TLG 4076 005 :: MENANDER Protector :: De sententiis (ap. Constantinum Porphyrogenitum, De sententiis)

MENANDER Protector Hist., Jurista
(Constantinopolitanus: A.D. 6)

De sententiis (ap. Constantinum Porphyrogenitum, De sententiis)

Source: Boissevain, U.P. (ed.), Excerpta historica iussu imp. Constantini Porphyrogeniti confecta, vol. 4: excerpta de sententiis. Berlin: Weidmann, 1906: 18–26.

Citation: Section — (line)

t

Excerpta e Menandro.

1

...... λέξεως εὐγενεῖ ὅσον τῇ τῶν πραγμάτων ἀφη‐ γήσει καρποῦσθαι θαρρήσας· πῶς γὰρ οἷόν τε ἦν ἐμὲ ἐς τοσοῦ‐ τον ἀφῖχθαι παιδείας ὡς καὶ ἐς τὸ συγγράφειν ἰέναι; ἀπεριμέ‐ ριμνος γὰρ ἐσότι ἔμοιγε ὁ βίος καὶ ἐκδεδιῃτημένος ὑπῆρχεν.

2

Ὅτι ὁ πρὸς τοῦ κρατοῦντος ἠδικημένος χαλεπαίνει ὡς τὰ πολλὰ τῷ κοινῷ.

3

Ὅτι ὁ Σιλζίβουλος ὁ τῶν Τούρκων ἡγεμών, ἠκηκόει γὰρ ἤδη τῶν Ἀβάρων τῆς φυγῆς πέρι καὶ ὡς τὰ Τούρκων διαδηλησά‐ μενοι ᾤχοντο, οἶα φύσει φρονήματι ἕπεται βαρβάρῳ, ἀπαυθαδισά‐ μενος ἔφη ὡς „οὔτε ὄρνεις πεφύκασιν, ὅπως τῇ πτήσει ἀνὰ τὸν
5αἰθέρα διαφύγοιεν τῶν Τούρκων τὰ ξίφη, οὔτε μὴν ἰχθύες, ὡς ἂν ὑποβρύχιοι γενόμενοι ἐς τὰ κατώτατα τοῦ θαλαττίου ἀφανι‐ σθήσονται κλύδωνος, ἀλλ’ ὕπερθε περινοστοῦσι τῆς γῆς καὶ ἡνίκα μοι ὁ κατὰ τῶν Ἐφθαλιτῶν διανυσθήσεται πόλεμος, ἐπιθήσομαι καὶ Ἀβάροις καὶ τὰς ἐμὰς ἥκιστα φευξοῦνται δυνάμεισ“. ταῦτα
10λέγεται ἐπικομπάσαντα τὸν Σιλζίβουλον ἔχεσθαι τῆς ἐπ’ Ἐφθα‐ λίτας ὁρμῆς.

4

Ὅτι ὁ Κάτουλφος κωλύων τὸν τῶν Ἐφθαλιτῶν ἡγεμόνα τῆς πρόσω πορείας ἐπεφθέγγετο βαρβαρικὸν μέν τι καὶ παροι‐ μιῶδες, ὅμως δὲ ἐχόμενον πειθοῦς, ἕνα κύνα ἐν τοῖς οἰκείοις ὀθνείων δέκα ῥωμαλεώτερον εἶναι.

5

Ὅτιπερ οὐδὲν οὕτω βέβαιον ὡς τὸ τῆς νίκης ἀβέβαιον.18

6

Ὅτι ἐν τοῖς μεγίστοις κινδύνοις πολλάκις παραπέσῃ γε τῇ τόλμῃ τὸ σώζεσθαι.

7

Οὐ γὰρ ἔμοιγε τἀληθῆ σιγητέον, ἀλλ’ οὐδὲ πρὸς χάριν εἴποιμί τι τῶν μέγα δυναμένων. οἷς γὰρ οὐκ ἔνεστι τὸ εὐκλεές, τούτοις ἐγκώμια προσφέρων τις παρὰ τὴν πάντων δόξαν κατα‐ γέλαστον τίθησι τὸν ἐπαινούμενον, καὶ τὴν ἀλήθειαν ἐπισκιάζειν
5βουλόμενος κἀν τοῖς ὁμολογουμένοις ψεύδεσθαι δόξει.

8

Ὅτι ὀλισθηρότατόν τι χρῆμα ἡ νίκη καὶ διαδιδράσκειν οἵα τε οὖσα ῥᾳδίως. ταῦτά τοι καὶ Ὅμηρος αὐτήν φησιν ἐπαμείβε‐ σθαι τοὺς ἄνδρας.

9

Ὅτι ψυχὴ τυραννουμένη πρὸς φόβου τῶν δεόντων κατ’ οὐδὲν ὁτιοῦν προμηθεύσεται.

10

Πᾶν γὰρ ἀγαθόν τε καὶ κακὸν τῇ ἀνθρωπίνῃ ταλαντεύ‐ εται γνώμῃ καὶ τῷ βουλομένῳ προσδέχεται τὴν ῥοπήν.

11

Ὅτι φησὶν ὁ Μένανδρος ὁ ἱστορικὸς περὶ Πέτρου τοῦ πρέσβεως καὶ Χοσρόου· οἵδε μὲν οὖν οἱ λόγοι προῆλθον ἐξ ἀμφοῖν, καὶ οὐχ ἕτερα νοήματα ἐλέχθη Σουανίας πέρι, οὐδὲ μὴν ἀνθ’ ἑτέρων ἑτέραις λέξεσιν ἐχρησάμην, ἢ τὸ χθαμαλώτερόν πως
5ἔστιν ᾗ τῶν λόγων, καθ’ ὅσον οἶόν τέ μοι, μετέφρασα ἐς τὸ Ἀτ‐ τικώτερον. οὐ γὰρ ἔμοιγε θυμῆρες τὰ εἰρημένα κυρίως καὶ ἐς ἐμὲ ἥκοντα, ὡς οἶμαι, ἐς τὸ ἀκριβὲς μεταφέρειν ἐς ἑτερολογίαν, καὶ τῷ γλαφυρῷ τῶν ῥημάτων οὐχὶ τὰ ὅσα ἐρρέθη, ἀλλὰ γὰρ τὴν τῆς ῥητορικῆς ἐπιδείκνυσθαι δύναμιν, μάλιστα καὶ περὶ σπονδῶν οὕτω
10μεγίστοιν δυοῖν βασιλέοιν καὶ πολιτείαιν ποιουμένῳ μοι τὴν ἀπαγ‐ γελίαν. εἰ δέ γε ἄρα βούλεταί τις τὰ ὅσα Περσῶν βασιλεὺς καὶ Πέτρος τηνικαῦτα ἀκριβολογησαμένω ἤστην εἰδέναι, ἀναλεξάσθω ταῦτα ἐκ τῆς αὐτοῦ Πέτρου συναγωγῆς· ἅπαντα γὰρ αὐτῷ ἀνα‐
γέγραπται ἐς τὸ ἀκριβὲς ὁπόσα Χοσρόης καὶ πρέσβεις Ῥωμαίων19
15καὶ Περσῶν ἔλεξάν τε καὶ ἤκουσαν αὐτοῖς τοῖς λόγοις τῶν φθεγ‐ ξαμένων εἰρημένα, εἴτε κατὰ θωπείαν τινὰ ἐξ ἀμφοῖν τοῖν μεροῖν τυγχάνουσι λεγόμενα εἴτ’ οὖν κατασοβαρευόμενοι σφῶν ἔλεξαν ἄττα ἢ εἰρωνευόμενοι ἢ καὶ ἐπιτωθάζοντες ἢ καὶ ἀποφλαυρίζοντες· καὶ ἁπλῶς ὅσα ἐνῆν καὶ ὅπως περὶ τόσου πράγματος διαλεγομένους
20τοὺς ἀμφοτέρας πολιτείας ἄνδρας εἰπεῖν, ἐνθένδε ἀναλεκτέον. τεῦχος γὰρ μέγιστον ἐσότι τῶν τοιῶνδε πεπλήρωται, οἶμαι, ξὺν ἀληθείᾳ λόγων, εἰ μὴ Πέτρῳ κεκόμψευται τι τῆς αὐτοῦ χάριν εὐκλείας, ὡς ἂν τοῖς μετέπειτα δειχθείη ὡς μάλα ἐμβριθής τε ἦν καὶ ἀνάλωτος ἐν τῷ ῥητορεύειν τὸ καταμαλάξαι φρονήματα βαρ‐
25βαρικὰ σκληρά τε καὶ ὀγκώδη. ἅπαντα δὴ οὖν ἐν τῇ περὶ τούτων βίβλῳ ἀναλεγόμενος ὁστισοῦν εὑρήσει· οὐ γὰρ ἔμοιγε ὑπῆρχεν ἀναγκαῖον οὐδὲ ἄλλως ἁρμόδιον ἐν ξυγγραφῇ περιττολογίᾳ χρῆ‐ σθαι καὶ ἐφ’ ἑνὶ κεφαλαίῳ ἐμφιλοχωρεῖν· ὡς, εἴ γε ἅπαντα ἀνε‐ γραψάμην τὰ ὅσα κατ’ ἐκείνην γε δήπου φέρεται τὴν διφθέραν,
30ἀπέχρησέ μοι ἂν ἡ τῶν σπονδῶν ῥαψῳδία ἐς μεγίστης ἱστορίας ὑπόθεσιν. ἐγὼ δὲ ἐκεῖθεν ἀρυσάμενος ὅ, τι χρειῶδες ἐν ὀλίγῳ ἔλεξα.

12

Ὅτι ἐν ταῖς εὐπραγίαις τῶν δυσμενῶν διπλασιάζεσθαι πέφυκε τὸ ἔχθος.

13

Ὅτι τὸ εὐτυχεῖν οὓς οὐκ ἐχρῆν ὑπόθεσις γίνεται τοῦ μὴ τὰ δέοντα φρονεῖν τοῖς μὴ λογισμῷ βεβηκότι χρωμένοις τῇ τύχῃ.

14

Ὅτι φιλοτάραχον χρῆμα ὁ δῆμος καὶ φύσις αὐτῷ ἡ προ‐ πέτεια.

15

Ὅτι χαλεπὸν ἀμελούμενόν τι χρῆμα καὶ δυσκαταγώνιστον ἐμφύλιος πόλεμος.

16

Ὅτι ἀνδρείας ἐπίδειξις προερχομένη κατὰ τῶν φύσει δυσ‐ μενῶν καὶ οὐ κατὰ τῶν ὁμοδιαίτων ἐνδοξότερον τίθησι τὸν ἐπι‐ δεικνύμενον.

17

Ὅτι οἱ Γότθοι παντελῶς ὑπὸ Ῥωμαίων ἡττήθησαν. καὶ ἔγωγε τὰ τοιάδε ἄγαμαι οὐδαμῶς· χρόνῳ γὰρ συμμεταμορφοῦσθαι
πέφυκε τὰ ἀνθρώπεια, εὕροις τε σχεδὸν ἅπασαν ἱστορίαν τῶν τοιῶνδε χαλεπῶν ἀνάπλεων, γένη τε μέγιστα καὶ πόλεις νῦν μὲν20
5ἐς ἄγαν εὐημερήσαντα, νῦν δὲ ἐς τὸ μὴ εἶναι κατολισθήσαντα παν‐ τελῶς. ταῦτα μὲν οὖν καὶ τὰ τοιάδε ἡ περιφορὰ νεοχμοῦσα τοῦ χρόνου καὶ πρὸ τοῦ ἐπεδείξατο, καὶ μὲν οὖν ἐπιδείξεται αὖθις, καὶ ἐπιδεικνυμένη οὐ παύσεται, ἔστ’ ἂν ἄνθρωποί τε ὦσι καὶ μάχαι.

18

Ὅτι μέχρι τοσούτου δέον πονεῖν ἄχρι τῆς ἐκ τῶν πόνων ὠφελίας ἐν ἀπολαύσει καθεστάναι δύναιτό τις· ὁ γὰρ μὴ οὕτω βιοτεύων, εἰ καὶ πλέον ἔχει τῶν ἄλλων, ἧττον ἔχει τῶν ἀγαθῶν.

19

Ὅτι ὁ ξὺν τῇ δυνάμει τῶν πέλας νικήσας οὐδὲν ἧττον ὥσπερ νενικηκόσι τοῖς ἡσσημένοις παραχωρήσει μεγαλαυχεῖν τῷ πρὸς διττὴν αὐτοὺς ἀγωνίζεσθαι δύναμιν.

20

Ὅτι κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα. πολ‐ λάκις γὰρ καὶ τό γ’ ἀληθὲς ἐν ὑπονοίᾳ γενόμενον ἀσφαλές.

21

Ὅτι καὶ αὖθις ὁ τῶν Ἀβάρων ἡγούμενος ταῖς πρώην ἐχρήσατο ἀπειλαῖς. καὶ ἐπειδὴ κομπάζων καὶ μεγαλορήμων ἐσότι ὑπάρχων οἷός τε οὐκ ἐγένετο ἐκδειματῶσαι τοὺς Ῥωμαίους (οὗτοι γὰρ δὴ πρὸς οἷς οὐκ ὀρρωδία τις αὐτοῖς ἐνέσκηψε ........),
5ἀλλὰ γὰρ καὶ ἀπεφλαύριζον καὶ περιεφρόνουν τὸν βάρβαρον, οὐ μὴν ἀλλὰ καὶ κομπωδεστέραις ἐχρῶντο ταῖς ἀντιλογίαις.

22

Ὅτι μεμίσηται τυραννίς, κἂν ἀντίπαλος εἴη ὁ τυραννού‐ μενος.

23

Ὅτι τῇ κακηγορίᾳ ἔνεστιν ὡς τὰ πολλὰ ἐπιχαιρεκάκῳ οὔσῃ ἀόκνως περινοστεῖν τε καὶ ἀνευρύνεσθαι. τὸ ἑαυτῆς οὖν ἐπιτελοῦσα ἐφοίτα ψιθυρίζουσα κατὰ τούτου. ἐπεὶ δὲ ἐνεφώλευε τοῖς ὠσί, τὸ ἀστάθμητόν τε καὶ ἀλλόκοτον τούτου ἐκτραγωδοῦσα,
5οἱ ταύτῃ οἰκήτορες (φύσει γὰρ τοῖς οὔπω παροῦσιν ........ ὑπήκοον) ἤχθοντο, καὶ περιέφερον ἐν στόματι τὸν ἡγεμόνα ἅτε ἀνοσιουργόν.21

24

Ὅτι ὁ ἱστορικός φησι Μένανδρος περὶ Ἰσαοζίτου τοῦ ἐν Περσίδι σταυρωθέντος· ἐγὼ δὲ πυθόμενος καὶ τὸν ἄνδρα ἐσότι ἀγασθεὶς ἐν νῷ ἐβαλόμην ὡς καὶ ἄξιον τῷ τοῦ θεοῦ θεραπευτῇ τῷ βαρβάρῳ ἐν ἑξαμέτρῳ ἐπίγραμμα λέξαι. καὶ δὴ λέλεκταί μοι
5τὸ ἐπίγραμμα ὧδε·
ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσαοζίτης
εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας.
εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι,
ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων.
10κείνῳ δ’ ἐσβέσθη δύναμις φλογός, ἀλλὰ καὶ ἔμπης νικηθεὶς νίκην ἤνυσα θειοτέρην.

25

Ὅτι ὁ αὐτὸς Ἰσαοζίτης, παραινούντων αὐτὸν ἐσταυρω‐ μένον ὄντα ἐς τὰ πάτρια μεταθεῖναι νόμιμα καὶ σώζεσθαι, ἔφη μεταμελεῖσθαι οὐχ ὅτι ἐς τοῦτο ἔγνω σωτηρίας ἐλθεῖν, ἀλλ’ ὅτι ἔγνω ὀψέ. ταῦτα ἔλεγε γλιχόμενος κατὰ τὸ ἀπαραίτητόν τε καὶ
5καρτερὸν τῶν οὐρανίων ἐκ τῶν παλαιῶν στεφάνων τὰ ἀκήρατα ἀναδεῖσθαι νικητήρια, καὶ ἠξίου τὸ βραχὺ καὶ ἀνόνητον τοῦ βίου ἑκοντὶ ἀποτίθεσθαι ἐπὶ ῥητῷ μισθῷ τινι τοῦ διαβιῶναι ἐς ἀεί.

26

Ὅτι ἡ ἐς τὰ μέγιστα τῶν ἐγχειρημάτων ὁρμὴ πλέον πέ‐ φυκε τὸ ἀναχαιτίζον τοῦ παρορμῶντος ἔχειν, ἄλλως τε καὶ ἢν πλη‐
θὺς ὦσιν οἱ ἐς προῦπτον κίνδυνον ἐθέλοντες ἀφιέναι.22

27

Ὅτι περὶ Προκοπίου τοῦ ἱστορικοῦ καὶ δικηγόρου φησὶν ὁ Μένανδρος· οὐ γὰρ ἔμοιγε δυνατὸν οὐδέ γε ἄλλως πέφυκε θυ‐ μῆρες τοσαύτῃ λόγων ἀκτῖνι τὴν ἑαυτοῦ θρυαλλίδα ἀντανασχεῖν. ἀρκέσει δέ μοι ἐν μικροῖς ἐγκαλινδεῖσθαι τοῖς ἐμαυτοῦ καὶ τῷ
5Ἀσκραίῳ ἕπεσθαι ποιητῇ ἠλίθιόν τινα καὶ παράφρονα εἶναι φάσ‐ κοντι τὸν ἐς τοὺς κρείσσονας ἁμιλλώμενον.

28

Ὅτι μετὰ τὴν τῶν Ῥωμαίων ἧτταν λέγεται ὡς τηνικαῦτα ἀγγελίαις ἐχρήσατο ὁ τῶν Ἀβάρων στρατιάρχης ὡς Τιβέριον· καὶ ὁ σταλεὶς ἀγγελιαφόρος ἔλεξεν „τί δὴ τὴν ὀλιγοχειρίαν νοσοῦντες πρὸς Ἀβάρους φημὶ καὶ Σκύθας πόλεμον ἐξενεγκεῖν ἐτολμήσατε.
5ἢ οὐχ ὑμῖν γράμματά τε καὶ διφθέραι εἰσὶν, ὅθεν ἀναλεγόμενοι γνώσεσθε ὡς ἀκαταγώνιστά τε καὶ ἀμαχώτατα τὰ φῦλα τὰ Σκυ‐ θικά;“ Τιβέριον δὲ φάναι ἀμοιβαίῳ ...

29

......... εἶναι ἐπιτήδειον.

30

Ὅτι ὀρθότατα διάνοια προσφερομένη πρὸς τὸν πέλας καὶ μὴ ἐκτραπεῖσα τοῦ πρέποντος οὐκ ἀγνωμονηθήσεται τῷ ἀδήλῳ τῆς ψυχῆς ἀνταλλάγματι.

31

Ὅτι ἐλπίδι τοῦ νικᾶν τοῦ πλείονος ὀρεγόμενος, τῆς ἀδή‐ λου ῥοπῆς ἀναλογισάμενος τὸ σφαλερὸν, ἕξει τὴν αὐτοῦ δόκησιν ἀβουλίας ὑπόθεσιν.

32

Ὅτι οἱ ἄνθρωποι οὐ καθ’ αὑτοὺς ἀδικοῦνται μόνον, ἀλλὰ συναδικοῦνται καὶ φίλων, ὡς εἰκός, ὑφ’ ἑτέρων πασχόντων κακῶς.

33

Ὅτι οὐχ ὅστις ἀντεπιβουλεύει τοῦ δικαίου κατόπιν ὀφθή‐ σεται, ἀλλ’ ὃς ἐπιβουλεύει τῶν χαλεπῶν ὑπόθεσις γίνεται.

34

Ὅτι ἀφιλοπρωτεία μόνη καὶ φθόνου κατάλυσις τὰ και‐
ριώτατα συνιστᾷ.23

35

Ὅτι τὸ εὔδαιμον οὐκ ἐξ αὐτομάτου τινὸς ἐπιρρεῖ, ἀλλ’ ὅτι τῆς ἀληθοῦς εὐτυχίας οἱ πόνοι γονεῖς· ὅθεν καὶ ἡδυτέρα τις ἡ ἐκ τῶν πόνων ἀπόλαυσις.

36

Ὅτι, ὡς ἔοικε, πρὶν ἢ Μαυρίκιον ἡγεμονεῦσαι τοῦ στρα‐ τοῦ, τὰ κατὰ τῶν δασμοφορούντων ἀδικήματα ἔσφηλε Ῥωμαίους. ταύτῃ τοι καὶ κατά τινα θεήλατον ὀργὴν τὰ δοκηθέντα οὐκ ἐτε‐ λέσθη, ἀλλὰ γὰρ καὶ ἐπέσκηψεν ἐς τοὐναντίον. φιλεῖ γάρ πως
5τὸ θεῖον τοῖς ἄδικα πεπραχόσιν οὔτι οἰομένοις τὰς ποινὰς ἐπιφέ‐ ρειν, ὡς ἂν τῷ παραλόγῳ τῶν ἀποβάντων σωφρονίζοιντο πλέον.

37

Συνεστηκότος γὰρ ἔτι τοῦ τῶν πολεμίων στρατοῦ καὶ τὸ πλῆθος τῆς Ῥωμαίων στρατιᾶς δεδιότος, καιροφυλακοῦντος δὲ εἴ πῃ διασπασθεῖεν καὶ δώσοιεν αὐτοὶ τῆς καθ’ ἑαυτῶν ἐφόδου και‐ ρὸν ἀσύμφορον, ἔδοξε δέ τισι τοὺς ἅμα πάντας ἀπροσμάχους
5νομιζομένους, τούτους κατὰ τὴν πολεμίαν διαιρεθέντας εὐεπιχει‐ ρήτους ποιῆσαι.

38

Ὅτι εἰπὼν περὶ τῶν ὀκτακοσίων λευκῶν ἵππων ὑπὸ Ἀζα‐ ρέφθου ἁλόντων καὶ ἐς θρίαμβον ἀχθέντων φησὶν ὁ ἱστορικὸς Μένανδρος· ταῦτά μοι ἡ ἀβουλία καὶ ἡ καταφρόνησις ἡλίκα ἐργά‐ ζονται κακὰ παραστῆσαι βουλομένῳ λέλεκται, καὶ ὡς ὁ θεός, ἡνίκα
5ἂν οὐ ξυνεπιλαμβάνηται, καὶ τὰ δοκοῦντα εὖ βεβουλεῦσθαι περι‐ άγεται ἐς τοὐναντίον, καὶ ὡς ἄγαν χαλεπὸν καὶ πολιτείαν δια‐ φθεῖραι δυνάμενον τὸ τῶν ὑπηκόων ἀνήκοον. Μαυρίκιος μὲν γὰρ ὁ τῶν Ῥωμαίων στρατηγὸς εὖ βεβουλεῦσθαι ἐδόκει, καὶ καθ’ ὅσον οἷόν τε ἦν ἀνθρώπῳ προέγνω τὰς ἀδήλους τῶν πράξεων ἀπο‐
10βάσεις, τῇ δὲ τῶν ἄλλων στρατηγῶν ἀκοσμίᾳ τῷ μὴ φυλάξαι τὰ πρὸς αὐτοῦ εἰρημένα τε καὶ παρεγγυηθέντα ἐς ἔσχατον κινδύνου τὰ Ῥωμαίων ἤλασε πράγματα. καὶ οὐχ ἡ σταλεῖσα μὲν πρὸς τοῦ ἡγεμόνος κατά τε τὸ Δούβιον καὶ Ἰβηρίαν ταῦτα ἐδυστύχησε στρα‐ τιὰ μόνον, αὐτὸς δὲ ὁ Μαυρίκιος ἀπαθὴς κακῶν ἔμεινεν, ἀλλὰ
15κἀκεῖνος ἐς τελευταίας διωλίσθησεν ἐλπίδας, ὅμως διεσώθη μόλις.24

39

Ὅτι ἡ τῶν προσδοκηθέντων ἀναβολὴ τὸν προσδοκήσαντα ῥαθυμότερον διατίθησιν.

40

Ὅτι φήμη ἀεὶ χειροῦται τὰ πράγματα, καὶ τὰ δοκοῦντά πως ἄδηλα καθεστάναι προτίθησι ταῖς ἀκοαῖς, ὥσπερ ἐπ’ ἀγορᾶς ἐν φανερῷ τῷ βουλομένῳ πρίασθαι ὤνια.

41

Ὅτι ἠλλάξατο τοῦ πονεῖν βίον τινὰ ἀνειμένον προῃρη‐ μένος τοῦ ἐνδοξοτέρου τὸ ἄδοξον.

42

Ὅτι οὐκ ἐν ῥώμῃ σώματος, ἀλλ’ ἐν ἀνδρίᾳ ψυχῆς ἡ τοῦ πολέμου ῥοπὴ κινδυνεύεται.

43

Ὅτι οὐδὲν οὕτω ῥαστώνης τε καὶ τρυφῆς καὶ ἀναπαύλας ὡς κίνδυνοι καὶ πόνοι καθεστήκασιν αἴτιοι. πόνος μὲν γὰρ τῶν προκτηθέντων ἀπόλαυσις ὥσπερ ταμιεῖόν τι τῆς εὐκλείας καθ‐ έστηκε, τρυφὴ δὲ ἄνευ τοῦ προπαιδεύεσθαι πόνοις τοῦ κάκιστα
5ζῆν ἡγεμών· ἔστι δὲ καὶ αὐτοῦ τοῦ ζῆν μετὰ τῆς ἀδοξίας ἀπαλλαγή.

44

Ὅτι ὁ Ταγχοσδρὼ ἐβλήθη ὑπό τινος ὀλεθρίαν τινὰ πλη‐ γήν. καὶ ἔμοιγε οὐκ ἀπὸ τρόπου φαίνεται τὸ τοιόνδε γενέσθαι· ἐργάτις γὰρ τῶν τοιούτων ἡ τύχη. πολλοὶ γὰρ πολλάκις τῶν λίαν εὐδοκίμων ὑπὸ ἀδοκίμων ἐσφάλησαν, καὶ φύσει τινὶ τὰ παράδοξα
5τῷ ἀνθρωπείῳ συμπεριφέρεται γένει.

45

Ὅτι ὁ Μαυρίκιος ἡττηθεὶς ὑπὸ Περσῶν μεγίστῃ κατεί‐ χετο ἀνίᾳ οἷς γὰρ παρ’ ἐλπίδα τι ἀποβαίνει, ἐν μὲν τῷ καιρῷ τῆς πράξεως ἀνθέλκονται τῇ τοῦ περιέσεσθαι ἀνάγκῃ, παραπτά‐
σης δὲ τῆς ἀκμῆς τοῦ ἔργου ἐν ἡσυχίᾳ γενόμενοι τὸ λοιπὸν ἀθυ‐25
5μότατα διατελοῦσιν· ἀναλογιζόμενοί τε τὰ ξυμπεσόντα ὑπολοφύ‐ ρονται τὰς ξυμφορὰς καὶ τῇ ζώῃ ἀπεχθάνονται. καὶ Μαυρίκιος οὖν, ἐπειδὴ αὐτῷ ἐς τοὐναντίον ἤπερ ἤλπισεν ἐτελεύτησεν ὁ πόλε‐ μος καὶ τὰ προσδοκηθέντα ἀπέβη τηνάλλως, τότε ἐκδοὺς τὸ ὅλον ταῖς ψυχικαῖς ἀλγηδόσι καὶ ταῖς δυσθυμίαις ἑαυτὸν τῇ συνεχεῖ
10τῶν χαλεπῶν ὑπαντῇ ἄπορος ὑπῆρχε.

46

Ὅτι ..............α ὡς αὐτὸν Καλλίστρατος καὶ Ζαχαρίας καὶ ἐπαγώγοις χρησάμενοι ῥήμασιν ἐπειρῶντο ἀπάγειν τὸν ἄνδρα τῆς λύπης εω...σαν τ̣ε̣ κα̣ι̣ α̣υ̣ τ̣ο̣κρατορα...ασθαι αὐτόν.

47

Ὅτι ὁ Θεόγνις εὑρηκὼς Ῥωμαίους ἀτρέμα διάγοντας τῷ
τοὺς ἀρτιμαθεῖς τὰ πλεῖστα ......26