TLG 4076 003 :: MENANDER Protector :: De legationibus Romanorum ad gentes (fragmenta ap. Constantinum Porphyrogenitum, De legationibus)

MENANDER Protector Hist., Jurista
(Constantinopolitanus: A.D. 6)

De legationibus Romanorum ad gentes (fragmenta ap. Constantinum Porphyrogenitum, De legationibus)

Source: de Boor, C. (ed.), Excerpta historica iussu imp. Constantini Porphyrogeniti confecta, vol. 1: excerpta de legationibus, pts. 1–2 . Berlin: Weidmann, 1903: 170–221.

Citation: Section — (line)

t

Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Μενάνδρου.

1

Ὅτι ἐπειδὴ Μῆδοι τῇ περιμαχήτῳ τῶν Κόλχων χώρᾳ προσκαθεζόμενοι, ὡς ἂν ποιήσωνταί γε αὐτὴν κατήκοον, μετὰ πολλοὺς ὅσους ἀγῶνας χρόνου τε συχνοῦ τριβέντος αὐτοῖς οὐδέν τι περαιτέρω ἔδρασαν, ἀλλὰ γὰρ τά τε πλείονα τῆς Λαζικῆς καὶ
5ὁ Φάσις ἡ πόλις, ἔνθα λέγεται εἶναι τὰ τοῦ Αἰήτου βασίλεια, οὐδὲν ἧττον ὑπὸ Ῥωμαίους ἐτύγχανον ὄντα· τέλος δὲ ἔδοξε Ῥω‐ μαίοις τε καὶ Πέρσαις, ὧν μὲν ἐν κατοχῇ ὑπῆρχον, εἴτε φρούρια εἴτε ἕτερα ἄττα, οὔτι μεταθεῖναι, εἶναι δὲ ἐν τῷ αὐτῷ μέχρις οὗ ἀσφαλέστερον διευκρινηθείη τὰ τῆς διαφορᾶς. καὶ τοίνυν
10ἐδόκει οὐκ ἄλλως, ἐκεχειρία τέ τις ἐγεγόνει ὅσον οὔπω τελεωτάτης εἰρήνης ἔχουσα ἐλπίδα, τά τε μέγιστα τῶν πολιτευμάτων ἡσυχίαν ἦγον. ἐπεὶ οὖν ταῦτα τῇδε ἐχώρει, καὶ οἵ γε ἀμφὶ τὸν Ζαβέργαν Οὖννοι πόρρω που τῆς Ῥωμαίων ἐπικρατείας ἀπεληλαμένοι ἐτύγχανον, τηνικαῦτα Ἰουστινιανός (ἐν νῷ γὰρ εἶχεν ὡς ἐλεύσονται καὶ αὖθις
15οἱ Κοτράγηροι δῃώσοντες τὰ ἐπὶ Θρᾴκης) ἐγκείμενός τε ἦν τῷ Σανδίλχῳ τῷ τῶν Οὐτιγούρων ἡγεμόνι, ἀνίει τε οὐδαμῶς παραι‐ νῶν πρεσβείας τε συχνὰς ἐκπέμπων καὶ ἄλλοτε ἄλλῳ τρόπῳ ἀνε‐ ρεθίζων, ὡς ἂν ἀμωσγέπως ἐκπολεμώσῃ γε αὐτὸν ὡς τὸν Ζαβέρ‐ γαν. προσετίθει δὲ ταῖς ὡς τὸν Σάνδιλχον ἀγγελίαις ὁ αὐτοκράτωρ
20ὡς, εἴ γε καταγωνίσοιτο τοὺς Κοτραγήρους, καὶ τὰ ὅσα ἐτήσια χρή‐ ματα ἐκ τῆς Ῥωμαίων ἐπικρατείας ἀπονεμηθέντα ἦσαν τῷ Ζα‐ βέργᾳ μεταθήσειν ὡς αὐτόν. καὶ τοίνυν ὁ Σάνδιλχος (Ῥωμαίοις γὰρ ἐπιτήδειος ἐβούλετο εἶναι) βασιλεῖ ἐσήμηνεν ὡς πέφυκεν οὐχ ὅσιον μὲν οὐδὲ ἄλλως εὐπρεπὲς τοὺς ὁμοφύλους ἀφανίσαι ἄρδην,
25μὴ ὅτι ὁμόγλωσσοί τέ εἰσι καὶ ὁμόσκηνοι ἡμῖν καὶ ὁμοίᾳ χρῶνται
στολῇ καὶ διαίτῃ, ἀλλ’ ὅτι καὶ ξυγγενεῖς καὶ ἑτέροις τισὶ τετά‐ χαται ἡγεμόσιν. ὅμως δ’ οὖν (Ἰουστινιανὸς μὲν γὰρ ὁ τὰ τοιάδε ἐγκελευσάμενος) αὐτίκα τὴν ἵππον τοὺς Κοτραγήρους ἀφελόμενος οἰκεῖον ποιήσομαι κτῆμα, ὡς ἂν μὴ ἔχοιεν ὅτῳ ὀχούμενοι σίνοιντο170
30τοὺς Ῥωμαίους.

2

Ὅτι Ἄμμιγος ὁ Φράγγος ἐστρατοπεδεύσατο ἀντικρὺ τοῦ ποταμοῦ Ἀττίσου, ᾗ προσδόκιμοι ἦσαν οἱ Ῥωμαῖοι διαβήσεσθαι. ὁ δὲ Ναρσῆς τοῦτο ἐγνωκὼς Παμφρόνιον, ὃς ἐν τοῖς βασιλέως πατράσιν ἐτέλει, καὶ Βῶνον, προεστῶτα τῆς αὐτοῦ βασιλέως πε‐
5ριουσίας, ἐκπέμπει πρεσβευσομένω ἄμφω ὡς Ἄμμιγον ἐδήλωσέ τε αὐτῷ ἐκποδὼν γενέσθαι καὶ μηδαμῶς πόλεμον αὖθις κινῆσαι κατὰ Ῥωμαίων· ἐκεχειρία γάρ τις ἐγεγόνει μεταξὺ τοῦ χρόνου Φράγγοις τε καὶ Ῥωμαίοις. ὁ δὲ Ἄμμιγος διὰ τῶν πρέσβεων ἀπεκρίνατο ὡς οὐκ ἐνδώσοι ποτὲ ἔστ’ ἂν αὐτῷ τὸ ἀκόντιον οἵα τέ ἐστι κρα‐
10δαίνειν ἡ χείρ.

3

Ὅτι ἀνὰ τὴν ἕω τε καὶ Ἀρμενίαν τελεωτάτη τις εἶναι εἰρήνη ἐδόκει, κατὰ δὲ τὴν Λαζικὴν ἐκεχειρία ἦν Ῥωμαίοις τε καὶ Πέρσαις. ἐπεὶ οὖν ὥσπερ ἡμιτελῆ τὰ τῆς εἰρήνης ὑπῆρχεν, ἐδέ‐ δοκτο δὲ Ῥωμαίων τε καὶ Περσῶν τοῖς βασιλεῦσι πληρεστάτην
5ἡσυχίαν ἄγειν, τούτου ἕνεκα Ἰουστινιανὸς στέλλει Πέτρον, ὃς τῶν κατὰ τὴν αὐλὴν ταγμάτων ἡγεῖτο, διαλεχθησόμενον Χοσρόῃ περὶ τῶν καθόλου σπονδῶν. καὶ τοίνυν ἀφικομένου ἐν τοῖς ὁρίοις τοῦ Δάρας κατάδηλόν τε ποιήσαντος τῷ τῶν ἑῴων βαρβάρων βασιλεῖ, ὡς πάρεστιν ἐπικηρυκευσόμενος ἀμφὶ τοῦ καταθέσθαι τὰ ὅπλα
10ἑκασταχόσε, ἐκπέμπεται αὐτόθι καὶ Περσῶν πρεσβευτής, ᾧ δῆτα ὑπῆρχε μὲν ἀξίωμα τὸ Ζίχ, μέγιστόν τι τοῦτο παρὰ τοῖς Πέρσαις γέρας, προσηγορία δὲ αὐτῷ Ἰεσδεγουσνάφ. οὗτος δὲ παρευναστὴρ τοῦ κατ’ αὐτὸν βασιλέως ὑπῆρχε. καὶ τοίνυν ἐν ταὐτῷ γενόμενοι οἱ πρέσβεις, καὶ τῶν κατ’ αὐτῶν ἐπιχωρίων ἀρχόντων εἰς ἓν ξυνα‐
15θροισθέντων, κατέστησαν ἐς ἐκκλησίαν. καὶ Πέτρος ὁ τῶν Ῥω‐ μαίων πρεσβευτὴς ἀποχρώντως ἔχων τῆς τε ἄλλης παιδείας καὶ τῆς τῶν νόμων ἔλεξεν ὧδε· πάρεσμεν, ὦ ἄνδρες Πέρσαι, πρὸς τοῦ
Ῥωμαίων βασιλέως σταλέντες. ὁποῖος δὲ ὁ καθ’ ἡμᾶς βασιλεὺς περιττὸν ἂν εἴη λέγειν, τῶν πραγμάτων τὸν ἄνδρα διηγουμένων171
20ὑμῖν. πάρειμι μὲν οὖν ἐφ’ ᾧ τὰ τῆς ἤδη γεγενημένης ἐς τελεω‐ τάτην εἰρήνην μετασκευάσαι. ἀναδιδάξαι δὲ βούλομαι πρότερον πρὸς οἵαν ὑμῖν πολιτείαν καὶ ὅσην αἱ σπονδαὶ βεβαιωθήσονται. ἀλλ’ εἰ καί τις μεγαλορρήμων εἶναι δόξω τὸ συνοῖσον ἀμφοτέραις ταῖς πολιτείαις θηρώμενος, μὴ ἀχθεσθῆτε τῇ περιττολογίᾳ. οὐκ
25ἐς μακρὰν γὰρ ἐν δέοντι δόξει τὰ τοιαῦτα λελέχθαι, ἐπαινεθήσο‐ μαί τε πρὸς ὑμῶν, τῶν πραγμάτων ὑμᾶς ἀναδιδασκόντων τὴν ἐκ τῶν λόγων ὠφέλειαν. γενήσονται τοίνυν ὑμῖν αἱ ξυνθῆκαι πρὸς Ῥωμαίους. ἀρκέσει δὲ Ῥωμαίους εἰπεῖν· δηλοῖ γὰρ ἡ προσηγορία τὰ λειπόμενα. χρεὼν οὖν ὑμᾶς ὡς πρὸς τοσαύτην πολιτείαν σπει‐
30σομένους καὶ οὐ περὶ βραχέων βουλευομένους τὰ κάλλιστά τε καὶ τὰ ξυνοίσοντα μᾶλλον ἑλέσθαι, καὶ ἀντὶ τῶν ἀδήλων τοῦ πολέμου τὸ προδηλότατον πᾶσιν ἀνθρώποις τὴν εἰρήρην ἀγαθὸν ἀσπά‐ ζεσθαι. καὶ μή τις ὑμᾶς ἀπατάτω λογισμὸς ὡς νενικήκατε Ῥω‐ μαίους, ἐπηρμένοι τῷ τὴν Ἀντιόχειαν ἁλῶναι πρὸς ὑμῶν καὶ
35ἄττα Ῥωμαϊκὰ χωρία. τὸ γὰρ ὑπερβάλλον τῆς Ῥωμαϊκῆς εὐτυχίας ὁ θεὸς ἐκόλασεν ἐν τούτῳ, τῷ μὴ νομίζειν ἄνθρωπον ἀνθρώπου διαφέρειν πολύ. καὶ εἰ μὲν τὸ φύσει δίκαιον ἐκράτει, οὔτε ῥητό‐ ρων οὔτε νόμων ἀκριβείας οὔτε μὴν ἐκκλησίας καὶ τῆς περὶ ταῦτα ποικιλίας τῶν λόγων ἔδει· αὐθαίρετα γὰρ τοῖς βιωφελέσι τῶν
40πραγμάτων προσετέθημεν. ἐπειδὴ δὲ πάντες ἄνθρωποι δίκαια καθεστάναι νομίζομεν προσδεῖ καὶ τῆς ἐκ τῶν λόγων τερθρείας ἡμῖν. τοιγαροῦν καὶ ἐς ἐκκλησίαν ξυνεληλύθαμεν, ὡς ἂν πείσοι‐ μεν ἕκαστοι † τοὺς δεινότητι λόγων ἐπιεικεῖς εἶναι. ὅτι μὲν οὖν ἀγαθὸν εἰρήνη καὶ τοὐναντίον πονηρὸν ὁ πόλεμος οὐδεὶς ἀντερεῖ.
45εἰ γὰρ καὶ παρὰ τὴν κοινὴν τῶν ἀνθρώπων δόξαν βέβαιον ἡγησό‐ μεθα τὸ νικᾶν, οἶμαι τὸν νενικηκότα κάκιστα ζῆν ἐξ ὧν δακρύου‐ σιν ἕτεροι. οὕτω δήπου καὶ τὸ κρατεῖν λυπηρόν, μήτι γε τὸ κρατεῖσθαι λυπηρότερον. διὸ τοίνυν ὁ καθ’ ἡμᾶς βασιλεὺς ἀπέ‐ σταλκε σπεισομένους ἡμᾶς καὶ προτέρους ἱκετεύσοντας καταθέσθαι

3

(50)

τὸν πόλεμον, οὐχ ὡς δεδιὼς μὲν τὰ πολέμια, φοβούμενος δὲ μὴ προφθάσοιτε διαλεγόμενοι πρότεροι περὶ τῆς εἰρήνης τῆς φιλτά‐
της ἡμῖν. μὴ δῆτα οὖν, ὡς † πρὸς τῆς τῶν θορύβων ἀπαλλαγῆς, τὰς κατ’ ἀλλήλων ἐπεκτείνωμεν δυσμενείας. πολιτείας γὰρ εὖ πολιτευομένης ἀλλότριον πέφυκέ πως τὸ μὴ στοχάζεσθαι τῶν172
55ξυμβησομένων ἐκ τοῦ πολέμου. διαγραφέτω τις ὑμῶν ἐν ταῖς ψυχικαῖς θεωρίαις ὥσπερ παρόντας τοὺς πεπτωκότας κατολοφυ‐ ρομένους, ἀναλογιζέσθω καὶ τὰς καιρίας τῶν πληγῶν ἐπιδεικνύν‐ τας ἀποικτιζομένους τε καὶ ἐπεγκαλοῦντας ὡς τῇ τῶν κρατούντων ἀβουλίᾳ διέφθαρται τὸ ὑπήκοον· εἶτα τοὺς περιόντας εἰσπράττον‐
60τας ἡμᾶς τοὺς ἀπολωλότας τυχὸν μὲν γονεῖς, τυχὸν δὲ παῖδας, ξυμβὰν δὲ τοὺς φιλτάτους ἢ τὸν ὁντιναοῦν καὶ ἁπλῶς ἄνθρωπον. ἐνθυμηθῶμεν χηρωθείσας τὰς οἰκίας ἀνδρῶν καὶ τὴν νεωτάτην ἡλικίαν ὀρφανισθεῖσαν, καὶ πανταχοῦ μεριζόμενον τὸν θρῆνον ἐφ’ ἑκάστῳ συγγενείας ὀνόματι. εἰ γὰρ καὶ δοίημεν τὸ πίπτειν ὑπὲρ
65πατρίδος εἶναι καλόν, πάσης ἀφροσύνης ἐστὶν ἀνάπλεων δύνασθαι μὲν ἄνευ κινδύνων χάριν ἐκτίνειν τῇ θρεψαμένῃ, τῷ δὲ δοκεῖν μειονεκτεῖσθαι τῶν ἀντιπάλων μὴ βούλεσθαι. οἶμαι δὲ καὶ τὴν Περσίδα γῆν καὶ τὴν Ῥώμην αὐτήν, εἴπερ ἠδύναντο φωνὰς ἀφιέναι, ταῦτα δήπουθεν ἡμᾶς ἀντιβολεῖν. μὴ οὖν αἰσχυνθῶμεν τοῦ πολέ‐
70μου καταθέσθαι τὸ φορτίον· τὸ γὰρ ἐπικαίρως ἅπαντα πράσσειν μᾶλλον ἡμῖν προσοίσει τῆς ἀνδρείας τὴν εὔκλειαν. μηδέ τις ἡμῖν ἐς προκάλυμμα τοῦ μὴ ἐθέλειν κατατιθέναι τὰ ὅπλα τοῦτο δὴ τὸ κάλλιστον τὴν εἰρήνην δυσεύρετον εἶναί τι χρῆμα καὶ δυσπόριστον εἴποι. οὐ γάρ, ὡς οἴονται πολλοί, τὰ κάκιστα μὲν προχειρότατα
75καὶ αὐθαίρετα προσίπταται τοῖς ἀνθρώποις, τὰ δὲ αὖ βέλτιστα τῶν πράξεων διαδιδράσκει τε καὶ διολισθαίνει καὶ δυσάλωτα πέφυκέ πως. πᾶν γὰρ ἀγαθόν τε καὶ κακὸν τῇ ἀνθρωπίνῃ τα‐ λαντεύεται γνώμῃ, καὶ τῷ βουλομένῳ προσδέχεται τὴν ῥοπήν. ἀρκέσει δ’ οὖν ἡμῖν ὁ πόλεμος πρότερον, ἤπερ ἡμεῖς αὐτῷ μὴ
80ἀρκέσωμεν. οὐ γὰρ ὅπερ ἄμεινον οἴεταί τις τὸ συνοῖσον ἀκριβῶς ἐν τούτῳ γνωρίζεται. οὐ δεῖ τοιγαροῦν ὑμᾶς ἐπαιρομένους τοῖς φθάσασιν ἀπειροκαλίας ἑαυτοῖς περιτιθέναι γνωρίσματα. μία γὰρ καὶ ἡ αὐτὴ φύσις ἀνθρώπων, καὶ τὸ παθεῖν ὁμοίως ἐστὶν ἓν ἅπασιν, καὶ οὐ δεῖ νομίζειν τὸ ὁμοιογενὲς διαλλάττειν φύσει τινί.
85ἀσφαλέστατον δέ πως ἐνέχυρον καὶ τὸ ξυνεστάναι τὸ ἀντιπολι‐
τευόμενον. ἕως γὰρ ἄνθρωποι φανερῶς ἔχουσι πρὸς τὸν ἀντίπαλον εὖ, παιδεύονται τὸ ἀνδρεῖον, καταλύοντος δὲ μὴ φαινομένου τοὺς ἀντερείδοντας, καὶ τὴν σφῶν αὐτῶν συγκαταλύουσι δύναμιν, καὶ ὑφ’ ὧν οὐκ ἄξιοι νενικημένοι τυγχάνουσιν. ταῦτα καὶ θεὸν τὸν καθ’173
90ἡμᾶς μαρτύρομαι καὶ τοὺς καθ’ ὑμᾶς εἰ θεοὶ εἴτουν ἕτεροί τινες τυγχάνουσιν. εἴγε καὶ Πέρσαις οὕτω δοκεῖ. τοσαῦτα εἶπεν ὁ Πέτρος. Ὁ δὲ Ζὶχ ἀκηκοώς (δεινότατος γὰρ ἐσότι καὶ οἷος βαρβάρῳ γλώττῃ καὶ βραχυλογίᾳ τὸ δέον εἰπεῖν) ὑπολαβὼν ἀντέλεξεν ὧδε· ὡς μὲν οὐκ εἰκότα καὶ δίκαια πρεσβεύετε, ὦ ἄνδρες Ῥωμαῖοι, τίς
95ἀπάνθρωπος καὶ θηριώδης οὕτω φήσαι. κοινῇ γὰρ πᾶσιν ἀνθρώ‐ ποις ἀγαθὸν εἰρήνη δοκεῖ. ἐγὼ δὲ κατεπλάγην ἂν ταῖς κομψο‐ λογίαις, εἰ μὴ Ῥωμαῖοι μὲν ὑμεῖς, ἡμεῖς δὲ Πέρσαι ἐτυγχάνομεν ὄντες. μὴ οὖν οἴεσθε περιόδῳ ῥημάτων λήσειν ἡμᾶς ὁποῖοί τινες καθεστῶτες ἥκετε τευξόμενοι τοῦ συνοίσοντος. ἐπειδὴ δὲ προβάλ‐

3

(100)

λεσθε τὴν εἰρήνην ὥσπερ παραπέτασμα τῆς δειλίας καὶ ταύτῃ τὸ φανερώτατον τῆς ἀτιμίας ἐπισκιάζειν οἴεσθε, βραχέα διαλεχθείην· οὐ γὰρ σύνηθες ἀνδρὶ Πέρσῃ περιττολογίᾳ διεξιέναι τῶν πραγμά‐ των τὰ καίρια. Χοσρόης ὁ πάντων ἀνθρώπων. εἴπερ βούλεται, βασιλεὺς οὔτε τὴν Ἀντιοχείας ἅλωσιν ἐγκαλλώπισμά τι καὶ ἐγκώ‐
105μιον ἑαυτῷ περιτίθησιν· εἰ γὰρ καὶ φοβερὸν ὑμῖν καὶ ἐργωδέστα‐ τον εἶναι δοκεῖ τὸ παρ’ ἡμῶν πραχθέν, ὅμως ἡμεῖς πάρεργον ἡγούμεθα τὸν ὁντιναοῦν τῶν πολεμίων νικᾶν· πεπαιδεύμεθα γὰρ ἀκριβῶς τὸ κρατεῖν, καθ’ ὅσον τὰ λοιπὰ τῶν ἀνθρώπων γένη κρατεῖσθαι μεμαθήκασιν ὑφ’ ἡμῶν· οὔτε μὴν ἑτέρας Ῥωμαϊκῆς
110πόλεως καταστροφὴ πρὸς ὄγκον ἡμᾶς ἐξαίρει ποτέ. τὸ γὰρ προ‐ χειρότατον ἡμῖν οὐ θαυμαστόν. καὶ ταῦτα μὲν ἀρκέσει πρὸς ἔλεγχον τῆς μάτην ἀπερριμμένης παρ’ ὑμῶν ἀδολεσχίας. Ῥωμαῖοι δὲ τὸ σύνηθες πράττουσι περὶ σπονδῶν πρότεροι διαλεγόμενοι Πέρσαις. ἡσσηθῆναι πρὸς ἡμῶν νενικήκατε τῷ τάχει προτερή‐
115σαντες τὴν εἰρήνην αἰτεῖν, καὶ ταύτῃ τὴν ἐν τοῖς πολέμοις ἀδοξίαν ἐπικαλύπτετε, τῷ δῆθεν μὴ ἐφιέμενοι μάχης ἐπιεικεῖς εἶναι δοκεῖν. ὅπερ ἂν ἡμεῖς, εἴπερ ἐμελλήσατε, καὶ κρατοῦντες ἐπράξαμεν. ὅμως δεχόμεθα τοὺς λόγους, τὴν εἰρήνην περὶ πλείστου ποιούμεθα. φρόνημα γὰρ εὐγενὲς τῷ πρέποντι ξυμμεταρρυθμίζειν τὰ πράγματα.
120Οὕτω δὲ καὶ τοῦ Ζὶχ εἰπόντος. οἱ ἀμφοτέρων ἑρμηνεῖς
διασαφηνίσαντες ἐφ’ ἑκάτερα μέρη τὰ ῥήματα διδάσκαλοι τῶν νοημάτων ἐγίγνοντο, πλείστων καὶ ἑτέρων ἀπερριμμένων λόγων, νῦν μὲν αὐτοῦ τοῦ χρειώδους χάριν, νῦν δὲ καὶ κόμπου ἕνεκα καὶ τοῦ μὴ δοκεῖν ἧττον ἔχοντας τῆς εἰρήνης ἐφίεσθαι. Πέρσαι μὲν174
125διηνεκεῖς ἠξίουν ἔσεσθαι τὰς σπονδάς, πρὸς δέ γε καὶ χρυσίον ῥητὸν ἐφ’ ἑκάστῳ ἐνιαυτῷ ὑπὲρ τοῦ μὴ κεχρῆσθαι τοῖς ὅπλοις κομίζεσθαι ἀπὸ Ῥωμαίων· καὶ τεσσαράκοντα μὲν ἐτῶν, τὸ γοῦν ἐλάχιστον τριάκοντα, προειληφότας † ἐκτὸς συντελεσθησομένῳ ἐν ἑνὶ συναθροισμῷ, οὕτω βούλεσθαι κατατιθέναι τὰ ὅπλα. Ῥω‐
130μαῖοι δὲ τοὐναντίον ὀλιγοχρονίους τὰς ξυνθήκας εἶναι ἐβούλοντο, πρὸς τοῖς μήτε μὴν κατατιθέναι τι ὑπὲρ τῆς εἰρήνης. ἁμίλλης δὲ περὶ τούτου ἐπὶ μέγα κινηθείσης, καὶ λόγων προελθόντων ἥκιστα ὀλίγων, τέλος ἔδοξεν ὥστε ἐπὶ νʹ μὲν ἔτη ξυνεστάναι τὴν εἰρήνην, Ῥωμαίοις δὲ ἀποδοθῆναι τὴν Λαζικήν· στερράς τε εἶναι
135καὶ ἐρρωμένας τὰς συνθήκας καὶ κρατεῖν ἑκασταχόσε, τοῦτο μὲν κατὰ τὴν ἕω, τοῦτο δὲ καὶ ἐν Ἀρμενίᾳ, ἀλλὰ γὰρ καὶ ἐν αὐτῇ δήπου τῇ Λαζικῇ, οὕτω μέντοι ὡς λʹ χιλιάδας ἐτησίας χρυσίου νομίσματος ἀποφέρεσθαι Πέρσας τῆς εἰρήνης ἕνεκα ἀπὸ Ῥωμαίων. ἐβεβαιώθη δὲ τοῦτο ὥστε Ῥωμαίους ἐν ὁμάδι δεκαετίας ποσότητα
140προπαρασχεῖν οὕτω· παραχρῆμα μὲν ἐνιαυτῶν ἑπτά, καὶ μετὰ τὴν τῶν ζʹ ἐτῶν παραδρομὴν οὐκ ἐς ἀναβολὴν κατατιθέναι τῶν λοιπῶν τριῶν ἐτῶν τὴν συντέλειαν· εἶθ’ οὕτω καθ’ ἕκαστον ἔτος πορί‐ ζεσθαι Πέρσας τὸ ὡρισμένον ἐνιαυσιαῖον. ἔδοξε δὲ καὶ περὶ τοῦ κατασκαφῆναι τὸν μοναστήριον οἶκον τὸν λεγόμενον Σεβανὸν καὶ
145ἱδρυμένον ἐν τοῖς μεθορίοις. καὶ ἀπολήψεσθαι Ῥωμαίους τὸν τόπον, Ῥωμαίων μὲν καθεστῶτα ἀπ’ ἀρχῆς, Περσῶν δὲ παρα‐ σπονδησάντων καὶ ἐν κατοχῇ τούτου ἤδη γενομένων τείχει τε κατησφαλισμένων τὸ ἱλαστήριον. οἱ δὲ ἀλλὰ γὰρ οὔτε ἐς τέλεον κατέσκαψαν οὔτε μὴν ἐνεχείρισαν Ῥωμαίοις. ταῦτά τοι οὐδὲ ἐν

3

(150)

ταῖς σπονδαῖς ἐμφέρεται. ἐστέρχθη δὲ ὥστε τὰς λεγομένας τῇ Λατίνων διαλέκτῳ σάκρας ἐξ ἀμφοῖν τοῖν βασιλέοιν αὐτοῦ ἀπο‐
κομισθῆναι ἐπιβεβαιούσας ἅπαντα ὅσα πρὸς τῶν πρέσβεων ἐμπε‐ δωθέντα ἐτύγχανε. καὶ τοίνυν τὰ τοιάδε ἐστάλη αὐτόθι. ξυνέβη‐ σαν δὲ καὶ ἐς τοῦτο ὥστε κατὰ μίαν μοῖραν προελθεῖν τὴν175
155καλουμένην σάκραν ἐκ τοῦ Ῥωμαίων βασιλέως ἐπιψηφιζομένην περὶ τῶν προδοθησομένων χρημάτων τῆς τριετίας μετὰ τὸν ἕβδο‐ μον ἐνιαυτόν, ὡς καταθήσουσι ταῦτα Ῥωμαῖοι Πέρσαις. ἐκυρώθη 〈δὲ〉 ὥστε καὶ ἐκ τοῦ βασιλέως Περσῶν ὁμολογίαν ἐν γράμμασι προελθεῖν ὡς, ἡνίκα πορίσαιντο Πέρσαι τῶν τριῶν ἐτῶν τὸ ὀφειλό‐
160μενον χρυσίον, βασιλεῖ Ῥωμαίων τὸ περὶ τοῦ τοιοῦδε βεβαιωτικὸν ἀναδοθήσεται γράμμα. ἡ μὲν τοῦ Ῥωμαίου αὐτοκράτορος περὶ τῆς εἰρήνης ὁμολογία τὴν συνήθη φέρουσα προγραφὴν γνώριμος ἡμῖν ἐς τὰ μάλιστα τυγχάνει· ἡ δὲ τοῦ Περσῶν βασιλέως γράμμασι μὲν ἐγράφη Περσικοῖς, τῇ δὲ Ἑλληνίδι φωνῇ κατὰ ταῦτα δήπουθεν
165ἰσχύει τὰ ῥήματα· Θεῖος, ἀγαθός, εἰρηνοπάτριος, ἀρχαῖος Χοσρόης, βασιλεὺς βασιλέων, εὐτυχής, εὐσεβής, ἀγαθοποιός, ᾧτινι οἱ θεοὶ μεγάλην τύχην καὶ μεγάλην βασιλείαν δεδώκασι, γίγας γιγάντων, ὃς ἐκ θεῶν χαρακτηρίζεται, Ἰουστινιανῷ Καίσαρι, ἀδελφῷ ἡμε‐ τέρῳ. ἡ μὲν οὖν προγραφὴ οὕτω πη ἐδήλου, ἀτὰρ ἡ δύναμις τῶν
170λεχθέντων τοιάδε ὑπῆρχεν. εἴποιμι δὲ αὐτήν γε δήπου τῶν λόγων τὴν συνθήκην· ἀναγκαῖον γὰρ ἔγωγε ᾠήθην χρῆσθαι οὐκ ἄλλως, ὡς ἂν μὴ ὑποτοπήσοι τις ἑτέρᾳ φράσει παρατετράφθαι τι τῶν ἀληθῶν· εἶχε 〈δὲ〉 οὕτω· Χάριν ἀπονέμομεν τῇ ἀδελφότητι τοῦ Καίσαρος περὶ τῆς χρείας τῆς εἰρήνης τῆς μεταξὺ τούτων τῶν
175δύο πολιτειῶν. ἡμεῖς μὲν Ἰεσδεγουσνὰφ θείῳ κουβικουλαρίῳ ἐκε‐ λεύσαμεν καὶ ἐξουσίαν δεδώκαμεν, ἡ ἀδελφότης τοῦ Καίσαρος Πέτρῳ μαγίστρῳ τῶν Ῥωμαίων καὶ Εὐσεβίῳ ἐκέλευσε καὶ ἐπέτρεψε καὶ ἐξουσίαν δέδωκε λαλῆσαι καὶ τρακταΐσαι. καὶ ὁ Ζὶχ καὶ ὁ λεγόμενος παρὰ Ῥωμαίοις μάγιστρος καὶ Εὐσέβιος τὰ περὶ τῆς
180εἰρήνης κοινῶς ἐλάλησαν καὶ ἐτρακτάϊσαν, καὶ ἐτύπωσαν τὴν εἰ‐ ρήνην πεντήκοντα ἐνιαυτῶν, καὶ ἔγγραφα πάντες ἐσφράγισαν. ἡμεῖς οὖν, 〈καθ’〉 ἃ ὁ Ζὶχ καὶ ὁ μάγιστρος τῶν Ῥωμαίων καὶ Εὐ‐ σέβιος ἐποίησαν, βεβαίως ἔχομεν τὴν εἰρήνην καὶ ἐμμένομεν αὐτοῖς. οὕτω μὲν ἐπὶ λέξεως εἶχεν. ὁμοιοτρόπως δὲ καὶ ἡ τοῦ Ῥωμαίων
185βασιλέως ἐτύγχανεν οὖσα ὁμολογία, ἄνευ τῆς προγραφῆς ἧς εἶχε τὸ βασίλειον γράμμα τὸ Περσικόν. καὶ ἐν τοιοῖσδε ὁ ξύλλογος διελύθησαν. ἐν δὲ δὴ ἑτέρᾳ ξυνελεύσει μεγαλαυχοῦντος τοῦ Ζὶχ καὶ ἐπὶ Χοσρόῃ βασιλεῖ κομπολογίᾳ χρωμένου φάσκοντός τε, ὡς ἀμαχώτατός τέ ἐστι καὶ νίκας περιεβάλετο πολλὰς καὶ ὡς, ἐξ οὗ176
190χρόνου τὴν κίδαριν ἀνεδήσατο, ἀμφὶ τὰ δέκα ἔθνη καταγωνισά‐ μενος κατέστησεν ἐς φόρου ἀπαγωγήν, καὶ ὅτι τὴν τῶν Ἐφθαλιτῶν κατεστρέψατο δύναμιν καὶ μὲν οὖν βασιλεῖς ἐχειρώσατο πλείστους, καὶ ὡς ἄγανταί τε αὐτὸν καὶ τεθήπασιν οἱ ἐκείνῃ βάρβαροι, καὶ ὡς κατὰ τὸ προσῆκον καὶ οὐκ ἀπεικὸς αὐτῷ ἡ ἐπωνυμία κεκόμ‐
195ψευται τὸ βασιλέα προσαγορεύεσθαι βασιλέων, ταῦτα καὶ τὰ τοιάδε τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίᾳ χρησαμένου, ἐν διηγήματι ἐξῆλθεν ὁ Πέτρος τοιάνδε ἱστορίαν τινά, ὡς ἐγένετό τις ἐν τοῖς πάλαι τε καὶ ἀνωτάτω χρόνοις βασιλεὺς Αἰγύπτιος ὄνομα Σέσω‐ στρις, καὶ οὖν γε συμπνεούσης αὐτῷ τῆς τύχης μεγάλα ἐφύσα καὶ

3

(200)

ἔθνη μέγιστα καθεῖλεν, ὡς δουλαγωγῆσαι καὶ βασιλεῖς, καὶ ἐπὶ τοσοῦτον ἀρθῆναι ἀλαζονείας ὡς καὶ ὄχημα χρυσοκόλλητον ξυμπή‐ ξασθαι, καὶ ἀνθ’ ὧν ἵππους δέον ἢ ἕτερα ἑλκυστήρια ζῷα τοὺς δοριαλώτους ἐκείνους βασιλεῖς ὑπαγαγεῖν τῷ ζυγῷ οὕτω τε διφρευό‐ μενον διὰ τῶν λεωφόρων ἐπιφαίνεσθαι τοῖς ὑπηκόοις. τοῦτο
205ἐπεὶ ὁσημέραι ἐπετέλει, τῶν τις βασιλέων τὸ ὄχημα ἑλκόντων κατὰ τὸ ἄκρον ἐζευγμένος συνεχέστατά πως καὶ λεληθότως ἐς τοὐπίσω τὸ βλέμμα ἐπιστρέφων ἐθεᾶτο τὸν τροχὸν κυλινδούμενόν τε καὶ τῇ τῆς κινήσεως συνεχείᾳ ἐν ἑαυτῷ περιελιττόμενον. ἐποχούμενος δὴ οὖν ὁ Σέσωστρις, (ἐπέσκηψε γάρ) τί δῆτα, ἔφη, τοῦτο ποιεῖς,
210ὦ οὗτος· ὁ δὲ ἀμοιβαδὸν ἔφη· ὦ δέσποτα, ὁρῶ τὸν τροχὸν ὡς θαμὰ περιδινούμενος οὐκ ἐπὶ τῆς αὐτῆς βάσεως μένει ὅδε, ἀλλὰ γὰρ ἄνω κάτω φερόμενος τὴν ἁρματοτροχίαν ἐργάζεται. τοῦτο ἀκηκοὼς ὁ Αἰγύπτιος καὶ μὲν οὖν τεκμηράμενος, ὡς ὑπαινίττεται τὸ ἀστάθμητόν τε καὶ παλίμβολον τῆς τύχης, καὶ ὡς τροχῷ κυλιο‐
215μένῳ ἔοικε τὰ ἀνθρώπεια, ξυνῆκε μὴ ἄρα καὶ αὐτὸς χρόνῳ ποτὲ τοιούτῳ προσπταίσῃ δυστυχήματι, τοῦ λοιποῦ τε ἐπαύσατο κατὰ τὸν προλεχθέντα τρόπον ἁρματηλατεῖν· πρὸς τοῖς 〈τοὺσ〉 δεδου‐ λωμένους οἱ βασιλεῖς ἀφῆκε καὶ ταῖς σφῶν αὐτῶν ἡγεμονίαις ἐνε‐ βίβασεν αὖθις. ἐνταῦθα Πέτρῳ ἐπαύσατο τῆς ἱστορίας ὁ λόγος
220ἐγχαλινώσαντι τὴν τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίαν. εἶτα διελέγοντο αὖθις περὶ τῶν πρακτέων. ἅπαντα μὲν γάρ, ὡς ἐνῆν, τὰ ἀμφίβολα ἐν τάξει καὶ κόσμῳ καθειστήκει, τὰ δ’ οὖν περὶ Σουανίαν ἔτι ἐν μετεώρῳ ὑπῆρχε, καὶ ὑπελέλειπτο σφίσι μόνη ἐπ’ ἀμφιβόλῳ. τῷ τοι ἔλεξεν ὧδε Πέτρος· πλείστων ἐπαίνων ἄξιός177
225ἐστιν ἀνήρ, ὃς τέλεια βουλευόμενος τέλειον ἐπιθήσοι ταῖς πράξεσι τὸ πέρας. εἰ γὰρ ἐλλείπει τι τῶν δεόντων, ἐλλιπὲς οἶμαι καὶ τῷ βουλευομένῳ τὸ φρόνημα. οὐκ εἰκῇ δὲ καὶ μάτην εἴρηται νῦν ἡμῖν ὁ λόγος· πρὸς σὲ δὲ φερόμενος, ὦ Ζίχ, Ῥωμαίοις τε καὶ Πέρσαις φανήσεται λυσιτελέστερος. εἴποιμι δέ πως φανερώτερον. Σουανία
230Ῥωμαίοις ὑπῆρχε, καὶ Ῥωμαῖοι Σουάνοις ἐκέλευον. ἀμέλει Τζαθίου Σουάνων ἐξηγουμένου Δείτατός τις Ῥωμαῖος ἀνὴρ τῶν ἐκεῖσε Ῥω‐ μαϊκῶν καταλόγων ἐτύγχανε προεστώς. ἀλλὰ καὶ ἕτεροί τινες Ῥω‐ μαίων ἐν Σουάνοις ἐποιοῦντο τὰς διατριβάς. δυσμενείας δέ τινος † μεταξὺ τοῦ Λαζῶν βασιλέως καὶ Μαρτίνου τοῦ Ῥωμαίου τηνικαῦτα
235ἐκεῖσε στρατηγοῦντος, τούτου ἕνεκα ὁ Κόλχος οὐκ ἀπέστειλε Σου‐ άνοις τὸ σύνηθες σιτηρέσιον· ἔθος γὰρ πέμπεσθαι σῖτον ἐκ τοῦ Κόλχων βασιλέως. διὸ δυσανασχετοῦντες οἱ Σουάνοι τῷ τῶν νενο‐ μισμένων ὑστερηθῆναι κατάδηλον ἐποιήσαντο Πέρσαις ὡς, εἰ γενή‐ σοιντο αὐτοῦ, Σουανίαν ἐγχειρίσουσιν αὐτοῖς. ἐν τοσούτῳ Δεισάτῳ
240καὶ τοῖς ἑτέροις ἡγεμόσι τῶν Ῥωμαϊκῶν ταγμάτων ἔφασαν ὅτι· πολυπληθία Περσῶν ἀγγέλλεται χωροῦσα κατὰ Σουάνων, πρὸς ἣν ἀξιόμαχον οὐκ ἔχομεν δύναμιν. ἀλλὰ τὸ συνοῖσον βουλεύσασθε ξὺν τοῖς ἐνταῦθα Ῥωμαίων καταλόγοις ὑποχωροῦντες τῇ Μηδικῇ στρατείᾳ. τοσούτῳ χρησάμενοι Σουάνοι δόλῳ καὶ δώροις ἀναπεί‐
245σαντες τοὺς τῶν καταλόγων ἐπιστάτας ἀπεβάλοντο παρὰ σφῶν τὴν Ῥωμαίων φυλακήν, οἱ δὲ Πέρσαι ξὺν τάχει παραγενόμενοι Σουα‐ νίαν ἔλαβον. ληπτέον οὖν ἐντεῦθεν ὡς καὶ Ῥωμαίων ἀνέκαθεν ὑπῆρχεν καὶ Ῥωμαίοις ἁρμόζει τήμερον. εἰ γὰρ δικαιότατα Λαζι‐ κῆς κύριοι καθεστήκαμεν, καθὰ δήπουθεν ὑμεῖς ἐψηφίσασθε,

3

(250)

Σουανίας τῆς ὑπὸ Λαζικὴν οὐκ ἀπὸ τρόπου δεσπόσομεν. ὁ δὲ
Σουρήνας ἔφη· ἄχθεσθε μᾶλλον Ῥωμαῖοι, ὅτι ἔθνος αὐθαίρετα καὶ ἑκουσίως προσεπέλασεν ἡμῖν. ὁ Ζὶχ ὑπολαβὼν ἔφη· αὐτόνομοι γεγόνασι Σουάνοι καὶ οὐπώποτε τῇ Κόλχων ὑπεκλίθησαν ἀρχῇ. αὖθις ὡς τὸν Ζὶχ ἔλεξεν ὁ Πέτρος· εἴ γε μὴ βούλει, ὦ Ζίχ, ἐν178
255τοῖς τῆς εἰρήνης συμβολαίοις ὀνομαστὶ Σουανίαν ἐγχαράξαι, σή‐ μανον ὡς ἀποδίδως μοι Λαζικὴν ξὺν τοῖς ὑποτεταγμένοις ἔθνεσιν αὐτῇ. ὁ Ζίχ· εἰ τοῦτο, ἔφη, ποιήσω, ἄδειά σοι δοθήσεται καὶ περὶ Ἰβηρίας ἀμφισβητεῖν κατ’ ἐξουσίαν τε εἴποις ἄν, ὡς καὶ αὐτὴ κατήκοος ἐγεγόνει Λαζῶν. ἔνδηλος, ἦ δὲ ὁ Πέτρος, γεγένησαι, ὦ
260Ζίχ, ὡς οὐ βούλει πᾶσαν ἡμῖν ἀποδοῦναι Λαζικήν, ἀλλά τινα μοῖραν αὐτῆς. πολλὰ μὲν οὖν καὶ ἕτερα Ῥωμαῖοί τε καὶ Πέρσαι εἰπόντες τε καὶ ἀκηκοότες Σουανίας πέρι ὅμως οὐ ξυνέβησαν. δοκεῖ τοιγαροῦν αὐτοῖς περὶ τοῦ τοιοῦδε τὸν βασιλέα ἐπισκοπῆσαι Περσῶν. καὶ ὅρκῳ ἐπιστώσατο ὁ Ζίχ, ᾗ νενόμισται Πέρσαις
265ὀμνύειν, ξυνεπιλαβέσθαι Πέτρῳ ὡς Χοσρόην ἀφικνουμένῳ ἕνεκα Σουανίας. εἶτα τοῦ Ζὶχ τοὺς περὶ Ἄμβρου τοῦ Ἀλαμουνδάρου τοῦ τῶν Σαρακηνῶν ἡγουμένου κινήσαντος λόγους φάσκοντός τε, ὅτι γε δήπου καὶ αὐτὸν ὥσπερ καὶ τὸν πρὸ αὐτοῦ ἡγεμόνα τοῦ Σαρα‐ κηνικοῦ κομίζεσθαι χρεὼν τὰς ρʹ χρυσίου λίτρας, ἀντεῖπεν ὁ
270Πέτρος, ὥστε τὸν πρὸ Ἄμβρου ἡγεμόνα δωρεᾷ τινι ἀγράφῳ καὶ ὅσῳ ἂν ἠβούλετο χρυσίῳ καὶ ὁπηνίκα ὁ καθ’ ἡμᾶς ἐφι‐ λοφρονεῖτο δεσπότης. τοιγαροῦν ἐστέλλετο τῇ ταχυτῆτι τῶν δημοσίων ἵππων ὀχούμενος ἀνὴρ ἀγγελιαφόρος ὡς τὸν Σαρα‐ κηνὸν ἀποκαταστήσων οἱ τὸ ὅπερ ἐτύγχανεν αὐτῷ πεμφθὲν
275πρὸς τοῦ Ῥωμαίου βασιλέως. οὕτω τε ἐς τοὔμπαλιν ἐκ τοῦ Σαρακηνοῦ ὡς βασιλέα τὸν ἡμεδαπὸν ἐπέμπετο δωροφορῶν πρεσβευτής, εἶτα ἀντιδώρῳ αὖθις ἐφιλοφρονεῖτο τὸν Σαρακηνὸν ὁ καθ’ ἡμᾶς αὐτοκράτωρ. εἰ βούλεται οὖν καὶ Ἄμβρος κατὰ ταῦτα ποιεῖν, λήψεται, εἰ δοκεῖ καὶ τῷ καθ’ ἡμᾶς βασιλεῖ· εἰ δέ γε οὐ
280βούλεται, κινεῖ τηνάλλως, πρός γε καὶ ἠλιθιώτατα φρονεῖ. ἀποί‐ σεται γὰρ οὐδὲν ὁτιοῦν. τούτων διαμφισβητηθέντων καὶ ἑτέ‐ ρων, ἐγράφησαν αἱ πεντηκοντούτιδες σπονδαὶ περσιστὶ καὶ ἑλλη‐ νιστί, μετεβλήθη τε τὸ Ἑλληνικὸν εἰς Περσίδα φωνὴν καὶ τὸ Περσικὸν εἰς Ἑλληνίδα. οἱ δὲ τὰς ξυνθήκας βεβαιοῦντες Ῥωμαίων
285μὲν Πέτρος ὁ τῶν περὶ βασιλέα καταλόγων ἡγεμὼν καὶ Εὐσέβιος καὶ ἕτεροι, Περσῶν δὲ ὁ Ζὶχ ὁ Ἰεσδεγουσνὰφ καὶ Σουρήνας καὶ ἕτεροι. τῶν οὖν ἐξ ἑκατέρου μέρους ὁμολογιῶν ἐν συλλαβαῖς ἀνα‐ ληφθεισῶν, ἀντιπαρεβλήθησαν ἀλλήλαις τῷ ἰσοδυνάμῳ τῶν ἐνθυ‐ μημάτων τε καὶ ῥημάτων. ὅσα δὲ ἐσήμηνε τὰ τῆς εἰρήνης γραμ‐179
290ματεῖα, λελέξεται. καὶ δὴ δόγμα ἐγράφη πρῶτον ὡς διὰ τῆς στενοπορίας τῆς εἰσόδου τοῦ λεγομένου χώρου Τζὸν καὶ τῶν Κασπίων πυλῶν μὴ ἐφεῖναι Πέρσας ἢ Οὔννους ἢ Ἀλανοὺς ἢ ἑτέρους βαρβάρους πάροδον ποιεῖσθαι κατὰ τῆς Ῥωμαίων ἐπικρατείας, μήτε δὲ Ῥωμαίους ἐν αὐτῷ δήπου τῷ χώρῳ μήτε μὴν ἐν ἄλλοις Μηδικοῖς
295ὁρίοις στράτευμα στέλλειν κατὰ Περσῶν. δεύτερον, ὡς ἂν οἱ σύμμαχοι Σαρακηνοὶ ἑκατέρας πολιτείας ἐμμένοιεν καὶ οἳ τοῖς βεβαιωθεῖσι, καὶ μήτε τοὺς Περσῶν κατὰ Ῥωμαίων μήτε τοὺς Ῥωμαίων ὁπλίζεσθαι κατὰ Περσῶν. κατὰ τρίτην τάξιν, ὥστε τοὺς ἐμπόρους Ῥωμαίων τε καὶ Περσῶν τῶν ὁποιωνοῦν φορτίων, τού‐

3

(300)

τους δὲ καὶ τοὺς τοιούσδε ποριστὰς κατὰ τὸ ἐξ ἀρχῆς κρατῆσαν ἔθος ἐμπορεύεσθαι διὰ τῶν εἰρημένων δεκατευτηρίων. δʹ, ὡς ἂν οἱ πρέσβεις καὶ οἱ τῇ ταχυτῆτι χρώμενοι τῶν δημοσίων ἵππων πρὸς τὰς ἀπαγγελίας, ὁ μὲν ἐς τὰ Ῥωμαίων, ὁ δ’ 〈ἐσ〉 τὰ Περ‐ σῶν ἤθη ἀφικνούμενοι κατά τε τὴν ἀξίαν καὶ τὸ προσῆκον ἕκαστοι
305τιμηθεῖεν καὶ τῆς δεούσης τεύξονται ἐπιμελείας, ἀπαλλάττεσθαί τε σφᾶς μὴ χρονοτριβοῦντας, ἀλλὰ γὰρ καὶ τὰς ἐμπορίας, ἃς ἐπι‐ φέρονται, ἀμοιβάζειν ἀκωλύτως τε καὶ ἄνευ συντελείας τινός. εʹ διετυπώθη ὥστε τοὺς Σαρακηνοὺς καὶ τοὺς ὁποιουσοῦν βαρβάρους ἐμπόρους ἑκατέρας πολιτείας μὴ διὰ ξένων ἀτραπῶν ποιεῖσθαι
310τὰς πορείας, μᾶλλον μὲν οὖν διὰ τῆς Νισίβεως καὶ τοῦ Δάρας, μήτε μὴν ἄνευ κελεύσεως ἀρχικῆς ἰέναι κατὰ τὴν ἀλλοδαπήν. εἰ μέντοι παρὰ τὸ δοκοῦν τολμήσουσί τι, ἤγουν, τὸ λεγόμενον, κλεπ‐ τοτελωνήσουσιν, ἀνιχνευομένους ὑπὸ τῶν ἐν τοῖς ὁρίοις ἀρχόντων ξὺν τοῖς ὅσα ἐπιφέρονται, εἴτε Ἀσσύρια φορτία εἶεν εἴτε Ῥωμαῖα,
315παραδίδοσθαι εὐθύνας ὑφέξοντας. ϛʹ, ὡς εἴ τινες, ἐν ᾧ χρόνῳ ὁ πόλεμος ξυνεστήκει, ηὐτομόλησαν, τοῦτο μὲν ὡς Πέρσας ἀπὸ
Ῥωμαίων, τοῦτο δὲ 〈ἀπὸ〉 Περσῶν ὡς Ῥωμαίους, εἴ γε βούλοιντο οἱ προσκεχωρηκότες ἐς τὰ οἴκοι ἐπαναστρέφειν, μὴ γίνεσθαι σφίσιν ἐμποδὼν μήτε μὴν κωλύμῃ χρήσασθαί τινι. τοὺς μέντοι ἐν καιρῷ180
320εἰρήνης αὐτομόλους ἤγουν καταφεύγοντας ἐξ ἑτέρων εἰς ἑτέρους μὴ ὑποδέχεσθαι, ἀλλ’ ἐκ παντὸς τρόπου καὶ ἄκοντας ἐγχειρίζεσθαι τοῖς ἐξ ὧν καὶ ἀπέδρασαν. ζʹ μέρος τῶν σπονδῶν, ὥστε τοὺς ἐπεγκαλοῦντας περὶ τοῦ σίνεσθαί τι σφᾶς τοὺς ἀντιπολιτευομέ‐ νους δίκῃ τέμνεσθαι τὸ φιλονεικούμενον ἢ δι’ ἑαυτῶν τῶν τὴν
325βλάβην πεπονθότων ἢ δι’ οἰκείων ἀνθρώπων ἐν τοῖς μεθορίοις παρὰ τοῖς ἄρχουσιν ἑκατέρας πολιτείας ξυνιόντων, οὕτω τε τὸν ζημιώσαντα ἀκέσασθαι τὸ σκάζον. ηʹ, ὥστε τοῦ λοιποῦ μὴ ἐγκαλεῖν Πέρσας Ῥωμαίοις ἕνεκα τοῦ ἐπικτίζεσθαι τὸ Δάρας. ἔδοξε δὲ καὶ ἀμφοτέραν πολιτείαν τοῦ λοιποῦ μηδαμῶς ἐπιτειχίζειν ἤγουν
330περιοχῇ τινι κατασφαλίζειν τι τῶν ἐν τοῖς ὁροθεσίοις χωρίων, ἵνα μὴ πρόφασις ἐντεῦθεν ἔσοιτο ταραχῆς καὶ ἐκ τούτου διαλυθήσονται αἱ σπονδαί. θʹ, μὴ ἐπιέναι ἢ πολεμεῖν ὑπηκόῳ ἔθνει ἢ χώρᾳ τινὶ ἄλλῃ τοὺς ἑκατέρας πολιτείας, μᾶλλον μὲν οὖν ἄνευ βλάβης καὶ κατ’ οὐδὲν ὁτιοῦν πημαινομένους ἐν τῷ αὐτῷ μένειν, ὡς ἂν
335καὶ οἵδε ἀπολαύοιεν τῆς εἰρήνης. ιʹ, ὥστε μὴ πολυπληθίαν στρατοῦ εἰς τὸ Δάρας ἐνιζάνειν, πλὴν ὅση γε ἀρκέσει πρὸς φυλακὴν τοῦ ἄστεος, μήτε δὲ τὸν τῆς ἕω στρατηγὸν κατὰ ταύτην ἐνιδρῦσθαι, τοῦ μὴ ἐκ τοῦ τοιοῦδε ἐπιδρομὰς ἢ βλάβας γίνεσθαι κατὰ Περσῶν· εἰ δέ γε ἄρα τι τοιοῦτον ξυνενεχθείη, ἐπαγιώθη τὸν ἄρχοντα τοῦ
340Δάρας διατιθέναι τὸ πλημμεληθέν. μία πρὸς τῇ δεκάτῃ τῶν σπονδῶν βεβαίωσις, ὥστε εἰ πόλις ἑτέραν ζημιώσει πόλιν ἢ ὁπω‐ σοῦν διαφθείρει τι τῶν αὐτῆς, μὴ τῷ νόμῳ τοῦ πολέμου μήτε μὴν δυνάμει στρατιωτικῇ, ἄλλως δὲ δόλῳ τινὶ καὶ κλοπῇ· εἰσὶ γὰρ τοιοίδε τινὲς ἀνοσιουργοὶ οἱ ταῦτα πράσσοντες, ὡς ἂν πολέμου
345ἔσοιτο πρόφασις· ἐβεβαιώθη τοιγαροῦν τὰ τοιουτότροπα ἀναζητεῖν ἐς τὸ ἀκριβὲς καὶ ἐπανορθοῦσθαι τοὺς δικαστὰς τοὺς ἐν τοῖς πέρασιν ἑκατέρας πολιτείας ἱδρυμένους. εἰ δέ γε αὐτοὶ οὐκ ἔσονται ἱκανοὶ ἀναστέλλειν τὰς πρὸς ἀλλήλους τῶν ἀστυγειτόνων φθοράς, ἐστέρχθη ὥστε τὴν διαδικασίαν ἀναπέμπεσθαι ὡς τὸν τῆς ἕω

3

(350)

στρατηγόν, ὡς εἴ γε εἴσω μηνῶν ἓξ μὴ τμηθείη τὰ τῆς ἁμίλλης, καὶ ὁ ζημιωθεὶς μὴ λήψεται τὸ ἀπολωλός, τὸν ἀδικήσαντα λοιπὸν ἐπὶ ποινῇ ὡς τὸ διπλάσιον τῷ ἠδικημένῳ εἶναι ὑπεύθυνον. ὡς εἴ γε μηδὲ οὕτω πέρας ἕξοι, διετυπώθη τὸ πονοῦν μέρος πρεσ‐ βείαν στέλλειν ὡς τὸν βασιλέα τοῦ ἠδικηκότος. εἶτα εἰ μηδὲ ὑπὸ181
355τοῦ βασιλέως γενήσεταί οἱ τὸ ἀποχρῶν καὶ διπλοῦν τὸ ὀφληθὲν ἀναλήψεται κατὰ τὸ ὡρισμένον ἐντὸς ἐνιαυτοῦ, ὅσον ἐπ’ ἐκείνῳ τῷ δόγματι διαλελύσθω τὰ τῶν σπονδῶν. δευτέραν πρὸς τῇ δε‐ κάτῃ μοῖραν τῶν σπονδῶν κατανοήσοις τὰς πρὸς θεὸν ἱκετείας, ἔτι τε καὶ τὰς ἀράς, οἷον τῷ μὲν στέργοντι τὴν εἰρήνην εἶναι τὸν
360θεὸν ἵλεών τε καὶ ξύμμαχον διὰ παντός, τῷ δὲ ἀπατηλῷ τῶν τε ἐμπεδωθέντων νεοχμῶσαί τι βουλομένῳ τὸν θεὸν ἔσεσθαι ἀντί‐ παλόν τε καὶ πολέμιον. τρίτη πρὸς τῇ δεκάτῃ τῶν νομι‐ σθέντων ἰσχύς, πεντηκοντούτιδας εἶναι τὰς σπονδάς, ἐρρῶσθαί τε τὰ τῆς εἰρήνης ἐπὶ πεντήκοντα ἐνιαυτούς, ἀριθμουμένου τοῦ
365ἐνιαυτοῦ κατὰ τὸ ἀρχαῖον ἔθος, ἑκάστου ἔτους τῇ τριακοσιοστῇ καὶ ἑξηκοστῇ καὶ πέμπτῃ ἡμέρᾳ περατουμένου. ἰσχῦσαι δὲ καὶ τοῦτο, καθὰ ἔφην, ὥστε ἐξ ἀμφοῖν τοῖν βασιλέοιν ἀποκομισθῆναι συλλαβὰς ἐκεῖσε δηλούσας ὡς ἄμφω στέρξαι ταῦτα ἐφ’ οἷς ἐβε‐ βαίωσαν οἱ πρέσβεις. πέρας τε δεξαμένων τῶν συνθηκῶν, ἀντε‐
370δόθησαν αἱ λεγόμεναι σάκραι. τούτων δὲ δοξάντων καὶ ἰσχυ‐ ροποιηθέντων ἐκτὸς ἐνομίσθη τὰ περὶ τῶν ἐν Περσίδι Χρι‐ στιανῶν, ὥστε καὶ νεὼς οἰκοδομεῖν καὶ ἐπιθειάζειν σφᾶς ἀδεῶς καὶ τοὺς χαριστηρίους ὕμνους, καθὰ νενόμισται ἡμῖν, ἀκωλύτως ἐπιτελεῖν, ἀλλὰ γὰρ μήτε καταναγκάζεσθαι εἰς μαγικὴν μετιέναι
375θρησκείαν μήτε μὴν θεοκλυτεῖν ἀκουσίως τοὺς παρὰ Μήδοις νενο‐ μισμένους θεούς, καὶ οἱ Χριστιανοὶ δέ, ὥστε ἥκιστα καὶ οἵδε τολ‐ μῷεν μετατιθέναι μάγους ἐς τὴν καθ’ ἡμᾶς δόξαν. ἐκράτησε δὲ ὥστε καὶ τοὺς θνήσκοντας τοῖς Χριστιανοῖς ἐπ’ ἐξουσίας εἶναι θάπτειν ἐν τάφοις, ᾗ νενόμισται παρ’ ἡμῖν. τούτων οὕτω προελθόντων καὶ ἐν
380κόσμῳ καὶ τάξει γενομένων, ἐπεὶ ἀνεδέξαντο οἵ γε ἐς τοῦτο τεταγμένοι τὰς συλλαβὰς τοῖν δυοῖν βιβλίοιν καὶ ἀπηκρίβωσαν τῷ ἰσορρόπῳ τε καὶ ἰσοδυνάμῳ τῶν ῥημάτων τὰ ἐνθυμήματα, αὐτίκα οἵ γε ἰσόγραφα ἕτερα ἐπετέλουν. καὶ τὰ μὲν κυριώτερα ξυνειληθέντα τε καὶ
κατασφαλισθέντα ἐκμαγείοις τε κηρίνοις ἑτέροις τε οἷς εἰώθασι182
385Πέρσαι χρῆσθαι, καὶ ἐκτυπώμασι δακτυλίων ὑπὸ τῶν πρέσβεων, ἔτι γε μὴν καὶ ἑρμηνέων δέκα πρὸς τοῖς δύο, ἓξ μὲν Ῥωμαίων, οὐχ ἧττον δὲ Περσῶν, ἀμοιβαίᾳ τῇ δόσει τὰ τῆς εἰρήνης βιβλία παρέσχοντο ἀλλήλοις. καὶ τὸ μὲν τῇ Περσῶν φωνῇ γεγραμμένον ἐνεχείρισε Πέτρῳ ὁ Ζίχ, καὶ Πέτρος δὲ τῷ Ζὶχ τὸ τῇ Ἑλληνίδι,
390καὶ αὖθις τοῦ Ζὶχ τὸ ἰσορροποῦν τῇ γραφῇ τῇ Ἑλληνίδι βιβλίον γράμμασι Περσικοῖς διασεσημασμένον ἄνευ τῆς τῶν ἐκτυπωμάτων ἀσφαλείας εἰληφότος, τὸ σωθήσεσθαί οἱ τὰς μνήμας, καὶ Πέτρος οὐκ ἄλλως ἐπετέλεσεν ἀμοιβαίως. εἶτα ἐπὶ τούτοις διελύθησαν τῶν τε ὁρίων ἄπο ἐγένοντο, καὶ ὁ Ζὶχ εἰς τὰ πάτρια ἤθη ἐπο‐
395ρεύετο· ἀτὰρ ὁ Πέτρος ἔμεινεν αὐτοῦ ἐπιθειάσων τῇ γενεθλίᾳ ἑορτῇ Χριστοῦ τοῦ θεοῦ· ἤδη γὰρ προσεπέλαζε τῆς ἡμέρας τὸ σέβας· ἔτι δὲ καὶ τῇ τοῦ θεοῦ ἐπιφανείᾳ τὰ νόμιμα ἁγιστεύσας μετὰ ταῦτα ἐπέβη τῆς Περσῶν. καὶ ἐν τοῖσδε πέρας εἰλήφει τὰ τῶν ξυνθηκῶν. πρὸ δὲ δὴ τῆς ἀναχωρήσεως τῶν πρέσβεων, παρα‐

3

(400)

γενομένων τινῶν Περσῶν ἐς τὸ Δάρας, οἷς τὸ τοιόνδε ἐν φροντί‐ σιν ὑπῆρχεν, ἅμα ἐνίοις τῶν ἑρμηνέων καὶ τοῖς τῶν πλαστίγγων ἐπιστάταις, ἀποκατέστη τοῖς περὶ τὸν Ζὶχ τὰ ὀφειλόμενα χρήματα τῶν ζʹ ἐνιαυτῶν, ἐφ’ οἷς αἱ ξυνθῆκαι προῆλθον. ὡς δὲ Πέτρος ἀφίκετο πρὸς βασιλέα Περσῶν ἐν τῷ προσαγορευομένῳ Βιθαρμαῒς
405διαλεχθησόμενός οἱ περὶ Σουανίας, ἐς τὰ βασίλεια προελθὼν ἔλεξεν ὧδε· Ἥκομεν, ὦ βασιλεῦ, παρὰ σέ, τὸ μὲν ἐν βεβαίῳ τὴν εἰρήνην ἔχειν εὐτυχήσαντες ἤδη, τὸ δὲ καὶ ὀψὲ γοῦν τευξόμενοι τῶν δικαιοτέρων παρὰ σοῦ μὴ ἀχθησόμενοι. ὁ γὰρ τὸ παρὸν εὖ διαθεὶς καὶ σχεδιάσας, ὡς εἰπεῖν, τὸ συνοῖσον πῶς οὐχὶ τῶν μελλόντων
410προμηθεύεται πολλῷ τῷ διαφόρῳ, καθ’ ὅσον καὶ χρόνῳ τῷ πλείονι; μεγίστου τοίνυν πέφυκε βασιλέως τὸ δύνασθαι μὲν πλέον ἔχειν, μὴ βούλεσθαι δέ· τὸ γὰρ ὑπερβάλλον τῆς ἰσχύος ἐν σώφρονι κο‐ λάζεται λογισμῷ· ἐπεὶ οὖν τὸ ζέον τοῦ πολέμου κατέσβεσται νῦν ἡμῖν, καὶ ὥσπερ ἀνεπνεύσαμεν, εἷς δὲ μόνος ὑπολείπεται σπινθήρ,
415φημὶ δὲ σπινθῆρα κακῶν τὴν Σουανίαν, ἀπειλοῦσαν ἡμῖν μεγίστην ἔσεσθαι δυσμενείας ἐμπύρωσιν, γενοῦ κώλυμα τῶν δεινῶν καὶ προκατάπαυσον ἡμῖν ἐλπίδα τῶν κακῶν. ἐν σοὶ γὰρ τῶν ἀμηχά‐
νων τὸν πόρον ἀνεθέμεθα μηχανησαμένῳ τὰ δέοντα. μία γάρ τίς ἐστι τελεωτάτη τοῦ πολέμου κατάλυσις τὸ προστεθῆναι καὶ183
420Σουανίαν ἡμῖν, εἴπερ Λαζικῆς κύριοι καθεστήκαμεν. ὁ γὰρ δε‐ σπόσας τοῦ ἡγεμονικοῦ πῶς οὐχ ἕξει τὸ ὑποβεβηκός; οὔτε γὰρ Λαζοὶ οὔτε μὴν αὐτοὶ Σουάνοι πρὸς ἀμφισβήτησιν ἴδοιεν, ὡς οὐχ ὑπήκοος ἡ Σουανία Λαζῶν ἀνέκαθεν ἦν, καὶ ὅτι ψήφῳ τοῦ Λαζῶν βασιλέως ὁ Σουανίας ἄρξων τὸ κῦρος ἐδέχετο. ταῦτ’ εἰπὼν Πέτρος
425ἐν γράμμασιν ἐπεδείκνυ Χοσρόῃ παλαιτέρους Λαζῶν βασιλεῖς καὶ ἄλλους ὑπὸ ἄλλων χειροτονηθέντας Σουάνων ἡγεμόνας. εἶτα καὶ αὖθις ἔλεξεν· τοῦ δικαίου τοίνυν ἡμῖν, ὦ βασιλεῦ, καὶ Σουανίαν παρέχοντος, οὐχὶ σὺ προτερήσας ἐν κέρδει σχήσεις ἀμφότερα, καὶ τὸ δόξαι μὴ ἀδικεῖν καὶ τὸ δοκεῖν δωρεῖσθαι τὸ προσῆκον πᾶσιν;
430οὔ τι γὰρ ἂν καὶ ὁ καθ’ ἡμᾶς βασιλεὺς οἴοιτο ἀδικεῖσθαι, εἴ γε τὸ οἰκεῖον ὥσπερ δῶρον λήψεται παρ’ ὑμῶν, ἐπεὶ καὶ Λαζικὴν οἴεται οὐκ ἄλλως ἔχειν. διαβεβαιουμένων γὰρ ἡμῶν καὶ ἐναργέστατα δεικνύντων, ὡς Ῥωμαίων ἐκ πλείστου χρόνου κτῆμα καθέστηκεν, ἀντεῖπας αὐτὸς τῷ τοῦ πολέμου νόμῳ Λαζικὴν οἰκειώσασθαι, καὶ
435ὅμως τῷ βούλεσθαι τὴν δίκην ἄτρωτον εἶναι προυργιαίτερον ἔθου σώφρονα κεκτῆσθαι λογισμὸν ἢ χεῖρα δυνατήν. τοιγαροῦν ἐποιήσω τὴν οὐκ ἀνάγκην ἀνάγκην καὶ τῷ γενναίῳ τῆς μεγαλοφρο‐ σύνης ἐψηφίσω κατὰ σαυτοῦ καὶ νικᾶν ἠξίωσας ἡττημένος τοῦ πρέποντος, καὶ ἁπλῶς ἀπεκατέστησας ἡμῖν Λαζικὴν ὥσπερ οἰκεῖόν
440τι κτῆμα μεταθεὶς καὶ τὴν ἐξουσίαν μεταγαγὼν ἐφ’ ἡμᾶς. οὐκ ἄλλως δὲ καὶ περὶ Σουανίας ἀντιβολοῦμεν τὸ οἰκεῖον προῖκα λαβεῖν, καὶ χάριν δὲ ὁμολογήσειν ἡμᾶς ὑμῖν τῷ μὴ ἐζημιῶσθαι τὸ οἰκεῖον, ὑμᾶς δὲ τῷ κρείττονι τῷ δύνασθαι τοσοῦτον ὥστε δω‐ ρεῖσθαι δοκεῖν καὶ τὸ μὴ ὑμέτερον. καὶ ὁ βασιλεὺς ἔλεξεν ὧδε· οὕτω
445δῆτα ψυχὴν λόγων χηρεύουσαν καὶ τοῦ πείθειν ἔρημον εὑροῦσα ἡ τῆς σοφίας δύναμις περιφρονοῦσα τὸ ἀσθενὲς καταγωνίζεται, ὥσπερ φάρμακον ἐν ἕλκει προσπλαττόμενον καταβιβρώσκει μὲν τὸ νοσοῦν, συναναζωπυρεῖ δὲ τὴν ὑγείαν τῷ κάμνοντι. εἰ γὰρ τὸ δίκαιον οὐκ εἶπέ τισιν, εἴπῃ δὲ τὸ ἁρμόδιον, οὐδὲν ἧττον καὶ οὕτω

3

(450)

νικήσει. τοιγαροῦν ἡ σοφία τούτου ἕνεκα τῆς ἰσχύος τῶν ὅπλων κρατεῖ, ὅτι πολέμου μὲν δύναμις οὐχ οἵα τε πέφυκε τοῦ πρακτέου
γενέσθαι, εἰ μή πω καὶ ἑαυτὴν αὐτὴ διαχρήσεται, τὸ δὲ τῆς σοφίας ἀσώματον καὶ φρούριον καθέστηκεν ἑαυτῆς, πρός γε καὶ φρουρεῖ τὸν κεκτημένον αὐτήν. ἐντεῦθεν οὖν οὐδὲ αὐτός, ὦ Ῥω‐184
455μαίων πρεσβευτά, 〈ὃσ〉 ὥσπερ εἰκὸς ἐν τοσαύτῃ σοφίᾳ τεθραμμέ‐ νος περιεῖναι τοῖς ῥήμασι μεμάθηκας, μεμφθείην πρός τινος ἔγωγε μὴ πείθειν μαθών. πλὴν ὡς ἂν οἷός τε ὦ, κἂν εἰ μὴ τοῖς ῥήμασι τηλαυγῶς, ἀλλ’ ὅμως τῷ βουλομένῳ τῆς γνώμης, ὡς ἔνεστιν, ἐν φανερῷ προθείην τὸ δίκαιον. δοίημεν, ὡς ἐδικαιολογήσω περὶ
460Σουανίας, τὴν ἀλήθειαν οὕτως ἔχειν. Λαζικὴν μὲν ἐχειρωσάμην, Σουάνοις δὲ οὐδὲ προσέβαλον ἢ μόνῃ ἀκοῇ, τῷ τὸν Μερμερόην ἡμῖν σημᾶναι ὡς οὐκ ἔστιν ἀξιόλογος οὐδὲ μὴν περιμάχητος ἡ χώρα οὐδὲ βασιλικῆς ἔργον ἐκστρατείας, ἀλλ’ ἓν ὑπάρχει τῶν ἐθνῶν τῶν περὶ τὸν Καύκασον, καὶ ὡς ἔχουσι βασιλίσκον, καὶ ὡς ὁ
465χῶρός ἐστι Σκυθῶν πάροδος. ἀπεβίω Μερμερόης, εἶτα ὁ Ναχόερ‐ γαν ὑπῆλθε τῇ στρατηγίᾳ. γέγραφε τοίνυν ἡμῖν καὶ αὐτὸς οὐκ ἄλλως περὶ αὐτῶν, ὅτι τοῦ Καυκάσου τὰς ἀκρωρείας οἰκοῦσι καὶ ὅτι δῆτα κλῶπές τε καὶ λαφυραγωγοὶ καὶ χαλεπῶν ἔργων καὶ ἀνο‐ σίων καθεστήκασιν ἐργάται. ἠβουλόμην οὖν κατὰ σφῶν ἐλάσαι
470στρατείαν, οἱ δὲ κατορρωδήσαντες ἀντὶ Σουάνων ἐγένοντο Πέρσαι, ὡς εἶναι δῆλον ἐντεῦθεν ἀνήκειν μοι τὴν χώραν, καὶ ἔχειν οὐκ ἀρνοῦμαι. καὶ τοίνυν δηλοῦσιν ὑπακούοντες ἡμῖν ἀσμενέστατα τῷ καὶ τοῖς δούλοις ἄρχεσθαι τοῖς ἡμῶν. ἀμέλει καὶ τοῦ Ζὶχ ἐν γράμμασι δηλώσαντος, ὡς Ῥωμαῖοι Σουανίαν ἐπιζητοῦσι λαβεῖν,
475τοσοῦτον πόρρωθεν ᾠήθην ὑμᾶς τοῦ δικαίου φῆσαι, καθ’ ὅσον οὐ πλησίον ἐγενόμην τοῦ πείθεσθαι τῷ παραλόγῳ τῆς ἀκοῆς. πλὴν ἡττηθήσομαι τοῦ δυνατοῦ, καθ’ ὅσον οἰηθείην περιέσεσθαι, μὴ οὐχὶ ταὐτὰ φρονεῖν τῷ καθ’ ὑμᾶς βασιλεῖ. ταύτας δήπουθεν αὐτὰς ἀπεκύησε τῷ νῷ τὰς ἐννοίας ὁ Περσῶν βασιλεύς, καὶ ἐν
480τούτοις ὁ λόγος ἐπέπαυτο πρὸς βραχὺ περὶ Σουανίας αὐτῷ. καὶ αὖθις, ὥσπερ ἐν μεταξυλογίᾳ τινί, περὶ Ἄμβρου τοῦ Ἀλαμουν‐ δάρου τοῦ Σαρακηνοῦ διελεγέσθην ἄμφω, τοῦ βασιλέως οὕτω πως ἀρξαμένου· ὁ καθ’ ἡμᾶς Ἄμβρος ὁ Σαρακηνὸς οὐκ ἥκιστα ἐπι‐ μέμφεται τῷ Ζὶχ καὶ καταβοὴν πεποίηται τἀνδρὸς οὐκ ἐλαχίστην,
485ἅτε οὐδέν τι ὀνήσαντός γε αὐτόν, ἡνίκα ἐσπενδόμεθα ὡς ὑμᾶς.
καὶ ὁ Πέτρος· ἐν οὐδενὶ χρόνῳ πώποτε, ἔφη, ῥητόν τι χρυσίον ἐκομίσαντο ἐκ Ῥωμαίων οἱ καθ’ ὑμᾶς Σαρακηνοὶ οὔτε μὴν ἀνάγ‐ κῃ τινὶ οὔτε καθ’ ὁμολογίαν τινά, ἀλλὰ δῆτα ὁ πατὴρ Ἄμβρου Ἀλαμούνδαρος ἔστελλε δῶρα τῷ Ῥωμαίων αὐτοκράτορι, καὶ ὅ γε185
490δεχόμενος ἀντεδωρεῖτό γε αὐτόν. ὅπερ ἐφ’ ἑκάστῳ ἐνιαυτῷ τὸ τοιόνδε ἐγίγνετο οὐδαμῶς, ἀλλ’ ἔστιν ὅτε καὶ εʹ παρῳχημένων ἐτῶν. τοῦτο γοῦν διεσώθη τε καὶ διεφυλάχθη Ἀλαμουνδάρῳ τε καὶ ἡμῖν ἐπὶ χρόνον ἥκιστα ὀλίγον. ἐξεπίσταται δὲ τὸ κρεῖττον ὅτι οὐχὶ δῆτα ἐρρωμένα φρονῶν ἐς Πέρσας τὰ τοιάδε ἔπρασσεν
495Ἀλαμούνδαρος. τοιγαροῦν διεβεβαιοῦτο ὡς εἰ καὶ ὑμεῖς πόλε‐ μον κινήσοιτε καθ’ ἡμῶν, Ἀλαμουνδάρῳ γε ἄπρακτός τε καὶ ἀνεν‐ έργητος ἔσται ἡ μάχαιρα τῆς Ῥωμαίων ἕκατι πολιτείας. ταῦτα μὲν οὖν ἐπί τινα διέμεινε χρόνον· νῦν δὲ ὁ σὸς μὲν ἀδελφός, δεσπότης δὲ ἐμός, ἔθετο ἐν νῷ ἐμφρονέστατα, οἶμαι, ὦ βασιλεῦ,

3

(500)

ἔφη τε ὡς, εἰ βεβαίως ἔχει τὰ πολιτεύματα τὴν εἰρήνην, τί δή‐ ποτε ἄρα λυσιτελήσει μοι τοῦ λοιποῦ ὑπηκόοις τε καὶ δούλοις προσφθέγγεσθαι Περσῶν, ὡς ἂν καταπρόοιντο τῶν κεκτημένων τὰ πράγματα, ἤγουν πορίζειν τι αὐτοῖς ἢ πορίζεσθαι παρὰ σφῶν; εἰ πρὸ τῆς εἰρήνης, ἔλεξεν ὁ βασιλεύς, ἑκατέρωθεν ἐστέλλοντο
505πρεσβεῖαι, καὶ ἀμοιβαίοις ἐφιλοφρονεῖσθε δώροις ἀλλήλους, χρῆναι οἶμαι ἄτρωτα εἶναι τὰ ὅσα ἐστέρχθη πρὸ τοῦ. ταύταις μὲν οὖν αὐταῖς καὶ περὶ Ἄμβρου ταῖς δικαιολογίαις ἐχρησάσθην, καὶ αὖθις ἀντελογίζοντο περὶ Σουανίας. ὁ δὲ βασιλεὺς εἶπεν· ὁπηνίκα ἔγωγε παρεστησάμην Σκάνδεις τε καὶ Σάραπα καὶ Λαζικήν, ὑμεῖς, ὥς
510φατε, τηνικαῦτα Σουανίαν ἐν ὑπηκόων εἴχετε μοίρᾳ. ἔνδηλον οὖν ἐντεῦθεν ὡς οὐκ ἐτύγχανον ὄντες ὑπὸ Λαζούς. εἰ γὰρ ἦν, καὶ αὐτοὶ ξὺν τοῖς κρατοῦσιν ἡμῖν προσεχώρησαν. ὁ Πέτρος ἔφη ἀμοιβαδόν· τοῦτο οὐ γέγονεν, ἐπεὶ ὁ Σουάνος οὐκ ἀπέστη, καθὰ δήπουθεν οὗ δοῦλος ἦν ὁ Λαζός. φημὶ δὲ ὡς τοῦ καθ’ ἡμᾶς
515δούλου ὁ δοῦλος ἀφηνίασεν οὐδαμῶς. τήμερον, ἦ δὲ ὁ βασιλεύς, δέκα ἤδη παρῳχήκασιν ἐνιαυτοὶ ἐξ οὗ Σουανίαν ἐν κατοχῇ ἐποιη‐ σάμην· πρέσβεις πολλάκις ἐδεξάμεθά τε καὶ ἐξεπέμψαμεν ὡς
Ῥωμαίους· καὶ τί δῆτα ἐξ ἐκείνου τὸν ὁντιναοῦν οὐ κεκινήκατε λόγον ἕνεκα Σουανίας; ἐπειδὴ τηνικαῦτα, ἔλεξεν ὁ Πέτρος, καὶ186
520Λαζικῆς κύριος ἐγεγόνεις. καὶ εἴπερ ἔφην ὡς σὲ 〈δεῖ〉 παραχω‐ ρῆσαί μοι Σουανίας, ἀντέλεξας ἄν· τίνος χάριν; καὶ εἴπερ αὖθις ἔφην· ἐπεὶ Λαζικῆς ἐστι κατήκοος, ἀπεκρίνω· τίνα γάρ σε γνωρί‐ ζομεν Λαζικῆς; καὶ λοιπὸν ἀντερεῖν εἴχομεν τὸ παράπαν οὐδέν. τοῦτο φής, εἶπεν ὁ βασιλεύς, ὅτι Σουανία Λαζῶν ὑποχείριος ἦν.
525εἴπερ ἐν γράμμασιν οἷός τε εἶ τεκμηριῶσαι τὸ τοιόνδε, ἥκιστα ἀποτεύξῃ τοῦ δέοντος. καὶ ὁ Πέτρος· οὔ τι μελλήσω, ἀναδιδάξω δέ σε τἀληθές. ἀρχαῖον ἔθος, ὦ δέσποτα, τόδε ἐκράτησε παρὰ Λαζοῖς· ὁ Σουανίας ἡγεμὼν ὑπήκουε τῷ Λαζῷ καὶ ἀνάγραπτός οἱ ἐπεφύκει ἐς δασμοφορίαν, καὶ τοίνυν ἐκομίζετο παρ’ αὐτοῦ ὁ
530Λαζὸς καρπούς τε μελιττῶν καὶ δέρρεις καὶ ἕτερα ἄττα. ὁπηνίκα δ’ οὖν ὁ Σουάνος ἄρχων ἀπεβίω, ἐχειροτόνει ὁ τοῖς Λαζοῖς ἐφεστὼς τὸν διαφυλάξοντα τοῦ ἀποιχομένου τὴν ἀρχήν. ἐν τούτῳ γράμμασιν ἐχρῆτο ὡς τῶν Ῥωμαίων αὐτοκράτορα τῶν ξυμβεβηκό‐ των πέρι, καὶ αὐτὸς ἀντιγράφῳ ἐπιστολῇ ἐνεκελεύετό οἱ ἐκπέμψαι
535τὰ σύμβολα τῆς τῶν Σουάνων ἡγεμονίας ὅτῳ μὲν βούλοιτο, Σουάνῳ δ’ ὅμως ἀνδρί. τοῦτο τὴν ἰσχὺν ἔλαβεν ἐκ τῶν Θεοδοσίου τοῦ καθ’ ἡμᾶς βασιλέως χρόνων μέχρι Περόζου τοῦ ὑμετέρου πάππου καὶ Λέοντος τοῦ καθ’ ἡμᾶς. εἶτα ἐκ τῆς χλαμύδος ὁ Πέτρος ἐν φανερῷ προκομίζει βιβλίδιόν τι, ἐν ᾧ στοιχηδόν τε καὶ διῃρημένως
540ἐδηλοῦντο Λαζῶν βασιλεῖς, οἳ Σουάνων ἐχειροτόνησαν ἡγεμόνας. εἶχε δὲ οὕτω τοῦ γραμματείου ἡ δύναμις, εἰ καὶ μὴ οὕτω τὰ ῥή‐ ματα· οἵδε Λαζῶν βασιλεῖς, οἵ γε βασιλίσκους ἐπέστησαν Σουάνοις, ἐξ οὗ χρόνου Θεοδόσιος τὸ Ῥωμαίων διήνυσε κράτος καὶ Οὐαράνης τὸ Περσῶν ἄχρι Λέοντος αὐτοκράτορος καὶ Περόζου. καὶ διεξελ‐
545θὼν ὁ Πέτρος ἔφη· ἄχρι τούτων ἴσμεν ἐν γράμμασι Λαζῶν τε βασιλεῖς καὶ τοὺς ὅσοι ὑπὸ Λαζοῖς ἄρχοντες ἐγένοντο Σουάνων. ὁ βασιλεύς· εἰ ξυγχωρήσομέν σοι τὸ παρὰ σοῦ προκομισθὲν γράμμα ξυναιρόμενον τῇ κατὰ σὲ πολιτείᾳ ἔχειν τὸ πιστόν, ἆρα καὶ τὰ ἡμέτερα συμβόλαια πιστευθήσονται δικαιότατα; οἶμαι. πλήν, ἦ

3

(550)

δὲ ὁ βασιλεύς, ὅπερ ἔφης, ἔχεται πειθοῦς ὅτι δῆτα οὗτοι οἱ βασιλεῖς οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως ἐγένοντο. ἐπειδὴ δὲ νῦν περὶ
ἀμφηρίστου διαλεγόμεθα δούλου, εἰ μὲν ἐναργέστατά πως δυνη‐ θείης ἀποφῆναι ὡς πέφυκε σός, λήψῃ γε αὐτόν· εἰ δὲ τὸ τοιόνδε οὐχ οἶός τε εἶ πιστώσασθαι, καὶ ἄλλως βούλεται ὁ Σουάνος ὑπο‐187
555τετάχθαι τῇ Ῥωμαίων ἀρχῇ, ἥκιστα ἔσομαι ἐμποδών. τοῦτον περαιτέρω οὐδὲν ὁτιοῦν δυνήσομαι ποιεῖν. ὁ δὲ Πέτρος· οὐχὶ πεύσῃ, ὦ δέσποτα, πρὸς τοῦ Σουάνου, ὅποι βούλεται εἶναι; ἐξου‐ σιάζει γὰρ αὑτοῦ αὐτός, ὅσον ἐπὶ ταύτῃ γε δήπου τῇ μοίρᾳ. ἄθρει δέ, ὁ βασιλεύς, ὡς οὐ βούλομαι περὶ Σουανίας τῆς χώρας
560τι πυθέσθαι πρὸς τῶν Σουάνων, ἐπεὶ οὐδὲ ὅσιον οὔτε μὴν ἄλλως δίκαιόν ἐστιν περὶ τῆς γῆς αὐτῆς ἐν δούλου κινδυνεύεσθαι κρίσει. οἵδε μὲν οὖν οἱ λόγοι προῆλθον ἐξ ἀμφοῖν.

4

Ὅτι οὐδὲν προέβη περὶ τῆς Σουανίας, ἀλλ’ ὁ Πέτρος ἄπρακτος ἀνεχώρησε τῶν Μηδικῶν ὁρίων. ὅμως δ’ οὖν ἐσπείσατο Πέρσαις, καὶ κατέθεντο τὸν πόλεμον ἀμφότεραι πολιτεῖαι. καὶ οἱ μὲν Μῆδοι ἐκ τῆς τῶν Κόλχων γῆς ἐπ’ οἴκου ἀνεχώρησαν· ἀτὰρ
5ἐς τὸ Βυζάντιον ἀφικόμενος ὁ Πέτρος οὐ πολλῷ ὕστερον κατέ‐ λυσε τὸν βίον.

5

Ὅτι Ἰουστῖνος ὁ ἀνεψιὸς Ἰουστινιανοῦ κατ’ ἐκεῖνο καιροῦ Ἰωάννην τὸν Δομνεντιόλου ἐς τὰ Περσῶν ἤθη ἔστειλε πρεσβευσό‐ μενον. παρενεγύησε δέ οἱ ἐκ μὲν τοῦ ἐμφανοῦς ἀνακήρυξιν ποιή‐ σασθαι τῆς αὐτοῦ ἐπὶ τὴν βασιλείαν ἀναγορεύσεως κατὰ τὸ εἰωθὸς
5Ῥωμαίοις τε καὶ Πέρσαις, ἐν ταὐτῷ δέ, εἴ γε καλέσοι καιρός, καὶ ἀμφὶ Σουανίας κινῆσαι λόγους. ταύτην γὰρ οὔπω Χοσρόης ἀπε‐ κατέστησε Ῥωμαίοις, καίτοι τῆς Λαζικῆς παραχωρήσας, ἧς ὑπή‐ κοος οὖσα ἡ Σουανία ἐτύγχανεν. ἀλλ’ αἱ μὲν πεντηκοντούτιδες σπονδαὶ ἦσαν, ἃς ἔθετο Πέτρος ὁ τῶν περὶ βασιλέα καταλόγων
10ἡγεμών· τὰ δὲ περὶ Σουανίας ἐπ’ ἀμφιβόλῳ ἦν, Ἰουστῖνος δὲ ὁ βασιλεὺς ἐνεκελεύσατο Ἰωάννῃ, ὡς εἴ γε βούλοιντο Πέρσαι καὶ
ὤνιον ἀποδόσθαι τὴν χώραν, ἑτοιμότατα φῆσαι ἔχειν. ἡ γὰρ Σουανία ἀξιόλογος μὲν οὐδαμῶς, ὅμως δὲ ἐπιτηδείως ἔχουσα θέ‐ σεως ἐς τὰ μάλιστα ὀνίνησι τὴν Ῥωμαίων ἀρχὴν τῷ μὴ δι’ αὐτῆς188
15ἐπιτιθεμένους Πέρσας τὰ τῶν Κόλχων ὅρια λυμαίνεσθαι. Ἰωάννης οὖν ἐκ Βυζαντίου ἄρας καὶ ὡς τάχιστα τὴν πορείαν ἀνύσας ἐν ταῖς κατὰ τὴν πάροδον πόλεσι τῶν ἀναγκαίων φροντίδα θέμενος πολλήν, τοῦτο προειρημένον αὐτῷ ἐκ βασιλέως, ἀφίκετο ἐς τὸ Δάρας. ἐνταῦθα τὸν κατὰ πόλιν ὁλκὸν τοῦ ὕδατος ἐπεσκεύασε καὶ ὑδρο‐
20χεῖα ἐπενόησε, καὶ μὲν οὖν ἄλλα ἄττα τῶν ἐν ἄστει ἀναγκαῖα εἰρ‐ γάσατο. διήγαγε δὲ αὐτοῦ ἡμέρας δέκα τῷ τοὺς ἐν τῇ Νισίβει τῇ πόλει πανηγυρίζειν τε καὶ ἄγειν ἑορτήν, κἀκ τούτου τὴν πρεσ‐ βείαν μὴ ὑποδέξασθαι. ὁ δὲ Ἰωάννης δεχθεὶς μετὰ τὴν ἑορτὴν τὴν φουρδίγαν προσαγορευομένην, ὅ ἐστιν ἑλληνιστὶ νεκυία, ἐκ τῶν
25ἐν τῇ Νισίβει ἀρχόντων ἐξεπέμφθη σὺν τῇ νομιζομένῃ τιμῇ πρεσ‐ βεύειν ἐς τὰ βασίλεια Περσῶν, καὶ ἅπαντα, ὧν ἕνεκα ἔσταλτο, ἐν δέοντι καταστησάμενος ἐν τούτοις ὑπῆρχεν. ὁ δὲ Χοσρόης ἐν μιᾷ τῶν ἡμερῶν τῶν Σαρακηνῶν πέρι αὐτῷ ἐκίνησε λόγους. τὰ γὰρ Σαρακηνικὰ φῦλα μυριάδες ταῦτα, καὶ τὸ πλεῖστον αὐτῶν
30ἐρημονόμοι τε εἰσὶ καὶ ἀδέσποτοι, καὶ μὲν οὖν τῆς Ῥωμαίων, ἐστὶν ἃ καὶ τῆς Περσῶν ὑπήκοα πολιτείας. οὕτω δὲ διακεκριμένων αὐτῶν, Ἰουστινιανός, μεγαλόφρων ἀνὴρ καὶ βασιλικώτατος, τοὺς μηδίζοντας Σαρακηνῶν δώροις ἐδεξιοῦτο κρατούσης εἰρήνης. ὁ δὲ Ἰουστῖνος ἐμβριθής τε ὢν καὶ βαρβάρῳ φρονήματι ἥκιστα ὑπο‐
35χαλῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο τοὺς ὅσοι ἐμήδιζον τῶν Σαρα‐ κηνῶν. οἱ δέ (πλεονεκτικώτατον γὰρ τὸ φῦλον) ἀποκοπὴν τοῦτο ἡγησάμενοι τῷ βασιλεῖ ἐνέκειντο Περσῶν μὴ περιιδεῖν αὐτοὺς αὐτῷ ἀνακειμένους. τῷ τοι ἄρα καὶ Πέτρου ἐκεῖσε πρεσβευσαμέ‐ νου ὥσπερ τοῖς Σαρακηνοῖς ὑπευθύνους ὄντας Ῥωμαίους ἔλεγε δεῖν
40ὁ Χοσρόης ἀποδίδοσθαι σφίσι τὸ χρέος. εἶτα καὶ Ἰωάννου αὐτόσε ἀφικομένου τοῖς αὐτοῖς ἐχρήσατο ῥήμασι. διισχυρίζοντο γάρ πως οἱ Σαρακηνοί, ὡς ὑπὲρ τοῦ εἰρήνην ἄγειν καὶ μὴ καταθέειν τὴν Ῥωμαίων τὰ τοιαῦτα ἐκομίζοντο χρήματα, ἐντεῦθέν τε ἐβιάζοντο
τὴν τοῦ πράγματος φύσιν. ὁ δὲ Ἰωάννης, ὡς ἑώρα σφᾶς οὐ κατὰ189
45τὸ δέον τὸ ἐπίκλημα ποιουμένους, εἶπεν· εἰ μὲν ἕτερός τις, καὶ οὐχὶ Χοσρόης ὁ πάνυ, ξυνεπελαμβάνετο τοῖς ἀδίκως ἐπεγκαλοῦσι Σαρακηνοῖς, ἧττον ἂν ὑπῆρχε δεινόν. τοσοῦτον δὲ βασιλέα Περ‐ σῶν περὶ πλείστου ποιούμενον τὰ μὴ ἐναντία τῆς τῶν πραγμάτων φύσεως, προσθήσω δὲ καὶ τὰ Ῥωμαίων ἀσπαζόμενον, συνηγο‐

5

(50)

ροῦντα τοῖς ἐθέλουσιν ἀδικεῖν θαυμάσαιμι λίαν καὶ ὑπερεκπλα‐ γείην. ὅμως δὲ ῥᾳθυμίᾳ τὸν νοῦν οὐκ ἐπιτρέψω, Ῥωμαῖος πεφυ‐ κώς, ἀναδιδάξω δὲ τὸ πᾶν, καίτοι τοῦ βασιλέως οὐ δεομένου διδασκαλίας, ἀλλ’ ἐν εἰδόσι τῆς διηγήσεως προϊούσης. ὁ γὰρ προεγνωκὼς ἤδη τὰ ὅσα τῷ δικαίῳ ξυνᾴδει, ταῦτα πάλιν ἀναδι‐
55δαχθεὶς ἐπιρρώσει τῷ ἀδεκάστῳ τὸ συνειδός. Πέτρος μὲν γὰρ ὁ πρὸ ἡμῶν πρεσβευτής, ὃς ἔναγχος παραγενόμενος ἐβεβαίωσε τὰ τῆς εἰρήνης, ἐμπειρίᾳ λόγων καὶ δεινότητι πειθοῦς καὶ τὰ περὶ τῶν νῦν ἐπεγκαλούντων Σαρακηνῶν καὶ ἕτερα, ὅσα διημφισβητήθη, οἷος ἐγένετο παρακρούσασθαι. ἐγὼ δὲ ῥητορεύειν τε καὶ πείθειν
60ἠσκημένος οὐδαμῶς ὅμως τὸ περιεῖναι τῇ δίκῃ τῶν Σαρακηνῶν ἕξω πρὸς ὑμῶν, τῷ μὴ στέργειν ὑμᾶς ἀντὶ Ῥωμαίων Σαρακηνούς, καὶ ταῦτα τοὺς ἀδικωτάτους, καὶ ἀντὶ τοῦ συνοίσοντος τοῖς καθ’ ἡμᾶς πολιτεύμασι τὸ ἀξύμφορον. οἱ καθ’ ὑμᾶς γὰρ Σαρακηνοί (ὅταν δὲ λέγω Σαρακηνούς, ἀναλογίζεσθε, ὦ Μῆδοι, τὸ ἀλλόκοτόν
65τε καὶ παλίμβολον τοῦ ἔθνους) οὗτοι δῆτα οὖν πρὸς βασιλέως Ἰουστινιανοῦ δῶρα μὲν λαμβάνειν εἰώθεσαν, τὸ δὲ ἔθος αὐτοῖς τῷ τοῦ παρέχοντος ἐβεβαιοῦτο βουλήματι. ὑπερηδόμενος γὰρ τῇ εἰρήνῃ καὶ οἷς οὐκ ἐχρῆν τὸ μεγαλόδωρον ἐπεδείκνυτο, καὶ μᾶλλον ἐκαίνιζεν ἑκουσίως φιλανθρωπίας ὑπερβολῇ πρὸς τὸ μὴ ἀναγκαῖον
70τὰ πράγματα, ἤπερ ἀκουσίως, εἰ θέμις εἰπεῖν, ἐποιεῖτο τῶν ἀναγ‐ καίων τὴν σύστασιν. μαρτύριον δέ μοι σαφέστατον τοῦ δῶρα τοὺς Σαρακηνούς, καὶ οὐχ ὡς ὑπὲρ σπονδῶν, ὥς φασι, κομίζεσθαι τὰ τοιαῦτα χρήματα, καὶ αὐτοὺς ἀντιδωροφορεῖν τὸν καθ’ ἡμᾶς βασι‐ λέα. καὶ πρὸς ταῦτα μὲν οἶμαι μηδ’ ὁντιναοῦν ἀντερεῖν. εἰ δὲ
75καὶ δοίημεν, ὡς Ἰουστινιανὸς αὐτοὺς κατὰ ξυνθήκας ἐφιλοφρονεῖτο τοῖς χρήμασι, συνεμετρήθη τῷ βίῳ τοῦ δωρουμένου βασιλέως καὶ
συνανεπαύσατο τούτου τῇ τελευτῇ τὸ δωρούμενον. οὐ γὰρ ἑνὸς ἀνδρὸς ἔθει, φημὶ δὲ τὸ πλέον, καὶ νόμῳ μὴ λυσιτελοῦντι, καὶ εἰ πέ‐ φυκε βασιλεὺς ὁ τὸ ἔθος ἰσχυροποιήσας ἤγουν νομοθετήσας, πολι‐190
80τεία καταδικασθήσεταί ποτε. ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ δι‐ δόναι τι τὸ λοιπὸν Σαρακηνοῖς, καθ’ ὅσον Ἰουστινιανὸς μὲν καὶ πρὸς τοὺς βαρβάρους ἠπιώτατος, ὁ δὲ νῦν Ῥωμαίων αὐτοκράτωρ πρὸς πάν‐ τας εἶναι βούλεται φοβερώτατος. οὐ χρεὼν οὖν ταῦτα τοὺς Σαρακη‐ νοὺς ὀνειροπολεῖν· οὐ γάρ τι τοιοῦτον ὁ καθ’ ἡμᾶς βασιλεὺς ἕλοιτο
85ποιεῖν. εὐκτὸν δὲ ὑμῖν γενήσεται τὸ τὴν εἰρήνην αὐτὸν ἐθέλειν ἐρρῶσθαι, καὶ μὴ οἴεσθαί γε αὐτὸν ἔλαττον ἔχειν Ῥωμαίους ἐν ταῖς ἤδη γεγενημέναις σπονδαῖς. ταύτῃ γὰρ ἀνέξεται μὴ ὅπλα κινεῖν. οὗτος μὲν οὖν οὕτως ἔλεξε· καὶ περὶ μὲν τῶν Σαρακηνῶν τὸ λοιπὸν οὐδεμία τις ἐφέρετο μνήμη. ἐπιτηρήσας δὲ τῷ δοκεῖν
90οὐκ ἐργωδῶς ἀμφὶ Σουανίας ἀπέρριψε λόγους ὡς δέον ὑπὸ Ῥω‐ μαίους αὐτὴν καθεστάναι, εἴ γε καὶ Λαζικῆς ἐπελάβοντο ἐννομώ‐ τατα αὐτοί. ὁ δὲ Περσῶν βασιλεὺς τοὺς περὶ Σουανίας μὲν λόγους ἔδοξε παραδέχεσθαι, χρῆναι δὲ αὐτὸν ἔφη περὶ ταύτης ἅμα τοῖς ἐν τέλει τῶν Μήδων βουλεύσασθαι. μετὰ ταῦτα ὁ Ἰωάννης λόγους
95προσήγαγε τῷ Ζίχ, τῷ καὶ Ἰεσδεγουσνάφ, καὶ μὲν οὖν ἑτέροις τισὶ τῶν παρὰ Πέρσαις ἡγεμόνων. οἱ δὲ ἔλεξαν ὡς ἑτοιμότατα ἔχοιεν Σουανίας παραχωρῆσαι Ῥωμαίοις, οὕτω μέντοι, ἐφ’ ᾧ χρήματα λήψεσθαι καὶ ὤνιον θέσθαι τὴν ἀπαλλαγήν. καὶ πρός γε συνθή‐ κας ἄλλας τινὰς δεῖν ἔφασκον γενέσθαι αἰσχράς τε καὶ ἀναξίας

5

(100)

τῆς Ῥωμαίων ἀρχῆς καὶ βεβαιούσας οὐδαμῶς τὴν περὶ βασιλέως Ἰουστίνου κρατήσασαν δόξαν ὡς ἔστι μάλα ἐμβριθής τε καὶ κατη‐ κριβωμένος. Ἰωάννης δὲ τὰ τοιάδε ἀκηκοὼς καὶ οὐ σφόδρα τῆς τοῦ αὐτοκράτορος στοχαζόμενος γνώμης ἀβουλότατα διεπράξατο. ἔστελλε γὰρ παρὰ Σουάνους τὸν σφῶν βασιλέα βουλόμενος δεξιώ‐
105σασθαι, δελεάσαντος οὖν αὐτὸν ἐς τοῦτο ἀτοπίας ἐλθεῖν αὐτοῦ Χοσρόου. ἐσκήπτετο δὲ τὸ τοιόνδε καὶ ἐμηχανᾶτο. ὅπως ἔσοιτό γε αὐτῷ ἐς δικαιολογίαν τινά, ὡς αὐτοὶ Σουάνοι καίτοι προτραπέν‐ τες οὐκ ἀνάσχετα ποιοῦνται Ῥωμαίοις ὑπακούειν. ἐξηπίστατο γὰρ ὅτι οὖν ὤνησαν οἱ πρὸς Ἰωάννου σταλέντες. μετὰ ταῦτα ἐπηγγεί‐
110λατο Χοσρόης στέλλειν πρεσβευτὴν ὡς βασιλέα Ῥωμαίων τὸν ταῦτα ἅπαντα ἐν δέοντι καταστησόμενον· καὶ ἀνέζευξεν Ἰωάννης
ἐς τὸ Βυζάντιον.191

6

Ὅτι Ἰουστῖνος ὁ βασιλεὺς ἐπεὶ ἐπύθετο ὡς ἐν Σουανίᾳ εἴη πέμψας, καὶ ὅτι τοῖς Ῥωμαίων οὐ προσέθεντο Σουάνοι, ἐχα‐ λέπαινεν, οἷα εἰκός. καὶ παραπρεσβείας ἐκρίνετο Ἰωάννης, ἅτε οὐ πρὸς τὸ συνοῖσον τῇ πολιτείᾳ διαπραξάμενος. οὐδὲ γὰρ χρῆναι
5αὐτὸν ἔφασκε στεῖλαι, εἴ γε μὴ τοῦτο ἐνεκελεύσατό οἱ ὁ βασιλεύς, κἀκ τούτου δοῦναι πρόφασιν Πέρσαις τὸ ἀδίκημα ξυσκιάζειν καὶ προφέρειν λόγους, ὡς αὐτοὶ Σουάνοι ἀπηνήναντο τὰ Ῥωμαίων, ἀλλ’ οὐδὲ ἐν ἀρχῇ τὴν τοιαύτην προσδέξασθαι πρόκλησιν, ἢ Σου‐ άνους προτρέψασθαι εἶναι ὑπὸ Ῥωμαίους, ἢ τούτου γε ἕνεκα
10πρεσβευτὴν ἐν Βυζαντίῳ γενέσθαι. οὐδέτερον γὰρ ἐξ ἀμφοῖν εὐ‐ πρεπὲς εἶναι τῇ πολιτείᾳ ἡγήσατο. Ἰωάννην οὖν περιφρονήσας ὁ αὐτοκράτωρ ἐν τῇ τῶν ἀνεπιτηδείων ἔταξε μοίρᾳ, ἐγνωμάτευσε δὲ ὅπως τὰ ἡμαρτημένα εὖ διαθείη.

7

Ὅτι τῶν Τούρκων τῶν Σακῶν καλουμένων τὸ πάλαι πρεσ‐ βείαν ποιησαμένων πρὸς Ἰουστῖνον περὶ εἰρήνης, ἐν βουλῇ ἐποιή‐ σατο ὁ βασιλεὺς ἐκπέμψαι πρεσβείαν ὡς Τούρκους· καὶ δὴ Ζη‐ μάρχῳ τῷ Κίλικι ἔλεγε παρασκευάζεσθαι ἐπὶ τούτῳ, ὃς τῶν πρὸς
5ἕω πόλεων τηνικαῦτα ὑπῆρχε στρατηγός. ἐπεὶ οὗν ἅπαντα αὐτῷ τὰ ὅσα πρὸς μακρὰν ὁδὸν ἐξηρτυμένα ἦν, ἡνίκα πρὸς τὸ πέρας ἠνύετο τῆς Ἰουστίνου βασιλείας τὸ τέταρτον ἔτος, τῷ δευτέρῳ ἐνιαυτῷ τῆς πεντεκαιδεκαετηρίδος περιφορᾶς, περὶ τὰ προοίμια τοῦ παρὰ Λατίνοις Αὐγούστου μηνός, ὁ μὲν Ζήμαρχος ἀπῆρεν
10ἐκ Βυζαντίου ξὺν αὐτῷ Μανιάχῳ καὶ τοῖς ἀμφ’ αὐτόν.

8

Ὅτι πολλῶν ἡμερῶν ὁδὸν διανύσαντες οἱ περὶ Ζήμαρχον ἐπειδὴ παρῆσαν ἐν τοῖς τῶν Σογδαϊτῶν τόποις, ὁπηνίκα τῶν ἵππων ἀπέβησαν, τῶν Τούρκων ἔνιοι ὡς ἔοικεν ἐς τοῦτο ἀνειμένοι, ὤνιον σφίσι προΐσχοντο σίδηρον, οἶμαι τῷ ποιήσασθαι ἔνδειξίν
5τινα, ὡς μέταλλα αὐτοῖς ὑπάρχει σιδήρου· λέγεται γὰρ ὡς παρ’ αὐτοῖς οὐκ εὐπόριστόν τι χρῆμα ὁ σίδηρος. ταύτῃ ἔνεστι τεκμη‐ ριῶσαι ὡς ὑπαινιττόμενοι ἔχειν γῆν σιδηροφόρον τῷ τοιῷδε ἐχρή‐ σαντο κόμπῳ. ἕτεροι δέ τινες τοῦ φύλου τοῦ κατὰ σφᾶς αὐτοὺς
ἀναφανέντες, οὓς εἶναι ἔλεγον τῶν ἀπαισίων ἐλατῆρας, ἀγχοῦ192
10ἦλθον τῶν περὶ Ζήμαρχον· καὶ τοίνυν ἅπαντα ὅσα ἐ〈πεφέροντο φορτία ἀράμενοι ἔθεσαν ἐν μέσῳ. εἶτα τοῖς τοῦ λιβάνου κλάδοις πῦρ ἀνάψαντες τῇ Σκυθικῇ φωνῇ βάρβαρα〉 ἄττα ῥήματα ὑπε‐ ψιθύριζον, ἐπιπαταγοῦντες δὲ κώδωνί τινι καὶ τυμπάνῳ ὕπερθεν τοῦ φόρτου περιέφερον τὸ φυλλῶδες τοῦ λιβάνου τῇ φλογὶ λακι‐
15ζόμενον, καὶ ἅμα γινόμενοι μανιώδεις καὶ ἐμβριμούμενοι τὰ πο‐ νηρὰ ἀπελαύνειν ἐδόκουν· οὕτω γὰρ ἀποτρόπαιοί τινες εἶναι καὶ ἀλεξίκακοι ἐδόκουν. ἀποδιοπομπησάμενοι δὴ οὖν, ὡς ᾤοντο, τὰ δυσχερῆ Ζήμαρχόν τε αὐτὸν δι’ αὐτῆς παρήγαγον τῆς φλογός, ὧδέ τε ἔδοξαν καὶ σφᾶς ἀφαγνίζειν. τούτων δὲ ταύτῃ γεγενημένων
20ἔπειτα ἐπορεύοντο ξὺν τοῖς ἐς τὸ τοιόνδε τεταγμένοις, ἵνα ὁ Χα‐ γάνος αὐτὸς ἦν, ἐν ὄρει τινὶ λεγομένῳ Ἐκτάγ, ὡς ἂν εἴποι χρυσοῦν ὄρος Ἕλλην ἀνήρ. καὶ τοίνυν αὐτοῦ ἀφικόμενοι, ὅπῃ τηνικαῦτα τῷ Σιζαβούλῳ ἦσαν αἱ διατριβαί, κατὰ δὴ κοιλάδα τινὰ τοῦ προσα‐ γορευομένου Χρυσοῦ ὄρους, ἐπεὶ οὖν οἱ περὶ Ζήμαρχον ἐκεῖσε
25ἐφοίτησαν, μετάκλητοι γενόμενοι παραχρῆμα τοῦ Σιζαβούλου ἦλθον ἐς ὄψιν. ἦν δὲ ἄρα ἔνδον σκηνῆς, καθῆστο δὲ ἐπὶ διτρόχου καθέ‐ δρας χρυσῆς, ἑλκομένης, ὁπηνίκα ἔδει. ὑπὸ ἵππου ἑνός. προσει‐ πόντες δὲ τὸν βάρβαρον, ὡς ἔθος αὐτοῖς, τὰ δῶρα προΐσχοντο· καὶ τοίνυν οἷς γε τοῦτο ἐν φροντίσι ἦν ὑπεδέξαντο. ἀτὰρ ὁ
30Ζήμαρχος· σοὶ δῆτα, ἔφη, ὦ τοσούτων ἐθνῶν ἡγεμών, ὁ καθ’ ἡμᾶς βασιλεὺς ὁ μέγας ἀγγελιαφόρῳ χρησάμενος ἐμοὶ ἐσήμηνεν εἶναι ἐς ἀεὶ τὴν τύχην αἰσίαν τε καὶ ἀγαθήν, ἐν ἡδονῇ ποιουμένῳ σοι τὰ Ῥωμαίων καὶ πρός γε φιλοφρονουμένῳ ἡμᾶς. ἔστω δέ σοι κρατεῖν ἀεὶ τῶν δυσμενῶν καὶ λαφυραγωγεῖν τὸ πολέμιον. ἀπέστω δὲ
35βασκανία τις ὡς πορρωτάτω ἡμῶν οἵα τε οὖσα διαρρηγνύναι τοὺς τῆς φιλίας θεσμούς. ἐπιτήδεια ἔμοιγε τῶν Τούρκων τὰ φῦλα καὶ ὅσα κατήκοα Τούρκων· ἕξετε δὲ τὴν καθ’ ἡμᾶς καὶ ὑμεῖς οὐκ ἄλλως. τοιαῦτα ἄττα ἔλεξεν ὁ Ζήμαρχος· ὁ δὲ δὴ Σιζάβουλος καὶ αὐτὸς προσρήσεσιν ἐχρήσατο ὁμοίαις. εἶτα τὸ λοιπὸν ἐτράπησαν
40ἐς θοίνην, καὶ πανημερίᾳ εὐωχούμενοι διετέλουν ἐν αὐτῇ δήπου
τῇ σκηνῇ. κατεσκεύαστο δὲ αὐτῷ ἐξ ὑφασμάτων σηρικῶν τε καὶ διαπεποικιλμένων τοῖς χρώμασιν εὐτέχνως. οἴνῳ μὲν οὖν ἐχρήσαντο, οὐχ ὁμοίῳ δὲ τῷ παρ’ ἡμῖν ἐκθλιβομένῳ ἐκ τῆς ἀμπέλου· οὐ γὰρ δὴ ἀμπελοφόρος αὐτοῖς ἡ γῆ οὐδὲ μὴν ἐγχωριάζει παρ’ αὐτοῖς τὸ τοιόνδε193
45γένος· ἑτέρου δέ τινος βαρβαρικοῦ ἐνεφορήθησαν γλεύκους. καὶ ἀνε‐ χώρησαν ὅποι αὐτοῖς ἡ κατάλυσις ἦν. εἶτα ἐς τὸ αὔριον ἐν ἑτέρᾳ τινὶ καλύβῃ ξυνῆλθον, ἠμφιεσμένῃ δὲ καὶ καταπεποικιλμένῃ οὐκ ἄλλως ἐξ ἱματίων σηρικῶν, ἔνθα καὶ ἀγάλματα διάφορα τῇ μορφῇ εἱστήκει. ὁ δὲ Σιζάβουλος ἐνίζανεν ἐπὶ κλίνης τινὸς ὅλης ἐκ χρυσοῦ. κατὰ

8

(50)

δὲ δὴ τὸ μέσον τοῦ ἐνδιαιτήματος κάλπεις τε χρυσαῖ καὶ περιρραν‐ τήρια, ἔτι τε πίθοι χρυσοῖ. θοινησάμενοι δ’ οὖν καὶ αὖθις καὶ τὰ ὅσα ἐχρῆν ἐν πότῳ εἰπόντες τε καὶ ἀκηκοότες ἀνεχώρησαν. τῇ ἑξῆς ἐν ἑτέρᾳ ἐγένοντο διαίτῃ. ἔνθα ξύλινοι κίονες ἦσάν τινες ἐνδεδυμένοι χρυσῷ, χρυσήλατός τε κλίνη ὁμοίως, ἥντινά γε δήπου
55καὶ ταῶνες χρυσοῖ τέτταρες ᾐώρουν. κατὰ δὲ δὴ τὸ ἐμπρόσθιον τῆς διαίτης ἐπὶ πολὺ παρετέταντο ἅμαξαι, ἐν αἷς πολύ τι χρῆμα ἀρ‐ γύρου ἐπῆν, δίσκοι τε καὶ κανᾶ, οὐ μὴν ἀλλὰ καὶ τετραπόδων ἰνδάλ‐ ματα πλεῖστα, καὶ αὐτά γε δήπουθεν ἀργυροποίητα οὐδέν τι ἀπο‐ δέοντα τῶν παρ’ ἡμῖν. οὕτω μὲν οὖν τῷ τῶν Τούρκων ἡγεμόνι
60ἔνεστι χλιδῆς. τῶν δὲ περὶ Ζήμαρχον ἔτι ἐκεῖσε ἐνδιατριβόντων, ἔδοξε τῷ Σιζαβούλῳ ὥστε αὐτὸν μὲν Ζήμαρχον ἅμα εἴκοσι θερα‐ πευταῖς τε καὶ ὀπαδοῖς ἕπεσθαί οἱ ἐκστρατευομένῳ κατὰ Περσῶν, τοὺς δὲ ἄλλους Ῥωμαίους ἐπαναστρέφοντας κατὰ δὴ τὴν χώραν τῶν Χολιατῶν ἀναμένειν τὴν Ζημάρχου ἐπάνοδον. καὶ δὴ † ὃς
65τῷ προύβη, δώροις τε φιλοφρονησάμενος αὐτοὺς ἀφῆκε, τὸν δὲ Ζήμαρχον καὶ θεραπαίνῃ ἐτίμησε δοριαλώτῳ· ἡ δὲ ἦν ἐκ τῶν λε‐ γομένων Χερχίρ· καὶ ὁ Ζήμαρχος σὺν τῷ Σιζαβούλῳ ἐπορεύετο μαχησομένῳ Πέρσαις. ἐν ταύτῃ δήπου τῇ πορείᾳ γενόμενοι, ἐν χώρῳ τινὶ καταλυσάντων αὐτῶν ἐπικαλουμένῳ Τάλας ὑπαντιάζει
70τῷ Σιζαβούλῳ Περσῶν πρεσβευτής. καὶ τοίνυν ξυνεκάλεσε παρ’ αὑτῷ ἑστιασομένους τούς τε Ῥωμαίων καὶ Περσῶν πρέσβεις. καὶ δὴ παραγενομένων αὐτῶν, τοὺς Ῥωμαίους ὁ Σιζάβουλος ἐν τιμῇ
πλείονι ἐποιήσατο, ὡς καὶ κατὰ τὴν ἐπικυδεστέραν ἀνακλῖναι στιβάδα. πρός γε καὶ πλεῖστα ἐπιμεμφόμενος ἦν τοὺς Πέρσας,194
75ἅτε δὴ πρὸς αὐτῶν ἄδικα πεπονθώς, καὶ ὡς τούτου ἕνεκα ἔρχεται πολεμήσων. ὁ δὲ Περσῶν πρεσβευτής, τοῦ Σιζαβούλου συντονώ‐ τερον ἐπεγκαλοῦντος, περιφρονήσας τὸν νόμον τῆς σιωπῆς τὸν ἰσχύ‐ οντα παρ’ αὐτοῖς ἐν ταῖς ἑστιάσεσιν, ἐπιτροχάδην ἤρξατο διαλέ‐ γεσθαι τοῦ Σιζαβούλου γενναίως τὰ ἐπικλήματα ἀπωθούμενος, ὡς
80καὶ θαυμάσαι τοὺς παρόντας τὸ ὑπερβάλλον τῆς αὐτοῦ ὀργῆς, ὡς παρ’ οὐδὲν θέμενος τὸν νόμον πολλοῖς τε καὶ ἀκολάστοις ἐχρή‐ σατο. ἐν τούτοις ἀπαλλαγέντων, ὁ μὲν Σιζάβουλος παρεσκευάζετο τὴν ἐπὶ Πέρσας. τῷ τοι ἄρα τοὺς ἀμφὶ Ζήμαρχον μετακαλεσά‐ μενος καὶ ὡς ἐνῆν πρὸς τοὺς Ῥωμαίους φιλίαν ἐμπεδώσας, ἀφῆκεν
85αὖθις ἀπονοστήσοντας, ἕτερον πρεσβευτὴν αὐτοῖς συναποστείλας τῷ τὸν πρότερον λεγόμενον Μανιὰχ τεθνάναι. ἦν δὲ ἐπίκλησις τῷ μετ’ ἐκεῖνον πρεσβευτῇ Ταγμὰ αὐτῷ. ἀξίωμα δὲ Ταρχάν. οὗτος δὴ οὖν ἐστάλη ὑπὸ Σιζαβούλου ὡς Ῥωμαίους πρεσβευσόμενος. καὶ μὲν οὖν σὺν αὐτῷ ὁ τοῦ ἤδη ἀποιχομένου παῖς, φημὶ δὴ τοῦ
90Μανιάχ, κομιδῇ μειράκιον, ὅμως δὲ τὸ πατρῷον διαδεξάμενος γέρας, ἔτι μὴν καὶ τὴν μετὰ τὸν Ταγμὰ Ταρχὰν κληρωσάμενος ἀξίαν· οἶμαι δὲ τῷ ἐπιτηδειότατόν τε καὶ εὐνούστατον γενέσθαι τῷ Σιζαβούλῳ τὸν Μανιὰχ τοῦ πατρῴου τὸν παῖδα τυχεῖν ἀξιώ‐ ματος. ἐπεὶ οὖν ὁ Σιζάβουλος διαφῆκε τοὺς περὶ Ζήμαρχον, ἐπι‐
95καταλαμβάνουσι τοὺς πρότερον ἀφεθέντας Ῥωμαίους, οὗ ἦν ξυν‐ τεθειμένον αὐτοῖς. καὶ τοίνυν ἐν τῷ αὐτῷ γενόμενοι τῆς ἐς τὰ οἰκεῖα ὁδοιπορίας ἀπήρξαντο. καὶ δὴ καταλελοιπότες τὴν πρω‐ τεύουσαν πόλιν τῶν Χολιατῶν διὰ φρουρίων ἐπορεύοντο.

9

Ὅτι ὁ Βαϊανὸς ὁ τῶν Ἀβάρων ἡγεμὼν ἐν βουλῇ ἐποιή‐ σατο πρεσβεύσασθαι καὶ περὶ σπονδῶν λόγους προσαγαγεῖν. τὸν δὲ Βιταλιανὸν ἐζήτει χρυσίον οἱ παρασχεῖν, ὡς ἂν μὴ λεηλασίᾳ χρήσοιτο κατὰ δὴ τὸν τῆς ἐκεχειρίας καιρόν. ὁ δὲ ἰδιοβουλήσας
5καὶ εἰληφὼς ἐκ τοῦ τῆς Ἰλλυρίδος ὑπάρχου νομίσματα οὐ μεῖον ἢ ὀκτακόσια παρέσχετο τῷ Βαϊανῷ ταύτῃ τοι καὶ ἔστειλε τὸν Ταργίτιον ὁ τῶν Ἀβάρων ἡγούμενος, ξὺν τῷ καὶ Βιταλιανὸν τὸν ἑρμηνέα, τῷ βασιλεῖ λέξοντας ὥστε τὸ Σίρμιόν οἱ ἐνδοθῆναι καὶ τὰ συνήθη χρήματα, ἅτινα οἱ Κοτράγηροι καὶ Οὐτίγουροι πρὸς195
10Ἰουστινιανοῦ ἐκομίζοντο βασιλέως, οἷα δὴ αὐτοῦ ἄμφω τῶ φύλω τούτω καθελόντος· πρὸς τοῖς καὶ Οὐσδίβαδον τὸν Γήπαιδα. ἔφασκε γὰρ τοὺς Γήπαιδας ἅπαντας αὐτῷ ἀνήκειν, ἅτε δὴ καὶ αὐτοὺς πρὸς αὐτοῦ καταπολεμηθέντας. ἀφικομένων δὴ οὖν τῶν πρέσβεων κατὰ δὴ τὴν βασιλίδα πόλιν παρελθόντων τε ὡς τὸν αὐτοκράτορα, ἔφη
15ὁ Ταργίτης· ὦ βασιλεῦ, πάρειμι σταλεὶς ὑπὸ τοῦ σοῦ παιδός· πατὴρ γὰρ αὐτὸς ἀληθῶς Βαϊανοῦ τοῦ καθ’ ἡμᾶς δεσπότου. πέποιθα δὴ οὖν ὡς ἐπιδείξασθαι προθυμηθείης τὴν περὶ τὸν παῖδα στοργὴν τῷ διδόναι τὰ τοῦ παιδός. οὕτω τοίνυν ἐχόντων ἡμῶν, τάχα δὲ σοῦ καὶ ἡμῶν, ἆρα οὐχὶ παραχωρήσεις αὐτῷ τῶν
20γερῶν; οὐ γὰρ ἐς ἀλλότριον οὔτε μὴν πολέμιόν τινα τὰ διδόμενα μεταθήσοις σχεδόν, οὐδὲ μεταβήσεται τῶν παρεχομένων ἡ κυριό‐ της, ἣ πάλιν εἰς σὲ ἀναδραμεῖται διὰ τοῦ παιδός, εἴ γε παράσχοις αὐτῷ τὰ ἐφ’ οἷς ἥκω, τήν τε πόλιν τὸ Σίρμιον καὶ τὰ χρήματα κατ’ ἔτος, ὅσα βασιλεὺς Ἰουστινιανὸς τοῖς Κοτραγήροις καὶ Οὐτι‐
25γούροις ἐδίδου. οἷα Βαϊανοῦ τήμερον δεσπόζοντος τούτων γε δήπου τῶν ἐθνῶν· ἔτι καὶ Οὐσδίβαδον τὸν Γήπαιδα καὶ τοὺς περὶ αὐ‐ τόν· οὐδὲ γὰρ περὶ τούτων ἀντερεῖ τις ὡς οὐχὶ πεφύκασιν ἀν‐ δράποδα Βαϊανοῦ. ταῦτα ὁ Ταργίτης ἔλεξεν. ἀτὰρ ὁ βασιλεύς· οὐ πρεσβευσόμενος ἥκεις, ὡς ἔοικεν, ὦ Ταργῖτα, μᾶλλον μὲν οὖν
30πρὸς ἀγνοοῦντας ἡμᾶς τεκμηριώσασθαι βουλόμενος τῶν Ἀβάρων τοὺς τρόπους. εἰ γάρ, ὥς φατε, δοίημεν ὑμῖν τὰ ὅσα τοῖς πρώην Οὔννοις, οἴκτῳ μᾶλλον καὶ οὐ φόβῳ, τῷ μὴ ἐθέλειν αἷμα ἐκχεῖν, Ἰουστινιανὸς ἐδίδου, γελοῖόν γε ἂν εἴη, † καὶ οἷς τὸ φιλάνθρω‐ πον ἀπονέμειν δεῖ καὶ οἷς ἀντιτάττεσθαι, φανῶμεν οἱ αὐτοί, ὁπότε
35οἱ δείλαιοι Κοτράγηροί τε καὶ Οὐτίγουροι, οὓς διαβεβαιοῦσθε
πρὸς ἡμῶν κομίζεσθαι χρήματα, τοῦτο μὲν φυγόντες ἡμᾶς. τοῦτο δὲ πεπτωκότες ὑφ’ ἡμῶν τυγχάνουσιν ἄρδην ἠφανισμένοι. τί οὖν παράσχοιμεν ὑμῖν τὰ τῶν ἡσσωμένων; ἀλλ’ οὐ τῇ φύσει ξυνᾴδει τῶν πραγμάτων καὶ κρατεῖν ἅμα καὶ ὑπὲρ τῶν κεκρατημένων ἑτέροις196
40χρήματα καταθεῖναι. οὐ γὰρ ἀποχρῶν, εἰ φανείημεν ἅπαξ τοῦ τὰ δέοντα φρονεῖν ἐστερημένοι. ἀλλὰ γὰρ καὶ εἰς συνήθειαν ἕλκειν τὴν ἀφροσύνην οἴεσθε δεῖν. τί οὖν ποιοῦμεν τὸν Οὐσδίβαδον; ὑμῖν ἀποδοίημεν; οὐχ οὕτω πεφύκαμεν ἠλίθιοι ὥστε τὰ ἡμέτερα κα‐ ταπροέσθαι καὶ ταῦτα βαρβάροις καὶ λυμαινομένοις τῇ καθ’ ἡμᾶς
45πολιτείᾳ. ὁ γὰρ πρὸ ἡμῶν τὸ βασίλειον ἀναδεδεγμένος κράτος Γήπαιδας ἐπήλυδας ὄντας εἰσεποιήσατο καὶ χώραν αὐτοῖς ἀπέ‐ νειμε τὴν περὶ τὸ Σίρμιον, εἶτα καὶ πολέμου κινηθέντος αὐτοῖς ὡς Λογγιβάρδους, ὥσπερ εἰκός. ξυνεπελαβόμεθα τοῦ κινδύνου τοῖς οἰκείοις, καὶ ἂν ἐκράτουν οἱ Γήπαιδες τῇ Ῥωμαίων χειρί, εἴ γε

9

(50)

μὴ ἀνδραποδώδεις ὤφθησαν καὶ τῷ τῆς γνώμης δολερῷ τοὺς εὐεργέτας ἐλύπησαν. ἀνθ’ ὧν ἐπιβουλεύσαντας ἡμῖν ἀσύγγνωστα οὐ Ῥωμαίοις ἔδοξε μετελθεῖν τοὺς ἀγνωμονήσαντας, οἷς ἔνεστι μὴ ἀντιτιθέναι τὰς τιμωρίας ἰσορρόπους τοῖς πλημμελήμασι, μᾶλλον μὲν οὖν περιιδεῖν, ὡς ἂν ὑφ’ ἑτέρων ἐς τὸ παντελὲς διαφθαρή‐
55σοιντο. εἰ τοίνυν ἄλλως οὐκ ἔχει ταῦτα, ἐπείπερ ἡμεῖς ἐπεγκαλεῖν ἄξιοι καθεστήκαμεν, ὅτι τοὺς ἡμῖν ἀνήκοντας ἔχετε Γήπαιδας, ἀντέστραπται καθ’ ἡμῶν τὰ τῶν ἐγκλημάτων. ὑμεῖς μὲν γὰρ τὸν Οὐσδίβαδον, ἡμεῖς δὲ καὶ τοὺς Γήπαιδας ὑμᾶς τοὺς λοιποὺς εἰσ‐ πράξοιμεν. Ῥωμαῖοι γὰρ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς σωφρονίζειν
60ἐτάχθημεν τὸ ἀνόητον, οὐ μὴν ἀνόητοί τινες εἶναι νομίζεσθαι. ἀλλὰ τὸ Σίρμιον ἐγχειρίσωμεν βαρβάροις; οὐκ ἀρκέσει γὰρ ὑμῖν τὸ περιεῖναι μέχρις ὅπλα κινεῖν οὐ βούλοιντο Ῥωμαῖοι. ἀλλ’ ἐρεῖς, ὦ Ταργῖτα, ὅτι διαβήσεται Ἴστρον ὁ Χαγάνος, ἔτι γε μὴν καὶ τὸν Ἕβρον, καὶ ὅτι τὰς ἐπὶ Θρᾴκης αὐτοβοεὶ παραστήσεται πόλεις.
65ἀλλὰ προφθάσουσιν αἱ Ῥωμαϊκαὶ δυνάμεις καὶ τῆς ἐλπίδος αὐτὸν ἀφαιρήσονται, καὶ μᾶλλον αὐτοὶ σκευαγωγήσουσι τὰ Ἀβάρων. καὶ οὐ παυσόμεθα καταβάλλοντές τε καὶ χειρούμενοι, ἕως ἂν ἐφυβρίσῃ τὸ βάρβαρον. λυσιτελήσει δὲ Ῥωμαίοις ἀντὶ τῆς εἰρήνης ὁ πόλεμος. Ἀβάρων γὰρ τῶν νομάδων τε καὶ ἐπηλύδων καθεστάναι φίλους
70τῆς ὡς αὐτοὺς δυσμενείας βαρύτερον, ἄλλως τε καὶ φιλίας ὑπούλου
καθεστώσης. κρεῖσσον ἐν τοῖς σώμασιν καὶ οὐχὶ ταῖς ψυχαῖς φέρειν τὰ τραύματα. πρὸς ταῦτα, ὦ Ταργῖτα, καὶ τόξα καὶ ἵπποι καὶ μυρίαι δυνάμεις ὁπλιτῶν ἔστωσαν ἐν παρασκευῇ· οὐ γὰρ ἡσυχία τοῦ συνοίσοντος αἱρετώτερον. τοσαῦτα εἰπὼν ὁ αὐτοκράτωρ μεγα‐197
75ληγορίᾳ τε χρησάμενος πολλῇ τῶν Ἀβάρων ἀφῆκε τοὺς πρέσβεις, πρότερον Βώνῳ τῷ στρατηγῷ ἐν γράμμασι πλεῖστα ἐπιμεμψάμε‐ νος ὅτι γε ὅλως αὐτῷ τοιάδε προϊσχομένους ἔστειλεν ἐς Βυζάντιον, πρός γε καὶ σημήνας ἔργου ἔχεσθαι καὶ πάντα τὰ πολεμιστήρια ὄργανα ἐπισκευάζειν, σαφῶς ἐπιστάμενος ὡς ξυγκροτηθήσεται ὁ
80πρὸς Ἀβάρους πόλεμος καὶ μάλα αὐτίκα. καὶ δὴ ὁ Βῶνος, ἐπεὶ τὸ βασίλειον ἀνελέξατο γράμμα, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο.

10t

Λόγος ϛʹ.

10

Ὅτι ἡ βασιλὶς Σοφία Ἰουστίνου 〈Ζαχαρίαν〉 πρέσβιν στέλλει ὡς τὸν Περσῶν βασιλέα Χοσρόην ἐν τοῖς βασιλείοις ἰατροῖς καταταττόμενον. καὶ οὗτος μὲν αὐτοῦ ἀφικόμενος τεσσαρακοντα‐ πέντε χιλιάδας χρυσοῦ νομίσματος παρασχὼν τίθεται τὰς ξυνθήκας
5ἀνὰ τὴν ἕω ἐνιαυσιαίας, ὡς ἂν ἔσοιτο ἐκεχειρία. ἐν τοσούτῳ γὰρ ἔφασκε σταλήσεσθαι πρὸς τῆς βασιλίδος μέγιστον πρεσβευτὴν τὸν τελεώτερά πως περὶ ἁπάντων διαλεχθησόμενον ἔτι μὴν καὶ τὸν πόλεμον διαλύσοντα, τυχὸν ἐν μέσῳ καὶ τοῦ Ῥωμαίων βασιλέως μεταβαλόντος ἐς τὸ ἐρρωμένον. οὕτω μὲν τὰς ἐπ’ ἐνιαυτὸν ποιη‐
10σάμενος σπονδὰς περὶ τῆς κατὰ τὴν ἕω Ῥωμαίων ἐπικρατείας, οὐ μὴν καὶ περὶ τῆς ἐν Ἀρμενίᾳ, καταθέμενος δήπουθεν αὐτοῦ καὶ μόνου ἕνεκα μεʹ χιλιάδας χρυσῶν νομισμάτων ἐπανῆκεν. ἐμπεδω‐ θέντων δὲ ἄρα τῶν τοιούτων, Εὐσέβιος ὁ στρατηγὸς ἐς Βυζάντιον μεταστέλλεται.

11

Ὅτι δὴ στέλλεται κατὰ τὴν Περσῶν χώραν πρεσβευτὴς Τραιανὸς ἐν τοῖς βασιλείοις πατράσι τελῶν καὶ τὴν λεγομένην τοῦ κοιαίστορος διέπων ἀρχήν, ἣν οἶμαι ἐκ τοῦ ἀναζητεῖν ὧδε λελέχθαι Ῥωμαίοις. ξυναπεστάλη δὲ καὶ Ζαχαρίας, οὗ ἔναγχος ἐμνήσθην,
5ἐφ’ ᾧ, εἰ μὲν οἷοί τ’ ἔσονται, ἅμα ἐμπεδῶσι κατὰ τήν τε ἑῴαν καὶ
Ἀρμενίαν ἐντὸς τριῶν ἐνιαυτῶν ἐκεχειρίαν. ἐν τοσούτῳ ξυνέλθοιεν ἐξ ἑκατέρας πολιτείας ἐν τοῖς ὁρίοις οἳ διαλύσουσι τὰ ἀμφίβολα, βουλεύσαιντό τε καὶ τρόπῳ τῷ καταθήσουσι τὰ ὅπλα ἐς τέλεον εἰ δέ γε μὴ οὕτω προχωροίη. τοῖς γοῦν πρὸς ἥλιον 〈ἀνίσχοντα〉198
10οἰκοῦσι τὴν τοιάνδε ἐκεχειρίαν παντὶ τρόπῳ ποιήσασθαι. παρα‐ γενόμενοι τοίνυν οἱ πρέσβεις πρὸς βασιλέα Περσῶν ἐς ἐκκλησίαν τε καταστάντες ἐλεξάτην τοιάδε. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗ‐ ΓΟΡΙΩΝ]. Πολλῶν δὲ κεκινημένων λόγων, καὶ τῶν μὲν Περσῶν μακρο‐
15τέραν ποιεῖσθαι τὴν εἰρήνην ἱεμένων ἄχρι τε εʹ ἐνιαυτῶν βεβαιοῦν τὴν ἐκεχειρίαν, τῶν δὲ Ῥωμαίων τριετηρίδας εἶναι βουλομένων τὰς σπονδάς, τέλος οὔτ’ ἴσχυσαν οἱ πρέσβεις καθὰ ἐπετέτραπτο σφᾶς ποιήσασθαι τὰς συνθήκας, ἐπὶ 〈δὲ〉 εʹ ἐνιαυτοὺς εἶναι ἐρρω‐ μένας συνήρεσεν ἀμφοτέρᾳ πολιτείᾳ, κατὰ δὴ τὴν ἕω μόνον, τριά‐
20κοντά τε χιλιάδας νομισμάτων χρυσῶν κατατιθέναι Ῥωμαίους ἔτει ἑκάστῳ. ξυνήρεσε δὲ τὰ τοιάδε, εἰ βασιλεὺς ὁ Ῥωμαίων ἐπιψη‐ φίσοιτο.

12

Ὅτι ἐπειδὴ Τιβερίῳ ἤδη τὰ τῆς πολιτείας περιεκέχυτο πράγματα, Τραιανός τε καὶ Ζαχαρίας τὼ πρέσβει ὡς αὐτὸν ἐγε‐ γράφεσαν μὴ βούλεσθαι Πέρσας ἄχρι τριῶν ἐτῶν ποιήσασθαι τὰς ξυνθήκας, πενταετηρίδας δὲ εἶναι μᾶλλον. καὶ ὃς οὐκ ἐπινεύσας
5(οὐ γὰρ αὐτὸν ἤρεσκε μακροτέραν ποιεῖσθαι τὴν ἐκεχειρίαν) ἐσή‐ μαινεν ὡς αὐτοὺς μάλιστα μὲν ἄχρι δύο ἐνιαυτῶν τὰς τοιάσδε βεβαιῶσαι σπονδάς· εἰ δέ γε ἀδύνατα ἔχοιεν, περαιτέρω μὴ ἀνέ‐ ξεσθαι ἢ τριετίας. σταλείσης δὴ οὖν † ὡς τοῖς πρέσβεσι τῆς τοιᾶσδε ἐπιστολῆς, καὶ δὴ ἀναλεξαμένων ὅ τι ἐδήλου τὸ γράμμα, Μεβώδου
10ἐπὶ τούτῳ ἀφικομένου ἐν τοῖς ἀμφὶ τὸ Λάρας ὁρίοις αἰσθομένου τε ὡς ταῖς ἤδη ὑπὸ Τραιανοῦ καὶ Ζαχαρίου δοκιμασθείσαις σπον‐ δαῖς οὐ στέργουσι Ῥωμαῖοι, ἐπαφίησι τὸν Τανχοσδρὼ κατὰ τῆς Ῥωμαίων ἐπικρατείας. καὶ ὃς ἀθρόον ἐπιδραμὼν ἐνέπρησε τὰ ὅσα πλησιόχωρα τοῦ Λάρας, ἕως ἐπείσθη Μεβώδης δέξασθαι τὰς τριά‐
15κοντα χιλιάδας τῶν χρυσῶν νομισμάτων ἀν’ ἔτος τῆς τριετηρίδος ἕνεκα εἰρήνης, ἐφ’ ᾧ ἐν τοσούτῳ τοὺς ἄρχοντας ἑκατέρας πολιτείας εἰς ἓν ξυνιόντας βουλεύσασθαι ὅπως δεῖ τὰ ὅπλα καταθέσθαι τελέως. προνοίᾳ δὲ δή τινι στοχαζόμενος τοῦ συνοίσοντος τὰ τοιάδε ἐπετέλει ὁ Καῖσαρ· ἠπίστατο γὰρ ὡς ἄχρι ἐνιαυτῶν τριῶν199
20ἀποχρῶσα αὐτῷ ἔσται ἡ παρασκευὴ Πέρσαις τε ἀξιόμαχος ἀνα‐ φανήσεται. ξυνῃσθάνοντο δὲ καὶ Πέρσαι τῆς τοιᾶσδε προμηθείας τοῦ Καίσαρος, ὡς οὐδενὸς ἑτέρου ἕνεκα γίνεται αὐτῷ ἀναβολὴ ἢ προορωμένῳ τοῦ μέλλοντος, ὅπως ἐς τὸ δέον αὐτῷ προπαρασκευα‐ σθήσοιντο αἱ δυνάμεις. κατεφρόνουν δὲ ὅμως τῶν Ῥωμαίων, ἅτε
25ἀναμαχήσασθαι οὐ δυναμένων, εἰ καὶ πλείων αὐτοῖς ἐνδοθείη χρόνος. ἐπεὶ οὖν ἀνακωχὴ ἐγεγόνει ἀνὰ τὴν ἕω, μετενήνεκτο δὲ ἅπας ἐπὶ τὴν Ἀρμενίαν ὁ θόρυβος, ἄλλου ἄλλα αὐτῆς διακληρω‐ σαμένων, ἦρος ἀρχομένου συνέστη πόλεμος.

13

Ὅτι ὁ Τιβέριος ὁ Καῖσαρ στέλλει Θεόδωρον τὸν Βάκχου πρεσβευσόμενον ὡς βασιλέα Περσῶν, τῷ δοκεῖν μὲν ὁμολογήσοντα χάριτας ἀνθ’ ὧν τὸν μέγιστον Ῥωμαίων πρεσβευτὴν ἐς τὰ μάλιστα ἐτίμησε Τραιανόν, ἡνίκα ἔναγχός γε δήπου τὴν δι’ αὐτοῦ ἐδέξατο
5πρεσβείαν, ἔκπαλαι τὸ τοιόνδε νομισθὲν ὡς ἀμφοτέρας πολιτείας, ὣστε μετὰ τοὺς μεγάλους πρέσβεις στέλλεσθαι ἑτέρους ἥσσονας τῆς τῶν μεγίστων πρέσβεων ἀποδοχῆς τε ἕκατι καὶ φιλοφροσύνης. ἅμα δὲ ἐνετείλατό οἱ διαλεχθῆναι ὡς ἑτοιμότατα ἔχοι κατὰ τὸ ἤδη ἐμπεδωθὲν ἐν τοῖς ὁρίοις τῆς ἕω στεῖλαι τοὺς Ῥωμαίων ἄρ‐
10χοντας γνωματεύσοντας ξὺν τοῖς ὑπ’ αὐτοῦ ἐκπεμφθησομένοις ἡγε‐ μόσι Περσῶν ἀμφὶ τῆς εἰρήνης καὶ τὰ ἀμφίβολα διευκρινήσοντας. Θεόδωρον μὲν αὐτοῦ ἀφικόμενον βασιλεὺς ὁ Περσῶν καταλέλοιπεν ἐν τῷ Δάρας τῇ πόλει τούς τε τὸν ἄνδρα ἄξοντας, ἐγκελευσάμενος, ἔνθα ἂν μάθοιεν τὸν βασιλέα εἶναι, ἐπικαταλαβεῖν, ὡς ἂν μὴ τὰ
15εἰθισμένα ἐπὶ πρεσβευτῇ πράσσων ἀναβολῇ χρήσοιτό τινι. ἅμα γὰρ ἠβούλετο καὶ πολέμοις ὁμιλεῖν καὶ δέχεσθαι τὴν πρεσβείαν· ταύτῃ γὰρ ἐκφοβήσειν ᾤετο ἐς τὰ μάλιστα Ῥωμαίους. τῷ τοι ἄρα τὴν ὁδοιπορίαν διανύσας διὰ τοῦ λεγομένου Ἀρρεστῶν κλί‐ ματος καὶ τοῦ Μαρεπτικῶν ἀφίκετο ἐν Περσαρμενίᾳ, οὐκ οἰομέ‐
20νων τῶν Ῥωμαίων οὕτω γε δήπου θᾶττον ἥξειν αὐτόν. εἰωθότων γὰρ τῶν Περσῶν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀμφὶ τὸ πέρας τοῦ
τὴν ἐπωνυμίαν Αὐγούστου κληρωσαμένου μηνὸς ἀναφαίνεσθαι κατὰ δὴ τῆς Περσῶν Ἀρμενίας καὶ τηνικαῦτα τὸν πόλεμον συγ‐ κροτεῖν, προτερήσας αὐτὸς εἰσήρρησεν αὐτόθι. ξυνηνέχθη τοι‐200
25γαροῦν ἅπαξ προκατειλημμένους καὶ ἐφυστερίσαντας τοὺς Ῥω‐ μαίους δι’ ὅλου τοῦ ἔτους οὐδὲν ὁτιοῦν σφᾶς διαπράξασθαι ἐν καιρῷ. οὔτε γὰρ τὸ στράτευμα ξυνήθροιστο τὸ Ῥωμαϊκόν, ἀλλ’ οἱ μὲν περὶ Κοῦρσον καὶ Θεόδωρον τοὺς στρατιώτας, ἐπειδὴ αὐ‐ τοῖς ἀπήγγελλον ὡς νεμεσᾷ τε καὶ ἀγανακτεῖ ὁ Καῖσαρ, ὅτι δὴ
30ἐσβαλόντες ἐν Ἀλβανίᾳ μὴ ἀνέστησαν ἅπαντας Σαβείρους τε καὶ Ἀλβανούς, ἀλλ’ ὅτι ὁμήροις πεποιθότες ἐξεχώρησαν, κατεγνωκότες τε ἐξ αὐτῆς τῆς πείρας, τῷ ἀφηνιάσαι αὐτίκα ἀπὸ Ῥωμαίων τὸν Σαβεῖρα, ὡς οὐ κατὰ τὸ δέον ἐπεπράχεσαν, παρώφθη τε ὑπὸ σφῶν τὸ συνοῖσον, ὥσπερ ἀμέλει ἐκ μεταμελείας αὖθις ἐλάσαντες ἐν
35Ἀλβανίᾳ † πρεσβείας ἦγον τοὺς Σαβείρους τε καὶ Ἀλβανούς, παν‐ οικίᾳ σφᾶς μετοικίζοντες ἐς τὰ τῇδε τοῦ Κύρου ποταμοῦ, ὡς λοιπὸν ἐν τῇ Ῥωμαϊκῇ διαιτᾶσθαι χώρᾳ. ἔτι οὖν Θεόδωρός τε καὶ Κοὺρς ἐν τούτοις ἐνησχολημένοι ἐτύγχανον. εἶτα ἐγκελευσα‐ μένου τοῦ Καίσαρος Ἰουστινιανὸν τὸν τῆς ἕω στρατηγὸν μεταφοι‐
40τῆσαι καὶ ἐν Ἀρμενίᾳ γενέσθαι αὐτὸν ἡγησόμενον τοῦ πολέμου, οὐδὲν ἧττον καὶ Ἰουστινιανὸς οὔπω παρῆν τῷ σημῆναι τοῦτο αὐτῷ τὸν Καίσαρα ὀψὲ καὶ οὐκ ἐν καιρῷ τοῖς πράγμασι χρήσασθαι, πρός γε καὶ τῆς συνήθους διανομῆς τοῦ χρυσίου τοῖς ἑῴοις κατα‐ λόγοις γεγενημένης οὐκ ἐπικαίρως, ἀλλὰ δῆτα ἐφυστερισάσης. ἐπ’
45ἀδείας οὖν οὕτω πως καὶ ἀκονιτὶ ἐλάσαντος ἐν Περσαρμενίᾳ Χοσ‐ ρόου, μηδενός οἱ ἀντικαθισταμένου, οἱ μὲν δασμοφόροι τῆς ἥτ‐ τονος Ἀρμενίας οὔτε ἐχρήσαντο φυγῇ ἐκλελοιπότες τοὺς ἀγροὺς οἵγε, ἀλλὰ γὰρ καὶ τὰ ὅσα ἐπιτήδεια ξυνεκόμιζον τῷ στρατῷ. προβαίνοντι δὲ Χοσρόῃ ἀνὰ τὰ πρόσω οἱ ἐν τῷ κλίματι Μακρα‐

13

(50)

βανδὸν καὶ Ταραννῶν ἥκιστα ἔμενον, ὡς μηδένα πάμπαν μήτε ἄνθρωπον μήτε μὴν ὑποζύγιόν τι ὀφθῆναι. ἅτε γὰρ πολεμίου
βασιλέως ἐπελθόντος ἀπέδρασε πᾶν τὸ γεηπονοῦν, καὶ πάντη τὰ ἐκείνῃ ἐχήρευεν ἀνθρώπων· ἀλλὰ καὶ θηρᾶσαι βουλόμενον μηδέν τι τῶν πάντων ζώων 〈ἧν〉 ἐντυχεῖν. ἐν τούτῳ καὶ Θεόδωρος ὁ201
55Βάκχου ἐφοίτησεν ὡς αὐτόν, ἐδέξατό τε τὸν ἄνδρα καὶ ξυνόμιλός οἱ ἐγένετο ἡμερώτατά πως, τὸν μὲν Καίσαρα δι’ εὐφημίας ἄγων φάσκων τε ἀσπάζεσθαι τὴν ὡς αὐτὸν εἰρήνην τε καὶ φιλοφρο‐ σύνην· (μηδὲ γὰρ γεγονέναι τῆς † ἔχθρας τῶν σπονδῶν αἴτιον) Ἰουστῖνον 〈δὲ〉 τὸν βασιλέα ἐς τοὐναντίον λέγων κακῶς. εἶτα ἐς
60τὰ πρόσω ἤλαυνε διὰ τῆς καλουμένης Βασσιανῆς, ἑπομένου οἱ καὶ Θεοδώρου· ἐσβάλλει τε ἐς τὴν Ῥωμαίων Ἀρμενίαν κατὰ Θεοδο‐ σιούπολιν, λήγοντος ἤδη τοῦ ἔαρος· ὥστε κατὰ ταὐτὸν ξυνενεχθῆναι τούς τε ἀγγελιαφόρους ἀφικέσθαι ἐν Βυζαντίῳ τοὺς δηλώσοντας, ὡς ἀπροσδόκητα ἐπέστη τῇ Ῥωμαίων Ἀρμενίᾳ βασιλεὺς ὁ Περσῶν
65καὶ ὅσον οὔπω προσενεχθήσεται Θεοδοσιουπόλει, καὶ αὐτὸν ἐκεῖσε παρεῖναι. ἐπεὶ οὖν ἐγένετο αὐτοῦ, ἐστρατοπεδεύσατο ἐς τὸ Ἀρα‐ βησσῶν ἐπικεκλημένον χωρίον ἀμφὶ τὸ μεσημβρινὸν κλίμα τοῦ ἄστεος, τὸ δὲ δὴ Ῥωμαίων στράτευμα αὐτό γε δήπου τὸ συνα‐ θροισθὲν ὡς πρὸς ἄρκτον περὶ τὸ κλίμα τὸ καλούμενον συναγό‐
70μενον, ἐς ὑπώρειάν τινα ὄρους. ἀτὰρ ὁ Χοσρόης αὐτοῦ που περὶ Θεοδοσιούπολιν ἐπ’ ὄψεσι Θεοδώρου ἐξέταττε τὰς ἱππικὰς δυ‐ νάμεις ἐς λόχους τε καὶ φάλαγγας διακρίνων τε καὶ μετακοσμῶν, καὶ αὐτὸς τὸν ἵππον διελαύνων ἐνδεικνύμενος ἦν, οἷα δὴ οὐκ ἐκ προνοίας τινός, ὡς ἔτι ἔρρωται αὐτῷ καὶ σφριγᾷ τὸ σῶμα. διε‐
75νοεῖτο δέ πως Θεοδοσιούπολιν ἐκπολιορκῆσαι· ἔννοια γάρ οἱ ἐσε‐ φοίτησε μὴ οἷόν τε ἔσεσθαι ἂν ἄλλως τὴν Περσῶν Ἀρμενίαν ἀνακτήσασθαι καὶ Ἰβηρίαν, εἰ μή πω ὀχυρωτάτην ἐσότι Ῥωμαίων χειρώσοιτο πόλιν ἐκεῖσε τε καθεδούμενος ἀνασώσεται τὴν ἐς τοὐ‐ πίσω λοιπὸν ἐγκαταλελειμμένην Περσαρμενίαν τε καὶ Ἰβηρίαν.
80τοιγαροῦν ἀναμφιβόλως εἶχε Θεοδοσιούπολιν αἱρήσειν. ὥστε ὑπο‐ φαίνων τε καὶ αἰνιττόμενος ὡς ἁλώσεταί γε αὐτῷ πάντως ἡ πόλις, ἤρετο Θεόδωρον ὁποία δὴ κατὰ τὸ μᾶλλον ἀνάλωτος εἶναι δοκεῖ πόλις, τὸ Δάρας ἢ δῆτα ἡ Θεοδοσιούπολις· ὡς, εἴ γε οὕτως ἀσφα‐ λεστάτην (ἐδήλου δὲ τὸ Δάρας) ἐξεῖλε, πόσῳ μᾶλλον τὴν οὐχ οὕτως
85ἰσχυρὰν παραστήσοιτο Θεοδοσιούπολιν; Θεόδωρος μὲν οὖν ἀπε‐ κρίνατο ἐμφρονέστατά πως, ἀνάλωτον εἶναι ἐκείνην φήσας τὴν πόλιν τὴν ἐς ἀεὶ φρουρουμένην ὑπὸ θεοῦ. ὁ δὲ βασιλεὺς ὁ Περ‐ σῶν, πρὶν ἢ Θεόδωρον πρὸς αὐτοῦ ἀφεθῆναι, ὡς ἐγένετο ἀγχοῦ Θεοδοσιουπόλεως, κατενόησε τὴν πόλιν εὖ μάλα καὶ ὡς ἀληθῶς202
90ἐς τὰ πολέμια παρασκευασμένην. καί τινων μεταξὺ γενομένων ἀφίησι βασιλεὺς ὁ Περσῶν Θεόδωρον ἐς Βυζάντιον ἐλευσόμενον, ἐν γράμμασι μὲν κατάδηλον ποιήσας τῷ Καίσαρι ὡς ἥδεται καὶ αὐτὸς τῇ εἰρήνῃ, καὶ ὡς, εἰ πρὶν ἐκστρατεύοι ἀφίκετο Θεόδωρος, οὐδὲ ἐξετάξατο ἂν αὐτὸς οὐδέ γε ἐκίνησε τὰς δυνάμεις. νῦν δὲ
95ἀκλεὲς αὐτῷ εἶναι δοκεῖ ἐκστρατευσαμένῳ ἤδη διαλῦσαι τὸ στρά‐ τευμα· τοὺς γὰρ ἀνθρώπους ἢ τοῦ κερδαλέου γε ἕκατι ἢ δόξης ὀρεγομένους ἅπαντα πράσσειν. ἐπηγγέλλετο δὲ ὡς ἀπονοστήσας ἐς τὰ οἰκεῖα ἐκπέμψοι τοὺς ἐπιτηδείους αὐτῷ ἄρχοντας ἐν τοῖς ὁρίοις τῆς ἕω διαλεχθησομένους τε καὶ διαθήσοντας τὰ περὶ τῆς

13

(100)

εἰρήνης ἅμα τοῖς ἐκπεμφθησομένοις Ῥωμαίων ἡγεμόσιν. ταῦτα μὲν οὖν ἐσήμανε τῷ Καίσαρι. ἐκλιπαροῦντος δὲ αὐτὸν Θεοδώρου ὥστε ἐπισχεῖν τὴν εἰσβολήν, ἔδοξεν ἐπινεύειν, εἴ γε ἄχρι λʹ ἡμερῶν ἀγγελία φοιτήσοι ὡς αὐτὸν σταλεῖσα ἐκ τοῦ Καίσαρος τὰ δέοντα βουλευσαμένου. ἐπειδὴ δὲ Θεόδωρον ἀφῆκεν, ὡς ἔγνω μήτε ἐξ
105ἐφόδου τὴν Θεοδοσιούπολιν οἷόν τε ὂν αὐτῷ ἐξελεῖν, μήτε γε μὴν πολιορκίᾳ τε καὶ μηχανήμασιν ἔσεσθαί οἱ ἐς τὸ λυσιτελὲς ἀπο‐ πειραθῆναι τοῦ τείχους (ξυνελεύσεσθαι γὰρ ἐν τοσούτῳ τὰς Ῥω‐ μαϊκὰς δυνάμεις) καὶ δὴ ἀφῆκε τὴν Θεοδοσιούπολιν.

14t

Πρεσβεία ἐκ τοῦ ὀγδόου λόγου Μενάνδρου.

14

Ὅτι περὶ τὸ δεύτερον ἔτος τῆς Τιβερίου Καίσαρος ἡγε‐ μονίας, μικρῷ πρότερον ἢ τάδε ξυνενεχθῆναι τὰ περὶ Χοσρόην, πρεσβεία ἐστάλη αὖθις ἀπὸ Ῥωμαίων ὡς Τούρκους, Οὐαλεντίνου ἐς τοῦτο χειροτονηθέντος· εἶς δὲ οὗτος τῶν βασιλείων ξιφηφόρων.
5καὶ οὖν ἐπεὶ αὐτῷ ἐπετέθη ἡ πρᾶξις, ἄρας ᾤχετο σὺν τοῖς κατ’ αὐτὸν ὀπαδοῖς, ἔτι γε μὴν καὶ Τούρκοις ρʹ πρὸς τοῖς ἕξ. ἐνε‐ δήμουν γὰρ τηνικαῦτα Τοῦρκοι κατὰ τὸ Βυζάντιον ἤδη ἐκ πολλοῦ ὑπὸ τοῦ σφετέρου ἄλλοτε ἄλλοι ἐκπεμφθέντες ἔθνους. ἐνίους μὲν
γὰρ αὐτῶν Ἀναγκάστης ἐνταῦθα ἐπεκόμισεν ἐς πρεσβείαν ἐκεῖσε203
10ἀφικόμενος, τινὲς δὲ ἅμα Εὐτυχίῳ τὴν ἄφιξιν ἐποιήσαντο κατὰ τὴν βασιλίδα πόλιν, ἄλλοι δὲ ἐτύγχανον κατὰ τὸ Βυζάντιον διατρί‐ βοντες μετ’ αὐτοῦ δῆτα Οὐαλεντίνου πρότερον ἀφιγμένοι (δὶς γὰρ Οὐαλεντῖνος ἐπρεσβεύσατο ὡς Τούρκους), ἄλλοι δὲ σὺν Ἡρωδιανῷ, ὁμοίως δὲ καὶ ἅμα Παύλῳ τῷ Κίλικι, ὡς ἐξ ἁπάντων τούτων
15ξυναθροισθῆναι Σκύθας ἄνδρας ἐκ τοῦ φύλου τῶν ἐπιλεγομένων Τούρκων ἓξ πρὸς τοῖς ρʹ· οὓς δὴ ἅπαντας ἀναλαβὼν Οὐαλεντῖνος ἀπῆρε τοῦ βασιλείου ἄστεος. χρησάμενος δὲ ταῖς ταχυπλόοις τῶν ὁλκάδων διά τε Σινώπης καὶ Χερσῶνος, † ἥ ἐστιν ἀντικρὺ ἡ ἰόνα τοῦ ἡλίου ἀνατολῶν πέφυκεν ἱδρυμένη, οὐ μὴν ἀλλὰ καὶ Ἀπατού‐
20ρας, ἔτι τε καὶ διὰ Φούλων. κατὰ δὴ τῆς † ψαμαθῶδες τῆς *** παρέθει τὰ ὄρη τῆς Ταυρικῆς τὰ νεύοντα ἐπὶ μεσημβρίαν. ἐκεῖνα δὴ οὖν τὰ ἐκ τῶν λιμναίων ὑδάτων περιθεόμενα πεδία οἵ γε ἀμφὶ Οὐαλεντῖνον ἱππασάμενοι καὶ ἑτέρους δὲ πλείστους δονακώδεις τε καὶ λοχμώδεις ἔτι τε καὶ ὑδατώδεις διεληλυθότες χώρους, οὐ μὴν
25ἀλλὰ καὶ διὰ τῆς λεγομένης Ἀκκάγας (ὄνομα δὲ γυναικὸς ἀρχούσης τῶν ἀνὰ τὰ ἐκείνῃ Σκυθῶν χειροτονηθείσης τηνικαῦτα ἐς τοῦτο ὑπὸ Ἀναγαίου, ὃς ἐκράτει τοῦ φύλου τῶν Οὐτιγούρων) ὡς δὲ ξύμπαν εἰπεῖν, πολλαῖς ἀτραποῖς ὁμιλήσαντες καὶ δυσχωρίαις παρ‐ εγένοντο ἔνθα τὰ πολεμικὰ σύμβολα τοῦ Τουρξάνθου ἐτύγχανεν
30ὄντα· οὗτος δὲ εἷς τῶν παρὰ Τούρκοις ἡγεμόνων. ἐν ὀκτὼ γὰρ μοίραις διεδάσαντο τὰ ἐκείνῃ ἅπαντα, οἷς γε τοῦ φύλου τῶν Τούρ‐ κων ἔλαχε προεστάναι· Ἀρσίλας δὲ ὄνομα τῷ παλαιτέρῳ μονάρχῳ Τούρκων. Ὁ γοῦν Οὐαλεντῖνος παρὰ τὸν Τούρξανθον ἀφικόμενος,
35ὃς πρὸ τῶν ἄλλων ἡγεμόνων ὑπαντιάζων ἐτύγχανε τοῖς ἐκεῖσε παραγενομένοις, εἶτα συνησθῆναι φράσας τῷ Καίσαρι Ῥωμαίων
(ἐς τοῦτο γὰρ ἀφῖκτο ἐκεῖσε προσφθεγξόμενος τοὺς προεστῶτας τοῦ φύλου τῶν Τούρκων, Τιβερίου ἤδη ἐς τὸ τῶν Καισάρων ἀνα‐ βεβηκότος κράτος), πρὸς τοῖς καὶ ὡς ἂν ἡ φιλοφροσύνη οὐχ ἧττον204
40ἐν βεβαίῳ ἔσοιτο καὶ αἱ μεταξὺ Ῥωμαίων τε καὶ Τούρκων προελ‐ θοῦσαι σπονδαί, ἃς ἔθεντο Σιλζίβουλός τε καὶ Ἰουστῖνος ὁ βασι‐ λεύς, Ζημάρχου πρώτου ἐκεῖσε φοιτήσαντος, ἡνίκα ἐσήμανεν ὁ Σιλζίβουλος ὡς ὁ Ῥωμαίων φίλος οὐχ ἧττον καὶ αὐτῷ ἐπιτήδειος καὶ ὁ δυσμενὴς ὁμοίως, καὶ ὅπως τὰ τοιάδε ἄτρωτά τε καὶ ἀπα‐
45ράσπαστα μένοι. τῷ τοι ἄρα ἐπειδὴ τηνικαῦτα Ῥωμαῖοι Πέρσαις ἐπολέμουν, ἐπὶ τῇ προσρήσει ἔφη Οὐαλεντῖνος δέον εἶναι ἐν καιρῷ καὶ αὐτὸν ἐπιθέσθαι Πέρσαις. ταῦτα πρεσβεύοντος αὐτίκα ὁ Τούρ‐ ξανθος· ἆρα οὖν οὐχὶ ὑμεῖς, ἔφη, οὗτοι ἐκεῖνοί ἐστε Ῥωμαῖοι, δέκα μὲν γλώτταις, μιᾷ δὲ χρώμενοι ἀπάτῃ· καὶ ἅμα λέγων ἐπέβυσε

14

(50)

τοῖς δέκα δακτύλοις τὸ στόμα τὸ ἑαυτοῦ. εἶτα ἔλεξεν αὖθις· ὥσπερ νῦν ἐπὶ τῷ κατ’ ἐμὲ στόματι δάκτυλοί εἰσι δέκα, ὡσαύτως δὲ καὶ ὑμεῖς οἱ Ῥωμαῖοι πλείοσι κέχρησθε γλώσσαις· καὶ ταύτῃ μὲν ἐμὲ ἀπατᾶτε, τῇ δὲ ἄλλῃ τὰ κατ’ ἐμὲ ἀνδράποδα τοὺς Οὐαρχωνίτας· καὶ ἁπλῶς ἅπαντα τὰ ἔθνη ῥημάτων τε ποικιλίᾳ καὶ τῷ δολερῷ
55τῆς διανοίας εἰρωνευόμενοί τε καὶ ὑποθωπεύοντες αὐτὰ μὲν ὥσπερ ἐπὶ κεφαλὴν ὠσθέντα τῇ βλάβῃ περιφρονεῖτε, ὑμῖν δὲ αὐτοῖς τὸ λυσιτελὲς ἐκπορίζετε. ἀλλὰ γὰρ καὶ ὑμεῖς οἱ πρέσβεις ἠμφιε‐ σμένοι τὸ ψεῦδος ἥκετε ὡς ἐμέ, καὶ ὁ στείλας ὑμᾶς οὐχ ἥκιστα πέφυκεν ἀπατεών. καὶ ὑμᾶς μὲν διαχειρίσομαι παραχρῆμα καὶ
60οὐκ ἐς ἀναβολήν· ὀθνεῖον γάρ τι καὶ ἔκφυλον ψεύδεσθαι Τούρκῳ ἀνδρί. ὁ δὲ καθ’ ὑμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐν δέοντι, ἐμοὶ μὲν φιλίας ἐχόμενα διαλεγόμενος, τοῖς δὲ δὴ Οὐαρχωνίταις τοῖς ἡμετέροις δούλοις (ἐδήλου δὲ τοὺς Ἀβάρους) ἀποδράσασι τοὺς δε‐ σπότας γενόμενος ἔνσπονδος. οἱ μὲν Οὐαρχωνῖται, ἅτε κατήκοοι
65Τούρκων, ἡνίκα βούλομαι, ὡς ἐμὲ ἥξουσι καί, εἴ γε τὴν κατ’ ἐμὲ
ἱππείαν ἐσαθρήσουσι μάστιγα ὡς αὐτοὺς ἐκπεμφθεῖσαν, ἐς τὰ κατώτατα φεύξονται τῆς γῆς· ἀντιβλέποντες δὲ ἡμῖν, ὡς εἰκός, οὐ φονευθήσονται ξίφεσι, μᾶλλον μὲν οὖν ταῖς ὁπλαῖς καταπατηθή‐ σονται τῶν ἡμετέρων ἵππων καὶ δίκην ἀπολοῦνται μυρμήκων. καὶ205
70περὶ μὲν τῶν Οὐαρχωνιτῶν ταῦτα ὑμῖν ἐν βεβαίῳ. ὑμεῖς δέ, ὦ Ῥωμαῖοι, τί δῆτα ἄρα τοὺς κατ’ ἐμὲ πρέσβεις διὰ τοῦ Καυκάσου ὁδοιποροῦντας ἐπὶ τὸ Βυζάντιον ἄγετε, ὡς ἐμὲ φάσκοντες μὴ εἶναι ἑτέραν ἀτραπόν, δι’ ἧς αὐτοῖς ἔσται ἡ πορεία; ταῦτα δὲ ἐπιτε‐ λεῖτε, ὡς ἀπείποιμι διὰ τὰς δυσχωρίας ἐπιθέσθαι τῇ Ῥωμαίων
75ἐπικρατείᾳ. πλὴν ἔγωγε ἐξεπίσταμαι μάλα ἀκριβῶς ὅποι τε ὁ Δάναπρις ποταμός, οὐ μὴν ἀλλὰ καὶ ὁ Ἴστρος ἔνθα καταρρεῖ καὶ ἵνα ὁ Ἕβρος, ὁπόθεν τε ἐπεραιώθησαν ἐς τὴν Ῥωμαϊκὴν τὸ ἡμέ‐ τερον δουλικὸν οἱ Οὐαρχωνῖται. οὐκ ἀγνοῶ τὴν καθ’ ὑμᾶς δύναμιν. ἐμοὶ γὰρ ὑποκέκλιται πᾶσα ἡ γῆ, ἀρχομένη μὲν ἐκ τῶν τοῦ ἡλίου
80πρώτων ἀκτίνων, καταλήγουσα δὲ ἐς τὰ πέρατα τῆς ἑσπέρας. ἐσα‐ θρήσατε, ὦ δείλαιοι, τὰ Ἀλανικὰ ἔθνη, ἔτι γε μὴν καὶ τὰ φῦλα τῶν Οὐνιγούρων, οἵ γε ἐπὶ πολὺ θαρραλέοι τέ τινες ὄντες καὶ τῇ οἰκείᾳ πίσυνοι δυνάμει ἀντετάξαντο μὲν τῷ ἀκαταμαχήτῳ τῶν Τούρκων, οὐκ ἀπώναντο δὲ τῶν ἐλπίδων. ταύτῃ τοι καὶ ὑπα‐
85κούουσιν ἡμῖν καὶ ἐν μοίρᾳ καθεστήκασι δούλου. Τοσαῦτα μὲν οὖν τῷ Τουρξάνθῳ ἐκεκόμπαστο· ὑψαγόρας γάρ τις ἀνὴρ καὶ ἀλαζονείᾳ χαίρων. ὁ δὲ Οὐαλεντῖνος ἀκηκοὼς ἔλεξεν ὧδε· εἰ μὴ χαλεπώτατόν πως καὶ ἀνιαρὸν ὑπῆρχεν, ὧ Τούρκων ἡγεμών, καὶ παντὸς ὀλεθριώτερον θανάτου τὸ τεθνάναι ἡμᾶς ὑπὸ
90σοῦ, ζῶσαν δὲ παρὰ πᾶσιν ἀνθρώποις τὴν κακηγορίαν περινοστεῖν, καὶ τοῦτο δὴ μὴ πώποτε πραχθέν, καινοτομούμενον ὑπὸ σοῦ, τῇ πράξει τὴν μαρτυρίαν διασαφηνίζειν ἔμελλεν ὡς ἀπέκτεινας ἄνδρας πρέσβεις, καὶ τὸ τῇ ἀκοῇ καὶ μόνῃ φοβερὸν ἔργῳ δειχθήσεται φοβερώτερον, εὐξαίμην ἂν τῷ κατὰ σὲ ξίφει τήμερον τὴν τελευ‐
95ταίαν ἰδεῖν, τοῦτο μὲν ψευδολογίᾳ χαίρειν ἀκηκοὼς τὸν κατ’ ἐμὲ βασιλέα, τοῦτο δὲ ψευδομένους αὐτῷ τοὺς πρέσβεις. διὸ δὴ ἐκλι‐ παροῦμεν πραότερον ἡμῖν προσβλέψαι καὶ ὑποχαλᾶν τῆς ὀργῆς καὶ τὸ λίαν ὀξύθυμον φιλανθρώπῳ καταμαλάττειν, ἔτι γε μὴν τῷ
κοινῷ τῶν πρέσβεων πείθεσθαι νόμῳ. εἰρήνης γάρ ἐσμεν ἐργάται206

14

(100)

καὶ πραγμάτων ὁσίων ταμίαι καθεστήκαμεν. ἄλλως τε δεῖ σὲ καὶ τῆς πατρῴας κληρονομοῦντα γῆς τε καὶ τύχης καὶ τοὺς πατρῴους διαδέχεσθαι φίλους καὶ ὥσπερ ἡγεῖσθαι καὶ αὐτοὺς κτῆμα πα‐ τρῷον εἶναι, ὁπότε καὶ Σιλζίβουλος ὁ πατὴρ ὁ σὸς αὐθαίρετα προσδραμὼν τῇ καθ’ ἡμᾶς πολιτείᾳ, τὸ φιλορώμαιος μᾶλλον ἢ
105φιλοπέρσης 〈εἶναι〉 ἠσπάσατο. μεμένηκε τοιγαροῦν ἡμῖν τὰ τοῦ καθ’ ὑμᾶς πατρὸς ἄχρι καὶ νῦν ἄφθαρτά τε καὶ ἀσάλευτα, καὶ δὴ τῆς αὐτῆς ἐχόμενοι φιλοφροσύνης διατελοῦμεν ἡμεῖς. οὐκ ἄλλως δὲ καὶ τὰ καθ’ ὑμᾶς, εὖ οἶδα, τῷ βεβαίῳ στήσεται· ὀρθότατα γὰρ διάνοια προσφερομένη πρὸς τὸν πέλας καὶ μὴ ἐκτραπεῖσα τοῦ πρέ‐
110ποντος οὐκ ἀγνωμονηθήσεται τῷ ἀδήλῳ τῆς ψυχῆς ἀνταλλάγματι. Οὕτω δὲ Οὐαλεντίνου εἰρηκότος, ὁ Τούρξανθος ἔφη ὡς· δέον ὑμᾶς ἐνταῦθα ἀφιγμένους, ὦ Ῥωμαῖοι, ἐν μεγίστῳ τε πένθει εὑ‐ ρόντας ἐμέ (ἀρτιθανὴς γάρ μοι Σιλζίβουλος ὁ πατὴρ) καταχαράτ‐ τειν τὰ πρόσωπα ταῖς μαχαίραις ἑπομένους τῷ παρ’ ἡμῖν ἐπὶ τοῖς
115τεθνεῶσιν ἰσχύοντι νόμῳ. καὶ δὴ αὐτίκα Οὐαλεντῖνος καὶ ὅσοι γε αὐτῷ ἐπηκολούθησαν τοῖς αὑτῶν ξιφιδίοις διεχαράξαντο τὰς σφᾶς αὐτῶν παρειάς. τότε δὲ ἐν μιᾷ τῶν πενθίμων ἡμέρᾳ τέτταρας δοριαλώτους Οὔννους δεσμώτας ἀγαγὼν κατοιχομένῳ ἤδη τῷ πατρί, (δόχια δὲ τῇ οἰκείᾳ γλώττῃ προσαγορεύουσι τὰ ἐπὶ τοῖς τεθνεῶσι
120νόμιμα) τούτους δὴ οὖν τοὺς δειλαίους ἐς μέσον ἀγαγὼν ἅμα τοῖς πατρῴοις ἵπποις τῇ βαρβάρῳ ἐνεκελεύετο φωνῇ ἐκεῖσε ἀπιοῦσιν ἀναγγεῖλαι Σιλζιβούλῳ τῷ πατρὶ, ὁπόσην αὐτῷ *** ἐπειδὴ δὲ τὰ τῆς πατρῴας ταφῆς ἐπετέλεσεν ὁ Τούρξανθος, ἕτερα πλεῖστα ὅσα διαλεχθεὶς Οὐαλεντίνῳ εἶτα ἀφῆκεν ἐς τοὺς ἐνδοτέρω ἡγε‐
125μόνας τῶν Τούρκων, ἔτι τε καὶ ὡς τὸν αὑτοῦ ὅμαιμον τὸν λεγό‐ μενον Τάρδου ποιούμενον τὰς διαίτας κατὰ δὴ τὸ Ἐκτὲλ ὄρος· δύναται δὲ τὸ Ἐκτὲλ χρυσοῦν. ἐκεῖσε τοίνυν κατὰ τὸ Ἐκτὲλ ὄρος ἀπιόντος Οὐαλεντίνου, ἠπείλησεν ὁ Τούρξανθος ἦ μὴν αὐτίκα ἐκ‐
πολιορκήσειν τὴν Βόσπορον. † ἀρξαμένων τοιγαροῦν παραχρῆμα207
130ὅγε σὺν πλείστῃ δυνάμει Τούρκων ἐξέπεμψε τὸν Βώχανον καθαι‐ ρήσοντα Βόσπορον, Ἀναγαίου ἤδη περὶ τὰ ἐκεῖσε στρατοπεδευ‐ ομένου σὺν ἑτέρᾳ δυνάμει Τούρκων. Ἐν ᾧ ἡ πόλις [καὶ] ὁ Βόσπορος ἥλω, οἱ πρέσβεις ἔτυχον παρὰ Τούρκοις οἱ τῶν Ῥωμαίων, κἀκ τούτου γέγονε δῆλον ὡς Τοῦρκοι
135ἐξεπολεμώθησαν Ῥωμαίοις. τῷ τοι ἄρα καὶ τοὺς σταλέντας, ἐν οἷς Οὐαλεντῖνος ὑπῆρχε, κατέσχεν ὁ Τούρξανθος ἐφυβρίζων τε ἐς αὐτοὺς καὶ ἀποφενακίζων καὶ τὰ ἄλλα κακῶς χρώμενος, εἶτα οὕτως ἀφῆκεν.

15t

Λόγος **.

15

Ὅτι κεραϊζομένης τῆς Ἑλλάδος ὑπὸ Σκλαβηνῶν, καὶ ἁπαν‐ ταχόσε ἀλλεπαλλήλων αὐτῇ ἐπηρτημένων τῶν κινδύνων, ὁ Τιβέριος οὐδαμῶς δύναμιν ἀξιόμαχον ἔχων οὐδὲ πρὸς μίαν μοῖραν τῶν ἀντι‐ πάλων, μήτι γε καὶ πρὸς πᾶσαν, οὔτε μὴν οἷός τε ὢν πολέμοις
5σφίσιν ὑπαντιάζειν τῷ ἀνὰ τοὺς ἑῴους πολέμους τὰς Ῥωμαίων τετράφθαι δυνάμεις, πρεσβεύεται ὡς Βαϊανὸν τὸν ἡγεμόνα τῶν Ἀβάρων τηνικαῦτα οὐ δυσμενῶς ἔχοντα πρὸς Ῥωμαίους, ἄλλως δὲ τῇ καθ’ ἡμᾶς πολιτείᾳ χαίρειν ἐθέλοντα δῆθεν εὐθὺς ἐκ προοι‐ μίων τῆς αὐτοῦ Τιβερίου βασιλείας. ταύτῃ τοι καὶ πείθει γε αὐτὸν
10κατὰ Σκλαβηνῶν ἄρασθαι πόλεμον, ὡς ἂν ὁπόσοι τὴν Ῥωμαίων δῃοῦσι τοῖς οἰκείοις ἀνθελκόμενοι κακοῖς ἐπαρκέσαι τε βουλόμενοι τῇ πατρῴᾳ κατὰ τὸ μᾶλλον παύσαιντο μὲν τοῦ τὴν Ῥωμαϊκὴν λε‐ ηλατεῖν, οἱ δὲ περὶ τῆς οἰκείας τὸν κίνδυνον ἀναδέξονται. τοῦ Καίσαρος τοίνυν τὴν τοιάνδε ὡς αὐτὸν στείλαντος πρεσβείαν, οὔτι
15ἠπείθησεν ὁ Βαϊανός. ἐκπέμπεται δ’ οὖν ἐπὶ τούτῳ Ἰωάννης, ὃς δὴ τῶν νήσων διήνυε τὴν ἀρχὴν τηνικαῦτα καὶ τὰς Ἰλλυρίδας ἰθύ‐ νειν ἔλαχε πόλεις. οὗτος παραγενόμενος ἐν Παιονίᾳ τῇ χώρᾳ μετή‐ γαγεν εἰς τὴν Ῥωμαίων αὐτόν τε τὸν Βαϊανὸν καὶ τὰς τῶν Ἀβάρων δυνάμεις, ἐν ταῖς δὴ λεγομέναις ὁλκάσι μακραῖς τὰ βαρβαρικὰ δια‐
20βιβάσας πλήθη· καὶ λέγεται ἀμφὶ τὰς ξʹ χιλιάδας ἱππέων θωρα‐
κοφόρων ἐς τὴν Ῥωμαίων διαπορθμευθῆναι. ἐνθένδε αὖθις διὰ τῆς Ἰλλυριῶν διαγαγών, εἶτα ἐς τὴν Σκυθῶν ἀφικόμενος, ἔμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ἴστρον ἐν ταῖς καλουμέναις ἀμφιπρύ‐ μναις τῶν νεῶν. ἐπειδὴ δὲ ἐπεραιώθη ἐς τὸ καταντικρὺ τοῦ208
25ῥείθρου, παραχρῆμα τάς τε κώμας ἐνεπίμπρα τῶν Σκλαβηνῶν καὶ ἐσίνετο τοὺς ἀγρούς, ἦγέ τε καὶ ἔφερεν ἅπαντα, οὐδενός πω τῶν ἐκεῖσε βαρβάρων θαρρήσαντός οἱ ἐς χεῖρας ἐλθεῖν, ἐς τὰ λάσια δὲ καὶ κατηρεφῆ τῆς ὕλης καταπεφευγότων. ἡ δὲ τῶν Ἀβάρων κίνησις κατὰ Σκλαβηνῶν 〈ἐγίνετο〉 οὔτι γε μόνον τῆς τοῦ Καίσαρος ἕνεκα
30πρεσβείας καὶ τῷ βούλεσθαι τὸν Βαϊανὸν Ῥωμαίοις ἐκτῖσαι χάριν, ἀνθ’ ὧν ἐς τὰ μάλιστα ἐφιλοφρονεῖτό γε αὐτὸν ὁ Καῖσαρ, ἀλλ’ ὅτι γε αὐτῷ καὶ ἔχθιστοι ὑπῆρχον ἰδίας ἕκατι δυσμενείας. ἔστειλε γὰρ ὡς αὐτὸν Δαυρέντιον καὶ τοὺς ὅσοι ἐν τέλει τοῦ ἔθνους ὁ τῶν Ἀβάρων ἡγούμενος σφᾶς τε ὑπακούειν κελεύων Ἀβάροις καὶ
35ἐς φόρου ἀπαγωγὴν ἔσεσθαι ἀναγράπτους. Δαυρίτας δὲ καὶ οἵ γε ξὺν αὐτῷ ἡγεμόνες· καὶ τίς ἄρα, ἔφασαν, οὗτος πέφυκεν ἀν‐ θρώπων καὶ ταῖς τοῦ ἡλίου θέρεται ἀκτῖσιν, ὃς τὴν καθ’ ἡμᾶς ὑπήκοον ποιήσηται δύναμιν; κρατεῖν γὰρ ἡμεῖς τῆς ἀλλοτρίας εἰώθαμεν, καὶ οὐχ ἕτεροι τῆς ἡμεδαπῆς. καὶ ταῦτα ἡμῖν ἐν βεβαίῳ,
40μέχρι πόλεμοί τε ὦσι καὶ ξίφη. οὕτως ἀπαυθαδισαμένων τῶν Σκλαβηνῶν, οὐκ ἄλλως καὶ οἱ Ἄβαροι διετέλουν χρώμενοι μεγαλη‐ γορίαις. εἶτα ἐκ τούτου προπηλακισμοὶ καὶ ὕβρεις, καὶ ἅτε βάρ‐ βαροι τῷ σκληρά τε καὶ ὀγκώδη φρονήματα ἔχειν τὴν ὡς ἀλλήλους ἀνεσόβησαν ἔριν. καὶ οἱ Σκλαβηνοὶ τὸ σφῶν αὐτῶν ὀργίλον οὐχ
45οἷοί τε ὄντες ἐγχαλινῶσαι τοὺς ἐκεῖσε ἀφιγμένους πρέσβεις ἀναι‐ ροῦσιν, ὡς ἑτέρωθεν ἀμέλει ἔκπυστα γενέσθαι ταῦτα Βαϊανῷ. τοῦτο τοιγαροῦν κατὰ Σκλαβηνῶν ἐπίκλημα ποιούμενος ἐκ πολ‐ λοῦ ὁ Βαϊανὸς καὶ ὑποκρύφιον ἔχων ὡς αὐτοὺς τὸ ἔχθος καὶ ἄλλως ἀσχάλλων, ὅτι αὐτῷ ὑπήκοοι οὐκ ἐγένοντο, μήτι γε πρὸς αὐτῶν

15

(50)

καὶ τὰ ἀνήκεστα πεπονθέναι, καὶ ἅμα μὲν χάριν εἰδέναι βουλό‐ μενος τῷ Καίσαρι, ἅμα καὶ πολυχρήματον τὴν χώραν εὑρήσειν
οἰόμενος, ἅτε ἐκ πολλοῦ τῆς Ῥωμαίων ὑπὸ Σκλαβηνῶν **, τῆς δὲ κατ’ αὐτοὺς γῆς πρὸς ἑτέρου τινὸς τῶν πάντων ἐθνῶν οὐ‐ δαμῶς.209

16t

Λόγος **

16

Ὅτι ἡνίκα Τραιανὸς καὶ Ζαχαρίας ὁ βασίλειος ἰατρὸς τὰς σπονδὰς ἐτίθεντο, παρ’ ἕκαστον τηνικαῦτα τῶν ὁπωσοῦν προϊόντων λόγων ἢ καὶ γραφομένων ἐν ταῖς ξυνθήκαις, εἴ γε Τραιανὸς ἢ Ζαχαρίας ἐφ’ οἷς οἱ Πέρσαι ἔπρασσον οἵγε οὐκ ἠβού‐
5λοντο ξυνομολογεῖν, Μεβώδου τηνικαῦτα ἢ σιωπᾶν καὶ μόνον τὸ προσταττόμενον δέχεσθαι κελεύοντος ἢ τουτονὶ τὸν ἄνδρα ἀπει‐ λοῦντος αὐτοῖς ἐπαφήσειν, καὶ ἅμα τῷ λόγῳ ἐπιδεικνύντος τὸν Τανχοσδρὼ τηνικαῦτα τοῖς ὁρίοις ἐφεστηκότα τῆς ἑῴας, καὶ δὴ τέλος ἐπαφέντος καὶ πλείστας ὅσας κώμας τε καὶ ἀγροὺς ἐμπρή‐
10σαντος, ἕως οἵ γε ἀμφὶ Τραιανὸν αὐτοὶ τὸ χρυσίον ἧκον κομίζον‐ τες τῶν σπονδῶν, καὶ τοσαύτῃ δήπου χρησαμένου κατὰ Ῥωμαίων ὕβρει Μεβώδου ὡς μηδὲ ἀξιῶσαι τὰ εἰρηναῖα χρήματα ἐν τοῖς μεθορίοις κομίσασθαι, ἐγκελεύσασθαι δὲ Ῥωμαίοις ἐς τὴν Νίσιβιν ἀποσῶσαι, ἕτερά τε οὐκ ἀνεκτὰ περὶ τὴν τοῦ χρυσίου παράληψιν
15καταυθαδισαμένου τε καὶ ἐπεντρυφήσαντος αὐτοῖς, ὕστερον δὲ ἐς τοῦτο αὐτὸ περιελθεῖν καὶ δεηθήσεσθαι Ῥωμαίους Χοσρόης ἐλ‐ πίσας, εἴ γε καταπροτερήσοι τὸν τῆς ἐφόδου καιρὸν τῶν σπονδῶν ἀφροντιστήσας, ἢ καὶ δράσειν ἴσως τι μέγα, καὶ καταπλαγέντα τὸν Καίσαρα τελέως τῆς Περσῶν Ἀρμενίας τε καὶ Ἰβηρίας καὶ τῶν
20ἐκείνῃ χωρίων ἀποστήσεσθαι, παρὰ πολὺ τὴν τῆς ἕω δῄωσιν τῆς Περσαρμενίων τε καὶ Ἰβήρων προσχωρήσεως ἡγούμενον· ἅμα δὲ καὶ ἐπέπυστο Χοσρόης παρασκευάζειν στρατιὰν ἐς τὰ μάλιστα πολλὴν τὸν Καίσαρα, καὶ ἤδη στέλλειν κατὰ τὴν ἑῴαν ἱππαγωγοὺς ὁλκάδας· ὀλίγῳ πρότερον ἢ αἱ τριετηρίδες σπονδαὶ τελευτήσεσθαι
25ἔμελλον, πρὸ ἡμερῶν δήπου μʹ ἐπαφίησι κατὰ τῆς Ῥωμαίων γῆς τῆς ἐκ τῶν ὁρίων τοῦ Δάρας ἐς τὴν μέσην τῶν ποταμῶν στρατιὰν ἱππικὴν ἀμφὶ τὰς εἴκοσι χιλιάδας, ἧς περὶ τὰς ιβʹ μὲν ἦσαν Πέρσαι θυρεοφόροι τε καὶ ἱπποτοξόται, Σαρακηνοὶ δὲ καὶ Σαβεῖροι
*** σὺν τοῖς Ῥωμαίων ἄρχουσι περὶ τοῦ πῶς δεῖ προελθεῖν τὴν210
30ἐν γένει εἰρήνην διασκεπτόμενον. ὃ δὴ καὶ μάλιστα ἀλαζονείας τε καὶ ἀναισχυντίας οὐ μικρὰν προσῆψε τῷ Χοσρόῃ δόξαν τάς τε ξυνθήκας οὕτω πως ἀναίδην οὐκ ὀκνήσαντι ξυγχέαι, καὶ ταῦτα ὀλίγης πρὸς τὸ πέρας αὐτῷ ἐνδαψιλευομένης παραδρομῆς ἡμερῶν, καὶ ὅτι γε τὸν αὐτόν, ἅτε δὴ ἐπεγγελῶν Ῥωμαίοις, ἅμα τε καὶ περὶ
35εἰρήνης διαλεχθησόμενον ἐν τοῖς ὁρίοις ἐχειροτόνησεν καὶ ἅμα ἐν τοῖς αὐτοῖς χωρίοις, ἐν αὐταῖς ὡς εἰπεῖν ταῖς ἡμέραις, πολέμου τε καὶ ταραχῆς καὶ σπονδῶν συγχύσεως αἴτιον. τοῦτον δὴ οὖν τὸν Μεβώδη βουλευμάτων τε ἡγούμενον καὶ τοῦ παντὸς ἔχοντα κῦρος ὁπλίσας ἐξέπεμψε, πρός γε καὶ Σαπώην τὸ Μεαιράνου ἀνδρὸς
40οὐκ ἀγεννοῦς ἀπενεγκάμενον δόξαν.

17

Ὅτι ὁ Τιβέριος καὶ ἕτερόν τι προστίθησι τῷ δεδογμένῳ καὶ ἐς τὰ μάλιστα θεῷ κεχαρισμένον· πολλοὺς γὰρ τῶν παρὰ Ῥωμαίοις δορικτήτων Περσῶν, μάλιστα τοὺς ἐν τέλει, ὧν ἔνιοι καὶ τῷ βασιλείῳ γένει ξυνημμένοι ἦσαν, ἔστειλε Χοσρόῃ δωρο‐
5φορήσας. εἶτα πρέσβεις ἐπὶ τῷ τοιῷδε ἐξέπεμψε Ζαχαρίαν τε αὖθις τὸν βασίλειον ἰατρόν, ἅτε πολλάκις χρησιμώτατά τε καὶ εὐνούστατα ἐξυπηρετησάμενον ταῖς κατὰ τὸν πόλεμον τοῦτον πρε‐ σβείαις. τοῦτον δὴ οὖν τὸν ἄνδρα τῇ λεγομένῃ ἀπὸ ἐπάρχων ἀξίᾳ διακοσμήσας ἐχειροτόνησε καὶ πάλιν, καὶ δὴ πρεσβευσόμενον
10ἀφῆκεν, οἷα δὴ καὶ αὐτοῦ Ζαχαρίου τὴν πρεσβείαν ταύτην γενέσθαι ξυνωθήσαντος, σὺν τῷ καὶ Θεόδωρόν τινα ἕνα τῶν βασιλείων μα‐ χαιροφόρων ἀξίωμα καὶ αὐτῷ στρατηγοῦ περιθείς. τούτω τὼ ἄνδρε πρεσβευσομένω ἀπονείμας Χοσρόῃ ἐξέπεμψεν, ἔγραψέ τε ἐπιεικείας ἀνάπλεα ῥήματα. ὁ δὲ νοῦς τῆς ἐπιστολῆς· ἐγὼ καὶ
15βούλομαι τὴν εἰρήνην καὶ διὰ τὸ θεόσδοτον οὖσαν ἀσπάζομαι, καὶ ὥσπερ φύσει τινὶ προσιζάνει μοι τὰ τῆς φιλίας ὑμῶν. τοιγαροῦν ἐτοίμως ἔχω τῆς Περσαρμενίας τε πάσης ἀφίστασθαι καὶ Ἰβηρίας, οὐ μὴν τῶν βουλομένων ἡμῖν ὑπακούειν Περσῶν Ἀρμενίας τε καὶ Ἰβήρων. ἀναδίδωμι δὲ καὶ τὸ Ἀφουμῶν φρούριον καὶ τῆς Ἀρζα‐
20νηνῆς ὑμῖν παραχωρήσω τὸ Δάρας μόνον ἀντὶ τοσούτων ἀνακομι‐ ζόμενος πρὸς ὑμῶν. ταῦτα Τιβέριος ὁ αὐτοκράτωρ Χοσρόῃ ση‐ μήνας ἐφῆκε Ζαχαρίᾳ τε καὶ Θεοδώρῳ καὶ μεγίστων πρέσβεων ἔχειν ἰσχὺν καὶ τὴν εἰρήνην ὡς ἂν οἷοί τε ἔσοιντο διατιθέναι. μετὰ
ταῦτα τῆς ὁδοιπορίας ἔτι σχομένω σταλέντε ἄνδρε, οὕτω παρα‐211
25σχόν, καὶ Χοσρόης ὁ Περσῶν βασιλεὺς καταπλαγεὶς τοῖς ξυμβεβη‐ κόσι προφθάσας ἐκπέμπει ὡς τῶν Ῥωμαίων αὐτοκράτορα πρε‐ σβευτὴν, καὶ ἀφικνεῖται χειμῶνος ἀρχομένου ἤδη ὃς ἐπὶ τῇ πρε‐ σβείᾳ ἐχειροτονήθη Πέρσης ἀνήρ, τοὔνομα Φερογδάθης, οὐχ ἧττον καὶ αὐτὸς φιλανθρωποτάτους ἐν ἐπιστολῇ διακομίζων λόγους πρὸς
30τοῦ Περσῶν βασιλέως, ἐν ᾗ ἐγέγραπτο ὧδε· εἰ μὲν τὸ δίκαιον ποιῆσαι βουληθείης, ὦ Ῥωμαίων βασιλεῦ, καλῶς ἂν πράξοις τούς τε τὴν ἀποστασίαν τῆς Περσαρμενίας βουλεύσαντας γενεάρχας ἐκ‐ διδοὺς ἡμῖν ὑφέξοντας ποινὰς ἐν τοῖς ὁρίοις τε τῆς Περσῶν τε καὶ Ῥωμαίων ἀναρτηθησομένους, διδοὺς δὲ καὶ τὴν ἐντεῦθεν συμ‐
35βᾶσαν ζημίαν Πέρσαις. εἰ δὲ πρὸς ταῦτα ἐναντίως ἔχεις, πρᾶξαι γοῦν τὸ φίλοις πρέπον· τοῦτο δέ ἐστι ξυνδραμεῖν ἐν τοῖς ὁρίοις αὖθις τοὺς ἑκατέρας ἄρχοντας πολιτείας τὰ τῆς εἰρήνης, ὡς ἂν δύναιντο, μεταξὺ ἀλλήλων διαθησομένους· ἐφ’ ᾧ δὲ τὰ τοιαῦτα προελθεῖν, ἀνακωχὴν γενέσθαι τινά. ὧδε μὲν οὖν καὶ ἡ Χοσρόου
40ἐδήλου ἐπιστολή· πλείστων δὲ ἡμερῶν κατὰ τὴν βασιλίδα πόλιν διαγενομένων ἐν ταῖς ἐν μέσῳ συνουσίαις Τιβερίου τοῦ βασιλέως καὶ Φερογδάθου τοῦ Περσῶν πρεσβευτοῦ, γράφεται μὲν ἀπιοῦσιν ἐπὶ τὴν πρεσβείαν Ζαχαρίᾳ τε καὶ Θεοδώρῳ τοῖς πρέσβεσιν ἐν‐ διατρῖψαι κατὰ τὴν ἕω καὶ οὔτι μάλα ἐν σπουδῇ θέσθαι δηλῶσαι
45σφῶν αὐτῶν τὴν παρουσίαν βασιλεῖ τῶν Περσῶν, πρὶν ἢ ἐκ τῆς βασιλίδος ἀφεθείη Φερογδάθης ὁ Περσῶν πρεσβευτής. προελ‐ θόντων δὲ κεκινημένων ἐσότι πλείστων λόγων, ἐκπέμπει τὸν Φερογδάθην ὁ βασιλεὺς ἐπὶ τούτοις, οἷς δὴ καὶ πρὸ τοῦ ἐγεγράφει διὰ τῶν Ῥωμαίων πρέσβεων. ἐκεχειρίαν δὲ οὔτι ᾤετο δεῖν ἐπὶ

17

(50)

μήκιστον χρόνον ἐνδιδόναι Πέρσαις· ἀποχρῆν γὰρ ἔφασκε τῷ βουλομένῳ τὴν εἰρήνην καὶ μὴ διὰ τῆς τοῦ χρόνου πλείονος ἀπάτης προμηθευομένῳ παρασκευῆς ἀφορμὴν καὶ δύο μηνῶν ἢ τριῶν παρα‐ δρομήν. καὶ οὖν ἀπῆρεν ἐπὶ τοῖς τοιοῖσδε ὁ Φερογδάθης ἐκ τοῦ Βυζαντίου.

18

Ὅτι Ῥωμαῖοι καὶ Πέρσαι ξυνεστήσαντο ἂν τὴν εἰρήνην, εἰ μὴ Χοσρόης ᾤχετο ἐξ ἀνθρώπων καὶ Ὁρμίσδας ὁ Χοσρόου, ἀνοσιουργὸς ὄντως ἀνήρ, τὴν κίδαριν ἀνεδήσατο. οἶμαι μὲν οὖν
ἔγωγε οὐκ ἄλλως, πλὴν ἀλλὰ καὶ ὣς ἐκυρώθη, ἅτε Χοσρόου ἔτι212
5περιόντος Ζαχαρίαν τε καὶ Θεόδωρον ἐσφοιτῆσαι ἐς τὴν Περσῶν πρεσβευσομένους (οὔπω γὰρ τὴν τῶν Σύρων παραμειψάμενοι ἦσαν) καὶ οὐδὲν ὅ τι τῆς Ῥωμαίων ἐνηλλάγη πρεσβείας. διὸ καὶ ἐκ βασιλέως αὐτοῖς γράμματα ἐστάλη ἔχεσθαι τῆς ὁδοιπορίας ἐπὶ τοῖς αὐτοῖς. γνῶναι μὲν γὰρ ἐν μέσῳ τὴν Χοσρόου τελευτήν,
10ὅμως δὲ καὶ πρὸς τὸν ἐκείνου παῖδα οὐκ ἄλλως φρονεῖν ἑτοίμως τε. ἔχειν τὸν πόλεμον ἐπὶ τοῖς ἤδη Χοσρόῃ γραφεῖσι καταλῦσαι· ἔτι γε μὴν καὶ τοὺς ἀφεθέντας αἰχμαλώτους ὡς ἂν ἐγχειρίσωσι τῷ Περσῶν βασιλεῖ. προσημήναντες τοίνυν οἱ Ῥωμαίων πρέσβεις σὺν τιμῇ τε πολλῇ καὶ εὐφημίᾳ κατὰ τὴν Νίσιβιν ἐγένοντο πόλιν·
15ἐν θαύματί τε μεγίστῳ ἐποιοῦντο Πέρσαι τὴν Ῥωμαίων ἀμφὶ τοὺς δοριαλώτους φιλανθρωπίαν. ἐν τούτῳ δὲ καὶ Τιβέριος ὁ αὐτο‐ κράτωρ στέλλει αὖθις τοῦ ἦρος ἀρχομένου Μαυρίκιον κατὰ τὴν πρὸς ἀνίσχοντα ἥλιον ἀποκαραδοκήσοντα τὸ ἐσόμενον, ἐγκελευσά‐ μενός οἱ, πρὸς ὅπερ ἂν ὁ Περσῶν βασιλεὺς τραπῇ, ὑπαντιάζειν
20τε καὶ παρασκευάζεσθαι πρὸς ἑκατέραν τῶν πραγμάτων ῥοπήν. καὶ ὁ μέν, καθὰ βασιλεῖ ἐδόκει, ἀνὰ τὴν ἕω ἔμενε τὸ πρακτέον ἐπιτηρῶν· προϊόντων δὲ τῶν πρέσβεων ἐς τὰ ἤθη Περσῶν ἐπει‐ γομένων τε θεάσασθαι τὸν ἄρτι τῷ βασιλείῳ θρόνῳ ἐπιβεβηκότα οἰομένων τε ἐς τὰ μάλιστα τεύξεσθαι τιμῆς, οὐ μὴν ἀλλὰ καὶ τῶν
25σπουδαζομένων οὔτι ἀποτεύξεσθαι, οἷα μετὰ τοσαύτην νίκην πράους τε καὶ πάσης αὐθαδείας ἀπηλλαγμένους τοῦ Ῥωμαίων βασιλέως ἐπικομιζόμενοι λόγους· καὶ ὡς οὐ μόνον ἄχρι ῥημάτων αὐτοῦ τὸ φιλάνθρωπον, μᾶλλον μὲν οὖν ἔργοις ἐπιδεικνυμένου, τῷ τοσούτους δοριαλώτους τοῖς Πέρσαις αὐτοὺς ἐπαναγαγεῖν, τούτων
30ἐλπιζόντων γε αὐτῶν κυρῆσαι ἀναμφιβόλως, ἐς τοὐναντίον ξυνέβη ἅπαν. πρῶτον μὲν γὰρ κατὰ μέσον τῆς ὁδοιπορίας τῶν τις παρὰ Πέρσαις τοῖς βασιλικοῖς τε καὶ δημοσίοις πράγμασιν ἐξυπηρετου‐ μένων, οὕς, εἴ τις τῇ Λατίνων χρήσοιτο φωνῇ, ἀσηκρῆτις προσα‐ γορεύσειεν, ὑπαντιάσας ἤρετο σφᾶς ὅ τι βούλοιντό τε καὶ ὅ τι ἥκοιεν
35καὶ ὁποίαν ἀποκομίζοιεν ἀγγελίαν. ἀλλὰ τούτῳ μὲν οἵ γε ἀμφὶ Ζαχα‐ ρίαν τε καὶ Θεόδωρον ὧδε ἀπεκρίναντο, ὡς τὰ τοιάδε τῷ παρὰ Πέρσαις μαγίστρῳ, καθὰ τοῦτον καλοῦσι Ῥωμαῖοι, ῥητέον, καὶ οὐχὶ αὐτῷ. ταῦτα εἰπόντες εἴχοντο τῆς ὁδοῦ. ἐξ ἐκείνου ἧκεν ἕτερός
τις ἐκ Περσῶν, ὃς ἔτριβε τὴν ὁδοιπορίαν αὐτοῖς καὶ διαμέλλειν213
40ἐποίει βραδυτῆτος χρώμενος ἐπινοίαις ἰέναι τε ἐς τὰ πρόσω μὴ συγχωρῶν. σταθμοῖς τε γὰρ πλησιαιτέροις καὶ παρασάγγαις ὀλί‐ γοις ἐχρῆτο ἄλλοτε ἄλλους χώρους περιφέρων τε καὶ ἀποπλανῶν, κἀκ τούτου τὰ κάκιστα σφίσι προεδήλου καὶ ἐδείκνυ τῇ περὶ τὴν ὁδοιπορίαν πλάνῃ οὐδέν τι φιλοφροσύνης ἐχόμενον ἢ τῆς προσηκού‐
45σης αἰδοῦς πρέσβεσιν. ἦν δὲ τὸ πραττόμενον ἐξ ἐπιβουλῆς τε καὶ μελέτης, ὥστε ἐπισχεῖν σφᾶς ὅσον ἂν χρόνον οἷοί τε ὦσιν, ἐν τούτῳ τὴν κατὰ δύναμιν ποιησομένους τοῦ πολέμου παρασκευὴν τὰ ἐπιτήδειά τε συναθροίσοντας ἀποτεθησόμενα κατὰ δὴ τὸ ὅσον οὔπω ἀναγκαῖον ἐς Νίσιβίν τε καὶ τὸ Δάρας τὰς πόλεις, ἔτι γε

18

(50)

μὴν καὶ τὰ πέραν τοῦ Τίγριδος ποταμοῦ καὶ τὰ τῇδε φρούρια ἀνάπλεα θέσθαι τῶν ἐδωδίμων, ὡς ἀκρίδος οὕτω ξυμβὰν καταδη‐ λησαμένης τοὺς ἐκείνῃ καρπούς, καὶ ἅμα ἐρημωθέντων κατὰ τὴν προλαβοῦσαν Ῥωμαίων ἐπιδρομὴν ἁπάντων τῶν κατὰ ταῦτα χω‐ ρίων, λιμοῦ τε σφοδροτάτου τοῖς ἐκεῖσε ἐνσκήψαντος· πρὸς δέ γε
55ἐφ’ ᾧ καὶ στρατολογῆσαι, ἅτε πολεμησείοντος ἐς τὸ ἐμβριθὲς τοῦ βασιλέως Περσῶν. ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο, μόλις μετὰ πλείστας ὅσας ἡμέρας ἐδόθη τοῖς πρέσβεσιν ἐς τὰ βασίλεια ἐσφοι‐ τῆσαι. καὶ τὰ μὲν πρῶτα, καθὰ τῇ συνηθείᾳ ἐδόκει, θοινησάμενοι καὶ τὸ ἐκ βασιλέως γράμμα ἐγχειρίσαντες, πρός γε καὶ τοὺς δορια‐
60λώτους ἀποδεδωκότες, ἐνθένδε ἀνεχώρησαν φιλοφροσύνης μηδὲν ὁτιοῦν εὑρηκότες. τῇ δὲ ὑστεραίᾳ ὁ παρὰ Πέρσαις τῆς αὐλῆς ἡγεμὼν καὶ Μεβώδης ἐπυνθανέσθην τὴν δύναμιν τῆς πρεσβείας. τῶν δὲ εἰπόντων ὅτι δὴ περὶ εἰρήνης ἥκοιεν πρεσβευσόμενοι, αὐτίκα οἵγε οὐδὲ προσίεντο τοὺς περὶ τούτων αὐτῶν λόγους φάσκον‐
65τες οὐκ ἐπιτετράφθαι τι τοιοῦτον [δὲ], ἀλλὰ συλλαβὰς ἀποδόντας ἀντιλαβεῖν χρῆναι καὶ ὡς θᾶττόν γε δήπου τῆς Περσῶν ἀπαλλα‐ γῆναι. ἐν φανερῷ τοίνυν ποιησαμένων τὴν ἐφιεῖσαν αὐτοῖς τοῦτο κέλευσιν, ἔγνωσαν ἐν βραχεῖ ὅ τι δύναται ἡ ἐπιστολὴ τοῦ Ῥωμαίων αὐτοκράτορος καὶ τὴν ἄφιξιν τῆς πρεσβείας ἅπασαν, ὡς ἕτοιμος
70εἴη κατασβεννύναι τὰ ἐκ τοῦ πολέμου χαλεπὰ καὶ τὴν περιμάχητον αὐτοῖς Ἀρμενίαν ἅπασαν ἀμαχητὶ ἐνδοῦναι, παραχωρῆσαι δὲ σφίσι καὶ Ἀρζανηνῆς ἀντιχαριζόμενος τοῦ Δάρας τὸ Ἀφουμῶν φρούριον,
ἐδέξατο μὲν οὖν καὶ αὖθις αὐτοὺς βασιλεὺς ὁ Περσῶν, τραχύτητι δὲ χρώμενος πρὸς ἕκαστα τῶν φιλανθρώπως γεγραμμένων οὔτε214
75ἀποστήσεσθαι ἔφη πώποτε τοῦ Δάρας, οὐ μᾶλλόν γε ἢ τῆς Νισί‐ βιος ἢ Σιγγάρων, ἅπερ καὶ αὐτὰ ἐκ Ῥωμαίων ἀπισχυρίζετο ἔχειν Πέρσας, οὔτε μὴν ἐλαττώσειν τι τῶν πατρῴων κτημάτων, ἀλλ’, εἰ μὲν οἷόν τέ ἐστιν, ἐς αὔξησιν αὐτὰ ἐνεγκεῖν, εἰ δὲ μή, ἀλλὰ γὰρ καταλελειμμένα φυλάξειν. Χοσρόην μὲν γὰρ τὸν πατέρα ἔφη ὡς·
80εἴ γε περιῆν, ἴσως τὸ τοιόνδε ἔπραξεν ἂν καὶ τὸ Δάρας ἀφῆκε Ῥωμαίοις. τῷ γὰρ προσκτησαμένῳ τι καὶ τοῦτο ἀποβεβληκότι οὐχ οὕτως αἰσχρόν· αἰσχύνη δὲ ὁμοίως ἅπασιν ἀνθρώποις καταπροέ‐ σθαι τὰ πατρῷα. ταῦτα εἰρηκὼς διὰ Μεβώδου πάλιν αὐτοῖς ἐποίησε κατάδηλον ὡς· ἐπὶ τίνι μέγα φρονοῦντες ἀξιοῦσι πρὸς
85ἡμῶν ἀνακομίζεσθαι τὸ Δάρας; ποῖον νενικηκότες πόλεμον; ποίοις ἐγκαλλωπιζόμενοι τροπαίοις; ποῖ δῆτα καθυπέρτεροι γενόμενοι Περσῶν; ἀλλ’ ὅτι ἀπειρίας δραξάμενοι τοῦ Τανχοσδρὼ καὶ περια‐ γαγόντες αὐτὸν ἐς ἄλλοτε ἄλλους χώρους, ἐπειδὴ περιπλανωμένου ἐξ Ἀρμενίας ἐκείνου εἰς Ἀρζανηνὴν καὶ ἀπὸ Ἀρζανηνῆς ἐς
90Ἀρμενίαν ἄδειαν ἔσχον οἱ Ῥωμαῖοι καταδραμεῖν τὴν ἕω Περσῶν· τῷ τοι ἄρα βρενθύονται ἴσως καὶ μεγαλαυχοῦσιν ὑποτοποῦντες ἐν ἐλάττονι μοίρᾳ τὰ ἡμέτερα κεῖσθαι. ἴστωσαν οὖν, ἔφη, Ῥωμαῖοι ὡς οὐδὲ ἄλλως ἀνέξομαι τῆς εἰρήνης, εἰ μήπω κατατιθέναι μέλ‐ λοιεν καὶ τὰ ὅσα πρὸς βασιλέως Ἰουστινιανοῦ ἐκομιζόμεθα χρή‐
95ματα ἀν’ ἔτος. τοσαύτῃ μεγαληγορίᾳ χρησαμένου Ὁρμίσδα μόλις ἀφείθησαν Ζαχαρίας τε καὶ Θεόδωρος ἄχρι τριῶν ἤδη φθινόν‐ των μηνῶν ἐκεῖσε ἐνδιατρίψαντες πάντων τε τῶν δυσχερῶν ἐς πεῖραν ἐλθόντες. καὶ γὰρ οὐδὲ ὅσον ἀέρα καθαρὸν ἀναπνεῦ‐ σαι, οὐ μὴν προκῦψαι ἐκ τοῦ τέγους, ἵνα ἐνδιαιτώμενοι ἦσαν,

18

(100)

ξυνεχώρουν οἷς ἡ φυλακὴ τῶν πρέσβεων ἀνειμένη ἐτύγχανεν, τό τε δωμάτιον αὐτὸ ζοφῶδές τε ἦν καὶ ἀδιάπνευστον καὶ ὥρᾳ θέρους ἐς τὰ μάλιστα ἀναρμόδιον, ὡς δοκεῖν εἶναι τὸ χρῆμα εἱρκτήν. τοῖς τοιοῖσδε τοίνυν δεινοῖς ἐκτετριμμένους διαφῆκαν πολλῷ δυσκολώτερον αὖθις πρὸς τὴν ἐπάνοδον αὐτοῖς
105χρησάμενοι, ὡς μήτε τῶν ἀναγκαίων ἐς τὸ ἀποχρῶν σφίσι
μεταδιδόναι τρίβειν τε τὸν χρόνον καὶ μακροτέραν αὐτοῖς τὴν πορείαν ἐργάζεσθαι. μιᾶς γὰρ ἡμέρας ὁδὸν σφᾶς ἀγαγόντες ἐπὶ τὰ πρόσω, τῇ ἐφεξῆς δι’ ἑτέρας ἀτραποῦ ἐς τοὔμπαλιν ἐπαν‐ ῆγον, ἕως πολλῶν ἀνιαρῶν αὐτοὺς ἀναπλήσαντες, ὡς καὶ ἑκάτερον215
110ἀμέλει νόσῳ βαρυτάτῃ περιπεσεῖν, ἐξώθησαν τῆς Περσῶν. ἀφι‐ κομένης δὲ ταύτης τῆς ἀγγελίας παρὰ βασιλέα Ῥωμαίων καὶ παρὰ τὴν πάντων ἐλπίδα προσπεσούσης, (οὐ γὰρ ᾠήθη πώποτε Πέρσας ἐπὶ σμικροῖς οὕτω καὶ λίαν συμμέτροις τὴν εἰρήνην μὴ προσδέξεσθαι) Μαυρικίῳ μὲν εἰκότως ἐσήμαινεν ἔχεσθαι τοῦ
115πολέμου κατὰ τὸν προχωροῦντα τρόπον, καὶ τὰ ἄλλα περιεσκόπει, ὡς ἂν ἀμηγέπη οἷός τε ἔσοιτο βοηθῆσαι τοῖς πράγμασιν. οἶ δὲ τὰ μὲν ἄλλα οὐκ εἶχε κακῶς τὸ στράτευμα· καὶ γὰρ τὴν διανομὴν τῶν χρημάτων ἐπεποίητο.

19

Ὅτι παρεσκευάζετο ὁ Τιβέριος διαλῦσαι τὸν πρὸς Πέρσας πόλεμον. τοιγαροῦν οὕτως ἀρέσαν τῷ βασιλεῖ, ἀφίησιν ἐπὶ τούτῳ Ζαχαρίαν ἐν τοῖς Ῥωμαίων τε καὶ Περσῶν μεθορίοις πρεσβευσό‐ μενον καὶ αὖθις· ὃν δὴ καὶ πολλάκις ἐπὶ ταῖς τοιαύταις ἐχειρο‐
5τόνησε χρείαις. ὁ δὲ ἀφικόμενος καὶ δῆλον καταστήσας, ἐφ’ ᾧ ἐποιήσατο ὡς Πέρσας τὴν ἄφιξιν, ὁ μὲν ὑπῆρχεν ἐν τούτοις, βασι‐ λεὺς δὲ Περσῶν ἐκπέμπει Ἀνδίγαν. οὗτος δὲ ἀνὴρ κατὰ τοσοῦτον ἐχέφρων τε ἧν καὶ πράγμασι πλείστοις ὁμιλήσας, καθ’ ὅσον τε αὐτῷ ἐπὶ μακρότατον καὶ τὰ τοῦ χρόνου ξυνέβαινεν ἐπισφραγίζοντι
10τῷ πάνυ γηραλέῳ τὸ νουνεχές. ἐπειδὴ δὲ συνηλθέτην ἀγχοῦ τῆς πόλεως τοῦ Δάρας, ξὺν τοῖς καὶ οἱ τῶν ἐκείνῃ πόλεων Ῥωμαίων τε καὶ Περσῶν ἡγεμόνες, οἱ μὲν δὴ ἐξηρτύοντο ἕκαστοι διαλεχθη‐ σόμενοι περὶ τοῦ ὅπως δέον καταθέσθαι τὸν πόλεμον· ὁ δέ γε τῶν μεθορίων λεγόμενος προτίκτωρ, (δηλοῖ δὲ παρὰ Ῥωμαίοις τὸν
15ἐς τοῦτο καταλεγόμενον ἀξίας τὸν βασίλειον προσκεπαστήν) οὗτος δὴ οὖν κατεσκεύασε καλύβας, ἐν αἷς ἔμελλον ἑκατέρας πολιτείας πρέσβεις τὰ εἰρημένα διασκέπτεσθαι· τοῦτο γὰρ τὸ λειτούργημα ἄνωθέν τε καὶ ἐξ ἀρχῆς τῷ προτίκτορι ἐπιτέτραπται. παρασκευ‐ ασθέντων οὖν τῶν τοιῶνδε ἐνδιαιτημάτων, καὶ γενομένων ἐν τῷ
20αὐτῷ τοῦ Ἀνδίγαν τε καὶ Ζαχαρίου καὶ τῶν τῆς περιοικίδος ἀρ‐ χόντων, τοῦ μὲν Ἀνδίγαν τὴν συνέλευσιν ποιουμένου ἐκ τοῦ Δάρας, Ζαχαρίου δὲ ἐκ τοῦ Μάρδις, καὶ αὖθις οὐχ ἧττον ταῖς αὐταῖς χρωμέ‐ νων δικαιολογίαις, αἷσπερ καὶ ἐν ταῖς προτέραις πρεσβείαις· καὶ τῶν μὲν Περσῶν βουλομένων κομίζεσθαι ἀπὸ Ῥωμαίων τὰ216
25ὅσαπερ ἐκ πλείστου χρόνου εἰώθεσαν χρήματα τὰ διομολογηθέντα ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων, πρὸς τούτοις ἔχειν καὶ τὸ Δάρας, τῶν δὲ δὴ Ῥωμαίων ἐξ ἐναντίας ἀπισχυριζομένων ὥστε μηδὲν κατα‐ τιθέναι μήτε μὴν ὥσπερ τιμήματός τινος πρίασθαι τὴν εἰρήνην, ἀλλὰ γὰρ καὶ ἀνασώσασθαι ἀπὸ Περσῶν τὸ Δάρας, ἀντάλλαγμα
30μέντοι παρέχοντας τὴν ἐξ ἀρχῆς Περσαρμενίαν τε καὶ Ἀρζανηνὴν ἄνευ τῶν ἀμφοτέρας χώρας οἰκητόρων τῶν ὅσοι τῇ Ῥωμαίων προσεχώρησαν πολιτείᾳ· πλείστων οὖν, ὥσπερ εἰκός, ἐπὶ τηλίκῳ πράγματι προενηνεγμένων λόγων καὶ ἥκιστα εἰς ἔργον ἀχθέντων, μήτε μὴν τῇ συμφωνίᾳ ἀμφοῖν τοῖν μεροῖν ξυμβαινόντων ἀλλή‐
35λοις, τὸν Ἀνδίγαν παρακρούσασθαι Ζαχαρίαν ὑποτοπήσαντα ἐφ’ ᾧ θέσθαι συνθήκας οὐκ ἐς τὸ εὐπρεπές, ἀλλὰ γὰρ πάντη ἀσυμ‐ φόρους τῇ Ῥωμαίων ἀρχῇ, φάναι λέγεται τοιάδε· τείχη καὶ πύλαι καὶ εἴ τι τοιοῦτον, ὦ ἄνδρες, φυλακτήριον, φυλάττειν μέν, ὡς εἰκός, δυνήσεται καὶ πόλιν καὶ πολιτείαν ὅλην· ἐν οἷς δὲ τυγχά‐
40νουσιν οἱ τούτοις περιπεφραγμένοι, κρύπτειν 〈οὐ〉 ῥᾴδιον. φήμη γὰρ ἀεὶ χειροῦται τὰ πράγματα καὶ τὰ δοκοῦντά πως ἄδηλα κα‐ θεστάναι προτίθησι ταῖς ἀκοαῖς ὥσπερ ἐπ’ ἀγορᾶς ἐν φανερῷ τῷ βουλομένῳ πρίασθαι ὤνια. τοιγαροῦν καὶ ἡμεῖς ἐξεπιστάμεθα τὴν Ῥωμαίων ἀρχὴν πολέμοις ἀντερείδουσαν πλείστοις καὶ πολλα‐
45χόσε τῆς οἰκουμένης ὅπλα κινοῦσαν καὶ τῇ δυνάμει μεμερισμένην σχεδὸν ἐφ’ ἑκάστῳ βαρβάρῳ γένει, καὶ τὴν καθ’ ἡμᾶς πολιτείαν οὐκ ἀπὸ τρόπου Ῥωμαῖοι γινώσκουσι μηδενὶ τῶν πάντων ἀνθρώ‐ πων νῦν πολεμοῦσαν ἢ Ῥωμαίοις μόνοις. ὡς οὖν ὑμῶν μὲν πολλοῖς ἔθνεσι μαχομένων, ἡμῶν δὲ μόνοις ὑμῖν, οὕτω καὶ τὰς ξυνθήκας

19

(50)

ἀνάγκη διατιθέναι. βέβαιον γὰρ ἂν γένοιτο Ῥωμαίοις τε τὸ περιεῖναι καὶ πρὸς πολλὰ διαγωνιζομένοις ἔθνη καὶ πρὸς μίαν τῶν Περσῶν πολιτείαν, καθάπερ καὶ ἡμῖν ἐν βεβαίῳ γενήσεται τὸ κρατεῖν πρὸς οὐδένα τῶν ἄλλων ἢ πρὸς Ῥωμαίους μόνους ἔχουσι τὴν διαφορὰν καὶ τῷ πρὸς ἕνα καὶ τὸν αὐτὸν παρατάττε‐
55σθαι πόλεμον. ταῦτα ἐπεὶ ἔλεξεν ὁ Ἀνδίγαν, ἀκηκοότα Ζαχαρίαν
λέγεται ὑπομειδιᾶσαι καὶ ὧδε εἰπεῖν· εὖ σοι γένοιτο, ὦ Ἀνδίγαν, καὶ Πέρσῃ πεφυκότι καὶ μαρτυροῦντι Ῥωμαίοις τῆς ἀνδρείας καὶ παρατρώσαντι τὴν ἀλήθειαν οὐδαμῶς. εἰ γὰρ μή, ὡς ἔφης, ἡ Ῥωμαίων περιεσπᾶτο δύναμις καὶ τὴν πολυχειρίαν τοῦ κατ’ αὐτὴν217
60στρατοῦ κατὰ πολλὰ 〈τῆσ〉 οἰκουμένης ἐξέτεινεν ἔθνη, καὶ ὡς ἐγε‐ φύρωσε τῇ δυνάμει τὴν θάλατταν καὶ τὰς ἠπείρους ἔζευξε τῷ πανταχοῦ παρεῖναί τε καὶ περιεῖναι, τί ἂν οἴει πεπονθέναι Πέρ‐ σας ἢ ἐπὶ πόσον ἀντισχεῖν τῷδε τῷ πολέμῳ; οἶμαι μὲν οὖν ἔγωγε καὐτό γε δήπου τοὔνομα συμφθαρῆναι Πέρσαις, καὶ μόνῳ νικῆσαι
65τῷ μηδέποτε φέρεσθαι τῇ μνήμῃ. τούτων Ζαχαρίᾳ εἰρημένων ὁ Ἀνδίγαν τῇ σιγῇ ἐδήλωσε τὸ νενικῆσθαι τῷ λόγῳ. τοιαῦτα μὲν οὖν ἄμφω διελεγέσθην. ἐν τοσούτῳ δὲ ὁ Τανχοσδρὼ Περσῶν στρατηγὸς ἅμα τῇ Περσικῇ στρατιᾷ ἐς τὰ ἱππάσιμα τὰ περὶ τὴν Νίσιβιν ἐστρατοπεδεύετο κατὰ τὸν Μυγδόνιον ποταμόν. Μαυρί‐
70κιος δὲ χαρακώσας ὑπῆρχε τὰς ἀμφ’ αὑτὸν δυνάμεις ἐν τῷ δὴ λεγομένῳ Μονόκαρτον, ἐν ἀγχιθύρῳ Κωνσταντίνης τῆς πόλεως. ἔστι γὰρ δήπου τὰ περὶ τὸ Μονόκαρτον ἅπαντα ἔνυδρά τε καὶ ἱππόβοτα καὶ στρατῷ ἐνσκηνήσασθαι ἀγαθά. οὕτω μὲν οὖτοι ἀπεταφρεύοντο. ἀτὰρ ὁ Ἀνδίγαν ἔτι ξυνεστώσης τῆς ἐκκλησίας
75ἐχρῆτο καὶ πτοίαις τισὶ καὶ φενακισμοῖς Ζαχαρίᾳ ὑποδηλῶν, ὡς αὐτὸς εἴη μόνος ὁ διακωλύων τὸν Τανχοσδρὼ τὴν Ῥωμαϊκὴν γῆν κατασεῖσαι ἅπασαν. τυχὸν γάρ, ἐν ᾧ διαλεγόμενος ἦν, ἀνεφαίνετό τις τούτων δὴ τῶν ἐς τάχος ἱππαζομένων τε καὶ τὰς ἀγγελίας τῷ τάχει τῶν ἵππων διακομιζόντων, πλαττόμενος ἐκ τοῦ Τανχοσδρὼ
80ἐστάλθαι. καὶ δὴ τὸν Ἀνδίγαν ἰδίᾳ λαμβάνων ἐνεχειρίζετό οἱ ἐπιστολήν, ἐν ᾗ ἐνεφέρετο, ὡς Τανχοσδρὼ δῆθεν γεγραφότος, οἷα ἀκαθέκτου οὔσης τῆς Περσῶν στρατιᾶς, μάλα τε ὁρμώσης καὶ δὴ ἐμβαλεῖν ἐς τὴν Ῥωμαϊκήν. τοιαῦτα ψευδομένης τῆς ἐπιστολῆς, συνεψεύδετο τοῖς γεγραμμένοις καὶ ὁ κονιορτός, ὃς τῷ ἀγγελιαφόρῳ
85ἅτε ἄρτι ἀφιγμένῳ ἐκ τῆς ὁδοιπορίας συμπεπλασμένος τε καὶ ἐνιζάνων πολὺς περὶ τὴν κόμην ὑπῆρχεν. ἅμα δὲ καὶ ὁ Ἀνδίγαν διαλεγόμενος τῷ ἤθει ὑπεκρίνετο καὶ τῇ ἄλλῃ κινήσει τοῦ σώματος ὑπεφαίνετο οἷα μὴ ἐφιέμενος πολέμου. τὸ μετὰ ταῦτα κατὰ δὴ
τὸν ξύλλογον ἑαυτὸν ἀναμιγνὺς ἔφασκε Ζαχαρίᾳ, ὡς ἐνοχλοῖτο ὑπὸ218
90τοῦ Τανχοσδρώ, καὶ ὡς ἐσήμηνέν οἱ τὴν προθυμίαν τοῦ στρατοῦ εἶναι ἀφόρητον ἐγχαλινοῦσθαί τε ἀδύνατον, τοῦτο μὲν ἐν πολλαῖς μυριάσι ξυνισταμένης τῆς Περσικῆς δυνάμεως, τοῦτο δὲ καὶ ἐς τὰ μάλιστα ἱεμένης τὴν Ῥωμαίων ἅπασαν καὶ δὴ παραυτίκα πυρπο‐ λήσειν, καὶ ὡς, εἰ μὲν Ῥωμαῖοι ἕλοιντο καθ’ ὃν ἂν βούλοιντο
95τρόπον Πέρσαι ἐμπεδῶσαι τὰς σπονδάς, ἀφέξεσθαι τῶν ὅπλων· εἰ δέ γε οὐ βούλοιντο, ξυγχωρήσειν αὐτῷ ἐμβαλεῖν παραχρῆμα ἐς τὴν ἑῴαν Ῥωμαίων· οὐδὲ γὰρ ἀνθέξειν αὐτοὺς κἂν γοῦν τὸν κτύπον τῶν φαρετρῶν τοῦ Περσικοῦ ἀκούσεσθαι πλήθους· ἄλλως τε δὲ δεδιέναι τὴν τοῦ κατ’ αὐτοὺς βασιλέως ὀργὴν ἐς χρόνον τοσόνδε

19

(100)

ἀναβαλλομένους τὸν πόλεμον. οὕτω μὲν οὖν ὁ Ἀνδίγαν δολερώ‐ τατά τε καὶ ἀλαζονικώτατα τῷ κόμπῳ χρησάμενος τῶν ῥημάτων ἐπλάττετο ἑκοντὶ μὴ προσίεσθαι τοῦ πολέμου τὸ αὐτεξούσιον. συνεὶς δὲ καὶ Ζαχαρίας τὸ ἀπατηλὸν τῶν εἰρημένων καὶ τὴν κομ‐ πολογίαν παραπέτασμα εἶναι τοῦ ψεύδους· ὦ Ἀνδίγαν, ἔφη, οὐκ
105ἐν τῷ ἀπατᾶν τὸ ἐχέφρον δηλοῦται, μάλιστα τοῦ ἀπατωμένου ξυνειδότος. ἦ γὰρ οἴει με μὴ ἐξεπίστασθαι ὡς πλάσματά ἐστι τὰ ὑπὸ τῶν Περσῶν πρασσόμενά τε καὶ λεγόμενα καὶ οὐδὲν ἕτερον ἢ δόκησις καὶ ἀποσκιάσματα καὶ φενακισμοί, καὶ ὡς σὺ αὐτὸς ἅπαντα ταῦτα ἐδραματούργησας ἐννοῶν ἐκφοβήσειν Ῥωμαίους; ὡς
110ἂν οὖν βούλει καὶ ἀρεστόν σοι εἴη, ἐφίημι ποιεῖν. πλὴν εὖ ἴσθι ὡς ἐν ἀρχαῖς τοῦδε τοῦ πολέμου Ῥωμαίοις τὸ ὁπλοφορεῖν φορτι‐ κώτατόν τι ἐφαίνετο, ὥστε ἀμέλει καὶ ἱκετείαις ἐχρώμεθα ὡς ὑμᾶς μὴ ἀναγκασθῆναι σφᾶς ἐπιλαβέσθαι ὅπλων. κατὰ τοσοῦτον γὰρ ἐς τὸ ἀπόλεμον ἐπιρρεπέστατα εἶχον, ὡς καὶ ἄχρι Ἀπαμείας ἐλάσαι
115Πέρσας καὶ μὲν οὖν ἄχρι αὐτῆς γε δήπου Ἀντιοχείας. ὑμῶν τε πρὸς ταῦτα μὴ ὑποχαλασάντων, ἀφ’ οὗ ἠσπάσαντο. Ῥωμαῖοι τὸ ἐθελοκίνδυνον, οἶμαι μὴ ἀγνοεῖν Πέρσας, ὡς οὐδὲ μέχρις αὐτῶν τῶν μεθορίων ἀναιμωτὶ οἷοι ἐγένεσθε ἀφικέσθαι. νῦν γοῦν πε‐ παιδευμένων ἀκριβῶς Ῥωμαίων τὸν πόλεμον θαρραλέοι τέ ἐσμεν
120καὶ εὐέλπιδες ὡς, εἴ γε κινήσοι ὁ Τανχοσδρώ, ὑπαντιάσειν οἱ ἐν αὐτοῖς γε δήπου τοῖς ὁρίοις δόρυ Ῥωμαϊκὸν εὖ μάλα τεθηγμένον, διατιτρᾶν τὰς λαπάρας οἷόν τε ὂν αὐτοῦ. ὡς οὖν εὖ ἐξεπισταμέ‐
νων Ῥωμαίων τοὺς Περσῶν δόλους, πρᾶττε οὕτω. τούτων οὖν καὶ ἑτέρων πλείστων εἰρημένων μέν, μάτην δὲ ὅμως, (προῆλθε γὰρ219
125οὐδὲν ὁτιοῦν) τότε Μαυρικίῳ ἐν γράμμασι δηλοῖ Ζαχαρίας ἀφι‐ κέσθαι ἐς τὰ πρὸ Κωνσταντίνης πεδία οἷα δὴ ἐκεῖσε τὸν πόλεμον ξυγκροτήσοντι. ὡσαύτως δὲ καὶ ὁ Τανχοσδρὼ κινήσας τὰ Περσικὰ στρατεύματα ἐπαγόμενος ᾔει ἐς τὰ περὶ Κωνσταντίναν.

20

Ὅτι ἐπὶ τρεῖς ἡμέρας πόλεμος Ῥωμαίοις καὶ Ἀβάροις συνεκροτήθη, μηδεμιᾶς δυνάμεως Ῥωμαϊκῆς κατὰ τὴν πρὸς Δαλ‐ ματίᾳ γέφυραν ἐπιφανείσης καίτοι σαθρότατα ἔχουσαν. ἀλλὰ γὰρ καὶ ὁ Ἀψὶχ καὶ τὸ κατ’ αὐτὸν Ἀβαρικὸν αὐτοῦ ἐφεδρεύοντες
5πρότερον τοσαύτην καταφρόνησιν ἐπεδείξαντο κατὰ Ῥωμαίων, ὥστε μετενεχθῆναι σφᾶς κατὰ δὴ τὴν ἑτέραν γέφυραν ἄλλην τε δύναμιν προστεθῆναι τῇ δυνάμει Βαϊανοῦ. πιεζομένων τοιγαροῦν 〈τῶν〉 ἐν τῷ Σιρμίῳ λιμῷ μεγίστῳ ἤδη τε ἁπτομένων ἀθεμίτων τροφῶν τῷ ἐστερῆσθαι τῶν ἀναγκαίων καὶ γεγεφυρῶσθαι τὴν διά‐
10βασιν τοῦ Σάου, καὶ Σολομῶνος 〈τοῦ〉 τηνικαῦτα προεστῶτος τοῦ Σιρμίου ἐκμελέστατά πως διατελοῦντος καὶ μηδὲν ὁτιοῦν στρατη‐ γίας ἐχόμενον ἐπιδεικνυμένου, πρός γε καὶ τῶν τῆς πόλεως ἀπει‐ ρηκότων τοῖς χαλεποῖς ὀλοφυρομένων τε καὶ ὡς τὰς ἐσχάτας ἐλ‐ πίδας ἐξωλισθηκότων καταμεμφομένων τε τοῖς Ῥωμαίων ἡγεμόσι,
15Θεόγνιδός τε αὐτοῦ ὀλιγοχειρίαν νοσοῦντος· ὡς ταῦτα Τιβέριος ὁ βασιλεὺς κατέμαθεν, αἱρετώτερον ἡγησάμενος μὴ συναιχμαλωτισθῆ‐ ναι τῇ πόλει τῶν οἰκητόρων τὸν ὅμιλον, ἐν γράμμασι κελεύει Θεόγνιδι καταλῦσαι τὸν πόλεμον ἐπὶ σπονδαῖς ὥστε ὑπεξελθεῖν παμπληθεὶ τοὺς τῇδε οἰκοῦντας μηδὲν ἐπιφερομένους τῶν οἰκείων
20ἢ μόνον τὸ ζῆν καὶ παρασχὸν οὕτω περιβόλαιον ἕν. καὶ δὴ συνέ‐ βησαν ἐπὶ ταῖς τοιαῖσδε ξυνθήκαις, καὶ τὰ τοῦ πολέμου ἐλώφησεν, ἐφ’ ᾧ παραχωρῆσαι μὲν Ῥωμαίους Ἀβάροις τῆς πόλεως, Ἀβάρους δὲ Ῥωμαίοις τοῦ ἐν τῇ πόλει πλήθους, ἄνευ τῶν ὅσα ἑκάστῳ ἐν περιουσίᾳ ὑπῆρχεν. ἐπεζήτει δὲ ὁ Χαγάνος καὶ τριῶν ἐτῶν παρῳ‐
25χημένων χρυσίον, ὧν οὐκ εἰλήφει τι κατὰ τὸ σύνηθες, τῶν παρε‐ χομένων αὐτῷ ὑπὲρ τοῦ μὴ χρῆσθαι ὅπλοις, (ἦσαν δὲ τὰ εἰρηναῖα
χρήματα ἑκάστῳ ἔτει ἀμφὶ χιλιάδας ὀγδοήκοντα χρυσίου νομισμά‐ των) ἔτι γε μὴν καὶ ἕνα τινὰ τῶν ὑπ’ αὐτῷ ταττομένων, ὃς προσε‐ χώρησε τῇ Ῥωμαίων πολιτείᾳ, καθὰ λέγεται, τῇ γυναικὶ τοῦ Βαϊ‐220
30ανοῦ ἐς ἀφροδίσια συνελθών. ταύτῃ τοι κατάδηλον ἐποίησε Θεόγνιδι ἐκδοθῆναί οἱ τὸν αὐτόμολον· ἦ γὰρ ἂν ἄλλως μὴ ἀνέ‐ ξεσθαι ἰδεῖν ἐς σπονδάς. ὁ δέ γε ἀντεσήμηνεν ὡς ἡ γῆ τοῦ Ῥω‐ μαίων βασιλέως μεγίστη τέ ἐστι καὶ ἄπλετος, καὶ ὡς δυσεύρετόν τι φυγὰς ἀνὴρ ἐν αὐτῇ ἀλώμενος· τυχὸν δὲ ὅτι καὶ ὀλέθρῳ ἥλω.
35πρὸς ταῦτα ἀντέλεξεν ὁ Βαϊανὸς ὀμνύναι τοὺς Ῥωμαίων ἡγεμόνας ὡς ἀναμαστεύσωσι, καὶ εἴ τι εὕροιεν τὸν φυγάδα, ἀποκρύψοιντο οὐδαμῶς, ἀλλ’ ἐκ παντὸς τρόπου ἐγχειριεῖν αὐτὸν τῷ τῶν Ἀβάρων
μονάρχῳ· εἰ δέ γε τετελευτηκὼς εἴη, καὶ οὕτω σημῆναι.221