TLG 4066 007 :: DAMASCIUS :: Vita Isidori (ap. Photium, Bibl. codd. 181, 242) DAMASCIUS Phil., Diadochus
Neoplatonicus Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728) Vita Isidori (ap. Photium, Bibl. codd. 181, 242) Dup. partim 4066 002 Citation: Fragment — (line) | ||
t | Ἀνεγνώσθη Ἰσιδώρου βίος τοῦ φιλοσόφου. | |
1 | Αἰγύπτιοι τοίνυν ὅτι μὲν παλαίτατοι ἀνθρώπων εἰσίν, ὧν ἀκοῇ γινώ‐ σκομεν, ὀλίγου τι πάντων, οὐδεὶς οὕτως ἐστὶν ὀψιμαθὴς ὃς οὐχὶ πολλῶν ἀκήκοε λεγόντων τε καὶ γραφόντων. | |
2 | εἴσω δὲ ἡ τοιαύτη σοφία κρυπτομένη ἐν τῷ ἀδύτῳ τῆς μυθολόγου ταύτης ἀληθείας, οὕτως ἠρέμα παραγυμνοῦται κατὰ βραχὺ τῷ δυναμένῳ | |
πρὸς θεὸν ἀνακλῖναι τὴν ἱερὰν αὐγὴν τῆς ψυχῆς. | ||
3 | ὅτι “οἱ Αἰγύπτιοι ἐσέβοντο θεῶν μάλιστά” φησιν “Ὄσιρίν τε καὶ Ἶσιν, τὸν μὲν ἅπαντα δημιουργεῖν νομίζοντες εἴδεσί τε καὶ ἀριθμοῖς τὴν ὕλην διακοσμοῦντα, τὴν δὲ κατάρδουσάν τε καὶ πιαίνουσαν τὴν τούτου δημιουργίαν | |
ἀενάου ζωῆς ὀχετοῖς ἀμετρήτοις”. | ||
4 | “ἐκ τρίτων” ἀντὶ τοῦ “τρίτον”. | |
5 | καὶ τοῦτ’ ἂν εἴη θεοκρασία, μᾶλλον δὲ ἕνωσις παντελής, ἐπάνοδος τῶν ἡμετέρων ψυχῶν πρὸς τὸ θεῖον ἐπιστρεφομένων καὶ συναθροιζομένων ἀπὸ τοῦ πολλοῦ μερισμοῦ, καὶ τί γὰρ οὐ λέγω σπαραγμοῦ διαρρήδην, ὃν ἐνταῦθα ῥυεῖσαι καὶ σῶμα γήϊνον λαβοῦσαι διεσπάσθησαν αὐταὶ ἀφ’ ἑαυτῶν, καὶ | |
5 | πολλαχῇ διῳκίσθησαν ὑπὸ τῶν Τυφωνείων τῷ ὄντι καὶ ἄλλως γηγενῶν παθημάτων, ὄντων γε οὐ κατὰ τὸν Τυφῶνα μόνον, ἀλλ’ ἔτι οἶμαι καὶ τούτου πολυπλοκωτέρων. | |
---|---|---|
6 | ἀλλ’ οὗ δὴ ἕνεκα τὸν λόγον ἅπαντα τοῦτον ἠγείραμεν, καιρὸς ἂν εἴη προσαποδοῦναι, καὶ ἅμα ἀνακαλέσασθαι τὴν διήγησιν ἔξω φερομένην τῆς ὑποθέσεως. | |
7 | καὶ ἔχεται αὕτη καταπτᾶσα τῆς οὐρανίας ἁψῖδος τοῦ χθονίου βίου. | |
8 | ἀλλὰ τάχα ἄν τις ὑπολάβοι τὸ λεγόμενον ᾄδειν μακαρίας. ἕτοιμον γὰρ | |
εἰς ἐρώτησιν· “πόθεν, ὦ ἑταῖρε, δῆλον”, εἴποι τις ἄν, “ὅτι ὁ σὸς φιλόσοφος ἀπὸ τοῦδε τοῦ ἔθνους ὥρμητο τῶν ψυχῶν;” ἐγὼ δὲ πρὸς ταῦτα ἀποκρινοῦμαι οὔτι γε μαχητικῶς ὥσπερ ἐν δικαστηρίῳ, ἀλλὰ πρᾳότερον, οὐδέ γε διὰ | ||
5 | σπουδῆς οἵας ἐν διαλέκτῳ πρὸς τὸ ἀκριβέστατον ἁμιλλωμένης, ἀλλ’ οἷα μέτρα βιογραφίας, αὐτὰ μόνα, ἅπερ ἀληθῆ εἶναι πιστεύω καὶ τοῦ ἐμοῦ καθηγεμόνος ἀκήκοα, προφερόμενος. | |
9 | ἦν δ’ ὁ Σεβῆρος Ῥωμαῖος καὶ Ῥωμαίων πατὴρ κατὰ τὴν τοῦ νόμου ἀξίωσιν· ὃς ἔλεγε καὶ λίθον ἰδεῖν, ἐν ᾧ σελήνης ἐγίνετο σχήματα μεταμορ‐ φουμένης παντοῖα μέν, ἄλλοτε δὲ ἄλλα, καὶ πρὸς ἥλιον αὐξομένης καὶ μειουμένης, ἐνόντα τῷ λίθῳ, καὶ αὐτὸν τὸν ἥλιον. | |
10 | ὁ γοῦν Ἰσίδωρος ἐῴκει μὲν τὸ ζητούμενον εἰδότι, λέγειν δ’ οὐκ ἠβούλετο. | |
11 | καὶ τοῦτο δὲ μαθεῖν ἐξ ὀνείρου θαυμασίου τινὸς ἐναργέστατα διετείνετο. | |
12 | καὶ γὰρ ἦν ὁ μέγας Ἰσίδωρος εἰς τοσοῦτον εὖ ἥκων φύσεώς τε καὶ τύχης ὀνειρωττούσης, ὥστε ἔμοιγε θαυμάζειν ἔπεισι πολλάκις ἀποπειρω‐ | |
μένῳ τῶν ἔργων ἀποβαινόντων τῆς τοιαύτης αὐτοῦ προρρήσεως. εἰσὶ μὲν δὴ καὶ Ἀλεξανδρεῖς ὀλίγου πάντες εὐφυεῖς τε καὶ εὐτυχεῖς ὀνειροπολεῖσθαι· | ||
5 | καὶ τοὺς ὀνείρους ἐκεῖνοι διὰ τοῦτο καὶ νῦν χρησμοὺς ὀνομάζουσιν. | |
13 | ἐγρηγορότι μὲν τῷ Ἰσιδώρῳ οὐ παρῆν ἡ ἄρρητος αὐτοψία· οὐ γὰρ οὕτω λαμπρὰν οὐδὲ βαθεῖαν παρείχετο τὴν μαρμαρυγὴν ὥστε καὶ ὑπὸ τῶν αἰσθητῶν ἐπὶ θάτερα ἀνταυγούντων ἐπηλυγαζομένην εἴσω ὅμως ἀνάπτεσθαι καὶ διαλάμπειν. ἀλλ’ ὅτε ἔξω τούτων καθίστατο ἡ ψυχή, μηκέτι τῆς αἰσθή‐ | |
5 | σεως ἐνεργούσης, ἤδη δὲ παρειμένης ὑπὸ τοῦ ὕπνου, τότε μονουμένη καθ’ ἑαυτὴν ἡ ἀεὶ ἔνδον ἑστῶσα τοῦ θείου ἀστραπή, καὶ ἀπαλλαττομένη τῶν ἐμποδίων, ἐπὶ μᾶλλον ἀνεζωπυρεῖτο καὶ ἐξεχεῖτο πρὸς τὸ ἐκτὸς ἐπὶ πλεῖστον, ἕως ἂν καὶ αὐτὴν καταστράψειεν ἐπ’ ἐσχάτῳ τὴν φαντασίαν. | |
14 | ὅτι διττὸν ἔλεγεν ἐκ τούτου τὸν τρόπον τῶν θείων αὐτοψιῶν, τὴν μὲν αἰσθητικὸν τῶν ἐγρηγορότων, φαντασιώδη δὲ τῶν καθευδόντων, ἀληθῆ δ’ | |
ἑκατέραν. | ||
15 | ἀπαλλαγὴν ᾔτει τοῦ κατακλύζοντος ὀχετοῦ τῆς γενέσεως. | |
16 | ἦν δὲ ἰδεῖν ὁ Ἰσίδωρος ἔμφρων καὶ πρεσβυτικός, ἔτι δ’ ἐμβριθὴς καὶ βεβαιότροπος. τὸ μὲν πρόσωπον ὀλίγου τετράγωνον ἦν, Ἑρμοῦ λογίου τύπος ἱερός· οἱ δὲ ὀφθαλμοί, πῶς μὲν ἂν φράσαιμι τὴν ἐν αὐτοῖς ἱδρυμένην χαρίεσσαν ἀληθῶς Ἀφροδίτην, πῶς δ’ ἀπαγγείλαιμι τὴν ἐνοῦσαν αὐτοῖς | |
5 | Ἀθηνᾶν σοφωτάτην; οὐκ ἂν δὲ φθάνοιμι λέγων αὐτοὺς ἀπὸ τῶν ἐναντίων εἰς τὸ αὐτὸ συνηρμοσμένους ἓν εἶδος ἀμήχανον, ἑστῶτας ἅμα βεβαίους καὶ ἐπίτροχα κινουμένους· πῶς φάναι τὸ πᾶν ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ δινουμένους, ἅμα μὲν τὸ σεμνὸν ἅμα δὲ τὸ χάριεν ἐπιφαίνοντας, βαθυτέρους τοὺς αὐτοὺς καὶ ἁπλουστέρους εἶναι βουλομένους; ἁπλῶς δ’ εἰπεῖν, ἀγάλματα | |
10 | ἦσαν ὀφθαλμοὶ ἐκεῖνοι τῆς ψυχῆς ἀκριβῆ, οὐ μόνης γε, ἀλλὰ καὶ τῆς ἐνοικούσης | |
αὐτῇ θείας ἀπορροῆς. | ||
17 | αἱ δέ γε αἰσθήσεις μετρίως αὐτῷ διέκειντο πρὸς μόνην ὑπηρετοῦσαι τὴν χρείαν, καὶ οὐχὶ αἱ αἰσθήσεις μόναι, ἀλλὰ καὶ τὸ κήρινον ἐκμαγεῖον, ἡ φαντασία, οὔτε πρὸς μνήμην τι τῶν πολλῶν διαφέρουσα καὶ τῆς λήθης οὐ τὸ παράπαν ἀπηλλαγμένη. καὶ γὰρ ἠβουλήθη αὐτὸν ὁ θεός, ὡς ἔοικε, | |
5 | ψυχὴν μᾶλλον ὄντα ἐπιδεῖξαι ἢ τὸ συναμφότερον μετὰ τοῦ σώματος, καὶ τὴν φιλοσοφίαν οὐ τῷ συναμφοτέρῳ ἐναποθεῖναι, ἀλλὰ αὐτῇ μόνῃ τῇ ψυχῇ ἐνιδρῦσαι. ὡς ἔγωγε ἐνίοις ἤδη περιτετύχηκα τὰ μὲν ἔξω φιλοσοφοῦσι λαμπρῶς ἔν τε μνήμῃ βαθείᾳ πολλῶν δοξασμάτων καὶ ἐν ἀγχιστρόφῳ δεινότητι συλλογι‐ | |
10 | σμῶν ἀπεράντων καὶ ἐν δυνάμει συχνῇ δαιμονίας αἰσθήσεως, εἴσω δὲ τὰ τῆς ψυχῆς ἀποροῦσι καὶ πενομένοις ἀληθοῦς ἐπιστήμης. | |
18 | εἰ δέ που θυμούμενος ἑωρᾶτο καὶ ἀγανακτῶν, ἀλλὰ τοῦ λογισμοῦ ἡγουμένου, καὶ ὁ θυμὸς δὴ κατόπιν εἵπετο. οὐδὲ γὰρ οἷός τε ἦν γίνεσθαι πρᾶος οὐδὲ ἄθυμος ἐν τῷ ἐλέγχῳ τῶν ἀνθρωπίνων πονηρευμάτων. ὢν γὰρ ἑτοιμότατος εἰς εὐεργεσίαν, ἔτι καὶ τούτου προχειρότερος ἦν εἰς ἐπιτίμησιν | |
5 | τῆς πονηρίας. διὸ καὶ θαμὰ δὴ πολλοῖς προσέκρουεν, οὐκ ἀνεχόμενος αὐτῶν τὴν κακίαν ὑποκορίζεσθαι, οὐδὲ μελετῶν ἀντὶ τῆς ἀληθινῆς φιλίας τὴν | |
πολυάρατον κολακείαν. (δοκεῖ μοι ταῦτα ἀξιόμομφα καθεστάναι.) | ||
19 | οὔτε φιλαιτίως οὔτε ἐθελέχθρως πρὸς οὐδένα διέκειτο. | |
20 | τοιαῦτα ὁ ἡμέτερος ἐπεπόνθει φιλόσοφος ὑπ’ ἔρωτος μὲν τῆς περὶ τὰ ἀνθρώπινα πράγματα διορθώσεως, ἔχθρας δὲ καὶ μίσους ἀδιαλλάκτου τῶν | |
κακοήθων ἐπιτηδευμάτων. | ||
21 | ἀγχίνους δὲ ὢν καὶ ἐπιστρεφὴς ὅμως τι καὶ εὐπαράγωγον ἐπεδείκνυτο. τῶν μὲν γὰρ ἐπιεικῶν εἶναι 〈προσ〉ποιουμένων ῥᾳδίως ἄν τις αὐτὸν παρήγα‐ γεν, ἅτε οὐκ ἐπιφέροντα ἐπὶ τοῦτον ἀκριβῆ ἐξέτασιν διὰ τὸ τῆς ἐπιεικείας ἀνύποπτον· ὁ δὲ τῆς προλαμβανούσης ὑποψίας ἄξιος οὐκ ἂν αὐτὸν ἔλαθεν | |
5 | ἐνεδρεύων οὐδὲ πλέκων δόλους. | |
22 | τριῶν δὲ ὄντων μερῶν ἢ εἰδῶν τῆς ψυχῆς, ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, τριττὴν ἔφασκε γίνεσθαι πολιτείαν, ἔχουσαν μὲν ἑκάστην τὰς τρεῖς, ἀλλὰ τῷ κρατοῦντι ἑνὶ τὸ πᾶν μορφουμένην, καὶ τὴν μὲν προιέναι μάλιστα κατὰ λόγον, ἣν ἄν τις οἶμαι τὸν ἐπὶ Κρόνου βίον ἐπονομάσειεν ἢ τὴν χρυσῆν | |
5 | γενεὰν ἢ τὸ θεῶν ἀγχίσπορον γένος, οἷα ἐν σχήματι μύθου σεμνύνουσιν ἐν | |
τῷ τρίποδι τῆς Μούσης καθήμενοι ποιηταί. | ||
23 | ὁ δὲ πρὸς τῇ ἀφελείᾳ οὕτω καὶ τὴν ἀψεύδειαν ἠγάπα, ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος ἐδοξάζετο, καὶ οὐδ’ ὁτιοῦν ἔχειν ἐν | |
ἑαυτῷ προσποιούμενον. | ||
24 | οὐκ ἦν φιλοχρήματος, ἀλλ’ οἰκονομικὸς κατὰ φύσιν· ἦν γὰρ καὶ τὰ ἄλλα πάντα σοφὸς οἴκου διαθέτης, καὶ πολύ τι τῆς ἡμέρας εἰς ταῦτα ἀνήλισκε | |
μέρος, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων. | ||
25 | καὶ ὁ μὲν διαναστάς, ἐπειδὴ ἕως ἐγεγόνει, ἔτι τὴν ψυχὴν ὑπὸ τῆς ὀμφῆς κατεχόμενος, διηγεῖτο τὸν ὄνειρον. ἐγὼ δὲ οὐκ “ὄναρ ἀντὶ ὀνείρατος”, ἀντὶ δὲ ἀληθείας ἀλήθειαν, ἐγρηγορυῖαν | |
ἀντὶ ὑπνωττούσης, ἐπεδίδουν, ἅπερ ἀκήκοα διεξιών. | ||
26 | ὑποπεσὼν δὲ συμφορᾷ δημευούσῃ τὰ ὄντα ὁ πρὶν τὴν παραθήκην ἀποστερήσας κἀκείνην καὶ τῶν αὑτοῦ ὅσα ἠδύνατο προλαβὼν παρέθετο τῷ πιστοτάτῳ τῶν πολιτῶν, ὡς δὲ παρεδέξατο ὁ Ἐπιδαύριος μετὰ τῶν ἄλλων καὶ ἣν ἀπεστέρητο παραθήκην καὶ ἐπέγνω ταύτην, ἦσαν μὲν οἳ συνεβούλευον | |
5 | κατέχειν τὰ οἰκεῖα καὶ μὴ ἀποδοῦναι τῷ κατ’ ἀρχὰς ἀπεστερηκότι, ὁ δὲ ἐν οἷς ἐπιστεύθη οὐκ ᾤετο δεῖν ἄπιστος γενέσθαι, οὐδὲ καταρρυπαίνειν τὴν πασῶν ἀρετῶν ὠφελιμωτάτην πιστότητα διὰ τῆς εὐλόγου φαινομένης ἀπιστίας, οὐ δοκεῖν δὲ δίκαιος ἀλλ’ εἶναι ἤθελε, βαθεῖαν τῷ ὄντι καὶ αὐτὸς | |
αὔλακα διὰ φρενῶν καρπούμενος. | ||
27 | ἐπιδείξει δὲ ὅσον οὐκ ᾔδη τὸ τοιοῦτον ἡ τῶν καθ’ ἕκαστα τοῦ λόγου διέξοδος. | |
28 | ἐφθέγγετο μὲν ἐλάχιστα, τὰ πολλὰ δὲ ἠκροᾶτο λόγων γεγηρακότων. | |
29 | ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται, ἀλλ’ ὅπου φυγάδες οἱ ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος, ἔνθα ἀρετὴ διαείδεται ἀνδρῶν κατὰ τὸν ποιητήν (Hom. N 227). | |
30 | καὶ δὴ ἐδόκει τῷ ὄντι δίκαια μέμφεσθαι τῷ γε ἀκριβεῖ λογισμῷ, τῷ δὲ συνήθει καὶ ἀνθρωπίνῳ πολλαχῇ τὸ μέτριον ἔδοξεν ἂν ὑπερβαίνειν. καὶ | |
ἐθαύμαζον ἐπὶ πολλοῖς οἱ ἐγκαλούμενοι, καὶ ὡς φιλαιτίου περὶ αὐτοῦ διέκειντο τὰς γνώμας. ὁ δὲ παράδειγμα ἀληθινὸν ὁμονοίας ἀληθινῆς ἐν | ||
5 | ἑαυτῷ περιφέρων πρὸς τοῦτο τοὺς ἄλλους ἔκρινε. | |
31 | τρία πάντες ὁμολογοῦσι πρῶτα καὶ μέγιστα στοιχεῖα τῆς τῶν ὄντων φιλοθεάμονος ἱστορίας, ἔρωτα τῶν καλῶν καὶ ἀγαθῶν δεινότατον ἰχνευτήν· ὀξεῖαν 〈δὲ〉 καὶ ἀγχίνουν φύσεως δύναμιν, ἐπὶ πολλὰ δι’ ὀλίγου φέρεσθαι | |
5 | δυναμένην, ἑτοιμοτάτην συνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων, ὅσα τε ἀληθῆ καὶ ὅσα ψευδῆ ἐστὶ πρὸς τὴν ἄγραν. ἐκ δ’ αὖ τρίτων φιλοπονίαν ἄτρυτον, οὐκ ἐῶσαν τὴν ψυχὴν ἠρεμεῖν ἕως | |
ἂν ἐπὶ τέλος ἔλθῃ τοῦ κυνηγεσίου, ὅ ἐστι τῆς ἀληθείας ἡ εὕρεσις. | ||
32 | ὅτι ἀγχίνοιαν καὶ ὀξύτητα ὁ Ἰσίδωρος, φησίν, ἔλεγεν οὐ τὴν εὐκίνητον φαντασίαν, οὐδὲ τὴν δοξαστικὴν εὐφυΐαν, οὐδὲ μόνην (ὡς ἄν τις οἰηθείη) διάνοιαν εὔτροχον καὶ γόνιμον ἀληθείας· οὐ γὰρ εἶναι ταύτας αἰτίας, ἀλλὰ τῇ αἰτίᾳ δουλεύειν εἰς νόησιν· τὴν δὲ εἶναι θείαν κατοκωχήν, ἠρέμα διανοίγου‐ | |
5 | σαν καὶ ἀποκαθαίρουσαν τὰ τῆς ψυχῆς ὄμματα, καὶ τῷ νοερῷ φωτὶ κατα‐ λάμπουσαν, εἰς θέαν καὶ γνώρισιν τοῦ ἀληθοῦς καὶ τοῦ ψευδοῦς. εὐμοιρίαν ταύτην ἐκεῖνος ὠνόμαζε, καὶ ὡς οὐδὲν γένοιτ’ ἂν ὄφελος ἄνευ εὐμοιρίας, | |
ὡς οὐδὲ ὀφθαλμῶν ὑγιαινόντων ὄφελος ἄνευ τοῦ οὐρανίου φωτός, διετείνετο. | ||
33 | τὸ ὑψηλόνουν καὶ τελεσιουργὸν εἶχεν οὐ περὶ τὰ κάτω στρεφόμενον, ἀλλ’ εὐθὺς ἀναθρῶσκον ἀπὸ μικρᾶς ἀφορμῆς ἐπὶ τὰ πρεσβύτατα τῶν θεαμά‐ των. αὐταῖς γε ταῖς Πλάτωνος ἀκηράτοις ἐννοίαις οὐ κατὰ τὰς συνήθεις τῶν πολλῶν φιλοσόφων ἐπιβολὰς ἐνεφύετο, μετὰ δέ γε Πλάτωνα καὶ ταῖς | |
5 | θαυμασταῖς Ἰαμβλίχου περινοίαις. | |
34 | ὅτι οὐκ ὀλίγους τῶν φιλοσοφούντων ὁρῶμεν καὶ ἀκούομεν τοὺς μὲν ἄβατον εἶναι τὸν Ἰάμβλιχον οἰομένους, τοὺς δὲ αὐθάδει μεγαληγορίᾳ λόγων τὸ πλέον ἢ ἀληθείᾳ πραγμάτων ἐπαιρόμενον. | |
35 | ῥητορικῆς καὶ ποιητικῆς πολυμαθίας μικρὰ ἥψατο, εἰς δὲ τὴν θειο‐ τέραν φιλοσοφίαν ἐξώρμησε τὴν Ἀριστοτέλους. ὁρῶν δὲ ταύτην τῷ ἀναγκαίῳ μᾶλλον ἢ τῷ οἰκείῳ νῷ πιστεύουσαν, καὶ τεχνικὴν μὲν ἱκανῶς εἶναι σπουδά‐ ζουσαν, τὸ δὲ ἔνθεον ἢ νοερὸν οὐ πάνυ προβαλλομένην, ὀλίγον καὶ ταύτης | |
5 | ὁ Ἰσίδωρος ἐποιήσατο λόγον. ὡς δὲ τῶν Πλάτωνος ἐγεύσατο νοημάτων, | |
οὐκέτι παπταίνειν ἠξίου πόρσιον, ὡς ἔφη Πίνδαρος (Olymp. 1, 114), ἀλλὰ τέλος ἔχειν ἤλπιζεν, εἰ τῆς Πλάτωνος διανοίας εἴσω τῶν ἀδύτων δυνηθείη διαβαλεῖν, καὶ πρὸς τοῦτο ὁ πᾶς αὐτῷ δρόμος ἐτέτατο τῆς σπουδῆς. | ||
36 | ὅτι τῶν μὲν παλαίτατα φιλοσοφησάντων Πυθαγόραν καὶ Πλάτωνα θειάζει, καὶ τῶν ἐπτερωμένων ἐκείνων ψυχῶν εἶναι, αἳ εἰς τὸν ὑπερουράνιον τόπον, εἰς τὸ πεδίον τῆς ἀληθείας, εἰς τὸν λειμῶνα τῶν θείων νέμονται εἰδῶν, τῶν νεωστὶ δὲ Πορφύριον καὶ Ἰάμβλιχον καὶ Συριανὸν καὶ Πρόκλον· | |
5 | καὶ ἄλλους δὲ ἐν μέσῳ τοῦ χρόνου πολὺν θησαυρὸν συλλέξαι λέγει ἐπιστήμης | |
θεοπρεποῦς. τοὺς μέντοι θνητὰ καὶ ἀνθρώπινα φιλοπονουμένους ἢ συνιέντας ὀξέως ἢ φιλομαθεῖς εἶναι βουλομένους οὐδὲν μέγα ἀνύτειν εἰς τὴν θεοπρεπῆ καὶ μεγάλην σοφίαν. τῶν γὰρ παλαιῶν Ἀριστοτέλη καὶ Χρύσιππον εὐφυεστάτους | ||
10 | γενομένους, ἀλλὰ καὶ φιλομαθεστάτους γεγονότας, ἔτι δὲ καὶ φιλοπόνους, οὐκ ἀναβῆναι ὅμως τὴν ὅλην ἀνάβασιν. τῶν δὲ νεωτέρων Ἱεροκλέα τε καὶ εἴ τις ὅμοιος, οὐδὲν μὲν ἐλλείποντας εἰς τὴν ἀνθρωπίνην παρασκευήν, τῶν δὲ μακαρίων νοημάτων πολλαχῇ πολλῶν ἐνδεεῖς γενομένους φησίν. | |
37 | ὅτι καὶ τῶν βιβλίων τὸν ὅμαδον παρῃτεῖτο, πολυδοξίας μᾶλλον αἴτιον ὄντα ἢ πολυνοίας. ἑνὶ δὲ μόνῳ τῷ διδασκάλῳ ἐπαναπαυόμενος πρὸς | |
μόνον ἐκεῖνον ἀπετύπου ἑαυτόν, τὰ παρ’ αὐτοῦ λεγόμενα ἀπογραφόμενος. | ||
38 | δῆλος δ’ ἦν οὐκ ἀγαπῶν τὰ παρόντα οὔτε τὰ ἀγάλματα προσκυνεῖν ἐθέλων, ἀλλ’ ἤδη ἐπ’ αὐτοὺς τοὺς θεοὺς ἱέμενος εἴσω κρυπτομένους, οὐκ ἐν ἀδύτοις, ἀλλ’ ἐν αὐτῷ τῷ ἀπορρήτῳ, ὅτι ποτέ ἐστι, τῆς παντελοῦς ἀγνωσίας. πῶς οὖν ἐπ’ αὐτοὺς ἵετο τοιούτους ὄντας; ἔρωτι δεινῷ, ἀπορρήτῳ καὶ | |
5 | τούτῳ. καὶ τίς δὲ ἄλλος ἢ ἄγνωστος καὶ ὁ ἔρως; καὶ τίνα τοῦτόν φαμεν, ἴσασιν οἱ πειραθέντες, εἰπεῖν δὲ ἀδύνατον, καὶ νοῆσαί γε οὐδὲν μᾶλλον ῥᾴδιον. | |
39 | εἶπεν ἄν τις οὐ λόγους αὐτὸν ἀλλὰ πραγμάτων φθέγγεσθαι οὐσίας. | |
40 | ἦν δὲ καὶ εὑρετὴς ἑτοιμότατος ὧν τε αὐτὸς ἠπόρει πρὸς ἑτέρους καὶ ὧν ἕτεροι πρὸς αὐτόν, οὐ πολυμαθίᾳ καὶ ἀλλοτρίων δοξασμάτων ἱστορίᾳ καταχωννὺς μὲν τὴν ἀλήθειαν, ἐπιστομίζων δὲ τοὺς ἀποροῦντας, ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου | |
5 | πόθῳ τε ἀμηχάνῳ τῆς περὶ τὸ θεῖον βακχείας οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆς ἀληθείας εὕρεσιν. | |
41 | ἦν δ’ ἱκανὸς διιδεῖν ὅπῃ τε σαθρὸν φθέγγεται ὁ λόγος καὶ ὅπῃ ὑγιές. | |
42 | Μαρῖνος δὲ ὁ Πρόκλου διάδοχος, ὁ καὶ Ἰσιδώρου (μετὰ καὶ ἄλλων) τῶν Ἀριστοτέλους λόγων διδάσκαλος, ὑπόμνημα πολύστιχον εἰς Φίληβον συντάξας τοῦ Πλάτωνος, οὗτος τῷ Ἰσιδώρῳ ἐντυχεῖν τε τῷ ὑπομνήματι κελεύει καὶ ἐπικρῖναι εἰ ἐξοιστέον. ὁ δὲ ἀναγνοὺς οὐδὲν ἀπεκρύψατο τῶν | |
5 | αὑτῷ δοκούντων, οὐ μέντοι οὐδὲ ἄμουσον ἀφῆκε φωνήν, τοσοῦτον δὲ μόνον ἔφη, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου. ὁ δὲ Μαρῖνος συνεὶς πυρὶ διέφθειρε τὸ | |
βιβλίον. | ||
43 | ἐξαίρετον δ’ ἦν αὐτῷ παρὰ τοὺς ἄλλους καὶ τοῦτο φιλοσόφους· οὐκ ἠβούλετο συλλογισμοῖς ἀναγκάζειν μόνον οὔτε ἑαυτὸν οὔτε τοὺς συνόντας ἐπακολουθεῖν τῇ ἀληθείᾳ μὴ ὁρωμένῃ, κατὰ μίαν ὁδὸν πορεύεσθαι συνελαυνο‐ μένους ὑπὸ τοῦ λόγου, οἷον τυφλοὺς τὴν ὀρθὴν ἀγομένους πορείαν· ἀλλὰ | |
5 | πείθειν ἐσπούδαζεν ἀεὶ καὶ ὄψιν ἐντιθέναι τῇ ψυχῇ, μᾶλλον δὲ ἐνοῦσαν διακαθαίρειν. | |
44 | ὑπηρεσίαν ἐτέλει, ᾗ πρὸς τάχος ἐπετέτακτο γράφειν τὰ ὑπὸ τῶν ἀρχόντων προσταττόμενα. | |
45 | περὶ οὗ ἐρῶ κατὰ τὸν ἱκνούμενον λόγον ... ὃ εἰδὼς οὐ λέγω· ὡς μηδὲ ἀκοῦσαι ὤφελον. | |
46 | ὁ δὲ Λεόντιος ἄριστα βεβουλεῦσθαι νομίζων οἴκαδε ἐπανῄει μετὰ παρρησίας ἀτυχοῦς καὶ κακοδαίμονος, οὐ πλουτήσας οὐδὲ σωθείς, ὡς ᾤετο, ἀλλὰ ζημιωθεὶς μὲν εὐσεβείας θεοφιλοῦς, πανωλεθρίᾳ δὲ τὴν ψυχὴν δια‐ φθαρείς. | |
47 | ὁ μὲν οὖν οὕτω διήντλησε πάντα τὸν βίον ἐν συμφοραῖς. | |
48 | οὐδεὶς δ’ οὕτως ἦν τὴν ψυχὴν ἀτεράμων καὶ βάρβαρος, ὃς οὐκ | |
ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις. τοιάδε τις ἐπεκάθητο πειθὼ τοῖς χείλεσι τοῦ ἀνδρός, οὐκ ἀνθρώπειόν τι χρῆμα, ἀλλὰ θειότερον. | ||
49 | φύσιν ἀξιάγαστος, μέγας μὲν τὸ σῶμα καὶ εὐμήκης ἰδεῖν, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν, τῆς δὲ ἡλικίας ἐν τῷ φρονιμωτάτῳ τότε γεγονώς, εὐόμιλός | |
τε καὶ ἡδύς, ἱκανὸς καὶ ὠφέλιμος τοῖς ἐντυγχάνουσι. | ||
50 | καὶ τὴν τροφὴν ἐκληρώσατο μετρίαν τινὰ καὶ ἄθρυπτον, οὔτε κακουρ‐ γοῦσαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουσαν, ἀλλὰ μέσην καὶ μουσικήν, τὸν Δώριον τρόπον τῆς τύχης ὡς ἀληθῶς ἡρμοσμένην. | |
51 | μόνος δὲ ἀνθρώπων, ὧν ἀκοῇ ἴσμεν, τὴν παλαιὰν παροιμίαν ἔργῳ | |
διήλεγξεν, οὐχ ἥλιξιν ἀλλὰ πρεσβύταις καὶ πρεσβυτικοῖς λόγοις τερπόμενος. | ||
52 | ὅτι φυλακεῖα οἱ Ἀλεξανδρεῖς ἐκάλουν τὰ ἐκμαγεῖα τῶν γυναικείων | |
μολυσμῶν. | ||
53 | οὐκ ἦν δὲ γνήσιος ὁ γάμος, εἰ μὴ ὁ ἱερεὺς ὁ τῆς θεοῦ ἐν τοῖς γαμικοῖς | |
συμβολαίοις ὑπεσημήνατο χειρὶ τῇ ἑαυτοῦ. | ||
54 | ὅτι Ἱεροκλῆς, ὁ τὰς ἐν Ἀλεξανδρείᾳ διατριβὰς ὑψηλοφροσύνῃ καὶ μεγαληγορίᾳ κοσμήσας, μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν ἦν, καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχῇ τοὺς ἀκροωμένους, | |
5 | πρὸς τὴν Πλάτωνος ἁμιλλώμενος ἀεὶ καλλιρρημοσύνην καὶ πολύνοιαν. οὗτός ποτε τὸν Πλάτωνος Γοργίαν τοῖς ἑταίροις ἐξηγεῖτο· εἷς δέ τις τῶν ἀκροατῶν, Θεοσέβιος, ἀπεγράψατο τὴν ἐξήγησιν. πάλιν δ’, οἷα εἰκός, ἐκ δευτέρου τοῦ Ἱεροκλέους εἰς τὸν Γοργίαν καταβαλλομένου μετά τινα χρόνον τὴν ἐξήγησιν ὁ αὐτὸς ταύτην ἀπεγράψατο, καὶ ἀντιπαραβαλὼν τὰ πρότερα καὶ τὰ ὕστερα | |
10 | εὗρεν οὐδὲν τῶν αὐτῶν ὡς ἔπος εἰπεῖν, ἑκάτερα δὲ ὅμως, ὃ καὶ παράλογον ἀκοῦσαι, τῆς Πλάτωνος ἐχόμενα καθ’ ὅσον οἷόν τε προαιρέσεως. τούτῳ μὲν | |
οὖν ἐπιδείκνυται τοῦ ἀνδρὸς ἡλίκον ἦν ἄρα τὸ τῶν φρενῶν πέλαγος. | ||
55 | γυναῖκα παιδοποιὸν ἄγεται. | |
56 | ὡς δ’ οὐκ ἐπείθετο τὸ δαιμόνιον τῆς γυναικὸς ἐξελθεῖν λόγοις ἡμερω‐ τέροις, ὅρκῳ αὐτὸ ἐπηνάγκαζεν ὁ Θεοσέβιος, καίτοι οὔτε μαγεύειν εἰδὼς οὔτε θεουργίασμά τι μελετήσας. ὥρκιζε δὲ τὰς τοῦ ἡλίου προτείνων ἀκτῖνας καὶ τὸν Ἑβραίων θεόν. ὁ δὲ ἀπελήλατο ὁ δαίμων, ἀνακραγὼν εὐλαβεῖσθαι | |
5 | μὲν τοὺς θεούς, αἰσχύνεσθαι δὲ καὶ αὐτόν. | |
57 | πάντα οὖν κάλων ἐκίνει καὶ πάντα ἔπραττε καὶ ἔλεγε πείθων καὶ παρακαλῶν, οἷος ἐκείνου θυμός, οὐδὲν ἄπρακτον ἀπολιπεῖν ἀνεχόμενος, | |
ἐφ’ ὅ τι ἂν ὁρμήσειεν. | ||
58 | ἔλεγε μὲν ὁ Θεοσέβιος τὰ πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ | |
καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα Μούσης. | ||
59 | ὁ δὲ πάντων σωφρονέστατος Θεοσέβιος καὶ τὴν πρὸς γυναῖκα παιδοποιὸν ὁμιλίαν ἐδέξατο. ἐπεὶ δὲ παῖδας οὐκ ἐγεννάτην, κατασκευασάμενος ὁ Θεοσέβιος τὸν τῆς σωφροσύνης δακτύλιον, “ὦ γύναι”, φησὶ τῇ γυναικί, “πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρμοστὴν παιδουργοῦ συμβιώσεως· τὰ | |
5 | νῦν δὲ τοῦτον ἐπιδίδωμί σοι σωφρονιστήν, ἐπίκουρόν σοι παρεσόμενον ἀεὶ τῆς σώφρονος οἰκουρίας, εἰ μὲν οὖν δυνήσῃ τε καὶ θελήσεις ἐμοὶ συμβιῶναι τὸν καθαρώτερον τρόπον· εἰ δὲ μή, ἔξεστιν ἀπαλάττεσθαι πρὸς ἕτερον, εὐμενῶς καὶ πράως ἐκδιδομένην παρὰ φίλου φίλην.” | |
ἡ δὲ ἠσμένισεν. | ||
60 | ὁ δὲ Ἀμμωνιανὸς ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήσει καὶ διορθώσει τῆς Ἑλληνικῆς λέξεως καθημένην τέχνην. οὗτος ἦν Ἀμμωνιανός, ᾧ συνέβη κεκτῆσθαι ὄνον, ὅν φασιν ἀκροώμενον τῶν ποιητικῶν μαθημάτων πολλάκις τροφῆς ἀμελεῖν, καίτοι καὶ ἐκ παρασκευῆς καὶ λιμώττειν ἠναγκασμένον· | |
5 | οὕτως ὤφθη φιλομαθίας ποιητικῆς ἁλοὺς ὁ ὄνος. | |
61 | ὅτι φησὶ μετρίως μετέσχε τῶν ποιητικῶν ὁ Ἰσίδωρος, οὐ λίαν σπου‐ δάσας περὶ αὐτά, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ | |
γλώσσης ἱστάμενα, τὰ δὲ αὐτῶν καὶ μαχόμενα ταῖς ὁμολογουμέναις ἐννοίαις. διὸ καὶ ἐνδεέστερος ἦν ἐν τούτοις. ὅθεν καὶ ὕμνους ὅσους ἔγραψεν, εὕροι | ||
5 | τις ἂν τὸ μὲν ὑψηλόνουν καὶ τελεσιουργὸν ἐπιφαίνοντας, τοῖς δ’ ἔπεσιν οὐ πάνυ συνηρμοσμένους. | |
62 | ἦν δὲ ὁ Θέων οὐ μάλα ἀγχίνους οὐδὲ ὀξύς, φιλομαθὴς δὲ καὶ φιλόπονος, εἴ τις ἄλλος. διὸ καὶ ποιητῶν καὶ ῥητόρων ἐμπειρότατός τε καὶ μνημονι‐ κώτατος γέγονε, καὶ τεχνικῆς ἀκριβείας ἑκατέρων εἰς ἄκρον ἥκειν ἐδόκει. | |
γράφειν δὲ μέτρα ἢ λόγους, καίτοι λίαν ἐρῶν, ἀδύνατος ἦν. | ||
63 | ὅτι μάχης πρὸ τοῦ Ῥώμης ἄστεως γεγενημένης Ῥωμαίων πρὸς Σκύθας, οὓς Ἀττίλας ἦγεν, Οὐαλεντινιανοῦ τοῦ μετὰ Ὁνώριον Ῥώμης βασιλεύοντος, φόνος ἐρρύη ἑκατέρωθεν τοσοῦτος ὡς μηδένα τῶν συμπλακέν‐ των τῇ μάχῃ μηδετέρου μέρους περισωθῆναι, πλὴν τῶν ἡγεμόνων καὶ τῶν | |
5 | περὶ αὐτοὺς ὀλίγων δορυφόρων. τὸ δὲ παραλογώτατον, ὅτι φασίν, ἐπειδὴ πεπτώκασιν οἱ μαχόμενοι, τοῖς σώμασιν ἀπειπόντες ἔτι ταῖς ψυχαῖς ἵσταντο πολεμοῦντες ἐπὶ τρεῖς ἡμέρας ὅλας καὶ νύκτας, οὐδὲν τῶν ζώντων εἰς ἀγῶνα ἀπολειπόμενοι, οὔτε κατὰ χεῖρας οὔτε κατὰ θυμόν. ἑωρᾶτο γοῦν καὶ ἠκούετο τὰ εἴδωλα τῶν ψυχῶν ἀντιφερόμενα καὶ τοῖς ὅπλοις ἀντιπαταγοῦντα. | |
10 | καὶ ἀρχαῖα δὲ ἄλλα τοιαῦτα φάσματα πολέμων μέχρι νῦν φαίνεσθαί φησι, πλὴν ὅτι ταῦτα τὰ μὲν ἄλλα, ὅσα ζῶντες ἄνθρωποι κατὰ πόλεμον δρῶσιν, οὐδὲν ὑστερεῖν, φθέγγεσθαι δὲ οὐδὲ ἐπὶ μικρόν. καὶ ἓν μὲν ἐπιφαίνεσθαι ἐν τῷ περὶ Σόγδαν ποτὲ λίμνην οὖσαν πεδίῳ, φαίνεσθαι δ’ ὑπὸ τὴν ἕω τὸ φάσμα, φωτὸς ἤδη τὴν γῆν ὑπαυγάζοντος· δεύτερον δ’ ἐν Κούρβοις χωρίῳ | |
15 | τῆς Καρίας· ἐν τούτῳ γὰρ φαίνεσθαι οὐ καθ’ ἑκάστην ἡμέραν, ἀλλ’ ἐνίοτε διαλείποντα ὀλίγας τινάς, οὐδὲ ὡρισμένας γε ταύτας, περὶ ὄρθρον ἕως ἡλίου λαμπρᾶς ἀνατολῆς ἐν ἀέρι διαφοιτῶντα ψυχῶν ἄττα σκιοειδῆ φαντάσματα πολεμοῦντα ἀλλήλοις. καὶ ἐν τοῖς καθ’ ἡμᾶς δὲ χρόνοις πολλοὶ διηγήσαντο, οὐχ οἷοί τε ὄντες ψεύδεσθαι, κατὰ Σικελίαν ἐν τῷ λεγομένῳ πεδίῳ τετραπυρ‐ | |
20 | γίῳ καὶ ἐν ἄλλοις οὐκ ὀλίγοις αὐτῆς μέρεσιν ὁρᾶσθαι ἱπποτῶν πολεμίων ἐπελαυνόντων φάσματα κατὰ τὸν τοῦ θέρους μάλιστα καιρόν, μεσημβρίας | |
σταθηρᾶς ἱσταμένης. | ||
64 | ὅτι τὸν Σεβήρου ἵππον φησί—Ῥωμαῖος δ’ ἦν οὗτος, καὶ Ἀνθεμίου παρασχόντος ἐλπίδας ὡς ἡ Ῥώμη πεσοῦσα πάλιν δι’ αὐτοῦ ἀναστήσεται, ἐπὶ Ῥώμην, ταύτης προαναχωρήσας, ἐπανῆκε καὶ τιμῆς ὑπατικῆς ἔτυχε—τούτου τοίνυν ὁ ἵππος, ᾧ τὰ πολλὰ ἐχρῆτο, ψηχόμενος σπινθῆρας ἀπὸ τοῦ σώματος | |
5 | πολλούς τε καὶ μεγάλους ἠφίει, ἕως αὐτῷ τὸ τέρας εἰς τὴν ὑπατικὴν ἀρχὴν ἐν τῇ Ῥώμῃ κατηνύσθη. ἀλλὰ καὶ Τιβερίῳ ὄνος, ὡς Πλούταρχος ὁ Χαιρωνεύς φησιν, ἔτι μειρακίω ὄντι καὶ ἐν Ῥόδῳ ἐπὶ λόγοις ῥητορικοῖς διατρίβοντι, τὴν βασιλείαν διὰ τοῦ αὐτοῦ παθήματος προεμήνυσεν. ἀλλὰ καὶ τῶν περὶ Ἀττίλαν ἕνα ὄντα τὸν Βαλίμεριν ἀπὸ τοῦ οἰκείου σώματος ἀποπάλλειν σπινθῆ‐ | |
10 | ρας· ὁ δὲ ἦν ὁ Βαλίμερις Θευδερίχου πατήρ, ὃς νῦν τὸ μέγιστον ἔχει κράτος Ἰταλίας ἁπάσης. λέγει δὲ καὶ περὶ ἑαυτοῦ ὁ συγγραφεὺς ὡς “καὶ ἐμοὶ ἐνδυομένῳ τε καὶ ἐκδυομένῳ, εἰ καὶ σπάνιον τοῦτο συμβαίνει, συμβαίνει δ’ οὖν σπινθῆρας ἀποπηδᾶν ἐξαισίους, ἔσθ’ ὅτε καὶ κτύπον παρέχοντας, ἐνίοτε | |
δὲ καὶ φλόγας ὅλας καταλάμπειν τὸ ἱμάτιον, μὴ μέντοι καιούσας·” καὶ τὸ | ||
15 | τέρας ἀγνοεῖν εἰς ὃ τελευτήσει. ἰδεῖν δὲ λέγει καὶ ἄνθρωπόν τινα ἀπὸ τῆς κεφαλῆς ἀφιέντα σπινθῆρας, ἀλλὰ καὶ φλόγα ἀνάπτοντα, ὅτε βούλοιτο, ἱματίῳ τινὶ τραχεῖ παρατριβομένης. | |
65 | ἤλαυνε τὸν ἵππον, ὅσον εἶχε τάχους· εἶχε δὲ τῶν ἄλλων ἐνδεέστερον. | |
66 | τῶν πολιτικῶν πραγμάτων ἀποτυχὼν ἐπὶ τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν τῇ πολιτείᾳ δυσχερασμάτων. | |
67 | ἧκον δὲ πρὸς τὸν Σεβῆρον καὶ Βραχμᾶνες κατὰ τὴν Ἀλεξάνδρειαν, καὶ ἐδέξατο σφᾶς οἴκῳ ἰδίῳ καὶ θεραπείᾳ τῇ προσηκούσῃ· οἳ κατὰ χώραν ἐπ’ οἴκου μάλα σεμνῶς ἔμενον, οὔτε λουτρῶν δεόμενοι δημοσίων οὔτε ἄλλης ἐπόψεως οὐδεμιᾶς τῶν κατὰ ἄστυ γινομένων, ἀλλὰ πᾶν τὸ θυραῖον ἐξετρέπον‐ | |
5 | το. ἐσιτοῦντο δὲ φοίνικας καὶ ὄρυζαν, καὶ ἦν αὐτοῖς πόμα τὸ ὕδωρ. ἦσαν δὲ οὗτοι οὔτε τῶν ἐν ὄρεσι διατριβόντων Βραχμάνων οὔτε τῶν ἐν πόλεσι κατῳκημένων Ἰνδῶν, ἀλλ’ ἀτεχνῶς ἀμφίβιοι, τοῖς Βραχμάνοις ὑπηρετού‐ μενοι τὰ πρὸς τὰς πόλεις, εἴ που δεήσειεν, καὶ ταῖς πόλεσιν αὖ τὰ πρὸς τοὺς Βραχμᾶνας. ἔλεγον δὲ καὶ οὗτοι περὶ τῶν ὀρείων Βραχμάνων ὅσα οἱ συγγρα‐ | |
10 | φεῖς περὶ αὐτῶν θρυλοῦσιν, ὄμβρους τε καὶ ἀνομβρίας εὐχαῖς καταπράττειν καὶ λιμῶν καὶ λοιμῶν ἀποδιώξεις ἄλλων τε κακῶν ἀποτροπάς, ὅσα μὴ | |
ἀνίατον ἔχει τὴν εἱμαρμένην. ἔλεγον δὲ οὗτοι καὶ μονόποδας ἀνθρώπους παρὰ σφίσιν ἱστορῆσαι, καὶ δράκοντας ἐξαισίους κατὰ μέγεθος ἑπτακεφάλους, καὶ ἄλλα ἄττα πολὺ τὸ παράλογον ἔχοντα. | ||
68 | ὅτι ἔλεγεν ὁ Σεβῆρος τεθεᾶσθαι Γοργονιάδα βοτάνην, ἧς εἶναι τὴν ῥίζαν ἄντικρυς ὁμοίαν παρθένῳ τὴν κεφαλὴν ἐχούσῃ κατηρεφῆ δρακοντείοις πλοκάμοις. | |
69 | ὅτι τὴν διὰ τῶν νεφῶν μαντικὴν οὐδαμῶς τοῖς παλαιοῖς οὐδ’ ἀκοῇ ἐγνωσμένην Ἄνθουσάν τινα γυναῖκα ἐξευρεῖν ἐν ταῖς ἡμέραις Λέοντος τοῦ Ῥωμαίων βασιλέως· ἐξ Αἰγῶν δὲ κατήγετο τῶν Κιλικίων ἡ γυνή, τὸ δὲ ἀνέκαθεν ἀπὸ τῶν ἐν Καππαδοκίᾳ κατοικισθέντων ἐπὶ τὸν Κομανὸν τὸ | |
5 | ὄρος Ὀρεστιάδων· καὶ ἀνάγειν τὸ γένος εἰς Πέλοπα. αὕτη φροντίζουσα περὶ τἀνδρὸς ἐπιτετραμμένου στρατιωτικήν τινα ἀρχὴν καὶ ἐπὶ τὸν κατὰ Σικελίαν ἀπεσταλμένου μετὰ καὶ ἄλλων πόλεμον, εὔξατο προϊδεῖν ὀνείρῳ τὰ συμ‐ βησόμενα, εὔξατο δὲ πρὸς ἥλιον ἀνίσχοντα. ὁ δὲ πατὴρ ὄναρ αὐτῇ ἐπιστὰς ἐκέλευε καὶ πρὸς δυόμενον εὔξασθαι. καὶ εὐχομένης ἐξ αἰθρίας τινὸς νέφος | |
10 | συστῆναι περὶ τὸν ἥλιον, ἐκεῖθεν δ’ αὐξηθῆναι καὶ εἰς ἄνθρωπον διατυπω‐ θῆναι· ἕτερον δ’ αὐτοῦ νέφος ἀποσπασθὲν ἐπεδίδου τε εἰς μέγεθος ἴσον, καὶ εἰς λέοντα διεσχηματίζετο θηρίον· ὁ δὲ ἠγρίαινε, καὶ μέγα χάσμα πεποιημένος ὁ λέων καταπίνει τὸν ἄνθρωπον· Γότθῳ ἐῴκει τὸ ἀνθρώπειον καὶ νεφοποίη‐ τον εἴδωλον. ἐπὶ δὲ τοῖς φάσμασιν ὀλίγον· ἔπειτα τὸν ἡγεμόνα τῶν Γότθων | |
15 | Ἄσπερα βασιλεὺς Λέων ἐδολοφόνησεν αὐτὸν καὶ παῖδας. ἐξ ἐκείνου οὖν τοῦ χρόνου διέμεινεν ἡ Ἄνθουσα ἄχρι δεῦρο ἀεὶ ἐπιτηδεύουσα τὸν τρόπον τῆς διὰ τῶν νεφῶν μαντικῆς προγνώσεως. | |
70 | ὅτι τὴν Σῶθιν Αἰγύπτιοι τὴν Ἶσιν εἶναι θεολογοῦσιν, οἱ δὲ Ἕλληνες εἰς τὸν Σείριον ἀνάγουσι τοῦτο τὸ ἄστρον, καὶ ὡς κύνα τὸν Σείριον, ὀπαδὸν τοῦ Ὠρίωνος ὄντα κυνηγετοῦντος, οὕτω διαζωγραφοῦσι, μᾶλλον δὲ ἐντετυ‐ | |
πωμένον τῷ οὐρανῷ δεικνύουσι. | ||
71 | τινὲς δὲ ἔλαθον τὸ ἱέρωμα κατάξαντες καὶ διαφθείραντες, καὶ ἀπορούμενοι τελεστικῆς βοηθείας οἱ ἐπιχώριοι ἀνθρωπίνῃ σπουδῇ καὶ τέχνῃ τὸν λιμένα μόλις ἑαυτοῖς περισώζουσιν οἱ Αἰγύπτιοι. | |
72 | οἱ δὲ ἐδίωκον, οἱ τῆς γυναικὸς θεράποντες, τὸν κύνα φεύγοντα, τῆς Λιβυκῆς στρουθοῦ τὰ κρέα ἁρπάσαντα. | |
73 | ὀρυττόντων δὲ ἀνακύπτει καὶ ἐκφαίνεται παλαιτάτου νεὼ ἀέτωμα. | |
74 | ὅτι ὁ Ἑρμείας γένος μὲν ἦν Ἀλεξανδρεύς, πατὴρ δ’ Ἀμμωνίου καὶ Ἡλιοδώρου. οὗτος ἐπιεικὴς ἦν τὴν φύσιν καὶ ἁπλοῦς τὸ ἦθος, ἠκροάσατο δὲ καὶ Συριανοῦ σὺν Πρόκλῳ. φιλοπονίᾳ μὲν οὗτος οὐδενὸς ἦν δεύτερος, | |
5 | ἀγχίνους δὲ οὔτι σφόδρα ἦν οὐδὲ λόγων εὑρετὴς ἀποδεικτικῶν, οὐδὲ γενναῖος ἄρα ζητητὴς ἀληθείας· οὔκουν οὐδ’ οἷός τε ἐγεγόνει πρὸς ἀποροῦντας κατὰ τὸ καρτερὸν ἀνταγωνίζεσθαι, καίτοι ἐμέμνητο ὡς εἰπεῖν πάντων ὧν τε | |
ἀκηκόει τοῦ διδασκάλου ἐξηγουμένου καὶ τῶν ἐν βιβλίοις ἀναγεγραμμένων. ἀλλὰ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυμαθίᾳ. | ||
10 | τὰ δὲ πρὸς ἀρετὴν εὖ ἤσκητο, ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσα‐ σθαι μηδὲ μισῆσαι τὸν Φθόνον. οὗτος ἰδιώτου ποτὲ πωλοῦντος αὐτῷ βιβλίον καὶ ἔλαττον ἤπερ ἦν ἄξιον αἰτοῦντος, ἐπηνώρθωσέ τε τὴν πλάνην καὶ πλείονος ἐωνήσατο. καὶ οὐχ ἅπαξ τὴν δικαιοσύνην ταύτην, ἧς τοῖς ἄλλοις οὐδέ τις ἦν ἐπιστροφή, ἀλλὰ | |
15 | πολλάκις, ὁσάκις συνέβαινεν ἀγνοεῖν τὸν πιπράσκοντα τὸ δίκαιον τίμημα, ἐπεδείκνυτο, οὐ κατὰ τοὺς ἄλλους ἀγαπῶν τὸ ἕρμαιον, οὐδὲ οἰηθεὶς ἄρα | |
μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρ’ ἑκόντος ὁτιοῦν ἐωνήσατο. καὶ γὰρ ἐνέδραν τινὰ 〈ἐν〉εῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος, ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς | ||
20 | πολλούς, οὐ βίαιον ἀλλὰ κλοπιμαίαν, οὐδ’ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. | |
75 | ὅτι ὁ ἀδελφὸς Ἑρμείου Γρηγόριος ἅπαν ἦν τοὐναντίον, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπὶ τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινη‐ κώς. | |
5 | ὕστερον δὲ καὶ τῇ νόσῳ ἑάλω ἐπὶ πλέον, ὥστε δύσχρηστον αὐτοῦ τοῖς | |
λογισμοῖς καὶ πολὺ παραλλάττον γενέσθαι τὸ ὄργανον. | ||
76 | ὅτι “τῷ Ἑρμείᾳ ἐκ τῆς Αἰδεσίας πρεσβύτερον τῶν φιλοσόφων υἱέων | |
τίκτεται παιδίον, καὶ ἡ Αἰδεσία τῷ υἱεῖ ἑπτὰ μῆνας ἀπὸ γενέσεως ἄγοντι προσέπαιζέ τε οἷα εἰκός, καὶ βάβιον καὶ παιδίον ἀνεκάλει, ὑποκορίζουσα τὴν φωνήν. ὁ δὲ ἀκούσας ἠγανάκτησε καὶ ἐπετίμησε τὸν παιδικὸν τοῦτον | ||
5 | ὑποκορισμόν, τορὰν καὶ διηρθρωμένην τὴν ἐπιτίμησιν ἐξενεγκών.” καὶ ἄλλα δὲ πολλὰ περὶ τοῦ παιδὸς τούτου τερατολογεῖ, καὶ ὅτι “οὐκ ἀνεχόμενος τὴν ἐν σώματι ζωὴν ἑπτὰ ἐτῶν τοῦ βίου ἀπέστη. οὐ γὰρ ἐχώρει αὐτοῦ τὴν ψυχὴν ὁ περὶ γῆν ὅδε τόπος. βάβια δὲ οἱ Σύροι, καὶ μάλιστα οἱ ἐν Δαμασκῷ, τὰ νεογνὰ καλοῦσι παιδία, ἤδη δὲ καὶ τὰ μειράκια ἀπὸ τῆς παρ’ αὐτοῖς | |
10 | νομιζομένης Βαβίας θεοῦ.” | |
77 | ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ ἅμα διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. | |
78 | ὅτι Πανικόν τι ζῷον διακομιζόμενον θεάσασθαί φησιν ὁ Ἱέραξ ὁ Ἀλεξανδρεύς, ὁ συνακμάσας Ἀμμωνίῳ, ἐξ Αἰθιοπίας εἰς τὸ Βυζάντιον, ἐοικὸς ἀκριβῶς τοῖς γραφομένοις καὶ τυπουμένοις· ἀκηκοέναι τε αὐτοῦ τῆς | |
φωνῆς διὰ τῆς Ἀλεξανδρείας φερομένου οἱονεὶ τριζούσης. | ||
79 | ὅτι ὁ Ἀμμώνιος φιλοπονώτατος γέγονε, καὶ πλείστους ὠφέλησε τῶν πώποτε γεγενημένων ἐξηγητῶν· μᾶλλον δὲ τὰ Ἀριστοτέλους ἐξήσκητο. ἔτι δὲ διήνεγκεν οὐ τῶν καθ’ ἑαυτὸν μόνον ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοῦ Πρόκλου ἑταίρων, ὀλίγου δὲ ἀποδέω καὶ τῶν πώποτε γεγενημένων εἰπεῖν, | |
5 | τὰ ἀμφὶ γεωμετρίαν τε καὶ ἀστρονομίαν. | |
80 | καὶ ὁ Πρόκλος ἐθαύμαζε τὸ Ἰσιδώρου πρόσωπον, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς, οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔτροχον ἀποσαφοῦντες καὶ ἅμα αὐτοῖς ἐπιθέουσα σεμνότης ἡδεῖα καὶ ἄπλαστος αἰδὼς ἐπέστρεφε | |
5 | πρὸς αὐτὸν τὸν φιλόσοφον. | |
81 | ὅτι Εὐνόϊος ὁ ῥήτωρ βραδύνους ἦν. | |
82 | ἤδη νεανικοῦ φρονήματος ὑπόπλεως καὶ σοβῶν ἐν λόγοις. | |
83 | ὅτι Σουπηριανὸς τριάκοντα ἐτῶν τῶν ῥητορικῶν ἀρξάμενος, καίτοι τὴν φύσιν ὑπονωθέστερος ὤν, | |
ὅμως δι’ ὑπερβολὴν φιλοπονίας ὕστερον ἐν ταῖς λιπαραῖς καὶ ἀοιδίμοις Ἀθήναις ἀνηγορεύετο σοφιστής, οὐ πάνυ τῆς Λαχάρου δόξης ἀπολειπόμενος. | ||
84 | ὅτι καὶ Λαχάρης ἐξ ἐπιμελείας μᾶλλον ἢ φύσεως ἔδοξε κατὰ τὴν ῥητορικὴν εὐδοκιμῆσαι. δηλοῖ δὲ αὐτοῦ τὸ τῆς φύσεως ἀγεννέστερον καὶ τὰ συγγράμματα αὐτοῦ. | |
85 | ἄνδρα ἱερὸν καὶ περὶ τὰ θεῖα βακχεύοντα μεγαλοπρεπῶς. | |
86 | ὅτι Μητροφάνης ὁ σοφιστὴς ἔκγονος ἦν Λαχάρου. | |
87 | ὅτι φησὶν ὁ συγγραφεὺς ἄγαλμα τῆς Ἀφροδίτης ἰδεῖν ἱδρυμένον Ἡρώδου τοῦ σοφιστοῦ ἀνάθημα. τοῦτο οὖν, φησί, θεασάμενος ἵδρωσα μὲν ὑπὸ θάμβους καὶ ἐκπλήξεως, οὕτω δὲ τὴν ψυχὴν διετέθην ὑπὸ τῆς εὐφροσύνης, ὥστε οὐχ οἷός τ’ ἦν οἴκαδε ἐπανιέναι, πολλάκις δὲ ἀπιὼν | |
5 | ἐπαναστρέφειν ἐπὶ τὸ θέαμα· τοσοῦτον αὐτῷ κάλλος ἐνεκέρασεν ὁ τεχνίτης, οὐ γλυκύ τι καὶ ἀφροδίσιον, ἀλλὰ βλοσυρόν τε καὶ ἀνδρικόν, ἔνοπλον μέν, οἷον δὲ ἀπὸ νίκης ἐπανηγμένης καὶ τὸ γεγηθὸς ἐπιφαινούσης. | |
88 | ὅτι “Ἱέριον τὸν Πλουτάρχου, ὑπὸ Πρόκλῳ φιλοσοφοῦντα, εἰς τὴν Κυρίνου λεγομένην οἰκίαν θεάσασθαί φησι μικρὰν οὕτω κεφαλὴν μόνην ἀνθρώπου, τό τε μέγεθος καὶ τὸ εἶδος οὐδὲν ἐρεβίνθου διαφέρουσαν· διὸ καὶ ἐρέβινθον αὐτὴν καλεῖσθαι· τὰ δὲ ἄλλα κεφαλὴν ἀνθρωπείαν εἶναι, ὀφθαλ‐ | |
5 | μούς τε ἔχειν καὶ πρόσωπον καὶ τρίχας ἄνω καὶ στόμα πᾶν, καὶ ἀπὸ τοῦ στόματος φωνὴν ἀφιέναι, ὅσον ἀνθρώπων χιλίων, τοσοῦτον μεγάλην.” τοῦτο τερατευσάμενος περὶ τοῦ ἐρεβίνθου ὁ συγγραφεὺς τῆς κεφαλῆς καὶ ἄλλα μυρία περὶ αὐτῆς ἄξια Δαμασκίῳ τῷ δυσσεβεῖ καὶ γράφειν καὶ πιστεύειν | |
προστερατεύεται. | ||
89 | ὁ Σαλούστιος κυνίζων οὐ τὴν εἰθισμένην ὁδὸν ἐπορεύετο τῆς φιλοσοφίας, ἀλλὰ τὴν κεχαραγμένην πρὸς ἔλεγχόν τε καὶ λοιδορίαν καὶ τὸν μάλιστα δὴ πόνον ὑπὲρ ἀρετῆς. ὑπεδέδετο δ’ οὗτος σπανιάκις, ἢ τὰς Ἀττικὰς ἰφικρα‐ | |
5 | τίδας ἢ τὰ συνήθη σανδάλια περιδεδεμένος. ἐφαίνετο δὲ οὐδέποτε ἐπὶ πλεῖστον χρόνον οὔτε ἀρρωστῶν τὸ σῶμα οὔτε ταλαιπωρούμενος τὴν ψυχήν, ἀλλὰ (τὸ λεγόμενον) εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπέμενε. | |
90 | καλὰ καὶ ἀξιέπαινα πολιτεύματα, καὶ ὅσα τοιαῦτα φιλανθρωπεύματα. | |
91 | ὁ Καρχηδονίων βασιλεὺς Γεζέριχος, ἀκούσας ὡς οἱ Ῥωμαῖοι τὸν σύμμαχον αὐτοῖς κατ’ αὐτοῦ Μαρκελλῖνον δόλῳ καὶ παρὰ τοὺς ὅρκους ἀνεῖλον, ἥσθη τε ἄγαν ἐπὶ ταῖς ἐλπίσι τῆς νίκης, καὶ ἔδοξεν εἰρηκέναι λόγον οὐ Καρχηδονίῳ προσήκοντα ἀλλὰ Ῥωμαίῳ βασιλεῖ· τοὺς γάρ τοι Ῥωμαίους | |
5 | ἔφατο τῇ ἀριστερᾷ χειρὶ ἀποκόψαι τὴν δεξιάν. ὁ δὲ Μαρκελλῖνος τῆς Δαλ‐ μάτων ἦν χώρας αὐτοδέσποτος ἡγεμών, Ἕλλην τὴν δόξαν. | |
92 | ὅτι ὁ Σαλούστιος εἰς τοὺς τῶν ἐντυγχανόντων ὀφθαλμοὺς ἀφορῶν προέλεγεν ἑκάστοτε τὴν βίᾳ γενησομένην ἑκάστῳ τελευτήν. τὴν δὲ αἰτίαν τῆς προγνώσεως οὐδ’ αὐτὸς εἶχε φράζειν· καίτοι ἐπειρᾶτο ἐρωτώμενος τὸ σκοτεινὸν τῶν ὀφθαλμῶν αἰτιᾶσθαι καὶ ἀχλυῶδες καὶ νοτισμοῦ μεστόν, οἷον ἐπὶ | |
5 | πένθεσι ταῖς κόραις αὐταῖς ἐμφερόμενον. καὶ Οὐράνιόν τινα ὄνομα, Ἀπαμείας | |
τῆς ἐν Συρίᾳ πολίτην καὶ ἄρξαντα Καισαρείας τῆς ἐν Παλαιστίνῃ, ἀπὸ τῶν ὀφθαλμῶν γνωρίζειν τὸν ὅμοιον τρόπον τοὺς πολυαράτους γόητάς φησι. καὶ Νόμον δέ τινα τοὔνομα, πολίτην ἴδιον, ὁ συγγραφεὺς λέγει ἀπὸ τῆς κατὰ | ||
τὰ ὄμματα τῶν ἐντυγχανόντων θέας τοὺς λανθάνοντας ἐπιγινώσκειν φονέας. | ||
93 | ὁ δὲ τὸν Αἰγαῖον διαπεραιωθείς, ὁ Ἰσίδωρος, καὶ αὐτὸς δὲ Ἀσκληπιά‐ δης, ἔφασκεν ἑωρακέναι πλόκαμον ἐν τῷ Νείλῳ ποταμῷ δαιμόνιον τὸ μέγεθος καὶ τὸ κάλλος. αὖθις δέ ποτε παρὰ τῷ Νείλῳ ἑστιωμένοις ἀμφοτέροις (παρῆν δὲ ἐκ τρίτων καὶ ὁ ἡμέτερος φιλόσοφος) ἀνέδραμεν ἀπὸ τοῦ ποταμοῦ | |
5 | πλόκαμος ὡς ἰδεῖν πεντάπηχυς. καὶ πολλὰ τοιαῦτα φάσματα λέγει. | |
94 | ὅτι κατὰ τὴν Ἡλιούπολιν τῆς Συρίας εἰς ὄρος τὸ τοῦ Λιβάνου τὸν Ἀσκληπιάδην ἀνελθεῖν φησί, καὶ ἰδεῖν πολλὰ τῶν λεγομένων βαιτυλίων ἢ βαιτύλων, περὶ ὧν μυρία τερατολογεῖ ἄξια γλώσσης ἀσεβούσης. | |
λέγει δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἰσίδωρον ταῦτα χρόνῳ ὕστερον θεάσασθαι. | ||
95 | ἡ δὲ ἱερὰ γενεὰ καθ’ ἑαυτὴν διέζη βίον θεοφιλῆ καὶ εὐδαίμονα, τόν τε φιλοσοφοῦντα καὶ τὸν τὰ θεῖα θεραπεύοντα. | |
96 | ἀνέκαιον ὁσίῳ πυρὶ τοὺς βωμούς. | |
97 | ὅτι ἡ πάρδαλις ἀεί, φησί, διψῇ, ὁ ἱέραξ οὐδέποτε· διὸ σπανιάκις ὁρᾶται πίνων. | |
98 | ὁ ἱπποπόταμος ἄδικον ζῷον, ὅθεν καὶ ἐν τοῖς ἱερογλυφικοῖς γράμ‐ | |
μασιν ἀδικίαν δηλοῖ· τὸν γὰρ πατέρα ἀποκτείνας βιάζεται τὴν μητέρα. | ||
99 | ὁ σοῦχος δίκαιος—ὄνομα δὲ κροκοδείλου καὶ εἶδος ὁ σοῦχος—· οὐ γὰρ ἀδικεῖ ζῷον οὐδέν. | |
100 | τὰς δώδεκα ὥρας ἡ αἴλουρος διακρίνει, νύκτας καὶ ἡμέρας οὐροῦσα καθ’ ἑκάστην ἀεί, δίκην ὀργάνου τινὸς ὡρογνωμονοῦσα. ἀλλὰ καὶ τῆς σελήνης, φησίν, ἀπαριθμεῖται τὰ φῶτα τοῖς οἰκείοις γεννήμασι. καὶ γὰρ τὴν αἴλουρον ἑπτὰ μὲν τὸν πρῶτον, ἓξ δὲ τὸν δεύτερον τόκον, τὸν τρίτον | |
5 | πέντε, καὶ τέτταρα τὸν τέταρτον, καὶ τρεῖς τὸν πέμπτον, ἐφ’ οἷς δύο τὸν ἕκτον καὶ ἕνα ἐπὶ πᾶσι τὸν ἕβδομον· καὶ εἶναι τοσαῦτα γεννήματα τῆς αἰλούρου, ὅσα καὶ τὰ τῆς σελήνης φῶτα. | |
101 | ὁ κῆβος—ἔστι δὲ πιθήκου εἶδος—ἀποσπερμαίνει κατὰ τὴν σύνοδον ἡλίου καὶ σελήνης. | |
102 | ὁ ὄρυξ τὸ ζῷον πταρνύμενος ἀνατέλλειν διασημαίνει τὴν Σῶθιν. | |
103 | ἕως οἱ ἡγεμόνες αὐτῶν διέστησαν εἰς ἔριν πολιτοφθόρον. | |
104 | καὶ προέλεγε κατὰ τὴν ἀπόρρητον θέαν. | |
105 | ὁ δ’ ἐν τῷ τοίχῳ τοῦ φωτὸς φανεὶς ὄγκος οἷον παγεὶς εἰς πρόσωπον διεμορφοῦτο, πρόσωπον ἀτεχνῶς θεσπέσιον δή τι καὶ ὑπερφυές, οὐ γλυκείαις χάρισιν ἀλλὰ βλοσυραῖς ἀγαλλόμενον, κάλλιστον δ’ ὅμως ἰδεῖν καὶ οὐδὲν | |
ἧττον ἐπὶ τῷ βλοσυρῷ τὸ ἤπιον ἐπιδεικνύμενον. | ||
106 | ὃν Ἀλεξανδρεῖς ἐτίμησαν Ὄσιριν ὄντα καὶ Ἄδωνιν κατὰ τὴν μυστικὴν θεοκρασίαν. | |
107 | ὅτι ἐνῆν, φησί, τῇ τοῦ Ἡραΐσκου τοῦ φιλοσόφου φύσει καί τι τοὺς μολυσμοὺς τῆς γενέσεως ἀναινόμενον. εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν. οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές· ἀποθανόντι δὲ ἐπειδὴ τὰ νομιζόμενα | |
5 | τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι παρεσκευάζετο, τά τε ἄλλα καὶ τὰς Ὀσιριάδας ἐπὶ τῷ σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων | |
εἴδη θεοπρεπῶν. ἦν δ’ αὐτοῦ καὶ ἡ πρώτη γένεσις ἱερὰ καὶ μυστική· λεγέται δὲ κατελθεῖν | ||
10 | ἀπὸ τῆς μητρὸς εἰς τὸ φῶς ἐπὶ τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦσι γενέσθαι τὸν Ὧρον καὶ πρὸ τοῦ Ὥρου τὸν Ἥλιον. καὶ ἐπεὶ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένον ἰδεῖν, φανεροῦν τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως. | |
15 | λέγεται δὲ καὶ ὁ Πρόκλος ἑαυτοῦ ἀμείνω τὸν Ἡραΐσκον ὁμολογεῖν· ἃ μὲν γὰρ αὐτὸς ᾔδει καὶ ἐκεῖνον εἰδέναι, ἃ δὲ Ἡραΐσκος οὐκέτι Πρόκλον. | |
108 | ὅτι Ἀνθέμιον οὗτος τὸν Ῥώμης βασιλεύσαντα ἑλληνόφρονα καὶ ὁμόφρονα Σεβήρου τοῦ εἰδώλοις προσανακειμένου λέγει, ὃν αὐτὸς ὕπατον χειροτονεῖ, καὶ ἀμφοῖν εἶναι κρυφίαν βουλὴν τὸ τῶν εἰδώλων μύσος ἀνα‐ | |
νεώσασθαι. | ||
109 | ὅτι καὶ Ἴλλουν οὗτος καὶ Λεόντιον ὃν ἐκεῖνος ἀντιχειροτονεῖ Ζήνωνι βασιλέα, τὰ αὐτὰ καὶ φρονεῖν καὶ βούλεσθαι πρὸς ἀσέβειαν, Παμ‐ πρεπίου πρὸς ταύτην αὐτοὺς ἑλκύσαντος, διατείνεται. | |
110 | (ὅτι Παμπρεπίου τὸ τερατολόγον καὶ ἀπιστότατον φίλοις, καὶ τὸν βίαιον θάνατον, ὁμοίως τοῖς ἄλλοις καὶ αὐτὸς ἱστορεῖ·) ἦν δὲ Αἰγύπτιος | |
γένος, τέχνην γραμματικὸς ὁ Παμπρέπιος. | ||
111 | οὐκ εἰμὶ πρόθυμος πρᾶγμα λέγειν καὶ ἄδηλον εἰς ἀλήθειαν καὶ | |
πρόχειρον εἰς φιλαπεχθημοσύνην. | ||
112 | βούλομαι δὲ καὶ ἀφεὶς ἤδη τὸν Πύθιον ἐπὶ τὸν Ἡραΐσκον ἐπανελθεῖν τὸν Εὐβοέα. | |
113 | ἀνεβόα μέγιστον ὅσον. | |
114 | τῆς κεφαλῆς αἱ κόμαι καθεῖντο μέχρι τῶν ὤμων. | |
115 | ὅτι Φοίνικες καὶ Σύροι τὸν Κρόνον Ἢλ καὶ Βὴλ καὶ Βωλαθὴν ἐπονομάζουσιν. | |
116 | ἐνέβησαν μὲν εἰς τὸ ῥεῖθρον τοῦ Μαιάνδρου διανήξασθαι ποταμοῦ αὐτός τε καὶ ὁ Ἀσκληπιόδοτος ὁ πάλαι γεγονὼς παιδαγωγὸς αὐτοῦ· ὁ δὲ σφᾶς ἐν μέσαις ταῖς δίναις ἀπολαβών, ὁ Μαίανδρος, ὑποβρυχίους ἐποίει, ἕως ὁ Ἀσκληπιόδοτος ἐπὶ μικρὸν ἀναδύς, ὅσον θεάσασθαι τὸν ἥλιον, “ἀπο‐ | |
5 | θνήσκομεν” ἔφη καί τι προσθεῖναι καὶ ἀπόρρητον ἠδυνήθη. τότε δὲ ἐξαίφνης, ἀπ’ οὐδεμιᾶς φανερᾶς προμηθείας, ἐπὶ τῆς ὄχθης ἔκειντο τοῦ ποταμοῦ ἡμιθνῆτες· εἶτα ἀνακτησάμενοι τὰς ψυχὰς ἀνεχώρησαν ἐξ αὐτῶν τῶν γε τοῦ ᾅδου ῥευμάτων. οὕτως ἔνθεον ἐκτήσατο δύναμιν ὁ Ἀσκληπιόδοτος, καὶ ταῦτα μετὰ τοῦ σώματος ἔτι ὤν. | |
117 | Ἀπόλλωνος αὐλὰς τοῦτο δὴ τὸ χωρίον οἱ Κᾶρες καλοῦσιν. ὁ Ἀσκλη‐ πιόδοτος τοίνυν ἀπὸ τῶν αὐλῶν εἰς Ἀφροδισιάδα οἴκαδε ἐπανερχόμενος, | |
ἤδη μὲν ὁ ἥλιος ἐδεδύκει, ὁ δὲ παραχρῆμα ἀνατέλλουσαν ἐθεάσατο τὴν σελήνην οἷα πανσέληνον οὖσαν, καίτοι οὐκ ἦν ἐν τῷ διαμετροῦντι ζωδίῳ | ||
5 | τὸν ἥλιον. | |
118 | ἀλλὰ δὴ καὶ τοῦτο τὸ ἄγαλμα καθεῖλεν ἡ πάντα τὰ ἀρχαῖα καθελοῦσα ἀνάγκη. | |
119 | Ἀλεξανδρεὺς ἦν τὸ γένος, οὐκ ἐπιφανῶν γονέων τὰ ἀπὸ τῆς τύχης, | |
ἐπιεικῶν δὲ ἄλλως καὶ ἱερῶν. | ||
120 | ὅτι περὶ Ἰακώβου τοῦ ἰατροῦ, ὃς ἐγγὺς μὲν τὸ γένος Ἀλεξανδρεὺς ἦν, πορρώτερον δ’ ἐκ Δαμασκοῦ, υἱὸς δ’ ἰατροῦ τετταράκοντα ἔτη τῇ πείρᾳ σχολάσαντος καὶ μικροῦ τὴν οἰκουμένην ἐπὶ γυμνασίᾳ καὶ κρίσει τῆς τέχνης ἐπελθόντος, ὃς καὶ τὸν Ἰάκωβον τὴν ἰατρικὴν τὸν παῖδα ἐπὶ ἔτη τὰ ἴσα | |
5 | ἐδιδάξατο. περὶ τοίνυν τοῦδε τοῦ Ἰακώβου, ὥσπερ καὶ ἄλλοι, πολλὰ παράδοξα λέγει, καὶ ὡς ἀκούσας γυναῖκα πταρεῖσαν ἁθροώτερον πάντας ἀποβαλεῖν τοὺς ὀδόντας, ἐκ τούτου μόνου τοῦ συμβεβηκότος ἀνειπεῖν τὰ περὶ τῆς γυναικὸς ἅπαντα, εἶδός τε καὶ χρῶμα σώματος καὶ μέγεθος καὶ τῆς ψυχῆς ὅσα | |
10 | φυσικώτερα τῶν ἠθῶν. | |
121 | ὅτι ὁ τοῦ Ἰακώβου πατὴρ μετὰ τὴν πολλὴν τῆς οἰκουμένης πλάνην | |
ἦλθε καὶ εἰς τὸ Βυζάντιον, φησί, καὶ τοὺς ἐνταῦθα κατέλαβεν ἰατροὺς οὐδὲν ἄρα τῆς τέχνης ἐπισταμένους ἀκριβὲς οὐδὲ αὐτόπειρον, ἀλλὰ ἀπὸ τῶν ἀλλο‐ τρίων δοξασμάτων οὐ θεραπεύοντας ἀλλὰ φλυαροῦντας. ἄμφω δέ, καὶ ὁ παῖς | ||
5 | καὶ ὁ φύσας, ἀσεβέε ἤστην. | |
122 | ὅτι ἐχρῶντο κατὰ τῶν νόσων οὗτοι καθαρσίοις πολλοῖς καὶ βαλανείοις, χειρουργεῖν δὲ σιδήρῳ καὶ πυρὶ οὐ λίαν ἦσαν ἕτοιμοι, ἀλλὰ καὶ τὰ μοχθηρό‐ τερα τῶν ἑλκῶν διαίτῃ κατηγωνίζοντο· φλεβοτομίαν δ’ οὐ προσίεντο. | |
123 | ἔπειθεν ὁ Ἰάκωβος τοὺς πλουσίους ἰατρεύων βοηθεῖν τῇ νοσούσῃ πενίᾳ, καὶ αὐτὸς προῖκα ἰάτρευε, τῷ δημοσίῳ μόνῳ ἀρκούμενος σιτηρεσίῳ. | |
124 | ὅτι φησὶν ὁ συγγραφεύς· εἶδον εἰκόνα τοῦ Ἰακώβου Ἀθήνησι, καί μοι ἔδοξεν ὁ ἀνὴρ εὐφυὴς μὲν οὐ πάνυ εἶναι, σεμνὸς δὲ καὶ ἐμβριθής. | |
125 | οὗτος δὲ ὁ Ἰάκωβος Πρόκλῳ νοσοῦντι, ἐν Ἀθήναις διατρίβων καὶ θαυμαζόμενος, προσέταξεν ἀπέχεσθαι μὲν κράμβης, ἐμφορεῖσθαι δὲ τῶν | |
λαχάνων· ὁ δὲ κατὰ τὸν Πυθαγόρειον νόμον οὐκ ἠνέσχετο μαλάχην ἐσθίειν. | ||
126 | ἦν δὲ ὁ Ἀσκληπιόδοτος οὐχ ὁλόκληρος τὴν εὐφυΐαν, ὡς τοῖς πλείστοις ἔδοξε τῶν ἀνθρώπων, ἀλλ’ ἀπορεῖν μὲν ὀξύτατος, συνεῖναι δὲ οὐ λίαν ἀγχίνους οὐδὲ αὐτὸς ἑαυτῷ ὅμοιος, ἄλλως τε καὶ τὰ θειότερα τῶν πραγμάτων, ὅσα ἀφανῆ καὶ νοητὰ καὶ τῆς Πλάτωνος ἐξαίρετα διανοίας. πρὸς δὲ τὴν | |
5 | Ὀρφικήν τε καὶ Χαλδαϊκὴν {τὴν} ὑψηλοτέραν σοφίαν, 〈τὴν〉 καὶ τὸν κοινὸν φιλοσοφίας νοῦν ὑπεραίρουσαν, ἔτι μᾶλλον ἐλείπετο. πρὸς δὲ φυσιολογίαν τῶν καθ’ ἑαυτὸν πάντων ἦν ἐρρωμενέστατος· ὡσαύτως καὶ ἐν τοῖς μαθή‐ μασιν, ἀφ’ ὧν καὶ ἐπὶ τὰ ἄλλα τὸ μέγα τῆς φύσεως ἀπηνέγκατο κλέος. ἐν τοῖς περὶ ἠθῶν δὲ καὶ ἀρετῶν ἀεί τι καινουργεῖν ἐπεχείρει, καὶ πρὸς τὰ | |
10 | κάτω καὶ τὰ φαινόμενα συστέλλειν τὴν θεωρίαν, οὐδὲν μὲν (ὡς ἔπος εἰπεῖν) τῶν ἀρχαίων νοημάτων ἀποικονομούμενος, πάντα δὲ συνωθῶν καὶ κατάγων εἰς τήνδε τὴν φύσιν τὴν περικόσμιον. | |
127 | ὅτι εὐφυέστατος ὁ Ἀσκληπιόδοτος περὶ μουσικὴν γεγονώς, τὸ ἐναρ‐ μόνιον γένος ἀπολωλὸς οὐχ οἷός τε ἐγένετο ἀνασώσασθαι, καίτοι τἆλλα δύο γένη κατατεμὼν καὶ ἀνακρουσάμενος, τό τε χρωματικὸν ὀνομαζόμενον καὶ | |
τὸ διατονικόν. τὸ δὲ ἐναρμόνιον οὐχ εὗρε, καίτοι μαγάδας, ὡς ἔλεγεν, | ||
5 | ὑπαλλάξας καὶ μεταθεὶς οὐκ ἐλάττους εἴκοσι καὶ διακοσίων. αἴτιον δὲ τῆς μὴ εὑρέσεως τὸ ἐλάχιστον μέτρον τῶν ἐναρμονίων διαστημάτων, ὅπερ δίεσιν ὀνομάζουσι. τοῦτο δὴ ἀπολωλὸς ἐκ τῆς ἡμετέρας αἰσθήσεως καὶ τὸ ἄλλο | |
γένος τὸ ἐναρμόνιον προσαπώλεσεν. | ||
128 | ὅτι Ἰακώβῳ τὰ κατὰ τὴν ἰατρικὴν μαθητευθεὶς ὁ Ἀσκληπιόδοτος καὶ κατ’ ἴχνη βαίνων ἐκείνου, ἔστιν οἷς καὶ ὑπερεβάλετο. καὶ γὰρ καὶ τοῦ λευκοῦ ἑλλεβόρου πάλαι τὴν χρῆσιν ἀπολωλυῖαν καὶ μηδ’ Ἰακώβῳ ἀνασω‐ θεῖσαν αὐτὸς ἀνεκαίνισε, καὶ δι’ αὐτοῦ ἀνιάτους νόσους παραδόξως ἐξιάσατο. | |
129 | ὅτι ὁ Ἀσκληπιόδοτος τῶν μὲν νεωτέρων ἰατρῶν τὸν Ἰάκωβον μόνον ἀπεδέχετο, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα | |
τὸν Μαλλώτην. | ||
130 | τοιγάρτοι καὶ ἀπετέλεσεν ὁ Ἀσκληπιόδοτος τὴν Δαμιανὴν αἰδημο‐ νεστάτην καὶ παρὰ λόγον οὖσαν, τὴν ἑαυτοῦ γαμετήν, ὑψηλόφρονα καὶ ἀνδρό‐ βουλον εἰς οἰκονομίαν, ὥσπερ σώφρονα καὶ ἄθρυπτον εἰς συμβίωσιν. | |
131 | ὅτι “ἐν Ἱεραπόλει τῆς Φρυγίας ἱερὸν ἦν Ἀπόλλωνος, ὑπὸ δὲ τὸν ναὸν καταβάσιον ὑπέκειτο θανασίμους ἀναπνοὰς παρεχόμενον. τοῦτον τὸν βόθρον οὐδ’ ἄνωθέν ἐστιν ἀκίνδυνον οὐδὲ τοῖς πτηνοῖς τῶν ζῴων διελθεῖν, ἀλλ’ ὅσα κατ’ αὐτὸν γίνεται, ἀπόλλυται. τοῖς δὲ τετελεσμένοις, φησί, δυνατὸν | |
5 | ἦν κατιόντας καὶ εἰς αὐτὸν τὸν μυχὸν ἀβλαβῶς διάγειν”. λέγει δ’ ὁ συγγρα‐ φεὺς ὡς αὐτός τε καὶ Δῶρος ὁ φιλόσοφος, ὑπὸ προθυμίας ἐκνικηθέντες, κατέβησάν τε καὶ ἀπαθεῖς κακῶν ἀνέβησαν. λέγει δ’ ὁ συγγραφεὺς ὅτι “τότε τῇ Ἱεραπόλει ἐγκαθευδήσας ἐδόκουν ὄναρ ὁ Ἄττης γενέσθαι, καί μοι ἐπιτελεῖσθαι παρὰ τῆς μητρὸς τῶν θεῶν τὴν τῶν Ἱλαρίων καλουμένων | |
10 | ἑορτήν· ὅπερ ἐδήλου τὴν ἐξ ᾅδου γεγονυῖαν ἡμῶν σωτηρίαν. διηγησάμην δὲ τῷ Ἀσκληπιοδότῳ, ἐπανελθὼν ἐς Ἀφροδισιάδα, τὴν τοῦ ὀνείρου ὄψιν. ὁ δὲ ἐθαύμασέ τε τὸ συμβεβηκός, καὶ διηγήσατο οὐκ “ὄναρ ἀντὶ ὀνείρατος”, ἀλλὰ θαῦμα μεῖζον ἀντὶ ἐλάττονος. νεώτερος γὰρ ἔλεγεν εἰς τὸ χωρίον ἐλθεῖν τοῦτο, καὶ ἀποπειραθῆναι αὐτοῦ τῆς φύσεως. δὶς οὖν καὶ τρὶς | |
15 | ἐπιπτύξας τὸ ἱμάτιον περὶ τὰς ῥῖνας, ἵνα κἂν ἀναπνέῃ πολλάκις, μὴ τὸν διεφθαρμένον καὶ λυμαντικὸν ἀέρα ἀναπνῇ, ἀλλὰ τὸν ἀπαθῆ καὶ σωτήριον, ὃν ἔξωθεν εἰσήγαγε περιλαβὼν ἐν τῷ ἱματίῳ, οὕτω πράξας εἰσῄει τε ἐν τῇ καταδύσει, τῇ ἐκροῇ τῶν θερμῶν ὑδάτων ἐπακολουθῶν, ἐπὶ πλεῖστον τοῦ ἀβάτου μυχοῦ, οὐ μὴν εἰς τέλος ἀφίκετο τῆς καταβάσεως· ἡ γὰρ εἴσοδος | |
20 | ἀπερρώγει πρὸς βάθος ἤδη πολὺ τῶν ὑδάτων, καὶ ἀνθρώπῳ γε οὐ διαβατὸν ἦν, ἀλλ’ ὁ καταιβάτης ἐνθουσιῶν ἐφέρετο μέχρι τοῦ πέρατος.” ὁ μέντοι Ἀσκληπιόδοτος ἐκεῖθεν ἀνῆλθε σοφίᾳ τῇ αὑτοῦ κακῶν ἀπαθής. ἀλλὰ καὶ πνοὴν παραπλησίαν ὕστερον τῇ θανασίμῳ ἐκ διαφόρων εἰδῶν | |
κατασκευασάμενος ἐμηχανήσατο. | ||
132 | χωρὶς τὰ φιλοσόφων καὶ τὰ τῶν ἱερέων ὁρίσματα, οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυσῶν καὶ Φρυγῶν. ἀλλ’ ὅμως ὁ Πατρίκιος ἐτόλμησε, παρὰ νόμον τὸν φιλοσοφίας ἐπὶ ταῦτα ῥυείς. | |
133 | ἡ δὲ ἔφη, ἐγὼ χωρῖτίς εἰμι καὶ ἄγροικος. | |
134 | ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμ‐ | |
ποδος ἔφη. | ||
135 | ἀστεῖός τε ἦν καὶ εὐόμιλος, οὐ μόνον πρὸς τὴν σπουδάζουσαν ἀλλὰ καὶ πρὸς τὴν παίζουσαν ἐνίοτε συνουσίαν, ὥστε καὶ ἥδιστος εἶναι τοῖς | |
πλησιάζουσι πρὸς τῷ ὠφελίμῳ. | ||
136 | τὸν θεὸν προὐκαλεῖτο ἐπὶ πάθει περιωδύνῳ τῆς τῶν ὀπισθίων | |
ὀχετῶν ἀφέσεως. | ||
137 | ἐπίτεκα οὖσαν τὴν γαμετὴν συνεπῆγεν. | |
138 | ἐπὶ τῆς κλίνης ἀνακειμένῳ ἐξαπίνης τὴν Δίκην ἰδεῖν συνέβη, λαμπρὰν κόρην, εὔζωνον, κολοβὸν χιτῶνα μηλινόχρουν ἀνεζωσμένην, πορφυροῖς πλατέσι σημαδίοις κεκοσμημένον, ἀναδεδεμένην μὲν τὴν κεφαλὴν ἀναδέσμῃ, γυμνὴν δὲ περιβολαίου, βλοσυρόν τι ὁρῶσαν καὶ συνωφρυωμένον, οὔτι γε | |
5 | πρὸς αὐτὸν ἀλλὰ πρὸς τὴν εἴσοδον. | |
139 | ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος, ὁ Πρόκλου μαθητής, ἐν σκότῳ βαθεῖ γράμματά τε ἀνεγίνωσκεν, φησίν, ἄνευ φωτὸς καὶ τοὺς παρόντας τῶν ἀνθρώπων διεγίνωσκε. | |
140 | κεφαλὴν γοῦν ποτὲ δρακοντείαν ἐν Καρίᾳ εἰς ἀγρὸν πεσοῦσαν Πυθέου τοῦ Καρός, ἐνεχθεῖσαν δὲ αὐτῷ τῷ Πυθέᾳ, καὶ αὐτὸς ἔφη θεάσασθαι, μέγεθος οὖσαν ταύρου μεγίστου κατὰ κεφαλήν. ἰδεῖν δὲ τὸν Ἀσκληπιόδοτον καὶ ζῶντα δράκοντα μετέωρον ἐν ἀέρι συννεφεῖ πεπηγότα καὶ συνειλημμένον | |
5 | ὑπὸ τοῦ πνεύματος, ἐν τῇ πυκνότητι τῶν νεφῶν ἀκίνητον ἑστῶτα, ὅσον δὴ κοντόν τινα μέγαν ἀποτεταμένον· ἰδεῖν τε τοῦτον, καὶ ἐπιδεῖξαι καὶ τοῖς | |
παροῦσι, πυκνωθέντων δὲ ἐπὶ μᾶλλον τῶν νεφῶν ἀφανισθῆναι τὸ θηρίον. | ||
141 | ὅτι ὁ διάδοχος Πρόκλου, φησίν, ὁ Μαρῖνος, γένος ἦν ἀπὸ τῆς ἐν Παλαιστίνῃ Νέας πόλεως, πρὸς ὄρει κατῳκισμένης τῷ Ἀργαρίζῳ καλουμένῳ. εἶτα βλασφημῶν ὁ δυσσεβής φησιν ὁ συγγραφεύς, ἐν ᾧ Διὸς ὑψίστου ἁγιώτατον ἱερόν, ᾧ καθιέρωτο Ἄβραμος ὁ τῶν πάλαι Ἑβραίων πρόγονος, ὡς αὐτὸς | |
5 | ἔλεγεν ὁ Μαρῖνος. Σαμαρείτης οὖν τὸ ἀπ’ ἀρχῆς ὁ Μαρῖνος γεγονὼς ἀπετάξατο μὲν πρὸς τὴν ἐκείνων δόξαν, ἅτε εἰς καινοτομίαν ἀπὸ τῆς Ἀβράμου θρησκείας ἀπορρυεῖσαν, τὰ δὲ Ἑλλήνων ἠγάπησεν. | |
142 | ὅμως φιλοπονίᾳ τε καὶ ἀτρύτοις πόνοις ἐγκείμενος εὐφυεστέρων ἤδη πολλῶν καὶ τῶν πρεσβυτέρων κατέχωσε δόξας τῷ ἑαυτοῦ ὀνόματι ὁ Μαρῖνος. | |
143 | οὐκ εἴα δὲ αὐτὸν ἐρωτᾶν ὁ Ἰσίδωρος ἀσθενείᾳ σώματος ἐνοχλούμενον, | |
εὐλαβείᾳ τοῦ ὀχλώδους. | ||
144 | πλὴν ὁ Μαρῖνος ἐξ ὧν τε διελέγετο καὶ ἐξ ὧν ἔγραψεν (ὀλίγα δὲ ταῦτά ἐστι) δῆλος ἦν οὐ βαθεῖαν αὔλακα τῶν νοημάτων καρπούμενος, ἐξ ὧν τὰ σοφὰ βλαστάνει θεάματα τῆς τῶν ὄντων φύσεως. | |
145 | ὁ ἄριστος ἡγεμὼν Πτολεμαῖος τῆς ἀστροθεάμονος ἐπιστήμης. | |
146 | τὰ ἀρέσκοντα τοῖς ἐξηγηταῖς ἀπεγράφετο, εἰς τὸ τῆς λήθης γῆρας, | |
ὡς ἔφη Πλάτων, ὑπομνήματα καταλείπων ἑαυτῷ καὶ ἀποθησαυριζόμενος. | ||
147 | καὶ τὴν τοῦ σώματος ἀπορροὴν βλέπων ὁ Πρόκλος ἐδεδίει περὶ τῷ νεανίσκῳ. | |
148 | ὁ τοίνυν τεθνηκώς, ὁ εὐτυχὴς οὗτος νῦν, ἡ ψυχή φημι καὶ τὸ τῆς ψυχῆς εἴδωλον, παρέστη μοι ἀναφανδὸν ἐπὶ τοῦδε τοῦ σκίμποδος ἀνακειμένῳ. | |
149 | ἀπιστεῖν δὲ οὐ δίκαιον τῷ λόγῳ βεβαιουμένῳ θέᾳ τε ἐναργεῖ τοῦ κορυφαίου σοφοῦ καὶ ἀκοῇ προσφάτῳ τοῦ δευτέρου μετ’ ἐκεῖνον πρὸς ἀλήθειαν, καὶ ἔτι τῷ τρίτῳ βήματι καὶ εἰς ταύτην καταβεβηκότι τὴν | |
συγγραφὴν ὑπὸ τῇ φιλαλήθει πομπῇ τῆς ἐμῆς ἀγγελίας. | ||
150 | καὶ ὁ Πρόκλος ἐπεδίδου ταῖς εἰς αὐτὸν ὁρώσαις ἐλπίσι μηδὲ τὸ τοῦ Πλάτωνος ἀτιμάζειν ἀξίωμα, μηδὲ τὴν Ἰαμβλίχου κρίσιν μηδὲ τὴν Πλουτάρχου κατανωτίζεσθαι, μηδ’ αὖ μεῖζον φρονεῖν τῆς κοινω‐ | |
5 | φελοῦς προαιρέσεως. ἀλλ’ ὅσῳ ηὔξετο τῆς διαδοχῆς τὸ μέγεθος ἐν τῷ λόγῳ, τοσούτῳ μᾶλλον ὁ Ἰσίδωρος πρὸς τὴν πειθὼ συνεστέλλετο, μεῖζόν γε ὂν ἢ καθ’ ἑαυτὸν | |
ἄρασθαι φορτίον. | ||
151 | δεδιὼς δ’ ὁ Πρόκλος περὶ τῇ Πλάτωνος χρυσῇ τῷ ὄντι σειρᾷ, μὴ ἡμῖν ἀπολίπῃ τὴν πόλιν τῆς Ἀθηνᾶς. | |
152 | δεδιὼς δὲ ἐπὶ τῷ Μαρίνῳ διὰ τὴν τοῦ σώματος ἀσθένειαν. | |
153 | ἀληθινὸς ἔρως ἐμφυτεύεται φιλοσοφίας· καὶ πάντα γηγενῆ δεσμὸν ἀπορρήξας, ἐλπίδας τε πάσας ὁμοῦ τιμῶν τε καὶ χρημάτων καταπατήσας, ἀφικνεῖται Ἀθήναζε. | |
154 | ἀλλά γε τοιοῦτος καὶ ὁ φιλόσοφος ἱστορεῖται Ζηνόδοτος, παιδικὰ τοῦ Πρόκλου καλεῖσθαι μόνος ἀξιωθείς, ἐφ’ ᾧ δὴ καὶ τὰς μάλιστα ἐπεῖχεν | |
ἐλπίδας. | ||
155 | καὶ οὐκ ἦν τις ἄρα πρὸς αὐτὸν ἀλαζὼν οὐδὲ σκαιὸς οὐδὲ σοβαρὸς τὴν ἔντευξιν. | |
156 | τῇ τε ἐξ ἀρχῆς εὐγενείᾳ καὶ τῇ μεγαλειότητι τῶν τρόπων καὶ τῇ περὶ λόγους διαφανεῖ σπουδῇ τε καὶ ἐπιμελείᾳ. | |
157 | πρὸς γάρ τοι τοὺς ἄλλους τοὺς εἰς βουλὴν τὴν μεγάλην συγκαλου‐ μένους οὐ μόνον τὰ ἄλλα διαφέρων ἄνθρωπος ἦν ὁ Θεαγένης, ἀλλ’ ἤδη τις | |
καὶ φιλόσοφος. | ||
158 | ἡ τῶν διαδόχων οὐσία οὐχ ὡς οἱ πολλοὶ νομίζουσι Πλάτωνος ἦν τὸ ἀνέκαθεν· πένης γὰρ ἦν ὁ Πλάτων, καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, οὗ ἡ πρόσοδος νομισμάτων τριῶν, ἡ δὲ τῆς οὐσίας ὅλης χιλίων ἢ καὶ ἔτι πλειόνων ὑπῆρχεν ἐπὶ Πρόκλου, πολλῶν τῶν ἀποθνησκόντων κτή‐ | |
5 | ματα τῇ σχολῇ καταλιμπανόντων. | |
159 | ἤδη τοίνυν κρουώμεθα πρύμναν ἐπὶ τὸν λόγον ὃν ἀπελίπομεν. | |
160 | ὁ μὲν Ἀσκληπιόδοτος ἐκοσμεῖτο πᾶσι τοῖς τοῦ βίου λαμπροῖς, οἱ | |
δὲ οὐδενὶ τούτων, οἱ προβεβλημένοι τὴν γαμικὴν προβολήν, ἀλλὰ μόνον ἦσαν τῷ ὄντι φιλόσοφοι, ἐπ’ ἄκρον ἑκάτερος ἥκων, ὁ μὲν ἰθυβόλου φύσεως, ὁ ἐπὶ θυγατρὶ γαμβρὸς τοῦ μεγάλου Ἀσκληπιοδότου Ἀσκληπιόδοτος, ὃν δ’ ἤδη | ||
5 | ἐμνήστευεν, ἐπιμελοῦς ἀκριβείας, ὁ Ἰσίδωρος. | |
161 | πηγὴ ἀναδίδωσιν ὕδωρ ἱερόν τε καὶ εὔποτον. | |
162 | ὥστε ποιητικὸς ἀνὴρ ἔφη ἂν τὸ στόμα αὐτοῦ καὶ τὸ ἄλλο πρόσωπον | |
οἰκητήριον εἶναι αὐτῶν τῶν Χαρίτων. | ||
163 | εἴ ποτε γὰρ καὶ αὐτοί τινος ἠπορήθησαν, ᾔεσαν αὐτίκα παρ’ αὐτὸν φίλοι παρὰ φίλον. | |
164 | ὁ Ἰσίδωρος πολὺ διαφέρων ἦν τῆς Ὑπατίας, οὐ μόνον οἷα γυναικὸς | |
ἀνήρ, ἀλλὰ καὶ οἷα γεωμετρικῆς τῷ ὄντι φιλόσοφος. | ||
165 | στερρὸς δὲ τὸ ἦθος ὁ Σεβηριανὸς ὢν καὶ ἅπερ ἂν διανοηθείη ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ | |
βίος αὐτῷ πολλαχῇ διεσφάλη. | ||
166 | οὐ γὰρ ἐπιδιδόναι ῥᾳδίως, οὐδὲ ἦν αὔξεσθαι κατὰ πῆχυν, ὥσπερ Θεόδωρος ὁ Ἀσιναῖος ηὐξήθη ὑπὸ τῷ Πορφυρίῳ. | |
167 | ὥστε εὐθὺς ἐξ ἀρχῆς τὰ ἀναγκαῖα μόνα προσφέρειν τῷ σώματι, | |
ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. | ||
168 | ὁ Παμπρέπιος ἐν ὀλίγω χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμα‐ θέστατος· οὕτω διεπονεῖτο περὶ τὴν ἄλλην προπαιδείαν, ὅσην ποιητική τε καὶ γραμματικὴ σοφίζει παιδεύουσα. Αἰγύπτιος δ’ ἦν, καὶ τὴν ποιητικὴν ἐν τῇ πατρίδι ἀσκήσας εἶτα Ἀθήναζε | |
5 | παρεγένετο. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ | |
ἐπὶ νέοις διδάσκαλον ἔστησαν. | ||
169 | δειλὸς δὲ ὢν ὁ Ζήνων φύσει καὶ τὸν Ἴλλουν ὁρῶν ἐν δίκῃ ἀγαπώμενον καὶ μέγα ἤδη δυνάμενον εὐλαβεῖτο περὶ αὐτῷ, καὶ δι’ ἀπιστίαν οὐχ οἷός τε ἦν ἠρεμεῖν, ἀλλὰ πάσας ὁδοὺς διεξῄει καὶ πάσας ἔπλεκε μηχανὰς ὅπως ἂν ἐκποδὼν ποιήσοιτο τὸν Ἴλλουν ὁ Ζήνων. | |
170 | ὁ δὲ τῶν κρατούντων τῆς πολιτείας ἡγεμὼν τὴν δόξαν ἐπισκοπεῖν εἰληχώς, ὄνομα Πέτρος, ἀνὴρ ἰταμὸς ὢν καὶ περιπόνηρος. | |
171 | ἀλλ’ ἴσως καὶ ἐνταῦθα ἐκράτουν οἱ Παμπρεπίου χρησμοὶ βλακεύοντες | |
ἀεὶ καὶ ἀναβάλλοντες εἰς χρόνους τὸν πόλεμον. | ||
172 | ὁ δὲ Παμπρέπιος κατὰ τὴν Αἴγυπτον παραγεγονὼς Ἰσιδώρῳ παρέσχεν ἐκ τῶν λόγων αἴσθησιν ὡς οὐχ ὑγιαίνοι πρὸς Ἴλλουν. | |
173 | ἀλλ’ ἤδη προδωσείοντι ἔοικε, καὶ μέντοι καὶ περιορωμένῳ τὴν Ῥωμαίων βασιλείαν. | |
174 | ἡ πέτρα αὕτη τὰ μὲν ἄνωθεν ἐκπεπετασμένη πολὺ εἰς εὖρος, τὰ δὲ κάτωθεν ἀποστενουμένη τοσοῦτον ὅσον ὑπερείδειν τὴν ἐπικρεμαμένην εὐρύτητα μετέωρον, πολλαχῆ ὑπερέχουσαν τῆς ὑποκειμένης καὶ ἀνεχούσης κρηπῖδος ὀρείας· εἰκάσαις ἂν αὐτὴν αὐχένι μεγάλῳ, φέροντι κεφαλὴν | |
5 | ὑπερμεγέθη τινὰ καὶ ἀξιοθέατον. | |
175 | πάλιν δ’ ἐπὶ τὸν Ἰσίδωρον ἀνακαλεσώμεθα τὴν συγγραφήν. | |
176 | οὐκ ἦν τετυφωμένος ὁ Ἰσίδωρος οὔτε δυσόμιλος, οὐδὲ ἠγνόει τὴν | |
Στωϊκὴν συμπεριφορὰν λεγομένην. | ||
177 | καὶ ἦν τότε αὐτὸν θεάσασθαι φαιδρόν τε καὶ γεγηθότα, τό τε σῶμα ἀνθοῦντα, καὶ τὴν ψυχὴν ὑψοῦ διεγηγερμένον ἔτι, καὶ ταῦτα τῶν περὶ | |
θανάτου φροντίδων ὑπολειπομένων. | ||
178 | πονηρὸν δὲ ἄνθρωπον καὶ τὸν βίον ἐπίρρητον. | |
179 | πρὸς τὸν ἐπισκοποῦντα τὸ τηνικαῦτα τὴν κρατοῦσαν δόξαν {Ἀθανά‐ | |
σιον}. | ||
180 | ἐνέβαλον αὐτὰ τοῖς Ἰουλιανοῦ σκευαρίοις. | |
181 | ὁ δὲ Ἰσίδωρος τό τε κιβώτιον καὶ τὰ ἄλλα σκευάρια διέθηκεν ἕτοιμα εἶναι καὶ πρόχειρα, ὡς ἀποπέμψων εἰς τὸ ἐμπόριον. | |
182 | στῖφος ἀνδρῶν συγκεκροτημένον εἰς ἔφοδον. | |
183 | ὁ δὲ καὶ ξύστρας ἤδη ἅπτεσθαι διεκελεύετο τοὺς ὑπηρέτας. | |
184 | καὶ τοὺς φιλοσόφους εἰς τὸ δεσμωτήριον πάλιν ἐνέβαλεν ἐπὶ ψήφῳ | |
δευτέρων ἐλέγχων. | ||
185 | ὁ δὲ Ἰουλιανὸς σιωπῇ ἐδέξατο καρτερῶν τὰς πολλὰς ἐπὶ τοῦ νώτου διὰ τῶν τυμπάνων πληγάς· καὶ γὰρ πολλαῖς ἐπαίετο βακτηρίαις, μηδὲν ὅλως φθεγξάμενος. | |
186 | ἰδὼν τὰ σκευάρια συνδούμενα πρὸς τὸν ἀπόπλουν, τί τοῦτο, ἔφη, | |
ποιεῖς ἄνθρωπε; ἁλώσῃ δὲ ὑπὸ τῶν λιμενιτῶν φυλακτήρων. | ||
187 | ἀφίκετο τοίνυν οὐ πολλῷ ὕστερον, καὶ ἐν ἐμοῦ τῷ οἴκῳ διῃτᾶτο. | |
188 | ἀφίκετο μὲν Ἀθήναζε τότε τῷ Πρόκλῳ ἐπὶ ταφῆς ὄντι τὴν θυμιατρίδα φέρων. | |
189 | ἡ μὲν ἐσχάτη κακία καὶ ἀβοήθητος ἀξία τῆς παραυτίκα κολάσεως, ἡ δὲ ἐπ’ ὀλίγον παρατετραμμένη ἀξία καὶ αὐτὴ τῆς ταχίστης ἐπαφῆς. πλείστοις δὲ τῶν μέσων ἀναβάλλεται ἡ δίκη τὰ τῶν παθῶν ἰατρεύματα, ἤτοι ὡς βοήθειαν ἔχουσιν ἀπὸ τῆς ἀρετῆς, εἴ πως ἐκφύγοιεν μᾶλλον τὰς | |
5 | τομὰς καὶ τὰς καύσεις, ἢ ὡς ἀναξίοις τοῦ παραυτίκα φαρμάκου διὰ κακίας | |
μέγεθος, ἢ ὀφείλεται ἐνίοις πρὸ τῆς τῶν κακῶν ἡ ἀμοιβὴ τῶν ἀγαθῶν. | ||
190 | ἡ τῶν φιλοσόφων ὑπεροψία τῆς παρακλήσεως ἱκανὴ ἐκτραχύνειν ἄνδρα βάρβαρον. ἀλλ’ ὅμως οἱ φιλόσοφοι καρτερεῖν ᾤοντο δεῖν καὶ τὰ συμβαίνοντα φέρειν | |
εὐλόφως. | ||
191 | καὶ γυναικὶ ἐνέτυχεν ἱερᾷ θεόμοιρον ἐχούσῃ φύσιν παραλογωτάτην. ὕδωρ γὰρ ἀκραιφνὲς ἐγχέασα ποτηρίῳ τινὶ τῶν ὑαλίνων ἑώρα κατὰ τοῦ ὕδατος εἴσω τοῦ ποτηρίου τὰ φάσματα τῶν ἐσομένων πραγμάτων, καὶ προὔλεγεν ἀπὸ τῆς ὄψεως αὐτά, ἅπερ ἔμελλεν ἔσεσθαι πάντως. ἡ δὲ πεῖρα | |
5 | τοῦ πράγματος οὐδὲ ἡμᾶς παρελήλυθεν. | |
192 | τὸν δὲ Ἰωάννην ὁ Ἀνατόλιος αἰκισάμενός τε καὶ τῶν ὑπαρχόντων γυμνώσας. | |
193 | αὐτίκα μέντοι καὶ οὗτος ἀπέρρηξε τὸν βίον. | |
194 | ἐνέτυχον ἐξ ἀνάγκης τῷ Ἐμεσίωνι· οὐ γὰρ ἄν ποτε ἑκὼν ἠνεσχόμην τῆς αὐτοῦ ὑηνείας, ἀλλ’ ἡ πρεσβεία με διηνάγκασε. | |
195 | τῆς Ἀραβίας καὶ τὸ Στυγαῖον ὕδωρ κατειβόμενον. | |
196 | ἀπεδήμησεν εἰς τὰ Βόστρα τῆς Ἀραβίας, πόλιν μὲν οὐκ ἀρχαίαν (ὑπὸ γὰρ Σεβήρου τοῦ βασιλέως πολίζεται), φρούριον δὲ παλαιόν, ἐπιτε‐ τειχισμένον τοῖς πέλας Διονυσιεῦσιν ὑπὸ τῶν Ἀραβικῶν βασιλέων. | |
197 | ἀκούσας τὴν Ἰὼ θρυλουμένην καὶ τὸ ὄνομα τῆς πόλεως εἰς τὸν οἶστρον τῆς βοὸς ἀναλυόμενον, ἠγάπησε τὴν συνέχειαν τῆς περὶ τὴν Ἰὼ | |
πλάνης μυθευομένης. | ||
198 | ἔγνω δὲ ἐνταῦθα τὸν Θεανδρίτην, ἀρρενωπὸν ὄντα θεόν, καὶ τὸν ἄθηλυν βίον ἐμπνέοντα ταῖς ψυχαῖς. | |
199 | λέγεται δὲ καὶ τοῦτο τὸ ὕδωρ εἶναι Στύγιον. τὸ δὲ χωρίον, ἐν ᾧ ἐστί, πεδίον τῆς Ἀραβίας, ἀνηπλωμένον ἀπὸ τῆς ἕω μέχρι Δίας τῆς ἐρήμου πόλεως. εἶτα ἐξαίφνης ἀναρρήγνυται χάσμα εἰς ἄβυθον πέτραις πανταχόθεν συνηρεφὲς καί τισιν ἀγρίοις φυτοῖς τῶν πετρῶν ἀποφυομένοις· κάθοδος ἐξ ἀριστερᾶς | |
5 | κατιόντι στενὴ καὶ τραχεῖα (πρὸς γὰρ τῷ πετρώδει καὶ φυτοῖς ἀνημέροις καὶ ἀτάκτοις δασύνεται), μακρὰ δὲ ὅσον ἐπὶ σταδίους πεντεκαίδεκα· πλὴν καταβαίνουσιν αὐτὴν οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναικῶν αἱ εὐζωνότεραι. κατελθόντι δὲ κῆποι καὶ γεωργίαι πολλαί εἰσιν ἐν τῷ διαδεχομένῳ αὐλῶνι. τὸ δ’ οὖν ἄκρον αὐτοῦ καὶ στενώτατον ὑποδοχὴν ἔχει τῶν καταλειβομένων | |
10 | ἐν κύκλῳ Στυγίων ὑδάτων, καὶ διὰ τὴν ἀπὸ πολλοῦ ὕψους φορὰν εἰς ἀέρα σκεδαννυμένων, εἶτα αὖ πάλιν εἰς τὸ κάτω συμπηγνυμένων. θέαμα τοῦτο καὶ φύσεως ἔργον σεμνὸν καὶ φρικῶδες· οὐκ ἔστιν οὐδεὶς ἀνὴρ ὃς ἰδὼν οὐκ ἂν πληρωθείη σεβασμίου φόβου. τῶν δὲ ῥιπτουμένων τῷ ὕδατι ἀναθημάτων τὰ μὲν καταδύεται εἰς ἄβυθον, κἂν ἐλαφρὰ ᾖ, οἷς εὐμενῶς ἔχει τὸ θεῖον· | |
15 | οἷς δὲ μή, ταῦτα δὲ ἄρα, κἂν βαρύτατα ᾖ, ἐπιπολάζει καὶ εἰς τὸ ἐκτὸς | |
ἀποπτύεται θαυμαστόν τινα τρόπον. τὸ δὲ ὅρκιον τοῦ τε χωρίου καὶ τῶν ὑδάτων πεφρίκασι διὰ πείρας οἱ ἐπιχώριοι, διὸ καὶ ἥκιστα ὀμνύουσιν. εἰ δέ ποτέ τις ἐπιορκήσει, εἴσω ἐνιαυτοῦ ἀπόλλυται, φασί, φυσηθεὶς ὑδέρῳ τὸ σῶμα, καὶ οὐδεὶς τὴν δίκην διέφυγεν. | ||
200 | ὅτι Διόνυσος, φησί, Λυκοῦργον καὶ τοὺς ἑπομένους αὐτῷ Ἄραβας κατηγωνίσατο οἴνῳ ἀπ’ ἀσκοῦ καταρράνας τὴν πολεμίαν στρατιάν· ἐξ οὗ καὶ τὴν πόλιν ἐκάλεσε Δαμασκόν. οἱ δὲ τὴν ἐπωνυμίαν διδόασι τῇ πόλει ἀπὸ γίγαντός τινος, ᾧ ὄνομα Ἀσκός, ὃν ὁ Ζεὺς ἐδάμασεν ἐνταῦθα. ἄλλοι δὲ καὶ | |
5 | ἄλλας λέγουσι τῆς ἐπωνυμίας αἰτίας. ὁ δὲ συγγραφεὺς ἐκ ταύτης ὥρμητο τῆς πόλεως. | |
201 | ὡς ἡ ἀσχολία τοῦ ῥητορεύειν δεινή, στρέφουσα μὲν περὶ στόμα καὶ γλῶτταν τὴν ὅλην μου σπουδήν, ἀποστρέφουσα δὲ τῆς ψυχῆς καὶ τῶν ἀποκαθαιρόντων αὐτὴν μακαρίων τε καὶ θεοφιλῶν ἀκουσμάτων. ταῦτα δὲ ἐννοῶν, φησὶν ὁ συγγραφεύς, ἐνίοτε διεκοπτόμην τῶν ῥητορικῶν ἐξηγήσεων. | |
5 | ἔνατον ἔτος οὕτω μοι διεληλύθει. | |
202 | συνδιήγομεν ἀλλήλοις ὅσαι τε ἡμέραι καὶ ὅσαι νύκτες, ἐπὶ μῆνας ὀκτώ. | |
203 | εἶδον, φησί, τὸν βαίτυλον διὰ τοῦ ἀέρος κινούμενον, ποτὲ δ’ ἐν τοῖς | |
ἱματίοις κρυπτόμενον, ἤδη δέ ποτε καὶ ἐν χερσὶ βασταζόμενον τοῦ θεραπεύον‐ τος. ὄνομα δ’ ἦν τῷ θεραπεύοντι τὸν βαίτυλον Εὐσέβιος, ὃς καὶ ἔλεγεν ἐπελθεῖν αὐτῷ ποτὲ ἀδόκητον ἐξαίφνης προθυμίαν ἀποπλανηθῆναι τοῦ | ||
5 | ἄστεως Ἐμίσης ἐν νυκτὶ μεσούσῃ σχεδὸν ὡς πορρωτάτω πρὸς τὸ ὄρος αὐτό, ἐν ᾧ τῆς Ἀθηνᾶς ἵδρυται νεὼς ἀρχαιοπρεπής· ἀφικέσθαι δὲ τὴν ταχίστην εἰς τὴν ὑπώρειαν τοῦ ὄρους, καὶ αὐτόθι καθίσαντα ἀναπαύεσθαι ὥσπερ ἐξ ὁδοῦ· σφαῖραν δὲ πυρὸς ὑψόθεν καταθοροῦσαν ἐξαίφνης ἰδεῖν, καὶ λέοντα μέγαν τῇ σφαίρᾳ παριστάμενον· τὸν μὲν δὴ παραχρῆμα ἀφανῆ γενέσθαι, | |
10 | αὐτὸν δὲ ἐπὶ τὴν σφαῖραν δραμεῖν ἤδη τοῦ πυρὸς ἀποσβεννυμένου, καὶ κατα‐ λαβεῖν αὐτὴν οὖσαν τὸν βαίτυλον, καὶ ἀναλαβεῖν αὐτόν, καὶ διερωτῆσαι ὅτου θεῶν ἂν εἴη, φάναι δ’ ἐκεῖνον εἶναι τοῦ Γενναίου (τὸν δὲ Γενναῖον Ἡλιουπολῖται τιμῶσιν ἐν Διὸς ἱδρυσάμενοι μορφήν τινα λέοντος), ἀπαγαγεῖν τε οἴκαδε τῆς αὐτῆς νυκτὸς οὐκ ἐλάττω σταδίων δέκα καὶ διακοσίων, ὡς | |
15 | ἔφη, διηνυκώς. οὐκ ἦν δὲ κύριος ὁ Εὐσέβιος τῆς 〈τοῦ〉 βαιτύλου κινήσεως, ὥσπερ ἄλλοι ἄλλων· ἀλλ’ ὁ μὲν ἐδεῖτο καὶ ηὔχετο, ὁ δὲ ὑπήκουε πρὸς τὰς χρησμῳδίας. ταῦτα ληρήσας καὶ πολλὰ τοιαῦτα ὁ τῶν βαιτυλίων ὡς ἀληθῶς ἄξιος, τὸν λίθον διαγράφει καὶ τὸ εἶδος αὐτοῦ. “σφαῖρα μὲν γάρ, φησιν, ἀκριβὴς ἐτύγ‐ | |
20 | χανεν ὤν, ὑπόλευκος δὲ τὸ χρῶμα, σπιθαμιαία δὲ τὴν διάμετρον κατὰ μέγεθος· ἀλλ’ ἐνίοτε μείζων ἐγίνετο καὶ ἐλάττων, καὶ πορφυροειδὴς ἄλλοτε. καὶ γράμματα ἀνέδειξεν ἡμῖν ἐν τῷ λίθῳ γεγραμμένα, χρώματι τῷ καλουμένῳ τιγγαβαρίνῳ κατακεχρωσμένα, καὶ ἐν τοίχῳ δὲ †ἐγκρούσας†· δι’ ὧν ἀπεδίδου τὸν ζητούμενον τῷ πυνθανομένῳ χρησμόν, καὶ φωνὴν ἠφίει | |
25 | λεπτοῦ συρίσματος, ἣν ἡρμήνευεν ὁ Εὐσέβιος.” τερατολογήσας οὖν τὰ εἰρημένα ὁ κενόφρων οὗτος καὶ μυρία ἄλλα παραλογώτερα περὶ τοῦ βαιτύλου, ἐπάγει “ἐγὼ μὲν ᾤμην θειότερον εἶναι τὸ χρῆμα τοῦ βαιτύλου, ὁ δὲ Ἰσίδωρος δαιμόνιον μᾶλλον ἔλεγεν· εἶναι γάρ τινα δαίμονα τὸν κινοῦντα αὐτόν, οὔτε τῶν βλαβερῶν οὔτε τῶν ἄγαν προσύλων, οὐ μέντοι τῶν ἀνηγμένων εἰς τὸ | |
30 | ἄϋλον εἶδος οὐδὲ τῶν καθαρῶν παντάπασι.” τῶν δὲ βαιτύλων ἄλλον ἄλλῳ ἀνακεῖσθαι, ὡς ἐκεῖνος δυσφημῶν λέγει, θεῷ, Κρόνῳ, Διί, Ἡλίῳ, τοῖς ἄλλοις. | |
204 | ὅτι Μαξιμῖνος, φησίν, —Ἕλλην δ’ οὗτος ἦν τὸ σέβας—τὰς βολὰς τῶν ὀμμάτων ἀφιεὶς οὕτω φοβερόν τι καὶ βλαβερὸν ἐνέβλεπεν, ὥστε τῶν ἐνορώντων ἀποστρέφειν τὰς ὄψεις· καὶ τοῦτο φησίν ἐκεῖνος συνειδὼς ἑαυτῷ τὰ πολλὰ κάτω καὶ οὐ πρὸς τοὺς ἐντυγχάνοντας ἔβλεπεν. ἀλλὰ καὶ | |
5 | πολλῶν οὗτος φασμάτων ἐγίνετο θεατής, ἄλλοις οὐχ ὁρωμένων. ἱκανὸς δ’ ἦν καὶ δαίμονας ἐπιπέμπειν φθοροεργούς, καὶ ἄλλοθεν ἐπιπεμπομένους ἀναστέλλειν. πλὴν δυσσεβῶν ἁλοὺς κατὰ τὸ Βυζάντιον τὴν διὰ ξίφους οὐκ ἐξέφυγε δίκην. | |
205 | ... οὔτε φιλόσοφον βίον ἐννοήσας. εἴ τις οὖν τῶν πολλῶν ὑβρίζει | |
ὕβρεις τὰς ἐξ ἀνθρώπων ... | ||
206 | ἄπειρος ὢν τῶν πληκτικῶν τούτων καὶ ἀνιάτων πραγμάτων. | |
207 | ἡ ἀναβολὴ μακροτέρα αὐτῷ γέγονε τῶν τε εἰς Καρίαν καὶ τῶν Ἀθήναζε σπευδουσῶν ἐλπίδων. | |
208 | καὶ πρὸς θεοῦ λιπαρήσεις ἔρχομαι. | |
209 | τοῦ Κυλληνίου βλακεύοντος καὶ τὰ πράγματα ἀναβάλλοντος οὐδὲν ἤνυτεν ὁ Ἰσίδωρος. | |
210 | οὐ φεισάμενος τοῦ πολυτελεστάτου τῷ ὄντι δαπανήματος, τοῦ χρόνου, | |
κατὰ τὸν εἰπόντα σοφόν. | ||
211 | ὁρῶν δὲ ἐμαυτὸν τῷ θείῳ φωτὶ περιρρεόμενον, πῶς οἴει σφόδρα τὴν ψυχὴν ἐτανυσκόμην; | |
212 | ἐκμανὴς γενόμενος, ἀνελὼν τὸν πέλεκυν, ἀποτέμνει τὴν αὐτὸς ἑαυτοῦ παιδοσπόρον φύσιν. | |
213 | καὶ ἐγὼ ταῦτα ἀπήγγειλα τῷ Ἰσιδώρῳ σοφήν τε καὶ ἔνθεον ἀεὶ προτείνοντι πρὸς τοὺς μύθους τοὺς ἱεροὺς ἀκοήν. | |
214 | οἰηθέντα περὶ τῷ σώματι κινδυνεύειν. | |
215 | ἀλλὰ τοῦτο μὲν τῆς ἰδιώτιδος ἄρα δεῖγμα προαιρέσεως. | |
216 | ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι χαρίσια. | |
217 | ἐναυστολούμεθα πρὸς τὴν Σάμον. | |
218 | τὸ σῶμα δ’ ἐφυσᾶτο, κάτωθεν ἀρξάμενον ἀπὸ τῶν ποδῶν ἕως ἤδη τῶν βουβώνων καὶ τῆς αἰδοῦς. | |
219 | κατεκοιμήθην ἐπὶ τῆς νεώς, καί πως ἀφροδισιάζομαι τοῖς ὀνείρασι. | |
220 | κρήδεμνον φωσ〈σ〉ώνιον, ὀράριον Ῥωμαϊκῶς, προσώπου ἐκμαγεῖον ἡμιτύβιον. | |
221 | εἰς τοσοῦτον γὰρ ἀκηκόαμεν φιλοσοφίαν καταφρονηθεῖσαν οὐδὲ | |
πώποτε Ἀθήνησιν, ὅσον ἑωράκαμεν ἀτιμαζομένην ἐπὶ Ἡγίου. | ||
222 | ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸς οὐκ ὀλίγῳ ἦν διαφέρων καὶ πολλῶν ἄλλων εἰς ἀρετήν, τὰ δὲ εἰς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε | |
πρὸς ταῦτα ἀνάγωγος ὢν διὰ τὴν οὐκ ἀκολάκευτον πατρῴαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλημένος, εἴπερ τις ἕτερος. | ||
223 | ὁ μὲν οὖν Εὐπείθιος εὐφυέστερος μὲν ἐγένετο, τὰ δὲ ἤθη ἐπισεσυρ‐ | |
μένος εἰς ἰδιωτισμόν, ἤδη δὲ καὶ ἀτοπώτερον ἔχων ἢ κατ’ ἰδιώτην. | ||
224 | ἀσθενῶν αὐτὸς τὸ σῶμα καὶ οὐ πόρρω τείνων θανάτου. | |
225 | ὁ δὲ πρὸς μὲν τὸ παραυτίκα δυσχερῶς ἤκουσε τῆς ἀπολογίας ἅτε δὴ μὴ κατ’ ἐλπίδας αὐτῷ πραττούσης τῆς ἀγαθοειδοῦς προαιρέσεως. | |
226 | τοιαῦτα πολλὰ λέγων τε καὶ ἐπᾴδων ἔπεισε τὸν Ἰσίδωρον ὁ Μαρῖνος δέξασθαι τὸ ψήφισμα τῆς διαδοχῆς· καὶ ἐψηφίσθη διάδοχος ἐπ’ ἀξιώματι μᾶλλον ἢ πράγματι τῆς Πλατωνικῆς ἐξηγήσεως. | |
227 | εἰ δὲ θειότερον χρῆμα, ὡς σὺ φῂς ὦ Ἡγία, ἔλεγε πρὸς αὐτὸν ὁ Ἰσίδωρος, ἡ ἱερατικὴ πραγματεία, φημὶ μὲν τοῦτο κἀγώ· ἀλλὰ πρῶτον ἀνθρώπους γενέσθαι τοὺς ἐσομένους θεοὺς δεῖ. διὰ τοῦτο καὶ ὁ Πλάτων ἔφη μὴ ἐλθεῖν εἰς ἀνθρώπους μεῖζον ἀγαθὸν φιλοσοφίας ἀλλὰ τοῦτο συμ‐ | |
5 | βέβηκε νῦν ἐπὶ ξυροῦ ἑστάναι οὐ τῆς ἀκμῆς, τοῦ δὲ ἐσχάτου γήρως ὡς | |
ἀληθῶς. | ||
228 | ἐλάνθανε δὲ ἑαυτὸν ἀνίατα πράγματα καὶ πόρρω μοχθηρίας προ‐ βεβηκότα διορθώσασθαι ἐπιχειρῶν· ἤνυτε δὲ οὐδὲν ἐπὶ πλέον. | |
229 | ἦρι δὲ ἀρχομένῳ, τοῦ Μαρίνου τὸ σῶμα ἀπολιπόντος, ἐβουλεύετο τὰς Ἀθήνας ἀπολιπεῖν ὁ Ἰσίδωρος. | |
230 | παρῄνει δὲ Συριανὸν καὶ Ἡγίαν ὁ Ἰσίδωρος ὡς χρεὼν εἴη φιλοσοφίαν | |
ὑπορρέουσαν ἀνασώσασθαι. | ||
231 | διὰ μηχανῆς τινὸς ἀπόρου καὶ ἀνθρωπίνης ἐλπίδος ἔξω καθεστηκυίας ἐν ἀπορρήτοις τὰ ἀπόρρητα διαμηχανωμένους ὑπέρ τε σφῶν αὐτῶν τῆς οὐρανίας ἐλπίδος καὶ ὑπὲρ τῶν ἄλλων Αἰγυπτίων τῆς ὅλης εὐθημοσύνης. | |
232 | ἀλλ’ ἐντεῦθέν ποθεν ἀπὸ τῆς τρίτης καὶ περικοσμίου γενέσεως ἀναδήσασθαι τὰ πείσματα τῆς ἀναγωγοῦ σωτηρίας. | |
233 | καὶ δὴ Σεβῆρος, ἀνὴρ τῆς Ῥώμης πατρίκιος, ἄλλα τε διηγεῖτο ἐν Ἀλεξανδρείᾳ συνδιαιτώμενος, καὶ ὅτι λίθον ἐθεάσατο ἐν ᾧ σελήνης ἐγίνετο σχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δ’ ἄλλα πρὸς ἥλιον αὐξο‐ μένης καὶ μειουμένης ἐνόντα τῷ λίθῳ καὶ αὐτὸν τὸν ἥλιον· ὅθεν ἡ φήμη | |
5 | τοὺς τοιούτους λίθους καλεῖ συνοδίτας. καὶ ἡλίτην δὲ λίθον ἔλεγεν ἑωρακέναι, οὐχ οἷον οἱ πολλοὶ ἑωράκαμεν, ἀκτῖνας διαφαίνοντα ἀπὸ τοῦ βάθους χρυσίτι‐ δας, ἀλλὰ δίσκον ἡλιοειδῆ κείμενον μέσον τοῦ λίθου, σφαῖραν αὐτόθεν πυρὸς ὡς ἰδεῖν· ἀπ’ αὐτῆς δὲ τὰς ἀκτῖνας ἐκθρώσκειν ἕως ἐπὶ τὴν ἴτυν· εἶναι γὰρ σφαιροειδῆ καὶ ὅλον τὸν λίθον. ἰδεῖν δὲ καὶ σεληνίτην, οὐ τὸν ὕδατι τεγγόμενον, | |
10 | εἶτα ἐκφαίνοντα τὸν μηνίσκον, καὶ διὰ τοῦτο ὑδροσεληνίτην καλούμενον, ἀλλὰ κατὰ φύσιν τὴν ἑαυτοῦ τρεπόμενον ὅτε καὶ ὅπως ἡ σελήνη τρέποιτο, θαυμάσιον χρῆμα τοῦτό γε φύσεως. | |
234 | τυφλῆς δὲ καὶ ἀσαφοῦς τῆς φήμης περιπλανωμένης. | |
235 | ὁ μὲν οὖν πλεῖστος λόγος ἀπολωλέναι τὸν Αἰγύπτιον, διεφέρετο δὲ ὅμως καὶ σωτηρίας τις ἄγγελος φήμη. | |
236 | καὶ τάχα ἂν ἥδε ἡ πάθη ἀπροαίρετος ἂν εἴη, καὶ διὰ τοῦτο συμβαίνοι ἂν ἴσως καὶ ταῖς ἀκηράτοις. | |
237 | τὰ βέλτιστα παραινῶν, καὶ παροξύνων τῷ λόγῳ τοὺς ἐν τῷ ἔργῳ βλακεύοντας. | |
238 | ὅτι τριῶν ὄντων εἰδῶν τῆς ψυχῆς τριττὴ καὶ ἡ πολιτεία, καὶ ἔχει μὲν ἑκάστη τὰς τρεῖς, ἀλλ’ ἑνὶ διαμορφοῦται καὶ ὀνομάζεται τῷ ἐπικρατοῦντι. καὶ λόγῳ μὲν ἰθύνεται, ὁ ὡς ἐπὶ Κρόνου βίος, 〈ἢ〉 ἡ λεγομένη χρυσῆ γενεά, ἢ τὸ θεῶν ἀγχίσπορον γένος, οἷα ἐν σχήματι μύθου σεμνύνουσιν οἱ ἐν τῷ | |
5 | τρίποδι τῆς Μούσης καθήμενοι ποιηταί· θυμῷ δὲ διανισταμένην πολιτείαν τὴν ἐπὶ πολέμους καὶ μάχας, καὶ ὡς ἐπίπαν φάναι, τὴν περὶ πρωτείων καὶ δόξης ἀγωνιζομένην, οἵαν γενέσθαι τὴν ἐπὶ τῆς ἱστορίας ἑκάστοτε θρυλου‐ μένην ἀκούομεν· ἐπιθυμίᾳ δὲ τὴν πανταχῇ διαρρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένην, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον | |
10 | καὶ ἐν πάσῃ ὑηνείᾳ καλινδουμένην, φιλοχρήμονα μικροπρεπῆ, δουλεύειν ἀσφαλῶς ἐθέλουσαν, οἵα τῶν ἐν τῇ νῦν γενέσει πολιτευομένων ἡ ζωή. | |
239 | προθυμότατος εἰς ἀποδημίαν οὐ τὴν μάταιον καὶ τρυφῶσαν, εἰς ἀνθρώπινα οἰκοδομήματα καὶ μεγέθη καὶ κάλλη πόλεων διαχαίνουσαν· ἀλλ’ εἴ πού τι θαυμαστὸν ἀκήκοεν ἢ ἱεροπρεπές, ἀφανὲς ἢ φανόν, αὐτόπτης ἠβούλετο γενέσθαι τοῦ θαύματος. | |
240 | αὐτὴν δὲ τὴν ψυχὴν ἐν ταῖς ἱεραῖς εὐχαῖς πρὸς ὅλον τὸ θεῖον πέλαγος ἔλεγε, τὰ μὲν πρῶτα συναγειρομένην ἀπὸ τοῦ σώματος εἰς ἑαυτήν, αὖθις δὲ ἐξισταμένην τῶν ἰδίων ἠθῶν καὶ ἀναχωροῦσαν ἀπὸ τῶν λογικῶν ἐννοιῶν ἐπὶ τὰς τῷ νῷ συγγενεῖς, ἐκ δ’ αὖ τρίτων ἐνθουσιῶσαν καὶ παραλλάττουσαν | |
5 | εἰς ἀήθη τινὰ γαλήνην θεοπρεπῆ καὶ οὐκ ἀνθρωπίνην. | |
241 | τοῦτον ἐπαινῶν Ἰσίδωρος ὁ φιλόσοφος κατὰ στόμα εἶχε. | |
242 | μετριωτέρα γὰρ πειθὼ καὶ παραίνεσις τῆς ἀπὸ τῶν ἄλλων λόγων τοῖς πολλοῖς ἡ ἀπὸ τῆς ἱστορίας, καὶ μᾶλλον τῆς παλαιοτέρας ἡ ἀπὸ τῆς νεωτέρας καὶ τοῖς ἀκροωμένοις φέρουσά τι γνωριμώτερον. | |
243 | οἱ δὲ καὶ ἐν τοῖς Αἰγυπτίοις φιλοσοφήμασι τὸν Ἰσίδωρον συνεργὸν καὶ συγκυνηγέτην παρελάμβανον τῆς ἐν βυθῷ κεκρυμμένης ὡς ἀληθῶς ἱερᾶς ἀληθείας· καὶ πολλαχοῦ φῶς ἀνῆπτεν αὐτοῖς ἐν ταῖς ζητήσεσι τῆς ἀρχαιοτρόπου σοφίας. τὸ δὲ σύμπαν αὐτῷ τῆς εὐπορίας οὐκ ἀπὸ βιβλίων καὶ | |
5 | δοξασμάτων ἐπορίζετο ἀλλοτρίων διὰ μνήμης, ἀλλ’ ἕξιν τινὰ βεβαίαν καὶ | |
πάμφορον ἀληθείας τῆς γε τοιαύτης ἀπ’ ἀρχῆς ἐκτήσατο. | ||
244 | καὶ δύσεται τοῖς ἀνθρώποις, ἅτε οὐ δυναμένοις αὐτοῦ φέρειν τὴν θείαν ἀνατολήν. | |
245 | ἠναγκάζετο ἐπιμελεῖσθαι τῆς τῶν παίδων εὐαγωγίας. | |
246 | καὶ μὴν καὶ ἐν ταῖς ἐξηγήσεσιν ἐνδεέστερος τῷ λόγῳ ἢ ὥστε ἑρμη‐ νεύειν τὰ δοκοῦντα ἀποχρώντως. οὐ μὴν οὐδ’ ἐνταῦθα ἀβοήθητος ἦν ὑπὸ τῆς φύσεως καὶ τῆς ἄλλης μελέτης, ἀλλὰ κατεβάλλετο μὲν σπουδὴν πρὸς τὴν σαφήνειαν, τὴν δὲ ὀνομάτων εὐρυθμίαν ἀφιεὶς ἑτέροις πρὸς ἐπίδειξιν | |
5 | εἴχετο τῶν πραγμάτων, οὐ λόγους τὸ πλέον ἢ νοήσεις φθεγγόμενος, οὐδὲ νοήσεις μᾶλλον ἢ τὰς οὐσίας αὐτῶν τῶν πραγμάτων ἄγων εἰς φῶς. | |
247 | τὴν περὶ τὸ θεῖον ἁγιστεύουσαν θέμιν. | |
248 | εὐφραίνετο δὲ ὁρῶν τὸν Πρόκλον ὁ Ἰσίδωρος αἰδοῖόν τε ἅμα καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖ ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. | |
249 | ἐπεὶ καὶ ὁ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς. | |
250 | ὁ δὲ Σαλούστιος οὐκέτι τῷ δικανικῷ ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν ἐξέμαθε δὲ καὶ τοὺς δημοσίους ἅπαντας τοῦ Δημοσθένους λόγους. καὶ δὴ λέγειν ἦν ἱκανός, οὐ τοὺς νέους μιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον τόνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε | |
5 | λόγους οὐ πολύ τι ἐκείνων λειπομένους. | |
251 | ἀνυπόδετος περιιὼν τὴν οἰκουμένην, ὡς φάναι λόγον, ἅπασαν. | |
252 | ὅτι τὰ ἕδη καὶ ἐπὶ αὐτῶν λαμβάνει τῶν τεμενῶν, τάττεται δὲ καὶ ἐπὶ τῶν ἀγαλμάτων· λέγεται δὲ ἕδος καὶ τὸ ἔδαφος τοῦ νεώ. | |
253 | ὄναρ μὲν μυριάκις παρῆν ὡς φάναι τὸ ἔπος, ἅπαξ δὲ καὶ ὕπαρ | |
ἐφάνη τὸ φάσμα. | ||
254 | περιορώμενον τὸν ἄνθρωπον ἀντὶ τοῦ ἐμβλέπον ἀκριβῶς, ἐπισκοποῦν, ἐναντίως τῆς τῶν πολλῶν χρήσεως. | |
255 | ἀκώλυτοι διέμενον ὑπὸ τῶν εἰωθότων κατὰ τὸ ἀνθρώπινον κωλυμά‐ των. | |
256 | οὐδείς ἐστιν οὕτω τὸ θεῖον ἐκκεκωφημένος, ὃς οὐκ αἰσθάνεται αὐτοῦ τῆς ἐνεργείας πάσης μέν, οὐχ ἥκιστα δὲ τῆς κολαζούσης τοὺς ἁμαρτάνοντας. | |
257 | οὐκ ἂν ἁμάρτοι Μούσης ἀληθοῦς, ἢ οὐκ ἂν ἁμάρτοι ἀληθείας ἱερᾶς. | |
258 | οἱ τῆς ἀλλοφύλου δόξης ἑταῖροι καὶ συστασιώται. | |
259 | καὶ πρὸς φιλοσοφίαν ἔρρωντο, καίτοι ἀρχὴν ἀτυχοῦντες εὐαγίας φιλοσόφου. | |
260 | καὶ τῇ εὐχῇ χρησάμενος εἰς τὴν συνήθη καὶ ἀνθρωπίνην αἴσθησιν ἀπὸ τῶν ἀλλοκότων ὄψεων ἐπανῆλθε. | |
261 | καὶ δὴ ἐξέδωκεν ἱκνουμένῳ τῷ τοῦ γάμου καιρῷ. | |
262 | ἀλλὰ καὶ τρίβωνα φιλοσοφίας περιβαλών, ὡς φιλόσοφον, τὴν νύμφην. | |
263 | τῆς περὶ τὰ θεῖα διατριβούσης θρησκείας, ὅση τε ῥητὴ καὶ ὅση ἀπόρρητος. | |
264 | οὐδ’ εἰς Ἀφροδισιάδα μετεχώρησε παράκλητος. | |
265 | ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν. | |
266 | ὁ δὲ Ἱλάριος φιλοσοφῶν μέν, ἐκδεδιῃτημένος δὲ τὰς ὑπογαστρίους ἡδονάς, οὐκ ἔτυχε Πρόκλου διδασκάλου. | |
267 | πεπεῖσθαι ἔλεγε πολυχρονιώτερόν οἱ γενέσθαι τὸν μετὰ τοῦ σώματος βίον διὰ τὴν δεξιότητα τῆς γυναικός. καὶ ταῦτα ἔλεγεν οὐ χάριν ὁμολογῶν, ὡς ἄν τῳ δόξειεν, ἀλλὰ δυσχεραίνων πρὸς τὴν ἐν σώματι διατριβήν, καὶ εἰς | |
ἐκείνην ἀναφέρων, ὅσα γε εἰς ἄνθρωπον, τὴν τοῦ θανάτου ἀναβολήν. | ||
268 | καὶ τῆς γυναικὸς ἐπῄνει τὴν εὐαγωγίαν, καὶ συνήδετο. | |
269 | κατελεήσας τοῦ γάμου τὰς πρώτας ἐλπίδας ὁ θεὸς ἐδίδου σύμβολον τῆς ἐσομένης γονῆς· καὶ τὴν γαμετὴν λοιπὸν ἑώρα ἐπίτεκα οὖσαν ὁ ἀνήρ. | |
270 | καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάγνωσιν τῷ Ἀσκληπιοδότῳ ὁ σκότος ἐγίνετο. | |
271 | διηγεῖτο δὲ ἄλλα τε ὧν ἀκήκοε, καὶ δὴ καὶ τῆς αὐτοῦ ὄψεως οὐκ ὀλίγα θαύματος ἄξια. | |
272 | ἡ δ’ ἄγνωστος φωνὴ ὅτου εἴη τὴν ναῦν ἀνακωχάζειν ἐκέλευε. | |
273 | “τοῦ ὀμμακοΐου”· τῆς αὐτοψίας καὶ ἀκοῆς ἅμα. | |
274 | καὶ διετέλεσεν ἄχρι θανάτου ἀμιγὴς παντὸς σώματος. οὐδ’ ἔστιν ὅστις ἐσυκοφάντησεν αὐτὸν ἐπὶ τοιαύταις διαβολαῖς, οὐδὲ τῶν ἐχθίστων. | |
275 | ὁ δὲ Μαρῖνος τῷ ἀτόνῳ τῆς φύσεως οὐδὲ τοῦ Παρμενίδου τὴν ὑπεραί‐ ρουσαν ἐξήγησιν τοῦ διδασκάλου ἤνεγκεν, ἐπὶ τὰ εἴδη δὲ τὴν θεωρίαν κατήγα‐ γεν ἀπὸ τῶν ὑπερουσίων ἑνάδων, ταῖς Φίρμου καὶ Γαληνοῦ τὸ πλέον ἐννοίαις ἐπισπώμενος ἢ ταῖς ἀκηράτοις ἐπιβολαῖς τῶν μακαρίων ἀνδρῶν. | |
276 | ἐθεράπευε τὰ δίκαια καὶ φιλοσοφίᾳ πρέποντα, ἀλλ’ οὐ τὸν θῶπα τρόπον καὶ βάναυσον. | |
277 | διὰ τὴν στάσιν ὁ Μαρῖνος ἐξ Ἀθηνῶν εἰς Ἐπίδαυρον ἀνεχώρησε, τὰς ἄχρι τοῦ σώματος ἐκβαινούσας ἐπιβουλὰς ὑφορώμενος. | |
278 | ὁ δὲ Μαρῖνος, καὶ αὐτὸς ὁ Πρόκλος, οὐ τῇ ἑτέρᾳ μόνον ἀλλ’ ἀμφοῖν τοῖν χεροῖν τοῦ Ἰσιδώρου περιείχοντο. | |
279 | ὁ δὲ Πρόκλος ὁρῶν αὐτοῦ τὴν προθυμίαν ἄτρυτον οὖσαν καὶ τὴν φιλομάθειαν ἀκόρεστον, πηγὰς λόγων εἰς τὴν ἐκείνου ψυχὴν ἀφιεὶς ἱερῶν τε καὶ φιλοσόφων, γαννύμενος αὐτῷ διετέλει πλατεῖαν ὑπέχοντι καὶ ἀριήκοον τὴν τῆς διανοίας ὑποδοχήν. | |
280 | εἶξε δεδιὼς τὴν ἑκατέρου ἐπιτίμησιν καὶ ἅμα λύπην ἀγανακτοῦσαν. | |
281 | ἔσεισεν ὑπερφυῆ τινὰ σεισμὸν καὶ οὐ φύσεως ἔκγονον. | |
282 | ἦν ἄρα τις Ἀττικὴ γυνή, πολλὰς εἰδυῖα μηχανὰς εἰς πειθώ, ὡς διέδειξεν. | |
283 | οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλ’ ἀμφοῖν, κατὰ τὴν παροιμίαν. | |
284 | τοιοῦτος ἦν τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε καταπληγνύναι τῇ συννοίᾳ τοὺς ἐντυγχάνοντας, ἡνίκα καιρὸς ἦν σεμνότητος καὶ ἐμβριθεστέρων ἠθῶν τε καὶ λόγων· χαρίεις δ’ αὖ πρὸς τοὺς χαρίεντας. | |
285 | ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅ τι ἂν ὁρμήσειε, καὶ φιλόδοξος ὡς οὐκ οἶδ’ 〈εἴ τισ〉 ἕτερος ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, | |
5 | προσκρουστικὸς ἀεὶ καὶ ἁμιλλητικὸς πρὸς τοὺς ὑπερέχοντας ἦν. | |
286 | ἠβούλετο δὲ μόνον ἀξιωθῆναι ὁ δεόμενος τῆς τὸν ἄρχοντα προσκυνού‐ σης ἐντεύξεως. | |
287 | οἱ δὲ πλεῖστοι ὠρθοῦντο πρὸς τὰ ἀρχαῖα ταῖς ἐλπίσιν. | |
288 | ὄργανον ὁ Παμπρέπιος ἐπιτήδειον τῆς πρὸς τὸ κάλλιον ἀντιπνεούσης ἀνάγκης ἦν. | |
289 | “κατὰ τὸν ἱκνούμενον χρόνον”, ἀντὶ τοῦ “κατὰ τὸν ἐπιόντα”. | |
290 | ὅτι τοὺς κατὰ τῆς ἱερᾶς ἡμῶν καὶ ἀκαταλύτου πίστεως ἐπιλυττήσαν‐ τας ὁ Δαμάσκιος ἀριθμούμενος, καὶ ἄκων (ὡς ἔοικε) καὶ ὑπὸ τῆς κατὰ τὴν ἐνάργειαν ἀληθείας βιαζόμενος τάδε ἀναγράφει. ἐπεχείρησε μὲν γὰρ καὶ Ἰουλιανὸς ὁ βασιλεύς, ἀλλ’ ἐτέων οὐκ ἐπέβη πισύρων, ἐπεχείρησε δὲ χρόνοις | |
5 | ὕστερον καὶ Λούκιος, ἀνὴρ ἐν Βυζαντίῳ τὴν στρατηγίδα ἀρχὴν ὑπὸ βασιλεῖ | |
Θεοδοσίῳ κοσμῶν, ὃς πειραθεὶς τὸν βασιλέα ἀνελεῖν εἴσω τῶν βασιλείων παρῆλθε, καὶ τρὶς θελήσας ἐξελκύσαι τοῦ κολεοῦ τὸ ξίφος ἀπετρέπετο κατα‐ πεπληγμένος· ἑώρα γὰρ ἐξαίφνης γυναῖκα μεγάλην καὶ βλοσυρὰν περι‐ πτυσσομένην κατὰ νώτων τὸν Θεοδόσιον. μετὰ ταῦτα ὁ μέγας τῆς ἕω στρα‐ | ||
10 | τηλάτης ἐπεχείρησεν, ἀλλ’ ἐπεσχέθη βίαιον εὑράμενος θάνατον· ἀπὸ γὰρ τοῦ ἵππου πεσὼν καὶ τὸ σκέλος κακῶς διατεθεὶς ἐτελεύτησε τὸν βίον. εἶτα Σεβηριανός, φησίν, ὁ πολίτης ἡμῶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις μετὰ καὶ ἄλλων συχνῶν· ἀλλ’ ὀλίγου δεῖν θανάτῳ ἐζημιώθη δι’ ἀπιστίαν τῶν συνειδό‐ των, ἄλλων τε ἴσως, καὶ Ἑρμενερίχου τοῦ Ἄσπερος παιδὸς ἐξειπόντος | |
15 | τὴν συνωμοσίαν τῷ Ζήνωνι. πρὸς οἷς Μάρσος καὶ Ἴλλους· ὧν ὁ μὲν Μάρσος ἐν αὐτῇ τῇ ἐπαναστάσει νόσῳ τέθνηκεν, ὁ δὲ Ἴλλους συλληφθεὶς ξίφει τὸν βίον κατέστρεψεν. | |
291 | ἀκοντίζει τὴν κεφαλὴν εἰς τὸ τῶν πολεμίων στρατόπεδον, ἄνωθεν ἀπὸ τῆς πέτρας ἀποδισκεύσας. | |
292 | ὁ δὲ Ἀμμώνιος αἰσχροκερδὴς ὢν καὶ πάντα ὁρῶν εἰς χρηματισμὸν ὁντιναοῦν, ὁμολογίας τίθεται πρὸς τὸν ἐπισκοποῦντα τὸ τηνικαῦτα τὴν κρα‐ τοῦσαν δόξαν. | |
293 | γρυμαία ἔκειτο παντοδαπῶν βιβλίων. | |
294 | ὅταν ἀφροδισιάζῃ ἐπὶ παιδοποιίᾳ πολιτικῇ. | |
295 | “λόγους”, φησὶν ὁ συγγραφεύς, “ἐπεδεικνύμην πρότερον, τὸν ἐπὶ ῥητορικῇ τρίβωνα περιθέμενος”, ὥστε ἦν καὶ τρίβων ῥητορικός, ὡς καὶ φιλόσοφος. | |
296 | πεφύκασι δὲ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, οὐχ οὕτως ἔχον κατά γε τὴν ἐμὴν κρίσιν. ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸς τὸ ἐρρωμενέστερον, καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας, ὅσον | |
5 | αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον· ὅσον δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπίναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότερον καθίσταται | |
πρὸς διόρθωσιν. τὸ δὲ ἀγαθοεργόν τε καὶ ὠφελητικὸν ὅσον ἐστὶν ἐν τοῖς πολιτεύμασιν; τὸ δὲ θαρραλέον καὶ βέβαιον ἡλίκον; τοιγαροῦν οἱ ἐν γωνίᾳ καθήμενοι λόγ〈ι〉οι, καὶ πολλὰ φιλοσοφοῦντες εὖ μάλα σεμνῶς περὶ δικαίου | ||
10 | καὶ σωφροσύνης, ἐκβαίνειν ἐπὶ τὰς πράξεις ἀναγκαζόμενοι δεινὰ ἀσχημο‐ νοῦσιν. | |
297 | εἰς Ἀθήνας καὶ Πρόκλον ἀπαίρει ἔτι διακρατούμενον ἐν τῷ σώματι. | |
298 | σεμνὸς ὢν ἅμα καὶ εὐόμιλος ὁ Ἀγάπιος, τήν τε ἀρχαίαν γλῶτταν ὑπὲρ τὸν ἰδιώτην μελετήσας, ἐπέστρεψεν εἰς ἑαυτὸν τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, θαῦμα δὲ ἑαυτοῦ παρέσχετο καὶ ἐν Ἀλεξανδρείᾳ τοῖς λογιμω‐ τέροις· ὥρμητο γὰρ ἀπὸ πάσης τῆς παιδείας, ζητητικός τε καὶ κριτικὸς | |
5 | ἠβούλετο εἶναι γραμματικῶν τε καὶ ῥητορικῶν, καὶ συλλήβδην εἰπεῖν, ἐδόκει τετράγωνος εἶναι καὶ ἦν τὴν σοφίαν. | |
299 | καὶ εἰς κλέος ὁ Γέσιος μέγα ἀνέβη, οὐ μόνον ἰατρικῆς εἵνεκα παρα‐ σκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργάτιδος, ἀλλὰ καὶ τῆς ἄλλης πάσης παιδείας. | |
300 | διαλεκτικαῖς συνουσίαις ἀρδόμενος τὴν ψυχήν. | |
301 | ὅτι ἀγαγωμένῳ Ἰσιδώρῳ Δόμναν γυναῖκα τίκτεται αὐτῷ παῖς ἐξ αὐτῆς· Πρόκλον τὸ παιδίον ἐπωνόμασε. καὶ ἡ Δόμνα ἐπί γε τῷ τόκῳ πέμπτῃ ὕστερον ἡμέρᾳ ἀποθνήσκει, κακοῦ θηρίου καὶ πικροῦ συνοικεσίου ἐλευθερώσασα τὸν φιλόσοφον ἑαυτῆς. | |
302 | ὅτι ὁ ἐν Βηρυτῷ, φησίν, Ἀσκληπιὸς οὐκ ἔστιν Ἕλλην οὐδὲ Αἰγύπτιος, ἀλλά τις ἐπιχώριος Φοῖνιξ. Σαδύκῳ γὰρ ἐγένοντο παῖδες, οὓς Διοσκόρους ἑρμηνεύουσι καὶ Καβείρους. ὄγδοος δὲ ἐγένετο ἐπὶ τούτοις ὁ Ἔσμουνος, ὃν Ἀσκληπιὸν ἑρμηνεύουσιν. οὗτος κάλλιστος ὢν θέαν καὶ νεανίας ἰδεῖν | |
5 | ἀξιάγαστος, ἐρώμενος γέγονεν, ὥς φησιν ὁ μῦθος, Ἀστρονόης θεοῦ Φοινίσσης, μητρὸς θεῶν. εἰωθώς τε κυνηγετεῖν ἐν ταῖσδε ταῖς νάπαις, ἐπειδὴ ἐθεάσατο τὴν θεὸν αὐτὸν ἐκκυνηγετοῦσαν καὶ φεύγοντα ἐπιδιώκουσαν καὶ ἤδη καταληψο‐ | |
μένην, ἀποτέμνει πελέκει τὴν αὐτὸς αὑτοῦ παιδοσπόρον φύσιν. ἡ δὲ τῷ πάθει περιαλγήσασα, καὶ Παιᾶνα καλέσασα, τὸν νεανίσκον τῇ τε ζωογόνῳ θέρμῃ | ||
10 | ἀναζωπυρήσασα θεὸν ἐποίησεν, Ἔσμουνον ὑπὸ Φοινίκων ὠνομασμένον ἐπὶ τῇ θέρμῃ τῆς ζωῆς. οἱ δὲ τὸν Ἔσμουνον ὄγδοον ἀξιοῦσιν ἑρμηνεύειν ὅτι ὄγδοος ἦν τῷ Σαδύκῳ παῖς. | |
303 | ἐν σκότῳ διωλυγίῳ πολὺ φῶς ἀνάψας. | |
304 | τοῦτον ἀπεδέξαντο τοῦ νεανίσκου τὸν λόγον καὶ ἠγάσθησαν οἱ ἀμφὶ τὸν Μαρῖνον, πῶς οἴει σφόδρα; | |
305 | οὔπω ἐξερρώγει τὰ δύσκολα τῆς ὑποθέσεως | |
306 | ἐμὲ δὲ ἐπεσπάσατο ἡ ῥύμη τοῦ λόγου πρὸς τὰ μετὰ ταῦτα ἐκβεβηκότα ποιήσασθαι τὴν ἐκβολήν, ἐπακολουθήσαντα παριόντι τῷ βίῳ τῶν διαδόχων, οὓς εἵλετο Πρόκλος. | |
307 | ὃ δὲ καὶ παράδοξον ἀκοῦσαι, μετὰ σεμνότητος εὐγενοῦς καὶ βεβαίας ἐφαίνετο τοῖς παροῦσι χαρίεις, τὰ μὲν πολλὰ σπουδάζων εἰς τὸ κοινὸν τοῖς ἀκούουσιν ὄφελος, ἀνιεὶς δὲ ἐνίοτε τῷ παίζοντι τὴν σπουδὴν, καὶ σκώπτων εὐφυῶς τοὺς ἁμαρτάνοντας, ὥστε ἐπικαλύπτειν τῷ γελοίῳ τὸν ἔλεγχον. | |
308 | εἰς ὕψος καὶ μῆκος οἷον θαυμάσιον. | |
309 | ὥστε τὰ ἀρχαῖα καὶ πρὸς τὸ μυθῶδες ἐκνενικηκότα μηκέτι ἄπιστα εἶναι. | |
310 | καὶ ᾔτει παρ’ ἐμοὶ ὑποδοχὴν λανθάνουσαν. | |
311 | ὁ δὲ Θεοσέβιος τὸν τῆς σωφροσύνης δακτύλιον, ὃν ὁ Χαλδαῖος εἰσιὼν παραδίδωσι, τοῦτον οὗτος κατασκευασάμενος, προσελθὼν τῇ γυναικὶ ἔφη “πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρμοστὴν παιδουργοῦ συμβιώσεως· τὰ νῦν δὲ τοῦτον ἐπιδίδωμί σοι σωφρονιστήν, ἐπίκουρον παρεσόμενον τῆς | |
5 | σώφρονος οἰκουρίας.” ἡ δὲ ἀσμένως ἐδέξατο, καὶ συνέζησε τῷ ἀνδρὶ τὸν | |
λοιπὸν χρόνον ἄνευ σωματικῆς κοινωνίας. τῷ δὲ φυλακτηρίῳ τούτῳ τὸ δραστήριον οὐκ ἐπὶ τῇ γαμετῇ μόνον ἀλλὰ καὶ ἐφ’ ἑαυτοῦ πάλαι εἰώθει μαρτυρεῖν· καὶ γὰρ ὅτε νεώτερος ἦν, ὡμολόγει καὶ αὐτὸς ἀγωνιεῖσθαι τὸν παιδείας ἀγῶνα πρὸς τοὺς γενεσιουργοὺς πολεμίους, τούς τε ἔξωθεν ἐπιτι‐ | ||
10 | θεμένους καὶ τοὺς ἔνδον προδιδόντας. | |
312 | καταβοῶν δὲ τῶν αἰσθήσεων πασῶν, μᾶλλον τῶν ἄλλων τῆς ἁπτικῆς κατεβόα· εἶναι γὰρ αὐτὴν τῷ ὄντι χθονίαν καὶ ἀντίτυπον καὶ κατασπῶσαν | |
τὴν ψυχὴν εἰς τὸν τῆς γενέσεως ἀέναον ὀχετόν. |