TLG 4076 004 :: MENANDER Protector :: De legationibus gentium ad Romanos (fragmenta ap. Constantinum Porphyrogenitum, De legationibus) MENANDER Protector Hist., Jurista De legationibus gentium ad Romanos (fragmenta ap. Constantinum Porphyrogenitum, De legationibus) Citation: Section — (line) | ||
t | Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Μενάνδρου. | |
1 | Περὶ Ἀβάρων, ὡς πολλὰ περινοστήσαντες ἧκον ἐς Ἀλανοὺς καὶ ἱκέται ἐγένοντο Σαρωσίου τοῦ Ἀλανῶν ἡγουμένου, ὡς ἂν δι’ αὐτοῦ γνώριμοι ἔσοιντο Ῥωμαίοις. ὁ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ κατ’ ἐκεῖνο καιροῦ τῶν ἐν Λαζικῇ καταλόγων ἐξηγουμένῳ τῶν | |
5 | Ἀβάρων πέρι ἐδήλωσεν, ὁ δὲ Ἰουστῖνος Ἰουστινιανῷ βασιλεῖ· καὶ δὴ ἐνεκελεύσατο ὁ βασιλεὺς τῷ στρατηγῷ στέλλειν ἐς Βυζάντιον τὴν πρεσβείαν τοῦ ἔθνους. καὶ οὖν Κανδὶχ ὄνομά τις ᾑρέθη πρε‐ σβευσόμενος ὑπὲρ Ἀβάρων πρῶτος, 〈ὃσ〉 ἐς τὰ βασίλεια ἐσφοιτήσας ἔλεξε τῷ αὐτοκράτορι ὡς πάρεστι τὸ μέγιστόν τε καὶ ἀλκιμώτατον | |
---|---|---|
10 | τῶν ἐθνῶν, καὶ ὡς τὸ φῦλον οἱ Ἄβαροι ἀκαταμάχητοί τέ εἰσι καὶ τὸ ἀντιστατοῦν οἷοί τε ῥᾳδίως ἀπώσασθαί τε καὶ διαφθείρειν, καὶ ὡς προσῆκόν ἐστι τῷ βασιλεῖ ἐς ὁμαιχμίαν σφᾶς ἑταιρίσασθαι ἀλεξητῆράς τε ἔχειν ἀγαθούς, καὶ ὡς οὐκ ἄλλως εὐνούστατοι ἔσον‐ ται τῇ Ῥωμαϊκῇ πολιτείᾳ ἢ δώροις ἐς τὰ μάλιστα τιμιωτάτοις | |
15 | καὶ χρήμασιν ἐτησίοις καὶ γῆς εὐφορωτάτης οἰκήσει. ταῦτα τῷ αὐτοκράτορι ἐπειδὴ ἤγγειλεν ὁ Κανδίχ, αὐτίκα, οὐ γὰρ ἐσφρίγα οἱ τὸ σῶμα οὐδὲ ἤκμαζεν ἡ ἀλκή, ὥσπερ ἀμέλει ἡνίκα Γελίμερά τε τὸν Βάνδηλον καὶ Οὐίττιγιν τὸν Γότθον ἄμφω ἔτι νεάζων ἔθετο δοριαλώτω, ἀλλ’ ἤδη γηραλέος τε ἦν καὶ τὸ ἀνδρεῖον ἐκεῖνο φρό‐ | |
20 | νημα καὶ φιλοπόλεμον μετεβέβλητο ἐς τὸ ῥᾳθυμότερον, ταῦτα ἔγνω ἑτέρῳ τρόπῳ καὶ οὐχὶ πολέμῳ τὴν βαρβαρικὴν ἀποκρούσασθαι δύναμιν. καὶ κατηγωνίσατο ἂν καὶ ἄρδην ἠφάνισεν, εἰ καὶ μὴ πολέμῳ, ἀλλ’ οὖν εὐβουλίᾳ, εἴ γε μὴ τῷ ὀφειλομένῳ τέλει πρό‐ τερον ἠφανίσθη αὐτός· οὐ γὰρ πολλῷ ὕστερον ᾤχετο ἐκεῖσε. ἐπεὶ | |
25 | οὖν ἥκιστα ἦν οἱός τε περιεῖναι, τὴν ἑτέραν ἐτράπετο. | |
2 | Ὅτι δημηγορήσας ὁ βασιλεύς, τοῦ τε ἱεροῦ ξυλλόγου τὸ ἀγχίνουν τε καὶ βουλευτικὸν τοῦ βασιλέως ἐπαινέσαντος, παρα‐ χρῆμα τά τε δῶρα ἔστελλεν, σειράς τε χρυσῷ διαπεποικιλμένας | |
καὶ κλίνας ἐσθῆτάς τε σηρικὰς καὶ ἕτερα πλεῖστα ἐκμαλθακῶσαι | 442 | |
5 | οἷά τε ὄντα ἀλαζονείας ἀνάπλεα φρονήματα, πρὸς τοῖς καὶ πρε‐ σβευσόμενον Βαλεντῖνον (εἶς δὲ οὗτος τῶν βασιλικῶν μαχαιρο‐ φόρων), προύτρεπέ τε τὸ φῦλον ὁμαιχμίαν ἐσάγειν Ῥωμαίοις καὶ κατὰ τῶν ἀντιπάλων ὁπλίζεσθαι, ἐμφρονέστατα, οἶμαι, προμηθευ‐ σάμενος ὁ βασιλεύς, ὡς ἢ νικῶντες οἱ Ἄβαροι ἢ καὶ ἡσσώμενοι | |
10 | ἐξ ἀμφοῖν πορίσωσι Ῥωμαίοις τὸ συνοῖσον. τοῦ δὲ Βαλεντίνου ἐκεῖσε ἀφικομένου καὶ τὰ δῶρα παρασχομένου καὶ ὅσα ἐσήμηνεν ὁ βασιλεὺς ἐξειπόντος, πρῶτον μὲν ἐξεπολεμώθησαν Οὐνιγούροις, εἶτα Ζάλοις, Οὐννικῷ φύλῳ· καὶ Σαβήρους δὲ καθεῖλον. | |
3 | Ὅτι ἐπεὶ οἱ ἄρχοντες Ἀντῶν ἀθλίως διετέθησαν καὶ παρὰ τὴν σφῶν αὐτῶν ἐλπίδα ἐπεπτώκεσαν, αὐτίκα οἱ Ἄβαροι ἔκειρόν τε τὴν γῆν καὶ ἐληίζοντο τὴν χώραν. πιεζόμενοι δ’ οὖν ταῖς τῶν πολεμίων ἐπιδρομαῖς οἱ Ἄνται ἐπρεσβεύσαντο ὡς αὐτούς, Με‐ | |
5 | ζάμηρον τὸν Ἰδαριζίου Κελαγάστου ἀδελφὸν ἐπὶ τὴν πρεσβείαν χειροτονήσαντες, ἐδέοντό τε πρίασθαι τῶν τινας τοῦ οἰκείου φύλου δοριαλώτων. καὶ τοίνυν Μεζάμηρος ὁ πρεσβευτής, στωμύλος τε ὢν καὶ ὑψαγόρας, ὡς Ἀβάρους ἀφικόμενος ἀπέρριψε ῥήματα ὑπερ‐ ήφανά τε καὶ θρασύτερά πως. ταῦτά τοι ὁ Κοτράγηρος ἐκεῖνος, | |
10 | ὁ τοῖς Ἀβάροις ἐπιτήδειος, ὁ κατὰ Ἀντῶν τὰ ἔχθιστα βουλευ‐ σάμενος, ἐπεὶ ὁ Μεζάμηρος ὑψηλότερον ἢ κατὰ πρεσβευτὴν διε‐ λέγετο, εἶπεν ὡς τὸν Χαγάνον· οὗτος ὁ ἀνὴρ μεγίστην ἐσότι περι‐ βέβληται δύναμιν ἐν Ἄνταις οἷός τε πέφυκε κατὰ τῶν ὁπωσοῦν αὐτῷ πολεμίων ἀντιτάττεσθαι. δεῖ τοιγαροῦν ἀποκτανθῆναι τοῦ‐ | |
15 | τον καὶ τὸ λοιπὸν ἀδεῶς ἐπιδραμεῖσθαι τὴν ἀλλοτρίαν. τούτῳ πεισθέντες οἱ Ἄβαροι, παρωσάμενοι τὴν τῶν πρέσβεων αἰδῶ ἐν οὐδενί τε λόγῳ θέμενοι τὴν δίκην ἀναιροῦσι τὸν Μεζάμηρον. ἐξ ἐκείνου πλέον ἢ πρότερον ἔτεμνον τὴν γῆν τῶν Ἀντῶν καὶ οὐκ ἀνίεσαν ἀνδραποδιζόμενοι ἄγοντές τε καὶ φέροντες. | |
4 | Ὅτι ἐδέξατο Ἰουστινιανὸς παρὰ Ἀβάρων πρέσβεις, ἐφ’ ᾧ σφᾶς περιαθρῆσαι γῆν, ὅποι τὸ φῦλον θήσονται τὰς οἰκήσεις. καὶ ὁ μὲν βασιλεύς, Ἰουστίνου τοῦ στρατηγοῦ σημήναντός οἱ, ἐν βουλῇ ἐποιήσατο ἐς τὴν Ἐλούρων χώραν κατοικίσαι τὸ ἔθνος, ἔνθα | |
5 | πρὸ τοῦ ᾤκουν οἱ Ἔλουροι· δευτέρα δὲ προσαγορεύεται Παιονία· καὶ εἴ γε θυμῆρες αὐτοῖς ἐγένετο, καὶ κατένευσεν ἂν ὁ βασιλεύς. ἀλλ’ ἐκεῖνοι Σκυθίας οὔτι ᾤοντο δεῖν ἔσεσθαι ἐκτός· αὐτῆς γὰρ δήπουθεν ἐσότι ἐφίεντο. τοῦτο μὲν οὖν οὐ προύβη, ἔστειλε δὲ ὅμως Ἰουστῖνος ὁ στρατηγὸς τοὺς πρέσβεις ἐς τὸ Βυζάντιον ἐδή‐ | 443 |
10 | λωσέ τε τῷ βασιλεῖ, ὡς ἂν αὐτοῦ ἐν κατοχῇ ἔσοιντο ἐπὶ πολύ. ἐφιλοποιήσατο γὰρ τῶν πρέσβεων ἕνα (ὄνομά οἱ Κουνίμων) ἐν ἀπορρήτῳ τέ οἱ ἔλεξεν ὁ Κουνίμων ὡς ἕτερα διαλεγόμενοι ἕτερα γνωματεύουσι, καὶ ὡς λόγοις μὲν ἐς τὰ μάλιστα μετρίοις χρῶνται, καὶ ὡς τὴν ἐπιείκειαν παραπέτασμα προβάλλονται τοῦ δόλου τῷ | |
15 | ἐμπεδῶσαι δῆθεν τὸ εὔνουν ὡς τοὺς Ῥωμαίους, ὡς ἂν ταύτῃ δια‐ περαιωθεῖεν τὸν Ἴστρον, τὸ δέ γε βουλόμενον αὐτοῖς τῆς γνώμης ἔχει ἑτέρως, καὶ ὡς, εἴ γε διέλθοιεν τὸν ποταμόν, βούλονται παν‐ στρατὶ ἐπιθέσθαι. τούτων οὖν Ἰουστῖνος ἐγνωσμένων αὐτῷ τῷ βασιλεῖ ἐσήμηνεν, ὡς ἂν οἱ πρέσβεις τῶν Ἀβάρων ἐγκαθειργμένοι | |
20 | ὦσιν ἐν Βυζαντίῳ· ταύτῃ γὰρ οὐκ ἀνέξοιντο διελθεῖν τὸ ῥεῖθρον, πρὶν ἢ ἀφεθῶσιν οἱ πρέσβεις. ἐν ᾧ δὲ ταῦτα ἔπρασσεν ὁ Ἰου‐ στῖνος, οὐχ ἧττον παρεσκευάζετο ἅμα φυλάξων τὰς διαβάσεις τοῦ ποταμοῦ· Βῶνον γὰρ τὸν πρωτοστάτην τοῦ θητικοῦ καὶ οἰκετικοῦ τῇ τοῦ ποταμοῦ ἀπένειμε φυλακῇ. οἱ δὲ πρέσβεις τῶν Ἀβάρων, | |
25 | ἐπεὶ οὐδέν τι ὤνησαν ὧνπερ αἰτοῦντες πρὸς βασιλέα ἀφίκοντο, δῶρα ὥσπερ σύνηθες ἦν αὐτοῖς παρ’ αὐτοῦ εἰληφότες, καὶ μὲν οὖν ὠνησάμενοι τὰ ὅσα χρεών, τοῦτο μὲν ἐσθῆτος, τοῦτο δὲ καὶ ὅπλων, ἀφέθησαν μέν, ὅμως δ’ οὖν Ἰουστίνῳ λάθρᾳ ἐνεκελεύσατο ὁ βασιλεὺς τρόπῳ τῷ τὰ ὅπλα ἀφελέσθαι παρὰ σφῶν. καὶ οὖν | |
30 | ὁ στρατηγός, ἐπεὶ ἐδέξατό γε αὖθις ἐπανιόντας τοὺς πρέσβεις, κατὰ ταῦτα ἐποίει. ἐντεῦθεν ἤρξατο ἡ δυσμένεια Ῥωμαίων τε καὶ Ἀβάρων ἤδη ἐκ πολλοῦ ὑποτυφομένη, καὶ μάλιστα τῷ μὴ ὡς θᾶτ‐ τον ἀφεθῆναι τοὺς πρέσβεις. συνεχέστατα γὰρ ἐσήμηνεν ὁ Βαιανὸς ὡς ἂν ἐπανέλθοιεν· τὸ μελετώμενον δὲ σάφα ἐπιστάμενος ὁ βα‐ | |
35 | σιλεὺς ἄλλοτε ἄλλως διετίθει τὸ παρόν, ὅπως ἐς τὴν βασιλίδα πόλιν ἐγκαθειργμένοι εἶεν. | |
5 | Ὅτι ἐπὶ Ἰουστίνου τοῦ νέου οἱ τῶν Ἀβάρων πρέσβεις παρε‐ γένοντο ἐν Βυζαντίῳ τὰ συνήθη δῶρα ληψόμενοι, ἅπερ τῷ κατ’ | |
αὐτοὺς ἔθνει Ἰουστινιανὸς ὁ πρὸ τοῦ βασιλεὺς ἐδίδου· ἦσαν δὲ καλῴδιά τε χρυσῷ διαπεποικιλμένα, ἐς τὸ εἴργειν τι τῶν ἀπο‐ | 444 | |
5 | διδρασκόντων ἐπινενοημένα, καὶ κλῖναι ὁμοίως καὶ ἄλλα τινὰ ἐς τὸ ἁβρότερον ἀνειμένα. τότε δὴ οὖν οἱ πρέσβεις τῶν Ἀβάρων ἐς πεῖραν ἰέναι τοῦ βασιλέως ἐβούλοντο, εἴ γε οὐκ ἄλλως † δῶρα λαμβάνειν αὐτοῖς καὶ τῇ Ῥωμαίων ῥᾳθυμίᾳ ἐπεντρυφᾶν καὶ τὸ ἀμελὲς αὐτῶν οἰκεῖον τίθεσθαι κέρδος· καὶ δὴ παρὰ βασιλέα φοιτᾶν | |
10 | ἠξίουν. καὶ οὖν τοῦτο ἐφειμένον αὐτοῖς, ἔτι γε μὴν καὶ διὰ τῶν ἑρμηνέων ὅ τι βούλονται λέγειν, τοιοῖσδε ἐχρήσαντο λόγοις· Χρεών, ὦ βασιλεῦ, κληρονομοῦντά σε τῆς πατρῴας ἀρχῆς καὶ τοὺς πα‐ τρῴους φίλους οὐκ ἄλλως ἤπερ ὁ πατὴρ ὁ σὸς εὖ ποιεῖν, καὶ ταύτῃ φαίνεσθαι μᾶλλον διάδοχον εἶναι τοῦ τετελευτηκότος τῷ μηδὲν | |
15 | ἐναλλάττειν ὧν ἐκεῖνος ἔπραττε περιών. οὕτω γὰρ καὶ ἡμεῖς τῆς αὐτῆς ἀνθεξόμεθα γνώμης, καὶ οὐχ ἧττον τὸ τῆς εὐεργεσίας ὄνομα μεταθήσομεν εἰς σέ, καὶ μετ’ ἐκεῖνον εὐεργέτην ἀποκαλέσοιμεν· πρός γε καὶ αἰσχυνθησόμεθα τῷ πεπονθέναι καλῶς μὴ τοῖς ὁμοίοις ἀμείβεσθαι τὸν δεδρακότα. καὶ γὰρ πατέρα τὸν σὸν δώροις ἡμᾶς | |
20 | φιλοφρονούμενον ἀντεδωρούμεθα τῷ καὶ δυνάμενοι μὴ κατατρέχειν τὴν Ῥωμαϊκήν, ἀλλὰ πλέον ἐνδείκνυσθαί τι. τοὺς γὰρ ἐκ γειτόνων ὑμῖν βαρβάρους τὴν Θρᾴκην ἀεὶ περικόπτοντας ἠφανίσαμεν ἀθρόον, καὶ οὐδεὶς ὁστισοῦν αὐτῶν περιλέλειπται τὰ Θρᾳκῶν ὁρίσματα καταδραμούμενος· δεδίασι γὰρ τῶν Ἀβάρων τὴν δύναμιν φιλίως | |
25 | ἔχουσαν πρὸς τὴν Ῥωμαίων ἀρχήν. πεπείσμεθα δὴ οὖν ὡς ἐν τούτῳ μόνῳ καινοτομήσεις ἡμᾶς τῷ πλέον παρέχειν ἡμῖν ἢ ὁ σὸς ἐδίδου πατήρ· ἀνθ’ ὧν καὶ ἡμεῖς ἤπερ ἐκείνῳ γενησόμεθά σοι κατὰ τὸ πλέον ὑπεύθυνοι καὶ μείζονας ἐποφλήσομέν σοι τὰς χάρι‐ τας. πάρεσμεν οὖν ληψόμενοι τὰ κατὰ τὸ εἰωθός. γνῶθι γὰρ | |
30 | ὡς ἄλλως οὐκ ἔστι δυνατὸν τὸν καθ’ ἡμᾶς ἡγεμόνα σοί τε καὶ τῇ Ῥωμαίων εὐνούστατον ἔσεσθαι πολιτείᾳ, εἴ γε μὴ ἐγχειρισθείη πρότερον αὐτῷ τὰ ἐφ’ οἷς οὐ κινεῖν ὅπλα κατὰ Ῥωμαίων ἔγνω. Οἱ μὲν τῶν Ἀβάρων πρέσβεις τοιαῦτα διεξῆλθον ἐπαμφοτερίζοντες τῇ γνώμῃ· τοῦτο μὲν γὰρ ἐδόκουν ἱκετεύειν, τοῦτο δὲ ἀπειλεῖν. | |
35 | ᾤοντο γὰρ ὡς ταύτῃ δεδίξονταί τε καὶ ἐκφοβήσουσι τὸν βασιλέα, καὶ ὡς ἐκ τούτου ἀναγκασθήσονται Ῥωμαῖοι ὥσπερ ὑπόφοροι εἶναι Ἀβάρων. ὁ δὲ βασιλεὺς οὐδὲν ἕτερον ἢ ψόφον ἡγησάμενος τῶν Ἀβάρων τὰ ῥήματα ἀντέλεξεν οὕτως· προβαλλομένων ὑμῶν σὺν | |
ἱκετείᾳ τὴν μεγαληγορίαν οἰομένων τε τῇ συγκράσει ταύτῃ τῶν | 445 | |
40 | λόγων τὸ σπουδαζόμενον ὑμῖν ἀνύσειν, ἀμφοτέρας, ὡς εἰπεῖν, ἐκ‐ πεπτώκατε τῆς ἐλπίδος· οὐδὲ γὰρ ὑποθωπεύοντες ἡμᾶς ἀπατήσετε, οὐδὲ μὴν ἀπειλοῦντες ἐκφοβήσετε. πλείονα δὲ ὑμῖν ἐγὼ παρέξω τοῦ ἡμετέρου πατρὸς τὸ πέρα τοῦ δέοντος ἐπηρμένους ὑμᾶς τῷ πρέποντι σωφρονίζειν· ὁ γὰρ μεταρρυθμίζων τοὺς ἀτάκτους τῶν | |
45 | λογισμῶν καὶ ὥσπερ παιδεύων τε καὶ ἀνακόπτων τῆς ἐπ’ ὀλέθρῳ τῶν αὐθαδιζομένων ὁρμῆς ὀφθήσεται κατὰ τὸ μᾶλλον εὐεργέτης ἤπερ ὁ χορηγὸς τῆς τρυφῆς, ὃς φιλεῖν μὲν δοκεῖ, προφάσεως δὲ μικρᾶς ἐπιλαβόμενος τὸν δῆθεν εὐεργετούμενον ἠφάνισεν εὐθέως. ἄπιτε τοιγαροῦν πλείστου πριάμενοι παρ’ ἡμῶν κἂν γοῦν ἐν ζῶσι | |
5(50) | τελεῖν καὶ ἀντὶ τῶν Ῥωμαϊκῶν χρημάτων τὸν καθ’ ἡμᾶς φόβον εἰς σωτηρίαν εἰληφότες. οὔτε γὰρ δεηθείην ποτὲ τῆς καθ’ ὑμᾶς συμ‐ μαχίας, οὔτε τι λήψεσθε παρ’ ἡμῶν ἢ καθ’ ὅσον ἡμῖν δοκεῖ, ὥσ‐ περ δουλείας ἔρανον, καὶ οὐχ, ὡς οἴεσθε, φορολογίαν τινά. τοιοῦ‐ τον ἐπισείσαντος φόβον τοῦ βασιλέως τοῖς πρέσβεσι τῶν Ἀβάρων, | |
55 | κατεγνωκότες ἐκ τῶν εἰρημένων οἱ βάρβαροι ὡς οὐκ ἀνέξεται σφῶν τῆς πλεονεξίας, καὶ ὡς οὐδὲν αὐτοῖς ἐκδοθήσεται ὧν ἐκομίζοντο πρὸ τοῦ, καὶ ὡς τὸ λοιπὸν ἀδεῶς οὐκ ἐπιδραμοῦνται τὴν Ῥωμαϊκήν, ἐν δυσθυμίᾳ τε ἐτύγχανον πολλῇ καὶ ἀναλογιζόμενοι ἦσαν ὅποι τὰ παρόντα ἐκβήσεται καὶ ὅποι τύχης αὐτοῖς χωρήσοι τὰ πράγματα· | |
60 | οὐδὲ γὰρ μένειν ἐν Βυζαντίῳ ἀνόνητα ἤθελον, οὔτε μὴν ἄπρακτοι ἀπιέναι ἐβούλοντο. ὅμως δ’ οὖν τῶν κακῶν αὐτοῖς αἱρετώτερον ὑπῆρχεν ἀπονοστῆσαι ὡς τοὺς ὁμοφύλους. καὶ τούτοις ἑνωθέντες ἐς τὴν τῶν Φράγγων χώραν ἀφίκοντο τοῦ βασιλέως τὴν ἀπολογίαν θαυμάσαντες. | |
6 | Ὅτι ἠγγέλθη Ἰουστίνῳ ὡς ἐκ τῆς Περσῶν ἐπικρατείας ἐξώρμησεν ὁ Ζὶχ πρεσβευσόμενός τε καὶ διαλεχθησόμενος περὶ Σουάνων, ἐν ταὐτῷ καὶ φιλοφροσύνης ῥήματα ἀποκομίσων βασιλεῖ, ἔτι τε καὶ τὰ ἐφ’ οἷς Ῥωμαῖοι προσεγκαλοῦσιν εὖ διαθησόμενος. | |
5 | ὁ δὲ Ἰουστῖνος ἐν βουλῇ ἐποιεῖτο ἢ μὴ προσδέξασθαι τὴν πρε‐ σβείαν ἢ προσδεχόμενον εἰδέναι τὸν Ζὶχ ὡς τὰ κατὰ νοῦν αὐτῷ ἀνυσθήσεται οὐδαμῶς. καὶ δὴ ξυγκροτηθείση αὐτῷ ἐκκλησίας, δοκεῖ κατάδηλον γενέσθαι ἔτι ὁδοιποροῦντι τῷ Ζὶχ διὰ συλλαβῶν | |
Ἰωάννου, ὡς τὸ παράπαν οὐδὲν τῶν δοκηθέντων προσεδέξατο ὁ | 446 | |
10 | βασιλεύς. τούτου γενομένου, τὸ γράμμα ἐνεχειρίσθη Τιμοθέῳ τῶν ἅμα Ἰωάννῃ γενομένων ἑνὶ κατὰ δὴ τὴν Περσῶν πρὸ τοῦ. καὶ οὖν Τιμοθέῳ ἐνεκελεύσατο βασιλεὺς ῥήματα μὲν δῆθεν τῆς ὡς Ῥωμαίους φιλίας ἀποκομίσαι βασιλεῖ τῶν Περσῶν, ὑπαντιάζοντι δέ, ὥσπερ εἰκός, τῷ πρεσβευτῇ ἐπιδεῖξαι τὴν Ἰωάννου ἐπιστολήν, | |
15 | ὡς ἂν ἔσοιτο ἐξεπιστάμενος ὁ Ζὶχ καὶ σαφέστατα προγινώσκων τὴν βασιλέως βουλήν. Τιμόθεος οὖν, τοῦτο ἐπιτετραμμένον αὐτῷ, παρεγένετο ἐν τοῖς ὁρίοις· γνοὺς δὲ ὡς οὔπω πάρεστιν ὁ Περσῶν πρεσβευτής, ἐπορεύετο ὅ γε αὐτίκα πρὸς Χοσρόην. ξυμβὰν δὲ οὕτω, τοῦ Ζὶχ δι’ ἑτέρας ἀτραποῦ ἐς τὴν Νίσιβιν ἀφικομένου ἐκεῖ | |
20 | τε διατρίψαντος τῷ διατεθῆναι τὸ σῶμα ἀρρώστως, ἐν τοσούτῳ Τιμόθεος πρὸς τοῦ Περσῶν βασιλέως ἀφεθεὶς ἐπικατέλαβε τὸν Ζὶχ ἐπανερχόμενος κατὰ δὴ τὴν Νίσιβιν ἔτι νοσώδη τά τε γρα‐ φέντα οἱ πρὸς Ἰωάννου ἐνεχείρισεν. ὁ δὲ καταμαθὼν ὡς ἐς τοὐ‐ ναντίον αὐτῷ τῶν ἐλπισθέντων ἡ ὁδὸς γίνεται καὶ ὡς οὐκ αἰσίως | |
25 | οἱ προβήσεται τὰ τῆς πρεσβείας, δυσθυμίᾳ περιπεσὼν καὶ τῇ νόσῳ κάτοχος ὢν κατέστρεψε τὸν βίον. καὶ μὲν δὴ καὶ Ἰωάννην αὐτίκα συνέβη τεθνάναι. μετὰ ταῦτα ἀγγέλλεται ἐν Βυζαντίῳ ὡς ἕτερος ἥξοι πρεσβευτὴς ὁ προσαγορευόμενος Μεβώδης. οὗτος ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος καὶ | |
30 | ἐλπίδα ἔχων, ὡς περὶ Σουανίας αὐτῷ κινηθήσονται λόγοι, καὶ ὅτι Πέρσας ἀρέσκουσαι γενήσονται ξυνθῆκαι. ταύτῃ τῇ διανοίᾳ ἐπηρ‐ μένος ἐν Βυζαντίῳ ᾔει αὐθαδέστερον ἢ κατὰ πρεσβευτὴν θέμενος τοῖς κατὰ τὴν ὁδοιπορίαν. παραγενομένου δέ, (βασιλεὺς γὰρ ἤδη ἐπέπυστο Μεβώδου τῆς ἀλαζονείας πέρι, καὶ ὁποῖα ἄττα ἐλπίζων | |
35 | τὴν ἄφιξιν ἐποιήσατο), τὰς μὲν ἐκ βασιλέως Περσῶν ἔδοξε δέχεσθαι προσρήσεις κατὰ τὸν εἰωθότα θεσμόν, περιεφρόνησε δὲ ὅμως τὸν Μεβώδη καὶ ἀπεφλαύριζε μηδὲ τὴν οἱανοῦν συνουσίαν ὡς αὐτὸν ποιούμενος. ὡς δὲ ἐς τοὐναντίον ἤπερ ἐβούλετο τὰ τῆς πρεσβείας οἱ ἐχώρει, καὶ τὸ παράπαν οὐδὲν αὐτῷ ἔλεξε περὶ Σουανίας ὁ | |
40 | βασιλεύς, ἔπειτα ἐξελιπάρει ὁ Μεβώδης τοὺς ἅμα οἱ Σαρακηνοὺς ἐς λόγους ἰέναι τῷ αὐτοκράτορι. εἵποντο γὰρ ἀμφὶ τοὺς τεσσα‐ ράκοντα οἰκείῳ τινὶ πρεσβευτῇ ταττόμενοι. ὁ γὰρ τῶν Σαρακη‐ νῶν φύλαρχος Ἄμβρος ἐκπέμψας ὑπῆρχε καὶ ὅγε ξὺν τῷ Μεβώδῃ | |
πρεσβείαν διαλεχθησομένους περὶ ὧν χρημάτων πρὸς Ἰουστινιανοῦ | 447 | |
45 | ἐκομίζοντο. Μεβώδης οὖν τοῦ σκοποῦ τοῦ περὶ Σουανίας ἁμαρ‐ τών, ὡς ἂν μὴ πάντη ἄπρακτος ἀναχωρήσοι, ἐπιμελέστατά πως ἠντιβόλει τῆς ὡς βασιλέα τυχεῖν εἰσόδου τοὺς Σαρακηνούς. καὶ τοίνυν ὑπολαβὼν ὁ αὐτοκράτωρ· τί γὰρ δῆτα, ἔφη, βούλονται οἱ καθ’ ὑμᾶς Σαρακηνοί: ὡς δὲ ἐγκείμενον ἑώρα, κατένευσε μόνῳ | |
6(50) | εἰσιέναι τῷ ἐκείνων πρεσβευτῇ. ἠπίστατο γὰρ ὡς ἀπαυθαδιαζό‐ μενος οὐκ ἂν ἕλοιτο ἄνευ τῶν οἱ ἑπομένων ὡς βασιλέα φοιτῆ‐ σαι, ἀλλ’ ὥσπερ ἡνίκα παρὰ Ἰουστινιανὸν ξὺν ἅπασι τοῖς ἅμα αὐτοῖς τῶν Σαρακηνῶν οἱ πρέσβεις ἐγίνοντο, καὶ τὸν οὕτω βού‐ λεσθαι τὸ σύνηθες διασώζοντα ποιήσειν. ἐντεῦθέν τε εὐ‐ | |
55 | πρόσωπον ᾤετο ἕξειν αἰτίαν, ὡς αὐτὸς μὲν τὰ ἁρμόδια βασιλεῖ διεπράξατο, ὁ δὲ Σαρακηνὸς ἥκιστα ἔγνω τὰ δέοντα· εἶτα κατὰ δὴ τοῦ βαρβάρου ἀντιστραφήσεται τὸ ἐπίκλημα. καὶ οὐκ ἄλλως ἀπέβη ἢ βασιλεὺς ἐστοχάσατο. ὁ γὰρ δὴ Σαρακηνὸς ἀπρεπὲς εἶναι τὸ παρεῖναί οἱ μόνῳ ὡς βασιλέα ὑποτοπήσας, καὶ τὸ κρατῆσαν | |
60 | δῆθεν καταλύειν οὐχ αἱρετέον αὐτῷ, ἀπηνήνατο τὴν ἐς βασιλέα πάροδον. τότε ὁ βασιλεὺς τὸν μὲν Σαρακηνὸν τελεώτατα περιε‐ φρόνησεν, ὁ δὲ ἐς τὸν Μεβώδη παρήγαγε τὰς αἰτίας. ὁ δὲ τῶν Περσῶν πρεσβευτής· ὦ δέσποτα, ἔλεξεν, οὐ πάρειμι συνεπαμύνων, εἴ γε ὁ Σαρακηνὸς ἐπλημμέλησέ τι, ἄλλως δὲ ἀκουσόμενος, ὅπως, | |
65 | εἰ μὲν ἁρμόδια τῷ δικαίῳ λέγοι, μὴ περιόψομαι, εἰ δέ γε ἐς τοὐ‐ ναντίον ὀφθήσεται ἀδίκως ἐπεγκαλῶν, αὐτὸς ἐγὼ καταδιαιτήσω τοῦ Σαρακηνοῦ. ὁ βασιλεὺς ἐπιτωθάζων· ἥκεις, ὡς ἔοικεν, οὐχὶ πρεσβευσόμενος, ἀλλὰ δικάσων. ὁ Μεβώδης αὐτίκα ὅγε τῷ πλη‐ κτικῷ τοῦ λόγου συγχέας τὸ πρόσωπον ἐφοινίττετο. τοιγαροῦν | |
70 | παραχρῆμα τὸν αὐτοκράτορα προσειπὼν ᾗπερ θέμις οὕτως ἀνε‐ χώρησεν. ὀλίγαις δὲ ὕστερον ἡμέραις αὖθις ἐς τὰ βασίλεια παρελ‐ θὼν παρῃτεῖτο λιπαρῶς περὶ τῆς τῶν Σαρακηνῶν εἰσόδου. τοῦ δὲ βασιλέως ἀνανεύοντος, οὐχ ὅσιον ἔφασκεν εἶναι μὴ τὰ ὅσα ἐπε‐ τέλει πρὸ τοῦ παρὰ Ῥωμαίους πρεσβευόμενος ὁ Ζὶχ καὶ ἐμὲ αὖθις | |
75 | ἐπιτελεῖν. οἱ γὰρ καθ’ ἡμᾶς Σαρακηνοὶ ἅμα αὐτῷ παρὰ βασιλέα ἐγίνοντο. δεῖ οὖν καὶ ἐμὲ τῶν ἴσων ἐκείνῳ ἀπολαύειν, ὡς ἂν μὴ ὥσπερ λελωβημέναι ὦσιν αἱ μεταξὺ Ῥωμαίων τε καὶ Περσῶν συν‐ θῆκαι. ὁ βασιλεὺς πρὸς ταῦτα ὀργίλως ἔχων· τί οὖν, εἰ καὶ πε‐ φώραται ὁ Ζὶχ ἐπὶ μοιχείᾳ ἢ καὶ ἑτέρῳ ὅτῳ πλημμελήματι τῶν | |
80 | ἀνηκέστων ἁλούς, καὶ σοὶ κατ’ ἴχνος ἐκείνῳ ἰτέα; ἢ οὐ ξυναι‐ σθάνῃ βασιλεῖ Ῥωμαίων καὶ Ἰουστίνῳ διαλεγόμενος: τότε κατορρω‐ δήσας ὁ Μεβώδης περιδεής τε γενόμενος πρηνὴς ἔκειτο ἐπ’ ἐδά‐ φους, πρὸς ἄρνησίν τε καταφεύγων καὶ ἀναινόμενος εἰρῆσθαί οἱ τὰ τοιάδε. ταύτῃ 〈τῇ〉 ἀπολογίᾳ χρωμένου, ὁ αὐτοκράτωρ ἔδοξεν | 448 |
85 | ὑπάγεσθαι τῇ πειθοῖ ἔλεξέ τε· ἔοικεν οὖν ὁ ἑρμηνεὺς ἡμῖν ἕτερα ἀνθ’ ἑτέρων φράσαι. εἰ τοίνυν οὐδὲν λέλεκταί σοι παρὰ τὸ προσ‐ ῆκον, ἴσθι τὸ ἐπίκλημα ἀπονιψάμενος. οὕτως ὁ βασιλεὺς ἑκοντὶ ἀποπροσποιησάμενος τὰ λεχθέντα πρὸς αὐτοῦ εἰδέναι τῶν εἰρη‐ μένων τὴν ἄγνοιαν ὑπεκρίνατο, καὶ δὴ ἐς τὸ ἠπιώτερον μετηνέχθη, | |
90 | ὡς ἂν μὴ θρασύτερός τε καὶ κατὰ τὸ μᾶλλον ὑψαγόρας ἔσοιτο ὁ Μεβώδης τῷ ἐς ἔννοιαν ἔχειν συνειδέναι τὸν αὐτοκράτορα τῇ τῶν ῥημάτων τραχύτητι. οὕτω δὴ οὖν τοῦ βασιλέως παρακρουσαμένου τὴν ὑπόνοιαν· οἰμωζέτω, ἦ δὲ ὁ Μεβώδης, καὶ τὰ Σαρακηνικὰ φῦλα ἅπαντα καὶ Ἄμβρος αὐτὸς καὶ ἡ πρεσβεία ἡ κατ’ αὐτούς· | |
95 | ἐμοὶ γὰρ σιγὴ ἔσοιτο ἕκατί τε αὐτῶν, οὐδ’ εἴποιμί 〈τι〉 τὸ λοι‐ πόν. τούτων οὕτω κεκινημένων, πλεῖστα μὲν καὶ ἄλλα ὁ βασιλεὺς τὸν Σαρακηνὸν εἶπε κακῶς, καὶ ὡς μεταβολεύς τε καὶ παλιγκά‐ πηλος ἥκοι. πρὸς τοῖς δ’ ἔφασκεν ὡς οὐχ οἷός τε πέφυκε λήσειν ὅτου ἕνεκα βασιλεῖ ἐντευξόμενος ἀφίκετο. φησὶ γὰρ ὡς ἐθέλοι τὰ | |
6(100) | συνήθη χρήματα κομίσασθαι πρὸς ἡμῶν, ἀνθ’ ὧν, οἶμαι, κομιεῖται ξυμφορὰς ὁ κατάρατός τε καὶ ἀπολούμενος. γελοιῶδες γάρ, εἰ Σαρακηνῶν ἔθνει, καὶ ταῦτα νομάδων, Ῥωμαῖοί γε ὄντες τεταξό‐ μεθα ἐς φόρων ἀπαγωγήν. ὁ Μεβώδης· εἶεν, ἔφη, ὦ δέσποτα, εἰ καὶ ἄπρακτον, ὅμως ἀποπέμψεις αὐτόν. ὁ βασιλεύς· καὶ εἰ μὴ | |
105 | παρεγένετο, ὅσον τό γε ἐφ’ ἡμῖν, ἀλλ’ οὖν ἀπίτω. καὶ ἐμὲ ξὺν αὐτῷ κέλευσον, ἦ δὲ ὁ Μεβώδης. ἐς τέλος ἐλθούσης τῆς πρε‐ σβείας ἐν τούτοις, τόν τε Περσῶν πρεσβευτὴν καὶ τοὺς Σαρακη‐ νοὺς ὁ βασιλεὺς ἅμα ἀφῆκεν ἐς τὰ πάτρια ἤθη ἀπονοστήσοντας. οὕτω τε ἀπεσιγήθη ἅπαντα τῇ τοῦ αὐτοκράτορος νουνεχείᾳ τὰ ὅσα | |
110 | Ἰωάννης ἐπὶ τῇ πρεσβείᾳ διεπράξατο οὐ κατὰ τὸ προσῆκον. ὡς δὲ οἱ Σαρακηνοὶ ἔνδον τῆς ἑαυτῶν ἐγένοντο ἀπήγγειλάν τε τῷ Ἄμβρῳ τὴν τοῦ βασιλέως βουλὴν περὶ τοὺς μηδίζοντας τῶν Σαρα‐ κηνῶν, τότε ὁ Ἄμβρος Καβώσῃ τῷ ἀδελφῷ, ὃς Ἀλαμουνδάρῳ τῷ | |
τῶν ὑπὸ Ῥωμαίους Σαρακηνῶν ἡγουμένῳ ἀντικαθιστάμενος ἦν, | 449 | |
115 | σημαίνει καταδραμεῖν τὴν Ἀλαμουνδάρου γῆν. ἥδε δὲ ἡ γῆ ὑπὸ Ἀραβίαν τελεῖ. | |
7 | Ὅτι ἀρχομένου τοῦ τετάρτου ἔτους τῆς Ἰουστίνου βασι‐ λείας πρεσβεία τῶν Τούρκων ἀφίκετο ἐν Βυζαντίῳ. ὡς γὰρ τὰ Τούρκων ἐπὶ μέγα ἤρθη, οἱ Σογδαῗται οἱ πρὸ τοῦ μὲν Ἐφθαλιτῶν, τηνικαῦτα δὲ Τούρκων κατήκοοι, τοῦ σφῶν βασιλέως ἐδέοντο πρε‐ | |
5 | σβείαν στεῖλαι ὡς Πέρσας, ὡς ἂν ἐκεῖσε ἀπιόντες οἱ Σογδαῗται ὤνιον παράσχοιντο τὴν μέταξαν τοῖς Μήδοις. καὶ οὖν πείθεται ὁ Σιζάβουλος ἀφίησί τε πρεσβευσομένους Σογδαΐτας· ἐξηγεῖτο δὲ τῆς πρεσβείας Μανιάχ. ἀφικόμενοι δὴ οὖν παρὰ βασιλέα Περσῶν ἐδέοντο τῆς μετάξης πέρι, ὅπως ἄνευ τινὸς κωλύμης αὐτοῖς προ‐ | |
10 | έλθοι ἐπ’ αὐτῇ τὰ τῆς ἐμπορίας. ὁ δὲ Περσῶν βασιλεύς (οὐδα‐ μῶς γὰρ αὐτῷ ἤρεσκε τὰ τοιάδε, ὡς ἂν μὴ ἐνθένδε ἄδεια ἔσοιτο τούτοις τοῖς Περσῶν ἐμβατεύειν ὁρίοις) ἀνεβάλετο ἐς τὸ αὔριον· καὶ μὲν οὖν αὖθις ἀναβολῇ ἐχρῆτο πάλιν ἑτέρᾳ. ὡς δὲ ἄλλοτε ἄλλως τὸ παρὸν ἀπεκρούετο, τῶν Σογδαϊτῶν ἐκλιπαρούντων τε καὶ | |
15 | ἐγκειμένων, τότε Χοσρόης ἐκκλησιάσας ἀνελογίζετο. καὶ οὖν ὁ Κάτουλφος ἐκεῖνος ὁ Ἐφθαλίτης, ὃς διὰ τὴν ἐκ τοῦ κατ’ αὐτὸν βασιλέως γεγενημένην βιαίαν μίξιν τῇ γυναικὶ προύδωκε τὸ ὁμό‐ φυλον τοῖς Τούρκοις, οὗτος γοῦν (μετανάστης γὰρ ἐν τῷ μεταξὺ ἐγεγόνει τοῦ χρόνου καὶ ἐμήδιζεν ἤδη) παρῄνεσε βασιλεῖ τῶν Περ‐ | |
20 | σῶν τὴν μέταξαν οὐδαμῶς ἀποπέμψασθαι, ἀλλὰ γὰρ καὶ ὠνήσα‐ σθαι, καὶ τὰ ὑπὲρ αὐτῆς μὲν καταθέσθαι τιμήματα, θεωμένων δὲ ἄλλως τῶν πρέσβεων ταύτην ἀφανίσαι πυρί, ὡς ἂν μήτε ἀδικεῖν δόξοι μήτε μὴν βούλεσθαι χρῆσθαι τῇ ἐκ Τούρκων μετάξῃ. καὶ ἡ μὲν μέταξα ἐπυρπολήθη, αὐτοὶ δὲ ἐς τὰ πάτρια ἤθη ἀνεχώρησαν | |
25 | τῷ γεγενημένῳ ἥκιστα χαίροντες. ἐπειδὴ δὲ τῷ Σιζαβούλῳ τὰ ξυγκυρήσαντα ἔφρασαν, αὐτίκα ὅγε καὶ ἑτέρᾳ πρεσβείᾳ ἐχρῆτο ὡς Πέρσας φιλοποιήσασθαι τὴν κατὰ σφᾶς πολιτείαν βουλόμενος. ἐπεὶ δὲ ἡ Τούρκων πρεσβεία αὖθις ἀφῖκτο, ὁ βασιλεὺς ἅμα τοῖς ἐν τέλει Περσῶν καὶ τῷ Κατούλφῳ ἐγνωμάτευε, πάντη ἀξύμφορον | |
30 | εἶναι Πέρσαις φιλίαν θέσθαι ὡς Τούρκους· τὸ γὰρ Σκυθικὸν εἶναι παλίμβολον. ταύτῃ τοι καὶ παρενεγύησε δηλητηρίῳ φαρμάκῳ ἐνί‐ ους διαφθαρῆναι τῶν πρέσβεων, ὅπως ἀπείποιεν τῆς ἐκεῖσε μετέ‐ | |
πειτα παρουσίας. καὶ δὴ οἱ πλεῖστοι τῶν πρεσβευσαμένων Τούρ‐ κων τῇ περὶ τὴν ἐδωδὴν μίξει τῶν ἀναιρετικῶν φαρμάκων αὐτοῦ | 450 | |
35 | που τὸν βίον κατέλυσαν πλὴν τριῶν ἢ τεσσάρων. θροῦς δὲ ἐφοί‐ τησε Πέρσαις ὡς διώλοντο τῷ πνιγηρῷ τῶν Περσῶν αὐχμῷ τῶν Τούρκων οἱ πρέσβεις, ἅτε τῆς αὐτῶν χώρας θαμὰ νιφετῷ παλυ‐ νομένης, καὶ ἀδύνατον ὂν αὐτοῖς ἄνευ κρυμώδους καταστήματος βιο‐ τεύειν. ταύτῃ τοι καὶ ἄλλως ὑποτοπήσαντες, οἵ γε τὴν ἐπιβουλὴν | |
40 | διέφυγον, οὕτω ξυμβὰν εἰς τὴν πατρῴαν ἐπανελθόντες τὰ ἅπερ οἱ Πέρσαι καὶ οἳ διεψιθύρισαν ταῦτα. ὅμως ὁ Σιζάβουλος (ἀγχί‐ νους γάρ τις καὶ δεινός) οὐκ ἠγνόησε τὸ πραχθέν, ᾠήθη δέ, ὅπερ καὶ ἦν, ὡς ἐδολοφονήθησαν οἱ πρέσβεις. ἔνθεν τοιγαροῦν ἡ δυσ‐ μένεια ἤρξατο Περσῶν τε καὶ Τούρκων. καὶ λαβόμενος ὁ Μανιάχ, | |
45 | ὃς τῶν Σογδαϊτῶν προειστήκει, τοιοῦδε καιροῦ ξυμβουλεύει τῷ Σιζαβούλῳ ἄμεινον εἶναι Τούρκοις ἀσπάσασθαι τὰ Ῥωμαίων καὶ παρ’ αὐτοὺς ὤνιον ἀποκομίζειν τὴν μέταξαν, ὥς γε καὶ κατὰ τὸ πλέον τῶν ἄλλων ἀνθρώπων χρωμένους. ἑτοιμότατα δὲ ἔχειν ἔφη ὁ Μανιὰχ καὶ αὐτὸς συναπαίρειν τοῖς πρέσβεσιν τῶν Τούρκων· | |
7(50) | καὶ ὡς ταύτῃ φίλοι ἔσονται Ῥωμαῖοί τε καὶ Τοῦρκοι. τούτοις δήπου κατανεύσας τοῖς ῥήμασιν ὁ Σιζάβουλος ἐκπέμπει αὐτόν τε καὶ ἑτέρους τινὰς ὡς βασιλέα Ῥωμαίων πρεσβευσομένους προσρή‐ σεις τε ἀποκομιοῦντας καὶ δῶρα μετάξης οὐκ ὀλίγον τι χρῆμα καὶ συλλαβάς τινας. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΕΠΙΣΤΟΛΩΝ.] | |
55 | Τοιάσδε τινὰς ἐπιστολὰς ἐπιφερόμενος ὁ Μανιὰχ ἀπήρξατο τῆς ὁδοιπορίας, καὶ δὴ ἐς τὰ μάλιστα πολλὴν διανύσας ἀτραπὸν χώρους τε διελθὼν ἐσότι πλείστους ὄρη τε μέγιστα καὶ ἀγχινεφῆ καὶ πεδία καὶ νάπας λίμνας τε καὶ ποταμούς, εἶτα τὸν Καύκασον τὸ ὄρος ὑπερελθών, τὸ τελευταῖον ἀφίκετο ἐς Βυζάντιον. καὶ | |
60 | τοίνυν εἰς τὰ βασίλεια παρελθὼν καὶ παρὰ βασιλέα γενόμενος ἅπαντα ἔπραξε τὰ ὅσα ἕπεται τῷ τῆς φιλίας θεσμῷ, τό τε γράμμα καὶ τὰ δῶρα ἐνεχείρισε τοῖς ἐς τοῦτο ἀνειμένοις, καὶ ἐδεῖτο μὴ ἀνονήτους αὐτῷ γενέσθαι τοὺς τῆς ὁδοιπορίας ἱδρῶτας. ἀτὰρ ὁ βασιλεὺς ἀναλεξάμενος διὰ τῶν ἑρμηνέων τὸ γράμμα τὸ Σκυθικὸν | |
65 | ἀσμενέστατα προσήκατο τὴν πρεσβείαν. τοιγαροῦν ἤρετο τοὺς πρέσβεις περὶ τῆς τῶν Τούρκων ἡγεμονίας τε καὶ χώρας. οἱ δέ γε ἔφασαν τέτταρας μὲν αὐτοῖς εἶναι ἡγεμονίας, τὸ δέ γε κράτος τοῦ ξύμπαντος ἔθνους ἀνεῖσθαι μόνῳ τῷ Σιζαβούλῳ. πρός γε | |
ἔλεξαν ὡς παρεστήσαντο καὶ Ἐφθαλίτας μέχρι καὶ ἐς φόρου ἀπα‐ | 451 | |
70 | γωγήν. πᾶσαν οὖν, ἔφη ὁ αὐτοκράτωρ, τὴν τῶν Ἐφθαλιτῶν † ἐποι‐ ήσασθε δύναμιν; πάνυ μὲν οὖν, ἔλεξαν οἱ πρέσβεις. αὖθις ὁ βα‐ σιλεύς· κατὰ πόλεις ἤ που ἆρα κατὰ κώμας ᾤκουν οἱ Ἐφθαλῖται; οἱ πρέσβεις· ἀστικοί, ὦ δέσποτα, τὸ φῦλον. εὔδηλον οὖν, ἦ δὲ ὁ βασιλεύς, ὡς ἐκείνων δήπου τῶν πόλεων κύριοι καθεστήκατε. καὶ | |
75 | μάλα, ἔφασαν. ὁ βασιλεύς· ἄρα ἡμᾶς ἀναδιδάξητε ὅση τῶν Ἀβά‐ ρων πληθὺς τῆς τῶν Τούρκων ἀφηνίασεν ἐπικρατείας, καὶ εἴ τινες ἔτι παρ’ ὑμῖν. εἰσὶ μέν, ὦ βασιλεῦ, οἵ γε τὰ ἡμέτερα στέργουσιν ἔτι, τοὺς δὲ δήπουθεν ἀποδράσαντας οἶμαι ἀμφὶ τὰς εἴκοσιν εἶναι χιλιάδας. εἶτα ἀπαριθμησάμενοι οἱ πρέσβεις ἔθνη κατήκοα Τούρ‐ | |
80 | κων τὸ λοιπὸν ἠντιβόλουν τὸν αὐτοκράτορα εἰρήνην τε ξυνεστάναι καὶ ὁμαιχμίαν Ῥωμαίοις τε καὶ Τούρκοις. προσετίθεσαν δὲ ὡς καὶ ἑτοιμότατα ἔχουσι καταπολεμῆσαι τῆς Ῥωμαίων ἐπικρατείας τὸ δυσμενές, ὁπόσον ἐς τὴν κατ’ αὐτοὺς ἀγελάζονται ἤπειρον. ἐπὶ τούτοις ἅμα τῷ λέξαι τὼ χεῖρε ὑψοῦ ἀνατείνας ὁ Μανιὰχ οἵ τε | |
85 | ξὺν αὐτῷ ὅρκῳ ἐπιστώσαντο μεγίστῳ ἦ μὴν ὀρθογνώμονι διανοίᾳ ταῦτα εἰρῆσθαι. πρός γε καὶ κατέχεον ἀρὰς σφίσιν αὐτοῖς, ἔτι γε μὴν καὶ τῷ Σιζαβούλῳ, ἀλλὰ γὰρ καὶ παντὶ τῷ ἔθνει, εἴ γε οὐχὶ τὰ ἐπηγγελμένα ἀληθῆ τε εἴη καὶ πρακτέα. οὕτω μὲν οὖν τὸ φῦλον οἱ Τοῦρκοι φίλοι ἐγένοντο Ῥωμαίοις καὶ τῇ καθ’ ἡμᾶς | |
90 | οὐχὶ ἄλλως ἐφοίτησαν πολιτείᾳ. | |
8 | Ὅτι διαθρυλληθὲν κατὰ τὴν Τουρκίαν, ὅσοι ἀγχίθυροι ἦσαν, ὡς Ῥωμαίων ἐνδημοῦσι πρέσβεις καὶ ὡς πορεύονται τὴν ἐπὶ τὸ Βυζάντιον ἅμα πρεσβείᾳ Τούρκων, ὁ τῶν ἐκείνη ἐθνῶν ἡγεμὼν ἐδήλωσε τῷ Σιζαβούλῳ ξὺν ἱκετείᾳ ὡς ἂν καὶ αὐτὸς ἐκ τοῦ σφε‐ | |
5 | τέρου τινὰς ἀποστείλαι ἔθνους ἐπὶ θέαν τῆς Ῥωμαϊκῆς πολιτείας· καὶ τοίνυν ὁ Σιζάβουλος ἐφίετο. καὶ ἕτεροι δὲ προεστῶτες ἐθνῶν ταῦτα ἐζήτουν· ὁ δὲ οὐδενὶ ξυνεχώρησε τῶν πάντων ἢ μόνον τῷ τῶν Χολιατῶν ἡγεμόνι. καὶ οὖν καὶ τοῦτον παρειληφότες οἱ Ῥω‐ μαῖοι διὰ τοῦ λεγομένου ποταμοῦ Ὠὴχ καὶ ἀτραπὸν διανύσαντες | |
10 | οὐδαμῶς ὀλίγην ἐγένοντο κατὰ δὴ τὴν λίμνην τὴν ἄπλετον ἐκείνην καὶ εὐρεῖαν. ἐνταῦθα ὁ Ζήμαρχος ἐνδιατρίψας ἡμέρας τρεῖς στέλ‐ λει Γεώργιον, ὃς ἀνεῖτο ἐς τὴν τῶν ἐπιτομωτέρων συλλαβῶν ἀπαγ‐ γελίαν, προδηλώσοντα τῷ βασιλεῖ τὴν σφῶν αὐτῶν ἐκ Τούρκων ἐπάνοδον. καὶ οὖν ὁ Γεώργιος ἅμα Τούρκοις δέκα πρὸς τοῖς δύο | 452 |
15 | ἀπήρξατο τῆς ἐπὶ τὸ Βυζάντιον ὁδοῦ ἀνύδρου τε μάλα οὔσης καὶ πάντη ἐρήμου, ὅμως δ’ οὖν ἐπιτομωτέρας. ὁ δὲ Ζήμαρχος κατὰ δὴ τὸ ψαμαθῶδες τῆς λίμνης παροδεύων ἐπὶ ἡμέρας δέκα καὶ δύο δυσβάτους τέ τινας χώρους παραμειψάμενος ἐγένετο κατὰ τὰ ῥεῖ‐ θρα τοῦ Ἴχ, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν Δαΐχ, καὶ διὰ λιμνῶν ἑτέ‐ | |
20 | ρων αὖθις ἐς τὸν Ἀττίλαν· πάλιν ὡς Οὐγούρους, οἳ δὴ καὶ σφίσιν ἀπήγγειλαν ὡς εἰς τὰ περὶ τὸν Κωφῆνα ποταμὸν ἐς τὰ λάσια τέσσαρες χιλιάδες Περσῶν ἐπιτηροῦσι προλελοχισμένοι, ὡς ἂν χει‐ ρώσωνται παριόντας αὐτούς. ταύτῃ τοι ὁ τῶν Οὐγούρων ἡγού‐ μενος, ὃς διέσωζεν ἐκεῖσε τοῦ Σιζαβούλου τὸ κράτος, πληρώσας | |
25 | ὕδατος ἀσκοὺς παρέσχετο τοῖς περὶ Ζήμαρχον, ὡς ἂν ἔχοιεν ὅθεν ὑδρεύσοιντο διὰ τῆς ἀνύδρου ἰόντες. εὗρον δὲ καὶ λίμνην, καὶ παραμειψάμενοι τὸ μέγα τοῦτο ὑδροστάσιον ἀφίκοντο ἐς ἐκείνας τὰς λίμνας, ἐν αἷς ἐπιμιγνύμενος ἀπόλλυται ὁ Κωφὴν ποταμός. ἐξ ἐκείνου δὴ τοῦ χώρου πέμπουσι διοπτῆρας προδιασκεψομένους | |
30 | εἴ γε ὡς ἀληθῶς οἱ Πέρσαι ἐνεδρεύουσιν· οἳ δὴ ἀνιχνεύσαντες ἀπήγγειλαν μηδένα ἰδεῖν. ὅμως ξὺν μεγίστῳ φόβῳ ἀφίκοντο ἐς Ἀλανίαν, κατὰ τὸ μᾶλλον δεδιότες τὸ φῦλον τῶν Ὀρομουσχῶν. | |
9 | Ὅτι γενόμενοι ἐν Ἀλανίᾳ παρὰ Σαρώσιον τὸν ἐκείνη ἡγε‐ μόνα καὶ ἅμα τοῖς ἑπομένοις Τούρκοις ἐσφοιτῆσαι βουλόμενοι, ὁ Σαρώσιος τὸν μὲν Ζήμαρχον καὶ τούς οἱ ἑπομένους ἐδέξατο ἀσ‐ μένως, τοὺς δὲ δὴ πρέσβεις τῶν Τούρκων ἔφασκε μὴ πρότερον τῆς | |
5 | ὡς αὐτὸν εἰσόδου τυχεῖν ἢ καταθεμένους τὰ ὅπλα. τοιγάρτοι καὶ ἅμιλλα αὐτοῖς ἐγένετο περὶ τούτου ἐπὶ ἡμέρας τρεῖς, καὶ Ζήμαρ‐ χος ἦν τῶν φιλονεικουμένων διαιτητής. τέλος ἀποθέμενοι τὰ ὅπλα οἱ Τοῦρκοι, ὡς Σαρωσίῳ ἐδόκει, ὡς αὐτὸν ἐσεφοίτησαν. ὁ δὲ δὴ Σαρώσιος παρενεγύησε τοῖς περὶ Ζήμαρχον διὰ τῆς τῶν Μιυσι‐ | |
10 | μιανῶν ἀτραποῦ ἥκιστα ἰέναι, τῷ κατὰ τὴν Σουανίαν τοὺς Πέρσας ἐνεδρεύειν· ἄμεινον δὲ εἶναι διὰ τῆς λεγομένης Δαρεινῆς ἀτραποῦ οἴκοι ἀποχωρεῖν. ταῦτα ἐπεὶ ἔγνω ὁ Ζήμαρχος, διὰ τῆς Μιυσι‐ μιανῆς ἔστειλεν ἀχθοφόρους δέκα μέταξαν ἐπιφερομένους ἀπατή‐ σοντας Πέρσας τῷ προεκπεμφθῆναι τὴν μέταξαν καὶ προτερῆσαι | 453 |
15 | τῇ ὁδῷ, ἐκ τούτου τε ὑποτοπῆσαι ὡς ἐς τὸ αὔριον παρέσται καὶ ὁ Ζήμαρχος. καὶ οἱ μὲν ἀχθοφόροι ᾤχοντο ἀπιόντες, Ζήμαρχος δὲ διὰ τῆς Δαρεινῆς παρεγένετο ἐς Ἀψιλίαν, τῇ Μιυσιμιανῇ χαί‐ ρειν εἰπὼν ἐς τὰ εὐώνυμά τε ἐάσας αὐτήν, ᾗ ἐπίδοξοι ἦσαν ἐπι‐ θήσεσθαι οἱ Πέρσαι. καὶ ἧκεν ἐς τὸ Ῥογατόριον, εἶτα κατὰ δὴ | |
20 | τὸν Εὔξεινον Πόντον, εἶτα ναυτιλίᾳ χρησάμενος ἐς Φάσιν ποταμόν, πάλιν ἐς Τραπεζοῦντα· οὕτω τε δημοσίῳ ἵππῳ ἐς Βυζάντιον παρὰ βασιλέα εἰσελθὼν ἔφρασε τὸ πᾶν. Ζημάρχῳ μὲν οὖν ἐν τοιοῖσδε ἔληξεν ἡ πορεία καὶ ἀποπορεία ἐπὶ Τούρκους. | |
10 | Ὅτι Ἀβάρων καὶ Φράγγων σπεισαμένων πρὸς ἀλλήλους, καὶ τῆς εἰρήνης ἐμπεδώτατα ἐχούσης, ἐσήμηνεν ὁ Βαιανὸς Σιγι‐ σβέρτῳ τῷ τῶν Φράγγων ἡγεμόνι οἷα λιμῷ πιεζομένης αὐτῷ τῆς στρατιᾶς, καὶ ὡς χρεὼν εἴη βασιλέα καθεστῶτα καὶ πρός γε αὐτό‐ | |
5 | χθονα μὴ περιιδεῖν στράτευμα ἔνσπονδον. ἔφασκε δὲ ὡς, εἴ γε ἐπιρρώσει τῶν Ἀβάρων τὸ στράτευμα τοῖς ἀναγκαίοις, οὐ πλέον ἢ τρεῖς ἡμέρας αὐτοῦ ἐνδιατρίψει, εἶτα ἀπαλλαγήσεται. ταῦτα ἐπειδὴ ἀπήγγελτο τῷ Σιγισβέρτῳ, παραχρῆμα ὅ γε ἄλευρά τε ἔστειλε τοῖς Ἀβάροις καὶ ὄσπρια καὶ ὄϊς καὶ βόας. | |
11 | Ὅτι Ἀλβούιος ὁ τῶν Λογγιβάρδων μόναρχος, οὐ γὰρ αὐτῷ ἀπέληγεν ἡ πρὸς Κονιμοῦνδον ἀπέχθεια, ἀλλ’ ἐκ παντὸς τρόπου ᾤετο δεῖν καταστρέψασθαι τὴν τῶν Γηπαίδων ἐπικράτειαν, ταύτῃ τοι πρέσβεις ἐξέπεμψεν ὡς τὸν Βαιανὸν ἐς ὁμαιχμίαν παρακαλῶν. | |
5 | παραγενομένων δὲ τῶν πρέσβεων, ἠντιβόλουν μὴ περιιδεῖν σφᾶς ὑπὸ Γηπαίδων τὰ ἀνήκεστα πεπονθότας, μάλιστα καὶ Ῥωμαίων τῶν ἄγαν ἐχθίστων Ἀβάροις συμμαχούντων τοῖς Γήπαισιν. ἐδί‐ δασκον δὲ ὡς οὐ κατὰ τοσοῦτον πρὸς Γήπαιδας τὸν πόλεμον ἀναρ‐ ρίψουσι καθ’ ὅσον Ἰουστίνῳ μαχήσονται, βασιλεῖ τῷ τῶν Ἀβάρων | |
10 | ἔθνει ἐς τὰ μάλιστα δυσμενεστάτῳ γε ὄντι, ὃς παρωσάμενος τὰς Ἰουστινιανοῦ τοῦ μητραδέλφου σπονδὰς πρὸς Ἀβάρους ἐκ πολλοῦ | |
γεγενημένας τῶν εἰωθότων ἐστέρησεν. προσετίθεσαν δὲ ὡς, εἴ γε ἔσοιντο ἅμα Λογγιβάρδοις, ἀκαταμάχητοι γενήσονταί πως, καὶ ὡς καταστρεφόμενοι Γήπαιδας τοῦ τε πλούτου σφῶν ἔτι γε μὴν καὶ | 454 | |
15 | τῆς ἐκείνων κοινῇ κρατήσουσι χώρας, καὶ ὡς ἡ Σκυθία τὸ λοιπὸν αὐτοῖς εὐημεροῦσί γε ἐς ἀεί, καὶ μὲν οὖν ἡ Θρᾴκη αὐτὴ ἔσται εὐεπίβατος, καὶ ἁπλῶς ξὺν οὐδενὶ πόνῳ ἐκ γειτόνων ὁρμώμενοι τὴν Ῥωμαίων καταδραμοῦνται, καὶ ὡς ἄχρις αὐτοῦ γε δήπου τοῦ Βυζαντίου ἐλάσουσιν. ἔφασκον δὲ οἱ τῶν Λογγιβάρδων πρέσβεις | |
20 | ὡς καὶ συνοίσει τοῖς Ἀβάροις τὴν πρὸς Ῥωμαίους ἀσπάσασθαι μάχην· ἢ γὰρ ἂν ἐκεῖνοι προτερήσουσι καὶ ἐκ παντὸς τρόπου καθε‐ λοῦσι τὴν Ἀβάρων δύναμιν, ὅπου καὶ γῆς τυγχάνουσιν ὄντες. | |
12 | Ὅτι ὁ Βαιανὸς τοὺς τῶν Λογγιβάρδων πρέσβεις δεξάμενος ἐδόκει τούτους περιφρονεῖν τῷ βούλεσθαί γε αὐτὸς κερδαλεώτερον θέσθαι ὡς αὐτοὺς τὴν συμμαχίαν· καὶ πὴ μὲν τὸ μὴ δύνασθαι, πὴ δὲ τὸ δύνασθαι μὲν προΐσχετο, μὴ βούλεσθαι δέ. ξυνελόντα | |
5 | δὲ εἰπεῖν ἅπαντα τρόπον ἀπάτης τοῖς δεομένοις ἐπισείσας ἔδοξε μὲν πείθεσθαι μόλις, οὐκ ἄλλως δὲ ἢ 〈εἰ〉 τὸ δεκατημόριον τῶν τετραπόδων ἁπάντων, ὅσα παρὰ Λογγιβάρδοις ὑπῆρχεν, αὐτίκα κομίσαιντο, καὶ ὡς, εἰ γένοιντο καθυπέρτεροι, ἥμισυ μὲν τῆς λείας ἕξουσιν αὐτοί, τὴν δὲ τῶν Γηπαίδων χώραν εἰς τέλεον. ἃ δὴ καὶ | |
10 | ἐγένετο· καὶ ἐχώρουν Γήπαισι πολεμήσοντες. ἐπειδὴ δὲ ἐπύθετο Κονιμοῦνδος, λέγεται δείσας ὡς καὶ αὖθις παρὰ βασιλέα Ἰουστῖνον ἔπεμψε πρέσβεις, καὶ ὡς οὐδὲν ἧττον ἢ πρότερον ξυνεπιλαβέσθαι οἱ τοῦ κινδύνου ἱκέτευε, καὶ πάλιν τὸ Σίρμιον καὶ τὴν εἴσω Δράου ποταμοῦ χώραν ἐπηγγέλλετο δώσειν, αἰδώς τε αὐτὸν οὐκ εἶχεν ἤδη | |
15 | περὶ τῶν αὐτῶν ὀμωμοκότα ἅπαξ καὶ τοῖς ὅρκοις οὐχὶ ἐγκαρτε‐ ρήσαντα. διὸ δὴ καὶ βασιλεὺς Ἰουστῖνος εὖ εἰδώς τε καὶ τεκμαιρό‐ μενος τοῖς φθάσασιν, ὡς Κονιμούνδῳ ἔνεστι πίστεως οὐδὲν ὁτιοῦν, ἀνήνασθαι μὲν οὔτι ᾤετο χρῆναι τὴν ξυμμαχίαν, ἀναβολῇ δὲ ὅμως παρεκρούσατο τοῦ βαρβάρου τὴν αἴτησιν· ἔφη γὰρ ὡς διεσκεδα‐ | |
20 | σμένα τὰ Ῥωμαϊκὰ ὑπάρχει στρατεύματα, ξὺν σπουδῇ δὲ ὡς οἷόν τέ ἐστιν ἀθροίσας αὐτίκα ἐκπέμψοι. ἀκήκοα δὴ περὶ Κονιμούν‐ δου καὶ τοιάδε, ἐμοὶ δὲ οὐ πιστά· λίαν γὰρ ἀναιδὲς ὑπῆρχε τὸν | |
παρασπονδήσαντα περὶ τῶν αὐτῶν δεῖσθαι καὶ πάλιν. λέγεται δὲ ὡς καὶ Λογγίβαρδοι τηνικαῦτα ἐπρεσβεύσαντο παρὰ Ἰουστῖνον, | 455 | |
25 | καὶ ὅτι Γήπαιδας τῆς ὡς Ῥωμαίους ἀγνωμοσύνης πλεῖστα ὅσα κακηγορήσαντες τὴν ἐκ Ῥωμαίων μὲν θηρώμενοι συμμαχίαν ἤνυσαν οὐδέν, κατεπράξαντο δὲ ὅμως πρὸς τοῦ βασιλέως μηδετέρους τῆς Ῥωμαίων ἀπολαῦσαι ἐπικουρίας. | |
13 | Ὅτι Βαιανὸς ὁ τῶν Ἀβάρων ἡγούμενος, ἐν ᾧ χρόνῳ τὸ Σίρμιον ἠβούλετο πολιορκήσειν, Βιταλιανόν τε τὸν ἑρμηνέα καὶ Κομιτᾶν εἶχεν ἐν δεσμοῖς. ἄμφω γὰρ τὼ ἄνδρε τούτω Ἰουστῖνος ὁ βασιλεὺς ἤδη στείλας ὑπῆρχεν ὡς αὐτὸν αἰτήσοντας αὐτοῦ, ὡς | |
5 | ἂν ἅττα διαλεχθείη γε αὐτοῖς. ὁ δὲ παρὰ τὸν κοινὸν τῶν πρέ‐ σβεων θεσμὸν εἶχεν ἐν δεσμοῖς. | |
14 | Ὅτι ὁ Βαιανὸς μετὰ τὴν τειχομαχίαν στέλλει τινὰς ἀμφὶ τῆς εἰρήνης διαλεχθησομένους. ἔνιοι δὲ τῶν ἐν Σιρμίῳ ἀνὰ τὸ ἠλίβατον τοῦ βαλανείου, ὃ δῆτα τῷ δήμῳ ἐτύγχανεν ἀνειμένον, ἐπὶ κατασκοπῇ τῶν πολεμίων κατὰ τὸ σύνηθες ἐνιζάνοντες καὶ ἐν | |
5 | ἀπόπτῳ καραδοκοῦντές τε καὶ θεώμενοι, εἴ που ἐπήλυσις ἔσται βαρβαρική, ὡς κατενόησαν τοὺς τῶν Ἀβάρων ἀγγελιαφόρους ἤδη προσιόντας, τῷ μήκει τῆς ἀτραποῦ ἀποπλανηθέντες καὶ οὔπω κατεγνωκότες τὸ ἀκριβὲς ὑπετόπησαν εἶναι πληθὺν Ἀβαρικήν, ἐδήλωσάν τε αὐτίκα καὶ τὸ σημεῖον καθεῖλον. ὁ δὲ Βῶνος πρὸς | |
10 | τοῦτο δυσχεράνας σαφέστερον ἔσπευσε καταμαθεῖν τἀληθές. γνοὺς δὲ ὀλίγους εἶναι τοὺς Ἀβάρους καὶ βούλεσθαί οἱ ἐπικηρυκεύσα‐ σθαι, ἐξέπεμψε καὶ αὐτὸς τοὺς ποιησομένους τὰς καταλλαγὰς ἐς τὰ ἔξω τοῦ τείχους. ἔτι γὰρ ἐκ τοῦ ἕλκους περιώδυνος ἦν, καὶ ὁ Θεόδωρος ὁ ἰατρὸς οὐκ εἴα τὸν στρατίαρχον ἐν φανερῷ γίνεσθαι | |
15 | τοῖς ἐναντίοις. εἰκὸς γὰρ μηδὲ 〈εἰδέναι〉 ἔφασκε τοὺς πολεμίους ὡς ἐβλήθη. εἰ δὲ τοῦτο κατάδηλον ἔσται αὐτοῖς, τότε ἀνάγκη μὴ ὑποκρύπτειν, ὡς ἂν μὴ ὑπόνοια γένηται σφίσι τοῦ ἀποβεβιωκέναι αὐτόν. οἱ δέ, ἐπεὶ ἕτεροι περὶ τῆς εἰρήνης ἦλθον διαλεχθησό‐ μενοι καὶ οὐχὶ αὐτός, ὑπενόησαν ὡς διώλετο ὁ στρατηγός, καὶ | |
20 | αὐτῷ ἐθέλειν ἔφασκον ἐν συνουσίᾳ γενέσθαι. τότε ὁ Θεόδωρος τοῦ συνοίσοντος εὖ μάλα στοχασάμενος ἔλεξεν ὡς τὸ λοιπὸν οὐ χρεὼν ἀποκρύπτεσθαι τὸν στρατηγόν, μᾶλλον μὲν οὖν ἐς τὰ ἔξω | |
ἰέναι τῆς πόλεως καὶ ἐς ὄψιν γίνεσθαι τῶν βαρβάρων· καὶ φαρ‐ μάκῳ τινὶ τὸ ἕλκος περιστείλας ἀφίησιν αὐτόν. καὶ δὴ προελθὼν | 456 | |
25 | ὁ Βῶνος ἀγχοῦ τε τῶν βαρβάρων γενόμενος ἐφάνη σφίσι. τότε οἱ πρέσβεις τοιάδε ἀμοιβαίῳ τῷ λόγῳ ἔφασαν· ταῦτα ἡμῖν, ὦ Ῥωμαῖοι, διαλεχθῆναι πρὸς ὑμᾶς ὁ τῶν Ἀβάρων ἐκέλευσε δεσπό‐ της· μή μοι μέμψιν τινὰ ποιήσασθε πόλεμον ἀραμένῳ· ὑμεῖς γὰρ πρῶτοι τὴν αἰτίαν τοῦ πολέμου δεδώκατε. πολλοῖς γὰρ πόνοις | |
30 | ὁμιλήσας καὶ ἀποδημίας οὐχ ἥκιστα ποιησάμενος μόλις ἐχειρωσά‐ μην ταυτηνὶ τὴν χώραν, καὶ ὑμεῖς ἀφείλεσθέ με βιαίως αὐτήν. πρὸς τοῖς καὶ τὸν Οὐσδίβαδον τῷ τῶν δοριαλώτων ἀνήκοντά μοι νόμῳ ἔχετε λαβόντες. ἀλλὰ γὰρ καὶ ὕβρεις ἐς τὰ μάλιστα πικρὰς ὁ καθ’ ὑμᾶς κατέχεέ μοι βασιλεύς, οὐ μόνον ἅπαξ ἢ δίς, ἀλλὰ | |
35 | καὶ πολλάκις, τῶν δεόντων τε οὐδὲν ἠβουλήθη διαπράξασθαι. εἰ τοίνυν τοιαῦτα πρὸς ὑμῶν ἠδικημένος τοῖς ὅπλοις ἐχρησάμην, οὐδαμῶς ὑπάρχω μεμπτέος. καὶ νῦν οὖν, εἴ γε βούλεσθε περὶ σπονδῶν τε καὶ εἰρήνης ἡμῖν θέσθαι λόγους, ἑτοιμότατα ἔχομεν, ἐν ὑμῖν τε κείσθω προτιμῆσαι τὸ συνοῖσον καὶ τὰ εἰρηναῖα πρὸ | |
40 | τοῦ πολέμου ἑλέσθαι. πρὸς ταῦτα ἀπεκρίνατο ὁ Βῶνος· πρότεροι μὲν ἡμεῖς οὐκ ἠρξάμεθα πολέμου· οὐδὲ γὰρ καθ’ ὑμῶν ἠλάσαμεν, ἐς τοὐναντίον μὲν οὖν σὺ κατὰ τῆς Ῥωμαίων ἤλασας, λοιπὸν δέ, ὅτι καὶ ὁ βασιλεὺς ἐν βουλῇ ἐποιήσατο χρήματά σοι ἐπιδοῦναι· τοιγαροῦν καὶ παρέσχε τοῖς κατὰ σὲ πρέσβεσιν. ἐπεὶ δὲ κατε‐ | |
45 | νόησεν αὐθαδιζόμενον καὶ ὑπὲρ αὐτὴν δήπου τὴν βαρβαρικὴν ἀλα‐ ζονείαν ἐξωγκωμένον ῥήματά τε ὑπερήφανα σημάναντα καὶ τῆς σῆς δυνάμεως καθυπέρτερα, τηνικαῦτα καὶ αὐτὸς ἅτε ἀγχίνους ἐπετέλεσε τὰ οἰκεῖα. καὶ τὸ νῦν δὲ ἔχον ἡμέτερόν ἐστιν ὡς βασι‐ λέα στεῖλαι οὓς ἂν σὺ βουληθείης πρέσβεις τοὺς βεβαιώσοντας | |
14(50) | τὰ περὶ τῆς εἰρήνης. μηδὲ γὰρ ἐν ἡμῖν εἶναι νόμιζε κἂν γοῦν φθέγξασθαί τι, μήτι γε καὶ ἑτέρως 〈ἢ〉 καθὰ βασιλεῖ τῷ ἡμετέρῳ δοκεῖ διαπράξασθαι. ταῦτα Βώνου εἰρηκότος, εὖ ἔχειν ἔδοξε τῷ Βαιανῷ τὰ ῥήματα. ἐσήμανε δὲ αὖθις· ἐπειδὴ τὰ ἐς ὁμαιχμίαν ἑπόμενά μοι ἔθνη αἰσχύνομαι, αἰδώς τέ με ἔχει, εἴ γε πάντη | |
55 | ἄπρακτος ἐνθένδε ἀναχωρήσω μηδέν τι ὀνήσας ἐμαυτόν, ὡς ἂν μὴ οὖν δόξω μάτην πεποιηκέναι καὶ ἀκερδῆ τὴν ἐπιχείρησιν, βραχέα μοί τινα πέμψατε δῶρα. καὶ γὰρ ἐν τῇ Σκυθίᾳ περαιωθεὶς οὐδὲν | |
ὁτιοῦν ἐκομισάμην, καὶ τῶν ἀδυνάτων ἐστὶ κἀντεῦθεν ἥκιστα ὠφελη‐ θέντα με ἀπελεύσεσθαι. Βώνῳ δὲ τῷ στρατηγῷ καὶ τοῖς ὅσοι γε | 457 | |
60 | ἀμφ’ αὐτὸν (ἦν δὲ ὁ τῆς πόλεως μέγιστος ἱερεύς) ἔδοξεν εὔλογον μὲν εἶναι τὸ προτεινόμενον· οὐδὲ γὰρ πλεῖστα ἐβούλετο κομίσα‐ σθαι, ἀλλ’ ἄχρι δίσκου ἑνὸς ἀργυροποιήτου καὶ ὀλίγου χρυσίου, ἔτι γε μὴν καὶ ἀμπεχονίου Σκυθίου. πλὴν ἐδεδίεσαν οἱ περὶ Βῶνον ἰδιοβουλῆσαι καὶ οὐχὶ γνώμῃ τοῦ αὐτοκράτορος ἅπαντα διαπρά‐ | |
65 | ξασθαι. ἀντεσήμαναν τοιγαροῦν αὐτῷ ὡς· νῦν ἔχομεν βασιλέα φοβερόν τε καὶ ἐμβριθέστατον, καὶ οὐκ ἀνεξόμεθα οὐδὲ ὅσα οἷόν τέ ἐστι διαλαθεῖν αὐτὸν ἐπιτελέσαι αὐθαιρέτως, ἄλλως τε δὲ ἡμεῖς, ἅτε ἐν ἐκστρατεύματι τυγχάνοντες, οὐκ ἐπιφερόμεθα χρημάτων περιουσίαν, ἢ μόνον στρατιωτικὴν ἐφεστρίδα, ἥν γε δήπου καὶ | |
70 | περιβεβλήμεθα, ἔτι τε τὰ ὅπλα. δωροφορῆσαι δὴ οὖν τῷ τῶν Ἀβάρων ἡγουμένῳ ἐξ ὧν ἐνταῦθα ἥκομεν ἔχοντες εὐτελῶν, ἄθρει, ὦ Χαγάνε, μὴ καὶ ὕβρις πέφυκέ τις. ἀξιότιμον δέ, καθὰ ἔφην, ὡδὶ οὐκ ἔχομεν· τὰ γὰρ τιμαλφέστερα τῶν ἐφοδίων ἡμῖν ἐν ἑτέ‐ ροις ὑπάρχουσι τόποις καὶ ὡς πορρωτάτω ἡμῶν. εἰ οὖν ὁ καθ’ | |
75 | ἡμᾶς αὐτοκράτωρ φιλοφρονήσεταί σε δώροις, οὐκ ὀκνήσομεν δήπου καὶ ἡμεῖς γεγηθότες τε καὶ τῷ βασιλεῖ ἑπόμενοι ταῦτα διαπρά‐ ξασθαι, καθ’ ὅσον οἷοί τέ ἐσμεν, ὥσπερ φίλῳ προσφερόμενοι καὶ ὁμοδούλῳ. πρὸς ταῦτα ἀγανακτήσας ὁ Βαιανὸς σὺν ὅρκῳ ἠπεί‐ λησεν ἦ μὴν στράτευμα ἐκπέμψειν τὴν Ῥωμαίων ἐπιδραμούμενον. | |
80 | καὶ δὴ τοῦ στρατηγοῦ κατάδηλον αὐτῷ πεποιηκότος, ὡς ἐξέσται μέν οἱ ποιεῖν ὅσα ἂν δυνήσοιτο, εἰδέναι δὲ ὡς οὐ πάντως ἐπ’ ἀγαθῷ τῶν στελλομένων ἔσται ἡ ἐπιδρομή, αὐτὸς ἔφη ὅτι· τοιού‐ τους ἐπαφήσω τῇ Ῥωμαϊκῇ ὡς, εἰ καὶ συμβαίη γε σφίσι θανάτῳ ἁλῶναι, ἀλλ’ ἔμοιγε μὴ γενέσθαι τινὰ συναίσθησιν. καὶ δὴ παρε‐ | |
85 | κελεύσατο δέκα χιλιάδας τῶν Κοτριγούρων λεγομένων Οὔννων δια‐ βῆναι τὸν Σάον ποταμὸν καὶ δῃῶσαι τὰ ἐπὶ Δελματίαν, αὐτὸς δὲ ξὺν πάσῃ τῇ κατ’ αὐτὸν πληθύϊ διελθὼν τὸν Ἴστρον ἐς τὰ τῶν Γηπαίδων διέτριβεν ὅρια. | |
15 | Ὅτι αὖθις ἦλθε Ταργίτιος βουλόμενος πρεσβεύσασθαι ὡς βασιλέα, ἐκεῖνά τε ἔφη τῷ βασιλεῖ καὶ ἤκουσε πρὸς αὐτοῦ ἅπερ καὶ ἄλλοτε. τήν τε γὰρ πόλιν τὸ Σίρμιον ἐβούλετο πρὸς Ῥωμαίων | |
κομίσασθαι ἅτε οἰκεῖον ὂν αὐτῷ κτῆμα, ἐξότε τὰ τῶν Γηπαίδων | 458 | |
5 | ὑπ’ αὐτοῦ διέφθαρτο πράγματα, ἔτι τε καὶ τὰ χρήματα, ἅπερ Ἰουστῖνος τοῖς Οὔννοις ἐφ’ ἑκάστῳ ἐνιαυτῷ ἐδίδου· καί, οἷα μηδὲν εἰληφότων αὐτῶν ἐκ τῶν παροιχομένων ἐτῶν, ἅπαντα ὁμοῦ Ταρ‐ γίτιος εἰσπράττειν ἠξίου οὕτω τε λοιπὸν τὰς ἐνιαυσιαίας συντάξεις ἐρρωμένας κατατιθέναι Ῥωμαίοις. πρός γε καὶ τὸν Οὐσδίβαδον | |
10 | ἐζήτει οἷα προσήκοντα τῷ τῶν δοριλήπτων αὐτῷ θεσμῷ. καὶ ἕτερα δέ τινα προεβάλλετο ὁ Ταργίτιος ὑπερηφανίας ἀνάπλεα, ὧν οὐδένα λόγον ἐποιεῖτο ὁ βασιλεύς· ἀλλὰ γὰρ τά τε λεγόμενα πρὸς αὐτοῦ ἀπεφλαύριζε καὶ μὲν οὖν βασιλικῶς ἐχρῆτο τοῖς ῥήμασιν. ἐπὶ τούτοις οὖν διάφοροι πρεσβεῖαι φοιτήσασαι, ὡς διηνύσθη | |
15 | πλέον οὐδέν, διαφῆκε τὸν Ταργίτιον ὁ βασιλεὺς εἰρηκὼς αὐτῷ στέλ‐ λειν ἐκεῖσε Τιβέριον αὐτοκράτορα στρατηγὸν περὶ τοῦ παντὸς δια‐ λεχθησόμενον καὶ βεβαιώσοντα τὰ ἕκαστα. | |
16 | Ὅτι ἄλλα τε πολλὰ αἴτια ἐγένοντο τοῦ πολέμου Ῥωμαίων τε καὶ Περσῶν, τὸ δέ γε μᾶλλον ἀναπτερῶσαν Ἰουστῖνον ὅπλα κινῆσαι κατὰ Περσῶν τὸ ἔθνος οἱ Τοῦρκοι ἐγένοντο. οἷδε γὰρ ἐσβάλλοντες ἐς τὴν Μηδικὴν τῆς τε γῆς ἔτεμον, ἔστειλαν δὲ καὶ | |
5 | ὡς Ἰουστῖνον πρεσβείαν ἐφ’ ᾧ συνεκπολεμῶσαί γε αὐτὸν Πέρσαις, κοινῇ τε καθελεῖν ἐξαιτοῦντες ἀμφοτέρων τοὺς δυσμενεῖς καὶ τὰ Τούρκων μᾶλλον ἀσπάσασθαι· οὕτω γὰρ ἂν τῇ μὲν Ῥωμαίων, τῇ δὲ Τούρκων ἐπιτιθεμένων ἐν μέσῳ τὰ Περσῶν διαφθαρῆναι. ταύ‐ ταις ταῖς ἐλπίσιν ἐπηρμένος Ἰουστῖνος ῥᾳδίως ᾤετο τὴν Περσῶν | |
10 | καταστρέψεσθαι δύναμιν καὶ ἐς τὸ μὴ εἶναι ξυνελάσειν. καὶ οὖν ὡς οἷόν τε ἦν ἐν βεβαίῳ ἕξειν αὐτοῦ τὴν πρὸς Τούρκους φιλίαν ἅπαντα παρεσκευάζετο. | |
17 | Ὅτι αὖθις οἱ Ἄβαροι πρεσβείαν ἔστειλαν ὡς Ῥωμαίους καί, περὶ ὧν πολλάκις, περὶ τῶν αὐτῶν ἐπρεσβεύοντο. ὡς δὲ οὐδὲν ὑπήκουον οἱ Ῥωμαῖοι, (οὐ γὰρ Ἰουστῖνον τὸν αὐτοκράτορα ἤρεσκε) τὸ τελευταῖον τοῦ Ἀψὶχ ἐς πρεσβείαν ἐληλυθότος ξυνή‐ | |
5 | ρεσε Τιβερίῳ καὶ τοῖς περὶ τὸν Ἀψὶχ παρασχεθῆναι γῆν τοὺς Ῥωμαίους, ἵνα κατοικίζεσθαι μέλλοιεν οἱ Ἄβαροι, εἴ γε τῶν παρὰ σφίσιν ἀρχόντων λήψονται τοὺς παῖδας ὁμηρεύσοντας. καὶ οὖν τὰ τοιάδε Τιβέριος ἐσήμηνε βασιλεῖ. ἀλλὰ γὰρ τῷ αὐτοκράτορι οὔτι ἐδόκει τοῖς πράγμασι τῶν Ῥωμαίων εἶναι λυσιτελές· οὐκ | |
10 | ἄλλως δὲ εἰρηνεύσειν ἔφασκεν, εἴ γε μὴ αὐτοῦ δῆτα τοῦ Ἀβάρων | |
ἡγουμένου λάβοι τῶν παίδων τινὰς ἐς ὁμήρους. Τιβερίῳ δὲ οὐ ταῦτα ἐδόκει· ἐγνωμάτευε γὰρ ὡς, εἴ γε τῶν παρὰ Σκύθαις ἀρ‐ χόντων λήψονται τοὺς παῖδας, οἶα εἰκός, βουλευομένου τοῦ Χαγά‐ νου τὰ ξυντεθειμένα παρώσασθαι, οὐ συγχωρήσειν ποτὲ τῶν ὁμη‐ | 459 | |
15 | ρευόντων τοὺς πατέρας. Τιβέριος μὲν τοιᾶσδε ὑπῆρχε γνώμης, βασιλεῖ δὲ οὐχ οὕτως ἐδόκει· ἀλλὰ γὰρ δήπου καὶ ἐνεμέσιζε τοῖς Ῥωμαίων στρατιάρχαις τὸν πόλεμον ἀναβαλλομένοις, συλλαβαῖς τε ἐχρῆτο ὡς αὐτοὺς διαγορευούσαις ὡς δέοι τοῖς βαρβάροις ἐνδεί‐ κνυσθαι ὅτι γε δήπου Ῥωμαίοις οὐχὶ ἐς τὸ ἁβροδίαιτον ὁ βίος, | |
20 | ἄλλως δὲ ὡς φιλοπόλεμοί τέ εἰσι καὶ φερέπονοι. ἐπεὶ δὲ τὰ τῆς ἔριδος ἐνίκα, καὶ ὁ πόλεμος ἠπειλεῖτο, Τιβέριος ἐσήμηνε Βώνῳ ἐν γράμμασι φυλάξασθαι τὰς διαβάσεις τοῦ ποταμοῦ. | |
18 | Ὅτι μετὰ τὴν νίκην τῶν Ἀβάρων, ἡττηθέντος Τιβερίου τοῦ στρατηγοῦ, μετὰ τὰς ξυνθήκας συνήρεσε πρεσβεύσασθαι ὡς τὸν Ῥωμαίων αὐτοκράτορα. καὶ δὴ Τιβέριος ξυναπέστειλε τῇ πρεσβείᾳ Δαμιανὸν ταξίαρχον ἐσήμηνέ τε τῷ βασιλεῖ ἅπαντα τὰ | |
5 | ξυνενεχθέντα, καὶ περὶ ὧν βούλεται τὸ Ἀβαρικόν. καὶ ἐσπείσαντο τελέως Ῥωμαῖοί τε καὶ Ἄβαροι. | |
19 | Ὅτι τῶν Ἀβάρων σπεισαμένων καὶ ἐς τὰ οἰκεῖα ἀπερχο‐ μένων, οἱ Σκαμάρεις ἐγχωρίως ὀνομαζόμενοι ἐνεδρεύσαντες ἀφεί‐ λοντο ἵππους τε καὶ ἄργυρον καὶ ἑτέραν ἀποσκευήν. τούτου ἕνεκα πρεσβείαν ἔστειλαν αὖθις ὡς Τιβέριον, τῶν κεκλοφότων πέρι ἐπι‐ | |
5 | μεμφόμενοι, ἔτι καὶ τὰ ἀφαιρεθέντα ἀνακομίσασθαι βουλόμενοι. καὶ δὴ ἀνερευνηθέντες οἱ τὴν κλοπὴν εἰργασμένοι ἐν φανερῷ τε γενόμενοι, μοῖράν τινα ἀπεκατέστησε τοῖς Ἀβάροις. | |
20 | Ὅτι τοῦ δεκάτου ἔτους ἀνυσθέντος τῶν πεντηκοντουτίδων σπονδῶν, μετὰ τὴν σφαγὴν Σουρήνα, ἐν τούτῳ ὁ Περσῶν βασιλεὺς στέλλει Σεβόχθην ἄνδρα Πέρσην ἐς πρεσβείαν ὡς Ἰουστῖνον τὸν βασιλέα, τῶν ἐν Περσαρμενίᾳ μὲν ξυνενεχθέντων ἄγνοιαν δῆθεν | |
5 | ὑποκρινόμενος, ἄλλως δὲ τὸ συντεταγμένον Ῥωμαίους κατατιθέναι χρυσίον βουλόμενος, οἷα δὴ τῆς δεκαετίας περαιωθείσης, ἧς τὰ χρήματα ὑφ’ ἓν ἐκομίσατο, εἶτα ἐμπεδώτατα ξυνεστάναι τὴν εἰ‐ ρήνην, καθά που ἐνεγέγραπτο ἐν ταῖς ξυνθήκαις. σφόδρα γὰρ ἐν ἀρχαῖς ἐτάραξε Χοσρόην αἰσθόμενον ὡς βασιλεὺς Ῥωμαίων πρὸς | |
10 | πόλεμον ὥρμητο τὰ εἰρηναῖα παρωσάμενος, ἐδεδοίκει τε μή πως | |
ἐκ μεγάλης παρασκευῆς ἐπίθοιτό τε αὐτῷ, καὶ ἄλλως οὐχ ἥκιστα φροντίδα ἐτίθετο εἰς ἔσχατον γῆρας ἐληλακὼς καὶ ἤδη ἐκλελυμένος ταῖς ὁρμαῖς τοῦ πολέμου, ὥστε ἐρρῶσθαι τὰ εἰρηναῖα καὶ ὥσπερ ἀμέλει πατρῷον κτῆμα τοῖς γε αὐτοῦ παισὶν ἀσάλευτά τε καὶ | 460 | |
15 | ἄτρωτα καταλιπεῖν. Σεβόχθην μὲν οὖν Ἰουστῖνος φοιτήσαντα ἐς τὰ βασίλεια οὔτι μάλα προσίετο, ἐπεὶ καὶ ἄλλως, ἡνίκα εἰσῆλθε κατὰ δὴ τὸ εἰωθὸς τὸν αὐτοκράτορα προσκυνήσων, χαμαὶ ῥίψαν‐ τος ἑαυτόν, οὕτω ξυμβάν, ὁ πῖλος, ὃς ἐπὶ τῇ κεφαλῇ κατὰ τὸ νενομισμένον Πέρσαις ἐπέκειτο, ἐς τοὔδαφος ἔπεσεν. τούτῳ αἰσίῳ | |
20 | τινὶ συμβόλῳ χρησάμενοι οἱ ἐν τέλει καὶ ὁ δῆμος ταῖς κολακείαις τὸν βασιλέα ἐπτέρωσαν, ὡς ὅσον οὔπω ὑποπεσεῖταί γε αὐτῷ ἡ Περσίς. τῷ τοι ἄρα Ἰουστῖνος ἐπηρμένος τε ἦν ταῖς ἐλπίσι καὶ μετεωρίζετο τῇ διανοίᾳ τὰ κατὰ νοῦν ῥᾷστα ἐκβήσεσθαι οἰόμενος. Σεβόχθην δὴ οὖν ἀγγείλαντα ἐφ’ οἷς παρεγένετο ὁ βασιλεὺς περι‐ | |
25 | εφρόνησέ γε αὐτὸν καὶ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο τὸν ἄνδρα. ἔφη τοιγαροῦν ὡς αὐτὸν ὡς ἡ φιλότης χρήμασι βεβαιουμένη οὐκ ἀγαθή· (αἰσχρὰ γὰρ καὶ ἀνδραποδώδης ὠνητή τε ἡ τοιάδε) φιλίαν δὲ τὴν ἰσόρροπόν τε καὶ οὐχὶ κερδαλέαν ὁρίζεσθαι, ἐν ᾗ καὶ τὸ βέβαιον παραπέπηγε φύσει τινί. πρὸς τοῖσδε ἀνεπυνθάνετό γε πρὸς αὐ‐ | |
30 | τοῦ μήτι καὶ περὶ τῆς κατὰ σφᾶς Ἀρμενίας βούλοιτο διαλέγεσθαι. Σεβόχθης δὴ οὖν ἀπεκρίνατο ἀκηκοέναι μὲν τὸν αὐτοῦ βασιλέα ὡς ἀνὰ τὰ ἐκείνη βραχεῖά τις ἐγένετο ταραχή, στεῖλαι δὲ ὅμως τινὰ τὸν δυνάμενον ἐν κόσμῳ θέσθαι τὰ γεγενημένα καὶ τὸν θό‐ ρυβον καταπαύσοντα. Ἰουστῖνος δὲ Περσαρμενίους προφανέστατα | |
35 | ἔφη εἰσδέξασθαι Περσῶν ἀποχωρήσαντας, καὶ οὐ περιόψεσθαι σφᾶς ἀδικουμένους οἷα δὴ ὁμογνώμονας τὰ εἰς θεόν. Σεβόχθης δὴ οὖν ἐν Πέρσαις ἀγχίνους τε ἅμα καὶ νομίζων τὰ περὶ τὸ θεῖον οὐκ ἄλλως ἢ καθὰ νομίζουσι Χριστιανοί, ἐπιμελέστατά πως ἐδεῖτο τοῦ βασιλέως Ἰουστίνου μὴ κινῆσαί τι τῶν ἐν κόσμῳ, ἐν νῷ δὲ | |
40 | βαλέσθαι τὸν πόλεμον, οὕτως ἄδηλον πρᾶγμα καὶ οὔτι ἐπὶ ῥητοῖς εἰωθότα χωρεῖν, καὶ ὅτι δή, εἴ γε οὕτω τύχοι, καὶ κρατούντων Ῥωμαίων ἐς τοὐναντίον αὐτοῖς περισταίη τὰ τῆς νίκης. ἐσιόντες γὰρ ἐς τὴν Περσῶν καὶ ἐπὶ μακρότατον ὁδοιπορίας ἐλαύνοντες εὑρήσουσιν ἅπαντάς γε δήπου περὶ τὸ θεῖον οὐκ ἄλλως ἤπερ αὐτοὶ | |
45 | ἐσπουδακότας· ὡς, εἴγε ἕλοιντο τοὺς τοιούσδε ἀποκτιννύναι, οὐδὲν ἧττον αὐτοὶ πάλιν ἡττηθήσονται. οὐ δῆτα οὖν χρεὼν κατὰ Χρι‐ στιανῶν τοὺς ὁμοδόξους θήγειν τὰ ξίφη. ἀλλὰ γὰρ τοῖς οὕτω λίαν ὁμαλοῖς τε καὶ ἐπιεικέσι λόγοις Ἰουστῖνος οὐκ ᾤετο χρῆναι | |
ἔσεσθαι πειθήνιος. ἔφη δὲ ὡς, εἴ γε πειραθείη δάκτυλον ἕνα | 461 | |
20(50) | κινηθῆναι βασιλεὺς Περσῶν, πῆχυν αὐτὸς κινηθήσεται, καὶ ὡς ἐς τὴν Περσῶν ἐλάσοι· θαρρεῖν τε ὡς, εἰ πρὸς πόλεμον ὁρμήσοι, καθελεῖ τε Χοσρόην καὶ αὐτὸς βασιλέα χειροτονήσοι Πέρσαις. οὕτω τοίνυν ὑπερόρια εἰπὼν ἀπέπεμψε Σεβόχθην. | |
21t | Βιβλίου βʹ. | |
21 | Ὅτι ἐπεὶ Ἰουστῖνος τὰς φρένας παρεκόπη καὶ Τιβέριος ἀνεδέξατο διοικεῖν τῆς πολιτείας τὰ πράγματα, ἐν ἀπόρῳ ἦσαν αὐτός τε Τιβέριος καὶ ἡ βασιλὶς Σοφία ὄπως διάθοιντο τὰ τῶν πολέμων. ἀλλὰ γὰρ ἔλυσε τὸ ἄπορον σφῶν βασιλεὺς ὁ Περσῶν | |
5 | ὡς τὸν Ῥωμαίων αὐτοκράτορα στείλας Ἰάκωβον, ὃς τὰ Περσικὰ ῥήματα τῇ Ἑλληνίδι φωνῇ διασαφηνίζειν ἠπίστατο. συννοήσας γὰρ ἐς ἔσχατον ὡς νῦν ἐλπίδος οἱ Ῥωμαῖοι κατολισθήσαντες ἥδιστον μὲν ἂν ἔχοιεν ἐπὶ ταῖς οἱαισοῦν ξυνθήκαις διαλῦσαι τὸν πόλεμον, οὐ μὴν θαρρῆσαι πρεσβείαν τινὰ στεῖλαι διὰ τὸ οὐκ εὐπρόσωπον | |
10 | εἶναι τὸν ἀρξάμενον πολέμου ἀπάρξασθαι καὶ ἱκετείας· προτε‐ ρήσας οὖν ὁ Περσῶν βασιλεὺς τὴν αἰσχύνην προανεῖλε καὶ τῷ κατεπτηχότι τῆς γνώμης αὐτῶν ἐπενόησε πρόφασιν, ὡς ἂν ἔλθοιεν ἐς λόγους αἰτησόμενοι μεθ’ ἱκετηρίας εἰρήνην. στέλλει τοίνυν Ἰάκωβον ἄμεινόν πως βουλευσάμενος, ὡς οὐ πώποτε ἂν εὐκλεέστε‐ | |
15 | ρον Πέρσαι τὸν πρὸς Ῥωμαίους κατάθοιντο πόλεμον· τοσαῦτα γὰρ ἐνδώσειν Ῥωμαίους, ὅσα ἂν ἐθελήσωσι Πέρσαι αὐτοί. ἡ δὲ σταλεῖσα πρὸς αὐτοῦ ὡς Ἰουστῖνον ἐπιστολὴ οὔτε τῆς ἡλικίας ἦν τοῦ Περσῶν βασιλέως, μειρακιώδης οὖσα παντοίως, οὔτε δὲ ἄλλου τινὸς οἶμαι ἐμφρονεστάτου. ἕτερον γὰρ τὸν ὁντιναοῦν ἀπαυθαδί‐ | |
20 | ζεσθαι οὐκ ἄπο τρόπου ἦν· ἐκεῖνον μέντοι οὐ βρενθύεσθαι ἴσως ἐχρῆν οὐδὲ ὑψαγόραν τινὰ εἶναι καὶ ἀπειρόκαλον. ἡ γὰρ ἐπιστολὴ ὕβρεών τε μεστὴ καὶ ὀνειδισμοῦ καὶ μεμεθυσμένων ῥημάτων ὑπῆρ‐ χεν. καὶ ἡ μὲν ἐπιστολὴ ὑπερηφανίας τε ἦν καὶ ἀλαζονείας πλήρης· εἰσάγεται δ’ οὖν Ἰάκωβος, οὐ μὴν ὡς Ἰουστῖνον ἅτε νοσώδη τυγ‐ | |
25 | χάνοντα, ἀλλὰ γὰρ ὡς τὴν βασιλίδα, ἐπεὶ αὐτὴ ξὺν Τιβερίῳ ἅπαντα | |
ἔπραττεν. ἀναλεξαμένη τοίνυν τὸ γράμμα ἐπηγγείλατο καὶ αὐτὴ στέλλειν τὸν πρεσβευσόμενον ὡς βασιλέα Περσῶν καὶ ἀμφὶ τῶν ὁπωσοῦν κεκινημένων διαλεχθησόμενον. στέλλεται δ’ οὖν Ζαχα‐ ρίας, ἐν τοῖς βασιλείοις καταταττόμενος ἰατροῖς, ἐπιφερόμενος | 462 | |
30 | γράμμα ἐκ τῆς βασιλίδος. | |
22 | Ὅτι ἐπὶ Τιβερίου Καίσαρος οἱ τῶν Ῥωμαίων στρατηγοὶ εἰσβολὴν ἐς Ἀλβανίαν ποιησάμενοι καὶ ὁμήρους λαβόντες Σαβεί‐ ρων καὶ Ἀλανῶν καὶ ἄλλων ἐθνῶν ἧκον ἐς Βυζάντιον. ἀφικομέ‐ νους δὲ ἐν Βυζαντίῳ τοὺς πρέσβεις τῶν ἐνδεδωκότων ἑαυτοὺς | |
5 | Ἀλανῶν τε καὶ Σαβείρων ὁ Καῖσαρ δέχεται ἐπιεικῶς καὶ πάνυ φιλανθρώπως, πυθόμενός τε παρ’ αὐτῶν, ὁπόσα χρήματα αὐτοῖς ἐδίδου ὁ Περσῶν βασιλεὺς, δεδωκώς τε ἐξουσίαν σφίσιν ἐς ὅσον ἠβούλοντο ἐξᾶραι τῇ ψευδολογίᾳ τὸ χρῆμα καὶ τῷ κόμπῳ τἀληθὲς ἐπικαλύψαι, διπλάσια τούτων ἔγωγε παρέξω, ἔφη, τοῖς τε ἐν τέλει | |
10 | ὑμῶν, πρὸς δὲ δὴ καὶ ὑμῖν αὐτοῖς. ἐπὶ τούτοις ἥσθησάν τε οἱ βάρβαροι καὶ ἐδόκουν χάριν εἰδέναι τῷ κρείττονι ἀνθ’ ὧν ὑπήκοοι Ῥωμαίων ἐγένοντο. ἤγγελλον δὲ ὡς ὁ Σαβεὶρ ἀπέστη οὐκ ἐς μα‐ κρὰν ὀλίγα τε φροντίσας τῶν ὁμήρων Πέρσαις προσετέθη. τοῖς μὲν οὖν πρέσβεσιν αὖθις ἐν συνουσίᾳ γενόμενος ὁ Καῖσαρ τὰ ὅσα | |
15 | ἁρμόδια διελέχθη καὶ ἔφη τούς τε προσχωροῦντας αὐτῷ ἑκοντὶ μάλα εὐεργετήσειν, τοὺς δέ γε οὐ βουλομένους καὶ ἄκοντας ἕξειν ὑπὸ τὴν αὑτοῦ χεῖρα βίᾳ καὶ δυνάμει. | |
23 | Ὅτι τῶν στρατηγῶν δῃούντων τὴν Περσῶν Ἀρμενίαν, ἐν τούτῳ παρεγένετο Ναδώης, ἐς τὴν λεγομένην σμικρὰν χειροτονη‐ θεὶς πρεσβείαν, πρὸς Χοσρόου ἐκπεμφθείς· ὃς τῆς διὰ Θεοδώρου τοῦ Βάκχου πρεσβείας ἔδοξεν ἀμοιβαίαν ἀποκομίζειν ἐκ τοῦ Χοσ‐ | |
5 | ρόου ἀγγελίαν, κυρίως δὲ ὡς ἑτοιμότατα ἔχοι καὶ αὐτὸς στεῖλαι τοὺς ἄρχοντας κατὰ δὴ τὰ ὅρια τῆς ἕω, ὡς ἂν ἐν τῷ αὐτῷ γενό‐ μενοι τοῖς ἐκ Ῥωμαίων ἐκπεμφθησομένοις σκοπήσοιέν τε καὶ δια‐ σκέψοιντο ὅπως χρὴ τὰ ὅπλα καταθέσθαι, ἀνακρινομένου τούτου πρώτου τίς ἄρα πολιτεία τῆς λύσεως τῶν πεντηκοντουτίδων σπον‐ | |
10 | δῶν αἰτία ἐγένετο. ᾧτινί γε δήπου ἐμφρονέστατά πως ἀπεκρίνατο ὁ Καῖσαρ, ὡς πρεσβυτέρῳ τυγχάνοντι βασιλεῖ Περσῶν αὐτὸς ἔτι νέος ὢν καὶ ὅσον ἐπὶ τῇ ἀκμῇ τῆς ἡλικίας Χοσρόου παῖς καθε‐ στὼς ἕτοιμος εἴη ἐφ’ ὅπερ ἂν ἐκεῖνος ἡγήσοιτο ἕπεσθαί οἱ, καί, | |
εἴτε τὰ ξίφη βούλοιτο εἴτε τὴν ἡσυχίαν, ἀκολουθήσειν. ἀποπέμψας | 463 | |
15 | οὖν ἐπὶ τοῖς τοιοῖσδε τὸν Ναδώην ὁ Καῖσαρ οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἔστειλε κατὰ τὴν ἑῴαν τοὺς εὖ διαθήσοντας τὰ ἀμφίβολα, ἐς ταὐτὸν συνελευσομένους τοῖς Περσῶν ἡγεμόσιν. ἦσαν δὲ οἱ σταλέντες Θεόδωρος ὁ Πέτρου, ὃς τῶν ἐν τῇ αὐλῇ καταλόγων πρὸ τοῦ γενόμενος ἡγεμὼν τηνικαῦτα τῶν βασιλεῖ ἀνειμένων προειστήκει | |
20 | θησαυρῶν, οἵ γε ἀπὸ τῆς δαψιλείας τῇ Ῥωμαίων προσαγορεύονται φωνῇ (λαργοὺς γὰρ οἱ Λατῖνοι τὸ δαψιλὲς ὀνομάζουσιν)· Ἰωάννης τε καὶ Πέτρος, ἄμφω τῇ τῶν ὑπάτων τετιμημένω ἀξίᾳ, πρός γε καὶ Ζαχαρίας ἐν τοῖς βασιλείοις καταταττόμενος ἰατροῖς. οἳ δὴ γενόμενοι ἐς Κωνσταντίναν πόλιν τῆς μεταξὺ τῶν ποταμῶν ἀνέ‐ | |
25 | μενον ἐλευσόμενον ἐκ τοῦ Χοσρόου ἐς τὰ περὶ Νίσιβιν καὶ τὸ Δάρας Μεβώδην τὸν Σανναχοερύγαν, ᾧ δὴ τὸ κῦρος τῶν περὶ τὴν εἰρήνην ἐπέθηκε Χοσρόης. κατ’ αὐτὸν δὲ τὸν χρόνον καὶ Ἀστέ‐ ριος, εἷς τῶν βασιλείων διαιτητῶν, οὓς δὴ ἀντιγραφέας ἀποκαλέσοις, δοριάλωτος ὢν ἀνῃρέθη ὑπὸ Χοσρόου φωραθεὶς ὡς κρύβδην ἐγε‐ | |
30 | γράφει βασιλεῖ τῶν Ῥωμαίων ἐπιθέσθαι κεκακωμένοις νῦν Πέρ‐ σαις. Μεβώδου δὲ ἀφικομένου ἐν τοῖς ὁρίοις, ἅμιλλα μέν τις γέγονε πρότερον αὐτῷ τε καὶ τοῖς ἀμφὶ Θεοδώρῳ καὶ Ζαχαρίᾳ περὶ τοῦ ὅποι δέον ποιήσασθαι τὴν ξυνέλευσιν. Ῥωμαῖοι μὲν γὰρ ἠξίουν ἐν τοῖς τελοῦσιν ὑπὸ τὸ Δάρας χωρίοις οἷα δὴ οἰκείοις | |
35 | καθεστῶσι ξυγκροτεῖσθαι τὴν ἐκκλησίαν· ἀτὰρ οἱ Πέρσαι ἔφασκον, ἐπεὶ ἡ πόλις αὐτοῖς τῷ θεσμῷ τοῦ πολέμου ὑπεκλίθη, οὐκ ἄπο τρόπου καὶ τὰ ὅσα γε ὑπὸ τὴν πόλιν ἁρμόζειν αὐτοῖς, καὶ οὐ δέον ἐκεῖσε ξυνιέναι, οἷα μὴ καθεστώτων ὁροθεσίων. μετὰ γοῦν ταῦτα, οὕτω δοκοῦν ἀμφοτέροις τοῖς μέρεσι, ξυνῆλθον ἐν τῷ δὴ λεγο‐ | |
40 | μένῳ Ἀθραήλων· πρὸς τοῖς καὶ οἱ ἐπιχώριοι ἄρχοντες πολιτείας ἀμφοτέρας. καὶ τοίνυν προυτίθεσαν ἅς γε δήπουθεν ᾤοντο κατ’ ἀλλήλων τὰς πολιτείας ἔχειν αἰτίας, ὡς τῆς ἑτέρας τὴν ἑτέραν ἄδικά τε καὶ οὐχ ὅσια εἰργασμένης παρασπονδησάσης τε καὶ πό‐ λεμον ἄδικον ἑλομένης. πλείστων δὲ ὅσων ῥημάτων ἐξ ἀμφοῖν | |
45 | τοῖν μεροῖν, ὥς πη ἔτυχεν, ἐρριμμένων, χύδην τε προουσῶν τῶν δικαιολογιῶν τῷ ἔκαστον ἐθέλειν τῇ κατ’ αὐτὸν πολιτείᾳ, οἷα εἰκός, εὐνούστατον ἑαυτὸν ἀποφῆναι, τέλος ἐς δημηγορίαν πρῶτοι Ῥω‐ μαῖοι κατέστησαν. | |
24 | Ὅτι οἱ πρέσβεις ξυνελθόντες τε καὶ εἰς ἓν γενόμενοι κατὰ δὴ τὰ ὅρια τῆς ἕω ἐξ ἀμφοτέρας πολιτείας τὴν εἰρήνην ὅπως βεβαιωθῆναι δέον διασκεψόμενοι, γλαφυρά τε καὶ ποικίλα ῥήματα ἕκαστοι ἀπορρίψαντες εἰπόντες τε καὶ ἀκηκοότες τὰ ὅσα χρεών, | 464 |
5 | τυχὸν καὶ τὰ ὅσα μὴ χρεών, τέλος ξυνῆκαν οἱ πρέσβεις περὶ μὲν τοῦ διαρραγῆναι τὰς σπονδὰς τίς αἴτιος καὶ οὔ, τὸ τοιόνδε σιγη‐ θῆναι, διερευνῆσαι δὲ τρόπον ὅτῳ ἐμπεδωθήσεται τὰ εἰρηναῖα τοῦ λοιποῦ καὶ αἱ ἀμφήριστοι πολιτεῖαι κατάθοιντο τὰ ὅπλα. εὐθὺς οὖν Μεβώδου κατὰ τὰς πρώην ξυνθήκας, αἵ γε ξυνέστησαν | |
10 | ἐπὶ τοῦ αὐτοκράτορος Ἰουστινιανοῦ, τὰς τριάκοντα χιλιάδας τῶν νομισμάτων φήσαντος χρῆναι τοὺς Ῥωμαίους τῇ πολιτείᾳ Περσῶν κατατιθέναι ἀν’ ἔτος, ἔτι γε μὴν ἀποχωρῆσαι Περσαρμενίας τε καὶ Ἰβηρίας, πρὸς δέ γε καὶ αὐτοὺς τοὺς ὅσοι γε αἴτιοι τῆς ἀπο‐ στάσεως ἀποδοθῆναι βασιλεῖ τῶν Περσῶν χρησομένῳ σφίσι ταῖς | |
15 | προσηκούσαις † φωναῖς, τοσαῦτα τοῦ Μεβώδου κατατείναντος, οἱ τῶν Ῥωμαίων πρέσβεις, τὸ τοιόνδε ἐκ τοῦ Καίσαρος παρεγγυηθὲν αὐτοῖς, αὐτίκα οἵγε τοῦτο αὐτὸ οὐδὲ τοὔνομα προσίεσθαι ἔφασαν τῆς εἰρήνης, εἴπερ ἐπὶ συντελείᾳ τινὶ καὶ ἅτε ἐς φόρου ἀπαγωγὴν Πέρσαι ἐλπίζοιεν Ῥωμαίους ἕξειν τοῦ λοιποῦ· μηδὲ γὰρ ἀνέξε‐ | |
20 | σθαι τοῦ τοιοῦδε τὸν Καίσαρά τι παρασχέσθαι μήτε μὴν ὥσπερ ἀμέλει ὤνιόν τι χρῆμα πρίασθαι τὴν εἰρήνην. οὕτω δὴ γὰρ εἰ ἔσοιτο, οὔτι εἶναι μόνιμον οὐδὲ βεβαίαν. χρῆναι τοίνυν Ῥωμαίων ἔλεγον οἱ πρέσβεις πρότερον τοῦ τοιοῦδε ἀπειπεῖν οὕτω τε ἐφ’ οἷς δέοι τὰ τῆς εἰρήνης προϊέναι διασκέψασθαι. καὶ αὖθις ἕκατι | |
25 | τοῦ τοιοῦδε τερθρείας λόγων ἀπερριμμένης πολλῆς ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ οὐχ ὑποχαλώντων ἐν ἀρχῇ τῶν Περσῶν, ἀλλ’ ἢ τὰς ἀνέκαθεν τριάκοντα χιλιάδας τοῦ χρυσοῦ νομίσματος ἢ προσάπαξ ὡς χρὴ μέγα τι καταθέσθαι δικαιολογουμένων, τὸ τελευταῖον ἔδο‐ ξεν ὁ Μεβώδης ἐπιδεικνύναι δῆθεν αὐτοῖς ἐκ τοῦ κατ’ αὐτὸν βασι‐ | |
30 | λέως γράμμα ἄρτι σταλέν, ἐν ᾧ περιείχετο ὡς χάριν τῆς πρὸς Καίσαρα φιλίας ἀνέξοιτο καὶ χρημάτων ἐκτὸς ἐξ ἰσοτιμίας ἀναρ‐ ρῶσαι τὴν εἰρήνη. τοῦτο ἐπεὶ [οἱ] κατὰ τὴν βασιλίδα διεθρυλήθη πόλιν, ἅπαντες ἀνεπτερώθησάν τε καὶ ἐδόκουν οἵ τε ἐν τέλει καὶ ὅσος ἕτερος ὅμιλος ἤδη ἀργήσειν τὰ ξίφη καὶ ἐμπεδώτατα καθέ‐ | |
35 | ξειν τὴν εἰρήνην, ἐπεὶ καὶ ὁ Καῖσαρ Περσαρμενίας τε καὶ δὴ Ἰβη‐ ρίας αὐτῆς ἑτοιμότατα εἶχε παραχωρῆσαι Πέρσαις, σαφέστατα ἐξεπιστάμενος ὡς οὐπώποτε ἐνδώσοιεν τοσαύτης ἐστερημένοι χώ‐ ρας, οὐδέ γε εἰ τελέως κατολισθήσοι καὶ ἐξίτηλα ἔσοιτο τὰ πρά‐ γματα Περσῶν. τοὺς μέντοι γενεάρχας Περσαρμενίων, ἀλλὰ γὰρ | 465 |
40 | καὶ τοὺς τῷ γένει σφῶν ἡνωμένους, καὶ ἁπλῶς τὸν ὁντιναοῦν, οἵ γε αὐτομολήσαντες ἦσαν ὡς Ῥωμαίους, οὔτε ἐκδώσειν, ἀλλ’ οὐδὲ ἑτέρως ἐμπεδώσειν ἔφασκε τὴν εἰρήνην, εἴ γε μὴ ἄδεια ἔσοιτο τοῖς βουλομένοις Περσαρμενίων τε καὶ Ἰβήρων τὴν σφετέραν ἐκλιπόν‐ τας ἀνασκευάσασθαι ἐς τὴν Ῥωμαίων. λόγον γὰρ οὐχ ἥκιστα | |
45 | ἐποιεῖτο πολὺν ὁ Καῖσαρ τῶν ὀμωμοσμένων ὑπὸ Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς Περσαρμενίοις καὶ τοῖς μεταχωρήσασιν Ἰβήρων. ὠμωμόκει γὰρ ὁ βασιλεὺς ὡς καθ’ ὅσον οἷόν τέ ἐστιν αὐτῷ ἅπαν‐ τα ἀνακινήσειν τρόπον, ὡς ἂν καὶ αὐτήν γε δήπου τὴν θρε‐ ψαμένην σφᾶς ποιήσεται ὑποχείριον· εἰ δέ γε ἄχρι τέλους οὔτι | |
24(50) | ἔσοιτο δυνατὸς πρὸς τὸν πόλεμον ἀνθέξειν, ἀλλὰ τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τοὺς τῷ αἵματι σφίσι προσήκοντας, ξυνελόντα δὲ εἰπεῖν τοὺς ὅσοι βούλονται Ῥωμαϊκῆς μετασχεῖν πολιτείας, οὐπώ‐ ποτε ποιήσεσθαι ἐκδότους. ἐδόκει δὲ καὶ βασιλεὺς ὁ Περσῶν ἥδε‐ σθαι ἐπὶ τοῖς, ὡς ἂν Ῥωμαῖοι μὲν ἐκστήσοιντο τῆς Περσῶν Ἀρ‐ | |
55 | μενίας τε καὶ Ἰβηρίας, ἐξουσίαν δὲ αὐτὸς προσνέμοι, ὅποι ἐθέλου‐ σιν οἱ τῇδε οἰκήτορες ἰέναι, οὔτι ἄπο τρόπου γε, οἶμαι. ἠπίστατο γάρ, πλὴν ὀλιγίστων τῶν ἐν τέλει, οἳ τῆς ἀποστάσεως ἦρξαν, ὡς οὐδεὶς Περσαρμενίων καὶ Ἰβήρων πόθῳ τῆς θρεψαμένης, ὃς φύσει τοῖς ἀνθρώποις ἐνιζάνει τε καὶ προσπέπηγεν, ἀνασκευάσοιτο ἐς | |
60 | τὴν ὀθνείαν· ἄλλως τε καὶ ἅμα ἤλπιζε τοῦ πολέμου λωφήσαντος ἐν δέοντι θέσθαι τὰ περὶ Περσαρμενίας τε καὶ Ἰβηρίας. αἵδε γὰρ αὐτῷ αἱ χῶραι πάμφοροί τε ὑπῆρχον καὶ πλεῖστα ἐσότι ἐδασμο‐ φόρουν. τοιγαροῦν διὰ ταῦτα ἤρεσκε τὸν βασιλέα Περσῶν ἐπὶ τοῖσδε τὸν πόλεμον καταθέσθαι. προσῆλθε δὲ τῷ Καίσαρι δια‐ | |
65 | νοεῖσθαι, ὡς ἂν τὸ λοιπὸν μηδεμία ὑπολείποιτο τοῦ πολέμου αἰτία, τῆς Περσαρμενίας τε καὶ Ἰβηρίας ἕκατι τὴν πόλιν τὸ Δάρας παρὰ σφῶν ἀντιλήψεσθαι, ἥκιστα μὲν τοῦ κερδαλέου χάριν· οὐ γὰρ δή τι τὸ Δάρας ἡ πόλις ἐς ἕτερόν τι ὀνησιφόρος ἢ τῷ ἀσφαλέστατα ἔχειν καὶ τῆς ὑπὸ Ῥωμαίους ἑῴας ὥσπερ τι ἔρυμα προβεβλῆσθαι. | |
70 | ἅμα οὖν τὸ ἀτύχημα ἀκέσασθαι βουλόμενος τῷ ἀπειληφέναι Ῥω‐ μαίους τὰ οἰκεῖα, ἅμα δὲ καὶ μηδὲ ἕνα σπινθῆρα τοῦ πολέμου καταλιπεῖν ἐθέλων, ἔγνω ἀνασώσασθαι τὸ Δάρας ἢ χρήμασιν ἤγουν ἐτέρῳ τρόπῳ τινί. περὶ μὲν οὖν τοῦ χρῆναι ἐξ ἰσοτιμίας τὴν εἰρήνην προελθεῖν, πρὶν ἢ διακριθῆναι τὸν ἐν Ἀρμενίᾳ πόλεμον, | 466 |
75 | ἐδόκει καὶ ξυνέθεντο Πέρσαι. μελλόντων δὲ ὅσον οὔπω παρα‐ χωρῆσαι Ῥωμαίοις καὶ τοῦ Δάρας ἢ οὐδενὸς ἤγουν ὀλιγίστης χρυ‐ σίου ποσότητος, εὔδηλον ὂν πρότερον ἀφισταμένων Ῥωμαίων Περ‐ σαρμενίας καὶ Ἰβηρίας, ἐν ᾧ τὰ τοιάδε οἱ ἐξ ἑκατέρων διαλεγόμενοι πρέσβεις, γέγονε τὰ κατὰ τὴν ἐν Ἀρμενίᾳ ξυμπλοκήν, ἐν ᾗ προσ‐ | |
80 | πταίσαντες οἱ Ῥωμαῖοι μεγάλως παρὰ πολὺ τῆς ἐλπίδος ἐς τὸ ἧττον ὠλίσθησαν. διὸ δὴ τῶν Περσῶν ταῖς εὐπραγίαις ἐπηρμένων, ὁ σφῶν βασιλεὺς ἔφασκεν ὅλως περὶ τὸ τὴν πόλιν τὸ Δάρας ἐν‐ δοῦναι Ῥωμαίοις μὴ ἐνδέξασθαι λόγον τινά. αὐτὸς μὲν γὰρ κατὰ τὸν κοινὸν τοῦ πολέμου θεσμὸν βίᾳ καὶ δυνάμει ἐξελεῖν καὶ προσ‐ | |
85 | κτήσασθαι τὸ Δάρας ἀπισχυρίζετο· τοὺς δέ γε Ῥωμαίους Περ‐ σαρμενίᾳ τε καὶ Ἰβηρίᾳ ἐπιστῆναι παρασπονδήσαντας, πρὸς δέ γε καὶ ἀφηνιάσαντας τοὺς ταύτη οἰκοῦντας ἀπὸ Περσῶν ὑποδέ‐ ξασθαι. καὶ τοίνυν αὖθις ὁ βάρβαρος θρασύς τε καὶ ὑψαύχην ἦν, καὶ μὲν οὖν ἐπὶ τοῖς ξυνενεχθεῖσιν ἐβρενθύετο μέγα ἠπείλησέ τε | |
90 | καὶ πρὸ τοῦ πέρατος τῶν τριῶν ἐτῶν τῆς ἤδη ξυνεστώσης ἐκεχει‐ ρίας, ἧς ἐντὸς ἐδόκει τὴν εἰρήνην ἀνὰ τὴν ἕω ἐρρῶσθαι, τὰ ὅπλα κινήσειν, καὶ κατ’ αὐτήν γε δήπου τὴν πρὸς ἥλιον ἀνίσχοντα χώραν ξυγκροτήσειν τὸν πόλεμον πρότερον καταθέμενον Ῥωμαίοις τὸ ὑπὲρ τῆς τοιαύτης ἀνακωχῆς δεδομένον χρυσίον, ἡνίκα Ζαχαρίας | |
95 | ὁ ἰατρὸς καὶ τόδε ἐμπεδώσας ὑπῆρχεν. ἔφασκε δὲ τὰ χρήματα ἀποδώσειν κατὰ τοσοῦτον, καθ’ ὅσον ἐνέλιπε τῇ τριετίᾳ· εἶτα οὕτως πολέμου ἀπάρξεσθαι αὖθις. ταύτην οὖν Μεβώδου οἶα δὴ ἐκ βασιλέως Περσῶν ἀπαγγείλαντος τὴν γνώμην, οἱ τῶν Ῥωμαίων ἄρχοντες παραβήσεσθαι μὲν οἵδε τὰς ξυνθήκας ἥκιστα ἔλεγον· | |
24(100) | οὐδὲ γὰρ ξυντετάχθαι ἐν ταῖς ἐξεῖναι θατέρῳ βουλομένῳ τῶν μερῶν 〈ἢ〉 τοῦ χρυσίου παντὸς ἤγουν μοίρας τινὸς ὡς τὸν παρα‐ σχόμενον ἀναδραμούσης διαρρηγνύναι τὰς σπονδάς. ὅμως δ’ οὖν περὶ τούτων αὖθις ἐν ἀπορρήτῳ ἀλλήλοις Μεβώδης τε καὶ Ζαχα‐ ρίας ἐν τῷ αὐτῷ ξυνερχομένω διελεγέσθην, ἐκοινολογοῦντό τε καὶ | |
105 | προυτίθεσαν τὰ ὅσα ἄμφω τὼ ἄνδρε ᾤοντο χρῆναι εἰρῆσθαι· ἐπει‐ ρῶντό τε ἅτερος ἑτέρου ὅπως ξυνέλθοιεν ἐς καταλλαγὰς αἱ πολι‐ τεῖαι. καὶ Μεβώδης μὲν ἰσχυρότατά πως ἀπομνύμενος ἦν, ὡς βούλεται τῷ Καίσαρι χρησιμώτατα ἐξυπηρετήσασθαι καὶ μὲν δὴ ἐπιτηδειότατός οἱ εἶναι· Ζαχαρίας δὲ 〈ἤρετο〉 εἰ οἷόν τε εἴη | 467 |
110 | λαθραιότατα καὶ ἥκιστα ἐξεπισταμένου τινὸς ὑπὲρ τῆς πόλεως τοῦ Δάρας ῥητόν τι παρασχέσθαι χρυσίον. Ζαχαρίας δὲ ἔφασκε τὰ τοιάδε, ἐπιτετραμμένον αὐτῷ πρὸς τοῦ Καίσαρος, οὐκ ἐς τὸ ἐμφανές, οὐδὲ μὴν ἑτέρου ἐξεπισταμένου τινὸς ἢ Μαυρικίου τοῦ Παύλου ἐς τὰ μάλιστα εὐνούστατα ὡς τὸν Καίσαρα ἔχοντος, ὃς ἐν | |
115 | τῷ τότε τὸν βασίλειον ἰθύνειν ἐκληρώσατο λόγον· ὥστε ἀμέλει μηδὲ πρὸς τῶν βασιλείων γραφέων τὰ περὶ τοῦ τοιοῦδε γεγράφθαι τῷ μάλα ἐν παραβύστῳ εἶναι τὰ βεβουλευμένα τῷ Καίσαρι. γρά‐ φει δ’ οὖν Ζαχαρίᾳ, ὡς † εἴποις σὺ Μεβώδης λύτρα δῆθεν τοῦ Δάρας τὸν βασιλέα κομίσασθαι Περσῶν, αὐτῷ πεισθήσεται ὁ | |
120 | Καῖσαρ τὰ χρήματα καταθήσειν, καὶ δὴ οὐκ ἐς ἀναβολήν. ταῦτα τοίνυν Ζαχαρίου, εἰ καὶ μὴ ἀναφανδόν, ὑπαινιττομένου δὲ ὅμως τῷ Μεβώδῃ, οὐδὲν ὅγε ἔφασκε περὶ τούτου ἐπιτετράφθαι πρὸς τοῦ βασιλέως Περσῶν, οὐδὲ μὴν ἀνέξεσθαι ὅλως ἐπὶ χρήμασι μεταθεῖναι τὸ Δάρας. διεβεβαιοῦτο 〈δὲ〉 ἔμπης καὶ ὅρκοις τισὶν | |
125 | ἐπετίθει τὸ πιστόν, ὡς, νῦν εἰ προέλθοιεν αἱ ξυνθῆκαι, ὕστερον αἰτοῦντι τῷ Καίσαρι δώσειν ὥσπερ ἐξαίρετόν τι δῶρον τὸν βασι‐ λέα Περσῶν τὴν πόλιν. πρόδηλος οὖν ἦν ἐντεῦθεν μὴ ἐρρωμένα φρονῶν τῇ Ῥωμαίων ἀρχῇ, ἀλλὰ πόρρω τῆς ἀληθείας φθεγγόμε‐ νος βουλόμενός τε Ῥωμαίους μὲν ἀμαχητὶ ὑπαναχωρῆσαι τῆς Περ‐ | |
130 | σαρμενίας καὶ Ἰβηρίας, τελευταῖον δὲ ἀμφὶ τοῦ Δάρας αἰτεῖν καὶ τῶν ἐπηγγελμένων ἥκιστα τυγχάνειν, εἶτα τὴν ἐν ὑστέρῳ βουλήν, καθὰ δήπου τὸ περιφερόμενον ἐκεῖνό φησι, μὴ ἔχειν ἰσχύν, ὥσπερ καὶ Σουανίας πέρι ἐν τῷ πρὸ τοῦ ἠπατήθη Πέτρος ὑπὸ τοῦ Ζίχ. ὁμοίως οὖν καὶ ὁ Μεβώδης ἠβούλετο δράσειν. ἐπεὶ δὲ ἑώρα Ζα‐ | |
135 | χαρίαν ἐσότι ἐμφρονέστατον, καὶ οὐχ οἷόν τε ὂν αὐτῷ παρακρού‐ σασθαι τὸν ἄνδρα, ὁ δὲ τὴν ἑτέραν ἐτράπετο, ὡς ἂν τρόπῳ τῳ ἀπάτῃ περιέλθοι τοὺς Ῥωμαίους. ἐπὶ χρόνον γάρ τινα ξυνῄει ἐς ταὐτὸ τοῖς ἀμφὶ Ζαχαρίαν ἐλπίδας ὑποστρωννύς, ὡς ἔσοιτο εἰ‐ ρήνη, καὶ ὡς ἐπινεύσοι ὁ Περσῶν βασιλεὺς ἐνδοῦναι Ῥωμαίοις τὸ | |
140 | Δάρας, ταύτῃ οἰόμενος ἐκλύσειν τὴν ἐς τὸν πόλεμον προθυμίαν | |
τοῦ Καίσαρος. καὶ οὖν ἐν τοιοῖσδε τριβομένου τοῦ χρόνου, καὶ τῶν ἐξ ἑκατέρας πολιτείας πρέσβεων περὶ ταῦτα ἐνησχολημένων, οὔτω τε φερομένου τοῦ ἑῴου πολέμου ἐπ’ ἀδήλοις, κατὰ δὲ τὸ τέταρτον ἔτος Τιβερίου Κωνσταντίνου Καίσαρος βασιλείας ἐν τῇ | 468 | |
145 | Θρᾴκῃ ξυνηνέχθη τὸ Σκλαυηνῶν ἔθνος μέχρι που χιλιάδων ἐκατὸν Θρᾴκην καὶ ἄλλα πολλὰ ληίσασθαι. | |
25 | Ὅτι ὁ Καῖσαρ ἔστειλε κατὰ τὴν Ἰταλίαν χρυσίον συχνὸν ἄχρι κεντηναρίων τριάκοντα, ἅτινά γε δήπου Παμφρόνιος ὄνομα, ἀξίωμα βασιλέως πατήρ, ἐκομίσατο, ἐκ τῆς πρεσβυτέρας Ῥώμης κατὰ δὴ τὴν βασιλίδα τηνικαῦτα ἀφιγμένος ἐπὶ τούτῳ, ἐφ’ ᾧ | |
5 | δεήσεις τῷ Καίσαρι προσαγαγεῖν τῇ Ἰταλίᾳ ἐκτετρυχωμένῃ ταῖς τῶν Λογγιβάρδων ἐπιδρομαῖς ἐπαμῦναι. ὁ δὲ Καῖσαρ, ἐπεὶ αὐτῷ ὁ πόλεμος ὁ Περσικὸς ἅπαντα ἦν καὶ ἐνέκειτό γε ὅλος, ἐκεῖσε στρατιὰν οὐχ οἶός τε ἦν ἐκπέμπειν, οὐδὲ μὴν ἅμα τῇ ἕῳ καὶ κατὰ τὴν ἑσπέραν πολεμητέα γε αὐτῷ εἶναι ἐδόκει. χρήματα δὲ ἄλλως | |
10 | ἐπέδωκε Παμφρονίῳ, ἐφ’ ᾧ τινας τῶν ἡγεμόνων τοῦ Λογγιβάρδων ἔθνους, εἴ πώς γε ἔσται αὐτῷ δυνατά, πείσοι τοῦ κέρδους ἱμεί‐ ραντας μεταβαλέσθαι ὡς Ῥωμαίους ξὺν τῇ κατ’ αὐτοὺς δυνάμει, καὶ τοῦτο μὲν τῇ Ἰταλίᾳ μὴ ἐνοχλεῖν, τοῦτο δὲ καὶ κατὰ τὴν ἕω πολεμησείοντας καὶ τῇ Ῥωμαίων ἐπικρατείᾳ ἐπικουρῆσαι. ἀπει‐ | |
15 | θούντων δὲ τῶν Λογγιβάρδων, οἷα εἰκός, τὴν ἑτέραν ἰέναι, καί τινας τῶν Φραγγικῶν ἡγεμόνων διὰ τῆς τῶν χρημάτων ἐπιδόσεως ἑταιρίσασθαι καὶ ταύτῃ ἐκλειῆναί τε καὶ ἐκτρῖψαι τῶν Λογγιβάρ‐ δων τὴν δύναμιν. | |
26 | Ὅτι οἱ Μῆδοι δεδιότες τὴν τῶν Ῥωμαίων ἐμβολὴν κατὰ τῆς Περσῶν ὅσον οὔπω ἐσομένην καὶ ἐπανιόντες τὸ λεγόμενον Θαυννάριος φρούριον, χηρεῦον Ῥωμαϊκῆς ἐπικουρίας, ἐν κατοχῇ ἐποιήσαντο· καὶ ἐπ’ οἴκου ἀνεχώρησαν μηδὲν τὸ παράπαν τῆς | |
5 | ἀναισχύντου τῶν σπονδῶν ξυγχύσεως ἄξιόν τι πορισάμενοι, μήτε μὴν μέγα τι Ῥωμαίους βλάψαντες, ὡς ὑπωπτεύθησαν τὴν ἀρχήν. | |
27 | Ὅτι Τανχοσδρὼ σαφῶς ἐξεπιστάμενος καὶ αὐτὸς τὴν Χοσ‐ ρόου βουλήν, ὡς Μεβώδης ἀναπτερώσας αὐτὸν εἴη μὴ μεῖναι τὸ πέρας τῶν τριετηρίδων σπονδῶν, αἵ γε ἀμφὶ τῆς ἕω ἐμπεδωθεῖσαι ἐτύγχανον, καὶ ὅτι οὕτω δοκοῦν αὐτῷ ἀναμφιβόλως ἐμβαλεῖν αὐτόν | |
5 | τε Μεβώδην καὶ Σαπώην τὸν Μαιράνου κατὰ τῆς πρὸς τὴν ἕω τῶν Ῥωμαίων ἐπικρατείας, εἴτε προστεταγμένον οἱ τοιάδε ἐκ Χοσ‐ ρόου εἴτε καὶ αὐτομάτως τοῦτο σκοπῶν ἐφ’ ἑαυτοῦ, ὥσπερ ἀμέ‐ λει δευτέραν ἀφεὶς ἄγκυραν, ἐκτραπεὶς ἀπὸ τοῦ Κιθαρίζον ὥρμησε καὶ αὐτὸς κατὰ τῆς Ῥωμαίων ἐν ἀνατολῇ χώρας ἀπὸ τῶν Ἀρμε‐ | 469 |
10 | νίας ἐμβολῶν, διπλῆν ἐκεῖσε τὴν ταραχὴν ποιησόμενος. | |
28 | Ὅτι πολιορκούντων Ῥωμαίων τὸ Χλωμάρων καὶ προσβο‐ λὰς ἐν κύκλῳ ποιουμένων τάς τε ἑλεπόλεις μηχανὰς περιστησάν‐ των, πρὸς δέ γε καὶ ὑπονόμους ἔνερθεν ὑπορυττόντων ἐς τὸ ἀφανές, στέλλει Βιγγάνης ὡς Μαυρίκιον τόν τε τοῦ φρουρίου ἀρχιερέα ... | |
5 | Χριστιανοὶ γὰρ ἦσαν οἱ τῆς Ἀρζανηνῆς ἅπαντες. ταύτῃ τοι, ὡς αἰδοῦς ἀξιωθησόμενον πρὸς Ῥωμαίων Χριστιανῶν ὄντων τὸν προεστῶτα τῶν ἱερῶν τοῦ Χριστοῦ, ἱκετεύειν ἐπέτρεψε τῷ μυστα‐ γωγῷ εἰληφότας ὁπόσος ἦν αὐτοῖς χρυσός τε καὶ ἄργυρος ἀπανα‐ στῆναι καὶ μὴ πέρα πονεῖν. οὔτε γὰρ ἐνδώσειν ποτὲ Βιγγάνου | |
10 | τὸν ἥλιον ὁρῶντος τοὺς ὅσοι γε ἐς τὸ Χλωμάρων εἰσὶ Ῥωμαίοις ἑαυτούς, προσμενόντων τε τῇ πολιορκίᾳ Χριστιανῶν ἔσεσθαι τὸ διαφθειρόμενον πλῆθος, καὶ ἀσεβήσειν Ῥωμαίους πρὸς θεὸν περι‐ ορῶντας ἀναιτίως τοὺς ἔνδον ἀπολλυμένους. ταῦτα Βιγγάνης ἐδή‐ λου. Μαυρίκιος δὲ πολλά τε καὶ ἐπαγωγὰ τῷ ἱερεῖ διαλεχθεὶς | |
15 | καὶ τοῖς ἅμα αὐτῷ πρὸς ἱκετείαν ἀφιγμένοις, πίστεις τε εὐνοίας πρὸς τοῦ ἱερέως εἰληφώς, ἀπαγγέλλειν ἐκέλευσε Βιγγάνῃ ὡς, εἴπερ ἑαυτὸν ἐνδώσοι Ῥωμαίοις, ἀξιώματός τε μείζονος ἤπερ ἐφ’ οὗ νῦν ἐστι παρὰ Πέρσαις ἀξιωθήσεται πρὸς Ῥωμαίων, κτήσεώς τε διπλασίας καὶ ἄλλης εὐπορίας γενήσεται κύριος. καὶ ἕτερα δέ, | |
20 | ὁπόσα ἦν ἐφολκά, εἰπὼν ἀφίησιν αὖθις ἔνδον τοῦ φρουρίου γενέ‐ σθαι τὸν ἱερέα καὶ τοὺς ξὺν αὐτῷ. ἀλλὰ γὰρ ὁ Βιγγάνης εὐνού‐ στατα ἔχων ὡς βασιλέα Περσῶν καὶ ἐς τὴν κατ’ αὐτὸν πολιτείαν, ἔτι γε μὴν τῷ χώρῳ πίσυνος, ἥκιστα ταῖς μεγίσταις ὑποσχέσεσι Μαυρικίου τὰ ὦτα ὑπέσχε καὶ ταῦτα βάρβαρος ὢν οὐκ ἀφηνίασε | |
25 | τοῦ πρέποντος, τὴν δὲ ἐξ ἀρχῆς δουλείαν τιμιωτέραν ἡγήσατο πλούτου. στέλλει δὲ αὖθις τὰ ἒς ἁγιστείαν τοῦ θεοῦ ἀνειμένα, περιρραντήριά τε καὶ ἐκπώματα καὶ ἄλλα ὅσα τιμαλφέστατα σκεύη, ὡς Μαυρίκιον, καθάπερ ἀμέλει λύτρα τοῦ φρουρίου ταῦτα ὑπο‐ δέχεσθαι ἀντιβολῶν τὴν πολιορκίαν καταλύσοντα. ἀτὰρ ὁ στρα‐ | |
30 | τηγός, ἐπειδὴ ταῦτα ἐθεάσατο, οὐ προσήκατο, καίτοι ἐρίτιμα τυγ‐ χάνοντα· ἥξειν γὰρ ἔφασκεν οὐ τὰ ἱερὰ σκυλεύσων οὔτε μὴν Χριστῷ μαχησόμενος, ἀλλὰ σὺν Χριστῷ πολεμήσων καὶ μᾶλλον ἐξαιρησό‐ μενος τοὺς ὁμοδόξους πρὸς τῶν οὐκ ὀρθὰ φρονούντων Περσῶν. εἶτα ἐν ἀπορρήτῳ ἔλεξε τῷ ἱερουργῷ ὅσα ἐχρῆν, συνεχώρησέ τε | 470 |
35 | αὖθις εἴσω γενέσθαι τοῦ φρουρίου. ὡς δὲ ἐπανῆκε τὸ τελευταῖον ὁ ἱερεὺς ὁ βάρβαρος καὶ οὐδὲν ὁτιοῦν ἐς τὸ ἰθὺ τῆς γνώμης ἐφθέγ‐ ξατο, ἐς τοὐναντίον μὲν οὖν τὰ Περσῶν ἐπεφώρατο ἀσπαζό‐ μενος, ξυλλαμβάνεται μὲν ὅγε καὶ οἱ ξὺν αὐτῷ, αὖθις 〈δὲ〉 ἐγκε‐ λευσαμένου τοῦ στρατηγοῦ εἴχοντο τῆς πολιορκίας οἱ Ῥωμαῖοι. | |
29 | Ὅτι Ἰταλία ὑπὸ τῶν Λογγιβάρδων σχεδὸν ἅπασα ἐπε‐ πόρθητο. διὸ δὴ καὶ ἐκ τῆς συγκλήτου βουλῆς τῆς πρεσβυτέρας Ῥώμης ἅμα ἱερεῦσιν ἐκ τοῦ προεστῶτος [τῆς] ἐν Ῥώμῃ τῶν ἱερῶν πεμφθέντων τινῶν, παρεγένοντο πρεσβευόμενοι ὡς τὸν αὐτοκρά‐ | |
5 | τορα τοῖς ἐκεῖσε μέρεσιν ἐπαρκέσαι. ἀλλ’ ὁ Περσικὸς πόλεμος ἐν Ἀρμενίᾳ τε κατὰ ταὐτὸν καὶ ἐς τὰ περὶ τὴν ἑῴαν ξυνεστηκώς τε καὶ οὐκ ἀπολήγων, μᾶλλον μὲν οὖν ἐπὶ τὰ μείζονα δυσχερῆ ἐκτεινόμε‐ νος, οὐδεμίαν ἀξιόλογον συνεχώρησε στρατιὰν τὸν αὐτοκράτορα οὐδὲ μὴν ἀποχρῶσαν τοῖς ἐκεῖσε πράγμασι δύναμιν στεῖλαι. ὅμως | |
10 | δὲ καὶ ἐκ τῶν παρόντων τε καὶ ἐνδεχομένων στράτευμά τι ξυνα‐ γείρας ἔστελλεν ὁ βασιλεὺς καὶ τὴν ἄλλην ἐτίθετο ἐπιμέλειάν τε καὶ σπουδήν, εἴ πώς τινας τῶν ἡγουμένων τοῦ Λογγιβάρδων ἔθ‐ νους δεξιώσηται δώροις ὑποπείθων καὶ μεγίστας ἐπαγγελλόμενος χάριτας, ἤδη τε πλεῖστοι τῶν δυνατῶν μετετίθεντο ὡς Ῥωμαίους | |
15 | τὴν ἐκ τοῦ αὐτοκράτορος ὠφέλειαν προσδεχόμενοι. | |
30 | Ὅτι Βαιανὸς ὁ τῶν Ἀβάρων Χαγάνος οὐδεμιᾶς ἀφορμῆς ἢ σκήψεως λαβόμενος οὐδὲ ψευδῆ γοῦν κατὰ Ῥωμαίων αἰτίαν ἀξιώσας τινὰ συνθεῖναι, ἀλλὰ γὰρ καὶ κατὰ τόδε ὁμοίως τὸ ἔτος Ταργίτιον πρὸς βασιλέα στείλας, ὡς τὰ συνταχθέντα κομίσαιτο | |
5 | τῶν χρημάτων (ὀγδοήκοντα δὲ χιλιάδες ὑπῆρχον εἰς ἔτος ἕκαστον νομισμάτων), ἐπειδὴ τόν τε ἄλλον φόρτον, ὃν ἐκ τῶν χρημάτων ἐνεπορεύσατο, καὶ τὸ χρυσίον ἔχων ἐπανῆκεν ὡς αὐτόν, ἐκεῖνος ἀναισχυντότατα καὶ βαρβαρώτατα ἄφνω παραλύσας τὰς συνθήκας, ἃς πρὸς Τιβέριον τῆς Καίσαρος ἐπιβάντα τύχης εὐθὺς ἐν ἀρχαῖς | |
10 | ἐποιήσατο, καὶ πανστρατιᾷ κινήσας ἀφικνεῖται κατὰ δὴ τὸν Σάον ποταμὸν μεταξὺ Σιρμίου πόλεως καὶ Σιγγηδόνος. καὶ γεφυροῦν | |
ἐπεχείρει τὸν ῥοῦν, ἐπιβουλεύων μὲν Σιρμίῳ τῇ πόλει καὶ παρα‐ στήσασθαι ταύτην βουλόμενος, δείσας δὲ μὴ διακωλυθείη πρὸς τῶν Ῥωμαίων τῶν ἐπιφυλαττόντων ἐν Σιγγηδόνι καὶ τὴν ἐκ πολλοῦ | 471 | |
15 | τοῦ χρόνου πεῖράν τε καὶ ἐπιστήμην αὐτῶν ἐν ταῖς διαπλεούσαις τὸν ποταμὸν ναυσὶν ὑπειδόμενος, βουλόμενός τε πρὸ 〈τοῦ〉 τὴν βουλὴν ἐς τὸ φανερὸν ἐκπεσεῖν τὸ ἐγχείρημα. τελεώσασθαι, πλοῖα συνα‐ γείρας κατὰ τὴν ἄνω Παννωνίαν εἰς τὸν Ἴστρον πολλὰ βαρέα, καὶ οὐ κατὰ λόγον τῆς ναυπηγικῆς τέχνης, ὅμως ἐκ τῶν ἐνόντων μα‐ | |
20 | κρὰς συμπηξάμενος στρατιώτιδας ναῦς καὶ πολλοὺς ἐν αὐταῖς ἐπιβιβάσας ὁπλίτας ἐρέτας τε οὐ κατὰ κόσμον ἀλλὰ βαρβαρικῶς τε καὶ ἀνωμάλως ταῖς κώπαις τύπτοντας τὸ ὕδωρ, κινήσας ἀθρόον ταῖς τε ἐπακτρίσι κατὰ τὸν ποταμόν, καὶ αὐτὸς μετὰ πάσης τῆς Ἀβάρων στρατιᾶς πεζῇ διὰ τῆς Σιρμιανῆς πορευόμενος νήσου, | |
25 | παραγίνεται κατὰ τὸν Σάον ποταμόν. διαταραχθέντων δὲ τῶν ἐν ταῖς πόλεσι ταύταις Ῥωμαίων καὶ τὸ ἐγχείρημα συννοησάντων, τοῦ τε ἐν Σιγγηδόνι στρατηγοῦ Σήθου τοὔνομα στείλαντος πρὸς τὸν Χαγάνον καὶ ἐπερωτῶντος ὅ τι δὴ καὶ βουλόμενος, εἰρήνης βε‐ βαίας τε καὶ φιλίας συνεστώσης αὐτῷ τε καὶ Ῥωμαίοις, πρὸς τὸν | |
30 | Σάον ἀφίκετο ποταμόν, ἅμα δὲ λέγοντος ὡς οὐ περιόψεται γε‐ φυροῦν ἐπιχειροῦντος αὐτοῦ τὸν ποταμόν, οὐκ ἐπιτρέποντος ὅλως τοῦ αὐτοκράτορος· οὐ κατὰ Ῥωμαίων τι μηχανώμενος ἔφη βούλε‐ σθαι πηγνύναι τὴν γέφυραν, ἄλλως δὲ κατὰ Σκλαυηνῶν χωρεῖν, καὶ διαπεραιούμενος τὸν Σάον ἐπιβαίνων τε ἐς τὴν Ῥωμαίων αὖ‐ | |
35 | θις τὸν Ἴστρον διαβήσεσθαι κατ’ αὐτῶν, πλοίων αὐτῷ πολλῶν παρὰ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐς τὴν διάβασιν παρασκευαζο‐ μένων· τοῦτο γὰρ δὴ καὶ πρότερον πρὸς χάριν τοῦ Ῥωμαίων βα‐ σιλέως πρᾶξαι καὶ πολλὰς αἰχμαλώτων μυριάδας ἐκ τῆς Ῥωμαίων γῆς Σκλαυηνοῖς δεδουλωμένων ἐλευθέρας αὖθις Ῥωμαίοις ἀπο‐ | |
40 | δοῦναι. νῦν δὲ ὑβρίσθαι μὲν ἔλεγε πρὸς αὐτῶν οὐ βουλομένων τὸ συνταχθὲν τηνικαῦτα τέλος παρὰ σφῶν καθ’ ἔκαστον ἔτος ἐπ’ αὐτὸν κατατιθέναι, καὶ πρέσβεις δὲ Ἀβάρων σταλέντας πρὸς αὐ‐ τῶν ἀνῃρῆσθαι, διὰ ταῦτά τε ἥκειν ἐς τὸν Σάον. καὶ ἐπὶ τούτῳ πρέσβεις ἐκέλευε δέξασθαι παρ’ αὐτοῦ τὸν Σῆθον σταλησομένους | |
45 | δι’ αὐτοῦ ὡς τὸν αὐτοκράτορα καὶ αἰτήσοντας παρασκευάσαι κατὰ τὸν Ἴστρον αὐτῷ τὰ πλοῖα διαπεραιοῦσθαι μέλλοντι κατὰ Σκλαυη‐ νῶν, ὀμνύειν τε ἔλεγεν ἔχειν ἑτοίμως τοὺς νομιζομένους μεγίστους | |
παρά τε Ἀβάροις καὶ Ῥωμαίοις ὅρκους, ὡς οὐδεμίαν τινὰ κατὰ Ῥωμαίων ἢ κατὰ τῆς Σιρμίου πόλεως μηχανώμενος βλάβην, ἀλλ’ | 472 | |
30(50) | ἐπὶ τῇ τοῦ ἔθνους τῶν Σκλαυηνῶν ἐφόδῳ τὴν γέφυραν βούλοιτο πήξασθαι. ταῦτα οὐ πιστὰ μὲν οὔτε Σήθῳ αὐτῷ οὔτε τοῖς ἐν Σιγγηδόνι ἐδόκει Ῥωμαίοις· ὅμως δὲ οὔτε παρασκευὴν ἱκανὴν ἔχειν οἰόμενοι, στρατιωτῶν τε ὀλίγων αὐτοῖς παρόντων καὶ δρομάδων νεῶν πολλῶν οὐ παρουσῶν, οἷα τῆς κινήσεως ταύτης ἐξαίφνης τε | |
55 | καὶ ἀπροσδοκήτως γενομένης, ἅμα τε τοῦ Χαγάνου διαπειλεῖν ἀρξαμένου καὶ διαμαρτύρασθαι, ὡς αὐτὸς μὲν ταῖς πρὸς Ῥωμαίους συντεθειμέναις αὐτῷ περὶ τῆς εἰρήνης ἐμμένοι συνθήκαις, κατὰ δὲ τῶν ἑαυτοῦ τε καὶ Ῥωμαίων πολεμίων Σκλαυηνῶν χωρῶν οὐκ ἀφέξεται τοῦ ἔργου τῆς γεφυρώσεως· εἰ δέ τις θαρρήσοι Ῥωμαίων | |
60 | ἓν γοῦν ἀφεῖναι βέλος κατὰ τῶν ἐπιχειρούντων πηγνύναι τὴν γέ‐ φυραν, γινώσκειν αὐτοὺς ὡς αὐτοὶ τῆς αἰτίας τῆς τῶν σπονδῶν ἤρξαντο καταλύσεως, καὶ τὸ ἐντεῦθεν ἅτε ἐκπολεμώσαντας αὐτοὺς τὸ Ἀβάρων ἔθνος μὴ μέμφεσθαι ὅ τι ἂν παρ’ αὐτῶν ἡ Ῥωμαίων ἡγεμονία πάθῃ. ταῦτα δείσαντες οἱ ἐν Σιγγηδόνι τοὺς ὅρκους | |
65 | γοῦν αὐτὸν ὀμνύναι προεκαλοῦντο. καὶ ὃς παραυτίκα τούς τε Ἀβα‐ ρικοὺς ὤμνυεν ὅρκους ξίφος σπασάμενος καὶ ἐπαρασάμενος ἑαυτῷ τε καὶ τῷ Ἀβάρων ἔθνει παντὶ ὡς, εἰ κατὰ Ῥωμαίων τι μηχανώ‐ μενος γεφυροῦν βουλεύοιτο τὸν Σάον, ὑπὸ ξίφους μὲν αὐτός τε καὶ τὸ Ἀβάρων ἅπαν ἀναλωθείη φῦλον, τὸν δὲ οὐρανὸν ἄνωθεν | |
70 | αὐτοῖς καὶ τὸν ἐπὶ τοῦ οὐρανοῦ θεὸν πῦρ ἐπαφήσειν, καὶ τὰ πέριξ ὄρη καὶ τὰς ὕλας αὐτοῖς ἐπιπεσεῖσθαι, καὶ τὸν Σάον ποταμὸν ὑπερβλύσαντα συγκαλύψειν αὐτούς. τοιαῦτα βαρβαρικῶς ἀπομο‐ σάμενος ὁ Χαγάνος· νῦν, ἔφη, καὶ τοὺς Ῥωμαίους ὅρκους ὀμνύναι βούλομαι. καὶ ἅμα ᾔτει παρ’ αὐτῶν, τί δὴ πιστόν τε καὶ σεβά‐ | |
75 | σμιον ἔχειν νομίζοιεν, καθ’ οὗ τοὺς ὀμνύντας τὴν τοῦ θεοῦ μῆνιν, ἢν ἐπιορκοῖεν, οὐκ ἐκφεύξεσθαι. παραχρῆμα οὖν ὁ τῆς Σιγγηδόνος πόλεως τὴν ἀρχιερωσύνην διέπων τὰς θεσπεσίας βίβλους αὐτῷ διὰ τῶν ἐν μέσῳ τὰς ἀγγελίας διακομιζόντων 〈ἐνεχείρισεν〉· καὶ ὃς δολερώτατά πως ἐπικρυψάμενος τὸν νοῦν ἀνίσταταί τε ἐκ τῆς | |
80 | καθέδρας καὶ σὺν φόβῳ δῆθεν πολλῷ καὶ σεβάσματι ταῦτα προσ‐ ποιησάμενος δέχεσθαι καὶ προσκυνήσας προθυμότατα ὤμνυ κατὰ τοῦ λαλήσαντος τὰ ἐν ταῖς ἁγίαις διφθέραις ῥήματα θεοῦ μηδὲν | |
〈τῶν〉 εἰρημένων παρ’ αὐτοῦ διαψεύσεσθαι. δέχεται τοιγαροῦν ὁ Σῆθος τοὺς παρ’ αὐτοῦ πρέσβεις καὶ ἀποστέλλει εἰς τὴν βασιλίδα | 473 | |
85 | Τιβερίῳ τῷ αὐτοκράτορι. ἕως δὲ οἵ τε πρέσβεις τὴν ἐπὶ τὴν βασιλεύουσαν πόλιν ὁδὸν διήνυον, καὶ ὁ αὐτοκράτωρ ἔμελλε ταῦτα ἀκούσεσθαι, ὁ Χαγάνος ἐν μέσῳ διαμελλήσας οὐδὲν πάσῃ σπουδῇ καὶ πολυχειρίᾳ, συμπάσης αὐτῷ τῆς Ἀβάρων ὡς εἰπεῖν στρατιᾶς συμπονούσης, ἐγεφύρου τὸν ποταμόν, ** θῆναι βουλόμενος πρὶν | |
90 | ἢ ὁ αὐτοκράτωρ αὐτοῦ συννοήσας τὸ βούλευμα διακωλύειν αὐτὸν ἐκ τῶν ἐνόντων ἐπιχειρήσοι. | |
31 | Ὅτι ἀφικομένων τῶν πρέσβεων τῶν Ἀβάρων ἐς τὴν βα‐ σιλίδα καὶ αἰτούντων τὸν αὐτοκράτορα παρασκευάσαι τὰς ναῦς τῷ Χαγάνῳ καὶ τῇ στρατιᾷ τῶν Ἀβάρων ἐς τὸν Ἴστρον διαβησο‐ μένῃ κατὰ Σκλαυηνῶν (θαρροῦντα γὰρ ἤδη τὸν Χαγάνον ἐς τὴν | |
5 | φιλίαν τὴν αὐτοῦ τὴν γέφυράν τε ἐς τὸν Σάον ἐργάζεσθαι ποτα‐ μὸν καὶ βούλεσθαι τοὺς κοινοὺς ἐχθροὺς αὐτοῦ τε καὶ Ῥωμαίων Σκλαυηνοὺς ἐκτρῖψαι), ταῦτα ἀπαγγειλάντων, εὐθὺς μὲν τὸ ἐπι‐ χείρημα καὶ τὴν ἔννοιαν τοῦ Χαγάνου διέγνω σαφῶς ὁ αὐτοκρά‐ τωρ, ὡς τὴν πόλιν τὸ Σίρμιον ἐξελεῖν βουλόμενος ἐργάζοιτο τὴν | |
10 | γέφυραν ἀποκωλῦσαι βουλόμενος τὴν τῶν ἀναγκαίων εἰσκομιδήν, ὅπως λιμῷ παραστήσοιτο τὴν πόλιν, (οὐ γὰρ ἦν ἀποχρώσας δα‐ πάνας ἐς αὐτὴν προαποθέμενος, τῇ συνεστώσῃ πρὸς Ἀβάρους εἰρήνῃ θαρρῶν) ἀπορῶν δὲ στρατιᾶς, οὔτι λέγω πρὸς τὴν Ἀβά‐ ρων δύναμιν ἀντιταξομένης, ἀλλ’ οὐδὲ ὀλιγίστης ὅλως ὑπαρχούσης | |
15 | αὐτῷ, πάντων τῶν στρατιωτικῶν καταλόγων ἐς τὸν πρὸς Πέρσας πόλεμον ἐν Ἀρμενίᾳ τε καὶ τῇ μέσῃ τῶν ποταμῶν ἐνησχολημένων, ἀπεπροσποιεῖτο δῆθεν ὡς οὐ συννοήσας τὸ βουλευθὲν τῷ Χαγάνῳ, ἔφασκε δὲ βούλεσθαι μὲν καὶ αὐτὸς κατὰ Σκλαυηνῶν αὐτοὺς χω‐ ρῆσαι πολλὰ τῆς Ῥωμαίων ἐπικρατείας δῃούντων, οὐκ εἶναι δὲ | |
20 | τῆς ἐπιχειρήσεως τὸν καιρὸν Ἀβάροις συμφέροντα, Τούρκων ἤδη περὶ Χερσῶνα ἐστρατοπεδευμένων καὶ ταχεῖαν αἴσθησιν αὐτῶν, ἢν τὸν Ἴστρον διαπεραιωθῶσι, δεξομένων. ἀλλὰ ἐπισχεῖν γὰρ νῦν εἶναι καλὸν αὐτοὺς καὶ ὑπερβαλέσθαι τὴν ἐπιχείρησιν. αὐτὸς δὲ οὐ πολλοῦ χρόνου τὴν διάνοιαν γνώσεσθαι Τούρκων, ὅποι δὴ | |
25 | καὶ τῆς ἐφόδου τὴν ἔννοιαν ἔχοιεν, καὶ ταύτην δήλην ποιήσειν τῷ Χαγάνῳ. ταῦτα οὐκ ἔλαθε τὸν Ἀβάρων πρεσβευτὴν ἐξεπίτηδες πρὸς τοῦ βασιλέως συμπεπλασμένα, καὶ ὡς τὸν ἀπὸ Τούρκων | |
αὐτοῖς προβαλλόμενος φόβον ἐφέξειν ἤλπιζε τῆς ἐπινοίας αὐτούς. ἔδοξε δ’ οὖν πείθεσθαι καὶ συνετίθετο πάντως ἐπισχήσειν τὸν | 474 | |
30 | Χαγάνον· ἦν δὲ οὗτος ὁ μάλιστα ἐνάγων αὐτὸν ἀεὶ καὶ παροτρύ‐ νων ἐς τὸν κατὰ Ῥωμαίων πόλεμον. καὶ οὗτος μὲν δῶρα ἐφ’ οἷς ὑπέσχετο πολλὰ κομισάμενος ἐξώρμησε τῆς βασιλίδος· καὶ συνέβη κατὰ τὴν Ἰλλυριῶν αὐτὸν διοδεύοντα μετὰ τῶν προπεμπόντων ὀλίγων Ῥωμαίων πρὸς τῶν κατατρεχόντων τὴν χώραν Σκλαυηνῶν | |
35 | ἀναιρεθῆναι. οὐ πολλαὶ δὲ διέδραμον ἡμέραι, καὶ παραυτίκα ἔτερος ἧκεν ἐκ τοῦ Χαγάνου σταλεὶς ἐς τὴν βασιλίδα πρεσβευτής, Σόλαχος τοὔνομα, ὃς εἰσόδου πρὸς βασιλέα τυχὼν φανερώτατα ἤδη καὶ μετὰ γυμνῆς τῆς ἀναιδείας ἔφη ὧδε· ὡς ὁ Σάος μὲν ἤδη διαπέφρακται ποταμὸς γεφυρωθεὶς ἠλίθιόν τι νομίζω δια‐ | |
40 | βεβαιοῦσθαι· τὸ γὰρ προδηλότατον ἐν εἰδόσι λέγειν ψόγος τῷ λέγοντι· καὶ οὐδεμία μηχανὴ Ῥωμαίους ἐπαρκέσαι Σιρμίῳ τῇ πόλει, μήτε τροφῆς μήτε μὴν ἑτέρας τινὸς βοηθείας διὰ τοῦ ποταμοῦ τὸ λοιπὸν ἐς αὐτὴν ἐσπλευσομένης, πλὴν εἰ μὴ τοσαύτη Ῥωμαίων ἀφίκοιτο πληθὺς ὡς δυνάμει καὶ βίᾳ τήν τε τῶν Ἀβάρων ἀπελά‐ | |
45 | σαι στρατιὰν καὶ διαλῦσαι τὴν γέφυραν. χρῆναι γοῦν τὸν αὐτο‐ κράτορα μηδαμῶς ἐκπολεμῶσαι μιᾶς ἕνεκα πόλεως εὐτελοῦς, μᾶλ‐ λον δὲ χύτρας, (ταύτῃ γὰρ αὐτῇ δήπουθεν ἐχρήσατο τῇ λέξει) Ἀβάρους τε καὶ 〈τὸν〉 τῶν Ἀβάρων Χαγάνον, ἀλλ’ ἐξαγαγόντα σῴους ἅπαντας τοὺς ἐν αὐτῇ στρατιώτας τε καὶ οἰκήτορας, οὐ | |
31(50) | μὴν ἀλλὰ καὶ ὅσα ἐστὶν αὐτοῖς τῶν φέρεσθαι δυναμένων κτημά‐ των, παραχωρῆσαι τῷ Χαγάνῳ τῆς πόλεως γυμνῆς τε καὶ ἐρήμου τὸ λοιπὸν καθεστώσης. δεδοικέναι γὰρ αὐτὸν μὴ νῦν μὲν ταῖς τῆς εἰρήνης ἐμμένειν προσποιοῖντο Ῥωμαῖοι συνθήκαις, μέχρι τὸν κατὰ Περσῶν διάθοιντο πόλεμον, διαθέμενοι δὲ μετέπειτα παν‐ | |
55 | στρατιᾷ κατὰ Ἀβάρων χωρήσοιεν, ἑτοιμότατον ἐπιτείχισμα ταύτην γε δήπου τὴν πόλιν ἔχοντες κατ’ αὐτῶν καὶ οὔτε ποταμῷ μεταξὺ μεγίστῳ οὔτε μὴν ἑτέρᾳ τινὶ δυσχωρίᾳ παντελῶς διειργόμενοι. σαφές τε εἷναι καὶ φανερώτατον ὡς οὐκ ἐπὶ καλῷ τῷ Ἀβάρων, εἰρήνης τῷ αὐτοκράτορι πρὸς αὐτοὺς σταθερᾶς συνεστώσης, τηλι‐ | |
60 | καῦτα περὶ τὴν πόλιν τὸ Σίρμιον ᾠκοδομήσατο τείχη. χαίρειν μὲν γὰρ ἔφασκε τὸν Χαγάνον καὶ ἐπὶ τοῖς καθ’ ἕκαστον ἔτος στελ‐ λομένοις αὐτῷ παρὰ βασιλέως δώροις· καλὸν γὰρ ὑπάρχειν κτῆμα καὶ χρυσὸν καὶ ἄργυρον καὶ μὲν οὖν ἐσθῆτα σηρικήν· ἁπάντων δ’ | |
οὖν ἀξιοκτητότερον εἶναι τούτων καὶ τιμιώτερον τὴν ψυχήν, περὶ | 475 | |
65 | ἧς φοβούμενον αὐτὸν καὶ ἀναλογιζόμενον, ὡς τὰ πολλὰ τῶν εἰς τὸν φθάσαντα χρόνον κατ’ ἐκείνην δήπου τὴν χώραν ἐπελθόντων ἐθνῶν τοιούτοις δώροις Ῥωμαῖοι προδηλεάσαντες τέλος ἐς καιρὸν ἐπιθέμενοι πανωλεθρίᾳ διέφθειραν, οὐκ ἀποστήσεσθαι τῆς ἐπι‐ χειρήσεως, οὐ δώροις, οὐκ ἐπαγγελίαις, οὐχ ἑτέρῳ τινὶ τῶν πάν‐ | |
70 | των, πρὶν ἂν τὴν πόλιν τὸ Σίρμιον χειρωσάμενος τὴν Σιρμιανὴν ἅπασαν οἰκειώσηται νῆσον, ἣν δικαιότατα καὶ προσήκειν αὐτῷ Γηπαίδων πρότερον κτῆμα γενομένην, αὐτῶν δὲ ὑπὸ Ἀβάρων πολε‐ μηθέντων, ὡς ἐντεῦθεν καὶ τὰ κτήματα κατὰ τὸ εἰκὸς αὐτῷ μᾶλ‐ λον καὶ οὐ Ῥωμαίοις ἁρμόζειν. ταῦτα ἐτάραξε μέν, καὶ τὴν διά‐ | |
75 | νοιαν δεινῶς ὑπό τε ὀργῆς καὶ λύπης συνέχεε τοῦ αὐτοκράτορος· τοῖς εἰκόσι δέ, ὡς ἐνῆν, λόγοις καὶ αὐτὸς χρησάμενος ἀντέλεξεν ὧδε· ὡς οὔτε δυνάμει καὶ ἀνδρείᾳ χειρὸς οὔτε σοφίᾳ περιῆλθεν ἡμᾶς ὁ Χαγάνος, ἀλλὰ εἰρήνας τε καὶ συνθήκας καὶ θεὸν τὸν ὀμοθέντα καθυβρίσας, παντί που δῆλον. πλέον δὲ ὅμως οὐδὲν | |
80 | αὐτῷ τὴν ἀπιστίαν οἶμαι παρέξειν· θᾶττον γὰρ ἂν αὐτῷ μίαν τῶν θυγατέρων κατεγγυήσω, δυοῖν ὑπαρχουσῶν, ἢ τὸ Σίρμιον τὴν πόλιν ἑκὼν παραδώσω. εἰ δέ γε δυνάμει καὶ βίᾳ ταύτην ἐξέλοι, καὶ οὕτω τὸν ὑβρισμένον παρ’ αὐτοῦ θεὸν ἔκδικον ἀναμένων αὐ‐ τὸς ἥκιστά τι καταπροέσθαι τῆς Ῥωμαίων πολιτείας ἐννοηθείην | |
85 | ποτέ. ἐπὶ τούτοις τὸν πρεσβευτὴν ἀποπεμψάμενος παρεσκευάζετο ἐκ τῶν ἐνόντων τῇ πόλει ἀμύνειν, στρατιὰν μέν, ὡς ἔφθην εἰρη‐ κώς, οὐδὲ βραχεῖάν τινα ἔχων, στρατηγοὺς δὲ καὶ ἡγεμόνας καὶ λοχαγοὺς στέλλων, τοὺς μὲν διὰ τῆς Ἰλλυριῶν, τοὺς δὲ διὰ Δαλ‐ ματίας, ὡς ἂν τὴν πόλιν διὰ φρουρᾶς ἔχοιεν. | |
32 | Ὅτι Θέογνις, ἐπεὶ ἐν Κασίᾳ καὶ Καρβωναρίᾳ ταῖς νήσοις ἐγένετο, λόγων αὐτῷ κινηθέντων περὶ σπονδῶν, προσεδέξατο. παραγενομένου τε τοῦ Βαιανοῦ καὶ τοῦ ἵππου ἀποβεβηκότος, τε‐ θείσης οἱ καθέδρας χρυσῆς ἐνιζάνει αὐτοῦ, ἐκ δύο λινῶν ὑφασμά‐ | |
5 | των σκευασθείσης αὐτῷ ὥσπερ καλύβης τινός. ἀλλὰ γὰρ καὶ ὥσ‐ περ ἀντ’ ἐρύματος πρὸ τῶν στέρνων αὐτῷ καὶ τοῦ προσώπου προυβάλλοντο θυρεοὺς διὰ τὸ μὴ ἐκτοξεῦσαι Ῥωμαίους τυχὸν οὕτω δὴ ἀθρόον ἐς αὐτόν. ἀτὰρ οἵ γε ἀμφὶ Θέογνιν παραγενόμενοι βραχύ τε ἀφεστῶτες τοῦ χωρίου, ἵνα ὁ Βαιανὸς ἐφεζόμενος ἦν, | |
10 | διελέγοντο, ἑρμηνέων Οὔννων τὰς πύστεις διασαφηνιζόντων, περὶ σπονδῶν. καὶ ὁ μὲν Βαιανὸς ἔφασκε δεῖν ὑπείκειν οἱ Ῥωμαίους ἀμαχητὶ τοῦ Σιρμίου, οἷα δὴ τὸ λοιπὸν μηδεμιᾶς ὑπολελειμμένης μηχανῆς ἐς τὸ μὴ ἁλῶναι τὸ ἄστυ· πρὸς τῷ καὶ χήτει τῶν ἀναγ‐ καίων θᾶττον ὑποβληθήσεσθαι, τοῦτο μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν | 476 |
15 | κεκωλυμένης αὐτῇ τῆς σιτοπομπίας, τοῦτο δὲ καὶ τῆς τῶν Ἀβά‐ ρων δυνάμεως τῷ πολέμῳ μὴ ὑποχαλώσης, ἄχρις οὗ ὑποχείριον ποιήσοιντο τὴν πόλιν. προυβάλλετο δὲ καί τινα εὐπρόσωπον αἰ‐ τίαν τοῦ ἱμείρειν δεσπόσαι τοῦ ἄστεος, διὰ τὸ μὴ αὐτομόλους ἐκ τῆς Ἀβαρικῆς στρατιᾶς, ἀγχιθύρου οὔσης τῆς πόλεως, ἑαυτοὺς | |
20 | ἐνδιδόναι Ῥωμαίοις. τούτων οἱ διειλεγμένων, ἀντεῖπε Θέογνις ὡς πρῶτον μὲν οὐδὲ αὐτὸς ἐνδώσοι τῷ πολέμῳ πρότερον ἢ τὸ Ἀβα‐ ρικὸν ἐνδοῦναι, ἄλλως τε μὴ ἐλπίζειν τὸν Βαιανὸν τοιούτους εὑ‐ ρήσειν Ῥωμαίους ὁποίους καὶ βούλεται. ταῦτα αὐτῶν καὶ τὰ τοι‐ αῦτα ἀποφηναμένων καὶ ξυμφωνησάντων οὐδαμῶς πρὸς εἰρήνην, | |
25 | διαρρήδην Θέογνις ἀπειρηκὼς τῶν σπονδῶν ἔφη ὡς τὸν Βαιανὸν ἀναχωρεῖν τε αὐτὸν καὶ πρὸς πολέμου παράταξιν ἐξοπλίζεσθαι, ἅτε αὔριον καὶ οὐκ ἐς ἀναβολὴν ἀναρρήξοντος αὐτοῦ τὴν μάχην. | |
ἐπὶ τούτοις ἀπηλλάγησαν. | 477 |