TLG 4066 005 :: DAMASCIUS :: In Phaedonem (versio 1)

DAMASCIUS Phil., Diadochus Neoplatonicus
(Damascenus Alexandrinus Atheniensis: A.D. 5/6)

Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728)

In Phaedonem (versio 1)

Source: Westerink, L.G. (ed.), The Greek commentaries on Plato’s Phaedo, vol. 2 [Damascius]. Amsterdam: North–Holland, 1977: 27–285.

Cf. et 4066 008

Citation: Section — (line)

1

αʹ. —[62b2—6] ... δοξῶν, ἀποδεικτικὰ δὲ τῆς ἀληθοῦς ἐξηγήσεως. πρῶτον μὲν οὖν ὅτι ἰδίαν εἶναι χρὴ τοῦ ἐξ ἀρχῆς ζητουμένου τὴν αἰτίαν, ἀλλὰ μὴ κοινήν· εἴρηται γὰρ ‘περὶ αὐτῶν ὁ ἐν ἀπορρήτοις λόγοσ‘. δεύτερον δὲ μὴ εὐφώρατον εἶναι καὶ τῇ ἑτέρᾳ ληπτόν· πῶς γὰρ ἔτι ‘ἐν ἀπορρήτοισ‘ ἢ ‘μέγασ‘ ἢ ‘οὐ ῥᾴδιος
5διιδεῖν‘; τρίτον σεμνοτέραν εἶναι τῆς φιλοσόφου τὴν μυστικήν, διόπερ ἐκείνην ἐκφέρει ὡς ῥητήν· ὥστε εἰ αὕτη ἀπὸ τοῦ πλήθους ἀποδίδοται τῶν θεῶν, ἐκείνην χρὴ ἀπό τινος μονάδος ὡρμῆσθαι. τέταρτον ἐφεξῆς εἶναι τὸ πλῆθος ἐκείνῃ τῇ μονάδι καὶ μὴ ἀπηρτῆσθαι τοὺς λόγους ..εων· οὐ γὰρ ἐπιστημονικὸν ἡ ἄμεσος μετά‐ βασις. πέμπτον τὸ τὴν ἀ............ ἡ ἀπόδειξις τῶν μερικῶν εἶναι
10........... τῶν ἐν φρουρᾷ οὐσῶν ............ ὅτι ἐμφαίνει δεῖ τῇ αἰτίᾳ ............ καὶ γὰρ τῷ σώματι καὶ φρουρᾶς ......... ἢ φρουρά ‘τίσ‘ ἐστι καὶ οἷον ............. τόμος ἢ ὅτι δύναταί τις ἀ............ ἢ ὅτι γνωστικαὶ .............. δεῖν. δέκατον ὅτι τῆς τελεστικῆς ἐστιν ἰδιότητος
ἡ αἰτία καὶ οὔτε κρείττονος οὔτε καταδεεστέρας.27

2

βʹ. —Ὅτι τούτοις χρώμενοι τοῖς κανόσι ῥᾳδίως διελέγξομεν ὡς οὔτε τἀγαθόν ἐστιν ἡ φρουρά, ὥς τινες, οὔτε ἡ ἡδονή, ὡς Νουμήνιος [frg. 38], οὔτε ὁ δημιουργός, ὡς Πατέριος, ἀλλ’, ὡς Ξενοκράτης [frg. 20], Τιτανική ἐστιν καὶ εἰς Διόνυσον ἀποκορυφοῦται. οὕτω δὲ καὶ Πορφύριος προϋπενόησεν
5ἐν τῷ ὑπομνήματι.

3

γʹ. —Ὅτι οὔσης διττῆς δημιουργίας, ἢ ἀμερίστου ἢ μεμερισμένης, ταύτης μὲν προεστάναι φησὶ τὸν Διόνυσον, διὸ μερίζεσθαι, ἐκείνης δὲ τὸν Δία, καὶ πλῆθος ὑποτετάχθαι οἰκεῖον τῷ μὲν Ὀλυμπίων θεῶν, τῷ δὲ τῶν Τιτάνων, εἶναι
δὲ ἑκατέρωθι καὶ μονάδα καὶ τριάδα δημιουργικήν.29

4

δʹ. —Ὅτι τὰ μὲν περὶ μονάδος καὶ τριάδος ἀληθῶς εἴρηται, Τιτᾶνας δὲ τῷ Διονύσῳ ἐπιβουλεύοντας ἄλλης εἶναι φήσομεν ἰδιότητος· οὐδεὶς γὰρ ἀριθμὸς ἐναντιοῦται τῇ οἰκείᾳ μονάδι οὐδὲ ἀναιρεῖ αὐτήν, ἢ οὕτω γε καὶ ἑαυτόν. ἀλλὰ καὶ ὁ Ζεὺς οὐ πρὸς τοὺς Τιτᾶνας λέγει, ἀλλὰ πρὸς τοὺς ἄλλους θεούς [Orph. frg. 208]·
5
‘κλῦτε, θεοί, τόνδ’ ὔμμιν ἐγὼ βασιλῆα δίδωμι‘. ἐπεὶ καὶ ὁ Διόνυσος ἐν μὲν τῷ θρόνῳ τοῦ Διὸς ἀμέριστος ................. εἰς τοὺς Τιτᾶνας μερι..........ρακως μεταμορφοῦται, κ.............. ἀλλὰ Τιτανικῶς. ἀμέλει καὶ ............... μεριζόμενος ὅμως συμφύεται .............. μᾶλλον πεφυκώς. λέγε τοίνυν ........... τὰ εἴδη ἢ τοῦ
10ὅλου, εἰ καὶ μόνου ............... τὸν ἑαυτοῦ ὡς Τιτανικὰ ............ τῷ διεσπασμένα ἢ μέσα εἶναι καὶ τὸ πᾶν συμπληροῦν, ἀλλ’ οὐ τὸ ὅλον ὡς Διονυσιακά. διὸ καὶ ἀμέριστος ἅμα καὶ μεριστός· τοιοῦτον γὰρ τὸ πᾶν οἷον ἀθροίσματι μᾶλλον ἐοικὸς καὶ ὁλότητι διακεκριμένῃ τοῖς μέρεσι συνεχόμενον.

5

εʹ. —Διὰ τί λέγονται οἱ Τιτᾶνες ἐπιβουλεύειν τῷ Διονύσῳ; —Ἢ ὅτι δημιουρ‐ γίας ἐξάρχουσιν οὐκ ἐμμενούσης τοῖς ὅροις τῆς Διονυσιακῆς πολυειδοῦς συνεχείας.

6

ϛʹ. —Ὅτι δίκας τίνουσιν ἐπεχόμενοι τὰς διαιρετικὰς ἐνεργείας. τοιοῦτον γὰρ πᾶσα κόλασις· ἀνακόπτειν βούλεται καὶ συστέλλειν τὰς ἁμαρτωλοὺς ἕξεις τε
καὶ ἐνεργείας.31

7

ζʹ. —Ὅτι τριτταὶ παραδέδονται τῶν Τιτάνων κολάσεις· κεραυνώσεις, δεσμοί, ἄλλων ἀλλαχοῦ πρόοδοι πρὸς τὸ κοιλότερον. αὕτη μὲν οὖν οἷον τιμωρίας ἐπέχει τάξιν, ἐπιτρίβουσα αὐτῶν τὸ διαιρετικὸν καὶ ἀποχρωμένη τῷ κερματισμῷ αὐτῶν εἰς σύστασιν τῶν ἀτόμων ἄλλων τε καὶ ἀνθρώπων· ἡ δὲ μέση κολαστική,
5τὰς διαιρετικὰς ἐπέχουσα δυνάμεις· ἡ δὲ πρώτη καθαρτική, ὁλίζουσα αὐτοὺς κατὰ μέθεξιν. δεῖ δὲ περὶ ἕκαστον τὰς τρεῖς θεωρεῖν, εἰ καὶ ὁ μῦθος μερίζει· ἐν ἑκάστῳ γάρ εἰσι πρῶται καὶ μέσαι καὶ τελευταῖαι δυνάμεις.

8

ηʹ. —Πῶς ἐκ Τιτανικῶν θρυμμάτων οἱ ἄνθρωποι γίνονται; —Ἢ ἐκ μὲν τῶν θρυμμάτων, ὡς ἀπεστενωμένοι τὴν ζωὴν εἰς ἔσχατον μερισμόν· ἐκ δὲ τῶν Τιτανικῶν, ὡς ἐσχάτων δημιουργῶν καὶ τοῖς δημιουργήμασι προσεχεστάτων. ὁ μὲν γὰρ Ζεὺς ‘πατὴρ ἀνδρῶν καὶ θεῶν‘, οἱ δὲ ἀνθρώπων μόνων ἀλλ’ οὐχὶ καὶ
5θεῶν, καὶ οὐκέτι πατέρες ἀλλὰ αὐτοί, οὐδὲ αὐτοὶ ἁπλῶς ἀλλὰ τεθνεῶτες, καὶ οὐδὲ τοῦτο μόνον ἀλλὰ καὶ συντεθρυμμένοι· ὁ γὰρ τοιοῦτος τρόπος τῆς ὑποστά‐ σεως εἰς τοὺς αἰτίους ἀναπέμπεται.

9

θʹ. —Ὅτι ἡ Τιτανικὴ ζωὴ ἄλογός ἐστιν, ὑφ’ ἧς ἡ λογικὴ σπαράττεται. Κάλλιον δὲ πανταχοῦ ποιεῖν αὐτήν, ἀπὸ θεῶν γε ἀρχομένην τῶν Τιτάνων· καὶ τοίνυν τῆς λογικῆς τὸ δοκοῦν αὐτεξούσιον καὶ οἷον ἑαυτοῦ βουλόμενον εἶναι μόνου, οὔτε δὲ τῶν κρειττόνων οὔτε τῶν χειρόνων, τοῦτο ἡμῖν οἱ Τιτᾶνες
5ἐμποιοῦσιν, καθ’ ὃ καὶ τὸν ἐν ἡμῖν Διόνυσον διασπῶμεν, παραθραύοντες ἡμῶν τὸ ὁμοφυὲς εἶδος καὶ οἷον κοινωνικὸν πρὸς τὰ κρείττω καὶ ἥττω. οὕτω δὲ ἔχοντες Τιτᾶνές ἐσμεν· ὅταν δὲ εἰς ἐκεῖνο συμβῶμεν, Διόνυσοι γινόμεθα τετε‐
λειωμένοι ἀτεχνῶς.33

10

ιʹ. —Τίς ἡ ‘τὶς φρουρά‘ [62b3—4]; —Ὡς μὲν τὸ φρουροῦν, αὐτὸς ὁ Διόνυσος· οὗτος γάρ ἐστιν ὁ λύων τὸν δεσμὸν ὧν ἂν ἐθέλῃ, ἅτε καὶ αἴτιος ὢν τῆς μερικῆς ζωῆς. ὡς δὲ τὸ φρουρούμενον, αὐτὸ τὸ πάθος τοῦ ἐν σώματι δεσμοῦ, ὅπερ κατὰ δίκην ἐπεγένετο ἀναγκαίως· προβαλομένη γὰρ τὸ ἴδιον ἡ ψυχὴ [ἐνε]δέθη
5σώματι ἰδίῳ, ἀλλὰ καὶ πολυδεεῖ, ἵνα τοῦ κοινοῦ εἴδους ἐν χρείᾳ γένηται καὶ μάθῃ οἷόν ἐστι τὸ ἴδιον.

11

ιαʹ. —Ὅτι ὁ Διόνυσος λύσεώς ἐστιν αἴτιος· διὸ καὶ Λυσεὺς ὁ θεός, καὶ ὁ Ὀρφεύς φησιν [frg. 232]·
‘ἄνθρωποι δὲ τεληέσσας ἑκατόμβας
πέμψουσιν πάσῃσιν ἐν ὥραις ἀμφιέτῃσιν
5
ὄργιά τ’ ἐκτελέσουσι λύσιν προγόνων ἀθεμίστων
μαιόμενοι· σὺ δὲ τοῖσιν ἔχων κράτος, οὕς κε θέλῃσθα
λύσεις ἔκ τε πόνων χαλεπῶν καὶ ἀπείρονος οἴστρου‘. τὸ δὲ φρουροῦν ὁ Ζεύς ἐστι κατὰ περιοχήν, προσεχέστερον δὲ οἱ νέοι θεοί, καὶ προσεχέστατα οἱ γενεσιουργοὶ οἱ καὶ τὴν φθορὰν ἐπάγειν κύριοι.
10Ἢ καὶ ὁ Διόνυσος γενεσιουργός ἐστιν ἔφορος κατὰ τὴν παλιγγενεσίαν.

12

ιβʹ. —[62b4—5] Ὅτι 〈θεοί〉 εἰσιν οἱ τὸν ὅρον τῆς φρουρᾶς ὁρίζοντες, μέχρις ὅσου φρουρεῖσθαι ἄμεινον ταῖς ἐν σώματι ψυχαῖς, ἀποβλέποντες εἰς τὸ τέλος τῆς Διονυσιακῆς λύσεως. τοῦτο δὲ τὸ μέτρον καὶ τοῦτο τὸ χρέος οὐκ ἂν ἡμεῖς εἰδείημεν· τοιγαροῦν εἰ ἐξάγοιμεν, οὐκ ἄφεσίς ἐστιν, ἀλλὰ ἀπόδρασις ἡ ἐξαγωγή·
5δεόμεθα γὰρ τῆς ἔτι φρουρᾶς.

13

ιγʹ. —[62b4] Ὅτι ποτὲ μὲν ‘ἀθέμιτον‘ [61c10] λέγει τὸ ἐξάγειν, ποτὲ δὲ ‘οὐχ ὅσιον‘ [62a6], ποτὲ δὲ ‘οὐ δέον‘ [62b4]· ἔστι δὲ τὸ μὲν πρῶτον παρὰ τὸ θεόθεν ἧκον μέτρον, τὸ δὲ δεύτερον παρὰ τὸ μέτρον ἡμῶν τὸ θεοῖς ὀφειλό‐ μενον, τὸ μέντοι γε ‘δέον‘ ἔοικεν εἶναι συναμφότερον.

14

ιδʹ. —Ὅτι τοῦ μὲν μυστικοῦ λόγου μονὰς ἡγεῖται ἡ τοῦ νέου θεοῦ· τῆς δὲ φιλοσόφου ἀποδείξεως, ἅτε ἀνελιττούσης τὸν ἀπόρρητον λόγον, τὸ πλῆθος τῶν
θεῶν, οὓς ἀντιστρόφως ὁ Πλάτων ‘νέουσ‘ καλεῖ [Tim. 42d6], τὸν δὲ βασιλέα αὐτῶν ποιεῖ τὸν Ἥλιον [Rep. VI 509d2—3], ὃς πολλὴν ἔχει πρὸς τὸν Διόνυσον35
5κοινωνίαν διὰ μέσου τοῦ Ἀπόλλωνος κατ’ Ὀρφέα [frg. 172, 212]. Κάλλιον δὲ τὸν Ἥλιον ὡς μὲν Δία βασιλέα ποιεῖν, ὡς δὲ Διόνυσον περὶ τὸν κόσμον διῃρημένον, ὡς δὲ Ἀπόλλωνα μέσον, συνάγοντα μὲν τὴν Διονυσιακὴν διαίρεσιν, τῷ δὲ Διὶ παριστάμενον.

15

ιεʹ. —Εἰ ἀνέλιξίς ἐστι τοῦ ἀπορρήτου λόγου ὁ ῥητός, ὡς τὸ πλῆθος τῆς οἰκείας μονάδος, πῶς ἄρρητος ἐκεῖνος; οὐδὲ γὰρ ἄρρητος ἡ μονὰς ἡ ῥητοῦ πλήθους ἡγουμένη· ὁμοειδὴς γὰρ ὁ ἀριθμὸς τῇ μονάδι. μήποτε οὖν ἡ μὲν μονὰς καὶ ὁ ἀριθμὸς ἑκατέρως καὶ ῥητὸς καὶ ἀπόρρητος· ἀλλ’ ὅπου μὲν φιλοσοφεῖ τῆς ἐξ‐
5αγωγῆς τὸ ἀθέμιτον, κατὰ τίνα λόγον ἀπηγόρευται, ὅπου δὲ τὸ σύμβολον ἱστορεῖ τοῦ παραγγέλματος, οὐ φράζων οἷον (οὐ γὰρ ἦν θέμις), ἀλλ’ ὅτι παρήγγελται μυστικῶς. ὁ δὲ τούτου λόγον ἀπαξιῶν οὐκ οἶδεν ὅστις ὁ τρόπος τῆς συμβολικῆς ἀποδόσεως· διὸ ‘μέγασ‘ καὶ ‘οὐ ῥᾴδιος διιδεῖν‘, τοῦτο μὲν ἐνβεβήλῳ τε καὶ ἐν βεβήλοις, ‘μέγασ‘ δέ, ὅτι οὐκ αἰτία, πηγὴ δὲ πάσης αἰτίας.

16

ιϛʹ. —Ὅτι οἱ νέοι θεοὶ δεσμεύουσι μὲν τὰς ψυχὰς ἐν τοῖς σώμασιν, ὅταν τὰ ζῷα συνυφήνωσιν ἐπιτήδεια πρὸς ψύχωσιν, ‘δανειζόμενοι μόρια‘ ἀπὸ τῶν στοιχείων [Tim. 42e6—43a6]· ὅταν δὲ ἀποδιδόντες τὰ δανείσματα διαλύσωσι τὰ ζῷα, τότε λύουσι τὰς ψυχὰς ἀπὸ τῶν δεσμῶν.

17

ιζʹ. —[62b7] Ὅτι ἡ ‘ἐπιμέλεια‘ πρόνοιά ἐστι προσεχὴς καὶ κατὰ καιρούς
τε καὶ ὅρους ἀποδιδοῦσα ἑκάστοις τὰ πρόσφορα.37

18

ιηʹ. —[62b7—8] Ὅτι τὰ δύο συνέπλεξεν, καὶ ὅτι ‘ἐπιμελοῦνται ἡμῶν οἱ θεοὶ‘ καὶ ὅτι ‘ἡμεῖς ἐκείνων κτήματα,‘ οὐ μόνον τὴν πρόοδον καὶ ἐπιστροφὴν μιμούμενος, ἀλλὰ καὶ τὸ συνημμένον βεβαιότερον ποιῶν. εἴτε γὰρ κτήματα ἦμεν, ἐκεῖνοι δὲ οὐκ ἐπεμελοῦντο, εἴτε ἀνάπαλιν, οὐκ ἂν ἦμεν ὑπεύθυνοι
5ἀποδιδράσκοντες· εἰ ἄρα τὸ συναμφότερον, ὑπεύθυνοι.

19

ιθʹ. —[62c1—4] Πῶς ἐκ τῶν ἀνθρωπίνων τὰ περὶ τοὺς θεοὺς εἰκάζει ἔχειν ὁμοίως; οὐ γὰρ δὴ καὶ ἐκεῖνοι ἐμπαθεῖς. —Ἢ ἀπὸ τῶν κατὰ λόγον εἰκάζει πολιτικῶς τε καὶ οἰκονομικῶς· δῆλον γὰρ ὅτι πάσης κοσμητικῆς ἐπιμελείας τὰ παραδείγματα ἐν θεοῖς προείληπται. ἡ δὲ ἀγανάκτησις ἐπ’ αὐτῶν καὶ ἡ
5τιμωρία ἀλλοῖον νοείσθω τρόπον, ἡ μὲν ἀναστολὴ οὖσα τοῦ οἰκείου φωτός, ἡ δὲ τιμωρία δευτέρα πρόνοια περὶ τὴν ἀποφοιτήσασαν ψυχὴν κολαστική τις.

20

κʹ. —Ὅτι εἰ τιμωροῦνται οἱ ἐξάγοντες, ἀναγκαῖον εἶναί που αὐτῶν τὰς ψυχάς, ἵνα καὶ τιμωρῶνται· ὥστε προαποπέφανται καὶ διὰ τούτου χωριστὴ ἡ ψυχή.

21

καʹ. —Ὅτι εἰ παρὰ γνώμην θεῶν ἐξάγομεν, αὐτοκίνητός ἐστιν ἡμῶν ἡ ψυχή, οἰκεία γὰρ ἡ ὁρμή· καὶ εἰ τιμωροῦνται ἡμᾶς, ἑτεροκίνητοί ἐσμεν, ἑτέρωθεν γὰρ ἀναγκαζομένων ἐστὶν ἡ ἐπιτίμησις.

22

κβʹ. —[62c7—8] Ὅτι ἐξάγει μὲν καὶ ὁ σὺν ἀνάγκῃ, συγγνώμης δὲ ἀξιοῦται, ὅτι μετὰ τοῦ θεοῦ. ἀνάγκην δὲ μόνον ἀκουστέον τὴν τοῦ σπουδαίου. Μήποτε δὲ καὶ πᾶσαν.

23

κγʹ. —Ὅτι τὸ αὐτεξούσιον ἡμῶν ὅσῳ μᾶλλον δουλεύει τοῖς θεοῖς, τοσούτῳ μᾶλλον ἐνεξουσιάζει πλείοσιν· ὅσῳ δὲ ἐκείνων ἀφίσταται πρὸς ἑαυτό, τοσούτῳ μειζόνως ἀποστενοῦται πρὸς τὴν ὄντως ἑτεροκίνητον δουλείαν, ἅτε τοῦ μὲν κυρίως αὐτεξουσίου ἀφιστάμενον, τῷ δὲ κυρίως ὑπεξουσίῳ πλησιάζον.

24

κδʹ. —Πῶς ἀνάγκη, ἣν δυνατὸν φυγεῖν; —Ἢ μεγίστη ἀνάγκη ἡ τοῦ ἀγαθοῦ· πῶς γὰρ ἦν δυνατὸν ἀδικῆσαι Σωκράτη, ἄλλως τε καὶ τὴν οἰκείαν πατρίδα; ἠδίκει δὲ συγχέων αὐτῆς τὸν κόσμον, ὃν ᾔδει σύμμετρον ὄντα αὐτῇ καὶ ὠφέλιμον.

25

κεʹ. —Ὅτι τετραχῇ ἡ ἀνάγκη· ἡ μὲν γὰρ ἔνδοθεν, ἡ δὲ ἔξωθεν, καὶ ἑκατέρα διττή, ἡ μὲν ἀγαθή, ἡ δὲ κακή. παραδείγματα τῆς μὲν ἔνδον ἀγαθῆς ἡ τοῦ
θεοῦ βούλησις καὶ ἡ τοῦ δικαίου ἀνδρός, τῆς δὲ κακῆς ἡ τοῦ πονηροῦ προαίρεσις· τῆς δὲ ἔξω ἀγαθῆς ἡ τῆς εἱμαρμένης τῆς τὰ προηγούμενα παρεχομένης ἀγαθά,39
5τῆς δὲ κακῆς ἡ τῶν βιαίων καὶ παρὰ φύσιν καὶ φθοροποιῶν δόσις.

26

κϛʹ. —[62c9—e7] Ὅτι τὸν ἐξ ἀντικειμένων πλέκει συλλογισμὸν ὁ Κέβης ἀπορῶν· ‘φεύγειν θεοὺς θέλει ὁ φιλόσοφος· ὁ φεύγων θεοὺς οὐ φιλόσοφος· ὁ φιλόσοφος ἄρα οὐ φιλόσοφοσ‘.

27

κζʹ. —Ὅτι διαπταίει ὁ Κέβης, ἓν μὲν οὐ διοριζόμενος ποῖον θάνατον ἐθέλει ἀποθνῄσκειν ὁ φιλόσοφος, δεύτερον δὲ οὐκ ἐννοήσας ὅτι καὶ ἐν Ἅιδου θεοὺς ἔχομεν δεσπότας ἀγαθοὺς καὶ ἢ ἄρα κρείττους τῶν τῇδε ἢ κρείττοσι δυνάμεσι χρωμένους.

28

κηʹ. —[62d2; 6] Ὅτι καὶ ‘θεὸν‘ ἔφη καὶ ‘θεοὺσ‘ ὁ Κέβης, μιμούμενος τὸν διττὸν τοῦ Σωκράτους λόγον, τόν τε ῥητὸν καὶ τὸν ἀπόρρητον. Κάλλιον δὲ τὸν ῥητὸν τελειῶν, ὡς καὶ αὐτὸν ἀπὸ μονάδος ἐξηρτημένον, ὡς εἴρηται· ἐπεὶ τῷ βʹ λόγῳ ἐπαπορεῖ σαφέστατα.

29

κθʹ. —[62d5—6] Ὅτι πάντα μὲν προνοεῖ τῶν δευτέρων κατὰ φύσιν, ἀλλ’ οἱ θεοὶ πρὸ πάντων καὶ καθ’ ὕπαρξιν. ἀγαθότης γὰρ ἕκαστος, ἡ δὲ πρόνοια τῆς ἀγαθότητός ἐστιν ἐνέργεια τῶν κατ’ οὐσίαν ἀγαθῶν ἀγαθοποιός. διόπερ εἴρηνται ‘ἄριστοι τῶν ὄντων ἐπιστάται‘· εἰ δὲ τῶν ὄντων, αὐτοὶ ὑπερούσιοι.

30

λʹ. —[62d4] Ὅτι ‘θεραπεύει‘ θεὸς μὲν ἄνθρωπον βελτίω ποιῶν ἐκ χείρονος, ἄνθρωπος δὲ θεὸν βελτίων αὐτὸς ὑπ’ ἐκείνου γιγνόμενος. Εἰ μὴ ἄρα τὸν ἐν ἑαυτῷ θεὸν τελειοῖ καὶ τὸν χωριστόν, καθόσον εἰς ἑαυτὸν
προκαλεῖται καὶ εἰς ἄλλους δευτέραν τὴν προνοητικὴν ἐνέργειαν.41

31

λαʹ. —[62d8] Ὅτι ὡς ἐν τῷ ὅλῳ μετὰ θεὸν νοῦς ὢν πρῶτος ἐπιστρέφεται πρὸς αὐτόν, οὕτω καὶ ἐν ἡμῖν ὁ νοῦς ἀνατείνεται πρὸς θεόν, ἡ δὲ ‘ἄνοια‘ ἀποστρέφεται τὸ θεῖον. Νοῦν δὲ ἀκουστέον οὐ τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ τὸν ὀρεκτικόν, ἔν τε
5τῷ ὅλῳ καὶ ἐν ἡμῖν· καὶ γὰρ τὸ συναμφότερον ὁ νοῦς, ζῷον γὰρ τὸ πρῶτον. καὶ οὐκέτι ἐνοχλήσει ἡ ἀπορία, ποτέρα κρείττων, ἡ ὀρεκτικὴ τελειότης ἢ ἡ γνωστική, ἀρετὴ λέγω ἢ ἐπιστήμη· οὐδὲ γὰρ τελεία ἡ ἑτέρα ἄνευ τῆς ἑτέρας.

32

λβʹ. —[62el] Πῶς ‘δεσπόται‘ ἡμῶν οἱ θεοί, εἴπερ ὁ δεσπότης οὐ τὸ τοῦ δούλου σκοπεῖ ἀγαθόν, ἀλλὰ τὸ ἑαυτοῦ; ταύτῃ γὰρ διαφέρει τοῦ ἄρχοντος· τί δὲ ἂν γένοιτο θεῷ ἀγαθὸν διὰ ἀνθρώπου; —Ἢ ἐκείνοις ἑκάτερον τῷ ἑτέρῳ σύνδρομον. φροντίζει δὲ καὶ ὁ τῇδε δεσπότης τοῦ δούλου, ἀλλὰ δι’ ἑαυτόν, φασὶν
5οἱ Στωικοί [SVF II 1118], ὥστε οὕτω γε καὶ οἱ θεοί· πάντα γὰρ ποιοῦσι δι’ ἑαυτοὺς προηγουμένως. καὶ ταύτῃ μᾶλλον ἐκδεκτέον τοὺς ‘δεσπότασ‘· ὅσῳ γὰρ μᾶλλον ἐξῄρηνται, τοσούτῳ κρείττους· ‘ἄρχουσι‘ δὲ κατά τινα σύνταξιν τὴν πρὸς ἡμᾶς. καὶ μᾶλλον οἱ δουλεύοντες ἢ οἱ ἀρχόμενοι μετέχουσι τῶν θεῶν, ἅτε ὅλοι ἐκείνων γιγνόμενοι καὶ τὸ οἰκεῖον οὐ προστιθέντες.

33

λγʹ. —[62e8—63a3] Ὅτι τοῦ μὲν διδασκάλου ἀρετὴ ἥ τε κριτικὴ φρόνησις τῶν ἐπιπολαιότερον καὶ τῶν πραγματειωδέστερον ἀπορουμένων καὶ ἡ ἐπὶ τούτοις εὐφροσύνη, τοῦ δὲ μαθητοῦ βʹ, ἥ τε κριτικὴ φρόνησις τῶν ἀξίων ἢ ἀναξίων πίστεως καὶ ἡ εἰς τὸ βαθύτερον τοῦ ὄντος ἐθέλουσα παριέναι σπουδή.

34

λδʹ. —Ὅτι δεῖ τὰς ἀπορίας ἀπ’ αὐτῶν ἐγείρεσθαι τῶν πραγμάτων, ἀλλ’ οὐκ ἀπὸ τῶν περὶ αὐτὰ δοκούντων· καὶ ἀπὸ τοῦ βάθους αὐτῶν καὶ τοῦ ἀφανοῦς τοῖς πολλοῖς, ἀλλ’ οὐκ ἀπὸ τῶν προχείρων· καὶ εὐφραινούσας τὸν ἐπιστήμονα,
ἀλλ’ οὐ τὸν πολὺν ὄχλον καὶ ἀγελαῖον.43

35

λεʹ. —[63a4—9] Ὅτι ἑκάτερος ἐφυλάξατό τι τοῦ λόγου, ὁ μὲν καθόλου τὸ ἄτοπον εἰπών, ὁ δὲ ἐπὶ μέρους τὰ 〈τοῦ〉 ἑτέρου ἀπαγγείλας.

36

λϛʹ. —[63b1—2] Ὅτι ‘ὡς ἐν δικαστηρίῳ‘ δίκαιος εἶναί φησιν ἀπολογήσασθαι, ἐπειδὴ στᾶσα ἡ ψυχὴ κατὰ τὴν δικαιοσύνην καὶ τὰ οἰκεῖα πράξασα συναισθά‐ νεται τῆς χωριστῆς ζωῆς καὶ αὐτῆς γε τῆς ἀθανασίας· ἔχει γὰρ ταῦτα καὶ ἀφ’ ἑαυτῆς.

37

λζʹ. —[63b4—5] Ὅτι ‘πιθανώτερον ἀπολογήσεται‘ πρὸς μαθητὰς ἢ τοὺς δικαστάς, ἐπειδὴ τῇ διδασκαλικῇ πειθοῖ χρήσεται πρὸς τούτους, πρὸς δὲ ἐκείνους ἐχρῆτο τῇ πιστευτικῇ.

38

ληʹ. —[63b5—c4] Ὅτι οἷς οἱ περὶ Κέβητα λόγοις ἐχρῶντο, λύει τούτους, τὸν μὲν καθόλου ὄντα καὶ ἀπὸ θεῶν μόνων ὡρμημένον λέγων ἀφίξεσθαι ‘παρὰ θεοὺς σοφούς τε καὶ ἀγαθούσ‘, τὸν δὲ μερικὸν ἀπὸ τῶν φίλων προσεπιχειρήσαντα εἰπὼν ἥξειν καὶ παρὰ ἄνδρας ‘ἀμείνους τῶν τῇδε‘.

39

λθʹ. —Ὅτι καλῶς τε καὶ ἱερατικῶς αὐτὸς ἔφη πρὸς θεοὺς ἀφίξεσθαι· τὸ γὰρ μεταβαλλόμενον πρὸς τὸ ἀμετάβλητον καὶ τὸ χεῖρον πρὸς τὸ κρεῖττον ἰέναι θέμις· διὸ καὶ πρὸς ἄνδρας ἥξει.

40

μʹ. —[63b7] Ὅτι δι’ ὁμοιότητος ἡ συναφή· διὸ ὁ σοφός τε καὶ ἀγαθός, ὅ ἐστιν ὁ φιλόσοφος, ἀρετῇ καὶ ἐπιστήμῃ κεκοσμημένος, τῇ ἀγαθότητι καὶ τῇ σοφίᾳ συνάπτεται τῶν θεῶν. ἔστι δὲ ἀγαθότης μὲν αὐτῶν 〈ἡ〉 προνοητικὴ τῶν πάντων ἐνέργεια, σοφία δὲ ἡ πάντων γνωστική.

41

μαʹ. —Διὰ τί ἐν Φαίδρῳ [246d8—e1] τὸ καλὸν προσετίθει λέγων ‘τὸ δὲ θεῖον καλόν, σοφόν, ἀγαθόν‘; —Ἢ ὅτι ἐρωτικὸς ἦν ὁ διάλογος· ἐκεῖ μὲν γὰρ διὰ τοῦ καλοῦ πρὸς τὸ ἀγαθὸν ἡ ἄνοδος, ἐνταῦθα δὲ διὰ τοῦ σοφοῦ. Ἀλλὰ πρῶτον μὲν διὰ τί ἐκεῖ τὸ σοφὸν προσετίθει; δεύτερον δὲ διὰ τί ἐνταῦθα
5ἀνάγεται διὰ τοῦ σοφοῦ ἐξαιρέτως; πᾶσι γὰρ τοῖς ἀναγωγοῖς στοιχείοις, ἀλλὰ
καθαρτικῶς· καὶ γὰρ διὰ τοῦ ἀγαθοῦ καὶ τοῦ σοφοῦ εἰς τὸν καθαρὸν νοῦν ἡ ἀναγωγή. κάλλιον οὖν εἰπεῖν ὅτι περὶ προνοίας τοῦ λόγου ὄντος τῆς ἐν Ἅιδου τοὺς πάντα εἰδότας καὶ πάντων κηδομένους παράγει θεούς. εἴπερ δὲ ἔδει ζητεῖν τὸ παραλελειμμένον, ἐκεῖνο ζητητέον, πῶς οὐχὶ ὡς δυνατοὺς ἔφη τοὺς θεοὺς45
10προνοεῖν, ὡς ἔν γε τοῖς Νόμοις [X 902e7—903a1] καὶ τοῦτο πρόσκειται. καὶ ῥητέον ἢ ὅτι οὐ πρόκειται νῦν ἀκριβολογεῖσθαι περὶ προνοίας, ἢ ὅτι συνείληφεν ἡ ἀγαθότης πᾶν ἀγαθόν· εἰ γὰρ μὴ δύναιτο ὠφελεῖν, οὐδ’ ἂν ἀγαθότης εἴη. τοιγαροῦν προϊὼν [63c3] καὶ τὸ σοφὸν συναιρεῖ.

42

μβʹ. —[63b8] Πόθεν οἶδεν ὅτι ‘ἀμείνουσ‘ οἱ ἐκεῖ; —Ἢ ἀπὸ τῆς οἰκείας ζωῆς τεκμαίρεται. νόησον δὲ αὐτὸ κεκρατημένως, ὅτι τοῖς ὑπερτέροις θεοῖς οἱ πλησιάζοντες ὑπέρτεροί εἰσιν. ἔτι δὲ μᾶλλον, εἰ ἐκεῖ εἰσι κυρίως, οὐ νεύουσι πρὸς γένεσιν· εἰ δὲ νεύουσιν, οὔπω εἰσὶν ἐκεῖ· περὶ δὲ τῶν ἐκεῖ εἴρηται.

43

μγʹ. —[63b5—c4] Ὅτι δύο λόγων ὄντων ** συνημμένων τὸ μὲν πρῶτον ἀπὸ θεῶν ἄρχεται καὶ κάτεισιν ἐπὶ ἄνδρας [b5—9], τὸ δὲ δεύτερον ἀνάπαλιν [b9—c3]· τὸ μὲν γὰρ μιμεῖται πρόοδον, τὸ δὲ ἐπιστροφήν.

44

μδʹ. —Ὅτι ἐκ τεσσάρων ὁμολογημάτων πρόεισιν αὐτῷ ὁ πᾶς λόγος, δύο μὲν θείων, ὅτι προνοητικοὶ τῶν ἀνθρώπων οἱ θεοί, καὶ ὅτι διττοί, οἱ μὲν γενέσεως προστάται, οἱ δὲ τῆς ἀγενήτου ζωῆς, δύο δὲ ἀνθρωπίνων, ὅτι τέ εἰσιν αἱ ψυχαὶ χωρισθεῖσαι σωμάτων καὶ πεφύκασι χωρισταὶ εἶναι, καὶ ὅτι καὶ αὐτὸς ἐλπίζει
5πρὸς αὐτὰς ἀπιέναι δύνασθαι.

45

μεʹ. —[63b9—c4] Διὰ τί παρὰ μὲν θεοὺς ἀπιέναι ἀγαθοὺς διατείνεται, παρὰ δὲ ἄνδρας οὐ πάνυ; —Ἢ τοῦτο μὲν ἐδεῖτο ζωῆς ἀρίστης, ἣν εἰ ἐξήνυσεν ἐκεῖσε ἐλθών φησι μαθήσεσθαι. καὶ γὰρ τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως ἀσθενέστερα, καὶ ‘μή τις ἡμῶν βασκανία περιτρέψῃ τὸν λόγον‘ ἐρεῖ [95b5—6], πολλῶν δὲ
5καὶ ἄλλων σωτήρων δεόμεθα ἀνάγεσθαι σπεύδοντες· ὅπως δὲ ἂν ἔχωμεν, χειρόνως
ἢ κρειττόνως, ὑπὸ θεοῖς ἐσμεν πάντῃ πάντως.47

46

μϛʹ. —[63d5—e2] Ὅτι πᾶν εἶδος ἐξομοιοῦν ἑαυτῷ βούλεται τὰ δυνάμενα καὶ εἰδοποιεῖν ἑαυτῷ παραπλησίως. διὰ τοῦτο καὶ οἱ ἔνυλοι δαίμονες παρ’ ἑαυτοῖς κατέχειν τὰς ψυχὰς ἐπιχειροῦσιν· οἷς ἀναλογεῖ ὁ τὸ φάρμακον δώσων καὶ τὸν διάλογον ἐμποδίζων.

47

μζʹ. —[63e3—5] Ὅτι διδάσκει ἡμᾶς ὁ Σωκράτης πῶς δεῖ ἔχειν πρὸς τούτους τοὺς δαίμονας. πρῶτον μὲν μὴ ἐπιστρέφεσθαι· δεύτερον δὲ μὴ ἀγριαίνειν τῇ μάχῃ, ἀλλὰ ἀφιέναι· τρίτον μὴ κωλύειν τὰς ἐνεργείας εἴς τι τῶν ἡμετέρων φερομένας, ἢ προβλητέον τι αὐτοῖς ἀντὶ τούτων, περὶ ὃ τὴν ἑαυτῶν ἀμυδρώ‐
5σουσιν ἀπειλήν.

48

μηʹ. —[64a1] Ὅτι τριττὴ κατὰ γένος ἡ ἐλπίς· ἡ μὲν πάνδημος, ἡ δὲ φιλόσο‐ φος, ἡ δὲ ἱερατική.

49

μθʹ. —[64a4—9] Ὅτι εἰ ὁ σκοπὸς τὸ χωρίζειν ἀπὸ τοῦ σώματος τὴν ψυχὴν καὶ κεχωρικέναι τελέως, τοῦτο μὲν ὡς τέλος, ἐκεῖνο δὲ ὡς πρὸς τέλος ὁδός τε καὶ ἐπιτήδευσις, πᾶσα δὲ τεῦξις τοῦ τέλους εὐφροσύνην παρέχεται, πῶς οὐ γελοῖον μόνον τὸν φιλόσοφον ἀγανακτεῖν τυγχάνοντα τοῦ οἰκείου τέλους; τὸ
5μὲν δὴ συνημμένον ἐναργές, ἡ δὲ πρόσληψις διὰ πλειόνων κατασκευάζεται.

50

νʹ. —[64a5] Ὅτι ἡ μὲν κακία καὶ ἑαυτὴν ἀγνοεῖ καὶ τὴν ἀρετήν, ἡ δὲ ἀρετὴ γιγνώσκει ἑαυτήν τε καὶ ἐκείνην. διὸ ‘λελήθασι τοὺς πολλοὺσ‘ οἱ φιλόσοφοι, ἀλλ’ οὔ τί γε ἑαυτούς, ὥστε αὐτοὶ ἄσμενοι δέξονται τὸν θάνατον ἐπιόντα.

51

ναʹ. —[64a6] Διὰ τί ‘ἀποθνῄσκειν τε καὶ τεθνάναι‘ ἔφη; —Ἢ ὅτι διττὴ ἡ κάθαρσις, ἡ μὲν ἐν τῷ καθαίρεσθαι, ἡ δὲ ἐν τῷ κεκαθάρθαι. Ἢ ἵνα καὶ τὸ τέλος ἀφορίσῃ ἄλλο ὂν παρὰ τὴν ἐνέργειαν καὶ τὴν ἐνέργειαν ἀτελῆ καὶ πρὸς τέλος ὁρῶσαν. οὐ γὰρ ἐπὶ πάσης ἐνηργηκέναι βουλόμεθα, οἷον
5ἐπὶ τοῦ νοεῖν, ἀλλ’ ἀεὶ νοεῖν, οὐ μέντοι νενοηκέναι, ἐπὶ ταύτης γὰρ οὐκ ἄλλο
τὸ τέλος· τοιοῦτον δὲ καὶ τὸ εὔχεσθαι, εἴπερ τέλειον ἤδη τὸ ἔχεσθαι τοῦ εὖ.49

52

νβʹ. —[64b8—9] Ὅτι ὡς ἡ ἕξις, οὕτω καὶ ἡ στέρησις. ἡ μὲν γὰρ τῶν φιλοσόφων ζωὴ ἔξω τοῦ σώματος, ἡ δὲ τῶν πολλῶν τῷ σώματι συμπεφυρμένη· διόπερ οὗτοι μὲν ἀζωΐαν καλοῦσι τὸν θάνατον, ἐκεῖνοι δὲ τὴν σωματοειδῆ ζωήν.

53

νγʹ. —Ὅτι λέληθε τοὺς πολλοὺς καὶ τὸ ὑποκείμενον τοῦ θανάτου ὃν οἱ φιλόσοφοι μελετῶσιν, ὅτι ψυχῆς ἐστιν, ἀλλ’ οὐχὶ τοῦ ζῴου· καὶ τὸ εἶδος, ὅτι ζωὴ καθαρά, ἀλλ’ οὐ νέκρωσις· καὶ τὸ αἴτιον, ὅτι φιλοσοφία, ἀλλ’ οὐκ ἐξαγωγή. τούτου μὲν δηλωτικὸν τὸ ‘ᾗ τε θανατῶσι‘· τοῦ δὲ πρώτου τὸ ‘ᾗ ἄξιοί εἰσι θανάτου‘,
5τῇ γὰρ ψυχῇ· τὸ δὲ ‘οἵου θανάτου‘ ἐνδεικτικὸν τοῦ εἴδους, ὅτι ζωῆς καθαρᾶς.

54

νδʹ. —[64c1—2] Ὅτι τὸν καθαρτικὸν ἀφορίζεται τρόπον τῶν λόγων, χωρίζων αὐτοὺς ἀπὸ τῶν πολλῶν καὶ εἰς τοὺς ἐπιτηδείους μόνους περιάγων· καὶ οὐδὲ τούτους ἁπλῶς, ἀλλὰ πρὸς ἑαυτοὺς ἐπιστρέφει· ἀλλ’ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλ’ εἰς τὸν λόγον ἀπὸ τῆς ἀλογίας. τοιοῦτον γὰρ τὸ ‘εἴπωμεν γὰρ πρὸς ἡμᾶς
5αὐτούς, χαίρειν εἰπόντες τοῖς πολλοῖσ‘.

55

νεʹ. —[64c2] Ὅτι ἡ πρώτη ὑπόθεσις οὐ τὸ εἰ ἔστιν ὑποτίθεται (δῆλον γὰρ ἦν), ἀλλὰ εἴ τί ἐστιν καί τινα ἰδιότητα ἔχον ὁριστὴν ἢ οἷον στέρησίς ἐστι καὶ ἀοριστία.

56

—. —[64c4—8] [Start of a diagram][Start of a diagram section]ὁ φιλόσοφος[End of a diagram section] [Start of a diagram section]χωρίζει ἑαυτὸν τοῦ σώματος[End of a diagram section] [Start of a diagram section]θανατᾷ.[End of a diagram section][End of a diagram]

57

νϛʹ. —Ὅτι ἡ πρόσληψις διὰ κατηγορικοῦ συλλογισμοῦ δείκνυται· ὁ τοίνυν μέσος ὅρος ἐστὶ τοῦ θανάτου· διὸ τοῦτον προσέλαβεν.

58

νζʹ. —Ὅτι ὅρος ἐν ταῖς ἀποδείξεσι προσλαμβάνεται ποτὲ μὲν τοῦ ὑποκει‐ μένου, ὡς ἐν Φαίδρῳ [245c5] τῆς ψυχῆς, ποτὲ δὲ τοῦ κατηγορουμένου, ὡς ἐν Φιλήβῳ [20d1—11] τοῦ ἀγαθοῦ, ἵνα δειχθῇ οὐκ οὖσα ἡδονὴ τὸ ἀγαθόν· ὥσπερ
καὶ νῦν ὁ τοῦ θανάτου.51

59

νηʹ. —Ὅτι πάντα ἔχει τὰ τῶν ὅρων πλεονεκτήματα ὁ ὅρος. καὶ γὰρ σαφής· εἰ γὰρ τὸ ζῆν σύνοδος ψυχῆς καὶ σώματός ἐστιν ὁμολογουμένως, πῶς ὁ θάνατος οὐκ ἀνάπαλιν; καὶ ἔτι σύντομος· διὰ γὰρ τῶν ἀναγκαιοτάτων προῆκται ὀνο‐ μάτων. ἀλλὰ καὶ ἀκριβής· πρῶτον μὲν γὰρ τὸν ἐν τέλει θάνατον, ἀλλ’ οὐ τὸν
5ἐν ὁδῷ παρέλαβεν· δεύτερον δὲ τὸν παντελῆ, οὗτος δὲ καὶ τὴν ψυχὴν ἀφίστησι τοῦ σώματος καὶ τὸ σῶμα τῆς ψυχῆς· τρίτον ἐπὶ μὲν ψυχῆς τὸ ‘εἶναι‘ λέγει, ἐπὶ δὲ τοῦ σώματος τὸ ‘γεγονέναι‘. ἔτι δὲ ἐπιστημονικὸς ὁ ὅρος· διττὸς μὲν γὰρ ἦν ὁ θάνατος, ὁ δὲ τὸ ὅλον εἶδος ὡρίσατο, ἐν ᾧ καὶ ὁ διττός.

60

νθʹ. —Ὅτι ὁρίζεται τὸν θάνατον οὔτε τὸν τῆς ἐν ὑποκειμένῳ ζωῆς (οὐ γάρ ἐστι ταύτην ἀπαλλαγεῖσαν χωρὶς εἶναι τοῦ σώματος)· ἀλλ’ οὐδὲ τὸν ἐπὶ τῶν ἀεὶ τελείων ψυχῶν, οἷον θείων καὶ δαιμονίων (οὐ γάρ ἐστι τούτων τὸ σῶμα χωρὶς γεγονέναι τῆς ψυχῆς ἀπαλλαγέν)· ἀλλὰ περὶ τοῦ μέσου, ἐν ᾧ ἑκάτερόν ἐστι
5τοῦ ἑτέρου χωρὶς εἶναι.

61

ξʹ. —Ὅτι ὁ θάνατος ἄλλον τρόπον διττός, ὁ μὲν εἰς τὸ κρεῖττον ἀνάτασις, ὁ δὲ εἰς τὸ χεῖρον κατάτασις. καὶ ἐπὶ τῶν ἡμετέρων ψυχῶν ἑκάτερος λέγεται παρὰ Πλάτωνι, ἐν μὲν Γοργίᾳ [493a1—3] ὁ εἰς τὸ σῶμα ὡς σῆμα κατάγων, ἐνταῦθα δὲ ὁ ἀπολύων καὶ ἀναβιώσκων ἀπὸ τοῦ σώματος.

62

ξαʹ. —Ὅτι διακρίσεως ἐν θεοῖς γενομένης ὁ θάνατος πρόεισιν τὴν τῶν προτέρων ζωὴν τοῖς δευτέροις παρεχόμενος, ὡς καὶ τὰ προελθόντα ἐν τοῖς παράγουσι γίγνεσθαι κατὰ ἐπιστροφήν, οἷον τῆς οἰκείας ζωῆς ἀποτριβομένης τῷ ἐπιστρεφομένῳ· ὁ γὰρ ὕπνος σῳζομένων ποιεῖται τὴν ἐπιστροφήν, τοιοῦτος
5δὲ πᾶς θάνατος τῶν ἀιδίων. ἔσχατος δὲ θάνατος ὁ τῶν μερικῶν ζῴων ὁ συνεγνωσ‐ μένος τῶν ὀστρεΐνων. εἴη δὲ ἂν καὶ μέσος ὁ τῶν πνευματικῶν ζῴων, ἐν ᾧ καὶ ὁ τῶν μακραιώνων λεγομένων.

63

ξβʹ. —Ὅτι πρόκειται τὴν χωριστὴν τοῦ σώματος ἀνακαθήρασθαι ζωὴν τῆς ψυχῆς. τοῦτο δὲ εἰς αἴσθησιν τείνει τῆς ἀθανάτου ζωῆς· καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης [X 611b9—d8] ἀξιοῖ μὴ θεωρεῖν ὡς θνητὴν τὴν ψυχὴν διὰ τὴν τῶν
φυκίων περιβολήν.53

64

ξγʹ. —Ὅτι ἀνάγκη εἶναι τὴν ψυχὴν ἢ σῶμα ἢ ἀσώματον, καὶ τοῦτο διττόν, ἢ καθ’ αὑτὸ ἢ ἐν σώματι ἀσώματον. ἀλλ’ οὔτε σῶμα, καταφρονεῖ γὰρ τοῦ σώματος· οὔτε ἐν σώματι, ἐναντιοῦται γὰρ αὐτῷ· πάντῃ ἄρα καὶ καθ’ αὑτὴν ἀσώματος. ταῦτα οὖν δείκνυται διὰ τῶν προκειμένων λόγων.

65

ξδʹ. —Ὅτι τὴν ἐλάττω πρότασιν τοῦ κατηγορικοῦ συλλογισμοῦ ἀποδείκνυσιν, τὸ χωρίζειν τὸν φιλόσοφον. ἀποδείκνυσι δὲ τρισὶν ἐφόδοις· ἀπὸ τῶν μεθ’ ἑαυτήν, εἴ γε ὑπερορᾷ τῶν σωματικῶν πάντων παθῶν [64d2—65a8]· καὶ ἀφ’ ἑαυτῆς, εἴ γε ἐφ’ ἑαυτῆς μένουσα τελεία γίγνεται καὶ θεωρεῖ καὶ ἑαυτὴν
5καὶ τὰ ὄντα [65a9—d3]· καὶ ἀπὸ τῶν πρὸ ἑαυτῆς, τῶν νοητῶν εἰδῶν, εἰ γὰρ ἅπτεται τῶν χωριστῶν, χωριστὴν ἂν ἔχοι ἐνέργειαν, καὶ εἰ ἐνέργειαν, πολλῷ μᾶλλον οὐσίαν· πῶς γὰρ ἅψεται διὰ σώματος; [65d4—66a10].

66

ξεʹ. —Ὅτι καὶ τῶν περὶ ἀθανασίας λόγων ὁ μὲν ἀπὸ τῶν ἐναντίων [69e6—72e2] ἀναλογεῖ τῷ πρώτῳ τῶν καθαρτικῶν [64d2—65a8], ὁ δὲ ἀπὸ τῶν ἀναμνήσεων [72e3—77a5] τῷ δευτέρῳ [65a9—d3], ὁ δὲ ἀπὸ τῆς πρὸς τὰ νοητὰ ὁμοιότητος [78b4—80c1] τῷ τρίτῳ [65d4—66a10].

67

ξϛʹ. —Ὅτι καὶ οἱ τῆς καθαρτικῆς ζωῆς βαθμοὶ τρεῖς εἰσιν· ἀποθέσθαι τὸν πολὺν προσφύντα ὄχλον τῆς γενέσεως, καὶ ἑαυτῷ συγγενέσθαι καθαρῷ καθαρῶς, καὶ ἔτι μέντοι τῇ ἑαυτῆς αἰτίᾳ συγγενέσθαι πρὸς τὸ καθαρώτατον ἑαυτῆς ἀναδραμοῦσαν.

68

ξζʹ. —[64d2—3] Πῶς ἐξαίρετον τοῦ καθαρτικοῦ τὸ μὴ ‘ἐσπουδακέναι περὶ τὰς ἡδονάσ‘; καὶ γὰρ τοῦ πολιτικοῦ τοῦτο καὶ τοῦ πεπαιδευμένου. —Ἢ οὗτοι μὲν οὐχ ὡς τελικάς (ἕπονται γὰρ τοῖς τέλεσιν), ὡς δὲ πρὸς τέλη καὶ σπουδάσουσιν ἐνίοτε· ὁ δὲ καθαρτικὸς 〈οὐδὲ〉 οὕτως.

69

ξηʹ. —[64d2—65a8] Ὅτι ὡς καθαρτικὸς ὁ λόγος ἀπὸ τῶν ἐσχάτων ἄρχεται
καὶ εἰς τὰ πρῶτα ἐπάνεισιν. ἡ μὲν γὰρ τροφὴ πᾶσιν ἐμψύχοις ἐστίν, ὁ δὲ ἀφροδισιασμὸς ταῖς ἀλόγοις ὀρέξεσιν, ὁ δὲ καλλωπισμὸς ταῖς λογικαῖς ἀλογιστίαις. δύναιο δὲ ἂν καὶ ἀπὸ τῶν ἀναγκαιοτάτων ἀρξάμενος ἀναβαίνειν55
5ἐπὶ τὰς ἥκιστα ἀναγκαίας. Αὐτὸς δὲ ἀπὸ τῶν ὀρεκτῶν διαιρεῖ· ἢ γὰρ ἀναγκαῖα καὶ φυσικά, ὡς ἡ τροφή, ἢ οὐδέτερα, ὡς ὁ καλλωπισμός, ἢ φυσικὰ μέν, οὐκ ἀναγκαῖα δέ, ὡς τὰ ἀφροδίσια, ἢ ἀναγκαῖα μέν, οὐ φυσικὰ δέ, ὡς τὰ ἀναγκαῖα τῶν ἱματίων καὶ αἱ οἰκήσεις.

70

ξθʹ. —Τί δέ; εἰ ἄρχοι ὁ φιλόσοφος, οὐκ ἀντιποιήσεται βασιλεῖ πρεπούσης περιβολῆς; τί δέ; εἰ γένοιτο ἱερεύς, οὐ σταλήσεται τὸν ἱερατικὸν τρόπον; — Ἢ πρόσκειται ‘ὅσον μὴ πᾶσα ἀνάγκη‘. Μᾶλλον δὲ οὐδὲ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ τοῦ καθαρτικοῦ· εἰ δὲ δέοιτο
5πρὸς τὴν κάθαρσιν ἱερῶν, ὡς συμβόλοις χρήσεται καὶ οὐχ ὡς περιβλήμασιν.

71

οʹ. —Πῶς οὐ χωρίζει αὐτὸν φιλοχρηματίας ἢ φιλοτιμίας τά γε νῦν; — Ἢ ὅτι οὐ προὔκειτο δεῖξαι τὴν ψυχὴν χωριστὴν οὖσαν τοῦ σώματος, τῶν δὲ τοῦ σώματος ἔξω παντὶ δῆλον ὅτι κεχώρισται. ἴσως δὲ καὶ ταῦτα ἀναιρεῖ ἐν τῇ κοινῇ ἀναιρέσει τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἐν τῇ πρὸς ἑαυτὴν λεγομένῃ τροπῇ.
5Μήποτε δὲ ἐν τούτοις καὶ αἰσθήσεων καὶ φαντασιῶν αὐτὴν ἀφίστησιν.

72

οαʹ. —[64e8—65a2] Ὅτι καὶ ὁ Πλάτων τεκμήριον ποιεῖται τὴν χωριστὴν ἐνέργειαν τῆς χωριστῆς οὐσίας πρὸ τοῦ Ἀριστοτέλους. διόπερ ἐπάγει ‘δῆλός ἐστιν ὁ φιλόσοφος ἀπολύων τὴν ψυχὴν ἀπὸ τοῦ σώματοσ‘.

73

οβʹ. —[64e5; 65a2] Διὰ τί ‘καθόσον δύναται‘ καὶ ἔτι ‘διαφερόντως τῶν ἄλλων ἀνθρώπων‘; —Ἢ ὅτι χωρίζεται κατὰ τὰ μέτρα τῆς ἀνθρώπου φύσεως· ἄλλως γὰρ οἱ δαίμονες χωριστοὶ καὶ οἱ θεοί.

74

ογʹ. —Ὅτι ἡ ψυχὴ τριχῶς ἐνεργεῖ, πρός τε ἑαυτὴν καὶ πρὸς τὰ ἐφ’ ἑκάτερα, ἢ τὰ μεθ’ ἑαυτὴν ἢ τὰ πρὸ ἑαυτῆς· διὸ τρεῖς οἱ βίοι. καὶ ἕκαστον δὲ μέτεισι τριχῶς, ὡς εἴρηται· καὶ γὰρ τὸν πολιτικὸν ἢ κοσμοῦσα τὰ δεύτερα ἢ ἐν ἑαυτῇ
ζητοῦσα τὰς ἀρχὰς τῶν πράξεων ἢ εἰς τὰ πρὸ αὐτῆς αἴτια ἀνατεινομένη· καὶ57
5τὸν καθαρτικὸν ἢ φεύγουσα τὰ μεθ’ ἑαυτὴν ἢ τὸ οἰκεῖον εἶδος ἐξελίττουσα ἢ τὰς ἑαυτῆς ἀρχὰς ἐπιζητοῦσα· πάντως δὲ ὅτι καὶ τὸν θεωρητικὸν ὁμοίως, ἢ γὰρ ὡς προνοητικὰ τῶν δευτέρων θεωρεῖ τὰ πρὸ ἑαυτῆς ἢ ὡς ἐν ἑαυτοῖς μένοντα ἢ ὡς ἐχόμενα τῶν πρὸ αὐτῶν.

75

οδʹ. —Ὅτι οἴεσθαι δεῖ καὶ τὴν ἐθίζουσαν ἀγωγὴν τοὺς νέους τριττὴν εἶναι πρὸ τῆς ἐπιστήμης· ἢ γὰρ ὡς κεχρῆσθαι μετρίως τοῖς πάθεσιν ἢ ὡς φεύγειν αὐτὰ ἢ ὡς ἀγνοεῖν καὶ αὐτὰ τελέως εἰς δύναμιν. τοῦτο μὲν οὖν ἔχομεν τὸ εἶδος ἐν Θεαιτήτῳ [173c6—174a2], ἐνταῦθα δὲ τὸ καθαρτικόν, ἐν δὲ Νόμοις [VII 788a1‐
5VIII 842a3] καὶ Πολιτείᾳ [IV 434d2—445b4] καὶ πολλαχοῦ τὸ πολιτικόν.

76

οεʹ. —Ὅτι ἔοικεν ἐν μὲν τῷ πρώτῳ ἐπιχειρήματι [64d2—65a8] χωρίζειν τὸν καθαρτικὸν ἀπὸ τῆς πολιτικῆς περὶ τὰ πάθη σπουδῆς, ἐν δὲ τῷ δευτέρῳ [65a9—d3] εἰς ἑαυτὸν περιάγειν, ἐν δὲ τῷ τρίτῳ [65d4—66a10] εἰς νοῦν κατὰ τοὺς τρεῖς βαθμοὺς τῆς καθάρσεως.

77

οϛʹ. —Ὅτι τὸ μὲν πρῶτον ὀρεκτικῶς ἀποκαθαίρει, τὸ δὲ δεύτερον γνωστικῶς, τὸ δὲ τρίτον κατὰ τὸ συναμφότερον.

78

οζʹ. —Ὅτι τὸ μὲν σῶμα ἀγνοίᾳ συνουσίωται (συναγωγὸς γὰρ ἡ γνῶσις, τὸ δὲ πάντῃ μεμέρισται)· ὁ δὲ νοῦς αὐτογνῶσις, ὅτι κατ’ οὐσίαν ἀμέριστος. τῶν δὲ ἐν μέσῳ ἡ μὲν αἴσθησις σκοτεινοτάτη γνῶσις, ἐπειδὴ οὐκ ἄνευ τοῦ φύσει ἀγνοοῦντος· ἡ δὲ ψυχὴ ἡ λογικὴ φανοτέρα καὶ ἑαυτῆς γνωστική, ὅτι μᾶλλον
5ἀμέριστος· ἡ δὲ φαντασία μέση πως, διὸ καὶ νοῦς ἐστι παθητὸς καὶ μεριστός.59

79

οηʹ. —Ὅτι τὴν αἴσθησίν φησιν Ἀριστοτέλης [an. III 4, 429a31] ἀποκάμνειν πρὸς τὰ ἐλάττω τῶν αἰσθητῶν ἀπὸ τῶν μειζόνων μεταστραφεῖσαν, τὴν δὲ ἐπιστήμην τοὐναντίον καὶ τὰ ἐλάττω γιγνώσκειν ἀπὸ τῶν μειζόνων. αἰτιᾶται δὲ τοῦ μὲν τὸ διὰ σώματος ἐνεργεῖν, τοῦ δὲ τὸ ἄνευ σώματος.

80

οθʹ. —Ὅτι οἱ μὲν τὰς αἰσθήσεις ἀκριβεῖς εἶναί φασι πρὸς ἀλήθειαν, οἱ δὲ ἀτιμάζουσιν ὡς οὐκ ἀληθεῖς. οὗτοι μὲν Παρμενίδης, Ἐμπεδοκλῆς, Ἀναξαγόρας, ἐκεῖνοι δὲ Πρωταγόρας, Ἐπίκουρος. ὁ δὲ Πλάτων ἀμφότερα δοκεῖ λέγειν· αἴτιον δὲ ὅτι πολλοὺς εἶναι τίθεται βαθμοὺς τῆς ἀληθείας ἑκατέρας, καὶ τῆς
5τῶν γνωστῶν καὶ τῆς τῶν γνώσεων, κατὰ τὴν ἐν Πολιτείᾳ γραμμὴν διῃρημένην [VI 509d6—511e5].

81

πʹ. —Πῶς ‘ἀτυχῆ‘ τὴν αἴσθησιν ‘ἀληθείασ‘ φησὶν ὁ Πλάτων [Theaet. 186c9]; —Ἢ ὡς μετὰ πάθους ἐνεργοῦσαν· τὸ γὰρ πάθος οὐ γνῶσις· ἐνέργεια γὰρ ἡ γνῶσις.

82

παʹ. —Εἰ μὴ ἀκριβὴς ἡ αἴσθησις, πῶς ἀρχὴ γίνεται τῆς ἀποδείξεως; — Ἢ ἀναμιμνήσκει μὲν ἡ αἴσθησις, ἡ ψυχὴ δὲ προβάλλεται τὰς ἀρχάς. οὐδενὶ γὰρ ἀπὸ τοῦ χείρονος ἡ τελέωσις, ὥσπερ οὐδὲ ἡ ὑπόστασις· ἀμέλει οὐδὲ τῶν ἐπιστημῶν αἱ χείρους ταῖς κρείττοσι παρέχονται τὰς ἀρχάς.

83

πβʹ. —[65b1—8] Ὅτι τῶν αἰσθήσεων αἱ μὲν πρὸς τὸ εἶναι, αἱ δὲ πρὸς τὸ εὖ εἶναι δέδονται. Βέλτιον δὲ προστιθέναι τὸ μᾶλλον.

84

πγʹ. —Ὅτι τῶν αἰσθήσεων αἱ μὲν παθητικαὶ μᾶλλον, αἱ δὲ ἐνεργητικαί, ὡς ὄψις καὶ ἀκοή.

85

πδʹ. —Ὅτι καὶ ἀπὸ τῶν στοιχείων αἱ αἰσθήσεις δῆλαί εἰσιν ὅπως ἔχουσι
διαφορᾶς· διανέμονται γὰρ τοῖς στοιχείοις ἐν τῷ Τιμαίῳ [61c3—68d7].61

86

πεʹ. —Ὅτι αἱ μὲν καὶ ἐν οὐρανῷ εἰσιν, αἱ δὲ κατιούσῃ προσγίνονται.

87

πϛʹ. —[65c2—9] Ὅτι ὁ λογισμὸς νοῦς ἐστι διεξοδικός, ταύτῃ μὲν τοῦ νοῦ ἀπολειπόμενος, ᾗ δὲ νοῦς τῆς αἰσθήσεώς τε καὶ φαντασίας ὑπερέχων· καὶ ἔστι ψυχῆς ἐνέργεια λογικῆς. διὸ πρὸς μὲν τὸν νοῦν ἀνατεινόμενος ἐπιλαμπρύνεται τῷ φωτὶ τῆς νοερᾶς ἀληθείας, εἰς δὲ τὴν ἄλογον γνῶσιν κατατεινόμενος ἐπιθολοῦται
5τῷ σκότῳ τοῦ συμφύτου ταῖς αἰσθήσεσι ψεύδους.

88

πζʹ. —[65b9] Ὅτι τὴν νόησιν ὡς μὲν ἐνέργειαν ἀπαθῆ καλοῦσιν ὄψιν, ὡς δὲ τοῖς νοητοῖς ἡνωμένην καλοῦσιν ἁφήν, οἷον αὐτὰ σχεδὸν οὖσαν τὰ νοητά. δεῖ μὲν γὰρ ἐν τῇ γνώσει τὸ γνωστὸν ἐγγίγνεσθαι· ἀλλ’ ἐν μὲν τῇ αἰσθήσει μιμήματα τῶν αἰσθητῶν πόρρω κειμένων, ἐν δὲ τῷ νῷ αὐτὰ τὰ πρῶτα γνωστά,
5ἐν δὲ τῇ ψυχῇ μιμήματα μέν, ἀλλὰ συμπαγῆ τοῖς ἀρχετύποις, ὡς οἷον ἅμα τὰ ἐπίπεδα ἔχειν.

89

πηʹ. —[65b11] Ὅτι γίνεται ἡ ἀπάτη καὶ παρὰ τὰ αἰσθητὰ πολλῷ τῷ μὴ ὄντι συγκεκραμένα καὶ παρὰ τὰς αἰσθήσεις οὐκ ἀκριβούσας τὴν εἰδοποιὸν δύναμιν καὶ παρὰ τὰ αἰσθητήρια πάθη συνεισφέροντα ταῖς ἐνεργείαις.

90

πθʹ. —[65c5—9] Ὅτι ὁ μὲν λογισμὸς καθαρός ἐστι τοῦ φύσει πάντα ἀγνοοῦντος σώματος, ἡ δὲ αἴσθησις τούτῳ συμμιγής· καὶ ὁ μὲν αἰτίας ἐπήβολος, ἡ δὲ οὐ πέφυκεν τὴν αἰτίαν ἐπιζητεῖν· καὶ ὁ μὲν οὐσίας ἐστὶ συναιρέτης, ἡ δὲ παθῶν ἄγγελος· καὶ ὁ μὲν αὐτῆς πρὸς ἑαυτὴν τῆς ψυχῆς, ἡ δὲ αὐτῆς πρὸς ἄλλα,
5διόπερ ἡ γνῶσις τῇ ἑτερότητι καὶ τῷ διασπασμῷ διακόπτεται. ὅθεν ἡ τοῦ νοῦ
νόησις ἀληθεστάτη, διότι ἀμέριστος πρὸς τὰ νοητά.63

91

ϙʹ. —Ὅτι κάλλος ἐστὶ τῆς ψυχῆς ἡ γνῶσις διὰ τὸ ‘ἐκφανὲς καὶ ἐράσμιον‘ [Phaedr. 250d7—e1], ἡ δὲ καθαρὰ τοῦ αἴσχους τῆς ὕλης καὶ τῆς ἀγνοίας ἔτι μειζόνως καλή, ‘καλλίστη‘ δὲ ἡ τῷ νοερῷ φωτὶ συγκεκραμένη. τοῦτο δὲ νῦν ἔφη ὡς πρὸς τὴν μετ’ αἰσθήσεως γνῶσιν.

92

ϙαʹ. —[65c7—9] Ὅτι χωριστὴ οὖσα ἡ ψυχὴ ὅμως ἐν τῇ κεφαλῇ ἱδρῦσθαι λέγεται· καὶ μαρτυροῦσιν αἱ νόσοι τοῦ ἐγκεφάλου παράφρονας τοὺς ἀνθρώπους ἀποτελοῦσαι. πῶς οὖν χωριστή; —Ἢ τοσοῦτόν γε προσῳκείωται ἡ κεφαλὴ τῇ ψυχῇ ὅσον πρώτη δέχεσθαι αὐτῆς τὴν γνωστικὴν ἔλλαμψιν, ὡς ἡ καρδία τὴν
5ζωοποιόν· οἷον εἴ τις λέγοι ἐν οὐρανῷ τὸν θεόν, καίτοι πανταχοῦ ἢ οὐδαμοῦ.

93

ϙβʹ. —Ὅτι ὥσπερ ἡ ψυχὴ ταῖς αἰσθήσεσι συμπαγὴς οὖσα σωματοειδὴς εἶναι δοκεῖ καὶ ἀχώριστος, οὕτω τοῖς νοητοῖς ὁμιλοῦσα καὶ ἀύλοις οὐκ ἂν ὑπονοοῖτο ἄλλως ἔχειν ἢ χωριστῶς.

94

ϙγʹ. —Ὅτι εἰ ἔστι γνῶσις ἀκριβεστέρα τῆς αἰσθήσεως, εἴη ἂν καὶ γνωστὰ ἀληθέστερα τῶν αἰσθητῶν· καὶ εἰ δεῖ τὰ ἀληθῆ πρὸ τῶν εἰδώλων εἶναι, δεῖ πρὸ τῶν ἐνύλων εἶναι τὰ ἄυλα· καὶ εἰ τὰ τέλεια πρὸ τῶν ἀτελῶν ὑφίσταται, πῶς οὐκ ἂν εἴη τὰ νοητὰ πρὸ τῶν αἰσθητῶν; τὰ γὰρ ἐν ὕλῃ παραθραύεται ὑπὸ τῆς
5ὕλης καὶ συγχεῖται πρὸς τὰς οἰκείας στερήσεις.

95

ϙδʹ. —[65d4—5] Ὅτι τὸ ‘αὐτὸ‘ τοῖς εἴδεσιν ἐπικείμενον δηλοῖ τό τε κύριον ὡς πρὸς μίμημα καὶ τὸ ἀμιγὲς πρὸς τὸ ὕλῃ μεμιγμένον καὶ τὸ καθόλου καὶ μονοειδὲς πρὸς τὸ πῇ καὶ τὶ καὶ τὸ πρωτουργὸν 〈πρὸς τὸ〉 κατὰ τὴν ἀναφοράν.

96

ϙεʹ. —[65d4—8] Ὅτι κατὰ μὲν τὸ δίκαιον τέτακται τὰ εἴδη, κατὰ δὲ τὸ καλὸν ἐρᾷ τῆς πρὸς ἄλληλα συγκράσεως, κατὰ δὲ τὸ ἀγαθὸν σῴζει ἄλληλα καὶ τελειοῖ. περὶ ψυχὴν δὲ μᾶλλον αὕτη ἡ τριάς.65

97

ϙϛʹ. —[65d12—13] Ὅτι ἡ δευτέρα τριὰς περὶ σῶμα μᾶλλον, μέγεθος, ὑγίεια, ἰσχύς. καὶ ἔστιν ἐκ περιουσίας ὁ λόγος· εἰ γὰρ καὶ τὰ σωματικὰ εἴδη λογισμῷ αἱροῦμεν, πῶς οὐχὶ μᾶλλον τὰ ἀσώματα;

98

ϙζʹ. —[65d12] Ὅτι ποριστέον, ἓν μὲν ὡς νῦν μὲν μέγεθος λέγει τὸ ἁπλῶς, ἀλλ’ οὐχ ὅπερ ἀντίκειται τῷ μικρῷ· ἕτερον δὲ ὅτι ἀσώματος ἡ ὕλη, εἴπερ τὸ ἁπλῶς μέγεθος εἶδος.

99

ϙηʹ. —[65e3—66a2] Ὅτι ἡ μὲν δόξα πρὸς τὸ αἰσθητὸν ἀποτείνεται, ὁ δὲ νοῦς πρὸς τὸ νοητόν, ἡ δὲ διάνοια καθ’ ἑαυτὴν μὲν πρὸς ἑαυτήν, μετὰ δὲ δόξης ποιεῖ τὴν πολιτικήν, μετὰ δὲ νοῦ τὴν διαλεκτικὴν θεωρίαν· ὥστε τὴν καθαρτικὴν πρὸς ἑαυτήν, διὸ πολλάκις αὐτὴν ὀνομάζει.

100

ϙθʹ. —Τίνες οἱ νῦν διαλεγόμενοι πρὸς ἀλλήλους; εἰ μὲν γὰρ οἱ ‘γνήσιοι φιλόσοφοι‘, πῶς ὑπομένουσι τὰ τῶν πολλῶν πάθη; εἰ δὲ οἱ προκόπτοντες, πῶς ‘γνήσιοι‘ καλοῦνται; —Τοῦτο μὲν οὖν φασιν Ὀνήτωρ καὶ Ἀττικός [frg. 44], ἐκεῖνο δὲ Πατέριος καὶ Πλούταρχος. αὐτὸς δὲ ὁ Πρόκλος τῶν μὲν γνησίων
5εἶναι τὸν λόγον, περὶ ἀνθρώπων δὲ κοινῶς λέγεσθαι τοιαῦτα πασχόντων. Μήποτε δὲ οὐδὲ διαφέρονται· οἱ γὰρ καθαιρόμενοι ἔτι ἄξιοι τῶν λεγομένων ἁπάντων, ἔτι γὰρ πειρῶνται τῶν τοιούτων παθῶν ἅτε οὔπω κεκαθαρμένοι. εἴρηται γὰρ οὗτος ὁ βίος ἐν παρασκευῇ θεωρεῖσθαι.

101

ρʹ. —[66b4] Τίς ἡ ‘ἀτραπόσ‘; —Ἢ τὸ ἀναφαινόμενον ἐκ τῶν εἰρημένων οἷον πόρισμα, ὡς, εἰ χωρίζει ὁ φιλόσοφος καὶ ταύτῃ ἅπτεται τοῦ ἀληθοῦς,
οὐκ ἂν ἀπολαύσειεν αὐτοῦ τελέως, εἰ μὴ τελέως χωρισθείη· τοῦτο δὲ ἡμῖν ὁ παντελὴς παρέχεται θάνατος, ᾧ καὶ γίγνεται δῆλον ὡς ἀσπάσιος παραγίνεται.67
5‘ἀτραπὸσ‘ δὲ ὁ λόγος, ἐπειδὴ οὐ βαδίζει τὰς λεωφόρους ὁ φιλόσοφος κατὰ τὸ Πυθαγόρειον.

102

ραʹ. —[66b6] Πῶς ‘κακὸν‘ τὸ σῶμα, ὅ γε συμπληροῖ τὸν κόσμον καὶ θεοῦ ποίημά ἐστιν καὶ δέδοται πρὸς ἀνάμνησιν ταῖς ψυχαῖς; —Ἢ πρός τι κακόν, ταῖς γὰρ καθαιρομέναις.

103

ρβʹ. —[66b2] Τίς ἡ νῦν ‘δόξα‘ τῶν φιλοσόφων; —Ὅτι οὐκ ἀπὸ αἰσθήσεως· ἐκ πάντων γάρ, φησί, τοῦτο δῆλον τῶν εἰρημένων. οὐδὲ περὶ τῶν αἰσθητῶν, τοὐναντίον δὲ περὶ τῆς χωριστῆς ζωῆς. ἔστιν οὖν οἷον δόγμα τῆς διανοίας καὶ τῆς ἐπιστήμης.

104

ργʹ. —Ὅτι ‘γνήσιόν‘ ἐστιν εἶδος τὸ ἀμιγὲς πρὸς τὴν οἰκείαν στέρησιν, τοῦτο δὲ καὶ ἀληθὲς ὡς ἀμιγὲς πρὸς τὸ ψεῦδος. οὕτω δὲ χρὴ φιλοσοφίαν μεταχειρίζεσθαι, μὴ παραμιγνύντας τι τῆς ἀφιλοσόφου ζωῆς ἐκ προαιρέσεώς γε, καθόσον δὲ οἷόν τε φεύγειν τὸ τοιοῦτον.

105

ρδʹ. —[66b5] Τίς ἡ ἐν τῷ σώματι ‘φύρσισ‘; —Ἢ κοινωνία παρὰ φύσιν ἑκάτερον ποιοῦσα, τό τε σῶμα καὶ τὴν ψυχήν, ὡς ἥ γε τῶν τελείων ψυχῶν ἑκάτερον διασῴζει κατὰ φύσιν ἔχον.

106

ρεʹ. —[66b2—3] Ὅτι τὸ ‘πρὸς ἀλλήλουσ‘ καθαρτικῶς ἀκουστέον, ‘ψυχαὶ πρὸς ψυχάσ‘.

107

ρϛʹ. —[66b7] Πῶς τέλος ἡ ἀλήθεια; —Ἢ ὡς ὁρμίζουσα τὸν φιλόσοφον ἐν τῷ τέλει, καθὰ τὸν ἐρωτικὸν ἡ καλλονὴ καὶ τὸν μουσικὸν ἡ συμμετρία.

108

ρζʹ. —[66b7—d3] Ὅτι πρῶτα διαριθμεῖται τῶν ἐμποδίων ὅσα τῇ φυσικῇ ζωῇ ἀναγκαῖα [b7—c1]· δεύτερα ὅσα ἐπισυμβαίνει παρὰ φύσιν [c1—2]· τρίτα
ὅσα πάθη τῆς ὀρεκτικῆς ζωῆς [c2—3]· τέταρτα ὅσα τῆς αἰσθητικῆς καὶ φανταστικῆς γνώσεως εἴδωλα καὶ φλυαρήματα [c3—5]· πέμπτα ὅσα ἐκτὸς ὄντα69
5περισπᾷ τὴν ψυχήν, οἷον πόλεμοι καὶ χρηματισμοί [c5—d2]. ἃ γὰρ ἀεὶ πρότερα ἐνεδύσατο, ταῦτα ὕστερα ἀποδυτέον.

109

ρηʹ. —[66c1—2] Πῶς οὐ συμπληρώσει ἡ ὑγίεια τὴν εὐδαιμονίαν, εἴπερ ἐμποδίζει ἡ νόσος; —Ἢ ἑκατέρᾳ χρήσεται ὁ σπουδαῖος εὐδαιμονικῶς. Κάλλιον δὲ λέγειν ὡς οὐ συμπληροῖ μέν, οὐ μὴν ἐμποδίζει, καὶ ταύτῃ αἱρετωτέρα.

110

ρθʹ. —[66c7—8] Πῶς ‘διὰ τὰ χρήματα πάντες οἱ πόλεμοι γίνονται‘; πολλοὶ γὰρ καὶ δι’ ἄλλας αἰτίας ἐγένοντο. —Ῥητέον οὖν, ὡς μὲν Ἁρποκρατίων [frg. 3], ἢ ὅτι ἐπὶ τὸ πλεῖστον, ἢ ὅτι καὶ ἡ τῶν λαφύρων ἐλπὶς ἐπιτείνει τὸν πόλεμον· ὡς δὲ Λογγῖνος, τὰ ἐκτὸς πάντα χρήματα καλεῖ· οἱ δὲ Ἀττικοὶ ἐξηγηταί,
5ἐπειδὴ ὀργάνοις χρῶνται τοῖς χρήμασι πάντες οἱ πολεμοῦντες. Κάλλιον δὲ πόλεμον ἀκούειν τὸν ἀναγκαῖον (διὸ τὸ ‘ἀναγκαζόμεθα‘ προσέθηκεν [66d1]), οἷον καὶ τὸν ἐν Πολιτείᾳ πρῶτον [II 373d7—e8] ὑποτίθεται· τῆς γὰρ πόλεως αὐξομένης δεήσει πλείονος τῆς τρεφούσης χώρας, ὥστε πολεμητέον τοῖς ὁμόροις. πάντες οὖν οἱ ἀναγκαῖοι πόλεμοι καὶ τρόπον τινὰ δίκαιοι διὰ τὰ χρήματα.

111

ριʹ. —[66d3—7] Ὅτι ‘ἔσχατοσ‘ χιτὼν καὶ μάλιστα δυσαφαίρετος κατὰ μὲν ὄρεξιν ἡ φιλοτιμία, κατὰ δὲ γνῶσιν ἡ φαντασία. διὸ καὶ οἱ πολλοὶ τῶν φιλοσοφούντων ἐνέχονται τούτοις, καὶ μάλιστα τῇ φαντασίᾳ. διὸ νῦν καὶ τοῦτον ἀποδύσασθαι ἀξιοῖ τὸν φιλόσοφον· τὸν δὲ πρῶτον ἀπέδυσε διὰ τῶν ἐρώτων καὶ
5τῶν ἐπιθυμιῶν [b2], τὰς γὰρ κοινὰς ὀρέξεις παρέλαβεν.

112

ριαʹ. —Ὅτι ἔστιν ἀμόρφωτος γνῶσις, δηλοῖ μὲν ἡ τῶν ἀμερῶν, οἷον μονάδος, σημείου, τοῦ νῦν· δηλοῖ δὲ καὶ ἡ τῶν καθόλου (πᾶς γὰρ τύπος ἤδη ἄτομος καὶ ἤδη οὗτος)· δηλοῖ δὲ καὶ ὧν μορφὰς οὐκ ἔχομεν, οἷον δικαιοσύνη καὶ σωφροσύνη· δηλοῖ δὲ καὶ τὰ χωριστὰ εἴδη ἀμέριστα καὶ ἀσώματα ἐπιδεικνύμενα
5καὶ ὅλως αἱ τῶν ἀσωμάτων ἀποδείξεις. οὕτως ἔδει μεταχειρίσασθαι τὸν λόγον, ἀλλὰ μὴ εἰς αἴσθησιν καὶ φαντασίαν αὐτὸν περιαγαγεῖν κατὰ τὴν ἀμερῆ ἀντίληψιν· ἀπὸ γὰρ τούτων ἔφευγεν.71

113

ριβʹ. —Πῶς οὐκ ἄνευ φαντασίας νοοῦμεν; —Ἢ ὅτι παρέπεται καὶ φαντασία, οὐ συμπληροῦσα τὴν νόησιν, ἀλλὰ καὶ ἐπιθολοῦσα, ὡς πλέοντα χειμών. τῶν γὰρ οὐκ ἄνευ τριττὸν τὸ γένος· ἢ γὰρ ὡς βλάπτον, ὡς ἡ φαντασία, ἢ ὥς τι συνεισφέρον, ὡς ἡ ὕλη, ἢ ὡς οὐδέτερον, οὔτε βλάπτον οὔτε συνεισφέρον, οἷον
5ἡ σκιά.

114

ριγʹ. —[66e1] Ὅτι ἡ ψυχὴ συμπάσχουσα μὲν τῷ σώματι ἄλλου γίγνεται, πολιτικῶς δὲ ἐνεργοῦσα ἑαυτῆς καὶ ἄλλου (κάλλιον δὲ ἄλλου τοῦτο φάναι, ὡς ἐν Πολιτεία δέδεικται), καθαρτικῶς δὲ ἑαυτῆς, θεωρητικῶς δὲ αὐτή.

115

ριδʹ. —[66e2—67a2] Ὅτι ζητοῦσιν εἰ ἔστιν ἐν τῇ γενέσει βίος κεκαθαρμένος ἢ θεωρητικός, εἴπερ ταῦτα οὕτως ἔχει. —Καὶ φησὶν ὅτι τελέως οὐκ ἔστιν, ἐκτὸς δὲ γενέσεως. Ἄμεινον δὲ καὶ ἐνταῦθα τοὺς τρεῖς ποιεῖν καὶ ἐκεῖ, διαφέρειν δὲ πολλῷ
5τοὺς ἐκεῖ τῶν τῇδε.

116

ριεʹ. —Πῶς ἐκεῖ τὸ ἀληθές; οὕτω γὰρ τὰ τῇδε πάντα ψευδῆ. —Ἢ ἀληθῆ μὲν καὶ ταῦτα ἐκεῖ δὲ ἀποκεκαθαρμένη γίνεται ἡ ἀλήθεια· ἐνταῦθα δέ, φησίν, ‘ἐγγυτάτω‘ [a3].

117

ριϛʹ. —Εἰ χωριστὴ ἡ ψυχή, πῶς ἐν τοῖς ὕπνοις οὐκ ἐνεργεῖ οὐδὲ ἐν ταῖς παραφοραῖς; πῶς δὲ ‘πεδᾶται ὁ ταὐτοῦ κύκλοσ‘ [Tim. 43d2]; πῶς δὲ ‘νόσοι ἐμποδίζουσιν‘ [66c1]; Πρὸς πάντα δ’ οὖν τὰ τοιαῦτα κάλλιον εἰπεῖν, ὅτι οὐ προκεχείρισται ἡμῖν
5ἡ χωριστὴ ζωή.

118

ριζʹ. —Ὅτι ἐκ διαιρέσεως συλλογιστέον· ἢ γὰρ ἀδύνατον γνῶναι τὸ ἀληθές,
ὅπερ ἡ κατὰ φύσιν ὄρεξις ἀπελέγχει, ἢ δυνατὸν ἐνθάδε, ὅπερ οὐ δυνατὸν δέδεικται, ἢ τὸ τρίτον ἐξ ἀνάγκης ἐκεῖ, ὥστε καὶ τῷ λόγῳ τούτῳ συναποδείκνυσθαι τὴν ἀθανασίαν.73

119

ριηʹ. —Ὅτι τέλος τῷ μὲν πολιτικῷ συναφθῆναι τῷ πάντων προνοοῦντι θεῷ, καθαρτικῷ δὲ τῷ πάντων ἐξῃρημένῳ καὶ ἑαυτῷ συνόντι, τῷ θεωρητικῷ δὲ 〈τῷ〉 ἡνωμένῳ τοῖς πρὸ ἑαυτοῦ καὶ ἐκείνων εἶναι μᾶλλον ἢ ἑαυτοῦ βουλομένῳ· διόπερ φησὶ ‘μὴ καθαρῷ καθαροῦ ἐφάπτεσθαι‘ [b2].

120

ριθʹ. —Ὅτι χρὴ τὸν καθαιρόμενον καὶ τῷ καθαρῷ σπουδάζοντα ὁμοιοῦσθαι πρῶτον μὲν ἡδονὰς καὶ λύπας ἀποσκευάζεσθαι κατὰ δύναμιν· δεύτερον δὲ τροφὴν ἀπέριττον τρέφεσθαι τρυφῆς ἔξω οὖσαν, ἔτι δὲ καὶ ὅση δικαία καὶ σώφρων (αὕτη δέ ἐστιν ἡ ἀναίμακτος καὶ ἀκηλίδωτος) ὅση τε ὁσία καὶ πατριάζουσα
5(ἡ γὰρ ἀσεβὴς καὶ ἀδικοῦσα τὰ ζῷα καὶ παχύνουσα τὸ πνεῦμα δύσχρηστον τῇ ψυχῇ τὸ σῶμα παρέχεται καὶ ἀνεπιτήδειον πρὸς θεοῦ συναφήν)· τρίτον τὴν πλημμελῆ κίνησιν ἀποκόπτειν τῆς ὀρεκτικῆς ἀλογίας (τίνος γὰρ ἂν ἐπιθυμήσειεν ἢ ἐπὶ τίνι ἂν ὀργισθείη ὁ τῶν ἔξω πάντων ἀφιστάμενος;), εἰ δέ ποτε κινηθείη τι τοιοῦτον ὕπαρ ἢ ὄναρ, ταχίστην αὐτοῦ γίγνεσθαι τὴν καταστολὴν ἀπὸ τοῦ
10λόγου· τέταρτον ἀφίστασθαι τῶν αἰσθήσεων καὶ τῶν φαντασιῶν, ὅσον μὴ ἀναγκαῖον χρῆσθαι αὐταῖς· πέμπτον χωρίζεσθαι τῶν παντοδαπῶν δοξῶν τὸν
ἀπαλλαγῆναι βουλόμενον τοῦ πλήθους τῆς γενέσεως· ἕκτον ἐπὶ πᾶσι παράγγελμα, τὴν ποικιλίαν τῆς διανοίας ἐκφεύγειν καὶ τὰς ἁπλουστέρας μεταδιώκειν ἀποδείξεις καὶ διαιρέσεις πρὸς συνεθισμὸν τῆς ἀμερίστου νοήσεως.75

121

ρκʹ. —Ὅτι ὃν ἔχει λόγον ἡ παιδεία πρὸς τὴν πολιτικὴν ζωήν, τὸν πολὺν θόρυβον συστέλλουσα τῆς γενέσεως καὶ ἐπιτήδειον ποιοῦσα τὴν ψυχὴν εἰς τὴν τελείαν κατακόσμησιν, τοῦτον ἔχει τὸν λόγον ἡ καθαρτικὴ πρὸς τὴν θεωρητικήν, λύουσα τὴν κάτω νεῦσιν εἰς παρασκευὴν τῆς πρὸς τὸ ἄνω ἀνατάσεως· ὃ βούλονται
5καὶ οἱ καθαρμοὶ ποιεῖν πρὸ τῶν ἱερῶν. ἀνάγκη γὰρ τὸν μέλλοντα συναφθῆναι τοῖς κρείττοσι πρότερον χωρισθῆναι τῶν χειρόνων.

122

ρκαʹ. —Ὅτι πᾶσα ἡμῶν διάθεσις ἐξομοιοῖ πάντως ἡμᾶς πρός τι τῶν κοσμικῶν γενῶν. ἐὰν μὲν οὖν καθαροὶ ὦμεν, τοῖς καθαροῖς συναπτόμεθα, ἐὰν δὲ ἀκάθαρτοι, τοῖς ἀκαθάρτοις· οὕτω μὲν δαίμοσιν ἐνύλοις, ἐκείνως δὲ τοῖς θεοῖς· εἰ δὲ μέσως ἔχομεν, τοῖς μέσοις. ἀεὶ γὰρ ἡ ὁμοιότης συνάπτει καὶ εἰς μίαν
5συνέχειαν ἄγει τὰ ὁμοειδῆ, καθάπερ ὕδωρ ὕδατι καὶ ἀὴρ ἀέρι. διὸ προσιόντα θεῷ τὴν πρὸς αὐτὸν ὁμοιότητα εἰς δύναμιν αὐξητέον διὰ τῆς καθαρότητος. ‘οὐ γὰρ θεμιτόν‘, φησί, ‘τὸ μὴ καθαρὸν ἅπτεσθαι τοῦ καθαροῦ‘. τὸ μὲν οὖν ἀθέμιτον, ὅτι οὐ θέμις μολύνεσθαι τὸν θεόν· τὸ δὲ αὐτὸ καὶ ἀδύνατον, οὐ γὰρ ἂν πελάσειεν τῷ φωτὶ τὸ σκότος.

123

ρκβʹ. —Ὅτι τριπλῆ ἡ καθαρότης, ἡ μὲν ψυχῆς, ἡ δὲ σώματος, ἡ δὲ τῶν ἐκτός. ἀντιποιητέον οὖν ἁπάσης, ἵνα καὶ πάντα, ἡμεῖς τε καὶ τὰ ἡμέτερα ὄργανα, θείας ἐλλάμψεως πληρωθῇ, καὶ ἵνα μὴ τοῖς ῥυπαροῖς ἡμῶν ὀργάνοις ἐνιζάνῃ δαιμόνιόν τι σκότος, ἀποστρέφον ἡμῶν τὴν ὄψιν ἀπὸ τῶν θεῶν, καὶ ἵνα
5κουφότερον ἡ ψυχὴ πρὸς τὸ θεῖον ἀνατείνηται μὴ βαρυνομένη ὑπὸ τῶν ὀργάνων, τοὐναντίον δὲ καὶ συνεπιρρωννύηται ὑπ’ αὐτῶν εἰς ἀναγωγήν, ἅτε συνδεδεμένη ἔτι αὐτοῖς τὸν φυσικὸν τρόπον. εἰ δὲ ψυχῇ μὲν ἀκαθάρτῳ, τοῖς δὲ ἔξω καθαροῖς προσίωμεν, μάταιος ὁ πόνος· ἡ γὰρ ψυχὴ κατὰ τὴν ζωὴν συγκεκόλληται δαίμοσι
πονηροῖς κατὰ τὴν ὁμοιότητα.77

124

ρκγʹ. —[67b1] Ἆρα ταὐτὸν καθαρόν τε καὶ ἀληθές, ὥς φησιν; —Ἢ τὸ μὲν καθαρὸν ὡς τῶν ἄλλων κεχωρισμένον σημαίνει, τὸ δὲ ἀληθὲς αὐτὸ ὅπερ ἐστίν, καὶ μήποτε διὰ τοῦτο δεῖ καθαρθῆναι πρότερον καὶ οὕτως ἐντυχεῖν τῷ ἀληθεῖ. ἐπειδὴ οὖν οὔπω κεκαθάρμεθα, οὔπω γὰρ τεθνήκαμεν, διὰ τοῦτο ‘ἐκεῖσε ἐλθόντες
5τὸ ἀληθὲς εἰσόμεθα‘ [69d5—6].

125

ρκδʹ. —Ὅτι ὥσπερ ἡ δόξα διττή, ἡ μὲν κάτωθεν, ἡ δὲ ἄνωθεν, αὕτη μὲν βέβαιος, ἐκείνη δὲ ἀβέβαιος, οὕτω καὶ ἐλπὶς ἡ μὲν τῆς ἐπιστήμης ἔκγονος, ὡς ἡ νῦν λεγομένη, ἡ δὲ αἰσθήσεώς τε καὶ τοῦ εἰκότος.

126

ρκεʹ. —[67c5—d2] Ὅτι οὐ ταὐτὸν χωρισμὸς καὶ κάθαρσις· οὐ γὰρ δὴ καθαίρεται τὸ σῶμα χωρισθὲν τῆς ψυχῆς, ἀλλὰ καὶ μολύνεται, διὸ καὶ μολύνει. Ἀλλὰ καὶ τὸ προειρημένον διορθωτέον· οὐ γὰρ καθαρώτερον τὸ καὶ τοῦ κρείττονος κεχωρισμένον, ὅσον ἐπὶ τῷ συνήθει δηλώματι. σαφῶς γὰρ
5ἐν Σοφιστῇ φησιν [227d6—7]· ‘καθαρμὸς δὲ ἦν τὸ καταλείπειν θάτερον, ἐκβαλεῖν δὲ ὅσον ἂν ᾖ πού τι χεῖρον‘. καὶ οἱ Κουρῆτες περὶ τοὺς δημιουργικοὺς θεούς, ὅτι νενεύκασι πρὸς τὸ χεῖρον.

127

ρκϛʹ. —[67d4—5] Ὅτι οὐ ταὐτὸν θάνατος καὶ κάθαρσις, ἀλλὰ ὁ ἀπὸ τοῦ
χείρονος θάνατος. χωριστικὸς γὰρ ὁ θάνατος, ὡς ἐδήλου ὁ προρρηθεὶς ὁρισμός [64c7—8]· διὸ καὶ ὁ ἄνωθεν λέγεται θάνατος καὶ ὁ κάτωθεν. ἆρα οὖν ταὐτὸν χωρὶς εἶναι καὶ τεθνάναι; ἀλλὰ τοῦτο μετὰ τὴν σύζευξιν, διάλυσις γὰρ τῆς79
5συζεύξεως. καὶ εἰ ἀεὶ χωρίς, ἀεὶ διαλέλυται καὶ ἀεὶ τέθνηκεν· τί οὖν ἑτερότητος διαφέρει; ἢ ὅτι τῶν πρὸς ἄλληλα σχέσεών ἐστι διακοπτικός, δεῖ οὖν πρότερον εἶναι τὰ ἄλλα. καὶ πῶς περὶ ζωὴν ὁ θάνατος; ἢ ὅτι καὶ αἱ προσνεύσεις καὶ αἱ ἀπονεύσεις ζωτικαί εἰσι· τῶν γὰρ τοιούτων διάλυσις ὁ θάνατος.

128

ρκζʹ. —[67c5—d2] Ὅτι δεῖ πρῶτον ὑποστῆσαι εἰκόνα τὴν ψυχὴν ἑαυτῆς ἐν τῷ σώματι (τοῦτο γάρ ἐστι ψυχῶσαι τὸ σῶμα), δεύτερον δὲ συμπαθεῖν τῷ εἰδώλῳ κατὰ τὴν ὁμοείδειαν (πᾶν γὰρ εἶδος ἐπείγεται εἰς τὴν πρὸς ἑαυτὸ ταὐτότητα διὰ τὴν πρὸς ἑαυτὸ σύννευσιν ἔμφυτον), τρίτον ἐν τῷ μεριστῷ γενομένην συνδιασπασ‐
5θῆναι αὐτῷ καὶ εἰς τὸν ἔσχατον ἐκπεσεῖν μερισμόν, ἕως ἂν διὰ τῆς καθαρτικῆς ζωῆς συναγείρῃ μὲν ἑαυτὴν ἀπὸ τοῦ σκορπισμοῦ, λύσῃ δὲ τὸν δεσμὸν τῆς συμπαθείας, προβάληται δὲ τὴν ἄνευ τοῦ εἰδώλου καθ’ ἑαυτὴν ἑστῶσαν πρωτουργὸν ζωήν.

129

ρκηʹ. —Ὅτι τὰ ὅμοια μυθεύεται [Orph. frg. 209] καὶ ἐν τῷ παραδείγματι. ὁ γὰρ Διόνυσος, ὅτε τὸ εἴδωλον ἐνέθηκε τῷ ἐσόπτρῳ, τούτῳ ἐφέσπετο καὶ οὕτως εἰς τὸ πᾶν ἐμερίσθη. ὁ δὲ Ἀπόλλων συναγείρει τε αὐτὸν καὶ ἀνάγει καθαρτικὸς ὢν θεὸς καὶ τοῦ Διονύσου σωτὴρ ὡς ἀληθῶς, καὶ διὰ τοῦτο Διονυσοδότης ἀνυμνεῖται.

130

ρκθʹ. —Ὅτι Κορικῶς μὲν εἰς γένεσιν κάτεισιν ἡ ψυχή, Διονυσιακῶς δὲ
μερίζεται ὑπὸ τῆς γενέσεως, Προμηθείως δὲ καὶ Τιτανικῶς ἐγκαταδεῖται τῷ σώματι. λύει μὲν οὖν ἑαυτὴν Ἡρακλείως ἰσχύσασα, συναιρεῖ δὲ διὰ Ἀπόλλωνος καὶ τῆς Σωτείρας Ἀθηνᾶς καθαρτικῶς τῷ ὄντι φιλοσοφοῦσα, ἀνάγει δὲ εἰς81
5τὰ οἰκεῖα αἴτια ἑαυτὴν μετὰ τῆς Δήμητρος.

131

—. —[67c5—d11] Ὁ συλλογισμὸς τοιοῦτος ἂν συλλεγείη· [Start of a diagram][Start of a diagram section]ὁ φιλό‐ σοφος[End of a diagram section]
2[Start of a diagram section]καθαίρει ἑαυτόν[End of a diagram section]
2[Start of a diagram section]λύει ἀπὸ τοῦ σώματος[End of a diagram section]
2[Start of a diagram section]χωρί‐ ζει[End of a diagram section]
2[Start of a diagram section]θάνατον μελετᾷ.[End of a diagram section][End of a diagram]

132

ρλʹ. —[67d7—8] Ὅτι ‘μόνοι οἱ φιλοσοφοῦντες ὀρθῶσ‘, ὅ ἐστιν ἀκλινῶς τε καὶ καθαρτικῶς, οὗτοι ‘μάλιστα καὶ ἀεὶ λύειν προμηθοῦνται‘, τὸ μὲν ‘προμηθεύεσθαι‘ παρὰ τοῦ Προμηθέως ἔχοντες, τὸ δὲ ‘ἀεὶ‘ καὶ ‘μάλιστα‘ παρὰ τοῦ Ἡρακλέους· τὸ γὰρ ἀδιάλειπτον καὶ σύντονον ἰσχυροποιεῖ τὴν λύσιν.

133

ρλαʹ. —[67d12—68a3] Ὅτι καὶ τοῦ ἀγαθοῦ στερόμενοι λυπούμεθα καὶ τῷ κακῷ περιπίπτοντες· ἡδόμεθα ἄρα τοῦ τε κακοῦ ἀπαλλαττόμενοι καὶ τῷ ἀγαθῷ ἐντυγχάνοντες. ὥστε καθ’ ἑκάτερον ἐπὶ τῷ θανάτῳ εὐφραίνεσθαι δεῖ, καὶ ὡς ἀπολύοντι τοῦ μισουμένου σώματος καὶ ὡς ἀπόλαυσιν παρεχομένῳ τοῦ
5ποθουμένου ἀληθοῦς.

134

ρλβʹ. —Ὅτι ὡς τὸ πῦρ εἰς μὲν τὸ κάτω βρίθει βιαιότερον καὶ διά τινος μηχανῆς, αὐτοφυῶς δὲ εἰς τὸ ἄνω χωρεῖ, ὅτι ἄνω αὐτῷ καὶ ἡ ὁλότης, οὕτω καὶ ἡ ψυχὴ πάσχει πρός τε τὴν εἰς τὸ σῶμα κάθοδον καὶ τὴν εἰς τὸ ὂν ἐπάνοδον, ἐπειδὴ καὶ αὐτῆς ἡ χωριστὴ ὁλότης ἐκεῖ.

135

ρλγʹ. —[68a3—b6] Ὅτι ἡ δευτέρα ἐπιχείρησις ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον εἰλημμένη καὶ τοὺς πολλοὺς βούλεται πεῖσαι ὅτι γελοῖον τοὺς φιλοσόφους ἐπὶ τῷ θανάτῳ δυσχεραίνειν. Μήποτε δὲ καὶ αὕτη γίνεται πρὸς τοὺς φιλοσόφους κατὰ λόγον ζῶντας,
5ἐνδεικνυμένη ὅτι καὶ ἡ ἄλογος ψυχὴ χωρίζει ἑαυτήν, ὅταν ἐκεῖ τῷ ἐραστῷ ἐντυχεῖν ἐλπίσῃ· γελοῖον οὖν τὴν μὲν ἄλογον καὶ οὐδέποτε πρὸς ἑαυτὴν ἐπιστρεφομένην οὕτως ἔχειν, τὴν δὲ λογικὴν ἐναντίως, καὶ ταῦτα εἰς ἑαυτὴν καὶ εἰς τὸ ὂν ἐπιστρέφεσθαι δυναμένην.

136

ρλδʹ. —[68b8—c1] Ὅτι εἰ φιλόσοφος, ἀδεὴς πρὸς τὸν θάνατον, εἰ δὲ μὴ ἀδεής,
οὐ φιλόσοφος· σὺν ἀντιθέσει γὰρ ἀντιστρέφει. οὐ μέντοι, εἰ ἀδεής, πάντως φιλόσοφος· ἡ γὰρ τοῦ ἑπομένου ἀναίρεσις ποιεῖ τὴν ἀντιστροφὴν συναναιροῦσα τὸ ἡγούμενον, ἀλλ’ οὐχὶ ἡ θέσις τιθεῖσα. καὶ μήποτε τὸ ὅλον βούλημα τοῦ συλλογισμοῦ83
5τοῦτό ἐστιν.

137

ρλεʹ. —[68c1—3] Διὰ τί παρέλιπεν τὸ φιλήδονον; ὁ γὰρ φιλοσώματος εἴη ἂν καὶ φιλήδονος. —Ἢ ὅτι ὁ φιλοσώματος οὗτός ἐστιν, προστίθενται δὲ καὶ οἱ ἄλλοι· ἢ ἐν τοῖς πρόσθεν [64d2—e3] τοῦτον ἀπεσκευάσατο, νῦν δὲ παρατίθεται τοὺς τότε παραλειφθέντας. οὕτως μὲν Ἁρποκρατίων ἐξηγεῖται [frg. 4]· ὁ δὲ
5Πατέριος ἐκφεύγει τὴν ἀπορίαν λέγων τὸν φιλοσοφεῖν προσποιούμενον ἢ διὰ τιμὴν ἢ διὰ κέρδος προσποιεῖσθαι, οὐδεὶς δὲ δι’ ἡδονήν, διὰ τὸ σεμνὸν τῆς φιλοσοφίας· τὸ οὖν ‘οὗτοσ‘ οὐ τὸν φιλοσώματον, ἀλλὰ τὸν πλαστὸν φιλόσοφον νοητέον. Διαφεύγει δὲ αὕτη ἡ ἐξήγησις καὶ ἄλλην ἀπορίαν· πῶς γὰρ φιλοσώματος ὁ
10φιλότιμος; προΐεται γὰρ τὸ σῶμα διὰ τιμήν. ἣν ἐπιλύεται μαλακώτερον, ὡς ἐπιλαθόμενος τῆς Πατερίου ἐξηγήσεως, ἣ ἦν δευτέρα· ἡ γὰρ πρώτη, πρὸς ἣν αἱ ἀπορίαι, Ἁρποκρατίωνος.

138

ρλϛʹ. —Ὅτι πρῶται τῶν ἀρετῶν αἱ φυσικαί, κοιναὶ πρὸς τὰ θηρία, συμπεφυρμέναι ταῖς κράσεσιν, ἐναντίαι ἀλλήλαις ὡς τὰ πολλά· ἢ μᾶλλον οὖσαι τοῦ ζῴου, ἢ καὶ ἀπὸ τοῦ λόγου μὴ ἐμποδιζομένου ὑπό τινος δυσκρασίας ἐκλάμπουσαι, ἢ καὶ ἀπὸ προβιοτῆς γεγυμνασμέναι. περὶ δὲ τούτων ἔν τε Πολιτικῷ φησιν
5[306a5—308b9] καὶ ἐν Νόμοις [XII 963c3—e9].

139

ρλζʹ. —Ὅτι αἱ ἠθικαὶ ὑπὲρ ταύτας, ἐθισμῷ καὶ ὀρθοδοξίᾳ τινὶ ἐγγιγνόμεναι,
παίδων οὖσαι ἀρεταὶ ἀγομένων εὖ καὶ τῶν θηρίων ἐνίοις ὑπάρχουσαι, τῶν κράσεων ὑπερανέχουσαι καὶ διὰ τοῦτο οὐκ ἐναντιούμεναι ἀλλήλαις· ἃς παραδίδωσιν ἐν Νόμοις [II 653a5—c4]. εἰσὶ δὲ ὁμοῦ λόγου τε καὶ ἀλογίας.85

140

ρληʹ. —Ὅτι τρίται ὑπὲρ ταύτας αἱ πολιτικαί, μόνου οὖσαι τοῦ λόγου (ἐπιστημονικαὶ γάρ), ἀλλὰ λόγου κοσμοῦντος τὴν ἀλογίαν ὡς ὄργανον ἑαυτοῦ· διὰ μὲν φρονήσεως τὸ γνωστικόν, διὰ δὲ ἀνδρείας τὸ θυμοειδές, τὸ δὲ ἐπιθυμητικὸν σωφροσύνῃ, πάντα δὲ δικαιοσύνῃ· περὶ ὧν πλείω λέγει ἐν Πολιτείᾳ
5[IV 434d2—445b4]. αὗται δὲ καὶ ἀντακολουθοῦσιν ἀλλήλαις.

141

ρλθʹ. —Ὅτι ὑπὲρ ταύτας αἱ καθαρτικαί, τοῦ λόγου μόνου οὖσαι καὶ ἀπὸ τῶν ἄλλων ἀναχωροῦντος εἰς ἑαυτὸν καὶ τὰ ὄργανα ῥιπτοῦντος ὡς μάταια καὶ τὰς δι’ ὀργάνων ἐνεργείας ἀναστέλλοντος, ἀναλύουσαι τὴν ψυχὴν ἀπὸ τῶν δεσμῶν τῆς γενέσεως· ἃς διαφερόντως ἐνταῦθα παραδίδωσιν.

142

ρμʹ. —Ὅτι πρὸ τούτων αἱ θεωρητικαί, τῆς ψυχῆς ἤδη καὶ ἑαυτὴν ἀφιείσης, μᾶλλον δὲ τοῖς πρὸ αὐτῆς ἑαυτὴν προσαγούσης, οὐ γνωστικῶς, ὡς ἂν οἰηθείη τις μόνον τὸ ὄνομα δηλοῦν, ἀλλὰ καὶ ὀρεκτικῶς· οἷον γὰρ νοῦς ἀντὶ ψυχῆς ἐπείγεται γενέσθαι, ὁ δὲ νοῦς ἅμα τὸ συναμφότερον. ἀντίστροφοι αὗται ταῖς
5πολιτικαῖς, ὡς ἐκεῖναι περὶ τὰ χείρω κατὰ λόγον ἐνεργοῦσαι, αὗται περὶ τὰ κρείττω κατὰ νοῦν· ἃς παραδίδωσιν ἐν Θεαιτήτῳ [173c6—177c2].

143

ρμαʹ. —Ὅτι παραδειγματικαὶ ἀρεταὶ αἱ μηκέτι θεωρούσης τὸν νοῦν τῆς ψυχῆς (τὸ γὰρ θεωρεῖν σὺν ἀποστάσει γίνεται), ἀλλ’ ἤδη στάσης ἐν τῷ νοῦν εἶναι κατὰ μέθεξιν ὅς ἐστι παράδειγμα πάντων· διὸ καὶ αὗται παραδειγματικαί, ὅτι προηγουμένως αὐτοῦ εἰσιν τοῦ νοῦ αἱ ἀρεταί. ταύτας δὲ προστίθησιν ὁ
5Ἰάμβλιχος ἐν τοῖς Περὶ ἀρετῶν.

144

ρμβʹ. —Ὅτι εἰσὶ καὶ αἱ ἱερατικαὶ ἀρεταί, κατὰ τὸ θεοειδὲς ὑφιστάμεναι τῆς
ψυχῆς, ἀντιπαρήκουσαι πάσαις ταῖς εἰρημέναις οὐσιώδεσιν οὔσαις ἑνιαῖαί γε ὑπάρχουσαι. καὶ ταύτας δὲ ὁ Ἰάμβλιχος ἐνδείκνυται, οἱ δὲ περὶ Πρόκλον καὶ σαφέστερον.87

145

ρμγʹ. —Ὅτι αὗται μέν εἰσιν ἀρεταὶ κακίας ἐκτός, εἰσὶ δέ τινες καλούμεναι ἀρεταὶ συμμιγεῖς ταῖς ἀντικειμέναις κακίαις· διὸ καλεῖ αὐτὰς ‘ἀνδραποδώδεισ‘ [69b7] ὡς οὐδενὸς λόγου ἀξίας, δυναμένας δὲ καὶ ἀνδραπόδοις ὑπάρχειν. διὸ ταύτας οὐ καταλέγομεν ἐν τῷ χορῷ τῶν ἀρετῶν.

146

ρμεʹ. —[68d2—69b8] Ὅτι γίνονται ἄνθρωποι ἀνδρεῖοι καὶ σώφρονες ἢ διὰ τιμὴν ἢ διὰ νόμον κολάζοντα τοὺς μὴ τοιούτους ἢ διὰ ἄγνοιαν τῶν ἐσομένων κακῶν ἢ διὰ ἐμπειρίαν τῶν κινδύνων ἢ διὰ ἀπόνοιαν θηριώδη καὶ ἄλογον ὁρμὴν ἢ ἀλλαττόμενοι ἄλλα ἀντὶ ἄλλων.

147

ρμϛʹ. —[68c5—69c3] Ὅτι σκοπὸς αὐτῷ ἀποδιακρῖναι καὶ ὡς ἀληθῶς καθᾶραι τὰς καθαρτικὰς ἀρετὰς τῶν καταδεεστέρων πασῶν ἀρετῶν, οὐ μόνον τῶν ψευδωνύμων, ὡς Ἁρποκρατίων [frg. 5], ἀλλὰ καὶ τῶν ‘ἐσκιαγραφημένων‘, οἷον τῶν φυσικῶν τε καὶ ἠθικῶν, οὐδὲ τούτων μόνον, ἀλλὰ καὶ τῶν τελείων πολιτικῶν.
5ἀποκρίνας γὰρ τὰς κακίας εἰκότως νῦν καὶ τὰς χείρους ἀρετὰς ἀποκαθαίρει.

148

ρμζʹ. —Ὅτι πρόκειται μὲν καὶ τῶν ἐν συνηθείᾳ λεγομένων ἀρετῶν ὑπερέχουσαν ἀποφῆναι τὴν καθαρτικήν, ἤδη δὲ καὶ ἐκεῖνο παραστῆσαι, ὡς οὐ μόνη φρόνησις
αὕτη ἂν εἴη κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου, ἀλλὰ καὶ αἱ ἄλλαι τρεῖς ἀρεταί.89

149

ρμηʹ. —Ὅτι ἀποροῦσιν οἱ Περιπατητικοί, πῶς ἂν τῷ στελλομένῳ πρὸς θεωρίαν ἁρμόζοιεν αἱ ἄλλαι τρεῖς, οὔτε ἀταξίας τῶν παθῶν ἐκεῖ ὑποκειμένης οὔτε ὅλως ἀλογίας παθῶν, ἀλλ’ οὐδὲ ἐνεργειῶν τοῦ λόγου τῶν πρὸς ταῦτα κατιουσῶν καὶ δεομένων διὰ τοῦτο καθάπερ ὅπλων τῶν ἀρετῶν εἰς τὸν τῆς
5γενέσεως πόλεμον· διὸ μηδὲ τοῖς θεοῖς αὐτὰς ἐνεῖναι ἅτε μηδὲν αὐτῶν δεομένοις. Ὁ μὲν οὖν Ἁρποκρατίων [frg. 5] εἴξας καὶ ἐνταῦθα τὰς ἐν Πολιτείᾳ [IV 434d2—445b4] φησὶ παραδίδοσθαι. ἡμῖν δὲ ῥητέον ὅτι πᾶσαι τοὺς οἰκείους χαρακτῆρας ἐπιδείκνυνται πανταχοῦ κοινοὺς ὄντας ἰδίως ἐν ἑκάστοις· ἔστι γὰρ τῆς μὲν ἀνδρείας τὸ ἀρρεπὲς πρὸς τὰ χείρω, τῆς δὲ σωφροσύνης τὸ ἀποστρέφειν
10ἀπὸ τοῦ χείρονος, τῆς δὲ δικαιοσύνης ἡ ἴδιος ἐνέργεια καὶ τῷ ὄντι προσήκουσα, τῆς δὲ φρονήσεως τὸ ἐκλεκτικόν τε καὶ ἀπεκλεκτικὸν ἀγαθῶν τε καὶ κακῶν. διὸ τὸ ‘μάλιστα‘ πρόσκειται [68c6].

150

ρμθʹ. —Ὅτι καὶ ἐν θεοῖς εἰσιν αἱ ἀρεταὶ πᾶσαι. καὶ γὰρ πολλοὶ θεοὶ ταῖς αὐτῶν κοσμοῦνται ἐπωνυμίαις· καὶ ἀπὸ θεῶν πᾶσα ἀγαθότης ἄρχεται· καὶ πρὸ μὲν τῶν ποτὲ μετεχόντων ἀναγκαῖον εἶναι τὰ ἀεὶ μετέχοντα τῶν ἀρετῶν, πρὸ δὲ τῶν μετεχόντων τὰ μετεχόμενα, τῶν δὲ μετεχόντων οἱ ὀπαδοί, θεοὶ ἄρα τὰ
5μετεχόμενα, αὐταὶ δήπου αἱ ἀρεταί.

151

ρνʹ. —Ἐν ποίᾳ τάξει αἱ ἀρεταὶ ἀναφαίνονται; —Ἢ ὅπου αἱ ψυχαί. τελειότης γάρ ἐστι τῆς ψυχῆς ἡ ἀρετή, καὶ γὰρ ἡ αἵρεσις καὶ ἡ προαίρεσις ψυχῆς ἐνέργειαί
τε καὶ προβολαί· διὸ καὶ τὰ λόγια [frg. 52] τῇ πηγαίᾳ ψυχῇ τὴν πηγαίαν παραζεύγνυσιν ἀρετήν. καὶ μήποτε τακτικαὶ βούλονται εἶναι φύσει τῆς ἀταξίας91
5αἱ ἀρεταί· διόπερ ἀπὸ τῆς δημιουργικῆς ἄρχονται τάξεως. πῶς οὖν καθαρτικαί; ἢ ὅτι καὶ ὁ δημιουργὸς κατὰ τὴν ἑαυτοῦ δημιουργίαν ‘ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει‘ [Tim. 42e5—6] καὶ ἔτι μέντοι ‘στέλλεται παρὰ Κρόνου τύρσιν‘ [Pind. Ol. 2.126—127]· καὶ γὰρ τὴν ψυχὴν τρισὶ πληρώμασι συνεπλήρωσεν αὐτός, τῷ τε πρὸς τὰ μεθ’ ἑαυτὴν ῥέποντι καὶ 〈τῷ〉 πρὸς ἑαυτὴν ἐπιστρέφεσθαι πεφυκότι
10καὶ τῷ πρὸς τὰ αἴτια ἀνατείνεσθαι δυναμένῳ. πῶς οὖν ἐν Φαίδρῳ [247d5—e2] λέγονταί τινες ἀρεταὶ ἐν τῷ ὑπερουρανίῳ τόπῳ; ἢ κατὰ ἀναλογίαν ἐνδείκνυται διὰ τῶν ἀρετῶν τὰ ἐκεῖ νοητά, ὡς διὰ ‘λειμῶνοσ‘ [248c1] καὶ ‘πεδίου‘ [b6] καὶ ‘νομῆσ‘ [b7] καὶ τοιούτων τινῶν.

152

ρναʹ. —[68c5—6] Διὰ τί περὶ ἀνδρείας πρῶτόν φησιν; —Ἢ ὅτι αὕτη τὴν καθαρτικὴν εἰδοποιεῖ ζωήν, ὡς τὴν ἠθικὴν ἡ σωφροσύνη, τὴν δὲ πολιτικὴν ἡ δικαιοσύνη, τὴν δὲ θεωρητικὴν ἡ φρόνησις. Κάλλιον δὲ τῇ τάξει τῶν χαρακτήρων ἀκολουθῆσαι· πρῶτον γὰρ δεῖ μὴ
5ἡττᾶσθαι ὑπὸ τοῦ χείρονος, εἶτα πρὸς ἑαυτὸν ἐπιστρέφειν, εἶτα προβάλλεσθαι τὴν οἰκείαν ἐνέργειαν, εἶτα κρίνειν τὰ ἀγαθὰ δι’ αὐτῆς ἐκείνης καὶ τὰ κακά.

153

ρνβʹ. —[68d2—3] Διὰ τί ‘ἄτοποσ‘ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη; —Ἢ ὅτι συμμιγὴς τῇ οἰκείᾳ στερήσει, καὶ οὐκ ἔστιν ὃ βούλεται εἶναι, καὶ φαντάζεται εἶναι ὃ μή ἐστιν.

154

ρνγʹ. —[68c8; d2; 5] Διὰ τί ‘ἄλλοι‘ καὶ ‘πολλοὶ‘ οἱ ἀπαίδευτοι; —Ἢ ‘πολλοὶ‘
μὲν ὡς πορρωτάτω τοῦ ἑνός, ‘ἄλλοι‘ δὲ ὡς πορρωτάτω τοῦ οἰκείου παραδείγματος. οὕτω γὰρ ‘ἄλλα‘ καλεῖ τὰ αἰσθητὰ ἐν Παρμενίδῃ [157b7—c4], ἐπειδὴ καὶ τὰ νοητὰ ‘αὐτὰ‘ καλεῖ.93

155

—. —[68d5—13] Ὅτι ὁ συλλογισμὸς τοῦ ὅλου δόγματος τοιοῦτος· ὁ μὴ φιλό‐ σοφος κακὸν ἡγεῖται
5 τὸν θάνατον φόβῳ μείζονος κακοῦ ὑπομένει δέει ὑπο‐ μένει.

156

ρνδʹ. —Ὅτι καὶ οἱ πολλοὶ ἄνθρωποι δεινὸν ἡγοῦνται τὸν θάνατον ἴσα γε τῷ μὴ ὄντι, κἂν φύσει ὦσιν ἀνδρεῖοι, φθορὰν ἑαυτῶν ἡγοῦνται αὐτόν. οἱ δὲ ἠθικοί, κἂν δοξάζωσιν ἀθάνατον τὴν ψυχήν, ἀλλὰ δεῖσθαι νομίζουσι τοῦ ζῴου πρὸς τελέωσιν τῆς οἰκείας ἀρετῆς, ὥστε κακὸν ὑποπτεύουσι τὸν θάνατον. οἱ δὲ
5πολιτικοὶ δεῖσθαι τοῦ ὀργάνου ὁμολογοῦσιν, ὥστε καὶ αὐτοὶ κακόν τι ἥγηνται αὐτόν. μόνοι ἄρα οἱ καθαρτικοὶ ἀγαθὸν οἴονται τὸν θάνατον ἅτε συλλήπτορα τοῦ οἰκείου τέλους. οὕτω μὲν ἡ πρώτη πρότασις ἀληθής· ἡ δὲ δευτέρα σαφής, ἐν γὰρ αἱρέσει κακῶν τὸ ἔλαττον αἱρούμεθα ἀντὶ τοῦ μείζονος. ἡ δὲ τρίτη ὅτι δειλὸς ὁ αὐτὸς καὶ ἀνδρεῖος· δέδιεν γάρ· μόνος ἄρα ἀνδρεῖος ὁ καθαρτικὸς ὁ
10καὶ ἀγαθὸν αὐτὸν τιθέμενος.

157

ρνεʹ. —Πῶς ἀνδρεῖος ὁ καθαρτικός; εἰ μὲν γὰρ ὑπομένει ὡς δεινὸν τὸν θάνατον, οὐκέτι καθαρτικός· εἰ δὲ ὡς ἀγαθόν, καθαρτικὸς μέν, οὐ μὴν ἀνδρεῖος, ἐν γὰρ τοῖς δεινοῖς ἡ ἀνδρεία θαρραλεότης. —Ἢ ῥητέον ὡς αὕτη μὲν πολιτικῆς ἀνδρείας ἔννοια, ἡ δὲ καθαρτικὴ τελέα τῶν χειρόνων ἀπόστασις καὶ ἀπάθεια
5μᾶλλον ἢ μετριοπάθεια ἐν δεινοῖς. Κάλλιον δὲ τὴν καθαρτικὴν ὅλως ἀρετὴν ὑπεροψίαν εἶναι λυπηρῶν καὶ ἡδέων, οὐ τῶν ἑαυτῷ (οὐδὲν γὰρ αὐτῷ τοιοῦτον), ἀλλὰ τῶν τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν.

158

ρνϛʹ. —Ὅτι ὁ μὲν πολὺς ἀντὶ μείζονος κακοῦ αἱρεῖται τὸν θάνατον, ὁ δὲ πολιτικὸς ἀντὶ μείζονος ἀγαθοῦ ὡς κακὸν ἔλαττον καὶ αὐτός, ὁ δὲ καθαρτικὸς ὡς αὐτόθεν αἱρετὸν καὶ δι’ ἑαυτόν. ὥστε τριττὴ κατὰ γένος ἡ ἀνδρεία.95

159

ρνζʹ. —[68d2—69a5] Ὅτι δοκεῖ ἡ μὲν ἀνδρεία τῶν λυπῶν κρατεῖν, ἡ δὲ σωφροσύνη τῶν ἡδονῶν, κατὰ δὲ τὸ ἀληθὲς ἑκατέρα ἑκατέρων. τίς οὖν ἡ διαφορά; —Ἢ ὅτι ἡ μὲν ὡς ἀήττητος ὑφ’ ἑκατέρων, ἡ δὲ ὡς ἐπιστρέφουσα ἀφ’ ἑκατέρων· ἐπεὶ καὶ ἡ δικαιοσύνη φεύγει αὐτὰς ὡς ἀλλότρια ἐνεργήματα ἢ παθήματα καὶ
5ἡ φρόνησις ὡς κακὰ ἑκάτερα.

160

ρνηʹ. —Ὅτι ὁ οὕτως ἀνδρεῖος ὡς δέει τινὶ ἀνδρεΐζεσθαι ἐν ταῖς ἐνεργείαις ἀνδρεΐζεται· οὐ γὰρ ὡς ἀγαθὸν αἱρεῖται τὴν ἀνδρείαν, ἀλλ’ ὡς ἀναγκαῖον. οὕτω δὲ καὶ ὁ τούτῳ σώφρων ἀναλογῶν.

161

ρνθʹ. —[68e2—69a5] Ὅτι ὁ μὲν πολὺς τὰς μείζους ἡδονὰς αἱρεῖται ἀντὶ τῶν ἐλαττόνων, ὡς τὰς ἐλάττους λύπας ἀντὶ τῶν μειζόνων· ὁ δὲ ἀτελὴς τὴν ἀρετὴν τὰς καλλίους ἀντὶ τῶν ἀσχημονεστέρων· ὁ δὲ πολιτικὸς ἡδονὴν ἀναγκαίαν ὑπὲρ ἀγαθοῦ. ὁ δὲ καθαρτικὸς οὐδένα τρόπον προσίεται τὴν ἡδονήν, οὕτω δὲ αὐτῆς
5ἐπαισθάνεται ὡς καὶ ἐν τῷ σκέλει ἦν τὸ ἀλγεῖν [60b1—c7]· ἀληθὴς ἄρα σωφροσύνη ἡ τοῦ καθαρτικοῦ.

162

ρξʹ. —[69a6—c3] Ὅτι κοινὸν ἐκφέρων κανόνα τῶν τε ἀτελῶν ἀρετῶν καὶ τῶν τελείων οὐκ ἀλλαγὴν παθῶν ἀξιοῖ τὴν ἀρετὴν εἶναι, ἀλλὰ ὅλως παθῶν ἐξαίρεσιν. εἰ δὲ ἀλλαγήν, οὐ παθῶν ἄλλων ἀντὶ ἄλλων, οὔτε μειζόνων ἀντὶ ἐλαττόνων, οὔτε καλλιόνων ἀντὶ αἰσχροτέρων, ἀλλ’ οὐδὲ κατὰ Ἐπικουρείους
5καταστηματικῶν ἀντὶ πλημμελῶν ἡδονῶν, οὔτε κατὰ τοὺς Στωικοὺς τῶν κατὰ φύσιν ἀντὶ τῶν παρὰ φύσιν, ἀλλὰ φρονήσεως ἀντὶ πάντων παθῶν, ἵνα ἀντ’ ἐκείνων κτησώμεθα φρόνησιν, ἣ καὶ ἐκείνων ἔσται κριτική, ἴδιος οὖσα τοῦ λόγου καὶ φύσει ἄρχειν βουλομένη καὶ δυναμένη.

163

ρξαʹ. —[68d2—69a5] Διὰ τί τὴν δικαιοσύνην παρέλιπεν ἐν ταῖς ψευδωνύμοις καὶ ἀτελέσιν; —Ἢ ὅτι οὐκ ἔχει πάθη σωματικὰ οἷς ἐμφαντάζεται.
(Ἢ ὅτι μᾶλλον τῶν τριῶν ἦν μορίων.) Διὸ καὶ τὴν φρόνησιν ἀφίησιν ὡς τοῦ λόγου οὖσαν· ἐν δὲ ταῖς τελείαις καὶ97
5ταῦτα συναριθμεῖται [69b8—c3].

164

ρξβʹ. —[69a6—c3] Ὅτι οἱ μὲν Ἀττικοὶ ἐξηγηταὶ πάσας τὰς ἐνταῦθα τελείας καθαρτικὰς ποιοῦσιν, καὶ τὰ πάθη [b4—5] νοοῦσιν ὅσα συνεῖναι δύναται τῇ καθαρτικῇ ζωῇ, οἷον ἡδονὴν μὲν τὴν ἐπὶ τῷ χωρισμῷ εὐφροσύνην, φόβον δὲ τὴν τελέαν φυγὴν τῶν ἐκτός· ὁ δὲ Ἁρποκρατίων [frg. 5] πάσας πολιτικάς,
5διὸ τὰ πάθη ἀκούει πολιτικῶς. Ἡμῖν δὲ μεριστέον τὸν λόγον εἰς δύο, καὶ τὸν μὲν πρῶτον [a9—b5] παριστάνειν τὰς πολιτικάς, ἅτε φρονήσεως ἀντικαταλλαττομένων τῶν παθῶν, τὸν δὲ δεύτερον [b8—c3] τὰς καθαρτικάς. ὡς γὰρ περὶ τῶν αὐτῶν παθῶν διαλέγεται ὁ Σωκράτης· εἶτα καὶ ἐπάγει ‘τὸ δὲ ἀληθὲς τῷ ὄντι ᾖ κάθαρσις ἐκείνων‘, καὶ δῆλον ὅτι τῶν
10ἀλόγων παθῶν, ὧν τελεία κάθαρσις εἴρηται ἡ καθαρτικὴ ἀρετή. διὸ καὶ μετὰ τῶν ἄρθρων ὀνομάζει τὰς ἀρετάς [c1—2], καὶ ‘τῷ ὄντι‘ φησὶν ‘ἀληθὲς ᾖ κάθαρσιν εἶναι παθῶν‘.

165

ρξγʹ. —Ὅτι χρὴ τὰς διαλεκτικὰς νοήσεις ἢ ἀπὸ τῶν θείων ἄρχεσθαι αἰνιγμάτων, τὸ ἐν αὐτοῖς ἀπόρρητον τῆς ἀληθείας ἀναπτυσσούσας, ἢ εἰς αὐτὰ ὁρμίζεσθαι καὶ ἐπαναπαύεσθαι ταῖς ἐκείνων ἐνδείξεσιν, ἢ τὸ συναμφότερον, ὃ καὶ νῦν ὁ Σωκράτης ἐποίησεν. τοῦ γὰρ παντὸς λόγου δύο προβλήμασι
5συμπεπλεγμένου, ὅτι τε μὴ δεῖ ἐξάγειν καὶ ὅτι οὐδὲν ἧττον προσήκει χωρίζειν, τοῦ μὲν πρώτου ἐκ τῶν ἀπορρήτων ἤρξατο [62b2—6], τὸν δὲ δεύτερον εἰς τὰ ἀπόρρητα ἐπανήγαγεν.

166

ρξδʹ. —Ὅτι τὸν μυστικόν τε καὶ κοσμικὸν τῶν ψυχῶν ἐμιμήσατο κύκλον. φυγοῦσαι μὲν γὰρ ἀπὸ τῆς ἀμερίστου ζωῆς καὶ τῆς Διονυσιακῆς προβαλόμεναί τε τὴν Τιτανικήν τε καὶ ἀπεστενωμένην ἐν τῇ φρουρᾷ [62b4] κατεδέθησαν· ἐμμείνασαι δὲ τῇ ποινῇ καὶ σφῶν αὐτῶν ἐπιμεληθεῖσαι, καθαρθεῖσαι τῶν
5Τιτανικῶν μολυσμῶν καὶ συναγερθεῖσαι γίνονται Βάκχοι, ὅ ἐστιν ὁλόκληροι κατὰ
τὸν ἄνω μένοντα Διόνυσον.99

167

ρξεʹ. —Ὅτι ἐν τοῖς ἱεροῖς ἡγοῦντο μὲν αἱ πάνδημοι καθάρσεις, εἶτα ἐπὶ ταύταις ἀπορρητότεραι, μετὰ δὲ ταύτας συστάσεις παρελαμβάνοντο καὶ ἐπὶ ταύταις μυήσεις, ἐν τέλει δὲ ἐποπτεῖαι. ἀναλογοῦσι τοίνυν αἱ μὲν ἠθικαί τε καὶ πολιτικαὶ ἀρεταὶ τοῖς ἐμφανέσι καθαρμοῖς, αἱ δὲ καθαρτικαί, ὅσαι ἀποσκευάζονται
5πάντα τὰ ἐκτός, τοῖς ἀπορρητοτέροις, αἱ δὲ περὶ τὰ διανοητὰ θεωρητικαὶ ἐνέργειαι ταῖς συστάσεσιν, αἱ δὲ τούτων συναιρέσεις εἰς τὸ ἀμέριστον ταῖς μυήσεσιν, αἱ δὲ ἁπλαῖ τῶν ἁπλῶν εἰδῶν αὐτοψίαι ταῖς ἐποπτείαις.

168

ρξϛʹ. —Ὅτι σκοπὸς τῶν τελετῶν ἐστιν εἰς τέλος ἀναγαγεῖν τὰς ψυχὰς ἐκεῖνο ἀφ’ οὗ τὴν πρώτην ἐποιήσαντο κάθοδον ὡς ἀπ’ ἀρχῆς, ἐν ᾗ καὶ ὁ Διόνυσος αὐτὰς ὑπέστησεν ἱδρυμένος ἐν τῷ θρόνῳ τοῦ οἰκείου πατρός, ὅ ἐστιν ἐν τῇ ὅλῃ ζωῇ τῇ Διίῳ. ἀναγκαίως ἄρα ὁ τετελεσμένος ‘οἰκεῖ μετὰ θεῶν‘, κατὰ τὸν σκοπὸν
5τῶν τελούντων θεῶν. διτταὶ δὲ αἱ τελεταί, αἱ μὲν ἐνθάδε, προπαρασκευαί τινες οὖσαι, αἱ δὲ ἐκεῖ· διτταὶ δὲ οἶμαι καὶ αὗται, αἱ μὲν περὶ τὸν πνευματικὸν χιτῶνα, ὡς αἱ ἐνθάδε περὶ τὸν ὀστρέϊνον, αἱ δὲ περὶ τὸν αὐγοειδῆ. τρεῖς γὰρ οἱ βαθμοὶ τῆς ἀνόδου τῆς τελεστικῆς, ὡς καὶ τῆς φιλοσόφου· τρισχιλιοστῷ γὰρ ἔτει οἱ φιλόσοφοι ἀνάγονται, ὡς ἐν Φαίδρῳ εἴρηται [249a3—5], βίος γὰρ τέλειος καὶ περιοδικὸς
10ἡ χιλιάς. ὁ ἄρα ‘ἀτέλεστοσ‘ ἅτε πορρωτάτω μένων τοῦ οἰκείου τέλους ‘ἐν βορβόρῳ κεῖται‘ καὶ ἐνταῦθα καὶ πλέον ἐκεῖ, ἐν γὰρ τῇ τρυγὶ τῆς γενέσεως, αὐτῷ τῷ Ταρτάρῳ. καὶ δῆλον ὅτι τὰ ἄκρα ὁ λόγος παρείληφεν, πολὺ δὲ καὶ τὸ ἐν μέσῳ
πλάτος. ἀνάλογον δέ μοι σκόπει καὶ τὰς διὰ φιλοσοφίας ἀνόδους, εἰ καὶ μὴ ἀκριβῆ μηδὲ κατὰ τὴν ἀπόρρητον ἕνωσιν ποιοῦνται τὴν συναφήν. εἰ δὲ μετιών101
15τις φιλοσοφίαν μαλακώτερον οὐ καρποῦται τὸ τέλος αὐτῆς, δῆλον ὡς καὶ τελεστικῇ ἐνδιατρίβων ἰδιωτικῶς οὐκ ἀμήσει τὸν καρπὸν αὐτῆς οὐδὲ οὗτος.

169

ρξζʹ. —[69c6] Ὅτι τὸ μὲν ‘κεῖσθαι‘ τὴν εἰς ἑτεροκίνητον πάρεσιν δηλοῖ τῆς ψυχῆς οἷον σῶμα γενομένης, τὸ δὲ ‘μετὰ θεῶν οἰκεῖν‘ συμπολιτεύεσθαί φησι τοῖς θεοῖς καὶ συνοικονομεῖν. τί οὖν τὸ λόγιον βούλεται [frg. 130.2]
‘ἐν δὲ θεῷ κεῖνται πυρσοὺς ἕλκοντες ἀκμαίουσ‘;
5ἢ τοῦτο μεῖζον καὶ παντὸς αὐτοκινήτου τελεώτερον, οἷον ὑπερφυὲς ἑτεροκίνητον.

170

ρξηʹ. —[69c8—d1] Ὅτι ὁ νάρθηξ σύμβολός ἐστι τῆς ἐνύλου δημιουργίας καὶ μεριστῆς ὡς ψευδώνυμον εἶδος· ‘ξύλον‘ γὰρ ‘καὶ οὐ ξύλον‘. Κάλλιον δὲ διὰ τὴν ὅτι μάλιστα διεσπασμένην συνέχειαν, ὅθεν καὶ Τιτανικὸν τὸ φυτόν· καὶ γὰρ τῷ Διονύσῳ προτείνουσιν αὐτὸν ἀντὶ τοῦ πατρικοῦ σκήπτρου,
5καὶ ταύτῃ προκαλοῦνται αὐτὸν εἰς τὸν μερισμόν. καὶ μέντοι καὶ ναρθηκοφοροῦσιν οἱ Τιτᾶνες· καὶ ὁ Προμηθεὺς ἐν νάρθηκι κλέπτει τὸ πῦρ, εἴτε τὸ οὐράνιον φῶς εἰς τὴν γένεσιν κατασπῶν, εἴτε τὴν ψυχὴν εἰς τὸ σῶμα προάγων, εἴτε τὴν θείαν
ἔλλαμψιν ὅλην ἀγένητον οὖσαν εἰς τὴν γένεσιν προκαλούμενος. διὰ δὴ τοῦτο καὶ ὁ Σωκράτης τοὺς πολλοὺς καλεῖ ‘ναρθηκοφόρουσ‘ Ὀρφικῶς, ὡς ζῶντας Τιτανικῶς.103

171

ρξθʹ. —Ὅτι ὁ μὲν πρῶτος Βάκχος ὁ Διόνυσός ἐστιν, ἐνθουσιῶν βάσει τε καὶ ἰαχῇ, ὅ ἐστι πάσῃ κινήσει, ἧς δὴ καὶ αἴτιος, ὡς ἐν Νόμοις [II 672a5—d4]· ὁ δὲ τῷ Διονύσῳ καθιερωθεὶς ἅτε ὁμοιωθεὶς αὐτῷ μετέχει καὶ τοῦ ὀνόματος. ὁ δὲ ζῶν Διονυσιακῶς ἤδη πέπαυται πόνων καὶ λέλυται τῶν δεσμῶν, ἀφεθεὶς
5τῆς φρουρᾶς, μᾶλλον δὲ τῆς ἀπεστενωμένης ζωῆς· ὁ δὲ τοιοῦτος ὁ καθαρ‐ τικός ἐστι φιλόσοφος.

172

ροʹ. —Ὅτι οἱ μὲν τὴν φιλοσοφίαν προτιμῶσιν, ὡς Πορφύριος καὶ Πλωτῖνος καὶ ἄλλοι πολλοὶ φιλόσοφοι· οἱ δὲ τὴν ἱερατικήν, ὡς Ἰάμβλιχος καὶ Συριανὸς καὶ Πρόκλος καὶ οἱ ἱερατικοὶ πάντες. ὁ δὲ Πλάτων τὰς ἑκατέρωθεν συνηγορίας ἐννοήσας πολλὰς οὔσας εἰς μίαν αὐτὰς συνήγαγεν ἀλήθειαν, τὸν φιλόσοφον ‘Βάκχον‘
5ὀνομάζων· καὶ γὰρ ὁ χωρίσας ἑαυτὸν τῆς γενέσεως εἰ τεθείη μέσος εἰς ταὐτὸν ἄξει τῷ ἑτέρῳ τὸν ἕτερον. πλὴν δῆλός ἐστιν ὅμως τῷ Βάκχῳ σεμνύνων τὸν φιλόσοφον, ὡς θεῷ τὸν νοῦν ἢ τῷ ἀπορρήτῳ φωτὶ τὸ ῥητόν.

173

ροαʹ. —[69d5—6] Ὅτι διχόθεν ὑποστᾶσα ἡ ψυχή, καὶ ὑφ’ ἑαυτῆς καὶ ὑπὸ θεοῦ, διχόθεν καὶ τελειοῦται. διόπερ ἑκάτερον ἐνδεικνύμενος ‘ἐκεῖσέ‘ φησιν ‘ἐλθόντες εἰσόμεθα, ἐὰν θεὸς ἐθέλῃ‘· καὶ τὸ μὲν μεταβατικὸν τῇ ψυχῇ ἀποδέδωκεν, τὸ δὲ θελήσει μόνῃ πάντα κατευθῦνον τῷ θεῷ.

174

ροβʹ. —[69d7—e5] Ὅτι διττὴ ἡ ἀπολογία, ἀλλ’ ἡ μὲν πρὸς τοὺς Ἀθηναίων δικαστάς, ἡ δὲ πρὸς τῶν ἑταίρων τοὺς γνησιωτάτους· καὶ ἡ μὲν ὑπὲρ τῆς τοῦ ζῴου
σωτηρίας ἀγωνιζομένη, ἡ δὲ ὑπὲρ αὐτῆς τῆς χωριστῆς οἰκείας ζωῆς· καὶ ἡ μὲν πίστει καὶ δόξῃ συμμιγής, ἡ δὲ νῷ τε καὶ ἐπιστήμῃ· καὶ ἡ μὲν ἀπὸ ζωῆς πολιτικῆς105
5προϊοῦσα, ἡ δὲ ἀπὸ καθαρτικῆς· καὶ ἡ μὲν τὸν φαινόμενον θάνατον ἀγαθὸν ἀποφαινομένη, ἡ δὲ τὸν ἀληθινόν.

175

ρογʹ. —[69e2] Ὅτι εἰ παρὰ θεοὺς ‘δεσπότασ‘ ἀφίξεται καὶ ‘ἑταίρουσ‘, καὶ ἐκεῖ ἂν ἄνθρωπος εἴη καὶ συνὼν ἀνθρώποις ὑπὸ θεοῖς. οὐκ ἄρα Πλατωνικῶς δοξάζουσιν οἱ εἰς δαίμονα ἢ ἄγγελον ἢ θεὸν ἀναχέοντες τὰς ψυχάς.

176

ροδʹ. —Ὅτι ὁ μὲν Σωκράτης ἐν μιᾷ νοήσει συνεῖχεν τήν τε καθαρτικὴν ζωὴν καὶ τὴν ἀθάνατον· ἀντιστρέφει γάρ, ὡς καὶ Ἀριστοτέλης [an. III 5, 430a22—23] ὁμολογεῖ. καὶ ὅλως τὸ ἐν τῷ χωρισμῷ τελειούμενον οὐκ ἂν ἔχοι τὴν οὐσίαν ἀχώριστον, ἐγίγνετο γὰρ ἂν ἀτελέστερον χωριζόμενον. καὶ ἔτι
5πρὸς τούτοις, εἰ τελειοῖ ἑαυτὴν κατὰ ἐνέργειαν, πολλῷ πρότερον κατὰ οὐσίαν ἑαυτὴν βεβαιοῖ καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν οὐσιοῦσα ἑαυτήν, ὥστε κυρία τοῦ εἶναι ἑαυτῆς οὖσα ὑπ’ οὐδενὸς ἂν φθείροιτο ἀλλ’ ἢ ὑφ’ ἑαυτῆς, ὥσπερ οὐδὲ κακύνεται ἀλλ’ ἢ ὑφ’ ἑαυτῆς· οὐδὲν δὲ ἑαυτὸ πέφυκε φθείρειν τῶν εἰδῶν, ὁμοιοῦσθαι δὲ μόνον πρὸς τὸ χεῖρον καὶ ταύτῃ κακύνεσθαι κατὰ τὴν ἔξω
10προβολήν. οὕτω μὲν οὖν ὁ Σωκράτης συνῃρήκει τὴν μίαν ἀλήθειαν, ὁ δὲ Κέβης διαιρῶν ἀπαιτεῖ προσαποδειχθῆναι τὴν ἀθανασίαν ὡς ἂν ὑπόθεσιν τῆς καθαρτικῆς ζωῆς γενομένην πρὸς τὴν ἀπόδειξιν.

177

ροεʹ. —Ὅτι οἱ μὲν ἀπὸ τῆς λογικῆς ψυχῆς ἄχρι τῆς ἐμψύχου ἕξεως ἀπαθανατίζουσιν, ὡς Νουμήνιος [frg. 46a]· οἱ δὲ μέχρι τῆς φύσεως, ὡς
Πλωτῖνος ἔνι ὅπου [IV 7, 14]· οἱ δὲ μέχρι τῆς ἀλογίας, ὡς τῶν μὲν παλαιῶν Ξενοκράτης [frg. 75] καὶ Σπεύσιππος [frg. 55], τῶν δὲ νεωτέρων Ἰάμβλιχος καὶ107
5Πλούταρχος· οἱ δὲ μέχρι μόνης τῆς λογικῆς, ὡς Πρόκλος καὶ Πορφύριος· οἱ δὲ μέχρι μόνου τοῦ νοῦ, φθείρουσι γὰρ τὴν δόξαν, ὡς πολλοὶ τῶν Περιπατητικῶν· οἱ δὲ μέχρι τῆς ὅλης ψυχῆς, φθείρουσι γὰρ τὰς μερικὰς εἰς τὴν ὅλην.

178

ροϛʹ. —Ὅτι ἣ ἀχώριστος ἡ ψυχὴ τοῦ σώματος, ὡς ὑποθήσεται ὁ Σιμμίας [85e3—86d4], ἢ χωριστή· καὶ εἰ τοῦτο, ἢ χωριζομένη διασκεδάννυται, ὡς νῦν ὑποτίθεται ὁ Κέβης [69e6—70a6], ἢ ἐπιδιαμένει πλείω χρόνον, ὡς αὖθις ὑποθήσεται [86e6—88b8], ἢ τελέως ἐστὶν ἀίδιος, ὡς ἀποδείξει Σωκράτης τὸ
5ἔσχατον [102a10—107a1]. ἔπεισε δὲ τοὺς μὲν πρώτους ἡ πρὸς τὸ σῶμα συμπάθεια· τοὺς δὲ δευτέρους ἡ διὰ παντὸς τοῦ σώματος δίηξις μεριστοῦ ὄντος (προκέκριται δὲ τῶν μὲν συνθέτων σωμάτων τὸ ἁπλοῦν, τῶν δὲ ἁπλῶν τὸ
πνεῦμα ὡς ὁμοιότατον τῇ ψυχῇ πολλαχῶς)· τοὺς δὲ τρίτους τὸ ἰσχυρότερον εἶναι σώματος ψυχήν· τὸν δὲ Σωκράτην τὸ πηγὴν εἶναι ζωῆς τὴν ψυχήν, ὡς ἐρεῖ109
10[105d3—4].

179

ροζʹ. —Ὅτι οὐκ ἐξ ὑποθέσεως ἀπέδειξε τὴν κάθαρσιν ὁ Σωκράτης, ὡς ὑπονοεῖ ὁ Κέβης [70a6—8], ἀλλ’ ἐξ αὐτῆς τῆς ψυχικῆς οὐσίας. εἰ γὰρ ἐφίεται χωρίζειν καὶ χωρίζει τῷ ὄντι, πάντως εἶναι χωρὶς ἐπείγεται, διὸ καὶ ἐφίεται· εἰ δὲ μή, μάτην ἔσται ἡ ἔφεσις, οὐδὲν δὲ μάτην γίγνεται. ἐπεὶ καί, εἰ ἡ ἔφεσις ἐφετοῦ,
5ὅ ἐστιν ἀγαθοῦ, τοῦτο δὲ ἀδύνατον εἴη, τὸ δὲ ἀδύνατον ἀνωφελές, τὸ ἀγαθὸν ἄρα ἀνωφελές, ὅ ἐστιν οὐκ ἀγαθόν. ἔτι δέ, ὡς ἐν Γοργίᾳ [469c8—470a12] δέδεικται, τοῦ ἀγαθοῦ ἡ δύναμις, ἐπειδὴ καὶ τοῦ κακοῦ ἡ ἀδυναμία· πᾶν ἄρα ἀγαθὸν δυνατὸν τῇ ἑαυτοῦ φύσει· πᾶσα ἄρα ἔφεσις τοῦ δυνατοῦ, εἴπερ τοῦ ἀγαθοῦ. εἰ δὲ καὶ τὸ φαινόμενον ἀγαθὸν δυνατόν, τί δεῖ ἡγεῖσθαι περὶ τοῦ ἀληθοῦς;
10οὐχ ὅτι ἀληθέστερον ἀγαθόν;

180

ροηʹ. —[70b1—4] Ὅτι τρία ζητεῖ ὁ Κέβης, εἰ ἔστιν ἐν Ἅιδου καὶ εἰ δύναμιν ἔχει τινὰ καὶ εἰ φρόνησιν, ἀπὸ τῆς διὰ πάντων χωρούσης τριάδος ὁρμώμενος, ὑπάρξεως δυνάμεως νοῦ. Κάλλιον δὲ ἀπὸ τοῦ τελείαν εἶναι δεῖν ἐκεῖ τὴν ψυχὴν οὐσίᾳ καὶ δυνάμει καὶ
5ἐνεργείᾳ. τρισὶ γὰρ τούτοις ἡ καθαρτικὴ ζωὴ ἐν Ἅιδου σωθήσεται· καὶ γὰρ μετὰ τῆς ἐνεργείας ἡ κάθαρσις.

181

ροθʹ. —[70b5—c5] Ὅτι σαφῶς ὁ Σωκράτης ἀφορίζεται τὸ πρῶτον πρόβλημα, ὡς οὐκ ἔστι περὶ τῆς ὅλης ἀιδιότητος, ἀλλ’ ὅτι εἰσὶν ἐν Ἅιδου ἡμῶν αἱ ψυχαί, ἵνα δείξῃ καὶ ὅτι ζῶσιν ἐκεῖ καθαρτικῶς. τέως γὰρ δοκεῖ οὕτως μερίσαι τὸ πρόβλημα καὶ προσυνεθίσαι τοὺς ἀκροατὰς πρὸς τὴν χωριστὴν ὑπόστασιν.

182

ρπʹ. —[70b7] Διὰ τί ‘εἰκὸσ‘ ἔφη; —Ἢ ὡς πρὸς τὴν ἐκεῖ ἀλήθειαν. ἢ ὅτι
ἀπὸ τεκμηρίου, ὡς Ἁρποκρατίων [frg. 6]. ἤ, ὡς ἔφη, ὅτι ἐνδέχεται εἶναι ἐν Ἅιδου· οὐ γὰρ πάντως· εἰ γὰρ ἄπειροι αἱ ψυχαί, μένει ἡ γένεσις. Βέλτιον δὲ τὸ μὴ ἀεὶ τοῦ εἰκότος αἰτιᾶσθαι· οὐ γάρ, εἰ ποτὲ διαμένειν111
5ἐνδέχεται, ἤδη καὶ ἀεὶ διαμένει.

183

ρπηʹ. —Ὅτι ὁ σκοπὸς τοῦ πρώτου λόγου οὐ δεῖξαι ἀθάνατον τὴν ψυχήν, ὡς δηλοῖ ὁ Κέβης προτείνων [69e6—70b4] καὶ ὁ Σωκράτης διοριζόμενος τὸ πρόβλημα [70c4—5] καὶ ἔτι συμπεραινόμενος [72d6—e2] καὶ ἐπὶ τέλει τοῦ τετάρτου προβλήματος τὴν ἀθανασίαν ἐπαγγελλόμενος [95b8—e3]· ἀλλὰ μόνον
5ἐν τούτοις ζητεῖ εἰ ἐν Ἅιδου ἡ ψυχὴ ἐπιδιαμένει, εἴτε δὲ ὀλίγον χρόνον εἴτε τινὰ καὶ πολὺν εἴτε ἄπειρον, οὔπω δείκνυται. δηλοῖ δὲ καὶ ἡ τῶν ζητημάτων διαίρεσις οὕτως ἂν ταχθεῖσα σαφέστερον· ἢ ἀχώριστος ἡ ψυχή, ὡς ἁρμονία, ἢ χωριστή, ὡς πνεῦμα ἀπὸ ἀσκοῦ, ἢ ἐπιδιαμένει πολὺν χρόνον, ἢ πάντῃ ἀθάνατος.

184

ρπθʹ. —Ὅτι τοιάδε ἡ λογικὴ ἀγωγή· ‘εἰ τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων, εἰσὶν ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον‘. ὁ δὲ τῆς προσλήψεως συλλογισμός ἐστι κατηγορικός· [Start of a diagram][Start of a diagram section]τὸ ζῶν καὶ τὸ τεθνη‐
5κὸς[End of a diagram section]
4[Start of a diagram section]ἐναντία[End of a diagram section]
4[Start of a diagram section]ἐξ ἀλλήλων γίνε‐
5ται, εἰ γίνεται.[End of a diagram section][End of a diagram]

185

ρϙʹ. —Ὅτι ἡ μὲν ἐλάττων πρότασις ὁμολογεῖται διά τε τοῦ δεδομένου καὶ τοῦ ὁρισμοῦ τοῦ θανάτου. εἰ γὰρ χωρίζεται ἡ ψυχὴ τοῦ σώματος ὡς πνεῦμα
ἀσκοῦ, διακρίνεται ἄρα, ἐκ συγκεκριμένου ἄρα· καὶ ἔστι συγκεκρίσθαι μὲν τὸ ζῆν μετὰ τοῦ σώματος, διακεκρίσθαι δὲ τὸ τεθνάναι· ταῦτα δὲ ἐναντία ἐστίν·113
5ἐναντία ἄρα καὶ τὸ ζῆν καὶ τεθνάναι.

186

ρϙαʹ. —Ὅτι τὴν μείζω πρότασιν κατασκευάζει τριχῶς· ἔκ τε τῆς ἐπαγωγῆς (ἧς ἴδιον τὸ σαφές) [70d7—7ia11], καὶ ἐκ τῶν γενέσεων (αἱ γὰρ ἐναντίαι γενέσεις ἀλλήλας διαδεχόμεναι ἐξ ἀλλήλων γίνονται, ὥστε καὶ τὰ ἄκρα ἐξ ἀλλήλων, εἰς ταῦτα γὰρ ἄγουσιν αἱ γενέσεις) [71a12—72a10]· καὶ τρίτον ἐκ
5τῆς κατὰ κύκλον ἀεὶ συνεστώσης γενέσεως ἀπὸ τῶν ἐναντίων. εἰ γὰρ δεῖ μένειν τὴν γένεσιν, ἰσοκρατῆ δεῖ εἶναι τὰ ἐναντία· εἰ γὰρ ἀπολείψει θάτερον, ἀπολεῖται τὸ πᾶν· δεῖ ἄρα ἀνταποδίδοσθαι τῷ τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι κύκλῳ [72a11—d5].

187

ρϙβʹ. —Ὅτι τῶν εἰλημμένων ὅρων τὸ ζῶν τριχῶς· ἢ ὅπερ ἐστὶ ζωή, ἢ ὃ μετέχει ζωῆς παρούσης μὲν χωριστῆς δέ, ἢ ἀχωρίστου. τούτων δὲ εἴληπται τὸ μέσον· οὔτε γὰρ τῷ πρώτῳ ἐστί τι ἐναντίον οὔτε τὸ τρίτον ἐστὶ χωριστόν.

188

ρϙγʹ. —Ὅτι τὸ τεθνηκὸς διχῶς· ἢ γὰρ τὸ χωρισθὲν ἀπὸ τῆς χωριστῆς ζωῆς, ἢ τῆς ἀχωρίστου σβεσθείσης. ὧν τὸ πρῶτον εἴληπται· ὑπόκειται γὰρ ἡ ψυχὴ χωριζομένη.

189

ρϙδʹ. —Ὅτι τὰ ἐναντία διχῶς· ἢ τὰ μετεχόμενα, ἢ τὰ μετέχοντα. ἃ νῦν εἴληπται, ὡς αὐτὸς ὁ Σωκράτης ὕστερον ἡμᾶς ἐπέστησεν [103a11—c2].

190

ρϙεʹ. —Ὅτι τὸ ἐξ ἀλλήλων διχῶς· ἢ ὡς ἐπὶ τῶν μετεχομένων ἁπλῶς, ἅπερ ἐστὶ κυρίως μετ’ ἄλληλα, ἢ ὡς ἐπὶ τῶν μετεχόντων· τούτων γὰρ μένει τι, διὸ κυρίως ἐξ ἀλλήλων. τριχῶς δὲ ταῦτα· ἢ γὰρ ἑνὸς ὄντος τοῦ ὑποκειμένου, ὡς θερμὸν καὶ ψυχρὸν τὸ αὐτὸ σῶμα, ἢ ὡς δυεῖν, ὡς ἐπὶ τῶν συνιόντων καὶ
5διισταμένων, διχῶς δὲ τούτων ὁρωμένων, ἢ ἑκατέρου σῳζομένου, ἢ τοῦ ἰσχυροτέρου πάντως, οἷον ἀσκοῦ καὶ πνεύματος· τούτων γὰρ ὁ μὲν ἀσκὸς μένει πρὸς ὑποδοχὴν ἄλλου πνεύματος, τὸ δὲ πνεῦμα διεσκέδασται. τὸ δὴ τρίτον εἴληπται, εἴπερ ἰσχυρότερον ψυχὴ σώματος καὶ συνεκτικὸν τοῦ διαρρέοντος.

191

ρπαʹ. —Ὅτι ζητητέον τίνα τὰ ἐναντία λαμβάνει, πότερον τὰ κυρίως ἢ τὰ
ἁπλῶς ἀντικείμενα. εἰ μὲν γὰρ τοῦτο, πῶς ἐξ ἀλλήλων ἕξις καὶ στέρησις; εἰ δὲ ἐκεῖνο, πῶς τὰ πρός τι παρήγαγεν [70e6—71a7]; —Ἢ καὶ τὰ πρός τι κατὰ τὴν ἐναντίωσιν εἴληπται.115

192

ρπβʹ. —Ὅτι ζητητέον ποῖα ἐναντία ληπτέον, ἄμεσα ἢ ἔμμεσα. εἰ μὲν γὰρ τοῦτο, πῶς ἔτι ‘δύο γενέσεισ‘ αἱ μεταξύ [71a13]; πλείους γάρ. εἰ δὲ ἐκεῖνο, πῶς ἁπλῶς τὰ ἐναντία εἴρηται; —Ἢ οὐδὲ ἔστι κατὰ Πλάτωνα ἄμεσα ἐναντία, ὡς ἐν Παρμενίδῃ. εἰ δὲ καὶ ἔμμεσα, δύο αἱ γενέσεις τῶν ἐναντίων λαμβανομένων
5ἢ ἁπλῶς ἢ πῇ. καὶ γὰρ τὸ μέσον πῇ ἐναντίον, ὡς καὶ Ἀριστοτέλης [phys. V 1, 224b30—35].

193

ρπγʹ. —Πῶς τὸ ἀγένητον καὶ γενητὸν καὶ ἀθάνατον καὶ θνητὸν ἐξ ἀλλήλων, ἐναντία γε ὄντα; —Ἢ μάλιστα μὲν οὐκ ἐναντία, εἴ γε τὸ ἕτερον τοῦ ἑτέρου ποιητικόν τε καὶ τελεωτικόν. ἔπειτα διωρίσατο σαφῶς ἐκεῖνα γίνεσθαι ἐξ ἀλλήλων ἐναντία, ‘ὅσα γένεσιν ἔχει‘ [70d9].

194

ρπδʹ. —Πῶς οὐχὶ καὶ τὸ ἀσώματον καὶ σῶμα ἐξ ἀλλήλων; ἔσται γὰρ κενόν, εἰ ὁπότερον οὖν γένοιτο ἐκ τοῦ ἑτέρου. —Ἢ τριχῶς τὸ ἀσώματον, οὐδὲν δὲ τούτων ἐναντίον τῷ σώματι. οὔτε γὰρ τὸ χωριστόν, ἔξω γὰρ τοῦτο
γενέσεως· οὔτε τὸ ἐν ὑποκειμένῳ τῷ σώματι, πῶς γὰρ ἂν ἐν τῷ ἐναντίῳ τὸ117
5ἐναντίον ὑφίσταιτο; οὔτε τὸ ἐξ οὗ τὸ σῶμα, οἷον ἡ ὕλη ἢ τὸ εἶδος, οὐ γὰρ τὸ μέρος τῷ ὅλῳ ἐναντίον, ὅ γε συμπληροῖ τὸ ὅλον.

195

ρπεʹ. —Πῶς τὸ τεχθὲν ζῷον ἐγρηγορὸς ἐκ τοῦ καθεύδοντος οὐ γέγονεν; —Ἢ ὅτι οὐ καθ’ αὑτὸ γέγονεν ἐγρηγορός, ἀλλὰ κατὰ συμβεβηκός· ἡ γὰρ γένεσις ἡ πρώτη τοῦ ζῴου καθ’ αὑτό, μετὰ δὲ ταῦτα γίγνεται τὸ καθεῦδον καὶ τὸ ἐγρηγορὸς ἐξ ἀλλήλων.

196

ρπϛʹ. —Πῶς οὐχὶ καὶ τὸ νεώτερον ἐκ τοῦ πρεσβυτέρου; —Ἢ μάλιστα μὲν οὐ γίγνεται· εἰ γὰρ ἐγίγνετο, πάντως ἂν ἐκ τοῦ πρεσβυτέρου ἐγίγνετο. ἔπειτα ὁ παῖς ἐκ τοῦ πατρὸς ὡς νεώτερος ἐκ πρεσβυτέρου γίγνεται. Μήποτε δέ, φησίν, οὐδὲ ἐναντία· ἡ μὲν γὰρ νεότης ἕξις, τὸ δὲ γῆρας στέρησις.
5εἰ δέ τις ἐννοήσειεν ὅτι τὸ ἀεὶ λαμβανόμενον πρεσβύτερον πρὸς τὸ παρῳχημένον γίγνεται νέον πρὸς τὸ μέλλον, ὄψεται καὶ ἐπὶ τούτων ἀληθῆ τὸν λόγον.

197

ρπζʹ. —Πῶς οὐ γίγνεται γῆ καὶ πῦρ ἐξ ἀλλήλων καίτοι ἐναντία καὶ γιγνόμενα; —Ἢ οὐδὲ γένεσιν ἔχει τὸ πῦρ, ἀλλὰ καθὸ μόνον ὀξὺ καὶ λεπτόν· τὸ γὰρ εὐκίνητον μένει ἐν τοῖς τρισίν· οὐκ ἄρα ὅλον γίγνεται τὸ πῦρ οὔτε ἐκ γῆς οὔτε ἐξ ἄλλου τινός.
5 Ἀλλ’ οὐδέν, εἰ καὶ μένοι τι, καὶ μένει ἐπὶ τῶν ὑποκειμένων ἐναντίων. ἔπειτα τὸ λεπτὸν διὰ τί μὴ ἐκ τοῦ γεώδους παχέος, καὶ ἐκ τοῦ γεώδους ἀμβλέος τὸ ὀξύ; ἔτι δὲ τὸ εὐκίνητον ὁτουοῦν τῶν τριῶν διὰ τί μὴ ἐκ τοῦ δυσκινήτου τοῦ γεώδους; ἀναιρήσει δὲ ὁ λόγος καὶ τὴν τῶν τριῶν συστοιχιῶν ἐξ ἀλλήλων
γένεσιν, ἀλλ’ ὁ Τίμαιος [55e1] μόνην ποιεῖ τὴν γῆν ἀμετάβλητον. μήποτε οὖν119
10εἰ τὸ ἕτερον ἐκ θατέρου γίγνεται, δεῖ καὶ τὸ ἕτερον ἐκ τοῦ ἑτέρου γίγνεσθαι, ἐπὶ δὲ τούτων οὐδέτερον· ἀναγκάζει γοῦν ἐκ τῶν τεθνεώτων εἶναι τοὺς ζῶντας, ἐπειδὴ σαφῶς ἐκ τῶν ζώντων οἱ τεθνεῶτες.

198

ρϙϛʹ. —Πῶς οὐχὶ καὶ τὸ σῶμα ἐπάνεισιν, εἴπερ ἡ ψυχή; —Ἢ καὶ τὸ σῶμα ἀνώλεθρον, ὡς καὶ ἐν Νόμοις [X 904a8—9]. Ἀλλὰ τὸ τοιόνδε ἐχρῆν· πρὸς τοῦτο γὰρ ἡ σύνοδος. ἢ καὶ τὰ στοιχεῖά ποτε ἐν τῷ ἀπείρῳ χρόνῳ ποιήσει καὶ τὸ τοιόνδε. ἀλλ’ οὔτε ἀληθὲς οὔτε ἀριθμῷ
5ταὐτόν, ὡς ἐπὶ ψυχῆς. βέλτιον οὖν τῆς μεταβολῆς οὔσης ἐν τοῖς ἔχουσί τι καὶ ὑπομένον, τοῦτο δὲ εἶναι τὸ ἰσχυρότερον, ἰσχυρότερον δὲ εἶναι τὴν ψυχήν· ταύτην ἄρα καὶ ὑπομένουσαν ἀποσῴζειν τὸν κύκλον.

199

ρϙζʹ. —Πῶς οὐχὶ καὶ ἐπὶ τῶν ἀλόγων ζῴων συμβήσεται ὁ λόγος; —Ἢ καὶ αἱ τούτων ψυχαὶ ἐπιδιαμένουσιν, ὅσαι διακρίνεσθαι δύνανται τῶν σωμάτων. εἰ δὲ ἐν ὑποκειμένῳ εἰσίν, πῶς ἐν τούτοις ὁ λόγος σωθήσεται; ἢ τὸ σῶμα ἐπὶ τούτων ἰσχυρότερον ὂν ἐπιδιαμένει ᾗ σῶμα· ταύτῃ γὰρ ἰσχυρότερον·
5καὶ γίγνεται πάλιν τοιόνδε καὶ ἔμψυχον. εἰ δὲ καὶ τοῦτο φθείροιτο, τί ἐροῦμεν; ἢ ὅτι κατ’ εἶδος ὁ κύκλος.

200

ρϙηʹ. —Τί οὖν, εἴπερ ἓν ὑποκείμενον τῷ θανάτῳ καὶ τῇ ζωῇ; —Ἢ πλείω ἐπὶ τῶν τοιούτων.

201

ρϙθʹ. —Ὅτι πάντα μὲν κυκλίζεται, ἀλλὰ τὰ μὲν ἐκ μενόντων τῶν δύο ἀριθμῷ
τῶν αὐτῶν, ὡς ἐν οὐρανῷ· τὰ δὲ κατ’ εἶδος, ὡς ἐν τῇ ἄλλῃ γενέσει· τὰ δὲ τοῦ μὲν μένοντος, τοῦ δὲ φθειρομένου, καὶ τούτου μὲν κατ’ εἶδος, ἐκείνου δὲ κατὰ ἀριθμόν, ὡς ἐπὶ τοῦ προκειμένου.121

202

σʹ. —Ὅτι ὥρμηται ὁ λόγος ἀπὸ τριῶν ἀξιωμάτων· πρῶτον μὲν τοῦ πάντα κυκλίζεσθαι μιμούμενα τὸν νοῦν, δεύτερον δὲ τοῦ ἰσχυροτέραν εἶναι τὴν ψυχήν, τρίτον δὲ τοῦ πάντα ἐφίεσθαι τοῦ ἀγαθοῦ καὶ βούλεσθαι ἀεὶ διαμένειν ἢ κατὰ ἀριθμὸν ἢ κατὰ εἶδος ἤ τινα μικτὸν τρόπον· ὥστε καὶ ἀπὸ τῶν τριῶν ἀρχικῶν
5ὑποστάσεων, νοῦ δυνάμεως ἀγαθοῦ.

203

σαʹ. —[70c5—8] Ὅτι ‘παλαιὸσ‘ ὁ λόγος, Ὀρφικός τε γὰρ καὶ Πυθαγόρειος, ὁ πάλιν ἄγων τὰς ψυχὰς εἰς τὸ σῶμα καὶ πάλιν ἀπὸ τοῦ σώματος ἀνάγων, καὶ τοῦτο κύκλῳ πολλάκις.

204

σβʹ. —[70c5—72e2] Ὅτι ἕπεται τῷ λόγῳ, ἓν μὲν τὸ πᾶσαν ἀεὶ ψυχὴν ποτὲ μὲν ἄνω μένειν, ποτὲ δὲ κάτω, καὶ καθόδους ἀποδιδόναι καὶ ἀνόδους· ἕτερον δέ, εἰ προστεθείη τὸ ἀσώματον εἶναι πρὸς τῷ χωριστῷ, τὴν ψυχὴν ἀθάνατον εἶναι ἄν (οὔτε γὰρ ὡς σωματικὴ φθαρείη ἄν, εἴπερ ἀσώματος, οὔτε ὡς ἀσώματος,
5εἴπερ χωριστή)· τρίτον τὸ ἀγένητον αὐτὴν εἶναι, εἰ γάρ ποτε γενομένη κατέλθοι εἰς σῶμα, οὐκ ἔσται οὕτως ἐκ τοῦ τεθνηκότος. εἰ δὲ καὶ τὸ χωρὶς εἶναι φαίη τις τεθνάναι, ἀλλ’ οὐκέτι τὸ τεθνηκὸς ἀπὸ ζῶντος ἔσται.

205

σγʹ. —Πῶς οὐ πάντῃ δείκνυσιν αὐτὴν ἀθάνατον ὁ λόγος; —Ἢ ὅτι οὔσης ἀεὶ τῆς γενέσεως ἰσχύει, ἀνελὼν δέ τις τὴν γένεσιν ἀναιρεῖ καὶ τὸν λόγον.

206

σδʹ. —Ὅτι εἰ μὴ καὶ ἀθάνατον δείκνυσιν ὁ λόγος, ἀλλὰ ἀγένητον ἀποδείκνυσιν. εἰ γὰρ τὸ ζῶν ἐκ τοῦ τεθνηκότος, οὐκ ἔσται αὐτῆς πρώτη γένεσις.
Ἀλλὰ δῆλον ὅτι καὶ τοῦτο τῆς ὑποθέσεως ἤρτηται.123

t207-252

Περὶ τοῦ ἀπὸ τῶν ἐναντίων λόγου διάταξις τοῦ ἡμετέρου καθηγεμόνος, τό τε ἐνδεχόμενον τό τε ἀληθὲς τοῦ λόγου διασῴζουσα

207

αʹ. —Τὸν ἀπὸ τῶν ἐναντίων τοῦ Πλάτωνος ἐν Φαίδωνι λόγον οἱ μὲν παλαιότεροι τῶν ἐξηγητῶν οὐδὲ ὡς ἐρρωμένον ὄντα διασῴζειν ἠδυνήθησαν οὐδὲ ἀμύνεσθαι τὰς κατ’ αὐτοῦ φερομένας τῶν ἑτεροφύλων αἱρέσεων βολάς. ὁ δὲ μέγας Ἰάμβλιχος, ‘οἷος ἐκείνου θυμόσ‘, ὑπὲρ τὰ ἐσκαμμένα πηδήσας ἐσπούδασεν αὐτὸν τελεώσασθαι
5εἰς τοσοῦτον, εἰς ὅσον ἀποδεῖξαι παντελῆ τὴν ψυχῆς ἀθανασίαν, οὐδὲ Σωκράτους αὐτοῦ τηλικοῦτον ἐπ’ αὐτῷ φρονήσαντος. ὁ δὲ ἐν πᾶσι συμμετρίᾳ παρισωμένος Συριανὸς τῶν τε προτέρων τὸ ἰδιωτικόν τε καὶ ἄπορον φυλαξάμενος καὶ τοῦ Ἰαμβλίχου τὸ μέγα χαλάσας ἐπειράθη καὶ ταῖς Σωκράτους ἐπαγγελίαις ἐμμένειν καὶ τοὺς διακωμῳδοῦντας τὴν ἐπιχείρησιν ἐξελέγχειν ὡς συκοφαντοῦντας. τὰ
10μὲν οὖν ἄλλα διωρίσατο καὶ προωμολογήσατο κατὰ νοῦν τε ἐμοὶ καὶ ἑαυτῷ εἰωθότως, ‘ἀτὰρ οὐ τέλος ἵκετο μύθων‘. πολλῶν τε γὰρ ἐπεισοδίων ἐδεήθη μὴ κειμένων ἐν τῷ λόγῳ, καὶ ἐνδεχόμενον εἶναι τὸν λόγον προειπὼν ἐτελεύτησεν αὐτοῦ προϊὼν εἰς τὴν ἀνάγκην, ἴσην γε ἀνάγκην τῇ τοῦ κόσμου συστάσει· καὶ οὐδὲ ταύτην κοινὴν ἐπὶ πάντων ἀπέφηνεν, ὥσπερ ὁ Σωκράτης ἠξίωσεν [70d7—e6],
15ἀλλ’ ἐπὶ μόνων τῶν ἀνθρωπίνων γενέσεων, οὐδὲ τούτων ὅλων, ἀλλὰ μόνον τῶν περὶ ψυχήν. διὸ καὶ ἐγὼ μικρὰ ἄττα προσθεῖναι βούλομαι, καὶ προσδιορίσασθαι ὅστις ὁ κύκλος καὶ τίνων, ὡς ἀληθής τέ ἐστι καὶ ἐνδεχομένως ἀληθής.

208

βʹ. —Συντομίας δὲ εἵνεκεν ἅμα καὶ εὐκρινείας ἐπὶ κεφαλαίων ἐκθήσομαι τάς τε ἀπορίας ὅσας ἄν τις ἀπορήσειε πρὸς τὸν λόγον καὶ τῆς Συριανοῦ τυχόντα
νουνεχοῦς ἐξηγήσεως, καὶ τὰς προομολογήσεις δι’ ὧν ἀπαντησόμεθα πρὸς τοὺς ἀποροῦντας καὶ τὰς ἀποδείξεις ποιησόμεθα τῆς ἐνδεχομένης ἀληθείας, ἔτι δὲ125
5ἐκ τρίτων τὰς ἐπιλύσεις αὐτὰς τῶν ἀποριῶν καὶ τὰς μετὰ τοῦ εἰκότος ἐξηγήσεις, ὡς αὐτὸς ὑπέσχετο ὁ Σωκράτης· ‘ἀλλὰ τί δὴ ποιῶμεν; ἢ περὶ αὐτῶν τούτων βούλει διαμυθολογῶμεν, εἴτε εἰκὸς οὕτως ἔχειν εἴτε μή;‘ [70b5—7]. ἀξιῶ δὲ ἐγὼ τὸν ἐντευξόμενον γεγυμνάσθαι πρότερον ἐν τοῖς ἐκείνου τοῦ ἀνδρὸς ἱεροῖς σκέμμασι· τὰ γὰρ καλῶς εἰρημένα μεταγράφειν οὐκ εὔλογον εἶναί μοι δοκεῖ.
10tἈπορίαι

209

γʹ. —Ὅτι κἂν ὁρισώμεθα, ὡς ὁ φιλόσοφος ἀξιοῖ, συγκρίσει καὶ διακρίσει τὸ ζῆν καὶ τεθνάναι δυεῖν οὐσιῶν, ψυχῆς καὶ σώματος, οὐδὲ ὣς ἀνάγκη τὸ διακριθὲν συγκρίνεσθαι πάλιν οὐδέ γε διακρίνεσθαι τὸ συγκριθέν. πρῶτος γὰρ φέρε τινὶ ἐντυχὼν οὐκέτι αὖθις ἐνέτυχον, καὶ ὅ φησι Κέβης [70a5] (ἔτι
5γὰρ ἐν τῷ αὐτῷ στρεφόμεθα τῆς ἀπορίας), τὸ πνεῦμα κατακλεισθὲν ἐν ἀσκῷ, ἔπειτα διαπνευσθέν, οὐκέτι κατακλείεται πάλιν, ὁ δὲ καπνὸς ἐν διακρίσει τὴν πρώτην λαβὼν ὑπόστασιν οὐκέτι οὐδὲ ἅπαξ εἰς τὸ ξύλον συγκρίνεται.

210

δʹ. —Ὅτι μὴ καλῶς ἐλέγχει ἀπὸ τοῦ τὸν καπνὸν διακρίνεσθαι μέν, μὴ συγκρίνεσθαι δέ. οὐδὲ γὰρ ὅλως διάκρισίς ἐστιν ἡ τοῦ καπνοῦ, ἀλλὰ γένεσις· διακρίνεται γὰρ δὴ τὸ ἐνυπάρχον, οὐκ ἐνυπῆρχε δὲ τῷ ξύλῳ ὁ καπνὸς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, ἀπὸ γὰρ τῆς τοῦ ξύλου διαλύσεως γεννᾶται.

211

εʹ. —Ὅτι οὐδὲ περὶ ἓν ὑποκείμενον τὰ ἐναντία κυκλίζεται. οὐδὲ γὰρ ὁ πρῶτος καθευδήσας ὁ νεογενὴς ἔσται πάλιν ἐγρηγορώς, εἰ καὶ μὴ ἀπὸ καθεύδοντος, ὥς φησι, γίγνοιτο· τάχα γὰρ ἂν ἐναποθάνοι τῷ πρώτῳ ὕπνῳ ὁ γεννηθείς, ἢ οὐδ’ ἂν εἰς ὕπνον αὐτὸν διαρκέσειεν. ἔτι δὲ συχνότερον τὸν γεννηθέντα λευκὸν
5ἐπὶ χρόνον ἐνδέχεται διαμεῖναι, μελαίνεσθαι μὲν δυνάμενον, οὐ μελαινόμενον δὲ οὐδὲ ἅπαξ πρὸ τελευτῆς.

212

ϛʹ. —Ὅτι ἀπαιτεῖ ὁ λόγος, ὡς τὴν ψυχὴν ἐπανιέναι πρὸς τὸ σῶμα συγκρινομένην ἀριθμῷ τὴν αὐτήν, οὕτω καὶ τὸ σῶμα πρὸς τὴν ψυχὴν τὸ αὐτὸ
κατ’ ἀριθμόν, ὅπερ οὐχ ὁρῶμεν γιγνόμενον (οὐ γὰρ ἐκ τῶν τεθνεώτων σωμάτων τὰ ζῶντα)· οὐδὲ ἄρα αἱ ψυχαὶ μετὰ θάνατον διαδέξονται τὴν ζωήν, εἰ μὴ ἄρα127
5κατ’ εἶδος ἄλλαι καὶ ἄλλαι γινόμεναι.

213

ζʹ. —Ὅτι οὐ μόνῃ τῇ συγκρίσει φαίνεται χρώμενος ὁ Σωκράτης· διωρίσατο γὰρ σαφῶς ὡς κοινὸν ποιεῖται τὸν λόγον τῆς ἐπανακυκλήσεως ἐπὶ πάντων ἐναντίων· ‘μὴ τοίνυν κατὰ ἄνθρωπον, ἦ δ’ ὅς, σκόπει μόνον τοῦτο, εἰ βούλει ῥᾷον μαθεῖν, ἀλλὰ καὶ κατὰ ζῴων πάντων καὶ φυτῶν, καὶ ξυλλήβδην ὅσαπερ
5ἔχει γένεσιν, περὶ πάντων ἴδωμεν, οὑτωσὶ ἆρα γίγνεται πάντα, οὐκ ἄλλοθεν ἢ ἐκ τῶν ἐναντίων τὰ ἐναντία, ὅσοις τυγχάνει ὂν τοιοῦτόν τι‘ [70d7—e2]· καὶ δῆλα τὰ παραδείγματα. τὸν οὖν κοινὸν ἔδει κρατῦναι τῆς γενέσεως κύκλον, ἀλλ’ οὐ μόνον τὸν συγκρινόμενον καὶ διακρινόμενον, καὶ τοῦτον μέντοι τὸν ἐπὶ δυεῖν οὐσιῶν ἢ πλειόνων.

214

ηʹ. —Ὅτι ὁ Σωκράτης οὐκ ἐπὶ δυεῖν οὐσιῶν οὐδὲ πλειόνων συγκρινομένων καὶ διακρινομένων ἐν κύκλῳ γυμνάζει τὸν λόγον οὐδὲ ἄλλοις ἐναντίοις κυκλιζομένων, ἀλλ’ ἐπὶ μιᾶς τὰ ἐναντία παρὰ μέρος δεχομένης. τά τε γὰρ ἄλλα παραδείγματα ἐφ’ ἑνὸς παράκειται ὑποκειμένου καὶ αὐτὸ τὸ συγκρίνεσθαι καὶ
5διακρίνεσθαι· δηλοῖ γοῦν τούτοις ἐπισυνάψας τὸ ψύχεσθαι καὶ θερμαίνεσθαι· ‘μείζονος μὲν γὰρ καὶ ἐλάττονος μεταξὺ αὔξη καὶ φθίσις, καὶ καλοῦμεν οὕτω τὸ μὲν αὐξάνεσθαι, τὸ δὲ φθίνειν; ναί, ἔφη. οὐκοῦν καὶ τὸ διακρίνεσθαι καὶ τὸ συγκρίνεσθαι καὶ τὸ ψύχεσθαι καὶ θερμαίνεσθαι‘ [71b2—7]. δῆλον γὰρ ὅτι τὸ αὐτὸ σῶμα θερμαινόμενον καὶ ψυχόμενον τὸ αὐτὸ διακρίνεται καὶ συγκρίνεται.

215

θʹ. —Ὅτι οὐδὲ τὸ ἰσχυροτέραν σώματος εἶναι ψυχὴν προστίθησιν ὁ Σωκράτης εἰς βοήθειαν τῷ λόγῳ. καίτοι ἀληθές ἐστιν, ἀλλ’ ὅμως οὐδὲν αὐτοῦ προσεδεήθη εἰς τὴν ἀπόδειξιν· καὶ γὰρ εἰ ἀσθενεστέρα τοῦ γε σώματος ἔτυχεν οὖσα, τῶν γε περὶ ἑαυτὴν ἐναντίων οὖσαν ἰσχυροτέραν ἔδει πάντως ὑπομένειν τὴν τῶν
5ἐναντίων ἐπανακύκλησιν. οὐ μὴν οὐδὲ ἀποδέδεικταί πω οὐδὲ ὑπόκειται, τοὐναντίον δὲ ἴσως ἀσθενεστέρα, καθάπερ τοῦ ἀσκοῦ τὸ πνεῦμά ἐστιν εὐθρυπτότερον [70a4—5]. ἀποδειχθήσεται δὲ εἰσαῦθις ἐν τῷ ἀπὸ τῆς ὁμοιότητος λόγῳ [80b8—e1], πρὸς ὃν καὶ τότε ὁ Κέβης ἐρεῖ ὡς οὐκ ἀνατίθεται τὸ μὴ ἰσχυρότερον εἶναι ψυχὴν σώματος [87a5—7].

216

ιʹ. —Ὅτι οὕτως ἐξηγούμενοι ὡς ὁ φιλόσοφος οὐκ ἐκφευξούμεθα τὸ μὴ οὐκ ἀθάνατον αὐτὴν ἀποδεικνύναι τὸ πάμπαν· εἰ γὰρ καὶ ἐφ’ ὅσον ἡ γένεσις, ἀλλὰ
καὶ οὕτως ἀίδιος, ἴσα γε τῷ παντὶ καὶ ὅλῳ. εἰ δὲ διὰ τοῦτο ἐνδεχομένη ἡ ἀπόδειξις, ὅτι τεκμηριώδης, ἀλλ’ οὐκ ‘εἰκὸσ‘ οὐδὲ τὸ τεκμήριον, ἄλυτον δέ τι καὶ ἀναγκαῖον.129

217

ιαʹ. —Ὅτι καὶ τὸ πνευματικὸν ἄλογον ζῷον ἀθάνατον ἔσται τελέως ἔκ γε τοῦ λόγου. καὶ περὶ αὐτὸ γὰρ ὁ κύκλος τοῦ ζῆν καὶ τεθνάναι ἀνελιχθήσεται ἐπ’ ἄπειρον (ἴσως δὲ μέχρι οὗ συνέστηκεν ἡ γένεσις—ἀεὶ δὲ συνέστηκεν, ἀεὶ τοῦ θεοῦ δημιουργοῦντος), εἴ γε καὶ αὐτὸ ζῇ μὲν συγκεκριμένον τῷ ὀστρέῳ,
5θνῄσκει δὲ χωριζόμενον ἀπ’ αὐτοῦ κατὰ διάκρισιν.

218

ιβʹ. —Ὅτι ὡς ἐπὶ τοῦ ὀργάνου φαμὲν τὴν κατ’ εἶδος μόνην σῴζεσθαι παλιγγενεσίαν, καὶ ὅλως ἐπὶ τῶν γιγνομένων καὶ φθειρομένων οὐσιῶν οἷον ἀνθρώπων καὶ ἵππων, εἰ οὕτω καθ’ ἕκαστον ἄνθρωπον γίγνοιτο ψυχὴ ἄλλη καὶ ἄλλη, φθειρομένη καὶ αὐτὴ ἐπὶ τῷ ζῴῳ τρόπον ὃν ἄν τις ὑποθοῖτο, πῶς
5ἂν ἡμῖν περιγένοιτο καὶ ὣς ἡ τοῦ λόγου ἀνάγκη πρὸς μίαν μόνην σύζευξιν καὶ μίαν διάζευξιν τῆς ψυχῆς ἀρκούσης; οἷόν τι καὶ ἡ Κέβητος ἀπορία κατὰ τὸ πνεῦμα τοῦ ἀσκοῦ [70a4—5] ἐνεδείκνυτο, πλὴν ὅτι νῦν ἀπὸ τοῦ σώματος ἠπορήκαμεν ὡς ὀργάνου.

219

ιγʹ. —Ὅτι οὐδὲ πάντα καθεύδοντα γενήσεται οὐδὲ πάντα τεθνεῶτα τῶν τε ζώντων ἀεὶ γιγνομένων καὶ τῶν ἐγρηγορότων ἄλλων καὶ ἄλλων ἐπαγομένων, ὡς ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν οὐσιῶν τότε δὲ ἂν συνέβαινεν ἄτοπον, εἰ ἑστώτων ἤδη καὶ οὐ γινομένων τῶν ζώντων, οἷον τοσῶνδε ὄντων, ἡ μεταχώρησις
5εἰς τοὺς τεθνεῶτας αὐτῶν ἐγίγνετο, καὶ ἀνάλωτο ἂν ἡ οὐσία πᾶσα ἀφ’ ἧς τὰ ζῶντα κατὰ μέρος ἐπλάττετο.

220

ιδʹ. —Ὅτι ἀπορήσειεν ἄν τις καὶ διὰ τί μόνον ἀποδεικνύναι λέγεται ὁ λόγος τὸ μετὰ θάνατον ἐν Ἅιδου τὴν ψυχὴν ἐπιδιαμένειν, ὡς νῦν τε συμπεραίνεται ὁ Σωκράτης [72d8—e1] καὶ ἐς ὕστερον [77c6—d4] διορίζεται πρὸς ἀποροῦντα Σιμμίαν, πρὸς ὃν τὸν ἀπὸ τῆς ὁμοιότητος κινήσει λόγον· καίτοι καὶ τὸ πρὸ
5τοῦ σώματος εἶναι αὐτὴν συναποδείκνυται, εἴπερ ἐκ τῶν τεθνεώτων οἱ ζῶντες ἀεί.
6tὉμολογήματα καὶ ὑποθέσεις

221

ιεʹ. —Ὅτι οὐσία ὑπόκειται ἡ ψυχή, εἴπερ ‘ὡς πνεῦμα ἢ καπνὸς διαπταμένη οἰχήσεται‘ [70a4—5]· ἐπεὶ καὶ αὖθις ὡς ἐν ὑποκειμένῳ ὑποτεθήσεται, ἀλλ’ οὐκέτι
ὑποκείμενον, ἁρμονία γε ὑποτιθεμένη [85e3—86d4].131

222

ιϛʹ. —Ὅτι ὅσον μὲν ἐπὶ τοῖς παραδείγμασιν τῆς ἀπορίας σῶμα τὴν ψυχὴν ὑποτίθεται, ἀέρα, φησὶν καὶ ὁ ἐξηγητής, ἢ πνεῦμα· τῶν γὰρ ἄλλων στοιχείων μηδὲν δύνασθαι ὑποτεθῆναι, πῦρ μὲν διὰ τὸ φθαρτικόν, ὕδωρ δὲ διὰ τὸ ῥευστόν, γῆν δὲ διὰ τὸ δυσκίνητον. οἴομαι δὲ καὶ ἀσώματον εἶναι δύνασθαι, πάσχουσαν μέντοι ἄλλον
5τρόπον τὸ τοῦ πνεύματος πάθος· οὐ γὰρ ἔφη πνεῦμα, ἀλλ’ ‘ὥσπερ πνεῦμα‘ ποιεῖσθαι τὴν φθοράν. μᾶλλον δὲ αὐτόθεν καὶ ἀσώματον ὑποθετέον αὐτὴν ὡς σκιὰν 〈ἢ καὶ ὄνειρον〉, ὡς καὶ Ὅμηρος ἀπήγγειλεν [l 207]· οὕτω γὰρ ἀντιδιαιρεῖσθαι πρὸς σῶμα ἁπλῶς ψυχήν, ἀλλ’ οὐ τοιόνδε σῶμα πρὸς τοιόνδε. καὶ τὸ ψυχοῦν οὐχ οἷόν τε εἶναι σῶμα· ἄψυχον γὰρ ὂν πῶς τι ψυχώσειεν; τὸ δὲ εἰ σῶμα τὴν ψυχὴν
10ὁ Κέβης ὑπέλαβεν, πῶς οὐδαμοῦ τοῦτο διήλεγξεν ὁ Σωκράτης; ἀλλὰ δῆλος ἦν ὁ Κέβης ἐκ τῶν καθαρτικῶν λόγων πεπεισμένος ὅτι ἀσώματός ἐστι, καθάπερ καὶ οὐσία τις· οὐδὲν γὰρ τῶν ἐν ὑποκειμένῳ χωρὶς εἶναι δύναται ἢ χωρίζεσθαι τοῦ εἶναι ἐν ᾧ ἐστιν.

223

ιζʹ. —Ὅτι χωριστὴ ὑπόκειται, ὡς τοῦ ἀσκοῦ πνεῦμα καὶ τοῦ ξύλου καπνός. ἀμέλει ἐν τῇ Σιμμίου ἀπορίᾳ τῇ ἀπὸ τῆς ἁρμονίας ἀπὸ τοῦ χωρίζεσθαι ἐπιχειρεῖ ὁ Σωκράτης ἐλέγχειν τὴν ἁρμονίαν [92a6—b2] καὶ ἀπὸ τοῦ ἐναντιοῦσθαι τῷ σώματι [94b4—e7]· καὶ αὖθις ἐν τῇ Κέβητος τὸ αὐτὸ διορίζεται [95c4—9] τῇ
5ἀπὸ τοῦ ὑφάντου εἰσηγμένῃ.

224

ιηʹ. —Ὅτι ἐναντίας καλεῖ τὰς οὐσίας κατὰ τὴν παρὰ μέρος τῶν ἐναντίων μέθεξιν, τῶν ἐν ὑποκειμένῳ φημὶ ἐναντίων, ὡς τά τε παραδείγματα δηλοῖ καὶ ὁ Σωκράτης ἐπανορθοῦται τὴν τοῦ ἀνωνύμου ἀποροῦντος εἰς ὕστερον [103a11—c2] ὑπόληψιν, ὅτι οὐκ ἄρα περὶ τῶν μετεχομένων ὁ προκείμενος γίνεται λόγος ἐναντίων,
5ἀλλὰ περὶ τῶν μετεχόντων· μετέχει δὲ τῶν ἐν ὑποκειμένῳ τὰ ὑποκείμενα.133

225

ιθʹ. —Ὅτι πᾶσα οὐσία τῶν ἐν αὐτῇ συμβεβηκότων ἐστὶ μονιμωτέρα καὶ ἰσχυροτέρα, τῶν γινομένων φημὶ καὶ ἀπογιγνομένων· ἐν γὰρ αὐτῇ τὰ τοιαῦτα τὸ εἶναι ἔχοντα πάντως ὅτι ἀσθενέστερα αὐτῆς ἐστι φύσει. διὸ μένει αὕτη μεταβαλλομένων ἐκείνων.

226

κʹ. —Ὅτι πᾶσα οὐσία δεκτικὴ τῶν ἐναντίων ἐστὶν παρὰ μέρος ἡ αὐτὴ κατὰ ἀριθμὸν μένουσα τῶν μὴ ἓν ὄντων ἀριθμῷ προσγινομένων καὶ ἀπογιγνομένων· οὐ γὰρ οἷόν τε ταῦτα χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ ἄλλην ἑκάστοτε ποιεῖται τὴν πρόσοδόν τε καὶ ἄφοδον, μᾶλλον δὲ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. οὕτως οὖν καὶ
5ἡ ψυχὴ δέχεται κακίαν καὶ ἀρετήν, ἀτελῆ φάναι, μένουσα ἡ αὐτή, πολλάκις ἐφ’ ἑκάτερα μεταβάλλουσα καὶ μιᾶς ἡμέρας ἐνίοτε. ἀπαιτεῖται μὲν οὖν τοῦτο καὶ ὁ λόγος ὁ τὴν οὐσίαν μονιμωτέραν τῶν συμβεβηκότων ὁμολογῶν, ἡ δὲ ἐπαγωγὴ παντὸς λόγου ἐναργεστέρα· φύσει γὰρ ἐπιμένει, πλὴν εἰ μή τι βιαιότερον ἀπαντήσειεν.

227

καʹ. —Ὅτι τὰ μὲν ἐν ὑποκειμένῳ μόνον εἰσάπαξ ἔστι τε καὶ οὐκ ἔστιν, κἂν ἐπὶ τῶν ἀιδίων οὐσιῶν θεωρῇ τις αὐτά, καθάπερ ἐπὶ τῶν οὐρανίων σωμάτων τὰς κινήσεις εὑρίσκομεν εἴδει μόνῳ τὰς αὐτὰς ἀνακαμπτούσας· τὰ δὲ ὑποκείμενα καὶ αἱ οὐσίαι μένουσι κατὰ ἀριθμόν, ἀεὶ μὲν αἱ ἀίδιοι, πλειστάκις δὲ αἱ πολυ‐
5χρονιώτεραι, τὸ δὲ ἐλάχιστον, ὅσαι καὶ ἀσθενέστεραι τῶν οὐσιῶν εἰσιν, δὶς ἢ τρὶς ὑπομένουσι τὰ κατ’ εἶδος ἀνακυκλούμενα τῶν περὶ αὐτὰς ὑφίστασθαι πεφυκότων συμβεβηκότων, εἴπερ ἰσχυρότεραί εἰσι τῶν ἐν αὐταῖς τὸ εἶναι ἐχόντων. οὔτε γὰρ ἡ γένεσις αὐτῶν οὔτε ἡ φθορὰ αὐτῶν τίς ἐστι τῶν οὐσιῶν μεταβολή τε καὶ ἔκστασις· ὥστε ὅσον ἐπὶ τῇ οἰκείᾳ δυνάμει περιμένοιεν ἂν τὴν
10τῶν συμβεβηκότων ἐπανακύκλησιν.

228

κβʹ. —Ὅτι πολλαχῶς ἡ τῶν αὐτῶν εἰδῶν ἐπανακύκλησις, ἡ μὲν κατὰ εἶδος, ἡ δὲ κατὰ ἀριθμόν. τούτων μὲν τοίνυν ἡ μὲν ἀπειράκις, ἡ δὲ πλεονάκις, ὡς δὴ νῦν πεπαύμεθα διοριζόμενοι· ἐκείνων δὲ ἡ μὲν οὐσιῶν, ἡ δὲ συμβεβηκότων. χρῆται οὖν ὁ λόγος μόνῃ τῇ πλεονάκις κατὰ ἀριθμὸν ἀποτελουμένῃ κατὰ τὴν
5τῶν ἐναντίων εἴδει περὶ αὐτὴν ἀνταπόδοσιν. δηλοῖ δὴ σαφῶς τὰ τοῦ Σωκράτους παραδείγματα περὶ ἓν ὑποκείμενον πολλάκις ἀνακυκλούμενα τὰ ἐν ὑποκειμένῳ
παράγοντα [70e4—71a11].135

229

κγʹ. —Ὅτι ἀίδιος μὲν ἡ ὅλη γένεσις κυρίως διὰ τὰς ἀκινήτους αἰτίας· προσεχέστερον δὲ διὰ τὰς κινουμένας κατὰ κύκλον οὐρανίας περιφοράς· ἐν τρίτῃ δὲ τάξει καὶ διὰ τὰς συναιτίους ἀρχάς, τήν τε ὕλην ἀεὶ πεφυκυῖαν δέχεσθαι τὰ εἴδη, κἂν ἀπορρέῃ, καὶ τὸ εἶδος αὐτῷ τῷ κύκλῳ συνουσιωμένον τῆς γενέσεως.
5τὸ μὲν γὰρ ἄυλον εἶδος αὐτόγονον πᾶν, τὸ δὲ ἔνυλον ἐν μερισμῷ γενόμενον εἰς γεννῶν καὶ γεννώμενον διῄρηται 〈ἐπὶ〉 τῶν ἀτόμων· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ζῷον ἅπαν καὶ φυτὸν ὁμοίως τὸ ὅμοιον. ἀλλὰ καὶ τῶν ἀψύχων εἰδῶν ἕκαστον ὡς δύναται πολλαπλασιάζειν ἑαυτὸ βούλεται καὶ ἑαυτῷ τὰ ἄλλα πρὸς ἑαυτὸ μεταβάλλειν· ὄργανον δὲ ἡ φύσις ἀεὶ κινοῦσα καὶ κινουμένη. ὁ δ’ οὖν
10κύκλος ἐσπούδασται πᾶσιν εἰς δύναμιν, ἀλλὰ τοῖς μὲν ἀιδίοις ὁ τῶν κινήσεων, τοῖς δὲ μὴ καὶ ὁ τῶν οὐσιῶν· ἔστ’ ἂν δὲ μένωσιν αἱ οὐσίαι αὐταὶ κατὰ ἀριθμόν, καὶ αὗται κυκλίζονται ταῖς ἐνεργείαις καὶ τοῖς ἄλλοις συμβεβηκόσιν· αἱ δὲ ἐνέργειαι καὶ τὰ μένειν κατὰ ἀριθμὸν ἐν τῷ κύκλῳ μὴ δυνάμενα, ταῦτα εἰσάπαξ ἔστιν ἢ οὐκ ἔστιν. ὁ τοίνυν τὸν κύκλον ἀναιρεῖν ἐπιχειρῶν ἀπὸ τῆς γενέσεως
15αὐτὴν ἀνατρέπειν ἐπιχειρεῖ τὴν ὅλην ἀειγενεσίαν καὶ ματαίους ἀποφαίνειν τὰς ἀκινήτους αἰτίας· συγχωρῶν δὲ τὸν καθόλου κύκλον συγχωρήσει καὶ τὰς μέχρι τινὸς ὑπομενούσας οὐσίας μιμεῖσθαι τὰς ἀιδίους, ἐφ’ ὅσον εἰσί, τῇ ἀνακυκλήσει τῶν περὶ αὐτὰς μεταβαλλομένων. ὥστε ὁ τοῦτον ἀνελὼν τὸν κύκλον ἔσχατον ὄντα ἀνῄρηκε καὶ τὸν πρῶτον· ὄντος γὰρ τοῦ πρώτου καὶ ὁ ἔσχατος ἔσται διὰ
20τὴν ἀπ’ ἐκείνου εἰς τοῦτον πρόοδον. ἀπ’ αἰτίας μὲν γὰρ ἀληθές, εἰ ἔστι τὰ πρῶτα, εἶναι καὶ τὰ ἔσχατα διὰ τῶν μέσων· ἀπὸ δὲ τεκμηρίου, εἰ τὰ ἔσχατα, καὶ τὰ πρῶτα διὰ τῶν μέσων. διὰ ταῦτα τοίνυν ὡς ὁμολογούμενον ἠξίωσεν ὁ Σωκράτης, εἰ μὴ καὶ ἀπὸ τῶν τεθνεώτων τὰ ζῶντα γίγνοιτο κατὰ κύκλον, ὅτι πάντα τεθνεῶτα γενήσεται [72c5—d3].

230

κδʹ. —Ὅτι πεπερασμένων τῶν ζώντων ὑποκειμένων, ἀεὶ δὲ εἰς τὰ τεθνεῶτα προχωρούντων, συμβήσεται τὸ ἄτοπον ἀναλωθῆναι τὴν γένεσιν ἄλλων ζώντων μὴ γιγνομένων, ἅτε ἀνῃρημένου τοῦ κύκλου. ἀλλ’ οὐκ ἀνῄρηται, φαίης ἄν, ὁ τῶν κατ’ εἶδος ἀεὶ κυκλιζομένων οὐσιῶν· γιγνέσθω γοῦν τὰ ζῶντα ἀπὸ τῶν μὴ
5ζώντων μηδέ γε ὄντων, οὐ μὴν ἀπὸ τῶν τεθνεώτων· οὐδὲ γὰρ ἄνθρωπος ἐκ
τοῦ τεθνεῶτος ἀνθρώπου, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος, ἀεὶ δὲ ὅμως ἄνθρωπος ἐκ μὴ ἀνθρώπου. οὐκοῦν εἰ σῴζοιτο ὁ κύκλος οὗτος, φημὶ δὲ ὁ τῶν μεταβαλλομένων περὶ τὸ ὑποκείμενον, σῴζοιτο ἂν καὶ ὁ κατὰ ἀριθμόν, τῶν αὐτῶν οὐσιῶν μενουσῶν, οὐ μόνον τῶν ἀιδίων, ἀλλὰ καὶ τῶν ἄχρι τινὸς τὰ μεταβάλλοντα137
10κύκλῳ δεχομένων. αὗται γὰρ νῦν οὕτω κυκλίζονται ταῖς μεταβολαῖς, ἄνθρωπος γὰρ ὁ αὐτὸς ὑπομένων θερμαίνεταί τε καὶ ψύχεται πολλάκις· ὥστε καὶ τὰ ζῶντα καὶ τὰ τεθνεῶτα τοιαῦται οὐσίαι οἷαι δεκτικαὶ τῶν ἐναντίων εἶναι πολλάκις μεταβολῶν, οἷον συζεύξεών τε καὶ διαζεύξεων. εἰ δὲ ἅπαξ διαζυγεῖσαι μηκέτι συζεύγνυνται, ἀπώλεσαν τὸ εἶναι ὅ εἰσιν, ὥστε καὶ αἱ ἐπιγιγνόμεναι τῶν ζώντων οὐκέτι τοιαῦται
15οἷαι κυκλίζεσθαι ταῖς τῶν συμβεβηκότων μεταβολαῖς. ἀπολεῖται οὖν ἡ τῶν τοιούτων οὐσιῶν ὑπόστασις, ἀναλωμένων τῶν γε ὑπολελειμμένων τοιούτων.
17tἘπιλύσεις τῶν προηπορημένων σύντομοι

231

—. —Τούτων ἡμῖν οὕτως διωρισμένων σαφῶς οὐ πολὺ ἔργον ἔτι τὰς ἀπορίας ταῖς λύσεσιν ἐπιδραμεῖν.

232

κεʹ. —Ὅτι πρὸς τὴν πρώτην ἀπαντῶντες λέγωμεν ὡς δύναται μὲν ὑπομένειν ἡ οὐσία τὴν κύκλῳ μεταβολὴν τῶν περὶ αὐτὴν γιγνομένων καὶ ἀπογιγνομένων συμβεβηκότων, οἷον τοῦ συγκρίνεσθαι καὶ διακρίνεσθαι ἢ τῷ σώματι προσιέναι καὶ ἀπιέναι ἀπὸ τοῦ σώματος, καὶ ἐνδέχεται τοῦτο πάσχειν
5πολλάκις οὐσίας γε οὔσας καὶ ὑπομενούσας τὴν τῶν παθῶν πολλάκις ἐπανακύκλησιν. ἐνδέχεται μὲν οὖν, ὅπερ ἔφην, ὅσον ἐπὶ ταῖς οὐσίαις, δι’ ἄλλας δὲ αἰτίας ἢ φθείρονται βιαιότερον ἢ ἐμποδίζονται πρὸς τὴν τῶν αὐτῶν ἐπάνοδον· ἐπεὶ καὶ ὁ διαπνευσθεὶς ἀήρ, ὅσον ἐφ’ ἑαυτῷ, πάλιν ἂν ἐν τῷ ἀσκῷ κατεκλείσθη, εἴπερ οὖν ἦν πιεστός· ἀμέλει ποτὲ τὸν αὐτὸν ἱματίῳ συμπιέζοντες εἰσπνέομέν
10τε καὶ ἐκπνέομεν. ὁ δὲ καπνὸς οὐκ ἔστι τῆς ὑποθέσεως, ἀλλὰ γενέσεώς τε καὶ φθορᾶς τῶν οὐσιῶν, ὑπόκειται δὲ ὁ περὶ ἓν ὑποκείμενον τῶν ἐν ὑποκειμένῳ κυκλισμός. ὥστε καὶ ἡ ψυχῆς οὐσία, τὸ ὅσον ἐφ’ ἑαυτῇ, διαζευχθεῖσα τοῦ σώματος, εἶτα ὑπομείνασα ὡς οὐσία, δύναται καὶ τὸ ἐναντίον πάθος παθεῖν, συζυγῆναι τῷ σώματι. καὶ τοῦτο εἶναί φημι τὸ δεικνύμενον ἐν τῷ λόγῳ
15συμπέρασμα, ἐνδεχόμενον καὶ ‘εἰκόσ‘· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ὑπομένουσιν αἱ οὐσίαι κατὰ φύσιν τὴν ἑαυτῶν τὴν πολλάκις ἐπανακύκλησιν τῶν παθῶν.

233

κϛʹ. —Ὅτι καὶ πρὸς τὴν δευτέραν ἀπορίαν τὰ αὐτὰ φήσομεν. καὶ
γὰρ πέφυκεν ἡ οὐσία τῶν ζῴων ἐγρηγορέναι καὶ καθεύδειν πλεονάκις, βεβαιοτέρα γε οὖσα καὶ πολυχρονιωτέρα τῆς ἅπαξ τῶν ἐναντίων εἰς ἄλληλα μεταβολῆς· καὶ ἡ ἐνάργεια τῶν πραγμάτων οὕτως ἔχει ὡς ἐπὶ τὸ πλεῖστον, τὸ δὲ ὡς139
5ἐπ’ ἔλαττον παρὰ φύσιν.

234

κζʹ. —Ὅτι πρὸς τὴν τρίτην ἐροῦμεν ὅτι ἡ μὲν ψυχὴ ἀσώματος οὐσία ὑπόκειται ψυχωτικὴ τῶν σωμάτων καὶ ζωοποιός, ἕως ἂν ᾖ, καθάπερ τὸ πῦρ θερμαντικόν· οὐ τοίνυν μένον ὅ ἐστι, πῦρ, στερίσκεται τῆς οἰκείας θερμότητος. οὐδὲ ἄρα ἡ ψυχὴ τῆς ζωτικῆς ἐνεργείας ἐν στερήσει γίγνεται, μένουσα ὅ ἐστι,
5ψυχή· τὸ δὲ σῶμα στερεῖταί ποτε τῆς ζωῆς, ἅτε ἐπεισάκτου οὔσης. παθὸν δὲ οὐδὲν τὴν στέρησιν ἀνακάμπτει πρὸς τὴν ἕξιν, οὔτε γὰρ τυφλότης εἰς ὄψιν οὔτε νέκρωσις σώματος εἰς τὴν ζώωσιν· ὑπόκειται γὰρ οὐ τούτων ὁ κύκλος, ἀλλὰ τῶν ἐναντίων, οἷον ὄψεως καὶ ὀφθαλμίας καὶ τῶν ἄλλων εἰδῶν τῶν στερητικῶν οὕτω λεγομένων καὶ τῶν ἑκτικῶν. τοιγαροῦν ἀπὸ τῆς ἐσχάτης
10ψυχορραγίας ἀνακάμψειεν ἂν πρὸς τὴν ψυχὴν τὸ σῶμα, καὶ ταφέντες ἤδη τινὲς ἀνεβίωσαν διὰ τὸ μὴ τελέαν ἀποβῆναι τὴν νέκρωσιν· ἡ μέντοι ψυχὴ οὐ νεκροῦταί ποτε, ὥσπερ οὐδὲ τὸ πῦρ ψύχεται, ἀλλ’ ἑκάτερον ἢ ἔστι τοιοῦτον ἢ οὐκ ἔστι. μένον ἄρα ὅ ἐστιν, ἐφ’ ὅσον μένει, δύναται πάλιν ἕτερα τὸ μὲν θερμαίνειν, ἡ δὲ ψυχοῦν. πρὸς ὃ δὲ οὐ νενέκρωται τὸ σῶμα ζωῆς εἶδος, πρὸς τοῦτο συνάπτεται
15πάλιν ἐν ἄλλων ζῴων γενέσεσιν, οἷον εὐλῶν καὶ τῶν τοιούτων θηρίων.

235

κηʹ. —Ὅτι πρὸς τὴν τετάρτην ῥητέον ὡς ἔστι πρὸς τὸν ἐξηγητήν, ἀλλ’ οὐ πρὸς τὸν Πλάτωνος λόγον. τοιγαροῦν ἡμεῖς ἐπὶ τῶν ἐν ὑποκειμένῳ πάντων ἀξιοῦμεν σῴζεσθαι τὴν πολλάκις ἐπανακύκλησιν, εἴτε περὶ πλείους οὐσίας εἴτε περὶ μίαν, ὡς λαμβάνει ὁ λόγος τὴν περὶ ψυχὴν μένουσαν κατὰ ἀριθμὸν
5τὴν αὐτὴν ἀπόζευξίν τε καὶ σύζευξιν πρὸς σῶμα γιγνομένην πολλάκις.

236

κθʹ. —Ὅτι καὶ ἡ πέμπτη πρὸς τὸν ἐξηγητήν· ἡμῖν δὲ καὶ Πλάτωνι ὁ λόγος ἐστὶν περὶ μίαν οὐσίαν τὴν ψυχὴν ἀποδοῦναι τὸν κύκλον τῶν ἐν αὐτῇ συμβαινόντων παθῶν ἐναντίων.

237

λʹ. —Ὅτι ἡ ἕκτη καὶ αὐτὴ οὖσα πρὸς τὸν ἐξηγησάμενον τῶν ὁμοίων τεύξεται ἀπολογισμῶν κατὰ συνδρομήν. οὐ γὰρ πρὸς τὸ σῶμα τὴν ψυχὴν παραβάλλομεν, οὔτε ὡς ἰσχυροτέραν οὔτε ὡς ἀσθενεστέραν αὐτοῦ, ἀλλὰ καθ’ ἑαυτὴν ὡς οὐσίαν καὶ ταύτῃ μονιμωτέραν τῶν οἰκείων παθῶν ἁπάντων, οὐ μόνον
5ἑκατέρου καθ’ ἑαυτό, ἀλλὰ καὶ τῆς εἰσάπαξ ἀμφοῖν μεταβολῆς, ὡς προχειριζομένην
δηλονότι ἑκάστην ὡς ἐπὶ τὸ πλεῖστον, εἰ μηδὲν γὰρ ἔξωθεν ἐμποδίσειεν.141

238

λαʹ. —Ὅτι ἡ ἑβδόμη συνομολογεῖ ταῖς ἡμετέραις ἐξηγήσεσιν οὐδὲν ἄλλο συναγούσαις ἐκ τοῦ λόγου ἢ τὸ πλεονάκις ἢ ἅπαξ ἐνδέχεσθαι διακρίνεσθαί τε καὶ συγκρίνεσθαι τὴν αὐτὴν κατὰ ἀριθμὸν οὐσίαν, ζῆν τε καὶ τεθνάναι τὴν αὐτήν, αὐτήν γε ψυχήν.

239

λβʹ. —Ὅτι καὶ ἡ ὀγδόη τὴν αὐτὴν ἡμῖν ὁμολογίαν παρέξεται. καὶ γὰρ τὸ πνευματικὸν ζῷον ὁμολογοῦμεν πολλάκις ἐγγίγνεσθαι τῷδε τῷ ὀστρέῳ καὶ πολλάκις αὐτοῦ ἀπογίγνεσθαι. φασὶ γοῦν καὶ αὐτοὶ οἱ φιλόσοφοι τὸν πνευματικὸν χιτῶνα τοῦτον τῇ λογικῇ ψυχῇ συνεῖναι μέχρι τελείας ἀποκατα‐
5στάσεως ἀπὸ τοῦ γενητοῦ. μᾶλλον δὲ καὶ αὐτὸς ὁ Σωκράτης ἐρεῖ μικρὸν ὕστερον [81c9—e2] ὡς τὸ σκιοειδὲς τοῦτο δὴ φάντασμα τῇ ψυχῇ συνέζευκται μετὰ θάνατον, ‘ἕως ἂν τῇ τοῦ σωματοειδοῦς ἀνάγκῃ συνεπομένη πάλιν ἐνδεθῇ τῷ ὀστρεώδει σώματι‘. καὶ μένει τούτου ὁ κύκλος, ἕως ὅτε καὶ τοῦτο τὸ ὄχημα πάθῃ τὴν στέρησιν. τοῦτο δὲ οὐκέτι πρὸς τὴν ἕξιν ἐπαναχθήσεται, καθάπερ ἐπὶ τῷδε τῷ
10σώματι νεκρουμένῳ πρότερον ἠξιοῦμεν· οὐ γὰρ οὐδὲ ἐπὶ τούτου τὸ πάμπαν ἀθάνατον ἀποδείκνυται, ἀλλ’ ὡς ἐπὶ τῆς ψυχῆς τὸ πολυχρονιώτερον τῆς τῶν ἐν αὐτῷ συμβεβηκότων ἐπανακυκλήσεως πλεονάκις ἢ ἅπαξ τοὐλάχιστον γιγνομένης.

240

λγʹ. —Ὅτι πρὸς τὴν ἐνάτην ῥητέον ἐκεῖνο, ὡς αἱ μὲν οὐσίαι πολὺν ἐπιμένουσαι χρόνον, ἔπειτα παθοῦσαι στέρησιν ἀπόλλυνται καὶ γίγνονται πάλιν αἱ αὐταὶ κατ’ εἶδος, οὐδὲν μέντοι ἧττον περὶ ἑκάστην, ἕως ὅτε μένει, τῶν ἐναντίων ὁ κύκλος ἐπιτελεῖται. τὸ αὐτὸ τοίνυν ὁμολογήσομεν καὶ τὴν ψυχῆς
5οὐσίαν γίγνεσθαι μὲν κατ’ εἶδος ἀεὶ ἄλλην καὶ ἄλλην, μένουσαν δὲ ἐπὶ πλείω χρόνον ἢ τὰ περὶ αὐτὴν ἐναντία δέχεσθαι τὴν τούτων ἐν κύκλῳ μεταβολὴν πλεονάκις.

241

λδʹ. —Ὅτι πρὸς τὴν δεκάτην ἀπαντησόμεθα λέγοντες· εἰ μὲν τοιαῦταί εἰσιν αἱ οὐσίαι πρὸς τὰ συμβεβηκότα οἷαι καὶ εἰσί, μονιμώτεραι καὶ πολυχρονιώτεραι κατὰ φύσιν ἐκείνων, ἔστιν ὁ λόγος ἀληθὴς ἐνδεχομένως ὁ ἀπὸ τῶν ἐναντίων. οὐ γὰρ τῶν μέν, τῶν δὲ οὒ βεβαιότεραι, ἀλλὰ πάντων ἁπλῶς τῶν περὶ αὐτὰς ἐναντίων ἅτε
5γιγνομένων καὶ ἀπογιγνομένων, ὥστε καὶ τοῦ διαζεύγνυσθαι καὶ συζεύγνυσθαι πρὸς τὸ σῶμα· συμβέβηκε γὰρ καὶ ταῦτα ταῖς ψυχαῖς οὐσίαις οὔσαις. εἰ μὲν οὖν, ὅπερ ἔφην, αἱ οὐσίαι τοιαῦται, σῴζεται ὁ λόγος· εἰ δὲ τὸ λοιπὸν γένοιντο
μὴ τοιαῦται, ὡς μέχρι γε τήμερόν εἰσιν, ἀναλωθήσονται αἱ νῦν οὖσαι τοιαῦται τῷ χρόνῳ καὶ ἔσονται τῷ χρόνῳ τῶν συμβεβηκότων οὐκέτι πολυχρονιώτεραι.143
10εἰ γὰρ ἑνὸς εἴδους, οἷον τοῦ διαζεύγνυσθαι καὶ συζεύγνυσθαι, τῷ αὐτῷ λόγῳ καὶ πάντων· ὥστε ἐὰν ἅπαξ μόνον ὁτιοῦν τῶν ἐν ὑποκειμένῳ μεταβληθῇ, καὶ αὐτὴ φθαρήσεται ἡ ὑποκειμένη οὐσία. πολλάκις δὲ ὥρας ἑκάστης ταῦτα μετα‐ βάλλεται· οὐκ ἂν οὖν φθάνοι πάντα φθειρόμενα καὶ οὐκέτι ἀναβιωσκόμενα οὐδὲ κατὰ εἶδος. οὐ γὰρ ἂν καταλαμβάνοι τὴν φθορὰν ἡ γένεσις, τοσαύτης οὔσης τῶν
15οὐσιῶν ὑπορροῆς ὅση ἐστὶ τῶν περὶ αὐτὰς ἐναντίων· πρὸ γὰρ τοῦ καὶ γεννῆσαι τὸ ὅμοιον ἑκάστη οὐσία φθαρήσεται· εὐθὺς γὰρ ἀπολεῖται ἐπὶ τῇ πρώτῃ μεταβολῇ παντὸς ὁτουοῦν ἐναντίου εἰς τὸ ἐναντίον. οἷον εἰ κατὰ τὴν πρώτην ἡμέραν, μᾶλλον δὲ ὥραν, ἐν ᾗ ἐγεννήθη, ψυχθῇ ἀπὸ τοῦ θερμοῦ, ἀπώλετο, καὶ εἰ ξηρανθῇ ἀπὸ τοῦ ὑγροῦ, ἀπώλετο, καὶ εἰ καθευδήσειεν ἀπὸ ἐγρηγορότος, ἀπώλετο, κἂν
20ὁτιοῦν κατὰ ἄλλο, παραχρῆμα οἴχεται ἔτι βρέφος. τίς οὖν ἔτι ὁ τεξόμενος καὶ τὴν εἰς ἀεὶ διαδοχὴν τοῦ γένους διατηρήσων; πάντα ἄρα τελευτῶντα φθαρήσεται. καὶ ταῦτα ἐνδείξασθαι βουλόμενος ἐχρήσατο παραδείγμασιν ἐναργεστάτοις· εἰ γὰρ τὰ καθεύδοντα οὐκ ἠγείρετο, πότε ἂν ἔφθη τῶν ἐγρηγορότων ἡ γένεσις ἀντανισῶσαι τὸν ἀριθμὸν τῶν καθευδόντων ἐπὶ νυκτός τε καὶ ἡμέρας ἑκάστης;
25ἢ πῶς ἂν ἐξήρκεσεν ὁ τῆς γενέσεως ἀέναος ποταμὸς τοὺς πολλάκις ἐν ὥρᾳ μιᾷ τυχὸν θερμαινομένους καὶ αὖθις ψυχομένους μὴ πάντας ἐᾶσαι γενέσθαι θερμοὺς ἢ ψυχροὺς ἢ βαδίζοντας ἢ καθημένους ἢ καθ’ ὁτιοῦν τῶν ἐναντίων χαρακτηρι‐ ζομένους; εἰ δὴ ταῦτα ἄτοπα καὶ ἀδύνατα διαρρήδην, πῶς οὐχὶ καὶ τεθνεῶτα πάντα γενέσθαι μόνον, ὁμοίως δὲ καὶ ζῶντα μόνον; καὶ ταῦτα γὰρ τῶν ἐν
30ὑποκειμένῳ ἐστὶ καὶ οὐκ ἀμεταβλήτων· ἐπεὶ καὶ τὰ πρότερον ὑποτεθέντα μετρίως ὑπόκειται, ὅτι, εἰ μὴ ἐπὶ ταύτης ὁ κυκλισμός ἐστι δυνατός, οὐδὲ ἐπὶ ἄλλης ἐνδεχόμενος ἔσται, ὑπομενουσῶν τῶν ὑποκειμένων οὐσιῶν τὸν ἐν τοῖς τοιού‐ τοις ἐναντίοις κύκλον. εἰ δὲ ἐπὶ τῶν ὀλιγοχρονίων οὐσιῶν οὐδεὶς ἔσται κύκλος, ἐφ’ ὅσον χρόνον εἰσίν, οὐδὲ ἐπὶ τῶν πολυχρονίων ἔσται καὶ μακροβίων οὐδὲ μακραιώνων,
35ὥστε οὐδὲ ἐπὶ τῶν ἀιδίων οὐσιῶν. οὐδὲ ἄρα τὰς ἐναντίας ἐνεργείας αἱ οὐσίαι προβαλοῦνται τὰς αὐτὰς πολλάκις κυκλιζομένας. πάντα ἄρα ‘συμπεσόντα στήσεται‘ καὶ οὐκέτι ἀνεγερθήσεται, ἵνα μὴ λάθωμεν τὰ ἐναντία περὶ τὴν
μένουσαν οὐσίαν κυκλίζοντες.145

242

λεʹ. —Ὅτι πρὸς τὴν ἑνδεκάτην λέγομεν ὡς τοὺς ζῶντας πρώτως ἀνθρώπους τὸ πρόβλημα ἔλαβεν οὐκ ἐκ τεθνεώτων γενομένους, ἀλλ’ ἐκ μὴ ζώντων μηδὲ ὄντων, ὡς τοὺς πρώτως ἐγρηγορότας αὐτὸς ἐπέστησεν ἐντρεχῶς ὁ Συριανὸς μὴ ἐκ καθευδόντων γιγνομένους· ἀλλὰ μηδὲ γιγνομένους,
5φησίν, ᾗ ἐγρηγορότας, ἀλλ’ ᾗ ἀνθρώπους· ᾗ δὲ ἐγρηγορότας, κατὰ συμβεβηκός. ἡμεῖς δὲ ἐροῦμεν καθ’ αὑτὸ μὲν καὶ τούτους, ἀλλ’ ἐκ μὴ ἐγρηγορότων μηδὲ ὄντων· παντὸς γὰρ ἡ πρώτη γένεσις οὐκ ἐκ τοῦ ἐναντίου εἴδους, ἀλλ’ ἐκ τοῦ μὴ τοιούτου· οὕτω δ’ οὖν καὶ τοῦ ζῶντος ἐκ τοῦ μὴ ζῶντος. ἐπειδὴ δὲ ἐν τῷ ζῶντι συνέζευκται σώματι ἡ ψυχή, εἶτα διαζεύγνυται ἐν τῷ θανάτῳ, τότε
10κυκλίζεται τῶν ἐναντίων ἡ μεταβολή, μᾶλλον δὲ ἐνδέχεται αὐτὴν κυκλίζεσθαι, περὶ μίαν κατὰ ἀριθμὸν ὑπομένουσαν τὴν ψυχήν, ἐφ’ ὅσον ἔστι χρόνον· ἔστι δὲ οὐκ ἐπ’ ἄπειρον οὐδὲ ἐπὶ πολὺν ἐνίοτε, ἐπὶ πλείω δὲ τῆς εἰσάπαξ μόνον τῶν ἐναντίων περὶ αὐτὴν συνισταμένης ἐν κύκλῳ μεταβολῆς. οὐκ ἄρα δείκνυται ἀθάνατος, ἀλλὰ ποτέ· καὶ γὰρ ἀπὸ χρόνου ἤρξατο, ἐν ᾧ καὶ τὸ ζῶν ὑπέστη.
15διόπερ οὐ προϋπῆρχε τοῦ πρώτου ζῶντος, ἐπιδιαμένει δὲ ὅμως μετὰ τὴν τοῦ ζῶντος εἰς δύο διάλυσιν. ὁ μέντοι ἀπὸ τῶν ἀναμνήσεων λόγος ἀποδείξει καὶ ὅτι προϋπάρχειν ἀναγκαῖον αὐτὴν καὶ τοῦ πρώτως ζῶντος· καὶ τότε γὰρ ἂν τῶν ὄντως ὄντων ἀναμνησθείη διὰ τῶν αἰσθήσεων καὶ ἀπὸ τῶν αἰσθητῶν.
19tἘπιλύσεις τῶν τοῦ φιλοσόφου ἀποριῶν κατὰ τὰς
20tἡμετέρας ὑποθέσεις τῶν γενναιοτέρων

243

λϛʹ. —Τὰ μὲν οὖν ἡμῖν προηπορημένα καὶ δὴ λελύσθω τοῦτον τὸν τρόπον. ἐπειδὴ δὲ καὶ ὁ ἐξηγητὴς προαπορήσας καλῶς ἐπελύσατο κατὰ τὸν ἑαυτοῦ νοῦν τὰς ἀπορίας, ἐνίας μὲν ἱκανῶς, ἐνίας δὲ καλλιόνως ἂν λυθείσας κατὰ τὰς ἐκκειμένας ἡμῖν ὑποθέσεις, φέρε ταύτας γε μόνας ἀπολαβόντες ἐπιδράμωμεν λύοντες ὃν
5ἄρτι διεξῄειμεν τρόπον. εἰσὶ δὲ αἱ γενναιότεραι τῶν παρ’ αὐτῷ γεγραμμένων ἃς ἐπιλυτέον.

244

λζʹ. —Ὅτι πρὸς τὴν τρίτην αὐτοῦ τῶν ἀποριῶν λεκτέον ὡς τὸ γενητὸν καὶ ἀγένητον καὶ θνητὸν καὶ ἀθάνατον οὐκ ἔστι τῶν περὶ μίαν οὐσίαν κυκλιζομένων συμβεβηκότων, οὐδὲ ὅλως συμβεβηκότων ἀλλὰ τὴν οὐσίαν αὐτὴν συμπληρούντων, ἐν οἷς καὶ εἰσὶν αἱ τοιαῦται φύσεις. οὐκ ἀπὸ τούτων δέ, ἀλλὰ
5ἀπ’ ἐκείνων ποιεῖται τὴν ἐπιχείρησιν ὁ Σωκράτης, ὡς δέδεικται.147

245

ληʹ. —Ὅτι καὶ πρὸς τὴν τετάρτην τὰ αὐτὰ λέγομεν· οὐσία γὰρ καὶ τὸ σῶμα καὶ τὸ ἀσώματον. εἰ δέ τι ἀσώματον οὐκ οὐσία ἀλλὰ συμβεβηκός, οὐκ ἔστι τοῦτό γε ἐναντίον τῷ σώματι. οὐκοῦν οὐδὲ γίγνεται ἐξ ἀλλήλων τά γε μὴ ἐναντία.

246

λθʹ. —Ὅτι πρὸς τὴν πέμπτην καὶ ὀλίγῳ πρότερον εἴρηται κοινὸς οὗτος λόγος περὶ πάντων τῶν πρώτων ὑφισταμένων εἴτε οὐσιῶν εἴτε συμβεβηκότων, ὅτι οὐκ ἐκ τῶν ἐναντίων εἰ δῶν γίγνεται, ἀλλ’ ἐκ τῶν οἰκείων στερήσεων, οὐ τῶν μετὰ τὸ εἶδος, ἀλλὰ τῶν πρὸ εἴδους λεγομένων, οἷον ἐκ
5τῶν οἰκείων μὴ ὄντων. οὐδὲ γὰρ τὸ πρῶτον μέλαν ἐκ λευκοῦ γέγονεν, ἀλλ’ ἐκ μὴ μέλανος· οὕτως οὖν καὶ τὸ πρῶτον ἐγρηγορὸς ἐκ τοῦ μὴ ἐγρηγορότος, ἀλλ’ οὐκ ἐκ τοῦ καθεύδοντος· οὕτω δὲ καὶ τὸ πρῶτον ζῶν οὐκ ἐκ τεθνεῶτος ὑπόκειται, ἀλλ’ ἐκ μὴ ζῶντος. οὕτω δὲ οὐδὲ κατὰ συμβεβηκὸς ἡμεῖς γε ὁμολογήσομεν γίγνεσθαι.

247

μʹ. —Ὅτι πρὸς τὴν ἕκτην ἐροῦμεν ὡς ὁ χρόνος, εἰ μὲν ἐπισυμβαίνων ληφθείη, ποιήσει τὸν κύκλον τῆς ἀποδείξεως. ‘καὶ μὴν ἐκ βραδυτέρου τὸ θᾶττον‘, φήσει [71a3—4]· καὶ δῆλον ὅτι καὶ ἐκ θάττονος τὸ βραδύτερον· ὥστε καὶ ἡ πρᾶξις φέρε καὶ διὰ πλείονος καὶ δι’ ἐλάττονος χρόνου
5γένοιτο ἂν ἡ αὐτὴ καὶ ἡ κίνησις· ὥστε καὶ τὸ κινούμενον, οὐσία γε ὄν, βράδιον καὶ θᾶττον κινούμενον τὸ αὐτὸ μετρηθήσεται χρόνῳ πλείονι καὶ ἐλάττονι. ὁ μέντοι τῶν ἡλικιῶν χρόνος οὐσιώδης ἐστὶ καὶ ταῖς γενηταῖς οὐσίαις συμπεφυκώς, ᾗ καὶ σὺν τῇ οὐσίᾳ μονοειδῶς εἰς τὸ πρόσω χωρεῖ, τῶν γὰρ οὐσιῶν αἱ ἡλικίαι προποδισμοί τινές εἰσι καὶ ἀναποδισμοί. ὥσπερ οὖν οὐ παραληπτέον χρόνον τὸν
10τῆς γενέσεως καὶ φθορᾶς, ὅτι μηδὲ ταύτας ἡ ἀπόδειξις περιείληφεν, οὕτως οὐδὲ τὸν τῆς οὐσιώδους αὐξήσεως ἢ μειώσεως. εἰ δὲ ἐξ ἐλάττονος καὶ μείζονος γίγνεσθαι λέγει τὸ ἐναντίον [71b2—4], ἀλλ’ ὧν τὸ μέγα καὶ μικρὸν συμβεβηκότα. πάντα γάρ, ὥς φησι Πλωτῖνος [II 6, 1.18—20], τοῖς μὲν συμπληροῖ τὰς οὐσίας, τοῖς δὲ ἐπισυμβαίνει περὶ τὰς οὐσίας· οὐδὲ γὰρ τὸ λευκὸν καὶ μέλαν ἐξ ἀλλήλων
15τὰ οὐσιώδη.

248

μαʹ. —Ὅτι πρὸς τὴν ἑβδόμην ὅτι ὁ αὐτὸς ἀπαντήσεται λόγος μὴ συγχωρῶν ἐν τῷ λόγῳ παραλαμβάνεσθαι τὸν τῶν στοιχείων εἰς ἄλληλα κυκλισμόν· οὐσίαι γὰρ τὰ στοιχεῖα, καὶ αἱ εἰδοποιοὶ αὐτῶν διαφοραὶ οὐσιώδεις εἰσί. τί οὖν πράγματα ἔχομεν τὴν πυρὸς ἢ γῆς εἰς ἄλληλα μεταβολὴν ἢ οὐ
5μεταβολὴν παρεισκυκλοῦντες οὐδεμιᾷ σὺν ἀνάγκῃ; δῆλος γάρ ἐστιν ὁ Σωκράτης
καὶ διὰ τῶν παραδειγμάτων ἁπάντων τὴν περὶ τὰς οὐσίας τῶν συμβεβηκότων ἐπανακύκλησιν εἰσηγούμενος καὶ διὰ τῆς τοῦ ζητουμένου ἐνστάσεως [69e6‐ 70a6], εἰ διαζευγνυμένη ἡ ψυχὴ πάλιν συζεύγνυται τῷ σώματι.149

249

μβʹ. —Ὅτι πρὸς τὴν ὀγδόην εἴρηται πρότερον ὡς οὐ χρεία τοῦ εἶναι τὴν ψυχὴν τοῦ σώματος ἰσχυροτέραν πρὸς τὸ δι’ αὐτῆς ἀποσῴζεσθαι τὸν κυκλισμὸν τῶν ἐναντίων, ἀλλ’ ἡ κοινὴ τῆς οὐσίας φύσις τοῦτον ἀπαιτεῖ, καὶ εἰ τοῦ σώματος εἴη ἀσθενεστέρα ἡ ψυχή. καὶ γὰρ τὸ σῶμα συνεζύγη
5ἂν ἄλλῃ ψυχῇ, εἰ μὴ ἐπεπόνθει τὴν στέρησιν· πρὸς ἣν γοῦν οὐ πέπονθεν, ψυχοῦται ταύτῃ, φύεται γὰρ ἐν αὐτῷ πολλὰ θηρία. εἰ δὲ τὰ στοιχεῖα καθαρθείη τῆς στερήσεως, ψυχωθείη ἂν ἄλλῃ ψυχῇ καὶ ἀνθρωπίνῃ, πλὴν εἰ μὴ φθαίη διαφθαρέντα· ἐπεὶ καὶ τὸ ἄποιον σῶμα, εἰ διαμένοι εἴτε ὡς ἄφθαρτον εἴτε ὡς πολυχρόνιον, ψυχωθῆναι πάλιν ἐνδέχεται, ὥσπερ καὶ ποιωθῆναι.

250

μγʹ. —Ὅτι πρὸς τὴν ἐνάτην ἤδη λέλεκται ὡς ἐπιδιαμένει ἡ ἄλογος καὶ πάλιν εἰσκρίνεται εἰς τὸ ὄστρεον, ἕως ἂν δύνηται διαμένειν, εἴτε ἀεὶ εἴτε ὡς χρόνον ἐπὶ πλεῖστον.

251

μδʹ. —Ὅτι πρὸς τὴν δεκάτην, εἴ τι δεῖ καὶ πρὸς ταύτην εἰπεῖν, ἐκεῖνο ῥητέον, ὡς καὶ ἡ ἀπορία τοῦ Κέβητος καὶ ὁ λόγος τοῦ Σωκράτους πρὸς τὴν ἀπορίαν τὴν περὶ μίαν οὐσίαν τῶν ἐναντίων συμβεβηκότων παρατίθεται συμβαίνουσαν ἐπανακύκλησιν, οἷον περὶ ψυχήν, εἰ χωρισθεῖσα τοῦ σώματος πάλιν
5αὐτῷ πρόσεισιν, ὅ ἐστιν, εἰ αὐτὴ δεκτικὴ παρὰ μέρος ἀπουσίας καὶ παρουσίας τῆς πρὸς τὸ σῶμα.
7tΣυναγωγὴ τοῦ λόγου διὰ βραχέων

252

μεʹ. —Σκοπὸς μέν ἐστι τῷ λόγῳ τὴν ψυχὴν σὺν τῷ ὀργάνῳ γεννηθεῖσαν καὶ τὸν πρῶτον ἄνθρωπον ἐκ μὴ ἀνθρώπου συστησαμένην, ἀλλ’ οὐκ ἐκ τεθνεῶτος,
ἐπιδεῖξαι πάλιν αὐτὸν ὑποστήσουσαν ἐκ τεθνεῶτος, ἵνα δειχθῇ ἐπιδιαμένουσα μετὰ θάνατον· ὥσπερ τῷ ἀπὸ τῆς ἀναμνήσεως λόγῳ τὸ δεῖξαι πρὸ τοῦ ἀνθρώπου151
5τοῦ ζῶντος καὶ πρώτως οὖσαν τὴν ψυχήν, καὶ εἰ μὴ ἐπιδιαμένειν μέλλοι μετὰ θάνατον. καὶ γὰρ τῶν ἄλλων οἰομένων καὶ συγγεννᾶσθαι τῷ σώματι τὴν ψυχὴν καὶ συμφθείρεσθαι, ὁ Σωκράτης δείκνυσιν διὰ μὲν τοῦ πρώτου ὅτι οὐ συμφθείρεται, διὰ δὲ τοῦ δευτέρου ὅτι οὐ συγγεννᾶται, καὶ τοσοῦτόν γε ἰσχύει τῶν λόγων ἑκάτερος. ὁ δ’ οὖν πρῶτός φησιν· εἰ ἡ ψυχὴ οὐσία ἐστὶν ἀσώματος ζωοποιὸς
10τῶν σωμάτων καὶ διὰ τοῦτο μὴ πάσχουσα στέρησιν ζωῆς, περὶ δὲ ἑκάστην οὐσίαν ἐπιτελεῖται τῶν ἐναντίων συμβεβηκότων ὁ κυκλισμός, αὐτῶν μὲν κατ’ εἶδος, τῆς δὲ οὐσίας κατὰ ἀριθμὸν ὑπομενούσης, εἰ μὲν ἀεί, τὸν ἄπειρον καὶ ἐπ’ ἄπειρον χρόνον, εἰ δὲ ἐπὶ χρόνον ὡς πλεῖστον, τὸν πλειστάκις περὶ αὐτὴν κυκλιζόμενον, εἰ δὲ ὀλίγον, τὸν ὀλιγάκις, πάντως δὲ πλεονάκις ἢ ἅπαξ, καὶ διὰ
15τὸ ἐναργὲς οὕτως ἔχον καὶ διὰ τὸ μονιμωτέραν ἑκάστην οὐσίαν εἶναι τῶν οἰκείων συμβεβηκότων, εἰ μὴ βιαιότερον φθαίη διαφθαρεῖσα· —εἰ δὴ ταῦτα οὕτως ἔχει, ὡς δέδεικται πρότερον, ἀναγκαῖον οὕτως ἔχειν καὶ τὰ περὶ ψυχήν· εἰ μὲν ἀθάνατός ἐστιν, ἀπειράκις ἀπιέναι τε ἀπὸ τοῦ σώματος καὶ ἰέναι πάλιν πρὸς αὐτὸ εἴτε θᾶττον εἴτε βράδιον ἀνακάμπτουσαν, εἰ δὲ μακραίων τις ἢ ἄλλως πολυχρόνιος
20ἢ καὶ ὀλιγοχρόνιος, ἐφ’ ὅσον ἀρκεῖ χρόνον, ἐπὶ τοσοῦτον τῇ καθόδῳ καὶ ἀνόδῳ κυκλιζομένην, πάντως δὲ ὑπομένουσαν τὴν εἰς ἄλληλα τῶν ἐναντίων μεταβολὴν πλεονάκις, ὅσον ἐπὶ τῇ δυνάμει τῆς οἰκείας φύσεως. ὅπερ ἔδει δεῖξαι.

253

δʹ. —Ὅτι ἡ ἀνάμνησις οὐκ ἔστιν ὀρεκτικῆς, ἀλλὰ γνωστικῆς δυνάμεως ἐνέργεια· οὐ μὴν οὐδὲ πρώτη, ἀλλὰ δευτέρα τοῦ γνωστοῦ ἀνάληψις· οὐδὲ σῳζομένης ἀδιακόπου τῆς μνήμης, ἀλλὰ μετὰ λήθην (βούλεται γὰρ ἀνανέωσις εἶναι τῆς μνήμης, ὥστε μετὰ παλαίωσιν, ὅ ἐστι λήθη· ἔστι γὰρ ἡ λήθη γνώσεως
5γῆρας)· ἀλλὰ μὴν οὐδὲ χωρὶς γνωρισμοῦ, εἰ γὰρ μὴ ἀναπολήσειεν τὸ γνωστὸν καὶ ὃ λέγεται γνωρίσειεν, πρώτη γίνεται γνῶσις, ἀλλ’ οὐχὶ ἀνάμνησις.

254

εʹ. —Ὅτι συνάγεται ἀνάμνησιν εἶναι ψυχῆς ἐνέργειαν γνωστικὴν δευτέραν
μετὰ λήθην ἀναλαμβάνουσαν τὸ γνωστὸν καὶ ὡς οἰκεῖον γνωρίζουσαν.153

255

ϛʹ. —Ὅτι ἔστι τι καὶ περὶ τὴν ὀρεκτικὴν δύναμιν τοιοῦτον οἷον ἡ ἀνάμνησις ἦν περὶ τὴν γνωστικήν, εἰ καὶ ἀνώνυμόν ἐστιν· ἔσται γὰρ καὶ ἀρετῆς ἀνανέωσις μετὰ ἀποβολὴν αὐτῆς.

256

ζʹ. —Ὅτι ὅ ἐστι περὶ οὐσίαν ἡ ἀφθαρσία καὶ περὶ ζωὴν ἡ ἀθανασία, τοῦτο περὶ γνῶσιν ἡ μνήμη. διὸ καὶ αὕτη πρώτως ἐν νῷ, καθάπερ αἱ ἄλλαι, οὐ μὴν ὡς ἑαυτὸν νοοῦντι (βούλεται γὰρ τὸ μνημονευτὸν ἄλλο ἐν ἄλλῳ εἶναι), ἀλλ’ ὡς ἀεὶ σῴζοντι ἐν ταὐτῷ τὴν μέθεξιν τοῦ πρὸ αὐτοῦ νοητοῦ.

257

ηʹ. —Ὅτι ἐπιστῆσαι χρὴ εἰ τῇ οὐσίᾳ καὶ τῇ ζωῇ τὴν γνῶσιν ἀντιδιαιρετέον, ἀλλ’ οὐχ ὅλην ὁμοῦ τὴν τοῦ ζῴου φύσιν· καὶ δεύτερον εἰ μνήμη ταῖς ἄλλαις ἀναλογεῖ, ἀλλὰ μὴ ἀγνοίας ἀπόφασις, εἰ καὶ ἀνώνυμος, ὡς ἐκεῖ θανάτου καὶ φθορᾶς ἀπόφασις. ἔτι δέ, εἰ καὶ μονιμότης ἑκάστη, ἄλλο ἂν εἴη μονὴ γνώσεως,
5ἐν τῷ γιγνώσκειν ἀεὶ τὸ αὐτὸ θεωρουμένη, ἄλλο ἡ μνήμη, ἐπεὶ καὶ νοῶν ἑαυτὸν ὁ νοῦς μένει, ἀλλ’ ὅμως, ὥς φησιν, οὐ μέμνηται. πρὸς δὲ τούτοις ἐν ἀποστάσει τοῦ γνωστοῦ ἡ μνήμη, τύπου τινὸς αὐτοῦ ἀντίληψις οὖσα καὶ συνοχή, ὡς καὶ αὐτὸς λέγει [Theaet. 191c8—e1]· ὁ δὲ νοῦς καὶ τῷ πρὸ αὐτοῦ νοητῷ ἀεὶ συνήνωται καὶ μᾶλλον ἢ ἑαυτῷ, καὶ οὐκ ἐκείνου τύπον ἔχει, ἀλλ’ αὐτὸ ἐκεῖνο.
10οὐκ ἄρα μνήμη ἐν νῷ· μόνη γὰρ νόησις, ἀλλ’ οὐ μνήμη νοήσεως, εἰ μὴ ἄρα κατὰ ἀναλογίαν τῆς ἀπὸ τοῦ πρὸ αὐτοῦ διαστάσεως καὶ ἀποστάσεως. καὶ αὐτὸς δὲ συννοεῖ κυρίως ἐν ψυχαῖς πρώταις εἶναι τὴν μνήμην διὰ τὸ διεζεῦχθαι τοῦ νοεῖν τὸ νενοηκέναι. αἱ δὲ πρῶται ψυχαὶ λήθην οὐκ ἴσχουσαι δῆλον ὡς ἀεὶ μέμνηνται
πάντων, εἰ καὶ ἄλλοτε περὶ ἄλλα κατὰ τὸ παρὸν ἐνεργοῦσιν.155

258

θʹ. —Ὅτι ὅπου λήθη πρώτως, ἐκεῖ καὶ ἀνάμνησις, εἴπερ μετὰ μνήμης ἀποβολὴν ἡ ταύτης ἀνανέωσις.

259

ιʹ. —Ὅτι ὁδῷ πρόεισιν ἡ γνῶσις· ἀπὸ τῆς ἀεὶ πάντων παρόντων μιᾶς νοήσεως ἡ διπλῆ, τῶν μὲν παρόντων τῶν δὲ ἀπόντων· καὶ ἀπὸ τῆς διπλῆς ἡ τριπλῆ, παρόντων ἀπόντων ἀποβληθέντων. διὸ ἡ μὲν γνῶσις πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη.

260

ιαʹ. —Ὅτι ποιητικὸν μὲν ὁ καὶ τῆς παλιγγενεσίας ὅλης αἴτιος καὶ μερικώτερον ὁ ὑπὸ τοῦτον δαίμων (κάλλιον δέ τινα θεόν)· παραδειγματικὸν δὲ τὸ ἐν νῷ τῷ τοιούτῳ τούτου παράδειγμα· τελικὸν δὲ ἡ ἀνάληψις τῆς πρὸς νοῦν ὁμοιώσεως, δι’ ἧς καὶ ἡ πρὸς τὸ ἀγαθὸν ἕνωσις.

261

ιβʹ. —Ὅτι ἔδει καὶ τὸ ὄργανον εἰπεῖν· εἴη δὲ ἂν ἡ ὅλη φιλοσοφία.

t262-265

Κεφάλαια τοῦ ἐκ τῶν ἀναμνήσεων λόγου

262

αʹ. —Ὅτι πέντε ὑποθέσεις προλαμβάνει τοῦ παντὸς λόγου· αʹ. τὸν ἀναμιμνησκόμενον προεγνωκέναι τοῦτο πάντως δεῖν οὗ ἀναμιμνήσκεται [73c1—2]. συντελεῖ δὲ αὐτῷ πρὸς τὸ συνημμένον· διὰ τούτου γὰρ ἡ ψυχὴ προϋπάρχουσα δειχθήσεται. —βʹ. τὸν ἀπὸ ἄλλου ἄλλου γνῶσιν λαμβάνοντα ἀναμιμνήσκεσθαι
5τούτου οὗ τὴν γνῶσιν προὐβάλετο [73c4—d11]. —γʹ. τὴν ἀνάμνησιν γίγνεσθαι μετὰ λήθην ἢ τὴν ὑπὸ χρόνου ἢ τὴν ὑπὸ ἀνεπισκεψίας γενομένην [73e1—3]. —δʹ. τὴν ἀνάμνησιν γίγνεσθαι ἢ ἀπὸ ὁμοίων ἢ ἀπὸ ἀνομοίων, ἐχόντων δέ τι πρὸς τὸ ἀναμνηστὸν οἰκεῖον [73e5—74a4]. —εʹ. τὸν ἀπὸ ὁμοίων ἀναμιμνησκόμενον ἔχειν τι διορθοῦσθαι τὴν εἰκόνα ἀπὸ τοῦ πρωτοτύπου οὗ ἡ ἀνάμνησις [74a5—8].
10τοῖς δὲ δʹ χρῆται πρὸς ἀπόδειξιν τῆς προσλήψεως.157

263

βʹ. —Τίς ἡ τοῦ λόγου δύναμις ὡς συλλήβδην εἰπεῖν; ὅτι ἡ ψυχὴ ὑπὸ τῶν αἰσθητῶν ἐρεθίζεται προβάλλειν τὰς καθόλου ἐννοίας, εἰ καὶ ἀδιαρθρώτους. πᾶς γὰρ ἂν εἴποι ὅτι δίκαιον ἢ οὐ δίκαιον, καὶ ὅτι ἴσον ἢ οὐκ ἴσον, καὶ τὰ τοιαῦτα· ἀδύνατον δέ ἐστιν, εἰ μή τινας τῶν αἰσθήσεων εἴχομεν πρεσβυτέρας
5ἐννοίας, ἄλλο τι παρὰ τὰ αἰσθητὰ γιγνώσκειν ἢ ταῦτα διορθοῦσθαι ὡς οὐκ ἀληθῆ, μηδεμίαν τῶν ἀληθῶν ἔννοιαν ἔχοντας.

264

Συλλογισμοὶ κατὰ τάξιν πλεκόμενοι [Start of a diagram][Start of a diagram section]πᾶς ἄνθρωπος εὐθὺς γενό‐ μενος[End of a diagram section]
2[Start of a diagram section]αἰσθήσει χρῆται[End of a diagram section]
2[Start of a diagram section]ἐννοεῖ ἀπὸ τῶν αἰσθη‐ τῶν τὰ μὴ αἰσθητά[End of a diagram section]
2[Start of a diagram section]ἢ ἔχει τὴν ἑκάσ‐ του γνῶσιν διηρθρω‐ μένην ἢ ἔσχεν.[End of a diagram section][End of a diagram]
5[Start of a diagram][Start of a diagram section]πᾶς ἄν‐ θρωπος[End of a diagram section]
5[Start of a diagram section]ἢ ἔχει τὴν ἑκάστου γνῶσιν διηρθρωμένην ἢ ἔσχεν, νῦν δὲ ἀδιάρθρωτον ἔχει[End of a diagram section]
5[Start of a diagram section]ἀλλὰ μὴν οὐκ ἔχει· ἔσχεν ἄρα.[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]πᾶς ἄν‐ θρωπος[End of a diagram section]
7[Start of a diagram section]ἔσχε διηρθρωμένην γνῶσιν, νῦν δὲ οὐκ ἔχει[End of a diagram section]
7[Start of a diagram section]δεχόμενος νῦν τὰς ἐπι‐ στήμας ἀναμιμνήσκεται.[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]πᾶς ἄν‐
10θρωπος[End of a diagram section]
9[Start of a diagram section]δεχόμενος τὰς ἐπιστή‐
10μας ἀναμιμνήσκεται[End of a diagram section]
9[Start of a diagram section]ἐπελάθετο
10ὧν προῄδει[End of a diagram section]
9[Start of a diagram section]ἢ πρὸ τῆς γενέσεως
10ᾔδει ἢ ἐν αὐτῇ ἢ μετ’ αὐτήν.[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]πᾶς ἄν‐ θρωπος[End of a diagram section]
12[Start of a diagram section]ἢ πρὸ τῆς γενέσεως ἔσχε τὴν ἐπι‐ στήμην ἢ ἐν αὐτῇ ἢ μετ’ αὐτήν[End of a diagram section]
12[Start of a diagram section]ἀλλὰ μὴν οὔτε τὸ βʹ οὔτε τὸ γʹ· τὸ αʹ ἄρα.[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]πᾶσα ψυχὴ πρὸ
15γενέσεως[End of a diagram section]
14[Start of a diagram section]τὴν ἐπιστήμην ἔσχεν
15ὧν νῦν μανθάνει[End of a diagram section]
14[Start of a diagram section]ἦν πρὸ τοῦ
15σώματος.[End of a diagram section][End of a diagram]

265

γʹ. —Ὅτι τῶν ἓξ συλλογισμῶν οἱ μὲν πρότεροι τρεῖς τὴν πρόσληψιν κατασκευάζουσι, δεικνύντες τὴν μάθησιν οὖσαν ἀνάμνησιν· οἱ δὲ δεύτεροι τρεῖς τὸ συνημμένον, δεικνύντες ὡς, εἰ αἱ μαθήσεις ἀναμνήσεις, ἦν ἡμῶν ἡ ψυχὴ πρὸ γενέσεως.

266

ιγʹ. —Μήποτε, ὡς αἱ μερικαὶ φύσεις τοὺς λόγους ἴσχουσιν ἐν τῇ γενέσει, καὶ αἱ ψυχαὶ οὕτως. —Ἢ εἰ μὲν κατ’ οὐσίαν, πῶς αὐτοὺς ἀποβάλλουσιν; εἰ δὲ
κατὰ μάθησιν, πῶς γεννώμεναι μανθάνουσιν; καὶ δεῖ τὴν μάθησιν ἀνάμνησιν εἶναι καὶ τὴν ἀνάμνησιν μετὰ λήθην. ἔτι δὲ διὰ τί ἴσχουσιν ἐν τῇ γενέσει τὴν159
5γνῶσιν, μέλλουσαί γε αὐτὴν ἀποβάλλειν μετὰ τὴν γένεσιν; φαίνονται γοῦν ἀμαθεῖς εὐθὺς γεννηθεῖσαι ἕως πόρρω τῆς ἡλικίας.

267

ιδʹ. —Μήποτε φύσει γεννώμεθα τὰς κοινὰς ἐννοίας ἔχοντες, ὡς τὰ ἄλογα τὰς ὁρμάς. —Ἢ ἔδει πάντας ἔχειν αὐτάς· πολλοὶ δὲ καὶ ταύτας ἀποβάλλουσι διὰ πολλὴν ἀμαθίαν ἢ πλείστας αὐτῶν. πῶς δὲ ἄνθρωπος διορθοῦται τὰς φυσικὰς καὶ ἀλόγους ὁρμάς; ὁ γὰρ κριτής, εἰ μὲν μετὰ λόγου κρίνοι, ἔχει τὴν ἐπιστήμην·
5εἰ δὲ ἄνευ λόγου, ἔχων ἀπέβαλεν, ὡς οἱ κρίνοντες λόγον ῥητορικόν, οὐκέτι δὲ μεμνημένοι τῶν καθ’ οὓς κρίνουσι κανόνων.

268

ιεʹ. —Διὰ τί μὴ συναναφέρομεν τὸν χρόνον; —Ἢ καὶ ἐν τῷδε τῷ βίῳ πολλάκις τοῦτο πάσχομεν· τί οὖν θαυμαστόν, εἰ καὶ τοσαύτης μεταβολῆς γινομένης ἔτι τὰ ἔνδον ὄντα δρᾷ εἰς ἡμᾶς, οἷα τὰ καθόλου, τὰ δὲ ἐκτὸς οὐκέτι καὶ ὄντα ἄλλοτε ἄλλα;

269

ιϛʹ. —Διὰ τί ἀναμιμνησκόμενοι οὐκ ἐφιστάνομεν ὅτι ἀναμιμνησκόμεθα; καὶ γὰρ ἐν τῷδε τῷ βίῳ πρόσεστι τοῦτο τῇ ἀναμνήσει. —Ἢ μάλιστα μὲν οὐδὲ τοῦτο ἀεί (πολλάκις γὰρ ἀναμνησθέντες ὅμως οἰόμεθα πρώτην ποιεῖσθαι τὴν γνῶσιν, ῥᾷον γάρ τινος ἀνάμνησις γίνεται ἢ ἐπίστασις τῆς ἀναμνήσεως· ἐκκρούεται
5γὰρ τὸ προσεκτικὸν ὡς ἄλλοτε πρὸς ἄλλοις ἀεὶ γιγνόμενον, διότι καὶ μετὰ ἐπιστροφῆς ἡ ἐπίστασις, ἡ δὲ ἄλλη γνῶσις οἷον κατὰ εὐθυωρίαν)· ἄλλως τε καὶ τῆς ψυχῆς πτῶμα τηλικοῦτον πιπτούσης. καὶ γὰρ οἱ μὲν νοσοῦντες ἐπιλανθάνονται ἐνίοτε τῶν ἐν τῇ ὑγείᾳ, οἱ δὲ ὑγιαζόμενοι τῶν ἐν τῇ νόσῳ μέμνηνται πάντως.

270

ιζʹ. —Διὰ τί σπάνιοι αἱ τῆς προβιοτῆς ἐπιστάσεις; —Ἢ ὅτι ἀλλοτρίων εἰσὶ
καὶ ἀπὸ ἀλλοτρίων αἱ τῶν μερικῶν ἐπιστάσεις, αἱ δὲ τῶν καθόλου ἔνδοθεν ἐγείρονται καὶ εἰσὶν ἡμέτεραι καὶ ἅμα ἀπληκτότεραι πρὸς ἐπιστασίαν διὰ τὸ οἰκεῖαι εἶναι καὶ μὴ ξενίζειν. ἄλλως δὲ πλείους αἱ τῶν καθόλου.161

271

ιηʹ. —Τί τὸ ἀναμιμνησκόμενον ὅτι ἀναμιμνήσκεται; —Ἢ ἄλλη δύναμις παρὰ τὰς ἄλλας ἁπάσας, ἀεί γέ τινι τῶν ἄλλων οἷον ἐπιμαρτυροῦσα, ὡς μὲν συνειδὸς ταῖς ὀρεκτικαῖς, ὡς δὲ προσεκτικὸν ταῖς γνωστικαῖς. διόπερ οὐ θαυμαστὸν εἰ
καὶ ἀναμιμνησκόμενοι οὐκ ἐφιστάνομεν, ὥσπερ οὐδὲ ἀναγιγνώσκοντες ἐνίοτε.163

272

ιθʹ. —Ἆρα καὶ τὰ ἄλογα ἀναμιμνήσκεται; —Ἢ εἰ ἐπιλήθεται μετὰ μνήμην, εἶτα πάλιν γιγνώσκει, ἀνανεοῦται τὴν μνήμην, οὐ μὴν καὶ ἐφιστάνει· τοῦτο γὰρ ἤδη ψυχῆς ἐπιστρεφούσης εἰς ἑαυτήν.

273

κʹ. —Ὅτι τοσαῦται αἱ ἀναμνήσεις κατὰ εἶδος, ὅσαι αἱ γνώσεις· νοερά, ὡς ἐν Φαίδρῳ [249b6—c6]· διανοητική, ὡς ἐν Μένωνι [81c5—d5]· δοξαστική, ὡς ἐπὶ τῶν ἀναμιμνησκομένων τῆς προβιοτῆς.

274

καʹ. —Ὅτι οὐ τὰ καθ’ ἕκαστα δι’ ἑαυτῶν αὐτὰ κρίνομεν· ἐσφαλμένα γὰρ ταῦτα καταλαμβάνομεν, καὶ ὅτι ἔσφαλται ταῦτα καταλαμβάνομεν. ἀλλ’ οὐδὲ πρὸς τὰ ἐν τούτοις κοινὰ ἀναφέρομεν· τὰ γὰρ τῶν ἐσφαλμένων κοινὰ καὶ αὐτὰ ἐσφαλμένα, ἐν αὐτοῖς ἔχοντα τὸ εἶναι τοῖς ἐσφαλμένοις. οὐ τοίνυν οὐδὲ τὰ
5ὑστερογενῆ· τῶν γὰρ ἐσφαλμένων ἡ ἀφαίρεσις ἐσφαλμένα παρέχεται. ἀνάγκη ἄρα τοὺς κανόνας εἶναι πρὸ τῶν κρινομένων. ἤτοι οὖν ἐν τῇ φύσει· ἔνυλος δὲ καὶ ἡ φύσις, καὶ οὐκ ἀκριβοῖ τὴν τῶν εἰδῶν οὐσίαν ἅτε μεριστὴ καὶ σωματοειδής. ὥσπερ δὲ πρὸ τῆς φύσεως ἀνάγκη τὴν ψυχὴν ὑποτίθεσθαι ὡς αὐτοκίνητον ἑτεροκινήτου, οὕτω καὶ τὰ τῆς ψυχῆς εἴδη τῶν φυσικῶν προγενέστερα· καὶ δὴ
10καὶ πρὸ τῶν αὐτοκινήτων τὰ ἀκίνητα. κινεῖται δὲ πρῶτα ἐν ἡμῖν τὰ οἰκεῖα καὶ προσεχῆ καὶ ἡ ἀπὸ τῶν αἰσθητῶν μετάβασις εἰς ταῦτα συμμετροτέρα· καὶ γὰρ διὰ τούτων εἰς τὰ νοητὰ μεταβαίνομεν ὀψέ ποτε καὶ μόλις. ὅθεν δὴ καὶ ὁ Σωκράτης εἰς τὰ ψυχικὰ ἡμᾶς ἀνάγει ἐν τούτοις ἀπὸ τῶν αἰσθητῶν δι’ ἀναμνήσεως. καὶ δῆλός ἐστι τοῦτο ποιῶν· ‘ἡμετέραν‘ γὰρ εἶναί φησι τὴν
15τῶν εἰδῶν τούτων οὐσίαν [76e1].165

t275-292

Ἐκ τῶν τοῦ Χαιρωνέως

275

κβʹ. —Ὅτι οὐ τὸ ἐπιστητὸν αἴτιον τῆς ἐπιστήμης, ὡς Ἀρκεσίλαος· οὕτω γὰρ καὶ ἡ ἀνεπιστημοσύνη τῆς ἐπιστήμης αἰτία φανεῖται.

276

κγʹ. —Ὅτι οὐχ ἡ ψυχὴ τρέπει ἑαυτὴν εἰς τὴν τῶν πραγμάτων κατάληψιν καὶ ἀπάτην κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς [SVF II 846]· πῶς γὰρ αἰτία ἑαυτῇ γνώσεως ἡ ψυχὴ καὶ ἀγνοίας, μήπω αὐτὰς ἔχουσα ἀρχήν;

277

κδʹ. —Ὅτι μόνῳ τῷ Πλάτωνι ῥᾷστον ἀποδοῦναι τὸν λόγον, εἰς λήθην καὶ ἀνάμνησιν ἀναφέροντι τὴν γνῶσιν καὶ τὴν ἄγνοιαν.

278

κεʹ. —Ὅτι ἔνεισιν μὲν αἱ ἐπιστῆμαι, κρύπτονται δὲ ὑπὸ τῶν ἄλλων ἐπεισοδίων ὁμοίως τῇ ὑπὸ Δημαράτου πεμφθείσῃ δέλτῳ.

279

κϛʹ. —Ὅτι καὶ τὸ ζητεῖν καὶ τὸ εὑρίσκειν δηλοῖ τὴν ἀνάμνησιν· οὔτε γὰρ ζητήσειεν ἄν τις οὗ ἐστιν ἀνεννόητος οὔτε ἀνεύροι, διά γε ζητήσεως· λέγεται γὰρ εὑρίσκειν καὶ ὁ κατὰ περίπτωσιν.

280

κζʹ. —Ὅτι ἀπόρου ὄντος εἰ οἷόν τε ζητεῖν καὶ εὑρίσκειν, ὡς ἐν Μένωνι [80d5—e5] προβέβληται (οὔτε γὰρ ἃ ἴσμεν, μάταιον γάρ, οὔτε ἃ μὴ ἴσμεν, κἂν γὰρ περιπέσωμεν αὐτοῖς, ἀγνοοῦμεν ὡς τοῖς τυχοῦσιν), οἱ μὲν γὰρ
Περιπατητικοὶ τὸν δυνάμει νοῦν ἐπενόησαν· —ἡμεῖς δὲ ἠποροῦμεν ἀπὸ τοῦ167
5ἐνεργείᾳ εἰδέναι καὶ μὴ εἰδέναι, ἔστω γὰρ εἶναι τὸν δυνάμει νοῦν, ἀλλ’ ἔτι ἀπορία ἡ αὐτή· πῶς γὰρ οὗτος νοεῖ; ἢ γὰρ ἃ οἶδεν ἢ ἃ οὐκ οἶδεν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὰς φυσικὰς ἐννοίας αἰτιῶνται· —εἰ μὲν δὴ δυνάμει, τὸ αὐτὸ ἐροῦμεν· εἰ δὲ ἐνεργείᾳ, διὰ τί ζητοῦμεν ἃ ἴσμεν; εἰ δὲ ἀπὸ τούτων ἄλλα ἀγνοούμενα, πῶς ἅπερ οὐκ ἴσμεν; οἱ δὲ Ἐπικούρειοι τὰς προλήψεις· —ἃς εἰ μὲν διηρθρωμένας
10φασί, περιττὴ ἡ ζήτησις· εἰ δὲ ἀδιαρθρώτους, πῶς ἄλλο τι παρὰ τὰς προλήψεις ἐπιζητοῦμεν, ὅ γε οὐδὲ προειλήφαμεν;

281

κηʹ. —Ὅτι καὶ ἡ ἀλήθεια τὸ ὄνομα δηλοῖ λήθης ἐκβολὴν εἶναι τὴν ἐπιστήμην, ὅ ἐστιν ἀνάμνησις.

282

κθʹ. —Ὅτι καὶ οἱ μητέρα τῶν Μουσῶν τὴν Μνημοσύνην εἰπόντες αὐτὸ τοῦτο ἐνδείκνυνται· αἱ μὲν γὰρ Μοῦσαι τὸ ζητεῖν παρέχονται, ἡ δὲ Μνημοσύνη τὸ εὑρίσκειν.

283

λʹ. —Ὅτι καὶ οἱ πολλοὶ τὸ ἀγνοεῖν ἐπιλελῆσθαι λέγοντες τῷ αὐτῷ μαρτυροῦσιν· ‘λανθάνειν‘ γὰρ ἡμᾶς φαμεν ἅπερ ἀγνοοῦμεν καὶ ‘λαθραῖα‘ πράγματα καλοῦμεν τὰ ἀγνοούμενα.

284

λαʹ. —Ὅτι καὶ προβιοτῆς ἀναμνήσεις ἱστοροῦνται, οἵα καὶ ἡ τοῦ Μύρωνος.

285

λβʹ. —Ὅτι καὶ ὅσοι γαλῆν φοβοῦνται ἢ σαυρὸν ἢ χελώνην, οὓς εἰδέναι αὐτός. καὶ ὁ Τιβερίου ἀδελφιδοῦς ἄρκτους θηρῶν καὶ λέοντας ὅμως ἀλεκτρυόνα οὐδὲ ἰδεῖν ἠδύνατο. φαρμακοπώλην δέ τινα εἰδέναι ὑπὸ μὲν ἀσπίδων καὶ δρακόντων μηδὲν πάσχειν, μύωπα δὲ φεύγειν μέχρι βοῆς καὶ ἐκστάσεως.
5Θεμίσων δὲ ὁ ἰατρὸς τὰ μὲν ἄλλα πάθη πάντα μετεχειρίζετο, τὸν δὲ ὑδροφόβαν εἴ τις καὶ ὠνόμασε μόνον, ἐταράττετο καὶ ὅμοια ἔπασχε τοῖς ὑπ’ αὐτοῦ κατεχομένοις. ὧν αἰτίαν εἶναι τὴν ἀνάμνησιν τῆς προπαθείας.169

286

λγʹ. —Ὅτι αἱ τῶν προπαθειῶν σφοδρότεραι τυποῦσι τὰς μνήμας εἰς δύο γενέσεις· οἷον τὸ Πολεμάρχου καὶ τῶν ἐν Κορίνθῳ ὑπὸ τῷ μεγάλῳ σεισμῷ καὶ τὸ ἐν Ἀμόργῳ τοῦ Δημητρίου ἐγγεγραμμένον τῷ τάφῳ.

287

λδʹ. —Ὅτι ὅμοια πάσχουσι καὶ οἱ ποταμοὺς μᾶλλον ἢ θάλατταν δεδοικότες καὶ οἱ πρὸς τὰ ὕψη ταραττόμενοι.
3tΠαρὰ τοῦ αὐτοῦ συστάσεις ἕτεραι

288

λεʹ. —Ὅτι τὰ νεογενῆ παιδία ἀμειδῆ ἐστι καὶ ἄγριον βλέπει μέχρι τριῶν σχεδὸν ἑβδομάδων ὑπνώττοντα τὸν πλείω χρόνον· ἀλλ’ ὅμως ποτὲ καθ’ ὕπνους καὶ πολλάκις γελᾷ καὶ διαχεῖται. τίνα οὖν τρόπον ἄλλον τοῦτο συμβαίνει ἢ τῆς ψυχῆς τότε ἀπὸ τῆς δίνης τοῦ ζῴου ἀναφερούσης καὶ κατὰ τὰς ἑαυτῆς προπαθείας
5κινουμένης;

289

λϛʹ. —Ὅτι καὶ αἱ πρὸς τάδε ἢ τάδε εὐφυΐαι τοῦτον ἀποβαίνουσι τὸν τρόπον.

290

λζʹ. —Ὅτι τὸ μὲν λέγειν οὕτω πεφυκέναι παχύ τε καὶ ἰδιωτικὸν καὶ ἀρκοῦν πρὸς πᾶσαν ἀπόκρισιν· ἀλλὰ οἷον τὸ πεφυκέναι ζητητέον ὅμως· ἄλλο γὰρ ἄλλου, ὡς τῆς λογικῆς ψυχῆς τὸ ἀπὸ τῶν προεγνωσμένων τὰ παρόντα ἀναγνωρίζειν.

291

ληʹ. —Ὅτι ἔσωθεν ἐκφέρομεν τὰς τῶν ζητημάτων ἐπιστήμας, δηλοῖ τὸ πρὸς τὴν εὕρεσιν συντεινομένους εἴσω βλέπειν.

292

λθʹ. —Ὅτι καὶ ἡ εὐφροσύνη ἐπὶ τοῖς εὑρήμασι δηλοῖ τὸν ἀναγνωρισμὸν τῆς ὅτι μάλιστα οἰκείας ἡμῖν ἀληθείας ἐν τῷ μέσῳ χρόνῳ οἷον ἀπολομένης.

293

μʹ. —Ὅτι Βίων ἠπόρει περὶ τοῦ ψεύδους, εἰ καὶ αὐτὸ κατὰ ἀνάμνησιν, ὡς τὸ ἐναντίον γε, ἢ οὔ· καὶ τίς ἡ ἀλογία; —Ἢ ῥητέον ὡς καὶ τοῦτο γίνεται κατὰ τὸ εἴδωλον τοῦ ἀληθοῦς· τὸ δὲ εἴδωλον εἶναι τοῦτο ὅπερ ἀληθὲς οὐκ ἄν τις
νομίσειεν, εἰ μή πῃ εἰδείη τὸ ἀληθές.171

294

μαʹ. —Ὅτι Στράτων [frg. 126] ἠπόρει, εἰ ἔστιν ἀνάμνησις, πῶς ἄνευ ἀποδείξεων οὐ γιγνόμεθα ἐπιστήμονες, πῶς δὲ οὐδεὶς αὐλητὴς ἢ κιθαριστὴς γέγονεν ἄνευ μελέτης. —Ἢ μάλιστα μὲν γεγόνασί τινες καὶ αὐτοδίδακτοι, Ἡράκλειτος, ὁ Αἰγύπτιος γεωργός, Φήμιος ὁ Ὁμήρου [X 347], Ἀγάθαρχος ὁ γραφεύς.
5εἶτα καὶ αἱ ψυχαὶ πολλῷ τῷ κάρῳ κατεχόμεναι τῆς γενέσεως πολλῆς πρὸς ἀνάμνησιν δέονται τῆς μοχλείας· διὸ καὶ τῶν αἰσθητῶν χρῄζουσιν.

295

μβʹ. —Ὅτι ὡς ἡ φαντασία ἀφ’ ἑνός τινος ὀνόματος ὅλου ἀναμιμνήσκεται βίου, οἷον τοῦ Ἀλκιβιάδου, οὕτω καὶ ἡ λογικὴ μνήμη ἀπὸ τῆς τυχούσης ἀφορμῆς προσεξευρίσκει πλείονα.

296

μγʹ. —Ὅτι ἔοικεν ἡ πρὸς τὸ σῶμα σύνδεσις ἐπιληψίᾳ· καὶ γὰρ ἐν ἐκείνῃ ὀψέ ποτε ἀναφέρουσιν αἱ ψυχαὶ τὰ καθεστῶτα.

297

μδʹ. —Ὅτι εἰ μὲν ἀεὶ πρὸς τὰ πρόσθεν διὰ ἀναμνήσεων αἱ μαθήσεις, ἐπ’ ἄπειρόν εἰσιν αἱ ψυχαὶ ἐπὶ τὰ πρόσω· λείπει δὲ καὶ τὸ ἐπὶ θάτερον μέρος, διόπερ οὔπω ἀθάνατοι. εἰ δὲ ἀπὸ χρόνου γενομένη μετὰ τῆς ἐπιστήμης γέγονεν 〈κατὰ οὐσίαν〉, πῶς ἀποβάλλει αὐτὴν εὐθέως κατὰ οὐσίαν; οὕτω γὰρ κάλλιον
5ἐπιλύσασθαι ἤπερ ὡς ὁ ἐξηγητής· εἰς γὰρ ποικιλίαν ἐξηνέχθη πολλήν.

298

μεʹ. —[72e3—73a3] Ὅτι σαφῶς ὁ Κέβης οὐ τοῦ αὐτοῦ συμπεράσματος ἐπάγει ἄλλην ἐπιχείρησιν, ἀλλὰ τὸ ἀντίστροφον ἐννοεῖ τε καὶ τὸν Σωκράτη ὑπομιμνήσκει δειχθῆναι δυνάμενον τὸ πρὸ τοῦ σώματος εἶναι τὴν ψυχήν. καὶ ταύτῃ οὖν λέγει τὴν ψυχὴν ‘ἀθάνατόν τι‘ εἶναι, ᾗ προϋπάρχει χωριστή.

299

μϛʹ. —Ὅτι τῶν ἄλλων οἰομένων τὴν ψυχὴν καὶ συγγίγνεσθαι τῷ σώματι καὶ συμφθείρεσθαι, τοῦτο μὲν ἀνασκευάζει ὁ πρῶτος λόγος, ἐκεῖνο δὲ ὁ δεύτερος.

300

μζʹ. —[73a7—b2] Ὅτι ἡ μαιευτικὴ ἐρώτησις πρόκλησις οὖσα τῆς κυουμένης ἐπιστήμης ἀναγκαίως δείκνυσιν αὐτὴν προϋπάρχουσαν, ὡς ἔργῳ δείκνυσιν καὶ ὁ Σωκράτης ἐν τῷ Μένωνι [82a7—86a11].173

301

μηʹ. —[74a9—c6] Ὅτι ἔστιν τὰ εἴδη παρενδείκνυταί πως, ὑποτιθέμενος αὐτὰ σὺν ἀποδείξει· εἰ γὰρ πολλὰ τὰ ἴσα, ἀφ’ ἑνὸς ἂν εἴη τοῖς πολλοῖς τὸ αὐτό, καὶ δῆλον ὅτι ὄντος, καὶ δῆλον ὅτι ἐν οὐδενὶ τῶν καθ’ ἕκαστα ἐν οἷς τὰ πολλὰ ἴσα· πρὸ αὐτῶν ἄρα, εἴπερ ταῦτα ἀπ’ αὐτοῦ, διὸ καὶ ‘ἕτερα‘ αὐτοῦ εἴρηται [b7].
5εἶτα δευτέραν ἐνδείκνυται ἀπόδειξιν [b7—c6] τὰ ἐν ὕλῃ ἴσα παραχραινόμενα λέγων τῇ οἰκείᾳ στερήσει, τὰ δὲ αὐτὰ καθ’ ἑαυτὰ ἀκραιφνῆ· πάντως δὲ ὅτι τὰ τέλεια τῶν μὴ τελείων πρεσβύτερα.

302

μθʹ. —Ὅτι ποτὲ μὲν ‘ἴσον‘ [74a10—12; c4—5], ποτὲ δὲ ‘αὐτὰ 〈τὰ〉 ἴσα‘ [74c1] λέγει, ἢ εἰς τοὺς πολλοὺς ἀποβλέπων νόας, ὧν ἐν ἑκάστῳ τὸ αὐτοΐσον· ἢ τὸ μὲν ἓν τῷ νῷ ἀποδοτέον, τὸ δὲ πεπληθυσμένον τῇ ψυχῇ, ἐν ταύτῃ γὰρ καὶ τὸ ἓν πολλὰ διὰ τὴν ἐν αὐτῇ πρὸς αὐτὴν ὑπόβασιν.

303

νʹ. —[74d9—75a4] Ὅτι κατ’ οὐσίαν ἡ εἰκὼν οὖσα συμπάσχει τῷ οἰκείῳ παραδείγματι καὶ ‘ὀρέγεται‘ αὐτοῦ ὡς αἰτίου, ὅπου γε καὶ αἱ τεχνηταὶ εἰκόνες κατὰ ψιλὴν ἀφομοίωσιν ὅμως ἐλλάμπονται ὑπὸ θεῶν.

304

ναʹ. —[75a5—8] Πῶς ‘οὐ δυνατὸν ἐννοῆσαι‘ μὴ διὰ τῶν αἰσθητῶν τὰ νοητά; —Ἢ τάς γε πλείστας τῶν ψυχῶν.

305

νβʹ. —[75a1—3] Ὅτι ᾗ μὲν ‘ὀρέγεται‘, ἀπ’ αὐτῶν, ᾗ δὲ ‘ἐνδεῖ‘, ἐκτὸς αὐτῶν.

306

νγʹ. —[75b1—2] Ὅτι τὸ ‘ὅ ἐστι‘ δηλοῖ μὲν καὶ τὸ ὄντως ὄν, δηλοῖ δὲ καὶ τὸ ἀπηλλαγμένον τῶν ἐν τῇ γενέσει περιφυομένων.

307

νδʹ. —[75b4—d6] Εἰ τὰ ἐπιστητὰ πρὸ τῶν αἰσθητῶν, ἀνάγκη καὶ τὰς ἐπιστήμας εἶναι πρὸ τῶν αἰσθήσεων, ὥστε καὶ τοὺς ἐπισταμένους πρὸ τῶν αἰσθανομένων, ὥστε καὶ ἕκαστος ἐπιστάμενος πρὸ αἰσθανομένου αὐτὸς ἑαυτοῦ· εὐθὺς δὲ γεννηθέντες αἰσθανόμεθα· πρὸ τοῦ γεννηθῆναι ἄρα ἠπιστάμεθα. διό φησιν
5ἐξ ὑποθέσεως εἶναι ταῦτα [76d7—e7].

308

νεʹ. —[75e2—3] Ὅτι ἐν τῇ πρώτῃ γενέσει ἡ σφοδροτάτη μεταβολή ἐστιν· αὕτη δὲ ἐκπλήσσει τὴν μνήμην καὶ ταράττουσα λήθην ἐμποιεῖ. τότε ἄρα οὐκ
ἂν ἐλάβομεν ἐπιστήμην· πρότερον ἄρα τοῦ σώματος· ἤτοι δὲ προσεχῶς, ὡς ἐπὶ τῶν ‘νεοτελῶν‘ [Phaedr. 250ei] ἢ τῶν ἐκ φιλοσοφίας [ib. 248d2—3],175
5ἢ καὶ ἐκ προγενεστέρων ἔτι βίων.

309

νϛʹ. —[77a8—b9] Ὅτι ὡς πρὸς τὸν δεύτερον λόγον ἀπιδὼν ὁ Σιμμίας οὐκ ἀποδεικνύναι φησὶν αὐτὸν τὸ καὶ ἐπιδιαμένειν ἐν Ἅιδου· οὐδὲ γὰρ ἐκεῖνος τὸ πρὸ τῆς γενέσεως. διόπερ ὁ Σωκράτης ἐκ τῶν δύο λόγων συνάγει τὴν μίαν ὅλην ἀπόδειξιν.

310

νζʹ. —[77e5] Ὅτι ὁ παῖς ἐν μὲν τῷ λόγῳ παρὰ φύσιν ἀπαίδευτος, ἐν δὲ τῷ ἀλόγῳ κατὰ φύσιν τὴν ἑαυτοῦ, ἐν δὲ τῷ σώματι καθ’ ἡλικίαν.

311

νηʹ. —Ὅτι Πλωτῖνος ὁ μέγας [IV 7?] ἀθάνατον ἀποφαίνει τὴν ψυχὴν ἀσώματόν τε ἀποδείξας καὶ χωριστήν· τὰς δὲ τοῦ λόγου ἀφορμὰς οὗτος ὁ λόγος αὐτῷ παρέδωκεν, τὸ μὲν ἀσύνθετον [78c1—9], ὅτι ἀσώματος, τὸ δὲ δεσποτικόν [79e8—80a5], ὅτι χωριστή.
5 Κάλλιον δέ, μήτε τὸν αὐτὸν λόγον ποιεῖν· οὐ γὰρ τοῖς δύο τοῦ θανάτου τρόποις ἢ τῆς φθορᾶς ὁ Πλάτων κέχρηται οἷς ὁ Πλωτῖνος, οὐδὲ τὸν αὐτὸν ποιεῖται σκοπὸν τῆς ἀποδείξεως, ἀλλ’ ὅτι πολυχρονιωτέρα τοῦ σώματος ἡ ψυχῆς οὐσία ἅτε ὁμοιοτέρα τοῖς ἀθανάτοις· καὶ εἰ ἦν δὲ ὁ αὐτὸς λόγος, οὐ διὰ τοῦτο ἀτιμαστέος πρὸς τὴν τελέαν ἀθανασίαν (παντὸς γὰρ σώματος ἀποδείκνυται χωριστὴ τῷ
10αὐτῷ λόγῳ), ἀλλ’ ὅτι ἴσως ὑπολείπεται καὶ καθ’ ἑαυτὴν οὖσαν ὅμως ἐν χρόνῳ πολλῷ ἀπαγορεύειν, ὡς δηλοῖ καὶ τὸ συμπέρασμα τοῦ λόγου [80d5—e1] καὶ ὁ
Κέβης ὕστερον ὑποτιθέμενος [86e6—88b8].177

312

νθʹ. —Τίνες αἱ τοῦ λόγου ὑποθέσεις; μία μέν, διττὰ εἶναι τὰ εἴδη, τὰ μὲν ὄντα τὰ δὲ γιγνόμενα· ἑτέρα δέ, τοσάδε εἶναι καὶ τοιάδε τὰ ἑκατέρων οἷον στοιχεῖα·

312col1

(3)

ὄντων θεῖον
5ἀθάνατον νοητόν μονοειδές ἀδιάλυτον
κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχονColumn end

312col2

(3)

γιγνομένων σωματικόν
5οὐκ ἀθάνατον ἀνόητον πολυειδές διαλυτόν
ἄλλοτε ἄλλως ἔχονColumn end

313

ξʹ. —Ὅτι ‘θεῖα‘ τὰ ὄντα ὡς θεῶν ἐξημμένα προϋπαρχόντων.

314

ξαʹ. —Ὅτι ‘ἀθάνατα‘ ὡς κατὰ φύσιν αἰώνια· ὧν γὰρ οὐδὲν ἄπεστιν, οὐδὲ ζωή ποτε ἂν ἀπείη.

315

ξβʹ. —Ὅτι ‘νοητά‘ ἐστιν ὡς νοητικά· δηλοῖ δὲ τὸ ἀντικείμενον τοῖς γιγνομένοις ὑπάρχον, τὸ ἀνόητον. εἴρηται δὲ καὶ ἐν Τιμαίῳ ἡ λέξις ἐπὶ τῆσδε τῆς σημασίας.

316

ξγʹ. —Ὅτι ‘μονοειδῆ‘ ὡς μόνον εἴδη καὶ ἁπλᾶ εἴδη καὶ ἀμέριστα ὡς ἓν μόνον.

317

ξδʹ. —Ὅτι τὸ ‘ἀδιάλυτον‘ ὡς ἑπόμενον τῷ ἀμερίστῳ καὶ ἀμερεῖ καὶ πάμπαν ἀδιαστάτῳ· τὸ γὰρ διαλυόμενον εἰς τὰ ἐξ ὧν ἐστι διαλύεται.

318

ξεʹ. —Ὅτι τὰ ὄντα νοητὰ ᾗ ὄντα ‘ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει‘· ἐν γὰρ τῷ κυρίως ὄντι καὶ πρώτως οὐδὲν μὴ ὂν οὔτε ἦν οὔτε ἔσται· πάντῃ οὖν ἀπαράλλακτα.179

319

ξϛʹ. —Ὅτι τὰ γιγνόμενα μερικώτερον εἴρηται ‘ἀνθρώπινα‘, ἐπεὶ ἐν ἄλλοις [Laws I 631b6—d1] ὡς σωματικὰ ἀντιδιαιρεῖ τοῖς θείοις ὡς μετέχουσι θεῶν μετεχόμενα δὲ κάτωθεν ὑπὸ σωμάτων. Κάλλιον δέ, ὡς μάλιστα ἡνωμένοις μάλιστα διεσκεδασμένα.

320

ξζʹ. —Ὅτι ἁπλῶς μὲν πάντα ‘οὐκ ἀθάνατα‘ κατὰ τὸν Τίμαιον [41b2], νῦν δὲ τοῖς ‘ἀνθρωπίνοισ‘ τὸ ‘θνητὸν‘ συνέζευξεν.

321

ξηʹ. —Ὅτι οὐκ ἔχει ‘νοῦν‘ τὰ σωματικά· οὐδὲ γὰρ αἴσθησιν, ὅσον ἐφ’ ἑαυτοῖς.

322

ξθʹ. —Ὅτι ‘πολυειδὲσ‘ ὡς ἐκ πολλῶν συμπεφορημένον ἕκαστον καὶ ὡς μεριστὸν καὶ ὡς ἔνυλον.

323

οʹ. —Ὅτι ‘διαλυτὸν‘ ὡς σύνθετον ἐκ πολλῶν· διαλύεται δὲ ᾗ συνετέθη, ἢ λόγῳ μόνον ἢ χρόνῳ.

324

οαʹ. —Ὅτι ‘οὐδέποτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτωσ‘· μεταβάλλεται γὰρ ἢ ταῖς ἐνεργείαις ἢ καὶ ταῖς οὐσίαις.

325

οβʹ. —Ὅτι διὰ τριῶν ἀφορμῶν δείκνυσι τὸ μὲν σωματικὸν ἡμῶν τῷ αἰσθητῷ ὁμοιότερον, τὸ δὲ ψυχικὸν τῷ νοητῷ· ἀπὸ τοῦ ὁρατοῦ καὶ ἀοράτου [79b1—c1], ἀπὸ τῆς νοήσεως καὶ αἰσθήσεως [79c2—e7], ἀπὸ τοῦ ἄρχειν καὶ ἄρχεσθαι [79e8—80a9]· ἔστι δὲ τοῦτο μὲν τῆς πρακτικῆς δυνάμεως καὶ ἐνεργείας, τὸ
5δὲ δεύτερον ἀπὸ τῆς γνωστικῆς, τὸ δὲ πρῶτον ἀπὸ τῆς οὐσίας, αἰσθητῆς τε καὶ νοητῆς.

326

ογʹ. —[79b1—c1] Εἰ τὸ μὲν σῶμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατον, ὅ ἐστι λογισμῷ
ληπτὴ μόνῳ, δῆλον ὡς ἡ μὲν τοῖς νοητοῖς ὁμοιοτέρα, τὸ δὲ τοῖς αἰσθητοῖς.181

327

οδʹ. —[79c2—e7] Εἰ ἡ μὲν νόησις εἰς νοῦν αὐτὴν ἀνάγει καὶ διατίθησι κατὰ φύσιν, ἡ δὲ αἴσθησις εἰς σῶμα καὶ παρὰ φύσιν, δῆλον τὸ συμπέρασμα.

328

οεʹ. —[79e8—80a9] Εἰ αὐτὴ μὲν ἄρχει, ὥσπερ ὁ νοῦς, τὸ δὲ σῶμα ἄρχεται, ὡς ἡ γένεσις, καὶ τοῦτο δῆλον.

329

—. — [Start of a diagram][Start of a diagram section]ἡ ψυ‐ χὴ[End of a diagram section]
1[Start of a diagram section]ὁμοιοτέρα τῷ νοητῷ[End of a diagram section]
1[Start of a diagram section]ὁμοιοτέρα τῷ ἀθανάτῳ[End of a diagram section]
1[Start of a diagram section]μᾶλλον ἀθάνατον, πολυ‐ χρονιώτερον τοῦ σώματος.[End of a diagram section][End of a diagram]

330

οϛʹ. —[78d1—7] Ὅτι ζητήσειεν ἄν τις, περὶ ποίων λέγει εἰδῶν ὡς ἀδιαλύτων. εἰ μὲν γὰρ περὶ τῶν ἐν ἡμῖν καὶ τὴν ψυχὴν συμπληρούντων, πῶς τούτοις ὁμοιοτέρα ἡ ψυχή, ἀλλ’ οὐκ ἄντικρυς ἡ αὐτή; πῶς δὲ ὑποτίθεται ἀθάνατα, ἵνα δειχθῇ ἡ ψυχὴ πολυχρονιωτέρα; εἰ δὲ τὰ νοητά, πῶς περὶ τούτων αἱ ἐρωτήσεις
5καὶ ἀποκρίσεις γίγνονται; οὐδεμία γὰρ τῶν νοητῶν ἐπιστήμη, ὡς ἐν Ἐπιστολαῖς [VII 342a7—343d2] εἴρηται, οὐδὲ λόγος, οὐδὲ ὄνομα. —Ἢ ῥητέον ὅτι περὶ αὐτῶν, εἰ καὶ περὶ τῶν ἀπ’ αὐτῶν· ἐφαπτόμενος γάρ πως καὶ ἐκείνων, εἴπερ κατορθοῖ.

331

οζʹ. —[78c1—4] Πῶς οὐχὶ καὶ ὁ κόσμος ἔσται λυτός, εἴπερ σύνθετος; —Ἢ τῷ δήσαντι λυτός, εἴπερ ἐκεῖνος λυτικός, ὅπερ οὐκ ἔστι. συνετέθη γὰρ καλῶς, ὥστε ἀγαθὸς ὢν οὐ λύσει, οὐδὲ λυτὸν ἐποίησε. 〈Κάλλιον δὲ λέγειν ὅτι καὶ λυτὸν ἐποίησε·〉 σύνθετον γὰρ ἀίδιον ἐποίησεν,
5ὥστε καὶ λυτὸν ἀίδιον, εἴπερ λυτὸν πάντως τὸ σύνθετον· καὶ λυόμενόν γε ἀεί, καὶ γὰρ ἀεὶ συντιθέμενον. ὡς γὰρ ὁμοῦ τὸ πᾶν γινόμενον καὶ ἀπολλύμενον, οὕτω συντιθέμενον καὶ λυόμενον· ἅμα γὰρ τῇ συγκρίσει καὶ ἡ διάκρισις ἐν αὐτῷ. ‘πῶς δέ μοι ἕν τε τὰ πάντα ἔσται καὶ χωρὶς ἕκαστα‘ [Orph. frg. 165.1].

332

οηʹ. —[79a1—4] Πῶς ὡς ἐξαίρετόν φησι τῶν νοητῶν τὸ μὴ χρῆσθαι αἰσθήσει;
οὐδὲ γὰρ πρὸς τὰ διανοητά. —Ἢ πρὸς μὲν ταῦτα κατὰ γοῦν ἀνάμνησιν ἡ χρῆσις ἂν παραληφθείη τῶν αἰσθητῶν, πρὸς δὲ ἐκεῖνα ἀπὸ τῶν διανοητῶν ἡ ἀνάμνησις καὶ ἀπὸ τούτων ‘ἐπίληψισ‘ [a3], ἀλλ’ οὐ λῆψις ἁπλῶς.183

333

οθʹ. —[79b7—8] Πῶς ἀόρατον ἡ ψυχὴ ‘ὑπὸ ἀνθρώπων‘; εἰ γὰρ καὶ ὑπὸ ἄλλων κρειττόνων, σωματικὴ ἂν εἴη. —Ἢ πᾶν ὁρατὸν καὶ ὑπὸ ἀνθρώπων ποτὲ ὁρατόν, τετραχῶς· ἢ κατὰ τὴν κοινὴν αἴσθησιν, ἢ κατὰ φυσικὴν τοιάνδε κατασκευήν, ἢ διὰ τῶν φυσικῶν δυνάμεων τετεχνασμένην, ἢ ἐνθουσιῶσαν.

334

πʹ. —[79d6] Πῶς ‘πάθοσ‘ ἡ φρόνησις, καίτοι συνάπτουσα πρὸς τὰ νοητά; —Ἢ ὅτι οὐ μόνον ἐνέργεια τῆς ψυχῆς, ἀλλὰ καὶ πεπονθυῖα τὸν νοῦν κατὰ ἀφομοίωσιν.

335

παʹ. —[79c2—9] Πῶς αἰτίαι πλάνης αἱ αἰσθήσεις, ‘δι’ ὧν τὸ φιλοσοφίας ἐπορισάμεθα γένοσ‘ [Tim. 47a7—b1]; —Ἢ τοῖς μὲν ἀναμιμνησκομένοις εἶτα ἀφισταμένοις τοῦτο ἀληθές, τοῖς δὲ ἐγκαταμένουσι καὶ πιστεύουσιν ἐκεῖνο.

336

πβʹ. —[80a10—c1] Πῶς τὸ ὅμοιον τῷ ἀδιαλύτῳ ἀδιάλυτον; οὐδὲν γὰρ ὅμοιον ταὐτὸν ᾧ ἐστιν ὅμοιον. —Ἢ μᾶλλόν γε τοῦ σώματος ἀδιάλυτον συμπεραίνεται.

337

πγʹ. —Εἰ τὸ ὁμοιότερον πρὸς τὸ νοητὸν μονιμώτερον, πῶς ἡ ὕλη μονιμωτέρα τῶν εἰδῶν; —Ἢ ὅτι, φησίν, οὐ δεσπόζει. Ἀλλ’ ὅμως ἧττον ὁμοία τοῦ εἴδους, ἐπεὶ οὐδὲ νοερά. κάλλιον οὖν εἰπεῖν ὅτι μᾶλλον τὸ εἶδος ἔστι χωριζόμενον ὕλης ἢ ἡ ὕλη μὴ διακρατουμένη ὑπὸ τοῦ εἴδους.

338

πδʹ. —Πῶς ἡ ἐν ὑποκειμένῳ ζωὴ οὐ μονιμωτέρα, καίτοι οὖσα ὁμοιοτέρα
τῷ νοητῷ τοῦ γε σώματος; —Ἢ οὐδὲ αὕτη δεσπόζει, φησίν, οὐδὲ γιγνώσκει. Ἀλλ’ ὅμως ἀόρατον· ἔδει οὖν τὸν αʹ λόγον κρατεῖν. κάλλιον οὖν λέγειν ὅτι τὰ τοιαῦτα πάντα, οἷον ἡ ζωὴ ἡ ἐν ὑποκειμένῳ, ἡ φύσις, τὸ εἶδος,185
5τῶν γενητῶν ἐστιν, πρὸς ἃ ἡ τῶν μέσων ἀφομοίωσις, ὡς ἐνίων πρὸς τὰ νοητά. εἰ δὲ καὶ ταῦτα διαιρῶν τις ἐπιζητοῖ τὰ ὅμοια, μαθέτω μὴ πάντῃ ποιούμενος τὴν ὁμοίωσιν, ἀλλὰ πῇ μὲν τῆς ζωῆς, πῇ δὲ τοῦ σώματος. εἰ δὲ καὶ ἐν ῥοῇ ὂν τὸ σῶμα συνέχει, μονιμωτέρα ἡ συνέχουσα τοῦ συνεχομένου.

339

πεʹ. —[79e8—80a9] Πῶς δείκνυται ἡ ψυχὴ τοῦ σώματος ἄρχουσα; —Ἢ κατὰ τὰ ἑπτὰ ἀρχικὰ ἀξιώματα τὰ ἐν Νόμοις [III 690a1—c9]· καὶ γὰρ συναιτία, καὶ εὐγενεστέρα ὡς ἀπὸ αἰτίας ἀκινήτου, καὶ πρεσβυτέρα ὡς προϋπάρχουσα, καὶ δεσποτικωτέρα ὡς κινοῦσα, καὶ ἰσχυροτέρα ὡς συνέχουσα, καὶ φρονιμωτέρα ὡς
5προβουλευομένη, καὶ εὐτυχεστέρα ὡς λαχοῦσα οὐ ληχθεῖσα.

340

πϛʹ. —[78c1—5] Ὅτι ἀσύνθετόν ἐστιν οὐ τὸ ἀπλήθυντον πάντως, ἀλλ’ ἐν ᾧ τὸ ἓν ἐπικρατεῖ τῶν πολλῶν, ὥστε τοῦ ἑνὸς εἶναι τὸ πλῆθος· σύνθετον δέ, ἐν ᾧ κρατεῖται τὸ ἓν ὑπὸ τῶν πολλῶν, ὥστε τῶν πολλῶν εἶναι τὸ ἓν οἷον συνοχήν, ἐκεῖ δὲ τὰ πολλὰ τοῦ ἑνὸς οἷον πρόοδος. οὕτω μὲν οὖν ὁ νοῦς ἀσύνθετος, ἐκείνως
5δὲ τὸ ἔνυλον εἶδος σύνθετον ἅπαν. ἡ δὲ ψυχὴ μέσως μὲν ἔχει συνθέσεως καὶ ἀσυνθεσίας, ὅμως δὲ μᾶλλον ἀσύνθετος· εἰ γὰρ καὶ ἀμφίβιος, ἀλλὰ κρείττων αὐτή γε ἑαυτῆς εἰς τὸ ἀσύνθετον ἀναφεύγουσα, κατὰ δὲ τὸ κρεῖττον ἕκαστον εἰδοποιεῖται.

341

πζʹ. —[78c6—9] Ὅτι οὐδεμίαν μεταβολὴν τὸ ἓν παρέχεται· ἐν πλήθει γὰρ
ἡ μεταβολή, ἄλλο γὰρ μετ’ ἄλλο. διὸ τὸ ‘κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν‘ τεκμήριον ποιεῖται τοῦ ἐπικρατεῖν τὸ ἕν, ὅ ἐστιν ἀσύνθετον ἕν, καὶ τὸ ‘ἄλλοτε ἄλλωσ‘ τοῦ μὴ ἐπικρατεῖν τὸ ἕν, ἀλλὰ τὸ πλῆθος.187

342

πηʹ. —Ὅτι ὁ μεταβολῆς αἴτιος πληθυσμὸς τῶν μὲν ἐν ταῖς οὐσίαις ἡνωμένων μεταβάλλει τὰς οὐσίας, τῶν δὲ ἐν ταῖς ἐνεργείαις τὰς ἐνεργείας. αἱ γὰρ ἐπὶ τὸ ἔσχατον ἐλθοῦσαι τῆς τοῦ ἑνὸς ἐπικρατείας οὐσίαι ἐν ταῖς ἐνεργείαις ἐλέγχουσιν τοῦτο τὸ ἔσχατον μικρὸν ἀπὸ τῶν οὐσιῶν ἀποστᾶσαι εἰς τὸ ἐκτὸς ἅμα καὶ εἰς
5μεταβολήν.

343

πθʹ. —[78d1—9] Ὅτι πᾶν εἶδος ‘αὐτὸ ὂν ὅ ἐστι μονοειδὲς καθ’ αὑτό‘, διότι μὲν καθ’ αὑτὸ καὶ αὐτὸ ὅ ἐστιν, αὔταρκές ἐστι καὶ ἐν ἑαυτῷ καὶ ἑαυτοῦ διακορές, διότι δὲ μονοειδές, ἀδιαίρετον εἰς μεταβολήν.

344

ϙʹ. —[78d10—e5] Ὅτι πᾶν εἶδος εἰκονικὸν πολλὰ ἕκαστον· μεριστὸν γάρ· πεφυκὸς ἄρα μερίζεσθαι εἰς μεταβολήν. οὐ γὰρ πολλὰ τῷ ἐν πολλοῖς, ἀλλὰ καὶ τὸ ἐν ἑνὶ πολλὰ ὡς μεμερισμένον καὶ οἷον παραλελυμένον. διόπερ οὐδέποτε κατὰ τὰ αὐτὰ ἔχει· διέστηκε γὰρ αὐτὸ πρὸς ἑαυτὸ εἰς ἑτερότητα, μᾶλλον δὲ διασπασμόν.

345

ϙαʹ. —[78e2] Ὅτι ‘ὁμώνυμοι‘ τοῖς παραδείγμασιν αἱ εἰκόνες, ὡς μόνου τοῦ ὀνόματος τὴν ταὐτότητα σῴζοντος, τοῦ δὲ πράγματος ἐκστάντος ἀπὸ τοῦ παραδείγματος εἰς εἰκόνα.

346

ϙβʹ. —Πῶς ἐκείνων τὰ ὀνόματα πρώτων, εἴπερ οὐκ ἔστιν αὐτῶν ὀνόματα; —Ἢ ἔστι μὲν τὰ ὀνόματα κυρίως τῶν διανοητῶν καὶ μέσων εἰδῶν· ἐπειδὴ δὲ ἐνδείκνυταί πως καὶ ἐκεῖνα, ὁπωσοῦν δοκεῖ τι καὶ ἐκείνων παρασημαίνειν.

347

ϙγʹ. —[80c2—e1] Ὅτι εἰ ἡ ψυχὴ συνέχει τὸ σῶμα πρὸς τὸ εἶναι, οὐσιωδεστέρα ἐστὶν αὐτοῦ καὶ ἰσχυροτέρα, ἅτε μηδὲ δεομένη τι αὐτοῦ. εἰ τοίνυν τοῦτο ἐπιμένει πλείω χρόνον μετὰ θάνατον, πόσῳ γε μᾶλλον ἐκείνη;

348

ϙδʹ. —[80d7] Ὅτι ὁ Πλούτων ‘ἀγαθὸς καὶ φρόνιμοσ‘ ἀνυμνεῖται ὡς ἀποδιδοὺς ταῖς ψυχαῖς τὴν ἀρετὴν καὶ ἐπιστήμην, ἣν κατὰ τὴν γένεσιν ἀπώλεσαν. διὸ καὶ
Πλούτων, ὅτι ἐξιᾶται αὐτῶν τὴν ὑλικὴν χρησμοσύνην· καὶ ἔτι Ἅιδης, ὅτι ἀποτρίβεται αὐτῶν ὅσον ἐγκέκαυται ὁρατόν, ὡς δηλοῖ ἡ Ἄϊδος κυνῆ λεγομένη,189
5ἀποκαθαίρει δὲ ἀπὸ τῶν ἑπομένων κακῶν τῇ πρὸς τὸ ὁρατὸν συμπαθείᾳ.

349

ϙεʹ. —[81a4—5] Πῶς λέγεται ‘εἰς τὸ ὅμοιον ἀπιέναι‘; πῶς γὰρ τὸ νοητὸν τῷ διανοητῷ ὅμοιον; οὐδὲ γὰρ ὁ Σωκράτης ἐοικέναι λέγεται τῇ ἑαυτοῦ εἰκόνι. —Ἢ τάχα καὶ τὸ παράδειγμα τῇ εἰκόνι ὅμοιον ὡς ἐξομοιοῦν ἑαυτῷ τὴν εἰκόνα. ὡς γὰρ ἡ πληγὴ διττή, ἡ μὲν τοῦ πλήττοντος, ἡ δὲ τοῦ πληττομένου, οὕτω
5καὶ ἡ ὁμοίωσις.

350

ϙϛʹ. —[81a5—6] Ὅτι τὸ εὔδαιμον κατὰ τὴν τοῦ εὖ μέθεξιν ἀπὸ τοῦ κρείττονος εἴληπται, δηλοῖ εἰπὼν ‘οἷ ἀφικομένῃ ὑπάρχει εὐδαίμονι εἶναι‘.

351

ϙζʹ. —[81a8—9] Ὅτι ‘μετὰ θεῶν διάγουσιν‘ οἱ ‘ὡς ἀληθῶς μεμυημένοι‘, τουτέστιν εἰς τὸ ἓν τό τε ἑαυτῶν καὶ τὸ ἐκείνων ἀναφυγόντες. ἀμύητοι δέ εἰσιν οἱ ἀντιστρόφως διακείμενοι, οἱ τῷ σώματι συμπεπληθυσμένοι καὶ πρὸς τοῦτο διαχαίνοντες· ὅθεν οὗτοι κἂν χωροῖεν πρὸς τὸ ὅμοιον.

352

ϙηʹ. —[81c4—d4] Ὅτι ἄλλο παρὰ τὸ σῶμα τὸ ‘σωματοειδέσ‘· τοῦτο γὰρ τῆς ψυχῆς ἐστι πάθος ἀπὸ τοῦ σώματος ἐγγενόμενον. ἔστι δὲ καὶ τὸ ‘εἴδωλον‘ σωματοειδές, ἐκ τῆς τοιαύτης ζωῆς καί τινος λεπτοτέρου σώματος, ὃ καὶ ‘βαρύνεσθαι‘ καὶ ‘ὁρᾶσθαι‘ λέγει ‘περὶ τοὺς τάφουσ‘· διὸ ‘συνακολουθεῖν‘ αὐτῇ
5λέγεται [el]. ὃ ‘παρέχονται αἱ ψυχαὶ‘ ὅσαι ἔτι ἐνδέδενται τῷ ὁρατῷ· διὸ καὶ ὁρῶνται κατὰ μέθεξιν τοῦ ὁρατοῦ ἢ συμπάθειαν τὴν πρὸς αὐτό.

353

ϙθʹ. —[81d7—9] Ὅτι οὐ μόνον βούλονται, ἀλλὰ καὶ ‘διαναγκάζονται‘ πλανᾶσθαι περὶ τὰ μνήματα, ‘δίκην τίνουσαι‘ τῆς περὶ τὸ σῶμα συμπαθείας.

354

ρʹ. —[81d9—e2] Ὅτι τὸ εἴδωλον τοῦτο σύμφυτον ἔχον ἐπιθυμίαν πρὸς τὸ ὄστρεον ἕλκει ποτὲ πρὸς αὐτὸ τὴν ψυχὴν συγχωρούσης τῆς δίκης, καὶ ἐνίοτε συναίτιον γίγνεται πρὸς τὸ ἄμεινον.

355

ραʹ. —[81e2—82c1] Ὅτι τὴν εἰς τὰ ἄλλα εἴδη μετεμψύχωσιν οἱ μὲν παλαιότεροι
Πλατωνικοὶ κατὰ συμπλήρωσιν ἐξηγοῦνται. οἷς πολλὰ μὲν οἱ ἀκριβέστεροι ἀντιλέγουσιν, ἐκεῖνο δὲ μέγιστον τεκμήριον ὅτι μὴ οὕτως εἴρηται τὸ ‘εἰς θεῶν γένος ἀφικνεῖσθαί‘ τινας· ὡς οὖν οὗτοι οὐ συμπληροῦσι θεούς, οὐδὲ ἐκεῖνοι τὰ191
5ἄλλα ζῷα. οἱ δὲ τοῖς ἤθεσι κατὰ μεταφορὰν εἰδοποιεῖσθαι τοὺς ἀνθρώπους, ὄνους μὲν λεγομένους τοὺς ὀνώδεις, θεοὺς δὲ τοὺς θείους, καὶ τὰ ἄλλα γένη ὡσαύτως. οὓς διελέγχει εἰπὼν κατὰ συνήθειαν καὶ μελέτην τῆς ἐν ἀνθρωπείῳ βίῳ ζωῆς μετεμψυχοῦσθαι εἰς τὰ ἄλλα γένη, τοὺς μὲν ὀνώδεις φέρε εἰς τοὺς ὄνους, τοὺς δὲ θείους εἰς θεούς, ἀνάπαλιν ἢ ὡς οὗτοι λέγουσιν. τρίτοι δὲ οἱ
10κατὰ ἐπακολούθησιν τὴν σὺν τοῖς ἀλόγοις ζῴοις ἔξωθεν γιγνομένην. ὧν τὴν δόξαν βεβαιοῖ τό τε ὅμοιον τῷ ὁμοίῳ συνεῖναι βουλόμενον [82a7—8] καὶ τὸ οὕτω σαφῶς ‘εἰς θεοὺς ἀπιέναι‘ καὶ ‘συνδιατρίβειν θεοῖσ‘ οὕτως εἰρημένον πρότερον [69c7]. καὶ εἰ ‘περὶ τὰ μνήματα ἀναγκάζονται πλανᾶσθαι‘ ὑπὸ τῆς δίκης [81d7—8], διὰ τί οὐχὶ καὶ περὶ τὰ ἄλογα ζῷα, εἰ καὶ ἀλλότρια ὄντα, ὅμως
15καλλίω τῶν νεκρῶν σωμάτων;

356

ρβʹ. —[82a10—b8] Πῶς οἱ ‘τὴν δημοτικὴν ἀρετὴν ἐπιτηδεύοντεσ‘ εἰς ἄλογα φέρονται; —Ἢ ὡς βαθύνοντες ἐπὶ πολὺ τῆς βαναύσου ζωῆς.

357

ργʹ. —[83c5—8] Ὅτι ἐκ τῶν ἐνεργειῶν γιγνώσκομεν τὰς οὐσίας· ὧν τοίνυν μάλιστα ἐνεργειῶν ἀντιλαμβανόμεθα καὶ ὧν πλειστάκις, ταύτας μάλιστα καὶ
πλειστάκις γνωρίζομεν.193

358

ρδʹ. —[84a3—6] Πῶς ‘ἐναντίως τῇ Πηνελόπῃ ἱστὸν μεταχειρίζεται‘; —Ἢ ὅτι ἡ μὲν φιλοσοφία ἐν τῷ ἀφανεῖ συνυφαίνει αὐτὴν καὶ συναθροίζει, ἡ δὲ ἀμαθία καταλύει καὶ διασπᾷ ἐν τῷ ἐμφανεῖ, τουτέστιν ἐν τῇ γενέσει. Ἢ κάλλιον, λύειν μὲν τὴν φιλοσοφίαν, συνυφαίνειν δὲ τὴν ἀμαθῆ ζωὴν τῷ
5σώματι. πῶς οὖν ‘ἐναντίως τῇ Πηνελόπῃ‘; ἢ τοῦτο καὶ τῇ Πηνελόπῃ ἁρμόζει· καὶ γὰρ ἐκείνη πρὸς ἑαυτὴν ἐναντίως.

359

ρεʹ. —[84e3—4] Ὅτι ἡ μαντικὴ ἢ θεία ἢ δαιμονία ἢ ἀνθρωπίνη (‘ὡς δή τοι, ὦ ἑταῖρε, μαντικόν γέ τι καὶ ἡ ψυχή‘ [Phaedr. 242c6—7]), ἡ δὲ φυσική τις, οἵα καὶ τοῖς ἀλόγοις ζῴοις ἐγγίγνεται κατὰ προσυναίσθησιν.

360

ρϛʹ. —[85b4—5] Ὅτι Ἀπολλωνιακὸς ὢν κατὰ τὴν καθαρτικὴν ζωὴν εἰκότως ‘ὁμόδουλοσ‘ εἶναι λέγει ‘τοῖς κύκνοισ‘· ἤδη δὲ καὶ ὡς μουσικὸς καὶ ὡς ἰατρὸς τῶν ψυχῶν. Ὁ περὶ ἁρμονίας λόγος

361

ρζʹ. —[91e2—92e3] Ὅτι ὁ πρῶτος ἀνασκευάζων λόγος μὴ εἶναι τὴν ψυχὴν
ἁρμονίαν ἀπὸ τῶν προδεδειγμένων συνάγεται, λέγω δὲ τοῦ προϋπάρχειν αὐτὴν σώματος, καὶ γίνεται συλλογισμὸς ἐν βʹ σχήματι· [Start of a diagram][Start of a diagram section]προϋπάρχειν τοῦ ἐν ᾧ ἐστιν[End of a diagram section]195
6[Start of a diagram section]ἁρμονία[End of a diagram section] [Start of a diagram section]ψυχή[End of a diagram section]
5[Logical Relationship in a Diagram start mark]απ κτ απ[Logical Relationship in a Diagram end mark][End of a diagram]

362

ρηʹ. —[92e4—93b7] Ὅτι πρὸς τὸν δεύτερον [93b8—94b3] καὶ τρίτον λόγον [94b4—95a3] ὑποθέσεις προλαμβάνει ἐξ ὧν ἀποφάσκει τῆς ψυχῆς τὴν ἁρμονίαν, τὰς μὲν ἀπὸ τοῦ κατηγορουμένου, ὅ ἐστι τῆς ἁρμονίας, τὰς δὲ ἀπὸ τοῦ ὑποκειμένου ὅ ἐστι τῆς ψυχῆς.

363

ρθʹ. —[92e4—93a3] Ὅτι πρώτη ὑπόθεσις, μηδεμίαν ἁρμονίαν μηδὲ σύνθεσιν ἄλλως ἔχειν ἢ ὡς ἔχει τὰ ὧν ἐστιν ἁρμονία ἢ σύνθεσις· ἐκείνων γάρ ἐστιν ὅ ἐστιν, ἀλλ’ οὐχ ἑαυτῆς οὐδετέρα.

364

ριʹ. —[93a4—5] Ὅτι δευτέρα ὑπόθεσις ἑπομένη τῇ πρὸ αὐτῆς (ἐκείνης γὰρ περὶ τὴν ὑπόστασιν οὔσης αὕτη περὶ τὴν ἐνέργειαν ἐξετάζεται ἢ πάθησιν), μηδὲν ποιεῖν μηδὲ πάσχειν τὴν ἁρμονίαν ἢ τὴν σύνθεσιν καθ’ ἑαυτὴν χωρὶς τῶν ὑποκειμένων· εἰ δὲ μή, χωριστὴν ἕξει καὶ τὴν οὐσίαν.

365

ριαʹ. —[93a6—7] Ὅτι τρίτη ὑπόθεσις, μᾶλλον δὲ λημμάτιον ἐκ τούτων ἀποδεικνύμενον, ὡς οὐκ ἂν ἡγοῖτο τῶν ἐν οἷς ἐστι καὶ ἐξ ὧν· ἐνεργήσει γάρ τι χωρὶς ἐκείνων, αὐτὸ τὸ ἡγεῖσθαι, ἐκείνων μὴ ἡγουμένων γε ἀλλ’ ἑπομένων αὐτῇ.

366

ριβʹ. —[93a8—10] Ὅτι δʹ λημμάτιον ἀπὸ τῶνδε συνάγει, ὡς οὐκ ἂν τούτοις ἐναντιοῖτο ἐξ ὧν ἐστι καὶ ἐν οἷς· εἰ γὰρ μὴ ἡγοῖτο, πολλῷ μᾶλλον οὐκ ἐναντιώσεται. τὸ μὲν γὰρ ἡγεῖσθαι γένοιτο ἂν κατὰ τὴν αὐτὴν ἐνέργειαν, οἷον κατὰ μίαν ὁδὸν τοῦ μὲν ἡγουμένου τοῦ δὲ ἑπομένου, τὸ δὲ ἐναντιοῦσθαι καὶ
5παντάπασίν ἐστιν ἀφίστασθαι τοῦ ἐν ᾧ ἐστιν.197

367

ριγʹ. —[94b4—95a3] Ὅτι ἐκ τούτων γίγνεται συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοιόσδε· [Start of a diagram][Start of a diagram section]τὸ ἐναντιοῦσθαι ταῖς τοῦ σώματος κινήσεσιν[End of a diagram section]
5[Start of a diagram section]ἁρμονία[End of a diagram section] [Start of a diagram section]ψυχή[End of a diagram section]
4[Logical Relationship in a Diagram start mark]απ κτ απ[Logical Relationship in a Diagram end mark][End of a diagram]

368

ριδʹ. —[93a11—b3] Ὅτι πρὸς τὸν βʹ λόγον ὑποτίθεται μὴ εἶναι ἁρμονίαν ἁρμονίας πλείω μηδὲ ἐλάττω, ἀλλὰ μηδὲ μᾶλλον μηδὲ ἧττον. ἔστι δὲ τὸ μὲν πρῶτον περὶ τὴν ποσότητα τῶν διαστημάτων καὶ τῶν συστημάτων (ἡ γὰρ διὰ τεσσάρων οὐκ ἂν γένοιτο οὔτε ἐν πλείοσιν οὔτε ἐν ἐλάττοσιν)· τὸ δὲ δεύτερον
5περὶ τὴν ἄνεσιν καὶ τὴν ἐπίτασιν (κατ’ αὐτὸ γὰρ τὸ εἶδος οὐδεμία ἁρμονία οὔτε ἀνίεται οὔτε ἐπιτείνεται). λέγει μὲν οὖν ὁ Σωκράτης τὰς ἁρμονίας δέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, ἐφίστησι δὲ μὴ οὐ δυνατὸν ᾖ τοῦτο κατ’ αὐτούς γε τοὺς ἁρμονικοὺς λόγους ὡρισμένους ὄντας, εἰ μὴ ἄρα κατὰ τὴν αἴσθησιν, ὡς οἱ
Ἀριστοξένειοι, ἐνίοτε δὲ καὶ ὡς οἱ Πυθαγόρειοι, εἴπερ συλλαβὰν μὲν καλοῦσιν199
10τὴν διὰ δʹ ἁρμονίαν ὡς ἥκιστα ἁρμονίαν, κατακορεστάτην δὲ τὴν διὰ πασῶν ὡς μάλιστα. Οὐ μὴν κατὰ ἐπίτασιν καὶ ἄνεσιν γίνεται τοῦτο τοῦ αὐτοῦ εἴδους· ἄλλη γὰρ ἡ διὰ τεσσάρων πρὸς τὴν διὰ πασῶν. κάλλιον οὖν οἶμαι τὴν αὐτὴν ποιεῖν ἑκάστην ἐν βαρυτέροις καὶ ὀξυτέροις τόποις τε καὶ τρόποις· οὕτω γὰρ κατὰ μὲν τὸ εἶδος
15οὐχ ἕξει τὸ μᾶλλον καὶ ἧττον, κατὰ δὲ τὸ ὑποκείμενον· ὁ γὰρ αὐτὸς λόγος ὁ διπλάσιος νῦν μὲν βαρύς, νῦν δὲ ὀξύς. ἐπέστησε δὲ ὅμως ὁ Σωκράτης διὰ τὸ μὴ ἁπλῶς ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, ἀλλά τινα τρόπον.

369

ριεʹ. —[93b4—7] Ὅτι ἀπὸ τοῦ ὑποκειμένου λαμβάνεται ὑπόθεσις, μὴ εἶναι ψυχὴν ψυχῆς μᾶλλον καὶ ἧττον. οὐσία γάρ, εἴπερ δεκτικὴ τῶν ἐναντίων· καὶ ζῴου μέρος, οὐσία δὲ τὸ ζῷον· καὶ συνεκτικὴ τοῦ σώματος, πολλῷ ἄρα μᾶλλον οὐσία.

370

ριϛʹ. —[93b8—e10] Ὅτι ὁ δεύτερος λόγος διὰ τοιούτων πρόεισι συλλογισμῶν· [Start of a diagram][Start of a diagram section]ἡ ψυχὴ[End of a diagram section] [Start of a diagram section]δεκτικὴ ἀρετῆς καὶ κακίας[End of a diagram section] [Start of a diagram section]δεκτικὸν ἁρμονίας καὶ ἀναρμοστίας.[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]τὸ ἁρμονίας καὶ ἀναρμοστίας δεκτικόν[End of a diagram section]
5[Start of a diagram section]ἁρμονία[End of a diagram section] [Start of a diagram section]ψυχή[End of a diagram section]
4[Logical Relationship in a Diagram start mark]απ κτ απ[Logical Relationship in a Diagram end mark][End of a diagram]

371

ριζʹ. —[93c3—10] Πῶς ἁρμονία ἡ ἀρετή; ἡ μὲν γὰρ σωφροσύνη ἔστω διὰ πασῶν ὡς τὴν ἐπιθυμίαν τῷ λόγῳ συνάπτουσα διὰ μέσου τοῦ θυμοῦ. πῶς δὲ
ἡ ἀνδρεία; —Ἢ ὡς μὲν πραότης διὰ πέντε, λόγου γὰρ καὶ θυμοῦ· ὡς δὲ θαρραλεότης διὰ τεσσάρων, θυμοῦ γὰρ καὶ ἐπιθυμίας. —Ἡ δὲ δικαιοσύνης πῶς,201
5διακριτικὴ οὖσα; —Ἢ κοινωνία ἐστὶν ἀσύγχυτος. —Πῶς δὲ ἡ φρόνησις, λόγου μόνου οὖσα; —Ἢ ὡς γνῶσις, συμφωνία γὰρ τοῦ γνωστικοῦ πρὸς τὸ γνωστὸν ἡ γνῶσις.

372

ριηʹ. —Ὅτι ἄμεινον, πρῶτον μὲν καὶ τὴν φρόνησιν ὡς ἀρετὴν ἐκλαβεῖν, καθ’ ἣν αἱρούμεθα μὲν τὰ ἀγαθά, φεύγομεν δὲ τὰ κακά· δεύτερον δὲ καὶ ταύτην καὶ τὴν ἀνδρείαν διὰ πασῶν ποιεῖν, ἑκάστη γὰρ διὰ πάσης τέταται τῆς τριμερείας τὸ οἰκεῖον τῇ ὅλῃ ψυχῇ παρεχομένη· τρίτον δέ, εἰ καὶ μᾶλλον εἰδοποιεῖ τὸν μὲν
5λόγον ἡ φρόνησις, τὸν δὲ θυμὸν ἡ ἀνδρεία, ἐπίστησον ὅτι καὶ σωφροσύνη ἴδιός ἐστι τῆς ἐπιθυμίας, τὸ ἀναιδὲς αὐτῆς καὶ διαρρέον εὐσχημοσύνης πληροῦσά τινος· τέταρτον δὲ ὡς ἑκάστη οὐ μόνον κοινή, διατείνουσα διὰ πάσης, ἀλλὰ καὶ ἐν μέρει ἑκάστῳ ἁρμονία ἐστὶ καὶ λόγος ἁρμονικός, τῶν ὑπὸ ἕκαστον μέρος πολλῶν ὀρέξεων καὶ ἐναντίων ἀλλήλαις ἁρμοστικός.

373

ριθʹ. —[94a2—4] Ὅτι μὲν ἀναρμοστίας ἄδεκτος ἡ ἁρμονία, δῆλον, οὐ μὴν οὐδὲ ἁρμονίας ἄλλης δεκτική· ἔσται γὰρ τὸ αὐτὸ ὑποκείμενον κατὰ τὸ αὐτὸ ἡρμοσμένον βʹ ἁρμονίαις διαφόροις.

374

ρκʹ. —[93d1—e10] Ὅτι ἡ ἀρετὴ καὶ ἡ κακία ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, ὥστε καὶ ἁρμονία καὶ ἀναρμοστία· τοιαῦται γὰρ ὑπόκεινται. ἀλλ’ ἡ ὡς ψυχὴ ἁρμονία οὐ δέχεται, ὑπόκειται γὰρ οὐσία· ἡ δὲ ὡς ἀρετὴ ἁρμονία οὐκ ἂν εἴη ψυχή, δέχεται γὰρ αὕτη ἁρμονίαν καὶ ἀναρμοστίαν.

375

ρκαʹ. —[94b4—e7] Τί δέ, εἰ καθ’ ἕκαστον μόριον ἁρμονία, ἄλλη δὲ πρὸς ἄλλην μάχεται, ἀλλ’ οὐχ ἡ ψυχὴ τῷ σώματι; —Ἢ ζητήσομεν καὶ τὴν μίαν πρὸ τῶν πολλῶν ἁρμονιῶν, πῶς ἔχει πρὸς τὰς πολλάς. εἰ μὲν γὰρ μάχεται,
χωριστὴ ἂν εἴη τῶν πολλῶν καὶ πρὸ 〈τῶν〉 μερῶν γε ἔσται· εἰ δὲ μὴ μάχεται,203
5πῶς οὐκ ἀεὶ τάττει τὰ μέρη, ἅ γε μηδὲ ἐναντιοῦσθαι πέφυκεν; κάλλιον γὰρ οὕτως ἐπιλύσασθαι ἢ ὡς αὐτὸς κύκλῳ περιιών.

376

ρκβʹ. —[94a8—11] Πῶς καὶ ἐπὶ τῶν ἀλόγων ὁ λόγος κινεῖται, τὸ μηδενὸς ἁρμονίαν εἶναι τὴν ψυχήν; οὕτω γὰρ ἔσται ἑκάστου ἡ ψυχὴ χωριστή. —Ἢ δύναται καὶ μὴ οὖσα ἁρμονία ἄλλως ἀχώριστος εἶναι, ἐπὶ πλέον γὰρ τὸ ἀχώριστον. διὸ τῶν ἀλόγων μέμνηται ἐν ἐκείνῳ μόνῳ ἐν ᾧ δείκνυται ὅτι οὐχ ἁρμονία, ἐν τῷ
5πρώτῳ τοῖν δυοῖν [93b8—94b3], ἐν δὲ τῷ δευτέρῳ [94b4—95a3] οὐκέτι, ἐν ᾧ δείκνυται καὶ χωριστὴ ἡ ψυχὴ κατὰ τὸ ἐναντιοῦσθαι.

377

ρκγʹ. —[95a4—5] Ὅτι μέμνηται τῆς ‘Θηβαϊκῆς Ἁρμονίασ‘ τῆς θεοῦ, ἐνδεικνύμενος ὅτι ἐστὶ νοεῖν καὶ χωριστὴν ἁρμονίαν, ὡς τὴν Ἄρεως παῖδα καὶ Ἀφροδίτης· οὕτω γάρ πως καὶ ἡ ψυχὴ λέγοιτο ἂν ἁρμονία κατὰ τὸν Τίμαιον [34b10—36d7]. ‘ἱλάσασθαι‘ δέ φησι τὴν θεόν, τὸ εἴδωλον χωρίσας ἀπὸ τῆς
5ἀληθοῦς ψυχικῆς ἁρμονίας· ἢ ὅσον γε ἐπὶ ταῖς δόξαις τῶν πολλῶν καὶ ἡ θεὸς ἀχώριστος εἶναι δόξειεν ἁρμονία.

378

ρκδʹ. —[95a5—6] ‘Τί δὲ δὴ τὰ Κάδμου, πῶς ἱλασόμεθα;‘ ἢ Κάδμος μὲν ὁ ὑποσέληνος κόσμος ὡς Διονυσιακός· διὸ καὶ Ἁρμονίᾳ σύνεστι τῇ θεῷ καὶ τῶν τεττάρων Βακχῶν πατήρ. δηλοῖ δὲ καὶ ὁ Πείσανδρος [frg. 21] θεολογῶν τὰ
κατὰ Κάδμον ἐν τῷ μύθῳ ἐν ᾧ φησιν τὸν Κάδμον ὑποτίθεσθαι τῷ Διί, πῶς205
5ἂν καταγωνίσαιτο τὸν Τυφῶνα. αἱ δὲ τὰ τέσσαρα στοιχεῖα Διονυσιακὰ ποιοῦσιν, Σεμέλη μὲν τὸ πῦρ, Ἀγαύη δὲ τὴν γῆν διασπῶσα τὰ οἰκεῖα γεννήματα, Ἰνὼ δὲ τὸ ὕδωρ ἐνάλιος οὖσα, καὶ Αὐτονόη δὲ τὸν ἀέρα ἡ λοιπή. ‘ἱλάσκεται‘ δὲ τὸν Κάδμον ἀποδεικνὺς τὴν ψυχὴν πάμπαν ἀθάνατον καὶ τόδε τὸ πᾶν οὐ θνητῶν μόνων οὐσιῶν οὐδὲ μακραιώνων δεκτικόν, ἀλλὰ καὶ παντάπασιν ἀθανάτων.

379

ρκεʹ. —[93a11—94b3] Ὅτι τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον λόγῳ χρώμενός τις δείξει μὴ ὄντα τὸν κύκνον λευκόν. —Ἢ καὶ συμπεραίνεται ἀληθῶς μὴ εἶναι κύκνον τὸ λευκὸν αὐτό· [Start of a diagram][Start of a diagram section]τὸ μᾶλλον καὶ ἧττον[End of a diagram section]
6[Start of a diagram section]λευκοῦ[End of a diagram section] [Start of a diagram section]κύκνου[End of a diagram section]
5[Logical Relationship in a Diagram start mark]〈κτ〉 〈απ〉 〈απ[Logical Relationship in a Diagram end mark][End of a diagram]

380

ρκϛʹ. —[93b8—94b3] Τί κωλύει ἁρμονίαν μὲν εἶναι τὴν ψυχὴν τοῦ σώματος, ἔχειν δὲ ἁρμονίαν τῶν οἰκείων ἐνεργειῶν τὴν ἀρετὴν καὶ ἀναρμοστίαν τὴν κακίαν; —Ἤ, φησίν, ἔσται τις ἁρμονία λόγου ἑνός, ἀλλ’ οὐχὶ τῶν ἐναντίων καὶ ἀλόγων καθ’ ἑαυτούς· ἡ γὰρ ὑποτιθεμένη ψυχὴ ἁρμονία λόγος εἷς ἐστι
5τῶν πολλῶν στοιχείων τοῦ σώματος. Ἀλλὰ παρὰ θύρας· ἐνεργειῶν γὰρ ἡ ἀρετὴ ὑπόκειται ἁρμονία. ἀλλὰ ῥητέον ὡς ἡ ψυχὴ τῶν δʹ στοιχείων οὖσα ἁρμονία καὶ τῶν ἐνεργειῶν αὐτῶν ἐστι τελειότης· οὔκουν δεήσεται ἄλλης τελειότητος ἐπὶ ταῖς οἰκείαις ἐνεργείαις· εἰ γὰρ μή, ἐπ’ ἄπειρον ἥξομεν ἀεὶ τελειότητα τελειότητος ὑποτιθέμενοι κατὰ τὰς
10ἐνεργείας τὰς ἀεὶ λαμβανομένας.

381

ρκζʹ. —Πῶς ‘ἡρμόσθαι‘ [93a12] λέγει τὴν ἁρμονίαν; τὸ γὰρ ὑποκείμενον
ἁρμόζεται. —Ἢ οὕτως ἡρμόσθαι λέγεται ὡς ὑφισταμένη ἑτέρωθεν ἁρμονία.207

382

ρκηʹ. —Πῶς ἁρμονία λέγεται ἐν Τιμαίῳ τε [35b1—36b5] καὶ παρὰ Τιμαίῳ [95el—96c3]; —Ἢ ὅτι οὐχ ἓν ἡ ψυχὴ ἀλλὰ καὶ πολλά· πᾶν δὲ πλῆθος, εἰ μὴ εἴη ἡρμοσμένον, ἄτακτον ἔσται καὶ παρὰ φύσιν. Κάλλιον δὲ τὴν μεσότητα τῆς ψυχῆς ἐννοεῖν· ἐπεὶ καὶ ὁ νοῦς πολλὰ καὶ τὸ
5σῶμα πολλά, ἀλλὰ τοῦτο μὲν μεμερισμένα ἀπ’ ἀλλήλων, ἐκεῖνος δὲ ἐν ἀμερεῖ πάντα, καὶ ὁ μὲν νοῦς κρείττων ἢ κατὰ τὴν ἁρμονικὴν σύγκρασιν, τὸ δὲ σῶμα χεῖρον καὶ ἐπὶ μᾶλλον διεσπασμένον· ἡ μέντοι ψυχὴ οὔτε ἡνωμένη οὕτως οὔτε διεσπασμένη εἰς τοσοῦτον, ἀλλ’ ἔχουσα μέσως κατ’ οὐσίαν, εἰκότως ἁρμονία ἐστίν. βούλεται γοῦν καὶ ἡ φαινομένη ἁρμονία οὔτε ἓν εἶναι οὔτε πολλά, ἀλλ’
10οἷόν τι σύγκραμα μέσον.

383

ρκθʹ. —Ὅτι ὁ Ἀριστοτέλης ἐν τῷ Εὐδήμῳ [frg. 45 R.3] οὕτως ἐπιχειρεῖ· τῇ ἁρμονίᾳ ἐναντίον ἐστὶν ἡ ἀναρμοστία, τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον (οὐσία γάρ), καὶ τὸ συμπέρασμα δῆλον. ἔτι, εἰ ἀναρμοστία τῶν στοιχείων τοῦ ζῴου νόσος, ἡ ἁρμονία εἴη ἂν ὑγίεια, ἀλλ’ οὐχὶ ψυχή.

384

ρλʹ. —Ὅτι ἐν τοῖς περὶ ψυχῆς [I 4] οὕτως· ἡ ψυχὴ τοῦ ζῴου μία ἑκάστου, αἱ δὲ ἁρμονίαι πολλαί (καθ’ ἕκαστον γὰρ μέρος), καὶ τὸ συμπέρασμα [407b32—34].

385

ρλαʹ. —Ἡ ψυχὴ κινεῖ τὸ σῶμα· ἡ δὲ ἁρμονία κινεῖται, καὶ εἰ κατὰ συμβεβηκός· οὐκ ἄρα ψυχή [407b34—408al].

386

ρλβʹ. —Τὸ τρίτον ταὐτὸν τῷ ἐν Εὐδήμῳ δευτέρῳ [408al—3].

387

ρλγʹ. —Τέταρτον δέ, εἰ μὴ ἁρμονία αἴσθησις ἢ θυμὸς ἢ ἐπιθυμία ἢ φαντασία
ἢ δόξα ἢ διάνοια ἢ νοῦς (ἁπλοῦν γάρ τι ἑκάστη, ἑκάστη 〈γὰρ〉 ἐνέργεια· καὶ τίς ἂν εἴη ἑκάστη ἁρμονία, οὐκ ἂν ἔχοι τις ἀφορίσαι ῥᾳδίως), οὐδὲ ἄρα ἡ ὅλη ψυχή [408a3—5].209

388

ρλδʹ. —Ὅτι ὡς ἁρμονία ἁρμονίας ὀξυτέρα καὶ βαρυτέρα, οὕτω καὶ ψυχὴ ψυχῆς, φησὶν ὁ Στράτων [frg. 118], ὀξυτέρα καὶ νωθεστέρα. —Οὐκοῦν εἰπάτω πόθεν γνῶσις καὶ ὄρεξις ἥκει, ἥ τε λογικὴ καὶ ἡ ἄλογος· οὔτε γὰρ ἀπὸ τοῦ σώματος καὶ τῆς κράσεως αὐτοῦ (χείρω γὰρ ταῦτα) οὔτε ἀφ’ ἑαυτῶν (ἀχώριστα
5γάρ) οὔτε ἀπὸ ταὐτομάτου· ἄνωθεν ἄρα· χωριστὰ ἄρα· κρείττω γάρ. ἔπειτα ὁ νοῦς ἑαυτὸν γιγνώσκων πῶς οὐ χωριστός; καὶ εἰ προκατάρχει τῆς κινήσεως ὡς αὐτὸ χρώμενον, πῶς οὐκ ἔξω τοῦ ὀργάνου;

389

ρλεʹ. —[85c3—4] Πῶς ἐν τῷ βίῳ τούτῳ ‘σαφές τι εἰδέναι ἢ ἀδύνατον ἢ παγχάλεπον‘ λέγεται; —Ἢ τὸ σαφὲς ἐκεῖνο λεκτέον, ὃ διοπτεύει θέουσα πρὸς τέλος ἡ διαλεκτικὴ πᾶσα διέξοδος· διόπερ ἀδύνατον μὲν τοῖς πολλοῖς, παγχάλεπον δὲ τοῖς ἐλαχίστοις.

390

ρλϛʹ. —[85c5—6] Τί τὸ ‘ἀπειπεῖν πανταχοῦ σκοποῦντα‘; —Ἢ διαλεκτικῶς ὅλον τὸ πρᾶγμα περιδραμεῖν, ἀπειπεῖν δὲ ὅμως, ὡς οὐκ οὔσης ἄλλης ἀναστροφῆς
διαλεκτικῆς, οὔπω δὲ τῆς διόψεως ἐπιστάσης οἷον ἀστραπῆς. τὸ δὲ οὔπω γνῶναι ἐνδεεῖ πόθῳ ἐκείνης καὶ ἀπορρήσει τοῦ μὴ θηράσειν αὐτὴν διὰ τῶν διαλεκτικῶν211
5ὁδῶν, ἀλλ’ ἐπ’ αὐταῖς.

391

ρλζʹ. —[85c7—d2] Ὅτι κάλλιστον μὲν ἐν ἡμῖν ὁ αὐτοπτῶν τὰ ὄντα νοῦς· εἰ δὲ μὴ οὗτος κεκίνηται, ὁ λόγος ἀρκεῖ ‘δυσελεγκτότατοσ‘ ὢν ὁ διαλεκτικός· οὐχ ὅτι ψευδὴς ὢν ἐλέγχεται, ἀλλ’ ὅτι οὔπω ὁ σαφὴς ἐκεῖνος ὁ θεῖος. οὗτος γὰρ ‘ἀνθρώπινοσ‘ καὶ διὰ τοῦτο ‘κινδυνώδησ‘ καὶ ‘σχεδίᾳ‘ παρεοικώς, ἅτε οὐ τὸν
5πρῶτον πλοῦν παρεχόμενος.

392

ρληʹ. —[85d2—4] Τίς ὁ ‘ἀσφαλέστερος καὶ ἀκινδυνότερος καὶ βεβαιότερος καὶ θεῖος λόγοσ‘; —Οὐ δήπου, ὥς φασιν, ὁ θεόθεν ἐκδοθείς, δοξαστικὸς γὰρ ὅ γε τοιοῦτος· ἀλλ’ ἔστιν ὁ εἰρημένος αὐτοπτικὸς νοῦς ὁ θεῷ τῷ ὄντι συνών, ὡς ἐν Φαίδρῳ [250b5—c4].

393

ρλθʹ. —[85e1—2] Πῶς ‘ἴσως οὐχ ἱκανῶσ‘ φησὶν ὁ Σωκράτης; —Ἢ πρὸς μεῖζόν τι μέγεθος ἀληθείας ἢ πρὸς τὴν ὅλην ἀθανασίαν ἢ καὶ πρὸς αὐτὰς ἀπεῖδεν τὰς τῶν νεανίσκων ἀπορίας.

394

ρμʹ. —[85e3—88b8] Ὅτι ἡ ψυχὴ καὶ ὑφίστησι τὸ σῶμα ἄλλως τε καὶ τὸ θνητόν, καὶ ἁρμόζει αὐτοῦ τὰ στοιχεῖα· δηλοῖ δὲ ἑκάτερον ἀφεῖσα τὸ σῶμα εἴς τε ἀναρμοστίαν καὶ φθορὰν ὑποφερόμενον. ὡς μὲν οὖν ἀπὸ ἁρμοζούσης ὁ Σιμμίας, ὡς δὲ ὑφιστώσης ὁ Κέβης ἀπορεῖ οἰκείῳ παραδείγματι χρώμενος.

395

ρμαʹ. —[88c1—7] Ὅτι πρῶτον μὲν ἡ ψυχὴ τοῖς πιθανῶς λεγομένοις ἀποπιστεύει ῥᾳδίως, ἅτε διψῶσα ἀληθείας καὶ ἔτι μέντοι ἀταλαίπωρος οὖσα. τούτων δὲ ἐλεγχομένων ἐπαισθανομένη ‘εἰς ἀπιστίαν‘ φέρεται, καὶ δεύτερος οὗτος βαθμός, ἐν ᾧ καὶ πολλοὶ κατέμειναν. τρίτος δὲ ὁ τὰς ἐνστάσεις δυνηθεὶς
5ἐπιλύσασθαι καὶ τοῦ ὄντος αἰσθόμενος καὶ τῆς διαλεκτικῆς τὸ βέβαιον ἐπιγνούς· οὗτος ἤδη ἐπιστήμων γίνεταί τε καὶ ἔστιν, ἐφ’ ὃ καὶ ὁ Σωκράτης αὐτοὺς παρακαλεῖ [90c8—e3].213

396

ρμβʹ. —[89a1—7] Διὰ τί θᾶττον γιγνώσκομεν καὶ ῥᾷον τὰ ἀληθῆ ἤπερ ὀρεγόμεθα τῶν δεόντων καὶ παιδευόμεθα τὸ ὀρεκτικόν; —Ἢ ὅτι τὸ γνωστικὸν μὲν εὐκινητότερον, τὸ δὲ ὀρεκτικὸν δυσκινητότερον· διὸ καὶ ἐπὶ τἀναντία ἢ καὶ ἐπὶ ταὐτὰ ἀνάπαλιν. τίς οὖν αἰτία; ἢ ὅτι ἡ μὲν γνῶσις περατοειδής (κρίσις γὰρ
5καὶ οἷον κανών), ἡ δὲ ὄρεξις ἀπειροειδὴς καὶ μετρουμένη μᾶλλον. διὸ πλέον θαυμάζει τὴν Σωκράτους ἀρετὴν τῆς ἐπιστήμης ὁ Φαίδων.

397

ρμγʹ. —[89a2—4] Ὅτι ἀπεδέξατο τὰς ἀπορίας ‘ἡδέωσ‘ μὲν ὡς καλός, ‘εὐμενῶσ‘ δὲ ὡς ἀγαθός, ‘ἀγαμένωσ‘ δὲ ὡς δίκαιος. Ἢ τὸ μὲν πρῶτον κοινόν, τὸ δὲ δεύτερον τὴν ἑαυτοῦ προφαίνων βούλησιν, τὸ δὲ τρίτον τὴν ἐκείνων ἀπορητικὴν ἰσχύν.

398

ρμδʹ. —Ὅτι τρία αὐτῷ ἐμαρτύρησεν ἃ δεῖ ἔχειν τὸν ἄριστον ἰατρόν· πρῶτον προθυμίαν εὐνοϊκήν, δεύτερον διάγνωσιν τοῦ πάθους, τρίτον τὴν ἴασιν.

399

ρμεʹ. —[89d1—3] Πῶς οὐδὲν μεῖζον πάθος μισολογίας; —Ἢ πρῶτον μὲν ὅτι μισεῖν ἑαυτὸν ἀνάγκη λογικὸν ὄντα κατὰ φύσιν. ἔπειτα μισεῖν τὴν ἀλήθειαν συμβαίνει· διὰ γὰρ τῶν λόγων ἡ ἀλήθεια εὑρίσκεται, ἣ πάντων ἡγεῖται τῶν ἀγαθῶν. τρίτον ὁ μισόλογος ἀλογίας πάντως ἐραστής, ὥστε θηριοῦται τρόπον τινά.

400

ρμϛʹ. —Ὅτι μισανθρωπίαν τῇ μισολογίᾳ συνέζευξεν ὡς περὶ τὴν αὐτὴν φύσιν ἑκατέραν οὖσαν, τὴν ἡμῶν αὐτῶν, καὶ εἰς ἓν ἐρχομένην.

401

ρμζʹ. —[90a4—b3] Ὅτι ἐν μὲν τῷ αἰθέρι πλεῖστον τὸ ἄκρον, ἐν δὲ τῷ Ταρτάρῳ καὶ ὅλως τοῖς ὑπὸ γῆν δικαιωτηρίοις τὸ ἔσχατον, ἐν δὲ τῷ καθ’ ἡμᾶς τόπῳ τὸ μέσον εἶδος τῆς ζωῆς· ὥστε προσομιλεῖν χρὴ μέσως.

402

ρμηʹ. —[90c8—d8] Ὅτι ἀνάγκη τῆς ἀπιστίας αἰτιᾶσθαι ἢ τὴν τῶν πραγμάτων φύσιν ἢ τὴν τῶν λόγων ἀδυναμίαν ἢ τὴν ἡμετέραν ἀναγωγίαν· ὃ μᾶλλον ἀξιοῖ
πρὸς ἐπανόρθωσιν.215

403

ρμθʹ. —[92c11—e3] Ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ χαίρει· διόπερ οἱ μὲν πολλοὶ ἐπιπόλαιοι ὄντες καὶ τῷ φαινομένῳ συζῶντες τοῖς εἰκόσι τῶν λόγων χαίρουσι καὶ τούτοις ἕπονται, οἱ δὲ βαθύτεροι τὴν διάνοιαν καὶ τῶν ὑπὸ τὴν αἴσθησιν καὶ προχείρων καταφρονοῦντες τῶν μὲν εἰκότων ὑπερανέχουσιν, ἀγαπῶσι δὲ
5τοὺς ἀνάγκῃ τινὶ συνδεδεμένους λόγους.

404

ρνʹ. —[95b5—6] Ὅτι ἡ Νέμεσις, θεὸς οὖσα κολουστικὴ τῆς τῶν ψυχῶν ἀμετρίας καὶ διαφανέστερον νεμεσῶσα τοῖς ὑπεραύχοις διὰ τὸ τοὺς ταπεινοὺς μᾶλλον συναισθάνεσθαι τῆς οἰκείας ἀμετρίας, εἰκότως ἐπ’ ἐσχάτοις δαίμονας συνεστήσατο φθονεροὺς καὶ βασκάνους, οἳ καὶ ταῖς τῶν φιλοσόφων ἐνεργείαις
5βασκαίνουσιν, ὅσοι ἔτι φιλοσοφεῖν πειρῶνται, ὥσπερ καὶ τοῖς ἱερατικῆς ἁπτο‐ μένοις. ὁ δ’ οὖν Σωκράτης εὐλαβεῖται τὸ βάσκανον γένος διὰ τοὺς ἑταίρους.

405

ρναʹ. —Ὅτι λέγων ‘ἦ οὖν ἔστι τοῦτο περὶ ψυχὴν‘ [93b4—6] οὔτε συλλογισμὸν ποιεῖ ἄλλον, ὡς οἱ πρὸ αὐτοῦ, οὔτε, ὡς αὐτὸς ὁ ἐξηγητής, λημμάτιον προκατασκευ‐ άζει· ὅλως γὰρ οὐδ’ ὁτιοῦν συμπεραίνεται, ἀλλ’ ἔστι μία καὶ αὕτη τῶν ὑποθέσεων ἀπὸ τοῦ ὑποκειμένου. καὶ αὕτη πρώτη· δευτέρα δὲ ὅτι δέχεται ψυχὴ
5κακίαν καὶ ἀρετήν [93b8—c2]· ἐφ’ αἷς τρίτη τὸ τὴν μὲν ἀρετὴν ἁρμονίαν εἶναι, τὴν δὲ κακίαν ἀναρμοστίαν [93c3—10]· ὧν πασῶν προϋπάρχει προσεχῶς ἡ λέγουσα οὕτω πεφυκέναι ἑκάστην ἁρμονίαν ὡς ἂν ἁρμοσθῇ [93a11—12]. ἐκ δὴ τούτων συνάγεται τὸ πρῶτον τῶν δυεῖν ἐπιχειρημάτων. ἐξ ὧν γίγνονται συλλογισμοὶ οὗτοι·
10[93d1—5] εἰ ταὐτὸν ἁρμονία καὶ ψυχή, οὐδὲν δὲ μᾶλλον οὐδὲ ἧττον ψυχὴ
ψυχῆς, οὐδὲ ἁρμονία ἁρμονίας· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. [93d6—11] [Start of a diagram][Start of a diagram section]ἁρμο‐ νία[End of a diagram section]217
13[Start of a diagram section]οὐδὲν μᾶλλον οὐδὲ ἧττον[End of a diagram section]
13[Start of a diagram section]οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἥρμοσται[End of a diagram section]
13[Start of a diagram section]οὐδὲν μᾶλλον οὐδὲ ἧτ‐ τον ἁρμονίας μετέχει.[End of a diagram section][End of a diagram]
15 [93d12—e3] εἰ ταὐτὸν ψυχὴ καὶ ἁρμονία, ἡ δὲ ἁρμονία οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἥρμοσται, οὐδὲ ἄρα ἡ ψυχή· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. [93e4—10] [Start of a diagram][Start of a diagram section]ψυχὴ[End of a diagram section]
18[Start of a diagram section]οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἥρμοσται[End of a diagram section]
18[Start of a diagram section]οὐδὲν μᾶλλον οὐδὲ ἧτ‐ τον ἁρμονίας μετέχει[End of a diagram section]
18[Start of a diagram section]οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἀρετῆς καὶ
20κακίας μετέχει.[End of a diagram section][End of a diagram] [94a1—7] [Start of a diagram][Start of a diagram section]ψυχὴ[End of a diagram section] [Start of a diagram section]ἁρμονία[End of a diagram section] [Start of a diagram section]ἀναρμοστίας ἄδεκτος[End of a diagram section] [Start of a diagram section]κακίας ἄδεκτος[End of a diagram section][End of a diagram]

406

ρνδʹ. —[94a8—b3] Ὅτι καὶ εἰς ἄτοπον ἀπάγων προστίθησι καὶ ἄλλον συλλογισμόν· [Start of a diagram][Start of a diagram section]ἡ ἄλογος ψυχὴ[End of a diagram section]
3[Start of a diagram section]αὐτὸ τοῦτο ψυχὴ[End of a diagram section]
3[Start of a diagram section]οὐδὲν μᾶλλον οὐδὲ ἧττον ἀρετῆς μετέχει.[End of a diagram section][End of a diagram]

407

ρνεʹ. —[95e9—96a1] Διὰ τί πρὸ τῆς ἀθανασίας ‘δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι‘; —Ἢ ὅτι τὴν τούτων ἀρχὴν ἐπιζητεῖ ὁ λόγος, τὴν ψυχήν, καὶ ἀπὸ τούτων αὐτὴν ἐπιχειρεῖ θηρεύειν. ἢ ὅτι, εἰ φθείρεται, καὶ γίνεται, ὥστε αὐτὰ ταῦτα προδιοριστέον τίνα τρόπον ἐπιτελεῖται καὶ κατὰ τίνας
5αἰτίας ἢ συναιτίας. ἤ, τὸ προσεχέστερον, ὅτι εἶδος οὖσα ἡ ψυχὴ καί τινος οἰστικὴ τοῖς ἄλλοις, ἄδεκτος ὀφείλει εἶναι τοῦ ἐναντίου τῷ ἐπιφερομένῳ. οὕτως γὰρ ἔχει καὶ τὰ ἄλλα πάντα, ὅσα τε ἁπλᾶ καὶ ὅσα σύνθετα. διττὰ δὲ ἑκάτερα· τὰ μὲν γὰρ χωριστὰ τῶν ἁπλῶν, τὰ δὲ ἀχώριστα, καὶ αὖ τῶν συνθέτων τὰ μὲν ὡς ἐκ στοιχείων τῶν ἁπλῶν συγκείμενα, τὰ δὲ ὡς ἐπιγιγνομένων καὶ
10συμβεβηκότων. τὰ δ’ οὖν τοιαῦτα περιέξει ὁ λόγος.

408

ρνϛʹ. —[96a8] Πῶς ‘ὑπερήφανοσ‘; —Ἢ κατὰ τὴν ζήτησιν τῆς αἰτίας, οὐκέτι
γὰρ τῶν φαινομένων.219

409

ρνζʹ. —[96b2—8] Ὅτι τὰ συναίτια ἀτιμάζων ἀξιοῖ μηδὲ τὴν ψυχὴν ἐν τοῖς συναιτίοις τάττειν. παρενδείκνυται δὲ καὶ τὸ ἄτοπον ἑπόμενον· τί γὰρ ἂν εἴη ἀτοπώτερον τοῦ τὴν ἐπιστήμην γεννᾶν ἀπὸ τῆς αἰσθήσεως, τὴν καθόλου ἀπὸ τῶν ἀτόμων, τὴν ἀποδοτικὴν τῆς αἰτίας ἀπὸ τῶν ἀναιτίων, τὴν χωριστὴν καὶ
5ὅλως κρείττω ἀπὸ τῆς ἀχωρίστου καὶ ὅλως χείρονος;

410

ρνηʹ. —[96b8—c7] Ὅτι μαθόντα τὰς τῶν συναιτίων ἀποδόσεις, εἰ μέλλοι τις προκόπτειν, ἐπιζητεῖν δεῖ τὰς καλλίους, ὥστε ταύτας ἀπομαθεῖν τε καὶ ἀποβαλεῖν διὰ κατάγνωσιν. τοῦτο δέ ἐστιν ἡ ἁπλῆ ἄγνοια, ἀρχὴ δὲ αὕτη τῆς ἐπιστήμης.

411

ρνθʹ. —[96d8—97b7] Ὅτι παρενδείκνυται καὶ ἐπὶ τῶν ἄλλων συναιτίων τὰς ἐλεγκτικὰς ἀποδείξεις. εἰ γὰρ τὰ εἴδη αὐτὰ ἅ ἐστι μόνον ἐστίν, οὐκ ἂν τὸ ἓν αὐτό ποτε γένοιτο δύο (ἓν γάρ ἐστι μόνον ὅ ἐστιν ἕκαστον), οὐδ’ ἂν τὸ ἓν καὶ τὸ ἓν συνιόντα γένοιτο· καὶ γὰρ ἄνθρωπος καὶ ἄνθρωπος συνελθόντες οὐδὲν ἄλλο
5ἢ ἄνθρωποι καὶ οὐκ ἄλλο τι εἶδος, ἀλλὰ μὴν τὰ δύο ἄλλο εἶδος. πῶς δὲ τοῦτο διὰ τῶν ἐναντίων γίγνεται τὸ αὐτό, οἷον διὰ συνθέσεώς τε καὶ διαιρέσεως; οὐδὲν γὰρ τῶν ἐναντίων ποιητικὸν καθ’ αὑτὸ οὐδὲ γέννημα τῶν ἐναντίων. εἰ δὲ καὶ εἶδος ἡ σύνθεσις καὶ ἡ διαίρεσις, ἡ μὲν συνθήσει μόνον, ἡ δὲ διαιρήσει, δυάδα δὲ οὐ ποιήσει οὐδὲ μονάδα.

412

ρξʹ. —[97b8—98c2] Ὅτι ὁ Ἀναξαγόρας εἶδεν μὲν εἰς τὸ ποιητικὸν αἴτιον, οὐ μὴν ἐχρήσατό γε αὐτῷ· ἐν γὰρ ταῖς ἀποδόσεσι τὰς ἀλογίστους αἰτίας προβάλλεται καὶ ἀορίστους καὶ ἐπὶ τὰ ἐναντία φερομένας ὑπὸ δόξης παλιμβόλου τινός. ὁ μέντοι νοῦς ὅρος εἶναι βούλεται καὶ ἀτεχνῶς κανών· ἀλλὰ καὶ σκοπὸν
5ἕνα τίθεται, τὸ ἀγαθόν, ὅπερ τῇ μὲν κρίσει ὁρίζει, τῇ δὲ ὀρέξει ἐγείρεται πρὸς οἰκείωσιν αὐτοῦ, ἀμφοτέραις δὲ ὁμοῦ τὴν πρὸς ἐκεῖνο στέλλεται ὁδόν, καὶ ἔστιν
ἡ ὁδὸς ὁρμὴ πρὸς τὸ ἀγαθὸν γνώσει τε καὶ ὀρέξει παραπεμπομένη.221

413

ρξαʹ. —[97c2—d3] Ὅτι ὁ νοῦς πρῶτος ἐπιστρέφεται πρὸς τὸ ἀγαθόν, καὶ ὡς διακριθεὶς ἀπ’ αὐτοῦ, καὶ ὡς τῶν διακριθέντων ἐγγυτάτω καὶ ‘γενούστησ‘, ὡς ἐν Φιλήβῳ εἴρηται [30e1], καὶ ὡς ὄμμα ἐρωτικὸν τοῦ ἀγαθοῦ προβαλλόμενος πρῶτος τῶν χωρισθέντων καὶ διὰ τοῦτο δεηθέντων ὄμματος τοιούτου. εἰκότως
5ἄρα ὁ Σωκράτης τὸ ποιητικὸν αἴτιον, τὸν νοῦν, εὐθὺς τῷ τελικῷ συνάπτει αἰτίῳ καὶ οὐ δύναται νοῦν ὁρᾶν ἄνευ τοῦ τέλους.

414

ρξβʹ. —[98c2—99b2] Ὅτι ἐναργῶς ἀπέδειξε δι’ ἑαυτοῦ καὶ τοῦ ἀνθρωπίνου νοῦ ὅτι τὰ μὲν συναίτια ἐπὶ τἀναντία φέρεται καὶ ταῖς ἐναντίαις δόξαις ὑπηρετεῖ τυφλοῦ δίκην, ὁ δὲ νοῦς πρὸς μόνον ὁρῶν τὸ ἀγαθὸν ὑπερέχει τούτων· εἰ γὰρ ὁ ἀνθρώπινος, πολλῷ μᾶλλον ὁ θεῖος.

415

ρξγʹ. —[99c6—100a3] Ὅτι πρότερον ἐξηγεῖται τῶν αἰσθητῶν ἀληθεῖς αἰτίας τήν τε ποιητικὴν καὶ τὴν τελικήν. τῶν δὲ αἰσθητῶν ἀορίστων ὄντων καὶ ἀντὶ καθαροῦ τοῦ νοῦ ταῖς αἰσθήσεσι χρωμένων καὶ ταῖς δόξαις, ἀνέφυγεν ἐπὶ τοὺς ‘λόγουσ‘ καὶ τὰ καθόλου εἴδη, ἅπερ ‘λόγουσ‘ ὀνομάζων καὶ κρείττονα τῶν
5αἰσθητῶν εἶναι λέγων δῆλός ἐστιν ἐν τῇ λογικῇ ψυχῇ αὐτὰ τιθέμενος, ὡς ἐν τούτῳ ῥᾷον εὑρήσων ὃ βούλεται. ‘δεύτεροσ‘ οὖν ‘πλοῦσ‘ μετὰ τὸ τελικὸν τὸ παραδειγματικόν, ἢ μετὰ τὰ νοερὰ τὰ διανοητά, ἢ κάτωθεν μετὰ τὴν ἐν τοῖς αἰσθητοῖς ζήτησιν ἡ ἐν τοῖς διανοητοῖς.

416

ρξδʹ. —Ὅτι ῥᾷον καὶ ἁπλούστερον ὑποθέσθαι καὶ θέσθαι τὰ παραδείγματα ὡς αἴτια τῶν αἰσθητῶν καὶ τίνα ταῦτα ἐννοῆσαι ἀπὸ τῶν εἰκόνων, ὅτι τοιαῦτα ἕτερα ἀληθῆ καὶ μονοειδῆ καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἅτε προϋπάρχοντα τῶν εἰκόνων, ἤπερ τὸ τελικόν. τοῦτο γὰρ καὶ ὡσ ἄρρητον ὡς
5ἀληθῶς καὶ τῶν φαινομένων εἰκόνων ὑπερανέχον (οὐ γάρ ἐστιν αὐτοῦ εἰκών) καὶ ἔτι μέντοι ἐν τῇ γενέσει ἀφανιζόμενον διὰ τὴν αὐτῆς ἀοριστίαν σύμφυτον,
δι’ ἣν καὶ τοῦ κακοῦ πολλοῦ ἀναπέπλησται. ἀλλὰ μὴν καὶ ἤπερ τὸ ποιητικόν, πρῶτον μὲν διὰ τὴν πρὸς τὸ τελικὸν συμπλοκήν, ὡς δέδεικται· δεύτερον δὲ διὰ τὴν πολλαχοῦ τῶν εἰκόνων μεταβολὴν ἀναινομένην τὸ τοῦ νοῦ ποιητικὸν223
10ἀκίνητον, διὸ καὶ Ἀριστοτέλης τοῖς οὐρανίοις ζῴοις περιτίθεται τὴν ποίησιν ὅλην· τρίτον δὲ αὖ διὰ τὸ προφαίνεσθαι τὰ μερικὰ αἴτια καὶ αἰσθητὰ σχεδὸν ἀρκοῦντα πρὸς τὴν γένεσιν· πᾶν γὰρ εἶδος εἶναι δοκεῖ τοῦ ὁμοίου γεννητικόν. τὰ τοίνυν παραδείγματα ὡς μὲν εἴδη εὐληπτότερα τοῦ τελικοῦ, ὡς δὲ ἐφ’ ἑαυτῶν ἑστῶτα οὐδὲ ἁπτόμενα τῆς γενέσεως οὐδὲ ποιητικῶς, ἅτε ὑπὲρ τὸν ποιητὴν
15ὄντα, ἁπλούστερον λαμβάνεται. διὸ καὶ θᾶττον ἀτιμάζεται, ὡς οὐ ποιοῦντα, μόνον δὲ ὄντα· ἀρκεῖν δὲ ὄντα εἶναι τὰ αἰσθητά.

417

ρξεʹ. —[100b3—7] Ὅτι τὰ παραδείγματα τεθέντα καὶ τὸ ποιητικὸν συνείληφεν τρόπον τινά (μετοχῇ γὰρ αὐτῶν τὰ τῇδέ ἐστιν ἅ ἐστιν), καὶ ἔτι τὸ τελικόν. ἔστι γὰρ καὶ ἀγαθοῦ παράδειγμα, τοῦ εἰδητικοῦ δηλονότι, κἂν εὕρωμεν τὸ ὠφέλιμον ἐνθάδε, τῇ ἐκείνου μετασχέσει φανήσεται ὄν· διό μοι δοκεῖ ὁ Σωκράτης
5τῷ καλῷ χρήσασθαι παραδείγματι, ἅτε περιέχοντι καὶ τὸ χρήσιμον, ὡς ἐν Γοργίᾳ διώρισται [474d3—475a4].

418

ρξϛʹ. —[100d3—6] Ὅτι περὶ τῆς τῶν εἰδῶν μεθέξεως πολλαχοῦ ἀπορήσας ἐνταῦθα μάλιστα τὴν λύσιν ἐνδείκνυται. εἰ μὲν γὰρ παρουσίᾳ, πῶς χωριστὰ ἐκεῖνα τούτων, πῶς δὲ ἀμέριστα; εἰ δὲ κοινωνίᾳ, δεήσει καὶ ἄλλων, ὧν κοινωνήσει ταῦτα καὶ ἐκεῖνα, καὶ τοῦτο ἐπ’ ἄπειρον, καὶ οὐκ ἄρα πρῶτα. ὁ δέ φησιν ‘εἴτε
5ὅπῃ καὶ ὅπωσ‘· πάρεστι μὲν γάρ, ἀλλὰ τῇ μετοχῇ, κοινωνεῖ δέ, ἀλλὰ ταῦτα
ἐκείνων, ἀλλ’ οὐχὶ ἑτέρου ἑκάτερα, κοινωνεῖ δὲ κατὰ μετοχήν.225

419

ρξζʹ. —[100e8—101b2] Ὅτι οὐ τῇ κεφαλῇ μείζων καὶ ἐλάττων, δείκνυσι. πρῶτον μὲν τῷ αὐτῷ πῶς τὰ ἐναντία γίγνεται; δεύτερον δὲ πῶς τῇ σμικρᾷ τὸ μεῖζον; λέγοιτο δὲ ἄν τι καὶ τοιοῦτον· πῶς ἄλλῳ εἴδει ἄλλο, τῇ κεφαλῇ μείζων ἢ ἐλάττων; ἔτι δέ, εἰ μέγα τῷ μεγέθει καὶ σμικρὸν τῇ σμικρότητι,
5ἀλλ’ οὐ τῇ κεφαλῇ, σαφὲς ὅτι οὐδὲ αἱ ἐπιτάσεις τῶν αὐτῶν· ἡ γὰρ ἐπίτασις πλείων ἐστὶ τοῦ αὐτοῦ μετάσχεσις.

420

ρξηʹ. —[101d5—e1] Καὶ τίς ἂν εἴη πρὸ τοῦ παραδειγματικοῦ ἄλλη καὶ ἄλλη ὑπόθεσις; μία γὰρ μόνη ἡ τοῦ τελικοῦ. —Ἢ βαθύτερον αὐτὸ νοητέον· ἐν γὰρ τῷ διακεκριμένῳ τὰ παραδείγματα, ὥστε πρὸ τούτου ὑποθετέον 〈τὸ διακρινόμενον〉, ὃ μάλιστα τὴν πρὸ νοῦ ζωὴν ἐνδείκνυται, ἀλλὰ πρὸ τούτου τὸ ἀδιάκριτον, ὅπερ
5ἐστὶ τὸ ὄν, ὃ καὶ τῆς ζωῆς προϋπάρχει κατὰ τὸ ἡνωμένον. ἀλλὰ καὶ τὰ αἴτια τὰ δύο πρὸ τούτων, τό τε τῆς διακρίσεως καὶ τὸ τῆς ἑνώσεως, ὧν προεῖναι νοεῖται ἡ μία ἀρχή. Ὑποθέσεις

421

ρξθʹ. —[103e5—104b4] Ὅτι οὐ μόνον τὸ χωριστὸν εἶδος οὐ δέχεται τὸ ἐναντίον μένον ὅ ἐστι (τοῦτο γὰρ τὸ δέχεσθαι), ἀλλὰ καὶ τὸ ἀχώριστον καὶ τὸ πῶς μέν, πῶς δὲ οὔ, οἷον τὸ ἐν τοῖς ἀριθμοῖς παρακείμενον ὑπόδειγμα, ἄρτιον ἢ περιττόν.

422

ροʹ. —[104b6—105b4] Ὅτι οὐ μόνον τὰ ἐναντία οὐ δέχεται ἄλληλα ἐπιόντα, ἀλλ’ οὐδὲ ὅσα συνουσίωται τῶν ἐναντίων τινί· ταῦτα δέ ἐστιν ὅσα σὺν ἑαυτοῖς ἐπιφέρει τὸ ἐναντίον, λέγω δὲ ἐναντίον ἐκεῖνο ᾧ συνουσίωται, οἷον τὸ πῦρ τῇ
θερμότητι, διὸ καὶ ἀεὶ συνεπιφέρει τοῦτο.227

423

ροαʹ. —[104b6—cl] Ὅτι τὸ μὴ δεχόμενον τὸ ἐναντίον ἢ φθείρεται ἐπιόντος ἢ ὑπεξίσταται, καὶ ὅταν ἁπλοῦν ᾖ καὶ ὅταν τούτῳ συνουσιωμένον.

424

ροβʹ. —[105c9—d5] Ὅτι ἡ ψυχὴ οὐσία ἐστὶν ἀεὶ συνεπιφέρουσα ἑαυτῇ ζωὴν τῷ δεχομένῳ· τοῦτο γὰρ καὶ ἔμψυχον εὐθὺς ὁμολογεῖται ὃ ἂν ψυχὴ κατάσχῃ, ὃ καὶ ζῇ πάντως.

425

ρογʹ. —[105d6—11] Ὅτι τῇ ζωῇ ἐναντίον θάνατος, καὶ διὰ τοῦτο οὐδέποτε ἡ ζωὴ μένουσα ὅ ἐστι δέχεται θάνατον, οὐδέ γε ψυχὴ ἡ συνεπιφέρουσα ἀεὶ τὴν ζωήν.

426

(1t)

Συλλογισμοί
2[Start of a diagram][Start of a diagram section]ψυχὴ[End of a diagram section] [Start of a diagram section]ἀεὶ ζωὴν ἐπιφέρει[End of a diagram section] [Start of a diagram section]ἄδεκτον θανάτου[End of a diagram section] [Start of a diagram section]ἀθάνατον.[End of a diagram section][End of a diagram] [Start of a diagram][Start of a diagram section]ψυχὴ[End of a diagram section] [Start of a diagram section]ἀθάνατον[End of a diagram section] [Start of a diagram section]ἀίδιον[End of a diagram section] [Start of a diagram section]ἀνώλεθρον.[End of a diagram section][End of a diagram]

427

ροδʹ. —Εἰ ἡ ψυχὴ ἀθάνατος καὶ ἀνώλεθρος μετέχουσά γε ζωῆς, πολλῷ μᾶλλον τὸ κρεῖττον αὐτῆς καὶ ὃ μεταδίδωσι τῆς ζωῆς ἀθάνατον καὶ ἀνώλεθρον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.

428

ροεʹ. —Ὅτι καὶ τὰ ἁπλᾶ ἐναντία καὶ τὰ μετέχοντα τούτων, ἔτι δὲ ἀχώριστα καὶ χωριστὰ παρέλαβεν, ἐπειδὴ ἡ ψυχὴ μέση οὖσα φαντάζεται ἑκάτερα εἶναι.

429

ροϛʹ. —Ὅτι ἐν ταῖς ὑποθέσεσι τακτέον καὶ τὴν Κέβητος· ὑπέθετο γὰρ τὴν ψυχὴν χωριστὴν καὶ πολυχρονιωτέραν τοῦ σώματος [95b8—e6].

430

ροζʹ. —Ὅτι καὶ ὡς οὐσίας τῆς ψυχῆς οὔσης πρόεισιν ὁ λόγος· ἢ πῶς ἐπῆγεν καὶ τὸ ἀνώλεθρον [105e10—107al]; καὶ πρότερόν γε [105b8—c2] πυρὶ
παραβάλλει αὐτήν, συνουσιωμένην τὴν ζωὴν ἔχουσαν ὡς τὸ πῦρ τὴν θερμότητα.229

t431-448

Ἀπορίαι Στράτωνος 〈ι〉γʹ πρὸς τὸν λόγον [frg. 123]

431

ροηʹ. —Μήποτε καὶ πᾶν ζῷον οὕτω γε ἀθάνατον· θανάτου γὰρ ἄδεκτον· οὐ γὰρ ἔσται ζῷον τεθνηκὸς οὐδὲ ψυχὴ τεθνηκυῖα.

432

ροθʹ. —Οὕτως οὐδὲ τὸ σύνθετόν ποτε διαλυθήσεται· ἄδεκτον γάρ ἐστι τοῦ ἐναντίου· οὐ γὰρ ἔσται ποτὲ διαλυθὲν μένον γε σύνθετον.

433

ρπʹ. —Εἰ πολλαχῶς ἡ ἀπόφασις, ἀθάνατος ἡ ψυχὴ ἂν εἴη οὐχ ὡς ζωὴ ἄσβεστος ἢ ζωὴν ἄσβεστον ἔχουσα, ἀλλ’ ὡς μόνον ἑνὸς δεκτικὴ τῶν ἐναντίων καὶ μετὰ τούτου οὖσα ἢ μὴ οὖσα.

434

ρπαʹ. —Μήποτε καὶ αἱ τῶν ἀλόγων ψυχαὶ οὕτως ἀθάνατοι, ὡς ἐπιφέρουσαι ζωὴν καὶ ἄδεκτοι τοῦ ἐναντίου τῷ ἐπιφερομένῳ.

435

ρπβʹ. —Μήποτε οὕτω καὶ αἱ τῶν φυτῶν· ζωοποιοὶ γὰρ καὶ αὗται τῶν σωμάτων.

436

ρπγʹ. —Μήποτε οὕτω καὶ ἡ φύσις ἑκάστη· τὸ γὰρ κατὰ φύσιν παρέχουσα πῶς ἂν δέξαιτό γε τὸ παρὰ φύσιν; ἄδεκτος δὲ οὖσα τούτου οὐκ ἄν ποτε φθαρείη.

437

ρπδʹ. —Μήποτε πᾶσα γένεσις ἄφθαρτος· ἄδεκτος γὰρ καὶ αὐτὴ τοῦ ἐναντίου· οὐ γὰρ ἔσται τι γιγνόμενον ἐφθαρμένον.

438

ρπεʹ. —Μήποτε προχείρως εἴληπται ὡς, εἰ ἄδεκτος θανάτου καὶ ταύτῃ ἀθάνατος, ὅτι καὶ ἀνώλεθρος· ἀθάνατος γὰρ καὶ ὁ λίθος οὕτω γε, ἀλλ’ οὐκ
ἀνώλεθρος.231

439

ρπϛʹ. —Πόθεν ὅτι συνεπιφέρει ζωήν, ἵνα καὶ ἄδεκτος ᾖ τοῦ ἐναντίου τῷ ἐπιφερομένῳ; ἐνίοτε γὰρ ἐπιφερομένη ἐστίν.

440

ρπζʹ. —Μήποτε ζῶν ἐστι καὶ ἐπείσακτον ἔχει τὴν ζωήν, ὥστε ποτὲ καὶ ἀποβάλλειν αὐτήν.

441

ρπηʹ. —Μήποτε τὸν μὲν ἐναντίον θάνατον τῇ ἐπιφερομένῃ ζωῇ οὐ δέχεται, ἄλλον δὲ τὸν τῇ ἐπιφερούσῃ.

442

ρπθʹ. —Μήποτε ὡς τὸ πῦρ, ἔστ’ ἂν ᾖ, ἄψυκτον, οὕτω καὶ ἡ ψυχή, ἔστ’ ἂν ᾖ, ἀθάνατος· καὶ γὰρ ἐπιφέρει ζωὴν ἔστ’ ἂν ᾖ.

443

ρϙʹ. —Μήποτε, κἂν πάντα τὰ ἄλλα διαφύγωμεν, τὸ πεπερασμένην εἶναι καὶ δύναμιν ἔχειν πεπερασμένην οὐκ ἂν ἐλέγξαιμεν. ἔστω γὰρ καὶ ἐπιφέρουσα ζωὴν καὶ χωριστὴ κατ’ οὐσίαν καὶ μὴ δεχομένη τὸν ἐναντίον τῇ ἐπιφερομένῃ ζωῇ θάνατον· καθ’ ἑαυτὴν δὲ οὖσα καμεῖταί ποτε καὶ φθαρήσεται σβεσθεῖσα ἐφ’
5ἑαυτῆς, οὐδενὸς ἔξωθεν ἐπιόντος.

444

ρϙαʹ. —Ὅτι πρὸς τὰς Στράτωνος 〈αʹ〉 ἀπορίας ἐροῦμεν ὅτι οὐδὲ ἐπιφέρει τι ἐναντίον οὔτε τὸ ζῷον οὔτε τὸ σύνθετον, ἀλλ’ ἔστι μόνον σὺν θατέρῳ τῶν ἐναντίων· διὸ καὶ τούτοις ἁρμόζει ἡ τοῦ ἐναντίου μόνη ἀπόφασις, ἣ εἰς ταὐτὸν ἔρχεται τῇ τοῦ εἶναι καταφάσει, ἐπειδὴ καὶ σὺν τῷ ἑτέρῳ τὸ εἶναι·
5ὁ δὲ λόγος ἦν περὶ πραγμάτων ἐπιφερόντων θάτερον τῶν ἐναντίων.

445

ρϙβʹ. —Ὅτι πρὸς τὰς δευτέρας ἀπορίας ἐροῦμεν ὡς πᾶσαι αἱ τοιαῦται ζωαὶ καὶ ἡ γένεσις ἐπ’ ἐσχάτοις ἐπιφερόμεναί εἰσιν, ἀλλ’ οὐκ ἐπιφέρουσαι, περὶ οἵων ὁ λόγος. εἰ δέ τι καὶ αὗται ἐπιφέρουσι καὶ ὁπωσοῦν, τοῦ γε ἀντικειμένου τῷ ἐπιφερομένῳ ἄδεκτοί εἰσι καὶ οὐ συναποσβέννυνται τοῖς
5ἐπιφερομένοις.

446

ρϙγʹ. —Πρὸς τὰς γʹ ῥητέον ὅτι ὑπόκειται καὶ ἐκ τῆς ἐναργείας ὁμολογεῖται ὡς ἡ ψυχὴ ζῇ καὶ ζωὴν ἐπιφέρει τοῖς σώμασιν, εἴπερ ἃ ἂν κατάσχῃ,
ταῦτα γίνεται ἔμψυχα, ὅ ἐστι ζῶντα. οὐκ ἄρα, ὡς ὁ λίθος, ἄδεκτος θανάτου· οὐδὲ ἐπιφερομένην μόνον, ἀλλ’ οὐδὲ ἐπείσακτον ἔχει τὴν ζωήν, οὐδέποτε γὰρ233
5ἄνευ ζωῆς ἔρχεται, ὡς οὐδὲ τὸ πῦρ ἄνευ θερμότητος.

447

ρϙδʹ. —Πρὸς τὴν τετάρτην, ὡς ἓν τὸ εἶδος τῆς ἐπιφερούσης καὶ τῆς ἐπιφερομένης, οἷον ἐπὶ τοῦ πυρὸς ἡ θερμότης. διὸ καὶ ἓν τὸ ἀντικείμενον, ἡ ψυχρότης ἡ αὐτή, καὶ τῇ ἀπὸ τοῦ πυρὸς καὶ τῇ ἐν τῷ πυρί· ἀμέλει καὶ ἑκατέραν φθείρει. ἐπεὶ καὶ εἰ ἄλλος τῷ εἴδει θάνατος καὶ ἄλλη τῷ εἴδει ζωή, εἰ μὲν ἐπιφέρει
5καὶ τοιαύτην, δύο ἐποίσει· καὶ τίς ἡ διαφορά; αὐτὴ δὲ ἡ προτέρα πόθεν ἐπιφέρεται; ἢ βʹ καὶ αἱ ἐπιφέρουσαι, ὥστε καὶ ὁ λόγος ἐφ’ ἑκατέρου εἴδους ὁ αὐτός. ἀρκεῖ ἄρα ἡ προτέρα ἐπιφέρουσά τε καὶ ἐπιφερομένη.

448

ρϙεʹ. —Πρὸς τὴν πέμπτην ἀρκεῖ ὁ Σωκράτους διορισμός [1o5a1—5]. εἰ γὰρ ἡ ἐπιφέρουσα τὴν ζωὴν ἄδεκτος ἀεὶ θανάτου, οὐδὲν ἔσται ἄλλο τὸ σβεννύον αὖ τὴν ἐπιφέρουσαν. ὁ γὰρ θάνατος τῆς ἐπιφερομένης ἦν σβεστικός· εἰ δὲ καὶ τῆς ἐπιφερούσης, ἀλλ’ ᾗ ἐπιφέρεται ἄλλῳ ἀπ’ ἄλλου καὶ ἐν ἄλλῳ, ὃ
5καὶ τοῦ ἐναντίου δεκτικὸν ἔσται. οὕτω γὰρ καὶ εἰ μὴ τὸ πῦρ δεκτικὸν ψυχρότητος, ἀλλ’ ἔχει σῶμα δεκτικόν, ὃ καὶ τῆς πυρὸς ἦν θερμότητος ὑποδοχή· διὸ καὶ φθείρεται τὸ πῦρ ἐπιούσης. εἰ δὲ μόνον ἐπιφέρουσα εἴη, οὐκ ἂν ἔχοι τι δεκτικὸν τοῦ ἐναντίου. πάντως 〈δὲ〉 χωριστὴ καὶ ἔστιν καὶ ὑπόκειται· εἰ γὰρ καὶ αὐτὴ ἐν ἄλλῳ, οἷον ἐν οὐσίᾳ, οὐκ ἔσται ἐπιφέρουσα, ἀλλ’ ἐπιφερομένη.

t449-465

Ὑποθέσεις ἀναγκαῖαι πρὸς τὴν τοῦ λόγου ἀλήθειαν

449

ρϙϛʹ. —Ὅτι οὐσία ἡ ψυχή.

450

ρϙζʹ. —Ὅτι χωριστὴ παντὸς ὑποκειμένου.

451

ρϙηʹ. —Ὅτι πᾶσα οὐσία ἢ ἑκατέρου δεκτικὴ τῶν ἐναντίων ἢ θατέρῳ
συμπέφυκεν ἀφωρισμένως, ὡς θερμότητι τὸ πῦρ· οὕτως ἡ ψυχὴ τῇ ζωῇ.235

452

ρϙθʹ. —Ὅτι αἱ οὕτως ἔχουσαι οὐσίαι ἄδεκτοί εἰσι θατέρου τῶν ἐναντίων.

453

σʹ. —Ὅτι εἰ μέν εἰσιν ἐν ἄλλῳ δεκτικῷ τοῦ ἑτέρου, ἐπιόντος ἐκείνου τῷ ὑποκειμένῳ φθείρονται· εἰ δὲ μή, ὑπεξίστανται, ἅτε ἀνεπιτηδείου γεγονότος τοῦ ὑποκειμένου διὰ τὴν τοῦ ἀντικειμένου παραδοχήν.

454

σαʹ. —Ὅτι τὸ ζῶν ἔστ’ ἂν ἔχῃ τὴν ζωὴν οὐ φθείρεται· διὸ καὶ τὸ σῶμα τότε φθείρεται, ὅταν στερεθῇ τῆς ζωῆς.

455

σβʹ. —Ὅτι τὸ ἀεὶ σὺν ἑαυτῷ τι φέρον ἑτέρῳ συμπεφυκὸς ἔχει τὸ ἐπιφερόμενον εἶδος.

456

σγʹ. —Ὅτι οὐκ ἐπιδέχεται τὴν τοῦ ἐπιφερομένου ἐναντιότητα, τουτέστιν τοῦ συμπεφυκότος αὐτῷ εἴδους ὁτουοῦν.

457

σδʹ. —Ὅτι τὸ δεκτικὸν τῆς ἐπιφερομένης ζωῆς ἐπείσακτον ἔχον αὐτὴν δεκτικὸν ἂν εἴη καὶ θανάτου, ὅσον γε ἐφ’ ἑαυτῷ.
3tἈποδείξεις τῆς ἀθανασίας

458

σεʹ. —Εἰ ἡ ψυχὴ οὐσία ζωὴν ἔχουσα συμπεφυκυῖαν, διὸ καὶ ἀεὶ ζωὴν ἐπιφέρει τῷ δεκτικῷ τῆς ἐπιφερομένης ζωῆς, αὐτὴ δὲ χωριστή ἐστιν ἐκείνου πεφυκότος γε δέχεσθαι τὸ ἐναντίον τῇ ἐπιφερομένῃ ζωῇ, οὔτ’ ἂν δέχοιτο θάνατον ὡς 〈ζωὴν〉 ἐπιφέρουσα οὔτ’ ἂν φθείροιτο τοῦ θανάτου ἐπιόντος τῷ ὑποκειμένῳ ὡς
5χωριστή. ἐξίσταται ἄρα μένουσα ἀθάνατος, οὕτω δὲ ἀθάνατος ὡς ζωὴν ἀναφαίρετον ἔχουσα· εἰ δὲ τοῦτο, καὶ ἀνώλεθρος μένουσα· καὶ γὰρ σῶμα εἴ τι ζωὴν ἔχοι ἀναφαίρετον, καὶ ἀνώλεθρόν ἐστιν.

459

σϛʹ. —Εἰ ἐπιφέρουσα μόνον ἐστὶ τὴν ζωήν, οἴκοθεν ἔχει ταύτην καὶ ἀφ’ ἑαυτῆς προβάλλεται. ἔστ’ ἂν οὖν ᾖ, ζωὴν προβέβληται σύμφυτον· ἔστ’ ἂν δὲ ταύτην ἔχῃ, ἀθάνατός ἐστιν· ἔστ’ ἂν δὲ ἀθάνατος, καὶ ἀνώλεθρος· ἔστ’ ἂν ἄρα ᾖ ζωῆς προβλητική, ἀνώλεθρός ἐστιν. ἀεὶ δὲ ζωῆς προβλητική· βρύουσα γὰρ
5ζωὴν ἀναφαίρετον ἔχει ταύτην· ὥστε καὶ ἀεί ἐστιν ὅ ἐστιν.

460

σζʹ. —Εἰ ἐν ὑποκειμένῳ ὁ θάνατος (στέρησις γάρ), ἐν ᾧ δὲ τὸ ἕτερον τῶν ἐναντίων, ἢ στερήσεως ἢ ἕξεως, ἐν τούτῳ καὶ τὸ ἕτερον, ἀνάγκη ἄρα τὴν ἀντικειμένην τῷ θανάτῳ ζωὴν ἐν ὑποκειμένῳ καὶ αὐτὴν εἶναι· τοιαύτη δὲ μόνη ἡ ἐπιφερομένη, ἡ δὲ ἐπιφέρουσα καθ’ ἑαυτήν ἐστι καὶ οὐκ ἐν ἄλλῳ· ὥστε οὐδεὶς
5αὐτῇ θάνατος πελάσει, μὴ ἐχούσῃ τι ὑποκείμενον, πεφυκὼς δὲ ἐν ὑποκειμένῳ
ἐγγίγνεσθαι.237

461

σηʹ. —Εἰ συνουσίωται τῷ τῆς ψυχῆς εἴδει ζωή, κατὰ εἶδος ζῇ τὸ οἰκεῖον. ἔστι δὲ μόνον εἶδος οὐδὲν ἔχον ἀλλότριον οὐδὲ ἐν ἀλλοτρίῳ τὸ εἶναι ἔχον· ὃ ἄρα ἐστί, μόνον ἐστίν. οὐδὲν δὲ κάμνει κατὰ εἶδος ὅ ἐστιν ὄν, οὐδέ τινι τὸ εἶναι ὅ ἐστιν ἐπίπονον, ἀλλὰ τὸ μὴ εἶναι μόνον καὶ τὸ ἐπείσακτον· ὥστε οὐδὲ καμεῖται
5ἡ ψυχὴ τοῦτο μόνον οὖσα ὅ ἐστιν. εἰ γοῦν κάμνοι περὶ τὴν γένεσιν, ἐπειδὴ προσπεριβάλλεται καὶ ὃ μή ἐστι, διὰ τοῦτο κάμνει, οὐ μὴν τοῦτο ὃ μόνον ἐστίν. ἔστι δὲ μόνον ψυχή· οὐκ ἄρα κάμνει ψυχὴ οὖσα ὅ ἐστιν, οὐσία ζωὴν ἔχουσα σύμφυτον.

462

σθʹ. —Εἰ τὸ τοῦ ἐναντίου γεννητικὸν ἀναιρετικόν ἐστι τοῦ ἐναντίου, ὡς τὸ φωτὸς αἴτιον τοῦ σκότους, δῆλον ὡς καὶ ἡ ψυχὴ τὸν θάνατον ἐπιόντα προαναιρεῖ, ζωῆς οὖσα χορηγός.

463

σιʹ. —Εἰ τὸ ζῆν ἐμποιεῖ τοῖς μὴ ζῶσιν, ἐμποιεῖ καὶ τὸ μὴ ἀποθνῄσκειν· αὐτὴ ἄρα καθ’ ὕπαρξιν ζῇ τὴν ἑαυτῆς καὶ οὐκ ἀποθνῄσκει ἄρα καθ’ ὕπαρξιν· συνουσίωται ἄρα καὶ τῷ μὴ ἀποθνῄσκειν, τῷ ἄρα ἀθανάτῳ. εἰ δὲ καὶ τὸ εἶναι δίδωσι καὶ τὸ μὴ φθείρεσθαι, πάντως ὅτι καὶ ἄφθαρτός ἐστι καθ’ ὕπαρξιν.

464

σιαʹ. —Εἰ καθ’ ὕπαρξιν ζωή ἐστιν ἡ ψυχὴ καὶ οὐσία ζῶσα, καὶ ἔστι τοῦτο μόνον (ἄνευ γὰρ ὕλης καὶ χωριστὴ καθ’ ἑαυτὴν οὐ πῇ μέν ἐστιν ὅ ἐστιν, πῇ δὲ οὔ, μόνον γὰρ εἶδος· οὐδὲ ἄρα τῇ μὲν ἐνεργείᾳ τοῦτο, τῇ δὲ δυνάμει ἕτερον, οὐ γὰρ ἔτι μόνον ὅ ἐστιν, εἶδος), οὐδὲ ἄρα θνητὴ οὐδὲ φθαρτή· οὐδὲ ἄρα
5τεθνήξεται οὐδὲ φθαρήσεται.

465

σιβʹ. —Εἰ πάσης μεταβολῆς ἡ ψυχὴ προκατάρχει, τὸ αἴτιον οὖσα πάσης μεταβολῆς, ἐπέκεινα ἂν εἴη πάσης μεταβολῆς· ὥστε καὶ τῆς περὶ ἕξιν καὶ στέρησιν· ὥστε καὶ τῆς περὶ ζωὴν καὶ θάνατον. ὃ ἄρα ἐστὶ κατ’ οὐσίαν, ἀεί ἐστιν ἀμετάβλητος· ἡ γὰρ οὐσία αὐτῆς πηγὴ ἦν πάσης μεταβολῆς, ὡς ὁ νοῦς
5πάσης ἀμεταβλησίας.

t466-471

Εἰς τὸν μῦθον

466

αʹ. —Ὅτι τὸ τρίτον μέρος τοῦ διαλόγου ἐστὶ μὲν περὶ τῶν ψυχικῶν λήξεων·
οὐ πᾶν δὲ μῦθός ἐστιν, ἀλλ’ ὅσον συμπεραίνεται λέγων ὡς ‘ταῦτα ἢ τὰ τοιαῦτα‘ χρὴ τὰ ἐν Ἅιδου ἡγεῖσθαι [114d2—3]. τοῦτο γὰρ ἦν καὶ τὸ εἶδος τῶν Πλατωνικῶν μύθων ἅτε καλῶς τὴν ἀλήθειαν μιμουμένων, ὡς ἐν Πολιτείᾳ φησίν [II 377d9].239

467

βʹ. —Ὅτι λῆξίς ἐστι τάξις ἐν τῷδε τῷ παντὶ κατ’ ἀξίαν ἑκάστοις ἀποκληρουμένη παρὰ τῆς Δίκης.

468

γʹ. —Ὅτι τετραχῶς ἡ λῆξις, θεία δαιμονία ἀνθρωπίνη θήρειος. διττὴ δὲ ἑκάστη, ἡ μὲν οὐσιώδης· ἀμετάβλητος αὕτη καὶ τῷ παντὶ κόσμῳ συμπεπηγυῖα· ἡ δὲ ἔξω μεταβαλλομένη, ἡ μὲν θεία καὶ δαιμονία διὰ τὴν μεταβολὴν τῶν μετεχουσῶν λήξεων, ἡ δὲ ἀνθρωπίνη καὶ θήρειος διὰ τὴν τῶν λαγχανόντων
5παντοίαν ἐξαλλαγήν.

469

δʹ. —Ὅτι ἐκ δύο ὑποθέσεων ἤρτηται ὁ περὶ τῶν λήξεων λόγος· τῆς τε χωριστῆς ζωῆς τῶν ψυχῶν, ἥτις δέδεικται, καὶ τῆς πρόνοιαν θεῶν εἰσηγουμένης, ἣν καταδεῖται ἐν Νόμοις [X 899d4—905c4].

470

εʹ. —Ὅτι τρεῖς αἱ λήξεις τῶν ψυχῶν· ἡ μὲν πρὸ γενέσεως ἐν Διός, ἡ δὲ ἐν τῇ γενέσει ἐν Ποσειδῶνος, ἡ δὲ μετὰ τὴν γένεσιν ἐν Πλούτωνος, περὶ ἧς ὁ λόγος· διὸ νέκυια.

471

ϛʹ. —Ὅτι τριῶν οὐσῶν νεκυιῶν ἡ μὲν ἐνταῦθα μάλιστα περὶ τῶν λήξεων ποιεῖται τὸν λόγον, ἡ δὲ ἐν Γοργίᾳ [523al—527a4] περὶ τῶν δικαστῶν, ἡ δὲ
ἐν Πολιτείᾳ [X 614b2—621d3] περὶ τῶν δικαζομένων.241

472

ζʹ. —[107c1—4] Ὅτι μετὰ τοὺς περὶ ἀθανασίας λόγους ‘δίκαιον‘ μέν φησι ‘διανοηθῆναι‘ ὡς τῆς ἀληθοῦς δικαιοπραγίας ἐν τῇ διανοίᾳ ἱσταμένης· μείζω δὲ τὴν ‘ἐπιμέλειαν‘ ἅτε πολυχρονιωτέρας ζωῆς γιγνομένην καὶ ἀληθεστέρας καὶ τὴν νοῦ περὶ ἑαυτὸν τελεσιουργίαν μιμουμένην.

473

ηʹ. —[107c3—4] Πῶς ‘ὑπὲρ τοῦ παντὸς χρόνου‘ ἡ ἐπιμέλεια; οὐ γὰρ οἷόν τε τὸν πάντα χρόνον εὖ ζῆν. —Ἢ ὡς τέλους προκειμένου πρὸς μίμησιν τὴν ὅτι μάλιστα δυνατήν. Ἢ ἄμεινον ὡς οὐκέτι περὶ θνητῆς ζωῆς, ἀλλὰ τῆς κατὰ τὴν ἀθανασίαν
5ἀποδεδειγμένης.

474

θʹ. —[107c2—8] Πῶς ἔλαβεν δύο συνημμένα ἄνευ προσλήψεως; ἢ πῶς τῷ ἡγουμένῳ συναναιρεῖται τὸ ἑπόμενον; ἑκάτερον γὰρ ἀμέθοδον· οἷον ‘εἰ ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἀπαλλάττονται οἱ πονηροὶ τῆς πονηρίας μετὰ τοῦ σώματος· ἀλλὰ μὴν οὐ τὸ πρῶτον· οὐδὲ ἄρα τὸ δεύτερον‘. —Ἢ δύο ἐστίν, ἡγούμενον καὶ
5ἑπόμενον, ἀντιστρέφοντα, καὶ διὰ τοῦτο ὁπότερον συναναιρεῖ τὸ ἕτερον.

475

ιʹ. —[107c6—8] Ὅτι εἰ τὸ μὴ εἶναι τοῖς κακοῖς ἕρμαιον, οὐκ ἄρα τὸ εἶναι ἀγαθὸν μετὰ τοῦ κακοῦ· εἰ δὲ μετὰ τοῦ ἀγαθοῦ, αὐτὸ ἄρα τὸ εἶναι οὔτε κακὸν οὔτε ἀγαθόν· τὸ ἀγαθὸν ἄρα τοῦ ὄντος ἐπέκεινα.

476

ιαʹ. —[107d4—5] Ὅτι ‘λέγεται‘ ταῦτα ὑπὸ τῶν κοινῶν ἐννοιῶν τε καὶ προλήψεων, ὑπὸ τῶν θεολόγων, ὑπ’ αὐτῶν ἐνδείκνυται τῶν τελετῶν.

477

ιβʹ. —Ὅτι τὸ δαιμόνιον γένος τὴν μεσότητα συμπληροῖ τῶν θείων ἀειζώων ὄντων καὶ τῶν ποτὲ γιγνομένων· ὃ γὰρ ἡμεῖς ποτὲ γιγνόμεθα, τοῦτο αὐτοὶ ἀεί· διόπερ ἐξαιρέτως αὐτοὶ ὀπαδοὶ λέγονται τῶν θεῶν.243

478

ιγʹ. —Ὅτι θεοῦ ἑκάστου ἐγκοσμίου συνηρτημένην ἔχοντος ὕλην καὶ πρὸ ταύτης σῶμα καὶ πρὸ τούτου φύσιν καὶ ἔτι πρότερον ψυχὴν καὶ πρότερον ἔτι νοῦν καὶ πάντων θεότητα προκαθημένην, οἱ δαίμονες οἱ ἀπὸ τοῦ θεοῦ προϊόντες οἱ μὲν κατὰ τὴν θεότητα θεῖοι γίγνονται, οἱ δὲ κατὰ τὴν ὕλην ὕλης ἔφοροι,
5καὶ οἱ μέσοι νοεροὶ ψυχικοὶ φυσικοὶ σωματικοί. Ἐπιστῆσαι δὲ χρὴ ὅτι καὶ θεῶν γένη τοσαῦτα διῄρηται κατὰ τὰς αὐτὰς ἰδιότητας.

479

ιδʹ. —Ὅτι καὶ ἄλλον τρόπον συνδιῄρηνται τοῖς ἀγελάρχαις θεοῖς οἱ δαίμονες, οὐράνιοι αἰθέριοι ἀέριοι ὑδραῖοι χθόνιοι ὑποχθόνιοι.

480

ιεʹ. —Ὅτι οἱ εἰληχότες ἔφοροί εἰσι ψυχῶν τῶν εἰς γένεσιν κατιουσῶν, οὔτε δὲ νοεροὶ πάντως οὔτε αἰθέριοι οὔτε ἀφωρισμένως κατ’ ἄλλην τινὰ μίαν διαφοράν. τοσοῦτον δὲ προσδιοριστέον, ὅτι καὶ θεῶν ὄντων τῶν ἐφορώντων τὴν τοιαύτην διοίκησιν τῶν καθόδων τε καὶ ἀνόδων οἱ τούτων ὀπαδοὶ τῶν θεῶν δαίμονές
5εἰσιν οἱ εἰληχότες, ὅση τῆς καθόδου ἡ διαφορότης εἰς βάθος, τοσοῦτον ὑποβαίνοντες καὶ αὐτοὶ πρὸς ἀλλήλους.

481

ιϛʹ. —[107d7—e2] Ὅτι ‘τόποσ‘ τῶν δικαστῶν ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ. εἴη δὲ ἂν ὁ αἰθήρ, εἴπερ ἄχρι τοῦ αἰθέρος ἡ γῆ ἀνατείνεται· σύμμετρος γὰρ
οὗτος ταῖς πάσαις γίγνεται. Μήποτε δὲ καὶ τῶν δικαστικῶν τόπων ὅλην πρόοδον ποιητέον. οὐ γὰρ παρὰ245
5τοῖς αὐτοῖς αἱ πρῶται καὶ αἱ μέσαι καὶ αἱ ἔσχαται κριθήσονται· πανταχοῦ γὰρ ἡ τάξις κρατεῖ καὶ τὸ κατὰ πρόοδον ἐξηλλαγμένον. τοῦτο δὲ καὶ αὐτὸς προϊὼν συννοεῖ.

482

ιζʹ. —Ὅτι καὶ ἡ δικαστικὴ σειρὰ ἀπὸ τῆς Δίκης ἀρξαμένη διὰ πάσης πρόεισι τῆς οἰκείας προόδου μέχρι καὶ τῶν ἀψύχων, οἷον ὑδάτων κριτικῶν καὶ πνευμάτων.

483

ιηʹ. —Ὅτι αἱ ἔξω σωμάτων ψυχαὶ οὐ πάντως εἰσὶν ἐν Ἅιδου· ἐκεῖναι γὰρ μόναι, ὅσαι τοῦ ὁρατοῦ καθαίρονται καὶ τοῦ ἀειδοῦς τοῦ ἀποτιθεμένου τὸ ὁρατὸν ἀπολαύουσιν. ἔνιαι γοῦν εὐθὺς εἰς Διὸς ἀνατείνονται ὑπὸ τῶν δικαστῶν, ἔνιαι δὲ πάλιν εἰς γένεσιν καταπέμπονται, αἱ δὲ εἰς Ἅιδου ἀπίασιν. οὐδὲν δὲ θαυμαστὸν
5καὶ τὸν Πλούτωνα πάσαις συμπράττειν κατὰ τὸ ἑαυτοῦ Δίιον ἢ Ποσειδώνιον ἢ τὸ ἑαυτοῦ ἴδιον. ὁ ἄρα τόπος τῶν δικαστῶν κοινός ἐστι τῶν τριῶν Κρονιδῶν καὶ σύμμετρος τοῖς τρισίν.

484

ιθʹ. —[107d6—7] Ὅτι οὐ καθ’ ἑκάστην ψυχὴν εἷς δαίμων τακτέος· πρῶτον μὲν ὅτι ὁ τῶν ἐγγυτέρω τοῦ ἑνὸς ἀριθμὸς ἐλάττων ἐξ ἀνάγκης τῶν πορρωτέρω· δεύτερον ὅτι τοῦ βίου λυθέντος ἀργήσει ὁ λαχὼν ἐκείνης διοικεῖν τὸν βίον· τρίτον ὅτι τῶν βίων τόσων ὄντων καὶ τοίων, ἐὰν πλείους τὸν αὐτὸν προβάλωνται, ὁμόβιοι
5οὖσαι καὶ ὁμοδαίμονες ἔσονται. εἰ δὲ καὶ τούτων ἐστὶ διαφορά τις, ἀλλὰ καὶ τοῦ ἑνὸς δαίμονος εἷς μὲν ὁ χαρακτήρ, διάφοροι δὲ τοῦ ἑνὸς δυνάμεις.

485

κʹ. —Ὅτι οὐδὲ πλείους δαίμονες τῆς μιᾶς ἐπιστατήσουσιν. ἔσται γὰρ ὁ τῶν
δαιμόνων ἀριθμὸς πλείων τοῦ τῶν ψυχῶν· καὶ ὁ εἷς χαρακτὴρ τοῦ βίου ἕνα τὸν δαίμονα ἀπαιτεῖ· καὶ εἰ πλείους, ἢ καθ’ ἓν εἶδος τὸ κοινόν, ὥστε εἷς ὁ κατὰ κοινὸν εἰδοποιούμενος, ἢ κατὰ πλείω, καὶ τίνι ἐξομοιωθήσεται ἡ ψυχή; οὗτος247
5γὰρ ἂν εἴη μόνος.

486

καʹ. —Ὅτι οὐδὲ ὁ μὲν ἀγαθός, ὁ δὲ κακός· οὐδεὶς γὰρ κακὸς ἐπιμελεῖσθαι πέφυκεν οὐδὲ συντάττεται κατὰ φύσιν οὐδὲ ἀναπόστατος ἀεί· τὸν γὰρ κακόν ἐστιν ἀποπέμπεσθαι διὰ φιλοσοφίας καὶ τῆς ἱερατικῆς μηχανῆς.

487

κβʹ. —[107d7] Ὅτι ‘ἄγειν ἐπιχειρεῖ‘, διότι οὐ βιάζεται, ἀλλὰ κινεῖ τὸ αὐθαίρετον· οὔτε γὰρ ὡς ἑτεροκίνητον διοικεῖ τὴν ψυχὴν οὔτε ὡς αὐτάρκη.

488

κγʹ. —[107d6—7] Ὅτι αἱ μὲν ψυχαὶ λαγχάνουσι τοὺς δαίμονας, ὡς ἐν Πολιτείᾳ [X 617e1], κατὰ τὴν αἵρεσιν τῶν προστατουμένων ὑπ’ αὐτῶν βίων· οἱ δὲ δαίμονες τὰς ψυχάς, ὡς νῦν φησι, κατὰ τοὺς βίους ὧν ἀεὶ προστατοῦσιν.

489

κδʹ. —[107d8] Ὅτι τὸ μὲν ‘συλλέγεσθαι‘ δηλοῖ τὴν ὁμοῦ πολλῶν μέθεξιν τῆς δικαστικῆς κρίσεως, τὸ δὲ ‘διαδικάσασθαι‘ τὴν ἀσύγχυτον διάκρισιν τῶν ἑκάστοις ὀφειλομένων.

490

κεʹ. —Ὅτι ἡ μὲν δίκη τὰ κατ’ ἀξίαν ἑκάστοις ὁρίζει, ἡ δὲ κρίσις τὰ ψηφισθέντα διακεκριμένα ποιεῖ καὶ ἀσύγχυτα.

491

κϛʹ. —[107d5—e4] Ὅτι ὁ μὲν εἰληχὼς ἄγει παρὰ τοὺς δικαστὰς ὡς συμπεραίνων τὸν βίον καὶ ὡς μέρος καὶ τοῦτο τοῦ ὅλου βίου ἀποπληρῶν· ὁ δὲ
ἀπὸ τῶν δικαστῶν εἰς Ἅιδου κομίζων δικαστικός ἐστι δαίμων καὶ οἷον ὑπουργῶν τῇ ψήφῳ, διὸ τοῦτον αἱ ψυχαὶ οὐχ αἱροῦνται· τρίτος δὲ καὶ ‘ἄλλοσ‘ παρὰ τοῦτον249
5εἰρημένος ὁ δεῦρο πάλιν κομίζων εἰς γένεσιν, διὸ καὶ οὗτος εἰληχώς.

492

κζʹ. —[107e2—4] Ὅτι οὐκ ἔστιν ἀεί τινα μένειν οὔτε ἐν τῷ νοητῷ, ὡς Ἰάμβλιχος· εἴπερ γὰρ κατῆλθεν, πέφυκεν κατιέναι ποτέ· οὔτε ἐν τῷ Ταρτάρῳ, ὡς νῦν ἐρεῖ ὁ Σωκράτης [113e6]· πέφυκε γὰρ καὶ ἄνω ποτὲ εἶναι. ἀλλὰ ταῦτα ἑτέρως νοητέον, ὡς ἐροῦμεν· ἐπεὶ νῦν γέ φησι προλαβὼν ὅτι ‘μείνασαν
5ὃν χρὴ χρόνον‘ ἐκεῖ ἄλλος ἄγει δεῦρο· εἰ δὲ ὃν χρή, δῆλον ὡς κατὰ ἀξίαν τοῦ ἐφ’ ἡμῖν ὁ χρόνος ὁρίζεται ὑπὸ τῆς προνοίας καὶ τῆς εἱμαρμένης.

493

κηʹ. —[107e4] Ὅτι τὰ ἀεὶ μεταβάλλοντα κύκλῳ μεταβάλλει· διὸ καὶ ἄνοδοι καὶ κάθοδοι κύκλῳ· διὸ καὶ σφαῖραι αἱ ψυχαὶ παρὰ Πλάτωνι [Tim. 36e2—5].

494

κθʹ. —Ὅτι ἄλλαι ἄλλων περίοδοι, οὐ γὰρ μίαν φησίν· ἡ ἄρα χιλιέτης ἢ τρισχιλιέτης ἢ μυριέτης [Phaedr. 248e5—249b3] οὐ κατὰ ἀριθμὸν νοητέα, ἀλλὰ κατὰ ζωῆς τι εἶδος.

495

λʹ. —[107e4—108a2] Ὅτι ὁ μὲν Αἰσχύλος εἰς τὴν κοινὴν ἔξοδον ἀπὸ τοῦ σώματος τῆς ψυχῆς ἀποβλέψας ἁπλῆν ἔφη τὴν εἰς Ἅιδου πορείαν [frg. 239 N.]. ἦν δὲ οὐδὲ ἔξοδος μία, εἴπερ ἡ μὲν ἐμπαθής, ἡ δὲ ἀπαθής, ἡ δὲ μέση, καὶ ἑκάστη πολυειδής. ἀλλ’ ἥ γε εἰς Ἅιδου πορεία ποικίλη· καὶ γὰρ λήξεις διάφοροι
5καί τινες καὶ ἐναντίαι, καὶ ζωαὶ τῶν ψυχῶν οὐχ ὁμότροποι, καὶ οἱ ἄγοντες δαίμονες πολυειδεῖς· ἕκαστος οὖν ἄγει τὴν οἰκείαν ὁδόν.

496

λαʹ. —[108a2—6] Ὅτι ὁ Σωκράτης διχῇ δείκνυσιν· φιλοσόφως μὲν ἀπὸ τοῦ
δεῖσθαι τὰς ψυχὰς ἡγεμόνων (μιᾶς γὰρ οὔσης ὁδοῦ μὴ ἂν δεηθῆναι τῶν ἀγόντων), ἱερατικῶς δὲ ἀπὸ τῶν ἐν τριόδοις τιμῶν τῆς Ἑκάτης. πολλαχῶς δὲ καὶ ἄλλως εἴσεταί τις.251

497

λβʹ. —Ὅτι μία μὲν κοινὴ τρίοδος ἡ ἀπὸ τοῦ αἰθέρος ἀπάγουσα ἢ ἄνω ἢ κάτω ἢ εἰς τὸ μεταξύ· καὶ ἑκάστη τούτων ἔσχισται τριαδικῶς, ἡ μὲν ἄνω εἰς τὸ πλανώμενον, εἰς τὸ ἀπλανές, εἰς τὸ Ὀλύμπιον, ἡ δὲ κάτω εἰς τὸν Ἀχέροντα, εἰς τὸν Κωκυτόν, εἰς τὸν Πυριφλεγέθοντα, ἡ δὲ μεταξὺ εἰς ἀέρα, εἰς ὕδωρ, εἰς γῆν.
5πολὺς δὲ καὶ ὁ Ὀρφεὺς τὰ τοιαῦτα κηρύττων [frg. 123].

498

λγʹ. —[108a6—b3] Ὅτι αἱ μὲν καὶ γνώσει καὶ ὀρέξει καλῶς διακείμεναι ἑκουσίως ἕπονται τῷ ἡγεμόνι ἀσμενίζουσαι τὴν δίκην, αἱ δὲ ἀκοσμοῦσαι καὶ ἀγνοοῦσαι ἀντιτείνουσι. πῶς οὖν ‘ἄγονται‘; —Ἢ ὡς ἑτεροκινήτοις τότε χρῆται ὁ ἄγων.
5 Μήποτε δὲ καὶ ταύταις ὡς αὐτοκινήτοις, ὁπωσοῦν ἀνακινῶν τὰς κατὰ φύσιν αὐτῶν ἐννοίας, εἰ καὶ ἐνίοτε ἀντιτείνουσιν.

499

λδʹ. —[108b3—4] Διὰ τί εἰς τὸν αἰθέριον συλλέγονται τόπον; οἵ τε γὰρ δικασταὶ πάντα ὁρῶσι πανταχοῦ καὶ αἱ ψυχαὶ πανταχοῦ οὖσαι δύνανται τυγχάνειν τῆς ψήφου. —Ἢ πρῶτον μὲν αἱ ψυχαὶ ἀπαλλαγεῖσαι τῶν χειρόνων τόπων ἐπιτηδειότεραι γίγνονται· δεύτερον ἄλλοι δι’ ἄλλων τόπων πρὸς τόνδε ἢ τήνδε
5τὴν ἔλλαμψιν ἐπιτηδειότεροι· τρίτον ὅτι καὶ μᾶλλον ἐν ἱεροῖς τόποις βουλόμεθα προσιέναι τοῖς θεοῖς, καίτοι πανταχοῦ εἰσιν.

500

λεʹ. —[108b3—c5] Ὅτι διίστησι τὰς ἀντικειμένας ζωάς, ἐξ ὧν καὶ τὰς μέσας δίδωσιν ἐννοεῖν. καὶ τὰς μὲν ἐκτρέπονται αἱ ἄλλαι ψυχαὶ ὡς μυσαράς, τὰς δὲ ἄγανται· καὶ ταῖς μὲν οὐδεὶς ἐθέλει συνέμπορος οὐδὲ ἡγεμὼν εἶναι, ταῖς δὲ καὶ θεοὶ συνοδοιποροῦσιν (αὗται μὲν γὰρ καὶ τῆς αὐτοφανοῦς ἀξιοῦνται προνοίας,253
5ἐκεῖναι δὲ μόλις τῆς ἀφανοῦς)· ἔτι τὸ τρίτον αἱ μὲν εὐθὺς τυγχάνουσι τῶν οἰκείων λήξεων, αἱ δὲ μόλις καὶ ἐν μακροῖς χρόνοις εἱμαρμένων. ὅθεν δῆλον ὡς αἱ μὲν κατὰ πρόνοιαν διοικοῦνται οἷα λογικαί, αἱ δὲ κατὰ εἱμαρμένην ὡς ἄλογοι.

501

λϛʹ. —[108b4—8] Ὅτι τὰς μυσαρὰς αἱ μὲν ψυχαὶ ἐκτρέπονται, ἵνα μὴ πάθωσι, πεφυκυῖαί γε, οἱ δὲ ἡγεμόνες, ὅτι μὴ δύνανται δρᾶσαί τι εἰς τὰς ἀνεπιτηδείους.

502

λζʹ. —[108b8] Ὅτι ‘ἡγεμόνες καὶ συνέμποροι‘ λέγονται ὡς ἅμα καὶ ἐξῃρημένοι καὶ συντεταγμένοι. Ἢ τὸ μὲν ἐπὶ τῶν ψυχῶν, τὸ δὲ ἐπὶ τῶν κρειττόνων ἀκουστέον.

503

ληʹ. —Ὅτι τὴν γῆν οἱ μὲν ἀσώματόν φασι τὴν ἐνταῦθα λεγομένην, οἱ δὲ σωματικήν· καὶ τούτων ὅλον μὲν τὸν κόσμον Ἁρποκρατίων [frg. 8], τὸν δὲ ὑπὸ σελήνην Θεόδωρος [test. 42]· τῶν δὲ ἀσώματον τὴν μὲν ἰδέαν Δημόκριτος, τὴν δὲ φύσιν Πλούταρχος.

504

λθʹ. —Ὅτι πρὸς πάντας ἑνὶ λόγῳ ἀντιρρητέον ὡς περὶ τῆς αὐτῆς τοῖς γεωγράφοις διαλέγεται ὁ Σωκράτης.

505

μʹ. —Ὅτι πρὸς τοὺς ἀσώματον, ὡς σώματα περιβεβλημένους κα[ὶ αἰσθήσει
χρω]μένους ὑποτίθεται τοὺς ἐν αὐτῇ οἰκοῦντας, ἔτι δὲ πολυχρονιώτερα ζῷα εἶναι. ἰδίως δέ, εἰ μὲν ἰδέα, πῶς γύψου λευκοτέρα, πῶς εὖ κεκραμέναις ταῖς ὥραις; ἢ ὅλως ποία ἐκεῖ σωματικὴ διαίρεσις; εἰ δὲ φύσις, πῶς οἴκησις255
5εὐδαιμόνων ψυχῶν, πῶς δὲ ‘θεοὺς οἰκητὰσ‘ ἔχουσα;

506

μαʹ. —Ὅτι πρὸς τοὺς λέγοντας τὸ πᾶν ἢ τὸ ὑπὸ σελήνην ῥητέον ὡς ὑπὸ τὸν οὐρανὸν αὐτὴν ὑποτίθεται καὶ τῷ αἰθέρι περιεχομένην, ὡς ἡ παρ’ ἡμῖν ἀέρι.

507

μβʹ. —Ὅτι ‘πάμμεγά τι‘ [109a9] ἡ γῆ, δηλοῖ μὲν καὶ ὁ Τίμαιος ‘πρεσβυτάτην‘ εἰπὼν ‘τῶν ἐντὸς οὐρανοῦ‘ [40c2—3], ὡς ἂν αὐτῷ πελάζουσαν, τὰ δὲ ἄλλα στοιχεῖα πληρώματα ἑαυτῆς ἔχουσαν· δηλοῖ δὲ καὶ ὁ Ἀτλαντικὸς λόγος ἀπὸ Αἰγύπτου διασωθείς, ὃς καὶ τὴν Ἀτλαντίδα νῆσον μείζω γενέσθαι φησὶν ὁμοῦ
5Λιβύης τε καὶ Εὐρώπης [Tim. 24e6—7; Criti. 108e6—7].

508

μγʹ. —Ὅτι θεὸς ἡ γῆ, ὡς ὅ τε Τίμαιος [40c2—3] καὶ οἱ ἱερατικοί φασιν καὶ οἱ θεολόγοι. ἔτι δὲ εἰ ὁ κόσμος ὅλος ἐξ ὅλων, καὶ θεὸς ἄρα ἐκ θεῶν· ἀλλὰ μὴν θεός, καὶ ἐκ θεῶν ἄρα, ὥστε καὶ τῆς γῆς. ἔτι δὲ εἰ ἀντιδιῄρηται τῷ οὐρανῷ, θεὸς δὲ ὁ οὐρανός, εἴπερ καὶ ἥλιος καὶ σελήνη, καὶ ἡ γῆ ἄρα. ἔτι δὲ εἰ οἱ χθόνιοι
5θεοὶ μέρη αὐτῆς, πολλῷ μᾶλλον αὐτὴ θεός. ἀλλὰ δὴ ἐγκόσμιος αὕτη ἡ γῆ, σῶμα γὰρ αὐτῆς ἐξήρτηται τοῦτο τὸ ἔσχατον· εἰ δὲ πρὸ τοῦ ὀστρέου καὶ ἐφ’ ἡμῶν τὸ αὐγοειδές, πολλῷ μειζόνως ἐπὶ τῆς ὅλης γῆς, ὥστε καὶ ψυχὴ πρὸ τούτου, καὶ νοῦς γε πρὸ ταύτης.

509

μδʹ. —Ὅτι καὶ οἱ Πυθαγόρειοι τὴν γῆν εἰκότως ἕνα τῶν ἀστέρων ποιοῦσιν,
καὶ ὁ Τίμαιος [42d4—5] σπείρειν φησὶ κατ’ οὐσίαν τὰς ψυχὰς τὰς μὲν εἰς ἥλιον, τὰς δὲ εἰς σελήνην, τὰς δὲ εἰς γῆν, ὡς οὖσαν καὶ ταύτην μίαν τῶν θείων σειρῶν. ὥστε εὐδαίμονες αἱ ψυχαὶ ὅσαι τῇ ἡγεμόνι Γῇ συμπεριπολοῦσιν· οὐκ ἄρα αὕτη257
5ἐστὶν ἣν φεύγουσιν αἱ μακαριώτεραι τῶν ψυχῶν.

510

μεʹ. —Ὅτι καὶ τῷ ὕψει αὐτῆς ὁμολογεῖ τά τε Σεληναῖα καλούμενα ὄρη ὡς πρὸς αὐτὴν τὴν σελήνην ἀνατεινόμενα, καὶ τὰ ὑπερνεφῆ μήτε ἀνέμοις μήτε ὄμβροις ὑποκείμενα, καὶ τὰ βαλλόμενα τῷ ἡλίῳ πάσας τὰς ὥρας πλὴν δʹ, ὡς ὁ Καύκασος, καὶ ταῦτα τῆς καθ’ ἡμᾶς οἰκουμένης ὄντα.

511

μϛʹ. —Ὅτι ὁ Σωκράτης τὰ μὲν λέγει περὶ αὐτῆς ἀπὸ τῶν ἐσχάτων ὁρμώμενος, τὰ δὲ ἀπὸ τῶν μέσων καὶ πρέποντα μέσοις, τὰ δὲ ἀπὸ τῶν ἄκρων, ἄξια ταῦτα ‘θεατῶν εὐδαιμόνων‘ [111a3].

512

μζʹ. —Ὅτι τέσσαρα τὰ περὶ γῆς προβλήματα· περὶ τῆς θέσεως αὐτῆς, περὶ τοῦ σχήματος, περὶ μονῆς, περὶ μεγέθους. τὰ μὲν οὖν πρῶτα δύο ὡς ὁμολογούμενα ἔλαβεν, τὰ δὲ λοιπὰ διὰ τούτων δείκνυσιν.

513

μηʹ. —Ὅτι ἐν μέσῳ ἡ γῆ, δηλοῖ ἡ πανταχόθεν αὐτῆς ἀπόστασις ἴση πρὸς τὸν οὐρανόν· τὴν δὲ ἴσην οἱ ἀστρονόμοι τετηρήκασιν.

514

μθʹ. —Ὅτι περιφερής, δηλοῖ τὸ πάντα ὅσα ὅλα πρὸς τὸ πᾶν ἀφομοιοῦσθαι
καὶ τὸ πανταχόθεν ἐπ’ ἴσης τὰ βαρέα πρὸς τὸ κάτω χωρεῖν.259

515

νʹ. —Ὅτι εἰ ἐν μέσῳ, μένοι ἂν ἐν τῷ οἰκείῳ τόπῳ καὶ περὶ τὸ κέντρον. ᾗ μὲν γὰρ περὶ τὸ κέντρον ἐσφιγμένη, μένει ἐν τῷ αὐτῷ τόπῳ· ᾗ δὲ πρὸς τὸ πᾶν ὡμοίωται, ἐν τῷ οἰκείῳ.

516

ναʹ. —Ὅτι σφαιροειδὲς τὸ πᾶν, ἀπὸ μὲν τοῦ τελικοῦ δείξεις ὡς ὁμοιότατον τῷ ἑνί—ταὐτὸν δὲ εἰπεῖν τῷ ἀγαθῷ—σχημάτων ἁπάντων ἡ σφαῖρα καὶ ἑνοειδέστατον, ὥστε καὶ ἀγαθώτατον. ἢ γὰρ ταὐτὸν ἕν τε καὶ ἀγαθόν—οὐδέτερον γὰρ τοῦ ἑτέρου δύναται κρεῖττον εἶναι οὔτε ἁπλούστερον, οὔτε ὁμοταγῆ, δύο
5γὰρ αἱ ἀρχαὶ ἔσονται οὕτως· —ἢ κάλλιον, ἐπειδὴ χωρὶς αἱ ἔννοιαι, τοῦ αὐτοῦ ἐνδεικτικὸν εἶναι ἑκάτερον. ταῦτα μὲν οὖν ἀπὸ τοῦ τελικοῦ· ἀπὸ δὲ τοῦ παραδειγματικοῦ, ὅτι ‘παντελέσ‘ [Tim. 31b1], ὁμοιότατον δὲ τῷ παντελεῖ τὸ τελειότατον τῶν σχημάτων, πανδεχέστατον γάρ. ἀπὸ δὲ τοῦ ποιητικοῦ, ὅτι ἀιδίων δημιουργὸς ὁ νοῦς, ἀιδιώτατον δὲ πάντων σχημάτων ἡ σφαῖρα.

517

νβʹ. —Ὅτι ἑνοειδέστατον ὂν τὸ πᾶν ὅλον δι’ ὅλου ἐσφαίρωται, οὐ γὰρ κατὰ μόνην τὴν ἐπιφάνειαν ὡς ἡ ξυλίνη σφαῖρα· εὐθεῖαι γὰρ ἔνδον αἱ τοῦ ξύλου ἶνες· τὸ δὲ πάντα ἔχει συννεύοντα πρὸς τὴν σφαίρωσιν. οὐδὲν ἄρα κενὸν ἐάσει παρεμπίπτειν ἡ σφαίρωσις· πάντα ἄρα τὰ πληρώματα τῷ παντὶ συσφαιροῦται,
5καὶ ἡ γῆ ἄρα.

518

νγʹ. —Ὅτι μέση καὶ περὶ τὸ κέντρον, οὕτως ἀποδείκνυσι πλατύτερον. εἰ γὰρ ὅλον δι’ ὅλου ἐσφαίρωται καὶ συνέσφιγκται περὶ τὸ κέντρον, ἀνάγκη τῶν θνητῶν
σωμάτων ἀνομοιομερῶν ὄντων ἤτοι τὰ λεπτομερῆ ὑποκεῖσθαι περὶ τὸ μέσον τὰ δὲ παχυμερῆ ἐπικεῖσθαι κατὰ τὸ πέριξ, ἢ εἰ τοῦτο ἀδύνατον (οὐ γὰρ οἷόν261
5τε διὰ τῶν πυκνοτέρων τὰ παχύτερα διιέναι οὐδὲ ἐνιζάνειν ἐν αὐτοῖς) ἀναγκαῖον, ὅπερ λείπεται, τὸ ἀνάπαλιν εἶναι. παχυμερεστάτη δὲ ἡ γῆ πάντων· πᾶσιν ἄρα καὶ ὑπόκειται· περὶ τὸ μέσον ἄρα.

519

νδʹ. —Ὅτι τὸ πλησίον τοῦ πέριξ, ὅ ἐστι τοῦ οὐρανοῦ, κύκλῳ κινεῖται, πρὸς τὸ σύνορον ἀφομοιούμενον. οὕτως ἄρα καὶ ἡ γῆ μένει πρὸς τὸ γειτονοῦν κέντρον ἀφομοιουμένη· καὶ ὡς ὁ αἰθὴρ οὐρανὸς θνητοειδής, οὕτως ἡ γῆ κέντρον φαινόμενον καὶ στοιχειῶδες.

520

νεʹ. —Ὅτι παρεκινήθη ἂν ἔξω τοῦ μέσου ἡ γῆ ἢ ὑπὸ τοῦ οὐρανοῦ ἐπὶ θάτερα κινηθεῖσα, —ἀλλὰ πανταχοῦ ὅμοιος ἑαυτῷ ὁ οὐρανός· —ἢ αὐτὴ βαρυνομένη ἐπὶ θάτερα, —ἀλλ’ ἰσόρροπος πάντῃ ἐστίν, πανταχόθεν γὰρ ἐπ’ ἴσης τὰ βάρη πρὸς τὸ μέσον. οὐδετέρως ἄρα κλιθήσεται. ὅτι δὲ ἰσόρροπος, καὶ ἀπὸ τοῦ
5σφαιροειδοῦς συλλογίζεται.

521

νϛʹ. —Ὅτι εἰ τὸ πῦρ ἐν μέσῳ ἐτέθη, οὐκ ἂν ἔμεινεν, ὡς Ἀριστοτέλης ἀπορεῖ [cael. II 13, 295b16—19]. τὸ γὰρ ἰσόρροπον ὡς κάτω βρῖθον ἐπ’ ἴσης εἴρηται, τὸ δὲ πῦρ εἰς τὸ ἄνω πέφυκε χωρεῖν, μᾶλλον δὲ ἄνω κυκλίζεσθαι· αἱ γὰρ εὐθυπορεῖαι νοσούντων εἰσὶ τῶν στοιχείων κινήσεις.

522

νζʹ. —[109a9—110b1] Ὅτι ‘πάμμεγά τι εἶναι‘ τὴν γῆν ἀξιῶν οὐδεμίαν παρέχεται πίστιν καίτοι τὰ ἄλλα μετρίως ἀποδείξας. —Ἢ καὶ τοῦτο κατασκευάζει διὰ ἀναλογίας· διὸ καὶ πολὺν περὶ ταύτης πεποίηται λόγον. πρῶτον μὲν γάρ, εἰ τὸ Εὐρωπαῖον ὅλον τεταρτημόριον τῆς καθ’ ἡμᾶς οἰκουμένης
5τηλικοῦτόν ἐστιν, ἔστι δὲ τῆς ὅλης γῆς οἷον κοιλάς τις, πολλαὶ δὲ τοιαῦται
πολλαχοῦ εἰσιν, ὡς δηλοῖ καὶ ἡ Ἀτλαντὶς νῆσος ἔξω τῆς οἰκουμένης οὖσά ποτε μείζων τῶν δύο τεταρτημορίων, ἐλάχιστον δὲ τῆς ὅλης γῆς ἑκάστη κοιλάς (ἡ γὰρ ὅλη σφαιροειδὴς οὖσα τῷ πλείστῳ ἂν εἴη κυρτὴ τὴν ἐπιφάνειαν, πρὸς ἣν αὗται κοιλάδες εἰσίν, ὡς δηλοῖ ὁ λιμνάζων ἀήρ), φανερὸν ὅτι πάμμεγά τι263
10ἔοικεν ἡ γῆ εἶναι. δεύτερον δέ, εἰ τρεῖς αἱ ἐπὶ ταύτης οἰκήσεις, ἡ μὲν ἐν τῷ πυθμένι τοῦ πελάγους, ἡ δὲ ἡμετέρα ἡ μέση, ἡ δὲ ἄκρα ἐπὶ τῶν νώτων αὐτῆς, καὶ περιέχεται ἡ μὲν ἐσχάτη ὑπὸ τοῦ ὕδατος, ἡ δὲ μέση ὑπὸ τοῦ ἀέρος, ἡ δὲ ἄκρα ὑπὸ τοῦ αἰθέρος, ὡς δὲ ἔχει μεγέθους τὸ περιέχον πρὸς τὸ περιέχον, οὕτως ἕξει τὸ περιεχόμενον πρὸς τὸ περιεχόμενον, μείζων δὲ ὁ αἰθὴρ τοῦ ἀέρος
15(ἐξωτάτω γάρ) καὶ ὁ ἀὴρ τοῦ ὕδατος (ἐξωτέρω γάρ), δῆλον ὡς καὶ τὰ ἄκρα τῶν μέσων καὶ τὰ μέσα τῶν ἐσχάτων. καὶ γὰρ ὡς σφαίρας οἱ τῷ κέντρῳ πλησιαίτερον γραφόμενοι κύκλοι ἐλάττους τῶν πορρώτερον· καὶ δῆλον ὡς οἱ δι’ αὐτῶν μέγιστοι κύκλοι μάλιστα καὶ πρῶτοι τὴν σφαῖραν εἰδοποιοῦσι καὶ κατ’ ἐκείνους ἡ γῆ μάλιστα ἕστηκεν, ὥσπερ ὁ οὐρανὸς κατὰ τὸν ἰσημερινὸν
20καὶ μεσημβρινόν. τρίτον δέ, εἰ μὴ τηλικοῦτος μόνον ὁ οὐρανὸς ἡλίκος ὁρᾶται —οὐδὲ γὰρ ὁ ἥλιος οὐδὲ ἡ σελήνη οὐδὲ ἄλλος ἀστήρ, ἀλλὰ πολλῷ τινι μείζων ἕκαστος καὶ αὐτός γε ὁ οὐρανός, —ἀναγκαῖον οὕτω μείζω τὴν γῆν εἶναι, ἵνα, ὡς ἡ φαινομένη πρὸς τὸν φαινόμενον ἔχει μεγέθους, οὕτως ἔχῃ καὶ ἡ ἀληθὴς πρὸς τὸν ἀληθῆ· εἰ γὰρ μή, οὐδὲ ἡ φαινομένη πρὸς τὸν φαινόμενον. τέταρτον
25τοίνυν ἀπὸ τῆς ποιότητος εἴποις ἄν· εἰ γὰρ οἱ τῶν ἄκρων οἰκήτορες τῶν μέσων πολλῷ καλλίους, οἱ δὲ καλλίους ἐπὶ καλλίονος οἰκοῦσι γῆς, ἡ δὲ καλλίων καθαρώτερόν ἐστιν ὅ ἐστι, σαφὲς ὅτι μάλιστα γῆ ἐκείνη, καὶ αὕτη πρὸς ἐκείνην οἷον τρὺξ καὶ βόρβορος. οὐκ ἄρα τὸν ταύτης ἀναμετρεῖσθαι δεῖ μέγιστον κύκλον, ὃ ποιοῦσιν οἱ γεωγράφοι, ἀλλὰ τὸν ἐκείνης τῆς ἀληθεστέρας. ὅμοιον γὰρ ὡς
30εἰ καὶ οἱ ἐν τῷ πυθμένι τοῦ πελάγους ἔτι ἐλάττω φαῖεν αὐτὴν κατὰ τὸν μέγιστον
κύκλον τῆς αὐτῶν ἐπιφανείας.265

523

νηʹ. —Ὅτι τέσσαρές εἰσιν αἱ οἰκήσεις τῶν ἐν τῇ γενέσει ψυχῶν ἀνθρωπίνων ἐν γῇ οὐσῶν, αἱ προειρημέναι τρεῖς καὶ ἡ ὑπὸ τῷ Ταρτάρῳ. ἑκάστη δὲ περιέχεται ὑπὸ ἰδίου στοιχείου τινὸς τῶν τεσσάρων, ἡ μὲν πρώτη ὑπὸ τοῦ αἰθέρος, ἡ δὲ δευτέρα τοῦ ἀέρος, ἡ δὲ τρίτη τοῦ ὕδατος, ἡ δὲ τετάρτη τῆς γῆς αὐτῆς· οἷον
5γὰρ ἐν σπηλαίῳ οἱ ἐν τῷ Ταρτάρῳ οἰκοῦσιν. ἄλλως δὲ αὖ πάλιν τρεῖς, ἡ ἐπὶ τῶν ἄκρων καὶ ἡ ὑπὸ γῆν καὶ ἡ μέση, ἃς τοῖς τρισὶ Κρονίδαις συνδιαιρετέον.

524

νθʹ. —[109b8—c1] Ὅτι οὐρανὸν λέγει τὸν αἰθέρα Ὁμηρικῶς, ἐν ᾧ τὰ ἄστρα διᾴττειν πέφυκε· τοῦ γὰρ γενητοῦ οὐρανοῦ καὶ τὰ ἄστρα γενητά. ἐν τούτῳ γὰρ κεῖται ἡ γῆ, ἀλλ’ οὐκ ἐν τῷ ἀγενήτῳ προσεχῶς. καὶ μήποτε τούτῳ συντάττεται ἡ θνητοειδὴς γῆ ὡς θνητῷ· πῶς γὰρ ἡ γενητὴ τῷ ἀγενήτῳ; καὶ μήποτε
5‘πρεσβυτάτη καὶ θεῶν‘ εἴρηται ‘τῶν ἐντὸς οὐρανοῦ‘ τοῦ τοιούτου [Tim. 40c3].

525

ξʹ. —[110b1] Διὰ τί χαίρομεν τοῖς μύθοις; —Ἢ ὅτι λόγους ἔχομεν τῶν ὄντων εἰκόνας. ἢ ὅτι φιλογένεσιν ζωὴν προβαλλόμενοι καὶ φαντασιώδη τοῖς πλάσμασι χαίρομεν. Εἴποις δὲ ἂν ὅτι καὶ σπουδῇ ῥαθύμῳ καὶ οἷον παιζούσῃ ἐοίκασι· φιλοπαίγμονες
5δέ ἐσμεν ὡς χαίρειν βουλόμενοι ἀπονητί, ὅ ἐστιν ἐπὶ εἰδώλοις.

526

ξαʹ. —[110b1—2] Διὰ τί τῇ φυσιολογίᾳ συμπλέκει τὸν μῦθον; —Ἢ ἵνα τινὰ καὶ ὑπὲρ αὐτὴν ἀλήθειαν ἐνδείξηται θειοτέραν, ἐν ᾗ καὶ ψυχὰς ἱδρύεσθαι
δικαιότερον.267

527

ξβʹ. —[110b6—7] Πῶς ‘δωδεκασκύτῳ σφαίρᾳ‘ ἔοικεν; —Ἢ ὅτι μέχρι αὐτῆς πρόεισι τὸ δωδεκάεδρον, ᾧ ‘διαζωγραφεῖ τὸ πᾶν‘ ὁ Τίμαιος [55c4—6], ὃν ἐκεῖ λέγεται τρόπον. καὶ ὅτι τῶν δώδεκα ἡγεμόνων ταῖς ἐλλάμψεσι συνδιῄρηται, περὶ ὧν ἐν Φαίδρῳ ῥηθήσεται, μάλιστα μὲν τὸ αὐγοειδές, ἤδη δὲ ὡς ἐνδέχεται
5καὶ τὰ νῶτα αὐτῆς, ὅπου γε καὶ ἐν τοῖς τῇδε τόποις ἴχνη ἄττα τῶν τοιούτων ἀπορροιῶν ἐμφαίνεται. ἔτι δὲ ἐκ τρίτων δωδεκάτη σφαῖρα ἡ γῆ, πασῶν δὲ τὰς μεθέξεις δεχομένη τῶν πρὸ αὐτῆς εἰκότως δωδεκάμορφος γίγνεται.

528

ξγʹ. —[110c1—111b1] Ὅτι τὰ ἐπὶ τῶν ἄκρων τῆς γῆς εἶναι λεγόμενα ἔστι μὲν καὶ φυσικῶς ἀκούειν, ἀκραιφνῆ χρώματα καὶ λίθων κάλλη ἀκήρατα καὶ φυτὰ ζωῆς ἀνάμεστα θειοτέρας αἰθερώδη τὴν σύστασιν ἔχοντα καὶ ζῷα πνευματικοῖς χιτῶσι κεκοσμημένα μακραίωσιν καὶ πάντα ἀνάλογον τοῖς ἐκεῖ
5στοιχείοις· ἔστι δὲ καὶ κατὰ τὸν ἐγκεκραμένον μῦθον τὰς ζωὰς ἐννοεῖν καὶ τοὺς λόγους τοὺς ἀσωμάτους καὶ τοὺς τούτων ἁπάντων ἐφόρους τοῖς ὀνόμασι τούτοις δηλουμένους.

529

ξδʹ. —[111b3] Πῶς οἱ ἐκεῖ μακραίωνες, ἀπορήσειεν ἄν τις. εἰ γὰρ ἕτοιμοι πρὸς ἀναγωγὴν διὰ τὸ θεοπρεπὲς τῆς ζωῆς, πῶς οὐ τάχιστα καὶ εἰς οὐρανὸν ἀνατάττονται; —Ἢ οὐ πάντες φιλοσοφοῦσιν οὐδὲ ἐκεῖ· ‘κουφίζονται‘ γὰρ ἐντεῦθεν ἐκεῖ ‘ὑπὸ τῆς δίκησ‘ ‘ἔθει ἄνευ φιλοσοφίας βεβιωκότεσ‘, ὡς ἐν ἄλλοις
5φησίν [Phaedr. 249a8; Rep. X 619c7—d1]. ἢ καὶ τὴν ἐκεῖ πολιτείαν συνεστάναι δεῖ καὶ τὰς ψυχὰς λειτουργεῖν καὶ ἐκείνην τὴν λειτουργίαν, ὡς καὶ ταύτην ἔνιαι τῶν ἀχράντων ὅμως. Ἐπιστῆσαι δὲ χρὴ ὡς ἀνάλογον αἱ ἀνωτέρω διαγωγαὶ τῶν ψυχῶν πολυχρονιώτεραι πάντως εἰσὶ καὶ ἥ γε ἐν τῷ νοητῷ πολυχρονιωτάτη.269

530

ξεʹ. —Ὅτι εἰ μακραίωνες, φθαρτοὶ αὐτῶν οἱ χιτῶνες· εἰ δὲ τοῦτο, καὶ ἀπορροή τις αὐτῶν ἐστιν· εἰ δὲ τοῦτο, καὶ χρεία τροφῆς. ταύτην οὖν οἱ ἐκεῖ παρέχονται καρποί, μέσοι ὄντες τὴν φύσιν τῶν τε ἐνθάδε καὶ τῶν οὐρανίων, οὓς αἱ Ἑσπερίδες ὀρέγουσι τοῖς εἰς πέρας ἐλθοῦσι τῆς ὅλης γενέσεως. ὅτι δὲ
5δεῖ τι καὶ ὅλον γένος ἀνθρώπων εἶναι οὕτω τρεφόμενον, δηλοῖ δὲ καὶ ὁ τῇδε ταῖς ἡλιακαῖς ἀκτῖσιν μόναις τρεφόμενος, ὃν ἱστόρησεν Ἀριστοτέλης ἰδὼν αὐτός [frg. 42 R.3].

531

ξϛʹ. —[111b3] Διὰ τί μόνας τὰς δύο αἰσθήσεις αὐτοῖς ὁ λόγος παρέσχετο; —Ἢ ὅτι, φησί, καὶ τοῖς οὐρανίοις αὗται μόναι ἔνεισιν. Ἀλλὰ περὶ μὲν τῶν οὐρανίων ἐν ἄλλοις ἐπεστήσαμεν ὅτι μὴ μόναι· νῦν δὲ περὶ τῶν μακραιώνων ἀνθρώπων, ὡς, εἴπερ ἐστὶ παρ’ αὐτοῖς τὸ ἁπτόν, ἡ γῆ,
5πῶς οὐκ ἂν εἴη καὶ τὸ σύστοιχον ἁπτικόν; εἰ δὲ καὶ τροφή, πῶς οὐκ ἂν εἴη καὶ γεῦσις; εἰ δὲ καὶ γῆ λεπτυνομένη ὑπὸ τοῦ ἐκεῖ πυρὸς καὶ θυμιωμένη, πῶς οὐχὶ καὶ ὀσφραίνοιντο;

532

ξζʹ. —[111b7] Ὅτι εἰ θεοὺς οἰκητὰς εἶναί φησιν ἐπὶ τῆς γῆς καὶ ὅλως αὐτὴν τὴν γῆν ‘θεῶν πρεσβυτάτην‘ [Tim. 4oc3], οὐκ ἂν εἴη γνησία τοῦ Πλάτωνος
ἡ Ἐπινομίς, ἐν ᾗ λέγονται κατ’ οὐρανὸν εἶναι μόνον οἱ θεοί [983c6—987d2].271

533

ξηʹ. —[111c4—d2] Ὅτι ἀπὸ τῶν ἄκρων εἰς τὰ μέσα αὐτῆς καταβὰς ὁ λόγος τετραχῇ διεῖλε τὰς κοίλας οἰκήσεις· τὰς μὲν γὰρ εἶναι βαθείας τε καὶ στενάς, τὰς δὲ κατὰ διάμετρον εὐρείας τε καὶ ἐπιπολαίους, τὰς δὲ ἐπιπολαίους τε καὶ στενάς, τὰς δὲ βαθείας τε καὶ εὐρείας. δέξαιτο δὲ ἄν τις καὶ ζωὰς οὕτω
5διῃρημένας, τὰς μὲν ἐπιπολαίους ὡς χωριστὰς ἐννοῶν, τὰς δὲ βαθείας ὡς ἀχωρίστους, καὶ τὰς μὲν ὁλικὰς ὡς εὐρείας, τὰς δὲ μερικὰς ὡς στενὰς ἀπολογιζόμενος.

534

ξθʹ. —[111d2—e2] Ὅτι πῦρ μὲν ἔνεστι τῷ βάθει τῆς γῆς ἵνα τὸ κατεψυγμένον αὐτῆς ἀναθάλπῃ, ὕδωρ δὲ ἵνα τὸ ξηρὸν πιαίνῃ, ἀὴρ δὲ ἵνα τὸ δυσκίνητον παρέχηταί πως εὐκίνητον διὰ πνεύματος. ὅλως δέ, εἰ πάντα ἐν πᾶσιν οἰκείως, καὶ ἐν γῇ τὰ ἄλλα χθονίως.

535

οʹ. —[111d7] Τίς ὁ ‘Ζανὸσ‘ λεγόμενος ‘πύργοσ‘; —Ἢ τὸ πῦρ ὅ ἐστι περὶ τὸ κέντρον, ἄσβεστον, ἐξ ἴσου πανταχοῦ διαπέμπον τῆς γῆς τὴν ἀνάθαλψιν. Μήποτε δὲ ἄμεινον λέγειν τὴν ἐκ μέσου πρὸς τὸ πᾶν ἐγειρομένην κατὰ τὸν Τίμαιον [36e2—5] ψύχωσιν, ὁμοίως δὲ καὶ τὴν τοῦ νοῦ καὶ τὴν τοῦ θεοῦ τοῦ
5κοσμικοῦ περὶ τὸ μέσον ἱδρυμένην φυλακὴν ἀκίνητον.

536

οαʹ. —Ὅτι κατὰ μίμησιν τοῦ κέντρου τῆς γῆς καὶ τὸ ἐν τῷ πρυτανείῳ πῦρ
ἄσβεστον τῇ Ἑστίᾳ καθιέρουν αἱ πόλεις.273

537

οβʹ. —[111e6—112a5] Ὅτι ὁ Τάρταρος θεός ἐστι τὰς ἐσχατιὰς τοῦ κόσμου ἐπισκοπῶν, ὡς ὁ Πόντος τὰς μεσότητας, ὡς ὁ Ὄλυμπος τὰς ἀκρότητας. ἔστι γοῦν 〈τοὺσ〉 τρεῖς εὑρεῖν οὐκ ἐν τῷ αἰσθητῷ μόνῳ τῷδε κόσμῳ, ἀλλὰ καὶ ἐν τῷ δημιουργικῷ νῷ καὶ ἐν τῷ Κρονίῳ διακόσμῳ καὶ ἐν τῷ Οὐρανίῳ.

538

ογʹ. —Πῶς ‘ὑποταρτάριοι‘ λέγονται οἱ Τιτῆνες [Hom. Ξ 278]; —Ἢ ὡς Ταρτάριοι μὲν ἐν τῷ αἰσθητῷ, ὑπὸ δὲ τοὺς ἀνωτέρω Ταρταρίους. Ἄμεινον δὲ τοὺς ἐν αὐτῷ τῷ πυθμένι τοῦ Ταρτάρου καθιδρυμένους πολλοῦ ὄντος· τὸ γὰρ ἔσχατον τοῦ Ταρτάρου ὑπὸ τὸν Τάρταρον, ὡς τὸ ὑπόγειον τῆς γῆς.

539

οδʹ. —Τίνες οἱ ἀπὸ Ταρτάρου καὶ Γῆς; —Ὁ μὲν Τυφῶν τῆς παντοίας τῶν ὑπογείων πνευμάτων καὶ ὑδάτων καὶ τῶν ἄλλων στοιχείων βιαίου κινήσεως αἴτιος· ἡ δὲ Ἔχιδνα τιμωρὸς αἰτία καὶ κολαστικὴ λογικῶν τε καὶ ἀλόγων ψυχῶν, διὸ τὰ μὲν ἄνω παρθένος, τὰ δὲ κάτω ἐστὶν ὀφεώδης· ὁ δὲ Πύθων φρουρὸς
5τῆς μαντικῆς ὅλης ἀναδόσεως. Ἄμεινον δὲ τῆς περὶ ταῦτα ἀταξίας τε καὶ ἀντιφράξεως αἴτιον λέγειν· διὸ
καὶ Ἀπόλλων αὐτὸν ἀναιρεῖ ἐναντιούμενον.275

540

οεʹ. —Ὅτι εἰ τοῦ δημιουργοῦ λέγεται κεφαλὴ μὲν ὁ οὐρανός, μέσα δὲ ἡ γένεσις, βάσις δὲ ὁ Τάρταρος, ἀπὸ παντὸς δὲ ἑαυτοῦ προάγει θεούς [Orph. frg. 168], εἰκότως ἄρα εἰσὶ καὶ Ταρτάριοι θεοί τινες, καὶ δηλονότι καὶ ὀπαδοὶ θεῶν, ὥστε καὶ ψυχαὶ μερικαὶ τά τε ἄλλα πέρατα τῶν σειρῶν. αὗται δὲ περὶ
5ταύτην τοῦ κόσμου τὴν μοῖραν καὶ ἀνάγονται εἰς τοὺς οἰκείους ἀγελάρχας καὶ τὴν ὅλην ποιοῦνται γένεσιν. εἶεν δὲ ἄν, φησίν, καὶ ἐν τῷ οὐρανῷ μέχρι τούτου ποιούμεναι τὴν ὅλην κάθοδον, δεῖ ἄρα καὶ περὶ ἑκάστην μερίδα τὸ αὐτὸ ποιεῖν· τινὰς δὲ εἶναι καὶ ἀπ’ ἄλλων εἰς ἄλλας ἐπικατιούσας καὶ ἀνιούσας, ἀπὸ μὲν τῶν κοιλοτέρων ἄνω, ἀπὸ δὲ τῶν ὑπερτέρων κάτω, ἔχομεν γὰρ καὶ τῶν ἐνταῦθα
10κατελθουσῶν πολλὰς ἀνελθούσας εἰς οὐρανόν. ἀλλὰ καὶ τούτων θετέον τὰς μὲν ἄχρι τινός, τὰς δὲ ἄχρι τοῦ παντὸς κατιούσας τε καὶ ἀνιούσας· ἡ γὰρ πρόοδος ἑκάστη πληροῦν ἑαυτῆς ἐθέλει πάντα τὸν κόσμον.

541

οϛʹ. —[112e4—113c8] Ὅτι οἱ παραδιδόμενοι τέσσαρες ποταμοὶ κατὰ τὴν Ὀρφέως παράδοσιν τοῖς ὑπογείοις ἀναλογοῦσι δʹ στοιχείοις τε καὶ κέντροις κατὰ δύο ἀντιθέσεις· ὁ μὲν γὰρ Πυριφλεγέθων τῷ πυρὶ καὶ τῇ ἀνατολῇ, ὁ δὲ Κωκυτὸς τῇ γῇ καὶ τῇ δύσει, ὁ δὲ Ἀχέρων ἀέρι τε καὶ μεσημβρίᾳ. τούτους
5μὲν Ὀρφεὺς οὕτω διέταξεν [frg. 123], αὐτὸς δὲ τὸν Ὠκεανὸν τῷ ὕδατι καὶ τῇ ἄρκτῳ προσοικειοῖ.

542

οζʹ. —[111e4—112c1] Ὅτι τῆς τῶν ὑπογείων ῥευμάτων ἀντιθέσεως αἰτίαν εἶναί φησι τὴν αἰώραν, ἥ ἐστιν ἀντιταλάντωσις· καὶ πρὸ αὐτῆς ἡ ψυχὴ ζῷον ποιοῦσα τὴν γῆν εἰσπνέον τε καὶ ἐκπνέον· καὶ ἔτι πρὸ ταύτης ἡ δαιμονία καὶ
θεία αἰτία.277

543

οηʹ. —[113d5—6] Ὅτι καὶ κατὰ τόπον κινούμεναι καὶ ἔνιαι κολαζόμεναι δέοιντο ἂν ὀχημάτων οὐ μόνον τῶν ἀιδίων (ἀπαθῆ γὰρ ταῦτα), ἀλλὰ καὶ τῶν ἀλγύνεσθαι πεφυκότων, δι’ ὧν κολασθήσονται· ὅθεν εἰς ὀχήματα αὐτὰς ἐμβιβάζει.

544

οθʹ. —[113d6—8] Ὅτι τῷ Ἀχερουσίῳ τόπῳ καθαρτικὴν περιτίθησι δύναμιν. διττὴν δὲ ταύτην ὑποθετέον, σωματικήν τε καὶ ἀσώματον· καὶ γὰρ τῶν τῇδε καθαρμῶν διττὴ ἡ δύναμις.

545

πʹ. —[113e5] Ὅτι ὁ Τάρταρος πάντων ἐστὶ τῶν ἀγαθῶν στέρησις· διὸ τοὺς ἀνίατα πλημμελοῦντας οὗτος ὑποδέχεται ὡς εἰς τὸν ἑαυτῶν Τάρταρον ἐκπεσόντας. ‘ῥιπτεῖσθαι‘ δὲ λέγονται ὡς βαρυτάτην ζωὴν ἐζηκότες καὶ ὡς ἑτεροκίνητον καὶ ὡς ποιναίαν καὶ οὕτως ἐπωθουμένην ὑπὸ τῆς εἱμαρμένης.
5ἐπειδὴ δὲ καὶ τὰ ἔσχατα ὅμως κατὰ δίκην διοικεῖται, ‘προσήκουσαν‘ εἶναί φησι ‘τὴν μοῖραν‘.

546

παʹ. —[113d4—114b6] Ὅτι εὐίατα μὲν τὰ ἄνευ πονηρᾶς ἕξεως ἁμαρτανόμενα· δυσίατα δὲ τὰ ἀπὸ ἕξεως μέν, ἀλλὰ καὶ ἀντιτεινούσης πρὸς τὴν ἐνέργειαν καὶ ἐπὶ τῇ ἐνεργείᾳ μεταμελομένης· ἀνίατα δὲ τὰ ἀπὸ ἕξεως πονηρᾶς καὶ ἀμεταμελήτου. ταῖς μὲν οὖν πρώταις ἀφώρισται Ἀχέρων καὶ ἡ Ἀχερουσία
5λίμνη, ταῖς δὲ βʹ ὁ Πυριφλεγέθων καὶ Κωκυτός, ταῖς δὲ γʹ ὁ Τάρταρος.

547

πβʹ. —[113e6] Πῶς εἴρηται ‘ὅθεν οὔποτε ἐκβαίνουσιν‘; —Ἢ πολιτικῶς. ἀλλ’ οὕτω γε καὶ τὰ ἀληθῆ φαίη τις ἄν, ὡς τὸ περὶ προνοίας δόγμα φησὶν ὁ Θεόφραστος. Ἢ ὅλην περίοδον οὐκ ἐκβαίνουσιν.
5 Ἄλλ’ οὕτω γε οὐδέποτε· ὃ γὰρ τὴν ὅλην πάρεισιν, πῶς ἂν ἐν τῇ βʹ ὅλῃ γένοιτο ἂν ἐν τῇ αὐτῇ οὔσῃ; ἤ τινα μερικωτέραν νοητέον, καὶ αὕτη γὰρ θεῖόν τι καὶ ‘οὐδέποτε‘· καὶ τίς αὕτη ζητητέον· ἢ πολὺ τὸ ἀναγωγὸν ἔχουσα, ὥστε καὶ τὰς τοιαύτας ψυχὰς ἀναμοχλεύειν πρὸς τὸ ἄναντες. Ἢ καὶ ὅσον ἐφ’ ἑαυταῖς ἀπολέσασαι τελέως τὸ αὐτοβοήθητον· τοῦτο γὰρ279
10δηλώσει καὶ τὸ ‘ἐκβαίνουσιν‘· ἐξενεχθήσονται γάρ. Ἴσως δὲ καὶ τὸ εἶδος δηλοῖ τῆς κολάσεως οὐδεμίαν ἐχούσης ἀναπνοὴν οὐδὲ διάλειψιν· ἔνιαι γοῦν ἐξόδους ποιοῦνταί τινας καὶ εἰσόδους.

548

πγʹ. —Πῶς ὁ Ἰάμβλιχος τὸ ἐναντίον φησὶ περὶ τῶν τελέως ἀποκαθισταμένων; —Ἢ τὰ ἀντίστροφα πάντα ἐροῦμεν, οὐδέποτε κατιέναι αὐτάς, ἢ κατά τινα περίοδον καθόδων αἰτίαν οὐκ ἔχουσαν ἀναγκαίαν, ἢ ὅσον γε ἐπὶ τῇ οἰκείᾳ ζωῇ μὴ ῥεπούσῃ πρὸς γένεσιν, ἢ τὸ γʹ κατὰ τὸ εἶδος τῆς ζωῆς ἀγένητον ποιουμένης τὴν κάθοδον
5καὶ πρὸς τὰ ἐκεῖ ἀδιάκοπον, ὡς καὶ αὐτὸς ἐν Ἐπιστολαῖς γράφει, ὑπὲρ τοῦ
οἰκείου λόγου ἀπολογούμενος τὸν τρίτον ῥηθέντα τρόπον.281

549

πδʹ. —[114a5] Ὅτι ‘τὸ κῦμα ἐκβάλλει‘ κατὰ δαιμονίαν τινὰ διοίκησιν κριτικὴν τῆς τε ἀξίας καὶ τῶν μέτρων τῶν χρονικῶν.

550

πεʹ. —[114a7—b6] Πῶς, εἰ μὴ παρακληθεῖεν οἱ ἠδικημένοι, οὐ παύονται τῆς κολάσεως οἱ ἀδικοῦντες; εἰ γὰρ ἐν οὐρανῷ τύχοιεν ὄντες, οὐδὲ ὀφθήσονται τοῖς παρακαλοῦσιν. εἰ δὲ καὶ παρακαλοῖντο, τίς ὁ τῆς ἀξίας οὗτος ὅρος, ἐνίων μὲν συγγνωμονικωτέρων ὄντων τοῦ δέοντος, ἐνίων δὲ ἀπηνεστέρων; —Ἢ δαίμονες
5οἱ ταῦτα ὁρίζοντες καὶ αἱ ὄψεις δαιμόνιοι. Μήποτε δὲ καὶ τῶν ἀνηγμένων τὰ εἴδωλα φαίνεται, ὡς τὸ Ἡρακλέους ἐποίησεν Ὅμηρος [l 601—604].

551

πϛʹ. —[114b6—c6] Ὅτι ἀναμάρτητοι καὶ ὁσίως βεβιωκυῖαι αἱ μὲν ἄνευ φιλοσοφίας ἐπὶ τῶν ἄκρων οἰκίζονται τῆς γῆς μετὰ σωμάτων πνευματικῶν λεπτοτάτων, αἱ δὲ πολιτικῶς φιλοσοφοῦσαι μετὰ τῶν αὐγοειδῶν ἐν οὐρανῷ διάγουσιν, αἱ δὲ καθαρθεῖσαι τελέως εἰς τὸν ὑπερκόσμιον τόπον ἀποκαθίστανται
5ἄνευ σωμάτων.

552

πζʹ. —[115a6—8] Ὅτι σύμβολα τοῦ μὲν ἐπέχειν τὴν ἔξω ἐνέργειαν τὸ μῦσαι τὸ στόμα, τοῦ δὲ ἀναχωρεῖν καθαρὸν τὸ λούεσθαι νεκρὸν τὸ σῶμα, τοῦ δὲ ζωῆς μετέχειν ἀθανάτου τὸ μυρίζεσθαι, τοῦ δὲ εὐζώνως ἀναθεῖν τὸ περιστέλλεσθαι, τοῦ δὲ συνάπτεσθαι τῇ οἰκείᾳ ὁλότητι τὸ θάπτεσθαι.

553

πηʹ. —[115b5—7] Ὅτι ὥσπερ μόνος ὁ ἀγαθὸς ἀγαθοῦ καὶ ἄλλῳ γένοιτο ἂν αἴτιος, οὕτω καὶ ὁ ‘ἐπιμελόμενος ἑαυτοῦ‘ καὶ ἄλλου ἐπιμεληθῆναι δύναιτο ἄν.

554

πθʹ. —[115e4—6] Ὅτι ‘τὸ μὴ καλῶς λέγειν‘ ἔστι μὲν καὶ αὐτοῦ τοῦ λόγου κακία τις, ὅ ἐστι τῆς διὰ τοῦ λόγου ψυχικῆς ἐνεργείας· τὸ δὲ χαλεπώτερον,
ὅτι καὶ ἕξεις ἡμῖν ἐγγίγνονται ἀπὸ τῶν ἐνεργειῶν.283

555

ϙʹ. —[116c4—6] Ὅτι ὁ Σωκράτης ‘γενναιότατοσ‘ μὲν ὡς τῇ ἐπιθυμίᾳ μὴ συνδιαρρέων, ‘πραότατοσ‘ δὲ ὡς τῷ θυμῷ μὴ συγχαλεπαίνων, ‘ἄριστοσ‘ δὲ ὡς τῷ ἑαυτοῦ ἀρίστῳ κατὰ τὴν ἀρετὴν τοῦ λόγου κεκοσμημένος.

556

ϙαʹ. —[116d5—7] Ὅτι τῷ οἰκείαν ἀρετὴν μὴ ἔχοντι τὸ συμπάσχειν τῷ ἔχοντι ἀρετὴ ἂν εἴη, πρός τι ἀρετὴ δηλονότι.

557

ϙβʹ. —[117b6—9] Ὅτι οἱ πίνοντες εἰκότως τοῖς θεοῖς προσπένδουσιν, ἵνα συμπόται ὦσιν αὐτοῖς. οὐκ ἄρα φθοροποιοῦ φαρμάκου σπειστέον, ἵνα μὴ συμφθείρειν τοὺς θεοὺς δοκῶμεν· διὸ καὶ ὁ ἄνθρωπος ἐνδείκνυται μὴ εἰωθέναι τὸ τοιοῦτον.

558

ϙγʹ. —[117cl—3] Ὅτι εἰ παντὸς ἔργου καὶ λόγου συλλήπτορες οἱ θεοὶ παρακαλοῦνται, δῆλον ὅτι καὶ ἐπὶ τῇ μεγάλῃ ταύτῃ ἀποδημίᾳ παρακλητέον αὐτούς, οὐκ ἐπὶ φθορᾷ (σωτήριοι γάρ), ἀλλ’ ἐπὶ τῇ μεταστάσει, φησίν.

559

ϙδʹ. —[117el—2] Ὅτι ‘ἐν εὐφημίᾳ τελευτᾶν‘ ἠξίουν οἱ Πυθαγόρειοι ὡς ἀγαθοῦ τε καὶ ἱεροῦ τοῦ πράγματος ὄντος· καὶ ὅτι ἐνίοτε περισπᾷ τὰ τοιαῦτα τὴν ἀναγωγὸν ὁρμήν· καὶ ἔτι πρὸς τούτοις δαιμόνων συναγερμὸν προκαλεῖται φιλοσωμάτων καὶ ζωῇ χαιρόντων γενεσιουργῷ, οἳ τῷ πνεύματι προσιζάνοντες
5βαρύνουσιν αὐτό.

560

ϙεʹ. —[117e4—118a4] Διὰ τί ἀπὸ τῶν ἄκρων ἄρχεται ἡ νέκρωσις; —Ἢ ὡς ὄντων πορρωτέρω τοῦ ζωοποιοῦ μορίου. —Διὰ τί δὲ ἀπὸ τῶν κάτω; —Ἢ ὅτι πρὸς τὸ ἄνω μᾶλλον κινεῖται τὸ θερμόν.

561

ϙϛʹ. —[118a7—8] Διὰ τί τῷ Ἀσκληπιῷ τὸν ἀλεκτρυόνα ἀποδίδωσιν; —Ἢ ἵνα τὰ νενοσηκότα τῆς ψυχῆς ἐν τῇ γενέσει ταῦτα ἐξιάσηται. Μήποτε δὲ κατὰ τὸ λόγιον [frg. 131] καὶ αὐτὸς τὸν παιᾶνα ᾄδων βούλεται ἀναδραμεῖν εἰς τὰς οἰκείας ἀρχάς.

562

ϙζʹ. —[118a16—17] Μήποτε ‘ἄριστοσ‘ μὲν ὡς πάντα ἀγαθός, ‘φρονιμώτατοσ‘
δὲ κατὰ τὴν γνῶσιν, ‘δικαιότατοσ‘ δὲ κατὰ τὴν ὄρεξιν.285