TLG 4066 006 :: DAMASCIUS :: In Philebum DAMASCIUS Phil., Diadochus
Neoplatonicus Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728) In Philebum Citation: Section — (line) | ||
t | ΕΙΣ ΤΟΝ ΦΙΛΗΒΟΝ | |
1 | αʹ. Ὅτι περὶ ἡδονῆς ὁ σκοπός, φασίν, ὡς δηλοῖ ἥ τε ἐπιγραφὴ καὶ ὁ Σωκράτης αὐτός, πρῶτον μὲν περὶ ἡδονῆς διαλεχθῆναι προβαλλό‐ μενος, ἔπειτα δὲ τὰ περὶ αὐτῆς διεξιών, τρίτον αὐτὸ τοῦτο συμπεραινό‐ μενος, ὡς οὐκ ἔστιν ἡ ἡδονὴ τὸ τέλος τοῦ βίου. | |
2 | βʹ. Ὅτι οὐ περὶ ἡδονῆς, οἱ διελέγχοντες φασί· ποῦ γὰρ ἂν ἐδέησε λόγων μειζόνων ἢ κατὰ τὸ πρόβλημα; οἶον τῶν περὶ τἀγαθοῦ· τῶν περὶ τῶν δύο ἀρχῶν, πέρατος φημὶ καὶ ἀπείρου· τῶν περὶ τῶν τριῶν ἐν προθύροις μονάδων τἀγαθοῦ, κάλλους, ἀληθείας, συμμετρίας· τῶν | |
5 | περὶ νοῦ καὶ τῶν ἐπιστημῶν, συλλογιστικῆς καὶ διαιρετικῆς· τῶν περὶ κράσεως αὐτῶν τε καὶ τῶν ἡδονῶν· τῶν περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ δευτέρου καὶ γʹ καὶ δʹ καὶ εʹ καὶ ϛʹ. | |
---|---|---|
3 | γʹ. Ὅτι περὶ νοῦ ἐστὶν ὁ διάλογος, ὡς Πεισίθεος ἀξιοῖ, ὁ Θεοδώρου τοῦ Ἀσιναίου ἑταῖρος· ὡς περὶ τἀγαθοῦ, φησίν, ὁ Παρμενίδης. διὸ περὶ μικτοῦ βίου ὁ λόγος, ὅτι καὶ ὁ νοῦς τὸ πρῶτον μικτόν. | |
4 | δʹ. Ὅτι οὐ περὶ τοῦ νοῦ· ὁ μὲν γὰρ νοῦς ἀντιδιῄρηται τῇ ἡδονῇ, τὸ δὲ μικτὸν ἐξ ἀμφοῖν, ὅπερ τῷ ὄντι αἱρετόν· τί μᾶλλον οὖν περὶ νοῦ ἤπερ περὶ ἡδονῆς ὁ λόγος; ἔστι γὰρ περὶ τοῦ μικτοῦ, τὸ δὲ μικτὸν ἐξ ἀμφοῖν. ἀλλ’ οὐδὲ ὁ Παρμενίδης περὶ τἀγαθοῦ μόνου, ἀλλὰ μᾶλλον περὶ τοῦ | |
5 | ὄντος. | 3 |
5 | εʹ. Ὅτι ὁ σκοπὸς κατὰ Ἰάμβλιχον καὶ τοὺς περὶ τὸν Συριανὸν καὶ τὸν Πρόκλον περὶ τοῦ τελικοῦ αἰτίου πᾶσι τοῖς οὖσιν, ὅ ἐστι περὶ τοῦ διὰ πάντων διήκοντος ἀγαθοῦ. οὐχ ἁπλῶς δὲ οὕτως· οὐ γὰρ δήπου τοῦ ἐξῃρημένου, ἀλλὰ τοῦ κατ’ αὐτὰ τὰ ὄντα θεωρουμένου καὶ ἐφ’ ὃ σπεύδει | |
5 | τὰ πάντα καὶ οὗ ἐφικνεῖται· τὸ γὰρ ἐξῃρημένον ἀνέφικτον. προσποιεῖται μὲν γὰρ περὶ τοῦ ἀνθρωπίνου ζητεῖν ὁ Σωκράτης, ἀνάγει δὲ τὸ ζήτημα εἰς τὸ πανταχοῦ τοιοῦτον, οἶον καὶ ἐν νοῖς καὶ ἐν θεοῖς μέχρι τῆς πρώτης ἀρχῆς καὶ ἐν τοῖς ἐσχάτοις μέχρι τῆς ὕλης. | |
6 | ϛʹ. Μήποτε, ὁ ἡμέτερος φησὶ καθηγεμών, οὐχ ἁπλῶς τὸ διὰ πάντων ἧκον ἐπιζητεῖ ἀγαθόν, ἀλλὰ τὸ διὰ πάντων ζῴων θείων τε καὶ μέχρι τῶν ἐσχάτων, εἴπερ ἐκ νοῦ καὶ ἡδονῆς συνίστησι τὸ μικτὸν τέλος, ὅπερ ἐστὶ τοῦ ὀρεκτικοῦ καὶ γιγνώσκοντος· γιγνώσκει δὲ οὔτε τὰ ἐπέκεινα | |
5 | τοῦ νοῦ οὔτε τὰ ἐπίταδε τῶν ἀλόγων ζῴων ἢ εἰ βούλει τῶν φυτῶν· ἐπειδὴ καὶ αὐτοῖς αἴσθησιν ὁ Πλάτων ἀποδίδωσι. καὶ ὅλως μικτὸν τέλος ἐπιζητῶν οὐκ ἐπὶ τὸ ἁπλῶς ἀγαθὸν ἀνάγοιτο ἄν, ἀλλ’ ἐπὶ τὸ μικτόν. ἔστι μὲν γάρ τι καὶ ἁπλοῦν ἀγαθόν, καὶ τοῦτο διττόν, ἢ τὸ πρὸ πάντων ἢ τὸ ἐν μέρει· ὧν οὐδετέρου ποιοῖτο ἂν λόγον τὰ νῦν, τοῦ μὲν ὅτι οὐκ | |
10 | ἐφικτόν, τοῦ δὲ ὅτι χεῖρον καὶ ἔλαττον ἢ τὸ ζητούμενον, οἶόν ἐστιν ἡ ἡδονὴ ἢ τὸ νοερὸν ἰδίωμα. ἔστι δὲ καὶ τὸ μικτὸν διττόν, τὸ μὲν ἐν τοῖς ζῴοις μόνον, τὸ δὲ τελεώτερον καὶ ἐν τοῖς μὴ ζῴοις· ἀλλὰ περὶ μὲν τούτου λόγον οὐ ποιεῖται ἅτε μὴ ἔχοντος ἐκφανὲς τὸ γνωστικὸν ἰδίωμα, περὶ δὲ τοῦ ἐκ νοῦ καὶ ἡδονῆς, ἅπερ ὁρᾶται ἐν τοῖς πεφυκόσι γιγνώσκειν | |
15 | τε καὶ ὀρέγεσθαι. | |
7 | ζʹ. Ὅτι τρία μέρη τοῦ διαλόγου· πρῶτον, ἐν ᾧ διαιρεῖ τὰ προβλή‐ ματα καὶ τὰς μεθόδους αἷς χρήσεται παραδίδωσι, τήν τε συλλογιστικὴν καὶ τὴν διαιρετικήν· δεύτερον, ἐν ᾧ τὸν ἁπλούστερον τρόπον καὶ οἶον αὐτόπιστον δείκνυσι τὸ προκείμενον, ὅτι ἄριστος ὁ μικτός ἐστι βίος· | |
5 | τρίτον, ἐν ᾧ τελέως τὸ αὐτὸ δείκνυσι διὰ τῶν εἰρημένων μεθόδων. ὁ δὲ Πρόκλος κατὰ πολλὰ διαιρεῖ τὸν διάλογον· μέχρι γὰρ τῶν κεʹ κεφα‐ | |
λαίων τὴν τομὴν ἐποιήσατο. | 5 | |
8 | ηʹ. Τίς ἡ τῶν προσώπων ποιότης; ἢ ὁ μὲν Σωκράτης ἕστηκε κατὰ τὸ ἐπιστημονικόν τε καὶ διανοητικόν, ὁ δὲ Πρώταρχος κατὰ τὸ δοξαστικόν, ὁ δὲ Φίληβος κατὰ τὸ ζῳῶδες. λέγε δὲ καὶ τὸν μὲν κατὰ τὴν ὀρεκτικὴν ἀποπλήρωσιν εἰδοποιεῖσθαι, τὸν δὲ κατὰ τὴν γνωστικήν, τὸν δὲ Σωκρά‐ | |
5 | τη κατὰ τὴν μικτήν. | |
9 | θʹ. Ὅτι παντοίας φιλοσοφίας ὁ διάλογος πλήρης· καὶ γὰρ θεολογεῖ καὶ νοῦ πέρι καὶ ψυχῆς διαλέγεται καὶ ἠθολογεῖ καὶ φυσιολογεῖ καὶ λογικεύεται πολλαχοῦ. | |
10 | ιʹ. Τίς ἄμεινον διατάττεται, Πορφύριος ἢ Ἰάμβλιχος, ὁ μὲν τὸν κατὰ νοῦν βίον προτιμῶν, ὁ δὲ Ἰάμβλιχος τὸν μικτόν; ἢ οὐδὲ διαφωνοῦσιν· ὁ μὲν γὰρ Πορφύριος νοῦν μὲν ἐκδέχεται τὸν τελεώτατον, ἡδονὴν δὲ τὴν ἄλογον, Ἰάμβλιχος δὲ ἡδονὴν μὲν τὴν νῷ συμφυᾶ, νοῦν δὲ μόνην | |
5 | τὴν γνωστικὴν ἰδιότητα· οὕτω μέντοι καὶ Πλάτων. ὥστε ὁ Πορφύριος τὸν μικτὸν μὲν ἀποδέχεται βίον, τὸν γὰρ θεωρητικόν, ὃς ἐπευφραίνεται δῆλον ὅτι ἑαυτῷ μὲν καὶ τοῖς πρὸ αὐτοῦ, οὐχ ἥκιστα δὲ καὶ ταῖς ἀνεμποδίστοις ἑαυτοῦ ἐνεργείαις· καλεῖ δὲ αὐτὸν νοερὸν ἐκ τοῦ ἐπι‐ κρατοῦντος ἐν αὐτῷ ἰδιώματος. | |
11 | ιαʹ. Διὰ τί ἄναρχος καὶ ἀτελεύτητος ὁ διάλογος; ἢ ὅτι καὶ τὸ ἀγαθὸν ἀπερίγραφόν τε καὶ μήτε ἀρχὴν ἔχον μήτε τέλος· αὐτὸ γὰρ ὂν ἀρχὴ καὶ τέλος τίνα ἂν ἀρχὴν ἔχοι ἢ τίνα τελευτήν; Ἀλλ’ ἀπορήσειεν ἄν τις ὡς ἐχρῆν αὐτὸ τοὐναντίον ἀρχήν τε ἔχειν | |
5 | καὶ τελευτήν, ἀρχὴν μὲν τοιαύτην ἧς προτέρα οὐκ ἄλλη ἀρχή, τέλος δὲ οὗ ἐπέκεινα οὐκ ἄλλο τέλος. μήποτε οὖν ὀρθῶς φησὶν ὁ ἡμέτερος καθηγεμὼν ἄμεινον εἶναι τὸν μικτὸν βίον μικτὸν ἔχειν τέλος, καὶ τοιοῦ‐ τον οἶον ἅπασι ζῴοις πρέπον· ὥστε εἰκότως ἀρχὴν μὲν οὐκ ἔχει πρὸς ἔνδειξιν τοῦ εἶναι περαιτέρω τὶ ἀγαθόν, τέλος δὲ πάλιν οὐκ ἔχει διὰ | |
10 | τὸ αὐτό· ἔστι γὰρ αὐτοῦ τις ἄλλη πρεσβυτέρα ἀρχή τε καὶ τελευτή. | 7 |
12 | ιβʹ. Ὅτι κατὰ τὴν ἐν Πολιτείᾳ διαίρεσιν διαιρεῖ τὰ προβλήματα, πότερον νοῦς ἢ ἡδονὴ ἢ τὸ συναμφότερον τὸ ἀνθρώπου ἀγαθὸν καὶ τῶν ἄλλων ζῴων. καλῶ δὲ συναμφότερον ἢ αὐτὰ ἅμα νοῦν καὶ ἡδονὴν ἤ τι ἄλλο ἐκ τῆς μίξεως, καὶ τοῦτο ἢ ὡς ἀπ’ ἄλλου ἧκον κρείττονος ἢ ὡς | |
5 | ἀπὸ θατέρου, καὶ ἤτοι κάλλιον ὂν καὶ πρὸ ἀμφοῖν ἢ χεῖρον ἢ ὅπῃ καὶ ὅπως. ὥστε τὸ μὲν ἀγαθὸν ζητεῖται, οὗ κατηγορητέον, τὰ δὲ ἀντιδιαι‐ ρεῖται ὡς ὑποκείμενα τῷ ἀγαθῷ ἢ ὡς αὐτῶν θάτερον ὑπάρχον ἢ ὡς ἂν δείξῃ τις ἐπὶ τῆς προειρημένης διαιρέσεως. | |
13 | —Πῶς δὲ νοῦς εἴρηται πρὸς ἡδονήν; πρῶτον μὲν γὰρ ὄρεξις μᾶλλον πρὸς γνῶσιν ἀντιδιαιρεῖται, οὐ ταὐτὸν δὲ ὄρεξις καὶ ἡδονή· ἔπειτα καὶ ἐν γνώσει ἐστί τις ἡδονή. ἢ πρὸς μὲν τοῦτο ῥητέον ὅτι καὶ ἐν γνώσει ὡς μετεχούσῃ ὀρέξεως· τὸ γὰρ διατίθεσθαι ἡδέως ὅταν ἀντιλάβηται τοῦ | |
5 | γνωστοῦ ἀπὸ τῆς ὀρεκτικῆς ἔχει μεταλήψεως. πρὸς δὲ ἐκεῖνο ῥητέον ὅτι τῷ μὲν ὀρεκτικῷ τὸ ζητητικὸν ἀναλογεῖ· καὶ γὰρ ἡ ζήτησις οἷον γνωστι‐ κὴ ὄρεξίς ἐστιν ὁδὸς οὖσα ἐπί τι τέλος, ὥσπερ καὶ ἡ ὄρεξις ἐπί τι σπεύδει· τῇ δὲ γνώσει τεύξει γε οὔσῃ τοῦ ἀληθοῦς ἀναλογεῖ ἡ τεῦξις τοῦ ὀρεκτοῦ, ἣν ἄν τις οὐκ εὐπορῶν ὀνόματος μεταφέρων ‘εὐπάθειαν‘ | |
10 | εἴποι. ἣν καλεῖ ‘ἡδονὴν‘ συνηθέστερον, οὐ μὴν ὡς τὴν ἑπομένην λέγων, ἀλλ’ ἐκείνην τὴν κατὰ τὴν τεῦξιν θεωρουμένην πρὸ τῆς κυρίως ἡδονῆς | |
οὖσαν· ἐπεὶ καὶ ἄλλως ἄτοπον ἦν προηγουμένῳ παραβάλλειν ἑπόμενον. | 9 | |
14 | ιγʹ. Ὅτι οὐ ταὐτὸν ὀρεκτικὸν καὶ ζωτικόν· ἡ γὰρ ζωὴ καὶ ἐπὶ γνώ‐ σεως λέγεται. κινεῖ γὰρ καὶ ἡ γνῶσις καὶ κινεῖται τὸ γιγνῶσκον, ὅπερ ἴδιον μάλιστα ζωῆς· κινεῖται δὲ λέγω τὸ γιγνῶσκον, ὅταν ζητῇ, οὐχ ὅταν ἐν τέλει ᾖ, ὅπερ σημαίνει ἡ γνῶσις· ζωῆς γὰρ ἴδιον τὸ ἐγείρειν εἰς | |
5 | διάκρισιν κατ’ αὐτό γε τὸ ἐγερτικόν. | |
15 | ιδʹ. Ὅτι τὸ ἀγαθὸν καὶ ἐπὶ γνώσεως καὶ ἐπὶ ὀρέξεως λέγεται. ὠφέ‐ λιμον γὰρ καὶ ἡ γνῶσις καὶ ἑνοποιὸς πρὸς τὸ γνωστόν· ἀλλὰ τὸ τῆς ὀρέξεως ἀγαθὸν οἷον πρακτόν ἐστι, καὶ οὐ γνῶναι αὐτό, ἀλλὰ παθεῖν βουλόμεθα, καὶ ἐγγυτέρω περιπτυσσόμεθα, πόρρωθεν δὲ ἔχειν οὐκ | |
5 | ἀνεχόμεθα. τὸ δὲ γνωστὸν ἔτι πόρρω· βουλόμεθα γὰρ αὐτὸ γιγνώσκειν, ἀλλ’ οὐκ εἶναι· τὸ δὲ καλὸν εἶναι μᾶλλον. | |
16 | ιεʹ. Τί ἂν εἴη τὸ ὀρεκτόν; οὐ γὰρ δὴ τὸ κοινὸν ἀγαθόν· ἐκεῖνο γὰρ καὶ γνώσεώς ἐστιν. ἀλλ’ οὐδέ τι ἄγνωστον· ἡ γὰρ ὄρεξις μετὰ γνώσεως. γνωστὸν ἄρα τὶ ἀγαθόν· οὐκοῦν ἐφ’ ἑαυτὸ κινοῦν τὸν ὁρῶντα· τοῦτο δέ ἐστι τὸ καλόν. ἐπεὶ καὶ ἡ ὄρεξις κοινῶς λαμβανομένη οὐκ ἄλλο τι ἢ | |
5 | ἔρως, ὡς ἐν ἄλλοις ἐδείκνυτο, εἰ καὶ συνηθέστερον ἡ σύντονος ὄρεξις ἔρως· τὸ γὰρ μᾶλλον καὶ ἧττον οὐ παραλλάττει κατ’ εἶδος, ἐπίτασις δὲ μόνη τὸ σύντονον. ἔτι δὲ τῇ ὀρέξει τὸ ἡδὺ ἐπακολουθεῖ· τὸ δὲ ἡδὺ φαινόμενον καλόν, λεῖον γὰρ καὶ προσηνὲς πᾶσι ζῴοις καὶ ἐραστόν· καὶ καλῶς λέγεται καλὸν εἶναι τὸ φανὲν ἀγαθόν. | |
10 | Μήποτε δὲ ἔχει μὲν οὕτω τὸ καλὸν πρὸς τὸ ἀγαθὸν κατά γε ἔνδειξιν. πρῶτα γὰρ ἐκεῖνα καὶ ὑπερείδεα, τὰ δὲ ἐν εἴδεσιν ἡμῖν συγγενέστερα· τὸ μὲν γὰρ ἀγαθὸν ὀρεκτὸν εἰδητικόν, τὸ δὲ καλὸν ἐραστὸν εἰδητικόν, ὥσπερ ἀμέλει καὶ τὸ ὂν γνωστὸν εἰδητικόν. τρεῖς γὰρ ἐν ἡμῖν δυνάμεις ἐπὶ τρία τέλη, ὡς ἀκριβέστερον εἰπεῖν. διαφέρει γὰρ εἴδει ἔρωτος ὄρεξις· | |
15 | εἰ μὲν γὰρ κοινῶς ἡ μία ὄρεξις ληφθείη, ἐπὶ τὸ κοινὸν καὶ ἓν ἀγαθὸν ἀνατείνεται, εἰ δὲ διακριθείη τὰ τέλη, καὶ αἱ πρὸς αὐτὰ σπεύδουσαι | |
δυνάμεις διακριθήσονται. ἄλλη μὲν γάρ ἐστιν ἡ κατὰ ἰσότητα συναφή, ‘φιλία‘ λεγομένη καὶ τῷ ἀγαθῷ τὴν ἕνωσιν ποιουμένη· τὴν δὲ ταύτῃ προσαρμόζουσαν δύναμιν ‘ἔφεσιν‘ κλητέον. ἄλλη δέ ἐστιν ἡ κατὰ ἔν‐ | 11 | |
20 | δειαν ἐπὶ τὸ πλῆρες κατασπερχομένη· ‘ἔρωσ‘ τὸ τοιοῦτον ὀνομάζεται καὶ σπεύδει πρὸς τὸ καλόν. ἐκ δὲ τρίτων ἄλλην αὖ θεωρητέον ὄρεξιν κεχα‐ λασμένην τῆς ἐρωτικῆς, ἀγαπῶσαν τὸ δίκαιον καὶ τὸ ἔντονον καὶ διεγηγερμένον οὐκ ἔχουσαν· εἰ βούλει, ταύτην ‘ἀγάπησιν‘ προσαγορεύ‐ ωμεν. | |
17 | ιϛʹ. Ὅτι τριττὴ ἡ ἀνάγκη· ἤτοι γὰρ θεία, ἡ αὐτοτελὴς καὶ τῷ ἀγαθῷ κατηναγκασμένη, ἢ ὑλική, ἡ ἐνδεὴς καὶ ἀσθενείᾳ σύνοικος, ἢ ὡς πρὸς τέλος, οἶον ὁ πλοῦς πρὸς ἐμπορίαν. οὕτω μὲν ὁ Πρόκλος. Ἄμεινον δὲ ὁ ἡμέτερος καθηγεμὼν τὴν μὲν κατὰ τὸ εἶδος κοινῶς | |
5 | θεωρεῖ, ἢ τὸ ἀΐδιον ἢ τὸ μερικόν, τὴν δὲ πρὸς τὸ τέλος, τὴν δὲ ἀπάγου‐ σαν τοῦ τέλους, οἵα ἡ βίαιος. | |
18 | ιζʹ. Διὰ τί θεὸς ἡ ἡδονὴ κατὰ Φίληβον; ἢ ὡς ἐφετὸν καὶ τέλος. διὰ τί δὲ Ἀφροδίτη; ἢ ὡς ἐραστόν. Ἴσως δὲ καὶ ὅτι ἐπὶ ταῖς μίξεσι τῶν ζῴων ἥ τε ἡδονὴ καὶ ἡ Ἀφρο‐ δίτη, ἡ μὲν ὡς ἔφορος, ἡ δὲ ὡς πάθος. | |
19 | ιηʹ. Διὰ τί μηδένα θεὸν Ἡδονὴν ἐκάλεσαν οἱ παλαιοί; ἤ, φησὶν ὁ Πρόκλος, ὡς οὔτε προηγούμενον οὖσαν ἀγαθὸν οὔτε αὐτόθεν κακὸν οὔτε μέσον καὶ ἀδιάφορον· τὸ γὰρ γοήτευμα αὐτῆς πῶς ἀδιάφορον; Ῥητέον δὲ ὅτι καὶ θεός ἐστιν ἡ ἡδονή. μία γὰρ τῶν Χαρίτων ἡ Εὐφρο‐ | |
5 | σύνη· ἀλλὰ καὶ ὑμνεῖται ἡ Ἡδονὴ παρὰ Ἰαμβλίχῳ, καὶ ἐν τοῖς ἱεροῖς γνωρίζεται παρὰ Πρόκλῳ τῷ Λαοδικεῖ. | 13 |
20 | ιθʹ. Κατὰ τίνας καὶ πόσας αἰτίας ἀπὸ τῶν παρ’ ἡμῖν παθῶν ἢ δια‐ θέσεων θεοὺς ὀνομάζουσιν, εἴτε ἀπὸ τῶν ἀγαθῶν εἴτε ἀπὸ τῶν κακῶν εἴτε ἀπὸ τῶν μέσων ψυχικῶν διαθέσεων; ἢ ἵνα τὰς μὲν ἐπὶ τὸ κάλλιον ἄγωσι, τὰς μέσας, τὰς δὲ κακὰς ἵνα μειῶσιν, τὰς δὲ ἀγαθὰς ἵνα | |
5 | αὔξωσιν. | |
21 | κʹ. Ὅτι οὐδεὶς τῶν παλαιῶν Ἀφροδίτην φησὶν εἶναι τὴν ἡδονήν· τίς δὲ ἡ αἰτία; ἢ ὅτι συναγωγὸς μὲν ἡ Ἀφροδίτη, τῇ δὲ συναγωγῇ ἑπό‐ μενόν τι ἡ ἡδονή· καὶ ὅτι πολὺ τὸ αἶσχος τῆς ἡδονῆς, τῆς γε σωματικῆς, ἡ δὲ Ἀφροδίτη κάλλος ἐστίν, οὐ μόνον τὸ ἔνθεον, ἀλλὰ καὶ τὸ τῆς | |
5 | φύσεως. Ἀλλὰ καὶ ἐν θεολογίαις ἄλλη ἡ Ἀφροδίτης ἰδιότης καὶ ἄλλη ἡ Εὐφροσύνης. | |
22 | καʹ. Διὰ τί θεὸν μὲν αὐτὴν ἀνέχεται ὀνομάζειν ὁ Σωκράτης, Ἀφρο‐ δίτην δὲ ἀνίλλεται; ἢ ὅτι ἴδιον τοῦτο ὄνομα, ἐκεῖνο δὲ κοινόν, δραστικώ‐ τερον δὲ τὸ ἴδιον, καὶ ἴσως ἐπειδὴ συμμετρώτερον τῷ ἡμετέρῳ μερισμῷ. τάχα δέ, φησίν, καὶ ὅτι ἴχνος τι ἀγαθοῦ ἀποφέρεται. | |
23 | —Μήποτε οὐχ ὡς αὐτὸς ἀρεσκόμενος ἀλλὰ κατὰ Φίληβον καὶ θεὸν αὐτὴν κέκληκεν, ὅθεν τὸν ‘δὴ‘ εἰρωνικῶς προσέθηκε. μήποτε δὲ καὶ ἐνδείκνυται ὡς θεὸς μέν τις ἡ ἡδονή, οὐ μὴν Ἀφροδίτη, καὶ τὴν σύγχυσιν εὐλαβεῖται μάλιστα τῶν θείων ὀνομάτων. | |
24 | κβʹ. Τί τὸ τοσοῦτον σέβας περὶ τὰ τῶν θεῶν ὀνόματα τοῦ Σωκρά‐ τους; ἢ ὅτι πάλαι καθιέρωται τοῖς οἰκείοις τὰ οἰκεῖα καὶ ἄτοπον κινεῖν τὰ ἀκίνητα· ἢ ὅτι φύσει αὐτοῖς ᾠκείωται κατὰ τὸν ἐν Κρατύλῳ λόγον· | |
ἢ ὅτι ‘ἀγάλματα φωνήεντα‘ καὶ ταῦτά ἐστι τῶν θεῶν, ὡς Δημόκριτος. | 15 | |
25 | κγʹ. Πῶς φοβήσεται ὁ σπουδαῖος; ἢ τὴν θείαν μῆνιν εἰκότως· ἢ σεβάσμιός ἐστιν οὗτος ὁ φόβος, ἀλλ’ οὐ περιδεές τι πάθημα. | |
26 | κδʹ. Ὅτι ἐστὶ ποικιλία ἐν τῇ ἡδονῇ τοσαύτη ὥστε καὶ εἰς ἐναντίωσιν ἐκπεσεῖν. ὅτι οὖν εἰσὶν ἐναντίαι ἡδοναί, δῆλον γίνεται ἐκ τῶν ἐναντίων ὀρέξεων, διαθέσεων, τελῶν· τοῖς γὰρ ἐναντίοις ἕψονται δῆλον ὅτι αἱ ἐναντίαι. προκατασκευάζει δὲ τοῦτο πρὸς τὴν ἀπόδειξιν τοῦ μὴ εἶναι | |
5 | αὐτὴν τὸ ἀγαθόν· ὅτι δὲ οὐκ ἔστιν, συλλογίζεται οὕτως· [Start of a diagram][Start of a diagram section]ἐναντίωσις[End of a diagram section] | |
8 | [Start of a diagram section]ἀγαθόν[End of a diagram section] [Start of a diagram section]ἡδονή[End of a diagram section] | |
7 | [Logical Relationship in a Diagram start mark]ἀπο κτ ἀπο[Logical Relationship in a Diagram end mark][End of a diagram] | |
27 | κεʹ. Διὰ τί ἐν τῷ ὑποδείγματι μόναις ἀρεταῖς ἐχρήσατο φρονήσει καὶ σωφροσύνῃ; ἢ ὅτι μάλιστα αὗται ποιητικαὶ ψευδῶν ἡδονῶν, ἡ μὲν κατὰ δόξαν, ἡ δὲ κατὰ πάθος. | |
28 | κϛʹ. Διὰ τί προστίθησιν ‘αὐτῷ τῷ φρονεῖν‘ καὶ ‘αὐτῷ τῷ σωφρονεῖν‘, ἐπὶ δὲ τῶν ἀκολάστων ἡδονῶν οὐκέτι; ἢ ὅτι οἱ μὲν τὴν ἀρετὴν ἔχοντες ἥδονται ὅτι ἐν αὐτῇ εἰσίν, ἐκεῖνοι δὲ ἀκόλαστοί εἰσιν ὅτι ἥδονται· ὥστε δαιμονίως καὶ τὴν τάξιν ᾐνίξατο τῶν πραγμάτων, ὡς προηγούμεναι μὲν | |
5 | καὶ αἱρεταὶ καθ’ αὑτὰς αἱ ἀρεταί, αἱ δὲ κακίαι καθ’ αὑτὰς μὲν ἀναί‐ ρετοι, ἐπείσακτον δὲ ἔχουσι τῇ ἡδονῇ τὸ ὅλως αἱρετόν. | |
29(t) | Ἀπορίαι | |
1 | κζʹ. Εἰ ἀπὸ τῶν ἐναντίων αἱ ἡδοναί, οἶον ἀπὸ ἀκολασίας καὶ σωφρο‐ σύνης, οὐ πάντως ἐναντίαι· οὐδὲ γὰρ πλοῦτος ἐναντίος πλούτῳ ὁ ἀπὸ δικαιοσύνης τῷ ἀπὸ ἀδικίας. ἢ ὁ μὲν πλοῦτος οὐ συμπέφυκεν ταῖς ἐναν‐ τίαις ἕξεσι, φησὶν Ἀμέλιος, αἱ δὲ ἡδοναὶ συμπεφύκασιν, ὥστε καὶ ἐναν‐ | |
5 | τιοῦνται. τάχα δὲ καὶ ὁ πλοῦτος ἐναντίος, ὁ τυφλὸς τῷ ὀξὺ βλέποντι. — ὁ μέντοι Πρώταρχος αὐτῷ τῷ ἰδιώματι χρῆται τῷ τῆς ἡδονῆς· καθὸ γὰρ ἡδοναὶ οὐκ ἐναντίαι, φησίν, οὐδὲν γὰρ αὐτὸ ἑαυτῷ ἐναντίον. | |
30 | κηʹ. Ὅτι ὁ Σωκράτης ἐνέστη πρὸς τὴν ἀπορίαν, ὡς γένει μὲν κοινόν τι ἡ ἡδονή, τοῖς δὲ εἴδεσιν ἐναντία· οὕτω γὰρ καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τῷ μὲν γένει κοινά, τοῖς δὲ εἴδεσιν ἐναντία. | |
31 | κθʹ. Πῶς τὸ εὐθὺ καὶ περιφερὲς ἐναντία; μεταβάλλει γὰρ εἰς ἄλληλα | |
τὰ ἐναντία· ἡ δὲ οὐρανοῦ σφαῖρα πῶς εἰς τὸ εὐθὺ μεταβάλλει; ἢ περι‐ φερὲς ληπτέον γενητὸν ὡς γενητῷ εὐθεῖ ἀντικείμενον· τὸ δὲ ἀγένητον εὐθὺ εἰς κύκλον τὸν ἀγένητον οὐ μεταβάλλει· πολλῷ ἄρα μᾶλλον οὐδὲ | 17 | |
5 | εἰς γενητόν. | |
32 | λʹ. Εἰ καὶ τὸ θερμὸν ἀγαθὸν καὶ τὸ ψυχρόν, πῶς οὐχὶ καὶ ἀγαθὸν ἀγαθῷ ἐναντίον, εἴπερ καὶ συμπέφυκεν; ἢ κατὰ μέθεξιν κοινοῦ τινὸς τὰ ἐναντία ταὐτὸν γίνεται, οἶον τὰ ἀνόμοια ταὐτά ἐστι μεθέξει τῆς ἀνομοιό‐ τητος. οὕτως ἄρα καὶ ἐπὶ τοῦ ἀγαθοῦ· οὐκ αὐτό ἐστιν ἐναντίον μετασχε‐ | |
5 | θὲν ὑπὸ τῶν ἐναντίων, ἀλλ’ ἐκεῖνα ταὐτὸν τῇ τοῦ κοινοῦ μεθέξει, λέγω δὲ τοῦ ἀγαθοῦ, ὥστε ᾗ ἀγαθὸν οὐκ ἂν εἴη ἐναντίον τῷ ἀγαθῷ. | |
33 | λαʹ. Πῶς οὖν λέγομεν πάντα προϊόντα ἀποτελευτᾶν εἰς ἐναντίωσιν; ἢ ὅτι πρόεισιν εἰς τὰ φαινόμενα μέν, μὴ ὄντα δέ, ὥστε εἰς τὰς οἰκείας στερήσεις, αἳ ἀντίκεινται ταῖς οἰκείαις ἕξεσιν. ἀλλ’ αἱ στερήσεις τῶν ἀγαθῶν κακά· ἐπεὶ εἰ ἀγαθὸν ἀγαθῷ ἐναντίον, ἔσται τι καὶ κακόν· οὐκ | |
5 | ἄρα ἓν ἑνὶ ἐναντίον. οὕτω μὲν οἱ φιλόσοφοι λέγουσιν. Ἐνσταίη δὲ ἄν τις δικαίως, πρῶτον ὅτι κατὰ τοῦτον τὸν λόγον καὶ τῇ ἡδονῇ δύο ἀντικείσεται, ἥ τε ἐναντία ἡδονὴ καὶ λύπη· ἔπειτα ἓν ἑνὶ ἀντίκειται ὡς εἶδος εἴδει, ἐπεὶ καὶ ἡ στέρησις τῷ αὐτῷ ἐναντιοῦται, ὥστε ἢ ἐπὶ πάντων τὸ ἄτοπον ἢ ἐπ’ οὐδενός. μήποτε οὖν καὶ ἀγαθὸν | |
10 | ἀγαθῷ ἐναντίον, τὸ ἁρμόζον τῷ ἐναντίῳ πρὸς τὸ ἕτερον· καὶ γὰρ εἰ διασῴζοι τὸ θερμόν, ἐναντίως ἕξει πρὸς τὸ σωστικὸν τοῦ ψυχροῦ. καὶ ὅλως ζητητέον εἰ μὴ ἐπὶ πάντων εἰδῶν, οἷον καὶ ἐπὶ τοῦ ὄντος καὶ ἐπὶ τῆς ἀληθείας, ὁρᾶται ἡ ἐναντίωσις. ἡ γὰρ ἀλήθεια ἡ κατὰ τὸ θερμὸν ἐναντία τῇ κατὰ τὸ ψυχρὸν ἀληθείᾳ. κἂν τοὺς ἀριθμοὺς λάβῃς, οἶον | |
15 | δυάδα καὶ τριάδα, ἃ πάντως εἶναι δοκεῖ ἀναντίθετα, ἐν τῷ ἁρμόζεσθαι τοῖς ἐναντίοις δείξει τὴν ἑαυτῶν ἐναντίωσιν· ἡ γὰρ κατὰ τὸ θερμὸν τετρὰς ἀντίπαλος τῇ κατὰ τὸ ψυχρόν. ὥστε εἰ οὕτω τις ἐμβλέψειεν, | |
ἀληθῶς εὑρήσει πάντα τὰ εἴδη προϊόντα εἰς ἐναντίωσιν. | 19 | |
34 | λβʹ. Πότερον ὡς ὄνομα κατηγορεῖται τῶν πολλῶν ἡδονῶν ἡ μία; ἀλλ’ ἔστι καὶ πρᾶγμα κοινόν, ἡ τοιάδε διάθεσις. ἢ ὡς γένος; ἀλλὰ πλείστη ἡ ἀνισότης καὶ ἡ ἀνομοιότης τῆς διαθέσεως. ἀλλ’ ὡς ὅλον; ἀλλ’ οὔτε ὁμοιομερῆ τὰ μέρη, ποικίλα γάρ, οὔτε ἀνομοιομερῆ, ταὐτὸν | |
5 | γὰρ ὄνομα. βέλτιον οὖν ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. | |
35 | λγʹ. Ὅτι ἅμα κινήσει ἡ ἡδονή, παρακολούθημα γάρ. ἀλλὰ ἡ κίνησις ἡ νοῦ μὲν ἀμετάβλητος ἐνέργεια, ἡ ψυχῆς δὲ μεταβαλλομένη ἐνέργεια, ἡ δὲ ζῴου ἐνέργεια ἐμπαθής, ἡ δὲ φυτοῦ πάθος μόνον· ὥστε καὶ τὰς ἡδονὰς ἀναγκαῖον οὕτω διεστάναι. | |
36 | λδʹ. Μήποτε, φησὶν ὁ Πρώταρχος, πᾶσα ἡδονὴ ἀγαθόν, οὐδεμία δὲ κακόν. ἠγνόησεν μὲν οὖν ὅτι τοῦτο συνέβη τῇ ἑαυτοῦ ἤτοι τῇ Φιλήβου ὑποθέσει, φασκούσῃ τὴν ἡδονὴν εἶναι τὸ ἀγαθόν· οὕτω γὰρ καὶ ἡ αἰσχρὰ ἡδονὴ ἔσται ἀγαθόν, ὅπερ ἐστὶν ἡ ἐναντία τῇ ἐναντίᾳ. ὡς δὲ καὶ πρὸς | |
5 | τοῦτο δῆλος ἦν ὁ Πρώταρχος ἀντιλέγων, τό γε ἀνομοίας εἶναι τὰς ἡδονὰς τίθεται κατὰ τὸ ἀναγκαῖον· εἰ δὲ καὶ πρὸς τοῦτο μάχοιτο, δια‐ φόρους γε μόνον αὐτὰς ὑποθήσεται. | |
37 | λεʹ. Πῶς τὰ ἀνομοιότατα ὅμοια καὶ τὰ ἕτερα τὰ αὐτά; ἢ ὅτι ἑνὸς μετέχει, τὰ μὲν τῆς ἑτερότητος, τὰ δὲ τῆς ἀνομοιότητος. ἀεὶ γὰρ μετὰ ἀλλήλων ἐνεργεῖ τὰ γένη· ἀλλὰ κατά γε τὸ εἶδος τὰ μὲν ἕτερα, τὰ δὲ ἀνόμοια. | |
38 | λϛʹ. Ὅτι πείθων τὸν Πρώταρχον συγχωρεῖ καὶ τὰς ἐπιστήμας εἶναι διαφόρους, ὥστε καὶ ἐκεῖνον ἐν ταῖς ἡδοναῖς συγχωρῆσαι τὸ διάφορον. | |
39 | λζʹ. Ὅτι καὶ εἰ κατὰ μέθεξιν ἡ ἡδονὴ ἀγαθόν, οὐδὲ οὕτω πᾶσαι ἀγαθαί, εἴπερ ἐναντίαι· μαχοῦνται γὰρ ἀλλήλαις, ἀγαθὸν δὲ οὐδὲν οὐδενὶ μάχεται, εἰ μὴ ἄρα εἰς ἐκείνην ἀποβλέψῃ τις τὴν ἀκρίβειαν ἣν προειρήκαμεν· ἡ δὲ ἀκόλαστος ἡδονὴ φθείρει τὴν σώφρονα. καὶ εἴπερ | |
5 | ἡδονὴ μὲν διαιρεῖται εἰς ἀγαθὸν καὶ κακόν, τὸ δὲ ἀγαθὸν οὐ διαιρεῖται εἰς ἀγαθὸν καὶ κακόν, οὐκ ἂν εἴη δήπουθεν ἡ ἡδονὴ τὸ ἀγαθόν. | |
40 | ληʹ. Εἰ γνῶσις ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, ὡς ἐν δευτέρῳ Ἀλκιβιάδῃ, πῶς οὐχὶ καὶ ἐναντίαι γνώσεις εἰσί; πρὸς τούτοις, εἰ ἐναντιοῦται αἴσθη‐ σις δόξῃ; ἢ πρὸς μὲν τοῦτο ῥητέον ὅτι ψευδὴς ἀληθεῖ ἡ αἴσθησις τῇ δόξῃ ἐναντία, ἀληθὲς δὲ ἀληθεῖ οὐδέποτε, εἰ μή που κατὰ τὸν προειρη‐ | 21 |
5 | μένον ἀκριβῆ λόγον. πρὸς δὲ ἐκεῖνο ῥητέον ὅτι πρός τι κακὴ γίγνεται ἡ γνῶσις κατὰ τὸ ἀσύμμετρόν τινι· οὕτω δὲ καὶ τὸ ἀγαθὸν ἁπλῶς, τινὶ κακόν. | |
41 | μηʹ. Ὅτι ὁ σκοπὸς τῶν προειρημένων περὶ τῶν μεθόδων διαλεχθῆναι ὧν χρῄζει πρὸς τὴν τοῦ ἀγαθοῦ ζήτησιν. | |
42 | μθʹ. Ὅτι τῶν μὲν γενητῶν ἕκαστον ἓν εἶναι καὶ πολλὰ θαυμαστὸν οὐδέν, μεριστὰ γὰρ καὶ πολλὰς ἔχοντα σχέσεις μεταβαλλομένας· τῶν δὲ νοητῶν ἕκαστον πῶς; ἢ πρῶτον μὲν ὅτι πάντως μονὰς ἕκαστον καὶ ἀριθμὸς ὁ τῆς μονάδος κατὰ τὴν σειράν, οἶον τὸ καλὸν καὶ τὰ καλά· | |
5 | δεύτερον ὅτι καὶ ἡ μονὰς αὐτό τε ὅ ἐστίν ἐστιν καὶ τὰ ἄλλα πάντα κατὰ σύγκρασιν· τρίτον καὶ αὐτὸ ὅ ἐστιν ἐκ τῶν γενῶν καὶ τῆς μιᾶς ἰδιότητος· τέταρτον καὶ ἡ ἰδιότης συμπληθύεται τοῖς πολλοῖς, ἔνεστι δέ τις κορυφὴ πάντων ἀμέριστος· πέμπτον ὅτι καὶ αὐτὴ ἡ κορυφὴ ἡνω‐ μένον εἶδός ἐστιν, ἔνεστι δέ τι καὶ ὑπερείδεον· ἕκτον ὅτι καὶ τοῦτο ὅμως | |
10 | ἡνωμένον, ἀλλ’ οὐχ ἕν. | |
43 | νʹ. Ὅτι πάντων ἐξ ἑνὸς ὄντων καὶ πολλῶν ἀνάγκη δύο προτετάχθαι ἀρχάς, τὴν μὲν πᾶσι τοῦ ἑνὸς αἰτίαν, τὴν δὲ τοῦ πλήθους· καὶ αὐταὶ δῆλον ὅτι μετὰ τὴν μίαν αἰτίαν, ἐκείνη γὰρ ἅπαξ ἁπάντων. | |
44 | ναʹ. Ὅτι μονάδας καλεῖ καὶ ἑνάδας τὰς τῶν εἰδῶν κορυφάς· πρὸς μὲν τὰ οἰκεῖα πλήθη τὰ ἀπ’ αὐτῶν ἑνάδας, πρὸς δὲ τὰ ὑπερούσια μονάδας. Ἄμεινον δὲ διττὰς ποιεῖν τὰς τῶν εἰδῶν ἀκρότητας, τὰς μὲν οὐσιώ‐ | |
5 | δεις, τὰς δὲ ἑνιαίας, ὡς καὶ ἐν Παρμενίδῃ λέγεται. | 23 |
45 | νβʹ. Ὅτι πολλῶν οὐσῶν ἀποριῶν περὶ τὰς ἰδέας τρεῖς προτίθεται νῦν ὁ Σωκράτης· εἰ εἰσίν, εἰ αἰώνιοί εἰσι καὶ ἐφ’ ἑαυτῶν, πάσης ἐξῃρη‐ μέναι γενέσεως, καὶ τρίτον πῶς μετέχονται ὑπὸ τῶν τῇδε. | |
46 | νγʹ. Ὅτι καὶ ἄλλως λέγεται ἓν μὲν ἡ ἰδέα, πολλὰ δὲ τὰ αἰσθητά, ὡς ἐν Πολιτείᾳ· διὸ καὶ ἀπορεῖ πῶς μετέχει τὰ πολλὰ τοῦ ἑνός. εἰ γὰρ ἑκάτερον μένοι ὅ ἐστιν, ἀσύμβατα ἔσται· εἰ δὲ συμβαίη, οὐκ ἔσται τὸ μὲν ἔτι ἕν, τὸ δὲ ἔτι πολλά. εἴτε γὰρ παρουσίᾳ, ἔσται τὸ ἓν πολλὰ ἢ | |
5 | ἀνάπαλιν, εἴτε κοινωνίᾳ, ὥστε τὰ πολλὰ ὁμοῦ ἔχειν τὸ ἕν, οὐκ ἔσται τῶν πολλῶν ἕκαστον ἓν ὅλον, ἀλλὰ μόριον τοῦ εἴδους. | |
47 | νδʹ. Ὅτι εἰ μὲν τὸ ἓν ἐν τοῖς πολλοῖς, οὐκ ἐκφεύξεται τὰς ἀπορίας· εἰ δὲ πρὸ τῶν πολλῶν, μενεῖ ἓν καὶ γεννήσει 〈ἐν〉 τοῖς πολλοῖς ἐπι‐ βάλλον αὐτοῖς τι τοιοῦτον. | |
48 | νεʹ. Ὅτι εἰ πρὸ τῶν πολλῶν δεῖ εἶναι τὸ τοιοῦτον, καὶ ἔστι καθαρῶς. τὸ γὰρ ἐν τοῖς πολλοῖς οὐκ ἔστιν αὐθυπόστατον, εἰ ἔστι· καθαρῶς δὲ τοῦτο οὕτως ἔχει· πρὸ πάσης ἄρα γενέσεως ἐκεῖνο τὸ ἕν, ὥστε αἰώνιον. | |
49 | νϛʹ. Διὰ τί ταραττόμεθα περὶ τὸ ἓν καὶ πολλά; ἢ ὅτι σὺν ἀλλήλοις ὄντα ἀγνοοῦμεν ὅπως ἅμα τὰ ἀντικείμενα. καίτοι ταραχῆς μᾶλλον ἄξιον ἦν, εἰ τὰ πολλὰ ἄνευ ἑνὸς ἦν· αὐτὰ γὰρ οὐδ’ ἂν ἦν, πάντῃ διασκεδασθέντα. καὶ τὸ ἓν ἄνευ τῶν πολλῶν οἶον ἄγονον ἢ ἄμοιρον | |
5 | τῶν ἄλλων καὶ ὅλως ἐλάχιστόν τι, ὡς οἱ πολλοὶ τίθενται τὸ ἕν. | |
50 | νζʹ. Διὰ τί ‘ἀθάνατον‘ τοῦτο τῶν λόγων τὸ πάθος; ἢ ὅτι ἀπὸ τῆς οὐσίας ἡμῶν ἀναδίδοται ἡ τούτων ἀεὶ ζήτησις, καὶ ὅτι οἱ λόγοι τῆς | |
ψυχῆς ἅμα εἰσὶ μεριστοὶ καὶ ἀμέριστοι. | 25 | |
51 | νηʹ. Ὅτι τὸ σοφιστικὸν εἶδος τῶν λόγων ἐλέγχει ἀπό τε τῆς ζωῆς, ὡς νεαροπρεπές τε καὶ ἄλογον καὶ ὡς ἐκστατικὸν ὑφ’ ἡδονῆς, καὶ ἀπὸ τῆς γνώσεως, ὅτι συμφύρει ἀντὶ τοῦ συναιρεῖν καὶ ὅτι μερίζει ἀντὶ τοῦ διαιρεῖν. | |
5 | Βέλτιον δὲ τὸ νεαροπρεπὲς ἐπ’ ἄμφω διατείνειν καὶ τὸ ἄρτι ἐγειρό‐ μενον ὑπονοεῖν. | |
52 | νθʹ. Ὅτι προηγουμένως μὲν περὶ διαιρετικῆς καὶ ἀναλυτικῆς διαλέ‐ γεται, ἤδη δὲ καὶ περὶ ὅλης τῆς διαλεκτικῆς, ἧς αἱ δʹ μέθοδοι. | |
53 | ξʹ. Πῶς ἀντιτίθησι ταῖς τρισὶ τὴν ἀναλυτικήν; δοκεῖ γὰρ ἀντικεῖσθαι μόνῃ τῇ διαιρετικῇ. ἢ ὅτι καὶ ἡ διαιρετικὴ τριπλασιάζεται· καὶ γὰρ ἅπερ αὕτη ἀναλύει καὶ συνάγει, αὐτὴ διαιρεῖ, καὶ τὸν συλλογισμὸν διαιρεῖ εἰς αἴτιον καὶ αἰτιατόν, καὶ τὸν ὅρον ὡς ὅλον εἰς τὰ μέρη ἐξ | |
5 | ὧν ὁ ὅλος. | |
54 | λθʹ. Ὅτι ἡ μὲν διαιρετικὴ συμπέφυκε τῇ προόδῳ τῶν ὄντων, ἡ δὲ ἀναλυτικὴ τῇ ἐπιστροφῇ, μέσαι δὲ αἱ ἄλλαι τῇ ὑποστάσει αὐτῇ τῶν πραγμάτων ἐοικυῖαι· ἀλλ’ ἡ μὲν ὁριστικὴ τῇ ἐφ’ ἑαυτῆς ἑστώσῃ, ἡ δὲ ἀποδεικτικὴ τῇ ἀπὸ αἰτίας ἐξηρτημένῃ. | |
55 | μʹ. Ὅτι πᾶσαι αἱ τέτταρες μέθοδοι τῷ συναγωγῷ ἢ διαιρετικῷ εἴδει κατέχονται· ἥ τε γὰρ ὁριστικὴ συνάγει τὰ μέρη πρὸς τὸν ὅλον ὁρισμὸν ἥ τε ἀποδεικτικὴ ἀπὸ τῆς αἰτίας προάγει τὸ αἰτιατὸν καὶ ὅλως ἀφ’ ἑτέρου ἕτερον προστίθησιν. | |
56 | μαʹ. Ὅτι τὴν διαιρετικὴν φησὶν ὁ Πρόκλος εἰρηκέναι τὸν Σωκράτη δεδόσθαι παρὰ θεῶν. Ἄμεινον δὲ τὴν ὅλην φάναι διαλεκτικήν. ὅτι μὲν γὰρ ὕστερον προσθή‐ | |
σει καὶ τὴν ἀναλυτικὴν ὁ Σωκράτης, πρόδηλον· μήποτε δὲ καὶ τὰς ἐν | 27 | |
5 | μέσῳ συνείληφεν κατά τε τὸ εἰωθὸς ἐν τοῖς ἄκροις καὶ ὅτι καὶ αὗται τῷ προοδικῷ τε καὶ ἐπιστρεπτικῷ εἰδοποιοῦνται, ἡ μὲν ὁριστικὴ τῷ ἐπιστρεπτικῷ καὶ ἀνάγοντι τὸ πλῆθος τῶν στοιχείων εἰς τὸ στοιχειωτόν, ἡ δὲ ἀποδεικτικὴ τῷ προοδικῷ καὶ ἀπογεννῶντι ἀπὸ τῶν αἰτίων τὰ αἰτιατά. | |
57 | μβʹ. Ὅτι ὁ μὲν Προμηθεὺς τὰς εἰς τὴν φύσιν τῶν θεῶν ἐκφαίνει προόδους, ὁ δὲ Ἐπιμηθεὺς τὰς εἰς τὸ νοητὸν ἐπανιούσας ἐπιστροφάς. οὕτως εἰρηκέναι τὸν Ἰάμβλιχον κατὰ Πυθαγόραν. | |
58 | μγʹ. Ὅτι προσθετέον φησὶ τούτοις ὁ Πρόκλος, ὡς πολλαὶ τάξεις τοῦ Προμηθέως· ὁ μὲν γὰρ νοερός, ὁ δὲ ὑπερκόσμιος, ὁ δὲ ἐγκόσμιος, ὥστε ἕκαστος εἰς τὸν κόσμον προφέρει τὰς θείας δόσεις. ἔτι δέ, φησί, προσθε‐ τέον καὶ ὅτι ἐκφαντορικὴν ἔχει ἰδιότητα οὗτος ὁ θεὸς τῶν ἐν θεοῖς | |
5 | κεκρυμμένων ἀγαθῶν· διὸ κεκλοφέναι τὸ πῦρ λέγεται, τὸ γὰρ ἐν ἀπορρήτῳ τεθησαυρισμένον προενηνοχέναι. | |
59 | μδʹ. Ὅτι ὁ Πλάτων κρείττω τὸν Προμηθέα ποιεῖ τοῦ Ἐπιμηθέως ἐν Πρωταγόρᾳ κατὰ τὸν Ἡσίοδον· οἱ μέντοι Πυθαγόρειοι τὸν Ἐπιμηθέα δοκοῦσι ποιεῖν. οἶμαι δέ, ὅτι προοδικὸν μὲν τὸν Προμηθέα, ἐπιστρεπτι‐ κὸν δὲ τὸν Ἐπιμηθέα· διὸ κρείττων ἔδοξεν, ὅτι ταῖς ψυχαῖς ἄμεινον τοῦ | |
5 | προϊέναι εἰς γένεσιν τὸ ἐπιστρέφειν ἀπὸ γενέσεως. | |
60 | μεʹ. Ὅτι ὁ Προμηθεὺς οὐχ ὡς ἐκφαντορικός, ἀλλ’ ὡς Τιτὰν προάγει τὰ ἀγαθά, μερικώτερον καὶ ἀνθρώποις συμμετρώτερον. καὶ γάρ ἐστι προνοητικὸς τῶν εἰς ἔσχατον προελθουσῶν οὐσιῶν λογικῶν, ὡς ὁ Ἐπιμηθεὺς τῶν ἀλόγων. καὶ γὰρ τὰς ἀλόγους προάγουσιν εἰς ἐπιμέ‐ | |
5 | λειαν τῶν χειρόνων καὶ προελθούσαις ἐπιμερίζουσι τὴν πᾶσαν θείαν πρόνοιαν. | |
61 | μϛʹ. Ὅτι τὸ πῦρ ὃ κλέψας Προμηθεὺς δίδωσι τοῖς ἀνθρώποις ἡ | |
ἀναγωγός ἐστι πᾶσα οὐσία τε καὶ τελειότης, οὐκ ἀναγομένη, ἀλλ’ εἰς τὸ ἔσχατον δι’ αὐτοῦ ἐπιμεριζομένη. διὸ κλέπτεται, ὅτι ἀναγωγὸς οὖσα κατάγεται· δι’ αὐτοῦ δέ, ὅτι μόνον κατάγεται Τιτανικῶς, ἄλλοι δὲ θεοὶ | 29 | |
5 | τὸ τοιοῦτον ὑφιστῶσιν εἶδος. | |
62 | μζʹ. Ὅτι ἕκαστον καὶ ἥνωται καὶ πεπλήθυσται. πεπλήθυσται μὲν οὖν, φησὶν ὁ Πρόκλος, ἀπὸ τῆς ἀπειρίας, ἥνωται δὲ ἀπὸ τοῦ πέρατος· τὸ δὲ ἓν πρὸ ἀμφοῖν θετέον, φησίν. Καίτοι ἀντίκειται τὸ ἓν τοῖς πολλοῖς, ἡ δὲ μία ἀρχὴ ἀναντίθετος· | |
5 | μετὰ ἄρα τὸ ἓν ἥνωται μὲν ἀπὸ τοῦ ἑνὸς τὰ πράγματα, πεπλήθυσται δὲ ἀπὸ τοῦ πλήθους. οὐκοῦν τέτταρες αἱ ἀρχαί, μία μὲν συζυγία ἓν καὶ πολλά, ἑτέρα δὲ πέρας καὶ ἄπειρον. ἀλλὰ ἄτοπον μετὰ τὴν μίαν εὐθὺς τέτταρας ἀποφῆναι· ἀλλὰ διοριζέσθω μὲν ταῦτα ἐν τοῖς εἴδεσιν, αἱ δὲ δύο ἀρχαὶ ἄλλως καὶ ἄλλως ὀνομάζονται κατὰ ἔνδειξιν. διὸ καὶ | |
10 | ὁ Πλάτων οὕτω φησίν, ‘ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγο‐ μένων, πέρας δὲ καὶ ἀπειρίαν ἐχόντων‘, ἀπορῶν μὲν ὅπως ἂν ἐκεῖνα παραστήσειεν, ἀπὸ δὲ τῶν εἰδητικῶν λόγων ὅπως οὖν ἐκεῖνα ἐνδεικνύ‐ μενος. | |
63 | ξαʹ. Ὅτι ἐπ’ ἐσχάτοις μὲν ὁρᾶται πλῆθος ὂν ἄπειρον, ἐπ’ ἀρχῇ δὲ μονὰς προϋφέστηκε καθ’ ἕκαστον εἶδος. οὐκ ἂν δὲ ἄπειρον ἐγεννᾶτο πλῆθος, εἰ μὴ καὶ ἐν τῇ μονάδι τῇ γεννώσῃ προείληπτο δύναμις ἄπειρος· οὐδ’ ἂν τὸ παρὸν ἕκαστον ἐν τοῖς ἀπείροις ἦν πεπερασμένον, εἰ μὴ καὶ | |
5 | ἐπ’ ἔσχατον προῄει τὸ πέρας. | |
64 | ξβʹ. ὅτι διὰ τῶν οἰκείων μεσοτήτων ἁπασῶν ἀπὸ τῆς μονάδος εἰς | |
τὸ ἄπειρον πλῆθος ἡ πρόοδος γίνεται. πρῶτον μὲν γὰρ καὶ ἐπὶ τοῦ μαθηματικοῦ ἀριθμοῦ τοῦτο ὁρᾶται· οὐ γὰρ εὐθὺς ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ ἄπειρον ἡ πρόοδος, ἀλλ’ ἐπὶ τὰ δύο καὶ τρία καὶ τὰ ἑξῆς. ἔπειτα καὶ | 31 | |
5 | ἡ τῶν σωμάτων τοιαύτη, μετὰ τοῦ ποικίλου τὸ μὴ κενὸν ἔχουσα. τρίτον δὲ ἡ γεννῶσα δύναμις τῆς μονάδος, μία οὖσα καὶ πολλὴ συνῃρημένη, πάντα ἅμα γεννᾷ καθ’ ὅλην ἑαυτήν, ἀεὶ τὰ δεύτερα τῶν προτέρων ἐχόμενα. | |
65 | ξγʹ. Ὅτι καὶ ἡ διαιρετικὴ τῇ προόδῳ τῶν εἰδῶν συμπρόεισιν, οὐ διακόπτουσα τὴν συνέχειαν τῆς ὑφέσεως οὐδὲ κενεμβατοῦσα, διὰ πάν‐ των δὲ τῶν μέσων χωροῦσα ἀπὸ τοῦ ἑνὸς εἰς τὸ ἄπειρον πλῆθος. | |
66 | ξδʹ. Ὅτι ἔργον διαιρετικῆς, ἓν μὲν τὸ πανταχοῦ προτιθέναι τῶν πολλῶν τὸ ἕν. —δεύτερον δὲ πρὸ τοῦ ἀπείρου πλήθους τιθέναι τὸ πεπερασμένον. —τρίτον ἀεὶ τὸν ἐλάττω ἀριθμὸν πρὸ τοῦ μείζονος αἱρεῖσθαι κατὰ τὸ ποσόν. —τέταρτον τὸ μηδένα παραλείπειν ἀριθμὸν | |
5 | τῶν συμπληρούντων τὴν πρόοδον. —πέμπτον τοὺς οἰκείους ἐκλέγεσθαι ἀριθμοὺς τοῖς εἴδεσιν ἑκάστοις, οἶον ἐπὶ τῆς Ἀθηνᾶς εἰ τύχοι τὸν τριαδικὸν ἢ ἑβδομαδικὸν καὶ ἐπὶ πάντων ὁμοίως· ἄλλα γὰρ κατὰ ἄλ‐ λους φιλεῖ προϊέναι, ὥσπερ καὶ τῶν θεῶν ἄλλοι κατ’ ἄλλους· καὶ γὰρ τῶν μονάδων αὐτῶν ἡ μὲν μοναδική, ὡς ἡ τῆς μονάδος, ἡ δὲ δυαδική, | |
10 | ὡς ἡ τῆς δυάδος, καὶ ἑξῆς ὁμοίως, ὥστε μὴ πάντως εἶναι εἰς δύο τὴν διαίρεσιν. —ἕκτον διὰ τῶν εἰδῶν διαιρεῖν, ἀλλὰ μὴ διὰ εἴδους καὶ ἀποφάσεως, καθάπερ Ἀριστοτέλης ἠξίου· οὐδεὶς γὰρ γίνεται ἀριθμὸς ἐξ εἴδους καὶ ἀποφάσεως. —ἕβδομον ἑκάστην μονάδα ἐν οἰκείᾳ τάξει προβάλλεσθαι εἰς διαίρεσιν, οἷον ὅπου ἕκαστον ἀναφαίνεται, εἴτε ἐν | |
15 | τῷ νοερῷ διακόσμῳ εἴτε ἐν τῷ ὑπερκοσμίῳ εἴτε ὅπου δή. —ὄγδοον καταχωρίζειν τὰ μὲν ἐν τῷ στίχῳ τοῦ πέρατος, τὰ δὲ ἐν τῷ τῆς ἀπειρίας, κατ’ ἐπικράτειαν δηλαδή· πανταχοῦ γὰρ ἑκάτερον. —ἔννατον κατά τινα ἀντίθεσιν προάγειν τὰ ἀντιδιαιρούμενα, εἴτε εὑρισκομένων τινῶν | |
μέσων εἴτε καὶ μή. —δέκατον μηδὲ ἐν τῷ πλάτει τὰς μεσότητας ἀφιέ‐ | 33 | |
20 | ναι. —ἑνδέκατον ἐφιστάνειν ἄλλῃ τάξει ἄλλον ἀριθμὸν ὡς προσήκοντα καὶ ἐπὶ τοῦ αὐτοῦ εἴδους, οἶον δυοκαιδεκαδικῶς τὰ ὑπερκόσμια καὶ ἑβδομαδικῶς τὰ νοερά. —δωδέκατον διορᾶν ὅπου μὲν κρείττους οἱ ἐλάττους ἀριθμοί, ὅπου δὲ χείρους, καὶ οἱ μείζους ὁμοίως· ἡ γὰρ ἐγκόσμιος δεκὰς χείρων τῆς ὑπερκοσμίου δυοκαιδεκάδος, ἡ δὲ νοερὰ | |
25 | ἑβδομὰς κρείττων τῆς ὑπερκοσμίου δωδεκάδος. | |
67 | ξεʹ. Ὅτι ῥᾴδιον τό τε ἄπειρον πλῆθος συννοῆσαι ἐν τοῖς αἰσθητοῖς καὶ τὸ ἕν, ὥστε καὶ τὰ μέσα ἐν τούτοις σκεπτέον· ὅσα γὰρ ἐν τούτοις, καὶ πρὸ τούτων ἐστίν. παράδειγμα τούτου ὁ Σωκράτους περὶ τῆς μουσι‐ κῆς λόγος. | |
68 | ξϛʹ. Ὅτι ἡ ἀναλυτικὴ χείρων τῆς διαιρετικῆς. αὕτη μὲν γὰρ ἀπ’ αἰτίας, ἐκείνη δὲ τεκμηριώδης· καὶ αὕτη μὲν ἀπὸ ὕψους ὁρᾷ τὰ κοιλό‐ τερα, ἐκείνη δὲ κάτωθεν τὰ ἄνω· καὶ αὕτη μὲν αἰσθητῷ οὐδενὶ ἐπανα‐ παύεται, ἐκείνη δὲ τὴν πρώτην αἰσθήσεως δεῖται. | |
69 | ξζʹ. Ὅτι οὕτω καὶ ὁ μὲν ὑφιστὰς καὶ προάγων τὸ ὅλον ποιεῖ σχεδὸν τῆς προϊούσης οὐσίας, ὁ δὲ ἐπιστρέφων προστίθησι τῷ προελθόντι τὸ ἐξίστασθαι τοῦ χείρονος καὶ ἔχεσθαι τοῦ κρείττονος· διόπερ οὐσιω‐ δεστέρα τῆς ἐπιστροφῆς ἡ πρόοδος, ὥστε κρείττων, ὥστε καὶ τὸ προϊὸν | |
5 | τοῦ ἐπιστρεφομένου καὶ ὁ οὐσιοποιὸς τοῦ ἀναγωγοῦ. εἰ δὲ ἐπ’ ἄλλου σημαινομένου, οἶον ἐπὶ τῆς καθόδου τῆς ψυχῆς, κέοιτο ἡ πρόοδος, ἀντὶ τῆς καθόδου ἡ ἄνοδος ἀμείνων. | |
70 | ξηʹ. Ὅτι ταυτότης μὲν καὶ ἑτερότης περὶ οὐσίαν, ἡ δὲ ὁμοιότης καὶ ἡ ἀνομοιότης περὶ δύναμιν, περὶ δὲ τὰς ἐνεργείας ἰσότης καὶ ἀνισότης, ὡς ἐν ἄλλῳ φησίν. Ἐπιστῆσαι δὲ χρὴ καὶ νῦν, ὡς πάντα κατ’ οὐσίαν· ἡ γὰρ δύναμις καὶ | |
5 | ἡ ἐνέργεια ἀπὸ τῆς οὐσίας. | 35 |
71 | ξθʹ. Ὅτι ἡ μνήμη τριττή, ἡ μὲν ἄλογος, ἡ δὲ λογική, ἡ δὲ νοερά. διττὴ δὲ ἑκάστη, φανταστικὴ αἰσθητική, διανοητικὴ δοξαστική, οὐσιώ‐ δης θεία. | |
72 | οʹ. Ὅτι ‘ὄναρ‘ μὲν ἔχομεν τοὺς τῶν ὄντων λόγους κατὰ τὴν ἄνωθεν τελειουμένην χωριστὴν ζωήν, ὕπαρ δὲ κατὰ τὴν δι’ αἰσθήσεως προ‐ βολήν. Τάχα δὲ ἄμεινον τὸ μὲν ὕπαρ εἰς τὸ διηρθρωμένον λαβεῖν, τὸ δὲ ὄναρ | |
5 | εἰς τὸ ἀδιάρθρωτον τῆς γνώσεως. | |
73 | οαʹ. Ὅτι τὸ ‘πάλαι ἀκούσας μέμνημαι‘ τὴν ἄνωθεν ἀεὶ χορηγουμένην ἐνδείκνυται νόησιν. | |
74 | οβʹ. Ὅτι πρόκειται τὸ ἄριστον ἀφορίσασθαι τέλος, ὡς οὔτε ἡδονὴ ἄνους οὔτε νοῦς ἀνήδονος, ἀλλά τι πρὸ τούτων· μᾶλλον δὲ τὸ ἁπλῶς ἑκάστῳ προκείμενον τέλος, ὃ μιμεῖται τὸ ἁπλῶς πρὸς πάντα τέλος, ὅ ἐστι τὸ πρῶτον. | |
75 | ογʹ. Ὅτι νῦν μὲν τοῦτο δείκνυσιν ἄνευ τῶν διαιρέσεων, φημὶ δὲ ἁπλούστερον, ὅτι τὸ μικτόν ἐστι τὸ τέλος· ὅταν δὲ τὴν τοῦ μικτοῦ μετίῃ γένεσιν, τότε παραλήψεται καὶ τὴν διαιρετικήν. | |
76 | οδʹ. Ὅτι οὐ παντὸς ἀγαθοῦ, ἀλλὰ τοῦ πρώτου ἑκάστῳ καὶ ἁπλῶς, ὃ καλεῖ μικτόν—τούτου οὖν προομολογεῖται τρία εἶναι στοιχεῖα, τὸ τέλεον, τὸ ἱκανόν, τὸ ἐφετόν. | |
77 | οεʹ. Ὅτι ἐφετὸν ληπτέον οὐ τινί, ἀλλὰ παντὶ τῷ εἴδει· οὐδὲ πῶς ἐφετόν, ἀλλὰ ἁπλῶς καὶ οὗ πρότερον οὐδέν ἐστιν ἐφετόν. τὸ δὲ ἱκανὸν | |
οὐ μόνον τὸ ἑαυτῷ ἀρκοῦν, ἀλλὰ καὶ τοῖς ἄλλοις εἰς μετάδοσιν. τὸ δὲ τέλεον, ὃ πᾶσι συμπεπλήρωται τοῖς ἑαυτοῦ πληρώμασι, πρώτοις λέγω | 37 | |
5 | καὶ μέσοις καὶ ἐσχάτοις. καὶ τοῦτο μὲν περὶ τὴν πλήρωσιν ἐπιγίνεται, τὸ δὲ ἱκανὸν τῷ τελέῳ ἐπανθεῖ, τὸ δὲ ἐφετὸν τῷ ἱκανῷ. τὸ μὲν γὰρ τέλεον περὶ τὰ μέρη μᾶλλον, τὸ δὲ ἱκανὸν περὶ τὸ ὅλον μᾶλλον, τὸ δὲ ἐφετὸν ἄλλο τι κρεῖττον τοῦ ὑποκειμένου, εἰς ὃ συννένευκε τὸ πᾶν καὶ ὅλον. | |
78 | οϛʹ. Ὅτι ἀπὸ μὲν τοῦ νοητοῦ πατρὸς τὸ ἐφετόν, ἀπὸ δὲ τῆς δυνάμεως τὸ ἱκανόν, ἀπὸ δὲ τοῦ πατρικοῦ νοῦ τὸ τέλεον. εἰ δὲ τοῦτο ἀληθές, πάντως ὅτι τρίτη ἀπὸ τῆς οὐσίας ἡ τελειότης· τὸ γὰρ μέσον ἡ ζωή. εἰ δὲ ταῦτα ἀληθῆ, δῆλον ὡς ἄλλο τὸ τέλος παρὰ τὴν τελειότητα· αὕτη | |
5 | μὲν γὰρ ἔσχατον, ἐκεῖνο δὲ πρῶτον, εἰς ὃ πάντα συννένευκεν, ἡ οὐσία καὶ ἡ ζωὴ καὶ ὁ νοῦς. ὥστε καὶ ἐν ἑκάστῳ εἴδει παραπλησίως ἕξει· αὐτὸ μὲν τὸ τέλος κορυφὴ καὶ συνοχὴ τῶν ὅλων καὶ τὸ ἑνιαῖον, ἡ δὲ τελειότης τρίτη μετὰ τὴν οὐσίαν καὶ τὴν ζωήν· εἶναι γὰρ δεῖ καὶ ζῆν, ὅ ἐστι πάλιν εἶναι, καὶ τὸ τέλειον ἐπιγενέσθαι. | |
79 | οζʹ. Ὅτι προϋπέστρωται τὸ τέλεον τῷ ἱκανῷ, ὡς τὸ πλῆρες τῷ ὑπερπλήρει, ὡς τὸ ἱκανὸν τῷ ἐφετῷ· κινεῖ γὰρ πρὸς ἔφεσιν τὰ πληρού‐ μενα. | |
80 | οηʹ. Ὅτι τὸ πρῶτον τέλος ὑπὲρ τὰ τρία, ἁπλοῦν γὰρ ἐκεῖνο καὶ ἄρρητον· διόπερ οὐκ ἐκεῖνο ἔφη ὁ Σωκράτης τὸ ἐκ τῶν στοιχείων εἶναι, ἀλλὰ ‘τὴν τἀγαθοῦ μοῖραν‘ ἀορίστως ἔχειν ταῦτα στοιχεῖα. Ἄμεινον δὲ ‘μοῖραν τἀγαθοῦ‘ καλεῖν τὸ κατατεταγμένον κοινὸν | |
5 | συναίρεμα τῶν τριῶν, εἰ καὶ ἀνώνυμον τοῦτο. ἐκεῖνο γὰρ πάντα, ἀλλ’ οὐ μόνα τὰ τρία· οὐδὲ μόνον τέλος ἐκεῖνο, ἀλλ’ ὡς ἀληθῶς πάντα. ἄλλως τε καὶ γνωστὸν εἶναι βούλεται τοῦτο τὸ τέλος περὶ οὗ τὰ νῦν ἡ διάσκεψις πρόκειται· εἴη δὲ ἄν τι καὶ κοινότερον ἄλλο. | |
81 | οθʹ. Πότερον τέλος ἢ τελειότης ἡ ἀρετή; ἔστι μὲν γὰρ διάθεσίς τις | |
ἡ κατὰ φύσιν, οὐκ ἄρα τέλος· συννεύει γὰρ εἰς ἐκεῖνο καὶ ἡ διάθεσις. εἰ δὲ τελεότης, οὐκ αὐτάρκης πρὸς εὐδαιμονίαν. ἢ ἔστι μὲν κατάστημα τοῦ ἔχοντος εὐδαιμονικὸν οἷον δεκτικὸν τοῦ τέλους, δεξάμενον δὲ | 39 | |
5 | γίνεται αὔταρκες· διὸ καὶ τέλος πως ἡ ἀρετὴ κατὰ τὴν πρὸς τὸ τέλος ἀνάτασιν· μεταξύ πως ἄρα τέλους καὶ τελειότητος. οὐ γὰρ κατὰ τὴν πλήρωσιν μόνον θεωρεῖται καὶ τὴν οἷον ὁλοκληρίαν, ἀλλὰ καὶ τάξιν ἐπιφέρει· τοῦτο δὲ τέλος, εἰ καὶ μὴ τὸ τελεώτατον. | |
82 | πʹ. Ὅτι διΐστησι νοῦν καὶ ἡδονὴν ἀπ’ ἀλλήλων ἑκάτερον καθ’ ἑαυτὸ κρίνειν βουλόμενος, πρῶτον μὲν ἵνα δι’ ἑαυτὸ φανῇ ἀγαθόν, εἴπερ ἐστίν. δεύτερον ὅτι τὸ ἀγαθὸν μόνον εἶναι βούλεται ὅπερ ἐστίν· οὐδὲν γὰρ σὺν τῷ χείρονι εἶναι ἐθέλει, ἀλλ’ ἢ τῷ ὁμοίῳ ἢ τῷ κρείττονι, πᾶν | |
5 | δὲ ἄλλο τοῦ ἀγαθοῦ χεῖρον. τρίτον δὲ ὅτι προωμολόγηται τὸ ἀγαθὸν τέλεον, ἱκανόν, ἐφετόν· βούλεται οὖν ἰδεῖν τίνι τὰ τρία ταῦτα στοιχεῖα ἐφαρμόζει. | |
83 | παʹ. Ὅτι οὐ τὸ ἀγαθὸν ἡδονή. ἦν γὰρ ἂν καὶ δίχα γνώσεως ἀγαθόν· νῦν δὲ οὐδεὶς ἂν ἕλοιτο ἀνόητος ὢν ἥδεσθαι, μηδὲ τελέως ἡδόμενος· οὔτε γὰρ ἐπὶ παρελθόντι, μνήμης οὐκ οὔσης, οὔτε ἐπὶ μέλλοντι, μὴ οὔσης ἐλπίδος, οὔτε ἐπὶ τῷ παρόντι, λογισμοῦ μὴ ὄντος· ἔπειτα οὐδὲ | |
5 | ἄνθρωπος ὢν οὐδὲ ζῷον αἰσθητικόν, ἀλλὰ τοιοῦτον οἷον ὁ θαλάττιος πνεύμων. | |
84 | πβʹ. Ὅτι τριττὴ ἡ αἴσθησις, ἡ μὲν κοινή, ἡ δὲ εἰς τὰς πέντε διῃρη‐ μένη, ἡ δὲ συγκεκραμένη τοῖς πάθεσιν, ὀρέξει λέγω καὶ τοῖς ζωτικοῖς καταστήμασιν· ἣν μόνην ἀπολείπειν ἀναγκάζεται τῷ φιληδόνῳ ὁ τὸν | |
νοῦν χωρίζων ἀπὸ τῆς ἡδονῆς. | 41 | |
5 | Δοτέον δὲ καὶ τὴν ἀπὸ λόγου τοιαύτην ἐν τοῖς τοῦ λόγου πάθεσιν ἀναλόγως· βέλτιον οὖν διττὴν ποιεῖν τὴν γνῶσιν, τὴν μὲν ὡς γνωστῶν ἀντιλαμβανομένην, τὴν δὲ ὡς ἡδέων, καὶ ταύτην ἀπολείπειν. οὕτω γὰρ καὶ ἡ αἴσθησίς ἐστι διττή, ἡ μὲν συμπροϊοῦσα ταῖς ὀρεκτικαῖς δυνά‐ μεσιν, ἡ δὲ αὐτὴ καθ’ αὑτὴν θεωρουμένη, ἣν καὶ διαιρετέον εἰς τὴν μίαν | |
10 | καὶ τὰς πολλάς. | |
85 | πγʹ. Ὅτι εἰ μὴ παρείη νοῦς, οὔτε εἰ ἀγαθὸν ἡ ἡδονὴ ἡμῖν γνωσόμεθα οὔτε εἰ ἔχομεν αὐτὸ οὔτε πῶς ἕξομεν. | |
86 | πδʹ. Ὅτι οὐδὲ ἡ γνωστικὴ ἰδιότης αἱρετόν· οὐδὲ γὰρ ὀρεκτόν· οὐδὲ γὰρ εὐφρόσυνον, ὅ γε μηδὲ ὀρεκτόν· ἐπεὶ καὶ τῶν ὄντων ἡ γνῶσις ἀντι‐ λαμβάνεται οὐχ ὡς ὀρεκτῶν, ἀλλ’ ὡς γνωστῶν. καὶ ὅλως ἡ γνῶσις ἀπαθὴς εἶναι βούλεται, κρίσις γάρ· τὸ δὲ ἀπαθὲς ἀνήδονον πάντῃ καὶ | |
5 | ἀνόρεκτον· ὥστε οὐδὲ γνώσεως ἔσται τις ἔρως, ὥστε οὐδὲ σπουδὴ περὶ αὐτήν· ὃ γὰρ ἐπιποθοῦμεν, περὶ τοῦτο σπουδάζομεν. | |
87 | πεʹ. Ὅτι βιαιοτέρα ἡ τοῦ νοῦ μόνωσις καὶ ἀδυνατωτέρα· πολὺς γὰρ ὁ τῆς ἀληθείας ἔρως καὶ ἡ εὐπάθεια τῆς τεύξεως· καὶ ὅλως ἀεὶ τῇ ἀνεμποδίστῳ ἐνεργείᾳ κατὰ φύσιν οὔσῃ σύνεστιν ἡδονή, ὥστε καὶ τῇ γνωστικῇ. ἀλλ’ ὅμως τῇ ἐπινοίᾳ χωρισθεὶς ἀνέραστος ἔσται καὶ ἄχαρις | |
5 | ὁ νοῦς καὶ εὐκαταφρόνητος. δηλοῖ δὲ ἡ γνῶσις τῶν 〈ἀδιαφόρων〉 ἀδιάφορος οὖσα καὶ ἡ τῶν 〈φευκτῶν〉 ἐναντία οὖσα καὶ φευκτή. | |
88 | πϛʹ. Ὅτι οὐδ’ ἂν ἀγαθὸς εἴη ὁ μὴ ἐπὶ ταῖς ἀγαθαῖς πράξεσιν ἡδό‐ μενος οὐδὲ δίκαιος ὁ μὴ τοῖς δικαίοις, ὥς φησιν Ἀριστοτέλης· ὥστε οὐδὲ θεωρητικός, φαίη ἄν, 〈ὁ μὴ τῇ θεωρίᾳ〉. | |
89 | πζʹ. Ὅτι ὁ μικτὸς ἐξ ἀμφοῖν βίος αἱρετός. ἔχει γὰρ τὸ τέλεον ἑκάτερον διὰ τὸ ἕτερον· καὶ τὸ ἱκανὸν ἐν τῷ μίγματι, ὃ γάρ ἐστι καὶ τοῖς ἄλλοις δίδωσι· καὶ τὸ ἐφετὸν ἐπανθεῖ, πᾶς γὰρ ἅμα καὶ γιγνώσκειν καὶ εὐφραίνεσθαι βούλεται. | |
90 | πηʹ. Πῶς τὸ κρεῖττον καὶ τἀγαθῷ προσωμοιωμένον οὐχ ἁπλούστε‐ ρον; ἢ τῷ συνθέτῳ καὶ πάντα συνειληφότι τὸ τοῦ πρώτου αἰτίου | |
παντελὲς ἀποτυποῦται. Μᾶλλον δὲ εἰπεῖν ἀληθέστερον, ὅτι οὐ τοῦτό ἐστι τὸ μικτὸν ᾗ μικτόν, | 43 | |
5 | σύνοδος νοῦ καὶ ἡδονῆς, ἀλλά τι αὐτῷ ἄγνωστον καὶ ἁπλοῦν ἐπιγίνεται, αὐτὸ τὸ ἀγαθόν, ὡς ἐρεῖ ὁ Σωκράτης. | |
91 | πθʹ. Ὅτι ποριστέον ὡς ὅ τι ἂν ᾖ ἐκ πλειόνων οὐκ ἔστι τὸ ἄθροισμα, ἀλλὰ τὸ ἐπανθοῦν τῷ ἀθροίσματι. | |
92 | ϟʹ. Ὅτι νοῦ μὲν καὶ ἡδονῆς οὐκ ἀεί, τοῦ δὲ ἀγαθοῦ ἀεὶ ὀρεγόμεθα, ὥστε οὐδέτερον τὸ ἀγαθόν. | |
93 | ϟαʹ. Τί οὖν; εἴποι ἄν τις, οὐχὶ καὶ τοῦ ἀγαθοῦ ποτὲ καταφρονοῦμεν; ἢ ‘παρὰ φύσιν‘, φησί, διακείμενοι. καὶ γὰρ ἡ φύσις κατορθοῦν βούλεται, καὶ ἔτι μᾶλλον ἡ φρόνησις, καὶ ἔτι μειζόνως ὁ νοῦς, καὶ μάλιστα πάντων ὁ θεός· ὥστε ἡ εἰς τὸ κακὸν ἐπίνευσις παραγωγή ἐστιν. γίγνεται δέ, | |
5 | φησίν, ἡ παραγωγὴ ἢ δι’ ἄγνοιαν τοῦ λόγου ἢ δι’ ἀνάγκην τοῦ ἀλόγου. Ἄμεινον δὲ ἴσως τὴν μὲν ἄγνοιαν φάναι τὴν ἀμαθίαν τοῦ ἀνθρώπου, τὴν δὲ ἀνάγκην ποινήλατον, ἣ ἐπωθεῖ τὰς ψυχὰς εἰς τὸ κακόν, καὶ διὰ τοῦτο ‘οὐκ εὐδαίμονα‘. | |
94 | ϟβʹ. Ὅτι οὐ τέλος ἡ ἡδονή· πᾶς γὰρ ἥδεται ἐπὶ ἀγαθῷ παρόντι ἢ παρεληλυθότι ἢ μέλλοντι, ὥστε τὸ οὗ ἕνεκα ἐκεῖνο τὸ ἀγαθόν, ἀλλ’ οὐχ ἡ ἡδονή. οὐ μόνον δὲ ἀγαθὸν οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ἐνέργεια ἄγουσα πρὸς τὸ τέλος· ἢ γὰρ ἐπὶ τῷ τέλει ἡδόμεθα ἢ ἐπὶ τῇ πρὸς τὸ τέλος | |
5 | ἐνεργείᾳ· παρακολούθημα ἄρα. διὸ οὐκέτι ἡδόμεθα ἢ τὸ τέλος ἀπο‐ βαλόντες ἢ μηκέτι ὁδεύοντες ἐπ’ αὐτό. | |
95 | ϟγʹ. Ὅτι ὁ νοῦς οὐ τέλος· ὁρᾷ γὰρ καὶ κρίνει τὸ τέλος καὶ ἄγει πρὸς αὐτὸ τὴν ὄρεξιν, οἶον φραστὴρ ὢν ὁδοῦ τις. | |
96 | ϟδʹ. Διὰ τί ‘μᾶλλον μάχεται‘ περὶ τῶν δευτερείων ὑπὲρ νοῦ πρὸς ἡδονήν; ἢ ὅτι πλειόνων δεήσεται λόγων τὰ δευτερεῖα διακρίνων· ἢ ὅτι κινδυνεύσει καὶ τοῦ ἀγαθοῦ περιγενέσθαι ἡ ἡδονὴ κρίσεως οἰχομένης καὶ ἐν τρίτοις ἀπερριμμένης· τί γὰρ λοιπὸν ἔσται τὸ δοκιμάζον ἄλλο | |
5 | τὸ ἀγαθὸν εἶναι παρὰ τὴν ἡδονήν, ὡς τελέως μὴ τῇ ἑαυτῆς γοητείᾳ τὸ ἀγαθὸν ἀποκρύψηται; Ἄμεινον δὲ ἴσως εἰπεῖν ὅτι φρόνιμος ὢν ὁ νοῦς περὶ μὲν τῶν πρωτείων οὐδὲ ἠμφισβήτει, εἰδὼς οὐχ ἑαυτὸν ὄντα πρῶτον ἀλλὰ τὸν μικτὸν βίον· περὶ δὲ τῶν δευτερείων ἰσχυρῶς ἐνίσταται, οἰκείαν ἑαυτοῦ τὴν χώραν | |
10 | οὖσαν ἐπιστάμενος. | 45 |
97 | ϟεʹ. Ὅτι πρόκειται τὰ δευτερεῖα τῷ νῷ ἀποδοῦναι· δείκνυται δὲ τοῦτο, εἰ συγγενέστερος ἀποδειχθείη τοῦ νικῶντος βίου ὁ νοερός, καὶ τούτου σχεδὸν ὢν τοῦ γένους οὗ καὶ τὸ μικτόν· τοῦτο δὲ φανήσεται, εἰ τὰς ἀρχὰς ἑκατέρου διαστησώμεθα, τοῦ μὲν νοῦ πέρας, τῆς δὲ ἡδονῆς | |
5 | ἡ ἀπειρία. ὡς γὰρ αἱ ἀρχαὶ πρὸς ἀλλήλας, οὕτω καὶ τὰ ἀπ’ αὐτῶν ὁμοταγῶς. | |
98 | ϟϛʹ. Τίνες αἱ δύο ἀρχαὶ καὶ τίς ἡ πρὸ αὐτῶν μία; ἢ ῥητέον ὡς ἡ μὲν ἁπλῶς αἰτία τοῦ τε μονοειδοῦς ὄντος καὶ τοῦ ὄντος ἁπλῶς, αἱ δὲ τῶν κατὰ ἀντιδιαίρεσιν ὄντων ἐν διαφοραῖς τισίν. πρώτη δὲ ἀντιδιαίρεσις τὸ ἑνοειδὲς καὶ τὸ πεπληθυσμένον, ὧν τὰς ἀρχὰς καὶ αἰτίας ἄλλοι | |
5 | ἄλλως ἐνεδείξαντο· ὀνόματα μὲν γὰρ αὐτῶν ἐπάξια οὐκ ἂν εἴη, ὅτε γε οὐδὲ νοήματα, καλοῦσι δὲ αὐτὰ οἱ μὲν πέρας καὶ ἀπειρίαν, οἱ δὲ ἓν καὶ πολλά, οἱ δὲ ὅ τι ἂν νομίσωσι κράτιστον εἶναι πρὸς ἔνδειξιν αὐτῶν. | |
99 | ϟζʹ. Ὅτι διττὸν τὸ πέρας καὶ τὸ ἄπειρον, τὰ μὲν ὡς ἀρχαί, τὰ δὲ ὡς ἀπ’ ἀρχῆς· ἔνεστι γὰρ ἑκάστῳ τῶν ὄντων ἑκάτερον. | |
100 | ϟηʹ. Ὅτι οὐ μόνα τὰ ὄντα, ἀλλὰ καὶ οἱ θεοὶ ἐκ πέρατός εἰσι καὶ ἀπειρίας, ὥσπερ οἱ ἄρρενες καὶ οἱ θήλεις ἢ οἱ προοδικοὶ καὶ οἱ συνα‐ γωγοί· οὐχ ὅτι καὶ οἱ ἄρρενες ἀμέτοχοι ἀπειρίας, ἀλλ’ ὅτι τὸ πέρας μᾶλλον ἐν αὐτοῖς ἐπικρατεῖ, καὶ ἐπὶ πάντων ὁμοίως. ἀρχαὶ γὰρ ἐκεῖναι | |
5 | καὶ φοιτῶσι διὰ πάντων, οὐ τῶν μέν, τῶν δ’ οὔ· πῶς γὰρ οἶόν τε; | |
101 | ϟθʹ. Ὅτι οὐ δύναται ἄρχειν ἡ δυάς· δεῖται γὰρ αὐτὴ τῆς συναγούσης αἰτίας, εἰ δὲ μή, ἀσύμβατα ἔσται τὰ ὄντα. | |
102 | ρʹ. Ὅτι ζητεῖται πῶς ἀφ’ ἑνὸς τὰ πολλὰ προῆλθεν. λέγει οὖν ὅτι οὐ τὰ πολλά, ἀλλὰ τὰ δύο, ἅπερ ἐγγυτάτω τοῦ ἑνός. ἀμήχανον γὰρ τὸ πλῆθος ἀμέσως οὕτως εὐθὺς προκύψαι μετὰ τὸ ἕν, ἀλλὰ ἀναγκαῖον | |
ὁμαλῶς, τὰ ἐγγυτέρω τοῦ ἑνὸς πρῶτον, καὶ οὕτως ἐφεξῆς. | 47 | |
5 | Ἔπειτα ἀκριβεῖ λόγῳ διττὴ ἡ ἀπογέννησις, ἡ μὲν ἑνὸς ὡς ἑνός, ἡ δὲ δύο ἀπὸ τῆς ἑνιαίως ἐμπεριεχούσης αἰτίας τὰ δύο· ἔστι γὰρ τὸ ἓν αὐτό τε ὃ λέγεται, ἓν ὡς ἕν, καὶ ἓν ὡς πάντα. | |
103 | ραʹ. Ὅτι κατὰ ἔνδειξιν ἀκουστέον τὴν ἀντιδιαίρεσιν τῶν δύο ἀρχῶν. οὔπω γὰρ ἐν τῷ νοητῷ διαίρεσις, ὥστε οὐδὲ ἀμεθέκτου καὶ μεθεκτοῦ· οὐδὲ γὰρ μετέχοντος καὶ μετεχομένου· ἐν γάρ τινι καὶ ταῦτα διορισμῷ. διόπερ ἔν τε Φαίδρῳ ἡ οὐσία λέγεται κατὰ τὸν ὑπερουράνιον τόπον καὶ | |
5 | ἐν τῷ Παρμενίδῃ ἐνταῦθα διακρίνεται τὸ ἓν τοῦ ὄντος· ὥστε καὶ οἱ μεθεκτοὶ θεοὶ ἐντεῦθεν ἄρχονται. ὥστε οὐδὲ δύο πως ἐν ἐκείνοις, ἀλλὰ ἄγνωστον ἓν μετὰ τὸ ἄγνωστον, ἔπειτα ἄλλο ἄγνωστον πλήθους αἴτιον, εἶτα, ὡς οἱ πολλοὶ τῶν φιλοσόφων φασί, τὸ νοητόν. | |
104 | ρβʹ. Εἰ τῶν στοιχείων τοῦ μικτοῦ αἱ δύο ἀρχαὶ αἰτίαι, τοῦ δὲ μικτοῦ τὸ ὄν, πῶς οὐ κρείττω τὰ στοιχεῖα τοῦ μικτοῦ, εἴπερ καὶ αἱ δύο ἀρχαὶ τοῦ ὄντος; ἤ, φησί, καθόσον μὲν ἐξ ἀμφοῖν, καταδεέστερον τὸ μικτόν, ἁπλᾶ γὰρ ἐκεῖνα· καθόσον δὲ ἓν καὶ ἀπὸ τοῦ ἑνός, κρεῖττον. | |
5 | Ἄμεινον δὲ τὰς μὲν δύο ἀρχὰς ὡς ὅλους νοεῖν διακόσμους τοῦ μικτοῦ ἁπλουστέρους, ἐν δὲ τῷ μικτῷ πρώτῳ (μᾶλλον δὲ τῷ αἰτίῳ τοῦ μικτοῦ) συνυφιστάναι τὰ στοιχεῖα (μᾶλλον δὲ τὰ αἴτια τῶν στοιχείων) δεύτερα ὄντα μετὰ τὰς ἀρχὰς ἐν αὐτῷ τῷ μικτῷ καταδεέστερα τοῦ μικτοῦ, ὥσπερ ἁπανταχοῦ τὰ στοιχεῖα τοῦ στοιχειωτοῦ· οὕτω γὰρ δὴ | |
10 | καὶ ἐπὶ τῶν αἰτίων ἔχει. | |
105 | ργʹ. Ὅτι οὐδὲ ἐν τῷ δευτέρῳ διακόσμῳ ἡ πάντῃ διάκρισις. ἡ γὰρ περιγεγραμμένη εἰδοποιΐα νοῦ πρώτου ἐστίν, νοῦς δὲ πρῶτος ὁ καθαρὸς νοῦς· διὸ καὶ Ἰάμβλιχος ἐν τούτῳ ὑφίστασθαι λέγει τὰς τῶν εἰδῶν μονάδας, 〈μονάδασ〉 τὸ ἑκάστου λέγων ἀδιάκριτον. διὸ νοητὸν ὡς ἐν | 49 |
5 | νοεροῖς καὶ οὐσίας αἴτιος εἰδητικῆς, ὡς ὁ δεύτερος ζωῆς, ὡς ὁ τρίτος εἰδοποιΐας ἐν νοεροῖς. | |
106 | ρδʹ. Ὅτι τὸ ᾠὸν καὶ ὁ πατρικὸς νοῦς καὶ ὁ κρύφιος ἀριθμὸς καὶ ἁπλῶς τὸ ἀπὸ τοῦ πέρατος τρίτον θεὸς παρὰ τοῖς θεολόγοις· ὥστε καὶ τὸ μικτὸν ἤτοι τὸ ὂν ὡς θεὸν νοητέον καὶ ὡς ἕν, ἀλλ’ οὐχὶ ἡνωμένον οὐδὲ οὐσίαν. οὕτω γὰρ ἐν δίκῃ καὶ λέγοιτο κρύφιος τῶν θεῶν διά‐ | |
5 | κοσμος· εἰ δὲ μή, οὐκ ἂν θεῶν διάκοσμος, ἀλλὰ τῶν ὄντων ἐλέγετο. | |
107 | ρεʹ. Ὅτι ἡ μία ἀρχὴ πάντων ὑποστατικὴ καὶ πάντων τελική, κρεῖττον ἔχουσα τὸ τελικὸν τοῦ ὑποστατικοῦ· τοῦτο γὰρ δι’ ἐκεῖνο, ἡ ὑπόστασις φημὶ διὰ τὸ τέλος. ἀλλ’ ἡ μὲν πρώτη ἀρχὴ ἄμφω καθ’ ἕν, διενείμαντο δὲ αὐτὰ αἱ δύο ἀρχαί, ἡ μὲν κρείττων, τοῦτ’ ἔστιν ἡ κατὰ τὸ πέρας | |
5 | ὑποστᾶσα, κατὰ τὸ τελικόν, ἡ δὲ ὑποδεεστέρα κατὰ τὸ ὑποστατικόν. | |
108 | ρϛʹ. Ὅτι τοῦ Σωκράτους αἰτίαν θεμένου τινὰ τῆς ἑνώσεως τοῦ μικτοῦ ζητεῖται καὶ ἡ τῆς διακρίσεως αἰτία. εἴη δὲ ἂν αὕτη ἡ μετὰ τὸ νοητὸν ἑτερότης, ὡς ἐν Παρμενίδῃ· τὸ γὰρ νοητὸν ἥνωται μόνον. Ἦν δὲ ἂν ἄμεινον τὸ μὲν ἓν πάντων αἴτιον ποιεῖν, ἑνώσεως δὲ τὸ | |
5 | πέρας, διακρίσεως δὲ τὸ ἄπειρον, τοῦ δὲ μετέχοντος ἀμφοῖν τὸ μικτόν. | 51 |
109 | ρζʹ. Ὅτι πολλαχῶς μὲν τὸ ἄπειρον γνωρίζεται· καὶ γὰρ κατὰ τὸ δυνάμει τῆς ὕλης· καὶ κατὰ τὸ ἀόριστον τοῦ εἴδους, φημὶ δὲ τὸ ἄλλους ἄλλῃ κεκρατῆσθαι μορφῇ, καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ κατὰ τὴν ἐπ’ ἄπειρον διαίρεσιν τοῦ συνεχοῦς· καὶ κατὰ τὴν ἐπ’ ἄπειρον πρόσθεσιν | |
5 | τοῦ πλήθους· καὶ κατὰ τὴν ἀειγενεσίαν τῶν εἰδῶν· καὶ κατὰ τὴν ἀεικινησίαν τῶν ἐνεργειῶν· καὶ κατὰ τὸ ἀνέκλειπτον τῶν δυνάμεων· καὶ κατὰ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν. ἔστιν δὲ γνώρισμά τι καὶ ἄλλο τοῦ ἀπείρου τὸ μᾶλλον καὶ ἧττον, ὃ νῦν παραλαμβάνει· τοῦ δὲ πέρατος τὸν ὁρισμὸν φησὶν ὁ Σωκράτης τὸ οὐ μᾶλλον καὶ ἧττον. | |
110 | ρηʹ. Πῶς τὸ μᾶλλον καὶ ἧττον πανταχοῦ; τὸ γοῦν ἄπειρον πανταχοῦ. ἢ τά γε γνωρίσματα ἄλλα ἀλλαχοῦ. Ἢ καὶ ἐν τοῖς οὐρανίοις, εἰ καὶ πάντως ὥρισται, καὶ ἡ ἐπίτασις καὶ ἡ ἄνεσις. ἀλλὰ πῶς καὶ ἐν τοῖς νοητοῖς; ἢ παραδειγματικῶς· ἔτι δὲ | |
5 | ἄλλον τρόπον ἄλλο ἄλλου καὶ ἐκεῖ δυνατώτερον καὶ ἀδυνατώτερον. | |
111 | ρθʹ. Πῶς ἀριθμὸς καὶ †οὐσία† πέρατα; ἔνεστι γὰρ καὶ τούτοις ἀπειρία· καὶ τὸ μᾶλλον καὶ ἧττον ἔχει τι πέρας, ὅτι τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον. ἢ πανταχοῦ μὲν ἑκάτερον, διαφαίνεται δὲ τὸ μὲν ἐν ἄλλοις, τὸ δὲ ἐν ἄλλοις· οὕτω γοῦν καὶ ἐν τοῖς νοητοῖς ἀμφότερα. | |
112 | ριʹ. Ὅτι τοῦ μικτοῦ παραδείγματα τίθησιν δύο μὲν μερικά, δύο δὲ καθόλου· ἐν ἑκάστῳ δὲ τὰ μὲν ἀντικείμενα ὡς ἄμετρα ἀπειρία, ἡ δὲ συμμετρία καὶ ὁ λόγος πέρας, τὸ δὲ ὅλον μικτόν. ἔστι δὲ τὰ μὲν μερικὰ παραδείγματα ὑγίεια, ἁρμονία· τὰ δὲ ὁλικὰ στοιχείων τάξις, ὡρῶν | |
5 | περίοδος. | 53 |
113 | ριαʹ. Ὅτι τρία προλαμβάνει ὁμολογήματα πρὸ τῆς τοῦ τετάρτου εἰσηγήσεως· ἦν δὲ τοῦτο ἡ τῆς μίξεως αἰτία. πρῶτον μὲν ὅτι πᾶν γιγνό‐ μενον ὑπὸ αἰτίου γίγνεται· οὔτε γὰρ τὸ αὐτόματον ἔχει χώραν ἐν τῷ παντὶ καὶ τὸ γιγνόμενον ἅτε μεριστὸν οὐκ ἔστιν αὐθυπόστατον, εἴη γὰρ | |
5 | ἂν ἅμα καὶ οὐκ εἴη· καθὸ μὲν ὑφ’ ἑαυτοῦ, εἴη ἄν, καθὸ δὲ γίγνεται, οὐκ ἂν εἴη. —δεύτερον προλαμβάνει ὅτι τὸ ποιοῦν καὶ ἡ αἰτία ταὐτόν· τὰ γὰρ συναίτια τῶν γιγνομένων ἐστίν, οἷον εἶδος καὶ ὕλη. —τρίτον δὲ ὅτι τὸ ποιοῦν ἕτερον τοῦ γιγνομένου· ἢ πῶς ἂν εἴη τὸ μὲν ποιοῦν, τὸ δὲ γιγνόμενον; | |
114 | ριβʹ. Πῶς τὸ ποιοῦν τῇ αἰτίᾳ ταὐτόν; ἀντιδιῄρηται γὰρ τὸ ποιητικὸν τῷ παραδειγματικῷ καὶ τῷ τελικῷ. ἤ, φησὶν ὁ Πρόκλος, ὅτι ὁ δημιουρ‐ γὸς καὶ πρὸς ἑαυτὸν ποιεῖ τὸν κόσμον καὶ ἕνεκα ἑαυτοῦ, ἵνα πάντα ἑαυτῷ ἐξομοιώσειεν, ὥστε αὐτὸς τὰ τρία. | |
5 | Ἀλλὰ ῥητέον ὡς οὐδὲν ἧττον τρία, εἰ καὶ συντρέχοι ἐν τῷ ἑνί. μήποτε οὖν τὸ κοινῶς ποιοῦν νοητέον· πᾶν γὰρ αἴτιον δραστήριον, καὶ εἴη ἄν τι κοινὸν τῶν τριῶν, ὃ καὶ ἐφαρμόσει τῷ νοητῷ, μηδὲ τὴν 〈τῶν〉 αἰτίων διαίρεσιν ἐπιδεχομένῳ· ἐπεὶ καὶ τὸ πρῶτον αἴτιον ποιεῖ μὲν πάντα, ἀλλὰ καθ’ ἕν. | |
115 | ριγʹ. Ὅτι ‘ἡγεῖται‘ μὲν τὸ αἴτιον, ‘δουλεύει δὲ εἰς γένεσιν‘ τὸ γιγνό‐ μενον. καὶ γὰρ τὸ κινοῦν πρὸ τοῦ κινουμένου, καὶ τὸ μὲν ἔτι γίγνεται, τὸ δὲ προϋπάρχει, καὶ ἀεὶ τὸ γιγνόμενον χεῖρον· οὔτε γὰρ ταὐτόν, ἔσται γὰρ αὐτὸ τὸ ποιοῦν καθὸ γιγνόμενον· οὔτε κρεῖττον, προϋπάρξει | |
5 | γὰρ τοῦ ποιοῦντος· ὥστε μάταια φιλοσοφοῦσιν οἱ ἀπὸ τῶν χειρόνων τὰ κρείττω παράγοντες. | |
116 | ριδʹ. Πῶς ἂν εἴη τι αὐθυπόστατον; ἔσται γὰρ ἅμα καὶ οὐκ ἔσται· καθὸ μὲν γὰρ ποιεῖ ἔσται, καθὸ δὲ ποιεῖται οὐκ ἔσται· καὶ ὅλως ἕτερον ἔσται αὐτὸ ἑαυτοῦ. ἢ διπλοῦν τι τῷ ὄντι τὸ τοιοῦτο, ταὐτὸν δὲ ὅμως τὸ | |
συναμφότερον· ἐν δὲ τῇ διπλόῃ τὸ κινοῦν τοῦ κινουμένου κρεῖττον ἐπι‐ | 55 | |
5 | νοεῖται, ὡς ἐν τῷ συναμφοτέρῳ τὸ ἀμέριστον τοῦ μεριστοῦ. | |
117 | ριεʹ. Πόθεν ὅτι τὸ μικτὸν ‘γίγνεται‘; ἢ ὅτι πᾶν μικτὸν ἐξ ἀνομοίων πλειόνων, τὰ δὲ πολλὰ ᾗ πολλὰ διεστῶτα, εἰ συνίοι πρὸς ἄλληλα, δεῖται τοῦ συνάγοντος, ὅ ἐστι τοῦ μιγνύντος, ὥστε τοῦ ποιοῦντος. ἀνάγκη ἄρα τὸ μικτὸν ἐξ αἰτίας ἠρτῆσθαι τῆς αὐτὸ ποιούσης· ἀλλὰ τὸ μὲν ἁπλῶς | |
5 | τῆς ἁπλῶς ἑνοποιούσης, τὸ δὲ γενητὸν μικτὸν τῆς δημιουργούσης. | |
118 | ριϛʹ. Πῶς εἰς τὸ ἄπειρον ἀνάγει τὴν ἡδονήν; ἢ ὅτι τὸ μᾶλλον ἐπι‐ δέχεται καὶ ἧττον. ὅτι μὲν οὖν ἡ φυσικὴ ἡδονή, δῆλον· ἀλλὰ πῶς ἡ ἐν νῷ ἡδονή; ἢ καὶ αὕτη μὲν ἄπειρος, ἀλλ’ ἑτέρῳ γνωρίσματι ἐλεγχομένη, τὸ διάχυσιν εἶναι τὴν νοῦ εὐφροσύνην, ἀλλὰ μὴ οἷον σύμπηξίν τινα. | |
119 | ριζʹ. Ὅτι ἡ βούλησις ὄρεξίς ἐστι μικτὴ ἡ τοῦ μικτοῦ· βουλόμεθα γὰρ ἅμα τὸ μικτὸν μαθεῖν καὶ παθεῖν. | |
120 | ριηʹ. Τίς ἡ κρείττων; ἢ τῆς μὲν ἀντιδιῃρημένης ἡ γνῶσις, τῆς δὲ μικτῆς ὀρέξεως οὐκέτι. ἔστι δέ τις καὶ ἄλλη ὄρεξις τῷ μικτῷ προσβάλ‐ λουσα ὑπὲρ γνῶσιν, οἷον ἡνωμένη βούλησις. | |
121 | ριθʹ. Ὅτι πάθος ἡ ἡδονή· εἰ ἄλλο τὸ ἧδον, ἄλλο τὸ ἡδόμενον, ἡ δὲ ἡδονὴ ἐν τῷ ἡδομένῳ, πάθος αὐτοῦ καὶ διάχυσις οὖσα, ὥσπερ ἡ κίνησις ἐν τῷ κινουμένῳ. —εἰ τὸ ἥδειν ποιεῖν τι, τὸ ἥδεσθαι πάσχειν ἂν εἴη. — εἰ καὶ τὸ ἀνήδονον ἥδει, ὡς τὸ ἀκίνητον κινεῖ, δῆλον ὅτι καὶ τὸ ἡδόμενον | |
5 | τρέπεται, ὡς τὸ κινούμενον. —εἰ ἡ λύπη πάθος, καὶ ἡ ἡδονὴ ἂν εἴη πάθος· πάθος γὰρ πάθει ἀντίκειται. —εἰ τὸ ἥδεσθαι ποιεῖν τι ἀλλὰ μὴ πάσχειν, ἐφ’ οἷς δὲ ποιοῦμεν ἀνεμποδίστως ἡδόμεθα, ἔσται καὶ ἡδονὴ | |
ἡδονῆς ἐπ’ ἄπειρον. καὶ οὐ τοῦτο ἄτοπον, τὸ ἡδονὴν εἶναι ἡδονῆς· ἔστι γὰρ ὅταν ἡδώμεθα ὅτι ἡδόμεθα ἐπὶ τοῖς καλοῖς· ἀλλὰ τὸ ἐπ’ ἄπειρον | 57 | |
10 | ἄτοπον. ἀεὶ γὰρ τῇ ἀνεμποδίστῳ ἐνεργείᾳ ἕπεται ἡδονή· ἡ δὲ ἡδονὴ ποίησις· καὶ ταύτῃ ἄρα ἕψεται ἄλλη ἡδονή, καὶ τοῦτο ἐπ’ ἄπειρον. —εἰ οἶον διάχυσις ἡ ἡδονή, πῶς οὐ πάθος; | |
122 | ρκʹ. Ὅτι οὐ φύσει ἀγαθὸν ἡ ἡδονή· εἰ καὶ ἡ λύπη ἀγαθόν, πῶς ἂν εἴη ἀγαθὸν ἡ ἡδονή; ἑκατέρα ἄρα κατὰ μέθεξιν ἀγαθή, ὅταν μετάσχῃ. —εἰ πάθος ἡ ἡδονή, τὸ δὲ ἀγαθὸν μάλιστα ποιοῦν, οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἦν γὰρ ἂν καὶ ποιοῦν. —εἰ ὅλως κοινὸν τὸ ἀγαθὸν ἅπασι τοῖς | |
5 | ἐναντίοις, οὐκ ἂν εἴη τὶ τῶν ἐναντίων, ὥστε οὔτε ἡδονὴ οὔτε λύπη. — εἰ πάντα τοῦ ἀγαθοῦ μετέχει, οὐ πάντα δὲ ἥδεται, δῆλον ὅτι οὐκ ἂν εἴη τὸ ἀγαθὸν ἡ ἡδονή. | |
123 | ρκαʹ. Ὅτι οὐκ εἶδός τι ἀγαθοῦ, ὡς χρῶμα τὸ λευκόν· εἰ πᾶν μὲν λευκὸν χρῶμα, οὐ πᾶσα δὲ ἡδονὴ ἀγαθόν. —εἰ τοῦ ἀγαθοῦ εἶδος ἡ ἡδονή, καὶ ἡ λύπη τοῦ αὐτοῦ, ἄμφω γὰρ ὁμοίως ἀγαθά ποτε· πῶς οὖν φευκτὸν ἡ λύπη; εἰ μὴ ἄρα καὶ τὸ ἀγαθὸν φευκτόν. —εἰ τοῦ ἀγαθοῦ | |
5 | εἶδος ὡς μετέχουσα τοῦ ἀγαθοῦ, ὤφελεν εἶναι καὶ τοῦ κακοῦ ὡς μετέ‐ χουσα τοῦ κακοῦ· καὶ πῶς; ἔσται γὰρ εἴδη τὰ αὐτὰ τῶν ἀντικειμένων γενῶν. | |
124 | ρκβʹ. Ὅτι οὐ στοιχεῖον τοῦ ἀγαθοῦ· εἰ καὶ ἡστὸν τὸ ἀγαθόν, ἀλλ’ οὐχ ἡδονὴ τὸ ἡστόν, ἀλλὰ καὶ ἀνήδονον, ὥσπερ καὶ τὸ κινοῦν ἀκίνητον. —εἰ συνεπληροῦτο ὑπὸ τοῦ ἡστοῦ, πᾶσιν ἂν προσέπεσεν, ὥσπερ ὠφέ‐ λιμον, οὕτω καὶ ἡδύ· νῦν δὲ πολλὰ τῶν ἀγαθῶν οὐχ ἅμα τῇ ἡδονῇ | |
5 | παραγίνεται. —εἰ τοῦ ἀγαθοῦ τὸ σῴζειν, ἀρκεῖ τοῦτο, σῴζεται δὲ καὶ τὸ μὴ ἡδόμενον. —εἰ τὸ ἡδὺ συμπληροῖ τὸ ἀγαθόν, διὰ τί μὴ καὶ τὸ λυπηρόν, ὥστε καὶ τὸ φευκτόν; | |
125 | ρκγʹ. Ὅτι τῶν πρὸς τέλος ἐστίν, ἀλλὰ οὐ τέλος· εἰ καὶ πᾶσα ποίησις πρὸς τέλος, πολλῷ μᾶλλον ἡ πάθησις. —εἰ καὶ αἱ τέχναι προσχρῶνται τῇ ἡδονῇ πρὸς τὸ ὠφέλιμον, ὥσπερ ἡ ἰατρική, τέλος ἂν εἴη τὸ ὠφέλιμον τῆς ἡδονῆς. —εἰ παραθήγειν τὴν εἰς ἀγαθὸν σπεύδουσαν ἐνέργειαν τῇ | |
5 | ἡδονῇ σκοπός, δῆλον ὅτι πρὸς τέλος καὶ αὕτη ἐστίν. —εἰ καὶ ἡ λύπη πρὸς τέλος, πάντως ὅτι καὶ ἡ ἡδονὴ ἐν τῷ αὐτῷ γένει. | |
126 | ρκδʹ. Ὅτι ὥσπερ ἡ γνῶσις ἀνατείνεται πρὸς τὸ γνωστόν, οὕτως ἡ αἵρεσις πρὸς τὸ αἱρετόν, ἄλλη οὖσα παρὰ τὴν ἡδονήν· εἰ ἡ μὲν γνῶσις ὁρᾷ, ἡ δὲ αἵρεσις ἀσπάζεται, καὶ οὐ πάντως ὅπερ γιγνώσκομεν τοῦτο καὶ αἱρούμεθα· ἕπεται δὲ τούτοις ἡ ἡδονὴ τῆς τεύξεως ἢ παραγιγνο‐ | |
5 | μένης ἢ ἐλπιζομένης. εἰ τῇ μὲν γνώσει τέλος ἰδεῖν τἀληθές, τῇ δὲ προ‐ αιρέσει ἑλέσθαι τοῦτο ὅπερ ἑωράκαμεν, τῆς ψυχικῆς τροπῆς ἐπ’ αὐτὸ ῥυείσης· εἰς ἣν ἑπόμενον τὸ ἥδεσθαι καταλαμβανομένου τοῦ τέλους. | 59 |
127 | ρκεʹ. Διὰ τί ὁ νοῦς πρὸς τοῦ πέρατος; ἢ ὅτι συννεύει πρὸς ἑαυτὸν καὶ ἑαυτὸν ὁρίζει καὶ τάττει καὶ τοῖς ἄλλοις ἐπιτάττει τὰ ἀγαθά, μετρῶν καὶ ἐκεῖνα ἄμετρα ὄντα ὅσον ἐφ’ ἑαυτοῖς· οἵα καὶ ἡ πάθησις εἴη ἂν ἥτις οὖν, εἴτε ἡ ἡδονικὴ εἴτε ἡ προαιρετική. μετροῦνται γὰρ | |
5 | αὗται ὑπὸ τοῦ νοῦ τοσαῦτα καὶ τοιαῦτα ἡδόμεναι ὁποῖα ὁ νοῦς ἐξαγ‐ γέλλει· οὐ γὰρ ἡγεῖσθαι πέφυκεν ἡ πάθησις, ἀποτέλεσμα οὖσα τοῦ ποιοῦντος, ἡ δὲ γνῶσις μᾶλλον ποιητικόν, κρίσις γὰρ ἐπιτακτική. διὸ βασιλεύει τοῦ παντὸς ἡ τοῦ Διὸς κρίσις· ἐπειδὴ δὲ τὸ ἀληθέστερον μέτρον ἐστὶ τὸ ἀγαθόν (τούτῳ γοῦν καὶ ἡ γνῶσις ὁρίζεται), διὰ τοῦτο | |
10 | ‘προφήτην‘ εἶναι λέγει τὸν νοῦν. ὥστε κρυφίως μὲν τὸ ἀγαθόν, ἐν δέ γε τῷ φανερῷ ὁ νοῦς βασιλεύει· διὸ καὶ Ὀρφεὺς φησὶ ‘νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊοσ‘. | |
128 | ρκϛʹ. Ὅτι τὸ πρῶτον ἐπιχείρημα τοῦ πάντα ὑπὸ νοῦ διοικεῖσθαι πρόεισι τῷ Σωκράτει κατὰ διαίρεσιν· ἢ γὰρ ὑπὸ νοῦ ἢ ὑπὸ ἀνοίας ἢ ὑπ’ οὐδενός, ἀλλὰ αὐτομάτως. ἀλλ’ οὔτε αὐτομάτως, οὐδὲν γὰρ εἰκῇ· οὔτε ὑπὸ ἀνοίας, πόθεν γὰρ ἡ τοῦ παντὸς τάξις, εἰ ἄνοια ποιητική; | |
5 | πόθεν ἡ τῶν ἡγουμένων καὶ ἑπομένων ἀκολουθία συνεχὴς καὶ ἡ τῶν παντοίων ἀγαθῶν αἴσθησίς τε καὶ ἔφεσις; νοῦς ἄρα τὸ διοικοῦν. | |
129 | ρκζʹ. Ὅτι τὸ δεύτερον ἐπιχείρημα κατὰ ἀναλογίαν· εἰ γὰρ ἐν ἡμῖν σῶμα καὶ ψυχή, τιμιώτερον δὲ ψυχὴ σώματος, εἰ τὸ σῶμα ἀπὸ τοῦ παντὸς ἔχομεν, πολλῷ ἄρα μειζόνως τὴν ψυχήν. ὡς οὖν αἱ ὁλότητες τῶν ἐν ἡμῖν στοιχείων ἐν τῷ παντί, οὕτω καὶ αἱ ὁλότητες τῶν ἡμετέρων | |
5 | ψυχῶν. καὶ εἰ αἱ ἡμέτεραι ψυχαὶ ποτὲ ἀτελεῖς, ἐκεῖναί γε ἀεὶ τέλειαι· καὶ γὰρ αἱ τῶν σωμάτων ὁλότητες τὸ τέλειον ἔχουσι διὰ παντός· ἔμ‐ | |
φρονες ἄρα καὶ νοεραὶ αἱ τὸ πᾶν διοικοῦσαι ψυχαί. | 61 | |
130 | ρκηʹ. Ἆρα οὖν ὅσα ἐν τοῖς ὅλοις καὶ ἐν ἡμῖν ἢ ὅσα ἐν ἡμῖν καὶ ἐν τοῖς ὅλοις; πῶς οὖν τὰ μὲν ὅλα, τὰ δὲ μέρη; ὁ μὲν οὖν Πορφύριος καὶ Ἰάμβλιχος ὁμόσε τῷ λόγῳ χωροῦσιν πάντα εἶναι πανταχοῦ λέγοντες, ἄλλως μέντοι καὶ ἄλλως· ὁ δὲ Πρόκλος τὰ μὲν ὅσα συμπληροῖ τὸ εἶδος, | |
5 | οἶον τὰς ἰδιότητας, ἄνωθεν ἥκειν, τὰ δὲ τῇ ὑφέσει συνεισιόντα ἢ παρυ‐ φιστάμενα μόνων εἶναι τῶν μερικῶν. | |
131 | ρκθʹ. Ὅτι τὸ τρίτον ἐπιχείρημά ἐστιν· εἰ πάντα ἐστὶν ἐν ἡμῖν τὰ συναίτια, πέρας καὶ ἄπειρον ὡς στοιχεῖα καὶ τὸ μικτὸν ὡς εἶδος, καὶ ἀπὸ τούτων ἡ αἰτία ποιεῖ τὸν ἄνθρωπον λελογισμένον, διὰ τί οὖν οὐχὶ καὶ τὸν κόσμον ἀπὸ τῶν αὐτῶν ἔμφρονα ποιήσει; καὶ εἰ φρονήσει τὸ | |
5 | ἡμέτερον διοικεῖται καὶ τέχνῃ, πῶς οὐχὶ καὶ τὸ πᾶν; | |
132 | ρλʹ. Ὅτι τὸ τέταρτον ἐπιχείρημα τοιοῦτον· ἡ συντάττουσα αἰτία τάξιν ἐπιτίθησιν τοῖς συναιτίοις, πέρατι λέγω καὶ ἀπειρίᾳ καὶ τῷ μικτῷ· λογισμὸς ἄρα καὶ νοῦς ὁ τοῦτο ποιῶν· ἐν ψυχῇ ἄρα οὗτος ὁ νοῦς, ὅ γε συντεταγμένος. | |
133 | ρλαʹ. Τίς ὁ Ζεὺς οὗ ‘ἐν τῇ φύσει βασιλικὸς νοῦς καὶ ψυχὴ βασιλική‘; ὁ πηγαῖος φησὶ δημιουργὸς ὁ ἐξηγητής· ὁ δὲ νοῦς καὶ ἡ ψυχὴ πηγαί τινες. Ἀλλ’ οὐ περὶ τοιούτων ὁ λόγος· βέλτιον ἄρα τὸν ἐγκόσμιον Δία | |
5 | λέγειν. | |
134 | ρλβʹ. Τίνος εἵνεκεν εἴρηται πᾶς ὁ προειρημένος λόγος ὁ δηλῶν αἰτίας δύναμιν ἔχειν τὸν νοῦν; ὁ μὲν Πορφύριος φησίν, ἵνα γνῶμεν νικῶντα τὸν ἡμέτερον νοῦν ἅτε γενούστην ὄντα τοῦ ὅλου νοῦ τοῦ βασι‐ λεύοντος· γενούστην δὲ ὁ Πλάτων καλεῖ τὸν συγγενῆ, καινοπρεπὴς δὲ | |
5 | ἡ λέξις. Ἀλλὰ ῥητέον πρὸς τὸν Πορφύριον, ἓν μὲν ὅτι οὐ περὶ τοῦ μικτοῦ νοῦ ὁ λόγος ἐστίν, ὡς αὐτὸς ἐκδέχεται, ὃς καὶ ἔστι τῷ ὄντι βασιλικός, ἀλλὰ περὶ τοῦ ἁπλοῦ καὶ κατὰ τὸ ἰδίωμα τῆς γνώσεως μόνον ἑστῶτος· ἕτερον δὲ ὅτι οὐ τὸν ἡμέτερον νοῦν ἀποδειχθῆναι δεῖ τῷ ὅλῳ νῷ συγγενῆ· τί | 63 |
10 | γὰρ τοῦτο ὠφελεῖ πρὸς τὸ ὑπερέχειν τῆς ἡδονῆς τὸν νοῦν; Ὁ δὲ Πρόκλος φησίν, ἵνα δειχθῇ περατοειδὴς ὁ νοῦς ἅτε συγγενὴς ὢν τῆς αἰτίας. εἰ γὰρ τοῦτο, φησίν, ἀληθές, τὸ δὲ αἴτιον ὁρίζει πάντα τὰ αἰτιατά, δῆλον ἐκ περιουσίας ὅτι πρὸς τοῦ πέρατος ὁ νοῦς. Ἀληθέστερον δὲ εἰπεῖν ὅτι τεύξεται τῶν δευτερείων ὁ νοῦς, ὡς ἐξ | |
15 | ἀρχῆς ὁ Σωκράτης προεβάλετο. προεβάλετο γὰρ οὕτως· εἰ τῷ αἱρετὸν ποιοῦντι τὸν μικτὸν βίον φανείη συγγενέστερος ὁ νοῦς ἤπερ ἡ ἡδονή, δῆλον ὅτι νικήσει ὁ νοῦς. ποιεῖ δὲ τὸν μικτὸν βίον αἱρετὸν ἡ αἰτία ἡ καὶ τὸ εἶναι ὅλως αὐτῷ παρεχομένη· τὸ συγγενὲς ἄρα τῇ αἰτίᾳ νικηφόρον. | |
135 | ρλγʹ. Πόθεν εἴληπται τὸ παίζειν δοκεῖ; τί γὰρ ἐγένετο παιδιᾶς ἐχόμενον; ἢ τὸ ὄνομα, φασίν, παιγνιῶδες, τὸ γενούστην εἶναι τὸν νοῦν τοῦ πάντων αἰτίου. ἢ ὅτι τὸ πέρας καὶ τὸ εἶδος ἐξαίφνης ἐπιγίγνεται, ὥσπερ νῦν ἡ ἀπόδειξις ἐξαίφνης συνεπεράνθη οἶον θαῦμα μιμουμένη. | |
5 | ἢ ὅτι κύκλῳ τε καὶ ἐκ περιουσίας ἡ ἀπόδειξις. | |
136 | ρλδʹ. Ὅτι τὸ μὲν εἶδος ὅλον ὁμοῦ παραγίνεται, ὡς ἅπασι σχεδὸν τοῖς φιλοσόφοις δοκεῖ· ἡ δὲ κίνησις ἡ ἐπ’ αὐτὸ προκοπὴ τῆς ὑλικῆς ἐστὶν ἐπιτηδειότητος. ἔστι δὲ ἡ κίνησις ἣν ἐκαλοῦμεν ‘πεπόνθησιν‘, ἄλλη τις οὖσα παρὰ τὴν ἡδονήν, οἶον ἡ τοῦ ὀρεγομένου ἔκτασις, ᾗ ἐπακο‐ | |
5 | λουθεῖ ἡ ἡδονή· ὥστε τοιαύτην νοητέον τὴν πεπόνθησιν ἣν ἐλέγομεν, καὶ οὐχὶ τὴν ἡδονὴν ἀντιπαραθετέον τῇ γνώσει. καὶ μήποτε πᾶσα ἡδονὴ τοιαύτη, καὶ ἡ ἀμετάβλητος, οἵα ἐπανθεῖν τῇ πρὸς τὸ οἰκεῖον κατὰ | |
φύσιν κινήσει. ἔνεστι γὰρ καί τι ἐν νῷ τὸ κατὰ φύσιν καὶ τὸ πρὸς τοῦτο ὁδεύειν, ἀλλ’ ἐν τῷ ὡδευκέναι τὸ εἶναι ἔχον· σύνεστι γὰρ ἡ πεπηγυῖα | 65 | |
10 | ἡδονή. αὐτὸ γὰρ τὸ κατὰ φύσιν ἡ οὐσία ἐστὶν ἧς τῇ ἐνεργείᾳ σύνεστιν ἡ ἡδονή, ἡ δὲ ἐνέργεια κίνησις πρὸς οὐσίαν· διότι γὰρ ἀπέστη, ταχὺ πάλιν ἐπανελθεῖν πρὸς τὸ εἶναι ἐπεθύμησεν. | |
137 | ρλεʹ. Ὅτι ἡ ἡδονὴ ἅτε σὺν κινήσει οὖσα οἶον συνεχής ἐστιν, τὸ δὲ συνεχὲς οὐκ ἔχει ἀρχὴν οὐδὲ πέρας, ὥστε οὐδὲ μέσον· ἀεὶ γὰρ τὸ μέσον πρὸς τὸ ἄκρον ὁρίζεται. | |
138 | ρλϛʹ. Μήποτε εἰ φαίη τις ὅτι κίνησίς τις καὶ ἡ γνῶσις ἐπὶ τὸ γνωστόν, ἀλλὰ τὸ γιγνώσκειν αὐτὸ ἄλλο παρὰ τὴν κίνησιν· διὸ καὶ ἐκεῖ τῇ κινήσει συνέπεται ἡδονή. | |
139 | ρλζʹ. Μήποτε ἡ ὄρεξις πρακτικὴ βούλεται εἶναι τοῦ γνωσθέντος ὀρεκτοῦ, οὐχὶ τοῦ καθόλου, οὗ ἐστὶν ἡ γνῶσις (οὐ γὰρ πρακτὸν τὸ καθόλου), ἀλλὰ τοῦ ἐπιβάλλοντος τῷ ὀρεγομένῳ· καὶ τούτου δέ ἐστί τις γνῶσις, ἡ ἀντιδιῃρημένη πρὸς τὴν ὄρεξιν· διὸ πάντα γιγνώσκοντες | |
5 | οὐ πάντα πράττομεν οὐδὲ πάντων ὡς ὀρεκτῶν τυγχάνομεν. | |
140 | ρληʹ. Ὅτι ἐντεῦθεν τὸ τρίτον μέρος ἐστὶ τοῦ διαλόγου, ᾧ σκοπὸς ἡ πραγματειώδης ἀπόδειξις τῶν προαποδεδειγμένων, ὡς ἑνὶ λόγῳ εἰπεῖν. διὸ καὶ τὰ εἴδη ἑκατέρου μέρους διαριθμεῖται τοῦ τε νοῦ καὶ τῆς ἡδονῆς καὶ τὰς φύσεις ἀποκαλύπτει αὐτῶν τε καὶ τοῦ μικτοῦ ἐναρ‐ | |
5 | γέστερον καὶ ἔτι μέντοι τῆς τετάρτης αἰτίας· ἐφ’ οἷς ἀπαριθμεῖται τὴν τάξιν τῶν ἀγαθῶν. | |
141 | ρλθʹ. Ὅτι κάτωθεν ἄρχεται ὡς ἀπὸ γνωριμωτέρων καὶ ῥᾳδίων εἰς διάστασιν τὴν ἀπ’ ἀλλήλων. λέγω δὲ κάτωθεν οὐ μόνον ὅτι ἀπὸ τῆς ἡδονῆς τετάρτης οὔσης, ἀλλὰ καὶ ταύτης ἀπὸ τῶν φυσικῶν καὶ ἐνύλων ἡδονῶν. | |
142 | ρμʹ. Ὅτι ἡ σωματικὴ λεγομένη ἡδονὴ τοῦ ζῶντός ἐστι σώματος· διὸ τοῦ μικτοῦ. ὥστε περὶ πραγμάτων τῆς ἡδονῆς καὶ τοῦ νοῦ διαλεγό‐ | |
μενος οὐκ ἄλλως ἢ περὶ τῶν ἐν τῷ μικτῷ ποιεῖσθαι τὸν λόγον ἀναγκά‐ ζεται· αὐτὴν γὰρ καθ’ αὑτὴν ἡδονὴν ἢ νοῦν αὐτὸν καθ’ αὑτὸν εὑρεῖν | 67 | |
5 | οὐχ οἷόν τε. γίγνεται δὲ λυομένου μὲν τοῦ σώματος λύπη κατὰ ἀπο‐ βολὴν τῆς ἐνούσης αἰσθητικῆς ζωῆς· παρὰ γὰρ τοῦτο καὶ λύπη ὠνό‐ μασται, οἶον λυόπη, τοῦ ὀπωπέναι καὶ ὁρᾶν οὖσα φθαρτική· συναρμο‐ ζομένου δὲ τοῦ σώματος ἡδονή, ὃ ἡοδονέα· τῆς γὰρ ἐπὶ τὸ κατὰ φύσιν ὁδοῦ ἐστὶν ἀνανέωσις. | |
143 | ρμαʹ. Ὅτι προηγεῖται μὲν ἡ αἰτία τῆς λύπης καὶ ἡδονῆς, οἶον ἡ κένωσις ἢ ἡ πλήρωσις· ἐπὶ δὲ τῇ αἰτίᾳ ταύτῃ κίνησις, ἡ μὲν εἰς τὸ παρὰ φύσιν, ἡ δὲ εἰς τὸ κατὰ φύσιν, οὐχ ἅμα δῆλον ὅτι· ἐπὶ δὲ ταύταις ἡδονὴ καὶ λύπη, διαχύσεις τινὲς οὖσαι καὶ συστολαὶ ἐπ’ ἐκείναις γιγνόμεναι, | |
5 | οὐ μόνου τοῦ σώματος, ἀλλὰ καὶ τῆς αἰσθητικῆς ζωῆς κατὰ τὰς δια‐ θέσεις αὐτῆς. οὕτω μὲν οὖν αἱ κινήσεις ἀπὸ τῶν ἡδονῶν καὶ τῶν λυπῶν εἰσὶ κεχωρισμέναι· ὡς δὲ συγκεκραμένας ταῖς κινήσεσι καὶ ταύτας καλεῖ ἐνίοτε κινήσεις. | |
144 | ρμβʹ. Ὅτι ὁ κατὰ φύσιν βίος οὐχ ἡδύς, φησίν, οὐδὲ λυπηρός· οὔτε γὰρ ἐν κινήσει, ἕστηκε γὰρ ἐν τῷ κατὰ φύσιν· οὔτε αἴσθησιν ἔχει πληγῆς ἅτε μηδὲ κινούμενος. | |
145 | ρμγʹ. Ὅτι ταύτας μὲν τὰς λύπας καὶ ταύτας τὰς ἡδονὰς οὐκ ἐπι‐ δέχεται ὁ κατὰ φύσιν βίος ἃς νῦν προτείνει ὁ λόγος, τὰς ἀπὸ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἢ τὰς ἀντικειμένας· ἐπειδὴ δὲ καὶ αὐτὸς κατὰ φύσιν ἐνεργεῖ, ταῖς δὲ ἐνεργείαις ἐφέπεται λύπη καὶ ἡδονὴ οὐ πληκτι‐ | |
5 | καί, ἀλλ’ ἠρεμαῖαι, ἀνάγκη καὶ ἐν τούτῳ εἶναι αὐτὰς ἠρεμαίας. διὸ καὶ αὐτὸς ἐνδείκνυται ταύτας ἠρέμα εἰπὼν οὐκ ἐνεῖναι τῷ κατὰ φύσιν ἡδονάς, καὶ προσθεὶς πληκτικάς. | |
146 | ρμδʹ. Ὅτι αἱ μέν εἰσι τοῦ σώματος ἡδοναὶ καὶ λῦπαι προηγουμένως, δρῶσι δέ τι καὶ εἰς τὴν ψυχήν· αἱ δέ εἰσι τῆς ψυχῆς, δρῶσι δέ τι καὶ εἰς τὸ σῶμα· ἃς νῦν παρατίθεται, τὰς ἀπὸ φαντασίας μὲν ἐγειρομένας, ἐξερεθιζούσας δὲ καὶ ἅπαν τὸ ζῷον. | |
147 | ρμεʹ. Ὅτι αἱ μὲν ἐλπίδες δόξαι τινές, θάρρος δὲ καὶ φόβος πάθη τῆς ζωῆς, διῄρηται δὲ πάντα τῷ κακῷ τε καὶ ἀγαθῷ. οἶον ἐλπίζομέν τι ἀγαθὸν ἐσόμενον ἢ κακὸν μὴ ἐσόμενον, θάρρος ἐπὶ τούτοις· πάλιν ἐλπίζομέν τι κακὸν ἐσόμενον ἢ ἀγαθὸν μὴ ἐσόμενον, φόβος ἐπὶ τούτοις· | 69 |
5 | καλείσθω δὲ οὐκ ἐλπὶς ἡ δόξα, ἀλλὰ δυσελπιστία. οὕτω χρὴ διαιρεῖν ἄμεινον ἑπομένους τῷ Πλάτωνι, ἀλλὰ μὴ τῷ Βοηθῷ. | |
148 | ρμϛʹ. Ὅτι τὸ ὀρεκτὸν πρόκειται ὡς τέλος, τὸ δὲ ὀρεγόμενον φύσει δυσέγερτον καὶ οἶον δεόμενον τοῦ διεγείροντος· ἐν μέσῳ δὲ ἡ γνῶσις ἐγείρουσα τοῦτο πρὸς ἐκεῖνο. διὸ καὶ ἡ φαντασία προτείνει τὸ ὀρεκτὸν τῇ ἀλόγῳ ὀρέξει· ἀνάλογον ἄρα καὶ ἡ λογικὴ γνῶσις τῇ λογικῇ ὀρέξει | |
5 | προτείνει τὸ ὀρεκτόν. | |
149 | ρμζʹ. Πῶς ἀεὶ ἡ γνῶσις ἀγαθόν, ἡ δὲ ἡδονὴ οὐκ ἀεί; ἢ ὅτι ἡ μὲν γνῶσις ἅμα τῶν ἐναντίων ὠφέλιμος, ὥστε καὶ ἡ τοῦ ἀγαθοῦ ἅμα καὶ κακοῦ· εἰ δὲ ἡ τοῦ κακοῦ γνῶσις ὡς μόνον γνῶσις ὠφέλιμος, δῆλον ὅτι οὐδεμία γνῶσις ᾗ γνῶσις κακόν. ἡ δὲ ἡδονὴ οὐχ ἅμα ἐπὶ τοῖς ἐναντίοις, | |
5 | ἀλλ’ ἤτοι ἀγαθή, εἰ ἐπὶ τῷ ἀγαθῷ γένοιτο, ἢ κακή, εἰ ἐπὶ τῷ κακῷ. ἀλλ’ ἐν δευτέρῳ Ἀλκιβιάδῃ εἴρηταί τις καὶ γνῶσις κακή· ἢ πρός τι κακή, οἶον ἡ ἀσύμμετρος, καὶ διὰ τοῦτο βλαβερά· οὕτω δὲ καί τι τῶν ἀγαθῶν εἴη ἂν κακόν, τὸ τινὶ ἀσύμμετρον. ἐπεὶ καὶ ἡ κακὴ ἡδονὴ πρός τι ἀγαθόν, οἷον τῷ ἠλιθίῳ ἡ ἀκολασία, ὥσπερ τὶ καὶ τῶν κακῶν πρός | |
10 | τι ἀγαθόν. | |
150 | ρμηʹ. Ὅτι διακρινοῦμεν κακάς τε καὶ ἀγαθὰς ἡδονὰς ἢ καθ’ ἑαυτάς, ὡς τὰς μὲν ἀγαθὰς οὔσας, τὰς δὲ κακάς, οἷον τὰς μοιχικὰς κακὰς καὶ τὰς τοῦ σώφρονος ἔρωτος ἀγαθάς· ἢ πρὸς τὸν χρώμενον, ὡς ποτὲ μὲν ἐπ’ ἀγαθῷ, ποτὲ δὲ ἐπὶ κακῷ παραλαμβανομένας, ὥστε αἱ τοιαῦται | |
5 | καθ’ ἑαυτὰς ἀδιάφοροι, οἷον τὸ ᾄδειν ἢ τὸ ἀναγινώσκειν. οὐκοῦν τετραχῇ ἡ διαίρεσις· τῶν γὰρ ἡδονῶν αἱ μὲν ἀδιάφοροι, αἱ δὲ διαφορὰν ἔχουσαι· καὶ τούτων αἱ μὲν ἀγαθαί, αἱ δὲ κακαί, τῶν δὲ ἀδιαφόρων πρὸς τὸν χρώμενον αὖ αἱ μὲν ἀγαθαί, αἱ δὲ κακαί. οὕτως ἔχει καὶ ἐπὶ τῶν ἐνεργειῶν· αἱ μὲν φύσει ἀγαθαί, αἱ δὲ φύσει κακαί, αἱ δὲ μέσαι καὶ | |
10 | πρὸς τὸν χρώμενον· ταῖς δὲ ἐνεργείαις ἕπονται καὶ αἱ ἡδοναί. | |
151 | ρμθʹ. Διὰ τί ‘θειότατον‘ καλεῖ τὸν οὔτε χαίροντα οὔτε λυπούμενον; οὐδὲ γὰρ εἰ μετὰ φρονήσεως εἴη θειότατός ἐστι, μόνος γὰρ θεῖος ὁ | |
κατὰ τὴν αἰτίαν καὶ κατὰ τὸ ἀγαθὸν ἑστώς. ἢ τῶν γε τριῶν βίων θειό‐ τατος, ἀκρότης τις ὢν αὐτῶν· καὶ ὅτι οὐκ ἐμποδίζει τῇ ψυχῇ πρὸς τὸ | 71 | |
5 | θεῖον ἱεμένῃ· καὶ ὅτι σύνεστι καὶ τοῖς θείοις ὀχήμασι τὸ μήτε χαίρειν τοῦτο μήτε λυπεῖσθαι, οὐ γὰρ ἐκτρέπεται εἰς τὸ παρὰ φύσιν, ὥστε χαίρειν ἐπανιόντα εἰς τὸ κατὰ φύσιν. | |
152 | ρνʹ. Ὅτι παντελῶς ἀτιμαστέον τὴν ἐν κινήσει ἡδονήν, ὡς Ἀμέλιος ἐκτραγῳδεῖ· εἰ παραιρεῖται τὴν φρόνησιν καὶ ὅλως τὴν λόγου ἐνέργειαν ἡ πληγὴ αὐτῆς, τάχα δὲ καὶ τὴν οὐσίαν σχεδόν. εἰ σκιρτᾶν καὶ βοᾶν ἀναγκάζει, οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων σκιρτήματα καὶ βοήματα. | |
5 | εἰ πόλιν ὅλην θεασαίμεθα ταῦτα πάσχουσαν, τί ἂν ἀπολείποι κακοδαι‐ μονίας ἡ πόλις, οἷον ὅλη κνωμένη καὶ ἐπιβοῶσα τὰς τῶν κνωμένων φωνὰς μεθ’ ἡδονῆς; εἰ παρέσει τινὶ καὶ ἀδυναμίᾳ ἔοικε (χύσις γὰρ ἡ ἡδονή), τί ἂν ἔχοι μέγα; εἰ κοινὴ τοῖς ἀλόγοις ζῴοις, τί θαυμαστὸν παρέχεται; εἰ μηδὲ κρίνειν αὐτὴν ἡμῖν ἐνδίδωσι, τυφλοῖ δὲ τὴν κρίσιν, | |
10 | οὐδὲ εἰ ἀγαθόν ἐστι γιγνώσκεται· μᾶλλον δὲ ἔοικεν ὑποφευγούσῃ τὸν τοῦ αἴσχους ἔλεγχον. | |
153 | ρναʹ. Ὅτι πρὸς τὰ δευτερεῖα τῷ νῷ συμβάλλεται ὁ μηδέτερος βίος, εἰ φανείη ταύτης γε ὑπερέχων τῆς διπλῆς ἀσχημοσύνης, τῆς τε κατὰ τὴν λύπην φημὶ καὶ τῆς κατὰ τὴν ἡδονήν· ὅτι γὰρ ἀνήδονος, οἰκεῖος δήπουθεν τῷ μόνον κατὰ τὸν νοῦν ὄντι βίῳ. | |
154 | ρνβʹ. Ὅτι καὶ ἐπὶ ψυχῆς διττὴ διάθεσις, ἡ μὲν κατὰ κίνησιν λύπη καὶ ἡδονή, τὴν τοῦ κατὰ φύσιν ἐπὶ τὸ παρὰ φύσιν καὶ ἀνάπαλιν, ἡ δὲ διά‐ θεσις ἐν ταῖς κατὰ φύσιν ἀκωλύτοις ἐνεργείαις. ἀλλὰ καὶ ἐν νῷ τάχα ἂν εἴη λύπη μὲν οὐδεμία, κατάστασις δὲ ὑπὲρ ἡδονήν τε καὶ ἐνέργειαν, | |
5 | ἥ ἐστιν αὐτοῦ πρὸς ἑαυτὸν ἕνωσις γνωστικοῦ τε καὶ γνωστοῦ συμπεσόν‐ των εἰς ταὐτόν. ὥστε πανταχοῦ ἡ γνῶσις ἐν τῷ οὐδετέρῳ βίῳ μάλιστα διαφαίνεται, οὐδὲν ἡδονῆς δεομένη πρὸς τὸ νοῦς εἶναι, καθάπερ ἡ ἡδονὴ νοῦ πρὸς τὸ εἶναι ἡδονή· τοῦ δὲ μικτοῦ ὅμως ἐνδεέστερος, ὅτι ἐστί τις | |
ἡδονὴ κατὰ τὴν θείαν ῥᾳστώνην ἐν τῷ ‘μεθύειν τῷ νέκταρι‘ τὸν νοῦν. | 73 | |
155 | ρνγʹ. Ὅτι πολλὴ ἡ πρόοδος τῆς ἡδονῆς. τῶν γὰρ ἡδονῶν αἱ μὲν σωματικαὶ ἐν κινήσει τῇ ἐπὶ τὸ κατὰ φύσιν· αἱ δὲ ψυχικαὶ τοιαῦται ἀπὸ τοῦ παρὰ φύσιν ἐπὶ τὸ κατὰ φύσιν ἰόντων· αἱ δὲ ἀπὸ τοῦ κατὰ φύσιν ἐπὶ τὸ κατὰ φύσιν, οἵα ἡ τῶν ἀεὶ τελείων ψυχῶν ἡδονή, ἐφ’ ἑκάστῳ γὰρ | |
5 | ἥδονται γνωστῷ μεταβαίνουσαι καὶ μάλιστα ἐπὶ τῷ νεωστὶ προβαλλο‐ μένῳ· αἱ δὲ ἐν ἀκινήτῳ καταστάσει ψυχῆς, εἴ τις εἴη· ἡ δὲ τοῦ νοῦ σὺν ἐνεργείᾳ· ἡ δὲ τοῦ νοῦ κατ’ οὐσίαν, ὥσπερ θερμότης ἐν πυρὶ κατ’ οὐσίαν, αὐτὸ τὸ παράδειγμα φημὶ τῆς ἡδονῆς· ὑπὲρ δὲ ταύτην αὐτὴ ἡ θεός. τὰ δὲ ἐπέκεινα πόρρω ἡδονῆς. | |
156 | ρνδʹ. Προδιαιρετέον καθόλου τὰ πάθη καὶ ἐξ αὐτῶν ὁριστέον τὴν αἴσθησιν. ἢ γὰρ ψυχῆς μόνης τὰ πάθη ἢ σώματος μόνου ἢ ψυχῆς δια‐ βαίνοντα εἰς τὸ σῶμα ἢ σώματος διαβαίνοντα εἰς τὴν ψυχήν. παρα‐ δείγματα τούτων· μόνου μὲν σώματος τὸ αὔξειν, οὐ γὰρ ἐπαΐει τούτου | |
5 | ἡ ψυχή· τὸ λευκαίνεσθαι ἀψοφητί. μόνης δὲ ψυχῆς τὸ θεωρεῖν. ἀπὸ δὲ ψυχῆς ἀρξάμενον καὶ προϊὸν εἰς τὸ σῶμα, τὸ ἀναμιμνησκομένης τῆς δόξης αἰσθητοῦ τινὸς σεισμὸν ἐπὶ τούτῳ διὰ τῆς φαντασίας γίγνεσθαι τῷ σώματι, οἷον καὶ τὸ αἰδεσθείσης αὐτῆς τοῦτο ἐρυθριᾶν καὶ φοβη‐ θείσης τοῦτο ὠχριᾶν. ἀπὸ δὲ σώματος ἐπὶ ψυχὴν τὰ κατὰ τὴν αἴσθησιν· | |
10 | νυχθείσης γὰρ ταύτης ἀντίληψις τῇ δόξῃ γίνεται τῆς αἰσθήσεως. | |
157 | ρνεʹ. Ὅτι ἀκριβολογητέον, τί ποτε λέγεται νῦν ἡ αἴσθησις. οὔτε γὰρ τὸ τοῦ σώματος, ὅ γέ ἐστι τοῦ σώματος πάθος· σύννοιαν γὰρ οὐδεμίαν παράσχοιτο ἂν ἐν αὐτῷ κατασβεσθὲν καὶ μέχρις αὐτοῦ τὴν κίνησιν ποιησάμενον. οὔτε ἡ τούτου διάβασις εἰς ψυχήν· οὐ γὰρ συνθερμαίνεται | |
5 | ἡ ψυχή. οὔτε τὸ ἀνάλογον τούτου ἐγγιγνόμενον τῇ ψυχῇ ἀπὸ τούτου, ὡς ἀπὸ τῆς καύσεως ἐγγίγνεται τὸ οἶον ὁμοιότητί τινι καυστικοῦ πά‐ θους ἐν τῇ ψυχῇ κινούμενον· πάθος γὰρ τοῦτο μόνον, ἀλλ’ οὐχὶ αἴσθησις οὐδὲ κρίσις. τί ποτε οὖν ἄρα ἡ αἴσθησις; ἢ ἡ ἐπὶ τούτῳ κρίσις ὅτι τοῦτο, ἐγειρομένη δὲ ὑπ’ αὐτοῦ τοῦ σώματος ἤτοι τοῦ κατὰ τὸ σῶμα πάθους. | |
10 | οὐκ ἄρα ἡ αἴσθησις 〈κίνησισ〉 διὰ σώματος εἰς ψυχὴν τελευτῶσα, ἀλλ’ ἡ ἐπὶ τῇ τοιᾷδε κινήσει κρίσις ἐγειρομένη. | 75 |
158 | ρνϛʹ. Ὅτι μνήμη σωτηρία αἰσθήσεως ἐν ψυχῇ σώματος χωρίς. οὕτω μὲν οὖν ἅπαντες ὁμαλῶς ἀφορίζονται τὴν μνήμην· οὐ μὴν ἔοικεν σωτη‐ ρία μόνον εἶναι. γνῶσις γὰρ καὶ ἡ μνήμη καὶ οὐ σῳζομένη αἴσθησις· ἐπεὶ εἰ τοῦτο ἦν, οὐκ ἂν ἔγνω ποτὲ ἄλλο τι παρὰ τὸ τυπωθὲν οὐδ’ ἂν | |
5 | μετέπλασεν ἐν τῇ ἀναμνήσει ἀλλοίως ἢ κατὰ τὸ τυπωθέν. ἀλλ’ ἔστιν ἡ μνήμη τοῦ εἴσω μένοντος αἰσθήματος κρίσις. ἀναλογεῖ γὰρ τῷ μὲν αἰσθητῷ τὸ φανταστόν, ὅπερ ἐστὶ τὸ αἴσθημα, οὐ τὸ ἐν τῷ αἰσθητηρίῳ, ἀλλὰ τὸ ἐν τῷ φανταστικῷ· τῇ δὲ αἰσθήσει ἡ φαντασία, ἣν καλεῖ μνήμην. τοιαῦτα δὲ ἕτερα καὶ περὶ τὴν δοξαστικὴν μνήμην προσλογιστέον καὶ | |
10 | περὶ πᾶσαν ἁπλῶς τὴν ἁπανταχοῦ. | |
159 | ρνζʹ. Ὅτι εἰσὶ μνῆμαι τοσαίδε· πρώτη μὲν ἡ κατὰ αἴσθησιν, τηρεῖ γάρ πως καὶ ἡ αἴσθησις· δευτέρα δὲ ἡ κατὰ φαντασίαν· τρίτη ἡ κατὰ δόξαν· εἶτα ἡ κατὰ διάνοιαν· εἶτα ἡ κατὰ νοῦν ἐν τοῖς νοεροῖς, ἐν τοῖς θείοις· εἶτα ἡ θεὸς αὐτή, ἀφ’ ἧς πᾶσα ἡ ἰδιότης ἐπιγίνεται, εἴτε ἡ παρὰ | |
5 | τῷ Ὀρφεῖ Μνημὼ εἴτε καὶ ἄλλη τις οὖσα τυγχάνει. | |
160 | ρνηʹ. Ὅτι καὶ περὶ ὀρέξεως τὰ ὅμοια προσλογιστέον· τὸ μὲν πάθος εἶναι ἐν τῷ σώματι τὸ πρὸς τὴν ὄρεξιν ἐγειρόμενον, τὴν δὲ ὄρεξιν ἐνέρ‐ γειαν, ἐπειδὴ ψυχῆς ἡ ὄρεξις, ἐπὶ τῷ πάθει ἐγειρομένη. ὥστε τὸ δίψος διττόν, τὸ μὲν ἔνδεια σώματος, τὸ δὲ ὄρεξις. τεκμήριον δέ· τὸ μὲν γὰρ | |
5 | διψῶν κενὸν ὑγροῦ, ψυχὴ δὲ πῶς ἂν κενωθείη; οὐδὲ γὰρ ἂν πληρωθείη· καὶ μὴν πάσχει ἢ ὀρέγεται συνοῦσα τῷ εἴδει τοῦ ὑγροῦ καὶ μὴ παρόντι. ἔπειτα τὸ μὲν σῶμα θίξει πάσχει· πῶς ἂν οὖν ὀρεχθείη τοῦ μὴ παρόντος γλυκέος; ἡ δέ γε ψυχὴ τῇ γνώσει ἐφαπτομένη ὀρέγεται. | |
161 | ρνθʹ. Ἀλλ’ εἰ σύνεστι τῷ ὑγρῷ κατὰ τὴν γνῶσιν, πῶς διψῇ οὗ γε καὶ πεπλήρωται; ἢ οὐ τοῦ κατὰ τὴν γνῶσιν συνόντος ἡ ὄρεξις (τοῦτο γὰρ ἤδη ἔχει), ἀλλὰ τοῦ σώματος ὑγροῦ, ἵνα μὴ κενὸν εἴη τὸ ὑποκεί‐ μενον. οὐκοῦν καὶ ἡ ὄρεξις τοῦ ἀπόντος; ἢ τούτου μέν, σὺν ἐκείνῳ δέ· | |
5 | ἅμα γὰρ παρεῖναί τε δεῖ τῇ μνήμῃ καὶ τῇ συναισθήσει, ἵνα καὶ εἰδείη ὀρεχθῆναι, ἔτι γε μὴν καὶ ἀπεῖναι τῷ πράγματι, ἵνα καὶ συστῇ ἡ ὄρεξις. ὅθεν καὶ ἀποδείκνυται ψυχῆς μόνης οὖσα, εἴπερ τοῦ μήπω παρόντος | |
ἅπτεται, ὡς οὐκ ἂν τὸ σῶμα. | 77 | |
162 | ρξʹ. Ὅτι ποριστέον ὡς οὐδὲ ἡ ἐπιθυμία ἐντελέχειά ἐστιν τοῦδε τοῦ σώματος, εἴπερ τῶν πόρρωθεν καὶ τῶν μὴ παρόντων ἀντιλαμβάνεται· εἰ δὲ μὴ αὕτη, τί χρὴ οἴεσθαι περὶ τῆς λογικῆς ψυχῆς; | |
163 | ρξαʹ. Πῶς ὁ πρῶτος ἐπιθυμήσας ἐπεθύμησεν οὐκ ἔχων μνήμην; ἢ οὐκ ἐπεθύμησεν, ἀλλὰ πρώτως ᾔσθετο τοῦ ἥδοντος, εἶτα ἐμνημόνευσεν, εἶτα ἐνδείας γενομένης ἐπεθύμησεν. Μήποτε δὲ διττὴ ἡ ἐπιθυμία, ἡ μὲν προεκτεινομένη κατὰ μνήμην, ἡ δὲ | |
5 | συναισθήσει μόνῃ, οἵα ἡ τῶν φυτῶν· αὕτη γὰρ οὐ προεκτείνεται. | |
164 | ρξβʹ. Ὅτι καὶ ἐπὶ τῶν σωματικῶν παθῶν καὶ ἐπὶ τῶν ψυχικῶν εἰσὶν ἁπλοῖ βίοι, ἢ ἐκ λύπης ἢ ἐξ ἡδονῆς. οἶον ἐκ λύπης μὲν ἐπὶ σώματος, ὅταν ἀλγῇ, ἐξ ἡδονῆς δέ, ὅταν εὐπαθῇ· καὶ ἐπὶ ψυχῆς αὖ ἐκ λύπης μέν, ὅταν ὑπό τινος ἀπορίας συνέχηται, ἐξ ἡδονῆς δέ, ὅταν ἐπ’ ἀγαθοῖς | |
5 | παροῦσιν εὐφραίνηται. ἀλλὰ καὶ μίξις λυπῶν καὶ ἡδονῶν ἑκατέρωθι, ὅταν τὸ σῶμα ἐπὶ ἀλγηδόνος ἀπαλλαγῇ ἥδηται, οὐκ ἐπὶ ἡδέος πα‐ ρουσίᾳ, καὶ ὅταν λυπῆται ἐπὶ ἡδονῆς ἀναχωρήσει, οὐκ ἐπὶ λυπηροῦ παρουσίᾳ· τὰ αὐτὰ καὶ ἐπὶ ψυχῆς θεωρητέον. ἔτι δὲ καὶ κατὰ συμ‐ πλοκὴν τῶν τε σωματικῶν καὶ ψυχικῶν ἁπλοῦς τε ποιητέον βίους καὶ | |
10 | μικτούς, καὶ τούτους διττούς, ἢ ἡδονῆς ἐπικρατούσης ἢ λύπης. | |
165 | ρξγʹ. Ὅτι πρότερον μὲν ἀγαθοῦ καὶ κακοῦ περὶ τὰς ἡδονὰς ἐποιεῖτο διαίρεσιν, ὡς αἱ μέν εἰσιν ἀγαθαὶ λέγων, αἱ δὲ πονηραί. νῦν δὲ ἀληθοῦς καὶ ψευδοῦς· ἐπιδείκνυσι γὰρ ὡς αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς. | |
166 | ρξδʹ. Ὅτι τὸ ἀληθὲς καὶ ψεῦδος οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἐν δόξαις τίθενται μόναις καὶ λόγοις· γνωστικὰ γὰρ εἶναι ταῦτα ἰδιώματα. οἱ δὲ ἀπὸ τοῦ Περιπάτου περὶ σύνθεσιν καὶ διαίρεσιν, ὥστε οὗτοί γε οὐδὲ πάσης γνώσεως ἴδια ταῦτα φασίν· οὐδὲ γὰρ τῆς νοούσης τοὺς ὅρους, | |
5 | ἀλλὰ μόνης τῆς συντιθείσης τε καὶ διαιρούσης. Πλάτων δὲ ἐν πᾶσι τὸ | |
ἀληθὲς καὶ τὸ ψεῦδος θεωρεῖ· ἔν τε γὰρ οὐσίαις, καὶ γὰρ εἶναί τι τὸ δοκοῦν μὲν εἶναι, πολλῷ δὲ τῷ μὴ ὄντι κεκραμένον καὶ τῇ στερήσει τοῦ ὄντος συμπεφυρμένον· καὶ ἐν ζωαῖς, ὡς τὰ εἰδωλικὰ τῶν ζῴων καὶ πολλῆς τῆς ἀζωΐας μετέχοντα· καὶ ἐν γνώσεσι, ὡς ὑπὸ πάντων ὡμολό‐ | 79 | |
10 | γηται· διὸ καὶ ἐν ἡδοναῖς. | |
167 | ρξεʹ. Ὅτι ὁ Θεόφραστος ἀντιλέγει τῷ Πλάτωνι περὶ τοῦ μὴ εἶναι ἀληθῆ καὶ ψευδῆ ἡδονήν, ἀλλὰ πάσας ἀληθεῖς. εἰ γάρ ἐστί τις, φησίν, ἡδονὴ ψευδής, ἔσται τις ἡδονὴ οὐχ ἡδονή. ἢ μάλιστα μὲν οὐδὲν συμ‐ βήσεται τοιοῦτον, καὶ γὰρ ἡ ψευδὴς δόξα οὐδὲν ἧττον δόξα· εἰ δὲ καὶ | |
5 | συμβαίη, τί ἄτοπον τὴν ἐσχάτην ἡδονὴν δοκοῦσαν εἶναι μὴ εἶναι ἡδο‐ νήν; ἐπεὶ καὶ ὄν τι ἄλλως οὐκ ὂν ἁπλῶς, οἶον τὸ γενητὸν οὐχ ὅπερ ὄν. καὶ γὰρ Ἀριστοτέλης τινὰς ἡδονὰς πρός τι εἶναι ἡδονὰς ἀξιοῖ καὶ οὐχ ἁπλῶς, οἷον τὰς τῶν νοσούντων καὶ τῷ πικρῷ χρωμένων ὡς γλυκεῖ. | |
168 | ρξϛʹ. Ἔτι, φησὶν ὁ Θεόφραστος, τριχῶς τὸ ψεῦδος· ἢ γὰρ ὡς ἦθος ἐπίπλαστον ἢ ὡς λόγος ἢ ὡς πρᾶγμά τι ὄν. κατὰ τί οὖν, φησίν, ἡ ἡδονὴ ψευδής; οὔτε γὰρ ἦθος ἡ ἡδονὴ οὔτε λόγος οὔτε ὂν οὐκ ὄν· τοιοῦτον γὰρ τὸ πρᾶγμα τὸ ψευδές, ἐν τῷ μὴ εἶναι χαρακτηριζόμενον. | |
5 | ἢ ῥητέον ὅτι κατὰ τοὺς τρεῖς διορισμούς ἐστι ψευδὴς ἡ ἡδονή· καὶ γὰρ ἐπίπλαστος, ἡ τοῦ ἐπιπλάστου ἤθους, καὶ ἄλογος, ἡ ἀντὶ τοῦ ἀληθοῦς εἰς τὸ ψεῦδος ἀποπλανηθεῖσα δόξα καὶ τούτῳ ἐφηδομένη, καὶ μὴ οὖσα, ἡ κατὰ ἀπουσίαν τοῦ λυπηροῦ φανταζομένη ⟦ἡ⟧ ἡδονή, καὶ ταῦτα μὴ παρόντος ἡδέος. | |
169 | ρξζʹ. Ὅτι ἔνιοι θραττόμενοι μὲν ἀπὸ τῆς δοκούσης ἐναργείας τῶν ἡδονῶν, Πλάτωνι δὲ ἀξιοῦντες συμφέρεσθαι, οὕτως ἀπολογίζονται· τὰς ψευδεῖς ἡδονὰς τὰς πολλῷ φασὶ τῷ ἐναντίῳ συγκεκραμένας, ἐναντίῳ δὲ λέγουσι τῷ κακῷ καὶ ἀσυμμέτρῳ καὶ ἀπεράντῳ· μετρηθείσας δὲ | |
5 | ταύτας τῷ λόγῳ γίγνεσθαι ἀληθεῖς· ὡς πάσας μὲν ἀληθεῖς εἶναι τὰς τῶν σπουδαίων, πάσας δὲ ψευδεῖς τὰς τῶν μοχθηρῶν. | |
170 | ρξηʹ. Ὅτι Πλάτων ἄλλως τὰς ψευδεῖς ἐκλαμβάνει· ὡς γὰρ τὰς δόξας ἐπὶ μὴ οὖσι ψεύδεσθαι, οὕτω καὶ τὰς ἡδονὰς ἐπὶ τοῖς μὴ ἡστοῖς, οἶον εἴ τις τὸ πικρὸν ὡς γλυκὺ προσδεξάμενος ἡσθείη. ἔτι ὡς ὁ νομίζων ἐν ἀγαθῷ μὲν εἶναι, μὴ ὢν δέ, ψεύδεται, οὕτω καὶ ὁ ἥδεσθαι οἰόμενος, | |
5 | μηδὲν δὲ ἡστὸν ἔχων, ψεύδεται. ἔτι πάθος ἡ ἡδονή, οὐδὲν δὲ πάθος ἑαυτὸ παράγει, ἀλλὰ γίγνεται ὑπὸ τοῦ ποιοῦντος· οὕτως οὖν καὶ αὕτη ὑπὸ τοῦ ἥδοντος. πόθεν οὖν ἥδεται; ἡστὸν μὲν γὰρ οὐδὲν πάρεστιν· ἐκ δόξης ἄρα καὶ φαντασίας ψευδοῦς· ψευδὲς ἄρα καὶ τὸ γεννώμενον, ὅπερ ἦν τὸ πάθος, ὅπερ ἦν ἡ ἡδονή. ἔτι σὺν αἰσθήσει πάντως ἡδονὴ καὶ | 81 |
10 | λύπη· αἱ δὲ αἰσθήσεις ἀληθεῖς καὶ ψευδεῖς· καὶ αἱ συνεζευγμέναι ταύταις ἄρα ἡδοναί. | |
171 | ρξθʹ. Ὅτι εἰσὶν ἡδοναὶ ψευδεῖς, πολλαχόθεν ἐπιχειρεῖ ὁ Σωκράτης. ἀπὸ τῶν ὀνειρωκτικῶν ἡδονῶν· ὡς γὰρ τὰ ἐν τοῖς ὀνείρασιν οὐκ ὄντα, ἔνια δὲ καὶ ἀδύνατα, οὕτω καὶ αἱ ἡδοναὶ μὴ οὖσαι καὶ ἀδύνατοι. ἀπὸ τῶν ἐν μανίαις· οὐδὲν γὰρ ὧν δοκοῦσιν ὡς ἀληθῶς ὁρῶσιν· ὁπότε ἔνιοι | |
5 | καὶ ὡς περὶ ὀστρακίνων ἐφοβήθησαν. ἀπὸ τῶν ἐν ἐλπίσι κεναῖς· ὃ καὶ οἱ πεπαιδευμένοι πάσχουσιν ἀρίστας πολιτείας ὑπογράφοντες καὶ ταύ‐ ταις μὴ παρούσαις ἐφηδόμενοι. ἀπὸ τῆς πρὸς μείζους λύπας παραθέ‐ σεως. ἀπὸ τῆς τῶν λυπῶν ἀποθέσεως, ἡδείας γιγνομένης. ἀπὸ τῆς τῇ ψευδεῖ δόξῃ παρακολουθήσεως. | |
172 | ροʹ. Ὅτι ὀρθῶς ὁ Πρόκλος διέκρινε, πῇ τὸ ἀληθὲς καὶ πῇ τὸ ψεῦδος τῶν ἡδονῶν, ὥστε καὶ τοὺς οἰομένους πάσας ἀληθεῖς εἶναι γνῶναι ὡς εἰκότως τοῦτο ὑπολαμβάνουσι καὶ ὅπως οὐδὲν ἧττον ἀληθεύουσι καὶ οἱ ψευδεῖς τινὰς ἡγούμενοι. τὸ γὰρ ἡδὺ διττόν, τὸ μὲν ἐν αὐτῷ τῷ | |
5 | ἥδοντι, καθ’ ὃ καὶ ἥδει, οἶον ἐν τῷ μέλιτι τὸ γλυκύ· τὸ δ’ ἐν τῷ αἰσθη‐ τηρίῳ τῷ ἥδοντι παραπλήσιον ἐγγιγνόμενον πάθος, καθ’ ὃ καὶ γενο‐ μένης τῆς προπτώσεως ἡ διάχυσις ἀπετελέσθη. ὥσπερ οὖν κατὰ μὲν ⟦οὖν⟧ τὸ τοῦ αἰσθητηρίου πάθος πᾶσα αἴσθησις ἀληθὴς κατὰ Πρωτα‐ γόραν, κατὰ δὲ τὸ ἐκτὸς αἰσθητὸν οὐ πᾶσα, οὕτω καὶ ἡδονὴ κατὰ μὲν | |
10 | τὸ πάθος πᾶσα ἀληθής, κατὰ δὲ τὸ ἡστὸν οὐ πᾶσα. | 83 |
173 | ροαʹ. Ὅτι ὁ ἀναιρῶν τὰς ψευδεῖς ἡδονὰς ἢ ἀποίους αὐτὰς ποιεῖ τελέως ἢ ψεύδους τε καὶ ἀληθείας ἀδέκτους ἢ μόνου ψεύδους ἀμετό‐ χους. ἀλλὰ τοῦτο μὲν ἄτοπον· οὐδενὶ γὰρ φθαρτῷ ἀεὶ πάρεστι τὸ ἀληθὲς τοῦ οἰκείου εἴδους. μήποτε δὲ οὔτε τὸ ψευδὲς οὔτε τὸ ἀληθὲς ἡ ἡδονὴ | |
5 | ἔχει· ἀλλὰ ἀδύνατον, παντὶ γὰρ ὅπως οὖν ὑφεστῶτι ἢ ψευδὴς ἢ ἀληθὴς σύνεστιν ὑπόστασις. ἀλλ’ οὐδὲ τὸ ἀποίους φάναι τὰς ἡδονὰς εὔλογον, εἴπερ ὡς ἔχουσιν αἱ ὀρέξεις καὶ τὰς ἡδονὰς ἀναγκαῖον ἔχειν· πεποίων‐ ται δὲ αἱ ὀρέξεις, πεποίωνται ἄρα καὶ αἱ ἡδοναί, εἰ μηδενὶ ἄλλῳ, τῷ ἀγαθῷ καὶ κακῷ. εἰ δὲ τούτων μετέχουσι, διὰ τί μὴ καὶ τοῦ ἀληθοῦς | |
10 | καὶ τοῦ ψευδοῦς; ἐπεί τοι καὶ αἱ γνώσεις αἱ μὲν ἀγαθαί, αἱ δὲ κακαί. | |
174 | ροαʹ. Ὅτι ἀπεικάζει τὴν μὲν αἴσθησιν γραμματεῖ γράφοντι ἐν τῷ μνημονικῷ τὰ εἴδη, τὴν δὲ φαντασίαν ζωγράφῳ διὰ τὸ ἀναπλαστικόν, βιβλίῳ δὲ τὴν δόξαν διὰ τὸ ἀναλογιστικόν τε καὶ συνθετικὸν καὶ ὁριστικόν. | |
175 | ροβʹ. Πῶς βιβλίῳ ἀφομοιοῖ καὶ Πλάτων τὴν δόξαν ὅμοια φάσκων Ἀριστοτέλει; ἄγραφον γὰρ αὐτὴν ἐκεῖνος ὁρίζεται γραμματεῖον. ἢ ὡς πρὸς τὰ αἰσθητά· τὰ γὰρ καθόλου μόνα προβάλλεται, οὐ γὰρ δήπου καὶ ταῦτα· οὐκοῦν ταῦτα ὡς ἐν βιβλίῳ τῇ δόξῃ γράφεται. | |
5 | Ἢ τὸ ἀληθέστερον, πῶς μὲν οἴκοθεν προχειρίζεται τὰ εἴδη, πῶς δὲ ἔξωθεν ἐγγράφεται· κατὰ μὲν τὴν ἀπὸ τῶν αἰσθητῶν ὑπόμνησιν ἔξωθεν, κατὰ δὲ τὸ εἰς ταῦτα ἀποτρέχειν ἅπερ ἴδια κέκτηται ἐνουσιωμένα ἐν αὐτῇ τῶν καθόλου νοήματα, φανερὸν ὅτι οἴκοθεν ἐγείρεται. | |
176 | ρογʹ. Ὅτι ὥσπερ τὸ ψεῦδος ἔξωθεν (ἀπὸ γὰρ τῆς πλάνης τοῦ αἰσθη‐ τοῦ ἢ καθόλου εἰπεῖν τοῦ δοκοῦντος εἶναι, μὴ ὄντος δέ), οὕτω καὶ τὸ κακὸν εἴη ἂν ἔξωθεν. | |
177 | ροδʹ. Ὅτι ὥσπερ ὁ νοῦς εἰδοποιός, οὕτω καὶ πᾶσα δύναμις γνω‐ στική, ὥστε καὶ ἡ αἰσθητική· εἰ γὰρ καὶ πάνυ ἀμυδρὰ εἰδοποιεῖ, πλὴν ἐργάζεται αἰσθήματα ἄττα ἐν ἑαυτῇ, οἷα ἡ φαντασία φαντάσματα. | |
178 | ροεʹ. Ὅτι τριττὴ ἡ ἐλπίς, ἡ μὲν μόνου τοῦ λόγου, ἡ δὲ μόνου τοῦ ἀλόγου· τούτου μὲν γὰρ παράδειγμα ὁ πρὸ τῆς πόλεως θᾶττον ἐπιτρέ‐ χων ὄνος ἐλπίδι τοῦ μεταλήψεσθαι τροφῆς, ἐκείνου δὲ φανερὸν τὸ παράδειγμα· ἡ δέ ἐστιν ἐλπὶς τοῦ συναμφοτέρου, ὅταν δοκιμάζοντος | |
5 | τοῦ λόγου τροφὴν προσενεχθῆναι ἅμα καὶ τὸ ζῷον ἐνδεὲς ᾖ καὶ ἐλ‐ πίζωσιν ἅμα παρέσεσθαί τι τῶν πρὸς τὴν χρείαν. ταύτην δὲ τὴν ἐλπίδα παραλαμβάνει τὰ νῦν, διελὼν εἰς τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν κακῶν μοῖραν, ἵνα τὴν γνωριμωτέραν ὁ λόγος ἔχῃ παρειλημμένην εἰς ἐξέτασιν. | 85 |
179 | ροϛʹ. Ὅτι καὶ Πλάτων συλλογίζεται ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης προτάσεως ἐνδεχόμενον συμπέρασμα· [Start of a diagram][Start of a diagram section]ὁ ἀγαθὸς[End of a diagram section] [Start of a diagram section]θεοφιλὴς[End of a diagram section] [Start of a diagram section]ἀληθεῖς ὡς ἐπὶ τὸ πολὺ ἐλπίδας ἔχει·[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]ὁ κακὸς[End of a diagram section] [Start of a diagram section]θεομισὴς[End of a diagram section] [Start of a diagram section]ψευδεῖς ὡς ἐπὶ τὸ πολὺ ἐλπίδας ἔχει.[End of a diagram section][End of a diagram] | |
180 | ροζʹ. Ὅτι ποριστέον ἐκ τούτων ὡς καὶ τοῖς εἴσω κινήμασι τῆς ψυχῆς ἐφίστησι τὴν πρόνοιαν· εἰ γὰρ ὅπως ἂν ἔχοι πρὸς τὸ θεοῖς φίλον, οὕτως αὐτῇ καὶ αἱ τῶν ἐλπίδων κινήσεις προσγίγνονται, φανερὸν ὅτι θεός ἐστιν ὁ καὶ τὰ τῆς ψυχῆς βάθη διακυβερνῶν. | |
181 | ροηʹ. Διὰ τί ‘ἀεὶ γέμομεν ἐλπίδων‘; ἢ ὅτι μεστοί ἐσμεν τοῦ ἐνδεχο‐ μένου. Ἢ τὸ ἀληθέστερον, ἐπειδὴ τοῦ ἀγαθοῦ ἀπεσπάσθημεν ἐν τῷ πολλῷ μερισμῷ, ἵνα ἐχώμεθά πως αὐτοῦ τῇ ἐλπίδι καὶ μὴ τελέως ἀποπέσωμεν | |
5 | ἀπὸ μόνης αὐτοῦ τῆς ἐλπίδος †ἀποστρεφόμενοι†. | |
182 | ροθʹ. Ὅτι αἱ μὲν ψευδεῖς αἰσθήσεις ποιοῦσι δόξας ψευδεῖς, αἱ δὲ δόξαι ἐλπίδας ψευδεῖς, αὗται δὲ αὖ ψευδεῖς ἡδονάς· οὕτω δὲ καὶ αἱ φαντασίαι ποιοῦσιν ψευδεῖς οὖσαι ψευδεῖς ἡδονάς. | |
183 | ρπʹ. Ὅτι ὥσπερ δόξαν ψευδῆ λέγομεν τὴν ἐπὶ τῷ μὴ ὄντι, οὕτω καὶ φόβον γίγνεσθαι καὶ θάρρος ψευδῶς, ἅπερ ἐστὶν ἐλπίδων οἰκεῖα, ἐπὶ τοῖς μὴ φοβεροῖς τοῖς ἔξω μηδὲ ⟦τοῖσ⟧ θαρραλέοις. | |
184 | ρπαʹ. Ὅτι ‘πονηρὰσ‘ λέγει δόξας τὰς ψευδεῖς, γνώσεως γὰρ πο‐ νηρία τὸ ψεῦδος· οὐκοῦν καὶ ψευδεῖς ἡδονὰς ῥητέον τὰς πονηράς, ψεῦδος γὰρ τῆς φιλοκάλου ὀρέξεως ὁ τοῦ αἰσχροῦ ἔρως ἢ ὁ τοῦ μὴ ὄντος καλοῦ (ἐπὶ πλέον γὰρ ἡ στέρησις τῆς ἐναντιότητος), ὃ δὴ καὶ παραλαμβάνει | |
5 | τὰ νῦν. | |
185 | ρπβʹ. Ὅτι αἱ ἡδοναὶ καὶ σύν τισι γνώσεσι γίγνονται καὶ σύν τισιν ὀρέξεσιν· οὐκοῦν ἀπὸ μὲν τῶν ὀρέξεων ἀρετῇ καὶ κακίᾳ συνδιαιροῦνται, ἀπὸ δὲ τῶν γνώσεων ἀληθείᾳ καὶ ψεύδει. | 87 |
186 | ρπγʹ. Ὅτι τῶν ἡδονῶν αἱ μὲν κατ’ ἀμφότερά εἰσιν ἀληθεῖς, κατά τε τὸ παρόντος ὡς ἀληθῶς τοῦ ἡδέος ἀντιλαμβάνεσθαι καὶ κατὰ τὸ ἀγαθὸν εἶναι τὸ ἧδον· αἱ δὲ κατ’ ἀμφότερα ψευδεῖς, τό τε πονηρὸν εἶναι τὸ ἧδον καὶ μηδὲ παρεῖναι· αἱ δὲ κατὰ θάτερα, κατὰ μὲν τὸ παρεῖναι | |
5 | ἀληθεῖς, κατὰ δὲ τὸ μὴ ἀγαθῶν εἶναι ψευδεῖς, ἢ ἀνάπαλιν κατὰ μὲν τὸ ἀγαθῶν εἶναι ἀληθεῖς, κατὰ δὲ τὸ μὴ παρόντων ψευδεῖς. ὥστε δῆλον ὅτι παρὰ τὸ ἡστὸν γίγνονται ἅπασαι ἢ ἀγαθόν γε ὂν ἢ κακὸν καὶ ἤτοι παρὸν ἢ μὴ παρόν. | |
187 | ρπδʹ. Ὅτι ὡς ἐπὶ τῶν αἰσθητῶν τὰ μὲν ἐγγύθεν ὁρᾶται μείζω, τὰ δὲ πόρρωθεν ἐλάττω, τὰ αὐτὰ ὄντα, οὕτω καὶ ἐπὶ τῶν ἡδέων καὶ ἐπὶ τῶν λυπηρῶν· τὸ γὰρ παρὸν ἀεὶ μεῖζον εἶναι δοκεῖ τοῦ ἀπόντος, καὶ 〈λυπηρὸν〉 λυπηροῦ καὶ ἡδὺ ἡδέος καὶ ἡδὺ λυπηροῦ καὶ λυπηρὸν | |
5 | ἡδέος. | |
188 | ρπεʹ. Ὅτι οἱ μὲν τρεῖς πρῶτοι τρόποι τῆς ἀποδείξεως ἐπὶ ψυχῆς ἐλαμβάνοντο· ὁ ἀπὸ τῶν ὀνείρων, οὐ γὰρ ὀνειροπολεῖ τὸ σῶμα· ὁ ἀπὸ τῶν μανιῶν, οὐ γὰρ μαίνεται τὸ σῶμα· ὁ ἀπὸ τῶν ματαίων ἐλπίδων, ἥκιστα γὰρ ἐλπίζει τὸ σῶμα. ἀλλὰ καὶ ὁ ἕκτος τρόπος ψυχικός ἐστιν, | |
5 | ὁ ἀπὸ τῆς παρακολουθούσης ἡδονῆς τῇ ψευδεῖ δόξῃ. ὁ δέ γε τέταρτος ἀπὸ τοῦ συναμφοτέρου, ψυχῆς λέγω καὶ σώματος· ἦν δὲ ὁ τέταρτος ἀπὸ τῆς πρὸς μείζους λύπας παραθέσεως. ὁ δὲ πέμπτος ἐστὶ μὲν καὶ ἐπὶ ψυχῆς, ἔστι δὲ ὅλως καὶ ἀπὸ τοῦ σώματος, ὁ ἀπὸ τοῦ μήτε χαίρειν μήτε λυπεῖσθαι. | |
189 | ρπϛʹ. Ὅτι οὐ μόνον κινεῖται τὰ πράγματα, ἀλλὰ καὶ ἕστηκεν, δηλοῖ πρῶτον μὲν τὸ μένειν ἐν τῷ κινεῖσθαι· δεύτερον δὲ τὸ τοῦ αὐτοῦ εἴδους μεταδιδόναι τὸ γεννῶν τῷ γεννωμένῳ, διαμονὴ δέ τις καὶ ἡ ταυτότης· τρίτον δὲ τὸ σῴζεσθαι τὸν ἰδίως ποιὸν δι’ ὅλης τῆς καθ’ ἡλικίαν μετα‐ | |
5 | βολῆς· τέταρτον ὅτι ἀνάγκη, ὥσπερ τὸ τῆς κινήσεως παράδειγμα παρή‐ γαγεν εἰκόνα τὴν σωματικὴν κίνησιν, οὕτω δὴ καὶ τὴν παραδειγματι‐ κὴν στάσιν χρὴ παραγαγεῖν σωματικὴν εἰκόνα στάσεως· πέμπτον ἐκ τοῦ πέρατος ἐπιχειρητέον πάντα ὁρίζοντος τὰ τῆς ἀπειρίας γεννήματα. | |
190 | ρπζʹ. Ὅτι μὲν ἐν τῷ μηδετέρῳ βίῳ τῷ μήτε χαίροντι μήτε λυπουμένῳ πληκτικῶς οὐδὲν πάσχομεν, φανερόν· ἀλλὰ μήποτε εὐπάθειά τις ἡδεῖα | |
πάρεστι, καὶ μάλιστα ἀνεμποδίστως ἐνεργούσης τῆς φύσεως. ἀλλ’ εἴ τινα καὶ τοιαύτην ἡδοίμεθα ἡδονήν, ἀλλὰ σὺν αἰσθήσει τινὶ ἀπλήκτῳ | 89 | |
5 | καὶ ταύτῃ, ὥστε εἰ λάβοις κινήσεις οὐδεμίαν αἴσθησιν παρεχομένας, λήψῃ τὸν νῦν ἀκριβῶς οὐδέτερον λεγόμενον βίον. ἐπεί τοι καὶ ὁ Ἐπί‐ κουρος λέγει τὴν κατὰ φύσιν ἡδονήν, καταστηματικὴν αὐτὴν ὀνομάζων· ἀλλὰ καὶ ἡ ἀρετή, ἡδονῆς τῆς τελειοτάτης γέμουσα, ὅμως εἰς τὸ μέσον ἄγει, περικόπτουσα τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις. | |
191 | ρπηʹ. Ὅτι τῶν ἡδονῶν αἱ μὲν ἀμετάβλητοι, ὥσπερ αἱ νοεραί· αἱ δὲ κατὰ μεταβολὴν μέν, ἀπαράθραυστον δέ, ὡς αἱ τέλειαι ψυχῶν καὶ σωμάτων κινήσεις· αἱ δὲ κατὰ κίνησιν, ὡς αἱ ἀτελεῖς εἰς τὸ τέλειον ἰοῦσαι ψυχῶν αὖ πάλιν καὶ σωμάτων. καὶ γὰρ ἐνέργειαι τοσαῦταί εἰσιν, | |
5 | ἀμετάβλητοι μεταβαλλόμεναι, καὶ ἤτοι τέλειαι ἢ ἀτελεῖς. | |
192 | ρπθʹ. Ὅτι οἱ μὲν πάσας ἔθεντο ἀληθεῖς, οἱ δὲ πάσας ψευδεῖς τὰς ἡδονάς. ὁ δὲ Σωκράτης διαιρεῖ, καὶ ὅτι μὲν οὐ πᾶσαι ἀληθεῖς, ἔδειξε πρότερον· ὅτι δὲ οὐ πᾶσαι ψευδεῖς, ἐθελήσει δεικνύναι. | |
193 | ρϟʹ. Ὅτι νῦν μὲν παραδίδωσι μέθοδον κριτικὴν τὴν ἀποβλέπουσαν εἰς τὸ μάλιστα μετέχον τοῦ κρινομένου πράγματος. ἐπὶ παντὸς γάρ, φησίν, εἰς τὴν ἀκρότητα βλεπτέον· ὡς γὰρ ἂν ἔχῃ τὸ ἄκρον, οὕτως ἕξει καὶ τὰ μέσα καὶ τὰ ἔσχατα. ἐν δὲ Νόμοις τελειοτέραν τὴν κριτικὴν | |
5 | μέθοδον παρέδωκεν, τὴν γὰρ ἀφορῶσαν εἰς τὴν ὀρθότητα τοῦ πράγμα‐ τος. ἔτι δὲ πρὸς τὴν ἀπόδειξιν διορίζεται ὡς ἄλλο μὲν καθαρότης τῶν εἰδῶν, ἄλλο δὲ σφοδρότης· ὥστε καὶ τῶν ἡδονῶν ἄλλο μὲν καθαρότης, ἄλλο δὲ σφοδρότης. | |
194 | ρϟαʹ. Ὅτι συνηγορῶν τῇ λεγούσῃ ὑποθέσει ψευδεῖς εἶναι τὰς ἡδονὰς διαιρεῖ τῶν ἡδονῶν τὰς μὲν ψυχῆς, τὰς δὲ σώματος, καὶ τούτων τὰς μὲν ὑγιεινάς, τὰς δὲ νοσώδεις. τὰς νοσώδεις οὖν δείκνυσιν μεγίστας, ὅτι μεγίστων ἐπιθυμιῶν εἰσίν· αἱ δὲ ἐπιθυμίαι μέγισται, ὅτι καὶ αἱ ἔνδειαι· | |
5 | ἡ γὰρ μείζων ἔνδεια μείζονα κινεῖ ἐπιθυμίαν, ἵνα καὶ μείζων ἡ πλήρωσις γένηται. ἀλλὰ καὶ τῆς ψυχῆς ἐν τῷ νοσοῦντι, οἶον ἐν τῷ ἀκολάστῳ, μείζων ἡδονή· καὶ γὰρ ἐπιθυμία καὶ ἔνδεια. | |
195 | ρϟβʹ. Ὅτι εἰκότως τοῖς νοσοῦσι παρέζευξεν ἡ φύσις τὴν σφοδρο‐ τέραν ἐπιθυμίαν, ἵνα τὸ δυσκίνητον αὐτῶν καὶ ἤδη πεπτωκὸς ἀνα‐ μοχλεύῃ. | |
196 | ρϟγʹ. Ὅτι συλλογίζεται ψευδεῖς εἶναι τὰς ἡδονὰς καὶ μόνον λυπῶν | |
ἀπαλλαγὰς οὕτως. εἴπερ μᾶλλον ὁ νοσῶν λυπεῖται κατὰ τὴν ἐσχάτην ἔνδειαν, ἡ δὲ ἐπιθυμία μάλιστα τὴν ἔνδειαν σπεύδει ἰάσασθαι, ἐφ’ ὃ δὲ σπεύδει, ἐπὶ τούτῳ μάλιστα ἥδεται· ἐπὶ ἄρα τῇ ἰάσει τῆς ἐνδείας καὶ | 91 | |
5 | τῆς λύπης ἥδεται μάλιστα. τοιγαροῦν ἐλθοῦσα εἰς τὸ κατὰ φύσιν οὐκέτι ἥδεται ἅτε λύπης οὐκέτι μετέχουσα· οὐκ ἄρα ὡς ἀληθῶς ἥδεται, οὐ γὰρ ἐπὶ ἡδεῖ, ἀλλ’ ἐπὶ τῇ τοῦ λυπηροῦ ἀπαλλαγῇ. ὡς δὲ ἔχουσιν αἱ ἀκρότητες τῶν ἡδονῶν, οὕτω καὶ αἱ ἐφεξῆς· οὐκ ἄρα εἰσὶν ἡδοναὶ αἱ ἡδοναί. | |
10 | Συλλογισμοὶ κατὰ τῆς ἡδονῆς | |
fig1,12 | [Start of a diagram][Start of a diagram section]τὸ παρὰ φύσιν ἔχειν[End of a diagram section] | |
fig1,14 | [Start of a diagram section]ἀγαθόν[End of a diagram section] [Start of a diagram section]ἡδονή[End of a diagram section] | |
fig1,13 | [Logical Relationship in a Diagram start mark]απ κτ απ[Logical Relationship in a Diagram end mark][End of a diagram] | |
fig2,12 | [Start of a diagram][Start of a diagram section]περιβόητον[End of a diagram section] | |
fig2,14 | [Start of a diagram section]ἀγαθόν[End of a diagram section] [Start of a diagram section]ἡδονή[End of a diagram section] | |
fig2,13 | [Logical Relationship in a Diagram start mark]απ κτ απ[Logical Relationship in a Diagram end mark][End of a diagram] | |
fig3,11 | [Start of a diagram][Start of a diagram section]τὸ ἐπιτείνεσθαι ἐν | |
fig3,12 | πονηρίᾳ[End of a diagram section] | |
fig3,14 | [Start of a diagram section]ἀγαθόν[End of a diagram section] [Start of a diagram section]ἡδονή[End of a diagram section] | |
fig3,13 | [Logical Relationship in a Diagram start mark]απ κτ απ[Logical Relationship in a Diagram end mark][End of a diagram] | |
15 | [Start of a diagram][Start of a diagram section]αἱ ἀκρόταται[End of a diagram section] [Start of a diagram section]σφοδρόταται[End of a diagram section] [Start of a diagram section]λυπῶν ἀπαλλαγαί[End of a diagram section][End of a diagram] εἰ αἱ ἀκρόταται λυπῶν ἀπαλλαγαί, καὶ πᾶσαι ἄρα τοιαῦται· ἀλλὰ μὴν αἱ ἀκρόταται· καὶ αἱ πᾶσαι ἄρα. | |
197 | ρϟδʹ. Ὅτι ὁ Ἐπίκουρος οὐκ οἴεται μίγνυσθαι λύπην ἡδονῇ, μηδὲ γὰρ ἀγαθῷ τὸ κακόν. Πλάτων δὲ ἀξιοῖ καὶ ἐν ψυχῇ καὶ ἐν σώματι καὶ ἐν τῷ κοινῷ· καὶ τούτων ἕκαστον τριχῶς, ἢ τῆς ἡδονῆς ἐπικρατούσης ἢ τῆς λύπης ἢ ἐξ ἴσης. | |
198 | ρϟεʹ. Ὅτι μίξις πᾶσα ἐν συνθέτῳ· καὶ πῶς ἡ ψυχὴ σύνθετος; ἢ ὅτι μεμέρισταί πως διαστηματικὴ γενομένη· διὸ προσεδεήθη καὶ ἁρμονίας ἐν τῇ γενέσει, ἵνα ἁρμοσθῇ καὶ ‘συστῇ‘, ὡς φησὶν ὁ Τίμαιος. | |
199 | ρϟϛʹ. Ὅτι πάντα τὰ πάθη μικτά· πρῶτον μὲν ὅτι ‘δύο αὗται πηγαὶ μεθεῖνται ῥεῖν‘. δεύτερον δὲ ὅτι ἐπιτρέχουσι τοῖς πάθεσιν αἱ ψυχαί· οὐκ ἂν δέ, εἰ μόνον λῦπαι ἦσαν, οὐδεὶς γὰρ αἱρεῖται τὸ λυπεῖσθαι μόνον. τρίτον δὲ ἐκ τῆς ἐπαγωγῆς δῆλον· ὁ γὰρ θυμὸς ‘πολὺ γλυκίων μέλιτος | |
5 | καταλειβομένοιο‘, καὶ ὁ φθόνος, καὶ τὸ γελοῖον· πλεονάζει δὲ ὅπου μὲν λύπη, ὅπου δὲ ἡδονή, ὅπου δὲ ἐξισάζει. τέταρτον πᾶσα δύναμις ἐνερ‐ γοῦσα ἀνεμποδίστως ἥδεται· ἔστι δὲ καὶ τὸ πάθος δύναμις οἶον ἐνερ‐ γοῦσα παθητικῶς. | |
200 | ρϟζʹ. Πῶς εὑρίσκονταί τινες ἡδοναὶ ἐν τῇ εἰς τὸ παρὰ φύσιν ὁδῷ; | |
ὡς ἐπὶ ἐνίων ὀφεοδήκτων, οἳ ἡδόμενοι τελευτῶσιν, καὶ ἐπί τινος λυσσο‐ δήκτου ἐπὶ τῶν αὐτοῦ χρόνων, ὁ ἐξηγητὴς φησίν. ἢ οἶον βρασμῷ τινὶ τῆς φύσεως ἐοίκασιν αἱ τοιαῦται ἡδοναί· ἤ τινες καὶ ποιότητες τοιαῦται | 93 | |
5 | προσπίπτουσιν· ἢ καὶ ἐκκρίνεταί τι λυπηρόν, ᾧ δὴ παρυφίσταται ἡ ἡδονή. | |
201 | ρϟηʹ. Ὅτι ἐπιχαιρέκακος μὲν ὁ τοῖς τῶν φίλων κακοῖς ἐπιχαίρων, φθονερὸς δὲ ὁ ἐπὶ τοῖς ἀγαθοῖς αὐτῶν λυπούμενος. | |
202 | ρϟθʹ. Ὅτι ἡ ἄγνοια ἑαυτῶν τριχῇ ἐπιτελεῖται· ἢ γὰρ κατὰ τὰ ἐκτὸς ἀγνοοῦμεν τὴν ἡμῶν δύναμιν ἢ κατὰ τὸ σῶμα ἢ κατὰ τὴν ψυχήν. καὶ εἰ μὲν εἴη ῥωμαλέα ἡ ἄγνοια, μισητή ἐστιν ἅτε βλαβερά· εἰ δὲ ἀσθενής, γελοία. | |
203 | σʹ. Ὅτι ἡ κωμῳδία ἡ ὀρθὴ κολαστική ἐστιν τῆς ἀσθενοῦς ἀμαθίας, ἡ δὲ μὴ ὀρθὴ καὶ τῇ ἀρετῇ ἐπιτίθεται. | |
204 | σαʹ. Ὅτι συναγωνιζόμενος τῇ ὑποθέσει τῶν δυσχεραινόντων τὴν ἡδονήν, εἴτε οἱ Πυθαγόρειοι ἦσαν εἴτε ἄλλοι τινές, ἑνὶ μὲν λόγῳ ἐχρῆτο τῷ ἀπὸ τῆς ἀκρότητος τῶν ἡδονῶν τῆς παρούσης τοῖς νοσοῦσιν, ἑτέρῳ δὲ τῷ ἀπὸ τῆς μίξεως τῆς πρὸς τὰς λύπας. πρὸς δὴ τούτους τὰ νῦν | |
5 | ἀπαντῶν τήν τε ἀκρότητα ἀπὸ τῆς σφοδρότητος διορίζει καὶ τὰς ἄνευ λυπῶν ἡδονὰς παραδίδωσιν. | |
205 | σβʹ. Ὅτι ἡ διαιρετικὴ διακρίνει τά τε ἀμιγῆ ἀπὸ τῶν μεμιγμένων καὶ τῷ ἐναντίῳ συμπεφυρμένων καὶ τὰ ἀρχέτυπα ἀπὸ τῶν εἰδώλων καὶ τὰς ἀκρότητας ἀπὸ τῶν σφοδροτήτων, καὶ τοῦτο ἐπὶ τῶν εἰδῶν ἁπάντων· ἔστιν ἄρα καὶ ἡδονὴ ἄνευ τῆς ἐναντίας λύπης. ἔτι δὲ εἰ ἔστιν ἡ πρόοδος | |
5 | ἡ κατὰ φύσιν ἄλλη παρὰ τὴν ὑπόβασιν τὴν παρὰ φύσιν, εἴη ἂν καὶ ἡδονὴ ἄλλο τι προηγούμενον εἶδος παρὰ τὴν λύπην ἐν τῇ κατὰ φύσιν κινήσει τῇ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον. ἔτι τὸ χεῖρον τῶν ἐναντίων μᾶλλον στερήσει ἔοικεν, ὡς καὶ Ἀριστοτέλει δοκεῖ· οἶον τὸ ψυχρὸν στέρησις μᾶλλον ἐν τῇ πρὸς τὸ θερμὸν ἀντιθέσει, καὶ τὸ μέλαν ἐν τῇ | |
10 | πρὸς τὸ λευκόν· οὐκοῦν καὶ ἡ λύπη μᾶλλον ἡδονῆς ἀπουσία, ὡς φθορὰ γενέσεως. ἔτι εἰ ἡ μὲν κινεῖ τὴν ὄρεξιν, ἡ δὲ τὴν ἀποστροφήν, ἔστι δὲ | |
μᾶλλον ἡ ἀποστροφὴ ὀρέξεως ἀπουσία, καὶ ἡ λύπη ἄρα μᾶλλον ἡδονῆς ἀπουσία, ἀλλ’ οὐχὶ ἡ ἡδονὴ λύπης ἀπαλλαγή. | 95 | |
206 | σγʹ. Ὅτι καθαραί εἰσιν ἡδοναὶ ὅσαι μὴ ἔχουσι λύπην προγενομένην, οἶον ἡ τοῦ ἑσπέρου θέα, ἢ λειμῶνος καλοῦ πρόσοψις· καὶ ὅλως ὅταν ἔχωσι κατὰ φύσιν αἱ αἰσθήσεις ἅπασαι, ἔπειτα προσπέσῃ τι ταύταις ἡδύ, φανερὸν ὡς τὴν τοιαύτην ἡδονὴν οὐκ ἂν εἴποι τις ἐκ προλυπήσεως | |
5 | εἶναι. πῶς οὖν ἐγείρεται πρὸς τὴν πλήρωσιν ἡ αἴσθησις, ἐφ’ ᾗ κινεῖσθαι πέφυκεν ἡ ἡδονή; ἐνδείας γὰρ μὴ προγενομένης οὐ χρεία πληρώσεως ἐπιγινομένης. ἢ ἔστι μὲν ἔνδεια, ἀνεπαίσθητος δέ· διόπερ οὐ προγίνεται λύπη. Ἤ, τό γε ἀληθέστερον, ἐρρωμένου τοῦ κατὰ φύσιν ἡ πλήρωσις τοῦ | |
10 | οἶον ὑπερφυεστέρου γίγνεται, οὗ δὴ καὶ ἔξεστι φάναι ἐνδεὲς εἶναι τὸ ζῷον, οὐχ ὡς ἀποβληθέντος τινός, ἀλλ’ ὡς μὴ παρόντος. | |
207 | σδʹ. Ὅτι τῶν ἡδονῶν αἱ μὲν πληκτικαὶ καὶ ἐμπαθεῖς, ὅσαι μετὰ λυπῶν, αἱ δὲ ἐνεργητικαὶ μόνον ὡς ἐν τελείῳ τῷ ζῴῳ καὶ ἐνεργοῦντι θεωρούμεναι, αἱ δὲ ὀλίγον ἔχουσαι τὸ παθητικόν. | |
208 | σεʹ. Ὅτι καὶ τῶν καθαρῶν ἡδονῶν αἱ μὲν σωματικαί, οἷον ἡ τοῦ συμμέτρου φωτὸς θέα· αἱ δὲ ψυχικαί, οἶον ἡ ἐπὶ θεωρίᾳ καί τινος κατα‐ λήψει νοητοῦ· αἱ δὲ τοῦ συναμφοτέρου, ὡς ἐπὶ ὑγιείᾳ, ἐφ’ ᾗ καὶ ὁ λόγος συγχαίρει, ἢ ἐπὶ κινήσει τῇ ἀπὸ ψυχῆς μὲν ἀρξαμένῃ, καταβάσῃ δὲ | |
5 | μέχρι τοῦ σώματος. | |
209 | σϛʹ. Ὅτι πασῶν τῶν αἰσθήσεων ἐν τοῖς θεοῖς εἰσὶ προλήψεις, ὡς Ὅμηρος ἐνδείκνυται, περὶ μὲν τῆς ὄψεως καὶ τῆς ἀκοῆς λέγων ‘ἠέλιος, ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει‘· περὶ δὲ τῆς ὀσφρήσεως ‘τό ῥά οἱ τεθυωμένον ἦεν‘· περὶ δὲ τῆς γεύσεως, τὴν ἀμβροσίαν τροφὴν αὐτῶν | |
5 | εἶναι καὶ τὸ νέκταρ· περὶ δὲ τῆς ἁφῆς, ὅτι ἥψατο γενείου ἡ Θέτις τοῦ Διός. | |
210 | σζʹ. Ὅτι τὸ τῶν καθαρῶν ἡδονῶν γένος ‘θεῖον‘ λέγει ἢ ὡς ἀναγωγόν· οὐδὲν γὰρ ἑστὼς ἄχρι τοῦ κατὰ φύσιν κατάγεται, ἄλλως τε καὶ ἐν τῷ | |
μέρει τούτῳ αἱ ἀναγωγοὶ ἡδοναί· ἢ ὡς πρέπον καὶ τοῖς θείοις ζῴοις καὶ μηδέποτε λυπεῖσθαι πεφυκόσιν, ἄλλως δὲ εὐπαθοῦσιν ἀεὶ καὶ | 97 | |
5 | εὐφραινομένοις. | |
211 | σηʹ. Ὅτι αἱ ἐν μαθήμασιν ἡδοναὶ ἄνευ προλυπήσεων· καὶ πῶς ἔτι ζητοῦντες λυπούμεθα; ἢ κατὰ λογισμόν, φησίν, ἐπεὶ αὐτὴ παροῦσα ἡ ἄγνοια οὐ λυπεῖ· οὐδὲ γὰρ ἅπτεται τῆς οὐσίας, οὐδέ γε ἴσως τῆς ἐπιστή‐ μης ἔνδον κεκρυμμένης. οὕτω μὲν οἱ πολλοὶ διατάττουσι. | |
5 | Μήποτε δὲ ὁμοίως ἔχει ἐπὶ ψυχῆς τε καὶ σώματος τὰ κατὰ τὰς ἡδονάς τε καὶ λύπας· ὥσπερ γὰρ ἀναισθησία ἐν τούτῳ οὐ λυπεῖ, οὕτως οὐδὲ ἄγνοια ἐν ἐκείνῃ· καὶ ὥσπερ ἀνιόντων ἐπὶ τὸ κατὰ φύσιν αἴσθησις ἐν τούτῳ γιγνομένη τῆς ὀδύνης ἀντιλαμβάνεται, οὕτω καὶ ἐπὶ ψυχῆς ἀνιόντων ἐπὶ τὸ γιγνώσκειν ἡ ἀπορία τὴν ὀδύνην κινεῖ. εἰ δὲ ἐν τῇ | |
10 | καταβάσει τῇ εἰς τὸ παρὰ φύσιν ἀνεπαισθητοτέρα ἡ λύπη τῆς σωματικῆς ἀλγηδόνος, τὸ ἰσχυρὸν τῆς ψυχῆς αἴτιον· δῆλον δὲ ἐξ ὧν ἀθρόως εἰς τὸ σκοτεινὸν μεταβᾶσα ταράττεται. | |
212 | σθʹ. Εἰ τὸ καθαρὸν ἀμιγὲς πρὸς τὸ ἐναντίον, τὸ δὲ ἀμιγὲς ἀληθὲς κατὰ τὸ εἶδος ὅ ἐστι, τὸ δὲ ἀληθὲς ἄκρον, δῆλον τὸ συμβαῖνον, ὅτι πανταχοῦ καθαρὸν τὸ ἄκρον ἐστίν· ἀλλὰ μὴν καὶ τὸ ἀκάθαρτον σφοδρόν· τὸ ἄκρον ἕτερον τοῦ σφοδροῦ. πῶς οὖν ἔτι ἀληθὴς ὁ τῶν δυσχεραινόντων | |
5 | τὴν ἡδονὴν λόγος καὶ κατασκευαζόντων μηδὲ εἶναι αὐτὴν ἐκ τοῦ ἄκρον λαμβάνειν τὸ σφοδρόν; αὐτὸ γὰρ τοὐναντίον ἔσχατόν ἐστι τὸ σφοδρόν. | |
213 | σιαʹ. Πῶς τὰς καθαρὰς ἡδονὰς τῷ πέρατι εἰσποιεῖ; καίτοι πᾶσαν ἔφη τὴν ἡδονὴν εἶναι τῆς ἀπειρίας. ἀλλ’ οὐχ ὥστε μὴ μετέχειν παντελῶς τοῦ πέρατος, ἀλλὰ κατ’ ἐπικράτειαν· οὐκοῦν ὡς ἐν ἡδοναῖς περατοειδεῖς εἶναι τὰς καθαρὰς ἀποφαίνεται. | |
214 | σιβʹ. Ὅτι συλλογίζεται μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν οὕτω πως· ἡ ἡδονὴ γένεσις· ἡ γένεσις ἕνεκά του· τὸ ἕνεκά του ἕτερον τοῦ οὗ ἕνεκα· τὸ οὗ ἕνεκα ἀγαθόν· ἡ ἡδονὴ ἄρα ἕτερον τοῦ ἀγαθοῦ. [Start of a diagram][Start of a diagram section]ἡδονή[End of a diagram section] [Start of a diagram section]γένεσις[End of a diagram section] [Start of a diagram section]ἕνεκά του[End of a diagram section] [Start of a diagram section]ἕτερον τοῦ οὗ ἕνεκα[End of a diagram section] [Start of a diagram section]ἀγαθόν.[End of a diagram section][End of a diagram] | |
215 | σιγʹ. Ὅτι ἡ πρώτη πρότασις ἀληθὴς ἐπὶ τῆς κατὰ κίνησιν ἡδονῆς τῆς ἀπὸ τοῦ δυνάμει φερούσης εἰς τὸ ἐνεργείᾳ, πᾶσα γὰρ κίνησις γένεσις. οὐκ αὐτὸ ὅπερ ἡ γένεσις, ἀλλὰ τὸ ἑπόμενον τῇ κινήσει ἤτοι τὸ ἐπιγιγνόμενον. | 99 |
5 | Μήποτε δὲ καὶ ἐπὶ πάσης ἡδονῆς τὸν λόγον ποιητέον, ὅτι γένεσις. καὶ γὰρ πᾶσα ἐνέργεια γένεσίς τε καὶ ἕνεκά του· διὰ γὰρ οὐσίαν καὶ σπεύδουσα ἐπ’ αὐτήν· πολλῷ ἄρα μᾶλλον ἡ ἡδονή. | |
216 | σιδʹ. Ὅτι τετραχῶς ἥ τε οὐσία καὶ ἡ γένεσις. τό τε γὰρ αἰσθητὸν γένεσις καὶ τὸ νοητὸν οὐσία· τό τε ὑπουράνιον ὁμοίως γένεσις καὶ οὐσία τὸ οὐράνιον· ἔτι δὲ τρίτον τὸ προκόπτον εἰς εἶδος γένεσις καὶ αὐτὸ τὸ εἶδος οὐσία· τέταρτον δὲ ἡ περί τι ὑποκείμενον μεταβολὴ γένεσις | |
5 | καὶ αὐτὸ τὸ ὑποκείμενον οὐσία, οἷον ἡ περὶ τὸ σῶμα ποιότης. πανταχοῦ δὲ ἡ γένεσις ἕνεκα τῆς οὐσίας, αἰτία γὰρ ἡ οὐσία τῆς γενέσεως. | |
217 | σιεʹ. Ὅτι ἓν μὲν τὸ οὗ ἕνεκα μόνως, ὡς τὸ ἀγαθόν, ἓν δὲ τὸ ἕνεκά του μόνον, ὡς ἡ ὕλη· τὰ δὲ ἐν μέσῳ πρὸς ἄλλο καὶ ἄλλο ἑκάτερον. | |
218 | σιϛʹ. Ὅτι Ἀριστοτέλης οὐ συγχωρεῖ γένεσιν εἶναι τὴν ἡδονήν, γενέσεως μὲν φάσκων μὴ εἶναι γένεσιν, ἡδονῆς δὲ εἶναι. ἐρωτητέον δὲ αὐτὸν τί ποτε καλεῖ γένεσιν ἡδονῆς. εἰ μὲν γὰρ τὴν τοῦ ὑποκειμένου ᾧ ἕπεται ἡ ἡδονή (ἐκεῖνο γὰρ ὡς αὐτὸς ἐκδέχεται τὸ γένεσιν ἔχον ἐστί), | |
5 | φανερὸν ὡς διαλλάττει καὶ τὴν γένεσιν ἐπὶ ἑτέρου λαμβάνει· εἰ δὲ αὐτῆς τῆς ἡδονῆς, οὐδὲν κωλύει γένεσιν αὐτῆς εἶναι οὐκ οὔσης γενέ‐ σεως, ἀλλὰ παρακολουθήματος. τρίτον γένεσις πᾶν λέγεται ἔνυλον εἶδος τὸ ἐν τῷ γίγνεσθαι ὄν· οὕτως οὖν καὶ ἡ ἡδονὴ γένεσις ὥς τι τῶν γενητῶν εἰδῶν. | |
219 | σιζʹ. Ὅτι ἡ ἡδονή, κἂν αὐτὴν λάβῃς τὴν σὺν ἐνεργείᾳ, κίνησίς ἐστιν, εἴπερ καὶ αὐτὴ ἡ ἐνέργεια παρατείνεται χρόνῳ τινί· ἐναργέστερον δὲ ἡ ἡδονή. καὶ γὰρ αὕτη μᾶλλον καὶ ἧττον· ἔστι γοῦν ἰδόντα μήπω | |
ἡσθῆναι· οὕτως ἄρα κατὰ βραχὺ πέφυκεν ἐγείρεσθαι. ἔπειτα κόρος | 101 | |
5 | ἐπιγίγνεται καὶ ταῖς καθαραῖς ἡδοναῖς ....................... .................................................................... .................................................................... | |
220 | σιηʹ. Ὅτι οὐ κιν .............................................. .................................................................... τοπικῇ, ὡς καὶ αὐτὸς ὁ ..................καὶ ἐν τῇ ἡδονῇ ἐστὶν ἅτε συνούσῃ τῇ ταχείᾳ καὶ βραδείᾳ κινήσει. | |
221 | σιθʹ. Ὅτι τὸ μᾶλλον καὶ ἧττον ἢ κατὰ πλάτος τοῦ εἴδους γίγνεται, ὅταν ἐν τῷ κατὰ φύσιν ᾖ καὶ ἐν προόδῳ, ἢ κατὰ μίξιν τοῦ ἐναντίου καὶ τῆς στερήσεως, ὅταν συμπεφυρμένη. | |
222 | σκʹ. Ὅτι αἱ μὲν ζῳώδεις ἡδοναὶ ἀπὸ τοῦ μᾶλλον ἀρχόμεναι τελευ‐ τῶσιν εἰς τὸ ἧττον, αἱ δὲ ψυχικαὶ ἀνάπαλιν. | |
223 | σκαʹ. Ὅτι τῷ μὲν λόγῳ τῷ φάσκοντι γένεσιν εἶναι τὴν ἡδονὴν δείκνυσιν μὴ οὖσαν αὐτὴν τὸ ἀγαθόν, τοῖς δὲ ἔπειτα τρισὶν ὅτι οὐδὲ ἀντιστρέφει πρὸς τὸ ἀγαθόν. ὧν πρῶτος μὲν ὁ τὸ ἀγαθὸν λέγων εἶναι ἐν πᾶσιν, τὴν δὲ ἡδονὴν οὐκ ἐν πᾶσιν· δεύτερος ὅτι ἐστὶν ἔνια ἀγαθὰ | |
5 | μέν, οὐ μὴν ἡδοναί, ὡς αἱ ἀρεταί, θὲς δὲ καὶ λύπας· τρίτος ὅτι συμβαίνει τόν τε κακὸν ἡδόμενον ἀγαθὸν εἶναι καὶ τὸν ἀγαθὸν λυπούμενον κακόν. | |
224 | σκβʹ. Ὅτι τρεῖς ὑποθέσεις δοξῶν περὶ τὴν ἡδονήν· μία ἡ λέγουσα τέλος εἶναι τὴν ἡδονήν, ἣν ἤλεγξε διὰ τοῦ πρώτου τῶν λόγων· ἑτέρα ἡ λέγουσα πᾶν ἀγαθὸν εἶναι ἡδὺ καὶ ἀνάπαλιν, ἣν διήλεγξε διὰ τῶν τριῶν λόγων· ἄλλη δὲ ἡ ἕνεκά του λέγουσα εἶναι τὴν ἡδονὴν καὶ ταύτῃ | |
5 | ἀγαθὸν ᾗ ἀγαθοῦ ἕνεκα, ἣν βουλήσεται ................... | |
225 | .................................................................... .................................................................... .................................................................... .................................................................... | |
5 | καὶ ἐπὶ τοῖς αἰσθητοῖς τετάχαται· ἡ δὲ λογικὴ δόξα ἐστὶν ἡ ταῖς αἰσθήσεσι συνεκτρέχουσα ἢ ταῖς φαντασίαις, ὅταν κρίνῃ τοὺς ταύτης τύπους. τοῦτο μὲν οὖν ὅλον τῶν γνώσεων τὸ γένος οὐ καθαρόν· ἡ δὲ περὶ τὰ καθόλου νόησις ἢ ἀνυπόθετός ἐστιν ἢ ἐξ ὑποθέσεως· καὶ εἰ τοιαύτη, ἢ γενεσιουργός, οἶον ἡ δημιουργικὴ πᾶσα, ἢ ἀναγωγός, οἶον | 103 |
10 | ἡ παιδευτική. ἀλλὰ καὶ τούτων ἑκάστη διχῇ διαιρεῖται. ἡ δημιουργικὴ μὲν εἴς τε τὸ στοχαστικόν, οἵα ἡ τῇ αἰσθήσει κριτηρίῳ χρωμένη μουσική, καὶ εἰς τὸ ὡς ἀληθῶς τεχνικόν, οἵα ἡ τοῖς λόγοις χρωμένη τοῖς ἁρμονι‐ κοῖς· ἐπετήδευσαν δὲ ταύτην μὲν οἱ Πυθαγόρειοι, ἐκείνην δὲ οἱ Ἀριστο‐ ξένειοι· καὶ ὅλως ἐπὶ πασῶν τῶν ἀξιολόγων τεχνῶν αἱ μέν εἰσιν ἀρχι‐ | |
15 | τεκτονικαί, αἱ μέτροις τὰ πάντα καὶ σταθμοῖς καὶ ἀριθμοῖς πιστεύουσαι, αἱ δὲ στοχαστικῶς προϊοῦσαι δι’ ‘ἐμπειρίας τινὸς καὶ τριβῆσ‘. πάλιν αἱ παιδευτικαὶ τέχναι διτταί, αἱ μὲν τὴν αἰσθητικὴν ὕλην προσπαραλαμβά‐ νουσαι, οἵα ἡ Πτολεμαίου ἀστρονομία εἰς τόνδε τὸν ὁρατὸν ἀποβλέ‐ πουσα κόσμον καὶ τὰς αἰσθητικὰς τηρήσεις ἀρχὰς ποιουμένη· αἱ δὲ | |
20 | παντάπασιν ἄϋλοι, οἵα ἡ τῶν Θεοδοσίου σφαιρικῶν ἀστρονομία· καὶ ἐπὶ τῶν ἄλλων μαθημάτων ὡσαύτως. ἓν ἔτι λείπεται τμῆμα, ἡ περὶ τὰ ἀνυπόθετα τῶν καθόλου γνῶσις, ὅπερ ἡ διαλεκτικὴ μάλιστα πάντων ἀσπάζεται. ἀλλὰ καὶ αὕτη διαιρεῖται τετραχῇ. ἢ γὰρ τῶν συνθέτων ἐστὶν ἡ τοιαύτη γνῶσις ἢ τῶν ἁπλῶν· εἰ μὲν οὖν τῶν συνθέτων, ἢ τῶν | |
25 | ἀγωνιστικῶς τὰς ψευδεῖς δόξας διακαθαιρομένων ἢ τῶν ἐκμαιευομένων τὰς αὐτοφυεῖς ἐννοίας τῶν γενναίων τε καὶ ἀδιαστρόφων νέων· εἰ δὲ τῶν ἁπλῶν, ἢ τῶν λογικῶς αὐτοπτουσῶν τὰ ὄντα κατὰ ‘τὸ καθαρὸν τῆς φρονήσεωσ‘ ἢ τῶν νοερῷ φωτὶ καταλαμπομένων καὶ οὕτως εὐθυβολου‐ σῶν πρὸς τὰ ὄντα. τοιαύτη μὲν ἡ ὅλη διαίρεσις· κέχρηται δὲ ὁ Σωκράτης | |
30 | ἐν τῇ ἐξετάσει οὔτε ταῖς ἀλόγοις ὡς πάντῃ συμπεφυρμέναις τῷ ψεύδει οὔτε ταῖς ἀνυποθέτοις ὡς πάντῃ καθαραῖς, ἀλλὰ ταῖς μεταξὺ ὡς πῇ μὲν | |
τὸ καθαρόν, πῇ δὲ τὸ ἀκάθαρτον ἐχούσαις. | 105 | |
226 | σκγʹ. Ὅτι καὶ τὸ μικτὸν διέλοις ἂν τετραχῇ. τὸ γὰρ μικτὸν ἤτοι καθ’ αὑτὸ θεωρητέον ἢ μετὰ τῆς αἰτίας οἷον ἐπιβατευούσης αὐτῷ· καὶ εἰ μὲν καθ’ αὑτό, ἢ ὡς αὐτὸ ἄθροισμα τῶν συμπληρούντων αὐτὸ ἢ ὡς ἄλλο τι ἐπιγιγνόμενον τῷ ἀθροίσματι· εἰ δὲ μετὰ τῆς αἰτίας, ἢ τῆς | |
5 | ἀρρήτως αὐτὸ καὶ ἀφράστως καταλαμπούσης ἢ τῆς ὥσπερ ἐν προτυπώ‐ ματι θεωρητῶς ἐπαστραπτούσης τῷ μικτῷ. ταύτης δὲ τὸ μὲν συναίρημα εἰπεῖν οὐκ ἠδυνήθη, παραδίδωσι δὲ αὐτὴν διὰ τριάδος, συμμετρίας κάλλους ἀληθείας. | |
227 | σκδʹ. Διὰ τί τῷ μικτῷ ἐπιδίδωσιν ἑαυτὴν ἡ αἰτία; ἢ ὡς παντελεῖ πάντα οὖσα. τὸ γὰρ ἁπλοῦν οὐχ οἶόν τέ ἐστι χωρῆσαι τὴν ἀρρήτως ὑπὲρ τὸ ἓν ἅπαντα συλλαβοῦσαν αὐτοῦ δύναμιν. ταῦτά τοι φησὶν ὁ θεῖος Ἰάμβλιχος ἀδύνατον εἶναι τῶν κοινῶν τάξεων καθ’ ἕνα μετα‐ | |
5 | λαβεῖν, εἰ μὴ σὺν τῷ θεσπεσίῳ χορῷ τῶν ὁμονοητικῶς ἀναγομένων. καὶ τῇ Πολιάδι οἱ Ἀθηναῖοι ὑπὲρ μόνης τῆς πόλεως προσηύχοντο ὡς τὸ κοινὸν ἐφορώσῃ, οὐ μὴν ἰδίᾳ ὑπὲρ ἑκάστου. | |
228 | σκεʹ. Ὅτι ἐπὶ κράσεως θεοί εἰσι τῆς μὲν φυσικῆς τε καὶ ἐγκοσμίου ὁ Ἥφαιστος, τῆς δὲ ψυχικῆς τε καὶ ὑπερκοσμίου ὁ Διόνυσος. ἄρχεται μὲν γὰρ ἄνωθεν ἀπ’ αὐτῶν τῶν θεῶν ἡ συγκρατικὴ ἰδιότης, πρόεισι δὲ μέχρι τῶν ἐσχάτων ὑπάρξεων. οἷον ὁ Ἥφαιστος τῆς φυσικῆς κράσεως | |
5 | ἐξάρχων ἐν ἑαυτῷ πρῶτον τὸ ἰδίωμα προεβάλετο, εἶτα ἐν τῷ νῷ τῷ φύσεως ἐπιβατεύοντι, εἶτα ἐν τῇ ψυχῇ ὁμοίως τῇ τοιαύτῃ, καὶ τέλος ἐν τῷ φυσικῷ κόσμῳ καθ’ ὕπαρξιν. ἀλλὰ καὶ ὁ Διόνυσος ὡσαύτως ἐν ἑαυτῷ τῆς ψυχικῆς κράσεως τὴν ἀρχὴν ἀναφήνας τὸν θεῖον τρόπον, ἑξῆς ἐν τῷ νῷ ταύτην ὑπεστήσατο νοερῶς, καὶ καθ’ ὕπαρξιν ἐν τῇ ψυχῇ, | |
10 | καὶ τὸν συνδετικὸν τρόπον ἐν τῷ ἐμψύχῳ σώματι. ἔτι δὲ τούτων ἀνωτέρω ἐπὶ τῆς νοερᾶς ἐστὶ κράσεως ὁ Ζεύς· εἰσὶ δὲ ἄλλοι καὶ μερικώτεροι | |
Διονύσου καὶ Ἡφαίστου. καλεῖ δὲ τούτους ὡς μέλλων πάσας μιγνύναι τὰς μίξεις τάς τε ὑπερκοσμίους καὶ ἐγκοσμίους, τὴν δὲ Δίϊον παρῆκε κρᾶσιν ὡς ὑπερτέραν ἢ κατὰ τὰ προκείμενα. | 107 | |
229 | σκϛʹ. Ὅτι κρῆναι μέλιτος μὲν ἡ τῆς ἡδονῆς ὡς γλυκείας καὶ τὸ ἐκστατικὸν ἐχούσης· διὸ καὶ Πυθαγόρειος λόγος διὰ μέλιτος πίπτειν εἰς γένεσιν τὰς ψυχάς· ὕδατος δὲ κρήνη τοῦ νοῦ ὡς νηφαντική. | |
230 | σκζʹ. Ὅτι ἢ πάσας πάσαις μικτέον, ὅπερ ἀδύνατον διὰ τὰς ἀκαθάρ‐ τους ἡδονὰς οὐ συμβαινούσας οὔτε ταῖς καθαραῖς ἡδοναῖς οὔτε ταῖς ἐπιστήμαις· ἢ τισὶν ἐπιστήμαις τινὰς ἡδονάς, καὶ τοῦτο τετραχῇ· ἢ καθαραῖς καθαράς, ἢ ἀκαθάρτοις ἀκαθάρτους (αἳ δὴ καὶ κατάλληλοι | |
5 | μίξεις), ἢ καθαραῖς ἀκαθάρτους διχῶς γνώσεις καὶ ἡδονάς (ἅπερ ἀσύμβατα)· ἢ πάσας τισὶ μικτέον, καὶ τοῦτο διχῶς, ἡδονὰς πάσας τισὶ γνώσεσιν, ἢ ταῖς ὀρθαῖς ἢ ταῖς διεστραμμέναις, ἢ γνώσεις πάσας τισὶν ἡδοναῖς, ἢ ταῖς καθαραῖς ἢ ταῖς ἀκαθάρτοις. μίγνυσι τοίνυν πρότερον μὲν τὰς καθαρὰς γνώσεις ταῖς καθαραῖς ἡδοναῖς καὶ ἀΰλοις Διονυσια‐ | |
10 | κῶς· δεύτερον δὲ πάσας γνώσεις πάσαις ἡδοναῖς καθαραῖς, εἰ καὶ ἔνυλοι εἶεν, Ἡφαιστείως. | |
231 | σκηʹ. Ὅτι ἡ μὲν πρώτη μίξις βίου ἐστὶ θεωρητικοῦ, ἐκ τῶν πρώτων ἡδονῶν καὶ τῶν πρώτων γνώσεων· ἡ δὲ δευτέρα πολιτικοῦ, ὃς πασῶν δεῖται τῶν τεχνῶν καίτοι τινὰς ἡδονὰς ἀναινόμενος. Μήποτε δὲ καὶ γνώσεων ἁπασῶν δεῖται· προσάπτεται γὰρ τῶν θεωρη‐ | |
5 | τικῶν, εἰ καὶ μὴ ἐπὶ πλεῖστον. | |
232 | σκθʹ. Ὅτι αἱ μίξεις οὕτω γίνονται κατὰ τάξιν· | |
232col1(2) | γνώσεις εἰκαστικαὶ ἀναγκαῖαι ὅροις χρώμεναι | |
5 | δοξαστικαὶ μαθηματικαί φιλόσοφοι μαθηματικαί | |
ἡ διαλεκτική | Column end | |
232col2(2) | ἡδοναί ἀκάθαρτοι ἀναγκαῖαι σωματικαὶ καθαραί | |
5 | ἑπόμεναι ὀρθοδοξίᾳ μαθήσεσιν ἑπόμεναι | |
ἡ ταύτῃ ἑπομένη | Column end | |
232 | Οὕτω μὲν οὖν, ὡς κεφαλαιωδῶς εἰπεῖν, αἱ τεταγμέναι μίξεις γίνονται. εἰσὶ δὲ εἰκαστικαὶ μὲν καὶ ἀναγκαῖαι τέχναι αἱ μόνῃ τῇ αἰσθήσει πιστεύουσαι, χειρουργικαὶ ἤτοι δημιουργικαί, τεκτονικαὶ λέγω καὶ χαλκευτικαί· ταύταις μίγνυνται αἱ ἀκάθαρτοι μὲν καὶ ζῳώδεις ἡδοναί, | |
5 | ἀναγκαῖαι δὲ πρὸς τὸν βίον. ὅροις δὲ χρῶνται τέχναι αἱ μέτροις ἅπαντα ποιοῦσαι καὶ σταθμοῖς καὶ ἀριθμοῖς· μίγνυνται δὲ καὶ ταύταις αἱ τῷ μεμετρημένῳ καὶ ἠριθμημένῳ εἴδει χαίρουσαι ἡδοναί, καὶ ταῦτα οὖσαι σωματικαί, οἶον αἱ ταῖς ἀναλογίαις ἐπιγανύμεναι. μαθηματικαὶ δέ εἰσι | |
δοξαστικῶς προϊοῦσαι αἱ τὴν αἴσθησιν πρὸς κρίσιν παραλαμβάνουσαι, | 109 | |
10 | οἶον ἡ Πτολεμαίου ἀστρονομία καὶ ἡ Ἀρχιμήδους μηχανική. αἱ δὲ λοιπαὶ γνώσεις τε καὶ ἡδοναὶ φανεραί. | |
233 | σλʹ. Ὅτι καὶ Ἀριστοτέλης ἄλλο μὲν τὸ ἄθροισμα ποιεῖ τῶν στοι‐ χείων, ἄλλο δὲ τὸ ἐπιγιγνόμενον εἶδος· οἶον τὸ τῆς σαρκὸς ἄλλο παρὰ τὰ στοιχεῖα. ὥστε συμφωνοῦσι κατὰ τὴν μίξιν Πλάτων καὶ Ἀριστοτέλης. | |
234 | σλαʹ. Ὅτι ἐν μὲν τοῖς πρόσθεν ἐθεώρει τὰς μονάδας περὶ τὰ στοιχεῖα· καλὰς γὰρ καὶ ἀληθεῖς καὶ συμμέτρους παρελάμβανεν ἡδονὰς καὶ γνώσεις, τὰς γὰρ καθαρὰς καὶ ὅλως ἀλλήλαις συνεῖναι δυναμένας· νῦν δὲ καὶ τὸ μικτὸν αὐτὸ βούλεται ποιῆσαι ἀληθὲς καλὸν σύμμετρον. | |
235 | σλβʹ. Ὅτι ἡ μὲν συμμετρία τῶν στοιχείων ἐστί, φησίν, κατὰ τὴν πρὸς ἄλληλα σχέσιν· ταῦτα γὰρ σύμμετρα γενόμενα τὴν σύνοδον ποι‐ εῖται· οἷς ἐπανθεῖ τὸ στοιχειωτόν. τὸ δὲ κάλλος τῷ ὅλῳ, φησίν, εἴδει συνεισέρχεται, εἶδος ὂν εἰδῶν. ἡ δὲ ἀλήθεια ἐν ἑκατέρῳ, τῷ τε ὅλῳ | |
5 | καὶ τοῖς στοιχείοις· καὶ γὰρ ἓν ἕκαστον ἀληθὲς καὶ τὸ σύμπαν. | |
236 | σλγʹ. Ὅτι ἡ μὲν ἀλήθεια ποιεῖ ἕκαστον εἶναι ὅ ἐστιν ὅλον καὶ μόνον, ὡς μήτε εἴδωλον εἶναι (κατὰ γὰρ τὴν τοῦ εἴδους παράθραυσιν καὶ τὸν ἀπομαρασμὸν εἴδωλον γίγνεται) μήτε τινὶ ἑτέρῳ συμμεμιγμένον, οἷον τῷ ἐναντίῳ ἢ καὶ ὅλως ἑτέρῳ. παρὰ γὰρ τὸ ‘θεῖον ἀλὲσ‘ ἡ ἀλήθεια | |
5 | ὀνομάζεται· ἔστι δὲ ἀλὲς μὲν τὸ συνηθροισμένον, θεῖον δὲ ἐν ἑκάστῳ τὸ ἀκρότατον καὶ ὃ μόνως καὶ ὄντως ἐστίν· ἢ καὶ παρὰ τὸ ‘θεῖν ἐπὶ τὸ ἀλέσ‘, ὅπερ ἐγγὺς εἰς ταὐτὸν τείνει τῷ προτέρῳ. τὸ δὲ κάλλος τὴν πρὸς τὰ ἄλλα προστίθησιν ἐφετήν τε ὑπεροχὴν καὶ ἐφετικήν· ἐφίεται γὰρ τὸ μὲν αἴτιον πληρῶσαι, τὸ δὲ αἰτιατὸν πληρωθῆναι· διττὸν γὰρ τὸ κάλλος, | |
10 | τὸ μὲν ἐν τῷ μεταδιδόντι, τὸ δὲ ἐν τῷ μεταλαμβάνοντι. ἡ δὲ συμμετρία | |
τὰ ἐμπόδια περικόπτει τῆς πρὸς πλήρωσιν ἐπιγιγνομένης συγκράσεως, οἶον πρὸ ὁδοῦ τις οὖσα τοῦ κάλλους. οὐκοῦν ἡ μὲν ἀλήθεια τὴν ἑκάστου συνέχει πλήρωσιν, τὸ δὲ κάλλος καὶ τὰ ἐνδεῆ συγκίρνησιν εἰς μίαν πλήρωσιν, ἡ δὲ συμμετρία τὴν οὐκ ἐῶσαν συγκίρνασθαι διάστασιν | 111 | |
15 | ἐξιᾶται. δήλη ἄρα καὶ ἡ φύσις καὶ ἡ τάξις τῶν τριῶν μονάδων· ὑπέρ‐ τατον μὲν γὰρ ὡς ἐν ὁμοστοίχοις τὸ ἀληθές· μετ’ ἐκεῖνο δὲ τὸ κάλλος, δεῖ γὰρ εἶναί τι ὅ ἐστι καὶ οὕτω τοῖς ἄλλοις ἐραστὸν εἶναι καὶ ἀνα‐ κλητικὸν πρὸς ἑαυτό· τρίτον δὲ τὸ σύμμετρον ὡς μᾶλλον ἐν διακρίσει θεωρούμενον καὶ ἐν ἁρμονίᾳ τῶν μιγνυμένων. | |
237 | σλδʹ. Ὅτι καὶ ἐν τοῖς στοιχείοις αἱ τρεῖς μονάδες καὶ ἐν τῷ ἐκ στοιχείων καὶ ἐν ἑκατέρῳ τῷ τε στοιχειωτῷ καὶ τοῖς στοιχείοις. οὐ γὰρ μόνον ἡ ἀλήθεια, ὡς φησίν, ἐν ἑκατέρῳ, ἀλλὰ καὶ τὸ κάλλος. ὅτι μὲν γὰρ ἐν τῷ ὅλῳ, καὶ αὐτὸς ὁμολογεῖ· ὅτι δέ ἐστι καὶ γνῶσις καλὴ καὶ | |
5 | ἡδονὴ καλή, μάλιστα μὲν αὐτόθεν φανερόν, ἐμαρτύρησε δὲ καὶ ὁ Σωκράτης πολλάκις ἐν τούτοις. ὅτι δὲ καὶ ἑκάτερον σύμμετρον πρὸς τὸ ἕτερον, δῆλον· ἀλλὰ καὶ τὸ ὅλον σύμμετρον ὡς κατὰ τὸν ἕνα λόγον, οἷον κατὰ τὸν ἐναρμόνιον. | |
238 | σλεʹ. Ὅτι ἡ μία τῶν πάντων ἀρχὴ καὶ ὑφίστησιν ἕκαστον κατ’ αὐτὸ ὅ ἐστι, διὸ τὸ φῶς αὐτῆς ἀλήθειά ἐστι· καὶ πᾶσιν ἔκκειται ἐφετή, διὸ καὶ αὐτὴ καλλονὴ ἡ πρώτη καὶ καλῶν αἰτία· καὶ μέντοι πάντα μέτρα ἀφορίζει ἑκάστοις ἐπιβάλλοντα τῆς ἀπ’ αὐτῆς ἡκούσης τάξεως, διὸ | |
5 | μέτρον ὑμνεῖται. ὃ ἄρα ἐκείνη καθ’ ἕν, τοῦτο διῃρημένως αἱ τρεῖς μονάδες, καὶ ταύτῃ ἀποτυποῦνται τὴν μίαν. | |
239 | σλϛʹ. Ὅτι οὐ τὸ συναίρεμα τῶν τριῶν μονάδων ἐστὶν ἡ μία ἀρχή, πάντων γὰρ ἐκείνη αἰτία. ἢ φαίη τις ἄν, ἀλλὰ καὶ τὸ μικτὸν πάντων | |
συναίρεμα. ἀλλ’ ὡς τέλος μόνον τὸ μικτὸν συναίρεμα πάντων, οὐ μὴν καὶ ὡς οὐσιῶν· ὥστε ἡ μία ἀρχὴ τῶν ὡς τριῶν τελῶν τὸ ἓν τέλος ἐστίν, | 113 | |
5 | ὀνομαζόμενον δικαίως τελῶν τέλος. | |
240 | σλζʹ. Ὅτι αἱ τρεῖς μονάδες ἀπορρήτως μὲν ἐν τῷ πρώτῳ· ἑνιαίως δὲ καὶ καθ’ ἓν ἐν τῷ πέρατι· πληθοειδῶς δὲ καὶ οἶον κατ’ ὠδῖνα διακρίσεως ἐν τῷ ἀπείρῳ· κατὰ δὲ τὴν πρώτην διάκρισιν ἡνωμένην οὖσαν, ἀλλ’ οὐ παντελῶς ἀπεσχισμένην οὐδὲ νοερῶς, ἐν τῷ τρίτῳ θεῷ, | |
5 | ὅς ἐστι τοῦ μικτοῦ αἴτιος ᾗ μικτόν. | |
241 | σληʹ. Ὅτι τὸ μὲν ἀγαθὸν ἀναλογεῖ τῇ ἀληθείᾳ, ἑκάστῳ γὰρ ἀγαθὸν τὸ εἶναι ὅ ἐστιν αὐτό· τὸ δὲ καλὸν τῷ κάλλει ἀναλογεῖ· τὸ δὲ δίκαιον τῇ συμμετρίᾳ, καὶ γὰρ τοῦτο μετρητικὸν τοῦ ἐπιβάλλοντος ἑκάστῳ, καθάπερ τὸ σύμμετρον. | |
242 | σλθʹ. Ὅτι τὸ μὲν ἐφετὸν ἄλλον τρόπον ἀποδίδωσιν ὁ ἐξηγητὴς τῇ ἀληθείᾳ, τοῦ γὰρ ἐπιβάλλοντος πλήρους ἐφίεται πᾶν· τὸ δὲ ἱκανὸν τοῦ κάλλους ἴδιον, πάντα κινοῦντος καὶ γεννῶντος καὶ συγκρίνοντος· τὸ δὲ τέλειον τῇ συμμετρίᾳ κατὰ τὴν ἀπόδοσιν τῶν πάντων μέτρων, πρώτων | |
5 | μέσων ἐσχάτων. | |
243 | σμʹ. Ὅτι καὶ ὁ Ἰάμβλιχος τὰς τρεῖς μονάδας φησὶν ἀπὸ τἀγαθοῦ προελθούσας κοσμῆσαι τὸν νοῦν· ἄδηλον δέ, ὁποῖον νοῦν, πότερον τὸν μετὰ τὴν ζωὴν ἢ τὸν ἐν τῇ οὐσίᾳ νοῦν πατρικὸν ὑμνούμενον· ἔνιοι γὰρ οὐ τοῦτον, ἀλλ’ ἐκεῖνον ἤκουσαν. καὶ μὴν ἐν τοῖς Ὀρφικοῖς ἐν τῷ | |
5 | μυθευομένῳ ᾠῷ τὰς τρεῖς ἐκφανῆναι μονάδας φησίν. | |
244 | σμαʹ. Ὅτι Συριανὸς μερίζει· καὶ τὴν μὲν ἀλήθειαν ἐν τῷ ὄντι πρώτῳ θεωρεῖ ὡς πάντῃ διακορεῖ τοῦ εἶναι ὅ ἐστι καὶ οὐδαμῇ οὐδαμῶς τὸ μὴ ὂν προσδεχομένῳ· τὸ δὲ κάλλος ἐν τῇ ζωῇ ὡς γόνιμόν τε καὶ προόδοις χαῖρον, μετὰ γὰρ τὸ πάντῃ ἀδιάκριτον οἷον ὠδῖνα περιφέρει διακρίσεως | |
5 | ἡ ζωή· τὴν δὲ συμμετρίαν ἐν τῷ νῷ ἅτε πρῶτον ἐν αὐτῷ τῶν εἰδῶν | |
διακρινομένων καὶ ἐναρμονίως συντεταγμένων. Διέλοις δὲ ἂν καὶ εἰς τὰς ἀρχὰς μετὰ τὴν μίαν· τῷ μὲν γὰρ πέρατι τὴν ἀλήθειαν, τῇ δὲ ἀπειρίᾳ τὸ κάλλος διὰ τὸ προοδικόν, τῷ δὲ μικτῷ τὴν συμμετρίαν δικαίως ἂν ἀποδοίης. ἀλλὰ καὶ εἰς τὰς τρεῖς ἀρχικὰς | 115 | |
10 | ὑποστάσεις μερίσειας ἂν τὰς μονάδας, θεὸν νοῦν ψυχήν. καὶ μὴν καὶ εἰς τὰς οὐσίας, μεριστὴν ἀμέριστον μέσην· δεῖται γὰρ συμμετρίας ἡ μὲν μεριστὴ ὡς πάντῃ διαστᾶσα, ἀληθείας δὲ ἡ ἀμέριστος ὡς ὄντως οὖσα, κάλλους δὲ ἡ μέση ὡς οἷον ἐν συγκράσει θεωρουμένη τοῦ μεριστοῦ καὶ ἀμερίστου. | |
245 | σμβʹ. Ὅτι ‘μιᾷ‘ μὲν ‘ἰδέᾳ‘ λάβοις ἂν τἀγαθὸν 〈ἓν〉 εἰπὼν ὡς πάντα ἃ ἄν τις ἐθέλοι συνειληφός. εἰ δὲ μὴ οὕτως ἑλεῖν ῥᾴδιον ὡς ὄντος ἀφράστου τοῦ ἑνός, δύο λάβοις ἄν, ἕν καὶ πάντα, ἓν μὲν κατὰ τὸ πέρας, πάντα δὲ κατὰ τὸ ἄπειρον. εἰ δὲ μηδὲ οὕτως, διὰ τῶν τριῶν μονάδων, | |
5 | ὡς ὑπὲρ πάντα μὲν διὰ τῆς ἀληθείας (ὡς ἀληθῶς γὰρ τὸ ἄρχον ἑτερογενὲς παρὰ τὰ ἀρχόμενα), πάντα δὲ ἀνέλκον πρὸς ἑαυτὸ διὰ τοῦ κάλλους, πᾶσι δὲ ἐνόν τε καὶ συνὸν ἀσμένοις διὰ τῆς συμμετρίας· τί γὰρ ἂν εἴη τἀγαθοῦ τοῖς οὖσι συμμετρώτερον; | |
246 | σμγʹ. Ὅτι ὡς μὲν ‘αἴτιον πάντων‘ ἐνδείκνυται ἡ ἀλήθεια· ὅτι δὲ ‘περὶ ἐκεῖνο‘ πάντα, τὸ κάλλος· ὅτι δὲ ‘ἐκείνου ἕνεκα‘ πάντα, ἡ συμ‐ μετρία· εἰ γὰρ ἦν ἀσύμμετρον, συνέστη ἂν οὐδέν. | |
247 | σμδʹ. Ὅτι εἰ νοῦς φανείη τῇ τριάδι ταύτῃ συγγενέστερος, εἴη ἂν καὶ τῷ ἀγαθῷ μᾶλλον οἰκεῖος. ἀλλὰ μὴν ἀληθείας τε μᾶλλον μετέχει ὁ νοῦς· πᾶς γὰρ νοῦς ἀληθής, ἡδονὴ δὲ οὐ πᾶσα. ἀλλὰ καὶ κάλλους μᾶλλον ὁ νοῦς· οὗτος μὲν γὰρ δι’ ὅλου καλός, κἂν τὴν αἴσθησιν λάβῃς, | |
5 | αἰσχρὰ δέ ἐστί τις ἡδονὴ ἐπ’ ἐσχάτοις. καὶ μὴν καὶ συμμετρίας κατὰ τὸ πλέον ὁ νοῦς μετέχει ἅτε μεμετρημένος ὢν καὶ περατοειδής. | |
248 | σμεʹ. Πῶς ἀπὸ τῶν ἐσχάτων ἡδονῶν ὡς αἰσχρῶν οὐσῶν ἀποδείκνυσιν κρείττω τὸν νοῦν ὄντα, καίτοι μὴ παραλαμβανομένων εἰς τὴν μίξιν; ἢ ὅπερ ἑκάστῳ πρῶτον ὑπάρχει, τοῦτο καὶ ὅλῳ· εἰ τοίνυν ἦν ἴδιον τὸ καλὸν τῆς ἡδονῆς, ὥσπερ τὸ αἰσθητικὸν τοῦ ζῴου, πάντως ἂν καὶ τὰ | |
5 | ἔσχατα τῆς ἡδονῆς ἦν καλά, ὥσπερ καὶ τὰ ἔσχατα τοῦ ζῴου αἰσθητικά. | 117 |
249 | σμϛʹ. Ὅτι ἡ παροιμία τῶν ἐπὶ ἡδονῆς ἐπιορκούντων ἐνδείκνυται ὡς οὐ μέλει ταῖς ἡδοναῖς ἀληθείας. | |
250 | σμζʹ. Ὅτι κηρύγματα ἐν πᾶσι τοῖς διαλόγοις δύο ποιεῖται μόνα, τοῦτο μὲν κατὰ τῆς ἡδονῆς, τὸ δὲ ἐν Πολιτείᾳ ὑπὲρ δικαιοσύνης, ὧν ἡ μὲν καταφρονεῖται παρὰ τὴν ἀξίαν, ἡ δὲ σπουδάζεται πάλιν αὖ παρὰ τὴν ἀξίαν· ἅμα δὲ καὶ ἐνδείκνυται ὅτι μόνα τὰ δόγματα ταῦτα δημοσιευ‐ | |
5 | τέον. | |
251 | σμηʹ. Ὅτι ἀναδραμὼν εἰς πάντα τὰ ἀγαθὰ ἑξάδι αὐτὰ ἀπαριθμεῖ‐ ται, καὶ Ὀρφικῶς, ὡς ἐρεῖ καὶ αὐτὸς παράγων τὸ ἔπος ‘ἕκτῃ δ’ ἐν γενεῇ καταπαύσατε κόσμον ἀοιδῆσ‘, καὶ ὅτι τέλειος ὁ ἓξ ἀριθμός. | |
252 | σμθʹ. Ὅτι τὸ ἀγαθὸν ἀπαριθμεῖται οὐκ αὐτό, ἄρρητον γάρ, ἀλλ’ ἀπὸ τῶν περὶ ἅ ἐστι· τὴν γὰρ ‘περὶ‘ πρόθεσιν ἑκάστῳ τμήματι προστί‐ θησιν, οἶον ‘περὶ τὸ μικτὸν‘ καὶ ‘περὶ τὸν νοῦν‘ λέγων. | |
253 | σνʹ. Ὅτι τριῶν ὄντων, μικτοῦ καὶ τῶν δύο στοιχείων ἡδονῆς καὶ νοῦ, ἕκαστον διχῇ διαιρεῖ ὁ Συριανός, καίτοι τοῦ Πλάτωνος ἀπαρίθμησιν μόνον τῶν ἀγαθῶν ποιουμένου· ἀλλ’ εὐθίκτως ἐκεῖνος ἅπτεται ⟦καὶ⟧ τῆς μεθόδου. πρῶτον οὖν τέμνει τὸ μικτὸν τῷ τε πρώτως μετέχοντι καὶ | |
5 | τῷ δευτέρως, οἶον αὐτῇ τε τῇ ἀληθείᾳ καθ’ ἣν ἀληθὲς τὸ μετέχον καὶ τῇ οἷον ἐγκατατεταγμένῃ τῷ μικτῷ· ἔπειτα τὸ γνωστικὸν στοιχεῖον τέμνει πρώτῳ μὲν τῷ νῷ καὶ τῇ φρονήσει, δευτέρῳ δὲ τῇ ἐπιστήμῃ καὶ τῇ τέχνῃ· ἀλλὰ μὴν καὶ τὸ τρίτον τμῆμα τῇ πρώτῃ ἡδονῇ καὶ δευτέρᾳ, ὥστε συμβαίνειν ἕκτον εἶναι ἀγαθὸν τὴν ἀναγκαίαν ἡδονήν. οὕτω μὲν | |
10 | ὁ Συριανός. | |
254 | σναʹ. Ὅτι ἐν τῷ μικτῷ θεωρεῖ τὴν πρώτην δυάδα, τὴν μὲν κατὰ μόνον τὸ μετεχόμενον, εἴτε τὸ ἀγαθὸν εἴτε τὰς τρεῖς μονάδας, τὴν δὲ κατὰ τὸ μετέχον, ὃ ἦν αὐτὸ τὸ μικτόν, ἡ οὐσία ἡ τῷ ἀγαθῷ καὶ τοῖς ἀπ’ αὐτοῦ προϊοῦσιν τελειουμένη· τὴν δὲ ἐφεξῆς δυάδα ἐν τῷ νῷ καθορᾷ, | |
5 | ἤτοι δὲ τῷ ὑπὲρ ψυχὴν ἢ τῷ ψυχικῷ· τὰς δὲ λοιπὰς δύο μονάδας τὴν καθαρὰν δηλοῖ καὶ ἀκάθαρτον ἡδονήν. | |
255 | σνβʹ. Ὅτι ἐπιτελειῶν ὁ Πρόκλος τὴν διαίρεσιν τῆς πρώτης δυάδος τὸ μὲν ἐν θεοῖς τίθεται, τὸ δὲ ἐν οὐσίαις, διὸ προσείρηται τὸ πρῶτον τμῆμα ‘ἀΐδιον‘ ὡς θεῖον ὂν καὶ πάντῃ ἀγένητον, οὗ σύμβολον τὸ ‘ἀΐδιον‘· τῆς δὲ δευτέρας δυάδος τὸ μὲν πρῶτον ἐν τοῖς νοεροῖς, ὅπερ ἐστὶ τῆς | 119 |
5 | οὐσίας τὸ ἔσχατον, τὸ δὲ δεύτερον ἐν ταῖς ψυχαῖς· τῆς δὲ τρίτης δυάδος τὸ μὲν ἐν ψυχαῖς, τὸ δὲ ἐν ζῶσι σώμασιν. ἀεὶ οὖν ἐν ἑκάστῃ δυάδι τὸ ................ ζεύγνυται γένος, τὸ δὲ δεύτερον ............. | |
256 | σνγʹ. Ὅτι κατὰ τὸν ἡμέτερον καθηγεμόνα ἡ μὲν πρώτη δυὰς εἰς τὸ μικτὸν διαιρεῖται καὶ τὸ ὑπὲρ τοῦτο, ὃ καλεῖ ‘ἀΐδιον‘ ὡς ὑπὲρ τὸ μικτόν· ὃ κατὰ μὲν τὸ πέρας ‘μέτρον‘ ἐστί, κατὰ δὲ τὸ ἄπειρον ‘μέτριον‘, κατὰ δὲ τὸ ᾠὸν ‘καιρόσ‘, ὁ γὰρ καιρὸς τὸ πάντων ἐστὶ μετρητικὸν ἤτοι γεν‐ | |
5 | νητικόν· τὸ δὲ μικτὸν κατὰ τὰς τούτων μεθέξεις. ἡ δὲ δευτέρα δυὰς κατά τε τὴν ἀκίνητον καὶ τὴν αὐτοκίνητον 〈γνῶσιν〉 ἅπασαν. ἡ δὲ τρίτη κατὰ τὴν ἡδονὴν ἅπασαν, καθαράν τε καὶ ἀκάθαρτον. | |
257 | σνδʹ. Ὅτι ὁ μὲν μικτὸς βίος ἔχει τὰς τοῦ αἱρετοῦ ἰδιότητας, μόνος γὰρ τέλεός τε καὶ ἱκανός ἐστι καὶ ἐφετός· ὁ δὲ νοῦς τὰς γνωστικὰς ἰδιότητας ἔχει· ἡ δὲ ψυχὴ πρώτη τὰς ἡδονικάς. εἰ γὰρ καὶ ἔστιν ἐν τῷ νῷ ἡ ἡδονή, ἀλλ’ οὐσία ἐστὶ τοῦ νοῦ καὶ οἶον νόησις· οὐδὲν γὰρ ἐν αὐτῷ | |
5 | διῃρημένον οὕτως ὥστε κατ’ ἄλλο μὲν νοεῖν, κατ’ ἄλλο δὲ ἥδεσθαι. | |
258 | σνεʹ. Ὅτι λογικοῖς μὲν τέλος τὸ ἀγαθόν, ἀλόγοις δὲ ζῴοις ἡ ἡδονή. Μήποτε καὶ ἐκείνοις τὸ ἀγαθόν, εἰ καὶ μᾶλλον ἡ ἡδονὴ κατὰ τὴν ὁρμὴν ὁρᾶται· οἷον ὅταν τοῦ εἶναι ἐφίενται, ἢ ὅταν ὁ κύων καταφρο‐ νήσας τοῦ ἄρτου τῷ ἀλλοτρίῳ προσυλακτεῖ. | |
259 | σνϛʹ. Διὰ τί ἀτελὴς ὁ διάλογος; ἢ ὅτι τὰ λειπόμενα ῥᾴδιον ἀπὸ τῶν εἰρημένων συλλογίσασθαι. ἢ ὅτι φύσει τὸ ἀγαθὸν ἀπερίληπτον. Ἢ ὅτι παρεῖται τῷ ὄντι τὰ ἄκρα, τά τε ὑπὲρ τὰ ζῷα καὶ τὰ μετὰ τὰ | |
ζῷα, ὡς καὶ ἐν τῷ τοῦ διαλόγου σκοπῷ διωριζόμεθα. | 121 |