TLG 4076 006 :: MENANDER Protector :: Fragmentum (e cod. Paris. gr. 1140A) [Dub.]

MENANDER Protector Hist., Jurista
(Constantinopolitanus: A.D. 6)

Fragmentum (e cod. Paris. gr. 1140A) [Dub.]

Source: Halkin, F. (ed.), “Un nouvel extrait de l’historien byzantin Menandre?” [Zetesis (Festschrift E. de Strycker)] Antwerp: De Nederlandsche Boekhandel, 1973: 664–665.

Citation: Page — (line)

664

(t)

Ἐκ τῆς ἱστορίας Μενάνδρου
1Ἐν τοῖς χρόνοις Ἰουστίνου τοῦ νέου ἐν Βυζαντίῳ τὸ σεπτόν τε καὶ ἀκήρατον ἤχθη ξύλον τρόπῳ τοιῷδε. Ὑπῆρχον ἐν τῇ Ἀπαμείᾳ ἀδελφοὶ
δύο· τῷ μὲν Ἀ[δε]λφιὸς ὄνομα, τῷ δὲ ἥτις αὐτῷ ἡ προσηγορία ἥκιστα664

665

ἔγνων. Καὶ ὁ μὲν ἀνώνυμος ἐπίσκοπος τῆς Αἰλίας ἐγένετο, ὁ δ’ Ἀλφιὸς ἐτύγχανεν ἱερέων. Καί ποτε τῆς Ἀπαμείας οὗτος ἀπάρας ἐπὶ τὴν Ἱερουσαλὴμ ᾤχετο τὸν ἀδελφὸν ὀψόμενος. Ὡς δὲ τὸν ὁμαίμονα εἶδέ τε καὶ συνωμίλησε, ἠξίωσέ τε αὐτὸν δοῦναι μερίδαν ἐκ τοῦ ἱεροῦ ξύλου. Ὁ δὲ τὴν αἴτησιν
5ἐκπληροῖ καὶ τὸν ἐν αὐτῷ παγέντα Χριστὸν ἀπαράβατον ὅρκον ποιήσας μήτινα τὸ μυστήριον ἐξειπεῖν. Λαβὼν οὖν παρὰ τοῦ ἀρχιερέως τὸ περὶ τοὺς πόδας ξύλον εἰς τὴν πατρίδα ἀνέκαμψεν. Χρόνῳ δὲ ὕστερον μέντοι ἀκούσαντα τὸν βασιλέα περὶ τοῦ ζωοποιοῦ ξύλου στέλλει μὲν ὀνόματι Ζήμαρχόν τινα τὸν θησαυρὸν ἐν τῇ βασιλευούσῃ
10ἀπαγαγεῖν. Ὁ δὲ τῆς Ἀπαμέων λαὸς ταῦτα ἀκούσας ξίφη τε ἀπεγύμνουν καὶ τόξα ἐτείνοντο καὶ βάλλειν ὅσον οὔπω ἠλπίζοντο. Γνωρίζει ταῦτα Ζήμαρχος τῷ κρατοῦντι· καὶ ὁ κρατῶν λίαν ἐπῄνεσέ τε αὐτοὺς τοῦ σκοποῦ, ἐπεσφράγισε δὲ καὶ ἐπιστολὴν τῷ Ζημάρχῳ περιέχουσαν οὕτως· «Γέγρα‐ φας ἡμῖν ὡς οἱ τὴν Ἀπάμειαν οἰκοῦντες ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι τὸ
15κατ’ αὐτοὺς ἱερώτατον ξύλον, ἱερὸν ἀνεδέξαντο πόλεμον.» Καὶ μετ’ ὀ‐ λίγα· «Ἴσθι οὖν καθ’ ὅσον αὐτοὺς ἐν εὐπαθείᾳ βουλόμεθα ζῆν ἐξ ὧν ἐν γράμμασιν ἐπῃνέσαμεν.» Εἶτα· «Διχῇ διελὼν τὸ ἀκήρατον ξύλον, ἥμισυ μὲν ἔκπεμψον κατὰ τὴν βασιλίδα πόλιν, ἥμισυ δὲ κατάλιπε τοῖς κατὰ τὴν ἑῴαν ὑπηκόοις ἡμῶν. Οὕτω γὰρ ἂν καὶ πάλιν ἡμεῖς ἕξομεν
20τὸ ὅλον καὶ αὐτοὶ δὲ τὸ πᾶν· ἥμισυ γὰρ οὐκ ἔστι θεός.» Ταῦτα μὲν οὕτως τὰ βασιλέως γράμματα. Ζήμαρχος δὲ ἅπαντα ἔπραττε τὰ γρα‐ φόμενα· καὶ τὸ μέντοι αὐτοῦ εἰς τὴν Βυζαντίδα ἐστέλλετο, τὸ δὲ ἐν Ἀπα‐ μείᾳ ἐλείπετο. Χρόνῳ δὲ ὕστερον, Ἀπάμεια ἁλοῦσα ὑπὸ Περσῶν, ἱερεύς τις τῶν
25ἐκεῖ ἐν φρέατί τινι κατακρύπτει τὸ ξύλον, ὡς μὴ γενέσθαι δορυάλωτον τοῖς ἐχθροῖς. Οὗτος δὲ αἰχμάλωτος ἀπαγόμενος ἠδυνήθη ἀμωσγέπως κατάδηλον ποιῆσαι Μάγνῳ οὗ ἀποκέκρυπται· Μάγνος δὲ Οὐαράνῃ ἐσήμανεν ἀνδρὶ τῶν ἐπισήμων τὰς οἰκήσεις ποιουμένῳ τῇ πόλει. Αὐτὸς δ’ ἐρευνήσας καὶ
τὸ ποθούμενον εἰς χεῖρας λαβὼν πρὸς βασιλέα εἰς πόλιν ἀπέστειλεν.665