεθείσης αὐτοῖς τῆς κόπρου· οὔτε ἡ θερμότης αὐτοῖς ἀποπνεύ‐ σει, μὴ καλυφθεῖσα ὑπὸ τῆς γῆς. | |
2.21.4 | Ἔστι δὲ κόπρος μὲν καλὴ ἡ τῶν πτηνῶν ἁπάντων, πλὴν τῶν χηνῶν καὶ τῶν ἐνύδρων ὀρνέων, διὰ τῆν ὑγρότητα· καὶ αὕτη δὲ ταῖς ἄλλαις μιχθεῖσα χρησίμη ἔσται. | |
2.21.5 | πολὺ δὲ καλλίων ἡ τῶν περιστερῶν, πολὺ τὸ θερμὸν ἔχουσα. διό τινες μὴ σκευάζοντες αὐτήν, ἀλλ’ ὁποία ἐστὶν ἐῶντες, σὺν τῷ σπόρῳ ἐπιῤῥίπτουσιν ἀραιοτέραν. ὠφέ‐ | |
5 | λιμος γὰρ γίνεται τῇ ἀδυνατούσῃ χώρᾳ, τρέφουσά τε αὐτήν, καὶ δυνατωτέραν ποιοῦσα εἰς τὴν τῶν καρπῶν ἔκφυσιν καὶ τροφήν, καὶ τὴν ἄγρωστιν δὲ αὐτάρκως λυμαίνεται. | 60 |
2.21.6 | Μετὰ δὲ τὴν τῶν περιστερῶν ἐστιν ἡ ἀνθρωπεία, προσομοιάζουσά πως ταύτῃ, καὶ ἰδικῶς ἐστι πασῶν τῶν βοτανῶν φθαρτική. σκευάζουσι δὲ αὐτὴν ἐν Ἀραβίᾳ οὕτως· ξηράναντες αὐτάρκως, ὕστε‐ | |
5 | ρον ὕδατι βρέχουσι, καὶ πάλιν ξηραίνουσι. ταῖς γὰρ ἀμπέλοις ἐπιτηδειοτάτην ταύτην εἶναι διαβεβαιοῦνται. κάλλιον δὲ διὰ τὸ μυσαρὸν τοῦ πράγματος τῇ πρὸς τὰς ἄλλας γοῦν κόπρους μίξει παραμυθεῖσθαι. | |
2.21.7 | τρίτη ἡ ὀνεία, γονιμωτάτη τῇ φύσει οὖσα, καὶ πᾶσι τοῖς φυτοῖς μάλιστα χρησιμωτέρα. | |
2.21.8 | τετάρτη ἡ τῶν αἰγῶν, δριμυτάτη οὖσα. καὶ ἡ τῶν προβάτων ἑξῆς, ἠπιωτέρα ὑπάρχουσα. μετὰ δὲ ταύτας ἡ βοεία. καλλίων δὲ τού‐ των οὖσα ἡ ὑεία κόπρος ἀνεπιτήδειός ἐστι τοῖς σπορί‐ | |
5 | μοις διὰ τὴν πολλὴν αὐτῆς θερμότητα· καίει γὰρ εὐθέως τὰ σπόριμα. | |
2.21.9 | εὐτελεστάτη δέ, καὶ πασῶν ἐλάττων ἐστὶν ἡ τῶν ἵππων καὶ ἡ τῶν ἡμιόνων μόνη οὖσα· μιγνυμένη δὲ ταῖς δριμυτέραις, χρήσιμος γίνε‐ ται. | |
2.21.10 | πρὸ δέ γε πάντων ἐκεῖνο παραφυλάττειν προσήκει, ὅπως μὴ αὐτενιαύτῳ κόπρῳ χρήσωνται οἱ γεωργοί. | |
2.21.11 | αὕτη γὰρ ὠφελεῖ μὲν οὐδέν, πρὸς οἷς δὲ καὶ βλάπτει, καὶ θηρία πλεῖστα γεννᾷ. ἡ δὲ τριε‐ | |
τής, καὶ τετραετὴς σφόδρα καλή. ἐν γὰρ τῷ πλείονι χρόνῳ πᾶν ὅπερ ἂν δυσῶδες ἦν διέπνευσε, καὶ εἴτι | 61 | |
5 | δὲ σκληρὸν, ἐμαλακύνθη. | |
2.21.12 | Ὅτι δὲ σελήνης αὐξανού‐ σης οὐ χρὴ κοπρίζειν, ὅπως μὴ συνεργῇ πρὸς πολλὴν ἔκφυσιν τῆς βοτάνης, καὶ ἀλλαχοῦ αὐτάρκως ἐδιδά‐ ξαμεν. | |
2.22t | Κατασκευὴ κόπρου. Φλωρεντίνου. | |
2.22.1 | Τινὲς τάφρον ὀρύξαντες βαθεῖαν πᾶσαν ἐκεῖ κόπρον καταφέρουσι, τήν τε κρείττω καὶ τὴν χείρω, καὶ σήπουσι. καὶ τέφραν δὲ τὴν ἀπὸ κλιβάνων, καὶ βόρβορον, καὶ τὴν πάντων τῶν ζώων κόπρον, καὶ πρό | |
5 | γε πασῶν τὴν ἀνθρωπείαν, καὶ ὃ μέγιστόν ἐστι, καὶ καθ’ ἑαυτὸ μεῖζον ὠφελοῦν πάντα τὰ φυτά, καὶ προ‐ ηγουμένως τὰς ἀμπέλους, τὸ οὖρον τὸ ἀνθρώπειον ἐπιβάλλουσιν. ἀλλὰ καὶ τὴν τῶν σκυτοδεψῶν ἀκαθαρ‐ σίαν ἐπιῤῥίπτουσι. | |
2.22.2 | πολλοὶ δὲ καὶ τὴν καλάμην μετὰ τὸ θερίσαι ἐκτίλαντες, ὑπέστρωσαν τοῖς θρέμμασιν, ἵνα συμπατηθεῖσα, καὶ τῷ οὔρῳ συσσαπεῖσα, κόπρος γένηται· καὶ ἅμα τοῖς προειρημένοις πᾶσιν εἰς τὰς | |
5 | τάφρους ἐμβάλλουσι. καὶ εἴ τις εἴη βορβορώδης ἀκα‐ θαρσία, ἢ καὶ ἐξ ἀχύρων, ἢ ἀκανθῶν, ἢ ξύλων, ἢ φρυγάνων τέφρα εἴη, καὶ ταύτην ἐπιῤῥίπτουσι. καὶ τὰ ἐκ τῆς θαλάσσης δὲ ἐκβρασσόμενα βρυώδη, ὕδατι γλυκεῖ ἐπιμελῶς ἀποπλύναντες, προσμιγνύουσι. καὶ | |
10 | μετὰ πᾶσαν τὴν τῶν προειρημένων ἐν ταῖς τάφροις μίξιν, ὕδωρ γλυκὺ ἐπιβάλλουσιν, ἵνα θᾶττον πάντα συσσαπῇ. καὶ μετὰ ταῦτα ταῖς ἄμαις ἕως τοσούτου κινοῦσιν, ἕως οὗ πᾶσα συμμιγεῖσα καὶ ἑνωθεῖσα, ἡ κόπρος χυλώδης γένηται. | 62 |
2.22.3 | μάλιστα δὲ μέγα ὠφελεῖ, τοὺς ἀπὸ τῶν ὄμβρων ῥύακας ἐκ τῶν ὁδῶν εἰς τὸ κοπροθέσιον εἰ μετοχετεύσαιμεν· τοῦτο γὰρ τὸ ὕδωρ ἰλυῶδες ὂν καὶ θολερὸν αὔξει εἰς τὴν ἐγκειμένην | |
5 | κόπρον, καὶ συσσήψει πολλῇ καλοποιήσει. | |
2.23t | Ποίῳ καιρῷ ἑκάστην γῆν ἐξημεροῦν χρή. Βάρωνος. | |
2.23.1 | Οὐχ ἡ αὐτὴ πάσης τῆς γῆς ἐξημέρωσις, ἀλλ’ ἡ μὲν πυκνὴ καὶ τὰς ῥίζας ἔχουσα πλείους καὶ θάμνους εἰς βάθος σκάπτεται ἐπιχωρίοις ἐργαλείοις, σφοδρῶν ὄντων αὐχμῶν. | |
2.23.2 | ψαφαρωτέρα γὰρ γίνεται ἡ γῆ, καὶ αἱ ῥίζαι ἀπὸ τῆς σφοδρότητος τοῦ ἡλίου ἐκκαίονται, ὡς μὴ δύνασθαι ῥιζῶσαι. | |
2.23.3 | Καὶ ἡ βαθύγειος δὲ γῆ, καὶ ἡ στερεὰ καὶ ἡ βαρεῖα καὶ ἡ λιπαρὰ ὁμοίως ἐν αὐχμῷ στραφεῖσαι οὐκ ἔλαττον ὠφελοῦνται. | |
2.23.4 | ἡ δὲ λεπτόγειος ὑπὸ τοῦ ἡλίου ἐκκαιομένη τεφροῦται, καὶ πᾶν τὸ ἐν αὐτῇ λιπαρὸν ἀπόλλυσιν ὑπὸ τῆς καύσεως διαπνεομένη. | |
2.23.5 | διὸ ταύτην περὶ τὴν μετοπωρινὴν ἰσημερίαν ἐξημεροῦν χρή, οὐ δικέλλαις, οὐδὲ ἄμαις, ἀλλὰ ἀρότρῳ, καὶ εὐθέως ἐπικοπρίζειν. | 63 |
2.23.6 | ταύτῃ γὰρ μάλιστα ἡ πολλὴ κόπρος συνεργεῖ. ἐν μέντοι τῇ Ἀραβίᾳ τὴν λεπτόγειον νεοῦν παραιτοῦνται, ὡς ὀλί‐ γον τὸ ἰσχυρὸν ἔχουσαν, καὶ ἐκ τοῦ νεασμοῦ ἀραιω‐ | |
5 | θεῖσαν, στερίσκεσθαι τῆς ἰκμάδος. | |
2.23.7 | πρὶν οὖν νεάσαι σπείροντες κριθὰς ἐν τῷ γορδάτῳ οὕτω καλουμένῳ πολλάκις ηὐφόρησαν, πλειόνων ὄμβρων μάλιστα γενο‐ μένων. | |
2.23.8 | ὁμοίως δὲ τῇ λεπτογείῳ καὶ τὴν πυῤῥάν, καὶ τὴν ἐρυθράν, καὶ ἀμμώδη, καὶ μέλαιναν, καὶ τὴν λευκήν, καὶ τὴν ξηράν, καὶ τὴν κούφην, καὶ τὴν λευ‐ κάργιλλον, καὶ τὴν ἐν τοῖς γηλόφοις ἐργάσῃ διὰ τοῦ | |
5 | χειμῶνος. | |
2.23.9 | τὴν δὲ ἁλμυρὰν ἐν ἀρχῇ χειμῶνος ὑετοῦ προγενομένου κινήσας ἀρότροις μικροῖς ἀχύροις δια‐ πάσεις, κάλλιον μὲν κυαμίνοις· ταῦτα γάρ ἐστι καλ‐ λίω τὰ ἄχυρα· δεύτερα δὲ κριθίνοις καὶ σιτίνοις. | |
2.23.10 | τῇ γὰρ τούτων συσσήψει ἡμερωθεῖσα ἡ ἁλμυρὰ γῆ καὶ γλυκανθεῖσα, οὐκέτι διὰ τοῦ ἀέρος, ὡς εἴωθεν, ἀνίησιν ἁλμυρὰν νοτίδα. | |
2.23.11 | εἶτα ἐάσας διὰ παντὸς τοῦ ἐνιαυτοῦ τῷ φθινοπώρῳ κοπρίσεις αὐτὴν κόπρῳ βοείᾳ καὶ ἱππείᾳ γλυκυτέραις οὔσαις. ἔπειτα σπερεῖς κριθάς, καὶ ὄσπρια τὰ μὴ βαθύριζα. | |
2.23.12 | τὴν δὲ ἐν τοῖς ὀρεινοῖς καὶ δυσχειμέροις καὶ πολυσκίοις καὶ προσ‐ βορείοις διὰ τοῦ θέρους καὶ ἐν τοῖς καύμασιν ἐργάζου ὁμοίως τῇ βαθυγείῳ, ἣν δικέλλαις σκάπτεσθαι κάλλιον | |
5 | εἶναι προειρήκαμεν. | |
2.23.13 | εἰ δὲ μὴ συντρέχοι ἡ διὰ τῶν δικελλῶν ἐργασία, πρὸς τὸ μέγεθος τῆς μελλούσης σπείρεσθαι γῆς, καὶ ἀροῦν αὐτὴν διὰ θέρους δυνατόν, ἀφ’ ἑσπέρας ἀρχομένους διὰ πάσης νυκτὸς μέχρις ἀνα‐ | 64 |
5 | τολῆς ἡλίου, ὅπως τὸ νοτερὸν καὶ λιπαρὸν σκιαζό‐ μενον ὑπὸ τῆς βώλου ἐμμένῃ, καὶ οἱ βόες μὴ ὑπὸ τοῦ ἡλίου καιόμενοι νοσοῖεν, καὶ εὐχερῶς ἐργάζοιντο, ὀλί‐ γον τι ἁπαλυνομένης τῆς γῆς ἐκ τῆς νυκτερινῆς ἐργα‐ σίας. | |
2.23.14 | ἀροῦντα δὲ οὐ δύο, τέσσαρας δὲ βόας ὑπο‐ ζευγνύναι χρή, καὶ ποιεῖν τὴν καλουμένην διζυγίαν· δευτεροῦν δὲ καὶ τριτοῦν, ὕνει τε χρῆσθαι βαρυτέρᾳ, ἵν’ οὕτως τὸ λιπαρὸν τῆς γῆς βαρυεργηθῇ καὶ βωλο‐ | |
5 | στροφηθῇ. | |
2.24t | Περὶ τῆς μετὰ τὸν σπόρον σκαλείας καὶ βοτανισμοῦ. Λεοντίνου. | |
2.24.1 | Τὰ σπαρέντα τὸ μὲν κάλλιστον δι’ ἀνθρώπων ἐπισκάπτεσθαι, ἵνα πάντα καταχωσθῇ· εἰ δὲ μή, κᾂν διὰ βοῶν σκαλλέσθω. | |
2.24.2 | ὅταν δὲ ἤδη τὸν βῶλον κρύ‐ βειν ἄρχηται, σκαλλέσθω, ἵνα ἥ τε ἀγρία ὕλη ἀφανι‐ σθῇ, καὶ αἱ ἀπὸ τῶν ὑδάτων γεγυμνωμέναι ῥίζαι προσχωσθῶσι. καὶ δὶς δὲ ἐὰν σκάλληται, δὶς ἔσται | |
5 | καλά. | |
2.24.3 | ὅταν δὲ ἀποσταχύῃ, βοτανιζέσθω. οὕτω γὰρ οἱ καρποὶ καθαροὶ καὶ πολυωφελεῖς τελειωθήσονται, | |
[οὐκ] ἀραιωθείσης τῆς γῆς 〈ὥσ〉 ἐκείνους εὐτροφῆσαι. | 65 | |
2.25t | Πότε χρὴ θερίζειν. Φλωρεντίνου. | |
2.25.1 | Ὅταν ἄρχηται μέρη τινὰ τοῦ ληΐου ξανθίζειν, πάντα τὰ γενήματα θέριζε, καὶ μάλιστα τὰς κριθάς· πολὺ δὲ θᾶττον χρὴ θερίζειν τὰ ὄσπρια, εὐεψητότερα γάρ, καὶ ἡδίω ἔσται. οὐ δεῖ οὖν περιμένειν, ἕως ἂν | |
5 | πάντα ἀκμάσῃ. εἰ γὰρ περιμένοι τις, τὸ πρῶτον ξη‐ ρανθὲν ἀπολέσει, πεσεῖται γὰρ θεριζόμενον. | |
2.25.2 | Μονι‐ μώτερος μὲν οὖν ὁ ξηρότερος, τῷ δὲ πλήθει ἐλάττων. ὁ δὲ ξανθίζων καὶ εἰς τὸ φαγεῖν ἡδίων, καὶ τὰ ἐκ τούτου ἄχυρα ἡδίω τοῖς κτήνεσι. | |
2.25.3 | Σπουδαιότερον δὲ χρὴ ὑπὸ τὸν ὄρθρον ἔτι δεδροσισμένα συνάγειν πάντα τὰ γενήματα. | |
2.25.4 | Τὸν δὲ λικμηθέντα σῖτον, ἤτοι κριθήν, ἐατέον ἐπὶ τῆς ἅλω μίαν καὶ δευτέραν ἡμέραν, ἢ πάντως νύκτα μίαν, καὶ ἀποκομίζειν χρὴ πρὶν ἥλιον ἀνασχεῖν, ἵνα ἔτι κατεψυγμένος ὁ καρπὸς εἰς τὸν σιτο‐ | |
5 | βολῶνα ἀποτεθῇ, πολὺ γὰρ τοῦτο πρὸς διαμονὴν συμ‐ βάλλεται. | |
2.26t | Περὶ ἅλωνος κατασκευῆς. Διδύμου. | |
2.26.1 | Τὴν ἅλω ἐφ’ ὑψηλοῦ τόπου κατασκευάζειν χρή, ἵνα ἑτοίμως τὸν ἄνεμον ὑποδέχηται. καὶ πρὸ πάντων | |
παραφυλάττεσθαι δεῖ, μὴ κατὰ ἄνεμον τῶν οἰκημάτων ἢ τῶν παραδείσων τάττειν τὴν ἅλω. | 66 | |
2.26.2 | οἱ γὰρ ἄνεμοι τὴν ἄχνην, τουτέστι τὰ λεπτὰ τῶν ἀχύρων, ἐπιφέρον‐ τες λεληθότως τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων, διακαί‐ ουσι τὰς κόρας, ὡς πολλοὺς ἐντεῦθεν ἑνὸς ὀφθαλμοῦ, | |
5 | ἑτέρους δὲ τῶν δύο στερηθῆναι. | |
2.26.3 | βλάπτει δὲ τὰ ἄχυρα καὶ τὴν ὀπώραν, καὶ μάλιστα τὰς ἀμπέλους. ὥσπερ γὰρ ἡ κόπρος, οὕτω καὶ τὰ ἄχυρα ταῖς μὲν ῥίζαις συμβάλλεται, τοῖς δὲ κλάδοις καὶ τοῖς φύλλοις | |
5 | βλαβερώτατά ἐστι. | |
2.26.4 | βλάπτει δὲ οὐδὲν ἧττον καὶ τὰ λάχανα· προσκαθεζόμενα γὰρ τρυπᾷ τὰ φύλλα, καὶ εὐθέως ταῦτα καίεται τρυπηθέντα. | |
2.26.5 | Χρὴ δὲ συνεχῶς καταβρέχειν τὴν ἅλω ἀμόργῃ, καὶ ἐπιλεαίνειν τῷ κυλίνδρῳ· οὕτω γὰρ οἱ μύρμηκες οὐκ ἀδικήσουσι. καὶ ὅταν πάντα ἀλοηθῇ, καὶ τότε δεῖ βρέχειν τὴν ἅλω | |
5 | τῇ ἀμόργῃ, ἵνα καθαρὰ διαμείνῃ χωρὶς ὕλης. | |
2.26.6 | Τὰ δὲ τιθέμενα ἐπὶ τῆς ἅλω γενήματα τὴν τομὴν ἐχέτω πρὸς μεσημβρίαν. ἔσται γὰρ πληρέστερα, καὶ εὐμαρέ‐ στερον ἀλοηθήσεται. | |
2.27t | Περὶ σιτοβολίου ἤτοι ὡρείου, καὶ διαμονῆς σίτου. Ταραντίνου. | |
2.27.1 | Καλῶς ἀποκλείεται σῖτος ἐν ἀνωγέοις, τὸ φῶς | |
ἀπὸ ἀνατολῆς ἔχουσι· προσπνείσθω δὲ ὁ τόπος με‐ τρίως ἀπὸ βοῤῥᾶ καὶ ζεφύρου, καὶ ἀπεστράφθω νότου καὶ τῶν τοιούτων ἀνέμων. | 67 | |
2.27.2 | ἐχέτω δὲ πυκνοὺς σω‐ λῆνας, δι’ ὧν ἥ τε θερμὴ ἀτμὶς ἐκπνέει, καὶ αὖρα ψύχουσα εἰσπνέει. μὴ ἐχέτω δὲ νοτίδα, ἢ δυσωδίαν τινά, ἢ ἀναθυμίασιν ἀηδῆ. μάλιστα δὲ ἱπποστασίων | |
5 | καὶ βουστασίων καὶ τῶν τοιούτων, καὶ πάσης θέρμης πόῤῥω ἔστω. | |
2.27.3 | Χριέσθωσαν δὲ οἱ τοῖχοι πηλῷ μι‐ χθέντι θριξὶν ἀντὶ ἀχύρων, ἔπειτα τῇ λεγομένῃ λευ‐ καργίλλῳ γῇ ἔσωθεν καὶ ἔξωθεν. | |
2.27.4 | μετὰ δὲ ταῦτα σικύου ἀγρίου τὰς ῥίζας καὶ τὰ φύλλα ἀποβρέξας εἰς ὕδωρ ἡμέρας δύο, καὶ φυράσας τῷ ὕδατι τὴν καλου‐ μένην ἀμμοκονίαν, ἐπιμελῶς τὰ ἔνδον χρίε. | |
2.27.5 | Τινὲς δὲ εἰς τὴν κονίασιν καὶ κτηνῶν οὖρον μιγνύουσιν, ὡς φθοροποιὸν ὑπάρχον τῶν ζώων. καὶ τὴν ὀστρακοκο‐ νίαν δὲ τὴν ἐπὶ τοῦ ἐδάφους χριομένην τῷ οὔρῳ | |
5 | βρέχουσι. | |
2.27.6 | Τινὲς τέφραν κληματίδων δρυὸς ἐμπάσ‐ σουσι τῷ σίτῳ, ἄλλοι δὲ βόλβιτον ξηρόν, τινὲς ἀψιν‐ θίου ἢ ἀβροτόνου ξηρὰ κλωνία ἐντιθέασιν, ἔτι γε μὴν καὶ φύλλα ξηρὰ τῆς ἀειζώου βοτάνης. | |
2.27.7 | κάλλιον δὲ τὴν ἀμμοκονίαν ἀμόργῃ βρέχειν. αὕτη γὰρ καὶ πάντα τὰ θηρία διαφθείρει, καὶ τὸν σῖτον στερεώτερον καὶ πυκνότερον ποιεῖ. διό τινες ἐφ’ ἡμισείας τὴν ἀμόρ‐ | |
5 | γην ἑψήσαντες καταῤῥαίνουσι τοὺς τοίχους, εἶτα ἐάσαν‐ τες ξηρανθῆναι ἀποτίθενται τοὺς καρπούς. | |
2.27.8 | Πάντων | |
δὲ κάλλιον γῆν προετοιμάζειν ἐψυγμένην ἀργιλλώδη, ἢ ῥοιῶν φύλλα ξηρὰ καὶ σεσησμένα· καὶ ὅταν ὁ σῖτος ἀποτεθῇ, εἰς ἕκαστον σίτου μέδιμνον ἐμπάσσειν χοίνικα | 68 | |
5 | τῆς ἀργιλλώδους γῆς ἢ τῶν φύλλων. | |
2.27.9 | Χρησιμώτα‐ τον δὲ κόνυζαν ἡμιψυγῆ τῷ ἐδάφει ὑποστρωννύειν τοῦ σίτου, καὶ μετὰ δέκα πάλιν μεδίμνους σίτου ἐπι‐ βάλλειν τὴν κόνυζαν, καὶ πάλιν σῖτον ἕως ἂν ἅπας | |
5 | ἀποτεθῇ. ὁ γὰρ οὕτως ἀποτεθεὶς οὐ μόνον εἰς πολλὰ ἔτη ἄσηπτος διαμένει, ἀλλὰ καὶ ἀποσώσει τὸν αὐτὸν σταθμὸν ἐπὶ τῇ ἀρτοποιΐᾳ. | |
2.27.10 | φύσει δὲ ὁ σῖτος πα‐ λαιούμενος σφόδρα μελαίνεται, καὶ πικρὸς γίνεται, ὅθεν δεῖται τῆς προειρημένης ἐπιμελείας. | |
2.28t | Ὥστε καὶ αὔξησιν λαμβάνειν τὰ ἀποκείμενα ἐν τοῖς ὡρείοις σπέρματα. Ἀφρικανοῦ. | |
2.28.1 | Ὁ σῖτος ἐπίμετρον ποιήσει οὕτως· νίτρον καὶ ἀφρόνιτρον λειώσας καὶ ἀναμίξας γῇ λεπτῇ, ἐπί‐ βαλλε τοῖς σωροῖς. φυλάξει δὲ αὐτοὺς καὶ ἀκόπους | |
τὸ τοιοῦτον. | 69 | |
2.29t | Ὥστε μύρμηκας μὴ ἅπτεσθαι σωροῦ γενημάτων. Σωτίωνος. | |
2.29.1 | Μύρμηκες σωροῦ γενήματος οὐχ ἅπτονται, ἐὰν τὸν σωρὸν γῇ λευκῇ περιγράψῃς, ἢ ἄγριον ὀρίγανον περιθῇς. | |
2.30t | Περὶ διαμονῆς κριθῶν, ὥστε ταύτας ὑγιεῖς ἐν τοῖς ὡρείοις φυλάττεσθαι ἐπὶ πλεῖ‐ στον χρόνον. Δαμηγέροντος. | |
2.30.1 | Τηρήσει τὰς κριθὰς ἀβλαβεῖς δάφνης καρποφό‐ ρου φύλλα ξηρά, καὶ πᾶσα τέφρα, μάλιστα δὲ ἡ ἀπὸ τῶν ξύλων τῆς δάφνης, ἐντιθεμένη. | |
2.30.2 | ὁμοίως δὲ τὰς κριθὰς καὶ ἡ ἀείζωος βοτάνη ξηραινομένη, καὶ μετὰ καλαμίνθης σὺν γύψῳ ἀναμιγνυμένη ταῖς κριθαῖς. | |
2.30.3 | ἔνιοι δὲ ὄξους ἀγγεῖον πληρώσαντες καὶ πωμάσαν‐ τες, ἐν μέσῳ τιθέασι τῶν κριθῶν. | |
2.30.4 | εἰδέναι δὲ χρή, ὅτι αἱ κριθαὶ παλαιούμεναι πικραὶ γίνονται. | |
2.31t | Περὶ διαμονῆς ἀλεύρου. Τοῦ αὐτοῦ. | |
2.31.1 | Τὰ ἄλευρα ἀβλαβῆ διαμένει ἐπὶ χρόνον, δᾳδίων λιπαρῶν συγκοπέντων καὶ ἐμβληθέντων εἰς αὐτά. | |
2.31.2 | Τινὲς δὲ κύμινον καὶ ἅλας ἐξ ἴσου τρίψαντες, καὶ | |
μάζας ποιήσαντες ξηράς, ἐντιθέασιν εἰς τὰ ἄλευρα. | 70 | |
2.32t | Περὶ σίτου δοκιμασίας, καὶ πῶς χρὴ τὸ ἐξάγιον τῶν ἄρτων ποιεῖσθαι. Φλωρεν‐ τίνου. | |
2.32.1 | Τὸν ἄφθαρτον σῖτον ἐπιμελῶς καθαρίσας καὶ σήσας στάθμισον, καὶ εἰ εὕρῃς ἔχοντα τὸν μόδιον μʹ λίτρας, τὰς αὐτὰς λίτρας ἀπαίτει τοῦ ἄρτου· ὅσον γὰρ ἀπὸ τῆς τῶν πιτύρων ἀφαιρέσεως μειωθήσεται, τοσοῦ‐ | |
5 | τον τὸ ἐν τῇ ἀλέσει καὶ λοιπῇ ἐργασίᾳ καταρρανθὲν ὕδωρ ἀποσώσει. | |
2.32.2 | Ἡ δὲ τοῦ ἄρτου ὄπτησις τοῦ σταθμοῦ ἀφαιρεῖται τὸ δέκατον καὶ εἰκοστόν, ὥστε ἐν τῇ ὀπτήσει ἐλαττοῦσθαι ἐν ταῖς δέκα λίτραν μίαν ἥμισυ. | |
2.32.3 | τὸν αὐτὸν δὲ σταθμόν, διὰ τὴν ὄπτησιν ἀφαιρεῖν χρὴ καὶ ἐπὶ τῶν καθαρῶν καὶ ἐπὶ τῶν δευ‐ τερείων ἄρτων. | |
2.33t | Πῶς ἔστιν ἄρτον ἡδύτατον καὶ δίχα ζύμης ποιῆσαι. Διδύμου. | |
2.33.1 | Ἄρτον ποιοῦσί τινες ἄνευ ζύμης νίτρον ἐμβάλ‐ λοντες. τὸ γὰρ νίτρον ψαθυρωτέρους ποιεῖ τοὺς ἄρ‐ τους, ὥσπερ καὶ τὸ κρέας. | |
2.33.2 | Ἄλλοι δὲ ἀρτοποιοῦσι δίχα ζύμης, οὕτως· σταφυλὰς πρὸ μιᾶς ἡμέρας τοῦ ἀρτοποιεῖν βαλόντες εἰς ὕδωρ, τῇ ἑξῆς τὰς ἐπιπλεού‐ σας ἄραντες συμπιέζουσι, καὶ τῇ ῥυείσῃ νοτίδι ἀντὶ | |
5 | ζύμης χρῶνται, καὶ ποιοῦσι τοὺς ἄρτους ἡδίους καὶ λαμπροτέρους. | 71 |
2.33.3 | εἰ δὲ θέλεις εἰς ἔτος ὅλον εἶναι ζύμην, ὅταν ἐν τοῖς πίθοις τὸ γλεῦκος ἀναζέσῃ, λαβὼν τὸ ἀναζέον ἀφρῶδες, φύρασον μετὰ ἀλεύρου κέγχρου, καὶ τρίψας ἐπιμελῶς καὶ ποιήσας μάζας, ξήρανον ἡλίῳ | |
5 | καὶ ἀπόθου ἐν νοτερῷ τόπῳ, καὶ ἐξ αὐτοῦ λάμβανε τὸ ἀρκοῦν, καὶ χρῶ ἀντὶ ζύμης. | |
2.33.4 | Πάντες δὲ οἱ ἄρτοι οἱ ἄνευ ζύμης γινόμενοι ἐνεργητικώτατοί εἰσι πρὸς τὰ ἀφροδίσια. | |
2.33.5 | ὁ δὲ Φλωρεντῖνός φησι, τὸν κλιβανίτην ἄρτον ἰσχνῶς πεπλασμένον καὶ ἐν ἡλίῳ ἐξηραμμένον, εὔπεπτον εἶναι· τὸν δὲ ἐν τοῖς ἰπνοῖς ἡψημένον, βαρυτέραν τὴν πέψιν ποιεῖν. | |
2.34t | Περὶ πτισανῶν. [Διδύμου.] | |
2.34.1 | Τὴν κριθὴν πτίσας, ξήρανον ἐν ἡλίῳ, καὶ αὖ‐ θις πτίσας ξήρανον ἐν ἡλίῳ. ἀποτιθέμενος δὲ αὐτήν, παρέμπαττε αὐτῇ τὸ γενόμενον ἐξ αὐτῆς λεπτὸν ἐν ταῖς πτίσεσι, διατηρήσει γὰρ αὐτήν. | |
2.34.2 | ὅτι ἡ πτισάνη ὑγροτέρα λαμβανομένη τροφιμωτάτη ἐστίν, εἴρηται τῷ Φλωρεντίνῳ. | |
2.35t | Περὶ κυάμων. Τοῦ αὐτοῦ. | |
2.35.1 | Σπέρμα κυάμου φυλάττου τιθέναι παρὰ ῥίζαν | |
δένδρου, ἵνα μὴ ξηρανθῇ τὸ δένδρον. δεῖ δὲ τοὺς κυάμους ὀψίμους φυτεύειν, χαίρουσι γὰρ τῇ πηλώδει γῇ. | 72 | |
2.35.2 | ἵνα καλοὶ πρὸς τὴν ἕψησιν ὦσι, πρὸ μιᾶς ἡμέρας τοῦ σπείρειν, βρέχε αὐτοὺς ὕδατι μετὰ νίτρου. | |
2.35.3 | Οἱ δὲ φυσικοί φασι τοὺς κυάμους ἀμβλύνειν τὰς καρδίας τῶν ἐσθιόντων αὐτούς. | |
2.35.4 | διὸ καὶ ἐμποδίζειν ταῖς εὐθυονειρίαις νομίζονται, εἰσὶ γὰρ πνευματώδεις. | |
2.35.5 | φασὶ δὲ καὶ τὰς κατοικιδίους ὄρνις συνεχῶς αὐτοὺς ἐσθιούσας ἀτόκους γίνεσθαι. | |
2.35.6 | Τοὺς δὲ κυάμους ὁ Πυθαγόρας φησὶ μὴ χρῆναι ἐσθίειν, διὰ τὸ καὶ ἐν τῷ ἄνθει αὐτῶν εὑρίσκεσθαι πένθιμα γράμματα. | |
2.35.7 | Φασὶ δὲ τὸν κύαμον ἐκβρωθέντα ἀναπληροῦσθαι πάλιν τῆς σελήνης αὐξομένης. τοῦτον δὲ ἐν ἁλμυρῷ ὕδατι μηδέποτε ἑψεῖσθαι, ὅθεν οὐδὲ ἐν θαλαττίῳ. | |
2.35.8 | Πρῶτος δὲ ἀπέσχετο κυάμων Ἀμφιάραος, διὰ τὴν δι’ ὀνείρων μαντείαν. φέρεται δὲ καὶ Ὀρφέως τοιάδε ἔπη· Δειλοί, κυάμων ἄπο χεῖρας ἔχεσθε, καί· Ἶσόν τοι κυάμους φαγέειν, κεφαλάς τε τοκήων. | |
2.35.9 | Οἱ δὲ κύαμοι θαλαττίῳ ὕδατι καταῤῥανθέντες, ἄκοποι ἔσον‐ | |
ται· ὁμοίως δὲ καὶ μαγοδάρεως ἀποβρέγματι. | 73 | |
2.36t | Περὶ ἐρεβίνθων. Φλωρεντίνου. | |
2.36.1 | Ἐὰν πρὸ μιᾶς ἡμέρας τῆς σπορᾶς ὕδατι χλιαρῷ βρέξῃς τοὺς ἐρεβίνθους, μείζονες φύονται. | |
2.36.2 | τινὲς δὲ περιεργότερον ποιοῦντες, πολλῷ μείζους εἶναι τοὺς ἐρεβίνθους βουλόμενοι, σὺν τοῖς κελύφοις αὐτοὺς ὁμοίως προβραχέντας μετὰ νίτρου σπείρουσιν. | |
2.36.3 | εἰ δὲ βούλει πρωΐμους αὐτοὺς ποιῆσαι, σπεῖρον αὐτοὺς κατὰ τὸν καιρὸν τῶν κριθῶν. | |
2.36.4 | ἵνα δὲ ἀκμάζοντας μηδεὶς δύνηται φαγεῖν, σικύου ἀγρίου καὶ ἀψινθίου σπέρμασι λειωθεῖσι μεθ’ ὕδατος, κατὰ πέντε ἡμέρας ὄρθρου ἐπίῤῥαινε. ἡ γὰρ δρόσος ἐκπλύνει τὴν πικρό‐ | |
5 | τητα δι’ ἡμερῶν πάλιν πέντε. | |
2.37t | Περὶ φακῆς. Τοῦ αὐτοῦ. | |
2.37.1 | Φακοὶ βολβίτοις ξηροῖς, τουτέστι βοείᾳ κόπρῳ, πρὸ τοῦ σπόρου περιπλασθέντες, καλλίονες καὶ ταχύ‐ τερον φυήσονται. μείζων γίνεται ἡ φακῆ ἐν ταῖς θήκαις, προβραχεῖσα χλιαρῷ ὕδατι μετὰ νίτρου σπει‐ | |
5 | ρομένη. ἄσηπτος δὲ διαμένει, ὄξει ὀπὸν ἔχοντι ἐπιῤ‐ ῥανθεῖσα. | |
2.37.2 | Ἡ δὲ Αἰγυπτία φακῆ εὐθυμίαν παρέχει | |
τοῖς ἐσθίουσιν. | 74 | |
2.38t | Περὶ κέγχρου. Τοῦ αὐτοῦ. | |
2.38.1 | Ἡ κέγχρος χαίρει γῇ ἰλυώδει καὶ νοτερᾷ, καὶ ἀμμώδει δέ, ἐὰν ἀρδεύηται πυκνότερον. ὀλίγον δὲ αὐτῆς σπέρμα ἅπαν πληροῖ τὸ χωρίον. σκάλλεσθαι δὲ καὶ βοτανίζεσθαι συνεχῶς βούλεται. | |
2.38.2 | σπείρεται δὲ ἀπὸ ἰσημερίας ἐαρινῆς, ἥτις ἐστὶ πρὸ θʹ καλανδῶν Ἀπριλλίων. ἐὰν δὲ συμβῇ πυκνότερον σπαρῆναι, βλά‐ ψει. τὸ γὰρ πλέθρον πλέον χειροπλήθους οὐκ ἂν | |
5 | δέξηται. ἐν τῷ σκάλλειν οὖν χρὴ παρατίλλεσθαι. οὕτω γὰρ ἐπιμεληθὲν τὸ πλέθρον ἐνέγκοι μοδίους ἀναμφι‐ σβητήτως τεσσαράκοντα. | |
2.39t | Περὶ θέρμων. Τοῦ αὐτοῦ. | |
2.39.1 | Θέρμους σπείρειν χρὴ πρὸ τῶν ἄλλων μετὰ ἰση‐ μερίαν μετοπωρινήν, μὴ ἀναμένοντας ὄμβρους. | |
2.39.2 | πρὸ δὲ τοῦ ἀνθεῖν εἰσέλαυνε τὰς βοῦς, καταβοσκηθήσονται γὰρ πᾶσαν τὴν ἄλλην βοτάνην, αὐτῶν δὲ οὐχ ἅψον‐ ται ὡς πικρῶν. | |
2.39.3 | Ἀπουλήϊος δέ φησιν, ὅτι ἑκάστῃ | |
ἡμέρᾳ συμπεριάγονται τῷ ἡλίῳ, καὶ τὰς ὥρας τοῖς ἀγροίκοις τῆς ἡμέρας δηλοῦσι, κᾂν συννεφής ἐστιν ὁ ἀήρ. | 75 | |
2.39.4 | γλυκίζονται δὲ οἱ θέρμοι ἀποβρεχόμενοι θα‐ λαττίῳ ὕδατι ἢ ποταμίῳ ἐπὶ ἡμέρας τρεῖς· ἀρξάμενοι δὲ γλυκεῖς γίνεσθαι, ξηραινόμενοι καὶ ἀποτιθέμενοι, τοῖς κτήνεσι μετὰ ἀχύρων δίδονται εἰς τροφήν. | |
2.39.5 | εἰς δὲ τὰς ἀρτοποιΐας κριθίνου ἀλεύρου ἢ σιτίνου μιγνυ‐ μένου, ἄρτοι γίνονται ἐπιτήδειοι. | |
2.39.6 | Θέρμους εἰς τὴν ἀσθενῆ γῆν σπαρτέον, καὶ οὐ δέονται κόπρου, αὐτοὶ γὰρ γίνονται αὐτῆς κοπρισμός. πᾶσαν γὰρ ἄτονον γῆν κοπρίζουσι, καὶ ποιοῦσιν αὐτὴν εἰς τὸ μέλλον εὐφο‐ | |
5 | ρεῖν. | |
2.39.7 | Ἀνθοῦσι δὲ τρίτον. δεῖ δὲ αὐτοὺς θερίζειν μετὰ βροχὴν, ξηραινόμενοι γὰρ ἐκ τῶν θηκῶν ἐκπη‐ δῶντες ἀπόλλυνται. | |
2.39.8 | Τοῖς ὀμφαλοῖς λειωθέντες καὶ ἐπιτιθέμενοι τοὺς ἔλμινθας ἐκβάλλουσι. | |
2.39.9 | Σπειρέ‐ σθωσαν δὲ μὴ εἰς βάθος, καὶ ἀμελούμενοι θάλλουσιν, ὥσπερ ἡ κάππαρις. φεύγουσι δέ, ἐάν τινα αἴσθωνται ἐργαζόμενον τὴν χώραν. | |
2.40t | Περὶ πάντων ὀσπρίων καὶ καννάβεως καὶ λίνου. Τῶν Κυντιλίων. | |
2.40.1 | Τὰ ὄσπρια χαίρει ἐν καταξήρῳ γῇ σπείρεσθαι, | |
πλὴν κυάμων· οὗτοι γὰρ καθύγροις καὶ ἰκμάδα ἔχουσι τόποις χαίρουσι. | 76 | |
2.40.2 | Κάνναβις δὲ κοίλοις τόποις χαίρει, καὶ διαπαντὸς ἐνίκμοις. σπείρεται δὲ ἀπὸ ἀρκτούρου ἐπιτολῆς, ἥτις ἐστὶ πρὸ τεσσάρων καλανδῶν Μαρτίων, ἕως ἐαρινῆς ἰσημερίας, ἥτις ἐστὶ πρὸ θʹ καλανδῶν | |
5 | Ἀπριλλίων. | |
2.40.3 | καὶ λῖνος δὲ ὁμοίως τοῖς ἰλυώδεσι χαίρει τόποις, σπείρεται δὲ ἀπὸ ἰσημερίας μετοπω‐ ρινῆς ἕως ἀετοῦ ἐπιτολῆς, ἥτις ἐστὶ πρὸ μιᾶς νόν‐ νων Ἰαννουαρίων. | |
2.41t | Ὥστε ῥαδίως ἑψεῖσθαι τὰ μέλλοντα σπείρεσθαι ὄσπρια. Δημοκρίτου. | |
2.41.1 | Ἐν τῷ σπείρειν σὺν τῇ κόπρῳ καὶ νίτρον μι‐ κτέον· οὕτω γὰρ ἕτοιμα πρὸς τὴν ἕψησιν αὐτὰ ποιή‐ σεις. | |
2.41.2 | εἰ δὲ μὴ ἔτυχες τοῦτο πεποιηκώς, βούλει δὲ τὰ ὄσπρια συντόμως ἑψηθῆναι, ἔμβαλε εἰς τὴν χύτραν ὀλίγον σίνηπι, καὶ εὐθέως λυθήσεται τὰ ἑψόμενα, εἴτε κρέας, εἴτε ὄσπρια εἴη. ἐὰν δὲ ἐπὶ πλεῖον σίνηπι | |
5 | βάλῃς, παντελῶς λυόμενα ἀφανισθήσεται. | 77 |
2.42t | Περὶ λέοντος βοτάνης, ἣν καὶ ὀροβάκ‐ χην καλοῦσιν. Σωτίωνος. | |
2.42.1 | Ὁ ὀσπρολέων, ὅν τινες ὀροβάκχην καλοῦσιν, οὐκ ἀνελεύσεται ἐν ταῖς ἀρούραις, εἰ ἐν ταῖς γωνίαις ταῖς τέσσαρσι καὶ ἐν μέσῳ τῆς ἀρούρης ἐμπήξειας ῥοδο‐ δάφνης κλάδους. τοῦτο δὲ πάντα τὰ ὄσπρια ἀσινῆ | |
5 | φυλάξει. | |
2.42.2 | Εἰ δὲ θέλεις μηδ’ ὅλως φανῆναι ταύτην τὴν βοτάνην, λαβὼν πέντε ὄστρακα, ζωγράφησον ἐν αὐτοῖς ἀπὸ κριταρίου ἢ ἀπὸ ἄλλου τινὸς λευκοῦ τὸν Ἡρακλέα πνίγοντα λέοντα, καὶ ἀπόθου ἐν ταῖς γωνίαις | |
5 | καὶ κατὰ μέσου. | |
2.42.3 | Θεραπεία οὖν εὑρίσκεται ἑτέρα φυσικὴ καὶ ἀντιπαθής, ᾗ καὶ Δημόκριτος μαρτυρεῖ· παρθένος ὥραν ἔχουσα γάμου, ἀνυπόδετος γυμνή, μηδὲν καθόλου περικειμένη, λελυμένη τὰς τρίχας, ἀλεκτρυόνα | |
5 | ἐν ταῖς χερσὶν ἔχουσα, περιελθέτω τὸ χωρίον, καὶ εὐθέως χωρίζεται μὲν ἡ λεόντειος πόα, τὰ δὲ ὄσπρια κρείττονα γίνεται, ἴσως καὶ τῆς βοτάνης ταύτης τοῦ λέοντος τὸν ἀλεκτρυόνα φοβουμένης. | |
2.42.4 | Τινὲς πείρᾳ παραλαβόντες, βούλονται αἵματι ἀλεκτρυόνος καταῤ‐ ῥαίνειν τὰ μέλλοντα σπείρεσθαι, καὶ οὐ βλαβήσεται ὑπὸ λεοντείας βοτάνης. | |
2.42.5 | Τινὲς δὲ ζωγραφοῦσιν Ἰαβῶ, καὶ καταχωννύουσι τὸ ὄστρακον μέσον τῆς ἀρούρης. | 78 |
2.42.6 | Παραφυλάττειν δὲ χρή, ἵνα μὴ τὰ σπειρόμενα ὄσπρια τῷ κέρατι τοῦ βοὸς ἐπιψαύσῃ. ἄφορα γὰρ καὶ εὐτελῆ τὰ τοιαῦτα γίνεται. | |
2.43t | Ποῖα γενήματα ὑπὸ ποίας βοτάνης ἀδικεῖται. Παξάμου. | |
2.43.1 | Ἡ ὀροβάκχη φθείρει τοὺς κυάμους καὶ τοὺς ἐρε‐ βίνθους περιπλεκομένη. τὸ ζιζάνιον, τὸ λεγόμενον αἶρα, φθείρει τὸν σῖτον, ἄρτοις δὲ μιγνυμένη σκοτοῖ τοὺς ἐσθίοντας. τὰς δὲ κριθὰς βλάπτει αἰγίλωψ, φακῆν | |
5 | ἡ πελεκῖνος καλουμένη βοτάνη. | |
2.44t | Περὶ τοῦ ἐν τῷ ἀγρῷ ἐπιτρόπου ἢ οἰκονόμου. Φλωρεντίνου. | |
2.44.1 | Χρὴ τὸν ἐμπεπιστευμένον τὴν τοῦ ἀγροῦ ἐπι‐ μέλειαν, ὑπόδειγμα εἶναι τῶν ἐν τῷ ἀγρῷ πάντων, ἵνα πρὸς ἐκεῖνον, καὶ πρὸς τὸν ἐκείνου βίον καὶ τρό‐ πον ἀποβλέποντες, αἰδῶνται μᾶλλον ἢ φοβῶνται. | |
2.44.2 | ἔστω δὲ σεμνός, εὐπρόσιτος, οἴνου κατὰ τὸ δυνατὸν ἀπεχό‐ μενος, (λήθην γὰρ ἐμποιεῖ ἡ πλείων τοῦ οἴνου πόσις) μὴ αἰσχροκερδής, μηδὲ περὶ τοὺς τόκους ἄπληστος, | |
5 | ἀλλ’ ὀλίγοις ἀρκούμενος, καὶ πάντοτε τοῖς ἐπιτηδείων | |
δεομένοις ἐπαρκῶν, ἐγρηγορώς, καὶ πρὸ τῶν ἄλλων ἐξ ὕπνου ἀνιστάμενος· ψεύδεσθαι καὶ μάλιστα ἐπιορ‐ κεῖν φυλαττόμενος, θεοσεβής, τὰς συνήθεις θρησκείας φυλάττων, μὴ δένδρα καθιερωμένα ἢ ἄλλο τι τοιοῦ‐ | 79 | |
10 | τον ἐνυβρίζων, ἀλλὰ πάντας πρὸς εὐσέβειαν παρα‐ σκευάζων· καὶ τῷ καιρῷ μὲν τῆς ἐργασίας ἐπιστρεφής, τῷ δὲ καιρῷ τῆς ἀναπαύλης κοινὸς καὶ προετικός, τὰς ἀργίας κατὰ ἑβδομάδα γίνεσθαι συγχωρῶν, καὶ μηδέν τι τότε ἐπαχθὲς πράττειν ἐπιτρέπων, ἀλλὰ σχολάζειν | |
15 | ἀναγκάζων, καὶ μάλιστα ἐν ταῖς μηνιαίαις ἢ ἐνιαυ‐ σιαίαις ἑορταῖς. | |
2.44.3 | ἀλλοτρίους λόγους μὴ μισθούσθω, μηδὲ ἐργασίαν γῆς δεσποτικῆς ἀναδεχέσθω, μηδὲ δα‐ νειζέτω πᾶσιν ἐκ δεσποτικοῦ λόγου, ταῖς τοῦ δεσπό‐ του ἐντολαῖς ἀρκείσθω. | |
2.44.4 | κᾄν τι εὕρῃ κρεῖττον, ἀνα‐ φερέτω πρότερον ἐπὶ τὸν δεσπότην, πλὴν εἰ μὴ πάνυ οὕτως κατεπείγοι τὸ χρήσιμον τοῦ πράγματος, ὡς μὴ ἐκδέχεσθαι τὴν τοῦ δεσπότου κέλευσιν. | |
2.45t | Ὅτι δεῖ τὸν ἐφεστῶτα ἐφημερίδα τῶν ἔργων ἔχειν, καὶ πῶς αὐτὸν προσήκει τάξεις τῶν ἐργατῶν ποιεῖσθαι. Τοῦ αὐτοῦ. | |
2.45.1 | Ἐχέτω ὁ ἐφεστὼς ἐφημερίδα κοινῇ γνώμῃ τῶν ἐν τῷ ἀγρῷ ἐμπείρων συγκειμένην ἀκριβῶς, καὶ καθ’ ἕκαστον μῆνα πασῶν τῶν ἡμερῶν, ἵν’ ἐντεῦθεν καὶ | |
γινώσκειν ἔχῃ καὶ ὑπομιμνήσκειν ὡς χρὴ ἐργάζεσθαι, | 80 | |
5 | οὐδένα καιρὸν παραλείπων. | |
2.45.2 | εἰ γὰρ μίαν γοῦν ἡμέ‐ ραν παραλείψειεν, ἀνατρέψει τὴν τῆς ἐργασίας τάξιν, καὶ οὐ μόνον τοὺς παρόντας καρποὺς βλάψει, ἀλλὰ καὶ αὐτὴν τὴν γῆν χείρω καταστήσει. | |
2.45.3 | Ἐὰν δὲ πολ‐ λοὶ ὦσιν ἐργάται, οὐ δεῖ πάντας ὁμοῦ ἐργάζεσθαι, εὐκόλως γὰρ ῥαδιουργήσουσιν· οὔτε πάλιν ἀνὰ δύο ἢ τρεῖς, πολλῶν γὰρ δεήσονται τῶν ἐπιστατούντων. μήτε | |
5 | οὖν ὁμοῦ πάντες, μήτε ὀλίγοι ἐργαζέσθωσαν, ἀλλὰ πρὸς τὸ πλῆθος καὶ τοὺς ἐφεστῶτας διακρίνειν προσή‐ κει. | |
2.45.4 | κάλλιστον μὲν οὖν, ἐὰν πολλοὶ ὦσιν, εἰς δε‐ κάδας τάσσειν τοὺς ἐργαζομένους· ἐὰν δὲ ὀλίγοι, εἰς ἑξάδας, καὶ οὐ πεντάδας. | |
2.45.5 | ἰσαρίθμων γὰρ σκαπτόν‐ των, ἡ ἀκολουθία ὑπὸ τῆς αὐτῆς ἰσότητος διασωθήσε‐ ται, καὶ οἱ ἀργότεροι ὑπὸ μίαν ἄρσιν καὶ θέσιν ἀνα‐ τείνοντες καὶ κατατιθέμενοι, ἀναγκάζονται ὅμοιοι εἶναι | |
5 | τοῖς γοργοτέροις. | |
2.46t | Περὶ μέτρου ἐργασίας. Τοῦ αὐτοῦ. | |
2.46.1 | Τινὲς παρετήρησαν, εἴτε εἰς ἀμπέλους εἴτε εἰς ῥοδωνιὰν εἴτε εἰς κῆπον εἴτε εἰς ὁτιδηποτοῦν παρα‐ σκευαζομένων πρὸς φυτείαν τόπων, καὶ ἕως τριῶν ποδῶν βάθους σκαπτομένων, καθ’ ἕκαστον πλέθρον | |
5 | ἐργασίας ἀρκεῖν ἑπτά, ἐν δὲ τῇ πάνυ σκληρᾷ ὀκτώ. | |
2.46.2 | καὶ τὸ πλέθρον δὲ τῶν παλαιῶν ἀμπέλων, ἐν τῇ εὐέργῳ, καὶ βοτάνας μὴ ἐχούσῃ, καὶ πλαγίᾳ γῇ ὑπὸ τριῶν πολλάκις ἐργάζεσθαι, ἐν δὲ τῇ σκληροτέρᾳ καὶ | |
βοτανώδει εʹ. αἱ δὲ νεόφυτοι ἕως τῆς πρώτης πεν‐ | 81 | |
5 | ταετίας ὑπὸ τριῶν πολλάκις εἰργάσθησαν. | |
2.46.3 | πλέον δὲ τῶν ἀμπέλων εὐκολώτερον ἀμίννιος ἐργάζεται, ἡ δὲ Συρεντῖνος τοὐναντίον· πλειόνων γὰρ αὕτη δεῖται τῶν ἐργαζομένων. | |
2.46.4 | γυροῦσθαι δὲ τὸ πλέθρον ὑπὸ τεσ‐ σάρων ἐργατῶν δύνασθαι, διαβεβαιοῦνται οἱ πείρᾳ παραλαβόντες, τῆς γυρώσεως γινομένης τὸ μὲν πλάτος ἐπὶ δύο ἥμισυ πόδας, τὸ δὲ βάθος ἄχρι ποδός· τοῦτο | |
5 | γὰρ αὐτῆς τὸ κάλλιστον εἶναι μέτρον παρατετήρηται. | |
2.46.5 | κλαδεύεσθαι δὲ τὸ πλέθρον ὑπὸ τεσσάρων δύνασθαι παραπεφύλακται. βλαστολογεῖσθαι δὲ τὴν πρώτην βλα‐ στολογίαν ὑπὸ ἑνὸς ἐργάτου, καὶ πολλῷ ἔλαττον τὴν δευτέραν. | |
2.46.6 | ἔτι δὲ τῷ σφόδρα χρησίμῳ ἀμπελουργῷ πλέον ὀκτὼ πλέθρων ἀμπέλου ἐργάζεσθαι οὐ δυνατόν, οὐδὲ ὅλως συγχωρητέον πάντες οἱ παλαιοὶ συγγραφεῖς μαρτυροῦσιν. | |
2.47t | Περὶ τῆς τῶν γεωργῶν ὑγιείας· Φλωρεντίνου. | |
2.47.1 | Καλὸν μέν, εἰ καὶ ἰατρὸν ἐν τῷ ἀγρῷ καταστή‐ σειας· εἰ δὲ μή, τὰ προσπίπτοντα νοσήματα τοῖς ἀν‐ θρώποις θεραπεύσεις παρὰ τῶν ὁμοίως νενοσηκότων μαθών. | |
2.47.2 | Τὴν γὰρ αὐτὴν κατοικοῦντες χώραν καὶ τῆς αὐτῆς διαίτης σχεδὸν μεταλαμβάνοντες, εἰ τοῖς αὐτοῖς νοσήμασι περιπέσοιεν, τοῖς αὐτοῖς καὶ θερα‐ πευθήσονται ἰάμασι. | |
2.47.3 | κάλλιον δὲ τὰ τῶν ἐργατῶν | |
νοσήματα προλαμβάνειν καὶ προθεραπεύειν κατὰ τὸ δυνατόν. | 82 | |
2.47.4 | Ἐπειδὴ δὲ τῶν ἐν ἡλίῳ ἐργαζομένων φλέγων ὁ ἥλιος βλάπτει τὰ σώματα καὶ τὰς φλέβας, μὴ ἀντέχοντα πρὸς τὴν τοσαύτην καῦσιν, δεῖ τὰς τρο‐ φὰς αὐτῶν αἴρειν, ἵνα μὴ ἅπαξ, μηδὲ δεύτερον, ἀλλὰ | |
5 | κατὰ βραχὺ πολλάκις ἐσθίωσιν· ἔστι γὰρ τοῦτο σωτή‐ ριον, καὶ πρὸς πέψιν ἐπιτηδειότατον. | |
2.47.5 | Ἄλλοι πήγα‐ νον καὶ μαλάχην ἀγρίαν ἀφεψήσαντες καὶ κεράσαντες οἴνῳ παρατραπέντι ὑδαρέστερον, ἐν μέσαις ταῖς τρο‐ φαῖς διδόασιν. | |
2.47.6 | Ἄλλοι δὲ γάλακτος καὶ ὕδατος μίξαντες καὶ ἐπιχέαντες ὀλίγον οἴνου παρατραπέντος, πρίν γε φαγεῖν διδόασι. καὶ τοῦτο ποιοῦσιν ἀπ’ ἀρχῆς ἔαρος μέχρι τοῦ φθινοπώρου. | |
2.47.7 | Ἄλλοι οἴνου ἀψινθίτου διδόασι· δύναται δὲ οὗτος οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφήν, καὶ ἐν αὐτῇ δὲ τῇ τροφῇ λαμβάνεσθαι. ἐὰν δὲ μὴ ἔχωμεν ἀψινθίτην, | |
5 | ἀψίνθιον δώσομεν, ὕδατι θερμοτάτῳ ἐμβαλόντες καὶ ζέσαντες. | |
2.47.8 | Τὸ αὐτὸ ποιεῖ καὶ ὁ διὰ σκίλλης οἶνος. παρασκευάζουσι δὲ καὶ τὸ σκιλλιτικὸν ὄξος, καὶ εἰ μὲν τοῦ οἴνου μέλλεις διδόναι τοῦ σκιλλιτικοῦ, πρὸ τοῦ φαγεῖν δώσεις· εἰ δὲ τοῦ ὄξους, μετὰ δεῖπνον. | |
2.47.9 | Καὶ ὁ ἕλιος δὲ οἶνος (τουτέστιν ὁ ἐν τοῖς ἕλεσι γιγνό‐ μενος) σφόδρα ἐστὶν ὑγιεινός, ἐν ὑγείᾳ τοὺς χρωμέ‐ νους διαφυλάττων. | |
2.47.10 | Καὶ ἡ πτισάνη δὲ τροφιμω‐ τάτη καὶ σωτήριός ἐστι. καὶ ὁ κλιβανίτης δὲ ἄρτος, ἰσχνῶς πεπλασμένος, καὶ ἐν ἡλίῳ ξηρανθείς, χρησιμώ‐ | |
τατος πρὸς ὑγείαν ὑπάρχει. ὁ γὰρ ἐν τοῖς ἄλλοις τοῖς | 83 | |
5 | καλουμένοις φούρνοις ὀπτώμενος ἄρτος βαρυτέραν τὴν πέψιν ποιεῖ. | |
2.47.11 | Ἐὰν δὲ καὶ τὸ ὕδωρ μὴ καλὸν ᾖ, μηδὲ πότιμον, ἀλλὰ νοσερόν, ἑψείσθω ἕως ἂν τὸ δέ‐ κατον αὐτοῦ ἀναλωθῇ, εἶτα διαψυχέσθω, καὶ οὕτως ἀβλαβὲς ἔσται. οὕτω γὰρ καὶ τὸ θαλάττιον ὕδωρ | |
5 | ἑψόμενον γλυκὺ γίνεται. | |
2.47.12 | Ἐπειδὴ δὲ συνεχῶς τοῖς γεωργοῖς τὰ ἰοβόλα ἐνοχλεῖ θηρία, ἔχιδναι καὶ φαλάγ‐ για καὶ ὄφεις καὶ μυγάλαι ἰοβολοῦσαι, καὶ σκορπίοι, κᾂν ἐνοικίδιοι ὦσι, πεπεῖσθαι χρὴ τοὺς γεωργοὺς τὴν | |
5 | θηριακὴν ἄμπελον πρὸς τὰ πάντα τῶν θηρίων τούτων δήγματα αὐτάρκη τὴν θεραπείαν παρέχειν. | |
2.47.13 | οὐ γὰρ μόνον ὁ οἶνος ὁ τῆς θηριακῆς ἀμπέλου τὸν δηχθέντα παύσει τῆς ὀδύνης, ἀλλὰ καὶ τὸ ἀπ’ αὐτῆς ὄξος, καὶ ἡ σταφυλή, καὶ ἡ σταφίς. καὶ τῶν φύλλων δὲ καὶ | |
5 | τῶν κλημάτων καυθέντων ἐπιτεθεῖσα σποδιὰ τῷ δήγματι, παύσει τὴν ὀδύνην καὶ σώσει τὸν ἄνθρωπον. | |
2.47.14 | οὕτω δέ ἐστιν ἡ δύναμις τῆς σποδιᾶς τῆς ἐκ παν‐ τὸς κλήματος ἀμπέλου, ὡς καὶ κυνὸς δήγματα θερα‐ πεύειν, πολλάκις δὲ καὶ λυσσῶντος. | |
2.47.15 | προστεθείσης οὖν καὶ τῆς θηριακῆς δυνάμεως, πολυπλασίονα τὴν ἐνέργειαν τῆς θέρμης ἀποδείκνυσι. | |
2.47.16 | Πῶς δὲ ἡ θηριακὴ ἄμπελος γένοιτο, ἢ οἶνος ἀψινθίτης, ἢ σκιλ‐ | |
λίτης, ἐν τοῖς οἰκείοις τόποις αὐτάρκως διδαχθήσεται. | 84 | |
2.48t | Ὅτι οὔτε γεωργοὺς οὔτε φυτὰ προσήκει ἀπὸ καλλιόνων τόπων εἰς ἐλάττους μεταφέρειν. Διδύμου. | |
2.48.1 | Συμβουλεύουσί τινες μὴ ἐξ ὑγιεινῶν τόπων εἰς τοὺς νοσώδεις μεταφέρειν τὰ φυτά, καὶ τοὺς γεωρ‐ γούς, ἀλλὰ μᾶλλον ἐκ χειρόνων εἰς τοὺς κρείττους, ἢ ὁμοίους, ἢ εἰς τοὺς μὴ πολλῷ ἐλάττους. | |
2.48.2 | ξενίζει γὰρ καὶ ταράττει ἡ ἐπὶ τὸ χεῖρον μεταβολὴ τοὺς μεθιστα‐ μένους. | |
2.48.3 | οὐ μόνον δὲ ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν παρατηρεῖν τοῦτο τοῖς σοφωτάτοις δοκεῖ. | |
2.49t | Ὅτι χαλκέας καὶ τέκτονας, καὶ κερα‐ μέας, ἐν τοῖς ἀγροῖς ἔχειν δεῖ, ἢ πλησίον. Βάρωνος. | |
2.49.1 | Τὸ εἰς τὰς πόλεις τῆς κατασκευῆς ἕνεκα τῶν ἐργαλείων τοὺς γεωργοὺς ἔρχεσθαι, ἀσύμφορον. ἥ τε γὰρ τῶν ἐργαλείων χρεία συνεχῶς ὑπερτεθεῖσα ἐμπο‐ δίσει τοῖς γεωργοῖς· ἥ τε εἰς τὴν πόλιν συνεχὴς ἐπι‐ | |
5 | δημία ἀργότερον ποιεῖ. | |
2.49.2 | διὸ χρὴ χαλκέας καὶ τέκτο‐ νας ἢ ἐν αὐτοῖς ἔχειν τοῖς ἀγροῖς, ἢ πλησίον. | |
2.49.3 | ἀναγκαιότατον δὲ καὶ κεραμέας ἔχειν πάντων ἕνεκα, | |
πεπεισμένον ὅτι ἐν πάσῃ τῇ γῇ ἔστιν εὑρεῖν κεραμι‐ κὴν γῆν. ἢ γὰρ ἐπιπόλαιον, ἢ ἐν βάθει, ἢ ἐν ἀπο‐ κεκρυμμένοις μέρεσι καὶ τόποις τοῦ χωρίου ἐπιτηδείαν | 85 | |
5 | γῆν πρὸς κατασκευὴν κεράμων εὑρήσεις. | |
3t1 | ΒΙΒΛΙΟΝ Γ | |
3p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, τρίτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ τὴν προσή‐ κουσαν ἑκάστῳ μηνὶ ἐργασίαν. αʹ. ἐφημερὶς καὶ τί χρὴ καθ’ ἕκαστον μῆνα ἐργά‐ | |
5 | ζεσθαι. [βʹ.] μὴν Ἰαννουάριος· Τυβί. 〈βʹ.〉 [γʹ.] Φευ‐ ρουάριος· Μεχίρ. 〈γʹ.〉 [δʹ.] Μάρτιος· Φαμενώθ. 〈δʹ.〉 [εʹ.] Ἀπρίλλιος· Φαρμουθί. 〈εʹ.〉 [ϛʹ.] Μάϊος· Παχών. 〈ϛʹ.〉 [ζʹ] Ἰούνιος· Παϋνί. 〈ζʹ.〉 [ηʹ.] χόνδρου ποίη‐ σις. 〈ηʹ.〉 [θʹ.] τράγου ποίησις. 〈θʹ.〉 [ιʹ.] πτισάνης | |
10 | ποίησις. 〈ιʹ.〉 [ιαʹ.] Ἰούλιος· Ἐπιφί. 〈ιαʹ.〉 [ιβʹ.] Αὔ‐ γουστος· Μεσωρί. 〈ιβʹ.〉 [ιγʹ.] Σεπτέμβριος· Θώθ. 〈ιγʹ.〉 [ιδʹ.] Ὀκτώβριος· Φαοφί. 〈ιδʹ.〉 [ιεʹ.] Νοέμβριος· Ἀθύρ. | |
〈ιεʹ.〉 [ιϛʹ.] Δεκέμβριος· Χυάκ. | 86 | |
3.1t | Ἐφημερίς, καὶ τί χρὴ καθ’ ἕκαστον μῆνα ἐργάζεσθαι. Ἐκ τῶν Βάρωνος καὶ τῶν Κυντι‐ λίων. Μηνὶ Ἰαννουαρίῳ. | |
3.1.1 | Τῷ Ἰαννουαρίῳ μηνὶ χρὴ τὰς ἀναδενδράδας κλα‐ δεύειν, φυλαττομένους τὰς ἑωθινὰς καὶ δείλης ὀψίας ὥρας. | |
3.1.2 | Τῷ αὐτῷ μηνὶ χρὴ τὰ πρὸς οἰκοδομὴν καὶ ἐργασίαν ξύλα τέμνειν, σελήνης ἐν συνόδῳ οὔσης καὶ ὑπὸ γῆν. τὸ γὰρ τῆς σελήνης φῶς μαλακώτερα τὰ ξύλα ποιεῖ. τὰ δὲ τότε τεμνόμενα ξύλα ἄσηπτα δια‐ | |
5 | μένει. | |
3.1.3 | Τῷ αὐτῷ μηνὶ κοπρίζειν χρὴ τὰ καρποφο‐ ροῦντα δένδρα, τὴν δὲ κόπρον μὴ ἅπτεσθαι τῶν ῥιζῶν. | |
3.1.4 | Τῷ αὐτῷ μηνὶ ἐγκεντρίσεις ὅσα πρῶτα ἀνθεῖ, οἷον δωράκινα, δαμασκηνά, βερικόκκια, ἀμυγδαλέας, κερα‐ σέας. | |
3.1.5 | Τῷ αὐτῷ μηνὶ κλαδεύειν χρὴ καὶ τὴν χαμῖ‐ τιν ἄμπελον, ὀξυτάτοις δρεπάνοις, φυλαττομένους ἡμέ‐ ρας καὶ ὥρας εὐδινάς. | |
3.1.6 | Χρὴ φυτεύειν τὰς ἀμπέλους, καὶ τὰ λοιπὰ δένδρα ἀπὸ εἰδῶν Ἰαννουαρίων, ἕως ἂν ἡ τῶν τόπων ἐπιτηδειότης τὴν φυτείαν καταδέχηται. | |
3.1.7 | Τῷ αὐτῷ μηνὶ σπείρειν οὐ χρή, διερὰ γὰρ καὶ βα‐ ρεῖα οὖσα ἡ γῆ, ἀτμώδης γίνεται, καὶ ἔοικεν ἐρίοις ἐξαμμένοις κακῶς. | |
3.1.8 | Τὴν Μηδικὴν κοπρίσαι, κύτισον θερίσαι χλωρόν. | |
3.1.9 | Τὴν ξηρὰν καὶ τὴν κούφην καὶ λευκὴν καὶ γήλοφον, λεπτόγειόν τε καὶ ἀμμώδη γῆν, καὶ τὴν ῥιζῶν καὶ θαμνώδους πόας ἀνάπλεων, ἣν μὴ τῷ Ὀκτωβρίῳ ἐννεῶσαι μηνί, νῦν πρὸ τοῦ κοπρίσαι | 87 |
5 | ἀρόσαι βραχέσι τοῖς ἀρότροις, καὶ εὐθέως κοπρίσαι. | |
3.1.10 | Τὴν ἁλμυρίδα γῆν ἀνακινῆσαι μικροῖς ἀρότροις, ἀχύροις τε διαπάσαι κυαμίνοις, εἰ δὲ μή, σιτίνοις καὶ κριθίνοις. | |
3.2t | Μηνὶ Φεβρουαρίῳ. | |
3.2.1 | Τῷ Φεβρουαρίῳ μηνὶ μεταθήσομεν ἀπὸ τοῦ φυτωρίου τὰς ἐνρίζους ἀμπέλους διετεῖς ἢ τριετεῖς, ἐνιαυσιαίας δὲ οὐδαμῶς, ἀσθενέστεραι γάρ εἰσιν. ἡ δὲ μεταφύτευσις τῶν ἀμπέλων καὶ πολὺν καρπὸν φέρει | |
5 | καὶ καλὸν ποιεῖ τὸν οἶνον. | |
3.2.2 | Τούτῳ τῷ μηνὶ φυ‐ τεύομεν τοὺς καλάμους, πρὶν ἄρξασθαι βλαστάνειν. | |
3.2.3 | Τούτῳ τῷ μηνί, καὶ ἄμπελον, καὶ πᾶν δένδρον, καὶ ῥόδα, καὶ κρίνα φυτεύειν χρή, τῆς σελήνης αὐξούσης. | |
3.2.4 | Τῷ αὐτῷ μηνὶ σῖτον σπείρειν τριμηναῖον, σησάμην καὶ κάνναβιν· τὴν δὲ γῆν, ἐν ᾗ τὴν Μηδικὴν σπεί‐ | |
ρειν, νῦν ἀρόσαι τὸ δεύτερον. | 88 | |
3.3t | Μηνὶ Μαρτίῳ. | |
3.3.1 | Τῷ Μαρτίῳ μηνὶ τὰ κλήματα πρὸς ἐγκεντρισμὸν ληψόμεθα, καὶ αὐτὸν τὸν ἐγκεντρισμὸν τῶν τε ἀμπέ‐ λων καὶ τῶν ἄλλων δένδρων ποιησόμεθα. | |
3.3.2 | Τούτῳ τῷ μηνὶ καλάμους φυτευτέον πρὸ τῆς ἰσημερίας. | |
3.3.3 | Τούτῳ τῷ μηνὶ θεραπεύσομεν τὰς ἰάσεως δεομένας ἐλαίας. | |
3.3.4 | Τούτῳ τῷ μηνὶ ταῖς ῥίζαις τῶν ἀμυγδαλῶν κόπρον χοιρείαν ἐπιθήσομεν, τάς τε γὰρ πικρὰς γλυ‐ κείας ποιεῖ, καὶ μείζους καὶ τρυφεράς, ὡς Ἀριστοτέλης φησί· Θεόφραστος δὲ οὖρον ταῖς ῥίζαις ἐπιχέειν φησί. | |
3.3.5 | Τούτῳ τῷ μηνὶ φυτεύσομεν πᾶν δένδρον καὶ κάστα‐ νον ἀπὸ πασσάλου, μάλιστα ἐν τοῖς ψυχροτέροις καὶ ὑγροτέροις τόποις. | |
3.3.6 | Τούτω τῷ μηνὶ περισκάπτειν χρὴ τὰς ἀμπέλους καὶ τὰ λοιπὰ δένδρα· τὰ γὰρ τότε περι‐ σκαπτόμενα καὶ πολυκαρπεῖ καὶ καλλικαρπεῖ. | |
3.3.7 | Τούτῳ τῷ μηνὶ βλαστολογεῖν χρὴ τὰς τριετεῖς ἀμπέλους, ἔτι ἁπαλῶν ὄντων τῶν βλαστῶν. τινὲς δὲ ταῖς χερσὶ βλαστολογοῦσι, τοῖς γὰρ ἀρχαίοις δοκεῖ ἕως τριετοῦς | |
5 | μὴ προσάγειν σίδηρον ταῖς ἀμπέλοις. | |
3.3.8 | Καὶ ἡ κατα‐ στόρεσις δὲ τῶν ἀμπέλων τῶν τριετῶν τούτῳ τῷ μηνὶ ἐπιτηδειότερον γίνεται. | |
3.3.9 | Δεῖ τούτῳ τῷ μηνὶ ἐγκεν‐ τρίζοντας πάντα πρὸ τῆς βλάστης ἐγκεντρίζειν, ὅτε πλέον τὸ δάκρυον ἔχειν δοκεῖ τὰ δένδρα, καὶ παρα‐ φυλάττεσθαι, ἵνα τῶν μήλων καὶ τῶν ἀππίων τὰ εἰς | 89 |
5 | ἐγκεντρισμὸν ἐνθέματα λαμβανόμενα, πεφυλαγμένως καὶ ἀκριβῶς ὀξυτάτῳ δρεπάνῳ λαμβάνηται· πάνυ γάρ ἐστι ταῦτα τὰ δένδρα λεπτόφλοια, διό τινες αὐτὰ ταῖς χερσὶν ἀφαιροῦσι μᾶλλον, ἢ δρεπάνῳ τέμνουσι. | |
3.3.10 | Καὶ ἀροτριᾶν δὲ εἰς νεασμὸν προσήκει τοὺς παρασκευάζον‐ τας εἰς σπορὰν τὴν γῆν. τότε γὰρ στραφεῖσα οὔτε πολλὰς βοτάνας θρέψει καὶ ψαθυρωτέρα γενήσεται. | |
5 | οὐκ ἀρκεῖ δὲ τοῦτο ἅπαξ ποιεῖν, ἀλλὰ καὶ δεύτερον, εἴθε δὲ καὶ τρίτον. | |
3.3.11 | Σπείρειν δὲ προσήκει σῖτον λευκόν, τὸν σιτάνιον ἐπικαλούμενον, καὶ τὸν μελανα‐ θέρα, καὶ τὸν ἐπιμήκη τὸν Ἀλεξανδρῖνον λεγόμενον, εἰς τὴν ἐλαφρόγειον καὶ τὴν εὐήλιον, ὀρεινήν τε καὶ | |
5 | λακκώδη, καὶ ψαμμώδη καὶ ἄνυδρον γῆν, μέχρι τῆς πρὸ θʹ καλανδῶν Ἀπριλλίων. | |
3.3.12 | κριθὰς σπείρειν τὰς λεπτίτιδας καλουμένας εἰς τὴν ἀπὸ τοῦ σίτου γῆν. σπείρειν δὲ ἐν τοῖς οἰκείοις τόποις σησάμην, τίφας, ζειάς, κέγχρον, καὶ καννάβιον. | |
3.3.13 | ὅταν δὲ ἀποσταχύῃ | |
τὰ σπαρέντα, βοτανίσαι αὐτά· οὕτω γὰρ οἱ καρποὶ καθαροὶ καὶ εὐθαλεῖς ἔσονται. καὶ κύτισον δὲ θερίσαι χλωρόν. | 90 | |
3.4t | Μηνὶ Ἀπριλλίῳ. | |
3.4.1 | Τῷ Ἀπριλλίῳ μηνὶ δυνατὸν ἔτι ἐλαίας φυτεύειν· χρὴ δὲ αὐτὰς τότε μάλιστα καθαίρειν, διακαθαιρόμεναι γὰρ τὸν καρπὸν κρείττω ποιοῦσι. | |
3.4.2 | Θεόφραστος δέ φησι, τούτῳ τῷ μηνὶ ἐλαίας καὶ ῥοιὰς καὶ μυρσίνας εἰς πασσάλους κόψαντας, δύνασθαι φυτεύειν ἐν τοῖς ὑγροῖς τόποις καὶ ἀρδομένοις. | |
3.4.3 | Τούτῳ τῷ μηνὶ ἐγκεντρίσομεν καὶ ἐνοφθαλμίσομεν τὰς ἐλαίας, καὶ τὰ λοιπὰ δένδρα εὐκαίρως. | |
3.4.4 | Ἔτι ἐνοφθαλμίζεσθαι ἄρ‐ χεται τούτῳ τῷ καιρῷ συκῆ, καὶ καστανέα, καὶ κερα‐ σέα. | |
3.4.5 | ἀλλὰ καὶ ὁ δεύτερος σκάφος τῶν νέων ἀμπέ‐ λων τούτῳ τῷ μηνὶ πεπληρῶσθαι ὀφείλει, καὶ τὰς νέας ἀμπέλους ἀποτέμνειν προσήκει· λειοτέρα γὰρ αὐ‐ τῶν ἡ τομὴ ἔσται νῦν γενομένη· κᾄν τισι δοκῇ, μᾶλ‐ | |
5 | λον δὲ πᾶσι τοῖς ἀρχαίοις, ἕως τριετοῦς χρόνου τῇ ἀμπέλῳ μὴ προσάγειν σίδηρον. | |
3.4.6 | τούτῳ δὲ τῷ μηνί, καὶ τὸ τῆς πτελέας σπέρμα συλλέξαντα, εὐθέως σπεί‐ ρειν προσήκει· ἀλλὰ καὶ συκέας ἐνρίζους νῦν μετα‐ | |
φυτεῦσαι δυνατόν, κᾂν ἤδη ὦσι βλαστήσασαι. | 91 | |
3.5t | Μηνὶ Μαΐῳ. | |
3.5.1 | Τῷ Μαΐῳ μηνὶ ἐγκεντρίζειν ἄμπελον πάνυ ἐπι‐ τηδειότατον εἶναι δοκεῖ, πρὶν βλαστῆσαι. ἔνιοι δὲ μετὰ τὸν τρυγητὸν ἐγκεντρίζουσιν αὐτήν. | |
3.5.2 | Τούτῳ τῷ μηνὶ τὰς ἐλαίας καθαριοῦμεν. Τούτῳ τῷ μηνὶ τοὺς οἴνους μεταγγίσομεν. τὸ δὲ κεράμιον πεπληρῶ‐ σθαι χρὴ ἕως κατωτέρω μικρὸν τοῦ τραχήλου, ἵνα μὴ | |
5 | πνίγηται, ἀλλ’ ὥστε ἔχειν τινὰ ἀναπνοήν. | |
3.5.3 | Τούτῳ τῷ μηνί, ὡς προείρηται, δυνατὸν ἐγκεντρίζειν ἄμπελον. καὶ ἀρχομένου φύειν τοῦ στελέχους, τὸ γὰρ δάκρυον ἰξῶδες γίνεται. τὰ δὲ ἐνθέματα, δηλονότι πρὸ πολ‐ | |
5 | λοῦ καὶ πρὶν βλαστάνειν λαβόντες, καὶ ὑπὸ γῆν ἢ ἐν κεράμῳ ἐπιμελῶς ἀποκρυψάμενοι, φυλάξομεν, ὡς μὴ βλαστῆσαι. | |
3.5.4 | Τούτῳ τῷ μηνὶ σκάπτειν χρὴ τὰς ἀμ‐ πέλους, καὶ μάλιστα ἀνομβρίας γενομένης· παραμυθεῖ‐ ται γὰρ ὁ σκάφος τὴν διψῶσαν ἄμπελον, διαπνεῖσθαι γὰρ αὐτὴν ποιεῖ, καὶ ἡ γῆ ἐπανισταμένη, ἀναψύχει | |
5 | τὴν διψῶσαν ἄμπελον. καὶ τὰ φυτώρια δὲ σκάπτειν ἀναγκαῖόν ἐστιν. (ἔστι δὲ φυτώρια, ἀφ’ ὧν λαμβανό‐ μενα τὰ φυτὰ εἰς ἑτέρους τόπους μετὰ βʹ ἔτη ἢ γʹ μεταφυτεύομεν.) | |
3.5.5 | τούτῳ τῷ μηνὶ τὰ ἐγκεντρισθέντα δένδρα διαπαντὸς ἑσπέρας ὕδατι ἐν σπογγίῳ ἐπιῤῥαί‐ νειν προσήκει. | |
3.5.6 | Τινὲς καὶ τούτῳ τῷ μηνὶ φυτεύου‐ | |
σιν, ἐν τοῖς χειμερινοῖς δηλονότι καὶ ψυχροτάτοις καὶ ὑγροτάτοις τόποις, ἢ ἄλλως ἀρδεύεσθαι δυναμένοις. καὶ οὐ μόνον διὰ παντὸς τοῦ μηνὸς τοῦτο ποιοῦσιν, | 92 | |
5 | ἀλλὰ καὶ ἕως εἰδῶν Ἰουνίων, δήλου ὄντος, ὡς πᾶν φυτὸν πρὶν ἐξοιδῆσαι πρὸς βλάστην, δεκτικόν ἐστιν εἰς φυτείαν. οὐδὲν γὰρ βλαστῆσαν ἅπαξ δυνήσεται φύεσθαι, πλὴν συκῆς μόνης, κᾄν τινες τὰς ἀμπέλους βλαστησάσας φυτεύωσιν. | |
3.5.7 | Ἔτι τούτῳ τῷ μηνὶ σκάπτειν τοὺς θέρμους προσήκει, τοὺς ἕνεκεν τοῦ κοπρίσαι ἢ καθᾶραι τὴν γῆν σπαρέντας· εἶτα πρὸ τῶν εἰδῶν τέμνειν, πρὶν ἀνθεῖν τὴν σταφυλήν, ἔτι ὑγροὺς ὄντας, | |
5 | καὶ ἐᾶν θερισθέντας ὀλίγον σαπῆναι. καὶ μετὰ ταῦτα ἀροτριᾶν, ἕως ἐπιχωσθῆναι τὰ ἀποκοπέντα τῶν θέρ‐ μων, καὶ οὕτως αἱ ῥίζαι πᾶσαι διαφθείρονται. | |
3.5.8 | τῷ αὐτῷ δὲ μηνὶ καὶ τὴν γῆν στρέψομεν τὴν ὑπὸ πολλῆς ἀγρώστεως ὀχλουμένην, πᾶσάν τε τὴν ἐκριζωθεῖσαν ἄγρωστιν ξηρανθῆναι ἐάσομεν. καὶ σελήνης ἑκκαιδε‐ | |
5 | καταίας γεγενημένης, πᾶσαν ἀθρόως αὐτὴν ἐκφορήσο‐ μεν τοῦ χωρίου, τῆς ἀντιπαθείας συμβαλλομένης πρὸς τὸ μηκέτι αὐτὴν ἀναβιοῦν. | |
3.5.9 | τὰ ἀγγεῖα δέ, εἰς ἃ ἐκ τῶν πίθων ὁ οἶνος μεταφέρεται, σπάρτῳ χρὴ τρίβειν καὶ καθαίρειν, οὔτε γὰρ τρὺξ πολλὴ ἔσται, οὔτε γενο‐ | |
μένη ξηρανθήσεται, ὃ μάλιστα τοὺς οἴνους βλάπτει. | 93 | |
3.6t | Μηνὶ Ἰουνίῳ. | |
3.6.1 | Τῷ Ἰουνίῳ μηνὶ τὰς ἐγκεντρισθείσας ἀμπέλους δεῖ περισκάπτειν πρὸ εἰδῶν, εἰ δυνατόν, ἐκ δευτέρου καὶ τρίτου, ἀρξαμένους πρὸ εἰδῶν Μαΐων. καὶ ἡ βλαστολογία δὲ πᾶσα τούτῳ τῷ μηνὶ πεπληρώσθω. | |
3.6.2 | Νυνὶ δὲ καὶ τοὺς προκύπτοντας βλαστοὺς τῶν νέων ἀμπέλων ἀφαιρετέον, κᾄν τι ἐν τοῖς ἄνω μέρεσι παρα‐ βλαστάνῃ, ἑνὶ γὰρ βλαστῷ τὴν νέαν ἄμπελον ἀρκεῖ‐ σθαι προσήκει. | |
3.6.3 | Τούτῳ τῷ μηνὶ τοὺς κλάδους τῶν τελείων ἀναδενδράδων τοὺς ἀπῃωρημένους, καὶ μὴ ἔχοντας καρπόν, ἀποτεμεῖν χρή. | |
3.6.4 | Τούτῳ τῷ μηνὶ ἐν ταῖς συκαῖς τοὺς ὀλύνθους καὶ τὰ ἐρινεὰ κρεμάσομεν. | |
3.6.5 | Τούτῳ τῷ μηνὶ ἐγκεντρίσομεν καὶ ἐνοφθαλμίσομεν πᾶν δένδρον, ἕως εἰδῶν Ἰουλίου μηνός, τὴν δὲ συκῆν καὶ μετὰ ταῦτα. Τῷ αὐτῷ δὲ μηνὶ καὶ τὰ δένδρα τὰ περισκαφέντα καὶ ἐαθέντα προσχῶσαι προσήκει. | |
3.6.6 | Πρὸ μέντοι εἰδῶν καὶ τοὺς καλαμῶνας, καὶ τοὺς ἰτεῶνας περισκάπτειν δυνατόν. ἔτι ἐν τοῖς κήποις σέλινα καὶ ἀμάραντον, καὶ ἀλθαίαν τεθῆναι καιρός. | |
3.6.7 | Τῷ αὐτῷ δὲ μηνὶ τὴν καλουμένην βικίαν τέμνειν, χόρτον τε χλωρὸν ὄντα, καὶ ξηραίνειν τερσάνῃ αὐτὸν ἐν σκιᾷ, οὕτως γὰρ ἂν γλυκὺς ἔσται. καὶ μετὰ τὴν τμῆσιν | |
5 | ἀρδεῦσαι τὸ χορτοκόπιον εὐθέως, καὶ εἰς νειὸν ἀρόσαι. | 94 |
3.6.8 | Ἀπὸ τῆς πρὸ θʹ καλανδῶν Ἰουλίων ἀλοῆσαι, οὔτε γὰρ ὄμβροι, οὔτε δρόσοι ἐν ταύταις γίνονται ταῖς ἡμέραις. | |
3.7t | Χόνδρου ποίησις. | |
3.7.1 | Ζειὰς πτιστέον καὶ βραστέον καὶ ἐμβλητέον εἰς ζεστὸν ὕδωρ, καὶ συνεκπιαστέον. ἔπειτα γύψον λευ‐ κὴν κοπτέον καὶ εἰς λεπτὸν σηστέον, ἄμμου τε τῆς λευκοτάτης καὶ λεπτοτάτης τὸ τέταρτον σὺν γύψου | |
5 | μέρει κατ’ ὀλίγον μικτέον ἐπιπτισσομένῃ τῇ ζειᾷ αὖ‐ θις. σκευαζέσθω δὲ ἐν ταῖς ὑπὸ κύνα ἡμέραις, ἵνα μὴ ὀξίσῃ. ἐπὰν δ’ ἅπασα ἐπιπτισθῇ, κοσκίνῳ κοσκι‐ νευέσθω ἁδροτέρῳ. | |
3.7.2 | κάλλιστος ὁ πρῶτος σησθεὶς γίνεται χόνδρος· δεύτερος ὁ ἐπὶ τούτῳ· καὶ ἐλάττων ὁ τρίτος. | |
3.8t | Τράγου ποίησις. | |
3.8.1 | Τὸν Ἀλεξανδρῖνον σῖτον λεγόμενον βρεκτέον καὶ πτιστέον καὶ ξηραντέον ἐν ἡλίῳ θερμῷ· εἶτ’ αὖθις τὰ αὐτὰ ποιητέον, ἄχρις οὗ οἵ τε ὑμένες τοῦ σίτου καὶ τὸ ἰνῶδες ἀποπέσῃ. Οὕτω τε ξηραντέον καὶ ἀποθετέον | |
5 | τὸν τράγον ἐκ τῆς εὐγενοῦς ὀλύρας. | 95 |
3.9t | Πτισάνης ποίησις. | |
3.9.1 | Κριθὴ βραχεῖσα πτίσσεται καὶ ἡλίῳ ξηραίνεται, εἶτ’ ἀποτίθεται οὕτω. παρεμπάττεται δ’ αὐτῇ τὸ λεπτὸν αὑτῆς, τηρεῖ γὰρ αὐτήν. ἔστω δὲ τὸ ὕδωρ δέκατον τοῦ τῶν κριθῶν μέρους. κόπτεται δὲ ἁλῶν ἀτρίπτων | |
5 | εἰς αὐτὴν ἐμπαττομένων. γίνεται καὶ ἐκ τοῦ σίτου πτισάνη ὁμοίως. | |
3.10t | Μηνὶ Ἰουλίῳ. | |
3.10.1 | Τῷ Ἰουλίῳ μηνὶ τὰς ἀμπέλους χρὴ σκάπτειν ἕως δευτέρας ὥρας καὶ δείλης ἕως ὀψίας, οὐκ εἰς βάθος, καὶ τὰς βοτάνας ἐκλέγειν, μάλιστα δὲ τὴν ἄγρωστιν. δεῖ δὲ καὶ γῆν καταρρηγνυμένην ὁμαλίζειν καὶ ἑνοῦν, | |
5 | ἵνα μὴ ὁ ἥλιος φλέγῃ τὰ ἐν βάθει. | |
3.10.2 | δεῖ δὲ καὶ τὴν τελείαν ἄμπελον ἐπισκάπτειν, μάλιστα πεπαίνει γὰρ καὶ μεγεθύνει ὁ κονιορτὸς τὴν σταφυλήν. | |
3.10.3 | τούτῳ τῷ μηνὶ πᾶσαν ἀγρίαν βοτάνην καὶ ἀκάνθας ἐκτέμνειν προσήκει. | |
3.10.4 | τούτῳ τῷ μηνὶ καὶ ξύλα, ἐὰν ἡ χρεία κατεπείγῃ, τέμνειν δυνατόν, ληγούσης δηλονότι τῆς σελήνης, καὶ ὑπὸ γῆν οὔσης. | |
3.10.5 | ἔτι καὶ τὴν γῆν ἀρο‐ τριᾶν προσήκει, ἀφ’ ἧς κύαμοι ἢ λάθυροι ἐθερίσθησαν. εὐθέως γὰρ πᾶσαν γῆν δεῖ ἀροτριᾶν μετὰ τὸν θερι‐ σμόν, πρὶν ξηρὰν γενέσθαι. | |
3.10.6 | ἔτι καὶ φυλλάδας εἰς τὴν τῶν βοσκημάτων ἀνατροφὴν τέμνειν χρήσιμον καὶ ἀποτίθεσθαι. | 96 |
3.10.7 | Ἔτι δὲ περὶ τὰς εἰδοὺς τοῦ αὐτοῦ μηνὸς πτέριν καὶ βούτομον καὶ σχοῖνον καὶ κάλαμον ἐκριζώσει τις· καὶ θέρμους ἀνθοῦντας κωνείῳ τρίψας, καταχύσει ἐπὶ τὴν τομὴν τῆς περιλειφθείσης ἐν τῇ γῇ | |
5 | ῥίζης· ξηρανεῖ γὰρ αὐτήν. | |
3.10.8 | Εἰ δὲ πολύῤῥιζος εἴη ἡ γῆ, θέρμους σπερεῖ ἐν αὐτῇ, καὶ τούτους ἀνθοῦντας τεμὼν ἀρόσει, ὡς ἐγχῶσαι τὰ ἀποκεκομμένα, καὶ λεπτὴν κόπρον ἐπιπάσας ἐάσει. | |
3.10.9 | μετὰ δὲ ἡμέρας ιβʹ ἀρόσει δίς, καὶ σπερεῖ τὰ τῇ γῇ πρόσφορα, μιγνὺς τῷ σπέρ‐ ματι καὶ φακῆς μέρος ὀλίγον. | |
3.11t | Μηνὶ Αὐγούστῳ. | |
3.11.1 | Τῷ Αὐγούστῳ μηνὶ τὰς πεπανθείσας σταφυλὰς ἐν τοῖς θερμοτέροις τόποις τρυγᾶσθαι προσήκει, τὰς μέντοι μηδέπω πεπανθείσας μετρίως περισκάπτειν, καὶ τοὺς ἐλαιῶνας δὲ ὁμοίως· καὶ τοὺς βώλους διαλύειν, | |
5 | ὥστε ἐπεγείρειν τὸν κονιορτόν· ἐμπεσὼν γὰρ οὗτος τῷ καρπῷ, θᾶττον αὐτὸν πεπαίνει. | |
3.11.2 | διὰ τοῦτο καὶ αἱ παρὰ τὴν ὁδὸν ἐλαῖαί τε καὶ ἄμπελοι εὐτραφέστεραι τῷ καρπῷ, διὰ τὴν ἐπανισταμένην ἐκ τῶν ὁδευόντων κόνιν. μόνας δὲ ἐκείνας τὰς ἀμπέλους οὐ δεῖ σκάπτειν, | |
5 | λοιπὸν ξηρανθείσης τῆς γῆς, τὰς ἐν τῇ λεπτόγεῳ οὔσας· εὐθέως γὰρ ξηραίνονται, τὰς ῥίζας ἐπιπολαίους | |
ἔχουσαι διὰ τὴν λεπτότητα. Τῷ αὐτῷ μηνὶ τὰ ἐγκεν‐ τρισθέντα δεῖ σπόγγῳ ἐπιῤῥαίνειν ὕδατι, δύνοντος τοῦ ἡλίου. | 97 | |
3.11.3 | Τῷ αὐτῷ μηνὶ τοὺς πίθους ξηραίνειν χρὴ ἐν ἡλίῳ, καὶ πρὸ κʹ ἡμερῶν τοῦ μέλλειν τὸν οἶνον δέξασθαι, πισσοῦν. | |
3.11.4 | τῷ αὐτῷ μηνὶ τὴν ὄψιμον στα‐ φυλὴν βλαστολογεῖν χρή, αὕτη γὰρ ἡ βλαστολογία τὸν καρπὸν αὐξῆσαι ποιεῖ καὶ καλλίονα, καὶ τάχιον πεπαίνει. | |
3.11.5 | ἐν δὲ ταῖς νέαις καὶ πολυφόροις ἀμπέλοις, καὶ τοῦ καρποῦ προσαφαιρεῖν τι χρή, ἵνα μὴ καὶ τὰ κλήματα λεπτότερα, καὶ ὁ καρπὸς ἄχρηστος γένηται. ἔτι χρὴ τὴν πρὸς τὸ διαμένειν λαμβανομένην σταφυλὴν ἀκμαίαν | |
5 | λαμβάνειν. | |
3.11.6 | Καιρὸς δὲ καὶ τὰ ξηραινόμενα σῦκα ἐν τοῖς θερμοτέροις ἤδη λαμβάνειν, ἔτι καὶ τοὺς βόθρους παρασκευάζειν, ἐν οἷς κατὰ τὸ φθινόπωρον φυτεύσο‐ μεν ἐλαίας, ἢ καὶ ἄλλο τι δένδρον. | |
3.11.7 | τῷ δὲ αὐτῷ μηνὶ καὶ τὰ εἰωθότα χορτοφόρα χωρία ἀρδεύεσθαι ἀρδεύσομεν, καὶ ἐκ δευτέρου τεμοῦμεν πτέριν, καὶ σχοῖνον, καὶ κάλαμον, καὶ βούτομον. | |
3.11.8 | Εἰς νειὸν δὲ ἀρόσομεν τὴν στερεὰν καὶ βαρεῖαν καὶ πίειραν γῆν· καὶ τὴν ὀρεινὴν καὶ δυσχείμερον καὶ πάνσκιον, καὶ πρὸς βοῤῥᾶν, βαθέσιν ἐργασόμεθα τοῖς ἀρότροις, ἢ | |
5 | δικέλλαις. | |
3.11.9 | Ἕως δὲ τῆς πρὸ θʹ καλανδῶν Σεπτεμ‐ βρίων ἀλοήσομεν, οὐ γὰρ ὄμβροι οὐδὲ δρόσοι οὐδ’ ἐν | |
ταύταις γίνονται ταῖς ἡμέραις. | 98 | |
3.12t | Μηνὶ Σεπτεμβρίῳ. | |
3.12.1 | Τῷ Σεπτεμβρίῳ μηνὶ σημειοῦσθαι χρὴ τάς τε πολυφόρους ἀμπέλους, καὶ τὰς ἀφόρους, ἵνα τὰς μὲν ἐκτέμωμεν, τὰς δὲ ἐγκεντρίσωμεν· γινέσθω δὲ ἡ ση‐ μείωσις μίλτῳ μετὰ ἐλαίου καὶ πίσσης μεμιγμένῃ. | |
3.12.2 | Τούτῳ τῷ μηνὶ τὰ ἄχυρα καὶ τῶν πλατάνων τὰ φύλλα, οἷς μέλλομεν θησαυρίζειν τὰς σταφυλάς, ἡλιά‐ ζειν καὶ ξηραίνειν χρή. | |
3.12.3 | Ἔτι καὶ τὰ κάρυα νῦν ἐκτινάσσειν προσήκει, καὶ ξηραινόμενα ἀποτίθεσθαι. | |
3.12.4 | ἄχρι δὲ τῆς πρὸ ϛʹ καλανδῶν Ὀκτωβρίων τὸ σπεί‐ ρειν ἐπισφαλές. ἂν γὰρ αὐχμοὶ ἐπακολουθήσωσι, δια‐ φθείρεται τὰ σπέρματα. | |
3.12.5 | ἀπὸ δὲ τῆς πρὸ πέντε καλανδῶν Ὀκτωβρίων θέρμον σπείρειν, οὗτος γὰρ ὑετὸν οὐκ ἐκδέχεται. | |
3.12.6 | Τὴν λεπτόγειον γῆν, καὶ ἀνά‐ πλεων ῥιζῶν καὶ θαμνώδους πόας, μετὰ τὰς εἰδοὺς τὰς Σεπτεμβρίας ὄμβρων ἐπιγενομένων, πρὸ τοῦ κο‐ πρίζειν ἀροῦν εὐθέως καὶ κοπρίζειν. | |
3.13t | Μηνὶ Ὀκτωβρίῳ. | |
3.13.1 | Καὶ τῷ Ὀκτωβρίῳ μηνὶ τρυγᾶν καλόν· ὁ μὲν γὰρ πρῶτος τρυγηθείς, πλείονα οἶνον ποιεῖ, κρείττονα δὲ ὁ δεύτερος, μᾶλλον δὲ ἡδὺν ὁ τρίτος. | |
3.13.2 | Τούτῳ δὲ τῷ μηνὶ μετὰ τὴν ἰσημερίαν καὶ τοὺς πρώτους | |
ὄμβρους, τινὲς φυτεύουσι μέχρι τῆς τῶν πλειάδων δύσεως· ἄρχονται δὲ δύεσθαι ὡς ἀπὸ τῆς ζʹ τοῦ Νοεμ‐ | 99 | |
5 | βρίου μηνός. | |
3.13.3 | Τῷ αὐτῷ μηνὶ γυροῦν τὰς ἀμπέλους καλόν, καὶ περὶ τὰς ῥίζας στακτήν, ἢ κόνιν, ἢ τέφραν ξηράν, ἢ οὖρον ἀνθρώπειον παλαιόν, ἢ τρύγα οἴνου, ἢ ἄχυρα περιτιθέναι. | |
3.13.4 | Τούτῳ τῷ μηνὶ ἐγκεντριστέον ἀμυγδαλέας, κερασέας, συκέας. δυνατὸν δὲ καὶ ἐν τοῖς παραδείσοις φυτεῦσαι ἐλαίαν, ἀμυγδαλῆν, κερασέαν, καὶ πάντα τὰ ὀπωροφόρα δένδρα, καὶ πτελέαν καὶ | |
5 | λεύκην καὶ μελίαν καὶ πίτυν καὶ ἐλάτην· συκῆν δὲ μηδαμῶς νῦν. ἔτι καὶ τὰ πάντων τῶν δένδρων σπέρ‐ ματα σπείρειν χρήσιμον. | |
3.13.5 | Τῷ αὐτῷ δὲ μηνὶ καὶ τὸ ὀμφάκινον ἔλαιον κατασκευάζειν ἀρχόμεθα, συλλέγον‐ τες τὰς ὀμφακιζούσας ἐλαίας. | |
3.13.6 | Τῷ αὐτῷ μηνὶ τὰς κιτρέας σκεπάσομεν, ἅστινας ἐν χειμερινοῖς τόποις ἔχομεν. τὰ δὲ πρέμνα αὐτῶν, τοῖς φύλλοις τῆς κολο‐ κύνθης ἀμφιάσομεν, καὶ τέφραν τὴν ἀπὸ τῶν κολο‐ | |
5 | κυνθῶν καυθεῖσαν ταῖς ῥίζαις περιβαλοῦμεν. | |
3.13.7 | Τούτῳ τῷ μηνὶ τῆς κλαδείας ἄρχεσθαι κάλλιον, καὶ μετὰ τὸν τρυγητὸν σκάπτειν τὴν γῆν, ἵνα ἡ συμπατηθεῖσα ὑπὸ τῶν τρυγώντων, ἀραιωθεῖσα ἀκωλύτως ἄχρι ῥιζῶν τοὺς | |
5 | μετοπωρινοὺς ὄμβρους δέχηται. ἀλλὰ καὶ ἡ βοτάνη διὰ τοῦ ἀέρος ἐλάσσων ἔσται, τῶν ῥιζῶν πασῶν πρὸ καιροῦ ἐκκοπεισῶν, καὶ ὑπὸ τοῦ πάγους διαφθαρεισῶν. | |
3.13.8 | Καὶ τὰ μῆλα δὲ τὰ εἰς τὸν χειμῶνα θησαυριζόμενα | |
δρέπεσθαι χρὴ καὶ ἀποτιθέναι εἰς ξύλων πρίσματα εὐωδεστέρων· καὶ τὰς λοιπὰς δὲ ὀπώρας ὁμοίως. ἔτι δὲ καὶ ἀσπάραγον τὸν ἕλιον νῦν καθαίρειν. | 100 | |
3.13.9 | Τούτῳ τῷ μηνὶ καὶ σπόρου πολλοὶ ἄρχονται. ἐὰν δὲ μετὰ ιδʹ ἡμέραν βρέξῃ, εὔφορα ἔσται πάνυ τὰ σπαρέντα· κᾂν μὴ βρέξῃ δέ, οὐ βλαβήσεται τὰ σπέρματα. | |
3.13.10 | Πρὸ μέντοι καλανδῶν Ὀκτωβρίων σπείρειν οὐ προσήκει. παρατηρητέον δὲ τὴν τοῦ στεφάνου ἐπιτολὴν καὶ δύ‐ σιν. τὰ γὰρ ταύταις ταῖς ἡμέραις σπαρέντα χρήσιμα | |
5 | ἔσται πάνυ. | |
3.14t | Μηνὶ Νοεμβρίῳ. | |
3.14.1 | Τῷ Νοεμβρίῳ μηνὶ μετὰ τοὺς πρώτους ὄμβρους δεῖ φυτεύειν τὰς ἀμπέλους ἐν τοῖς θερμοτέροις ἢ ἀνύ‐ δροις τόποις. τινὲς δὲ τότε κλαδεύουσιν ἐν τοῖς θερ‐ μοτέροις τόποις. καθόλου δὲ ἡ μετοπωρινὴ κλαδεία | |
5 | τὰς ῥίζας καὶ τὸ κλῆμα γενναιότερον ποιεῖ, ἡ δὲ ἐαρινὴ καρπὸν πλείονα παρέχει. | |
3.15t | Μηνὶ Δεκεμβρίῳ. | |
3.15.1 | Τῷ Δεκεμβρίῳ μηνὶ ὁμοίως δυνατὸν φυτεύειν ἄμπελον. | |
3.15.2 | Τῷ Νοεμβρίῳ καὶ τῷ Δεκεμβρίῳ τὸ γλεῦ‐ κος μετὰ τὸ παύσασθαι ζέειν καθαίρειν χρή, καὶ τὸν ἔνδοθεν τὸν περὶ τοὺς τραχήλους τῶν πίθων ῥύπον | |
καὶ ἀφρὸν ἀπομάττειν χόρτῳ τίλεως, ἢ ταῖς χερσὶ κα‐ | 101 | |
5 | θαραῖς. | |
3.15.3 | Τῷ Δεκεμβρίῳ καὶ τῷ Νοεμβρίῳ μηνὶ τὰ μοσχεύματα πάντων τῶν δένδρων, ὅσα τάχιον ἀνθεῖ, καλὸν φυτεύειν καὶ ἐγκεντρίζειν, καὶ τὰ πρὸς οἰκοδο‐ μὴν ξύλα τέμνειν, ληγούσης καὶ ὑπὸ γῆν οὔσης τῆς | |
5 | σελήνης. | |
3.15.4 | Ἔτι τε τὰς νέας ἀμπέλους καὶ τὰς τε‐ λείας περισκάπτειν χρή, καὶ κοπρίζειν δὲ τὰς τελείας, ταῖς γὰρ νέαις οὐκ ἀναγκαῖον κόπρον ἐπιβάλλειν. | |
3.15.5 | Ἔτι καὶ τὰς ἐλαίας μετὰ τὸ ἀποθέσθαι τὸν καρπὸν κλαδεύειν εὔκαιρον, πλείων γὰρ ἔξεισιν ὁ καρπὸς κατὰ τῶν νέων ὁρπήκων. | |
3.15.6 | Ἀλλὰ καὶ περισκάπτειν καὶ αὐτάς, καὶ τὰ ἄλλα δένδρα εὔκαιρον, καὶ τοῖς ἀδυ‐ νάτοις δένδροις κόπρου αἰγείας ἐπιβάλλειν τὸ ἀρκοῦν, ἢ ἀμόργης κʹ κοτύλας. | |
3.15.7 | ἔτι τε καστανεῶνας φυτεύειν ἐπιτήδειον, ἀλλὰ καὶ κύαμον σπείρειν εὔκαιρον. | |
4t1 | ΒΙΒΛΙΟΝ Δ | |
4p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, τετάρτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ περὶ φυ‐ τείας καὶ ἐργασίας ἀναδενδράδων, καὶ περὶ μεταφυ‐ τεύσεως αὐτῶν, περί τε μυρσινίτιδος σταφυλῆς, καὶ | |
5 | τῆς θηριακῆς λεγομένης, καὶ περὶ διαφόρου ἐγκεν‐ τρισμοῦ, καὶ πῶς ἔστι τὸν αὐτὸν βότρυν διαφόρους ἔχειν ῥάγας, καὶ περὶ διαμονῆς σταφυλῶν, καὶ ἕτερα | |
πολλὰ χρήσιμα. αʹ. περὶ ἀναδενδράδων. βʹ. ἄλλο περὶ ἀναδενδρά‐ | 102 | |
10 | δων. γʹ. πῶς ἔστιν εὐμαρῶς καὶ ταχέως ἐνρίζους ἀμ‐ πέλους μεταφυτευθῆναι. δʹ. περὶ τῆς ἀπὸ μυρσίνης σταφυλῆς. εʹ. περὶ πρωΐμου σταφυλῆς. ϛʹ. περὶ ὀψί‐ μου σταφυλῆς. ζʹ. περὶ ἀγιγάρτου σταφυλῆς. ηʹ. περὶ τῆς θηριακῆς καὶ καθαρτικῆς ἀμπέλου. θʹ. περὶ μυρο‐ | |
15 | σταφύλου. ιʹ. ὥστε σφῆκας μὴ ἅπτεσθαι ἀμπέλων ἢ σταφυλῆς ἢ ἄλλης ὀπώρας. ιαʹ. πῶς ἔστι σταφυλὴν παραμεῖναι ἐν τῇ ἀμπέλῳ ἕως τοῦ ἔαρος ἀκμάζουσαν. ιβʹ. περὶ ἐγκεντρισμοῦ ἀμπέλων. ιγʹ. περὶ ἐγκεντρι‐ σμοῦ διὰ τρυπήσεως. ιδʹ. ὥστε τὸν αὐτὸν βότρυν | |
20 | ἔχειν διαφόρους ῥάγας, τουτέστι κόκκους, τοὺς μὲν λευκούς, τοὺς δὲ μέλανας ἢ πυρρούς. ιεʹ. περὶ δια‐ μονῆς σταφυλῶν. | |
4.1t | Περὶ ἀναδενδράδων. Φλωρεντίνου. | |
4.1.1 | Αἱ ἀναδενδράδες τοῖς πᾶσι χρησιμώτεραι. καὶ γὰρ καλλίονα τὸν οἶνον, καὶ μονιμώτερον καὶ γλυκύ‐ τερον ἀποτελοῦσι, καὶ ἐκ διαστημάτων δὲ τεθεῖσαι, συγχωροῦσι τὴν ἐν αὐταῖς γῆν παρὰ δύο ἔτη σπείρε‐ | |
5 | σθαι. | |
4.1.2 | Δεῖ δὲ ταῖς ἀναδενδράσι μὴ πάντα ὑποβάλ‐ λειν τὰ δένδρα, ἀλλ’ ὅσα μονόριζά ἐστιν, ὡς ἡ λεύκη, ἢ ὅσα τὰς ῥίζας ἔχουσιν ἐσταλμένας, καὶ τὴν κόμην μὴ σφόδρα βαθεῖαν, ἵνα μὴ πάντῃ ἐπισκιάζῃ | |
5 | τὴν ἄμπελον· εἰσὶ δὲ αἱ τοιαῦται πτελέαι, αἴγειροι, μελίαι, σφένδαμος. | 103 |
4.1.3 | Ἐχέτω δὲ ὕψος ὡς ποδῶν τρισκαίδεκα. καὶ ἐν τοῖς τῆς Βιθυνίας χωρίοις τοῖς Ταρσηνοῖς καὶ Βοανοῖς, καὶ ἕως ποδῶν ἑξκαίδεκα ἐκτεινόμενα τὰ φυτά, καθ’ ὧν ἡ ἄμπελος φέρεται, οὐ | |
5 | βλάπτει, ἀλλὰ καὶ καλλίονα τὸν οἶνον ποιεῖ, καὶ μά‐ λιστα τὸν ἀμινναῖον. | |
4.1.4 | ἐν μὲν οὖν τῇ εὐγείῳ συγχω‐ ρεῖν δεῖ ὑψοῦσθαι, καθὼς προείρηται, τὰ τοιαῦτα δένδρα· ἐν δὲ τῇ λεπτογείῳ ἀπὸ ποδῶν ηʹ ἐκκόπτειν, ἵνα μὴ πᾶσα ἡ δύναμις τῆς γῆς εἰς τὰ δένδρα ἀνα‐ | |
5 | λίσκηται. | |
4.1.5 | Ἀνατετάσθωσαν δὲ οἱ κλάδοι κατὰ τὸ δυνατὸν εἰς ἀνατολὰς καὶ δύσιν. δεῖ δὲ ταῦτα τὰ δένδρα ὁμοίως τῇ ἀμπέλῳ περισκάπτειν καὶ κοπρίζειν μετρίως. | |
4.1.6 | Προσήκει δὲ τὰς τοιαύτας ἀμπέλους εὐμή‐ κεις εἶναι καὶ ἰσχυράς, ἐνρίζους τε ταύτας μάλιστα φυτευτέον. καὶ οἱ μὲν ἀπὸ τῶν φυτωρίων ἔνριζα φυτὰ μετακομίζοντες ἔθεσαν, οἱ δὲ ἄλλοι τελείαν ἐγ‐ | |
5 | γὺς ἤδη ἄμπελον εὐθαλῆ διακαθάραντες καὶ ἐκριζώ‐ σαντες μετὰ τῆς οἰκείας γῆς εἰς τὸν παρακείμενον τῷ δένδρῳ βόθρον ἐντιθέασιν. | |
4.1.7 | Ἀποτίθεται δὲ ἡ ἄμ‐ πελος οὕτως. ἀπὸ διαστήματος τοῦ δένδρου πηχῶν τριῶν φύτευσον· εἶτα ἐπειδὰν καλῶς κατάσχῃ, ὡς ἱκανὴν γενέσθαι προσενωθῆναι τῷ δένδρῳ (τοῦτο δὲ | |
5 | ἐκ τῆς παχύτητος δείκνυται), καταστορέσας ἅπασαν καὶ ἐγχώσας πρόσαγε τῷ δένδρῳ, ἐκ διαστήματος ποδὸς | |
τῆς τοῦ δένδρου ῥίζης ἐάσας τὸ κλῆμα λοιπὸν ἐλεύ‐ θερον, καὶ ὅσους δυνατὸν ὀφθαλμοὺς περιλειφθῆναι, οὓς πάντας τῷ ὄνυχι ἀφαιρῶν τύφλου, ἵνα ὁ ἐν τῷ | 104 | |
10 | ἄκρῳ βλαστὸς εἷς ἢ δεύτερος περιλειφθεὶς εὐθαλέστε‐ ρος αὐξήσῃ, αὐξήσαντα δὲ τοῦτον λοιπὸν ἠρέμα τῷ δένδρῳ προσάγειν, καὶ πρὸς ἀνάπαυσιν προσήκει. | |
4.1.8 | Παρατηρεῖν δὲ δεῖ, ὅπως ἐκεῖνο τὸ μέρος τοῦ δέν‐ δρου ἐπιμελῶς κλαδεύηται, καὶ πᾶν ἀφαιρῆται τὸ κατὰ τῆς ῥίζης, ἵνα μηδὲν ἐπισκέπῃ τὴν ῥίζαν. | |
4.1.9 | Μεμνῆ‐ σθαι δὲ χρὴ τὰς τοιαύτας ἀμπέλους, τουτέστι τὰς δενδρίτιδας, ἐν τῇ κλαδείᾳ μακροτομεῖν, ὡς κατα‐ λιμπάνεσθαι τὰ κλήματα οὐκ ἔλαττον πηχῶν δύο. | |
4.1.10 | Οὕτω δὲ διατίθεσθαι τὰ κλήματα κατὰ τῶν κλά‐ δων τοῦ δένδρου προσήκει, ὡς τὰ καρποφοροῦντα μέρη μετεωρίζεσθαι, καὶ ὑπὸ τῶν ἀνέμων δονεῖσθαι. | |
4.1.11 | Ἐχέτωσαν δὲ οἱ στίχοι διαστήματος πήχεις ιεʹ. οὕτω γὰρ καὶ καλλίων ὁ οἶνος ἔσται, καὶ πλείων. | |
4.1.12 | Καὶ δένδρα δὲ μεταξὺ καρποφοροῦντα ὀλιγόριζα δέχεσθαι δύναται, τουτέστι ῥοιάς, μηλέας, κυδωνέας. καὶ ἐλαίαν δὲ ἐκ διαστημάτων φυτεύειν δυνατόν, κᾄν τισι μὴ δοκῇ. | |
4.1.13 | Τινὲς δὲ καὶ συκῆν ταῖς ἀμπέλοις διαβεβαιοῦνται εἶναι κατάλληλον, ὅπερ οὐχ οὕτως ἔχειν ἡ πεῖρα ἐδίδαξε, διὸ κάλλιον τὰς συκᾶς ἔξωθεν κύκλῳ περιφυτεύειν. | |
4.1.14 | Ἔγνωμεν δὲ ἐν Βιθυνίᾳ τὴν δενδρῖτιν ἄμπελον τῇ κερασέᾳ χαίρειν, καὶ μάλιστα τὴν ὀπωρικήν· ἀλλὰ μὴν καὶ τὴν ἀμίννιον, ὡς αἰτίαν καὶ πολυκαρπίας καὶ πολυοινίας. | |
4.1.15 | Καὶ σπείρειν δὲ | |
ταύτην τὴν γῆν, ὡς προείρηται, παρὰ δύο ἔτη δυνα‐ τόν. οὐ γὰρ μόνον οὐ βλαβήσεσθαι ἐκ τῆς τούτου τοῦ σπόρου ἐνοχλήσεως οἱ ἔμπειροι ὄντες διαβεβαι‐ | 105 | |
5 | οῦνται, ἀλλὰ καὶ καλλίονα τὸν οἶνον τὸν ἐκ τούτου ἔσεσθαι ἐπαγγέλλονται. | |
4.1.16 | Ἐπειδὴ δὲ συμβαίνει τὴν ἄμπελον κύκλῳ περικειμένην τῷ στελέχει, καὶ οὕτως ἀναβιβαζομένην ἐπὶ τὸ ὕψος, τῷ χρόνῳ θλιβομένην τρόπον τινὰ συνέχεσθαι καὶ ἀποπνίγεσθαι τῇ πρὸς | |
5 | τὸ στέλεχος ἑνώσει· πολλοὶ τῶν ἐν Βιθυνίᾳ μεταξὺ τῆς ἀμπέλου καὶ τοῦ δένδρου σφῆνα ἐμβάλλουσιν, οὕτω δὲ διαστήσαντες ἐκ τοῦ δένδρου τὴν ἄμπελον, χώρημα αὐτὴν ἔχειν ποιοῦσι πρὸς ἀνάπαυσιν. | |
4.2t | Ἄλλο περὶ ἀναδενδράδων. Ἀφρικανοῦ. | |
4.2.1 | Αἰγὸς κέρατα τρία τῇ ἀναδενδράδι περίπηξον ὀρθά, τὸ ὀξὺ κάτω, καὶ τὸ ἄλλο ἄνω, καὶ πρόσχωσον, ὥστε ὀλίγον τῆς γῆς προκύπτειν τὸ ἄκρον τῶν κερά‐ των, ἵνα ἡ βροχὴ κατιοῦσα ἐμβρέχῃ τὰ κέρατα· καὶ | |
5 | ἔσται ἡ ἄμπελος πολυφόρος σφόδρα. | |
4.3t | Πῶς ἔστιν εὐμαρῶς καὶ ταχέως ἐνρί‐ ζους ἀμπέλους μεταφυτευθῆναι. Διδύμου. | |
4.3.1 | Ἐπειδὰν τὰς μεγάλας ἀμπέλους ἅπαξ καὶ δεύ‐ τερον γυροῦν, τουτέστι περισκάπτειν ἀρξώμεθα, ἐκ τῆς πολλῆς ἐπιμελείας μέγα κέρδος ἔσται. | |
4.3.2 | Ἀπὸ | |
ἀκμαίας οὖν ἀμπέλου, τουτέστιν ἀπὸ δεκαετοῦς καὶ ἑξῆς, κλῆμα μακρότατον καὶ γενναιότατον ἐπιλεξά‐ μενος ἐκ τῶν κατωτέρων μερῶν, τουτέστιν ἕως πο‐ | 106 | |
5 | διαίου ὕψους ἀπὸ τῆς γῆς, καταστορέσας κατάχωσον εἰς τάφρον ὀρυγεῖσαν ποδιαῖον βάθος, μῆκος δὲ τοσοῦ‐ τον ὅσον ὀφθαλμοὺς τέσσαρας δέξασθαι, τοσούτους γὰρ ἐπιχωσθῆναι προσήκει. οὕτω μέντοι, ἵνα μετὰ τὴν κατά‐ χωσιν τῶν τεσσάρων ὀφθαλμῶν οἱ ἐν τῷ ἄκρῳ ὑπάρ‐ | |
10 | χοντες καὶ περισσεύοντες μὴ ὦσι πλείους δύο ἢ τριῶν ὀφθαλμῶν. | |
4.3.3 | Εἰ δὲ μεῖζον εἴη πάνυ τὸ κλῆμα, ὡς καὶ δευτέραν κατάχωσιν ὑποστῆναι, ποιήσεις ἐκ μιᾶς δύο ἐνρίζους, τὸν αὐτὸν τρόπον κατὰ τὴν προειρη‐ μένην συμμετρίαν καὶ τὸ δεύτερον τοῦ κλήματος | |
5 | μέρος ἐγκαταχώσας. | |
4.3.4 | Τὸ δὲ μετὰ τὰς δύο καταθέ‐ σεις, ἀφ’ ὧν δύο ἔνριζοι γίνονται ἄμπελοι, περιττεῦον κλῆμα περιαιρεῖν προσήκει, ὡς ἐπὶ τὸ πολὺ ἄχρηστον ὄν. | |
4.3.5 | Παρατηρεῖν δὲ δεῖ καὶ ἐπιμελῶς φυλάττειν, ὅπως μὴ τὸ μεταξὺ τῆς ἑνώσεως τῆς πρὸς τὴν πα‐ λαιὰν ἄμπελον καὶ τοῦ ἐπιχωσθέντος μέρους βλαστήσῃ. συμβαίνει γὰρ τοὺς μεταξὺ ὄντας ὀφθαλμοὺς βʹ ἢ γʹ | |
5 | πρὸς βλάστην ἐπειγομένους, ἐμποδίζειν τῇ ῥιζώσει τοῦ κατατεθέντος κλήματος. | |
4.3.6 | Δεῖ τοίνυν τοῦτο φυλατ‐ τομένους ἀφαιρεῖν τῷ ὄνυχι οὕτω τοὺς ὀφθαλμούς, ὡς μὴ συγχωρεῖν βλαστάνειν, καὶ εἰ νεόποδες εἶεν ἐκφύντες, καὶ τούτους καθαιρεῖν χρή. | |
4.3.7 | Δύο δὲ ἢ | |
τριῶν ὀφθαλμῶν ὄντων, οὓς καταλειφθῆναι προσήκειν ἐδιδάξαμεν ἐν τῷ ἄκρῳ τῆς ἐμβροχάδος (τοῦτο γὰρ ὀνομάζουσιν), ἀκόλουθόν ἐστιν ἑνὸς μόνου ὀφθαλμοῦ | 107 | |
5 | τὸν βλαστὸν καταλιπεῖν τὸν ἐπιτηδειότερον. | |
4.3.8 | Παρα‐ πηγνύναι δὲ τῷ καταλιμπανομένῳ βλαστῷ ῥάβδον λεπτὴν ἢ κάλαμον, ἵνα ὁ βλαστὸς ἁπαλὸς ὢν προσ‐ αναπαύοιτο τῇ συναφείᾳ τοῦ καλάμου, καὶ μὴ στρε‐ | |
5 | βλοῖτο, μηδὲ ἐκχέοιτο. | |
4.3.9 | Ἰσχυρότεραι δὲ αἱ ῥίζαι γίνονται, δευτέρῳ ἔτει ἀποτεμνομένου τοῦ κλήματος, δηλονότι ἀπὸ τῆς ἀμπέλου, ἵνα μὴ βλάψῃ τὴν μητέρα ἐπὶ πολὺ προσκείμενον τὸ φυτόν, καὶ εἰς ἑαυτὸ τὴν | |
5 | τῆς μητρὸς δύναμιν ἐφελκόμενον. | |
4.3.10 | Οἱ δὲ ἐν Βι‐ θυνίᾳ πληρωθέντος τοῦ ἐνιαυτοῦ πληγὴν μόνην ἐπ‐ ενεγκόντες τῷ προειρημένῳ κλήματι, οὔτε πάντῃ τῆς μητρὸς χωρίζουσι τὸ φυτόν, μηδέπω τελείως ῥιζῶσαν, | |
5 | οὔτε ἐνοχλεῖν τῇ μητρὶ τοσοῦτον συγχωροῦσιν, ἀλλὰ τῇ τομῇ τὴν αὐτάρκειαν ἀμφοτέροις φυλάττουσι, τὸ τέλειον ἀποκόπτοντες, ὅτε καὶ μεταφυτεύειν καιρός, τουτέστιν ἀρχομένῳ τρίτῳ ἔτει. | |
4.3.11 | Διὸ καλλίονα εἶναι δοκεῖ τὰ ἔνριζα φυτὰ ἐν τοῖς φυτωρίοις τρεφό‐ μενα, καὶ πολὺ μᾶλλον τὰ τέλεια κλήματα διὰ σκυτα‐ λίδων κατατιθέμενα, καὶ ἐνίοτε μεταφυτευόμενα. ταῦτα | |
5 | γὰρ καὶ παιδοτροφηθῆναι εὐφυῶς δύναται, ἄνευ τοῦ μητρὶ ἐνοχλῆσαι, καὶ τάχιον παραφυῆναι τῇ γῇ, καὶ | |
καθ’ ἑαυτὰ εἶναι ἄμπελος. | 108 | |
4.4t | Περὶ τῆς ἀπὸ μυρσίνης σταφυλῆς. Ταραντίνου. | |
4.4.1 | Ἡ μυρτομιγὴς σταφυλὴ ἔχει 〈κατὰ〉 τὰ κάτω πυθμένια μύρτα. γίνεται δὲ μυρτομιγής, ἐὰν εἰς μυρ‐ σίνην κλήματα ἀμπέλων ἐγκεντρίσῃς. | |
4.5t | Περὶ πρωΐμου σταφυλῆς. Τοῦ Αὐτοῦ. | |
4.5.1 | Μέλαιναν σταφυλὴν ἐὰν ἐγκεντρίσῃς εἰς κερα‐ σέαν, καὶ ἐν τῷ ἔαρι ἕξεις σταφυλήν. τῷ γὰρ καιρῷ οἴσει ἡ ἄμπελος τὰς σταφυλάς, ἐν ᾧ ἡ κερασέα τὸν οἰκεῖον φέρει καρπόν. | |
4.5.2 | Ταχέως δὲ βλαστήσει ἡ ἄμ‐ πελος, ἐὰν νίτρον λεῖον μίξας ὕδατι, καὶ ποιήσας πάχος μέλιτος, μετὰ τὴν κλάδευσιν εὐθέως τοὺς ὀφθαλ‐ μοὺς ἐπιχρίσῃς δαψιλῶς· δι’ ἡμερῶν γὰρ ὀκτὼ βλα‐ | |
5 | στήσει. | |
4.5.3 | Πρωΐμους δὲ ποιήσεις σταφυλάς, συνεπιβάλ‐ λων τοῖς φυτοῖς αὐτάρκη γίγαρτα τὰ γλυκέα, τουτέστι μὴ ἤδη τραπέντα. κάλλιον δὲ ποιήσεις, ἐὰν προσβάλῃς τῷ φυτῷ τῷ φυτευομένῳ τὰ προειρημένα γίγαρτα. | |
4.6t | Περὶ ὀψίμου σταφυλῆς. Τοῦ Αὐτοῦ. | |
4.6.1 | Τοὺς ἐν ἀρχῇ φυέντας βότρυας ἀφαιρεῖν χρή, πάλιν γὰρ ἀντ’ αὐτῶν ἕτεροι φυήσονται· καὶ τοῦ | |
φυτοῦ πλείονα ἐπιμέλειαν ποιοῦ, καὶ δεύτερον βό‐ τρυας ἐκφύσει, οὗτοι δὲ πεπανθέντες ὄψιμοι γενήσον‐ | 109 | |
5 | ται. | |
4.6.2 | Καὶ λαβὼν τούτους εἰς ἀγγεῖα κεράμεα τετρη‐ μένα κάτωθεν ἐπιτίθει τοὺς βότρυας, καὶ σκέπασον τὸ ἄνωθεν μέρος ἐπιμελῶς, [καὶ] καταδήσας πρὸς τῇ ἀμπέλῳ τὰ ἀγγεῖα, ὥστε ἀκίνητα εἶναι διὰ τοὺς | |
5 | ἀνέμους. | |
4.7t | Περὶ ἀγιγάρτου σταφυλῆς. Δημοκρίτου. | |
4.7.1 | Ἀγίγαρτον σταφυλήν τινες οὕτω ποιοῦσι. τοῦ κλήματος μέλλοντος φυτεύεσθαι, τοσοῦτον μέρος ὅσον εἰς τὴν γῆν μέλλουσι καταχωννύναι, τοσοῦτον ἠρέμα ἐξ ἴσου σχίσαντες αὐτό, ὠτογλυφίδι τὴν ἐντεριώνην | |
5 | λαμβάνουσιν, εἶτα παπυρίῳ ὑγρῷ περιδήσαντες κατα‐ τίθενται. | |
4.7.2 | κάλλιον δέ, εἰ ὅλον τὸ μέρος τοῦ κλή‐ ματος τὸ ἐπὶ τῆς γῆς κατατιθέμενον, σκίλλης ἐμβλη‐ θείσης κατατεθείη, πρὸς γὰρ τῇ φύσει καὶ τῇ ἑνώσει ἡ σκίλλα συμβάλλεται. | |
4.7.3 | Ἄλλοι δὲ αὐτὰς τὰς ἀμπέ‐ λους τὰς ἤδη καρποφορούσας τέμνουσι, καὶ ὠτογλυ‐ φίδι τοῦ καρποφοροῦντος κλήματος τὴν ἐντεριώνην λαμβάνουσιν, ὅσον δύνανται ἐκ βάθους, οὐ διασχί‐ | |
5 | σαντες τὸ κλῆμα, ὡς προδεδήλωται, ἀλλὰ ἀκέραιον ἐάσαντες, καὶ ὀπὸν Κυρηναϊκὸν ἀνέντες ὕδατι καὶ εἰς πάχος ἑψήματος ποιήσαντες ἐγχυματίζουσι, καὶ ἀνορ‐ | |
θώσαντες τὰ κλήματα πρὸς χάρακας ἀναδεσμοῦσιν, ἵνα μὴ ὁ ὀπὸς ἐκρυῇ. κατὰ δὲ ὀκτὼ ἡμέρας τῷ ὀπῷ | 110 | |
10 | ἐγχυματίζουσι τὸ κλῆμα, ἕως ἂν βλαστήσῃ. | |
4.7.4 | τὸ δὲ αὐτὸ ποιήσεις καὶ ἐπὶ ῥοιᾶς καὶ κερασέας, εἰ βούλει ἀγίγαρτον ποιῆσαι. | |
4.8t | Περὶ τῆς θηριακῆς καὶ καθαρτικῆς ἀμ‐ πέλου. Φλωρεντίνου. | |
4.8.1 | Ὅτι εἰς πολλὰ συμβάλλεται ἡ θηριακὴ ἄμπελος, δῆλον, καὶ μάλιστα πρὸς τὰς τῶν ἑρπετῶν πληγάς. τὸν δὲ τρόπον, καθ’ ὃν σκευάζεται, νυνὶ λεκτέον. | |
4.8.2 | Τοῦ κλάδου τῆς ἀμπέλου, ὃν φυτεύειν μέλλομεν, τὸ κατώτερον μέρος σχίσαντες, ὅσον δακτύλων τριῶν ἢ τεσσάρων μέτρον, καὶ τῆς ἐντεριώνης ἐξελόντες, ἐμβάλλομεν εἰς τὸ κλῆμα τῆς ἀντιδότου, εἶτα παπύρῳ | |
5 | περιελίξαντες τὸ σχισθὲν μέρος φυτεύομεν. | |
4.8.3 | Οἱ δὲ ἐπιμελέστερον ποιοῦντες, καὶ τὴν ἀντίδοτον ἐκχέουσιν εἰς τὰς ῥίζας. | |
4.8.4 | Ὁμοίως δὲ καὶ τὴν καθαρτικὴν ἄμπελον τούτῳ τῷ τρόπῳ ποιοῦμεν, σχίζοντες τὸ κλῆμα καὶ ἐλλέβορον ὑποτιθέντες. | |
4.8.5 | Εἰδέναι δὲ χρή, | |
ὅτι ἀπὸ τῆς θηριακῆς ἀμπέλου κλῆμα ληφθὲν εἰς φυτείαν οὐ τὴν αὐτὴν ἔχει δύναμιν. ἐξυδαροῦται γὰρ μεταφυτευόμενον ἢ μετεγκεντριζόμενον, τῆς ἀντιδότου | 111 | |
5 | διαπνεομένης τῷ χρόνῳ· διὸ προσήκει κατὰ καιρὸν τῆς ἀντιδότου ἐπιχρίειν ταῖς ῥίζαις. | |
4.8.6 | Πρὸς δὲ τὰς πλη‐ γὰς τῶν ἑρπετῶν ὠφελεῖ πινόμενος ὁ οἶνος, καὶ τὸ ἐξ αὐτοῦ ὄξος, καὶ αὐτὴ ἡ σταφυλή, καὶ αἱ σταφίδες ἐσθιόμεναι. τούτων δὲ μὴ ὄντων, τὰ φύλλα τῆς ἀμ‐ | |
5 | πέλου λειούμενα καὶ ἐπιτιθέμενα. | |
4.8.7 | Ἐν ἀπορίᾳ δὲ πάντων, κλημάτων καυθέντων ἐκ τῆς θηριακῆς ἡ σποδιὰ ἐπιτιθεμένη σώσει τὸν ἄνθρωπον. | |
4.8.8 | Καὶ γὰρ δίχα τῆς θηριακῆς κλῆμα οἱασδήποτε ἀμπέλου κυνὸς δῆγμα ὠφελεῖ, μήτι γε καὶ τοῦ λυττῶντος. ταῦτα ὁ Φλωρεντῖνός φησιν ἐν τῷ αʹ καὶ βʹ τῶν γεωργικῶν | |
5 | αὐτοῦ. | |
4.9t | Περὶ μυροσταφύλου. Παξάμου. | |
4.9.1 | Εἰ βούλει τὸ χωρίον εὐωδίας πληρῶσαι, σχίσας τὰς φυτευομένας κληματίδας, ἔμβαλλε ἐν ταύταις μύρον, ὡς προείρηται. κάλλιον δὲ ποιήσεις, 〈εἰ〉 ἔνυγρα τὰ κλήματα βρέχων μύρῳ, οὕτως ἐγκεντρίσεις, | |
5 | ἢ φυτεύσεις. | 112 |
4.10t | Ὥστε σφῆκας μὴ ἅπτεσθαι ἀμπέλων, ἢ σταφυλῆς, ἢ ἄλλης ὀπώρας. Δημοκρίτου. | |
4.10.1 | Ἔλαιον ῥοφήσας, πρόσρανον ὥσπερ ἐμφυσῶν ταῖς ἀμπέλοις καὶ ταῖς σταφυλαῖς καὶ ταῖς ἄλλαις ὀπώραις. | |
4.11t | Πῶς ἔστι σταφυλὴν παραμεῖναι ἐν τῇ ἀμπέλῳ ἕως τοῦ ἔαρος ἀκμάζουσαν. Βηρυτίου. | |
4.11.1 | Παρὰ τὰς ἀμπέλους ἐν πάνυ σκιερῷ τόπῳ ὀρύξας τάφρον ἐπὶ πήχεις βάθους δύο, καὶ ἄμμον ἐπιβαλὼν χάρακας κατάπηξον, καὶ τὰ κλήματα λυγίζων ἐπίστρε‐ ψον ἅπαξ ἢ δίς, σὺν τοῖς βότρυσιν ἐπιμελῶς τρέπων· | |
5 | καὶ ἀποδήσας ἀπὸ τῶν χαράκων ἐπισκέπασον, ἵνα μὴ βρέχωνται, μηδὲ ἁπτέσθωσαν τοῦ ἐδάφους οἱ βότρυες. | |
4.12t | Περὶ ἐγκεντρισμοῦ ἀμπέλων. Φλωρεντίνου. | |
4.12.1 | Δεῖ τὸν ἐγκεντρίζοντα ἄμπελον ἐπιλέξασθαι παχὺ πρέμνον, δυνάμενον ὑποδέξασθαι ἓν ἢ δεύτερον κλῆμα. | |
4.12.2 | Τινὲς μὲν οὖν ἐν τῇ γῇ ἐγκεντρίζουσι κατιόντες ἡμιπόδιον βάθος, καὶ ἐν τῷ πυθμένι σχε‐ δὸν τῆς ἀμπέλου τὸν ἐγκεντρισμὸν ποιοῦνται. | |
4.12.3 | Τινὲς δὲ ἐν τῷ ἰσοπέδῳ ἐγκεντρίζουσιν, ὃ καὶ κάλλιόν ἐστι. τὸ δὲ ἐν ὑψηλῷ ἐγκεντριζόμενον δυσκόλως συμφύε‐ ται, τινασσόμενον ὑπὸ τῶν ἀνέμων. | 113 |
4.12.4 | Εἰ δὲ ἀνάγκη γένοιτο ἐν τῷ ὕψει ἐγκεντρίζειν, διὰ τὸ ἐν βάθει εἶναι λειότητα, προπαρασκευάσας χάρακα, πρόσδησον τούτῳ τὸ ἐν ὕψει ἐγκεντριζόμενον, διὰ τοὺς ἀνέμους. | |
5 | τινὲς δὲ καὶ τοὺς ὤμους αὐτοῦ ἐγκεντρίζουσιν. | |
4.12.5 | Ἐὰν δὲ ἄμπελον εἰς κέρασον ἐγκεντρίσῃς, πρωίμους πάνυ ἕξεις σταφυλάς· τῷ γὰρ καιρῷ καθ’ ὃν εἴωθεν ἡ κέρασος φέρειν τὸν οἰκεῖον καρπόν, τῷ αὐτῷ καιρῷ | |
5 | δώσει τὰς σταφυλάς, τουτέστι τῷ ἔαρι. | |
4.12.6 | Ὥρα δὲ τοῦ ἐγκεντρισμοῦ τῷ ἔαρι, τῶν κρυστάλλων ἤδη πάνυ πεπαυμένων, ὅτε τεμνομένης τῆς ἀμπέλου τὸ ὑγρὸν οὔτε πολύ, οὔτε ὑδατῶδες, ἀλλὰ παχὺ καὶ κολλῶδές | |
5 | ἐστι. | |
4.12.7 | Κλήματα δὲ ληπτέον εἰς τὸν ἐγκεντρισμὸν στρογγύλα, στερεά, πυκνόφθαλμα, ἐκ τῶν βραχιόνων δὲ μάλιστα. ἐξαρκοῦσι δὲ τῷ κλήματι δύο ἢ τρεῖς ὀφθαλμοί, εἰ δὲ τῇ γῇ περιχώννυται, τρεῖς ἢ τέσ‐ | |
5 | σαρες. | |
4.12.8 | Ἀπὸ δὲ ἑνὸς κλήματος ὑπὲρ δύο ἐπίπηγας τέμνειν εἰς ἐγκεντρισμὸν οὐ προσήκει. τὸ γὰρ μετὰ τοὺς πρώτους ἑπτὰ ὀφθαλμούς, ἄγονον καὶ ἀχρεῖον. | |
4.12.9 | Βεβαιότερον δὲ συμφυήσεται τὰ νέα κλήματα ἔχοντα περυσινοῦ κλήματος μέρος. | |
4.12.10 | Οὐχ ἅμα δὲ τῷ ἀφαιρε‐ θῆναι τῆς ἀμπέλου τὰ κλήματα ἐγκεντρίσομεν, ἀλλὰ μετὰ τὴν τομὴν καλύψαντες τὰς τομάς, καὶ ἐν πίθῳ ἀποθέμενοι ὥστε μὴ διαπνευσθῆναι, πρὶν ἄρξασθαι | |
5 | βλαστάνειν ἔτι δὲ μεμυκότα ἐγκεντρίσομεν. | |
4.12.11 | Τὰ μὲν οὖν πρὸς τῇ γῇ πρὸς τῷ πυθμένι τῆς ἀμπέλου βεβαιότερον ἐγκεντρισθήσεται, συναιρομένης τῆς γῆς τῇ τούτων ἀνατροφῇ, βραδύτερον δὲ καρπὸν ἀποδώ‐ | 114 |
5 | σει, ὡς τὰ ἄλλα τὰ ἐν τῇ γῇ φυτευόμενα κλήματα. | |
4.12.12 | Τὰ δὲ ἐν ὑψηλοτέρῳ ἐγκεντριζόμενα δυσκόλως συμφυήσεται, τινασσόμενα ὑπὸ τῶν ἀνέμων, θᾶττον δὲ τὸν καρπὸν δώσει. | |
4.12.13 | Δεῖ δὲ τὰ ἐν ὕψει ἐγκεν‐ τριζόμενα εἶναι λεῖα καὶ ὁμαλά, πάχος ἔχοντα ἀντί‐ χειρος δακτύλου· καὶ τὴν ἀπὸ τοῦ πρίονος τραχύτητα χρὴ ὀξεῖ δρεπάνῳ λειαίνειν. | |
4.12.14 | Τὸ δὲ ἐντιθέμενον κλῆμα, μέχρι μήκους δύο ἥμισυ δακτύλων, ἐκ τοῦ ἑνὸς μέρους ξέειν χρή, ὥσπερ ὁρῶμεν τοὺς γλυφο‐ μένους καλάμους ἐν οἷς γράφομεν· ὥστε ἀπὸ ἑνὸς | |
5 | μέρους, τὴν ἐντεριώνην φαίνεσθαι ἀσινῆ, κατὰ δὲ τὸ ἕτερον, τὸν φλοιόν. | |
4.12.15 | Καταθετέον δὲ τὸ κλῆμα μέχρι παντὸς τοῦ ἐξεσμένου, ὥστε μὴ διαχαίνειν τὸ μεταξὺ τοῦ πρέμνου καὶ τοῦ κλήματος, πληρωτέον τε κονίᾳ ἢ ἀργίλλῳ, κωλύσει γὰρ ἰκμάδα γενέσθαι, | |
5 | καὶ τὸ ὑγρὸν ἐν αὐτῷ φυλάξει. | |
4.12.16 | Τὸ δὲ πρὸς τῇ τομῇ μέρος τοῦ πρέμνου δετέον δεσμῷ, ἁπαλῷ μέν, ἀῤῥαγεῖ δέ, εἶτα ἐπιχρίειν πηλῷ κολλώδει. τινὲς δὲ καὶ βολβίτου μιγνύουσι τῷ πηλῷ. | |
4.12.17 | Τῶν δὲ ἐγκεν‐ τρισθέντων τοῦ θέρους ἀκμάζοντος δείλης ὀψίας ὕδατι τὸν δεσμὸν διὰ σπόγγου ῥαίνομεν. | |
4.12.18 | Ὅταν δὲ τὸ | |
βλαστῆσαν δακτύλων τεσσάρων γένηται, προσπαρα‐ πηγνύναι χρὴ χάρακας καὶ προσδεσμεῖν, διὰ τοὺς ἀνέ‐ μους. | 115 | |
4.12.19 | Ὅταν δὲ αὐξηθῇ τὸ βλάστημα, τὸν δεσμὸν δρεπάνῳ χρὴ τέμνειν, ἵνα τῆς θλίψεως παύσηται, καὶ τὸ ἐκ τοῦ πρέμνου ὑγρὸν εἰς τὸ κλῆμα διαδιδῶται. | |
4.12.20 | Ληγούσης δὲ τῆς σελήνης, χρὴ τέμνειν τὰ κλή‐ ματα πρὸς ἐγκεντρισμόν, οὕτω γὰρ ἰσχυρότερα ἔσται τὰ ἐγκεντριζόμενα. | |
4.12.21 | Τινὲς δὲ οὐ μόνον τῷ ἔαρι, ἀλλὰ καὶ μετὰ τὸν τρυγητὸν ἐγκεντρίζουσι· τότε γὰρ ἡ ἄμπελος πυκνότερον ἔχει τὸν χυμόν. | |
4.13t | Περὶ ἐγκεντρισμοῦ διὰ τρυπήσεως. Διδύμου. | |
4.13.1 | Ἐμοὶ δοκεῖ κάλλιστος εἶναι ὁ διὰ τρυπήσεως ἐγκεντρισμός· οὔτε γὰρ ἀργεῖ ἐν τῷ μεταξὺ ἡ ἐγκεν‐ τριζομένη ἄμπελος, ἀλλ’ ὁμοίως φέρει τὸν καρπόν, καὶ τὸ κλῆμα συναύξει συμφυὲς γινόμενον, μηδὲν | |
5 | βλαπτομένης τῆς ἀμπέλου ἀπὸ τοῦ τρυπηθῆναι, οὔτε ταῖς σφίγξεσι θλιβομένης. | |
4.13.2 | Γίνεται δὲ ὁ διὰ τρυ‐ πήσεως ἐγκεντρισμὸς οὕτως. τρυπήσας τῆς ἀμπέλου τὸ πρέμνον τερέτρῳ τῶ καλουμένῳ Γαλλίκῳ, καὶ τῆς καλλίονος ἀμπέλου τῆς παρακειμένης κλάδον ἐφελ‐ | |
5 | κυσάμενος ἔμβαλλε εἰς τὴν τρυμαλιάν, μὴ ἀποτεμὼν ἀπὸ τῆς παλαιᾶς μητρὸς τὸν κλάδον, καὶ οὕτω διαζῇ | |
τὸ κλῆμα, ὑπό τε τῆς παλαιᾶς μητρὸς τρεφόμενον, καὶ τῇ ὑποδεξαμένῃ αὐτὸ ἀμπέλῳ σύντροφον καὶ συμ‐ φυὲς γινόμενον. | 116 | |
4.13.3 | Εἴσω δὲ δύο ἐτῶν ἑνωθήσεται τὸ ἐντεθὲν κλῆμα. | |
4.13.4 | Τότε οὖν μετὰ τὴν συνούλωσιν ἀποτέμνειν χρὴ τὸ κλῆμα, τὸ κατεχόμενον ὑπὸ τῆς παλαιᾶς μητρός, καὶ τὸ πρέμνον τῆς ἐγκεντρισθείσης ἀμπέλου, τὸ ὑπὲρ τὸ τρύπημα, πρίονι τέμνειν. καὶ | |
5 | λοιπὸν ἔστω τὸ ἐγκεντρισθὲν κλῆμα ἡγεμονικώτατον τῆς ἀμπέλου. | |
4.14t | Ὥστε τὸν αὐτὸν βότρυν ἔχειν διαφό‐ ρους ῥάγας, (τουτέστι κόκκους), τοὺς μὲν λευ‐ κούς, τοὺς δὲ μέλανας ἢ πυῤῥούς. Τοῦ Αὐτοῦ. | |
4.14.1 | Δεῖ λαβεῖν δύο διάφορα κλήματα ἑτερογενῆ, καὶ ταῦτα κατὰ μέσου σχίσαι, φυλάττεσθαι δὲ μὴ κατὰ τῶν ὀφθαλμῶν ἐλθεῖν τὸ σχίσμα, μηδέ τι τῆς ἐντε‐ ριώνης ἐκπεσεῖν. καὶ τοῖς ἑτέροις τὰ ἕτερα γένη χρὴ | |
5 | παρατιθέναι καὶ κολλίζειν, ὥστε συμπεσεῖν τοὺς ὀφθαλμοὺς κατὰ τὸ ἐγχωροῦν κατ’ ἀλλήλων, καὶ γενέ‐ σθαι τοὺς δύο ὀφθαλμοὺς ὡς ἕνα. | |
4.14.2 | Σφίγξαι τε τὰ κλήματα εὐτόνως ἐν παπύρῳ, καὶ περιπλάσαι σκίλλῃ ἢ γῇ κολλωδεστάτῃ, καὶ οὕτω φυτεῦσαι, καὶ παρ’ | |
ἡμέρας γʹ ἢ εʹ ἐπιῤῥαίνειν, ἕως ἂν ἐκβλαστήσῃ. | 117 | |
4.15t | Περὶ διαμονῆς σταφυλῶν. | |
4.15.1 | Σταφυλάς, τὰς εἰς ἀπόθεσιν τοῦ χειμῶνος συν‐ αγομένας, μετὰ πανσέληνον ἀποτέμνειν χρή, εὐδιεινοῦ ὄντος τοῦ ἀέρος, περὶ τετάρτην ὥραν τῆς ἡμέρας, ἤδη ἀνεψυγμένων τῶν δρόσων. | |
4.15.2 | ἐπιμελητέον δὲ τοῦ πάσας τὰς ῥάγας (τουτέστι τοὺς κόκκους) ὑγιεῖς εἶναι, διά τε τοῦτο καὶ ὀξύτατον δρέπανον τὸν τέμνοντα ἔχειν χρή, ὥστε ῥαδίως τὴν τομὴν γίνεσθαι, καὶ μὴ βιαίαν. | |
4.15.3 | δεῖ δὲ ἀκμαζούσας τέμνειν τὰς σταφυλάς, καὶ μήτε ὠμοτέ‐ ρας, μήτε πρὸς βραχὺ παρηβηκυίας. | |
4.15.4 | Τινὲς μὲν οὖν ἰδιαζόντως αὐτοὺς τοὺς βότρυας τέμνουσιν, ἄλλοι δὲ τὰς ὤσχας ἐμφύλλους, τουτέστι τὰς κληματίδας, μετὰ τῶν βοτρύων τέμνοντες, παραχρῆμα τὰς διασεσηπυίας | |
5 | καὶ ξηρὰς καὶ ὀμφακώδεις τῶν ῥαγῶν, εἴ τινες ἄρα εἶεν, ἐκτέμνουσι ψαλίδι, ἵνα μὴ συσσήψωσι τὰς πλη‐ σίον· δεῖ δὲ ἑκάστου βότρυος κληματίδος τὴν τομὴν εἰς πίσσαν διαλυθεῖσαν πυρὶ ἐμβάπτειν. | |
4.15.5 | τοὺς μὲν οὖν βότρυας κατὰ τοῦ ἐδάφους ἕκαστον κεχωρισμένως χρὴ ἐκτείνειν, μὴ ἁπτομένου τοῦ ἑτέρου, προϋποστρω‐ θέντων ἀχύρων, εἰ μὲν ἐγχωρεῖ θέρμων, σκληρότερα | |
5 | γὰρ ταῦτα καὶ ξηρότερα, καὶ εἴργειν δύνανται τοὺς μύας· εἰ δὲ μὴ εἴη θέρμων ἄχυρα, δεύτερα ἂν εἴη τὰ τῶν κυάμων καὶ τῶν ὀρόβων καὶ τῶν λοιπῶν ὀσπρίων. τῶν δὲ σιτίνων, τὰ κρίθινα αἱρετώτερα. | |
4.15.6 | εἰ δὲ μηδὲν εἴη τούτων, χόρτον ξηρότερον κατα‐ κόψας εἰς λεπτὰ ὑποστρώννυε. | |
4.15.7 | τὰς δὲ ἐμφύλλους ὤσχας κατὰ τοῦ ἐδάφους ὁμοίως ἐκτείνειν χρή, ἢ ἀποκρεμαννύναι. | 118 |
4.15.8 | Τινὲς δὲ εἰς σίραιον, τουτέστιν εἰς ἕψημα, πρὸς ὀλίγον κατατίθενται τοὺς βότρυας. | |
4.15.9 | Οἱ δὲ ἐν γλωσσοκόμοις πεπισσωμένοις ἀποτίθενται μετὰ πρίσματος ξηροῦ ἀπὸ πεύκης ἢ ἐλάτης ἢ αἰγεί‐ ρου, ἢ μετὰ ἀλεύρων ἀπὸ κέγχρου. | |
4.15.10 | Ἄλλοι εἰς θαλάσσιον ὕδωρ ζέον, μὴ οὔσης δὲ θαλάσσης, εἰς ἅλμην μιγέντος οἴνου τοὺς βότρυας ἀποβρέξαντες καὶ ψύξαντες, ἀποτίθενται ἐν ἀχύροις κριθίνοις. | |
4.15.11 | Τινὲς δὲ τέφραν συκίνην ἢ ἀμπελίνην ὕδατι ζέσαντες, καὶ τοὺς βότρυας βρέξαντες καὶ ψύξαντες, ἀποτίθενται ἐν τοῖς προειρημένοις ἀχύροις. | |
4.15.12 | Φυλάττονται δὲ αἱ στα‐ φυλαὶ ἐπὶ πλεῖστον χρόνον καὶ ἐν ταῖς ἀποθήκαις τοῦ σίτου κρεμαννύμεναι, καὶ μάλιστα ἐὰν ὁ σῖτος ἀνακίνηται. ὁ γὰρ ἀνιστάμενος ἀπ’ αὐτοῦ κονιορτός, | |
5 | προσιζάνων αὐταῖς πολύ τι συμβάλλεται πρὸς διαμο‐ νήν. | |
4.15.13 | Φυλάξεις τὰς σταφυλὰς καὶ οὕτως· ἑψήσας ὄμβριον ὕδωρ, ὥστε τὸ τρίτον ὑπολειφθῆναι, ἐξαι‐ θριάσας, τουτέστι διαψύξας, ἔμβαλε εἰς ἀγγεῖον κεκο‐ νημένον· εἶτα τῆς πεπανθείσης σταφυλῆς λαβὼν βό‐ | |
5 | τρυας στερεωτέρας τὰς ῥάγας ἔχοντας, διακαθάρας | |
αὐτῶν τοὺς ὄμφακας καὶ τὰς σαπρὰς ῥάγας ἔμβαλε, ὡς ὑπερέχειν τῶν βοτρύων τὸ ὕδωρ, καὶ πωμάσας ἐπιμελῶς καὶ γυψώσας, ἀπόθου εἰς τόπον ψυχρὸν καὶ ἀνήλιον, ἔνθα πῦρ οὐ καυθήσεται. | 119 | |
4.15.14 | Τούτων καὶ τὸ ὕδωρ εὑρίσκεται οἰνῶδες, καὶ εὔχρηστον πρὸς ἀπάτην ἀῤῥώστων, καὶ οἱ βότρυες ἀκέραιοι φυλάττον‐ ται. | |
4.15.15 | Παραινοῦσί τινες οὐκ ἐκ τοῦ ἄνωθεν μέρους, ὅθεν ἡ ἀποτομὴ γίνεται τῶν βοτρύων, ἀλλ’ ἐκ τοῦ κάτωθεν μέρους τοῦ βότρυος δήσαντας, κρεμνᾶν ἐν ὑπερώῳ, ἵνα μᾶλλον διαπνέωσιν, ἀραιουμένων κατὰ | |
5 | τὴν ἀνάκλασιν τῶν ῥαγῶν. | |
4.15.16 | καλὸν δὲ καὶ εἰς πίθον γλεύκους κρεμνᾶν, μὴ ἁπτομένους μήτε τοῦ γλεύκους, μήτε ἀλλήλων· διαμένουσι γὰρ οἷοι ἀπὸ τῆς ἀμπέλου ἀφῃρέθησαν. | |
4.15.17 | Φυλάξεις δὲ τοὺς βό‐ τρυας, ἐὰν εὐθὺς τρυγήσας ἐμβαλὼν αὐτοὺς ἀσινεῖς καὶ ἀθραύστους εἰς κεράμιον, χρίσῃς ἐπιμελῶς τὸ στόμα τοῦ κεραμίου, καὶ γυψώσῃς. | |
4.15.18 | Ὁμοίως δὲ καὶ εἰς πηλὸν κεραμεικὸν τεταραγμένον, ὡς ἔχειν πάχος μέλιτος, ἐμβαπτόμενα καὶ κρεμώμενα φυλάττον‐ ται, εἰς δὲ τὴν χρῆσιν ἀποπλύνεται. | |
4.15.19 | Ὁμοίως δὲ καὶ ἀνδράχνης χυλῷ χρισθέντα καὶ κρεμασθέντα φυλάττεται. τινὲς φυλάττουσιν ἐν οἴνῳ ὕδατι κεκρα‐ μένῳ. | |
4.15.20 | Ἐπὶ ὁλόκληρον δὲ μένει τὸν ἐνιαυτὸν ἡ σταφυλή, ἐὰν ὀλίγον ταχύτερον τρυγηθεῖσαν ὕδατι | |
θερμῷ ἔχοντι στυπτηρίαν ἐμβρέξας, εὐθέως αὐτὴν ἁρπάσῃς. | 120 | |
4.15.21 | Φυλάττεται ἡ σταφυλὴ καὶ εἰς μέλι. | |
4.15.22 | Ὅσα περὶ σταφυλῆς εἴρηται, ἁρμόττει καὶ ἐπὶ μήλων. | |
5t1 | ΒΙΒΛΙΟΝ Ε | |
5p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, πέμπτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύνταξιν τὴν περὶ φυτείας καὶ ἐργασίας ἀμπέλων, καὶ πότε χρὴ ταύτας τρυγᾶν, καὶ περὶ ἀποτροπῆς τῶν λυμαινομέ‐ | |
5 | νων ταύτας θηρίων, καὶ περὶ σκευασίας οἰνάνθης, καὶ σταφιδοποιΐας, καὶ περὶ φυτείας καλάμων. αʹ. περὶ γῆς ἐπιτηδείας ἀμπέλοις. βʹ. ποῖα γένη ἀμπέλων εἰς ποίαν φυτευτέον γῆν καὶ ποῖαι θέσεις πρὸς ἄμπελον ἐπιτήδειαι. γʹ. περὶ φυτωρίου. δʹ. περὶ | |
10 | κλιμάτων. εʹ. περὶ θαλασσίων καὶ ποταμίων χωρίων. ϛʹ. περὶ καιροῦ φυτείας ἀμπέλων. ζʹ. ὅτι χρὴ προ‐ ειδέναι, ὁποῖον οἶνον ἀποδώσει ἡ μέλλουσα φυτεύε‐ σθαι χώρα. ηʹ. ὁποῖα εἶναι δεῖ τὰ φυτευόμενα κλή‐ ματα, καὶ ἀπὸ ποίου μέρους τῆς ἀμπέλου, καὶ πότερον | |
15 | ἀπὸ νέων ἢ γεγηρακυιῶν ἀμπέλων χρὴ τὰ κλήματα φυτεύειν. θʹ. πῶς δεῖ φυτεύειν τὰς ἀμπέλους, καὶ τί δεῖ ποιεῖν πρὸς ταχεῖαν τούτων ῥίζωσιν, καὶ πότερον | |
ὀρθὸν ἢ πλάγιον τὸ κλῆμα φυτευτέον. ιʹ. πόστῃ κατὰ σελήνην καὶ πότερον ὑπεργείου οὔσης χρὴ τὰς ἀμπέ‐ | 121 | |
20 | λους φυτεύειν ἢ ὑπογείου. ιαʹ. τί δυνατὸν ἐν τοῖς ἀμπελῶσι σπείρειν. ιβʹ. περὶ βάθους φυτείας ἀμπέ‐ λων. ιγʹ. πότερον δύο κλήματα ἢ μόνον ἓν ἀναγκαῖον ἐν τῷ βόθρῳ φυτεύειν. ιδʹ. περὶ διαφορᾶς τῶν ἐν‐ ρίζων φυτῶν καὶ τῶν ἀπὸ κλήματος. ιεʹ. ὅτι οὐ δεῖ | |
25 | τὰ γένη τῶν ἀμπέλων μεμιγμένα φυτεύειν, καὶ μά‐ λιστα τὰς λευκὰς μετὰ τῶν μελαινῶν σταφυλῶν. ιϛʹ. ὅτι συμφέρει μὴ μονοειδῆ τὴν ἄμπελον, ἀλλὰ διάφορα γένη κεχωρισμένως φυτεύειν. ιζʹ. περὶ δια‐ φορᾶς γένους ἀμπέλων. ιηʹ. πῶς δεῖ τὴν ἀπώρυγα | |
30 | κληματίδα φυτεύειν. ιθʹ. περὶ τρόπου ἐργασίας. κʹ. περὶ γυρώσεως. καʹ. περὶ τῆς τῶν ἀμπέλων ἐπιμελείας. κβʹ. πόσα κλήματα καταλιμπάνειν χρὴ τῇ τετραετεῖ ἀμπέλῳ, καὶ ποταποῖς χάραξι προσδεσμεῖν. κγʹ. περὶ κλαδείας. κδʹ. πρὸς εὐφορίαν ἀμπέλων καὶ καλλιοι‐ | |
35 | νίαν. κεʹ. πότε δεῖ σκάπτειν τὰς τελείας ἀμπέλους, καὶ ποία τοῦ σκάφου ὠφέλεια. κϛʹ. πῶς δεῖ ἐν τῷ καιρῷ τῆς γυρώσεως κοπρίζειν. κζʹ. περὶ χαρακώσεως. κηʹ. περὶ βλαστολογίας. κθʹ. περὶ δευτέρας βλαστολο‐ γίας. λʹ. ὥστε ἄμπελον φθεῖρας ἢ κάμπας μὴ ποιεῖν | |
40 | μηδὲ ὑπὸ παγετοῦ ἀδικεῖσθαι. λαʹ. ὥστε ὑπὸ πάχνης ἢ ἐρυσίβης μὴ ἀδικεῖσθαι τὰς ἀμπέλους. λβʹ. ἄλλο περὶ πάχνης. λγʹ. περὶ ἐρυσίβης. λδʹ. θεραπεία ἀμ‐ πέλων ξηραινουσῶν τὸν καρπόν. λεʹ. περὶ ἀφόρων | |
ἀμπέλων. λϛʹ. περὶ ἀστροπλήγων ἀμπέλων. λζʹ. περὶ | 122 | |
45 | νοσουσῶν ἀμπέλων. ληʹ. περὶ δακρυῤῥοουσῶν ἀμπέ‐ λων. λθʹ. περὶ ῥυάδων ἀμπέλων. μʹ. περὶ ὑλομανου‐ σῶν ἀμπέλων. μαʹ. περὶ τῶν σηπουσῶν τὸν καρπὸν ἀμπέλων. μβʹ. περὶ τῶν ὑπὸ δικέλλης τραυματισθει‐ σῶν ἀμπέλων. μγʹ. πῶς δυνατὸν πρὸ τοῦ τρυγητοῦ | |
5p1(50) | προκαταμανθάνειν τὴν ἐσομένην πολυοινίαν ἢ καλ‐ λιοινίαν ἢ κακοοινίαν. μδʹ. φραγμοῦ σκευασία. μεʹ. πότε χρὴ τρυγᾶν τὰς ἀμπέλους, καὶ ποῖα ἔστι τεκμήρια τῆς τῶν σταφυλῶν πεπάνσεως. μϛʹ. ἐν ποίῳ οἴκῳ οὔσης τῆς σελήνης χρὴ τρυγᾶν, καὶ ὅτι ληγούσης | |
55 | αὐτῆς καὶ ὑπογείου οὔσης τὸν τρυγητὸν δεῖ ποιεῖν. μζʹ. πῶς δεῖ βοηθεῖν ταῖς ὀμφακιζούσαις σταφυλαῖς ἢ ἄλλως πως διαφθαρείσαις, καὶ θεραπεύειν τὸν ἐξ αὐ‐ τῶν ἐσόμενον οἶνον. μηʹ. θεραπεία τῶν λυμαινομένων θηρίων τὰς ἀμπέλους. μθʹ. πρὸς κανθαρίδας καὶ τὰ | |
60 | μείζονα ζῶα τὰ λυμαινόμενα τὸν καρπόν. νʹ. φυσικὸν Δημοκρίτειον παράδοξον διὰ πείρας πολλάκις πρὸς τὸ μήτε τὰς ἀμπέλους μήτε τὰ δένδρα μήτε τὰ λήϊα μήτε ἄλλο τι ὑπό τινος βλάπτεσθαι, καὶ μάλιστα ὑπὸ τῶν μειζόνων θηρίων. ναʹ. περὶ οἰνάνθης. νβʹ. περὶ στα‐ | |
65 | φιδοποιΐας. νγʹ. περὶ φυτείας καλάμων. | |
5.1t | Περὶ γῆς ἐπιτηδείας ἀμπέλοις. Φλωρεντίνου. | |
5.1.1 | Ἐπιτηδεία ἀμπέλοις γῆ ἡ μελάγγειος, μὴ οὖσα πυκνή, καὶ ἐν τῷ βάθει συμμέτρως ὕδωρ γλυκὺ ἔχουσα. | |
5.1.2 | ἡ γὰρ τοιαύτη δεχομένη τὸν ὄμβρον, οὔτε πάνυ αὐτὸν κάτω πέμπουσα ἀπόλλυσιν, οὔτε ὑπὲρ αὐτῆς ἐπιπόλαιον τὰ ὕδατα κατέχει, ἄνωθεν γὰρ κατ‐ εχόμενον τὸ ὕδωρ σήπει τὰ φυτά. | 123 |
5.1.3 | Δεῖ οὖν ἐκ βά‐ θους τὴν γῆν ἐρευνᾶν, πολλάκις γὰρ εὕρομεν ἄνωθεν μὲν μελάγγειον, κάτωθεν δὲ ἀργιλλώδη γῆν, καὶ πάλιν τοὐναντίον. | |
5.1.4 | καλλίστη δὲ γῆ καὶ ἡ ὑπὸ τῶν ῥεόν‐ των ποταμῶν χωσθεῖσα, ὅθεν καὶ τὴν Αἴγυπτον ἐπαι‐ νοῦμεν. | |
5.1.5 | συντόμως δὲ εἰπεῖν, πᾶσα μελάγγειος ἡ μὴ λίαν πυκνὴ μηδὲ κολλώδης, ἰκμάδα δὲ ἔχουσα, ἐπιτη‐ δειοτέρα πρὸς ἄμπελον. | |
5.2t | Ποῖα γένη ἀμπέλων εἰς ποίαν φυτευ‐ τέον γῆν, καὶ ποῖαι θέσεις πρὸς ἄμπελον ἐπι‐ τήδειαι. Τοῦ Αὐτοῦ. | |
5.2.1 | Ἐν τῇ προειρημένῃ μελαγγείῳ καὶ ἰκμάδα ἐχούσῃ καὶ καθύγρῳ γῇ, τὰ λευκὰ τῶν γενῶν φυτευτέον, πλείονος γὰρ ταῦτα τῆς ἀπὸ τῆς γῆς δεῖται τροφῆς, στερεὰ ὄντα καὶ πυκνὰ καὶ δύστροφα. | |
5.2.2 | Καὶ ἀργιλ‐ λώδης δὲ γῆ, εἰ μὴ πάνυ εἴη λεπτή, μηδὲ εἰς ῥαγά‐ δας χαυνουμένη, δέχεται τὰς λευκοφόρους ἀμπέλους. | |
5.2.3 | τῇ μέντοι ξηρᾷ γῇ καὶ λεπτογείῳ καὶ ψαμμώδει αἱ τοιαῦται ἄμπελοι οὐχ ἁρμόζουσιν, ἀλλ’ ὅσαι πυκνὰς ἔχουσι τὰς ῥάγας καὶ λεπτὴν τὴν ἐντεριώνην· ὡς ἐπι‐ | |
πολὺ δὲ ἡ μέλαινα σταφυλὴ τοιαύτη ἐστί, χρηστὸν καὶ | 124 | |
5 | πολὺν καὶ βέβαιον ποιοῦσα τὸν οἶνον, ἐναντίως ἔχουσα ταῖς λευκαῖς, τουτέστι τὴν φύσιν δυστροφωτέροις. | |
5.2.4 | μόνη μέντοι ἡ Ψιθία καὶ ἡ Κερκυραία, καὶ ἡ κα‐ λουμένη χλωρίς, λευκαὶ οὖσαι, χαίρουσι ταῖς λεπτο‐ γείοις, διὰ τὸ εἶναι λιπαρώτεραι. | |
5.2.5 | χρὴ γὰρ τὰς μὲν φύσει ὑγροτέρας ἐν τοῖς αὐχμώδεσι καὶ ξηροτέροις τόποις φυτεύειν, τὰς δὲ ξηροτέρας ἐν τοῖς ψυχροῖς καὶ ὑγροῖς· οὕτω γὰρ ἂν τὸ τοῖς φυτοῖς λεῖπον ἐκ τῆς | |
5 | κατὰ τὴν γῆν φύσεως πληροῖτο. | |
5.2.6 | Καθόλου οὖν εἰς τὴν λιπαρωτέραν γῆν μὴ τὰ εὔτροφα τῶν ἀμπέλων γένη, ἀλλὰ τὰ ἐναντίως ἔχοντα τιθέναι προσήκει, εἰς δὲ τὴν μελάγγειον τὰ εὐθαλῆ καὶ δυνάμενα πᾶσαν | |
5 | ἐπισπάσασθαι τὴν ἀπὸ τῆς γῆς τροφήν. | |
5.2.7 | τεθέντα γὰρ τὰ εὐτραφῆ ἐν τῇ λιπαρᾷ γῇ, οὐ φθάνει πεπᾶναι τοὺς καρπούς, ἀλλὰ καὶ εἰς πλῆθος φύλλων ἐξανθοῦσι· τὰ δὲ ἀσθενῆ ἐν τοῖς ξηροτέροις τόποις ἀσθενεστέρους | |
5 | καὶ τοὺς καρποὺς οἴσει. | |
5.2.8 | Διὸ χρὴ τὴν γνῶσιν καὶ τὴν διάκρισιν τῶν φυτῶν καὶ τῆς γῆς, ὡς προδεδή‐ λωται, ποιεῖσθαι, καὶ οὕτως τὴν κρᾶσιν ἐργάζεσθαι. | |
5.2.9 | διὰ τοῦτο γὰρ καί τινες ἐκ τῶν ὀρεινῶν φυτὰ εἰς τὰς πεδιάδας μετακομίζουσι, καὶ τὰ ἐκ τῶν πεδίων εἰς τὰ ὀρεινά· χαίρειν γὰρ τῇ ἀντιπαθείᾳ τὴν γῆν φάσκουσι. | |
5.2.10 | Πασῶν δὲ τῶν ἀμπέλων ἡ καλουμένη | |
μερσίτης καλλίων· αὕτη γάρ ἐστιν ἡ ἐν Βιθυνίᾳ τὸν καλούμενον δενδρογάληνον οἶνον ποιοῦσα, πάλιν ἐν ἑτέροις αὐτῆς χωρίοις τὸν Τιαρηνόν· ἐν δὲ Τίῳ τῆς | 125 | |
5 | Παφλαγονίας τὸν Τιανόν, καὶ ἐν Ἡρακλείᾳ τοῦ Πόν‐ του τὸν ἐπισημότατον οἶνον· καὶ ὅλως ὅπου δ’ ἂν φυτευθῇ τὸ τούτου τοῦ οἴνου φυτόν, τῶν ἄλλων πολὺ καλλίονα οἴσει τὸν καρπόν· οὕτω γὰρ καὶ ἡ σταφυλὴ αὐτῆς πρὸς βρῶσιν ἡδίστη καὶ νεκταρώδης ἐστίν, ὡς | |
10 | καὶ τὰς μελίσσας ἐπινέμεσθαι πρὸς τὴν ταύτης τρο‐ φήν. | |
5.2.11 | Ἔστι δὲ καὶ πολυφόρος σφόδρα, ὡς κατὰ παντὸς τοῦ στελέχους βότρυας φέρειν, καὶ αὐτοὺς στρογγυλοειδεῖς, τὰς δὲ ῥάγας διειδεῖς, ὡς διαφαίνε‐ σθαι ἐναργῶς τὰ γίγαρτα καὶ τοὺς ὑμένας· τοὺς δὲ | |
5 | κρεμαστῆρας, τοὺς μετεωρίζοντας τὸν βότρυν, ὡς ἐπὶ τὸ πολὺ σκληροὺς καὶ ξυλώδεις ἔχουσα. | |
5.2.12 | χαίρει δὲ μάλιστα τοῖς δένδροις καὶ τῷ τούτων ὕψει, καὶ τῷ συνεχῶς φυλλίζεσθαι. καὶ ὁ ἐκ τούτων δὲ οἶνος χαί‐ ρει τῷ συνεχῶς ἐκτρυγίζεσθαι. | |
5.2.13 | Οἶνος δὲ κάλλι‐ στός ἐστιν ὁ ἐν ξηροῖς καὶ κεκλιμένοις τόποις, καὶ πρὸς ἀνατολὰς ἢ μεσημβρίαν βλέπουσι φυτευθεισῶν ἀμπέλων. τὰς δὲ δενδρίτιδας ἀμπέλους ἐν τῇ πε‐ | |
5 | διάδι καὶ κοίλῃ καὶ ὁμαλῇ, ἐπιτηδειότερον φυτεύειν. | |
5.2.14 | μεμνῆσθαι γὰρ πανταχοῦ, καὶ ἰδικῶς παρατηρεῖν δεῖ, ὅτι γῆ πρὸς φυτείαν χαμαιζήλοις μὲν ἀμπέλοις ἐκείνη ἐστὶν ἐπιτηδειοτέρα, ἡ ἐν τοῖς πλαγίοις καὶ ἠρέμα ἀνακεκλιμένοις καὶ ὑψηλοτέροις καὶ ξηροτέροις | |
5 | τόποις, αὕτη γὰρ τὸ θέρος εὐμαρέστερον ἕξει, δια‐ πνεομένη καλῶς. | |
5.2.15 | καὶ ἡ ἐν τοῖς γηλόφοις δὲ τό‐ ποις ἀνηπλωμένη, καὶ ἐν ταῖς ὑπωρείαις, ἁρμόζει ταῖς χαμαιζήλοις καὶ χαμαιπετέσιν ἀμπέλοις. | 126 |
5.2.16 | ἐν γὰρ τοῖς τοιούτοις χωρίοις πᾶν τὸ ἐν τοῖς ὑψηλοῖς γεῶδες καὶ τραφερὸν καὶ γόνιμον ἐπιρρεῖ κατὰ βραχὺ λαν‐ θάνον ὑπὸ τῶν καταφερομένων ὄμβρων. | |
5.2.17 | Ἐν δὲ ταῖς κορυφαῖς τῶν ὀρέων οὐ δεῖ φυτεύειν ἀμπέλους, ἡ γὰρ ἀπὸ τούτων ὑγρασία μετὰ τοῦ γεώδους κατα‐ συρομένη γυμνὰς καὶ ἀτρόφους τὰς ῥίζας καταλείπει. | |
5.2.18 | ἐν δὲ τῇ πεδιάδι καὶ ὁμαλῇ καὶ ἰκμάδα ἐχούσῃ τὰς δενδρίτιδας δεῖ φυτεύειν, καὶ μάλιστα ἐν τοῖς θερμοτέροις τόποις, ὅπου μὴ πάνυ ὄντες οἱ ἄνεμοι σφοδροί, ἐπὶ τῶν δένδρων αἰωρουμένας αὐτὰς ἠρέμα | |
5 | διαπνέοντες τρέφουσιν. ἐν γὰρ τοῖς ψυχεινοῖς τόποις σφοδροὶ ὄντες τὰς δενδρίτιδας βλάπτουσιν. | |
5.2.19 | Εἰς ἡδυοινίαν δὲ πασῶν ἀδηρίτως καλλίων ἡ θηριακή, ᾗ Δημόκριτος καὶ τῷ ὑγιεινῷ καὶ τῇ καλλιοινίᾳ μαρτυ‐ ρεῖ. ἔχει δὲ τὸ κλῆμα φύσει λεπτὸν καὶ ἀσθενές. | |
5.3t | Περὶ φυτωρίου. Διδύμου. | |
5.3.1 | Φυτώριον καλεῖται, ἐν ᾧ τὰ φυτὰ μεταφυτεύε‐ σθαι μέλλοντα κατατίθεται, καί, ὡς οἱ Βιθυνοὶ λέγουσι, προσιτεύεται. | |
5.3.2 | τιθέσθω δὲ ἐν τῷ φυτωρίῳ τὰ φυτὰ εἰς βάθος μὴ ἔλαττον ποδός, οὕτω γὰρ τὸ φυτὸν εὐκόλως τῇ δικέλλῃ ἀνορυγήσεται, καὶ μᾶλλον ὑπὸ τοῦ ἡλίου διαπαντὸς θερμανθήσεται. | |
5.3.3 | τὰς δὲ καλου‐ μένας προοφθαλμίδας, καὶ τὸ περισσὸν τοῦ αὐξηθέν‐ τος ἀφαιρείσθω, ἵνα εἰς πάχος τὴν αὔξησιν λάβῃ. | 127 |
5.3.4 | τῇ δὲ χειρὶ τὴν ἀφαίρεσιν χρὴ ποιεῖσθαι, μὴ σιδήρῳ, ναρκᾶν γὰρ τὴν νεαρὰν ἄμπελον ποιεῖ ἡ τοῦ σιδήρου θίξις. | |
5.3.5 | Τινὲς δὲ τῷ δευτέρῳ ἔτει ἢ τῷ τρίτῳ μεταφυτεύουσιν, ἔσται γὰρ γενναιότερα τὰ φυτὰ τριετῆ μεταφυτευθέντα. | |
5.3.6 | οὐ χρὴ δὲ ἀρδεύειν τὰ φυτώρια, εἰ μὴ μέλλομεν καὶ τοὺς ἀμπελῶνας ἀρ‐ δεύειν. πάντα γὰρ ὅσα ἐν τῷ φυτωρίῳ γίνεται, ταῦτα καὶ ἐν τῷ ἀμπελῶνι χρὴ πράττειν. | |
5.4t | Περὶ κλιμάτων. Δημοκρίτου. | |
5.4.1 | Δεῖ πρὸς τὴν τῶν τόπων ἁρμόζεσθαι φύσιν ἀεί. ἐὰν γὰρ θερμὸς ὁ τόπος ᾖ, τὰ πρὸς ἄρκτον νεύοντα φυτεύσομεν, ἐὰν δὲ ψυχρότερος, τὰ πρὸς μεσημβρίαν, ἐὰν δὲ μέσος καὶ εὐκραής, τὰ ἀνατολικὰ καὶ δυτικὰ | |
5 | κάλλιον· μᾶλλον μέντοι τὰ ἀνατολικά, εἰ μὴ ἐνοχλοῖτο ὑπὸ τοῦ εὔρου. | |
5.4.2 | ἐνίοτε δὲ τὰ δυτικὰ ἔσται αἱρετώ‐ τερα μᾶλλον, ὅταν μακρὰν ὄντα τῆς θαλάσσης ἐπι‐ πνέοντα ἔχῃ τὸν ζέφυρον. καθόλου δὲ τοῖς μὲν χλια‐ ρωτέροις τόποις, οἱ ἀρκτῷοι ἄνεμοι ἐπιτήδειοι, τοῖς | |
5 | δὲ ψυχεινοῖς, οἱ νότιοι. | 128 |
5.5t | Περὶ παραθαλασσίων καὶ ποταμίων χωρίων. Τοῦ Αὐτοῦ. | |
5.5.1 | Οἱ παραθαλάσσιοι τόποι σφόδρα εἰσὶν ἐπιτήδειοι πρὸς ἄμπελον, διά τε τὴν θερμότητα, καὶ διὰ τὸ λε‐ ληθότως τὴν ὑγρασίαν ἀνατρέχουσαν ἐκ τῆς θαλάσσης τρέφειν τὰ φυτά. καὶ οἱ θαλάσσιοι δὲ ἄνεμοι ταῖς | |
5 | ἀμπέλοις εἰσὶ χρησιμώτατοι. | |
5.5.2 | δοκεῖ δὲ τοῖς πολλοῖς ποταμὸν γείτονα, καὶ μᾶλλον ἑλώδη μὴ ἔχειν, διά τε τὴν ἀχλὺν καὶ τὴν ψυχρὰν αὖραν, ἀναπνέουσι γὰρ ἐντεῦθεν συνεχῶς· καὶ συνεπανίστανται ἐρυσίβαι, τὴν | |
5 | ἄμπελον καὶ τὰ σπόριμα καταβλάπτουσαι, καὶ βλαβε‐ ρὸν τὸν ἀέρα ποιοῦσαι. διὸ δεῖ ἐπιμελῶς τὰ ἕλη, κατὰ τὸ δυνατόν, περιαιρεῖν. | |
5.5.3 | Εἰδέναι δὲ χρή, ὅτι ὅσαι βλάπτεσθαι εἰώθασιν ἄμπελοι ὑπὸ ἀνέμων τοι‐ ούτων, ἢ ὁμίχλης, ἢ ἐρυσίβης, δένδροις ἐπιτεθεῖσαι οὐ βλαβήσονται, τουτέστι δενδρίτιδες γενόμεναι. | |
5.6t | Περὶ καιροῦ φυτείας ἀμπέλων. Κασιανοῦ. | |
5.6.1 | Τινὲς συμβουλεύουσιν ἔαρος ἀρχομένου, ζεφύρου μέντοι πνέοντος, τὰ κλήματα λαμβάνειν, καὶ παρα‐ χρῆμα φυτεύειν. τινὲς δὲ οὐκ εὐθὺς ἐν ἀρχῇ τοῦ ἔαρος, ἀλλ’ ὅταν μέλλῃ πρὸς βλάστησιν ὁρᾶν τὰ φυτά, | |
5 | παραινοῦσι τὰ κλήματα λαμβάνειν καὶ φυτεύειν. | |
5.6.2 | Διάφοροι μὲν οὖν εἰσιν οἱ καιροὶ τῆς τῶν ἀμπέλων φυτεύσεως. τινὲς μὲν γὰρ μετὰ τὸν τρυγητὸν φυτεύ‐ ουσιν, ὅταν τὰ φύλλα ἀποῤῥυῇ τῶν ἀμπέλων· τινὲς δὲ τοῦ ἔαρος ἀρχομένου. | 129 |
5.6.3 | Ἐγὼ δὲ πείρᾳ παραλαβὼν συμβουλεύω, ἐν τοῖς μὴ ἀρδομένοις τόποις τῷ φθινο‐ πώρῳ μᾶλλον φυτεύειν πᾶσαν φυτείαν, μάλιστα δὲ τὴν ἄμπελον. | |
5.6.4 | τότε γὰρ τὰ κλήματα μετὰ τὸν τρυ‐ γητὸν τοῦ ἀχθοφορεῖν καὶ τοῦ βάρους τῶν βοτρύων ἀπαλλαγέντα, ἀναῤῥωσθέντα τε καὶ τὴν οἰκείαν ἀνα‐ λαβόντα δύναμιν, καὶ ὑπὸ τῶν κρυστάλλων οὔπω | |
5 | κακωθέντα, θᾶττον προσφυήσεται τῇ γῇ, καὶ μάλιστα τῆς φύσεως τηνικαῦτα τὰς ῥίζας μᾶλλον τρεφούσης. | |
5.6.5 | Δεῖ οὖν, ὡς εἴρηται, ἐν τοῖς μὴ ἀρδομένοις τόποις ἐν τῷ φθινοπώρῳ φυτεύειν, ἵνα τὴν χρείαν τῆς ἀρδείας δι’ ὅλου τοῦ χειμῶνος γινόμενος ὄμβρος ἀναπληρώσῃ. | |
5.6.6 | τοῦτο φαίνομαι πεποιηκὼς ἔν τε τῷ Μαρατωνύμῳ χωρίῳ, ὅθεν ὁρμῶμαι, καὶ ἐν ἑτέροις οἷς κέκτημαι ἀγροῖς· καὶ καταρχὰς μὲν οἱ ὁρῶντες καὶ ἀκούοντες ἀπεδοκίμαζον τὸ γινόμενον, τέλος δὲ τῇ θέᾳ παρειλη‐ | |
5 | φότες τὸ ἐντεῦθεν ἄγαν χρήσιμον, ἀρεσθέντες ἠκολού‐ θησαν τῇ παρ’ ἐμοῦ διδασκαλίᾳ, καὶ ἄχρι τοῦ παρόν‐ τος τοῦτο κρατεῖ παρ’ ἡμῖν. | |
5.6.7 | ἐκεῖνο μέντοι δῆλον, ὅτι μετὰ ἰσημερίαν ἐαρινὴν οὐ χρὴ φυτεύειν ἄμ‐ | |
πελον. | 130 | |
5.7t | Ὅτι χρὴ προειδέναι, ὁποῖον οἶνον ἀπο‐ δώσει ἡ μέλλουσα φυτεύεσθαι χώρα. Διοφάνους. | |
5.7.1 | Ἀναγκαιότατον ἡγοῦμαι πρό γε πάντων τὸν ἀμπελουργὸν προγινώσκειν, ποταπὸς ἔσται ὁ ἐκ τῆς μελλούσης φυτεύεσθαι γῆς ἐσόμενος οἶνος. ἡ δὲ περὶ τούτου δοκιμασία γίνεται τοῦτον τὸν τρόπον. | |
5.7.2 | Βό‐ θρον ὀρύξας ἐν τῇ μελλούσῃ φυτεύεσθαι γῇ ἐπὶ δύο πόδας, λαβὼν βῶλον ἐκ τῆς ἀνορυγείσης γῆς βάλε εἰς ἀγγεῖον ὑελοῦν μετὰ ὀμβρίου ὕδατος καθαροῦ, καὶ | |
5 | μίξας καὶ θολώσας τὸ ὕδωρ, ἔασον καταστῆναι τε‐ λείως, τότε δὲ διὰ τῆς τοῦ ὑέλου διαφανείας γενήσε‐ ταί σοι φανερόν, καὶ ἐπειδὰν εἰς τέλεον καταστῇ, γεῦσαι τοῦ ὕδατος· ὁποία γὰρ ἔσται ἡ γεῦσις, τοιοῦ‐ τον καὶ τὸν οἶνον ἔσεσθαι προσδόκα. | |
5.7.3 | εἰ μὲν οὖν εὕρῃς τὴν ὄσφρησιν δυσώδη, ἢ τὴν γεῦσιν πικράν, ἢ ἁλμυράν, ἢ ἀσφαλτώδη, ἢ ἄλλως οὐκ ἀγαθήν, φεῦγε τὴν ταύτης φυτείαν. εἰ δὲ εὐώδη, καὶ ἡδεῖαν καὶ | |
5 | γλυκεῖαν, καὶ κατὰ πάντα ἀγαθήν, θαῤῥῶν καταφύ‐ | |
τευε ταύτην. | 131 | |
5.8t | Ὁποῖα εἶναι δεῖ τὰ φυτευόμενα κλή‐ ματα, καὶ ἀπὸ ποίου μέρους τῆς ἀμπέλου, καὶ πότερον ἀπὸ νέων ἢ γεγηρακυιῶν ἀμπέλων χρὴ τὰ κλήματα φυτεύειν. Τῶν Κυντιλίων. | |
5.8.1 | Ἡνίκα αἱ ἄμπελοι εἰς τέλειον ἀποδώσουσι τὸν καρπόν, ἐπιθεωρεῖν δεῖ τὰς εὐκάρπους, καὶ πολυφό‐ ρους καὶ πολυοφθάλμους, καὶ μηδὲν σῖνος ἐχούσας, καὶ ταύτας σημειοῦσθαι, καὶ ἐκ τούτων τῷ καιρῷ τῆς | |
5 | φυτείας λαμβάνειν τὰ φυτά, μήτε ἐκ νεοφύτων ἀμπέ‐ λων, ἀσθενῆ γάρ, μήτε ἐκ γεγηρακυιῶν, ἄκαρπα γάρ, ἀλλ’ ἐκ τῶν ἀκμαιοτάτων, ἢ μικρόν τι προεχουσῶν. | |
5.8.2 | τὰ δὲ κλήματα ληπτέον μήτε ἐκ τῶν ἄκρων, μήτε ἐκ τῶν κάτω μερῶν, ἀλλ’ ἐκ τοῦ μέσου τῆς ἀμπέλου. καὶ τὸ μὲν τραχὺ κλῆμα καὶ πλατύτερον καὶ ναρθη‐ κῶδες καὶ ἀραιόφθαλμον καὶ μυουρίζον ἀποῤῥιπτέον· | |
5 | ληπτέον δὲ τὰ κλήματα τὰ στρογγύλα καὶ λεῖα καὶ στιβαρὰ καὶ πυκνόφθαλμα καὶ τοὺς νεόποδας πλεί‐ στους ἔχοντα. | |
5.8.3 | Τὰ δὲ λαμβανόμενα κλήματα ἐχέτω καὶ τοῦ περυσινοῦ κλήματος μέρος, καὶ παραχρῆμα ἀφαιρεθέντα φυτευέσθω, προσφύεται γὰρ τῇ γῇ τά‐ χιον τὸ πρασφάτως τμηθέν, ὡς ἀδιάπνευστον τυγχά‐ | |
5 | νον. | |
5.8.4 | εἰ δὲ μικρᾶς ὑπερθέσεως τὰ τῆς φυτείας χρήζει, ἅμα τῷ ἀφαιρεθῆναι τὰ κλήματα, χρὴ ταῦτα | |
κατορύττειν εἰς γῆν, ἢ λελυμένα ἢ χαλαρῶς δεδε‐ μένα, ἵνα πάντα τῆς γῆς ἀπολαύῃ, τῆς δὲ μήτε ξηρᾶς | 132 | |
5 | μήτε ὑγρᾶς ἄγαν, κάλλιον δὲ τῆς οἰκείας ὅθεν ἐξῃρέθη. | |
5.8.5 | Ἐὰν δὲ ἐπὶ πλέον ἡ τήρησις τῶν φυτῶν ἀναγκαία τυγχάνῃ, ἐν πίθῳ μὴ ἔχοντι ἰκμάδα τιθέ‐ σθω τὰ φυτά, προϋποστρωννυμένης γῆς, καὶ πάλιν ἐπιβαλλομένης, ἵνα πανταχόθεν τῆς γῆς ἀπολαύῃ. | |
5.8.6 | δεῖ δὲ ἐπιμελῶς πωμάζειν τὸν πίθον πηλῷ, ἵνα μὴ ἄνεμος ἢ ἀὴρ εἰσπνέειν δυνηθῇ· οὕτως γὰρ καὶ ἐπὶ δύο μῆνας μένει ἀσινῆ τὰ φυτά. | |
5.8.7 | Τὰ δὲ ἐκ πολλοῦ διαστήματος κομιζόμενα κλήματα τινὲς εἰς σκίλλαν ἐνθέντες ἢ εἰς βολβοὺς, οὓς ἐσθίομεν, χλωρὰ διεφύ‐ λαξαν. | |
5.8.8 | τὰ δὲ χρόνῳ βλαβέντα καὶ ξηρότερα γενό‐ μενα ἐμβαλὼν εἰς ὕδωρ νυχθήμερον, φύτευε. εἰ δὲ ξηροτέρα εἴη ἡ γῆ, καὶ τὰ ὑγιαίνοντα κλήματα βρέ‐ χειν κάλλιον, καὶ οὕτω φυτεύειν. | |
5.8.9 | Τὰ δὲ φυτευό‐ μενα κλήματα προσέχειν δεῖ μὴ βλαστήσῃ πρὸ τῆς φυτείας, διαφθαρήσεται γὰρ τὰ τοιαῦτα. | |
5.8.10 | ἀπὸ δὲ ἑνὸς κλήματος ἐκεῖνο κρεῖσσόν ἐστι τὸ μέρος εἰς φυ‐ τείαν, τὸ ἐζευγμένον τῷ ἑνὶ μέχρις ζʹ ὀφθαλμῶν. | |
5.8.11 | καλὸν οὖν τὸ κλῆμα καὶ εἰς φυτείαν ἐπιτήδειον τὸ ἀπὸ τοῦ ἑνός, τουτέστι τοῦ περυσινοῦ, μέχρις ἑπτὰ ὀφθαλμῶν· τὸ δὲ ἄλλο ἄχρηστον. | |
5.8.12 | οὐ καλῶς οὖν ποιοῦσί τινες, μακρότερα κλήματα εἰς δύο καὶ τρία | |
μέρη τέμνοντες καὶ φυτεύοντες. | 133 | |
5.9t | Πῶς δεῖ φυτεύειν τὰς ἀμπέλους, καὶ τί δεῖ ποιεῖν πρὸς ταχεῖαν τούτων ῥίζωσιν, καὶ πότερον ὀρθὸν ἢ πλάγιον τὸ κλῆμα φυτευ‐ τέον. Φλωρεντίνου. | |
5.9.1 | Μεμνῆσθαι δεῖ τοὺς φυτεύοντας ἄμπελον, ἀεὶ προχρίειν τὰς ῥίζας καὶ τὰ ἄκρα τῶν κλημάτων ὑγρῷ βολβίτῳ· φασὶ γάρ, τὰ ἑρπετὰ καὶ τοὺς σκώληκας ὀσφραινόμενα μὴ προσιέναι. | |
5.9.2 | χρὴ δὲ ἐμπάσσειν τοῖς φυτοῖς δρυΐνης βαλάνου συγκεκομμένης εἰς κυάμου μέγεθος· καὶ ὀρόβους καταῤῥηγνύντας καὶ ἀλέσαντας ἅπαξ, ὡς συνθλάσαι μόνον καὶ διελεῖν, μιγνύναι ταῖς | |
5 | βαλάνοις, καὶ διαπάσσειν τοὺς τόπους τῶν φυτῶν. | |
5.9.3 | ταῦτα γὰρ καὶ πρὸς ῥίζωσιν καὶ πρὸς παλαίωσιν τῶν οἴνων, καὶ πρὸς πολυκαρπίαν συμβάλλεται. | |
5.9.4 | Τινὲς δὲ τὰ τῶν ὀσπρίων ἄχυρα, μάλιστα δὲ τὰ τῶν κυάμων, συμβάλλουσι τοῖς φυτοῖς, καὶ γὰρ θερ‐ μαίνει διὰ τοῦ χειμῶνος τὰ τοιαῦτα, καὶ τὴν ἐκ τῶν θηρίων βλάβην κωλύει. τινὲς δὲ οὖρον ἐμβάλλουσι. | |
5.9.5 | Συμβάλλειν δὲ χρὴ δράκα γιγάρτων πεφρυγμένων εἰς ἕκαστον βόθρον, εἰς μὲν τὰ μέλανα γένη γίγαρτα λευκῶν σταφυλῶν, εἰς δὲ τὰ λευκὰ μελαινῶν. | |
5.9.6 | Δυ‐ νατὸν δὲ καὶ ὄρθιον φυτεύειν τὸ κλῆμα, βέλτιον δὲ τὸ πλάγιον, ῥιζοῦνται γὰρ θᾶττον. | |
5.9.7 | εἴτε δὲ ὀρθῷ, εἴτε πλαγίῳ τεθέντι τῷ φυτῷ, περιθετέον λίθους γʹ | |
ἢ δʹ χειροπλήθεις, εἶτα ἐπιχωστέον τῷ παρακειμένῳ χώματι μετὰ κόπρου συμπατοῦντας χρησίμως καὶ | 134 | |
5 | παραφυλαττομένους, μή τινα τῶν κατὰ γῆς ὀφθαλμῶν τυφλώσωσιν, εἶτα ἑτέρους ἐπιθετέον λίθους τῷ συμ‐ πατηθέντι τοῖς μεγέθεσιν ἴσους. | |
5.9.8 | ἡ μὲν οὖν κόπρος συμβαλλομένη θάλπει καὶ στερεοῖ τὸ φυτόν· τὸ δὲ γίγαρτον ῥιζοβολεῖν ποιεῖ θᾶττον· οἱ δὲ λίθοι κωλύ‐ ουσιν ἐμπεσεῖν τὴν εὐρυχωρίαν, ἐν δὲ τῷ θέρει κατα‐ | |
5 | ψύχουσι τὰς ῥίζας. | |
5.9.9 | Σωτίων δὲ παραινεῖ, καὶ κεδρίᾳ ἐλαχίστῃ τὰ ἄκρα τῆς ἕδρας τοῦ φυτοῦ χρίειν, οὐκ ἐᾷ γὰρ σήπεσθαι, καὶ τὰ ἑρπετὰ κωλύει ὀσφραινόμενα εἰσελθεῖν. | |
5.9.10 | τινὲς μὲν οὖν οὐ μεταβάλλοντες τὴν γῆν ἀλλ’ ἁπλῶς πάτταλον καθιέντες, ἐμβάλλουσι τὰ φυτά. | |
5.9.11 | ἐμοὶ δὲ σφόδρα τοῦτο ἀπαρέσκει, καλλίων γὰρ ἡ διὰ πανσκαφίας φυτεία τῆς διὰ παττάλου φυ‐ τείας. | |
5.9.12 | ἐκεῖ μὲν γὰρ οἱ ὀφθαλμοὶ τυφλοῦνται, καὶ τὸ κλῆμα λυγίζεται· ἐνταῦθα δὲ ἀκέραιον καὶ ἀσινὲς ἐντίθεται. | |
5.10t | Πόστῃ κατὰ σελήνην, καὶ πότερον ὑπεργείου οὔσης χρὴ τὰς ἀμπέλους φυτεύειν, ἢ ὑπογείου. Ἀνατολίου. | |
5.10.1 | Πολλοὶ τῶν ἀρχαίων διαβεβαιοῦνται, ἀπὸ πρώ‐ της σελήνης μέχρι τετράδος τὰς ἀμπέλους φυτεύειν, ἔνιοι δὲ ἐν πάσαις ταῖς ἡμέραις αὐξανομένης αὐτῆς | |
συμβουλεύουσι φυτεύειν, ὥσπερ ληγούσης κλαδεύειν. | 135 | |
5 | ἕτεροι αὐξανομένης αὐτῆς φυτεύειν παραιτοῦνται. | |
5.10.2 | τοῦτο δὲ ὁμολογούμενόν ἐστιν, ὅτι χρὴ καὶ τὰς ἀμπέλους κατατιθέναι ὑπὸ γῆν οὔσης τῆς σελήνης, καὶ τέμνειν ξύλα ὁμοίως ὑπὸ γῆν οὔσης αὐτῆς. | |
5.10.3 | Σωτίων δέ φησιν ἐν ταῖς ἀσελήνοις ἡμέραις, τουτ‐ έστι τῇ πρώτῃ καὶ δευτέρᾳ ἡμέρᾳ, φυτεύειν τὰς ἀμπέλους, καὶ τὰ λοιπὰ δένδρα, πρὶν τὴν σελήνην φανῆναι τοῖς ἀνθρώποις, τὰ γὰρ ἐν ταύταις ταῖς ἡμέ‐ | |
5 | ραις φυτευόμενα, πάντα εὐσύλληπτά φησι γίνεσθαι. ἐγὼ δὲ καὶ ληγούσης τῆς σελήνης πολλάκις φυτεύσας οὐ μετεμελήθην. | |
5.10.4 | Σωτίων δὲ ἐν ταῖς ἀσελήνοις καὶ τὴν κθʹ καὶ λʹ τάττει. χρὴ μέντοι τὰ κλήματα ληγού‐ σης τῆς σελήνης λαμβάνειν, καὶ τὰ πρὸς φυτείαν, καὶ τὰ πρὸς ἐγκεντρισμόν. | |
5.11t | Τί δυνατὸν ἐν τοῖς ἀμπελῶσι σπεί‐ ρειν. Βηρυτίου· | |
5.11.1 | Τινὲς κυάμους καὶ ὀρόβους σπείρουσιν ἐν τοῖς ἀμπελῶσιν, ἀβλαβῆ τὰ φυτὰ φυλάξαι δυναμένους, τι‐ νὲς δὲ κολοκύνθας καὶ σικύους σπείρουσιν. | |
5.11.2 | ἡ δὲ πεῖρα ἐδίδαξε, χρήσιμον εἶναι μηδὲν σπείρειν ἐν τοῖς ἀμπελῶσι. παραιρεῖται γὰρ τὴν τροφὴν τῶν ἀμπέλων τὰ σπειρόμενα, καὶ ἡ σκιὰ βλάπτει. | |
5.11.3 | Παραιτοῦ δὲ μάλιστα κράμβην, ὡς φύσει ξηράν, καὶ ἀντιπάθειαν | |
ἔχουσαν φυσικὴν πρὸς τὴν ἄμπελον, ἀμέλει ἐάν τις ἑψομένης κράμβης οἴνου ἐλαχίστου ἐπιψεκάσῃ, οὔτε | 136 | |
5 | ἕψεται, καὶ ἡ χροιὰ διαφθαρήσεται· καὶ οἱ βουλό‐ μενοι πολὺν οἶνον πίνειν, καὶ μὴ μεθύσκεσθαι, προ‐ εσθίουσιν ὠμὴν κράμβην. | |
5.11.4 | Εἰ δὲ καὶ συμβῇ προ‐ πεφυτεῦσθαι ἐκ τοῦ πλησίον ἄμπελον καὶ κράμβην, αὐξανομένη ἡ ἄμπελος, ἐπειδὰν πλησιάζειν μέλλῃ τῇ κράμβῃ, οὐκέτι ἐπ’ εὐθείας χωρεῖ, ἀλλ’ ὑποστρέφει | |
5 | ἀντιπαθῶς ἔχουσα πρὸς τὴν κράμβην. | |
5.11.5 | καὶ Ταραν‐ τῖνός φησι μηδὲν παντελῶς σπείρειν μεταξὺ τῶν ἀμπέλων, ὅπερ κᾀγὼ συμβουλεύω, τὴν πεῖραν ἔχων διδάσκαλον. | |
5.12t | Περὶ βάθους φυτείας ἀμπέλων. Φλωρεντίνου. | |
5.12.1 | Ἐμοὶ δοκεῖ, μὴ ἧττον τεσσάρων ποδῶν ποιεῖν τοὺς βόθρους τῶν ἀμπέλων. αἱ γὰρ ἐπιπολαίως φυτευ‐ θεῖσαι γηρῶσι τάχιον, καὶ τὸν καρπὸν φθείρουσιν, ὀλίγης τροφῆς ἐν ὀλίγῃ τῇ γῇ μεταλαμβάνουσαι, καὶ | |
5 | τῷ θέρει καίονται. | |
5.12.2 | Χρὴ δέ, ὅσον ἡ θερμότης τοῦ ἡλίου κάτεισι, τοσοῦτον ὀρύττειν καὶ φυτεύειν, πλέον δὲ τοῦ προειρημένου μέτρου μὴ κατιέναι τὴν θερμό‐ τητα τοῦ ἡλίου βεβαιοῦνται, ἐὰν μὴ ἡ γῆ ῥαγάδας | |
5 | ἔχοι. | |
5.12.3 | εἰ δὲ ἔλαττον τοῦ βάθους τοῦ προδηλωθέν‐ τος φυτεύσειας, ἀχρήστους ἕξεις τὰς ἀμπέλους, καὶ τάχιον γηρώσας. | |
5.12.4 | τὴν ἕως οὖν τῶν τεσσάρων πο‐ δῶν γῆν φυτοτρόφον εἶναι νόμιζε, τὴν δὲ κατωτέρω, ἄγονον. | 137 |
5.12.5 | οὐκ ἔστι δὲ φαύλη καὶ ἕως τριῶν ποδῶν βάθους γινομένη φυτεία. | |
5.13t | Πότερον δύο κλήματα, ἢ μόνον ἓν ἀναγκαῖον ἐν τῷ βόθρῳ φυτεύειν. Τοῦ Αὐτοῦ. | |
5.13.1 | Ἐμοὶ δοκεῖ ἀναγκαῖον εἶναι, ἐν μὲν τοῖς ἀμπε‐ λῶσι δύο ὁμοῦ κλήματα ἀντὶ ἑνὸς τιθέναι. εἰ γὰρ τὸ ἕτερον διαμάρτῃ, τὸ ἕτερον ζωοφορήσει. | |
5.13.2 | ἴσως δὲ ἐπὶ τῶν φυτωρίων οὐκ ἐπιτήδειον δύο κλήματα τιθέ‐ ναι, ἅτε δὴ καὶ πυκνῶν τιθεμένων τῶν κλημάτων. ἐγχωρεῖ μὲν γὰρ καὶ ἐνταῦθα δύο τιθέναι, ἵνα τὸ | |
5 | ἰσχυρότερον ἐάσωμεν. | |
5.13.3 | Δύο δὲ κλημάτων φυτευθέν‐ των ἐν τοῖς ἀμπελῶσι καὶ ἰσχυρῶν γενομένων, τὸ μὲν ἀσθενέστερον ἀναιρετέον, τὸ δὲ λειπόμενον προσδε‐ τέον χάραξιν, ὅπερ ἢ ἐν τῷ οἰκείῳ τόπῳ ἐατέον ἢ | |
5 | μεταφυτευτέον. | |
5.13.4 | δύο γὰρ κλημάτων ἐν ἑνὶ βόθρῳ ἐαθέντων, καὶ αἱ ῥίζαι στενοχωροῦνται, καὶ αὐτὰ ἱκανῆς οὐ μεταλαμβάνει τροφῆς, ὥσπερ οὐδὲ δύο βρέφη ὑπὸ τροφοῦ μιᾶς ἐκτρεφόμενα. | |
5.14t | Περὶ διαφορᾶς τῶν ἐνοίζων φυτῶν καὶ τῶν ἀπὸ κλήματος. Διδύμου. | |
5.14.1 | Τὰ ἔνριζα φυτὰ τῶν ἀμπέλων κατὰ τοῦτο δια‐ | |
φέρειν δοκεῖ τῶν ἀπὸ κλήματος, ὅτι τὰ μὲν ἔνριζα ὁμολογουμένην ἔχει τὴν αὔξησιν, ὡς ἅπαξ ἐῤῥιζωμένα, τὰ δὲ προσδοκᾷ τὴν ῥίζωσιν. | 138 | |
5.14.2 | ἀλλὰ καὶ καλλίονα ἡ μεταφύτευσις τὸν καρπὸν ποιεῖ. καὶ τὰ μὲν ἔνριζα τῷ δευτέρῳ ἔτει, ἢ καὶ θᾶττον τὸν καρπὸν ἀποδί‐ δωσι· τὰ δὲ ἀπὸ κλήματος, μόλις τῷ τρίτῳ ἢ τετάρτῳ | |
5 | ἔτει. | |
5.14.3 | Οὐ καλῶς δὲ ποιοῦσί τινες, τὰ μακρότερα κλήματα εἰς δύο καὶ τρία μέρη τέμνοντες, καὶ φυτεύ‐ οντες. | |
5.14.4 | τὸ γὰρ ἀπὸ τοῦ ἑνὸς [μέρους] μέχρις ζʹ ὀφθαλμῶν, μόνον ἐστὶ χρήσιμον, τὸ δὲ ἀνώτερον μέρος ἄχρηστον, ὡς Φλωρεντίνῳ καὶ τοῖς Κυντιλίοις δοκεῖ. | |
5.15t | Ὅτι οὐ δεῖ τὰ γένη τῶν ἀμπέλων με‐ μιγμένα φυτεύειν, καὶ μάλιστα τὰς λευκὰς μετὰ τῶν μελαινῶν σταφυλῶν. Φρόντωνος. | |
5.15.1 | Οὐ τῆς αὐτῆς φύσεως, οὔτε τοῦ αὐτοῦ καιροῦ πᾶσά ἐστιν ἄμπελος, ἀλλ’ ἡ μὲν ταχέως ἕψεται, ἡ δὲ οὔ. | |
5.15.2 | καὶ ὁ καρπὸς δὲ διάφορος, ὁ μὲν ξανθός, ὁ δὲ μέλας, ὁ δὲ λευκός, ὁ μὲν γλυκύς, ὁ δὲ αὐστηρός, καὶ ὁ μὲν κοῦφος, ὁ δὲ βαρύς, καὶ ὁ μὲν μόνιμος, ὁ δὲ οὔ· καὶ ὁ μὲν παλαιούμενος καλλίων, ὁ δὲ αὐτό‐ | |
5 | θεν πινόμενος, καὶ ἄλλη ἄλλου καὶ φύσις καὶ θερα‐ πεία. | |
5.15.3 | δεῖ τοίνυν τὴν τούτων μίξιν παραιτεῖσθαι, ὡς μὴ μιγνύμενον τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος βλά‐ πτηται. | |
5.15.4 | οὐδὲν δὲ οὕτως τὸν οἶνον βλάπτει, ὡς ὅταν πρώϊμοι σταφυλαὶ σὺν ταῖς ὀψιμωτέραις τρυγῶν‐ ται. | 139 |
5.15.5 | πάντων δὲ μάλιστα ἀκριβέστερον ἐκεῖνο παρα‐ τηρητέον, ἵνα μὴ αἱ λευκαὶ ταῖς μελαίναις συμπατῶν‐ ται. | |
5.15.6 | πολὺ δὲ κάλλιον, ἐὰν μηδὲ συμφυτεύωνται. ἔχουσι γάρ τινα πρὸς ἑαυτὰς φυσικὴν ἀντιπάθειαν. | |
5.16t | Ὅτι συμφέρει μὴ μονοειδῆ τὴν ἄμπε‐ λον, ἀλλὰ διάφορα γένη κεχωρισμένως φυτεύ‐ ειν. Σωτίωνος. | |
5.16.1 | Εὐβουλότατα ποιοῦσιν, ὅσοι τρία ἢ τέσσαρα γένη ἀμπέλων κεχωρισμένως ἐν τῷ ἀμπελῶνι φυτεύ‐ ουσιν. | |
5.16.2 | ἢ γὰρ εὐφορήσει σύμπαντα, ἢ οὐ πάντα ὁμοῦ ἀποτυγχάνει, τὸ γὰρ ἐπὶ μιᾶς ὁρμεῖν σφαλερόν. | |
5.16.3 | διὰ τοῦτο δὲ οὐ χρὴ χύδην, ἀλλὰ κατὰ γένος κεχω‐ ρισμένως φυτεύειν, ἐπειδὴ πλείστη ἐστὶν ἐν ταῖς ἀμπέλοις διαφορά, οὐ μόνον περὶ τὰ χρώματα, ἀλλὰ καὶ τὴν ποιότητα. | |
5.16.4 | καὶ ὁ ἐκ διαφόρων δὲ ἀμπέλων γινόμενος οἶνος, πλείστην ἔχει διαφοράν. | |
5.17t | Περὶ διαφορᾶς γένους ἀμπέλων. Φλωρεντίνου. | |
5.17.1 | Οὐ πᾶσα μὲν ἄμπελος ἐν παντὶ τόπῳ τὸν αὐ‐ τὸν οἶνον ποιεῖ. πολὺ γάρ τι καὶ ἡ τῶν ἀέρων | |
ποιότης πρὸς καλλιοινίαν συμβάλλεται, καὶ τοὐναντίον βλάπτει. | 140 | |
5.17.2 | ἡ μέντοι ἀμίννιος ὡς ἐπὶ τὸ πολὺ παντα‐ χοῦ ἐπιτηδειότερον φέρει, ἐξαιρέτως δὲ ἐν τοῖς πλα‐ γίοις χωρίοις καὶ αὐχμηροῖς ἢ καὶ καθύγροις, καὶ μάλιστα εἰ ἐπὶ τῶν δένδρων τρέφοιτο. | |
5.17.3 | ἡδὺν δὲ ὁμοίως τὸν οἶνον φέρει καὶ ἡ παραπλησία αὐτῇ τῇ ἀμιννίῳ ἄμπελος, ἡ μικροὺς ἔχουσα τοὺς βότρυας καὶ πυκνὰς τὰς ῥάγας, ἡ καλουμένη παρὰ τοῖς Βιθυνοῖς | |
5 | δρόσαλλις, ἣν καὶ συντρυγῶσί τινες τῇ ἀμιννίῳ. | |
5.17.4 | Καὶ ἡ λευκὴ δέ, ἡ μείζους τοὺς βότρυας ἔχουσα, ἐν τοῖς αὐτοῖς αὐχμηροῖς χωρίοις κατὰ τῶν δένδρων φερομένη, κάλλιστον τὸν οἶνον ποιεῖ καὶ πολύν, λέγε‐ ται δὲ ἐν Βιθυνίᾳ λευκοθρακία· ἔχει δὲ ἐπιμήκεις | |
5 | τοὺς βότρυας, καὶ ἰσοπαχεῖς τὰς ῥάγας τροχοειδεῖς καὶ λιπαράς, τῷ δὲ καιρῷ τῆς πεπάνσεως ὑπερύθρους· καὶ αὐτὰ δὲ τὰ κλήματα ἐρυθρὰ ἔχει. | |
5.17.5 | Ἔστι δὲ ἄμπελος ἐν τῇ Βιθυνίᾳ ἡ καλουμένη βωληνή, τάχιον πεπαινομένη καὶ πρώϊμος πάνυ, μέγαν τὸν βότρυν καὶ σχεδὸν πηχυαῖον φέρουσα, καὶ τὰς ῥάγας ἁδρὰς | |
5 | καὶ λευκάς, καὶ διαυγεῖς καὶ στρογγύλους, τοὺς κρε‐ μαστῆρας τῶν βοτρύων σφόδρα ἔχουσα ἐπιμήκεις· καὶ, ὃ μόνης αὐτῆς ἐστιν ἰδιάζον, μόνη ἀπὸ ἑκάστου ὀφθαλμοῦ τρία ἐκβάλλει, τῶν ἄλλων μόλις δύο καθ’ ἕκαστον ὀφθαλμὸν χορηγουσῶν. | |
5.17.6 | διὸ προσήκει αὐ‐ τὴν σφόδρα σιμοτομεῖν ἐν τῇ κλαδείᾳ, ἵνα μὴ πολυ‐ φόρος οὖσα ταχέως ἀποκάμνῃ. | |
5.17.7 | καὶ ἡ ἄμπελος αὐτὴ | |
σφόδρα μέγεθος ἔχει, καὶ οὐ ταχέως γηρᾷ, οὔτε ὑπὸ τοῦ περιέχοντος βλάπτεται, ποικίλους δὲ ἀέρας ὑπο‐ μένει. | 141 | |
5.17.8 | ποιεῖ δὲ τὸν οἶνον αὐτάρκως μὲν χρηστόν, ἴσως διὰ τὸ ἐπὶ τῶν δένδρων αὐτὴν φέρεσθαι, οὐ μέντοι μόνιμον διὰ τὴν φύσιν τὴν ἑαυτῆς. | |
5.17.9 | Οὐκ ἔλαττον δὲ τούτων ἐστὶ πολυφόρος καὶ ἡ προειρημένη ἀμίννιος, διὰ τοῦτο ταύτην πασῶν μάλιστα προκρίνειν χρή. καὶ γὰρ Βάρων διϊσχυρίζεται, ὅτι ἕκαστον πλέ‐ | |
5 | θρον τῆς ἀμιννίας ἀμπέλου τριακοσίους ἀμφορέας ἤνεγκε. | |
5.17.10 | δυνατὸν δὲ πλείω κλήματα ἐάσαντα τῆς αὐτῆς ἀμπέλου, πλείονα τὸν οἶνον ποιῆσαι. ἐν γὰρ τῇ κλαδείᾳ χαίρει τῷ μακροτομεῖσθαι, καὶ πλείω δ’ αὐτῇ κλήματα συγχωρεῖσθαι. | |
5.17.11 | διὸ δεῖ πανταχοῦ τὴν ἄμπελον τὴν ἀμίννιον μάλιστα μὲν φυτεύειν· ἂν δ’ ἑτέρων ἀμπέλων φυτείᾳ ἡ γῆ προείληπται, ἐπικεν‐ τρίζειν δυνατόν. οὐ γὰρ ἐλάττων ἐστὶν ὁ ἐγκεντρι‐ | |
5 | σμὸς τῆς φυτείας, καὶ μάλιστα τῆς ἐγκεντριζομένης ἀμπέλου τῷ δευτέρῳ ἔτει καταστρωννυμένης. | |
5.17.12 | Τὴν μέντοι εὔφορον, οὐχὶ ἀπὸ πρώτου καὶ δευτέρου ἔτους δοκιμάζομεν, ἀλλὰ [τὴν] ἀπὸ πολλῶν ἐτῶν. πολλάκις γὰρ οἱ κλαδεύοντες, πολλὰ κλήματα καταλιπόντες, | |
5 | πολυοινίας αἴτιοί εἰσι πρὸς ἕνα ἢ δεύτερον ἐνιαυτόν. | |
5.17.13 | Εὔφορος δέ ἐστιν ἄμπελος, ἡ συμμέτρων κλημά‐ των καταλειφθέντων ἀεὶ ὁμοίως φέρουσα. καθόλου δὲ πολυφόρον νομιστέον οὐ τὴν καθ’ ἕκαστον κλῆμα ἕνα βότρυν φέρουσαν, ἀλλὰ τὴν καθ’ ἕκαστον ὀφθαλ‐ | |
5 | μὸν πλείω κλήματα καὶ βότρυας ἀφ’ ἑκάστου. | 142 |
5.18t | Πῶς δεῖ τὴν ἀπώρυγα κληματίδα φυτεύειν. Ἀνατολίου. | |
5.18.1 | Τὴν καλουμένην ἀπώρυγα κληματίδα φυτεύσο‐ μεν οὕτως. ὀρύξαντες βόθρον ποδιαῖον τὸ βάθος, ἐπικλίναντες ἀπὸ τῆς ἀμπέλου τὸ κλῆμα, οὐ κόπτοντες, ἀλλὰ κάμπτοντες, ἐντιθέαμεν εἰς τὸν βόθρον, καὶ ἐπι‐ | |
5 | φέρομεν τὸν χοῦν, ἐάσαντες φανερὸν μέρος τοῦ κλή‐ ματος ὑπερέχειν τῆς γῆς, ἵνα τὸ μέν τι αὐτοῦ συνημ‐ μένον τῇ ἀμπέλῳ, ὥσπερ ἀπὸ μαστοῦ ἕλκῃ τὴν τροφήν, τὸ δὲ ἄλλο ἐντρέφηται τῇ γῇ· καὶ ῥιζοῖ ὑπὸ δύο μητέρων τιθηνούμενον. | |
5.18.2 | Τὰ δὲ οὕτως φυτευθέντα, καὶ καρπὸν φέρει ῥαδίως, καὶ εὔτροφα ἔσται, ἅτε μητρῴαις καὶ οἰκείαις ῥίζαις ἀνατρεφόμενα, ἅτινα τριετῆ γενόμενα καλῶς μεταφυτεύεται. | |
5.19t | Περὶ τρόπου ἐργασίας. Σωτίωνος. | |
5.19.1 | Τὸ φυτευθησόμενον χωρίον ἀπὸ πάσης ὕλης καθαρτέον, οὐ σκάπτοντας μόνον ἀλλὰ καὶ ἀρότροις νεοῦντας πολλάκις, οὐ τὰς ῥίζας μόνον ἐξαιροῦντας, ἀλλὰ καὶ τοὺς λίθους ἐκφοροῦντας, καὶ μάλιστα τοὺς | |
5 | μείζους. | |
5.19.2 | πάντες γὰρ οἱ λίθοι ὄντες ἄνωθεν, καὶ διὰ τοῦ θέρους τὰ στελέχη προσκαίουσι, θερμαινό‐ μενοι ὑπὸ τοῦ ἡλίου, διὰ τὸ ἐμμένειν ἐν στερεῷ σώ‐ ματι τὴν θερμότητα, καὶ πάλιν διὰ τοῦ χειμῶνος | |
5 | ψυχροὶ οἱ λίθοι γινόμενοι, καὶ μάλιστα οἱ μικροί, παρεστηκότες τοῖς στελέχεσι βλάπτουσιν, ὥσπερ τοὐ‐ ναντίον οἱ ἐν βάθει ὄντες· καύματος γὰρ ὥρᾳ οὗτοι τὰς ῥίζας ἀναψύχουσι. | 143 |
5.19.3 | Τὴν δὲ γῆν σκάπτεσθαι δεῖ οὕτως, ὡς τὴν ἄνω οὖσαν εἰς βάθος χωρεῖν, καὶ τὴν κάτωθεν ἄνω φέρεσθαι. οὕτω γὰρ ἡ μὲν ξηρὰ οὖσα, τῆς ἄνω νοτίδος ἀπολαύει, ἡ δὲ ἔνυγρος καὶ πεπυκνω‐ | |
5 | μένη, τῆς ἄνω θέρμης καὶ ἀνέσεως ἕξει. | |
5.19.4 | σπουδά‐ ζειν δὲ δεῖ, ὅπως τὰς κοιλάδας κατὰ τὸ δυνατὸν ὁμαλίζωμεν, καὶ μὴ συγχωρῶμεν ἐν τοῖς ἀμπελῶσι κοίλους εἶναι τόπους. | |
5.19.5 | περισκάπτων δὲ τὰς ἀμπέ‐ λους μετὰ τὸ τῷ πρώτῳ ἔτει κατασχεῖν, τῷ ἑξῆς τὰς ῥίζας τὰς ἐπιπολαίους ὀξυτάτῳ δρεπάνῳ ἀφαιρεῖν. πανταχόθεν γὰρ ῥιζοῦν εἰωθυίας ἐμποδίζουσι τὴν εἰς | |
5 | τὸ βάθος ῥίζωσιν. | |
5.20t | Περὶ γυρώσεως. Τοῦ Αὐτοῦ. | |
5.20.1 | Γυρώσομεν δέ, τουτέστι περισκάψομεν, διετεῖς ἤδη γενομένας, εἰς βάθος δύο ποδῶν, πλάτος δὲ τριῶν. | |
5.20.2 | ἐπὶ δὲ τῶν δενδριτίδων ἀμπέλων καὶ τὰς ῥίζας τὰς εἰσδυομένας τῶν δένδρων ἐκτεμοῦμεν· ἐπειδὴ ἔτι ἁπαλὰ ὄντα τὰ φυτὰ τῶν ἀμπέλων, ἐὰν μείζοσι καὶ ἰσχυροτέραις προσβάλῃ ῥίζαις, θλίβεται καὶ ἐνοχλεῖται· | |
5 | διὸ δεῖ μεταξὺ εἶναι διάστημα πολὺ τῶν φυτῶν τῆς | |
ἀμπέλου καὶ τῶν δένδρων. | 144 | |
5.21t | Περὶ τῆς τῶν ἀμπέλων ἐπιμελείας. Δαμηγέροντος. | |
5.21.1 | Τῶν ἄρτι φυτευθεισῶν ἀμπέλων τὸ περιττεῦον ἀποτέμνειν δεῖ, οὐ λοξῇ τομῇ, οὐδὲ πλησίον τοῦ ὀφθαλμοῦ, ἀλλὰ ἀπέχουσαν πλέον δακτύλων δύο, μὴ πρὸς βοῤῥᾶν, ἀλλὰ πρὸς μεσημβρίαν, ὄπισθεν τοῦ | |
5 | ὀφθαλμοῦ τὴν τομὴν γινομένην, ἵνα μὴ τὸ καταῤῥέον ἐξ αὐτῆς δάκρυον βλάπτῃ τὸν ὑποκείμενον ὀφθαλμόν. | |
5.21.2 | ἐὰν δὲ τὸ ὑγρὸν τοῦτο ἐνοχλῇ, χρίε τὴν τομὴν ἀμόργῃ ἑφθῇ ἀνάλῳ. τοὺς δὲ ὀφθαλμοὺς γυρωτέον δεύτερον, εἴθε δὲ καὶ τρίτον. τινὲς δὲ καὶ κόπρον προσεμβάλ‐ λουσι. | |
5.21.3 | τῷ δευτέρῳ ἔτει τοῖς ἓξ μησὶ κατὰ μῆνα σκαπτέον. τριετεῖς δὲ ἀρχομένας γίνεσθαι τὸ ἐπιπολῆς περιττὸν πρίζοντα ἐπιμελῶς περιαιρεῖν χρή, καὶ μετὰ τὸ μετόπωρον κοπρίζειν διὰ βάθους ποδός. | |
5.21.4 | Τὰς μέντοι ἐν τοῖς ὑγροτέροις τόποις ἀμπέλους γυρώσομεν, καὶ τὰς ἐπιπολαίους ῥίζας ἐάσομεν, ἵν’ ἐπειδὴ διὰ τὴν πολλὴν ὑγρότητα εἰς βάθος διαμένειν οὐ δύνανται | |
5 | αἱ ῥίζαι ἐπικλυζόμεναι, εἰς πλάτος γοῦν χωροῦσαι διαρκέσαι δυνηθῶσι, τὴν τῆς γῆς δύναμιν μὴ ἐν τῷ | |
βάθει ἔχουσαι, ἐκ πλάτους δὲ ἀνασώζουσαι. | 145 | |
5.22t | Πόσα κλήματα καταλιμπάνειν χρὴ τῇ τετραετεῖ ἀμπέλῳ, καὶ ποταποῖς χάραξι προσ‐ δεσμεῖν. Τοῦ Αὐτοῦ. | |
5.22.1 | Τῷ τετάρτῳ ἔτει τῶν νεοφύτων ἱκανὰ τρέφειν δύο κλήματα, οἷς οὐ χρὴ πλεῖον ὀφθαλμῶν δʹ, καὶ τοὺς μὲν πρὸς τῷ στελέχει βʹ ἐκτυφλοῦν, ἀποξέοντα τῷ δρεπάνῳ, καὶ κωλύοντα τὴν βλάστησιν, τοὺς δὲ | |
5 | ἀνωτέρω δύο ἀπολιπεῖν εἰς αὔξησιν τοῦ φυτοῦ. | |
5.22.2 | Ἔαρος δὲ ἀρχομένου κλαδεύσαντα παραπηγνύναι χάρακα χρὴ ἰσχυράν, ὀρθήν, μῆκος ἀπὸ πέντε ἕως ζʹ ποδῶν. ἔστω δὲ μὴ λεπτοτέρα καλάμου τοῦ γενναιοτά‐ του, ὅπως μήτε βαρύνοι μήτε σκιάζοι τὸ φυτόν. | |
5.22.3 | καλλίων δὲ χάραξ ἡ μὴ ἔχουσα φλοιόν, εἰς γὰρ τὴν ἔχουσαν κανθαρίδες, καὶ ὅσα εἴωθε λυμαίνεσθαι τὴν ἄμπελον, εἰσδύονται καὶ κατακρύπτονται. παρεκτεί‐ ναντα δὲ τὸ φυτὸν χρὴ προσδεσμεῖν τῇ χάρακι. | |
5.22.4 | αὐτῇ δὲ τῇ τελείᾳ ἀμπέλῳ ἑξαετεῖ γενομένῃ τὴν κλαδείαν εἰς ὤμους γʹ ἢ δʹ κατὰ τὴν δύναμιν τοῦ φυτοῦ προσ‐ ακτέον, καὶ ἑκάστῳ κλήματι καὶ ὠμοχάρακα παραστα‐ | |
5 | τέον, τὴν δυναμένην φέρειν ὁμοῦ τοῖς κλήμασι καὶ | |
τοὺς βότρυας. | 146 | |
5.23t | Περὶ κλαδείας. Παμφίλου. | |
5.23.1 | Ἄρχεσθαι δεῖ τῆς κλαδείας ἀπὸ μηνὸς Φεβρου‐ αρίου, ἢ Μαρτίου, ἀπὸ ιεʹ Φεβρουαρίου ἕως Μαρ‐ τίου κʹ. | |
5.23.2 | ἔνιοι δὲ μετὰ τρυγητὸν εὐθὺς κλαδεύουσι, τῇ ἀποθέσει τῶν κλημάτων κουφίζεσθαι τὴν ἄμπελον λέγοντες, καὶ οὐχ ὥσπερ ἐπὶ τοῦ ἔαρος, δακρύουσαν τὴν τροφὴν ἀπολλύειν. | |
5.23.3 | Ὅμως δὲ αἱ ἐν τῷ φθινο‐ πώρῳ κλαδευθεῖσαι θᾶττον ἐν τῷ ἔαρι βλαστάνουσι, κᾂν γένηται τὸ ἔαρ ψυχρόν, καὶ πάχνη ἐπιπέσῃ, καυ‐ θήσονται. | |
5.23.4 | διὸ κάλλιον ἐν τοῖς ψυχροτέροις τόποις προτέμνειν μᾶλλον, καὶ μὴ τελείως κλαδεύειν, τουτ‐ έστι συγχωρεῖν φανεροὺς ὀφθαλμοὺς καὶ κλήματα, ἃ ἂν πάλιν τῷ ἔαρι κλαδεύειν ἀναγκαῖον. | |
5.23.5 | Ἄρχεσθαι δὲ δεῖ τῆς κλαδείας οὐ πρωΐ, ἀλλ’ ὅταν ὑπὸ τοῦ ἡλίου ἥ τε πάχνη διαλυθῇ, καὶ τὸ κλῆμα χλιανθῇ. δεῖ δὲ τὰ πρὸς τὴν κλαδείαν δρέπανα ὀξύτατα καὶ | |
5 | τομώτατα εἶναι. | |
5.24t | Πρὸς εὐφορίαν ἀμπέλων καὶ καλλιοι‐ νίαν. Ἀφρικανοῦ. | |
5.24.1 | Εὐφορήσει ἡ ἄμπελος, τοῦ κλαδεύοντος αὐτὴν | |
κισσῷ στεφομένου. εἰ δὲ καὶ δρυΐνης βαλάνου συγκε‐ κομμένης εἰς κυάμου μέγεθος, καὶ ὀρόβους ἀλέσας ἅπαξ, ὡς συνθλάσαι μόνον καὶ διελεῖν, ἐμβαλεῖς εἰς | 147 | |
5 | τόπους τῶν φυτῶν, καὶ πρὸς κράτησιν τῶν οἴνων, καὶ πρὸς πολυκαρπίαν συμβάλλεται. | |
5.24.2 | Καὶ τὰ πυκνό‐ φθαλμα κλήματα πολυφόρον ποιεῖ τὴν ἄμπελον, καὶ ἡ μεταφύτευσις τῶν ἀμπέλων πρὸς πολυκαρπίαν καὶ καλλιοινίαν συμβάλλεται. | |
5.24.3 | Εὐφορεῖν ποιήσεις ἄμπε‐ λον, γλυκύριζαν εἰς μέσον φυτεύων. | |
5.25t | Πότε δεῖ σκάπτειν τὰς τελείας ἀμπέ‐ λους, καὶ ποία τοῦ σκάφου ὠφέλεια. Ἀνατολίου. | |
5.25.1 | Σκάπτειν δὲ χρὴ πρὸ βλαστοῦ προβολῆς, ὁμοῦ γὰρ τῇ πρώτῃ γεννήσει τῶν βοτρύων καὶ τῆς βλάστης φυομένης, ὁ μετὰ τὴν ἐκβλάστησιν σκάπτων πολὺ ἐκσείει καὶ ἀποβάλλει τοῦ καρποῦ τῇ κινήσει, διόπερ | |
5 | θᾶττον σκάπτειν ἄμεινον. | |
5.25.2 | ὁ δὲ πολὺς σκάφος, καὶ ἡ τῆς γῆς πλείων διάχυσις βίου καὶ τροφῆς τῇ ἀμ‐ πέλῳ καὶ πολυκαρπίας αἴτιος. | |
5.25.3 | οὗτος ἐὰν μὴ φθάσῃ ἐξαρκεῖν προβαλλουσῶν τὴν βλάστην, κάλλιον ἐπι‐ σχεῖν τὸν σκάφον, καὶ ἰσχυρᾶς γενομένης τῆς βλά‐ στης οὕτως τὰ ὑπολειφθέντα ἐργάζεσθαι. | |
5.25.4 | παρα‐ τηρεῖν δὲ δεῖ, ὅπως μὴ σκάπτοντες τῇ δικέλλῃ τὸ στέλεχος τρώσαντες ἢ νύξαντες βλάψωσιν. ἡ γὰρ τραυ‐ ματισθεῖσα νοσεῖ, καὶ ἀκαρπεῖ. | 148 |
5.26t | Πῶς δεῖ ἐν τῷ καιρῷ τῆς γυρώσεως κοπρίζειν. Τοῦ Αὐτοῦ. | |
5.26.1 | Οἱ κατὰ τὴν Λιβύην καὶ Ἀνατολὴν τὰς ἀμπέ‐ λους γυρώσαντες οὐκ εὐθέως συγχωννύουσιν, ἀλλ’ ἐῶσι τοὺς γυροὺς δι’ ὅλου χειμῶνος. | |
5.26.2 | οἱ δὲ ἐν τοῖς ἐπόμβροις τόποις, θᾶττον αὐτὰς ἐπισυγχωννύουσιν, ἀπο‐ κλείοντες τῇ γῇ τὰς ῥίζας, ἐκροίας τὰς ὁδούς. καὶ οἱ μὲν βαθύτερον γυρὸν ποιοῦσιν, οἱ δὲ ποδιαῖον | |
5 | βάθος. | |
5.26.3 | τὰς δὲ τελείας πρὸς τῷ γυρῷ κοπρίζουσι κόπρῳ βοῶν, ἢ προβάτων, ἢ χοίρων, ἢ ἄλλων θρεμ‐ μάτων. ἡ δὲ τῶν περιστερῶν θερμοτάτη οὖσα, πρὸς μὲν τὸ ταχέως βλαστάνειν τὰς ἀμπέλους ἐπιτηδεία | |
5 | ἐστί, πρὸς δὲ καλλιοινίαν ἀνεπιτηδεία. | |
5.26.4 | Δεῖ δὲ ἑκάστῃ τῶν ἀμπέλων ὁποιασδήποτε κόπρου ἐκ τῶν προειρημένων δʹ κοτύλας ἐπιῤῥίπτειν. | |
5.26.5 | οὐ χρὴ μέντοι αὐτῷ τῷ πρέμνῳ τῆς ἀμπέλου ἐπιβάλλειν τὴν κόπρον, ἀλλ’ ὀλίγον μακροτέρω, ἵνα καὶ αἱ πόῤ‐ ῥωθεν ῥίζαι μεταλαμβάνωσι τῆς θερμότητος, καὶ | |
5 | μὴ ἀθρόως ἐπιβληθεῖσα ἡ κόπρος γυμναῖς ταῖς ῥίζαις, κατακαύσῃ αὐτάς. | |
5.26.6 | εἰ δὲ μὴ εὐποροίης κόπρου, ἄχυρα γοῦν τὰ τῶν κυάμων, καὶ τὰ τῶν ἄλλων ὀσπρίων ἀντὶ κόπρου ἀρκέσει. ταῦτα γὰρ καὶ πρὸς | |
τοὺς πάγους ὠφελεῖ τὰς ἀμπέλους, καὶ ἀντίκεινται | 149 | |
5 | τοῖς φθοροποιοῖς ἑρπετοῖς. | |
5.26.7 | καὶ γίγαρτα δὲ κόπρον ποιεῖ, πολλῷ δὲ κάλλιον οὖρον παλαιόν. | |
5.26.8 | Τὰς μέν‐ τοι ἐνιαυσιαίας μετρίως καὶ γυροῦσι καὶ κοπρίζουσι, καὶ διετεῖς δὲ ὁμοίως γενομένας μέχρι πενταετίας, κατ’ αὔξησιν δηλονότι γινομένην. | |
5.26.9 | ἐν μέντοι τοῖς δυσ‐ χειμέροις τόποις παρ’ ἐνιαυτὸν τοῦτο ποιεῖν ἐπὶ τῶν νέων χρησιμώτερον. εἰ δὲ καὶ κρύσταλλος ἐν τοῖς τόποις ἐκείνοις πήγνυτο, καὶ κορυφοῦν τὴν περὶ τὰ | |
5 | πρέμνα γῆν προσήκει. | |
5.26.10 | Φιλοκαλώτερον δὲ ἄν τις κοπρίσειεν, εἰ ἐν μὲν τῇ ψαμμώδει γῇ κόπρῳ χρή‐ σαιτο προβατείᾳ ἢ αἰγείᾳ (εἶναι γὰρ ταύτας ἁπαλὰς δῆλόν ἐστιν), εἴς τε τὴν λευκάργιλλον βοείᾳ κόπρῳ· | |
5 | φύσει γὰρ αὐτὴν οὖσαν ἀσθενῆ τὸ γλυκίζον τῆς κό‐ πρου καὶ λιπαρὸν αὐτάρκως παραμυθεῖται. | |
5.27t | Περὶ χαρακώσεως. Διδύμου. | |
5.27.1 | Τέμνουσί τινες χάρακας, οἱ μὲν Δεκεμβρίῳ καὶ Ἰαννουαρίῳ μηνί, οἱ δὲ Ἰουλίῳ καὶ Αὐγούστῳ, καὶ οἱ μὲν ταπεινότερον, οἱ δὲ ὑψηλότερον χαρακοῦσι. | |
5.27.2 | τὰς μὲν οὖν ἀμιννίους ὑψηλότερον τῶν ἄλλων δεῖ χαρα‐ κοῦν ποδὶ ἑνί, οὐ πλέον δὲ ἓξ ποδῶν. | |
5.27.3 | ἐν δὲ τῇ λεπτογείῳ καὶ ξηρᾷ καὶ ἀμμώδει, καὶ ὑπὸ σφοδρῶν ἀνέμων ἐνοχλουμένῃ, ταπεινότερον χρὴ τὸ φυτὸν ποι‐ εῖν, οὐ μὴν ἔλαττον τεσσάρων ποδῶν. | |
5.27.4 | Τοὺς δὲ χάρακας ἐκατέρωθεν ὀξύνειν χρή, ζεούσῃ δὲ πίσσῃ τὰ ἄνωθεν μόνα μέρη, μὴ μέντοι τὰ εἰς τὴν γῆν πηγνύ‐ μενα, ἀλείφειν. | 150 |
5.27.5 | ἑστηκέτωσαν δὲ αἱ χάρακες ὀρθαί, μηδὲ συγκαμπτέσθωσαν, ἵνα μὴ τὰς ἀμπέλους ὁμοίας ἑαυταῖς ποιήσωσιν. | |
5.28t | Περὶ βλαστολογίας. Σωτίωνος. | |
5.28.1 | Τὰς περισσὰς βλάστας ἔτι ἁπαλὰς οὔσας ἀφαι‐ ρεῖν χρή, πολλὴν γὰρ τῇ ἀμπέλῳ διάπνευσιν παρέξεις. | |
5.28.2 | βλαστολογεῖν δὲ χρὴ διὰ τῆς χειρὸς ἀλύπως. τῆς δὲ αὐτῆς ἐμπειρίας ἐστὶ καὶ κλαδεύειν καὶ βλαστολο‐ γεῖν. διὸ ἐνίοτε οἱ ἔμπειροι καὶ τὸ κλῆμα τὸ ἔχον καρπὸν ἀφαιροῦσι, καὶ τὸ μὴ ἔχον ἐῶσι. | |
5.28.3 | Τῆς δὲ νέας ἀμπέλου πλέον ἀφαιρεῖν δεῖ τὰς βλάστας, ἵνα μὴ βαρύνηται. | |
5.28.4 | Ὅταν δὲ ἡ θερμότης τοῦ ἡλίου ἄρχηται ἀμβλύνεσθαι, ἀφαιρεῖν τὰ φύλλα χρή, ἵνα πάντες οἱ βότρυες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι πε‐ παίνωνται. | |
5.28.5 | ἔτι δὲ αὐξοῦσα ἡ ἄμπελος ὀφείλει σκάπτεσθαι. | |
5.29t | Περὶ δευτέρας βλαστολογίας. Παξάμου. | |
5.29.1 | Τῶν νεωστὶ φυτευθεισῶν ἀμπέλων, ἅμα τῷ | |
βλαστῆσαι μετὰ τὸ ἀπανθῆσαι, τὸ περισσὸν περὶ τὴν βλάστην ἀφαιρεῖν δεῖ ἀτρέμα καὶ χωρὶς βίας. | 151 | |
5.29.2 | Τὰς δὲ σηπούσας τὸν καρπὸν ἀμπέλους, καὶ μόλις ποτὲ πεπαινούσας, διὰ τὴν τῆς γῆς ὑγρότητα καὶ τὴν τῶν φύλλων πυκνότητα, προκαθαίρειν δεῖ ἐκ πλαγίου τὰ | |
5 | φύλλα πρὸ λʹ ἡμερῶν τοῦ τρυγητοῦ, ἵνα εἰσπνέοντες οἱ ἄνεμοι ἀναψύχωσι τὴν σταφυλήν. | |
5.29.3 | τὰ δὲ κατὰ τὴν κορυφὴν φύλλα ἐατέον, ἵνα τὴν ὑπερβάλλουσαν τοῦ καύματος ἀκμὴν σκεπόμεναι, ἐπισκιάζωνται τὸν κατὰ κορυφῆς ἥλιον. | |
5.29.4 | Εἰ μέντοι πολὺς ὄμβρος ἐν τῷ μετοπώρῳ γένηται, ὡς αὐξῆσαι λίαν διοιδούσας τὰς ῥάγας, ἵνα μὴ ὀξίσῃ ὁ οἶνος, περιαιρετέον καὶ τὰ κατὰ κορυφῆς φύλλα. | |
5.29.5 | τινὲς δὲ ἐν τοῖς θερμοτέροις καὶ ξηροτέροις τόποις καὶ σκέπουσι τὸν καρπὸν φρυ‐ γάνοις καὶ ἀκάνθαις, οὐκ ἀρκούντων τῶν φύλλων. | |
5.29.6 | Ὁ δὲ ἀμπελουργὸς περιερχέσθω συνεχῶς τὸν ἀμ‐ πελῶνα, τὰς χάρακας ὀρθῶν, καὶ τὸν ζυγὸν ἰσάζων (ζυγὸς δὲ καλεῖται ἡ τῆς ἀμπέλου πρὸς τὴν χάρακα συζυγία), εἰδὼς ὅτι ὥσπερ ἡμεῖς ἐφ’ ἓν μέρος ἐπικλι‐ | |
5 | θέντες τοῦ σώματος κάμνομεν, οὕτω καὶ ἄμπελοι ἐπι‐ κλιθεῖσαι καὶ μὴ ὀρθαὶ ἑστηκυῖαι βλάπτονται. | |
5.30t | Ὥστε ἄμπελον φθεῖρας ἢ κάμπας μὴ ποιεῖν, μηδὲ ὑπὸ παγετοῦ ἀδικεῖσθαι. Ἀφρικανοῦ. | |
5.30.1 | Ἀρκείῳ στέατι τὸν φλοιὸν ἐπίχριε, καὶ οὐ ποιή‐ | |
σει φθεῖρας ἡ ἄμπελος, ἢ ἀρκείῳ στέατι τὰ δρέπανα χρίε μηδενὸς εἰδότος, ἐν οἷς τὰς ἀμπέλους τέμνεις· ἡ γὰρ τοῦ ἀλείμματος γνῶσις καταλύει τὴν ὠφέλειαν· | 152 | |
5 | καὶ οὔτε φθεῖρες, οὔτε παγετὸς ἀδικήσει τὴν ἄμπελον· ἢ χρίε τὰ δρέπανα σκορόδῳ τετριμμένῳ μετὰ ἐλαίου. | |
5.30.2 | Ἐὰν δὲ τὰς ἐν τοῖς ῥόδοις εὑρισκομένας κάμπας ἐν ἐλαίῳ ἑψήσας ἀλείψῃς τὰ δρέπανα, οὔτε ἀπ’ ἄλλου ζώου, ἢ πάχνης ἀδικηθήσεται ἡ ἄμπελος. | |
5.30.3 | Ἢ στέατι τράγου ἢ αἵματι βατράχου χρίε τὰ δρέπανα, ἢ τὴν ἀκόνην σποδὸν μετὰ ἐλαίου προχρίσεις, καὶ οὕτως ἀκονήσεις τὰ δρέπανα. | |
5.30.4 | Ἀμπέλου κλήματα καύσας, καὶ φυράσας τῷ δακρύῳ τῆς ἀμπέλου, μετὰ οἴνου κατάθου εἰς μέσον τοῦ ἀμπελῶνος, καὶ οὐκ ἔσονται σκώληκες. | |
5.31t | Ὥστε ὑπὸ πάχνης ἢ ἐρυσίβης μὴ ἀδι‐ κεῖσθαι τὰς ἀμπέλους. Διοφάνους. | |
5.31.1 | Ἀπόθου ἐν τῷ ἀμπελῶνι κατὰ διάφορα διαστή‐ ματα κόπρον ξηρὰν κατ’ ἄνεμον τοῦ ἀμπελῶνος, καὶ ὅταν ἴδῃς ἐφισταμένην τὴν πάχνην, ὕφαψον τὴν κό‐ προν· ἐνεχθεὶς γὰρ ὁ καπνὸς διασκεδάσει τὴν πάχνην. | |
5.31.2 | τὰς δὲ ὑπὸ πάχνης εὐκόλως ἀποκαιομένας ἀμπέλους βραδύτερον χρὴ κλαδεύειν, ὅταν πρὸς βλάστην κινῶν‐ ται· οὕτω γὰρ βράδιον ἐξανθήσουσιν. | |
5.31.3 | ὥσπερ οὖν | |
καὶ ἵππουρις ἄμπελος πεπίστευται ἔλαττον φροντίζειν πάχνης, ὅτι, οἶμαι, βραδέως βλαστάνει, θερμοῦ ἤδη ὄντος τοῦ ἡλίου. | 153 | |
5.31.4 | οἱ δὲ κύαμον σπείρουσιν εἰς τοὺς ἀμπελῶνας, καὶ οὐ βλαβήσεσθαι τὰς ἀμπέλους ὑπὸ πάχνης πιστεύουσιν. | |
5.32t | Ἄλλο περὶ πάχνης. | |
5.32.1 | Ἐὰν συμβῇ βλαβῆναι ὑπὸ πάχνης τὰς ἀμπέλους, καὶ δῆλος ᾖ ὁ καρπὸς ἀπολωλώς, δεῖ ἐπιτεμεῖν αὐτὰς καὶ βραχυτομῆσαι, ἵνα ἡ δύναμις διαμείνῃ· ἀποδώσει γὰρ τῷ ἑξῆς ἔτει καὶ τὸν πρότερον καρπόν. | |
5.32.2 | Τινὲς δὲ διὰ πείρας ἐν Βιθυνίᾳ μαθόντες διαβεβαιοῦνται, ὅταν ᾖ ὕποπτος ἡ πάχνη, προσήκει μυρίκης μὲν μά‐ λιστα, εἰ δὲ μή, οἱουδήποτε ξύλου τέφραν προσανα‐ | |
5 | λικμᾶν τῷ ἀμπελῶνι. οὕτω γὰρ προσιζάνουσα ἡ τέφρα τοῖς ὀφθαλμοῖς, τὴν ἐμπίπτουσαν πάχνην ἐκ‐ κρούσεται. | |
5.33t | Περὶ ἐρυσίβης. Βηρυτίου. | |
5.33.1 | Ἅμα τῷ συνίστασθαι ἐν τῷ ἀέρι τὴν ἐρυσίβην ἰδὼν εὐθὺς βοὸς κέρας ἀριστερὸν σὺν βολβίτῳ καίειν, καὶ καπνὸν πολὺν ποιεῖν κύκλῳ τῆς ἀρούρας κατὰ ἄνεμον, ἵνα ὁ ἄνεμος πάντα τὸν καπνὸν πρὸς τὴν | |
5 | ἐρυσίβην φέρη, διασκεδάσει γὰρ τὴν αἰτίαν τοῦ ἀέρος ὁ καπνός. | |
5.33.2 | Ἀπουλήϊος δέ φησι, τριῶν καρκίνων καυθέντων μετὰ βολβίτων ἢ ἀχύρων καὶ αἰγείας κόπρου, αὐτάρκως ὠφελεῖν. | 154 |
5.33.3 | Ἐὰν δὲ συμβῇ ὑπὸ τῆς ἐρυσίβης προληφθῆναι, ἀνασκευάσεις τὴν βλάβην οὕτως· σικύων ἀγρίων ἢ κολοκυνθίδος τὰς ῥίζας ἢ τὰ φύλλα συγκόψας, καὶ βρέξας ὕδατι, τὰ καταληφθέντα | |
5 | ὑπὸ τῆς ἐρυσίβης κατάῤῥαινε πρὶν ἀνατεῖλαι τὸν ἥλιον· τὸ δὲ αὐτὸ ποιεῖ καὶ σποδιὰ ὁμοίως βραχεῖσα συκίνη ἢ δρυΐνη καὶ καταῤῥανθεῖσα. | |
5.33.4 | Φησὶ δὲ Ἀπουλήϊος, ἐὰν δάφνης ἐν τῇ ἀρούρᾳ κλάδους βάλῃς, μεταβαίνειν εἰς αὐτοὺς τὴν βλάβην τῆς ἐρυσίβης. | |
5.33.5 | Εἰδέναι δὲ χρή, ὅτι ταῖς πανσελήνοις μάλιστα πάντα ἐρυσιβοῦνται· ἐξαιρέτως δὲ ὁ σῖτος, διὰ τὸ τότε τὴν σελήνην θερμοτάτην οὖσαν καὶ ὑγρὰν σήπειν τῆς νυκτὸς τοὺς καρπούς. | |
5.33.6 | Τινὲς δὲ σίλουρον τὸν ἰχθὺν κατατεμόντες καίουσι κατὰ ἄνεμον, κατὰ πᾶν μέρος τοῦ χωρίου τὴν ὀσμὴν ποιοῦντες. | |
5.33.7 | ἀντιπαθεῖ δὲ ὁμοίως, ἐὰν κοσκίνῳ φώκης δορὰ περιταθῇ τρη‐ θεῖσα, τοῦ τε σπέρματος διὰ κοσκίνου διηθουμένου, καὶ ἐπισπειρομένης τῆς γῆς. | |
5.33.8 | Τὸ δ’ αὐτὸ τοῦτο καὶ χάλαζαν οὐκ ἐᾷ πεσεῖν, φυσικῇ τινι ἀντιπαθείᾳ | |
βοηθοῦν. | 155 | |
5.34t | Θεραπεία ἀμπέλων ξηραινουσῶν τὸν καρπόν. Οὐϊνδανιωνίου. | |
5.34.1 | Ὅταν ἡ ῥὰξ τοῦ βότρυος ὀροβιαία γενομένη ξηραίνεσθαι ἄρχηται, τότε πᾶν τὸ ξηραινόμενον τοῦ βότρυος μέρος, παραψάμενος καὶ τοῦ ὑγιοῦς, μᾶλλον δὲ ἀπὸ τοῦ ὑγιεινοτέρου τοῦ πλησιάζοντος τοῖς ξηραι‐ | |
5 | νομένοις, ἀφαιρεῖς, ἔπειτα κατάχριε τὴν τομὴν τέφρᾳ μεμιγμένῃ ὄξει δριμυτάτῳ. | |
5.34.2 | καλλίων δὲ ἡ τέφρα ἡ ἐκ τῶν κλημάτων. οὕτω γὰρ τὰ νοσεῖν μέλλοντα τοῦ βότρυος ἀλειφθέντα, στήσει τὴν βλάβην· καὶ τῆς ἀμ‐ πέλου δὲ τὸ πρέμνον ὁμοίως περιχριέσθω. | |
5.34.3 | Τινὲς δὲ καὶ τὰ κάτω τοῦ στελέχους τὰ περὶ τὰς ῥίζας οὔρῳ παλαιῷ καὶ δριμυτάτῳ καταῤῥαίνουσι. ταύτῃ γὰρ τῇ θεραπείᾳ οὐ μόνον ὁ καρπὸς σωθήσεται, ἀλλὰ καὶ ἡ | |
5 | ἄμπελος πολυχρόνιος καὶ εὐθαλὴς γενήσεται. | |
5.35t | Περὶ ἀφόρων ἀμπέλων. Δημοκρίτου. | |
5.35.1 | Τὸ πρέμνον σχίσον σμίλῃ ἢ τερέτρῳ, κάλλιον δὲ σφηνὶ δρυΐνῳ, καὶ λίθον ἔμβαλλε εἰς τὴν σχίσιν, ὥστε ἀποστῆσαι ἀπ’ ἀλλήλων τοῦ πρέμνου τὰ μέρη, καὶ ἔγχεε εἰς αὐτὸ οὖρον ἀνθρώπειον παλαιὸν ὡσεὶ | |
5 | κοτύλας δʹ περιχέων ἠρέμα παντὶ τῷ πρέμνῳ, ὥστε καὶ τὰς ῥίζας κατασταγῆναι, εἶτα ἔμβαλλε κόπρον γῇ μεμιγμένην. | |
5.35.2 | χρὴ μέντοι τὴν τοῦ λίθου εἰς τὸ στέλεχος ἔνθεσιν ποιουμένους, ἀποσκάψαι τὰ περὶ τὴν ῥίζαν· τὴν δὲ θεραπείαν φθινοπώρῳ ποιεῖν εὐ‐ καίρως. | 156 |
5.36t | Περὶ ἀστροπλήγων ἀμπέλων. Κασιανοῦ. | |
5.36.1 | Τὰς ἀστροπλήγους γενομένας ἀμπέλους γνω‐ ρίσεις μὲν ἐκ τοῦ τὰ φύλλα πάνυ ὑπέρυθρα ἔχειν· θεραπεύσεις δέ, τερέτρῳ πάνυ διακόψας τὸ στέλεχος, καὶ διὰ τοῦ τρυπήματος δρύϊνον πάσσαλον ἐμβαλών· | |
5 | ἢ ἀπορύξας βραχὺ τῆς ῥίζης, καὶ ἐμβαλὼν ὁμοίως πάσσαλον, περιχώσεις τῇ γῇ, καὶ οὕτως θεραπεύσεις τὴν ἄμπελον. | |
5.36.2 | Οἱ δὲ ἄρδουσι τὰς τοιαύτας θαλαττίῳ ὕδατι· ἄλλοι δὲ καὶ ταύτας, καὶ τὰς ἀφ’ οἱουδήποτε ἐργαλείου πληγείσας, ἔλαιον μετὰ ἀσφάλτου ἑψήσαντες περιχρίουσιν. | |
5.36.3 | Ἄλλοι, ὡς ἐν Βιθυνίᾳ, διὰ πείρας ἔλαβον τὸ τὰς ἀστροπλήγους θεραπεύειν, ἥλῳ διαπεί‐ ραντες τὰ στελέχη. οἱ δὲ οὖρον ἀνθρώπειον τῷ στε‐ λέχει καὶ ταῖς ῥίζαις καταχέουσιν. | |
5.37t | Περὶ νοσουσῶν ἀμπέλων. Δαμηγέροντος. | |
5.37.1 | Τὴν νοσοῦσαν ἄμπελον τέφρᾳ κληματίνῃ ἢ | |
δρυΐνῃ μιχθείσῃ μετὰ ὄξους καταῤῥαίνων τὸ πρέμνον θεραπεύσεις. σφόδρα δὲ ὠφελεῖ καὶ τὸ οὖρον τὸ ἀν‐ θρώπειον εἰς τὰς ῥίζας ἐγχεόμενον. | 157 | |
5.37.2 | Τινὲς δὲ τὰς νοσούσας ἀμπέλους ἐκτέμνουσι παρὰ τὴν γῆν, εἶτα προσχωννύουσιν ἐλαφρῶς τῇ γῇ παρακειμένῃ, μίξαν‐ τες ὀλίγην κόπρον, καὶ ὅταν οἱ βλαστοὶ φύωσι, τοὺς | |
5 | μὲν ἀσθενεῖς περικαθαίρουσι, τοὺς δὲ εὐγενεῖς ἐῶσι, καὶ πάλιν τῷ ἑξῆς ἔτει τὸν ἐπιτηδειότερον τῶν καταλειφθέντων ἐπιλεξάμενοι, τοὺς λοιποὺς περιαι‐ ροῦσιν. | |
5.38t | Περὶ δακρυροουσῶν ἀμπέλων. Σωτίωνος. | |
5.38.1 | Αἱ πολὺ τὸ δάκρυον ἀφιεῖσαι ἄμπελοι, ἄπεπτον καὶ μὴ διαδεδομένον εἰς πᾶν τὸ τῆς ἀμπέλου σῶμα ἀποβάλλουσι. | |
5.38.2 | δρεπάνῳ οὖν τὸ πρέμνον ἐγχαράξο‐ μεν, καὶ ἑλκοποιήσομεν, ἐὰν δὲ μηδὲν ἀνύῃ τὸ γενό‐ μενον, καὶ τῶν ῥιζῶν τὴν παχύτητα χαράξομεν, καὶ τρόπον τινὰ ἑλκώσομεν, καὶ τῇ ἀμόργῃ εἰς ἥμισυ | |
5 | ἑψηθείσῃ καὶ ψυγείσῃ χρίσομεν τὰς τομάς. | |
5.38.3 | τὸν δὲ ὑποκείμενον τῇ τομῇ ὀφθαλμὸν ἰξῷ ἐπαλείψομεν, ὅπερ | |
πολλῷ βέλτιον εἶναι δεδοκίμασται. | 158 | |
5.39t | Περὶ ῥυάδων ἀμπέλων. Τοῦ Αὐτοῦ. | |
5.39.1 | Τὰς ῥυάδας ἐκ τῶν φύλλων δοκιμάσεις λευκαι‐ νομένων καὶ ὑποξήρων γινομένων, τό τε κλῆμα πλατὺ καὶ ἱμαντῶδες καὶ ἁπαλὸν ἐχουσῶν. | |
5.39.2 | θεραπεύσεις οὖν τέφρᾳ πεφυραμένῃ ὄξει δριμυτάτῳ καταχρίων τὰ στελέχη, καὶ καταῤῥαίνων τὰ κύκλῳ μάλιστα τοῦ στελέ‐ χους. καὶ αὐτὰς δὲ τὰς ἀμπέλους τῇ τέφρᾳ ὑγρᾷ | |
5 | γενομένῃ καταψεκαστέον. | |
5.39.3 | Τινὲς δὲ θαλάττιον ὕδωρ ταῖς ῥίζαις ἐπιχέουσιν. ἄλλοι δὲ τῶν βοτρύων τὰ ἄκρα ἀφαιρεῖν καὶ κωλύειν σπουδάζουσιν. | |
5.39.4 | ἐκλήθη‐ σαν δὲ ῥυάδες, αἱ μὴ συνέχουσαι τὸν καρπόν, ἀπὸ τοῦ ῥεῖν. | |
5.40t | Περὶ ὑλομανουσῶν ἀμπέλων. Τοῦ Αὐτοῦ. | |
5.40.1 | Τὰς ὑλομανούσας μακροτομεῖν δεῖ, ἐκκληματού‐ μεναι γὰρ λοφῶσιν. ἐὰν δὲ ἐπιμείνωσι, γυρώσαντες ἄμμον ποταμίαν ἐπιφορήσομεν, καὶ ὀλίγον τέφρας. | |
5.40.2 | οἱ δὲ περὶ τὰς ῥίζας λίθους τιθέασιν, ἵνα ἀναψύ‐ | |
χωσι τὴν ἄμπελον. | 159 | |
5.41t | Περὶ τῶν σηπουσῶν τὸν καρπὸν ἀμ‐ πέλων. Βάρωνος. | |
5.41.1 | Εἰσί τινες αἱ ἀρτιτοκοῦσαι, ἀλλὰ σήπουσι τοὺς βότρυας, πρὶν ἀναθρέψαι καὶ πεπᾶναι. τὰς οὖν τοι‐ αύτας θεραπεύσεις ἀνδράχνης χυλῷ. | |
5.41.2 | ἄλλοι δὲ καὶ ἄλφιτα τῇ ἀνδράχνῃ μίξαντες, τὸ πρέμνον περιαλεί‐ φουσιν. Ἄλλοι τῇ ἀνδράχνῃ τὸ ἥμισυ τοῦ βότρυος χρίουσι. Τινὲς δὲ ταῖς ῥίζαις τέφρας παλαιᾶς κοτύ‐ | |
5 | λας δ’ ἐπιβάλλουσιν, ἢ ἄμμου. | |
5.42t | Περὶ τῶν ὑπὸ δικέλλης τραυματισθει‐ σῶν ἀμπέλων. Τοῦ Αὐτοῦ. | |
5.42.1 | Τὴν ὑπὸ δικέλλης ἤ τινος ἄλλου τραυματισθεῖ‐ σαν, εἰ ἡ πληγὴ ὑπὸ τὴν γῆν εἴη, περιπλασθήτω τὸ τραῦμα γῇ λεπτοτάτῃ, μίξας κόπρον αἰγείαν ἢ προ‐ βατείαν, καὶ περίδησον. εἶτα περίσκαλον τὸ στέλεχος, | |
5 | καὶ ἐπιμελοῦ αὐτῆς. | |
5.42.2 | εἰ δὲ περὶ τὴν ῥίζαν τὸ τραῦμα εἴη, λεπτῇ γῇ κόπρον ἀναμίξας ἁπαλὴν προσ‐ χώννυε, συνεχέστερον δὲ περίσκαλλε, περιστρέφων τὸ κλῆμα, μὴ ἐπικάμπτων· μὴ δὲ βιαιοτέρᾳ τῇ | |
5 | ἀγωγῇ χρῶ. | 160 |
5.43t | Πῶς δυνατὸν πρὸ τοῦ τρυγητοῦ προ‐ καταμανθάνειν τὴν ἐσομένην πολυοινίαν καὶ καλλιοινίαν, ἢ κακοοινίαν. Δημοκρίτου. | |
5.43.1 | Ῥάγα, τουτέστι κόκκον, τοῖς δακτύλοις λάβε ἠρέμα ἀπὸ τοῦ βότρυος· ἐὰν οὖν ὑγρόν τι ἐκπηδήσῃ, εὐφορίαν δηλοῖ. | |
5.43.2 | τινὲς δέ, εἰ πολὺς σῖτος γένηται, καὶ τὸν ὑγρὸν καρπὸν εὐθηνήσειν ὑπισχνοῦνται. | |
5.43.3 | Τὸν δὲ οἶνον καλὸν καὶ δυνατὸν ἔσεσθαι τεκμαιρό‐ μεθα, ἐὰν διὰ τοῦ ἔαρος ὄμβροι πλείους γένωνται. τὸ αὐτὸ δηλοῦσιν ὄμβροι γινόμενοι, καὶ ὀροβιαίας γενομένης τῆς σταφυλῆς καὶ ὀμφακιζούσης ἔτι. | |
5.43.4 | ὁ δὲ πρὸς αὐτὸν τὸν τρυγητὸν ὄμβρος γινόμενος οὐχ ὑδαρῆ μόνον, ἀλλὰ καὶ ἐκτροπίαν τὸν οἶνον ποιήσει. | |
5.44t | Φραγμοῦ σκευασία. Διοφάνους. | |
5.44.1 | Εἰ βούλει φραγμὸν ἔχειν ἀσφαλῆ, σκάψας τά‐ φρον πηχυαίαν πασσάλους κατάπηξον, καὶ ἔκτεινον σχοινίον κατὰ τῆς τάφρου· πρὸ μιᾶς δὲ ἡμέρας ἔστω‐ σάν σοι ἐν ἑτοίμῳ ἀληλεσμένοι ὄροβοι, καὶ καρπὸς | |
5 | βάτου καὶ παλιούρου καὶ ὀξυακάνθης, τὰ πάντα ἐμ‐ βεβρεγμένα εἰς πάχος μέλιτος, καὶ τοῦτο τὸ ἐκτετα‐ μένον σχοινίον τρίψον τῷ καρπῷ τῆς βάτου καὶ παλιούρου, καὶ ἐπιῤῥάνας τὸν τόπον τῷ ἀποβρέγματι, ἔασον βραχὺν χρόνον. | |
5.44.2 | ἔπειτα τὸν χοῦν τὸν ἀπὸ | |
τῆς τάφρου ἀναβληθέντα ἐπίβαλε, καὶ μετὰ ἡμέρας κηʹ βλαστοὺς φύσει τετραπαλαιστιαίους, οὓς μεταφύ‐ τευσον μὴ εἰς βάθος πλέον παλαιστῶν δʹ καὶ ἐντὸς | 161 | |
5 | δύο μηνῶν ὑπὲρ πηχυαῖον μέγεθος φυήσονται, ἔπειτα εἰς μέγα ὕψος ἀρθέντες ἀπείρξουσι τοὺς κλέπτας. ταῦτα δὲ ποίει ἐν ἰσημερίᾳ ἐαρινῇ. | |
5.44.3 | Εὐκόλως δὲ φραγμὸν ποιήσεις, ἐὰν σχοινίον τρίψας βάτου καρπῷ καὶ κατορύξας εἰς γῆν, καλάμους παχεῖς συγκόπτων φυτεύσῃς μικρῷ βάθει, πλαγίους βάλλων καὶ μὴ εἰς | |
5 | ὀρθόν, ἐπιβάλλων τῇ γῇ κόπρον. | |
5.44.4 | Ἔνιοι δὲ φρα‐ γμὸν ποιοῦσιν οὕτως· ἐκ τῶν ῥάβδων τῆς βάτου κόμ‐ ματα ποιοῦντες, καὶ τιθέντες αὐτὰ ἐν τοῖς φραγμοῖς χωννύουσιν ἐπὶ παλαιστιαῖον ὕψος, καὶ ἀρδεύουσιν | |
5 | ἕως βλάστης. | |
5.44.5 | Ἔνιοι δὲ τοῖς μώροις, τουτέστι τοῖς καρποῖς τῆς βάτου πεπανθεῖσι, παρατρίβουσι ταῖς χερσὶ σχοινίον, εἶτα γῇ προσχώσαντες μετὰ κόπρου ἀρδεύουσιν, ἕως ἂν βλαστήσῃ. | |
5.44.6 | Δημόκριτος δέ φησιν, ἀρχομένου ἔαρος ἕως ιεʹ ἡμερῶν καλῶς φυ‐ τεύεσθαι φραγμὸν τὸν τρόπον τοῦτον. σχοινίον πολὺ ἐν θαλάττῃ πονῆσαν καὶ λοιπὸν διασεσηπὸς βάτου | |
5 | σπέρματι καὶ τοῖς ἄλλοις τοῖς προειρημένοις ἀκανθώ‐ δεσι καὶ ὀρόβοις τρίψον, καὶ κατάχωσον ἐν τῇ τάφρῳ, καὶ ἄρδευε, εἰ δυνατόν, καθ’ ἑκάστην ἡμέραν· οὕτω γὰρ καὶ ταχέως καὶ τελείως φυήσεται ὁ φραγμός, καὶ | |
ἀσφαλὴς ἔσται. | 162 | |
5.45t | Πότε χρὴ τρυγᾶν τὰς ἀμπέλους, καὶ ποῖα ἔστι τεκμήρια τῆς τῶν σταφυλῶν πεπάν‐ σεως. Τοῦ Αὐτοῦ. | |
5.45.1 | Οὐκ ἔστι ῥάδιον διαγνῶναι, πότε χρὴ τρυγᾶν τὰς σταφυλάς. διό τινες πρὶν πεπανθῆναι αὐτὰς τρυγῶντες, λεπτὸν καὶ ἀσθενῆ καὶ οὐ μόνιμον τὸν οἶνον ποιοῦσιν· ἕτεροι δὲ βραδύτερον τρυγῶντες οὐ | |
5 | μόνον τὴν ἄμπελον βλάπτουσι, παρὰ τὸ δέον ἀχθοφο‐ ροῦσαν, ἀλλὰ καί, εἰ χάλαζα ἢ κρύσταλλος γένοιτο, εὐπαθέστερον τὸν οἶνον ἕξουσιν. | |
5.45.2 | Ἔστιν οὖν δοκι‐ μασία τοῦ καιροῦ τῆς τρύγης, οὐ μόνον ἀπὸ τῆς γεύ‐ σεως, ἀλλὰ καὶ ἀπὸ τῆς ὄψεως αὐτῆς· ὅμως δὲ καὶ σημειώσεις τινὰς παραδώσομεν· φασὶ γὰρ οἱ περὶ | |
5 | Δημόκριτον καὶ Ἀφρικανόν, ἓξ μόνας ἡμέρας, καὶ οὐ πλείους, καλῶς διαμένειν πεπανθεῖσαν τὴν σταφυλήν. ἐὰν οὖν τὸ γίγαρτον μηκέτι χλωρὸν διαφανῇ, ἀλλὰ μέλαν, σημαίνει αὐτὴν ὥριμον εἶναι. | |
5.45.3 | Οἱ δὲ θλί‐ βουσι τὰς ῥάγας, καὶ εἰ μὲν ἐκπηδήσει τὸ γίγαρτον γυμνόν, μὴ περιέχον τί ποτε τῶν σαρκῶν, ὡρίμους εἶναι πρὸς τρυγητὸν δοκιμάζουσι τὰς σταφυλάς· εἰ δὲ | |
5 | ἐκπηδήσῃ τὸ γίγαρτον μετὰ μέρους τῶν σαρκῶν, οὔ φασιν αὐτὰς ὡρίμους εἶναι. | |
5.45.4 | τινὲς δὲ ἐκ τοῦ ἄρχε‐ σθαι σταφιδοῦσθαι, τὴν πεπανθεῖσαν τεκμαίρονται σταφυλήν. | |
5.45.5 | Ἕτεροι δὲ δοκιμάζουσιν ὡρίμους εἶναι τὰς σταφυλὰς οὕτως· ὅθεν πυκνότατός ἐστιν ὁ βότρυς, | |
ἐκεῖθεν ἐξελόντες μίαν ῥάγα, μετὰ μίαν, ἢ δευτέραν ἡμέραν θεωροῦσι τὸν βότρυν. ἐὰν οὖν μείνῃ ἐπὶ | 163 | |
5 | σχήματος ὁ τῆς ῥαγὸς τόπος, ὡς τῶν παρακειμένων ῥαγῶν μηδεμίαν αὔξησιν λαβουσῶν, ἐπιταχύνουσι τὸν τρυγητόν· εἰ δὲ τὸν τῆς ῥαγὸς τόπον ἐλάττονα γενό‐ μενον θεάσονται, ὡς τῶν κύκλῳ ῥαγῶν αὐξηθεισῶν, ἐπέχουσι τὸν τρυγητὸν ἕως ἂν ἡ αὔξησις προβαίνῃ. | |
5.46t | Ἐν ποίῳ οἴκῳ οὔσης τῆς σελήνης χρὴ τρυγᾶν, καὶ ὅτι ληγούσης αὐτῆς καὶ ὑπογείου οὔσης τὸν τρυγητὸν δεῖ ποιεῖν. Ζωροάστρου. | |
5.46.1 | Δεῖ τρυγᾶν τῆς σελήνης οὔσης ἐν καρκίνῳ ἢ λέοντι ἢ ζυγῷ ἢ σκορπίῳ ἢ αἰγοκέρωτι ἢ ὑδροχόῳ. σπουδά‐ ζειν δὲ χρή, ληγούσης αὐτῆς καὶ ὑπογείου οὔσης τὸν τρυγητὸν ποιεῖσθαι. | |
5.47t | Πῶς δεῖ βοηθεῖν ταῖς ὀμφακιζούσαις σταφυλαῖς, ἢ ἄλλως πως διαφθαρείσαις, καὶ θεραπεύειν τὸν ἐξ αὐτῶν ἐσόμενον οἶνον. Λεοντίνου. | |
5.47.1 | Χρὴ πάσας τὰς ὀμφακιζούσας σταφυλάς, ἢ ἄλλως πως διαφθαρείσας, ἀποχωρίζειν τοῦ λοιποῦ καρποῦ, καὶ τὸ ἐξ αὐτῶν γλεῦκος θεραπεύειν οὕτως. ὕδωρ ὄμβριον ἑψεῖν χρὴ εἰς ἥμισυ, ἐκ τούτου τοῦ ἑψομένου | |
5 | ὕδατος, ὅσον γίνεται τοῦ γλεύκους δέκατον μέρος, | |
ἐπίχεε τῷ οἴνῳ· αὖθις δὲ σὺν τῷ γλεύκει ἕψησον, ὡς ἀπαναλωθῆναι τὸ δέκατον ἐν τῇ ἑψήσει. | 164 | |
5.47.2 | Τινὲς δὲ οὐχ οὕτως, ἀλλ’ αὐταῖς ταῖς σταφυλαῖς ἐμβάλλουσιν ὕδωρ, εἰκάζοντες πρὸς τὸ ἐσόμενον γλεῦκος τὸ τρίτον μέρος, καὶ μετὰ ταῦτα συμπατηθεισῶν τῶν σταφυλῶν | |
5 | τὸ γλεῦκος ἑψοῦσιν, ὥστε ἀπαναλωθῆναι αὐτοῦ τὸ τρίτον. | |
5.48t | Θεραπεία τῶν λυμαινομένων θηρίων τὰς ἀμπέλους. Ἀφρικανοῦ. | |
5.48.1 | Διαφθαρήσονται σκώληκες οἱ ταῖς ἀμπέλοις ἐνοχλοῦντες, ἢ ἐννοσσεύοντες τοῦ μέρους τοῦ ἀμπελῶ‐ νος, βολβίτων καπνισθέντων κατὰ ἄνεμον. | |
5.48.2 | οἱ δὲ χαλβάνην, ἢ κέρας ἐλάφειον, ἢ ὄνυχας αἰγείους, ἢ ἐλέφαντος πρίσμα, ἢ κρίνου ῥίζαν ἐν τῷ ἀμπελῶνι θυμιάσαντες, ἀπήλασαν αὐτόθεν τὰ θηρία. | |
5.48.3 | Ἀπελά‐ σεις δὲ ὁμοίως τὰ θηρία, καὶ γυναικὸς τρίχας θυμιά‐ σας, καὶ τὰς ὠμοτοκούσας γυναῖκας θεραπεύσεις, καὶ ὧν ἡ μήτρα ἄνω τρέχει· καὶ γὰρ αὗται ταῦτα τὰ | |
5 | πάθη διὰ τῆς τῶν τριχῶν θυμιάσεως θεραπεύονται. | |
5.48.4 | Ἄλλοι παιονίαν βοτάνην, ἄλλοι δὲ ὡσαύτως τὴν προσωπῖτιν καλουμένην θυμιάσαντες, ἢ παραφυτεύ‐ σαντες ταῖς ἀμπέλοις, ἀποδιώκουσι τὰ θηρία. | |
5.48.5 | τινὲς ὀπὸν καὶ ἔλαιον ἑψήσαντες χρίουσι τὰ πρέμνα τῶν ἀμπέλων, ἀπὸ τοῦ πυθμένος ὀλίγον ἐπάνω ἀρξάμενοι. | |
5.48.6 | ἵνα δὲ κάμπαι ἀμπέλους μὴ ἀδικοῖεν, σκόροδα λειώ‐ | |
σας χρίε τὰ δρέπανα. | 165 | |
5.49t | Πρὸς κανθαρίδας, καὶ τὰ μείζονα ζῶα τὰ λυμαινόμενα τὸν καρπόν. Τοῦ Αὐτοῦ. | |
5.49.1 | Ἵνα δὲ κανθαρίδες τὰς ἀμπέλους μὴ λυμαίνων‐ ται, αὐτὰς τὰς κανθαρίδας βρέξον ἐλαίῳ, καὶ ἔγχριε τὴν ἀκόνην, ἐφ’ ἧς ἀκονᾶσθαι μέλλει τὰ δρέπανα. | |
5.49.2 | οἱ δὲ πρὸς τὸ τὰ μείζονα θηρία ἀπελάσαι, κυνῶν κόπρον οὔρῳ βρέξαντες παλαιῷ τὰ κύκλῳ πάντα καταῤῥαίνουσιν. | |
5.50t | Φυσικὸν Δημοκρίτειον παράδοξον διὰ πείρας πολλάκις, πρὸς τὸ μήτε τὰς ἀμπέλους μήτε τὰ δένδρα μήτε τὰ λήϊα μήτε ἄλλο τι ὑπό τινος βλάπτεσθαι, καὶ μάλιστα ὑπὸ τῶν μειζό‐ | |
5 | νων θηρίων. Δημοκρίτου. | |
5.50.1 | Καρκίνους ποταμίους πλείστους, ἢ παγούρους θαλασσίους, μὴ ἔλαττον δὲ τῶν δέκα, εἰς ἀγγεῖον κεραμεοῦν μεθ’ ὕδατος ἔμβαλε, καὶ πωμάσας ἀπόθου ἐν ὑπαίθρῳ, ἵνα ἡλιάζηται ἐπὶ ἡμέρας δέκα. | |
5.50.2 | εἶτα λαβὼν πάντα, ὅσα βούλει ἀβλαβῆ μένειν, τούτῳ τῷ ὕδατι καταψεκάσαι, παρ’ ἡμέραν χρώμενος ἕως αὐ‐ | |
ξηθῶσι, καὶ θαυμάσεις τὴν ἐνέργειαν. | 166 | |
5.51t | Περὶ οἰνάνθης. Φλωρεντίνου. | |
5.51.1 | Ληπτέον τὴν οἰνάνθην ἀπὸ τῆς ἡδὺν οἶνον φερούσης ἀμπέλου, καὶ ἀπὸ τῆς ἀγρίας, μάλιστα δὲ ἀπὸ τῆς ἀναδενδρίτιδος. ληπτέον δὲ παρὰ τὸν καιρὸν τοῦ ἄνθους, τῶν βοτρύων δηλαδὴ ἀφαιρουμένων καὶ | |
5 | ξηραινομένων ἐν σκιᾷ. | |
5.51.2 | καὶ τῷ ἄνθει καθαρῷ κερα‐ μίῳ ἐμβληθέντι ἐπιχυτέον οἴνου εὐώδους παλαιοῦ καὶ ἑψητοῦ τὸ ἶσον. τριπτέον ταῖς χερσὶν ἐπιμελῶς, καὶ μάζας ποιητέον καὶ ἀποθετέον. | |
5.52t | Περὶ σταφιδοποιΐας. Τοῦ Αὐτοῦ. | |
5.52.1 | Πολλὰ μὲν εἴρηται τοῖς ἀρχαίοις περὶ σταφιδο‐ ποιΐας, ἐμοὶ δὲ ἤρεσε ταύτην οὕτω χειρίζειν. | |
5.52.2 | τοὺς πεπανθέντας βότρυας ἐκ τοῦ κλήματος ἐπιστρέψας, ἔασον ἐπὶ τῆς ἀμπέλου μαρανθῆναι, καὶ μετὰ ταῦτα ἀφελόμενος κρέμασον ἐν σκιᾷ, καὶ ἐξικμασθεῖσαν τὴν | |
5 | σταφυλὴν σύνθες εἰς ἀγγεῖον, ὑποστρωθέντων φύλλων ἀμπελίνων ἐψυγμένων ὑπὸ ἡλίου. | |
5.52.3 | μετὰ δὲ τὸ πλη‐ ρωθῆναι τὸ ἀγγεῖον, πάλιν ἄνωθεν ἐπίθες φύλλα τῆς ἀμπέλου, καὶ πωμάσας ἀπόθου εἰς οἴκημα κατάψυχρον καὶ ἄκαπνον. ἡ γὰρ οὕτω σκευασθεῖσα σταφὶς καὶ | |
5 | χρόνους μένει πολλοὺς καὶ ἡδίστη ἔσται. | 167 |
5.53t | Περὶ φυτείας καλάμων. | |
5.53.1 | Οἱ κάλαμοι χαίρουσι τοῖς εὐηλίοις τόποις, καὶ τρέφονται ὑπὸ τῶν ἀνέμων· φυτεύονται δὲ προηγου‐ μένως μὲν διὰ τῶν βολβῶν, αὕτη γάρ ἐστιν αὐτῶν ἡ καλλίων φυτεία. | |
5.53.2 | καὶ πλάγιος δὲ ὁ κάλαμος στρων‐ νύμενος ῥαδίως βλαστήσει. ἀλλήλων δὲ ἀπεχέτωσαν οἱ στρωννύμενοι, στρωννύσθωσαν δὲ ἐν βάθει δακτύ‐ λων γʹ ἢ δʹ, δεῖ δὲ τῶν στρωννυμένων ἕνα ἢ δύο | |
5 | ὀφθαλμοὺς ἄνω βλέπειν. | |
5.53.3 | τὰ δὲ ὀρθῶς φυτευόμενα δεῖ ἔχειν δύο γόνατα, καὶ ἐν βάθει δακτύλων ιβʹ φυτεύεσθαι. | |
5.53.4 | Καιρὸς δὲ τοῦ φυτεύειν, ὥς τινές φασιν, ἀρχομένου ἔαρος· ἐπειδὴ δὲ ταχέως ὑπὸ κρυ‐ στάλλου βλάπτονται, χρὴ ἐν τοῖς ψυχροτέροις τόποις περὶ τὸ μετόπωρον φυτεύειν. | |
5.53.5 | τέμνεται δὲ καὶ αὐ‐ τοετὴς ὁ κάλαμος μετὰ τροπὰς χειμερινάς, μέχρι γὰρ τούτου αὐξάνειν ὁ κάλαμος πεπίστευται. | |
5.53.6 | λέγουσι δὲ τοὺς ὑπὲρ καπνὸν τεθέντας καλάμους, τὰ κα‐ λούμενα θηρίδια ἶπας, ἃ μάλιστα βλάπτει τὴν ἄμπελον, μηκέτι τρέφειν. ταῖς γὰρ ἀμπέλοις ἐκ τῶν | |
5 | διασηπομένων φασὶ καλάμων ταῦτα φύεσθαι τὰ | |
θηρία. | 168 | |
6t1 | ΒΙΒΛΙΟΝ ϛ | |
6p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ἕκτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ κατασκευὴν ληνοῦ καὶ ὑποληνίων, καὶ ἐλαιοτροπίου, καὶ οἰνοθή‐ κης, ἑδρασμόν τε πίθων καὶ ἐργασίαν καὶ πίσσωσιν, | |
5 | καὶ τὴν εἰς τὸν τρυγητὸν παρασκευήν· ὅπως τε χρὴ πατεῖν τὰς σταφυλάς, καὶ πῶς ἐν τοῖς πίθοις ἐμβάλ‐ λειν τὸ γλεῦκος, καὶ ὥστε τοῦτο μὴ ὑπερχεῖσθαι, καὶ πῶς δυνατὸν γλεῦκος ἐν ὅλῳ τῷ ἐνιαυτῷ ἔχειν, γνῶναί τε εἰ ὕδωρ ἔχει, καὶ ὀξίζοντι τούτῳ βοηθεῖν, | |
10 | καὶ περὶ γυψώσεως. αʹ. περὶ ληνοῦ καὶ ὑποληνίων καὶ ἐλαιοτροπίου. βʹ. περὶ οἰνοθήκης καὶ πίθων ἑδρασμοῦ. γʹ. περὶ κατα‐ σκευῆς πίθων. δʹ. περὶ καιροῦ καὶ τρόπου πισσώσεως. εʹ. πίσσης δοκιμασία. ϛʹ. πίσσης σκευασία. ζʹ. καθο‐ | |
15 | λικὰ παραγγέλματα περὶ πισσώσεως. ηʹ. ἄλλος τρόπος δόκιμος πισσώσεως πίθων. θʹ. περὶ διαχρισμάτων πίθων. ιʹ. περὶ τῆς εἰς τὸν τρυγητὸν παρασκευῆς. ιαʹ. τί δεῖ ποιεῖν τοὺς ἐφεστῶτας τοῖς κανθηλίοις, καὶ πῶς πατητέον τὰς σταφυλάς, καὶ τίνα τρόπον χρὴ | |
20 | ἀναστρέφεσθαι ἐν ταῖς ληνοῖς τοὺς εἰς τὴν πάτησιν τεταγμένους. ιβʹ. μετὰ τὴν τελείαν πάτησιν τῶν στα‐ φυλῶν, πῶς ἐν τοῖς πίθοις τὸ γλεῦκος ἐμβλητέον. ιγʹ. τῶν γιγάρτων μετὰ τὴν ῥύσιν τοῦ γλεύκους ἐκ | |
τῆς ληνοῦ παραχρῆμα ἐκβαλλομένων πῶς ἐξ αὐτῶν | 169 | |
25 | τὸν καλούμενον θάμναν ποιητέον. ιδʹ. γλεῦκος μὴ ὑπερχεῖσθαι. ιεʹ. γλεῦκος παραυτὰ εἰς χρῆσιν κατα‐ στῆσαι. ιϛʹ. γλεῦκος ἐν ὅλῳ τῷ ἐνιαυτῷ ἔχειν, καὶ γνῶναι, εἰ ὕδωρ ἔχει. ιζʹ. γλεῦκος εἰ ὕδωρ ἔχει γνῶ‐ ναι. ιηʹ. περὶ γυψώσεως. ιθʹ. γλεύκει ὀξίζοντι βοη‐ | |
30 | θῆσαι. | |
6.1t | Περὶ ληνοῦ, καὶ ὑποληνίων, καὶ ἐλαιο‐ τροπίου. Φλωρεντίνου. | |
6.1.1 | Τὸν περὶ τῆς φυτείας τῶν ἀμπέλων καταρτίσαν‐ τες λόγον, μέλλοντές τε λοιπὸν περὶ τῆς τῶν οἴνων ἐπιμελείας καὶ θεραπείας διεξιέναι, ἀναγκαῖον ᾠήθη‐ μεν προτάξαι, ὅπως δέοι τὴν ληνὸν καὶ τὰ ὑπολήνια | |
5 | κατασκευάσαι. | |
6.1.2 | Δεῖ τοίνυν τὴν ληνὸν πρὸς τὸ πλῆ‐ θος τῶν συγκομίζεσθαι μελλόντων καρπῶν οἰκοδομεῖν, ὥστε ὑπάρχειν τοῖς ἐργαζομένοις ἱκανὴν ἀναστροφήν· ἔχειν δὲ καὶ πρὸς τὴν ἀπόθεσιν τῶν σταφυλῶν ἱκα‐ | |
5 | νὴν εὐρυχωρίαν, ὥστε καὶ τῆς ὥρας κατεπειγούσης συντομώτερον κομίζειν τὸν καρπόν, καὶ τοὺς ἐργαζο‐ μένους μὴ περιπνίγεσθαι ἀπὸ τῆς τοῦ γλεύκους ἀνα‐ φορᾶς. | |
6.1.3 | Δεῖ δὲ τὸν ληνεῶνα ὅλον κατηλεῖφθαι πάντοθεν λειοτάτοις κονιάμασι, καὶ οὐχ ἧττον τὰς ἀναφοράς, ἵνα μηδὲν γεῶδες, μήτε τῶν ζωογονου‐ μένων ἐν αὐταῖς, ἐμπίπτον μιάνῃ τὸν οἶνον. | |
6.1.4 | ἔστω δὲ ἡ ληνὸς θερμή, καὶ ἐχέτω φῶς πλεῖστον πάντοθεν, τὸ δὲ ὑπολήνιον ἔστω πλατύστομον, καὶ μετὰ τὴν χρῆσιν πλυθήτω ἢ θαλάσσῃ ἢ ἅλμῃ θερμῇ, καὶ σπογ‐ | 170 |
5 | γισθήτω· ἄπωμον δὲ καταλιμπανέσθω, ἵνα μὴ εὐρω‐ τιάσῃ· καὶ ἐπειδὴ οἱ μύες ἔσθ’ ὅτε ἐμπίπτοντες εἰς τὸ ὑπολήνιον πολλὴν ἐμποιοῦσι δυσωδίαν, ἐνθετέον ξύλον πλατύτερον, δι’ οὗ δυνήσεται ὅταν ἐμπέσῃ μῦς ἀναδραμεῖν. | |
6.1.5 | ὅταν δὲ πάλιν τις αὐτῷ μέλλῃ κεχρῆ‐ σθαι, ὁμοίως πλύνας καὶ σπογγίσας θυμιασάτω. | |
6.1.6 | τὸ δὲ ἐλαιοτρόπιον ἐστεγνωμένον χρὴ εἶναι. | |
6.2t | Περὶ οἰνοθήκης, καὶ πίθων ἑδρασμοῦ. Τοῦ Αὐτοῦ. | |
6.2.1 | Ὁ οἶκος ὁ ὑποδεχόμενος τοὺς πίθους, ἐν μὲν τοῖς εὐδινοῖς πρὸς ἀνατολὴν καὶ ἄρκτον θυρίδα ἐχέτω, ἐν δὲ τοῖς ψυχροτέροις πρὸς μεσημβρίαν· πόῤῥω δὲ ἔστω τῆς ληνοῦ, καὶ ἀπηλλάχθω πάσης δυσωδίας. | |
6.2.2 | τοὺς δὲ πίθους ἑδραστέον μὴ ψαύοντας ἀλλήλων, ποδιαίου μέτρου μεταξὺ καταλιμπανομένου, ἵνα καὶ οἱ τῆς οἰνοθήκης ἐπιμελούμενοι ῥαδίαν ἔχωσι τὴν ἐπὶ τοὺς ἐνδοτέρους πίθους εἴσοδον, καὶ ἵνα, ἐὰν εἷς | |
5 | πίθος τραπῇ, μὴ συνεπισπάσηται τοὺς πλησίον. οὐδὲν γὰρ οὕτω ταχεῖαν ἔχει τὴν ἀντίληψιν, ὡς ὁ οἶνος, μάλιστα δὲ τὸ γλεῦκος. | |
6.2.3 | Τοὺς δὲ πίθους ἑδραστέον | |
ἐν ξηροῖς τόποις, ὥστε κατὰ γῆς εἶναι τὰ δύο μέρη αὐτῶν, ἐὰν ἀσθενῆ καὶ λεπτὸν καὶ ἄτροφον ἡ χώρα φέρῃ τὸν οἶνον, ἐὰν δὲ δυναμικὸν καὶ πάχος ἔχοντα, | 171 | |
5 | τὸ ἥμισυ αὐτῶν. | |
6.2.4 | ὑποβλητέον δὲ ἑκάστῳ πίθῳ ἄμμον ἁδρὰν καὶ διάξηρον, ἐπὶ δὲ ταύτης παστέον σχοίνου μυρεψικῆς τὸ σύμμετρον πλῆθος, τὸ δὲ λοι‐ πὸν χώματι πληρωτέον ἐξοπτηθέντι χρησίμως ὑπὸ | |
5 | ἡλίου. | |
6.2.5 | ἡ γὰρ ἄμμος καὶ ἡ ξηρὰ γῆ τὴν ἰκμάδα πᾶσαν εἰς ἑαυτὰς ἐπισπῶνται, τήν τε ἐκ τῆς γῆς καὶ τὴν ἐν αὐτοῖς τοῖς πίθοις συνισταμένην, καὶ ἡδὺν ποιοῦσι τὸν οἶνον. | |
6.2.6 | Τεκμήραιτο δ’ ἄν τις τὴν δύναμιν αὐτῆς οὕτως. ἐὰν γὰρ καινὴν σπυρίδα ἄμμου πληρώσας οἶνον ὀξίζοντα καταχέῃς, διηθηθήσεται καθαρὸς καὶ ἄνοσμος· εἰ δὲ μὴ πάρεστιν ἄμμος, τῇ | |
5 | παραπεσούσῃ γῇ χρηστέον προηλιασμένῃ. | |
6.2.7 | Οὐ συγ‐ κατακλειστέον δὲ ταῖς οἰνοθήκαις τῶν δυσωδῶν οὐδέν, οἷον βυρσικὴν δυσωδίαν, τυρούς, σκόροδα, ἔλαιον, σῦκα, σκεύη ἀχρεῖα· πάντα γὰρ τὰ τοιαῦτα, συνεπι‐ | |
5 | σπώμενα τὴν ἀπὸ τοῦ οἴνου ἰκμάδα, εὐρωτιᾷ, καὶ πάλιν εἰς τὸν οἶνον ἀναδίδωσι τὴν δυσωδίαν. | |
6.2.8 | κεχωρίσθαι δὲ δεῖ τὴν οἰνοθήκην καὶ ἀπὸ λάκκου, καὶ ἱπποστασίου, καὶ ἀφεδρῶνος, καὶ ἀχυρῶνος, καὶ ἀρτοκοπίου, καὶ βαλανείου. | |
6.2.9 | εἴ ποτε δὲ εὑρεθείη κύκλῳ δένδρα, ταῦτα ἐκκοπτέσθω, αἱ γὰρ ῥίζαι λυμαί‐ | |
νονται περιπλεκόμεναι καὶ συναναχρώζουσαι τῆς ἀπ’ αὐτῶν ὀσμῆς, καὶ μάλιστα τῶν συκῶν, καὶ ἔτι μᾶλλον | 172 | |
5 | ἐρινεῶν, καὶ τῶν ῥοῶν. | |
6.2.10 | ἐὰν δὲ ἀγρίους οἰκῶμεν τόπους, τὸ ἔδαφος πλίνθοις καταστρωτέον εἰς ὕψος ἀνάγοντας, καὶ ἐπὶ τοῦ καταστρώματος τοὺς πίθους ἑδραστέον ὑποβάλλοντας τὴν ἄμμον. | |
6.3t | Περὶ κατασκευῆς πίθων. Ἀνατολίου. | |
6.3.1 | Γῆ οὐ πᾶσα ἐπιτήδειος πρὸς κεραμείαν, ἀλλὰ τῆς κεραμίτιδος γῆς οἱ μὲν προκρίνουσι τὴν πυρρὰν τὸ χρῶμα, οἱ δὲ τὴν λευκήν, οἱ δὲ ἀμφοτέρας συμ‐ μιγνύουσι. | |
6.3.2 | τινὲς μὲν οὖν ἀρκοῦνται 〈ἐν〉 τῇ δοκι‐ μασίᾳ τοῦ καλῶς κεκεραμευμένου πίθου, τῷ κρου‐ σθέντα αὐτὸν ἀποδοῦναι ἦχόν τινα ὀξὺν καὶ τορόν. | |
6.3.3 | οὐκ ἔστι δὲ τοῦτο αὔταρκες, ἀλλὰ χρὴ τὸν κατα‐ σκευάζοντα παρεῖναι τῇ κεραμείᾳ, καὶ ὅπως ὁ πηλὸς καλῶς εἰργασμένος εἴη προνοῆσαι, καὶ μὴ πρὶν ἐᾶσαι ἐπὶ τὸν τροχὸν ἀναβιβάσαι, πρὶν τὸν πηλὸν διαδεῖξαι | |
5 | ὁποῖος ἔσται ὁ πίθος ὀπτηθείς. | |
6.3.4 | Οὐ πάντας δὲ τοὺς πίθους ἐπὶ τὸν τροχὸν ἀναβιβάζουσιν οἱ κεραμεῖς, ἀλλὰ τοὺς μικρούς· τοὺς μέντοι μείζους χαμαὶ κει‐ μένους ὁσημέραι ἐν θερμῷ οἰκήματι ἐποικοδομοῦσι, | |
5 | καὶ μεγάλους ποιοῦσιν. | |
6.3.5 | Οὐ μικρὸν δὲ τῆς κερα‐ μείας ἐστὶ μέρος ἡ ὄπτησις. δεῖ δὲ μήτε ἔλαττον, | |
μήτε πλέον, ἀλλὰ μεμετρημένως τὸ πῦρ ὑποβάλλειν. | 173 | |
6.3.6 | διὰ τοῦτό τινες, τὴν τῆς τοσαύτης κατασκευῆς δυσκολίαν παραιτούμενοι, τοῖς παλαιοῖς χρῶνται πί‐ θοις, ὃ μάλιστα βλάπτει τοὺς οἴνους. | |
6.3.7 | Καλλίους δὲ οἱ πίθοι τῶν εἰς γαστέρα ἐξωγκωμένων οἱ μακρότεροι, καὶ μάλιστα τὰ στόματα ἀνεῳγμένα ἔχοντες. | |
6.3.8 | τὰ δὲ χείλη τῶν πίθων ποιητέον ἔξω ἐπινεύοντα, ἵνα ὅταν τῇ τέφρᾳ ἐπιχρίωμεν αὐτούς, μὴ ἐμπίπτῃ τι εἰς τὸν πίθον ἀνοιξάντων ἡμῶν, ἀλλ’ ἐκκυλίηται ἔξω. εὐθὺς | |
5 | δὲ θερμοὺς ἔτι ὄντας πισσωτέον. | |
6.3.9 | Ἔστωσαν δὲ οἱ πίθοι μὴ μεγάλοι· οὐκ ἐπὶ πλέον γὰρ ἐν τοῖς τοιού‐ τοις ἀναζεῖ, ἅτε μὴ στενοχωρούμενον, πλεονάζον δὲ αὐτὸ ἑαυτῷ ἐπανίσταται, καὶ οὐ μόνον τὴν ὀσμὴν | |
5 | ἀλλὰ καὶ τὸ ἄνθος ἀποπτύει. | |
6.3.10 | τὰ δὲ μικρὰ ἀγγεῖα πολὺ καὶ πρὸς φυλακὴν καὶ καλλιοινίαν συμβάλλεται. διὰ τοῦτο μικροὺς χρὴ κατασκευάζειν τοὺς πίθους. | |
6.3.11 | εἰ δὲ φθάσαιμεν παλαιοὺς πίθους ἔχειν μεγάλους, τὸν ἀσθενέστερον καὶ χείρονα ἐγχέωμεν εἰς αὐτούς, εἰς δὲ τοὺς μικροὺς τὸν κρείττω. | |
6.4t | Περὶ καιροῦ καὶ τρόπου πισσώσεως. Τοῦ Αὐτοῦ. | |
6.4.1 | Τοὺς καινοὺς πίθους ἀπὸ τῆς καμίνου ληφθέν‐ τας εὐθέως πισσωτέον, τοὺς δὲ παλαιούς, τῇ τοῦ κυνὸς ἐπιτολῇ. | |
6.4.2 | καί τινες μὲν κατ’ ἐνιαυτόν. τινὲς | |
δὲ παρ’ ἐνιαυτὸν αὐτοὺς πισσοῦσι. κάλλιον δὲ πισ‐ σοῦν, ὅταν ἢ ὄξυνος γένηται, ἢ ἀποῤῥυῇ ἡ ἐγκειμένη πίσσα. | 174 | |
6.5t | Πίσσης δοκιμασία. Διδύμου. | |
6.5.1 | Τὴν πίσσαν οἱ ἀρχαῖοι ἡμῖν παραδεδώκασι καλ‐ λίστην εἶναι τὴν ἀπὸ τῆς Ἴδης, μετὰ ταύτην τὴν ἐκ Πιερίας· οἱ δὲ τὴν Ῥοδίαν προκρίνουσιν, ἄλλοι δὲ τὴν Βρυτίαν. | |
6.5.2 | καθόλου δὲ καλλίων ἡ λαμπρά· δο‐ κιμάζουσι δέ τινες πίσσαν οὕτως· στυπίον εἰς ἑψο‐ μένην ταύτην ἀνάπτουσι· καὶ ἡ μὲν παχὺν τὸν καπνὸν ἀναπέμπουσα βελτίων ἔσται· ἡ δὲ λεπτὸν ὡς φαύλη | |
5 | ἀποδοκιμάζεται. | |
6.5.3 | οἱ δὲ θερμάναντες αὐτήν, εἰς ὕδωρ ψυχρὸν ἐμβάλλουσι, καὶ οὐ διὰ τῆς ὀσμῆς μόνης δοκιμάζουσιν, ἀλλὰ καὶ διὰ τῆς γεύσεως. | |
6.5.4 | καὶ ἡ ἐν τῷ ἕψεσθαι δὲ μὴ ἐκπηδῶσα, μήτε πομφόλυγας καὶ ψόφους ποιοῦσα, βελτίστη δεδοκίμασται. | |
6.5.5 | ἡ δὲ ἐν τῇ γεύσει γλυκυτέρα καὶ καθαρωτέρα καὶ λειοτέρα καὶ εὐώδης καλλίων. ὡσαύτως ἀμείνων ἡ ἑφθὴ πίσσα τῆς ὠμῆς, καὶ ἡ ξηρὰ τῆς ὑγρᾶς. | |
6.5.6 | Ἡ δὲ καλλίστη πίσσα κατασκευάζεται τὸν τρόπον τοῦτον. εἰς κερα‐ | |
μείαν ἐμβάλλεται λεκανίδα καὶ τίθεται ἐν ἡλίῳ ἐπὶ ὀλίγου πυρός, εἶτα ἐπιχεῖται αὐτῇ ὕδωρ θερμὸν διη‐ | 175 | |
5 | θημένον διὰ σποδοῦ κληματίνης, καὶ ἀνακινεῖται ἡ πίσσα. ὅταν οὖν καταστῇ, μετὰ ὥρας βʹ ἀποχεῖται, εἶτα αὖθις ἐπιχεῖται τοσοῦτον ἄλλο ὕδωρ. | |
6.5.7 | ἐπὶ τρισὶν οὖν ἡμέραις τρίτον ἑκάστης ἡμέρας ποιήσαντες, τὸ ἐνυφιζῆσαν ὑγρὸν σπόγγῳ ἀνασπάσαντες, χρησι‐ μωτάτην τὴν περιλειφθεῖσαν πίσσαν ποιοῦσιν. | |
6.5.8 | Ἡ ξηρὰ πίσσα καὶ πικρά ἐστι. σὺν οἴνῳ οὖν ἑψηθεῖσα χρησιμωτέρα γίνεται, καὶ μάλιστα εἴ τι τῶν εὐόσμων συνεψηθείη, βελτίων ἔσται. τὴν δ’ ὑγρὰν εἰς τρίτον | |
5 | ἑψήσαντες, ὡς ἐπιτηδείᾳ χρῶνται. | |
6.5.9 | Ἔνιοι δὲ κλη‐ ματίνην σποδιὰν ἐμβάλλουσιν εἰς αὐτήν, καὶ ἀφεψοῦ‐ σιν, αὖθις δὲ κηροῦ προσβάλλουσι τῇ σποδιᾷ. οἱ δὲ κονίας τῆς στακτῆς καὶ οἴνου παλαιοῦ ἐγχέουσι. τινὲς | |
5 | κηρὸν καθ’ ἑαυτόν, καὶ μίσγουσι τὸν μέντοι ἐκ τῆς Σαρδοῦς, χρησιμώτερον γὰρ εἶναι τοῦτον διαβεβαι‐ οῦνται· καὶ οἱ μὲν τὸ τέταρτον, οἱ δὲ τὸ ἕκτον, οἱ δὲ τὸ δέκατον τήκουσιν. εἰ γὰρ αὐστηρότερον βουλό‐ μεθα ποιῆσαι τὸν οἶνον, πλέον ἐμβλητέον τοῦ κηροῦ. | |
6.5.10 | τινὲς δὲ συμβουλεύουσι μήτε ὅλως ἐμβάλλειν τοῦ κηροῦ εἰς τὴν πίσσαν, στρυφνότερον γὰρ τὸν οἶνον | |
γίνεσθαι, ὡς ῥαδίως εἰς ὀξίνην μεταβάλλειν. | 176 | |
6.6t | Πίσσης σκευασία. Τοῦ Αὐτοῦ. | |
6.6.1 | Κατὰ τὴν Ἰταλίαν πισσώσει χρῶνται τοιᾷδε. πίσσης μνᾶς μʹ, κηροῦ μνᾶν, ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ηʹ, μάννης λιβανωτοῦ δραχμὰς δʹ κόψαντες, καὶ ἅμα ἑψήσαντες, νάσσουσι τίλεως λεπτῆς γο. ηʹ, ἐνισουμέ‐ | |
5 | νοις τὸν πίθον ἐννάσσουσιν. | |
6.6.2 | ἄλλοι δὲ πίσσης ξηρᾶς τάλαντον, κηροῦ μνᾶς ιεʹ, ὀρόβων καὶ σίτου ἀλη‐ λεσμένων λι. γʹ, τίλεως πεφωσμένης καὶ κεκομμένης καὶ σεσησμένης τὸ ἶσον, καλάμου ἀρωματικοῦ, φύλλου | |
5 | μαράθρου σφαιρία εʹ, τὰ τηκτὰ τήξαντες, τὰ ξηρὰ κόψαντες, ἐπινάσσουσιν ἀλόης ἡπατίτιδος σεσησμένης ἡμίμναιον. | |
6.6.3 | ἡ πίσσωσις οὖν αὕτη δοκιμωτάτη ἐστίν, ἥτις καὶ τοὺς ἀσθενεῖς οἴνους θεραπεύει, καὶ τοὺς εὐπαθεῖς μονίμους φυλάττει, καὶ εὐώδεις ποιεῖ. | |
6.7t | Καθολικὰ παραγγέλματα περὶ πισσώ‐ σεως. Φλωρεντίνου. | |
6.7.1 | Ἄριστον ἐπὶ πάσης πισσώσεως τὴν πίσσαν διὰ στακτῆς κονίας πλύνειν, καὶ ῥιτίνης σχινίνης ἢ πιτυΐνης, εἰ δὲ μή, τῆς παρούσης μιγνύναι, καὶ ἴρεως τὸ μέτριον, | |
καὶ τίλεως (ἡ γὰρ τίλις δυνατώτερον τὸν οἶνον καὶ βαρύ‐ | 177 | |
5 | τερον ποιεῖ) καὶ κόστου, καὶ κασσίας καὶ μελιλώτου, ἢ σχοίνου ἄνθους. ταῦτα γὰρ πρὸς εὐοσμίαν συμβάλλεται. | |
6.7.2 | Καθόλου δὲ ἐπὶ μὲν τοῦ πάνυ καλοῦ γεωργουμένου οἴνου συμφέρει τῇ ποικίλῃ πισσώσει χρῆσθαι. ἐπὶ δὲ τῶν εὐτελῶν οἴνων ἀρκεῖσθαι δεῖ καλῇ πίσσῃ, ἴρεώς τε καὶ τίλεως ἐμβάλλειν τὸ μέτριον, καὶ πολλῷ ἔλατ‐ | |
5 | τον κηροῦ· πλέον γὰρ βληθὲν τρέπει τὸν οἶνον, ὡς προειρήκαμεν. κηρῷ δὲ χρῆσθαι δεῖ τῷ λευκῷ, ἢ τοῦ μὴ λευκοῦ τῷ καθαρῷ. | |
6.7.3 | Τινὲς εὖ ποιοῦντες, κάλαμον ἢ ξύλον ἐπιβάλλουσιν ὀρθὸν εἰς τοὺς κενω‐ θέντας πίθους, ἵν’ οἱ ἐμπίπτοντες κώνωπες ἤ τινα τοιαῦτα ζῶα ἀναβαίνειν ἔχωσι διὰ τούτων. | |
6.7.4 | Εἰς τοὺς ἄρτι πισσωθέντας πίθους οὐ χρὴ τὸν καλλίονα οἶνον ἐγχεῖν, ἀλλὰ τὸν ἤδη τρεπόμενον, καλλίονα γὰρ αὐτὸν ποιήσει. καὶ τὸν μέλανα δὲ ὁμοίως εἰς | |
5 | τοὺς τοιούτους ἐγχυτέον· τοὺς δὲ λευκούς, εἰς πεπισ‐ σωμένους πρὸ ἐτῶν δύο ἢ καὶ πλειόνων. | |
6.8t | Ἄλλος τρόπος δόκιμος πισσώσεως πίθων. Τοῦ Αὐτοῦ. | |
6.8.1 | Ὑσσώπου Κρητικοῦ ἢ Καμπανοῦ λι. βʹ καὶ σχοίνου Συριακῆς λι. βʹ νάρδου Ἰνδικῆς ἢ Κελτικῆς λι. βʹ ἀλόης καλῆς γο. αʹ ϛʹʹ κρόκου Σικελικοῦ γο. αʹ ϛʹʹ | |
ἴρεως Ἰλλυρικῆς λι. αʹ κατὰ δέκα ἀμφορέας μέτρου | 178 | |
5 | μέτρον, μετὰ τὸ πισσῶσαι τοὺς πίθους, ἐνδιάσπειρον κατὰ τὰς πλευρὰς αὐτῶν καὶ τὰ ὑποστόμια, μήτε λίαν ἐψυγμένης τῆς πίσσης ὡς εἶναι ψυχράν, μήτε ὑπερ‐ θέρμης, ἵνα 〈μὴ〉 καυθῇ τὸ φάρμακον. | |
6.8.2 | εἶτα ἔμ‐ βαλλε τὸν νέακα οἶνον, καὶ ἐν ὀλίγαις ἡμέραις γευσά‐ μενος, εὔπνουν τε καὶ παλαιὸν εἶναι δόξεις. | |
6.8.3 | καὶ ἀναπίσσου κατὰ ἔτος τοὺς πίθους, ἢ πάντως παρ’ ἐνιαυτόν, χρώμενος τῷ μέτρῳ τοῦ φαρμάκου καὶ τῆς συνθέσεως, ὡς προγέγραπται. | |
6.9t | Περὶ διαχρισμάτων πίθων. Βάρωνος. | |
6.9.1 | Μετὰ τὴν πίσσωσίν τινες, ὀλίγον πρὸ τοῦ ἐμ‐ βληθῆναι τὸ γλεῦκος, διαχρίουσι τοὺς πίθους· οἱ δὲ τὰ στόματα μόνον, οἱ δὲ τὰ πώματα. | |
6.9.2 | ἡ δὲ διά‐ χρισίς ἐστι πίσσα μετὰ ἑψητοῦ καὶ θαλαττίου ὕδατος. ἄλλοι δὲ πίσσῃ ὑγρᾷ καὶ ἅλμῃ εἰς τὸ ἑψητὸν ἐμβλη‐ θείσῃ καταχρίουσι τὰ στόματα διὰ σπογγιᾶς. ἄλλοι | |
5 | δὲ μόνον τῇ ἀμόργῃ χρίουσι τὰ πώματα. | |
6.10t | Περὶ τῆς εἰς τὸν τρυγητὸν παρα‐ σκευῆς. Διδύμου. | |
6.10.1 | Τὰς ληνοὺς πρὸ κʹ ἡμερῶν ἀνοικτέον, ἵνα δια‐ πνεύσωσι, καὶ θαλαττίῳ ὕδατι καταῤῥαντέον, καὶ | |
θυμιατέον. | 179 | |
6.11t | Τί δεῖ ποιεῖν τοὺς ἐφεστῶτας τοῖς κανθηλίοις, καὶ πῶς πατητέον τὰς σταφυλάς, καὶ τίνα τρόπον χρὴ ἀναστρέφεσθαι ἐν ταῖς ληνοῖς τοὺς εἰς τὴν πάτησιν τεταγμένους. | |
5 | Ἀπουληΐου. | |
6.11.1 | Οἱ ἐφεστῶτες τοῖς μείζοσι κοφίνοις, τοῖς καλου‐ μένοις κανθηλίοις, ἐκλεγέτωσαν τὰ φύλλα, καὶ εἴ τις ὄμφαξ κομίζοιτο, ἢ ξηρὸς βότρυς εὑρεθείη. | |
6.11.2 | χρὴ δὲ καὶ τοὺς πατοῦντας, εἴ τι παρέλαθε τοὺς ἐπὶ τοῖς κοφίνοις ἐφεστῶτας, καὶ αὐτοὺς ἐκλέγειν. τὰ γὰρ φύλλα συντριβόμενα ταῖς σταφυλαῖς, στυφότερον τὸν | |
5 | οἶνον ἀπεργάζεται καὶ εὔφθαρτον. ἐκ δὲ τῶν ὀμφά‐ κων καὶ τῶν ξηρῶν μεγίστη γίνεται βλάβη. | |
6.11.3 | Ἐμ‐ βληθείσας δὲ τὰς σταφυλὰς εἰς τὰς ληνοὺς εὐθὺς τοῖς ποσὶν ἀποθλιβέτωσαν οἱ πρὸς τοῦτο τεταγμένοι, πᾶσάν τε ῥάγα ὁμαλῶς πατήσαντες ἀνασυρέτωσαν τὰ | |
5 | στέμφυλα, τουτέστι τὰ γίγαρτα, ὥστε τὸ πολὺ τοῦ ὑγροῦ ἀποῤῥυῆναι εἰς τὸ ὑπολήνιον, δεύτερόν τε πατήσαντες ἀπαλλαττέσθωσαν, καὶ θερμὰ τὰ γίγαρτα καὶ οὐ πάνυ ὑγρὰ ἀπεργασάμενοι, οὕτως ὑπὸ τὸ ξύλον ἐπιτιθέτωσαν· θερμὰ γὰρ ὄντα καὶ ἁπαλά, εὐροώτερα | |
10 | γίνεται. εἰ δὲ ὑγρὰ πάνυ ὑποτεθείη, ἀνάγκη τοῦ βάρους ἐπιτεθέντος ῥήγνυσθαι τὰ συντεθέντα. | |
6.11.4 | Εἰσ‐ | |
ιέναι δὲ εἰς τὴν ληνὸν τοὺς πατοῦντας χρή, εὖ μάλα τὰ περὶ τοὺς πόδας κεκαθαρμένους, καὶ μηδένα αὐ‐ τῶν ἐν τῇ ληνῷ μήτε ἐσθίειν, μήτε πίνειν, μήτε | 180 | |
5 | εἰσιέναι καὶ ἐξιέναι πολλάκις· καὶ εἴ τις ἀνάγκη γένοιτο ἀπελθεῖν, μὴ γυμνοῖς τοῖς ποσὶν ἀπιέτω. | |
6.11.5 | δεῖ δὲ καὶ ἠμφιέσθαι καὶ διαζώματα ἔχειν τοὺς πατοῦντας, διὰ τοὺς ἐπιγινομένους ἱδρῶτας. | |
6.11.6 | χρὴ δὲ ἀεὶ εὐοσμίαν ἐπινοεῖν ταῖς ληνοῖς, ἢ διὰ λιβάνου, ἢ δι’ ἑτέρου θυμιάματος. | |
6.11.7 | Εἰδέναι δὲ χρή, ὅτι στέμφυλα οὐχ ὥς τινες νομίζουσι τῶν ἐλαιῶν μόνων εἰσὶ πυρῆ‐ νες, ἀλλὰ καὶ τὰ τῶν σταφυλῶν γίγαρτα. ἐὰν οὖν ἀκούσῃς στέμφυλα, πρὸς τὸ ὑποκείμενον νόει, ποτὲ | |
5 | μὲν γίγαρτα σταφυλῆς, ποτὲ δὲ ἐλαίας τὴν καλου‐ μένην πυρίνην. | |
6.12t | Μετὰ τὴν τελείαν πάτησιν τῶν στα‐ φυλῶν, πῶς ἐν τοῖς πίθοις τὸ γλεῦκος ἐμβλη‐ τέον. Διοφάνους. | |
6.12.1 | Τοὺς πίθους, πρὶν ἐμβαλέσθαι τὸ γλεῦκος, ἅλμῃ ἀκράτῳ ὑποσπογγίζεσθαι χρή, καὶ θυμιατίζεσθαι λιβάνῳ. | |
6.12.2 | Δεῖ δὲ μήτε ἄγαν αὐτοὺς ποιεῖσθαι με‐ στούς, μήτε πάνυ ἐνδεομένους, ἀλλ’ εἰκάζειν ὅσον εἰκὸς τὸ γλεῦκος ὑποζέον αὔξησιν ποιεῖν, ὥστε μὴ | |
ὑπερχεῖσθαι, καὶ ὥστε τοῦ ἀφροῦ ἕως τῶν χειλῶν | 181 | |
5 | μετεωρισθέντος, τὸ μὴ καθαρὸν μόνον ἀποπτύειν. | |
6.12.3 | Καθαίρειν δὲ χρὴ τὸ ἐν τοῖς πίθοις γλεῦκος ἐφεξῆς ἐπὶ ἡμέρας εʹ ταῖς χερσὶ καὶ ταῖς σκαφίσι, τόν τε ἀφρὸν ἀφαιρεῖν, καὶ εἴ τι ἄλλο εἴη περιττόν, καὶ τὰ καθάρματα πάντα ἐξάγειν τοῦ πιθεῶνος, καὶ πόῤῥω | |
5 | σφόδρα ῥίπτειν. | |
6.12.4 | εἰ γὰρ πλησίον ταῦτα μείνοι, τρε‐ πομένων αὐτῶν κώνωπες ἀναφύονται, καὶ κακοσμία γίνεται, ἅπερ ἄμφω τὸν οἶνον ποιεῖ ἐκτροπίαν. διὸ εὐοσμίαν ἐπινοεῖν χρὴ ταῖς ληνοῖς διὰ θυμιαμάτων, | |
5 | μάλιστα δὲ ταῖς οἰνοθήκαις. | |
6.13t | Τῶν γιγάρτων μετὰ τὴν ῥύσιν τοῦ γλεύκους ἐκ τῆς ληνοῦ παραχρῆμα ἐκβαλλο‐ μένων, πῶς ἐξ αὐτῶν τὸν καλούμενον θάμναν ποιητέον. Ἀνατολίου. | |
6.13.1 | Τὰ στέμφυλα, τουτέστι τὰ γίγαρτα, μετὰ τὴν τοῦ γλεύκους ῥύσιν ἐκβλητέα παραχρῆμα, καὶ εἰς πίθους ἐμβλητέα, καὶ καταπατητέα. | |
6.13.2 | ἡ γὰρ ἐκ τού‐ των τρύξ, ἣν ἐπιχωρίως καλοῦσι θάμναν, οὐκ ἀηδὲς πόμα τοῖς ἀγροίκοις γίνεται, αὐτά τε λοιπὸν τὰ ἐναπο‐ μένοντα γίγαρτα ἱκανὴν τροφὴν παρέξει τοῖς ἀλό‐ | |
5 | γοις. | |
6.13.3 | Δεῖ δὲ εὐθὺς τῶν γιγάρτων ἐκ τῆς ληνοῦ ἀφαιρουμένων, τὴν ληνὸν καὶ τὰ ὑπολήνια σαροῦν, καὶ σπογγίζειν θαλαττίῳ ὕδατι ἢ ἅλμῃ, καὶ θυμιατίζειν. | |
6.13.4 | ἐμμένον γὰρ τὸ ὑγρὸν πάντως τρέπεται, καὶ ἐκ | |
τούτου τὸν τῇ ἐφεξῆς ἡμέρᾳ πατούμενον καρπὸν λυμανεῖται, καὶ τὸν κώνωπα ποιεῖ, ὅπερ σημεῖόν ἐστι τετραμμένου οἴνου. | 182 | |
6.14t | Γλεῦκος μὴ ὑπερχεῖσθαι. Φλωρεντίνου. | |
6.14.1 | Στέφανον γλήχωνος ἢ καλαμίνθης ἢ ὀριγάνου τοῖς τραχήλοις τῶν ἀγγείων περιθῶμεν. | |
6.14.2 | τινὲς δὲ τὰ ἔσω τῶν πίθων περὶ τὰ χείλη τῇ . . . . . . .... ἄλλοι δὲ πιμελῇ ταριχηρᾷ ἔνδοθεν τὰ χείλη διαχρίουσιν· ἄλλοι τυρῷ βοείῳ. καθέξει γὰρ εἴσω | |
5 | ζέον τὸ γλεῦκος τοῦτο μάλιστα. | |
6.15t | Γλεῦκος παραυτὰ εἰς χρῆσιν κατα‐ στῆσαι. Τοῦ Αὐτοῦ. | |
6.15.1 | Εἰς τὸν μετρητὴν κοτύλην ὄξους γλυκίζοντος βάλε, καὶ μετὰ ἡμέρας γʹ ἔσται καθαρόν. | |
6.15.2 | περὶ δὲ τοῦ θᾶττον καθίστασθαι τὸ γλεῦκος, εὑρήσεις ἐν τῷ | |
τρίτῳ βιβλίῳ Διοφάνους καλλίστας μεθόδους. | 183 | |
6.16t | Γλεῦκος ἐν ὅλῳ τῷ ἐνιαυτῷ ἔχειν, καὶ γνῶναι εἰ ὕδωρ ἔχει. Τοῦ Αὐτοῦ. | |
6.16.1 | Πρὶν θλιβῆναι τοὺς βότρυας τὸ ἐξ αὐτῶν αὐτο‐ μάτως ἀποστάζον γλεῦκος, ὃ πρόχυμά τινες καλοῦσι, βάλε αὐθημερὸν εἰς ἀγγεῖον πεπισσωμένον ἔσωθεν καὶ ἔξωθεν, ὥστε ἡμίσεα εἶναι τὰ ἀγγεῖα, καὶ πώμασον | |
5 | ἐπιμελῶς γύψῳ. ἐπὶ πολὺν γὰρ χρόνον διαμένει τὸ γλεῦκος σφόδρα γλυκύ. | |
6.16.2 | πολὺ δὲ μᾶλλον φυλαχθή‐ σεται, ἐὰν τοῦ ἀγγείου πωμασθέντος δέρματι, εἰς φρέαρ τοῦτο ἐμβληθῇ ἐπὶ ἡμέρας λʹ. διὰ γὰρ τὸ μὴ ἀναζέσαι ἔσται διαπαντὸς γλεῦκος. | |
6.16.3 | Εἰ δέ τις καὶ ἠρέμα πατήσει σταφυλὰς ὡς μὴ πιεσθῆναι, καὶ τοῦτο τὸ γλεῦκος εἰς παραμονὴν χρήσιμον ἕξει. | |
6.16.4 | ἄλλοι εἰς παλαιὰ ἀγγεῖα ἀπὸ παλαιοῦ οἴνου τὸ γλεῦκος ἐμβάλ‐ λουσιν. | |
6.16.5 | ἄλλοι τὸ ἀγγεῖον, ὡς προείρηται, ἔνδοθεν καὶ ἔξωθεν πισσωθὲν εἰς φρέαρ ἐντιθέασιν, ὡς ὑπερ‐ έχειν τὰ χείλη μόνον· τοῦτο ἐν τῇ πείρᾳ κάλλιστον ὤφθη. | |
6.16.6 | Ἄλλοι εἰς ἄμμον ὑγρὰν καταχωννύουσι τὸ ἀγγεῖον. ἄλλοι γιγάρτοις καταχώσαντες ἐπισωρεύουσι τὴν ὑγράν. ἄλλοι εἰς σκεῦος ἀπίσσωτον βαλόντες τὸ γλεῦκος, νίτρον Ἀλεξανδρῖνον κόψαντες, ἀποτίθενται | |
5 | εἰς σκιάν. | |
6.16.7 | Τὸ δὲ γλεῦκος εἰ ὕδωρ ἔχει, ἐν τῷ ἑξῆς | |
κεφαλαίῳ εὑρήσεις. | 184 | |
6.17t | Γλεῦκος εἰ ὕδωρ ἔχει γνῶναι. Σωτίωνος. | |
6.17.1 | Ἀχράδας, τουτέστιν ἀππίδια τὰ ὠμότατα, βάλε εἰς τὸ γλεῦκος, καὶ ἐὰν ἔχῃ ὕδωρ, βολίζονται· ἐὰν δὲ μὴ ἔχῃ, ἐπιπλέουσιν. | |
6.18t | Περὶ γυψώσεως. Διδύμου. | |
6.18.1 | Τὴν γύψον ἐμβλητέον εἰς ἀγγεῖον πλατύ, εἶτα καὶ γλεῦκος ἐπιχυτέον, ὥστε ὑπερέχειν αὐτὸ τῆς γύψου, κινητέον τε αὐτὸ πυκνῶς, καὶ οὕτως ἐατέον καταστῆ‐ ναι, ὅπως τὰ παχύτερα τῆς γύψου εἰς τὸν πυθμένα | |
5 | ὑποκαθεσθείη. τὰ δὲ ἀνωτέρω τοῦ γλεύκους ἀπαντλη‐ τέον, ἕως ἐν τῷ τῆς κινήσεως ἐλλιπεῖ μηδὲν ὑφιζάνῃ τῆς γύψου. | |
6.19t | Γλεύκει ὀξίζοντι βοηθῆσαι. Δημοκρίτου. | |
6.19.1 | Σταφίδος διαβραχείσης ἕως ἂν οἰδήσῃ, εἶτα ἐκπι‐ ασθείσης, κοτύλας βʹ τῷ ἀμφορεῖ ἐμβλητέον. ἢ διὰ τῆς ποταμίας ἄμμου, ὡς προείρηται, διηθητέον, ἢ σάν‐ | |
δυκος δραχμὰς δʹ βλητέον. | 185 | |
7t1 | ΒΙΒΛΙΟΝ Ζ | |
7p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ὦ φίλτατε παῖ Βάσσε, ἑβδόμῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν τοῦ σοῦ πατρός, περιεχούσῃ δὲ σύνταξιν τῆς τῶν οἴνων διαφορᾶς, καὶ περὶ θεραπείας αὐτῶν, καὶ δια‐ | |
5 | γεύσεως, καὶ μεταγγισμοῦ, καὶ ἑτέρων τινῶν χρη‐ σίμων. αʹ. περὶ τῆς τῶν καρπῶν διαφορᾶς. βʹ. ποίοις οἴ‐ νοις ἐπιτήδειος ὁ ὑπαίθριος τόπος, καὶ ποίοις ὁ ὑπὸ στέγην. γʹ. περὶ διαφορᾶς τοῦ νέου καὶ τοῦ παλαιοῦ | |
10 | καὶ τοῦ ἀπὸ λευκῆς καὶ μελαίνης σταφυλῆς. δʹ. πῶς ἔστι θεραπεῦσαι καὶ μόνιμον ποιῆσαι τὸν οἶνον τῆς ἐπιπολὺ βραχείσης σταφυλῆς ἔτι οὔσης αὐτῆς ἐν τῇ ἀμπέλῳ, καὶ τῆς μετὰ τὸν τρυγητὸν ὁμοίως βραχείσης σταφυλῆς. εʹ. περὶ ἀνοίξεως πίθων, καὶ τί χρὴ παρα‐ | |
15 | φυλάττεσθαι τῷ καιρῷ τῆς τούτων ἀνοίξεως. ϛʹ. περὶ μεταγγισμοῦ οἴνου, καὶ πότε χρὴ μεταντλεῖν τοὺς οἴνους, καὶ ὅτι διαφορὰν ἔχει ὁ ἐν τῷ αὐτῷ πίθῳ ἐμβεβλημένος οἶνος. ζʹ. περὶ καιροῦ καὶ τρόπου δια‐ γεύσεως οἴνου. ηʹ. περὶ δοκιμασίας οἴνου καὶ γλεύ‐ | |
20 | κους, εἰ ὕδωρ ἔχει. θʹ. οἶνον ἀπὸ ὕδατος χωρίσαι. ιʹ. κατὰ ποίους καιροὺς εἰώθασιν οἱ οἶνοι τρέπεσθαι. ιαʹ. ὥστε ὑπὸ βροντῶν καὶ ἀστραπῶν μὴ τρέπεσθαι | |
τοὺς οἴνους. ιβʹ. πῶς ἔστι προκαταλαβεῖν καὶ τοὺς οἴνους μὴ συγχωρεῖν τρέπεσθαι, ἀλλὰ μονίμους εἶναι. | 186 | |
25 | ιγʹ. ἄρτυσις θαυμαστὴ ποιοῦσα μονίμους τοὺς οἴνους καλουμένη πανάκεια. ιδʹ. ἐπίγραμμα ἀπαράβατον εἰς τὸ μηδέποτε τρέπεσθαι τὸν οἶνον. ιεʹ. σημείωσις καὶ προγνωστικὰ τῶν τρεπομένων οἴνων καὶ τῶν μονίμων. ιϛʹ. οἶνον ἀρχόμενον ὀξίζειν θεραπεῦσαι. ιζʹ. οἶνον | |
30 | διὰ θαλάττης περαιούμενον μόνιμον εἶναι. ιηʹ. πῶς μεταχειριστέον τὰς ἀμπέλους εἰς τὸ γλυκὺν ἡμῖν ἀπο‐ δοῦναι τὸν ἐξ αὐτῶν ἐσόμενον οἶνον. ιθʹ. πῶς ἀπὸ τοῦ γλεύκους γλυκὺν ποιήσομεν οἶνον. κʹ. οἶνον εὔοσμον καὶ ἡδὺν ποιῆσαι. καʹ. οἶνον λευκὸν μέλανα | |
35 | ποιῆσαι καὶ τὸν μέλανα λευκόν. κβʹ. οἶνον διαυγῆ ποιῆσαι. κγʹ. οἶνον πολύφορον εἰς κρᾶσιν ποιῆσαι, ὥστε ὀλίγον ἀναλισκόμενον πολλοῖς ἐξαρκεῖν. κδʹ. οἶνον νέακα παλαιὸν ποιῆσαι. κεʹ. οἶνον ἄνθος μὴ ἔχειν. κϛʹ. οἴνου νοτίαν παῦσαι. κζʹ. οἶνον ἀπὸ ἰοῦ θηρίου | |
40 | βλαβέντα θεραπεῦσαι. κηʹ. οἴνους τρυγώδεις καὶ θολεροὺς καταστῆσαι. κθʹ. οἶνον ἀφανίσαι. λʹ. οἶνον πίνοντα μὴ ὄζειν. λαʹ. οἶνον πολὺν πίνοντα μὴ μεθύσκεσθαι. λβʹ. πῶς παύσεταί τις τῆς τοῦ οἴνου ἐπιθυμίας. λγʹ. πρὸς τὸ ἀνανήφειν τοὺς μεθύοντας. | |
45 | λδʹ. ὅτι οὐ μόνον ὁ οἶνος ἀλλὰ καὶ ἕτερά τινα μεθύειν ποιεῖ τοὺς πίνοντας. λεʹ. πῶς δίχα σταφυλῆς γίνεται οἶνος. λϛʹ. οἴνου μέχρι γήρως ὑγιείαν φυλάτ‐ τοντος ἀδιάπτωτος σκευασία. λζʹ. περὶ τῶν διηθου‐ | |
μένων οἴνων. | 187 | |
7.1t | Περὶ τῆς τῶν καρπῶν διαφορᾶς. Τῶν Κυντιλίων. | |
7.1.1 | Τὰ κοῖλα χωρία πολὺν τὸν οἶνον ποιεῖ καὶ φαῦ‐ λον· τὰ δὲ ἐπὶ ὕψους καλλίω, ἅτε δὴ πεπαινομένου τοῦ καρποῦ ὑπό τε τῶν ἀνέμων, καὶ τῆς ἄλλης τοῦ ἀέρος εὐκρασίας, καὶ μάλιστα τῆς τοῦ ἡλίου δυνάμεως. | |
7.1.2 | οὐ μόνον γὰρ δυνατωτέρας ὁ ἥλιος τὰς σταφυλὰς ποιεῖ, ἀλλὰ καὶ γλυκυτέρας, ἐὰν πολὺ θερμαίνῃ. ἡ γὰρ σελήνη μόνον πεπαίνει τὰς σταφυλάς, θερμὴ οὖσα καὶ ὑγρά· ἥ τε νὺξ γλυκείας μόνον ἀπεργάζεται. | |
7.1.3 | δεῖται οὖν αὐτὰ πολλῆς καὶ ἡλιάσεως, ἵνα μονιμώ‐ τερος ὁ οἶνος γένηται, ὁ τάχιον εἰς ἀκμὴν παραγινό‐ μενος καὶ διαπνεόμενος. | |
7.1.4 | Καὶ ὁ ἐκ θερμῶν τῶν χωρίων ὑπάρχων καρπὸς τὸν οἶνον μονιμώτερον ποιεῖ; ὁ δὲ ἐκ τῶν ἄλλων μερῶν, ἤ τινα ἀγριότητα γῆς ἐχόντων, τὸν οἶνον ἔκλυτον καὶ ἀσθενῆ ποιεῖ. | |
7.1.5 | Ἐὰν ὀλίγας σταφυλὰς ἡ ἄμπελος ἐνέγκῃ, δυνατώτερον τὸν οἶνον ποιεῖ, ἅτε τῆς τροφῆς καὶ δυνάμεως πάσης εἰς | |
ἐκεῖνον μόνον τὸν καρπὸν καταναλωθείσης. | 188 | |
7.2t | Ποίοις οἴνοις ἐπιτήδειος ὁ ὑπαίθριος τόπος, καὶ ποίοις ὁ ὑπὸ στέγην. Τῶν Αὐτῶν. | |
7.2.1 | Τὸν ἰσχυρότερον οἶνον ὑπαίθριον θετέον, ἀπε‐ στράφθω δὲ δύσεως καὶ μεσημβρίας τοίχων τινῶν προστεθέντων. | |
7.2.2 | τοὺς δὲ λεπτοὺς οἴνους ὑπὸ στέγην θετέον, τὰς δὲ θυρίδας ὑψηλοτέρας δεῖ ποιεῖν, πρὸς ἄρκτον καὶ ἀνατολὴν τετραμμένας. | |
7.3t | Περὶ διαφορᾶς τοῦ νέου καὶ τοῦ πα‐ λαιοῦ, καὶ τοῦ ἀπὸ λευκῆς καὶ μελαίνης στα‐ φυλῆς. Διοφάνους. | |
7.3.1 | Αἱ μέλαιναι σταφυλαὶ δυνατώτερον τὸν οἶνον ἕξουσιν, αἱ λευκαὶ μέσον, αἱ δὲ πυῤῥαὶ τῶν μελαινῶν ὀλίγον ἡδίω. | |
7.3.2 | Ὁ νέος οἶνος ψυχρότατός ἐστι, καὶ ὁ παλαιὸς θερμότατος καὶ δυναμικώτατος καὶ εὐωδέστα‐ τος. τὸ γὰρ ἐν αὐτῷ ὑδατῶδες ὁ χρόνος ἀναλίσκει. | |
7.4t | Πῶς ἔστι θεραπεῦσαι καὶ μόνιμον ποιῆσαι τὸν οἶνον τῆς ἐπιπολὺ βραχείσης στα‐ φυλῆς, ἔτι οὔσης αὐτῆς ἐν τῇ ἀμπέλῳ, καὶ τῆς μετὰ τὸν τρυγητὸν ὁμοίως βραχείσης στα‐ | |
5 | φυλῆς. Δημοκρίτου. | |
7.4.1 | Ἐάν, ἐπόμβρου τοῦ ἔτους γενομένου, συμβῇ τὴν | |
σταφυλὴν ἔτι οὔσαν ἐν τῇ ἀμπέλῳ ἐπὶ πλέον βραχῆ‐ ναι, ἢ μετὰ τὸ τρυγηθῆναι τύχῃ ταύτην ὄμβρου ῥαγδαίως γενομένου, πλέον τοῦ δέοντος βραχῆναι, ἐξ | 189 | |
5 | ἀνάγκης αὐτὴν πατήσομεν. | |
7.4.2 | Εἰ δὲ τὸ τρυγηθὲν γλεῦκος ἀσθενέστερον εἶναι καταμάθοις, διδάξει δέ σε τοῦτο ἡ γεῦσις, ἐπειδάν τε ὁ οἶνος ἐν τοῖς πίθοις βληθῇ, καὶ τὴν πρώτην ζέσῃ, εὐθὺς μεταχέωμεν αὐ‐ | |
5 | τὸν εἰς ἑτέρους πίθους (μένει γὰρ ἐν τῷ πυθμένι πᾶν τὸ ὑλῶδες διὰ τὸ βάρος), προσεμβάλλοντες τῷ οἴνῳ ἁλῶν εἰς τοὺς δέκα μετρητὰς κοτύλας γʹ. | |
7.4.3 | τινὲς δὲ κάλλιον ποιοῦντες, ἑψοῦσι τὸν οἶνον ἄχρι τοῦ τὸ εἰκοστὸν μέρος αὐτοῦ ἀφεψηθῆναι, γύψου τὸ ἑκατο‐ στὸν προσεμβάλλοντες. | |
7.4.4 | Λακεδαιμόνιοι δὲ ἕως το‐ σούτου εἰς τὸ πῦρ ἐῶσι τὸν οἶνον, ἕως ἂν τὸ πέμπτον μέρος ἀψεφηθῇ, καὶ μετὰ δʹ ἔτη χρῶνται. | |
7.5t | Περὶ ἀνοίξεως πίθων, καὶ τί χρὴ παρα‐ φυλάττεσθαι τῷ καιρῷ τῆς τούτων ἀνοίξεως. Ζωροάστρου. | |
7.5.1 | Χρὴ ἀνοίγειν τοὺς πίθους, παραφυλαττομένους τὴν τῶν ἄστρων ἐπιτολήν· τότε γὰρ κίνησις γίνεται τοῦ οἴνου, καὶ οὐ χρὴ τὸν οἶνον ψηλαφᾶν. | |
7.5.2 | καὶ εἰ μὲν ἐν ἡμέρᾳ τὸν πίθον ἀνοίγεις, χρὴ ἐπισκοτεῖν τῷ ἡλίῳ, ἵνα μὴ ἡ τούτου αὐγὴ ἐμπίπτῃ τῷ οἴνῳ. | |
7.5.3 | εἰ | |
δὲ ἐν νυκτί, τῆς χρείας πολλάκις καλούσης, ἀνοίγειν μέλλεις τὸν πίθον, ἐπισκοτεῖν χρὴ τῷ φωτὶ τῆς σελήνης. | 190 | |
7.6t | Περὶ μεταγγισμοῦ οἴνου, καὶ πότε χρὴ μεταντλεῖν τοὺς οἴνους, καὶ ὅτι διαφορὰν ἔχει ὁ ἐν τῷ αὐτῷ πίθῳ ἐμβεβλημένος οἶνος. Τοῦ Αὐτοῦ. | |
7.6.1 | Χρὴ τοὺς οἴνους μεταγγίζειν ἐν τοῖς βορείοις ἀνέμοις, οὐδαμῶς δὲ ἐν τοῖς νοτίοις· καὶ τοὺς μὲν ἀσθενεστέρους τῷ ἔαρι, τοὺς δὲ ἰσχυροτέρους ἐν τῷ θέρει· τοὺς δὲ ἐν αὐχμηροῖς τόποις, μετὰ τροπὰς χει‐ | |
5 | μερινάς. μεταγγιζόμενος δὲ ὁ οἶνος ἐν πανσελήνῳ, ὄξος γίνεται. | |
7.6.2 | εἰδέναι δὲ χρή, ὅτι οἶνος χωριζόμενος τῆς τρεφούσης αὐτὸν τρυγός, λεπτομερέστερος καὶ ἀσθενέστερος γίνεται. | |
7.6.3 | προνοητέον οὖν, ἵνα χειμῶ‐ νος μὲν θερμαίνηται, θέρους δὲ ψύχηται. | |
7.6.4 | δεῖ δὲ μεταγγίζειν, τῆς σελήνης αὐξομένης, καὶ ὑπὸ γῆν οὔσης. | |
7.6.5 | Σωτίων δέ φησι, μάλιστα ἐν ταῖς πρὸ σελήνης ἡμέραις μεταγγίζειν, τουτέστι τῇ αʹ καὶ βʹ ἡμέρᾳ, πρὶν φανῆναι τὴν σελήνην τοῖς ἀνθρώποις. | |
7.6.6 | χρὴ δέ, ἡνίκα ἀπὸ τῶν πίθων εἰς μικρὰ ἀγγεῖα μεταβάλλομεν τὸν οἶνον, φυλάττεσθαι τὰς ἐπιτολὰς τῶν ἀστέρων· κινεῖται γὰρ ἡ τρὺξ ἐν ταῖς ἐπιτολαῖς, καὶ μάλιστα ἐν τῷ ἄνθει τῶν ῥόδων, ἔτι δὲ καὶ βλα‐ | |
5 | στανούσης τῆς ἀμπέλου. | |
7.6.7 | Συμβουλεύουσι δὲ οἱ | |
σοφοί, μάλιστα δὲ Ἡσίοδος, ἀνοιγομένου πίθου, τὸν ἐν τῇ ἀρχῇ τοῦ πίθου οἶνον, καὶ τὸν περὶ τὸν πυθ‐ μένα δαπανᾶν, τὸν δὲ μέσον τοῦ πίθου οἶνον φυλάτ‐ | 191 | |
5 | τειν, ὡς ἰσχυρότερον καὶ μονιμώτερον, καὶ πρὸς παλαίωσιν ἐπιτήδειον. | |
7.6.8 | ὁ μὲν γὰρ πρὸς τῷ στόματι τοῦ πίθου οἶνος, ὡς προσομιλῶν τῷ ἀέρι, ἀσθενέστε‐ ρός ἐστι διαπνεόμενος· ὁ δὲ πρὸς τῷ πυθμένι ταχέως τρέπεται, ὡς πλησιάζων τῇ τρυγί. | |
7.6.9 | οὕτω δέ φησιν ὁ Ἡσίοδος Ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι, Μεσσόθι φείδεσθαι. — | |
7.6.10 | Δεῖ δὲ τὸν μεταγγιζόμενον εἰς τὰ κεράμια οἶνον, οὐ μέχρι τοῦ χείλους τῶν κεράμων ἐμβάλλεσθαι, ἀλλ’ ἕως ὑποκάτω μικρὸν τοῦ τραχήλου, ὥστε μὴ πνίγε‐ σθαι, ἀλλὰ διάπνοιαν ἔχειν. | |
7.6.11 | δεῖ δὲ τοὺς ἐκκενου‐ μένους πίθους παραχρῆμα σμήχειν ἅλμῃ, ἢ κληματίνῃ τέφρᾳ, ἢ Κιμωλίᾳ ἢ ἀργιλλώδει γῇ. | |
7.7t | Περὶ καιροῦ καὶ τρόπου διαγεύσεως οἴνου. Φλωρεντίνου. | |
7.7.1 | Τινὲς μὲν βορείων ὄντων τῶν ἀνέμων διαγεύ‐ ονται τοὺς οἴνους· ἀμετακίνητοι γὰρ τότε καὶ ἀθόλω‐ τοι οἱ οἶνοι μένουσιν. οἱ δὲ ἔμπειροι οἰνόπται τοῦ νότου μᾶλλον πνέοντος οἰνογευστοῦσιν. ὁ γὰρ νότος | |
5 | μάλιστα τὸν οἶνον κινεῖ, καὶ διελέγχει ὁποῖός ἐστι. | |
7.7.2 | νῆστιν δὲ ὄντα οὐ χρὴ οἰνογευστεῖν, ἀμβλύνεται | |
γὰρ ἡ γεῦσις· οὔτε δὲ ἀπὸ οἰνοποσίας, ἢ ἀδηφαγίας. | 192 | |
7.7.3 | Δεῖ δὲ τὸν γευόμενον μήτε δριμέων σιτίων, μήτε ἁλμυρῶν σφόδρα, μήτε τῶν ὅσα ἐξαλλάσσει τὴν γεῦσιν βεβρωκότα γεύσασθαι, ἀλλ’ ὡς μάλιστα ὀλιγοσιτήσαντα καὶ εὔπεπτον ὄντα. | |
7.7.4 | Τοῖς δὲ ὠνουμένοις χρὴ βο‐ ρείων ὄντων τῶν ἀνέμων παρέχειν τὴν γεῦσιν. | |
7.7.5 | Τινὲς δὲ διαχλευάζειν βουλόμενοι τοὺς ὠνουμένους, κέραμον κενὸν ἔχουσιν, ὅνπερ διαβρέχουσι καλλίστῳ καὶ παλαιῷ καὶ εὐωδεστάτῳ οἴνῳ· διαμένει οὖν ἐπὶ πολὺ ἡ ποιότης ἐν αὐτῷ, ὡς νομίζεσθαι τὴν ἀπο‐ | |
5 | φορὰν τοῦ νῦν ἐμβεβλημένου οἴνου τυγχάνειν, καὶ ἐξαπατῶσι τοὺς γευομένους. | |
7.7.6 | κακουργότερον δέ τινες καπηλεύοντες ἀποτίθενται εἰς τὸν οἰνῶνα τυρὸν καὶ κάρυα, ὡς τοὺς εἰσιόντας ἐξ αὐτῶν ἐφελκύσασθαι ἐσθίειν, ἵνα διαψευσθῇ ἡ ἀκριβὴς αἴσθησις τῆς γεύ‐ | |
5 | σεως. | |
7.7.7 | Ταῦτά μοι γέγραπται, οὐχ ἵνα ποιῶμεν, ἀλλ’ ἵνα μὴ πάσχωμεν. | |
7.7.8 | Δεῖ δὲ τὸν γεωργὸν πολλάκις γεύεσθαι τοῦ οἴνου, τοῦ τε νέου καὶ τοῦ παλαιοῦ, ὡς ἂν μὴ λάθοι αὐτὸν ὁ φεύγειν μέλλων. | |
7.8t | Περὶ δοκιμασίας οἴνου καὶ γλεύκους, εἰ ὕδωρ ἔχει. Δημοκρίτου. | |
7.8.1 | Ἀναγκαῖόν ἐστι, τὸν κληροῦχον πολλάκις τοῖς φροντισταῖς ἢ τοῖς οἰκέταις οἶνον ἢ γλεῦκος ἐμπιστεῦ‐ σαι· ὁμοίως δὲ ἀναγκαῖον, καὶ τὸν ὠνούμενον δοκιμά‐ ζειν εἰ καθαρός ἐστιν ὁ οἶνος. | |
7.8.2 | μῆλον οὖν τινες βάλλουσιν εἰς τὸ ἀγγεῖον, κάλλιον δὲ ἀχράδας, ἄλλοι | |
ἀκρίδα, ἕτεροι δὲ τέττιγα, κᾂν μὲν ἐπινήχηται ταῦτα, καθαρός ἐστιν ὁ οἶνος· εἰ δὲ καταδύεται, ὕδωρ ἔχει. | 193 | |
7.8.3 | τινὲς δὲ κάλαμον ἠλειμμένον ἐλαίῳ, ἢ ξύλον, ἢ πάπυρον, ἢ χόρτον, ἢ ἕτερόν τι φρυγανῶδες ὁμοίως δὲ ἀλείψαντες ἐλαίῳ, καὶ ἀπομάξαντες, ἐμβάλλουσιν εἰς τὸν οἶνον, καὶ ἀνασπῶντες τὸν κάλαμον ἢ ἕτερόν | |
5 | τι τῶν ἐμβληθέντων δοκιμάζουσιν· ἐὰν γὰρ ὕδωρ ἔχῃ, συναχθήσονται ῥανίδες ἐν τῷ ἐλαίῳ. | |
7.8.4 | Οἱ δὲ ἁπλού‐ στερόν τι ποιοῦντες, εἰς χύτραν καινὴν ἄβροχον ἐμ‐ βάλλουσι τοῦ οἴνου, καὶ ἀπαρτῶσιν ἡμέρας βʹ, δια‐ στάξει γὰρ ἡ χύτρα ὕδατος μεμιγμένου. | |
7.8.5 | οἱ δὲ θερ‐ μαίνοντες τὸν οἶνον βάλλουσιν εἰς χύτραν καινήν, καὶ εἰς ὑπαίθριον τιθέασιν· ἐὰν οὖν ὕδωρ ἔχῃ, μεταβάλ‐ λεται εἰς ὄξος. | |
7.8.6 | Τινὲς δὲ τῇ λεγομένῃ τιτάνῳ, τουτ‐ έστι ζώσῃ ἀσβέστῳ, ἐπιβάλλουσι τοῦ οἴνου· κᾂν μὲν ὕδωρ ἔχῃ ὁ οἶνος, διαχύσει τὴν ἄσβεστον· εἰ δὲ κα‐ θαρός ἐστι, πήξει τὴν τίτανον. | |
7.8.7 | οἱ δὲ ἐν τηγάνῳ ἔλαιον ἔχοντι ζεστὸν ἐπιχέουσι τοῦ οἴνου· κᾂν ὕδωρ ἔχῃ, ψοφήσει πομφόλυγας ποιοῦν, καὶ ἀναπηδήσεται. | |
7.8.8 | Τινὲς δὲ σπόγγον καινὸν ἐλαίῳ ἀλείψαντες, ἐμφράτ‐ τουσι τὸ στόμα τοῦ ἀγγείου, καὶ ἐπιστρέφουσι· καὶ ἐὰν ὕδωρ ἔχῃ, διαῤῥυήσεται διὰ τῆς σπογγιᾶς. | |
7.8.9 | τῇ αὐτῇ δὲ δοκιμασίᾳ καὶ ἐπὶ τοῦ ἐλαίου χρώμεθα. | |
7.9t | Οἶνον ἀπὸ ὕδατος χωρίσαι. Ἀφρικανοῦ. | |
7.9.1 | Στυπτηρίαν ὑγρὰν βάλε εἰς τὸ κεράμιον τοῦ οἴνου, | |
εἶτα σπόγγῳ ἠλειμμένῳ ἐλαίῳ βύσον τὸ στόμα τοῦ κεράμου, καὶ ἐπινεύσας ἔασον ῥυῆναι, καὶ ῥυήσεται μόνον τὸ ὕδωρ. | 194 | |
7.10t | Κατὰ ποίους καιροὺς εἰώθασιν οἱ οἶνοι τρέπεσθαι. Παξάμου. | |
7.10.1 | Πᾶς οἶνος ὡς ἐπιπολὺ τρέπεται περὶ πλειάδος δύσιν, καὶ περὶ τροπὰς χειμερινάς, ἢ ἐξανθούσης ἤδη τῆς ἀμπέλου, καὶ περὶ θερινὰς τροπὰς καὶ τὰ ὑπὸ κύνα καύματα· καὶ καθόλου, περὶ πάσας τὰς ἐπιση‐ | |
5 | μασίας καὶ ἀπὸ καύματος καὶ ψύχους ἢ λάβρων ὄμβρων, ἢ διὰ βίαιον πνεῦμα, ἢ σκληρὰν βροντήν, ἢ κατὰ τὸν καιρὸν καθ’ ὃν ἀνθεῖ τὰ ῥόδα, ἢ ἀπὸ βιαίας ἀστραπῆς. | |
7.11t | Ὥστε ὑπὸ βροντῶν καὶ ἀστραπῶν μὴ τρέπεσθαι τοὺς οἴνους. Ζωροάστρου. | |
7.11.1 | Σίδηρος τοῖς πώμασι τῶν πίθων ἐπιτιθέμενος ἀπερύκει τὴν ἀπὸ τῶν βροντῶν καὶ ἀστραπῶν βλά‐ βην. ἔνιοι δὲ δάφνης κλάδους ἐπιτιθέασι κατὰ ἀντι‐ | |
πάθειαν. | 195 | |
7.12t | Πῶς ἔστι προκαταλαβεῖν, καὶ τοὺς οἴνους μὴ συγχωρεῖν τρέπεσθαι, ἀλλὰ μονί‐ μους εἶναι. Φρόντωνος. | |
7.12.1 | Ἅλες φρυκτοὶ ἐμβαλλόμενοι τὸν οἶνον τρέπε‐ σθαι ἐπέχουσι, κωλύουσι δὲ καὶ πέρα τοῦ δέοντος ζέσαι, καὶ ἀφρὸν πλείονα ἐπιγίνεσθαι. | |
7.12.2 | Ἀμύγδαλα γλυκέα τοῖς μέλασιν οἴνοις ἐμβληθέντα, μονίμους αὐ‐ τοὺς φυλάττουσι. | |
7.12.3 | Σταφὶς ἐξαιρεθέντος τοῦ γιγάρ‐ του, καὶ μετὰ ἄμμου βραχεῖσα γλεύκει ἢ ἑψητῷ. λιπαρὸν καὶ μόνιμον ποιεῖ τὸν οἶνον. | |
7.12.4 | τινὲς δὲ τὴν αὐτομάτως ἐπὶ τῆς ἀμπέλου γινομένην σταφίδα προ‐ κρίνουσιν, ἀμέλει κατὰ μόνας αὐτῇ χρῶνται. | |
7.12.5 | Γύ‐ ψος ἐμβληθεῖσα κατὰ μὲν ἀρχὰς δριμύτερον τὸν οἶνον ποιεῖ, τῷ χρόνῳ δὲ τὸ μὲν δριμὺ διαπνέει, τὸ δὲ ἀπὸ τῆς γύψου χρήσιμον ἐπιπολὺ διαμένει. | |
7.12.6 | καὶ μονίμους καὶ τρέπεσθαι οὐ ποιεῖ τοὺς οἴνους καὶ τίλις ἡλίῳ φρυγεῖσα, εἰ κοπείη καὶ μιχθῇ τῷ οἴνῳ. | |
7.12.7 | οἱ τρεπόμενοι χωρισθέντες ἀπὸ τῆς ἑαυτῶν φαύλης τρυγός, καὶ εἰς οἴνου καλοῦ τρυγίαν ἐπιβληθέντες, μόνιμοι ἔσονται. | |
7.12.8 | Τινὲς δὲ δᾶδας ἅψαντες ἐναπο‐ σβεννύουσι τῷ γλεύκει, καὶ οὐκ ἐῶσι τραπῆναι τὸν οἶνον· οἱ δὲ σίδηρον πυρώσαντες ὁμοίως ἀποσβεννύ‐ ουσι τῷ γλεύκει. | |
7.12.9 | τινὲς δὲ κέδρου τὸν καρπὸν φρυγέντα καὶ κικίδας φρυγείσας ἐμβάλλοντες τῷ οἴνῳ, μόνιμον τοῦτον ποιοῦσιν. | 196 |
7.12.10 | Ἕτεροι λίθον τὸν κα‐ λούμενον πώρινον καύσαντες, ἐμβάλλουσι τῷ οἴνῳ. | |
7.12.11 | ἄλλοι σποδιὰν ἀπὸ κλημάτων ἀμπέλου κεκαυμένων, καὶ σπέρμα μαράθρου κόψαντες καὶ φυράσαντες, μίσγουσι τῷ οἴνῳ. | |
7.12.12 | Τινὲς δὲ τοὺς τρεπομένους οἴνους εἰς εὐθέως πισσωθέντα ἀγγεῖα μεταχέουσι, καὶ εἰς ἄλλον οἶκον μετακομίζουσιν. | |
7.12.13 | εἰ μὲν γὰρ ὑπὸ θερμότητος ἐβλάβησαν, εἰς τοὺς ἀναψύχοντας τόπους ἀποτίθενται· εἰ δὲ ὑπὸ νοτίδος καὶ ψυχρότητος, εἰς τοὺς θερμοὺς καὶ ξηροὺς τόπους μετατιθέασιν. | |
7.12.14 | ἕτε‐ ροι σπέρμα ἢ ξύλον δρυὸς καύσαντες, ἐκ τῆς τέφρας ἐμβάλλουσι τῷ οἴνω. | |
7.12.15 | οἱ δὲ γάλα καὶ μέλι μιγνύντες, ἐμβάλλουσι τῷ γλεύκει. | |
7.12.16 | Οἱ δὲ κογχυλίων τὰ ὄστρακα καύσαντες καὶ τρίψαντες ὡς λειότατα, ἐμβάλ‐ λουσιν ἐξ αὐτῶν τῷ οἴνῳ. | |
7.12.17 | ἕτεροι πυρῆνας ἐλαιῶν κατακαύσαντες, σβεννύουσιν ἑψητῷ οἴνῳ παλαιῷ εὐώ‐ δει, εἶτα κόψαντες καταχέουσιν εἰς τὸν οἶνον. | |
7.12.18 | μόνι‐ μον ποιήσομεν τὸν οἶνον, ῥίζας ἀμπέλου ἐμβάλλοντες εἰς τὸ γλεῦκος. | |
7.12.19 | καὶ ἡ ἄργιλλος μετὰ τὸ ζέσαι τοὺς οἴνους ἐμβαλλομένη καθαίρει τούτους, κατα‐ φέρουσα σὺν ἑαυτῇ τὸ θολερὸν εἰς τὴν τρύγα, μᾶλλον δὲ εἰ φρυγείη, καὶ εὐώδη τὸν οἶνον ποιεῖ· ἔστι γὰρ | |
5 | γλυκεῖα. τὰ γοῦν τῷ χειμῶνι αὐτὴν σιτούμενα δια‐ γίνεται. γλυκαίνει οὖν ἡ ἄργιλλος τὸ γλεῦκος, καὶ μόνιμον ποιεῖ. | 197 |
7.12.20 | Ἔλαιον στακτὸν σὺν ἑψητῷ ἐγχεό‐ μενον, μονιμωτέρους τοὺς οἴνους καὶ τοὺς ἀσθενεστέ‐ ρους δυνατωτέρους ποιεῖ. | |
7.12.21 | ἐλλέβορος μέλας καὶ λευκὸς πρὸς ὀλίγον ἐμβαλλόμενος καθαίρει τὸν οἶνον, καὶ μόνι‐ μον ποιεῖ, καὶ τοὺς χρωμένους ὠφελεῖ. | |
7.12.22 | Ἐρέβινθοι μέ‐ λανες φρυγέντες ἐπ’ ὀλίγον καὶ ἀλεσθέντες καὶ μιχθέντες, μόνιμον καὶ διουρητικὸν ποιοῦσι τὸν οἶνον. | |
7.12.23 | ἑψη‐ τὸς μιγνύμενος οἴνῳ μόνιμον αὐτὸν ποιεῖ. | |
7.12.24 | κηρὸς ἐν τῇ πισσώσει μιχθεὶς στρυφνότερον τὸν οἶνον ποιεῖ. | |
7.12.25 | λίνου σπέρμα μιχθὲν ἑψητῷ ἢ γλεύκει μόνιμον τὸν οἶνον ποιεῖ. | |
7.12.26 | ὀρόβου λευκοῦ ἄλευρα κατέχει τὸν οἶνον. | |
7.12.27 | Πίσσα βρυτία, τουτέστιν ἡ ἐν τοῖς πυθμέσι τῶν κεράμων εὑρισκομένη, κοπεῖσα, καὶ διὰ κοσκίνου τῷ οἴνῳ ἐμβληθεῖσα, μονίμους τοὺς οἴνους ποιεῖ. | |
7.12.28 | ῥιτίνη πιτυίνη, μάλιστα δὲ ἡ τερεβινθίνη, κατέχει τοὺς οἴνους. | |
7.12.29 | στυπτηρία σχιστὴ στύφει καὶ μόνιμον ποιεῖ, καὶ τὸν ὀξίζοντα παύει. | |
7.13t | Ἄρτυσις θαυμαστή, ποιοῦσα μονί‐ μους τοὺς οἴνους, καλουμένη πανάκεια. Δαμηγέροντος. | |
7.13.1 | Ἔχε ἐν ἑτοίμῳ ταῦτα τὰ εἴδη. ἀλόης γο. βʹ λι‐ | |
βανωτοῦ γο. βʹ ἀμώμου γο. βʹ μελιλώτου γο. δʹ κασίας γο. αʹ νάρδου στάχυος γο. βʹ φύλλου γο. δʹ σμύρνης γο. βʹ ταῦτα πάντα εἰς ὀθόνιον ἐνδήσας, | 198 | |
5 | ἑκάστῳ πίθῳ, μετὰ τὸ ἐμβληθῆναι ἐν αὐτῷ τὸν οἶνον, καὶ καταστῆναι, ἔμβαλε κοχλιάριον ἕν, καὶ κίνει ἐν‐ ρίζῳ καλάμῳ ἐπὶ ἡμέρας γʹ. | |
7.13.2 | Τινὲς δὲ οὕτως ἀρτύ‐ ουσι τοὺς οἴνους. κρόκου βάλλουσι γράμματα γʹ· οὗτος δὲ εὔχροον ποιεῖ· λιβάνου τοῦ ἄρσενος σεση‐ σμένου δραχμὰς δʹ· οὗτος αὐστηρὸν τὸν οἶνον ποιεῖ· | |
5 | φύλλου σφαιρίον ἕν· εὐωδίαν γὰρ παρέχει· ἕκαστον τούτων διακεκομμένον καὶ σεσησμένον μίξας, καὶ πάλιν σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα κοχλιάρια βʹ, ἐπειδὰν μηκέτι ζέῃ ὁ οἶνος, ἀλλὰ καταστῇ. | |
7.13.3 | καὶ ἐπὶ πάντων τῶν οἴνων τοῦτο ἰδικῶς παρατήρει, ὅπως καθεστῶτας αὐτοὺς ἀρτύῃς. | |
7.13.4 | Ἕτεροι δὲ ἀρτύουσι τοὺς οἴνους οὕτως· καρδαμώμου, ἴρεως Ἰλλυρικῆς, κασίας, νάρδου στάχυος, μελιλώτου, ξυλοβαλσάμου, σχοίνου Ἀλεξανδρίνης, κόστου, νάρδου Κελτικῆς, | |
5 | πάντα ἶσα κόπτουσι καὶ σήθουσι, καὶ ἐμβάλλουσι τῷ οἴνῳ. | |
7.13.5 | τινὲς δὲ γλεῦκος ἑψοῦντες καὶ ἀποτριτοῦν‐ τες μιγνύουσι τῷ οἴνῳ. τινὲς δὲ γύψον ἐμβάλ‐ | |
λουσιν. | 199 | |
7.14t | Ἐπίγραμμα ἀπαράβατον, εἰς τὸ μηδέ‐ ποτε τρέπεσθαι τὸν οἶνον. Ἀφρικανοῦ. | |
7.14.1 | Ἀμήχανον τραπῆναί ποτε τὸν οἶνον, ἐὰν ἐπι‐ γράψῃς ἐν τῷ ἀγγείῳ, ἢ ἐν τοῖς πίθοις, ταῦτα τὰ θεῖα ῥήματα. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. | |
7.14.2 | καλῶς δὲ ποιήσεις, καὶ εἰς μῆλον οὕτω γράφων, ἐμβάλλων τὸ μῆλον εἰς τὸν οἶνον. | |
7.15t | Σημείωσις καὶ προγνωστικὰ τῶν τρε‐ πομένων οἴνων καὶ τῶν μονίμων. Σωτίωνος. | |
7.15.1 | Ἐμβληθέντος τοῦ οἴνου ἐν τῷ πίθῳ, μετά τινα χρόνον μετακενωτέον εἰς ἕτερον ἀγγεῖον πράως, καὶ ἀπολειπτέον αὐτὴν τὴν τρύγα ἐν τῷ πίθῳ, καὶ πω‐ μαστέον ἐπιμελῶς· εἶτα σκοπητέον πλεονάκις ὀσφραι‐ | |
5 | νομένους, μή τις μεταβολὴ γίνεται περὶ τὴν τρύγα, ἢ ζωογονοῦνται κώνωπες, ἤ τι τῶν τοιούτων· καὶ νομιστέον, καὶ τὸν οἶνον διαφθαρήσεσθαι. ἐὰν δὲ μηδὲν τοιοῦτον γένηται, πιστευτέον καὶ τῷ οἴνῳ. | |
7.15.2 | Τινὲς δὲ κάλαμον ἐπ’ εὐθείας τρήσαντες, καθιᾶσι μέχρι τοῦ πυθμένος ἐπὶ τὴν τρύγα, καὶ πωμάσαντες τοῦ καλάμου τὸ ἄνω τρῆμα τῷ μεγάλῳ δακτύλῳ, μετὰ ταῦτα ἀφελόντες τὸν δάκτυλον, διὰ τῆς ὀσφρήσεως | |
5 | ἐπισπῶνται τὴν ἀπὸ τῆς κάτω τρυγὸς ἀναπνοήν· εἶτα | |
διεκμυζῶντες ἀνασπῶσι μέρος τῆς τρυγός, καὶ πρὸς τὴν ποιότητα τῆς τρυγός, καὶ τὸν οἶνον ἔσεσθαι τεκμαίρονται. | 200 | |
7.15.3 | Τινὲς δὲ ὀλίγον ἐκ τοῦ οἴνου ἀνα‐ ζέσαντες, καὶ ψύξαντες γεύονται, καὶ ὁποῖος ἂν εὑρεθῇ ἐν τῇ γεύσει, τοιοῦτον ἔσεσθαι καὶ τὸν οἶνον τὸν λοιπὸν πιστεύουσι. δεῖ δὲ ἐκ μέσου τοῦ ἀγγείου τὴν | |
5 | ἀναβολὴν τῆς γεύσεως γίνεσθαι. | |
7.15.4 | Ἕτεροι ἐκ τῶν πωμάτων τῶν ἀγγείων τὴν σημείωσιν λαμβάνουσιν· ἀποσκεπασθέντος γὰρ τοῦ πίθου, τῆς ἐν τοῖς πώμασιν ὑγρασίας ἀπογευόμενοι, τοιοῦτον ἔσεσθαι καὶ τὸν | |
5 | οἶνον τεκμαίρονται· οἰνώδης μὲν γὰρ οὖσα ἡ γεῦσις σημαίνει κάλλιστον τὸν οἶνον· ὑδατώδης δὲ οὐκ ἀσφαλής. | |
7.15.5 | Δοκιμάζουσι δέ τινες καὶ ἐξ αὐτῆς τῆς γεύσεως τοῦ οἴνου· ἐὰν γὰρ ἐξ ἀρχῆς αὐστηρὸς εἴη ὁ οἶνος, σημαίνει ἀσφάλειαν· εἰ δὲ χαῦνος, τὸ ἐναν‐ τίον. | |
7.15.6 | Ἔστι δοκιμάσαι τὸν οἶνον καὶ ἀπὸ τοῦ ἐπι‐ κειμένου καὶ ἐπιπολάζοντος αὐτῷ ἄνθους. ἐὰν γὰρ ἐπιγίνηται πορφυρίζον ἄνθος πλατὺ καὶ μαλακόν, ἀσφαλέστερός ἐστιν ὁ οἶνος· ἐὰν δὲ γλοιῶδες εἴη τὸ | |
5 | ἄνθος, οὐκ ἀγαθόν. τὸ δὲ μελανὸν ἢ ξανθὸν ἄνθος ἐπιπολάζον τῷ οἴνῳ, ἀσθενῆ τὸν οἶνον δηλοῖ· τὸ δὲ λευκόν, μόνιμον. τὸ δὲ συνημμένον εἰς τύπον ἀρα‐ χνίων ἄνθος, ὀξίζειν εὐθὺς προσημαίνει. | |
7.15.7 | Πάλιν ἐὰν ὄφιν ἐν τρυγητῷ ἐμπεπλεγμένον τῇ ἀμπέλῳ ἴδῃς, ὀξίζειν τὸν οἶνον προσδόκα. | |
7.15.8 | Ἐὰν δὲ ἅμα τῷ πατηθῆναι τὸν οἶνον, ἢ ἐμβληθῆναι εἰς τοὺς πίθους, | |
παχὺ καὶ κολλῶδες ᾖ τὸ γλεῦκος (τοῦτο δὲ τῇ ἁφῇ δοκιμάσεις), μονιμώτερος ἔσται ὁ οἶνος· ἐὰν δὲ λεπτὸν | 201 | |
5 | καὶ ἀσθενές, εὔτρεπτος. οἱ δὲ ἐν τῷ γλεύκει αὐστη‐ ροὶ οἶνοι, μονιμώτεροί εἰσι, καὶ εἰς ὕστερον ἡδίους· οἱ δὲ ἐν ἀρχῇ γλυκεῖς καὶ ἁπαλοί, ὀλιγοχρόνιοι. | |
7.15.9 | Τοῦ δὲ τρεπομένου οἴνου τὸ ἀγγεῖον θερμὸν τῇ ἁφῇ ὑποφαίνεται· τοῦ δὲ μονίμου τὸ ἀγγεῖον ψυχρόν. | |
7.15.10 | Ὁ οἶνος εἰ μὲν ἐν τῷ ἔαρι θερμὸς εἴη τῇ γεύσει, ταχέως τραπήσεται· εἰ δὲ ψυχρός, μόνιμος ἔσται. | |
7.15.11 | ἐὰν τὸ πῶμα τοῦ πίθου ἀεὶ ξηρὸν εὑρίσκηται, μονιμώτατον ἀποφαίνει τὸν οἶνον· εἰ δὲ νοτιαζόμενον, τροπὴν σημαίνει. | |
7.15.12 | ἐὰν ὁ οἶνος ὀξυμέλιτος ἀπο‐ φορὰν ἔχῃ, αἴτιον εἶναι τούτου τὸν πίθον γίνωσκε, ὅθεν αὐτὸν καὶ μεταβάλλειν χρὴ εἰς ἄλλο ἀγγεῖον. | |
7.15.13 | Τινὲς οὕτω δοκιμάζουσιν εἰ μόνιμός ἐστιν ὁ οἶνος· τὰς γὰρ χεῖρας αὐτῶν βάψαντες εἰς τὸν οἶνον, δια‐ ψυχθεισῶν τῶν χειρῶν ἐκ τῆς ἀποφορᾶς κρίνουσιν· ὀξυτέρα γὰρ ἡ ἀποφορὰ φαίνεται τοῦ τρεπομένου. | |
7.15.14 | ἔνιοι εἰς ἀγγεῖον στενόστομον ἐμβάλλουσι τοῦ οἴνου, καὶ ἐμφράξαντες ἀκριβῶς, ἐμβάλλουσιν εἰς ὕδωρ τρεῖς ἡμέρας, καὶ μετὰ ταῦτα ἀναλαβόντες δοκι‐ μάζουσι. | |
7.15.15 | Τινὲς εἰς ἄμμον ἐμβάλλοντες τοῦ οἴνου, καὶ διηθήσαντες, εἰ μὴ μεταβάλοι, δοκιμώτατον κρί‐ νουσιν. | |
7.15.16 | εἰώθασι δὲ οἱ οἶνοι τρέπεσθαι ἐν ταῖς τῶν τροπῶν μεταβολαῖς, καὶ ἀρχομένης βλαστάνειν | |
τῆς ἀμπέλου· δεῖ οὖν τότε δοκιμάζειν αὐτοὺς μάλιστα. | 202 | |
7.15.17 | Ἕτεροι τὸν οἶνον δοκιμάζουσιν οὕτως· πέταλα τριδακτυλαῖα μήκει καὶ πλάτει ἀπὸ μολίβδου, ἢ κασ‐ σιτέρου, ἢ χαλκοῦ ποιήσαντες, καθαρὰ σφόδρα τῷ πώματι τοῦ πίθου μετὰ κηροῦ προσκολλῶσι, καὶ ἐπι‐ | |
5 | τιθέασι τοῖς πίθοις τὰ πώματα, καὶ μετὰ τεσσαρά‐ κοντα ἡμέρας ἀνοίγουσι τοὺς πίθους· καὶ ἐὰν εὕρωσιν ἄνθος ἔχοντας τοὺς οἴνους, καὶ ὀσμὴν γλυκεῖαν καὶ εὐώδη, καὶ τὰ πέταλα πάντα καθαρά, ὑγιαίνειν νομί‐ ζουσι τὸν οἶνον. | |
7.15.18 | ἐὰν δέ τι μέλλῃ πάσχειν, εὑρή‐ σεις τὸ πέταλον τοῦ μολίβδου λευκαινόμενον, καὶ λεπίδας ἔχον ψιμυθοειδεῖς. ἐὰν κασσίτερος ᾖ, καὶ μέλλῃ τρέπεσθαι ὁ οἶνος, εὑρήσεις ἱδρῶτα ἐν τῷ κασ‐ | |
5 | σιτέρῳ γινόμενον μέλανα, καὶ τὸν ἱδρῶτα ὀξὺν ὄντα. ἐὰν δὲ χαλκοῦν ᾖ τὸ πέταλον, καὶ μηδὲν πάσχῃ ὁ οἶνος, εὑρήσεις αὐτὸ καθαρὸν καὶ λαμπρόν, οἷον καὶ ἐπετέθη· ἐὰν δὲ παρακινεῖσθαι μέλλῃ ὁ οἶνος, εὑρή‐ σεις τὸ πέταλον δυσῶδες καὶ πομφόλυγας ἔχον. | |
7.15.19 | Ἔνιοι ἄλφιτα μιγνύουσι, καὶ καταστήσαντες γεύον‐ ται. | |
7.15.20 | Τινὲς σελίνου σπέρμα, καὶ κριθῆς πίτυρα, καὶ δάφνης φύλλα, καὶ κλήματα μελαίνης ἀμπέλου ἐν ζέσαντι [καὶ βράσαντι] οἴνῳ βάλλουσι, καὶ ψύξαντες | |
γεύονται, καὶ οὕτω δοκιμάζουσιν. | 203 | |
7.16t | Οἶνον ἀρχόμενον ὀξίζειν θεραπεῦσαι. Ταραντίνου. | |
7.16.1 | Κύθραν καινὴν ὕδατος καλοῦ πληρώσας, καὶ ταύτην ἐπιμελῶς πωμάσας, ἔμβαλε κάτω εἰς τὸν πίθον, εἶτα πώμασον τὸν πίθον, ὀλίγην ἀναπνοὴν διδούς, καὶ μετὰ τρεῖς ἡμέρας εὑρήσεις ἀναῤῥωσθέντα τὸν | |
5 | οἶνον, τὸ δὲ ὕδωρ ὄζον. ἕως ἂν οὖν τελείως ἀναῤ‐ ῥωσθῇ ὁ οἶνος, τοῦτο ποίει. | |
7.16.2 | Ἄλλοι δὲ γάλακτος αἰγείου τὸ πεντηκοστὸν μέρος τοῦ οἴνου βάλλουσι, καὶ καλύπτουσι τὸν οἶνον ἐπὶ ἡμέρας πέντε, καὶ μετὰ ταῦτα εἰς ἕτερον σκεῦος ἐκχέουσι τὸν οἶνον, καὶ | |
5 | καλύπτουσιν ἐπὶ ἡμέρας δέκα, καὶ οὐ τρέπεται ὁ οἶνος. | |
7.17t | Οἶνον διὰ θαλάττης περαιούμενον μόνιμον εἶναι. Διοφάνους. | |
7.17.1 | Ἀμόργην διὰ λίνου διηθήσας, καὶ ἑψήσας ἐφ’ ἡμισείας, μέλι Ἀττικὸν ἔγχεε εἰς τὸν πυθμένα τοῦ κεραμίου, πρὶν βληθῆναι τὸν οἶνον· διαμένει γὰρ ἐπὶ | |
πλεῖστον χρόνον. | 204 | |
7.18t | Πῶς μεταχειριστέον τὰς ἀμπέλους, εἰς τὸ γλυκὺν ἡμῖν ἀποδοῦναι τὸν ἐξ αὐτῶν ἐσόμενον οἶνον. Διδύμου. | |
7.18.1 | Ἐν Βιθυνίᾳ τινὲς οὕτω γλυκὺν ποιοῦσι τὸν οἶνον. πρὸ τριάκοντα ἡμερῶν τοῦ τρυγητοῦ τὸ φέρον κλῆμα τοὺς βότρυας λυγίζουσι, καὶ ἀφαιροῦσι πᾶσαν τὴν φυλλίδα, ἵνα ἐμπίπτων ὁ ἥλιος τὸ ὑγρὸν ἀνα‐ | |
5 | λίσκῃ, καὶ γλυκὺν τὸν οἶνον ποιῇ, ὥσπερ ἡμεῖς ἑψοῦν‐ τες. | |
7.18.2 | λυγίζουσι δὲ τὰ κλήματα διὰ τοῦτο, ἵνα τῆς ἀπὸ τῆς ἀμπέλου νοτίδος καὶ τροφῆς ἀποσπῶσι τοὺς βότρυας, καὶ μηκέτι λαμβάνωσι τὸ ὑγρὸν ἀπ’ αὐτῆς. | |
7.18.3 | Τινὲς δὲ μετὰ τὸ γυμνωθῆναι τοὺς βότρυας ἀπὸ τῶν φύλλων, καὶ ἄρχεσθαι ῥυσοῦσθαι τὰς σταφυλάς, τρυγήσαντες ἐπὶ βότρυν διατιθέασιν ὑπὸ τὸν ἥλιον, ἕως ἂν ἅπασαι ἀποσταφιδωθῶσι· | |
7.18.4 | μετὰ δὲ ταῦτα ἀνελόμενοι εἰς αὐτὸ τὸ καῦμα, μετακομίζουσιν εἰς τὴν ληνόν, καὶ ἐῶσι τὸ λοιπὸν τῆς ἡμέρας καὶ τὴν νύκτα τὴν ἐπιοῦσαν ὅλην, πατοῦσί τε πρὸς ὄρθρον. | |
7.19t | Πῶς ἀπὸ τοῦ γλεύκους γλυκὺν ποι‐ ήσομεν οἶνον. Τοῦ Αὐτοῦ. | |
7.19.1 | Εἰ βούλει γλυκὺν ποιῆσαι τὸν πατηθέντα οἶνον, μετὰ τὸ βαλεῖν τὸ γλεῦκος ἐν τοῖς πίθοις, ἔασον ἀπωμάστους τοὺς πίθους ἐπὶ τρεῖς ἡμέρας, καὶ οὕτως | |
ἐπιτίθει τὰ πώματα μὴ πάνυ συναρμόζοντα τοῖς χεί‐ | 205 | |
5 | λεσι τῶν πίθων, ἀλλ’ ὀλίγῳ ὑπερκρεμάμενα, ῥάβδων τινῶν ἢ καλάμων μέσον τεθέντων. | |
7.19.2 | μετὰ δὲ πέμπτην ἡμέραν χρὴ τελείως ἐπιτιθέναι τὰ πώματα τέφρᾳ ὕδατι δεδευμένῃ ἐπιχρισθέντα, μικρῶν ὀπῶν κατα‐ λειφθεισῶν, μετὰ δὲ ἑβδόμην ἡμέραν καὶ ταύτας τὰς | |
5 | ὀπὰς ἐπιχριστέον. | |
7.19.3 | εἰ δὲ γλυκύτερον τὸν οἶνον εἶναι βούλοιο, ἐπὶ ἡμέρας πέντε ἀσκεπάστους ἔα τοὺς πίθους. καὶ μετὰ τὴν πέμπτην ἡμέραν ἐπίθες τὰ πώματα, καθὼς προείρηται. | |
7.20t | Οἶνον εὔοσμον καὶ ἡδὺν ποιῆσαι. Παμφίλου. | |
7.20.1 | Μυρτίδας ὀλίγας ὡρίμους συλλέξας ξήρανον καὶ κόψον, καὶ ἔμβαλε ἐν τῷ κακάβῳ τῷ λεγομένῳ χοίνικι, καὶ ἔασον ἐπὶ ἡμέρας ιʹ· εἶτα ἀνοίξας χρῶ. | |
7.20.2 | καθη‐ μέραν δὲ εὐώδει χρήσῃ τῷ οἴνῳ, ἐὰν τῶν ἀσινῶν μήλων βρέξας εἰς ὕδωρ, καὶ ἀποθείς, τὸ ὕδωρ ἐπιχέῃς ἐπὶ τὸν οἶνον· ἔσται δὲ καὶ τὰ μῆλα ἡδέα φαγεῖν. | |
7.20.3 | Καὶ ἡ οἰνάνθη, μάλιστα ἡ ἀπὸ τῶν ἀναδενδράδων, παρὰ τὸν καιρὸν τοῦ ἄνθους ληφθεῖσα καὶ ἐμβλη‐ θεῖσα, εὐώδη τὸν οἶνον ποιεῖ. | |
7.20.4 | καὶ κηρὸς θυμιώ‐ | |
μενος ἐν τῷ πίθῳ εὐοσμίαν παρέχει· δεῖ δὲ μετὰ τὸ θυμιᾶσαι ἐπιβάλλειν τὸν οἶνον. | 206 | |
7.20.5 | Καὶ φύλλα δὲ πεύκης ἤτοι στροβίλου καὶ πίτυος καὶ κυπαρίσσου παρατρίβοντες τῶ χείλει τοῦ πίθου, καὶ κινοῦντες τὸ γλεῦκος, εὐωδέστατον τὸν οἶνον ποιήσομεν. | |
7.20.6 | Εἰ δὲ βούλει τὸν οἶνον ἔχειν ὀσμὴν θυμιάματος, ἢ μήλου, ἤ τινος ἄλλης ὕλης, ἔμβαλλε ἓν τῶν εἰρημένων πρὶν ἐγχεῖν τὸν οἶνον, καὶ περιδήσας ἔασον, μέχρις ἂν | |
5 | ἀδιάφθορος καὶ μὴ τρέπων τὴν ὀσμὴν γένηται, εἶτα ἀφελὼν τὸ ἐμβληθέν, ἔμβαλε τὸν οἶνον, καὶ πωμάσας μετὰ ταῦτα χρῶ. | |
7.20.7 | Ἔστι δὲ τὰ ποιοῦντα τὴν εὐο‐ σμίαν ταῦτα· ἀβρότονον, ἀμύγδαλα πικρά, ἄργιλλος, ἀσάρου φύλλα, ἀσπαλάθου ῥίζαι, ἀσπαράγου ἄνθος, κέδρου πρίσμα, τίλεως ἄλευρον. | |
7.20.8 | τούτων τὰ μὲν ἐν ἀγγείοις πλεκτοῖς, τὰ δὲ ἐν ὀθονίοις δεθέντα, δεῖ ἐγκρεμάννυσθαι μετέωρα εἰς τὸ ἔχον τὸν οἶνον ἀγ‐ γεῖον, ὡς μὴ ἐφάπτεσθαι αὐτοῦ. | |
7.20.9 | ὅταν δὲ τῆς ἑαυτῶν ὀδμῆς μεταδῶσιν, ἐξαιρεῖται· πάντα δὲ πρὶν διαφθαρῆναι καὶ ἀλλοιωθῆναι. | |
7.21t | Οἶνον λευκὸν μέλανα ποιῆσαι, καὶ τὸν μέλανα λευκόν. Βάρωνος. | |
7.21.1 | Ἁλὸς ῥυπαροῦ δραχμὰς ηʹ ταῖς δέκα κοτύλαις τοῦ μέλανος οἴνου μίξον. τὸ αὐτὸ ποίει τοῦ ὀροῦ | |
τοῦ γάλακτος τῷ οἴνῳ ἐπιχέων· καὶ κλήματα ἀμπέλου λευκῆς καυθέντα, ἐάν τις τὴν τέφραν ἐμβάλῃ εἰς τὸ | 207 | |
5 | ἀγγεῖον, καὶ κινήσας ἐάσῃ ἐπὶ ἡμέρας τεσσαράκοντα, ἔσται λευκὸς ὁ οἶνος. | |
7.21.2 | ὁ δὲ λευκὸς ἔσται μέλας, τέφρας κληματίδων μελανῶν ἐμβαλλομένης. | |
7.22t | Οἶνον διαυγῆ ποιῆσαι. Φρόντωνος. | |
7.22.1 | Ὠῶν τριῶν τὰ λευκὰ βαλὼν εἰς ἄγγος, τάραξον ἵνα ἀφρίσῃ, ἐμβαλὼν καὶ ἅλας λευκούς, καὶ μέρος οἴνου, καὶ μάλασσε ἕως λευκότατον γένηται, εἶτα γέμιζε τοῦ οἴνου, καὶ κατὰ κεράμιον ποίει οὕτως, καὶ | |
5 | ἀποτίθεσο. | |
7.23t | Οἶνον πολυφόρον εἰς κρᾶσιν ποιῆσαι, ὥστε ὀλίγον ἀναλισκόμενον πολλοῖς ἐξαρκεῖν. Παξάμου. | |
7.23.1 | Ἀλθαίας ῥίζας ξηρὰς ἐπιξέσας εἰς τὸν οἶνον, ταράξας χρῶ. | |
7.24t | Οἶνον νέακα παλαιὸν ποιῆσαι. Δαμηγέροντος. | |
7.24.1 | Ἀμυγδάλων πικρῶν, ἀψινθίου, πίτυος καρπίμου κόμης, τίλεως, μετὰ τὸ φρυγῆναι συγκοπέντων κύα‐ | |
θον τῷ ἀμφορεῖ μίξας, παλαιοφανεῖς καὶ μονίμους οἴνους ποιήσεις. | 208 | |
7.24.2 | Ποιήσεις δὲ παλαιοφανεῖς τοὺς οἴνους, ἐὰν λαβὼν κεράμια δύο κοῦφα ἀπὸ οἴνου παλαιοῦ, ἀφελὼν αὐτῶν τὰ ὦτα καὶ χείλη, καὶ τοῦ πυθμένος τὰ ἄκρα, τὰ μὴ μεταλαβόντα τοῦ οἴνου | |
5 | ἀποῤῥίψῃς· τὸ δὲ ἄλλο ἐᾶν δεῖ σὺν τῇ παλαιᾷ τρυγὶ τοῦ οἴνου· κατεάξας τε καὶ σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα ἡμιμόδιον, καὶ ἀνατάραξον τὸν οἶνον, καὶ περιχρίσας ἔασον ἡμέρας δεκαπέντε, εἶτα ἀνοίξας χρῶ, καὶ δόξεις εἶναι τὸν οἶνον ἐτῶν δέκα. | |
7.24.3 | ἀναλωθέντος δὲ τοῦ οἴνου, τὴν τρύγα βάλε εἰς κύθραν καινήν, καὶ περιχρίσας ὀπτήσας τε καὶ κόψας καὶ σήσας πάλιν τῷ αὐτῷ τρόπῳ χρῶ. ἀντὶ γὰρ πάντων ἀρωμάτων | |
5 | τῶν προειρημένων ἡ τοιαύτη τῶν ὀστράκων χρῆσις ἀρκέσει. | |
7.24.4 | Τινὲς δὲ οὕτω ποιοῦσι παλαιοφανεῖς τοὺς οἴνους· μελιλώτου γο. αʹ γλυκυρίζου γο. γʹ νάρδου Κελτικῆς τὸ ἶσον, ἀλόης ἡπατίτιδος γο. βʹ κόψαντες καὶ σήσαντες, ἐμβάλλουσιν εἰς τὸν οἶνον, καὶ οὕτω | |
5 | χρῶνται. | |
7.25t | Οἶνον ἄνθος μὴ ἔχειν. Σωτίωνος. | |
7.25.1 | Οἰνάνθης ξηρανθείσης ἐπίπασσε τῷ οἴνῳ, ἢ ἄλευ‐ ρον ὀρόβων μίγνυε τῷ οἴνῳ. ἐὰν δὲ κάτω χωρήσῃ τὸ ἄνθος καὶ τὸ ἄλευρον, εἰς ἄλλο ἀγγεῖον μετάχεε | |
τὸν οἶνον. | 209 | |
7.26t | Οἴνου νοτίαν παῦσαι. Ἀπουληΐου. | |
7.26.1 | Γάρου κοτύλας δʹ παραχυτέον, καὶ ῥοιᾶς φύλλα, καὶ λύουσι τὴν νοτίαν. | |
7.26.2 | τὴν δὲ δυσωδίαν θεραπεύσεις οὕτως· δᾷδας λιπαρὰς ἁπτομένας εἰς τὸν πίθον ἐμ‐ βλητέον. | |
7.26.3 | τινὲς δὲ ἀγγεῖον ἔχον ὕδωρ βύσαντες, ἐπιτιθέασιν ἐν τῷ πίθῳ, καὶ μετὰ τρίτην ἡμέραν τὸν μὲν οἶνον ἕξουσι καθαρόν, δυσῶδες δὲ τὸ ὕδωρ. | |
7.26.4 | Οἱ δὲ ὄστρακα ἐκπυρώσαντες ἐμβάλλουσιν, ἄλλοι κρίθινον ἄρτον θερμὸν ἐν σπυρίδι καθιᾶσιν· ἄλλοι σελίνου σπέρμα καὶ φύλλα ἐμβάλλουσιν· ἕτεροι ἀπὸ νεαροῦ τυροῦ τὸν ὀρὸν μιγνύουσιν· ἕτεροι ἰτέινον | |
5 | ξύλον ἐμβάλλουσι, καὶ πᾶσαν τὴν πονηρίαν ἀφαιροῦν‐ ται τοῦ οἴνου. | |
7.27t | Οἶνον ἀπὸ ἰοῦ θηρίου βλαβέντα θερα‐ πεῦσαι. Δημοκρίτου. | |
7.27.1 | Ἄρτος θερμὸς ἐμβληθείς, ἢ δακτύλιος σιδηροῦς, | |
τὸν ἰὸν ἀφαιρεῖται. | 210 | |
7.28t | Οἴνους τρυγώδεις καὶ θολεροὺς κατα‐ στῆσαι. Ἀνατολίου. | |
7.28.1 | Ἀμόργης ἐπὶ τρίτῳ ἑψημένης κοτύλην ἐγχέουσί τινες εἰς ἕκαστον μετρητήν, καὶ ἀποκαθίσταται παρα‐ χρῆμα. | |
7.29t | Οἶνον ἀφανίσαι. Ἀφρικανοῦ. | |
7.29.1 | Ῥαφάνου χυλὸν ἔμβαλε εἰς τὸν οἶνον, μασησάμενος τὴν ῥάφανον. | |
7.30t | Οἶνον πίνοντα μὴ ὄζειν. Τοῦ Αὐτοῦ. | |
7.30.1 | Ἶριν τρωγλοδύτιν διαμάσησαι. | |
7.31t | Οἶνον πολὺν πίνοντα μὴ μεθύσκε‐ σθαι. Τοῦ Αὐτοῦ. | |
7.31.1 | Πνεύμονα αἴγειον ὀπτήσας ἔσθιε. ἢ ἀμύγδαλα πικρὰ νῆστις φάγε εʹ ἢ ζʹ ἢ κράμβην ὠμὴν προέσθιε, καὶ οὐ μεθυσθήσῃ. | |
7.31.2 | οὐκ ἂν δὲ μεθυσθείη ὁ πίνων, εἰ χαμαιπίτυος κλάδοις ἐστεμμένος εἵη· ἢ εἰς πρῶτον ποτήριον λέγων τὸν Ὁμηρικὸν στίχον τοῦτον· Τρὶς δ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητίετα | |
5 | Ζεύς. | 211 |
7.32t | Πῶς παύσεταί τις τῆς τοῦ οἴνου ἐπι‐ θυμίας. Δημοκρίτου. | |
7.32.1 | Τὸν ἀποῤῥέοντα ἰχῶρα τῶν κλημάτων μετὰ τὴν τομὴν ἐπισυναγαγών, δὸς πιεῖν τῷ οἰνόφλυγι παρὰ τὸν πότον μὴ εἰδότι, καὶ παύσεται τῆς ἐπιθυμίας τοῦ οἴνου. | |
7.33t | Πρὸς τὸ ἀνανήφειν τοὺς μεθύοντας. Βηρυτίου. | |
7.33.1 | Ἀνανήφειν ποιεῖ τοὺς μεθύοντας ὄξος ἀθρόον πινόμενον, καὶ ῥαφανὶς ἐσθιομένη, καὶ μελιτώδη, καὶ πλακοῦντες. | |
7.33.2 | προσέτι δὲ καὶ ἀρχαίων ἱστοριῶν ζητή‐ ματα καὶ διηγήσεις, καὶ στέφανοι ἀπὸ ποικίλων ἀν‐ θῶν ἐπιτιθέμενοι τῇ κεφαλῇ. | |
7.34t | Ὅτι οὐ μόνον ὁ οἶνος, ἀλλὰ καὶ ἕτερά τινα μεθύειν ποιεῖ τοὺς πίνοντας. Λεοντίνου. | |
7.34.1 | Τῶν πινομένων μεθύειν ποιεῖ πρῶτον μὲν οἶνος· δεύτερον, εἰ καὶ παράδοξον ἀκοῦσαι, ὕδωρ· τρίτον, τὰ ἀπὸ τοῦ σίτου καὶ τῶν κριθῶν γινόμενα | |
πόματα, οἷς μάλιστα κέχρηνται οἱ βάρβαροι· τέταρτον, | 212 | |
5 | τὸ ἀπὸ τῶν ὀλυρῶν, καὶ τὸ ἀπὸ τοῦ βρόμου γινόμενον πόμα. μεθύσκει δὲ καὶ τὸ ἀπὸ τοῦ κέγχρου καὶ ἐλύ‐ μου. | |
7.34.2 | εὐμέθυστοι δέ εἰσιν οἱ πρεσβύται καὶ πάντες οἱ κατεψυγμένοι. γυναῖκες δὲ τῶν ἀνδρῶν ἀμεθυστό‐ τεραί εἰσι, διὰ τὴν κρᾶσιν· μεθύσκονται δὲ καὶ αὐταὶ τῷ ποσῷ. | |
7.35t | Πῶς δίχα σταφυλῆς γίνεται οἶνος. Σωτίωνος. | |
7.35.1 | Τῆς μυρσίνης καὶ τῆς κράνου ὁ νεαρὸς καρπὸς ἀληθόμενος καὶ ἐκπιεζόμενος ποιεῖ οἶνον. | |
7.35.2 | ὁμοίως ποιοῦσιν οἶνον καὶ κόκκοι τῆς ῥοιᾶς καθαροὶ ἐκπιεζό‐ μενοι, περιαιρουμένων τῶν ἐν μέσῳ [τῶν] κόκκων. | |
7.35.3 | τινὲς δὲ ποιοῦσιν οἶνον καὶ ἀπὸ τῶν χλωρῶν σύκων οὕτως. εἰς ἀγγεῖον κεραμεοῦν οἰνηρὸν σύκων ἐμβάλ‐ λουσι πρὸς ἥμισυ μέρος, εἶτα πληροῦσι τὸ ἀγγεῖον ὕδατος καθαροῦ, καὶ συνεχῶς ἀπογεύονται. ὅταν δὲ | |
5 | οἰνῶδες ᾖ τὸ γεῦμα, ἀπηθήσαντες χρῶνται. | |
7.36t | Οἴνου μέχρι γήρως ὑγίειαν φυλάτ‐ τοντος ἀδιάπτωτος σκευασία. Οὐϊνδανιωνίου. | |
7.36p | Ἴρεως καλλίστης δραχμὰς δʹ μαράθρου σπέρματος | |
τρυβλίον αʹ ἀλεύρου τὸ ἶσον, πεπέρεως δραχμὴν αʹ σμύρνης τρωγλίτιδος δραχμὰς βʹ, σεσέλεως δραχμὴν αϛʹ μήου δραχμὴν αϛʹ σελίνου δραχμὰς βʹ, ταῦτα | 213 | |
5 | κόψας παρέγχεε οἴνου εὐώδους λευκοῦ τὸ ἀρκοῦν, καὶ λείου, καὶ μάζας ποιήσας, εἰς ὀθόνιον πυκνὸν ἐνδήσας βάλε εἰς ἀγγεῖον, καὶ ἐπίχει οἶνον κάλλιστον, καὶ πωμάσας, μετὰ ἡμέρας δʹ ἀνοίξας πρόπινε κύλικα νῆστις. τούτῳ ἀεὶ εἴ τις χρῷτο, ἄνοσος διαμένει. | |
10 | βέλτιον δὲ διὰ γλεύκους συντίθεται. | |
7.37t | Περὶ τῶν διηθουμένων οἴνων. Φλωρεντίνου. | |
7.37.1 | Τὸν ὑλιστῆρα εἰς ἅλμην καθ’ ἑαυτήν, ἢ εἰς θαλάττιον μετὰ ποτίμου ὕδατος μιχθέν, ἔμβαλε ἐπὶ βʹ ἡμέρας, καὶ μετὰ τοῦτο οἴνῳ διάβρεχε. καὶ ὅταν μὲν χρεία αὐτοῦ ᾖ, ἐκπίασον αὐτόν, εἶτα τὰ χείλη | |
5 | τοῦ ὑλιστῆρος ἀμυγδάλοις ἢ καρύοις τριφθεῖσι διάχριε. | |
7.37.2 | τοῖς δὲ διηθηθεῖσιν οἴνοις οἱ μὲν ἀνίσου, ἢ ἀσβό‐ λης, οἱ δὲ γύψου, ἢ ἑψητοῦ, ἢ μέλιτος, ἢ οἴνου καλοῦ | |
τρυγός, ἢ ὀρόβου ἀλεύρου μιγνυούσιν. | 214 | |
8t1 | ΒΙΒΛΙΟΝ Η | |
8p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ὦ φίλτατε παῖ Βάσσε, ὀγδόῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ διαφόρους σκευασίας οἴνων, καὶ ἑτέρων προπομάτων, καὶ ὄξους παντοίας κατασκευάς. | |
5 | αʹ. οἴνων ὑγιεινῶν σκευασίαι. βʹ. ῥοδίτης οἶνος. γʹ. ἀνηθίτης οἶνος. δʹ. ἀνισίτης οἶνος. εʹ. ἀππίτης οἶνος. ϛʹ. ἀσαρίτης οἶνος. ζʹ. γλιχωνίτης οἶνος. ηʹ. δαφνίτης οἶνος. θʹ. μαραθίτης οἶνος. ιʹ. κονυζί‐ της οἶνος. ιαʹ. ὀμφακίτης οἶνος. ιβʹ. πετροσελινίτης | |
10 | οἶνος. ιγʹ. πηγανίτης οἶνος. ιδʹ. τιλίτης οἶνος. ιεʹ. ὑσ‐ σωπίτης οἶνος. ιϛʹ. σελινίτης οἶνος. ιζʹ. οἶνος διὰ μήλων. ιηʹ. οἴνου καθαρτικοῦ σκευασία. ιθʹ. οἶνος ἱκανὸς γυναικὶ κατασπᾶσαι γάλα καὶ μὴ συγχωρῶν τινι ἀρρωστήματι περιπεσεῖν. κʹ. οἶνος πρὸς δυσεν‐ | |
15 | τερίαν. καʹ. περὶ ἀψινθίτου οἴνου. κβʹ. Ἀμινναίου οἴνου ποίησις. κγʹ. Θασίου οἴνου ποίησις. κδʹ. Κώου οἴνου ποίησις. κεʹ. περὶ οἰνομέλιτος. κϛʹ. οἰνόμελι ἀπὸ γλεύκους. κζʹ. ὑδρομήλου σκευασία. κηʹ. ὑδρο‐ μέλιτος σκευασία. κθʹ. ῥοδομέλιτος σκευασία. λʹ. ἀπιά‐ | |
20 | του σκευασία. λαʹ. κονδίτου σκευασία. λβʹ. ἑψήματος καλλίστου σκευασία. λγʹ. ὄξους διαφόρου σκευασία, καὶ πῶς δυνατὸν τὸν οἶνον ὄξος ποιῆσαι. λδʹ. ὄξος | |
δίχα οἴνου γενέσθαι. λεʹ. ὄξος πρὸς εὐπεψίαν καὶ ὑγείαν ἐπιτήδειον. λϛʹ. ὄξους γλυκέος σκευασία. λζʹ. | 215 | |
25 | ὄξους δριμέος σκευασία. ληʹ. ὄξος δριμὺ διαμένειν. λθʹ. ὄξος πεπεράτον ποιῆσαι. μʹ. ὄξους δοκιμασία, εἰ ὕδωρ ἔχει. μαʹ. ὥστε διπλασιάσαι τὸ ὄξος. μβʹ. ὄξος σκιλλιτικὸν ποιῆσαι. | |
8.1t | Οἴνων ὑγιεινῶν σκευασίαι. | |
8.1.1 | Οἴνων ὑγιεινῶν ἄρτυσις καὶ σκευασία διάφορα πάθη ἰωμένη, ἣν πολλοὶ τῶν ἀρχαίων διὰ πείρας ἐπαινοῦσιν. | |
8.1.2 | ἔστι δὲ ἡ σκευασία αὐτῶν οὐδὲν φαρ‐ μακῶδες ἔχουσα, ἀλλὰ ἁπλουστάτη, οἷον διὰ ῥόδων, ἢ ἀνήθου, ἢ ἀψινθίου, ἢ γλίχωνος, καὶ τῶν τοιούτων. | |
8.1.3 | δεῖ δὲ ἕκαστον τῶν εἰρημένων εἰδῶν κόπτειν, καὶ ἐνδεσμεῖν παννίῳ, καὶ ἐμβάλλειν τῷ οἴνῳ, κατὰ τὸν ὑποτεταγμένον τρόπον. | |
8.2t | Ῥοδίτης οἶνος. | |
8.2.1 | Ῥόδων ξηρῶν ὀρεινῶν, ἀνίσου, κρόκου, καὶ μέλι‐ τος μέρος δήσας ὁμοῦ, ἔμβαλε εἰς οἶνον. ἐπιτήδειος | |
δὲ ὁ οἶνος στομαχικοῖς καὶ πλευριτικοῖς. | 216 | |
8.3t | Ἀνηθίτης οἶνος. | |
8.3.1 | Ἀνήθου σπέρμα βλητέον εἰς ὀθόνιον, εἶτα ἐατέον εἰς οἶνον. ὑπνοποιὸς ὁ οἶνος, οὖρα κινεῖ, πέττει τὰ σιτία. | |
8.4t | Ἀνισίτης οἶνος. | |
8.4.1 | Ἀνίσου καρπὸς ἐμβαλλόμενος τῷ οἴνῳ δυσουρίαν παύει, σπλάγχνα ὠφελεῖ. | |
8.5t | Ἀππίτης οἶνος. | |
8.5.1 | Ἀππίων ἐμβαλλομένων, ὁ οἶνος κοιλίαν ἵστησιν. | |
8.6t | Ἀσαρίτης οἶνος. | |
8.6.1 | Οὗτος ὁ οἶνός ἐστι διουρητικός, ὑδρωπιῶντας, ἰκτεριῶντας, ἡπατικούς, ἰσχιαδικοὺς ῥώννυσι, καὶ τρι‐ ταϊκούς, καὶ ῥίγη λύει. | |
8.7t | Γλιχωνίτης οἶνος. | |
8.7.1 | Χρὴ τὸν γλίχωνα ἑψεῖσθαι ἐν οἴνῳ, ἕως ἂν λειφθῇ τὸ τρίτον. οὗτος ὁ οἶνος πρὸς ἑρπετῶν ἰὸν ἀλεξίκα‐ | |
κος, καὶ πρὸς χειμερινὰ ψύχη ὠφέλιμος. | 217 | |
8.8t | Δαφνίτης οἶνος. | |
8.8.1 | Οὗτος ὁ οἶνός ἐστι θερμότατος, διουρητικός, βῆχας, θώρακας, στρόφους ὠφελεῖ. καὶ τοὺς πρεσβυτέρους ὀνίνησι, καὶ πρὸς ἑρπετὰ χρήσιμος, καὶ πρὸς ὠταλγίας, καὶ τὰς ὑστερικὰς ὠφελεῖ γυναῖκας. | |
8.9t | Μαραθίτης οἶνος. | |
8.9.1 | Οὗτος ὁ οἶνος ὄρεξιν κινεῖ, στόμαχον ῥώννυσι, διουρητικός ἐστιν. | |
8.10t | Κονυζίτης οἶνος. | |
8.10.1 | Οὗτος ὁ οἶνος ἰκτεριῶσι καὶ στομαχικοῖς ἐπιτή‐ δειος, καὶ πρὸς ἑρπετὰ ἀλεξιφάρμακος. | |
8.11t | Ὀμφακίτης οἶνος. | |
8.11.1 | Οὗτος ὁ οἶνος εὐστόμαχος, παραλυτικοῖς, ναρκῶσι, τρέμουσι, σκοτωματικοῖς, νεφριτικοῖς, στροφουμένοις, καὶ πρὸς τὰς λοιμώδεις νόσους ἐπιτήδειος. | |
8.12t | Πετροσελινίτης οἶνος. | |
8.12.1 | Οὗτος ὁ οἶνος στόμαχον ῥώννυσιν, ἐρυγγάνειν ποιῶν, καὶ τὰς ὀρέξεις ἐγείρων· διουρητικός τέ ἐστι, | |
καὶ ὑπνωτικὸς σφόδρα. | 218 | |
8.13t | Πηγανίτης οἶνος. | |
8.13.1 | Οὗτος ὁ οἶνός ἐστι θερμός, πρός τε τὰ δηλητήρια φάρμακα καὶ πρὸς ἑρπετὰ ἀλεξιφάρμακος. | |
8.14t | Τιλίτης οἶνος. | |
8.14.1 | Οὗτος ὁ οἶνος, τίλεως κοπείσης ἐμβληθείσης μάλι‐ στα ἥπατι ἐπιτήδειος. | |
8.15t | Ὑσσωπίτης οἶνος. | |
8.15.1 | Οὗτος ὁ οἶνος καθαίρει θώρακα, πέψιν ποιεῖ θερ‐ μὸς ὤν, μαλάσσει κοιλίαν. | |
8.16t | Σελινίτης οἶνος. | |
8.16.1 | Σελίνου σπέρμα κεκομμένον βάλε ἐν τῷ οἴνῳ, συμβάλλεται δὲ πρὸς οὔρησιν, καὶ ἔρευξιν, καὶ τοὺς τῶν νεύρων καὶ ὑποχονδρίων πόνους. | |
8.17t | Οἶνος διὰ μήλων. | |
8.17.1 | Μῆλα κυδώνια εὐωδέστατα ἔμβαλε εἰς κεράμια, καὶ ἔγχεε οἶνον, εἶτα περιχρίσας ἔασον ἐπὶ ἡμέρας γʹ, | |
καὶ τῇ δʹ χρῶ. | 219 | |
8.18t | Οἴνου καθαρτικοῦ σκευασία. | |
8.18.1 | Ὅταν βόθρια γένηται, μέλανος ἐλλεβόρου τὰς ῥίζας κόψον, καὶ περικαθάρας τῆς ἀμπέλου τὰς ῥίζας, περίβαλε αὐτὰς τῷ κοπέντι ἐλλεβόρῳ, καὶ οὕτως φύ‐ τευσον. | |
8.19t | Οἶνος ἱκανὸς γυναικὶ κατασπᾶσαι γάλα, καὶ μὴ συγχωρῶν τινι ἀῤῥωστήματι περιπεσεῖν. | |
8.19.1 | Τὸν θύμον συλλέξας ὅταν ἀνθῇ καὶ ξηράνας τρί‐ ψον, εἶτα ἔμβαλε εἰς τὸ κεράμιον χοίνικας δʹ ἐπιχέων οἴνου λευκοῦ μετρητήν, καὶ κατάλειψον τὸ κεράμιον ἐπὶ ἡμέρας μʹ. | |
8.20t | Οἶνος πρὸς δυσεντερίαν καὶ ῥύσιν γαστρός. | |
8.20.1 | Λαβὼν ῥοιὰς ἐνωμοτέρας λʹ θλάσον, εἶτα ἐμβαλὼν εἰς κεράμιον ἐπίχεε οἴνου μέλανος αὐστηροῦ χόας γʹ | |
καὶ μετὰ ἡμέρας λʹ χρῶ. | 220 | |
8.21t | Περὶ ἀψινθίτου οἴνου. | |
8.21.1 | Ἀψινθίου, μάλιστα δὲ Ποντικοῦ, δραχμὰς ηʹ κόψον, καὶ ἐνδήσας εἰς ὀθόνιον μὴ πάνυ πυκνόν, ἔμβαλε εἰς ἀμφορέα. τινὲς δὲ τὸ ἥμισυ τοῦ ἀψινθίου ἐμβάλλουσι. πολλοὶ δὲ καὶ κασσίας προσμιγνύουσιν. | |
8.21.2 | ἐπειδὰν οὖν τὸ ὀθόνιον εἰς τὸν ἀμφορέα προσεμ‐ βάλῃς, ἐπίβαλε τὸ γλεῦκος ὡς γεμίσαι, δοὺς μίαν ἀναπνοήν, ἵνα μὴ ὑπερζέσῃ. | |
8.21.3 | τῷ αὐτῷ τρόπῳ ὅσους ἂν βούλει ἀμφορεῖς σκεύαζε. | |
8.21.4 | χρῶ δὲ τῷ ἀψινθίτῃ πρός τε τοὺς τῶν ὑποχονδρίων πόνους καὶ ἥπατος, καὶ πρὸς τὰς ὠμότητας καὶ στομάχου πόνον· ἐκβάλλει δὲ καὶ τὰ ἐν τοῖς ἐντέροις τρεφόμενα θηρία. | |
8.22t | Ἀμινναίου οἴνου ποίησις. Διδύμου. | |
8.22.1 | Οἱ μὲν τοὺς Ἀμιννίζοντας οἴνους εἰς ἄγγος ἀπὸ οἴνου Ἰταλικοῦ ἐγχέαντες, κατορύττουσιν ἐν ὑπαίθρῳ. οἱ δὲ καὶ ἀμυγδάλων πικρῶν, καὶ φύλλου καὶ ἑψητοῦ ὀλίγον ἐμβάλλουσιν· ἄλλοι καὶ ἀλόης ἡπατίτιδος καὶ | |
5 | κυπείρου. | |
8.22.2 | Ἢ ἀλόης δραχ. βʹ ἀμώμου δραχ. γʹ κόστου δραχ. δʹ φύλλου δραχ. δʹ μελιλώτου δραχ. θʹ νάρδου | |
Ἰνδικῆς δραχ. βʹ ξυλοκινναμώμου δραχ. γʹ ἀμφορεῦ‐ σιν ζʹ. | 221 | |
8.22.3 | Τινὲς καὶ σμύρνης, κασίας, κρόκου ἀνὰ δραχ. δʹ συνεμβάλλουσιν. ἄλλοι καλάμῳ ἀντὶ τῆς σμύρνης χρῶνται. | |
8.23t | Θασίου οἴνου ποίησις. Φλωρεντίνου. | |
8.23.1 | Τὰς ἀκμαζούσας σταφυλὰς ἡλιάζομεν, διατιθέν‐ τες ἐπὶ βότρυν [δύο] ἡμέρας εʹ τῇ δὲ ϛʹ μέσον ἡμέρας ἀνελόμενοι αὐτὰς ἐνθέρμους καταβάπτομεν εἰς γλεῦκος καὶ θάλασσαν ἑψημένην ἐφ’ ἡμισείᾳ, καὶ ἀνελόμενοι | |
5 | ἐπιτιθέμεθα εἰς τὴν ληνὸν νύκτα καὶ ἡμέραν μίαν· καὶ συμπατήσαντες ἀναλαμβάνομεν εἰς ἀγγεῖα. | |
8.23.2 | ὅταν δὲ ἀναζέσῃ καὶ ἀποκαθαρθῇ, παραχέομεν ἑψήματος εἰκοστόπεμπτον μέρος· μετὰ δὲ ἰσημερίαν ἐαρινὴν ἀπο‐ τρυγίζομεν εἰς ἀγγεῖα σύμμετρα. | |
8.24t | Κώου οἴνου ποίησις. Βηρυτίου. Οἱ μὲν τοῦ γλεύκους μέρη γʹ καὶ θαλαττίου ὕδα‐ τος μέρος αʹ ἀποτριτοῦσιν· οἱ δὲ ἁλῶν κο. αʹ ἑψητοῦ κο. γʹ οἴνου γλεῦκος ὡς κο. αʹ ὀροβίου ἀλεύρου κο. αʹ | |
5 | μελιλώτου δραχμὰς ρʹ μήλων δραχμὰς ιϛʹ νάρδου Κελ‐ τικῆς δραχμὰς ιϛʹ εἰς οἴνου λευκοῦ μετρητὰς βʹ μιγνύ‐ | |
ουσιν. | 222 | |
8.25t | Περὶ οἰνομέλιτος. | |
8.25.1 | Βάλε μέλι Ἀττικὸν εἰς κάκαβον ὀστράκινον, καὶ εἰς θερμοσποδιὰν θές, ἵνα ἀφρὸς ἀναβληθῇ, καὶ βάλε, μετὰ τὸ χλιανθῆναι τὸ μέλι, εἰς τὸν ξέστ. τοῦ μέλιτος οἴνου ξέστ. δʹ, εἶτα ἔμβαλε τὸ οἰνόμελι εἰς σκεύη πε‐ | |
5 | πισσωμένα καλῶς, καὶ κόστου ξηροῦ γράμματα ιβʹ κόψας καὶ ἐνδήσας ὀθονίῳ ἀποκρέμασον εἰς τὸ οἰνό‐ μελι, καὶ πωμάσας ἀπόθου ἐν διστέγῳ. | |
8.25.2 | Τινὲς δὲ κόψαντες φύλλου καὶ μαράθου γράμματα ιβʹ μίσγουσι τῷ οἰνομέλιτι, καὶ εὑρίσκουσιν αὐτὸ μετὰ ἡμέρας ιεʹ παράδοξον· παλαιούμενον δέ, ἀσύγκριτον. | |
8.25.3 | Ἄλλοι δὲ οἰνόμελι οὕτως ποιοῦσι. σμύρνης γράμματα ϛʹ κασίας γράμματα ιβʹ κόστου γράμματα βʹ νάρδου γράμματα δʹ πεπέρεως γράμματα δʹ μέλιτος Ἀττικοῦ | |
5 | ξέστ. ϛʹ οἴνου ξέστ. κδʹ μίσγουσι καὶ ἀποτίθενται ἐν ἡλίῳ ὑπὸ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἐπὶ ἡμέρας μʹ. τοῦτο καλοῦσί τινες νέκταρ. | |
8.26t | Οἰνόμελι ἀπὸ γλεύκους. | |
8.26.1 | Ἕψησον τὸ γλεῦκος ἕως οὗ καταστῇ εἰς ἥμισυ, | |
καὶ μίξον εἰς τοὺς δέκα ξέστ. μέλιτος Ἀττικοῦ ξέστ. αʹ, καὶ βαλὼν εἰς τὸ κεράμιον, καὶ γυψώσας ἀπόθου εἰς σκιάν. | 223 | |
8.26.2 | εἰδέναι δὲ χρή, ὅτι τὸ ἀπὸ γλεύκους οἰνόμελι φυσῶδές ἐστι, καὶ ἀκατάλληλον στομάχῳ, εὐ‐ κοίλιον δέ. | |
8.27t | Ὑδρομήλου σκευασία. | |
8.27.1 | Μῆλα κάλλιστα λβʹ εἰς λεπτὸν κατατεμὼν κα‐ λάμῳ ἐκγιγαρτίσας αὐτά, βάλε εἰς μέλιτος καλλίστου ξέστ. ηʹ καὶ ἐάσας μῆνας ηʹ, μίσγε ὕδατος ὀμβρίου παλαιοῦ ξέστ. ιβʹ καὶ ἐν τοῖς ὑπὸ κύνα καύμασιν | |
5 | ἡλίαζε, φυλαττόμενος ὄμβρον καὶ δρόσον. | |
8.27.2 | Ἄλλοι κάλλιον ποιοῦντες, ὑδρόμηλον σκευάζουσιν οὕτω. μῆλα κάλλιστα ἀκμαῖα κόψαντες καὶ χυλώσαντες, τοῦ χυλοῦ ξέστ. δʹ καὶ μέλιτος καλλίστου ἀπηφρισμένου ξέστ. ηʹ | |
5 | ὕδατος ὀμβρίου ξέστ. ιβʹ μίξαντες, καὶ ἡλιάσαντες, πυρὶ μετρίως ἑψήσαντες χρῶνται. | |
8.27.3 | οἱ δὲ διπλῷ λέβητι ἑψοῦσιν, ἵνα ὕδατι μᾶλλον καὶ μὴ πυρὶ ἑψῶ‐ σιν, ὡς ἐν Βηροίᾳ. | |
8.28t | Ὑδρομέλιτος σκευασία. | |
8.28.1 | Λαβὼν ὄμβριον ὕδωρ παλαιόν, ἢ ἄλλως ἀφηψη‐ μένον ἐπὶ τρίτον, μίξον μέλιτος τὸ ἀρκοῦν, καὶ εἰς ἀγγεῖον ἐμβαλών, εἰς σκιὰν ἀπόθου ἐπὶ ἡμέρας ιʹ τρύπην ἐάσας πρὸς διάπνευσιν, καὶ οὕτω χρῶ. παλαι‐ | |
5 | ούμενον δὲ γένοιτο ἂν κρεῖττον. | |
8.28.2 | τούτῳ καὶ οἱ ἔμ‐ πειροι ἰατροὶ ἐν ταῖς ἀσθενείαις χρῶνται, ἐπιστάμενοι ὅτι ἐξ ὕδατος μόνον καὶ μέλιτος σύγκειται. | 224 |
8.28.3 | Οἱ δὲ χιόνα καθ’ ἑαυτὴν μέλιτι μιγνύουσι, καὶ τρίψαντες ἀποτίθενται, καὶ ἴασις γίνεται τοῖς καυσουμένοις· ὀνομάζουσι δὲ αὐτὸ χιονόμελι. | |
8.29t | Ῥοδομέλιτος σκευασία. | |
8.29.1 | Ῥόδα καλά, εἰ ἐγχωρεῖ ὀρεινά, ἐξωνυχισμένα κόψας, καὶ ἐκπιέσας ἐν κοχλίῳ, καὶ λαβὼν τοῦ χυλοῦ ξέστ. βʹ καὶ μέλιτος ξέστ. αʹ, τὸ μέλι ἀπαφρίσας ἐπίβαλε τῷ χυλῷ τῶν ῥόδων, καὶ βαλὼν ἐν ἀγγείῳ ἀνατάραξον | |
5 | εὐτόνως, καὶ ἀπόθου ἐν τόπῳ μὴ ἔχοντι νοτίδα. | |
8.30t | Ἀπιάτου σκευασία. | |
8.30.1 | Σελινοσπέρμου γράμματα ιβʹ, τινὲς δὲ γράμματα ιϛʹ, πηγανοσπέρμου ἤτοι τῶν χλωρῶν φύλλων τοῦ πηγάνου γράμματα ϛʹ μέλιτος ἀπηφρισμένου ξέστ. αʹ οἴνου ξέστας δʹ ἢ εʹ ταῦτα πάντα μίξας ἀπόθου ἡμέ‐ | |
5 | ρας ιεʹ. | |
8.31t | Κονδίτου σκευασία. Δημοκρίτου. | |
8.31.1 | Πεπέρεως πεπλυμένου καὶ ἐψυγμένου καὶ τετριμ‐ μένου ἐπιμελῶς γράμματα ηʹ μέλιτος Ἀττικοῦ ξέστ. αʹ | |
οἴνου παλαιοῦ καὶ λευκοῦ ξέστας δʹ ἢ εʹ. | 225 | |
8.32t | Ἑψήματος καλλίστου σκευασία. Λεοντίνου. | |
8.32.1 | Γλεύκους καλλίστου ξέστας νʹ οἴνου καλλίστου ξέστας ρʹ ἐπὶ τρίτης ἑψῶν, καὶ ἀπαφρίζων, ἐξαίρετον ποιήσεις. | |
8.33t | Ὄξους διαφόρου σκευασία, καὶ πῶς δυνατὸν τὸν οἶνον ὄξος ποιῆσαι. Βάρωνος. | |
8.33.1 | Λαβὼν σεύτλου ῥίζαν κόψον, καὶ βάλε εἰς τὸν οἶνον, καὶ μετὰ ὥρας γʹ ἔσται ὄξος. ἀποκαταστῆσαι δὲ εἰ θέλεις, κράμβης ῥίζαν ἔμβαλε. | |
8.34t | Ὄξος δίχα οἴνου γενέσθαι. Τοῦ Αὐτοῦ. | |
8.34.1 | Βάλε εἰς κέραμον περσικὰ τρυφερά, καὶ κριθὰς φρύξας ἔμπασον, καὶ ἄφες ἡμέρας συσσαπῆναι, εἶτα διυλίσας χρῶ. | |
8.34.2 | ὁμοίως δίχα οἴνου ποιήσεις ὄξος οὕτω. βάλε εἰς κεράμιον σῦκα ἁπαλά, καὶ κριθὰς πεφρυγμένας, καὶ τῶν κίτρων τὰ ἔσωθεν, καὶ κίνει πυκνότερον, καὶ ὅταν ταριχευθῶσι, διυλίσας χρῶ. | |
8.34.3 | Ὄξος χωρὶς οἴνου ποιήσεις οὕτως· γύψον καὶ θαλάτ‐ τιον ὕδωρ ἕψησον, εἶτα μίξας ὕδατι ποταμίῳ, ἐπειδὰν διηθηθῇ, χρῶ. | 226 |
8.35t | Ὄξος πρὸς εὐπεψίαν καὶ ὑγείαν ἐπι‐ τήδειον. Σωτίωνος. | |
8.35.1 | Σκίλλης δραχμὰς ηʹ καὶ ὄξους ξέστ. αʹ ἢ βʹ βάλε εἰς ἀγγεῖον, καὶ πεπέρεως καὶ ἡδυόσμου καὶ κασίας μέρος καὶ ἀρκευθίδων, καὶ μετὰ χρόνον χρῶ. | |
8.36t | Ὄξους γλυκέος σκευασία. Τοῦ Αὐτοῦ. | |
8.36.1 | Λαβὼν ὄξους δριμυτάτου κεράμιον, καὶ γλεύ‐ κους καλοῦ ἐκ τῆς πατήσεως τὸ ἶσον συμμίξας εἰς τὸ αὐτὸ κατάχρισον πίττῃ, καὶ ἐάσας ἐπὶ ἡμέρας λʹ χρῶ. | |
8.36.2 | Τινὲς δὲ ὄξος γλυκίζον ποιοῦσιν οὕτως· τοῦ συῤ‐ ῥέοντος γλεύκους ἐκ τῆς πατήσεως ἕνα μετρητὴν δυσὶ μετρηταῖς ὄξους συνεψοῦσιν, ἕως ἂν τὸ τρίτον ἀφε‐ ψηθῇ. | |
8.36.3 | Οἱ δὲ γλεύκους βʹ μετρητάς, ὄξους δὲ μετρη‐ τήν, καὶ ὕδατος ἑφθοῦ ποτίμου μετρητὰς γʹ συνεψοῦ‐ σιν, ἕως ἂν τὸ τρίτον τοῦ παντὸς ἀφεψηθῇ· ἀπομένει | |
δὲ τὸ δίμοιρον. | 227 | |
8.37t | Ὄξους δριμέος σκευασία. Τοῦ Αὐτοῦ. | |
8.37.1 | Γίγαρτα σταφυλῆς ξήρανον ἐπὶ ἡμέρας βʹ καὶ βάλε εἰς γλεῦκος, καὶ ὀλίγους ὄμφακας, καὶ ποιήσεις δριμύ, μετὰ δὲ ἡμέρας ζʹ χρῶ. ἢ πύρεθρον ἔμβαλε, καὶ ἔσται δριμύ. | |
8.37.2 | ὁμοίως δὲ ποιήσεις αὐτὸ δριμύ, ἐὰν λαβὼν ἀπ’ αὐτοῦ τοῦ ὄξους τέταρτον ἢ πέμπτον μέρος, καὶ ζέσας πυρὶ ἐπιβάλῃς τῷ λοιπῷ καὶ ἐν ἡλίῳ ἐπὶ ηʹ ἡμέρας ἀπόθοιο. | |
8.37.3 | Δριμύτατον ποιοῦσι καὶ ἡδὺ τὸ ὄξος ἀγρώστεως ῥίζαι παλαιαὶ βληθεῖσαι, καὶ σταφίδες, καὶ ἀχέρδου (τουτέστιν ἀγριοαππιδίου) φύλλα θλασθέντα, καὶ βατόριζα, καὶ γάλακτος ὀρός. καὶ | |
5 | δρυὸς καυθείσης ἄνθρακες διάπυροι, καὶ ζέμα ἐρεβίν‐ θων, καὶ ὄστρακα διάπυρα ἐμβαλλόμενα δριμὺ ποιοῦσι τὸ ὄξος. | |
8.38t | Ὄξος δριμὺ διαμένειν. Ἀπουληΐου. | |
8.38.1 | Κυάμους μίξας μετὰ ὀξέος κίτρου, βάλε εἰς ἀγ‐ | |
γεῖον. | 228 | |
8.39t | Ὄξος πεπεράτον ποιῆσαι. Τοῦ Αὐτοῦ. | |
8.39.1 | Βάλε εἰς ὀθόνιον πέπερι ὁλόκληρον, καὶ ἀποκρε‐ μάσας εἰς τὸ ὄξος ἡμέρας ηʹ οὕτως χρῶ. | |
8.40t | Ὄξους δοκιμασία, εἰ ὕδωρ ἔχει. Τοῦ Αὐτοῦ. | |
8.40.1 | Νίτρον εἰς τὸ ὄξος βάλε, καὶ ἐὰν ὡς ζέον οἰδήσῃ, ὕδατος αὐτὸ ἔχειν νόμιζε. | |
8.41t | Ὥστε διπλασιάσαι τὸ ὄξος. Δημοκρίτου. | |
8.41.1 | Λαβὼν φανερὸν μέτρον ὄξους, οἷον λόγου χάριν μετρητήν, ἀπὸ θαλαττίου ὕδατος ἐπὶ ἡμισείας ἑψηθέν‐ τος βάλε μετρητὴν ἕνα, καὶ συγκεράσας ἀπόθου ἐν ἀγγείῳ. | |
8.41.2 | τινὲς δὲ ἀποβρέξαντες κριθὰς καὶ διηθή‐ σαντες, ἐκ τοῦ ἀποβρέγματος μίσγουσιν ἕνα μετρητὴν τυχὸν ἑνὶ μετρητῇ ὄξους, καὶ συνανακινοῦσι καὶ ἐμ‐ βαλόντες ἁλῶν πεφρυγμένων ἔτι θερμῶν ὄντων μέρος | |
5 | τὸ ἀρκοῦν, πωμάζουσι τὸ ἀγγεῖον, καὶ καταλιμπάνου‐ σιν ἡμέρας κʹ. | |
8.41.3 | τινὲς δὲ ἐκ τῶν σύκων τῶν ἐπὶ τοῖς δένδροις βρεχομένων καὶ σηπομένων ἐμβάλλουσιν | |
εἰς ὕδωρ, καὶ ἐάσαντες συσσαπῆναι ὄξος ἐποίησαν. | 229 | |
8.42t | Ὄξος σκιλλιτικὸν ποιῆσαι. Πυθαγόρου. | |
8.42.1 | Βάλε εἰς κεράμιον ὄξους καλλίστου καὶ δριμυτάτου ξέστας λϛʹ καὶ σκίλλης λευκῆς τῶν ἐντὸς πλακῶν κε‐ κομμένων εἰς λεπτά, καὶ ἐψυγμένων ἐν ἡλίῳ ἐπὶ ἡμέρας λʹ ἔμβρεξον τῷ ὄξει ἐπὶ ἡμέρας ιβʹ. εἶτα ἀφε‐ | |
5 | λὼν τὸ ὄξος καὶ ἀποθέμενος, ὅταν θέλῃς, χρῶ. οὐκ ἔλαττον γὰρ τοῦ σκιλλιτικοῦ οἴνου τὸ σκιλλιτικὸν ὄξος ὠφελήσει. | |
9t1 | ΒΙΒΛΙΟΝ Θ | |
9p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, 〈ὦ〉 φίλτατε παῖ Βάσσε, ἐννάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ πᾶσαν σύνταξιν περὶ φυτείας καὶ ἐπι‐ μελείας ἐλαιῶν, καὶ ἐργασίας ἐλαίου ὀμφακίνου, καὶ | |
5 | πάσης ἑτέρας περὶ τὸ ἔλαιον σπουδῆς καὶ θεραπείας, καὶ διαφόρου συνθέσεως ἐλαιῶν. αʹ. ἱστορία περὶ ἐλαιῶν. βʹ. περὶ φυτείας καὶ ἐπι‐ μελείας ἐλαιῶν, καὶ ὅτι μέγιστόν ἐστιν ἀγαθὸν ἡ περὶ ταῦτα σπουδή. γʹ. περὶ ἀέρος ἐπιτηδείου ἐλαίαις καὶ | |
10 | γῆς σχημάτων. δʹ. περὶ καιροῦ φυτείας ἐλαιῶν καὶ | |
εἰς ποίαν γῆν φυτευτέον. εʹ. περὶ φυτωρίου. ϛʹ. περὶ βόθρων τῶν εἰς φυτείαν ἐλαιῶν. ζʹ. ὁποῖα εἶναι δεῖ τὰ μέλλοντα φυτεύεσθαι τῶν ἐλαιῶν φυτά. ηʹ. ἐλαίας πολυφόρους ποιῆσαι. θʹ. περὶ τῆς τῶν τελείων ἐλαιῶν | 230 | |
15 | ἐπιμελείας. ιʹ. πῶς ἔστιν ἐλαίας εὐθαλεῖς καὶ πολυ‐ κάρπους ποιῆσαι καὶ πῶς ἔστι νοσούσας θεραπεῦσαι. ιαʹ. ὅτι κατὰ πολλοὺς καὶ διαφόρους τρόπους ἡ τῆς ἐλαίας γίνεται φυτεία. ιβʹ. πρὸς τὸ μὴ ἀπορρεῖν τῆς ἐλαίας τὸν καρπόν. ιγʹ. περὶ κλαδείας ἐλαιῶν. ιδʹ. περὶ | |
20 | ἐλαιοσταφύλου. ιεʹ. περὶ κόπρου ἐπιτηδείας τῇ ἐλαίᾳ. ιϛʹ. περὶ ἐγκεντρισμοῦ ἐλαιῶν. ιζʹ. πῶς καὶ πότε δεῖ ἐκλέγειν καὶ τρυγᾶν τὰς ἐλαίας. ιηʹ. πῶς δυνατὸν δίχα ἐλαιῶν γενέσθαι ἔλαιον. ιθʹ. ὀμφακίνου ἐλαίου ποίησις. κʹ. ἐλαίου εὐώδους σκευασία. καʹ. πῶς ἔστιν | |
25 | ἔλαιον καθαρὸν ποιῆσαι. κβʹ. ἔλαιον ταγγὸν θερα‐ πεῦσαι. κγʹ. δυσῶδες ἔλαιον θεραπεῦσαι. κδʹ. ἔλαιον θολερὸν καταστῆσαι. κεʹ. ἐὰν μῦς ἢ ἄλλο τι ζῷον εἰς ἔλαιον ἐμπεσὼν βλάψῃ τὴν ὀσμήν. κϛʹ. ἔλαιον Σπάνῳ ὅμοιον ποιῆσαι. κζʹ. ἐλαίῳ Ἰστρικῷ ὅμοιον ποιῆσαι. | |
30 | κηʹ. σύνθεσις καλλίστη ἐλαιῶν. κθʹ. σύνθεσις δι’ ὀξυ‐ μέλιτος. λʹ. σύνθεσις διὰ γλεύκους. λαʹ. σύνθεσις ἐλαιῶν διὰ στεμφύλων σταφυλῆς. λβʹ. περὶ θλαστῶν | |
ἐλαιῶν. λγʹ. περὶ κολυμβάδων. | 231 | |
9.1t | Ἱστορία περὶ ἐλαιῶν. | |
9.1.1 | Ἐλαίαν παρῆχθαί φασιν οὕτως. τῆς γῆς ἁπά‐ σης ἀρχῆθεν ὕδατι καλυπτομένης, πρῶτον δὲ ἐν Ἀθή‐ ναις ἀναφανείσης, Ἀθηνᾶ τε καὶ Ποσειδῶν ἐρασθέντες τοῦ τόπου, ἅμιλλαν εἶχον πόλιν κτίσαι ἐπὶ τῷ τούτων | |
5 | ὀνόματι. | |
9.1.2 | Ζεὺς δὲ ἀμφοτέρων τὴν ἔριν βουληθεὶς διαλῦσαι, φησίν, ὃς ἂν κάλλιστον τῇ πόλει κτῆμα ἐπιδοίη, οὗτος ἐχέτω ταύτην. | |
9.1.3 | Ποσειδῶν μὲν οὖν λιμέσι καὶ νεωρίοις ταύτην ἐκόσμει. ἡ δὲ Ἀθηνᾶ ἐλαίαν ἐν τῇ Ἀκροπόλει ἀνέδωκεν, εὐθαλῆ τε καὶ εὔκαρπον, καὶ ταύτην στεφανωσαμένη, καὶ ὑπὸ πάν‐ | |
5 | των ὁραθεῖσα νενίκηκε, καὶ ἐπ’ ὀνόματι ταύτης τὴν πόλιν Ἀθήνας ὠνόμασαν. | |
9.1.4 | ἡττηθεὶς οὖν ὁ Ποσει‐ δῶν ὑπεχώρησεν εἰς τὰ συνήθη. ἀφ’ οὗ καὶ τοὺς νικῶντας ἐν ἄθλοις τὸν κότινον στέφανον ἀναδοῦσιν οἱ τῶν ἀγώνων ἐπόπται. | |
9.1.5 | ὤνησαν δέ ποτε καὶ ἀπήλλαξαν κεφαλῆς ἄλγημα φυσικῶς, φύλλῳ ἐλαίας ἐπιγράψαντες Ἀθηνᾶ, καὶ μίτῳ τὸ φύλλον τῇ κεφαλῇ | |
ἀναδήσαντες. | 232 | |
9.2t | Περὶ φυτείας καὶ ἐπιμελείας ἐλαιῶν, καὶ ὅτι μέγιστόν ἐστιν ἀγαθὸν ἡ περὶ ταῦτα σπουδή. Φλωρεντίνου. | |
9.2.1 | Τῆς ἀπὸ τῆς ἐλαίας προσόδου ἀναγκαιοτάτης τυγχανούσης (οὐδεμία γὰρ ἑτέρα πρόσοδος οὕτως ἐπὶ πλεῖστον φυλάττεσθαι δύναται χρόνον), δεῖ μάλιστα τοὺς περὶ γεωργίαν ἐσπουδακότας τῆς ἐλαίας πλείστην | |
5 | τίθεσθαι πρόνοιαν. | |
9.2.2 | οὐ μόνον γὰρ ἀσφαλεῖς καὶ βεβαίους ἔχει τοὺς πόρους ἡ ἀπὸ τῆς ἐλαίας πρόσοδος, ἀλλὰ καὶ μέγιστόν ἐστιν ἀγαθὸν πρὸς πᾶσαν τὴν τοῦ βίου θεραπείαν ὁ ἀπὸ τῆς ἐλαίας καρπός. | |
9.2.3 | προ‐ σημαίνει δὲ καὶ τὰς τροπὰς τὰς θερινὰς στραφέντα τὰ φύλλα τῆς ἐλαίας, ὥσπερ ἡ φιλύρα, καὶ ἡ πτελέα, καὶ ἡ λεύκη. | |
9.2.4 | εὐφορεῖν δὲ νόμιζε τὴν ἐλαίαν, εἰ μὴ ἐν τῷ πλαγίῳ, ἀλλ’ ἐν τῷ ἄκρῳ τοῦ ὅρπηκος τὸν καρ‐ πὸν φέρει. | |
9.2.5 | καθαρὰ δὲ οὖσα ἡ ἐλαία βούλεται καθαροὺς εἶναι καὶ τοὺς δρέποντας αὐτήν, καὶ ὀμνύ‐ ναι ἀπὸ μόνης τῆς ἑαυτῶν γυναικὸς ἀφικνεῖσθαι, οὐκ ἀπ’ ἀλλοτρίας εὐνῆς. οὕτω γὰρ καὶ ἐν τῷ ἐπιόντι | |
5 | καιρῷ πλεῖστον παρέξει καρπόν. | |
9.2.6 | φασὶ δὲ ἐν Ἀνα‐ ζάρβῳ τῆς Κιλικίας παῖδας ἁγνοὺς γεωργεῖν τὴν ἐλαίαν, καὶ διὰ τοῦτο εὐφορωτάτην εἶναι τὴν παρ’ | |
αὐτοῖς ἐλαίαν. | 233 | |
9.3t | Περὶ ἀέρος ἐπιτηδείου ἐλαίαις, καὶ γῆς σχημάτων. Τοῦ Αὐτοῦ. | |
9.3.1 | Θερμὸς ἀὴρ καὶ αὐχμηρὸς τῇ ἐλαίᾳ ἐπιτήδειος, καὶ ἔστι τοῦτο ἰδεῖν ἐπὶ τῆς Λιβύης καὶ Κιλικίας, καὶ τῶν ἐν αὐταῖς ἐλαιῶν. | |
9.3.2 | συναίρεται δὲ τῇ τοῦ ἀέρος ἐπιτηδειότητι καὶ τὰ τῆς γῆς σχήματα προσκλινῆ καὶ ὑψηλά. | |
9.3.3 | αἱ γὰρ ἐν τοῖς τοιούτοις τόποις, διὰ τὸ ὑπὸ τῶν ἀνέμων καταψύχεσθαι τὸ ὑπερβάλλον τοῦ ἡλίου πυρῶδες, κάλλιστον ἔλαιον ποιοῦσι, καὶ τοιοῦ‐ τον, οἷον τὸ ὠμοτριβὲς κατασκευάζεται. | |
9.3.4 | αἱ δὲ ἐν τοῖς πεδινοῖς ἐλαῖαι, ἧττον μὲν ὑπὸ τῶν ἀνέμων κινού‐ μεναι, σφοδρότερον δὲ ὑπὸ τοῦ ἡλίου ἐγκαθημένου καιόμεναι, παχὺ τὸ ἔλαιον πέμπουσι. | |
9.3.5 | καθόλου δὲ παρατηρητέον, ὅτι οἱ ἄνεμοι οὐ τὰ φυτὰ μόνον, ἀλλὰ καὶ πάντα ζωογονοῦσιν, ὥσπερ γὰρ οἱ σφοδροὶ καὶ λάβροι ἄνεμοι τοῖς πᾶσιν ἐναντίοι, οὕτως οἱ εὐκραεῖς | |
5 | καὶ ἤπιοι πλεῖστον καὶ μάλιστα μὲν τοῖς πᾶσι φυτοῖς, ἐξαιρέτως δὲ τῷ τῆς ἐλαίας συμβάλλονται. | |
9.3.6 | Εὐθαλῆ γοῦν ἐκεῖνα μάλιστα τὰ φυτὰ τῶν ἐλαιῶν εὑρήσεις, αἷς τὸ τοῦ ἀνέμου πνεῦμα εἰσδύεται, πλατέων ὄντων τῶν ἐν τοῖς φυτοῖς διαστημάτων, δι’ ὧν εὐμαρῶς | |
5 | εἰσπνεῖν ὁ ἄνεμος δύναται. | |
9.3.7 | διὰ τοῦτο γὰρ καὶ τὰ προσκλινῆ καὶ ἀνάντη σφόδρα πρὸς ἐλαίαν ἐπιτήδεια ὑπάρχειν εἰρήκαμεν, διότι δέχεται ἀεὶ εὔδιον ἄνεμον, ὡς μηδὲν διαπνεῦσαι, ἀλλὰ καθ’ ἕκαστον δένδρον | 234 |
5 | ὁμαλῶς διιέναι καὶ τρέφειν καὶ διεγείρειν τὴν αὔξησιν τοῦ φυτοῦ. | |
9.4t | Περὶ καιροῦ φυτείας ἐλαιῶν, καὶ εἰς ποίαν γῆν φυτευτέον. Τοῦ Αὐτοῦ. | |
9.4.1 | Φυτευτέον τὰς ἐλαίας ἀπὸ ὑάδων δύσεως, μέχρι τροπῶν χειμερινῶν, τουτέστιν ἀπὸ ιεʹ τοῦ Νοεμβρίου μηνός, ἕως κʹ τοῦ Δεκεμβρίου μηνός. | |
9.4.2 | φυτευτέον καὶ ἐν τῷ ἔαρι τὴν ἐλαίαν· μιμοῦνται γὰρ ἀλλήλους οἱ δύο καιροί, ἔχοντες τὸ ὑγρὸν καὶ τὸ θερμόν. | |
9.4.3 | τὸ μὲν γὰρ φθινόπωρον ἔχει θερμὴν ἔτι τὴν γῆν ἀπὸ τοῦ ἡλίου, τὴν δὲ ὑγρότητα ἀπὸ τῶν μετοπωρινῶν ὄμβρων. | |
9.4.4 | τὸ δὲ ἔαρ ἔχει μὲν τὸ ὑγρὸν ἀπὸ τῶν ἡγησαμένων ὄμβρων, προσλαμβάνει δὲ τὸ θερμὸν ἀπὸ τῆς ἡλιακῆς προσελεύσεως. | |
9.4.5 | Ἡ ὑγροτέρα γῆ εὐθα‐ λεστέρας καὶ λιπαρωτέρας φέρει τὰς ἐλαίας, δι’ ἣν αἰτίαν ταύτην προκριτέον τὴν γῆν. δευτέρα δὲ ταύ‐ της, ἡ λευκάργιλλος· τρίτη, ἡ σκληράργιλλος. | |
9.4.6 | τὴν δὲ βαθύγειον οὐκ ἐπαινοῦμεν, οὔτε δὲ τὴν ἐρυθράν, θερμὴ γὰρ οὖσα συγκαίει τὰ φυτά. | |
9.4.7 | πολὺ δὲ μᾶλ‐ | |
λον φευκτέον τὴν κατερρηγμένην. τὸν γὰρ καρπὸν ἀλιπῆ φέρει, καὶ τὸ γέννημα ὑδατῶδες. | 235 | |
9.4.8 | ἡ δὲ λεπτό‐ γειος ἐπιτηδεία, καὶ μαρτυρεῖ ἡ Ἀττική. | |
9.5t | Περὶ φυτωρίου. Διδύμου. | |
9.5.1 | Συντομωτέρα μὲν ἡ τῶν προειρημένων φυτῶν κατάθεσις ἐν τῇ ἑαυτῆς γῇ, παρὰ τὸν ἐκ τῆς τῶν φυτωρίων ἀναβολῆς μελλησμόν. | |
9.5.2 | ἐπειδὴ δὲ τὰ ἐκ τῶν φυτωρίων μετατιθέμενα ἀσφαλεστέραν ἔχει τὴν ζωογονίαν, καὶ τὸν τρόπον τῶν φυτωρίων ἐπιδείξομεν. | |
9.5.3 | δεῖ τοίνυν, ὡς πολλαχοῦ εἰρήκαμεν, πάντῃ ἶσον εἶναι τὸ φυτώριον τῇ φυτευθησομένῃ γῇ, οὐ ποιότητι μόνον καὶ σχήματι, ἀλλὰ καὶ ἀέρων καταστάσει, ἵνα μὴ ξενίζηται τὸ μέλλον ἐν αὐτῇ κατατίθεσθαι φυτόν. | |
9.5.4 | Ληπτέον δὲ εἰς τὰ φυτώρια ἀπὸ τῶν νέων ἐλαιῶν καὶ εὐφόρων ἐν οὖν μέτρῳ παχεῖ, οὐκ ἀπὸ τοῦ πρέμνου ἐκπεφυκότα, ἀλλὰ ἄνωθεν ἀπὸ τῶν ὀρπήκων καὶ τῶν νέων κλάδων· | |
9.5.5 | ἔστω δὲ μέτρον πηχυαῖον· ὡς μὴ σπαραχθῆναι ὑπὸ τῆς τομῆς τὸν φλοιόν· τοῦτο γὰρ μᾶλλον χρὴ παραφυλάττειν ἀκριβῶς. | |
9.5.6 | δρεπάνῳ δὲ ὀξεῖ τὴν τομὴν λειωτέον παντοχόθεν, διασώζοντας ἀκέραιον καὶ ὁλόκληρον τὸ φυτόν. | |
9.5.7 | χριέσθω δὲ τὰ κατώτερα τοῦ ὄρπηκος βολβίτῳ τέφρᾳ μεμιγμένῳ, ἐν‐ θήσομεν δὲ αὐτὸ τῇ γῇ, ὡς ὑπερέχειν δʹ δακτύλους, καὶ ἐνταῦθα τὸν βόθρον φιαλώσαντες, ὡς προείρηται, | |
5 | πρὸς ὑποδοχὴν τῶν ὄμβρων. | |
9.5.8 | Χρὴ δέ, ὡς ἤδη προ‐ | |
ειρήκαμεν, φυλάττεσθαι προηγουμένως, ὅπως μὴ κατὰ κορυφὴν τεθῇ ὁ ὄρπηξ. | 236 | |
9.5.9 | παραπήξομεν δὲ κάλαμον, πρὸς τὸ τοὺς σκάλλοντας ἐπιγινώσκειν τὴ ὄψιν τοῦ φυτοῦ. | |
9.5.10 | δεῖ δὲ τὰ ἐν τοῖς φυτωρίοις φυτὰ κατὰ μῆνα κινεῖν ἐπὶ μῆνας ζʹ. | |
9.5.11 | Τριῶν τοίνυν ἐτῶν ἡ φυτοτροφία καλῶς αὕτη ἂν γένοιτο, τῷ δʹ δὲ ἔτει κλαδευτέον τοὺς περιττοὺς κλάδους, καὶ οὕτω μετα‐ λισχευτέον εἰς τὴν μέλλουσαν φυτεύεσθαι γῆν, συν‐ | |
5 | επάραντά τι τοῖς φυτοῖς τῆς οἰκείας καὶ συντρόφου γῆς. | |
9.5.12 | καὶ καλλίων μὲν ὁ διὰ τῶν ὀρπήκων τῆς τῶν ἐλαιῶν φυτείας τρόπος· τινὲς δὲ ξύλα ὡς ἔτυχε κοπέντα ἀπὸ τῶν κατωτάτων μερῶν, τὰ λεγόμενα παρὰ Σύροις γορφία, καταθέμενοι ἐν τοῖς φυτωρίοις, ὅταν | |
5 | ἐπιτήδεια πρὸς μετάθεσιν ἴδωσι, μεταφυτεύουσι. | |
9.5.13 | πολ‐ λοὶ δὲ οὐκ ἐν φυτωρίοις, ἀλλὰ καὶ ἐν τῇ ἰδίᾳ γῇ κατα‐ τιθέμενοι, οὐ διήμαρτον. | |
9.5.14 | κάλλιον δὲ τὰ τοιαῦτα μάλιστα ἐν τοῖς φυτωρίοις κατατίθεσθαι· συνεχῶς γὰρ ἐν τούτοις ἀρδόμενα ταχεῖαν ἔχει τὴν βλάστησιν, καὶ οὕτως εὐμαρῆ τὴν μετάθεσιν. | |
9.6t | Περὶ βόθρων τῶν εἰς φυτείαν ἐλαιῶν. Τοῦ Αὐτοῦ. | |
9.6.1 | Ἡνίκα ἡ τῆς ἐλαίας γίνεται φυτεία, χρὴ καθαί‐ ρειν τοὺς τόπους, ἐν οἷς ἡ ταύτης γίνεται κατάθεσις, | |
καὶ πᾶν τὸ ἑτερογενὲς ἐξαιρεῖν, καὶ περιβάλλειν τει‐ χίον ἢ φραγμόν. | 237 | |
9.6.2 | βοθρεύειν δὲ μάλιστα μὲν ἐνι‐ αυτῷ πρότερον τῆς φυτείας, ἵνα ὑπὸ τοῦ ἡλίου, καὶ τῶν πνευμάτων, καὶ τῶν ὄμβρων, ἡ γῆ ψαθυρωτέρα γένηται, καὶ τὰ φυτὰ ῥιζοβολήσῃ. | |
9.6.3 | εἰ δὲ φυτεῦσαι ἐπειγόμεθα, πρὸ δύο μηνῶν, ἢ ἑνὸς τὸ ἐλάχιστον, φρύγανα καὶ κάλαμον, καὶ ὅσα εὔφλεκτα, ἐγκατα‐ φλέξομεν τοῖς βόθροις ἐπὶ πολλὰς ἡμέρας. | |
9.6.4 | δεῖ δὲ τὸ βάθος τῶν βόθρων ἔχειν τρεῖς, ἢ μὴ ἔλαττον τῶν δύο ἥμισυ πηχῶν. | |
9.6.5 | Ἀπεχέτωσαν δὲ ἀπ’ ἀλλήλων οἱ βόθροι πήχεις νʹ. ὥστε καὶ διαπνεῖσθαι τὰ στελέχη, καὶ τὸν μεταξὺ σπείρεσθαι τόπον. | |
9.6.6 | οἱ δὲ τοῦ σπό‐ ρου καταφρονοῦντες πυκνὴν τὴν φυτείαν ποιοῦνται, ὥστε ὑπ’ ἀλλήλων τὰ φυτὰ μὴ σκιάζεσθαι. | |
9.7t | Ὁποῖα εἶναι δεῖ τὰ μέλλοντα φυτεύε‐ σθαι τῶν ἐλαιῶν φυτά. Τοῦ Αὐτοῦ. | |
9.7.1 | Δεῖ τὰ φυτὰ τῶν ἐλαιῶν, ἀπὸ ἐπιτηδείων τόπων, καὶ δένδρων νέων καὶ κατ’ ἐνιαυτὸν καρποφόρων, τὸ πάχος ἔχοντα στελέχους, ἢ παχύτερα, λεῖά τε καὶ | |
ὀρθὰ ἐκλέγεσθαι. | 238 | |
9.8t | Ἐλαίαν πολυφόρον ποιῆσαι. Ἀφρικανοῦ. | |
9.8.1 | Τρύπησον τρυπάνῳ τὸ στέλεχος διαμπάξ, καὶ λαβὼν κλαδία βʹ ἀπὸ ἑτέρας πολυκάρπου ἐλαίας, τὰς ἀρχὰς τῶν κλάδων ἐξ ἑκατέρου μέρους βάλε, ὥστε εἰς τὸ πέραν διελθεῖν, καὶ ἐπιλαβόμενος ἀμφοτέρων τῶν | |
5 | κλάδων ταῖς χερσὶν ἕλκυσον ἰσχυρῶς· ὅταν δὲ σφη‐ νωθῇ, ἀπόκοψον ἀπὸ ἑκατέρων μερῶν τὰ περιττά, τουτέστι τὰ ἐξέχοντα τῶν κλάδων, καὶ πηλῷ μετὰ ἀχύρου διάχρισον τὰς ἑκατέρωθεν ὀπάς, καὶ γίνεται ἡ ἐλαία πολυφόρος καὶ καλλιέλαιος. | |
9.9t | Περὶ τῆς τῶν τελείων ἐλαιῶν ἐπιμε‐ λείας. Σωτίωνος. | |
9.9.1 | Περὶ μὲν οὖν τῆς φυτείας τῶν ἐλαιῶν, καὶ φυτ‐ ουργίας, τὴν αὐτάρκη διδασκαλίαν ὑπεσχήμεθα. νυνὶ δὲ καὶ περὶ τῆς τῶν τελείων φυτῶν ἐπιμελείας εἰπεῖν ἀκόλουθον. | |
9.9.2 | τὴν μὲν οὖν ἐργασίαν, τουτέστι τὴν γύρωσιν, τῷ αὐτῷ καιρῷ, τῷ καὶ ἐπὶ τῶν νεοφύτων εἰρημένῳ, ποιοῦ· τὴν δὲ περίσκαψιν τοῦ βάθους, καὶ περιβολὴν τῆς κόπρου, 〈καὶ〉 τὸ πλῆθος, καὶ τῆς | |
5 | προσχώσεως τὸ ὕψος, πρὸς τὰ στελέχη, καὶ τὰ μεγέθη, καὶ τὴν τῆς γῆς φύσιν καὶ τῶν δένδρων ποιεῖσθαι χρή. | |
9.9.3 | τοῖς μὲν γὰρ βλαστικωτέροις καὶ ἐνίκμοις | |
τῶν τόπων ἐλάττω τὴν κόπρον προσφέρειν προσήκει, καὶ διὰ πλειόνων ἐτῶν, καὶ τῇ προσχώσει ταπεινοτέρᾳ χρῆσθαι, μὴ τὰ δένδρα εἰς βλάστην ἐπειγόμενα τὸν | 239 | |
5 | καρπὸν ἐν τῷ ἄνθει βλάπτῃ. | |
9.9.4 | ἐν δὲ τοῖς ἀβλαστο‐ τέροις τόποις καὶ ξηροτέροις πλείω τὴν κόπρον διδό‐ ναι, καὶ διὰ ταχέων, καὶ τῇ προσχώσει τῆς γῆς τῆς περὶ τὰ στελέχη ὑψηλοτέρᾳ χρῆσθαι, ὅπως διὰ τὴν | |
5 | κόπρον βλαστικώτερα γένηται, διά τε τὴν πρόσχωσιν μὴ καίηται ὑπὸ τοῦ ἡλίου. | |
9.9.5 | Τὰς δὲ διακαθάρσεις τῶν προειρημένων τελείων ἐλαιῶν, ὡς καὶ τῶν λοι‐ πῶν δένδρων, τῷ φθινοπώρῳ μετὰ πλειάδων δύσιν ποιοῦ. | |
9.9.6 | κατὰ τοῦτον τὸν καιρὸν στερεώτερά τε καὶ ἰσχυρότερα τὰ δένδρα εἶναι δοκεῖ. | |
9.9.7 | συμβαίνει γὰρ αὐτοῖς πρῶτον μέν, ὅσον ἦν ὑγρὸν ἀνηλωκέναι εἰς τοὺς βλαστούς, καὶ εἰς τὴν τοῦ καρποῦ τροφήν· δεύ‐ τερον δέ, διὰ τὴν τοῦ θέρους θερμότητα ὅσον ἐλεί‐ | |
5 | πετο ὑγρὸν ἀπεξηράνθαι· τρίτον δέ, διὰ τὸ μηδέπω τοὺς χειμερινοὺς ὄμβρους δέξασθαι· ὡς πάντων ἕνεκεν τὸν προειρημένον τοῦ φθινοπώρου καιρὸν ὡριμώτα‐ τον εἶναι εἰς τὸ διακαθᾶραι τὰ δένδρα, ἰσχυρότατα τότε ὄντα, καὶ μάλιστα τὴν ἐλαίαν. | |
9.9.8 | Δεῖ δὲ μέλ‐ λοντα καθαίρειν πρότερον κοπρίζειν, ἵνα πρὸς τὴν ἀπὸ τῆς τομῆς βλάβην ἀντιτάττηται ἡ τῆς κόπρου ὠφέλεια· διακαθαιρόμενα γὰρ τὰ στελέχη ἐπὶ τοῦ | |
5 | παρόντος πονεῖ, διὰ τὰς τομάς· κοπρισθέντα δὲ ταχὺ βοηθεῖται, καὶ βλαστικώτερα γίνεται. | 240 |
9.9.9 | Διακαθαίρειν δὲ δεῖ τὰ ξηρὰ καὶ τὰ ἐκ τοῦ μέσου, ἵνα ἔχῃ ἀνα‐ πνοάς· καὶ τοὺς ἀλλήλοις δὲ ἐπικειμένους κλῶνας ἀφαιρεῖν χρή, καὶ ἀραιότητος προνοεῖν· καὶ τοὺς καμ‐ | |
5 | πύλους δὲ περικόπτειν, μάλιστα δὲ τοὺς ὑπερμήκεις, καὶ ὅσα λίαν εἰς ὕψος αὔξεται, ἀφορώτερα φύσει ὄντα. | |
9.9.10 | διὰ τοῦτο γὰρ παρὰ πᾶσι τοῖς γεωργικοῖς νενόμισται, τὰς ἐλαίας ὑπὲρ δεκαπηχυαῖον μέγεθος μὴ προσήκειν εἶναι, καὶ τὴν ὑπὲρ τοῦτο αὔξησιν εὔβλα‐ πτον εἶναι, τῶν κλάδων ὑπὸ τῆς τῶν ἀνέμων σφο‐ | |
5 | δρότητος ἐπικλωμένων, καὶ τοῦ ἄνθους ἐκσειομένου, καὶ διὰ τοῦτο πρὸ καιροῦ ἀποπίπτοντος. | |
9.9.11 | Διὸ πολ‐ λοὶ καὶ τοὺς τῶν νεοφύτων κλῶνας χαμαὶ ἕλκουσι, ταπεινότερον καὶ χαμαιζηλότερον τὸ δένδρον ἀναγκά‐ ζοντες γίνεσθαι. | |
9.9.12 | Καὶ αὐτάρκως μὲν περὶ τῆς τῶν τελείων ἐλαιῶν καθάρσεως εἰρήκαμεν, ἢν διὰ τριῶν ἢ δʹ ἐτῶν ποιεῖσθαι χρή. τοὺς δὲ παραφυομένους τοῖς στελέχεσι κλῶνας, εὐθὺς ἔτι ἁπαλοὺς ὄντας, κατ’ | |
5 | ἐνιαυτὸν ἀφαιρετέον, ὅπως μὴ εἰς τούτους ἐκπονῆται τὸ στέλεχος. | |
9.10t | Πῶς ἔστιν ἐλαίας εὐθαλεῖς καὶ πολυ‐ κάρπους ποιῆσαι, καὶ πῶς ἔστι νοσούσας θερα‐ πεῦσαι. Τῶν Κυντιλίων. | |
9.10.1 | Εὐγενεστέρας καὶ εὐθαλεστέρας καὶ σφόδρα πο‐ | |
λυκάρπους τὰς ἐλαίας ποιήσεις, ἐὰν μετὰ τὸ γυρῶσαι πρὸς τὰς ῥίζας ἀμόργης ἀπὸ ἐλαιῶν ἀνάλων μεμιγμέ‐ νης ὕδατι ποτίμῳ ἐξ ἴσου δύο κοτύλας ἐμβάλῃς ἑκά‐ | 241 | |
5 | στῳ στελέχει, ἢ ἀχύρων κυαμίνων κόφινον ἢ δύο, πρὸς ἀναλογίαν δηλονότι τοῦ δένδρου, ἢ γῆς ἀργιλ‐ λώδους μεμιγμένης βολβίτοις ἢ φυκίων τοσοῦτον. οὐκ ἔλαττον δὲ καὶ οὖρον ἀνθρώπειον παλαιὸν τοῦ πρέμνου καταχυθὲν ὠφελεῖ. | |
9.10.2 | Δεῖ δὲ μετὰ ταῦτα εὐθέως ποι‐ εῖσθαι τὴν τῆς γῆς περίχωσιν, περιχωννύντας ἀπὸ ῥιζῶν δηλονότι ἕως διπαλαιστιαίου ὕψους, τά τε κύκλῳ τῆς περιχώσεως φιαλοῦν, πρὸς τὴν τῶν ὀμ‐ | |
5 | βρίων ὑδάτων ὑποδοχήν. | |
9.10.3 | Προσφέρειν δὲ ταύτην τὴν θεραπείαν χρὴ τοῖς ὑπὸ κύνα καύμασι. κάλλιον δ’ ἐστὶ καὶ ἀρδείᾳ τότε χρῆσθαι, καὶ μάλιστα εἰ αὐχμοί εἰσι. | |
9.10.4 | Τὰ δὲ μὴ καρποφοροῦντα δένδρα πολυφόρα ποιήσεις οὕτως· ἀπὸ τοῦ πρέμνου ἀποσχὼν ἐγγὺς πήχεως μέτρον, τρυπήσας τρυπάνῳ τὸ στέλεχος κατὰ τὸ πρὸς νότον μέρος, ὀπὴν ποιῶν μέγεθος | |
5 | δακτύλου μεγάλου, καὶ διατρήσας τὸ στέλεχος ὅλον, λαβὼν τῆς ἐλαίας κλῶνας δύο ἀπὸ ἑτέρου δένδρου ἀεὶ πολυκαρποῦντος πλήρωσον τὰ τρυπήματα ἑκατέ‐ ρωθεν, ὡς εἰς τὸ πέραν διελθεῖν ἀμφοτέρους, καὶ ἐπιλαβόμενος ἰσχυρῶς δίελκε. ὅταν δὲ σφηνωθῇ ἐξ | |
10 | ἀμφοτέρων ἡ ὀπὴ ἐξ ἴσου ἑλκυσθέντων, ἔκτεμε τὰς ἑκατέρωθεν ὑπεροχάς, καὶ πηλῷ τῷ δι’ ἀχύρων περί‐ πλασον τὰς ὀπάς. | |
9.10.5 | ὁποίας δὲ ἂν τὰς ὀπὰς βουλη‐ θῇς γενέσθαι, τοιούτους καὶ τοὺς κλῶνας, ὡς προεί‐ ρηται, ἐνθήσεις. | 242 |
9.10.6 | οὕτω γὰρ καὶ ἔλαιον ἐνέγκοι ἂν κάλλιον ἡ ἐλαία, καλλιελαίου φυτοῦ κλάδων ἐμβλη‐ θέντων. δεῖ δὲ λαμβάνειν τοὺς κλῶνας ἀπὸ τῶν νοτίων μερῶν τοῦ δένδρου. | |
9.10.7 | τὰς δὲ ὑλομανούσας τῶν ἐλαιῶν, τουτέστι τὰς πολλὰ μὲν φύλλα φερούσας, ὀλίγιστον δὲ καρπόν, θεραπεύσεις οὕτως· πάσσαλον εἰς τὰς ῥίζας ἐμπήξας ἐλαίας ἀγρίας, ἢ πίτυος, ἢ | |
5 | δρυός, ἢ λίθον. | |
9.10.8 | Τὰς δὲ πολὺν μὲν καρπὸν φερού‐ σας, μὴ ἐκπεπαινούσας δέ, καὶ κακῶς ἀνθοβολούσας, ἰάσῃ οὕτως· περιορύξας τὸ πρέμνον περίβαλε τὸ μὲν μεῖζον φυκίων κοφίνους δύο, τὸ δὲ μικρότερον ἔλασ‐ | |
5 | σον· εἶτα κεράσας ἀμόργην ὕδατι ποτίμῳ, τετράχουν ἑκάστῳ στελέχει κατάχεε· καὶ φυκία δὲ εἰ μὴ εἴη, μόνῃ χρῶ τῇ ἀμόργῃ. | |
9.10.9 | Πρὸς δὲ τὰ λυμαινόμενα θηρία θεραπείαν, καὶ τὴν ἀπὸ τοῦ περιέχοντος βλά‐ βην, ἐν τῷ περὶ ἀμπέλων λόγῳ καθολικῶς ἐδιδάξαμεν. | |
9.10.10 | δεῖ τοίνυν, ξηραινομένας τὰς ῥίζας καὶ νοσούσας εἰ εὕροις, αἰτίους γινώσκειν τοὺς ἐν τῷ πυθμένι ζωο‐ γονουμένους σκώληκας, οὓς ἀφανιεῖς κατὰ πολλοὺς μὲν τρόπους, ὡς προείρηται, ἐξαιρέτως δὲ τῇ τῶν | |
5 | σκιλλῶν παραφυτεύσει. | |
9.11t | Ὅτι κατὰ πολλοὺς καὶ διαφόρους τρό‐ πους ἡ τῆς ἐλαίας γίνεται φυτεία. Λεοντίνου. | |
9.11.1 | Τέως εἰδέναι χρή, ὅτι τὸ φυτευόμενον ποτὲ μὲν | |
ὅλον εἰς τὴν γῆν κρύπτεται, ποτὲ δὲ μέρος μὲν αὐ‐ τοῦ τῇ γῇ περιστέλλεται, μέρος δὲ ὑπερέχει. | 243 | |
9.11.2 | τὰ μὲν οὖν ὅλα ἐγκρυπτόμενα οὐδεμιᾶς δεῖται σημειώσεως ἐν ταῖς ἐκλογαῖς. τὰ δὲ ὑπερέχοντα τῆς γῆς χρὴ φυτεύειν, ὡς εἶχεν ἐπὶ τοῦ στελέχους πρότερον πρὸς ἀνατολήν, ἢ πρὸς μεσημ‐ | |
5 | βρίαν, ἢ πρὸς δύσιν, ἵνα μὴ ξενίζηται ὑπὸ τῶν ἀέρων. | |
9.11.3 | Τὰ δὲ φυτευόμενα, ὄμβρων μὴ γινομένων, ἐὰν ᾖ δυνατόν, καὶ δὶς καὶ τρὶς ἀρδευτέον· ἐμβλητέον δὲ εἰς τοὺς βόθρους ἑκατέρωθεν τοῦ φυτοῦ καὶ δύο ξύλα λεῖα καὶ ὀρθά, ἢ καλάμους, ἢ κληματίδας συνδεθείσας, | |
5 | ὥστε ὑπερέχειν τῶν βόθρων· καὶ μετὰ τὸ συμπατη‐ θῆναι τὸ φυτόν, ταῦτα μὲν ἐκσπαστέον, τοὺς δὲ δια‐ κένους τόπους λίθοις λεπτοῖς ἢ ὀστρακίνοις ἀναπλη‐ ρωτέον, καὶ πωμαστέον μείζονι λίθῳ, ἵνα τὸ ἀπὸ τῶν ὑετῶν ὕδωρ ἐπὶ τὰς ῥίζας ἀφικνῆται. δεῖ δὲ τὰ φυτὰ | |
10 | παραυτίκα ἀφελόντας φυτεύειν ἐν νοτίαις ἡμέραις. | |
9.11.4 | Πολυτρόπως δὲ γίνεται ἡ τῆς ἐλαίας φυτεία. Τινὲς μὲν γὰρ ἀπὸ σκυταλῶν φυτεύουσι· λαβόντες γὰρ κλά‐ δους παχυτέρους, καὶ καταπρίσαντες εἰς μέγεθος πηχυαῖον, οὕτω φυτεύουσι. | |
9.11.5 | τινὲς δὲ ἀπὸ χαράκων φυτεύουσιν οὕτως· καταπρίσαντες τοὺς παχυτέρους κλάδους εἰς μέγεθος πηχῶν δύο, προεμβάλλουσιν εἰς τὸν πυθμένα τοῦ βόθρου λίθον πλατύτερον, εἶτα τὸ | |
5 | φυτὸν ἐπὶ τούτῳ στήσαντες ὀρθὸν προσχωννύουσι γῆν. | |
9.11.6 | Οἱ δὲ τὰ γενναιότατα τῶν παραφυάδων μετὰ τοῦ πρέμνου φυτεύουσιν. οἱ δὲ τὰ μέλλοντα λαμβά‐ | |
νεσθαι φυτὰ ἐπ’ αὐτοῦ τοῦ στελέχους ἔτι ὄντα περι‐ καθαίρουσι δρεπάνῳ, καὶ περὶ ἐπιτολὴν τοῦ ἀρκτούρου | 244 | |
5 | ἐντιθέασιν εἰς τοὺς βόθρους. | |
9.11.7 | Ἕτεροι τὰ τρόπαια λεγόμενα φυτεύουσιν οὕτως· σημειωσάμενοι μίλτῳ, πῶς κεῖται πρὸς ἀνατολὴν ἢ μεσημβρίαν, ἐκπρίζουσιν ἀπὸ τοῦ στελέχους πηχῶν δʹ ἢ εʹ καὶ ἐμβάλλουσιν εἰς | |
5 | τοὺς βόθρους, πᾶσαν ἐπιμέλειαν ποιούμενοι. οὗτος ὁ τρόπος τῆς φυτείας ἐπιτευχθεὶς ζωοποιεῖ θᾶττον, καὶ καρποφορεῖ τάχιον. | |
9.11.8 | Τινὲς δὲ ἀπὸ πρέμνων φυτεύουσιν οὕτως· συγκόψαντες αὐτὰ τὰ πρέμνα εἰς κορμοὺς μείζονας, ἐπιτιθέασι τῷ βόθρῳ τοὺς κορμοὺς ἔχοντας τὸν φλοιὸν ἄνω, καὶ προσχώσαντες τῇ γῇ | |
5 | μετὰ κόπρου ἐπὶ παλαιστὴν ἐῶσι. | |
9.11.9 | Τινὲς δὲ ἐκ τῶν κατὰ γῆς μερῶν τοῦ πρέμνου ἐκκόψαντες πελεκήματα μετὰ τοῦ φλοιοῦ τετραπάλαιστα, προεμβάλλουσι λίθον εἰς τὸν πυθμένα τοῦ βόθρου, καὶ τούτῳ περιτιθέασι | |
5 | τῶν πελεκημάτων γʹ ἢ δʹ ὀρθά, καὶ χωννύουσιν ἐπὶ παλαιστήν. | |
9.11.10 | Τῆς δὲ φυτείας καθ’ οἱονδήποτε τρό‐ πον γινομένης, πριζέσθωσαν τὰ φυτευόμενα πρίονι. διατηρητέον δὲ ἀκριβῶς τὸν φλοιόν, ἵνα μὴ σπαραχθῇ, καὶ ὀξεῖ δρεπάνῳ τὴν τομὴν λειωτέον, διασώζοντας | |
5 | ἀκέραιον τὸν φλοιόν· καὶ βολβίτῳ τέφρᾳ μεμιγμένῳ χρίσομεν τὸ κάτω μέρος τοῦ ὄρπηκος. | |
9.11.11 | δεῖ δὲ φυλάττεσθαι, μὴ κατὰ κορυφὴν τεθῇ ὁ ὄρπηξ· βασανι‐ οῦμεν γὰρ τὸ φυτὸν κατὰ κορυφὴν φυτεύοντες. δεῖ | |
δὲ κόπρον ἐμβάλλειν εἰς τοὺς βόθρους. | 245 | |
9.12t | Πρὸς τὸ μὴ ἀποῤῥεῖν τῆς ἐλαίας τὸν καρπόν. Δημοκρίτου. Ἐλαίας καρπὸς οὐ ῥεύσει, ἐὰν κύαμον ἔχοντα φθεῖρα λαβών, φράξῃς τὴν ὀπὴν κηρῷ, ἔπειτα λαβὼν | |
5 | βῶλον ἀπὸ τῆς ῥίζης, καὶ τὸν κύαμον βαλὼν οὕτω καταχώσῃς. | |
9.13t | Περὶ κλαδείας ἐλαιῶν. Βάρωνος. Τὴν ἐλαίαν μετὰ τὸ ἀποθέσθαι τὸν καρπὸν κλα‐ δεύειν προσήκει, καὶ μὴ νόμιζε ἀφαιρεθέντων φανερῶν κλάδων ἐλάττονα γίνεσθαι τὸν καρπόν. πολλῷ γὰρ | |
5 | πλείονα καρπὸν ἀπὸ τῶν νέων ἕξεις ὀρπήκων. | |
9.14t | Περὶ ἐλαιοσταφύλου. Ἀφρικανοῦ. | |
9.14.1 | Ἄξιον μὴ παραλιπεῖν τὴν τῆς ἐλαίας πρὸς τὴν ἄμπελον συμπάθειαν, ἣν ὁ Φλωρεντῖνος ἐν τῶ ιαʹ βιβλίῳ τῶν γεωργικῶν αὐτοῦ φησι· λέγει γάρ, ὅτι ἐάν τις ἐλαίαν εἰς ἄμπελον ἐγκεντρίσῃ, οὐ βότρυς | |
5 | μόνος γίνεται, ἀλλὰ καὶ ἐλαία. | |
9.14.2 | τοιοῦτον δένδρον φάσκει τε θεάσασθαι παρὰ Μαρίῳ Μαξίμῳ, γεύσα‐ σθαί τε τοῦ καρποῦ, καὶ δόξαι ῥαγὸς σταφυλῆς καὶ στεμφύλου ἐλαίας ὁμοῦ γεύσασθαι. | |
9.14.3 | γίνεσθαι δέ | |
φησι τοιαῦτα φυτὰ ἐν τῇ Λιβύῃ, καλεῖσθαί τε τῇ πατρίᾳ αὐτῶν φωνῇ οὐβολίβα. | 246 | |
9.14.4 | Κάμακας οὖν ὑπο‐ θετέον βαστάσαι δυναμένας τὸ βάρος τῆς ἐλαίας· εἰ δὲ ἄλλως πως ἐγκεντρίσομεν, οὐκ ἂν δεηθῶμεν καμά‐ κων. | |
9.14.5 | πρὸς γὰρ αὐτῇ τῇ γῇ τρυπήσαντες τὴν ἄμ‐ πελον, ἐνθῶμεν τῆς ἐλαίας τὸν ὄρπηκα, ἵνα ἀντιλάβη‐ ται καὶ τῆς ἀπὸ τῆς ἀμπέλου γλυκύτητος, καὶ τῆς ἐν τῇ γῇ φυσικῆς πιότητος καὶ ἀνατροφῆς. | |
9.14.6 | ἀλυπότε‐ ρον δὲ αὐτὴν καρπωσόμεθα ὕστερον μὴ ἐπιφορτίζου‐ σαν τὴν ἄμπελον, εἰ λαβόντες ἐξ αὐτῆς ὄρπηκας μετα‐ φυτεύσομεν· τηρήσει γὰρ τὴν μίξιν καὶ καθ’ ἑαυτὴν | |
5 | ῥιζωθεῖσα. | |
9.14.7 | καλεῖται δὲ ὁ ἐξ αὐτῆς καρπὸς ἐλαιο‐ στάφυλος. | |
9.15t | Περὶ κόπρου ἐπιτηδείας τῇ ἐλαίᾳ. Διδύμου. | |
9.15.1 | Πᾶσα κόπρος ἐπιτηδεία τῇ ἐλαίᾳ, δίχα τῆς ἀν‐ θρωπείας. δεῖ δὲ τὴν κόπρον οὐ κατὰ τῶν ῥιζῶν ἐμβάλλειν, ἀλλ’ ὀλίγον πόῤῥω τῶν πρέμνων. | |
9.15.2 | Χρὴ δὲ κοπρίζειν τὰς ἐλαίας παρὰ δύο ἢ τρία ἔτη. δεῖ δὲ τὸν φυτεύοντα ἐλαίαν παντὶ τρόπῳ κόπρον ἐμβάλλειν | |
εἰς τοὺς βόθρους, καὶ ἀναμιγνύειν τῇ γῇ. | 247 | |
9.16t | Περὶ ἐγκεντρισμοῦ ἐλαιῶν. Φλωρεντίνου. | |
9.16.1 | Τῶν ἐλαιῶν τὰ μέν ἐστι λεπτόφλοια, τὰ δὲ παχύφλοια. | |
9.16.2 | τὰ μὲν παχύφλοια καὶ ὑγρόφλοια παρὰ τὸν φλοιὸν ἐγκεντριστέον· τὰ δὲ λεπτόφλοια καὶ ξηρό‐ φλοια, εἰς τὸ ξύλον. | |
9.16.3 | καιρὸς δὲ τούτου τοῦ ἐγκεν‐ τρισμοῦ, ἀπὸ τῆς πρὸ θʹ καλανδῶν Ἰουνίων, τουτ‐ έστιν, ἀπὸ κβʹ τοῦ Μαΐου μηνός, ἕως νεομηνίας τοῦ Ἰουνίου μηνός. | |
9.16.4 | Ταῖς δὲ ἐπικεντρισθείσαις ἐλαίαις πλεονάκις ὕδωρ ἐπιῤῥαίνειν χρή, ἅτε ξηραῖς οὔσαις. τινὲς δὲ καὶ εἰς αὐτὰς τὰς ῥίζας τὰς προκυπτούσας τῆς γῆς ἐπικεντρίζουσιν. | |
9.17t | Πῶς καὶ πότε δεῖ ἐκλέγειν καὶ τρυ‐ γᾶν τὰς ἐλαίας. Παξάμου. | |
9.17.1 | Ὥρα εὔθετος πρὸς τὴν τοῦ κοινοῦ ἐλαίου σκευ‐ ασίαν, ὅταν τὸ πλέον τοῦ ἡμίσεος μέρους τοῦ καρποῦ φανῇ μελανίζον. | |
9.17.2 | ἐπείγεσθαι δὲ δεῖ πρὸς τὴν συγκο‐ μιδήν, πρὸ τοῦ τοὺς πάγους γενέσθαι· ῥᾶον γὰρ καὶ πλείονα γενήματα παρέξουσι. | |
9.17.3 | δεῖ δὲ συλλέγειν τὸν καρπὸν εὐδίας οὔσης, καὶ μὴ βροχῆς· βραχεὶς γὰρ ὁ βλαστὸς ἀσθενέστερος γίνεται καὶ εὔθλαστος. | |
9.17.4 | δι’ ἣν αἰτίαν οὐδὲ ψεκάδος γενομένης χρὴ κινεῖν τοὺς | |
κλάδους, οὐδὲ ἀφαιρεῖν τὸν καρπόν, πρὶν ἢ τὴν ὑγρό‐ τητα ἀπὸ τῶν φυτῶν διαφορηθῆναι. | 248 | |
9.17.5 | πηλοῦ δὲ ὄντος ψιάθους ἤ τι τοιοῦτον ἕτερον ὑποστρωτέον, ἐὰν δὲ μηδὲν εἴη τοιοῦτον, πλύνειν χρὴ ὕδατι θερμῷ τὰς ἐλαίας· πρὸς τῷ γὰρ καθαίρεσθαι, καὶ τὸ γένημα | |
5 | πλέον εὑρήσομεν. διό, ἐὰν ᾖ δυνατόν, κᾂν μὴ πηλω‐ θῶσι, πλύνειν αὐτὰς χρὴ ὕδατι θερμῷ. | |
9.17.6 | Τινὲς καλῶς ποιοῦντες, μόνον ταῖς χερσὶ σαλεύουσι τοὺς κλάδους, ἵνα ἐκτιναγῇ ὁ καρπός, ῥάβδον δὲ οὐ προσ‐ φέρουσι τῇ ἐλαίᾳ, ἐπεὶ εἰς τὸ μέλλον ἧττον καρπο‐ | |
5 | φορεῖ. | |
9.17.7 | καὶ αὐτὸς δὲ ὁ καρπὸς βιαίως καταφερό‐ μενος τραυματίζεται, προσπίπτων ἢ λίθοις ἢ σκληροῖς βώλοις, καὶ τῆς ποιότητος τῆς γῆς ἀντιλαμβανόμενος γεῶδες τὸ ἔλαιον ποιήσει. | |
9.17.8 | δεῖ οὖν τὰ τρίγωνα κατασκευάζειν ἀναβατήρια, καὶ ἄνωθεν σανίδα πλα‐ τεῖαν ἐπιτιθέναι, ἵνα ἐπ’ αὐτῆς ἱστάμενοι δρέπωσιν. | |
9.18t | Πῶς δυνατὸν δίχα ἐλαιῶν γενέσθαι ἔλαιον. Δαμηγέροντος. | |
9.18.1 | Τοῦ καρποῦ τῆς τερεβίνθου ἐν τῷ μύλῳ καθ‐ άπερ ἡ ἐλαία ἀλουμένου καὶ ἐκπιεζομένου γίνεται ἔλαιον· καὶ ἡ πυρίνη ποιεῖ εἰς βρῶσιν χοίρων, καὶ εἰς καῦσιν. | |
9.18.2 | ποιεῖ ἔλαιον καὶ σήσαμος, καὶ τὸ κά‐ ρυον, περιαιρεθέντων τῶν κελύφων, καὶ αὐτὰ δηλον‐ ότι ἐκπιεζόμενα. | 249 |
9.19t | Ὀμφακίνου ἐλαίου ποίησις. Ἀπουληΐου. | |
9.19.1 | Τέως εἰδέναι χρὴ ἀπὸ τοῦ ὀνόματος, ὅτι αἱ ὀμ‐ φακίζουσαι ἐλαῖαι ποιοῦσιν ὀμφάκινον ἔλαιον. | |
9.19.2 | ὅταν οὖν τὰς ἐλαίας ἀρχομένας περκάζειν ἴδῃς, κέλευε τοῖς παισὶν ἢ τοῖς ἐργάταις συλλέγειν ἐκ τοῦ δένδρου ταῖς χερσί, φυλαττομένους μή τι τούτων εἰς τὴν γῆν πέσῃ. | |
9.19.3 | ἀφαιρεῖν δὲ χρὴ καθ’ ἑκάστην ἡμέραν τοσοῦτον, ὅσον ἐν τῇ ἐπιγινομένῃ νυκτὶ ἢ τῇ ἑξῆς κατεργάσα‐ σθαι δυνατόν. | |
9.19.4 | Ληφθείσας δὲ αὐτὰς ἐπὶ ψιάθων ἢ λύγων ἅπλωσον, ὥστε καὶ ἐξικμασθῆναι τὸ ἐν αὐταῖς ὑδατῶδες, καὶ ὡς ἂν μὴ τῇ ἐξ ἀλλήλων θερμότητι βλάβη τις γένηται. | |
9.19.5 | τά τε ἐν αὐταῖς φύλλα καὶ ἀκρέμονας ἐκλεκτέον· ταῦτα γὰρ μιγνύμενα ἐναντία γίνεται τῇ διαμονῇ τοῦ ἐλαίου. | |
9.19.6 | Ἔπειτα ἀφ’ ἑσπέ‐ ρας λαβὼν τὰς ἐλαίας ἔμπασον ἅλας, καὶ τῇ μύλῃ καθαρᾷ οὔσῃ ἔμβαλε, καὶ διὰ χειρὸς ἐλαφρῶς ἄλησον, ἵνα μὴ οἱ πυρῆνες τῶν ἐλαιῶν συντριβῶσιν· ὁ γὰρ | |
5 | ἰχὼρ ὁ ἐκ τῶν πυρήνων λυμαίνεται τὸ ἔλαιον. δεῖ οὖν ἐλαφρῶς καὶ κούφως περιφέρεσθαι τὸν τροχόν, | |
ὡς μόνον τὴν σάρκα καὶ τὸ δέρμα τῆς ἐλαίας θλίβε‐ σθαι. | 250 | |
9.19.7 | Μετὰ δὲ τὴν ἄλησιν, σκάφαις μικραῖς τὸ ἀλησθὲν μετάφερε εἰς τὴν ληνόν, καὶ κύρτους ἐξ ἰτέας πεπλεγμένους ἔμβαλε (πολὺ γὰρ κάλλος ἡ ἰτέα τῷ ἐλαίῳ παρέχει)· εἶτα ἐπίθες βάρος ἐλαφρὸν καὶ μὴ | |
5 | βίαιον. | |
9.19.8 | τὸ γὰρ ἐξ ἐλαφρᾶς τῆς θλίψεως πρόρυμον ἥδιστον καὶ λεπτότατόν ἐστιν, ὃ εἰς ἀγγεῖα καθαρὰ μεταντλήσας, ἰδίᾳ εἶναι πρόσταξον· πάλιν τὰς ὑπο‐ λειφθείσας καὶ ὑποκειμένας ἐλαίας ὀλίγον βιαιοτέρῳ | |
5 | βάρει θλίψον, καὶ τοῦτο πάλιν ἰδίᾳ ἔχε· τοῦτο γὰρ τοῦ μὲν πρώτου ὀλίγον ὑποδεέστερον ἔσται, τοῦ δὲ ἐφεξῆς κάλλιον. | |
9.19.9 | Εὐθὺς δὲ τούτοις ἀμφοτέροις μεταντληθεῖσι χρὴ προσβάλλειν ἅλας ὀλίγους καὶ νίτρον, ξύλῳ τε ἐλαΐνῳ κινεῖν, μετὰ δὲ ταῦτα ἐᾶν ἡσυχῆ ἕως ἂν καταστῇ, καὶ εὑρήσεις τὸ μὲν ὑδατῶδες | |
5 | αὐτοῦ ὑφιζάνον, τουτέστι τὴν ἀμόργην, τὸ δὲ λιπαρώ‐ τατον ἄνωθεν ἐπιπολάζον, ὃ λαμβάνειν προσήκει δίχα τῆς ἀμόργης, καὶ ἐμβάλλειν εἰς ἀγγεῖον ὑελοῦν. | |
9.19.10 | κάλ‐ λιστα γὰρ φυλάξει τὸ ἔλαιον ὕελος, ψυχρὰ φύσει οὖσα· χαίρει γὰρ τῷ ψυχρῷ ἡ τοῦ ἐλαίου φύσις. | |
9.19.11 | εἰ δὲ μὴ ἔχεις ὑέλινα σκεύη, εἰς καινὰ κεράμια βεβαμμένα ἔνδοθεν γύψῳ ἢ ἀμόργῃ ἔμβαλε. | |
9.19.12 | Ἀπο‐ τίθεσο δὲ αὐτὰ πρὸς ἄρκτον ἐν ξηροῖς τόποις. φιλεῖ γὰρ κεῖσθαι τὸ ἔλαιον ἐν ξηρῷ καὶ ψυχρῷ τόπῳ· ἡ | |
γὰρ θερμότης καὶ ὑγρότης ἐναντία τῷ ἐλαίῳ. | 251 | |
9.20t | Ἐλαίου εὐώδους σκευασία. Διοφάνους. Γλεύκους, τουτέστι τοῦ καλουμένου μούστου, ξέστας ηʹ καὶ ἐλαίου ξέστας βʹ καὶ ἴρεως κεκομμένης φανερὸν | |
5 | μέρος καταδήσας, ἀπόθου εἰς κεράμιον ἡμέρας ιʹ. καὶ μετὰ ταῦτα ἀποδιηθήσας χρῶ τῷ ἐλαίῳ. ὁ δὲ οἶνός ἐστιν ἐπιτήδειος γυναιξὶ πιεῖν. | |
9.21t | Πῶς ἔστιν ἔλαιον καθαρὸν ποιῆσαι. Ταραντίνου. | |
9.21.1 | Ἅλας φρύξας ἐν πυρί, ἔτι θερμοὺς ὄντας βάλε εἰς τὸ ἔλαιον. τὸ αὐτὸ ποιεῖ καὶ στρόβιλος καυθείς, καὶ ἔτι ζέων ἐμβαλλόμενος, καὶ κίτρου ῥίζα ἐμβαλλομένη, καὶ τρυγία ἐλαίου πεφρυγμένη. | |
9.22t | Ἔλαιον ταγγὸν θεραπεῦσαι. Τοῦ Αὐτοῦ. | |
9.22.1 | Κηρὸν λευκὸν μετὰ ἐλαίου καλοῦ ἕψησον, καὶ ὡς ἔστιν ὑγρὸν ἔμβαλε· καὶ ἅλας φρύξας ζεστοὺς ὄν‐ τας ἔμβαλε. | |
9.22.2 | εἰδέναι δὲ χρή, ὡς πᾶν ἔλαιον τηρή‐ σεις μᾶλλον ἐν κατωγείῳ τόπῳ, καὶ ὅτι πᾶν ἔλαιον καθαρίζει ἢ πῦρ, ἢ ἥλιος, ἢ ὕδωρ ζεστόν, ἐντιθεμένου | |
εἰς αὐτὸ τοῦ σκεύους, οἷον χαλκίου ἢ ἑτέρου μὴ | 252 | |
5 | ῥηγνυμένου. | |
9.22.3 | θεραπεύσει ταγγὸν ἔλαιον καὶ ἄνισον ἐμβαλλόμενον. εἰ δὲ προλαβὼν βάλῃς τὸ ἄνισον, οὐ ταγγίσει. | |
9.23t | Δυσῶδες ἔλαιον θεραπεῦσαι. Τοῦ Αὐτοῦ. | |
9.23.1 | Ἐλαίας χλωρὰς ἐκτὸς τῶν πυρήνων συγκόψας, ἐπίβαλε ἐν τῷ ἀγγείῳ τοῦ ἐλαίου θερμοῦ ὄντος τοῦ ἡλίου. εἰ δὲ μὴ ὦσιν ἐλαῖαι, ἁπαλοὺς κλάδους τῆς ἐλαίας κόψας, τὸ αὐτὸ ποιήσεις. | |
9.23.2 | τινὲς δὲ καὶ ἀμφότερα ἐμβάλλουσιν, ὀθονίῳ δηλονότι ἐνδήσαντες, καὶ ἁλῶν κεκομμένων συμμίξαντες. | |
9.23.3 | χρὴ δὲ μετὰ τρεῖς ἡμέρας λαμβάνειν τὴν ὀθόνην, καὶ ταράσσειν τὸ ἔλαιον· ἐπειδὰν δὲ καταστῇ, βάλλειν εἰς ἄλλο ἀγγεῖον. | |
9.23.4 | Ἄλλοι πλίνθους παλαιὰς ὀπτηθείσας διαπύρους ἐμ‐ βάλλουσιν. | |
9.23.5 | ἄλλοι ἄρτους κριθίνους ξηροὺς συν‐ θραύσαντες, καὶ εἰς ὀθόνας πάνυ ἀραιὰς ἐνειλήσαντες ἐμβάλλουσι, καὶ τοῦτο δὶς ἢ τρὶς ποιήσαντες, τελευ‐ ταῖον ἐμβάλλουσι χόνδρους ἁλῶν, καὶ εἰς καθαρὸν | |
5 | ἀγγεῖον μεταχέουσιν. | |
9.23.6 | ἄλλοι μελίλωτα ἐλαίῳ χρί‐ | |
σαντες ἐμβάλλουσι τῷ ἐλαίῳ νυχθήμερον. | 253 | |
9.24t | Ἔλαιον θολερὸν καταστῆσαι. Τοῦ Αὐτοῦ. | |
9.24.1 | Βαλὼν τὸ ἔλαιον εἰς ἀγγεῖον πλατύστομον θὲς ἐν θερμῷ ἡλίῳ, καὶ ἀναζέσαντος ἔμπασον λεπτοὺς ἅλας πεφρυγμένους, καὶ ὅταν καταστῇ, μετάβαλε ἀλ‐ λαχοῦ. | |
9.24.2 | Τὸ δὲ ῥυπαρὸν ἔλαιον ποιήσεις διαυγὲς οὕτως. ἐλαίας φλοιὸν καὶ ἀκρέμονας, καὶ ἅλας, πάντα κόψας καὶ ἐνδήσας ὀθονίῳ, ἀποκρέμασον εἰς τὸ ἀγ‐ γεῖον. | |
9.25t | Ἐὰν μῦς, ἢ ἄλλο τι ζῶον, εἰς ἔλαιον ἐμπεσὼν βλάψῃ τὴν ὀσμήν. Δημοκρίτου. | |
9.25.1 | Κοριάνου δέσμην χειροπλήθη κρέμασον εἰς τὸ ἔλαιον, ἐπιμενούσης δὲ τῆς δυσωδίας, ἄλλασσε τὸ κορίανον. | |
9.25.2 | τινὲς δὲ ἐν σκιᾷ ξηράναντες τὸ κορίανον καὶ τρίψαντες ἐμβάλλουσιν εἰς τὸ ἔλαιον. | |
9.25.3 | ἄλλοι τίλιν ξηράναντες ἐν ἡλίῳ, βάλλουσιν εἰς τὰ σκεύη. κάλλιον δὲ ἄνθρακας πεπυρωμένους ἐλαΐνου ξύλου ἀποσβεννύουσιν ἐν τῷ ἐλαίῳ. | |
9.25.4 | Ἄλλοι σταφίδας τὰ γίγαρτα ἐξελόντες καὶ ἀποτρίψαντες ἐμβάλλουσι, καὶ μετὰ ιʹ ἡμέρας τὰς σταφίδας ἄραντες καὶ ἐκπιάσαντες ταράσσουσι, καὶ εἰς ἕτερον σκεῦος μεταχέουσιν. | |
9.25.5 | ἄλλοι σταφίδας ὁμοίως, τῶν γιγάρτων λειφθέντων, ἐν ὅλμῳ κόψαντες ἐμβάλλουσι τῷ ἐλαίῳ. | 254 |
9.26t | Ἔλαιον Σπάνῳ ὅμοιον ποιῆσαι. Δαμηγέροντος. | |
9.26.1 | Ἐλαίῳ καθαρῷ ἀπὸ πάσης ἀμόργης ἄγαν ὑπερ‐ ζέοντι τριπλάσιον ὕδατος μὴ ἄγαν ὑπερζέοντος καὶ ἅλας ὀλίγους κεκομμένους καὶ λελειωμένους πάνυ ἐπί‐ βαλε, καὶ κινήσας καὶ συνταράξας ὡς διὰ παντὸς τὴν | |
5 | μίξιν γίγνεσθαι, ἔασον διάστημα ἐφ’ ἡσυχίας ἕως ἂν εἰς τρόπον ἀμόργης ὑφιζήσῃ τὸ συμβληθὲν ὕδωρ. | |
9.26.2 | Εἶτα τῷ προειρημένῳ σκεύει, τουτέστι κόγχῃ, τὸ ἐφιστὰν τὸ ἔλαιον ἀφελών, πάλιν ὁμοίως σὺν ὕδατι χλιαρῷ κινήσας, καὶ τὸ αὐτὸ ποιήσας, ἄφελε λοιπὸν καθαρὸν τὸ ἔλαιον. | |
9.26.3 | εἶτα χυλὸν φύλλων τῆς ἐλαίας ἁπαλῶν συγκοπέντων συμμίξας, ἵνα δριμύτητά τινα καὶ πικρότητα ἀπ’ αὐτῶν λάβῃ, καταστάντι τῷ ἐλαίῳ, μετὰ τρεῖς ἡμέρας ἢ καὶ αὐθημερὸν χρῶ. | |
9.26.4 | ἄλλοι δὲ ἔλαιον ὀμφάκινον, ἢ ἄλλως καλόν, εἰς ἴγδιν βαλόντες ἐπιχρίουσι. καὶ ὅταν χρεία ᾖ, ὡς Σπάνῳ χρῶνται τῷ ἐλαίῳ. | |
9.27t | Ἐλαίῳ Ἰστρικῷ ὅμοιον ποιῆσαι. Σωτίωνος. | |
9.27.1 | Εἰς ἔλαιον ὀμφάκινον ἢ ἄλλως καλὸν ἔμβαλλε | |
ἴννουλαν ξηράν, καὶ δάφνης φύλλα, καὶ κύπερον ξηρόν, δηλονότι πάντα κοπέντα, καὶ λελειωμένα, καὶ διὰ κοσκίνου διηθούμενα καὶ ἅλας δηλονότι πεφρυ‐ | 255 | |
5 | γμένους καὶ λελειωμένους. | |
9.27.2 | εἶτα πολλῇ κινήσει μίξας, ἐπειδὰν καταστῇ, τήρει ἐπὶ ἡμέρας τρεῖς ἢ καὶ πλείους, καὶ πώμασον αὐτὸ εἰς τὴν τρίτην. τοῦτό ἐστι τὸ καλούμενον Λιβυρνικόν, καὶ αὐτοὶ οἱ Ἰστριανοί. | |
9.28t | Σύνθεσις καλλίστη ἐλαιῶν. Φλωρεντίνου. | |
9.28.1 | Λαβὼν μεγάλας καὶ ἀθίκτους ἐλαίας τῇ χειρὶ ληφθείσας, ἔντεμε αὐτὰς πέριξ καλάμῳ ὀξεῖ, καὶ οὕ‐ τως ἔμβαλε αὐτὰς εἰς ἀγγεῖον καινὸν ἀπίσσωτον, ἐπι‐ πάσσων ἅλας λεπτότατον, καὶ μετὰ τὸ συντακῆναι ἔχε | |
5 | ἐν ἑτοίμῳ εἰς ἄλλο ἀγγεῖον, εἰ μὲν ἐγχωρεῖ, μέλι, εἰ δὲ μή, ἕψημα καὶ κιτρόφυλλον, καὶ ἔμβαλε τὰς ἐλαίας εἰς ταύτην τὴν ἄρτυσιν, ἵνα ἐπιπλέῃ τὸ ὑγρόν. | |
9.28.2 | Τινὲς δὲ καὶ μαράθρου σπέρμα, καὶ καρναβαδίου, καὶ σελι‐ νοσπέρμου, καὶ ἀνήθου μιγνύουσι τῇ ἀρτύσει, καὶ ποιοῦσιν ἐλαιῶν σύνθεσιν καλλίστην πάνυ καὶ θαυμα‐ | |
5 | στήν, ἥτις παρὰ πολλοῖς ἀγνοεῖται. | 256 |
9.29t | Σύνθεσις δι’ ὀξυμέλιτος. Τοῦ Αὐτοῦ. | |
9.29.1 | Τὰς μακρὰς λάμβανε μετὰ τῶν προσπεφυκότων κλωνίων, τὰς καλλίστας δηλονότι καὶ μελαίνας πάνυ ἀθλάστους, εἶτα πλύνας ὕδατι ψυχρῷ ξήρανον ἐπὶ ταρσῶν· καὶ οὕτως βαλὼν ταύτας εἰς σκάφην κατάχεε | |
5 | ἔλαιον, ἐπιπάσσων τε ἁλῶν τετριμμένων χοίνικα μίαν εἰς τὰς θʹ χοίνικας, [καὶ] κίνει ταῖς χερσὶ πράως, ἵνα μὴ συνθλασθῶσιν. εἶτα βάλε εἰς τὸ ἀγγεῖον τὰς ἐλαίας ἐπιχέων ὀξύμελι, ἐπιπλείτω δὲ τὸ ὑγρόν, καὶ οὕτω φράξας τοῖς τοῦ μαράθρου κλῶσιν ἀποτίθεσο. | |
9.30t | Σύνθεσις διὰ γλεύκους. Τοῦ Αὐτοῦ. | |
9.30.1 | Δρεπόμενοι λευκὰς ἐλαίας βρέχουσι θαλάττῃ ἡμέρας ϛʹ. εἶτα βάλλουσιν εἰς ἀγγεῖον, καὶ ἐπιχέουσι γλεῦκος πρόσφατον, οὐ πάνυ δὲ πληροῦσι τὰ ἀγγεῖα, ἵνα μὴ τὸ γλεῦκος ἐν τῷ ζέειν ὑπερχέῃ, καὶ ὅταν ζέσῃ | |
5 | περιχρίουσιν. | |
9.30.2 | οἱ δὲ προεμβάλλοντες ἁλῶν δράκα ἐγχέουσι τὸ γλεῦκος, καὶ τότε τὰς ἐλαίας, καὶ ὅταν | |
ζέσῃ περιχρίουσιν. | 257 | |
9.31t | Σύνθεσις ἐλαιῶν διὰ στεμφύλων στα‐ φυλῆς. Διδύμου. | |
9.31.1 | Στέμφυλα πρόσφατα πρὸ τοῦ ἐξιπωθῆναι συνέμ‐ βαλλε εἰς ἀγγεῖον ταῖς ἐλαίαις ἐναλλάξ, εἶτα περίχριε. | |
9.32t | Περὶ θλαστῶν ἐλαιῶν. Τοῦ Αὐτοῦ. | |
9.32.1 | Λαβὼν ἐλαίας πρὸ τοῦ περκάσαι τὰς ὑγιεινοτέ‐ ρας, θλάσας ἐπὶ ξύλου εἰς ὕδωρ θερμὸν βάλε, εἶτα εἰς σφυρίδα ἀνελόμενος καὶ στραγγίσας ἐπίβαλλε ἅλας μὴ τετριμμένους καλῶς. | |
9.32.2 | Καὶ τῇ ἑξῆς πληρώσας τὸ ἀγγεῖον, καὶ ἐπιθεὶς ἁλῶν δράκα, φράξαι μαράθρων κλωσίν. | |
9.32.3 | Ἄλλοι θλάσαντες ἐξαιροῦσι τοὺς πυρῆνας, ἐπιπάσσουσι δὲ ἅλας τετριμμένους μετὰ κυμίνου καὶ κλωνίων μαράθρου, εἶτα ἐμβάλλουσι γλεύκους χρηστοῦ καὶ πωμάζουσιν. | |
9.33t | Περὶ κολυμβάδων. Τοῦ Αὐτοῦ. | |
9.33.1 | Τὰς καλουμένας κολυμβάδας τὰς ἁδράς, ὅταν ἀκμάζωσι καὶ πρὸς τῷ περκάζειν ὦσι, λαβὼν μετὰ τῆς ἐκφύσεως μεθ’ ἧς κρέμανται, προνοοῦ ὅπως μὴ βλη‐ θεῖσαι εἰς μεῖζον ἀγγεῖον ὅταν μεταφέρωνται θλα‐ | |
5 | σθῶσιν. | |
9.33.2 | εἶτα πλύναντες ὕδατι ψυχρῷ κατ’ ὀλίγας | |
ψύγουσιν εἰς ταλάρους ἐν σκιᾷ ἐπὶ μίαν ἡμέραν, καὶ μεταστρέφουσι πρᾴως, ἵνα ὁμαλῶς ξηράνωσιν. | 258 | |
9.33.3 | εἶτα προεμβάλλουσιν εἰς τὸν πυθμένα πεφρυγμένων ἁλῶν δράκα, καὶ τῆς δευτέρας ἅλμης ἐγχέοντες χόας δʹ μετ’ ὄξους κοτυλῶν τριῶν βαλόντες ἐλαιῶν χοίνικας κʹ· | |
5 | πληρώσαντες δὲ τὸ ἀγγεῖον κινοῦσιν· ὑπερεχέτω δὲ τὸ ὑγρόν· εἶτα φράξαντες μαράθρῳ περιχρίουσι. | |
9.33.4 | διὰ τοῦτο δὲ τὴν ἅλμην προεδιδάξαμεν προεμβληθῆναι δεῖν, ἵνα μὴ θλῶνται αἱ ἐλαῖαι ἐμβαλλόμεναι. | |
9.33.5 | Ἄλ‐ λοι δὲ μετὰ τῶν ἁπαλωτάτων κλωνῶν ἀφελόντες, ἐμ‐ βάλλουσιν εἰς ἀγγεῖον ἔχον θαλάττιον ὕδωρ, καὶ ἐάσαντες ἡμέρας εʹ ἢ καὶ ϛʹ, ἀναιροῦνται, καὶ εἰς | |
5 | ἀγγεῖα ἐμβάλλοντες μετὰ ἅλμης περιχρίουσι. γίνεται δὲ ταῦτα πρὸ χειμερινῶν τροπῶν. | |
10t1 | ΒΙΒΛΙΟΝ Ι | |
10p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, δεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύνταξιν περὶ κηποποιΐας, καὶ τῆς ἐντεῦθεν ἀπολαύσεως καὶ τρυφῆς, πότε τε χρὴ ἕκαστον τῶν δένδρων φυτεύ‐ | |
5 | εσθαι, καὶ ποῖα αὐτῶν ἐγκεντριζόμενα, ποῖα δὲ ἐμ‐ | |
φυλλιζόμενα χρησιμώτερα γίνεται. αʹ. περὶ παραδείσου. βʹ. κατὰ ποῖον καιρὸν καὶ πότε φυτεύειν δεῖ τὰ δένδρα. γʹ. τίνα τῶν δένδρων ἀπὸ σπέρματος φυτευτέον, τίνα δὲ ἀπὸ παρασπάδος, | 259 | |
10 | τίνα δὲ ἀπὸ πασσάλου, ποῖα δὲ ἀπὸ κλάδου. δʹ. περὶ φοινίκων φυτείας. εʹ. περὶ τοῦ εὐθαλῆ τὸν καρπὸν τῶν φοινίκων γενέσθαι. ϛʹ. περὶ θαλλῶν καὶ τῆς τῶν φοινίκων πλέξεως. ζʹ. περὶ καιροῦ φυτείας κιτρίου καὶ ἐπιμελείας, καὶ πῶς ἔστιν ἐρυθρὰ ταῦτα γενέσθαι. | |
15 | ηʹ. ἕτερον περὶ φυτείας κιτρίου. θʹ. ὥστε κίτρον ποιῆσαι φέρειν ἐκτύπωμα οἱουδήποτε ὀρνέου ἢ μιμεῖ‐ σθαι πρόσωπον ἀνθρώπου ἢ ἄλλου ζώου. ιʹ. περὶ διαμονῆς καὶ ἀποθέσεως κιτρίων. ιαʹ. περὶ φυτείας πιστακίων. ιβʹ. ἕτερον περὶ φυτείας ψιττακίων. ιγʹ. περὶ | |
20 | φυτείας δωρακινῶν καὶ ἐπιμελείας. ιδʹ. κατάγραπτα περ‐ σικὰ ποιῆσαι. ιεʹ. ὥστε τὰ δωρακινὰ ἐρυθρὰ ποιῆσαι. ιϛʹ. περσικὰ δίχα ὀστέου ποιῆσαι. ιζʹ. περὶ ἐγκεντρισμοῦ δωρακινῶν. ιηʹ. περὶ καιροῦ φυτείας μήλων καὶ πά‐ σης αὐτῶν ἐπιμελείας. ιθʹ. ὥστε τὰ μῆλα ἐρυθρὰ | |
25 | ποιῆσαι. κʹ. περὶ ἐγκεντρισμοῦ μήλων. καʹ. περὶ δια‐ μονῆς μήλων. κβʹ. περὶ φυτείας ἀππιδίων καὶ ἐπι‐ μελείας καὶ ὥστε αὐτὰ μηδὲν λιθῶδες ἔχειν. κγʹ. ἕτερον περὶ φυτείας ἀππιδίων. κδʹ. περὶ ἐγκεντρισμοῦ ἀπ‐ πιδίων. κεʹ. περὶ διαμονῆς ἀππιδίων. κϛʹ. περὶ φυ‐ | |
30 | τείας κυδωνίων. κζʹ. εἰδωλόμορφον κυδώνιον ποιῆσαι. κηʹ. περὶ διαμονῆς κυδωνίων. κθʹ. περὶ φυτείας ῥοϊ‐ δίων καὶ θεραπείας καὶ πάσης ἐπιμελείας. λʹ. ὥστε ῥοιὰς μὴ χαίνειν. λαʹ. ῥοιὰν ἀπύρηνον ποιῆσαι. λβʹ. ὅτι τῆς ῥοιᾶς ὁ κλάδος ἀπείργει τὰ θηρία. λγʹ. | 260 |
35 | ὥστε ῥοιὰν ἐρυθροτέραν γενέσθαι. λδʹ. πῶς ἔστι ῥοιὰν ὀξεῖαν γλυκεῖαν ποιῆσαι. λεʹ. ῥοιὰν πολὺν καρπὸν φέρειν. λϛʹ. ῥοιὰν ἀπὸ δένδρου λαβόντα εἰ‐ πεῖν, πόσους κόκκους ἔχει. λζʹ. περὶ ἐγκεντρισμοῦ ῥοιᾶς. ληʹ. περὶ διαμονῆς καὶ ἀποθέσεως καὶ φυλα‐ | |
40 | κῆς ῥοϊδίων. λθʹ. περὶ φυτείας δαμασκηνῶν. μʹ. περὶ διαμονῆς δαμασκηνῶν. μαʹ. περὶ φυτείας κερασίων. μβʹ. περὶ διαμονῆς κερασίων. μγʹ. περὶ φυτείας ζιζύ‐ φων. μδʹ. περὶ διαμονῆς ζιζύφων. μεʹ. περὶ καιροῦ φυτείας σύκων καὶ ἐπιμελείας. μϛʹ. ὥστε τὰ φυτευό‐ | |
45 | μενα 〈σῦκα〉 ἀπαλλάττεσθαι σκωλήκων. μζʹ. κατάγραπτα σῦκα ποιῆσαι. μηʹ. ὥστε συκῆν μὴ ἀποβάλλειν τὸν καρπόν. μθʹ. συκῆν ἀγρίαν ἡμερῶσαι. νʹ. περὶ ψω‐ ριώσης συκῆς. ναʹ. ἐκ τῶν Δημοκρίτου· συκῆν κοι‐ λιολυτικὴν 〈εἶναι〉 καὶ πρώϊμα σῦκα φέρειν. νβʹ. περὶ | |
10p1(50) | ἐγκεντρισμοῦ συκῶν. νγʹ. ὥστε τὸν καρπὸν τῆς συκῆς ἐξ ἑνὸς μέρους εἶναι λευκόν, ἐκ δὲ τοῦ ἑτέρου μέλανα ἢ ἐρυθρόν. νδʹ. ὥστε τὸν ξηρὸν καρπὸν συκῶν τὰς καλου‐ μένας ἰσχάδας ἀσήπτους διαμένειν. νεʹ. περὶ ὀλύν‐ | |
θων ἤγουν ἀώρων σύκων. νϛʹ. πῶς ἐστι δυνατὸν τὰ | 261 | |
55 | χλωρὰ σύκα καθάπερ ἐπὶ τῶν δένδρων νεαρὰ φυλάτ‐ τειν. νζʹ. περὶ καιροῦ φυτείας θασίων καὶ ἐπιμελείας καὶ ἐγκεντρισμοῦ. νηʹ. πότε δεῖ συνάγειν τὰς ἀμυγδα‐ λάς. νθʹ. ἀμύγδαλα πικρὰ γλυκέα ποιῆσαι. ξʹ. κατά‐ γραπτα ἀμύγδαλα ποιῆσαι. ξαʹ. ἀμυγδαλῆν ἄκαρπον | |
60 | καρποφορεῖν ποιῆσαι. ξβʹ. περὶ ἐγκεντρισμοῦ ἀμυγδα‐ λῆς. ξγʹ. περὶ καιροῦ φυτείας καστάνων. ξδʹ. περὶ καιροῦ φυτείας καρύων καὶ ἐπιμελείας. ξεʹ. περὶ ἐγκεντρισμοῦ καρύας. ξϛʹ. κάρυα γυμνὰ ἄνευ κελύφων καρποφορῆσαι. ξζʹ. ὥστε κάρυον ξηρᾶναι ἢ ἕτερον | |
65 | οἱονδήποτε δένδρον. ξηʹ. περὶ ποντικοῦ τοῦ καλου‐ μένου λεπτοκαρύου. ξθʹ. περὶ συκαμίνων καὶ πῶς ἔστι ταῦτα λευκὰ ποιῆσαι. οʹ. περὶ διαμονῆς καὶ ἀποθέ‐ σεως συκαμίνων. οαʹ. περὶ φυτείας μεσπίλου. οβʹ. περὶ φυτείας κερατίων. ογʹ. περὶ ἑρμηνείας φανερῶν ὀνο‐ | |
70 | μάτων ὀπώρας καὶ ἀκροδρύων. οδʹ. περὶ διαφορᾶς ὀπώρας καὶ ἀκροδρύων. οεʹ. περὶ καιροῦ καὶ τρόπου ἐγκεντρισμοῦ τῶν δένδρων. οϛʹ. περὶ ἐμφυλλισμοῦ καὶ ἐγκεντρισμοῦ, καὶ ποῖα τῶν δένδρων ποίων φυτῶν ἐστι δεκτικὰ εἰς ἐμφυλλισμὸν καὶ ἐγκεντρισμόν. οζʹ. | |
75 | περὶ καιροῦ καὶ τρόπου ἐνοφθαλμισμοῦ. οηʹ. πότε δεῖ καθαίρειν τὰ δένδρα. οθʹ. πρὸς δένδρα ἀστρόπληγα. πʹ. πετεινὰ δένδρῳ μὴ προσιέναι. παʹ. περὶ ἐπιμελείας τῶν φυτευομένων. πβʹ. ὥστε πάντα τὰ δένδρα πλείονα | |
καρπὸν φέρειν. πγʹ. δένδρον ἄκαρπον καρποφορεῖν. | 262 | |
80 | πδʹ. δένδρων θεραπεία ἑκάστην βλάβην ἰωμένη. πεʹ. πῶς ἔστι μεγάλα δένδρα καὶ ἔγκαρπα μεταφυτεῦσαι. πϛʹ. πῶς ἔστιν ἐκ διαστήματος σπέρματα κομίσαντα φυτὰ ποιῆσαι. πζʹ. πρὸς τὸ μὴ ἀποβάλλειν τὰ δένδρα τὸν καρπόν. πηʹ. περὶ θεραπείας δένδρων ἀποβαλ‐ | |
85 | λόντων τὰ ἄνθη ἢ φυλλοροούντων. πθʹ. φυτὰ καὶ σπέρματα ὑπὸ κτηνῶν ἢ θρεμμάτων μὴ ἀδικεῖσθαι, φυσικὸν Δημοκρίτειον διὰ πείρας. Ϟʹ. πρὸς τὸ μήτε δένδρα μήτε ἀμπέλους ὑπὸ σκωλήκων ἢ ἑτέρου τινὸς βλάπτεσθαι. | |
10.1t | Περὶ παραδείσου. Φλωρεντίνου. | |
10.1.1 | Χρὴ τὸν βουλόμενον παράδεισον ἔχειν ἐπιλέξα‐ σθαι τόπον ἐπιτήδειον, εἰ μὲν ἐγχωρεῖ, ἔνδοθεν τῶν ἐποικιῶν. εἰ δὲ μή, ἐκ τοῦ σύνεγγυς, ἵνα μὴ μόνον τὰ ἀπὸ τῆς θέας τερπνὰ τοῖς ἔνδοθεν ἀποθεωρῆται, | |
5 | ἀλλὰ καὶ ὁ πέριξ ἀὴρ συναναχρωζόμενος ταῖς ἀπὸ τῶν φυτῶν ἀναφοραῖς ὑγιεινὴν ποιῇ τὴν κτῆσιν. περι‐ βλητέον δὲ αὐτὸν θριγκῷ, ἢ ἑτέρῳ τινὶ ἐπιμελῶς. | |
10.1.2 | τὰ δὲ φυτὰ μὴ ἀτάκτως μηδὲ μικτὰ φυτευέσθω, οἷα δή φασι, τῆς τῶν φυτῶν διαφορᾶς εὐπρέπειαν | |
ἐπεισαγούσης, ἀλλὰ κατὰ γένος κεχωρισμένως ἕκαστα τῶν φυτῶν ἐμβαλλέσθω, ἵνα μὴ κατακρατῆται τὰ ἥττω | 263 | |
5 | ὑπὸ τῶν κρειττόνων, ἢ καὶ τῆς τροφῆς ἀποστερῆται. | |
10.1.3 | Τὸ δὲ μεταξὺ τῶν δένδρων πᾶν πληρούσθω ῥόδων καὶ κρίνων καὶ ἴων καὶ κρόκου, ἃ καὶ τῇ ὄψει καὶ τῇ ὀσφρήσει καὶ τῇ χρήσει ἐστὶν ἥδιστα καὶ εὐπροσό‐ δευτα, καὶ ταῖς μελίσσαις ὠφέλιμα. | |
10.1.4 | τὰ δὲ φυτὰ ληπτέον ἐξ ἀκμαίων καὶ ἀσινῶν δένδρων. εἰδέναι δὲ χρή, ὡς τὰ ἀπὸ σπέρματος φυτὰ ὡς ἐπὶ πολὺ πάντων τῶν φυτῶν ἐστι χείρονα· βελτίονα δὲ παντὸς φυτοῦ | |
5 | τὰ μοσχεύματα· κρείττονα δὲ τούτων τὰ ἐγκεντριζό‐ μενα, οὐ πρὸς καλλικαρπίαν μόνον, ἀλλὰ καὶ πρὸς πολυκαρπίαν, καὶ ταχεῖαν φορὰν τῶν καρπῶν. | |
10.2t | Κατὰ ποῖον καιρὸν καὶ πότε φυτεύειν δεῖ τὰ δένδρα. Τοῦ Αὐτοῦ. | |
10.2.1 | Ὁ μετοπωρινὸς καιρὸς εἰς φυτείαν ἐπιτηδειό‐ τερός ἐστι, καὶ μάλιστα ἐν τοῖς ἀνύδροις τόποις, δι’ ὅλου γὰρ τοῦ χειμῶνος ἀρδεύεται τὰ φυτευόμενα. | |
10.2.2 | χρὴ οὖν ἅμα τῷ ὄμβρους γενέσθαι, εὐθὺς μετὰ τὴν δύσιν τῶν πλειάδων φυτεύειν, ἄχρι τῆς χειμερινῆς τροπῆς, τουτέστιν ἀπὸ ζʹ ἢ ιαʹ τοῦ Νοεμβρίου μηνός, ἕως κʹ τοῦ Δεκεμβρίου μηνός. | |
10.2.3 | Τοῦτον δὲ τὸν και‐ ρὸν τοῦ φθινοπώρου πάντες καθ’ ὁμάδα οἱ τὰ γεωρ‐ | |
γικὰ συγγράψαντες σοφοὶ ὡς ἐπιτήδειον ἐπελέξαντο, ἀμέλει οἱ Κυντίλιοι οὕτω φασί. τῷ δὲ ἔαρι φυτευ‐ | 264 | |
5 | τέον, ὅσα μὴ ἔφθης τῷ μετοπώρῳ πεφυτευκώς. | |
10.2.4 | Ἐγὼ δὲ καὶ αὐτῇ τῇ πείρᾳ ἀκριβῶς τοῦτο καταμαθών, πολ‐ λοὺς μὲν ἀμπελῶνας ἔν τε τῷ Μαρατωνύμῳ χωρίῳ, καὶ ἐν ἑτέροις ἐκ τοῦ πλησίον διαφέρουσί μοι ἀγροῖς, | |
5 | τούτῳ τῷ καιρῷ καταφυτεύσας μέγιστον ἀπενεγκάμην κέρδος. | |
10.2.5 | πλεῖστα δὲ ὡσαύτως δένδρα ἀκροδρύων, καὶ τῆς λοιπῆς ὀπώρας, ἐν τῷ μετοπώρῳ πεφυτευκώς, χάριν ὡμολόγησα τῷ καιρῷ. | |
10.2.6 | ἅπαντες οὖν οἱ τῆς ἡμετέρας χώρας, τὴν ἐντεῦθεν ἐπιτυχίαν θεασάμενοι, οὐκέτι λοιπὸν κατὰ τὸ παλαιὸν ἔθος ἐν τῷ ἔαρι μόνον τὰς φυτείας ποιοῦνται, ἀλλὰ πρότερον ἐν τῷ φθινο‐ | |
5 | πώρῳ, ἀκολουθήσαντες τῇ παρ’ ἐμοῦ διδασκαλίᾳ. | |
10.2.7 | Ἀρκούσης δὲ ὅμως τῆς πείρας, ἀναγκαῖον ἡγοῦμαι καὶ λογισμὸν ἀποδοῦναι, δι’ ὃν τὴν τοῦ φθινοπώρου φυτείαν μᾶλλον προσδέχομαι. | |
10.2.8 | μάθε γάρ, ὡς οὐχ οἷόν τέ ἐστι τὴν φύσιν δύο κατὰ ταυτὸν ἐναντία ἀπερ‐ γάζεσθαι, ἀλλὰ ἀνάγκη ταύτην περὶ ἓν ἀσχολουμένην, τοῦ ἑτέρου καταφρονεῖν. | |
10.2.9 | οἷον ὡς ἐπὶ τῆς φυτείας, ποτὲ μὲν τὰ ἄνω μέρη θεραπεύει τῶν δένδρων, ἄλλοτε δὲ τὰ κάτω μέρη, λέγω δὴ τὰς ῥίζας, τρέφει. | |
10.2.10 | Εὔ‐ δηλον οὖν, ὡς ἐν τῷ ἔαρι τὰ ὑψηλότερα μέρη τῶν φυτῶν τρέφειν εἴωθεν, ἀμέλει τηνικαῦτα καὶ ἀνθοβο‐ λεῖ καὶ βλαστάνει τὰ δένδρα. | |
10.2.11 | ἐν δὲ τῷ φθινο‐ | |
πώρῳ τοὐναντίον, τὰ μὲν ὑψηλότερα μέρη οὐκέτι τρέφεται, ἀλλὰ ἀποβάλλει τὰ φύλλα, αἱ δὲ ῥίζαι ὑπὸ τῆς φύσεως τρέφονται. | 265 | |
10.2.12 | δεῖ οὖν ἐκεῖνον τὸν καιρὸν ἐπιλέγεσθαι πρὸς φυτείαν, καθ’ ὃν ἡ φύσις περὶ τὰς ῥίζας ἠσχόληται. | |
10.2.13 | Πάντα δὲ τὰ δένδρα ὑπὸ γῆν τῆς σελήνης οὔσης χρὴ φυτεύειν, ὥσπερ τὴν ἄμπελον. ἐὰν δὲ αὐξανούσης σελήνης φυτευθῇ δένδρον, σφόδρα αὐξήσει. ἐὰν δὲ ληγούσης, χαμαίζηλον μέν, εὐτονώ‐ | |
5 | τερον δὲ ἔσται. | |
10.3t | Τίνα τῶν δένδρων ἀπὸ σπέρματος φυ‐ τευτέον, τίνα δὲ ἀπὸ παρασπάδος, τίνα δὲ ἀπὸ πασσάλου, ποῖα δὲ ἀπὸ κλάδου. Διδύμου. | |
10.3.1 | Διάφοροί εἰσιν αἱ τῶν δένδρων φυτεῖαι. φανερὰ γὰρ δένδρα ἀπὸ σπέρματος χρήσιμα πρὸς φυτείαν· ἕτερα δὲ ἀπὸ παρασπάδων, τῶν καλουμένων μοσχευ‐ μάτων· τινὰ δὲ ἀπὸ πασσάλου, ἔνια δὲ ἀπὸ κλάδων. | |
10.3.2 | Ἀναγκαῖον οὖν σαφηνίσαι τοὺς τρόπους, καθ’ οὓς χρὴ ἕκαστον δένδρον φυτεύεσθαι. | |
10.3.3 | Ἀπὸ μὲν οὖν σπέρματος φυτεύεται πιστάκιον, λεπτοκάρυον, ἀμύγδα‐ λον, κάστανον, δωρακινόν, δαμασκηνόν, στρόβιλος, φοῖνιξ, κυπάρισσος, δάφνη, μηλέα, σφένδαμνος, ἐλάτη, | |
5 | πίτυς. ταῦτα δὲ μεταφυτευόμενα βελτίονα ἔσται. | |
10.3.4 | Ἀπὸ δὲ παρασπάδος ἤτοι μοσχευμάτων φυτεύεται μῆλα καὶ τὰ ὅμοια, οἷον κέρασος, ζίζυφον, λεπτοκά‐ ρυον, χαμαιδάφνη, μυρσίνη, μέσπιλον. | 266 |
10.3.5 | (Παρασπά‐ δες δὲ ἤτοι μοσχεύματα καλεῖται, ὅσα προσήνωται τοῖς δένδροις, καὶ ἐξ αὐτῶν ἀποσπᾶται μετὰ φανεροῦ μέρους τῆς ῥίζης). δεῖ δὲ καὶ τὰς παρασπάδας καὶ τὰ μοσχεύ‐ | |
5 | ματα μεταφυτεύεσθαι. | |
10.3.6 | ἀπὸ δὲ πασσάλου καὶ κλά‐ δων φυτεύεται ἀμυγδαλῆ, ἀππιδέα, συκάμινον, κίτριον, μῆλα, ἐλαῖαι, κυδωνέα, αἴγειρος, λεύκη, κισσός, ζίζυ‐ φον, μυρσίνη, κάστανον· καὶ ταῦτα δὲ μεταφυτευό‐ | |
5 | μενα καλλίονα ἔσται. | |
10.3.7 | τὰ δὲ δυνάμενα καὶ ἐκ παρα‐ σπάδος φυτεύεσθαι, καὶ ἀπὸ κλάδων καὶ πασσάλου, ἐστὶ ταῦτα, σῦκα, συκάμινα, κίτρια, ῥοιά, ἐλαία, συκο‐ μορέα, λεύκη, κεντρομυρσίνη, κυδωνέα. | |
10.3.8 | ἃ δὲ ἀπὸ κλάδων καὶ πασσάλου μόνον φυτεύεται (ἀδύνατον δὲ ἐκ παρασπάδων, διὰ τὸ μηδὲ παραβάλλειν ἐκ τῶν ῥιζῶν μοσχεύματα) ἔστι ταῦτα· ἄμπελος, ἰτέα, πύξος, | |
5 | κύτισσος. | |
10.3.9 | τὰ δὲ δυνάμενα καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδων φυτεύεσθαι, ἔστι ταῦτα· βερικόκκια, | |
δαμασκηνά, ἀμύγδαλα, φοῖνιξ, πιστάκιον. | 267 | |
10.4t | Περὶ φοινίκων φυτείας. Λεοντίνου. | |
10.4.1 | Ὀρύξας βόθρον πηχῶν δύο βάθους καὶ πλάτους τοῦ αὐτοῦ, ἢ καὶ πλέον, πλήρωσον χώματος μετὰ κόπρου μεμιγμένου ἀπὸ αἰγῶν, ἀπολιπὼν ἡμιπηχυαῖον βάθος, εἶτα μέσον τοῦ χώματος τῆς βαλάνου τὸν | |
5 | πυρῆνα σχηματίσας πρὸς τὴν γῆν, ὥστε τὸ ὀξὺ τοῦ πυρῆνος πρὸς ἀνατολὰς βλέπειν, ἐπιχώννυε γῆν μετὰ κόπρου καὶ ἁλῶν μεμιγμένην, καὶ ἄρδευε καθ’ ἡμέραν, ἕως ἂν βλαστήσῃ. | |
10.4.2 | Τινὲς μὲν οὖν τοῦτον μεταφυ‐ τεύουσι, τινὲς δὲ ἐπὶ χώρας ἐῶσι, καὶ ἐπειδὴ τῇ ἁλ‐ μυρᾷ γῇ χαίρει, χρὴ κατ’ ἐνιαυτὸν περιορύσσειν, καὶ ἅλας ἐπιῤῥίπτειν. οὕτω γὰρ ταχέως μεγάλοι ἔσονται. | |
10.4.3 | Γίνονται δὲ εὐθαλέστεροι τρυγίᾳ οἴνου παλαιοῦ ποτιζόμενοι. τὰ δὲ ὀστᾶ τῶν φοινίκων οὐ χρὴ σπεί‐ ρειν εὐθὺς ἐν τῇ γῇ, ἀλλ’ ἐν πυθμένι κεράμου πρότε‐ ρον καὶ οὕτω μεταφυτεύειν. | |
10.4.4 | Ὁ δὲ φοῖνιξ ἐρᾷ, καὶ δριμέως ἐρᾷ, ἑτέρου φοίνικος, ἤγουν ἡ θήλεια τοῦ ἄρρενος, ὡς Φλωρεντῖνος ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησι, καὶ οὐ πρότερον παύσεται τοῦ πόθου, ἕως ἂν | |
5 | αὐτὴν ὁ ἐρώμενος παραμυθήσεται. | |
10.4.5 | ἔστι γὰρ ἰδεῖν τὸ δένδρον ἐπικεκαμμένον, καὶ μὴ φέρον τὴν ἰδίαν βάσιν, μηδὲ καρποφοροῦν. | |
10.4.6 | τοῦτο οὐ λανθάνει τὸν γεωργόν, ἀλλ’ ὅτι μὲν ἐρᾷ τεκμαίρεται, ἀγνοεῖ δὲ ποίου· διὸ παραπτόμενος φοινίκων πολλῶν, καὶ πάλιν ἐπὶ τὴν ἐρῶσαν ἐπανιών, καὶ ἐφαπτόμενος τῇ χειρί, | 268 |
5 | δοκεῖ φιλήματι ὥσπερ διακονεῖν. | |
10.4.7 | ποίου δὲ φοίνικός ἐστιν αὐτῇ πόθος, σημαίνει τρόπον τινὰ τῇ τῶν σπα‐ θῶν καὶ τῇ τῶν χειρῶν, ὡς ἄν τις εἴποι, νεύσει, πρὸς ἐκεῖνον γὰρ ἀποβλέπει, καὶ ἐπ’ ἐκεῖνον πρόῤῥιζος | |
5 | ὥσπερ σπεύδουσα ἑαυτὴν περιῤῥίπτει. | |
10.4.8 | ἄκος οὖν γίνεται τῇ ἐρώσῃ, τοῦ γεωργοῦ συνεχῶς ἁπτομένου τοῦ ἄῤῥενος, καὶ τὰς χεῖρας αὐτοῦ προσπελάζοντος τῇ ἐρωμένῃ· μάλιστα εἰ τὴν ἄνθην ἀπὸ τῆς σπάθης ἐξε‐ | |
5 | λὼν τοῦ ἄῤῥενος, ἐνθήσει εἰς τὴν κεφαλὴν τῆς ἐρώ‐ σης. | |
10.4.9 | οὕτω γὰρ πραΰνει τὸν ἔρωτα, καὶ λοιπὸν ἡ φοῖνιξ ἀγλαϊζομένη κάλλιστον καρπὸν οἴσει. | |
10.5t | Περὶ τοῦ εὐθαλῆ τὸν καρπὸν τῶν φοι‐ νίκων γενέσθαι. Δημοκρίτου. | |
10.5.1 | Ὁ δὲ καρπὸς αὐτῶν εὐγενὴς γίνεται, ὅταν τὰς ἀπόρους θήκας, ἅς τινας ἥλικας καλοῦσιν, ἀνθούσας ἀφελόντες καὶ ξηράναντες προσκρεμῶσι τοῖς στελέχεσι, | |
καθάπερ τὰ ἐρινεὰ ταῖς συκαῖς. | 269 | |
10.6t | Περὶ θαλλῶν καὶ τῆς τῶν φοινίκων πλέξεως. Διδύμου. | |
10.6.1 | Εὐθαλεῖς δὲ γίνονται καὶ ὑψηλοί, τρυγὸς οἴνου παλαιοῦ διηθουμένης [καὶ] ταῖς ῥίζαις παραχυθείσης· ὠφελοῦνται καὶ ἁλῶν ἐμβαλλομένων. | |
10.6.2 | ἵνα δὲ εἰς πλέξιν φορμῶν καὶ σπυρίδων λευκοί τε καὶ ἐπιτήδειοι ὦσιν οἱ θαλλοί, χλωροὺς ἔτι ἀπὸ τῶν βαΐων ἐκτίλω‐ μεν αὐτούς, καὶ ἐν σκέπῃ ἀποθώμεθα ἡμέρας δʹ. καὶ | |
5 | μετὰ ταῦτα ἐάσωμεν ταῖς δρόσοις ὕεσθαι, καὶ τοῖς ἡλίοις αὐαίνεσθαι, ἄχρις ἂν γένωνται λευκοί. | |
10.7t | Περὶ καιροῦ φυτείας κιτρίου, καὶ ἐπι‐ μελείας, καὶ πῶς ἔστιν ἐρυθρὰ ταῦτα γενέσθαι. Φλωρεντίνου. | |
10.7.1 | Τὸ κίτριον φυτευτέον ἀπὸ μετοπώρου ἕως ἰση‐ μερίας ἐαρινῆς. χαίρει δὲ ὕδατι ἀφθόνῳ· μόνον δὲ τοῦτο ἀπὸ ὅλων τῶν δένδρων ὑπὸ νότου ὠφελεῖται, ὑπὸ βοῤῥᾶ δὲ βλάπτεται. | |
10.7.2 | ἐπειδὴ δὲ βαρύς ἐστιν ὁ καρπός, ἀφελεῖν χρὴ τὰ πολλὰ καὶ ὀλίγα καταλιμπά‐ νειν. οὕτω γὰρ καὶ εὐτραφέστερα γίνεται. | |
10.7.3 | Δεῖ δὲ πρὸς τοῖς τοίχοις ταῦτα φυτεύειν, ἵνα ἔχῃ ἔρυμα πρὸς τὰ ἀρκτῷα μέρη. | |
10.7.4 | περιβάλλεται δὲ διὰ τὸν χειμῶνα ψιάθοις, μάλιστα δὲ τοῖς κλήμασι τῶν κολοκυνθῶν. ἔχουσι γάρ τινα φυσικὴν ἀντιπάθειαν, πρὸς τὸ ἀπὸ τοῦ κρύους ἀσινῆ αὐτὰ φυλάττεσθαι. | 270 |
10.7.5 | διὸ τὰ ξυλω‐ δέστερα καὶ παχέα κλήματα τῶν κολοκυνθῶν καύσαν‐ τας, τὴν τούτων τέφραν ταῖς ῥίζαις τοῦ κιτρίου περι‐ πάσσειν χρή. | |
10.7.6 | ὁ δὲ καρπὸς τοῦ κιτρίου, πρὶν τέλεον αὐξῆσαι, ἐὰν εἰς ἄγγος κεραμεοῦν ἢ εἰς ὑέλινον ἐν‐ τεθῇ, αὐξανόμενος τυπωθήσεται πρὸς τὸ ἀγγεῖον, καὶ τοσοῦτος γενήσεται, ὅσον καὶ τὸ τοῦ ἀγγείου μέγεθος· | |
5 | ἔοικε δὲ ὁ καρπὸς πρὸς τοῦτο ἁμιλλᾶσθαι. δεῖ δὲ τῷ ἀγγείῳ διάπνοιαν, τουτέστιν ὀπάς, ἐμποιεῖν. | |
10.7.7 | εἰδέναι δὲ χρή, ὅτι τὸ κίτριον ἐνοφθαλμιζόμενον ἄφορον ἔσται, διὸ τῷ διὰ σαρκὸς τρόπῳ ἐγκεντρίζεσθαι χρή, ὥσπερ καὶ τὰς ἀμπέλους. | |
10.7.8 | Κίτρια δὲ εἰ βούλει μέλανα ποιῆσαι, μηλέας κλάδον τῇ κιτρέᾳ ἐγκέντριζε, καὶ τὸ ἀνάπαλιν. μῆλον δὲ ἐγκεντριζομένης κιτρέας, καὶ τὸ ἀνάπαλιν γένοιτ’ ἄν. | |
10.7.9 | Ἐὰν δὲ τὸν καρπὸν γύψῳ πεφυραμένῃ καταχρίσῃς, ἀσινῆ τοῦτον καὶ διὰ παντὸς φυλάξεις. | |
10.7.10 | τοῦτο τὸ φυτόν, κᾂν ἐπ’ ὀλίγον κρυ‐ στάλλου μετάσχῃ, ὡς φύσει ὂν τρυφερώτερον, καιό‐ μενον ἀπόλλυται. | |
10.7.11 | τινὲς δὲ τῶν πλουσίων καὶ τρυφώντων, ὑπὸ στοὰς πρὸς ἥλιον ὁρώσας παρὰ τὸν τοῖχον τὰς κιτρέας φυτεύουσιν ὕδατι δὲ ἀφθόνῳ ἀρ‐ | |
δεύουσι· καὶ τοῦ μὲν θέρους ἀστεγάστους καταλιμπά‐ | 271 | |
5 | νουσι τὰς στοάς, τῷ ἡλίῳ θάλπειν παρέχοντες τὰ φυτά, προσιόντος δὲ τοῦ χειμῶνος, στεγάζουσι τὰ φυτά. | |
10.7.12 | εἰ δὲ βούλει κίτρια ἐρυθρὰ ποιῆσαι, ἐγκέν‐ τρισον ἐξ αὐτῶν εἰς συκάμινον, καὶ τὸ ἀνάπαλιν, καὶ γίνεται ἐρυθρὰ τὰ κίτρια, οἴσει δὲ καὶ ἑκάτερον τὸν καρπόν. ἐγκεντρίζεται δὲ τὸ κίτριον καὶ εἰς ῥοιάν. | |
10.8t | Ἕτερον περὶ φυτείας κιτρίου. Ἀνατολίου. | |
10.8.1 | Τινὲς δὲ τὰ κίτρια οὐ μόνον πασσάλους φυτεύ‐ ουσιν, ἀλλὰ καὶ ἀπὸ κορύνης, καμπτομένου τοῦ κλω‐ νίου, οὕτως ἐν τῷ ὀρύγματι καταπήγνυνται αἱ δύο ἀρχαὶ τοῦ κλωνίου, καὶ ἐγχώννυνται, καὶ ἄνωθεν ἐκ‐ | |
5 | βάλλει τὸν βλαστόν, ὡς ἂν εἰπεῖν, ἀπὸ τῆς καμάρας. | |
10.8.2 | Οἱ δὲ καὶ τὰ κοντὰ πασσάλια τῶν κιτροφύτων, μὴ δυνάμενα καμφθῆναι, κατακεφάλα φυτεύουσι, τὸ παχύ‐ τερον ἄνω, καὶ τὸ λεπτὸν μέρος εἰς τὴν γῆν πηγνύ‐ ουσι συνεμβάλλοντες τὴν τέφραν τῶν σικυηλάτων. | |
10.9t | Ὥστε κίτρον ποιῆσαι φέρειν ἐκτύπωμα οἱουδήποτε ὀρνέου, ἢ μιμεῖσθαι πρόσωπον ἀν‐ θρώπου, ἢ ἄλλου ζώου. Ἀφρικανοῦ. | |
10.9.1 | Εἰδωλόμορφον τὸν προειρημένον καρπὸν ποιή‐ | |
σεις πρόσωπον ἀνθρώπου, ἢ ἄλλου ζώου ἔχοντα. | 272 | |
10.9.2 | τὸν τρόπον τοῦτον· Μόρφωμα ποιήσας τοιοῦτον περιπλάσας τοῦτο τῇ γύψῳ ἢ πηλῷ καὶ ἐάσας ψυγῆ‐ ναι, τέμνεις ὀξεῖ τινι, καὶ διμερῶς ποιήσας ἐμπρόσθιον καὶ ὀπίσθιον ὥστε συναρμόσαι, ξηράνας ὄπτησον ὡς | |
5 | τὰ κεράμια. | |
10.9.3 | ὅταν δὲ ὁ καρπὸς τὸ ἥμισυ τῆς ἰδίας αὐξήσεως σχῇ, περιθεὶς τοὺς τύπους ἀσφαλίζου δεσμοῖς ἐπιμελῶς, ἵνα μὴ διαστῶσιν ἀπὸ τῆς αὐξήσεως τοῦ περιειλημμένου, ἐάν τε ἄππιον, ἐάν τε μῆλον, ἐάν τε | |
5 | ῥοιὰ ἢ κίτριον ὑπάρχῃ, καὶ ἀποδέξεται τοὺς τύπους. | |
10.9.4 | συντόμως δὲ τοῦτο εἰπεῖν, ζωοειδεῖς τὰς ὀπώρας συμβαίνει γίνεσθαι, εἰ εἰς τύπους γεγλυμμένους ἐν‐ θείς τις αὐξάνειν ἐῴη. | |
10.10t | Περὶ διαμονῆς καὶ ἀποθέσεως κιτρίων. Σωτίωνος. | |
10.10.1 | Ἐὰν τὸν καρπὸν τοῦ κιτρίου γύψῳ πεφυραμένῃ καταχρίσῃς ἐπιμελῶς, ἀσινῆ τοῦτον καὶ διὰ παντὸς τοῦ ἔτους ἀκέραιον φυλάξεις. τὰ κίτρια ἐν κριθαῖς | |
ἐγκρυπτόμενα οὐ σήπεται. | 273 | |
10.11t | Περὶ φυτείας πιστακίων. Διοφάνους. | |
10.11.1 | Λαβὼν τὸν καρπὸν ἀλέπιστον, τουτέστι τὰς λε‐ πίδας πάσας ἀσινεῖς ἔχοντα, φύτευσον κατὰ τὸν προ‐ ειρημένον τρόπον. | |
10.11.2 | Δίδυμος δὲ ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησι, τὸ πιστάκιον ἐγκεντρίζεσθαι εἰς ἀμυ‐ γδαλῆν. | |
10.12t | Ἕτερον περὶ φυτείας ψιττακίων. Δαμηγέροντος. | |
10.12.1 | Ψιττάκια σπείρεται περὶ καλανδῶν Ἀπριλλίων, ἄῤῥεν καὶ θῆλυ συνηρμοσμένα τὰς φύσεις, τοῦ ἄῤῥενος τὰ νῶτα πρὸς τὸν ζέφυρον ἔχοντος. οὕτω γὰρ τὸν καρπὸν εὐφορήσουσι πλήρη. | |
10.12.2 | Ἐπικεντρίζεται δὲ κατὰ τὸν αὐτὸν καιρὸν εἴς τε τὸ ὁμογενές, καὶ εἰς τερέβιν‐ θον, οἶμαι δ’ ὅτι καὶ εἰς ἀμυγδαλᾶς. | |
10.12.3 | ὁ δὲ Πάξα‐ μός φησιν, ὅτι δεῖ βόθρον προποιῆσαι εἰς τόπους εὐ‐ ηλίους καλῶς εἰργασμένους. καὶ λαβεῖν δένδρων μοσχεύματα ἀκμαῖα, νέα, καὶ ταῦτα συνδῆσαι ὁμοῦ, | |
5 | καὶ καταθέσθαι ἐν τῷ βόθρῳ, σελήνης δευτέρας οὔσης, καὶ ἀπὸ τῆς γῆς σφίγξαι ἄχρι τῶν κλάδων αὐτά, καὶ κοπρίσαι τὸν βόθρον, ἐπιχῶσαί τε καὶ γυρῶσαι, καὶ | |
ἐπιμελεῖσθαι ποτίζοντας παρ’ ἡμέρας ηʹ καὶ διὰ τῶν ἴσων ἐπισφίγγειν πάλιν; ὅταν δὲ τριετῆ γένηται τὰ | 274 | |
10 | στελέχη, ὀρύξαι παρὰ τὴν ῥίζαν τοῦ βόθρου εὖ μάλα, καὶ κοπρίσαι, καὶ ἐγκαθίσαι τὸ στέλεχος κατώτερον, καὶ ἐπιχῶσαι, ὅπως μεγάλου τοῦ δένδρου γενομένου καὶ ἰσχυροῦ πνεύσαντος ἀνέμου μὴ καταπέσῃ τὸ δένδρον. | |
10.13t | Περὶ φυτείας δωρακινῶν, καὶ ἐπι‐ μελείας. Φλωρεντίνου. | |
10.13.1 | Τὰ δωρακινὰ χαίρει ὑδρηλοῖς χωρίοις· εἰ δὲ μή, συνεχῶς ποτιζομένοις. οὕτω γὰρ μείζων γίνεται ὁ καρπός. | |
10.13.2 | τινὲς δὲ ἀφαιροῦσι τὰ πολλὰ περσικά, καὶ ὀλίγα καταλιμπάνουσι τῷ δένδρῳ. οὕτω γὰρ ἔσται μείζονα, τῆς τροφῆς εἰς ὀλίγα χωρούσης. | |
10.13.3 | εὐαυξῆ δὲ γίνεται τὰ φυτά, ἐὰν ἅμα τῷ φαγεῖν σπείρωμεν τὸ ὀστοῦν, ἐγκαταλιπόντες τι τῆς σαρκὸς περὶ τὰ ὀστέα. | |
10.13.4 | ἐπειδὴ δὲ ἴσμεν τὸ δωρακινὸν ταχέως γηρά‐ σκον, δεῖ τοῦτο ἐπικεντρίζειν εἰς δαμασκηνόν, ἢ εἰς ἀμυγδαλῆν πικράν, ἢ εἰς βράβιλον. | |
10.13.5 | Βράβιλος δὲ κυρίως καλεῖται τὸ ἀπὸ ὀστέου περσικοῦ φυόμενον | |
δένδρον. | 275 | |
10.14t | Κατάγραπτα περσικὰ ποιῆσαι. Δημοκρίτου. | |
10.14.1 | Γραπτὸν περσικὸν ποιήσομεν οὕτως. μετὰ τὸ βρωθῆναι τὸν καρπὸν τοῦ δωρακινοῦ, βρέξον ἐπὶ δύο ἢ τρεῖς ἡμέρας τὸ ὀστοῦν, καὶ ἠρέμα ἄνοιξον, καὶ τὴν εὑρισκομένην ἔνδοθεν τοῦ ὀστέου ἀμυγδάλην λαβών, | |
5 | ἐπίγραψον ἐν τῷ ταύτης φλοιῷ χαλκῷ γραφείῳ εἴ τι ἂν βούλει μὴ βαθέως, εἶτα παπύρῳ ἐνειλήσας φύτευ‐ σον. | |
10.14.2 | ὅπερ γὰρ ἂν ἐπιγράψῃς ἐν τῇ ἀμυγδάλῃ, τοῦτο ἐν τῷ καρπῷ εὑρήσεις. τινὲς δὲ καὶ ἐπὶ ἀμυγδαλῆς τοῦτο ποιοῦσιν. | |
10.15t | Ὥστε τὰ δωρακινὰ ἐρυθρὰ ποιῆσαι. Τοῦ Αὐτοῦ. | |
10.15.1 | Ἐρυθρὰ ποιήσεις τὰ δωρακινὰ ῥόδα φυτεύων ὑπὸ τὰ φυτά. | |
10.15.2 | ποιήσεις δὲ καὶ καθ’ ἕτερον τρόπον ἐρυθρὸν τὸν καρπόν. εἰ γὰρ ἐγχώσας τὸ ὀστέον τοῦ περσικοῦ μετὰ ζʹ ἡμέρας ἀποκαλύψεις (ἀνοίγεται γὰρ ἐν ταύταις ταῖς ἡμέραις αὐτομάτως) καὶ ἐπιχέῃς κιν‐ | |
5 | νάβαρι εἰς τὸ ἐντὸς τοῦ ὀστέου, καὶ ἐγχώσας πάλιν τοῦτο ἐπιμελείας ἀξιώσεις, ἕξεις ἐντεῦθεν ἐρυθρὰ τὰ περσικά. ἴσως δέ, εἰ καὶ ἄλλο χρῶμα βούλοιο ἐγχέειν, | |
τοιοῦτον καὶ τὸ χρῶμα τοῦ καρποῦ μεταποιήσεις. | 276 | |
10.16t | Περσικὰ δίχα ὀστέου ποιῆσαι. Ἀφρικανοῦ. Κατὰ μέσον τὸ πρέμνον διατρήσας, καὶ τὴν ἐντε‐ ριώνην διακόψας, ἰτέας ἢ κρανέας πάσσαλον ἔμπηξον. | |
10.17t | Περὶ ἐγκεντρισμοῦ δωρακινῶν. Διδύμου. Τὸ δωρακινὸν ἐγκεντρίζεται εἰς δαμασκηνόν, καὶ εἰς ἀμυγδαλῆν καὶ εἰς πλάτανον, ἀφ’ ἧς γίνεται ἐρυ‐ | |
5 | θρὰ τὰ δωρακινά. | |
10.18t | Περὶ καιροῦ φυτείας μήλων, καὶ πά‐ σης αὐτῶν ἐπιμελείας. Ἀνατολίου. | |
10.18.1 | Τὰ μῆλα ἐν διτταῖς ὥραις τοῦ ἔτους φυτευτέον, ἔν τε τῷ ἔαρι, καὶ ἐν τῷ φθινοπώρῳ. κάλλιον δὲ φυτεύειν ἐν τῷ φθινοπώρῳ ἐν τοῖς ἀνύδροις τόποις μετὰ τοὺς πρώτους ὄμβρους. | |
10.18.2 | χαίρει δὲ τὰ μῆλα ψυχροῖς καὶ νοτεροῖς καὶ μελαγγείοις τόποις. οὐ βρωθήσεται δὲ ταῦτα ὑπὸ σκωλήκων, σκίλλης περι‐ φυτευομένης αὐτοῖς. | |
10.18.3 | τὴν δὲ σκώληκας ἔχουσαν θεραπεύσεις, χοιρείαν κόπρον κεχυλισμένην οὔρῳ ἀν‐ θρωπείῳ περιχέων ταῖς ῥίζαις. πάνυ γὰρ χαίρει ἡ | |
μηλέα τῷ οὔρῳ, καὶ δεῖ ταύτην αὐτῷ συνεχῶς ποτί‐ | 277 | |
5 | ζειν. | |
10.18.4 | τινὲς δὲ καὶ κόπρον αἰγείαν τῷ οὔρῳ προστι‐ θέασι, καὶ οἴνου παλαιοῦ τρύγα ταῖς ῥίζαις ἐγχέουσι, γλυκύτερον τὸν καρπὸν ἐργαζόμενοι. | |
10.18.5 | νοσοῦσαν δὲ μηλέαν θεραπεύσεις κόπρῳ ὀνείᾳ κεχυλισμένῃ ὕδατι ἐπὶ ἡμέρας ϛʹ ἡλίου δύνοντος ποτίζων συνεχέστερον ἐκ διαστημάτων, μέχρις ἂν βλαστήσῃ. | |
10.18.6 | εἰ δὲ βού‐ λει αὐτὴν πολὺν τὸν καρπὸν φέρειν, καὶ τοῦτον μὴ ἀποβάλλειν, σωλῆνος μολιβδίνου ἀπότεμε τὸ πλατὺ στόμα, καὶ ἀπὸ γῆς ὕψος πόδα τῷ στελέχει περίδησον, | |
5 | ἢ περίσφιγξον. ὅταν δὲ ἄρξηται ἀκμάζειν τὰ μῆλα ἄφελε τὸ περίαμμα, τοῦτο δὲ κατὰ ἔτος γινέσθω, καὶ εὐθαλήσει. | |
10.18.7 | ἵνα δὲ μὴ σήπηται ὁ καρπὸς ἐν τῷ δένδρῳ, μηδὲ κάμπη αὐτοῦ ἅπτηται, σαύρου χλωροῦ τῇ χολῇ περιάλειφε τὸ στέλεχος. | |
10.18.8 | Δεῖ δὲ τὰ φυτὰ τῶν μήλων αὐτόῤῥιζα λαμβάνειν ὡς εὐγενέστατα, καὶ ἐντιθέναι εἰς τοὺς βόθρους, τὸ ἄκρον μόνον ὑπέρ‐ γειον ἀπολελοιπότας. | |
10.18.9 | Τὰς δὲ ῥίζας τοῦ φυτοῦ, πρὶν φυτεύειν, ταυρείᾳ χολῇ περιχριστέον. τοῦτο γὰρ τὸ φυτὸν τάχιστα ὑπὸ σκωλήκων ἀδικεῖται. | |
10.18.10 | τοὺς δὲ ἐνοχλοῦντας σκώληκας καὶ ἥλῳ χαλκῷ ἐξορύττειν χρή, ἀναδέροντας τὸν φλοιὸν ἕως ἂν τὸ θηρίον κατα‐ ληφθῇ· τοὺς δὲ ἑλκωθέντας τόπους βολβίτῳ κατα‐ | |
5 | χριστέον. | 278 |
10.19t | Ὥστε τὰ μῆλα ἐρυθρὰ ποιῆσαι. Βηρυτίου. | |
10.19.1 | Οὔρῳ ποτιζέσθω τὸ δένδρον, καὶ ἐρυθραίνεται ὁ καρπός. | |
10.19.2 | τινὲς δὲ τῶν μήλων τοὺς καρποὺς ἐρυ‐ θροὺς τεχνάζονται οὕτως· πασσάλους εἰς τὴν γῆν καταπήξαντες, τοὺς κλάδους τοὺς τὸν καρπὸν ἔχοντας κάμπτοντες ἀθραύστως προσδεσμοῦσι τοῖς πασσάλοις, | |
5 | καὶ βόθρους πλησίον αὐτῶν ἢ ἕτερα ἀγγεῖα πληροῦσιν ὕδατος, τεκμαιρόμενοι ὅπως τῇ μεσημβρία ἡ ἀκτὶς τοῦ ἡλίου ἐμπίπτουσα τῷ ὕδατι, θερμήν τε ἀτμίδα ἀνιεῖσα, καὶ διὰ τῆς ἀνακλάσεως εἰς τὸν καρπὸν ἐμπίπτουσα, τὴν εὔχροιαν καὶ τὸ ἐρυθρὸν ἀπεργάζηται. | |
10.19.3 | τινὲς δὲ ῥόδα σπείρουσιν ὑπὸ τὰ φυτά, ἐρυθροὺς ἀπεργα‐ ζόμενοι τοὺς καρπούς. | |
10.20t | Περὶ ἐγκεντρισμοῦ μήλων. Διοφάνους. | |
10.20.1 | Ἐγκεντρίζεται μῆλον εἰς πᾶσαν ἀχράδα, καὶ εἰς κυδώνια, καὶ γίνεται ἐκ τῶν κυδωνίων μῆλα κάλλιστα, τὰ καλούμενα παρὰ Ἀθηναίοις μελίμηλα. | |
10.20.2 | Ἐγκεντρί‐ ζεται δὲ μῆλα καὶ εἰς πλάτανον, ἀφ’ ἧς γίνεται ἐρυ‐ θρὰ μῆλα. | |
10.20.3 | ὁ δὲ Δίδυμος ἐν τοῖς γεωργικοῖς αὐτοῦ | |
φησιν, ὅτι καλῶς ἐγκεντρίζεται τὰ μῆλα εἰς δαμασκηνά, καὶ ὅτι τὸ μῆλον εἰς κίτριον ἐγκεντριζόμενον σχεδὸν διὰ παντὸς καρποφορεῖ τοῦ ἔτους. | 279 | |
10.21t | Περὶ διαμονῆς μήλων. Ἀπουληΐου. | |
10.21.1 | Τὰ μῆλα ἐπὶ πλείονα διαμένει χρόνον ἀκμαῖα ληφθέντα, δρέπεσθαι δὲ αὐτὰ χρὴ τῇ χειρὶ πεφυ‐ λαγμένως, ἵνα μὴ θραυσθῇ. καὶ εἰς τὰ φυκία, τουτ‐ έστι τὰ τῆς θαλάττης βρύα, χρὴ ἓν καθ’ ἕκαστον | |
5 | ἐνειλεῖν, ὥστε πανταχόθεν καλυφθῆναι, καὶ ἐντιθέναι ταῦτα εἰς χύτρας ὠμάς, παρατιθέναι τε τῶν φυκίων μεταξὺ τῶν μήλων, ὅπως ἀλλήλων μὴ ψαύσῃ, εἶτα πωμάζειν τὰς χύτρας· ἀποτίθεσθαι δὲ χρὴ ταύτας ἐν ὑπερώῳ τόπῳ καὶ καταψύχρῳ, ἐκτὸς καπνοῦ καὶ πάσης | |
10 | δυσωδίας. | |
10.21.2 | ἐὰν δὲ μὴ ᾖ φυκία, εἰς μικρὰ πάνυ χυτρίδια ὠμὰ καθ’ ἓν μῆλον ἐνθετέον, πωμάσαντάς τε ἀποθετέον. | |
10.21.3 | τινὲς δὲ κεραμεικῇ γῇ περιπλάσαν‐ τες καθ’ ἓν μῆλον ξηραίνουσι, καὶ ἀποτίθενται. | |
10.21.4 | Ἀκέραια φυλαχθήσεται τὰ μῆλα, ὑποστρωννυμένων αὐτοῖς φύλλων καρύας. πολὺ γὰρ αὐτοῖς συμβάλλε‐ ται καὶ πρὸς εὔχροιαν, καὶ εὐοσμίαν. κάλλιον δὲ ποιήσεις, ἐὰν ἕκαστον μῆλον εἰς φύλλα καρύας ἐνει‐ | |
5 | λήσας ἀπόθοιο. | |
10.21.5 | φυλάξεις τὰ μῆλα, ἐὰν εἰς χύτρας ἐγκηρώσας ἔνδοθεν ἀπόθοιο τὰ μῆλα, πωμάζων ταύ‐ τας ἐπιμελῶς. ἄσηπτα διαμένει τὰ μῆλα εἰς κριθὰς ἐντιθέμενα. | |
10.21.6 | Φυλάξεις τὰ μῆλα καὶ οὕτω. λαβὼν ἀγγεῖον κεραμεοῦν ἀπίσσωτον τετρημένον ἐν τῷ πυθ‐ μένι, πλήρωσον μήλων κεχειρολογημένων, ὑγιῶν, οὐ γεγηρακότων, καὶ βύσας τὸ ἀγγεῖον μυακάνθῃ ἢ ἑτέρῳ | 280 |
5 | τινὶ ἀσφαλῶς, κρέμασον ἐν οἱῳδήποτε δένδρῳ, καὶ δι’ ὅλου τοῦ χειμῶμος ἔασον, καὶ τοιαῦτα διαμένει, οἷα ἐβλήθη. τοῦτο δὲ καὶ πείρᾳ παρέλαβον. | |
10.21.7 | Φυλάττε‐ ται τὰ μῆλα καὶ οὕτως· περικάλυπτε ἕκαστον μῆλον συκίνοις φύλλοις ξηροῖς, ἔπειτα περίπλασσε πηλῷ λευκαργίλλῳ, καὶ ψυγέντα ἐν ἡλίῳ ἀποτίθεσο, καὶ | |
5 | διαμένει οἷα ἐβλήθη. | |
10.21.8 | τὰ μῆλα εἰς γλεῦκος ἐμβαλ‐ λόμενα αὐτά τε διαμένει, φυλαττόμενα ὑπὸ τῆς τρυ‐ γός, καὶ τὸν οἶνον διαφυλάξει, καὶ εὐωδέστερον ποιήσει, ὥστε πάντας θαυμάζειν. | |
10.21.9 | καὶ εἰς χύτραν καινὴν ἐντεθέντα, καὶ εἰς πίθον οἰνηρὸν τῆς χύτρας ἐμβληθείσης, ὥστε πλεῖν ταύτην, τοῦ πίθου ἐπιχρι‐ σθέντος, ἔσται νέα, ὁ δὲ οἶνος εὐώδης. | |
10.21.10 | Καὶ εἰς καμπτρία δὲ συντίθενται μετὰ γναφάλλων καθαρῶν, καὶ φυλάττεται. | |
10.21.11 | τὰ δὲ χειμερινὰ μῆλα κάλλιστα ἐν τοῖς σπέρμασι φυλάττεται, ἐν οἷς καὶ τὰς σταφυλὰς φυλάττεσθαι προειρήκαμεν. | |
10.21.12 | σαύρου τοῦ χλωροῦ τῇ χολῇ τὰ ἄκρα τῶν μήλων ἐπάλειφε, καὶ οὐ σή‐ | |
πεται. | 281 | |
10.22t | Περὶ φυτείας ἀππιδίων, καὶ ἐπιμε‐ λείας, καὶ ὥστε αὐτὰ μηδὲν λιθῶδες ἔχειν. Τῶν Κυντιλίων. | |
10.22.1 | Προαναλεξάμενος πᾶν λιθῶδες ἐκ τῶν βόθρων φύτευσον τὸ φυτόν, καὶ γῇ σεσησμένῃ προσχώσας, ἄρδευσον. | |
10.22.2 | εἰ δὲ ἔφθασε τὸ δένδρον φυτευθῆναι, ἀνακαλύψας μέχρι τῶν κατὰ βάθος ῥιζῶν, ἀνάλεγε πᾶν τὸ λιθῶδες, τὴν δὲ ἀνασκαφεῖσαν γῆν σήσας, ἔμβαλλε μετὰ κόπρου, καὶ προσχώσας πότιζε. | |
10.22.3 | Τὸ δὲ γένος τῶν ἀππιδίων ψυχροῖς καὶ ὑγροῖς χαίρει τόποις. φυτεύεται δὲ οὐ μόνον ἐξ αὐτοῤῥίζων, ἀλλὰ καὶ ἐκ μοσχευμάτων τουτέστι παρασπάδων. εἰ δὲ | |
5 | μέλλεις αὐτόῤῥιζα φυτεύειν, ἔστω ταῦτα τριετῆ, μὴ μὴν νεώτερα τῶν διετῶν. | |
10.22.4 | τινὲς δὲ καὶ τοῦ στελέ‐ χους τὰ εὐγενέστατα ποιοῦσι σκυτάλας, καὶ φυτεύουσι, καθάπερ τὰς ἀπὸ σκυταλῶν ἐλαίας. | |
10.22.5 | ἔνιοι δὲ ἐκ τοῦ ἄνω μέρους τῶν δένδρων κλάδους ἐρνωδεστάτους, τουτέστι γενναιοτάτους, λαβόντες, φυτεύουσι, καὶ ἐπι‐ | |
τυγχάνουσιν. | 282 | |
10.23t | Ἕτερον περὶ φυτείας ἀππιδίων. Διοφάνους. | |
10.23.1 | Τὸ γένος τῶν ἀππίων ψυχεινοῖς καὶ ἐνύδροις καὶ εὐθαλέσι χαίρει χωρίοις. ἔστι δὲ πολυειδές, διὸ καὶ ποικίλης δεῖται τῆς φυτείας. | |
10.23.2 | τὰ μὲν γὰρ με‐ γάλα γένη τῶν μακρῶν καὶ στρογγύλων, ἅπερ ἐν τῷ ξύλῳ τὸν καρπὸν πεπαίνει, τάχιον χρὴ φυτεύειν· τὰ δὲ λοιπὰ ἀπὸ μέσου χειμῶνος ἄρχεσθαι φυτεύειν, | |
5 | μέχρι μεσοῦντος ἔαρος. | |
10.23.3 | φυτεύεται δὲ καὶ ἐν εὐδι‐ νοῖς τόποις, καὶ πρὸς ἀνατολὰς ἢ ἄρκτον κεκλιμένοις. οὐ μόνον δὲ ἐξ ἀποσπάδων, ἀλλὰ καὶ ἐξ αὐτοῤῥίζων κατατίθεται. ἔστω δὲ τὰ αὐτόῤῥιζα μὴ ἐλάττω διετοῦς | |
5 | χρόνου. συνεπίβαλλε δὲ γῆν μεμιγμένην κόπρῳ. | |
10.23.4 | Κάλλιον δέ τινες ποιοῦντες, ἐγκεντρίζουσι μᾶλλον τὰ τοιαῦτα ἢ φυτεύουσι, καὶ αὐτοῤῥίζους ἀχράδας, ἢ καὶ ἄλλ’ ἄττα τοιαῦτα φυτὰ ἐκ τῶν ὑγιεινῶν τόπων μεταγαγόντες, τῷ προειρημένῳ τρόπῳ φυτεύουσιν, | |
5 | εἶθ’ ὅταν αὐτὰ τὰ φυτὰ κατάσχῃ, ἐγκεντρίζουσιν οἷον βούλονται γένος ἀππίων ἢ ἐνθεματίζουσιν. | |
10.23.5 | Εἰ δὲ βούλει τὴν ἀππίαν καὶ γλυκεῖαν ποιῆσαι, καὶ μᾶλλον καρποφορεῖν, ἐκτρυπήσας τὸ πρέμνον πρὸς αὐτῇ τῇ γῇ, ἐπιούρῳ δρυὸς ἢ φηγοῦ κατάκρουσον, καὶ οὕτω | |
5 | πρόσχωσον. | |
10.23.6 | ἐν δὲ τῷ ἀνθεῖν νοσοῦσαν θεραπεύ‐ σεις, τρυγίαν οἴνου παλαιοῦ καταχέων τῶν ῥιζῶν, καὶ ἀρδεύων ἐπὶ ἡμέρας ιεʹ. εἶτα συγχώννυε. καὶ ἄνευ δὲ τοῦ νοσεῖν αὐτὴν ἐπιχέας τὴν τρύγα γλυκύτερον | 283 |
5 | ποιήσεις τὸν καρπόν. | |
10.23.7 | καὶ ὁ καρπὸς δὲ οὐ βλαβή‐ σεται ὑπὸ σκωλήκων, ἐὰν βοείᾳ χολῇ αἱ ῥίζαι ἐν τῷ φυτεύεσθαι χρισθῶσιν. | |
10.24t | Περὶ ἐγκεντρισμοῦ ἀππιδίων. Ταραντίνου. | |
10.24.1 | Τὸ ἀππίδιον ἐγκεντρίζεται εἰς ῥοιάν, καὶ εἰς κυ‐ δωνίαν, καὶ εἰς ἀμυγδαλῆν, καὶ εἰς τέρμινθον, καὶ εἰς συκάμινον. ἐγκεντριζόμενον δὲ εἰς συκάμινον ἐρυθρὰ φέρει τὰ ἀππίδια. | |
10.25t | Περὶ διαμονῆς ἀππιδίων. Δημοκρίτου. | |
10.25.1 | Πισσώσας τῶν ἀππιδίων τὰ πέλματα κρέμασον. ἄλλοι δὲ εἰς ἀγγεῖον καινὸν κεραμεοῦν ἐπιβάλλουσι τὰς ἀππίους, καὶ ἐπιχέουσιν ἕψημα, ἢ γλεῦκος, ἢ οἶνον, ὡς πληρωθῆναι τὸ ἀγγεῖον, καὶ ἀποτίθενται. | |
5 | ἕτεροι δὲ ἐν πρίσμασι χώσαντες ἐφύλαξαν τὰ ἀππίδια. | |
10.25.2 | Τινὲς δὲ ἐν φύλλοις ξηροῖς καρύας ταῦτα συν‐ τιθέασιν. ἕτεροι εἰς ἀγγεῖον καινὸν κεραμεοῦν ἔχον | |
ἅλας ὀλίγον, ἐπιχυθέντος ἑψήματος ἢ οἴνου ἢ γλεύ‐ κους, ἐμβάλλουσι τὰς ἀππίους, καὶ πωμάσαντες τὸ | 284 | |
5 | ἀγγεῖον ἀποτίθενται. οἱ δὲ ἐν γιγάρτοις συντιθέασιν αὐτὰ οἴνου γλυκέος, διϊστῶντες ἀπ’ ἀλλήλων. | |
10.26t | Περὶ φυτείας κυδωνίων. Διδύμου. | |
10.26.1 | Τὰ κυδώνια τῷ αὐτῷ καιρῷ καὶ τρόπῳ φυτεύεται, ὡς ἐπὶ τῶν κερασίων προείρηται. | |
10.27t | Εἰδωλόμορφον κυδώνιον ποιῆσαι. Δημοκρίτου. | |
10.27.1 | Ζωοειδῆ τὰ κυδώνια συμβαίνει γίνεσθαι, ἐὰν εἰς τύπους αὐξάνειν ἐάσῃς. | |
10.28t | Περὶ διαμονῆς κυδωνίων. Τοῦ Αὐτοῦ. | |
10.28.1 | Τὰ κυδώνια εἰς γλεῦκος ἐμβαλλόμενα αὐτά τε διαμενεῖ, φυλαττόμενα ὑπὸ τῆς τρυγός, καὶ τὸν οἶνον διαφυλάξει, καὶ εὐωδέστερον ποιήσει, ὥστε πάντας θαυμάζειν. | |
10.28.2 | καὶ εἰς χύτραν καινὴν ἐντεθέντα, καὶ εἰς πίθον οἰνηρὸν τῆς χύτρας ἐμβληθείσης, ὥστε πλεῖν ταύτην, τοῦ πίθου ἐπιχρισθέντος, ἔσται τὰ μὲν κυ‐ δώνια νεαρά, ὁ δὲ οἶνος εὐώδης. καὶ εἰς καμπτρία | |
5 | δὲ συντίθενται μετὰ γναφάλλων καθαρῶν. | |
10.28.3 | Φυλάτ‐ | |
τεται ὁμοίως τὰ κυδώνια ἐπὶ πλεῖστον χρόνον ἐν πρίσμασι κατορυττόμενα. ὑπὸ γὰρ τῶν πρισμάτων ἀναξηραινόμενα ὠφελεῖται. καλῶς δὲ καὶ ἐν ἀχύροις | 285 | |
5 | ταῦτα ἀποτίθεται καὶ φυλάττεται. | |
10.28.4 | Φυλακτέον δὲ ταῦτα μὴ ἐν τῷ οἴκῳ, ἔνθα αἱ ἄλλαι ὀπῶραι ἀπόκειν‐ ται. τῇ γὰρ αὐτῶν δριμύτητι καὶ ὀσμῇ λυμαίνεται τὰ παρακείμενα, καὶ μάλιστα τὰς σταφυλάς. | |
10.28.5 | Τινὲς δὲ τὰ κυδώνια φύλλοις συγκαλύψαντες, πηλῷ ἀργιλλώδει διὰ τριχῶν μεμιγμένῳ ἐπιμελῶς, ἢ γῇ κεραμεικῇ, ταῦτα περιπλάττουσιν, εἶτα ἐν ἡλίῳ ψύξαντες ἀποτί‐ | |
5 | θενται. ὅταν δὲ ἡ χρῆσις ἀπαιτῇ, τὸν πηλὸν κατεά‐ ξαντες εὑρίσκουσι τὰ κυδώνια, οἷα ἐνεβλήθη. τὸ αὐτὸ δὲ καὶ ἐπὶ μήλων χρὴ ποιεῖν· ὁμοίως δὲ καὶ ἐπὶ κυ‐ δωνίων καὶ τὰ προειρημένα ἐπὶ μήλων. | |
10.28.6 | φυλάττε‐ ται τὰ κυδώνια καὶ εἰς κριθάς, ὁμοίως δὲ καὶ εἰς γλεῦκος. | |
10.29t | Περὶ φυτείας ῥοϊδίων, καὶ θεραπείας, καὶ πάσης ἐπιμελείας. Φλωρεντίνου. | |
10.29.1 | Ἡ ῥοιὰ θερμῷ ἀέρι χαίρει, καὶ ἐν ἀνύδροις δὲ φυτεύεται χωρίοις. δεῖ δέ, ἐν τῷ ταύτας φυτεύειν, συνεμβάλλειν αὐταῖς σκίλλαν. | |
10.29.2 | χλωραὶ δὲ ἐπὶ τοῦ δένδρου διαμένουσιν ἕως τοῦ ἔαρος, ἐὰν λυγίσῃς τοὺς | |
κλάδους αὐτῶν, τουτέστι περιστρέψῃς ἅπαξ ἢ δίς, ὅταν ἀκμάσωσι, καὶ κολοκύνθας ξηρὰς καὶ γογγύλας | 286 | |
5 | περιθῇς ἑκάστῃ, ἵνα μὴ βρέχωνται, μήτε ὑπὸ τῶν ὀρ‐ νέων ἐσθίωνται. | |
10.29.3 | τὰς δὲ νοσούσας θεραπεύσεις φυκίοις τοῖς ἀπὸ θαλάσσης ἐκβρασσομένοις καλύπτων τὸ πρέμνον τὸ περὶ τὰς ῥίζας, καὶ ἀρδεύων συνεχῶς. | |
10.29.4 | Διοφάνης δέ φησιν ἐν τοῖς γεωργικοῖς αὐτοῦ, ἐρυθρὰς γίνεσθαι τὰς ῥοιάς, ἐὰν μετὰ κονίας βαλα‐ νευτικῆς αἱ ῥίζαι τῶν δένδρων ἀρδεύωνται. | |
10.29.5 | Δημό‐ κριτος δέ φησι, ῥοιὰν καὶ μυρσίνην ἀλλήλαις χαίρειν, καὶ πλησίον ἀλλήλων παραπεφυτευμένας εὐφορήσειν, καὶ τὰς ῥίζας ἀλλήλαις συμπλέκειν, κἂν μὴ σφόδρα | |
5 | ἐγγὺς οὖσαι τυγχάνωσιν. | |
10.30t | Ὥστε ῥοιὰς μὴ χαίνειν. Ἀφρικανοῦ. | |
10.30.1 | Ἐν τῷ φυτεύειν προέμβαλλε εἰς τὸν βόθρον κόχλα‐ κας. ἐὰν δὲ ὦσι προπεφυτευμέναι, σκίλλας παρα‐ φύτευσον. αὗται γὰρ ἀντιπαθοῦσαι οὐκ ἐῶσιν αὐτὰς χαίνειν. ὁμοίως δὲ κᾂν κατακέφαλα φυτευθῶσιν, οὐ | |
5 | χαίνουσιν. | 287 |
10.31t | Ῥοιὰν ἀπύρηνον ποιῆσαι. Τοῦ Αὐτοῦ. | |
10.31.1 | Ἐὰν ἐξέλῃς, ὥσπερ ἐπὶ τῆς σταφυλῆς, φανερὸν μέρος τῆς ἐντεριώνης, καὶ τὸ ἐσχισμένον ξύλον κατα‐ χώσῃς, καὶ μετὰ χρόνον ἀποκόψῃς τὸ ὑπερέχον τοῦ φυτοῦ τὸ βλαστῆσαν, ἀπύρηνον οἴσει τὸν καρπόν. | |
10.32t | Ὅτι τῆς ῥοιᾶς ὁ κλάδος ἀπείργει τὰ θηρία. Τοῦ Αὐτοῦ. | |
10.32.1 | Τὸν τῆς ῥοιᾶς κλάδον ἄθηρόν φασιν εἶναι, καὶ διὰ τοῦτο καὶ ἐν ταῖς στιβάσιν αὐτὸν ἀξιοῦσι παρα‐ τίθεσθαι, ἀσφαλείας ἕνεκεν. | |
10.33t | Ὥστε ῥοιὰν ἐρυθροτέραν γενέσθαι. Διδύμου. | |
10.33.1 | Εἰ βούλει ἐρυθρὰν ποιῆσαι ῥοιάν, ἄρδευε τὸ φυτὸν ὕδατι, μεμιγμένης αὐτῷ κονίας ἀπὸ βαλανείου. | |
10.34t | Πῶς ἔστι ῥοιὰν ὀξεῖαν γλυκεῖαν ποι‐ ῆσαι. Παξάμου. | |
10.34.1 | Περιορύξας τοῦ δένδρου τὰς ῥίζας, κόπρον ὑείαν ἐπίχρισον, καὶ χώσας ῥᾶνον οὔρῳ ἀνθρωπείῳ. τὰ δὲ περὶ τούτου ἐν τῷ ἄλλῳ μου γεωργικῷ βιβλίῳ τρίτῳ, | |
ἐν τῷ κζʹ κεφαλαίῳ, τελειότερον εὑρήσεις. | 288 | |
10.35t | Ῥοιὰν πολὺν καρπὸν φέρειν. Δημοκρίτου. | |
10.35.1 | Ἀνδράχνην καὶ τιθύμαλλον συγκόψας καλῶς, τὰ στελέχη περιάλειψον. | |
10.36t | Ῥοιὰν ἀπὸ δένδρου λαβόντα εἰπεῖν, πόσους κόκκους ἔχει. Ἀφρικανοῦ. | |
10.36.1 | Μίαν ἀνοίξας ἀρίθμησον, καὶ ὅσους ἐὰν εὕρῃς ἐν αὐτῇ κόκκους, τοσούτους νόμιζε ἑκάστην ἔχειν. τὸ γὰρ εἶναι μικρὰν ἢ μεγάλην τὴν ῥοιάν, οὐκ ἀπὸ τοῦ πλείονας ἢ ἐλάττονας, ἀλλ’ ἀπὸ τοῦ μείζονας ἢ βρα‐ | |
5 | χυτέρους εἶναι τοὺς κόκκους συμβαίνει. | |
10.37t | Περὶ ἐγκεντρισμοῦ ῥοιᾶς. Φλωρεντίνου. | |
10.37.1 | Ἡ ῥοιὰ διαφόρως ἐμφυλλίζεται τῶν λοιπῶν δέν‐ δρων. ἐπιλεξάμενοι στέλεχος εὔκαμπτον, τὸ δυνά‐ μενον καταχθῆναι ἕως τῆς γῆς, τοῦτο ἐμφυλλίζουσιν, ὡς καὶ τὰ λοιπὰ δένδρα, καὶ ὁμοίως τοῖς δεσμοῖς | |
5 | ἀσφαλίζονται. εἶτα κατάγουσιν ἐπὶ τὴν γῆν, οὐχ ἁπτόμενοι τοῦ ἐμφυλλισθέντος μέρους, ἀλλὰ τὸ κατώ‐ τερον τῆς ἁρμογῆς χωννύουσιν ἀσφαλιζόμενοι σφόδρα, πρὸς τὸ μὴ ἀναδραμεῖν, ἕως ἡ ἔνθεσις φύῃ. | |
10.37.2 | Εἰ‐ δέναι δὲ χρή, ὅτι ἐπὶ τῶν ἄλλων δένδρων ἐνθέματα πρὶν βλαστῆσαι λαμβάνομεν, ἐπὶ δὲ τῆς ῥοιᾶς καὶ μετὰ τὴν βλάστησιν. | 289 |
10.37.3 | ὥσπερ δὲ ἀνωτέρω εἴρηται, πάνυ χαίρει ἡ ῥοιὰ τῇ μυρσίνῃ, ὡς ὁ Δίδυμος ἐν τοῖς γεωργικοῖς αὐτοῦ διδάσκει· ἀμέλει φησίν, ἐὰν εἰς μυρσίνην ἐγκεντρισθῇ ἡ ῥοιά, ἢ εἰς ῥοιὰν μυρσίνη, | |
5 | πολὺ μείζονα οἴσει τὸν καρπόν. | |
10.37.4 | καλῶς οὖν ἡ ῥοιὰ ἐγκεντρίζεται εἰς μυρσίνην, καὶ εἰς ἰτέαν. εἰς δὲ ῥοιὰν ἐγκεντρίζεται κίτριον, ὡς ὁ Δίδυμος ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησιν. | |
10.38t | Περὶ διαμονῆς καὶ ἀποθέσεως καὶ φυλακῆς ῥοϊδίων. Βηρυτίου. | |
10.38.1 | Χρὴ τὰς ῥοιάς, ἃς μέλλεις φυλάττειν εἰς τὸν χειμῶνα, κούφως ἀφαιρεῖν, ἵνα μὴ θλάσῃς ταύτας, τοῦτο γὰρ ἀρχὴν τῇ σήψει παρέχει. | |
10.38.2 | συνελὼν οὖν αὐτὰς ἀπλήκτους, τῇ ἑφθῇ πίσσῃ ἐμβάψας τὰς ἀποτομὰς κρεμάσεις. | |
10.38.3 | ἄλλοι ἐμβάπτουσι τὰς ῥοιάς, καὶ μετὰ ταῦτα ψύξαντες, οὕτω κρεμαννύουσι. | |
10.38.4 | σκευάζεται δὲ καὶ οἶνος ἐκ τῶν ῥοιῶν, καὶ ἔστι κάλλιστον τὸ πόμα. | |
10.38.5 | Ἄλλοι δὲ φρυγάνοις κατειλήσαντες ἑκάστην ῥοιὰν καὶ σχοινίοις καταδήσαντες καὶ γύψῳ περιαλείψαντες | |
ἐπιμελῶς πανταχόθεν, ὡς μὴ οἰδήσασαν ῥαγάδα ποιῆ‐ σαι, ἐῶσιν ἐπὶ τοῦ δένδρου· δυνατὸν δὲ τοῦτο καὶ | 290 | |
5 | ἐπὶ τῶν μήλων γίνεσθαι. | |
10.38.6 | Ἄλλοι δὲ συντιθέασιν αὐτὰ εἰς πρίσματα δρύϊνα, προεμβάλλοντες ὄξος. | |
10.38.7 | τινὲς δὲ θαλάττιον ὕδωρ θερμάναντες, ἢ ἅλμην ἀποζέσαντες, εἰς ταύτην ἐμβάπτουσι τὰς ῥοιάς, καὶ μετὰ ταῦτα ψύξαντες ἐν ἡλίῳ, οὕτω κρεμαννύουσι. μέλλοντες δὲ | |
5 | χρῆσθαι, πρὸ βʹ ἡμερῶν ἐμβρέχουσιν αὐτὰς εἰς ὕδωρ. | |
10.38.8 | Ἄλλοι δὲ τὰς ῥοιὰς ἐπὶ χρόνον ἐν τῷ δένδρῳ δια‐ μένειν ... εἰς καινὰς χύτρας ἐμβάλλουσιν ἑκάστην ῥοιάν, καὶ πωμάσαντες καὶ ἀσφαλισάμενοι, ὥστε μηδὲ πρὸς τὰ στελέχη, μηδὲ πρὸς ἄλληλα συγκρούειν καὶ ῥήγνυ‐ | |
5 | σθαι, ἕξουσι διαπαντὸς εὐθαλεῖς. | |
10.38.9 | Ῥοιαὶ ἐπὶ πολὺν διαμένουσι χρόνον, εἰς ὕδωρ θερμὸν καθαρὸν βαπτι‐ ζόμεναι, καὶ εὐθέως ἁρπαζόμεναι. | |
10.38.10 | τὰς ῥοιὰς εἰς ἄμμον ξηρὰν συνθετέον, ἢ ἐν σωρῷ σίτου ἐν σκιᾷ ἀποθετέον, μέχρις οὗ ῥυσσωθῶσιν. | |
10.39t | Περὶ φυτείας δαμασκηνῶν. Παμφίλου. | |
10.39.1 | Καὶ ἡ δαμασκηνὴ γῇ χαίρει ξηρᾷ, καὶ ἀέρι θερμῷ, | |
καὶ φυτεύεται τῇ βραβίλῳ ὁμοίως, ἔν τε τῷ χρόνῳ καὶ ταῖς αὐταῖς ἐπικεντρίζεται ἡμέρας, αἷς ἡ βράβιλος, εἰς μέντοι τὰς ὁμογενεῖς καὶ εἰς μηλέαν. | 291 | |
10.40t | Περὶ διαμονῆς δαμασκηνῶν. Τοῦ Αὐτοῦ. | |
10.40.1 | Εἰς ἀγγεῖα ἐμβάλλοντες καταχέουσιν οἱ μὲν οἶνον νέον, οἱ δὲ γλυκύν, καὶ πληρώσαντες καὶ πωμάσαντες καταλιμπάνουσιν. | |
10.41t | Περὶ φυτείας κερασίων. Φλωρεντίνου. | |
10.41.1 | Ὁμοίως τοῖς μήλοις καὶ ἀππιδίοις καὶ τὰ κεράσια φυτεύεται καὶ ἐγκεντρίζεται. χαίρει δὲ τοῦτο τὸ φυτὸν ψυχροῖς καὶ νοτεροῖς τόποις. | |
10.41.2 | χαίρει δὲ μάλιστα τῷ ἐγκεντρισμῷ, καὶ οὐκ ἄν ποτε καλὸν οὐδὲ γλυκὺν δώσει τὸν καρπὸν ἡ κερασία, ἐὰν μὴ ἐγκεντρισθῇ. | |
10.41.3 | ἐὰν δὲ εἰς κερασίαν μέλαινα σταφυλὴ ἐγκεντρισθῇ, τῷ ἔαρι τὰς σταφυλὰς οἴσει. | |
10.42t | Περὶ διαμονῆς κερασίων. Τοῦ Αὐτοῦ. | |
10.42.1 | Κεράσια ἀφαιρεθέντα τοῦ δένδρου πρὸ ἀνατολῶν ἡλίου, καὶ εἰς σκεῦος ἐμβεβλημένα, προϋποβληθείσης εἰς τὸν πυθμένα θρύμβης, εἶτα κερασίων, καὶ πάλιν θρύμβης, καὶ ὀξυμέλιτος γλυκέος ἐπιβαλλομένου φυ‐ | |
5 | λάττεται· καὶ εἰς καλάμους δὲ ὡσαύτως φυλάττεται. | 292 |
10.43t | Περὶ φυτείας ζιζύφων. Οὐϊνδανιωνίου. | |
10.43.1 | Τὸ ζίζυφον φυτεύεται καὶ ἐξ ὀρπήκων ἀπὸ μέσου τοῦ δένδρου λαμβανομένων, ὡς ὁ Δίδυμος ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησιν. | |
10.44t | Περὶ διαμονῆς ζιζύφων. Τοῦ Αὐτοῦ. | |
10.44.1 | Ζίζυφα εἰς οἰνόμελι φυλάττεται ἐμβεβλημένα, ὑπε‐ στορεσμένων αὐτοῖς καὶ ἐπικειμένων καλαμοφύλλων. | |
10.45t | Περὶ καιροῦ φυτείας σύκων, καὶ ἐπι‐ μελείας. Διδύμου. | |
10.45.1 | Τὰ σῦκα ἐν διτταῖς ὥραις τοῦ ἔτους φυτεύεται, ἐν τῷ ἔαρι καὶ τῷ φθινοπώρῳ. | |
10.45.2 | ἐκ πάντων δὲ τῶν φυτῶν, τὴν συκῆν ἄμεινον ἐν τῷ ἔαρι φυτεύειν. τρυφερώτερον γὰρ ὂν τὸ φυτὸν τάχιστα ὑπὸ κρυστάλ‐ λων καὶ ἀνέμων ῥήγνυται, διὸ μετὰ τοὺς παγετοὺς ἐν | |
5 | τῷ ἔαρι μᾶλλον φυτευτέον. | |
10.45.3 | ἐγὼ δὲ δι’ ὅλου τοῦ Ἰουλίου φυτεύσας σῦκα ἐπέτυχον σφόδρα, καὶ μετα‐ | |
φυτεύσας καὶ ἀρδεύσας εἶχον ἐξ αὐτῶν μεγάλα δένδρα καρποφοροῦντα, καὶ ἐκ τῆς συνεχοῦς πείρας διετέλεσα, | 293 | |
5 | οὐ μόνον ἐν τῷ ἔαρι, ἀλλὰ καὶ ἐν τῷ Ἰουλίῳ μηνὶ φυτεύων. | |
10.45.4 | Δεῖ μέντοι τὰς συκᾶς φυτεύειν ἐν τό‐ ποις θερμοτέροις καὶ ἐν γῇ λιπαρᾷ, μὴ μέντοι ἀρδο‐ μένῃ. τὸ γὰρ πολὺ ὕδωρ λυμαίνεται τὸ φύσει κάλλος τῶν σύκων, καὶ ῥαδίως σήπεσθαι αὐτὰ ποιεῖ. | |
10.45.5 | φυ‐ τεύεται δὲ καὶ καθ’ ἕτερον τρόπον. ἐὰν γάρ τις βρέ‐ ξας σῦκα περιπλάσῃ ἐν σχοινίῳ, καὶ τοῦτο φυτεύσας ἀρδεύσῃ, ἐμφυήσεται πολλὰ φυτά, ἅτινα χρὴ μεταφυ‐ | |
5 | τεύειν. | |
10.45.6 | εἰ δέ τις αὐτόῤῥιζα φυτὰ συκῆς κατατίθε‐ ται, χρὴ τοῦτον σκίλλῃ ἐμβαλόντα φυτεύειν. | |
10.45.7 | τινὲς ἅλμῃ βρέξαντες τὸ φυτόν, κατατίθενται. κάλλιον δὲ εἴ τε φυτόν, εἴ τε κλάδους τις μέλλει φυτεύειν, ἀπο‐ βρέχειν αὐτὰ εἰς βοείαν κόπρον. | |
10.45.8 | Ἕτεροι μετὰ τοῦ φυτοῦ ἄσβεστον ζῶσαν καταβάλλουσι, καὶ οὐκ ἀπο‐ τυγχάνει τὸ φυτευόμενον. | |
10.45.9 | εἰδέναι δὲ χρή, ὅτι γηρῶσα ἡ συκῆ πολυφορωτέρα ἐστί. | |
10.45.10 | τινὲς τέφραν, ἄλλοι δὲ μίλτον ἐπιβάλλουσι ταῖς ῥίζαις. εἰ δὲ θέλεις μὴ εἰς ὕψος ἀναδραμεῖν τὸ σῦκον, κορύνην κατὰ κεφαλῆς φύτευσον. | |
10.45.11 | φυτεύεται δὲ καλῶς συκῆ καὶ | |
ἀπὸ κεγχραμίδων. | 294 | |
10.46t | Ὥστε τὰ φυτευόμενα σῦκα ἀπαλλάττε‐ σθαι σκωλήκων. Τοῦ Αὐτοῦ. | |
10.46.1 | Τὰ σῦκα σκώληκας οὐ ποιήσει, ἐὰν μέλλων φυ‐ τεύειν ἐμπήξῃς σκίλλῃ τὸν κλάδον. τοὺς δὲ ὄντας ἀναιρεῖς, ἐὰν πάσῃς κονίαν ταῖς ῥίζαις καὶ εἰς τὰ κοῖλα τοῦ πρέμνου. | |
10.47t | Κατάγραπτα σῦκα ποιῆσαι. Δημοκρίτου. | |
10.47.1 | Τὸν μέλλοντα ἐμφυλλίζεσθαι ὀφθαλμὸν τοῦ σύκου κατάγραφε ὃ βούλει, καὶ τὰ σῦκα ἔγγραφα βλαστήσει. | |
10.48t | Ὥστε συκῆν μὴ ἀποβάλλειν τὸν καρ‐ πόν. Τοῦ Αὐτοῦ. | |
10.48.1 | Συκῆ οὐκ ἀποβάλλει τὸν καρπόν, ἐὰν συκάμινα λαβὼν χρίσῃς ταύτης τὸ στέλεχος. | |
10.48.2 | ὁμοίως οὐκ ἀπο‐ βάλλει τὸν καρπόν, ἐὰν τὰς ῥίζας αὐτῆς ἅλατι καὶ φυκίοις θαλαττίοις καταπλάσῃς, ἢ ἐν διχομήνῳ σελήνῃ μίλτῳ τὰ πρέμνα καταχρίσῃς, ἢ ὀλύνθους αὐτῇ πε‐ | |
5 | ριάψῃς. | |
10.48.3 | διό τινες εἰς ἕκαστον κλάδον ἐγκεντρίζου‐ σιν, ἵνα μὴ καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τοῦτο ἀσχο‐ λῶνται. | |
10.48.4 | κατέχει τὸν καρπὸν ἡ συκῆ, ἐὰν περισκά‐ ψας βόθρους περὶ πλειάδα, ἀμόργην ὕδατι ἐξ ἴσου κεράσας περιχέῃς τὸ στέλεχος. | 295 |
10.49t | Συκῆν ἀγρίαν ἡμερῶσαι. Ἀφρικανοῦ. | |
10.49.1 | Συκῆν ἀγρίαν ἡμερώσεις, ἐὰν κόψας τοὺς κλῶνας οἰνελαίῳ βρέξῃς, καὶ ποτίσῃς ἑπτὰ ἡμέρας. | |
10.50t | Περὶ ψωριώσης συκῆς. Λεοντίνου. | |
10.50.1 | Τὴν ψωριῶσαν συκῆν θεραπεύσεις, σκίλλαν ὑπο‐ φυτεύων παρὰ τὰς ῥίζας, ἢ μίλτον ὕδατι διείς, καὶ περιχρίων τὸ πρέμνον. | |
10.51t | Συκῆν κοιλιολυτικὴν 〈εἶναι〉, καὶ πρώϊμα σῦκα φέρειν. Ἐκ τῶν Δημοκρίτου. | |
10.51.1 | Ὅτε τὴν συκῆν φυτεύεις, ἔμβαλλε εἰς ἄκρας τὰς ῥίζας ἐλλέβορον μέλανα κεκομμένον ὁμοῦ τιθυμάλλῳ, καὶ ἕξεις τὰ σῦκα μαλακτικὰ γαστρός. | |
10.51.2 | τὰ δὲ σῦκα πεπαίνεται θᾶττον τοῦ καιροῦ, ἐὰν περιστερᾶς κόπρον καὶ πέπερι καὶ ἔλαιον μίξας ἐπιβάλῃς. | |
10.51.3 | Φλωρεν‐ τῖνος ἐν τοῖς γεωργικοῖς αὐτοῦ πρώϊμον καὶ θηριακὸν λέγει γενέσθαι σῦκον, τῇ θηριακῇ ἀντιδότῳ τοῦ καρ‐ ποῦ χριομένου. | |
10.51.4 | Εἰ δὲ θέλεις πρὸ τοῦ καιροῦ ἐσθίειν σῦκα, κόπρον περιστερῶν καὶ πέπερι μίξας ἐλαίῳ, ἐπίχριε τοὺς ὀλύνθους. | 296 |
10.52t | Περὶ ἐγκεντρισμοῦ συκῶν. Λεοντίνου. | |
10.52.1 | Ἡ συκῆ ἐγκεντρίζεται εἰς συκάμινον, καὶ εἰς πλά‐ τανον. ἐγκεντρίζεται δὲ ἡ συκῆ οὐ μόνον τῷ ἔαρι, ὥσπερ τὰ ἄλλα δένδρα, ἀλλὰ καὶ θέρους, μέχρι τρο‐ πῶν χειμερινῶν, ὡς Φλωρεντῖνός φησιν. | |
10.53t | Ὥστε τὸν καρπὸν τῆς συκῆς ἐξ ἑνὸς μέρους εἶναι λευκόν, ἐκ δὲ τοῦ ἑτέρου μέλανα ἢ ἐρυθρόν. Ἀφρικανοῦ. | |
10.53.1 | Λαβὼν διάφορα κλήματα, καὶ πρότερον συν‐ δήσας τοὺς κλάδους τοῦ αὐτοῦ χρόνου ὄντας, κατάθου ἐν βόθρῳ, καὶ κόπρισον καὶ πότισον. | |
10.53.2 | ὅταν δὲ βλαστήσῃ, πάλιν ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σύν‐ δησον ἐπὶ τὸ αὐτό, ἵνα ἓν στέλεχος γένωνται, καὶ μετὰ δύο ἔτη, εἰ βούλει, μεταφύτευσον, καὶ ἕξεις σῦκα | |
5 | δίχρωμα. | |
10.53.3 | ἀσφαλέστερον δέ τινες τοῦτο ποιοῦσιν οὕτως· δύο σύκων διαφόρων κεγχριμίδας ἐνδήσαντες | |
ἐν ὀθονίῳ φυτεύουσι, καὶ μεταφυτεύουσιν. | 297 | |
10.54t | Ὥστε τὸν ξηρὸν καρπὸν συκῶν, τὰς καλουμένας ἰσχάδας, ἀσήπτους διαμένειν. Παξάμου. | |
10.54.1 | Ἰσχάδες ἄσηπτοι διαμένουσιν, ἐὰν τρεῖς ἰσχάδας βάλῃς εἰς πίσσαν ὑγράν, καὶ μίαν μὲν θῇς εἰς τὸν πυθμένα τοῦ κεραμίου, καὶ ἐπιβάλῃς ἰσχάδας ἄχρι μέσου, εἶτα μίαν τῶν πεπισσωμένων ἰσχάδων, καὶ | |
5 | πάλιν τὰς ἰσχάδας, ἕως συμπληρώσεως τοῦ κεραμίου, ἐπάνω δὲ τὴν πεπισσωμένην τρίτην. | |
10.54.2 | διαμένουσι δὲ πλεῖστον χρόνον καλαί, ἐὰν διὰ σπυρίδος ἐγκρεμα‐ σθῶσιν εἰς κλίβανον, μετὰ τὸ τὸν ἄρτον ἀφαιρεθῆναι, καὶ εἰς κεράμιον καινὸν ἐμβληθῶσιν ἀπίσσωτον. | |
10.54.3 | χρὴ δὲ τὰ σῦκα ἀφαιρεῖν μετὰ τοῦ πυθμένος, ἐξ οὗ προσήρτηνται, καὶ ἅλμην μετὰ ἐλαίου ἐζεσμένην ἐπιῤ‐ ῥαίνειν ἐν ἡλίῳ, καὶ ἐμβάλλειν εἰς τὸ ἀγγεῖον, καὶ | |
5 | περιχρίειν πηλῷ· καὶ δροσίζειν νύκτα μίαν, καὶ τιθέ‐ ναι ἐν ἀγγείῳ. | |
10.55t | Περὶ ὀλύνθων, ἤγουν ἀώρων σύκων. Ἀφρικανοῦ. | |
10.55.1 | Τῶν συκῶν οἱ ὄλυνθοι οὐκ ἀποπίπτουσιν, εἰ περὶ τὴν ῥίζαν κόψας ἁλὸς χοίνικα καταβάλῃς, καὶ τῇ γῇ | |
καταχώσῃς. | 298 | |
10.56t | Πῶς ἐστι δυνατὸν τὰ χλωρὰ σῦκα, καθάπερ ἐπὶ τῶν δένδρων, νεαρὰ φυλάττειν. Τοῦ Αὐτοῦ. | |
10.56.1 | Τὰ σῦκα οὐ δύνανται μετὰ τὴν πέπανσιν μένειν ἐπὶ τῶν δένδρων, καθάπερ ἡ ἄλλη ὀπώρα, ἀλλ’ ἀφ’ ἑαυτῶν ἀποῤῥεῖ, κᾂν μηδεὶς αὐτὰ ἀφαιρῇ. ὅμως δὲ δυνατὸν ταῦτα φυλάττεσθαι νεαρά, καθάπερ ἐν τῷ | |
5 | δένδρῳ, οὕτως. | |
10.56.2 | Ἡνίκα μέλλεις πωμάζειν τοὺς πί‐ θους τῶν οἴνων, λαβὼν χύτραν καινήν, ἢ ἕτερον ἀγ‐ γεῖον οὐ στρογγύλον, ἀλλὰ κατ’ ἐπιταγὴν ὡσανεὶ τετράγωνον τὸν πυθμένα ἔχον· εἶτα ἀφαιρῶν τὰ σῦκα | |
5 | μικρὸν ὠμότερα μετὰ τῶν πεισμάτων, ἤτοι ὀμφαλῶν, τουτέστι μετὰ τοῦ μέρους ἀφ’ οὗ ἐπὶ τῷ δένδρῳ ἤρτηται, ἐντίθει ταῦτα εἰς τὴν χύτραν κούφως, ἀπ‐ έχοντα ἀλλήλων, καὶ πωμάσας ταύτην ἐπιμελῶς, ἔμ‐ βαλε εἰς τὸν πίθον ὥστε ἐπιπλεῖν, εἶτα κάλυψον τὸν | |
10 | πίθον· καὶ ταῦτά σοι διαμένει, οἷα ἐνέβαλες, ἐὰν μὴ ὀξίσῃ ὁ οἶνος. | |
10.56.3 | Φυλάξεις νεαρὰ τὰ σῦκα καὶ οὕτως. τῶν νεαρῶν κολοκυνθῶν χρὴ ἐξαιρεῖν ἐκ τῶν πλαγίων μέρη τινὰ σπληνίοις ἐοικότα, καὶ γλύφειν καθάπερ θήκας, εἶτα ἐντιθέναι εἰς ἕκαστον ἕν, καὶ ἐπιπωμάσαι | |
5 | τοῖς ἀφαιρεθεῖσι σπληνίοις, καὶ κρεμνᾶν ἐν συσκίῳ τόπῳ, φυλαττομένους πυρὸς καὶ καπνοῦ ἀναφοράν. | |
10.56.4 | δρέπεσθαι δὲ αὐτὰ δεῖ, ὡς προείρηται, μετὰ τῶν πεισμάτων. τὰ γὰρ ἀκέραια πλείονα διαμένει χρόνον. | 299 |
10.56.5 | Τινὲς ἐν μέλιτι διαθέντες τὰ σῦκα, ὥστε μήτε ἀλλήλων, μήτε τοῦ ἀγγείου ψαύειν, πωμάσαντες ἐῶσιν. | |
10.56.6 | ἕτεροι ὑέλινον ποτήριον, ἤ τι ἄλλο τῶν διαφαινόν‐ των, ἐπικαταστρέφουσι τοῖς σύκοις πράως, περιπλάτ‐ τοντες κηρῷ παραπνοὴν μὴ ἀπολείποντες, καὶ παρα‐ μένει ἀμάραντα. | |
10.57t | Περὶ καιροῦ φυτείας θασίων, καὶ ἐπιμελείας καὶ ἐγκεντρισμοῦ. Φλωρεντίνου. | |
10.57.1 | Τῷ μετοπώρῳ ἄμεινον τὰς ἀμυγδαλᾶς φυτεύειν, ἕως τροπῶν χειμερινῶν. τῷ γὰρ ἔαρι φυτευθῆναι ταύτας οὐ ῥάδιον, ὅτι τὸ φυτὸν τοῦτο πρωϊμώτατα βλαστάνει. | |
10.57.2 | χαίρει δὲ τὸ φυτὸν τοῦτο θερμοτέροις τόποις, διόπερ καὶ ταῖς νήσοις μᾶλλον ἁρμόζειν δοκεῖ. | |
10.57.3 | καὶ ἐγκεντρίζειν δὲ χρὴ τὴν ἀμυγδαλῆν ἐν τῷ μετο‐ πώρῳ, ἐπειδὴ τῷ ἔαρι σχεδὸν ὑποφαίνει. | |
10.57.4 | δεῖ δὲ τὸν μέλλοντα ἐγκεντρίζεσθαι ἐπίπηγα τῆς ἀμυγδαλῆς μὴ ἐξ ἄκρου τοῦ δένδρου, ἀλλ’ ἐκ τοῦ μέσου λαμβά‐ νειν. | |
10.57.5 | Φυτεύονται δὲ αἱ ἀμυγδαλαῖ καὶ ἀπὸ σπέρ‐ ματος, καὶ ἐξ αὐτοῤῥίζων, καὶ παρασπάδων ἢ μοσχευ‐ μάτων. | |
10.57.6 | Τινὲς δὲ ἀπὸ ἄκρας τῆς κορυφῆς τοῦ δένδρου εὐθαλέστατον κλάδον λαβόντες ἐφύτευσαν, καὶ ἐπέτυχον σφόδρα. | |
10.57.7 | ὅταν μὲν οὖν ἀπὸ σπέρ‐ ματος τὴν ἀμυγδαλῆν φυτεύωμεν, δεῖ τὰ σπέρματα πρόσφατα λαμβάνειν, καὶ ταῦτα προβρέχειν κόπρῳ δεδευμένῃ μεθ’ ὕδατος. ἔνιοι δὲ εἰς ὑδρόμελι νύκτα | 300 |
5 | μίαν προβρέχουσι τὰ σπέρματα. | |
10.57.8 | δεῖ δὲ τὸ φυτευό‐ μενον σπέρμα ὀρθὸν τιθέναι, τὸ μείουρον πρὸς τὴν γῆν ἄγοντας, τὸ δὲ ξυλῶδες καὶ λεπτὸν ἄνω. | |
10.57.9 | Ἔνιοι δέ φασιν, εὐαυξότερον γίνεσθαι τὸ φυτόν, νάρθηκος εἰς τὸν βόθρον προεμβληθέντος. | |
10.58t | Πότε δεῖ συνάγειν τὰς ἀμυγδάλας. Τοῦ Αὐτοῦ. Ἡνίκα ὁ φλοιὸς αὐτῶν ῥήγνυσθαι μέλλει, σύναγε ταύτας, καὶ ἀπολεπίσας ἅλμῃ πλῦνον, τοῦτο γὰρ καὶ | |
5 | λευκαίνει, καὶ ὑγιεῖς αὐτὰς ποιεῖ, καὶ ξηράνας ἐν ἡλίῳ ἀπόθου. ἐὰν δὲ ἐν ἀχύροις αὐτὰς ἀποθῇ, εὐκόλως ἀπολεπίζονται. | |
10.59t | Ἀμύγδαλα πικρὰ γλυκέα ποιῆσαι. Ἀφρικανοῦ. | |
10.59.1 | Γλυκείας δὲ ἐκ πικρῶν ποιήσεις, εἰ ἐκτρυπήσας τὸ πρέμνον ἐπὶ παλαιστὴν ἐν τετραγώνῳ, τὸ δάκρυον ἐκδέξῃ κατ’ ἐνιαυτόν, ἕως ἂν γλυκανθῇ. | |
10.59.2 | Κάλλιον δέ τινες ποιοῦντες, περιορύττουσι καὶ περιβάλλουσι | |
κόπρον ὑείαν, καὶ οὖρον ἐπιχέοντες, εἶτα προσχώσαν‐ τες ἀρδεύουσι κατ’ ἐνιαυτόν, ἕως οὗ γλυκεῖα γένηται. | 301 | |
5 | πᾶν δὲ στέλεχος ἀμυγδαλῆς ἐκκοπὲν ἀποβάλλει τὸν καρπόν. | |
10.59.3 | ἁπαλὴν δὲ καὶ γλυκεῖαν ἐκ σκληρᾶς καὶ πικρᾶς ποιήσεις, εἰ τὰ περὶ τὸ στέλεχος ἕως τῶν ἐπι‐ πολῆς ῥιζῶν γυμνώσειας, καὶ ἀρδεύσειας συνεχῶς ὕδατι θερμῷ, πρὸ τῆς ἀνθοβολήσεως. | |
10.60t | Κατάγραπτα ἀμύγδαλα ποιῆσαι. Δημοκρίτου. | |
10.60.1 | Κατεάξας τὸ ἀμύγδαλον εὐφυῶς, καὶ τὸ ἐντὸς ὑγιὲς τηρήσας, ἀνοίξας τε τὸ ἀμύγδαλον, εἰς τὸ ἐντὸς ὃ βούλει καταγράψας, καὶ συνδήσας πάλιν παπύρῳ φύτευσον περιπλάσας πηλῷ καὶ ὑείᾳ κόπρῳ, καὶ | |
5 | σύγχωσον. | |
10.61t | Ἀμυγδαλῆν ἄκαρπον καρποφορεῖν ποιῆσαι. Τοῦ Αὐτοῦ. | |
10.61.1 | Ἄκαρπον δὲ καρποφορῆσαι ποιήσεις, τὰς ῥίζας χειμῶνος γυμνώσας. εἰ δὲ ἐπιμένει φύλλα μὲν φέ‐ ρουσα, καρπὸν δὲ μή, τρυπήσας τοῦ πρέμνου τὸ μέρος τὸ περὶ τὴν γῆν, καὶ δαδὸς λιπαρᾶς ἐπίουρον εἰς τὸ | |
5 | τρύπημα κατακρούσας, οὖρον ἀνθρώπειον ἐπίχεε, καὶ | |
οὕτως προσχώννυε. | 302 | |
10.62t | Περὶ ἐγκεντρισμοῦ ἀμυγδαλῆς. Παξάμου. | |
10.62.1 | Ἐπικεντρίζεται δὲ ἀμυγδαλῆ οὐ κατὰ ἄκρον τῶν ἐν τῷ στελέχει, ἀλλ’ ἐκ τῶν κατὰ μέσον ἀνατρεχόν‐ των κλάδων, παυομένῳ τῷ μετοπώρῳ. | |
10.63t | Περὶ καιροῦ φυτείας καστάνων. Δαμηγέροντος. | |
10.63.1 | Τὸ κάστανον, ὅ τινες Διὸς βάλανον καλοῦσι, ψαμμώδει γῇ καὶ ψυχροῖς τόποις χαίρει. | |
10.63.2 | Φυτεύεται δὲ καὶ διὰ τῶν ἐνρίζων, καὶ διὰ σπέρματος. ἀσφαλέ‐ στερος δὲ ὁ διὰ τῶν φυτῶν τρόπος, μετὰ γὰρ δύο ἔτη καρποφορήσει. | |
10.63.3 | Φυτεύεται δὲ ἀπὸ ἰσημερίας, οὐ μόνον ἀπὸ σκυταλῶν καὶ κλάδων, ἀλλὰ καὶ ἀπὸ παρασπάδων αὐτοῤῥίζων, καθάπερ ἡ ἐλαία. | |
10.63.4 | σπείρε‐ ται δὲ τὰ κάστανα οὐχ ὁμοίως τῇ ἀμυγδαλῇ καὶ τῇ καρύᾳ, ἀλλὰ τὸ μείουρον ἄνω ἔχοντα. | |
10.64t | Περὶ καιροῦ φυτείας καρύων, καὶ ἐπι‐ μελείας. Τοῦ Αὐτοῦ. | |
10.64.1 | Τὰ κάρυα φυτεύεται τῷ καιρῷ τῆς ἀμυγδαλῆς· | |
Φυτεύεται δὲ καὶ ἀπὸ σπέρματος, καὶ ἀπὸ παρασπά‐ δων καὶ μοσχευμάτων. χαίρει δὲ τόποις ξηροῖς καὶ ψυχροῖς, μᾶλλον ἢ θερμοτέροις. | 303 | |
10.64.2 | Εἰ δὲ μέλλεις ἀπὸ σπέρματος φυτεύειν κάρυον, κάλλιον ποιήσεις, ἐὰν εἰς ἀγγεῖον ἔχον οὖρον παιδὸς ἀφθόρου τὸ σπέρμα ἐπὶ ἡμέρας εʹ ἐμβρέξῃς, καὶ τότε φυτεύσῃς. | |
10.64.3 | λεπτόσαρ‐ κον δὲ καὶ εὔθρυπτον τὸ κάρυον ἔσται, ὁμοίως δὲ καὶ τὴν ἀμυγδαλῆν ποιήσεις, σποδὸν τῷ στελέχει καὶ ταῖς ῥίζαις συνεχῶς περιχέων. | |
10.64.4 | θᾶττον δὲ αὐξήσει ἡ καρύα μεταφυτευομένη πολλάκις, μάλιστα δέ, ἐάν τις Κυπρίῳ ἥλῳ ἢ πασσάλῳ καθηλώσειε τὸ δένδρον, ἕως διέλθῃ μέχρι τῆς ἐντεριώνης. | |
10.64.5 | Εἰ δέ τις διατέ‐ μοι τὴν ἐντεριώνην τρυπάνῳ, καὶ πάσσαλον πτελέϊνον ἰσομεγέθη ποιήσας διασφίγξει, τρυπήσας τὸ δένδρον πέραν, τὰ σκληρὰ καὶ ἀρρενικὰ εὔθρυπτα ποιήσει. | |
10.64.6 | Καρύα δὲ τὸν καρπὸν οὐκ ἀποβάλλει, ἐὰν φλώμου | |
ῥίζαν καὶ ῥάκος κόκκινον ἀπὸ κοπρίας περιάψῃς. | 304 | |
10.65t | Περὶ ἐγκεντρισμοῦ καρύας. Τοῦ Αὐτοῦ. | |
10.65.1 | Τινὲς τῶν γεωργικὰ γραψάντων φασίν, ὡς ἡ καρύα ἐπικεντρίζεσθαι οὐκ εἴωθεν, οὔτε δὲ τὰ λοιπὰ δένδρα τὰ ῥιτίνην ἔχοντα οὔτε αὐτὰ ὑποδέχεσθαι ἕτερον φυτόν, οὔτε εἰς ἕτερα μετατίθεσθαι δύναται. | |
10.65.2 | οὐκ ἔστι δὲ τοῦτο ἀληθές, ὡς ἡ πεῖρα παρέστησε πολλάκις. ἐγὼ γὰρ εἰς τέρμινθον, ἣν οἱ ἐπιχώριοι τερέβινθον καλοῦσι, μάλιστα ῥιτίνην ἔχουσαν, πιστάκια πολλάκις ἐγκεντρίσας καὶ ἐμφυλλίσας, ἔσχον μεγάλα | |
5 | δένδρα· καὶ ἔστιν εἰπεῖν, πλέον τοῦ ἰδίου φυτοῦ ἐπι‐ δέχεται ἡ τέρμινθος τὸν κατάπηγα τοῦ πιστακίου· καὶ κάρυα δὲ πολλάκις ἐμφυλλίσας καὶ ἐγκεντρίσας, ἐπέτυχον. | |
10.65.3 | εἰ γὰρ καὶ μὴ εὐκόλως προσφύεται, ἀλλ’ οὖν οὐ χρὴ ὀλιγωρεῖν πρὸς τὴν πρώτην ἀποτυχίαν. | |
10.65.4 | Τινὲς δὲ τὴν καρύαν οὕτως ἐγκεντρίζουσι. μετὰ τὸ σπεῖραι ταύτην, ἐκφῦναί τε καὶ γενέσθαι διετῆ καὶ τριετῆ, ἀνελόμενοι ἔνριζον, τὴν ῥίζαν αὐτὴν τῷ κατὰ σάρκα τρόπῳ ἐγκεντρίζουσι, καὶ οὕτω πάλιν φυτεύου‐ | |
5 | σιν. | |
10.65.5 | ἕτεροι δὲ πρὸ ἐνιαυτοῦ ἐπιλεξάμενοι κλάδον ἀπὸ καρύας, ὅθεν βούλονται ἐγκεντρίσαι, στρέφουσι τοῦτον καὶ λυγίζουσι. | |
10.65.6 | τοῦτο γὰρ παθοῦσα ἡ κορύνη πληρεστέραν τὴν ἐντεριώνην ἕξει, καὶ τὸ ξεσθῆναι | |
ῥᾶον ὑπομένει, καὶ ἐντιθεμένη κρατεῖ. | 305 | |
10.66t | Κάρυα γυμνὰ ἄνευ κελύφων καρπο‐ φορῆσαι. Ἀφρικανοῦ. | |
10.66.1 | Γυμνὰ κάρυα δίχα κελύφων ποιήσεις, ἐὰν κα‐ τεάξας τὸ ὄστρακον τοῦ καρύου, καὶ συντηρήσας τὸ ἐντὸς ἀσινές, περιβάλῃς τουτὶ ἐρέᾳ, ἢ φύλλοις νεαροῖς ἀμπέλου ἢ πλατάνου, ἵνα μὴ γυμνὸς ὢν ὁ καρπὸς | |
5 | ὑπὸ μυρμήκων βρωθῇ, καὶ οὕτω φυτεύσῃς. | |
10.66.2 | τὸ αὐτό φησι Φλωρεντῖνος συμβαίνειν καὶ ἐπὶ ἀμυγδα‐ λῆς, καὶ τῶν λοιπῶν ἀκροδρύων τῶν ἐχόντων ἔξωθεν ἔλυτρον, τοῦτον τὸν τρόπον φυτευομένων. [σποδὸν δὲ | |
5 | τῷ στελέχει καὶ ταῖς ῥίζαις συνεχῶς περιχέουσιν.] | |
10.67t | Ὥστε κάρυον ξηρᾶναι, ἢ ἕτερον οἱον‐ δήποτε δένδρον. Δημοκρίτου. | |
10.67.1 | Νῆστις μάσησαι φακῆν ἄνεφθον, τουτέστιν αὐτὰ τὰ κοκκία, καὶ μετὰ τὸ μασήσασθαι, ὡς ἔχεις αὐτὴν ἐν τῷ στόματί σου, ἡνίκα ἀνθεῖ ἡ καρύα, οἱονδήποτε κλάδον δάκε, καὶ ξηρανθήσεται. | |
10.67.2 | ἢ ἧλον πεπυρω‐ | |
μένον εἰς τὴν ῥίζαν ἔμπηξον οἱουδήποτε δένδρου. ἢ τρυπάνῳ τρύπησον, καὶ ἐπίουρον μυρίκινον βάλε. | 306 | |
10.67.3 | ἢ περιορύξας ἀπόθου πρὸς τῇ ῥίζῃ δίκταμνον, ἢ κυάμους, ἢ καταμηνίων ῥάκος. | |
10.68t | Περὶ ποντικοῦ τοῦ καλουμένου λεπτο‐ καρύου. Διδύμου. | |
10.68.1 | Καὶ τὸ ποντικὸν τῷ αὐτῷ καιρῷ, ᾧ ἡ ἀμυγδαλῆ καὶ τὸ κάρυον, κατατίθεται. χαίρει δὲ τόποις τοῖς ἀργιλλώδεσι καὶ πολυΰδροις. | |
10.68.2 | ἔστι δὲ τὸ μὲν στρογ‐ γύλον, τὸ δὲ ὑπόμακρον. τὸ μέντοι στρογγύλον, κατὰ τὸν αὐτὸν καιρὸν τῷ ὑπομάκρῳ κατατιθέμενον, τά‐ χιον φύει. | |
10.69t | Περὶ συκαμίνων καὶ πῶς ἔστι ταῦτα λευκὰ ποιῆσαι. Βηρυτίου. | |
10.69.1 | Λεύκη ἐγκεντρισθεῖσα ἢ ἐνοφθαλμισθεῖσα ἀπὸ συκαμίνου, συκάμινα λευκὰ φέρει. συκάμινα δὲ ἐν ὑελίνῳ βικίῳ πλεῖστον διαμένει χρόνον. | |
10.69.2 | Φυτεύεται δὲ ἐν διτταῖς ὥραις, ἔν τε τῷ φθινοπώρῳ καὶ τῷ ἔαρι, μάλιστα δὲ ἀπὸ κλάδων, καθάπερ τὰ σῦκα. | |
10.69.3 | εὐαυξῆ δὲ γίνεται, σκαλλομένης τῆς περικειμένης αὐτοῖς γῆς συνεχῶς, μὴ κατὰ βάθος, ἀλλ’ ἕως τῶν ἐπιπολῆς ῥιζῶν. | |
10.69.4 | Τὰ δὲ συκάμινα ἀπὸ σπέρματος | |
δύναται φυτεύεσθαι, ἐάν τις αὐτὸ τὸ συκάμινον προ‐ διαλύσας, καὶ τὰς κέγχρους αὐτοῦ ἐπιλεξάμενος, κατα‐ βάλῃ εἰς γῆν, καὶ ἀρδεύσῃ. κάλλιον δὲ ἀπὸ κορύνης | 307 | |
5 | καὶ πασσάλου. ἐγκεντρίζεται δὲ εἰς κάστανον καὶ φηγόν. | |
10.70t | Περὶ διαμονῆς καὶ ἀποθέσεως συκα‐ μίνων. Τοῦ Αὐτοῦ. | |
10.70.1 | Συκάμινα ἐν ὑελίνῳ ἀγγείῳ ἐμβληθέντα ἐπιμελῶς ἐπὶ πλεῖστον διαμένει χρόνον, τοῦ ἰδίου αὐτῶν ζωμοῦ πεπληρωμένῳ καὶ πεπωμασμένῳ. | |
10.71t | Περὶ φυτείας μεσπίλου. Διδύμου. | |
10.71.1 | Τὸ μέσπιλον ὁμοειδῶς τῷ κυδωνίῳ φυτεύεται ἀπὸ τῆς πρὸ θʹ καλανδῶν Ἀπριλλίων. | |
10.72t | Περὶ φυτείας κερατίων. Ἀνατολίου. | |
10.72.1 | Τὰ κεράτια ταῖς ἐλαίαις φυτεύεται παραπλησίως, ἐν νοτίοις μέντοι τόποις, ἀπὸ τῆς πρὸ θʹ καλανδῶν Ἰαννουαρίων ἄχρι τῆς πρὸ δʹ καλανδῶν Φευρουα‐ | |
ρίων. | 308 | |
10.73t | Περὶ ἑρμηνείας φανερῶν ὀνομάτων ὀπώρας καὶ ἀκροδρύων. Δημοκρίτου. | |
10.73.1 | Ἐπειδὴ οἱ τὰ γεωργικὰ γράψαντες σοφώτατοι ἄνδρες οὐ ταῖς εἰθισμέναις ἡμῖν προσηγορίαις ὀνο‐ μάζουσι τοὺς καρπούς, ἀλλά ποτε μὲν μνήμην ποι‐ οῦνται καρύου βασιλικοῦ, ἄλλοτε δὲ καρύου ποντι‐ | |
5 | κοῦ, ἔστι δὲ ὅτε Διὸς βαλάνου· ἀναγκαῖον ἡγοῦμαι διασαφηνίσαι, τί ἐστι κάρυον βασιλικόν, ἢ τί ποντι‐ κόν, καὶ τὰς λοιπὰς τὰς εἰρημένας αὐτοῖς τῶν καρπῶν προσηγορίας. | |
10.73.2 | κάρυον μὲν οὖν ἐστι βασιλικὸν τὸ νῦν παρ’ ἡμῖν λεγόμενον κάρυον. κάρυον δέ ἐστι ποντικὸν τὸ λεπτοκάρυον. Διὸς βάλανός ἐστι τὸ κάστανον. κοκκύμηλόν ἐστιν, ὃ καλοῦμεν δαμασκη‐ | |
5 | νόν. ἀρμενιακόν ἐστι τὸ βερίκοκκον. τέρμινθός ἐστιν, ἣν καλοῦμεν τερέβινθον. | |
10.74t | Περὶ διαφορᾶς ὀπώρας καὶ ἀκροδρύων. Τοῦ Αὐτοῦ. | |
10.74.1 | Ὀπώρα λέγεται ἡ χλοώδη τὸν καρπὸν ἔχουσα, οἷον δωρακινά, μῆλα, ἀππίδια, δαμασκηνά, καὶ ὅσα μὴ ἔχει ἔξωθέν τι ξυλῶδες. | |
10.74.2 | ἀκρόδρυα δὲ καλεῖται, ὅσα ἔξωθεν κέλυφος ἔχει, οἷον ῥοιά, πιστάκια, κάστανα, | |
καὶ ὅσα ξυλώδη τὸν καρπὸν ἔξωθεν ἔχει. | 309 | |
10.75t | Περὶ καιροῦ καὶ τρόπου ἐγκεντρι‐ σμοῦ τῶν δένδρων. Φλωρεντίνου. | |
10.75.1 | Τρεῖς τρόποι εἰσὶν ἐγκεντρισμῶν, καὶ ὁ μὲν εἷς κυρίως καλεῖται ἐγκεντρισμός, ὁ δὲ ἕτερος ἐμφυλ‐ λισμός, ὁ δὲ τρίτος ἐνοφθαλμισμός. | |
10.75.2 | τὰ μὲν οὖν παχύφλοια δένδρα καὶ ἔνικμα, ὧν ὁ φλοιὸς πολλὴν ὑγρασίαν ἐκ τῆς γῆς ἀρύεται, ὁποία ἐστὶν ἡ συκῆ καὶ ἡ κερασία, καὶ τὸ τῆς ἐλαίας φυτόν, προσήκει παρὰ | |
5 | τὸν φλοιὸν ἐγκεντρίζειν. | |
10.75.3 | δεῖ δὲ πρὸ τοῦ ἐμφυλ‐ λισμοῦ πασσαλίσκον ἐξ ἰσχυροῦ ξύλου γενόμενον προετοιμάζειν, εἰς τὸ καθιέναι τοῦτον μεταξὺ τοῦ φλοιοῦ καὶ τοῦ ξύλου καταβραχύ, ἵνα ἀῤῥαγὴς μείνῃ | |
5 | ὁ φλοιός· | |
10.75.4 | τοῦτο γὰρ μάλιστα παρατηρεῖν ἀναγκαῖον· εἶτα ἡσύχως ἀφελεῖν τὸν πασσαλίσκον, καὶ εὐθέως προσάγειν τὸ ἔνθεμα. καλεῖται δὲ οὗτος ὁ τρόπος ἐμφυλλισμός. | |
10.75.5 | Τῶν δὲ λεπτοφλοίων δένδρων καὶ ξηρῶν, ἅτε δὴ τὸ ὑγρὸν οὐ διὰ τοῦ φλοιοῦ, ἀλλ’ ἐντὸς τῆς ἐντεριώνης ἐχόντων, ὁποῖόν ἐστι τὸ κίτριον καὶ ἡ ἄμπελος, καὶ ὅσα τοιαῦτα, αὐτὸ μέσον τὸ ξυλῶ‐ | |
5 | δες σχίσαντες ἐμβάλλουσι τὰ ἐνθέματα. καλεῖται δὲ οὗτος ὁ τρόπος ἐγκεντρισμός. | |
10.75.6 | ἐπ’ ἀμφοτέρων δὲ τῶν προειρημένων δεῖ σύντομον τὴν ἔνθεσιν ποιεῖ‐ σθαι, ἵνα μηδὲ τὸ ἐντιθέμενον, μηδὲ τὸ ὑποδεχόμενον ὑπερθέσεως γενομένης ἐξικμασθῇ. | 310 |
10.75.7 | Χρὴ δὲ τὰ ἐν‐ θέματα ἐξ εὐγενῶν καὶ ἀκμαίων καὶ πολυκάρπων δέν‐ δρων δρεπάνοις ὀξέσιν ἀφελεῖν, ἐκ τῶν βορείων μερῶν, ἁπαλὰ καὶ λεῖα, καὶ πυκνόφθαλμα, τρικόρυφα ἢ δικό‐ | |
5 | ρυφα, πρὸς δὲ τῇ βάσει μονόκωλα, ἐχέτω δὲ πάχος δακτύλου μικροῦ, ἔστω δὲ διετῆ, τὰ γὰρ ἐνιαυσιαῖα εἰς τὸ ἀναδραμεῖν μὲν ἕτοιμα, ἄκαρπα δέ. | |
10.75.8 | Τὰ ἐν‐ θέματα ἀποξύειν χρὴ ὀξεῖ δρεπάνῳ πρὸς τῇ βάσει ἐξ ἑνὸς μέρους, ὥσπερ τὸν γραφικὸν κάλαμον, φυλασσο‐ μένους μὴ τῆς ἐντεριώνης μείωσις γένηται. | |
10.75.9 | σχημα‐ τίζειν δὲ χρὴ τὸ ἔνθεμα, τὸ μὲν ξυλῶδες πρὸς τὸ ξύλον, τὸ δὲ φλοιῶδες πρὸς τὸν φλοιόν. | |
10.75.10 | ἔστω δὲ τὸ ἀποξυόμε‐ νον ἔνθεμα ἰσομέγεθες τῇ διαιρέσει καὶ τῷ κοιλώματι, εἰς ὃ μέλλει ἐμβάλλεσθαι. | |
10.75.11 | ἐχέτω οὖν τὴν ἀπόξυσιν δακτύλων δύο, καὶ τὸ ὑποδεχόμενον φυτὸν τὴν διαί‐ ρεσιν δακτύλων δύο· μετὰ δὲ τὴν ἔνθεσιν μηδὲν ἀφαιρετέον τοῦ ἐνθέματος, ἀλλ’ ἐατέον ὅσον ἂν ἔχῃ. | |
10.75.12 | δεῖ δὲ πλάττειν τὸν τόπον ἀῤῥαγεῖ πηλῷ ἀργιλ‐ λώδει. ἡ γὰρ πυῤῥὰ γῆ εἰς τοῦτο ἀποίητος, ἐκκαίει γὰρ τὰ στελέχη. | |
10.75.13 | Ἐπὶ τοσοῦτον δὲ χρήσιμός ἐστιν ὁ ἐγκεντρισμός, ὅτι κᾂν αὐτά τις τὰ φυτὰ εἰς ἑαυτὰ ἐγκεντρίσῃ, τροφιμώτερα καὶ καλλίονα γίνεται. | 311 |
10.75.14 | δεῖ δὲ τὰ ἐνθέματα ληγούσης σελήνης λαμβάνειν, πρὸ ιʹ ἢ καὶ πλειόνων ἡμερῶν τοῦ ἐγκεντρισμοῦ, καὶ ταῦτα κατατίθεσθαι ἐν ἀγγείῳ κεκαλυμμένῳ ἀσφαλῶς, ὡς | |
5 | μὴ διαπνευσθῇ. | |
10.75.15 | χρὴ γὰρ τὰ μὲν ἐνθέματα λαμ‐ βανόμενα ἔτι μεμυκέναι, τὸ δὲ ἐγκεντριζόμενον ἤδη πρὸς βλάστησιν ἐπείγεσθαι. διὸ χρὴ πρὸ ιʹ ἡμερῶν, ἢ καὶ πλειόνων λαμβάνεσθαι τὰ ἐνθέματα. | |
10.75.16 | Τὴν δὲ αἰτίαν, δι’ ἣν οὐ παραχρῆμα τοῦ λαβεῖν τὰ ἐνθέ‐ ματα ταῦτα ἐγκεντρίζειν προσήκει, μάνθανε. | |
10.75.17 | ἐὰν γὰρ ἔτι ζέον καὶ ὠγκωμένον τὸ ἔνθεμα παραχρῆμα εἰς τὸ ὑποδεχόμενον ἐμβληθῇ, πᾶσα ἀνάγκη πρὸ τοῦ τὴν ἕνωσιν γενέσθαι, ἀπομαρανθῆναι μικρόν τι τοῦ | |
5 | ἐνθέματος, καὶ χαύνωσιν γενέσθαι μεταξὺ τοῦ ἐντε‐ θέντος καὶ τοῦ ὑποδεχομένου ξύλου, καὶ λοιπὸν εἰς τοὺς μεταξὺ κοίλους τόπους ὁ ἀὴρ εἰσδύνων οὐκ ἐᾷ τὴν σύμφυσιν γενέσθαι. | |
10.75.18 | Εἰ δὲ ἐπί τινας ἡμέρας τὰ ἐνθέματα ἔν τινι ἀγγείῳ πρότερον ἀποτεθῇ, ἐν τῷ ἀγγείῳ ὑπομένει ὃ πάσχειν ἔμελλε μετὰ τὴν ἔνθεσιν, καὶ οὐκέτι λοιπὸν ἐντεθέντων αὐτῶν, οὔτε χαύνωσις | |
5 | γίνεται τῶν δεσμῶν, οὔτε ὁ ἀὴρ εἰσδύσεται, ἀλλὰ συντόμως συμφυήσεται. | |
10.75.19 | Δεῖ δὲ τὰ ἐνθέματα μὴ τοῦ βοῤῥᾶ πνέοντος ἐντίθεσθαι, ἀλλὰ τοῦ νότου. ἐκεῖνο μέντοι δῆλόν ἐστιν, ὅτι ὄμβρος τῷ μὲν ἐγκεν‐ τρισμῷ σύμφορος, τῷ δὲ ἐμφυλλισμῷ ἀχρήσιμος. | 312 |
10.75.20 | Χρὴ δὲ εἰδέναι, ὅτι μετὰ ἰσημερίαν φθινοπωρινὴν καλὸς γίνεται ὁ ἐγκεντρισμὸς μέχρι τροπῶν χειμερινῶν, καὶ μετὰ ζεφύρου πνοάς, τουτέστιν ἀπὸ ζʹ τοῦ Φε‐ βρουαρίου μηνός, ἕως τροπῶν θερινῶν. | |
10.75.21 | Τινὲς δὲ ἄριστον εἶναι καιρόν φασι τοῦ ἐγκεντρισμοῦ, μετὰ τὴν ἐπιτολὴν εὐθὺς τοῦ κυνός, καὶ πάλιν ἐν τῷ θέρει, μετὰ τὰ ὑπὸ κύνα καύματα. | |
10.75.22 | τὰ δὲ ἐνθέ‐ ματα, εἰ ἀπὸ διαστήματος κομίζεται, φερέσθω ἐν ἀγ‐ γείῳ ἐμπαγέντα εἰς πηλόν, καὶ τὸ ἀγγεῖον ἐπικεχρί‐ σθω ἐπιμελῶς, ἵνα μὴ διαπνευσθῇ τὰ φερόμενα. | |
10.76t | Περὶ ἐμφυλλισμοῦ καὶ ἐγκεντρισμοῦ, καὶ ποῖα τῶν δένδρων ποίων φυτῶν ἐστι δεκτικὰ εἰς ἐμφυλλισμὸν καὶ ἐγκεντρισμόν. Διοφάνους. | |
10.76.1 | Ἡ συκῆ ἐνθεματίζεται εἰς συκάμινον καὶ εἰς πλάτανον. τὸ συκάμινον ἐνθεματίζεται εἰς κάστανον, καὶ φηγόν, καὶ εἰς μηλέαν, καὶ εἰς τέρμινθον, καὶ | |
εἰς ἀχράδας, καὶ εἰς πτελέαν, καὶ εἰς λεύκην, ἀφ’ ἧς | 313 | |
5 | γίνεται λευκὰ συκάμινα. | |
10.76.2 | Τὰ δὲ ἀππίδια ἐνθεματί‐ ζεται εἰς ῥοιάς, καὶ εἰς κυδώνια, καὶ εἰς συκάμινα, καὶ εἰς ἀμυγδαλῆν, καὶ εἰς τέρμινθον. εἰ δέ τις τὰ ἀππίδια ἐνθεματίσει εἰς συκάμινον, ἐρυθρὰ ἕξει τὰ | |
5 | ἀππίδια. | |
10.76.3 | Τὰ μῆλα ἐγκεντρίζεται εἰς πᾶσαν ἀχράδα, καὶ εἰς κυδώνια, καὶ γίνεται μῆλα κάλλιστα, τὰ κα‐ λούμενα ἐν Ἀθήναις μελίμηλα, ἔτι καὶ εἰς δαμασκη‐ νόν, καὶ ἀνάπαλιν, καὶ εἰς πλάτανον, ἀφ’ ἧς γίνεται | |
5 | ἐρυθρὰ τὰ μῆλα. | |
10.76.4 | Τὸ κάρυον εἰς κόμαρον μόνον ἐγκεντρίζεται. τὰ ῥοΐδια ἐνθεματίζεται εἰς ἰτέαν. ἡ δάφνη ἐγκεντρίζεται εἰς μελίαν. τὸ δωρακινὸν ἐμφυλ‐ λίζεται εἰς δαμασκηνόν, καὶ εἰς ἀμυγδαλῆν. | |
10.76.5 | τὰ δαμασκηνὰ ἐγκεντρίζεται εἰς πᾶσαν ἀχράδα, καὶ εἰς κυδώνια, καὶ εἰς μῆλα. τὸ κάστανον ἐγκεντρίζεται εἰς κάρυον, καὶ δρῦν, καὶ φηγόν. τὸ κεράσιον ἐγκεν‐ | |
5 | τρίζεται εἰς τέρμινθον, καὶ εἰς περσικόν, καὶ ἀνάπαλιν. | |
10.76.6 | Τὰ κυδώνια ἐγκεντρίζεται εἰς ὀξυάκανθον. ἡ μυρ‐ σίνη ἐνθεματίζεται εἰς ἰτέαν. τὸ βερίκοκκον ἐνθε‐ ματίζεται εἰς δαμασκηνόν, καὶ εἰς θάσιον. | |
10.76.7 | τὸ | |
κίτριον μόλις δέχεται ἐμφυλλισμόν, ὡς λεπτόφλοιον. ἐγκεντρίζεται δὲ ἐκ τοῦ ἰδίου φυτοῦ, καὶ ἀπὸ μήλων, ὅπερ πολλάκις πεποίηκα, καὶ μετὰ τὸ φυῆναι ἐμαράνθη. | 314 | |
5 | οἶμαι δέ, εἰ κρατήσοι, ποιήσει καρπὸν τὰ καλούμενα κιτρόμηλα. εἰ δὲ αὐτὸ τὸ κίτριόν τις εἰς συκάμινον ἐνθεματίσει, ἐρυθρὰ οἴσει τὰ κίτρα. | |
10.76.8 | Τὰ κυδώνια καὶ τὸ ἐρινεὸν παντὸς δένδρου ἐστὶ δεκτικά, ὃ βούλει οὖν εἰς ταῦτα ἐγκέντρισον, ἤτοι ἐμφύλλισον. | |
10.76.9 | Τὸ κίτριον καλῶς ἐγκεντρίζεται εἰς ῥοιάν, ὡς ὁ Δίδυμος ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησιν. | |
10.76.10 | Ὁ δὲ Φλωρεν‐ τῖνος ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησι, τὴν ἄμπελον καλῶς ἐγκεντρίζεσθαι εἰς κερασέαν, καὶ ἐν τῷ ἔαρι φέρειν τὰς σταφυλάς, καὶ τὴν ἐλαίαν εἰς ἄμπελον | |
5 | ἐγκεντριζομένην φέρειν καρπὸν ἐλαιοστάφυλον. | |
10.76.11 | Τὰ δὲ μυραππίδια καλῶς ἐμφυλλίζεται εἰς μῆλα, ὡς ἐκ τῆς πείρας μεμάθηκα. | |
10.77t | Περὶ καιροῦ καὶ τρόπου ἐνοφθαλ‐ μισμοῦ. Διδύμου. | |
10.77.1 | Ὁ ἐνοφθαλμισμὸς εὐκαίρως γίνεται πρὸ τροπῶν τῶν θερινῶν. ἐγὼ δὲ καὶ περὶ ἰσημερίαν ἐαρινὴν | |
ἐνοφθαλμίσας ἐν ἡμέρᾳ εὐδιεινῇ, ὅταν ἐν ἀρχῇ τῆς βλαστήσεως ᾖ τὰ δένδρα, σφόδρα ἐπέτυχον. | 315 | |
10.77.2 | κα‐ θαρτέον δὲ τὸ ἐνοφθαλμιζόμενον δένδρον ἀπὸ τῶν ὄζων, τουτέστι τῶν παραφυάδων καὶ τῆς κόμης, κατα‐ λιμπανομένων τῶν τελειοτέρων καὶ ἁδροτάτων κλάδων | |
5 | τῶν μελλόντων ἐνοφθαλμίζεσθαι· εἶτα λαβόντα τοῦ εὐκάρπου δένδρου τὴν γενναίαν καὶ ἐπέτειον βλάστην, τὸν ἐξ αὐτῆς ὀφθαλμὸν ἐνθετέον κατὰ ἀκριβῆ περι‐ χάραξιν κατὰ τοῦ ἐναλλασσομένου στελέχους. | |
10.77.3 | αὐτὸν δὲ χρὴ τὸν φλοιὸν ἁγνὸν ἀκριβῶς ἀποδεῖραι, τὸ δὲ ξυλῶδες ἀκέραιον καὶ ἄθικτον τηρεῖν. τοῦτο γὰρ πάνυ ἐστὶν ἀναγκαῖον. | |
10.77.4 | Καλὸν δὲ τὸν ἐν τῷ ἐμ‐ βόλῳ ὀφθαλμὸν πίπτειν κατὰ τοῦ ἐν τῷ στελέχει ὀφθαλμοῦ. κατ’ αὐτὸ γὰρ τεθεὶς συμφύεται πάντως. | |
10.77.5 | Ἔξεστι δέ, καὶ δίχα τοῦ ὀφθαλμοῦ, κατὰ ἑτέρου μέρους τοῦ στελέχους ἐν τόπῳ λείῳ τὸν ἐνοφθαλμι‐ σμὸν ποιεῖσθαι. δεῖ δὲ καὶ τοὺς φλοιοὺς ἀμφοτέρων τῶν στελέχων ἰσοπαχεῖς εἶναι. | |
10.77.6 | γενομένης δὲ συμ‐ φύσεως, εὐθὺς τὸ ὑπεράνω τῆς ἁρμογῆς ἀπόκοπτε, ἵνα μὴ εἰς τοῦτο ἡ τροφὴ χωρήσῃ, ἀλλ’ εἰς τὸ ἁρ‐ μοσθέν. τριφύλλων δὲ γενομένων τῶν ἐνθεμάτων, | |
5 | χρὴ τοὺς δεσμοὺς ἀφαιρεῖν. | |
10.77.7 | Ἐγὼ δὲ πολλάκις οὐκ | |
αὐτὸν τὸν ὀφθαλμὸν ἐκ τῆς ἐπετείας βλάστης ἀφελών, τοῦτον καθ’ ἑαυτὸν ἐνεφύλλισα, ἀλλ’ ἐάσας τὸν ὀφθαλμὸν ἀσινῆ ἐν τῇ βλάστῃ, ἐκ τοῦ ὄπισθεν τοῦ | 316 | |
5 | ὀφθαλμοῦ μέρους τὸν φλοιὸν ἀποδείρας, καὶ φανερὸν μέρος γλύψας τοῦ ξύλου, ὡς ἐπὶ τοῦ γραφικοῦ καλά‐ μου, οὕτω τὸν ὀφθαλμὸν μετὰ τοῦ μέρους τοῦ ἐν‐ απομείναντος ξύλου ἐμφυλλίσας, γενναιότερα ἐκ τοῦ τοιούτου ἐμφυλλισμοῦ ἐκτησάμην δένδρα. | |
10.77.8 | Τὰ δὲ ἀριστερὰ τῶν κλάδων ἐνοφθαλμιζόμενα διπλοῦν τὸν καρπὸν οἴσει. | |
10.78t | Πότε δεῖ καθαίρειν τὰ δένδρα. Λεοντίνου. | |
10.78.1 | Μετὰ τὴν καρπολογίαν εὐθέως καὶ τὰ μεγάλα καὶ τὰ μικρὰ δένδρα καθαρτέον τῶν τὴν ὀπώραν ἐχόν‐ των, καὶ τὰ ἀκρόδρυα, ὀξυτάτοις δρεπάνοις πᾶν τὸ φαῦλον καὶ περιττὸν ἐξαιροῦντας. | |
10.78.2 | Τοῖς δὲ νεοφύ‐ τοις μὴ πλέον ἑνὸς ἀπολειπτέον. ἐξαιρετέον δὲ καὶ τὰς παραφυάδας τῶν πρέμνων, ἵνα λεῖον ᾖ καὶ ὀρθόν, ἐπὶ τῆς κορυφῆς ἔχον τρία ἢ τέτταρα νέα κλωνία | |
5 | ἀσινῆ, διεστηκότα ἀπ’ ἀλλήλων. | |
10.78.3 | οὕτω δὲ σχηματί‐ | |
ζεται τὸ φυτὸν ἐφάπαλον ὄν. | 317 | |
10.79t | Πρὸς δένδρα ἀστρόπληγα. Δημοκρίτου. | |
10.79.1 | Ἀστρόπληγα δένδρα μύρῳ ποτιζόμενα ἀναζήσει. | |
10.80t | Πετεινὰ δένδρῳ μὴ προσιέναι. Τοῦ Αὐτοῦ. | |
10.80.1 | Τὸ δρέπανον ἐν ᾧ κλαδεύεις σκορόδῳ χρίε, ἢ κρέ‐ μασον σκόροδα εἰς τὸ δένδρον. | |
10.81t | Περὶ ἐπιμελείας τῶν φυτευομένων. Βάρωνος. | |
10.81.1 | Τὰ φυτά, ὅσα ἐν τῷ φθινοπώρῳ φυτεύεται, ἐατέον μέχρι τοῦ ἔαρος μηδὲν κινοῦντας. ἐπιλαβο‐ μένου δὲ τοῦ ἔαρος ταῖς δικέλλαις σκάπτειν προσήκει τετράκις. | |
10.81.2 | τὰ δὲ ἐν τῷ ἔαρι φυτευθέντα τότε δεῖ ἄρχεσθαι σκάπτειν, ὅταν κατεσχηκέναι δοκῇ· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν μεταφυτευομένων ποίει. | |
10.81.3 | Χρὴ δὲ τῷ πρώτῳ ἔτει καὶ ἀρδεύειν τὰ φυτὰ τοῦ θέρους, τὰ δὲ περιττὰ ἀφαιρετέον, οὐ σιδήρῳ, ἀλλὰ ταῖς χερσίν, ἐὰν τρυφερώτερα εἴη, καὶ εἴκειν εὐκόλως δύναιντο, εἰ | |
5 | δὲ μή, καταλιμπάνειν κάλλιον, ἢ σίδηρον προσφέρειν ἔτι νέοις οὖσι τοῖς φυτοῖς. ναρκᾷ γὰρ τῇ τοῦ σιδήρου θίξει. | |
10.81.4 | δεῖ δὲ καὶ χάρακας παραπηγνύναι, πρὸς ἀνάπαυσιν τῶν φυτῶν. | 318 |
10.81.5 | κοπρίζειν δὲ χρὴ τὰ καρ‐ ποφόρα δένδρα τῷ Ἰαννουαρίῳ μηνί, οὐκ εὐθὺς παρὰ τὰς ῥίζας. θερμαίνει γὰρ σφόδρα. | |
10.82t | Ὥστε πάντα τὰ δένδρα πλείονα καρ‐ πὸν φέρειν. Ἀφρικανοῦ. | |
10.82.1 | Ἀνδράχνην καὶ τιθύμαλλον συγκόψας καλῶς, καὶ μίξας, τὰ στελέχη περιάλειψον. | |
10.82.2 | Πάντα δὲ τὰ δένδρα πλείονα καρπὸν οἴσει, ἐὰν τὰς ῥίζας αὐτῶν περιστερῶν κόπρῳ περιχρίσῃς. | |
10.83t | Δένδρον ἄκαρπον καρποφορεῖν. Ζωροάστρου. | |
10.83.1 | Συζωσάμενος καὶ ἀνακομβωσάμενος, καὶ λαβὼν πέλεκυν ἢ ἀξίνην, μετὰ θυμοῦ πρόσελθε τῷ δένδρῳ, ἐκκόψαι τοῦτο βουλόμενος. | |
10.83.2 | προσελθόντος δέ σοί τινος, καὶ παραιτουμένου τὴν τούτου ἀποκοπήν, ὡς ἐγγυητοῦ περὶ τοῦ μέλλοντος καρποῦ γινομένου, δόξον πείθεσθαι καὶ φείδεσθαι τοῦ δένδρου, καὶ εὐφορήσει | |
5 | τοῦ λοιποῦ. | |
10.83.3 | καὶ ἄχυρα δὲ κυάμινα παραβαλλόμενα | |
τῷ στελέχει ποιεῖ τὸ δένδρον καρποφορεῖν. | 319 | |
10.84t | Δένδρων θεραπεία, ἑκάστην βλάβην ἰωμένη. Παξάμου. | |
10.84.1 | Ἑκάστῳ μὲν τῶν δένδρων ἰδιάζουσά τις ἁρμότ‐ τει καὶ κεχωρισμένη θεραπεία. τὴν δὲ πᾶσιν ὁμοῦ γενικῶς ἁρμόττουσαν τοῖς δένδροις θεραπείαν οὐ παραλείψω, ἀλλ’ εἰς τὸ φανερὸν καταστήσω. | |
10.84.2 | εἰ τοίνυν ὑγιεινὰ καὶ εὔτροφα μένειν βούλει πάντα τὰ δένδρα, οὔρῳ παλαιῷ ἀνδρῶν ἢ κτηνῶν περιορύξας τὰς ῥίζας βρέχε ἅμα καὶ τὰ στελέχη. | |
10.84.3 | ἐὰν δὲ ὄμβροι ἐλλείψωσι, καὶ ὕδατι ἄρδευε. τὸ δὲ αὐτὸ ποιεῖ καὶ ἀμόργη συγκραθεῖσα ἐξ ἴσου ὕδατι, καὶ παραχεομένη ἑκάστῳ δένδρῳ. | |
10.84.4 | τινὲς φυτεύοντες ταυρείᾳ χολῇ τὰς ῥίζας χρίουσι, καὶ ἀβλαβῆ μένει τὰ οὕτω φυτευόμενα. | |
10.84.5 | Τινὲς δὲ τῆς πολυπρέμνου κα‐ λουμένης βοτάνης τοῦ ὀποῦ τὰ πρέμνα χρίσαντες τῶν φυτῶν, ἀβλαβῆ ταῦτα διεφύλαξαν, καὶ πλεῖστον καρ‐ πὸν ἐκομίσαντο. | |
10.84.6 | καθόλου δέ, πᾶν δένδρον ὀνήσει ἄχυρα κυάμων, ἢ τῶν ἄλλων ὀσπρίων, ἢ τῶν σιτικῶν, ξηρὰ τοῖς δένδροις παρατιθέμενα, ὡς ὁ Δίδυμος ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησιν. | |
10.85t | Πῶς ἔστι μεγάλα δένδρα καὶ ἔγκαρπα μεταφυτεῦσαι. Ἀνατολίου. | |
10.85.1 | Σφόδρα βαθεῖς βόθρους ποιήσαντες, καὶ περι‐ | |
κόψαντες τὴν κόμην, καὶ ἀσινεῖς τοὺς παχυτέρους κλῶνας καὶ ἀκεραίους τὰς ῥίζας διατηρήσαντες, μετὰ πολλῆς τῆς οἰκείας γῆς καὶ κόπρου ὀρθὰ βάλλουσι τὰ | 320 | |
5 | πρέμνα, φυλαττόμενοι, ἵν’ ὅπου ἂν κλίνῃ, μείνῃ. καὶ παρατιθέασιν ἑκατέρωθεν κεράμια δύο τετρυπημένα, ἵνα διὰ τῶν ἀγγείων συνεχῶς ἀρδεύωσι τὰς ῥίζας· πωμάζουσι δέ, χάριν τοῦ μὴ ἀποφραγῆναι τὰς ὀπάς. | |
10.85.2 | γίνεται δὲ ἡ μεταφυτεία εὐκαίρως πρὸ δύσεως πλειάδων. | |
10.85.3 | δεῖ δὲ ἐν τῷ φυτεύειν τὸ δένδρον φυ‐ λάττειν πρὸς ἀνατολὴν καὶ δύσιν τὸ ἀρχαῖον σχῆμα. | |
10.86t | Πῶς ἔστιν ἐκ διαστήματος σπέρματα κομίσαντα φυτὰ ποιῆσαι. Παμφίλου. | |
10.86.1 | Ἐπειδὴ πολλάκις ἐκ διαστημάτων φυτὰ μετα‐ κομιζόμενα μαραίνεται, δεῖ ἐκ σπερμάτων μετακομίζειν οὕτως. | |
10.86.2 | ὅταν ἐν τῷ στελέχει πεπανθῇ ὁ καρπός, λαβόντες τοῦτον ἐπιπάττουσι σποδῷ, εἶτα ξηραίνουσιν 〈ἐν〉 σκιᾷ, καὶ μετὰ ταῦτα βόθρον ποιήσαντες ἐμβάλ‐ λουσι τὸν καρπόν, καὶ ἀρδεύουσι καθ’ ἡμέραν, ἕως | |
5 | ἂν βλαστήσῃ. καὶ ἐπειδὰν γένηται διετὴς ἢ τριετής, μετακομίζουσι σὺν ταῖς ῥίζαις, καὶ χωννύουσιν, ὑπερ‐ γείους τὰς κορυφὰς μόνον ποιοῦντες. | |
10.86.3 | δοκεῖ δέ τισιν εὐτελὴς εἶναι ἡ τῶν σπερμάτων φυτεία. χρὴ δὲ γινώσκειν, ὅτι πᾶν σπέρμα τὸ ὅμοιον ἀποτελεῖ γένος, πλὴν ἐλαίας. κότινον γὰρ γεννᾷ, τουτέστιν ἀγριελαίαν, | |
5 | καὶ οὐχὶ ἐλαίαν. | 321 |
10.87t | Πρὸς τὸ μὴ ἀποβάλλειν τὰ δένδρα τὸν καρπόν. Σωτίωνος. | |
10.87.1 | Αἴρας, τὰ λεγόμενα ζιζάνια, τὰ ἐν τῷ σίτῳ εὑρισκόμενα, ἀποσπασθέντα ὁμοῦ πολλὰ μετὰ τῶν ῥιζῶν ἀπὸ τῆς γῆς, ἡνίκα ἄρξηται λιπαίνειν, καὶ γενόμενα ἐν σχήματι στεφάνου, ἐὰν περιβληθῇ τῷ | |
5 | στελέχει τοῦ δένδρου, καὶ τελεσφορεῖ, καὶ οὐκ ἀποῤ‐ ῥίπτει τὸν καρπόν. | |
10.87.2 | Ἡ δὲ καλουμένη φλῶμος βοτάνη περιαπτομένη τῇ καρύᾳ οὐ συγχωρήσει ταύ‐ την ἀποβάλλειν τὸν καρπόν· οὐκ ἀποβάλλει δὲ τοσοῦ‐ τον τὸν καρπόν, ἐὰν καρκῖνος, τουτέστι πάγουρος, | |
5 | αὐτῇ περιαφθῇ. | |
10.87.3 | ὁμοίως, ἐὰν μολίβδῳ περισφίγξῃς τὸ πρέμνον ὡς στεφάνῳ, οὐκ ἀποβαλεῖ τὸν καρπόν, ἀλλὰ καὶ εὐφορήσει. | |
10.87.4 | Οὐκ ἀποῤῥίπτει τὸν καρπὸν τὰ φυτά, ἐὰν τὴν ῥίζαν περιορύξας καὶ τρυπήσας κρανέας ἐπίουρον ἐμβάλῃς, καὶ γῆν ἐπισωρεύσῃς. | |
10.87.5 | Τινὲς δὲ γυμνώσαντες τὰς ῥίζας τὰς ἁδροτάτας αὐτῶν καὶ μεγίστας καὶ διελόντες μέσον, ἐπιβάλλουσι λίθου τοῦ σκληροῦ χάλικα, ἔπειτα ἐπιδήσαντες κατα‐ χωννύουσι πάλιν. | |
10.87.6 | Ὁ δὲ Δίδυμος ἐν τοῖς γεωργι‐ κοῖς αὐτοῦ φησι, συνέχειν τὸν καρπὸν καὶ τὸ Ὁμηρι‐ | |
κὸν ἔπος γραφόμενον· Χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. | 322 | |
10.87.7 | Κατέχει τὸν καρπὸν καὶ λίθος τετρημένος αὐτο‐ φυῶς εὑρισκόμενος, καὶ ἐμβαλλόμενος κλάδῳ τοῦ δέν‐ δρου. | |
10.87.8 | ὁμοίως κατέχει τὸν καρπόν, ἐὰν γράψῃς καὶ προσδήσῃς εὐφυῶς τῷ δένδρῳ, ταῦτα· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, | |
5 | καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται. | |
10.87.9 | Πόλιον βοτάνη κρεμωμένη κατέχει τὸν καρπόν. | |
10.88t | Περὶ θεραπείας δένδρων ἀποβαλλόν‐ των τὰ ἄνθη, ἢ φυλλοροούντων. Τῶν Κυντιλίων. Ὅσα τῶν δένδρων φυλλοροεῖ, ἢ ἀποβάλλει τὰ | |
5 | ἄνθη, θεράπευε οὕτως. περιορυγεισῶν τῶν ῥιζῶν, περίβαλλε ἀχύρων κυαμίνων κεκραμένων ὕδατι τῷ μὲν μεγάλῳ δένδρῳ μέτρον χοῶν ὀκτώ, τῷ δὲ μικρῷ οὐκ ἔλαττον τῶν δύο χοῶν. οὕτω γὰρ τὰ νοσοῦντα | |
θεραπευθήσεται, καὶ τοῦ λοιποῦ ἄνοσα μενεῖ. | 323 | |
10.89t | Φυτὰ καὶ σπέρματα ὑπὸ κτηνῶν ἢ θρεμμάτων μὴ ἀδικεῖσθαι, φυσικὸν Δημοκρί‐ τειον διὰ πείρας. Δημοκρίτου. | |
10.89.1 | Καρκίνους, τουτέστι παγούρους, ποταμίους ἢ θαλαττίους οὐκ ἔλαττον ιʹ εἰς ὕδωρ βαλὼν ἔασον ἡμέρας ηʹ καὶ πωμάσας ἀπόθου ἐν ὑπαίθρῳ, ὥστε ἡλιάζεσθαι ἡμέρας ιʹ, καὶ ἐκ τοῦ ὕδατος κατάσταζε, | |
5 | ὅσα μὴ θέλῃς βλαβῆναι, ἐπὶ ἡμέρας ηʹ καὶ θαυμάσεις τὴν ἐνέργειαν. | |
10.89.2 | Τὸ αὐτὸ ποιεῖ καὶ ἡ κυνεία κόπρος μετὰ οὔρου σαπροτάτου μιγεῖσα, καὶ περιῤῥαινομένη. | |
10.90t | Πρὸς τὸ μήτε δένδρα, μήτε ἀμπέλους, ὑπὸ σκωλήκων ἢ ἑτέρου τινὸς βλάπτεσθαι. Φλωρεντίνου. | |
10.90.1 | Μίλτον Λημνίαν καὶ ὀρίγανον μεθ’ ὕδατος λειώσας τὰς ῥίζας ἄλειφε, καὶ σκίλλαν κύκλῳ περι‐ φύτευσον. | |
10.90.2 | Ἐὰν δὲ πευκίνους πασσάλους κατα‐ πήξῃς κύκλῳ τῶν δένδρων, διαφθαρήσονται οἱ σκώ‐ ληκες. | |
10.90.3 | Παντὶ δὲ δένδρῳ ἐὰν ὑεία κόπρος οὔρῳ ὄνου δευθεῖσα ἐπιβληθῇ, ἀβλαβὲς τοῦτο ἀπὸ σκωλή‐ | |
κων διαφυλάττει, ὡς ὁ Δίδυμος ἐν τοῖς γεωργικοῖς αὐτοῦ φησιν. | 324 | |
10.90.4 | Ὁ αὐτὸς δὲ λέγει, ὅτι ἐὰν ταυρείᾳ χολῇ περιχρίσῃς τὰς ῥίζας, οὔτε γηρᾷ ταχέως τὸ δέν‐ δρον, οὔτε σκώληκας ποιήσει. | |
10.90.5 | δένδρα οὐ σκωλη‐ κιάσει, ἐὰν γυμνώσας τὰς ῥίζας περιστερῶν κόπρον κύκλῳ περιχρίσῃς. | |
11t1 | ΒΙΒΛΙΟΝ ΙΑ | |
11p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ἑνδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ τά τε στεφανωματικὰ τῶν δένδρων, καὶ τὰ ἀείφυλλα, καὶ φυτείαν ῥόδων, καὶ κρίνων, καὶ ἴων, καὶ τῶν λοιπῶν | |
5 | εὐωδῶν ἀνθέων. αʹ. πόσα καὶ ποῖα δένδρα ἐστὶν ἀειθαλῆ καὶ μη‐ δέποτε ἀποβάλλοντα ἐν τῷ χειμῶνι τὰ φύλλα. [βʹ. περὶ ἐλαίας.] [γʹ.] 〈βʹ.〉 περὶ δάφνης. [δʹ.] 〈γʹ.〉 περὶ ἐγκεντρισμοῦ δάφνης καὶ σπόρου καὶ μοσχεύσεως. | |
10 | [εʹ.] 〈δʹ.〉 περὶ κυπαρίσσου. [ϛʹ.] 〈εʹ.〉 περὶ φυτεύ‐ σεως κυπαρίσσου. [ζʹ.] 〈ϛʹ.〉 περὶ μυρσίνης. [ηʹ.] 〈ζʹ.〉 περὶ φυτεύσεως μυρσίνης. [θʹ.] 〈ηʹ.〉 περὶ μυρτίδων διαμονῆς. [ιʹ.] 〈θʹ.〉 περὶ πύξου. [ιαʹ.] 〈ιʹ.〉 περὶ | |
πίτυος. [ιβʹ.] 〈ιαʹ.〉 περὶ φυτεύσεως πίτυος. [ιγʹ.] 〈ιβʹ.〉 | 325 | |
15 | περὶ σχίνου. [ιδʹ.] 〈ιγʹ.〉 περὶ ἰτέας. [ιεʹ.] 〈ιδʹ.〉 περὶ πρινοκοκκίων. [ιϛʹ.] 〈ιεʹ.〉 περὶ δενδρολιβάνου. [ιζʹ.] 〈ιϛʹ.〉 περὶ φυτεύσεως δενδρολιβάνου. [ιηʹ.] 〈ιζʹ.〉 περὶ ῥόδου. [ιθʹ.] 〈ιηʹ.〉 περὶ ῥόδων καὶ πῶς ἔστι ταῦτα εὐωδέστερα ποιῆσαι καὶ ἀδιαλείπτως ἔχειν. | |
20 | [κʹ.] 〈ιθʹ.〉 περὶ κρίνου. [καʹ.] 〈κʹ.〉 περὶ κρίνων. [κβʹ.] 〈καʹ.〉 περὶ ἴρεως. [κγʹ.] 〈κβʹ.〉 περὶ ἴου. [κδʹ.] 〈κγʹ.〉 περὶ φυτεύσεως ἴων. [κεʹ.] 〈κδʹ.〉 περὶ ναρ‐ κίσσου. [κϛʹ.] 〈κεʹ.〉 περὶ φυτείας ναρκίσσου. [κζʹ.] 〈κϛʹ.〉 περὶ κρόκου φυτείας. [κηʹ.] 〈κζʹ.〉 περὶ σαμ‐ | |
25 | ψύχου, κόστου καὶ βαλσάμου. [κθʹ.] 〈κηʹ.〉 περὶ μισο‐ δούλου τοῦ καὶ ὠκίμου. [λʹ.] 〈κθʹ.〉 περὶ κιττοῦ. [λαʹ.] 〈λʹ.〉 περὶ φυτείας κισσοῦ. | |
11.1t | Πόσα καὶ ποῖα δένδρα ἐστὶν ἀειθαλῆ, καὶ μηδέποτε ἀποβάλλοντα ἐν τῷ χειμῶνι τὰ φύλλα. | |
11.1.1 | Δένδρα ἀειθαλῆ ἐστι, μηδέποτε φυλλοροοῦντα ἐν τῷ χειμῶνι, ιδʹ· Φοῖνιξ, Κίτριον, Στρόβιλος, Δάφνη, Ἐλαία, Κυπάρισσος, Κερατέα, Πίτυς, Πρῖνος, Πύξος, | |
Μυρσίνη, Κέδρος, Ἰτέα, καὶ Ἄρκευθος. | 326 | |
11.2t | Περὶ δάφνης Ἱστορία. | |
11.2.1 | Δάφνη Λάδωνος ποταμοῦ ὑπῆρχε θυγάτηρ εὐ‐ πρεπεστάτη. | |
11.2.2 | ἐρασθεὶς οὖν ταύτης Ἀπόλλων ὡς ἐρωμένην ἐδίωκε. καταλαμβανομένης οὖν αὐτῆς ὑπὸ τοῦ θεοῦ, φασὶν εὔξασθαι τῇ μητρὶ Γῇ, καὶ ὑπὸ ταύ‐ της δεχθῆναι. | |
11.2.3 | τῆς δὲ Γῆς παρευθὺ ἀντ’ αὐτῆς φυτὸν ἀναδούσης, Ἀπόλλων θεασάμενος ἐξεπλάγη, καὶ τὸ μὲν δένδρον ἀπὸ τῆς παρθένου δάφνην προσηγό‐ ρευσεν ὁμωνύμως, λαβὼν δὲ ἀπὸ τοῦ φυτοῦ πτόρθον | |
5 | ἐστεφανώσατο, καὶ μαντικῆς ἔκτοτε γέγονε σύμβολον τὸ φυτόν· | |
11.2.4 | καὶ προσῆκον καὶ τοῦτο, τὴν 〈γὰρ〉 κόρην Σωφρόνην ὀνομάζουσι, (τὸ χρησμῳδεῖν γὰρ ἐκ σω‐ φροσύνης προέρχεται) καὶ διὰ τοῦτο οἱ παλαιοὶ τῷ Ἀπόλλωνι καθιεροῦσι τὴν δάφνην, ὅτι πυρὸς πλῆρες | |
5 | τὸ φυτόν, καὶ ὁ Ἀπόλλων πῦρ. ὁ ἥλιος γάρ ἐστιν. | |
11.2.5 | ὅθεν καὶ ἀπεχθάνεται δαίμοσι, καὶ ἔνθα ἂν ᾖ δάφνη, ἐκ ποδῶν δαίμονες. ἀλλὰ καὶ ἐν ταῖς μαντείαις καίον‐ τες αὐτὴν παράστασιν προφητείας δοκοῦσιν εὑρηκέναι. | |
11.2.6 | λέγουσι δὲ καὶ τοῦτο περὶ τῆς δάφνης, ὅτι ὑγείας ἐστὶν ἐργαστική. ὅθεν καὶ φύλλα αὐτῆς ἐπιδίδονται | |
τοῖς ἄρχουσι παρὰ τοῦ δήμου τῇ πρώτῃ τοῦ Ἰαννου‐ αρίου μηνός, καὶ ἰσχάδες. | 327 | |
11.2.7 | Οὐδὲ γὰρ ἡ ἱερὰ νόσος ἢ δαίμων παρενοχλεῖ τῷ τόπῳ, ἐν ᾧ δάφνη ἐστίν, ὥσπερ οὐδὲ κεραυνός, ὅπου συκῆ. | |
11.2.8 | ἀλλὰ καὶ δάφνη τὸ παλάτιον ὠνομάσθη, ἀπὸ τῆς ἐπικλήσεως δάφνης τῆς ἐν Ῥώμῃ. φασὶ γὰρ Λατῖνον τὸν Τηλεγόνου μὲν ἀδελφόν, Κίρκης δὲ παῖδα, πενθερὸν δὲ Αἰνείου, | |
5 | κτίζοντα τὴν ἀκρόπολιν πρὸ τῆς Αἰνείου παρουσίας, εὑρηκέναι ἐκεῖ δάφνην. | |
11.2.9 | Ἀκροπόλεις δὲ ἐκάλουν οἱ παλαιοὶ τὰς κατασκηνώσεις τῶν βασιλέων, ὡς διὰ τὴν ἀσφάλειαν ἐν ταῖς ἄκραις τῶν πόλεων ᾠκοδομημένας. | |
11.3t | Περὶ ἐγκεντρισμοῦ δάφνης, καὶ σπό‐ ρου, καὶ μοσχεύσεως. Κυϊντιλίου. | |
11.3.1 | Κυϊντίλιος μέν φησιν, ἐγκεντρίζεσθαι δάφνας εἰς ἀλλήλας, καὶ εἰς οὖα, καὶ μελίας. | |
11.3.2 | Διοφάνης δὲ λέγει, τὸ σπέρμα τῆς δάφνης συλλέγεσθαι περὶ καλάνδας Δεκεμβρίας. σπείρεται δὲ μετὰ εἰδοὺς Μαρ‐ τίας. | |
11.3.3 | μεταμοσχεύεται δὲ Ὀκτωβρίῳ, καὶ καταφυτεύε‐ ται. | |
11.3.4 | εὐγένιον δὲ τὸ φυτὸν τοῦτο οἱ Ῥωμαῖοι | |
καλοῦσι, καὶ ἐπιτήδειόν ἐστιν εἰς ἀμπέλων φραγμούς. | 328 | |
11.4t | Περὶ κυπαρίσσου. Ἱστορία. | |
11.4.1 | Διττὸν αἱ κυπάρισσοι ὄνομα ἔχουσιν, ἡδεῖαι καὶ τερπναὶ καὶ ταῖς κόμαις ἶσαι Χάριτες μὲν διὰ τὴν τέρψιν καλούμεναι, κυπάρισσοι δέ, διὰ τὸ κύειν καὶ φύειν παρίσους τούς τε κλάδους καὶ τοὺς καρπούς. | |
11.4.2 | Ἐτεοκλέους δὲ αὗται καθεστήκασι παῖδες. ὑπορχού‐ μεναι δὲ ταῖς θεαῖς, εἰς φρέαρ ἐξελιττόμεναι πίπτουσι. Γῆ δὲ ἐλεοῦσα τὸ πάθος φυτὰ εὐθαλῆ ὅμοια ταῖς κόραις ἀνῆκε, τέρψιν ἀνθρώποις καὶ μνήμην ἐπ’ αὐ‐ | |
5 | ταῖς ἐμποιοῦσα. | |
11.5t | Περὶ φυτεύσεως κυπαρίσσου. Διδύμου. | |
11.5.1 | Κυπαρίσσου τὸ σπέρμα συλλέγεται μὲν μετὰ καλάνδας Σεπτεμβρίας, σπείρεται δὲ εἰς πρασιὰς ἀπὸ τῆς θʹ καλανδῶν Νοεμβρίων ἕως χειμῶνος. | |
11.5.2 | Μετὰ δὲ τοῦ σπόρου τῶν κυπαρίσσων σύσπειρον κριθὰς ἀραιάς, καὶ πολλάκις αὐτῷ τῷ ἐνιαυτῷ ἀνδρόμηκες αὔξει ἡ κυπάρισσος· τοσοῦτον γὰρ αὔξει, ὅσον αἱ | |
5 | κριθαί· καὶ μεταφύτευσον. | |
11.5.3 | καὶ τὰ αὐτοφυῆ δὲ μοσχεύματα, ἅτινα γίνεται ἐκ τῶν ῥιπτομένων σπερ‐ μάτων τῆς κυπαρίσσου, τῷ αὐτῷ μετατίθεσθαι τρόπῳ. | |
11.5.4 | Δημόκριτος δέ φησιν, ὡς ἔνδοθεν τοῦ θριγγοῦ τὴν | |
κυπάρισσον δεῖ φυτεύεσθαι, ἵνα κατ’ ἀμφότερα εἰς τέρψιν καὶ περιφραγὴν γένηται. | 329 | |
11.5.5 | χαίρει δὲ μᾶλλον καθύγροις καὶ σκεπηνοῖς τόποις. κυπάρισσος δὲ ὁ ἄρρην ἄγονός ἐστιν. | |
11.6t | Περὶ μυρσίνης. Ἱστορία. | |
11.6.1 | Μυρσίνη παῖς ἦν Ἀττική, ὑπερβάλλουσα μὲν τῷ κάλλει πάσας τὰς κόρας, τῇ δὲ ῥώμῃ πάντας τοὺς νέους. | |
11.6.2 | τῇ δὲ θεῷ Ἀθηνᾷ προσφιλὴς ἦν, παλαί‐ στραις καὶ σταδίοις ἐνδιατρίβουσα, καὶ τοὺς ἀγωνιζο‐ μένους καὶ νικῶντας τῶν νέων ἐπιστεφανοῦσα. | |
11.6.3 | τινὲς δὲ τῶν ἡττωμένων ἐπὶ τῇ κόρῃ ἀγανακτοῦντες, ταύ‐ την φθόνῳ ἀνεῖλον. | |
11.6.4 | οὐ μὴν τὸν πόθον Ἀθηνᾶς ἀφείλοντο, ἀλλὰ προσμένει τῇ θεῷ προσφιλής, καθά‐ περ καὶ ἡ ἐλαία, καὶ μεταθεῖσα τὸν βίον ἀντ’ ἐλαιῶν τὰ μύρτα καρποφορεῖ. | |
11.7t | Περὶ φυτεύσεως μυρσίνης. Φλωρεντίνου. | |
11.7.1 | Μυρσίνην καλὸν φυτεύειν ἐν τοῖς ἄκροις πᾶσι τοῦ χωρίου, πολλὴν γὰρ ἐμποιεῖ εὐωδίαν τῷ τόπῳ. | |
11.7.2 | Φυτεύουσι δὲ αὐτὴν οἱ μὲν ἀπὸ παραφυάδων, αὐτόῤῥιζα τὰ φυτὰ λαμβάνοντες· οἱ δὲ τὸν εὐγενέ‐ στατον κλάδον ἀπ’ ἄκρου λαμβάνοντες, ἐντιθέασιν ὀρθόν, ἁδρὸν προσεγχώσαντες γῆν μετὰ κόπρου, καὶ | 330 |
5 | μέχρι τῶν ἐκπεφυκότων αὐτοῦ κλωνίων προσσωρεύ‐ ουσι τὴν γῆν. | |
11.7.3 | Οἱ δὲ σκυτάλας πηχυαίας τὸ μῆκος, πάχος δὲ χειρός, εἰς τοὺς βόθρους ἐντιθέασι, καὶ πλαγίας προσχωννύουσιν ὁμοίως τῇ ἐλαίᾳ. | |
11.7.4 | Οἱ δὲ τῷ σπέρματι προσφάτως ληφθέντι παρατρίψαντες σει‐ ρὰν ἐκ βουτόμου πεπλεγμένην, εἰς τάφρον ἐμβάλλουσιν. | |
11.7.5 | Οἱ δὲ κάλλιον οἴονται καρποφορεῖν αὐτάς, εἰ ἐπὶ κεφαλῆς φυτευθεῖεν. | |
11.7.6 | Χαίρει δὲ τῷ συνεχῶς περι‐ καθαίρεσθαι, καὶ ἔστιν οὕτως τὸ φυτὸν ὀρθὸν καὶ εἰς ὕψος ἐγειρόμενον, πρός τε τὰ πλεκτὰ σκεύη, καὶ τὰ ἀκόντια ἐπιτηδείως ἔχει. | |
11.7.7 | ἀρδευτέον δὲ οὔρῳ ἀν‐ θρωπείῳ, μάλιστα δὲ προβατείῳ, σφόδρα γὰρ τούτῳ χαίρει. ἀπύρηνον δὲ τὸν καρπὸν φέρει ὕδασιν ἀρδο‐ μένη θερμοῖς. | |
11.7.8 | Ἐπικεντρίζεται δὲ εἰς τὸ ὁμογενές, καὶ τὸ λευκὸν δὲ εἰς τὸ μέλαν, καὶ τοὔμπαλιν, καὶ εἰς ὄχνην, καὶ μηλέαν, καὶ μέσπιλον, καὶ ῥοιάν. | |
11.7.9 | Εἰ δὲ παραφυτευθείη αὐτῇ ῥόδα, εὐθαλήσουσιν ἄμφω, | |
καὶ εὐγενέστατον οἴσουσι καρπόν. | 331 | |
11.8t | Περὶ μυρτίδων διαμονῆς. Τοῦ Αὐτοῦ. | |
11.8.1 | Τὰς μύρτους εἰς ἀγγεῖα ἀπίσσωτα ἐμβαλών, καὶ πωμάσας, ἕξεις ἐπὶ πλείονα χρόνον τεθηλυίας. | |
11.8.2 | Ἄλλοι δὲ μετὰ τῶν θαλλῶν αὐτὰς συντιθέασιν. | |
11.9t | Περὶ πύξου. Τοῦ Αὐτοῦ. | |
11.9.1 | Πύξος φυτεύεται ἔκ τε ἀποσπάδων, καὶ κορύνης, καὶ ἀκρεμόνων, ἀποτιθεμένων ἐν φυτωρίῳ μετὰ εἰ‐ δοὺς Νοεμβρίας. χαίρει δὲ καθύγροις χωρίοις, ἀει‐ θαλὲς ὄν. | |
11.10t | Περὶ πίτυος. Ἱστορία. | |
11.10.1 | Ἡ πίτυς κόρη γενομένη τὸ πρότερον, μεταβολὴν φύσεως ἐξ ἔρωτος διπλοῦ παρελάμβανεν. | |
11.10.2 | ἤρα μὲν γὰρ τῆς κόρης ὁ Πάν, ἀντήρα δὲ ταύτης καὶ ὁ Βοῤ‐ ῥᾶς, ἑκατέρου δὲ προσαγομένου τὴν κόρην, ἡ παῖς τῷ Πανὶ προσετίθετο, καὶ ζηλοτυπήσας ὁ Βοῤῥᾶς ἐπὶ | |
5 | τούτοις τὴν κόρην, ἐπὶ πέτρας ὠθήσας τῷ θανάτῳ παρέδωκε. | |
11.10.3 | Γῆ δὲ ἐλεοῦσα τὸ πάθος φυτὸν ὁμώνυ‐ μον τῆς παιδὸς ἀναδίδωσι· καὶ μεταβαλοῦσα τὸν βίον | |
μένει πρὸς αὐτοὺς ὡς ἐτύγχανε πρότερον, καὶ τὸν μὲν Πᾶνα τῷ θαλλῷ στεφανοῖ, θρηνεῖ δὲ τὸ δένδρον, | 332 | |
5 | ὅτε Βορρᾶς ταύτῃ προσπνεύσειεν. | |
11.11t | Περὶ φυτεύσεως πίτυος. | |
11.11.1 | Παραπλησίως φυτεύονται ταῖς ἀμυγδαλαῖς οἱ στρόβιλοι Ὀκτωβρίῳ μηνί, ἄχρι Ἰαννουαρίου. | |
11.11.2 | Τρυ‐ γῶνται δὲ Ἰουνίῳ πρὸ τοῦ τοὺς ἐτησίας ἄρχεσθαι πνεῖν, καὶ τοὺς κόκκους ἐκπίπτειν, ῥηγνυμένης τῆς καλύπτρας. | |
11.12t | Περὶ σχίνου. | |
11.12.1 | Ἡ σχῖνος χαίρει μὲν καθύγροις χωρίοις, φυ‐ τεύεται δὲ ἀπὸ καλανδῶν Ἰαννουαρίων. | |
11.12.2 | τρεῖς δὲ καρπούς φασι φέρειν, καὶ εἰ μὲν ὁ πρῶτος καρπὸς καλὸς γένηται, τὸν πρῶτον σπόρον καλῶς καρποφο‐ ρεῖν σημαίνει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. | |
11.13t | Περὶ ἰτέας. | |
11.13.1 | Ἰτέα χαίρει γῇ τελματώδει καὶ ὑδατώδει, ἀέρι δὲ ὑγρῷ καὶ ψυχρῷ. φυτεύεται δὲ Φευρουαρίῳ μηνὶ ἐκ κορύνης καὶ πασσαλίσκων. | |
11.13.2 | ὁ δὲ Δημόκριτός φησιν, ὡς ὁ καρπὸς τῆς ἰτέας λειούμενος, καὶ ταῖς | |
τροφαῖς τῶν κτηνῶν μιγνύμενος ταῦτα λιπαίνει. ἐκ‐ πινόμενος δὲ λειανθεὶς ἀνθρώπους ἀγόνους ποιεῖ, ἐξ | 333 | |
5 | οὗ φησι καὶ Ὅμηρος· Κλῆθροί τ’ αἴγειροί τε καὶ ἰτέαι ὠλεσίκαρποι. | |
11.14t | Περὶ πρινοκοκκίων. | |
11.14.1 | Τὴν πρῖνον φυτεύεσθαι δεῖ πρὸ καλανδῶν Μαρ‐ τίων. φασὶ δέ, ἡ πρῖνος ἐὰν πολύκαρπος γένηται, ἀκαρπίαν σημαίνει. | |
11.15t | Περὶ δενδρολιβάνου. Ἱστορία. | |
11.15.1 | Λίβανος Σύριον ὄνομα, καὶ ἐν ὄρει, καὶ ἐν φυτῷ. μειράκιον δὲ γέγονε πρότερον τοῖς θεοῖς ἀνακείμενον. | |
11.15.2 | ζηλοτυπήσαντες οὖν αὐτὸ κτείνουσιν ἄνθρωποι δυσσεβεῖς· Γῆ δὲ τιμῶσα θεοὺς φυτὸν ἀνῆκε τοῦ πεπτωκότος ὁμώνυμον, καὶ τὴν φύσιν μετα‐ | |
βαλών, τὸν πρὸς τοὺς θεοὺς οὐκ ἀφῄρηται πόθον. | 334 | |
5 | ὅθεν μᾶλλον δή τις εὐφραίνει θεοὺς τὰ μέγιστα λί‐ βανον ἐπιθείς, ἢ χρυσὸν ἀναθείς. | |
11.16t | Περὶ φυτεύσεως δενδρολιβάνου. | |
11.16.1 | Τὸ δενδρολίβανόν φασι φυτεύεσθαι ἐξ αὐτοῤῥί‐ ζων καὶ ἀποσπάδων· δεῖ δὲ τοῦτο ποιεῖν κατατιθέντας εἰς τὴν γῆν αὐτά, καὶ ποτίζοντας. | |
11.16.2 | Ἡδεῖαν δὲ καὶ βαρεῖαν τὴν ὀδμὴν ἔχει, ὡς ὁ Δημόκριτός φησι, καὶ τοῖς λειποθυμοῦσιν ἐπαμύνει· καταφυτεύεται δὲ Μαρ‐ τίῳ μηνί. | |
11.17t | Περὶ ῥόδου. Ἱστορία. | |
11.17.1 | Ὁ τὸ κάλλος τοῦ ῥόδου θαυμάζων, τὴν τῆς Ἀφροδίτης λογιζέσθω πληγήν, φησίν. | |
11.17.2 | ἤρα μὲν γὰρ ἡ θεὸς τοῦ Ἀδώνιδος, ἀντήρα δὲ καὶ ὁ Ἄρης αὐτῆς. ζηλοτυπῶν οὖν Ἄρης ἀνεῖλε τὸν Ἄδωνιν, λύσιν ἔρω‐ τος τὸν Ἀδώνιδος ἡγησάμενος θάνατον. | |
11.17.3 | μαθοῦσα δὲ τὸ ποιηθὲν ἡ θεὸς ἀμύνειν ἠπείγετο, καὶ κατὰ σπουδὴν ἐμβαλοῦσα τῷ ῥόδῳ ἀσάνδαλος οὖσα, ταῖς ἀκάνθαις τοῦ ῥόδου τὸν ταρσὸν τοῦ ποδὸς περιπείρε‐ | |
5 | ται, καὶ λευκὸν τὸ ῥόδον πρότερον ὄν, τοῦ ἰχῶρος | |
τῆς Ἀφροδίτης ἀποῤῥυέντος, εἰς ὃ νῦν ὁρᾶται τὴν χρόαν μετέβαλε, καὶ ἔρευθος καὶ εὐωδία αὐτῷ ἔκτοτε προσεγένετο. | 335 | |
11.17.4 | Ἕτεροι δέ φασιν, ἐν οὐρανῷ τῶν θεῶν εὐωχουμένων, καὶ τοῦ νέκταρος πολλοῦ παρα‐ κειμένου, ἀνασκιρτῆσαι χορείᾳ τὸν Ἔρωτα, καὶ συσ‐ σεῖσαι τῷ πτερῷ τοῦ κρατῆρος τὴν βάσιν, καὶ περι‐ | |
5 | τρέψαι μὲν αὐτόν· τὸ δὲ νέκταρ εἰς τὴν γῆν ἐκχυθὲν τὸ ἄνθος τοῦ ῥόδου ἐρυθαινόμενον ἀναδοῦναι. | |
11.18t | Περὶ ῥόδων, καὶ πῶς ἔστι ταῦτα εὐ‐ ωδέστερα ποιῆσαι, καὶ ἀδιαλείπτως ἔχειν. Διδύμου. | |
11.18.1 | Ἐὰν σκόροδα παραφυτεύσῃς τοῖς ῥόδοις, εὐωδέστερα ἔσται. εἰ δὲ θέλεις ἀδιαλείπτως ἔχειν ῥόδα, κατὰ μῆνα φύτευε ταῦτα, καὶ κόπριζε, καὶ ἕξεις διαπαντός. | |
11.18.2 | Τὰ δὲ ῥόδα φυτεύεται ποικίλως. οἱ μὲν γὰρ αὐτόῤῥιζα ὁλό‐ κληρα μεταφυτεύουσιν, οἱ δὲ ἐξελόντες μετὰ τῶν ῥιζῶν, κατατέμνουσιν εἰς παλαιστιαῖα μεγέθη, τουτέστι τετρα‐ | |
5 | δακτυλαῖα, τὰς ῥίζας καὶ τὸ ἐξ αὐτῶν ἐκπεφυκός, καὶ πάντα τὰ τμήματα φυτεύουσιν, ἀπέχοντα ἀλλήλων ὡσεὶ πῆχυν. τινὲς δὲ πρὸς εὐωδίαν στεφάνους πλέ‐ ξαντες φυτεύουσιν. | |
11.18.3 | Εἰδέναι δὲ χρή, ὡς τὰ ἐν τοῖς ἀνύδροις ῥόδα, ὁμοίως δὲ καὶ τὰ κρίνα, εὐωδέ‐ στερα ἔσται. | |
11.18.4 | τὰ δὲ ῥόδα πρώϊμα γίνεται φυτευό‐ μενα ἔν τε κοφίνοις καὶ κεραμίοις, καὶ τῆς αὐτῆς ἐπιμελείας ἀξιούμενα, ὡς ἐπὶ τῶν κολοκυνθῶν καὶ σικύων. | 336 |
11.18.5 | εἰ δὲ βούλει τὰ ἤδη πεφυτευμένα πρώϊμον ἐνεγκεῖν καρπόν, ἀπὸ παλαιστῶν δύο τοῦ φυτοῦ γύρον ὀρύξας ἔγχεε ὕδωρ θερμὸν τῆς ἡμέρας δεύτερον. | |
11.18.6 | ἡ δὲ δρόσος ἡ ἐν τοῖς ῥόδοις εὑρισκομένη, καθα‐ ρῶς πτερῷ συναγομένη, καὶ διὰ τῆς μήλης τοῖς βλε‐ φάροις ἐγχεομένη, τὴν ὀφθαλμίαν ἰᾶται. | |
11.18.7 | διατηρήσεις δὲ τὰ ῥόδα νεαρὰ καὶ ἀκμαῖα, ἐὰν ἐμβάλῃς ταῦτα εἰς ἀμόργην, ὡς ἐπιπολάζειν τὸ ὑγρόν. | |
11.18.8 | ἔνιοι δὲ χλοά‐ ζουσαν κριθὴν μετὰ τῶν ῥιζῶν ἀποσπάσαντες, εἰς κέραμον ἀπίσσωτον ἐμβάλλουσι, καὶ ῥόδα μεμυκότα ἐνθέντες, σκέπουσι καὶ διατηροῦσιν. οἱ δὲ χλωρὰν | |
5 | τὴν κριθὴν ἐπὶ τὸ ἔδαφος στορέσαντες ἐπιβάλλουσι ῥόδα. | |
11.18.9 | Δημόκριτος δέ φησιν, ἐν μέσῳ τῷ θέρει ἀρδευθέντος τοῦ ῥόδου δεύτερον τῆς ἡμέρας, τῷ Ἰαννουαρίῳ μηνὶ φέρειν τὸν καρπόν. | |
11.18.10 | Φλωρεν‐ τῖνος δὲ λέγει, δύνασθαι τὸ ῥόδον εἰς φλοιὸν μήλου ἐγκεντρίζεσθαι καὶ ἐνοφθαλμίζεσθαι, καὶ τῷ καιρῷ τῶν μήλων γίνεσθαι τὰ ῥόδα. | |
11.18.11 | Ζωροάστρης δὲ λέγει, ἐπὶ ἐνιαυτὸν ἕνα μὴ ἀλγεῖν τοὺς ὀφθαλμούς, τὸν ἐν πρώτοις ἰδόντα ἐπὶ τοῦ φυτοῦ μεμυκυίας κά‐ | |
λυκας, καὶ τρισὶν ἐξ αὐτῶν ἀπομαξάμενον τὰ ὄμματα, | 337 | |
5 | καὶ ἐπὶ τοῦ φυτοῦ τὰ ῥόδα καταλιπόντα. | |
11.18.12 | Τινὲς δὲ τὰ ῥόδα φυλάττουσι νεαρά, κάλαμον χλωρὸν πεφυ‐ τευμένον σχίσαντες, καὶ ἐμβαλόντες τὰς κάλυκας, καὶ παπύρῳ περιδήσαντες ἠρέμα, ὅπως μὴ διαπνεύσῃ. | |
11.18.13 | ῥόδα ἀρχόμενα ἀνοίγεσθαι παρατμίσας θείῳ, ἕξεις παραχρῆμα λευκά. | |
11.18.14 | Ἐὰν δὲ ἐξ ὀλίγων τὰ φυτὰ πλείονα ποιῆσαι βούλει, λαβὼν τὰ κλήματα αὐτῶν δίελε, καὶ ποιήσας ὡσεὶ τετραδακτυλαῖα, ἢ μικρῷ μείζονα, κατατίθεσο· ὅταν δὲ γένηται ἐνιαυσιαῖα μετα‐ | |
5 | φύτευε, ἀπέχοντα ἀπ’ ἀλλήλων πόδα, καὶ οὕτως ἐρ‐ γάζου, σκάπτων ἐπιμελῶς, καὶ τὴν ὕλην πᾶσαν ἐξαι‐ ρῶν. | |
11.18.15 | πείθομαι δὲ θειοτέρας αὐτὸ μετέχειν φύσεως. καὶ γὰρ μύρον οὐ φαῦλον παρασκευάζει, καὶ ὀδυνω‐ μένοις ὀφθαλμοῖς ἐστι σύμμαχον, καὶ πρὸς ἕτερα πλείονα εὑρίσκεται χρησιμώτατον. | |
11.19t | Περὶ κρίνου. Ἱστορία. | |
11.19.1 | Ζεὺς τὸν Ἡρακλέα ἐκ τῆς Ἀλκμήνης γεγεννηκὼς θνητὸν ὄντα, ἀθανασίας μέτοχον ἠβουλήθη ἐργάσα‐ σθαι, καὶ τοῦτον τῷ μαστῷ τῆς Ἥρας κοιμωμένης ἔτι νέον ὄντα προσέθηκεν. | |
11.19.2 | ἐμπλησθὲν δὲ τὸ βρέφος τοῦ γάλακτος ἀπέστησε μὲν τὸ στόμα τῆς θηλῆς, ἔῤῥει | |
δ’ ὅμως τὸ γάλα ἀφθόνως, καὶ τοῦ παιδὸς διαστάντος, ἐν οὐρανῷ τε διαχυθέν, τὸν λεγόμενον γαλαξίαν | 338 | |
5 | ἀπειργάσατο, ἐν τῇ γῇ δὲ ἀποῤῥυέν, καὶ τὰς βώλους δεῦσαν, ἄνθος τὸ τοῦ κρίνου ἀνέδωκε προσεοικὸς τὴν χρόαν τῷ γάλακτι. | |
11.20t | Περὶ κρίνων. Ἀνατολίου. | |
11.20.1 | Εἰ θέλεις κρίνα πορφυρᾶ ποιῆσαι, ὅταν ἀνθήσῃ λαβὼν ἀπ’ αὐτῶν τοὺς καυλούς, σύνδησον ἀνὰ δέκα ἢ δώδεκα, καὶ κρέμασον ὑπὲρ καπνοῦ, ἀνιᾶσι γὰρ ἐκ τῶν καυλῶν ῥιζία μικρὰ ὡς βολβία. | |
11.20.2 | ὅταν οὖν και‐ ρὸς ᾖ τοῦ φυτεύειν, ἔμβρεξον εἰς τρύγα οἴνου μέλανος τοὺς καυλούς, ἕως ἂν διελόντι σοι φανῇ πορφυρᾶ καὶ βεβαμμένα καλῶς. εἶθ’ οὕτως φύτευσον, προσπαρα‐ | |
5 | χέων ἑκάστῳ τῆς τρυγίας τὸ ἀρκοῦν, καὶ οὕτω τὰ ἐξ αὐτῶν γινόμενα ἀνθήσει πορφυρᾶ. | |
11.20.3 | τὰ δὲ κρίνα ἐπὶ ὅλον τὸν ἐνιαυτὸν νεαρὰ διαμένει οὕτως. ἀφελόν‐ τες αὐτὰ μετὰ τῶν κλωνίων οὔπω ἀνεῳγότα, ἀλλ’ ἔτι συμμεμυκότα, ἐντιθέασιν εἰς ἀγγεῖα κεράμεα νέα | |
5 | ἀκούνιστα, τουτέστιν ἀπίσσωτα, εἶτα πωμάσαντες τὰ ἀγγεῖα ἀποτίθενται, καὶ οὕτω τηρούμενα παραμέ‐ νει τὸν ἐνιαυτὸν ὅλον νεαρά. | |
11.20.4 | εἴ ποτε δὲ ἐν τῷ μέσῳ χρόνῳ βουληθῶσί τινες ἐξ αὐτῶν λαβεῖν πρὸς τὴν χρείαν, ἐν ἡλίῳ τιθέασιν, ὅπως θαλφθέντα δι‐ ανοιχθῇ. | |
11.20.5 | ἵνα δὲ ἄλλῳ καὶ ἄλλῳ καιρῷ ἀνθοφορῇ τὰ κρίνα, τοὺς βολβοὺς φυτεύων τοὺς μὲν εἰς βάθος δακτύλων δώδεκα, τοὺς δὲ ὀκτώ, τοὺς δὲ δʹ κατατίθει, καὶ ἕξεις κρίνα ἐπιπολύ. ἔξεστι δὲ τοῦτο καὶ ἐπὶ | 339 |
5 | τῶν ἄλλων ποιεῖν ἀνθέων. | |
11.20.6 | Φλωρεντῖνος δὲ ἐρυ‐ θρὸν τὸ κρίνον γίνεσθαι λέγει, ἐάν τις ἐντὸς τῶν λεπῶν χύσῃ κιννάβαρι, φυλαττόμενος, μὴ τοὺς βολ‐ βοὺς διαθραύσῃ. | |
11.20.7 | εἰ δὲ καὶ ἄλλῳ χρώματι περι‐ χρίσει τις αὐτά, ᾧ θέλει, ἔξεστιν ἐν ἑκάστῳ χρώματι τοιαῦτα κρίνα γενέσθαι. | |
11.21t | Περὶ ἴρεως. Λεοντίου. | |
11.21.1 | Τῆς Ἰλλυρικῆς ἴρεως ἡ βραχεῖα καὶ λεπτοτάτη φυτεύεται ἐκ προσφάτων φυτῶν Ἰαννουαρίῳ, ἄχρι Ἀπριλλίου μηνός. | |
11.22t | Περὶ ἴου. Ἱστορία. | |
11.22.1 | Ἴον τὸ ἄνθος ἐξ ἧς ὀνομάζεται γέγονεν. ἤρα μὲν γὰρ ὁ Ζεὺς τῆς Ἰοῦς, ἐρῶν δὲ ἐπλησίαζε, καὶ συλλαθεῖν ἐπειρᾶτο τὴν Ἥραν καὶ τὸν ἔλεγχον μετα‐ βολὴν ἐποιεῖτο τῆς φύσεως. | |
11.22.2 | ἁλοὺς γὰρ ὁ Ζεύς, καὶ τὸ γεγονὸς ὑποκλέψαι ζητῶν, εἰς βοῦν μεταβάλλει τὴν ἄνθρωπον. | 340 |
11.22.3 | τιμῶσα δὲ ἡ Γῆ τὴν ἐρωμένην τοῦ Διὸς ἄνθος ἀνῆκε τὴν βοῦν νέμεσθαι, καὶ γεγονὸς δι’ αὐτὴν ἐξ αὐτῆς ὀνομάζεται, καὶ δηλοῖ τῆς κόρης τὰς τύχας τοῖς χρώμασιν. | |
11.22.4 | ἐρυθαίνεται μὲν γὰρ οἶάπερ παρθένος, πορφύρεται δὲ οἷα βοῦς, καὶ λευ‐ καίνεται, δηλοῦν τὴν εἰς ἄστρα τῆς κόρης μεταβολήν, ὅσα γὰρ τὸ βλάστημα φαίνεται, γέγονεν ἡ γυνή. | |
11.23t | Περὶ φυτεύσεως ἴων. Ταραντίνου. | |
11.23.1 | Ἴα τὰ πορφύρεα, καὶ τὰ ἄλλα πάντα, τά τε χρυσίζοντα καὶ τὰ ῥουσίζοντα, μετὰ εἰδοὺς Μαρτίας φυτεύεται, καὶ μετὰ καλάνδας Μαΐας. | |
11.23.2 | Ἔστι δὲ τὸ τοῦ ἴου φύλλον καταψύχον, καὶ ὠφελοῦν ἐν ταῖς φλεγμοναῖς, τὸ δὲ ἔλαιον τὸ ἀπὸ τῶν ἴων τοῖς πυρε‐ τιῶσιν ἐπιχριόμενον καταψύχει. | |
11.23.3 | ὡσαύτως καὶ τὸ λευκόιον σπείρεται ἐν πρασιαῖς, καὶ μεταφυτεύεται Ἰαννουαρίῳ, ἄχρι τῆς πρὸ ἑβδόμης εἰδῶν Φευρουα‐ | |
ρίων. | 341 | |
11.24t | Περὶ ναρκίσσου. Ἱστορία. | |
11.24.1 | Παραλόγου πάθους λόγος ὑπῆρξε παραλογώτερος. Νάρκισσος γὰρ ἦν μειράκιον, ἐρῶν οἴκοθεν, καὶ φθει‐ ρόμενος οἴκοθεν. ὥρᾳ μὲν γὰρ διέφερε σώματος, ἔν‐ θεν δὲ τὸ ἐρᾶν καὶ τὸν πόθον ἐκτήσατο. | |
11.24.2 | καταλαμ‐ βάνει γὰρ πηγήν, ὡς πιόμενος, θεατὴς δὲ τῆς οἰκείας μορφῆς καταστάς, ἐραστὴς ὁ αὐτὸς καὶ ἐρώμενος ἐγένετο. ἐρῶν δὲ αὐτὸς ἑαυτοῦ, διεφθείρετο. | |
11.24.3 | ἐπὶ πηγὴν οὖν ἐλθών, ἔστεργε μὲν τὴν σκιὰν ὡς ἐρω‐ μένην, ἡττηθεὶς δέ, καὶ ἑαυτοῦ λαβόμενος, ἐπὶ τοῖς ὕδασι τῆς πηγῆς ἑαυτὸν ἐπαφῆκε, καὶ παραψυχὴν τοῦ | |
5 | πάθους ζητῶν, βίου στέρησιν εὕρατο, τοσοῦτον τῇ τελευτῇ ὀνηθείς, ὅσον εἰς ἄνθος τῇ ὁμωνύμῳ μνήμῃ τῆς βλάστης μεταβληθείς. | |
11.25t | Περὶ φυτείας ναρκίσσου. Διδύμου. | |
11.25.1 | Αὐτόῤῥιζος ὁ νάρκισσος φυτεύεται, πρὸς βλάστησιν ἀρχόμενος Μαρτίῳ μηνί, καὶ μεταφυτεύεται. ψυχρό‐ | |
τατον δέ ἐστι τὸ ἄνθος αὐτοῦ. | 342 | |
11.26t | Περὶ κρόκου φυτείας. Φλωρεντίνου. | |
11.26.1 | Κρόκος αὐτόῤῥιζος φυτεύεται, ὅταν τὸ ἄνθος ἀποβάλῃ. τὸ δ’ ἄνθος πρότερον ἀνίησιν ἢ τὸ φύλλον. | |
11.26.2 | ἀνθολογεῖται δέ, ὅταν εὐχροήσῃ, ἐκ μέσου τοῦ ἄνθους ἑλκομένων τῶν γλωχίνων, καὶ διαψυχομένων ἡμέρας γʹ ἢ δʹ· εἶτα καθαίρεται αὐτοῦ τὸ ἄκρον, καὶ τὸ λευκὸν ἀφαιρεῖται, καὶ συντίθεται εἰς ἀγγεῖα εἰς | |
5 | δύναμιν πεπιλημένος. | |
11.26.3 | Διοφάνης δέ φησιν, ὅτι τὸν κρόκον ἐν σκιᾷ χρὴ ψύγειν. | |
11.27t | Περὶ σαμψύχου, κόστου, καὶ βαλ‐ σάμου. | |
11.27.1 | Τὸ σάμψυχον ἐκ σπέρματος σπείρεται, καὶ μετα‐ φυτεύεται Ἀπριλλίῳ καὶ Μαΐῳ, ἡδεῖαν τὴν ὀδμὴν ἔχον καὶ θερμοτάτην. | |
11.27.2 | ὡσαύτως κόστος καὶ βάλ‐ σαμος αὐτόῤῥιζα Νοεμβρίῳ μηνὶ φυτεύονται, εὐώδη ὄντα πρὸς ὄσφρησιν. | |
11.28t | Περὶ μισοδούλου, τοῦ καὶ ὠκίμου. Σωτίωνος. | |
11.28.1 | Τὸ ὤκιμον, τουτέστι τὸ λεγόμενον μισόδουλον, | |
εἰς οὐδὲν ἔγνων χρήσιμον. καὶ γὰρ μανιώδεις καὶ ληθαργικοὺς καὶ ἡπατικοὺς ποιεῖ τοὺς ἐσθίοντας. | 343 | |
11.28.2 | τεκμήριον δὲ τῆς τούτου κακίας, τὸ τὴν αἶγα πάντα ἐσθίουσαν μόνον ὠκίμου ἀπέχεσθαι. | |
11.28.3 | μασηθὲν δὲ τοῦτο καὶ ἐν ἡλίῳ τεθὲν σκορπίους γεννᾷ. μάλιστα δὲ ταῖς γυναιξίν ἐστι πολεμιώτατον, τοσαύτην ἔχον πρὸς αὐτὰς φυσικὴν ἀντιπάθειαν, ὡς εἴ τις ὑπὸ | |
5 | λοπάδα ὄψου ὁλόριζον ὤκιμον ὑποθείη, ἀγνοούσης γυναικός, οὐ πρότερον ἡ γυνὴ τοῦ ὄψου ἅψασθαι τολμήσειε, πρὶν ἀρθῆναι τὸ ὤκιμον. | |
11.29t | Περὶ κιττοῦ. Ἰστορία. | |
11.29.1 | Κιττός, τὸ ἄνθος, νέος ἐτύγχανε πρότερον, χορευ‐ τὴς Διονύσου γενόμενος. χορεύων δὲ τῷ θεῷ πρὸς τὴν γῆν καταφέρεται· καὶ Γῆ τιμῶσα Διόνυσον ἄνθος ἀνῆκεν ὁμώνυμον βλάστημα, σώζουσα τὰ τοῦ νέου | |
5 | βλαστήματα. προϊὼν μὲν γὰρ ἐκ γῆς ἄμπελον περι‐ πλέκεσθαι πέφυκεν, οὕτως περιπλεκόμενος, ὡς ὅτε | |
νέος ἐχόρευεν. | 344 | |
11.30t | Περὶ φυτεύσεως κισσοῦ. | |
11.30.1 | Ὁ κισσὸς ὕδατι χαίρει· φυτεύεται δὲ πρὸ καλαν‐ δῶν Νοεμβρίων, καὶ ἀπὸ καλανδῶν Μαρτίων. | |
11.30.2 | Τὸν δὲ κόρυμβον ὁ κισσὸς εὐπρεπῆ ἕξει, ἐὰν τρία κογχύλια καύσας τις, καὶ κόψας, καταπάσῃ, ἢ στυπτηρίᾳ ῥάνῃ τοὺς κορύμβους. | |
11.30.3 | Λευκὸς δὲ ἐκ μέλανος γίνεται, γῆς λευκῆς βραχείσης, καὶ ταῖς ῥίζαις τοῦ κισσοῦ ἐπι‐ χεομένης δι’ ἡμερῶν ὀκτώ. | |
11.30.4 | Δαμηγέρων δέ φησιν, εἴ τις κισσοῦ μέλανος κορύμβους γʹ εἰς ὀθόνιον καθαρὸν βάλῃ, καὶ δήσας λίνῳ σπληνικῷ περιάψει ἐφ’ ἡμέρας γʹ, ἀπαλλάξει τοῦ πάθους τὸν περιαπτό‐ | |
5 | μενον. | |
12t1 | ΒΙΒΛΙΟΝ ΙΒ | |
12p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, δωδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ λαχάνων διαφόρων σποράν, ὅσα τε χρὴ ἐν ἑκάστῳ μηνὶ φυτεύεσθαι καὶ σπείρεσθαι, καὶ κηποποιΐαν θαυ‐ | |
5 | μαστήν, καὶ λαχάνων ἐνεργείας ὠφελίμους. αʹ. γνῶσις, τὸ κατὰ μῆνα τί σπείρεται καὶ τί φυ‐ | |
τεύεται κατὰ τὸ κλίμα Κωνσταντινουπόλεως. βʹ. περὶ κηποποιΐας. γʹ. περὶ γῆς ἁρμοζούσης λαχάνοις. δʹ. ποία κόπρος ἐπιτηδεία λαχάνοις. εʹ. πῶς δυνατὸν λάχανα | 345 | |
10 | παντοῖα ἐν ἀνύδροις τόποις ἔχειν. ϛʹ. ὥστε κῆπον εὐθαλῆ εἶναι καὶ εὐανθῆ. ζʹ. ἵνα τὰ λάχανα ψυλλό‐ βρωτα μὴ γένηται μηδὲ ὑπὸ φθειρῶν ἢ ὀρνέων ἀδι‐ κῆται. ηʹ. κάμπας ἐν λαχάνοις ἢ δένδροις μὴ εἶναι. θʹ. πῶς ἔστι πρασοκουρίδας διαφθεῖραι. ιʹ. τί παρα‐ | |
15 | σπειρόμενον ὠφελεῖ τὰ λάχανα. ιαʹ. πρὸς τὸ κηπουρὸν ἀδικῆσαι. ιβʹ. περὶ μαλάχης καὶ τῆς ἐξ αὐτῆς πρὸς διάφορα πάθη θεραπείας. ιγʹ. περὶ θρίδακος καὶ τῆς ἐξ αὐτῆς θεραπείας καὶ πῶς ἔστιν αὐτὴν λευκὴν καὶ εὐειδῆ γενέσθαι. ιδʹ. ὥστε θρίδακα ἔχειν ἐν ἑαυτῇ | |
20 | σέλινον καὶ εὔζωμον καὶ ὤκιμον καὶ τὰ τοιαῦτα ἀπὸ τῆς αὐτῆς ῥίζης. ιεʹ. περὶ σεύτλων καὶ πῶς ἔστιν αὐτὰ μεγάλα ποιῆσαι. ιϛʹ. περὶ διαφόρων λαχάνων καὶ τῆς ἐξ αὐτῶν θεραπείας. ιζʹ. περὶ κράμβης καὶ τῆς ἐξ αὐτῆς θεραπείας. ιηʹ. περὶ ἀσπαράγου. ιθʹ. περὶ | |
25 | κολοκυντῶν καὶ σικύων καὶ τῆς ἐξ αὐτῶν θεραπείας, καὶ πῶς δυνατὸν ἑκάτερα μὴ ἔχειν ἔνδοθεν σπέρμα καὶ πρώϊμα ποιῆσαι. κʹ. περὶ μηλοπεπόνων. καʹ. περὶ γογγύλης καὶ τοῦ ταύτης σπέρματος. κβʹ. περὶ ῥαφανί‐ δων. κγʹ. περὶ σελίνων. κδʹ. περὶ ἡδυόσμου. κεʹ. περὶ | |
30 | πηγάνου καὶ ἡμέρου καὶ ἀγρίου. κϛʹ. περὶ εὐζώμου. κζʹ. περὶ καρδάμου. κηʹ. περὶ σέρεως ἤτοι τρωξίμων. κθʹ. περὶ πράσων. λʹ. περὶ σκόρδων. λαʹ. περὶ κρο‐ | |
μύων. λβʹ. περὶ καυκαλίδων. λγʹ. περὶ γλίχωνος. λδʹ. περὶ ἀνήθου. λεʹ. περὶ σκίμβρου. λϛʹ. περὶ βολ‐ | 346 | |
35 | βῶν. λζʹ. περὶ σκίλλης. ληʹ. περὶ λαπάθου. λθʹ. περὶ κιναρῶν. μʹ. περὶ ἀνδράχνης. μαʹ. μυκήτων ποίησις. | |
12.1t | Γνῶσις τὸ κατὰ μῆνα τί σπείρεται, καὶ τί φυτεύεται, κατὰ τὸ κλίμα Κωνσταντινου‐ πόλεως. | |
12.1.1 | Μηνὶ Ἰαννουαρίῳ σπείρεται θαλασσοκράμβη, μετὰ χρυσολαχάνου, καὶ τίλεως. | |
12.1.2 | Μηνὶ Φεβρουαρίῳ σπείρεται κοδιμέντον μετὰ πράσου, καὶ κρομύδιν, σεῦτλον, δαυκίν, τευτλόῤῥιζον, θρύμβη, μαρούλλια διάφορα, τουτέστι δικάρδιν, φρυγιατικόν, ῥιγιτανόν, | |
5 | καὶ κράμβη λευκή, καὶ κραμβοσπάραγον, καὶ κολίαν‐ δρον, καὶ ἄνηθον, καὶ πήγανον. μεταφυτεύεται δὲ μαρούλλιν, πικρίδιν, θριδάκιν, φρυγιατικόν, πολύκλω‐ νον, κωμωδιανόν. | |
12.1.3 | Μηνὶ Μαρτίῳ σπείρεται σεῦτλον ἐνθάδιον, καὶ χρυσολάχανον, καὶ δικάρδιον, μαρούλ‐ λιν, ῥιγιτανόν. μεταφυτεύεται δὲ μαρούλλιν, πικρίδιν, φρυγιατικόν, πολύκλωνον. | |
12.1.4 | Μηνὶ Ἀπριλλίῳ σπείρε‐ ται εἰς τὸ λῆγος σευτλομόλοχον, καὶ χρυσολάχανον, | |
καὶ δικάρδιον μετὰ τοῦ ῥιγιτανοῦ. μεταφυτεύεται δὲ ἀπὸ τοῦ Μαρτίου καὶ τοῦ Ἀπριλλίου μηνὸς λευκο‐ | 347 | |
5 | κράμβη, ὁμοίως καὶ κραμβοσπάραγον, καὶ θαλασσο‐ κράμβη, καὶ τὸ μαρούλλιν σὺν τῷ ῥιγιτανῷ, καὶ μόνον. | |
12.1.5 | Μηνὶ Μαΐῳ σπείρεται σευτλομόλοχον, καὶ χρυσο‐ λάχανον ὁμοίως καὶ ἰδίως, καὶ ῥιγιτανόν, μεταφυ‐ τεύεται δὲ σευτλομόλοχον, καὶ μαρούλλιν. | |
12.1.6 | Μηνὶ Ἰουνίῳ σπείρεται σευτλομόλοχον, ὁμοίως δὲ καὶ δικάρδιν, καὶ τὸ λεπτὸν τοῦ πράσου μεταφυτευόμενον παραπηλωτὸν εἰς ἔνυγρον τόπον· ὁμοίως καὶ τὸ | |
5 | σεῦτλον, καὶ τὸ μολόχιν, καὶ μαρούλλιν. | |
12.1.7 | Μηνὶ Ἰουλίῳ σπείρεται ἔντυβον, καὶ σευτλομόλοχον, καὶ καταφυτεύειν πράσον κατὰ ξηρᾶς γῆς, καὶ παραχρῆμα ποτίζειν αὐτό, ἵνα μὴ ποιήσῃ κέντρον τὸ ῥιζάριν· | |
5 | μέλλει 〈γὰρ〉 τήκεσθαι. καὶ μαρούλλιν ἀναγκαστὸν μεταφυτεύειν, καὶ ἔντυβον, καὶ σευτλομόλοχον. τὸ δὲ σεῦτλον ἰδίως, καὶ τὸ μολόχιν ἰδίως μεταφυτεύειν. | |
12.1.8 | Μηνὶ Αὐγούστῳ σπείρεται ἔντυβον, καὶ σευτλο‐ μόλοχον, καὶ γογγύλιν κεφαλωτόν, καὶ γογγύλιν πρώιμον εἰς γογγυλοσπάραγον, καὶ κραμβὶν λευκόν. καὶ μεταφυτεύεται πράσον, ἔντυβον, σευτλομόλοχον, | |
5 | καὶ ῥάφανον σπείρεται κατὰ πλάτος· καὶ τὸ εὔζωμον, καὶ τὸ κάρδαμον σπείρεται. | 348 |
12.1.9 | Μηνὶ Σεπτεμβρίῳ σπείρεται σευτλομόλοχον, καὶ ἔντυβον ὄψιμον, καὶ γογγύλιν τὸ τῆς ἀγρίας. μεταφυτεύεται δὲ τὸ γογ‐ γύλιν τὸ κεφαλωτόν, καὶ τὸ γογγύλιν τὸ χρηματίζον | |
5 | εἰς γογγυλοσπάραγον, καὶ τὸ ἔντυβον τὸ βρουμαλιτι‐ κόν, καὶ τὸ σευτλομόλοχον ὁμοῦ, καὶ τὸ κολίανδρον, καὶ ὁ ῥάφανος. | |
12.1.10 | Μηνὶ Ὀκτωβρίῳ εἰς τὸ νέον ἔτος σπείρεται μαρούλλιν, πικρίδιν, κωμωδιανόν, πολύκλω‐ νον, θριδάκιν. μεταφυτεύεται δὲ τὸ γογγύλιν, σεῦτλον, καὶ ἔντυβον, καὶ κάρδαμον, καὶ εὔζωμον, καὶ κράμβιν | |
5 | τὸ λευκοκράμβιν. | |
12.1.11 | Μηνὶ Νοεμβρίῳ σπείρεται τίλις, καὶ μεταφυτεύεται γόγγυλα τῆς ἀγρίας, καὶ ἔντυβον ὄψιμον, καὶ σεῦτλον ἰδίως, καὶ μολόχιν ἰδίως· καὶ σπείρεται κολίανδρον. | |
12.1.12 | Μηνὶ Δεκεμβρίῳ σπείρε‐ ται μαρούλλιν, καὶ πικρίδιν, πολύκλωνον, θριδάκιν, κωμωδιανόν. | |
12.2t | Περὶ κηποποιΐας. Φλωρεντίνου. | |
12.2.1 | Τὸ τῆς κηποποιΐας χρῆμα ἀναγκαιότατόν ἐστι τῷ βίῳ. κῆπον τοιγαροῦν κατασκευαστέον καὶ πρὸς | |
ὑγείαν, καὶ πρὸς τὰς ἐκ τῶν νόσων ἀναλήψεις, μὴ πόῤῥω τῶν οἴκων, ἀλλ’ ἐκ τοῦ πλησίον, ὥστε καὶ | 349 | |
5 | τὴν ἀπὸ τῆς θέας παρέχειν τέρψιν, καὶ τὸ ἀπὸ τῆς εὐπνοίας ἥδιστον· | |
12.2.2 | μὴ κατὰ ἄνεμον τῶν ἁλωνίων κείμενον, ἵνα μὴ ἀπὸ τῆς ἄχνης φθείρηται τὰ φυτά. | |
12.2.3 | δεῖ δὲ τὸν φιλοτιμησάμενον περὶ τὴν τῶν λαχάνων φυτείαν, πρόνοιαν ποιεῖσθαι σπερμάτων καλῶν, γῆς ἐπιτηδείας, ὕδατος, κόπρου. | |
12.2.4 | τὰ μὲν γὰρ καλὰ σπέρ‐ ματα ὅμοια τὰ ἐξ αὐτῶν ἐσόμενα ποιήσει. ἡ δὲ ἐπι‐ τηδεία γῆ καὶ γονίμη τὸ δοθὲν φυλάξει. τὸ δὲ ὕδωρ διὰ τῆς τροφῆς μείζονα τὰ λάχανα ποιήσει. ἡ δὲ | |
5 | κόπρος χαυνοτέραν ἐργάζεται τὴν γῆν, ὥστε ῥαδίως αὐτὴν ὑποδέχεσθαι τὸ ὕδωρ, ἵνα καὶ ταῖς ῥίζαις δια‐ μερίσῃ, καὶ τὸ φυτὸν ἐκπέμψῃ ἔξω. | |
12.3t | Περὶ γῆς ἁρμοζούσης λαχάνοις. Διδύμου. | |
12.3.1 | Γῆ κηπεύεσθαι ἀρίστη, ἡ μήτε ἀργιλλώδης, μήτε λίαν τραχεῖα, μήτε τῷ θέρει εἰς μεγάλα χάσματα ῥηγνυμένη. | |
12.3.2 | ἥ τε γὰρ ἀργιλλώδης, χειμῶνος μὲν πηγνυμένη, θέρους δὲ ξηραινομένη, πάντα τὰ ἐμπε‐ φυκότα ἀπόλλυσιν, ἢ ἀσθενῆ καὶ λεπτὰ ποιεῖ. μόλις δ’ ἂν γένοιτο ἡ ἀργιλλώδης ἐπιτηδεία, εἰ ἐξ ἴσου | |
5 | αὐτῇ κόπρος μιγῇ. ἡ δὲ εἰς χάσματα διϊσταμένη, παντελῶς ἄχρηστος. | |
12.3.3 | ἥ τε τραχεῖα οὔτε ἀνατρέφειν, | |
οὔτε στέγειν ὕδωρ δύναται. εἰσὶ δὲ ὀλίγοι τόποι τραχεῖς καὶ ψαμμώδεις εὐλάχανοι, οἳ πολὺ δηλονότι τῆς ἰλύος ἔχουσιν, ἀφ’ ἧς αἱ ῥίζαι τρέφονται. | 350 | |
12.3.4 | διὸ καὶ εὐκόλως ἂν καταλάβοις τὴν ἐπιτηδείαν λαχάνοις γῆν. ταύτην γὰρ λύσας ὕδατι καὶ πλύνας, ἐὰν μὲν εὕρῃς τὸ ἰλυῶδες πλέον ἔχουσαν, γόνιμον καὶ ἀγαθὴν | |
5 | λαχάνοις δοκιμάσεις. ἐὰν δὲ τὸ ὑδατῶδες πλέον ἔχῃ, λαχάνοις οὐκ ἀγαθή. | |
12.3.5 | κἀκείνην δέ, ἣν ἂν ὥσπερ κηρὸν τῇ χειρὶ μαλάσσων σφόδρα κολλώδη εὕροις, ἀνεπιτηδείαν λαχάνοις δοκίμαζε. | |
12.4t | Ποία κόπρος ἐπιτηδεία λαχάνοις. Τοῦ Αὐτοῦ. | |
12.4.1 | Βελτίων κόπρος πάντων τοῖς λαχάνοις τέφρα, λεπτοτάτη γὰρ οὖσα, καὶ φύσει θερμή, ἀποκτενεῖ τὰς ψύλλας καὶ τοὺς σκώληκας, καὶ τὰ τοιαῦτα θηρία. | |
12.4.2 | Δευτέρα κόπρος ἡ τῶν περιστερῶν, καὶ αὐτὴ δυνα‐ μένη θηρίον ἀποκτεῖναι, κἂν ὀλίγον δὲ ἐξ αὐτῆς καταβληθῇ, τὸ αὐτὸ δράσει, ὅπερ ἄλλης τὸ πλῆθος. | |
12.4.3 | Τινὲς δὲ τὴν ὀνείαν κόπρον προκρίνουσι τῆς τῶν περιστερῶν, ὡς γλυκύτερα ποιοῦσαν τὰ λάχανα. | |
12.4.4 | Καλλίστη κόπρος καὶ ἡ αἰγεία, τὰ αὐτὰ ταῖς ῥη‐ θείσαις παρέχειν δυναμένη. | |
12.4.5 | ἐν ἀπορίᾳ δὲ χρη‐ στέον τῇ ἑτέρᾳ κόπρῳ, μὴ μέντοι νεαρᾷ· θηρίων γάρ ἐστι γεννητική, ἀλλ’ ἔστω ἐνιαυσιαία, πολλάκις μετα‐ | |
βληθεῖσα δικέλλαις. | 351 | |
12.5t | Πῶς δυνατὸν λάχανα παντοῖα ἐν ἀνύ‐ δροις τόποις ἔχειν. Οὐινδανιωνίου. | |
12.5.1 | Ἐπιλεξάμενος ὅσον θέλεις διάστημα γῆς, κατ‐ ορύξας τοῦτο ἐπὶ ποδιαῖον ἢ ἐπὶ πηχυαῖον βάθος, καὶ τὴν ὀρυττομένην γῆν ἀφελών, λαβὼν κεραμίδας καὶ ταύτας καταστρώσας κατὰ τοῦ σκαφέντος τόπου, ἐπί‐ | |
5 | βαλε γῆν καθαρὰν καὶ σεσησμένην μετὰ κόπρου ξηρο‐ τάτης, καὶ οὕτως φύτευσον ἢ σπεῖρον τὰ λάχανα. | |
12.5.2 | Τινὲς δὲ ἀντὶ τῶν κεραμίδων, μετὰ τὸ κατορύξαι τὸν τόπον, ὁμαλίζουσιν αὐτὸν κονιάματι, ἤγουν στακτῇ, καθάπερ τὰς ληνούς, καὶ τότε τὴν γῆν καὶ τὴν κόπρον ἐπιβάλλουσι, καὶ κηπεύουσιν. | |
12.5.3 | εἴτε δὲ κονιάματι, εἴτε κεραμίσι τις κέχρηται, ἐπιμελεῖσθαι χρὴ καὶ τῶν περιλαμβανόντων τὸ ὄρυγμα τοίχων, καὶ ἀσφαλίζεσθαι τούτους ὁμοίως κονιάματι, ἢ διὰ τῶν | |
5 | κεραμίδων, ὥστε μηδαμόθεν δύνασθαι τὸ ἐπιβαλλό‐ μενον εἰς ἀρδείαν ὕδωρ διαχεῖσθαι. | |
12.5.4 | τοῦτο δὲ ποιήσαντες, κηπεύουσι πάντα ὁμοίως, ὡς ἐν τοῖς ἐνύδροις τόποις, χειμῶνος μὲν ἀρκούμενοι τοῖς ὀμ‐ βρίοις ὕδασι, θέρους δὲ ἀρδεύοντες. | |
12.5.5 | οὐ γὰρ πολ‐ λοῦ χρείαν ἔχουσιν ὕδατος, τῆς ὅλου τοῦ χειμῶνος νοτίας ἐν τῷ τόπῳ φυλαττομένης διὰ τῆς ἐπινοηθεί‐ σης ἀσφαλείας, καὶ οὐ διαδιδομένης εἰς τοὺς πλησιά‐ | |
5 | ζοντας τόπους. | |
12.5.6 | Τινὲς δέ, ἀφθονίας οὐκ οὔσης | |
ὑδάτων, δύο κήπους ποιοῦσιν, ἕνα μὲν χειμερινόν, ὄμβροις βοηθούμενον, ἕτερον δὲ θερινόν, ἐν παλισκίῳ τόπῳ καὶ πρὸς ἄρκτον κειμένῳ. | 352 | |
12.6t | Ὥστε κῆπον εὐθαλῆ εἶναι, καὶ εὐανθῆ. Δημοκρίτου. | |
12.6.1 | Εὐθαλὴς ἔσται κῆπος, εἰ λωτὸν κόψας καὶ ἐμβα‐ λὼν εἰς ὕδωρ καταῤῥάνῃς, ἢ τίλιν τρίψας μετὰ ὕδα‐ τος, τὰς πρασιὰς ῥάνῃς· ἢ κρανίον ὄνου εἰς τὸ μέσον τοῦ κήπου ἀπόθοιο. | |
12.7t | Ἵνα τὰ λάχανα ψυλλόβρωτα μὴ γένη‐ ται, μηδὲ ὑπὸ φθειρῶν ἢ ὀρνέων ἀδικῆται. Ἀνατολίου. | |
12.7.1 | Οὐ γίνεται λάχανα ψυλλόβρωτα, ἐὰν τοῖς σπέρ‐ μασιν αὐτῶν ἐν τῷ σπείρειν ὀλίγον ὄροβον μίξῃς. μάλιστα δὲ τοῦτο ῥαφανίσι καὶ γογγυλίσι κατάλληλόν ἐστιν. | |
12.7.2 | Ἄλλοι δὲ φυσικώτερον ποιοῦντες, εὔζωμον συσπείρουσιν, ἢ συμφυτεύουσι, καὶ μάλιστα κράμβαις. αὗται γὰρ μᾶλλον ὑπὸ τῶν ψυλλῶν βλάπτονται. | |
12.7.3 | Εἰ δὲ βούλει μηδὲ ὑπὸ ἑτέρου τινὸς βλάπτεσθαι τὰ σπέρ‐ ματα, χυλῷ ἀειζώου διάβρεχε ταῦτα, πρὶν σπαρῆναι. | |
12.7.4 | Πάντα δὲ τὰ σπέρματα, τά τε κηπαῖα καὶ ἀρουραῖα, ἀπὸ παντὸς θηρίου ἀκέραια φυλάξεις, ἐὰν ταῦτα προ‐ βρέχων εἰς χυλὸν κεκομμένης ἀγρίου σικύου ῥίζης σπείρῃς. | 353 |
12.7.5 | Ἄβρωτα δὲ μένει τὰ λάχανα, ἐὰν εἰς ταβλίον χελώνης αὐτὰ σπείρῃς. | |
12.8t | Κάμπας ἐν λαχάνοις ἢ δένδροις μὴ εἶναι. Ἀπουληΐου. | |
12.8.1 | Κονίαν ἀμπελίνην βάλε εἰς ὕδωρ ἡμέρας γʹ καὶ κατάῤῥαινε τὰ λάχανα, ἢ ἄσφαλτον καὶ θεῖον ἄπυρον ὑποκάπνιζε τὰ δένδρα, ἢ τὰ λάχανα. | |
12.8.2 | ὁμοίως οὐκ ἔσονται κάμπαι, ἐὰν τὸ σπέρμα προβρέξῃς εἰς κονίαν, ἤγουν στακτὴν ἐκ συκίνης τέφρας, καὶ οὕτως σπείρῃς. | |
12.8.3 | τὰς δὲ οὔσας κάμπας διαφθερεῖς, οὖρον καὶ ἀμόρ‐ γην ἐξ ἴσου μίξας, καὶ ζέσας εἰς πῦρ, ἔπειτα ψύξας, καὶ οὕτως ἐπιῤῥαίνων τὰ λάχανα. | |
12.8.4 | Εἰ δὲ καὶ ἑτέρου κήπου κάμπας λαβών, καὶ ἐν ὕδατι ἑψήσας σὺν ἀνήθῳ, καὶ ψύξας ἐπιῤῥάνῃς τοῖς λαχάνοις, ὀλέσεις τὰς οὔσας κάμπας. | |
12.8.5 | Τινὲς δέ, ὅταν κάμπαι πολλαὶ ὦσι, γυναῖκα καθαιρομένην εἰσάγουσιν εἰς τὸν κῆπον, ἀνυπόδετον, λυσίτριχα, ἓν μόνον ἐνδεδυμένην ἱμάτιον, | |
καὶ μηδὲν ἄλλο ὅλως ἔχουσαν, μήτε περίζωμα, μήτε | 354 | |
5 | ἕτερόν τι. | |
12.8.6 | αὕτη γὰρ ἐν τούτῳ τῷ σχήματι τρὶς περιελθοῦσα τὸν κῆπον, καὶ διὰ μέσου ἐξελθοῦσα, εὐθέως ποιήσει ἀφανεῖς τὰς κάμπας. | |
12.8.7 | καὶ μύκητας δὲ τοὺς ὑπὸ ταῖς καρύαις φυομένους θυμιῶν, ἀπο‐ κτενεῖς αὐτάς. | |
12.8.8 | ἢ νυκτερίδος κόπρον καὶ τὰ τῶν σκόρδων ξύλα χωρὶς τῶν κεφαλῶν θυμιάζων, ὡς τὴν ἀτμίδα εἰς ὅλον τὸν κῆπον περιελθεῖν. | |
12.9t | Πῶς ἔστι πρασοκουρίδας διαφθεῖραι. Διοφάνους. | |
12.9.1 | Κοιλίαν προβάτου νεαράν, πλήρη τῆς κόπρου καὶ ἄπλυτον, κατάχωσον μὴ ἐν βάθει, ἀλλ’ ἐπιπολῆς. εὑρήσεις γὰρ πεπληρωμένην τῶν πρασοκουρίδων αὐ‐ τήν. | |
12.9.2 | εἰ δὲ καὶ δεύτερον ποιήσεις τὸ αὐτό, πάσας συνάξεις, καὶ οὕτως λαβὼν διαφθερεῖς. φιλόκοπρον γὰρ ὂν τὸ ζῶον, [καὶ ἀεὶ ἐν κόπρῳ ὄν,] οὕτω ταχέως θηραθήσεται. | |
12.10t | Τί παρασπειρόμενον ὠφελεῖ τὰ λά‐ χανα. Φρόντωνος. | |
12.10.1 | Πάντα τὰ λάχανα ὠφελεῖ καθόλου εὔζωμον τού‐ | |
τοις παρασπειρόμενον. | 355 | |
12.11t | Πρὸς τὸ κηπουρὸν ἀδικῆσαι. Ἀφρικανοῦ. | |
12.11.1 | Χηνῶν ἀφόδευμα ἅλμῃ λύσας ῥαῖνε τὰ λάχανα. | |
12.12t | Περὶ μαλάχης, καὶ τῆς ἐξ αὐτῆς πρὸς διάφορα πάθη θεραπείας. Δαμηγέροντος. | |
12.12.1 | Μαλάχη ἐκζεσθεῖσα, καὶ καθ’ ἑαυτὴν ἐσθιομένη, βράγχον παύει· σὺν ἐλαίῳ δὲ καὶ γάρῳ ἐσθιομένη, γαστέρα λύειν δύναται. | |
12.12.2 | τὰ φύλλα αὐτῆς τριφθέντα μετὰ φύλλων ἰτέας ἐμπλάστρου πάσης εἰσὶ χρησιμώ‐ τερα. φλεγμᾶναί τε γὰρ οὐκ ἐᾷ καὶ ἵστησι τὸ αἷμα, καὶ συνουλοῖ τὸ πρόσφατον τραῦμα, καὶ στρέμματα | |
5 | δὲ καὶ θλάσματα ἰάσεται. | |
12.12.3 | φαλαγγίων δὲ καὶ ἑρπε‐ τῶν πληγὰς ἰάσεται, εἰ κρόμυα καὶ πράσα λειώσας μίξεις τοῖς φύλλοις τῆς μαλάχης, καὶ ἐπιθήσεις. | |
12.12.4 | τῷ δὲ τῆς ἀγρίας μαλάχης χυλῷ εἴ τις χρίσαιτο | |
σὺν ἐλαίῳ, οὔτε ὑπὸ σφηκῶν πληγήσεται, καὶ τὸν φθάσαντα δὲ πληγῆναι ὁ χυλὸς ἰᾶται. καὶ τὰ φύλλα δὲ τῆς μαλάχης συγκοπέντα, καὶ ἐπιτιθέμενα, ἰᾶται | 356 | |
5 | τὸν πληγέντα. | |
12.12.5 | Ὁμοίως θεραπεύει μαλάχη χριομένη λειχῆνας, καὶ τὰ κρυπτὰ πάθη γυναικῶν. | |
12.12.6 | ὁ δὲ χυλὸς αὐτῆς ἐνσταζόμενος τοῖς ὠσὶ παύει τὴν ὠταλ‐ γίαν. πινόμενος δὲ μετὰ μέλιτος ἰᾶται τοὺς ἡπατι‐ κούς, καὶ ἀνανήφειν ποιεῖ τοὺς ἐπιληπτικούς. ὁμοίως | |
5 | ὁ ταύτης χυλὸς ἰᾶται νεφριτικούς, καὶ τοὺς ἰσχιαδι‐ κούς. | |
12.12.7 | τὸ δὲ ζέμα αὐτῆς πινόμενον θεραπεύει δυσουρίαν, καὶ χρήσιμός ἐστι πρὸς δυστοκίαν. | |
12.13t | Περὶ θρίδακος, καὶ τῆς ἐξ αὐτῆς θεραπείας, καὶ πῶς ἔστιν αὐτὴν λευκὴν καὶ εὐειδῆ γενέσθαι. Φλωρεντίνου. | |
12.13.1 | Θρίδαξ ὑγρὸν καὶ ψυχρόν ἐστι λάχανον, διὰ τοῦτο πρὸς τὰς πυρώδεις φλεγμονὰς ἁρμόζει. | |
12.13.2 | ἔστι δὲ ἄδιψον ἔδεσμα, καὶ ὑπνωτικόν, ἔστι δὲ καὶ γάλα‐ κτος προτρεπτικόν. ἑψηθεῖσα δὲ γίνεται τροφιμωτέρα, συνουσίας τε ἀποτρέπει, ὅθεν οἱ Πυθαγόρειοι εὐνοῦχον | |
5 | αὐτὴν καλοῦσιν, αἱ δὲ γυναῖκες ἀστυτίδα. | |
12.13.3 | Εἰ δὲ βούλει καὶ εὐειδεῖς ἔχειν τὰς θριδακίνας, πρὸ δύο ἡμερῶν τοῦ μέλλειν ἀφαιρεῖσθαι αὐτάς, τὰς κόμας | |
αὐτῶν, τουτέστι τὸ ἄνωθεν μέρος, δῆσον. οὕτω γὰρ | 357 | |
5 | λευκαὶ καὶ εὐειδεῖς ἔσονται. λευκαίνει δὲ αὐτὰς καὶ ψάμμος ἄνωθεν καταχεομένη. | |
12.13.4 | Ἡ θριδακίνη ὀρέξεως τροφῆς ἐστιν αἰτία, φλέγμα λύει, ἀφροδίσια ἐπέχει, μετὰ οἴνου γλυκέος ἢ ὄξους ληφθεῖσα χολὴν κίρνησιν. ὑποχόνδρια μετὰ ὑσσώπου καὶ ὄξους ὀνίνησιν. ἑψη‐ | |
5 | θεῖσα δὲ ἐν ῥοδίνῳ, καὶ δοθεῖσα, χολέραν παύει. | |
12.13.5 | Ὁ δὲ ὀπὸς αὐτῆς σπλάγχνα οἰδαίνοντα καταστέλλει. μετὰ δὲ γυναικείου γάλακτος ἐπιχρισθεῖσα ἐρυσιπέλατι ὑγείαν παρέξει. | |
12.13.6 | Τὸ σπέρμα αὐτῆς τριφθὲν καὶ ποθὲν σκορπιοδήκτους ἰᾶται. θώρακα πεπονθότα ὠφελεῖ. ὕπνον ἐπιφέρει τοῖς μὲν ὑγιαίνουσιν ἐσθιο‐ μένη, τοῖς δὲ νοσοῦσιν, ὑποτιθεμένη ἀγνοοῦσι, καὶ | |
5 | μάλιστα, εἴ τις τὴν θρίδακα τῇ ἀριστερᾷ χειρὶ αὐτόῤ‐ ῥιζον πρὸ ἀνατολῆς ἡλίου λαβὼν ἐκ τῆς γῆς θείη λάθρα ὑπὸ τὰ στρώματα τοῦ κάμνοντος. | |
12.13.7 | Καὶ ὁ χυλὸς δὲ ταύτης ἐπιχριόμενος τῷ μετώπῳ τοῦ ἀῤ‐ ῥώστου ὕπνον αὐτῷ ἐπάξει. | |
12.13.8 | Εἰ δὲ βούλει θρίδακας ποιῆσαι φιαλωτὰς καὶ πολυφύλλους, καὶ μὴ ἐκκαυλεῖν, ἀλλὰ χαμαιζήλους εἶναι, μεταφυτεύσας αὐτὰς πότιζε. | |
12.13.9 | ὅταν δὲ μέγεθος παλαιστιαῖον ἔχωσι, περιορύξας αὐτάς, ὥστε φαίνεσθαι τὰς ῥίζας, περίπλασσε κόπρῳ βοείᾳ νεαρᾷ, καὶ προσχώσας, εὐθὺς ἄρδευε. | |
12.13.10 | ὅταν δὲ αὐξηθῶσιν, ἐπίσχισον τὸν βλαστὸν ὀξυτάτῳ σι‐ | |
δήρῳ, καὶ ἐπίθες ὄστρακον ἀπίσσωτον, ὅπως εἰς τὸ πλάτος τὴν αὔξησιν, καὶ μὴ εἰς τὸ μῆκος λαμβάνωσιν. | 358 | |
12.13.11 | Ἡ δὲ θρίδαξ συνεχῶς ἐσθιομένη ἀμβλυωπίας ἐπέχει, καὶ ὀξυδορκίαν ἐργάζεται, καὶ μάλιστα εἰ γλυ‐ κεῖα εἴη. καὶ πολλαὶ μὲν ἐσθιόμεναι λύουσι γαστέρα, ὀλίγαι δὲ ἱστᾶσι, καὶ κόρυζαν παραμυθοῦνται. | |
12.13.12 | οὐ ξενίσει δὲ τοὺς ἐν ἀποδημίᾳ τῶν ὑδάτων ἡ ποικιλία, ἐὰν νηστικοὶ προεσθίωσιν αὐτήν. οὔτε δὲ μέθης τις πειραθήσεται, προφαγὼν αὐτῆς. | |
12.13.13 | ἡ δὲ θρίδαξ εὐώδης γίνεται, κιτρίου σπέρματος ἐντιθεμένου τῷ σπέρματι, καὶ οὕτως σπειρομένου. | |
12.13.14 | τὸ σπέρμα πινόμενον ἐπέχει γονόῤῥοιαν, διὸ καὶ τοῖς συνεχῶς ὀνειρώττουσι δίδοται. | |
12.13.15 | καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς θρίδακος εʹ ἢ γʹ ἢ ἕν, ὕπνον ἐπάξει τῷ κάμνοντι, τιθέμενα κρύφα ὑπὸ τὴν τύλην, ὥστε τὰ μὲν ἀπε‐ σπασμένα ἀπὸ τοῦ καυλοῦ πρὸς τοὺς πόδας ὁρᾶν, τὰ | |
5 | δὲ ἄνω βλέποντα πρὸς τὴν κεφαλήν. | |
12.14t | Ὥστε θρίδακα ἔχειν ἐν ἑαυτῇ σέλινον, καὶ εὔζωμον, καὶ ὤκιμον, καὶ τὰ τοιαῦτα, ἀπὸ τῆς αὐτῆς ῥίζης. Διδύμου. | |
12.14.1 | Αἰγὸς ἢ προβάτου λαβὼν τὴν κόπρον, καίτοι μικρὰν οὖσαν τρυπήσας, κένωσον εὐφυῶς, καὶ ἔνθες τὰ σπέρματα εἰς τὸ κενωθὲν πυκνῶς τῶν προειρη‐ | |
μένων, ἢ ὧν βούλει σπερμάτων, καὶ εἰς βάθος μὴ | 359 | |
5 | ἔλαττον παλαιστῶν δύο κατάθου, προϋποπάσας ἁπαλὴν κόπρον, καὶ ἀραιὰν διαθείς, ἔπειτα λεπτὴν γῆν ἐπι‐ χώσας ἄρδευε ἠρεμαίως ὕδατι, καὶ ἐκφυὲν τὸ σπέρμα κατάῤῥαινε, συνεχῶς ἐπιπάσσων κόπρον· καὶ ὅταν εἰς καυλὸν αὐξηθῇ, ἐπιμελοῦ πολλῷ μᾶλλον, καὶ ἔσται | |
10 | θρίδαξ τῶν συνεμβληθέντων σπερμάτων συμφυής. | |
12.14.2 | Οἱ δὲ συνθλῶντες βʹ ἢ γʹ αἰγῶν ἢ προβάτων κό‐ πρους, τοὺς καλουμένους σπυράθους, καὶ ἀναμίξαντες αὐτοῖς τὰ σπέρματα εἰς ὀθόνιον ἐμβάλλουσι, καὶ κατα‐ δήσαντες κατορύττουσι, καὶ τὴν ἄλλην ποιήσαντες | |
5 | ἐπιμέλειαν, ἔχουσι τὴν θρίδακα πολυειδῆ. | |
12.15t | Περὶ σεύτλων, καὶ πῶς ἔστιν αὐτὰ μεγάλα ποιῆσαι. Σωτίωνος. | |
12.15.1 | Εἰ θέλεις μείζονα καὶ λευκότερα ποιῆσαι τὰ σεῦτλα, τὰς ῥίζας αὐτῶν βολβίτῳ νεαρῷ ἐπίπλασσε, καί, ὥσπερ ἐπὶ τῶν πράσων, σχίσας τὸν βλαστόν, λίθον πλατὺν ἢ ὄστρακον ἐπίθες. | |
12.15.2 | Τὰ σεῦτλα σμηκτικῆς ὄντα δυνάμεως γαστέρα ἐκμαλάσσειν πέφυ‐ κεν, ἀπὸ ζέματος μετὰ ἐλαίου καὶ γάρου καὶ ὀλίγου νίτρου ἐσθιόμενα. | |
12.15.3 | Ὁ δὲ χυλὸς τῶν ὠμῶν σεύτλων τὰ πίτυρα καὶ ἑρπετὰ τὰ ἐν τῇ κεφαλῇ γινόμενα θεραπεύειν δύναται. | |
12.15.4 | μιγνύμενος δὲ ὁ χυλὸς τοῦ σεύτλου ἅμα κηρῷ, καὶ λυόμενος, καὶ μετὰ πανίου ἐπιτιθέμενος, πάντα 〈τὰ〉 σκληρὰ καὶ οἰδαίνοντα πάθη θεραπεύει. ἀλφοὺς δὲ καὶ ἀλωπεκίας ὁμοίως ἰᾶται. | 360 |
12.16t | Περὶ διαφόρων λαχάνων, καὶ τῆς ἐξ αὐτῶν θεραπείας. Βάρωνος. | |
12.16.1 | Θεραπείας ἤδη πρώην ἑρμηνεύων τὰ ἐν τῷ ἀλεξικήπῳ τοῦ σοφωτάτου Νέστορος ἔπη καὶ ἐλεγεῖα, τελεώτερον συνέγραψα. | |
12.16.2 | κἀνταῦθα δὲ μνήμην ποι‐ ούμενος διαφόρων λαχάνων, ἀναγκαῖον ᾠήθην, μά‐ λιστα διὰ τὴν τῶν γεωργῶν χρείαν, καὶ τὰς ἐξ αὐτῶν συνθεῖναι θεραπείας. | |
12.17t | Περὶ κράμβης, καὶ τῆς ἐξ αὐτῆς θερα‐ πείας. Παξάμου. | |
12.17.1 | Εἰδέναι χρή, ὅτι τὴν κράμβην ἐν ἁλμυρῷ τόπῳ σπείρειν προσήκει. διὸ χρὴ τριφύλλῳ ταύτῃ γινο‐ μένῃ νίτρον λεῖον ἢ ἁλμυρίδα γῆν διὰ κοσκίνου κατα‐ σησθεῖσαν πάσσειν, ὡς δοκεῖν αὐτὴν πεπαχνῶσθαι. | |
5 | τούτῳ γὰρ τῷ τρόπῳ καὶ ἑψανωτέρα γίνεται. τινὲς δὲ ἀντὶ τοῦ νίτρου τῇ τέφρᾳ χρῶνται, καὶ διὰ τὸ τὰς κάμπας ἀνελεῖν. | |
12.17.2 | Κράμβη δὲ ἔλαττον ἑψηθεῖσα, καὶ ἐσθιομένη, λύει γαστέρα, ἐπὶ πλέον ἑψηθεῖσα, ἐπέχει. | |
12.17.3 | Μάθε δὲ καὶ τὰς ἀπὸ τῆς κράμβης θεραπείας. ἔστιν ἡ κράμβη γυναιξὶν ἐμμήνων ἐπαγωγός, καὶ μάλιστα, εἴ γε τὸ ζέμα αὐτῆς μετὰ γλυκέος πίνοιτο οἴνου. ἑφθὴ δὲ προεσθιομένη φθισικοὺς θεραπεύει. | 361 |
12.17.4 | εἴ τις κράμβην δὲ ἑψήσας καὶ λειώσας, καὶ ἀνα‐ μίξας ταύτην τῷ ὕδατι ἐν ᾧ ἑψηθῇ, καὶ ψύξας, χρίσει τραύματα νέα, καὶ χρόνια, καὶ οἰδήματα, πραΰνει. | |
12.17.5 | ποδάγραν, ἀρθρῖτιν ἰᾶται τῷ ζέματι καταντλου‐ μένη, καὶ ἀναμιγεῖσα ἀλεύροις κριθίνοις, καὶ κοριάνῳ, καὶ πηγάνῳ, καὶ ἁλσὶν ὀλίγοις, καὶ ἐπιτιθεμένη. | |
12.17.6 | Μέλιτι δὲ Ἀττικῷ ὁ χυλὸς αὐτῆς μιχθεὶς ὀφθαλ‐ μοὺς ὠφελεῖ, τοῖς κανθοῖς προσαγόμενος. | |
12.17.7 | τρόφιμος δέ ἐστιν ἐπὶ τοσοῦτον, ὥστε αὔξεσθαι τὰ παιδία ταχύτερον κράμβην ἐσθίοντα. | |
12.17.8 | καὶ βωλίτας δὲ φαύ‐ λους εἴ τις φάγοι, πίνων τὸν χυλὸν αὐτῆς σωθήσεται. | |
12.17.9 | Ἰκτερικοὺς δὲ καὶ σπληνικούς, ἐπὶ ἡμέρας μʹ μετ’ οἴνου λευκοῦ πινόμενος, ὁ χυλὸς αὐτῆς θεραπεύει. μετὰ οἴνου μέλανος πινόμενος βῆχα παύει. | |
12.17.10 | Λει‐ χῆνα δὲ ἐξαιρεῖ τὰ φύλλα προστριβόμενα, καὶ δήγματα ἑρπετῶν εὐθέως ἐπιτεθέντα ἰᾶται. | |
12.17.11 | Ψώραν τε καὶ λέπραν κράμβη ἀναμιχθεῖσα στυπτηρίᾳ τῇ στρογγύλῃ | |
ὄξει διαβραχείσῃ θεραπεύει. ἡ δὲ ἐκ τῶν ῥιζῶν αὐ‐ τῆς τέφρα τὰ κατακαύματα ὠφελεῖ. | 362 | |
12.17.12 | Ἕλκωσιν δὲ τὴν ἐν στόματι καὶ παρισθμίοις, καὶ σταφυλῆς οἴ‐ δημα, ὁ χυλὸς αὐτῆς μετὰ ἐλαίου ληφθείς, καὶ ἐπὶ πολὺ κατασχεθείς, παύει. ὦτα ὠφελεῖ ὁ χυλὸς μετὰ | |
5 | οἴνου καταντλούμενος. | |
12.17.13 | Καυσουμένοις ἐν νόσῳ τριφθεῖσα καὶ ἐπιτεθεῖσα μεγίστην οἴσει παρηγορίαν. ἑψηθεῖσα δέ, καὶ καθ’ ἑαυτὴν προεσθιομένη, φωνὴν καὶ τὰς ἀρτηριακὰς διαθέσεις θεραπεύσει· ὅθεν καὶ | |
5 | οἱ φωνασκοὶ ταύτῃ κέχρηνται. | |
12.17.14 | μυγάλης δήγματα, κυνοδήκτους καὶ λυσσοδήκτους, τὸ σπέρμα αὐτῆς ἢ τὰ φύλλα ἰᾶται τετριμμένα, εἰ μετὰ σιλφίου καὶ ὄξους λειωθέντα ἐπιτεθείη. δίδοται δὲ αὐτοῖς καὶ τοῦ ἀφε‐ | |
5 | ψήματος τῶν φύλλων πιεῖν, καθαρθέντων πρότερον καὶ ξηρανθέντων, εἶτα ἑψηθέντων. | |
12.17.15 | τήκει σπλῆνα λειωθεῖσα καὶ ἐπιτιθεμένη. ὠμὴ δὲ προβρωθεῖσα ἀγρυπνίαν παύει, καὶ περιπίπτειν φαντασίαις οὐκ ἐᾷ. | |
12.17.16 | Ὁ δὲ Νέστωρ ἐν τῷ ἀλεξικήπῳ αὐτοῦ λέγει, τὴν κράμβην δάκρυον εἶναι τοῦ Λυκούργου. | |
12.17.17 | ἡνίκα γάρ, φησίν, ὁ Διόνυσος τοῦτον εὐλαβηθεὶς ἐπὶ τὴν | |
θάλατταν ἔδυ, ὁ δὲ Λυκοῦργος ὑπὸ τῆς ἀμπέλου δεσμευθεὶς δάκρυον ἐπαφῆκεν, ἐκ τοῦ δακρύου λέγει | 363 | |
5 | φῦναι τὴν κράμβην, καὶ διὰ τοῦτο ἀντιπαθῶς ἔχειν πρὸς ἀλλήλας τὴν κράμβην καὶ τὴν ἄμπελον. | |
12.17.18 | ἀμέ‐ λει, εἴ ποτε κράμβη ἐν ἀρούραις ἐμπελάσει τῇ ἀμπέλῳ, ἢ μαραίνεται παραχρῆμα, ἢ μαραίνει τὸ κλῆμα. | |
12.17.19 | διὰ δὲ τὴν οὖσαν μεταξὺ αὐτῶν ἔχθραν, εἰ συμβῇ ὑπὸ ῥεύματος κεφαλῆς τὴν σταφυλήν, ἤτοι κιονίδα, κατὰ τοῦ λαιμοῦ χαλασθῆναι, ὠμῆς κράμβης ὁ χυλὸς κατὰ τῆς κεφαλῆς ἐπιβαλλόμενος ἀνασπᾷ τὴν στα‐ | |
5 | φυλὴν εἰς τὰ μετέωρα τοῦ στόματος. | |
12.17.20 | εἰ δὲ συμβῇ παραφυτεύεσθαι ἀλλήλαις ἄμπελον καὶ κράμβην, αὐ‐ ξόμενον τὸ κλῆμα τῆς ἀμπέλου, ἐπειδὰν μέλλῃ πλη‐ σιάζειν τῇ κράμβῃ, οὐκέτι ἐπ’ εὐθείας χωρεῖ, ἀλλ’ | |
5 | ἀναποδίζει, μεμνημένον τρόπον τινὰ τῆς πρὸς ἄλληλα ἀντιπαθείας. | |
12.17.21 | ὁμοίως δὲ ἄν τις ἑψομένῃ τῇ κράμβῃ ἐπιψεκάσειεν ἐλαχίστου οἴνου, οὔτε ἑψεῖται λοιπόν, καὶ ἡ χροιὰ αὐτῆς διαφθαρήσεται. καὶ ὅσοι βούλον‐ ται πολὺν οἶνον πίνειν, καὶ μὴ μεθύσκεσθαι, ὠμὴν | |
5 | κράμβην προεσθίουσιν. | |
12.17.22 | Εἰδέναι δὲ χρή, ὅτι κράμ‐ βης σπέρμα παλαιούμενον ῥάφανον φύσει. | |
12.18t | Περὶ ἀσπαράγου. Διδύμου. | |
12.18.1 | Ἀσπάραγος χαίρει γῇ ἡπλωμένῃ. σπείρεται δὲ | |
τῷ ἔαρι. ποιήσας οὖν βόθρους δακτύλων τριῶν, ἐν‐ τίθει καθ’ ἕκαστον τοῦ σπέρματος κόκκους βʹ ἢ γʹ. ἀπεχέτωσαν δὲ οἱ βόθροι ἀπ’ ἀλλήλων διάστημα σπι‐ | 364 | |
5 | θαμιαῖον. σπαρέντα δὲ διὰ τοῦ πρώτου ἔτους μὴ ὀχλείσθω, πλὴν τοῦ βοτανισθῆναι. | |
12.18.2 | εἰ δὲ βούλει ἀσπάραγον πολὺν ποιῆσαι, κριῶν ἀγρίων κέρατα εἰς λεπτὰ κόψας βάλε εἰς τὰς πρασιάς, καὶ ἄρδευε. | |
12.18.3 | τινές φασι παραδοξότερον, ὅτι εἰ ὁλόκληρα κριῶν κέρατα τρηθείη καὶ κατατεθείη, οἴσει ἀσπάραγον. | |
12.18.4 | Εἰ δὲ θέλεις ἀσπάραγον διὰ παντὸς ἔχειν τοῦ ἐνιαυτοῦ, ὅταν τὸν καρπὸν λάβῃς, εὐθὺς περίελε καὶ τὰς ἐπι‐ πολῆς ῥίζας. ἐργασθὲν γὰρ οὕτω τὸ φυτὸν ἀναδώσει | |
5 | πάλιν ἀσπάραγον. | |
12.18.5 | τοῦτο δὲ τὸ λάχανον οὐ χαίρει τῇ ἀρδείᾳ, ἀλλὰ μᾶλλον τῇ ξηρότητι. περὶ δὲ τὸ φθινόπωρον ἐάν τις αὐτὰ ἀρδεύῃ, ἁπαλώτερα καὶ εὐθαλέστερα ποιήσει. | |
12.19t | Περὶ κολοκυντῶν καὶ σικύων, καὶ τῆς ἐξ αὐτῶν θεραπείας, καὶ πῶς δυνατὸν ἑκάτερα μὴ ἔχειν ἔνδοθεν σπέρμα, καὶ πρώϊμα ποιῆσαι. Τῶν Κυϊντιλίων. | |
12.19.1 | Οὐχ ἕξουσι σπέρμα ἔνδοθεν, οὕτω. τὴν εὐθὺς αὐξανομένην πρώτην κληματίδα, ἤτοι ἀκρέμονα τῆς κολοκύντης, ἢ τοῦ σικύου, κατόρυξον εἰς τὴν γῆν, | |
ὥσπερ τὰ κλήματα τῆς ἀμπέλου, ἵνα τὸ ἄκρον μόνον | 365 | |
5 | ἐκκύψῃ τοῦ ἀκρέμονος. καὶ ὅταν αὐξηθῇ, πάλιν ὁμοίως τοῦτο χῶσον ἐπὶ τρεῖς, καὶ τὰς διὰ μέσου καὶ ὑπὲρ γῆς ἐκφύσεις τεμών, μόνην δὲ τὴν τελευταίαν, λέγω δὲ τὴν τρίτην καταλείψας, ἕξεις ἄνευ σπέρματος καὶ κολοκύντας καὶ σικύους. | |
12.19.2 | ὁμοίως δὲ ἀσπέρμους σικύους καὶ κολοκύντας ποιήσεις, εἰ τρεῖς ἡμέρας, πρὶν τὸ σπέρμα καταβάλῃς, ἐναποβρέξεις τοῦτο σησα‐ μίνῳ ἐλαίῳ. | |
12.19.3 | Πρωΐμους δὲ σικύους καὶ κολοκύντας ποιήσεις, οὕτως. εἰς κοφίνους ἢ ἐν κεραμίοις ἀχρή‐ στοις βάλε γῆν σεσησμένην κόπρῳ μεμιγμένην, ὑγρο‐ τέραν ποιήσας· προλαβὼν τὸν συνήθη καιρόν, οἷον | |
5 | ἀρχομένου τοῦ ἔαρος, ἐμφύτευσον τὰ σπέρματα· καὶ ὅταν ἥλιος ᾖ καὶ θερμασία, καὶ ἡνίκα συμμέτρως βρέχει, τίθει τοὺς κοφίνους ὑπαιθρίους, καὶ περὶ δυσμὰς ἡλίου εἰσκόμιζε τούτους εἰς οἶκον στεγνόν, καὶ τοῦτο ποίει συνεχῶς, καταψεκάζων ὕδατι ἡνίκα ἡ | |
10 | χρεία καλεῖ. | |
12.19.4 | καὶ ὅταν τελείως παύσωνται οἱ πάγοι, κομίσας εἰς τόπον εἰργασμένον κατόρυξον τοὺς κοφί‐ νους ἢ τοὺς κεράμους ἰσοχείλους τῇ γῇ, καὶ πρόσαγε τὴν ἄλλην ἐπιμέλειαν. εἰ δὲ ἀφαιροίης αὐτῶν τοὺς | |
5 | ἀκρέμονας, ταχύτερον καρποφορήσουσι. | |
12.19.5 | Μακροὺς δὲ τούτους ποιήσεις οὕτως, ἐὰν ἐν ἰγδίῳ ἤ τινι ἄλλῳ | |
ἀγγείῳ ἐμβαλὼν ὕδωρ παρατιθῇς πλησίον αὐτῶν ἀπὸ πέντε ἢ ἓξ δακτύλων. τῇ γὰρ ἑξῆς οἱ σίκυοι ἐπὶ | 366 | |
5 | τοσοῦτον ἐκταθήσονται. εἰ δὲ ὕδωρ μὴ ἔχει τὸ ἰγδίον, ὑποστρέφουσιν οἱ σίκυοι, καὶ ὑποκαμφθήσονται. οὕ‐ τως ὑγρότητι μὲν χαίρουσι, ξηρότητα δὲ φεύγουσι. | |
12.19.6 | μετασχηματισθήσονται δὲ εἰς ὃ θέλεις σχῆμα, ἐὰν ποιήσῃς ὀστράκινα ἀγγεῖα, καὶ ἔτι μικροῖς οὖσι περι‐ θῇς καὶ δήσῃς. πληρώσουσι γὰρ τοὺς τύπους καὶ τοὺς χαρακτῆρας. | |
12.19.7 | ὅθεν καὶ κάλαμον εἰς μῆκος τεμών, καὶ γλύψας καὶ συνθεὶς καὶ περισφίγξας, 〈ἐὰν〉 ἐν τούτῳ τὸν σίκυον, ἢ τὴν κολόκυνταν μικρὰν οὖσαν βάλῃς, αὐξανομένη δι’ ὅλου τοῦ μήκους πλη‐ | |
5 | ρώσει τὸν κάλαμον. | |
12.19.8 | Αἱ δὲ κολόκυνται γαστρός εἰσι μαλακτικαί. θεραπεύουσιν ὤτων ὀδύνας, τοῦ χυλοῦ αὐτῶν ἐμβαλλομένου εἰς τὰ ὦτα. τῶν δὲ σικύων τὸ σπέρμα οὔρων δριμέων ἐστὶ κατακεραστικὸν καὶ ἀγω‐ | |
5 | γόν. | |
12.19.9 | Οὐ βλαβήσεται ταῦτα ὑπὸ ψυλλῶν, ἐὰν κλω‐ νάρια ὀριγάνου μικροῖς ἔτι οὖσι τούτοις παραπήξῃς. τάς τε γὰρ οὔσας ψύλλας φθείρει, καὶ ἄλλας οὐκ ἐᾷ γενέσθαι. | |
12.19.10 | Ἐὰν δὲ παιδίῳ ἐν γάλακτι τρεφομένῳ πυρέσσοντι σικύους ἰσομήκεις παρακοιμίσῃς, εὐθέως ἰαθήσεται. εἰς γὰρ τοὺς σικύους ἕλκονται πᾶσαι αἱ θέρμαι. | |
12.19.11 | Ἡ δὲ τοῦ ἀγρίου σικύου ῥίζα ξηρανθεῖσα | |
καὶ κοπεῖσα, καὶ μετὰ οἴνου γλυκέος πινομένη, ἢ μετὰ ὑδρομέλιτος, πρὸς ἐμέτους θαυμαστόν ἐστι βοήθημα. | 367 | |
12.19.12 | Ἐὰν δὲ θέλῃς ἀνύδρους σικύους ἔχειν, ἡνίκα ὀρύξεις τὴν τάφρον, ἐν ᾗ μέλλεις φυτεύειν τοὺς σικύους, ἀχύρων ἢ φρυγάνων πλῆσον τὸ ἥμισυ τοῦ βάθους, καὶ τὴν γῆν ἐπιβαλὼν φύτευε, μὴ ποτίζων. | |
12.19.13 | Εὐκοιλίους δὲ ἔνιοι ποιοῦσιν αὐτούς, οὕτω· ῥίζας τοῦ ἀγρίου σικύου συνθλάσαντες βρέχουσιν ὕδατι ποτίμῳ δύο ἢ τρεῖς ἡμέρας, καὶ τῷ ἀποβρέγματι δι’ ἡμερῶν ποτίζουσι εʹ, καὶ τοῦτο ποιοῦσι πεντάκις. | |
12.19.14 | πλέον δὲ γίνονται εὐκοίλιοι, ἐάν, μετὰ τὸ βλαστῆ‐ σαι, τὰς ῥίζας περιορύξας τοῖς κλωνίοις ἐπιβάλῃς ἐλλε‐ βόρου μέρος, καὶ προσχώσας ἐάσῃς. | |
12.19.15 | Τοὺς σικύους ἔμβαλλε εἰς τρυγίαν ἡδεῖαν καὶ μὴ τραπεῖσαν οἴνου λευκοῦ, καὶ πληρώσας τὸ ἀγγεῖον κατάχριε, καὶ μένουσι νεαροί. ὁμοίως δὲ καὶ ἐν ἅλμῃ συντιθέμενοι | |
5 | διαμένουσιν. | |
12.19.16 | Ἀκμαίους τοὺς σικύους φυλάξεις, ἐὰν ἐν ἀγγείῳ ὄξος ὀλίγον ἔχοντι κρεμάσῃς, μὴ ἁπτο‐ μένους τοῦ ὄξους, καὶ καταχρίσῃς τὸ ἀγγεῖον, ὅπως μὴ διαπνεύσῃ, καὶ ἕξεις τούτους νεαροὺς ἐν τῷ χει‐ | |
5 | μῶνι. | |
12.19.17 | Τὰς κολοκύντας φυλάξεις, οὕτως. λαβὼν ταύτας ἁπαλὰς κατάτεμε, εἶτα ὕδωρ ζέσας κατάχεε, καὶ δι’ ὅλης νυκτὸς ὑπαιθρίους διαψύξας ἐν ἅλμῃ δριμείᾳ σύνθες, καὶ διαμένουσιν ἐπιπολύ. | |
12.19.18 | Τὰς δὲ | |
κολοκύντας καθαρτικὰς ποιήσεις, ἐὰν τὸ σπέρμα νυχθή‐ μερον ἀσκαμωνίᾳ ἐμβρέξῃς. | 368 | |
12.19.19 | Μεγάλους σικύους καὶ κολοκύντας ποιήσεις, τὸ σπέρμα αὐτῶν ἐπὶ κεφα‐ λὴν φυτεύων. | |
12.20t | Περὶ μηλοπεπόνων. Φλωρεντίνου. | |
12.20.1 | Ἐμψύχουσι μὲν ἱκανῶς, χρησιμώτατοι δέ εἰσι πρὸς τὸ εὐκαίρως ἐμεῖν τὸν βουλόμενον. μετὰ γὰρ τὰ σιτία κενοῦσι φλέγμα, πλεῖστον ἐξάγοντες, καὶ κεφαλὴν καθαίροντες. | |
12.20.2 | Τοὺς δὲ μηλοπέπονας ποιή‐ σεις ῥόδα πνεῖν, ἐὰν τὸ σπέρμα αὐτῶν μετὰ ξηρῶν ῥόδων ἀποθέμενος, καὶ φυράσας φυτεύσῃς. δύνανται δὲ καὶ δίψαν τὴν ἀπὸ καύσωνος καταπαύειν. | |
12.20.3 | Πάν‐ τας δὲ καὶ τοὺς ἀπὸ σικυηλάτου καρποὺς γλυκεῖς ποιήσεις, ἐὰν τὸ σπέρμα αὐτῶν γάλακτι καὶ μέλιτι βρέξῃς, καὶ ἀναψυχθὲν σπείρῃς. | |
12.20.4 | ἐὰν δὲ ἀειζώου βοτάνης τῷ χυλῷ διαβρέξῃς τῶν σικυηλάτων τὰ σπέρ‐ ματα, ἀβλαβῆ ταῦτα φυλάξεις. | |
12.20.5 | γυνὴ ἔμμηνος μὴ εἰσιέτω εἰς σικυήλατα. μαραίνει γὰρ τοὺς καρπούς, καὶ τὰ φυόμενα πικρὰ ἔσται. | |
12.21t | Περὶ γογγύλης, καὶ τοῦ ταύτης σπέρ‐ ματος. Τοῦ Αὐτοῦ. | |
12.21.1 | Ἡ γογγύλη περὶ τὸ θεραπεύειν πάθος ἀνθρώπων | |
οὐκ ἀγαθή· τῶν δὲ ζώων τὰ θλάσματα θεραπεύειν δύναται, ὑποτιθεμένη ταῖς ὁπλαῖς, καὶ καταδεσμευο‐ μένη. τὸ δὲ σπέρμα τῆς γογγύλης μετὰ ἔτη τρία | 369 | |
5 | κράμβην φέρει, καὶ ἀνάπαλιν. | |
12.22t | Περὶ ῥαφανίδων. Τοῦ Αὐτοῦ. | |
12.22.1 | Ῥαφανίδες γλυκεῖαι ἔσονται, ὧν ἂν τὸ σπέρμα ὀῤῥομέλιτι ἢ χυλῷ σταφίδων διαβραχῇ. | |
12.22.2 | Φλεγματι‐ κοῖς δέ εἰσι χρήσιμοι, θεραπεύουσι δὲ καὶ νεφριτικούς, μάλιστα, εἰ τὸ ἔξωθέν τις αὐτῶν μετὰ οἴνου καθε‐ ψήσας νῆστις ὑπὸ τὸν ὄρθρον λαμβάνοι. | |
12.22.3 | μετὰ δὲ μέλιτος ἐσθιόμεναι βῆχας ἰῶνται· καὶ τὸ σπέρμα αὐ‐ τῶν φρυγέν, καὶ μετὰ μέλιτος ληφθέν, ὁμοίως παύει βῆχα καὶ δύσπνοιαν. | |
12.22.4 | λοχοῖς δοθεῖσαι παρέχουσι πλῆθος γάλακτος, πρὸς ἀφροδίσια ἐγείρουσι, φωνὴν βλάπτουσιν. | |
12.22.5 | εἰ δέ τις νῆστις αὐτῶν λαμβάνοι, ἀσφα‐ λὴς ἔσται εἰς τὸ μὴ βλάπτεσθαι ὑπὸ φαρμάκων. | |
12.22.6 | Ὁ χυλὸς αὐτῶν ἐν ὕδατι λαμβανόμενος ἀντιπαθής ἐστι βωλίταις καὶ δηλητηρίοις. εἰ δέ τις χυλῷ ῥαφα‐ νίδος ἐπιμελῶς τὰς χεῖρας ἑαυτοῦ χρίσει καὶ τρίψει, ἀφόβως καὶ ἀκινδύνως ἑρπετῶν ἐπιλήψεται. σκορπίοις | |
5 | ἐπιτεθεῖσαι παραχρῆμα αὐτοὺς διαχρῶνται. | |
12.22.7 | ὕδερον ἰῶνται ἐξ ὕδατος λαμβανόμεναι. σπλῆνα λεπτύνουσιν. ἴκτερον ὁ χυλὸς αὐτῶν πρὸ βαλανείου ἐν οἴνῳ γλυκεῖ πινόμενος θεραπεύει. | 370 |
12.22.8 | Καθαίρουσι τὴν ἄνω κοιλίαν, εἰ λαβών τις αὐτὰς μετὰ μέλιτος, ἐπισχὼν μικρὸν ἐξε‐ μέσειε. καὶ γὰρ πρὸς ἔμετόν εἰσιν ἐπιτήδειοι, καὶ τὰς ὀρέξεις τῶν ἀνορέκτων ἐγείρουσι. τεταρταίου δὲ | |
5 | ἀπαλλάττουσιν, εἰ συνεχῶς τις αὐτὰς λαμβάνων ἐξε‐ μοίη. | |
12.22.9 | ἐὰν ἔν τινι τόπῳ συμβῇ τὸ ὕδωρ φαῦλον εἶναι, ὑγιεινότερον γίνεται μᾶλλον, εἰ ῥαφανίσι συν‐ εψηθείη. μόνοις δὲ ὀδοῦσι λυμαίνεται. τοῖς δὲ αἷμα πτύουσιν ἑψηθεῖσαι χρήσιμον ἔδεσμα. | |
12.22.10 | εἰ δέ τις προφαγὼν ῥαφανίδα πληγὴν ὑπὸ σκορπίου δέξεται, οὐ μόνον οὐ τελευτήσει, ἀλλὰ καὶ ταχείας τῆς ἰάσεως τεύξεται. | |
12.22.11 | ἡ δὲ ῥαφανὶς λειωθεῖσα, καὶ ἐπιτιθε‐ μένη τοῖς πληγὰς βασάνων δεξαμένοις, τοὺς μώλωπας τάχιστα θεραπεύσει. ἀποσμήχει καὶ φακούς, καὶ ἀλω‐ πεκίας δασύνει· τελευταία δὲ ἐσθιομένη πνεύματος | |
5 | ἀποκάθαρσιν ποιεῖται. | |
12.23t | Περὶ σελίνων. Τοῦ Αὐτοῦ. | |
12.23.1 | Μεγάλα ἔσται σέλινα ἐὰν ἐν πανίῳ παλαιῷ τοῦ, σπέρματος τοῖς τρισὶ δακτύλοις συλλαβὼν ἐνδήσῃς, | |
εἶτα κόπρῳ περιπλάσας εὐθὺς ἀρδεύσῃς. ὁμοίως δὲ μέγιστον ἔσται σέλινον, εἰ περιορύξας αὐτὰς τὰς | 371 | |
5 | ῥίζας ἄχυρα περιβάλῃς, καὶ ἀρδεύσεις. | |
12.23.2 | οὖλον δὲ ἔσται τὸ σέλινον, εἰ τὸ σπέρμα αὐτοῦ ἠρέμα, πρὶν φυτευθῇ, πτισθῇ καὶ κυλινδρωθῇ. | |
12.23.3 | Βρωθὲν δὲ τὸ σέλινον κατωφερεστέρας εἰς τὰ ἀφροδίσια ποιεῖ τὰς γυναῖκας. ὅθεν οὐ δεῖ συγχωρεῖν ταῖς τιθηνούσαις ἐσθίειν τὰ σέλινα, καὶ μάλιστα διὰ τὸ ἐπέχειν τὸ | |
5 | γάλα. | |
12.23.4 | τῷ δὲ στόματι εἰς εὐωδίαν συμβάλλεται. διὸ καὶ οἱ δυσώδη τὰ στόματα ἔχοντες, εἰ φά‐ γοιεν, ἀποκρούονται τὴν δυσωδίαν. καὶ τὰς ἐπὶ σκηνῆς φασι τοῦτο ἐσθίειν, ὅπως αὐτῶν τὰ στό‐ | |
5 | ματα εὐώδη εἴη. | |
12.23.5 | Τὰ δὲ σέλινα ἅμα ἄρτῳ κατα‐ πλασσόμενα ἐρυσιπέλατα θεραπεύει, καὶ τὸ ζέμα αὐ‐ τῶν ἐγκάθισμα γινόμενον, καὶ ὑπαντλούμενον, λίθους ἐκβάλλει, καὶ δυσουρίαν θεραπεύει, καὶ νεφροὺς | |
5 | ἰᾶται. | |
12.24t | Περὶ ἡδυόσμου. Τοῦ Αὐτοῦ. | |
12.24.1 | Τὸ ἡδύοσμον ἀχρήσιμον εἶναι νομίζεται. ᾧ γὰρ ἂν τραύματι προσενεχθείη, οὐκ ἂν ἔτι τοῦτο ῥαδίως ὑγιασθείη. | |
12.24.2 | εἰ δὲ καὶ εἰς γάλα ἐμβληθῇ, καὶ μετὰ ταῦτα ἡ πιτύα ἐπιβληθῇ, οὐ παγήσεται τὸ γάλα. ἀνεπιτήδειον δέ ἐστι καὶ πρὸς τὰ ἀφροδίσια. | 372 |
12.25t | Περὶ πηγάνου καὶ ἡμέρου καὶ ἀγρίου. Τοῦ Αὐτοῦ. | |
12.25.1 | Τὸ πήγανον οὐ χαίρει κόπρῳ, χαίρει δὲ θερμοῖς καὶ εὐηλίοις τόποις, διὸ χειμῶνος τέφραν τοῦτο περι‐ πάσσειν χρή. διὰ γὰρ τὸ ἐκ ταύτης φύσει θερμὸν ἀντέχει πρὸς τὸ κρύος. δεῖ δὲ τὸ πήγανον ἐν σκεύεσι | |
5 | κεραμικοῖς φυτεύειν. | |
12.25.2 | Φυλάττεσθαι δὲ χρή, γυναῖκα μεμιασμένην μὴ προσιέναι τούτῳ, ἢ ὅλως ἅψασθαι. εὐθὺς γὰρ αὐτὸ φθείρει. | |
12.25.3 | τοῖς δὲ ἁπαλοῖς ἐγκαρ‐ δίοις τοῦ πηγάνου εἴ τις τὰ ὦτα βύσειεν, ἰαθήσεται κεφαλῆς πόνος. | |
12.25.4 | Τοῦ δὲ ἀγρίου πηγάνου ὁ χυλὸς μετὰ γυναικείου γάλακτος μιγνύμενος, καὶ ὑπαλειφό‐ μενος, ὀξυδορκίαν παρέχει. | |
12.25.5 | καὶ ἀχλῦς δὲ ὀφθαλ‐ μῶν καὶ ὑποχύσεις ἀρχομένας λύει ἀνθρώπων τε καὶ ζώων ἄλλων, μέλιτος Ἀττικοῦ μέρεσι δύο τοῦ χυλοῦ τοῦ πηγάνου μέρος ἓν μιγνύμενον καὶ ἐπαλειφόμενον | |
5 | καὶ αὐτὸ δὲ τὸ ἄγριον πήγανον ἐσθιόμενον καὶ πινό‐ μενον τὸ αὐτὸ ποιεῖ. | 373 |
12.25.6 | Ὁ δὲ καρπὸς τοῦ ἀγρίου πηγάνου πινόμενος ἐπὶ ἡμέρας ιεʹ ἔμβρυα φθείρει. φύσει γὰρ τοῦτο πολέμιον ταῖς κυούσαις. | |
12.25.7 | παύει δὲ ἀλγηδόνας καὶ τὰς ἐκ θηρίων βλάβας μετὰ οἴνου πινόμενον. | |
12.25.8 | βοηθεῖ καὶ ἐπιληπτικοῖς πινόμενον, καὶ λύει πόνους θώρακος, καὶ τὰ ὦτα μετὰ οἴνου ἢ ῥοδί‐ νου ἐλαίου ἀνακαθαίρει. | |
12.26t | Περὶ εὐζώμου. | |
12.26.1 | Εὐζώμου σπέρμα μυγάλης δήγματα 〈ἐν〉 οἴνῳ ποθὲν θεραπεύει· ἔλμινθας ἐξάγει, σπλῆνα λεπτύνει, οὐλὰς μελαίνας μετὰ βοείας χολῆς καὶ ὄξους μιχθὲν καθαίρει· ἰᾶται δὲ τοῦτο φακούς. | |
12.26.2 | μιχθὲν δὲ τὸ εὔζωμον μετὰ μέλιτος τοὺς ἐν τῷ προσώπῳ σπίλους καθαίρει. μετὰ οἴνου δὲ προποθὲν ἧττον ἀλγεῖν ποιεῖ μαστιγουμένους. | |
12.26.3 | Ἀγρίου δὲ εὐζώμου φύλλα τὸν ἀριθμὸν γʹ τῇ ἀριστερᾷ χειρὶ ληφθέντα ἴκτερον ἰᾶται· τὸ δὲ εὔζωμον παρασπειρόμενον πάντα τὰ λάχανα | |
ὠφελεῖ. τὸ εὔζωμον δυσώδεις μασχάλας μεταβάλλει. | 374 | |
12.27t | Περὶ καρδάμου. Τοῦ Αὐτοῦ. | |
12.27.1 | Καρδάμου σπέρμα μιχθὲν ἀλεύροις κυαμίνοις, καὶ προσλαβὸν στακτῆς μέρος, ἰᾶται χοιράδας καὶ ἄνθρακας, χρηστέον δὲ ἀντὶ ὀθόνης φύλλοις κράμβης. | |
12.27.2 | μετὰ δὲ ἡδυόσμου καὶ οἴνου πινόμενον ἔλμινθας καὶ ταινίας ἐξάγει. γάλακτι δὲ αἰγείῳ συνεψόμενον θώρακα ἰᾶται. θυμιώμενον δὲ ὄφεις ἐλαύνει. φασὶ δὲ τοὺς ἐσθίοντας κάρδαμον ὀξυτέρους τὴν διάνοιαν | |
5 | γίνεσθαι. | |
12.27.3 | Ἀφροδισίων δὲ ἐφεκτικώτερόν ἐστι. μετὰ μέλιτος βῆχα ἰᾶται. ἐπιτίθεται καὶ ἕλκεσιν ὑπονόμοις. | |
12.27.4 | ὁ χυλὸς δὲ αὐτοῦ τριχῶν ἀπόῤῥοιαν ἐπέχει. στέαρ δὲ χήνειον προσλαβὼν τὰ φυόμενα ἐν κεφαλῇ ἑλκύ‐ δρια καὶ πιτυρίασιν θεραπεύει. δοθιῆνας μετὰ ζύμης πεπαίνει. | |
12.27.5 | φασὶ δὲ αὐτοῦ τὸν χυλὸν καὶ ὀδόντων ἄλγημα ἰᾶσθαι, διὰ τῶν ὤτων εἰσχεόμενον. | |
12.28t | Περὶ σέρεως, ἤτοι τρωξίμων. Διδύμου. | |
12.28.1 | Σέρις, τουτέστι τρώξιμα, ἐν ὄξει βαπτόμενα καὶ ἐσθιόμενα στομάχῳ κατάλληλα. αἱμοπτυϊκοῖς ὁ χυλὸς ὠφελιμώτατος, εἰ παρὰ μίαν πίνοιεν. | |
12.28.2 | ἰᾶται καὶ καρδιακοὺς ἀνατριφθεῖσα, καὶ ὑπὸ τὸν ἀριστερὸν τιτθὸν ἐπιτεθεῖσα. δίδοται καὶ τοῖς ἧπαρ ἀλγοῦσιν ὁ χυλὸς αὐτῆς, ἐν ἡλίῳ πρότερον ἐπ’ ὀλίγον ψυγείσης, | 375 |
5 | εἶτα τριφθείσης. | |
12.28.3 | εἰ δέ τις μετὰ τὴν γένναν τῆς σελήνης θεασάμενος αὐτὴν ὀμόσει ἐπ’ αὐτῆς μὴ φα‐ γεῖν σέριν, μήτε ἵππεια κρέα, ἐν ταῖς λʹ ἡμέραις, οὐκ ἀλγήσει ὀδόντας. | |
12.29t | Περὶ πράσων. Σωτίωνος. | |
12.29.1 | Ὁ Σωτίων παραινεῖ, μετὰ τὸ σπαρῆναι τὰ πράσα, εὐθέως συμπατεῖν τὴν πρασιάν, καὶ μὴ ἄρδειν, ἀλλ’ ἐᾶν ἀνεπιμέλητον ἡμέρας τρεῖς, τῇ δὲ τετάρτῃ ἄρδειν· οὕτω γὰρ ἔσεσθαι κάλλιστα. | |
12.29.2 | πράσον ἁδρότατον ἔσται, ἐὰν ἄμμον τῇ γῇ συμμίξῃς ἐν τῷ φυτεύειν. ὁμοίως τὰ πράσα ἔσται μεγάλα, εἰ μεταφυτεύων αὐτὰ ὄστρακον ἢ λίθον πλατὺν ὑποθείης, καὶ μὴ ποτίσειας. | |
12.29.3 | Μεγάλα δὲ πάλιν ἔσται, εἰ μεταφυτεύων αὐτά, τὴν κεφαλὴν τοῦ πράσου ἄνευ σιδήρου, οἷον κερκίδι ἢ καλάμῳ ὀξεῖ, κεντήσας κατὰ τὸ μέσον, ἐμβάλλῃς τοῦ σπέρματος αὐτῶν. τὸ γὰρ ἐμπεσὸν σπέρμα ἑνοῦται | |
5 | καὶ οἰδαίνειν ποιεῖ τὸ πράσον. | |
12.29.4 | ἔνιοι δὲ σπέρμα ἐμβάλλουσιν, οὐ τὸ οἰκεῖον, ἀλλὰ γογγυλίδων, καὶ τοῦτο ἑνοῦται, καὶ μεγέθους αἴτιον γίνεται. | |
12.29.5 | Ἔσται δὲ μείζονα πάνυ τὰ πράσα, ἐὰν εἰς πανίον λινοῦν παλαιὸν τοῦ σπέρματος τοῖς τρισὶ δακτύλοις συλλα‐ βὼν ἐνδήσῃς, εἶτα κόπρῳ περιπλάσας εὐθέως ἀρδεύ‐ | 376 |
5 | σῃς. ὅλα γὰρ τὰ σπέρματα ἑνούμενα ἓν μέγα πράσον ἀποτελεῖ. τὸ αὐτὸ συμβαίνει καὶ ἐπὶ σελίνου. εἰ δέ τις κύμινον προφάγοι πρὸ τῶν πράσων, οὐκ ὀζέσει. | |
12.29.6 | Τὰς δὲ ὑπὸ τῶν ἑρπετῶν καὶ φαλαγγίων πληγάς, ἐὰν πράσα λελειωμένα ἐπιθήσεις, τάχιον ἑτέρου φαρ‐ μάκου θεραπεύσεις. | |
12.29.7 | ἑφθὸν δὲ τὸ πράσον σὺν μέλιτι διδόμενον πάσας τὰς περὶ ἀρτηρίαν διαθέσεις θεραπεύειν πέφυκε· καὶ τὸ σπέρμα δὲ αὐτοῦ ἅμα γλυκεῖ ποτιζόμενον δυσουρίαν ἰᾶται. | |
12.29.8 | Συνεχῶς δὲ ἐσθιόμενον ἀμαυροῖ τὰς ὄψεις, καὶ ἔστι κακοστόμαχον. | |
12.29.9 | τοῖς δὲ θηριοδήκτοις σὺν μελικράτῳ πινόμενος ὁ χυλὸς συμβάλλεται, καὶ αὐτὰ δὲ καταπλασσόμενα βοηθεῖ. καὶ ὠταλγίας καὶ ἤχους σὺν ὄξει καὶ λιβάνῳ, ἢ γάλακτι, ἢ ῥοδίνῳ ἐνσταγέντα· καὶ ἐπινυκτίδας | |
5 | ἰᾶται. | |
12.29.10 | τοῖς πράσοις τακεροῖς πάνυ χρῆσθαι προσ‐ ήκει. τρέφει γὰρ οὐχ ἧττον κρεῶν. τοῖς πλευρὰν | |
ἀλγοῦσι τὸ λάχανον τοῦτο πρόσφορον. | 377 | |
12.30t | Περὶ σκόρδων. | |
12.30.1 | Τὰ σκόρδα γίνεται κάλλιστα ἐν τοῖς λευκογείοις. ταῦτα δὲ ἐσθιόμενα ἔλμινθας ἐξάγει, καὶ οὖρα κινεῖ, καὶ ἐχιοδήκτοις καταπλασσόμενα καὶ τρωγόμενα καὶ λυσσοδήκτοις βοηθεῖ. | |
12.30.2 | καυθέντα δὲ καὶ φυραθέντα μέλιτι, καὶ καταχριόμενα, ὑπώπια καὶ ἀλωπεκίας ἰᾶται. | |
12.30.3 | ὀδονταλγίας δὲ διακρατούμενα ἐν τῷ στόματι παύει. σὺν ἐλαίῳ δὲ καὶ ἅλατι ἐξανθήματα θεραπεύει καὶ ὑδρωπιῶντας ὀνίνησιν. ἀφίστησι δὲ καὶ φακοὺς καὶ λειχῆνας. | |
12.30.4 | Ἑφθὸν δὲ καὶ ὠμὸν ἐσθιόμενον βῆχας χρονίας ὠφελεῖ. καὶ ἀρτηρίαν ὠδύνουσαν πραΰνει. καὶ φωνῆς λαμπρότητα παρέχει. εἰ δέ τις προτρώγει τὸ σκόρδον, ἀβλαβὴς ἔκ τε ἑρπετῶν καὶ τῶν ἄλλων | |
5 | δηλητηρίων ἔσται. καὶ πληγέντας δὲ τριφθέντα καὶ ἐπιτεθέντα ἰᾶται. | |
12.30.5 | πάνυ δὲ ὠφελεῖ καὶ μετὰ οἴνου πινόμενα. χρησιμώτερα δὲ καὶ τοῖς πέττειν τροφὰς μὴ δυναμένοις. οὖρα ὑπάγει, νεφρῖτιν ἰᾶται, οὐκ ἐᾷ ὑπὸ φαύλων ὑδάτων βλάπτεσθαι. | |
12.30.6 | εἰ δὲ θέλεις γλυκύτερα εἶναι τὰ σκόρδα, τεθλασμένα ταῦτα φύτευε. | |
12.30.7 | Τοῦ δὲ σκόρδου τὸ μέν ἐστιν ἥμερον καὶ κηπευτόν, | |
τὸ δὲ ἄγριον, ὃ καὶ ὀφιόσκορδον καλοῦσιν. ἔστι δὲ τὸ ἄγριον εὐτονώτερον τοῦ ἡμέρου πρὸς τὰς εἰρη‐ μένας θεραπείας. | 378 | |
12.30.8 | Γλυκύτερα ποιήσεις τὰ σκόρδα, ἐν τῷ φυτεύειν συνεπιβάλλων στέμφυλα τῶν ἐλαΐνων. | |
12.30.9 | ἄνοσμα δὲ ἔσται. ἐὰν καὶ σπείρηται καὶ ἐξαιρῆται, ὑπὸ γῆν οὔσης τῆς σελήνης. τινὲς δέ φασιν ἄνοσμα αὐτὰ γενέσθαι, ἐὰν ἐπὶ τῇ βρώσει ὠμὸν κύαμον ἐπι‐ μασήσαιτό τις. | |
12.31t | Περὶ κρομύων. | |
12.31.1 | Κρόμυα μεταφυτεύων τὰς οὐρὰς αὐτῶν καὶ τὰ ἄκρα ἀφαίρει, καὶ ἔσται μεγάλα. | |
12.31.2 | πρὸ ἡμερῶν κʹ τοῦ μεταφυτεύειν σκάψας καὶ ξηράνας τὴν γῆν, ὡς ἀφῃρῆσθαι πάσης νοτίδος, φύτευε, καὶ ἔσται πολλῷ μείζονα. | |
12.31.3 | εἰ δὲ καὶ περιψιλώσας τὰς κεφαλὰς αὐτῶν θείης, ἔτι μᾶλλον μείζονα ἔσται. κάλλιστα δὲ ἔσται ἐν γῇ ἐρυθρᾷ, ὥσπερ τὰ σκόρδα ἐν τοῖς λευκογείοις. | |
12.31.4 | ἵνα δὲ κρόμυα ἄσηπτα διαμείνῃ, εἰς θερμὸν ὕδωρ αὐτὰ ἐμβαλὼν ψύξον ἐν ἡλίῳ, καὶ ξηρανθέντα κατά‐ θες ἐν ἀχύροις κριθίνοις μὴ ἁπτόμενα ἀλλήλων. | |
12.31.5 | Τὰ δὲ κρόμυα μετὰ μέλιτος τριβέντα ἐπιτήδειά ἐστι πρὸς πᾶν τραῦμα ἐπιτιθέμενα. | |
12.31.6 | ὑγιεινῶς τε διάξει, ὁ ἑκάστης ἡμέρας τῶν κρομύων ἐπιλεγόμενος τὰ ἁπα‐ λώτερα, καὶ μετὰ μέλιτος νῆστις ἐσθίων. | |
12.31.7 | τὸ μὲν οὖν κρόμυον τὸ ἕλκος ὑγιὲς ποιήσει, τὸ δὲ σκόρδον κἂν ὑγιαίνοντι σώματι ἐπιτεθῇ, ἑλκώσει. | 379 |
12.31.8 | Τὰ δὲ κρόμυα σὺν ὄξει καταχριόμενα ἐν ἡλίῳ ἀλφοὺς ἀποῤ‐ ῥιπτεῖ, καὶ παρατριβόμενα ἀλωπεκίας θᾶττον ἰᾶται. | |
12.31.9 | καὶ ὁ χυλὸς αὐτῶν πρὸς ὦτα πυοῤῥοοῦντα χρήσιμος, καὶ συναγχικοῖς διαχριόμενος λυσιτελεῖ, καὶ πρὸς ἀμ‐ βλυωπίαν ποιεῖ. τὸ κρόμυον ὀπτὸν διδόμενον βῆχα θεραπεύειν δύναται. | |
12.32t | Περὶ καυκαλίδων. Παξάμου. | |
12.32.1 | Αἱ καυκαλίδες τρωγόμεναι νεφριτικοὺς ἰῶνται διὰ οὔρων, καὶ τὸ ὕδωρ αὐτῶν πρὸ μιᾶς ὥρας τοῦ λουτροῦ πινόμενον ἅμα ποτῷ γλυκεῖ ἰκτερικοὺς δι’ ἱδρώτων θεραπεύει. | |
12.32.2 | καὶ αὐταὶ δὲ τρωγόμεναι σὺν ὀξυμέλιτι καὶ ἐμούμεναι τὴν ἄνω κοιλίαν καθαίρουσι, καὶ μελαγχολίαν, καὶ ἀνορεξίαν, καὶ τεταρταῖον θερα‐ πεύουσιν. | |
12.33t | Περὶ γλίχωνος. Λεοντίνου. Ὁ γλίχων πέψεώς ἐστιν ἐργάτης, ξηρὸς λειωθείς, καὶ μετὰ τροφὴν λαμβανόμενος. διαμασηθεὶς δὲ ξηρὸς | |
καὶ περικολληθεὶς τοῖς βλεφάροις ὀφθαλμίαν ἀκμάζου‐ | 380 | |
5 | σαν ἄκρως θεραπεύει, ὥστε ἑλέσθαι τὸν πειράσαντα μᾶλλον χρῆσθαι τούτῳ ἐπὶ τῶν ὀφθαλμῶν, ἢ τοῖς δοκιμωτάτοις κολλουρίοις. | |
12.34t | Περὶ ἀνήθου. | |
12.34.1 | Τὸ ἄνηθον ἐσθιόμενον ἀμβλύνει τὴν ὄψιν. | |
12.35t | Περὶ σκίμβρου. Δαμηγέροντος. | |
12.35.1 | Τὸ σκίμβρον, ὅ τινες σίσυμβρον καλοῦσιν, ὀρέ‐ ξεώς ἐστιν ἐνεργητικόν, καὶ οὔρων κινητικόν. | |
12.35.2 | χαί‐ ρει δὲ ἀέρι εὐκραεῖ καὶ ξηρῷ, καὶ τόπῳ εὐηλίῳ μηδα‐ μόθεν ἐνοχλουμένῳ ὑπὸ δένδρων. τρέφεται δὲ ὑπὸ γῆν, καὶ αὔξεται. | |
12.35.3 | Σπείρεται δὲ καὶ φυτεύεται, ἀλλὰ ἀπὸ μὲν σπέρματος τῷ τρίτῳ ἔτει δώσει καρπόν. εἰ δέ τις ἀπὸ τῆς κορυφῆς τῆς ῥίζης, ἐξ ἧς ἔχει τὴν βλάστην, ἥν τινες ὀφθαλμὸν καλοῦσι, φυτεύσει, ἐν | |
5 | αὐτῷ τῷ ἔτει δώσει τὸν καρπόν. | |
12.36t | Περὶ βολβῶν. Ἀνατολίου. | |
12.36.1 | Οἱ βολβοὶ ἔσονται μεγάλοι, ἐάν, ὡς τοῖς πράσοις, ὑποτεθείη ὄστρακα περὶ τὰς ῥίζας τῶν φυτευομένων. φυτεύονται δὲ οἱ βολβοὶ ἀπὸ νεομηνίας Νοεμβρίου, | |
ἕως νεομηνίας Φεβρουαρίου. | 381 | |
12.37t | Περὶ σκίλλης. Βηρυτίου. | |
12.37.1 | Τῆς σκίλλης τὸ ἄνθος ἐκφυόμενον ῥαβδοειδές, καὶ μὴ θᾶττον μαραινόμενον, εὐκαρπίαν σημαίνει. | |
12.38t | Περὶ λαπάθου. Ἀφρικανοῦ. | |
12.38.1 | Τοῦ ἀγρίου λαπάθου ὁ καρπὸς καρδίαν καὶ δυσεντερίαν ἰᾶται, μετὰ οἴνου πινόμενος. περιαπτό‐ μενος δὲ τῷ ἀριστερῷ βραχίονι, γυναικὸς ἀτοκίας ἰᾶται. | |
12.38.2 | ἡ δὲ ῥίζα τοῦ ἀγρίου λαπάθου θεραπεύει ἴκτερον καὶ ὕδρωπα. ἑψομένη δὲ μετὰ ὄξους καὶ καταπλαττομένη λέπραν ἰᾶται ὥς φασι, καὶ λειχῆνας, καὶ ἀλφούς. | |
12.39t | Περὶ κιναρῶν. Βάρωνος. | |
12.39.1 | Τὰς κινάρας φύτευε Νοεμβρίῳ μηνί. τότε γὰρ φυτευθεῖσαι τῷ ἔαρι τὸν καρπὸν δώσουσι. τῷ δὲ ἔαρι φυτευθεῖσαι μόλις οἴσουσι τὸν καρπὸν τῷ ἐπι‐ όντι ἐνιαυτῷ, καὶ αὐταὶ μὲν ἔσονται ἰσχναί, ὁ δὲ | |
5 | καρπὸς βραχύς. | |
12.39.2 | λάμβανε δὲ τὰ φυτὰ τῶν κιναρῶν τὰ παραπεφυκότα τοῖς μείζοσι στελέχεσιν, ὀξεῖ δρεπάνῳ ἀφαιρῶν ἀπὸ γῆς, ἀποσκάψας πρότερον τὴν περικει‐ μένην γῆν, καὶ συναφαίρει μέρος τι τῆς ῥίζης. | |
12.39.3 | Τὰ | |
δὲ φυτὰ εἰς εἰργασμένην γῆν φύτευε, ἐπιχέων κόπρον παλαιάν, τῷ δὲ θέρει ἄρδευε αὐτὰς καὶ συνεχῶς. οὕτω γὰρ ἁπαλὸν καὶ ἁδρότερον τὸν καρπὸν ἕξεις. | 382 | |
12.39.4 | Εὐώδεις δὲ ποιήσεις τὰς κινάρας, εἰ τὸ σπέρμα αὐτῶν εἰς χυλὸν ῥόδων, ἢ κρίνων, ἢ δάφνης, ἢ ἄλλῳ τινὶ εὐώδει βρέξας ἐπὶ γʹ ἡμέρας οὕτω καταθείης. δίχα δὲ ἀκανθῶν ποιήσεις τὰς κινάρας, ἐὰν τὰ ὀξέα | |
5 | τῶν σπερμάτων ἀμβλύνῃς παρατρίψει λίθου. | |
12.39.5 | δια‐ βεβαιοῦνται δέ τινες, ὅτι ᾧ ἂν καιρῷ αἱ κινάραι φυτευθῶσι, τούτῳ καὶ τὸν καρπὸν δώσουσι, καὶ διὰ τοῦτο δύνασαι διὰ παντὸς τοῦ ἐνιαυτοῦ ἔχειν κινάρας. | |
12.39.6 | δαφνάτους ποιήσεις κινάρας, ἐὰν λαβὼν δάφνης καρπόν, καὶ τρήσας, ἐμβάλῃς τὸ σπέρμα τῆς κινάρας εἰς τὴν τρύπην, καὶ οὕτως φυτεύσῃς. | |
12.39.7 | γίνονται δὲ ὁμοίως δίχα ἀκανθῶν, εἰς ῥίζαν θριδακίνης λελεπι‐ σμένην, καὶ εἰς λεπτὰ συγκεκομμένην, ἐφ’ ἕκαστον τῶν τμημάτων κρυβέντος τοῦ σπέρματος, καὶ φυτευ‐ | |
5 | θέντος. | |
12.39.8 | Τὰς ῥίζας τῶν κιναρῶν ἥδιστα ἐσθίουσιν οἱ μύες, καὶ μακρόθεν ταύταις ἐπιτρέχουσιν. εἴρξομεν δὲ αὐτοὺς ἐρίῳ τὰς ῥίζας εἱλοῦντες, ἢ χοιρείαν κόπρον ἢ συκίνην τέφραν ταῖς ῥίζαις παρατιθέντες, ἢ κατὰ | |
5 | ἀντιπάθειαν, ἢ κατὰ ἀποστροφὴν τῆς ὀσμῆς. | |
12.39.9 | γλυ‐ κείας δὲ ποιήσεις τὰς κινάρας τὸ σπέρμα αὐτῶν | |
γάλακτι καὶ μέλιτι βρέχων, καὶ ἀναψυχθὲν σπείρων. | 383 | |
12.40t | Περὶ ἀνδράχνης. Παξάμου. | |
12.40.1 | Ἡ ἀνδράχνη καταπλασσομένη παύει ἐρυσιπέλατα. τὸ δὲ φύλλον αὐτῆς ὑποτιθέμενον τῇ γλώσσῃ ἀδιψω‐ τέρους ποιεῖ. | |
12.41t | Μυκήτων ποίησις. Ταραντίνου. | |
12.41.1 | Αἴγειρον ἀπόκοψον, καὶ κατὰ τῆς ἀποκοπῆς τοῦ στελέχους τοῦ ἑστῶτος ἐν τῇ γῇ ζύμην ὕδατι λύσας ἐπίχεε, καὶ εὐθέως ἔσονται οἱ μύκητες αἰγειρῖται. | |
12.41.2 | Εἰ δὲ βούλει καὶ γῆν ἐνέγκαι σοι μύκητας, ἐπι‐ λεξάμενος γῆν ὄρειον, ἀραιάν, εἰωθυῖαν φέρειν κάλα‐ μον, καὶ φρύγανα καὶ πάντα τὰ εὔφλεκτα συναθροίσας, ὅταν συννεφῆ τὸν ἀέρα ἴδῃς, ὡς ὄμβρον ἐπικεῖσθαι, | |
5 | καῦσον ... οὕτω γὰρ ἔσονται μύκητες αὐτόματοι. | |
12.41.3 | εἰ δὲ ἀρξαμένῳ σοι τὴν πυρὰν ποιεῖσθαι μὴ ἐπι‐ γένηται ὄμβρος, ὕδατι ἀραιῷ καὶ καθαρῷ εἰς ὄμβρου μίμησιν κατάῤῥανον τοὺς πυρωθέντας τόπους, καὶ φυήσονται μύκητες, εἰ καὶ φαυλότεροι. καλλίους γάρ | |
5 | εἰσιν οἱ διὰ τῶν ὄμβρων τρεφόμενοι. | 384 |
13t1 | ΒΙΒΛΙΟΝ ΙΓ | |
13p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, τρισκαιδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύν‐ ταξιν περὶ ἀκρίδων, καὶ βρούχου, καὶ σκορπίων, καὶ ὄφεων, καὶ τῶν τοιούτων ἰοβόλων. ἔτι δὲ καὶ πρὸς | |
5 | ψύλλας, καὶ κόρεις, καὶ κώνωπας, καὶ πρὸς ἕτερα τοι‐ αῦτα λυμαινόμενα θηρία θεραπείαν. αʹ. περὶ ἀκρίδων. βʹ. περὶ βρούχου. γʹ. περὶ γαλῶν. δʹ. περὶ μυῶν κατοικιδίων. εʹ. περὶ μυῶν ἀρουραίων. ϛʹ. περὶ αἰλούρων. ζʹ. περὶ ἀσπαλάκων. ηʹ. περὶ ὄφεων. | |
10 | θʹ. περὶ σκορπίων. ιʹ. περὶ μυρμήκων. ιαʹ. περὶ κωνώ‐ πων. ιβʹ. πρὸς μυίας. ιγʹ. περὶ νυκτερίδων. ιδʹ. περὶ κόρεων. ιεʹ. πρὸς ψύλλας τὰς ἐν τῷ οἴκῳ. ιϛʹ. περὶ κανθαρίδων. ιζʹ. πρὸς βδέλλας. ιηʹ. περὶ βατράχων. | |
13.1t | Περὶ ἀκρίδων. Δημοκρίτου. | |
13.1.1 | Πολλὰ μὲν τοῖς ἀρχαίοις εἴρηται πρὸς ἀποδίωξιν ἀκρίδων. ἐγὼ δὲ τὰ εὐχερέστερα ἐπιλεξάμενος γράφω. | |
13.1.2 | ἐὰν νέφος ἀκρίδων ἐπέρχηται, πάντες ἔνδον μενέτω‐ σαν ἀφανεῖς, καὶ παρελεύσονται τὸ χωρίον. | 385 |
13.1.3 | ἐὰν δέ, πρὶν τοῦτο παραφυλαχθῆναι, ἐξαίφνης ἐπιστῶσιν, οὐχ ἅψονται οὐδενός, εἰ πικρῶν θέρμων ἢ ἀγρίων σικύων ζεσθέντων σὺν ἅλμῃ καταῤῥανθῶσι. θανοῦνται γὰρ | |
5 | παραχρῆμα. | |
13.1.4 | Ὁμοίως παρελεύσονται τὴν ὑποκειμένην χώραν, ἐὰν θηράσας νυκτερίδας προσδήσῃς ταύτας ἐν τοῖς ὑψηλοῖς δένδροις τοῦ χωρίου. | |
13.1.5 | ἐὰν δὲ καὶ θηράσας ἐκ τῶν ἀκρίδων καύσῃς, σκοτοῦνται ὑπὸ τῆς ὀσμῆς, καὶ αἱ μὲν θνήσκουσιν, αἱ δὲ τὰ πτερὰ καθ‐ ιεῖσαι περιμένουσι τοὺς θηράσοντας, καὶ ὑπὸ ἡλίου | |
5 | διαφθείρονται. | |
13.1.6 | φυσικόν ἐστι τοῦτο. καὶ γὰρ κἂν σκορπίον θηράσας καύσῃς, καὶ τοὺς λοιποὺς θηράσεις, ἢ ἀποδιώξεις. τὸ αὐτό ἐστι καὶ ἐπὶ μυρμήκων, ὡς ἡ πεῖρα ἐδίδαξεν. ἴσως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοι‐ | |
5 | ούτων ζώων τὸ αὐτὸ συμβαίνει. | |
13.1.7 | Ἀποδιώξεις τὰς ἀκρίδας, ἐὰν γάρον ἐξ αὐτῶν σκευάσας βόθρους ὀρύξῃς, καὶ τούτους ἐγκαταβρέξῃς τῷ γάρῳ. | |
13.1.8 | πρὸ ἡμέρας γὰρ ἐπελθὼν εὑρήσεις αὐτὰς ἐν τοῖς βόθροις ὕπνῳ βεβα‐ ρημένας· ὅπως δὲ αὐτὰς κατακτείνῃς, σοὶ μελήσει. | |
13.1.9 | οὐχ ἅψεται ἀκρὶς οὐδενός, ἀψινθίου, ἢ πράσου, ἢ | |
κενταυρίου ὕδατι λυομένων καὶ καταῤῥαινομένων. | 386 | |
13.2t | Περὶ βρούχου. Διδύμου. | |
13.2.1 | Περὶ τὸ στέλεχος τῆς ἀμπέλου παρὰ τὴν ῥίζαν τρεῖς κόκκους σινήπεως χῶσον. φυτευόμενα γὰρ ταῦτα τῇ ὀδμῇ τὸν βροῦχον ἀναιρεῖ. | |
13.3t | Περὶ γαλῶν. Ἀφρικανοῦ. | |
13.3.1 | Ἅλας ἀμμωνιακὸν βρέξον, καὶ σῖτον σύμβρεξον, καὶ ταῦτα παρὰ τοὺς τόπους ὅπου πυκνῶς διέρχονται διάσπειρον· ἢ γὰρ τεθνήξονται φαγοῦσαι, ἢ φεύξονται. | |
13.3.2 | φασὶ δέ, ὅτι εἴ τις θηράσας μίαν ἐξ αὐτῶν τὴν οὐρὰν ἢ τοὺς ὄρχεις ἀποκόψει, καὶ ζῶσαν ἐάσει, μὴ εὑρεθήσεσθαι αὐτὰς λοιπὸν ἐν ἐκείνῳ τῷ χωρίῳ. | |
13.4t | Περὶ μυῶν κατοικιδίων. Παξάμου. | |
13.4.1 | Οἱ μύες ἀναιροῦνται, ἐλλεβόρου μέλανος μετὰ ἀλφίτων παραβληθέντος, ἢ σικύων ἀγρίων τοῦ σπέρ‐ ματος μετὰ ἐλλεβόρου μέλανος, καὶ κολοκυνθίδος, καὶ ἀλφίτων. | |
13.4.2 | καὶ καλακάνθου δὲ καὶ ὀριγάνου, καὶ σελίνου σπέρματος, καὶ μελανθίου θυμιωμένου, φεύ‐ ξονται. ἐὰν δὲ κονίαν δρυΐνην παραθῇς τῇ τρυμαλιᾷ, κονιαζόμενοι ψωριῶσι καὶ ἀναιροῦνται. | |
13.4.3 | Καὶ ἐὰν ῥίνισμα σιδήρου μίξας μετὰ ζύμης ἀπόθοιο ὅπου πλεονάζουσι, γευσάμενοι ἀπολοῦνται. | 387 |
13.4.4 | εἰ δὲ θέλεις τυφλῶσαι τοὺς μῦς, τιθύμαλον κόψας μετὰ ἀλφίτων καὶ οἰνομέλιτος μίξας παράθες αὐτοῖς· φαγόντες γὰρ τυφλωθήσονται. | |
13.4.5 | Ὁ δὲ Ἀνατόλιος καὶ Ταραντῖνος, ἐν τῷ περὶ σιτοβόλου, περὶ τῆς τῶν κατοικιδίων μυῶν φθορᾶς τοῖς αὐτοῖς κέχρηνται φαρμάκοις. | |
13.4.6 | Ἐὰν δὲ ἕνα πιάσας ἐκδείρῃς αὐτοῦ τὴν κεφαλήν, καὶ ἀπολύσῃς, οἱ λοιποὶ φεύξονται. καὶ βάτου ῥίζης, μετὰ βουτύρου καὶ ἄρτου καὶ τυροῦ μιγείσης, γευσάμενοι ἀπολοῦν‐ | |
5 | ται. | |
13.4.7 | Τινὲς ἐλλέβορον λευκὸν καὶ κυνοκράμβης φλοιὸν κοπέντα καὶ σησθέντα, σὺν ἀλφίτοις καὶ ὠοῖς καὶ γάλακτι μάζαν ποιήσαντες, εἰς τὰς τρυμαλιὰς αὐ‐ τῶν ἐμβάλλουσι. | |
13.4.8 | μύες φεύξονται, αἱματίτου λίθου θυμιωμένου, καὶ μυρίκης χλωρᾶς καπνιζομένης. | |
13.4.9 | Ἀνα‐ τόλιος δέ φησι, βαλὼν εἰς λεκάνην χαλκῆν ἀμόργην, καὶ ἐν μέσῳ τοῦ οἴκου ἀποθέμενος νυκτός, πάντας τοὺς μύας συνάξεις. ἐν τοῖς ἄλλοις ὡς ὁ Δίδυμος | |
5 | καὶ αὐτός. | 388 |
13.5t | Περὶ μυῶν ἀρουραίων. Ἀπουληΐου. | |
13.5.1 | Ἀπουλήϊος παραινεῖ χολὴν βοείαν ἀλείφειν τὰ σπέρματα, καὶ οὐχ ἅψονται τούτων οἱ μύες. | |
13.5.2 | Ἄμει‐ νον δὲ ἐν ταῖς ὑπὸ κύνα ἡμέραις κωνείου σπέρμα μετ’ ἐλλεβόρου, μετ’ ἀλφίτων, ἢ σικύου ἀγρίου, ἢ ὑοσκυάμου, ἢ ἀμυγδάλων πικρῶν, καὶ ἐλλεβόρου μέλα‐ | |
5 | νος συγκόψαι, καὶ ἐξ ἴσου συμμίξαι ἀλφίτοις, καὶ ἐλαίῳ φυρᾶσαι, καὶ παραθεῖναι ταῖς ὀπαῖς τῶν ἀρου‐ ραίων μυῶν. γευσάμενοι γὰρ ἀπολοῦνται. | |
13.5.3 | Οἱ δὲ κατὰ Βιθυνίαν ἔμπειροι ῥοδοδάφνης φύλλοις τὰς ὀπὰς ἐμφράττουσιν, ὥστε αὐτοὺς ἐξιέναι σπεύδοντας τοῖς ὀδοῦσιν ἅπτεσθαι. ἁπτόμενοι γὰρ διαφθείρονται. | |
13.5.4 | Λαβὼν χάρτην ἔγγραψον εἰς αὐτὸν ταῦτα· Ἐξορκίζω μῦς τοὺς ἐνταῦθα καταλαμβανομένους, μή με ἀδική‐ σητε αὐτοί, μήτε ἄλλον ἐάσητε· δίδωμι γὰρ ἀγρὸν ὑμῖν τόνδε (καὶ λέγεις ποῖον.) εἰ δὲ ὑμᾶς ἔτι ὧδε | |
5 | ὄντας καταλάβω, παραλαβὼν τῶν θεῶν τὴν μητέρα, διαιρῶ ὑμᾶς 〈εἰσ〉 μέρη ζʹ. | |
13.5.5 | ταῦτα γράψας κόλλη‐ σον τὸν χάρτην ἐν τῷ χωρίῳ, ἔνθα εἰσὶν οἱ μύες, πρὸ ἀνατολῆς ἡλίου (τὰ δὲ γράμματα ἔξω βλεπέτω) πρὸς αὐτοφυῆ λίθον. | |
13.5.6 | Τοῦτό μοι γέγραπται, διὰ τὸ | |
μὴ δοκεῖν τι παραλιμπάνειν. οὐ δέχομαι δὲ πάντα τὰ τοιαῦτα, μὴ γένοιτο. καὶ πᾶσι τὰ αὐτὰ συμβου‐ λεύω, ὥστε μὴ προσσχεῖν μηδενὶ τούτων γέλωτος | 389 | |
5 | ἀξίῳ. | |
13.6t | Περὶ αἰλούρου. Σωτίωνος. | |
13.6.1 | Αἴλουρος ὄρνιθος οὐχ ἅπτεται, ἐὰν κρεμασθῇ ὑπὸ τὴν πτέρυγα αὐτῆς ἄγριον πήγανον. | |
13.7t | Περὶ ἀσπαλάκων. Παξάμου. | |
13.7.1 | Εἰ θέλεις τοὺς ἀσπάλακας διαφθεῖραι, ἐλλέβορον λευκὸν καὶ κυνοκράμβης φλοιὸν κοπέντα καὶ σησθέντα, σὺν ἀλφίτοις τε καὶ ὠοῖς δευθέντα εἰς οἶνον καὶ γάλα, μάζαν ποιητέον, καὶ εἰς τὰς τρυμαλιὰς αὐτῶν | |
5 | ἐμβλητέον. | |
13.7.2 | τρήσας καρυΐνην, ἤ τι ἄλλο τοιοῦτον σκεῦος στενόν, ἔμβαλε εἰς αὐτὸ ἄχυρα καὶ κεδρέας τὸ ἀρκοῦν καὶ θεῖον, καὶ εἰς τὸν τόπον, ἔνθα ὁ ἀσπάλαξ κατοικεῖ, τὰς μὲν λοιπὰς τρυμαλιὰς τὰς μικρὰς φράξον, | |
5 | ἵνα μὴ δι’ αὐτῶν διαπερᾷ ὁ καπνός, κατὰ δὲ τῆς μείζονος, δι’ ἧς τὸ πνεῦμα εἰσρυήσεται, θεὶς τὸ κάτω τῆς καρυΐνης, καὶ τρόπον τινὰ συναρμόσας τῇ ὀπῇ | |
φύσα, ὥστε διὰ τοῦ καπνοῦ πᾶσαν τὴν τῆς κεδρέας καὶ τοῦ θείου ὀσμὴν εἰσρυῆναι, καὶ ἀποπνίξαι τὸν | 390 | |
10 | ἀσπάλακα· καὶ οὕτως ἑκάστου ἀσπάλακος τὸν φωλεὸν περιελθών, καὶ τὸ αὐτὸ ποιήσας, πάντας διαφθείρεις. | |
13.8t | Περὶ ὄφεων. Φλωρεντίνου. | |
13.8.1 | Ὄφεις οὐκ ἔσονται ἐν χωρίῳ, ἐὰν ἀψίνθιον ἢ ἀρτεμισίαν ἢ ἀβρότονον περὶ τὴν ἔπαυλιν φυτεύσῃς. τοὺς δὲ ὄντας ἐλάσεις, ἐὰν κρίνου ῥίζαν, ἢ κέρας ἐλάφειον, ἢ ὄνυχας αἰγὸς θυμιάσῃς. | |
13.8.2 | πᾶν δὲ ἑρπε‐ τὸν ἀπελάσεις, εἰ ὀπόν, καὶ μελάνθιον, καὶ χαλβάνην, καὶ ἐλάφου κέρας, καὶ ὕσσωπον, καὶ θεῖον, καὶ πύρε‐ θρον, καὶ πευκεδανόν, καὶ ὄνυχας αἰγὸς κόψας καὶ | |
5 | μίξας, εἶτα λεάνας, καὶ παραχέας ὄξος δριμύ, σφαιρία μικρὰ ποιήσας θυμιάσεις. καὶ καθ’ ἓν δὲ αὐτῶν ἕκαστον θυμιώμενον ἐξελαύνει τὰ ἑρπετά. | |
13.8.3 | Φασὶ δέ τινες, τὸν τῆς ῥοιᾶς κλάδον ἄθηρον εἶναι. καὶ διὰ τοῦτο καὶ ἐν ταῖς στιβάσιν ἀξιοῦσιν αὐτὸν παρατίθε‐ σθαι, ἀσφαλείας ἕνεκα. | |
13.8.4 | ὄφεις δὲ περιστερεῶνι οὐκ ὀχλήσουσιν, ἐὰν ἐν ταῖς τέτρασι γωνίαις ἐπιγράψῃς Ἀδάμ· ἐὰν δὲ ἔχῃ θυρίδας, καὶ ἐν αὐταῖς. | |
13.8.5 | Δημό‐ | |
κριτος δέ φησιν, ὄφιν μὴ κινεῖσθαι, ἴβεως πτεροῦ ἐπιῤῥιφέντος αὐτῷ, θνήσκειν δέ, δρυὸς φύλλων ἐπι‐ βληθέντων αὐτῷ, καὶ ἀσίτου τινὸς εἰς τὸ στόμα αὐτοῦ | 391 | |
5 | ἐμπτύσαντος. | |
13.8.6 | Ἀπουλήϊος δέ φησι, τὸν ὄφιν καλάμῳ ἅπαξ πληγέντα ναρκᾶν, πλεονάκις δέ, ῥώννυσθαι. ὄφιν εἰς ὀπὴν καταδυόμενον, εἰ μέν τις τῇ ἀριστερᾷ χειρὶ ἐπιλάβηται τῆς οὐρᾶς, ῥαδίως αὐτὸν ἐξελκύσειν, | |
5 | τῇ δὲ δεξιᾷ μὴ δύνασθαι. οὐ γὰρ συνδίδωσιν ἑλκό‐ μενος, ἀλλ’ ἢ ἀποφεύγει, ἢ ἀποκοπήσεται. | |
13.8.7 | Ταραν‐ τῖνος δέ φησι, τῷ χριομένῳ χυλῷ δρακοντείας βοτάνης ὄφιν μὴ προσιέναι, μηδὲ τοῖς χρισαμένοις χυλῷ ἢ σπέρματι ῥαφάνου· κἂν βαστάζωσι δὲ ταῦτα μόνον, | |
5 | μὴ ἀδικεῖσθαι. τοὺς δὲ ὀφιοδήκτους ῥίζαν ῥόδου περιαφθεῖσαν σώζειν. | |
13.8.8 | Φλωρεντῖνός φησι μὴ προσ‐ ιέναι ὄφιν ἔνθα κεῖται ἐλάφου στέαρ, ἢ κενταυρίου ῥίζα, ἢ γαγάτης λίθος, ἢ δίκταμνος βοτάνη, καὶ ἀετοῦ ἢ ἰκτίνου κόπρος. μιγέντα μετὰ στύρακος, καὶ θυμιώ‐ | |
5 | μενα, ἀπελαύνει τὰ ἑρπετά. | |
13.8.9 | τοὺς ἐχιοδήκτους προ‐ πότιζε χυλῷ φύλλων μελίας, 〈ἐν〉 οἴνῳ μὲν ἀπυρέκτους, πυρέττοντας δὲ εὐκράτῳ, καὶ τοῖς φύλλοις τοῖς ἐκθλι‐ βεῖσι κατάχριε τὸ δῆγμα. | |
13.8.10 | τῇ ἀσπίδι προσένεγκε ἁλικακάβου ῥίζαν, καὶ ὑπνώσει. | |
13.8.11 | τρίβολον βοτάνην λειώσας ὕδατι, καὶ τὴν τρίβολον αὐτὴν τῇ ὀπῇ ἐνθείς, διώξεις τοὺς ὄφεις. | 392 |
13.8.12 | Ἐὰν κεράμια ταριχηρὰ περὶ τὴν ἔπαυλιν καταχωσθῇ, πᾶν ἑρπετὸν εἰς αὐτὰ ἐμπεσεῖται. σὺ δὲ βύσας ἀσφαλῶς ἔξω τῶν ὅρων καύσεις. | |
13.9t | Περὶ σκορπίων. Διοφάνους. | |
13.9.1 | Ἐὰν σκορπίον ἕνα θηράσας καύσῃς, καὶ οἱ λοι‐ ποὶ σκορπίοι φεύξονται. εἰ δέ τις χυλῷ ῥαφανίδος ἐπιμελῶς τὰς χεῖρας τὰς ἑαυτοῦ χρίει, ἀφόβως καὶ ἀκινδύνως σκορπίων καὶ τῶν λοιπῶν ἑρπετῶν ἐπι‐ | |
5 | λήψεται. αἱ δὲ ῥαφανίδες σκορπίοις ἐπιτεθεῖσαι παρα‐ χρῆμα αὐτοὺς διαχρῶνται. | |
13.9.2 | Τὴν δὲ ἀπὸ σκορπίου πληγὴν θεραπεύσεις ἀργυρῷ δακτυλιδίῳ τὸν τόπον σφραγίζων. | |
13.9.3 | Σανδαράχη μετὰ χαλβάνης καὶ βουτύ‐ ρου ἢ αἰγείου στέατος θυμιωμένη σκορπίους καὶ πᾶν ἑρπετὸν ἐκδιώξει. | |
13.9.4 | εἰ δέ τις σκορπίον αὐτὸν εἰς ἔλαιον ἑψήσει, καὶ τοῦ πληγέντος ὑπὸ σκορπίου ἀλεί‐ ψει τὸν τόπον, παύσει τῆς ἀλγηδόνος. | |
13.9.5 | Ἀπουλήϊος δέ φησι, τὸν πληγέντα ὑπὸ σκορπίου ὑπὲρ ὄνου καθί‐ σαι πρὸς τὴν οὐρὰν ἐστραμμένον, καὶ τὸν ὄνον ἀλγεῖν ὑπὲρ αὐτοῦ καὶ πέρδεσθαι. | |
13.9.6 | Δημόκριτος δέ φησι, | |
τὸν πληγέντα ὑπὸ σκορπίου, καὶ εὐθέως εἰπόντα τῷ ὄνῳ, σκορπίος με ἔπληξεν, οὐκ ἀλγήσειν, τῆς ἀλγηδό‐ νος εἰς τὸν ὄνον μεταβαινούσης. | 393 | |
13.9.7 | Ἀντιπάθειαν ἔχει ὁ ἀσκαλαβώτης πρὸς τὸν σκορπίον· ἐὰν οὖν τις εἰς ἔλαιον τήξας τὸν ἀσκαλαβώτην ἐκ τοῦ ἐλαίου χρίσῃ τὸν πληγέντα, ἀπαλλάσσει τῆς ὀδύνης. | |
13.9.8 | Ὁ αὐτὸς δέ φησι, τοὺς σκορπιοδήκτους ῥίζαν ῥόδου περιαφθεῖσαν ἰᾶσθαι. | |
13.9.9 | Πλούταρχος λεπτοκάρυον προσάπτει τοῖς κλινόποσιν, εἰς τὸ μὴ προσιέναι τὸν σκορπίον αὐτοῖς· φησὶ γὰρ τῷ λεπτοκαρύῳ μὴ προσιέναι τὸν σκορπίον. | |
13.9.10 | Ζωροάστρης φησί, τῆς θρίδακος τὸ σπέρμα μετὰ οἴνου ποθὲν ἰᾶται τοὺς σκορπιοδήκτους. | |
13.9.11 | Φλωρεν‐ τῖνός φησιν, ἐάν τις τῇ πληγῇ τοῦ ἄρτι πληγέντος συκῆς ὀπὸν ἐπιστάξῃ, τὸν ἰὸν μὴ προβήσεσθαι πόῤῥω. ἢ κἂν ὁ πληγεὶς σκίλλαν φάγῃ, οὐ βλαβήσεται, ἀλλὰ | |
5 | καὶ τῇ γεύσει τὴν σκίλλαν γλυκεῖαν εἶναι λέξειε. | |
13.9.12 | Ταραντῖνος δέ φησι, τὸν κρατοῦντα σιδηρῖτιν βοτάνην ζῶντας κρατεῖν σκορπίους, μὴ βλαπτόμενον | |
ὑπ’ αὐτῶν. | 394 | |
13.10t | Περὶ μυρμήκων. Παξάμου. | |
13.10.1 | Ἐὰν μύρμηκας θηράσας καύσῃς, ἀποδιώξεις τοὺς λοιποὺς μύρμηκας, ὡς ἡ πεῖρα ἐδίδαξεν. | |
13.10.2 | Ἐὰν δὲ κεδρΐαν παραχρίσῃς περὶ τὰς τρώγλας, οὐκ εἰσελεύσον‐ ται οἱ μύρμηκες εἰς τὸ ἁλώνιον. | |
13.10.3 | Μύρμηκες σωροῦ γενήματος οὐχ ἅπτονται, ἐὰν τὸν σωρὸν γῇ λευκῇ περιγράψῃς, ἢ ἄγριον ὀρίγανον περιθῇς. | |
13.10.4 | ἐξελάσεις δὲ τοὺς μύρμηκας τῶν ὀπῶν, ἐὰν κοχλίων σκεπάσματα, τουτέστι τὰ ὄστρακα, μετὰ στύρακος καύσῃς, καὶ κόψας ἐμπάσῃς εἰς τὰς μυρμηκιάς. | |
13.10.5 | Ὁμοίως μύρμη‐ κας ἀπελάσεις ὀρίγανον καὶ θεῖον λειώσας, καὶ περὶ τὰς μυρμηκιὰς περιπάσας. | |
13.10.6 | Μύρμηκες παντελῶς ἀπο‐ λοῦνται, ἐὰν ὀποῦ Κυρηναϊκοῦ διαχέας ἐλαίῳ ἐπιχέῃς ἐπὶ τὴν μυρμηκιάν. | |
13.10.7 | μύρμηκες οὐχ ἅψονται φυτῶν, ἐὰν τὰ στελέχη καταχρίσῃς θέρμοις πικροῖς μετὰ ἀμόρ‐ γης τετριμμένοις, ἢ ἀσφαλτῷ μετὰ ἐλαίου τετριμμένῃ, ἢ ἑψημένῃ. | |
13.10.8 | Μύρμηκες οὐχ ἅπτονται μελιτηροῦ ἀγ‐ γείου, κἂν ἀπώμαστον τύχῃ εἶναι τὸ ἀγγεῖον, ἐὰν λευκῷ ἐρίῳ αὐτὸ περιστέψῃς, ἢ λευκῇ γῇ ἢ μίλτῳ περιγράψῃς. | |
13.10.9 | τινὲς ὀπὸν ὄξει διέντες τὰ στελέχη ἐπαλείφουσι, καὶ εἰς τὰς ὀπὰς αὐτῶν ἐγχέουσιν. | |
13.10.10 | ἐὰν | |
τὰ στελέχη τῶν ἀμπέλων κισσῷ δασεῖ περιδήσωμεν, εὑρεθήσονται μετ’ ὀλίγον οὐ μόνον οἱ μύρμηκες, ἀλλὰ καὶ οἱ κάνθαροι ὑπὸ τὴν τοῦ κισσοῦ σκιάν, εὐάλωτοι | 395 | |
5 | πρὸς ἀναίρεσιν. | |
13.10.11 | ἀπόλλυνται δὲ παντελῶς οἱ μύρ‐ μηκες, τῆς ῥίζης τοῦ ἀγρίου σικύου καπνιζομένης, ἢ σιλούρου, μάλιστα Ἀλεξανδρίνου, θυμιωμένου μαλακῇ πυρᾷ. ἑνὸς δὲ ἀναιρεθέντος μύρμηκος, οἱ ἄλλοι | |
5 | φεύξονται τὸν φωλεόν. | |
13.10.12 | εἴ τις κόκκον σίτου βα‐ σταζόμενον ὑπὸ μύρμηκος τῷ ἀντίχειρι τῆς ἀριστερᾶς χειρὸς λαβὼν εἰς δέρμα φοινικοῦν ἐμβάλῃ, καὶ περι‐ άψει τῇ κεφαλῇ τῆς γυναικός, ἀτόκιον ἔσται τῇ φο‐ | |
5 | ρούσῃ. | |
13.10.13 | μυρμήκων δὲ καυθέντων, ὑπὸ τῆς ὀσμῆς καὶ οἱ λοιποὶ φεύξονται. | |
13.10.14 | ἤκουσα, ὡς καὶ ἀπο‐ θανόντα μύρμηκα ἕτερος φέρει ἐπὶ τῶν ὤμων μύρμηξ. | |
13.10.15 | εἴρξεις τοὺς μύρμηκας χολὴν ταυρείαν καὶ πίσσαν μετὰ ἀμόργης μίσγων, καὶ χρίων τὸ πρέμνον. τὸ αὐτὸ ποιεῖ καὶ μίλτος καὶ πίσσα μιγνυμένη καὶ ἐπι‐ χριομένη. | |
13.10.16 | τινὲς ἰχθὺν τὸν καλούμενον κορακῖνον κρεμῶσι τοῦ δένδρου, καὶ διαφθείρουσι τοὺς μύρ‐ μηκας. | |
13.11t | Περὶ κωνώπων. Δημοκρίτου. | |
13.11.1 | Κώνωπας διαφθείρει θρὶξ ἱππεία διαταθεῖσα εἰς τὴν θύραν καὶ διὰ μέσου τοῦ οἰκήματος· καὶ οὐκ | |
ἐάσει δὲ αὐτοὺς εἰσελθεῖν. ἐκδιώξει δὲ αὐτοὺς καλα‐ κάνθη καὶ μελάνθιον ὑποθυμιώμενον. | 396 | |
13.11.2 | ἐὰν δὲ σπόγ‐ γον ὄξει δριμεῖ βρέξας κρεμάσῃς πρὸς κεφαλῆς καὶ ὑπὸ τοὺς πόδας, οὐ μή σου ἅψονται κώνωπες. | |
13.11.3 | ἀπε‐ λάσεις δὲ τοὺς κώνωπας πήγανον βρέχων, καὶ ῥαίνων τὴν οἰκίαν, καὶ κόνυζαν ἑψῶν, καὶ τῷ ζέματι ῥαίνων τὴν οἰκίαν, ἢ χαλβάνην θυμιῶν, ἢ θεῖον, ἢ κύμινον. | |
13.11.4 | εἰ δὲ καννάβεως ὑγρᾶς κλῶνα ἀνθοῦντα παραθήσεις καθεύδειν μέλλων, οὐχ ἅψονταί σου κώνωπες. | |
13.11.5 | Οὐ προσελεύσονται δέ σοι, ἐὰν μάννην μετὰ ὄξους καὶ ἐλαίου ἀλείφῃς. φεύξονται δέ, ὄξους ὕλης καὶ ὀριγά‐ νου ὑποκαπνιζομένου. | |
13.11.6 | Βόλβιτον ὑποθυμιαθέν, καὶ τοῖς τοίχοις ὑποχριόμενον ἐκδιώξει τοὺς κώνωπας. | |
13.11.7 | Κἂν ἑλενίου γο. αʹ ἀμμωνιακοῦ θυμιάματος γο. βʹ στύρακος γο. βʹ κηρύκων κεκαυμένων δραχ. βʹ κοπέν‐ των, τὰ περιβόλαια θυμιαθῇ, φεύξονται. | |
13.11.8 | Σπόγγος ὄξει βραχείς, ἐὰν ἐκ τῆς ὀροφῆς κρεμασθῇ, πάντας ἐκεῖ συνάγει. | |
13.11.9 | οὐκ ἀδικήσουσι κώνωπες τὸν ἐν τῇ κλίνῃ, καννάβια ὑποθέντα. | |
13.11.10 | πήγανον ὕδατι βρέχε, ἢ κόνυζαν ἑψήσας ῥαῖνε τὴν οἰκίαν, καὶ διώξει τοὺς κώνωπας. ἀπελαύνει αὐτοὺς καὶ βδέλλιον θυμιώ‐ | |
μενον. | 397 | |
13.12t | Πρὸς μυίας. Βηρυτίου. | |
13.12.1 | Δάφνη μετὰ ἐλλεβόρου μέλανος κοπεῖσα, καὶ μετὰ γάλακτος, ἢ γλυκέος, ἢ ὑδρομέλιτος βραχεῖσα, ἢ ἐν ὕδατι, καὶ ῥανθεῖσα, μυίας ἀναιρεῖ. | |
13.12.2 | ἐὰν δὲ κασ‐ σίαν τρίψῃς μετὰ ἐλαίου, καὶ ἀλείφῃς, οὐκ ἐπέρχονταί σοι. εἰ δὲ διῶξαι αὐτὰς βούλει, καλάκανθον θυμία‐ σον. ὁμοίως δὲ καὶ φύλλων ἀκτῆς τὸ ἀπόζεμα ῥαν‐ | |
5 | θὲν διώκει ταύτας. | |
13.12.3 | Ἀνατόλιος δέ φησιν, εἰ βούλει αὐτὰς εἰς ἕνα τόπον συναθροῖσαι, ποιήσας βόθρον, καὶ κόψας ῥοδοδάφνας ἔμβαλε εἰς αὐτόν, κἀκεῖ συν‐ άξεις ἁπάσας. | |
13.12.4 | μυῖαι δὲ οὐκ ἀδικήσουσι βόας, εἰ δάφνης καρπὸν ἑψήσας μετὰ ἐλαίου τούτους ἐπαλεί‐ ψεις. μυῖαι δὲ παντελῶς οὐκ ἐπικαθέζονται τοῖς ἀλόγοις, ἐὰν λεοντείῳ στέατι καταχρισθῶσιν. | |
13.12.5 | Ἐλλέ‐ βορος δὲ μετὰ γάλακτος ἢ ἑψήματος σὺν ἀῤῥενικῷ βραχείς, καὶ ῥανθείς, μυίας ἀναιρεῖ. ἐὰν δὲ στυπτη‐ | |
ρίαν καὶ ὀρίγανον λειώσας χρίσῃς, οὐ καθεδοῦνται. | 398 | |
13.13t | Περὶ νυκτερίδων. Ἀφρικανοῦ. | |
13.13.1 | Εἰς τὰς ὁδοὺς κρέμασον φύλλα πλατάνου, καὶ οὐκ εἰσέρχονται. νυκτερίδας ἀναιρεῖ κισσὸς θυμιώμενος. | |
13.14t | Περὶ κόρεων. Διδύμου. | |
13.14.1 | Ὑγρὰ πίσσα καὶ ἀγρίου σικύου ὁ χυλὸς ἐπιβαλ‐ λόμενος ἐν κλίνῃ ἀναιρεῖ τὰς κόρεις. ὁμοίως δὲ καὶ σκίλλα κατατμηθεῖσα, καὶ συλλειωθεῖσα ὄξει, σπόγγῳ χριομένης τῆς κλίνης. | |
13.14.2 | ὁμοίως φύλλα κιτρίων μετὰ ἐλαίου ἑψήσας ἄλειφε τὰς ἁρμογὰς τῶν κλινῶν, καὶ χολὴν ταύρου ἢ τράγου ὄξει δριμεῖ μίξας, ἄλειφε τὴν κλίνην καὶ τοὺς τοίχους. | |
13.14.3 | Τὸ αὐτὸ δὲ συμβαίνει, ἐὰν ἔλαιον παλαιὸν καὶ θεῖον ἄπυρον λειώσας κατα‐ χρίσῃς τὴν κλίνην. οὐκ ἔσονται δὲ κόρεις, ἐὰν ἰχθυό‐ κολλον ἑψήσας καταχρίσῃς τὰς κλίνας. | |
13.14.4 | Τὰς δὲ οὔσας κόρεις διαφθερεῖς, ἐὰν ἀμόργην ἑφθὴν εἰς χολὴν βοὸς μίξας μετ’ ἐλαίου ἐπιῤῥάνῃς αὐταῖς· ἢ κισσοῦ ἢ καππάρεως φύλλα λειώσας ἐλαίῳ τὰς κλίνας | |
5 | ἀλείψῃς. τοῦτο δὲ καὶ τὰς ἐν τοῖς τοίχοις κόρεις προσραινόμενον ἀναιρεῖ. | 399 |
13.14.5 | Δραστικὸν δὲ φάρμακον σκευάζεται ὧδε. σταφίδος ἀγρίας ὀξύβαφον, σκίλλης εἰς λεπτὰ τετμημένης τὸ ἶσον, ὄξους δριμέος κοχλιά‐ ριον ἓν ὁμοῦ τρίβεται, εἶτα θερμαίνεται, καὶ οὕτως ὁ | |
5 | τόπος καταχρίεται. | |
13.14.6 | καὶ κεδρίας μέρος ἕν, καὶ γλυ‐ κέος μέρη δʹ τὸ αὐτὸ δρᾷ· κἂν αἰγὸς ἢ μόσχου χολὴν καὶ γλυκέος τὸ ἶσον χρίσῃς σὺν ὄξει. | |
13.14.7 | Φλωρεντῖνος δέ φησι, κόρεις ὑποθυμιωμένας βδέλλας ἀναιρεῖν, βδέλ‐ λας δὲ τὰς κόρεις, κατεστεγασμένου σκεπάσμασι τοῦ σκίμποδος, ὥστε μὴ διαπνεῖν τὴν δύσπνοιαν. | |
13.14.8 | καὶ σκολόπενδρα ξηραινομένη καὶ ὑποθυμιωμένη τὸ αὐτὸ δρᾷ· καὶ κισσοῦ φύλλα τριβέντα, καὶ βδέλλαι ιʹ. | |
13.14.9 | Δημόκριτος δέ φησι, πόδας λαγωοῦ ἢ ἐλάφου περὶ τοὺς ἑρμῖνας τῆς κλίνης προσαρτωμένους, κατὰ νῶτα κατὰ τὸ ἐπίκλιντρον, μὴ ἐᾶν κόρεις γίνεσθαι. | |
13.14.10 | ἐν δὲ ταῖς ἀποδημίαις, ἐὰν σκεῦος ὕδατος ψυχροῦ πλη‐ ρώσῃς, καὶ ὑπὸ τὴν κλίνην ἀπόθοιο, οὐχ ἅψονταί σου καθεύδοντος. | |
13.14.11 | ἡ γὰρ τοῦ θερμοῦ κατάχυσις, ᾗ πάντες χρῶνται, τὰς μὲν τυχούσας διόλλυσι, τῆς δὲ | |
αὖθις ὀξείας γεννήσεως αὐταῖς κώλυμα οὐ γίνεται. | 400 | |
13.15t | Πρὸς ψύλλας τὰς ἐν τῷ οἴκῳ. Παμφίλου. | |
13.15.1 | Ποιήσας βόθρον, καὶ κόψας ῥοδοδάφνας βάλε εἰς αὐτόν, κἀκεῖ συνδραμοῦνται πᾶσαι. καὶ ἀψίνθιον, ἢ σικύου ἀγρίου ῥίζα βραχεῖσα ὕδατι θαλαττίῳ, καὶ ῥανθεῖσα, ταύτας διαφθείρει. | |
13.15.2 | Διαφθείρει δὲ αὐτὰς παντελῶς μελάνθιον ὕδατι βραχὲν καὶ ῥανθέν. ἢ κονύζης ἑψηθείσης τὸ ζέμα ἐπιῤῥαινόμενον. | |
13.15.3 | δια‐ φθείρει αὐτὰς ὁμοίως καὶ σπέρμα νάπυος, καὶ ῥοδο‐ δάφνης, ζεσθέντα ἀμφότερα, καὶ ἐν τῷ οἴκῳ ῥαινόμενα. | |
13.15.4 | ἄσβεστον κοσκινίσας μετὰ τὸ σαρῶσαι ἐπίῤῥιπτε, καὶ ἀναιρεῖ αὐτάς. | |
13.15.5 | Ὁμοίως δὲ καὶ ἀμόργῃ συνεχῶς καταβρέχων τὰ ἐδάφη, καὶ κυμίνου δὲ ἀγρίου τρίψας καὶ μίξας ὕδατι, καὶ σικύου ἀγρίου σπέρματος δραχμὰς ιʹ τριβέντος εἰς ὕδωρ βαλών, καὶ ῥάνας εἰς τὸν οἶκον, | |
5 | λακῆσαι τὰς ψύλλας ποιήσεις. | |
13.15.6 | ἢ ἀψινθίου καὶ σικύου ἀγρίου ῥίζης θαλαττίῳ βραχέντων, ἢ χαμελαίας | |
ῥίζης, καὶ ἀπ’ αἰγείρου φύλλων κοπέντων καὶ βραχέν‐ των ὕδατι, ἢ τριβόλου ἡψημένης ἐν ὕδατι. | 401 | |
13.15.7 | ψύλλας ἅλμη δριμεῖα ῥανθεῖσα καὶ θαλάττιον ὕδωρ διαφθείρει. κἂν ἐν μέσῳ τῆς οἰκίας κατάθηταί τις λεκάνην, καὶ περιγράψῃ κύκλῳ ὁλοσιδήρῳ μαχαιρίῳ, κάλλιον δ’ εἰ | |
5 | ἀνδροφόνῳ, καὶ ῥάνῃ τὸ λοιπὸν τῆς οἰκίας παρεκτὸς τοῦ περιγραφέντος τόπου ἀποβρέγματι σταφίδος ἀγρίας ἢ δάφνης φύλλων κοπέντων, καὶ ἐν ἅλμῃ ἢ θαλαττίῳ ὕδατι ἡψημένων, πάσας τὰς ψύλλας εἰς τὴν λεκάνην συνάξει. | |
13.15.8 | ἢ γράψον ἐν τῇ ἐξωτέρᾳ θύρᾳ μηδενὸς εἰδότος, πρὸ εἰδῶν Μαΐων ... καὶ κεράμιον ἰσόχειλον τῷ ἐδάφει χωσθέν, καὶ ταυρείῳ στέατι καταχρισθέν, εἰς ἑαυτὸ συνάξει καὶ τὰς ἐν τοῖς ἱματίοις οὔσας ψύλ‐ | |
5 | λας. | |
13.15.9 | εἴ ποτε δὲ εἰσέρχῃ ἐν τόπῳ ἔνθα εἰσὶ ψύλλαι, λέγε ὢχ ὤχ, καὶ οὐχ ἅψονταί σου. | |
13.15.10 | Ὑπὸ τὴν κλί‐ νην δέ τις ποιήσας μικρὸν βόθρον, καὶ ἐμβαλὼν εἰς αὐτὸν αἴγειον αἷμα, συνάξει τὰς ψύλλας ἐκεῖσε, καὶ τῆς ἄλλης ἐσθῆτος ἐκκαλέσεται εἰς αὐτόν· | |
13.15.11 | τῶν δ’ ἀμφιμάλλων καὶ δασυτάτων ταπήτων, ἔνθα πλη‐ σθεῖσαι ψύλλαι καταδύνουσιν, ἀφαιρεθεῖεν ἄν, εἰ | |
οὕτως ἐν λάρνακι αὐτὰ κατάθοιτο ἢ πίθῳ. | 402 | |
13.16t | Περὶ κανθαρίδων. Ζωροάστρου. | |
13.16.1 | Κανθαρίδες οὐ βλάψουσι τὰς ἀμπέλους, ἐὰν αὐτὰς τὰς κανθαρίδας βρέξας ἐπιχρίσῃς τὴν ἀκό‐ νην, ἐφ’ ἧς ἀκονᾶν μέλλεις τὰ δρέπανα. | |
13.16.2 | Ἐὰν δὲ χαλβάνην μετὰ βολβίτων παλαιῶν καύσῃς, ἀπο‐ διώξεις αὐτάς· καὶ ἀγρίου σικύου τὰς ῥίζας ὁμοίως θυμιῶν ἀπελάσεις αὐτάς. | |
13.16.3 | Ἀριστοτέλης δέ φησιν, ὅτι ἡ ὀσμὴ τῶν ῥόδων κανθάρους ἀπόλλυσι, καὶ τὰς γύπας ἡ τοῦ μύρου ὀσμή. εἶναι γὰρ τούτοις δυσ‐ ωδίαν τὴν εὐωδίαν διαβεβαιοῦνται. | |
13.16.4 | οἱ δὲ πολλοὶ τῶν ἀμπέλων τὰ στελέχη πρὸς τῇ γῇ στεφανοῦσι κιττοῦ στεφάνῳ, καὶ εὑρίσκουσιν αὐτὰς ὑπὸ τῇ σκιᾷ τοῦ κιττοῦ, καὶ διαφθείρουσιν. | |
13.17t | Πρὸς βδέλλας. Ἀνατολίου. | |
13.17.1 | Ἐὰν βοῦς, ἢ ἕτερον τετράποδον, ἐν τῷ πίνειν καταπίῃ βδέλλαν, κόρεις θλάσας παρόσφραινε τῷ ζώῳ, καὶ εὐθέως ταύτας ἀποβάλλει. | |
13.18t | Περὶ βατράχων. Ἀφρικανοῦ. | |
13.18.1 | Βάτραχοι σιωπήσουσι κράζοντες, ἐὰν λύχνον ἅψας | |
θῇς πρὸς τὴν ὄχθην. | 403 | |
14t1 | ΒΙΒΛΙΟΝ ΙΔ | |
14p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, τεσσαρεσκαιδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύνταξιν περὶ περιστερῶν, καὶ ὀρνέων, πτηνῶν τε καὶ χερσαίων, φιλοτροφίας καὶ ἐπιμελείας, κατὰ τὴν ὑπο‐ | |
5 | τεταγμένην τῶν κεφαλαίων γνῶσιν. αʹ. περὶ περιστερῶν. βʹ. περιστερὰς μὴ φεύγειν ἀλλὰ φιλοστοργεῖν. γʹ. περιστερὰς παραμένειν καὶ ἑτέρας ξένας ἄγειν μεθ’ ἑαυτῶν. δʹ. αἴλουρον μὴ ἐνοχλεῖν περιστεραῖς. εʹ. ὄφιν μὴ εἰσιέναι εἰς τὸν | |
10 | περιστερεῶνα. ϛʹ. περὶ περιστερεῶνος. ζʹ. περὶ ὀρνί‐ θων. ηʹ. πῶς δυνατὸν καὶ δίχα ὄρνιθος νεοσσοὺς ἐπινοῆσαι. θʹ. περὶ νεοττοτροφίας. ιʹ. ὠὰ κατάγραπτα ποιῆσαι. ιαʹ. ὄρνιθας μεγάλα ὠὰ τίκτειν καὶ περὶ τῆς τῶν ὠῶν φυλακῆς. ιβʹ. ὄρνιν μὴ κορυζᾶν. | |
15 | ιγʹ. ὄρνιθας σκοτῶσαι. ιδʹ. ὥστε ὄρνιθας μὴ ἀμβλῶ‐ σαι. ιεʹ. ὄρνις ὑπὸ αἰλούρου μὴ βλάπτεσθαι. ιϛʹ. περὶ | |
ἀλεκτρυόνων. ιζʹ. περὶ ποικίλης ἰάσεως ὀρνίθων. ιηʹ. περὶ ταώνων. ιθʹ. περὶ φασιανῶν καὶ νουμιδι‐ κῶν καὶ περδίκων καὶ ἀτταγῶν. κʹ. περὶ περδίκων. | 404 | |
20 | καʹ. περὶ θήρας περδίκων καὶ λοιπῶν ὀρνέων. κβʹ. περὶ χηνῶν. κγʹ. περὶ νηκτῶν. κδʹ. περὶ τρυγό‐ νων καὶ ὀρτύγων καὶ κιχλῶν καὶ τῶν λοιπῶν μικρῶν ὀρνέων. κεʹ. περὶ κολοιῶν. κϛʹ. περὶ γυπῶν. | |
14.1t | Περὶ περιστερῶν. Φλωρεντίνου. | |
14.1.1 | Τοῖς γεωργίας ἐπιμελουμένοις χρησιμωτάτη σφόδρα τυγχάνει ἡ τῶν περιστερῶν κτῆσις, μάλιστα διὰ τὴν οὖσαν ἐξ αὐτῶν εὔθετον κόπρον, εἶτα διὰ τοὺς ἐκ τούτων νεοσσοὺς ἀναγκαίους ὄντας εἰς τὰς τῶν | |
5 | ἀῤῥωστημάτων ἀναλήψεις. | |
14.1.2 | ἔχει δὲ ἡ τούτων κτῆσις οὐδὲ ὀλίγην τινὰ πρόσοδον. μόνους γὰρ δύο μῆνας τοῦ χειμῶνος παρὰ τῶν κεκτημένων τρέφεται· τὸν δὲ λοιπὸν χρόνον τοῦ ἐνιαυτοῦ ἔξωθεν ἀπὸ τῆς νομῆς | |
5 | ἑαυτῷ πορίζεται τὴν τροφήν. | |
14.1.3 | Φύσει δὲ καὶ πολύ‐ γονον τὸ ζῶον. ἐν πάσαις γὰρ τεσσαράκοντα ἡμέραις κυΐσκει, καὶ τίκτει, καὶ θάλπει, καὶ ἐκτρέφει, καὶ τοῦτο σχεδὸν δι’ ὅλου τοῦ ἔτους ποιεῖ· μόνον δὲ ἀπὸ | |
5 | τροπῶν χειμερινῶν μέχρις ἐαρινῆς ἰσημερίας διαλείπει. | |
14.1.4 | τὸ δὲ λοιπὸν τοῦ ἐνιαυτοῦ τίκτει, καὶ ἔστιν ἰδεῖν τὰς αὐτὰς περιστεράς, οὔπω τῶν πρώτων νεοττῶν | |
τελείως ἐκτραφέντων, ὠογονούσας καὶ θαλπούσας τὰ ὠά. καὶ αἱ ἐπιγοναὶ αὐτῶν τελειωθεῖσαι εὐθέως μετὰ | 405 | |
5 | τῶν τεκόντων αὐτὰς ἄρχονται τίκτειν. | |
14.1.5 | τροφῇ δὲ τὸ ζῶον χαίρει λαθύροις, ὀρόβοις, τίλει, πίσῳ, φακῇ, σίτῳ, καὶ τοῖς ἐξ αὐτοῦ ζιζανίοις τοῖς καλουμένοις. | |
14.1.6 | Κωλυτέον δὲ αὐτὰς ἐξίπτασθαι, ἵνα μήτε νεοττεύ‐ ωσιν ἀλλαχοῦ, μήτε περισπῶνται διὰ τὴν ἔξοδον, ἀλλὰ περὶ τὸ γεννᾶν ἀσχολῶνται. | |
14.1.7 | ἐὰν δέ ποτε σπανί‐ ζωνται τροφῆς, μόνας τὰς νεοττοτροφούσας ἐξελαστέον. αὗται γὰρ κορεσθεῖσαι ἐπιστρέφουσι θᾶττον, τοῖς νεοσσοῖς τροφὴν κομίζουσαι. | |
14.2t | Περιστερὰς μὴ φεύγειν ἀλλὰ φιλο‐ στοργεῖν. Διδύμου. | |
14.2.1 | Τὰς θύρας καὶ τὰς θυρίδας καὶ τὰς γωνίας τοῦ περιστερεῶνος ἄλειψον ἐλαίῳ ὀποβαλσάμου, καὶ παρα‐ μένουσιν. | |
14.2.2 | οὐ φεύγουσι δὲ περιστεραί, ἐὰν κύμινον καὶ φακῆν εἰς μελίκρατον βρέξας παραβάλῃς. καὶ μελίκρατον δὲ ποτίζων, ἢ εἰ φακῆν καθ’ ἑαυτὴν γλυ‐ κεῖ ἑψήσας, δώσεις φαγεῖν, φιλοστοργεῖν αὐτὰς ποι‐ | |
5 | ήσεις. | |
14.2.3 | Κατασκευάζεται δὲ πρὸς τὸ μὴ φεύγειν τὰς | |
περιστερὰς καὶ τοιοῦτον φίλτρον. ὀστράκου σησθέντος καὶ κόστου, καὶ οἴνου παλαιοῦ εὐώδους ὁμοῦ μιχθέν‐ των προσφέρεται ταῖς ἐπὶ νομὴν ἐξιούσαις. | 406 | |
14.2.4 | Ἔνιοι δὲ ἄλευρα κρίθινα ἑφθὰ σύκοις ξηροῖς συμφυράσαν‐ τες, καὶ μέλιτος μέρος προσβαλόντες παρατιθέασιν. ἄλλοι κύμινον ταῖς ἐπὶ νομὴν ἐξιούσαις προσφέρουσι. | |
14.2.5 | Περιστεραὶ δὲ παραμένουσιν, ἐὰν νυκτερίδος κεφα‐ λὴν θῇς εἰς τὸν πύργον, ἢ τῆς ἀγρίας ἀμπέλου τοὺς κλάδους μετὰ τῶν ἀνθῶν τῷ καιρῷ ἀπόθοιο ἐν τῷ περιστερεῶνι. | |
14.3t | Περιστερὰς παραμένειν, καὶ ἑτέρας ξένας ἄγειν μεθ’ ἑαυτῶν. Ἀφρικανοῦ. | |
14.3.1 | Ἐὰν μύρῳ χρίσῃς τὰς περιστεράς, καὶ ἔξωθεν ἄλλας ἄξουσιν. εἰ δὲ κύμινον παραβάλῃς ταῖς ἐπὶ νομὴν ἐξιούσαις, αὐτάς τε καθέξεις, καὶ ἄλλας πολλὰς σὺν αὐταῖς ἔρχεσθαι ποιήσεις, ἀγομένας ὑπὸ τῆς | |
5 | ὀσμῆς τοῦ κυμίνου. | |
14.3.2 | εἰ δὲ καὶ λαβὼν σπέρμα λύγου, καὶ βρέξας οἴνῳ παλαιῷ ἡμέρας γʹ, εἶτα λαβὼν ὀρό‐ βους βρέξεις εἰς τὸν οἶνον, καὶ παραβαλεῖς ταῖς περι‐ στεραῖς, καὶ εὐθέως ταύτας ἐκπετάσεις, αἰσθόμεναι | |
5 | αἱ ξέναι περιστεραὶ τῆς πνοῆς πᾶσαι εἰς τὴν καλιὰν εἰσελεύσονται. | |
14.3.3 | τὰς δὲ περιστερὰς εἰσιέναι θᾶττον ποιήσεις, εἰ ἐλελισφάκῳ μετὰ λιβανωτοῦ θυμιάσεις τὸν περιστερεῶνα. | 407 |
14.4t | Αἴλουρον μὴ ἐνοχλεῖν περιστεραῖς. Σωτίωνος. | |
14.4.1 | Εἰς τὰς θυρίδας καὶ εἰς τὰς εἰσόδους τοῦ περι‐ στερεῶνος, καὶ κατὰ πλειόνων τόπων αὐτοῦ, κλωνία πηγάνου ἀπόθου, καὶ κρέμασον. ἔχει γάρ τινα πρὸς τὰ θηρία ἀντιπάθειαν τὸ πήγανον. | |
14.5t | Ὄφιν μὴ εἰσιέναι εἰς τὸν περιστερεῶνα. Δημοκρίτου. | |
14.5.1 | Ὄφεις περιστερεῶνι οὐκ ὀχλήσουσιν, ἐὰν ταῖς τέτρασι γωνίαις τοῦ περιστερεῶνος ἐπιγράψῃς Ἀδάμ· ἐὰν δὲ ἔχῃ θυρίδας, καὶ ἐν αὐταῖς. | |
14.5.2 | Ὄφεις δὲ ἐξελά‐ σεις, ἐὰν πευκεδανὸν θυμιάσῃς. | |
14.6t | Περὶ περιστερεῶνος. Τῶν Κυϊντιλίων. | |
14.6.1 | Κατασκευάζειν χρὴ οἶκον ἐν καιροῖς εὐδιεινοῖς, καὶ πρὸς τὴν τῶν θηρίων ἔφοδον ὠχυρωμένον, καὶ τοῦτον χρίειν ἐπιμελῶς. | |
14.6.2 | κατασκευάζειν δὲ χρὴ ἐν | |
τοῖς τοίχοις καὶ νεοττίας πυκνάς, ἀπὸ ἐδάφους μέχρι τῆς ὀροφῆς, ἅς τινες καλοῦσι σηκούς, ἡμεῖς δὲ κυθρί‐ νους ὀνομάζομεν, ἐν οἷς χρὴ διάγειν καὶ τίκτειν τὰς | 408 | |
5 | ἐζευγμένας περιστεράς· | |
14.6.3 | παραθετέον δὲ ἑκάστῳ σηκῷ σανίδας, ὅπως δι’ αὐτῶν αἱ πάροδοι γίνωνται. | |
14.6.4 | χωστέον τε ἐν τῷ οἴκῳ λουτῆρα μείζονα, ἵνα καὶ πίνειν καὶ λούεσθαι δύνανται· ὅπως μὴ προφάσει τοῦ ὕδατος συνεχῶς ἄνθρωπος παρενοχλῇ ταῖς περιστεραῖς, ὅπερ σφόδρα καταβλάπτει. | |
14.6.5 | οὐ μέντοι παντελῶς ἀποδοκιμαστέον εἴσοδον ἀνθρώπου. ἀναγκαῖον γάρ ποτε καὶ σαροῦν τὸν οἶκον, καὶ τὴν κόπρον λαμβά‐ νειν, κἄν τι πεπονηκὸς εἴη τῶν ἔνδον ἐπισκευάζειν, | |
5 | πρὸς τὸ μήτε τοὺς ὄφεις, μήτε ἄλλα ἑρπετὰ λυμαίνε‐ σθαι. | |
14.6.6 | Ἐγὼ δὲ κωλύσαι βουλόμενος τὰς τῶν ἑρπε‐ τῶν ἐφόδους, ἐπιλεξάμενος ἰδιάζοντα τόπον, οὐκ ἔχοντα πλησίον οἰκήματα, ἀλλὰ πόῤῥω ἀφεστῶτα, καὶ μετακομίσας κιόνας τὸν ἀριθμὸν ὀκτώ· ἄλλοτε δὲ | |
5 | πλείονας πρὸς τὸ μέγεθος τοῦ μέλλοντος οἰκοδομεῖ‐ σθαι ἔργου, καὶ τούτους στήσας οὐκ ἐπ’ εὐθείας, ἀλλὰ κύκλῳ, εἶτα ἐπιθεὶς κατὰ τῶν κιόνων κεφαλίδας, καὶ μετὰ ταῦτα κατὰ τῶν κεφαλίδων ἐπίστυλα λίθινα, ἐν ἀπορίᾳ δὲ λιθίνων ἐπιστύλων, ξύλινα ἐπίστυλα πάνυ | |
10 | γενναῖα ἐπιθείς, ἐπέκτισα κατὰ τῶν κιόνων κύκλῳ δύο οἰκίσκους, ἔχοντας ὕψος ἀπὸ πηχῶν ἑπτά, τάξας | |
ἐν τοῖς τοίχοις ἀπὸ μὲν δύσεως μίαν θυρίδα φωτὸς ἕνεκεν, ἀπὸ δὲ ἀνατολῆς ἄλλην θυρίδα, τάξας ἐν αὐτῇ τὸν καλούμενον καθέκτην, ὅθεν χρὴ τὰς περι‐ | 409 | |
15 | στερὰς ἐπὶ νομὴν ἐξιέναι· ἀπὸ δὲ μεσημβρίας θύραν, χάριν τοῦ εἰσιέναι τὸν ἐπιμελούμενον τῶν ὀρνέων. | |
14.6.7 | καὶ τούτῳ τῷ τρόπῳ ἀβλαβεῖς τὰς περιστερὰς ἐφύλαξα. οὔτε γὰρ ἑρπετὰ ἀνελθεῖν οἷόν τέ ἐστι διὰ τῶν κιόνων σφόδρα ἐπιμελῶς ἐπιχρισθέντων κονιά‐ μασι, καὶ ὁμαλισθέντων· | |
14.6.8 | οὔτε αἰλούρους, οὔτε ἕτερον ζῶον ἐπιτίθεσθαι δυνατόν, μὴ ὄντων πλησίον οἰκημάτων, ἀφ’ ὧν ἐπιβουλεύειν δυνήσονται. | |
14.6.9 | χρὴ δὲ τὸν βουλόμενον περιστερεῶνα συνιστᾶν μὴ ἀπὸ νέων ἄρχεσθαι περιστερῶν, ἀλλ’ ἐκ τοκάδων. εἰ δέ ἐστι ζεύγη δέκα πρὸς τὴν σύστασιν, πολυπλασιάζονται | |
5 | ταχέως. | |
14.7t | Περὶ ὀρνίθων. Φλωρεντίνου. | |
14.7.1 | Τὰς κατοικιδίους ὄρνις ἐν θερμοτέροις οἴκοις καὶ στεγνοτέροις θρεπτέον, ἐν οἷς καπνὸς παραφύεται. | |
14.7.2 | ἐν δὲ τοῖς τοίχοις καὶ νοσσιὰς εἰς τὸ ἐν αὐταῖς τίκτειν κατασκευάσομεν, συντιθέντες σανίδας καὶ ὑπο‐ στρωνύντες ἄχυρα, ὅπως τὸ καταφερόμενον ὠὸν μὴ κατὰ ξηροῦ φέρηται, καὶ ῥήγνυται. δεῖ δὲ πηγνύναι | |
5 | ἐν τοῖς τοίχοις κάμακας, ἐφ’ ὧν αὐλίζονται αἱ ὄρνις. | 410 |
14.7.3 | Παραβλητέον τε αὐταῖς τροφὴν πτισάνην ἑφθήν, ἢ κέγχρον, ἢ πίτυρα σίτου, ἢ ζιζάνια τὰ καλούμενα αἴρας, ἅπερ ἐστὶ κάλλιστα εἰς τροφήν, καὶ κυτίσσου φύλλα ὑγρά· ταῦτα γὰρ καὶ γονιμωτάτας ποιεῖ. | |
14.7.4 | Ὅταν δὲ ὠοτοκῶσι, παρατηρεῖν μάλιστα χρή, ὅπως μὴ γίγαρτα φάγωσι. τὸ γὰρ γόνιμον αὐτῶν ἐπέχει. | |
14.7.5 | τὰς δὲ ὠοφαγούσας ὄρνιθας ἀπεθιστέον οὕτως. ὠοῦ τὸ λευκὸν κενωτέον, εἰς δὲ τὴν λέκιθον, τουτέστι τὸ χρυσίζον τοῦ ὠοῦ, γύψον ὑγρὰν ἐμβλητέον, ἵνα ὀστρακωθῇ. ἐφιέμεναι γὰρ τῆς λιχνείας, καὶ πλέον | |
5 | οὐδὲν εὑρίσκουσαι, ταχέως ἀφέξονται τοῦ τοῖς ὠοῖς λυμαίνεσθαι. | |
14.7.6 | Λιπαίνονται δὲ μάλιστα, καὶ παχύτα‐ ται γίνονται, ἐν οἴκῳ σκοτεινῷ καὶ θερμῷ τρεφόμεναι, τῶν ὠκυπτέρων ἐκτιλλομένων, προσφερομένης τε τρο‐ φῆς ἀλεύρων κριθίνων ὕδατι φυραθέντων. | |
14.7.7 | Ἄλλοι δὲ κριθῶν καὶ αἴρας ἀλεύρῳ χρῶνται, ἢ κριθῶν καὶ λινοσπέρμου μετὰ ὠμῆς λύσεως. οἱ δὲ καὶ ἀλφίτων μιγνύουσιν, ἔνιοι τούτοις καὶ οἶνον προσχέουσιν. | |
5 | τινὲς δὲ ἄρτον σίτινον εἰς οἶνον καλὸν διαβρέχοντες διδόασιν. οἱ πλεῖστοι δὲ κέγχρῳ τρέφουσιν. | |
14.7.8 | Χρὴ | |
δὲ τὸν βουλόμενον ὀρνιθοτροφεῖν, ἐκλέγεσθαι τῶν ἀλεκτορίδων τὰς πολυγονωτάτας· καταλαμβάνεται δὲ τοῦτο ἐξ αὐτῆς τῆς χρείας καὶ τῆς πείρας, οὐ μὴν | 411 | |
5 | ἀλλὰ καὶ ἐξ ἑτέρων τινῶν τεκμηρίων. | |
14.7.9 | ὡς ἐπίπαν γὰρ αἱ ξανθίζουσαι, καὶ περιττοδάκτυλοι, τὰς ὄψεις μεγάλας ἔχουσαι, τόν τε λόφον ἐπῃρμένον, καὶ αἱ μελανόπτεροι, καὶ τοῖς ὄγκοις μεγάλαι, τούς τε ἄῤ‐ | |
5 | ῥενας οἴσουσι ῥαδίως, καὶ πρὸς ὠοτοκίας κρείττους εἰσί, καὶ τὰ ὠὰ μεγάλα τίκτουσιν, ἐξ ὧν καὶ τὰ νεογνὰ γίνεται γενναῖα. | |
14.7.10 | μὴ πλέον δὲ τῶν πεντή‐ κοντα ὀρνίθων ἐν τῷ οἴκῳ θρεπτέον. διαφθείρονται γὰρ ἐν ταῖς στενοχωρίαις. τοῦ δὲ πλήθους τῶν ὀρνίθων τὸ ἕκτον μέρος ἔστωσαν ἀλεκτρυόνες. | |
14.7.11 | Τὰ δὲ τικτόμενα ὠὰ εὐθὺς ληπτέον, καὶ συνθετέον εἰς ἀγγεῖα μετὰ πιτύρων. ὅταν δὲ τὰς ὄρνις ἐπωάζειν βουλώμεθα, καθαρὰ ἄχυρα ὑποστρωτέον, ἐντιθέντας | |
5 | ἐν αὐτοῖς σιδηροῦν ἧλον· δοκεῖ γὰρ ἀλέξημα τοῦτο εἶναι πρὸς πᾶσαν κακίαν. | |
14.7.12 | Ὑποτίθεται τῇ μὲν ἀγαθῇ ὄρνιθι μὴ πλέον τῶν κγʹ ὠῶν, τῇ δὲ μὴ τοι‐ αύτῃ ἐλάττονα, πρὸς τὴν ἑκάστης φύσιν. | |
14.7.13 | πανταχοῦ μέντοι δεῖ ἄνισον εἶναι τὸν ἀριθμόν, καὶ αὐξανομένης τῆς σελήνης ὑποτιθέναι, τουτέστι μετὰ τὴν γένναν, ἕως ιδʹ σελήνης. τὰ δὲ πρὸ νέας σελήνης ὑποτιθέ‐ | |
5 | μενα διαφθείρεται. | |
14.7.14 | Δεῖ δὲ ὑποτιθέναι τὰ ὠά, | |
μάλιστα ἀπὸ ζεφύρου πνοῆς τικτόμενα, μέχρι μετο‐ πωρινῆς ἰσημερίας, τουτέστιν ἀπὸ ζʹ Φεβρουαρίου, ἕως κβʹ Σεπτεμβρίου. διόπερ ἐν τῷ τίκτεσθαι χωρὶς | 412 | |
5 | αὐτὰ θετέον, ὅπως ἐκ τούτων ἡ νεοττοτροφία γένη‐ ται. | |
14.7.15 | τὰ δὲ πρὸ τούτου τοῦ καιροῦ ἢ μετὰ ταῦτα τικτόμενα καὶ τὰ πρωτότοκα πάντα οὐχ ὑποθετέον· ἄγονα γὰρ καὶ ἀτέλεστα γίνεται. ὥρα δὲ ἀρίστη πρὸς τὸ ὑποτιθέναι τὰ ὠὰ ἀπὸ ἰσημερίας ἐαρινῆς, τουτέστιν | |
5 | ἀπὸ κδʹ τοῦ Μαρτίου μηνός. | |
14.7.16 | δεῖ δὲ ὑποτιθέναι ταῖς προβεβηκυίαις, οὐ ταῖς ἀκμαζούσαις, καὶ τίκτειν δυναμέναις. ἀκμαιόταται γὰρ πρὸς ὠοτοκίαν εἰσὶν αἱ ἐνιαύσιαι, μάλιστα δὲ αἱ διετεῖς, αἱ δὲ τούτων πρεσβύ‐ | |
5 | τεραι, ἧττον. | |
14.7.17 | τὰς δὲ κέντρα ἐχούσας ὄρνις, ἐοι‐ κότα τοῖς τῶν ἀλεκτρυόνων, κωλυτέον ἐπωάζειν· τρυπῶσι γὰρ τὰ ὠά. | |
14.7.18 | Μετὰ δὲ τὴν σύνθεσιν τῶν ὠῶν ἐμβιβαστέον τὰς ὄρνις καὶ ἐγκλειστέον, ἵνα ὅλης τῆς ἡμέρας καὶ τῆς νυκτὸς θάλπωσιν αὐτά. | |
14.7.19 | πρωῒ δὲ καὶ δείλης ἀνοικτέον, τροφήν τε παραβλητέον τὴν συνήθη καὶ ποτόν, εἶτα πάλιν ἐγκλειστέον. τὰς δὲ μὴ αὐτομάτως ἀναβαινούσας ἀναγκαστέον. | |
14.7.20 | ὁ δὲ πρὸς τοῦτο τεταγμένος δι’ ἡμερῶν μεταστρεψάτω τὰ ὠά, ἵνα πάντοθεν ὁμαλῶς θάλπωνται. | |
14.7.21 | Διαγιγνώσκεται δὲ τὰ ὠά, εἰ γόνιμον ἔχει τὸ ἐνόν, ἐάν, μετὰ τετάρ‐ την ἡμέραν τοῦ θαλφθῆναι, πρὸς τὴν αὐγὴν τοῦ ἡλίου θεωρῆται. | |
14.7.22 | ἐὰν μὲν γάρ τι φαίνηται δια‐ τρέχον ἰνῶδες καὶ ὕφαιμον, 〈γόνιμόν〉 ἐστι τὸ ἐνόν. | |
ἐὰν δὲ διαφανὲς εἴη, ὡς ἄγονον ἐκβλητέον, ἀντὶ δὲ τῶν ἀποδοκιμαζομένων ἕτερα ὑποθετέον. | 413 | |
14.7.23 | Οὐ δεῖ δὲ εὐλαβεῖσθαι μὴ διαφθαρῇ τὰ ὠά, ἐὰν πολλάκις ἡσύχως μεταστρέφωνται· βλάπτει γὰρ οὐδὲν τὸ τοιοῦ‐ τον. | |
14.7.24 | Δεῖ δὲ κατ’ αὐτὴν τὴν ἡμέραν μὴ μίαν μόνην ἐπικαθίζειν ὄρνιν, ἀλλὰ γʹ ἢ δʹ. | |
14.7.25 | τὰ δὲ ἐκκολαπτόμενα νεόττια εὐθέως ὑποσπαστέον ἐξ ἑκά‐ στης ὄρνιθος, καὶ ὑποβλητέον τῇ ὀλιγαρχούσῃ. τὰ δὲ παρ’ αὐτῇ μὴ κολαφθέντα ὠὰ καταμεριστέον εἰς τὰς | |
5 | ἔτι θαλπούσας, ἵνα μετ’ ἐκείνων θαλπόμενα ζωογονῆ‐ ται. τῇ δὲ ὀλιγαρχούσῃ τριάκοντα μόνον νεοττούς, μὴ πλέον, ὑποβλητέον. | |
14.7.26 | πολεμικώτατον δὲ τῷ γένει τῶν ὀρνίθων τὸ ψύχος. | |
14.7.27 | δοκιμάσεις εἰ χρήσιμά ἐστι τὰ ὠά, οὕτως. βάλε ταῦτα εἰς ὕδωρ, τὸ μὲν γὰρ ἀποδέον ἐπιπολάζει ὡς ἄχρηστον, τὸ δὲ πλῆρες κατε‐ νεχθήσεται κάτω. οὐδὲ γὰρ χρὴ πρὸς δοκιμασίαν | |
5 | σείειν τὰ ὠά, ἵνα μὴ διαφθαρῇ τὸ ἐν αὐτοῖς ζωτικόν. | |
14.7.28 | Ἐπειδὴ καὶ ἑτερογενῆ ὠὰ ταῖς κατοικιδίαις ὄρνισί τινες ὑποτιθέασιν· ἰστέον ὅτι [ὡς] τὰ ὠὰ τοῦ φασια‐ νοῦ ὁμοίως τοῖς οἰκείοις διὰ καʹ ἐκγλύφει· τοῦ δὲ ταῶνος καὶ χηνὸς διὰ κθʹ. | |
14.7.29 | στοχάζου τοίνυν καὶ ταῦτα ὑποτιθεὶς κατὰ τὰ προειρημένα, ὅπως δύο ἢ τρισὶν ἡμέραις τῆς πεμπταίας ἢ τοσαύταις ὕστερον ἐκγλυφῇ. | |
14.7.30 | Εἰσὶ δὲ ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴ‐ γυπτον ὄρνις μονόσιροι, ἐξ ὧν οἱ μάχιμοι ἀλεκτρυ‐ | |
όνες γεννῶνται, δὶς καὶ τρὶς ὠὰ θάλπουσαι ἐφεξῆς, τῶν τελεσφορουμένων ἑκάστοτε νεοττῶν ὑφαιρου‐ | 414 | |
5 | μένων, καὶ χωρὶς τρεφομένων, ὡς ἐπωάζειν τὴν ὄρνιν μβʹ ἢ ξγʹ. | |
14.8t | Πῶς δυνατὸν καὶ δίχα ὄρνιθος νεοσ‐ σοὺς ἐπινοῆσαι. Δημοκρίτου. | |
14.8.1 | Ἕξεις νεοσσοὺς πολλοὺς δίχα τοῦ ἐπωάζειν ὄρνιν, τοῦτον τὸν τρόπον. ἡνίκα τῇ ἐπωαζούσῃ ὄρνιθι ὑποβάλῃς τὰ ὠά, κατ’ αὐτὴν τὴν ἡμέραν λαβὼν ὀρνι‐ θείαν κόπρον κόψον λεπτήν, καὶ σήσας βάλε εἰς | |
5 | γάστρας· τῇ δὲ κόπρῳ περίβαλε ὀρνιθίων πτερά, ἐπὶ δὲ τούτοις ἔνθες τὰ ὠὰ ὀρθά, τὸ ὀξὺ μέρος ἄνω ἔχοντα, ἔπειτα τούτοις πάλιν ἐπίβαλλε τῆς αὐτῆς κόπρου, ἕως ἂν καλυφθῇ πάντοθεν, καὶ ἔασον τὰς πρώτας δύο ἡμέρας ἢ τρεῖς. τὸ δὲ λοιπὸν καθ’ ἑκά‐ | |
10 | στην ἡμέραν μετάστρεφε (προσέχων τὰ ὠὰ μὴ συγκρουσθῇ πρὸς ἄλληλα), ἵνα θάλπηται ὁμαλῶς. | |
14.8.2 | μετὰ δὲ εἰκοστὴν ἡμέραν, ὅταν τὰ ὠὰ τῆς ὄρνιθος ἄρχηται γλύφειν, καὶ τὰ ἐν ταῖς γάστραις εὑρήσεις περιῤῥησσόμενα· δι’ ἣν αἰτίαν καὶ ἐπιγράφουσι τὴν | |
ἡμέραν καθ’ ἣν ὑπετέθη, ὥστε τὸν ἀριθμὸν τῶν | 415 | |
5 | ἡμερῶν μὴ διαλαθεῖν. | |
14.8.3 | τῇ οὖν εἰκοστῇ ἡμέρᾳ περι‐ αιρῶν τὸ κέλυφος, καὶ ψωμίσας τὰ πωλία ἔμβαλε εἰς κόφινον ἔχοντα ὀρνίθων πτερά. τῇ δὲ ἑξῆς ἡμέρᾳ καὶ τὰ ἐκ τῆς κόπρου βάλε εἰς κόφινον, καὶ ἐπανάγαγε | |
5 | τὴν ὄρνιθα, καὶ κυβερνήσει πάντα. | |
14.8.4 | Ἵνα δὲ τροφὴν ἔχῃ, λαβὼν ζύμην κριθίνην καὶ πίτυρα δεῦσον ὕδατι· καὶ ὀνείαν ἢ ἱππείαν κόπρον βάλε εἰς γάστρας, καὶ μετὰ γʹ ἡμέρας ζωογονηθήσονται σκώληκες ἱκανοὶ | |
5 | θρέψαι τοὺς νεοσσούς. | |
14.9t | Περὶ νεοττοτροφίας. Διδύμου. | |
14.9.1 | Τὰ νεόττια τὸ μὲν πρῶτον εὐθέως εἰς κόφινον ἐμβληθέντα ὑπὲρ ὀλίγου καπνοῦ αἰωρεῖται, τροφὴν δὲ ἐπὶ βʹ ἡμέρας οὐ λαμβάνει. τὸ δὲ σκεῦος ἐφ’ οὗ ἡ τροφὴ παρατίθεται βολβίτῳ κλεῖε. | |
14.9.2 | τροφὴν δὲ πρῶ‐ τον λαμβάνει ἐπὶ ιεʹ ἡμέρας ἄλφιτα μετὰ καρδάμου σπέρματος σὺν οἴνῳ βραχέντα ὕδατι. | |
14.9.3 | Ὑποθυμιᾶται δὲ καὶ ὁ οἶκος ἑνὶ τῶν ἀποδιωκόντων τὰ ἑρπετά. | |
14.9.4 | μέχρι δὲ τεσσαράκοντα ἡμερῶν πάντως ἐν σκέπῃ δεῖ εἶναι, καὶ σφόδρα ἐν εὐδίῳ οἰκίσκῳ θρεπτέον. πολεμιώτατον γὰρ τὸ ψύχος αὐτοῖς. | |
14.9.5 | ἐξηύρηται δέ τινα ἀντιπαθῆ πρὸς τὸ μὴ λυμαίνεσθαι τοῖς ὄρνισι τούς τε αἰλούρους ... προαποβραχεῖσα, εἰ δοθείη ποτόν, οὐκ ἐνοχληθήσονται ὑπ’ αὐτῶν. | 416 |
14.9.6 | ἐὰν δὲ πήγανον ὑπὸ τὰς πτέρυγας τῶν ὀρνίθων προσδεθείη, οὔτε αἴλουρος, οὔτε ἀλώπηξ, οὔτε ἄλλο τι θηρίον ἅψεται αὐτῶν; καὶ πολλῷ μᾶλλον, ἐὰν εἰς τὴν τροφὴν χολὴν ἀλώπεκος | |
5 | ἢ αἰλούρου ἀναφυράσας δῷς, ὡς ὁ Δημόκριτος δια‐ βεβαιοῦται. | |
14.10t | Ὠὰ κατάγραπτα ποιῆσαι. Ἀφρικανοῦ. | |
14.10.1 | Κικίδος καὶ στυπτηρίας μετὰ ὄξους τρίψας, ἕως γένηται πάχος μέλανος, ἐπίγραψον ἐξ αὐτοῦ ὃ θέλεις τῷ ὠῷ, καὶ ψυγείσης τῆς γραφῆς ἐν ἡλίῳ κατάθες τὸ ὠὸν εἰς ἅλμην δριμεῖαν, καὶ ψύξας ἕψησον, καὶ λεπί‐ | |
5 | σας εὑρήσεις τὴν ἐπιγραφήν. | |
14.10.2 | Εἰ δὲ κηρῷ περιπλά‐ σας τὸ ὠὸν ἐπιγράψεις ἄχρις ἂν φανῇ τὸ ἔλυτρον τοῖς γράμμασιν, εἶτα ἐάσεις ὄξει βρέχεσθαι τὴν νύκτα, τῇ ἑξῆς περιελὼν τὸν κηρόν, εὑρήσεις τῶν γραμμάτων | |
5 | τὸν τύπον ὑπὸ τοῦ ὄξους γενόμενον διαφανῆ. | |
14.11t | Ὄρνιθας μεγάλα ὠὰ τίκτειν, καὶ περὶ τῆς τῶν ὠῶν φυλακῆς. Λεοντίνου. | |
14.11.1 | Μεγάλα ὠὰ τίκτεσθαι ποιήσεις, εἰ Λάκωνος | |
ὀστράκου κοπέντος μίξας πιτύροις, καὶ οἴνῳ φυράσας παραβάλῃς ταῖς ὄρνισιν· ἢ ὀστράκου κεκομμένου εἰ ὀξύβαφον μίξας ταῖς δύο χοίνιξι τοῦ πιτύρου, δίδως | 417 | |
5 | φαγεῖν. | |
14.11.2 | Τινὲς δὲ ὠὰ μεγάλα τίκτεσθαι βουλόμενοι, μίλτον λύσαντες τῇ τροφῇ μίσγουσιν. | |
14.11.3 | Οὐκ ἐξαμ‐ βλώσκουσι δέ, ἐὰν λευκὸν ὠοῦ ὀπτήσας, καὶ σταφίδος τρωκτῆς πεφρυγμένης τὸ ἶσον λειώσας, παραθείης πρὸ τῆς ἄλλης τροφῆς. | |
14.11.4 | Ἔνιοι καθαίρουσι τοὺς οἰκί‐ σκους καὶ τὰς νεοττίας, καὶ τὰς ὄρνις αὐτάς, θείῳ καὶ ἀσφάλτῳ καὶ πεύκαις. | |
14.11.5 | ἀλλὰ καὶ σιδήρου ἔλασμά τι ἐντιθέασιν, ἢ κεφαλὰς ἥλων, καὶ δάφνης κλωνία ταῖς νεοττίαις. δοκεῖ γὰρ ἀλεξιφάρμακον εἶναι πρὸς τὰς διοσημείας. | |
14.11.6 | Τὰ δὲ ὠὰ φυλάξεις χειμῶνος μὲν ἐν ἀχύροις, θέρους δέ, ἐν πιτύροις. ἄλλοι δὲ ἀποπλύναντες ὕδατι τὰ ὠὰ ἁλσὶ λεπτοῖς καταπλάττουσι, καὶ οὕτω διατηροῦσιν. | |
14.11.7 | τινὲς δὲ εἰς ἅλμην χλιαρὰν ἐμβάψαντες τρεῖς ἢ δʹ ὥρας, εἶτα ἀνελόμενοι ἀποτίθεν‐ ται εἰς πίτυρα ἢ ἄχυρα. τῶν μέντοι εἰς τὴν ἅλμην ἢ εἰς τοὺς ἅλας ἐντιθεμένων μέρος τι ἀποῤῥεῖ. | |
14.11.8 | δια‐ γνώσῃ δὲ τὸ πλῆρες ὠόν, καὶ τὸ μή, βαλὼν εἰς ὕδωρ· τὸ ἀποδέον γὰρ ἐπιπολάσει, κάτω δὲ χωρήσει τὸ | |
πλῆρες. | 418 | |
14.12t | Ὄρνιν μὴ κορυζᾶν. Τοῦ Αὐτοῦ. | |
14.12.1 | Ὀρίγανον βρέξας δίδου πιεῖν, ἢ οὔρῳ πλῦνε, ἢ σκόρδῳ τοὺς μυκτῆρας κατάχριε, ἢ εἰς ὕδωρ βαλὼν πότιζε. | |
14.13t | Ὄρνιθας σκοτῶσαι. Βηρυτίου. | |
14.13.1 | Λάσαρ μέλιτι μίξας βρέχε τὸν σῖτον, καὶ πα‐ ράβαλε. | |
14.14t | Ὥστε ὄρνιθας μὴ ἀμβλῶσαι. Παμφίλου. | |
14.14.1 | Ὄρνις οὐκ ἀμβλώσει, ἐὰν ὠοῦ λέκιθον ὀπτήσας, καὶ σταφίδος πεφρυγμένης τὸ ἶσον λειώσας, παραθῇς πρὸ τῆς ἄλλης τροφῆς. | |
14.15t | Ὄρνις ὑπὸ αἰλούρου μὴ βλάπτεσθαι Ἀφρικανοῦ. | |
14.15.1 | Αἴλουρος ὄρνιθος οὐχ ἅπτεται, ἐὰν κρεμασθῇ ὑπὸ | |
τὴν πτέρυγα αὐτῆς ἄγριον πήγανον. | 419 | |
14.16t | Περὶ ἀλεκτρυόνων. Φλωρεντίνου. | |
14.16.1 | Ἐκλέγεσθαι χρὴ ἀπὸ τῶν ἀλεκτρυόνων τοὺς πολεμικωτάτους· καταλαμβάνεται δὲ τοῦτο ἐξ αὐτῆς τῆς χρείας καὶ πείρας, ἔτι δὲ καὶ ἐξ ἑτέρων τινῶν τεκμηρίων. | |
14.16.2 | ἄριστοι γάρ εἰσιν ἀλεκτρυόνες οἱ συν‐ εστραμμένοι τοῖς ὄγκοις, φοινικόλοφοί τε, καὶ ῥύγχος βραχὺ ἔχοντες, εὐχάροποί τε ταῖς ὄψεσι, καὶ μελαν‐ όφθαλμοι, καὶ τὸ γένειον ῥοδίζον ἔχοντες, τραχήλους | |
5 | τε εὐπαγεῖς, καὶ ποικίλους τοῖς χρώμασι, καὶ ὅσοι σκέλη φολιδωτά, παχύτερα μᾶλλον ἢ μακρότερα, τὰ δὲ ἐν αὐτοῖς κέντρα στερεὰ καὶ τὰς ἀκμὰς ὀξείας ἔχουσι· τὰς δὲ οὐρὰς μεγάλας καὶ δασείας. | |
14.16.3 | πρὸς δὲ τούτοις οἱ ὀργίλοι καὶ πολύφωνοι, ἔν τε ταῖς συμπλοκαῖς δυσκαταγώνιστοι· καὶ αὐτοὶ μὲν οὐ προ‐ κατάρχοντες μάχης, τοὺς δὲ ἐπιόντας ἰσχυρῶς ἀμυνό‐ | |
5 | μενοι. | |
14.16.4 | καὶ τὰ λυμαντικὰ δὲ τῶν ζώων οὐ φεύγοντες, τὰ δὲ τοιαῦτα ζῶα προσφερόμενα ἀπὸ τῶν θηλειῶν εἴργοντες. | |
14.16.5 | Τοῖς δὲ ἀλεκτρυόσι σπέρμα κυτίσσου καὶ ὑγρὰ φύλλα ὕδατι βρέχοντας δοτέον. τρέφει γὰρ | |
αὐτοὺς οὐδὲν ἧττον τῶν χλωρῶν. | 420 | |
14.17t | Περὶ ποικίλης ἰάσεως ὀρνίθων. Παξάμου. | |
14.17.1 | Ὀφθαλμὸν ὄρνιθος θεραπεύσεις, γυναικείῳ γάλακτι ἢ ἀνδράχνης χυλῷ τὰ ἔξωθεν τῶν ὀφθαλμῶν ἀλείψας, ἢ ἁλὸς ἀμμωνιακοῦ ἢ κυμίνου καὶ μέλιτος ἑκάστου τὸ ἶσον κόψας, καὶ ὁμοίως χρίσας· ἄγε δὲ | |
5 | αὐτὰς ὑπὸ σκιάν. | |
14.17.2 | διάῤῥοιαν δὲ ἰάσῃ ἀλφίτων χει‐ ροπληθὲς καὶ κηροῦ τὸ ἶσον οἴνῳ μίξας, καὶ μάζας ποιήσας, καὶ διδοὺς πρὸ τῆς ἄλλης τροφῆς· ἢ μήλων ἢ κυδωνίων τὸ ἀφέψημα πιεῖν· καὶ τὰ ὀπτὰ δὲ ὠφελεῖ | |
14.17.3 | φθειριάσεως δὲ ἀπαλλάξεις κυμίνου πεφρυγμένου καὶ σταφίδος ἀγρίας τὸ ἶσον κόψας, οἴνῳ τε χρίων τὴν ὄρνιν, καὶ προσκλύζων ἀγρίων θέρμων ὕδατι ἀφεψημένων. | |
14.17.4 | κόρυζαν ἐμποιεῖ τὸ ῥυπαρὸν ποτόν, καθαρὸν οὖν χρὴ διδόναι. | |
14.17.5 | θεραπεύσεις δὲ τὴν κόρυζαν σκόρδα διατεμὼν εἰς λεπτά, καὶ βαλὼν εἰς ἔλαιον θερμόν, εἶτα διαψύξας, καὶ ἀποκλύζων τὸ στόμα. καὶ εἰ φάγοιεν δέ, μᾶλλον θεραπευθήσονται. | |
5 | καὶ σταφὶς δὲ ἀγρία καταμόνας ἢ καὶ σὺν ὀρόβῳ μιχθεῖσα ὠφελεῖ. καὶ σκίλλα καθαρθεῖσα, καὶ δια‐ βραχεῖσα ὕδατι, ἔπειτα σὺν ἀλφίτοις παραβληθεῖσα. | |
14.17.6 | Ἐὰν δὲ σφοδρότερον κορυζῶσι, σιδήρῳ τὰ ὑπὸ τὴν γένυν ἀμύσσεται, καὶ τὰ περὶ τοὺς ὀφθαλμοὺς ἐκπιέ‐ ζεται, καὶ ἁλσὶ λεπτοῖς ἀνατρίβεται τὰ τραύματα. | 421 |
14.17.7 | τινὲς ὀρίγανον καὶ ὕσσωπον καὶ θύμον ὑποθυμιῶσι, τὴν κεφαλὴν ὑπερέχοντες τῆς ὄρνιθος· καὶ τὸ ῥάμφος σκόρδῳ ἀνατρίβουσιν. οἱ δὲ σκόρδα ἐν οὔρῳ ἀνθρω‐ πείῳ ἑψήσαντες ἀποτρίβουσι τὰ ῥάμφη πεφυλαγμένως, | |
5 | ὡς μὴ ἅψασθαι τῶν ὀφθαλμῶν. | |
14.18t | Περὶ ταώνων. Διδύμου. | |
14.18.1 | Οἱ ταῶνες μάλιστα ἐν νησιδίοις χειροποιήτοις τρέφονται. πάντως δὲ τὸ χωρίον ἐχέτω πόαν πολλὴν καὶ παράδεισον. | |
14.18.2 | διακριτέον δὲ τοὺς γενναίους ἀπὸ τῶν ἀσθενῶν. σφόδρα γὰρ οἱ κρείττους καταπονοῦσι τοὺς ἥττους. | |
14.18.3 | Τριετεῖς δὲ αἱ θήλειαι γιγνόμεναι τίκτουσιν· αἱ δὲ νεώτεραι ἢ οὐκ ἐκβάλλουσιν, ἢ οὐκ ἐκτρέφουσι τὰ νεόττια. | |
14.18.4 | τροφὴν δὲ δοτέον τοῖς ταῶσι διὰ μὲν τοῦ χειμῶνος κυάμους ἐπ’ ἀνθρακιᾷ φρυγέντας, καὶ πρὸ τῆς ἄλλης τροφῆς, ἑκάστῳ κυά‐ θους ϛʹ· ὕδωρ δὲ καθαρὸν παραβλητέον, οὕτω γὰρ | |
5 | γονιμώτεροι ἔσονται. | |
14.18.5 | Ταῖς δὲ ὠοτοκούσαις ἐν παντὶ τῷ οἴκῳ χόρτον ἢ ἄχυρον ὑποστρωτέον, ὅπως τὰ ὠὰ | |
πεσόντα μὴ διαφθαρῇ. ἑστηκυῖαι γὰρ τίκτουσι, δίς τε τοῦ ἔτους ὠοτοκοῦσιν, οὐ πλείω τὰ πάντα τῶν ιβʹ | 422 | |
5 | ὠῶν. | |
14.18.6 | Χρὴ δὲ ὑποτιθέναι τὰ ὠά, σελήνης ἐναταίας οὔσης, τὰ πάντα θʹ· πέντε μὲν τὰ ἴδια, τέσσαρα δὲ ὄρνιθος κατοικιδίου. | |
14.18.7 | τῇ δὲ δεκάτῃ ἡμέρᾳ τὰ μὲν τῶν ὀρνίθων ἀφαιρεῖν, ἄλλα δὲ προστιθέναι, ὅπως τῇ λʹ μετὰ τῶν τοῦ ταῶνος ὠῶν καὶ τὰ τῶν ὀρνίθων συνδράμῃ. | |
14.18.8 | Τοῖς γεννηθεῖσι μέχρι βʹ ἡμερῶν τρο‐ φὴν μὴ διδόναι, τῇ δὲ γʹ κριθῆς ἀλεύρου φυραθέν‐ τος οἴνῳ, καὶ πιτύρου πτισθέντος καὶ ἑψηθέντος, καὶ πράσου τὰ ἁπαλώτατα φύλλα σὺν τυρῷ χλωρῷ κοπέντα | |
5 | προσφέρωμεν. κριθαὶ δὲ προσκομιζέσθωσαν μετὰ ἓξ μῆνας. | |
14.19t | Περὶ φασιανῶν, καὶ νουμιδικῶν, καὶ περδίκων, καὶ ἀτταγῶν. Βάρωνος. | |
14.19.1 | Καὶ ταῦτα μὲν τὰ ὄρνεα ἀναθρεπτέον οὕτως, ὡς καὶ τοὺς ταῶνας ἐδιδάξαμεν. | |
14.19.2 | λιπαίνεται δὲ ἐγκλεισθέντα, ὥστε τὴν πρώτην ἡμέραν μὴ λαμβάνειν τροφήν. τῇ δὲ ἐπιούσῃ ὑδρόμελι ἢ οἶνον παραθετέον, | |
τροφὴν δὲ τῆς ὠμῆς λύσεως ὕδατι φυραθείσης· δοτέον | 423 | |
5 | δὲ κατὰ μέρος, καὶ προσθετέον κατ’ ὀλίγον· ἔπειτα ἐρεγμὸν ἀλεσθέντα, καὶ πτισάνην, καὶ κέγχρον ὑγιῆ, καὶ λινόσπερμον ἑψήσας, καὶ οὕτως ἅμα τῇ ὠμῇ λύσει μίξας, καὶ προσβαλὼν ἔλαιον μάζας ποιήσας ἐκ τού‐ των, πρόσφερε τὴν τροφὴν εἰς τὸ κορεσθῆναι. | |
14.19.3 | Τινὲς δὲ καὶ τίλιν πρὸς ἡμέρας εʹ ἢ ϛʹ ἐμβάλλουσιν, ἐκχολίσαι καὶ καθᾶραι τὰ ὄρνεα βουλόμενοι. λιπαίνε‐ ται δὲ ὡς ἐπὶ τὸ πολὺ ἡμέραις ξʹ. | |
14.19.4 | θεραπεύεται δὲ καὶ ταῦτα τὰ γένη τῶν ὀρνίθων ταῖς προειρημέναις ἐπὶ τῶν κατοικιδίων ὀρνίθων ἰάσεσιν. | |
14.20t | Περὶ περδίκων. Βηρυτίου. | |
14.20.1 | Οἱ πέρδικες θερμότατοι φύσει τυγχάνουσι πρὸς μίξιν· ὅθεν οἱ ἄῤῥενες διὰ τὰς θηλείας ζηλοτυποῦντες ἀλλήλοις εἰς πυγμὴν καθίστανται. | |
14.20.2 | ἡνίκα τοίνυν θηλειῶν παρουσῶν δύο ἄῤῥενες εὑρεθεῖεν, εὐθὺς εἰς πυγμὴν τρέπονται, καὶ οὐ πρότερον ὁ ἀγὼν διαλύε‐ ται, ἕως ἂν θάτερος αὐτῶν ἡττηθεὶς ὑποχωρήσῃ. | |
14.20.3 | τῷ τοίνυν κρείττονι φανέντι πᾶσαι αἱ θήλειαι λοι‐ πὸν ἕπονται, οὗτος τε γαυριῶν βιβάζει τὸν ἡττηθέντα, καὶ λοιπὸν ἐκεῖνος ἐν τάξει θηλειῶν ἀκολουθήσει τῷ | |
νενικηκότι. | 424 | |
14.21t | Περὶ θήρας περδίκων καὶ λοιπῶν ὀρνέων. Ἀνατολίου. | |
14.21.1 | Πέρδικας ταχέως κυνηγήσεις, εἰ ἄλευρον οἴνῳ βρέξας παραβάλῃς. | |
14.21.2 | πᾶν δὲ ὄρνεον εὐχερῶς ἀγρεύ‐ σεις, ἐὰν οἶνον ἐν ἀγγείοις μεθ’ ὕδατος κεκραμένον οἰνωδέστερον ἀπόθοιο. βραχὺ γὰρ πιόντα καροῦται, καὶ οὐ φεύγει τοὺς ἐπιόντας. | |
14.22t | Περὶ χηνῶν. Τῶν Κυϊντιλίων. | |
14.22.1 | Χῆνας ἐπιλεκτέον τοὺς μεγίστους καὶ λευκοτά‐ τους. χηνοβόσκιον δὲ ἐν χωρίῳ ποιητέον εὐβότῳ καὶ ἐνύδρῳ. | |
14.22.2 | τροφὴν δὲ δοτέον ὄσπρια πάντα, ἄνευ ὀρόβων· καὶ θριδακίνης δὲ φύλλα δίδου· κωλυτέον δὲ ἐσθίειν ἄγρωστιν· αἰτία γὰρ αὐτοῖς ἀπεψίας γίνεται. | |
14.22.3 | ὠοτοκοῦσι δὲ τρίτον τοῦ ἔτους ἕως ιβʹ ὠῶν· ἔσθ’ ὅτε δὲ καὶ πλείονα· καὶ ἐκ τούτων δὲ ὑποθετέον ταῖς ὄρνισι. | |
14.22.4 | Τὰ δὲ νεόττια ταῖς πρώταις ἡμέραις ἔσω μένειν χρή. εὐδίας δὲ οὔσης, ἐπὶ τὴν νομὴν προ‐ άγωμεν, καὶ ἐπὶ τὸ ὕδωρ τροφῆς ἤδη κεκορεσμένα προακτέον· προνοητέον δὲ μὴ ὑπὸ κνιδῶν ἤ τινος | |
5 | ἀκάνθης νύσσοιντο. | |
14.22.5 | φυλακτέον δὲ ὁμοίως, μή πως ἐρίφου ἢ χοίρου τρίχας καταπίωσι. διαφθείρονται γὰρ καταπίνοντα. | 425 |
14.22.6 | ἅμα δὲ τῷ προελθεῖν τὰ νεόττια ἀπὸ τῶν ὠῶν, ἄλφιτα καὶ σῖτος διαβραχεὶς διδόσθω εἰς τροφήν, καὶ κάρδαμον χλωρόν. | |
14.22.7 | οἱ δὲ χῆνες λιπαί‐ νονται ἐν οἴκοις θερμοῖς, ἀλφίτων δύο μερῶν, καὶ πιτύρων τεσσάρων μερῶν, ὕδατι θερμῷ φυραθέντων καὶ παραβληθέντων, ἐφ’ ὅσον βούλονται ἐσθίειν. | |
5 | ἐσθίουσι δὲ τρίτον τῆς ἡμέρας, καὶ περὶ μέσην νύκτα· πίνουσι δὲ δαψιλῶς. | |
14.22.8 | μετὰ δὲ 〈τριάκοντα ἡμέρας εἰ βούλει τὰ ἥπατα αὐτῶν〉 μεγάλα ποιῆσαι, ἰσχάδας ξηρὰς συγκόψας εἰς λεπτά, καὶ φυράσας ὕδατι, δίδου πίνειν ἡμέρας κʹ. | |
14.22.9 | δεῖ δὲ σημειοῦσθαι ἑκάστης χηνὸς τὰ ὠὰ διὰ χαρακτήρων τινῶν, καὶ ταῦτα ὑποτιθέναι τῇ μητρί. τὰ γὰρ ἀλλότρια τοῦτο τὸ γένος οὐ θάλ‐ πει. | |
14.22.10 | δεῖ δὲ ὑποτιθέναι ὠὰ ἕως τῶν θʹ ἢ τὸ μήκιστον ιαʹ, μὴ ἔλαττον δὲ ζʹ. ἐπωάζει δὲ ὡς ἐπὶ τὸ πολὺ ἡμέρας κθʹ, ψύχους δὲ ὄντος, ἡμέρας λʹ· ὅσας δὲ ἡμέρας ἐπωάζει, κριθὰς βεβρεγμένας ἐν ὕδατι παρα‐ | |
5 | θετέον. | |
14.22.11 | Μετὰ δὲ λʹ ἡμέρας εἴ τις βούλοιτο τὰ | |
ἥπατα αὐτῶν μεγάλα ποιῆσαι, ἰσχάδας ξηρὰς συγκόψας εἰς λεπτά, καὶ φυράσας ὕδατι, διὰ τοῦ στόματος διδότω ἐπὶ ἡμέρας κʹ, ἢ τὸ γοῦν ἔλαττον ιζʹ ἐντιθέτω. | 426 | |
14.22.12 | τινὲς δέ, πρὸς τὸ μέγα ποιῆσαι τὸ ἧπαρ, καὶ τὸν χῆνα εἶναι λιπαρόν, τρέφουσιν οὕτως. ἐγκλείσαντες αὐτὸν παραβάλλουσι σῖτον βεβρεγμένον, ἢ κριθὴν ὁμοίως· ὁ μὲν γὰρ σῖτος λιπαίνει ταχέως, ἡ δὲ κριθὴ | |
5 | λευκὸν ποιεῖ τὸ κρέας. | |
14.22.13 | ἐσθιέτω δὲ ἐκ τῶν προ‐ ειρημένων εἰδῶν, ἢ καὶ ἀμφότερα, ἐπὶ ἡμέρας κʹ ... καὶ δεύτερον τῆς ἡμέρας προσφέρων κολλύρια ἀνὰ θʹ μέν, ἐπὶ ἡμέρας εʹ· ἑξῆς δὲ κατὰ βραχὺ προστιθεὶς ἕως ιεʹ· | |
5 | ὡς γίνεσθαι τὰς πάσας ἡμέρας λʹ. | |
14.22.14 | πληρωθεισῶν δὲ τῶν νʹ ἡμερῶν, ζέσας μαλάχας, τῷ ἀποζέματι ἔτι θερμῷ ὄντι τὴν ζύμην βρέχων πρόσφερε, καὶ τοῦτο ποίει ἐπὶ ἡμέρας δʹ. | |
14.22.15 | Πρόσφερε δὲ κατὰ τὰς αὐτὰς ἡμέρας καὶ μελίκρατον, τρίτον ἑκάστης ἡμέρας ἀλλάσ‐ σων αὐτό, καὶ μὴ τῷ αὐτῷ χρώμενος· καὶ οὕτως ταῖς ὑπολοίποις ϛʹ ἡμέραις μετὰ τῆς προειρημένης ζύμης | |
5 | ἰσχάδας ξηρὰς συγκόψας εἰς λεπτὰ δίδου, καὶ οὕτως μετὰ ἡμέρας ξʹ χρήσῃ καὶ αὐτῷ, καὶ τῷ ἥπατι, ἁπαλῷ | |
καὶ λευκῷ, ὅπερ ἐξαιρεθὲν ἐμβάλλειν χρὴ εἰς ἀγγεῖον πλατὺ ἔχον ὕδωρ χλιαρὸν ἀλλάσσειν τε δεύτερον καὶ τρίτον αὐτὸ τὸ ὕδωρ. | 427 | |
14.22.16 | καλλίονα δέ ἐστι τὰ τῶν θηλειῶν σώματα καὶ ἥπατα. ἔστωσαν δὲ οἱ χῆνες μὴ ἐνιαυσιαῖοι, ἀλλὰ διετεῖς ἕως τετραετῶν. | |
14.23t | Περὶ νηκτῶν. Διδύμου. | |
14.23.1 | Τὰ νηκτά τινες καλοῦσι νήσσας. θρεπτέον δὲ ἐν περιβόλοις πεφυλαγμένοις, ὡς μήπως ἀποπτῶσιν. | |
14.23.2 | ἐν μέσῃ δὲ τῇ δεξαμενῇ σπαρτέον ἄγρωστιν. τρο‐ φὴν δὲ εἰς ὀχετὸν ὕδατος ἐμβλητέον σῖτον, ἢ κέγχρον, ἢ κριθάς, ἢ γίγαρτα πεφρυγμένα. | |
14.23.3 | διὰ δὲ χρόνου τινὸς καὶ ἀκρίδας, ἢ καρίδας, καὶ ὅσα λιμναῖα ἢ ποτάμια τούτοις παραπλήσια εἰώθασι λαμβάνειν. | |
14.23.4 | Οἱ δὲ βουλόμενοι μᾶλλον ἔχειν αὐτὰ ἥμερα, ζητήσαντες ὠὰ περὶ τὰς λίμνας, καὶ ταῖς ὄρνισιν ὑποθέντες, ἀνα‐ θρεψάμενοί τε, ἡμέρους ἕξουσι νήσσας. | |
14.23.5 | πιαίνει δὲ αὐτὰς ἡ πλείων τροφή, ὡς καὶ τὰ πλεῖστα τῶν ὀρνέων. εἰ δέ τις τὸν τόπον παραφυλάξειεν, ἐξ οὗ τὸ ποτὸν λαμβάνουσι, καὶ τὸ ὕδωρ ἐκτρέψας οἴνου | |
5 | μέλανος βάλοι, πιόντα πεσεῖται καὶ ἁλώσεται. τὸ αὐτὸ | |
δὲ καὶ ἡ τρὺξ τοῦ οἴνου ποιήσει. | 428 | |
14.24t | Περὶ τρυγόνων, καὶ ὀρτύγων, καὶ κιχλῶν, καὶ τῶν λοιπῶν μικρῶν ὀρνέων. Τοῦ Αὐτοῦ. | |
14.24.1 | Πιαίνονται μὲν τρυγόνες κέγχρῳ καὶ ἐλύμῳ, καὶ ποτῷ διαψιλεῖ (χαίρουσι δὲ καὶ ταῦτα τόπῳ καὶ ὕδατι), ὄρτυγες δὲ κέγχρον, σῖτον, αἶραν, ὕδωρ καθα‐ ρὸν λαβόντες. | |
14.24.2 | ἐπειδὴ δὲ οἱ ὄρτυγες ἐλλέβορον ἐπινεμόμενοι τοὺς ἐσθίοντας εἰς κίνδυνον ἐμβάλλουσι, κατατεινομένους καὶ ἰλιγγιῶντας, συνεψητέον αὐτοῖς ἑκάστοτε κέγχρον. | |
14.24.3 | ἐὰν δὲ φαγών τις προληφθῇ τῷ πάθει, κέγχρον ἀφεψήσας πιέτω. τὸ δὲ αὐτὸ καὶ μύρτα ποιεῖ. ταῦτα δὲ καὶ ἐπὶ τῶν θανατοποιῶν μυκήτων μεγάλως ὠφελεῖ. | |
14.24.4 | ἔχει δὲ καὶ ἄλλην τινὰ ἡ κέγχρος εἰς ἀνθρώπους φυσικὴν ἀρετήν. εἰ γὰρ κεγχρίτην τις ἄρτον προφάγοι, οὐκ ἂν βλαβείη ποτὲ ὑπὸ δηλητηρίου. | |
14.24.5 | κίχλαι δὲ ἐν θερμῷ οἴκῳ νέμον‐ ται· κάμακας δὲ τοῖς τοίχοις τοῦ οἰκίσκου ἐνθετέον, καὶ περὶ τὰς γωνίας κλωνία δάφνης ἤ τινος ἄλλου θετέον. | |
14.24.6 | ἐν δὲ τῷ καθαρῷ τοῦ ἐδάφους ἡ τροφὴ | |
τίθεται, τουτέστι σῦκα ξηρὰ διαβραχέντα ὕδατι, καὶ πιεσθέντα, κοπέντα τε καὶ προσμιχθέντα ἀλεύρῳ ἢ τῇ ὠμῇ λύσει· καὶ μύρτα δὲ καὶ ἡ σχῖνος, καὶ κισσοῦ | 429 | |
5 | καρπός, καὶ δάφνης, καὶ ἐλαίας, καὶ ὅσα τοιαῦτα. | |
14.24.7 | πιοτέρας δὲ ποιήσει κέγχρος καὶ ἔλυμος, καὶ ὕδωρ καθαρώτατον. | |
14.24.8 | καὶ τὰ μικρὰ δὲ ὄρνεα κέγχρῳ, καὶ ἐλύμῳ, καὶ ζειᾷ πτισθείσῃ καὶ ὕδατι καθαρῷ βραχείσῃ σιτίζεται. | |
14.25t | Περὶ κολοιῶν. Λεοντίνου. | |
14.25.1 | Κολοιοὺς ἀπελάσεις, ἐὰν ἕνα θηράσας κρεμάσῃς. οἱ γὰρ λοιποὶ ὁρῶντες αὐτὸν φεύξονται, νομίζοντες πάγας εἶναι ἐν τῷ κτήματι. | |
14.25.2 | κολοιοὺς δὲ ἔρχεσθαι καὶ πᾶν ὄρνεον κωλύσεις, ἐὰν ἐλλέβορον μέλανα οἴνῳ βρέξας μετὰ κριθῶν παραβάλῃς. | |
14.25.3 | Καλῶς δὲ ποι‐ ήσεις, εἰ πρὶν καθίσαι αὐτοὺς εἰς τὴν ἄρουραν, ψόφῳ τινὶ ἀπελάσεις. ἱκανὸς δὲ ὁ ἐκ τῶν κροτάλων καὶ ἐκ τῆς ταυρείας ψόφος ἐκφοβῆσαι τούτους. | |
14.26t | Περὶ γυπῶν. Ἀριστοτέλους. | |
14.26.1 | Ἀριστοτέλης φησί, γύπας μύρου ὀσμῇ ἀπόλλυ‐ σθαι, κανθάρους δὲ τῇ ὀσμῇ τῶν ῥόδων. εἶναι γὰρ τούτοις σωτήριον τὴν δυσωδίαν. | |
14.26.2 | γύπας δὲ μὴ συγ‐ γίνεσθαι, ἀλλὰ ἀντιπρώρους τῷ νότῳ πετομένους ἐγκυμονεῖν, καὶ διὰ τριῶν ἐτῶν τίκτειν. | 430 |
15t1 | ΒΙΒΛΙΟΝ ΙΕ | |
15p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, πεντεκαιδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ φυσικὰς συμπαθείας καὶ ἀντιπαθείας, καὶ περὶ ἐπι‐ μελείας μελιττῶν, καὶ ἐργασίας μέλιτος, καὶ τοῦ μὴ | |
5 | πλήττεσθαι ὑπὸ μελισσῶν ἢ σφηκῶν, καὶ περὶ ἀναι‐ ρέσεως κηφήνων. αʹ. περὶ φυσικῶν συμπαθειῶν καὶ ἀντιπαθειῶν. βʹ. περὶ μελισσῶν καὶ πῶς ἂν ἐκ βοὸς γένοιτο ὁ καλεῖ‐ ται βουγονή. γʹ. περὶ μελιττῶν. δʹ. πρὸς τὸ μελίσσας | |
10 | μὴ φεύγειν. εʹ. πότε δεῖ τρυγᾶν τὰς μελίσσας. ϛʹ. τρυ‐ γῶντα μέλι μὴ τύπτεσθαι. ζʹ. περὶ μέλιτος καὶ θερα‐ πείας αὐτοῦ. ηʹ. μελισσῶν σμήνη μὴ φαρμακοῦσθαι μηδὲ ἀγροὺς μηδὲ οἰκίας μηδὲ κτηνοτροφεῖα μηδὲ ἐργαστήρια. θʹ. πρὸς τὸ ἀνελεῖν κηφῆνας. ιʹ. ὑπὸ | |
15 | σφηκῶν μὴ κρούεσθαι. | 431 |
15.1t | Περὶ φυσικῶν συμπαθειῶν καὶ ἀντι‐ παθειῶν. Ζωροάστρου. | |
15.1.1 | Πολλὰ εὗρεν ἡ φύσις ἀντιπαθοῦντα καὶ συμπα‐ θοῦντα ἀλλήλοις, ὡς ὁ Πλούταρχος ἐν τῷ βʹ τῶν συμποσιακῶν αὐτοῦ φησιν. | |
15.1.2 | Ἀναγκαῖον οὖν ἡγησά‐ μην, καὶ ἐκ τούτων τὰ παραδοξότερα συντάξαι τῷδέ μου τῷ συγγράμματι. οὐ γὰρ μόνους τοὺς γεωργίας ἐραστὰς ἐκ τῶν ἐμῶν πόνων τὸ χρήσιμον συλλέγειν | |
5 | ἐσπούδακα, ἀλλὰ καὶ τοῖς φιλολόγοις ἁρμοδίαν εἶναι τὴν παρ’ ἐμοῦ συγγραφήν. | |
15.1.3 | Μάνθανε οὖν, ὅτι μαινόμενος ἐλέφας πρᾷος γίνεται, κριοῦ ὀφθέντος αὐτῷ, καὶ ὅτι φρίττει νέου δέλφακος φωνήν. | |
15.1.4 | Ἄγριος ταῦρος ἀτρεμεῖ καὶ πρᾳΰνεται συκῇ προσδεθείς. | |
15.1.5 | Ἵππος ὑπὸ λύκου βρωθεὶς ἀγαθὸς ἔσται καὶ ποδώ‐ κης. καὶ τὰ λυκόβρωτα πρόβατα ἥδιον ἔχει τὸ κρέας, τὸ δὲ ἔριον φθειροποιόν. ταῦτα μὲν Πλουτάρχῳ εἴρηται. | |
15.1.6 | Πάμφιλος δὲ ἐν τῷ περὶ φυσικῶν φησιν, ὅτι λύκων ἴχνη πατήσαντες ἵπποι ναρκῶσι τὰ σκέλη. | |
15.1.7 | Λύκος σκίλλης θίγων σπᾶται· ὅθεν αἱ ἀλώπεκες τοῖς φωλεοῖς αὐτῶν σκίλλαν παρατίθενται, διὰ τοὺς λύκους. | |
15.1.8 | ὁ λύκος προορῶν τὸν ἄνθρωπον ἀσθενέ‐ στερον αὐτὸν καὶ ἄφωνον ποιεῖ, ὡς ὁ Πλάτων ἐν ταῖς πολιτείαις αὐτοῦ φησιν· ὀφθεὶς δὲ πρότερος ὁ λύκος αὐτὸς ἀσθενέστερος γίνεται. | |
15.1.9 | Λέων ἐπιβὰς πρίνου πετάλοις ναρκᾷ· φοβεῖται καὶ τὸν ἀλεκτρυόνα, καὶ τὸν φθόγγον αὐτοῦ· κἂν ἴδῃ αὐτόν, φεύγει. | 432 |
15.1.10 | ὕαινα, φυσικῷ τινι λόγῳ, τῇ ἀπὸ σελήνης νυκτε‐ ρινῇ σκιᾷ τοῦ κυνὸς ἐπιβᾶσα, ὥσπερ διὰ σχοίνου ἀπὸ ὕψους κατάγει ἑαυτήν. | |
15.1.11 | Ὁ δὲ Νέστωρ ἐν τῇ πανακείᾳ αὐτοῦ φησιν, ὅτι ἡ ὕαινα ἐπειδὰν θεάσηται ἄνθρωπον ἢ κύνα καθεύδοντα, παρεκτείνει τὸ οἰκεῖον σῶμα τῷ καθεύδοντι· καὶ εἰ μὲν ἑαυτὴν ἴδοι μείζονα | |
5 | τοῦ καθεύδοντος τυγχάνουσαν, παράφρονα φυσικῶς τῷ ἑαυτῆς μήκει ποιεῖ τὸν καθεύδοντα, καὶ κατεσθίει αὐτοῦ τὰς χεῖρας οὐδὲν ἀμυνομένου. εἰ δὲ βραχυτέραν ἑαυτὴν θεάσεται, φεύγει ταχυτάτοις ποσίν. | |
15.1.12 | Ὑαί‐ νης δέ σοι ἐπιούσης, σπούδαζε μὴ ἀπὸ τοῦ δεξιοῦ μέρους αὐτὴν ἐπιέναι, ἐπεὶ ναρκήσεις, καὶ οὐκ ἂν δύναιο βοηθῆσαι ἑαυτῷ· ἐξ ἀριστεροῦ δὲ μέρους ἐπι‐ | |
5 | ούσης, θαῤῥῶν ἐπέρχου. ἀναιρεῖς γὰρ αὐτὴν πάντως. | |
15.1.13 | Εἴ τις κατέχει τῇ χειρὶ γλῶσσαν ὑαίνης, μεγίστην ἕξει φυλακὴν πρὸς τὴν τῶν κυνῶν ἐπιδρομήν. | |
15.1.14 | Καρ‐ κῖνος προσενεχθείσης αὐτῷ πολύποδος βοτάνης ἀπο‐ βάλλει τὰς χηλάς. νυκτερίδες κισσοῦ θυμιωμένου θνήσκουσι. γύπες ἀπόλλυνται μύρου ὀσμῇ. | |
15.1.15 | ὄφις θνήσκει, δρυὸς φύλλων ἐπιβληθέντων αὐτῷ· οὐ κινη‐ θήσεται ὄφις, πτεροῦ ἴβεως αὐτῷ ἐπιῤῥιφέντος. | |
15.1.16 | Ἔχις πληγεὶς ἅπαξ καλάμῳ ναρκᾷ, πλεονάκις δέ, | |
ῥώννυται. τῇ ἐχίδνῃ φηγοῦ κλωνίον ἐὰν προσαγάγῃς, πτήσσει. | 433 | |
15.1.17 | Χελώνη ὄφεως φαγοῦσα νοσεῖ, ἐπι‐ φαγοῦσα δὲ ὀρίγανον ὑγιαίνει. | |
15.1.18 | πελαργοὶ πλατά‐ νου φύλλα ταῖς νεοττιαῖς ἐντιθέασι, διὰ τὰς νυκτερί‐ δας. | |
15.1.19 | Χελιδόνες διὰ τὰς σίλφας σέλινον ἐντιθέασι, φάτται δάφνην, κιρκοὶ ἀγρίαν θριδακίνην, ἅρπαι κισσόν, κόρακες ἄγνον, ἔποπες ἀδίαντον, κορῶναι περιστερεῶνα τὸν ὕπτιον, κορυδοὶ ἄγρωστιν (ὅθεν | |
5 | καὶ ἡ παροιμία, Ἐν κορυδοῦ κοίτῃ σκολιὴ κέκρυπται ἄγρωστις) κίχλα μυρσίνην, πέρδιξ καλάμου φορβήν, ἐρωδιὸς καρκῖνον, ἀετὸς καλλίτριχον. | |
15.1.20 | Θεόφραστος καὶ Ἀριστοτέλης φασί, τὰ ζῶα οὐ μόνον ἐξ ἀλλήλων γεν‐ νᾶσθαι, ἀλλὰ καὶ αὐτόματα γίνεσθαι, καὶ ἀπὸ τῆς γῆς σηπομένης· αὐτῶν δὲ τῶν ζώων καὶ τῶν φυτῶν | |
5 | μεταβάλλεσθαί τινα εἰς ἕτερα. | |
15.1.21 | καὶ γὰρ τὴν κάμ‐ πην φασὶν εἰς ζῶον ἕτερον πτερωτόν, τὴν καλουμένην ψύχην, καὶ τὰς ἀπὸ τῆς συκῆς κάμπας εἰς κανθαρίδας, τόν τε ὕδρον εἰς ἔχιν, ξηραινομένων τῶν λιμνῶν. | |
15.1.22 | Ἔνια δὲ καὶ κατὰ τὰς ὥρας δοκεῖ μεταβάλλειν, | |
ὥσπερ ὁ ἱέραξ καὶ ὁ ἔποψ μεταβάλλει, καὶ ὁ ἐρίθακος καὶ οἱ καλούμενοι φοινίκουροι θερινοί. | 434 | |
15.1.23 | οὕτω καὶ 〈αἱ〉 συκαλλίδες καὶ οἱ μελαγκόρυφοι· καὶ γὰρ καὶ αὐτοὶ μεταβάλλουσιν εἰς ἀλλήλους· γίνεται δὲ ἡ συκαλλὶς περὶ τὴν ὀπώραν, ὁ δὲ μελαγκόρυφος εὐθὺς | |
5 | μετὰ τρυγητόν. | |
15.1.24 | οἱ θαλάττιοι ὄρνιθες ἐὰν ἑλκω‐ θῶσι τὸ ῥάμφος, ὀριγάνῳ ἰῶνται. σκορπίον ἀναιρεῖ ῥάφανος ἐπιτεθεῖσα αὐτῷ. ἐὰν ὁ πληγεὶς ὑπὸ σκορ‐ πίου ὑπὲρ ὄνου καθίσῃ ὄρθιος πρὸς τῇ οὐρᾷ ἐπιβλέ‐ | |
5 | πων, ὁ ὄνος ἀλγήσει ὑπὲρ αὐτοῦ. σημεῖον δέ, ὅτι περδόμενος διατελεῖ. | |
15.1.25 | ἐὰν ὁ πληγεὶς ὑπὸ σκορπίου εἰς τὸ οὖς εἴπῃ τοῦ ὄνου, σκορπίος με ἔπληξεν, οὐκ ἀλγήσει, εἰς τὸν ὄνον μετελθούσης τῆς ἀλγηδόνος. | |
15.1.26 | οἱ μύρμηκες, ἵνα ὁ σῖτος ἀποθησαυριζόμενος παρ’ αὐτῶν μὴ φύῃ, τὰς ἐντεριώνας τῶν ῥαγῶν ἀφαιροῦσι. | |
15.1.27 | τὰ ἐν τῷ σπείρεσθαι σπέρματα ἁπτόμενα τοῦ κέρατος τοῦ βοὸς ὑπὸ πυρὸς οὐ δαπανᾶται. καλεῖται δὲ τὰ τοιαῦτα κερασβόλα. | |
15.1.28 | ἡ μαγνῆτις λίθος, ἤτοι σιδηρῖτις, ἐφέλκεται τὸν σίδηρον· ἐκπνεῖ δέ, σκορόδου προστριβέντος αὐτῇ· ἀναζῇ δὲ πάλιν τραγείου αἵματος ἐπιχυθέντος αὐτῇ. | |
15.1.29 | ὁ ἠλεκτριωνὸς λίθος, ἤτοι σουγχῖνος, πάντα τὰ ἀχυρώδη καὶ κοῦφα ἕλκει πρὸς ἑαυτόν, πλὴν ὠκίμου. | |
15.1.30 | ὁ ἀετίτης λίθος δύο φύσεις ἔχει· ὁ μὲν γάρ ἐστι ναστὸς καὶ στιβαρός, ὁ δὲ ἀραιὸς καὶ διάκενος. ἀλλ’ ὁ μὲν ναστὸς περιαπτόμενος τοῖς ἀνδράσι συμβάλλεται αὐτοῖς περὶ τὴν σποράν· ὁ δὲ | 435 |
5 | κοῦφος περιαπτόμενος ταῖς γυναιξὶ τελεσφορεῖ τὰ κυοφορούμενα. | |
15.1.31 | ὁ κουράλιος λίθος κείμενος ἐν τῇ οἰκίᾳ πάντα φθόνον καὶ ἐπιβουλὴν ἐλαύνει. τὰ αὐτὰ δὲ ποιεῖ καὶ τὰ κάρφη τῆς ἐβένου, καὶ αἱ ῥίζαι τῆς ἀσπαλάθου, καὶ ἡ εὐώδης ἀναγαλλὶς βοτάνη, καὶ ἡ | |
5 | σκίλλα ξηραινομένη, καὶ ἐν τῷ προθύρῳ τῆς οἰκίας κειμένη. | |
15.1.32 | ἡ γαγάτης λίθος θυμιωμένη τὰ ἑρπετὰ διώκει. αὕτη δὲ ἡ λίθος ψυχρῷ ὕδατι βρεχομένη, καὶ πυρὶ προσφερομένη, ἅπτεται μάλα λαμπρῶς, ὡς ὁ Νέστωρ ἐν τῇ πανακείᾳ αὐτοῦ φησιν· ἐλαίου δὲ ἐπι‐ | |
5 | βαλλομένου αὐτῇ, σβέννυται. | |
15.1.33 | τὸ ἀμίαντον κρεῖτ‐ τόν ἐστι τῆς τοῦ πυρὸς δυνάμεως, καὶ οὐ καίεται, κἂν ἐπὶ πολὺν χρόνον μείνῃ ἐν τῷ πυρί. | |
15.1.34 | ὁμοίως δὲ καὶ ἡ σαλαμάνδρα τὸ ἐλάχιστον ζῶον ἐκ τοῦ πυρὸς ἔχει τὴν γέννησιν, καὶ ἐν τῷ πυρὶ βιοῖ, οὐ καιόμενον ὑπὸ τῆς φλογός. | |
15.1.35 | ταῦροι τοὺς μυκτῆρας ῥοδίνῳ χρισθέντες σκοτοῦνται. τράγος οὐ φεύξεται, ἐὰν κείρῃς | |
αὐτοῦ τὸν πώγωνα. | 436 | |
15.2t | Περὶ μελισσῶν, καὶ πῶς ἂν ἐκ βοὸς γένοιτο, ὃ καλεῖται βουγονή. Φλωρεντίνου. | |
15.2.1 | Τὸ χωρίον, ἐν ᾧ ἔσονται αἱ μέλισσαι, τετρά‐ φθαι πρὸς χειμερινὰς ἢ ἐαρινὰς ἀνατολὰς ἡλίου χρή, ὅπως ἂν θάλπος ἔχωσι χειμῶνος, καὶ θέρους αἱ αὖραι αὐταῖς ἐπιπνέουσαι ἀναπαύωσιν αὐτάς. | |
15.2.2 | ὕδωρ δὲ κρατίστον σμήνεσι, τὸ διὰ τραχείας ῥέον ψηφίδος, ἀδιάφθορόν τε καὶ ἀθόλωτον· ὑγιείας τε γὰρ καὶ καθαροῦ μέλιτος ποιητικόν. | |
15.2.3 | χρὴ δὲ ἐνιστάναι σπι‐ λάδας πέτρας, καὶ ξύλα μικρὸν ὑπερέχοντα τοῦ ὕδα‐ τος, ἵνα ἐφιζάνουσαι πίνωσιν ἀμογητί. | |
15.2.4 | εἰ δὲ μὴ εἴη ῥέον ἀπὸ τῆς γῆς ὕδωρ, ἐκ φρέατος ὕδωρ ἐπαντλεῖν εἰς καθαροὺς ληνοὺς ἢ κρήνας. ἔστωσαν δὲ αὗται πλησίον τῶν μελισσῶν, ὅπως ὑδροφοροῦσαι | |
5 | μὴ κάμνωσι. | |
15.2.5 | νομῇ δὲ θύμου μάλιστα χαίρουσι, καὶ ἀφθόνως τούτου νεμόμεναι, μέλι τε πλεῖστον φέρουσι, καὶ σμήνη τίκτουσιν. | |
15.2.6 | ἐλελίσφακόν τε καὶ θύμβρα καὶ κύτισσον ἥδισται μελισσῶν τροφαί, τά τε νέα σμήνη προσιζάνει κυτίσσῳ μάλιστα, καὶ ἀπ’ αὐτοῦ λαμβάνεται ἀπονώτερον. | 437 |
15.2.7 | κατακλείσεις δέ, τουτέστιν ἀγγεῖα πρὸς ὑποδοχὴν ἄριστα τὰ ἐκ σανίδων ὀξείνων ἢ συκίνων· ὁμοίως δὲ καὶ τὰ ἐκ πιτυΐνων ἢ φηγίνων. εὖρος δὲ ἔστω πηχυαῖον, καὶ μῆκος δίπηχυ. | |
15.2.8 | κεχρί‐ σθω δὲ ἔξωθεν κονίας καὶ βολβίτου φυράματι· ἧττον γὰρ ἂν σαπείη. τρυπᾶν δὲ αὐτὰ χρὴ πλάγια, ὅπως οἱ ἄνεμοι ἠρέμα εἰσπνέοντες τάς τε ἀράχνας αὐτῶν | |
5 | καὶ τὰ εὐρωτιῶντα ξηραίνωσι καὶ διαψύχωσι. | |
15.2.9 | Χαίρει δὲ ἐρημίᾳ μάλιστα τὸ ζῶον, καὶ ἄχθεται ἀνθρώπων ἐπιφοιτήσει. ὅθεν χρὴ τὸν ἐσμοφύλακα θριγκίον περι‐ οικοδομῆσαι ἐξ ἀραιῶν λίθων, ἵνα αὐταὶ διὰ τῶν | |
5 | ὀπῶν εἰσπετόμεναι, τούς τε ἐπιβουλεύοντας ὄρνις, καὶ τὴν δρόσον δύνωνται διαφυγεῖν. | |
15.2.10 | φιλοῦσι δὲ τὰς συνήθεις νομάς, καὶ ἐπὶ ξένας μονὰς οὐκ ἂν ἑκοῦσαι ἔλθοιεν· διόπερ κατὰ χώραν αὐτὰς δεῖ φυλάττειν. | |
15.2.11 | εἰ δὲ πριαμένῳ τινί, ἢ κατ’ ἄλλην αἰτίαν, μετα‐ κομίζειν ἀνάγκη γένοιτο, νυκτὸς καὶ ἠρέμα, καὶ δέρ‐ μασι τὰ ἀγγεῖα περιδήσας, αἰρέτω πρὸ ἡμέρας. λαθὼν | |
γὰρ οὔτε τὰ κηρία ταράξεις, οὔτε τὰ ζῶα ἀνιάσεις. | 438 | |
15.2.12 | Τιθύμαλλον δὲ νεμηθεῖσαι, τοῦ τε ὀποῦ γευσά‐ μεναι, διάῤῥοιαν νοσοῦσι. διὸ δεῖ ἀφανίζειν καὶ ἐκτίλλειν τὸν ἐγγὺς πεφυκότα, αὐτάς τε ἰᾶσθαι, ῥοιᾶς τοῦ καρποῦ τὴν σκέπην, τουτέστι τὸ κέλυφος, κόψαντα, | |
5 | καὶ διὰ λεπτοῦ κοσκίνου σήσαντα ... μετὰ μέλιτος καὶ οἴνου αὐστηροῦ φυράσαντα. | |
15.2.13 | φθειριώσας δὲ ἰάσῃ κλῶνας μηλέας καὶ ἐρινεοῦ καίων καὶ καπνίζων. ἀμβλυωπίαν δὲ νοσούσας ἰάσῃ καπνῷ φύλλων ὀριγά‐ νου. | |
15.2.14 | ὥσπερ δὲ αἱ βουγονεῖς μιᾷ καὶ εἰκοστῇ ἡμέρᾳ ζωογονοῦνται οὕτως καὶ οἱ ἐσμοὶ αὐξάνονται ταῖς ἴσαις ἡμέραις. | |
15.2.15 | Οἱ δὲ βασιλεῖς ἐν ἄκροις τοῖς κηρίοις εὑρίσκονται. χρὴ δὲ ἑκάστῳ σμηνίῳ ἕνα ἀπο‐ λείποντα, τοὺς λοιποὺς ἀφανίζειν. συνιστάμεναι γὰρ πρὸς ἕκαστον αἱ μέλισσαι στασιάζουσι, καὶ τῶν ἔργων | |
5 | ἀφίστανται. | |
15.2.16 | τῶν δὲ βασιλέων οἱ μὲν ἄριστοί εἰσι τῇ χροιᾷ ξανθοί, μέγεθος ἡμιόλιον μελίσσης. οἱ δὲ δεύτεροι ποικίλοι, ὀλίγον ὑπομελαίνοντες, μέγεθος διπλάσιον. | |
15.2.17 | Ἐκ δὲ τοῦ χωρίου τιθύμαλλον, καὶ ἐλλέβορον, καὶ θαψίαν, καὶ ἀψίνθιον, καὶ ἀγρίαν συκῆν ἐξαιρεῖν χρή, καὶ πάντα τὰ τὴν μέλισσαν φθεί‐ | |
ροντα· ἀλλὰ μὴν καὶ τὸ μέλι φαῦλον ἐργάζονται ἀπὸ | 439 | |
5 | τούτων μεταλαμβάνουσαι. | |
15.2.18 | Καὶ τὰ ἐπιβουλεύοντα δὲ αὐταῖς οὕτω διαφθερεῖς (εἰσὶ δὲ ταῦτα σφῆκες, αἰγίθαλλοι, μέροπες, χελιδόνες, κροκόδειλοι, σαῦραι) ... καὶ πάντα τὰ τὴν μέλισσαν φθείροντα ἀποσόβει καὶ | |
5 | ἀναίρει. | |
15.2.19 | πρὸς πάντας δὲ τοὺς προσιόντας ἀνθρώ‐ πους δυσχεραίνουσαι, καὶ ἐπ’ αὐτοὺς ὁρμῶσαι, χαλε‐ πώτεραί εἰσι τοῖς οἴνου καὶ μύρου ὄζουσι· καὶ γυναιξὶ δὲ ἐπέρχονται, μάλιστα ταῖς ἠφροδισιασμέναις. | |
15.2.20 | κεχρί‐ σθω δὲ τὰ ἀγγεῖα, ἐν οἷς αἱ μέλισσαι, ἢ θύμου ἢ λεύκης ἄνθεσιν ἐπιμελῶς. μάλιστα δέ, ἵνα ἀγαπῶσι τὰς οἰκήσεις καὶ ἐμμένοιεν, ἢ νάρδου βοτάνης καὶ | |
5 | σμύρνης τὸ ἶσον ὁμοῦ λειάνας, τετραπλοῦν τε μέλιτος συμμίξας τούτοις, χρίσεις τὰ ἀγγεῖα. | |
15.2.21 | Ἰόβας δὲ ὁ βασιλεὺς Λιβύων ἐν λάρνακι ξυλίνῃ φησὶ δεῖν ποιεῖ‐ σθαι μελίσσας· καὶ Δημόκριτος καὶ Βάρων, ἐν Ῥωμαίᾳ γλώσσῃ, ἐν οἴκῳ φασὶ χρὴ ποιεῖσθαι, ὅπερ ἐστὶ καὶ | |
5 | ἄμεινον. | |
15.2.22 | Ὁ δὲ τρόπος οὗτος. οἶκός σοι ἔστω ὑψηλός, δεκαπηχυαῖος, καὶ εὖρος πηχῶν ιʹ καὶ ταῖς | |
λοιπαῖς πλευραῖς ἶσος. εἴσοδος δὲ εἰς αὐτὸν περι‐ ποιείσθω μία, καὶ θυρίδες τέσσαρες, ἐν ἑκάστῳ τοίχῳ | 440 | |
5 | μία. | |
15.2.23 | εἰς τοῦτον ἀγαγὼν βοῦν τριακοντάμηνον, εὔσαρκον, λιπαρὸν μάλιστα, περίστησον αὐτῷ νεανίας πολλούς, καὶ τυπτέτωσαν αὐτὸν ἰσχυρῶς, καὶ τύπτον‐ τες αὐτὸν ῥοπάλοις ἀποκτεινάτωσαν, ὁμοῦ ταῖς σαρξὶ | |
5 | τὰ ὀστέα συναλοῦντες· | |
15.2.24 | φυλακὴν δὲ ἐχέτωσαν, τὸ μὴ αἱμάξαι τι τοῦ βοός (οὐ γὰρ ἂν ἐξ αἵματος κυη‐ θείη ἡ μέλισσα), ταῖς δὲ πρώταις πληγαῖς μὴ βιαίως ἐμπεσόντες. | |
15.2.25 | Εὐθὺς δὲ ἀποπεφράχθω πᾶς τοῦ βοὸς πόρος ὀθόναις καθαραῖς καὶ λεπταῖς πίσσῃ κεχρισμέ‐ ναις· οἷον ὄμματα, καὶ ῥῖνες, καὶ στόμα, καὶ ὅσα τῇ φύσει πεποιήται εἰς κένωσιν ἀναγκαίαν. | |
15.2.26 | ἔπειτα θύμον ὑποστρώσαντες πολύν, καὶ ὕπτιον ἐπ’ αὐτοῦ καταθέντες τὸν βοῦν, ἐξελθόντες τοῦ οἴκου εὐθὺς τὴν θύραν καὶ τὰς θυρίδας ἐπιχρισάτωσαν πηλῷ στεγανῷ, | |
5 | ὡς μήτε ἀέρι, μήτε ἀνέμῳ, μηδ’ ἥντιν’ οὖν εἴσδυσιν ἢ διάπνευσιν εἶναι. | |
15.2.27 | Τρίτῃ δὲ ἑβδομάδι χρὴ πάν‐ τοθεν ἐξανοίξαντα εἰσεᾶσαι φῶς τε καὶ ἀέρα καθαρόν, πλὴν ὁπόθεν ἂν καθίῃ σφοδρὸν πνεῦμα· εἰ γὰρ ὧδε ἔχοι, τὴν κατὰ τοῦτο εἴσοδον κεκλεισμένην χρὴ ἐᾶσαι. | |
15.2.28 | ἐπὰν δὲ δόξωσιν ἐμψυχῶσθαι αἱ ὕλαι πνεῦμα αὔταρκες ἐπισπασάμεναι, αὖθις χρὴ συγκλεῖσαι τῷ πηλῷ κατὰ τὴν προτέραν χρίσιν. | |
15.2.29 | ἑνδεκάτῃ δὲ μετὰ ταύτην ἡμέρᾳ ἀνοίξας εὑρήσεις πλήρη μελισσῶν βοτρυδὸν ἐπ’ ἀλλήλαις συνηγμένων, καὶ τοῦ βοὸς λειπόμενα τὰ κέρατα καὶ τὰ ὀστᾶ, καὶ τὰς τρίχας, | 441 |
5 | ἄλλο δὲ μηδέν. | |
15.2.30 | φασὶ δέ, ἐκ τοῦ ἐγκεφάλου μὲν γίγνεσθαι τοὺς βασιλέας, ἐκ δὲ τῶν σαρκῶν τὰς ἄλλας μελίσσας· γίγνεσθαι δὲ καὶ ἐκ τοῦ νωτιαίου μυελοῦ βασιλέας· κρατιστεύειν μέντοι τοὺς ἐκ τοῦ ἐγκεφάλου | |
5 | μεγέθει τε, καὶ κάλλει, καὶ ῥώμῃ τῶν ἄλλων. | |
15.2.31 | τὴν δὲ πρώτην τροπὴν καὶ μεταβολὴν τῶν σαρκῶν εἰς ζῶα, καὶ οἱονεὶ κύησίν τινα καὶ γένεσιν, καθιστορή‐ σεις ἐντεῦθεν. | |
15.2.32 | ἀνεῳγμένου γὰρ τοῦ οἴκου, μικρὰ καὶ λευκὰ τὸ εἶδος, καὶ ἀλλήλοις ὅμοια, καὶ οὐ τέλεια, οὔτε ἤδη πάντη ζῶα περὶ τὸν μόσχον πληθύνοντα ὄψει· ἀκίνητα μὲν πάντα, κατὰ μικρὸν δὲ αὐξανόμενα· | |
15.2.33 | ἴδοις δ’ ἂν καὶ τὴν πτεροφύησιν ἤδη διαρθρου‐ μένην, τήν τε οἰκείαν χροιὰν λαμβανούσας, περικαθε‐ στώσας δὲ τὸν βασιλέα, καὶ προσπετασθείσας, βραχύ‐ τερον δέ, καὶ ὑποτρεμούσας ταῖς πτέρυξι, διὰ τὴν | |
5 | ἀήθειαν τῆς πτήσεως, καὶ τὴν τῶν μελῶν ἀτονίαν. | |
15.2.34 | Προσιζάνουσι δὲ ταῖς θυρίσι ῥοιζηδόν, ὠθοῦσαι καὶ βιαζόμεναι ἀλλήλας, πόθῳ τοῦ φωτός. | |
15.2.35 | ἄμεινον δὲ τὰς ἀνοίξεις καὶ ἀποφράξεις τῶν θυρίδων, καθὼς εἴρηται, παρ’ ἡμέραν ποιεῖσθαι· | 442 |
15.2.36 | δέος γὰρ μὴ μετα‐ βάλλοντα ἤδη τὴν τῶν μελισσῶν φύσιν, διὰ τὴν πλείω σύγκλεισιν οὐ σπάσαντα κατὰ καιρὸν τὸν ἀέρα, ὥσπερ πνιγμῷ διόληται. | |
15.2.37 | Τοῦ δὲ οἴκου ὁ μελισσὼν ἐγγὺς ἔστω, καὶ ὅταν ἐκπετασθῶσιν ἀνοιγομέναις ταῖς θυρί‐ σιν ὑποθυμία θύμου τε καὶ κνεώρου. | |
15.2.38 | τῇ γὰρ ὀσμῇ ἑλκύσεις αὐτὰς εἰς τὸν μελισσῶνα, τεθεραπευ‐ μένας ὀσμαῖς ἀνθῶν· καὶ θυμιῶν οὐκ ἀκούσας εἰσε‐ λάσεις. χαίρουσι γὰρ μέλιτται τῇ εὐωδίᾳ καὶ ἄνθεσιν, | |
5 | εἰκόσιν εἶναι μέλιτος δημιουργοῖς. | |
15.3t | Περὶ μελιττῶν. Διδύμου. | |
15.3.1 | Ἡ μέλιττα πάντων τῶν λοιπῶν ζώων ἐστὶ σο‐ φωτάτη καὶ εὐμηχανωτάτη, καὶ σύνεγγυς ἀνθρώπῳ κατὰ τὸ συνετόν· καὶ τὸ κατασκευαζόμενον ὑπ’ αὐτῆς ἐστι θεῖον ἀληθῶς, καὶ χρησιμώτατον ἀνθρώποις. | |
15.3.2 | καὶ ἡ πολιτεία τούτου τοῦ ζώου προσέοικε ταῖς μάλιστα εὐνομουμέναις τῶν πόλεων. | |
15.3.3 | τάς τε γὰρ ἐξόδους καθ’ ἡγεμόνα καὶ πρὸς ἐπίταγμα ποιεῖται. ἀπὸ δὲ τῶν ἀνθέων καὶ τῶν δένδρων τὰ κολλωδέ‐ | |
στερα τῶν δακρύων φέρουσαι, τούτοις ὥσπερ ἀλοιφῇ | 443 | |
5 | τὸ ἔδαφος χρίουσι, καὶ τὰς εἰσόδους. αἱ δὲ πρὸς τὸ μέλι παρασκευάζονται, αἱ δὲ ἄλλο τι συνεργοῦσιν. | |
15.3.4 | ἔστι δὲ καὶ καθαρὸν ὑπερβολῇ τὸ ζῶον, οὐδενὶ τῶν δυσώδων καὶ ἀκαθάρτων προσιζάνον· οὔτε λίχνον, οὔτε δὲ σαρξίν, οὔτε αἵματι, οὔτε λιπάσματι οὐδενὶ προσίπταται, ἀλλὰ μόνοις τοῖς γλυκὺν ἔχουσι τὸν | |
5 | χυμόν. | |
15.3.5 | οὔτε λυμαίνεται τοὺς ἄλλων πόνους, ἀμύ‐ νεται μέντοι ἰσχυρότατα τοὺς λυμαίνεσθαι τοὺς αὐτῆς ἐπιβαλλομένους πόνους. | |
15.3.6 | Εἰδυῖα δὲ τὴν αὐτῆς ἀσθένειαν στενὰς ποιεῖ καὶ οὐκ εἰς εὐθὺ τεταγμένας τὰς εἰς τὸν αὐτῆς οἶκον εἰσόδους. τοὺς οὖν εἰσπορευο‐ μένους ἐπὶ βλάβῃ πλείους περιστᾶσαι ῥαδίως καθαι‐ | |
5 | ροῦσι. | |
15.3.7 | Θέλγει δὲ τοῦτο τὸ ζῶον καὶ κάλλιστον μέλος· ὅθεν οἱ μελιουργοὶ διασκορπιζομένας αὐτὰς κυμβαλίζοντες, ἢ τὰς χεῖρας εὐρύθμως κροτοῦντες, συνάγουσι. | |
15.3.8 | Μόνον δὲ τοῦτο τὸ ζῶον ἐπιζητεῖ ἡγεμόνα τὸν ἐπιμελησόμενον τῶν ὅλων· διόπερ ἀεὶ τιμᾷ τὸν βασιλέα, καὶ συνέπεται μετὰ προθυμίας, ὅπουπερ ἂν ταγῇ, κάμνοντά τε αὐτὸν συνυπολαμβά‐ | |
5 | νει, καὶ μὴ δυνάμενον πέτεσθαι φέρει καὶ διασώζει. | |
15.3.9 | Στυγεῖ δὲ μάλιστα τοὺς ἀργούς· διὸ καὶ τὰς ἀργεῖν προαιρουμένας, καὶ δαπανώσας τὸ πονηθέν, κοινῶς ἀναιροῦσι. | |
15.3.10 | τὸ δὲ φιλότεχνον αὐτῆς καὶ ἐγγὺς λογικῆς διανοίας μάλιστα θεωρεῖται, ἐκ τοῦ τὰς θήκας | |
ἑξαγώνους ποιεῖν. | 444 | |
15.4t | Πρὸς τὸ μελίσσας μὴ φεύγειν. Τοῦ Αὐτοῦ. | |
15.4.1 | Οὐκ ἂν δὲ φύγοιεν αἱ μέλισσαι, εἰ βοὸς πρωτο‐ τόκου ἀφόδευμα χρίσειας τὰ στόμια τῶν παθνῶν. | |
15.4.2 | στάντος δὲ καὶ εἰσοικισαμένου τοῦ ἐσμοῦ, συλλα‐ βὼν ἠρέμα τὸν βασιλέα τῶν πτερῶν θρύψον αὐτῶν τὰ ἄκρα, μένοντος γὰρ αὐτοῦ ἔνδον, οὐκ ἀποστήσον‐ ται. | |
15.4.3 | Μέλισσαι οὐ φεύξονται, ἐὰν ἀγρίας καὶ ἡμέρου ἐλαίας φύλλα ὁμοῦ τρίψας, τὰ σμήνη κατὰ ἑσπέραν ἐπιχρίσῃς, ἢ μελικράτῳ τοὺς τοίχους καὶ τὰς κυψέλας καταχρίσῃς. | |
15.4.4 | χρὴ δὲ ταῖς πρωτογόνοις τροφὴν παρα‐ θεῖναι ἐν σκάφαις οἰνόμελι, ἔχον τῶν φύλλων [καὶ] θύμβρων πολυανθῶν, εἰς τὸ μὴ ἀποπνίγεσθαι. | |
15.4.5 | οἱ δὲ σταφίδας συγκόψαντες, καὶ θύμβρας μικρὸν παρα‐ μιγνύντες, καὶ μάζας παρατιθέντες, ἄριστα τοὺς ἐσμοὺς ἀνατρέφουσιν, ὅταν διὰ χειμῶνα ἢ καῦμα οἴκοι μένου‐ | |
5 | σαι λιμώττωσιν. | |
15.4.6 | Ἠρινῶν δὲ δέκα ἡμερῶν διελθου‐ σῶν, καπνῷ βολβίτου ξηροῦ ἐπὶ τὰς νομὰς αὐτὰς ἐξελάσας, καθαρίσεις καὶ κορήσεις τὰ ἀγγεῖα. | |
15.4.7 | τῆς τε γὰρ κόπρου τὸ δυσῶδες ὄκνον αὐταῖς προσφέρει, καὶ τὰ ἀράχνια ἐμποδίζει. | |
15.4.8 | εἰ δὲ πολλὰ πλάσματα κηρίων τοῖς ἀγγείοις ἐνείη, τὰ φαυλότερα λαμβάνειν χρή, ἵνα μὴ τῇ στενοχωρίᾳ νοσῶσιν. | 445 |
15.4.9 | Ἐσμοὺς δὲ ἐξ ἑνὸς ἀγγείου πλέον ἢ δύο οὐ χρὴ αἴρειν. ἄτροφοι γὰρ καὶ ἀσθενεῖς ἔσονται. | |
15.5t | Πότε δεῖ τρυγᾶν τὰς μελίττας. Τοῦ Αὐτοῦ. | |
15.5.1 | Καιρὸς ἄριστος τρυγᾶν μέλι καὶ κηρία ἐπιτολῇ πλειάδων· κατὰ δὲ Ῥωμαίους, μηνὸς Μαΐου κατ’ ἀρχάς. δεύτερος τρυγητός, ἀρχομένου φθινοπώρου. καὶ τρίτος, δυομένων πλειάδων, περὶ Ὀκτώβριον μῆνα. | |
15.5.2 | οὐ μέντοι ὡρισμέναις ἡμέραις, ἀλλὰ τῇ τῶν κηρίων τελειότητι. πρὶν γὰρ ἐξυφῆναι εἰ τρυγηθεῖεν, ἄχθον‐ ται καὶ παύονται πονοῦσαι. | |
15.5.3 | Τὸ δ’ αὐτὸ δρῶσι, κἂν ἀπλήστως πάντα τὸν καρπὸν ἀφέλῃς, καὶ κενώσῃς τὰς κυψέλας. | |
15.5.4 | Δεῖ γὰρ τὴν δεκάτην μοῖραν αὐταῖς ἀπολείπειν ἔαρός τε, καὶ θέρους· χειμῶνος δὲ τὸ τρίτον μόριον λαβόντα, τὰ δύο μέρη καταλιπεῖν αὐταῖς. οὕτω γὰρ οὔτε ἀθυμήσουσι, καὶ τροφὰς | |
5 | ἕξουσι. | |
15.5.5 | χρὴ δὲ καπνῷ βολβίτου προαπελαύνειν αὐτάς. | |
15.5.6 | ἢ μαλάχης ἀγρίας ἄῤῥενος, ἣν δενδρομαλά‐ | |
χην καλοῦσι, χυλῷ δεῖ χρίεσθαι τὸν τρυγῶντα διὰ τὰ δήγματα. ὠφελεῖ δὲ καὶ μελιττεὼν καταχρισθεῖσα, καὶ ἄνθος σχίνου. | 446 | |
15.6t | Τρυγῶντα μέλι μὴ τύπτεσθαι. Παξάμου. | |
15.6.1 | Τίλεως πεφρυγμένης ἀλεύρου, μαλάχης ἀγρίας ἀποχύλισμα παραχέας σὺν ἐλαίῳ, μέλιτός τε πάχος ποιήσας, ἐπίχριε τὸ πρόσωπον καὶ τὰ γυμνὰ τοῦ σώ‐ ματος δαψιλῶς, καὶ ῥοφήσας ἐμφύσησον εἰς τὴν μελισ‐ | |
5 | σίαν τρὶς ἢ τετράκις. | |
15.6.2 | Καὶ ἀνάψας πυρὶ βόλιτον εἰς χυτρίδιον, καὶ προσαγαγὼν τῷ θυριδίῳ ἄφες εἰσκρίνε‐ σθαι τὸν καπνὸν ἐφ’ ἡμιώριον, ἐπάρας τε κράτει ἔξω τὸ χυτρίδιον, ὅπως ὁ καπνὸς ἔξω περισσεύῃ, καὶ | |
5 | οὕτως τρύγα. | |
15.6.3 | ὁμοίως δὲ καὶ τῶν σφηκῶν τὰς νεοσσίας ἂν ἐξαίρῃς οὕτως σκεύαζε, προσμίξας ὅλῳ | |
φακοῦ ἄλευρον. | 447 | |
15.7t | Περὶ μέλιτος, καὶ θεραπείας αὐτοῦ. Διοφάνους. | |
15.7.1 | Ἄριστον μέλι τὸ Ἀττικόν, καὶ τοῦ Ἀττικοῦ τὸ Ὑμήττιον. καλὸν δὲ καὶ τὸ γινόμενον ἐν ταῖς νήσοις. τοῦ δὲ Σικελικοῦ τὸ Ὑ〈β〉λαῖον, καὶ τοῦ Κρητικοῦ τὸ Ἀκραμανμώριον, καὶ τοῦ Κυπρίου τὸ Χύτριον, καὶ | |
5 | τοῦ Κώου τὸ Καλύμνιον. | |
15.7.2 | ἔστω δὲ τῷ εἴδει διαυγὲς καὶ ὑπόξανθον, καὶ ἁψαμένῳ λεῖον, καὶ ἕλκοντι ἐπι‐ πολὺ συναφὲς ἑαυτῷ μενέτω, καὶ μετέωρον ἄραντος, ἡσυχῆ ἀπορρείτω, καὶ εἰς λεπτότητα ἐλθόν, καὶ βραδὺ | |
5 | ἀποσπασθέν, παχὺ ἀναφερέσθω, καὶ προσέστω τὸ εὐῶδες. | |
15.7.3 | ἐν πολλῷ δὲ τῷ χρόνῳ παντὸς μέλιτος ξηραινομένου, τὸ Ἀττικὸν μέλι ὑγρὸν διαμένει, τὴν δὲ χροιὰν μελαίνεται. | |
15.7.4 | τὸ μὲν οὖν χεῖρον μέλι ἕψει, ἄμεινον γὰρ ὧδε ἔσται· τὸ δὲ ἄριστον ἔσθιε ὠμόν. οὐ μόνον γὰρ ἡδὺ τοῖς χρωμένοις, ἀλλὰ καὶ μακρο‐ βίους ποιεῖ. | |
15.7.5 | οἱ οὖν ἐν γήρᾳ μέλιτι μετὰ ἄρτου μόνου τρεφόμενοι, ἐπὶ πλεῖστον βιοῦσι· καὶ τὰς αἰσθήσεις δὲ διαφυλάττει πάσας ἐῤῥωμένας. | |
15.7.6 | Δημό‐ κριτος δὲ ἐρωτηθείς, πῶς ἂν ἄνοσοι καὶ μακραίωνες γίγνοιντο οἱ ἄνθρωποι, εἶπεν, Εἰ τὰ μὲν ἔξωθεν ἐλαίῳ τοῦ σώματος, τὰ δὲ ἔνδοθεν μέλιτι χρίσοιντο. | 448 |
15.7.7 | εἰ δὲ ἄδολον ἔσται τὸ μέλι, βάψας ἅψεις αὐτό. ἄδολον γὰρ ὑπάρχον καθαρίως ἅψει. | |
15.8t | Μελισσῶν σμήνη μὴ φαρμακοῦσθαι, μηδὲ ἀγρούς, μηδὲ οἰκίας, μηδὲ κτηνοτροφεῖα, μηδὲ ἐργαστήρια. Λεοντίνου. | |
15.8.1 | Ὄνου μέλανος ὁπλὴν τοῦ δεξιοῦ ὤμου κατόρυξον ὑπὸ τὸν οὐδὸν τῆς εἰσόδου, καὶ ἐπίχεε ῥητίνην πιτυΐ‐ νην ὑγρὰν ἄπυρον (αὕτη δὲ ἐν Ζακύνθῳ γίνεται ἐκ τῆς λίμνης ἀναφερομένη, ὡς ἡ ἄσφαλτος ἐξ Ἀπολλω‐ | |
5 | νίας τῆς κατὰ Δυῤῥάχιον ἐκ τῆς λίμνης ἀναβάλλεται) καὶ ἅλας, καὶ ὀρίγανον Ἡρακλεωτικόν, καὶ καρδάμω‐ μον, καὶ κύμινον. | |
15.8.2 | ἄρτου ψωμούς, σκίλλης, στέμμα ἐρίου λευκοῦ 〈ἢ〉 φοινικοῦ, ἄγνον, ἱερὰν βοτάνην, | |
θεῖον, δαδία πεύκινα, καὶ ἀμάραντον τὸ ὑπέρυθρον κατὰ μῆνα τίθει, καὶ ἐπίχωσον, καὶ πανσπερμίαν ἐπι‐ | 449 | |
5 | βαλὼν ἄφες. | |
15.9t | Πρὸς τὸ ἀνελεῖν κηφῆνας. Δημοκρίτου. | |
15.9.1 | Εἰ θέλεις ἀνελεῖν τοὺς κηφῆνας, ἀρχομένης ἑσπέρας τὰ πώματα τῶν ἀγγείων ἔνδοθεν κατάῤῥανον ὕδατι, καὶ περὶ τὸν ὄρθρον ἄνοιξον τὰ ἀγγεῖα, καὶ εὑρήσεις τοὺς κηφῆνας ταῖς ῥανίσι τῶν πωμάτων | |
5 | προσκαθημένους. | |
15.9.2 | ἀεὶ γὰρ μεστοὶ τοῦ μέλιτος ὄντες διψῶσι, καὶ ἀκορέστως τοῦ ὕδατος ἔχοντες οὐκ ἀφί‐ στανται τῆς τῶν πωμάτων νοτίδος. | |
15.9.3 | δυνατὸν οὖν πάντας αὐτοὺς διαφθεῖραι, καὶ μηδένα αὐτῶν διαφυ‐ γεῖν. εἰσὶ δὲ μεγάλοι, καὶ ἄκεντροι, καὶ ἀργοί. | |
15.9.4 | Φησὶ δὲ ὁ Ἀριστοτέλης, γίνεσθαι τὸ ἀπὸ τῆς πύξου μέλι βαρύοσμον· ἀφ’ οὗ τοὺς μὲν ὑγιαίνοντας φαγόντας ἐξίστασθαι, τοὺς δὲ ἐπιληπτικούς, εὐθὺς ἀπαλλάτ‐ | |
5 | τεσθαι. | |
15.10t | Ὑπὸ σφηκῶν μὴ κρούεσθαι. Παξάμου. | |
15.10.1 | Μαλάχης ἀγρίας χυλῷ τις χριέσθω. | 450 |
16t1 | ΒΙΒΛΙΟΝ Ιϛ | |
16p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ἑκκαιδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύν‐ ταξιν περὶ ἵππων ἐπιμελείας, καὶ θεραπείας αὐτῶν, καὶ ἐκτροφῆς, καὶ περὶ ὄνων καὶ καμήλων. | |
5 | αʹ. περὶ ἵππων. βʹ. ἵππου σημεῖα. γʹ. περὶ ἰάσεως διαφόρων νοσημάτων. δʹ. περὶ πυρέττοντος. εʹ. περὶ ὀφθαλμιῶντος. ϛʹ. περὶ λευκώματος. ζʹ. περὶ νεύρων. ηʹ. περὶ κοιλίας. θʹ. περὶ στρόφου. ιʹ. περὶ πνευ‐ μονίας. ιαʹ. περὶ βηχός. ιβʹ. περὶ ἀδήλου νόσου. | |
10 | ιγʹ. περὶ δυσουρίας. ιδʹ. ἐὰν αἷμα οὐρῇ. ιεʹ. περὶ ἑλκώσεως. ιϛʹ. περὶ φλεγμονῆς. ιζʹ. μάλαγμα πρὸς ἄρθρα. ιηʹ. περὶ ψώρας. ιθʹ. περὶ βδέλλης. κʹ. πῶς ἰάσῃ σκορπίου ἢ ἄλλου ἑρπετοῦ πληγήν. καʹ. περὶ ὄνων εἰς ὀχείαν ἐπιτηδείων. κβʹ. περὶ καμήλων. | |
16.1t | Περὶ ἵππων. Ἀψύρτου. | |
16.1.1 | Τὰς θηλείας ἵππους, ἐξ ὧν πωλοτροφήσομεν, | |
εἶναι χρὴ εὐπαγεῖς, καὶ μέγεθος ἐχούσας ἱκανόν, καὶ ὡραίας ἰδεῖν, πλάτος τε ἔχειν ἐν τοῖς μέρεσι τῆς κοι‐ λίας, καὶ 〈κατὰ〉 τὰς λαγόνας· τῷ δὲ χρόνῳ μήτε | 451 | |
5 | νεωτέρας ἐτῶν γʹ μήτε πρεσβυτέρας ἐτῶν ιʹ. | |
16.1.2 | Τὸν δὲ ἵππον τὸν πρὸς ὀχείαν χρὴ εἶναι τῇ περιοχῇ τοῦ σώματος μέγαν, εὐπαγῆ πᾶσι τοῖς μέρεσι. | |
16.1.3 | καιρὸς δὲ τοῦ βιβάζειν ἀπὸ ἰσημερίας ἐαρινῆς, τουτέστιν ἀπὸ δευτέρας εἰκάδος Μαρτίου, ἕως δευτέρας εἰκάδος Ἰουνίου, ἵνα ὁ τοκετὸς γένηται περὶ τὴν εὐκρατωτά‐ | |
5 | την τοῦ ἔτους ὥραν, καὶ χλόην ἔχουσαν. φέρει γὰρ κατὰ γαστρὸς ἡ ἵππος μῆνας ιαʹ καὶ ἡμέρας ιʹ. τὰ δὲ μετὰ τροπὰς θερινὰς κυϊσκόμενα δυσγενῆ γίνεται, καὶ ἄχρεια. | |
16.1.4 | ἀποστατέον δὲ τὸν ἵππον κατὰ τὸν καιρὸν τῆς ὀχείας ἀπὸ τῶν ἔργων. βιβάζειν δὲ χρὴ μὴ πολ‐ λάκις τῆς ἡμέρας, ἀλλὰ δὶς μόνον, πρωῒ καὶ δείλης. | |
16.1.5 | ἐὰν δὲ ἅπαξ βιβασθεῖσα μὴ προσίηται τὸν ἄῤῥενα, μετὰ ιʹ ἡμέρας αὐτῇ πάλιν προσακτέον. ἐὰν δὲ μηδ’ οὕτως προσδέξηται, ἀποχωριστέον αὐτήν, ὡς ἤδη συν‐ ειληφυῖαν. | |
16.1.6 | ὅταν δὲ συλλάβωσι, φροντιστέον ὅπως μὴ μοχθῶσι πλέον τοῦ δέοντος, μηδὲ ψυχροῖς διανα‐ παύωνται τόποις· ἐναντιοῦται γὰρ ταῖς κυούσαις τὸ ψύχος. | |
16.1.7 | Τοὺς δὲ ἄῤῥενας προθύμους περὶ τὴν | |
ὀχείαν ποιήσομεν τοῖς ἀπομάγμασι τοῖς τῆς φύσεως τῆς θηλείας περιχρίοντες αὐτῶν τὰς ῥῖνας. | 452 | |
16.1.8 | Τὸν δὲ πῶλον τὸν ἐσόμενον ἀγαθὸν διαγνωσόμεθα οὕτως, ἀπὸ τῶν ψυχικῶν καὶ σωματικῶν ἀρετῶν· | |
16.1.9 | οἷον ἀπὸ μὲν τοῦ σώματος· τὴν κεφαλὴν ἔχει μικράν, ὄμμα μέλαν, ῥῖνας μὴ συμπεπτωκυίας, ὦτα προσεσταλμένα, τράχηλον ἁπαλόν, χαίτην βαθεῖαν, οὐλοτέραν βραχύ, | |
5 | κεκλιμένην ἐπὶ τὰ δεξιὰ τοῦ αὐχένος, στῆθος εὐρὺ μεμυωμένον, ὠμοπλάτας μεγάλας, βραχίονας ὀρθούς, κοιλίαν εὔογκον, διδύμους μικρούς, ῥάχιν μάλιστα μὲν διπλῆν, εἰ δὲ 〈μή,〉 μή γε κυρτήν, οὐρὰν μεγάλην, οὐλότριχα, σκέλη ὀρθά, μηροὺς μεμυωμένους, ὁπλὴν | |
10 | εὐπερίγραφον, καὶ πάντοθεν ὁμαλῶς συμπεπηγυῖαν, βάτραχον μικρόν, ὄνυχα στερεόν· ἐκ τούτων πάντων πρόδηλός ἐστιν ὁ ἀγαθὸς καὶ μέγας ἐσόμενος ἵππος. | |
16.1.10 | ἀπὸ δὲ τῶν ψυχικῶν οὕτως δοκιμάζεται· ἐὰν μὴ ᾖ ἐπτοημένος, μηδὲ ὑπὸ τῶν αἰφνιδίως φαινομένων ἐκταραττόμενος, ἔν τε τῷ συναγελασμῷ τῶν πώλων φιλόπρωτος, οὐκ εἴκων, ἀλλ’ ἐξωθῶν τὸν πλησίον· ἐν | |
5 | δὲ τοῖς ποταμοῖς καὶ λίμναις οὐκ ἀναμένων ἕτερον προεμβαίνειν, αὐτὸς δὲ ἀκαταπλήκτως τοῦτο πρῶτος ποιῶν. | |
16.1.11 | Εἰς δὲ χειροήθειαν ἀκτέον τοὺς πώλους | |
πληρώσαντας τοὺς ιʹ καὶ ηʹ μῆνας, τότε φορβειὰν αὐ‐ τοῖς περιτιθέντας· τὸν δὲ χαλινὸν πρὸς τῇ φάτνῃ κρεμαστέον, ἵνα ψαύων συνεθίζηται, καὶ μὴ εὐλαβῆ‐ | 453 | |
5 | ται τὸν ἀπὸ τῶν σιελιστηρίων ψόφον. γενόμενον δὲ τριετῆ δαμαστέον, πρὸ τοῦ γραστισθῆναι. | |
16.1.12 | Τὸν δὲ χρόνον καὶ τὴν ἡλικίαν τῶν ἵππων, καὶ πάντων τῶν μονωνύχους τὰς ὁπλὰς ἐχόντων, σχεδὸν δὲ καὶ τῶν κερασφόρων, γνωσόμεθα ἀπὸ τῆς τῶν ὀδόντων ἐκβο‐ | |
5 | λῆς. | |
16.1.13 | τριάκοντα μὲν γὰρ μηνῶν γενόμενος ὁ πῶλος πρωτοβολεῖ τῶν ἐμπροσθίων ὀδόντων, οὓς καλοῦμεν τομεῖς, τοὺς μέσους, δύο κάτωθεν καὶ ἄνωθεν δύο ἀποβάλλων. | |
16.1.14 | ἀρχόμενος δὲ τοῦ τετάρτου ἔτους ἐκβάλλει πάλιν ἄλλους δύο κάτωθεν ἕνα ἐξ ἑκατέρου μέρους, καὶ ἄνωθεν ὡσαύτως. φέρειν δὲ δοκεῖ τότε καὶ τοὺς κυνόδοντας. | |
16.1.15 | τελειώσας δὲ τὰ δʹ ἔτη, καὶ τοῦ εʹ ἐπιλαβόμενος, τοὺς λοιποὺς ἐκβάλλει κάτω‐ θεν καὶ ἄνωθεν ἐξ ἑκατέρου ἕνα· τοὺς δὲ φυομένους κοίλους ἴσχει. | |
16.1.16 | ἐμβάντος δὲ εἰς τὸ ἕκτον ἔτος, ἀναπληροῦνται τῶν πρώτων τὰ κοιλώματα. ἐπιλαβό‐ μενος δὲ τοῦ ἑβδόμου πάντας ἴσχει συμπεπληρωμέ‐ νους, καὶ οὐδὲν ὅλως ἔχοντας κοίλωμα. τούτου δὲ | |
5 | συμβάντος, οὐκέτι ῥάδιον ἐπιγινώσκειν τὰ ἔτη. | |
16.1.17 | ἵπ‐ πος δὲ καθόλου οὐ νοσεῖ, ἐὰν ἐλάφου κέρας τούτῳ περιάψῃς. | 454 |
16.2t | Ἵππου σημεῖα. Πελαγωνίου. | |
16.2.1 | Τινὲς δὲ καὶ τοὺς ἑτεροφθάλμους ἐν τοῖς καλ‐ λίστοις τάττουσιν, οἷόν φασι γεγενῆσθαι τὸν τοῦ Μακεδόνος Ἀλεξάνδρου Βουκέφαλον. γλῶσσαν δὲ λεπτὴν καὶ μακρὰν ἐχέτω, τὸ δὲ πρόσωπον σιμὸν ἢ | |
5 | ἐπίγρυπον. δεῖ δὲ αὐτὸν εἶναι ὑψαύχενα, γαῦρον, γλαυκόν, δυσγαγγάλιστον, ὀρθόν, τόν τε τράχηλον πλήρη καὶ παχύν, τουτέστιν οὐ βραχυτράχηλον, γα‐ στέρα συμπεπιεσμένην, καὶ ταῖς λαγόσι συνεσταλμένην, τὸ μέγεθος ἱκανόν, τὰς δι’ ὅλου τοῦ σώματος φλέβας | |
10 | εὐσήμους καὶ ἐπηρμένας, τὴν χροιὰν κατακόρως μέλανα. | |
16.2.2 | Πλάτων δὲ τοὺς λευκοὺς ἀποδέχεται, ὡς ἐν τῷ λευκῷ καὶ τῷ μέλανι τὴν ἀκρότητα ἐπαινεῖσθαι. | |
16.2.3 | καὶ τὸν φοινικίζοντα δὲ συναριθμοῦσι τοῖς ἀγαθοῖς ἵπ‐ ποις· συμβαίνει δὲ καὶ ἄλλης χροιᾶς ἀγαθοὺς ἵππους εἶναι πολλάκις. | |
16.2.4 | ἀγαθοῦ δὲ ἵππου καὶ τοῦτο τεκμή‐ ριον, ὅταν ἑστηκὼς μὴ ἀνέχηται, ἀλλὰ κροτῶν τὴν | |
γῆν ὥσπερ τρέχειν ἐπιθυμῇ. | 455 | |
16.3t | Περὶ ἰάσεως διαφόρων νοσημάτων. Ἀψύρτου. | |
16.3.1 | Ἐὰν ἰσχναίνηται ὁ ἵππος, σίτου φρυγέντος ἢ κριθῶν ἐπτισμένων διπλάσιον παραβλητέον αὐτῷ, καὶ τρὶς τῆς ἡμέρας ποτιστέον. | |
16.3.2 | εἰ δὲ ἐπιμένοι ἰσχναι‐ νόμενος, πίτυρον τῷ σίτῳ μικτέον, καὶ ἠρεμαίαις γυμνασίαις χρηστέον. | |
16.3.3 | ἐὰν δὲ μὴ ἀδηφαγῇ, στρύχνον καὶ πολίου δὲ φύλλα ὕδατι ποτίμῳ διέντα ἐγχέουσιν εἰς τὰς τροφάς. | |
16.3.4 | τὰς δὲ κριθὰς καὶ τοὺς ὀρόβους διαβρέξαντες ὕδατι παρατιθέασιν, ἢ μελανθίου κυά‐ θους δύο τρίψαντες, καὶ μίξαντες ἐλαίου κυάθους τρεῖς, μετὰ οἴνου κοτύλης μιᾶς ἐγχέουσι. | |
16.3.5 | Ναυ‐ τιῶντα δὲ θεραπεύσεις σκόρδα κοτύλῃ οἴνου μίξας, καὶ δούς. ἐὰν δὲ καὶ δυσουρίᾳ ἐνέχηται, ὠῶν δέκα τὸ λευκὸν τοῖς προειρημένοις μιχθὲν διὰ τοῦ στόμα‐ | |
5 | τος ἐγχέωμεν. | |
16.3.6 | οὔτε δὲ βόες, οὔτε ἵπποι νοσήσουσιν, | |
ἐὰν ἐλάφου κέρας περιάψῃς αὐτοῖς. | 456 | |
16.4t | Περὶ πυρέττοντος. Τοῦ Αὐτοῦ. | |
16.4.1 | Τὸν πυρέττοντα θεραπευτέον θερμῷ λουτρῷ, χειμῶνός τε θαλπτέον, ὡς μὴ ῥιγῴη, καὶ τροφὴν ὀλιγίστην ὀρόβων ἢ πυρῶν ἀλεύρου δοτέον, καὶ ποτὸν ὕδωρ χλιαρὸν προσκομιστέον, οἴνῳ τε ἅμα ἐλαίῳ | |
5 | χλιανθέντι ἀλειπτέον πᾶν τὸ σῶμα, καὶ διὰ κοιλίας καθαρτέον, αἷμά τε ἐκ τοῦ τραχήλου, ἢ τῶν περὶ τὸν φάρυγγα ἢ τὸ στῆθος φλεβῶν, ἢ τοῦ ποδὸς ἀφαιρε‐ τέον. καὶ τὰ γόνατα χριστέον ὄξει θερμῷ· ὅταν δὲ ἐῤῥῶσθαι δοκῇ, λουτέον ὕδατι θερμῷ. | |
16.4.2 | Ἐὰν δὲ διὰ κόπον πυρέσσῃ καὶ ἀπισχναίνηται, γάλακτος αἰγείου κοτύλην, ἀμύλου μέτρον, ἐλαίου ἡμικοτύλιον, ὠὰ δʹ, ἀνδράχνης κοπείσης τὸν ὀπὸν ἀναμιχθέντα ἔγχεε | |
5 | ἐπὶ ἡμέρας γʹ ἢ καὶ πλείους, ἕως ἂν ὑγιάνῃ. | |
16.4.3 | ἐὰν δὲ δι’ ἐπιφορὰν παρισθμίων ἢ τῶν περὶ κεφαλὴν πυρέττῃ, συνθαλπτέον αὐτόν, καὶ τὴν ὑπερῶαν ἁλσὶ | |
μετ’ ὀριγάνου κοπεῖσι καὶ ἐν ἐλαίῳ διηθηθεῖσι χρι‐ | 457 | |
5 | στέον. | |
16.4.4 | ὕδατι δὲ θερμῷ τοὺς πόδας καὶ τὰ γόνατα θερμαντέον, τὰ δὲ περὶ τὸ στόμα στρύχνῳ τετριμμένῳ καὶ τρυγὶ οἴνου παρατριπτέον, βρύοις τε ἢ χλόῃ, ἄνευ κριθῆς, θρεπτέον. | |
16.4.5 | Ἐὰν δὲ διὰ ῥινῶν αἷμα φέρηται αὐτῷ, ἐγχέειν χρὴ διὰ τῶν ῥινῶν κολιάνδρου χυλόν, ἢ ὀπὸν χυλισθέντα. | |
16.5t | Περὶ ὀφθαλμιῶντος. Τοῦ Αὐτοῦ. | |
16.5.1 | Ἐὰν ὀφθαλμὸς φλεγμαίνῃ, λιβανωτοῦ ἄῤῥενος, ἐν ἄλλῳ δέ, ἀρνείου μυελοῦ, ἑκάστου ἀνὰ δραχμὴν μίαν, κρόκου, σηπίας ὀστέου δραχμὴν μίαν, ἐλαίου ῥοδίνου δραχμὰς ιʹ, ὠῶν δ’ τὸ λευκὸν τούτοις μιχθὲν | |
5 | ὑπαλειπτέον. | |
16.5.2 | Ἄλλο πρὸς ὀφθαλμὸν φλεγμαίνοντα· | |
λιβανωτοῦ, ἀμύλου, μέλιτος Ἀττικοῦ τὸ ἶσον. | 458 | |
16.6t | Περὶ λευκώματος. Τοῦ Αὐτοῦ. | |
16.6.1 | Ἁλὸς ἀμμωνιακοῦ λεπτοτάτου μέλιτι Ἀττικῷ ἢ ἄλλῳ καλῷ μικτέον, καὶ ἐγχριστέον· ἢ βουτύρου τὸ ἶσον ἐμβλητέον. | |
16.6.2 | ἢ σηπίας ὀστοῦν λειωθὲν διὰ καλάμου ἐμφυσητέον. ἢ σιλφίου ῥίζης μετ’ ἐλαίου κοπείσης δὶς τῆς ἡμέρας ὑπαλειπτέον. | |
16.6.3 | ἢ σπέρμα εὐζώμου ὑγιές, ὥς ἐστιν, ἐμφυσητέον εἰς τοὺς ὀφθαλ‐ μούς, καὶ ἐατέον, ἕως οὗ ἀπολεπτῦναν τὰ βλέφαρα ἐκπλύνῃ, καὶ σμήξῃ τῇ δριμύτητι. | |
16.7t | Περὶ νεύρων. Τοῦ Αὐτοῦ. | |
16.7.1 | Τὸν ὑπὸ νεύρων ὀχλούμενον καταντλητέον αὐτά τε τὰ μέρη καὶ τὴν κεφαλὴν ὕδατι θερμῷ· ἔπειτα στῆρος βοείου, καὶ σμύρνης ἴσου, καὶ θείου ἐντι‐ θεμένου χυτριδίῳ, τὴν κεφαλὴν συγκαλυφθεῖσαν ὑπο‐ | |
5 | θυμιατέον καὶ θερμαντέον. | |
16.7.2 | ἀλλὰ μὴν καὶ κενώσει κοιλίας χρηστέον, καὶ ἐκ τῆς οὐρᾶς αἷμα ἀφαιρετέον. | |
16.8t | Περὶ κοιλίας. Τοῦ Αὐτοῦ. | |
16.8.1 | Ἐὰν ἡ κοιλία ῥέῃ, αἷμα διὰ τῶν ἐν τῇ κεφαλῇ | |
φλεβῶν ἀφαιρείσθω· πινέτω δὲ καὶ χλιαρὸν ὕδωρ μετὰ κριθίνων ἀλεύρων κυκηθέν. εἰ δὲ μὴ ῥαΐζοι, διὰ τῶν ῥινῶν ἔλαιον ἐγχείσθω. | 459 | |
16.8.2 | Ἐπέχει δὲ κοιλίαν ῥέουσαν καὶ σίδια ῥοιᾶς, καὶ ῥοῦς Συριακὸς ὁμοῦ κοπέντα, καὶ διὰ στόματος δοθέντα. | |
16.9t | Περὶ στρόφου. Ἱεροκλέους. | |
16.9.1 | Λουτέον ὕδατι θερμῷ, καὶ συγκαλυπτέον· ἔπειτα σμύρνης δραχμὰς εʹ οἴνου παλαιοῦ κοτύλας ϛʹ καὶ ἐλαίου κοτύλας γʹ ὁμοῦ διηθηθείσας, καὶ εἰς τρία μέρη διαιρεθεί‐ σας, ἐγχυτέον· καὶ τὴν κοιλίαν ὕδατι θαλαττίῳ ἢ μύρτων | |
5 | ἀφεψηθέντων τῷ ὕδατι θερμαντέον. | |
16.9.2 | καὶ πολίου φύλ‐ λον, ἢ ἀβρότονον, ἢ πικρὰς ἀμυγδάλας, καὶ οἴνου μέ‐ λανος αὐστηροῦ μιχθέντος, ἢ σίδια ῥοιᾶς μετὰ ὕδατος ἐγχυτέον. | |
16.9.3 | Ὠφελεῖ δὲ καὶ σελίνου σπέρμα καὶ σικύου τὸ ἶσον, ἑκάτερον μετὰ οἴνου καὶ μέλιτος τοῦ ἴσου μέτρον διδόμενον ποτόν. | |
16.9.4 | ἢ καρδαμώμου σπέρμα τετριμμένου μετὰ ὕδατος, ἢ τῆς μηδικῆς, οὕτω καταῤ‐ ῥαίνηται, ὡς αἱ παραβαλλόμεναι κριθαί. | |
16.9.5 | οἱ δὲ ἰλιγγιῶντες κλύζονται σεύτλων ἑψηθέντων τῷ ὕδατι, καὶ νίτρου δραχμῶν μʹ μετ’ ἐλαίου λʹ δραχμῶν. | 460 |
16.9.6 | Νί‐ τρον λειάνας καὶ θερμάνας μετὰ οἴνου ἐγχυμάτιζε. | |
16.9.7 | ὁμοίως δὲ οὐρήσας χαμαί, καὶ τῷ πηλῷ χρίσας τὴν γαστέρα, παύσεις τὸν στρόφον. | |
16.10t | Περὶ πνευμονίας. Τοῦ Αὐτοῦ. | |
16.10.1 | Τὰ ἐν τῷ πνεύμονι συνιστάμενα πάθη ὄξος δριμὺ χλιανθὲν καὶ ἐγχυθὲν ἰᾶται· ἢ οὖρον ἀνθρώ‐ πειον μετὰ ὑείου στῆρος δραχμῶν κʹ τετηκότος. | |
16.10.2 | φυ‐ λάττεσθαι δέ, μὴ τὸ οὖρον ἐκ γυναικὸς ᾖ ἐν τοῖς κατὰ φύσιν οὔσης. | |
16.11t | Περὶ βηχός. Τοῦ Αὐτοῦ. | |
16.11.1 | Ἀρχομένῳ βήττειν ἄλευρα κρίθινα, ὀρόβων ἢ κυάμων μιχθέντων, διδόναι χρὴ πιεῖν. | |
16.11.2 | ἐπιτεινού‐ σης δὲ τῆς βηχός, μέλιτος κυάθους δύο, πίσσης ὑγρᾶς τὸ ἶσον, ἐλαίου ὡσαύτως, βουτύρου δραχμὰς κδʹ θερ‐ μανθέντα, καὶ στῆρος ὑείου παλαιοῦ μετρίου προσ‐ | |
5 | βληθέντος, διδόναι χρή. | |
16.11.3 | ἐὰν δὲ μηδ’ οὕτως παύη‐ ται, πράσιον τρίβε μετ’ ἐλαίου καὶ ἁλός, 〈σὺν〉 οἴνῳ τε διηθηθέντι ἔγχει. | 461 |
16.11.4 | οἱ δὲ πράσου ὀπὸν καὶ ἔλαιον, καὶ πηγάνου ἀγρίου ῥίζης· ἔνιοι καὶ λιβανωτοῦ προσ‐ μίξαντες, σὺν ἐλαίῳ χρῶνται. | |
16.12t | Περὶ ἀδήλου νόσου. Θεομνήστου. | |
16.12.1 | Αἵματος ἀφαίρεσις ἐκ τῶν ὤμων ἀμφοτέρων γιγνέσθω, καὶ φάρμακον δὲ κατασκευάζεται ὧδε· | |
16.12.2 | πηγάνου ὀλίγον μετὰ ῥίζης λαπάθου κόπτεται, σὺν τρισὶ κοτύλαις ὕδατος, καὶ ὀποπάνακος δραχμαῖς βʹ συμμίγνυται. | |
16.12.3 | νυκτός τε καὶ ἡμέρας σιτεῖσθαι ἐπὶ ἀλεύρων σιτίνων δευθέντων ὕδατι, καὶ ποτὸν λαμβά‐ νειν. | |
16.12.4 | Ἐὰν δὲ ἀγελαίους ἵππους ἡ νόσος κατάσχῃ, αἱ μικρότεραι μὲν γάρου καὶ ἐλαίου κυάθοις τρισίν, αἱ μείζους δὲ τῷ διπλασίονι ἐγχείσθωσαν. | |
16.13t | Περὶ δυσουρίας. Ἀψύρτου. | |
16.13.1 | Τινὲς κρόμυον, τοῦ λέπους ἀφαιρεθέντος, περὶ τὴν κύστιν τιθέασιν. | |
16.13.2 | ἄλλοι σελίνου σπέρμα τετριμ‐ μένον μετὰ οἴνου κοτυλῶν δύο, ἢ κρόμυον ὡσαύτως σὺν οἴνῳ, ἢ κόπρον περιστερῶν, ἢ πολίου φύλλον, ἢ σμύρνης φλοιὸν ξηρανθέντα, ἢ νίτρου δραχμὰς εʹ σὺν | 462 |
5 | σκόρδου κεφαλῇ κοπείσῃ ἐγχέουσι μετὰ οἴνου. | |
16.13.3 | οἱ δὲ οἴνῳ μέλανι μόνῳ χρῶνται. | |
16.14t | Ἐὰν αἷμα οὐρῇ. Τοῦ Αὐτοῦ. | |
16.14.1 | Ἐρεγμῷ κεκαθαρμένῳ ἑφθῷ στέατος ἐλαφείου μιχθέντος, ὀλίγω οἴνῳ, διὰ τοῦ στόματος ἐπὶ ἡμέρας γʹ ἐγχείσθω. | |
16.14.2 | ἢ γάλακτος αἰγείου κοτύλη, ἀμύλου ἡμίμναιον, ὠὰ ιʹ, ἐλαίου κυάθους γʹ μιχθέντα πάντα διὰ κέρατος ἐγχείσθω. | |
16.15t | Περὶ ἑλκώσεως. Τοῦ Αὐτοῦ. | |
16.15.1 | Ἐὰν τὴν ῥάχιν ἑλκωθῇ, ἴριδος ῥίζα καίεται, καὶ κοπεῖσα ἐπιπάττεται. | |
16.15.2 | ἢ καννάβεως καυθείσης σποδιὰ μέλιτι δευθεῖσα ἐπιχρίεται, προσμηχθέντων τῶν μερῶν | |
οὔρῳ παλαιῷ. | 463 | |
16.16t | Περὶ φλεγμονῆς. Τοῦ Αὐτοῦ. | |
16.16.1 | Πᾶσα φλεγμονὴ ἁλσὶ καὶ ἐλαίῳ, ἢ πολίου φύλλῳ καυθέντι καὶ δευθέντι οἴνῳ, ἢ φλώμῳ σὺν οἴνῳ ἑψηθέντι καταπλασθεῖσα θεραπεύεται. | |
16.17t | Μάλαγμα πρὸς ἄρθρα. Πελαγωνίου. | |
16.17.1 | Λιβανωτοῦ δραχμὰς ηʹ, χαλβάνης τὸ ἶσον, τρυγὸς δραχμὰς ιβʹ, ῥιτίνης φρυκτῆς, νίτρου, θείου, ἑκάστου δραχμὰς δʹ, νάπυος Αἰγυπτίου κύαθον, καρδαμώμου τὸ ἶσον, δαφνίδας ρʹ, σύκων ξηρῶν μνᾶν, ῥοδοδάφνης | |
5 | φύλλα ὀλίγα, τιτάνου μὴ ἐσβεσμένης τὸ αὔταρκες· τὰ ξηρὰ κοπέντα τοῖς ὑγροῖς ληπτέον, καὶ ἐμπλασθέντα ῥάκει ἐπιθετέον. | |
16.18t | Περὶ ψώρας. Τοῦ Αὐτοῦ. | |
16.18.1 | Πίσσης ὑγρᾶς ἐκ κέδρου, ῥιτίνης, στυπτηρίας, ἶσα μετ’ ὄξους ἐπιχριστέον ἐν ἡλίῳ. | |
16.18.2 | Ἀποσμηχθέν‐ των τῶν πεπονθότων μερῶν σποδιᾷ θερμῇ, ἀποπλυ‐ τέον ἕως ἂν αἱμάξῃ, ἔπειτα λιθάργυρον καὶ στυπτηρίαν ἐπιμελῶς κοπέντα σὺν ἐλαίῳ σχινίνῳ καταχριστέον· | |
16.18.3 | ἢ ἀφρονίτρου, καὶ ἁλὸς ἄχνης, καὶ ἀλεύρου πυρῶν, ἑκάστου μέρος τὸ ἶσον ὄξει δευθὲν ἐπιπλαστέον. | 464 |
16.18.4 | ἢ καππάρεως ῥίζης καυθείσης τῇ σποδιᾷ, στῆρος ὑείου μιγέντος, προσμηχθέντα κονίᾳ καταχριστέον. | |
16.19t | Περὶ βδέλλης. Ἀψύρτου. | |
16.19.1 | Ἐὰν βδέλλαν καταπίῃ, ἀνακλιθέντι ὑπτίῳ ἔλαιον θερμὸν μιγὲν μετὰ οἴνου διὰ κέρατος ἐγχυτέον· ἢ κόρεις καύσας ἐγγὺς τῆς ὄψεως αὐτῶν, ἢ ἐν ταῖς ῥισὶν αὐτῶν ἐμφονεύσας, ἰάσῃ· ἢ γὰρ ἐκπεσοῦνται | |
5 | παραυτά, ἢ ἀποθανοῦνται. τούτῳ δὲ χρήσῃ καὶ πρὸς βοῦς, καὶ τὰ ἄλλα ζῶα. | |
16.20t | Πῶς ἰάσῃ σκορπίου ἢ ἄλλου ἑρπετοῦ πληγήν. Ἱπποκράτους. | |
16.20.1 | Τὸ πληγὲν μέρος κόπρῳ βοείᾳ καταπλαστέον, ἢ στρύχνῳ κοπείσῃ, ἢ τιθυμάλλῳ, ἢ ὑοσκυάμου σπέρ‐ ματι, ἢ λινοσπέρματος ὀπῷ, ἢ στυπτηρίᾳ, ἢ ἀφρονίτρῳ, ἢ ἁλσὶ φρυκτοῖς· ἓν τούτων καταπλασθὲν ὠφελήσει. | |
16.20.2 | ἀλλὰ καὶ ὕδατι δι’ ὀθονίου διηθηθέντι, καὶ εἰς τὰς ῥῖνας ἐγχυθέντι, θεραπεύσεις. | 465 |
16.20.3 | καὶ καθόλου μέν, πρὸς πάσας τὰς τῶν ἑρπετῶν πληγὰς σχεδὸν ὡς ἐπὶ τὸ πολύ, τὰ αὐτὰ καὶ τοὺς ἀνθρώπους θεραπεύει, καὶ τοῖς βοσκήμασι σωτήρια γίνεται. | |
16.20.4 | πρὸς τὰ κατὰ μέρος νοσήματα, τοῖς ἵπποις, καὶ τοῖς ὄνοις, καὶ τοῖς ἡμιόνοις, ἡ τοῦ αἵματος ἀφαίρεσις ἐπιτήδειος. | |
16.21t | Περὶ ὄνων εἰς ὀχείαν ἐπιτηδείων. Ἀψύρτου. | |
16.21.1 | Ὄνους τοὺς εἰς τὴν ὀχείαν ἐπιτηδείους οὕτως ἐπιλεξώμεθα, ὡς καὶ τοὺς ἵππους, καὶ ἀναθρέψωμεν. | |
16.21.2 | ἔνιοι δὲ καλῶς ποιοῦντες, καὶ τοὺς ἀγρίους ἡμε‐ ροῦσι· καὶ ἔστιν αὐτῶν ἡ παιδοποιΐα καλλίστη, ἅτε μὴ κατακεκλεισμένων, ἀλλὰ ἀφέτων. | |
16.21.3 | Ἐξημεροῦται δὲ σφόδρα τὸ ζῶον, ὑπηρετεῖ δὲ [σφόδρα] κατὰ πάντα ὁμοίως τοῖς ἡμέροις, καὶ οὐδέποτε, καθάπερ τὰ ἄλλα ζῶα, ἅπαξ ἡμερωθεὶς ἀγριοῦται. τὰ δὲ τικτόμενα ἐξ | |
5 | αὐτοῦ γίνεται ἐκείνῳ ἐοικότα. | |
16.21.4 | βιβάζειν δὲ χρὴ ταῦτα τὰ ζῶα πρὸ ὀλίγων ἡμερῶν τῶν θερινῶν τρο‐ πῶν. κυοφορεῖ δὲ ἡ ὄνος μῆνας ιβʹ. | |
16.21.5 | Κάλλιον δὲ | |
ἵππους ὑπὸ ὄνων ἐπιβαίνεσθαι, ἢ ὄνους ὑπὸ ἵππων. | 466 | |
16.21.6 | φιλοκαλώτερον δέ τινες ποιοῦντες ταῖς θηλείαις ἵπποις ὑποβάλλουσι τοὺς τῶν ὄνων πώλους· καὶ γὰρ κρείττονι τραφήσονται γάλακτι, καὶ συντραφέντες φιλοστοργότερον ἕξουσι περὶ τὰς ἵππους ἐκ τῆς ἀνα‐ | |
5 | τροφῆς, ὥστε καὶ ἐφορμᾶν προθύμως. | |
16.21.7 | ἔστω δὲ τῆς γαλουχίας ὁ χρόνος διετής, ὥσπερ καὶ τοῖς ἵπποις. | |
16.21.8 | Ὄνοι δὲ πρὸς ὀχείαν ἀπὸ γʹ ἐτῶν ἕως ιʹ ἐτῶν χρή‐ σιμοι· ἐπιμελητέον δέ, ὅπως οἱ μέλλοντες ὀχεύειν ὄνοι εὔμορφοι εἶεν· τοιαῦτα γὰρ ἔσται καὶ τὰ γεννώμενα. | |
16.21.9 | τινὲς δὲ φιλοκαλώτερον ποιοῦντες, τὸν βιβάζοντα ὄνον, εἴτε ἵππον, εἴτε ἄλλο τι ζῶον, χρώματος οἵου ἂν βούλωνται γενέσθαι τὸ τικτόμενον, τοιούτῳ καὶ ἱματίῳ ἐνδιδύσκουσιν. ὁποῖον γὰρ ἂν ᾖ τὸ τοῦ | |
5 | ἱματίου χρῶμα, ᾧ ὁ ἐπιβάτης περικαλύπτεται, τοιοῦ‐ τον καὶ τὸ τικτόμενον ἔσται. | |
16.21.10 | τοὺς δὲ χωλαίνον‐ τας ὄνους θεραπεύσεις ὕδατι θερμῷ περινίψας τὸν πόδα ὅλον, καὶ περικαθάρας σμιλίῳ· ὅταν δὲ τοῦτο δράσῃς, περίχεε οὔρῳ παλαιῷ θερμῷ μετὰ ἁλῶν, καὶ | |
5 | περισπογγίσας ἐπιμελῶς ἐπίσταζε παρατρίβων σιδήρῳ θερμῷ στέαρ, μάλιστα αἴγειον, εἰ δὲ μή, βόειον, καὶ | |
τοῦτο ποίει ἕως ἂν ὑγιασθῇ. | 467 | |
16.22t | Περὶ καμήλων. Διδύμου. | |
16.22.1 | Ὁ Δίδυμός φησιν ἐν τοῖς γεωργικοῖς αὐτοῦ, τὴν κάμηλον δίψης ἀνέχεσθαι μέχρι τριῶν ἡμερῶν· τὴν δὲ ψώραν αὐτῆς τῇ κεδρίᾳ θεραπεύεσθαι. | |
16.22.2 | οὐ μίγνυ‐ ται δὲ ἡ κάμηλος οὔτε μητρί, οὔτε ἀδελφῇ. | |
16.22.3 | τὴν δὲ Βακτριανὴν κάμηλον, ἐν τοῖς ὄρεσι τοῖς πρὸς τῇ Ἰνδικῇ, ὑπὸ συάγρων τῶν συννεμομένων συλλαμβά‐ νειν, ὁ αὐτὸς Δίδυμός φησιν. | |
16.22.4 | ἐκ δὲ τοῦ συὸς καὶ τῆς καμήλου τίκτεται κάμηλος δίκυρτος, ὥσπερ ἀπὸ τῶν ἵππων καὶ ὄνων ἡ ἡμίονος. | |
16.22.5 | Φέρει δὲ γνω‐ ρίσματα πολλὰ τοῦ πατρὸς ἡ τικτομένη κάμηλος, τό τε δασὺ τῶν τριχῶν, καὶ τὸ τῆς δυνάμεως ἰσχυρόν, καὶ οὐκ ὀλισθαίνει ἐν τοῖς πηλοῖς ῥαδίως, ἀλλ’ ὑπὸ | |
5 | τῆς δυνάμεως ἀνορθοῦται, καὶ ἀχθοφορεῖ διπλάσιον, ἤπερ αἱ ἄλλαι κάμηλοι. | |
16.22.6 | Βακτριανὰς δὲ καλοῦσιν αὐτάς, ὡς εἰκός, ὅτι ἐν Βάκτροις πρῶτον ἐγένοντο. | |
16.22.7 | εἶδον δέ φησι δρομάδας καμήλους εἰς δρόμον ἵππῳ παραβαλλομένας, καὶ νικώσας. | |
16.22.8 | ὁ δὲ Φλωρεντῖνός φησιν ἐν τοῖς γεωργικοῖς αὐτοῦ, τεθεᾶσθαι ἐν Ῥώμῃ καμηλοπάρδαλιν. | |
16.22.9 | Ἐγὼ δὲ ἀπὸ τῆς Ἰνδίας ἐνεχθεῖ‐ | |
σαν ἐθεασάμην ἐν Ἀντιοχείᾳ καμηλοπάρδαλιν. | 468 | |
17t1 | ΒΙΒΛΙΟΝ ΙΖ | |
17p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ἑπτακαιδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύν‐ ταξιν περὶ τῆς τῶν βοῶν ὀχείας, καὶ γεννήσεως αὐτῶν, καὶ ἀνατροφῆς, καὶ παντοίας θεραπείας. | |
5 | αʹ. περὶ βοῶν. βʹ. περὶ βουθηλειῶν ἤτοι δαμάλεων. γʹ. περὶ ταύρων. δʹ. βόας μὴ ἀσθενεῖν. εʹ. περὶ ὀχείας. ϛʹ. περὶ προγνώσεως τῶν γεννωμένων. ζʹ. περὶ οἴ‐ στρου τοῦ καλουμένου μύωπος. ηʹ. περὶ τῆς τῶν μόσχων ἀνατροφῆς. θʹ. βόας ἐργαζομένους μὴ κοπιᾶν. | |
10 | ιʹ. ἀπὸ ποίας ἡλικίας ἀρκτέον βιβάζειν τοὺς βόας. ιαʹ. βόας ὑπὸ μυιῶν μὴ ἀδικεῖσθαι. ιβʹ. βοῦς λιπα‐ ροὺς ποιῆσαι. ιγʹ. περὶ ἰάσεως καὶ ὥστε τὰ ὀστέα μὴ καταπίνειν. ιδʹ. περὶ ἀδήλου πάθους. ιεʹ. περὶ κεφαλ‐ αλγίας. ιϛʹ. περὶ διαῤῥοίας. ιζʹ. περὶ ἀπεψίας. ιηʹ. περὶ | |
15 | βουπρήστεως. ιθʹ. περὶ στρόφου. κʹ. περὶ πυρεταί‐ νοντος. καʹ. περὶ βήσσοντος. κβʹ. περὶ ἐμπυϊκῶν. κγʹ. περὶ χωλείας. κδʹ. περὶ ψώρας. κεʹ. περὶ χολῆς κϛʹ. περὶ καταψύξεως. κζʹ. περὶ σκωλήκων. κηʹ. περὶ | |
κακοσίτου. κθʹ. περὶ φθειριῶντος. | 469 | |
17.1t | Περὶ βοῶν. Φλωρεντίνου. | |
17.1.1 | Τὰς βοῦς πρὸ ἡμερῶν λʹ τῆς ὀχείας οὐκ ἐατέον πληροῦσθαι τροφῆς· ὅσῳ γὰρ ἂν ἰσχνανθῶσι, τοσούτῳ εὐσυλληπτότεραι τοῦ σπέρματος ἔσονται. | |
17.2t | Περὶ βουθηλειῶν, ἤτοι δαμάλεων. Τοῦ Αὐτοῦ. | |
17.2.1 | Δαμάλεις ἐκλεκτέον εὐπαγεῖς, τοῖς σώμασι παρα‐ μήκεις, εὐμεγέθεις, εὐκέρωτας, πλατυμετώπους, μελανο‐ φθάλμους, γνάθους συνεσταλμένας ἐχούσας, ἐνσίμους, μὴ κυρτάς, ἀνεπτυγμένας τὰς ῥῖνας ἐχούσας, αὐχένα | |
5 | μακρὸν καὶ παχύν, εὐστέρνους, χείλη μελανίζοντα ἐχούσας, βαθυπλεύρους, πλατυνώτους, ὀφθαλμὸν ἐχού‐ σας μέγαν, οὐρὰν προμήκη καὶ ψαύουσαν τῶν πτερ‐ νῶν, πολύτριχα, βραχίονας βραχεῖς, σκέλη ὀρθά, στερεά, παχύτερα μᾶλλον ἢ μακρότερα, μὴ παρατριβόμενα πρὸς | |
10 | ἄλληλα, πόδας ἐν τῷ βαδίζειν μὴ πλατυνομένους ἄγαν, μηδὲ χηλὰς διεσταλμένας, τοὺς ὄνυχάς τε λείους καὶ ἴσους, βύρσαν εὐαφῆ, καὶ μὴ ἀπεξυλωμένην. | |
17.2.2 | Δοκι‐ μάζουσι δὲ ἀρίστας, τὰς τοῖς χρώμασι ξανθιζούσας, καὶ τὰ σκέλη μελαίνας, ὡς εὐγενεῖς. | |
17.2.3 | καλὸν μὲν οὖν κεκοσμῆσθαι πᾶσι τοῖς φυσικοῖς, εἰ δὲ μήγε, τοῖς πλείοσιν. | |
17.2.4 | Οἱ δὲ βόες καὶ τὴν φωνὴν τοῦ βουκόλου γνωρίζουσι, καὶ καλούμενοι τοῖς ἐπιτεθεῖσιν ὀνόμασι συνιᾶσι, καὶ ἀποκλίνουσι πρὸς τὰ ἐπιταττόμενα παρὰ τοῦ ἐπιτάκτου. | 470 |
17.3t | Περὶ ταύρων. Διδύμου. | |
17.3.1 | Τοὺς ταύρους πρὸ τῆς ὀχείας πρὸ δύο μηνῶν οὐκ ἐατέον συννέμεσθαι ταῖς βουσί, πληρωτέον δὲ αὐτοὺς χλόης, καὶ εἰ μὴ ἀρκέσειε τὸ τῆς νομῆς, ἐρε‐ βίνθων, ἢ ὀρόβων, ἢ κριθῶν διαβραχέντων. | |
17.3.2 | Ἐλάτ‐ τους δὲ τῶν γʹ ἐτῶν οὐκ ἐπιτήδειοι πρὸς τὴν ὀχείαν, ἀλλ’ οὐδὲ οἱ πρεσβύτεροι τῶν ιβʹ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν θηλειῶν εἰρήσθω. | |
17.3.3 | Χωρίζειν τε αὐτοὺς χρὴ ἀπὸ τῶν θηλειῶν τὸν διμηναῖον χρόνον, καὶ εἰσάγειν αὐτοὺς εἰς τὰς ἀγέλας, οὐκ ἐπικωλύοντας αὐτῶν τὴν ὁρμήν. | |
17.4t | Βόας μὴ ἀσθενεῖν. Δημοκρίτου. | |
17.4.1 | Ὄροβον βρέχων λεῖον πότιζε κατά· μῆνα τὴν δὲ τῶν βοῶν πληγὴν θεραπεύσεις μαλάχην ἀγρίαν λειώ‐ | |
σας, καὶ ἐπιχρίων. | 471 | |
17.5t | Περὶ ὀχείας. Τῶν Κυϊντιλίων. | |
17.5.1 | Καιρὸς ὁ τῆς ὀχείας ἐπιτήδειος ἔαρ μέσον. | |
17.5.2 | εἰ δὲ μὴ προσδέχονται τοὺς ταύρους αἱ βόες, σκίλλης τὸ περι‐ κάρδιον τουτέστι τὰ ἁπαλώτατα τῆς σκίλλης καὶ ὡς ἂν εἴποι τις τὸ στέαρ, [διδόναι] μετὰ ὕδατος τριπτέον, καὶ | |
5 | περιχριστέον, μετὰ τὴν κάθαρσιν τὰ μόρια τῶν βοῶν. | |
17.5.3 | εἰ δὲ οἱ ταῦροι πρὸς τὴν ὀχείαν βραδύνουσι, καύ‐ σας ἐλάφου οὐρὰν καὶ συλλειώσας, οἴνῳ τε φυράσας, ἄλειφε τὸ αἰδοῖον καὶ τοὺς ὄρχεις τοῦ ταύρου, καὶ οἰστρήσει εὐθέως. | |
17.5.4 | τοῦτο δὲ οὐκ ἐπὶ τῶν ταύρων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ζώων, καὶ ἐπὶ ἀνθρώ‐ πων γένοιτ’ ἄν. λύσις δὲ τῆς οἰστρήσεως ἔλαιον χρι‐ σθέν. | |
17.5.5 | καὶ ἡ πολύσπερμος δέ, καὶ ἡ πολύγονος καλουμένη βοτάνη τὰ ζῶα ποιήσει γονιμώτερα. | |
17.6t | Περὶ προγνώσεως τῶν γεννωμένων. Ἀφρικανοῦ. | |
17.6.1 | Οἱ προγινώσκειν θέλοντες, πότερον ἄῤῥεν ἢ θῆλυ τέξεται ἡ βιβασθεῖσα βοῦς, παρατηρείτωσαν· | |
ἐὰν μὲν εἰς τὰ δεξιὰ μέρη ὁ βοῦς κατέλθῃ, ἄῤῥεν τὸ τεχθησόμενον τεκμαιρέσθω· ἂν δὲ ἐπὶ τὰ ἀριστερά, | 472 | |
5 | θῆλυ. | |
17.6.2 | εἰ δὲ καὶ βουληθείης ἄῤῥεν τεχθῆναι, τῷ καιρῷ τῆς ὀχείας τὸν ἀριστερὸν ὄρχιν ἀπόδησον· εἰ δὲ θῆλυ, τὸν δεξιόν. | |
17.6.3 | φυσικὸν δέ τινες ποιοῦντες, εἰ μὲν ἄῤῥεν τις βουληθείη τεχθῆναι, βορείου ὄντος τοῦ ἀέρος τὴν ὀχείαν κατασκευάζουσιν· εἰ δὲ θῆλυ, νότου πνέοντος. | |
17.7t | Περὶ οἴστρου, τοῦ καλουμένου μύω‐ πος. Σωτίωνος. | |
17.7.1 | Ὅτι ἔκφρονας τοὺς βοῦς οἱ μύωπες κεντοῦντες ποιοῦσιν, ἴσμεν. οὐκ ἐγγιοῦσιν οὖν αὐτοῖς, ἐὰν δαφνί‐ δας κόψας, καὶ ἑψήσας ἐν ὕδατι, ἐπιῤῥαίνῃ τις τὸ χωρίον ὅπου νέμονται. φεύξονται γὰρ οἱ μύωπες διὰ | |
5 | τὴν ἀντιπάθειαν. | |
17.7.2 | εἰ δὲ καὶ φθάσειαν πλήξαντες, ψιμύθιον μετὰ ὕδατος τρίψαντες περιχρίουσιν. | |
17.8t | Περὶ τῆς τῶν μόσχων ἀνατροφῆς. Διδύμου. | |
17.8.1 | Κυτίσσῳ ἢ μηδικῇ θρέψωμεν τὰς γαλουχούσας βοῦς· πλέον γὰρ ἕξουσι γάλα οὕτω τραφεῖσαι. | |
17.8.2 | Διε‐ | |
τεῖς δὲ γενομένους τοὺς μόσχους εὐνουχιστέον· μετὰ γὰρ ταῦτα οὐ χρήσιμον τὸ εὐνουχίζεσθαι. | 473 | |
17.8.3 | τὰ δὲ τραύματα σποδιᾷ καὶ λιθαργύρῳ καταπλαστέον, μετὰ τρεῖς δὲ ἡμέρας πίσσῃ ὑγρᾷ καὶ τέφρᾳ, ὀλίγου μιγέν‐ τος ἐλαίου. | |
17.9t | Βόας ἐργαζομένους μὴ κοπιᾶν. Δημοκρίτου. | |
17.9.1 | Ἔλαιον καὶ τερεβινθίνην ἑψήσας χρῖε τὰ κέρατα. | |
17.10t | Ἀπὸ ποίας ἡλικίας ἀρκτέον βιβάζειν τοὺς βόας. Βάρωνος. | |
17.10.1 | Βιβάζειν δεῖ μὴ νεωτέραν τῶν βʹ ἐτῶν, ἵνα τριετεῖς οὖσαι τέκωσιν· ἄμεινον δὲ τίκτουσιν αἱ τε‐ τραετεῖς. | |
17.10.2 | τίκτει δὲ ἡ βοῦς, ὡς ἐπὶ τὸ πολύ, μέχρι τῶν ιʹ ἐτῶν. οἱ δὲ ταῦροι ἀπὸ τριετοῦς ἡλικίας ἀκμά‐ ζουσιν. | |
17.10.3 | Ὥρα δὲ πρὸς ὀχείαν τετραπόδων, ἡ ἀπὸ δελφῖνος ἐπιτολῆς, τουτέστι περὶ τὰς ἀρχὰς τοῦ Ἰου‐ νίου μηνός, ἕως ἡμερῶν μʹ. κυοφορεῖ δὲ ἡ δάμαλις μῆνας ιʹ. | |
17.10.4 | τὰς δὲ στείρας καὶ τὰς ἀσθενεῖς, καὶ τῇ ἡλικίᾳ προβεβηκυίας, ἐκβλητέον ἐκ τῶν βουκολίων· | |
ἀλυσιτελὴς γὰρ ἡ περὶ τὰ ἄχρηστα σπουδή. | 474 | |
17.11t | Βόας ὑπὸ μυιῶν μὴ ἀδικεῖσθαι. Ἀφρικανοῦ. Δάφνης καρπὸν λειοτριβήσας καὶ ἑψήσας μετὰ ἐλαίου, ἄλειφε τοὺς βόας, ἢ ἐκ τοῦ σιέλου τοῦ βοὸς | |
5 | κατάχριε τούτους. ταῦροι τοὺς μυκτῆρας ῥοδίνῳ χρι‐ σθέντες σκοτοῦνται. | |
17.12t | Βοῦς λιπαροὺς ποιῆσαι. Σωτίωνος. | |
17.12.1 | Λιπαροὺς ποιήσεις τοὺς βοῦς, εἰ ἀπὸ τῆς νομῆς ἐλθόντας τὴν πρώτην ἡμέραν κράμβας διατεμὼν καὶ διαβρέξας ὄξει δριμεῖ παραβάλοις· εἶτα ἀχύρων διη‐ θημένων καὶ πιτύρων σιτίνων μίξας ἐπὶ ἡμέρας εʹ | |
5 | διδοῖς, τῇ δὲ ϛʹ κριθῶν ἀληλεσμένων κοτύλας δʹ καὶ κατ’ ὀλίγον ταῖς ϛʹ ἡμέραις αὐξήσεις τὴν τροφήν. | |
17.12.2 | καὶ εἰ χειμῶνος μὲν περὶ ἀλεκτρυόνος ὥραν τρέ‐ φοις, τὸ δεύτερον δέ, περὶ τὸν ὄρθρον, καὶ ποτὸν δίδως, τὸ δὲ λοιπὸν τῆς τροφῆς, περὶ τὴν ἑσπέραν παρέξεις· | |
17.12.3 | θέρους δὲ ἂν τὸ πρῶτον ὑπὸ τὸν ὄρθρον, τὸ δὲ δεύτερον περὶ ὥραν τρίτην, εἶτα ποτιεῖς, καὶ | |
οὕτω τὴν τρίτην τροφὴν προσφέροις περὶ ἐνάτην ὥραν, καὶ πάλιν ποτιεῖς· δίδου δὲ αὐτοῖς χειμῶνος | 475 | |
5 | μὲν θερμοτέρου ὕδατος, θέρους δέ, χλιαροῦ. | |
17.12.4 | τὰ δὲ στόματα αὐτῶν οὔρῳ διακλύζουσι τὸ παρακείμενον φλέγμα ἀφαιροῦντες, καὶ τὴν γλῶσσαν καθαίροντες ἀπὸ τῶν σκωλήκων λαβίδι ἐξαιρουμένων, (γίγνονται | |
5 | γὰρ σκώληκες ἐν ταῖς γλώσσαις αὐτῶν) ἁλσί τε τὴν γλῶσσαν διαχρίουσι. καὶ τῆς στρωμνῆς δὲ ἐπιμελεῖ‐ σθαι χρή. | |
17.13t | Περὶ ἰάσεως, καὶ ὥστε τὰ ὀστέα μὴ καταπίνειν. Παξάμου. | |
17.13.1 | Ταῖς φάτναις μήτε ὄρνεις μήτε ὕες προσιέτωσαν· ἑκατέρων γὰρ ἡ κόπρος εἰ βρωθείη, ἀδικεῖ τὸ ζῶον. | |
17.13.2 | οὐκ ἂν δὲ καταπίῃ βοῦς ὀστοῦν, εἰ λύκου οὐρὰν ἐπὶ τὴν φάτνην κρεμάσεις. | |
17.14t | Περὶ ἀδήλου πάθους. | |
17.14.1 | Σχεδὸν πάντα ἄδηλα τὰ πάθη τῶν ζώων· πῶς γὰρ ἄν τις μάθοι; ἢ παρὰ τίνος ἂν πύθοιτο τὸ ἐνὸν τῷ ζώῳ πάθος; | |
17.14.2 | Εἰ τοίνυν σιλφίου κοπέντος μετὰ οἴνου ἀκράτου μέλανος εἰς τὰς ῥῖνας ἐγχέεις, πᾶν ἄδηλον πάθος θεραπεύσεις. | |
17.14.3 | Δημόκριτος δὲ συμ‐ βουλεύει, ἔαρος ἀρχομένου, εἰς τὸ ποτὸν τῶν βοῶν ἐπὶ τέσσαρας καὶ δέκα ἡμέρας ἐμβάλλειν σκίλλης καὶ ῥάμνου ῥίζης. | 476 |
17.14.4 | Εἰ δὲ καὶ φανερὰν νόσον νοσοίη, θεραπεύσεις οὕτως. ἐλελίσφακον ἐξ ὀρεινοῦ χωρίου καὶ πράσιον εἰς ὃ μέλλουσιν ὕδωρ πίνειν προβρέξας ταῖς ἴσαις ἡμέραις, καὶ δούς, θεραπεύσεις. τοῦτο δὲ | |
5 | οὐ μόνον βοῦς, ἀλλὰ καὶ θρέμματα τὰ λοιπὰ ὠφελεῖ. | |
17.14.5 | Καὶ ἅλες δὲ συμμιγνύμενοι ταῖς τροφαῖς σφόδρα ὠφελοῦσιν. | |
17.14.6 | ἄριστον δὲ καὶ ὑγιεινότατον ἀμόργη σὺν ὕδατι καὶ κατ’ ὀλίγον διδομένη. ὠφελεῖ δὲ καὶ ἡ μηδικὴ πόα. | |
17.15t | Περὶ κεφαλαλγίας. | |
17.15.1 | Χρὴ πρότερον γινώσκειν τὴν τοῦ βοὸς κεφαλ‐ αλγίαν· ἐπειδὰν οὖν τὰ ὦτα καθεὶς μὴ ἐσθίῃ, κεφαλ‐ αλγία ἐστί. | |
17.15.2 | διαχρίεται οὖν ἡ γλῶσσα θύμῳ μετὰ οἴνου τριφθέντι, καὶ σκόρδοις, καὶ ἁλσὶ λεπτοῖς. | |
17.15.3 | καὶ πτισάνη δὲ ὠμὴ μετὰ οἴνου λυθεῖσα ὠφελεῖ. | |
17.15.4 | καὶ δάφνης δὲ φύλλα, ὅσον τὴν χεῖρα πληρῶσαι, λαβών, καὶ ἐμβαλὼν εἰς τὸ στόμα, ἢ καὶ σιδίων ῥοιᾶς, ὠφελή‐ σεις. | |
17.15.5 | καὶ σμύρνης δέ, ὡς κυάμου μέγεθος, ὁμοίως μετὰ οἴνου διηθηθέντος ἐν κοτύλαις δυσὶ διὰ τῶν | |
ῥινῶν ἐγχέας θεραπεύσεις. | 477 | |
17.16t | Περὶ διαρροίας. | |
17.16.1 | Ῥάμνου φύλλα κόψας, καὶ ἀσφάλτῳ περιπλα‐ σθέντα, δίδου φαγεῖν. | |
17.16.2 | Οἱ δὲ ῥοιῶν φύλλα κοπέντα, καὶ ἀλφίτοις περιπλασθέντα, διδόασι φαγεῖν. | |
17.16.3 | Ἄλλοι δὲ ἀλφίτων κοτύλας βʹ καὶ σίτου φρυγέντος ἀλεύρων τὸ ἥμισυ ὕδατι μιχθὲν διδόασιν. | |
17.17t | Περὶ ἀπεψίας. | |
17.17.1 | Ἀπεπτήσας γινώσκεται βοῦς ἐκ τοῦ μὴ ἐσθίειν, καὶ πυκνῶς ἐρυγᾶν, κινεῖν τε τὰ μέλη μετά τινος συστροφῆς καὶ πνεύματος ἐκθλίψεως. | |
17.17.2 | θεραπεύσομεν οὖν θερμὸν ὕδωρ διδόντες πιεῖν, καὶ κράμβης δια‐ βραχείσης ἐν ὄξει δέσμην φαγεῖν. | |
17.17.3 | Οἱ δὲ τῆς κράμ‐ βης τὰ ἁπαλὰ ζέσαντες, καὶ τρίψαντες μετὰ ἐλαίου, διὰ κέρατος ἐγχέουσι διὰ τοῦ στόματος, καὶ περι‐ βολαίοις συνθερμάναντες εἰς περίπατον ἄγουσι. τοῦτο | |
5 | δὲ οὐ τοὺς βοῦς μόνον, ἀλλὰ καὶ πᾶν ὠφελεῖ βόσκημα. | |
17.17.4 | Οἱ δὲ ἀγρίας ἐλαίας τὰ φύλλα ἢ δένδρων ἄλλων κλῶνας ἁπαλοὺς κόψαντες, καὶ ὕδωρ ἐπιχέαντες διηθοῦσι, καὶ οὕτως κοτύλας ϛʹ ἐπιχέουσιν ἐπὶ ἡμέ‐ | |
ρας δύο. | 478 | |
17.18t | Περὶ βουπρήστεως. | |
17.18.1 | Τινὲς ἔλαιον εἰς τὰς ῥῖνας ἐγχέουσι τοῖς βουσίν. ἄλλοι δὲ ἐρινεοῦ ὀλύνθους ὕδατι τρίψαντες εἰς τὰς ῥῖνας ὁμοίως ἐγχέουσιν. | |
17.19t | Περὶ στρόφου. | |
17.19.1 | Ὁ στροφούμενος βοῦς ἐφ’ ἑνὸς οὐχ ἕστηκε τόπου, οὐδὲ τροφῆς ἅπτεται, ἀλλὰ στένει. | |
17.19.2 | ὀλίγην οὖν αὐτῷ τροφὴν παραβλητέον, καὶ τὴν σάρκα τὴν περὶ τοὺς ὄνυχας διακεντητέον, ὥστε ἀφαιμάξαι. | |
17.19.3 | ἔτι δὲ περὶ τὴν οὐρὰν νύξαντες, ὥστε αἷμα ἐκρυῆναι, ῥάκει περι‐ δεσμοῦσιν. | |
17.19.4 | Ἄλλοι κρόμυα καὶ ἅλας ἑνώσαντες καὶ σφηνώσαντες εἰς τὴν ἕδραν ἐσωτάτω προσωθοῦσι, καὶ τρέχειν ἀναγκάζουσιν. ἄλλοι νίτρον κόψαντες καὶ διέντες διὰ τοῦ στόματος ἐγχέουσιν. | |
17.20t | Περὶ πυρεταίνοντος. Διδύμου. | |
17.20.1 | Βοῦς πυρεταίνων οὐ προσίεται τὴν τροφήν, κάτω νεύει, δακρύει, λήμας ἔχει, περὶ τοὺς ὀφθαλμοὺς κοιλαίνεται. | |
17.20.2 | τοῦτον οὖν θεραπεύουσιν οὕτως. ἐκ συσκίων χωρίων ἄγρωστιν λαβών, καὶ πλύνας, δὸς φαγεῖν αὐτῷ, ἢ ἀμπέλου φύλλα. | |
17.20.3 | ποτιστέον δ’ αὐτὸν ὕδωρ ψυχρότατον μὴ ἐν ὑπαίθρῳ, μάλιστα δὲ ὑπο‐ σκίῳ, σπόγγῳ τε βεβρεγμένῳ ὕδατι τὰ ὦτα καὶ τὰς ῥῖνας ἀποψηκτέον. | 479 |
17.20.4 | τινὲς δὲ καυτῆρι τὸ πρόσωπον αὐτοῦ διακαίουσι, καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμούς· σπογ‐ γίζουσί τε ταῦτα οὔρῳ παλαιῷ θερμῷ δὶς τῆς ἡμέρας, ἕως ἂν ἐκπέσωσιν αἱ ἐσχάραι, καὶ ἀπουλωθῇ τὰ τραύ‐ | |
5 | ματα. ἀμύσσεται δὲ καὶ τὰ ὦτα, ὥστε αἷμα ῥεῦσαι. | |
17.20.5 | τινὲς δὲ ἄλφιτα φυράσαντες οἴνῳ διδόασι φαγεῖν, οἱ δὲ λούουσιν ἅλμῃ, καὶ περιβολαίοις συνθερμαίνου‐ σιν. οἱ δὲ κύτισσον διδόασι μετὰ οἴνου· τοῦτο δὲ οὐ τοὺς βοῦς ὠφελεῖ μόνον, ἀλλὰ καὶ τὰ ἄλλα θρέμ‐ | |
5 | ματα. | |
17.21t | Περὶ βήσσοντος. | |
17.21.1 | Κριθὰς ἀληλεσμένας διαβραχείσας, καὶ τῶν ἀχύ‐ ρων τὰ ἁπαλώτατα καθαρθέντα, καὶ ὀρόβων κοτύλας γʹ ἀληλεσμένων, εἰς τρία διαιρεθέντα κατὰ μέρος δίδου φαγεῖν. | |
17.21.2 | τινὲς δὲ τὴν ἀρτεμισίαν βοτάνην τρίψαντες, καὶ διέντες ὕδατι ἐκπιέζουσι, καὶ πρὸ τῆς | |
τροφῆς ἐγχυματίζουσιν ἐπὶ ἡμέρας ζʹ. | 480 | |
17.22t | Περὶ ἐμπυϊκῶν. Ἐὰν συναγάγῃ ἔμπυον τὸ ἕλκος, χρὴ καθαίρειν, οὔρῳ τε βοὸς παλαιῷ θερμῷ κλύζειν, ἐρίοις τε ἐκ‐ μάττειν, εἶτα μετὰ λεπτῶν ἁλῶν καὶ πίττης ὑγρᾶς | |
5 | ἐντιθέναι ἔμπλαστρον. | |
17.23t | Περὶ χωλείας. Φλωρεντίνου. | |
17.23.1 | Ἐὰν διὰ τὸ κατεψύχθαι τι μέρος χωλεύῃ ὁ βοῦς, νίψαι χρὴ τὸν πόδα, καὶ τὸ πεπονθὸς μέρος σμιλίῳ ἀνοίξαντα οὔρῳ παλαιῷ πυριᾶσαι· εἶτα ἁλῶν ἐπί‐ πασσε, καὶ σπόγγῳ ἔκμασσε ἢ ῥάκει· ἔπειτα στῆρος | |
5 | αἰγείου ἢ βοείου παρατριβομένου θερμῷ σιδήρῳ ἐπι‐ στάζειν τῷ πεπονθότι μέρει. | |
17.23.2 | ἐὰν δὲ σκόλοπα ἤ τι τοιοῦτον πατήσας χωλεύῃ, τὰ μὲν ἄλλα ὁμοίως ποιη‐ τέον· κηρὸν δὲ ἅμα ἐλαίῳ παλαιῷ καὶ μέλιτι καὶ ὀρόβων ἀλεύρῳ συντήξας καὶ ψύξας ἔνθες τῷ ἕλκει, | |
5 | εἶθ’ οὕτως λαβὼν ὄστρακον λεπτὸν διηθηθέν, καὶ σύκων ἢ ῥοιῶν κοπέντων καὶ μιχθέντων, περίπλασσε ῥάκος ἐπιθείς· ἐπιδέσμει δὲ ἐπιμελῶς, ὡς μηδὲν παρεισδῦναι, ἕως ἂν δυνηθῇ στῆναι· οὕτω γὰρ ἂν ὑγιασθῇ· τρίτῃ δὲ ἡμέρᾳ ἐπιθεράπευε. | |
17.23.3 | ἐὰν δὲ | |
δι’ ἐπιφορὰν ὕλης χωλεύῃ, θερμαντέον τὸ μέρος μετὰ ἐλαίου καὶ γλυκέος ἑψηθέντων, εἶτα ὠμὴν λύσιν θερμὴν ἐπιθετέον. | 481 | |
17.23.4 | ὅταν δὲ ἁπαλὸν γένηται, διαι‐ ρετέον· ἐκπλυθέντι δὲ τῷ διαιρεθέντι μέρει φύλλα κρίνων, ἢ σκίλλαν μετὰ ἁλῶν, ἢ πολύγονον, ἢ πρά‐ σιον κοπὲν ἐπιθετέον. | |
17.24t | Περὶ ψώρας. | |
17.24.1 | Ψώραν καὶ ἐξανθήματα οὔρῳ βοείῳ παλαιῷ καὶ βουτύρῳ περιχρίοντες ἰῶνται. | |
17.24.2 | οἱ δὲ ῥιτίνῃ ἢ πίσσῃ ὑγρᾷ μετὰ θείου καταπλάττοντες ἐπιχρίουσι, καὶ οὕτως ἰῶνται. | |
17.25t | Περὶ χολῆς. | |
17.25.1 | Διακαυτέον τοὺς βοῦς τῶν σκελῶν ἕως τῆς ὁπλῆς, καὶ λουτρῷ θερμῷ συνεχῶς θερμαντέον, καὶ περι‐ βολαίοις καλυπτέον. τροφὴν δὲ οὐ δοτέον. | |
17.26t | Περὶ καταψύξεως. | |
17.26.1 | Ἐγχυματιστέον ὀπὸν διέντα οἴνῳ μέλανι. | 482 |
17.27t | Περὶ σκωλήκων. | |
17.27.1 | Ὕδατι ψυχρῷ καταῤῥαίνοντες τὰ ἕλκη ἀναιροῦσι τὰς εὐλάς. | |
17.28t | Περὶ κακοσίτου. | |
17.28.1 | Τὴν τροφὴν καταῤῥαντέον ἀμόργης τὸ ἀρκοῦν· ἐλαίου τε καὶ ῥιτίνης ἢ τερεβινθίνης τὸ ἶσον μίξας κατάχρισον τὰ κέρατα ἕως ῥίζης. | |
17.29t | Περὶ φθειριῶντος. | |
17.29.1 | Τὸν βοῦν χρὴ καταβαλεῖν ὕπτιον, καὶ τῆς κε‐ φαλῆς ἀνανευθείσης τὴν γλῶσσαν περισκοπεῖν, εἰ φλυκταίνας ἔχει. | |
17.29.2 | περικαῦσαι δὲ ταύτας χρὴ σιδή‐ ροις ὀξέσι καὶ διαπύροις, ἔπειτα ἀγρίας ἐλαίας φύλλων κοπέντων καὶ ἁλῶν χρίειν τὰ ἕλκη, ἢ ἁλσὶ λεπτοῖς καὶ ἐλαίῳ, ἢ βουτύρῳ καὶ ἁλσίν· ἢ σικύου ἀγρίου | |
5 | ξηροῦ ῥίζαν συγκοπεῖσαν ἅμα σύκοις δοῦναι φαγεῖν, ἢ ἀλφίτων κοτύλας δύο καὶ σίτου φρυγέντος ἀλεύρου | |
τὸ ἶσον οἴνῳ βραχέντα δοῦναι. | 483 | |
18t1 | ΒΙΒΛΙΟΝ ΙΗ | |
18p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ὀκτωκαιδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύν‐ ταξιν περὶ προβάτων ἐκλογῆς τε καὶ δοκιμασίας, καὶ ὀχείας, καὶ τοκετοῦ, καὶ παντοίας θεραπείας καὶ ἐπι‐ | |
5 | μελείας αὐτῶν. αʹ. περὶ προβάτων ἐκλογῆς καὶ δοκιμασίας ἀῤῥένων καὶ θηλειῶν. βʹ. περὶ ἐπιμελείας καὶ διαμονῆς αὐτῶν. γʹ. περὶ ὀχείας καὶ τοκετοῦ. δʹ. περὶ προβάτων, ἵνα ἀκολουθῶσιν. εʹ. κριὸς ἵνα μὴ ἐπιτρέχῃ. ϛʹ. προβάτου | |
10 | ἐγκύου προγινώσκειν, ὁποῖον χρῶμα ἔχει τὸ ἔμβρυον. ζʹ. ἄρνας μὴ νοσεῖν. ηʹ. πότε δεῖ καὶ πῶς ἀποκείρειν τὰ πρόβατα. θʹ. περὶ αἰγῶν καὶ τράγων. ιʹ. ὥστε αἶγας πολὺ γάλα ποιεῖν. ιαʹ. πρόβατα καὶ αἶγας λοι‐ μικὴν νόσον μὴ ἀσθενεῖν. ιβʹ. περὶ γάλακτος καὶ | |
15 | ὥστε τὰ βοσκήματα πολὺ γάλα ποιεῖν. ιγʹ. περὶ ἰάσεως τῶν προβάτων. ιδʹ. λύκων θηρατικόν. ιεʹ. περὶ ψώρας. ιϛʹ. περὶ φθειριάσεως. ιζʹ. περὶ διαφόρων νοσημάτων. ιηʹ. περὶ αἰπολίων. ιθʹ. περὶ τυροποιίας. κʹ. περὶ δοκι‐ | |
μασίας γάλακτος. καʹ. μέλκης σκευασία σύντομος. | 484 | |
18.1t | Περὶ προβάτων ἐκλογῆς, καὶ δοκιμα‐ σίας ἀῤῥένων καὶ θηλειῶν. Φλωρεντίνου. | |
18.1.1 | Ἄρισταί εἰσι τοκάδες, αἱ ἔρια φύουσαι πολλὰ καὶ μαλακά, τοὺς μαλλοὺς βαθεῖς πεπυκνωμένους καθ’ ὅλον μὲν τὸ σῶμα, μάλιστα δὲ περὶ τὸν τράχηλον καὶ τὸν αὐχένα· ἔχουσαι δὲ καὶ τὴν κοιλίαν ὅλην δασεῖαν | |
5 | ἐρίων πλήθει καὶ μαλακότητι, καὶ ὁμοχροίᾳ. | |
18.1.2 | εἶναι δὲ χρὴ αὐτὰς εὐοφθάλμους, καὶ μακροσκελεῖς, καὶ μακροκέρκους· ἄρισται γὰρ αὗται πρὸς ἀρνοτροφίαν. | |
18.1.3 | τοὺς δὲ κριοὺς εἶναι χρὴ εὐπαγεῖς, καλοὺς τῇ θέᾳ, χαροποὺς τοῖς ὄμμασι, δασυμετώπους, εὐκέρωτας, ὀλιγοκέρωτας, σκεπομένους τὰ ὦτα τῇ πυκνότητι τῶν ἐρίων, πλατυνώτους, ἔχοντας τοὺς διδύμους μεγάλους, | |
5 | μηδὲν ἑτερόχρουν ἐπὶ τοῦ σώματος ἔχοντας. | |
18.1.4 | ἡλικίαν δὲ δοκιμαστέον κριῶν καὶ τοκάδων, ὅταν ὦσι τριε‐ τεῖς. ἱκανὸς δὲ εἷς κριὸς νʹ τοκάδας ἐγκύους ποιεῖν. | |
18.1.5 | Ἀρκέσει καὶ εἷς ἀνὴρ εἰς κʹ προβάτων ἐπιμέλειαν, ἔχων παιδίον εἰς ἐπικουρίαν. | |
18.1.6 | κυοφορεῖ δὲ τὸ πρό‐ βατον μῆνας εʹ. ἄριστα δέ εἰσι πρόβατα, τὰ ἔχοντα ἔρια ἡπλωμένα, τὰ παρουλότριχα δὲ σαθρὰ εἶναι τῇ | |
φύσει διαβεβαιοῦνται. | 485 | |
18.2t | Περὶ ἐπιμελείας καὶ διαμονῆς αὐτῶν. Τοῦ Αὐτοῦ. | |
18.2.1 | Τοὺς σηκοὺς πλείους καὶ μᾶλλον πλατυχώρους εἶναι δεῖ, θερμούς τε καὶ ξηροὺς κατασκευαστέον, καὶ τὰ ἐδάφη δὲ τούτων κεκλιμένα, λίθοις τε καταστορε‐ σθέντας ὁμαλιστέον εὐθέως τε τὸ οὖρον ἐξοχετευτέον. | |
18.2.2 | τακτέον δὲ κατὰ τὸ ὑψηλὸν τοῦ ἐδάφους τὰς φάτνας, κλίμακάς τε ὑπὲρ αὐτῶν ἐμπηκτέον, ὅπως τὰ πρό‐ βατα τὴν τροφὴν λαμβάνοντα κωλύηται ὑπερπηδᾶν. | |
18.2.3 | Θέρους μὲν οὖν καὶ ὑπαίθρια τρέφεται, καὶ ἔξω αὐλίζεται· ἀλλ’ ὅταν ὁ ἥλιος ὀξύτατος ᾖ, ὑπὸ σκιὰν ἀγέσθω. ἑκάστοτε δὲ ἐκ τῶν δυσχειμέρων τόπων εἰς τοὺς θερμοτέρους μεταγέσθω· οὐ μὴν τὸ ἀνάπαλιν· | |
5 | σφόδρα γὰρ βλάπτει τὸ ψύχος αὐτά. | |
18.2.4 | Πρὸς δὲ τὸ μὴ ἕρπειν ἐκεῖσε τὰ θηρία τὰ λυμαινόμενα, θυμιατέον ἐν τοῖς σηκοῖς τρίχας γυναικῶν, ἢ χαλβάνην, ἢ κέρας ἐλάφειον, ἢ αἰγῶν ὁπλὰς ἢ τρίχας, καὶ ἄσφαλτον, καὶ | |
5 | κασσίαν, ἢ κόνυζαν, ἤ τι ἄλλο τῶν βαρυόσμων, καθ’ ἑαυτά, ἢ καὶ ἅμα πλείω κοπέντα. | |
18.2.5 | εἴς τε τὴν στρωμνὴν τῶν ποιμνίων χρηστέον καλαμίνθῃ καὶ | |
ἀσφοδέλῳ, ἢ γλίχωνι, ἢ πολίῳ, ἢ κονύζῃ, ἢ ἀβρο‐ τόνῳ· καὶ γὰρ τὰ τοιαῦτα φεύγει τὰ θηρία. | 486 | |
18.2.6 | Τρο‐ φὴν δὲ παραβλητέον κύτισσον καὶ μηδικήν, ἢ τῆλιν, ἢ βρόμον, καὶ τῶν ὀσπρίων τὰ ἄχυρα, καὶ τῶν κριθῶν· καλλίω δὲ ταῦτα γίνεται ἐπὶ τῆς ἅλω ἅλμῃ ἐπιῤῥαινό‐ | |
5 | μενα. καὶ τῶν συκῶν δὲ οἱ ἐκπεσόντες ὄλυνθοι, καὶ τὰ ξηρανθέντα φύλλα ἐπιτήδεια πρὸς τροφὴν προβά‐ των. | |
18.2.7 | Ἐπὶ δὲ τὴν νομὴν ἐξακτέον θέρους μὲν πρὶν ἥλιον ἀνασχεῖν, ἔτι τῆς δρόσου κειμένης, χειμῶνος δέ, καὶ τῆς πάχνης ἤδη καὶ πάσης τῆς δρόσου δια‐ λελυμένης. ἑκάστοτε δὲ τὸν ἥλιον κατ’ οὐρὰν ἔχειν | |
5 | αὐτὰ προνοητέον. | |
18.2.8 | ἔστω δὲ ἀεὶ τῶν ποιμνίων ὁ ἀριθμὸς ἄνισος, ὡς φυσικὴν ἔχων τινὰ δύναμιν πρὸς διαμονὴν καὶ σωτηρίαν τῶν ἀγελῶν. | |
18.3t | Περὶ ὀχείας καὶ τοκετοῦ. Διδύμου. | |
18.3.1 | Τοὺς κριοὺς πρὸ δύο μηνῶν τῆς ὀχείας χωρι‐ στέον, καὶ δαψιλεστέρᾳ τροφῇ χρηστέον. ὅταν δὲ εὐσαρκίαν καὶ δύναμιν ἀθροίσωσι, ταῖς θηλείαις ἐπα‐ φετέον. | |
18.3.2 | ἡλικία δὲ πρὸς ὀχείαν χρήσιμος τῶν κριῶν, ἀπὸ δύο ἐτῶν ἕως ηʹ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλειῶν. | |
18.3.3 | Εἰδέναι δὲ χρή, ὡς οἱ κριοὶ μᾶλλον τὰς πρεσβυ‐ τέρας διώκουσι, θᾶττον ὀχευομένας, καὶ ὕστερον τὰς | |
νέας· .... βραδύτερον δὲ οὐ χρὴ ὀχεύεσθαι, βλάπτει γάρ. | 487 | |
18.3.4 | τινὲς δὲ διὰ παντὸς τοῦ ἔτους σχεδὸν ἔχειν ἀρνειοὺς καὶ γάλα βουλόμενοι, διαφόρως τὸν τῆς ὀχείας καιρὸν μεθαρμόζουσιν εἰς ἑκάστην τοῦ ἔτους ὥραν. | |
18.3.5 | εὔτονοι δὲ πρὸς τὴν ὀχείαν οἱ κριοὶ γίνον‐ ται, κρομύων αὐτοῖς ἐν τῇ τροφῇ παραμιγνυμένων, ἢ τῆς πολυγόνου καὶ πολυφόρου βοτάνης, ὃ καὶ τὰ λοιπὰ βοσκήματα πρὸς ὀχείαν ἐγείρει. τοῖς αὐτοῖς | |
5 | δὲ καὶ μὴ ξενίζουσιν ὕδασι χρηστέον. | |
18.3.6 | ἐὰν δὲ ἄῤ‐ ῥενα πλείω τις βούληται τίκτεσθαι, καταντικρὺ τῶν ἀρκτῴων ἀνέμων νεμομένης τῆς ἀγέλης, ἡμέρας εὐδίου, τοὺς κριοὺς ἐναφιέτω· ἐὰν δὲ θηλυκά, νότου | |
5 | ὄπισθεν πνέοντος. δοκεῖ δὲ καὶ ἐπὶ τούτων, καὶ ἐπὶ πάντων τῶν ζώων τὸ αὐτὸ ἁρμόζειν. | |
18.3.7 | καὶ εἰ ὁ δεξιὸς δὲ ὄρχις δεθῇ, ὡς ἐπὶ τῶν βοῶν εἴρηται, θῆλυ τεχθήσεται, ἄῤῥεν δέ, εἰ ὁ ἀριστερός. | |
18.3.8 | Τὰ δὲ τεχθέντα, μετὰ τὸ πληρωθῆναι τοῦ γάλακτος, κατα‐ μόνας αὐλιστέον· συναυλιζόμενα γὰρ ταῖς τεκούσαις συμπατεῖται. | |
18.3.9 | μέχρι δὲ μηνῶν δύο οὐκ ἀμελκτέον τοῦ γάλακτος· κάλλιον δέ, εἰ μηδέποτε· εὐτραφέστατοι γὰρ ἔσονται οἱ ἄρνες. | |
18.3.10 | τὰ δὲ ἐκ τῶν πρωτογόνων | |
ἀπαλλοτριοῦν χρή, ὡς ἀνεπιτήδεια πρὸς διαμονήν. | 488 | |
18.4t | Περὶ προβάτων, ἵνα ἀκολουθῶσιν. Ἀφρικανοῦ. | |
18.4.1 | Ἐρίῳ βύσον αὐτῶν τὰ ὦτα. | |
18.5t | Κριὸς ἵνα μὴ ἐπιτρέχῃ. Τοῦ Αὐτοῦ. | |
18.5.1 | Τρύπησον αὐτοῦ τὰ κέρατα ἐγγὺς τῶν ὠτίων αὐτοῦ. | |
18.6t | Προβάτου ἐγκύου προγινώσκειν, ὁποῖον χρῶμα ἔχει τὸ ἔμβρυον. Δημοκρίτου. | |
18.6.1 | Ἀνοίξας αὐτοῦ τὸ στόμα ἐὰν εὕρῃς τὴν γλῶσσαν αὐτοῦ μέλαιναν, μέλαν τέξεται· ἐὰν δὲ λευκήν, γεν‐ νήσει λευκόν· ἐὰν δὲ ποικίλην, ποικίλον ἔσται τὸ τικτόμενον. | |
18.7t | Ἄρνας μὴ νοσεῖν. | |
18.7.1 | Κισσὸν βόσκησον ἐπὶ ἡμέρας ζʹ, καὶ οὐ νοσεῖ. | |
18.8t | Πότε δεῖ καὶ πῶς ἀποκείρειν τὰ πρό‐ βατα. Διδύμου. | |
18.8.1 | Μήτε κρύους ἔτι ὄντος, μήτε θέρους ὥρᾳ, ἀλλὰ μεσοῦντος ἔαρος κείρειν χρὴ τὰ πρόβατα. | |
18.8.2 | τὰ δὲ ἐν τῷ κείρεσθαι συμβάντα τραύματα χριστέον ὑγροπίσσῃ, τὸ δὲ λοιπὸν σῶμα ἐλαίῳ μετὰ οἴνου, ἢ χυλῷ πικρῶν θέρμων ἀφεψημένων. | 489 |
18.8.3 | κάλλιον δὲ οἴνου καὶ ἀμόρ‐ γης τὸ ἶσον, ἢ ἐλαίου καὶ οἴνου λευκοῦ, κηροῦ καὶ στῆρος συμμιχθέντων, συγχρίεσθαι. τοῦτο γὰρ καὶ τὸ ἔριον βλαβερὸν οὐ ποιεῖ, καὶ ψώραν οὐκ ἐᾷ, καὶ | |
5 | ἕλκωσιν γενέσθαι διακωλύει. | |
18.8.4 | τηρεῖν δὲ χρή, ὅπως εὖ μεμαγμένα, μετὰ πρώτην ὥραν, ἀνεξηραμένης τῆς ἐν τοῖς ἐρίοις διὰ νυκτὸς ἐπιπεσούσης δρόσου, κείρη‐ ται, μᾶλλον ἐν ἡλίῳ. | |
18.8.5 | συνιδροῦντος γὰρ τοῦ κειρο‐ μένου, ἀναλαμβάνεται ὁ ἱδρὼς ἐκ τῶν ἐρίων, καὶ εὐχρούστερα καὶ μαλακώτερα γίγνεται. | |
18.9t | Περὶ αἰγῶν καὶ τράγων. Φλωρεντίνου. | |
18.9.1 | Αἱ αἶγες χαίρουσι τόποις ὀρεινοῖς· ἔστι δὲ παρεμφερὲς τῷ προβάτῳ κατὰ πολλά· βιβάζεται γὰρ ταῖς αὐταῖς ὥραις· 〈καὶ〉 κυοφορεῖ εʹ μῆνας, ὥσπερ τὰ πρόβατα. | |
18.9.2 | διδυμοτοκεῖ δὲ ὡς ἐπιπολύ, καὶ τρέφει τὰ γεννώμενα, καὶ προσόδους δίδωσιν οὐκ ὀλίγας, τὰς ἀπὸ γάλακτος καὶ τυροῦ, καὶ κρέας· πρὸς δὲ τούτοις τὰς ἀπὸ τῆς τριχός. | |
18.9.3 | ἡ δὲ θρὶξ ἀναγκαία πρός τε σχοίνους καὶ σάκκους, καὶ τὰ τούτοις παρα‐ πλήσια, καὶ εἰς ναυτικὰς ὑπηρεσίας, οὔτε κοπτόμενα | |
ῥαδίως, οὔτε σηπόμενα φυσικῶς, ἐὰν μὴ λίαν κατολι‐ | 490 | |
5 | γωρηθῇ. | |
18.9.4 | δεῖ δὲ ἐκλέγειν ἀπὸ τῶν τοκάδων τὰς εὐπαγεῖς, μεγάλας τε καὶ μεμυωμένας, καὶ τὸν μὲν χρῶτα λεῖον ἐχούσας, δασύτριχας δέ, καὶ τὰ οὔθατα μεγάλα καὶ ὀγκώδη ἐχούσας. | |
18.9.5 | αἱ δὲ τοιαῦται καὶ πρὸς ἐπιμονὴν κρείττους εἰσί· φύσει γὰρ δύσριγόν ἐστι τὸ ζῶον, ἀμέλει φυσικῶς ἀεὶ πυρέττει· καὶ εἴ ποτε ἐπιλείψει ὁ πυρετός, διαφθείρονται. | |
18.9.6 | τῶν δὲ τράγων ἐγκρίνουσι τοὺς μεγάλους καὶ ἐμπλεύρους, ἰσχία τε μείζονα ἔχοντας, δασύτριχας, μακρότριχας, λευκότριχας, αὐχένα καὶ τράχηλον βραχὺν καὶ παχὺν | |
5 | ἔχοντας, βρόγχον δὲ μακρότερον. | |
18.9.7 | ἀρίστη δὲ ὥρα πρὸς τὴν τούτων ὀχείαν, ἡ πρὸ τροπῶν τῶν χειμερι‐ νῶν. τράγος δὲ οὐ φεύξεται, ἐὰν κείρῃς αὐτοῦ τὸν πώγωνα. | |
18.10t | Ὥστε αἶγας πολὺ γάλα ποιεῖν. Τοῦ Αὐτοῦ. | |
18.10.1 | Βοτάνην πενταδάκτυλον, πρὸ τοῦ πίνειν, δίδου φαγεῖν ἐπὶ ἡμέρας εʹ. | |
18.10.2 | αἶγες πολὺ γάλα ποιοῦσιν, | |
ἐὰν δίκταμνον περὶ τὰς αὐτῶν γαστέρας περιάψῃς. | 491 | |
18.11t | Πρόβατα καὶ αἶγας λοιμικὴν νόσον μὴ ἀσθενεῖν. Τῶν Κυϊντιλίων. | |
18.11.1 | Ἐὰν πελαργοῦ κοιλίαν λειώσας ὕδατι ἐγχυματίσῃς ἀπὸ κοχλιαρίου ἑνὸς ἓν ἕκαστον, οὐκ ἀσθενήσει. | |
18.12t | Περὶ γάλακτος, καὶ ὥστε τὰ βοσκή‐ ματα πολὺ γάλα ποιεῖν. Ἀφρικανοῦ. | |
18.12.1 | Ὅλα τὰ βοσκήματα ἄπειρον γάλα ποιεῖ, μετὰ τοῦ τρέφειν τὸ ἔμβρυον, ἐὰν κύτισσον ἐσθίῃ, ἢ δίκτα‐ μνον ἐν ταῖς γαστέρεσιν αὐτῶν περιάψῃς. | |
18.12.2 | Γάλα ἐπὶ πυρὸς χλιαινόμενον καὶ κλάδῳ συκῆς κινούμενον πήγνυται. | |
18.12.3 | τὸ δὲ ὀξύγαλα ἐμβαλλόμενον εἰς ἔλαιον, ἢ εἰς φύλλα τερμίνθου συντιθέμενον, μένει ἁπαλόν. | |
18.13t | Περὶ ἰάσεως τῶν προβάτων. Λεοντίνου. | |
18.13.1 | Προνοεῖν χρή, ὅπως μηδὲ τὴν ἀρχὴν νόσῳ λοι‐ μώδει περιπέσῃ τὰ πρόβατα. | |
18.13.2 | ἔαρος τοίνυν ἀρχο‐ μένου, ἐλελίσφακον ὄρειον καὶ τὴν πράσιον βοτάνην ἅμα κοπέντα τῷ ποτῷ μικτέον, ἐπὶ ιδʹ ἡμέραις· τοῦτο δὲ καὶ μετοπώρῳ ἐπὶ τὰς ἴσας ἡμέρας ποιητέον. εἰ | |
5 | δὲ ἄρα καὶ παραλάβοι ἡ νόσος, τοῖς αὐτοῖς χρηστέον. | 492 |
18.13.3 | Καὶ κυτίσσου δὲ χόρτος ὠφελεῖ ἐσθιόμενος, καὶ καλάμου σκληροτάτου ῥίζαι ἁπαλώταται εἰς τὸ ποτὸν διαβρεχόμεναι. | |
18.13.4 | Δεῖ δὲ τὰ νοσοῦντα εἰς ἕτερον χωρίον μετενεγκεῖν, ὅπως μήτε τὰ ὑγιαίνοντα ἀνα‐ φύρηται αὐτοῖς, καὶ αὐτὰ δὲ ὕδατος καὶ ἀέρος ἄλλου μεταλαβόντα ῥώννυται. | |
18.14t | Λύκων θηρατικόν. Διοφάνους. | |
18.14.1 | Λύκους δὲ θηράσεις οὕτως· βλέννοι εἰσὶν ἰχθύες μικροὶ θαλάσσιοι, οὓς ἔνιοι προσαγορεύουσι λύκους· οὗτοι τὴν θήραν ἀπεργάζονται τῶν χερσαίων λύκων τῷ τρόπῳ τούτῳ. | |
18.14.2 | ζῶντας αὐτοὺς ἁλιεύσας πλεί‐ στους σύντριψον λεπτῶς ἐν ὅλμῳ ἢ θυΐᾳ, καὶ πλεί‐ στην ποιήσας ἀνθρακιὰν ἐν τῷ ὄρει ἐν ᾧ διάγουσιν, ἀνέμου δηλαδὴ πνέοντος, ἐκ τούτων λαβὼν τῶν ἰχθύων | |
5 | ἐπίθες τῇ πυρᾷ, τόν τε ἰχῶρα καὶ ἄρνεια κρέα λεπτὰ μίξας σφόδρα συνεπίβαλλε τῷ τῶν ἰχθύων κόμματι, καὶ ἀποχώρει τῶν τόπων. | |
18.14.3 | τῆς γὰρ πυρᾶς βαρυ‐ όσμου γενομένης, οἱ ἐπιχώριοι συναχθήσονται πάντες λύκοι· μετασχόντες δὲ τῶν κρεῶν, ἤτοι τῆς ὀσμῆς, σκοτωθέντες ὑπνώσουσι· καὶ ὥσπερ ναρκήσαντας εὑρὼν | |
5 | κατάσφαξον. | 493 |
18.15t | Περὶ ψώρας. Διδύμου. | |
18.15.1 | Ψώρα οὐδὲ τὴν ἀρχὴν προσπελάσειεν, εἰ οἷς προείπομεν, μετὰ τὸ κεῖραι τὰ πρόβατα, τὶς χρίσειεν. εἰ δὲ ἀμελήσαντός σου συμβῇ, θεραπεύσεις αὐτὴν οὕτως. | |
18.15.2 | ἀμόργη ἄναλος διηθεῖται, καὶ ὕδωρ πικρῶν θέρμων ἀποβραχέντων, καὶ τρυγὸς λευκοῦ οἴνου, τὸ ἶσον ἑκάστου μιχθὲν ἐν ἀγγείῳ θερμαίνεται, καὶ τὸ πρόβατον τούτῳ χρισθὲν ἐπὶ βʹ ἡμέρας μένει, τῇ τρίτῃ | |
5 | δὲ ὕδατι θαλαττίῳ ἢ ἅλμῃ θερμῇ λουτέον, καὶ μετὰ ταῦτα ὕδατι ποτίμῳ. | |
18.15.3 | Ἄλλοι δὲ κυπαρίσσου σφαι‐ ρία ἅμα ὕδατι ἐγχέουσιν. οἱ δὲ θεῖον καὶ κύπειρον μετὰ ψιμυθίου καὶ βουτύρου κοπέντα καταχρίουσι. τινές, οὐρήσαντος ὄνου ἐν ταῖς ὁδοῖς, τὸ συστὰν | |
5 | πηλῶδες ἐπιχρίουσι. | |
18.15.4 | Κάλλιον δέ τινες ποιοῦντες, οὐ πρότερόν τι προσφέρουσι τῶν προειρημένων ἰαμά‐ των τῷ ψωριῶντι, πρὶν ἢ ἀποκεῖραι τὸ πεπονθός, καὶ προαποσμῆξαι οὔρῳ παλαιῷ. | |
18.15.5 | Ἐν μέντοι τῇ Ἀραβίᾳ τῇ χρίσει τῆς κεδρέας ἀρκοῦνται, ὡς καὶ ἐπὶ τῶν καμήλων καὶ ἐλεφάντων. | |
18.15.6 | τὴν δὲ ψώραν τῶν προ‐ βάτων θεραπεύσεις οὔρῳ πλύνων, καὶ θεῖον μετ’ | |
ἐλαίου ἀλείφων. | 494 | |
18.16t | Περὶ φθειριάσεως. Τοῦ Αὐτοῦ. | |
18.16.1 | Ἐὰν φθεῖρας ἢ κρότωνας ἔχῃ, σφενδάμνου ῥίζας κοπτέον, καὶ ὕδατος συνεμβληθέντος ἑψητέον, καὶ ἐπειδὰν ἀπὸ τῆς κεφαλῆς ἕως τῆς ῥάχεως τὸ ἔριον ἀναξάνῃς, ἐγχυτέον τούτῳ χλιαρόν, μέχρις ἂν δι’ | |
5 | ὅλου τοῦ σώματος διέλθοι. | |
18.16.2 | Τινὲς καὶ ἐνταῦθα τῇ κεδρέᾳ μόνῃ χρῶνται. οἱ δὲ μανδραγόρου ῥίζαν ποι‐ οῦσι καθ’ ὁμοιότητα. φυλακτέον δέ, μὴ ἀπογεύσηται· κίνδυνον γὰρ φέρει. | |
18.16.3 | Οἱ δὲ κυπείρου ῥίζαν ἀφε‐ ψοῦσι καὶ λούουσι τῷ ἀφεψήματι. | |
18.17t | Περὶ διαφόρων νοσημάτων. Ἀνατολίου. | |
18.17.1 | Ἐὰν ἥλιος ἐγκαύσας βλάψῃ τὰ πρόβατα, καὶ πίπτῃ συνεχῶς καὶ μὴ ἐσθίῃ, σεύτλου ἀγρίου τὸν χυλὸν ἐκθλιπτέον καὶ ἐγχυματιστέον· ἀναγκαστέον δὲ καὶ οἷα σεῦτλα ἐσθίειν. | |
18.17.2 | Ἐὰν δὲ δύσπνοιαν ἔχῃ, τὰ ὦτα σιδήρῳ τμητέον, καὶ μετακτέον αὐτὰ εἰς ἄλλους τόπους. | |
18.17.3 | Ἐὰν δὲ βήσσῃ, ἀμυγδάλας καθαρισθείσας καὶ κοπείσας, καὶ οἴνου κυάθοις τρισὶ μιχθείσας, διὰ τῆς ῥινὸς ἐγχυτέον. | |
18.17.4 | Ἐὰν δὲ ἐξ ἐπιβλαβεστέρας νομῆς διοιδήσῃ τὴν κοιλίαν, αἵματος ἀφαιρέσει θερα‐ πεύσεις αὐτά, ἀμυχθεισῶν τῶν ἐπάνω τοῦ χείλους φλεβῶν, καὶ τῶν ὑπὸ τὴν οὐρὰν παρὰ τὴν ἕδραν· | 495 |
5 | ἀλλὰ καὶ ἐγχυτέον οὔρου ἀνθρωπίνου κοτύλην μίαν ἥμισυ. | |
18.17.5 | Ἐὰν δὲ καὶ σκώληκας σὺν τῇ χλόῃ φάγῃ, τὸ αὐτὸ ποιητέον. ἐὰν δὲ βδέλλαν ἔχῃ, ὄξος δριμὺ θερμὸν ἢ ἔλαιον ἐγχυτέον. | |
18.17.6 | Ἐὰν δὲ ἀπόστημα ἐν τῇ ἐπιφανείᾳ σχῇ, διαιρετέον, καὶ εἰς τὸ τραῦμα πεφρυγμένους ἅλας λεπτοὺς μετὰ πίσσης ὑγρᾶς ἐπι‐ θετέον. | |
18.17.7 | Ἐὰν δὲ ὑπό τινος ἑρπετοῦ δηχθῇ ἢ τυφθῇ, μελάνθιον σὺν οἴνῳ δοτέον, καὶ ὅσα ἐπὶ τῶν βοῶν καὶ τῶν λοιπῶν προείπομεν ποιητέον, καὶ παραβλη‐ τέον. | |
18.17.8 | Λύκοι δὲ θρέμμασιν οὐκ ἐπελεύσονται, εἰ σκίλλαν τῷ ὁδαγῷ καλουμένῳ περιάψεις. | |
18.18t | Περὶ αἰπολίων. Βηρυτίου. | |
18.18.1 | Ἐπιμέλειαν τῶν αἰγῶν, ἥνπερ καὶ τῶν προβά‐ των, ποιησόμεθα τὴν αὐτήν, ἔν τε τῇ τροφῇ καὶ ταῖς νόσοις. | |
18.18.2 | ὃ δέ ἐστιν ἰδιάζον ἐπ’ αὐτοῖς οὐ παρα‐ λειπτέον· οὐ γάρ, ὥσπερ τὰ πρόβατα σύννομά ἐστιν ἀλλήλοις, οὕτω καὶ ταῦτα, ἀλλὰ νέμεται μάλιστα ἀπο‐ | |
σκιρτῶντα καὶ ἀποπηδῶντα ἀλλήλων πλατείᾳ τῇ νομῇ, | 496 | |
5 | καὶ κατακρήμνοις χαίρουσι χωρίοις. | |
18.18.3 | Ὅτι δὲ πλείονα τῶν ἄλλων ἀλόγων ζώων ἔχει τὴν αἴσθησιν ἡ αἴξ, ἐντεῦθεν μάλιστα δείκνυται· ὅταν γὰρ τοὺς ὀφθαλ‐ μοὺς ἀμβλυώσῃ, εἰς τὰς ὀξυσχοίνους εἰσέρχεται, καὶ | |
5 | ἑαυτὴν παρακεντεῖ. | |
18.19t | Περὶ τυροποιΐας. Τοῦ Αὐτοῦ. | |
18.19.1 | Οἱ πολλοὶ πήσσουσι τοὺς τυρούς, ὃ πρῶτόν τινες ὀρὸν καλοῦσιν, οἱ δὲ πλεῖστοι τῶν γεωργῶν πυτίαν αὐτὸ ὀνομάζουσι· κάλλιον δέ ἐστιν ἀπὸ τῶν ἐρίφων. | |
18.19.2 | καὶ ἅλες δὲ φρυκτοὶ πήσσουσι γάλα, καὶ συκῆς ὀπός, 〈καὶ〉 τὰ ἁπαλὰ αὐτῆς κλωνία ἢ φύλλα, καὶ τῆς κινάρας αἱ ἐν τοῖς σφονδύλοις ἐκφυεῖσαι τρίχες, αἱ πρὸς βρῶσιν ἀνεπιτήδειοι, καὶ πέπερι, καὶ τῆς ἐνοικι‐ | |
5 | δίου ὄρνιθος ὁ ἐχῖνος, ὃς ἔνδοθεν τῆς κοιλίας ἀπόκει‐ ται τῇ κόπρῳ ὡς φλοιός. | |
18.19.3 | Νεμηθέντα τὰ θρέμματα στριφνόν, καὶ κάλλιον γάλα ποιήσει, καὶ πολλῷ μᾶλ‐ λον, κύτισσον. | |
18.19.4 | Τὸ γάλα δὲ μένει ἐπὶ ἡμέρας γʹ, ἐὰν πρὸ μιᾶς τοῦ μετακομίζειν ἐγχέας εἰς ἀγγεῖον καὶ ζέσας μεταχέῃς εἰς ἄλλο, κινήσῃς τε νάρθηκι, ἢ καλάμῳ, μέχρις ἂν ψυγείη, ὀλίγους τε ἅλας ἐπιπάσῃς. | 497 |
18.19.5 | Τυρὸς ἁπαλὸς μένει ἐπὶ πλέον, κνίκου σπέρματος ὕδατι χλιαρῷ ὀλίγῳ ἀναληφθέντος, ἢ καὶ μετὰ μέλιτος χλιαροῦ ἐμβληθέντος. | |
18.19.6 | Τυρὸς δὲ μένει, πλυθεὶς ὕδατι ποτίμῳ καὶ ξηρανθεὶς ἐν ἡλίῳ, ἐν κεραμεοῖς εἰ συντεθῇ μετὰ θύμβρας ἢ θύμου, κεχωρισμένων ἀπ’ ἀλλήλων κατὰ τὸ δυνατὸν τῶν τυρῶν, ἔπειτα ὄξους | |
5 | γλυκέος ἢ ὀξυμέλιτος ἐπιχυθέντος, ἕως τὸ ὑγρὸν δια‐ παντὸς χωρῆσαν ὑπερέχει. | |
18.19.7 | Τινὲς δὲ τυρὸν εἰς θαλάσσιον ὕδωρ ἐμβαλόντες διαφυλάττουσι. λευκὸς δὲ διαμένει ὁ τυρὸς εἰς ἅλμην ἐμβληθείς· στεῤῥότερος δὲ καὶ δριμύτερος ὑπὲρ καπνοῦ τιθέμενος. | |
18.19.8 | δοκεῖ δὲ πᾶς τυρός, εἰ εἰς ὄσπριον, καὶ μάλιστα λάθυρον ἢ πίσον, ἐμβληθείη, μονιμώτερος γίνεσθαι. | |
18.19.9 | ἐὰν δέ, διὰ τὸ παλαιὸν γενέσθαι, σκληρὸς ἢ πικρὸς ᾖ, δια‐ βρεκτέον αὐτὸν τῇ ὠμῇ λύσει, (ἔστι δὲ ὠμὴ λύσις τὸ ἄλευρον, τὸ ἀπὸ τῶν κριθῶν μὴ πεφρυγμένων γιγνό‐ | |
5 | μενον) καὶ τῷ ὕδατι τὸν τυρὸν ἐνθετέον, εἶτα τὸ ἐπι‐ | |
πολάζον ἀφαιρετέον. | 498 | |
18.20t | Περὶ δοκιμασίας γάλακτος. Τοῦ Αὐτοῦ. | |
18.20.1 | Γάλα δοκιμάσεις, εἰ ὕδωρ ἔχει, ὀξύσχοινον καθεὶς καὶ ἀνασπάσας, καὶ τῷ ὄνυχι ἐπιστάξας. ἐὰν μὲν γὰρ ταχέως ἀπ’ αὐτοῦ ἀποῤῥεύσῃ, ὕδατι μέμικται· ἐὰν δὲ ἐπιμένῃ, ἀκέραιον ἔσται. | |
18.21t | Μέλκης σκευασία σύντομος. Παξάμου. | |
18.21.1 | Ἡ καλουμένη μέλκη αὐτοσχέδιος καὶ καλλίων ἔσται, εἰ κεραμέοις ἀγγείοις καινοῖς ὄξος ἐμβάλῃς δριμύ, καὶ ἐπιθῇς αὐτὰ θερμοσποδιᾷ, ἢ πυρὶ μαλ‐ θακῷ, τουτέστιν ἐπ’ ἀνθρακιάν· καὶ ἐὰν ὀλίγον ἀνα‐ | |
5 | ζέσῃ τὸ ὄξος, ἵνα μὴ ἀπὸ τῶν σκευαρίων ἀναποθῇ, ἑλκύσας ἀπὸ τῆς ἀνθρακιᾶς, εἰς τὰ αὐτὰ σκευάρια βάλε γάλα, καὶ θὲς αὐτὰ εἰς κιβωτάριον, ἢ ἀρμάριον, ἢ ἔνθα ἀκίνητον μένει· καὶ τῇ ὑστεραίᾳ ἕξεις πολλῷ καλλίους μέλκας τῶν πολλῇ τέχνῃ κατασκευαζομένων. | |
18.21.2 | τὰ μέντοι σκευάρια μετὰ πρώτην ἢ δευτέραν χρῆσιν | |
ἄλλασσε. | 499 | |
19t1 | ΒΙΒΛΙΟΝ ΙΘ | |
19p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, ἐννεακαιδεκάτῃ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ σύνταξιν περὶ θεραπείας κυνῶν καὶ ἐπιμελείας, καὶ περὶ λαγωῶν καὶ ἐλάφων, καὶ χοίρων, καὶ περὶ ταρι‐ | |
5 | χείας κρεῶν. αʹ. περὶ κυνῶν. βʹ. ἄλλο περὶ κυνῶν. γʹ. περὶ θεραπείας κυνῶν. δʹ. περὶ λαγωῶν. εʹ. περὶ ἐλάφων. ϛʹ. περὶ χοίρων. ζʹ. περὶ ἰάσεως συῶν. ηʹ. περὶ συά‐ γρων. θʹ. περὶ ταριχείας πάντων κρεῶν. | |
19.1t | Περὶ κυνῶν. Βάρωνος. | |
19.1.1 | Ἐπιστήσομεν τοῖς θρέμμασι φύλακας καὶ τῶν κυνῶν τοὺς εὐγενεῖς· οὐκ ἄγνωστοι δὲ οὗτοι, μεγάλοι μὲν ὄντες τὰ σώματα, ἰσχυροὶ δὲ τὴν ἀλκήν, καὶ τὰ φρονήματα οὐ ταπεινοί, βαρείᾳ τῇ ὑλακῇ καὶ κατα‐ | |
5 | πληκτικῇ χρώμενοι, καὶ, ἐν τῷ προσελθεῖν τινα, ταῖς ὁρμαῖς μὴ μάτην μηδὲ εἰκῇ κινούμενοι, ἀλλὰ ταμιευό‐ μενοι ποῦ χρὴ ἐφορμᾶν. ἰσχυρότεροι γὰρ καὶ δυσα‐ λωτότεροι οἵ γε τοιοῦτοί εἰσι. | |
19.1.2 | Φυλακτέον δὲ τοὺς | |
τῶν ποιμνίων φύλακας κύνας, ὠμὴν βύρσαν τοῖς τραχήλοις αὐτῶν περιθέντας, καὶ τὸν λαιμὸν καὶ πᾶσαν τὴν φάρυγγα ἀσφαλιζομένους, κέντρα τε σιδηρᾶ | 500 | |
5 | ἀπ’ αὐτῆς ἀναστήσαντας. | |
19.1.3 | τούτων γάρ τι τῶν μερῶν εἰ θηρίον ἅψαιτο, ἀναιρήσει τὸν κύνα· ἐὰν δέ τι ἕτερον μέρος δάκῃ, τραῦμα ποιήσει μόνον. | |
19.1.4 | Δεῖ δὲ ἰσάζειν τὴν φύσιν καὶ τὴν ἡλικίαν τοῦ τε ἄῤῥενος, καὶ τῆς θηλείας, φυλάττεσθαι δέ, μή ποτε οἱ ἐκ τῆς αὐτῆς μητρὸς ὄντες κύνες τῇ πρὸς ἀλλήλους μίξει | |
5 | χρήσαιντο. | |
19.1.5 | Θρέψομεν δὲ τὰς κυούσας οὐ σιτίνοις, ἀλλὰ κριθίνοις ἄρτοις· θρεπτικώταται γάρ εἰσιν οὗτοι. | |
19.1.6 | καὶ ὀστᾶ προβάτων ἄνευ τῆς σαρκὸς ἑψήσαντες παραθήσομεν, ἵνα ὁ ἐκ τῶν ὀστέων μυελὸς κεράσῃ λιπαρόν τε τὸν ζωμὸν ἀπεργάσηται, ὃν κατὰ τῶν ἄρτων θρυφθέντων ἐπιχέαντες, καὶ πάλιν ἐνθρύψαντες | |
5 | παραθήσομεν. | |
19.1.7 | τεκούσαις δὲ ταύταις ἄλευρα κρίθινα γάλακτι βοὸς ἢ αἰγὸς μίξαντες παραθήσομεν, καὶ τῶν ὀστῶν, ὡς προείρηται, ἑψηθέντων. ἔσται ποτὸν τὸ ὕδωρ. | |
19.1.8 | τοῖς δὲ νεογνοῖς σκύλαξι βοηθήσομεν· οὐ γὰρ ἀρκεῖ ἡ ἀπὸ τῆς μητρὸς θηλή, ἀλλὰ προσενέγκω‐ μεν φαγεῖν ἄρτους, γάλακτι βοείῳ καὶ τῷ ἀπὸ τῶν ὀστῶν ζωμῷ βρέξαντες. | |
19.1.9 | παραθετέον δὲ αὐτοῖς καὶ τὰ ὀστᾶ, ἵνα στερεοποιῶσιν ἅμα καὶ ὀξύνωσι τοὺς | |
ὀδόντας. | 501 | |
19.2t | Ἄλλο περὶ κυνῶν. Φρόντωνος. | |
19.2.1 | Τῶν κυνῶν ἐγκρίνουσι, τῶν μὲν ἀῤῥένων τοὺς μεγαλοφυεῖς τοῖς ὠσὶ καὶ ὄγκοις, μελανοφθάλμους, μυκτῆρα ὁμόχρουν ἔχοντας, χείλη μελανοῦντα ἢ ὑπέρυθρα, καὶ ὀδόντας ὀξεῖς, μεγαλοκεφάλους, πλα‐ | |
5 | τυστέρνους, μακροκώλους, βραχίονας στερεοὺς καὶ παχεῖς ἔχοντας, σκέλη ὀρθά, εἰ δὲ μή, σκαμβότερα μᾶλλον ἢ βλαισσά, πόδας μεγάλους, ἐν δὲ τῷ ἐπι‐ βαίνειν πλατυνομένους, δακτύλους διηρθρωμένους, ὄνυχας κεκυρτωμένους, ὄνυχας κεκυρτωμένους, ῥάχιν | |
10 | εὐθεῖαν ἕως τῆς οὐρᾶς· τὴν δὲ οὐρὰν παχεῖαν, ἀπὸ τῆς ἐκφύσεως μυουρίζουσαν ὅλην, ὕλαγμα ἔχον‐ τας βαρύτατον, χρώμασι λευκούς, καὶ μάλιστα τοῖς ποιμνίοις τοὺς ἀκολουθοῦντας, χαροποὺς τοῖς ὄμμασι, καὶ λεοντοειδεῖς, ἄν τε δασεῖς τυγχάνωσιν ὄντες, ἄν | |
15 | τε ψιλοί. | |
19.2.2 | ἐγκρίνουσι δὲ καὶ τοὺς μέγα τὸ χάσμα ἔχοντας, ὁμοίως δὲ καὶ τοὺς πολυαύχενας, καὶ πλατυ‐ τραχήλους. | |
19.2.3 | (Μάθε δέ, ὅτι ἡ προσηγορία τοῦ τρα‐ χήλου ὅλην κύκλῳ τὴν περιοχὴν τοῦ τραχήλου δηλοῖ. αὐχὴν δέ ἐστιν ἐπὶ μὲν τῶν ἀνθρώπων τὸ ὀπίσω μέρος τοῦ τραχήλου· ὀρθὸς γὰρ ἵσταται ὁ ἄνθρωπος· | |
5 | ἐπὶ δὲ τῶν ζώων τὸ ἄνω μέρος· κέκυφε γὰρ τὰ ζῶα. ὅταν δὲ ἀκούσῃς δειρήν, ἐπὶ μὲν τῶν ἀνθρώπων νόει τὸ ἔμπροσθεν μέρος, ἐπὶ δὲ τῶν ζώων, τὸ ὑποκάτω μέρος τοῦ τραχήλου.) | |
19.2.4 | Τῶν δὲ θηλειῶν δοκιμάζουσι τὰς κεκοσμημένας τοῖς προειρημένοις πλεονεκτήμασι· προσέτι δὲ καὶ μεγαλομάστους, τάς τε ἀπ’ αὐτῶν θηλὰς ἰσομεγέθεις ἐχούσας. | |
19.2.5 | εἰσὶ γάρ τινες κύνες ἀτρόφους αὐτὰς καὶ ἀπεξυλωμένας ἔχουσαι, ἐάν τε δασύ, ἐάν τε ψιλὸν ᾖ τὸ σῶμα. δοκεῖ δὲ ἡ δασύτης ἱκανὴν κατάπληξιν ἐμποιεῖν. | 502 |
19.2.6 | Βιβάζειν δὲ χρὴ ἔαρος ἀρχομένου, ὅπως ὁ τοκετὸς περὶ τροπὰς γίνηται θερι‐ νάς. φέρει γὰρ ἡ κύων τὸ κυούμενον μῆνας τρεῖς. | |
19.2.7 | Ἅμα δὲ τῷ τεκεῖν, χρὴ ἀποῤῥιπτεῖν τῶν σκυλάκων τοὺς ἀγενεῖς, ἤ τι σῖνος ἔχοντας. ἐκ μὲν τῶν ἑπτὰ δεῖ καταλιμπάνειν τρία ἢ τέσσαρα· ἐκ δὲ τῶν τριῶν βʹ. | |
19.2.8 | στρωννύουσι δὲ αὐτοῖς ἄχυρα, ὥστε κοίτην μαλακὴν ἔχειν, καὶ συνθάλπεσθαι· δυσχείμερον γάρ ἐστι καὶ τοῦτο τὸ ζῶον. | |
19.2.9 | Ἀναβλέπειν δὲ δοκοῦσιν οἱ σκύ‐ λακες ἐν ἡμέραις κʹ. δεῖ δὲ αὐτοὺς ἐᾶν μετὰ τῶν μητέρων δίμηνον, εἶτα ἀπεθίζουσιν ἐκ προσαγωγῆς. | |
19.2.10 | Περιχρίουσι δὲ τοὺς σκύλακας ἀμυγδάλης πικρᾶς μετὰ ὕδατος τετριμμένης περὶ τὰ ὦτα, καὶ τὰ μεταξὺ τῶν δακτύλων, ἵνα μήτε μυῖαι προσκαθίζωσιν ἑλκο‐ ποιοῦσαι, μήτε κρότωνες, ἢ φθεῖρες θλίβωσι. | |
19.2.11 | Καὶ συγκροτοῦσιν εἰς μάχην πρὸς ἀλλήλους, καταβαρεῖσθαι δὲ οὐκ ἐῶσι, χάριν τοῦ μὴ δειλιᾶν, μηδὲ καταπτώσ‐ σειν, ἀλλὰ κατατολμᾶν ἐν τοῖς πόνοις, μηδὲ ὑπείκειν | |
5 | κατὰ μηδέν. | |
19.2.12 | Δεσμοῖς δὲ συνεθίζουσι, τὸ μὲν πρῶτον ἱμάντι, εἶτα κατὰ μέρος σιδήρῳ. | |
19.2.13 | Τῶν δὲ ἀποθνησκόντων θρεμμάτων οὐκ ἐῶσιν ἅπτεσθαι, ἵνα μὴ συνεθισθῶσι καὶ τοῖς ζῶσιν ἐπιτίθεσθαι· δυσμετά‐ | |
κλητοι γὰρ ἐκβαίνουσιν, ὅταν ἅπαξ ὠμοφαγήσωσι. | 503 | |
19.2.14 | Θρεπτέον δὲ τοὺς κύνας κατὰ συγγένειαν· ἀμύνουσι γὰρ ἀλλήλοις φυσικῶς. | |
19.2.15 | Δεῖ δέ, διὰ τὸ μὴ ἐπι‐ τίθεσθαι αὐτοῖς θηρία, οἷον ὑαίνας καὶ λύκους, περι‐ σκέπειν αὐτῶν τοὺς λαιμοὺς καὶ τοὺς τραχήλους ὥσπερ θώραξι σεσιδηρωμένοις καὶ καθηλωμένοις κέν‐ | |
5 | τροις δύο δακτύλους ἀπ’ ἀλλήλων διεστῶσιν. | |
19.2.16 | Εἰ δὲ θέλεις κύνα μὴ φεύγειν, χρίσον ἄρτον βούτυρον, καὶ δὸς αὐτῷ λείχειν· ἢ καλάμῳ ὑγρῷ μέτρησον αὐτὸν ἀπὸ κεφαλῆς ἕως τῆς οὐρᾶς. | |
19.2.17 | Κύων δέ σοι ἀκολουθήσει, ἐὰν κυνὸς ἑτέρου χόριον εἰς πανίον ἐν‐ δήσας προσοσφράνῃς αὐτόν. | |
19.3t | Περὶ θεραπείας κυνῶν. Θεομνήστου. | |
19.3.1 | Τὰς λυττώσας κατακλειστέον, καὶ τροφὴν οὐ δοτέον ἐπὶ μίαν ἡμέραν, ἔπειτα ἐλλεβόρου τι εἰς τὸ ποτὸν μικτέον, ὅταν δὲ καθαρθῶσι, κριθίνῳ ἄρτῳ θρεπτέον. ὁμοίως δὲ καὶ τοὺς δηχθέντας ὑπὸ τῶν | |
5 | λυττώντων κυνῶν θεραπεύσεις. | |
19.3.2 | Τὰς δὲ ψύλλας διαφθερεῖς θαλαττίῳ ὕδατι καὶ ἅλμῃ, ἔπειτα ἀλείψας κυπρίνῳ μετὰ ἐλλεβόρου καὶ ὕδατος καὶ κυμίνου καὶ ὄμφακος σταφυλῆς, ἢ σικύου ῥίζαν μεθ’ ὕδατος. κάλ‐ | |
5 | λιον δὲ ἀμόργῃ χρίειν τὸ σῶμα· τοὺς γὰρ ψωριῶντας ἰάσεται. | 504 |
19.3.3 | κρότωνας δὲ καὶ τὰς ἄλλας νόσους τῶν κτηνῶν τῶν δυσπαθέστερον τὸ σῶμα ἐχόντων, θερα‐ πεύσει τὰ ἐπὶ τῶν προβάτων εἰρημένα. | |
19.4t | Περὶ λαγωῶν. Δημοκρίτου. | |
19.4.1 | Λέγεται ὅτι ὁ αὐτός ποτε μὲν ἄῤῥην, ποτὲ δὲ θῆλυς γίνεται, καὶ μεταβάλλει τὰς φύσεις, καί ποτε μὲν ὡς ἄῤῥην γονοποιεῖ, ποτὲ δὲ ὡς θῆλυς τίκτει. | |
19.5t | Περὶ ἐλάφων. Ξενοφῶντος. | |
19.5.1 | Δεδοίκασιν ἔλαφοι σχοῖνον περικειμένην, τινὰ ἔχουσαν πτερὰ ἠρτημένα, τὴν τῶν πτερῶν κίνησιν φανταζόμεναι. καταφρονοῦσι δὲ τοῦ ἐξ αὐτῆς φόβου, ὅταν ἀνθρώπους αὐταῖς ἐπιστάντας ἴδωσιν. | |
19.5.2 | αὐλῶν δὲ καὶ συρίγγων ἐμμελῶν ἐπακούσασαι οὐκ ἀποφεύ‐ γουσιν, ἀλλ’ ἡδόμεναι παραμένουσι, καὶ οὕτως θη‐ ρῶνται· | |
19.5.3 | ἔλαφος ἀνιμωμένη καὶ ἐφελκομένη τῷ πνεύματι σκοτοῖ τὸν ὄφιν, καὶ καθέλκει πρὸς ἑαυτήν. | |
19.5.4 | εἴ τις δὲ ἐλάφου κέρκον καυθεῖσαν καὶ λειωθεῖσαν μετὰ οἴνου ἀλείψει τοὺς ὄρχεις καὶ τὸ αἰδοῖον τοῦ βιβάζοντος ζώου, ἐντατικώτερον αὐτὸ πρὸς τὴν μίξιν ποιεῖ· λύσις δὲ τούτου ἔλαιον περιχρισθέν. καὶ ἐπὶ | |
5 | ἀνθρώπων δὲ τοῦτο αὐτὸ ποιεῖ. | 505 |
19.6t | Περὶ χοίρων. Φλωρεντίνου. | |
19.6.1 | Τὰς μὲν θηλείας χοίρους δοκιμάζουσι, τὰς πα‐ ραμηκεστέρας, καὶ περιοχὴν ἐχούσας, καὶ μεγάλας τοῖς σώμασιν, ἐκτὸς τῆς κεφαλῆς καὶ τῶν ποδῶν. | |
19.6.2 | αἱ γὰρ μικροκέφαλοι καὶ βραχυσκελεῖς ἀμείνους εἰσί, καὶ αἱ ὁμοχροοῦσαι τῶν ποικίλων αἱρετώτεραι. τούτῳ τῷ τρόπῳ καὶ τοὺς κάπρους ἐγκρίνουσι. | |
19.6.3 | πρὸς δὲ τοῖς εἰρημένοις, ὅταν τὰ περὶ τὸν αὐχένα καὶ τὰς συνω‐ μίας ἔχωσι μεγάλα, τήν τε λοφιὰν δασεῖαν (λοφιὰν δὲ καλοῦμεν, τὰς κατὰ τοῦ αὐχένος ἐγειρομένας τρί‐ | |
5 | χας) καὶ ὅταν ἔχωσι τὸν λεγόμενον κόλλοπα πολύν (κόλλοπα δὲ καλοῦμεν, τὸ ἐν τῇ χρήσει λεγόμενον καλλωσόν). | |
19.6.4 | Ποτίζεσθαι δὲ βούλεται τοῦτο τὸ ζῶον πλεονάκις, καὶ μάλιστα τοῦ θέρους· δυσχείμερον δέ ἐστι, καὶ ῥαδίως ὑπὸ ψύχους κακοῦται, δι’ ἣν αἰτίαν συφεῶνας αὐτοῖς κατασκευάζουσιν, ὅθεν χειμῶνος οὐ | |
5 | πρότερον ἐξάγουσι, πρὶν διαφορηθῆναι τὸν πάγον. | |
19.6.5 | οἱ δὲ ὠνούμενοι αὐτὰς ἐπιγινώσκουσιν ἐκ τῶν ἀποσπωμένων ἐκ τῆς λοφιᾶς τριχῶν· ᾑμαγμένας γὰρ | |
αὐτὰς ὁρῶντες, νοσεῖν φασι· καθαρὰς δέ, τοὐναντίον. | 506 | |
19.6.6 | ἀρίστη δὲ ὥρα εἰς τὴν τούτων ὀχείαν ἀπὸ ζεφύρου πνοῆς, ἕως ἐαρινῆς ἰσημερίας, ὥστε γίνεσθαι κατὰ τὸ θέρος τὸν τοκετόν· κυοφορεῖ γὰρ τὸ ζῶον τετράμηνον. | |
19.6.7 | ἡνίκα δὲ συλλάβωσι, χωρίζουσιν ἐξ αὐτῶν τοὺς κάπρους· ὁρμῶντες γὰρ ἐπ’ αὐτάς, καὶ σπαράττοντες, ἐκτιτρώσκειν αὐτὰς ποιοῦσιν. ἱκανὸς δὲ κάπρος εἷς δέκα ποιεῖν ὗς ἐγκύους. | |
19.6.8 | Τὰ δὲ τικτόμενα διὰ χει‐ μῶνος λειπόθηλα γίνεται, διὰ τὴν δυσκρασίαν τοῦ ἀέρος, καὶ οὐδὲ ἱκανῶς γάλακτος μεταλαμβάνοντα, τῶν μητέρων αὐτὰ διωθουμένων, διὰ τὸ τὰς θηλὰς | |
5 | σπανιζούσας γάλακτος βίᾳ θλιβομένας ὑπὸ τῶν ὀδόν‐ των ἑλκοῦσθαι. | |
19.6.9 | Ἐπειδὰν δὲ μετὰ τὴν σύλληψιν τέκωσιν, ἐάσαντες ταῦτα μετὰ τῶν μητέρων τὴν δίμη‐ νον, μετὰ ταῦτα χωρίζουσι. | |
19.6.10 | τὴν δὲ μητέρα βιβά‐ ζουσιν, ὥστε τοῦ παντὸς ἔτους τὴν μὲν ὀκτάμηνον εἰς κύησιν αὐτῆς μερίζεσθαι, τὴν δὲ τετράμηνον, εἰς ἐκτροφὴν γεννηθέντων. | |
19.6.11 | καὶ ἑκάστην δὲ χοῖρον τίκτουσαν ἐν ἰδιάζοντι συφεῷ ἐμβλητέον, ὥστε μὴ μίγνυσθαι ἀλλήλοις τὰ παρὰ διαφόρων τικτόμενα, | |
πρός τε τὰς μητέρας τὴν γονήν, καὶ τὰ χοιρίδια | 507 | |
5 | συνεθίζεσθαι ταῖς τεκούσαις. ἐὰν γὰρ ἀλλήλοις συν‐ αναμιγῇ, ἀδύνατον αὐτὰ διαγνῶναι τὰς τεκούσας· βέλτιον δέ, εἰ ἑκάστη τρέφει τὰ ἴδια. | |
19.6.12 | Τρέφεται δὲ τὸ ζῶον τοῦτο μάλιστα βαλάνοις. πιαίνεται δὲ καὶ πιτύροις σιτίνοις, καὶ σκυβάλοις τοῖς ἀπὸ τῆς ἅλω, καὶ τῷ σίτῳ. αἱ δὲ κριθαί, πρὸς τῷ πιαίνειν, καὶ | |
5 | κατὰ τὴν γέννησιν εὐδιαφορεῖν ποιοῦσι τὸ ζῶον. | |
19.6.13 | Οἱ δὲ χοῖροι λοιμικῷ οὐ περιπίπτουσι πάθει, ἢ ἐμπεσόντες ἰαθήσονται, ἐὰν εἰς ὃ πίνουσιν ὕδωρ ἀσφοδέλου ῥίζας βάλῃς, ἢ ἔνθα πυκνῶς λούονται. | |
19.7t | Περὶ ἰάσεως συῶν. Διδύμου. | |
19.7.1 | Χοῖροι οὐ νοσήσουσιν, ἐὰν θʹ καρκίνους ποτα‐ μίους δῴης φαγεῖν. | |
19.7.2 | ἐπιγινώσκονται δὲ αἱ νοσοῦσαι σύες, ἐκ τοῦ αὐχένος ἀνασπασθεισῶν τριχῶν. εἰ μὲν γὰρ αἱ τρίχες καθαραὶ εἶεν, ὑγιαίνουσιν· εἰ δὲ ᾑμαγ‐ μέναι, ἢ ἔχουσαί τινα ἰχῶρα παχύτερον περὶ τὴν | |
5 | τρίχα, νοσοῦσι. | |
19.7.3 | Δημόκριτος οὖν ὁ φυσικὸς ἀσφο‐ δέλου ῥίζης ἐπ’ ὀλίγον θλασθείσης μνᾶς γʹ κελεύει καθ’ ἕκαστον σῦν εἰς τὴν τροφὴν μιγνύναι, καὶ πρὸ ζʹ ἡμερῶν τὸ βέβαιον τῆς ὑγιείας κομιεῖσθαι. | |
19.7.4 | Ἐὰν πυρεταίνωσιν, αἷμα ἐκ τῆς οὐρᾶς ἀφαιρετέον. ἐὰν δὲ παρισθμίοις ἐνοχλῶνται, ἐκ τῶν ὤμων τὸ αἷμα ληπτέον. | |
19.7.5 | Ἐὰν δὲ ἀδήλῳ νόσῳ συνέχωνται, ἐγκλει‐ στέον δι’ ὅλης ἡμέρας καὶ νυκτός, οὔπω δὲ τροφὴν ἢ ποτὸν αὐτοῖς παραβλητέον, ἀλλὰ ῥίζας σικύων ἀγρίων κοπείσας ἐμβλητέον ὕδατι δι’ ὅλης ἡμέρας | 508 |
5 | καὶ νυκτός· τοῦτο τῇ ὑστεραίᾳ ποτὸν δώσεις. πιόντες γὰρ λαβρότερον μετ’ ὀλίγον συνεξεμέσουσι τὸ αἴτιον τῆς νόσου. | |
19.7.6 | Ἐπειδὴ ἀδηφάγον ὂν τὸ ζῶον μάλιστα τὸν σπλῆνα νοσεῖ, ἄνθρακας μυρικίνους εἰς ὕδωρ ἀποσβέσας παράσχε πιεῖν. καὶ ἀνθρώπους δὲ οἶνος ἀντὶ τοῦ ὕδατος εἰς μυρικίνους ἄνθρακας ἐμβληθείς, | |
5 | καὶ ποθείς, θεραπεύσει· τοῦτο δὲ μάλιστα Δημόκριτος μαρτυρεῖ. | |
19.7.7 | Ἐνεργεστέραν ὁ αὐτὸς Δημόκριτος ἴασιν τοῦ σπληνὸς τοῖς ἀνθρώποις ἔσεσθαι διαβεβαιοῦται, εἰ ἄνθραξι σίδηρον πυρώσας ἀποσβέσῃς ὕδατι, εἶτα τὸ ὕδωρ ὄξει μίξας δοίης πιεῖν τῷ πάσχοντι τὸν | |
5 | σπλῆνα. | |
19.7.8 | Ὅταν δὲ οἱ σύες ὑπό τινων ἑρπετῶν δηχθῶσι, τοῖς ἐπὶ τῶν βοσκημάτων προειρημένοις βοηθήμασι θεραπευθήσονται. | |
19.8t | Περὶ συάγρων. Δημοκρίτου. | |
19.8.1 | Εἰ βούλει μὴ λυμαίνεσθαί σε, καρκίνου τὰς χηλὰς | |
ἔχε ἐν περιάπτῳ. | 509 | |
19.9t | Περὶ ταριχείας πάντων κρεῶν. Διδύμου. | |
19.9.1 | Νεαρὰ ἐπὶ πλεῖστον διαμένει κρέα καθαρθέντα καὶ ἀναψυγέντα, ἐν τόποις σκιεροῖς καὶ νοτεροῖς τεθέντα, βορείοις μᾶλλον ἢ νοτίοις. | |
19.9.2 | Ἡδίω δὲ αὐτὰ ποιεῖ χιὼν περιτεθεῖσα καὶ ἄχυρα δὲ ἐπιβληθέντα. τοῖς δὲ ζώοις τοῖς ταριχεύεσθαι μέλλουσι πρὸ μιᾶς ἡμέρας ποτὸν οὐ δοτέον. | |
19.9.3 | Δεῖ δὲ ταριχεύοντας τὰ ὀστᾶ ἐξαιρεῖν τῶν κρεῶν. ἅλες δὲ φρυκτοὶ πρὸς ταριχείαν μᾶλλόν εἰσιν ἐπιτήδειοι. | |
19.9.4 | τῶν δὲ σκευῶν, οἷς ταριχεύεσθαι μέλλει, καλλίω τὰ ἀπὸ ἐλαίου ἢ ὄξους. | |
19.9.5 | Τὰ τῶν αἰγῶν καὶ προβάτων καὶ ἐλάφων κάλλιστα ταριχεύεται, εἰ, μετὰ τὸ πρῶτον ἁλσὶ πασθῆ‐ ναι, τῆς ἰκμάδος καὶ τοῦ ἰχῶρος ἐξαιρεθέντα καὶ ἐκμαχθέντα πάλιν ἁλσὶ πασθείη, ἔπειτα εἰς γίγαρτα | |
5 | μὴ διακριθέντα ἀπὸ τοῦ τῶν ῥαγῶν δέρματος, τὸ λοιπὸν συντεθείη, ὡς μὴ ἅπτεσθαι ἀλλήλων, ἀλλὰ τὸ μέσον διασεσάχθαι τῶν γιγάρτων. | |
19.9.6 | ἐὰν δὲ καὶ γλεύκους γλυκέος ἐπιχέῃς αὐτοῖς, πολὺ βέλτιον | |
ποιήσεις. | 510 | |
20t1 | ΒΙΒΛΙΟΝ Κ | |
20p1 | Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, εἰκοστῇ μὲν οὔσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ ἰχθύων τροφήν, καὶ ἐκ διαφόρων τόπων εἰς ἕνα συναγωγήν, καὶ περὶ θήρας αὐτῶν, καὶ δελεάτων παντοίων συν‐ | |
5 | θέσεως, ἐνεργούντων πρὸς ἁλείαν ἰχθύων διαφόρων ποταμίων καὶ θαλασσίων. αʹ. ἰχθυοτροφικόν. βʹ. ἰχθῦς εἰς ἕνα τόπον συν‐ αγαγεῖν. γʹ. ποταμίους θηρᾶσαι ἰχθύας. δʹ. ἰχθῦς εἰς ἕνα τόπον συναγαγεῖν παντοίους. εʹ. πρὸς πάντας | |
10 | ἰχθύας. ϛʹ. ἰχθύων ἁλιευτικόν [Ταραντίνου]. ζʹ. δέλη ἰχθύων. ηʹ. ἔστι δὲ ἡ σύνθεσις τοῦ δελέατος. θʹ. ἄλλο πρὸς κορακίνους 〈μόνουσ〉 ὑπερμεγέθεις διὰ τὴν ὑπερβολὴν τοῦ δελέατος. ιʹ. πρὸς ποτάμια ὀψάρια, ᾧ Ἄνος ἐχρᾶτο. ιαʹ. δέλος ὥστε τοὺς ἰχθύας ἑτοίμους | |
15 | ἔρχεσθαι. ιβʹ. 〈πρὸσ〉 κύρτων γρύτην ποταμίαν. ιγʹ. πρὸς χοίρους. ιδʹ. πρὸς ἐγχέλεις. ιεʹ. πρὸς κεστρεῖς θαλασσίους δέλος. ιςʹ. δέλος κεστρέων θαλασσίων. ιζʹ. ἄλλο ποιοῦν καλῶς καὶ μηδὲν ἄλλο θηρεῦον εἰ μὴ τέλειος κεστρεῖς. ιηʹ. πτολλᾶτος τοὔνομα, ὀψο‐ | |
20 | ποίημα ἐν θαλάσσῃ, ὥστε ἐπὶ τὸ αὐτὸ ἐλθεῖν ἐν θαλάσσῃ τοὺς ἰχθύας. ιθʹ. πρὸς τρίγλας καὶ σκάρους μεγάλους, ὥστε ἐγχρήζειν εἰς ὕδωρ, ἃ διὰ τὴν ταχύ‐ τητα τοῦ δέλους οὐδὲν τῶν μικρῶν προσέρχεται· ἔστι δὲ ἡ σύνθεσις φυσικῶς ἄγουσα. κʹ. πρὸς δὲ τὰ μεγάλα | 511 |
25 | ὀψάρια [καὶ] πάντα τὰ ἐν τῇ θαλάσσῃ· οἷον γλαύκους· γαλεούς· ὀρφούς· καὶ ὅσα ἐστὶ τοιοῦτα. καʹ. πρὸς μυραίνας. κβʹ. πρὸς πολύπους καὶ σηπίας. κγʹ. χέλυας καὶ ὀστρακώδη οὕτως δελέαζε. κδʹ. δέλη πρὸς πάντα ἰχθὺν ἐν παντὶ καιρῷ· κεʹ. πρὸς τὴν λεπτὴν γρύτην | |
30 | τὴν ἀπὸ καλάμου. κϛʹ. δέλη καθολικά. κζʹ. πρὸς πᾶν ὀψάριον. κηʹ. περὶ κύρτων. κθʹ. ἄλλο περὶ κύρτων. λʹ. κεστρέων θαλασσίων. λαʹ. σκορπίων μόνων. λβʹ. φάγρων θαλασσίων. λγʹ. ῥαφίδων μόνων. λδʹ. θύν‐ νων μόνων. λεʹ. σμαρίδων. λϛʹ. τρυγόνος θαλασσίας. | |
35 | λζʹ. ἄλλο εἰς τὸ αὐτό. ληʹ. σαλπῶν. λθʹ. γλαύκων, 〈ἀμιῶν, καλλιχθύων〉. μʹ. τραχούρων, μελανούρων. μαʹ. κεστρέων, κεφάλων. μβʹ. πολυπόδων. μγʹ. σηπίων μόνων. μδʹ. καράβων, 〈μορμύρων〉. μεʹ. μελανούρων. μϛʹ. γάρων ποίησις. | |
20.1t | Ἰχθυοτροφικόν. Φλωρεντίνου. | |
20.1.1 | Ἐν τῇ μεσογείῳ δεξαμενάς τινας ποιητέον, ἐφ’ | |
ὅσον τις βούλεται καὶ δύναται, καὶ τοὺς ἰχθῦς οἳ πεφύκασιν ὕδατι ποτίμῳ νέμεσθαι, ἢ καὶ τοὺς ἐπι‐ μιγνυμένους ἀπὸ τῆς θαλάσσης εἰς τὸ πότιμον μετα‐ | 512 | |
5 | κομιστέον, καὶ πληρωτέον. | |
20.1.2 | Οἱ δὲ θαλάσσης ἢ λί‐ μνης πλησίον, ὅ, τι ἂν μάλιστα τὸ τῆς θαλάσσης μέρος τρέφῃ γένος ἰχθύων, τοῦτο εἰς τὸ χειροποίητον ἐμβάλλουσιν. | |
20.1.3 | Ἁρμοστέον δὲ καὶ πρὸς τὴν τῶν χωρίων φύσιν, κἂν μὲν ἑλῶδες ᾖ, τοὺς ἑλείους, ἐὰν δὲ τραχύ, τοὺς πετραίους καλουμένους ἐμβλητέον. | |
20.1.4 | Τροφὴ δὲ προσεμβάλλεται ἁπαλωτάτη χλόη, καὶ τῶν ἰχθύων τὰ μικρότατα, καί τινων καὶ τὰ βράγχια καὶ τὰ ἐντός, καὶ σῦκα τρυφερὰ τμηθέντα, καὶ τυρὸς ἁπαλός, τοῖς πελαγίοις καὶ πετραίοις, καὶ καρίδες, | |
5 | καὶ κωβιοί, ἢ ὅ, τι ἂν τοιοῦτον ἔχῃ τις, ἢ ἄρτου πιτυρίτου μάζαι, ἢ σῦκα ξηρὰ κοπέντα. | |
20.1.5 | ἔσονται δὲ πλείους ἰχθύες πανταχοῦ, ἐὰν πολυσπόρου βοτάνης, τῆς παραπλησίας πολυγόνου, κοπείσης τοῖς τρέφουσιν ἰχθύας ὕδασιν ἐπιβάλῃς. | |
20.2t | Ἰχθῦς εἰς ἕνα τόπον συναγαγεῖν. Ὀππιανοῦ. | |
20.2.1 | Γλίχωνος, θύμβρας, ὀριγάνου, σαμψύχου, ἑκά‐ | |
στου ἀνὰ δραχμὰς γʹ λιβανωτοῦ φλοιοῦ, σμύρνης, σινώπιδος, ἀνὰ δραχμὰς ηʹ, ἀλφίτων οἴνῳ εὐώδει λυ‐ θέντων ἡμίμναιον, ἥπατος χοιρείου ὀπτοῦ δραχμὰς κδʹ, | 513 | |
5 | στέατος αἰγείου τὸ ἶσον, σκόρδων ὡσαύτως, κόψας κατὰ μόνας, εἶτα ἄμμου λεπτῆς μίξας, καὶ εἰς τὸν τόπον πρὸ μιᾶς ὥρας ἢ δευτέρας βαλών, τὰ δίκτυα περιτίθει. | |
20.2.2 | οἱ δὲ δελφινίου βοτάνης τῆς ἄῤῥενος κοπείσης καὶ σησθείσης ἐμβάλλοντες καλοῦσι τοὺς ἰχθύας, ὡς ταῖς χερσὶ συλλέγειν. | |
20.2.3 | τινὲς δὲ σκόρ‐ δων ἡμίμναιον, ἢ σησάμων πεφωσμένων τὸ ἶσον, γλί‐ χωνος, ὀριγάνου, θύμου, σαμψύχου, θύμβρας, στα‐ φίδος ἀγρίας, ἀνὰ δραχμὰς λβʹ, ἀλφίτων ἐμμάξαντες | |
5 | μνᾶν, χόνδρου τὸ ἶσον, λιβανωτοῦ φλοιοῦ δραχμὰς ιϛʹ γῇ καὶ πιτύροις δεύσαντες ἐμβάλλουσιν. | |
20.3t | Ποταμίους θηρᾶσαι ἰχθύας. Διδύμου. | |
20.3.1 | Στῆρος προβατείου, σησάμων πεφωσμένων, σκόρ‐ δων, οἴνου εὐώδους, ὀριγάνου, θύμου, σαμψύχου ξηροῦ, ἑκάστου τὸ σύμμετρον κόψας, ἀναλαβὼν ἄρτῳ | |
ἔμβαλε. | 514 | |
20.4t | Ἰχθῦς εἰς ἕνα τόπον συναγαγεῖν παν‐ τοίους. Δημοκρίτου. | |
20.4.1 | Βοῶν, αἰγῶν, προβάτων, συῶν τὸ αἷμα, καὶ τὰ ἐκ τῶν λεπτῶν ἐντέρων κόπρια, θύμου, ὀριγάνου, γλή‐ χωνος, θύμβρας, σαμψύχου, σκόρδου, οἴνου εὐώδους τρυγός, ἑκάστου τὸ ἶσον, στῆρος ἢ μυελοῦ τῶν αὐτῶν | |
5 | βοσκημάτων, κατὰ μόνας καὶ ἅμα συγκόψας, καὶ ποιήσας μάζας, εἰς τοὺς τόπους πρὸ μιᾶς ὥρας ἔμ‐ βαλλε, εἶτα περίβαλλε τοῖς δικτύοις. | |
20.5t | Πρὸς πάντας ἰχθύας. | |
20.5.1 | Αἷμα αἰγὸς μελαίνης, οἴνου τρύγα εὐώδους, μάζαν ἀλφίτων συμμίξας, αἰγὸς κατατμηθέντα πνεύ‐ | |
μονα εἰς λεπτότατα τοῖς ἄλλοις συμφυράσας χρῶ. | 515 | |
20.5.2 | ἐὰν δὲ περὶ τὴν ὁρμιὰν ἅλας περιπάσῃς, οὐ θηράσει τις ἰχθύν. | |
20.6t | Ἰχθύων ἁλιευτικόν. Ταραντίνου. | |
20.6.1 | Ἐβουλόμην μέν, ὦ τιμιώτατε, ἀσφαλέστερόν σοι διασαφηνίσαι τὴν περὶ αὐτῶν φύσιν, ὡς ἔπος εἰπεῖν, καὶ βίον, καὶ τὴν ὀχείαν, καὶ τὴν ἐκτροφήν, καὶ τὴν ποσότητα αὐτῶν τῆς ὅλης ζωῆς, καὶ τίνα αὐτῶν εἴδη | |
5 | θαλάσσια, καὶ τίνα ποτάμια, καὶ τίνα λιμναῖα· ἔπειτα κατ’ ἰδίαν, τίνα λεπιδωτὰ αὐτῶν ἐστι, καὶ τίνα ἀκαν‐ θώδη, καὶ τίνα λεῖα, καὶ τίνα μαλακόστρακα, καὶ τίνα ζωοτόκα, καὶ τίνα ὠοτόκα, καὶ τίνα αὐτῶν ὑπάρχει μονήρη, καὶ τίνα αὐτῶν ἀλληλοφίλα 〈καὶ τίνα ἀλλη‐ | |
10 | λοφάνα,〉 καὶ τίνα οὐδ’ ὅλως ἀλλήλων ἅπτονται. | |
20.6.2 | ἐπὶ τοσοῦτον γὰρ εὐψύχως τὰ περὶ τούτων ἐβουλό‐ μην προαγαγεῖν, ὡς μηδὲν τῶν ἐν θαλάσσῃ περιεχο‐ μένων διαλαθεῖν σε. ἀλλὰ περὶ μὲν τούτων κατὰ καιρὸν προσφωνήσομεν. | |
20.6.3 | Νῦν δέ, 〈ἐπεὶ〉 ὁρῶ ἐπι‐ θυμητικῶς ἔχοντάς τινας περὶ τὴν ἑκάστου προσηγο‐ ρίαν καὶ εὐψύχως πρὸς τοῦτο φερομένους, ἀναγκαίως | |
καθ’ ἕκαστον κοιναῖς τε καὶ ἰδιωτικαῖς λέξεσιν ὅλην | 516 | |
5 | τὴν προσδοκίαν ἀφθόνως ἐκπληρώσω (τοῦ πράγματος οὕτως ἀπαιτοῦντος), ὅσα τε Ἀσκληπιός, καὶ Μανεθώ, καὶ Πάξαμος, καὶ Δημόκριτος περὶ τούτων διεσάφη‐ σαν, πρὸς ἁπάντων τὴν γνῶσιν παρέξω. | |
20.7t | Δέλη ἰχθύων. | |
20.7.1 | Κεστρέων, τρυγόνος, σκορπίων, ἐλάπων, φάγρων, χαλκέων, σκάρων, γλαύκων, τριγλῶν, ἀμιῶν, ῥαφίδων, καλλιχθύων, θύννων, τραχούρων, σακούτων, μελανού‐ ρων, σμαρίδων, κεφάλων, πολυπόδων, ἀλωπέκων, | |
5 | βωκῶν, μυῶν, μορμύρων, σμύλων, σηπιῶν, φωκίδων, καράβων, νάρκης, ἰουλίδων, ἀλαβήτων, σαργίων, καρί‐ δων, χαρακίων, βουγλώσσων, χρυσοφρύων, ἀλεαντρί‐ δων, θρισσῶν, ἴλλων, ἀνίων, προσπανταμίων, σκορ‐ δύλων [γʹ·] πρὸς τὴν λεπτὴν κωβιῶν γρύτην θαλασσίαν, | |
10 | γεναρίδων, δάκων, χοίρων, γαλέας, λεπιδωτοῦ, ὀρφοῦ, λευκώπιδος, μυραινῶν, κορακίνων, καράβων, ἐγχελέων, | |
κηρύκων, λατίλου, πορφύρας, λαυράκων, καὶ πρὸς πάντα παντὶ καιρῷ, καὶ πρὸς τὴν λεπτὴν γρύτην. | 517 | |
20.7.2 | πρῶτον δὲ πάντων ἐστὶ δέλη πρὸς τὰ μεγάλα ὀψάρια, οἷον ἴλλους, γλαύκους, φάγρους· ὁμοίως πάντα τὰ μεγάλα. | |
20.7.3 | τοῦτο γὰρ τὸ δέλεαρ ἅμα τῷ εἰρχθῆναι εἰς τὸ ἄγκιστρον, καὶ θίγειν τοῦ ὕδατος, εὐλαβούμενα τὰ μικρὰ ὀψάρια τὴν ἐπιδρομὴν τῶν μεγάλων ὀψαρίων ὑποχωρεῖ. | |
20.7.4 | τὰ δὲ μεγάλα ὀψάρια, τῇ φυσικῇ τῶν δελέων ἡδονῇ, ἐκ τῶν ἰδίων φωλεῶν ἐξέρχεται, καὶ ἐὰν ᾖ ἀπὸ σταδίων βʹ· παίζει δέ τε καὶ πρὸς ἄλληλα μάχεται φυσικῶς ἀγόμενα, καὶ μετὰ | |
5 | ἡδονῆς ἀποσπώμενα, ὥστε αὐτὰ μηδὲ σκαρίζειν, μηδὲ κόπτειν τὴν ὁρμιὰν ἀποσπῶντα. | |
20.8t | Ἔστι δὲ ἡ σύνθεσις τοῦ δελέατος· | |
20.8.1 | Σιλούρου, βρόμου δραχ. ηʹ· πάφων πυῤῥῶν τῶν πετομένων, ἀνίσου, τυροῦ αἰγείου, ἀνὰ δρα. δʹ· ὀπο‐ πάνακος δρα. βʹ· αἵματος χοιρείου δρα. δʹ· χαλβάνης δρα. δʹ· πάντα λεάνας ἐπιμελῶς καθ’ ἕν, καὶ μίξας | |
5 | ὁμοῦ, παράχεε οἶνον ἄδολον αὐστηρόν, καὶ πλάσας | |
κολλύρια, ὡς τὰ θυμιάματα, ξήραινε ἐν σκιᾷ. | 518 | |
20.9t | Ἄλλο πρὸς κορακίνους μόνους ὑπερ‐ μεγέθεις, διὰ τὴν ὑπερβολὴν τοῦ δελέατος. | |
20.9.1 | Φακοῦ πεφρυγμένου γράμματα ηʹ· κυμίνου πε‐ φρυγμένου δρα. αʹ· ὀμφάκων, κέστρων ὠμῶν δρα. δʹ· βοτάνης κορωνοποδίου δρα. δʹ· ἀνθυαλίων πικρῶν, τουτέστιν ὠμῶν, δρα. αʹ· φοίνικος πατητοῦ δραχ. δʹ· | |
5 | καστορίου δραχ. αʹ· πάντα λεῖα ποιήσας πρόσμιξον ἀνήθου χυλόν, καὶ ποιήσας κολλύρια χρῶ. | |
20.10t | Πρὸς ποτάμια ὀψάρια, ᾧ Ἄνος ἐχρᾶτο. | |
20.10.1 | Αἷμα μόσχου καὶ μόσχεια κρέα λίαν κατατέμνων βάλλε εἰς κωθώνιον, καὶ ἔασον ἐπὶ ἡμέρας ιʹ μεθ’ ἃς αὐτὸ δελέαζε. | |
20.11t | Δέλος, ὥστε τοὺς ἰχθύας ἑτοίμους ἔρχεσθαι. | |
20.11.1 | Ἄλφιτα φυράσας, καὶ μάζας 〈ποιήσασ〉 παράβαλε. | |
20.12t | 〈Πρὸσ〉 κύρτων γρύτην ποταμίαν. | |
20.12.1 | Πιτύρων κριθίνων μνᾶς βʹ· ὁλοφάκου χοίνικα αʹ· ἀναμίξας ἀπόβρεχε γάρου ἀδόλου τῷ αὐτάρκει· πρόσ‐ βαλε σησάμου χοίνικα, καὶ ἐκ τούτου ὀλίγον ἀπο‐ σκόρπιζε, καὶ ἀμφίβαλλε. | |
20.12.2 | ἅμα γὰρ τῷ σκορπίσαι, | |
πᾶσα λεπτὴ γρύτη προσελεύσεται· καὶ ἐὰν ᾖ ἀπὸ σταδίων εʹ, ἥξουσιν ἐπὶ τὸ αὐτό. | 519 | |
20.12.3 | τὰ δὲ μεγάλα ὀψάρια φεύξεται ἀπὸ τῆς ὀσμῆς. οὕτως οὖν χρῶ, καὶ ἐπιτεύξῃ. | |
20.13t | Πρὸς χοίρους. | |
20.13.1 | Σησάμου δραχ. δʹ· σκόρδων κεφαλῶν δραχ. βʹ· ὄρ‐ τυγος ταριχηροῦ τῆς σαρκὸς δραχ. βʹ· ὀποπάνακος δραχ. αʹ. ἀναλάμβανε τρίψας γλοιῷ, καὶ πλάσας κολ‐ λύρια χρῶ. | |
20.14t | Πρὸς ἐγχέλεις. | |
20.14.1 | Σκολοπένδρης θαλασσίας δραχ. ηʹ· καρίδων ποτα‐ μίων δραχ. ηʹ· σησάμου δραχ. αʹ· ἀναλαβὼν χρῶ. | |
20.15t | Πρὸς κεστρεῖς θαλασσίους δέλος. | |
20.15.1 | Φύλλου μαλαβάθρου σφαιρίον αʹ· πεπέρεως κόκ‐ κους ιʹ· μελανθίου κόκκους γʹ· ἄνθους σχοινικοῦ, οἱ δὲ τοῦ ἐντός, ὀλίγον, πάντα λειώσας μίξον, ἔπειτα ἄρτου καθαροῦ τὸ ἐντὸς βρέξας οἴνου Μαρεατικοῦ | |
5 | κοτύλην μίαν ἀνάλαβε τὰ ξηρά, καὶ ἑνώσας δελέαζε. | |
20.16t | Δέλος κεστρέων θαλασσίων. | |
20.16.1 | Κριοῦ τὸ μόριον βαλὼν εἰς ὀρόβιον ὠμόν, καὶ ἄλλο ὀρόβιον ἐπικαλύψας πίλησον, ὥστε μὴ ἔχειν ἀνάπνοιαν μηδαμόθεν, καὶ δὸς εἰς κάμινον ὑελουργι‐ κὴν ὀπτηθῆναι ἀπὸ πρωῒ ἕως ἑσπέρας, καὶ εὑρήσεις | |
5 | αὐτὸ μαλακὸν γεγονός, ὡς τυρόν· ἐξ αὐτοῦ δελέαζε. | 520 |
20.17t | Ἄλλο ποιοῦν καλῶς, καὶ μηδὲν ἄλλο θηρεῦον, εἰ μὴ τελείους κεστρεῖς. | |
20.17.1 | Θύννου ἥπατος δραχ. δʹ· καρίδων θαλασσίων δραχ. ηʹ. σησάμου δραχ. δʹ· ἐρεγμοῦ δραχ. ηʹ· αὐΐτων ὠμῶν δραχ. βʹ· τρίψας τὰ προκείμενα ἀναλάμβανε ἐν στάγματι ἑψήματος, καὶ ποιήσας κολλύρια δελέαζε. | |
20.18t | Πτολλᾶτος τοὔνομα, ὀψοποίημα ἐν θαλάσσῃ, ὥστε ἐπὶ τὸ αὐτὸ ἐλθεῖν ἐν θαλάσσῃ τοὺς ἰχθύας. | |
20.18.1 | Λάβε λοπάδια γʹ τῆς θαλάσσης, τὰ περὶ τὰς πέτρας γινόμενα· τούτων ἐκθλίψας τὴν σάρκα ἐπίγραψον ἐξ αὐτῶν εἰς ὄστρακον τὰ ὑποκείμενα, καὶ παραχρῆμα ὄψει τοὺς ἰχθύας ἐπὶ τὸ αὐτό, ὥστε θαυμάζειν· ἔστι | |
5 | δὲ τὰ ὀνόματα, Ἰαώ, Σαβαώθ. τούτῳ τῷ ὀνόματι οἱ Ἰχθυοφάγοι χρῶνται. | |
20.19t | Πρὸς τρίγλας καὶ σκάρους μεγάλους, ὥστε ἐγχρήζειν εἰς ὕδωρ, ἃ διὰ τὴν ταχύτητα τοῦ δέλους οὐδὲν τῶν μικρῶν προσέρχεται. ἔστι δὲ ἡ σύνθεσις φυσικῶς ἄγουσα. | |
20.19.1 | Τυφλῖνος ποταμίου τῆς σαρκὸς δραχ. ηʹ· ὁλοφάκου πεφρυγμένου δραχ. ηʹ· καρίδων ποταμίων δραχ. δʹ· μαλαβάθρου δραχ. αʹ· λειώσας τὰ προκείμενα ἀναλάμ‐ βανε τῷ λευκῷ τοῦ ὠοῦ τῆς ὄρνιθος, καὶ ποιήσας | |
5 | κολλύρια χρῶ. | 521 |
20.20t | Πρὸς δὲ τὰ μεγάλα ὀψάρια πάντα τὰ ἐν τῇ θαλάσσῃ, οἷον γλαύκους, γαλεούς, ὀρ‐ φούς, καὶ ὅσα ἐστὶ τοιαῦτα. | |
20.20.1 | Ἀλέκτορος ὄρχεις μετὰ στροβίλου, πεφρυγμένων καὶ τετριμμένων, τῶν μὲν ὀρχέων δραχ. ηʹ, τῶν δὲ στροβίλων δραχ. ιϛʹ. τρίβεται δὲ ὡς σταῖς, καὶ ἀνα‐ πλάσσεται κολλύρια, καὶ ἐν αὐτοῖς δελεάζεται. | |
20.21t | Πρὸς μυραίνας. | |
20.21.1 | Σιλούρου ποταμίου δραχ. ιϛʹ· πηγάνου ἀγρίου σπέρ‐ ματος δραχ. ηʹ· στέατος μοσχείου δραχ. ηʹ· σησάμου δραχ. ιϛʹ· τρίψας καὶ ποιήσας κολλύρια χρῶ. | |
20.22t | Πρὸς πολύπους καὶ σηπίας. | |
20.22.1 | Ἁλὸς ἀμμωνιακοῦ δραχ. ιϛʹ· βουτύρου αἰγείου δραχ. ηʹ· λεῖα ποιήσας κολλύρια, καὶ περιχρίων σπάρτα ἢ λέντια ἄκροσσα, οὕτως περιβόσκονται, καὶ οὐκ ἀπο‐ στήσονται. σὺ δὲ ταχέως ἀνάστα, καὶ βάλε εἰς τὴν | |
5 | σκάφην καράβους, κήρυκας, πορφύρας, καὶ ὅσα ἐστίν. | |
20.23t | Χέλυας καὶ ὀστρακώδη οὕτως δελέαζε· | |
20.23.1 | Ἁλὸς ἀμμωνιακοῦ δραχ. ηʹ· κρομύου δραχ. αʹ· στέα‐ τος μοσχείου δραχ. ϛʹ· ποίει σιδήρια κυανοειδῆ, καὶ ταῦτα περιχρίων τῷ φαρμάκῳ πρόσφερε, καὶ αὐτόματα | |
τῇ ὀσμῇ ἐξελεύσεται, καὶ αὐτὰ ἑαυτὰ παραδώσουσιν. | 522 | |
20.24t | Δέλη πρὸς πάντα ἰχθὺν ἐν παντὶ καιρῷ. | |
20.24.1 | Νάρδου Κελτικῆς φύλλα [δραχ.] δʹ· κυπέρεως ἕν, σμυρνίου Αἰγυπτίου κυάμου τὸ μέγεθος, κυμίνου ὅσον τοῖς τρισὶ δακτύλοις, ἀνήθου σπέρματος δράκα, κόψας σήσας βάλε εἰς καλαμίσκον. | |
20.24.2 | ἐπὶ δὲ τῆς χρείας λαβὼν ἔλμιν ἢ γῆς ἔντερα ἀπόπλυνον, καὶ βάλε εἰς ἀγγεῖον, καὶ ἔγγραυλιν ἀπὸ τοῦ τόπου ὑγρὰν ἀπο‐ πίασον εἰς τὴν χεῖρα, καὶ μίξον ἐκ τοῦ φαρμάκου τὸ | |
5 | αὔταρκες, καὶ τὰς ἔλμεις βαλὼν εἰς τὸ μάγμα ἀνάτρι‐ ψον, καὶ τότε ἄρας δελέαζε. | |
20.25t | Πρὸς τὴν λεπτὴν γρύτην τὴν ἀπὸ καλάμου. | |
20.25.1 | Καρίδων ποταμίων χοίνικα [δραχ.] αʹ. βραχεῖσαν γάρῳ ἀδόλῳ ταριχίων κορακινίδων, καὶ ταριχευθεῖσαν ἐπὶ ἡμέρας βʹ, τῇ γʹ δελέαζε. | |
20.25.2 | ἐργάζου δὲ δυσὶ καλά‐ μοις ἔχουσιν ἀνὰ δʹ ἄγκιστρα, ἔχων σὺν ἑαυτῷ καὶ ἕνα βοηθόν, καὶ τοσοῦτον ἂν οἴσεις ὄψος, ὡς μήτε ὑπόχῃ, μήτε ἀμφιβλήστρῳ ἄλλων ἐργαζομένων ἡττᾶ‐ | |
5 | σθαί σε. | 523 |
20.26t | Δέλη καθολικά. | |
20.26.1 | Φάκιον μετὰ ξηροαμύλου λειοποιήσας, καὶ παρα‐ μίξας, τούτῳ χρῶ. | |
20.27t | Πρὸς πᾶν ὀψάριον. | |
20.27.1 | Κόχλων τὴν σάρκα λαβών, χωρὶς τῶν οὐραδίων, ἐν αὐτοῖς δελέαζε, μὴ ἀποχρώμενος τῷ μεγέθει τοῦ κοχλίου. | |
20.28t | Περὶ κύρτων. | |
20.28.1 | Μυροβαλάνου πίεσμα, κόπρος ἀνθρώπων, ἄρτος καθαρός, ἕκαστον καθ’ ἑαυτὸ τρίψας, μίξας τὰ γʹ, καὶ βαλὼν ἔσω τοῦ κύρτου χρῶ, καὶ ἐπιτεύξῃ. | |
20.29t | Ἄλλο περὶ κύρτων. | |
20.29.1 | Ὡς εὗρον γεγραμμένον τὸ τῶν Ἰχθυοφάγων, ἐν ᾧ ἁλιεύουσι· λάβε τὰ ἐν ταῖς πέτραις λεγόμενα πωμάτια καὶ τὰ σαρκία, καὶ θήρα. | |
20.30t | Κεστρέων θαλασσίων. | |
20.30.1 | Σκάρων, τριγλῶν, σηπιῶν ὀστράκων σὺν σισυμ‐ βρίῳ χλωρῷ, ὅ ἐστι βρύον, καὶ ὕδατι, καὶ γύρει, καὶ | |
τυρῷ βοείῳ ὁλκῆς μίξας χρῶ. | 524 | |
20.31t | Σκορπίων μόνων. | |
20.31.1 | Πρίσμα συκαμίνων ξύλων, καὶ καυλοκινάρας, καὶ σανδαράχης δραχ. ηʹ. μετὰ καμπῶν κράμβης εʹ καὶ σίτου· κόπτε τὸν σῖτον, ἕως λεπτὰ γένηται· καὶ μίξας ἄμμου παραχέων ὕδωρ ποίει μάζας, καὶ δελέαζε. | |
20.32t | Φάγρων θαλασσίων. | |
20.32.1 | Μελανθίου ἀφέψημα μετὰ ἀκρίδων σὺν ἔλμισι τρίβε, καὶ γύρεως σιτίνης· εἶτα ἐπίχεε ὕδωρ, καὶ ποιήσας μέλιτος πάχος, δελέαζε. | |
20.33t | Ῥαφίδων μόνων. | |
20.33.1 | Μόσχου χολὴν φυράσας μετὰ ἀλφίτου καὶ ἐλαίου καὶ ὕδατος ποίει μαζία, καὶ δελέαζε· ἐκ δὲ τοῦ αὐτοῦ διαμασσώμενον ἐμπύτιζε εἰς τὸ ὕδωρ, καὶ ψαύσει σοι. | |
20.34t | Θύννων μόνων. | |
20.34.1 | Κάρυα εʹ βασιλικὰ καύσας, ἕως τέφρα γένηται, μετὰ σαμψύχου λειοτριβῶν, σὺν ἄρτῳ καθαρῷ βε‐ βρεγμένῳ ὕδατι καὶ τυρῷ αἰγείῳ λειῶν, χρῶ ποιήσας μάζας. | |
20.35t | Σμαρίδων. | |
20.35.1 | Σκόρδων τετριμμένων μετὰ ἄρτου, καὶ τυροῦ μοσχείου καὶ αἰγείου, καὶ γύρεως καθαρουργικῆς, λειώσας ὁμοῦ καὶ ἐπὶ τὸ αὐτό, ποιήσας μάζας δελέαζε | |
τὸν τόπον. | 525 | |
20.36t | Τρυγόνος θαλασσίου. | |
20.36.1 | Περιστερᾶς κόπρον μετὰ σεμιδάλεως βρέξας φύ‐ ρασον. | |
20.37t | Ἄλλο εἰς τοῦτο. | |
20.37.1 | Θρίδακος σπέρμα ἑψήσας, βουτύρου καὶ σεμιδάλεως ἐπιχέων, τὸ ἀφέψημα τρίβε. | |
20.38t | Σαλπῶν. | |
20.38.1 | Βρύον χλωρὸν ἐκ πέτρας ἐν ἐλαίῳ· ἐν αὐτῷ δελέαζε. | |
20.39t | Γλαύκων, ἀμιῶν, καλλιχθύων. | |
20.39.1 | Ὀπτήσας θρίσσας θαλασσίας καὶ ἐξοστεΐσας, καὶ προσβαλὼν βρύα καὶ κρίθινα κρίμνα ὁμοῦ, καὶ ποιή‐ σας μάζας, δελέαζε. | |
20.40t | Τραχούρων, μελανούρων. | |
20.40.1 | Ὀνίδας βρέξας ἐν χυλῷ κορίου χλωροῦ σὺν σεμι‐ | |
δάλει ποιήσας μάζας, δελέαζε. | 526 | |
20.41t | Κεστρέων, κεφάλων. | |
20.41.1 | Ἄρτον γυρίτην καὶ τυρὸν αἴγειον καὶ ἄσβεστον μίξας ὁμοῦ κόπτε, καὶ ἐπίχεε θάλασσαν, καὶ 〈μάζαν〉 ἐξ αὐτοῦ ποιῶν δελέαζε. | |
20.42t | Πολυπόδων. | |
20.42.1 | Βωκάριν μορμύρους ἀράδους δήσας περὶ εὔτονόν τι δελεάζεις. | |
20.43t | Σηπιῶν μόνων. | |
20.43.1 | Τρυγίαν ἄτερ ὕδατος τρίψας σὺν ἐλαίῳ, καὶ ἐλθὼν ἐπὶ τὸν τόπον ἐνίει τῇ θαλάσσῃ, καὶ δοκοῦν ὅτι, ... ἀφῆκε τὸ μέλαν, καὶ διέρχονται ἐπὶ τὸν τόπον, ἐν ᾧ ἐφάνη τὸ ἔλαιον, καὶ πίαζε οὕτως. | |
20.44t | Καράβων, μορμύρων. | |
20.44.1 | Ὡς ἰσχυρόν τι δήσας τρίψαι πορφύρας μετὰ ἐλαίου ιʹ ἀριθμῷ, καὶ βρύον τι μικρὸν πύτιζε εἰς τὴν πέτραν, καὶ πιάζεις. | |
20.45t | Μελανούρων. | |
20.45.1 | Λαβὼν ἧπαρ αἴγειον, ἐν τούτῳ δελέαζέ σου τὰ ἄγκιστρα. ἐὰν δὲ ἄλλο εὕρωμεν εἰς θάλασσαν λεῖαν, | |
ἢ πρὸς πολλοὺς ἰχθῦς· ὁπλὴν αἰγὸς δελέαζε, ἢ ὄνου. | 527 | |
20.46t | Γάρων ποίησις. | |
20.46.1 | Τὸ καλούμενον λικουάμεν οὕτω γίνεται. τὰ ἔγκατα τῶν ἰχθύων βάλλεται εἰς σκεῦος, καὶ ἁλίζεται· καὶ λεπτὰ ὀψαρίδια, μάλιστα δὲ ἀθερίναι, ἢ λεπτὰ τριγλία, ἢ μαινίδια, ἢ λυκόστομοι, ἢ ὃ ἂν δόξῃ | |
5 | λεπτὸν εἶναι, πάντα ὁμοίως ἁλίζεται, καὶ ἐν ἡλίῳ ταριχεύεται πυκνῶς δονούμενα. | |
20.46.2 | ὅταν δὲ ταριχευθῇ τῇ θερέᾳ, ἐξ αὐτῶν γάρος οὕτως αἴρεται. κόφινος μακρὸς πυκνὸς ἐντίθεται εἰς τὸ μεστὸν ἀγγεῖον τῶν προειρημένων ὀψαρίων, καὶ εἰσρεῖ τὸ γάρος εἰς τὸν | |
5 | κόφινον, καὶ οὕτω διὰ τοῦ κοφίνου διηθηθὲν τὸ καλούμενον λικουάμεν ἀναιροῦντα· τὸ δὲ λοιπὸν πάτημα γίνεται ἄλιξ. | |
20.46.3 | Βιθυνοὶ δὲ κατασκευάζουσιν οὕτως· λαμβάνεις κάλλιον μὲν εἰ μαινίδας μικρὰς ἢ μεγάλας, εἰ δὲ μή, λυκοστόμους, ἢ σαύρους, ἢ σκόμ‐ βρους, ἢ καὶ ἄλικα, καὶ πάντων μίγμα, καὶ βαλεῖς | |
5 | αὐτὰ εἰς μαγίδα ἀρτοκοπικήν, ἐν ᾗ εἰώθασι φυρᾶν τὸ ἄλευρον, καὶ εἰς τὸν μόδιον τῶν ἰχθύων ἁλὸς ξέστας βʹ Ἰταλικοὺς βαλὼν ἀναφύρασον, ὡς συγκρα‐ | |
θῆναι τοῖς ἁλσί· καὶ ἐάσας ἐπὶ νύκτα μίαν βάλε ἐπὶ κεράμιον, ἀπώμαστόν τε τίθει ἐν ἡλίῳ ἐπὶ μῆνας βʹ | 528 | |
10 | ἢ γʹ, δονῶν αὐτὸ ῥάβδῳ ἐκ διαστημάτων, εἶτα λαβὼν καὶ πωμάσας ἀποτίθεσο. | |
20.46.4 | τινὲς δὲ καὶ οἴνου ἐμβάλ‐ λουσι παλαιοῦ εἰς τὸν ξέστην τῶν ἰχθύων ξέστας βʹ. | |
20.46.5 | Εἶτα εἰ βούλει εὐθέως χρήσασθαι τῷ γάρῳ, τουτ‐ έστι [τοῦ] μὴ ἡλιάσαι αὐτό, ἀλλ’ ἑψῆσαι, ποιήσεις οὕτως. ἅλμης στακτῆς δεδοκιμασμένης, οὕτως ὡς ὠὸν ἐμβληθὲν ἐπιπλεῖν (ἐὰν δὲ βυθίζηται, οὔπω ἔχει ἅλας | |
5 | τὸ ἀρκοῦν), εἶτα βαλὼν εἰς τὴν ἅλμην τὸν ἰχθὺν ἐν κύθρᾳ καινῇ, καὶ ἐμβαλὼν ὀριγάνου, ἐπιτίθει πυρὶ αὐτάρκει, ἕως ἂν ἑψηθῇ, τουτέστιν ἕως ἂν ἄρξηται κἂν ὀλίγον ἀποποιεῖν· τινὲς καὶ ἕψημα προσβάλλουσιν· εἶτα ψυχθὲν βαλὼν εἰς ὑλιστῆρα δεύτερον καὶ τρίτον | |
10 | ἐπίῤῥιπτε τὸ αὐτὸ τῷ ὑλιστῆρι, ἕως ἂν καθαρὸν ἐκβῇ, καὶ πωμάσας ἀποτίθεσο. | |
20.46.6 | Τὸ δὲ κάλλιον γάρος, τὸ καλούμενον αἱμάτιον, οὕτω γίνεται. λαμβάνεται τὰ ἔγκατα τοῦ θύννου μετὰ τῶν ἐμβραγχίων καὶ τοῦ ἰχῶρος καὶ τοῦ αἵματος, καὶ πάσσεται τὸ ἀρκοῦν ἅλας· | |
5 | καὶ ἐάσας ἐν τῷ ἀγγείῳ, [καὶ] μετὰ μῆνας βʹ τὸ πολύ, τρυπᾷς τὸ ἀγγεῖον, καὶ ἐξέρχεται γάρος τὸ καλούμενον | |
αἱμάτιον. | 529 |