TLG 4066 008 :: DAMASCIUS :: In Phaedonem (versio 2) DAMASCIUS Phil., Diadochus
Neoplatonicus Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728) In Phaedonem (versio 2) Cf. et 4066 005 Citation: Section — (line) | ||
t | ΕΙΣ ΤΟΝ ΦΑΙΔΩΝΑ ΑΠΟ ΤΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝΑΝΤΙΩΝ ΛΟΓΟΥ | |
1 | αʹ. —Ὅτι σκοπὸς ἐπιδεῖξαι τὴν ψυχὴν τοιοῦτόν τι οὖσαν οἷον μὴ ἅμα τῷ θανάτῳ διαπνεῖσθαι, ἀλλ’ ἐπιμένειν καὶ εἰς ἀναβίωσιν, οὐ μέντοι ἀεὶ τοῦτο, ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ. | |
2 | βʹ. —Ὅτι προομολογεῖται, ἓν μὲν ὡς οὐσία τίς ἐστιν ἡ ψυχὴ καὶ οἵα ἀπὸ τοῦ σώματος χωρίζεσθαι· ἕτερον δὲ ὅτι ἐν τῇ λεγομένῃ ζωῇ συνέργνυται τῷ σώματι ὡς ἄλλη ἄλλῳ, καὶ οὐ συμφύεται αὐτῷ· τρίτον δὲ ὅτι τἀναντία περὶ αὐτὴν γίγνεται, οἷον τὸ συνέργνυσθαι καὶ τὸ χωρίζεσθαι, ὧν τοῦτο μὲν θάνατος, | |
5 | ἐκεῖνο δὲ ζωὴ καλεῖται· τέταρτον δὲ ὅτι μία οὖσα τἀναντία πάσχουσα τοιοῦτόν τί ἐστιν οἷον πᾶσα οὐσία, πεφυκυῖα μέχρι τινὸς ἡ αὐτὴ μένειν εἰς τἀναντία μεταχωροῦσα, εἰ καὶ μὴ ἀεί· τοῦτο γὰρ οὐ πρόσκειται. καὶ γὰρ ἡ ψυχομένη οὐσία θερμαίνεται καὶ ἡ θερμαινομένη ψύχεται, ἀλλ’ οὐκ ἐπ’ ἄπειρον· οὕτω δὲ καὶ συγκρίνεται καὶ διακρίνεται πλεονάκις καὶ καθεύδει καὶ ἐγρήγορεν· οὕτως | |
---|---|---|
10 | ἄρα καὶ ζῇ καὶ θνῄσκει ἀνὰ μέρος, ἐφ’ ὅσον ἀντέχει. καὶ γὰρ τὸ σῶμα τῶν οἰκείων ποιοτήτων πολυχρονιώτερον, ἀλλ’ οὐ πάντως ἀίδιον. διττὸς γὰρ ὁ κύκλος, ὁ μὲν κατ’ εἶδος ἀίδιος, ὁ δὲ κατὰ ἀριθμὸν ἐπί τινα χρόνον· ὁ δὲ τῶν ἐναντίων συμβεβηκότων οὐδὲ ὅλως κύκλος, ἀλλὰ κατ’ εὐθεῖαν μόνον. εἰ δὲ μὴ μέχρι τινὸς ἐγίγνετο κύκλος τῶν οὐσιῶν τῶν αὐτῶν μενουσῶν, τὰ ἐν ἀρχῇ ἀπώλλυτο, | |
15 | καὶ οὐκ ἄν τις καθευδήσας ἐγέρθη πάλιν· ὥστε οὐδὲ ἀποθανὼν ἀνεβίω ἄν. ἀλλὰ μὴν σῴζεται τῶν ἄλλων ὁ κύκλος· καὶ ὁ τῶν ζώντων ἄρα καὶ τεθνεώτων ἀνθρώπων, ὅ ἐστι τῶν ψυχῶν αὐτῶν, ἐπεὶ καὶ τὰ σώματα ἐξ ἐμψύχων ἄψυχα γίνεται καὶ πάλιν ἐξ ἀψύχων ἔμψυχα, μάλιστα μὲν καὶ ψυχὰς δεχόμενα ἀνθρώπων ἐνίοτε, εἰ δὲ μή, ἀλλὰ ζῴων ἑτέρων, οἷον εὐλῶν· οὐδὲ γὰρ πάντως αἱ ψυχαὶ | |
20 | εἰς ἀλλότρια σώματα. | 289 |
3 | γʹ. —Ὅτι οὕτω σώσομεν τὸν λόγον καὶ ἀληθῆ πρὸς τὸν σκοπὸν καὶ ἀτελῆ πρὸς τὴν τελέαν ἀθανασίαν καὶ οὐδὲ κατὰ συμβεβηκὸς ἀθανάτους αὐτὰς δεικνύοντα, καὶ ἔτι μέντοι τὰς πλείστας τῶν ἀποριῶν διωσόμεθα. | |
4 | δʹ. —Ὅτι ἡ ἀνάμνησις ἐνέργειά ἐστι ψυχῆς γνωστική, ἀνανεωτικὴ τῆς ἀπολομένης γνώσεως. οὐκ ἂν οὖν εἴη ἡ ἀνάμνησις ἡ πρώτη κατὰ γνῶσιν ἀντίληψις τοῦ γνωστοῦ, ἀλλὰ τοὐλάχιστον ἡ δευτέρα· καὶ οὐδὲ αὐτὴ ἡ δευτέρα ἁπλῶς οὕτως, παραμενούσης γὰρ τῆς ἕξεως καὶ προχείρως προβαλλομένης οὐκ | |
5 | ἂν ὀρθῶς ἀνάμνησις καλοῖτο, ἀλλὰ μᾶλλον μνήμη· πρώτη δὲ ἀνάμνησις ἡ μετὰ λήθην εἴτε βαθεῖαν εἴτε ἐπιπολαιοτέραν ἀνανέωσις ὧν ἔγνωμεν πρότερον. | |
5 | εʹ. —Ὅτι διττὴ ἡ ἀνάμνησις, ἡ μὲν κατὰ γνωρισμὸν τῶν ἀτόμων, ἡ δὲ τῶν καθόλου. | |
6 | ϛʹ. —Ὅτι ὁ μὲν νοῦς γιγνώσκει ἀεὶ κατ’ ἐνέργειαν, ἡ δὲ πρώτη ψυχὴ τῇ μὲν ἕξει ἀεί, ἥτις ἐστὶ μνήμη, τῇ δὲ ἐνεργείᾳ μεταβαίνει· οὐδὲ αὕτη ἄρα ἀναμιμνήσκεται ἀλλ’ ἢ μόνον μνημονεύει. ἡ δὲ δευτέρα ψυχή, οἷον ἡ τῶν ἀχράντων, καὶ τῇ ἕξει μεταβαίνει, ἀλλὰ ῥᾳδίως αὐτὴν ἀναλαμβάνει καὶ ἄνευ | |
5 | λήθης. ἡ δὲ τρίτη καὶ ἐπιλανθάνεται καὶ μετὰ λήθην ἀναμιμνήσκεται, περὶ οἵας δὴ καὶ ὁ λόγος ἐστὶ τὰ νῦν. | |
7 | ζʹ. —Ὅτι παράδειγμα ἀναμνήσεως ἐν τῷ νῷ ἡ τῶν αὐτῶν ἀεὶ νόησις. | 291 |
8 | ηʹ. —Ὅτι ποιητικὸν αἴτιον τὸ αὐτὸ ὅπερ καὶ τῆς ὅλης παλιγγενεσίας· οὗτος δὲ ἦν ὁ Σεμελήιος Διόνυσος. Εἴη δὲ ἄν τι καὶ ἴδιον τῆς γνωστικῆς παλιγγενεσίας, ἥ ἐστιν ἀνάμνησις (τὴν γὰρ τοιαύτην ληπτέον ἣ μετὰ στέρησιν γίγνεται), ὡς καὶ τῆς ζωτικῆς ἄλλο καὶ | |
5 | τῆς κατ’ οὐσίαν αὖ πάλιν ἄλλο τι. | |
9 | θʹ. —Ὅτι τὸ τελικὸν ἡ πρὸς νοῦν ἀφομοίωσις καὶ πρὸς τὰ αὐτὰ νοητὰ ἐπάνοδος. Ἀλλ’ ἤτοι παραδειγματικὰ ταῦτα ἢ εἰδικὰ μᾶλλον· οὐκοῦν βέλτιον φάναι τὴν διὰ γνώσεως ἐπάνοδον πρὸς τὸ ἀγαθόν· ὁδοποιητικὴ γὰρ ἡ γνῶσις πρὸς τὸ ὀρεκτόν. | |
10 | ιʹ. —Ὅτι ὑλικὸν ἡ προβάλλεσθαι δυναμένη φύσις καὶ τελειοῦσθαι τῆς ψυχῆς· οἷον γὰρ δυνάμει τὸ τοιοῦτόν ἐστι τῆς ψυχῆς. | |
11 | ιαʹ. —Ὅτι ὀργανικὸν τὰ αἰσθητὰ τῶν νοητῶν· διὰ γὰρ τούτων ἐκείνων ἀναμιμνησκόμεθα. ἢ προσεχέστερον εἴη ἂν τὰ μὲν αἰσθητὰ τῶν διανοητῶν, ταῦτα δὲ τῶν νοητῶν. | |
12 | ιβʹ. —Τίς ὁ σκοπὸς τοῦ λόγου; —Ἢ δεῖξαι ὅτι ἃ πρῶτα δοκοῦμεν μανθάνειν, ταῦτα ἀναμιμνησκόμεθα. | |
13 | ιγʹ. —Τίνες καὶ πόσαι αἱ τοῦ λόγου ὑποθέσεις; —Πάντα τὸν ὁτουοῦν ἀναμιμνησκόμενον δεῖν τοῦτο προεγνωκέναι [73c1—2]· συντελέσει δὲ πρὸς τὸ συνημμένον, εἰ γὰρ προέγνωκεν, προῆν ἄρα ἡ ψυχή. —ἐάν τις γνούς τι ἀπὸ τούτου ἕτερον γνῷ, ἀναμιμνήσκεσθαι τοῦτό ἐστιν [73c4—d11]. —τὴν ἀνάμνησιν | |
5 | γίγνεσθαι ἐκείνων ὧν τις ἐπελάθετο [73e1—3]. —διττὴν εἶναι τὴν ἀφ’ ἑτέρων ἀνάμνησιν, ἀπὸ τῶν τε ὁμοίων καὶ ἀνομοίων [73e5—74a4]. —τὸ δύνασθαι εἰπεῖν τὸν ἀναμιμνησκόμενον τὸ ἐλλεῖπον ἢ πλεονάζον ἢ παρὰ τάξιν κείμενον τῷ ὁμοίῳ πρὸς τὸ ᾧ ὡμοίωται [74a5—8]. | 293 |
14(1t) | ιδʹ. Συλλογισμοί | |
2 | Πᾶς ἄνθρωπος εὐθὺς γενόμενος αἰσθήσει χρῆται· πᾶς ὁ αἰσθήσει χρώμενος ἐννοεῖ τὰ εἴδη ἀπὸ τῶν αἰσθητῶν, εἴτε διηρθρωμένως εἴτε μή· πᾶς ἄρα ἄνθρωπος ἐννοεῖ τὰ εἴδη ἀπὸ τῶν αἰσθητῶν. —ἀλλ’ οὕτω μὲν ὁ ἐξηγητής· μήποτε δὲ | |
5 | ἄμεινον ἀντὶ τοῦ ἐννοεῖν τὰ εἴδη, ὅ τισι καὶ ἀμφισβητούμενόν ἐστιν, ἐννοεῖν φάναι ἀπὸ τῶν ἀτόμων τὰ καθόλου· ταῦτα γὰρ ἡμᾶς ὑποτρέχει πάντως, εἴτε τὰ ἐν τοῖς πολλοῖς εἴτε τὰ πρὸ τῶν πολλῶν. πᾶς ἄνθρωπος ἐννοεῖ τὰ εἴδη ἀπὸ τῶν αἰσθητῶν· πᾶς ἐννοῶν τὰ εἴδη ἢ ἔχει ἢ ἔσχεν αὐτῶν ἐπιστήμην· πᾶς ἄρα ἄνθρωπος ἢ ἔχει ἢ ἔσχεν αὐτῶν ἐπιστήμην. | |
10 | πᾶς ἄνθρωπος ἢ ἔχει ἢ ἔσχεν ποτὲ ἐπιστήμην τῶν εἰδῶν· πᾶς ὁ ἐσχηκὼς πρότερον, νῦν δὲ ἀναλαμβάνων αὐτήν, ἀναμιμνήσκεται· πᾶς ἄρα ἄνθρωπος ἀναμιμνήσκεται. πᾶς ἄνθρωπος ἀναλαμβάνων ἐπιστήμην ἀναμιμνήσκεται· πᾶς ἀναμιμνησκόμενος λήθην ἔσχεν ὧν ἀναμιμνήσκεται· πᾶς ἄρα ἄνθρωπος λήθην ἔσχεν ὧν | |
15 | ἀναμιμνήσκεται. πᾶς ἄνθρωπος λήθην ἴσχει πρὸ τῆς ἀναμνήσεως· πᾶς ὁ λήθην ἴσχων πρὸ τῆς ἀναμνήσεως ἤτοι πρὸ τῆς γενέσεως ᾔδει ἢ ἐν τῷ γίγνεσθαι ἢ μετὰ τὴν γένεσιν· ἀλλὰ μὴν οὔτε ἐν τῷ γίγνεσθαι οὔτε μετὰ τὴν γένεσιν· πρὸ τῆς γενέσεως ἄρα. πᾶς ἄνθρωπος πρὸ τῆς γενέσεως εἶχεν ἐπιστήμην ὧν ἀναμιμνήσκεται· πᾶς | |
20 | ὁ ἔχων ἐπιστήμην, ὅτε ἔχει, ἔστιν· πᾶς ἄρα ἄνθρωπος, ὅτε ἔχει, ἔστιν. | |
15 | ιεʹ. —Ὅτι περὶ εἰδῶν ποιεῖται τὸν λόγον οὔτε τῶν πολλῶν τε καὶ ἐν τοῖς πολλοῖς κοινῶν (ἃ γὰρ μανθάνομεν κοινά τέ ἐστιν καὶ ἀμετάβλητα καὶ ἀκριβέστερα τῶν αἰσθητῶν) οὔτε τῶν ὑστερογενῶν ἀπὸ τούτων (χείρω γὰρ ταῦτα καὶ τῶν | |
αἰσθητῶν)· χωριστῶν ἄρα τινῶν, διὸ καὶ ‘πρότερα‘ ταῦτα ὀνομάζει τῶν αἰσθητῶν | 295 | |
5 | [76e1]. ἀλλ’ εἰ χωριστῶν, πότερον τῶν ἐν νῷ; ἀλλ’ οὔτε ἐπιστήμη ἐκείνων ἐστὶν οὔτε εἰ ἦν ῥᾴδιον ἦν ἐπ’ αὐτὰ προελθεῖν ἀμέσως· διὸ καὶ ‘ἡμετέραν‘ εἶναι φήσει [76e1—2] τὴν τούτων οὐσίαν καὶ πληθυντικῶς ὀνομάζει ‘αὐτὰ τὰ ἴσα‘ [74c1], τὸ οἷον διαστηματικὸν τῶν ψυχικῶν εἰδῶν ἐνδεικνύμενος. ἐνδείκνυται δὲ ὅτι καὶ εἰς τὰ νοητὰ γίγνεταί τις μετάβασις ἀπὸ τούτων λέγων ποτὲ καὶ ‘αὐτὸ τὸ ἴσον‘ | |
10 | ἑνικῶς [74c4—5]. | |
16 | ιϛʹ. —Μήποτε ἅμα γίγνονται καὶ ἴσχουσι τὰς ἐπιστήμας, ὡς αἱ μερικαὶ φύσεις τοὺς λόγους [76c14—d6]. —Ἀλλ’ αὕτη μὲν λαβοῦσα χρῆται αὐτοῖς εὐθύς, ἡ δὲ ψυχὴ εὐθὺς ἀποβάλλει· μάτην ἄρα λαμβάνει καὶ χείρων ἔσται τῆς ἐνεργούσης φύσεως. ἔπειτα πῶς ἐν αὐτῷ τῷ κλύδωνι λαμβάνει καὶ ἀποβάλλει μετὰ τὸν | |
5 | κλύδωνα; ἔτι δέ, εἰ μὲν κατ’ οὐσίαν λαμβάνει τὰς ἐπιστήμας, πῶς ἀποβάλλει ὅτε δήποτε; οὐδὲ γὰρ τὸ ζωοποιεῖν ἀποβάλλει, ἐπειδὴ τῷ εἶναι τοῦτο ἐνεργεῖ· εἰ δὲ κατὰ ἕξιν, δεῖ πρότερον γίνεσθαι μάθησιν. ὅλως δὲ τὰς μὲν κατὰ ἀνάμνησιν ποιεῖν, τὰς ἐπειδὰν γεννηθῶμεν ἐπιστήμας (ἀναμιμνησκόμεθα γὰρ ὧν ἐλάβομεν ἐν τῷ γίγνεσθαι), τὰς δὲ κατὰ ἔνθεσιν ἀθρόαν, οἷον τὰς ἐν αὐτῷ τῷ γίνεσθαι, | |
10 | ἀποκληρωτικόν (διὰ τί γὰρ τὸν ἄλλον ἅπαντα χρόνον ἀναμιμνησκομένη ἐν τούτῳ μόνῳ κατὰ ἔνθεσιν λαμβάνει;) πρὸς τῷ καὶ ἀδύνατον εἶναι· εἰ γὰρ ἐν τῷ βίῳ καὶ τελειοτέρα γενομένη φαίνεται διὰ μαθήσεως καὶ ζητήσεως κτωμένη τὰς ἐπιστήμας, τί χρὴ οἴεσθαι τότε, ὅτε μόνον δυνάμει ἦν κατὰ τὴν δόξαν τῶν τὰ τοιαῦτα ἀπορούντων; | |
17 | ιζʹ. —Διὰ τί μὴ συναναφέρομεν τῇ ὑπομνήσει τόπον ἢ χρόνον ἢ τὰ τοιαῦτα, ὡς ἐν ταῖς τῇδε ἀναμνήσεσιν; —Ἢ μάλιστα μὲν οὐδὲ ἐν ταύταις ἀεί. δεύτερον δέ, εἰ ἐκ νόσων κατεχόμεθα ληθάργῳ, τί δράσει ἡ τοσαύτη μεταβολὴ τῆς ὅλης γενέσεως; ἀλλὰ μὴν ἐκ τῶν νόσων τὴν μνήμην ἀποβάλλομεν οὐ μόνον τόπων | |
5 | καὶ χρόνων, ἀλλὰ καὶ πάντων ὧν ἐμάθομεν· πολλῷ ἄρα ἐν τῇ μεταβολῇ τῇ εἰς τὴν γένεσιν, ἄλλως τε καὶ εἰς τὸ φανταστικόν, ὃ δὴ τόπου καὶ χρόνου μέμνηται· ἐπεὶ οὐδ’ ἂν τῶν εἰδῶν ἀνεμνήσθημεν, εἰ μὴ ἀπὸ τῆς οὐσίας οἱ λόγοι ἀπέπνεον. | 297 |
18 | ιηʹ. —Μήποτε φύσει νοεῖ κατὰ Ἀριστοτέλη [eth. Nic. VI 12, 1143b4—7], ὥσπερ τὸ ὄμμα φύσει ὁρᾷ προσπίπτοντος τοῦ ὁρατοῦ. —Ἀλλ’ ἔδει μηδὲν ἄλλο προσνοεῖν παρὰ τὰ διδόμενα· νῦν δὲ ἐπικρίνει. | |
19 | ιθʹ. —Διὰ τί μὴ συννοοῦμεν ἀναμιμνησκόμενοι ὅτι ἀναμιμνησκόμεθα, ὡς ἐν πάσαις ταῖς ἀναμνήσεσιν; —Ἢ μάλιστα μὲν οὐδὲ ἐν ταύταις ἀεί· ἔπειτα καὶ ἡ μεταβολὴ πολλή τις ἡ εἰς τὴν γένεσιν, ὅπου γε οὐδὲ ἐν τοῖς ἐνυπνίοις ἐφιστάνομεν ὅτι ψευδῆ ἔνια καὶ ὄντα ἀδύνατα· τρίτον δὲ ὅτι καὶ εὐπαθὲς τὸ | |
5 | προσεκτικὸν εἰς ἔκκρουσιν. | |
20 | κʹ. —Διὰ τί σπάνιοι αἱ κατὰ Πυθαγόραν ἀναμνήσεις, φημὶ δὲ αἱ τῶν προβιοτῶν; —Ἢ ὅτι προσδέονται καὶ τοῦ πνευματικοῦ ζῴου τοῦ αὐτοῦ μένοντος. | |
21 | καʹ. —Τί τὸ ἀναμιμνησκόμενον ὅτι ἀνέμνησται; οὐ γὰρ ὃ τῶν εἰδῶν ἀναμιμνήσκεται, ἢ ἔδει γε ἀεὶ καὶ τὸ ἕτερον, ἅμα τε τῶν εἰδῶν καὶ εὐθὺς τοῦ ὅτι ἀνέμνησται. —Ἢ ἴδιον τοῦτο τοῦ προσεκτικοῦ. | |
22 | κβʹ. —Εἰ καὶ ἐν τοῖς ἀλόγοις ἐστὶν ἀνάμνησις; —Ὅτι μὲν οὖν μνήμη καὶ ὅτι λήθη, δηλοῖ ἡ αἴσθησις. ἀλλὰ μὴν δύναται καὶ μετὰ λήθην πάλιν τὴν αὐτὴν συνήθειαν ἀναλαβεῖν, οὐ μὴν ἐφίστησιν ὅτι ἀνέμνησται. | |
23 | κγʹ. —Πόσαι αἱ ἀναμνήσεις; —Ἢ ὅσαι αἱ γνώσεις· αὗται δὲ ὡς γενικῶς | |
φάναι τρεῖς, νοερὰ διανοητικὴ δοξαστική. | 299 | |
24 | κδʹ. —Εἰ καὶ τοῦ ψεύδους ἐστὶν ἀνάμνησις, ὡς ἠπόρει Βίων; —Ἢ τῇ ἀναμνήσει καὶ αὐτὸ συνυφίσταται κατὰ τὴν ἀδιάρθρωτον ἔννοιαν καὶ ἔτι σφαλλομένην. ἐπεὶ ὅ γε τυφλὸς ἐκ γενετῆς οὐκ ἂν ψευσθείη περὶ χρωμάτων. | |
25 | κεʹ. —Διὰ τί μὴ ἀναμιμνήσκεταί τις ἄνευ ἀποδείξεως, ὡς ἀπορεῖ Στράτων [frg. 125]; ἡ γοῦν ἀποδεικτικὴ ἀνάγκη πείθει τὴν ψυχήν, ἀλλ’ οὐχ ἡ ἀνάμνησις. —Ἤ, φησὶν ὁ ἐξηγητής, τὰ πρῶτα δι’ ἐπιβολῆς ἀπεφάνθη, προσετέθησαν δὲ αἱ ἀποδείξεις κατὰ διάρθρωσιν. | |
5 | Ἄμεινον δὲ βοηθείας ἕνεκα φάναι τὴν ἀπόδειξιν εὑρῆσθαι. | |
26 | κϛʹ. —Διὰ τί μὴ ἀναμιμνήσκονται χρωμάτων οἱ τυφλοὶ ὄντες ἐκ γενετῆς; —Ἢ ὅτι τοῦ νύττοντος ἡ ἀναμνηστικὴ προσδεῖται δύναμις, ἥτις καὶ ἀπὸ μικροῦ πολλῶν εἰς μνήμην ἔρχεται σχεδὸν ἀθρόως. | |
27 | κζʹ. —Ὅτι τῷ λόγῳ τούτῳ ἕπεται, φησὶν ὁ Πρόκλος, προϋπάρχειν ἡμῶν τὴν ψυχὴν τὸν ἄπειρον χρόνον, οὐ μὴν ὅτι καὶ εἰς τὸν ἔπειτα, διόπερ ἀτελὴς καὶ οὗτος· εἰ μὴ ἄρα ἡ ψυχὴ καὶ ἀπὸ χρόνου ὑπέστη μετὰ τῶν ἐπιστημῶν. ἀλλ’ οὕτω γε οὔτε ἐπίκτητοι ὥστε οὐδὲ ἀφαιρεταί, οὔτε οἴκοθεν προβαλλόμεναι | |
5 | ἀλλ’ ἐντιθέμεναι ἔξωθεν, οὔτε μόνον τῶν ἀγαθῶν αἰτιασόμεθα τὸ ποιοῦν ἀλλὰ καὶ τῶν κακῶν. | |
28(1t) | κηʹ. —Ἐπιχειρημάτων διαφόρων συναγωγὴ δεικνύντων ἀναμνή‐ | |
2t | σεις εἶναι τὰς μαθήσεις ἐκ τῶν τοῦ Χαιρωνέως Πλουτάρχου | |
3 | Εἰ ἀφ’ ἑτέρου ἕτερον ἐννοοῦμεν· οὐκ ἄν, εἰ μὴ προέγνωστο. —Τὸ ἐπιχείρημα Πλατωνικόν. | |
5 | Εἰ προστίθεμεν τὸ ἐλλεῖπον τοῖς αἰσθητοῖς. —Καὶ αὐτὸ Πλατωνικόν. Εἰ παῖδες εὐμαθέστεροι ὡς ἐγγίους τῆς προβιοτῆς, ἐν ᾗ ἡ μνήμη ἐσῴζετο. —Ἐπιπόλαιος ὁ λόγος. Εἰ ἄλλοι πρὸς ἄλλο μάθημα ἐπιτηδειότεροι. Εἰ πολλοὶ αὐτοδίδακτοι ὅλων τεχνῶν. | |
10 | Εἰ πολλὰ παιδία ὑπνώττοντα γελᾷ, ὕπαρ δὲ οὔπω· πολλὰ δὲ καὶ ὕπαρ | |
ἐφθέγξατο ἄλλως οὔπω φθεγγόμενα. Εἰ ἔνιοι καὶ ἀνδρεῖοι ὄντες ὅμως φοβοῦνται φαῦλα ἄττα, οἷον γαλῆν ἢ ἀλεκτρυόνα, ἀπ’ οὐδεμιᾶς φανερᾶς αἰτίας. Εἰ μὴ ἔστιν ἄλλως εὑρίσκειν· οὔτε γὰρ ἃ ἴσμεν ζητήσειεν ἄν τις, οὔτε ἃ | 301 | |
15 | μηδαμῶς ἴσμεν πρότερον, ἀλλ’ οὐδ’ ἂν εὕροιμεν ἃ μὴ ἴσμεν. Εἰ ἡ ἀλήθεια κατὰ ἀφαίρεσιν τῆς λήθης ἔντευξις τοῦ ὄντος ἐστίν. —Λογικὴ ἡ ἐπιχείρησις. Εἰ ἡ μήτηρ τῶν Μουσῶν Μνημοσύνη, ὡς ἡ ἀδιάρθρωτος μνήμη τῶν ζητήσεων αἰτία. | |
20 | Εἰ ὅπερ ἀδύνατον γιγνώσκειν οὐδὲ ζητοῦμεν. —Ἀλλὰ τὸ ἐπιχείρημα πάλιν ἀπὸ τῆς εὑρέσεως. Εἰ τοῦ ὄντος ἡ εὕρεσις, πάντως ὅτι καὶ θεωρημάτων· καὶ ποῦ οὖν ὄντων; ἢ δῆλον ὅτι ἐν ψυχῇ. | |
29 | κθʹ. —Ὅτι Πλωτῖνος [IV 7?] ᾠήθη δεικνύναι πρῶτος τὴν ψυχὴν ἀθάνατον ἀποδείξας οὖσαν αὐτὴν μήτε σῶμα μήτε ἀχώριστον σώματος, καθὰ καὶ οἷς ὁ θάνατος πέφυκε παραγίγνεσθαι, τῷ μὲν ὅτι σύνθετον (διαλύεται γὰρ ἐξ ὧν συνετέθη), τῷ δὲ ὅτι ἐν ὑποκειμένῳ (ἀπολλυμένου γὰρ αὐτοῦ συναπόλλυται καὶ | |
5 | τὸ ἐν αὐτῷ ἀσώματον). ὁ δὲ Πλάτων καὶ ταύτην παρέσχετο τὴν ἀπόδειξιν ἐν τούτῳ τῷ λόγῳ δείξας οὔτε σῶμα οὖσαν, διότι ἀσύνθετος καὶ ἀόρατος, οὔτε ἐν σώματι, διότι δεσποτικὴ καὶ διανοητική. οὐ μὴν ἀρκεῖν γε τὸν λόγον φησὶν Πρόκλος πρὸς τελέαν ἀθανασίαν· τάχα γὰρ ἂν εἴη, φησίν, ἐν ἄλλῳ σώματι τῷ μὴ ὁμοίως τούτῳ διαφθειρομένῳ, ὥστε κἂν μὴ φθείρηται ὡς ἐν ὑποκειμένῳ | |
10 | τούτῳ τῷ σώματι, ἀλλὰ ἐν ἑτέρῳ γε, φησίν, οὐδὲν κωλύει αὐτὴν ἐνοῦσαν διασῴζεσθαι πλεῖστον χρόνον. Οὕτω μὲν ὁ Πρόκλος ἀπαντᾷ πρὸς τὸν Πλωτίνου λόγον, χρὴ δὲ μήτε ὅμοιον | |
ἡγεῖσθαι τὸν προκείμενον λόγον τῷ Πλωτίνου (ὁ μὲν γὰρ ἦν καθόλου ἀπὸ τῆς τῶν θανάτων διαφορᾶς ἐπιχειρῶν, εἶτα δεικνὺς ὅτι ‘ἀλλὰ μὴν χωριστὴ ἡ ψυχή, | 303 | |
15 | οὐκ ἄρα θάνατον ἐπιδεχομένη‘, ὁ δὲ νῦν λόγος ἀπὸ τῆς ὁμοιότητος ἐπιχειρεῖ τῆς τε πρὸς τὸ αἰώνιον καὶ τῆς πρὸς τὸ ἄλλοτε ἄλλως ἔχον)· ἔπειτα δέ, εἰ καὶ ἦν ὁ αὐτὸς λόγος, οὐκ ἔδει ἐλέγχειν τὸν Πλωτίνου διὰ τοῦ δύνασθαι ἐν ἄλλῳ σώματι εἶναι τὴν ψυχήν (καθάπαξ γὰρ ἐκεῖνος ἔλαβεν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι τὴν ψυχήν, ἀλλὰ χωριστήν), ἀλλ’ ἐχρῆν ἐνστῆναι, μήποτέ τι καὶ χωριστὸν | |
20 | διαφθείρεται ἐν χρόνῳ γενόμενον, εἴπερ οἷόν τε. | |
30 | λʹ. —Ὅτι ὑποτίθεται οὗτος ὁ λόγος, οἷον μὲν οὐσία, οἷον δὲ γένεσις, καὶ τίσιν ἑκατέρα εἰδοποιεῖται. ἡ μὲν οὖν οὐσία τῷ θείῳ, τῷ ἀθανάτῳ, τῷ νοητῷ, τῷ μονοειδεῖ, τῷ ἀδιαλύτῳ, τῷ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι. τούτοις μὲν ἡ οὐσία· τοῖς δὲ ἀντικειμένοις ἡ γένεσις, τῷ ἀνθρωπίνῳ (ὡς ἂν εἰ λέγοι | |
5 | τῷ ἐσχάτῳ εἴδει), τῷ οὐκ ἀθανάτῳ, τῷ ἀνοήτῳ, τῷ πολυειδεῖ, τῷ διαλυτῷ, τῷ μὴ ἔχειν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως. ταῦτα μέν ἐστιν οἷς ἑκατέρα φύσις χαρακτηρίζεται, ἥ τε οὐσιώδης καὶ ἡ γενητή. δηλοῖ δὲ τὸ μὲν θεῖον ἤτοι τὸ ἀγαθοειδὲς καὶ ἡνωμένον, ἢ μᾶλλον τὸ πρωτουργόν· τὸ δὲ ἀθάνατον τὸ ἀείζων· τὸ δὲ νοητὸν τὸ νοητικόν, ὡς δηλοῖ τὸ ἀνόητον ἀντιτεθέν· τὸ δὲ μονοειδὲς τὸ | |
10 | ἀδιαίρετον καὶ ἀπλήθυντον καὶ ἐν ἑνὶ πᾶν τὸ πλῆθος περιειληφός· τὸ δὲ ἀδιάλυτον τὸ κατὰ τὴν οὐσίαν πεπηγός· τὸ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον τὸ κατὰ τὰς ἐνεργείας ἀμετάβολον. | |
31 | λαʹ. —Ὅτι τούτων προϋποκειμένων διελὼν καὶ τὸν ἄνθρωπον διχῇ, εἰς σῶμα καὶ ψυχήν, ἀποδείκνυσι τὸ μὲν σῶμα τῷ διαλυτῷ καὶ οὐκ ἀθανάτῳ συγγενές, τὴν δὲ ψυχὴν τῷ ἀθανάτῳ καὶ ἀδιαλύτῳ. εἶτα ἐκ τοῦ μᾶλλον συλλογίζεται· εἰ γὰρ ἐπιδιαμένει πλεῖστον ὅσον χρόνον τὸ σῶμα, πολλῷ πλείονα διαμένει ἡ ψυχή. | |
32 | λβʹ. —Πῶς συλλογίζεται τὴν μὲν ψυχὴν τῇ οὐσίᾳ συγγενῆ, τὸ δὲ σῶμα τῇ γενέσει; —[79b1—c1] Εἰ ἡ μὲν ψυχή, φησίν, ἀόρατος, τὸ δὲ σῶμα ὁρατόν, | |
φύσει δὲ τὸ μὲν ὁρατὸν γενητόν, τὸ δὲ ἀόρατον οὐσιῶδες· καλεῖ δὲ ὁρατὸν καθάπαξ τὸ αἰσθήσει περιληπτόν. —[79c2—e7] Εἰ τῇ μὲν οὐσίᾳ ὁμιλοῦσα κατὰ | 305 | |
5 | φύσιν ἔχει ἡ ψυχή, τῇ δὲ γενέσει πλησιάζουσα παρὰ φύσιν, τὸ δὲ σῶμα ἀνάπαλιν τῇ μὲν γενέσει συνὸν θάλλει, τῇ δὲ ψυχῇ φθίνει, ὡς δηλοῦσι πιαινόμενοι μὲν οἱ ἀνόητοι, ἰσχναινόμενοι δὲ οἱ νουνεχεῖς. —[79e8—80a9] Εἰ ψυχὴ μὲν ἀρχικόν, ὡς ἡ οὐσία, αἰτία οὖσα, ἡ δὲ γένεσις δοῦλον ὡς αἰτιατόν, ᾗ οἰκεῖον τὸ σῶμα. | |
33 | λγʹ. —Ὅτι τῶν εἰρημένων τριῶν ἐπιχειρημάτων τὸ μὲν πρῶτον ἀπὸ τῆς οὐσίας εἴληπται, φημὶ δὲ τὸ ἀόρατον τῆς ψυχῆς καὶ ὁρατὸν τοῦ σώματος (οὐσιώδη γὰρ αὐτοῖς ταῦτα), τὸ δὲ δεύτερον ἀπὸ τῆς γνώσεως, τὸ δὲ τρίτον ἀπὸ τῆς ζωῆς. | |
5 | Μήποτε δὲ ἄμεινον διελεῖν τὸ μὲν πρῶτον ἀπὸ τῆς ἄλλων πρὸς αὐτὰ σχέσεως, τὸ δὲ τρίτον ἀπὸ τῆς αὐτῶν πρὸς τὰ ἄλλα, τὸ δὲ δεύτερον ἀπὸ τῆς ⟦τῶν⟧ αὐτῶν καθ’ ἑαυτὰ διαθέσεως. | |
34 | λδʹ. —Ὅτι τρεῖς ἐφεξῆς οἱ συλλογισμοὶ τοιοίδε τινές· ἡ ψυχὴ ὁμοιοτέρα πρὸς τὸ ἀδιάλυτον· τὸ ὁμοιότερον πρὸς τὸ ἀδιάλυτον μᾶλλον ἀδιάλυτον· ἡ ψυχὴ ἄρα μᾶλλον ἀδιάλυτον. [Start of a diagram][Start of a diagram section]ἡ ψυχὴ[End of a diagram section] [Start of a diagram section]ὁμοιοτέρα πρὸς τὸ ἀδιάλυτον[End of a diagram section] [Start of a diagram section]μᾶλλον ἀδιάλυτον.[End of a diagram section][End of a diagram] | |
5 | ἡ ψυχὴ μᾶλλον ἀδιάλυτον· τὸ μᾶλλον ἀδιάλυτον πολυχρονιώτερον· ἡ ψυχὴ ἄρα πολυχρονιώτερον. [Start of a diagram][Start of a diagram section]ἡ ψυχὴ[End of a diagram section] [Start of a diagram section]μᾶλλον ἀδιάλυτον[End of a diagram section] [Start of a diagram section]πολυχρονιώτερον.[End of a diagram section][End of a diagram] 〈ἡ ψυχὴ πολυχρονιώτερον· τὸ πολυχρονιώτερον μᾶλλον ἐπιδιαμένει· ἡ ψυχὴ ἄρα μᾶλλον ἐπιδιαμένει.〉 | |
10 | [Start of a diagram section]ἡ ψυχὴ[End of a diagram section] [Start of a diagram section]πολυχρονιώτερον[End of a diagram section] [Start of a diagram section]μᾶλλον ἐπιδιαμένει.[End of a diagram section][End of a diagram] | |
35 | λεʹ. —[78d1—7] Ἀπὸ ποίων εἰδῶν ὥρμηται ὁ λόγος; ὡς μὲν γὰρ θείων καὶ αἰωνίων λεγομένων καὶ ὡς τῆς ψυχῆς ἐκείνοις ἀφομοιουμένης δῆλον ὅτι ἀπὸ τῶν νοητῶν, ὡς δὲ ἡμῶν τοὺς λόγους περὶ αὐτῶν ποιουμένων ἀπὸ τῶν διανοητῶν· οὐδὲν γὰρ νοητὸν ἐπιστητόν. —Ἢ διαλεγόμεθα μὲν περὶ τούτων, εἰς ἐκεῖνα δὲ | |
5 | ἀποτεινόμεθα· καὶ γὰρ οὐδὲ τὴν εἰκόνα γιγνώσκομεν, εἰ μὴ ὡς εἰκόνα γνοίημεν· ἐπεὶ καὶ συλλογίζεσθαι περὶ ἐκείνων δυνατόν, ὁρᾶν δὲ μήπω, οἷον προενθυμουμένους | |
τὸ ὂν καὶ νοητόν. | 307 | |
36 | λϛʹ. —[78d1—4] Πῶς οὐχὶ καὶ ὁ κόσμος λυτός, εἴπερ σύνθετος; —Ἢ λυτὸς μὲν τῇ ἑαυτοῦ φύσει, ὡς οἱ πολλοὶ τῶν παλαιῶν ᾠήθησαν, ἄλυτος δὲ τῇ βουλήσει τοῦ θεοῦ. Ἀλλ’ οὕτως γε, εἰ μὴ ἀρχὴν ἠδύνατο ποιεῖν ἄλυτον, οὐδ’ ἂν αὖθις δύναιτο | |
5 | καὶ βουληθείς. πῶς δὲ ὃ ποιεῖ ἀνατρέπει, τὸ φύσει λυτὸν ἄλυτον ποιῶν; ἄμεινον οὖν καὶ ἐξ ἀρχῆς μὲν ποιῆσαι ἄλυτον, προσθεῖναι δὲ καὶ ἄλλον δεσμὸν τὸν ἀπὸ τῆς βουλήσεως· εἶναι δ’ οὖν μόνῳ τῷ δήσαντι λυτόν, καθ’ ὅσον αὐτὸς ἐπινάει τὸ ἄπειρον καὶ γιγνώσκει τοὺς τρόπους τῶν δεσμῶν, ᾗ ἂν λυθεῖεν. Ἀλλὰ πρῶτον μὲν οὐδὲν δεῖται τῆς ἀεὶ ἐπεισάκτου δυνάμεως· δύναται γὰρ | |
10 | καὶ ἐν τῷ πεπερασμένῳ σώματι δύναμις εἶναι ἄπειρος, ὡς ἐν ἄλλοις δείκνυται. δεύτερον δὲ πῶς ἀδρανὴς ἡ τῆς λύσεως γνῶσις; ἄμεινον οὖν, ὥσπερ λέγομεν γιγνόμενον ἅμα καὶ ἀπολλύμενον εἶναι τὸ λεγόμενον γενητὸν καὶ φθαρτόν, οὕτω συντιθέμενον ἅμα καὶ λυόμενον τὸ οὐράνιον σῶμα· οὐ γὰρ ἂν οὐδὲ σύνθετον ἦν, εἰ μὴ καὶ ἐλέλυτό πῃ, ἅτε οὐχ ἡνωμένον. | |
37 | λζʹ. —[79a1—4] Πῶς ἐξαίρετον τῶν νοητῶν τὸ μὴ χρῆσθαι αἰσθήσει λέγει; —Ἢ ὅτι περὶ διανοητῶν διαλεγόμενοι δεησόμεθα πρὸς ὑπόμνησιν τῶν αἰσθητῶν, περὶ δὲ τῶν νοητῶν τοῖς διανοουμένοις ὑπομιμνησκόμεθα, ὡς ἐν Πολιτείᾳ λέγεται [VII 533c7—e2]. ὀρθῶς ἄρα τῶν νοητῶν ἴδιον ἔφη τοῦτο εἶναι, τὸ μηδὲν | |
5 | αἰσθήσεως δεῖσθαι, ἀλλ’, εἴπερ ἄρα, διανοίας ἐν ὀργάνου χρείᾳ. | |
38 | ληʹ. —[79b7—11] Πῶς ‘ἀνθρώποις γε‘ μόνοις ἀόρατον ὑποτίθεται τὴν ψυχήν; | |
—Ἢ ὅτι πᾶν ὁρατὸν καὶ ἀνθρώπῳ ἐστὶν ὁρατόν, ἢ τῇ φύσει ἢ τέχνῃ θείᾳ τινί· καὶ τούτων ἑκάτερον διχῶς, τῇ μὲν φύσει ἢ κατὰ ταύτην τὴν αἴσθησιν ἢ κατὰ τὴν τοῦ αὐγοειδοῦς, τῇ δὲ θείᾳ τέχνῃ ἢ αὐτοὺς ἐνθεάζοντας ἢ διά τινων τελετῶν. | 309 | |
5 | Ἀλλ’ ἔτι ἡ ἀπορία, πῶς οὐχ ἁπλῶς ἀλλ’ ‘ὑπό γε ἀνθρώπων‘ ἀόρατον συνεχώρησεν. —Ἢ ὥσπερ ἀνθρώπειον ἔφη τὸ ὅλον γενητόν [80b3], οὕτω καὶ τὴν ὅλην αἴσθησιν ‘ἀνθρώπων γε‘ εἶναι ἐνδέδωκεν. | |
39 | λθʹ. —[79d6] Πῶς ‘πάθημα‘ τὴν φρόνησιν ἔφη; —Ἢ ὅτι μέθεξίς ἐστι τῆς αὐτοφρονήσεως· καὶ γὰρ τὸ μετέχειν ‘πεπονθέναι‘ λέγει πολλάκις ὁ Πλάτων. Μήποτε δὲ καὶ ὡς διάθεσιν οὖσαν ἐν οὐσίᾳ τῇ ψυχῇ. | |
40 | μʹ. —[79c2—9] Πῶς τὴν αἴσθησιν ἀτιμάζει καίτοι πρὸς φιλοσοφίαν δεδομένην [Tim. 47a7—b1]; —Ἢ ὅσον πρὸς ὑπόμνησιν· ἀτιμάζει δὲ ὡς πρὸς τελείαν γνῶσιν. | |
41 | μαʹ. —[80a10—c1] Πῶς, εἰ ὁμοία τῷ ἀδιαλύτῳ, καὶ ἀδιάλυτος; οὐ γάρ, εἰ κυνὶ λύκος, καὶ κύων ὁ λύκος. —Ἢ πρῶτον μὲν μᾶλλον ἢ τὸ σῶμα, φησίν. δεύτερον κατ’ οὐσίαν τῆς ψυχῆς ἡ ὁμοιότης καὶ οὐχ ὥσπερ κατὰ τὴν ἔξω σκιαγραφίαν ὁ λύκος· ὥστε τῷ ὄντι καὶ ἀδιάλυτος, εἰ καὶ ἧττον ἤπερ τὰ νοητά. | |
42 | μβʹ. —Πῶς τὸ εἶδος οὐ μονιμώτερον ὡς τῷ ἀμεταβλήτῳ ὁμοιότερον; —Ἢ οὐ πάντῃ ὅμοιον, ἐν ὑποκειμένῳ γάρ. Ἀλλὰ μένει ἡ ἀπορία. βέλτιον οὖν τὴν ὕλην μὴ μένουσαν νοεῖν· χείρων γάρ ἐστιν ἢ κατὰ τὸ μένειν· καὶ γὰρ τὸ μένειν εἴδους καὶ εἶδος. | |
43 | μγʹ. —Πῶς οὐχὶ καὶ ἡ μερικὴ ζωὴ ἐπιδιαμένει μᾶλλον τοῦ σώματος; — Ἢ ὅτι, φησὶν ὁ Πρόκλος, οὐ χωριστή. Ἀλλ’ ἡ ἀπορία μένει. βέλτιον οὖν λέγειν ὅτι μονιμωτέρα μέν ἐστιν (δεσμὸς γοῦν τῷ σώματι γίγνεται τῷ τοιῷδε πρὸς διαμονήν), οὐ τοσοῦτον δὲ μένει | |
5 | ὥστε καὶ χωρὶς εἶναι. ἢ ὅλως τὴν χείρω διαμονὴν οὐ διαμένει, ἥνπερ δηλαδὴ τὸ σῶμα, ἀλλ’ ἢ μόνην ταύτην παραμένει ἧς καὶ μεταδίδωσι τῷ σώματι, οὐκέτι δὲ ἔστιν, ὅτι μηδέ ἐστιν ἡ τοιαύτη ζωὴ χωριστή. | 311 |
44 | μδʹ. —[79e8—80a9] Πῶς ἂν δειχθείη ἡ ψυχὴ χωριστὴ καὶ ἀρχική; —Ἢ κατὰ πάντα τὰ ἀξιώματα τὰ ἐν Νόμοις εἰρημένα [III 690a1—c9], ὡς ἐκεῖ εἴρηται. | |
45 | μεʹ. —[91e2—92e3] Ὅτι τριῶν ὄντων λόγων καθ’ οὓς ἐλέγχεται μὴ οὖσα ἡ ψυχὴ ἁρμονία, ὁ πρῶτός ἐστιν ἀπὸ τῶν δεδειγμένων τοιοῦτος· πρὸ τοῦ ἐν ᾧ ἐστιν, οὐδεμία ἁρμονία· πρὸ τοῦ ἐν ᾧ ἐστι, πᾶσα ψυχή· ἡ ψυχὴ ἄρα οὐχ ἁρμονία. [Start of a diagram][Start of a diagram section]πρὸ τοῦ ἐν ᾧ[End of a diagram section] | |
6 | [Start of a diagram section]ἁρμονία[End of a diagram section] [Start of a diagram section]ψυχή[End of a diagram section] | |
5 | [Logical Relationship in a Diagram start mark]ἀπο κτ ἀπ[Logical Relationship in a Diagram end mark][End of a diagram] | |
46 | μϛʹ. —[92e4—93a3] Ὅτι τῶν ἄλλων λόγων ὑποθέσεις, πρῶτον μὲν οὕτως ἔχειν πᾶσαν ἁρμονίαν καὶ πᾶσαν σύνθεσιν ὡς ἂν ἔχῃ τὰ ἐξ ὧν σύγκειται· εἰ μὲν ἀδιάστροφα εἴη τὰ ὑποκείμενα, ἐρρῶσθαι καὶ αὐτήν, εἰ δὲ μή, συνδιεστράφθαι. ἔτι ἡ μὲν ἁρμονία κατὰ σύγκρασιν γίγνεται, ἡ δὲ σύνθεσις κατὰ παράθεσιν· | |
5 | εἰ μή που τὴν σύνθεσιν καθολικώτερόν τις λαμβάνοι, ὥστε καὶ τὴν κρᾶσιν περιέχειν αὐτήν. | |
47 | μζʹ. —[93a4—5] Ὅτι δευτέρα ὑπόθεσις τὸ μηδὲν ποιεῖν μηδὲ πάσχειν τὴν ἁρμονίαν παρὰ τὰ ἐξ ὧν ἐστιν. καὶ τίνι διαφέρει αὕτη τῆς προτέρας ὑποθέσεως; ἢ ὅτι αὕτη μὲν τὰς ποιήσεις καὶ τὰς πείσεις τῆς ἁρμονίας ἐθεώρησεν, ἐκείνη δὲ αὐτὴν τὴν ὑπόστασιν. | |
48 | μηʹ. —[93a6—7] Ὅτι τρίτον πορίζεται ὡς οὐδὲ ἡγεῖται ἄρα τῶν ὑποκειμένων, εἴπερ οὐκ ἄνευ αὐτῶν ἡγήσεται· σὺν αὐτοῖς γὰρ πάντα καὶ ποιεῖ καὶ πάσχει· εἰ δὲ μή, καὶ αὐτὰ ἑαυτῶν ἡγήσεται. | |
49 | μθʹ. —[93a8—10] Ὅτι τέταρτον συνάγει ὡς πολλῷ μᾶλλον οὐδὲ ἐναντιοῦται· | |
εἰ δὲ μή, καὶ ἑαυτὴν ἀναιρήσει, ἡ γὰρ ἐκείνων πεπόνθησις ἑαυτῆς ἔσται. | 313 | |
50 | νʹ. —[94b4—95a3] Ὅτι ἐκ τούτων ὁ δεύτερος λόγος κατασκευάζεται οὕτως· ἐναντιοῦσθαι τῷ ἐν ᾧ οὐδεμιᾷ ἁρμονίᾳ ὑπάρχει· ἐναντιοῦσθαι τῷ ἐν ᾧ κατὰ πάσης ψυχῆς· 〈ἡ〉 ἁρμονία ἄρα οὐ ψυχὴ οὐδὲ ἡ ψυχὴ ἁρμονία. [Start of a diagram][Start of a diagram section]ἐναντιοῦσθαι τῷ ἐν ᾧ[End of a diagram section] | |
6 | [Start of a diagram section]ἁρμονία[End of a diagram section] [Start of a diagram section]ψυχή[End of a diagram section] | |
5 | [Logical Relationship in a Diagram start mark]ἀπο κτ ἀπ[Logical Relationship in a Diagram end mark][End of a diagram] | |
51 | ναʹ. —[93a11—b3] Ὅτι τοῦ τρίτου συλλογισμοῦ ὑποτίθεται πρώτην ὑπόθεσιν, ὡς ἂν ἁρμοσθῇ τὰ ὑποκείμενα, οὕτως ἔχειν τὴν ἁρμονίαν, ἢ μᾶλλον ἢ ἧττον ἢ πλεῖον ἢ ἔλαττον. ἔστι δὲ τὸ μὲν ‘πλεῖον ἢ ἔλαττον‘ τῆς ποσότητος τῶν φθόγγων· ἢ γὰρ διὰ τεσσάρων ἡ ἁρμονία, ἐπειδὴ τέσσαρες οἱ φθόγγοι, ἢ διὰ | |
5 | πέντε, ἐπειδὴ πέντε, ἢ διὰ πασῶν, ἐπειδὴ πᾶσαι. τὸ δὲ ‘μᾶλλον καὶ ἧττον‘ τῆς ἐπιτάσεως καὶ ἀνέσεως· ἔχει γὰρ ἑκάστη ἁρμονία πλάτος τι κατὰ τὴν αἴσθησιν, οὐ μὴν κατὰ τὸν ἁρμονικὸν λόγον. πᾶς ἄρα λόγος εἷς περὶ ἑνός, ὅθεν τούτῳ μᾶλλον ἐπίστευον οἱ Πυθαγόρειοι ἢ τῇ αἰσθήσει κρινούσῃ. διὸ προσέθηκεν, ‘εἴπερ ἐνδέχεται‘ μᾶλλον καὶ ἧττον ἡρμόσθαι, εἰς τὰς κατὰ ἀριθμὸν ἁρμονίας ἀποβλέψας, | |
10 | οὐ τὰς ἐξῃρημένας λέγω, ἀλλὰ τὰς κατατεταγμένας. | |
52 | νβʹ. —[93b4—7] Ὅτι δευτέρα ὑπόθεσις ἀπὸ τοῦ ὑποκειμένου, ὡς ἡ ψυχὴ οὐ δέχεται τὸ μᾶλλον καὶ ἧττον· οὐσία γάρ, δεκτικὴ γοῦν τῶν ἐναντίων· ἡ δὲ ἁρμονία ἐπιδέχεται. | |
53 | νγʹ. —[93b8—e10] Ὅτι λόγον προάγει πρῶτον τοιοῦτον· ἡ ψυχὴ ἀρετῆς καὶ κακίας δεκτική, ἡ ἀρετῆς καὶ κακίας δεκτικὴ ἁρμονίας καὶ ἀναρμοστίας ἐστὶν δεκτική, ἡ ψυχὴ ἄρα ἁρμονίας καὶ ἀναρμοστίας ἐστὶ δεκτική. πάλιν ἁρμονία καὶ ἀναρμοστία κατ’ οὐδεμιᾶς ἁρμονίας, ἁρμονία καὶ ἀναρμοστία κατὰ πάσης | |
5 | ψυχῆς, ἡ ἁρμονία ἄρα κατ’ οὐδεμιᾶς ψυχῆς. | |
54 | νδʹ. —[94a1—10] Ὅτι καὶ ἄλλως συλλογίζεται· συμβαίνειν γὰρ μηδεμίαν ψυχὴν κακίας εἶναι δεκτικήν. εἰ γὰρ ἁρμονία ἡ ψυχή, ἁρμονία δὲ καὶ ἡ ἀρετή, ἡ ψυχὴ ἄρα δεκτικὴ ἀρετῆς, μᾶλλον δὲ ἡ ψυχὴ ἀρετή· οὐδέποτε δὲ ἡ ἁρμονία ἀναρμοστίας ἐστὶ δεκτική, οὐδ’ ἄρα ἡ ψυχὴ κακίας. ἀλλὰ μὴν ἄτοπον τοῦτό γε· καὶ μάλιστα | |
5 | ὅτι καὶ πᾶσα ψυχή, καὶ ἡ τῶν ἀλόγων, ὁμοία ἔσται, πᾶσαι γὰρ ἁρμονίαι δήπουθεν. | 315 |
55 | νεʹ. —[93c3—10] Ὅτι ἡ μὲν σωφροσύνη ἁρμονία καὶ ἡ ἀνδρεία ὡς τὸν θυμὸν παρεχομένη τῷ μὲν λόγῳ εἴκοντα, τῆς δὲ ἐπιθυμίας κρατοῦντα. πῶς δὲ ἡ δικαιοσύνη; ἰδιοπραγία γάρ. —Ἢ αὕτη μὲν διακριτικὴ συμφωνία, συγκριτικὴ δὲ ἡ σωφροσύνη· οὕτω γὰρ τοῦ ἰδίου ἀντιποιεῖται ἡ δικαιοσύνη ὡς ἀσύγχυτον | |
5 | μὲν ἕκαστον, κοινωνικὸν δὲ παρεχομένη. τοιγαροῦν ἡ μὲν σωφροσύνη κοσμούντων καὶ κοσμουμένων ἐστὶ συμφωνία, ἡ δὲ δικαιοσύνη ἀρχόντων καὶ ἀρχομένων. —Πῶς δὲ ἡ φρόνησις ἁρμονία; —Ἢ ὡς γιγνώσκοντος, φησὶν ὁ Πρόκλος, καὶ γιγνωσκομένου. Βέλτιον δὲ καὶ ταύτην ἀρετὴν οὖσαν—ὀρεκτικὴ γὰρ τοῦ δέοντος καὶ μή, | |
10 | καὶ ἀγαθοῦ καὶ κακοῦ ὡς εἰδῶν κατανοητικὴ μετὰ ὀρέξεως· —ὡς τοίνυν ἀρετὴν οὖσαν ἄμεινον ζωτικὴν ποιεῖν, ἁρμονίαν δὲ κατὰ τὸ ὠφελοῦν καὶ ὠφελούμενον. | |
56 | νϛʹ. —[94b4—e7] Μήποτε πᾶσα μὲν ψυχὴ ἁρμονία καὶ ἔχει ἴδιον ὑποκείμενον, εἰ δὲ μάχεται λόγος θυμῷ ἢ ἐπιθυμίᾳ, ὡς ἄλλη ψυχὴ ἄλλῃ μάχεται· κωλύει γὰρ οὐδὲν τῷ μὲν οἰκείῳ ὑποκειμένῳ μὴ μάχεσθαι τὴν ἁρμονίαν, ἄλλην δὲ ἄλλῃ πολεμεῖν· ὥστε μηδὲν τοῦτον εἶναι τὸν ἀπὸ τῆς ἐναντιώσεως λόγον. —Καὶ πῶς, | |
5 | φησὶν ὁ Πρόκλος, ἡ ἐν ἄλλῳ ὑποκειμένῳ οὖσα γνώσεται τὴν ἐν ἄλλῳ, ἵνα καὶ μάχοιτο; Ἢ ἐπιπόλαιος ἡ λύσις· εἰ γὰρ ἔχει γνωστικὴν δύναμιν, γνώσεται, οὗ γέ τοι καὶ ἡ αἴσθησις ἐν ὑποκειμένῳ οὖσα ἀντιλαμβάνεται τῶν αἰσθητῶν ἐν ἄλλῳ ὄντων ὑποκειμένῳ, καὶ πᾶσα ἡ ἄλογος ζωὴ τῶν ἔξω ὀρεκτῶν. | |
10 | Κέχρηται δὲ καὶ ἑτέρῳ λόγῳ· εἰ γὰρ ἑκάστη ἐν ἰδίῳ ὑποκειμένῳ, τίς ἡ κοινὴ ἡ συνέχουσα; καὶ ἐν ποίῳ ὑποκειμένῳ, εἴπερ ἁρμονία καὶ αὕτη; Ῥητέον οὖν ὅτι κοινὸν μὲν ὑποκείμενον ἔσται τὸ ὅλον σῶμα, εἴπερ ἄρα καὶ συγχωρήσειέ τις ἐξ ἀνάγκης ἀπαιτεῖσθαι τὴν κοινὴν ψυχὴν καὶ συνεκτικὴν τῶν τριῶν. ἔπειτα τί μᾶλλον ἡ ἀπορία λέλυται; δύναται γὰρ τὰ μέρη μάχεσθαι. | |
15 | βέλτιον οὖν φάναι παντὶ τῷ ζῴῳ τὸν λόγον ἐναντιοῦσθαι· οὐκ ἄρα ἐν ὑποκειμένῳ τούτῳ ἐστίν· οὐ γὰρ ἂν αὐτῷ ἠναντιοῦτο. | |
57 | νζʹ. —[94a4—5] Διὰ τί νῦν ἐπὶ τοῖς λόγοις ἐμνήσθη τῆς ὡς θεοῦ Ἁρμονίας; —Ἢ ἵνα διαστησάμενος τὴν ἐσχάτην καὶ πρώτην ἁρμονίαν, καὶ φήνας ὡς | |
οὐδετέρα εἴη, ἐνδείξηται καὶ τὸν μέσον τρόπον, καθ’ ὃν καὶ ἔστι πως ἡ ψυχὴ ἁρμονία. τοῦτο γὰρ καὶ τῷ Τιμαίῳ δοκεῖ, ὅταν ἐκ τῶν ἁρμονικῶν αὐτὴν λόγων | 317 | |
5 | συνίστησιν [34b10—36d7]. | |
6t | Ἀπορίαι | |
58 | νηʹ. —Ὅτι ὁμοίως ἐροῦμεν, ὥσπερ τὴν ψυχήν φησιν διὰ τὸ οὐσίαν εἶναι μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, οὕτω καὶ τὸν κύκνον ὡς ὄντα οὐσίαν τὸ μᾶλλον καὶ ἧττον μὴ ἐπιδέχεσθαι· τὸ δὲ λευκὸν ἐπιδέχεται· ὁ κύκνος ἄρα οὐ λευκόν. —Οὔκουν καλῶς· οὐ γὰρ ἡ λευκότης ὁ κύκνος, ἀλλὰ λευκὸς κατὰ μέθεξιν, | |
5 | ὥστε ἐπιπόλαιος ἡ ἀπορία, ἐξ ὁμωνυμίας εἰλημμένη. | |
59 | νθʹ. —Πῶς ἔλεγον οἱ Πυθαγόρειοι ἁρμονίαν τὴν ψυχήν; —Ἢ ὡς τὴν μέσην κατὰ Πορφύριον· εἶναι γὰρ αὐτὴν μεθόριον τῶν ὅλων, ἄκρων μὲν ὄντων θεοῦ καὶ ὕλης, παράκρων δὲ νοῦ καὶ σώματος· αὕτη τοιγαροῦν μεσότης ἂν εἴη, ἀεὶ δὲ τὴν μέσην ἁρμονίαν ἐκάλουν οἱ Πυθαγόρειοι. | |
5 | Ἢ οὖν οὕτως ἢ ὡς ἁρμόζουσαν τὸν κόσμον. ἢ τό γε ἀληθέστερον ὡς πρώτην μὲν παθοῦσαν τὸν μερισμὸν καὶ πλῆθος γενομένην, πλῆθος δὲ οὐ συγκεχυμένον ἀλλ’ ἐναρμόνιον καὶ τεταγμένον· ἁρμονία ἄρα πρώτη κατὰ τὴν μεθεκτὴν ὑπόστασιν ἡ ψυχή. | |
60 | ξʹ. —Διὰ τί μὴ αὐτὴ μὲν σώματος ἁρμονία, αὐτῆς δὲ ἁρμονία ἡ ἀρετὴ καὶ ἀναρμοστία ἡ κακία; —Ἢ ὅτι λόγος ἐναντίων ἡ ἁρμονία, αὐτὴ μὲν οὖσα μία, τἀναντία δὲ συνάγουσα εἰς ὁμοφωνίαν. τίς ἂν οὖν γένοιτο ἐν λόγῳ ἑνὶ λόγος | |
ἕτερος ἁρμονικός; δεῖται γὰρ δύο τοὐλάχιστον ἡ ἁρμονία τῶν ἁρμοζομένων. | 319 | |
61 | ξαʹ. —[93a12] Πῶς εἴρηται ‘ἡρμόσθαι‘ ἐπὶ τῆς ἁρμονίας; τὸ γὰρ ἡρμοσμένον ἥρμοσται, ὅπερ ἐστὶ τὸ ὑποκείμενον, εἴτε τὰ ἐναντία λέγοις εἴτε ὁτιοῦν. — Ἢ καὶ ἡ ἁρμονία ἥρμοσται καθ’ ὅσον μετέχει τῆς αὐτοαρμονίας. Προσεχέστερον δὲ εἰπεῖν ὅτι πάσχει καὶ αὐτὴ τὸ ἡρμόσθαι ὡς ἔχουσα τὸ εἶναι | |
5 | ἐν τῷ ἡρμοσμένῳ. | |
62 | ξβʹ. —[94a8—11] Ζητητέον εἰ μηδὲ ἡ ἄλογος ψυχὴ ἁρμονία. ἐπὶ γὰρ ταύτης ὡς ἀχωρίστου οὔσης τὰ ἄτοπα διαφεύγομεν· συναπόλλυται γὰρ τῷ ὑποκειμένῳ, μᾶλλον δὲ καὶ προαπόλλυται κατὰ τοὺς μὴ οἰομένους αὐτὴν ἀθάνατον εἶναι. —Ἢ οὐδὲ αὕτη ἁρμονία· ζωὴ γάρ, ὥστε οὐσία, ἡ δὲ ἁρμονία σχετικὸς λόγος | |
5 | τῶν ἐν τῷ σώματι ἐναντίων. Ἀλλὰ μήποτε ὡς ἡ λογική, οὕτω καὶ ἡ ἄλογος, οὐ χωριστῶς μέν, ἀχωρίστως δέ. | |
63(1t) | ξγʹ. —Ἀπορίαι Στράτωνος [frg. 122] πρὸς τὸν πρῶτον λόγον | |
2t | τὸν ἀπὸ τῶν ἐναντίων [69e6—72e2] | |
3 | Εἰ μὴ ἐκ τῶν ἐφθαρμένων τὰ ὄντα, ὡς ἐκ τῶν ὄντων τὰ ἐφθαρμένα, πῶς ἔχει λόγον πιστεύειν ὡς ἐρρωμένῃ τῇ τοιαύτῃ ἐφόδῳ; | |
5 | Εἰ μὴ μόριον τεθνηκὸς ἀναβιώσκεται, οἷον δάκτυλος ἢ ὀφθαλμὸς ἐκκοπείς, δῆλον ὡς οὐδὲ τὸ ὅλον. Εἰ καὶ τὰ ἐξ ἀλλήλων γιγνόμενα κατ’ εἶδος μόνον τὰ αὐτά, οὐ κατὰ ἀριθμόν. Εἰ ἐκ μὲν τροφῆς σάρκες, οὐ μὴν τροφὴ ἐκ σαρκῶν, καὶ ἰὸς ἐκ χαλκοῦ καὶ ἀπὸ ξύλων ἄνθρακες, οὐ μὴν ἀνάπαλιν. | |
10 | Εἰ ἐκ νέων γέροντες, οὐ μὴν ἀνάπαλιν. Εἰ σῳζομένου τοῦ ὑποκειμένου δύναται ἐξ ἀλλήλων γίγνεσθαι τὰ ἐναντία, οὐ μὴν ἐφθαρμένου. Εἰ μὴ ἀπολείπει ἡ γένεσις, κἂν μόνον κατ’ εἶδος ἀεὶ γίγνηται, ὡς ἔχει καὶ | |
τὰ τεχνητά. | 321 | |
64(1t) | Λύσεις | |
2 | Ὅτι πρὸ πάντων διοριστέον ὡς δέδοται μὲν διακρίνεσθαι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, τούτου δὲ δοθέντος ζητεῖται εἰ διακριθεῖσα ἐπιδιαμένει ἢ διασκεδάννυται· ὡς ἐπὶ οὐσίας ἄρα ποιητέον τὸν λόγον περὶ αὐτῆς. πῶς οὖν | |
5 | τὰ κατὰ ἕξιν καὶ στέρησιν προτείνομεν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου ἐπιχειρήματος; οὐ γὰρ ἀνακάμπτει ἡ στέρησις· ἀλλ’ εἴρηται καθάπαξ ὁ λόγος περὶ οὐσίας τῆς μενούσης μὲν αὐτῆς, τἀναντία δὲ πασχούσης κατὰ τὸν περὶ αὐτὴν στρεφόμενον κύκλον τῶν ἐναντίων, ἀλλ’ οὐχὶ ἕξεως καὶ στερήσεως. ἔστι δέ τι ζῶν καὶ τεθνηκὸς κατὰ ἕξιν καὶ στέρησιν, ὥσπερ ὁ δάκτυλος σβεννυμένης | |
10 | αὐτῷ τῆς ἐν ὑποκειμένῳ ζωῆς. Ὅτι πρὸς τὸ τρίτον ζητητέον εἰ μὴ μένει τι ταὐτὸν τῷ ἀριθμῷ, ποτὲ μὲν τὸν σπέρματος λόγον δεχόμενον, ποτὲ δὲ τὸν φυτοῦ, οἷον ἡ ὕλη ἢ τὸ ἄποιον σῶμα. ἀνάγκη ἄρα καὶ ἐπὶ τούτων ὑπομένειν τι, τῶν συγκρινομένων λέγω καὶ διακρινομένων, ψυχῆς καὶ σώματος· καὶ δῆλον ὅτι τὸ δυνατώτερον, τοῦτο δὲ ψυχή. | |
15 | Ὅτι πρὸς τὸ τέταρτον ῥητέον ὡς οὐ πᾶν τὸ ἔκ τινος ἀνακάμπτει, ἀλλὰ τὸ ἐκ τοῦ ἐναντίου· ἐκ δὲ τροφῆς σάρκες οὐχ ὡς ἐξ ἐναντίου, καὶ ἰὸς ἐκ χαλκοῦ οὐχ οὕτως. Ὅτι πρὸς τὸ πέμπτον, ἕξιν εἶναι καὶ στέρησιν νεότητα καὶ γῆρας. Ὅτι πρὸς τὸ ἕκτον ὁμολογητέον σῴζεσθαι τὸ ὑποκείμενον· ἐπὶ δὲ τούτων | |
20 | δύο εἶναι ὑποκείμενα, σῶμα καὶ ψυχήν, ἃ δεῖ συγκρίνεσθαι καὶ διακρίνεσθαι. καὶ δὴ τὸ ἰσχυρότερον πάσχει τοῦτο, ἡ ψυχή φημι, ἀεὶ μὲν κατὰ τὸν Πρόκλον, ὅτε γε κατ’ αὐτὸν ὤφελεν καὶ τὸ σῶμα ἀνώλεθρόν γε ὄν· κατὰ δὲ τὸν ἀληθῆ λόγον, ὅσον ἐκ τούτων, μέχρις ἂν ᾖ. | |
Ὅτι πρὸς τὸ ἕβδομον ῥητέον ὡς πολλαὶ μὲν αἱ αἰτίαι τοῦ διαμένειν τὴν γένεσιν· | 323 | |
25 | καὶ γὰρ αἱ ποιητικαὶ καὶ αἱ ὑλικαί· ἔστι δέ τις καὶ ἡ τοῦ κύκλου κατὰ ἀριθμὸν ἀνταπόδοσις ἐπὶ τῶν ἐναντίων. Ἡμεῖς δὲ ἐροῦμεν, ἄχρι μέν τινος κατὰ ἀριθμόν, ἔπειτα κατὰ εἶδος. | |
65(1t) | ξεʹ. —Ἀπορίαι Στράτωνος [frg. 127] πρὸς τὸν ἀπὸ τῶν ἀναμνήσεων | |
2t | λόγον [72e3—77a5] | |
3 | Ἢ πρὸ χρόνου ἔχουσι τὰς ἐπιστήμας, οὕτω δὲ ἀεὶ ἐπιστήμονές εἰσιν ἅτε μηδὲν χρόνου προσδεόμεναι μηδὲ πάσχουσαί τι ὑπ’ αὐτοῦ· ἢ ἀπὸ χρόνου, καὶ | |
5 | τότε ἐπίστανται ἄνευ τῆς ἀναμνήσεως ἅτε πρῶτον μανθάνουσαι. Ἢ καὶ τότε τῆς πρὸ σώματος ἐνούσης ἐπιστήμης ἀναμιμνήσκονται· ὁ γὰρ ποιητὴς αὐτῶν τελείας δή που πεποίηκεν, ἐπιστήμονας ἄρα· ἀλλὰ μὴν ἐλθοῦσαι ἐνταῦθα μαθήσεως δέονται, ἀναμνήσεως ἄρα. ἔτι δὲ πρὸς τούτοις ὁ Στράτων ἐν τῇ διαιρέσει ἐκκλέπτει τὸν ἀεί τινα χρόνον· μεταξὺ γὰρ τοῦ τε πρὸ χρόνου | |
10 | ὄντος καὶ τοῦ ποτὲ ὄντος ἐστὶ τὸ ἀεὶ ὂν ἐν χρόνῳ. Διὰ τί οὖν οὐ πρόχειρος ἡ ἀνάμνησις; —Ἢ τισὶ μὲν ἡ ἀνάμνησις καὶ πρόχειρος, τοῖς δὲ πολλοῖς χρεία γυμνασίας. | |
t66-74 | Περὶ τοῦ τελευταίου λόγου | |
66 | ξϛʹ. —[95e9—96a1] Διὰ τί τὸν περὶ αἰτίων ‘διεπραγματεύσατο‘ λόγον ἐν τούτοις; ἄνωθεν γάρ ποθεν ἀρξάμενος ἀπὸ τῶν αἰτίων διακαθαίρει τὰ συναίτια. —Ἢ ὅτι καὶ ἡ ψυχὴ τῶν τοιούτων αἰτίων ἐστίν, ἀλλ’ οὐ τῶν συναιτίων. | |
67 | ξζʹ. —[100b1—101c9] Διὰ τί τὸν περὶ ἰδεῶν μάλιστα διέκρινε λόγον; —Ἢ ἵνα αὐτὰ τὰ εἴδη τὰ ἀντικείμενα λάβῃ μὴ δεχόμενα ἄλληλα, μήτε τὰ ἐν τῇ ὕλῃ μήτε τὰ χωριστά, ἀλλὰ ταῦτα μὲν τὰ ἄυλα καὶ χωριστὰ ὑπεκχωροῦντα δείξῃ ἐπειδὰν τὰ ἐναντία προσέλθῃ, ἐκεῖνα δὲ ἀπολλύμενα, οἷον τὸ λευκὸν ἐπειδὰν | |
5 | τὸ μέλαν, τὴν δὲ ζωὴν τὴν λογικὴν ὑπεκχωροῦσαν ἐπειδὰν ὁ θάνατος προσέλθῃ. | 325 |
68 | ξηʹ. —Πῶς δείκνυσιν ἐν τούτοις ὅτι ἔστι παραδείγματα τῶν τῇδε ἰδεῶν; —Οὕτως· [100c3—8] εἰ τὰ πολλὰ καλὰ ἑνὸς τοῦ καλοῦ κοινωνεῖ, πρὸ τῶν πολλῶν ἂν εἴη αὐτὸ τὸ καθ’ ὕπαρξιν καλόν. —[100c9—e4] εἰ τὰ χρώματα ἢ σχήματα τὸ καλόν, πῶς ἔνι χρῶμα ἢ σχῆμα αἰσχρόν; τὸ γὰρ καλὸν πῶς ἂν | |
5 | εἴη αἰσχρὸν μένον καλόν; —[100e5—101b8] εἰ τῇ κεφαλῇ τις λέγοιτο μείζων, ὁ δὲ ἐλάττων, πρῶτον μὲν ἄτοπον τῷ αὐτῷ μεῖζον εἶναι καὶ ἔλαττον. δεύτερον δὲ ἄτοπον ἄλλῳ εἴδει, οἷον τῇ κεφαλῇ, ἄλλο εἶναι εἶδος, οἷον τὸ καλόν· κεφαλωτὸν γὰρ μᾶλλον τῇ κεφαλῇ. τρίτον δὲ πῶς οἷόν τε τῇ σμικρᾷ οὔσῃ μείζω γενέσθαι; ὥσπερ ἂν εἰ λέγοι τις ὅτι τῷ ἑνὶ πλείω τὰ δέκα τῶν ἐννέα· οὐ γὰρ | |
10 | τῷ ἑνί, ἀλλὰ πλήθει, τῷ γὰρ ἑνὶ ἓν γίγνεταί τι. —[101b9—c9] εἰ τἀναντία εἴδη αἴτια τοῦ αὐτοῦ οὐκ ἂν γένοιτο, πῶς ἥ τε σύνοδος καὶ ἡ σχίσις ἐναντίαι οὖσαι τὸ αὐτὸ ποιοῦσιν, δύο γάρ, ἡ μὲν ἀπὸ τοῦ ἑνὸς διαιροῦσα, ἡ δὲ συνάγουσα; ἀλλὰ δῆλον ὅτι δύο τὰ δύο διὰ τὴν τῆς δυάδος μετάσχεσιν. | |
69 | ξθʹ. —[100d3—6] Τίς ἡ μετοχὴ τοῖς τῇδε τῶν χωριστῶν εἰδῶν; εἰ μὲν γὰρ παρουσίᾳ, οὐκ ἔστι χωριστά· εἰ δὲ κοινωνίᾳ, ἔσται τι καὶ ἄλλο πρὸ αὐτῶν οὗ κοινῇ ταῦτα μετείληφεν, καὶ τοῦτο ἐπ’ ἄπειρον. —Ἢ ‘πῇ καὶ πῶσ‘ ἑκάτερον, καὶ παρουσία καὶ κοινωνία, κατὰ τὴν ἐκεῖθεν μέθεξιν, ἀλλ’ οὐκ ἀντιμετάδοσιν | |
5 | τῶν ἐντεῦθεν ἐκείνοις. | |
70 | οʹ. —[97b8—d5] Ὅτι καὶ τὸ ποιητικὸν ἀναγκαῖον, ὅ γε κοσμοποιόν ἐστι· τὰ γὰρ τῇδε εἴδη οὐκ ἔστιν αὐθυπόστατα, διὸ χρεία τοῦ ποιοῦντος. τὸ δὲ ποιοῦν ταδὶ μὲν ποιεῖ κατὰ τὰ παραδείγματα· ὡς δὲ βέλτιστα μέλλοι ἔχειν, κατὰ τὸ βέλτιστον καὶ τὸ τέλος· νοῦς ἄρα τὸ ποιητικὸν αἴτιον, τούτου γὰρ | |
5 | εἰδέναι ἅ τε ποιητέον καὶ τίνος ἕνεκα. | |
71 | οαʹ. —[99a4—b6] Ὅτι τὰ συναίτια παραλαμβάνεται μὲν ὑπὸ τῶν αἰτίων εἰς γένεσιν, αἴτια μέντοι οὐκ ἔστιν. | |
72 | οβʹ. —[99c3—5] Τίς ὁ Ἄτλας; —Ὅτι Τιτὰν διακριτικὸς τῶν τε οὐρανίων | |
καὶ ὑπουρανίων. οὐκ ἄρα τὸ συνέχειν αὐτῷ δώσομεν (τοῦτο δὲ καὶ Ὅμηρος δηλοῖ ‘κίονασ‘ αὐτὸν εἰπὼν ὑποστῆσαι ‘οἵ ῥα διαμφὶς ἔχουσιν οὐρανὸν καὶ γῆν‘ [a 53], οὐκοῦν κωλύουσιν ἑνωθῆναι πρὸς ἄλληλα), ἀλλὰ μᾶλλον τῷ ἀγαθῷ | 327 | |
5 | συνάγονται τῷ καὶ συνδέοντι ὡς ἀληθῶς· καὶ γὰρ τοῦτο σφίγγει τὴν γῆν πρὸς ἑαυτήν, οὐχ ὁ οὐράνιος δῖνος· τἀγαθὸν δὲ οὐ τὸ πρῶτον, ἀλλὰ τὸ δημιουργικόν τε καὶ νοερόν. | |
73 | ογʹ. —[99e4—100a3] Ὅτι ἀπὸ τῶν αἰσθητῶν προσεχῶς ἐπὶ τοὺς ἐν ψυχῇ λόγους ἀνέδραμεν, οὐχ ὡς εἰκόνας, ἀλλὰ μᾶλλον ὡς παραδείγματα, ἵνα οἰκειώσῃ τῷ προκειμένῳ λόγῳ τὰ εἴδη τὰ νοερὰ δι’ αὐτῶν μέσων. | |
74 | οδʹ. —[101e1] Τί τὸ ‘ἱκανὸν‘ ἐφ’ ὃ δεῖ κορυφοῦσθαι τὰς ἀεὶ λαμβανομένας ὑποθέσεις; —Ἢ ὃ τἀγαθόν, φησὶν ὁ Πρόκλος, ὡς ὂν ἐπέκεινα πάντων, μεθ’ ὃ οὐδὲν ἔτι ποθεῖ τις ἐπιζητεῖν. Ἄμεινον δὲ τὸ ἀεὶ ὁμολογούμενον φάναι καὶ τὰς αὐτοπίστους ὑποθέσεις τε | |
5 | καὶ ἀρχάς. | |
75 | οεʹ. —Ὅτι ὑποτίθεται, [103e5—104b4] ἓν μὲν τὸ ἄδεκτον εἶναι τὸ ἐναντίον τοῦ ἐναντίου ἐν τοῖς μετεχομένοις· τοῦ γὰρ ἑτέρου εἴδους ἐπιόντος δυοῖν θάτερον, ἢ ἀπόλλυσθαι ὑπὸ τοῦ προσιόντος φθειρόμενον, ὡς τὸ μέλαν ὑπὸ τοῦ λευκοῦ, ἢ ὑπεκχωρεῖν ἐξιστάμενον, καὶ τοῦτο μὲν δηλονότι εἰ χωριστὸν εἴη, ἐκεῖνο δὲ | |
5 | 〈εἰ〉 ἀχώριστον. —[104b6—105b4] ἕτερον δὲ ὑποτίθεται τὸ καὶ τῶν μετεχόντων ἔνια κατὰ θάτερον τῶν ἐναντίων οὐσιωμένα καὶ τοῦτο πάντως συνεπιφέροντα ἄδεκτα εἶναι τοῦ ἑτέρου τῶν ἐναντίων, καὶ δηλονότι καὶ τὰ τοιαῦτα εἴδη ἢ ἀπόλλυσθαι ἐπιόντος τοῦ ἐναντίου ἢ ὑπεξίστασθαι· ὅσα μέντοι ἐπείσακτον ἔχει τι τῶν ἐναντίων, μένοντα ἅ ἐστι δεκτικά ἐστι καὶ τοῦ ἐναντίου. —[105b5—c7] τρίτον | |
10 | ὑποτίθεται ὅτι οὐ μόνον τῇ τῶν ἁπλῶς εἰδῶν μετοχῇ τὰ τῇδε εἰδοποιεῖται, οἷον θερμότητος τὰ θερμά, ἀλλὰ καὶ τῇ τῶν τοῖς εἴδεσι συμφυῶν, οἷον οὐ μόνον ὑπὸ θερμότητος τὰ θερμὰ γίγνεται θερμά, ἀλλὰ καὶ ὑπὸ πυρός. | |
76 | οϛʹ. —Ὅτι καὶ εἴδη παρέλαβεν καὶ τὰ συνουσιωμένα τοῖς εἴδεσιν, ἵνα μὴ | |
διαφύγῃ τὰς ὑποθέσεις ἡ ψυχή, εἴτε τις ἁπλῆν αὐτὴν ζωὴν ὑποθοῖτο, καθάπερ τὰ ἁπλᾶ εἴδη, τὸ αὐτοθερμὸν καὶ τὸ αὐτοψυχρόν, εἴτε οὐσίαν μετὰ ζωῆς οὐσιωμένην, καθάπερ τὸ πῦρ μετὰ θερμότητος οὐσίωται. | 329 | |
5 | Τάχα δὲ ἄμεινον διὰ τὸ ἐνδείξασθαι χωριστὴν τῶν σωμάτων οὖσαν, εἴτε ὡς τὸ ἁπλοῦν λαμβάνοι τις αὐτὴν καὶ τὸ χωριστὸν εἶδος, εἴτε ὡς τὸ πῦρ, ὃ δὴ θερμαίνει οὐ καθάπερ αὐτὴ ἡ ἀχώριστος θερμότης, ἀλλ’ ὡς οὐσία χωριστὴ τοῦ θερμαινομένου. οὐ γάρ ἐστιν ἡ ψυχὴ ἡ ἐπιφερομένη ζωὴ καὶ ἐν ὑποκειμένῳ οὖσα, ἀλλ’ ἡ ἐπιφέρουσα ταύτην τῷ σώματι, ὥσπερ καὶ τὸ πῦρ τὸ ἐπιφέρον | |
10 | ἦν τὴν θερμότητα, οὐκ αὐτὴ ἡ ἐγγενομένη θερμότης. | |
77 | οζʹ. —Ὅτι ἡ ἀπόδειξις πρόεισιν ἐκ τῶν ὑποθέσεων τοιῷδε συλλογισμῷ· ἡ ψυχή, ᾧ ἂν παρῇ, ζωὴν τούτῳ ἐπιφέρει· πᾶν δὲ ὃ ἐπιφέρει τι, ἄδεκτόν ἐστι τοῦ ἐναντίου αὐτῷ· ἡ ψυχὴ ἄρα ἄδεκτός ἐστι τοῦ ἐναντίου τῇ ζωῇ. ἡ ψυχὴ ἄδεκτός ἐστι τοῦ ἐναντίου ᾧ ἐπιφέρει· τὸ ἐναντίον ἐστὶν οὗ ἐπιφέρει | |
5 | θάνατος· ἡ ψυχὴ ἄρα ἄδεκτος θανάτου. [Start of a diagram][Start of a diagram section]ἡ ψυχὴ[End of a diagram section] [Start of a diagram section]ᾧ ἂν παρῇ, ζωὴν τούτῳ ἐπιφέρει[End of a diagram section] [Start of a diagram section]ἄδεκτον τοῦ ἐναντίου.[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]ἡ ψυχὴ[End of a diagram section] [Start of a diagram section]ἄδεκτος τοῦ ἐναντίου ᾧ ἐπιφέρει[End of a diagram section] [Start of a diagram section]θάνατος.[End of a diagram section][End of a diagram] | |
78 | οηʹ. —Ἀλλ’ οὕτω γε, φησὶν ὁ Στράτων [frg. 124], οὐδὲ ἡ ἐν ὑποκειμένῳ ζωὴ τοῦ ἐναντίου δεκτική· οὐ γὰρ μένει, εἶτα δέχεται τὸν θάνατον, οὐδὲ γὰρ ἡ ψυχρότης τὴν θερμότητα· ἀθάνατος ἄρα ἡ ἐν ὑποκειμένῳ ζωή, ὥσπερ ἄθερμος ἡ ψυχρότης, καὶ μὴν ἀπόλλυται. | |
5 | Ἔπειτα, φησίν, οὐκ ἔστιν ἡ φθορὰ θανάτου παραδοχή, οὐδὲν γὰρ ζῷον οὕτω φθαρήσεται· οὐ γὰρ μένει ζῷον δεδεγμένον θάνατον, ἀλλὰ ἀποβαλὸν τὴν ζωὴν τέθνηκεν· ἀποβολὴ γὰρ ζωῆς ὁ θάνατος. Ταῦτα μὲν ὁ Στράτων· ἐχρῆν δὲ διττὴν ὑποθέσθαι τὴν ζωήν, καὶ περὶ τῆς ἐπιφερούσης εἶναι τὸν λόγον, ἥτις οὐ τῷ τεθνάναι τὸ ὑποκείμενον χωρίζεται, | |
10 | ἀλλὰ τῷ χωριστὴ εἶναι. οὐ γὰρ πάθος ἦν τοῦ ὑποκειμένου, ἀλλ’ οὐσία συγκριθεῖσα αὐτῷ καὶ τὴν ὡς πάθος ζωὴν ἐν αὐτῷ γεννήσασα, ὥσπερ ἐν τῷ φωτιζομένῳ οὐκ αὐτὸ τὸ φῶς, ἀλλ’ ἡ ἀπ’ αὐτοῦ μέθεξις. Πρὸς τούτοις φησὶν ὁ Πρόκλος ὅτι τὸ ἀπόλλυσθαι τῇ ψυχῇ θανατοῦσθαί ἐστιν, | |
τὸ δὲ θανατοῦσθαι φαίνεται ὄν, ὡς καὶ αὐτὸς ὁ Στράτων φησίν, τὸ παθεῖν | 331 | |
15 | ἀποβολὴν ζωῆς τὸ ὑποκείμενον· ἀλλὰ μὴν ἡ ψυχὴ οὐκ ἀποβάλλεται, ἀλλὰ χωρίζεται, οἷα χωριστὴ οὖσα ζωή· οὐκ ἄρα ἀποθνῄσκει· ἀθάνατος ἄρα. Ταῦτα μὲν ὁ Πρόκλος. ἀλλὰ μήποτε φαίη τις ὅτι τοῦτον μὲν τὸν κατὰ ἀποβολὴν οὐκ ἀποθνῄσκει θάνατον, καθ’ ἑαυτὴν δὲ γενομένη καὶ χωρισθεῖσα, εἰ δὲ βούλει καὶ ἐπιδιαμείνασα, ὕστερον ἀποσβέννυται, ὥσπερ καὶ αὐτὴ ἡ ἐν | |
20 | ὑποκειμένῳ ζωὴ σβέσιν πάσχει, ἄλλο τι τοῦτο παρ’ ὃ πάθος τὸ ὑποκείμενον πάσχει. βέλτιον οὖν ἐκ τῶν δεδειγμένων ἐπιχειρῆσαι θάνατον μὲν εἶναι τὴν σβέσιν τῆς ζωῆς, ἧς οὐκ εἶναι δεκτικὴν τὴν ψυχὴν χωριστὴν οὖσαν σώματος οὗ ἐστιν οὗτος ὁ θάνατος· ἐπεὶ τοῦ γε κατὰ διάκρισιν δεκτική ἐστιν, οὐ μὴν τοῦ ἐναντίου τῇ ἐπιφερομένῃ ζωῇ. οὐδὲ γὰρ πάσχει τοῦτο τὸ πάθος ὃ τὸ | |
25 | ὑποδεέστερον πέφυκε πάσχειν, ἐπεὶ οὕτω γε ὁμοία ἔσται ἡ ἐπιφερομένη ζωὴ τῇ ἐπιφερούσῃ, καὶ τὸ ἓν τῶν ἐναντίων, ὁ θάνατος, δύο ζωαῖς ἀντικείσεται, ὅπερ ἄτοπον. Ἀλλ’ οὔπω ἡ ἀπορία λέλυται τοῦ δέος εἶναι μήποτε πεπερασμένην ἔχουσα δύναμιν καθ’ αὑτὴν ἀπόλλυται. | |
79 | οθʹ. —Ὥσπερ ἀνάρτιος μὲν ἡ τριάς, ἀπόλλυται δὲ τοῦ ἀρτίου ἐπιόντος, οὕτω τί κωλύει ἀπόλλυσθαι τὴν ψυχὴν ἐπιόντος τοῦ θανάτου, καὶ ταύτῃ ἀθάνατον εἶναι ὡς ἀνάρτιος ἡ τριάς; —Ἀλλ’ ὑπόκειται χωριστή· οὐδὲ γὰρ τὸ πῦρ σβέννυται τοῦ θερμανθέντος ὑπ’ αὐτοῦ σβεννυμένου ἤτοι ψυχομένου καὶ παυομένης | |
5 | τῆς θερμότητος. | |
80 | πʹ. —Ἀλλὰ μήποτε καὶ χωρισθεῖσα ἀπόλλυται, ὡς τὸ πῦρ, δι’ αἰτίαν ἥντινα δή ποτε. —Ἢ πεφυκυῖα ζωὴν ἐπιφέρειν καὶ πρό γε πάντων ἑαυτῇ τὸν ὅθεν δή ποτε ἐπιόντα θάνατον ἀμύνεται· καὶ γὰρ εἰ ἀεὶ παρείη τῷ σώματι, οὐδὲ ἐκεῖνο ἀποθανεῖται· πολλῷ ἄρα μᾶλλον αὐτὴ ἡ ἐπιφέρουσα οὐδὲν πείσεται. ἔτι | |
5 | εἰ πάσχει, ὑπὸ τινὸς πάσχει. ἤτοι οὖν ὑπὸ τοῦ σώματος· ἀλλὰ τοὐναντίον πλησιάσαν | |
τὸ σῶμα τῇ ψυχῇ· ἔπειτα σωματοειδῆ πάθη τὸ σῶμα ἐπιφέρει, ἡ δὲ ἀσώματος. οὐκοῦν εἰ μὴ ὑπὸ τούτου, ὑφ’ ἑαυτῆς· ἀλλ’ οὐδὲν ἑαυτοῦ φθαρτικόν. ἀλλὰ μήποτε ὑπὸ ἄλλης ψυχῆς· ἀλλὰ καὶ τὰ ὁμοειδῆ σῴζει ἄλληλα. ἀλλ’ οὐ καθὸ ζωαὶ αἱ ψυχαί, ἀλλὰ καθὸ ἰδιότροποι· καὶ πῶς ἡ πάντων ἔχουσα τῶν εἰδῶν τοὺς λόγους | 333 | |
10 | καὶ αὐτῆς ἐκείνης τῆς ἰδιοτρόπως ἀπολλύσης φθαρήσεται ὑπ’ αὐτῆς; οὕτω γὰρ καὶ ἑαυτὴν φθείρει καὶ ἐξ ἀρχῆς ἐφθαρμένη ἂν ἦν ἔχουσα τῆς τοιαύτης ψυχῆς τὸν λόγον. | |
81 | παʹ. —Ὅτι τριῶν ὄντων μερῶν τοῦ διαλόγου τὸ τρίτον ἐστὶν ἡ νέκυια. | |
82 | πβʹ. —Ὅτι σκοπὸς τῷ διαλόγῳ τὴν χωριστὴν ἀποδοῦναι διαγωγὴν τῶν ψυχῶν ἀπὸ τοῦδε τοῦ σώματος, τῶν τε κατὰ τὸν πρῶτον καὶ τέλειον βίον καὶ τῶν κατὰ τὸν μέσον καὶ τὸν τελευταῖον. | |
83 | πγʹ. —Ὅτι οὐ πάντα μυθικῶς λέγει, ἀλλ’ ἔνια καὶ πραγματειωδῶς. | |
84 | πδʹ. —Ὅτι τριμερὴς καὶ ὁ μῦθος· τὸ μὲν πρῶτον ἕνωσις τῶν ἔπειτα λόγων πρὸς τοὺς προάγοντας [107c1—108c5], τὸ δὲ δεύτερον περιήγησις τῆς γῆς, ὅση καὶ οἵα τυγχάνει οὖσα [108c5—113c8], τὸ δὲ τρίτον διανομὴ τῶν ψυχῶν εἰς τὰς προσηκούσας λήξεις [113d1—114c8]. | |
85 | πεʹ. —Ὅτι ἐκ τριῶν ἡ νέκυια συνέστηκεν· ἐκ τῶν δικαζόντων, ἐκ τῶν δικαζομένων, ἐκ τῶν τόπων ἐν οἷς ταῦτα πάντα. τριῶν δὲ οὐσῶν νεκυιῶν καὶ ἑκάστης τῶν εἰρημένων τριῶν μεμνημένης, ἥδε μὲν περὶ τῶν τόπων μᾶλλον ποιεῖται τὸν λόγον, ἡ δὲ ἐν Γοργίᾳ [523a1—527a4] περὶ τῶν δικαζόντων, ἡ δὲ | |
5 | ἐν Πολιτείᾳ [X 614b2—621d3] περὶ τῶν δικαζομένων. | |
86 | πϛʹ. —[107c1—4] Ὅτι τριττὴ ἡ δικαιοσύνη, ἡ μὲν νοερά, περὶ τὰ νοητὰ τῆς ψυχῆς ἀνατεταμένης καὶ ἱσταμένης κατὰ τὴν οἷον παραδειγματικὴν αὐτοπραγίαν· | |
ἡ δὲ δοξαστικὴ περὶ τὰ δοξαστά, τῷ πολιτικῷ εἴδει χαρακτηριζομένη· ἡ δὲ διανοητικὴ περὶ τὰ διανοητά, καθαρτική τις αὕτη δικαιοσύνη. διό φησιν ‘δίκαιον | 335 | |
5 | διανοηθῆναι‘ περὶ ἐπιμελείας τῆς ἀθανάτου δειχθείσης ψυχῆς. | |
87 | πζʹ. —[107c2—4] Ὅτι ἄλλη μὲν ἐπιμέλεια ὡς περὶ ἕνα βίον τῆς ψυχῆς, ἄλλη δὲ ὡς περὶ ἀθάνατον τὴν ψυχήν. Εἶεν δὲ ἂν καὶ μέσαι τινὲς ὡς περὶ πολυχρόνιον οὖσαν. | |
88 | πηʹ. —Τίς ὁ ‘χρόνος πᾶσ‘, ὑπὲρ οὗ ἐπιμελεῖσθαι χρή; —Οὐχ ὁ βίου ἑνός· τὶς γὰρ ὁ τοιοῦτος καὶ οὐ πᾶς. ἀλλ’ ὁ τῆς ἀειγενεσίας, φησὶν ὁ ἐξηγητής. Καὶ πῶς οἷόν τε ὑπὲρ τούτου βουλεύσασθαι, οὐ μόνον ἀπείρου ὄντος—τὸ δὲ ἄπειρον ἀπροβούλευτον, ἀπερίληπτον γάρ· —οὐ τοίνυν τοῦτο μόνον, ἀλλὰ καὶ | |
5 | ⟦ἀδυνάτου⟧ ἀδύνατον, ἀνάγκη γὰρ ἐν τῷ παντὶ ἀπείρῳ χρόνῳ καὶ κακύνεσθαι τὰς πεφυκυίας τοῦτο πάσχειν ψυχάς. βέλτιον οὖν τὸν μιᾶς ἀποκαταστάσεως μετρητικὸν φάναι. | |
89 | πθʹ. —Ὅτι εἰ καὶ τὰ γενητὰ ἐπὶ πλείω χρόνον διάκειται κατὰ φύσιν, ὅσα γέγονε κατὰ φύσιν, πόσῳ γε μᾶλλον τὰ ἀίδια καὶ κρείττω τὸν πλεῖστον χρόνον ἔσται ἐρρωμένα; εἰ δὲ ἐπιμέλοιτο ἑαυτῶν, καὶ ἔτι πλείω ἕξει τὸ κατὰ φύσιν. καὶ τοῦτο εἶναι πάλιν ὁ ἐξηγητὴς ⟦εἶναι⟧ φησὶ τὸ ‘ὑπὲρ τοῦ παντὸς χρόνου‘, | |
5 | ἵνα ἐγγὺς ὦμεν τῶν ἅπαντα τὸν χρόνον εὐδαιμονούντων. | |
90 | ϙʹ. —[107c4] Ὅτι ‘δεινὸς ὁ κίνδυνοσ‘ ἀθανάτου τῆς ψυχῆς πεφασμένης, πρῶτον μὲν ὡς ἡμῶν τῶν ὄντως ἡμῶν κακουμένων· δεύτερον ὡς ἡμῶν τὸν πλεῖστον χρόνον κακῶς ἐχόντων· τρίτον ὡς κατακριθησομένων ὑπὸ τῶν δικαστῶν καὶ πεμφθησομένων εἰς τόπους ἀνημέρους τινάς· τέταρτον ὡς οὐ πρότερον | |
5 | ἀπαλλαγησομένων κακῶν, πρὶν ἂν τὴν ἐπιμέλειαν προβαλώμεθα ταύτην ἣν νῦν ὁ λόγος παρακελεύεται πρὸ τοῦ κινδύνου. | |
91 | ϙαʹ. —[107c6—8] Ὅτι κρεῖττον τἀγαθὸν τοῦ ὄντος δηλοῖ τὸ μηδένα ἐθέλειν εἶναι ἁπλῶς, ἀλλὰ καλῶς εἶναι, εἰ δὲ μὴ ἐξείη καλῶς, μηδὲ εἶναι ὅλως. | |
92 | ϙβʹ. —[107d1—2] Ὅτι ἡ μὲν ἀλήθεια καὶ ἡ γνῶσις φῶς ἐν ψυχῇ, ἡ δὲ ἀρετὴ καὶ βελτίστη ἕξις εὐκοσμία, τὰ δὲ ἐναντία σκότος καὶ ἀκοσμία· διὸ πρὸς τὰ ὅμοια μέρη τοῦ παντὸς ἑκάτεροι ἀποπέμπονται. | 337 |
93 | ϙγʹ. —[107d4—5] Τίνες οἱ λέγοντες; ‘λέγεται‘ γὰρ ταῦτα περὶ τῶν ἐν Ἅιδου, φησίν. —Ἢ πρῶτον μὲν αἱ κοιναὶ ἔννοιαι σφύζουσαι ἀδιαρθρώτως· δεύτερον οἱ θεολόγοι· τρίτον οἱ χρησμοὶ τῶν θεῶν· τέταρτον αἱ τελεταί· πέμπτον αὐτοὶ παραγενόμενοι οἱ θεοί. | |
94 | ϙδʹ. —Ὅτι ὄντων ἐν τῷ κόσμῳ τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ τῶν ταῖς ὑπερουσίοις ἑνάσι συνημμένων, δεῖ καὶ μέσον τι γένος εἶναι, τὸ οὔτε θεοῦ ἐξημμένον ἐν συναρτήματι οὔτε ἄλλοτε ἄλλως ἔχον κατὰ τὸ χεῖρον καὶ τὸ κρεῖττον, ἀλλὰ τέλειον ἀεὶ καὶ τῆς οἰκείας ἀρετῆς οὐκ ἀφιστάμενον, ἀμετάβλητον | |
5 | μέν, οὐ συνημμένον δὲ τῷ ὑπερουσίῳ· τοῦτο δὲ ὅλον τὸ γένος δαιμόνιον. | |
95 | ϙεʹ. —Ὅτι γένη δαιμόνων διάφορα. ὑπέστρωται γὰρ τοῖς ἐγκοσμίοις θεοῖς τὸ μὲν δαιμόνιον γένος κατὰ τὸ ἓν τῶν θεῶν, ὃ δὴ καὶ καλεῖται ἑνιαῖον καὶ θεῖον δαιμόνων γένος· τὸ δὲ κατὰ τὸν νοῦν τὸν ἐξηρτημένον τοῦ θεοῦ, ὃ καλεῖται νοερόν· τὸ δὲ κατὰ τὴν ψυχήν, ὃ καλεῖται λογικόν· τὸ δὲ κατὰ τὴν φύσιν, ὅπερ | |
5 | ὀνομάζεται φυσικόν· τὸ δὲ κατὰ τὸ σῶμα, ὃ δὴ καλεῖται σωματοειδές· τὸ δὲ | |
κατὰ τὴν ὕλην, τοῦτο δὲ ὑλαῖον ἐπιφημίζεται. | 339 | |
96 | ϙϛʹ. —Ὅτι καὶ ἄλλως οἱ μέν εἰσιν οὐράνιοι, οἱ δὲ αἰθέριοι, οἱ δὲ ἀέριοι, οἱ δὲ ὑδραῖοι, οἱ δὲ χθόνιοι, οἱ δὲ ὑποχθόνιοι. αὕτη δὲ ἡ διαίρεσις δηλονότι ἐκ τῶν τοῦ παντὸς εἴληπται μερίδων. ἀπὸ δὲ τῶν ἀερίων ἄρχονται συνυφίστασθαι οἱ ἄλογοι δαίμονες· διὸ καὶ τὸ λόγιόν φησιν [frg. 91]· | |
5 | ‘ἠερίων ἐλάτειρα κυνῶν χθονίων τε καὶ ὑγρῶν‘. | |
97 | ϙζʹ. —Ὅτι οἱ εἰληχότες ἐκ τῶν νοερῶν εἰσιν· τὸ γὰρ ἄρχον, φησί, προσεχῶς ἐκ τοῦ ὑπερκειμένου γένους ἐστὶν πανταχοῦ· καὶ γὰρ οἱ ψυχικοὶ τῶν ἀλόγων ζῴων ἡγοῦνται. τὰς μέντοι ἀχράντους, φησί, θεῖοι δαίμονες διοικοῦσι. Καίτοι φαίη ἄν τις ὅτι καὶ αὗται ψυχαί, καὶ ἔδει κατὰ τὸν αὐτὸν λόγον | |
5 | προσεχῶς ἐκ τῶν νοερῶν διοικεῖσθαι. ἔπειτα αὐτὸ τὸ δαιμόνιον, ὁποῖον δἂν ᾖ, ὑπερκείμενόν ἐστι τοῦ τε ἀνθρωπείου καὶ τῶν ἐφεξῆς γενῶν πάντων. βέλτιον οὖν μὴ ἐκ πάντων δαιμόνων ἀορίστως ποιεῖν τοὺς εἰληχότας, ἀλλ’ ἐκ τῶν ἑπομένων θεοῖς μόνον ἐκείνοις τοῖς ἐπὶ καθόδων τε καὶ ἀνόδων τεταγμένοις τῶν ψυχῶν. οἱ γὰρ τούτων ἐξημμένοι λαγχάνουσι τοὺς τοιούτους βίους· ὅλως γὰρ ἡ ἄνοδος | |
10 | καὶ κάθοδος βίων διαφόρων ἐστὶ περιεκτική, παντοδαποὺς δὲ ὄντας τοὺς τοιούτους δαίμονας, οἷον τοὺς μὲν θείους, τοὺς δὲ νοεροὺς καὶ τοὺς ἑξῆς, ἄλλων ἄλλους προεστάναι. | |
98 | ϙηʹ. —Ὅτι αἰθέριοι, φησίν, οἱ εἰληχότες. Ἄμεινον δὲ καὶ ταύτῃ παντοίους λέγειν, ἐξ ἐκείνων μέντοι τῶν ἐκείνοις τοῖς θεοῖς ὑποτεταγμένων. | |
99 | ϙθʹ. —Ὅτι δικαστήριον ὅλος ὁ κόσμος, καὶ δικαστήρια καθ’ ὅλας αὐτοῦ τὰς | |
μερίδας. καὶ γὰρ ἡ Δίκη μία τε καὶ πολλὴ μετὰ τὴν μίαν, ὥστε καὶ ὁ πᾶς ἐξηρτημένος αὐτῆς χορὸς ἄχρι τῶν ἡρωϊκῶν ψυχῶν, τῶν μέντοι ἀεί· οὐ γὰρ δή που μέχρι τοῦδε τοῦ Αἰακοῦ οὐκ ἦν δικαστήριον. δῆλον δὲ ὅτι καὶ μέχρι | 341 | |
5 | τῶν ἀλόγων δαιμόνων καὶ μέχρι τῶν ἀψύχων. | |
100 | ρʹ. —Ὅτι εἷς τῶν τόπων δικαστικός, ὁ αἰθέριος, οὐκ ὢν ἐν Ἅιδου, φησὶν ὁ ἐξηγητής· πέμπει γοῦν εἰς οὐρανὸν καὶ εἰς γῆν καὶ εἰς Ἅιδου. Φαίη δὲ ἄν τις δυνατὸν εἶναι καὶ ἐξ Ἅιδου πέμπειν πανταχοῦ· πῶς δὲ οὐκ ἐν Ἅιδου, ὅτε τῶν θνῃσκόντων ἐστὶν ὁ τόπος; εἰ μὴ ἄρα οὐ μόνων, ἀλλὰ καὶ | |
5 | τῶν ἐξ οὐρανοῦ κατιουσῶν, ὡς ἐν Πολιτείᾳ φησί [X 614d7—e1], καὶ τῶν ἐκ τῶν ὑποκειμένων ἀνατρεχουσῶν. | |
101 | ραʹ. —Ὅτι οὐ καθ’ ἑκάστην ψυχὴν εἷς δαίμων τέτακται, δηλοῖ πρῶτον μὲν τὸ ἐγγυτέρω αὐτοὺς τετάχθαι τῆς μιᾶς αἰτίας. Δεύτερον δέ, εἰ καὶ μὴ ἰσχυρὸν τὸ ἐπιχείρημα, ἀλλ’ οὖν δεύτερον τὸ ἀπολιπούσης τῆς ψυχῆς τὸν βίον ἀργήσειν τὸν δαίμονα. τί γὰρ κωλύει κατ’ εἶδος αὐτὸν | |
5 | ἐπιτροπεύειν τὴν ἀεὶ τοιαύτην ζωήν, ἀλλ’ οὐχὶ τὴν τῷ ἀριθμῷ; ἐπεὶ καὶ ἄλλως τὸ αὐτὸ ἄτοπον· ἀναχθήσονται γὰρ καὶ πᾶσαι, ὥστε ἀργήσει· εἰ δὲ μὴ πᾶσαι, ἵνα μὴ ἀργήσῃ, τὸ αὐτεξούσιόν πως τῶν ψυχῶν κωλυθήσεται. Τρίτον, φησίν, οὐ ψυχὴν εἴληχεν, ἀλλὰ βίον· τί δὲ κωλύει τὸν αὐτὸν βίον πλείους αἱρεῖσθαι ψυχάς; ὥστε σαφῶς διὰ τούτου τοῦ ἐπιχειρήματος ἀνατρέπει | |
10 | τὸ δεύτερον. | |
102 | ρβʹ. —[107d7] Ὅτι ‘ἐπιχειρεῖ‘ μὲν ‘ἄγειν‘ ὡς κινῶν μὲν τὰς ἐννοίας καὶ φαντασίας, ἐνδιδοὺς δὲ καὶ τῷ αὐτοκινήτῳ· κινήσαντος δὲ τοῦ δαίμονος ἡ μὲν ἑκουσίως ἕπεται, ἡ δὲ βιαιότερον, ἡ δὲ μέσως. | |
103 | ργʹ. —[107d6—7] Πῶς νῦν ὁ δαίμων ‘εἴληχεν‘; καίτοι ἐν Πολιτείᾳ ἔφη· ‘οὐχ | |
ὑμᾶς δαίμων λήξεται, ἀλλ’ ὑμεῖς δαίμονα αἱρήσεσθε‘ [X 617e1]. —Ἢ κατὰ τὸν βίον ὃν ἡ ψυχὴ ὑπέδυ· τοῦ γὰρ εἴδους προέστηκεν, ἐκείνη δὲ αὐτόθεν ἑαυτὴν ὑποτάττει τῷδε ἢ τῷδε τῷ δαίμονι. | 343 | |
104 | ρδʹ. —[107d8] Ὅτι τὸ κοινὸν καὶ διάφορον λέγει, δηλοῖ τὸ ‘συλλεγῆναι‘ καὶ ‘διαδικάζεσθαι‘. | |
105 | ρεʹ. —[107d5—e4] Ὅτι ἄλλος μὲν ὁ ἀπὸ τοῦ βίου ἄγων παρὰ τοὺς δικαστάς, ἄλλος δὲ ὁ εἰς Ἅιδου ἄγων, ὑπουργὸς ὢν τῶν δικαστῶν, οἷον ἀποπληρωτὴς ὢν τῆς ψήφου· τρίτος δὲ ὁ πάλιν τὸν βίον λαχών. | |
106 | ρϛʹ. —[107e4] Ὅτι πᾶν ἀίδιον μεταβαλλόμενον περὶ ⟦ὃ⟧ τὰ πεπερασμένα, περίοδον κινεῖται. ὅτι μὲν γὰρ μεταβάλλεται, οὐ μένει ἐν τῷ αὐτῷ· ὅτι δὲ πεπέρασται καὶ ἠρίθμηται ταῦτα περὶ ἃ μεταβάλλεται, οὐ πρόεισιν ἐπ’ ἄπειρον· ὅτι δὲ ἀίδιόν ἐστι, περὶ τὰ αὐτὰ πάλιν στρέφεται, ὥστε κυκλίζεται. εἰ δὲ ἡ | |
5 | ἐνέργεια κυκλική, καὶ ἡ οὐσία πρότερον κύκλος, ὡς ὁ Τίμαιος ἀξιοῖ [36e2—5]. | |
107 | ρζʹ. —Ὅτι ποριστέον, πρῶτον μὲν ὅτι οὐδεμία μένει ἀεὶ οὔτε ἄνω οὔτε κάτω· δεύτερον ὅτι οὐκ ἔστι χιλιέτης ἡ πορεία πασῶν, εἴπερ περίοδοι πολλαὶ καὶ διάφοροι, ἀλλὰ συμβολικῶς τῆς χιλιέτους ἀκουστέον ἐν Φαίδρῳ [248e5—249b3]· τρίτον ὅτι τὸ περιοδεύειν πρόσεστι καὶ τοῖς περιάγουσι καὶ τοῖς περιαγομένοις. | |
108 | ρηʹ. —[107e4—108a2] Ὅτι μία μὲν κατὰ τὸ κοινὸν ἡ εἰς Ἅιδου πορεία, πολλαὶ δὲ καὶ παντοδαπαὶ μετὰ τὴν μίαν αἱ ὁδοί, ἅτε τοιούτων καὶ τοσούτων οὐσῶν τῶν λήξεων ἃς τέλη ποιοῦνται αἱ ὁδοιποροῦσαι, ἔτι δὲ καὶ τῶν ζωῶν ἄλλων οὐσῶν ἐπ’ ἄλλαις καθ’ ἃς ἐπὶ τὰς λήξεις φέρονται. ὁ μέντοι Πλάτων τοῦτο δείκνυσι | |
5 | φιλοσόφως μὲν ἀπὸ τῶν ἡγεμόνων, εἴπερ εἰσὶ διάφοροι· ἐπὶ διάφορα γὰρ ἡγήσονται. ἱερατικῶς δὲ ἀπὸ τῶν ἱερῶν, ἢ διὰ τὰς ὁμοιώσεις τῶν διαφόρων | |
θεῶν, ὅτι ἄλλη ψυχὴ ἄλλῳ ὡμοίωται θεῷ (τοῦτο δὲ ἐπιπόλαιον)· ἢ διὰ τὰς Δήμητρος πλάνας, ὡς γὰρ διαφόρων οὐσῶν τῶν ὁδῶν ἐπλανήθη· ἢ ὅτι ἐπὶ τριόδου θύουσι τῇ Τριοδίτιδι Ἑκάτῃ καὶ παραδεικνύουσι τὰς τριόδους ἐν ἄλλοις | 345 | |
10 | νομίμοις. ἀλλὰ καὶ τῶν ἀποιχομένων τὰς ψυχὰς τριχῇ θεραπεύουσιν, ἄλλως μὲν τὰς τῶν παναγῶν ἱερέων, ἄλλως δὲ τὰς τῶν βιοθανάτων, καὶ ἔτι ἄλλως τὰς τῶν πολλῶν. | |
109 | ρθʹ. —Ὅτι ὥσπερ αἱ ἄλλαι τέχναι καὶ ἐπιστῆμαι ἐπὶ φιλοσοφίαν καταφυγοῦσαι βεβαιοῦνται, οὕτω καὶ φιλοσοφία ἐπὶ τὴν ἱερατικὴν ἀναβᾶσα τὰ οἰκεῖα δόγματα συνίστησιν. | |
110 | ριʹ. —[108a7—b3] Πῶς αἱ ὀπισθοβαρεῖς εἰς τὸν αἰθέρα ἀνάγονται; —Ἢ μάλιστα μὲν καὶ αὗται φυσικῆς ὀρέξεως ἐπὶ τὰ ἄνω ἱεμένης μετέχουσιν· ἔπειτα καὶ ἐμποιοῦσιν αὐταῖς ὀρέξεις τοιαύτας καὶ δυνάμεις οἱ ἄγοντες δαίμονες· πρὸς δὲ ἔτι 〈εἰ〉 καὶ σώματα γεώδη πρὸς τὸ ἄνω κινεῖται δαιμόνιον τρόπον, πόσῳ | |
5 | μᾶλλον ψυχαί; Οὕτω μὲν ὁ ἐξηγητής· μήποτε δὲ βέλτιον ἑκάσταις εἶναι τὸν σύμμετρον τόπον δικαστικόν, εἰ καὶ ἐν πλάτει τὸ σύμμετρον. | |
111 | ριαʹ. —[108b3—4] Διὰ τί εἰς ἕνα συλλέγονται τόπον τὸν αἰθέριον; οὔτε γὰρ αἱ ψυχαὶ ἤμελλον ἄκριτοι εἶναι ὅπου οὖν οὖσαι, οὔτε οἱ δικασταὶ μὴ κρίνειν ἤμελλον εἰ μὴ συνέδραμον πρὸς αὐτοὺς οἱ κρινόμενοι. —Ἢ ἄμεινον ἦν αὐταῖς ταῖς ψυχαῖς ἐν καλλίοσι τόποις οὔσαις καὶ διὰ τοῦτο κάλλιον διατεθείσαις οὕτω | 347 |
5 | δέχεσθαι τὴν κρίσιν. προστίθει δὲ καὶ ὅτι ἀλλήλας ὁρῶσιν, ὅπως κρίνονται καὶ οἵων τυγχάνουσιν. | |
112 | ριβʹ. —[108b3—c3] Διὰ τί ταῖς ἀκαθάρτοις 〈οὐ〉 γίνεται ἡγεμών; —Ἢ γίνεται μέν, οὐ παρέχεται δὲ αἴσθησιν ὡς κωφαῖς καὶ τυφλαῖς οὔσαις τῆς ἑαυτῶν προνοίας. —Διὰ τί οὖν ὁ δαίμων ὁ εἰληχὼς καὶ ταύτας ἄγει ὅμως [107d7]; —Ἢ ὅτι τὸν ἐμφανῆ, φησί, βίον εἴληχεν. | |
5 | Ἄμεινον δὲ μέρος εἶναι τῆς ψήφου καὶ τὸ μὴ τυγχάνειν ἡγεμόνος ἐμφανοῦς. εἰ δὲ καὶ πλανᾶσθαι κατακριθεῖεν, τῆς τοιαύτης τεύξονται τοῦ δαίμονος προνοίας κολαστικῆς οὔσης. | |
113 | ριγʹ. —[108b8] Ὅτι ‘ἡγεμόνεσ‘ μὲν οἱ ἄγοντες, ‘συνέμποροι‘ δὲ αἱ ὁμοδαίμονες ψυχαὶ καὶ ἐπὶ τὸ αὐτὸ ἀγόμεναι, θεοὶ δὲ τοῖς εὐσεβέσιν ἡγεμόνες οἱ αὐτοὶ καὶ συνέμποροι ἐπὶ τὸν ἄνω τόπον καὶ ὑπερουράνιον, ὡς ἐν Φαίδρῳ λέγεται [246e4—247c4]. | |
114 | ριδʹ. —Ὅτι τὴν νῦν λεγομένην γῆν οἱ μὲν ἀσώματον ἤκουσαν, οἱ δὲ σωματικήν, καὶ τούτων ἑκάτεροι διχῶς· οἱ μὲν γὰρ ἀσώματον ἤτοι τὴν ἰδέαν ἢ τὴν φύσιν, οἱ δὲ σωματικὴν οἱ μὲν τὸν ὅλον κόσμον οἱ δὲ τὸν ὑποσέληνον. ὁ μέντοι Πλάτων ταύτην φαίνεται λέγων τὴν γῆν, ὡς ἐκ τῶν λέξεων δῆλον. | |
115 | ριεʹ. —Ὅτι ἡ γῆ πλήρωμα οὖσα τοῦ παντὸς θεός ἐστιν. εἰ γὰρ τὸ πᾶν θεός, δῆλον ὅτι καὶ τὰ μέρη θεοί, ἐξ ὧν οὗτος ὁ θεὸς συμπεπλήρωται. ἔτι εἰ ὅλον μέρος ἡ γῆ, ἀλλ’ οὐκ ἀποτετμημένον, δῆλον ὅτι θεὸς ἡ γῆ· πῶς γὰρ δύναται μὴ εἶναι θεὸς ἡ παντελὴς τοῦ κόσμου μερίς; ᾧ γὰρ τὸ πᾶν θεός, τούτῳ καὶ τὸ | |
5 | ὁλόκληρον μέρος, πάντων ὂν τῶν εἰδῶν πεπληρωμένον. ἔτι εἰ θεῶν περιεκτικὴ ἡ γῆ, πολλῷ πρότερον αὐτὴ θεός, ὡς καὶ ὁ Τίμαιός φησιν [40b8—c3], ὥστε καὶ νοῦς ἐξῆπται αὐτῆς καὶ ψυχὴ λογική· ὥστε καὶ σῶμα αὐγοειδὲς πρὸ τοῦδε τοῦ | |
φαινομένου. | 349 | |
116 | ριϛʹ. —Ὅτι προβλήματα τέσσαρα περὶ γῆς εἴωθε ζητεῖσθαι, περὶ θέσεως αὐτῆς (εἰ ἐν μέσῳ), περὶ σχήματος (εἰ σφαιροειδής), περὶ τῆς μονῆς, περὶ μεγέθους. ὧν δύο μὲν τὰ πρῶτα προείληφεν ὁ Σωκράτης, ὅτι τε ἐν μέσῳ καὶ ὅτι σφαιροειδής, τὰ δὲ ἄλλα δύο ἀπ’ αὐτῶν τούτων δείκνυσιν. εἰ γὰρ ἐν μέσῳ ἐστί, | |
5 | τῷ κέντρῳ ὡμοίωται, ὥστε μένει, οἷα κέντρον τι ὁρατόν· καὶ εἰ σφαιροειδής, ὡμοίωται τῷ παντί, ὥστε ἐν τῷ αὐτῷ τόπῳ ὥσπερ τὸ πᾶν καὶ ὡς ὄγκος μένει, ἀλλ’ οὐχ ὡς κέντρον ἀμερές. | |
117 | ριζʹ. —Ὅτι σφαιρικὸν τὸ πᾶν, δείξειεν ἄν τις ἀπὸ τῆς τελικῆς αἰτίας· μιμεῖται γὰρ ἡ σφαῖρα τὸ ἕν, ὅτι μάλιστα κράτιστον οὖσα τῶν σχημάτων καὶ ἀδιάλυτον ὡς γωνιῶν ἀπηλλαγμένη, καὶ μάλιστα πάντων χωρητικὴ διὰ τὴν αὐτὴν αἰτίαν. ἔτι ἀπὸ τῆς παραδειγματικῆς, ὅτι ‘παντελὲσ‘ τὸ ζῷον εἰς ὃ βλέπων ὁ θεὸς ἐδημιούργει | |
5 | [Tim. 31b1], ὥστε τελειότατον σχημάτων ἡ σφαῖρα. ἔτι ἀπὸ τῆς ποιητικῆς αἰτίας· ἀίδιον γὰρ αὐτὸ καὶ ἀδιάλυτον ὁ δημιουργὸς ποιεῖ, τοιοῦτον δὲ σχῆμα ὅ τε κύκλος καὶ ἡ σφαῖρα. | |
118 | ριηʹ. —Ὅτι πᾶν μέρος τοῦ ὅλου ὅπερ καὶ αὐτὸ ὅλον μεμίμηται τὸ πᾶν, ὥσπερ τῷ ὅλῳ καὶ τῷ παντί, οὕτω καὶ τῷ σχήματι· σφαιρικὸν ἄρα ἕκαστον, ὥστε καὶ ἡ γῆ. | |
119 | ριθʹ. —Ὅτι ἐν μέσῳ ἡ γῆ· εἰ γὰρ σφαῖρα τὸ πᾶν, περὶ ⟦τὸ⟧ κέντρον ἄρα, ὥστε καὶ τὰ ὅλα μέρη περὶ κέντρα, ὥστε καὶ ἡ γῆ. ἀλλ’ ἔστω περὶ κέντρον οἰκεῖον· πόθεν ὅτι περὶ τὸ τοῦ παντός; ἢ εἰ πάντων παχυμερεστάτη, πάντων ἂν ἐσχάτη εἴη· τὰ γὰρ λεπτομερῆ τῶν σωμάτων ἅτε διὰ τῶν ἄλλων διήκειν | |
5 | δυνάμενα τὸν ἀνωτέρω τόπον ἐπέχει κατὰ τάξιν τῆς λεπτομερείας, ἐκείνη δὲ τὸν κάτω· καὶ δῆλον ὅτι πανταχῇ ἐσχάτη, εἴπερ αὐτή τε ὁμοιομερὴς καὶ τὰ ὑπερκείμενα σώματα· ὥστε μέση. | |
120 | ρκʹ. —Ὅτι ὅπερ ἐν μέσῳ τόπῳ κατὰ φύσιν ἐστίν, τοῦτο ἐν οἰκείῳ τόπῳ ἐστίν· εἰ δὲ τοῦτο, ἢ μένει ἢ κύκλῳ κινεῖται· ἀλλὰ κέντρον ἐστὶ στοιχειῶδες καὶ στοιχεῖον κεντρῶδες· μένει ἄρα. | |
121 | ρκαʹ. —Ὅτι εἰ πάντῃ ὅμοιος ὁ οὐρανός, οὐ τῇ μὲν πλέον, τῇ δὲ ἔλαττον ἐπωθεῖ ἢ κινεῖ τὰ εἴσω ἑαυτοῦ· καὶ εἰ αὐτὴ ἰσόρροπος πανταχῇ, οὐ τῇ μὲν μᾶλλον, τῇ δὲ ἧττον ἐπικλίνει. αἴτια δὲ ἑκατέρῳ τῆς ἰσότητος τὸ σφαιροειδὲς | |
καὶ ἡ ὁμοιότης τοῦ μέρους πρὸς τὸ ὅλον. | 351 | |
122 | ρκβʹ. —Ὅτι ἡ ἰσορροπία τῆς γῆς ὁμοίως αὐτὴν συνάγει πανταχόθεν ἐπὶ τὸ κέντρον· μένει ἄρα κατὰ τὴν ἴσην πάντῃ πρὸς τὸ μέσον σύννευσιν. | |
123 | ρκγʹ. —Ὅτι εἰ τεθείη τὸ πῦρ ἐν μέσῳ, οὐ μένει διὰ τὸ ἄνω πεφυκέναι θεῖν· ἡ δὲ γῆ μένει διὰ τὸ κάτω, ἐπεὶ οὐδὲ ἄνω ἡ γῆ τεθεῖσα μένει, κάτω γὰρ πέφυκε θεῖν. καὶ γὰρ ὅλως αἱ κατ’ εὐθεῖαν κινήσεις νοσούντων εἰσὶ τῶν στοιχείων, ὡς καὶ Ἀριστοτέλης φησίν. ἐπειδὰν δὲ γένηται ἐν τοῖς οἰκείοις τόποις, εἰ μὲν | |
5 | ἐν τῷ μέσῳ, μιμεῖται τὸ κέντρον, ὅ ἐστι μέσον τῷ ὄντι· εἰ δὲ ἐν τῷ πέριξ, μιμεῖται τὸ πέριξ ἀληθῶς, τὸν οὐρανόν. | |
124 | ρκδʹ. —Ὅτι ‘πάμμεγά τι‘ [109a9] ἡ γῆ οὖσα ὅμως σημείου λόγον ἐπέχει πρὸς τὸ πᾶν ἅτε ὂν μέγιστον, καὶ οἱ γεωγράφοι κατορθοῦσι πρὸς τὴν ἡμετέραν οἰκουμένην τὸν μέγιστον κύκλον λαβόντες. οὗτος δέ ἐστιν ὁ μεταξὺ καρκίνου καὶ τοῦ ἀεὶ φανεροῦ· ὥστε ἄλλαι περιλείπονται ζῶναι, δύο μὲν αἱ ὑπὸ τοὺς | |
5 | πόλους, μία δὲ ἡ πρὸς τῷ ἰσημερινῷ καὶ τῇ μέσῃ πάσῃ περιηγήσει, ἄλλη δὲ ἡ τῇ καθ’ ἡμᾶς ἀντικειμένη ἡ μεταξὺ αἰγοκέρωτος καὶ τοῦ ἀεὶ πρὸς ἡμᾶς ἀφανοῦς. | |
125 | ρκεʹ. —Ὅτι μεῖζόν τι ἡ γῆ, δηλοῖ μὲν καὶ ἡ ἱστορία τῆς Ἀτλαντίδος νήσου τὴν καθ’ ἡμᾶς οἰκουμένην ὑπερέχουσα τῷ μεγέθει· δηλοῖ δὲ καὶ ἡ μεγάλη | |
θάλαττα, ἣν Ὠκεανὸν καλοῦμεν, γῆν ἔχουσα ὑποκειμένην· δηλοῖ δὲ καὶ ἡ σῆψις τῶν τῇδε τόπων ὡς οὐκ οὖσα πρώτη, οὐ γὰρ ἂν ἡ φύσις ἔχουσά τι κάλλιον | 353 | |
5 | ποιῆσαι τοῦτο προέταξεν· δηλοῖ δὲ καὶ τὸ βούλεσθαι τὰ ἄκρα τῶν δευτέρων ὡμοιῶσθαι τοῖς πέρασι τῶν προτέρων, ὥστε καὶ ἡ ἄκρα γῆ ἔσται λεπτομερὴς καὶ διαυγής, οἵα ἡ τῶν τιμίων λίθων τε καὶ μετάλλων· δηλοῖ δὲ καὶ τὸ βάθος τῶν κοιλωμάτων ἐν οἷς οἰκοῦμεν καὶ τὰ ὕψη τῶν ὀρῶν, ὡς ἡ σφαιροειδὴς ἐπιφάνεια μείζων ἐστίν. | |
126 | ρκϛʹ. —[109e7] Ὅτι ἄνω ἐπὶ τῆς γῆς ‘ὁ ἀληθὴς οὐρανὸσ‘ ὁρᾶται, καὶ ὅτι ἐγγύθεν, καὶ ὅτι διὰ τοῦ αἰθέρος μόνου, καὶ ὅτι καλλίοσιν ὄμμασιν. | |
127 | ρκζʹ. —[109e6] Διὰ τί οἱ ἐντεῦθεν οὐ δύνανται ζῆν ἐκεῖ; —Ἢ ὅτι τὰ ἀπορρέοντα αὐτῶν οὐ δύνανται ἀναπληροῦν τὰ ἐκεῖθεν εἰσρέοντα λεπτομερέστερα ὄντα. | |
128 | ρκηʹ. —[109d7—8] Ποῦ ὁρᾶται τὰ ἄστρα καὶ ποῖα ὁρᾶται; —Ὡς μὲν ὁ ἐξηγητής φησι, προαπαντήματα αὐτῶν ὁρᾶται ἐν τῷ ἀέρι. Καὶ πῶς οὐ μέχρι τῶν ἡμετέρων κάτεισιν ὀφθαλμῶν, ἀλλὰ πόρρωθεν ὄντα φαίνεται; διὰ δὲ τοῦτο ὁ ἡμέτερος καθηγεμὼν φλογώσεις φησὶν ἐξ ἐκείνων ἐν | |
5 | τῷ αἰθέρι γίνεσθαι καὶ ταύτας ὁρᾶσθαι. καὶ μήποτε, φησί, τοῦτό ἐστιν ὅπερ ὁ Ἡράκλειτος λέγει, ‘ἁπτόμενος μέτρα καὶ σβεννύμενος μέτρα‘ [frg. b30]· οὐ γὰρ δή που αὐτὸς ὁ ἥλιος, ἀλλ’ ὁ πρὸς ἡμᾶς ἥλιος. | |
129 | ρκθʹ. —[110b1—2] Ὅτι ἐπισημαίνεται ὁ Σωκράτης, πρῶτον μὲν ὡς περὶ τῶν ἐν τοῖς ἄκροις τῆς γῆς οἰκούντων ὁ μῦθος, οὔτε δὲ περὶ τῶν πρόσθεν, ὅσα καθόλου περὶ τῆς γῆς ἐρρέθη [108c5—110b1], οὔτε περὶ τῶν ἔπειτα, ὅσα ῥηθήσεται περὶ αὐτῆς ἰδιοτρόπως [111c4—113c8]. δεύτερον ὁ ἐξηγητὴς | |
5 | ἐπισημαίνεται ὅτι ‘καλὸν‘ ἔφη τὸν μῦθον ὡς καὶ τὸ φαινόμενον κατὰ φύσιν ἔχοντα καὶ οὐδὲν ἀπεμφαῖνον, διὸ ‘ἢ ταῦτα‘ εἶναι τὰ πράγματα ὡς ἀληθῶς | |
φαίη τις ἂν ‘ἢ τοιαῦτα‘ [114d3—4] καὶ οὐ πόρρωθεν τὸ μυθικὸν ἔχοντα. Ἴσως δὲ ὅτι καὶ μῦθος καὶ λόγος ὁ αὐτὸς εἶναι δύναται, λόγος μὲν ὅτι καὶ τὰ πράγματα τοιαῦτα, μῦθος δὲ ὅτι αἰνίξασθαι δύναται καὶ βελτίονα καὶ ὑπερέχοντα. | 355 | |
130 | ρλʹ. —Διὰ τί μύθοις χρῆται ὁ Πλάτων ἐπὶ ταῖς ἀποδείξεσιν; —Ἢ ὅτι, φησί, φιλόμυθος ἡ ψυχὴ ὡς πρώτη εἰκὼν καὶ ἔξω τοῦ ὡς ἀληθῶς ὄντος γενομένη. ἢ ὅτι διττὸς ὁ νοῦς, ὁ μὲν ἀπαθής, ὁ δὲ παθητικός· ἁρμόζεται οὖν πρὸς ἑκάτερον, τῷ μὲν πλάσματι πρὸς τὴν φαντασίαν, τῷ δὲ ἐναποκεκρυμμένῳ ἀληθεῖ πρὸς | |
5 | τὸν λόγον. Ἄμεινον δὲ καὶ τοῦτο τῆς Πλάτωνος λέγειν εἶναι κρίσεως, τίνα μὲν δι’ ἀποδείξεων γιγνώσκειν κάλλιον, τίνα δὲ δι’ ἐννοιῶν αὐτοφυεστέρων. | |
131 | ρλαʹ. —Ὅτι τριττὴ τῆς γῆς ἡ διαίρεσις. ἡ μὲν κατὰ τοὺς τρεῖς Κρονίδας· ‘ξυνὴ‘ γὰρ αὐτῶν καὶ ἡ γῆ καὶ ὁ οὐρανός, φησὶν Ὅμηρος [Ο 193]· εἰ δὲ κοινή, δῆλον ὅτι μερίζοιτο ἂν εἰς αὐτούς· καὶ εἴ γε μὴ ὁ Ποσειδῶν ἦν ὁ λέγων καὶ τὴν ἑαυτοῦ ἀρχὴν διαιρῶν, ἀλλ’ ὁ Ζεύς, πάντως ἂν εἰς τρία διένειμεν τὸν οὐρανόν, | |
5 | ὡς ὁ Ἐμπεδοτίμου λόγος, ἑαυτῷ τὴν ἀπλανῆ, τῷ Ποσειδῶνι τὰς μέχρι ἡλίου σφαίρας, τῷ Πλούτωνι τὰς λοιπάς. ἡ δέ ἐστι διαίρεσις τῆς γῆς κατὰ τὸ πᾶν, | |
εἰς τὸ οὐράνιον καὶ χθόνιον καὶ μέσον· καὶ γὰρ Ὀλυμπία Γῆ τετίμηται καὶ χθονία, καὶ μέση ἄρα τις ἂν εἴη. ἡ δέ ἐστι τῆς γῆς διαίρεσις κατὰ λόγον τὸν τοῦ ζῴου· ζῷον γάρ τι καὶ αὐτή· οὐκοῦν τμηθείη ἂν εἰς κεφαλὴν καὶ μέσα καὶ πόδας. | 357 | |
132 | ρλβʹ. —[110b6—7] Ὅτι τὸ δωδεκάεδρον οἰκεῖον σχῆμα τοῦ οὐρανοῦ, φησὶν ὁ ἐξηγητής, ὡς τῆς γῆς ὁ κύβος. Καίτοι ἐκ τῶν τεσσάρων στοιχείων καὶ ὁ οὐρανός, ὥστε σφαῖρα· εἰ δὲ πῦρ μόνον, πυραμὶς ἂν εἴη. βέλτιον οὖν, φησὶν ὁ ἡμέτερος καθηγεμών, ἐλέγομεν | |
5 | ἐν τοῖς εἰς Τίμαιον [55c4—6] κοινὴν εἶναι προκοπὴν εἰς τὴν σφαῖραν ἑκάστου τὸ δωδεκάεδρον, διὸ καὶ ἡ γῆ καθ’ ὕπαρξιν δωδεκάεδρος· ἔνεστι δὲ καὶ ἡ πρόνοια τῶν δώδεκα θεῶν, οἳ ἀνάγουσιν εἰς τὸν νοῦν. καὶ μήποτε ἡ μὲν γῆ ἀφ’ ἑαυτῆς ἔχει τὸ κυβικόν, τὸ δὲ ὕδωρ τὸ εἰκοσαεδρικόν, ὁ δὲ ἀὴρ τὸ ὀκταεδρικόν, τὸ δὲ πῦρ τὴν πυραμίδα· ταῦτα μὲν οὖν ἀφ’ ἑαυτῶν, ἀπὸ δὲ τῶν | |
10 | ὑπερκοσμίων ἐνδίδοται πᾶσι τὸ δωδεκάεδρον εἰς προπαρασκευὴν τῆς νοερᾶς μεθέξεως, ὅπερ ἐστὶ τῆς σφαιρώσεως. | |
133 | ρλγʹ. —[110b7—c6] Ὅτι πολύχρωμον τὴν γῆν φησι, καὶ κατὰ τὴν φυσικὴν ποικιλίαν τῶν χρωμάτων, καὶ κατὰ τὰς ἀπορροίας τῶν οὐρανίων φώτων, Ἀρεϊκὰς καὶ Ἡλιακάς, καὶ κατὰ τὰς ἀσωμάτους ζωὰς ἄχρι τοῦ αἰσθητοῦ κάλλους προϊούσας. | |
134 | ρλδʹ. —[111a4—b1] Ὅτι τὰ ἐπ’ ἄκρων τῆς γῆς καὶ σὺν ἐκείνῃ στοιχεῖα ὕδωρ τὸ ὡς ἀτμὶς καὶ οἷον ὑγρὸς ἀήρ, ἀὴρ δὲ ὁ αἰθήρ, αἰθὴρ δὲ τὸ ἀκρότατον τοῦ αἰθέρος. εἰ δὲ καὶ ὄρη αὐτόθι ἐστί [110d5], δῆλον ὡς ἐγγύς τι ψαύει τοῦ οὐρανοῦ. ἁπλῶς δ’ οὖν οἱ τῶν στοιχείων αἰθέρες, ὥς φησι τὰ λόγια [frg. 62], ἐκεῖ. | |
135 | ρλεʹ. —[110e2—111b6] Ὅτι λίθοι καὶ μέταλλα ἐκεῖ καὶ δένδρα καὶ ζῷα παντοῖα πνευματικὰ καὶ ἀναλογοῦντα τοῖς ἐκεῖ στοιχείοις, ἐξ ὧν φύεται. εἰ δὲ τοῦτο, πάντως που καὶ τὰ αὐγοειδῆ ὀχήματα καθαρὰ καὶ αἱ ψυχαὶ καλλίους. | |
136 | ρλϛʹ. —Ὅτι τὸν μυθώδη τρόπον ἐξηγήσῃ ἀντὶ τῶν δημιουργημάτων τοὺς δημιουργοὺς καὶ τοὺς ἐφόρους αὐτῶν ἐκλαμβάνων ὁμωνύμως τε καὶ κατὰ | |
ἀναλογίαν, οἷον ἀντὶ ἀνθρώπων τὸν ἀνθρωποποιὸν θεόν. | 359 | |
137 | ρλζʹ. —[111b1—3] Ὅτι ἄνοσοι καὶ μακραίωνες οἱ ἐκεῖ· μέσα γὰρ ταῦτα τὰ εἴδη τῶν τε ἀιδίων ζῴων καὶ τῶν ὠκυμόρων· πανταχοῦ γὰρ ἡ μεσότης ἀναγκαία. ποιεῖ δὲ τὸ ἄνοσον καὶ τὸ εὐθάνατον καὶ τὸ μὴ ταχυθάνατον ἡ τῶν ὡρῶν καὶ τῶν στοιχείων εὐκρασία. καὶ τί θαυμαστόν, ὅτε καὶ οἱ Αἰθίοπες ὧδέ πως ἔχουσι | |
5 | διὰ τὴν τῶν ἀέρων συμμετρίαν; | |
138 | ρληʹ. —Εἰ ἐνταῦθα ἱστόρησεν Ἀριστοτέλης [frg. 42 R.3] ἄνθρωπον ἄυπνον καὶ μόνῳ τῷ ἡλιοειδεῖ τρεφόμενον ἀέρι, τί χρὴ περὶ τῶν ἐκεῖ οἴεσθαι; | |
139 | ρλθʹ. —[111c4—d2] Ὅτι πρὸς τὸν παρ’ ἡμῖν παραβάλλων τόπον τὸν ἀπὸ τοῦ πορθμοῦ ἤτοι Ἡρακλείων στηλῶν μέχρι ποταμοῦ Φάσιδος ὡς στενὸν ὄντα καὶ βαθύν, τὸν μὲν εἶναί φησιν ἀπὸ διαμέτρου καὶ πλατὺν καὶ ἐπιπόλαιον ἐν ἀντικειμένῳ τινὶ μέρει τῆς γῆς, τὸν δὲ στενὸν καὶ ἐπιπόλαιον ἐν ἄλλῳ μέρει, | |
5 | τὸν δὲ πλατὺν καὶ βαθύν. ποιεῖ δὲ τὸ μὲν στενὸν καὶ πλατὺ ἡ τοῦ ὁρίζοντος διάμετρος ἢ μείζων ἢ ἐλάττων οὖσα, τὸ δὲ ἐπιπόλαιον καὶ βαθὺ ἡ ἀπὸ τοῦ κέντρου. καταστοχάζεται δὲ τῶν τεσσάρων, ἐπειδὴ δύο καθ’ ἡμᾶς εἰσιν, ἡ Εὐρώπη καὶ ἡ Ἀσία, ὥστε δύο ἄλλοι κατὰ τοὺς ἀντίποδας. | |
140 | ρμʹ. —[111e6—112a5] Ὅτι ὁ Τάρταρος τὸ ἔσχατόν ἐστι τοῦ παντὸς καὶ ἀντιθέτως ἔχων πρὸς τὸν Ὄλυμπον· ἔστι δὲ καὶ θεὸς ὁ Τάρταρος τῆς ἐν ἑκάστῳ διακόσμῳ ἐσχατιᾶς ἔφορος. διὸ καὶ Οὐράνιον ἔχομεν Τάρταρον, ἐν ᾧ τοὺς ἑαυτοῦ παῖδας ἔκρυψεν ὁ Οὐρανός, καὶ Κρόνιον, ἐν ᾧ καὶ οὗτος τοὺς ἑαυτοῦ παῖδας, | |
5 | καὶ Δίιον, τουτονὶ τὸν δημιουργικόν. | |
141 | ρμαʹ. —[112a7—c1] Ὅτι ὄντος πυρὸς ἐν τῷ μέσῳ τῆς γῆς καὶ ὕδατος καὶ ἀέρος [111d2—e2] εἰκότως γίνεται πολὺ πνεῦμα ἐκεῖ, τοῦ μὲν πυρὸς ἐξατμιδοῦντος τὸ ὕδωρ, τοῦ δὲ ὕδατος εἰς πνεῦμα ἀναλυομένου. ἀλλὰ καὶ ζῷον οὖσα ἡ γῆ καὶ ζῶσα οἷον ἀναπνεῖν βούλεται καὶ ποιεῖταί τινας παλιρροίας ταῖς εἰσπνοαῖς τε | |
5 | καὶ ἐκπνοαῖς. ἔτι δὲ αὐγοειδὲς αὐτῆς τὸ πρῶτον ὄχημα, τὸ δὲ φαινόμενον ὀστρεῶδες· χρεία ἄρα καὶ τοῦ μέσου, ὥσπερ ἐφ’ ἡμῶν· τοῦτο ἄρα τὸ πνευματικὸν ὄχημα τὸ ἀναθάλπον ἐστὶ καὶ κινοῦν τὰ λεπτότερα σώματα αὐτῆς παντοίας κινήσεις. | 361 |
142 | ρμβʹ. —[111e6—112a5] Ὅτι Ταρτάρου καὶ Γῆς τῆς συζυγούσης Οὐρανῷ ὁ Τυφῶν ἡ Ἔχιδνα ὁ Πύθων, οἷον Χαλδαϊκή τις τριὰς [frg. 4] ἔφορος τῆς ἀτάκτου πάσης δημιουργίας. ὁ μὲν γὰρ Τυφῶν τὸ πατρικόν ἐστι καὶ οὐσιῶδες αἴτιον οὐ τῆς ἀταξίας ὡς ἀταξίας, ἀλλ’ ὡς προϋποστρωννυμένης ὑπ’ αὐτοῦ τῷ παντὶ δημιουργῷ | |
5 | πρὸς διακόσμησιν. ἡ δὲ Ἔχιδνα ἡ δύναμις καὶ τὸ θῆλυ καὶ προοδικὸν αἴτιον τῆς ἀτάκτου φύσεως. ὁ δὲ Πύθων εἴη ἂν νοῦς τοιοῦτος· διὸ καὶ λέγεται τοῖς μαντικοῖς πνεύμασιν ἐναντιοῦσθαι καὶ καταγωνίζεται ὑπὸ τοῦ Ἀπόλλωνος. | |
143 | ρμγʹ. —Ὅτι εἰσὶν αἱ ψυχαί, ὡς εἰς γῆν τὴν ὅλην [Tim. 42d4], οὕτω καὶ τὰ ἄκρα αὐτῆς καὶ τὰ μέσα καὶ τὰ ἔσχατα ἐσπαρμέναι κατ’ οὐσίαν, ἑκασταχοῦ δὲ ἑκάστη ποτὲ μὲν ζῇ κρειττόνως, ποτὲ δὲ χειρόνως. ἀλλὰ τούτων ὅμως αἱ μὲν ἄνω μᾶλλόν εἰσιν, αἱ δὲ κάτω μᾶλλον, αἱ δὲ πρὸς ἑκάτερα ἀμφίβιοι, καὶ αἱ πλείους | |
5 | μεταβολαὶ περὶ τὰς μέσας. χρὴ δὲ τὸ ἄνω καὶ κάτω λαμβάνειν κατὰ φύσιν, οὐδένες γὰρ ἐν τῷ παρὰ φύσιν πλεονάζουσιν. οὕτω δὲ ἂν διέλοις καὶ ἐπὶ τῶν ψυχῶν, τὰς μὲν ἄχρι τοῦ οὐρανοῦ κατιέναι μόνου, τὰς δὲ καὶ ἄχρι τοῦ Ταρτάρου, τὰς δὲ ἐν μέσῳ πλατικῶς κατὰ τὴν χώραν. | |
144 | ρμδʹ. —Ὅτι καὶ Ταρτάριοί εἰσι ψυχαί, δηλοῖ τὸ καὶ θεοὺς εἶναι Ταρταρίους, ὧν ὁλόκληρος ἐξῆπται σειρά· ὥστε καὶ ψυχαί. | |
145 | ρμεʹ. —[112e4—113c8] Ὅτι οἱ τέτταρες ποταμοὶ τὰ τέτταρα στοιχεῖά ἐστι τὰ ἐν τῷ Ταρτάρῳ· ὁ μὲν Ὠκεανός, φησί, τὸ ὕδωρ, ὁ δὲ Κωκυτὸς ἤτοι Στύγιος ἡ γῆ, ὁ δὲ Πυριφλεγέθων τὸ πῦρ, ὁ δὲ Ἀχέρων ὁ ἀήρ. ἀντικεῖσθαι δὲ τῷ μὲν Πυριφλεγέθοντι τὸν Στύγιον ὡς θερμῷ ψυχρόν, τῷ δὲ Ὠκεανῷ τὸν | |
5 | Ἀχέροντα ὡς ὑδραίῳ ἀέριον· διὸ καὶ Ὀρφεὺς τὴν Ἀχερουσίαν λίμνην Ἀερίαν | |
καλεῖ [frg. 125]. Ταῦτα μὲν ὁ ἐξηγητής, ἡ μέντοι θέσις οὐχ ὁμολογεῖ τῶν ποταμῶν· πρῶτος μὲν γὰρ καὶ ἀνωτέρω ὁ Ὠκεανός, ὑπὸ δὲ τούτῳ ὁ Ἀχέρων, ὑπὸ δὲ τούτῳ ὁ Πυριφλεγέθων, ὑφ’ ᾧ ὁ Κωκυτός· ἄλλως τε καὶ ποταμοὶ λέγονται πάντες, | 363 | |
10 | καίτοι τὰ στοιχεῖα διάφορα. ἄμεινον οὖν λήξεις αὐτοὺς καὶ τόπους ἀκούειν ψυχῶν τετραχῇ κατὰ βάθος διῃρημένων, καὶ πρὸ τῶν τόπων τὰς θείας ἰδιότητας, τὴν διοριστικὴν κατὰ τὸν Ὠκεανόν, τὴν καθαρτικὴν κατὰ τὸν Ἀχέροντα, τὴν κολαστικὴν διὰ θερμότητος κατὰ τὸν Πυριφλεγέθοντα, τὴν κολαστικὴν διὰ ψυχρότητος κατὰ τὸν Κωκυτόν. | |
146 | ρμϛʹ. —[113d5—6] Ὅτι ‘ἀναβαίνειν ὀχήματά‘ φησιν, ὥσπερ εἰς ἵππους ἀναβαίνειν. τίνα οὖν τὰ ὀχήματα; —Ἢ τὰ πνευματικά· κατὰ γὰρ τὰ ἐξημμένα κινοῦνται τοπικῶς. τὰ δὲ πνευματικὰ ἅτε φθαρτὰ καὶ κολάζεσθαι πέφυκε δι’ ἀλγηδόνων. | |
147 | ρμζʹ. —[113e6] Πῶς ‘οὐδέποτε ἐξίασιν‘ ἀπὸ τοῦ Ταρτάρου αἱ ἀνίατα βεβιωκυῖαι; —Ἢ πολιτικῶς ἔψευσται, ἵνα εὐλαβῶνται αἱ ψυχαὶ τὰ ἀνήκεστα τῶν ἁμαρτημάτων. Ἢ πρὸς μίαν περίοδον τὸ ‘οὐδέποτε‘. Συριανοῦ αὕτη ἡ ἐπιβολή. | |
5 | Ἀλλὰ πῶς οἷόν τε τὴν ὅλην; πολλὰς γὰρ ἐν τῇ μιᾷ ποιοῦνται αἱ ψυχαί. ἀλλ’ οὐδέ, ὥς φησιν ὁ ἐξηγητής, τὴν τοῦ οὐρανοῦ, μακρὰ γὰρ καὶ αὕτη· οὐδὲ τῶν οὐρανίων τινά, οἷον τὴν δραστικωτάτην, συμβαίνει γὰρ τότε ψυχὴν νεωστὶ προσάψασθαι τοῦ Ταρτάρου χρόνου δεομένην· ἀλλ’ οὐδὲ τὴν τοῦ ἀγελάρχου | |
θεοῦ, οἷον Ἡλίου ἢ Κρόνου ἤ τινος ἄλλου, μεγάλη γὰρ καὶ αὕτη. ἀλλὰ τὴν | 365 | |
10 | ἑαυτῆς ἑκάστη, καθ’ ἣν τὸ ἑκάστης ἄκρον καὶ ἔσχατον πεπέρασται τῆς περιαγωγῆς, ἄν τε ἐπὶ τὸ νοητὸν ἄν τε ἐπὶ τὸν Τάρταρον ἀφίκηται, μεθ’ οὗ πέφυκε μέτρου ἀρετῆς ἢ ἐπιστήμης. Δύναται δέ τις εἰπεῖν καὶ ὅτι ὅσον ἐφ’ ἑαυταῖς οὔποτε ἐκβαίνουσιν, οὐκέτι γὰρ ἑαυταῖς δύνανται βοηθεῖν, ἀλλ’ ὡς ἑτεροκίνητοι σῴζονται· διὸ καὶ ‘ῥιπτεῖσθαι‘ | |
15 | λέγονται εἰς τὸν Τάρταρον, ἀλλ’ οὐκ ἀπιέναι, ἅτε παραπολωλεκυῖαι τὸ αὐτοκίνητον. Λέγε δὲ καὶ ὅτι ‘ἀνίατα‘ πλημμελήσασαι εἰκότως λέγονται μηδέποτε τυγχάνειν ἰάσεως. Ἴσως δὲ κολαστικῷ τινι καὶ δαιμονίῳ τρόπῳ ἔννοιαι αὐταῖς ἐνδίδονται πρὸς τιμωρίαν τῆς μηδέποτε ἀφέσεως. | |
20 | Μήποτε δὲ πρὸς τὰς ἰσχούσας ἀνακωχήν τινα τοῦ Ταρτάρου λέγει τὸ μηδέποτε ἐκείνας ἐκβαίνειν κατὰ συνέχειαν μίαν ἐπεχομένας. | |
148 | ρμηʹ. —[114a7—b6] Πῶς δέονται οἱ ἠδικηκότες τῶν ἠδικημένων ἐν τῇ Ἀχερουσιάδι λίμνῃ; οὔτε γὰρ ἐκεῖ πάντως οἱ ἠδικημένοι, ἀλλ’ ἢ ἐνταῦθα ἢ ἀλλαχοῦ που ἀνηγμένοι, ἢ καὶ ἐν τῷ Ταρτάρῳ ἔνιοι μεγάλα τυχὸν ἴσως ἕτερα καὶ αὐτοὶ ἠδικηκότες. οὔτε τοίνυν ἐκεῖ πάντως· καὶ μέντοι εἰ ἐκεῖ, ἔτι τούτου | |
5 | ἀτοπώτερον τὸ ἐπὶ τοῖς πάθεσιν ἐκείνων κρίνεσθαι τὴν ἀξίαν τῶν ἡμαρτημένων, ἢ ἀφειδέστερον καὶ ὠμότερον ἐχόντων ἢ χαυνότερον καὶ ἐλεεινότερον. —Ἢ γίγνεται ταῦτα τὸν δαιμόνιον τρόπον, φασμάτων ὁμοίων τοῖς ἠδικημένοις προτεινομένων κατὰ δίκην. καὶ μήποτε διὰ τοῦτο κατὰ τὴν Ἀχερουσιάδα λίμνην· λυτικὴ γὰρ τῶν βαρῶν ἡ ταύτης δύναμις καθαρτική γε οὖσα. | |
149 | ρμθʹ. —Ὅτι πολλοὶ τρόποι θανάτου. πρῶτος μὲν γὰρ θάνατος ὁ τῆς φύσεως, | |
κατὰ μαρασμόν, πέρας εἰληφότος τοῦ ζῴου ὅτι πεπερασμένην ἐξ ἀρχῆς ἐδέξατο ζωῆς δύναμιν, ὃν τρόπον αὐτόματον καὶ τῶν Ἰνδῶν τινες ἱστοροῦνται τελευτᾶν καὶ οἱ ἐπάνω τῆς καθαρᾶς ἐκείνης γῆς. δεύτερος θάνατος καὶ αὐτὸς εἱμαρμένος | 367 | |
5 | ὁ κατὰ νόσον. τρίτος ὁ κατὰ βίαν τὴν παρὰ ἄλλου, οἷον ἢ λίθου ἢ ἀλόγου. τέταρτος ὁ κατὰ βίαν τὴν παρὰ ἀνθρώπου, οἷον ἢ δικάζοντος ἢ πολεμοῦντος. πέμπτος ὁ κατὰ τὴν ἑαυτοῦ. ἕκτος ὁ ὑπερφυής, οἷον ὁ κατὰ διάλυσιν τῶν στοιχείων ἢ ὅλως καθ’ ὃν πολλοὶ τῶν θεουργῶν τρόπον ἀπέθανον. λάβοις δὲ ἂν τοὺς θανάτους καὶ κατὰ διαίρεσιν οὕτως. ἢ εἱμαρμένος ὁ θάνατος ἢ ἑκούσιος καὶ αὐθαίρετος· | |
10 | καὶ εἰ μὲν εἱμαρμένος, ἢ αὐτοφυὴς ἢ βίαιος· καὶ εἰ βίαιος, ἢ ὑπὸ τοῦ περιέχοντος καὶ ὅλως τῆς ἀμετρίας τῶν στοιχείων ἐξ ὧν ἡμεῖς, ἢ ὑπὸ τύχης, ἢ ὑπὸ κρίσεως ζῴων λογικῶν· εἰ δὲ ἑκούσιος ὁ θάνατος, ἢ βιαζομένων ἡμῶν τὴν φύσιν ἢ τὸν θειότερον τρόπον διαλυόντων. | |
150 | ρνʹ. —[115a6—8] Τίνων σύμβολα τὰ περὶ τοὺς ἀποιχομένους πάτρια Ἀττικά; —Τὸ μὲν οὖν καμμύειν τοῦ παύειν μὲν τῆς ἔξω ἐνεργείας, πρὸς δὲ τὴν εἴσω ἐπιστρέφειν· τὸ δὲ ἐπὶ γῆς τιθέναι τοῦ ἀναμιμνήσκειν ὅπως ἂν τοῖς ὅλοις ἡ ψυχὴ συναφθείη· τὸ δὲ λούειν τοῦ ἀποκαθαίρειν τῆς γενέσεως· τὸ δὲ μυρίζειν | |
5 | τοῦ ἀποσπᾶν μὲν τοῦ βορβόρου τῆς ὕλης, τὴν δὲ θείαν ἐπίπνοιαν προκαλεῖσθαι· τὸ δὲ καίειν τοῦ περιάγειν εἰς τὸ ἄνω καὶ τὸ ἀμέριστον· τὸ δὲ ἐντιθέναι τῇ γῇ τοῦ συνάπτειν τοῖς νοητοῖς. | |
151 | ρναʹ. —Διὰ τί μὴ ἐμμένει τοῖς πατρίοις; —Ἢ ἴσως οὐκ ἔλουον τοὺς βιαιοθανάτους. Ἄμεινον δὲ λέγειν ὡς ἐνδείκνυται χρῆναι καὶ τὰ περὶ τὸ σῶμα καθαίρειν αὐτοκινήτως καὶ πρὸ τοῦ θανάτου. | |
152 | ρνβʹ. —[115e4—6] Ὅτι ‘τὸ μὴ καλῶς λέγειν‘ ἀλλὰ ἀλλοτριονομεῖν, πρῶτον μὲν οὐ καλόν, ὅπερ δὴ καὶ λέγεται, οἷον τὸ φάσκειν ὅτι Σωκράτης τέθνηκεν, ἀλλ’ οὐχὶ τὸ τούτου σῶμα· δεύτερον δὲ καὶ συνήθειαν ἐμποιεῖ τῆς ζωῆς πρὸς | |
τὸ αἰσχρόν· ἔπειτα οἰκειοῦται πρὸς δαίμονας τοὺς χαίροντας τοῖς τοιούτοις. | 369 | |
153 | ρνγʹ. —[117b6—c3] Ὅτι ἐπεχείρησε μὲν σπεῖσαι ἀπὸ τῆς κύλικος ἐννοήσας καὶ τὴν τοιαύτην ἰδιότητα τῶν θεῶν, τὴν θανατηφόρον· ἐπέσχε δὲ τὰ πάτρια λογισάμενος οὐ τιμήσαντα ταύτην. τὸ μέντοι εὔξασθαι πᾶσιν ἦν καὶ ἐπὶ πᾶσι κοινόν· οὐδὲν γὰρ ὅ τι οὐκ ἀνατείνεται πρὸς θεούς. | |
154 | ρνδʹ. —[117c2—3] Διὰ τί ‘εὐτυχῆ γενέσθαι‘ τὴν μετάστασιν παρακαλεῖ; —Ἢ πάντα παρασκευασάμενος πρὸς τεῦξιν τῶν ἀγαθῶν αὐτὴν περιμένει λοιπὸν τὴν ἐπιτυχίαν. | |
155 | ρνεʹ. —[117e1—2] Διὰ τί ‘μετὰ εὐφημίασ‘ ἀποθνῄσκειν ἀξιοῦσιν οἱ Πυθαγόρειοι; —Ἢ πρῶτον μὲν ἵνα μὴ προσελκύσωνται τὴν ψυχὴν εἰς συμπάθειαν τοῦ ἐφθαρμένου σώματος· δεύτερον δὲ ἵνα μὴ ἐπισύρωνται δαίμονας τοὺς χαίροντας τοῖς τοιούτοις· τρίτον δὲ ἵνα μὴ ἀναστέλλωσι τῶν θεῶν τὴν ἀναγωγὸν παρουσίαν. | |
156 | ρνϛʹ. —[117e4—118a4] Διὰ τί τὰ κάτω ψύχεται πρότερον; —Ἢ ὅτι πορρωτέρω τοῦ ἀναθάλποντος σπλάγχνου ἐστίν. καὶ ὅλως τὸ θερμὸν ἀνώρροπον φύσει, τὸ δὲ ψῦχον κατώρροπον. | |
157 | ρνζʹ. —[118a7—8] Διὰ τί ὀφείλειν ἔφη τῷ Ἀσκληπιῷ τὴν θυσίαν καὶ τοῦτο τελευταῖον ἐφθέγξατο; καίτοι εἰ ὤφελεν, ἐπιστρεφὴς ὢν ἀνὴρ οὐκ ἂν ἐπελάθετο. —Ἢ ὅτι Παιωνίου δεῖται προνοίας ἡ ψυχή, ἀπαλλαττομένη τῶν πολλῶν | |
πόνων· διὸ καὶ τὸ λόγιόν φησι [frg. 131] τὰς ψυχὰς ἀναγομένας τὸν παιᾶνα ᾄδειν. | 371 |