TLG 4066 004 :: DAMASCIUS :: In Parmenidem DAMASCIUS Phil., Diadochus
Neoplatonicus Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728) In Parmenidem Citation: Page — (line) | ||
5 | ...... τὰς ἀμεθέκτους ταῖς μεθεκταῖς, εἴπερ οὐσίαι τινὲς καὶ οἱ ἀμέθεκτοι νόες· καὶ γὰρ οἱ νοεροὶ ... τινες. | |
2 | Δεῖ δὲ ἐπιστῆσαι καὶ ὅτι αἱ συζεύξεις, ἄνω μὲν ἐν τοῖς νοητοῖς, καὶ κάτω ἐν τοῖς μεριστοῖς ὀχετοῖς, διὰ πολλῶν γίγνονται μεσοτήτων, ἅτε ἀσυμ‐ | |
---|---|---|
5 | μέτρων ὄντων τῶν ἄκρων, ἐκεῖ μὲν δι’ ὑπεροχὴν τῶν μετεχόντων. Οὔτε γὰρ σῶμα ἄνευ ψυχῆς θεοῦ ποτε μετάσχοι ἄν, οὔτε ψυχὴ ἄνευ νοῦ· διὰ γὰρ τοῦ ἡνωμένου τῆς οὐσίας τὸ μεριστὸν τῆς γενέσεως τῷ ἑνὶ συναφθείη ἄν· ἐκεῖ δὲ τὸ ὂν ἦν μὲν ἀκρότατον τῶν ὄντων, ἀσύμμετρον δὲ πρὸς αὐτὸ ὅμως τὸ πάν‐ των ἐπέκεινα πατρικὸν φῶς, καὶ ἡ πατρικὴ δύναμις. Ὅθεν δι’ οἰκείας ἑνάδος | |
10 | καὶ ὁμοφύλου, οἷον σῶμα ψυχωθὲν καὶ συνταθέν τινι δυνάμει, νοῦ δίκην ἀτέχ‐ νως, οὕτω καὶ διὰ μέσων τούτων τῷ ὡς ἀληθῶς ἑνὶ συνεζεύχθη κατὰ τὸ δυνα‐ τόν. Αἱ μέντοι μέσαι συζεύξεις διὰ συμμετρίαν οὐκ ἐδεήθησαν μεσοτήτων διῃρημένων· τό τε γὰρ ἓν ἐν τούτοις ὑφεῖτο, καὶ τὸ ὂν ἔρρωτο πρὸς αὐτὸ ἱκανῶς. Ὅθεν ἑκάστη οἰκεία ἑνάδι αὐτάρκης ἐστὶ συνάπτεσθαι, ὁμοειδῶς αἱ | |
15 | νοηταὶ ταῖς νοηταῖς καὶ αἱ νοεραὶ ταῖς νοεραῖς, καὶ αἱ νοηταὶ καὶ αἱ νοεραὶ ταῖς ὁμωνύμοις. Αἰτιᾶσθαι δὲ χρὴ καὶ τὴν πρόοδον ἀεὶ τὰ θεῖα γένη πολλα‐ πλασιάζουσαν. Καὶ αἱ ἀμέθεκτοι ἑνάδες ταῖς μεθεκταῖς ἥνωνται παντάπασιν. Διὸ ποτὲ μὲν ὡς μεθεκτάς, ποτὲ δὲ ὡς ἀμεθέκτους τὰς αὐτὰς λέγωμεν, διὰ τὴν πασῶν ἄφραστον καὶ ἀδιάκριτον ἕνωσιν. Ἐν δὲ τοῖς πορρωτέρω, οὐ χω‐ | |
20 | ρὶς μὲν οἱ μεθεκτοὶ νόες, χωρὶς δὲ οἱ ἀμέθεκτοι, ἐν δὲ τοῖς μέσοις διακέκρινται μέν πως· ἀμέθεκτοι δέ εἰσί πως καὶ μεθεκτοί· ἡ γὰρ ἐν τῷ νῷ ζωὴ μεθεκτὴ καὶ ἡ πρὸ τοῦ νοῦ ἀμέθεκτος· καὶ ἡ οὐσία ἡ ἐν τῇ ζωῇ μεθεκτὴ καὶ ἡ πρὸ ζωῆς ἀμέθεκτος· ὡς μήτε πάντη ἡνῶσθαι τὸ μεθεκτὸν καὶ ἀμέθεκτον, ὡς ἐν τοῖς νοητοῖς, μήτε πάντη διακεκρίσθαι, ὡς ἐν τοῖς νοεροῖς, ἀλλ’ ὅπη καὶ ὅπως. | |
25 | Ἥνωται μὲν γὰρ ὡς ἐν μιᾷ φύσει, διακέκριται δὲ ὡς ἄλλο καὶ ἄλλο ἐν τῇ | |
μιᾷ· τὸ γὰρ μάλιστα τῆς ζωῆς συνῃρημένον οὐσία, καὶ τὸ μάλιστα τοῦ νοῦ | 5 | |
6 | οὐσία, καὶ ζωὴ τὸ ἧττον. Ἡ μὲν ἄρα μεθεκτὴ οὐσία συνήνωται τῇ ἀμεθέκτῳ. Ὥσπερ οὖν ἡ μέση ὑπόστασις διακέκριται ἅμα καὶ ἥνωται, οὕτω καὶ τὸ μεθεκ‐ τὸν ἐν αὐτῇ καὶ ἀμέθεκτον ἅμα καὶ ἥνωται καὶ διακέκριται. Εἴτε γὰρ διεκέ‐ κριτο, τί διέφερεν τοῦ νοητοῦ νοεροῦ μερισμοῦ; εἴτε ἥνωτο, τί ἂν διήνεγκεν | |
5 | τῆς νοητῆς νοήσεως; ὥστε τὸ μὲν νοητὸν, φύσει ὂν ἀμέθεκτον, ἐγέννησεν μεθεκτὴν οὐσίαν, ἐν τῇ ἀμεθέκτῳ εἶναι καὶ τὸ μεθεκτὸν ἐν αὐτοῖς ἄλλον ἢ τρόπον ἀμέθεκτον· τοιούτων δὲ ἀντιφερομένων ἑκατέρωθεν λόγων, πάλαι μὲν ἔγωγε τοῖς προτέροις προσεῖχον τὸν νοῦν· νῦν δὲ μετατίθεμαι πρὸς τοὺς δευτέρους. Χωρὶς γὰρ τῶν εἰρημένων καὶ τὸ σύνθετον τῶν οὐσιωδῶν ὀχημά‐ | |
10 | των, ἴδιον εἶναι νομίζω τῶν περικοσμίων γενῶν, ἀλλ’ οὐ τῶν πηγαίων καὶ ἀφειμένων πάσης συνθέσεως, καὶ τὴν γένεσιν δεομένην ὁρῶ μεσότητος οὐσιώδους πρὸς τὸ ἕν, ἀλλ’ οὐχὶ τὴν ὄντως οὖσαν ὑπόστασιν· καὶ τὸν νοῦν πρῶτον ὑπολειπόμενον θεότητος, ὡς ἂν πρῶτον αὐτῇ συνημμένον· ἔστιν γὰρ ἂν τῶν κρειττόνων γενῶν κατὰ νοῦν οὐσίωται μόνον οὐκ ἂν εἴ γε καὶ πρὸ νοῦ | |
15 | τι ἦν τῆς θεότητος ἐξημμένον. Ἀποστάσης γὰρ ἐκείνης, ἐφάνη ἂν ζωὴ προ‐ νοοῦσα· καὶ πρὸ ζωῆς τὸ νοητὸν ἐν τοῖς ἀγγέλοις· ὡς γὰρ ἡ σύνθεσις ἀεί τι ἄλλο καὶ ἄλλο προσελάμβανεν ἐφεξῆς, οὕτως ἔδει καὶ ἄνωθεν ἀφίεσθαι καθ’ αὑτὸ ἕκαστον ἀεὶ τὸ πρότερον· νῦν δὲ τὰ ὑπολειπόμενα γένη ἐφεξῆς, τὰ μὲν πρῶτα κατὰ νοῦν οὐσίωται, τὰ δὲ δεύτερα κατὰ ψυχήν, τὰ δὲ τρίτα κατὰ | |
20 | τὸ σῶμα μόνον· ζῷα γὰρ μόνον. Μήποτε δὲ καὶ τὸ μὲν νοητὸν οὐ διαιρετέον εἰς ἑνάδα καὶ ὂν ταύτης ἐξηρτημένον· ἓν ὂν γὰρ ὅλον ὁμοῦ τὸ νοητὸν κατὰ Παρ‐ μενίδην, καὶ οὐ διέστη εἰς ἡγούμενον καὶ ἑπόμενον· ὅπου γε καὶ ὅπως οὖν διαστάν, ὅλον ἐγένετο καὶ μέρη τοῦ ὅλου, τὸ ἦν καὶ τὸ ὄν. Ἀλλ’ οὐ τὸ μὲν ὄχημα, τὸ δὲ ὀχούμενον· ὥστε εἰ προΐοι τὸ νοητὸν ὅπου, πανταχοῦ ἓν ὂν προ‐ | |
25 | ελεύσεται, ἀλλ’ οὐκ ὂν πρὸ ζωῆς, καὶ μετὰ ταῦτα τῆς ἑνάδος μιᾶς ἐξημμένον, οὐδὲ ὅλως ἐκεῖ τὸ μεθεκτόν, ἢ ἀμέθεκτον· ὡς ὑπὸ οὐσίας ἐξαπτομένης ζητη‐ τέον. Ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς, ἡ τοιάδε ἄρχεται συνάρτησις, ὅπου ὁ οὐ‐ | |
σιώδης ἀριθμὸς συμπαρατείνεται τοῦ ἑνιαίου. Οὐκ ἄρα ἐν τούτοις ἐστὶ μοῖρά | 6 | |
7 | τις τοῦ νοητοῦ προελθοῦσα· προσέλθοι γὰρ ἂν οὐσία ἄνευ ἑνός· καὶ οὐχ ὁμοῦ τὸ ἓν ὄν. Εἶτα καὶ λέγει ὁ Παρμενίδης ὅτι μόριον ἕκαστον τῆς οὐσίας οἰκείας ἑνάδος ἐξῆπται· οὐκ ἄρα δύο οὐσίαι μιᾶς, ἔν γέ πω τούτοις· ἐν δὲ τοῖς ἐσχάτοις, καὶ ἄλλα προσγίγνεσθαι οὐδὲν θαυμαστόν. | |
4 | ||
5 | Ἔτι δὲ εἰ ἐν τούτοις πρώτοις τὸ ἡγούμενον καὶ συνηρτημένον δεῖ ἓν εἶναι τῷ ἑνὶ συνηρτημένον, οὐκ ἄρα ζωὴ καὶ ὄν, οὐδ’ ἄρα ἑξῆς νοῦς καὶ ζωή, ἐπειδὴ οὐδὲ χρῆται ἔτι τῷ ὄντι ὁ Παρμενίδης, ὡς καθόλου ἀφορισάμενος τὸν ἑνιαῖον ἀριθμὸν τῷ οὐσιώδει συμπεπλεγμένον, κατὰ μόριον ἕκαστον τῆς οὐσίας. Εἰ δὲ προσυφαίνεται καὶ ὄχημα, γίγνεται τῆς οὐσίας, ἀλλ’ οὐχὶ τοῦ | |
10 | ἑνὸς αὐτόθεν, ἐπεὶ καὶ τὸ σῶμα τῆς ψυχῆς ὄχημα, ἀλλ’ οὐχὶ τῆς οὐσίας προηγουμένως. Ὁ μὲν οὐσιώδης ἀριθμὸς ἄρα τῷ ἑνὶ συνέζευκται ὁμοφυῶς, τῷ δὲ οὐσιώδει, κατὰ θάτερα, ὁ ψυχικός, καὶ τούτῳ ὁ σωματικός. Οὐκοῦν ἐν μὲν τοῖς νοητοῖς οὐδέ ἐστιν τὸ οὕτω συνηρτημένον πλήρωμα· ἐν δὲ τοῖς πηγαίοις ἅπασιν, | |
15 | ἁπλοῦν πρὸς ἁπλοῦν, ἓν πρὸς ἕν· ἐν δὲ τοῖς μεριστοῖς ὀχετοῖς πρόσεισιν τῷ οὐσιώδει ἀριθμῷ καί τις γένεσις, καὶ συνυφαίνεται τῷ κατὰ συγγένειαν, καὶ δι’ αὐτοῦ τῷ ἑνιαίῳ πελάζει κατὰ δεύτερον λόγον. Τοσαῦτα μὲν περὶ τούτων. | |
17 | Εἰ δέ τις ἀπορήσειε πῶς ὁ μὲν νοῦς προάγει καὶ μεθεκτὸν νοῦν ὑπὸ ψυχῆς, καὶ ψυχὴν αὐτὴν καὶ σῶμα ἐπὶ τῇ ψυχῇ, τρία οἷον ὀχήματα· ἡ δὲ | |
20 | θεότης τοῦ γεννῶντος νοῦ [οὐ] τρεῖς θεότητας· τὴν μὲν τοῦ νοῦ, τὴν δὲ τῆς ψυχῆς, τὴν δὲ τοῦ σώματος ἴδιον· ἔτι δὲ εἰ θαυμάζοι πῶς μία ἑνὰς δυεῖν ἢ τριῶν ὀχημάτων προέστηκεν, ἡ σώματος, ἡ δὲ ψυχική, πῶς νοῦ καὶ σώματος· ἡ δὲ φυσική, πῶς ψυχῆς τε καὶ νοῦ· ἔτι δὲ εἰ ἀξιοῖ τοῦτο εἶναι τὸ ἐξημμένον οὐσιωδῶς, ἅ ἐστιν τὸ οὗ ἐξῆπται ὑπερουσίως· ὥστε εἰ ἐκεῖνο τριπλοῦν καὶ | |
25 | τὸ ὑπερούσιον εἶναι τριπλοῦν· εἰ ταῦτά τις ἀποροῖ, πρῶτον μὲν ἀναμνησθήτω μοι τοῦ ῥηθέντος, ὅτι κυρίως τοῦ νοῦ ἐστι πρὸς τὸ ἓν ἡ συνάρτησις, ἡ δὲ ψυχὴ καὶ τὸ σῶμα, καὶ ὅλως ἡ γένεσις, οἷον πενία προσαίτης οὖσα πάρεστιν ἐν προθύροις τοῦ πόρου. Καὶ πόρρωθεν παραπολαύει τι τῆς ἑνάδος· καὶ ὥσπερ τῶν ὑπὸ σελήνην θεῶν τὰ φαινόμενα στοιχεῖα λέγομεν ὀχήματα οὐδέπου | |
30 | συνηρτημένα τοῖς θεοῖς· (πῶς γὰρ τὰ ἄλλοτε ἄλλως ἔχοντα τοῖς ἀμεταβλήτοις | 7 |
8 | συνδέδεται, ἀλλ’ ἕτερον τρόπον;) οὕτως ἡ γένεσις τῷ θείῳ πελάζει πληρώ‐ ματι, καὶ οἷον ὄχημα τοῦ ὀχήματος. Δεύτερον δὲ ἐνθυμεῖσθαι χρὴ ὅτι καὶ αἱ τοιαίδε ἑνάδες ἤδη τι προὐβάλοντο ἰδίωμα πρὸς τῷ νοερῷ, καὶ ψυχικόν, καὶ πρὸς τούτῳ σωματικόν. Πρὸς δὲ τούτοις ὁράτω καὶ τὸ τριπλοῦν ὄχημα ὡς ἓν | |
5 | εἶδος σύνθετον· ὡς τοίνυν ἑνὸς εἴδους μιὰ ἑνὰς προεστήξεται. Καὶ γὰρ τοῦ κόσμου ἡ ψυχὴ μία καὶ ἀσύνθετος τοῦ συνθέτου καὶ πολυειδοῦς· καὶ νοῦς εἷς ὁμοῦ ψυχῆς τε καὶ σώματος ὡς ἑνὸς εἴδους προέστηκεν. Ἔτι δὲ γιγνωσκέτω καὶ ὅτι ἡ τοῦ γεννῶντος νοῦ θεότης μετὰ τοῦ οἰκείου νοῦ ὁμοῦ τὸ τριπλοῦν εἶδος μετὰ τῆς ἡγουμένης ἑνάδος παράγει, οὐ νοῦν ἰδίᾳ καὶ ψυχὴν ἐπὶ τούτῳ, | |
10 | καὶ τρίτον κατ’ αὐτὸ τὸ σῶμα. Οὐ γὰρ ἐκ διεστώτων ἡ θεία σύνθεσις· οὐδὲ γὰρ ἐπὶ τοῦ κόσμου τὰ μέρη πρὸ τῆς συνθέσεως, ἀλλ’ ἐν τῷ συνθέτῳ ὅλῳ τὰ μέρη. Καὶ οὖν ἐκεῖνο πολλῷ μᾶλλον, ὡς ἓν ἀφ’ ἑνὸς παράγεται ζῷον ἔμψυχον, ἔννουν, ἑνιαῖον, ἐπεὶ καὶ τὸ ἔννουν ἑνιαῖον· τουτέστιν ὁ νοερὸς θεὸς ὅλος γεν‐ νᾶται μετὰ τῆς ἐξηρτημένης οὐσίας, ἀλλ’ ὡς ἐξηρτημένης· ὁ δὲ νοητὸς, ὡς εἷς | |
15 | ὁμοῦ ὁ νοῦς καὶ ἡ ἑνάς. Τούτων μὲν τοίνυν ἅλις ἡμῖν. | |
15 | Ἐπὶ δὲ τὸ δεύτερον τῶν ἐξ ἀρχῆς προβληθέντων ἴωμεν τῷ λόγῳ, καὶ λέγωμεν ἓν μὲν πρὸ πάντων ὅτι, μετὰ τοὺς πηγαίους θεοὺς τοὺς ὅλους, αἱ μερικαὶ πηγαὶ τῶν μεριστῶν ὀχετῶν καὶ τῶν μερικῶν σειρῶν ἐξηγοῦνται πηγαίως, ἑκάστη τῆς οἰκείας ὅλης ὁμοῦ νοερᾶς τε οὔσης καὶ ψυχικῆς, καὶ | |
20 | σωματοειδοῦς. Πᾶσαι γὰρ ἄχρι τοῦδε τοῦ κόσμου προέρχονται· τῶν δὲ ἐν τῇ σειρᾷ ἑκάστων μεριζομένων τὴν οἰκείαν πηγὴν οἱ μὲν ἄχρι τῶν νόων τὴν οἰκείαν ἔστησαν πρόοδον, οἱ δὲ ψυχῶν προέστησαν ἐπικαταβάντες, οἱ δὲ καὶ ἄχρι σωμάτων ἐπέβησαν. Δεύτερον δὲ ἐκεῖνο διοριστέον ὅτι, τῶν μὲν ὄντων σωματικῶν, τῶν δὲ | |
25 | ψυχικῶν, τῶν δὲ νοερῶν (καλείσθωσαν γὰρ ἡμῖν ἀπὸ τῶν ἐξαρτημάτων οἱ νοέροι θεοί), μή τι οὗτοί εἰσιν οἱ παρὰ τοῖς λόγοις οὕτως ἰδίως καλούμενοι· ὧν καὶ πηγὴν ἴδιον μερικὴν Ἰάμβλιχος ἀφορίζεται, ἐν τῷ δὶς καὶ ταὐτὴν | |
ἱδρυμένην. Νοεροὶ μὲν οὖν, καὶ οἱ πηγαῖοι, ἀλλ’ ἁπλῶς νοεροὶ, καὶ ἄνευ πάσης | 8 | |
9 | ἀντιθέσεως· οὗτοι δὲ νοεροὶ, ὡς ἀντιδιῃρημένοι πρὸς τοὺς ψυχικοὺς καὶ τοὺς σωματικοὺς, κατὰ τὸν μερισμὸν τῆς οἰκείας πηγῆς μεριστῶν ἡγούμενοι νόων, ἀλλ’ οὐ πηγαίων. Τρίτον δὲ ἤδη διαιρετέον ὡς καὶ τούτων εἰσὶ μέσοι τινὲς ἄλλοι, τοὺς ἄκρους | |
5 | δι’ ἑαυτῶν συνάγοντες· τῶν μὲν σωματικῶν καὶ ψυχικῶν οἱ ἀπόλυτοι ψυχικοὶ μὲν ὄντες, προϊστάμενοι δὲ ἄλλως καὶ οἷον πόρρωθεν καὶ τῶν σωματικῶν μερίδων τοῦ παντός· μέσοι δὲ τῶν τε ψυχικῶν καὶ νοερῶν εἶεν ἂν οἱ κατὰ νοῦν ὑφεστῶτες· ἡγούμενοι δὲ πλειόνων ψυχῶν οὐ ψυχικῶς, ἀλλὰ νοερῶς, ὡς ἐκεῖνοι τῶν σωμάτων ψυχικῶς μόνον. Ἐπεζήτει δὲ ὁ λόγος εἴ τινες εἶεν καὶ | |
10 | νόων ἡγούμενοι ὁμοῦ πλειόνων· εἰ δ’ οὖν μεριστοί εἰσιν οὗτοι οἱ νόες, πάντως ὅτι καὶ κατὰ ἀγέλας διῄρηνται· ἀεὶ γὰρ διὰ τῶν ἐλαττόνων ἀριθμῶν ἡ πρόοδος εἰς τοὺς μείζονας· ἕξουσιν ἄρα καὶ ἡγεμόνας κατὰ τὰς κοινὰς περιγραφάς· πᾶσα γὰρ δημιουργικὴ τομὴ ἐν τοῖς θείοις πράγμασιν ἔχει τινὰ ἴδιον προ‐ στασίαν. Ἔσονται δὴ οὗτοι μέσοι τῶν τε πηγαίων καὶ τῶν μεριστῶν νοερῶν, | |
15 | κατὰ νοῦν μὲν καὶ αὐτοὶ ὑφεστῶτες, οὐ μερικὸν δέ, ἀλλά τινα πολλῶν ἀγελ‐ άρχην, καὶ ὡς ἐν τούτοις πηγαῖον. Διὸ καὶ συνάπτουσιν τοὺς μεριστοὺς νόας ταῖς οἰκείαις πηγαῖς, οὓς πηγάς, τέλη ἅμα καὶ ἀρχὰς οἱ Χαλδαῖοι καλοῦσι· μεθ’ οὓς εἶεν ἂν οἱ ὑπεράρχιοι μερισταί, νοεροὶ θεοὶ ὄντες· μεθ’ οὓς οἱ ἀρ‐ χικοί, πλειόνων ψυχῶν ἡγούμενοι· μεθ’ οὓς οἱ ἀρχαγγελικοί, ψυχικοὶ ὄντες· | |
20 | μεθ’ οὓς οἱ ἄζωνοι, πλειόνων μερίδων· μεθ’ οὓς οἱ ζωναῖοι, τὰ ἄτομα πληρώ‐ ματα τοῦ παντὸς ἤδη διαζωσάμενοι. Ταῦτα μὲν τοίνυν ἀκριβέστερον ἐξεταστέον ἐν τοῖς Χαλδαϊκοῖς. | |
22 | Ἐπὶ δὲ αὖ τὸ τρίτον τῶν ἐζητημένων ἰόντες λέγωμεν ὡς ἔστι μὲν ἀρχαιοπρεπεστέρα τῶν ἀπολύτων θεῶν ἡ ἰδιότης, ἀφοριζομένη τῷ ἅπτεσθαι | |
25 | καὶ μὴ ἅπτεσθαι, καὶ τῷ ἡμισχέτῳ τῆς προνοίας καὶ τῷ ἀζωνικῷ ὡς οὐ περιζωσαμένῳ τὰς τοῦ Παντὸς ζώνας, τουτέστι τὰς δημιουργικὰς τῆς τέχνης τοῦ κόσμου τομάς, ἄλλως δὲ ὅμως αὐτῶν προεστῶτι. Καὶ γὰρ εἶεν ὅσοι σώ‐ | |
ματος· οὕτω δὲ ἀζωνικῶς τε καὶ ἡμισχέτως, ἀπολύτως ἂν εἴη, ὥσπερ καὶ τῶν | 9 | |
10 | ἑπτὰ κοσμοκρατόρων ἑκάστου ἔχομεν ἴδιον ἄζωνον, ἐκδεδομένον, καὶ εἰ πολλῶν ἅμα, σχετικῶς δὲ καὶ ζωναίως, εἴη ἂν καὶ οὗτος ζωναῖος. Καὶ γὰρ ἐγκοσμίους ζωδιοκράτορας παρειλήφαμεν, καὶ ἐπὶ τῶν τεταρτημορίων, καὶ ἐπὶ τῶν ἡμι‐ σφαιρίων βεβῶτας. | |
5 | Τί δεῖ πολλὰ λέγειν; αὐτὸς γὰρ ὅλος ὁ κόσμος ἐγκόσμιός ἐστι θεός, καί‐ τοι πάντων περιεκτικὸς ὢν τῶν ἐγκοσμίων ζωνῶν. Ἔχει μὲν οὖν ὡς λέγομεν ταῦτα κατὰ τὴν ἀρχαιοτέραν παράδοσιν· ἤδη δὲ καὶ ἡ νεωτέρα διαίρεσις ἔχοι ἄν τινα λόγον· εἰ γὰρ καὶ ἑκάστου τῶν κοσμοκρατόρων εἷς ἄζωνος, ἀλλ’ ὡς τῆς ὕλης αὐτοῦ σειρᾶς προϊστάμενος, καὶ εἴ τις ἐγκόσμιος πλειόνων μερί‐ | |
10 | δων προέστηκεν, ἀλλ’ ὡς μιᾶς τῶν πλειόνων, κατὰ τὸ ἓν σῶμα τῆς θείας περιγραφῆς· ἔτι δὲ ἄμφω συμβαίνουσιν ἀλλήλαις. Τῷ γὰρ μὴ γενέσθαι μιᾶς καὶ ἀτόμου, δύναται προεστάναι πλειόνων· καὶ πλειόνων προεστάναι δυνά‐ μενος, οὐκ ἔχει σχέσιν πρὸς μίαν ἐξουσίαν· εἰ γὰρ ταῖς πολλαῖς καὶ ὡς ἔξω τῶν ἀτόμων ἑστώς, ἄζωνός ἐστι καὶ ἀπολύεται τοῦ παντός, καὶ ἅπτεται, καὶ | |
15 | οὐχ ἅπτεται· καὶ ἄλλος μὲν ὁ ἐγκόσμιος ζωδιοκράτωρ, ἄλλος δὲ ὁ ἀπόλυτος· ὁ μὲν ὡς πλειόνων τῶν ἐν τῷ ἰδίῳ, ὁ δὲ ὡς ἑνὸς ἀτόμου τοῦ ὅλου προεστώς. Ἐνταῦθα τοίνυν ἐπιστήσομεν, ἓν μέν, εἰ ὁ πασῶν τῶν τοῦ κόσμου μερίδων προνοῶν ὡς πλειόνων ἀπόλυτός ἐστιν ἢ ὑπερκόσμιος, ἅτε ἄσχετος πρὸς πάσας· καὶ εἰ ὥσπερ διττὸς ὁ ζωδιοκράτωρ, οὕτω καὶ ὁ κοσμικὸς ὅλος θεός, | |
20 | ὁ μὲν ἀπόλυτος, ὁ δὲ ἐγκόσμιος· καὶ τρίτον 〈εἰ〉 ὁ ὑπερκόσμιος ἡγεῖται πλειόνων ἀζώνων, καὶ τίς τῶν νοερῶν πλειόνων ὑπερκοσμίων, ἢ ἀνάγκη μὲν οὕτως ἔχειν τοῦτο· ἀεὶ γὰρ αἱ τῶν δευτέρων διαιρέσεις τὰς τῶν προτέρων συναιροῦνται μονάδας· διὸ οὐδὲ τῶν ἀπολύτων ἴδιον τοῦτό ἐστιν, εἰ καὶ ἀληθὲς ἐπ’ αὐτῶν· ἐπεὶ καὶ ἐγκοσμίων μερισμῶν εἰσιν ἐγκόσμιοι συναιρέσεις, ὡς καὶ | |
25 | ταῦτα διδάσκει ἡ Χαλδαίων μυσταγωγία. Ὅθεν καὶ προτιμῶ τὴν 〈τοῦ〉 ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι τῶν ἀπολύτων ἐξήγησιν· οἱ μὲν γὰρ ἐγκόσμιοι συντεταγμένην ποιοῦνται τὴν πρόνοιαν τῶν ζωνῶν· οἱ δὲ ἄζωνοι συντεταγμένην ἅμα καὶ ἐξῃρημένην, οἱ δὲ ὑπερκόσ‐ μιοι ἐξῃρημένην καὶ πάντη ἄσχετον· καὶ ἔτι μειζόνως οἱ νοεροί, ἅτε οὐδὲ | |
30 | ὑπερκόσμιοι ἀξιοῦντες εἶναι, οὐδὲ σεμνύνονται ὅτι ὑπὲρ τὸν κόσμον, ἀλλ’ ὅτι νοεροὶ καὶ συνηνωμένοι ταῖς πηγαῖς. Αἱ μὲν οὖν πηγαὶ πάντα ἅπλως· οἱ δὲ νοεροὶ νοερῶς ἐξηγοῦνται τῶν μετ’ αὐτοὺς ἁπάντων· οἱ δὲ μέσοι, νοερῶς ἅμα | |
καὶ ψυχικῶς· οἱ δὲ ὑπερκόσμιοι ψυχικῶς ἅμα καὶ φυσικῶς· οἱ δὲ ἐγκόσμιοι | 10 | |
11 | φυσικῶς. Δῆλον δὲ ὅτι τὸ φυσικόν, καὶ ψυχικόν, καὶ νοερόν, οὐ μόνον ἐπὶ τῶν οὐσιῶν νοήσομεν, ἀλλὰ καὶ ἐπὶ τῶν οἰκείων ἑνάδων. | |
2 | Εἰ δὴ ταῦτα οὕτως ἔχει, θαυμαστὸν οὐδὲν εἶναί τινα τοῦ κόσμου παντὸς ἐξηγουμένην ἀπόλυτον μονάδα ἀπολύτως, ὥσπερ ἡλίου τις, καὶ σελή‐ | |
5 | νης τις, καὶ διττὸν εἶναι τὸν κοσμικὸν θεόν, ὡς τὸν ζῳδιάρχην· τὸν μὲν οἷον δεδεμένον τῷ κοσμικῷ σώματι, τὸν δὲ ἀφιέμενον, καὶ ἀσώματον μέν, προϊστάμενον δὲ τῆς κοσμικῆς ὅλης ζώνης. Ἐπεὶ καὶ ὅλη ἡ ἀπόλυτος δυωδεκὰς πάντα διακοσμεῖ καὶ περιπορεύεται τὸν κόσμον, ὡς ἐν τῷ Φαίδρῳ λέγεται· καὶ πρὸ τῶν ἄλλων ὁ μέγας ἡγεμὼν | |
10 | Ζεύς, πτηνὸν ἅρμα ἐλαύνων, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπι‐ μελούμενος· ὁ μὲν δὴ λόγος ἀπαιτεῖ καὶ τοῦτο τὸ εἶδος. Ζητητέον δὲ ἐν τοῖς Χαλδαϊκοῖς εἰ καὶ παραδέδονταί τινες ἄζωνοι τοιοῦτοι, ἢ ἄζωνος εἷς κοσμ‐ άρχης, οἷος ὁ ἡλίου ἄρχων· ἥτις ἐνδέδοται ζωὴν τοῦ κόσμου παντός· ἔχοι γὰρ ἂν πάντως καὶ ἄζωνον· οἱ γὰρ ἄζωνοι συναιρετικοὶ εἶναι βούλονται τῶν | |
15 | ζωνῶν. Οὐκ ἐπειδὴ οὖν ψυχὴ τοῦ νοῦ ἐξήρτηται, διὰ τοῦτο μερικὸς ὁ νοῦς, ἄλλ’ ἀνάπαλιν, ἐπειδὴ μερικός, διὰ τοῦτο καὶ πρὸς ψυχὴν σύμμετρος γέγονεν· ἡ γὰρ τῶν νόων μεριστὴ ὑπόστασις πρὸ τῆς ψυχικῆς ἐστιν διαιρέσεως· πάλιν ἀξιοῖ μηδὲν τῶν δευτέρων ἀνελίττειν δύνασθαι πᾶσαν τὴν τῶν προτέρων οὐσίαν, ἀλλὰ μένειν τι ἐν ἐκείνοις ἐξαίρετον· καὶ δῆλον ὅτι τὸ ἀκρότατον· | |
20 | εἰ δὲ τοῦτο, πρῶτον μὲν ἄγονον τοῦτο ποιήσομεν· δεύτερον δὲ μὴ ἐπιπλέον φθάνειν ἀεὶ τὸ ὑπέρτερον, εἴπερ τὸ ἄκρον τοῦτο οὐδὲ πρόεισιν εἰς τὰ δεύτερα, καὶ ἔτι πρὸς τούτοις οὐδενὸς αἴτιον ἔσται τὸ ἐγγυτέρω τῆς πάντων αἰτίας· ἢ ῥητέον ὅτι τὸ ἑκάστου ἄρρητον καὶ ἀπὸ τῆς ἀρρήτου ἧκον αἰτίας, δι’ αὐτό γε τοῦτο κατὰ ἀναλογίαν μένει τε πάντων ἐξῃρημένον ἀεὶ τῶν ἐφεξῆς· καὶ | |
25 | οὔτε γεννητικόν, οὔτε υἱὸν ἄξιον καλεῖσθαι· ὅτι ὑπὲρ πάντα ταῦτα πρὸς τὰ μετ’ αὐτὸ, ὡς ἡ μία αἰτία πρὸς πάντα ἦν. Μήποτε δὲ καὶ αὐτὸ μὲν ὃ μένει, γόνιμόν τε ἐστὶν ἔτι καὶ αἴτιον τῶν μεθ’ ἑαυτὸ πάντων, ἀλλ’ ἐξῃρημένως καὶ μένον ἐφ’ ἑαυτοῦ, καὶ οὐ διὰ τῶν | |
δευτέρων ἐνεργοῦν. Καὶ κατὰ τοῦτο ἂν εἴη τῶν ὑπερτέρων ἡ ἀφειμένη τῶν δευ‐ | 11 | |
12 | τέρων ἀπερίγραφος ἐνέργεια ὑμνουμένη, οὐ προϊοῦσα, ἀλλὰ διὰ πάντων ἀμι‐ γῶς χωροῦσα, καὶ πανταχοῦ τῶν δι’ ὧν πάρεισιν ἐξῃρημένη ἀφ’ ἑαυτῆς. | |
2 | Τρίτον ἐπὶ τούτοις ἐπισκεπτέον πῶς λέγει τὴν νοητὴν ζωήν· οὕτω γὰρ καὶ τὸ νοητὸν ζῷον κατ’ αἰτίαν ἔσται ζῷον· πῶς οὖν ἐκεῖ τὸ αὐτοζῷον | |
5 | παράδειγμα κατ’ αἰτίαν; οὐκ ἄρα πρὸς ἐκεῖνο ὁ κόσμος, ὡς ἐν Τιμαίῳ λέγε‐ ται· οὐ γὰρ πρὸς τὸ κατ’ αἰτίαν, ἀλλὰ τὸ καθ’ ὕπαρξιν ἡ εἰκὼν ἐπιτελεῖται, ἅτε καθ’ ὕπαρξιν οὖσα εἰκὼν καὶ γιγνομένη· ἡ δὲ δυνάμει εἰκὼν τοῦ κατ’ αἰ‐ τίαν εἴη ἂν παραδείγματος· ἔτι δὲ τὸ κάλλιστόν ἐστι τῶν νοουμένων τὸ πρῶ‐ τον παράδειγμα καὶ περιέχον πάντα ὅσα νοητὰ ζῷα. Νοητὸν ἄρα ἐστὶν τὸ | |
10 | πρῶτον παράδειγμα καὶ τὸ πρῶτον τῇ νοήσει σύμμετρον· διὸ καὶ εἶδος ἤδη καὶ κάλλιστον τῶν νοουμένων, οὐχ ὅτι πρῶτον, ἀλλ’ ὅτι μάλιστα ἐκφανὲς καὶ στίλβον ἐναργέστατα, καὶ τὸν Φάνητα αὐτοῦ ἐνδεικνύμενον. | |
12 | Τοῖον ἀπέστιλβε χροὸς ἀθανάτοιο Φάνητος, | |
13 | φησὶν Ὀρφεύς. | |
15 | Ἔτι δὲ τὸ πρῶτον παράδειγμα τετράμορφον μόνον ἐστίν· ἡ δὲ τετρὰς ἀρχὴ τοῦ ἀριθμοῦ καὶ πηγή· αὕτη δὲ ἐν τῷ πέρατι τῶν νοητῶν. Ἔτι δὲ τὸ πρῶτον αἰώνιον ζῷον, τοῦτο καθ’ ὕπαρξιν πρῶτον· εἰ δὲ μή, καὶ ὁ αἰὼν ἔσται κατ’ αἰτίαν, ὅπερ οὐ βούλεται. Μήποτε οὖν ἄμεινον λέγειν εἶναι μὲν καὶ ἐκεῖ ζωὴν καθ’ ὕπαρξιν, ἀλλὰ μᾶλλον οὖσαν ἢ ζῶσαν· οἷον ἐνθάδε τὴν φύσιν | |
20 | ὁρῶμεν, ἑξῆς δὲ τὴν οὐσίαν εἶναι μᾶλλον ζῶσαν ἢ οὖσαν, ἅτε κρατούσης τῆς ζωῆς, ὡς ἐν τῷ νῷ τὸ κρατοῦν ἡ νόησις· καὶ μᾶλλον νοεῖ ὁ νοῦς ἢ ζῇ, καὶ ἔστι. Πανταχοῦ μὲν γὰρ πάντα· ἀλλὰ τὸ ἓν κύριον, καὶ τὰ ἄλλα εἰδοποιοῦν. Διὸ καὶ τὸ ὂν οὐ θαυμαστὸν εἰ νοεῖ συνῃρημένην τινὰ καὶ οὐσιώδη νόησιν, καὶ ζῇ ὁμοίως οὐσιωδῶς, αὐτὸ λέγω τὸ ὂν τὸ πρὸ πάντων· ἀλλ’ ἐκεῖνο μὲν | |
25 | ἀφράστως πάντα καὶ ἡνωμένως· ὑποβὰν δὲ προὐβάλετό πως τὸ ὁλικώτατον πάντων τῶν ἄλλων, τὴν ζωήν. Καὶ ἔτι προελθὸν τρίτῳ βήματι, τὸ ζῷον ἐξέφηνεν ὃ πάντων ὁλικώτατον | |
τῶν δευτέρων· ἀεὶ γὰρ ἀπὸ τῶν ἡνωμένων πρῶτα ἐκφαίνεται τὰ ὁλικώτατα, | 12 | |
13 | ἅτε καὶ μᾶλλον ἐκεῖ· προβεβλημένα δὲ μᾶλλον, ἅτε καὶ συγγενέστερα καὶ πλησιαίτερα τῇ ἐκείνων ἑνώσει. Εἰ δέ τις ἀπὸ τοῦ ὄντος ἀφειμένης καὶ διακεκριμένης ζωῆς αἰτίαν λέγοι τὴν τῷ ὄντι συνοῦσαν, καὶ ὑπ’ ἐκείνου κρατουμένην τῆς ζωῆς ὕπαρξιν, οὐ | |
5 | κακῶς ἐρεῖ. | |
5 | Ἔτι δὲ τέταρτον ἐπιστήσωμεν ὅτι νῦν ἱστορεῖ τὸν Ἀναξαγόραν εἰσηγεῖσθαι τὸν ἀμετάβατον νοῦν· καίτοι ἄδηλον εἰ οὕτω τίθεται τὸν νοῦν Ἀναξαγόρας· ἐν ἄλλοις δὲ αὐτὸς ψυχὴν ἄζω〈νον〉 ὑποτίθεσθαι τὸν Ἀναξ‐ αγόρειον νοῦν. Ἀριστοτέλης δὲ ὁμολογουμένως τὸν νοῦν εἰσηγήσατό τι | |
10 | τὸ τῆς ὕλης ὡς ὕλης αἴτιον· τοῦ μὲν γὰρ εἴδους τὸ παράδειγμα ἢ ὁ δημιουρ‐ γός, ἢ καὶ τῆς ὕλης ἡ ἑκατέρου θεότης· τοῦ μὲν ὡς κοσμουμένης ὑπὸ τοῦ εἴδους, τοῦ δὲ ὡς δεχομένης ἁπλῶς τὸ εἶδος· ἢ καὶ πρὸ τούτων, ἡ δύναμις ὡς δύναμις οὖσα· ἢ παρήγαγεν καὶ τὸ πέρας ὡς πάντων στέρησιν· τὸ δὲ πρὸ πάντων ὡς ἕν, ἢ ὡς ἓν μὲν τὸ πέρας τῷ ὄντι· ὡς δ’ ἔτι καὶ ὑπὲρ τὸ ἓν | |
15 | ἀπόρρητον ἡ μία τῶν ὅλων ἄρρητος αἰτία· ἢ ἀληθῆ μὲν ταῦτα. Ζητοῦμεν δὲ αἰτίαν τῆς ὕλης ἴδιον, οὐ μετὰ τῶν ἄλλων οὐδὲ ὡς ἄλλο τι, ἀλλ’ ὡς ὕλην μόνην καὶ μόνης τῆς ὕλης αἰτίαν. Ἑκάστη γὰρ ἰδιότης ἔχει τινὰ καὶ ἴδιον ἀρχήν. Τὸ δὲ ἕν, καὶ τὸ πέρας, καὶ τὸ ἄπειρον, καὶ τὸ παράδειγμα, καὶ ὁ δημι‐ ουργὸς μετὰ τῶν ἄλλων καὶ τὴν ὕλην παράγει· ἢ καὶ τοῦ εἴδους ζητητέον | |
20 | ἴδιον ἀρχήν, ἥ ἐστιν ἡ παραδειγματική. Τίς οὖν τῆς ὕλης ἡ παραδειγμα‐ τικὴ κατὰ τὸ ἓν ἑαυτῆς; Τίνες οὖν αἱ ἰδιάζουσαι, ἢ τὰ ἔσχατα ἀπὸ τῶν πρώτων προϊόντα ἀπὸ τῶν κοινῶν ἐξ ἀνάγκης ἀρχῶν προέρχεται; Ἀλλ’ ἔδει πρὸς ταῖς κοιναῖς εἶναι καὶ τὰς ἰδίας. Πόθεν οὖν ἐν τοῖς πράγμασι τὸ ἴδιον, εἰ μὴ ἀπὸ τῆς τῶν ἀρχῶν ἰδιό‐ | |
25 | τητος; Μήποτε οὖν ὁ τῶν θεῶν ἔσχατος μερισμὸς ἄχρι τῆς ὕλης προῆλθεν, καὶ εἰσὶν ὑλαῖοι θεοί, τῆς ὕλης ὡς ὕλης ἐργάται τῆς τε μιᾶς καὶ τῶν πολλῶν. Διάκοσμος οὗτος ὅλος θεῶν τῇ ἰδιότητι ταύτῃ κεκρατημένος· καὶ ἄλλος πρὸ τούτου εἰδῶν ὡς εἰδῶν ἅπλως ὑποστατικός· ὡς γὰρ ὁ μὲν σωμάτων, ὁ δὲ | |
ψυχῶν, ὁ δὲ ὁλικώτερος τῶν συνθέτων, οὕτω καὶ ὑλῶν μὲν ἄλλος, εἰδῶν δὲ | 13 | |
14 | ἄλλος, ὁ δὲ τῶν συνθέτων ἐξ ὕλης καὶ εἴδους, ὁλικώτερος· ὁ μὲν δὴ λόγος ἀπαιτεῖ καὶ τοιούσδε θεούς. | |
2 | Ζητητέον δὲ αὐτοὺς καὶ παρὰ τοῖς θεολόγοις· εἰ τὸ νοητὸν οὐχ ἕν, ἀλλ’ ἡνωμένον φησίν, πλῆθος ἂν εἴη, εἰ καὶ ἡνωμένον. Ἕξει ἄρα ἀρχὴν καὶ | |
5 | μέσον καὶ τέλος· καὶ ἔσται τριχῆ διῃρημένον· ἔτι εἰ τέλειον, πρὸ αὐτοῦ γὰρ τὸ τέλος εἴη ἂν τὰ πάντα· καὶ οὐδενὸς ἔσται ἐνδεές· εἰ δὴ πάντα ἕξει τὸ μὲν πρῶ‐ τον, τὸ δὲ ἔσχατον, τὸ δὲ μέσον· ἐν τρισὶ γὰρ τὰ πάντα· καὶ ἄλλως φησὶ θεολογικώτερον· ἐπειδὴ οὐσία τὸ νοητόν, μετὰ δὲ οὐσίαν, ζωὴ καὶ νοῦς· ὥστε καὶ ταύτῃ τριπλοῦν τὸ νοητόν. Καὶ μὴν δεῖ καὶ τριχῶς ἕκαστα θεωρεῖν, καὶ | |
10 | μένοντα, καὶ προϊόντα, καὶ ἐπιστρεφόμενα. Ἔσται ἄρα καὶ ταῦτα ἐν τῷ νοητῷ τὸ μὲν ἄκρον, μένον, τὸ δὲ μέσον, προϊόν, τὸ δὲ ἔσχατον, ἐπιστρεφό‐ μενον. Ἢ τούτοις τοῖς λόγοις χρώμενος ἀναγκάζοι ἄν τις ἡμᾶς καὶ αὐτὸ τὸ ἄκρον τοῦ νοητοῦ τριπλοῦν ὁμολογεῖν· κρύφιόν τε γὰρ καὶ ἐκεῖνο πλῆθος, καὶ τέλειον ὡς μετὰ τὸ τέλος, καὶ πάντα κατὰ τὸ ὄν· καὶ ἔχοι ἂν τὰς πάντων | |
15 | αἰτίας οὐσιωδῶς· καὶ ἔτι μένον τὸ αὐτό, καὶ προϊόν, καὶ ἐπιστρεφόμενον. Εἴ γε καὶ νοῦς ἐστι πατρικός· ἔτι δὲ οὐκ ἐπιδεικνύναι φησὶ τριπλοῦν τὸ νοητὸν, ἀλλ’ ὅτι μετὰ τὴν μονάδα τοῦ νοητοῦ ἐστιν ἡ μεσότης, ἡ καθ’ ὕπαρξιν ζωή, καὶ μετὰ ταύτην, ὁ καθ’ ὕπαρξιν 〈νοῦσ〉. | |
18 | Πόθεν οὖν ὅτι αἱ τρεῖς τάξεις ἐν τῇ νοητῇ διακοσμήσει· τρίτον | |
20 | δ’ ἄν τις εἴπειεν, ὡς καὶ ἐπ’ ἄπειρον, χρησαίμεθα δὲ τοῖσδε ἐπιχειρήμασι. Καὶ γὰρ ἕκαστον ἀεὶ τμῆμα λαμβανόμενον, πλῆθός τε ἔσται καὶ τέλειον, καὶ τὰ ἄλλα κατ’ αἰτίαν περιέχον. Καὶ τριχῶς ὁρώμενον ὡς μένον ἐν τῇ ἑαυτοῦ αἰτίᾳ, καὶ προϊὸν ἀπ’ αὐτῆς, καὶ ἐπιστρεφόμενον πρὸς αὐτήν· ὥστε ἕκαστον ἀεὶ τεμοῦμεν εἰς τρία ἐπ’ ἄπειρον. | |
25 | Μήποτε οὖν ἀναμφισβητότερον ὧδε ἄν τις ἀποδείξειεν πολλὰς εἶναι τάξεις τῶν νοητῶν, εἰ ἔστι μονὰς νοητή· πανταχοῦ γὰρ τὸ πρῶτον μονάς. Πᾶσα δὲ μονὰς γεννητικὴ παντός ἐστιν οἰκείου πλήθους καὶ συνωνύμου τινὸς καὶ ὁμοειδοῦς. Ἀνάγκη ἄρα μετὰ τὴν νοητὴν μονάδα καὶ ἄλλας τάξεις ἐκφαί‐ | |
νεσθαι νοητάς. Καὶ δῆλον ὡς κατὰ βραχὺ καὶ ταύτας εἰς τὸ μερικώτερον | 14 | |
15 | προϊούσας, καὶ εἰ θέμις εἰπεῖν, εἰς τὸν ἔσχατον, ὥς γε ἐν νοητοῖς μερισμόν, ὃν “πλῆθος ἄπειρον” ὁ Παρμενίδης ἐκάλεσεν. Δεύτερον δὲ εἰ ἔστιν εἷς νοῦς καὶ πολλοὶ νόες, καὶ μία ζωὴ καὶ πολλαὶ ζωαί, πάντως ὅτι καὶ μία οὐσία καὶ πολλαὶ μετὰ τὴν μίαν. Καὶ γὰρ ἐν | |
5 | ἑκάστῃ ὑποστάσει ἕν ἐστι πολλά· καὶ γὰρ εἷς θεὸς καὶ πολλοὶ θεοί, καὶ μία ψυχὴ καὶ πολλαί, καὶ ἓν σῶμα καὶ πολλὰ σώματα. Καὶ οὔτε μόνως ἕν, οὔτε μόνως πολλά, οὐδ’ ὁτιοῦν γένος· μᾶλλον δ’ ἂν εἴη πολλὰ ἄνευ μονάδος, ἢ ἀνάπαλιν, ὡς εἴ τι τῶν κρειττόνων γενῶν καὶ τῶν ψυχῶν· μία γὰρ τούτων κοινὴ μονὰς οὐ φαίνεται. | |
10 | Ἔτι δὲ ἐκ τρίτων, ἡ ἄκρως ἡνωμένη οὐσία ἔχοι ἂν δευτέραν πρόοδον, εἰς τὸ ὅπως οὖν διακρίνεσθαι· μένει δὲ οὐδὲν ἧττον οὐσία διὰ τὸ ὡς οὐσίαν δια‐ κρίνεσθαι· καὶ μήπω ὡς ζωήν· καὶ γὰρ ἡ ζωὴ ὡς οὔπω νοῦς διακρίνεται· ἡ δὲ πλείστη διάκρισις ἐν τοῖς αἰωνίοις κατὰ τὸν νοῦν. Ἔτι δὲ τοίνυν τέταρτον, ἥνωται μὲν τὸ ὅλον νοητόν· ἀλλ’ ὅπου μὲν ἁπλῶς | |
15 | ἕνωσις, ὅπου δὲ ἐπιχειρούντων διακρίνεσθαι ἕνωσις, ὅπου δὲ διακριθέντων ἕνωσις· κρατούσης οὖν τῆς ἑνώσεως, ὁ νοητὸς διαποικίλλεται κόσμος· ὁ δὲ νοερός, τῆς διακρίσεως πλεοναζούσης· ὁ δὲ νοητὸς καὶ νοερός, ἐπίσης ἀμφοῖν ὁρωμένων. Ἔτι δὲ πέμπτον, τρεῖς εἰσιν φύσεις αὗται πραγμάτων· οὐσία, ζωή, νοῦς. | |
20 | Εἰ δὲ διὰ τῶν οἰκείων μεσοτήτων ἡ πρόοδος, οὐκ ἂν εἰς ζωὴν ἡ οὐσία προ‐ έλθοι ἀμέσως, οὐδ’ ἂν εἰς νοῦν ἡ ζωή. Οὐκοῦν ἥ τε ζωὴ ὑπόβασιν ἕξει τῷ νοερῷ συγκεκραμένην, καὶ ἡ οὐσία τῷ ζωτικῷ· καὶ δῆλον ὅτι καὶ τῷ νοερῷ ἡ οὐσία, ἐπειδὴ καὶ ἀπὸ οὐσίας ὁ νοῦς πρόεισιν. Οὐ γὰρ ζωὴ μόνον ἐστίν, ἀλλὰ καὶ οὐσία τις ὁ νοῦς. Ἔσται ἄρα ἐν τῇ οὐσίᾳ ὑπόβασις ζωτική, καὶ αὖ | |
25 | μετὰ ταύτην, νοερά. Καὶ μὴν ἡ ζωὴ τῷ γε ὄντι πελάζουσα καὶ τῷ νῷ καὶ ἐφ’ ἑαυτῆς ἑστῶσα τριπλῇ γενήσεται· καὶ ὁ νοῦς ὁμοίως· ὁ μὲν τῇ ζωῇ σύνορος, ὁ δὲ ἐφ’ ἑαυτοῦ, ὁ δὲ τοῖς ἑξῆς. Ὅλως δὲ ὡς ἕκτον ἐπιχείρημα μελετῶσιν τὸ ἀμέθεκτον ἓν οὐδαμοῦ, ἀλλὰ πλείω ἑνός. | |
29 | ||
30 | Εἰ τοίνυν πολλαὶ ψυχαὶ ἀμέθεκτοι καὶ πολλοὶ νόες, καί, ἔτι ἄνωθεν, | 15 |
16 | πολλαὶ ἑνάδες, εἶεν ἂν καὶ ζωαὶ καὶ οὐσίαι πολλαὶ ἀμέθεκτοι· εἰ γὰρ καὶ πατρικὸς ὁ νοῦς, καὶ ὁ πατὴρ τοῦ νοῦ ἐστι· καὶ ταύτῃ γε μεθεκτὸς ὁ πατήρ. Ἀλλ’ ἕτερος ὁ τρόπος οὗτος τῆς μεθέξεως· ὡς γὰρ ὀρεκτὸν πρόκειται τῷ νῷ. Ἐπεὶ καὶ τὸ ὂν ἀμέθεκτον ὑπὸ ζωῆς, ἀλλ’ ὅμως καὶ τῷ μετὰ ζωὴν νῷ, | |
5 | νοητόν· οἳ τὸν ὑπέρκοσμον πατρικὸν βυθὸν ἴστε νοοῦντες, | |
6 | φησὶν ὁ χρησμωδῶν θεὸς πρὸς τοὺς νοεροὺς θεούς· ὥστε εἰ ἀμέθεκτον τὸ ὂν καὶ ὅμως καὶ τῷ νοερῷ νῷ νοητόν, χρὴ θαυμάζειν εἰ καὶ ὁ πατὴρ, ἀμέθ‐ εκτος ὢν καὶ τῆς μεθεκτῆς ἑνάδος ἐξῃρημένος, ὅμως νοητὸς ὑμνεῖται τῷ πα‐ | |
10 | τρικῷ νῷ καὶ κατὰ τοσοῦτον αὐτῷ συντέτακται. Ὅλως δὲ ὁ πατρικὸς νοῦς οὐκ ἔστι τὸ ὄν, ἵνα καὶ ἐξημμένον ᾖ τοῦ πα‐ τρός, ἀλλ’ ἑνὰς οὐσιοποιός, ὡς εἴρηται πολλάκις· μᾶλλον δὲ ὡς αὐτοὶ οἱ θεοὶ λέγουσι, θεὸν καὶ αὐτόν, ὥσπερ τοὺς ἄλλους καλοῦντες πατρικοὺς νόας ἐφεξῆς· εἰ γὰρ οἱ ἐπὶ τάδε νόες θεοί, πάντως ὅτι καὶ ὁ πρῶτος πατρικὸς | |
15 | νοῦς θεός. Καὶ εἰ πατήρ, νοητὸν ὡς θεός· εἴρηται γὰρ | |
15 | τόνδε νοεῖ πᾶς νοῦς θεόν· | |
16 | δῆλον ὡς καὶ ὁ νοῦς θεός· ᾗ γὰρ τὸ νοητόν, ταύτῃ καὶ ὁ νοῦς. Καὶ εἰ ὁ νοῦς, ἐν τῷ νοητῷ· λέγεται γὰρ εἶναι νοητὸν ὁ πατήρ, ἔχων τὸ νοοῦν ἐν ἑαυτῷ· καὶ πάλιν· | |
20 | οὐ γὰρ ἄνευ νοός ἐστι νοητοῦ καὶ τὸ νοητὸν οὐ νοῦ χωρὶς ὑπάρχει· | |
21 | δῆλον ὡς θεὸς ἑνοῦται θεῷ ἄρα θεός. Δεῖ δὲ ἐπιστῆσαι ὅτι, ὥσπερ ὁ Πλάτων τὸ νοητὸν ἓν ὂν ποιεῖ τὸ συναμφότερον, ὡς ἓν λαμβάνων καθ’ ἕνωσιν, οὕτω καὶ οἱ θεοὶ τὸ νοοῦν ἐν τῷ νοητῷ θέμενοι, ὡς ὁ Πλάτων ἐν τῷ Ἑνί· τοῦ | |
25 | γὰρ ἑνὸς λέγει τὸ ὄν, τὴν δοκοῦσαν εἶναι τριάδα, μονάδα ποιοῦσι καὶ αὐτοί. | |
25 | Πῶς ὁ χρόνος οὐκ ἔγχρονος; εἴη γὰρ ἂν οὐδὲ γένεσις, εἴπερ πᾶσα γένεσις τῷ χρόνῳ μετρεῖται· πῶς δὲ αὖ λέγει πρὸ τοῦ κόσμου τὸν χρόνον; ἅμα γὰρ οὐρανῷ κατὰ τὸν Τίμαιον, καὶ ἄλλως ἐν τῷ μετρουμένῳ τὸ μέτρον· ὥστε οὐδὲ πρὸ τοῦ αὐτοζῴου αἰών, ἀλλ’ ἐν αὐτῷ. | |
30 | Πῶς δὲ ἐκ τρίτων οὐκ ἐν τῷ ἰδίῳ ἑνὶ μένει ὁ αἰών; εἰ γὰρ μόρια αὐτοῦ τὸ | |
ἀεὶ καὶ τὸ εἶναι, δεῖ καὶ ἓν αὐτὸν εἶναι πρὸ τῶν δυεῖν· ὥστε μένων κατὰ | 16 | |
17 | τὸ ἕν, πρόεισί πως κατὰ τὰ δύο. Ἀφ’ ἑαυτοῦ ἄρα προϊών, ἐν ἑαυτῷ μένει. Μήποτε οὖν ὁ αἰὼν ἐν ἑαυτῷ μένει, καὶ ἐν ἑνὶ ὡς ἐν ἑαυτῷ· τὸ δὲ ὂν ἐν τῷ πρὸ αὐτοῦ ἑνί· οὐ γὰρ ἔχει τινὰ ἀφ’ ἑαυτοῦ πρόοδον. Πρῶτον οὖν τὸ ὂν ἐν ἑαυτῷ πρὸ αὐτοῦ τῶν ὄντων ἁπάντων· ὁ δὲ αἰὼν | |
5 | πρῶτος ἐν ἑαυτῷ. Διὸ καὶ πᾶν αἰώνιον ὅλον ὁμοῦ καὶ ἐν ἑαυτῷ συνεσπειρα‐ μένον. Ὁ δὲ νοῦς πρῶτος ἐν τῷ μετ’ αὐτόν πως, ὅτι πρῶτος βασιλεὺς ὁ νοῦς· ὁ δὲ ἄρχων, ᾗ ἄρχων, ἐν τοῖς ἀρχομένοις. Καὶ δὴ τὸ μὲν ὂν αὐτὸ μόνον· ὁ δὲ αἰών, αὐτό τε καὶ ἑαυτοῦ καὶ τοῦ μετ’ αὐτόν· τό γε μὴν τοῦ χρόνου παρά‐ δειγμα, ὃ ἐν τῷ ζῴῳ ἐστὶν αἰών. Καὶ γὰρ ὁ χρόνος ἐν τῷ κόσμῳ καὶ συμπληροῖ | |
10 | τὸ πᾶν, ὡς ἐκεῖνος τὸ αὐτοζῷον. Τοῦτο μὲν τοίνυν εἴρηταί μοι πολλάκις. Τὸ δὲ πρῶτον ὁ χρόνος γένεσίς τε καὶ ἔγχρονος ᾗ γένεσις· οὐ μέντοι ᾗ χρόνος· ἐπεὶ καὶ ὁ αἰὼν ᾗ οὐσία αἰώνιος· μᾶλλον δὲ καὶ ᾗ αἰών, ἀρχόμενός γε ἀφ’ ἑαυτοῦ τῆς ἑαυτοῦ ἐνεργείας, ὥστε καὶ ὁ χρόνος ἅμα καὶ ἑαυτὸν μετρεῖ μετὰ τοῦ ζῴου. Καὶ γὰρ πᾶν μέτρον ἑαυτοῦ μέτρον ἐστὶ πρὸ τῶν ἄλλων· καὶ εἰ | |
15 | τόπος ἐστίν, ᾗ δύναμιν ἔχει τῶν ἐν τόπῳ ἑδραστικήν τε καὶ συνεκτικήν, πάντως ὅτι πρὸ τῶν ἄλλων· καὶ εἰ τόπος ἐστὶν ᾗ δύναμιν ἔχει τῶν ἐν τόπῳ ἑαυτὸν ἑδράζει καὶ συνέχει ὁ τόπος. Διὸ καὶ εἰ σῶμά ἐστιν, οὐδενὸς ἄλλου τόπου προσδεῖται, ἅτε ἐν ἑαυτῷ ἑδρασμένος καὶ συγκρατούμενος ὑφ’ ἑαυτοῦ, εἰ καὶ μὴ ᾗ σῶμα, ἀλλ’ ᾗ γε τόπος· οὕτω γὰρ καὶ τὸ κέντρον ἑαυτὸ πρὸ τῶν ἄλλων | |
20 | ἀκίνητον ποιεῖ. | |
20 | ΠΕΡΙ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΑΞΕΩΣ ΤΩΝ ΝΟΗΤΩΝ. —Περὶ τῆς δευτέ‐ ρας τάξεως τῶν νοητῶν, δεῖ πρὸ πάντων ἐπισκέψασθαι ὅπως ὁ αἰὼν καὶ ὁλότης καὶ ζωὴ λέγεται. Ἐπ’ αὐτῆς ἄρα ὡς πρᾶγμα ἓν καὶ ταὐτὸν ἅπαντα, ἢ ὡς τρία μέν, συντρέχοντα δὲ ἀλλήλοις εἰς ταὐτόν, ἢ οὐδὲ συντρέχοντα | |
25 | ὁμοταγῶς· αὐτός γέ τοι ἔοικεν ἄλλοτε ἄλλως περὶ αὐτῶν διαδοξάζειν· ὡς δὲ τὸ ὅλον εἰπεῖν, εἰς ταὐτὸν μὲν ἄγει ὁλότητα καὶ αἰῶνα· τὴν δὲ ζωήν, πρῶ‐ τον μὲν εἰς ταὐτόν. Ἔπειτα χωρίζει πως· εἶναι γὰρ τὸ ὂν τῆς τριάδος. | |
Φέρε οὖν ἴδωμεν ὅ τι λέγει. | 17 | |
18 | Τὸ ὅλον, φησίν, μέτρον ἐστὶν τῶν μεριζομένων, τὸ δὲ τῶν μεριζομένων μέτρον καὶ πληθυομένων ὁ αἰών ἐστιν· ἡ ὁλότης ἄρα ὁ αἰών ἐστι. Πάλιν τὸ ὅλον ὁμοῦ ὂν αἰώνιον λέγομεν· καὶ τὸ αἰώνιον ὅλον ὁμοῦ εἶναι ὅ ἐστι· ταὐτὸν ἄρα, αἰὼν καὶ ὁλότης. | |
5 | Ἐκ δὲ αὖ τρίτων τὸ ὅλον ᾗ ὅλον, ἀΐδιον· ἡ γὰρ φθορὰ σκεδασμός ἐστι τῶν μερῶν· διὸ τὸ ἀληθῶς ὅλον πάντως ἀΐδιον· τὸ δὲ μέρος μᾶλλον ἢ ὅλον· καὶ φαινόμενον ὅλον, ταύτῃ φθαρτόν, ᾗ οὐχ ὅλον· ταὐτὸν ἄρα καὶ ταύτῃ αἰὼν καὶ ὁλότης· ἐπεὶ καὶ τὸ μᾶλλον ὅλον, μᾶλλον ἀΐδιον, ὡς τὸ πᾶν· τὸ δὲ ἧττον ὡς τῶν πληρωμάτων ἕκαστον τῶν οὐρανίων· τὸ δὲ ἥκιστα ὅλον, καὶ ἀΐδιον | |
10 | ἥκιστα, ὡς αἱ τῶν ὑπὸ σελήνην στοιχείων ὁλότητες. Πρὸς δὲ τούτοις τέταρτον, ὡς ὁ χρόνος μερίζει τὴν γένεσιν τῷ προτέρῳ καὶ ὑστέρῳ, καὶ περιέχει αὐτὴν ὅμως καὶ μετρεῖ, οὕτως ὁ αἰὼν εἰς ἕν τε συνάγει τὰ μόρια τῆς οὐσίας, καὶ μετρεῖ αὐτά. Οὐκοῦν ὅ τε χρόνος μεριστὴ ὁλότης ἐστὶν τῆς γενέσεως, καὶ ὁ αἰὼν τῆς οὐσίας ἀμέριστος. Καὶ μὴν ἡ ζωὴ | |
15 | ὁλότης ἐστίν, ὡς συνεκτικὴ τῶν μερῶν τοῦ ζῶντος· ἐὰν γοῦν σβεσθῇ, διασκε‐ δάννυται. Ἔτι δὲ ἐπὶ τούτῳ τὸ συνὸν ἅπαν τῇ οἰκείᾳ ὁλότητι ζῇ, καὶ ἀποβάλλει τὴν ζωὴν ὅταν ἀπολείπῃ τὴν ὁλότητα· οὕτω γὰρ καὶ τὰ ἄψυχα ζῇ συντεταγ‐ μένα τῇ οἰκείᾳ ὁλότητι καὶ ἀναπνέοντα αὐτῆς τὸ ζωτικόν, ὡς ταὐτὸν ὄν, ὅλον τε φάναι καὶ ζωήν. Ἀλλὰ μὴν καὶ ὁ αἰών, ζωή, ὅτι καὶ ὁ χρόνος, φησί, κίνησις | |
20 | καὶ μετὰ κινήσεως· τοιαῦτα ἄττα συλλογισάμενος, ὡς συντόμως εἰπεῖν, ἔπειτα ἀπορεῖ· «Πῶς ἅπαν ἀΐδιον ἀθάνατον;» εἶναι γὰρ ἀΐδιον μέν· ἄζων δέ· ὡς ἂν εἴποι τὸ ἄποιον σῶμα. Λέγει οὖν, πρὸς ἑαυτὸν ἀποκρινόμενος, ὅτι ἐπέκεινα τῆς ζωῆς ὁ αἰών· αὐτὸς μὲν γὰρ ὁ πατὴρ τῆς δευτέρας τριάδος· ἡ δὲ ζωή, ὁ πατρικὸς νοῦς, ὥσπερ δύναμις ὁλότης, καίτοι οὕτω γε διασπάσομεν τὴν τριάδα, | |
25 | καὶ οὐ τὴν αὐτὴν ἰδιότητα φήσομεν, ἔν τε τῷ ἑνὶ καὶ ἐν τῷ ὄντι· ἡ γὰρ ζωὴ τὸ ὄν, καὶ τὸ ἓν ζωή. Ὃ γάρ ἐστι τὸ ἓν ὑπερουσίως, τοῦτο οὐσιωδῶς τὸ | |
ἐξημμένον. Ἔτι δὲ τὸ ὅλον καὶ μέρη ὁμοῦ, τὸ ἓν ὂν ὁ Παρμενίδης ποιεῖ· | 18 | |
19 | ὁμοῦ ἄρα ζωὴ καὶ αἰών. Καὶ ὡς ἔοικεν, μέρη τῆς ὁλότητος ὁ αἰὼν καὶ ἡ ζωή, ὡς τὸ ἓν καὶ ὄν. Οὐκ ἄρα ὁ αἰὼν πατὴρ τῆς τριάδος. Ἔτι δὲ ὁ αἰὼν ἀπὸ τοῦ ἀεὶ εἶναι, καὶ αὐτὸς ἄρα οὐσία. Ἔτι δὲ ἡ ζωὴ ὁλότης, ὡς ἔδειξεν. Πῶς οὖν μέρος μόνον, ὡς τὸ ὂν τοῦ ἑνὸς ὄντος; χωρὶς δὲ τούτων οἷόν τε ἦν ἀπαντᾶν | |
5 | πρὸς τὴν ἀπορίαν λέγοντας ὅτι πᾶν τὸ ἀΐδιον ἀειζῶν, ἄλλ’ οὐ τὴν συν‐ εγνωσμένην ζωήν, ἀλλὰ τὴν οὐσιώδη. Καὶ γὰρ τὸ ἄποιον σῶμα, εἴπερ ἔστι φυσικὸν καὶ οὐ μαθηματικόν, ζῇ πως τὴν φυσικὴν ζωήν. Καὶ γὰρ ἡ φύσις ζωή τις ἐσχάτη, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, μᾶλλον μὲν οὐσία ἢ ζωή. | |
8 | Ἔτι δὲ ἀπορήσειεν ἄν τις πρὸς αὐτόν, πῶς ὁ χρόνος ζωή τις ἢ κί‐ | |
10 | νησις· οὐδὲ γὰρ κίνησις, ἀλλὰ μέτρον κινήσεως. Εἰ δ’ οὖν ἡ κίνησις, ἀλλ’ οὐχ ὡς ζωή, ἀλλ’ ὡς γένεσις ᾗ καὶ τοῖς ἀψύχοις ὑπάρχει, καὶ ἀποτετμημένοις τῆς οἰκείας ὁλότητος. Εἰ δὲ φυσικὴ ζωὴ τοῦ κινουμένου, ἀλλ’ οὐδὲ φύσις ἔνεστι τῷ χρόνῳ. Οὐ γὰρ καθ’ αὑτὸ κινεῖται, οὐδὲ τῇ ἑαυτοῦ φύσει, ἀλλ’ ὅτι μετρεῖ τὸ κινούμενον. ᾟ ἄρα χρόνος, μετρεῖ· ᾗ ἄρα μετρεῖ, οὐ κινεῖται· ᾗ ἄρα χρόνος, | |
15 | οὐκ ἔστι ζωή· οὐδὲ ἄρα ἡ ζωὴ ὁ αἰών· ἔτι ὁ αἰὼν ἀεὶ εἶναι βούλεται, ἀλλ’ οὐκ ἀεὶ ζῆν, ὡς ἡ ἐπωνυμία δηλοῖ. Οὐκ ἄρα ζωή, ἀλλ’ οὐσία τὸ ἀεὶ προσλαβοῦσα, ὅπερ ἐστὶν οὐσία ἀπειροδύναμος. Καὶ ἡ ζωὴ δέ ἐστιν αἰώνιος καὶ νοῦς, ἀλλὰ κατὰ μέθεξιν τοῦ αἰῶνος· οὐ ταὐτὸ ἄρα. Καὶ μὴν οὐδὲ ζωὴ καὶ ὁλότης ταὐτόν, εἰ καὶ σύνεστιν ἀλλήλοις ταῦτα· ἢ οὕτω γε καὶ εἶδος καὶ ζωὴ ταὐτόν· ἅπαν | |
20 | γὰρ ζῶν εἰδοπεποίηται, καὶ πᾶν εἰδοπεποιημένον ὅλον ἐστίν· ὥστε πᾶν εἶδος ζωή, ὅτι πᾶν ὅλον. Καὶ πολλὰ ἄλλα ἄν τις εἰς ταὐτὸν συναγάγοι τοῦτον τὸν τρόπον. Ἀλλὰ σκεπτέον εἰ ᾗ ὅλον ζωὴ καὶ ᾗ ζωὴ ὅλον· οὐκ ἔστι δέ· τὸ μὲν γὰρ πρὸς τὰ μέρη, ἡ δὲ ζωὴ, καθ’ αὑτό· καὶ ἡ μὲν ζωὴ κινεῖν βούλεται, τὸ δὲ ὅλον περι‐ | |
25 | έχειν· ἔτι δὲ οὐδὲ σύνεστι πάντως. Τὸ γοῦν ἀπὸ τέχνης ὅλον οὐ ζῇ κατὰ τέχ‐ νην· καὶ τὸ ἄποιον σῶμα ᾗ μόνον τριχῇ, διάστατον καὶ ὠγκωμένον, κἂν ἀφέλω τὴν αὐτοῦ φύσιν, ὅλον ἐστὶ συνεχὲς καὶ εἰς μέρη διαιρετόν, ἀλλ’ οὐ ζωή, οὐδὲ ζῶν· ἔτι τὸ μέρος ᾗ μέρος ζῇ μέν, ὅλον δὲ οὐκ ἔστιν. Εἰ γὰρ τὴν τοῦ | |
ὅλου ζωὴν ἔτι προτέρα ἀπολείπει, τὸ ὑποκείμενον ἡ ζωή· τὸ δὲ ὅλον ὕστερον. | 19 | |
20 | Ἔστιν γὰρ ὅλον ἐπινοῆσαι καὶ εὑρεῖν ἄνευ ζωῆς, ὡς τὸ ἀφαυανθὲν ἥδε φυτόν· ὡς γὰρ φυτὸν ἔτι ὅλον κατὰ τὸ εἶδος· οὐκέτι δὲ ζῇ ὡς φυτόν· ὅλως δὲ ἄλλο φαμὲν τὸ εἶδος, καὶ ἄλλο τὴν ζωήν. Καὶ γὰρ πρὸ εἴδους ἡ ζωή, ὁλότης δὲ καὶ τὸ εἶδος, ὃ οὔπω ζωή, καθὸ εἶδος. | |
5 | Ἔτι εἰ ταὐτὸν ἦν ὁλότης καὶ ζωή, ὅπου μάλιστα ἡ ζωή, ἐνταῦθα μάλιστα ἡ ὁλότης. Νῦν δὲ μάλιστα μὲν ἡ ὁλότης ἐν τῷ νοητῷ καὶ νοερῷ διακόσμῳ. Καὶ τοίνυν οὐδὲ ὁ αἰὼν καὶ ὁλότης, ταὐτόν. Πρῶτον μὲν γὰρ οὐδὲ ὁ χρόνος ἡ τοῦ γενητοῦ ἐστιν ὁλότης, ἀλλὰ ταύτης μέτρον ἢ ἀριθμὸς ὡς γινομένης· ὥστε οὐδὲ ὁ αἰὼν ὁλότης, ἀλλὰ μέτρον τοῦ ὅλου συνεκτικόν. Ἔπειτα καὶ | |
10 | ἡ ὁλότης ὁ χρόνος. Ἀλλὰ τίς ὁλότης ἡ κατὰ τὸ πρότερον καὶ ὕστερον, καὶ μετροῦσα ὁλότης, ἀλλ’ οὐ μετρουμένη; καὶ ὁ αἰὼν ἄρα, ὡσαύτως· ἀλλ’ ἁπλῶς ὁλότης, ἀλλ’ ἡ μετροῦσα τὴν οὐσιώδη ὁλότητα· πρὸ ἀμφοῖν ἄρα ἡ ἁπλῶς ὁλότης. Οὐκ ἄρα ταὐτὸν ὁλότης ἁπλῶς καὶ αἰών. | |
13 | Ἔτι δὲ εἰ συνάγει ὅλον ὁμοῦ τὸ αἰώνιον, ἀλλὰ τὸ ὁμοῦ τοῦτο σημαίνει | |
15 | ὅτι οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον· ἀλλ’ οὐχὶ τὸ μὴ διῃρῆσθαι τὰ μέρη· τὸ μὲν ὡδί, τὸ δὲ ἑτέρωθι. Ἠδύνατο δὲ καὶ ἐν τῷ αὐτῷ νῦν, τὸ μὲν ἄλλῃ, τὸ δὲ ἄλλῃ εἶναι· διττὸν ἄρα τὸ ὁμοῦ· τὸ μὲν, ὡς νῦν, τὸ δὲ ὡς κατ’ εἶδος ἀμέριστον· ἔτι δὲ ὥσπερ ἡ γένεσις διὰ τοῦτο μετρεῖται τῷ χρόνῳ, ὅτι μεριστὴ ἦν, οὕτω καὶ ἡ οὐσία, ἐπειδὴ ὅλη ἦν, τῷ αἰῶνι μετρεῖται· ὡς οὖν ἄλλο | |
20 | χρόνος καὶ ἄλλο ἡ μεριστὴ γένεσις· οὕτως ἄλλο μὲν αἰών, ἄλλο δὲ ἡ ἀμέριστος οὐσία. Πρὸς τοίνυν τοῖς εἰρημένοις ἐννοητέον ὅτι καὶ τὸ μέρος, ᾗ μέρος, ἀΐδιον μέν, οὐχ ὅλον δέ· καὶ ὅτι ὁ μὲν αἰὼν καθ’ αὑτόν, τὸ δὲ ὅλον πρὸς τὰ μέρη· καὶ ὅτι ὁ μὲν αἰὼν ἐξῄρηται τοῦ αἰωνίου· ὅ γε ἐν τῇ δευτέρᾳ τάξει ἀναφαι‐ νόμενος. Τὸ δὲ ὅλον καὶ ἐκεῖ τοῖς μέρεσι συντέτακται. Εἰ δὲ αὐτὸς καὶ τὸ | |
25 | αἰώνιον ἅτε μετρῶν ἑαυτὸν ἔσται. Καὶ ἡ ὁλότης τὰ μέρη ἑαυτῆς ἐκεῖ. Ἔτι γε μὴν καὶ τῶν ὅλων, ὁ μὲν τῇ ἐπωνυμίᾳ προσχρῆται τοῦ μέτρου. Καὶ γὰρ ἡ ὁλότης μέτρον τῶν μεριζομένων· ἀλλ’ ὡς κατ’ εἶδος ἦν κατ’ οὐσίαν, καὶ ὁ αἰὼν μέτρον, ἀλλ’ ὡς ἀεὶ κατὰ τὰ αὐτά, καὶ αὐτὸς ἑστώτων διάστασις μέν πως ὁ αἰὼν εἶναι δοκεῖ· ὁ δὲ χρόνος, κίνησις, ὅτι ἐξίστησιν ἀεὶ τὰ μέρη τῆς | |
30 | γενέσεως· ὁ δὲ κατέχει τὰ τῆς οὐσίας. Ὁ δὲ δεύτερος τὸ κατὰ ἄλλο καθ’ αὑτὸ | |
λαμβάνει. Ἔστω γὰρ ἀντιστρέφειν τὸ ὅλον καὶ αἰώνιον. Ἀλλὰ τὸ μὲν ὅλον | 20 | |
21 | καθ’ ὕπαρξιν, τὸ δὲ αἰώνιον κατὰ μέθεξιν. Οὐ γὰρ ταὐτὸν αἰὼν καὶ αἰώνιον· πᾶν δέ, ὅ ἐστιν. Ὁ δὲ τρίτος τὸ καθ’ αὑτὸ συγχεῖ, καὶ κατὰ συμβεβηκός. Τὸ γὰρ σκεδαννύμενον τῷ ὄντι ἀπόλλυσι τὸ ὅλον. Ἕκαστον δὲ ἐν τῷ ὅλον εἶναι ὑφέσ‐ τηκεν· κἂν ἀεὶ ὅλον, ἀεὶ ὑφεστώς, ἀεὶ δὲ ὅλον, ὅτι τὸ ὅλον μετέχει τοῦ αἰῶνος· | |
5 | μέρος δὲ ᾗ μέρος οὐχ ὑφέστηκεν, ἄνευ τοῦ ὅλου διαφθείρεται. Οὐκοῦν ὁ σκε‐ δασμὸς στέρησίς ἐστι τῆς ὁλότητος· ἀπούσης δὲ ταύτης, οὐδὲ ἡ τοῦ αἰῶνος παρέσται μέθεξις. Ὅμοιον γὰρ ὡς εἰ λέγοι τις ταὐτὸν εἶναι ὅλον καὶ ζῷον. Ὅ γέ τοι τέταρτος τῶν λόγων ἔτι μᾶλλον εἶναι δόξει σοφισματώδης· οὐ γάρ ἐστιν οὐδὲ ὁ χρόνος ὁλότης, ἀλλὰ μετέχει ὁλότητος· καὶ ταύτης γιγνο‐ | |
10 | μένης, ἀλλ’ οὐκ οὔσης, ὅτι οὐδὲ τὰ μέρη ἐστίν, ἀλλὰ καὶ ταῦτα γίγνεται. Εἰ δὲ καὶ ἔστιν, ἀλλ’ οὐχ ἁπλῶς ἡ ἐνθάδε ὁλότης, ἀλλὰ ἡ μετροῦσα τὴν μόνην μετρουμένην. Τοσαῦτα πρὸς αὐτὸν διαπορητέον περὶ τούτων. | |
13 | Πάλιν δὲ ἐξ ἀρχῆς αὐτοὶ καθ’ ἡμᾶς αὐτοὺς διασκεψώμεθα περὶ τῶν | |
15 | αὐτῶν, ὅπη ἔχει καὶ ὅπως. Ὁ μὲν γὰρ Πλάτων ἤδη δέ που, καὶ τὰ λόγια ἐν τῇ δευτέρᾳ τάξει τῶν νοητῶν καὶ τὸν αἰῶνα ἀποτίθεται, καὶ τὸ ὅλον, καὶ τὴν ζωήν. Φέρε οὖν πρὸ πάντων κατανοήσωμεν ὅπως ἐκεῖ πάντα ἐστὶν, καὶ δεύτερον, εἰ τὰ αὐτὰ ὄντα ἢ ἕτερα, καὶ τρίτον ἐπὶ τούτοις, ὃν ἄν τις τρόπον ἀμφότερα | |
20 | προθέμενος, οὐ πόρρω πάνυ τοῦ ἀληθοῦς ἀποπλανηθείη. Λέγωμεν οὖν πρὸς τὸ πρῶτον ὅτι, μετὰ τὸ ὄν, δεῖ πάντως εἶναι τὸ τῶν ἄλλων ἀπλούστατον. Τοῦτο δέ ἐστι τὸ μίαν πρόσθεσιν μόνην προσειληφός. Οὐκοῦν ὅ τε αἰὼν δεύτερος, τὸ ἀεὶ τῷ ὄντι προσθείς, καὶ τὸ ὅλον ὅτι ὄν ἐστι | |
γεννημάτων προβολὴν ποιησάμενον, οὔπω γεννηθέντων, ἀλλ’ ἔτι ὠδῖνα πρὸ | 21 | |
22 | τῆς γεννήσεως· εἰκότως δ’ ἂν εἴη καὶ ἡ ζωὴ δεύτερον, ὅτι οὐσία ἐστὶν ἡ ζωή, ἑστῶσα καὶ κινουμένη, καὶ μία τῆς ἀντιθέσεως ταύτης ἡ πρόσθεσις. Ἔτι τοίνυν εἰ τὸ τρίτον τοῦ νοητοῦ νοῦς ἐστι· πᾶς δὲ νοῦς αἰσθάνεταί τε καὶ ζῇ, καὶ ἔστιν ζῷον, βίον τινὰ ἔχει καὶ διαγωγήν, ἢ οὖν ἀεὶ τὴν αὐτὴν ἢ | |
5 | ἄλλοτε ἄλλην· ἄλλ’ ὁ πρῶτος βίος ἀεὶ ὁ αὐτός· αἰώνιος ἄρα· πρὸ αὐτοῦ ἄρα ὁ αἰών. Δεύτερον ἄρα καὶ ὁ αἰών, εἰ τὸ τρίτον αἰώνιον πρῶτον. Καὶ μὴν εἰ πᾶν ζῷον ἕν τι πολυμερές, εἴη ἂν τὸ πρῶτον ζωή, μετέχον ὅλου καὶ μερῶν. Πρὸ αὐτοῦ ἄρα καὶ ταῦτα ὧν μετέχει ἡ ὁλότης αὐτὴ καὶ τὰ μέρη. Δεύτερον ἄρα καὶ | |
10 | ταῦτα, ὡς τὸ ζῷον· [τρίτον]. Ἔτι δὲ τὸ τρίτον λέγωμεν ὥσπερ τὸ ὂν ἐπέκεινα ζωῆς, ὅτι καὶ ἐπίταδε, οὕτω καὶ ἡ ζωὴ ἐπέκεινα τοῦ νοῦ, ὅτι καὶ ἐπίταδε τοῦ γινώσκοντος· μέση ἄρα ἡ ζωή. Καὶ μέντοι καὶ τοῦ ὅλου ἐπέκεινα τὸ ὄν, ὅτι καὶ τὸ ἀμερὲς ἐπίταδε τοῦ ὅλου. Καὶ αὖ τὸ ἓν οἷον τὸ νῦν, καὶ τὸ σημεῖον· καὶ ὅ ἐστιν ἐν τῷ νῦν· τοῦτο | |
15 | γὰρ οὐκ ἂν εἴη ὅλον, ὅτι ἀμερὲς καὶ ὅλως τὸ μέρος ᾗ μέρος, ὂν μέν, οὐχ ὅλον δέ· ἐπέκεινα ἄρα τὸ ὄν, καὶ ἐπίταδε· ὁμοίως δὲ καὶ τὸ ὅλον τοῦ γινώσκοντος, ὅτι ὅλον καὶ τὸ μὴ γνωστικόν. Μέσον ἄρα καὶ τὸ ὅλον, ὄντος τε καὶ γινωσκόντος· ὡσαύτως δὲ καὶ ὁ αἰὼν μέσος ἂν δειχθείη· τοῦ μὲν γὰρ νοεροῦ τε καὶ γνωστικοῦ ὅτι ἐπιπλέον τοῦ αἰωνίου, δῆλον ἐκ τοῦ ἄλλο εἶναι τὸ ἀεὶ παρὰ τὸ ὄν. | |
20 | Προσετέθη ἄρα τῷ δευτέρῳ ὄντι τὸ ἀεί, ἵνα γένηται ὁ αἰών. Τὸ ὂν ἄρα· ἁπλούστερον ἄρα. Ἔτι δὲ ἐννοητέον ὅτι ἡ μὲν γένεσις τῷ χρόνῳ μετρεῖται, ὅ ἐστιν αἰῶνος εἰκών. Ἡ δὲ γένεσις, εἰκὼν τοῦ εἰδητικοῦ ὄντος· ὅσον ἄρα ἐνταῦθα οὐ γένεσις, ἀλλ’ ἔμφασις ἀμυδρὰ τοῦ ὄντος, ὅ ἐστιν ὑπὲρ τὸ παράδειγμα, τοῦτο ἐπίταδε | |
25 | ἂν εἴη τοῦ χρόνου, ἅτε μὴ ὂν γένεσις· ὥστε καὶ πρὸ αἰῶνός ἐστιν τὸ ὄν. Εἰ δὲ μὴ οὕτως, ἀλλ’ ἐκείνως, ἄν τις ἴδοι σαφέστερον. Ὁ μὲν χρόνος εἶδός τι, τὸ δὲ εἶδος οὐ πάντως χρόνος· ἐπιπλέον ἄρα τὸ εἶδος· ἀλλὰ μὴν καὶ τὸ μὲν εἶδος ὄν, τὸ δὲ ὂν οὐ πάντως εἶδος· ἐπιπλέον ἄρα τὸ ὄν. Εἰ τοίνυν ἀναλογεῖ τῷ αἰῶνι ὁ χρόνος, τὸ ὂν ἐπιπλέον ἂν εἴη καὶ τοῦ | |
30 | αἰῶνος· ἐπεὶ καὶ ᾗ μέτρον ὁ αἰών, τὸ δὲ ὄν, κοινὸν καὶ τῷ μετροῦντι καὶ τῷ μετρουμένῳ, δῆλον τὸ συμβαῖνον. Καὶ γὰρ ἡ γένεσις καὶ τῷ χρόνῳ καὶ τῷ ἐγχρόνῳ ὑπάρχει. Οὕτω μὲν ἄν τις ἀποδείξειεν τὰ τρία ἐν τῇ μέσῃ τάξει | |
ἀναφαινόμενα τῶν νοητῶν. | 22 | |
23 | Ἑπόμενον δὲ ἔστιν ἰδεῖν εἰ τὰ αὐτὰ ἀλλήλοις καὶ ἓν τὰ τρία, ἢ ἄλλα μὲν καὶ ἄλλα, σύνδρομα δὲ ἀλλήλοις. Οὐκοῦν ὅτι τρία ἐστίν, αἱ ἔννοιαι διακρίνουσι συνδιιστάμεναι τοῖς ὀνόμασιν· ἄλλη γὰρ αἰῶνος ἔννοια ὡς ἀεὶ ὄντος, καὶ ἄλλη ὁλότητος ὡς μέρη περιεχούσης, καὶ ἄλλη ζωῆς, ὡς κεκινη‐ | |
5 | μένης οὐσίας. Ἔτι δὲ τὸ μὲν ὅλον πρὸς τὰ μέρη· ὁ δὲ αἰὼν καὶ ἡ ζωὴ καθ’ ἑαυτά· καὶ ὁ μὲν αἰὼν πρὸς τὸ ποτὲ ἀντιδιῃρῆσθαι δοκεῖ κατὰ τὸ ἀεί· ἡ δὲ ζωή, πρὸς τὸ ἀκίνητον κατὰ τὴν κίνησιν. Ἔτι τοίνυν τὸ τρίτον· ὧν αἱ μεθέξεις διάφοροι, καὶ αἱ ὑπάρξεις ἄρα. Οὐκ‐ | |
10 | οῦν τὸ ζῷον, εἶδος· ᾗ δὲ αἰώνιον, τοιόνδε ζῷον· οὐκοῦν ᾗ μὲν αἰώνιον, αἰῶνος μετέχει· ᾗ δὲ ζῷον, ζωῆς. Εἰ δὴ ἕτερον τῷ ζῴῳ εἶναι καὶ αἰωνίῳ, ἕτερον ὁ αἰὼν τῆς ζωῆς· καὶ εἰ ὅλον ἐκ πάντων, ἔνια δὲ τῶν πάντων, τό τε αἰώνιον καὶ τὸ τῆς ζωῆς ἰδίωμα, ὥσπερ καὶ τὸ τῆς γνώσεως, ἄλλο ἂν εἴη καὶ τὸ ὅλον παρὰ τὸ αἰώνιον καὶ τὴν ζωήν· μέρη γὰρ ταῦτα τοῦ ὅλου. Ἐκ δὲ τούτου φα‐ | |
15 | νερὸν ὅτι τὸ ὅλον καὶ ἐπέκεινα ζωῆς καὶ αἰῶνος· τοῦτο μὲν δὴ περιμενέτω ἡμᾶς. Ἔτι δὲ τέταρτον λέγωμεν, ζῇ τὸ μέρος, ἀλλ’ οὐχ ὅλον ᾗ μέρος, καὶ αἰώνιον ᾗ μέρος· τοῦ γὰρ αἰωνίου ὅλου καὶ τὰ μέρη αἰώνια· ὅλα δὲ οὐ καθὸ μέρη. Ἕτερα ἄρα ἀλλήλων αἰὼν καὶ ζωή, καθὸ ὅλον. | |
20 | Ἀλλὰ μὴν πέμπτον ἐπὶ τούτοις, τὸ ἄποιον σῶμα, ᾗ πάντη ἄποιον, οὐ ζῇ· ὅλον δέ ἐστι καὶ χρόνου μετέχει, ὡς γένεσις· ἀλλὰ δὴ καὶ ὡς μὴ ἔγχρονον, σῶμα δὲ μόνον ὅλον ἐστὶ σῶμα· πάλιν ἄρα τὰ τρία ἕτερα ἀλλήλων. Ἕκτον τοίνυν ἐπὶ πᾶσιν εἰς διάκρισιν τῶν τριῶν ἐπιχειρῶμεν. Τὸ μὲν ὅλον γένος ἐστὶ τοῦ ὄντος, ᾗ ὄν· ἡ δὲ ζωὴ καὶ ὁ αἰὼν εἴδη μετὰ ἄλλου | |
25 | τινός. Καὶ ὁ μὲν αἰών, πρὸς τῷ ὄντι μᾶλλον· εἶναι γὰρ λέγει ἀεί· ἡ δὲ ζωὴ πορρωτέρω· πρόσεστι γὰρ αὐτῇ καὶ τὸ ἀεὶ ὥσπερ τῷ ὄντι. Καὶ ἔτι ἄλλο τὸ τῆς ζωῆς ἰδίωμα. Ὅτι μὲν οὖν αἱ ἰδιότητες διαφέρουσιν ἀλλήλων αὗται, φα‐ νερόν. Ἴδωμεν δὲ ἐφεξῆς εἰ συνυπάρχουσιν ἀλλήλαις ἀεί, καὶ ἐν ἀλλήλαις εἰσίν. Οὐκοῦν τὸ ἄποιον σῶμα, καὶ ὅλον ὁμοῦ καὶ ἔγχρονον, καὶ φυσικόν, | |
30 | ὅπερ ἐστὶν ζωὴν ἔχον τινὰ οὐσιώδη. Καὶ πάλιν ὁ πρῶτος νοῦς ζῶν τέ ἐστι | |
καὶ αἰώνιον, καὶ ὅλον ἐκ μερῶν. | 23 | |
24 | Ἔτι γε μὴν τὸ ὅλον ὑπάρχει καὶ αἰωνίοις, καὶ αὖ πάλιν ὁ αἰών, καὶ ὅλοις καὶ μέρεσιν· ἀντιδιαπεπλεγμένα ἄρα τὰ δύο πρὸς ἄλληλα. Ὁμο‐ ταγῆ ἄρα καὶ ἐν ἀλλήλοις· ἐπεὶ καὶ ἡ ζωή, καὶ ὅλοις καὶ μέρεσιν· καὶ τὸ ὅλον, καὶ ζῶσιν καὶ μὴ ζῶσιν ὑπάρχει· καὶ ὁ αἰών, ζῶσίν τε καὶ μὴ ζῶσιν, | |
5 | ἀλλὰ μόνον οὖσιν. Καὶ ταῦτα ἄρα ἀντιδιαπέπλεκται κατὰ τὸ ὁλικώτερον, μερι‐ κώτερον ἀλλήλων, διὰ τὸ ἐξισάζειν πως καὶ συντετάχθαι ἀλλήλοις, καὶ συν‐ ακολουθεῖν. Ἔτι δὲ ἐκ τρίτων, τὸ ἀεὶ καὶ τὸ ὂν μέρη τοῦ αἰῶνος· ὅλον τι ἄρα καὶ ὁ αἰών, ἢ σὺν ὁλότητι, καὶ δὴ καὶ ἡ ζωή, καὶ σὺν ὅλῳ καὶ μέρεσιν. Καὶ μὴν | |
10 | καὶ τὸ ὅλον καὶ μέρη ἐν κινήσει καὶ στάσει· τὰ γὰρ μέρη μένοντα ἐν τῷ ὅλῳ κινεῖται ἀπ’ αὐτοῦ καὶ διακρίνεται. Μετὰ ζωῆς ἄρα καὶ τὸ ὅλον, καὶ τὰ μέρη. Καὶ τοίνυν τὰ μέρη οὐ διακέκριται· τοῦ ὅλου τέλεον· εἴσω γὰρ αὐτοῦ ἐστι· διακρίνεται ἄρα, καὶ οὐ διακέκριται· ἐν παρατάσει ἄρα τῷ ἀεί· ἐν ἄρα τῷ ἀεὶ καὶ σὺν αὐτῷ τό τε ὅλον καὶ τὰ μέρη τὴν πρὸς ἄλληλα φυλάττει συν‐ | |
15 | έχειαν· συνεχίζειν γὰρ ὁ αἰὼν βούλεται τὴν διάκρισιν κατὰ τὸ ἀεί, ὥσπερ ὁ χρόνος διαιρεῖν τῷ προτέρῳ καὶ ὑστέρῳ. Καὶ ταύτῃ ἄρα ἐν ἀλλήλοις τὰ τρία, καὶ μετέχει ἀλλήλων, καὶ ἄνευ ἀλλήλων οὐ δύναται εἶναι· διὸ καὶ ὁμοῦ συνεκφαίνεται. Ἀλλ’ ὅμως δεῖ ἐπισκοπῆσαι ὅ τι πρῶτον, καὶ ὅ τι δεύτερον, καὶ ὅ τι | |
20 | τρίτον αὐτῶν κατὰ φύσιν, καὶ ὡς ὁμοταγῶν. Οὐκοῦν τὸ μὲν ὅλον καὶ τὰ μέρη διάφορα τοῦ ὄντος, ᾗ ὄν, καὶ γένη τοῦ ὄντος· ὁ δὲ αἰὼν προσθήκην εἰσφέρει τῷ ὄντι τὴν ἀϊδιότητα, καὶ τοῖς γέ‐ νεσι πᾶσι τοῦ ὄντος· τὸ γὰρ ἀΐδιον, οὐχ ᾗ ὄν, ἀλλ’ ᾗ αἰώνιον προσείληφεν· καὶ ἐπὶ τούτῳ τρίτη καὶ ἡ ζωή, ὅτι καὶ στάσιν καὶ κίνησιν πρὸς τῷ ἀϊδίῳ· | |
25 | ἔστι μὲν γὰρ καὶ ταῦτα γένη τοῦ ὄντος. Ἀλλ’ ἐν τῇ ζωῇ ὡς γένη παραλαμβά‐ νεται τῆς ζωῆς, οὐ τὰ οὐσίαν ποιοῦντα ἀκίνητον, ἀλλ’ ἤδη ἑστῶσαν καὶ κινου‐ μένην. Ὁ δὲ αἰὼν ἀκίνητος μᾶλλον, καὶ μᾶλλον πρὸς τοῦ ὄντος, ὥσπερ μά‐ λιστα τὸ ὅλον καὶ τὰ μέρη. Δοκεῖ γοῦν καὶ ἐν αὐτῷ γε τῷ ὄντι εἶναι ταῦτα. Ἔτι δὲ ὁλότης τις ὁ αἰὼν ἡ κατὰ τὸ μέτρον, καὶ ὁλότης τις ἡ ζωὴ ἡ κατὰ τὸ | |
30 | κινούμενον· καὶ ἑστώς, ὁλότης δέ τις καὶ ἡ μετρουμένη, οἷον ἡ εἰδητική. Καὶ | |
γὰρ ἐνταῦθα ἄλλος μὲν ὁ χρόνος, ἄλλο δὲ τὸ εἰδητικὸν ὅλον, ἄλλο δὲ ἡ τοῦ | 24 | |
25 | εἴδους φύσις, ζωή τις οὖσα. Καὶ αὗται μὲν ἀντιδιῄρηνται ὁλότητες· ἡ δὲ ἁπλῶς ὁλότης, πρὸ τούτων· καὶ τούτων συναίρεσις, ὡς μερῶν, ἐπεὶ καὶ τὸ ὅλον ὁ κόσμος ἔκ τε χρόνου καὶ εἴδους καὶ φύσεως. Ἡ ἁπλῶς ἄρα ὁλότης πρὸ πάντων· ἡ δὲ αἰώνιος, πρὸ τῆς ζωτικῆς, ὅτι ἡ κίνησις δευτέρα τοῦ μετροῦν‐ | |
5 | τος αὐτήν. Καὶ ἡ ζωτικὴ πρὸ τῆς εἰδητικῆς· ὅτι καὶ στάσις καὶ κίνησις πρὸ ταυτότητος, καὶ ἑτερότητος· ἐν αἷς ἡ τοῦ εἴδους ὁλότης, καὶ αὐτὸ τὸ εἶδος· καὶ μήποτε καὶ ταύτης οἷον αἰτία ἐν τῇ δευτέρᾳ τάξει τῶν νοητῶν, καθόσον ἑτεροιοῦται τὰ μέρη, πρός τε ἄλληλα καὶ τὸ ὅλον. Εἰ καὶ μήπω διακέκριται, ἀλλ’ ἔτι διακρίνεται. Κίνησις μὲν γὰρ καὶ στάσις ὁρᾶται σαφῶς καὶ τελείως | |
10 | ἐν τῷ κινεῖσθαί τε καὶ ἑστάναι· οἷον γὰρ γένεσίς τις ἡ κίνησις· ἡ δὲ ἑτερότης καὶ ταυτότης εἶδός τι ἤδη καὶ συμπέρασμα τῆς γενέσεως. Διὸ κατ’ αἰτίαν ἐκεῖ, ἡ εἰδητικὴ ὁλότης. Ἐκφαίνεται δὲ καθ’ ὕπαρξιν νοητὴν ἐν τῷ διακεκρι‐ μένῳ νοητῶς. | |
13 | Κατὰ τρίτην δὴ οὖν ἔφοδον θεωρήσωμεν αὐτῶν τὴν τάξιν. | |
15 | Ἡ ὁλότης τοίνυν γεννᾷ τὰ μέρη· ἐν δὲ τῷ γεννᾶν ἥ τε ἀεὶ παράστασις καὶ ἡ κίνησις, καὶ ἡ ἑτερότης τῶν γεννωμένων. Πρὸ πάντων ἄρα ἡ ὁλότης ἡ γεννῶσα τὰ μέρη· καὶ μήπω γὰρ γεννῶσα, ὁλότης ἐστίν, ὅτι πρὸ μερῶν, καὶ ὅτι συναίρεσις τῶν μερῶν ἡ ὁλότης, καὶ ὅτι κατὰ τὴν προβολὴν τῆς σχέ‐ σεως ἡ ὁλότης, καὶ εἰ μήπω ἐκεῖνα πρὸς ἃ ἡ σχέσις. | |
20 | Τῶν δὲ ἄλλων ἐν τῷ διακρίνεσθαι τὰ μέρη θεωρουμένων, ἡ μὲν κατ’ αἰ‐ τίαν εἰδητικὴ ὁλότης, ἐν τῇ τάξει τῶν μερῶν· ἡ δὲ ζωτικὴ πρὸ αὐτῆς, ἐν τῇ κινήσει τῇ πρὸς τὰ μέρη καὶ τὴν τάξιν αὐτῶν· ἡ δὲ τοῦ αἰῶνος ἐπινήχεται τῇ κινήσει, συνοχικὴ οὖσα αὐτῆς τῶν μορίων, ἵνα μείνῃ κινουμένη ἀεί, καὶ μὴ γένηται κεκινημένη, ἥπερ ἦν τῆς τρίτης τάξεως κίνησίς τε καὶ γέννησις. | |
25 | Οὕτω μὲν οὖν τετάχαται πρὸς ἀλλήλας· μήποτε δὲ καὶ ἡ τοῦ αἰῶνος ὁλότης καὶ ἡ τῆς ζωῆς, κατὰ τὴν εἰδητικὴν ὀνομαζομένην ὁλοῦνται, οὖσαν δὲ οὐκ εἰδη‐ τικήν, ἀλλὰ μετρουμένην ὁλότητα ὑπὸ αἰῶνος. Γίγνεται δὲ ἐν τῇ τρίτῃ τάξει εἰδητική, ἐν δὲ τῇ δευτέρᾳ καθ’ ὕπαρξίν ἐστιν, ὡς κινήσεως ὁλότης μετρου‐ μένης τῷ αἰῶνι· ὡς τῷ χρόνῳ ᾗ εἰς εἶδός ἐστι προκόπτουσα γένεσις. Καὶ | |
30 | ταύτην τὴν κίνησιν εἴποι μὲν ἄν τις εἶναι ζωήν, ὡς κίνησιν· εἴποι δ’ ἄν τις | |
καὶ οὐσίαν, μεριζομένην ἅμα καὶ ὁλουμένην σὺν τῷ μερίζεσθαι, ἅτε οὐδέπω | 25 | |
26 | μεμερισμένην, ὡς κινούμενον λαβὼν, ἀλλ’ οὐχ ὡς κίνησιν, καὶ ὡς μέρη καὶ ὅλον τεταγμένα, ἢ ταττόμενα τεταγμένα πρὸς ἄλληλα, ἣν δὴ ὁλότητα ὡς ἀντιδιῃρημένην τῷ μετροῦντι αὐτὴν αἰῶνι, καὶ τῇ κινούσῃ ζωῇ, εἰδητικὴν ὠνομάσαμεν κατὰ τὴν αἰτίαν· ἡ γὰρ διαιρουμένη οὐσία εἰς μέρη, οἷον ὑποκεί‐ | |
5 | μενόν τί ἐστι τῇ κινούσῃ ζωῇ, καὶ τῇ συνεχούσῃ παρατάσει τοῦ αἰῶνος τὴν κίνησιν. Διὸ τρίτη, ὡς ὕλης· εἰδοποιεῖται δὲ τῇ κινήσει, καθ’ ἣν διαιρεῖται· καὶ ἔτι μᾶλλον τῷ αἰῶνι, καθ’ ὃν καὶ ἡ διαίρεσις συνεχίζεται. Διὸ καὶ ὁλότης ἔδοξεν εἶναι ὁ αἰών, ὅτι συνέχει μεριστὴν οὖσαν φύσει τὴν κίνησιν. Καὶ ἡ ζωὴ τὸ συνεκτικὸν ἔχει, ὡς μετέχουσα τοῦ αἰῶνος· καὶ ὁ αἰὼν ὅλος, ὅτι μετ‐ | |
10 | έχει ὁλότητος· καὶ γὰρ ἐν αὐτῷ μερῶν τάξις, ὡς ἐν τοῖς μέρεσι· καὶ τῷ ὅλῳ ἡ κίνησις. Καὶ σὺν τῇ κινήσει ἡ παράτασις τοῦ ἀεί. Τὸ ἐκ τούτων πάντων, ὁ νοητός ἐστι δεύτερος κόσμος, πρῶτος ὅλος ἀν‐ ευφημούμενος, ὅτι πρῶτος προὐβάλλετο μερῶν διάκρισιν ἡνωμένην. | |
13 | Ἀλλὰ γὰρ ἐπὶ τὸ τρίτον ἤδη τῶν ἐξ ἀρχῆς ἡμῖν προβληθέντων | |
15 | μετίωμεν ὅν τινα ἄν τις τρόπον ταῦτα θεάσαιτο· καὶ ὡς τὰ αὐτά, καὶ ὡς ἕτερα, καὶ ὡς ὁμοταγῆ, καὶ ὅλως εἰπεῖν, ὅπως τὴν δευτέραν τάξιν τῶν νοη‐ τῶν συμπληροῖ, καὶ ὅπως τοσοῦτον ἐν αὐτῇ πλῆθος ποιοῦμεν. Μήποτε οὖν ῥητέον ὡς τὸ μὲν νοητὸν καὶ τὸ ὂν ἀδιάκριτον, ἡ δὲ ὕφεσις ἐν τῇ δευτέρᾳ τάξει παρέλυσεν τὴν ἄκραν τοῦ ὄντος ἕνωσιν, καὶ ἐγένετο διάκρισις. Καὶ εἴ | |
20 | τις οὖν * τῶν γενῶν τοῦ ὄντος ἤδη γεννωμένων, ἀπὸ τοῦ ὄντος καὶ μέχρι ὠδῖνος ἡ γέννησις ἕστηκεν· ὁ γὰρ τόκος ἐν τῇ τρίτῃ τάξει, ἀλλ’ ἡνωμένος ὅτι μά‐ λιστα τῷ τεκόντι, μᾶλλον δὲ τῷ τίκτοντι. Ὡς μὲν τοίνυν ὂν διακρινόμενον εἰς τὰ γένη, ὅλον ἁπλῶς ἐστι καὶ μέρη, ὡς δὲ εἰς πέρας καὶ ἄπειρον, αἰών· καὶ γὰρ ὁ αἰὼν πέρας μὲν ἔχει τὸ νῦν, | |
25 | ἄπειρον δὲ τὸ ἀεὶ καὶ ὁ χρόνος, εἰ καὶ μὴ ὁμοῦ ὥσπερ ὁ αἰών. Ἀλλ’ ὅμως τὸ νῦν ἔχει πέρας, καὶ ἄπειρον τὸ ἀεί· ὡς δὲ εἰς κίνησιν καὶ στάσιν, ζωὴ, ἡ ὁλότης ἡ κληθεῖσα κατ’ αἰτίαν εἰδητική. Ἀλλὰ τὸ ἓν καὶ πολλά, στοιχεῖα τοῦ ὄντος. Τίς οὖν ἡ κατὰ ταῦτα ὁλότης; ἢ τάχα μὲν πέρας ἐστὶ καὶ ἄπειρον τὸ ἓν | |
30 | καὶ πολλὰ, ὡς πρόσθεν ἐδείκνυμεν. Εἰ δὲ καὶ ἐν τοῖς στοιχείοις διέστη τὰ | |
γένη καὶ ἐγένετο ἓν καὶ πολλὰ, ἕτερα παρὰ τὸ πέρας καὶ ἄπειρον, ὡς καὶ | 26 | |
27 | τὸ ἓν καὶ τὸ ἀγαθόν, ἕτερον καὶ ἕτερον· ἔν γε τοῖς εἴδεσιν τὸ ἅπλως ὅλον καὶ μέρη κατὰ τὸ ἓν καὶ πολλὰ προελήλυθεν· πολλὰ γὰρ ἁπλῶς ὁ πᾶς μερι‐ σμός· καὶ ἓν τὸ παντὸς μερισμοῦ προηγούμενον· τὸ δὲ ὄν, ἅτε πάσης ἐκτὸς ἀντιθέσεως, κοινόν ἐστι πάντων, καὶ τοῦ ὅλου καὶ τῶν μερῶν. | |
5 | Ἤτοι οὖν οὕτω πάντα ὁμοῦ θεατέον, ἢ ἔτι μᾶλλον συναιρετέον. Νῦν μὲν γὰρ πολλὰς ὁλότητας ἐποιήσαμεν, καὶ μιὰν πρὸ πασῶν· ὥστε αὐτὴ ὅλη ἔσται ἐξ ὅλων· οὔπω δὲ ἡ ἐξ ὅλων ὁλότης ἐν τῇ δευτέρᾳ τάξει, ἀλλ’ ἐν τῇ τρίτῃ, ὡς εἰσόμεθα. Νοητέον ἄρα τὴν μίαν ὁλότητα, ἢ τὰ μέρη διακρινομένην· καὶ ὡς μὲν ἔτι διακρινομένην, ἀλλ’ οὐ διακεκριμένην ἐν παρατάσει ὁρωμένη, | |
10 | αἰών ἐστιν· πέρας μὲν ὅτι ἤδη ἤρξατο· ἄπειρον δὲ, ὅτι οὐδέποτε διακρινο‐ μένη ἔσται· καθόσον δὲ οὐκ ἐν παρατάσει ὁρᾶται, ἀλλ’ ἐν τῷ διακρίνεσθαι καὶ κινεῖσθαι ζωή ἐστιν ἑστῶσα ἐν τῷ κινεῖσθαι· ὡς δὲ γεννῶν καὶ γεννώ‐ μενα καὶ πρότερον τῇ τάξει καὶ ὕστερα, ὁλότης, ἡ ὡς πράγματος. Καὶ εἰ μὴ ὁλότης κλητέα, τάξις ἔστω καὶ οἷον κόσμος· ὥστε νῦν μία μὲν ὁλότης ἐστίν, | |
15 | ἡ ἐκ πάντων, καὶ μέρη πάντα αὐτῆς. Αὐτὴ δὲ ἡ ὁλότης, ὡδὶ μὲν κόσμος, ὡδὶ δὲ ζωή, ὡδὶ δὲ αἰών. Καὶ ἰδιότητες μὲν αὗται τρεῖς· μέρη δὲ αἱ τρεῖς τῆς μιᾶς ὁλότητος. Καὶ μία μὲν ἡ ὁλότης, ὅλη δὲ ἐν τοῖς μέρεσιν διὰ τὴν ἕνωσιν. Διὸ καὶ ἕκαστον μέρος αὐτὴν ἑαυτῷ συνεισάγει. Καὶ τί θαυμαστὸν εἰ τὴν ὁλότητα; καὶ ἄλληλα γὰρ συνεισάγει, καὶ ἐν ἀλλήλοις ὁρᾶται, διὰ τὴν καὶ | |
20 | πρὸς ἄλληλα ἕνωσιν, καὶ πρὸς τὸ ὅλον. Εἰ δὲ ἐν τοῖς ἐσχάτοις διίστανται μᾶλλον, τί θαυμαστόν; Ἡ γὰρ ἐκεῖ κατ’ ἰδιότητα οἷον ἑτερότης ἐνταῦθα ἀποτελεῖται κατὰ διάστασιν, διὰ τὸν μερισμὸν τῶν δεχομένων. Ἆρα οὖν τρεῖς εἰσιν αἱ ἰδιότητες αὗται, κατὰ μίαν ὁλότητα συμπεφυκυῖαι, ἢ καὶ οὗτος ὁ μερισμὸς ἡμέτερός ἐστιν· ἐκεῖ δὲ μία φύσις αἱ τρεῖς; καὶ γὰρ ὁ ἄνθρωπος | |
25 | μία φύσις καὶ μία ἁπλότης· ἀλλ’ ὅμως ζῷον λογικὸν θνητὸν αὐτὸν ὁριζώμεθα. Σύμφυλος γὰρ ἡμῶν ἡ νόησις τῷ μερισμῷ. | |
26 | Ἡ δὲ νοητὴ δευτέρα τάξις μία ἁπλότης· ἔτι καὶ αὐτὴ δυοειδής· ὅθεν οὐ μονάς ἐστιν, ἀλλ’ ὅλον καὶ μέρη· ἢ ὅτι δύο, ὅλον καὶ μέρη καὶ ταύτῃ δυάς, | |
ἢ μονὰς καὶ δυὰς ὁμοῦ· ἀλλ’ οὐχ ὡς τριάς, ἀλλ’ ὡς ὁλότης μία καὶ δύο μέρη | 27 | |
28 | τοὐλάχιστον. Οὐκοῦν ἡ δυαδιζομένη αὕτη μονάς, μένουσα μὲν ἐν τῇ δευτέρᾳ τάξει τῶν νοητῶν, ἀδιάκριτος ἔτι ἐστίν, εἰς τὸ τρεῖς ἐκείνας ἰδιότητας ἢ ὁλό‐ τητας, προελθοῦσα δὲ εἰς τὴν τρίτην, εἰς τρεῖς ὑπέβη μονάδας διωρισμένας· τὸν αἰῶνα, τὴν ζωήν, τὴν εἰδητικὴν ὁλότητα, καθ’ ἃς τὸ ζῷον ὑπέστη· αἰώνιον | |
5 | μὲν κατὰ τὸν αἰῶνα, ζῷον δὲ κατὰ ζωήν, εἶδος δὲ κατὰ τὴν ὁλότητα καὶ τὰ μέρη. Ζῷον γὰρ ἤδη τὰ τέσσαρα ζῷα· ὡς δὲ ὁμοῦ πάντα, καὶ τοῦτο τὴν πρὸ αὐτοῦ ὅλην ὑπεδέξατο προϊοῦσαν διακόσμησιν· ἀλλ’ οὐ τὸ μὲν αὐτῆς, τὸ δὲ οὔ· οὐδέ γε τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· ὅλον γὰρ ἀφ’ ὅλου ἰσορρόπως τὸ νοητὸν προέρχεται. | |
10 | Καὶ τὸ μὲν οὖν διωρίσθη τὸ μετροῦν, ὁ αἰών, καὶ τὸ μετρούμενον· καὶ τοῦτο διττόν, ἡ ζωὴ καὶ τὸ εἶδος. Ἐκεῖ δὲ συνῄρητο πάντα εἰς ἓν κατὰ τὴν ὠδῖνα ἑστῶτα τῆς οἰκείας διακρίσεως. Καὶ ἡ μία αὐτῶν κοινὴ φύσις ἐστὶν ἡ διακρινομένη τοῦ νοητοῦ πρόοδος καὶ τάξις· ἡ γὰρ ἐν τῷ προιέναι πρόοδος οἷον παγεῖσα, ὡς μὲν παγεῖσα, πέρας τέ ἐστι καὶ στάσις, καὶ ἔτι ἐκ τρίτων | |
15 | ταυτότης, ὡς δὲ πρόοδος, ἄπειρόν τε καὶ κίνησις καὶ ἑτερότης. Οὐδὲν δὲ τούτων διωρισμένως, ἀλλ’ ὁμοῦ πρόοδος, καὶ ὁμοῦ παγεῖσα ὡς μὲν παγεῖσα, ὁλότης, ὡς δὲ πρόοδος, μέρη, καὶ οὐδὲ χωρὶς μὲν παγεῖσα, χωρὶς δὲ πρό‐ οδος, ἀλλ’ ὁμοῦ τὸ συναμφότερον. Προϊοῦσα γὰρ, καὶ οὔτε προεληλυθυῖα, οὔτε μένουσα. Διὸ καὶ ἐν τῷ αὐτῷ ὁλότης καὶ μέρη τὸ αὐτό, ᾗ μὲν οὔπω δια‐ | |
20 | κέκριται, ὁλότης· ᾗ δὲ οὐκέτι ἀδιάκριτον, μέρη· ὥστε ταὐτὸν μέν· τῷ δὲ κατὰ ἄλλο καὶ ἄλλο ὁ διορισμὸς τῆς ὁλότητος πρὸς τὰ μέρη. Τὸ δὲ ἐπὶ τούτοις, εἰ οἷόν τε καὶ ἔτι μειζόνως, τῷ ἄνθει τοῦ νοῦ συνέλωμεν τὸ νοητὸν τοῦτο πλῆθος ὑποφαινόμενον· πρῶτον μὲν κατανοοῦντες ὅτι οὐκ ἐν τῷ διακρίνεσθαι τὸ ὂν αὐτὸ ποιεῖ τὸ ὅλον ὁ Παρμενίδης. Οὐδὲ γὰρ ἐν τῇ | |
25 | τρίτῃ τάξει τῶν νοητῶν τὸ ὂν διακρίνεται· ἀλλ’ ἔτι συμμέμυκεν αὐτοῦ ἡ ἴδιος ὑπόστασις, ὥσπερ καὶ τοῦ ἑνός. Τὸ δὲ νοητόν, εἴτε ἀδιάκριτον λαμβάνοιτο, εἴτε διακρινόμενον, εἴτε διακεκριμένον τὸ ἓν ὄν, ὁμοῦ ἐστιν. | |
27 | Οὐκοῦν ἡ μὲν πρώτη τάξις τῶν νοητῶν ὡς ἓν ἐθεώρει τὸ ἓν ὄν, διὰ τὴν ἐπικράτειαν τοῦ ἑνὸς καὶ τὴν ἁπλότητα τοῦ ὄντος. Ἡ δὲ τρίτη, ὡς δύο, | |
30 | τὸ ἓν καὶ τὸ ὄν. Ἔτι δὲ ὅμως συνεζευγμένα κατὰ τὴν νοητὴν ἕνωσιν. Ἡ δὲ δευ‐ τέρα, πῶς μὲν ἔτι ἕν, πῶς δὲ ἤδη δύο· οὔπω γὰρ δύο, οὐδὲ ἔτι ἕν. Ἀλλ’ ὁδὸς | |
καὶ ὠδὶς ἐπὶ τὰ δύο ἀπὸ τοῦ ἑνός· ᾗ μὲν οὖν τὸ ἕν, οὐ καθ’ αὑτό, ἀλλὰ ἀφ’ οὗ | 28 | |
29 | τὰ δύο, ὅλον ἀντὶ ἑνός· ᾗ δὲ τὰ δύο, οὔπω δύο, ἀλλ’ ἔτι μένει ἐν τῷ ἑνὶ μέρη ταῦτα ἀντὶ πολλῶν. Καὶ ᾗ μὲν ταῦτα γεννᾶται, μέρη· ᾗ δὲ οὔπω γεγέννηται, ὅλον ἢ ἐν τῷ ὅλῳ. Καὶ αὖ τὸ ἕν, ᾗ μὲν εἰς γέννησιν ὁρᾷ, ὅλον· ᾗ δὲ οὔπω γεγέννηκεν, ἔτι ἕν· ᾗ δὲ πάντα ὁμοῦ, ὅλον τὸ αὐτὸ καὶ μέρη, πῶς μὲν τὸ | |
5 | αὐτὸ, πῶς δὲ οὔ. ᾟ μὲν γὰρ τὸ γεννῶν καὶ ὠδῖνον, ὅλον· ᾗ δὲ τὰ γεννώμενα καὶ ὠδινόμενα, μέρη· βούλεται μὲν γὰρ ἀεὶ τὰ μέρη δεύτερα εἶναι τοῦ ὅλου. Διὸ καὶ ἐν τῇ τρίτῃ τάξει, τὸ ἓν καὶ τὸ ὂν γεννήματά ἐστι τοῦ ἑνὸς ὄντος· ἐν δὲ τῇ δευτέρᾳ, ἔτι εἴσω γεννῶντος τὰ μέρη, ὡς ἡ ὠδίς. Διὸ καὶ τὰ μέρη οὐσία τοῦ ὅλου· ὅθεν καὶ δοκεῖ ἡ πρώτη ὁλότης ἐκ μερῶν εἶναι, ὅπερ οὐκ | |
10 | ἀληθές. Ἀλλ’ ἔστι μὲν πρὸ μερῶν, εἰ θέμις εἰπεῖν· εἴσω δὲ τὰ μέρη κατ‐ έχουσα ἐκ μερῶν εἶναι δοξάζεται· τοῦτο μὲν δὴ καὶ ἐς ὕστερον· ἀλλ’ ἡ οὕτως ὁρωμένη ὁλότης ἡ αὐτὴ καὶ αἰών ἐστι, καὶ ζωή, καὶ αἰτία τῆς εἰδητικῆς ὁλότητος· ὡς μὲν ὠδίνουσα τὴν τάξιν τῶν οἰκείων γεννημάτων, αἰτία τῆς τεταγμένης ὁλότητος· ὡς δὲ ὄρεξιν προβαλλομένη γεννήσεως, καὶ πρὸς τοῦτο | |
15 | κεκινημένη, ζωή· ὡς δὲ ἐν τούτῳ μένουσα τῷ κινεῖσθαί τε καὶ ὁρμᾶν καὶ τε‐ τάσθαι πρὸς γέννησιν, αἰών ἐστιν· «ταναὴ γάρ ἐστι μονάς, κατὰ τὸ λόγιον, ᾗ δύο γεννᾷ.» Διὸ καὶ τὸ μένειν ἀεὶ τῇ ἀόκνῳ στροφάλαγγι πᾶσιν χαρίζεται, κατὰ τὴν αὐτὴν χρησμῳδίαν, ὡς δὲ καὶ γεννῶσα καὶ οὐ γεννῶσα ὅλον καὶ μέρη· ὡς μὲν γεννῶσα, πρὸ μερῶν· ὡς δὲ οὐ γεννῶσα, ἐκ μερῶν. Καὶ ἐπειδὴ | |
20 | τῆς μὲν πρώτης οὐσίας τὸ ὑπὲρ γέννησιν ἴδιον ἦν· ἡ γὰρ ἕνωσις κατεῖχεν τὴν ὡς γεννῶντος καὶ γεννωμένων διάκρισιν. Εἰ γὰρ καὶ ἐκείνη παράγει πάντα, ἀλλὰ μονοειδῶς τε καὶ ἀδιακρίτως, ὡς ἡ μονὰς πάντα γεννᾷ τὸν ἀριθμὸν ἄνευ πάσης συνθέσεως καὶ πολλαπλασίως. Τῆς δ’ οὖν δευτέρας τὸ ἤδη βούλεσθαι γεννᾶν· καὶ ἤδη ἀφορίσαι γεννήματα μέλλοντα ἀφ’ ἑαυτῆς | |
25 | προελθεῖν. Διὰ δὲ τοῦτο ὁ Παρμενίδης μάλιστα τῷ ὅλῳ καὶ τοῖς μέρεσιν αὐτὴν ἐχαρακτήρισεν. | |
26 | Ἐπὶ δὲ τούτοις ἤδη ῥᾳδίως ἐπελευσόμεθα τοῖς ὑπολειπομένοις ζη‐ τήμασιν, ὧν πρῶτον ἐκεῖνο ζητητέον πότερον κατ’ αἰτίαν ἢ καθ’ ὕπαρξιν ταῦτα ἐκεῖ τίθεμεν, οἷον τὴν ὁλότητα, τὸν αἰῶνα, τὴν ζωήν· κινδυνεύει γὰρ | |
30 | ὡς ἓν ἔχει, καὶ τὰ ἄλλα ὁμοίως ἔχειν, διὰ τὸ κατὰ τοὺς αὐτοὺς ἀναφαίνεσθαι | |
λόγους ἕκαστον. | 29 | |
30 | Δεύτερον δέ, εἰ εἷς θεὸς ἢ πολλοὶ ἡ δευτέρα αὕτη διακόσμησις· δοκεῖ μὲν γὰρ ὁ λόγος ἐπαμφοτερίζειν. Τρίτον, διὰ τί τὸ ἓν ὄν, ἡ πρώτη τάξις, οὐκ ἔστιν ὅλον καὶ μέρη, εἴπερ καὶ τὸ ἓν καὶ τὸ ὄν. | |
5 | Τέταρτον τοίνυν, διὰ τί ἐν τῇ δευτέρᾳ τάξει οὐκ ἔστι καὶ τῶν μερῶν ἑκά‐ τερον ὅλον, εἴπερ νοητὰ ἔσται μέρη, τὸ καὶ νοητὸν ἅπαν ἓν ὄν. Πέμπτον, πῶς οὐχὶ καὶ τὸ ὂν καὶ τὸ ἕν, ὅλον ἑκάτερον, εἴπερ ἀεὶ αἱ ἰδιό‐ τητες ἀπὸ τοῦ ἑνὸς ἥκουσιν εἰς τὸ ὄν· ἢ οὐδέτερον ὅλον, καὶ πῶς εἴπερ μὴ τὸ ἕν, τό γε συναμφότερον εἴη ἂν ὅλον· ὡς γὰρ ἡ ἕνωσις τῷ πρώτῳ ἑνὶ ὄντι, | |
10 | ἀπὸ τοῦ ἑνὸς ἡ ὁλότης ἥξει. Ἀλλὰ δὴ ἕκτον, τίς ἡ διαίρεσις τῆς δευτέρας νοητῆς τριάδος· εἴτε ὡς λέγει, εἴτε πως ἑτέρως. Ἕβδομον, διὰ τί δυαδικὴ ἡ δευτέρα τάξις, εἴπερ μονὰς ἡ ὁλότης, καὶ δύο μέρη τοὐλάχιστον. | |
15 | Ὄγδοον, διὰ τὶ ἀνομοιομερὴς πρώτη ὁλότης, καὶ εἰ ἀνομοιομερής. Ἔνατον, διὰ τί τὸ ὅλον ἐκ δυεῖν, καίτοι προϊών, ἐκ τριῶν πάντως τὸ ὅλον εἶναί φησιν. Δέκατον, τί τὸ ἑνοποιοῦν τὴν ὁλότητα ταύτην, ἐπειδὴ τὸ ὅλον πέπονθεν ἓν κατὰ τὸν ἐν Σοφιστῇ Ξένον. | |
20 | Ἑνδέκατον, πῶς ἡ μὲν δευτέρα τῶν νοητῶν καὶ νοερῶν, ἡ δὲ δευτέρα τῶν νοερῶν οὐκέτι. Δωδέκατον, τίνος μέτρον ὁ αἰών· πότερον τῶν ὄντων, ᾗ ὄντα· καὶ πῶς οὐ πᾶν ὂν αἰώνιον· τὸ γοῦν πρὸ αἰῶνος, αἰώνιον. Εἰ δὲ τῶν ζώντων, πῶς οὐ συνείληπται αὐτῷ καὶ ζωή. Ἀλλ’ ἔστι μόνον ἀεὶ ὄν, οὐκ ἀεὶ ζῶν· ὅλως δέ, | |
25 | πῶς τὸ ζῷον πρῶτον αἰώνιον, εἴπερ ζωῆς μέτρον ὁ αἰών. Μήποτε οὖν τὸ ζῷόν ἐστιν τὸ πρώτως μετρούμενον. Πῶς οὖν οὐχὶ καὶ νόησιν ἔχει ὁ αἰών, ἀλλὰ τὸ ἀεὶ μόνον εἶναι· ἔδει δὲ ἀεὶ νοῦν εἶναι τὸν αἰῶνα. | |
27 | Ῥητέον δὴ πρὸς ἕκαστον ἐξ ἀρχῆς, καὶ ἤδη πρὸς τὸ πρῶτον, ὅτι ἡ ὁλότης ἡ νοητή, ἡ κατὰ τὸ ἓν ὂν θεωρουμένη, ἐκεῖ πρῶτον ἐφάνη· καθ’ ὕπ‐ | |
30 | αρξιν ἄρα ἐστί. Καὶ γὰρ οὐδὲ ἀλλαχοῦ ἐστὶν τὸ ἓν ὂν συνῃρημένον ἢ ἐκεῖ· | 30 |
31 | ὥστε καὶ ἡ τοιαύτη ὁλότης ἐκεῖ καθ’ ὕπαρξιν. Ἐκ δὲ αὖ τρίτων τὸ ὅλον καὶ ἡ τῶν μερῶν πρὸς τὸ ὅλον σύννευσις συναίρεσις εἶναι βούλεται τῶν διισταμένων· καθ’ ἕνωσιν ἄρα ὑφέστηκεν. Ἡ δὲ ἕνωσις καὶ ἡ σύμπτυξις προσήκει μάλιστα τοῖς νοητοῖς· ἐκεῖ ἄρα καθ’ ὕπαρξιν πρώτη ὁλότης· ἀπὸ δὲ ἐκείνης, τὰ ἑξῆς | |
5 | κατὰ τὸν ὅλον μιμεῖται τὸ νοητόν, ὡς κατὰ τὸ ἓν ὄν, ὡς κατὰ τὸ πλῆθος. Ἐροῦμεν δὲ ταῦτα καὶ σαφέστερον. Ἔτι τοίνυν ὁ αἰὼν συνελίττειν ἐθέλει καὶ συναιρεῖν εἰς ἓν τὰ πολλά, καὶ εἰς τὸ ὅλον τὰ μέρη, ὡς ὁ χρόνος διαιρεῖν. Μάλιστα ἄρα καὶ ὁ αἰὼν προσηκεῖ τοῖς νοητοῖς, ὢν τῆς νοητῆς ἑνώσεως χορηγὸς τοῖς διακρινομένοις, ὡς τό γε πάντη ἀδιάκριτον οὐ δεῖται αἰῶνος, | |
10 | οὐδὲ τὸ πάντη διακρινόμενον δύναται μετέχειν· ὅθεν καὶ εἴ τίς ἐστιν ἐν τῷ νῷ διάκρισις, ὁπωσοῦν ἐκφεύγουσα τὴν ἕνωσιν καὶ τὸ ὁμοῦ, χρόνος ἂν καὶ ταύτην ποιοῖ ὁ νοερός, δηλονότι καὶ θεῖος· ἢ πῶς οὐ μεθέξει καὶ τῆς χρονι‐ κῆς ἰδιότητος ὁ νοῦς, εἰ ἐν αὐτῷ ὁ χρόνος ἐκεῖνος; Καὶ μήποτε τοῦτον περι‐ ενόει καὶ ὁ μέγας Ἰάμβλιχος, ἀξιῶν αἴτιον εἶναί τι τοῦ προτέρου καὶ ὑστέ‐ | |
15 | ρου τῶν εἰδῶν, οὐ τῇ ἰδιότητι, ἀλλὰ τῇ θέσει, καί, ὡς λέγει ἐκεῖνος, τῇ τάξει τῆς ὑποστάσεως. Δοκεῖ μὲν γὰρ ἄλλο καὶ ἄλλο εἶναι τὸ χρονικὸν ὕστε‐ ρον· καὶ τὸ κατὰ τὴν τάξιν, ἀκριβοῦντι δὲ τὴν νόησιν, ὁ χρόνος, καὶ τῆς τάξεως αἴτιος τῆς κατὰ τὴν θέσιν· εἰ γὰρ καὶ ὁμοῦ πάντα ὁ δημιουργὸς ὑπέστησεν, ἀλλ’ οὐχ ὁμοῦ τὰ ὑποστάντα ἐφάνη· οὐ γὰρ ἦν αἰώνια· ἔγχρονα | |
20 | δὲ ὄντα, διῃρέθη τῷ χρόνῳ εἰς τάξιν πρώτην, καὶ δευτέραν καὶ τρίτην. Τὰ γὰρ πλησιαίτερα τῇ αἰτίᾳ θᾶττον ἐγίγνετο καὶ ταύτῃ πρότερα, καίτοι πάν‐ των ὁμοῦ γενομένων· αἴτιον δὲ ὅτι οὐ γενομένων ῥητέον, ἀλλ’ ὁμοῦ γιγνο‐ μένων ἁπάντων, τὰ μὲν ἐν ἀμερεστέρῳ χρόνῳ κοσμεῖται ὅσα ἐπιτηδειότερα, τὰ δὲ ἐν μεγάλῳ ἀμερεστέρῳ ὅσα ἀνεπιτηδειότερα· οὐ γὰρ ἂν ἐν τῷ αὐτῷ | |
25 | χρόνῳ ἥ τε οὐρανία ὕλη κοσμοῖτο καὶ ἡ χθονία, ἐν χρόνῳ δὲ πάντως ἑκατέρα τινί. Διὸ προείληφεν καὶ τῷ χρόνῳ τὸν χθόνιον κόσμον ὁ οὐράνιος. Χρόνος ἄρα καὶ τῆς τάξεως αἴτιος καὶ τῆς διαιρέσεως τῆς κατὰ τὸ πρότερον καὶ ὕστερον. Ὁ δὲ αἰὼν ἀναιρεῖν βούλεται τὸ πρότερον καὶ ὕστερον πανταχοῦ· διὸ καὶ ὁλότης ἀτεχνῶς ὁ αἰών, ἅτε συνάγων τὰ μεριζόμενα πρὸς τὸ ἀμέ‐ | |
30 | ριστον· καὶ διὰ τοῦτο μάλιστα νοητὸς ὁ αἰὼν καθ’ ὕπαρξιν. Ἔτι δὲ ὁμοῦ πέρας καὶ ἄπειρον ὁ αἰών, πλὴν ὅτι φαίνεται ἑκάτερον· ἄλλο | |
μὲν γὰρ τὸ νῦν, ἄλλο δὲ τὸ ἀεί. Ὁμοῦ δὲ οὐδὲν ἧττον τὸ συναμφότερον· | 31 | |
32 | πέρας δὲ καὶ ἄπειρον στοιχεῖα πρῶτον τὰ τῆς οὐσίας, ὥστε καὶ τοῦ νοητοῦ. Νοητὸς ἄρα καὶ ταύτῃ ὁ αἰών. Ἔτι δὲ τὸ τρίτον, τὸ ἀεὶ οὐ ταὐτὸν μὲν τῷ εἶναι, τοῦ δὲ εἶναι τι ἐστίν, οἷον μονή τις ἢ στάσις, τὸ προελθεῖν οὐ προελθοῦσα· ἢ βίος καὶ διαγωγή | |
5 | τις οὐσίας, ἢ τρόπος τῆς ὑποστάσεως αὐτῆς, ἢ ὅπως ἄλλως νοοῖ τις. Συμ‐ πέφυκεν δὲ πανταχῶς τῷ ὄντι, καὶ οὐδαμῇ αὐτοῦ ἀποστατεῖ, ἀφ’ οὗ προβέ‐ βληται τόπου· προβέβληται δὲ ἀπὸ τῆς δευτέρας χώρας· ὅτι τὸ συμπεφυκὸς ἄλλῳ δεύτερον ἐκείνου ἐστὶν ᾧ συμπέφυκεν. Καὶ εἰ τὸ μὲν ἀεὶ δεῖται τοῦ ὄντος, ἀεὶ γὰρ εἶναι λέγεται, οὐδὲν δὲ ἀεὶ μόνον, τὸ δὲ εἶναι καὶ ἄνευ τοῦ ἀεὶ | |
10 | νοηθείη ἄν, πάντως ὅτι πρὸ τοῦ ἀεὶ τὸ ὄν, καὶ ἡ οὐσία πρὸ τοῦ αἰῶνος. Ἐπεὶ οὖν τῷ εἶναι συνῄρτηται τὸ ἀεί, νοητὸς ἂν εἴη κατὰ φύσιν. Ἀλλὰ μὴν τὸ τρίτον, [τῷ σωτῆρί φασιν] λέγωμεν ὅπως ἡ ζωὴ καὶ ἐν τῷ νοητῷ κατὰ τὴν νοητὴν ὕπαρξιν. Πρῶτον μὲν γὰρ εἰ καὶ ἐν τῇ ἑνώσει τοῦ νοητοῦ καθ’ ὕπαρξίν ἐστίν τις διάκρισις, δηλοῖ δὲ ἡ ὁλότης καὶ ὁ αἰών, σαφὲς | |
15 | ὅτι καὶ κίνησις ἐκεῖ καὶ στάσις ἐκφαινέσθω. Πᾶσα γὰρ πρόοδος στάσις ἐστὶν ὁμοῦ καὶ κίνησις, ὥστε καὶ ζωή· ταῦτα γὰρ στοιχεῖα ζωῆς. Ἔστιν ἄρα τις νοητὴ ζωὴ κατὰ τὴν νοητὴν διάκρισιν. Ἔτι δὲ εἰ ἡ ζωὴ οὐσίας ἐστιν οἷον ζέσις, καὶ οὐσία εἰς πρόοδον ἀνηρεθισ‐ μένη, ἔστι δὲ πρόοδος νοητή, ἔστιν ἄρα πρὸ ταύτης τὸ ὠδῖνον αὐτὴν οὐσι‐ | |
20 | ωδῶς, καὶ ἤδη κυοῦν τὴν πρόοδον τῶν νοητῶν γεννημάτων. Τὸ δὲ κυοῦν ὅτι ζωή, καὶ ὅτι νοητὴ τὸ τὰ νοητὰ κυοῦν, παντὶ φανερόν. Οὐκοῦν ἐκ τρίτων λεκτέον ὅτι ἐν μὲν τῷ ὄντι οὐκ ἦν τι διωρισμένον οὐδ‐ ενὸς αἴτιον· ἀλλ’ ἦν τῷ ἑαυτοῦ εἶναι μόνῳ πάντων αἴτιον. Ἡ δὲ δευτέρα τάξις, εἰ μὲν καὶ αὐτὴ τῶν αὐτῶν καὶ ὡσαύτως, οὐδὲν διοίσει τῆς πρώτης· | |
25 | εἰ δὲ τῶν ἐν τοῖς ἔπειτα δευτέρων κατὰ γένος, τῶν ζώντων ἂν εἴη αἰτία· οὐκ‐ οῦν νοητῶς, εἴπερ νοητή, ἀδιορίστως ἄρα· τῷ εἶναι ἄρα, αἰτία τῶν ζώντων· τὸ ἄρα εἶναι αὐτῆς οὐκ ἔστιν εἶναι, ἀλλὰ ζῆν· διὸ ζώντων, ἀλλ’ οὐκ ὄντων αἰτία. Καθ’ ὕπαρξιν ἄρα ζωὴ ἡ νοητὴ τῶν ζώντων αἰτία· αὕτη δέ ἐστιν ἡ τῶν δευτέρων ὑποστάσεων· αὕτη δὲ ἡ δευτέρα ἐν τοῖς νοητοῖς. Διὸ καὶ ἡ | |
30 | τρίτη συντόμως ἂν ἀποδειχθείη νοῦς οὖσα νοητός· δεῖ γὰρ ἀεὶ τὸ μετεχό‐ | |
μενον ἔχειν τι σύστοιχον, καὶ ἐν τῷ αὐτῷ κόσμῳ τεταγμένον, μετέχον· τὸ | 32 | |
33 | γὰρ ὅμοιον πρὸ τοῦ ἀνομοίου μετέχειν πέφυκεν τοῦ ὁμοίου, καὶ διὰ τούτου καὶ τὸ ἀνόμοιον. Εἰ δὴ ζῷον ὁ νοῦς, καὶ ἔχει βίον αἰώνιον, καὶ ὅλον ἐστίν, μετέχει ἄρα τῶν εἰρημένων τριῶν μονάδων, εἴτε ὡς τριῶν, εἴτε ὡς μιᾶς· οὐδὲν γὰρ διοίσει· τὸ | |
5 | δὲ τούτων νοητῶν οὐσῶν πρώτως μετέχον, νοητόν· καὶ δῆλον τὸ συμβαῖνον. Τοσαῦτα πρὸς τὸ πρῶτον εἰρήσθω τῶν ἐζητημένων. | |
6 | Πρὸς δὲ τὸ δεύτερον λέγωμεν ὅτι ἡ μὲν νοητὴ ἀκρότης εἷς θεός ἐστιν. Εἰ γὰρ καὶ διάκοσμος, ὥς φασι, κρύφιος, ἀλλ’ ἀδιάκριτος καὶ οὐδαμῆ οὐ‐ | |
10 | δαμῶς διωρισμένος καὶ ταύτῃ κρύφιος· ἡ δὲ τρίτη τάξις κόσμος ἤδη ὡς ἀλη‐ θῶς εἰς πολλοὺς θεοὺς νοητοὺς διῃρημένος μετὰ τὸν ἕνα, καὶ ἀπὸ τοῦ ἑνὸς προελθόντας, ὡς εἰσόμεθα μικρὸν ὕστερον. Οὗτος μὲν οὖν εἷς, καὶ πολλοὶ τῷ ἑνὶ συνηνωμένοι· ὁ δὲ πρῶτος εἷς μονο‐ ειδής, ὁ δὲ δεύτερος εἷς πολύχους τε καὶ πολύμορφος, ἢ τρίμορφος, οὔτε | |
15 | διωρισμένος εἰς πολλοὺς θεούς, οὔτε μονοειδὴς ἔτι ὤν, ἀλλ’ ἤδη μὲν εἰς πλῆ‐ θος ἐγειρόμενος, οὔπω δὲ εἰς τοῦτο διακριθείς, ἀλλ’ εἰς τὴν ἑαυτοῦ ἑνότητα συναιρῶν τοὺς πολλούς, οὐδὲ πολλοὺς ἐῶν γενέσθαι, εἶτα ἐπανάγων πρὸς ἑαυτὸν ὡς τρίτος, ἀλλ’ αὐτὸς μόνον εἷς πολὺς γιγνόμενος. Πρέπον καὶ τοῦτο ὡς ἀληθῶς τῇ τε νοητῇ ὁλότητι (ᾗ τρόπον τινὰ τὰ μέρη ἐστὶν οὔπω δια‐ | |
20 | στάντα ἀπ’ αὐτῆς, ὡς καὶ αὖθις ἐροῦμεν·) καὶ μέντοι καὶ τῷ αἰῶνι προσῆκον μάλιστα· περιοχὴ γάρ τινων ὁ αἰών· καὶ δῆλον ὡς ἑαυτοῦ πρὸ τῶν ἄλλων. ᾟ μὲν ἄρα περιέχει, μονοειδής· ᾗ δὲ περιέχεται, μέρη ἔχει καὶ ἔστι πολύς, πλήθους ἐστὶν συναγωγὸς ὁ αἰών. Διὸ καὶ πρὸ τοῦ πλήθους ἐστὶ προσεχῶς· καὶ ἐν αὐτῷ ἄρα πλῆθος, ἀλλ’ οὔπω φανέν· εἷς ἄρα πολὺς καὶ ὁ αἰών, ἐπεὶ | |
25 | καὶ ἐν τοῖς ἑξῆς οἱ θεολόγοι τοὺς πολυμόρφους θέους αἰῶνας καλοῦσι διὰ τήνδε τὴν φύσιν τοῦ πρώτου αἰῶνος. Ἀλλὰ μὴν καὶ ἡ ζωὴ τῇ μὲν στάσει μονοειδής ἐστι, τῇ δὲ κινήσει πολυ‐ ειδής· πᾶσα γὰρ κίνησις πόθεν ποῖ ὁδὸς εἶναι βούλεται· ὁμοῦ ἄρα καὶ ἡ | |
ζωὴ μονὰς πολυμερής. | 33 | |
34 | Πρὸς τοίνυν τὸ τρίτον αὐτὸς μὲν ἀπεκρίνατο τὴν ὁλότητα δεῖν ἐν συντεταγμένοις εἶναι μέρεσιν, ἐν δὲ τῇ ἀκρότητι τῶν νοητῶν ἐξῃρῆσθαι πάντη τὸ ἓν ἀπὸ τοῦ ὄντος· ἔτι δὲ ἐκεῖ μὲν εἶναι μετεχόμενον καὶ μετέχον, οὐ γίγνεσθαι δὲ ἐκ τούτων ὁλότητα· οὐδὲ γὰρ ἐκ τῶν αἰσθητῶν καὶ τῶν νοη‐ | |
5 | τῶν μία ὁλότης, ἐπειδὴ τὰ μὲν μετέχει, τὰ δὲ μετέχεται. Ἔδει δὲ συνιδεῖν ἓν μὲν ὅτι οὐχ οὕτως ἐν τῇ ἀκρότητι τῶν νοητῶν τὸ μετέχον καὶ τὸ μετεχό‐ μενον, ὡς πρῶτον καὶ δεύτερον. Ἀμέλει καὶ τὸ πρῶτον ποιεῖ τοῦ δευτέρου μετέχον· ἀλλ’ ὡς τὸ δεύτερον ἐν τῷ πρώτῳ ὄν, καὶ ὑπ’ ἐκείνου καταπινόμε‐ νον· ἕτερον δὲ ὅτι ὅσῳ μᾶλλον ἐξῄρηται τὸ ἕν, τοσούτῳ μᾶλλον αὐτῷ συν‐ | |
10 | τέτακται τὸ ὄν, ἅτε μείζονι ῥώμῃ τοῦ ἑνὸς κρατούμενον· καὶ αὐτό γε ἐρρωμε‐ νέστερον, εἰς τὸ ἓν ἀναχεόμενον, καὶ τὸ μὲν ὥς τι μένον ἐν τῇ αἰτίᾳ, τὸ δὲ ὡς οὔπω τὸ ὂν προβαλλόμενον ἀφ’ ἑαυτοῦ, καὶ ἔτι ἐκ τρίτων ὡς τὸ πρῶτον ἡνωμένον τῷ ἑνὶ ὂν ὁμοιότατον καὶ ἓν μᾶλλον ἢ ἡνωμένον εἶναι βουλόμενον, ἅτε οὐδὲ ἐξ ὄντων τινῶν, ἀλλ’ ἐξ ἑνάδων συμπαγὲς ἓν εἶδος οἷον γενόμενον, | |
15 | τῶν δὲ ἐφεξῆς, ἀεὶ τὰ στοιχεῖα ὄντα ἤδη καὶ συνθετώτερα. Διὰ τοιᾶσδε μὲν αἰτίας ἐν τῇ πρώτῃ τάξει τὸ ἓν ἐφαίνετο μόνον· τὸ δὲ ὂν συνεκρύπτετο, καὶ ἓν μόνον ἕνωσις ἀμερής. Διὰ δὴ τοῦτο οὔπω ἐκεῖ τὸ ὅλον, ὅτι μηδὲ μέρη, καὶ ὅτι τὸ ὅλον διαστηματική ἐστιν ἕνωσις, καὶ ὅτι τὸ μὲν πρῶτον οὔπω ἐκύει μέρη, ὅ ἐστιν γεννήματα, τὸ δὲ δεύτερον ἐκύει. Ἡ δὲ ὁλότης ἡ νοητὴ | |
20 | κύησις ἦν τῶν νοητῶν γεννημάτων, ὥσπερ τὸ ἄπειρον πλῆθος αὐτὸς ὁ τόκος. Ὡς οὖν ἡ μὲν ἀκρότης ἀδιάκριτος, ἡ δὲ μεσότης διακρινομένη, ἡ δὲ ἀποπερά‐ τωσις διακεκριμένη, κατὰ δὲ τὸ ἓν ὂν ἑκάστη, διὰ τοῦτο καὶ ἡ μὲν πλῆθος ἄπειρον ἐγίγνετο, ἡ δὲ ὅλον καὶ μέρη, ἡ δὲ μονοειδὴς ἕνωσις. Μέση γὰρ τῆς τε μονοειδοῦς ἑνώσεως καὶ τῆς ἀπείρου πληθύος ἡ ὁλότης συντελοῦσα ἐν | |
25 | ἑαυτῇ, καὶ οὔπω ἔξω γεννήσασα τὰ οἰκεῖα μέρη· ἐπεὶ καὶ ὅτι διίσταται πρὸς τὸ ἕν, πρὸς τὸ ὄν. Καὶ διὰ τοῦτο ἐν μιᾷ συντάξει ἑκάτερον, καὶ διὰ τοῦτο μέρη· ἀλλ’ ἐπὶ τῶν ὅλων μενόντων, τὰ μέρη πρόεισιν· πάλιν ὁλότης ἦν καθ’ ὅσον οὔπω διέστη, τουτέστιν ἀπέστη τῆς γεννώσης ὁλότητος. Ἐπειδὴ δὲ οὐδὲ ἀπ’ ἀλ‐ λήλων πάνυ τι διέστη, διὰ τοῦτο καὶ τὰ μέρη ἡ ὁλότης αὐτή ἐστι μᾶλλον ἢ | |
30 | ἅπερ λέγεται αὐτὰ τὰ μέρη. | 34 |
35 | Ἀμέλει καὶ πρὸς τὸ τέταρτον ἐροῦμεν, κατὰ τὸ συνεχές, ὅτι διὰ τοῦτο οὐχὶ καὶ τῶν μερῶν ἑκάτερον ὅλον ἦν, ὅτι οὔπω οὐδὲ ἑκάτερον, ἀλλὰ τὸ συναμφότερον μᾶλλον, καὶ μᾶλλον ὁλότης ἢ μέρος ἑκάτερον, ὥστε ταύτῃ γε ὅλον ἑκάτερον ἢ οὔπω δύο μέρη, ἀλλ’ ἔτι τὸ ὅλον μεριζόμενον εἰς μέρη. | |
5 | Ἔτι δὲ τὸ ὅλον ἐσόμενον ἀποστῆναι ὀφείλει τῆς ὡς μέρους ὁλότητος, εἰ μέλλοι φαίνεσθαι ὅλον, καὶ οὐ μέρος. Τὰ δὲ πρῶτα μέρη οὐδέπω ἐγεννήθη, οὐδὲ ἀπέστη τῆς οἰκείας ὁλότητος. Μέρη ἄρα μόνον ἐστίν. Ἔτι δὲ ἐκ τρίτων καὶ κρεῖττόν ἐστι τοῖς μέρεσι τοῦ ὅλου εἶναι μᾶλλον ἢ ἑαυτῶν. Κρεῖττον ἄρα αὐτοῖς μέρεσιν εἶναι ἢ ὅλοις· κατὰ τὸ κρεῖττον ἄρα τὰ πρῶτα τῶν μερῶν | |
10 | οὐκ ἔστι καὶ ὅλα, ἀλλὰ μέρη μόνον, ὥσπερ ἐν τοῖς ἐσχάτοις μέρη μόνον ἐστὶ καὶ οὐχ ὅλα κατὰ τὸ χεῖρον. Διόπερ ἀποστάντα καὶ ὁπωσοῦν τῆς ὁλότητος ὅλον ἑκάτερον ἐν τῇ τρίτῃ διακοσμήσει· καὶ μὴν τέταρτον ἀεὶ τὸ πρῶτον, καθαρόν ἐστι καὶ ἀμιγὲς πρὸς ἕτερον. Ὡς οὖν τὸ πρῶτον ὅλον μόνον ὅλον ἐστὶ καὶ οὐ μέρος, οὕτω καὶ τὰ μέρη μόνον μέρη ἐστίν, ἀλλ’ οὐχὶ καὶ ὅλα. | |
15 | Ἔτι οὖν πέμπτον ῥητέον ὅπου κρατεῖ μάλιστα ἡ ὁλότης, ἐνταῦθα τὰ μέρη κρατεῖται μάλιστα· κρατούμενα δὲ ἀναχεῖται εἰς τὸ ὅλον· ὥστε καὶ εἰς ἄλληλα συναιρεῖται· ὥστε οὐκ ἂν ἔχοι διωρισμένας ὁλότητας. Ἔτι ὥσπερ τὸ ἓν ὄν, ὡς ἀδιάκριτον καὶ μένον οὐδὲ προϊέναι ἐπιχειροῦν, οὔτε ὅλον ἦν, οὔτε μέρη, ἀλλ’ ἓν ὂν μόνον, οὕτω καὶ τὸ ὅλον καὶ μέρη συμπέφυκεν κατὰ μίαν ἕνωσιν | |
20 | νοητὴν, καὶ οὐδὲν ἄλλο βούλεται εἶναι ἢ μόνον ὅλον καὶ μέρη, ὡς ἐκεῖνο ἓν ὄν. Τὸ δὲ τρίτον, ἤδη θέλει καὶ μέρος ἑκάτερον ὅλον εἶναι, καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον. Πῶς οὖν ἡ πρώτη ὁλότης οὐ τίκτει ὁλότητας ἐν ἑαυτῇ πρὸ τῶν ἔξω; ἢ ὅτι οὐκ ἔστι διωρισμένων γεννητική, αἱ δὲ πολλαὶ ὁλότητες ἐν δι‐ ορισμῷ. Ἀλλ’ ἐπεὶ κρεῖττον τὸ ἀδιόριστον, διὰ τοῦτο μέρη αἱ ὁλότητες καὶ | |
25 | τὰ μέρη, ὥστε κρυφίως καὶ τὰ μέρη ὁλότητες καὶ τὰ μέρη· νοητὰ ἄρα· ὅλως δὲ οὐκ ἀντιδιῄρηται πρὸς ἄλληλα, ἀλλὰ συμπεφυκότα ἀλλήλοις, οὕτω μέρη ἐστίν. Νοητὴ ἄρα αὐτῶν ἡ ὑπόστασις. Ἔτι δὲ τὰ μέρη τὸ ὅλον ἐστίν, ὡς εἴρηται· τὸ γὰρ δεύτερον ἓν ὂν καὶ τὰ μέρη ἐστίν, καθ’ ὅσον γεννήματα, καὶ τὸ ὅλον, καθ’ ὅσον τὸ γεννῶν· καὶ τὸ συναμφότερον, καθ’ ὅσον ἐν τῷ γεννῶντι τὰ | |
30 | κυούμενα· ἐπεὶ καὶ εἰ μήπω κεχώρισται, ἀλλ’ ὅμως καὶ τὸ ἓν ἅμα καὶ ὄν, καὶ τὸ | |
ὂν ἅμα καὶ ἕν. Τεκμήριον δὲ μέγιστον, ὅτι οὕτως ἐτέχθη, οὕτως ἄρα καὶ ἐκύει. | 35 | |
36 | Τὸ πέμπτον δὴ οὖν ἐπὶ τούτοις, ἀποκρινούμεθα πρὸς τὸ πέμπτον, ὅτι καθάπερ ἡ τοῦ ὄντος ἰδιότης ἀπὸ τοῦ ἑνός, ἀλλ’ ὅμως ἐκράτει ἡ τοῦ ἑνός, καὶ διὰ τοῦτο οὐ διωρίζετο πρὸς τὸ ἓν τὸ ὄν, ἀλλὰ συνεπτύσσετο αὐτῷ, οὕτω καὶ εἰ ἀπὸ τοῦ ἑνὸς ἡ ὁλότης καὶ τὰ μέρη πρόεισιν εἰς τὸ ὄν, ἀλλὰ συνέπτυκται | |
5 | τὸ ὂν τῷ ἑνί. Καὶ τὸ δεύτερον γὰρ ἓν ὄν, ὅπου γε καὶ τὸ τρίτον. Οὐ διορίζεται οὖν ἡ ὁλότης ἡ τοῦ ἑνὸς πρὸς τὴν τοῦ ὄντος, ἀλλὰ συμπτύσσονται εἰς μίαν νοητὴν κατὰ τὸ ἓν ὂν ὁλότητα, καὶ μέρη ὁμοίως. Διὰ τοῦτο γὰρ καὶ νοητὴ ἡ ὁλότης, καὶ τὰ μέρη νοητά, ὅτι κατὰ τὸ ἓν ὄν. Οὐκ ἔστιν οὖν ἐκεῖ χωρίσαι τὸ ἀφ’ οὗ καὶ εἰς ὃ ἥκει ἡ ἰδιότης, ὥσπερ ἐν τοῖς νοεροῖς· τοῦτο γὰρ αὐτὸς ὁ | |
10 | Παρμενίδης ἐν τῇ ἀκρότητι παραδώσει γιγνόμενον τῶν νοητῶν καὶ νοε‐ ρῶν. Ἐκεῖ ἄρα μία ἡ ὁλότης ἀδιόριστος τοῦ ἑνός, καὶ τὰ μέρη ὁμοίως. Καὶ γὰρ τὸ ἓν ὂν οὐκ ἄλλο πρῶτον καὶ δεύτερον, οὐδὲ τὸ ἄπειρον πλῆθος. Ἄλλο μὲν τὸ ἑνιαῖον, ἄλλο δὲ τὸ οὐσιῶδες· ἀλλὰ τοῦ ἑνὸς ὄντος ὁμοῦ καὶ τὸ πλῆθος· ὡς οὖν οἱ θεοὶ καίτοι τριάδας νοητὰς παραδόντες, ὅμως εἰς μονάδας, οὕτω καὶ | |
15 | ὁ Πλάτων τὴν καθ’ ἕνωσιν πρεσβεύει τοῦ νοητοῦ πρόοδον. Ὅπου δὲ οἱ θεοὶ διαρρήδην χωρίζουσι τὰς τριάδας, ἐνταῦθα καὶ ἐνταῦθα ὁ Πλάτων τὸν τριττὸν ἡμῖν παραδέδωκεν ἀριθμὸν ἀντιδιῃρημένον. | |
17 | Τί οὖν πρὸς τὸ ἕκτον ἐροῦμεν; πῶς διαστησόμεθα τὴν δευτέραν τριάδα τῶν νοητῶν; ἆρα εἰς τὸ πέρας καὶ τὸ ἄπειρον καὶ τὸ μικτὸν τοῦ αἰῶνος, | |
20 | ὥς φησιν αὐτός; εἶναι γὰρ τὸν αἰῶνα τὴν δευτέραν τριάδα, εἰς τὸ τρίτον εἶναι τὴν ζωήν, καὶ ἴσως βούλεται λέγειν τὴν ὁλότητα δύναμιν, πατέρα δὲ τὸν αἰῶνα, ἤ, ὡς πάλιν αὐτός, τὸν μὲν πατέρα, τὴν πρὸ μερῶν ὁλότητα, τὴν δὲ δύναμιν, τὴν ἐκ μερῶν, τὸν δὲ πατρικὸν νοῦν, τὴν ἐν τῷ μέρει, ἢ ὡς μᾶλλον ἂν καὶ αὐτὸς ἀξιώσειέν τε καὶ ἠξίωσεν ἔν τε τούτοις αὐτοῖς, καὶ ἐν τῇ πλατο‐ | |
25 | νικῇ θεολογίᾳ, λέγων ὁλότητα μὲν εἶναι τὴν σύμπασαν τριάδα, ὥσπερ μονάδα, μέρη δὲ τῆς μονάδος τὴν τριάδα, τὸ ἔν, τὸ ὄν, τὴν σχέσιν ἀμφοῖν· εἶναι γὰρ δὴ πάντως ἐκ τριῶν τὸ ὅλον, ἢ πρὸς μὲν τοῦτο λεκτέον, ἓν μὲν ὅτι κἂν δύο ᾖ τὰ μέρη, τό γε ἐκ μερῶν, ὅλον πάντως ἐστίν· ἕτερον δὲ ὅτι | |
τὸν πατέρα ἐν μέρει ποιεῖν οὐχ οἷόντε οὐδὲ τὸ ἕν. Ἡ γὰρ τοῦ ἑνὸς πατρικὴ | 36 | |
37 | ἕνωσις, ἀναστείλασα πρὸς ἑαυτὴν τὸ ὅν, ἄνω μὲν ἦν ἕνωσις. Ἐν δὲ τῇ δευτέρᾳ τάξει ὁλότης ἐγίγνετο· διὰ τὴν ἐφ’ ὅσον ποτὲ διαστολὴν τοῦ ἀνεσταλμένου πρὸς τὸ ἓν ὄντος. Καὶ ἡ ὅλωσις ἄρα ὥσπερ ἡ γνῶσις τοῦ πατρός ἐστι περι‐ σχόντος τὸ ὄν· ὅλωσις δέ, ὅτι οὐ πάντη αὐτὸ περίεσχεν. Ἔτι δὲ τὸ τρίτον | |
5 | ἡ ἀκρατία τὸ ἓν καὶ τὸ ὄν, καὶ ἡ συναγωγὸς ἀμφοῖν δύναμις, ἡ κρύφιος ἑτε‐ ρότης· ὥστε καὶ ἐνταῦθα τὸ μὲν ἓν ὁ πατήρ, τὸ δὲ ὂν ὁ πατρικὸς νοῦς. Ἡ δὲ ἐπὶ μᾶλλον ταῦτα διακρίνασα καὶ ὁπωσοῦν ἑτερότης ἡ πατρικὴ δύναμις ἔστω, ὥσπερ καὶ αὐτὸς τίθησιν. Ἡ δὲ ὁλότης, οὐχὶ ταὐτὸν σύνθεσις, οὐδὲ μέρη τὰ συντιθέμενα. Γεννήματα γὰρ εἶναι βούλεται τὰ μέρη τῆς οἰκείας ὁλότητος. | |
10 | Πῶς οὖν ἄλλου τινὸς γέννημα ὁ πατήρ; πῶς δὲ ἡ δύναμις ἄλλου τινὸς ἢ τοῦ πατρός; πῶς δὲ ὁ πατρικὸς νοῦς, οὐκ ἀμφοῖν τούτοιν ἔκγονος, ἄλλου δὲ οὐδ‐ ενός; Τί δὲ καὶ τὸ συνδέον τὴν σύνθεσιν, εἰ μέρος τι αὐτῆς ὁ πατήρ; Ἀλλὰ μὴν πρὸς τὴν δευτέραν διάταξιν τῆς τριάδος καὶ ῥῄδιον ἀντειπεῖν, πρῶτον μὲν ὅτι ὁλότητας ποιοῦμεν τρεῖς· τὴν δὲ ἁπλῶς ὁλότητα οὐ προτίθε‐ | |
15 | μεν· ἕτερον δὲ ὅτι οὐδὲ ἐπὶ ταύτης ὁ πατὴρ ἐξάρχει τῆς ἰδιότητος. Ἀλλ’ ἑκάστη μονάς, ἰδίας τινός· τρίτον δὲ ὅτι καὶ διασπᾷ τὴν νοητὴν μονάδα τοῦ Πλάτω‐ νος, ἣν ὑποτίθεται, συμπτύξας τὸ ὂν πρὸς τὸ ἕν. Ἀλλὰ δὲ πρὸς τὴν πρώτην ὑπόθεσιν, ἣν οὐδὲ αὐτὸς πάνυ τι ὑποτίθεται, λέγωμεν ὡς οὔτε ἐκ τοῦ Παρμενίδου εἴληπται ἡ τριάς, ἀλλὰ συμμιγής | |
20 | ἐστιν ἔκ τε τῶν ἐν Φιλήβῳ καὶ Τιμαίῳ ῥηθέντων, οὔτε ἐπειδὴ πέρας καὶ ἄπειρον καὶ μικτὸν ὁ αἰών, διὰ τοῦτο ἤδη τριάς, πατήρ, καὶ δύναμις, καὶ νοῦς πατρικός· ἐπεὶ καὶ ὁ πατρικὸς νοῦς αὐτὸς εἴη ἂν οὕτω τριάς, ὅτι καὶ αὐτὸς πέρας ἔχει, καὶ ἄπειρον, καὶ ἔστι μικτός· ὅλος δὲ ὁ αἰὼν οὐκ ἔστιν ἡ ὅλη νοητὴ δευτέρα διακόσμησις, ὡς καὶ αὐτῷ δοκεῖ πολλαχοῦ, καὶ ἡμῖν ἀπο‐ | |
25 | δέδεικται πρότερον. Μήποτε οὖν ὁ μὲν πατὴρ ὅλος, ὁ δὲ πατρικὸς νοῦς τὰ μέρη, ἡ δὲ τοῦ ὅλου πρὸς τὰ μέρη σχέσις, ἤτοι κρύφιος ἑτερότης, ἡ πατρικὴ δύναμις. Ὡς γὰρ ἐκεῖ τὸ ἓν ὂν ἡ τριάς, καὶ ὡς ἐν τῷ τρίτῳ τὸ ὅλον καὶ ἄπειρον πλῆθος, μετὰ τῆς μέσης δυάδος, ὡς καὶ αὐτὸς ἐρεῖ, οὕτω καὶ ἐνταῦθα ὅλον καὶ μέρη μετὰ τῆς ἑτεροποιοῦ μεσότητος, ἡ τριὰς ἔστω ἡμῖν. Ἀλλ’ οὕτω γε | |
30 | οὐ τὸ ὂν μέρη ποιοῦν τι, ἀλλὰ καὶ τὸ ἕν· οὔτε μονοειδὲς ὑποθησόμεθα τὸ ὄν, | |
ἀλλὰ δύο μέρη τοὐλάχιστον. Ἔσται ἄρα καὶ τὸ ὂν ὅλον, εἴπερ μέρη, καὶ τὸ | 37 | |
38 | ἕν, μέρη, εἴπερ ὅλον. Ἔτι δὲ διασπῶμεν τὴν νοητὴν ἕνωσιν, ἀλλαχοῦ μὲν τὰ μέρη ποιοῦντες, ἀλλαχοῦ δὲ τὸ ὅλον. Μήποτε οὖν κράτιστόν ἐστιν, ὥσπερ ἡ πρώτη τριὰς ἦν τὸ ἕν, καὶ τὸ ὄν, καὶ ἡ μεσότης, ἀλλ’ ἓν τὰ τρία κατὰ τὴν νοητὴν σύμπτυξιν, οὕτω καὶ ἐπὶ τῆς δευτέρας, ὅλον καὶ μέρη, τό τε ἓν καὶ ἡ | |
5 | μεσότης, καὶ τὸ ὄν, ἀλλ’ οὐ τρεῖς ὁλότητες, οὐδὲ τρεῖς μερισμοί, ἀλλ’ εἷς καὶ μία κατὰ τὴν σύμπτυξιν τῶν τριῶν εἰς ἕν· ὅλον ἄρα καὶ μέρη πᾶσα ἡ τριάς, ὡς ἐκεῖ πᾶσα μονάς, ὡς ἐν τῇ τρίτῃ διακοσμήσει, πλῆθος ἄπειρον γιγνόμε‐ νον ἡ ὅλη. | |
8 | Τὸ τοίνυν ἕβδομον, διὰ τοῦτο ἡ μὲν πρώτη τῶν τριάδων μονάς, ἡ δὲ | |
10 | δευτέρα αὐτή, δυάς· ὅλον γὰρ καὶ μέρη οὐ διαστάντα τοῦ ὅλου· ἡ δὲ τρίτη τριάς, ἐπειδὴ ἐγεννήθη δυὰς μερῶν ἀπὸ τῆς ὁλότητος, καὶ ὑπέστη μετὰ τὴν μονάδα ἡ δυάς. Ἐνταῦθα δὲ ἔτι ἐν τῇ μονάδι ἡ δυάς, ὅθεν πῶς μὲν μονάς, πῶς δὲ δυάς, καὶ ταύτῃ δυάς, ὅτι πῶς μὲν τοδί, πῶς δὲ αὖ τοδί· καὶ ἔτι ἐκ τρίτων, ὅτι δια‐ κρίνεται· καὶ οὔτε ἀδιάκριτον ἔτι, οὔτε πω διακεκριμένον· ὁμοῦ ἄρα τὸ διακρι‐ | |
15 | νόμενον καὶ ἀδιάκριτον οὐκ ἀδιάκριτον· δυὰς ἄρα κατὰ τὸ συναμφότερον. Ἔτι δὲ καὶ ὁ αἰὼν δυάς, καὶ ἡ ζωή, καὶ τὸ ὅλον, καὶ μέρη. Πανταχῆ ἄρα δυάς, ἐκεῖ καὶ εἰ τριὰς ταῦτα εἶναι δοκεῖ, ἀλλ’ ἐκεῖ τὰ αὐτά πως καὶ οὐ τὰ αὐτά· καὶ ταύτῃ ἄρα δυάς· ἐν μὲν γὰρ τῷ τρίτῳ, τρία ἤδη ταὐτά, ἐν δὲ τῷ τρίτῳ, ἓν μόνον τὰ τρία, ἐν δὲ τῷ μέσῳ, καὶ ἓν καὶ οὐχ ἕν. Πρὸς τοίνυν τούτοις, ἡ μὲν πρώτη | |
20 | τριὰς πατρική ἐστιν ὅλη· ἡ δὲ τριὰς κατὰ τὸν νοῦν ὑπέστη τὸν πατρικόν· ἡ δὲ μέση κατὰ τὴν δύναμιν· δυὰς δὲ ἀόριστος καὶ ἄπειρος ἡ δύναμις. Εἰ δὲ ἔστι τὸ ὅλον καὶ τὰ μέρη δύο, ἀλλὰ τὰ δύο μέρη τὸ ὅλον ἐστίν, ἅτε οὔπω γεν‐ νηθέντα, ἀλλ’ ἔτι ὄντα τὸ ὄλον, καὶ μᾶλλον ἓν τὰ δύο, ὅτι μᾶλλον οὐ διέστη, ἢ διέστη τὸ ἓν καὶ τὸ ὂν ἀπ’ ἀλλήλων. | |
24 | ||
25 | Ἀλλὰ πρὸς τούτοις, τί πρὸς τὸ ὄγδοον ἐροῦμεν; ἆρα ὅ φησιν ὅτι πρεσβυτέρα τῆς ὁμοιομεροῦς ἡ ἀνομοιομερής, ἀλλὰ πολλαχῆ, τοῦτο ἄτοπον λέγειν, πρῶτον μὲν ὅτι οὐκ ἀληθέσι κέχρηται παραδείγμασιν· ὁ γὰρ νοῦς οὐκ ἀνομοιομερῆ ἔχει τὰ εἴδη· ἕκαστον γὰρ νοῦς ἐστι, καὶ ὅμοιος τῷ ὅλῳ νοῦς· | |
καὶ γὰρ τὸ αὐτοζῷον τινὰ ζῷα περιείληφεν, καὶ ὁ κόσμος οὗτος κόσμους | 38 | |
39 | τινὰς μερικούς· δεύτερον δὲ ὅτι καὶ ὁ λόγος ἀπάγει τὸ ὅμοιον πρὸ τοῦ ἀν‐ ομοίου γεννᾶσθαι· ἐκ δὲ αὖ τρίτων οὐδαμοῦ χωρὶς τοῦ ἑνός ἐστι τὸ ὂν ἐν τοῖς νοητοῖς· ἀμέλει καὶ ἐν τῇ τρίτῃ τάξει τὸ μέρος ἕκαστον ἓν ὂν ἦν· πολλῷ ἄρα μειζόνως, ἐν τῇ πρὸ αὐτῆς τὰ μέρη οὕτω νοητέα, ὡς ἓν καὶ εὐθὺς ὄν, καὶ ὡς | |
5 | ὂν καὶ εὐθὺς ἕν. Εἰ δὲ ἓν καὶ ὂν λέγεται τὰ μέρη, οὐδὲν θαυμαστόν· καὶ ὅτι οὔπω προῆλθεν, οὐδὲ ἀπετμήθη τῆς ὁλότητος· ὡς οὖν πρὸς αὐτὴν καὶ ἐν αὐτῇ, ἓν καὶ ὄν· ὡς γὰρ ὅλον· ἑκάτερον ἔμελλεν εἶναι ἓν ὄν· νῦν δέ, οὔπω ὅλον· ἓν ἄρα καὶ ὂν συνόντα ἀλλήλοις, καὶ μετ’ ἀλλήλων τὸ εἶναι ἔχοντα. Ἔπειτα καὶ ἐν τῇ τρίτῃ κατ’ ἐπικράτειαν τὸ μέρος ἀπὸ τοῦ ὅλου πρόῃ, τὸ μὲν κατὰ τὸ ἓν | |
10 | μᾶλλον ἢ καὶ ἓν ὄν, τὸ δὲ κατὰ τὸ ὄν, ἢ καὶ ὂν ἕν. Ἐν δὲ τῇ δευτέρᾳ ὠνόμασται μὲν κατὰ τὴν ἐπικράτειαν, σύνεστι δὲ μᾶλλον ἀλλήλοις, ἢ ἐν τῇ τρίτῃ, καὶ συνουσίωται, ἅτε μηδὲ τῆς ἐπικρατείας πάνυ τι φανείσης, ἀλλ’ ἔτι ἐν ἰσομοι‐ ρίᾳ ἓν ὂν ἑκάτερον θεωρούμενον καὶ ὄν. Ἔτι δὲ εἰ οὐ διέστη μᾶλλον ἢ διέστη τὸ ἓν καὶ τὸ ὄν, ὅμοια μᾶλλον ἢ ἀνόμοια. Ὁμοῦ ἄρα καὶ ὁμοιομερὴς ἡ ὁλότης | |
15 | καὶ ἀνομοιομερής· καὶ τί θαυμαστὸν εἰ οὕτως ἡ πρώτη ὁλότης; ἐν δὲ τοῖς ἀσωμάτοις καὶ χωριστοῖς πᾶσα ὁλότης καὶ ὁμοιομερής, ἐπεὶ καὶ τῆς ψυχῆς τὰ μόρια ὅμοιά τε καὶ ἀνόμοια, καὶ τοῦ νοῦ ἔτι μειζόνως καὶ μάλιστα τοῦ νοητοῦ· πλὴν ὅτι ἐνταῦθα μὲν ὁμοιομερὴς μᾶλλον ἢ ἀνομοιομερής, ἐν δὲ τῷ νῷ, ἐπίσης. Ἐν δέ γε τῇ πρώτῃ ὁλότητι οὐδὲ ἀφώρισται τὸ κατὰ ἄλλο καὶ | |
20 | ἄλλο· οὐδὲ διττὴ ἡ ὁλότης ἐμφέρεται, ἡ μὲν κατὰ τὸ ὅμοιον, ἡ δὲ κατὰ τὸ ἀνόμοιον· ὁμοῦ γὰρ τὸ ὅμοιον καὶ ἀνόμοιον ἐν τῷ διακρινομένῳ ἔτι, καὶ οὔπω διακεκριμένῳ. Ἐν γοῦν 〈τῇ〉 τρίτῃ τάξει τῶν νοητῶν, κατὰ μὲν τὸ ὅλον ἑκάτερον ὅμοια τὰ μέρη, κατὰ δὲ τὴν ἐπικλίνουσαν πρὸς τὸ ἕτερον ἐπικράτειαν, ἀνόμοια. Καὶ | |
25 | τί πολλὰ λέγω; ἔδει γὰρ τὴν ἁπλῶς ὁλότητα μὴ κεκρατῆσθαί τινος ὁλότητος ἰδιότητι· τοιγαροῦν οὔσης καὶ πρὸ μερῶν ὁλότητος, καὶ ἐκ μερῶν, καὶ ἐν τῷ μέρει, πᾶσαι ὁμοῦ ἐν τῷ νοητῷ· καθόσον μὲν γὰρ καὶ τὸ μέρος, ἐκεῖ ἓν ὄν, καὶ ὂν ἕν, ὡς εἴρηται, εἴη ἂν ἡ ἐν μέρει ὁλότης· καθόσον δὲ ταῦτα οὐ διεκρίθη, οὐδὲ κατ’ ἐπικράτειαν, ἀλλ’ αὐτά ἐστιν ἡ ὁλότης ὠδίνουσα μέντοι αὐτά, κατὰ | |
30 | τοσοῦτον ἐκ μερῶν ἐστιν· τὸ γὰρ ἓν ὂν μετά τινος διακρίσεως ἡ ὁλότης, καὶ | |
τὰ μέρη· ᾗ μὲν οὔπω ὁλότης, ᾗ δὲ ἤρξατο διίστασθαι μέρη. Καθόσον δὲ καὶ | 39 | |
40 | τὴν ὑπόφασιν τῶν μερῶν, κατὰ γέννησιν ὁρῶμέν τινα καὶ κύησιν ᾗ γεννᾷ τὰ μέρη, ἤτοι ὠδίνει, πρὸ μερῶν ὁλότης ἐστίν. Πάλιν δὲ κατὰ ἄλλον τρόπον διαφορᾶς ὁλοτήτων, ἡ μέν ἐστιν ἑνιαία, ἡ δὲ οὐσιώδης, ἐκείνη δὲ συναμφό‐ τερος ἅτε κατὰ τὸ ἓν ὂν ἑστῶσα νοητῶς. Καὶ μὴν κατὰ τετάρτην διαφοράν, | |
5 | ἡ μὲν διωρισμένων ἐστὶν ὁλότης, ἡ δὲ συνεχῶν· ἡ δὲ νοητὴ ὁλότης, ὁμοῦ δι‐ ωρισμένη καὶ συνεχής, κατὰ μὲν τὴν ὁπωσοῦν διάκρισιν διωρισμένη· τὸ γὰρ ἕν, καὶ τὸ ὄν, καὶ τὸ γεννῶν, καὶ τὰ γεννώμενα διορίζεταί πως τῇ κρυφίῳ ἑτερότητι ἀνεμφάτως· κατὰ δὲ τὴν ἐπικρατοῦσαν νοητὴν ἕνωσιν, συνεχῆ ἐστιν τὰ μέρη πρός τε ἄλληλα καὶ τὸ ὅλον· ὅπου δ’ ἀτεχνῶς ἡ ἑτερότης | |
10 | ἐκφαίνεται, ἐνταῦθα καὶ τὸ διωρισμένον λαμπρὸν ὑφίσταται. Κατὰ δὴ οὖν πέμπτον ὁλοτήτων τύπον, ἡ μέν ἐστιν ὁλότης ἐκ μερῶν, ἡ δὲ ὁλότης ἐξ ὅλων, ἐκείνη δὲ ἐξ ἀμφοῖν· ᾗ μὲν γὰρ ἑκάτερον μόριον ἓν ὂν καὶ ὂν ἕν, ταύτῃ ἐξ ὅλων· ᾗ δὲ οὐ διέστη τὸ ἓν ὂν καὶ τὸ ὂν ἕν, ὡς ἐν τῇ τρίτῃ τάξει, ἀλλ’ ἕν τι συγκεκράτηται ὑπ’ ἀλλήλων, καὶ φαίνεται μόνον αὐτῶν, τὸ | |
15 | ἓν καὶ τὸ ὂν κατὰ τὴν ὁπωσοῦν χαλάσασαν ἕνωσιν τὴν πρὸς ἄλληλα, κατὰ δὲ τοῦτο ἐκ μερῶν ἐστιν· καὶ δοκεῖ μᾶλλον αὕτη προβεβλῆσθαι τῆς ἐξ ὅλων, ὅτι καὶ κρείττων, καὶ ἐπιπλέον διήκει δι’ ἐκείνης· καὶ ἔτι ἐκ τρίτων μέση ἕστηκεν τῆς τε μονοειδοῦς ἑνώσεως τῆς πρώτης τριάδος, καὶ τῆς διακοσμή‐ σεως· αὕτη μὲν γὰρ μετὰ τὴν διάστασιν προὐβάλετο, ἡ δὲ μέση μόνον διέστη‐ | |
20 | σεν, μᾶλλον δέ, ἔτι διίστησιν· διαστὰν δὲ τὸ μέρος ὅλον ἐγένετο εὐθύς· ἐν δὲ τῷ διίστασθαι ἔτι, οὔπω ἡ πρὸς τὸ ὅλον ἐπιστροφὴ καὶ ὁμοίωσις ἑκατέρου μέρους· τοιοῦτον μέντοι τὸ διιστάμενον, οἷον διιστὰν εἶναι, καὶ ὅλον εὐθύς. Ταύτῃ οὖν καὶ ἐξ ὅλων, εἰ καὶ προβέβληται μᾶλλον ἢ ἐκ μερῶν, ὡς αἰτία τῆς ἐξ ὅλων. | |
25 | Ἀλλὰ δὴ κατὰ ἕκτην διαίρεσιν ὁλοτήτων, ἡ μέν ἐστι κατὰ τὸ πρότερον καὶ ὕστερον οἵα ἡ τοῦ αἰῶνος, ἡ δὲ κατὰ τὸ κινούμενον καὶ ἑστώς, οἵα ἡ τῆς ζωῆς, ἡ δὲ κατὰ τὸ ταὐτὸν καὶ θάτερον, οἵα ἡ τοῦ νοῦ. Ἐκείνη ἄρα πασῶν ἐστι μονὰς ὁλοτήτων· πᾶσαι γὰρ καὶ αὗται ἐν αὐτῇ πεφῄνασι συνῃρημέναι ἀδι‐ ορίστως. Ἐν μὲν τοίνυν τῇ τρίτῃ διακοσμήσει τῶν νοητῶν αὗται αἱ πολλαὶ | |
30 | ὁλότητες ἔνεισι διακεκριμέναι πως ἀπ’ ἀλλήλων· κατὰ γὰρ ἄλλο καὶ ἄλλο ἑκάστη· ἐν δὲ τῇ δευτέρᾳ πᾶσαι κατὰ τὴν μίαν ἑστᾶσιν ἀδιορίστως· καὶ ἡ | |
μία πᾶσαί εἰσιν, ὅτι πρὸ πασῶν ἡ ἁπλῶς ὁλότης. | 40 | |
41 | Καὶ μήποτε κατὰ ἄλλον ἕβδομον τρόπον, ἡ μέν ἐστιν ἐκ στοιχείων ὁλότης, ἡ δὲ ἐκ μερῶν· διαφέρει δὲ ὅτι ἡ μὲν διωρισμένα ἔχει τὰ μέρη, ἡ δὲ συν‐ εφθαρμένα, ὡς λόγῳ φάναι, τὰ στοιχεῖα, καθὸ καὶ τὸ ὂν αὐτὸ ὅλον εἶναι δοκεῖ ὡς ἐκ στοιχείων. Μήποτε οὖν τὸ μὲν ὂν ἐκ στοιχείων ἐστὶν ἕν· ὅτι πάντη | |
5 | τῷ ἑνὶ κεκράτηται τὰ στοιχεῖα, ἤδη τε διίσταταί πως, καὶ ἤδη οὐσίαι τινές, ἀλλ’ οὐχ ἑνάδες. Βούλεται γὰρ τὰ μέρη καὶ διωρίσθαι πως, καὶ τῷ ὅλῳ ὁμο‐ ούσια εἶναι. Διὸ καὶ τῶν οὐσιῶν τὰ μέρη οὐσίαι λέγεται. Ὡς οὖν τὰ ἐν τῇ δευτέρᾳ μετὰ τὴν οὐσίαν ὄντα στοιχεῖα, οὕτως ὡς ἐκεῖθεν οὐσίαι· οἷον κίνησις καὶ στάσις, ἄνω μὲν ἑνάδες· διόπερ ἀφανεῖς· ἐν δὲ τῇ ζωῇ μονάδες οὐσιώδεις· | |
10 | καὶ ταύτῃ οὖν μέρη ἢ ὁμοούσιοι· καθὸ δὲ συνέφθαρται, κατὰ τοῦτο στοιχεῖα καὶ ἡ ὁλότης ὡς ἐκ στοιχείων. Πῶς οὖν, φαίη τις ἄν, οὐχὶ καὶ τῆς ὁλότητος τὰ μέρη ὁλότητες, ὡς τῆς οὐσίας οὐσίαι; ἢ ὅτι ἡ ὁλότης πρὸς μέρη λέγεται, ἀλλ’ οὐ πρὸς ὁλότητας. Ἀλλ’ ἔδει τὰ μέρη καὶ ὅλα εἶναι τὰ τῆς ὁλότητος· καὶ γάρ ἐστι καὶ ὅλα, ὡς εἴρηται πρότερον, ἅτε οὐδὲ ἀποστάντα τοῦ ὅλου, | |
15 | καὶ ὁλότης μᾶλλον τὸ συναμφότερον ἢ ὅλον ἑκάτερον· κρεῖττον δὲ ἡ τοῦ συν‐ αμφοτέρου χωρίς· ὥστε καὶ τὰ μέρη ὁλότητες τῆς πρώτης ὁλότητος· αὕτη γάρ ἐστι τὰ μέρη αὐτῆς, ὅτι οὔπω διέστη τὰ μέρη ἀπ’ αὐτῆς, ὡς εἴρηται. | |
17 | Ἔνατον ἐπὶ τούτοις ἐζητεῖτο πῶς ἐκ δυεῖν μορίων τὸ ὅλον ἐν τοῖς νοη‐ τοῖς, καίτοι προϊὼν αὐτὸς ὁ Παρμενίδης, τὸ ὅλον ἐκ τριῶν ὁρίζεται· ἤ, ὡς | |
20 | φησί, καὶ τὸ νοητὸν ὅλον ἐκ τριῶν, ὅτι μέση τοῦ ἑνὸς καὶ τοῦ ὄντος ἡ δύναμις. Ἀλλὰ πρὸς τοῦτο ῥητέον, ἓν μὲν ὅτι ἔστιν τι καὶ ἐκ δυεῖν συνεστώς· τί ἂν οὖν εἴη τοῦτο οἷον ὁ αἰών, ἐκ τοῦ ἀεὶ καὶ τοῦ εἶναι; πότερον οὖν ὅλον ὁ αἰών, ἢ ἕν; ἀλλὰ τοῦτο οὐχ οἷόντε, ὅτι ἐν διακρίσει τινὶ τὰ δύο· εἰ δὲ μὴ ὅλον, οὐδὲ ἑαυτῷ συμφωνήσει· ὅλον γὰρ ἐτίθετο τὸν αἰῶνα· εἰ δὲ ἓν τὰ δύο, οὐκ | |
25 | ἔσται αἰών, ἀλλὰ μόνον ὤν· ὅλον ἄρα καὶ τὸ ἐκ δυεῖν ἐξ ἀνάγκης. Ἕτερον δὲ οὐκ ἦν τὰ μέρη τὸ ἕν, καὶ ἡ δύναμις ἐν τοῖς νοητοῖς. Καὶ τρίτον, τὸ ὄν, ὡς ἐδείκνυμεν, ἀλλ’ ἐν ἑκάστῳ τὸ ὅλον, καὶ τὰ μέρη τὸ ἓν καὶ τὸ ὄν. Καὶ τὸ ὂν γὰρ ἐλέγετο μετέχειν τοῦ ὄντος, καὶ τὸ ἓν τοῦ ἑνός· ἐν δὲ τῇ συμπτύξει, τὸ ἓν ὅλον ἐγίγνετο μία ὁλότης καὶ μέρη ταύτης, τὸ ἕν, ὃ μετέχει τοῦ ὄντος, | |
30 | καὶ τὸ ὄν, ὃ μετέχει τοῦ ἑνός· καὶ γὰρ καὶ ἡ δύναμις ἓν ὄν· καὶ αὐτὴ γὰρ ὅλον | 41 |
42 | καὶ μέρη, ὥστε καὶ αὕτη ἐκ δυεῖν, ὥστε καὶ ἡ σύμπτυξις ἐκ δυεῖν τῶν συν‐ επτυγμένων. Ἔτι δὲ τὸ τρίτον καὶ τῷ Παρμενίδῃ ἀντιφθεγγόμεθα· σαφῶς γὰρ τὸ ἓν καὶ τὸ ὂν μόνα μέρη ποιεῖ· καὶ οὐκ ἐπὶ ταύτης μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς τρίτης, εἰς δύο ἀεὶ ποιεῖται τὴν διαίρεσιν, ὡς ἂν καὶ ἐνταῦθα τῆς | |
5 | δυάδος τῶν μερῶν προφανείσης. Ἔτι δὲ τὸ τέταρτον, ὁ πατὴρ καὶ ἡ δύναμις καὶ ὁ ἑνιαῖος πατρικὸς νοῦς ἐν τῇ συμπτύξει τὸ ἓν εἰσῆγον. Τὸ δὲ ἀπῃω‐ ρημένον τοῦ νοῦ ὂν οὐσιῶδες τὸ ἄλλο μέρος τῆς νοητῆς ὁλότητος. Δύο ἄρα μόνα τὸ ἓν καὶ τὸ ὄν· εἰ δὲ μή, οὐ τρία μόνον ἔσται, ἀλλὰ γὰρ καὶ τέτταρα· τὸ γὰρ ἓν τριπλοῦν ἐστιν, οὐ διπλοῦν μόνον· ἑνιαία γὰρ ἡ ὅλη τριάς, εἰς ἣν | |
10 | ἀποκρέμαται τὸ ὄν· μᾶλλον δὲ τῆς τρίτης μονάδος ὄχημα τὸ ὄν, σὺν αὐτῷ δὲ ἡ ὁλότης, ὡς ἐξ ἑνὸς καὶ ὄντος. Εἶναι μὲν δὴ ἀναγκαῖον ἐκ δυεῖν τὴν ὁλό‐ τητα, καὶ μάλιστα τὴν πρώτην, ἅτε ἐξ ἐλαχίστων ἀεὶ τῶν πρώτων ὑφεστώ‐ των, ἐπεὶ καὶ ἡ δύναμις πρώτη δυὰς ὅτι καὶ ἄπειρον ἦν καὶ πέρατος μετεῖχεν. Καὶ ἡ πρώτη ἄρα ὁλότης ἐκ δυεῖν μερῶν. Πῶς οὖν ἐν τοῖς νοητοῖς καὶ νοεροῖς | |
15 | ἐκ τριῶν ὁρίζεται τὴν ὁλότητα, καὶ μὴ εἶναι ὁλότητα μηδεμίαν, ἐν ᾗ μὴ ἔστιν ἀρχή, καὶ μέσον, καὶ τέλος; Ἢ μάλιστα μὲν οὕτω γε καὶ ἡ ἐκ δυεῖν μερῶν ὁλότης ἔχοι ἂν τὰ τρία ταῦτα, οὐ μέρη ἁπλῶς, ἀλλ’ ἰδιώματα. Μένει τε γὰρ κἂν ᾖ ἓν τὸ προϊόν, καὶ πρόεισιν καὶ ἐπιστρέφει· καὶ δὴ καὶ τὰ δύο μέρη τριχῶς ὁρᾶται· μήποτε δὲ καὶ ἄλλην ὁλότητα ἐν ἐκείνοις εἰσάγει, οὐ τὴν ἐκ | |
20 | μερῶν ἁπλῶς, ἀλλὰ τὴν ἐκ πάντων μερῶν, τουτέστιν τὴν διισταμένην εἰς παντότητα. Διὸ καὶ τὸ πᾶν ὅλον εἶναι δοκεῖ, καὶ τὸ ὅλον πᾶν, ὡς ἐν Θεαι‐ τήτῳ καὶ Σοφίστῃ λέγεται· ἐπεὶ καὶ προϊὼν οὕτως ὡρίσατο, ἵνα ἀπὸ τῆς ὁλότητος προαγάγῃ τὴν τελειότητα διὰ μέσης τῆς παντότητος. Ἔστιν γὰρ ἡ μὲν ὁλότης ἡνωμένη παντότης, ἡ δὲ τελειότης παντότης, ἐπανάγουσα τὰ μέρη | |
25 | πρὸς τὴν ὁλότητα· ἁπλῶς δὲ εἰπεῖν, ἡ παντότης, ὡς μὲν γεννῶσα τὰ μέρη, ὁλότης ἐστὶν ἡ ἐν ἐκείνοις ὁριζομένη, ὡς δὲ ἐπιστρέφουσα τὰ μέρη πρὸς τὴν ὁλότητα, τελειότης. Ἐνθυμητέον δὲ καὶ ὅτι τὴν οὐρανίαν ὁλότητα ἐν ἐκείνοις ὁρίζεται· αὕτη δὲ περιφορά ἐστι, καὶ μέσον ἐν αὐτῇ καὶ ἔσχατα, ὥστε παν‐ τότης, καὶ ὅ φαμεν ἐκ τριῶν τοὐλάχιστον. Ταῦτα μὲν δὴ καὶ εἰς ὕστερον. | |
29 | ||
30 | Καὶ μὴν τὸ δέκατον ἄρα καλῶς εἴρηται τὸ ἓν ὃ κεῖται ὡς μέρος ἑνο‐ | 42 |
43 | ποιεῖν τὴν ὁλότητα καὶ πῶς πεπονθυῖα ἔσται τὸ μέρος ἡ ὁλότης· ἢ οὖν μέρος τὸ ἕν, ἢ οὐ τοῦτο τὸ ἓν ἡ ὁλότης ἐστὶ πεπονθυῖα. Μήποτε οὖν ἄμεινον λέγειν ὅτι ἡ ἕνωσις τῆς πρώτης τριάδος ἐγγενομένη τῇ δευτέρᾳ ὁλότητα αὐτὴν ἐποίησε. Τὸ γὰρ διαστὰν ταύτης ὑπ’ ἐκείνης ὡς νοητῆς ἑνώσεως, πανταχοῦ | |
5 | τοῦ νοητοῦ διαφοιτώσης κρατούμενον, ὁλότητα ἐκείνης τὸ κράτος ἀπέφηνεν. Οὕτω μὲν εἰ μέρη τὸ ἕν, καὶ τὸ ὄν· εἰ δὲ ὁ πατὴρ τὴν τῆς ὁλότητος ἰδιότητα προβαλλόμενον περίεσχεν ταύτῃ τὸ ὄν, ὡς προείρηται, οὐχ ὡς μέρος τὸ ἓν ποιήσει τὴν ὁλότητα, ἀλλ’ ὡς πατὴρ ἑαυτόν τε ὁλοποιεῖ, καὶ ὅσα αὑτῷ συμ‐ πτύσσεται νοητῶς, ἐπεὶ οὐδὲ ὁ ἐν Σοφιστῇ Ξένος τὴν πεπόνθησιν τοῦ ἑνὸς | |
10 | ὁλότητα εἶναι βούλεται, ἀλλὰ τοσοῦτον δείκνυσιν ὅτι τὸ ὅλον ἓν μὲν εἶναι οὐ δύναται, μετέχειν δὲ δύναται τοῦ ἑνός. Ἀμερεστέρα δέ ἐστι τῆς ὁλότητος ἡ ἕνωσις, ἅτε οὐδὲ γενομένη, οὐδὲ οὖσα πρὸς μέρη. Καὶ τοίνυν ἡ δευτέρα τάξις ὁλοῦται μὲν ἀφ’ ἑαυτῆς, ἑνοῦται δὲ ἀπὸ τῆς πρὸ αὐτῆς κατὰ τὴν τοῦ ἑνὸς ὄντος νοητὴν καὶ ἀδιάκριτον ἕνωσιν. | |
14 | ||
15 | Πρὸς τοίνυν τὸ ἑνδέκατον ἐροῦμεν ὡς τὰ μὲν νοητὰ πάντη ἥνωτο, τὰ δὲ νοητὰ καὶ νοερά, πῆ μέν, πῆ δὲ οὔ· τὰ δὲ νοερὰ διεκέκριτο· διὰ δὴ τοῦτο ἡ μὲν μάλιστα ὁλότης ἦν ἐν τοῖς νοητοῖς, ἡ δὲ δευτέρα, ἐν τοῖς μέσοις, ἡ δὲ τρίτη, οὐδὲ ὁλότης ἔτι διὰ τὴν διάκρισιν· μήποτε δὲ ἡ μὲν πρώτη ὁλότης τοῦ ἑνὸς ὄντος ἦν, ἡ δὲ δευτέρα, τοῦ ἑνὸς ἰδίᾳ· ὥστε καὶ τῶν νοερῶν αὕτη γε, | |
20 | ὅτι καὶ ἐν τοῖς νοεροῖς τὸ ἓν καθ’ αὑτό. Διὸ καὶ ὑπὸ τῶν θεῶν οἱ συνοχεῖς ὁλοποιοὶ παραδέδονται τῶν νοερῶν διακόσμων. Ἴσως δὲ καὶ ἡ μέση τάξις τῶν νοερῶν ὁλότης ἐστὶν νοερὰ ἱδρύουσά τε τὸν νοερὸν κόσμον ἐν ἑαυτῷ καὶ εἰς πλῆθος προάγουσα. Καὶ γὰρ εἰ ὁ μὲν ἅπαξ ἀμιστύλλευτος, καὶ ἀμερής, καὶ ἓν μόνον, ὁ δὲ δίς, πολυμέριστος καὶ ἄπειρον πλῆθος, νοερῶν γε ὡς ἀληθῶς, | |
25 | δῆλον ὡς καὶ ἡ μέση θεότης ὁλότης ἐστίν, οὔτε ἀδιάκριτος μένουσα, οὔτε διακριθεῖσα τελέως. Τοιγαροῦν ὁ μὲν πρῶτος πατὴρ εἷς μόνος, ὁ δὲ τρίτος ἀναριθμήτους ἐν ἑαυτῷ πηγὰς μερικὰς προεβάλλετο· ἡ δὲ μέση Ἑκάτη, μετὰ μὲν τοῦ ἅπαξ μονοειδής, μετὰ δὲ τοῦ δίς, πολυμερής. Καθ’ ἑαυτὴν ἄρα ὅλον καὶ μέρη οὕτω διαστάντα ἀπὸ τῆς ὁλότητος ἐπὶ πλεῖστον· διὸ συμφυέστερός | |
30 | ἐστιν ὁ ἐν αὐτῇ τῶν πηγῶν ἀριθμός, καὶ ὡς κόσμος τις αὐτῇ χρυσοῦς περι‐ | 43 |
44 | κείμενος. Ὁ δὲ ἐν τῷ δὶς μᾶλλον διώκισται· ὅθεν οὐ λέγεται αὐτοῦ κόσμος εἶναι συναφὴς τῷ σώματι τῆς οἰκείας ὁλότητος· τάχα δὲ καὶ ἐν τοῖς ἐφεξῆς. Ἕνωσις μὲν δημιουργικὴ ὁ μονοειδὴς εἷς δημιουργός· ὁλότης δέ, ὁ ἤδη μὲν τὰ μέρη προφαίνων, οὔπω δὲ μεριζόμενος, οἷος ὁ Σαβάζιος, ὁ δὲ Διόνυσος, | |
5 | τὸ ἄπειρον ἤδη μεριζόμενον πλῆθος. Διὸ καὶ ὁ Διόνυσος καὶ ὁ Ζεύς, καὶ οἱ τελετάρχαι ἀναλογοῦσιν τῷ Φάνητι κατὰ τὸ ἄπειρον πλῆθος. Καὶ γὰρ ἡ μὲν νυχία τάξις ὡς ἐν νοεροῖς καὶ νοητοῖς ἕνωσίς ἐστιν, ἡ δὲ ὁλότης οἱ συνοχεῖς, τὸ δὲ ἄπειρον πλῆθος τῆςδε τῆς τάξεως ὁ τελεσιουργός ἐστι διάκοσμος, ὡς ἐροῦμεν αὔτικα δὴ μάλα. | |
9 | ||
10 | Τό γε μὴν ἐπὶ πᾶσι δυοδέκατον ὁ αἰὼν οὐκ ἔστι μέτρον τοῦ ὀντός, ᾗ ὄν· οὐ γὰρ δεῖται μέτρου ὅ γε ὂν μόνον ἐστίν· οὐδὲ οὐσιώδους, ὃ καὶ μέτρῳ τὸ εἶναι παρέχεται. Ἄλλο δὲ μέτρον τὸ ἐν ᾧ μετρεῖται, καὶ τὸ ὂν πρὸ πάν‐ των. Ὁ δὲ αἰὼν οὐσιῶδες μέτρον· μετὰ τὴν οὐσίαν ἄρα ὁ αἰών· ἀλλὰ μετρεῖ τὸ πληθυόμενον τῆς οὐσίας, ἢ τὸ κινούμενον, ἢ τὸ ἑτεροιούμενον, ἢ τὸ ὁπωσ‐ | |
15 | οῦν ἐξιστάμενον τῆς οἰκείας ἑνώσεως, καὶ μονῆς, καὶ ἀνεξαλλάκτου φύσεως· συναγωγεὺς γὰρ εἶναι βούλεται τῶν διακρινομένων· ὃ δέ ἐστιν ἀδιάκριτον οὐ δεῖται αἰῶνος. Ἅμα δὲ τῇ διακρίσει, καὶ πλῆθος, καὶ ζωή, καὶ γένη πολλὰ καὶ εἴδη. Τούτων ἄρα ἐστὶν ὁ αἰών. Διὸ τὸ πρώτως αἰώνιον πρώτως πεπλήθυσται, καὶ πρώτως ἐζώωται, καὶ πρῶτον εἶδος. Ὁ δὲ αἰὼν πρὸ τούτων, ὥσπερ καὶ ὁ | |
20 | συνοχεύς. Πῶς δὲ οὐχὶ καὶ ἀεὶ ζῶν ὁ αἰών, ἢ διὰ τὸ αὐτὸ ἑκάτερον; ὁ γὰρ αἰὼν πρὸ τῆς ὡς ἀληθῶς ζωῆς τὴν οὐσίαν ὡς διακρινομένην συνέχει· καὶ εἰ σύνεστι τῇ διακρίσει ζωή τις, οὐσιώδης τέ ἐστιν ἡ ζωὴ καὶ ὁ αἰών, ὡς οὐσίας συναγω‐ γεύς. Εἰ δὲ τὸ ἀεὶ οἷον βίος ἐστὶ τῆς οὐσίας, καὶ ζωὴ οὐσίας, εἴη ἂν καὶ ὡς ζωῆς οὕτω συναγωγεύς· καὶ γὰρ τὸ ἀεὶ εἶναι ζῶσα εἶναι βούλεται οὐσία· ὁ δὲ | |
25 | συνοχεὺς οὔτε εἰς ἓν καὶ ἀμερές, ἀλλ’ εἰς μόνην συνέχειαν καὶ τὴν πρὸς ἄλληλα συναφὴν τὰ πολλὰ συνάγει· ὥστε εἰκότως οὐκ ἔστιν τῆς διακρίσεως ἀνα‐ λύτης, ἀλλὰ συνυφάντης· ὥστε οὐκ ἂν εἴη αἰὼν οὐδὲ ὅλως συναγωγεὺς εἰς ἓν τῶν πολλῶν, ἀλλὰ συνεχίζει μόνον αὐτά. Διὸ καὶ ὁ πρῶτος αἰὼν νοητός, | |
ἵνα καὶ πάντες οἱ αἰῶνες ἔχωσι τὴν νοητὴν ἐπάγειν ἕνωσιν τοῖς αἰωνίοις. | 44 | |
45 | Ἔτι δὲ οὐκ οὐσίας ὁ συνοχεύς, ἀλλὰ ζωῆς καὶ νοερᾶς διακρίσεως. Διὸ τάχα ἂν εἴη ἀθανασία ἀντὶ αἰῶνος, οἷον ἀειζωΐα· διὸ περιφορὰ ὕμνηται καὶ ἀεικί‐ νητος, ὡς ἀειζωὴς ἡ περιφορά, καὶ ἄναρχος καὶ ἀτελεύτητος, ὡς περιφορά. Διὸ καὶ τὰς ψυχὰς περιάγει ἀπὸ τῆς περικοσμίου πάσης ζωῆς εἰς τὸν ὑπερ‐ | |
5 | ουράνιον τόπον, ἀσημάντους καὶ πάντη κεκαθαρμένας τῆς θνητοειδοῦς ποι‐ κιλίας. Μήποτε δὲ καὶ τὸ ἀεὶ τῆς νοήσεως ἡ νοερὰ ὁλότης προβέβληται· τὸ γὰρ νοεῖν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τί διαφέρει τοῦ κινεῖσθαι καὶ ἵστα‐ σθαι; τὸ μὲν γὰρ νοεῖν κινεῖσθαί ἐστιν, τὸ δὲ ὡσαύτως, ἵστασθαι· ταῦτα δὲ σύμβολα ἦν τῆς μέσης τάξεως τῶν νοερῶν, ἐπεὶ καὶ νόησις εἶναι δοκεῖ τοῦ δὶς | |
10 | νοοῦντος τὸν ἅπαξ· καὶ δι’ αὐτὴν ὁ δὶς ἀεὶ τὸν πατέρα νοεῖ. Διὰ τοῦτο, οἶμαι, καὶ ἐφάνησαν ἐν αὐτῇ ἥ τε ἀρετὴ καὶ ἡ σοφία, καὶ “ἡ πολύφρων ἀτρεκεία” κατὰ τὸ λόγιον. | |
12 | Ἐπὶ δὴ τούτοις αὖθις ἀπορητέον· Πρῶτον μέν, εἰ πρὸ τοῦ πρώτου εἴδους τὸ ὅλον, ἔδει τι ὅλον εἶναι μὴ εἶδος· | |
15 | νῦν δὲ ὅπερ ἂν ᾖ ὅλον, καὶ εἶδος φαίνεται ὄν. Δεύτερον δέ, διὰ τί τὸ ὅλον πρὸ τοῦ ἀπείρου πλήθους ἐστίν, εἴπερ τὸ μὲν ὅλον καὶ τὰ μέρη πολλά, τὰ δὲ πολλὰ οὐ πάντως ὅλον καὶ μέρη· τὰ γὰρ διερριμμένα, πολλὰ μὲν οὐδέν γε ἧττον, οὐ μέντοι μέρη ὅλου τινός. Τρίτον δέ, πῶς ἐν μὲν ταῖς ἀποφάσεσιν τῇ ἀναιρέσει τοῦ ὅλου συνανῄρει | |
20 | τὸ μερικὸν κατὰ φύσιν. Ἐν δὲ τῇ δευτέρᾳ ὑποθέσει, τῇ θέσει τοῦ ὅλου, τίθησι καὶ τὸ μερικόν, καίτοι ἀνάπαλιν ἔχει· οὐ γὰρ εἰ ζῷον, ἄνθρωπος, ἀλλ’ εἰ ἄνθρωπος, ζῷον· εἰ μέντοι οὐ ζῷον, οὐδὲ ἄνθρωπος· οὕτω μὲν τοίνυν ἀπέφασκεν· καταφάσκει δὲ οὐ κατὰ φύσιν· οὐ γὰρ τῷ ὁλικωτέρῳ συνεισάγει τὸ μερικώτερον. Ἢ πρὸς μὲν τοῦτο ῥητέον ὅτι ἑκατέρωθι καλῶς ὁ Παρμε‐ | |
25 | νίδης, ἐκεῖ μὲν τῷ ὁλικωτέρῳ συναναιρῶν τὸ μερικώτερον, ἐνταῦθα δὲ τῷ αἰτίῳ συμπροάγων τὸ αἰτιατόν· ἐθάρρει γὰρ τῇ ἀκινήτῳ δυνάμει τῆς αἰτίας, ὡς εἰ παρείη καὶ τὸ ἀπ’ αὐτῆς παρεσόμενον, ὡς εἴ τις βουλόμενος δεῖξαι ἡμέραν ἐπιδείξειεν ἀνατείλαντα τὸν ἥλιον· ἐπὶ γὰρ τῶν ἀναγκαίων πραγμά‐ των αὕτη φύσις ἐστίν· ὃ καὶ δῆλον ὅτι οὐ λογικεύεται ὁ Πλάτων, ἀλλὰ | |
30 | δι’ αὐτῆς χωρεῖ τῆς τῶν ὄντων ἀληθείας. Ἔτι δὲ καὶ ἐπιστήμης ἴδιον τὸ ἀπὸ | 45 |
46 | τῶν αἰτιῶν ἀποδεικνύναι τὰ αἰτιατά· ἀθάνατος γὰρ 〈ἡ ψυχὴ〉, εἰ αὐτοκίνητος, καὶ εἰ ἔστι πρόνοια, κολάζονται οἱ πονηροί. Τὸ δὲ αὖ τρίτον, μιμεῖται ὁ λόγος τὴν τῶν ὄντων διακόσμησιν, ἐν ᾗ πρῶτα τὰ ὁλικώτερα πρόεισι τῶν μερικω‐ τέρων, καὶ τὰ μερικώτερα ἔχεται τῶν ὁλικωτέρων. | |
4 | ||
5 | Πρὸς δὲ τὸ δεύτερον, ἓν μὲν ὅτι δυὰς πρὸ τριάδος· ἡ μὲν δὴ τριὰς πολλὰ ἤδη· ἡ μέντοι δυὰς οὔπω μὲν πόλλα, ὅλον δὲ καὶ μέρη πάντως. Ἕτε‐ ρον δὲ τὸ ὅλον καὶ μέρη καὶ τῷ παντὶ πλήθει ὑπάρχει, εἴπερ οὐκ ἄπειρον τῷ πόσῳ τὸ πλῆθος, ὡς δείξομεν, καὶ ἑκάστῳ τῶν πολλῶν, εἴπερ καὶ ἕκαστον ὅλον καὶ μέρη, ὥς φησιν ὁ Παρμενίδης. Τὸ δὲ πλῆθος εἴπερ τοῖς μέρεσιν, | |
10 | ἀλλ’ οὔτι τε καὶ τῷ ὅλῳ ᾗ ὅλον, ἓν γάρ τι τὸ ὅλον εἶναι βούλεται, ἄλλως τε καὶ τὸ πρῶτον ὃ μόνον ὅλον ἐστίν. Ἔτι δὲ αὖ τρίτον τὸ ἄπειρον πλῆθος ἐκ τοῦ ὅλου καὶ τῶν μερῶν ἐγεννᾶτο· εἰ γὰρ μὴ τὸ ὅλον ἐγέννα τὰ μέρη, καὶ τῶν μερῶν ἑκάτερον ἄλλα μέρη, καὶ τοῦτο ἐφεξῆς ἐπὶ πλεῖστον, οὐκ ἂν ἐφάνη τὸ ἄπειρον πλῆθος, ἔτι συγγενέστερον τῷ ἑνὶ τὸ ὅλον καὶ τὰ μέρη ἐν τῷ ὅλῳ | |
15 | ὄντα. Τὸ δὲ πλῆθος καὶ ἀντικεῖσθαι δοκεῖ, ἄλλως τε καὶ τὸ ἄπειρον. Ἔτι γε μὴν τὸ ὅλον ἕνωσις εἶναι βούλεται τῶν μερῶν· τὸ δὲ πλῆθος κἂν ᾖ πεπερασμέ‐ νον, ἀλλ’ ᾗ γε πλῆθος διέρριπται πανταχοῦ, καὶ ἔρημόν ἐστι τῆς περιεχούσης ἑνώσεως. Ἐπὶ πᾶσι δὲ ἕκτον προσεπιχειρητέον ὅτι καὶ ἐν τοῖς ἐσχάτοις, τὸ μὲν ὅλον καὶ τὰ μέρη ἐστὶν ἀϊδίως, τὸ δὲ ἄπειρον πλῆθος, ἀλλ’ ᾗ ὅλον | |
20 | καὶ μέρη, ταύτῃ ἐστίν· ἡ γοῦν διαίρεσις ἐπ’ ἄπειρον ἐν τῷ γίγνεσθαι. | |
20 | Ἀλλὰ γὰρ πρὸς τὸ πρῶτον τῶν ἐζητημένων ἀπαντῶμεν, ἓν μὲν λέγον‐ τες ὅτι διὰ τὴν ἐκείνων πρὸς ἄλληλα νοητὴν ἕνωσιν, συγχεῖται αὐτῶν ἡ εἰς τὴν ὕλην καταβαίνουσα ἀποπεράτωσις. Εἶτα καὶ τὰς στερήσεις εἴδη μὲν οὐ φαμέν, ἀλλ’ εἰδῶν στερήσεις ὅλας, ὅμως στερήσεις καὶ οἷον ὅλου τοῦ εἴδους· ὥστε | |
25 | οὐκ εἶδος μὲν ᾗ στέρησις, ὅλη δὲ καὶ ᾗ στέρησις. Ἔπειτα καὶ τὸ ἐν ἑκάστῳ εἴδει διακρινόμενον ὅλον ἐστὶν πρὸ τῆς εἰδητικῆς διακρίσεως· ἐν γὰρ διακρίσει τὸ εἶδος ὡς τὸ ἀδιάκριτον ἑκάστου ἐστὶν οὐσιῶδες. Καὶ εἰ γενητὸν τὸ εἶδος, ᾗ μὲν διακεκριμένον, εἶδος γενητόν, ᾗ δὲ διακρινόμενον, ὅλον γενητόν, ᾗ δὲ ἀδιάκριτον, ὂν μόνον, ὅτι ἐν διακρίσει καὶ μερισμῷ πάντως ἡ γένεσις· τὸ δὲ | |
30 | ὂν ἀδιάκριτον· πανταχοῦ δὲ τὸ ὅλον πῶς μὲν γενητόν, πῶς δὲ ὄν· καὶ γὰρ | |
πῶς μὲν ἔγχρονον, πῶς δὲ οὔ. ᾟ μὲν ὑπέρκειται τῆς διακρίσεως, ἔγχρονον, | 46 | |
47 | ᾗ δὲ ἔτι ἀδιάκριτον, καὶ ἀμέριστον, καὶ ἄχρονον. Καὶ τοῦτο μὲν ἴσως ἐν τῷ νῦν, ὅτι καὶ ἐκεῖ τὸ ὅλον μετὰ αἰῶνος· ᾗ δὲ πάντη ἀδιάκριτον, οὔτε ἐν χρόνῳ, οὔτε ἐν τῷ νῦν· οὔτε γὰρ ἐν αἰῶνι ὃ μονόν ἐστιν ὄν, καὶ τὸ ἀπ’ ἐκείνου ἄρα ἐνθάδε παντὸς μέτρου ἐκπέπτωκεν, καὶ τρόπον τινα τῇ δυνάμει τῆς ὕλης | |
5 | σύνεστιν. | |
5 | Ἐπὶ τούτοις καὶ τάδε ζητητέον κατὰ τὴν λέξιν. Πρῶτον μέν, διὰ τί ὡς μεταβαίνων ἤρξατο καὶ τῆσδε τῆς τάξεως· καίτοι ἐν ταῖς ἀρχαῖς τῶν ἐξηλλαγμένων ὑποθέσεων εἰωθὼς τοῦτο ποιεῖν. Καὶ ἐπι‐ στῆσαι χρὴ ὅτι ἐπὶ τῆς τάξεως ταύτης καὶ τῆς πρώτης τῆς τῶν νοητῶν καὶ | |
10 | νοερῶν ἰδίαν ἀρχὴν ἐνεστήσατο. Καὶ οὐ κατὰ συνέχειαν προάγει τὸν λόγον· ἐπὶ μὲν ταύτης εἰπών· “πάλιν δὴ λέγωμεν, ἓν εἰ ἔστι, τί συμβήσεται;” ἐπὶ δὲ ἐκείνης· “ἴθι δὴ καὶ τῇδε ἔτι.” Τὰ δὲ ἄλλα πάντα συμπεράσματα ἄνευ διαστάσεως συμπεραίνεται. Τίς οὖν ἡ τούτου αἰτία; Δεύτερον δέ, διὰ τί τὸ ἓν ὂν πρῶτον δείκνυσιν μέρη ἔχον, εἶτα ὅλον. | |
15 | Τρίτον δέ, διὰ τί διχῆ τὸ ὅλον προάγει, ποτὲ μὲν ὡς ἓν ὄν, ποτὲ δὲ ὡς ὂν ἕν. Τέταρτον δέ, διὰ τί τὸ μὲν ἓν μέρος ποιεῖ τοῦ ὄντος ἑνός, τὸ δὲ ὂν τοῦ ἑνὸς ὄντος. Πέμπτον, πόθεν λαμβάνει ὅτι τὸ ἔστι τοῦ ἑνὸς ὄντος, καὶ τὸ ἓν τοῦ ὄντος | |
20 | ἑνός· οὐ γὰρ οὕτως ἐλέγετο, ἀλλὰ μόνον ὅτι τὸ ὂν τοῦ ἑνός ἐστιν. Ἕκτον, διὰ τί τὰ μέρη βουλόμενος εὑρεῖν ἵνα δείξῃ τὸ ὅλον, εἶτα πρὸ τῶν μερῶν λαμβάνει τὸ ζητούμενον· λέγει γὰρ· “Ἆρα οὐκ ἀνάγκη τὸ μὲν ὅλον ἓν ὂν εἶναι αὐτό· τούτου δὲ γίγνεσθαι μόρια, τό τε ἓν καὶ τὸ ὄν.” Πῶς οὖν ἐκ τῶν μορίων τὸ ὅλον συνάγει; | |
25 | Ἕβδομον ἐπὶ πᾶσιν, διὰ τί εἰς ἓν μόριον τὸ λόγον περιέκλεισεν εἰπών· “Καὶ ὅλον ἄρα ἐστὶν ὃ ἂν ἓν ᾖ, καὶ μόριον ἔχει· καίτοι οὐ μόριον, ἀλλὰ μόρια πάντως ἔχει τὸ ὅλον.” | |
27 | Πρὸς μὲν οὖν τὸ πρῶτον ἀποκρινοῦμαι συντόμως ὅτι χαλεπὴ ἦν ἡ | |
ἀπὸ τοῦ ἡνωμένου καὶ νοητοῦ διάκρισίς τε καὶ πρόοδος, διὰ τὸ τὴν ἕνωσιν | 47 | |
48 | ἐπέχειν, καὶ συνάγειν τὸ διακρινόμενόν τε καὶ προϊόν· τοῦτο δὲ ἠβούλετο σχίζειν, ἔσχιζεν δὲ καὶ βίᾳ καὶ μόλις. Τούτων δὴ ἔχει θαυμαστὴν ἔνδειξιν ἡ ὡς ἀπ’ ἄλλης ἀρχῆς τοῦ λόγου μετάβασις· ἑνὸς γὰρ δοθέντος εἰς πρόοδον, τὰ ἄλλα συμβαίνει κατὰ συνέχειαν μετὰ ῥᾳστώνης· οὐκοῦν τὸ ἓν ὂν μάλιστα | |
5 | ἡνωμένον ἐν τοῖς ἡνωμένοις. Δεῖ ἄρα μετ’ ἐκεῖνο ἀρχὴν φανῆναι τῆς διακρί‐ σεως· ἧς φανείσης, καὶ ἄλλο μετ’ ἐκείνην προῆλθεν. Ἐπειδὴ δὲ καὶ τὸ ὅλον νοητὸν ἡνωμένον ἦν, καὶ εἰς ἑαυτὸ συνεστραμμένον καὶ συνεσπειραμένον. Ἔδει καὶ δευτέρας μεταβάσεως εἰς τὸ προελθεῖν πάντας ἤδη τοὺς θείους ἀριθμούς. Διὰ τοῦτο καὶ ταύτης ἀρχόμενος τῆς τάξεως, ἀρχὴν ἴδιον ἐνεστήσατο· καὶ | |
10 | ὡς μὲν ἁπλῶς προόδου, ἐκείνη ἀρχή, ὡς δὲ τῆς διακεκριμένης, αὕτη, καὶ ὡς μὲν νοητῆς, ἐκείνη, ὡς δὲ νοερᾶς, αὕτη, καὶ ὡς μὲν τοῦ ἑνὸς ὄντος, ἐκείνη, ὡς δὲ τοῦ ἑνὸς ἰδίᾳ καὶ τοῦ ὄντος, αὕτη. | |
12 | Πρὸς δέ γε τὸ δεύτερον, φησὶν αὐτὸς ὅτι, εἰ καὶ προϋπάρχει τὸ ὅλον, ἀλλὰ γνωριμώτερα τὰ μέρη· καὶ γὰρ τῷ ὄντι, ὁμοιότατον τῷ ἑνὶ τὸ | |
15 | ὅλον· κἂν ἓν ἔτι ἦν, εἰ μὴ προειλήφει τὰ μέρη. Μήποτε δὲ καὶ ἐκεῖνο ἐνδείκνυται, ὅτι κατὰ τὴν διάστασιν τῶν μερῶν ἡ ὁλότης ἐγίγνετο· καὶ οὐκ ἂν ἐγένετο εἰ ἥνωτο πάντη τὸ ὂν πρὸς τὸ ἕν, ὡς ἐπὶ τῆς νοητῆς ἀκρότητος. Δεῖ οὖν πρότερον χαλάσαι τὴν ἕνωσιν, εἶτα οὕτω συστήσασθαι τὸ ὅλον ἐκ τῶν διαστάντων· ἀμέλει καὶ τῆς ἑτερότητος δράττεται πρῶτον τῆς διιστώσης. | |
20 | Ἀλλ’ ἐπεὶ οὔπω ἦν ἐκφανής, οὐ ταυτότητα αὐτὴν ὀνομάζει, παραιτησάμενος τὸ τῆς ἑτερότητος ὄνομα ἐπὶ τῶν πάντη ἡνωμένων εἰπεῖν· ᾧ καὶ δῆλον ὅτι ἡ δύναμις καὶ ἐν τῷ νοητῷ καὶ μετὰ ταῦτα εἶχεν τὸ διακριτικόν· ἀλλ’ ἐν τῷ νοητῷ μᾶλλον τὸ συναγωγόν. Διὸ οὐχ ἑτερότης, ἀλλ’ οὐ ταυτότης εἴρηται. | |
23 | Καὶ μὴν πρὸς τὸ τρίτον, φησὶ διπλασιάζειν τὸ ἓν ὄν, ἐνδεικνύμενον | |
25 | τὸ δυοειδές, καὶ διπλασιαστικὸν τῆσδε τῆς τάξεως. Μήποτε δὲ ἄμεινον λέγειν ὅτι τὸ ὅλον οὐκέτι μένει ἀπαράλλακτον αὐτὸ πρὸς ἑαυτό, ἀλλὰ συνδιίσταταί πως τοῖς μέρεσιν καὶ συνεπικλίνει πρὸς ἕκαστον κατὰ σχέσιν καὶ τοσαύτας σχέσεις ὅσα τὰ μέρη. Τοιγαροῦν ὡς μὲν ἔχον μέρος τὸ ἕν, εἴη ἂν ἓν ὄν, ὡς δὲ τὸ ὄν, ὂν ἕν. Διὸ οὐ μόνον ἐδιπλασίασεν, ἀλλὰ καὶ ἀνεδιπλασίασεν, τὴν | |
30 | διπλόην τῆς ὁλότητος ἐνδεικνύμενος. Ἔτι δὲ καὶ ὧδε λεκτέον ὅτι οὐ καθ’ αὑτὸ | 48 |
49 | τὸ ὅλον οὔτε ἀντέστρεψεν, οὔτε ἐδιπλασίασεν, ἀλλὰ τὸ μέρος ἑκάτερον τοῦ ὅλου ποιῶν ἀναγκαίως, δὶς προσάγει τὸ ὅλον, ἐπεὶ καὶ εἰ πλείω ἦν, πλειονάκις ἂν τὸ ὅλον ὠνόμασεν· ἑκάστου γὰρ μέρους τὸ ὅλον, καὶ μέρος ἕκαστον τοῦ ὅλου μέρους· οὕτω μὲν ἐδιπλασίασεν, ἀντέστρεψε δὲ ὅπερ ἦν. | |
4 | ||
5 | Τέταρτον ζήτημα, πῶς φησιν τὸ μὲν ἓν τοῦ ὄντος ἑνός, ὅτι καὶ ἐν τῇ πρὸ αὐτῆς τὸ ἓν μετεῖχεν τοῦ ὄντος; τὸ δὲ ὂν τοῦ ἑνὸς ἦν· ὅπερ ἄμεινον οἶμαι, ὅτι τὸ μέρος οὐχ ἑαυτοῦ, ἀλλ’ ἑτέρου πάντως· ὥστε καὶ τὸ ἓν μέρος ἐστὶ τοῦ ὄντος ἑνὸς οὐ καθὸ ἕν, ἀλλὰ καθὸ ὂν τὸ ὅλον, καὶ τὸ ὂν μέρος οὐ τοῦ ὄντος, ἀλλὰ καθὸ ἓν τὸ ὅλον. Τοῦτο οὖν ἐνδείξασθαι βουλόμενος, τὴν προήγησιν | |
10 | εἰσηγήσατο τῶν ἑτερωνύμων, πρὸς τῷ καὶ τῇ λέξει πρεπωδέστερον οὕτως ἔχειν. Τάχα δὲ καὶ τούτου ἄμεινον λέγειν ὅτι τὰ μέρη γεννήματα ἀκουστέον, ἀλλ’ οὔπω τεχθέντα, ἀλλ’ ἔτι ἐν τῇ ὠδῖνι διακρινόμενα. Εἰ τοίνυν καὶ τὸ μέρος ἑκάτερον ἓν ὄν ἐστιν, εἰ καὶ μήπω δείκνυσιν τὴν οἰκείαν ὁλότητα, ἀλλ’ ὅμως θαυμαστόν τινα τρόπον καὶ τοῦτο ὁ λόγος ἐνεδείξατο· τὸ γὰρ ἕν, φησίν, ἀπὸ | |
15 | τοῦ ὄντος ἑνός· οὐκοῦν ἀφ’ ὅλου καὶ ἀπὸ τοῦ ὄντος οὐδὲν ἧττον. Καὶ ὂν ἄρα τὸ ὄν, καὶ οὐ τὸ ὂν ἀπὸ τοῦ ἑνὸς ὄντος. Πρόεισιν ἄρα καὶ ἀπὸ τοῦ ἑνός, καὶ ἓν ἄρα· ἡ οὖν προήγησις τὸ μηδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον τό τε ἓν ἐν τῷ ὄντι καὶ τὸ ὂν ἐν τῷ ἑνὶ δείκνυσιν. Ἔτι δὲ καὶ τέταρτον λέγοις ὅτι τὸ ὂν τοῦ ἑνὸς ὄντος, ἐπειδὴ τοῦ ἑνὸς ἔχεται ἀεὶ τοῦτο τὸ ὂν καὶ τὸ ἓν τοῦ ὄντος | |
20 | ἑνός· ὅτι καὶ τοῦτο ἀεὶ τοῦ ὄντος ἔχεται κατὰ τὴν νοητὴν ἕνωσιν, τελειότερον ποιήσεις τὸν ὑπ’ αὐτοῦ ῥηθέντα λόγον τῆς ἐξηγήσεως. | |
21 | Ἀλλὰ δὴ τὸ πέμπτον, οὐκ ἀπὸ τῆς προειλημμένης ὑποθέσεως ἕλκει τὸ τοιοῦτον· ἀλλὰ νῦν προχειρίζεται ὥσπερ ἀξίωμα ὅτι τοῦ ἑνὸς ὄντος λέγεται, καὶ τὸ ἓν τοῦ ὄντος ἑνός· πόθεν τοῦτο ἀξιῶν, ἢ ὅτι τὸ ἓν καὶ τὸ ὂν συνεπεφύ‐ | |
25 | κει ἀλλήλοις ἐκεῖ κατὰ ἕνωσιν; Ἀλλ’ οὐ τὰ αὐτὰ ὄντα ὡς καὶ ἐκεῖ ἐλέγετο· ἀλλ’ ἐκεῖ μὲν τὴν ἕνωσιν προὐβάλλετο, ἐνταῦθα δέ, τὸ οὐ τὰ αὐτὰ εἶναι. Διὸ καὶ τοῦτο ἐπανέλαβεν· οὐκοῦν μετὰ τὴν ἕνωσιν τὸ οὐ τὰ αὐτά· δυνατὸν ἄρα | |
λοιπὸν τοῦ ἑνὸς ὄντος μὲν ὡς ἡνωμένου· ὡς οὐ τὰ αὐτὰ λαβόντα ἑκάτερον, | 49 | |
50 | ἐκείνου φάναι ταὐτὰ εἶναι· οὐ γὰρ δὴ ἐκεῖνο· καθ’ ἕνωσιν γάρ· οὐδὲ ἑαυτῶν· οὐ γὰρ κεχώρισται, κἂν οὐ τὰ αὐτὰ ᾖ· οὐδέ γε ἄλλου τινός· οὔπω γάρ τι ἄλλο ἐφάνη. Τὸ ἓν ἄρα καὶ τὸ ὄν ἐστιν, ὡς διεζευγμένα, οὔτε ἄλλου οὔτε ἑαυτοῦ ἑκάτερον· ἐκείνου ἄρα τοῦ ἑνὸς ὄντος, ἀλλὰ τοῦ πρώτου οὐκ ἔστιν· ἐκεῖνο | |
5 | γὰρ οὐκ ἐπεδέχετο αὐτῶν τὴν ὁπωσοῦν ἑτερότητα. Ὅτι ἕνωσις ἦν τῶν οὐ τῶν αὐτῶν εἶναι λεγομένων, ἀλλὰ μετ’ ἐκεῖνό ἐστιν· ἀλλ’ ἓν ὂν οὐ ταὐτὰ λέγεται ὡς οὐ τὰ αὐτά. Διὸ καὶ ἐφεξῆς ἐπήγαγεν, “τοῦ αὐτοῦ δὲ ἐκείνου οὗ ὑπεθέμεθα,” οὐ τὴν πρώτην λέγων ὑπόθεσιν, ἀλλὰ τήνδε τὴν δευτέραν, ἧς ἀρχόμενος εἶπεν· “Εἰ ἔστιν, τί συμβήσεται;” καὶ αὖθις· “ἆρα οὐκ ἀνάγκη τὸ μὲν ὅλον ἓν 〈ὂν〉 | |
10 | εἶναι αὐτὸ τοῦτο;” ὡς ἂν ἄλλο τοῦτο ἓν 〈ὂν〉 εἶναι διοριζόμενος. Ἔτι δὲ λέγωμεν ὡς τὰ μέρη γεννήματα εἶναι βούλεται· τὰ δὲ γεννήματα τῶν γεννώντων ἐστίν· διὸ τὸ ἓν ὂν ὑποθέμενος, καὶ ἰδὼν αὐτὸ κυοῦν ἤδη τὸ ἓν καὶ τὸ ὄν, ὡς ἓν ὄν, καὶ ὡς ὂν ἓν ταῦτα ὀνομάσας ἀπὸ τοῦ ἐπικρατοῦντος ἔφατο τοῦ ἑνὸς ὄντος εἶναι αὐτά· καὶ αὖθις ἄλλο προσθεὶς ἀξίωμα· ὅταν τι ᾖ τινος ἄλλου ἐν αὐτῷ ὁρώμε‐ | |
15 | νον, ἢ ἀπ’ αὐτοῦ γεννώμενον, μέρος εἶναι ἐκείνου ἀφ’ οὗ τε καὶ ἐν ᾧ ἐστιν, οὕτω συνήγαγεν τὸ προκείμενον. | |
16 | Ἀλλ’ ἔτι δὴ πρὸς τὸ ἕκτον ἀποκρινοῦμαι ὅτι οὐχ ὅλον ἤδη ποιεῖ τὸ ἓν ὄν· ἀλλ’ ὅλον φησὶ τὸ ἓν ὂν κατὰ ἀφοσίωσιν, καὶ σημαίνων τὸ συναμφότερον, ὅλον κέκληκεν. Οὐ τὰ μόρια γίγνεται ὡς ἐκείνου ὄντα, ἀλλ’ οὐχ ὡς ὅλου· | |
20 | εἰ δὲ μόρια καὶ ὡς ὅλου εἶναι γοῦν αὐτὸ ἔφατο οὐχὶ ὅλον· ἀλλ’ αὐτὸ τοῦτο “ἓν ὄν”. Ἴσως δὲ καὶ ἡ τῶν πρός τι φύσις ὁμοῦ διδάσκεσθαι πέφυκεν· διὸ ἑκατέρωθι ἑκάτερον παράγει, τό τε ὅλον καὶ μέρη· εἰ καὶ προηγουμένην μὲν τὴν τῶν μερῶν, ἑπομένην δὲ τὴν τοῦ ὅλου πεποίηται διδασκαλίαν, ἐναργείας εἵνεκα μερίσας τὸν λόγον ἕνα ὄντα κατὰ φύσιν. | |
24 | ||
25 | Τί οὖν πρὸς τὸ ἕβδομον; τί δὲ ἕτερον ἢ ὅτι ἐνδείκνυται ὡς τὸ ἓν εὐθύς, καὶ ἓν καὶ μέρη, οὐ δύο μᾶλλον ἢ ἕτερον· ἄλλως τε καὶ ἐν τῇ δευτέρᾳ τάξει τῶν νοητῶν ὁμοῦ τὰ μέρη τὸ ὅλον ἦν· καὶ οὖν καὶ μέρος ἑκάτερον τὸ | |
ὅλον· καὶ τὸ ὅλον ἄρα μόριον, ἀλλ’ οὐ μέρη· ᾗ γὰρ μόριον, ὅλον. | 50 | |
51 | ΠΕΡΙ ΤΗΣ ΤΡΙΤΗΣ ΝΟΗΤΗΣ ΤΡΙΑΔΟΣ. —Περὶ τῆς τρίτης νοητῆς τριάδος τάδε πάντως ζητητέον. Ἓν μέν, πῶς ἐκ τῆς πρὸ αὐτῆς πρόεισιν, ὡς ἐκείνη ἐκ τῆς πρὸ αὐτῆς. Ἕτερον δέ, διὰ τί ἡ ὁλότης αὐτῆς ἐξ ὅλων ἐστὶ τῶν μορίων ἑκατέρου, καὶ | |
5 | τοῦτο ἀεί. Τρίτον, πῶς καὶ τὸ ἓν εὐθὺς ὄν, καὶ τὸ ὂν εὐθὺς ἕν, ὥστε ὅλον εἶναι μόριον ἑκάτερον. Τέταρτον, εἰ ἔστιν ἄτομον εἶδος ἐν τῷ νοητῷ· καὶ τί ἂν εἴη τοῦτο, εἴπερ ἐπ’ ἄπειρον, ὃ ἂν λάβῃς μόριον καὶ ὅλον ἐστίν· τὸ δὲ ὅλον διαιρετὸν εἰς τὰ | |
10 | μέρη. Πέμπτον, πῶς ἄπειρον τὸ πλῆθος τῶν νοητῶν μορίων προέρχεται. Ἕκτον, διὰ τί τῷ ἀπείρῳ πλήθει χαρακτηρίζει τὴν νοητὴν τρίτην διακόσ‐ μησιν. Ἕβδομον, τίς ἡ κατὰ τὸν Τίμαιον τῆς τάξεως ταύτης τριὰς, καὶ τίς ἡ | |
15 | κατὰ τὸν Παρμενίδην. Ὄγδοον, τίς ἡ τομὴ τὸ ἄπειρον γεννῶσα πλῆθος· πότερον ὡς συνεχοῦς γίγνεται, ἢ ὡς διωρισμένου. Ἔνατον, πῶς νοητέον τὸν τρίτον θεόν· πότερον ὡς ἕνα ἢ ὡς πολλούς, καὶ εἰ πολλούς, ἐν ᾧ ζητήσομεν καὶ ὅπως οἱ μὲν θεοὶ μονοειδεῖς ποιοῦσι | |
20 | τοὺς πηγαίους θεούς, καὶ μάλιστα τοὺς πρώτους. Ὁ δὲ Ὀρφεὺς καὶ ἐν τού‐ τοις μέρη καὶ γένη παράγει θεῶν. Δέκατον, εἰ ἀληθὴς ἡ κατὰ τὸ ἓν τῶν θεῶν γέννησις, καὶ ἡ κατὰ τὸ ὂν τῶν κρειττόνων γενῶν καὶ τῶν ἄλλων, ἢ τετραχῆ διαιρούντων, ὡς ἐν τῇ πλατωνικῇ θεολογίᾳ φησὶ τὸ μὲν ἓν θεοὺς παράγειν, τὸ δὲ σὺν τούτῳ | |
25 | ὄν, ἀγγέλους· εἶτα αὖ πάλιν, τὸ μὲν ὄν, τὰ θνητὰ γένη· τὸ δὲ σὺν τούτῳ ἕν, τοὺς δαίμονας. Ἑνδέκατον, πῶς ἥδε ἡ τάξις τὸ ποιητικὸν προὐβάλλετο καὶ “ἐργάτις ἐστὶ” κατὰ τὸ λόγιον· ὅ τε γὰρ δημιουργὸς μετ’ αὐτήν, καὶ τὸ πατρικῶς | |
ποιοῦν, ἢ δυναμικῶς, ἢ τῷ εἶναι πρὸ αὐτῆς. | 51 | |
52 | Δυοδέκατον, τί διαφέρει ἡ ἐν τῇ τρίτῃ τάξει ὁλότης τῆς πρὸ αὐτῆς, ἢ εἰ αὑτὴ ἐστίν· ἢ πῶς μέν, πῶς δὲ οὔ. | |
2 | Λέγωμεν δὴ πρὸς ἕκαστον ἐξ ἀρχῆς ἀναλαβόντες. Οὐκοῦν τὸ ἓν ὄν, πανταχοῦ τοῦ νοητοῦ διατεταγμένον, ἐν μὲν τῇ ἀκρότητι | |
5 | ὡς ἓν ἑωρᾶτο· ἐν δὲ τῇ μεσότητι, διχῆ ἱστάμενον, ἐν δὲ τῇ τρίτῃ διακοσ‐ μήσει, πανταχῆ διιστάμενον. Ἔτι δὲ ἐν μὲν τῇ ἀκρότητι μονοειδὲς ἦν, καὶ πάντη ἐξῃρημένον τῶν ἀπ’ αὐτοῦ προϊόντων· ἐν δὲ τῇ ἀποπερατώσει, πολυ‐ ειδές τε καὶ ἤδη σχέσιν προβαλλόμενον πρὸς τὸ ἀπ’ αὐτοῦ τε καὶ ἐν αὐτῷ γενόμενον πλῆθος· ἐν δὲ τῇ μεσότητι ἐγειρόμενον ἀπὸ τοῦ μονοειδοῦς εἰς τὸ | |
10 | δυοειδές, καὶ ἀπὸ τοῦ ἀσχέτου εἰς τὸ σχετικόν. Ἔτι δὲ τὸ τρίτον, ἡ μὲν ἀκρό‐ της μονὰς ἦν πάντη συνεπτυγμένη, καὶ οὐδὲν περιέχουσα, ἀλλὰ μόνον οὖσα ὅ ἐστιν· ἡ δὲ μεσότης ἤδη προβαλλομένη ἐν ἑαυτῇ τὰ ἀπ’ αὐτῆς, καὶ οἷον ὠδὶς γενομένη, οὐκέτι ἓν ὂν ἔμεινεν μόνον, ἀλλὰ καὶ ὅλον καὶ μέρη. Πάλιν δὲ τὸ ὅλον καὶ μέρη, κατὰ τρίτην πρόοδον, οὐ μόνον ἓν ὄν, οὐδὲ μόνον ὅλον | |
15 | καὶ μέρη, ἀλλ’ ἐπειδὴ ἡ γέννησις ἤρξατο τῶν μερῶν, εὐθὺς ἕκαστον ὅλον καθ’ ἑαυτὸ ἐγίγνετο, ὥστε καὶ ἔτικτεν ἀφ’ ἑαυτοῦ τὰ ὅμοια. | |
16 | Καὶ τί τὸ ποιῆσαν τὸ μέρος ὅλον, καὶ ἀεὶ τοῦτο; καὶ διὰ τί ἡ ὁλό‐ της αὐτὴ ἐξ ὅλων ἐστὶ τῶν οἰκείων μερῶν, ὅπερ ἦν δεύτερον ζήτημα; Ἆρα ὅτι, καθάπερ φησί, παράδειγμά ἐστιν τοῦ ὅλου ἐξ ὅλων δημιουργήματος, | |
20 | ἀλλὰ τοῦτο ὅλον ἐξ ὅλων, ἐπειδὴ ἐκεῖνο τοιοῦτον; Ἀλλὰ ἄρα, ὡς καὶ τοῦτό φησιν, ὅτι κρατίστη τῶν ὁλοτήτων αὕτη ἐστίν, καὶ πῶς οὐχ ἡ πρώτη ὁλότης τοιαύτη; Εἰ δὲ καὶ ἐκείνη τοιάδε πως, ἀλλ’ οὐδὲν τοῦτο ἐξαίρετον· καὶ γὰρ πᾶς νοῦς ὅλος ἐξ ὅλων, ἤδη δὲ καὶ πᾶσα ψυχὴ τοιαύτη τις. Μήποτε οὖν ὧδε μᾶλλον ῥητέον ὡς ἡ μὲν πρώτη ὁλότης ἐξῄρετο τῶν οἰκείων μερῶν· αὕτη δὲ | |
25 | ἐπιδοῦσα ἑαυτὴν τοῖς μέρεσιν, ὅλον τὸ μόριον ἐποίησεν. Ἔτι δὲ ἐκεῖ μὲν οὐδὲ προεληλύθει τὰ μέρη, οὐδὲ καθ’ αὑτὸ ἑκάτερόν πω ὑπέστη. Πῶς οὖν ὅλον ἀνεφάνη τὸ μὴ ἔχον οἰκείαν περιγραφὴν διεστῶσαν τοῦ τε ὅλου καὶ τοῦ | |
ἑτέρου τῶν μερῶν, ἐνταῦθα δὲ τὸ γεννηθέν, καὶ ἑαυτοῦ γενόμενον, ὅλον εὐθύς; | 52 | |
53 | Ἔτι τοίνυν ἡ μὲν πρώτη ὁλότης εἰς πρόοδον ἑώρα τῶν μερῶν· ἡ δὲ τρίτη καὶ εἰς ἐπιστροφὴν τὴν πρὸς τὸ ὅλον. Ἅμα οὖν ἐπεστράφη, καὶ ὡμοιώθη πρὸς αὐτό, καὶ ὅλον ἐγένετο καὶ ἐμιμεῖτο τὴν ἐκείνου γεννητικὴν ἀρχήν· καὶ ἐγέννα οἷά τε καὶ ὅσα καὶ ὅση ὁλότης τὸ μόριον. Ἔτι τέταρτον εἰπεῖν, ἐκεῖ μὲν οὔπω | |
5 | ἐδυνάστευσεν ἡ διαιρετικὴ δύναμις, ἐνταῦθα δέ, ὅλον δι’ ὅλου νοητῶς κα‐ ταδιῄρηκεν τὸ ἓν ὄν· ὅθεν καὶ τὰ μέρη διαιρεῖ, καὶ τὰ τούτων μόρια, καὶ ἐπ’ ἄπειρον. | |
7 | Οὐκοῦν ἐφεξῆς πρὸς τὸ τρίτον ῥητέον οὐχὶ ὅτι τὸ ὂν ἑνικῶς λέγε‐ ται, ὥστε ἓν καὶ τὸ ὄν· οὐδὲ ὅτι θεῖον τὸ ὄν, ὥστε καὶ ἓν καὶ τὸ ὂν κατὰ τὴν | |
10 | μέθεξιν· οὐδὲ τὸ ἓν διὰ τοῦτο ἕν, ὅτι μεθεκτόν, ὥς φησι. Πρῶτον μὲν γὰρ οὐδὲν τοῦτο ἐξαίρετον ἐπὶ τῶν νοητῶν· καὶ γὰρ πᾶς νοῦς θεῖος τοιαῦτα ἔχει τὰ μόρια. Ἔπειτα ᾗ δύο, τὰ μέρη· τὰ δὲ μέρη γεννήματα, ὡς καὶ αὐτὸς ἐνδέ‐ χεται, δύο ἂν εἴη γεννήματα τὸ ἓν καὶ τὸ ὄν· ὥστε εἴη ἂν ἐν τῷ νοητῷ οὐ‐ σία ἄνευ ἑνάδος, καὶ ἑνὰς ἄνευ οὐσίας, εἴπερ δύο ἐγέννησεν. Εἰ γὰρ ἡ οὐσία | |
15 | αὕτη τῆσδε τῆς ἑνάδος ἐστίν, ἓν ἂν εἴη τὸ γέννημα τὸ ἓν ὄν. Πῶς οὖν τοῦτο μέρος; ἀεὶ γὰρ μετὰ ἄλλου τὸ μέρος· εἰ δὲ ὅτι καὶ τὸ ἓν ἀπὸ τῆς ἑνάδος, καὶ τὸ ἓν ἀπὸ τῆς οὐσίας ἐγεννήθη, διῃρημένην ποιήσομεν τὴν τοῦ νοητοῦ ἑνὸς ὄντος φύσιν· εἰ γὰρ ἓν ὂν ὑφέστηκε, καὶ ὡς ἓν ὂν τίκτει τὰ μόρια. Ἔτι δὲ τὸ ἓν πῶς τίκτει τὸ ὄν, εἰ μὴ καὶ αὐτὸ ὄν; ἢ τὸ ὂν πῶς ἂν ἔτεκεν τὸ ὂν ἄν, εἰ | |
20 | μὴ τὸ συναμφότερον ἦν καὶ αὐτό; Εἰ δὲ τίκτει τὸ ἓν ὡς μεθεκτόν, καὶ τὸ ὂν ὡς μετέχον, οὐκ ἄρα μόρια τοῦ ἑνὸς τὸ ἓν καὶ τὸ ὄν· οὐδὲ τοῦ ὄντος τὸ ὂν καὶ ἕν, ὡς λέγει ὁ Παρμενίδης· οὐ γὰρ ὡς μέρος ἐν ἑκατέρῳ ἡ μέθεξις, ἀλλ’ ὡς μόνον πεπόνθησις· ὃ καὶ αὐτὸς ἔλεγεν ἐπὶ τῆς πρώτης νοητῆς ἀκρότητος· ὅτι οὐχ ὅλη διὰ τὸ μέθεξιν εἶναι μόνον· ὁλότητα δὲ μὴ γίγνεσθαι ἐκ μετέ‐ | |
25 | χοντος καὶ μετεχομένου. Ὅλως δὲ ὁ Παρμενίδης τὰ δύο ἑκάτερον ἀεὶ ποιεῖ· καὶ δύο ἀεὶ γιγνόμενον, μηδέποτε ἓν εἶναί φησιν· καὶ τὸ ἓν ὃν ἄπειρον γίγ‐ νεσθαι πλῆθος, ἀλλ’ οὐχὶ τὸ ἓν καὶ τὸ ὄν, ἐπεὶ τοῦτό γε τῆς μετ’ αὐτὴν τάξεως κατηγόρησεν. Μήποτε οὖν ἄμεινον τὸ ἓν ὂν καὶ ἐν ἑκατέρῳ σώζειν τῶν γεννημάτων, ἵνα καὶ τὰ μόρια νοητὰ ᾖ καὶ ὄντως νοητοῦ μόρια. Τὸ δὴ | |
30 | ἓν ὂν γεννήσει ἀφ’ ἑαυτοῦ ἕνα ὄντα δύο· καὶ τί διοίσει τὸ ἕτερον τοῦ ἑτέρου; | 53 |
54 | ἢ τὸ μὲν κατὰ τὸ ἓν εἰδοποιεῖται μᾶλλον, τὸ δὲ κατὰ τὸ ὂν μᾶλλον. Διὸ καὶ ὠνόμασται κατὰ τὴν ἐπικράτειαν ἑκάτερον, τὸ μὲν ἕν, τὸ δὲ ὄν, καίτοι ὂν καὶ τὸ ἕτερον. Καὶ γὰρ εἰ μερίζοιτο ἀπὸ τοῦ ὅλου, ἀλλ’ ὅλον ἀφ’ ὅλου μερίζεται, καὶ ὅλον μένει μετὰ τὸ ὅλον μέρος ἑκάτερον. Οὕτω καὶ ὁ μέγας Ἰάμβλιχος | |
5 | ἐνόησεν τὸ ἓν ὂν ἐν μέρει ἑκάτερον, κατὰ τὸ πάντη ἡνωμένον, καὶ ἀδιάκρι‐ τον τῆς νοητῆς γεννήσεως. | |
6 | Ἀλλ’ ἐπὶ τούτοις ἦν τέταρτον, ὅπως ἐκεῖ τὸ ἄτομον· εἰ γὰρ διαί‐ ρεσις, φησίν, ἄχρι τῶν νοητῶν ἀτόμων, ἃ καὶ αὐτὰ διαιρεῖται ἐπ’ ἄπειρον, ἐπεὶ καὶ τὸν κύκλον ἀνεξέλικτον εἶναι ταῖς ἡμετέραις ἐπιβολαῖς. Τίς γὰρ ἂν | |
10 | διεξέλθοι πάντα ὅσα τῷ κύκλῳ συμβέβηκεν; Οὕτως οὖν ἄτομον καὶ τὸ ἐκεῖ, ὡς μορίων ὅσον, καὶ οὔποτε παῦλαν ἔχον τῆς διαιρέσεως· ἀλλ’ οὐδὲ τοῦτο ἐξαίρετον τῆς νοητῆς φύσεως, εἴπερ καὶ ὁ νοῦς, ταύτῃ γε ἄτομος, καὶ τὸ τοῦ νοῦ μέρος ἕκαστον. Μᾶλλον δὲ καὶ ὁ μαθητικὸς οὗτος κύκλος, ὡς παρατίθεται· μήποτε οὖν βέλτιον πανταχοῦ ἄτομον λέγειν τὸ μὴ γεννητικὸν τοῦ ὁμοειδοῦς, | |
15 | ἀλλ’ εἰς ἑτέρον γέννησιν ἐκφερόμενον· οἷον, ἄτομος ἄνθρωπος ἐγώ, ὅτι οὐκ ἔχω πλῆθος ἐμοὶ συμφυὲς ἀπ’ ἐμοῦ παραγόμενον· ὃ ἐγὼ ἂν εἴη πολλαχῆ ὁ αὐτός· ἀλλὰ τὸ ἀπ’ ἐμοῦ εὐθὺς ὁμοῦ ἕτερον· ὁ δὲ καθόλου ἄνθρωπος ἄτομον εἶδος, εἰ μὴ γεννῴη ἀνθρώπεια εἴδη μερικώτερα· εἰ δὲ γεννῴη, οὐκ ἄτομον. Οὕτω καὶ θεὸς ἄτομος, ὁ μὴ θεούς, ἀλλ’ ἤδη τὰ κρείττω γένη παράγων· | |
20 | ἀνάγκη γὰρ ἢ ἐπ’ ἄπειρον γίγνεσθαι τὴν πρόοδον, ἢ τὸν ἔσχατον θεὸν καθ’ ἑκάστην σειρὰν μὴ τίκτειν θεούς, ἀλλὰ δαίμονας. Οὗτος δή ἐστιν ὁ ἄτο‐ μος. Οὐκοῦν καὶ οὐράνιος ἄτομος ὁ ἤδη τὸν ὑποσέληνον παράγων, οὐδένα δὲ οὐράνιον, καὶ ὑπερκόσμιος ἄτομος ὁ μόνον ἐγκόσμιον, καὶ νοερὸς ὁμοίως ὁ μὴ νοερόν, ἀλλ’ ὑπερκόσμιον ἀποτίκτων. Οὕτω δὲ καὶ ὁ νοητὸς καὶ νοερὸς | |
25 | ἄτομος ὁ μὴ τὸν αὐτὸν, ἀλλὰ τὸν νοερόν· οὕτως ἄρα καὶ νοητὸς θεὸς ἄτο‐ μος, ὁ μηκέτι νοητὴν γέννησιν ποιούμενος, ἀλλ’ ἤδη τὴν ἐφεξῆς, οὐκ ἐκεῖνο τοῦ λόγου λέγοντος ὅτι ὁ δεύτερος ἀεὶ διάκοσμος ἐκ τῶν ἀτόμων τοῦ προ‐ τέρου προέρχεται· τὸ γὰρ τῶν ὁμοουσίων γεννητικὸν οὐδὲν κωλύεται, καὶ τῶν | |
ἑτερωνύμων εἶναι παρακτικόν· ἀτόμως δὲ ὁ τούτων μόνος αἴτιος. | 54 | |
55 | Ἀλλὰ δὴ πέμπτον ἐζητεῖτο πῶς ἄπειρον τὸ πλῆθος τῶν μορίων ἐν τῷ νοητῷ· οὐ γὰρ δὴ τῷ ποσῷ φήσομεν· οὐδὲ γὰρ ἐν τῇ ἐσχάτῃ ὕλῃ ὁμοῦ τὰ ἄπειρα, πόσῳ δὴ ἧττον ἐν τῇ νοητῇ ἑνώσει τὸ ἄπειρον ἂν γένοιτο πλῆθος. Ἆρα οὖν ταῖς ἡμετέραις ἐπιβολαῖς ἀδιεξήγητον; καὶ τί τοῦτο θαυμαστὸν ἐπὶ | |
5 | τῶν νοητῶν; ὅ γε καὶ ἐν τῷ μαθητικῷ κύκλῳ φαίνεται. Πῶς δὲ καὶ ἀδιεξή‐ γητον; εἰ γὰρ καὶ πρὸς ἕνα βίον, ἀλλ’ ἔν γε τῷ παντὶ χρόνῳ διεξοδεύσει τὸ νοητὸν ἡ ψυχή, εἴπερ πεπέρασται· ἀλλ’ ἆρα ἄπειρον ὡς ὑπ’ οὐδένος τῶν δευ‐ τέρων περιεχόμενον, καὶ ἀπεράτωτον ὑπ’ αὐτῶν, καὶ ἀπ’ αὐτῶν ἐξῃρημένον; ἢ καὶ πᾶν τὸ ὁλικώτερον ταύτῃ γε ἄπειρον. Καὶ γὰρ ἡ ἐμὴ ψυχὴ ὑπὸ τοῦ | |
10 | σώματος ἀπεράτωτος, καὶ ὁ οἶκος ἄπειρος πρὸς τὸ ἐμὸν σῶμα· ὅλως δὲ οὐ πρός τι ἄπειρον, ἀλλ’ ἁπλῶς ἀπεφῄνατο ἄπειρον πλῆθος ὁ Παρμενίδης. Ἀλλὰ μήποτε ὡς παντελὲς ἔφη τὸ ἄπειρον· εἶναι γὰρ δή τινα καὶ τοιαύτην ἔννοιαν τοῦ ἀπείρου. Παντελὲς οὖν πλῆθος, ὃ ἐπεφύκει καὶ ἐφ’ ὅσον προιέναι τὸ νοητόν, ἴσως ὅτι τοῦ ἀπείρου οὐδὲν πλεῖόν ἐστιν, οὐδὲ μεῖζον· ταύτῃ ἂν | |
15 | σημαίνοι τὸ παντελές· ἀλλὰ κοινὸν καὶ τοῦτο πρὸς πᾶν πλῆθος καθ’ ἕκαστον διάκοσμον. Ἔτι δὲ ἡ τοῦ λόγου ἀνάγκη οὐδαμοῦ ἵστησιν τὴν διαίρεσιν, ὡς δοκεῖ· καὶ ἀπὸ τούτου συνάγει τὸ ἄπειρον, οὐκ ἂν εἴ γε μόνον ἐδήλου τὸ παν‐ τελές. Ἀλλ’ ἔτι καὶ τοῦτό φησιν, ὅτι καὶ τῶν ἐπ’ ἄπειρον γιγνομένων καὶ φθειρομένων ἐκεῖνο αἴτιον· ἀλλ’ οὔτε τοῦτο ἐξαίρετον τοῦ νοητοῦ, οὔτε ὡς | |
20 | αἴτιον τοῦ γιγνομένου τῇδε ἀπείρου πλήθους, ἀλλ’ ὡς αὕτως γιγνόμενον ἄπει‐ ρον, οὕτω διέξεισιν. Ἆρα οὖν ὡς ἀπειροδύναμον; ἀλλὰ καὶ τοῦτο κοινόν· ἔτι δὲ οὐδὲ πλήθους ἴδιον· καὶ γὰρ τὸ ἓν οὐδὲν κωλύει ἀπειροδύναμον εἶναι. Ἆρα οὖν τὴν ἰδιότητα ἄπειρον, καὶ ᾗ πλῆθος; τὰ γὰρ πολλὰ, ᾗ πολλὰ, ἄπειρα· πεπέρασται δὲ ὅταν ἓν ᾗ τὸ ὅλον· ἢ καὶ τοῦτο μὲν κοινὸν παντὸς πλήθους, | |
25 | εἴτε οὐδὲ ᾗ πλῆθος ἄπειρον, ἀλλ’ ᾗ ἀπείρου μετέχει· καὶ γὰρ πεπερασμένον ᾗ πέρατος. Ἔτι δὲ ὅπου τὸ ἄπειρον καὶ ᾗ τὸ πέρας πάντως διὰ τὴν ἀντίθεσιν. Ἔσται ἄρα καὶ πεπερασμένον τὸ ἄπειρον πλῆθος. Πῶς οὖν εἴρηται μόνον ἄπειρον, εἴτε κατὰ μέθεξιν, εἴτε καθ’ ὕπαρξιν; Μήποτε οὖν ἀντὶ πάντων ἐκεῖνο ῥητέον ὅτι τοῦ νοητοῦ πλήθους αὕτη φύσις ἐστὶν καὶ νόησις, εὑροῦσα τὴν | |
30 | ἐκείνου φύσιν. Ὡς γὰρ τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετὸν εἶναί φαμεν (οὐχ ὅτι | |
διαιρεῖται ἐξ ὧν ἐστιν ἀπείρων, ἀλλ’ ὅτι οὐδέποτε διαιρεῖται εἰς τὰ ἀδιαίρετα· | 55 | |
56 | ἔσται γὰρ οὐκέτι μέγεθος, εἰ ἐξ ἀμεγέθων ὑφέστηκεν), οὕτω καὶ τὸ ἄπειρον πλῆθος ἐπεφημίσθη τῷ νοητῷ ὡς οὐσία αὐτοῦ. Καὶ ὡς, εἰ διασταίη τὸ μόριον τοῦ μορίου, οὐκ ἔστι νοητὸν σωθησόμενον, εἴπερ τὸ νοητὸν ἓν ὂν ὁμοῦ καὶ ἡνωμένον, καὶ ἀεὶ ὅλον πανταχοῦ τὸ αὐτό· κἂν ἐπ’ ἄπειρον διέλῃς τὸ ἓν ὄν, | |
5 | εὑρίσκεις οὐχ ὅτι διαιρέσεις ἐπ’ ἄπειρον, οὐδὲ γὰρ τὸ σῶμα, ἀλλ’ ὅτι κατὰ πᾶσαν διαίρεσιν ἀπαντᾷ τὸ ἓν ὄν· ὡς εἰ καὶ τὸ μέγεθος, καὶ ὡς ἐκεῖνο διῃρη‐ μένον εἰς πεπερασμένα δημιουργικαῖς τομαῖς· ὅμως ἐπ’ ἄπειρόν ἐστι διαι‐ ρετὸν κατὰ τὴν ἑαυτοῦ φύσιν· οὕτω καὶ τὸ νοητὸν προῆλθεν μὲν εἰς πλῆ‐ θος πεπερασμένον, καὶ παντὸς ἄλλου πλήθους ἑνοειδέστερον, ἅτε διῃρημένον | |
10 | νοηταῖς καὶ ταῖς πρωτίσταις τομαῖς. Ἀλλ’ ὅμως ὅλον δι’ ὅλου νοητόν, τουτ‐ έστιν ἀειμεριστόν, εἰς τὸ ἀμέριστον· καὶ πανταχοῦ ἓν ὂν παραφαινόμενον, τουτέστιν ὅλον καὶ μέρη. Καὶ πῶς, εἰ πέφυκεν διαιρεῖσθαι, οὐ διαιρεῖται; ὅτι μηδὲ τὸ σῶμα διαιρεῖται εἰς ἃ πέφυκεν· μᾶλλον δὲ οὐδὲ πέφυκεν· ᾗ γὰρ ἂν διῃρέθη· τὸ γὰρ δυνάμει πρόεισίν ποτε εἰς τὸ ἐνεργείᾳ· εἰ δὲ μὴ, μάτην | |
15 | ἔσται δυνάμει. Πῶς οὖν τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν; ἢ ὅτι οὐκ ἐξ ἀδιαι‐ ρέτων συνέστη τὸ σῶμα, τοῦτο σημαίνειν βουλόμεθα· καὶ ὅτι ἐξ ὑποθέσεως, εἰ ἐπ’ ἄπειρον διαιροῖμεν, οὐχ ἥξομεν εἰς σημεῖά ποτε· ὥστε φύσις αὕτη τοῦ σώματός ἐστιν, τὸ μὴ ἐξ ἀδιαιρέτων συνεστάναι, μηδὲ ὅλως διαιρεῖσθαι εἰς ἃ διαιρεῖται. Καὶ τοῦ νοητοῦ ἄρα πλήθους αὕτη φύσις, ἀεὶ ἓν ὂν εἶναι ἐπὶ | |
20 | πάσης προόδου, καὶ παντὸς μερισμοῦ, καὶ μηδέποτε συνεστάναι ἐξ ἑνὸς καὶ ὄντος, ἀλλ’ ἀεὶ τὸ συναμφότερον εἶναι, κατὰ μίαν κρείττω συνεχείας ἕνωσιν. | |
21 | Καὶ ὁρᾷς ἤδη τὸ ἕκτον, ὅτι κατὰ δίκην τῷ ἀπείρῳ πλήθει χαρακ‐ τηρίζει τὸ νοητόν, εἴπερ τὸ ἓν ὂν συνθήσεται μόνως, εἰ ἄπειρον εἴη τὸ πλῆθος, τουτέστιν εἰ ἐξ ἀδιαιρέτων ἡνωμένον καὶ διαιρετῶς· ἅμα γὰρ τὸ ἓν | |
25 | ἐχώρισας τοῦ ὄντος, καὶ τὴν πρώτην ἐποίησας διακόσμησιν τῶν νοητῶν καὶ νοερῶν. ᾟ ἄρα νοητῶν πλῆθος, ἄπειρον πλῆθος. Καὶ μάλα δικαίως· ὅτι καὶ πεπερασμένον ᾗ νοητόν· τὸ γὰρ ἡνωμένον μάλιστα πεπερασμένον· ὡς γὰρ καὶ πεπερασμένου μεγέθους ἡ φύσις ὅμως ἐπ’ ἄπειρον διαιρετή, οὕτω καὶ τοῦ νοητοῦ πεπερασμένου. Καὶ διὰ τοῦτο “ἀρχὴ πάσης τμήσιος” ἥδε ἡ τάξις κατὰ | |
30 | τὸ λόγιον, ὅτι δι’ ὅλης τμητὴ κατὰ τὸν εἰρημένον τρόπον. Καὶ ὥσπερ τῷ | 56 |
57 | ἀπείρῳ ἀφοριζόμεθα τὴν τοῦ σώματος φύσιν, καίτοι καὶ πεπερασμένου ὄντος, οὕτω καὶ τὸ νοητὸν χαρακτηρίζει τὸ ἐπ’ ἄπειρον διαιρεῖσθαι, ὡς ἀεὶ ὅλον καὶ μέρη, καὶ ἀεί γε ἓν ὄν, καὶ ἐν τῇδε τῇ ἰδέᾳ τὸ οἰκεῖον πέρας ἀπειληφός. | |
3 | Ἕβδομον τοίνυν ὁ Τίμαιος, φησί, τριάδα ποιεῖ, τὴν διακόσμησιν | |
5 | ταύτην, τὸ μὲν ἓν ζῷον πατέρα ποιῶν, τὸν δὲ ἀριθμὸν τῶν νοητῶν ζῴων ὅσα περιείληφεν τὸ αὐτοζῷον, τὸν πατρικὸν νοῦν· τὴν δὲ τὰ μέρη καὶ ζῷα παρ‐ άγουσαν αἰτίαν ἀπὸ τοῦ ζῴου τὴν δύναμιν· καίτοι ἐν ἄλλοις τὸ ζῷον τὸ τρί‐ τον εἶναι ἀποφαίνεται, ὡς ἐπὶ τῆς δευτέρας τὴν ζωήν, καὶ ὡς ἐπὶ τῆς πρώτης τὸ ὄν. Ἔτι δὲ πῶς τὰ νοητὰ ζῷα ὁ πατρικὸς νοῦς πολλά γε ὄντα; ἐκ δὲ τρί‐ | |
10 | των, πῶς οὐχὶ καὶ ὁ πατὴρ ἓν πολλά, καὶ ἡ δύναμις, καὶ ὁ πατρικὸς νοῦς; ἵνα πανταχοῦ ᾖ καὶ τὸ ἄπειρον πλῆθος, εἴ γε νοητὸν καὶ ἓν ὂν ἕκαστόν ἐστιν. Ἔπειτα μονογενὲς μὲν κατὰ τὸν πατέρα, αἰώνιον δὲ κατὰ τὴν δύναμιν, παν‐ τελὲς δὲ κατὰ τὸν νοῦν. Ἀλλὰ πρῶτον μὲν ἑκάστην ἐνταῦθα ποιήσομεν μονάδα τὸ ζῷον, οὐ τὴν πατρικὴν μόνον, ὡς γάρ τι διεξῄει· τὸ γὰρ ζῷον καλεῖ τοῖς | |
15 | τρισὶν ὀνόμασιν ὁ Τίμαιος. Εἶτα πῶς ἡ δύναμις ἡ μέση ὕπαρξίς ἐστι τῆς τριάδος; Ἔτι δὲ τὸ τρίτον οὐδὲ μόνα τὰ τρία ταῦτα ὀνόματα κατηγορεῖ τοῦ ζῴου ὁ Τίμαιος, πολλαχοῦ τοῦτο λέγει. Καὶ γὰρ νοητὸν αὐτὸ καλεῖ, καὶ κάλλιστον τῶν νοουμένων, καὶ παράδειγμα, ἢ ταῦτα μὲν ἀπὸ τῶν μετ’ αὐτὸν καὶ πρὸς αὐτὰ καθ’ ἑαυτὸ μονογενές, αἰώνιον, παντελές· ἢ εἰ καὶ τρία ἐξαί‐ | |
20 | ρετα αὐτοῦ τάδε εἴη, οὐδὲν μᾶλλον τὴν τριάδα σημαίνει· ἀνάγκη γὰρ ὅπου τὸ ἓν καὶ τὰ ἄλλα εἶναι. Εἰ γὰρ μονογενές, καὶ παντελές· καὶ εἰ παντελές, μονογενές· καὶ εἰ πρῶτον ζῷον ὡς παντελὲς καὶ μονογενές, πάντως ὅτι καὶ αἰώνιον, μετά γε εὐθὺς τὸν αἰῶνα τεταγμένον. Ἄμεινον ἄρα λέγειν, εἰ μὲν ζῷον, πάντως καὶ νοῦς· σὺν γὰρ αἰσθήσει καὶ νοήσει τὸ ζῷον. Νοῦς ἄρα τὸ | |
25 | αὐτοζῷον· ἔχει ἄρα καὶ νοητόν· | |
25 | οὐ γὰρ ἄνευ νοός ἐστι νοητοῦ, | |
26 | καὶ τὸ νοητὸν | |
27 | οὐ νοῦ χωρὶς ὑπάρχει, | |
28 | ||
κατὰ τὸ λόγιον. Εἰ δὴ θεὸς ὁ κόσμος, καὶ τὸ παράδειγμα ἄρα πολλῷ μᾶλ‐ | 57 | |
58 | λον θεὸς ὁ πατὴρ ἃ ἐκεῖ ὁ θεός. Ἀλλὰ μὴν καὶ ἡ μέση δύναμις ἐν ἀμφοῖν ἣν σιωπᾷ καὶ ὁ Τίμαιος, ὥσπερ ὁ Παρμενίδης. Ἀλλὰ δὴ τίς ἡ κατὰ Παρ‐ μενίδην τριάς; τὸ ὅλον, φησίν, ὁ πατήρ, καὶ τὸ ἄπειρον πλῆθος, ὁ νοῦς, καὶ ἡ τοῦτο γεννῶσα δυάς, ἡ πατρικὴ δύναμις· ἀλλ’ οὕτω γε πάντα ἔσται ἐν | |
5 | ἑκάστῃ μονάδι· ἀλλ’ ὁ μὲν πατὴρ ὅλον μόνον, ἡ δὲ δύναμις δυὰς μόνον, ὁ δὲ νοῦς ἄπειρον πλῆθος· καίτοι ὁ Παρμενίδης ὅπου ἕν, καὶ τὰ ἄλλα συνόντα παραδίδωσιν. Ἔπειτα πῶς ὁ νοῦς τὸ ἄπειρον πλῆθος; οὐ γὰρ ἔσται μία μονὰς ὁ πατρικὸς νοῦς. Ἔτι δὲ πρὸς τούτοις τὸ ὅλον ἓν ὄν ἐστιν· ὥστε ὁμοῦ, πατὴρ μὲν τὸ ἕν, δύναμις δέ, ἡ συναγωγὸς μεσότης. Νοῦς δὲ τὸ ὄν· ἔτι γε | |
10 | μὴν οὐ φυλάττομεν τὸ ἓν ὂν τοῦ νοητοῦ, διοικίζοντες εἰς τριάδα τὸ ὅλον, καὶ τὴν δυάδα, καὶ τὸ ἄπειρον πλῆθος· ἕκαστον γὰρ τούτων χωρίς, ὡς ἐν νοητῇ προόδῳ τε καὶ γεννήσει. Δεῖ δὲ τὴν τριάδα πρὸ τῆς γεννήσεως εἶναι τῶν μο‐ ρίων· μήποτε οὖν καὶ ἐνταῦθα ἐν ἑκάστῃ μονάδι τὰ τρία ἀποθέμενοι τὸ ὅλον, τὰ μέρη, τὸ ἄπειρον πλῆθος, εἶτα συμπτύξομεν τὰ τρία πληρώματα εἰς μίαν | |
15 | ἕνωσιν νοητήν. Καὶ γὰρ πρὸ ταύτης τριὰς ὅλον ἦν, καὶ μέρη διὰ πάσης, καὶ ἡ νοητὴ ἀκρότης, δι’ ὅλης ἓν ὄν· οὕτως ἄρα καὶ ἡ τρίτη δι’ ὅλης, ἄπειρον πλῆθος· ὃ γὰρ ἑκάστῃ προστιθεῖ, τοῦτο ἑκάστην εἰδοποιεῖ, τοῦτο διὰ πάσης χωρεῖ. Ὡς οὖν καὶ τὸ ἓν ὂν καὶ τὸ ὂν ἕν, οὕτω καὶ ἄπειρον πλῆθος ἑκάτερον, ὥστε καὶ τὸ μέσον τοιοῦτον. | |
19 | ||
20 | Ὄγδοον ἐπὶ τούτοις ἐροῦμεν τὴν νοητὴν τὸ μὲν | |
20 | πάσης τμήσιος ἄρχειν, | |
21 | κατὰ τὸ λόγιον· οὐκ ἄρα ὡς συνεχοῦς ἐστιν, οὐδὲ ὡς διωρισμένου, ἀλλ’ ἁπλῶς διαιρετοῦ. Καὶ ὁρᾶται γὰρ ἐν αὐτῇ τὸ συναμφότερον· ᾗ μὲν γὰρ τὸ ἓν ὂν εἰς συνώνυμα τῷ ὅλῳ καὶ ἕνα ὄντα διαιρεῖται, ταύτῃ ὡς συνεχοῦς ἐστιν· ᾗ δὲ | |
25 | κατ’ ἐπικράτειαν, τὰ μὲν κατὰ τὸ ἓν ἵσταται τῶν γεννωμένων, τὰ δὲ κατὰ | 58 |
59 | τὸ ὄν, ταύτῃ δὲ ὡς διωρισμένου. Καὶ πάλιν, ᾗ μὲν ἥνωται τὸ νοητόν, ταύτῃ συνεχές· ᾗ δὲ διακέκριται τὰ γεννώμενα, ταύτῃ διωρισμένον. Ἔτι δὲ ἐκ τρί‐ των, ᾗ μὲν τὰ περιόντα μερικώτερα, ὡς ἀπὸ συνεχοῦς· ᾗ δὲ πολλαπλασιά‐ ζεται, ὡς ἀπὸ διωρισμένου. Δεῖ μὲν ἐπιστῆσαι ὅτι πᾶν ἀσώματον χωριστὸν | |
5 | ὁμοῦ καὶ συνεχές ἐστι καὶ διωρισμένον, εἰ καὶ τὰ μὲν εἰδοποιεῖται μᾶλλον τῷ συνεχεῖ, τὰ δὲ μᾶλλον τῷ διωρισμένῳ· τὸ δὲ νοητόν, ἐπ’ ἴσης ἀμφοῖν ἢ πρὸ ἀμφοῖν. Ὅπου δὲ μᾶλλον τὸ διωρισμένον, καὶ ὅπου μᾶλλον τὸ συνεχές, εἰσόμεθα προϊόντες. | |
8 | Ἀλλὰ μὴν πρὸς τὸ ἔνατον, καὶ εἷς ὁ τρίτος νοητὸς θεός, καὶ πολλοὶ | |
10 | μετὰ τὸν ἕνα, καὶ ἀπὸ τοῦ ἑνός, ἡ μὲν γὰρ νοητὴ ἀκρότης ἀδιάκριτός ἐστι διάκοσμος, ἡ δὲ μέση, διακρινόμενος εἰς δυάδα, ἡ δὲ τρίτη ἀποπεράτωσις, πάντη διακεκριμένος. Εἰ δὴ ὁ κόσμος οὗτος καὶ θεὸς καὶ θεοί, πάντως ὅτι καὶ τὸ παράδειγμα αὐτοῦ ἓν καὶ πλῆθος. Πολλαὶ οὖν ἑνάδες μετὰ τὴν μίαν, καὶ πολλαὶ οὐσίαι μετὰ τὴν μίαν. Ἀλλὰ νοητέον τὴν διάκρισιν τῶν νοητῶν μετὰ | |
15 | τῆς ἄκρας ἑνώσεως. Πολλοὶ μὲν τοίνυν, ἀλλ’ ἡνωμένοι ὡς μάλιστα, καὶ εἰς ἓν συννεύοντες, καὶ νοητοὶ ὡς ἀληθῶς. Καὶ τί θαυμαστὸν εἰ οἱ νοητοὶ θεοὶ οὕτως ἡνωμένοι εἰσίν, ὅτε γε καὶ οἱ νοητοὶ καὶ νοεροὶ μονοειδεῖς παραδέδονται θεόθεν, καὶ ἀμέριστοι, καὶ οἱ πρῶτοι τῶν νοερῶν ἀμιστύλλευτοι; πάντως μὲν γὰρ καὶ ἐν τούτοις εἰσὶ θεοὶ μερικώτεροι. Ἀλλ’ οὕτως ἥνωνται πρὸς τὰς | |
20 | οἰκείας ὁλότητας, ὡς μηδὲ μεμερίσθαι δοκεῖν· ὁ δὲ μερισμὸς ἐμφανὴς ἀπὸ τῆς πηγαίας Ἑκάτης ἄρχεται, καὶ μάλιστα ἀπὸ τοῦ δὶς ἐπέκεινα. Ἐπεὶ καὶ αἱ ἴυγγες οὐ τρεῖς μόνον, ἀλλὰ πλείους· φησὶ γὰρ ὁ χρησμῳδῶν θέος· | |
22 | πολλαὶ μὲν δὴ πᾶσαι ἐπεμβαίνουσι φαεινοῖς κόσμοις ἐνθρώσκουσαι· ἐν αἷς ἀκρότητες ἔασι | |
25 | τρεῖς ... | |
25 | καὶ οἱ συνοχεῖς οὐ τρεῖς, ἀλλὰ πολλοὶ ἕκαστος· περὶ μὲν γὰρ τοῦ ἐμπυρίου λέγεται· | |
27 | τοῖς δὲ πυρὸς νοεροῦ νοεροῖς πρηστῆρσιν ἅπαντα | |
εἴκαθε δουλεύοντα. | 59 | |
60 | Περὶ δὲ τοῦ ὑλαίου· | |
1 | ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσι. | |
2 | Πολλοὶ μὲν δὴ ἕκαστοι οἱ πηγαῖοι θεοί, καὶ πρὸ πάντων ἡ πηγὴ τῶν πηγῶν. Ἀλλὰ ἡ ἕνωσις ἐπικρατοῦσα, καὶ οὐκ ἐῶσα ἔξω τὸ πλῆθος προσελ‐ | |
5 | θεῖν, μονοειδεῖς εἶναι τοὺς περιέχοντας τὸ τοιοῦτον πλῆθος θεοὺς ἀποφαίνει. Ὁ δὲ Ὀρφεὺς καὶ τὸ ὁπωσοῦν τούτων διωρισμένον ὁρῶν, πολλὰ γένη θεῶν ἐν ἑκάστῳ διακόσμῳ παραδίδωσιν, τοὺς μὲν εἴσω, τοὺς δὲ ἔξω ποιῶν. Καὶ γὰρ πᾶς ὁ ἔξω γεννῶν πάντως καὶ εἴσω πρὸ τῶν ἔξω γεννᾷ. Διαφέρει δὲ ἡ ἕνωσις καὶ ἡ διάκρισις, εἴσω μὲν ἡ ἕνωσις ἐπικρατοῦσα, ἔξω δὲ ἡ διάκρισις. | |
9 | ||
10 | Δέκατον τοίνυν πῶς ἐκεῖ γεννᾶται ἀπὸ τοῦ ὄντος τὰ κρείττω γένη, ὥς φησιν; οὐδὲ γὰρ θεοὶ πάντες ἐκεῖ εἰσιν, μή τί γε δὴ ἄγγελοι καὶ δαίμονες. Εἰ δὲ μὴ ἐκεῖ, ἀλλ’ ἔξω καὶ ἐπ’ ἐσχάτοις ἀπογεννᾶται τὰ κρείττω γένη, πῶς τὸ ὂν ἐκεῖ δύο ἕξει μέρη καὶ γεννήσει τὸ ἓν καὶ τὸ ὄν; Εἰ δὲ οὐσίαι, τίνες αἱ οὐσίαι, εἰ μήτε θεῶν ἐξημμέναι, μήτε ὀπαδοὶ τῶν θεῶν; Βέλτιον δὴ θεοὺς μὲν | |
15 | πάντας ἐκεῖ νοητοὺς ὑπολαμβάνειν, ἀλλὰ τοὺς μὲν κατὰ τὸ ἓν μᾶλλον οὐσιω‐ μένους, ἢ ὡς ἂν εἴποις χαλδαϊκῶς, κατὰ τὸ πατρικὸν ἰδίωμα προβεβλημέ‐ νους, τοὺς δὲ κατὰ τὸ ὂν καὶ πατρικὸν νοῦν ὑφεστῶτας, τοὺς δὲ ἂν οὕτω τύχοι, κατὰ τὴν ἑτερότητα τὴν κρύφιον. | |
18 | Ἔτι δὲ αὖ πρὸς τούτοις ἑνδέκατον, οὐδὲ ὅτι τὸ ποιητικὸν τῆσδε τῆς | |
20 | τριάδος οὐσιοποιόν, οἷον τὸ πατρικόν, οὐδὲ αὖ δημιουργικόν· οὔπω γὰρ δημιουργία προῆλθεν, ἀλλ’ ἐπεὶ νοερός ἐστι νοῦς ἐν τοῖς νοητοῖς, ἀπ’ αὐτοῦ ἄρχεται ἡ ἐνέργεια· τὰ δὲ πρὸ αὐτοῦ ἐγέννα τῷ εἶναι καὶ τῷ δύνασθαι, ὁ δὲ νοῦς τῷ ἐνεργεῖν. Διὸ καὶ ἐργάτις προείρηται ἥδε ἡ τάξις, ὡς ἤδη καὶ ἐνερ‐ γοῦσα· ἴσως δὲ καὶ ὡς παράδειγμα τὸ ποιητικὸν προὐβάλλετο, τάχα δὲ ὡς | |
25 | παράδειγμα· οὕτω δὲ καὶ κοσμοποιὸς πρῶτος ὁ θεὸς ἐκεῖνος· παράδειγμα γὰρ οὐ τοῦδε τοῦ κόσμου, ἀλλ’ ἁπλῶς κόσμου, καὶ ποιητὴς ἄρα οὐ τοῦδε, ἀλλὰ παντὸς διακόσμου ὑλαίου τε καὶ ἀΰλου, νοεροῦ τε καὶ νοητοῦ· Εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα, | |
οὗ τὸ θέλειν κατένευσε καὶ ἤδη πάντ’ ἐτέτμητο. | 60 | |
61 | Ἐπὶ πᾶσι τοίνυν πρὸς τὸ δυοδέκατον ἀποκρίνομαι ὅτι ἡ μὲν προτέρα ὁλότης, ἐλαχίστη οὖσα πασῶν ὁλοτήτων, ἐκ δυεῖν ἐστιν μερῶν, αὕτη δὲ ἐξ ἀπείρων ᾗ πλείστων τό γε ἀληθέστερον εἰπεῖν, ἀλλὰ καὶ τῶν πλείστων ὡς ἐν τοῖς νοητοῖς. Καὶ μήποτε ἐκείνη μὲν ὁλότης μόνον, αὕτη δὲ καὶ πρὸς τῇ ὁλό‐ | |
5 | τητι παντότης, ἐκ πλειόνων γὰρ ἢ δυεῖν ἡ παντότης, καὶ ἔστιν οἷον διῃρη‐ μένη ὁλότης, ἐκείνη δὲ ἀδιαίρετος· καὶ ἐκείνη μὲν ἁπλῶς ὁλότης, αὕτη δὲ συνεχὴς ἅμα καὶ διωρισμένη· καὶ πᾶσαι ἁπλῶς αἱ ὁλότητες ἐν αὐτῇ διαφα‐ νεῖς, ἐκεῖ δὲ μία αἱ πᾶσαι ἀδιακρίτως. | |
8 | Ζητητέον καὶ τάδε κατὰ τὴν λέξιν. | |
10 | Πρῶτον μέν, πῶς τὸ ἓν ὂν καὶ τὰ μόρια αὐτοῦ καὶ ἐν τῇ τρίτῃ τάξει ὑπ‐ έθετο ὡς τὸ αὐτὸ λέγων· “Τί οὖν; τῶν μορίων ἑκάτερον τούτων, τό τε ἓν καὶ τὸ ὄν;” τὸ γὰρ τούτων προστεθὲν ἀναφορὰν ποιεῖται πρὸς τὴν πρὸ αὐτῆς. Δεύτερον δέ, διὰ τί τὸ ἐλάχιστον προσέθηκεν. “Καὶ γίγνεται τὸ ἐλάχισ‐ τον 〈ἐκ〉 δυοῖν αὖ μορίοιν τὸ μόριον.” Τίνα γὰρ ἂν καὶ ἐγένετο πλείονα δυοῖν | |
15 | μόνοιν ὄντοιν, τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος; Τρίτον δὲ πῶς φησίν· “Ἆρα ἀπολίπεσθον ἢ τὸ ἓν τοῦ 〈ὄντοσ〉 εἶναι μό‐ ριον, ἢ τὸ ὂν τοῦ ἑνὸς μορίου;” ἔδει γὰρ φάναι· ὥσπερ τὸ ὂν τοῦ ἑνὸς μορίου μὴ ἀπολείπεσθαι, οὕτω καὶ τὸ ἓν τοῦ εἶναι μορίου· ὁ δὲ τοῦ εἶναι μόριον ἔφατο. | |
20 | Καὶ ἐπὶ τούτοις τέταρτον, διὰ τί συνεχεῖ τῷ ἀεὶ καὶ τῷ γίγνεσθαι κέ‐ χρηται. Καὶ ἔτι γε πέμπτον, διὰ τί τῇ δυάδι προάγει τὸ ἄπειρον πλῆθος, ἀλλ’ οὐ κατὰ μείζονά τινα ἀριθμόν. | |
23 | Λεγέσθω μὲν δὴ πρὸς τὸ τέταρτον τοῦτο, καὶ ὃ λέγει αὐτός, ὅτι τὸ | |
25 | πρῶτον αἰώνιον καὶ τὸ πρῶτον παράδειγμα τῆς γενέσεως ἥδε ἦν ἡ τάξις· | |
μήποτε δὲ καὶ τὴν ἰδιότητα τῆς ἐκεῖ ἀπειρίας ἐνδείκνυται, ὡς οὐ τῷ ποσῷ τῶν | 61 | |
62 | γεννημάτων οὔσης, ἀλλὰ τῷ οἷον ποιῷ τῆς νοητῆς φύσεως, ἐκείνης ἐπ’ ἄπειρον οὔσης διαιρετῆς, ἀλλ’ οὐκ εἰς ἄπειρα διῃρημένης· ὡς εἴ τις εἴποι καὶ τὸ μέγε‐ θος ἀεὶ διαιρούμενον ἢ δύο γιγνόμενον μηδέποτε παύεσθαι. Διὸ καὶ ἐπήγαγεν· “Οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος, οὕτω τὸ ἓν ὂν εἴη·” Τὸ γὰρ οὕτω σημαίνει | |
5 | τὸν εἰρημένον τρόπον τῆς ἰδιότητος, ἵνα μὴ οἰηθῇ τις καὶ τὸ ποσὸν ἄπειρον εἶναι τοῦ πλήθους. Πρὸς δὲ τὸ τρίτον, λέγωμεν ἓν μὲν ὅτι τὸ ὂν ὁμολογουμένως ἔχει τὸ ἕν· οὐ γὰρ ἄνευ τοῦ ἑνὸς τὸ ὄν, εἴη γὰρ ἂν οὐδέν· ὅθεν τὸ ὂν οὐκ ἀπολείπεται τοῦ ἑνὸς μορίου, ὅτι πάντως ἕν· τὸ δὲ ἓν πῶς οὐκ ἀπολείπεται τοῦ ὄντος μορίου | |
10 | ἄδηλον ἦν, ἐπειδή ἐστιν καὶ ἄνευ ὄντος τὸ ἕν; ἢ ὅτι οὐκ ἀπολείπεται τὸ ἓν τοῦ εἶναι μόριον· ἀεὶ γὰρ ἕν τι ὂν συνέζευκταί τινι οὐσίᾳ· διὰ τὸ ἄρα εἶναι μό‐ ριον, διὰ τοῦτο οὐκ ἀπολείπεται τοῦ ὄντος μορίου. Ἐάσας οὖν τὸ ἀκόλουθον εἰπεῖν πρὸς τὴν λέξιν, ἀντὶ τούτου τὴν ἀπόδειξιν παρέλαβεν. Ἴσως δὲ καὶ διττῆς οὔσης συζυγίας ἑκατέρας, τὸ ἕτερον μόνον παρέθετο, τῆς μὲν τὸ ἓν | |
15 | μόριον λεγούσης καὶ τὸ ὂν μόριον, τῆς δὲ τὸ ὂν οὐκ ἀπολείπεται μορίου τοῦ ἑνός· καὶ τὸ ἓν οὐκ ἀπολείπεται μορίου τοῦ ὄντος, καὶ ἐξ ἑκατέρας τὸ ἐναρ‐ γέστερον. Τάχα δὲ ἀγκύλως τε καὶ συντόμως ἐκεῖνο βούλεται λέγειν ὡς οὐκ ἀπολείπεται οὔτε τὸ ἓν τοῦ εἶναι μόριον τοῦ ὄντος, οὔτε τὸ ὂν τοῦ ἑνὸς εἶναι μόριον· ἑκατέρου δὲ μορίου ὄντος, τὸ μόριον γίγνεται. Ἔδει οὖν καὶ ὅτι μόριον | |
20 | εἰπεῖν καὶ ὅτι μορίου ἐπ’ ἀμφοῖν· ὁ δὲ συντεμών, ὅπου μὲν τὸ μόριον, ὅπου δὲ τὸ μορίου παρείληφεν. Ἀλλὰ μὴν 〈τί〉 πρὸς τὸ δεύτερον ἐροῦμεν; ἢ ὅτι πολλὴ ἦν ἡ τῶν μερῶν ἐνταῦθα διαίρεσις, καὶ οὐ δύο μόνα ἦν, ἀλλὰ πλεῖστα. Διὸ χώραν ἔσχεν ὁ λόγος εἰπεῖν ὅτι τοὐλάχιστον εἰς δύο ἕκαστον διαιρεῖται, ἐπεὶ καὶ εἰς πλείω | |
25 | καὶ πλεῖστα, εἰ καὶ ἡ πρώτη καὶ ἄμεσος γέννησις, διὰ τῆς δυάδος. Ἕτερον δὲ ὅτι αἰνίττεται οὐ μόνον κατὰ δυάδα συνίστασθαι τὴν ἐκεῖ ἀπογέννησιν, ἀλλ’ ἤδη καὶ κατὰ τριάδα· | |
27 | εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα, | |
28 | καὶ “τριγλῶχις” ὁ θεὸς ἀνυμνεῖται, ἐπεὶ καὶ εἰ τὰ μέρη κατ’ ἐπικράτειαν | |
30 | γεννᾶται ἢ τοῦ ἑνός, ἢ τοῦ ὄντος, εἴη ἂν καὶ ἐπ’ ἴσης τι γεννώμενον. | |
Ἔτι γε μὴν τρίτον ὑπονοεῖν ἔξεστι τὴν ἑτερότητα διαφανέστερον ἐν τῇ τρίτῃ | 62 | |
63 | τάξει παραφαινομένην τριττὰ ποιεῖν τὰ γεννήματα, ἤτοι κατὰ τὸν πατέρα, ἢ κατὰ τὸν πατρικὸν νοῦν, ἢ κατὰ τὴν δύναμιν, ἥτις ἦν ἡ κρύφιος καὶ νοητὴ ἑτερότης. Καὶ μήποτε καὶ διὰ τοῦτο τριαδικὸς οὗτος ὁ θεός, ὅτι καὶ ὁ πατήρ, καὶ ὁ πατρικὸς νοῦς, καὶ ἡ μέση δύναμις ἐκφανής, καὶ ἡ διαστᾶσα τριάς· ἡ δὴ | |
5 | πρὸ αὐτῆς μᾶλλον δυάς, ὅτι ἡ δύναμις ἐν μέσῳ οὖσα λανθάνει· ἡ δὲ πρώτη μονάς, καίτοι πορρωτέρω τοῦ πατρὸς ὁ πατρικὸς νοῦς, εἰς αὐτὸν ἀνακέχυται τὸν πατέρα. Τί δὴ οὖν πρὸς τὸ πρῶτον ἔτι φήσομεν; ἢ ὅτι τὸ ἓν ὂν ἐν τούτοις τρίτον παραλαμβάνει· καὶ γὰρ ἐν τῇ δευτέρᾳ τὸ ἓν ὄν, ἀλλ’ οὐχὶ τὸ πρῶτον. Διόπερ | |
10 | ὑποβὰν διέστη, καὶ ὅλον ἀντὶ ἑνὸς ἐγένετο. Οὕτω δὴ τρίτῳ βήματι προελθόν, ἔτι μᾶλλον διέστη· ὥστε καὶ τῶν μερῶν ἑκάτερον διαστῆναι καὶ καθ’ ἑαυτὸ γενέσθαι· καὶ ὅλον ἤδη καὶ ἓν ὂν ἑκάτερον· εἰ δὲ τούτων ἔφη, τοῦτο καὶ ἔνδειξιν ἔχει τῆς μεταβάσεως. Ὡς γὰρ ἐν τῇ πρὸ αὐτῆς ἔλεγεν, εἰ οὐκ ἀνάγκη τοῦτο τὸ ἕν, ἀλλὰ τὸ τοῦτο εἶναι παρὰ τὸ πρὸ αὐτοῦ σημαίνων, οὕτω καὶ νῦν | |
15 | τούτων μορίων διοριζόμενος τῶν νῦν ἐκ τρίτων δηλοῖ παραλαμβανομένων. Διὸ καὶ ἀπορεῖ εἰ ἀπολείπεται τὸ ἕτερον τοῦ ἑτέρου, ἢ πάντη διέστῃ κατὰ τὴν πρόοδον· ἐπεὶ τά γε τῆς πρώτης ὁλότητος μόρια οὐδαμῶς ἀπολείπεται ἀλλήλων, ἅτε μηδὲ τῆς ὁλότητος, καὶ ὡς μέρη μόνον ὄντα. Ἀπελείφθη δ’ ἂν ἴσως, εἰ ὅλον ἑκάτερον ἦν· οὐ διέστη δέ πω, ὅτι νοητὴ ἦν καὶ ἡ τρίτη ἔτι. | |
20 | Ἀλλ’ ἐπὶ πᾶσι πρὸς τὸ πέμπτον ἓν μὲν ῥητέον ὅτι ἡ τρίτη τάξις ἀπὸ τῆς πρώτης καὶ τῆς δευτέρας ὁμοῦ πρόεισιν ἐξ ἀμφοῖν. Τῇ | |
21 | τῶνδε ῥέει τριάδος δέμα, | |
22 | πρὸ τῆς οὐσίας οὐ πρώτης, ἀλλ’ οὗ τὰ νοητὰ μετρεῖται· ὧν ἡ μὲν πρώτη μονὰς ἦν ἀδιαίρετος, ἡ δὲ δευτέρα, δυάς· ὅλον γὰρ καὶ μέρη· ἡ τοίνυν τρίτη | |
25 | ἐξ ἀμφοῖν ῥεύσει τε κατὰ φύσιν, ἀπὸ μονάδος ὁδεύουσα διὰ δυάδος ἐς τὸ ἄπειρον πλῆθος. Ἕτερον δέ, ὅτι οὐδέπω ἦν ἐν τοῖς νοητοῖς ἀριθμός· ἐκφαίνεται γὰρ ἀπὸ τῆς μετ’ αὐτὴν τάξεως. Ἀλλ’ εἴπερ ἄρα αἱ ἀρχαὶ τοῦ ἀριθμοῦ μονὰς καὶ δυάς, ἴσως δὲ καὶ τριὰς καὶ τετράς, ὡς ἀρχαὶ καὶ αὗται τοῦ ἀριθμοῦ· ἡ μὲν τοῦ περιττοῦ, ἡ δὲ τοῦ ἀρτίου· “πηγὴ γὰρ ἀενάου φύσεως καὶ ἡ τετρα‐ | |
30 | κτύς.” Ἕτερον δέ, ὅτι τὰ νοητὰ μόρια οὐ πάνυ διίστατο, ἢ πρὸς ἄλληλα, | 63 |
64 | ἢ πρὸς τὰ γεννῶντα, διὰ τὴν γεννητὴν ἕνωσιν. Προήει ἄρα, ὅσον δόξαι μό‐ νον, εἰ οἷόν τε εἰπεῖν· ὅθεν δυαδικὴ μόνον αὐτῶν ἡ διάστασις· οἱ γὰρ μείζονες ἀριθμοὶ μείζους ποιοῦνται τὰς διαστάσεις, ἅτε πορρωτέρω γιγνόμενοι τῆς μονάδος. | |
4 | ||
5 | Ἀλλ’ ἐπειδὴ περὶ τῶν τοιούτων τάξεων ταῦτα διεπερανάμεθα, φέρε κοινῇ περὶ τοῦ νοητοῦ διακόσμου ζητήσωμεν. Ἓν μέν, τίς ἡ μία αὐτοῦ οὐσία, καὶ τίς ἡ τριπλῆ. Δεύτερον δέ, διὰ τί τὸ ὅλον τὸ νοητὸν τοῖς τρισὶ βήμασι τούτοις προ‐ ήγαγεν, ἑνὶ ὄντι, ὅλῳ καὶ μέρεσιν, ἀπείρῳ πλήθει. | |
10 | Τρίτον, πῶς νοητέον τὰς τρεῖς ταύτας διαφοράς, πότερον ὡς οὔσας ἰδιό‐ τητάς τινας, ἤ τινα ἄλλον σεμνότερον τρόπον. Ῥητέον δὴ πρὸς μὲν τὸ πρῶτον ὅτι κοινὴ τοῦ παντὸς οὐσία ἐστὶ νοητοῦ τὸ ἓν ὄν, οὐ χωριζόμενον τοῦ ἑτέρου τὸ ἕτερον, ἀλλὰ συμπεφυκὸς ὡς ἡνω‐ μένον, μᾶλλον δὲ ὡς ἓν τὸ συναμφότερον, οὐ διακρινομένης τῆς τοῦ ὄντος | |
15 | φύσεως ἀπὸ τῆς τοῦ ἑνός. Ἀλλὰ καὶ εἴ τις εἰς τὸ ὂν ἀποβλέψειεν, οὐκ ὂν ὁρώ‐ μενον, ἀλλὰ μᾶλλον ἕν, οὐδὲ ὡς γέννημα τὸ ὂν τοῦ ἑνός, ἀλλ’ ὡς αἰτία ἐν τῷ ἑνὶ τοῦ ὄντος. Τοιαύτης δὲ οὔσης τῆς κοινῆς οὐσίας, ἡ μὲν πρώτη παντάπασίν ἐστιν ἀδιάστατος, καὶ τὸ ἓν ἔχει κρυπτόμενον ἐν τῷ μυχῷ τοῦ ἑνός· ἡ δὲ δευ‐ τέρα ἄρχεται διακρίνεσθαι καὶ προβάλλειν τὸ ὄν· ἡ δὲ τρίτη προβέβληκεν | |
20 | μὲν ἤδη τὸ ὄν, κατέχει δὲ αὐτὸ συμφυῶς· οὐδὲ ἀφίησιν ἀφ’ ἑαυτοῦ τὸ ἓν προελθεῖν. Ἀλλὰ κἂν προέλθῃ, πανταχοῦ αὐτῷ συμπροϊὸν καὶ συναναφαινό‐ μενον, ὡς πᾶσαν μὲν ἕνωσιν, εἶναι τοῖν δυεῖν, ἀλλὰ τὴν μὲν πρώτην ἕνωσιν ἀδιάκριτον, τὴν δὲ δευτέραν ἕνωσιν διακρινομένην, τὴν δὲ τρίτην ἕνωσιν δια‐ κεκριμένην, ὡς διακεκρίσθαι τὴν ἕνωσιν, εἴποι τις ἂν σωφρονέστερον. | |
24 | ||
25 | Πρὸς τοίνυν τὸ δεύτερον ἐροῦμεν ὅτι πᾶς διάκοσμος καὶ πᾶν εἶδος, ἐφ’ ἑαυτοῦ ἕκαστον ὁρώμενον ἀπὸ τῆς μονοειδοῦς ἀρχῆς, διὰ τῆς δυειδοῦς με‐ σότητος εἰς τὸ ἄπειρον ἑαυτοῦ πρόεισιν πλῆθος, ἐφ’ ὅσον ἕκαστον μερίζεσθαι πέφυκεν τὸν ἔσχατον ἑαυτοῦ μερισμόν· ἡ δὲ τοιαύτη πρόοδος ἀπ’ αὐτῶν | |
ἤρξατο τῶν νοητῶν. Διὸ καὶ ἐν ταῖς ἐφ’ ἑξῆς τάξεσιν ὁρᾶται πάσαις, πλὴν | 64 | |
65 | ὅτι ἐν ταύταις μὲν οὔτε τὸ μονοειδὲς ἀκριβῶς ἀδιαίρετον, οὔτε τὸ δυαδικὸν ἀληθὲς διαιρούμενον μόνον, ἀλλ’ οὐ διῃρημένον, οὔτε τὸ πλῆθος ἄπειρον τῷ ὄντι, ἀλλ’ ὡς ἐν εἴδει ἑκάστῳ καὶ ὡς ἐν διακόσμῳ ἑκάστῳ. Καὶ πρὸς μὲν ἄλλον εἰ τύχοι καὶ τὸ μονοειδὲς ἄπειρον πλῆθος, πρὸς δὲ ἄλλον καὶ τὸ ἄπειρον | |
5 | πλῆθος μονοειδές· ἐν δὲ τοῖς νοητοῖς, πάντα πρῶτα καὶ πάντα ἁπλῶς· ἥ τε γὰρ μονὰς παντελῶς ἀδιάστατος, καὶ ἡ δυὰς οὐδὲν ἄλλο ἐστὶν ἢ δυαδιζομένη μονάς, καὶ δὴ καὶ τὸ ἄπειρον πλῆθος, τῇ ἑαυτοῦ φύσει ἄπειρον, καὶ ἄβυσσον ὡς ἀληθῶς, πανταχοῦ ὂν ὅλον, καὶ πανταχοῦ μετὰ τῶν μερῶν ὁρώμενον, καὶ οὐ διακριθὲν μὲν εἰς ἄπειρα, τοὐναντίον δὲ καὶ εἰς πάνυ πεπερασμένον. Ἅπαν | |
10 | δὲ αὐτοῦ μόριον οὐ τὸ ὅλον μόνον εἰς ἄπειρα ἂν διῃρέθη, εἴπερ διῃρεῖτο, καὶ ἄπειρα ἂν ἐγέννησεν, εἴπερ τὸ γεννητικὸν προὐβέβλητο μόνον. Νῦν δὲ τῇ ἑνώσει χαῖρον, καὶ ἐν ταύτῃ μᾶλλον οὐσιωμένον, ἄπειρον τὸ πλῆθος οὐδὲν ἧττόν ἐστι τῇ γε ἑαυτοῦ φύσει· καὶ ταύτης τῆς φύσεως μετέχον ἕκαστον εἰς τὸν ἑαυτοῦ πρόεισιν ἔσχατον μερισμόν. Τοῦτο δὴ τὸ ἄπειρον οἵ τε θεοὶ κε‐ | |
15 | κλήκασιν ὑπέρκοσμον βυθόν, | |
15 | οἳ τὸν ὑπὲρ κόσμον πατρικὸν βυθὸν ἴστε νοοῦντες, | |
16 | καὶ ὁ Ἑλλήνων ἔτι θεολόγος, | |
17 | ὄμβρον ἀθέσφατον καταχεῦαι | |
18 | τὸν Φάνητα λέγων ἀπὸ τῆς ἑαυτοῦ ἄκρας κορυφῆς. | |
19 | ||
20 | Οὐκοῦν καὶ τὸ τρίτον δὴ φανερὸν ὅτι οὐκ εἰσὶν αὗται τρεῖς ἰδιότη‐ τες, ἢ πρὸς ἄλλας ἢ πρὸς ἀλλήλας ἀντιδιῃρημέναι· ποῦ γὰρ ἀντιδιαίρεσις ἔσται γεννῶντος καὶ γεννωμένου; πῶς δὲ ἰδιότητες αἱ πάντων κοινότητες τῶν ἀφανῶν τε καὶ φανερῶν διακόσμων; εἰς ἄκρον δὲ ἡνωμέναι καὶ ἓν μᾶλλον ἢ τριπλοῦν ἀποφαίνουσαι τὸ νοητόν, οὐκ ἂν εἶεν ἰδιότητες τρεῖς, ἀλλὰ μία | |
25 | μᾶλλον κοινότης, ἁπασῶν προηγουμένη τῶν κοινοτήτων. Εἰ δὲ αἱ πᾶσαι ἰδιότητες τῶν θεῶν, αἵ τε πηγαῖαι καὶ αἱ μερικώτεραι, πλῆθός εἰσιν, δῆλον ὡς τὸ πλῆθος οὐκ ἔστι μία ἰδιότης, ἀλλὰ συναίρεμα πασῶν ὁμοῦ· καὶ πολλῷ μᾶλλον ἡ ὁλότης καὶ τὰ μέρη, καὶ ἔτι μάλιστα καὶ τὸ ἓν ὂν αὐτό, καὶ γὰρ | |
τοῦτο μὲν πάντα ἀδιακρίτως, τὸ δὲ ὅλον καὶ τὰ μέρη, πάντα διακρινόμενα | 65 | |
66 | εἰς ὅλον καὶ μέρη, ἐν δὲ τῷ τρίτῳ, πάντα μὲν καὶ ἐνταῦθα, ἀλλ’ ὡς πολλὰ ἤδη καὶ διακεκριμένη τῶν πάντων συναίρεσις. Ὡς οὖν τὸ ἓν οὐκ ἦν ἰδίωμά τι, ἀλλὰ πάντα κατὰ τὸ ἓν ὄν, καὶ τὸ ὅλον καὶ μέρη, καὶ τὸ ἄπειρον πλῆθος, παντότητας τρεῖς περιεχούσας μὲν τὸ τῶν ἑξῆς μερικῶν παντοτήτων πλῆθος, | |
5 | εἰς μίαν δὲ παντότητα νοητὴν συναιρουμένας. Καὶ πᾶσα μὲν γὰρ ἀρχὴ πάντα ἐστὶ συλλήβδην τὰ ἀπ’ αὐτῆς· “ἀρχὴ γὰρ τὸ πᾶν” καὶ κατὰ τὴν παροιμίαν· μάλιστα δὲ ἡ ἀρχὴ τῶν ἀρχῶν τοιαύτην προβέβληται φύσιν, οἷον παντοφυῆ καὶ πάμφορον, ἀφ’ ἧς αἱ ἰδιότητες ἀπομερίζονται κατὰ τὴν πρόοδον, ἅτε τῶν προϊόντων οὐ δυναμένων ὅλην καταδέξασθαι τὴν τῶν αἰτίων παντοφυῆ μο‐ | |
10 | νάδα· ᾧ καὶ δῆλον ὅτι τὸ ἄπειρον πλῆθος οὐκ ἔστιν ἰδιότης μία τοῦ ὄντος, ἀλλὰ πᾶν τὸ ὂν πεπληθυσμένον καὶ τὸ ὅλον καὶ μέρη, ἅπαν τὸ ὂν ἡνωμένον, καὶ οὐδὲν οὐδενὶ λείπει μέρος τῆς οὐσίας· οὐ δὴ τὸ μὲν ἐπικρατεῖ, τὸ δὲ ἐλατ‐ τοῦται, ὡς ἐν τοῖς ἑξῆς καὶ τοῖς μάλιστα ὅλοις εἶναι πηγαίοις δοκοῦσιν. Ἀλλὰ καὶ τὰ τρία μία οὐσία ἡνωμένη τε ἡ αὐτή, καὶ πληθυομένη, καὶ πεπλη‐ | |
15 | θυσμένη, τοσοῦτον εἰς τὰ τρία διαστᾶσα, ὅσον οὐσία μεῖναι μόνον, ἄλλο δὲ μηδὲν προσλαβεῖν ἰδίωμα μερικόν. Τὸ γὰρ ἡνωμένον καὶ τὸ πληθυόμενον καὶ τὸ πεπληθυσμένον, ὅλη τε συμπαρεγίνετο, καὶ ἀπ’ αὐτῆς ἀρξάμενον τὸ τριτ‐ τὸν τοῦτο τῆς ὑποστάσεως διὰ πάντων ἐχώρισεν τῶν ἐφεξῆς διακόσμων τε καὶ εἰδῶν. Μηδεὶς οὖν ἐκ τῶν μερικῶν ἡμετέρων ἐννοιῶν, μηδὲ ἐκ τῶν ἐν μέρει | |
20 | διειλημμένων πραγμάτων ἐπὶ τὰ νοητὰ φερέτω ὡς μεριστὰς ἰδιότητας τὸ ἓν ὄν, καὶ ὅλον καὶ μέρη, καὶ τὸ ἄπειρον πλῆθος. Οὐδὲ γὰρ τὸ ὂν ἑκάστου εἴδους ἢ κόσμου τοιοῦτον οἷον τὸ πρῶτον. Τοῦτο μὲν γὰρ αὐτὸ καθ’ ἑαυτὸ ἕστηκεν ἅγιον, οὐδενὶ παραβαλλόμενον, οὐδ’ ἔτι συνυπάρχον, ἐκεῖνο δὲ μετὰ τῶν ἄλλων τεταγμένον στοιχείων, ἕν τι τῶν πολλῶν ἐστιν, οὕτως ἄρα καὶ ὅλον, τὸ μὲν ἐν | |
25 | ἄλλοις καὶ μετ’ ἄλλων, ὡς ἕν τι τῶν πάντων παρείληπται, τὸ δὲ πάντα ὄν, καὶ οὐδενὶ συνυπάρχον, ἀλλ’ αὐτὸ μόνον, οὐδὲ στοιχεῖον εἴδους, οὐδὲ εἶδος ὅλον, οὐδὲ νοῦς ὁ πᾶς, ἀλλὰ κόσμος ὁ σύμπας. Καὶ μετὰ τῶν ἡνωμένων ὁ διακρινόμενος οὐκ ἂν εἴη μία ἰδιότης τῶν ἁπασῶν. Ὡς αὕτως ἄρα καὶ τὸ πλῆθος ἐκεῖνο οὐκ ἔστιν ἄλλου πλήρωμα, οὐδὲ ἐν ἄλλῳ, οὐδὲ σὺν ἄλλοις· | |
30 | ἀλλὰ καὶ αὐτὸ κόσμος ἐστὶ μονοειδὴς πάντα συνῃρηκὼς ἐν ἑαυτῷ ἀμερίστως | |
καὶ μία ἰδιότης, εἰ θέμις εἰπεῖν· οἷον μία φύσις πασῶν οἰστικὴ τῶν κατὰ | 66 | |
67 | μέρος. Διόπερ οὐδὲ πηγὴ μία τῶν πολλῶν αὕτη γε, ἀλλὰ πηγὴ τῶν πηγῶν, καὶ πηγῶν ἁπασῶν, κατὰ τὸ λόγιον, μήτρα | |
2 | συνέχουσα τὰ πάντα. | |
3 | Ἡ δὲ ὁλότης καὶ αὐτὴ ἡ ἄκρα ἕνωσις οὐ πηγῶν πηγαί, κατὰ τὸ ἀληθές, ἀλλὰ | |
5 | καὶ πρὸς τὰς πηγαίας κοινότητας ἀπερίγραφοι, ὡς οὐδὲ προάγειν βουλόμεναι τοὺς πολλαχῇ διαιρουμένους κόσμους, ἀλλ’ ἡ μὲν εἰς τὸ ὅλον συναιρεῖν ἅπαν‐ τας, ἡ δὲ εἰς τὴν ἀκροτάτην ἕνωσιν· πρῶτον δὲ τὸ πλῆθος ἤρξατο γεννᾶν ἐν ἑαυτῷ τινα μερισμόν. Διὸ καὶ παρ’ Ὀρφεῖ ὁ Φάνης ἀσύντακτός ἐστι πρὸς τοὺς ἄλλους θεούς. Εἰ δὲ βασιλεύει, πάντως ὅτι τῶν ἐν αὐτῷ βασιλεύει. Τῶν | |
10 | γοῦν μετ’ αὐτὸν ἡ νὺξ ἀφηγεῖται. | |
10 | ΠΕΡΙ ΤΗΣ ΑΚΡΟΤΗΤΟΣ ΤΩΝ ΝΟΗΤΩΝ ΚΑΙ ΝΟΕΡΩΝ. —Περὶ τῆς ἀκρότητος τῶν νοητῶν καὶ νοερῶν ἀπορητέον τοιάδε ἄττα· Πρῶτον μέν, τίς ἡ ἑτερότης ἡ ἀνακύψασα ἐν τῇδε τῇ τάξει· καὶ διὰ τί ἐν τῇδε ἀνέκυψε· καὶ πῶς ἅμα ἑαυτῇ συνεισάγει τὸν ἀριθμόν. | |
15 | Δεύτερον δέ, τίς ὁ ἀριθμὸς ὁ ἀπὸ τῆς ἑτερότητος προϊών, καὶ πῶς ἀπ’ αὐ‐ τῆς πρόεισιν, καὶ τί διαφέρει αὐτῆς. Τρίτον ἐπὶ τούτοις, τί χαρακτηρίζει τὴν τάξιν· πότερον ὁ ἀριθμός, ἢ ἡ ἑτερότης, ἢ τὸ συναμφότερον. Τέταρτον, εἰ ἐκ συμβλητῶν ὁ ἀριθμὸς καὶ ἐξ ἀδιαιρέτων, ὥς φησιν ἐν Πολι‐ | |
20 | τείᾳ Σωκράτης· καὶ διὰ τί τοιοῦτος εἶναι βούλεται ὁ ἀριθμός· καὶ τί μάλιστα εἰδοποιεῖ τὸν ἀριθμόν· πότερον ταῦτα ἢ μᾶλλον τὸ διωρισμένον τῶν μερῶν, ὡς τὸ συνεχὲς εἰδοποιεῖ τὸ συνηνωμένον. Πέμπτον δὲ αὖ πρὸς τούτοις, τίνι διαφέρει τοῦ πλήθους ὁ ἀριθμός. Ἕκτον, διὰ τί μετὰ τὸ πλῆθος ὁ ἀριθμὸς εὐθύς. | |
25 | Ἕβδομον, πῶς οὐχὶ καὶ ταυτότης ἀντίκειται τῇ ἑτερότητι, καὶ ποιεῖ τὸ νοητὸν πλῆθος, ὥσπερ ἡ ἑτερότης τὸν ἀριθμόν. Ὄγδοον, τί διαφέρει μονὰς τοῦ ἑνός, καὶ εἰ μὴ ἑκάστη μονὰς καὶ ἀριθμός, | |
κατὰ τὴν παρμενίδειον κατασκευήν, καὶ τὸ ἄπειρον. | 67 | |
68 | Ἔνατον, πῶς ἄπειρον ὁ ἀριθμός· πότερον ᾗ ἀριθμός, ἢ καθὸ πλῆθος, καὶ πῶς πεπερασμένος. Δέκατον, διὰ τί μὴ καὶ ἐν τῷ νοητῷ ἀριθμός, εἴπερ μονάδες ἐκεῖ, καὶ δυά‐ δες, καὶ τριάδες, ἀπὸ δὲ τούτων ὁ πᾶς ὑφαίνετο τοῦ ἀριθμοῦ διάκοσμος. | |
5 | Ἑνδέκατον, ἡ μονὰς ἡ γεννῶσα τὸν ἀριθμὸν ποῦ ἐστιν· εἰ μὲν γὰρ ὅπου ὁ ἀριθμός, οὐκ ἔσται νοητὸν αἴτιον τοῦ ἀριθμοῦ, οὐδὲ ὁ ἀριθμὸς τὸ ἴδιον τῆσδε τῆς τάξεως· εἰ δὲ ἐν τῷ νοητῷ, ἔσται καὶ ἐκεῖ ἀριθμός, εἴπερ πᾶσα μονὰς ἀριθμός· ὥστε καὶ ἑτερότης ἐκεῖ· ὥστε καὶ πᾶς ὁ τοῦ ἀριθμοῦ διάκοσμος. Δυοδέκατον, τίνι διαφέρει ἡ ἄρχουσα τοῦ ἀριθμοῦ μονὰς καὶ ἡ ἐν μέρει | |
10 | παραλαμβανομένη ἀριθμοῦ ἑκάστου, εἴπερ πᾶσα μονὰς ὁ πᾶς ἀριθμός. | |
10 | Ταῦτα μὲν δὴ πρὸ πάντων ζητητέον· ἐπὶ δὲ τούτοις ἄλλα καὶ ἄλλα προβαλούμεθα ἡμῖν αὐτοῖς ἀπορήματα, ἕως ἂν κατὰ δύναμιν ἀποπλήσωμεν τὰς ἡμετέρας αὐτῶν περὶ τῆσδε τῆς διακοσμήσεως νοερὰς ὠδῖνας. Λεκτέον δὴ πρὸς τὸ πρῶτον ὅτι ἡ ἐν τῷ νοητῷ δύναμις κατὰ τὸ συνα‐ | |
15 | γωγὸν οὖσα μεσότης, μᾶλλον δὲ καὶ κατὰ τὸ διακριτικόν, ἀλλὰ τοῦτο κρυφίως ἐν ταύτῃ τῷ διακριτικῷ πλεονάσασα καὶ χαλάσασα τὸ συναγωγόν, ἑτερότης ἐπεφημίσθη δικαίως. Ἐπεὶ καὶ τὸ συναγωγὸν ἔχει πως, καὶ αὐτὴ καθόσον μέση ἵσταται τοῦ ἑνὸς καὶ τοῦ ὄντος, οὐκ ἐν τῷ μέσῳ μόνον, ἀλλὰ καὶ ἑκατέρωθι φαινομένη ἐν τοῖς ἄκροις, ὥσπερ αὖ καὶ τὰ ἄκρα ἐν αὐτῇ. Καὶ τί γὰρ οὐ λέγω | |
20 | σαφῶς τὸ δοκοῦν; διχῶς νοητέον τὴν ἑτερότητα, μᾶλλον δὲ καὶ τῶν ἄκρων ἑκάτερον, ἢ ὡς ὑποστάσεις τελείας, ἢ ὡς ἰδιότητας ἐν ἀλλήλαις θεωρουμένας, καὶ σὺν ἀλλήλαις πληρούσας τὰς αὐτοτελεῖς ὑποστάσεις· οἷον τὸ ἓν ἔχει ἐν ἑαυτῷ καὶ τὸ ὂν κατὰ προβολὴν ἑνιαίαν, ἤ, ὡς ἂν αὐτὸς εἴποι, καθόσον μεθεκτόν· ἔχει δὲ καὶ τὸ ἕτερον, ὅτι διαφέρει καὶ διέστηκεν τὸ ἓν τοῦ ὄντος, ὡς δύο ἕτε‐ | |
25 | ραι ἀλλήλων ἰδιότητες. Τρίτη ἄρα ἰδιότης ἡ ἑτερότης ἐν τῷ ἑνὶ καὶ αὐτοτελὴς ὑπόστασις ἐκ τῶν τριῶν. Καλεῖται δὲ ἕν, ὅτι ἐπικρατεῖ ἡ τοῦ ἑνὸς ἰδιότης, καὶ κατὰ ταύτην αἱ ἄλλαι προὐβλήθησαν. Πάλιν δὲ ἡ ἑτερότης, πάντως ὅτι καὶ ἕν, ἤδη δὲ καὶ ὅτι ὄν, ὅτι μεθεκτὸν καὶ τὸ ταύτης ἕν, καὶ ἔχει καὶ τὸ ὂν προ‐ βεβλημένον. Τρεῖς ἄρα ἰδιότητες καὶ ἡ ἑτερότης ὡς τελεία ὑπόστασις ὁρωμένη | |
30 | κρατούσης τῆς ἑτερότητος ἐν αὐτῇ καὶ τὸ ὄνομα τῷ ὅλῳ παρεχομένης. Ἐκ δὲ | 68 |
69 | αὖ τρίτων, τὸ ὂν πάντως καὶ ἕν, καὶ ἕτερα τὸ ἓν καὶ τὸ ὂν ἐν αὐτῷ. Τριὰς ἄρα καὶ τὸ ὄν, καὶ μία ὑπόστασις τελεία ἐκ τῶν τριῶν οἷον στοιχείων. Καὶ αὗταί εἰσιν αἱ τρεῖς τριάδες ἃς ὑποτίθεται γιγνομένας ὁ Παρμενίδης. Καὶ εἴπερ μὴ παίζει ἢ μαθητικεύεται, οὐκ ἂν μάτην ἀντιστρέφοι τὰς τρεῖς τριάδας ὡς τὴν | |
5 | μίαν ποιῶν, ἀλλὰ τρεῖς ὑποστάσεις ἡμῖν εἰσηγεῖται. Τοῦτο μὲν δὴ καὶ αὐτὸς καλῶς ἐδοκίμασεν. Δεῖ δὲ καὶ τοῖς πράγμασι προσέχειν τὸν νοῦν. Εἰ τοίνυν τρεῖς αἱ ἰδιότητες, καὶ πανταχοῦ σὺν ἀλλήλαις αἱ τρεῖς εἶεν ἄν· καὶ ἐν τῷ ἑνὶ τὰ ἄλλα· ὥστε καὶ τῷ ὄντι συνέσταλται τὰ ἄλλα· καὶ δῆλον ὡς τῷ μὲν ὄντι τὰ ἄλλα κατὰ τὸ ὄν, | |
10 | τῷ δὲ ἑνὶ κατὰ τὸ ἕν· καὶ δύο αὗται ὑπέστησαν αὐτοτελεῖς τρίμορφοι μονάδες. Ἀνάγκη ἄρα καὶ τῇ ἑτερότητι τὰ ἄλλα προσιόντα εἰς μίαν αὐτοτελῆ φύσιν ἀπεργάζεσθαι, καὶ ταύτην ὡς ἑτερότητα καὶ τὰ ἄλλα συνῃρηκυῖαν. Ἔτι δὲ εἰ μὲν ἐπίσης αἱ ἰδιότητες ἦσαν ὁμοῦ, τάχα ἂν ἦν ἐκ πασῶν μία μονάς. Νῦν δὲ κατ’ ἐπικράτειαν, ἐν τῇ μιᾷ αἱ ἄλλαι· τρεῖς ἄρα φύσεις αἱ πᾶσαι προῆλθον. | |
15 | Ἔτι δὲ ἡ ἐν τῷ νοητῷ δύναμις ἴδιος μέση ἑνάς. Αὕτη δέ ἐστιν ὑποβᾶσα ἡ ἑτε‐ ρότης· καὶ αὕτη ἄρα ἑνὰς αὐτοτελής. Ἀλλὰ μὴν καὶ τὸ ἓν ἕτερον καὶ τὸ ὄν· ἀλλὰ καὶ ἡ ἑτερότης ὄν τε καὶ ἕν· τριὰς ἄρα ἑκάστη μονάς, ἀλλ’ ἑστῶσα καθ’ ἓν τῶν τριῶν ἰδιωμάτων, ἡ μὲν οὖσα ἑνοποιός, ἡ δὲ ἑτεροποιός, ἡ δὲ οὐσιοποιός· ἔτι δὲ πᾶσα ἰδιότης ἐκφαινομένη μετὰ οὐσίας αὐτοτελοῦς καὶ εἶδος ἕκαστον | |
20 | ὁμοίως· οὐ γὰρ ἂν εἴη πεπόνθησις ἐν ἄλλῳ ἡ πρώτη ἰδιότης. Οὐδὲ ἄρα ἡ ἑτε‐ ρότης αὐτὴ ἀνούσιος· καθ’ ἑαυτὴν δὲ ὑφεστῶσα, οὕτω καὶ ἐν τοῖς ἄκροις ὁρᾶται καί πως ἐν τῷ ἑνὶ κατὰ τὴν αἰτιώδη προβολήν· πάντα γὰρ ἦν ἐν ἀλλήλοις ἰδίως· ἔτι δὲ προϋπάρχει καὶ ἐν τοῖς νοητοῖς ἡ ἑτερότης κρύφιος. Ἐκεῖθεν οὖν εἰς τάσδε τὰς μονάδας μερίζεται κατὰ τὴν προϊοῦσαν μέθεξιν ἀπὸ τῶν προ‐ | |
25 | τέρων εἰς τὰ δεύτερα· ἐπεὶ καὶ τόδε εἰπών τις οὐ πόρρω βαλεῖ τῆς θεολόγου συνηθείας, ὅτι αἱ τρεῖς ὁμοταγεῖς πώς εἰσιν κατὰ τὴν τριάδα συνυποστᾶσαι, καὶ ὡς ἐν μιᾷ τριάδι, ἡ μὲν πρώτη ἐστίν, ἡ δὲ μέση, ἡ δὲ τρίτη. Καὶ οὐδὲν θαυμαστὸν ἀντιμεταδιδόναι ἀλλήλαις αὐτὰς τῶν οἰκείων ἰδιωμάτων. Ἀλλ’ ἔτι γὰρ πρὸς τοῖς εἰρημένοις, αἱ τρεῖς αὗται μονάδες αἱ ἴυγγές εἰσι καὶ αἱ νύκτες | |
30 | αἱ τρεῖς. Οὐκοῦν ἡ μὲν πρώτη πατρική ἐστιν, καὶ τῷ πατρὶ σύνεστιν, ἡ δὲ γονιμωτάτη καὶ κατὰ τὴν δύναμιν τῆς τριάδος ἑστῶσα, ἡ δὲ ὡς νοῦς τῆς τριάδος καὶ ἤδη συντεταγμένη τοῖς πολλοῖς θεοῖς. Καὶ ἡ μέση ἄρα τελεία φύσις ἐστὶ | |
τῷ διακριτικῷ μάλιστα χαίρουσα· αὕτη δὲ ἦν ἡ ἑτερότης. | 69 | |
70 | Ἐκ δὴ τούτων φανερὸν ἓν μὲν ὅτι ἡ ἑτερότης δύναμις ἦν πατρικὴ διαστᾶσα καθ’ ἑαυτήν. Εἰ δὴ βούλεται λέγειν θηλύτητα, μὴ ὡς ἰδιότητα λεγέτω μόνον, ἀλλ’ ὡς θεότητα θηλυπρεπῆ, ἣν ἂν καὶ εἴποι δύναμιν, καὶ λέγει γε ἔστιν ὅπη. Ἕτερον δὲ πορισώμεθα ὅτι τὸ ὂν ἑνάς ἐστιν οὐσιοποιός, καὶ τὴν ἰδιότητα | |
5 | προβαλλομένη τοῦ ὄντος, εἴπερ ἡ τρίτη ἴυγξ καὶ ἡ τρίτη νὺξ αὕτη ἐστίν, ὥς φησι καὶ αὐτός, ἃς ἀνάγκη νοεῖν θεότητας αὐτοτελεῖς· ᾧ καὶ δῆλον ὅτι καὶ ἐν τοῖς νοητοῖς τὸ ὂν καλῶς ἐλέγομεν τρίτην ἑνάδα, καθ’ ἣν καὶ ὁ πατρικὸς νοῦς θεός ἐστιν κατὰ τὸ δικαιότατον. Τρίτον δὲ ὅτι ἐνταῦθα καὶ ὁ πατὴρ ἔχει ἐξημμένην οὐσίαν, καὶ ἡ δύναμις αὐτὸ τὸ ἑνιαῖον. Ὁ γὰρ Παρμενίδης σαφὼς | |
10 | καὶ τὴν οὐσίαν ἑκάστῃ μονάδι συνάπτει. Διὸ καὶ προελθὼν ἀφίησιν αὐτήν, ὡς ἂν ἀπαιώρημα τοῦ ἑνὸς οὖσαν. Ἀλλ’ ὅμως ὅταν ποιῇ τὰς τρεῖς τριάδας, δῆλός ἐστι καὶ τὴν τρίτην ὡς ἑνάδα τιθεὶς κατὰ τὸ ὂν ἱσταμένην τὸ ἑνιαῖον, ἐπεὶ καὶ ἄλογον ἦν τριάδα ποιεῖν ἐκ δυεῖν ἑνάδων καὶ μιᾶς οὐσίας, ἄλλως τε καὶ ἑτερότητι τοῦ ἑνὸς διαστάσης. Ἔτι δὲ εἰ τὸ ἓν τούτου εἴη τοῦ ὄντος, ἡ ἑτε‐ | |
15 | ρότης τίνος ἂν εἴη; Εἰ μὲν οὐδενὸς ἀμέθεκτος ἔσται ἑνάς· εἰ δὲ τοῦ αὐτοῦ οὗ καὶ τὸ ἕν, νοητὴν ποιήσομεν τὴν τριάδα· καὶ ἔσται καὶ ἐνταῦθα πατὴρ καὶ δύναμις ἀμέθεκτον, καὶ ἄλλη ἑνὰς ἡ τοῦ ὄντος ἴδιος· εἰ δὲ καὶ ἡ ἑτερότης ἴδιον ἔχει τὸ ὄν, πάντως ὅτι καὶ τὸ ἓν ἔχει ἴδιον· ὥστε τὸ ὂν παρ’ ἡμῶν ἔσται ἑνάδος ὅπερ εὐθὺ ὄν, οὐδὲ ἐκεῖ ᾗ ἴδιον ἕξει καὶ αὐτὸ ἑνάδα. Ἐν μὲν τοίνυν | |
20 | τοῖς νοητοῖς, ἡ δύναμις ἐν τῷ πατρὶ ἦν | |
20 | συνεφελκομένη καὶ τὸν πατρικὸν νοῦν | |
21 | καὶ τὰ τρία ἓν ἐποίει. Καὶ διὰ τοῦτο τὸ ὂν ἀπῃώρητο τῶν τριῶν ὡς ἑνός, εἰ καὶ προσεχῶς τῆς οἰκείας ἐξῆπτο ἑνάδος. Ἐνταῦθα δὲ καὶ καθ’ ἑαυτὴν ἡ δύνα‐ μις, οἰκείαν οὐσίαν ἑαυτῆς ἐξάψασα καὶ τῶν ἄκρων ἑκάτερον ὡσαύτως, ἅτε | |
25 | διαστάσεως γενομένης, καὶ τῆς μονάδος εἰς τριάδα λυθείσης νοητὴν καὶ νοεράν, διὰ τοῦτο ἐνταῦθα ἡ ἑτερότης ἐκπέφηνεν. Ἔτι δὲ καὶ τοῦ νοητοῦ καθ’ ἕνωσιν ὁρωμένου, ἔδει τὴν πρόοδον λῦσαι τὴν ἕνωσιν. Ἔδει ἄρα προβληθῆναί τι τῆς διακρίσεως αἴτιον· αὕτη δὲ ἦν ἡ ἑτερότης. Ἔτι οὖν ἐκ τρίτων, ἐπειδὴ μονὰς | |
ἦν ὁ νοητὸς διάκοσμος, ἀνάγκη ἦν εἰς ἀριθμὸν τὴν μονάδα προελθεῖν. Πᾶσα | 70 | |
71 | γὰρ μονὰς ἔχει τινὰ ἀριθμὸν ἑπόμενον· καὶ τί τὸ ποιοῦν ἔσται τὸν ἀριθμόν; τί δὲ ἕτερον ἢ αὐτὸ τὸ ἕτερον; ἐν διωρισμένῳ γὰρ μονάδων ὁ ἀριθμὸς καὶ σὺν ἑτερότητι πάντων ὁ διορισμός. Καὶ μήποτε τριῶν ἐξ ἀρχῆς ἑναδῶν φανεισῶν ὁλικωτάτων, τοῦ πατρός, τῆς δυνάμεως, τοῦ πατρικοῦ νοῦ, τρεῖς | |
5 | ὑπέστησαν καὶ διάκοσμοι ὁλικώτατοι, ὁ νοητὸς κατὰ τὸν πατέρα, ὁ νοητὸς καὶ νοερὸς κατὰ τὴν δύναμιν, ὁ νοερὸς κατὰ τὸν πατρικὸν νοῦν. Ταῦτα μὲν οὖν δοκοῦντα γράφω καὶ τοῖς φιλοσόφοις· ἀλλ’ ἐκεῖνο προσεννοητέον, ὅτι ὁ μὲν νοητὸς κόσμος τῷ ἑνὶ μάλιστα συνουσίωται· διόπερ ἓν μᾶλλον· ὁ δὲ νοερὸς τῷ ὄντι κατ’ ἰδιότητα χαρακτηρίζεται. Διὸ τὰ γένη τοῦ ὄντος ἐν τούτῳ καὶ τὰ | |
10 | εἴδη πέφηνεν, καὶ ἡ οὐσία, καὶ ἡ ζωή, καὶ ὁ νοῦς διακέκριται. Ὁ δὲ μέσος κατὰ τὴν δύναμιν, εἰ βούλει, κατὰ τὴν ἑτερότητα καὶ τὴν θήλειαν φύσιν. Τοσαῦτα περὶ τοῦ πρώτου τῶν προβληθέντων ἡμῖν. | |
12 | Πρὸς οὖν τὸ δεύτερον ἤδη ἐροῦμεν ὅτι καὶ ὁ ἀριθμὸς διττός, ὁ μὲν κατ’ ἰδιότητα μόνην ὁρώμενος, ὅτι οὔποτέ ἐστιν· ὁ δὲ κατ’ ἐπικράτειαν ἐν οὐ‐ | |
15 | σίᾳ αὐτοτελεῖ καὶ ὑποστάσει, καθάπερ ἡ ἑτερότης. Ὅπου μὲν γὰρ ἑτερότης, ἐνταῦθα γεννᾶται καὶ ἀριθμός· ὅπου δὲ μάλιστα καὶ ὁ ἀριθμός, ἐκεῖ καὶ ἡ ἑτε‐ ρότης. Οὐκοῦν καὶ ἐν τῷ ἑνὶ ἦν καὶ τῷ ὄντι ἡ ἑτερότης· ὥστε καὶ ἑνιαῖος ἔσται καὶ οὐσιώδης ἀριθμὸς ἐν τῇ μονάδι τοῦ ἑνὸς καὶ ἐν τῇ μονάδι τοῦ ὄντος (λέγω δὲ τοῦ ἑνιαίου δηλαδὴ ὄντος). Ἀνάγκη ἄρα καὶ ἐν τῇ μονάδι τῆς ἑτερότητος | |
20 | εἶναι ἀριθμόν τινα ἴδιον· καὶ ἐπειδὴ μάλιστα ἡ ἑτερότης ἐν ταύτῃ κρατεῖ, διὰ τοῦτο μάλιστα ἐνταῦθα καὶ ὁ ἀριθμὸς ἐμφανής. Καὶ ὡς ἐν ἐκείνοις μὲν ἡ ἑτε‐ ρότης οἷον πεπόνθησις, ἐν δὲ τῇ ἑτερότητι ἐκεῖνα ὡς πάθη διὰ τὴν ἐπικρά‐ τειαν τῶν ἰδιοτήτων, τὰ συνόντα ἔχουσαν, ὡς στοιχεῖα καὶ πάθη, τὸν αὐτὸν δὴ τρόπον ἐν μὲν τοῖς ἄλλοις ὁ ἀριθμὸς ἐν μέρει καὶ ὡς στοιχεῖον, ἐν δὲ τῷ | |
25 | ἀριθμῷ τὰ ἄλλα πληρώματα τῆς ἀριθμητικῆς εἰδοποιίας. Ἔτι γε μὴν καὶ ἐκεῖνο διοριστέον, ὅτι ὁ ἀριθμὸς ὅλος ὁ μὲν πρόοδός ἐστι καὶ μερισμὸς τῆς μονάδος, ὁ δὲ αὐτὴ ἡ μονάς, ὡς ἓν εἶδος ὁ πᾶς ἀριθμὸς ἔτι μένων, οὐδὲ προϊών. Διὸ καὶ ὁ Παρμενίδης κατὰ μὲν τὰς τρεῖς τριάδας ὑφίστησι τὸν τριττὸν ἀριθμὸν κατὰ τὰς τρεῖς ἐπικρατείας οὐσιωμένον τὸν τοῦ ἑνός, τὸν | |
30 | τῆς ἑτερότητος, τὸν τοῦ ὄντος, οὕτω δὴ τρεῖς μονάδας ἀριθμῶν ὑποστήσας, | |
ἐφεξῆς ἕκαστον εἰς τὴν οἰκείαν μερίζει πρόοδον, καὶ μόρια ποιεῖ ἑκάστου. | 71 | |
72 | Πάλαι δὲ εἴχομεν τὰ μόρια κατὰ πρόοδον θεωρεῖν. Καὶ πρῶτον μερίζει τὸν ἀριθμόν, ἅτε τῇ ἑτερότητι κεκρατημένον. Εἶτα τὴν οὐσιώδη προάγει μονάδα, εἶτα τὴν ἑνιαίαν, ὡς αὖθις ἐπιδείξομεν. Ἀλλὰ μὲν καὶ ἐκεῖνα ῥητέον ὅτι μήτηρ τοῦ ἀριθμοῦ ἡ ἑτερότης, τοῦ μὲν προϊόντος ἡ συμπροϊοῦσα, τοῦ δὲ μένοντος ἡ | |
5 | σὺν αὐτῷ μένουσα, καὶ τοῦ μὲν οὐσιώδους ἡ οὐσιώδης, τοῦ δὲ ἑνιαίου ἡ ἑνιαία, τοῦ δὲ ἑτεροίου ἡ καθ’ ἑαυτὴν ἑτερότης ὀνομαζομένη. Πανταχοῦ δὲ ἑτερότης ἀριθμὸν ἀπεγέννησεν, ἐπειδὴ αὕτη τὸ πλῆθος διωρισμένον ἐποίησεν, ὅ ἐστιν ἀριθμός, ἢ ἀριθμοῦ γένος, ἢ ὕλη, ἢ ὅ τί ποτε. Τοῦτο μὲν γὰρ εἰς ὕστερον. Ἔτι δ’ οὖν ὁ τοῦ ἀριθμοῦ διορισμὸς ἡ ἑτερότης· ἐπεὶ γὰρ ἓν καὶ ὂν ἕτερα | |
10 | ἀλλήλων, καὶ τὸ ἕτερον ἀμφοῖν, διὰ τοῦτό φησι τρία τὰ πάντα καὶ ἤδη ἀριθμός· ὡς ἂν τῆς μὲν ἑτερότητος τὸν διορισμὸν γεννώσης, τοῦ δὲ διορισμοῦ τὸν ἀριθμὸν εἰδοποιοῦντος. Πηγὴ ἄρα τοῦ ἀριθμοῦ ἡ ἑτερότης. Αὐτὸ λέγω τὸ ἓν τῆς ἑτερότητος, ὡς ἁπλοῦν ἰδίωμα καὶ θεωρούμενον, καὶ ὡς ἓν ἀπλήθυν‐ τον, οὔτε τὸ ὄν, οὔτε τὸ ἓν προσεννοούντων ἡμῶν, ἀλλ’ ἑτερότητα μόνην. Καὶ | |
15 | οὕτω γε ἔχον, ῥείοι ἂν εἰς τὸν κατ’ ἰδιότητα λεγόμενον ἀριθμόν. Ἀλλ’ ἐπειδὴ σὺν ἀλλήλαις αἱ ἰδιότητες, ἵνα μὴ ὦσιν ἔρημοι ἀλλήλων, καὶ ἤτοι ἀνούσιοι, ἢ ἐστερημέναι τοῦ ἑνός, καὶ ἀπειράκις ἄπειροι. Ἔτι δὲ ὅτι πάντα ἐν πᾶσιν, ἐπειδὴ μιμεῖται τὴν οἰκείαν ἀρχήν, πάντα δὲ ἦν ἡ ἀρχή, καὶ τὸ ἀπ’ αὐτῆς, ἕκαστον ἄρα πάντα θέλει εἶναι, πλὴν ὅτι κατ’ ἐπικράτειαν τῆς οἰκείας ἰδιό‐ | |
20 | τητος, καὶ ἔτι γε τρίτον ὁ μερισμὸς ἀπὸ τοῦ ἀμερίστου. Δεῖ ἄρα καὶ τὸ ἀμέ‐ ριστον τῷ μερισμῷ συμπροελθεῖν ἀπὸ τῆς αἰτίας· αἰτίᾳ δὲ μετέχειν ἀνάγκη τὰ δεύτερα τῶν προτέρων, καὶ ἄνευ τῆς μεθέξεως ταύτης οὐκ ἂν ὑφίσταιτο. Κατὰ δὲ τὰς τοιαύτας ἀποδείξεις ἀνάγκη τὴν ἑτερότητα σὺν τῷ ἑνὶ καὶ σὺν τῷ ὄντι ὁρᾶσθαι, καὶ τρία τοὐλάχιστον εἶναι. Καὶ ἡ ἑτερότης ἄρα τριάς· ὥστε | |
25 | ἀριθμὸς ἡ ἑτερότης, καὶ κατὰ ἀριθμὸν ὑφεστῶσα ἐπικρατοῦντα τῷ μάλιστα διορισμῷ τῆς τριάδος. Οὕτω μέντοι διαφέρει, καὶ οὕτως οὐ διαφέρει ἑτερότης καὶ ἀριθμός· ὡς γὰρ μονὰς ἡ ὅλη συνεστῶσα ἑτερότης, οὕτω καὶ ἀριθμός, ἐπεὶ καὶ ἡ μονὰς ἀριθμὸς οὔπω προελθών· καὶ γὰρ ὁ προελθὼν προποδισμός ἐστιν τῆς μονάδος. Ταῦτα μὲν δὴ καὶ ὀλίγῳ ὕστερον σαφηνιοῦμεν· ἀλλ’ εἰ | |
30 | τριὰς ἡ ἑτερότης, ὡς καὶ τὸ ἕν, ὡς καὶ αὐτὸ τὸ ὄν, πάντως ὅτι καὶ δυὰς ἔνεστι | |
καὶ μονάς. Ἔσται ἄρα καὶ τὸ δὶς δύο καὶ τὸ δὶς τρία· πᾶς ἄρα ἔσται ὁ ἀριθμὸς | 72 | |
73 | ἐν ἑκάστῳ, διὰ τὴν ἐν ἑκάστῳ δυάδα τε καὶ τριάδα· ἀλλὰ τρία μὲν ἦν ἐν ἑκάστῳ, τὸ ἕν, καὶ τὸ ἕτερον, καὶ τὸ ὄν· πλείω δὲ πῶς; δοκεῖ γὰρ ἀνουσίων καὶ ἄνευ πραγμάτων συντιθέναι τὸν ἀριθμόν· ἤδη γὰρ τοῦτο καὶ ἐγκεκλήκασιν ἔνιοι τῶν παλαιῶν τῷ Παρμενίδῃ. Καὶ λύων αὐτὸς τὴν ἔγκλησιν, ἀξιοῖ | |
5 | δύναμις καὶ τὸ τρίτης τῆς μονάδος ἐκείνης προαγωγοὺς μυρίων ὅσων γενῶν, καὶ εἰ κρατοίη τοῦτο, δῆλον ὡς ἀφωρισμένων κατὰ τὰ εἴδη τῶν ἀριθμῶν, καὶ πρὸ τῶν ἔξω προϊόντων, εἴσω γεννωμένων. Ἔστι δὲ καὶ ἑτέρως αὐτὸ συνιδεῖν ὅτι τριῶν ὄντων ἐν ἑκάστῃ μονάδι οἷον στοιχείων, τὰ προϊόντα εἴτε ἐκτός, εἴτε εἴσω, ποικίλλεται διαφόρως, τὰ μὲν γεννώμενα κατὰ μοναδισμόν, οἷον | |
10 | κατὰ τὸ ἕν, κατὰ τὸ ἕτερον, κατὰ τὸ ὄν, ἐπικρατοῦντα δὲ κατὰ δυαδισμόν, καὶ κατὰ τὸ ἓν ὅμου, καὶ ἕτερον καὶ ὄν, κατὰ τὸ ἕν, καὶ ὄν, καὶ τοῦτό ἐστι δύο δίς· τὰ δὲ προσλαμβάνει μὲν καὶ τὴν τοῦ τρίτου προβολήν· ἀλλ’ ἐπικρα‐ τούντων μᾶλλον τοῖν δυεῖν· καὶ τοῦτό ἐστιν τὸ δὶς τρία· τὰ δὲ κατὰ τὴν μὲν προβολὴν τῶν τριῶν· ἀλλ’ ἤδη συγκρυπτομένης τῆς τῶν δυεῖν προβολῆς, ὡς | |
15 | δυεῖν, καὶ τοῦτό ἐστιν τρὶς δύο· τὰ δὲ κατὰ τὴν πάντη ἴσην τῶν τριῶν προβο‐ λήν· καὶ τοῦτό ἐστιν τὸ τρὶς τρία λεγόμενον. Πάντα ἄρα τὰ εἴδη τῶν ἀριθμῶν ἐκ τῶν ὑποκειμένων προηγάγομεν κατὰ τὸν Παρμενίδην. Χρὴ μέντοι συν‐ νοεῖν ὅτι οὐδὲ μόνα ταῦτά ἐστιν τὰ ἐν τῇδε τῇ τάξει διακρινόμενα, ἀλλὰ ταῦτα γενικώτατα πάντων. Εἰ γὰρ πρὸ αὐτῆς τὸ ἄπειρον πλῆθος τῶν νοητῶν γεν‐ | |
20 | νημάτων, δῆλον ὡς ὅσα ἐκεῖ ἥνωτο, τοσαῦτα διορίζεται ἐν τῇδε τῇ τάξει. Πολλὰ ἄρα ἰδιώματα διακρίνεται ὑπὸ τῆς ἑτερότητος, καὶ ταῦτα συνιστάμενα πρὸς ἄλληλα παντοδαπῶς, τὸν ἐν τοῖς πράγμασι τέλεον ἡμῖν ἀριθμὸν ἀποδί‐ δωσιν. Τοσαῦτα καὶ πρὸς τὸ δεύτερον. | |
23 | Πρός γε μὴν τὸ τρίτον, σύντομος ἡ ἀπόκρισις, ἅτε τούτων διωρισ‐ | |
25 | μένων· ἥ τε γὰρ ἑτερότης χαρακτηρίζει τὴν τάξιν, ὡς αἰτία τοῦ ἀριθμοῦ, καὶ αὐτὸς ὁ ἀριθμὸς ὡς ἡ τάξις ὤν, καὶ ᾗ διωρισμένη ὑπόστασις τῶν ἐν αὐτῇ πραγ‐ μάτων· καὶ ὡς μὲν μήτηρ ἑτερότης, ὡς δὲ τίκτουσα ἐν αὐτῇ καθ’ ἑαυτήν, καὶ μήτηρ μετὰ τῶν γεννημάτων ὁ ἀριθμός, καὶ ὡς μὲν ἰδιότητα φάναι, εἴη ἂν ἑτερότης· ὡς δὲ ὑφεστῶσα κόσμον ἑτεροῖον, ἀριθμός, ᾗ δὲ ἡ θεότης ἅπασα· | |
30 | καὶ ὡς μὲν ἕν, ἑτερότης, ὡς δὲ πολλά, ἀριθμός, ὡς δὲ ἓν πολλά, τὸ συναμ‐ | 73 |
74 | φότερον· ὥστε καὶ ἐφ’ ἑκάστης τῶν εἰρημένων ἀντιθέσεων τὸ συναμφότερον ἀληθέστερον. | |
2 | Τί οὖν πρὸς τὸ τέταρτον ἐροῦμεν; ἢ ὅτι πᾶσα μονὰς γεννητική ἐστιν ἀριθμοῦ· καὶ πᾶν τὸ γεννῶν μεταδίδωσιν τοῖς γεννήμασι τῆς ἑαυτοῦ | |
5 | ἰδιότητος· καθ’ ἣν κοινὴν οὖσαν ἐκεῖνα συμβλητά ἐστι πρός τε ἄλληλα καὶ πρὸς τὴν μονάδα· συμβλητὰ γάρ ἐστι τὰ τῆς αὐτῆς ὁμογενοῦς κοινωνοῦντα φύσεως· οὐ γὰρ λευκότης γραμμῇ, ἀλλ’ ἑτέρᾳ γραμμῇ καὶ ἑτέρᾳ λευκότητι, οὐχὶ ἐναντία. Ταύτῃ γὰρ ἑτερογενῆ καὶ ἀσύμβλητα, ἀλλ’ ᾗ χρῶμα· ὥστε καθόλου πᾶς μὲν ἀριθμὸς ἀπὸ μιᾶς οἰκείας μονάδος· πάντα δὲ ὅσα ἀπὸ μιᾶς | |
10 | μονάδος συμβλητὰ κατὰ τὴν κοινὴν φύσιν τῆς μιᾶς ἀρχῆς. Ἐκ συμβλητῶν ἄρα πᾶς ἀριθμὸς συνέστηκεν. Εἰ ἄρα ἵππων εἴη καὶ ὄνων καὶ ἀνθρώπων τὸ πλῆθος, οὐκ ἔστιν ἀριθμός, ἀλλὰ πολλοὶ ἀριθμοί, ἅτε μὴ ἐκ μιᾶς μονάδος· εἰ δὲ ἐκ μιᾶς ὥσπερ τοῦ ζῴου, εἷς ὁ ἀριθμὸς πάντων ὡς ζῴων. Ταύτῃ γὰρ καὶ συμβλητὰ κατὰ τὴν μίαν τοῦ ζῴου φύσιν· ἀσύμβλητα δὲ κατὰ τὴν ἑτερότητα τῶν εἰδῶν. | |
15 | Ἡ γὰρ σύγκρισις ἐν ὁμογενέσιν, ὥς φησι καὶ ὁ Ἀριστοτέλης. Ἐκ συμ‐ βλητῶν ἄρα πᾶς ἀριθμός· δι’ αὐτὸ ἄρα τοῦτο, καὶ ἐξ ἀδιαιρέτων· ἀπορήσειεν μὲν γὰρ ἄν τις πῶς ὁ τῶν ζῴων ἀριθμὸς ἐξ ἀδιαιρέτων· διαιρεῖται γὰρ πᾶν ζῷον εἴς τινα μέρη, ἢ στοιχεῖα· οἷον ὁ ἄνθρωπος εἰς ζῷον καὶ λογικὸν καὶ θνητόν, ἢ εἰς οὐράνιον, καὶ χθόνιον, καὶ μέσον, ἢ ὅπως ἄλλως ἐθέλοι τις. | |
20 | Πῶς οὖν ἐξ ἀδιαιρέτων ὁ τῶν ζῴων ἀριθμός; πᾶν γὰρ ζῷον διέλοι ἄν τις ἢ εἰς μέρη ἀπ’ αὐτοῦ προϊόντα, ἢ εἰς στοιχεῖα ἐξ ὧν συμπεπλήρωται· ἀλλ’ εἰς μὲν στοιχεῖα, ᾗ ζῷον, διαιρεθήσεται εἰς ταῦτα μόνον εἰς ἃ καὶ τὸ γένος· τὴν οὐσίαν, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. Ὡς οὖν τὸ γένος μία μονὰς σύνθετος, καὶ ᾗ μονὰς εἰλημμένη ἀσύνθετος, ᾗ γὰρ ζῷον, τὸ δὲ ζῷον οὐκ ἐκ ζῴων· ἀσύν‐ | |
25 | θετος ἄρα μονὰς ᾗ ζῷον, οὕτω καὶ μέρος ἕκαστον τοῦ ἀριθμοῦ τῶν ζῴων, ᾗ ζῷον τὸν ἀριθμὸν συμπληροῦν, μονὰς ἂν εἴη, καθὸ ζῷον, ἀσύνθετος. Εἰ δὲ εἰς ἄλλα διαιροῖτο παρὰ τὰ στοιχεῖα τῆς οἰκείας μονάδος, οὐχ ὡς ζῷον διαι‐ | |
ρεθήσεται, ἀλλ’ ὡς ἵππος καὶ ἄνθρωπος· ὥστε κἂν εἰς μέρη διαιρεθῇ, εἰς μερι‐ | 74 | |
75 | κωτέρους ἵππους τε καὶ ἀνθρώπους, οὐχ ὡς ζῷα διαιρεῖται, ἀλλ’ ὡς ἄνθρωπος καὶ ἵππος, ἔσται ὁ ἀριθμὸς ἐξ ἀσυμβλήτων, ὅπερ ἀδύνατον. Εἰ ἄρα ἐκ συμ‐ βλητῶν, πάντως ὅτι καὶ ἀδιαιρέτων καθόσον ἀριθμὸς ἀδιαιρέτου μονάδος. Σκόπει δὲ αὐτὸ μαθητικώτερον· ὁ ἀριθμὸς γεννᾶται ἀπὸ μονάδος, καὶ ἔχει | |
5 | πανταχοῦ τὴν μονάδα συμπροϊοῦσαν. Καὶ ὥσπερ τὰ ἀπὸ τοῦ ὄντος τὴν οὐσίαν ἔχει καὶ τὸ ὂν πανταχοῦ παραφαινομένην, οὕτω καὶ τοῦ ἀριθμοῦ οἷον ἡ οὐσία, ἡ μονὰς πανταχοῦ φαινομένη· μονάδες ἄρα πολλαὶ ὁ ἀριθμός· ἡ δὲ μονὰς ἀδιαίρετος. Ἐκ μονάδων ἄρα ὢν ὁ ἀριθμὸς ἐξ ἀδιαιρέτων ἐστίν· εἰ δὲ τέμνοιντο καὶ αἱ μονάδες, οὐχ ᾗ μονάδες τέμνοιντο ἄν, ἀλλ’ ᾗ ἀριθμὸς ἑκάστη, καὶ ᾗ | |
10 | πλῆθος. Ἡ ἄρα μονὰς ἀδιαίρετος, ὡς καὶ τὸ ὄνομα δηλοῖ. Ἔτι δὲ εἰ ἐκ συμ‐ βλητῶν ὁ ἀριθμός, ἐκ μερῶν ἂν εἴη καὶ μέτρον μιᾶς τινος φύσεως. Τὸ δὴ μέρος ἕκαστον, ἢ εἰς ἀνομογενῆ τμηθήσεται καὶ οὐδὲν ταῦτα πρὸς τὸν ὑποκείμενον ἀριθμὸν τῶν μερῶν, τῆς μιᾶς οὐσίας, ἑτέρας ὄντα οὐσίας καὶ ἰδιότητος· καὶ ἁπλῶς φάναι μονάδος γεννήματα, ἢ εἰς τὰ ὁμογενῆ τοῖς ἐξ ἀρχῆς μέρεσιν. | |
15 | Καὶ ἔσται καὶ ταῦτα μέρη τοῦ ὅλου γένους, ἀλλ’ οὐχὶ τοῦ εἴδους· πάντα γὰρ ὅσα ἂν εἴη ζῷα τοῦ ἁπλῶς ζῴου γεννήματα· καὶ γὰρ ὁ τῆς μονάδος παντελὴς ἄχρι τῶν ἀτόμων μερῶν προέρχεται τῆς μονάδος· εἰ δὲ μή, οὐκ ἔσται πᾶς ἀριθμός. Εἰ ἄρα πᾶς ἐξ ἀδιαιρέτων εἰς ὅμοια τῷ γένει μέρη, ἅμα ἄρα καὶ ἐκ συμβλητῶν καὶ ἐξ ἀδιαιρέτων μονάδων ὁ ἀριθμός. Ἆρα οὖν οὕτως ἂν εἴη τοῦ | |
20 | ἀριθμοῦ ὁ ὁρισμὸς πλῆθος ἀδιαιρέτων μονάδων καὶ συμβλητῶν, τὸ ἐξ ἀσυμ‐ βλήτων πλῆθος ἐκβάλλων τῶν μερῶν τοῦ συνεχοῦς; ἐκεῖνα γὰρ καὶ συμβλητά ἐστιν καὶ ἐπ’ ἄπειρον διαιρετά. Ἔτι οὖν τὸ ἀνομοιομερὲς συνεχὲς οὐκ ἐκ συμ‐ βλητῶν μὲν κατὰ τὸ συνεχές, ἐξ ἀδιαιρέτων δὲ κατὰ τὸ ἀνομοιομερές. Τὸ γὰρ σῶμα τὸ ἐμὸν ἐκ μερῶν συγκεῖται συνεχῶν καὶ ἀδιαιρέτων. Ὡς κεφαλὴ γὰρ | |
25 | καὶ χεῖρες καὶ πόδες ἀδιαίρετα. Ἆρα δὴ καὶ τὸ τοιόνδε πλῆθος ὁ ἀριθμὸς εἶναι βούλεται, τὰ δὲ μέρη συνεχῆ; ᾟ ἄρα διώρισται μόνον ἀριθμός· ταύτῃ γὰρ καὶ διακέκριται. Ἀλλ’ ἀριθμὸς μὲν κατὰ τὸ ἀνθρώπειον μέρος, ὃ κοινὸν πᾶσιν· ὡς δὲ κεφαλή, καὶ χεῖρες καὶ πόδες ἀσύμβλητον πλῆθος. Οὐκ ἀρκεῖ ἄρα πρὸς τὸν ὁρισμὸν “τὸ ἐκ συμβλητῶν καὶ ἀδιαιρέτων”, διὰ τὸ πλῆθος τῶν ἀνομοίων | |
30 | συνεχῶν μερῶν. Οὐ μὴν οὐδὲ πλῆθος διωρισμένον ἐξ ἀσυμβλήτων, οἷον ἀν‐ θρώπων, καὶ ἵππων, καὶ ὄνων· ἀλλ’ ἄρα τὸ “ἐξ ἀδιαιρέτων” ἀρκεῖ, ἀλλὰ τὸ | |
τῶν ἀνομοίων μερῶν, ἐξ ἀδιαιρέτων, ἀλλ’ οὐκ ἀριθμός. Ἔτι δὲ καὶ τὸ τῶν εἰδῶν | 75 | |
76 | πλῆθος, ἢ πολλὰ εἴδη, οὐκ ἀριθμός, καίτοι ἐξ ἀδιαιρέτων. Χρεία ἄρα τῶν τριῶν εἰς ἀφορισμὸν τοῦ ἀριθμοῦ, ὥστε αὐτὸν πλῆθος εἶναι ἐκ διωρισμένων, καὶ συμβλητῶν, καὶ ἀδιαιρέτων μονάδων. Καὶ εἰκότως· ἔτι γὰρ ὁ ἀριθμὸς μιᾶς ἀρχῆς ἢ μονάδος μερισμὸς παντελής. ᾟ μὲν οὖν ἀπὸ μιᾶς, συμβλητὰ | |
5 | ἔχει τὰ μέρη, ᾗ δὲ παντελής, ἀδιαίρετα, ᾗ δὲ μερισμός, διωρισμένα. Καὶ καθόσον μὲν ἐν τῇ μιᾷ φύσει μένει, συμβλητὸν ἔχει τὸ πλῆθος· καθόσον δὲ πρόεισιν, διωρισμένον· καθόσον δὲ ἐπιστρέφει πρὸς τὴν ἀρχήν, ἀδιαίρετον· μιμεῖται γὰρ ἕκαστον μέρος τὸ ἀδιαίρετον τῆς οἰκείας ἀρχῆς· διὸ μονὰς καὶ ἡ ἀρχὴ καὶ τὸ μέρος. Καὶ μήποτε τριῶν προτεθέντων ἐξ ὧν ὁ ἀριθμὸς τῷ | |
10 | Παρμενίδῃ συνυφαίνεται, κατὰ μὲν τὴν ἑτερότητα διορίζεται αὐτοῦ τὰ μέρη, κατὰ δὲ τὸ ἓν ἀδιαίρετον ἕκαστον γίγνεται, κατὰ δὲ τὴν κοινωνίαν τῆς μιᾶς οὐσίας συμβλητά ἐστι πάντα πρὸς ἄλληλα. Τί οὖν, εἴ τις ὁρίσαιτο αὐτὸν σύ‐ στημα μονάδων, ᾗ πάντα ἡ μονὰς συνείληφεν· καὶ γὰρ τὸ διωρισμένον, εἴπερ μεμόνωται, καὶ τὸ ἀδιαίρετον, εἴπερ μονάς, καὶ τὸ συμβλητόν, εἴπερ ἀπὸ μιᾶς | |
15 | μονάδος αἱ πᾶσαι μονάδες. Ποιεῖ γε μὴν τὰς μονάδας τὸ διωρισμένον, τὸ ἀδιαί‐ ρετον, τὸ συμβλητόν· ὡς εἶναι τὴν μονάδα τρίμορφον οὐσίαν, καὶ τῆς τοιᾶσδε οὐσίας ὄνομα εἶναι τὴν μονάδα. Οὐκ ἄρα πλῆθος διωρισμένον ὁ ἀριθμός· οὐδὲ γὰρ τὸ συνεχὲς πλῆθος συνημμένον. Τὰ γὰρ ἀνομοιοειδῆ μέρη πλῆθος συν‐ αφές· ἀλλ’ οὔτι γε συνεχῆ, καθὸ ἀνόμοια· δεῖ γὰρ τὸ συνεχὲς καὶ ἐπ’ ἄπειρον | |
20 | εἶναι διαιρετόν, καὶ οὐκ ἐξ ἀδιαιρέτων, ὡς ὁ ἀριθμός. | |
20 | Ἀλλὰ δὴ ῥητέον ἤδη καὶ πρὸς τὸ πέμπτον. Οὐκοῦν φανερὸν ἐκ τῶν εἰρημένων ὅτι ὁ μὲν ἀριθμὸς τοιόνδε πλῆθος ἐκ διωρισμένων, καὶ ἀδιαιρέ‐ των, καὶ συμβλητῶν, πλῆθος δὲ οὐδὲν κωλύεται εἶναι καὶ ἐκ τῶν ἐναντίων, ἐκ συνεχῶν, καὶ διαιρουμένων, καὶ ἀσυμβλήτων, οἷον τὸ πλῆθος τῶν ἀνομοίων | |
25 | συνεχῶν μερῶν. ᾟ μὲν γὰρ ἀνόμοια, ἀσύμβλητα· ᾗ δὲ συνεχῆ καὶ ἀδιόριστα, καὶ διαιρετὰ ἐπ’ ἄπειρον. Ἔτι δὲ ὁ μὲν ἀριθμὸς ἐκ μιᾶς παντὸς μονάδος· ἀεὶ γὰρ ἐλάττων, ἕως τῆς ἐλαχίστης μονάδος· τὸ δὲ πλῆθος καὶ ἐξ ἀρχῶν ἀσυμ‐ βάτων εἶναι δύναται· οἷον, εἴ τις φαίη “τὸ δαιμόνων πλῆθος”, οὐ γάρ ἐστι μία πάντων μονάς, ἀλλὰ μονάδες πολλαὶ καὶ πολλοὶ ἀριθμοί. Ἔτι δὲ ἐκ τρί‐ | |
30 | των ὁ μὲν ἀριθμὸς τῇ ἑτερότητι σύνεστι, τὸ δὲ πλῆθος καὶ ἡνωμένον εἶναι | 76 |
77 | δύναται. Τὸ γοῦν ὂν πλῆθός ἐστιν ἡνωμένον, ἐπειδὴ πλῆθος εὐθὺς τὸ οὐχ ἕν· τὸ δὲ ὄν, οὐχ ἕν. | |
2 | Τοιγαροῦν, ἵνα καὶ πρὸς τὸ ἕκτον εἴπωμεν τῶν προβληθέντων, μετὰ τὸ ἡνωμένον πλῆθος ἡ διάκρισις εὐθὺς ἐποίει τὸν ἀριθμόν, ἅμα μὲν διορίζουσα | |
5 | τὰ μέρη τῇ ἑτερότητι, ἅμα δὲ συμβλητὰ ποιοῦσα τῇ διαστάσει τῆς μιᾶς φύσεως, ἅμα δὲ καὶ ἀδιαίρετα ἀποτελοῦσα τῷ ἀφορισμῷ τῆς προόδου τῶν μερῶν. Καὶ τί τὸ ποιοῦν τὸν ἀφορισμόν; ἢ καὶ τούτων ἡ ἑτερότης, ἕκαστον ἱστῶσα ἐφ’ ἑαυτοῦ ὡς ἔχει κατὰ τὴν ἑαυτοῦ. Καὶ μήποτε πάντα ἡ ἑτερότης παρείχετο τῷ ἀριθμῷ, τό τε διωρισμένον ὡς διακρίνουσα, καὶ τὸ ἀδιαίρετον, ὡς ἐφ’ ἑαυτοῦ | |
10 | ποιοῦσα ἕκαστον κατὰ τὴν πρεσβυτάτην δικαιοσύνην, καὶ τὸ συμβλητόν· ὡς γὰρ ἕτερα πάντα, ὁμοειδῆ καὶ συμβλητά, ὡς καὶ αὐτὸς ἐφίστησιν. Διὸ καὶ ἀτεχνῶς ἔκγονος τῆς ἑτερότητος ὁ ἀριθμός. Καὶ ἐπεὶ αὕτη ἐφάνη, συνανεφάνη καὶ ὁ ἀριθμός. Καὶ πῶς οὐχὶ μετὰ τὸ ἡνωμένον πλῆθος τὸ συνεχὲς ἐγένετο πλῆθος, ὅπερ ἐστὶν τὸ ὅλον καὶ τὰ μέρη; ἢ ὅτι τῶν μερῶν ἀνάγκη προϋπάρ‐ | |
15 | χειν τὴν διάκρισιν καὶ τοῦ ὅλου, ἐπειδὴ τῶν διακεκριμένων μερῶν τὸ ὅλον. Ἔτι δὲ οὐκ ἔστι τὸ συνεχὲς ἡνωμένον· τὸ μὲν γὰρ ἡνωμένον εἰς ἀμερὲς ἐπείγεται, τὸ δὲ συνεχές, εἰς συναφὴν τῶν διεστώτων, ὅθεν καὶ διαστηματικόν τι τὸ συν‐ εχές. Ἔδει ἄρα πρὸ τοῦ συνεχοῦς εἶναι τὸ διακρινόμενον· ἐπιπλέον γὰρ τοῦτο. Καὶ γὰρ τὸ συνεχὲς διέστη· τὸ δὲ διαστὰν διεκρίθη κατὰ τὸ συνεχές· τίς ἄρα | |
20 | διάκρισις τὸ συνεχές; προτέρα οὖν ἡ πᾶσα, καὶ ἡ ἁπλῶς· ἔτι μεριστὸν φύσει τὸ συνεχές· ᾗ ἄρα μεριστόν, μετὰ τὸν μερισμόν· ὁ δὲ μερισμὸς λύσις ἐστὶν τῆς ἑνώσεως· μετὰ τὴν ἕνωσιν ἄρα. Καὶ γὰρ ἡ μὲν ἕνωσις οἷον μονάς· ἡ δὲ λύσις ὡς ἀληθῶς ἀριθμός. Ἔτι δὲ μαθηματικώτερον, ὁ μὲν ἀριθμὸς οὐδὲν δεῖται τοῦ συνεχοῦς· τὸ δὲ συνεχές, ἅτε ἐπ’ ἄπειρον διαιρετόν, εὐθὺς ἐπιδέχεται τὸν | |
25 | ἀριθμόν. | |
25 | Ἑξῆς ἂν εἴη πρὸς τὸ ἕβδομον ἀποκρίνασθαι· ἔστω μὲν γὰρ μὴ εἶναι τὴν ἑτερότητα ταύτην ἕν τι τῶν γενῶν τοῦ ὄντος, μηδὲ ἀντικεῖσθαι ταυτότητι | |
ὡς γένη τῶν ὄντων, ἀλλ’ ὡς ἑτερότης· διὰ τί μὴ καὶ ἡ ταυτότης ἐκεῖ, ἑνιαία | 77 | |
78 | ταυτότης; καὶ εἰ θηλύτης ἡ ἑτερότης, ἔστω ταυτότης ἡ ἀρρενότης. Καὶ εἰ δύ‐ ναμίς τις ἡ ἑτερότης, ἔστω καὶ ἡ ταυτότης πατήρ τις· καὶ εἰ διάκρισις, ἔστω ἐκείνη ἕνωσις· ἢ τάχα μὲν δίδωσι καὶ ὁ Παρμενίδης ταυτότητά πως εἶναι σὺν τῇ ἑτερότητι, οὐ ταὐτὸν εἶναι τὸ ἓν τῷ ὄντι φάμενος, ὡς ἂν ταὐτὸν κατὰ | |
5 | τὴν ἕνωσιν. Ἐπισκεπτέον δὲ ἀκριβέστερον ὃ λέγομεν. Ὅπου ἡ ἑτερότης, ἐκεῖ καὶ ἡ ταυτότης· ὁμοῦ γὰρ καὶ ἡ ἀντίθεσις· καὶ ὅπου τὸ θῆλυ, καὶ τὸ ἄρρεν· καὶ ὅπου ἡ δύναμις, καὶ ὁ πατὴρ τῆς δυνάμεως ταύτης· καὶ ὅπου ἡ ἕνωσις, ἐκεῖ καὶ ἡ ἀντικειμένη τῇ ἑνώσει διάκρισις. Οὐκ ἄρα ἡ μὲν ἑτερότης ἐν τῇ ἀκρότητι τῶν νοητῶν καὶ νοερῶν, ἡ δὲ ταυτότης καὶ ἐν τοῖς νοητοῖς. Εἰ γὰρ | |
10 | καὶ ἥνωται πάντα ἐκεῖ, ἀλλ’ ὅμως ἐστὶ τὰ ἀντικείμενα, πατήρ τε καὶ δύναμις, ἄρρεν καὶ θῆλυ· ὥστε καὶ ταὐτὸν καὶ ἕτερον, εἰ καὶ πλεονάζει καὶ ἐπικρατεῖ τὸ κρεῖττον τῶν ἀντιθέσεων. Ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς, ἕνωσις μὲν ὑφεῖ‐ ται, διάκρισις δὲ ἐκφαίνεται, καὶ τὰ ἄλλα ὁμοίως. Ἔχουσι γοῦν καὶ τὸ πατρι‐ κὸν αἱ ἴυγγες, ὡς τὰ λόγια μαρτυρεῖ, εἰ καὶ μᾶλλον δύναμις λέγονται τοῦ | |
15 | πατρός. Ἑκατέρωθι ἄρα ἡ ὅλη ἀντίθεσις ὁμοταγής· ὥστε καὶ κρύφιος ἐκεῖ ἡ ἑτερότης, καὶ ἡ ταυτότης ἐκφανής· ἐνταῦθα δὲ ἀνάπαλιν οὐδὲν δεῖ ἐπαλλάττειν οὐδὲ μερίζειν τὴν ἀντίθεσιν. Ἆρα οὖν καὶ ἄνω ἡ ὅλη καὶ κάτω, ἢ ἄνω μὲν οὐχί; ἕνωσις γὰρ μόνον οὐχὶ ταυτότης· ἡ γὰρ ταυτότης ἕτερον εἶναι βούλεται καὶ ταυτότης, ἀλλ’ οὐχ ἕνωσις. Εἰ γὰρ ἕνωσις συγχεῖν βούλεται τὴν ἑτερότητα | |
20 | ἐκεῖ, ἠφάνισται· εἴπερ δὲ ἕνωσις κλητέα ταυτότης, ἡ ἀντικειμένη τῇ διακρίσει κλητέα. Αὕτη δέ ἐστιν ἡ σὺν τῇ ἑτερότητι, ἐπεὶ καὶ τὸν ἀριθμὸν οὐκ ἐκ μόνης ἑτερότητος εἰώθασι ποιεῖν, ἀλλὰ καὶ ἐκ ταυτότητος· πῆ μὲν γὰρ κοινωνοῦσιν ἀλλήλοις οἱ ἀριθμοί, πῆ δὲ διαφέρουσιν. Ἔτι δὲ ᾗ συμβλητὰ τὰ μόρια, ταυ‐ τότης ἐν αὐτοῖς, καὶ εἰ διωρισμένα, ἑτερότης. | |
25 | Πῶς οὖν, εἰ ὁμοῦ αἱ δύο, οὐχὶ τὰς δύο παρέδωκεν ὁ Παρμενίδης, οἷον ἕνωσιν καὶ διάκρισιν; ἢ ὥσπερ τὸ ἓν ὂν ἐν τῇ ἀκρότητι τῶν νοητῶν προ‐ λαβών, οὐκέτι ἐν τῇ δευτέρᾳ τὸ αὐτὸ ἐπολυπραγμόνησεν, ἀλλ’ ὡς ἤδη ὄντι προσέθηκεν τὸ ἀπὸ ταύτης ἀναφυόμενον ὅλον καὶ μέρη, καὶ πάλιν ἐπὶ τῆς τρίτης, ὡς ἤδη προϋποκείμενον τοῦ ἑνὸς ὄντος καὶ τοῦ ὅλου καὶ τῶν μερῶν, | |
30 | οὕτω συλλογίζεται τὸ ταύτης ἴδιον ἄπειρον πλῆθος, καὶ τὸ προστιθέμενον, | 78 |
79 | εἰ τὴν τάξιν εἰδοποιεῖ, οὕτω καὶ ἐπὶ τῆς ἀκρότητος τῶν νοερῶν ὑπόκειται ἄνωθεν ἡ ἕνωσις ὑποβαίνουσα. Ἔδει οὖν μόνον προσθεῖναι τὸ αἴτιον τῆς διακρίσεως τὴν ἑτερότητα, ἣ καὶ ἐπικρατεῖ τῆς ἑνώσεως, οὐχ ὅτι διακέκρι‐ ται μᾶλλον ἢ ἥνωται. Τοῦτο γὰρ οὐδὲ ἐπὶ τοῦ ἐσχάτου νοῦ θέμις εἰπεῖν, | |
5 | ἀλλ’ ὅτι ἡ ἑτερότης ἐκλάμψασα τὴν νοητὴν ἔλυσεν ἕνωσιν, καὶ ἐποίησεν τὴν μετὰ διακρίσεως εἶναι πεφυκυῖαν. Μήποτε δὲ οὐδὲ ἀντιθετέον ταυτότητα ὅπως οὖν τῇ ἑτερότητι, ὡς ἐπὶ τῶν γενῶν· ἡ γὰρ δύναμις ἄμφω ποιεῖ, ὡς καὶ αὐτῷ δοκεῖ· ἡ γὰρ μεσότης καὶ συνάγει καὶ διακρίνει. Διὸ καὶ ἡ θεότης ἥδε συναγωγὸς ἅμα ἐστὶ καὶ διακριτική, ὡς καὶ τὰ λόγια | |
10 | λέγει καὶ Ὀρφεὺς ἐποίησεν. Ἀλλ’ ἄνω μὲν ἡ δύναμις συναγωγὸς μᾶλλον, κάτω δὲ διακριτική. Διόπερ ἐνταῦθα κέκληται ἑτερότης, ὅτι ὡς διακρίνουσά ἐστι μᾶλλον. Ἔστι γε μὴν καὶ συναγωγός, ἀλλὰ τῶν διακριθέντων· τὸ ἄρα τῆς ταυ‐ τότητος καὶ τῆς ἑτερότητος ἔργον αὕτη κατὰ μίαν φύσιν ἐργάζεται καὶ οὐ δια‐ ταράττεσθαι περὶ τὰ γένη τοῦ ὄντος, ἐπεὶ καὶ ὁ ἀριθμὸς ὁ μὲν νῦν παραδιδό‐ | |
15 | μενος ἐκ τῆς διμόρφου δυνάμεως, ὁ δὲ ἐν τοῖς εἴδεσιν ταυτότητι συγκεκράσθω καὶ ἑτερότητι, ἅτε εἶδος ὤν. Ὅλως δὲ φαίνεται ὁ Πλάτων οὐδὲ σύμβολα τὰ γένη τοῦ εἴδους ποιούμενος ἄλλων διακόσμων ἢ τῶν νοερῶν· ἐκεῖ γὰρ καὶ τὴν κίνησιν καὶ στάσιν παρέλαβεν, καίτοι πρὸς ἑτερότητος αὕτη καὶ ταυτότητος. Ἔδει ἄρα καὶ στάσιν καὶ κίνησιν ἐν τῷ νοητῷ παραλαβεῖν, εἴπερ ἑτερότητα | |
20 | καὶ ταυτότητα ἐν τῇ ἀκρότητι παρέλαβεν τῶν νοητῶν καὶ νοερῶν. Ἀλλὰ γὰρ καὶ δῆλός ἐστι τὴν ἀντικειμένην καὶ ὑποπέζιον τῇ νοητῇ ἑνώσει καὶ πατρικῇ διάκρισιν μητρικὴν ἑτερότητα καλῶν, ὡς ἴυγγα ἄλλοι, διὰ τὸ εἴσω καὶ ἔξω δινεῖσθαι, ὡς νύκτα, διὰ τὸ ἄφραστον καὶ πανάριθμον τῶν ἐκεῖ θεῶν. Ἔξεστι δὲ καθ’ ἕνωσιν ὁρᾶν ἐκεῖ καὶ κίνησιν ἐν τῇ προοδικῇ δυνάμει, καὶ στάσιν ἐν τῇ | |
25 | συναγωγῷ, καὶ ἑτερότητα μὲν ἐν τῇ διακρίσει τῶν γεννωμένων, ταυτότητα δὲ ἐν τῇ περιγραφῇ τῶν ἀφοριζομένων. Οὐ δεῖ οὖν ὡς γένος ἀποδέχεσθαι τὴν ἑτερό‐ τητα ταύτην, ἀλλ’ ὡς πάντα συνῃρηκυῖαν κατὰ τὴν ἑαυτῆς παντογόνον φύσιν. | |
27 | ||
Ὄγδοον ἐπὶ τούτοις τὸ ἓν διαφέρει τῆς μονάδος, πρῶτον μὲν ᾗ τὰ | 79 | |
80 | πολλὰ τοῦ ἀριθμοῦ διαφέρει· ἡ μὲν γὰρ μονὰς ἀριθμοῦ καὶ πρὸς ἀριθμόν, τὸ δὲ ἓν πρὸς τὰ πολλὰ ἀντίκειται. Δεύτερον δὲ τὸ μὲν ἁπλοῦν τι δηλοῖ καὶ ἀπλήθυντον, ἡ δὲ μονὰς τὸ μεμονωμένον καὶ καθ’ ἑαυτὸ διωρισμένον. Τρίτον δὲ ἡ μὲν μονὰς ἀντιδιῄρηται πρὸς τὸν ἀριθμόν, τὸ δὲ ἓν καὶ ἐπὶ μονάδος | |
5 | λέγεται καὶ ἐπὶ ἀριθμοῦ· καὶ γὰρ ἕκαστος τῶν ἀριθμῶν εἷς ἐστι, μονὰς δὲ οὐκ ἔστιν ᾗ ἀριθμός. Ἔτι τοίνυν τέταρτον τὰ πολλὰ καὶ ἑκάστῳ ἀριθμῷ προσήκει καὶ ἔτι αὐτῇ τῇ μονάδι· πολλὰ γὰρ καὶ ἡ μονάς, οὐ μόνον ὅτι καὶ πᾶς ὁ ἀριθμὸς ἐν αὐτῇ, ἀλλ’ ὅτι οὐ τὸ ἓν μόνον ἐστίν, ἀλλὰ καὶ ὂν καὶ ἀρχὴ ἀριθμοῦ, καὶ διωρισμένη, καὶ ὅσα ἄλλα στοιχεῖα συνίστησιν τὴν μονάδα. Καὶ γὰρ τὸ | |
10 | σημεῖον πολλά, καὶ τὸ νῦν πολλά· μέρη δὲ πρός τι, τὸ μὲν πρὸς χρόνον, τὸ δὲ πρὸς μέγεθος· ἡ δὲ μονὰς πρὸς ἀριθμὸν τὸν ἀπ’ αὐτῆς διαστάντα, ἐπεὶ καὶ ἐν αὐτῇ ὁ ἀριθμός. Ἀλλὰ μὴν τό γε πέμπτον ἡ μὲν μονάς, εἰ καὶ ἕν, ἀλλ’ ἀριθμητικὸν πάντως· ἕν ἐστι μέντοι καὶ τὸ σημεῖον, ἓν καὶ τὸ νῦν, καὶ κατὰ πολλῶν ἄλλων τὸ ἕν. Τί ἄρα ἓν ἡ μονάς, εἴπερ καὶ ἕν; | |
14 | ||
15 | Ἕκτῃ δ’ (οὖν) ἐν γενεᾷ | |
15 | τὸν λόγον καταπαύοντες, ἐκεῖνο λέγομεν ὅτι σὺν ἑτερότητι πάντως τοῦτο τὸ ἓν τῆς μονάδος· ἄνευ γὰρ ἑτερότητος οὐκ ἂν γένοιτο ἀριθμός. Διὸ καὶ ὁ Παρμενίδης τὰς μονάδας τὸ ἓν ἐποίει, καὶ τὸ ἕτερον, καὶ τὸ ὄν. Ἀνάγκη ἄρα καὶ τὸ ἓν ἕτερον εἶναι τοῦ ἑτέρου, καὶ τὸ ὂν τοῦ ἑνὸς ἕτερον, καὶ πάντα | |
20 | ἀλλήλων· οὐδὲν ἄρα ἐστὶν αὐτῶν ὃ μὴ ἤδη δυάς. Ἀλλὰ μὴν τὸ ὂν πάντως καὶ ἓν τριάς· ἀλλὰ μὴν καὶ τὸ ἓν τριάς. Εἰ γὰρ μὴ ὂν τὸ ἕν, ἀμέθεκτόν ἐστιν ἕν· ὥστε καὶ τὸ ἕτερον τριάς· ὄν τε γάρ, εἴπερ μεθεκτόν, καὶ ἔτι ἕν· εἰ γὰρ μή, οὐδέν· ἑκάστη ἄρα μονὰς τοὐλάχιστον τριάς· εἰ δὲ τριάς, καὶ πᾶς ὁ ἀριθμός, κατὰ τὴν Παρμενίδου κατασκευήν· ἡ μονὰς ἄρα ἑκάστη ὁ πᾶς | |
25 | ἐστιν ἀριθμός· καὶ τοῦτο μὲν ἴσως οὔπω χαλεπόν. Ἀλλ’ ἐπειδὴ ἀριθμοῦ μονὰς ἡ μονάς, καὶ ἐκ μονάδων ἂν εἴη ἡ μονάς· ἑκάστη δὲ μονὰς τοὐλάχιστον τριάς, ὥστε καὶ πᾶς ὁ ἀριθμός· καὶ τοῦτο ἄρα ἐπ’ ἄπειρον ἡμῖν συμβήσεται, εἰ πᾶς μὲν ἀριθμὸς ἐκ μονάδων, πᾶσα δὲ μονὰς ἀριθμός. Οὔτε οὖν ἐξ ἀδιαιρέτων ὁ ἀριθμός, οὔτε πεπερασμένος καὶ ἄπειρος, ἀλλ’ ἀπειράκις ἄπειρος, οὔτε ὅλον | |
30 | καὶ μέρη ἔχων, εἰ οὐ περιέχει ἡ ὁλότης τὰ μέρη καὶ περατοῖ. | 80 |
81 | Ἢ πρὸς μὲν τὸ πρῶτον ῥητέον ὅτι ἐξ ἀδιαιρέτων πᾶς ἀριθμὸς καθόσον ἐκ μονάδων πᾶς, ἡ δὲ μονὰς τὸ ἐλάχιστόν ἐστιν ἀριθμοῦ ἑκάστου. Εἰ δὲ καὶ αὐτὴ ἀριθμὸς ἐξ ἄλλων μονάδων οὗτος ὁ ἀριθμός, ὧν ἑκάστη πάλιν ἀδιαίρετος, ὥς γε πρὸς τὸν ἑαυτῆς ἀριθμόν. Εἰ δὲ καὶ ἐκείνη ἀριθμός, πάλιν τὸ ἀδιαίρετον ὡς | |
5 | πρὸς τὸν ἀριθμὸν ἥξει τὸν ἀεὶ ἀναφαινόμενον, ἐπεὶ καὶ ἀνθρώπων ὁ ἀριθμὸς ἐξ ἀδιαιρέτων. Εἰ δὲ διαιρεθεῖεν οἱ ἄνθρωποι εἰς κεφαλάς, ἔσται κεφαλῶν ὁ ἀριθμός, καὶ ἡ κεφαλὴ μονὰς ἀδιαίρετος. Πρὸς δὲ τὸ δεύτερον καὶ τὸ τρί‐ τον, ἓν μὲν ὅτι πᾶς ἀριθμὸς κατὰ τὴν ἑαυτοῦ φύσιν ἐξ ἀδιαιρέτων συνεστὼς οὐκ ἔσται ἀπειράκις (ἄλλον δὲ καὶ ἄλλον γίγνεσθαι ἀριθμὸν ἐπ’ ἄπειρον, τί | |
10 | θαυμαστόν, ὡς ἐπὶ τῆς ἐπ’ ἄπειρον τῶν σωμάτων διαιρέσεως;) ἕτερον δὲ ὅτι καθάπερ τὸ μέγεθος σύγκειται μὲν ἐκ πεπερασμένων ἰδιοτήτων, ὡς δὲ ἐν ἀλλή‐ λαις τούτων ἐκγενομένων, καὶ ἤδη ἀριθμοῦ μερῶν γενομένων, ἐπ’ ἄπειρον ἡ τοῦ μεγέθους διαίρεσις· ἰδιότης γὰρ τούτου τὸ ἄπειρον. | |
13 | Ἤδη δὲ καὶ πρὸς τὸ ἔνατον ἀποκρινοῦμαι συντόμως. Ἀριθμοῦ οὖν | |
15 | φύσις ἡ ἐπ’ ἄπειρον σύνθεσις ἢ ἀνάλυσις, ὡς ἡ διαίρεσις τοῦ μεγέθους, καὶ τῶν διαιρουμένων αὔξησις τοῦ ἀπείρου πλήθους, οὐχ ὅτι ἄπειρον, ἀλλ’ ὅτι οὐχ εὑρίσκεται πέρας τῆς τομῆς. Τοῦτο δὲ φύσεως ἰδιότης, ἀλλ’ οὐκ ἀπειρία· εἰ δὲ καὶ ἀπειρία, ἀλλ’ ὡς ἰδιότης, καὶ ἡ ἀπειρία μετέχουσα μὲν πέρατος, οὐκ ἀπολέσασα δὲ τὴν οἰκείαν φύσιν. Καὶ γὰρ ἕκαστον μένον ὅ ἐστι μετ‐ | |
20 | έχει τῶν ἄλλων. Μήποτε δὲ καὶ πᾶν εἶδος ἐπ’ ἄπειρον οὕτω διαιρετόν· τό τε γὰρ καλὸν εἰς ἀεὶ καλά, καὶ τὸ δίκαιον εἰς ἀεὶ δίκαια, καὶ τὸ ζῷον εἰς ἀεὶ ζῷα, ὅταν εἰς μέρη τέμνηται. Οὐδὲν γὰρ ἐκ μὴ τοιούτων εἶδός ἐστι μερῶν· ἀλλ’ ἔστιν ὁμόχρουν ἕκαστον καὶ ὁμοιομερές, κἂν ἐπ’ ἄπειρον διαιροῖτο, πανταχοῦ τὸ αὐτὸ παραφαίνεται, ἅτε ὅλον δι’ ὅλου μεμεστωμένον τῆς ἑαυτοῦ | |
25 | φύσεως. Εἰς δὲ στοιχεῖα ὡρισμένα διαιρεῖται πάντη, ἐπινοίᾳ χωριζομένων, ὡς καὶ ὁ ἀριθμός, εἴ τις αὐτὸ μόνον τὸ ἕν, καὶ αὐτὸ τὸ ἕτερον, καὶ αὐτὸ τὸ ὂν ἐν νῷ βάλοιτο ἀμέτοχα ἀλλήλων. Ἀλλὰ τοῦτό γε μέχρις ἐπινοίας· ἐν δὲ τοῖς πράγμασιν, πάντα μετ’ ἀλλήλων, καὶ ὅ τι ἂν λάβῃς καὶ τὰ ἄλλα ἐστίν. Καὶ γὰρ οὕτω τὰ γένη τοῦ ὄντος ἀεὶ σὺν ἀλλήλοις, καὶ ἐν ἑκάστῳ τὰ ἄλλα, κἂν | |
30 | χωρίσῃς τὰ ἄλλα, καὶ τὸ ἓν διέφθειρας· ἐπεὶ καὶ ἐκτὸς τοῦ ἑνός, πῶς ἂν εἴη | 81 |
82 | τὸ ὄν, ἢ τὸ ἕτερον; καὶ πλάσαι χαλεπόν· καὶ ἐκτὸς τοῦ ὄντος, πῶς ἂν ἐπι‐ νοηθείη τὸ ἕν, εἰ μὴ ἄρα τὸ ἀμέθεκτον; οὐ τοῦτο δὲ ἦν τὸ στοιχεῖον τοῦ ἀριθμοῦ. Οὐ τοίνυν οὐδὲ ἄνευ ἑτερότητος, εἴπερ οὐκ ἔσται τὸ νοητὸν ἕν, ἀλλὰ τὸ διαστὰν ἀπὸ τοῦ ὄντος. Ὅλον ἄρα δι’ ὅλου, καὶ τὸ τοῦ ἀριθμοῦ εἶδος, | |
5 | ἀριθμός, ὡς καὶ τὸ τοῦ πλήθους πανταχῆ πλῆθος. Καὶ γὰρ ἐπὶ τῶν ἄλλων τὰ στοιχεῖα ὁμόχροα· οὐ γὰρ τὰ ἄλλων ἐν ἄλλοις εἶναι πέφυκεν οἷον τὸ ἀνθρώπου ζῷον ἐν τῷ ἵππῳ· ἄνθρωπος ἄρα καὶ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ οἷον ζῳικὸς ἄνθρωπος ἢ ἀνθρώπειον ζῷον. Μᾶλλον δὲ ἐννοητέον ὅτι τὰ στοιχεῖα ἡμεῖς διαιροῦμεν· ἁπλοῦν δὲ ἕκαστον εἶδος· ὁ γὰρ ἄνθρωπος μία φύσις ἀσύν‐ | |
10 | θετος ὁμοῦ ζῷον οὖσα λογικόν, θνητόν, καὶ πάντα ὅσα ἐστιν, κατὰ μίαν ἔχει ἰδέαν, ᾗ ὄνομα, ἄνθρωπος, ἣν οὐ δυνάμενοι συνελεῖν ὁμοῦ, διαιροῦμεν εἰς τὰ λεγόμενα, ἅπερ οὐ τοῦ εἴδους ἐστὶ μερισμός, ἀλλὰ τῆς ἡμετέρας συν‐ θέτου νοήσεως. Εἰ γοῦν ἁπλῇ νοήσει χρησαίμεθα, ἁπλοῦν καὶ τὸ εἶδος ὀψό‐ μεθα. Διὸ νῦν οὐχ ὁρῶμεν κατὰ τὴν σύνθετον ἐπιστήμην, ἅτε ὂν ἀσύνθετον, | |
15 | ὥς φησι Πλάτων, καὶ ἐγὼ πείθομαι. Πᾶν μὲν οὖν εἶδος, ὡς ἔοικεν, ἄπειρον, τὸ δὲ πλῆθος καὶ ὁ ἀριθμὸς διαφερόντως, ὅτι κατὰ ταῦτα καὶ τῶν ἄλλων ἕκαστον ἄπειρον φαίνεται· αἱ γὰρ διαιρέσεις ἀπὸ τοῦ πλήθους ἥκουσιν καὶ τοῦ ἀριθμοῦ πᾶσι τοῖς ἄλλοις, ἐπεὶ καὶ τὸ μέγεθος, ᾗ πολλά, διαιρεῖται εἰς τὰ πολλά. | |
20 | Ἆρα οὖν ὁ ἀριθμὸς ἄπειρος; ἢ καθὸ πλῆθος; “ἄπειρον γὰρ ἀριθμὸς πλήθει” φησὶν καὶ ὁ Παρμενίδης, ἢ οὐδὲ τὰ πολλὰ ἄπειρα, ᾗ πολλὰ, ἀλλὰ κατὰ μέθεξιν τοῦ ἀπείρου· πολλὰ γὰρ καὶ τὰ πεπερασμένα· οὐδὲν ἧττον ᾗ πολλὰ ὥσπερ καὶ τὰ ἄπειρά ἐστι πολλά. Καὶ τὸ πλῆθος ἄρα μετοχῇ τοῦ ἀπείρου ἄπειρον, καὶ τοῦ πεπερασμένου, πεπερασμένον. | |
25 | Πῶς οὖν φαμεν τὸ πλῆθος καὶ τὰ μέρη ἔχειν ὡς πλήθη, καὶ τὸν ἀριθμὸν ἑκάστῳ τῶν μερῶν; φαίνεται γὰρ ἄπειρον πᾶν, κατὰ τὴν ἑαυτοῦ μέστωσιν ὄν. Ἢ καὶ ἡ μέστωσις καὶ τὸ δι’ ὅλου ὁμόχρουν, καὶ τὸ ὁπωσοῦν ἄπειρον, ἢ πεπερασμένον ἐκ τοῦ πέρατος καὶ τοῦ πρώτου ἀπείρου πᾶσιν ἐγκέκραται. | |
Διὸ καὶ εἰ πρόσθεν ἐλέγομεν τὰ πολλὰ ἄπειρα εἶναι φύσει, οὕτως ἐλέγομεν | 82 | |
83 | ὡς ᾗ 〈μὲν〉 πολλὰ μετέχοντα τοῦ ἀπείρου, ᾗ δὲ οὐ πολλά, ἀλλ’ ἓν τρόπον τινὰ τοῦ πέρατος· τὰ γὰρ πολλὰ ἀντικεῖσθαι δοκεῖ τῷ πέρατι μᾶλλον, ὡς ἀριθμὸς τῇ ἀπειρίᾳ μᾶλλον. Διὸ πᾶς ἀριθμὸς εὐθὺς πεπέρασται· ἀλλ’ ὅμως καὶ ὁ ἁπλῶς ἀριθμὸς ἀεὶ ἄπειρος, καὶ τὸ πλῆθος ὅμως ἀεὶ πεπερασμένον ἐστίν. | |
5 | Εἰ δὲ καὶ ἐπ’ ἄπειρον ἡ τοῦ ἀριθμοῦ ἀνάλυσις ἐπινοεῖται, ἀλλ’ ἡ ἀπ’ αὐτοῦ καὶ ἐν αὐτῷ γέννησις τῶν Θείων ἔχει πέρας τὸ πρόσφορον, οἷον δημιουργικαῖς τομαῖς ὁριζομένης τῆς ἀπείρου φανταζομένης ἀναλύσεως ἢ συνθέσεως. Ἐῶ λέγειν ὅτι καὶ ἡ ἡμετέρα ἐπίνοια εἴσω ὅρων στρέφεται τῆς πεπερασμένης τομῆς τῶν ἠριθμημένων οὐσιῶν· ποτὲ γὰρ καὶ ἐπὶ πλεῖστον χρόνον πολλα‐ | |
10 | πλασιάζοντες, χωρήσομεν εἰς πλείω ἀριθμὸν τῆς τοῦ Θείου γενητοῦ περι‐ όδου· ὥστε καὶ ἡ πρὸς ἡμᾶς ἀπειρία ἐντός ἐστι τῶν θείων περάτων. Καί ποτε ἂν τὸ κοσμικὸν σῶμα πλείοσι τομαῖς τῶν φυσικῶν ἐπινοήσωμεν τεμνόμενον, ἀμήχανον οἶμαι· ὥστε καὶ τὸ κενεμβατοῦν τῆς ἡμετέρας ἐπινοίας οὐδέποτε φθάνει τὸ ἀληθὲς τῆς δημιουργικῆς ἢ ἀναλύσεως, ἢ συνθέσεως, ἢ διαιρέσεως. | |
15 | Πεπέρασται μὲν οὖν καὶ ἄπειρον πᾶν εἶδός ἐστιν· ἀλλ’ οὔτε τὰ πέρατα πάντα, οὔτε τὰς ἀπειρίας ἡμεῖς καταληψόμεθα, μήτ’ ἀληθείας. Ἐπὶ τούτοις τὸ δέκατον κινητέον πρόβλημα. Διὰ τί οὖν ἐν τῷ νοητῷ οὐκ ἔστιν ἀριθμός, καίτοι καὶ ἐκεῖ πλῆθος εἶναι λέγομεν; Ἢ πρῶτον μέν φησιν, τὸν λογικώτερον τρόπον, ὅτι τὸ μὲν πλῆθος ἐκεῖ κατὰ διαίρεσιν ἐφαίνετο, ὁ | |
20 | δὲ ἀριθμὸς κατὰ σύνθεσιν· δεύτερον δὲ κατὰ τὴν πραγματειωδεστέραν ἐπι‐ βολήν, ὅτι τὸ μὲν πλῆθος ἐκεῖνο τοῦ ὄντος ἦν διαίρεσις· ἐνταῦθα δέ, ἰδίᾳ μὲν ἑνάδων ὁ ἀριθμός, ἰδίᾳ δὲ ὄντων. Ἔτι δὲ τρίτον ἐκεῖνο μὲν τὸ πλῆθος ἐξ ἀνομοίων ἦν καὶ ἀσυμβλήτων, καὶ ἔτι ἐκ διαιρετῶν, ὁ δὲ ἀριθμός, ἐξ ἀδιαι‐ ρέτων καὶ συμβλητῶν. Εἰ δὲ μονάδες ἐκεῖ καὶ δυάδες καὶ τριάδες, οὐκ ἀριθμοὶ | |
25 | ἂν εἶεν αὗταί γε, ἀλλ’ ἀρχαὶ ἀριθμῶν, ἐπεὶ καὶ ἡ τετρὰς ζῴων καὶ τριὰς τῶν Θνητῶν. Ταῦτα δὲ ἀληθῆ μέν, οὐ λύει δὲ τὴν ἀπορίαν· ἔστω γὰρ εἶναι καὶ τετράδα ἐκεῖ καὶ ταύτην μέντοι εἶναι ὡς ἀρχὴν τοῦ ἀριθμοῦ, | |
27 | παγὰν ἀενάου φύσεως οὖσαν | |
28 | ||
κατὰ τὸ ἔπος. Ἀλλ’ οὔσης δυάδος καὶ τριάδος, πῶς οὐχὶ καὶ τὸ δὶς τρία, καὶ | 83 | |
84 | τὸ τρὶς δύο, καὶ ἔτι τὸ τρία τρίς, καὶ τὸ δύο δίς; Ἔτι δὲ καὶ ἐκεῖ αἱ μονάδες ὁμοῖαί τε καὶ ἀδιαίρετοι κατὰ τὴν μίαν φύσιν τοῦ ἑνὸς ὄντος. Ἔτι δὲ καὶ εἰ κατὰ διαίρεσιν, ἀλλ’ ὅμως ἔδει τῶν διαιρημάτων εἶναι τῶν ἐκεῖ ἀριθμόν. Ὅλως δὲ γεννημάτων δηλοῖ πρόσοδον ἥ τε ἐκεῖ διαίρεσις, ἥ τε ἐνθάδε σύνθεσις. | |
5 | Μήποτε οὖν ἄμεινον λέγειν ἓν μὲν ὅτι τὸ μὲν πλῆθος διττὸν, ἢ συνεχές, ἢ διωρισμένον· οὔπω ἄρα ἐκεῖ ἀριθμός· ἕτερον δὲ ὅτι κρύφιος ἐκεῖ ἡ ἑτερότης. Καὶ ὁ ἀριθμὸς ἄρα οὐδέπω ἐκεῖ πέφηνεν, εἴπερ σὺν ἑτερότητι πάντως· ὡς δὲ ἡ δύναμις ἔχει τὴν ἑτερότητα κατ’ αἰτίαν, ἔχοι ἂν καὶ τὸ πλῆθος αἰτίαν τοῦ ἀριθμοῦ νοητήν. Ἔτι δὲ ἐκ τρίτων οὐκ εἰσὶν ἐκεῖ μονάδες, οὐδὲ ἄρα δυάδες, | |
10 | οὐδὲ τριάδες, εἴπερ καὶ ταύτας ἡ ἑτερότης ποιεῖ, ἀλλ’ ἑνάδες μόνον ἁπλαῖ καὶ ἄνευ πάσης ἑτερότητος· ὥστε καὶ εἰς ἄκρον ἡνωμέναι ἀλλήλαις· ὥστε καὶ εἰ πλεῖστα καὶ ἄπειρα εἴη τὰ νοητὰ μόρια, οὔπω ταῦτα ἀριθμός. Οὔτε γὰρ διώρισται ἀπ’ ἀλλήλων ἑτερότητι, ἀλλ’ εἰς ὑπερβολὴν ἥνωται πολλῷ μειζόνως ἢ κατὰ συνέχειαν. Διαστάτη γὰρ συνέχεια καὶ διεστώτων, εἰ καὶ μὴ διωρισ‐ | |
15 | μένον· ἐκείνη δὲ ἡ ἕνωσις ἀμερής τε καὶ ἀδιάστατος· οὔτε αὖ μονὰς ἕκαστον, ὅτι μὴ ἐκ πολλῶν καὶ ἑτέρων, ἀλλ’ ἓν ὂν μόνον καὶ τοῦτο ὡς ἓν μόνον. Ἄλλο οὖν εἶδος ἐκεῖ τῶν μονάδων, καὶ δυάδων, καὶ τριάδων, κατὰ μεταφορὰν οὕτως ὠνομασμένων, ὅτι ἄλλως οὐκ εἴχομεν καλεῖν, ἐπεὶ βούλεταί τε πολλὰ μὲν εἶναι ἐξ ἑνάδων, οὔτε δὲ ἀριθμός, οὔτε ἐκ μονάδων. Καὶ τὰ πολλὰ δὲ οὔτε | |
20 | διωρισμένα, οὔτε συνεχῆ, ἀλλὰ ἔτι μειζόνως ἡνωμένα. Καὶ ἀδιάστατος τοι‐ γαροῦν εἰ λέγεται ἐκεῖ τετρὰς ζῴων, οὕτω λέγεται καὶ εἰ νοητός τις πατήρ, εἰς τρία πάντα τεμεῖν, κατὰ τὴν ἐνάριθμον τριάδα τέτμηκε πάντα. | |
22 | Ὥστε καὶ πρὸς τὸ ἑνδέκατον ἀπαντῆσαι ῥᾴδιον ὅτι ἡ μὲν ὡς μονὰς ἀρχὴ τοῦ ἀριθμοῦ παντός, ἅμα τῷ ἀριθμῷ καὶ τούτῳ συντεταγμένη, ἡ δὲ νοητὴ | |
25 | ἄρ’ οὐ μονὰς ἀριθμητική, ἀλλ’ ὡς εἴρηται, ἕτερον εἶδος μονάδος ἁπλῆς τε καὶ ἀδιακρίτου· καὶ ἁπλῶς εἰπεῖν, τὸ ἄπειρον πλῆθος ἀρχὴ τοῦ ἀριθμοῦ, πασῆς μᾶλλον μονάδος πρὸς ἑαυτῷ ἡνωμένον, οὐ τὸ εἶδος αὐτὸ μόνον, ἀλλὰ καὶ τὰ ἀπ’ ἐκείνου γεννώμενα μυρία πλήθη. Διὸ καὶ παρ’ Ὀρφεῖ | |
28 | ||
τὰ μὲν ἄλλα γένη, ἐκ μητρὸς καὶ πατρός. | 84 | |
85 | Ἡ δὲ πρώτη τῶν ἡμετέρων ἀπὸ μόνου τοῦ πατρὸς πρόεισιν, ὡς ἀπὸ μονάδος μονάς. Ὥσπερ δὲ τὸ αὐτοπλῆθος ἑνάς ἐστι μία τῇ ἰδιότητι πλῆθος, οὕτω καὶ ὁ ἁπλῶς ἀριθμὸς αὐτὸ τὸ εἶδος μονάς ἐστι τῇ ἰδιότητι πλῆθος. Καὶ οὗτός ἐστιν ὁ μένων ἀριθμός· ὁ δὲ προϊὼν ἀριθμὸς ἐκ μονάδων, ἅτε μεριζόμενος τὴν οἰκείαν | |
5 | ἀρχήν, ὥστε ταὐτὸν εἰπεῖν, μονάδα, καὶ ἀριθμὸν χαρακτηρίζειν τὴν τάξιν. | |
5 | Καὶ τίνι διοίσει, ὅπερ ἐστὶ δυοδέκατον, ἡ ἄρχουσα μονὰς τῶν ἐν ἑκάστῳ ἀριθμῷ μονάδων ἑκάστης, εἴπερ πᾶσα μονὰς πᾶς ἀριθμός; Ἢ οὕτω γε οὐδὲν διοίσει ὁ τῇδε ἄνθρωπος τοῦ ἐκεῖ, ὅτι ὅλον τὸ εἶδος ἑκατέρωθι. Εἰ δὲ τοῦτό φαμεν κατὰ τὴν ἰδιότητα συμβαίνειν, δυνάμει δὲ καὶ πρεσβείᾳ ὁ ἐκεῖ | |
10 | διαφέρει τοῦδε τοῦ ἀνθρώπου. Καὶ ἐπὶ τῶν μονάδων ὁ αὐτὸς λόγος· ἰδιότητι μὲν αἱ αὐταὶ πᾶσαι, ἀλλ’ αἱ μὲν γεννῶσιν, αἱ δὲ γεννῶνται· καὶ αἱ μὲν ὁλικω‐ τέρων ἀριθμῶν εἰσιν μόρια, αἱ δὲ μερικωτέρων· καὶ αἱ μὲν ἥνωνται μᾶλλον, αἱ δὲ μᾶλλον διακέκρινται· καὶ ᾗ μέν τινες μονάδες οἷον τοῦδε τοῦ ἀριθμοῦ, ᾗ δὲ ἀρχὴ ἁπλῶς μονάς. Δεῖ δὲ νοεῖν τοὺς ἐκεῖ ἀριθμοὺς οὐσιώδεις, ὥστε | |
15 | καὶ διὰ τῶν μονάδων χωρεῖν. Ἡ ἄρα τῆς τετράδος μονὰς τετραδική ἐστι κατὰ φύσιν, καὶ οὐκ ἂν γένοιτο μέρος πεμπάδος· μερικὴ ἄρα ἑκάστη μονάς· ἡ δὲ πρώτη ἁπλῶς, ἅτε οὔπω γενομένη τινὸς ἀριθμοῦ, ἀλλὰ παντὸς οὖσα ἀρχὴ ἀριθμοῦ. Διὸ καὶ τὸν ἁπλῶς ἀριθμὸν ἐν ἑαυτῇ συνῄρηκεν μονοειδῶς. | |
18 | Ἐπὶ τούτοις καὶ τοιῶνδε ζητημάτων χορὸν ἀνεγείρωμεν περὶ τῆς | |
20 | αὐτῆς διακοσμήσεως. Ἓν μὲν πρὸ πάντων, διὰ τί ἐντεῦθεν ὁ ἀριθμὸς ἤρξατο, ἐν ᾧ καὶ τὰ περὶ τῶν σειρῶν διοριστέον. Δεύτερον δέ, τίς ἡ τοῦ ἀριθμοῦ χρεία τῇ προόδῳ τῶν ὄντων. Τρίτον δέ, διὰ τί ἐν μὲν τῷ νοητῷ κατὰ διαίρεσιν ἡ τῶν γεννημάτων πρό‐ | |
25 | οδος, ἐνταῦθα δὲ κατὰ σύνθεσιν ἢ πολλαπλασίωσιν. Τέταρτον, πῶς ἥδε ἡ τάξις ὁμοῦ γεννητική τε καὶ συναγωγός· εἰ γὰρ πρώ‐ τως ἑκάτερον, πῶς τἀναντία ὁμοῦ καὶ πρώτως καὶ ἀπὸ μιᾶς αἰτίας, ἅμα δὲ καὶ πῶς ἄμφω προσήκει τῷ ἀριθμῷ. Πέμπτον, πῶς θῆλυς ὁ ἀριθμὸς καὶ τῇ θηλυμόρφῳ καὶ μητρικῇ θεότητι | |
30 | προσήκων· καὶ ἔτι, πῶς ἔχει καὶ πατρικὸς ὁ ἀριθμός. | 85 |
86 | Ἕκτον, πῶς ἔχει τὸ ἄρρητον ὁ ἀριθμός, ἵνα καὶ ταύτῃ πρέποι τῇ ἀκρότητι τῶν νοητῶν καὶ νοερῶν. Ἕβδομον, πῶς καὶ ὁ ὑπερουράνιος τόπος τῷ τε ἀριθμῷ ᾠκείωται τῇδε τῇ ὑμνουμένῃ Θεότητι. | |
5 | Ὄγδοον, εἰ συντίθησιν τοὺς δύο ἀριθμούς, τόν τε οὐσιώδη καὶ τὸν ἑνιαῖον, πῶς οὐκ ἔσται ὁ κοινὸς οὗτος ἀριθμὸς ἐξ ἀσυμβλήτων. Ἔνατον, διὰ τί λέγουσιν αὐτοὶ οἱ θεοὶ τὰ ἱερὰ συνθήματα ἐν ταύτῃ ἀνα‐ φανῆναι, καὶ διὰ τί ἴυγγες ὠνομάσθησαν, καὶ διὰ τί νύκτες, καὶ εἴ τι ἡ ἑτε‐ ρότης ἔχει, καὶ ὁ ἀριθμὸς πρὸς τὰ ὀνόματα ταῦτα συγγενές. | |
10 | Δέκατον, πῶς πολλαὶ αἱ ἴυγγες καὶ αἱ νύκτες, εἴπερ ἀριθμὸς ὅλος ἰυγγικός τε καὶ νύχιος. Ἑνδέκατον, εἰ ἔστιν ὁ οὐσιώδης ἀριθμός [ἐστιν] καὶ ὁ ἑνιαῖος, ποῦ ἂν εἴη ὁ ἁπλῶς ἀριθμός· δεῖ γὰρ εἶναι τὸν ἕνα πρὸ τῶν δυεῖν. Εἰ δὲ οὗτός ἐστιν ὁ ἀπὸ τῆς ἑτερότητος, ὥς φησιν, εἴη ἂν τοῦ ἑνιαίου πρότερος ὁ ἑτεροῖος· ὥστε καὶ | |
15 | τοῦ ἑνὸς ἡ ἑτερότης. Δυοδέκατον, τίνα ἀφοριστέον τὴν πρώτην τριάδα τῶν νοητῶν καὶ νοερῶν. | |
16 | Πρὸς δὴ τὸ πρῶτον λέγομεν ὅτι ὁ μὲν νοητὸς κόσμος διαιρετός ἐστιν, μόνος ὁλοτελής, ἐν τῷ μένειν ἔχων τὸ εἶναι, οὐδὲ προϊὼν εἰς ὑπόβασιν νοητήν, ἀλλὰ πάντη τῶν διακόσμων ἁπάντων ἐξῃρημένος, οὐδὲ πρὸς αὐτοὺς | |
20 | ἀντιδιῃρημένος, ὡς πρῶτος πρὸς δεύτερον, καὶ τρίτον, καὶ τοὺς ἑξῆς. Οὐ γὰρ συναριθμεῖται αὐτοῖς, ἀνάλογον ἑστὼς τῇ μιᾷ τῶν ὅλων ἀρχῇ· ὃ ἐκείνη πρὸς τὰς πολλὰς ἑνάδας, οὗτος πρὸς τοὺς πολλοὺς κόσμους· οὐδὲ γὰρ εἷς ἐστι κόσμος τῶν πολλῶν, ἀλλὰ κόσμος οἱ πάντες ὧν κόσμοι, ὁμοῦ καὶ ὡς εἷς οἱ πάντες, μᾶλλον δὲ οἱ πάντες καθ’ ὅλον ἑαυτόν, ἀλλ’ ἐν τῇ οἰκείᾳ ἀποπε‐ | |
25 | ρατώσει τὸ ἄπειρον πλῆθος ἐκφαίνων ἤδη μονάδα τῶν κόσμων, καὶ ὡς οἱ θεοὶ διδάσκουσιν, “πηγὴν τῶν πηγῶν”. Ὅπου γὰρ τὸ πλῆθος, ἐνταῦθα καὶ τὸ τῶν πολλῶν ἓν συναίρημα. Τὰ δὲ ἄνω, “βυθὸς ὑπέρκοσμος”, ὡς ἀληθῶς κατὰ τὸ λόγιον, ἀκοσμία κρείττων κόσμου παντός, καὶ ἕνωσις, εἰ θέμις εἰπεῖν, μιμουμένη τὴν παντελῆ ἀκόσμητον σύγχυσιν. Ὅλος οὖν πρὸς ἑαυτὸν | |
30 | ἡνωμένος, καὶ ἓν ὢν μᾶλλον ἢ ἡνωμένος, ἀδιάκριτός ἐστι, καὶ ἀπρόοδος, | 86 |
87 | καὶ ἀνάριθμος· ἡ δὲ μετ’ αὐτὸν τάξις, ἀπ’ αὐτοῦ γεννηθεῖσα, ἅτε μετὰ τὴν ἕνωσιν οὖσα διακρίσεως ἀρχὴ καὶ παντοίων προόδων· ὅθεν καὶ οἱ θεοὶ τὰς σειρὰς ἐντεῦθεν ἄρχεσθαί φασιν. Καίτοι ἀπορήσειεν ἄν τις πῶς ἐντεῦθεν, πρῶτον μὲν ὅτι ἀπὸ τοῦ Διὸς | |
5 | εἰώθαμεν λέγειν ἄρχεσθαι τὰς σειράς, οὐ καθ’ Ὅμηρον μόνον καὶ Ὀρφέα, ἀλλὰ καὶ κατ’ αὐτοὺς τοὺς θεούς. Δεύτερον δὲ ὅτι καὶ τὸ νοητὸν ἐποιήσατό τινα πρόοδον· ἡ μὲν γὰρ ἀκρότης ἓν ὄν, ἡ δὲ μεσότης, ὅλον καὶ μέρη, ἡ δὲ ἀποπεράτωσις, ἄπειρον πλῆθος. Νοητὴ ἄρα αὕτη ἡ τριάς. Διὰ τί οὖν μὴ καὶ σειρά, ὡς ἐπὶ τῶν ἑξῆς τριάδων; Τρίτον δέ, πῶς καὶ σειρὰ ἡ τῶν ἰύγγων | |
10 | τριάς, ἡ τῶν συνοχέων, ἡ τῶν τελεταρχῶν; Ἀλλὰ τῶν τελεταρχῶν ἐστιν ὑπόβασις ἑβδομαδική, διὰ τῶν ἑπτὰ χωροῦσα στερεωμάτων, τοῦ μὲν ἐμπυρίου τελετάρχου τριάδα ἐμπύριον ἀφ’ ἑαυτοῦ προβαλλομένου, τοῦ δὲ αἰθερίου τριάδας αἰθερίους, τοῦ δὲ ὑλαίου τριάδας ὁμοίως ὑλαίας· | |
13 | παντὶ γὰρ ἐν κόσμῳ λάμπει τριὰς ἧς μονὰς ἄρχει, | |
14 | ||
15 | κατὰ τὸ λόγιον. Μήποτε οὖν εἰ καὶ μὴ αὐτόθεν εἴρηται παρὰ τῶν θεῶν, μήποτε καὶ ἐπὶ τῶν ἄλλων τριάδων τὴν αὐτὴν πρόοδον ποιητέον, ὡσεὶ παρὰ ἑκάστης τριάδος ὑποβαινούσης· οὕτω γὰρ σώσομεν καὶ τὰς ἐξῃρημένας τριάδας πρὸ τῶν συντε‐ ταγμένων, ὡς ἐπὶ τῆς νοερᾶς ἑβδομάδος ποιοῦμεν, τὴν μίαν τῶν ἑπτὰ προ‐ | |
20 | τάττοντες· οὕτω καὶ ἑκάστην τριάδα πρὸ τῶν ἑπτά, τὴν ἰυγγικὴν πρὸ τῶν ἰυγγικῶν, καὶ τὴν συνοχικὴν πρὸ τῶν συνοχικῶν. Ὅτι γὰρ καὶ τὰς ἴυγγας οἱ θεοὶ πολλὰς ἡμῖν παραδιδόασιν, καὶ οὐ τρεῖς μόνας, καὶ τοὺς συνοχέας πολλούς, δηλοῖ ἐκεῖνα τὰ λόγια· | |
23 | ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσιν. | |
24 | ||
25 | Οὐχ εἷς ἄρα ὁ ὑλαῖος συνοχεύς, ἀλλὰ πολλοί. Οὕτω δὲ καὶ ὁ ἐμπύριος | |
25 | τοῖςδε πυρὸς νοεροῦ νοεροῖς πρηστῆρσιν ἅπαντα εἴκαθε δουλεύοντα· | |
27 | καὶ ὅτι τοὺς ἄκρους, δῆλον ὡς καὶ τῶν μέσων πολλοὺς εἶναι νοητέον. Ὅτι δὲ | |
πηγαῖοί εἰσιν οἱ πολλοί, δηλοῖ πρῶτον μὲν ἐκ τοῦ συντάττειν τῷ ἑνὶ πηγαίῳ | 87 | |
88 | τοὺς πολλούς, δεύτερον δὲ ἐκ τοῦ δουλεύειν αὐτοῖς καὶ τὰς νοερὰς ὑμνουμένας πηγάς. Ὁμοίως δὲ καὶ τὰς ἴυγγας πολλὰς παραδιδόασιν οἱ θεοί· | |
2 | πολλαὶ μὲν δὴ αἵδε ἐπεμβαίνουσι φαείνοις κόσμοις ἐνθρώσκουσαι· ἐν αἷς ἀκρότητες ἔασιν | |
5 | τρεῖς. | |
5 | Οὐκ ἂν ταῖς ἀκρότησι συνάψας τὸ πλῆθος ὁ χρησμῳδῶν, εἰ μὴ πηγαῖον ἦν καὶ τὸ πλῆθος ἐν ᾧ αἱ ἀκρότητες. Ὅτε γοῦν περὶ τοῦ ἀρχικοῦ πλήθους διαλέγεται, “ὑποκέκλιται αὐταῖς, ἔφη, ἄρχιος αὐλών”, ἢ οὖν οὕτω νοεῖν τολμητέον τὴν τῶνδε πρόοδον, ὡς ἐπὶ τῶν τελεταρχῶν ἐξέφηναν οἱ θεοί, ἢ | |
10 | πλῆθος ἐν ἑκάστῃ τριάδι, ὡς ἐν ὅλῳ κόσμῳ συνεπτυγμένον καὶ ἀμέριστον, μετὰ τῆς πρεπούσης διακρίσεως, οἵαν καὶ Ὀρφεὺς παραδίδωσιν, τῶν τε νυχίων ἁπάντων γενῶν καὶ τῶν ἐν οὐρανῷ δεδεμένων Οὐρανιδῶν. Ἤδη γὰρ οἱ μετὰ τὸν νοητὸν κόσμον ἐν ἑαυτοῖς διαστάντες διάκοσμοι, ὡς οὐρανὸν ἐν ἑκάστῳ εἶναι, καὶ ἔτι πρὸ τούτου Ὄλυμπον· εἶτα ἑξῆς τὰ ἄλλα στοιχεῖα, ἀνά‐ | |
15 | λογον τοῖς τῆσδε, καὶ πρὸς ἅπασιν τὸν Τάρταρον ἔσχατον, ἀντίξουν ὄντα τῷ Ὀλύμπῳ· ὅθεν καὶ ὁ Φάνης οὔπω κόσμος, εἰ καὶ ἤδη παράδειγμα τῶν διεστώτων οὕτω διακόσμων. Οὕτως οὖν διαστάντες αὐτοὶ ἐν ἑαυτοῖς τὰς οἰκείας προὐβάλλοντο σειράς. Ἔτι γε μὴν ἐκ τρίτων, εἰ μηδὲ οὕτω νοοῖ τις, σειρά ἐστιν ἡ τῶν ἰύγγων τριάς, ἀκρότης καὶ μεσότης, καὶ ἀποτελεύτησις, διωρισ‐ | |
20 | μέναι τρεῖς ἴυγγες, καὶ εἰς τρία ἰδιώματα διῃρημέναι, καὶ συνδιῃρημέναι τοῖς τρισὶ κόσμοις· ὥστε εἰ ἔστι τῶν στερεωμάτων σειρὰ τὸ ἐμπύριον, καὶ αἰθέριον, καὶ ὑλαῖον, ἀπὸ μονάδος τοῦ ἁπλῶς στερεώματος ὑποβᾶσα, πάντως ὅτι καὶ τῶν ἰύγγων ἔσται σειρά, καὶ τῶν συνοχέων, κατὰ τὸν αὐτὸν τρόπον τῆς δι‐ αιρέσεως. | |
24 | ||
25 | Ἀλλὰ τὸ δεύτερον ἀπόρημα, καὶ τὸ νοητὸν ἠξίου ὡς αὕτως ὑπο‐ βαίνειν τρεῖς ἰδιότητας· ἢ οὐκ ἰδιότητες ἐκεῖναι ἦσαν, ἀλλὰ παντότητες ὁλο‐ τελεῖς οὐδὲν ἑαυτῶν ἔξω ἀφιεῖσαι, οὔτε ὡς μέρος, οὔτε κατ’ ἐπικράτειαν. Ἐν μερισμῷ δέ τινι αἱ ἰδιότητες καὶ ἀντιδιαιρέσει τῇ πρὸς ἀλλήλας· ἐν δὲ τῷ | |
νοητῷ πῶς ἂν εἴη τις ἀντιδιαίρεσις; πρῶτον μὲν ὅτι πᾶσα ἐκεῖ τάξις τὰ | 88 | |
89 | πάντα ἦν ὁμοίως καὶ ἰσορρόπως, ἀλλ’ οὐκ ἐπικρατοῦντός τινος ἰδιώματος, πλὴν ὅσον ἡ μὲν πάντα ἕν, ἡ δὲ πάντα ὅλον, ἡ δὲ πάντα πᾶν· δεύτερον δὲ ὅτι οὐδὲ τρεῖς ἀπ’ ἀλλήλων προῆλθον, ἀλλ’ ἡνῶνται εἰς ὑπερβολήν· οἷον εἰ νοήσειέν τις σειρὰν οὐκ ἀνασχομένην προκύψαι τῆς οἰκείας μονάδος· ἐκ δὲ αὖ | |
5 | τρίτων ἡ σειρὰ προποδισμός ἐστιν οὐσίας ἀπὸ ἑνὸς εἰς πλῆθος ἐκμηρυομένης. Ἐν δὲ τῷ τρίτῳ τῶν νοητῶν ἄρχεται κινεῖσθαι καὶ ὅπως οὖν ὁ τοιοῦτος τῶν γεννημάτων μερισμός. Ἔτι δὲ ὅμως μένει ἀμέριστος, καὶ αἰτία μερισμοῦ μᾶλλον ἢ μερισμός· ὅθεν πηγή ἐστιν τῶν πηγῶν. Εἰ γὰρ καὶ ἤδη πολλαὶ ἰδιότητες, μᾶλλον δὲ πᾶσαι ἐκεῖ διαιροῦνται, ἀλλ’ ὁμοῦ πᾶσαι καὶ ἰσόρροποι | |
10 | πρὸς ἀλλήλας, ἡ ἰυγγική, ἡ συνοχική, ἡ τελεταρχική, πᾶσαι ἐφεξῆς καὶ ἄλλαι, αἱ μὲν μερικώτεραι συνῃρημέναι ἐν ταῖς ὁλικωτέραις, αἱ δὲ ὁλικώτεραι διίστασθαί πως ἀλλήλων μέλλουσαι, οὔπω δὲ διαστᾶσαι· ὥστε οἱ ἐφεξῆς πάντες διάκοσμοι πηγαῖοι τὴν μίαν ταύτην ἐκμηρύονται “πηγὴν τῶν πηγῶν”. Εἰ γὰρ καὶ πάντα παντὶ διακόσμῳ, ἀλλὰ κατὰ τὴν μίαν αὐτοῦ ἰδιότητα ἀφ‐ | |
15 | ώρισται τὸ ἑκάστου, πλῆθος ἁπλῶς, καὶ παντότης ἁπλῶς, καὶ κόσμος ἁπλῶς πάντας ἐν ἑαυτῷ τοὺς κόσμους συνῃρηκώς. Εἰ δὲ ἀπὸ τοῦ δημιουργοῦ λέγονται αἱ σειραὶ προϊέναι, διτταί εἰσιν αἱ σειραί, αἱ μὲν πηγαῖαι, αἱ δὲ τῶν με‐ ριστῶν ὀχετῶν· καὶ αἱ μὲν τῶν ἐν μέρει διειλημμένων θεῶν, αἱ δὲ κόσμων ὁλοτελῶν, καὶ αὗται μὲν ἀπὸ τῆς πηγῆς ἐκδίδονται τῶν πηγῶν, ἐκεῖναι δὲ | |
20 | ἀπὸ τῆς πηγῆς τῶν ἀρχῶν. Ἆρα οὖν, φαίη ἄν τις, καὶ ὁ ἀρχικὸς ὅλος κόσμος, καὶ ὁ ἄζωνος, ὡς εἷς καὶ ὁ ζωναῖος; ἆρα καὶ οὗτοι τῆς πηγαίας εἰσὶ σειρᾶς ὑποβάσης εἰς ὁλοτελεῖς δια‐ κόσμους; τί δὲ τὰ ἐν μέρει διειλημμένα γένη ἐν ταῖς ὅλαις πηγαῖς; Ἆρα καὶ αὐτὰ τῆς τῶν μεριστῶν ὀχετῶν κοινωνοῦσι σειρᾶς; ἀλλ’ οὔπω γε συγχεῖται | |
25 | τὸ πηγαῖον πρὸς τὸ πηγαῖον τῶν θεῶν γένος. Ἢ πρὸς μὲν τὸ δεύτερον ἐροῦμεν ὡς τὰ μὲν πηγαῖα γένη πηγαί εἰσι μερικώτεραι, οὕτω μέντοι εἰς ἄκρον ἡνωμέναι ταῖς οἰκείαις ὁλότησιν, ὡς μηδὲ προϊέναι δοκεῖν διὰ τὴν ἕνω‐ σιν. Διὸ καὶ οἱ θεοὶ ἀπὸ τῆς Ἑκάτης καὶ τοῦ Διὸς ἄρχονται μερίζειν τὰς τοιαύτας πηγάς, τὸν δὲ “ἅπαξ ἀμιστύλλευτον” ἀνυμνοῦσι· καίτοι εἶναί τι καὶ | |
30 | ἐν τούτῳ πλῆθος ἀναγκαῖον, εἴπερ καὶ ἐν τοῖς πρὸ αὐτοῦ. Πῶς δὲ οὐκ ἂν εἴη, εἴπερ ἐξ αὐτοῦ πάντες | |
31 | ||
ἐκθρώσκουσι | 89 | |
90 | κατὰ τὸ λόγιον ἀμείλικτοί τε κεραυνοί, καὶ πρηστηροδόχοι κόλποι παμφεγγέος αὐγῆς πατρογενοῦς Ἑκάτης, καὶ ὑπεζωκὸς πυρὸς ἄνθος. | |
5 | ἠδὲ κραταιὸν πνεῦμα πόλων ... | |
5 | ἐνόντες γάρ, δῆλον ὅτι “ἐκθρώσκουσιν ἀπ’ αὐτοῦ”. Τὸν δὲ ὅλον ἀρχικὸν ἢ ἀζωναῖον διάκοσμον οὐχ ἕνα θεὸν εἶναί φαμεν, ἀλλὰ πολλοὺς καὶ διωρισμέ‐ νους, εἰ καὶ ἄλλως ἥνωνται πρὸς ἀλλήλους, κατὰ τὴν κοινωνίαν τῆς πηγαίας ὁλότητος, ἀφ’ ἧς ἀπορρέουσιν, ἢ κατὰ τὸ κοινὸν τῆς αὐτῶν ἰδιότητος. Οὐ γὰρ | |
10 | εἷς θεὸς ὁ ἀρχικὸς πάσας ἐν ἑαυτῷ τὰς ἀρχὰς συνελὼν, πολλοὶ δὲ θεοὶ ἀρχικοὶ παραδέδονται, οὐδὲ ἄζωνος εἷς, ἀλλὰ θεοὶ πολλοὶ ἄζωνοι· οὐδὲ ἄρα ζωναῖος εἷς, ἀλλὰ καὶ οὗτοι διῃρημένοι εἰς πολλὰς ζώνας, ἐπεὶ καὶ ὁ κόσμος ὅδε μία ζώνη, εἰ καὶ πρώτη τῶν ἄλλων· ἓν γὰρ διεζώσατο ζῷον, καὶ ἓν σῶμα τὸ τοῦ ὅλου ζῴου. Οὐκ ἄρα πηγὴ μία ἐστὶν ἡ τούτων πρόοδος, ἀλλὰ τῶν μερι‐ | |
15 | ζομένων ὀχετῶν μία συμπροϊοῦσα ἀντιδιαίρεσις. Ἀλλ’ ἵνα μὴ πόρρω ταῦτα ἀπομηκύνωμεν, χαλδαϊκώτερα ὄντα, ἐπειδὴ αἱ σειραί, καὶ αἱ διαιρέσεις, καὶ αἱ κατ’ εἴδη ἀφωρισμέναι πρόοδοι ἀπὸ τῆς ἀκρότητος ἄρχονται τῶν νοη‐ τῶν καὶ νοερῶν, διὰ δὴ τοῦτο καὶ ὁ ἀριθμὸς ἐντεῦθεν προέρχεται· πρῶτον μὲν ὅτι ἡ σειρὰ προποδισμός ἐστι τῆς οἰκείας ἀρχῆς, ὥσπερ ὁ ἀριθμὸς τῆς μο‐ | |
20 | νάδος· δεύτερον δὲ ὅτι καὶ ὁ ἀριθμὸς ἀλληλουχούμενόν ἐστιν ἐν τῇ ὑποβάσει πλῆθος, ὥσπερ ἡ σειρὰ ἑκάστη· τρίτον δέ, καθάπερ ἅπας ἀριθμὸς ἀφ’ οὗ ἂν ἄρξηται πολλαπλασιάζει τὸ εἶδος ἑξῆς (οὐ γὰρ μόνοι εἰσὶν οἱ πυθμένες, ἀλλὰ καὶ ἀπὸ τούτων ὁμοειδὴς ἑκάστων ὑπόβασις), οὕτω καὶ αἱ θεῖαι ἰδιότητες, ἀφ’ οὗ ἂν προκύψωσι τόπου, χωροῦσιν εἰς τὰς οἰκείας προόδους. Ἔτι δὲ ὡς τὰ | |
25 | εἴδη τοῦ ἀριθμοῦ πολλὰ ὄντα καὶ διάφορα ἐν ἀλλήλοις ἐστὶν ἀσυγχύτως, καὶ μίαν πάντα πληροῦσι τοῦ ὅλου ἀριθμοῦ σειράν, οὕτω καὶ ἐν ἑκάστῃ σειρᾷ πολλοὶ θεοὶ καὶ διάφοροι, ἡνωμένοι τε ἅμα καὶ διακεκριμένοι, καὶ μίαν πρόοδον τοῦ οἰκείου ἡγεμόνος πάντες ὁμοῦ συμπληροῦντες. Ἔτι δὲ ὡς οἱ μὲν ἀνωτέρω διὰ τῶν ἑξῆς χωροῦσι θεοί, οὐ μὴν ἀνάπαλιν, καὶ ταῦτα μὲν ἴσως | |
30 | κοινὰ πρὸς τὰς θείας πάσας σειράς, ὡς δὲ αἱ σειραὶ ἐκεῖθεν ἄρχονται, οὕτω καὶ τῷ ἀριθμῷ διορίζεται· ὁ δὲ πάντων διορισμὸς ἀπὸ τῆσδε τῆς τάξεως. Ἐκ | |
τοίνυν τρίτων τῶν μὲν ἄλλων ἑκάστη σειρῶν κατά τι εἶδος ἀριθμοῦ ποιεῖν, | 90 | |
91 | ἐκείνη δὲ ἡ τάξις καθ’ ὅλον τὸν ἀριθμόν· πάντα γὰρ καὶ ὁ ἀριθμὸς ἀριθμη‐ τικῶς, καὶ ὁ διάκοσμος ἐκεῖνος μία πηγὴ ὁλοτελὴς ἰυγγική τε καὶ νύχιος. Ἔτι δὲ ὡς ὁ ἀριθμὸς ἀπὸ τοῦ ἀμεροῦς εἰς τὸ μεριστότερον ἀεὶ διίσταται, οὕτω καὶ ἥδε ἡ τάξις ἀπὸ τοῦ ἀδιαστάτου πρόεισιν εἰς πᾶσαν διάστασιν. | |
5 | Ἤδη τοίνυν ἐκ τούτων δῆλον καὶ ὃ πρὸς τὸ δεύτερον εἴποι τις ἄν· παρ‐ έχεται γὰρ ὁ ἀριθμὸς τοῖς προϊοῦσιν τὸ διωρισμένον, τὸ κατ’ εἴδη ποικιλλό‐ μενον ἐν ταῖς ὑποβάσεσιν, καὶ ἔτι τρίτον τὸ μηδὲν εἶναι μέρος ἐκεῖ ὃ μὴ καὶ εἶδος εὐθύς ἐστι. Δεῖ οὖν τὴν ἀλληλουχίαν ἀπὸ μιᾶς μονάδος ἐξηρτημένην· τί γὰρ εἴποι ἄν τις; ᾗ πολλὰ μόνον ἦν τὰ προϊόντα, ἀλλ’ οὐκ ἀριθμός, ἢ | |
10 | διέρριπτο ἂν τὰ πολλὰ ἢ ἥνωτο μόνον κατὰ τὸ συνεχές· ἔδει δὲ καὶ ἡνῶσθαι καὶ διωρίσθαι. Ἔτι δὲ πολλὰ ἂν ἦν τὸ αὐτὸ μόνον, οἷον πολλὰ τοῦ αὐτοῦ μέτρα, νῦν δὲ καὶ τὰ πολλὰ εὐθὺς εἴδη καὶ τὰ εἴδη καθ’ ἕνα ἀριθμὸν προϊόντα· ἔτι δὲ ᾗ πολλὰ μόνον ἦν, οὐ μετεῖχεν ἀλλήλων τὰ πολλὰ εἴδη, ἕκαστον μονὰς ἐγίγνετο, εἰ καὶ αὐτὴ πολλὰ ἦν· ὥστε καὶ τὸ ἄθροισμα τῶν πολλῶν | |
15 | ἀριθμός· ἔτι δὲ τὰ πολλὰ ἢ ἓν ὄντα ἐστίν, οὕτω δὲ πάντα ἂν ἦν νοητὰ, ἢ ἓν ἰδίᾳ, καὶ ὂν ἰδίᾳ ἕκαστον, οὕτω δὲ ἦν ὁ ἀριθμός, ὡς εἴρηται πρότερον. | |
16 | Ἀλλὰ μὴν πρὸς τὸ τρίτον ἓν μὲν ῥητέον ὅτι τῇ ἑνώσει μᾶλλον ἡ διαίρεσις ἔπρεπε, τῇ δὲ διακρίσει ἡ σύνθεσις τῶν γεννημάτων, ἤτοι πολλα‐ πλασίωσις· δεύτερον δὲ ἡ μὲν διαίρεσις τὴν κατ’ εἶδος φυλάττει ταυτότητα | |
20 | τῶν μερῶν, ὡς ἐν ἀεὶ γινομένοις μερικωτέροις, ἡ δὲ σύνθεσις εὐθὺς ἐξαλλάττει τὸ εἶδος· δύο γὰρ καὶ δύο οὐκ ἔστι δυάς, ἀλλὰ τετράς, ἄλλο εἶδος ἀπ’ ἄλλου· ἐκεῖ δὲ τὸ νοητὸν ὁμοειδῶς προϊέναι βούλεται διὰ τὴν ἄφραστον ἕνωσιν· ὅθεν καὶ τὸ μέρος τὸ ὅλον ἦν, καὶ τὸ ἓν ὂν πανταχοῦ τῆς προόδου. Ἔτι δὲ ἐκ τρίτων λέγωμεν ὅτι τὸ μὲν νοητὸν εἴσω τίκτει. Περιεχόμενον ἄρα ἐν τῷ ὅλῳ | |
25 | τίκτει τὰ μέρη· ἡ δὲ γόνιμος αὕτη τάξις ἤδη καὶ ἔξω γεννᾷ τῆς οἰκείας οὐ δυνάμενα ἐν αὐτῇ περιέχεσθαι διὰ τὸ μεριστόν. Οὐκοῦν ἡ μὲν διαίρεσις εἰς τὰ ἐλάττω ἀεὶ τοῦ ὅλου καὶ ἐν τῷ ὅλῳ περιέχεσθαι δυνάμενα, κἂν ἐπ’ ἄπειρον τέμνῃς, οὐχ ὑπερβάλλει τὸ ὅλον· διὰ τοῦτο γὰρ καὶ ἐπ’ ἄπειρον τέμνεις· ἡ δὲ σύνθεσις καὶ ἡ πολλαπλασίωσις ἔξω εὐθὺς ποιεῖ τὸν γεννώμενον ἀριθμόν, | |
30 | ἅτε ἐπὶ μεῖζον διαστάντα τοῦ γεννήσαντος ἐλάττονος ὄντος. | 91 |
92 | Τὸ δ’ οὖν τέταρτον ἥδε ἡ τάξις ἄρξασα διακρίσεως αὐτίκα προὐ‐ βάλλετο· καὶ οὐδαμοῦ γὰρ τὸ ἕτερον μόνον ἐκφαίνεται, ἀλλ’ ὁμοῦ ἡ ἀντίθεσις. Διὸ καὶ τὰς προόδους ἁπάσας διὰ τῶν ἀντιθέσεων εἰσηγεῖται ὁ Παρμενίδης, ἵνα προΐῃ πάντα ἐναρμονίως, καὶ ὁμοῦ τὰ ἀντικείμενα συνῃρηκότα. Διόπερ | |
5 | οὐ μόνον προοδική ἐστιν ἥδε ἡ τάξις, ἀλλὰ καὶ συναγωγὸς εἶναι παραδέδοται ὑπ’ αὐτῶν τῶν Θεῶν· ἀλλὰ καὶ Παρμενίδης ὁ μέγας, “ἓν πολλὰ” τὴν τάξιν κέκληκεν τῷ μὲν ἑνὶ συνάγουσαν, τοῖς δὲ πολλοῖς διακρίνουσαν· ἐπεὶ καὶ ὁ ἀριθμὸς ὀξύτατα πάντων πρόεισίν τε τῇ πολλαπλασιώσει, καὶ ἐπάν‐ εισιν εἰς τὴν μονάδα τῇ ἀναλύσει· καὶ τὸ θειότατον, ὅτι δι’ ὧν ἡ πρόοδος, | |
10 | διὰ τούτων καὶ ἡ ἐπάνοδος, καὶ ἡ μὲν πρόοδος εἰς τὸ συνθετώτερον, ἡ δὲ ἐπ‐ άνοδος εἰς τὸ ἀμερέστερον, καὶ ἡ μὲν ἐπάνοδος εἰς ἓν καὶ ὡρισμένον, ἡ δὲ πρόοδος εἰς πολλὰ καὶ ἀόριστα ταῖς ἡμετέραις ἐννοίαις. | |
12 | Τὸ δὲ πέμπτον ὁ ἀριθμός, ὥς φησι καλῶς λέγων, θηλυπρεπής ἐστιν καὶ μητρικός, ὅτι καὶ ἡ μητὴρ διαιρεῖ τὸ ἄρρεν σπέρμα ἡνωμένον καὶ | |
15 | μονοειδὲς ὄν· καὶ δὴ ἕκαστον, ὡς μὲν μονάς, γεννᾶται πατρόθεν, ὡς δὲ ἀριθμός, μητρόθεν προέρχεται. Ἔτι δὲ τὸ μὲν ἄρρεν πρὸς τοῦ πέρατος μᾶλλον, τὸ δὲ θῆλυ πρὸς τῆς ἀπειρίας, ὥσπερ καὶ ὁ ἀριθμός. Ἔτι δὲ πατρικὸν μὲν τὸ ἄρρεν, τὸ δὲ θῆλυ μᾶλλον κατὰ τὴν δύναμιν ὥσπερ ὁ ἀριθμός· ἐκτένεια γὰρ τῆς μονάδος ὁ ἀριθμός, μᾶλλον δὲ τοῦ ἑνός· καὶ ἡ μονὰς γὰρ συνεσπει‐ | |
20 | ράμενος ἀριθμός· ὅθεν οἱ μὲν Πυθαγόρειοι ἐν τῇ συστοιχίᾳ τοῦ θήλεος ἐτίθεσαν τὸν ἀριθμόν, ἐν δὲ τῇ τοῦ ἄρρενος τὴν μονάδα, ὡς ἕν, δηλονότι καὶ ὡς μονάδα, ἀλλ’ οὐχ ὡς ἀριθμός. Ἔτι δὲ Ὀρφεὺς ὡς ἄρρενι τῷ Φάνητι συν‐ οικίζει τὴν Νύκτα· ἔτι δὲ καὶ τὰ λόγια “πατρικὰς δυνάμεις” ἀποκαλεῖ τὰς ἴυγγας. Ἀλλὰ μὴν ἔχειν καὶ πατρικὸν αὐτὰς οἱ θεοὶ διδάσκουσιν, ὥσπερ καὶ | |
25 | Ὀρφεύς, εἴπερ βασιλεύει μόνη θηλείων ἡ Νύξ· καὶ βασιλεύει πάντων γενῶν οὐκ ἂν εἰ μή τι καὶ ἀρρενωπὸν εἶχεν καθ’ ἑαυτὴν καὶ ταύτῃ συνετάττετο τοῖς ἄρρεσι βασιλεῦσιν· οὐδαμοῦ γὰρ ἡγεῖται τὸ θῆλυ, ᾗ θῆλυ. Ἔτι δὲ καὶ κατὰ | |
τὸν Παρμενίδην, εἴπερ μονὰς πρὸ τοῦ ἀριθμοῦ ἥδε τάξις, πάντως ὅτι καὶ | 92 | |
93 | ἄρρεν πρὸ τοῦ θήλεος, ἢ καὶ μᾶλλον θῆλυ, ὅτι καὶ ἡ μονὰς ἠδὲ ἀριθμός· εἰ δὲ καὶ ἄρρεν τὸ περιττόν, εἴη ἂν καὶ ταύτῃ ὁ ἀριθμὸς ἄρρην ἅμα καὶ θῆλυς. | |
2 | Τί οὖν πρὸς τὸ ἕκτον ἐροῦμεν; ἆρα ὅτι ἄπειρός ἐστιν ὁ ἀριθμός, καὶ διὰ τοῦτο ἄρρητος καὶ ἄγνωστος; ἢ οὔτε ἄπειρος ᾗ ἀριθμός, ἀλλὰ κατὰ | |
5 | μέθεξιν, οὕτω δὲ καὶ πεπερασμένος, εἰ καὶ μᾶλλον ἀπειροειδής· οὔτε τοιοῦτο ἐπιζητοῦμεν τὸ ἄρρητον, ἀλλ’ ἱερόν τι καὶ συνθηματικόν. Ἀλλ’ ἆρα καθόσον παραλαμβάνονται οἱ ἀριθμοὶ πλεῖστον δυνάμενοι ἐν ταῖς μυστικαῖς ἐνεργείαις; Ἀλλὰ τοῦτο κοινόν ἐστι πρὸς τὰ ἀλλὰ σύμβολα τῶν θεῶν ὅσα παραλαμβάνει ἡ ἱερὰ ἐπιστήμη. Τάχα οὖν ἄρρητος κατὰ τὸ ἕν, ὅτι ἓν καὶ ὁ ἀριθμός. Ἀλλὰ | |
10 | καὶ τοῦτο κοινὸν ἑκάστων· ἀντὶ τούτων ἐκεῖνα βέλτιον λέγειν ἓν μὲν ὅτι τὸ σύνθημα τῶν ἐν τῷ νοητῷ πάντων ἡνωμένων, ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων ὁ ἀριθμὸς ἐν τῇδε τῇ τάξει ἐκφαίνεται, διακρινομένων καὶ μεριζομένων ἄλλων εἰς ἄλλους θεούς· ὡς οὖν τῶν ἁπάντων, οὕτω καὶ ὁ τῶν συνθημάτων ἀριθμὸς ἥδε ἡ τάξις ἐστίν· ἕτερον δὲ ὅτι καὶ τὰ εἴδη τοῦ ἀριθμοῦ, οὐκ ὄντα ἀριθμού‐ | |
15 | μενα πράγματα, ὁμῶς προείληφεν αὐτῶν τὰς ἰδιότητας· ὅθεν καὶ πᾶν εἶδος ἀριθμὸς εἶναι λέγεται, ὡς παράδειγμα τῶν ἀπ’ αὐτοῦ προϊόντων, εἰ καὶ δι’ ἄλ‐ λας αἰτίας τοῦτό γε, ἀλλ’ ὅτι καὶ τὸ παραδειγματικὸν ἔχει ὁ ἀριθμός. Ἀλλὰ τοῦτο μὲν ὡς εἶδος ἀριθμητικόν· ὡς δὲ συναιρούμενον εἰς ἓν ὁ ἀριθμὸς σύνθημα· βούλεται γὰρ τὸ σύνθημα εἶδος εἶναι ἑνιαῖον. Οὕτω δὲ καὶ ἡ τριὰς ἓν τρια‐ | |
20 | δικὸν ἀμερὲς καὶ ἕκαστος ἀριθμός· ὅθεν οἱ Πυθαγόρειοι σύμβολα τῶν θεῶν ἐποιοῦντο τὰ εἴδη τῶν ἀριθμῶν, ὅτι καὶ ἡ τοῦ ἀριθμοῦ ἑκάστου φύσις συνθη‐ ματώδης ἦν. Τρίτον δὲ ἐπὶ τούτοις ὥσπερ τὸ σύμβολον φανερόν ἐστιν πρᾶγμα ἀφανοῦς τινος [σύμβολον], οὕτω καὶ ὁ ἀριθμός, ᾗ μὲν ἀριθμός, φανερός, ᾗ δὲ περιέχει τὴν ἰδιότητα τοῦ θεοῦ, ἀφανής, εἰ δὲ καὶ ἄλλα οὕτω σύμβολα, | |
25 | ἀλλὰ μάλιστα πάντων· καὶ πρῶτος γὰρ οὐσιώδης ὑπέστη, τοῦ ἑνιαίου σύν‐ θημα προβαλλόμενον· ἐν δὲ τοῖς νοητοῖς ὁμοῦ τό τε σύμβολον καὶ τὸ οὗ σύμβολον. | |
27 | ||
Ἀλλὰ μὴν καὶ ὁ ὑπερουράνιος τόπος, ὅπερ ἦν ἕβδομον τῶν προβλη‐ | 93 | |
94 | θέντων, προσήκοι ἂν τῇδε τῇ τάξει κατὰ δίκην· οὐ μόνον ὡς ἀναφὴς καὶ ἀσχημάτιστος καὶ ἀχρώματος, ὥς φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης, ἀλλὰ καὶ ὅτι πάντα ἐκεῖθεν ὥρμηται ὡς ἀπὸ τόπου· καὶ πάντα ἐκεῖσε ἐπείγεται ὡς εἰς τόπον. Καὶ γὰρ πᾶσα κίνησις πόθεν ποῖ. Οὐκοῦν ὡς μὲν πόθεν, πάντα | |
5 | ἀπ’ αὐτῆς προέρχεται· ὡς δὲ ποῖ, πάντα εἰς αὐτὴν ἐπιστρέφει· ὥστε γόνιμος μέν, ὡς πόθεν ὁ τόπος ἐκεῖνος, ἀνακλητικὸς δὲ καὶ συναγωγός, ὡς ποῖ. Καὶ δὴ καὶ πάντα ἀπὸ ἀριθμοῦ διακρίνεται, καὶ ἐν ἀριθμῷ μένει διακριθέντα· ἔτι δὲ καὶ ἀπὸ μονάδος καὶ εἰς μονάδα, ἀριθμὸς δὲ καὶ ἡ μονάς. Ἔτι δὲ ὡς μὲν τὰ διακρινόμενα περιέχων, τὸ ποῖ αὐτῶν ὁ ἀριθμός, ὡς δὲ σκορπίζων αὐτὰ καὶ | |
10 | διακρίνων, τὸ πόθεν. | |
10 | Καὶ μὴν πρὸς τὸ ὄγδοον δύο μὲν οἱ ἀριθμοὶ διωρισμένοι, ὁ μὲν ἑνιαῖος, ὁ δὲ ἐκείνῳ συνηρτημένος. Εἰ δὲ εἷς ὁ συναμφότερος, οὐχ ὡς ἐξ ἀσυμ‐ βλήτων μονάδων εἷς, ἀλλ’ ὡς ἐκ συνθέτων. Ἐπεὶ καὶ ὁ ἐγκόσμιος θεὸς μία μο‐ νάς, σύνθετος ἐκ σώματος καὶ ψυχῆς καὶ νοῦ καὶ θεότητος, ἀλλ’ ὡς κατὰ μίαν | |
15 | ἰδιότητα τοῦ ἐγκοσμίου θεοῦ, μονάς ἐστιν καὶ ὁ τῶν ἐγκοσμίων ἀριθμὸς ἐκ συμβλητῶν κατὰ τὸ εἶδος τοῦτο μονάδων, οὕτως ἄρα καὶ ὁ μεθεκτὸς ἀριθμός, ἐκ μονάδων συνθέτων, τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος, ἅτε σύνθετος ὤν. | |
17 | Ἔνατον οἱ θεοὶ τοῖς θεουργοῖς τὰ ἱερὰ συνθήματα παραδεδώ‐ κασιν ἐν τῇδε τῇ τάξει ἐκφαινόμενα· οὐχ ὅτι καὶ ἐν τοῖς νοητοῖς οὐκ ἔστι τὰ | |
20 | σύμβολα τῶν θεῶν (ἤδη γὰρ αὐτοὶ καὶ τοῦτο διδάσκουσιν), ἀλλ’ ὅτι ἐκεῖ ἥνωται, καὶ διαφανῆ ἐστι παντελῶς καὶ οὐδὲν αὐτῶν διαφέροντα τῶν θεῶν· ἐνταῦθα δὲ καὶ διῄρηται ἀπ’ ἀλλήλων, καὶ φανέστερά ἐστιν ἢ σύμβολα, καὶ προῆλθεν εἰς τὸ ὂν ἀπ’ αὐτῶν τῶν θεῶν· καὶ ἀντὶ θεῶν, σύμβολα γέ‐ γονεν τῶν θεῶν ἐν ταῖς οὐσίαις ἀποκεκραμέναις ἤδη κατὰ διορισμὸν τῶν | |
25 | οἰκείων ἑνάδων. Οἷον γὰρ ἤδη τῶν θεῶν ἐστι τὰ σύμβολα ἄρρητα ἀρρήτων. Ἔτι δὲ κάτωθεν ἀνιόντι εἰς ἓν ἀποκορυφοῦται ἡ νόησις ἐν τῇδε τῇ διακοσμήσει, καὶ μύει μὲν τὸ νοερὸν ὄμμα, ἀνεγείρεται δὲ τὸ θεῖον, καὶ ἑνιαῖον καὶ μυστικόν· | |
τὸ γὰρ ἐντεῦθεν τῷ νοητῷ συναπτόμεθα, κατὰ τὴν συνῃρημένην καὶ ἑνοειδῆ | 94 | |
95 | τοῦ νοῦ περιωπήν, μυούμενοι μὲν διὰ ταύτης, ὅ ἐστιν συναιρούμενοι, ἐκεῖνο δὲ ἐποπτεύοντες, ὡς ἐν Φαίδρῳ λέγεται. Ἔτι δὲ τοῦ ἀφανοῦς αἰτία ταῖς ψυ‐ χαῖς καὶ τοῖς θεοῖς αὐτοῖς ἥδε ἡ διακόσμησις. Διὸ καὶ ὑπερουράνιός ἐστιν, ὡς ἀνάλογον ἑστῶσα τῇ ὑπὲρ τόνδε τὸν οὐρανὸν φανταζομένῃ χώρᾳ κενῇ καὶ | |
5 | ἀπείρῳ καὶ ἀφανεῖ, εἰς ὃ καὶ ὁ Σωκράτης ἀποβλέπων ἀναφῆ καὶ ἀσχημά‐ τιστον καὶ ἀχρώματον αὐτὴν ἀνυμνεῖ. Διὰ τοῦτο καὶ Ὀρφεὺς νύκτα αὐτὴν προσηγόρευσεν, ὡς ὑπὲρ τὴν ἐμφανῆ τοῦ οὐρανοῦ ἐκείνου μαρμαρυγήν. Ἴσως δὲ καὶ ὅτι τῆς νυκτὸς ὁ κῶνος εἰς ὀξὺ λήγει, καθάπερ καὶ αὕτη εἰς τὸ ἀμερέσ‐ τατον ἀποκορυφοῦται τῆς νοερᾶς οὐσίας. Διὸ καὶ ἀριθμῷ προσέοικεν, ὅτι | |
10 | κῶνός τις καὶ ὁ ἀριθμός, κορυφὴν ἔχων τὴν μονάδα καὶ βάσιν τὸ ἑαυτοῦ ἕκαστον εἶδος. Οὕτω δὲ καὶ ἡ ἑτερότης ἀεὶ ἀφ’ ἑνὸς πολλὰ διακρίνει, καὶ ὅσῳ μᾶλλον πρόεισιν, εὐρύνεται μᾶλλον. Εἰ δὲ οἱ θεοὶ ἴυγγα αὐτὴν ὠνόμασαν, εἴτε ἀπὸ τοῦ ὀργάνου, ὡς ἀπορρήτως καὶ ἐξαίφνης πάντα δρῶντος, ὅτι καὶ ἐκείνη τάχιστα πολλαπλασιάζει τε τὰς οἰκείας γονάς, καὶ συναιρεῖ πρὸς | |
15 | ἑαυτὴν ἀναλύουσα· διὸ καὶ τὰς ψυχὰς ἁρπάζειν εἴρηται πρὸς τὸ ἄνω· ἐπεὶ καὶ τὸ ὄργανον εἴσω μὲν στρεφόμενον προκαλεῖται θεούς, ἔξω δέ, ἀπολύει τοὺς κληθέντας· εἴτε ἀπὸ τοῦ ἰύζω, φωνῆς ἐνθουσιαστικῆς τε καὶ εἰς ὀξὺ ἀποτελευτώσης, πάντη ἂν ἔχοι καὶ τοῦτο τὸ ὄνομα πρεπόντως. | |
18 | Ἀλλὰ μὴν πρὸς τὸ δέκατον εἴρηται μέν, λεγέσθω δὲ πάλιν ὅτι | |
20 | πολὺς μὲν αὐτῶν ὁ πηγαῖος, ὡς ἐνδείκνυται τὰ λόγια καὶ σαφῶς λέγει ἐπὶ τῶν τελεταρχῶν “πολὺς δὲ καὶ ὁ ὑποκεκλιμένος αὐταῖς ἄρχιος αὐλών”. Ἔστι δὲ καὶ ἡ τῶν ἀκροτήτων αὐτῶν τριάς, ὡς ἀληθῶς ἀριθμός. Τρεῖς γὰρ ἤδη διωρισμέναι αἱ ἴυγγες, ἀλλ’ οὐ μία τριγλῶχις μονάς, ὥσπερ ὁ νοητὸς νοῦς· καὶ αὗται μὲν τριάς, ὁ δὲ νοερὸς ἀριθμὸς ἑβδομάς, ὁ δὲ ὑπερκόσμιός τε καὶ | |
25 | ἐγκόσμιος δεκάς, ἢ δυωδεκάς, ἢ ὅπη καὶ ὅπως. | |
25 | Ἑνδέκατον λέγομεν ὅτι ἀπὸ τῆσδε τῆς τάξεως ἄρχεται τὸ ὂν ὃ δεύ‐ τερον ἦν τοῦ ἑνός, καὶ μὴ ἀντιδιαιρεῖσθαι πρὸς αὐτὸ ὁμοταγῶς. Ἄρχει ἄρα | |
καὶ πρῶτός ἐστιν ὁ ἑνιαῖος ἀριθμός· εἶτα ἀπὸ τούτου πρόεισιν ὁ οὐσιώδης | 95 | |
96 | καί πως ἀπὸ τοῦ ἑνὸς ὁ ἀριθμός· ἀπὸ γὰρ τῆς ἑτερότητος γίγνεται· ἢ καὶ τὸ ἐν ἑτερότητι σύγκρατον, ἅτε μονὰς ὄν, ἀλλ’ οὐκέτι ἕν, καὶ ἅτε μετὰ τὸ νοητὸν ὁ πατὴρ ὂν ἁπλῶς, ἀλλ’ ἔχων ἐν ἑαυτῷ καὶ δύναμιν καὶ ἐνέργειαν οἰκείαν. Ἐοίκασι γὰρ οἱ μετὰ ταῦτα θεοὶ τῷ νῷ· ἓν γὰρ οὗτος δυνάμενόν τε | |
5 | καὶ ἐνεργοῦν. Διὸ μετέχεται ὑπὸ τῆς οὐσίας, ὡς ἅμα καὶ οὔσης καὶ δυναμένης καὶ ἐνεργούσης· ἡ δὲ ὑπὲρ ἐνέργειαν δυναμὶς καὶ 〈ἡ〉 ὑπὲρ τὴν δύναμιν ὕπαρξις ἴδιοι ἑνάδες ἦσαν τῶν νοητῶν ἀμέθεκτοι. Πάντες οὖν οἱ μεθεκτοὶ θεοὶ ἀπὸ τοῦ πατρικοῦ νοῦ προελθόντες εἰκότως ἤδη καὶ δύναμιν ἔχουσιν καὶ ἐνέργειαν ἴδιον, κατὰ μὲν τὴν ὕπαρξιν τὸ ἓν ὄντες, κατὰ δὲ τὴν δύναμιν ἑτερότητα | |
10 | προσλαβόντες, κατὰ δὲ τὴν ἐνέργειαν οὐσιώδεις ὄντες καὶ τὸ ὂν προβαλλό‐ μενοι, εἰ καὶ οἱ μὲν κατὰ τὸ ἓν οὐσιῶνται μᾶλλον, οἱ δὲ κατὰ τὸ ἕτερον, οἱ δὲ κατὰ τὸ ὄν. | |
12 | Ἐφ’ ἅπασι δὴ τούτοις τὸ δυοδέκατον, ἐν μὲν τῇ Πλατωνικῇ θεο‐ λογίᾳ, τὴν μὲν ἀκρότητα ποιεῖ μέχρι τῶν τριάδων, τὴν δὲ μεσότητα μέχρι | |
15 | τῶν εἰδῶν τοῦ ἀριθμοῦ, τὴν δὲ ἀποπεράτωσιν εἰς τὸν ἄπειρον ἀριθμὸν δια‐ νέμει, καίτοι ἑκάστη ἴδιον ἔχει ἀριθμόν· ὥστε καὶ τὰ εἴδη τοῦ ἀριθμοῦ καὶ τὰς ἀρχὰς αὐτοῦ. Ἄμεινον ἄρα ποιεῖ ἐν τῷ ὑπομνήματι, τὴν μὲν πρώτην προ‐ άγων ἀπὸ μονάδος εἰς τὸν ἄπειρον ἀριθμὸν κατὰ τὸ ἕν, τὴν δὲ δευτέραν ὁμοίως, κατὰ μέντοι τὸ ἕτερον, τὴν δὲ τρίτην κατὰ τὸ ὂν εἰδοποιήσας. | |
19 | ||
20 | Σαφῶς γε τοῦ Παρμενίδου διαστησαμένου τρεῖς τε μονάδας καὶ τρεῖς τριάδας καὶ τρεῖς ἑξῆς ἀριθμούς, ἤδη καὶ τοιαῦτα ζητητέον ἐπὶ τοῖς εἰρη‐ μένοις. Ἓν μέν, διὰ τί εἴδη ἀριθμοὺς ἐκάλουν οἱ Πυθαγόρειοι. Ἕτερον δέ, διὰ τί ὁ Πλάτων ἄχρι τοῦ ἐπουρανίου τόπου ἀνάγει τὰς ψυχάς, | |
25 | καίτοι ἐν Πολιτείᾳ καὶ μέχρι τ’ ἀγαθοῦ αὐτὰς ἀνήγαγεν. Τρίτον δέ, εἰ τὸ πρώτως καλὸν μάλιστα καλὸν καὶ ἐπὶ πάντων ὁμοίως, | |
δῆλον ὡς καὶ τὸ πρώτως ἕτερον μάλιστα ἕτερον, ὥς φησιν. Ἆρα οὖν μᾶλλον | 96 | |
97 | τῶν μεθ’ ἑαυτὴν διακέκριται ἥδε ἡ τάξις· καὶ πῶς οἷόν τε τὴν μετὰ τὸ νοητὸν εὐθὺς μάλιστα διακεκρίσθαι; Λέγει γοῦν καὶ αὐτὸς ὅτι ὁ πρῶτος ἀριθμὸς ἑνοει‐ δέστατός ἐστιν, ἅτε δὴ τῶν πανταχοῦ ἀκροτήτων μιμουμένων τὰς πρὸ αὐτῶν διακοσμήσεις. Πῶς δὲ τὰ ἀξιώματα ταῦτα συνοίσεται ἀλλήλοις; | |
5 | Τέταρτον, εἰ ἐντεῦθεν ἡ καθ’ ὕπαρξιν ζωὴ ἄρχεται, διὰ τί ἑτερότητι, ἀλλὰ μὴ κινήσει καὶ στάσει αὐτὴν ἐχαρακτήρισεν; ὁ δὲ οὐδὲ τὴν μέσην ζωὴν τούτοις εἰδοποιεῖ, ἀλλ’ ὅλῳ καὶ μέρεσιν. Καίτοι ὁ ἐν Φαίδρῳ Σωκράτης οὕτως εἰδοποιεῖ λέγων· “Στάσας δὲ αὐτὰς ἐν τῷ τοῦ οὐρανοῦ νώτῳ περιάγει ἡ περι‐ φορά.” Εἰ γὰρ καὶ ἵστανται ἐκεῖ καὶ περιάγονται αἱ ψυχαί, πάντως ὅτι | |
10 | κινήσεως καὶ στάσεώς ἐστι χορηγὸς ἡ οὐρανία διακόσμησις. Ὁ δὲ Παρμε‐ νίδης τὴν μέσην τάξιν τῶν νοερῶν κινούμενον ποιεῖ καὶ ἑστώς. Πέμπτον, ἡ ἑτερότης αὕτη πότερον τῷ ἑνὶ ἀντιδιαιρεῖται, ἢ τῷ ὄντι, ἢ οὐδετέρῳ, ἢ ἀμφοτέροις. Καὶ πάλιν ζητητέον πῶς συνείληφεν ἐν ἑαυτῇ τὴν ταυτότητα· διὰ τί γὰρ μὴ ἔστι καὶ ἑνιαία ταυτότης κατὰ τὸ συναγωγόν, ὡς ἑτε‐ | |
15 | ρότης κατὰ τὸ διακριτικόν. Ἕκτον δὴ οὖν, πῶς φησι· “Τὸ μὲν ὅλον ἄρρεν ἦν ἐν τῷ νοητῷ, τὸ δὲ θῆλυ κατὰ τὴν ἑτερότητα.” Ἔδει γὰρ κατὰ τὰ μέρη στῆσαι τὸ θῆλυ, εἴπερ ἐκεῖνο κατὰ τὸ ὅλον. Ἀλλ’ εἰ καὶ τοῦτο λέγοι τις, ἐν τῇ αὐτῇ τάξει ἐχρῆν ποιεῖν τό τε ὅλον καὶ τὰ μέρη. Ἔστι γοῦν καὶ ἐν τῷ νοητῷ τὸ θῆλυ κατὰ τὰ μέρη, εἰ | |
20 | καὶ μᾶλλον τὸ ἄρρεν. Ἕβδομον, τί διαφέρει γένη τοῦ ὄντος λαμβάνειν· ἀλλ’ ἑνιαίαν ἑτερότητα παρὰ τὰ γένη τοῦ ὄντος λαμβάνομεν, ἀλλ’ ἑνάδων τινὰς ἰδιότητας. Ὄγδοον, πῶς ἐκ συμβλητῶν ὁ ἀριθμὸς ὑπέστη, εἰ ἐξ ἑνὸς καὶ ἑτέρου καὶ ὄντος, ἢ, ὥς φησιν, καθόσον ἕτερα εἴληπται συμβλητά, ἢ μᾶλλον καθόσον | |
25 | ἓν ἕκαστον, ἢ ἄλλως πως. Ἔνατον, τίς ὁ ἀποτελούμενος ἀριθμός, ὂν τῷ ἑνὶ συζεύξας, ποιεῖ τὸν ἑνιαῖον, καὶ αὖ τῷ ὄντι ποιεῖ τὸν οὐσιώδη· καὶ πῶς ἀντὶ τριῶν δύο ποιεῖ τὸν ἑνιαῖον καὶ οὐσιώδη, ὥσπερ ἐπιλαθόμενος τοῦ τῆς ἑτερότητος. Δέκατον, εἰ τὰ τρία ἐν ἀλλήλοις καὶ ἕκαστον τριάς, πῶς οὐχὶ καὶ οἱ τρεῖς | |
30 | ἀριθμοὶ ἐν ἑκάστῃ μονάδι ὡς καὶ τὴν πρώτην ἴυγγα τοὺς τρεῖς ἔχειν, καὶ τὴν | |
δευτέραν ὁμοίως καὶ τὴν τρίτην. | 97 | |
98 | Ἑνδέκατον, ἐπισκεπτέον τὴν ἀπόδειξιν δι’ ἧς ἀποδείκνυσιν τὸν οὐσιώδη ἀριθμόν. Δυοδέκατον, ἐπισκέψασθαι πῶς ἀποδείκνυσιν τὸν ἑνιαῖον. | |
3 | Πρὸς μὲν οὖν τὸ πρῶτον ἐροῦμεν ἓν μὲν ὅτι, καθάπερ τὰ εἴδη παρα‐ | |
5 | δείγματά ἐστι τῶν φαινομένων, οὕτω καὶ οἱ ἀριθμοὶ παραδείγματα τῶν εἰδῶν· προείληφε γὰρ ὁ ἀριθμὸς τὰς πάντων ἐν ἑαυτῷ ἰδιότητας· ἕτερον δὲ ὅτι καὶ πᾶν εἶδος ἐν διορισμῷ θεωρεῖται πρὸς τὰ ἄλλα· καὶ γίγνεται μονὰς τοῦ εἰδη‐ τικοῦ ἀριθμοῦ· τρίτον δὲ ὅτι καὶ πᾶν εἶδος μονάς ἐστιν ἀριθμὸν οἰκεῖον γεννῶσα ἀφ’ ἑαυτῆς, καὶ τὸν εἴσω πρὸ τοῦ ἐκτὸς προϊόντος. | |
9 | ||
10 | Ἀλλὰ δὴ πρὸς τὸ δεύτερον τῶν προβεβλημένων, ἐπειδὴ αἱ ψυχαὶ μερισταί εἰσιν, καὶ μεριστὰς προβάλλονται νοήσεις, εἰκότως εἰς τὸ διωρισ‐ μένον πλῆθος ἀνάγει τὰς διωρισμένας αὐτῶν προβολάς· ὃ καὶ Σωκράτης ἐν‐ δεικνύμενος, “καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, φησίν, καθορᾷ δὲ σοφρωσύνην, καθορᾷ δὲ ἐπιστήμην ἀριθμῶν,” τρόπον τινά, τὰς νοήσεις αὐτῶν, τῷ ἀριθμῷ | |
15 | τῶν ὁρωμένων· ἐπεὶ συμπτύξασαι τὸν διορισμὸν καὶ τῷ νοητῷ συνάπτονται καθ’ ἕνωσιν, ἀνακλίνασαι δὲ τὴν τῆς ψυχῆς αὐγὴν, ὡς ὁ ἐκεῖ λέγει Σωκρά‐ της, ἐπ’ αὐτὴν ἀνατείνονται τὴν τ’ ἀγαθοῦ μίαν ἰδέαν. Ἔτι δὲ ἡ ψυχὴ κατὰ ζωὴν οὐσίωται, τὸ δὲ νοητὸν τῆς ζωῆς οὗτος ὁ τόπος ἐστίν· διὰ δὲ τοῦ οἰκείου νοητοῦ, καὶ πρὸς τὸ ἁπλῶς ἀνάγονται νοητόν. Μήποτε δὲ ἄχρι μὲν τούτου | |
20 | δύνανται καὶ ἐπιστήμῃ συνανάγεσθαι διανοητικώτερον ἐνεργοῦσαι. Τοιγαρ‐ οῦν τὸ τῆς ἐπιστήμης γένος περὶ τοῦτον ἔφατο εἶναι τὸν τόπον· ἐνταῦθα δὲ λύσασαι τὴν διάνοιαν καὶ ἀνεγείρασαι τὸ τοῦ νοῦ ἄνθος ἐπ’ αὐτὸ στέλλονται τὸ νοητὸν νοερῶς· ὅθεν καὶ φησὶ μὲν τὴν τοῦ Θεοῦ διάνοιαν ἀκήρατον, τρεφο‐ μένην νῷ τε καὶ ἐπιστήμῃ, περὶ ἐκεῖνον ἀναστρέφεσθαι τὸν τόπον, αὖθις δὲ | |
25 | μυουμένους ἐκεῖ τὰ ἐπέκεινα ἐποπτεύειν. | |
25 | ||
Τί δὲ πρὸς τὸ τρίτον ἐροῦμεν; ἢ ὅτι κατ’ ἰδιότητα μὲν ἐκεῖ μάλιστα | 98 | |
99 | ἑτερότης, κατὰ δὲ τὴν ἑτεροιουμένην διάκρισιν, ἥκιστα· οὐ γὰρ ταὐτὸν ὕπαρ‐ ξιν ἑτερότητος σκοπεῖν καὶ διάκρισιν ὑποστάσεως. Μήποτε δὲ καί, ὡς αὐτός φησιν, ὅπου ἡ ἄκρα ἕνωσις, ἐκεῖ καὶ ἡ πρὸς ταυτὴν ἀντιδιῃρημένη διάκρισις. Διὸ καὶ τὰ εἴδη ἥνωται τε καὶ διακέκριται εἰς ὑπερβολήν, ὅτι οὐ μάχεται ταῦτα | |
5 | ἀλλήλοις· ὅσῳ γὰρ μᾶλλον ἥνωται, τοσούτῳ μᾶλλον διακέκριται διὰ τὴν ἀμιγῆ καὶ ἀσύγχυτον χώρησιν δι’ ἀλλήλων. Ὅλως δὲ ἕκαστον ὅπου πρῶτον ἐκφαίνε‐ ται, ἐνταῦθα καὶ μάλιστά ἐστιν, ὅ ἐστι καὶ ἑνοειδέστατον ὑφέστηκεν ὅτι πάντα ἐν τῷ ἑνὶ σώζει μάλιστα τὴν οἰκείαν ὕπαρξιν. Καὶ γὰρ ἡ διαίρεσις, οἷον εἰς φθοράν. Μὴ οὖν διῃρήσθωσαν ἀπ’ ἀλλήλων αἱ μονάδες, ἐκεῖ μάλιστα, ἀλλ’ ἔσ‐ | |
10 | τωσαν μάλιστα μονάδες καὶ ἀρχέτωσαν τοῖς ἄλλοις ἅπασι τῆς διωρισμένης προόδου. Καὶ δὴ ὁ ἀριθμὸς ὁ πρῶτος μάλιστα ἀριθμός, ἅτε καθ’ ὕπαρξιν ἔχων τὸ ἑαυτοῦ εἶδος, οὐ μὴν πάντη διακριθείς· ἄλλος γὰρ ὁ ὡς ἀριθμοῦ δι‐ ορισμὸς κατὰ τὴν ἀκραιφνῆ τῶν μονάδων στάσιν, ἄλλος ὁ κατὰ τὴν ὑπόβασιν ὁρώμενος ἐπιπλέον ἀεὶ τῶν κατωτέρω διισταμένων ἀπ’ ἀλλήλων καὶ χαλώντων | |
15 | τὴν ἕνωσιν. | |
15 | Πρὸς τοίνυν τὸ τέταρτον εἴρηται μὲν καὶ πρόσθεν ὅτι ἡ ἑτερότης ὡς γόνιμος εἴληπται καὶ διακριτικὴ τῶν γεννώντων καὶ γεννωμένων, ἀλλ’ οὐκ ἀφοριστικὴ μόνων τῶν ἤδη γεννηθέντων εἰδῶν· οὐδὲ ᾗ διαφθορὰ τῶν εἰδῶν, ἀλλ’ ᾗ προαγωγὸς τῶν διωρισμένων οὐσιῶν τε καὶ ἑνάδων. Ζητεῖ δὲ ὁμῶς ὁ | |
20 | λόγος ἓν μέν, διὰ τί μηδενὶ γένει τῶν ὄντων ἐχρήσατο συμβόλων πρὸς τήνδε τὴν διακόσμησιν· 〈δεύτερον .................................〉 Τρίτην δέ, διὰ τί ζωὴν οὖσαν καθ’ ὕπαρξιν οὐ κινήσει καὶ στάσει ἐχαρακτή‐ ρισεν ὁ Παρμενίδης. Αὐτὸς μὲν οὖν ἔοικε συγχωροῦντι κίνησιν καὶ στάσιν τὴν καθ’ ὕπαρξιν· τὸ γοῦν κινούμενον καὶ ἑστὼς κατὰ μέθεξιν εἶναι ἑστὼς καὶ | |
25 | κινούμενον· καὶ μαρτύρεταί γε τὸν ἐν Φαίδρῳ Σωκράτη περιφορὰν ἀν‐ υμνοῦντα τὴν οὐρανοῦ βασιλείαν. Διὰ τί οὖν, φαίη ἄν τις, οὐ στάσιν καὶ κίνησιν τὴν μέσην ταύτην ὠνό‐ | |
μασεν τάξιν, ἀλλ’ ἀριθμὸν καὶ ὅλον καὶ μέρη καὶ σχῆμα εὐθὺ καὶ περιφερές; | 99 | |
100 | Μήποτε οὖν ἐὰν μὲν πέντε γένη τοῦ ὄντος ποιῶμεν κατὰ τὸν Ἐλεάτην ξένον, ὡς ἐκ τῶν πέντε φάναι, τὸ μὲν νοητὸν τῷ ὄντι χαρακτηριοῦμεν, τὴν δὲ ζωὴν κινήσει καὶ στάσει, τὸν δὲ νοῦν ταυτότητι καὶ ἑτερότητι. Εἰ δὲ πάντα λάβοιμεν τὰ γένη τοῦ ὄντος, ὥσπερ ὁ Παρμενίδης, ἔσται πρὸ κινή‐ | |
5 | σεως πολλὰ, ὧν τὰ μὲν πρεσβύτατα εἰδοποιήσει τὰς νοητὰς μονάδας, τὰ δὲ μετ’ ἐκεῖνα τὰς νοητὰς καὶ νοερὰς τριάδας. Ἐπὶ δὲ τούτοις τὴν νοερὰν ἑβδο‐ μάδα μετὰ ἄλλων, καὶ τὰ τέσσαρα γένη τοῦ ὄντος, κίνησις καὶ στάσις, καὶ ταυτότης καὶ ἑτερότης συνίστησιν. Καὶ δὴ τὰ ἑξῆς ἄλλα μερικώτερα τούτων· ὅτι γὰρ πρὸ κινήσεως καὶ στάσεως, καὶ ταὐτοῦ καὶ θατέρου, ἄλλα ἐστίν, | |
10 | δῆλον ἐκ τοῦ ταῦτα διωρίσθαι ἀπ’ ἀλλήλων κατὰ ἀριθμόν. Ὁ ἀριθμὸς ἄρα πρὸ αὐτῶν, καὶ ἔτι μέρη εἶναι ἑνὸς τοῦ ἐξ αὐτῶν· πρὸ αὐτῶν ἄρα δεῖ εἶναι καὶ τὸ ὅλον. Ἀλλὰ μὴν καὶ τὸ σχῆμα, εἴπερ καὶ τούτων ἐστὶν ἀρχὴ καὶ τέλος καὶ μέσον· ὅτι γε μὴν καὶ τὸν ἀριθμὸν τῇ ζωῇ προσήκειν ἀναγκαῖον. Ἔτι δὲ ὅλον καὶ μέρη, καὶ ἔτι πρὸς τούτοις τὴν ἀρχὴν καὶ μέσον καὶ τελευτήν, δηλοῖ τὸ | |
15 | διαιρούμενον τούτων τῶν γενῶν, καὶ πολλαχῆ μεριζόμενον, καὶ οὐ μένον ἐν τῇ ἑνώσει τοῦ ὄντος, ἀλλ’ ἀτεχνῶς θηλυνόμενον· ἡ γὰρ ζωή ἐστιν οἷον θή‐ λεια οὐσία. Διὸ καὶ αἱ κατὰ ζωὴν ἑστῶσαι θεαὶ προόδων εἰσὶν αἰτίαι, καὶ μερισμῶν καὶ διαστάσεων. Ἐπεὶ διὰ τοῦτο καὶ ἀπὸ τῶν πέντε γενῶν τὴν κίνησιν εἰς τὴν ζωὴν ἀναφέρομεν, ὅτι προόδων ἦν αἰτία καὶ αὐτὴ καὶ μερισμῶν | |
20 | ὡς ἐν τοῖς πέντε γένεσιν. Εἰ δὲ πρὸς αὐτῆς ὁ ἀριθμός, καὶ ὁ τοῦ ὅλου μερισ‐ μός, καὶ ἡ παντελὴς διάστασις αἰτία τῶν αὐτῶν, καὶ ταῦτα προηγουμένως ἤπερ ἡ κίνησις· αὕτη γὰρ τοῦ κινεῖσθαι μόνον αἰτία, ὡς ἡ στάσις τοῦ ἵστασθαι. Τοῦ μέντοι διωρίσθαι εἴτε ἑστώς, εἴτε κινούμενον, ἢ μεμερίσθαι, ἢ διεστάναι, ἐκεῖνα μᾶλλον καὶ καθ’ ὕπαρξιν, δῆλον ὡς καὶ ζωὴ μάλιστα κατ’ ἐκεῖνα, ἢ | |
25 | κατὰ στάσιν καὶ κίνησιν. Ἔτι δὲ τὸ τρίτον, εἰ ἔστιν ἤδη κίνησις, καὶ ἤδη στάσις, καὶ ἤδη ταυτότης, καὶ ἤδη ἑτερότης, διακέκριται ταῦτα ἀπ’ ἀλλήλων. Ἡ δὲ τοιαύτη διάκρισις τὸν νοῦν ἐποίει· εἰ δὴ ἐν τῷ διακρίνεσθαι τὴν ζωήν, ὡς ἐν τῷ ἀδιακρίτῳ τὸ ὄν, ἐν δὲ τῷ διακρίνεσθαι ἀριθμὸς γίγνεται, καὶ μετὰ τοῦτον, ὅλον καὶ μέρη, καὶ | |
30 | ἐπὶ τούτοις τὸ σχῆμα, οἷον τέλος ὂν τῆς προόδου καὶ περιγραφὴ τῶν διιστα‐ | 100 |
101 | μένων, ἐν τούτοις ἄρα μάλιστα ἡ ζωή, ὡς ἐν τῇ ἀντιδιαιρέσει τῶν γενῶν ὁ νοῦς, καὶ ἐν τῇ ἑνώσει τὸ ὄν. Καὶ γὰρ αὖ καὶ τοῦτο ῥητέον τέταρτον, ὅτι διττὴν ἐοίκαμεν κίνησιν ἐννοεῖν (καὶ τοῦτο ποιεῖ ἡμῖν τὴν ἀπορίαν), τὴν μὲν ὡς ἓν γένος τοῦ ὄντος πολλῶν | |
5 | ὄντων καὶ πρὸς ἄλληλα ἀντιδιῃρημένων, τὴν δὲ ὁμοῦ πάντων ἀπὸ τοῦ ἀδιαι‐ ρέτου πρόοδον, καθ’ ἣν καὶ διετελοῦμεν τὴν ζωήν, εἰσηγούμενοι κατὰ τὴν πρόοδον. Ἄλλο δὲ ἡ πάντων πρόοδος ὁμοῦ πάντα ἔχουσα προϊόντα, καὶ ἀπὸ μὲν τοῦ ἑνὸς εἰς ἀριθμόν, ἀπὸ δὲ τοῦ ὅλου εἰς μέρη, ἀπὸ δὲ τῆς διαστά‐ σεως εἰς περιγραφὴν μεταβαίνοντα, ἄλλο τῶν ἤδη καθ’ ἑαυτὰ διακεκριμένων· | |
10 | ἓν γένος ἡ κίνησις αὕτη, ἧς ἐν τοῖς νοεροῖς ἐμνήσθη ὁ Παρμενίδης. Ἔτι τοίνυν τὸ πέμπτον ἀκριβολογουμένοις ἡ κίνησις καὶ ἡ στάσις φανεῖται περὶ τὴν συμπληρωτικὴν τῆς οὐσίας ἐνέργειαν, στοιχεῖα μὲν οὔσας τῆς οὐσίας, ἀλλ’ ὡς ἐνεργοῦ τινος, οὐχ ὡς οὔσης μόνον· ἡ δὲ οὐσία εἶναι βούλεται μόνον, καὶ οὔπω διέστη εἰς δύναμιν καὶ ἐνέργειαν· ἡ δὲ ζωὴ οὐσία, καὶ ταῦτα ἀφ’ ἑαυτῆς | |
15 | ἤδη προβαλλομένη κατὰ διάστασιν, μᾶλλον δὲ ἡ μὲν ζωὴ οὐσία εἰς δύναμιν ἐκ‐ ταθεῖσα, ὁ δὲ νοῦς ἤδη καὶ εἰς ἐνέργειαν. Διόπερ ἐν τούτῳ μὲν ἤδη κίνησις καὶ στάσις ἐκφανῶς τὴν νοερὰν συμπληροῦσιν οὐσίαν ὡς κεκινημένην καὶ νοοῦ‐ σαν, ἐν δὲ τῇ ζωῇ, ἅτε κατὰ δύναμιν ἑστώσῃ μᾶλλον, δοκοῦσι μὲν εἶναι καθ‐ όσον καὶ ἡ δύναμις ἐνέργειά πώς ἐστι πρὸ ἐνεργείας, ὥς φασιν· οὐ μέντοι | |
20 | ἐκφανεῖς, ἀλλὰ σφύζουσαι τῷ οἰκείῳ τούτῳ σφυγμῷ, τὴν ζωὴν οὐσίαν ἀπέφη‐ ναν, ὃν ὁ Παρμενίδης κατὰ μικρὸν ἰδὼν βαλλόμενον, εἴσω μένουσαν ἐν τῇ οὐσίᾳ διαίρεσιν ἐθεάσατο, καὶ οἷον ἐκτένειαν τὴν ζωήν, κατωτέρω δὲ ἐκφα‐ νεῖσαν κίνησιν καὶ στάσιν· καὶ ἔτι πορρωτέρω ταυτότητα καὶ ἑτερότητα, ὅτι αὗται οὐδὲ κατὰ τὸ εἶναι ἢ ἐνεργεῖν, ἀλλὰ κατὰ τὴν πρὸς ἄλληλα σχέσιν ἢ | |
25 | κοινωνίας τινός, ἢ ἀκοινωνησίας· ἐπεὶ καί, ὡς χαλδαϊκῶς εἰπεῖν, ὁ μὲν νοῦς κατὰ τὴν ἐνέργειαν ἵσταται μᾶλλον, ἡ δὲ ζωὴ κατὰ τὴν δύναμιν, ἡ δὲ οὐσία κατὰ τὴν τοῦ πατρὸς ὕπαρξιν. Ὅπου οὖν οὔπω ἐνέργεια, οὐδὲ κίνησις καὶ στάσις. Ἕκτον δὴ οὖν μήποτε ἡ ἐν ἡμῖν ἔννοια τῆς ψυχικῆς οὖσα μᾶλλον ἢ καὶ τῆς | |
30 | φυσικῆς, ἢ καὶ τῆς νοερᾶς ἀπὸ ταύτης ὡς κινουμένης ἢ κινήσεως οὔσης, ἀξιοῖ | 101 |
102 | καὶ πᾶσαν ζωὴν εἶναι κίνησιν. Ἀμέλει τῷ ζῴῳ τὸ κινητικὸν ἀποδίδομεν, ᾧπερ καὶ τὸ αἰσθητικόν· ζῷον δὲ πρῶτον ὁ νοῦς· ἡ οὖν τοῦ νοῦ ζωὴ κίνησις καὶ στάσις, ἀλλ’ οὐχὶ ἁπλῶς ζωή. Τί οὖν ἡ ἁπλῶς ζωή; οὐσία ὠδίνουσα τὴν ἐνέρ‐ γειαν, οὔπω δὲ ἐνεργοῦσα· ἐνεργεῖ δὲ καὶ αὐτὸς ὁ νοῦς, καὶ ἤδη κινεῖται καὶ | |
5 | ἕστηκεν. Ἕβδομον ἐπὶ τούτοις ἐννοητέον ὅτι οὐδὲ ζωὴν ἁπλῶς, οὐδὲ νοῦν παραδί‐ δωσιν ὁ Παρμενίδης, ἀλλὰ μόνον οὐσίας· μᾶλλον δὲ οὐδὲ οὐσίας, ἀλλὰ μόνον ἑνάδας οὐ κατὰ τὸ νοεῖν, οὐδὲ κατὰ τὸ ζῇν ὁρωμένας, ἀλλὰ κατὰ τὸ ὑπάρχειν ἰδίως· οἷον μόνον ὡς ἢ προοδικῶς, ἢ ἐπιστρεπτικῶς, ἢ ὅπως ἄλλως | |
10 | ποικίλλονται ταῖς ἰδιότησιν αἱ ἑνάδες. Οὐκ ἄρα τὸ ἑστὼς καὶ κινούμενον τοῦτο ζωὴν παρίστησιν, ἀλλ’ οὐσίαν ἤδη ἐνεργοῦσαν, ὡς ὁ ἀριθμός, ἀλλ’ οὐσίαν ἤδη διακρινομένην. Καὶ γὰρ αὖ τοῦτο λεγέσθω ὄγδοον ὅτι ἡ μὲν τοῦ ἀριθμοῦ διάκρισις, καὶ τοῦ ὅλου, καὶ τῶν μερῶν, καὶ ἔτι τοῦ σχήματος, καὶ ἔτι τοῦ ἐν αὑτῷ καὶ ἐν ἄλλῳ | |
15 | ἡ ὑπόστασις, οὐσίας ἦν οἷον στοιχεῖα διωριζομένης, τελειουμένης, ἐν αὐτῇ ὑφεστώσης ἐν τοῖς πρὸ αὐτῆς. Ἡ δὲ κίνησις καὶ ἡ στάσις ἤδη ἐνέργειαι τῆς οὐσίας ταύτης· ὅθεν καὶ πρώτη ἐκφαίνεται τοῖς θεουργοῖς· καὶ εἰς τὰ μεθ’ ἑαυτὴν πρώτη προέρχεται ἥδε ἡ θεός. Ἴσως δ’ ἂν εἴποι τις ἔνατον κινούμενον καὶ ἑστὼς εἶναι τὴν νοερὰν ζωὴν | |
20 | ὡς κατὰ μέθεξιν, στάσιν δὲ ὡς ἀληθῶς καὶ κίνησιν τὴν καθ’ ὕπαρξιν ζωήν· ἀλλ’ ἔδει τριχῆ διελεῖν τὴν τῆς ζωῆς διακόσμησιν. Διὸ τὴν κίνησιν καὶ στά‐ σιν διεῖλεν εἰς ἓν καὶ πολλά, καὶ ὅλον καὶ μέρη, καὶ ἔτι ἀρχὴν καὶ μέσον καὶ τέλος· ὅτι κίνησις μὲν πολλοποιὸς καὶ μεροποιὸς καὶ εἰς ἀρχὴν καὶ μέσον καὶ τέλος τὰ πράγματα διίστησιν· ἡ δὲ στάσις τὸ μὲν ἓν εἰς πολλὰ | |
25 | ῥέον κατέχει ὡς ἕν, τὸ δὲ ὅλον, ὡς ὅλον μένον, τὰ μέρη· καὶ εἰ τόδε τέλειον μένον, ὅ ἐστιν εἰς ἀρχήν, καὶ μέσον, καὶ τέλος διίσταται· πάντα οὖν κίνησις καὶ στάσις. Οὐκοῦν δέκατον ἐπὶ πᾶσιν ἡ ἑτερότης πάντα ὁμοῦ ἐν ἑαυτῇ συλλαβοῦσα ἔχει· καὶ γὰρ ὡς θηλύτης ἐστι καὶ γονιμότης, οὕτω καὶ στάσις ἐστὶ καὶ | |
30 | κίνησις, ἡ μὲν πάντα ἐξιστᾶσα, καὶ ἀπ’ ἄλλων εἰς ἄλλα προάγουσα, ἡ δὲ | |
οὐδὲν ἧττον ἐν ταῖς οἰκείαις ἀρχαῖς ἑδράζουσα. | 102 | |
103 | Ἐπὶ τούτοις ἀποκρίνομαι πρὸς τὸ πέμπτον ὡς ἥδε ἡ ἑτερότης οὐκ ἀντίκειται πρὸς ταυτότητα, ἀλλὰ πρὸς τὸ ἕν, ὡς διάκρισις πρὸς ἕνωσιν. Ὥσπερ δὲ τὸ ἓν πάντα ἐστὶ κατὰ τὸ ἕν, ὅτι πάντων ἐστὶν ἕνωσις, οὕτω καὶ ἡ ἑτερότης αὕτη τὸ πάντων πλῆθός ἐστιν τὸ διωρισμένον, ἀλλ’ ἐπὶ τὸ δι‐ | |
5 | ωρισμένον οὐ διέρριπται, ἀλλὰ κατὰ μίαν ἰδέαν τὴν τοῦ ἀριθμοῦ διορίζεται συνειληφυῖαν ἡ ἑτερότης, καὶ οὕτω γε τὴν ταυτότητα, ὡς ἕνωσιν τῇ διακρίσει συμπροϊοῦσαν· τὸ γὰρ συναμφότερον ἡ ἑτερότης· ἔστι γὰρ γόνιμος πρόοδος καὶ προόδου πάσης αἰτία. | |
8 | Οὐκοῦν πρὸς τὸ ἕκτον λέγομεν ὅτι καὶ ἐν τῷ νοητῷ ἦν τὸ Θῆλυ | |
10 | κρατούμενον ὑπὸ τοῦ ἄρρενος, καὶ ἐν τῇδε τῇ τάξει ἦν τὸ ἄρρεν, ἀλλὰ κρα‐ τούμενον ὑπὸ τοῦ θήλεος. ᾟδε γὰρ οἱ θεοὶ τὸ πατρικὸν ἐν ταῖς ἴυγξιν εἶναι παραδεδώκασιν· εἰ δὲ τὸ ἄρρεν κατὰ τὸ ὅλον ἑκατέρωθι, καὶ τὸ θῆλυ κατὰ τὰ μέρη ἑκατέρωθι· καὶ εἰ κατὰ τὴν ἑτερότητα τὸ Θῆλυ ἑκατέρωθι, κατὰ τὴν ἕνωσιν ὁ ἄρρην ἑκατέρωθι. | |
14 | ||
15 | Πρός γε μὴν τὸ ἕβδομον ἓν μὲν ἰστέον ὅτι γένη τοῦ ὄντος λέγομεν τὰ οὐσιώδη, καὶ οἷον μέρη τοῦ ὄντος, ἀλλ’ οὐ τὰς ἑνιαίας τούτων ἰδιότητας· οὐδὲ γὰρ ἤδη τὰς ἰδιότητας, ἀλλὰ τὰς κατ’ ἐκείνας προελθούσας οὐσίας. Δεύ‐ τερον δὲ ὅτι, ὥσπερ τὰ γένη καὶ τὰ εἴδη ἐν μερισμῷ καὶ ἀντιδιαιρέσει, οὕτω καὶ τούτων αἱ ἑνάδες μερισταί εἰσιν καὶ στοιχειώδεις, καὶ πληρώματα | |
20 | ὅλων οὐσιῶν, καὶ ἀπὸ τῶν ὅλων μεριζόμενα κατὰ πρόοδον. Αἱ δὲ ὑπὸ τοῦ Παρμενίδου παραλαμβανόμεναι συζυγίαι ὁλοτελεῖς εἰσι καὶ ὁλοτελῶν κόσμων παραστατικαί, οὐ τῶν ἐν τούτοις μερῶν καὶ στοιχείων. Ἐπεὶ καὶ ὁ νοῦς ὅλος ἐν ἑαυτῷ τὰ γένη καὶ τὰ εἴδη προήγαγεν, παραταυτότης, καὶ ἑτε‐ ρότης ἐπ’ αὐτοῦ ὅλου παράγεται ἄλλον τρόπον, ὅτι ὅλος καὶ ἥνωται καὶ δια‐ | |
25 | κέκριται. Ταύτῃ οὖν ταὐτόν τε καὶ ἕτερον καὶ κινούμενον· οὕτω γε καὶ ἑστὼς ὅλος διάκοσμος· ἐν αὐτῷ δὲ ὡς μέρη κίνησις καὶ στάσις. Τρίτον δὲ ἐπὶ τούτοις γνωστέον ὅτι τοῖς ὅλοις διακόσμοις ἀνάλογον τὰ γένη ἐν μέρει προῆλθεν, ἅτε βουληθέντος ἑκάστου νοῦ πάντα ἔχειν ὅσα πανταχοῦ. Διὸ καὶ | |
ὁ Παρμενίδης ἀπὸ τῆς ἀναλογίας τῶν μεμερισμένων γενῶν ἐπὶ τὰς ἀμε‐ | 103 | |
104 | ρίστους αὐτῶν αἰτίας μεταβιβάζει τὴν ἡμετέραν διάνοιαν, οὐ γένη ἡμᾶς νοεῖν ἀξιῶν, ἀλλὰ διακόσμους ὁλοτελεῖς αἰτίους τῶν ὡς ἐν εἴδεσι λεγομένων γενῶν. Τί οὖν οὐδὲ κατ’ ἐπικράτειαν τὰ γένη ῥητέον ἐν τοῖς ὅλοις κόσμοις, καὶ πῶς ἂν τὸ μέρος ἐπικρατοῦν τῶν ὅλων ποιοῖ διάκοσμον; Ἀλλ’ ἡ ἰδιότης ἐπικρα‐ | |
5 | τοῦσα πρὸ τῆς τοῦ γένους ἡ ὁλοτελὴς ὑφίστησι καὶ εἰδοποιεῖ τὸν ὅλον διά‐ κοσμον. | |
6 | Ἔτι πρὸς τὸ ὄγδοον ἄμεινον μὲν ὡς ἓν ἕκαστον ποιεῖν συμβλητὸν τοῖς ἄλλοις, ἀλλὰ μὴ ὡς ἕτερον· ἔτι δὲ καὶ τούτου ἄμεινον ἑκάστην μονάδα τριάδα ποιεῖν· καὶ οὕτως ἐκ μονάδων ὁμοίων καὶ συμβλητῶν συνιστάνειν τὸν | |
10 | ἀριθμόν. Καὶ γὰρ ἀνάγκη πᾶσαν μονάδα τοὐλάχιστον εἶναι τριάδα, ὡς εἴρηται πρόσθεν· καὶ οὕτω πᾶσαι ἔσονται συμβληταί, τὸ εἶδος ἔχουσαι κοινὸν τῆς μονάδος· πᾶσα γὰρ μονὰς ἀριθμὸς καὶ ἀριθμοῦ. | |
12 | Ἀλλὰ δὴ πρὸς τὸ ἔνατον, ὡς τὴν ἑτερότητα καὶ τὸ ὄν, καὶ τὸ ἓν διχῆ ἐνοοῦμεν, καὶ ὡς ἰδιότητας ἁπλᾶς καὶ ὡς οὐσίας ἐν ἀλλήλαις μένουσας, | |
15 | εἰδοποιουμένας δὲ τῇ ἐπικρατείᾳ τοῦ ἑνός, οὕτω καὶ ὁ ἀριθμός, ὁ μὲν ἰδιότης, ὁ δὲ οὐσία κατ’ ἐπικράτειαν. Ὅταν μὲν οὖν διανέμῃ αὐτὸν καὶ εἰς τὸ ἓν καὶ εἰς τὸ ὄν, τότε ὡς ἰδιότητα διανέμει ἐν ἑκάστῳ θεωρουμένην. Καὶ γὰρ τὸ ἓν ἔχει ἴδιον ἀριθμόν, καὶ τὸ ὂν καὶ ἡ ἑτερότης· ὅταν δὲ δοκῇ δύο μόνους ποιεῖν τὸν τῆς ἑτερότητος, ὡς ἤδη ἰδιότητα συμπροαγαγών, ἀφίησιν. Ἀλλὰ τὸν πρῶτον, | |
20 | ὡς ἀριθμὸν ὑπόσταντα, τῇ μέσῃ μονάδι ἀφοριστέον· ὡς γὰρ ἑτερότητα τὴν αὐτὴν ἐλάμβανεν, καὶ ὡς ἰδιότητα, καὶ ὡς οὐσίαν, οὕτω ληπτέον καὶ τὸν ἀριθμόν. | |
22 | Τὸ δὲ ἐπὶ τούτοις δέκατον, εἰ καὶ τῷ ἑνὶ σύνεστιν ἡ ἑτερότης, ἀλλὰ κατὰ ταύτην ὁ ἑνιαῖος ἀριθμὸς ὑφίσταται· καὶ ἐν τῷ ὄντι ὁ οὐσιώδης, καὶ ἐν | |
25 | τῇ ἑτερότητι ὁ ἑτεροῖος. Εἰ οὖν καὶ τριὰς ἑκάστη μονάς, ἀλλ’ ὁ ἀριθμὸς εἷς | |
ἑκάστης μονάδος· ὅπου γὰρ ἡ ἑτερότης, εὐθὺς εἷς ἀριθμός· τρεῖς οὖν ἑτερό‐ | 104 | |
105 | τητες, ὥστε καὶ ἀριθμοὶ τρεῖς· εἰ δὲ καὶ ἑνάδες τρεῖς καὶ οὐσίαι τρεῖς, ἀλλ’ εἷς ὁ ἀπὸ τῆς ἑτερότητος ἀριθμὸς ἐγγιγνόμενος, τῷ τε ἑνὶ καὶ τῇ οὐσίᾳ συνδι‐ αιρῶν ἑαυτῷ τό τε οἰκεῖον καὶ τὸ ἕν, ὥστε τὸν ἑνιαῖον ἀριθμὸν τοῦ ἑνὸς μὲν εἶναι προηγουμένως, ἑπομένως δὲ τοῦ ὄντος, ἀναφύεσθαί γε μὴν κατὰ τὴν | |
5 | ἑτερότητα δι’ ἣν κατακερματίζεται καὶ τὸ ἓν καὶ τὸ ὄν, ἐν τῇ προόδῳ τῇ τε ὡς ἓν μονάδι, καὶ τῇ ὡς ἐπὶ τοῦ ἀπορρέοντος ἀριθμοῦ τῆς μονάδος. | |
6 | Τούτων τοίνυν διωρισμένων, ἐπισκεψόμεθα τὸ ἑνδέκατον, τίνα τρό‐ πον ἀποδείκνυσιν συνδιαιρουμένην τῷ ἀριθμῷ τὴν οὐσίαν. Εἰ τὸ ἕν ἐστι, φησίν, καὶ οὐκ ἔστι τὸ ἀμέθεκτον ἕν, πάντως ὅτι καὶ ὁ ἀριθμός· καὶ οὐκ ἂν | |
10 | εἴη ἀμέθεκτος, πάντως ὅτι καὶ τὰ μόρια αὐτοῦ μεθεκτά· ὥστε καθ’ ἕκαστον μόριον ἦν αἴτιον. Πολλὰ ἄρα καὶ τὰ ὄντα, ἢ οὕτω γε, πολλαὶ τοῦ ὄντος ἀποδείκνυνται μεθέξεις ἐν τῷ ἀριθμῷ· πᾶσαι δὲ ὅμως ἀπὸ μιᾶς οὐσίας· καὶ οὕτω γε καὶ ὁ μαθητικὸς ἀριθμὸς οὐσίας ἀποφαίνει πολλάς, ὅτι μέρος αὐτοῦ ἕκαστον μετέχει οὐσίας· ἢ τὸ μετέχειν ὡς ἐξ ἀρχῆς ἐλαμβάνετο· καὶ νῦν | |
15 | ληπτέον τὸ ἔχειν οὐσίαν ἐξηρτημένην. Διὸ καὶ ὡς συμπεραινόμενος προαν‐ εφώνησεν· “εἰ ἄρα ἕν ἐστιν, ἀνάγκη καὶ ἀριθμὸν εἶναι.” Καὶ πάλιν ἐπήγαγεν· “οὐκ ἄπειρον ἀριθμὸς πλήθει, καὶ μετέχων οὐσίας γίγνεται,” ἀφοριζόμενος τὸ μετέχειν ὅπως λέγει ὅτι καθάπερ ἐξ ἀρχῆς τὸ ἕν. Διὸ καὶ ἐξ ἀνάγκης εἰ προΐοι ὁ ἀριθμός, ἢ ἀμέθεκτα ἔσται αὐτοῦ τὰ μόρια, ὅπερ ἀδύνατον, τοῦ γε | |
20 | ὅλου μεθεκτοῦ ὄντος, καὶ αὐτοῦ γε τοῦ ἑνός, ἢ ἀνάγκη καὶ τὴν οὐσίαν εἰς μόρια προϊέναι, ἃ τῶν τοῦ ἀριθμοῦ μορίων ἐκκρεμασθήσεται, ἵνα αἱ πολλαὶ ἑνάδες μετέχωσι τῶν πολλῶν οὐσιῶν, ὡς ἡ μία ἑνὰς τῆς μιᾶς πάσης οὐσίας. Δῆλον γὰρ ὅτι καὶ ἐνταῦθα τὰ μόρια ὡς γεννήματα νοητέον· ὥστε ὁ ἑνιαῖος ἀριθμὸς γεννήσει τὸν οὐσιώδη ἀριθμόν, ὡς ταὐτὸν δι’ ἑτερότητος, οὕτω καὶ | |
25 | ἐκεῖνον διὰ τῆς οὐσιώδους ἑτερότητος. Ὅσα ἄρα τὰ μέρη τοῦ τοιούτου ἀριθμοῦ (λέγω τοῦ ἑνιαίου), τοσαῦτα καὶ τῆς οὐσίας (ταύτης λέγω τῆς τῷ ἑνὶ συνημ‐ μένης)· οὔπω γὰρ οὐδὲ πέφηνέν πως ἐκείνη· ἔτι γὰρ ἡ ἀκρότης αὕτη γέ ἐστι τῶν νοητῶν καὶ νοερῶν. Καὶ τίς οὗτός ἐστιν ὁ μεθεκτὸς ἀριθμός; ἀπὸ ποίας | |
προϊὼν τῶν τριῶν μονάδων; ἢ ὥσπερ τὰς τρεῖς τριάδας ὡς μίαν παρήγαγεν, | 105 | |
106 | ἐνδειξάμενος μόνον ὅτι τρεῖς εἰσιν διὰ τῆς τριχῆ λήψεως, οὕτω καὶ τοὺς τρεῖς ἀριθμοὺς ὡς ἕνα παράγει ὁμοῦ τρίμορφον, ὡς ἑνιαῖον, καὶ ἑτεροῖον, καὶ οὐσιώδη, ὡς τῆς ἑτερότητος ἑκατέρῳ συγκεκραμένης. Καὶ τὸ ὂν μὲν γὰρ ἐν τῷ ἑνί, κατὰ προβολήν, καὶ τὸ ἓν τῷ ὄντι κατὰ μετουσίαν. Ἀλλ’ ὅμως ἴδιος | |
5 | ἑκατέρας ὑπόστασις, τῆς τε ἑνάδος καὶ τῆς ἐξῃρημένης οὐσίας· ἡ δὲ ἑτερότης μόνον ἰδιότης μόνον· καὶ γὰρ ἐξ ἀρχῆς δύο μόνα ἦν, ἓν καὶ ὄν· τὰ δὲ ἰδιώ‐ ματα, ἐκεῖ μὲν ἓν ἀμφοῖν, ἐνταῦθα δὲ ἓν ἑκατέρῳ. Διότι δέ ἐστι τὸ ἓν ἀπὸ τοῦ ὄντος, οὐχ ὅτι κρεῖττον τοῦ νοητοῦ τοῦτο τὸ ὄν, ἀλλὰ τοὐναντίον· ἧττον γὰρ ἐπιστρέφει πρὸς ἑαυτὸ τὸ ὄν, ἐπειδὴ καὶ τὸ ὂν ἧττον ὡμοίωται τῷ ἑνί. | |
10 | Ὁ οὖν ἀριθμὸς ἐν τῷ ἑνὶ πρῶτον, εἶτα ἐν τῇ οὐσίᾳ δεύτερον. Ὅτι μὲν τοίνυν εἰ ἤδη ἀριθμός, ἀνάγκη καὶ τὴν οὐσίαν εἰς ἀριθμὸν προελθεῖν, οὕτως ἀπο‐ δείκνυσιν, πῶς δὲ καὶ τὸ ἓν εἰς ἀριθμὸν μεριστέον. | |
12 | Μήποτε γὰρ οὐσιώδης μόνον ἐστὶν ὁ ἀριθμός· τοῦτο δὲ ἦν τὸ δυοδέ‐ κατον τῶν ἐζητημένων· ἢ ἔστιν, ἔφη, πολλὰ μόρια τῆς οὐσίας, οὐχ οἷόν τε δὲ | |
15 | ἕκαστον εἶναι μὲν μόριον τῆς οὐσίας· οὐδὲν μέντοι μέρος, ἕν γέ τι ἄρα· πρὸς ἅπαντι ἄρα τῷ μορίῳ τῆς οὐσίας μόριον πρόσεστιν τοῦ ἑνός· πρόσεστι γὰρ τό γε κατὰ μέθεξιν ἓν ὅπερ ὡς ἕξις ἐνορᾶται τῇ οὐσίᾳ. Ἔστω οὖν τοῦτο ἕν γέ τι, ἢ πάντως ἕκαστον μόριον. Πόθεν οὖν ὅτι πολλαὶ ἑνάδες αὐτοτελεῖς; τὸ γὰρ οὐδὲν τῷ ἐν ὑποκειμένῳ ἑνὶ ἀντίκειται. Ἐπεὶ οὕτω γε δείξειεν ἄν τις καὶ τὸν | |
20 | δαιμόνιον νοῦν ἑνάδος αὐτοτελοῦς ἐξηρτημένον· οὐ γὰρ οὐδὲν ἢ ἕν γέ τι καὶ αὐτὸς οὐσίας μόριον· ἢ ὁ μὲν λόγος ἑνάδας ἁπλῶς ἀποδείκνυσιν, ὥς φησιν· ἄλλαι δὲ ἀλλαχοῦ αἱ ἑνάδες, ὅπου μὲν αὐτοτελεῖς, ὅπου δὲ ὡς μεθέξεις. Καὶ ἔτι προελθών φησιν· “ἑκάστη οὐσία κατὰ τὴν ἑαυτῆς ἰδιότητα μετέχει τινὸς οἰκείας ἑνάδος·” καὶ ἔτι ἐκ τρίτων τὸ ἓν ὑπὸ πολλῶν μετεχόμενον, ὡς ἑνὸς | |
25 | μετέχεται· ἑνοποιεῖ γὰρ τὸ πλῆθος, ἓν ὄν, καίτοι τοῦ ἑνὸς ζῴου πολλὰ ζῷα μετέχει διωρισμένα, εἰ καὶ μὴ κατ’ εἶδος πολλὰ τὰ ζῷα, ἀλλὰ τῷ ἀριθμῷ. Ἔτι δὲ ταῦτα, εἰ καὶ ἀληθῆ, ἀλλ’ οὐδὲν πρὸς τὴν ἀπορίαν· ὁ γὰρ Παρμενίδης οὐδενὶ ἄλλῳ τεθάρρηκεν πρὸς τὸ εἶναι τὸ οὐσίας ἕκαστον μόριον, ἢ οὐδέν. Μήποτε οὖν ὧδε μᾶλλον λυτέον· ἓν μὲν λέγων τὸ ἓν εἶναι· τοῦτο δὲ ἓν δῆλοι | |
30 | οὗ ἐξῆπται οὐσία. Οὐκοῦν καὶ οὐδὲν τὸ τούτῳ ἐναντίον, τὸ εἶναι μὲν μέρος | |
οὐσίας, οὐκ ἐξημμένον δὲ τοῦ ἑνός· τοῦτο δὲ ἄτοπον εἶναι, Θείας ὑποκειμένης | 106 | |
107 | ἔτι τῆς οὐσίας. Ὡς γὰρ τὸ ἓν ὑπέκειτο μετέχον οὐσίας, οὕτω καὶ ἡ οὐσία μετ‐ έχουσα τοῦ ὄντος, ὥστε καὶ τὰ μόρια αὐτῆς μεθέξει τοῦ ἑνός, οὕτως ὡς ἡ ὅλη τῷ 〈ὅλῳ〉 συνηρτῆσθαι. Εἰ δὲ μή, οὐχ ἓν ἔσται· τοῦτο δὲ εἰ ἔστιν, ἔρημος ἔσται τῆς πρὸς τὸ ἓν συναφῆς· τὸ δὲ οὐχ ἓν εἶναι οὕτως ὡς ἓν εἶναι κατὰ συνάρτησιν, | |
5 | ὅπερ εἰς τὸ οὐδὲν μετέλαβεν, ὅτι καὶ τὸ ἓν μερικόν τι ἦν, τῷ δὲ τινὶ ἑνὶ τὸ οὐδὲν ἀντίκειται. Δεύτερον δὲ ἀποδείκνυμεν ὅτι μόριον ἕκαστον τῆς οὐσίας ἕν γέ τί ἐστιν ὡς ἡνωμένον καὶ κατὰ μέθεξιν· τοῦτο δὲ ἵνα δείξῃ διωρισμένον ἕκαστον μόριον, καὶ ὡς ἓν ἕκαστον, ἀλλ’ οὐχ ὡς ἀριθμός, ὅπερ ἐδόκει πεποιηκέναι συνδιανέμων | |
10 | τοῖς τοῦ ἀριθμοῦ μορίοις τὰ μόρια τῆς οὐσίας, εἶτα καὶ προλαμβάνων τὰς πολλὰς μεθέξεις πρὸ τῶν πολλῶν ἑνάδων αὐτοτελῶν. Εἶτα μέντοι καὶ αὐτὸς ἐφίστησι μήπω δεδεῖχθαι τὸ ζητούμενον· ἐνίοτε γὰρ αἱ πολλαὶ μεθέξεις ἀπὸ μιᾶς ἑνάδος. “Ἆρα οὖν δυνατὸν ἓν ὂν πολλαχοῦ ἅμα ὅλον εἶναι;” τοῦτο ἀθρεῖ, καὶ ἔλαβεν ὅτι ἀδύνατον. Τίνι προσέχων; ἢ ὅτι τὸ παρεῖναι οὐ τὸ ἓν εἶναι | |
15 | ἐδήλου, ἀλλὰ τὸ καθ’ ἑαυτὸ μὲν ὄν, ἄλλῳ δὲ παρόν· καὶ ὅτι μεθεκτὸν ἦν τοῦτο τὸ ἕν. Οὐ τοίνυν οἷόν τε ἦν τὸ τῇ ὅλῃ οὐσίᾳ συνεζευγμένον ἓν οὕτω συν‐ εζεῦχθαι καὶ ἑκάστῳ τῶν μορίων· οὐδὲ γὰρ ἂν ἡ τοῦ κόσμου ἑνὰς οὕτως ἂν παρείη τῷ ἡλίῳ ὡς τῷ ὅλῳ οὗ ἐστιν. Δεῖ ἄρα καὶ ἄλλην εἶναι τοῦ ἡλίου ἑνάδα μερικωτέραν· οὕτως ἄρα εἰ προΐοι εἰς πολλὰς οὐσίας ἡ θεία οὐσία, | |
20 | ἀνάγκη καὶ τὴν ἑνάδα εἰς πολλὰς ἑνάδας προελθεῖν μερικωτέρας· ἡ γὰρ ὅλη τῇ ὅλῃ συνετέτακτο, μία δὲ πολλαῖς οὐσίαις οὐ δύναται συντετάχθαι· οὐ γὰρ μία ψυχὴ πολλῶν ὁμοῦ σωμάτων ψυχή ἐστιν· μετέχεσθαι δὲ ἀσυντάκτως τὴν μίαν ὑπὸ πολλῶν δυνατόν, ὡς καὶ τῆς τοῦ κόσμου ψυχῆς πάντα τὰ ἐν τῷ κόσμῳ. Δεῖ οὖν μεμνῆσθαι τοῦ ἐξ ἀρχῆς τρόπου τῆς μετοχῆς, ὅτι κατὰ | |
25 | σύνταξιν ἐλέγετο. Καὶ πῶς ἓν τὸ ὂν εἶναι ἐλέγετο, καὶ τὸ ἓν ὄν; ὅτι κατὰ συνάρτησιν τῶν αὐτοτελῶν. Ἀριθμοῦ ἄρα ὄντος οὐσιώδους, ἔστι καὶ ἑνιαῖος. Καὶ πῶς οὐκ ἀπὸ τοῦ ἀριθμοῦ καὶ τῶν ἑνιαίων κατεσκεύασεν, εἴπερ καὶ τοῦτο τῶν μορίων ἕκαστον ἕν γέ τί ἐστιν; Ἢ πρῶτον οὐχ ὁμολογουμένως ἕν γέ τι· ἀριθμὸς γὰρ | |
30 | καὶ τὸ τοῦ ἀριθμοῦ μόριον· εἶτα καὶ ἐχρῆν εὐθὺς συντάξαι τῷ οὐσιώδει ἀριθμῷ τὸν ἑνιαῖον· ὥστε ἔδει πάλιν ἐλθεῖν ἐπὶ τὰς προκειμένας ἀποδείξεις· ὁ δὲ συν‐ | |
ελὼν ὁμοῦ τὸ συναμφότερον ἔδειξεν. | 107 | |
108 | Ἔτι δὲ καὶ ἀπεμφαῖνον ἦν τῷ ἑνὶ τοῦ ἀριθμοῦ τὸ ἓν συναπτόμενον, ὄντος τοῦ ἀριθμοῦ ἐν αὐτῷ τῷ ἑνί, εἰ καὶ κατὰ τὴν ἑτερότητα, τῷ δὲ ἐξημμένῳ ὄντι, ὡς οὐκ ἐν αὐτῷ ὄντι, κατὰ φύσιν συνήπτετο· δοκεῖ δὲ ἐπὶ μιᾶς μονάδος ποιεῖν τὸν διττὸν ἀριθμόν· τὸ δὲ ἀληθὲς ἑκάστης ἴυγγος προάγει τὸν ἀριθμὸν τῇ | |
5 | αὐτῇ μεθόδῳ· ἐν ἑκάστῃ γὰρ ὅ τε ἑνιαῖος καὶ ὁ οὐσιώδης ἀριθμός, ἅτε καὶ τοῦ ἑτεροίου εἰς ἑκάτερον διανεμηθέντος· προλαμβάνει δὲ τὸν ἁπλῶς ἀριθμόν, ἅμα μὲν εἰς ἰδιότητα, ἅμα δὲ εἰς ὑπόθεσιν τῆς μέσης ἴυγγος, ἐν ᾗ μάλιστα ὁ ἀριθμός, ᾗ ἀριθμός, διεφαίνετο· καὶ ἔτι εἰς διορισμὸν συνταττόμενον τοῦ πανταχοῦ διττοῦ ἀριθμοῦ, οὐσιώδους καὶ ἑνιαίου. | |
9 | ||
10 | Φέρε καὶ ὅσα κατὰ τὴν λέξιν ἐπισκεπτέον, ἐκθώμεθα συντομώτερον. Διὰ τί οὖν ἀρχόμενος· “Οὐσίας φαμὲν μετέχειν τὸ ἕν, διὸ ἔστιν; ἔφη. Καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη.” Ἢ οὐ μόνον ἐπειδὴ ἀναλογεῖ τῇ ἀκρό‐ τητι τῶν νοητῶν ἡ ἀκρότης τῶν νοητῶν καὶ νοερῶν. Καὶ αὖ ὅτι πρόεισιν ἀπὸ τοῦ ἀπείρου πλήθους, ὥς φησιν· οὐδὲ ὅτι μόνον, εἰ καὶ χωρίζοιτο ἄν. | |
15 | Διὸ καὶ ἐπανέλαβεν· “τί δή; αὐτὸ τὸ ἓν ὃ δή φαμεν οὐσίας μετέχειν,” ἐπιση‐ μαινόμενος ὡς οὐχὶ κατὰ τὸ ἀμέθεκτον λαμβάνει τὸ ἓν ἄνευ τοῦ ὄντος, ἀλλὰ κατὰ μόνον τὸ ἕτερον. Οὐ ταῦτα μόνον ῥητέον, ἀλλ’ ὅτι καθάπερ τὸ μετέχειν οὐσίας τὸ ἓν πολλὰ ἐφάνη, οὕτω καὶ ἀριθμὸς φανεῖται τό τε ἓν καὶ τὸ ὄν, ὅτι μέσον τῆς ἑτερότητος εἰσαγούσης τῷ πλήθει τὸν διορισμόν· καὶ ὅτι ἐκεῖνο | |
20 | μὲν τὸ πλῆθος τοῦ ἑνὸς ὄντος ἦν· τοῦτο δέ, τοῦ ἑνὸς καὶ αὐτοῦ ὄντος. Καὶ αὕτη πρώτη μόνη διαφορά, μετὰ τὴν διάφορον τοῦ νοητοῦ ἕνωσιν· ὅθεν καὶ τῷ “ἴθι δὴ ἔτι καὶ τῇδε” προσεχρήσατο, τὴν ἐπ’ ἄλλο γένος θεωρίας ἐνδεικ‐ νύμενος μετάβασιν· καὶ ἅμα ὅτι πολὺς ἐν τῇδε τῇ τάξει ὁ μερισμός, ὡς καὶ αὐτός φησιν, καὶ ἅμα ὅτι ἡ ἑτερότης διοριστική ἐστιν· ὅθεν καὶ ἡ ἀρχὴ τοῦ | |
25 | μεταδιορισμοῦ. Ἴσως δὲ καὶ τὴν συνοῦσαν τῇ τάξει ζωτικὴν ἐνδείκνυται κίνη‐ σιν τοῦτο δὴ τὸ “ἴθι”· ἐπὶ γοῦν ταύτης μόνον εἶπεν τοῦτο κατὰ τὴν δευτέραν ὑπόθεσιν. | |
27 | Δεύτερον τοίνυν, “εἴπερ μὴ οὐσίας τὸ ἕν, ἀλλ’ ὡς ἓν οὐσίας μετέσχεν,” | |
ἕτερον ἂν εἴη τὸ ἓν τῆς οὐσίας. Καίτοι καὶ ἐν τοῖς νοητοῖς τὸ ἓν τῆς οὐσίας | 108 | |
109 | μετεῖχεν· ἢ μάλιστα μὲν καὶ ἐκεῖ ἐκινδύνευσεν ἡ ἑτερότης φανῆναι, ὡς ἐφ‐ ίστησι καὶ ὁ Παρμενίδης· ἔπειτα ἐκεῖ μὲν μετέχει οὐσίας τὸ ἕν, ἐνταῦθα δὲ ὡς ἓν μετέχει οὐσίας· τὸ γὰρ ὡς ἓν δηλοῖ τὸ κατὰ τὴν ἑαυτοῦ ἑστὼς ἰδιότητα, διωρισμένον ἀπὸ τοῦ ὄντος· ἐκεῖ δὲ τὸ ὡς ἓν οὐ χωρίζεται τοῦ ὄντος· ἓν γὰρ | |
5 | ἦν τρόπον τινὰ τὸ μετέχον καὶ μετεχόμενον. Τρίτον δὲ ἐκεῖ μὲν συνεκαλύπτετο τῷ μετέχοντι ἐπικρατοῦντι τὸ μετεχόμενον, ἐνταῦθα δὲ ἀπογυμνοῦται καθ’ ἑαυ‐ τὴν ἡ οὐσία· διὸ προεῖπεν “εἴπερ μὴ οὐσία τὸ ἕν,” ἵνα στῇ καὶ οὐσία δι‐ ωρισμένη καθ’ ἑαυτήν. Ἔτι δὲ ἐκεῖ μὲν ἡ μέθεξις ὡς κοινωνία παρελαμβάνετο, ἐνταῦθα δὲ ὡς μετεχόμενον καὶ μετέχον· διὸ καὶ μέση ἀνεφάνη ἡ ἑτερότης. | |
9 | ||
10 | Τρίτον, πῶς διὰ τοῦ “ἀμφοτέρω” τὰ δύο δείκνυσιν; εἰ γὰρ τὸ ἓν καὶ τὸ ὂν ἀμφοτέρω, τὰ δὲ ἀμφότερα δύο, δῆλον τὸ συμβαῖνον, καὶ πόθεν ὅτι τὸ ἓν καὶ τὸ ὂν ἀμφοτέρω, τὸ ἓν καὶ ἡ οὐσία ὁμοῦ λεγόμενα, ἀμφοτέρω ἐστίν. “Ὣ δ’ ἂν ἄμφω ὀρθῶς προσαγορεύησθον, ἆρα οἷόν τε ἄμφω μὲν αὐτὼ εἶναι, δύο δὲ μή; —Οὐχ οἷόν τε.” Τίνος οὖν ἕνεκα διὰ τοῦ “ἀμφοτέρω” τὰ δύο δείκ‐ | |
15 | νυσιν; οὐχ ὅτι ὡρισμένη δυάς ἐστιν τὰ ἄμφω, διὰ τοῦτο μετῆλθεν ἐπὶ τὴν ἁπλῶς δυάδα· ἐζητεῖτο γὰρ ἡ ἁπλῶς δυάς. Πῶς οὖν τὴν ὡρισμένην ἀπέδειξεν, τὴν δὲ ζητουμένην ἀναπόδεικτον ἔλαβεν; Διὰ τί δὲ μὴ ἐξ ἀρχῆς τὸ ἓν καὶ τὸ ὂν δύο ἐποίει; Ἀλλ’ ἐδεήθη τοῦ “ἀμφοτέρω”· λεκτέον οὖν ὅτι ἡ δυὰς συναφή ἐστι τῶν κεχωρισμένων δυεῖν. Καὶ ταύτῃ γὰρ διαφέρει πλήθους ὁ ἀριθμός, | |
20 | ὅτι συναγωγὸς ὁ ἀριθμὸς τῶν διερριμμένων πολλῶν εἰς συστάδας τινὰς ἀριθμη‐ τικάς. Τὸ δὲ πλῆθος οὐ συνάγει ᾗ πλῆθος· ὥστε καὶ ταύτῃ τὸ συναγωγὸν ἀριθμός, εἰ τῷ ἀριθμῷ· καὶ ἡ δυὰς ἄρα τὸ ἓν καὶ τὸ ὂν συναγαγοῦσα, ὁμοῦ δύο ἐποίησεν· τὸ οὖν ὁμοῦ τοῦτο συνεισφέρει διὰ τοῦ “ἀμφοτέρω”· καὶ γὰρ ταύτῃ διαφέρει ἑκάτερον εἰπεῖν, καὶ ἀμφότερα τῷ ὁμοῦ, καὶ χωρίς· ἐπεὶ καὶ | |
25 | τὸ ὄνομα τὸ ἀμφότερα τὸ ἅμα φάναι τὰ ἕτερα σημαίνει. Ὅθεν καὶ ὁ Παρμε‐ νίδης τὸ “ὀρθῶς προσαγορεύησθον” εἶπεν, τὴν ὀρθοέπειαν τοῦ ὀνόματος ἐνδεικνύμενος, ὡς συναγωγὸν τῶν ἑτέρων, ὥσπερ τῶν ἄλλων ἑκάστων ὁ ἀριθμός. Εἰ δὲ συνάγοιτο, πάντως ὅτι καὶ πλῆθος πεπερασμένον πᾶς ἀριθμός· αὐτὸς δὲ ὁ ἀριθμὸς οὔπω πεπερασμένος, ὅτι οὐχ ὥρισται. Καὶ μὴν εἰ μὴ | |
30 | ἕκαστος περατωτικὸς καὶ ὅλος τοιοῦτος κατὰ φύσιν· ἢ καὶ ἔστι περατωτικὸς | 109 |
110 | ἐπ’ ἄπειρον, καὶ τῶν ἀπείρων ἀεὶ προσιόντων, ἀεὶ γεννῶν ἄλλα καὶ ἄλλα συναγωγὰ πέρατα. Τῷ οὖν γονίμῳ, ἄπειρος· ἀεὶ δὲ περάτων γεννητικός· καὶ τῷ μὲν εἴδει πεπέρασται ἀεὶ καὶ ἁπλῶς πέρας, ᾗ δὲ πλήθους γεννητικός, ἄπειρος. Διὸ τὸ πλῆθος παντοδαπῶς ἄπειρον ἦν. Εἰ καὶ μὴ καθὸ πλήθους, | |
5 | ἀλλ’ ᾗ τῆς ἀπειρίας ἔκγονος, ὥσπερ τὸ ἓν ὂν αὐτοῦ γεννᾶται ἀπὸ τοῦ πέρατος· τοσαῦτα καὶ νῦν περὶ τούτων. | |
6 | Τέταρτον τοίνυν διὰ τί μετὰ τὴν ποίησιν τῆς δυάδος πάλιν διαζεύγ‐ νυσι τὰ δύο εἰς ἓν καὶ ἕν· αὐτὸς μὲν λέγει διότι ἡ τάξις διακριτική ἐστιν· ὅθεν ἀπὸ διακρίσεως ἀρξάμενος εἰς διάκρισιν ἐτελεύτησεν· φαίνεται δὲ ἐντεῦθεν | |
10 | ἀρχόμενος τῶν τριάδων· καὶ τὸ μέρος τῆς δυάδος ἑκάτερον ἓν ποιεῖ καὶ μο‐ νάδα, ἵνα ἔχῃ τὴν μονάδα τῇ δυάδι προστιθεὶς ποιεῖν τὴν τριάδα· ὅθεν τῷ εἰρημένῳ προληφθέντι ὡς λημματίῳ ἐπήγαγεν ὡς ἄλλην πρότασιν· “εἰ δὲ ἓν ἕκαστον αὐτῶν ἐστιν, συντεθέντος ἑνός, ὁποιουοῦν ᾑτινιοῦν συζυγίᾳ, οὐ τρία γίγνεται τὰ πάντα;” | |
14 | ||
15 | Πέμπτον ἐπάγει, “τί δαί; τριῶν ὄντων, καὶ δὶς ὄντων, καὶ δυεῖν ὄντων, καὶ τρὶς ὄντοιν, οὐκ ἀνάγκη τρία τε δὶς εἶναι καὶ δὶς τρία;” Καίτοι ἔδει φάναι “τρία τε δὶς καὶ τρὶς δύο”. Καὶ γὰρ ἤδη προείρητο, “δυοῖν ὄντοιν·” ἢ ὥς φησιν, τὸ ἐπιστρεπτικὸν τῆς τάξεως ἐνδείκνυται, διὰ τοῦτο ἄρχεσθαι ἀπὸ τοῦ αὐτοῦ καὶ εἰς τὸ αὐτὸ καταλήγειν· καί που ἡ τάξις κατὰ τὴν ἐπιστροφὴν | |
20 | Θεωρεῖται, ἀλλ’ οὐχὶ μᾶλλον κατὰ τὴν πρόοδον. Ἴσως οὖν ἄμεινον εἰπεῖν ὅτι τρία, εἴτε τρὶς δύο, ἀμφοτέρως ἕξει, ὥστε οὐδὲν διαφέρει τὸ ὧδε ἢ ὧδε· ὅθεν τῇ ἀντιστροφῇ μόνῃ ἠρκέσθη. Ἴσως δὲ καὶ ὅτι ἐν παντὶ γεννήματι τὸ πατρι‐ κὸν μᾶλλον ἐπικρατεῖ τοῦ μητρικοῦ· εἰ καὶ ὅπου μὲν ἐλάχιστον τὸ μητρικόν, ὅπου δὲ πλεῖστον αὐτό γε πρὸς ἑαυτό. Μήποτε δὲ τὸ ἓν τριάδος ἀριθμὸν ση‐ | |
25 | μαίνει τοῦ δίς, ὅτι τὸ δὶς τρίτον ληπτέον· οὕτω γὰρ ἔσται τρὶς δύο. Τάχα δὲ ἐὰν μὲν ᾖ δυὰς ἐπὶ τριάδα, γίγνεται δὶς τρία· ἐὰν δὲ τριὰς ἐπὶ μονάδα, τρία δίς· τὸ γὰρ ἄρχον πολλαπλασιάζει τὸ ἑπόμενον· ὥστε τὰ τρία πολλαπλα‐ | |
σιάζει τὸ δίς· ὥστε τοῦτο γίγνεται τρὶς δύο. | 110 | |
111 | Ἕκτον διὰ τί τῷ παντὶ ἀριθμῷ γεγονότι ἐπήγαγεν· “εἰ ἄρα ἔστιν ἕν, ἀνάγκη καὶ ἀριθμὸν εἶναι·” ἢ πρὸς τὸ ἐξ ἀρχῆς, φησίν, τοῦτο συνεπερᾴνατο. Ἐζητεῖτο γὰρ εἰ τὸ ἓν πολλά ἐστι καθ’ αὑτὸ λαμβανόμενον· μήποτε δὲ ἀρχὴ τῆς ἔπειτα ἀποδείξεως, ὅτι καὶ ἡ οὐσία πολλά. Ἐπεὶ γὰρ τὸ ἕν ἐστιν οἷον | |
5 | μεθεκτὸν ὑπὸ τοῦ ὄντος, καὶ ἀριθμὸς ἄρα μεθεκτὸς ὑπὸ τῆς οὐσίας· ὥστε καὶ τὰ πολλὰ τοῦ ἀριθμοῦ μεθεκτὰ ὑπὸ τῶν πολλῶν τῆς οὐσίας. Διὸ καὶ ἠρώ‐ τησεν· “ἢ οὐκ ἄπειρος ἀριθμὸς πλήθει καὶ μετέχων οὐσίας γίγνεται;” οἷς ἀκολουθῶς συλλογίζεται ὅτι “εἰ πᾶς ἀριθμὸς οὐσίας μετέχει, καὶ τὸ μόριον ἕκαστον τοῦ ἀριθμοῦ μετέχοι ἂν αὐτῆς·” ὥστε καὶ αὐτῆς εἶναι πολλὰ μόρια, | |
10 | πολλῶν γε ὄντων τῶν μετεχομένων τοῦ ἀριθμοῦ μορίων. Εἰ ἄρα ἕν ἐστιν, ἀνάγκη καὶ τὸν ἀριθμὸν μετέχειν οὐσίας· εἰ δὲ ὁ πᾶς ἀριθμὸς ἔχει σύζυγον οὐσίαν, καὶ ἡ πρόοδος αὐτοῦ, κατὰ μέρος ἕξει τὰ μόρια τῆς οὐσίας συμ‐ προϊόντα. | |
13 | Ἕβδομον πῶς εἴρηται ἡ οὐσία μηδένος ἀποστατεῖν τῶν ὄντων, εἴπερ | |
15 | ταὐτὸν οὐσία καὶ ὄν· καὶ ὅλως τὸ ζητούμενον ὡς ὁμολογούμενον ἔλαβεν, ὅτι πολλὰ τὰ ὄντα· ἢ ταῦτα μὲν ἀπὸ τῶν πολλῶν τοῦ ἀριθμοῦ μορίων κατε‐ σκεύασεν. Πόθεν δὲ ὅτι τὰ πολλὰ ὄντα μέρη τῆς οὐσίας; ἢ τοῦτό γε ἔφη γελοῖον ζητεῖν εἰ αἱ πολλαὶ οὐσίαι ἀπὸ τῆς μιᾶς προῆλθον· πᾶν γὰρ πλῆθος ἀπὸ μο‐ νάδος οἰκείας πρόεισιν. Καὶ πόθεν ὅτι μονὰς ἡ οὐσία τῶν ὄντων; ὅτι τὸ κοινὸν | |
20 | ἐν αὐτοῖς ἡ οὐσία ἐστίν. Τὸ δὲ κοινὸν ἀπὸ ἑνός· ὅθεν εἰ μηδενὸς ἀποστατεῖ τῶν ὄντων ἡ οὐσία, κοινή ἐστι πάντων. Εἰ δὲ ἡ κατὰ μέθεξιν κοινὴ πάντων ἡ καθ’ ὕπαρξιν πρὸ πάντων, μόρια ἄρα τῆς οὐσίας τὰ ὄντα, ὡς τοῦ ἀριθμοῦ οἱ πολλοὶ ἀριθμοί, οὕτω δειχθήσεται καὶ τοῦ ἑνὸς μόρια αἱ πολλαὶ ἑνάδες. | |
23 | Ὄγδοον διὰ τί μετὰ προσδιορισμοῦ ἔφη· “ἀλλ’ εἴπερ γε, οἶμαι, ἔστιν | |
25 | ἀνάγκη αὐτὸ ἀεί, ἕωσπερ ἂν ᾖ, ἕν γε τι εἶναι.” Τί τὸ ἕωσπερ ἂν ᾖ; ἢ ὅτι οὕτως ἕν γέ τι ὥς ἐστιν· ἄνευ γὰρ τοῦ ἑνός, οὐδέ ἐστιν. Σημαίνει οὖν τὴν ἴσην ἀνάγκην ἢ τὰς διαφοράς, τοῦτ’ ἔστιν καὶ τοῦ ἕν γέ τι παραδηλοῖ· ὡς γὰρ ἂν | |
ᾖ μόριον οὐσίας, οὕτω καὶ τὸ ἓν μόριον τοῦ ἑνὸς εἰ αὐτοτελὲς ἐκεῖνο καὶ τοῦτο | 111 | |
112 | ὡσαύτως, καὶ εἰ τὸ μέρος τῆς οὐσίας ἐν μεθέξει, καὶ τὸ ἓν κατὰ μέθεξιν. Ὅθεν εἰ ἐν τοῖς κρείττοσι γένεσιν οὐκ ἀκριβὴς ἡ οὐσία διὰ τὴν ὕφεσιν, οὐδὲ ἡ ἑνὰς αὐτῶν πάντη ἐξῃρημένη. Καὶ μήποτε ὥσπερ ἐπ’ αὐτῶν ἡ οὐσία οὐχ ἕξις μόνον τοῦ νοῦ, ἀλλ’ οὐσία τῷ ὄντι συγκραθεῖσα τῷ νῷ, οὕτω καὶ ἡ ἑνὰς οὔτε ἁπλῶς | |
5 | ἕξις, οὔτε πάντη αὐτοτελής. Ἀλλ’ ὡς ἡ φύσις ἐν ὑποκειμένῳ τῷ σώματι, οὕτω καὶ ἥδε ἡ ἑνὰς ἐν οὐσίᾳ μέν, ἀλλ’ ἔχουσά τι καὶ χωριστόν. Καὶ τί θαυμαστὸν ὅτι γε καὶ ἐν τῇ ἡμετέρᾳ ψυχῇ τὸ ἓν οὐκ ἔστιν ἐπιγεννηματικὸν ὡς ἐπὶ τοῦ σώματος, ἀλλ’ ἀρχὴ πρώτη τῆς ἡμετέρας ὑποστάσεως; ὅθεν ποτὲ καὶ ἐνερ‐ γοῦμεν ἑνοειδῶς· οὐκ ἂν δὲ χωριστήν πως ἐνέργειαν εἶχεν ἡμῶν τὸ ἕν, εἰ μή | |
10 | τι καὶ κατ’ οὐσίαν ἦν χωριστὸν ἐν αὐτῷ. Ὡς ἂν ἄρα ἡ οὐσία καὶ τὸ ἓν ὁμοίως, καὶ ταύτῃ ἄρα δυνατὸν ἀποδεικτικὸν ἀποφῆναι τὸν λόγον τὸν δεικνύντα ἀπὸ τῶν πολλῶν ὄντων τὰς πολλὰς ἑνάδας ἀπὸ τῶν αὐτοτελῶν. | |
12 | Ἔνατον, τί “τὸ ἕν γε τι” σημαίνει, καὶ τὸ τί προσκείμενον; ἆρα ὅτι ἀντίκειται τῷ οὐδὲν τὸ τί ὡς Πορφύριος, ἢ ὅτι τὸ τί δηλοῖ τὸ μεθεκτὸν ἕν. | |
15 | Ἀεὶ γὰρ ἓν τὸ ἀμέθεκτον τὸ μεθεκτὸν τί ἕν· ἅμα γὰρ τί καὶ μεθεκτόν, ὃ σημαί‐ νει τὸ τί, ὡς ὁ φιλόσοφος Συριανός, ἢ ὡς ὁ μέγας Ἰάμβλιχος, ὅτι μετὰ τὸ ἁπλῶς ἕκαστον, τὸ τί ἐστιν ἕκαστον, ὥστε μετὰ τὸ ἁπλῶς ἓν τὸ τί ἕν. Εἰκό‐ τως ἄρα τοῖς μορίοις τῆς οὐσίας τὰ τινὰ πρόσεστιν ἕνα ἑκάστῳ ὄντι, ἕν γέ τι ἕκαστον. Τοῦτο οἶμαι ἄμεινον λέγειν, ἐπεὶ οὐδὲ μόνον ἓν τὸ ἀμέθεκτον, οὐδὲ | |
20 | τὸ τί πάντως μεθεκτόν. Εἷς γὰρ ἕκαστος τῶν μεθεκτῶν νόων, τὶς ὢν νοῦς, ἀμέθεκτος ὅμως ἐστίν, ἀλλά τις ὡς δεύτερος τοῦ ἁπλῶς καὶ πρώτου. Μήποτε δὲ τὸ τί τοῦτο τὸ διωρισμένον σημαίνει, καὶ οὐχ ἁπλῶς τὸ δεύτερον τοῦ ἑνὸς ἁπλῶς, ἀλλ’ ὡς ἐν ἀριθμῷ τὸ τί. Ὅθεν καὶ δεικτικὴν ἔχει σημασίαν κατὰ τόδε· ἅμα γὰρ τί καὶ τόδε· καὶ τί θαυμαστὸν ὅτε καὶ τὸ “πᾶς” τὸ διωρισμένον | |
25 | πλῆθος σημαίνει, ὡς ἐρεῖ καὶ αὐτός· “ὁ γοῦν ἁπλῶς ἄνθρωπος οὐ πᾶς, ἀλλ’ οἱ ἐν μέρει ἄνθρωποι καὶ διωρισμένοι ἀπ’ ἀλλήλων οὗτοί τινες.” Καὶ πρέποι ἂν | |
τὸ τί τῷ ἀριθμῷ ὡς διωρισμένῳ, καὶ μήποτε κατὰ ἀλήθειαν ἀπὸ ταύτης ἄρχον‐ | 112 | |
113 | ται τῆς τάξεως οἱ προσδιορισμοὶ οὗτοι. Ἡ δὲ ἕνωσις τοῦ νοητοῦ παντάπασιν ἀναίνεται καὶ τὸ πᾶς καὶ τὸ τίς· ἑνὸς γοῦν μόνου ὑποτεθέντος, οὐκ ἂν ἦν τὸ “πᾶς” οὐδὲ τὸ “τίς”· ἐν μερισμῷ γὰρ καὶ ταῦτα καὶ σὺν ἑτερότητι. | |
3 | Δέκατον ἐπὶ πᾶσιν ἐπισημαίνομαι ὅτι καὶ τὸ “πρόσεστιν”, καὶ τὸ | |
5 | “πάρεστιν”, καὶ τὸ “οὐκ ἀπολείπεται”, οὐ σῷ κατὰ μέθεξιν ἑνὶ προσήκει, ἀλλὰ τῷ χωριστῷ μέν, συνόντι δὲ ἄλλως τῇ οὐσίᾳ. | |
6 | ΠΕΡΙ ΤΗΣ ΜΕΣΗΣ ΤΑΞΕΩΣ ΤΩΝ ΝΟΗΤΩΝ ΚΑΙ ΝΟΕΡΩΝ. —Περὶ τῆς μέσης τάξεως τῶν νοητῶν καὶ νοερῶν εἰ μέλλοιμεν τὰ δέοντα σκοπήσειν, τάδε προδιασκεπτέον. | |
10 | Ἓν μὲν πρῶτον, τίς ἡ κοινὴ οὐσία τῶν νοητῶν καὶ τίς ἡ ἴδιος· τίς ἡ τῶν νοητῶν καὶ νοερῶν κοινὴ καὶ ἴδιος· τίς ἡ τῶν νοερῶν ἥ τε κοινὴ ἥ τε ἴδιος. Δεύτερον δέ, διὰ τί ἡ πρώτη τῶν νοητῶν καὶ νοερῶν οὐκ ἔστιν ὁμώνυμος τῇ ἀκρότητι τῶν νοητῶν, ὡς ἡ δευτέρα τῇ μεσότητι. Οὐ μέντοι οὐδὲ ἡ τρίτη | |
15 | τῇ ἀποπερατώσει, καίτοι ἡ ἀναλογία ἐν πάσαις. Τρίτον, τί διαφέρει αὕτη ἡ ὁλότης τῆς νοητῆς ὁλότητος, καὶ εἰ αὕτη μὲν ὁμοιομερής, ἐκείνη δὲ ἀνομοιομερής. Τέταρτον, διὰ τί ὁ ἀριθμὸς πρὸ τοῦ ὅλου καὶ τῶν μερῶν, καὶ τὸ θῆλυ πρὸ τοῦ ἄρρενος. | |
20 | Πέμπτον, τίνα μάλιστα χαρακτηρίζει ἑκάστην, καὶ πόσα καὶ πῶς [καὶ πῶς] ἔχοντα πρὸς ἄλληλα τάξεως. Ἕκτον, εἰ ἀληθὲς τὴν μὲν πρώτην τῶν νοητῶν εἰδοποιεῖν ὅλον τὸ νοητόν, τὴν δὲ ἐσχάτην τῶν νοερῶν ὅλον τὸ νοερόν. Ἕβδομον, διὰ τί χωρίσας τὸ ἓν ἀπὸ τοῦ ὄντος, εἶτα ἀφίησιν τὸ ὄν, καὶ μόνῳ | |
25 | χρῆται τῷ ἑνί. Ὄγδοον, διὰ τί ἀπὸ τῆς μέσης τάξεως ταύτης τὸ ὂν ἀφίησιν. Ἔνατον, διὰ τί ἓν καὶ πολλὰ καὶ ταύτην καλεῖ, καὶ πεπερασμένον καὶ ἄπει‐ ρον, οἷς εἰδοποιεῖ τὰς ἄκρας διακοσμήσεις τῶν νοητῶν καὶ νοερῶν, καὶ τίς ἡ | |
διαφορὰ τούτων ἐπὶ τῆς μέσης. | 113 | |
114 | Δέκατον ἐπὶ πᾶσιν, πῶς ἡ μέση τάξις οὐκ ἔστιν αἰών, αὐτό γε τὸ τῆς ζωῆς κέντρον, καὶ πῶς συνοχική ἐστιν καὶ κατὰ Πλάτωνα. | |
2 | Οὐκοῦν πρὸς μὲν τὸ πρῶτον ἐροῦμεν ὅτι τῶν μὲν νοητῶν κοινὴ οὐσία, τὸ ἓν ὂν ὁμοῦ συμφυῶς ἡνωμένον, καὶ τῇ μόνῃ μάλιστα κατεχόμενον, | |
5 | ἡ δὲ ἴδιος τῆς μὲν πρώτης τάξεως τὸ πάντη ἀδιάκριτον, τῆς δὲ δευτέρας τὸ ὅπη καὶ ὡς ἐκεῖ διακρινόμενον εἰς κυοῦν καὶ κυούμενον, τῆς δὲ τρίτης τὸ γεννῶν ἤδη ἀφ’ ἑαυτοῦ πολλὰ νοητὰ γένη, ἀλλ’ ἄκρως ἡνωμένα τῷ γεννῶντι, τῆς δὲ ἐφεξῆς πάσης Θείας ὑποστάσεως τὸ διωρισμένον τοῦ ἑνὸς ἀπὸ τοῦ ὄντος, ὡς ἡγουμένου καὶ ἑπομένου, ἢ ὡς ὀχουμένου καὶ ὀχήματος. Τῶν δὲ | |
10 | νοητῶν καὶ νοερῶν κοινὴ μὲν ἡ διακρινομένη καὶ ἑνιζομένη, ἐν τῷ προϊέναι οὐσία ὁρωμένη, ἴδιος δὲ τῆς μὲν πρώτης ἡ ἐν τῇ ἑνώσει προβολὴ τῆς διακρί‐ σεως κατὰ τὸν ἀριθμόν, τῆς δὲ δευτέρας ἡ ἐν τῇ διακρίσει προβολὴ τῆς συνεχείας κατὰ τὸ ὅλον, τῆς δὲ τρίτης ἡ ἐπανάκλησις τῶν ἀπορρεόντων μερῶν ἀπὸ τοῦ ὅλου εἰς αὐτὸ τὸ ὅλον. Πάλιν δὲ τῶν νοερῶν κοινὸν μὲν τὸ μετὰ τὴν | |
15 | διάκρισιν ἐπιστρεφόμενον πρὸς ἑαυτό, καὶ εἰς οἰκείαν περιγραφὴν συνελισσό‐ μενον, ὃ καὶ τὸν νοῦν ἀποτελεῖ νοῦν. Καὶ τὸ εἶδος μάλιστα τοῦτο ἦν τὸ ἤδη οἰκείᾳ μορφῇ μεμορφωμένον. Ἴδιον δὲ τοῦ μὲν πρώτου ἡ οὐσιώδης μᾶλλον ἐπιστροφή, τοῦ δὲ δευτέρου ἡ ζωτική, τοῦ δὲ τρίτου ἡ νοερά. Ἀλλὰ ταῦτα μὲν καὶ εἰς ὕστερον· ἐκεῖνο μὴν προσδιοριστέον ὅτι τὸ κοινὸν ἐν τῇ πρώτῃ | |
20 | μάλιστα διαφαίνεται, καὶ ἀπὸ ταύτης ἐκεῖ πανταχοῦ καὶ ταῖς ἄλλαις τάξεσιν· τὸ γὰρ ἄρχον τῆς ὅλης διακοσμήσεως ἄρχει καὶ τῆς κοινῆς ἰδιότητος. | |
21 | Πρὸς δὴ τὸ δεύτερον οὐχὶ ἀναλογία, ὥς φησι, τὴν συνωνυμίαν παρ‐ έχετο τῇ μέσῃ τῇδε διακοσμήσει· ἔδει γὰρ καὶ ταῖς ἄλλαις τὸ αὐτὸ συμβῆναι κατὰ τὴν ἀναλογίαν ὄνομα· ἀλλ’ ὡς πάλαι εἴρηται, ἕτερον ἐκεῖνο τὸ ὅλον, | |
25 | καὶ τοῦτο ἕτερον σημαίνει. Ἐκεῖνο μὲν γὰρ ἁπλῶς ὅλον ἦν, καὶ διὰ τοῦτο ἠδύ‐ νατο καὶ ἐκ δυεῖν εἶναι μερῶν· ἐνταῦθα δὲ ὅλον τὸ ὁλόκληρον σημαίνει. Διὸ πάντως ἐκ τρίτων, ὅτι πᾶν ἐστι τοῦτο, ὡς ἐν Θεαιτήτῳ δείκνυται, τὸ δὲ | |
πᾶν, ἐκ πλειόνων ἢ δυεῖν. Μήποτε δὲ διὰ τοῦτο γεννητικόν ἐστιν τοῦ τελείου, | 114 | |
115 | ὅτι καὶ τέλειον λέγομεν, ὃ ἂν ᾖ πᾶν ἀρχὴν ἔχον, καὶ μέσα καὶ τελευτήν. Ἴσως δὲ καὶ εἰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἥδε ὁλότης, ἀπ’ ἐκείνης, ἤτοι κατὰ ἀναλογίαν ὠνόμασται, καὶ αἱ ἄλλαι τάξεις ἀνάλογον προελθοῦσαι τοῖς νοητοῖς καὶ τῶν αὐτῶν τετυχήκασιν ὀνομάτων, εἰ καὶ μὴ οὕτω περιφανῶς. Ἐπεὶ καὶ | |
5 | ἡ πρώτη τῶν νοητῶν καὶ νοερῶν ἕν ἐστι μετέχον τοῦ ὄντος, ὡς ἐξ ἀρχῆς ἐπέστησεν αὐτὸς ὁ Παρμενίδης, καὶ ἡ τρίτη, ὥσπερ ἡ τρίτη τῶν νοητῶν, ἀρχὴ καὶ μέσα καὶ τέλος ἐστί· διὸ καὶ αὕτη ἀπὸ τοῦ ὅλου ἐπὶ τὸν ἄπειρον μερισμὸν προελήλυθεν τοῦ νοητοῦ διὰ μέσων πολλῶν γενῶν· καὶ ἡ τρίτη τῶν νοερῶν καὶ νοητῶν εἰς τὸ ἄπειρον πλῆθος εὐθυγράμμων σχημάτων προέβη. Τὸ | |
10 | γὰρ εὐθὺ ἄπειρον φύσει ὅπερ καὶ ἐν ταῖς ἀποφάσεσιν διὰ τῆς ἀρχῆς καὶ τοῦ μέσου καὶ τῆς τελευτῆς, ἀμφοτέρας ἀποφάσκει τὰς τάξεις τὴν τρίτην τῶν νοητῶν καὶ νοερῶν. Καὶ γὰρ ἑκατέρα παντότης ἐστὶ καὶ τελειότης· ἤδη δὲ καὶ τὸ πάντων σχημάτων ἀκρότατον ἐν τῇ τρίτῃ πέφηνεν τῶν νοητῶν. Εἰ δὲ ἐν‐ αργέστερον ἡ μέση τῇ μέσῃ συνωνυμεῖ, αἰτία ἡ συνοχικὴ ἰδιότης εἰς ταὐτὸν | |
15 | συνάγουσα τὰ μέρη, ὃ νοητοῖς μάλιστα προσήκει πράγμασιν. | |
15 | Τὸ τοίνυν τρίτον ἡ μὲν νοητὴ ὁλότης τοῦ ἑνὸς ὄντος ἦν, ἥδε δὲ τοῦ ἑνὸς χωρὶς καὶ τοῦ ὄντος, ὡς καὶ αὐτός φησιν. Καὶ ἐκείνη μὲν οἷον ὠδίνουσα τὰ μέρη πρὸς τόκον, αὕτη δὲ τὰ κατὰ τὸν ἀριθμὸν διακριθέντα συνάγουσα, καὶ μέρη ἑαυτῆς ποιουμένη, ὡς συνέχεια οὖσα ἐκείνων. Οὐ μέντοι αὕτη μὲν ὁμοιο‐ | |
20 | μερής, ἐκείνη δὲ ἀνομοιομερής· ἀλλ’ ὡς εἴρηται καὶ πρόσθεν, ἐκείνη μὲν ὁμοῦ καὶ ὁμοιομερὴς καὶ ἀνομοιομερής, αὕτη δὲ μόνον ὁμοιομερής, μᾶλλον δὲ καὶ αὕτη ἑκάτερον. Ἐν γὰρ τοῖς ἀσωμάτοις τὸ μέρος καὶ εἶδος εὐθύς, μᾶλλον μέν γε ὁμοιομερὴς διὰ τὴν συνέχειαν ἐν αὐτῇ προβεβλημένην. | |
23 | Καὶ μὴν πρὸς τὸ τέταρτον ἀπαντῆσαι ῥᾴδιον ὅτι μετὰ τὴν νοητὴν | |
25 | καὶ ἀδιάκριτον ἕνωσιν ἔδει τινὰ προβληθῆναι διωρισμένην διάκρισιν τῶν προϊόντων ἣν εἰσῆγεν ὁ ἀριθμὸς καὶ μετὰ ταύτην φανῆναί τινα διοριζομένων συνέχειαν, οὐκ ἀφανίζουσαν τὴν πρόοδον ὡς ἡ ἕνωσις, ἀλλὰ συνεχίζουσαν | |
καὶ εἰς συναφὴν τὴν πρὸς ἄλληλα συνάγουσαν τὰ διακριθέντα, ἵνα καὶ ἐν τῇ | 115 | |
116 | διακρίσει ἡνωμένα πως φαίνηται· καὶ τοῦτο μὲν ἀρρενωπόν, ὡς ἐν διακρίσει· πρὸ τούτου δὲ, τὸ θῆλυ, οὐ τοῦ ἄρρενος τούτου θῆλυ ὄν, ἀλλὰ τοῦ νοητοῦ ἄρρενος καὶ πατρός, | |
3 | αὐτῆς γὰρ τεῆς παιδὸς ἀφείλετο κούριμον ἄνθος· | |
4 | ||
5 | καὶ διὰ τοῦτο εἰς ἄλλην διακόσμησιν προάγει τὰ ἐκείνου γεννήματα, ὡς ἡ Γῆ τὰ τοῦ Οὐρανοῦ, καὶ ἡ Ῥέα τὰ 〈τοῦ〉 Κρόνου, καὶ Ἥρα τὰ τοῦ Διός. Παν‐ ταχοῦ γὰρ ἑτερότης ἐστὶν ἡ διακρίνουσα, ἀρξαμένη ἀπὸ τῶν νοητῶν καὶ νοερῶν τῆς ἀκρότητος. Ὅλως δὲ ὁ ἀριθμὸς πρὸ τοῦ συνεχοῦς, ὅτι δεῖται ἀριθ‐ μοῦ τὸ συνεχὲς διαιρούμενον, καὶ ὅτι τριχῆ διαστατόν· τὸ δὲ τριχῆ ἀπὸ τῆς | |
10 | τριάδος· ἡ δὲ συνοχικὴ τάξις αἰτία τῆς συνεχείας, ὡς ἐκείνη τοῦ ἀριθμοῦ, καθάπερ ἡ τρίτη τοῦ σχήματος ὃ συγκεῖται ἐξ ἀριθμοῦ καὶ συνεχείας. | |
11 | Ἀλλὰ τὸ πέμπτον ῥητέον τῆς μὲν πρώτης εἶναι τὸ πάντα προάγειν καὶ πάντα ἀνακαλεῖσθαι. Τοῦτο μὲν οὖν καὶ ἤδη κοινόν, ἀπ’ ἐκείνης ἧκον εἰς πᾶσαν τὴν διακόσμησιν· ἀλλὰ τῆς μὲν πρώτης τὸ ἀνακλητικὸν συναγωγὸν | |
15 | λέγεται, καὶ τὸ προοδικὸν ἀριθμοποιόν· τῆς δὲ δευτέρας τὸ μὲν ἀνακλητικὸν συνοχικὸν ἀνυμνεῖται, τὸ δὲ προοδικὸν μεριστικόν· τῆς δὲ τρίτης ἡ μὲν ἀνάκλησις τελειότης, ἡ δὲ πρόοδος ἀρχὴ καὶ μέσα καὶ τέλος. Διαφέρει δὲ ὅτι τὸ μὲν συναγωγὸν καὶ ἀριθμοποιὸν εἰς πολλά τε αὐτοτελῆ προάγει τὸ ἕν, καὶ εἰς ἓν ἀμέριστον τὰ πολλὰ ἐπανάγει, τὸ δὲ συνοχικὸν καὶ μεριστικὸν | |
20 | προάγει μὲν ὡς μέρη τὰ πολλά, ἐπανάγει δὲ εἰς συνάφειαν τὴν πρὸς ἄλληλα, οὐκ εἰς ἀμερές. Καὶ ἔτι τὸ μὲν συναγωγὸν ἐξῄρηται τῶν συναγομένων· τὸ δὲ συνεκτικὸν ἡ συνοχὴ τῶν πολλῶν ἐστιν, ὡς τὸ ὅλον τῶν μερῶν. Ἔτι τοίνυν τὸ μὲν συνοχικὸν μερῶν ἐστι συνέχεια κρατοῦσα τοῦ μερισμοῦ, ἡ δὲ τελειότης μέρους ἑκάστου ἐστὶ τελειότης, καὶ τέλειον ἕκαστον ποιοῦσα | |
25 | ἐπανάγει πρὸς τὸ ὅλον. Ἕκαστον γὰρ ἀτελὲς γιγνόμενον ἀποπίπτει τῆς οἰκείας | |
25 | ὁλότητος. Ἔτι δὲ ἡ μὲν ὁλότης τὰ μέρη συνέχει, ἡ δὲ τελειότης τὸ ἀνελλιπὲς παρέχεται τοῖς μέρεσιν, ἀεὶ τὸ ἐλλεῖπον προτιθεῖσα. Καὶ ἡ μὲν ὁλότης οὐσία μᾶλλον, ἡ δὲ τελειότης τὸ τέλος ἐπάγει καὶ τὸ εὖ τῆς οὐσίας· ὅθεν καὶ ὁ Τε‐ | |
λεσφόρος τοῦ Ἀσκληπιοῦ καταδεέστερος, ὅτι τὸ ἐλλεῖπον ἀναπλῆροι, καὶ | 116 | |
117 | τὸ μὴ φθάνον τὴν Ἀσκληπιοῦ παιάνιον ὁλότητα, ἐπανακαλεῖται πρὸς αὐτήν, καὶ ἐπιτελειοῖ τὴν ὑγίειαν τῷ δεχομένῳ συμμέτρως. Καὶ δὴ καὶ ὁ Διόνυσος ἐπικραίνει τὰ τοῦ Διὸς ἔργα, φησὶν Ὀρφεύς, | |
3 | ὁλοποιοῦ τοῦ Διὸς ὄντος· | |
4 | ||
5 | ἀλλὰ καὶ ἡ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ τέλος μέρη ἄττα· ἀλλ’ ἤδη ἕστηκεν ἀπ’ ἀλλήλων· τὰ δὲ ἁπλῶς μέρη συννεύει μάλιστα πρὸς τὸ ὅλον. Ἔτι δὲ οὖν τὸ μὲν ἓν πρὸς τὰ πολλὰ χωριστὸν ὁρᾶται, τὸ δὲ ὅλον πρὸς τὰ μέρη, ἤδη σχέσιν πρὸς αὐτὰ ἀνειληφός, ἡ δὲ τελειότης αὐτή ἐστιν ἡ ἀνελλιπὴς τῶν μερῶν ὑπό‐ στασις· τέλειον γάρ ἐστιν ὃ ἀρχὴν ἔχει καὶ μέσα καὶ τέλος. | |
9 | ||
10 | Ἀλλὰ τὸ ἕκτον ἐπισκεπτέον εἰ τὸ μὲν ἓν ὂν τῆς πρώτης χαρακτη‐ ρίζει τὸ νοητόν, τὸ δὲ ὅλον καὶ μέρη τῆς μέσης τὸν νοητὸν καὶ νοερὸν διά‐ κοσμον, ἅτε μέσον ὄντα τὸν μέσον, τὸ δὲ ταὐτὸν καὶ θάτερον τὸν τρίτον ὡς τρίτον. Καὶ γὰρ οὗτος μὲν νοερὸς καὶ ὁ νοερὸς νοῦς τρίτος ἐστίν, ἐκεῖνος δὲ ὁ κόσμος νοητός, τὸ δὲ ἐν ἐκείνῳ νοητὸν ἡ ἀκρότης, ὁ δὲ μέσος νοητὸς καὶ | |
15 | νοερός, ὡς καὶ τὸ μέσον αὐτοῦ ἐν αὐτῷ. Τοιγαροῦν ἐν μὲν τῷ νοητῷ πανταχοῦ τὸ ἓν ὂν παραφαίνεται, καὶ μεμέστωται τούτου ἐκεῖνος ὁ κόσμος· ἐν δὲ τῷ νοητῷ καὶ νοερῷ παντί, τὸ ὅλον καὶ μέρη. Καὶ γὰρ ἐν τῷ ἀριθμῷ ὅλον καὶ μέρη προείληπται· καὶ ἐν τῷ τελείῳ ἀρχὴ καὶ μέσα καὶ τέλος μέρη ἐστὶν ὅλου τε καὶ παντός· ἐπεὶ καὶ τὸ σχῆμα ὅλον καὶ μέρη, εἴπερ μέσον καὶ ἔσχατα τὸ | |
20 | σχῆμά ἐστιν. Καὶ δὴ καὶ ἐν τῷ νοερῷ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ συναναφαίνει ταὐτόν τι καὶ θάτερον, καὶ ἔτι μᾶλλον τὸ κινούμενον καὶ ἑστώς, ὡς καὶ αὐτὸς ὀνομάζει ὁ Παρμενίδης. Πῶς οὖν τὸ ἰδίωμα τῆς ὅλης τάξεως; ἢ ἐν τῷ μέσῳ ἢ ἐν τῷ τρίτῳ, ἢ διχῶς τὸ τῆς ὅλης ἰδίωμα· τὸ μὲν ὡς οὐσίας, ὅπερ ἀπὸ τῆς πρώτης ἐφήκει πάντως τῇ ὅλῃ διακοσμήσει· ἐκείνη γὰρ πάσης ἦν γεννη‐ | |
25 | τική· τὸ δὲ ὡς μέσης, ἢ τρίτης, ἢ πρώτης. Ἀλλὰ τὸ μὲν τῆς πρώτης, καὶ τά‐ ξεως, καὶ οὐσίας, ταὐτόν, τὰ δὲ τῶν ἄλλων διαφέρει· καὶ τό γε τῆς μέσης ὡς μέσης, συνεκτικόν ἐστιν καὶ συνδετικὸν τῶν ἄκρων. Διὸ καὶ ἐκφαίνεται | |
μᾶλλον κατὰ τὸ κέντρον. Τῆς δὲ τρίτης τὸ ἐπιστρέφον εἰς τὴν ἀρχήν· καὶ | 117 | |
118 | δὴ καὶ μάλιστα πέφηνεν ἐν τῷ τρίτῳ αὐτῆς, ὅτι τρίτον ἦν ἐν τῷ τρίτῳ, δι‐ πλασιαζομένης τῆς ἰδιότητος, καὶ ὅτι μέσον ἐν τῷ μέσῳ. | |
2 | Πρὸς δὲ τὸ ἕβδομον λέγει αὐτός, ὃ μάλιστα λέγει καλῶς, ὅτι θεογο‐ νίαν προὔκειτο γράψαι, καὶ ἐπειδὴ συμφυὲς ἦν ἐν τοῖς νοητοῖς τὸ ὄν, συναν‐ | |
5 | εφέρετο καὶ αὐτὸ τῇ θεολογίᾳ· χωρὶς δὲ γεγονός, ἀπελείφθη τοῦ περὶ θεῶν λόγου παντός. Λέγει δὲ καὶ ὅτι διαστησάμενος δύο ἀριθμοὺς ἔσχεν ἑπόμενον τὸ πάντα διχῶς ἤδη νοεῖν, ἑνιαίως τε καὶ οὐσιωδῶς· μήποτε δὲ, πανταχοῦ τὸ ἔστι τῷ ἑνὶ συμπλέκων, οὐδαμοῦ τὸ ἓν χωρίζει τοῦ ὄντος. Τοῦτο μὲν οὖν ἀληθὲς οἰητέον· ὁμῶς δὲ τὸ ἓν ὂν οὐκέτι ὄν, ἀλλ’ ἕν ἐστι μόνον, ὅτι τῷ ἑνὶ | |
10 | μᾶλλον προσέχει τὸν νοῦν. | |
10 | Ἀλλὰ τί τὸ ὄγδοον λέγομεν; διὰ τί ἀπὸ τῆσδε τῆς τάξεως ἀφίησι τὸ ὄν; Ἆρα ὥς φησι καὶ τῶν ἀποφάσεων ἀπὸ ταύτης, ἀλλ’ οὔτε ἀληθὲς τοῦτό γε· ἀπὸ γὰρ τῶν πολλῶν ἤρξατο, ὡς καὶ αὐτὸς ἔλεγεν, οὔτε λῦσαι τὴν ἀπορίαν τοῦτό ἐστιν, ἀλλ’ ἑτέραν προσθεῖναι. Ἆρα οὖν ὅτι ἤδη ἐπὶ τοῦ ἀριθμοῦ δέδει‐ | |
15 | χεν ὡς τὰ αὐτὰ ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος συλλογίζεται; Εἰ γὰρ καὶ δοκεῖ λέγειν ἐφεξῆς, “τὸ ἓν ἄρα ὄν, ἕν τέ ἐστιν καὶ πολλά, καὶ ὅλον, καὶ μέρη,” οὐ τὸ ὂν προσλαμβάνει, ἀλλὰ τὸ ἓν ὑπάρχον, ὡς ἓν λέγει φησίν· ἢ βέλτιον τὸ ἓν ὂν φάναι εἰδοποιεῖν τὸ νοητόν. Ἐπειδὴ δὲ ἡ μέση τάξις νοητή ἐστι καὶ νοερά, διὰ τοῦτο ἐν ταύτῃ καὶ φαίνεται καὶ δοκεῖ ἐκβάλλεσθαι. Ἓν μὲν δὴ τῆς πρὸ αὐτῆς | |
20 | καὶ πάνυ παρελαμβάνετο, ὅτι πολὺ εἶχεν τὸ νοητόν. Ἐν δὲ τῇ μέσῃ παραλαμ‐ βάνεται μέν, οὐκ ἐμφανῶς δὲ, ἀλλ’ ὥστε καὶ ἀμφισβητεῖσθαι. Ἐν δὲ τῇ τρίτῃ, ὅπου τὸ νοερὸν ἐπλεόναζεν, καὶ τελέως σεσίγηται· διότι καὶ ἡ νοερὰ ἑβδομὰς ἐντεῦθεν ἤρχετο κατὰ τὴν ἤδη προβολὴν τῶν νοερῶν πηγῶν. Εἶτα ἑξῆς παρα‐ λιμπάνεται ὡς ἐν τοῖς νοεροῖς οὐκ ὄντος τοῦ νοητοῦ, ὃ δὴ παρείχετο ἡ τοῦ | |
25 | ὄντος πρὸς τὸ ἓν μία ἕνωσις. | |
25 | Πρὸς δὲ τὸ ἔνατον λέγομεν ὅτι σύνδεσμος οὖσα τῶν ἄκρων, ἡ μέση | |
τάξις συνείληφεν ἐν ἑαυτῇ τὰς ἑκατέρωθι, πλὴν ὅτι τό γε ἓν ἐν αὐτῇ ὡς ὅλον | 118 | |
119 | μᾶλλόν ἐστιν, σχέσιν ἔχον πρὸς τὰ πολλά· καὶ τὸ πεπερασμένον ἐν ἑαυτῷ περιέχει τὸ ἄπειρον, ὡς ὅλον μέρη, διὰ τὸ ἔχειν τι ἐξῃρημένον, ἀλλὰ μὴ τὸ ἔσχατα ἔχον εἶναι τῷ ὄντι. | |
3 | Τό γε μὴν δέκατον εἴρηται καὶ πρόσθεν ὅτι ὁ μὲν αἰὼν ἀναιρεῖ τὸ | |
5 | πρότερον καὶ ὕστερον, ὁμοῦ πάντα εἶναι βουλόμενος. Τὸ δὲ ὅλον οὐκ ἀνα‐ τρέπει, ἀλλὰ καὶ σώζει τῶν μερῶν τὴν τάξιν, ὡς καὶ ὁ οὐρανὸς ὅδε σφίγγει τὸν κόσμον κατὰ τὸν Τίμαιον. | |
7 | Τῶν δὲ κατὰ τὴν λέξιν ζητουμένων, ἓν πρῶτόν ἐστι πόθεν ἄρχεται παραδιδόναι τήνδε τὴν τάξιν ὁ Παρμενίδης· πότερον, ὥς φησιν, ἀπὸ τοῦ | |
10 | “καὶ μὴν ὅτι γε ὅλου τὰ μόρια μόρια, πεπερασμένον ἂν εἴη κατὰ τὸ ὅλον τὸ ἕν”; ἢ πρῶτον μὲν οὐ παραλήψεται ἐν τῇ ἀποδείξει τὸ ἓν καὶ πολλά, ὡς εἰς ταύτην τὴν τάξιν τελοῦν. Καίτοι καὶ πρῶτον τοῦτο συμπεραίνεται· “τὸ ἓν ἄρα ὂν ἕν τέ ἐστι καὶ πολλά, καὶ ὅλον καὶ μέρη·” δεύτερον δὲ τὸ πεπερα‐ σμένον καὶ ἄπειρον συμπεραίνεται· τρίτον, οὐ τὸ ἄπειρον εὖ παρείληπται ἐν | |
15 | τῇ ἀποδείξει, καίτοι ἄτοπον τὸ μὲν ἥμισυ ἀποδεικνύναι· τὸ δὲ ἥμισυ ἄνωθεν παραλαμβάνειν ἔξωθεν. Πρὸς δὲ τούτοις, πολλάκις συνεπεράνατο ἐν τοῖς πρόσθεν, ὅτι τὸ ἓν πολλὰ καὶ τὸ ὄν, τοσαῦτα ὅσα τὸ ἕν. Τί οὖν βουλόμενος τὰ αὐτὰ πάλιν ἐπήγαγεν τῇ συμπλοκῇ τῶν δύο ἀριθμῶν; “τὸ ἓν ἄρα αὐτὸ κεκερματισμένον ὑπὸ τῆς οὐσίας, πολλά τε καὶ ἄπειρα τὸ πλῆθός ἐστιν,” | |
20 | εἰ μὴ εἰς ἑτέραν ταῦτα προὐβάλλετο διακόσμησιν; Ἔτι δὲ ἐν τῇ προτέρᾳ δια‐ τάξει ποιήσας τοὺς ἀριθμοὺς διὰ τῶν ῥηθέντων ἁπάντων, ἐπὶ τῷ τέλει συν‐ έπλεξεν. Τί οὖν ἄλλο ἐλείπετο τοῖς προτέροις συμπεράσμασιν; οὐδέν, οἶμαι ἔγωγε. Εἰ τοίνυν καὶ τούτοις λείπει τινά, καὶ ἐκείνοις οὐδὲν λείπει, τὴν ἀρχὴν τῆς τάξεως τῆσδε ποιητέον εὐθὺς μετὰ τὴν συναγωγὴν τῶν δύο | |
25 | ἀριθμῶν, ἀρχομένους ἀπὸ τοῦ “τὸ ἓν ἄρα αὐτὸ κεκερματισμένον”. Ἕτερον δὲ ζητητέον διὰ τί κατὰ μίαν συνέχειαν ἐπάγει τὴν δευτέραν τῇ πρὸ αὐτῆς· ὡς γὰρ συμπέρασμα τῆς πρώτης τὴν ἀρχὴν ἐποιήσατο τῆς δευ‐ | |
τέρας, ἀλλ’ οὐ διέστησέν πως ἐναργῶς. Ἢ ὅτι ὅλη ἡ μέση σύνδεσμος ἦν τῶν | 119 | |
120 | νοητῶν καὶ νοερῶν· καὶ διὰ τοῦτο ὅλη πρὸς ὅλην συνδέδεται. Ἀμέλει καὶ τὴν τρίτην πεπερασμένον καὶ ἔσχατα ἔχον, ἀνάγκη ὡς ἂν πόρισμα συγκλώθων τοῖς δεδειγμένοις· ἀλλ’ οὐχ οὕτως ἐπὶ τῆς ἀρχῆς τῶν νοερῶν. Ἆρα οὖν οὕτως ἔχον οὐκ αὐτό τε ἐν ἑαυτῷ ἔσται καὶ ἐν ἄλλῳ; τὸ γὰρ “οὕτως ἔχον” ἱκανὴν διά‐ | |
5 | στασιν τῷ λόγῳ παρέσχετο καὶ ἐπὶ τῆς δευτέρας. Οὕτω δὴ πεφυκὸς καὶ ἐπὶ τῆς τρίτης, “εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν·” τεκμήριον δὲ τῆς κατὰ τὴν μέσην ἀλληλουχίας τὸ καὶ ἐν τῷ μέσῳ εἶναι τὰ ἄκρα, καὶ ἐν τοῖς ἄκροις τὸ μέσον. Πανταχοῦ γὰρ καὶ τὸ ὅλον καὶ μέρη, καὶ τὸ ἓν καὶ πολλά, καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος, ἢ καὶ τὸ πεπερασμένον καὶ τὸ ἄπειρον. Ἔλεγεν γοῦν καὶ | |
10 | ἐπὶ τῆς πρώτης μέρη, ὥστε καὶ ὅλον, καὶ ἄπειρον, ὥστε καὶ τὸ πεπερασμέ‐ νον. Ἢ πῶς ἂν τὰ πολλὰ ἑνιαῖα ἴσα τοῖς οὐσιώδεσι πολλοῖς; ἐν γὰρ πεπερα‐ σμένοις τὸ ἴσον. Ἐπί τε τῆς τρίτης, μέρη μέν, ἀρχὴ καὶ μέσον καὶ τέλος, ὅλον δὲ κατὰ τὸ τέλειον. Ἡ γὰρ τούτων ὁλότης οὐχ ὡς μερῶν, ἀλλ’ ὡς ἀρχῆς καὶ μέσου καὶ τέλους ἡ τελειότης ἐστίν. Ταῦτα δὲ ἓν καὶ πολλά, ἐπεὶ καὶ σχῆμα | |
15 | ἕν, καὶ ἐπὶ τούτῳ πολλά· ἐπὶ δὲ τῆς μέσης καὶ διαρρήδην πάντα συνήγαγεν. Τρίτον, ζητήσομεν τί δήποτε εἴπων “τὸ ἓν ἄρα αὐτὸ κεκερματισμένον ὑπὸ τῆς οὐσίας, πολλά τε καὶ ἄπειρα τὸ πλῆθός ἐστιν”, ἔπειτα πάλιν ἐπήγαγεν· “οὐ μόνον ἄρα τὸ ὂν ἓν πολλά ἐστιν, ἀλλὰ καὶ αὐτὸ τὸ ἓν ὑπὸ τοῦ ὄντος διανενεμημένον πολλὰ ἀνάγκη εἶναι.” Ἢ τὸ μὲν πρῶτον αὐτοῦ ἦν τοῦ ἑνὸς | |
20 | ὁ κερματισμός. Νῦν δὲ ἐπειδὴ καὶ ἐκεῖνος ὑπὸ τῆς οὐσίας ἐγίγνετο, ὡς καὶ αὐτῆς μεμερισμένης, νῦν οὖν συμπλέκει τὰ ἑνιαῖα πολλὰ τοῖς οὐσιώδεσιν, ὡς ἐπὶ τῶν ἀριθμῶν, ἵνα ἐνδείξηται ὅτι νοητὴ καὶ νοερά ἐστιν ἡ τάξις ἥδε, ὡς ἐλέγομεν. Τέταρτον, διὰ τί συμπλέκει παραλλὰξ τὰς ἀποδείξεις, πρῶτον ὅτι ἓν | |
25 | πολλά, εἶτα ὅτι ἄπειρον, εἶτα ὅλον καὶ μέρη, εἶτα ἀπὸ τοῦ ὅλου πεπερα‐ σμένον; ἢ πρῶτον μὲν καὶ τοῦτο τῆς ἀλληλουχίας ἐν τῷ μέσῳ μάλιστα ὁρω‐ μένης σημεῖον· εἶτα πολλάκις καὶ πρὸς τὸ ἐναργέστερον τῆς ἀποδείξεως μετα‐ κοσμεῖ τὰ συμπεράσματα. Πέμπτον, διὰ τί τὸ πέρας “περιέχον” ἐκάλεσεν; ἆρα, ὥς φησιν, ὅτι πέρας | |
30 | λαμβάνει τὸ συγκλεῖον, διὸ καὶ ἀπ’ αὐτοῦ κατασκευάζει τὸ σχῆμα; Ἀλλ’ ὁ Πλάτων καθόλου εἶπεν τὸ πέρας εἶναι περιέχον· ἢ οὐκ ἀντιστρέφει ὁ λόγος· | |
τὸ 〈μὲν〉 γὰρ ὅλον περιέχει, τὸ δὲ περιέχον πέρας ἔφατο. Οὐ μὴν τὸ πέρας | 120 | |
121 | ἤδη περιέχον· οὐκ ἄρα ἴδιον τοῦ πέρατος τὸ περιέχειν, ᾗ πέρας· ὑπῆρχεν γὰρ ἂν παντὶ πέρατι· ἀλλ’ ἔοικεν τοῦτο τῆς ὁλότητος εἶναι, ἅτε συνεκτικῆς τῶν οἰκείων μερῶν. Περιέχειν γὰρ καὶ συνέχειν ταὐτόν, εἰ περιέχει μὲν ὡς ἐξῃρημένη, συνέχει δὲ ὡς συντεταγμένη· ὅθεν καὶ τῷ τόπῳ πρόσεστι τὸ | |
5 | περιέχειν, ἀλλ’ οὐχὶ καὶ ὁ τόπος τῶν ἐν τόπῳ ὁλότης. Πόθεν οὖν τὸ περι‐ έχειν, εἰ μὴ τὸ περιέχον πάντως ὁλότης; πῶς δὲ ὁ Παρμενίδης ἀπὸ τῆς ὁλότητος κατασκευάζει τὸ πέρας, εἰ μὴ τοῦτο πέρατος ἴδιον ἦν τὸ περιέχειν, καθ’ ὃ καὶ ἡ ὁλότης πέρας, ᾗ περιέχον; Μήποτε οὖν τοῦ πέρατος ἴδιον τὸ περιέχειν· πῶς οὖν οὐ παντὶ πέρατι πρόσεστιν; τὸ γὰρ σημεῖον οὐ περι‐ | |
10 | έχει τὴν γραμμήν. Πῶς δὲ καὶ τῷ τόπῳ ὑπάρχει οὐκ ὄντι πέρατι, ᾗ τόπος; ἢ καὶ ὁ τόπος ὡς ἡ ὁλότης κατὰ μέθεξιν περιέχει· οὐ γὰρ τόπου τὸ περιέχειν ἴδιον. Πολλῶν γοῦν καὶ ἄλλων τοῦτο κοινόν, ᾗ δὲ τόπος, ἕδρα τῶν ἐν τόπῳ ἐστίν. Πρὸς δὲ τὸ πρότερον, ὅτι καὶ τὸ σημεῖον καθὸ περατοῖ, περιέχει· περατοῖ δὲ μῆκος ἀπλατές, καὶ περιέχει ἅμα τὸ μῆκος, ἢ ἐφ’ ἑκάτερα, ἢ ἐπὶ | |
15 | θάτερα μόνον, οὐ τὸ ὅλον μῆκος ἐν ἑαυτῷ περιέχον, οὐδὲ ὅλως ἐν ἑαυτῷ, ὡς μέρος ἐν ὅλῳ, ἢ ὡς σχῆμα ἐν τῷ συγκλείοντι πέρατι, ἀλλ’ ὡς πεπερασμένον ἐν πέρατι. Ἔξω γὰρ ἀεὶ τοῦ πεπερασμένου τὸ πέρας, ὡς καὶ τὸ ἄπειρον· ἀλλὰ τὸ μὲν ἄπειρον ἀεὶ ἔξω ἐπ’ ἄπειρον, τὸ δὲ πέρας ἔξω μόνον ἅπαξ. Ὅσον δέ ἐστι τὸ περατούμενον εἴσω τοῦτο πᾶν· τὸ δὲ εἴσω ἐν τῷ ἔξω ὅρῳ περι‐ | |
20 | έχεται. Οὕτω γὰρ καὶ τὸ σῶμα εἴσω τῆς ἐπιφανείας, καὶ ἡ ἐπιφάνεια εἴσω τῆς γραμμῆς, καὶ ἡ γραμμὴ ἄρα εἴσω τοῦ σημείου, οὐκ ἐν αὐτῷ· ἀλλ’ ὅτι ἐξωτέρω τῆς γραμμῆς τὸ σημεῖον, ὡς ὁρίζον ὁριζομένου. Εἰκότως ἄρα ἀπὸ μὲν τῆς ὁλότητος τὸ περιέχον δείκνυται, ἀπὸ δὲ τούτου, ὡς ὁρισμοῦ τὸ πέρας ὀνομάζεται. | |
25 | Ἕκτον τοίνυν διὰ τί τὸ ἄπειρον πρὸ τοῦ πέρατος ἔλαβεν ὁ Παρμενίδης, καὶ νῦν καὶ ἐπὶ τοῦ ἀριθμοῦ, καὶ ἐπὶ τοῦ ἀπείρου πλήθους; ἢ καὶ πανταχοῦ τὸ πέρας τῷ ἀπείρῳ πάρεστιν ἢ καὶ ἧττον ὀνομάζεται, διὰ τὸ ἐοικέναι καὶ τῷ ἑνὶ καὶ τῷ ὅλῳ, ἐν μέσῳ ὂν ἀμφοῖν. Νῦν μέντοι ἀναφανδὸν ὀνομάζεται, ἵνα παραγάγῃ ἡμῖν τὴν τελεσιουργὸν τάξιν, ὡς πέρας καὶ τέλος ἐπιτιθεῖσαν | |
30 | τοῖς πράγμασι. Διττὸν γὰρ τὸ πέρας, τὸ μὲν οὐσιοποιόν, τὸ δὲ τελειωτικόν, ὅπερ νῦν ἀναφαίνεται. | |
Ἕβδομον ἐπιστῆσαι χρὴ ὅτι τὸ ἓν ὂν παραλαβὼν οὐ συνῆψεν αὐτὸς ὡς ἐπὶ | 121 | |
122 | τοῦ νοητοῦ, ἀλλὰ τὸν σύνδεσμον ἐν μέσῳ παρέλαβεν ἐνδεικνύμενον τὴν διάστασιν. | |
2 | ΠΕΡΙ ΤΗΣ ΤΡΙΤΗΣ ΤΑΞΕΩΣ ΤΩΝ ΝΟΗΤΩΝ ΚΑΙ ΝΟΕΡΩΝ. —Περὶ τῆς τρίτης τῶν νοητῶν καὶ νοερῶν τάδε σκεπτέον. | |
5 | Πρῶτον, διὰ τί μετὰ τὴν συνοχικὴν ἡ τελεσιουργός. Δεύτερον, πῶς ἀπὸ τοῦ πεπερασμένου τὸ ἔσχατον ἔχον δείκνυται, καὶ ἀπὸ τοῦ ὅλου τὸ ἀρχὴν ἔχον, καὶ μέσα καὶ τέλος, τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Τρίτον, πῶς τρία τὰ συμπεράσματα καὶ ἐν τῇδε τῇ τάξει, καὶ εἰ τὰ τρία | |
10 | καθ’ ὕπαρξιν· ζητήσομεν δέ, ὡς καὶ ἡ δευτέρα· καὶ διὰ τί ἐπὶ ταύτης τῆς ὅλης διακοσμήσεως τριαδική ἐστιν ἡ τῶν συμπερασμάτων πρόοδος. Τέταρτον, πῶς ἡ τελεσιουργὸς αὕτη τάξις, καὶ τὸ τελεστικόν, καὶ τὸ δημι‐ ουργικὸν εἶδος συνείληφεν τῆς τελειότητος. Πέμπτον, περὶ τῆς φρουρητικῆς ἰδιότητος ἐν ποίᾳ μάλιστα αὐτὴν τάξει | |
15 | καταχωριστέον, καὶ διὰ τί μὴ ἄρχει διακοσμήσεώς τινος, ὡς ἡ τελεσιουργός. Ἕκτον, τίνες αἱ διωρισμέναι τρεῖς τελειότητες, ἃς οἱ τρεῖς παρέχονται τε‐ λετάρχαι. Ἕβδομον, τίς ἡ ἀναλογία τῆσδε τῆς τάξεως πρὸς τὴν τρίτην τῶν νοητῶν. Ὄγδοον, πόθεν τὸν τρίτον τελετάρχην παρήγαγεν, καὶ εἰ πάντως ἐξ αἰ‐ | |
20 | τίων προϋπαρχόντων, ἢ καὶ ἐξ ἑαυτῶν ἐστιν, ὅτε παράγει τὰ θεῖα συμπε‐ ράσματα ὁ Παρμενίδης. Ἔνατον, τί τὸ σχῆμα ἀποθετέον, εἴπερ ἡ μὲν εὐθεῖα λέγεται, ἡ δὲ περι‐ φερής, ἡ δὲ μικτή, ὡς ἡ ἕλιξ, ἢ πάντως τὸ σχῆμα ὡς συγκλεῖον πέρας. | |
23 | Λέγωμεν δὴ ἐφεξῆς πρὸς ἕκαστον, καὶ πρῶτόν γε πρὸς τὸ πρῶτον. | |
25 | Οὐκοῦν ἡ μὲν συνοχὴ τῶν μερῶν ὡς συνημμένων ἐστίν, ἡ δὲ τελειότης, ὡς διῃρημένων εἰς ἄρχην καὶ μέσα καὶ τέλος. Μείζων ἄρα ἕνωσις τῆς τελειό‐ τητος ἡ συνοχή. Ἔτι ἡ μὲν ὁλότης καὶ μέρη οὐσία, ἡ δὲ τελειότης ἀρετὴ τῆς οὐσίας. Τρίτον δὲ ἐπὶ τούτοις ἡ μὲν ὁλότης γεννητικὴ τῶν μερῶν, ἡ δὲ τελειό‐ | |
της ἐπιστρεπτικὴ πρὸς τὸ ὅλον, τὸ ἀνελλιπὲς τῶν μερῶν τῷ ὅλῳ περιέχουσα. | 122 | |
123 | Ἔτι δὲ τέταρτον τὸ μὲν ὅλον τῇ ἑαυτοῦ φύσει οὐ τέλειον, τὸ δὲ τέλειον πάν‐ τως ὅλον· τοῦτο μὲν γὰρ ἀρχὴν ἔχει, καὶ μέσα καὶ τέλος, ἐκεῖνο δὲ καὶ ἐκ δυεῖν εἶναι δυνατόν. Ἔτι δὲ τὸ πέμπτον τὸ μὲν ὅλον ἔχει τι τῶν μερῶν ἐξ‐ ῃρημένον, τὸ δὲ τέλειον, οἷον πέρας ἐστὶν ἐν πεπερασμένῳ, καὶ συγκέκραται | |
5 | τῷ ὑποκειμένῳ οὗ ἐστι τέλειον. “Ἕκτῃ δὲ ἐν γενεᾷ”, κατὰ τὸ ἔπος, ἡ μὲν τελειότης ἡ παντότης ἐστὶ τῶν μερῶν· διὸ τὴν ὁλότητα προλαβών, ἐγέννησεν ἀπ’ αὐτῆς τὴν παντότητα· ὅθεν καὶ ἐκ τριῶν αὐτὴν πάντως ὑπέστησεν· ὡς γὰρ μήτηρ τῆς παντότητος, ἡ ὁλότης τοὐλάχιστον ἐκ τριῶν. | |
8 | Καὶ δὴ λεκτέον πρὸς τὸ δεύτερον ἓν μὲν ὅτι ἡ νοητὴ καὶ νοερὰ δια‐ | |
10 | κόσμησις πανταχοῦ τοῖς μέσοις, ἅτε μέση οὖσα, εἰδοποιεῖται. Διὸ καὶ τὸ μέσον, τὸ ὅλον καὶ τὰ μέρη τὸν μέσον ὑφίστησι τελετάρχην ἐν ᾧ τέλος ἀρχῇ συν‐ άπτεται, καὶ ὡς ἡ ὁλότης ἐστὶ τῆς τριάδος. Οὕτω δὲ αὐτὸς παράγει τὸν τρίτον, ὥσπερ ὁ μέσος συνοχεὺς τὸν τρίτον, καὶ ὁ μέσος τῆς ἑτερότητος ἀριθ‐ μὸς τὸν οὐσιώδη· ὁ δὲ πρῶτος τελετάρχης, ὡμοιωμένος τῷ τρίτῳ, μάλιστα | |
15 | συνέχει, ἀπ’ αὐτοῦ καὶ πρόεισιν. Μήποτε δὲ ὁ μὲν πρῶτος συνοχεὺς τοὺς τρεῖς ἀπογεννᾷ τελετάρχας ἐπιπλέον διήκων· τὸ γὰρ ἓν καὶ πολλὰ ἐν ἑκάστῳ συμπεράσματι θεωρεῖται. Ὁ δεύτερος δὲ, τὸν πρῶτον καὶ δεύτερον· ὅλον γὰρ καὶ μέρη, καὶ τὸ τὰ ἔσχατα ἔχον. Ὁ δὲ τρίτος, μόνον τὸν πρῶτον· τὸ γὰρ ἔσχατον ἔχον, πεπερασμένον. Μήποτε δὲ καὶ τὸ πεπερασμένον, ὡς ὅλον καὶ | |
20 | μέρη ληφθέν, ἅτε καὶ ἀπὸ τοῦ ὅλου ἀποδειχθέν, οὕτως ὑφίστησι τὸ ἔσχατα ἔχον. Εἰ γὰρ μὴ ᾖ ὅλον, πῶς ἀπὸ τοῦ ὅλου τὸ πεπερασμένον; εἴη γὰρ ἂν καὶ πρὸ τοῦ ὅλου, ᾗ πεπερασμένον, ὡς δέδεικται. Μήποτε δὲ ἐκεῖνο εἰπεῖν ἀλη‐ θέστατον ὅτι αἱ γεννήσεις ἀποτελοῦνται κατὰ τὰς ἰδιότητας οὐ πάντως ἀπὸ τῶν προσεχῶν, οὐδὲ τῶν πρώτων ἀπὸ τῶν πρώτων. Ἀμέλει καὶ ἐν τοῖς ἑξῆς | |
25 | τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ οὐκ ἀπὸ τῶν δεικνυμένων συνάγεται, ἀλλ’ ἀπὸ τῶν προδεδειγμένων. Ἐπεὶ καὶ οἱ θεολόγοι πολλοὺς μὲν ἐσχάτους θεοὺς ἀπὸ τῶν ὑπερτάτων παράγουσιν, πολλοὺς δὲ πρεσβυτέρους ἀπὸ τῶν προσεχεσ‐ τέρων, καὶ πλήρεις αἱ θεολογίαι τῶν τοιούτων οἰκειοτήτων. Οὕτως ἄρα ὁ μὲν ἔσχατα ἔχων τελετάρχης ἀπὸ τοῦ τρίτου τῶν συνοχέων, ὡς περατωτικός, | |
30 | ὁ δὲ ἀρχὴν ἔχων, καὶ μέσον καὶ τελευτὴν ἀπὸ τοῦ δευτέρου, ὡς παντότης | |
ἀπὸ ὁλότητος, ὁ δὲ κατὰ τὸ σχῆμα ἀπὸ τούτου αὐτοῦ πρόεισιν, μᾶλλον δὲ | 123 | |
124 | ἀπ’ ἀμφοῖν· ᾗ μὲν γὰρ ἔσχατα ἔχει, ἀπὸ τοῦ πρώτου· ᾗ δὲ μέσον, ἀπὸ τοῦ δευτέρου. Πάντως δὲ ὅτι καὶ ἀπὸ τῶν αὐτῶν, ὡς μὲν ἔσχατα ἔχων ἀπὸ τοῦ πεπερασμένου· ὡς δὲ μέσον ἀπὸ τοῦ ὅλου· ταῦτα μέντοι καὶ αὖθις. Πῶς δὲ ἀπὸ μόνου τοῦ πεπερασμένου παράγει τι, ἀλλ’ οὐχὶ καὶ ἀπὸ τοῦ ἀπείρου, εἶτα καὶ | |
5 | ἀπὸ μόνου τοῦ ὅλου, ἀλλ’ οὐχὶ καὶ ἀπὸ τῶν μερῶν; ἢ μάλιστα μὲν κατὰ τὸ κρεῖττον τῆς ἀντιθέσεως ὀνομάζει τὴν ὅλην τάξιν· εἶτα καὶ τὸ μὲν ἔσχατα ἔχον κατὰ τὴν ἰδιότητα τῶν μερῶν ἀπὸ τοῦ ὅλου παρήχθη. | |
7 | Τὸ τοίνυν τρίτον τρία μὲν τὰ συμπεραινόμενα καὶ ἐπὶ τῆσδε τῆς τάξεως, ὡς ἐπὶ τῆς πρὸ αὐτῆς. Ἤδη δὲ καὶ ἐπὶ τῆς ἀκρότητος, πολλαχῶς τρία, | |
10 | καὶ μάλιστα κατὰ τοὺς τρεῖς ἀριθμοὺς οὓς εἰς ἕνα τὸ ὅλον δοκεῖ συνάγειν. Τῇ δὲ ἀληθείᾳ τὰς τρεῖς δι’ αὐτῶν τριάδας ὑφίστησιν, τὸν ἁπλῶς ἀριθμὸν ἐν μέσῳ κατὰ τὴν ἑτερότητα συντάξας. Καὶ δὴ καὶ ἐπὶ τῆς παρούσης τὰ τρία τὴν τε‐ λεταρχικὴν συναγέτω τριάδα, ὡς καὶ αὐτῷ δοκεῖ. Καὶ μήτε μὴν μόνον τὸ σχῆμα συμπεραίνεσθαι λέγωμεν, τὰ δὲ ἄλλα λημματίων ἔχειν λόγον, μήτε | |
15 | πάντα ἁπλῶς ἐπὶ πάσης, ὡς ἄλλοι ποιοῦσιν, ἀλλὰ διωρισμένως τοῖς τρισὶ τελετάρχαις ἀφοριστέον τὴν τριάδα τῶν συμπερασμάτων, οὐχὶ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον κατὰ μέθεξιν, τὸ δὲ τρίτον μόνον καθ’ ὕπαρξιν, εἰ καὶ μᾶλλον χαρακτηρίζει τὴν μὲν τάξιν τῶν νοητῶν καὶ νοερῶν τὸ πρῶτον συμπέρασμα, ὅπερ ἦν τὸ ἓν καὶ πολλά, ὅπερ ἦν ὁ ἑνιαῖος ἀριθμός, οὐ τὸ ἓν καὶ πολλὰ | |
20 | δυνάμει πρῶτος, εἰ καὶ ἀποδέδεικται ἕκαστος, τὴν μέσην τὸ μέσον, τὴν δὲ τρίτην τὸ τρίτον, ὅπερ ἐστὶ τὸ σχῆμα. Δύναται δὲ καί, ὃ λέγει αὐτός, ἑκά‐ στην τὸ μέσον εἰδοποιεῖν, τὴν μὲν πρώτην ὁ ἑτεροποιὸς ἀριθμός, τὴν δὲ δευ‐ τέραν, τὸ ὅλον καὶ μέρη, τὴν δὲ τρίτην, ἡ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ τέλος. Ἔχειν δέ τινα λόγον καὶ τοῦτό φησιν, τὴν μὲν πρώτην ἓν συμπέρασμα ἔχειν· | |
25 | τὴν δὲ δευτέραν δύο, ὡς ἰδίᾳ τὸ ὅλον, καὶ μέρη, καὶ πεπερασμένον, τὴν δὲ τρίτην ταῦτα τὰ τρία, ἅτε ἐν τρίτῃ χώρᾳ τεταγμένην. Βέλτιον δὲ ὁμῶς ἡ τρια‐ δικὴ τῶν συμπερασμάτων πρόοδος, ἐπειδὴ ἐν τῷ μέσῳ τούτῳ διακόσμῳ δι‐ έστησαν αἱ μονάδες εἰς τριάδας ἐκφανεῖς τε καὶ διωρισμένας. | |
28 | ||
Καὶ μὴν τὸ τέταρτον ὁ μὲν Πλάτων καὶ τὸ δημιουργικὸν καὶ τὸ | 124 | |
125 | τελεστικὸν τῆς τελειότητος οἶδεν διαρρήδην, τὸ μὲν ὅτι τελετὴν μακαριωτάτην ὀνομάζει τήνδε τὴν τάξιν ἐν Φαίδρῳ, τὸ δὲ ὅτι αἱ ψυχαὶ ἐπὶ δαῖτα καὶ θοίνην ἀναβαίνουσι πρὸς αὐτήν· δημιουργικὴ γὰρ αὕτη τροφή. Ὀρφεὺς δὲ τὴν ἑτέραν μόνην παραδίδωσιν· | |
4 | ||
5 | Οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν ... | |
5 | καὶ ὅτι ἐδίδαξαν τὰς τέχνας Ἀθηνᾶν τε καὶ Ἥφαιστον· τὴν δὲ τελεστικὴν οὐ φαίνεται ἀνατιθεὶς τοῖς Κύκλωψιν. Εἰ μὴ ἄρα καὶ ἱερατικῶς ἀκούσωμεν τῆς βροντῆς, καὶ τοῦ κεραυνοῦ, καὶ τῆς ἀστραπῆς. Οἱ δὲ θεοὶ τοῖς Χαλδαίοις τὴν τελεστικὴν μάλιστα παραδιδόασι τῆσδε τῆς τάξεως ἰδιότητα, καὶ ἄρ‐ | |
10 | χουσαν ἀποφαίνουσι τῶν τελετῶν, 〈ὃ〉 ἐπὶ πᾶσαν τὴν τελειότητα ἁπλωτέον. Ὁ δὲ Πλάτων καὶ ἐν τούτοις ὁμοῦ τὸ συναμφότερον ἐνδείκνυται· τελειότητα γὰρ ἁπλῶς ὑπογράφει διὰ τῶνδε τῶν συμπερασμάτων, ἐπεὶ καὶ τὸ σχῆμα χαρακτήρων κατὰ τὸ λόγιον, καὶ τὴν εἰδητικὴν ἑκάστου τελειότητα προλαμ‐ βάνουσαν οἰκείαις περιγραφαῖς. | |
14 | ||
15 | Ἀλλὰ δὴ τὸ πέμπτον ἡ φρουρητικὴ ἰδιότης ἄλλῳ παρασκευάζει τὴν φρουράν, καὶ σὺν ἄλλῳ ἔχει τὸ εἶναι οὗ ἐστιν. Τὸ μὲν γὰρ τελειοποιὸν ἐν ἐπιστάτου τέτακται μοίρᾳ, τὸ δὲ φρουρητικὸν ἐν ὑπηρέτου. Διὰ τοῦτο ἴδιον οὐ ποιεῖ διάκοσμον, ἐν ὅλῃ δὲ φαίνεται τῇ μέσῃ τάξει, ἅτε συνδετικῇ οὔσῃ τῶν ἄκρων καὶ ἑνοποιῷ τῶν διαιρουμένων. Μάλιστα δὲ συγκεκλήρωται τοῖς | |
20 | συνοχεῦσιν, ἅτε περιειληφόσι πάντα ἐν ἑαυτοῖς καὶ συνέχουσιν· οὕτω δὲ καὶ οἱ θεοὶ λέγουσι· | |
21 | Φρουρεῖν αὖ πρηστῆρσιν ἑοῖς ἀκρότητας ἔδωκεν ἐγκεράσας ἀλκῆς ἴδιον μένος ἐν συνοχεῦσιν. | |
23 | ||
Καὶ ὁ τοῦ Ὀρφέως Οὐρανὸς “οὖρος πάντων καὶ φύλαξ” εἶναι βούλεται· | 125 | |
126 | καὶ Φοίνικες δὲ καὶ Αἰγύπτιοι τῇδε τῇ τάξει τὸ φρουρητικὸν ἐγκατοι‐ κίζουσιν. | |
2 | Πῶς δὴ οὖν νοητέον τὰ τρία συμπεράσματα; τοῦτο γὰρ ἕκτον ἐστὶν τῶν ζητουμένων. Αὐτὸς μὲν οὖν εἰς διερριμμένας ἐπιβολὰς ἀπέβλεψεν· βέλτιον | |
5 | δὲ ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὴν τελειότητα τριχῆ διελεῖν εἰς μένουσαν, καὶ προϊοῦσαν, καὶ ἐπιστρεφομένην. Τῆς μὲν δὴ κατὰ μονὴν σύνθημα τελειό‐ τητος, τὸ ἔσχατα ἔχειν· βούλεται γὰρ τῇ οἰκείᾳ ἀκρότητι ἐνερριζῶσθαι ἡ μένουσα οὐσία· τῆς δὲ κατὰ πρόοδον, ἀρχὴ καὶ μέσον καὶ τέλος· τελειοτάτη γὰρ πρόοδος ἡ ἐν τρισὶ βήμασι τούτοις διισταμένη· τῆς δὲ κατ’ ἐπιστροφὴν | |
10 | τὸ σχῆμα, ὅτι ἐπέχει μὲν τὸ σχῆμα τὴν πρόοδον, συννεύει δὲ πρὸς τὴν οἰ‐ κείαν ἀρχήν. Καὶ εἴπερ συγκλεῖον πέρας ἐστίν, ἐπιστροφὴν τῇ οὐσίᾳ πρὸς ἑαυτὴν χαρίζεται. Καὶ τῶν τριῶν τούτων τελειοτήτων ὁ μὲν πρῶτος τελετ‐ άρχης τὴν πρώτην χαρίζεται, ὁ δὲ δεύτερος τὴν δευτέραν, ὁ δὲ τρίτος τὴν τρίτην. | |
14 | ||
15 | Πρὸς τοίνυν τὸ ἕβδομον, ὡς ἐκείνη ἡ τρίτη τῶν νοητῶν διακόσμησις εἰς ἄπειρον προέρχεται πλῆθος, οὕτω καὶ αὕτη εἰς τὰ ἄπειρα εὐθύγραμμα σχήματα· καὶ ὡς ἐκεῖ τὸ ὅλον προηγεῖται τοῦ πλήθους, οὕτω καὶ ἐν ταύτῃ τὸ ἔσχατα ἔχον, ἀφ’ οὗ τὰ τρία συνάγεται. Τὸ γὰρ ἔσχατα ἔχον καὶ μέσον ἔχει· τοῦτο δὲ σχῆμα. Καὶ ὡς ἐκείνη παντότης νοητῆς, ὡς ἐν Θεαιτήτῳ, | |
20 | καὶ ζῷον παντελές, ὡς ἐν Τιμαίῳ, οὕτω καὶ αὕτη μέσον καὶ ἔσχατα. Καὶ ὡς αὕτη ἐπιστρέφει τὴν νοερὰν διαίρεσιν εἰς τὴν συνοχικὴν ὁλότητα, οὕτω καὶ ἐκείνη εἰς τὸν αἰῶνα συνάγει τὴν νοητὴν διαίρεσιν· διὸ καὶ ἑκατέρα κλεὶς ἀνυμνεῖται ὑπ’ αὐτῶν τῶν θεῶν. | |
23 | Ἀλλὰ μὴν τὸ ὄγδοον εἴρηται καὶ πρόσθεν, λεγέσθω δὲ καὶ νῦν ὅτι | |
25 | πολλάκις μὲν τὴν ἀπὸ τῶν προηγουμένων αἰτίων πρόοδον ὁ Παρμενίδης παραδίδωσιν, πολλάκις δὲ τὴν ἐκ τῆς αὐτῆς τάξεως ἀναφυομένην, ὡς ἐν τού‐ | |
τοις, ἐνίοτε δὲ καὶ τὴν αὐθυπόστατον ὡς εἴωθεν ἐν τοῖς ἑξῆς. Μήποτε δὲ καὶ | 126 | |
127 | τὸ τοιοῦτον ὂν προσκεῖσθαι ῥητέον ὡς πεπερασμένον ἤδη, καὶ σχῆμα προὐ‐ βάλλετο, εἰ πέρας συγκλεῖον. | |
2 | Τὸ δὴ ἔνατον τί τὸ σχῆμα νοητέον καὶ τὰ εἴδη τοῦ σχήματος; Ἢ σχῆμα μὲν τὴν δι’ ὅλης περιγραφὴν τῆς οὐσίας, καθ’ ἣν αὐτοπερίγραφος | |
5 | ἕστηκεν. Διὸ καὶ πρὸ νοῦ τὸ σχῆμα, ὅτι ὁ νοῦς αὐτοπερίγραφος, ἅτε συννεύων πρὸς ἑαυτὸν καὶ τὸ εἶδος ἕκαστον ὁμοίως, στρογγύλον δὲ καὶ εὐθὺ καὶ μικτὸν κατὰ τὴν ἑκάστων ἰδιότητα τῶν σχηματιζομένων θεῶν. Διὰ τί γὰρ τῷ μὲν τὸν κύκλον ἀνιέρουν οἱ Πυθαγόρειοι, τῷ δὲ τρίγωνον, τῷ δὲ τετράγωνον, τῷ δὲ ἄλλο καὶ ἄλλο τῶν εὐθυγράμμων τῶν σχημάτων, ὡς δὲ καὶ μικτῶν, ὡς | |
10 | τὰ ἡμικύκλια τοῖς Διοσκούροις; Πολλάκις δὲ τῷ αὐτῷ ἄλλο καὶ ἄλλο ἀπο‐ νέμων κατ’ ἄλλην ἰδιότητα καὶ ἄλλην, ὁ Φιλόλαος ἐν τούτοις σόφος. Καὶ μήποτε, ὡς καθόλου εἰπεῖν, τὸ μὲν περιφερὲς κοινὸν σχῆμά ἐστιν πάντων τῶν νοερῶν θεῶν ᾗ νοεροί, τὰ δὲ εὐθύγραμμα ἴδια ἑκάστων ἄλλα ἄλλων κατὰ τὰς τῶν ἀριθμῶν, τῶν γωνιῶν καὶ τῶν πλευρῶν ἰδιότητας· οἷον Ἀθηνᾶς μὲν | |
15 | τὸ τρίγωνον, Ἑρμοῦ δὲ τὸ τετράγωνον· ἤδη δέ φησιν ὁ Φιλόλαος· καὶ τοῦ τετραγώνου ἥδε μὲν ἡ γωνία τῆς Ῥέας, ἥδε δὲ τῆς Ἥρας, ἄλλη δὲ ἄλλης θεοῦ· καὶ ὅλος ἐστιν ὁ θεολογικὸς περὶ τῶν σχημάτων ἀφορισμός. | |
17 | Ἀλλὰ πρὸς τὸ δέκατον ἐπὶ πᾶσιν λέγωμεν, ὃ καὶ πάλαι ἐδόκει συμπεριλαμβάνεσθαι κοινότερον, καὶ τὸ ἐν γωνίᾳ σχῆμα, κἂν μὴ συγκλείῃ, | |
20 | καὶ τὸ ἐν μιᾷ γραμμῇ ὁρώμενον, καὶ ἡ μὴ συγκλείουσα ἕλιξ, ἔστω ἡμῖν τὸ σχῆμα, ὡς ἐν θεολογίᾳ. Καὶ γὰρ ἥδε θεῷ τινι, ὡς τὴν γωνίαν ἀνιεροῦσιν οἱ Αἰγύπτιοι· καὶ ἡ ἕλιξ καὶ πολλὰ ἄλλα μὴ συγκλείοντα σχήματα παρα‐ | |
λαμβάνεται, ὡς παρὰ μὲν Αἰγυπτίοις, τὸ τὲτ ὀνομαζόμενον, ὅ ἐστιν εὐθεῖα | 127 | |
128 | ὀρθὴ μία καὶ τρεῖς πλάγιοι ἐπ’ αὐτῆς, ἥ τε κορυφαία καὶ δύο μετ’ αὐτήν, καὶ ἔτι παρὰ Ἡλιουπολίταις ἄλλο τι, καὶ παρὰ Γαζαίοις ἄλλο τοῦ Διός. Τί δεῖ πολλὰ λέγειν ὅτε καὶ οἱ θεοὶ ἐν τοῖς λογίοις “κυρτῷ σχήματι συρομένην” παραδεδώκασιν μίαν γραμμήν, καὶ πολλὴ τοῦ γραμμιαίου σχή‐ | |
5 | ματος παρ’ αὐτοῖς ἡ χρῆσις; ὅλως δὲ εἰ καὶ τὸ ἔσχατα ἔχειν, καὶ τὸ ἀρχὴν καὶ μέσα καὶ τὸ τέλος, προσήκει τῇ γραμμῇ, διὰ τί μὴ καὶ τὸ σχῆμα, ὅ γε ἀπὸ τούτων ἀποδείκνυται; | |
7 | Τῇ λέξει ἐφεπόμενοι, καὶ τόδε ζητήσωμεν πρῶτον, πῶς ὡς ἀπὸ ἄλλου τοῦ πεπερασμένου τὸ ἔσχατα ἔχον συνάγει. Τί γὰρ διαφέρει πεπερα‐ | |
10 | σμένον εἶναι, καὶ ἔσχατα ἔχειν; Δεύτερον δὲ, πῶς ἀπὸ τοῦ ὅλου τὸ ἀρχὴν ἔχον, καὶ μέσον καὶ τέλος, εἴπερ ἐκ τούτων πάντως τὸ ὅλον, ὡς λέγει· αὐτὸ ἄρα ἀφ’ ἑαυτοῦ κατασκευάζειν ἔοικεν. Τρίτον, πῶς οὐ τὸ σχῆμα πρῶτον ἐπέδειξεν, ἀλλ’ εὐθὺς εἰς τὸ “σχήματά | |
15 | τινα” ἤγαγεν τὸν λόγον εἰπών· “καὶ σχήματος δή τινος, ὡς ἔοικεν, τοιοῦτον ὄν, μετέχοι ἂν τὸ ἕν.” Τέταρτον ἐπιζητεῖ αὐτὸς διὰ τί μὴ ἐν ἑνὶ τρία συνήγαγε συμπεράσματα, ὡς ἐπὶ τῶν ἄλλων εἴωθεν. Καὶ λέγει πρὸς τοῦτο ὅτι ἀπὸ τῆς τάξεως ταύτης ἄρχεται ἡ νοερὰ διαίρε‐ | |
20 | σις, ὅθεν ὑφεῖται κατὰ τὴν συνοχὴν τῶν συμπερασμάτων. Ἑβδομαδικῶς γοῦν καὶ αὐτὴν οἱ θεοὶ παράγουσιν· βέλτιον δέ, εἴπερ τοῦτο πλῆθος δηλοῖ καὶ διάκρισιν, εἰς τὴν ἀναλογίαν τοῦ ἀπείρου πλήθους ἀναπέμπειν τὴν αἰτίαν· | |
τοῦτο γὰρ πλατωνικώτερον. Μήποτε δὲ τὸ διῃρημένον καὶ τῇ παντότητι | 128 | |
129 | προσήκει τῆς τάξεως, καθ’ ἣν καὶ διώρισται ἀρχὴ καὶ τέλος καὶ μέσον. Μή‐ ποτε δὲ τὸ μακροτενὲς τῶν συμπερασμάτων ἐκώλυσεν τὴν συναγωγήν· εἰ δὲ ὡς ἓν ἀνέλαβεν, τὰ αὐτὰ ἂν σχεδὸν εἴρηκεν. Ἔτι δὲ ἀναγκαία ἡ συναγωγὴ ἐπὶ τῷ τέλει, ἢ διὰ τὴν μακρολογίαν τῶν ἀποδείξεων, ἢ διὰ τὸ διερριμμένον, | |
5 | ὡς ἐπὶ τῆς πρὸ αὐτῆς. Ἔτι δὲ καὶ τὸ νοητέον ὅτι οὐ πανταχοῦ ἐν τοῖς πρό‐ σθεν τοῦτο ἐποίησεν. Πρὸς δὲ τὸ τρίτον ῥητέον ὅτι καὶ ἐν ταῖς ἀποφάσεσιν τὸ αὐτὸ ἐποίησεν· καὶ ἴσως διὰ συντομίαν, ἢ διὰ τῶν εἰδῶν γνωριμώτερον ἐκφαίνει τὸ γένος, ἢ ἐνδείκνυται ὅτι αὕτη μὲν ἡ τάξις τριαδική ἐστι δι’ ὅλης ἑαυτῆς (καὶ γὰρ τὸ | |
10 | ἔσχατα ἔχον πρὸς τὸ μέσον νοεῖται ἔχον τὰ ἔσχατα), ἡ δὲ πρὸ αὐτῆς δυα‐ δική, ἕκαστον γὰρ τῶν συμπερασμάτων αὐτῆς, δυάς, ἡ δὲ πρώτη μοναδική, ἀριθμὸς γὰρ ἀποδέδεικται ὁ μὲν ἑνιαῖος, ὁ δὲ ἑτεροῖος, ὁ δὲ οὐσιώδης. Πρὸς δὲ τὸ δεύτερον ὅτι οὐχ ὡσαύτως ἐν ταῖς διαφόροις τάξεσιν τὰ αὐτὰ γένη παραλαμβάνεται. Καὶ τοῦτο καὶ ἐπὶ τῶν ἑξῆς ὀψόμεθα διακοσμήσεων· | |
15 | καὶ νῦν ἡ ὁλότης παρείληπται ὡς παντότης· ἀρχὴ γὰρ καὶ μέσον καὶ τελευτὴ ἡ παντότης, ἣν καὶ ὁλότητα καλεῖν ἠξίωσε κατὰ μέθεξιν, ὥσπερ καὶ τὴν ὁλότητα κατ’ αἰτίαν ἐκ τριῶν ἐποίησεν τούτων· ὥστε τίκτει μὲν ἡ τοιάδε ὁλότης, τίκτεται δὲ ἡ παντότης ἡ ἀρχὴν ἔχουσα, καὶ τέλος καὶ μέσον. Εἰ γὰρ καὶ ἡ ὁλότης ἐκ τούτων, ἀλλ’ ὡς συνεχῶν, καὶ ὡς μερῶν· ἡ δὲ | |
20 | παντότης, ὡς ἐκ διαστάντων καὶ ὡς ἐκ τελείων· καὶ ἔτι ἐκ τούτων ἡ ὁλότης, ὡς πρὸ αὐτῶν, καὶ αἰτία τούτων, ἡ δὲ παντότης ἡ ἐκ τούτων σύνοδος· ἔτι δὲ ᾗ ὅλον κατὰ μέθεξίν ἐστιν ὅλον. Ὑφεῖται ἄρα κατὰ τὴν συνοχήν· εὐθὺς ἄρα παντότης ἀντὶ ὁλότητος καὶ τελειότης ἀντὶ συνοχῆς· ἀεὶ γὰρ ταῖς τῶν προ‐ τέρων ὑφέσεσιν ἐπισυνίστανται τῶν δευτέρων αἱ προβολαί, καὶ ταῖς ἐκείνων | |
25 | μεθέξεσιν ἐγκεντρίζονται αἱ τούτων ὑπάρξεις. Εἰ ἄρα ὅλον κατὰ μέθεξιν, τέλειον καθ’ ὕπαρξιν. Πρὸς τοίνυν τὸ πρῶτον ἐροῦμεν ὅτι τὸ πεπερασμένον ὅλον τι ἦν· ὅλον γὰρ δι’ ὅλου κατείχετο τῷ πέρατι, καὶ οὐ διεκέκριτο ἐν αὐτῷ ἀπὸ τοῦ περα‐ τουμένου τὸ πέρας· τὸ δὲ ἔσχατα ἔχον πέρατα διακεκριμένα βούλεται ἔχειν· | |
30 | διὸ καὶ τὸ μέσον εὐθὺς πρὸς τὰ πέρατα· τὸ δὲ “ἦν” ἁπλῶς πεπερασμένον, | |
οὐ μέντοι εἰς μέσον καὶ ἔσχατα διῃρημένον· ἔτι δὲ τὸ μὲν πεπερασμένον | 129 | |
130 | οὐσία μᾶλλον, τὸ δὲ ἔσχατα ἔχον, περὶ οὐσίαν· μήποτε δὲ καὶ τὸ πεπερασμένον διττόν, τὸ μὲν ὡς ὅλον, τὸ δὲ ὡς πᾶν. | |
2 | ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΝΟΕΡΑΣ ΤΑΞΕΩΣ. —Περὶ τῆς πρώτης νοερᾶς τάξεως διαλεγόμενοι τοιαῦτα ἄττα ζητήματα προβαλλόμεθα ἡμῖν αὐτοῖς. | |
5 | Πρῶτον μὲν διὰ τί μετὰ τὴν τριαδικὴν πρόοδον ἡ ἑβδομαδικὴ ἐξεφάνη· διὰ τί γὰρ μὴ τετραδική, ἢ πεμπαδική, ἢ ἑξαδική. Δεύτερον, διὰ τί πρέπει τῷ νῷ ἡ ἑβδομάς, ὥστε καὶ τὸ κατὰ νόον φῶς ἀνυμνεῖσθαι παρὰ τοῖς Πυθαγορείοις. Τρίτον ἐπὶ τούτοις σκεπτέον εἰ τὴν ἑβδομάδα ὁ Παρμενίδης παραδίδωσιν, | |
10 | ἢ τὴν τριάδα μόνως, καὶ τίνος εἵνεκα. Τέταρτον τοίνυν, τίς ἡ τῶν νοητῶν ἴδιος οὐσία, τίς ἡ τῶν νοητῶν καὶ νοερῶν, τίς ἡ τῶν νοερῶν. Πέμπτον δὴ οὖν, τίς ἡ τριχῆ διαίρεσις τῶν νοερῶν, καὶ πῶς ἑκάστη νοερὰ τάξις ὑφέστηκεν. | |
15 | Ἕκτον, τί τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ τῆς πρώτης νοερᾶς τάξεως· πότερον ὡς οἱ ἐξηγηταί φασιν, ἢ ἄλλως πως ἔχει. Καὶ τί κρεῖττον αὐτῆς τὸ ἐν ἑαυτῷ, καὶ κατὰ ποίαν ἐπιβολὴν αὐτὴν νοη‐ τέον. Ὄγδοον, τίς ἡ ἀπόδειξις τοῦ ἐν ἄλλῳ, καὶ πῶς αὐτὴν ἐκδεκτέον μετὰ ἀλη‐ | |
20 | θείας. Ἔνατον, διὰ τί μὴ καὶ τὰ πρὸ τῶν νοερῶν ἐν ἑαυτοῖς καὶ ἐν ἄλλοις· καὶ ἔτι ὁ νοῦς, οὐχὶ καὶ ἐν τῷ ὑπὲρ αὐτὸν προσεχῶς ἐν ἄλλῳ, καὶ μάλιστα τῷ ἑαυ‐ τοῦ αἰτίῳ· ἤδη γὰρ καὶ τοῦτο ἑκάτερον, ὅτι πρὸ αὐτοῦ τὸ ἕτερον. Δέκατον, πῶς οὐχὶ καὶ ἐπὶ τῶν σωματικῶν καὶ ἐνύλων, ἢ καθόλου τῶν | |
25 | γενητῶν ὁ αὐτὸς ἀριθμός, εἰ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ τῆς ἀποδείξεως τρόπος. Ἑνδέκατον, ζητητέον εἰ τὸ πρώτως ἐν ἑαυτῷ πρώτως αὐθυπόστατον, ὃ μήπω ἐν ἑαυτῷ. Δυοδέκατον, πρὸς τὴν ἀπορίαν λεκτέον πῶς τὸ ἐν πᾶσιν καὶ ἐν ἑκάστῳ, καὶ εἰ μὴ ἐν ἑνί, οὐδὲ ἐν πᾶσιν, ἣν κινεῖ καὶ αὐτὸς σαφέστερον. | |
30 | Τρίτον καὶ δέκατον, διὰ τί μὴ ἀπὸ τοῦ προσέχους συμπεράσματος τὸ ἐν | 130 |
131 | ἑαυτῷ καὶ ἐν ἄλλῳ κατεσκεύασεν, ἀλλ’ ἀπὸ τοῦ πορρωτέρω, καὶ ὅλως διὰ τί οἱ προσεχῶς ὑπερκείμενοι μὴ πάντως παράγουσιν τοὺς μεθ’ ἑαυτούς. | |
2 | Πρὸς μὲν οὖν τὸ πρῶτον, ἓν μὲν ἐκεῖνο λέγωμεν, πάντων ὂν ἀληθέσ‐ τατον, ὅτι τοὺς θείους ἀριθμοὺς αὐτοὶ ἑαυτῶν ἐκφαίνουσιν οἱ θεοί. Καὶ οὐκ | |
5 | ἂν ὁ ἀνθρώπινος τολμήσειεν λόγος ἀπισχυρίσασθαί τι περὶ τῶν τοιούτων. Ὅτι μὲν γὰρ εἶναι δεῖ νοερὸν διάκοσμον, ἢ νοητὸν καὶ νοερόν, ἢ νοητόν, ἀπο‐ δείξειεν ἄν, καὶ ὅτι τὸν μὲν ἡνωμένον ὡς μάλιστα, τὸν δὲ διακεκριμένον, τὸν δὲ μέσον, ἀμφότερα, καὶ τοῦτο ἂν διεβεβαιώσατο· ὡς δὲ ὁ μέν ἐστι μοναδι‐ κός, ὁ δὲ τριαδικός, ὁ δὲ ἑβδομαδικός, τίς ἂν ἐπιλογίσαιτο, καὶ ἐπιλογισά‐ | |
10 | μενος, οὕτως ἔχειν διισχυρίσαιτο, πλὴν εἰ μὴ τύχοι ταῖς φήμαις ἐπανα‐ παυόμενος; Οἵ τε γὰρ θεοὶ τὸν νοερὸν ἀριθμὸν ἑβδομαῖον παραδιδόασιν μετὰ τὸν τριαδικὸν ὑφεστῶτα, καὶ Ὀρφεὺς αὐτός, ἔτι δὲ οἱ Πυθαγόρειοι, καὶ ἔτι Φοίνικες, ἑπτακέφαλον οὗτοι τὸν Κρόνον μυθολογοῦντες. Ὅμως δὲ ὑπὸ τῶν θεῶν ταῦτα διδαχθέντας, οὐδὲν ἄτοπον ἐπινοεῖν τι ἤδη καὶ ἀνθρωπικόν, | |
15 | ἅτε θαρροῦντας ταῖς παραδόσεσι τῶν θεῶν καὶ τῶν θείων ἀνδρῶν. οὐκοῦν ὡς μὲν ἀπὸ τοῦ ἀριθμοῦ εἰπεῖν, ἡ πρόοδος εἰς τριάδα προελθοῦσα ἀπὸ μονάδος, εἶτα ἐπιστρέψασα εἰς μονάδα, γίγνεται ἑβδομάς· ἐπεὶ καὶ ὁ νοῦς, ἀπὸ τοῦ νοητοῦ προελθών, καὶ εἰς αὐτὸν ἐπιστραφείς, νοῦς ἐγένετο τῷ νοητῷ συν‐ αφθείς, ὡς μονάς, δυάς, τριάς· εἶτα αὖ μονὰς ὑπέστη ἡ ἑβδομάς. Ὡς δὲ ἀπὸ | |
20 | τῶν πραγμάτων ἔδει μὲν τριαδικῶς καὶ τοὺς νοεροὺς θεοὺς προελθεῖν, ἵνα τελεία καὶ τούτων ἡ πρόοδος ᾖ εἰς ἀρχὴν καὶ μέσον καὶ τέλος διῃρημένη, ἅτε καὶ ἤδη τῆς τοιαύτης ἰδιότητος ἐκφανείσης· ἀλλ’ ἐπεὶ ἡ φύσις ἤδη πρόσυλος ἦν, προεβλήθησαν καὶ οἱ τὴν ἀκλινῆ παρεχόμενοι τοῖς νοητοῖς πρὸς τὰ δεύ‐ τερα δύναμιν ἀμείλικτοι τριῶν ὄντων καὶ αὐτοὶ γενόμενοι. Οὐ γὰρ πανταχοῦ | |
25 | πάντες ἐκφαίνονται, ἀλλ’ ὡς ἂν εἴποι τις, ὅπου χρεία αὐτῶν, καὶ ὅπου ἡ διά‐ στασις προηγουμένην αὐτοῖς ὑπόστασιν παρέχεται, λύσασα τὴν συναίρεσιν. Ἀλλ’ ἐπεὶ καὶ διάστασις ἐν τούτοις, ἐχρῆν καὶ τὴν διακρίνουσαν ἐκφανῆναι αἰτίαν, ὃν ὑπεζωκότα δι’ αὐτὸ τοῦτο κεκλήκασιν οἱ θεοί· | |
28 | ||
ὡς γὰρ ὑπεζωκώς τις ὑμὴν νοερὸς διακρίνει· | 131 | |
132 | καὶ οὗτος μὲν ἀποτέμνει αὐτοὺς τῶν τε πρὸ αὐτῶν καὶ ἀπ’ ἀλλήλων, ὡς ἂν τῆς ἑνώσεως ὢν διαλύτης· οἱ δὲ ἀμείλικτοι ἀπὸ τῆς ὕλης καὶ τῶν δευτέρων πάντων ἀνέχουσιν. Εἰ δὲ οὗτοι μὲν τρεῖς, ἐκεῖνος δὲ εἷς καὶ ταῦτα διακριτικὸς ὤν, θαυμαστὸν τῷ ὄντι, ἀλλ’ εὖ εἰδέναι χρὴ ὅτι καὶ ὁ ὑπεζωκὼς τριαδική | |
5 | ἐστι μονάς. Οὕτω μὲν αὐτός· ὁ δὲ ἡμέτερος καθηγεμὼν ἔλεγεν δεῖν τὸν ἀδιά‐ κριτον θεὸν ἕνα μόνον εἶναι· τὸ γὰρ πολλοποιὸν ἓν ὑπάρχειν ὅτι τῶν πολ‐ λῶν αἴτιον οὔπω ὄντων. Εἰ δὲ καὶ ἀφ’ ἑαυτοῦ ἄρχοιτο τῆς ἐνεργείας, ἔσται πολλὰ κατὰ τὸ ἓν καὶ κατὰ μόνην τὴν ἰδιότητα, πολλὰ δὲ ποιήσει διωρισ‐ μένα ἀπ’ ἀλλήλων. ἀλλὰ γὰρ τοῦτο μὲν εἰς τὰς χαλδαϊκὰς ἀναβάλλομαι | |
10 | συνουσίας, κοινὸν γὰρ τὸ ἀπόρημα, νῦν δὲ καὶ ἄλλον τρόπον ἐξηγησόμεθα τῆς νοερᾶς ἑβδομάδος, ἀπό τε τῶν πραγμάτων ὁμοῦ καὶ ἀπὸ τῶν ἀριθμῶν. Αὐτὸς τοίνυν ἡμᾶς ἐδίδαξεν ὅτι τῷ μὲν ἑνὶ ὄντι προσήκει ἡ μονάς, ὡς καὶ αὐτὴ κόσμος οὖσα ἀδιάκριτος· τῇ δὲ νοητῇ μεσότητι ἡ δυάς, ὡς ἄρξασα προόδου τινός· τῷ δὲ ἀπείρῳ πλήθει ἡ τριάς, τὸ γὰρ πλῆθος ἀπὸ τριάδος, | |
15 | καὶ ὅτι “νοῦς ἐστι νοητός”· ἡ δὲ τετρὰς τῇ ἀκρότητι τῶν νοητῶν καὶ νοερῶν, ὡς “πηγὴ τοῦ ἀενάου παντὸς ἀριθμοῦ”· ἡ δὲ πεμπὰς τῷ συνοχικῷ δια‐ κόσμῳ, ὡς συνέχουσα τῷ κύκλῳ πᾶσαν τὴν περιφορὰν τοῦδε τοῦ κόσμου, καὶ ὡς τετρὰς οὖσα εἰς τὴν μονάδα ἐπιστρέφουσα· ἡ δὲ ἑξάς, ὡς τελεία, τῷ τελεσιουργῷ διακόσμῳ. Δεῖ ἄρα τὴν ἑβδομάδα ἁρμόζειν τῷ νοερῷ παντί, κατὰ | |
20 | τὸ ἀκόλουθον, καὶ ὅτι ἑξάς ἐστιν εἰς μονάδα ἐπιστραφεῖσα· τέλειος γὰρ ὢν καὶ ὁ νοῦς ἐπέστραπται πρὸς τὸ νοητόν· ἐπὶ δὴ τούτοις τὴν ὀγδοάδα τοῖς ὑπερκοσμίοις, ὡς ἄρξασι τοῦ παντελοῦς μερισμοῦ, καὶ εἰς πᾶν διαστᾶσιν, καὶ ὡς ἀφομοιωτικοῖς τῷ ἐναρμονίῳ τῆς ὀγδοάδος ἐπαναπαυομένοις· τοῖς δ’ οὖν ἀπολύτοις τὴν ἐννεάδα, ὡς προσεχῶς τῆς δεκάδος ἐξῃρημένην, καὶ ὡς | |
25 | ἐπὶ πᾶν προελθοῦσαν μετὰ τῆς οἰκείας ἐπιστροφῆς· αὐτοῖς δὲ λοιπὸν τοῖς ἐγκοσμίοις τὴν πανδεχῆ δεκάδα, καὶ πάντων πρόοδον τῶν ἀριθμῶν. Ταῦτα μὲν ἐπὶ τοσοῦτον. | |
27 | Μήποτε δέ, ἵνα ἤδη μεταχειρίσωμαι τὸ δεύτερον τῶν προβλημάτων, | |
μήποτε τῷ μὲν Κρόνῳ προσήκει ἡ ἑβδομὰς μάλιστα καὶ πρώτως, ὡς δοκεῖ καὶ | 132 | |
133 | τοῖς Φοίνιξιν· ἤδη δὲ καὶ αὐτοῖς τοῖς Θεοῖς πρῶτος ὁ “ἅπαξ ἐπέκεινα” τὴν ἑβδομάδα προβάλλεται· τοῖς δὲ ἄλλοις, ἀπὸ τούτου κατὰ μέθεξιν· | |
2 | τοῦδε γὰρ ἐκθρώσκουσιν ἀμείλικτοί τε κεραυνοί, καὶ πρηστηροδόχοι κόλποι παμφεγγέος αὐγῆς | |
5 | πατρογενοῦς Ἑκάτης, καὶ ὑπεζωκὸς πυρὸς ἄνθος· ἠδὲ κραταιὸν πνεῦμα πόλων πυρίων ἐπέκεινα. | |
6 | Τῇ δὲ Ῥέᾳ ἡ ὀγδοάς· τῷ δὲ Διὶ ἡ ἐννεάς, τούτῳ μέν, ὡς ἐσχάτῳ νῷ καὶ καταπίνοντι τὸν πρῶτον, ὃς ἦν τριάς, τῇ δὲ Ῥέᾳ, ὡς ἐπὶ πᾶν κινηθείσῃ κατὰ τὰς διαιρέσεις, καὶ οὐδὲν ἧττον ἑστώσῃ παγίως τε καὶ κυβικῶς· τῷ δὲ Κρόνῳ | |
10 | ἡ ἑβδομάς, ὡς καθ’ ἑαυτὴν ὑφεστῶσα καὶ τῷ μονοειδεῖ χαίρουσα, καὶ κατὰ γέννησιν οὔτε ἐκ τῶν πρὸ αὐτῆς ἐξηρτημένη, οὔτε τὰ μεθ’ ἑαυτὴν ἐξάψασα ἑαυτῆς, ἀλλ’ εἴσω ἐν ἑαυτῇ κατέχουσα, ὡς καὶ ἄγονος εἶναι δοκεῖν, καὶ αὐθ‐ υπόστατος. Καὶ μὴν καὶ τὸ μονοειδὲς αὐτῆς καὶ ἀπὸ μόνης τῆς μονάδος προερχόμενον πῶς οὐκ ἂν πρέποι τῷ “ἅπαξ ἐπέκεινα” ὑμνουμένῳ; Ἔτι δὲ | |
15 | τὸ ἄχραντον αὐτῆς τῷ ἀΰλῳ νῷ πάντως ἂν πρέποι, ἔτι δὲ τὸ ἀδιαίρετον τῷ “ἀμιστύλλευτον ἔχοντι οὐσίαν”. Εἰ δὲ καὶ τελεσιουργός ἐστιν ἡ ἑβδομάς, ὡς ἡ φύσις δηλοῖ τῶν γιγνομένων, ταύτῃ ἂν καὶ τῷ δημιουργῷ ἀποδοθείη· εἰ δὲ τὴν διὰ πασῶν ἁρμονίαν συνείληφεν, ἴδιος ἔσται ταύτῃ γε τῇ πάντα ἁρμοζούσῃ τὸν νοερὸν διάκοσμον τῇ αὑτῆς μεσότητι, καὶ τοὺς δύο πατέρας εἰς τὸ αὐτὸ | |
20 | κέντρον συναγούσῃ, ὡς εἰς μονάδα μέσην τὰς ἑκατέρωθι δύο τριάδας, ἔτι δὲ ὡς ἑξάδα μερικῶν πηγῶν ἐν μιᾷ μονάδι συνηρηκυίᾳ Θαυμαστόν τινα τρόπον. Οὕτω μὲν οὖν παντὶ τῷ νοερῷ διακόσμῳ ἡ ἑβδομὰς οἰκεία φαίνεται, καὶ μάλιστα τῇ πηγῇ τῶν νοερῶν ἁπασῶν τάξεων, τῷ “ἅπαξ ἐπέκεινα”. | |
23 | Πρὸς δὴ τὸ τρίτον, εἰ καθ’ ἕκαστον ἓν ὅλην κατηγορεῖ τὴν ἀντίθεσιν | |
25 | ὁ Παρμενίδης· τῆς μὲν πρώτης τὸ ἓν καὶ τὸ ὂν ὁμοῦ, τῆς δὲ δευτέρας τὸ ὅλον καὶ μέρη, ὡς ἓν τὸ συναμφότερον, τῆς δὲ τρίτης ἑνάδος, τὸ ἓν ὂν ὅλον, | |
καὶ τὸ ἄπειρον τῶν ἓν ὄντων πλῆθος· ἔτι δὲ τῆς ἀκρότητος τῶν νοητῶν καὶ | 133 | |
134 | νοερῶν, τὸ ἓν καὶ πολλά· ἑκάστη γὰρ αὐτῆς μονάς, ἓν πολλὰ τὸ ἕν, ἕτερον τῆς 〈ἀρχῆσ〉 τὸ ὅν, τῆς δὲ μεσότητος τὸ ὅλον καὶ μέρη, τῆς δὲ τελευτῆς, ἔσχατα καὶ μέσον. Δεῖ ἄρα ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ἐπὶ μιᾶς λέγεσθαι τάξεως τῆς πρώτης τῶν ἑπτὰ πηγῶν· ὁμοίως δὲ καὶ τὸ ἑστὼς καὶ κινούμενον· ἔτι δὲ | |
5 | τὸ ταὐτὸν καὶ θάτερον. Καὶ γὰρ τὰ ἐφεξῆς τὸν αὐτὸν ἐκδεξόμεθα τρόπον· οὐκ ἄρα τὸ μὲν τῆς ἀντιθέσεως ἐπὶ τοῦ πατρὸς ληψόμεθα, τὸ δὲ ἀπὸ τοῦ ἀμειλίκτου. Δεύτερον τοίνυν, εἰ τὸ ἐν αὑτῷ, ἢ τὸ ἑστώς ἐστιν ὁ ἀμείλικτος, ἢ τὸ ἕτερον, τί ἂν αὐτοὶ εἶεν οἱ πατέρες; οἷον ὁ πρῶτος ἄρα τὸ ἐν ἄλλῳ· ἀλλὰ τοῦτο σύμβολόν ἐστιν, ὥς φησι, τῆς τοῦ πρὸ αὐτοῦ συναφῆς, ὥσπερ τὸ ἐν | |
10 | ἑαυτῷ τῆς ἀπὸ τῶν δευτέρων ἀνεχούσης ὑπεροχῆς. Αὐτὸς ἄρα οὐχ ἕξει τι σύν‐ θημα τῆς ἑαυτοῦ οὐσίας· ὥστε οὐδὲ ἡ ζωογόνος θεός, εἴπερ τὸ ἑστὼς ἀμεί‐ λικτος αὐτός ἐστιν· αὕτη δὲ κινεῖται πρὸς τὸ πρὸ αὐτῆς. Ἔτι οὖν τρίτον διὰ τί ἐπὶ τοῦ τρίτου οὐχὶ ταυτότης ἀμείλικτος, ἀλλ’ ἡ ἑτερότης· αὕτη γὰρ τῷ ἐν ἄλλῳ καὶ τῷ κινουμένῳ ἀναλογεῖ. Τέταρτον διὰ τί τοὺς μὲν ἀμειλίκτους | |
15 | πάντως ποιεῖν Θέλομεν, τὸν δὲ ὑπεζωκότα σημαίνοι ἄν, εἴπερ αὐτοῦ ἐστιν τὸ ἐν ἑαυτῷ καὶ καθ’ ἑαυτὸ κεχωρισμένον τῶν ἄλλων. Τοῦτο μὲν οὖν ἀληθές ἐστιν ὅτι ἐμφαίνεται καὶ τοῖς πατράσι τὰ τῶν ἄλλων ἰδιώματα. Καὶ γὰρ ὁ παρ’ Ὀρφεῖ Κρόνος, ὃς Τιτάν ἐστι κατὰ τὸν ἑαυτοῦ ὑπεζωκότα, καὶ κατα‐ πίνει τὰ οἰκεῖα γεννήματα κατὰ τὸν ἀμείλικτον. Καὶ δὴ καὶ τὸ ὄνομα ὁ Κορό‐ | |
20 | νους δηλοῖ νοῦν καὶ τὸν κουρῆτα τούτου, καὶ ἔτι τὸν ὑπεζωκότα. Ὁ γὰρ καθαρὸς νοῦς οὐχὶ καὶ νοητὸν ἔτι ἐστίν, ἀλλὰ μόνον νοῦς ἀποτεμὼν ἑαυτὸν ἀπὸ πάντων κατὰ τὴν οἰκείαν περιγραφήν. Ἀλλ’ ὅμως ἕνα τὸν Κρόνον Θεὸν ἀνυμνοῦμεν· ὥστε αἱ τρεῖς αὗται ἀντιθέσεις τοὺς τρεῖς ἡμῖν δηλούτωσαν νοεροὺς πατέρας. Διὰ τί οὖν οὐχὶ καὶ τὴν ὅλην ἑβδομάδα ὁ Πλάτων παραδίδωσι, καίτοι | |
25 | ἔχων καὶ παρ’ Ὀρφεῖ τὴν νοερὰν ἑβδομάδα; ἢ ὅτι καὶ Ὀρφεὺς τὰς τρεῖς ταύτας μονάδας ὁρᾷ προηγουμένας· ἐν δὲ ταύταις περιλαμβάνει τὸ οἰκεῖον πλῆθος ἑκάστης, ἐν μὲν τῷ Κρόνῳ τοὺς Τιτᾶνας, ἐν δὲ τῇ Ῥέᾳ τὰς Τιτα‐ νίδας, ἐν δὲ τῷ Διὶ πάντας τοὺς Κρονίδας. Ἔτι δὲ καὶ οἱ θεοὶ ἐν τοῖς | |
πατράσιν φασὶν οἷον συνειλῆσθαι τοὺς ἀμειλίκτους. Εἰκότως ἄρα καὶ ὁ Παρ‐ | 134 | |
135 | μενίδης, τὰ καθόλου μεταδιώκων, εἰς τρεῖς τούτους διακόσμους διεῖλεν τὴν νοερὰν πᾶσαν διάταξιν. Τάχα δὲ οὐδὲν ἁπλῶς ὡς πατέρας τρεῖς, ἢ ὡς τρεῖς θεοὺς παραδίδωσιν, ἀλλ’ ὥσπερ τὸν νοητὸν κόσμον εἰς τρεῖς τάξεις διῄρηκεν, καὶ τὸν νοητὸν καὶ νοερὸν ὡσαύτως εἰς τρεῖς, οὕτω καὶ τὸν νοερὸν τριχῆ | |
5 | τεμών, τὸ μὲν πρῶτον εἶδος αὐτοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ κέκληκεν, τὸ δὲ δεύτερον, κινούμενον καὶ ἑστώς, τὸ δὲ τρίτον, ταὐτὸν καὶ θάτερον. Καὶ πρό‐ κειται γὰρ ὅλων κόσμων θείων ποιήσασθαι πρόοδον ἀπὸ τῶν ἐν αὐτοῖς κρατούντων· 〈εἰ〉 νοοῖμεν τὰ κοινὰ αὐτῶν συνθήματα, οὐδὲν τοῦτο βλάψει τὴν κοινὴν ἑκάστου ἀλήθειαν. | |
9 | ||
10 | Ἀλλὰ δὴ τὸ τέταρτον ἡ μὲν νοητὴ οὐσία κατὰ τὸ μένειν οὐσίωται, ἡ δὲ νοητὴ καὶ νοερὰ κατὰ τὸ προϊέναι, ἡ δὲ νοερὰ κατὰ τὸ ἐπιστρέφειν· καὶ πάλιν ἡ μὲν νοητὴ κατὰ τὸ ἡνῶσθαι, ἡ δὲ νοητὴ καὶ νοερὰ κατὰ τὸ διακρίνεσθαι, ἡ δὲ νοερὰ κατὰ τὸ διακεκρίσθαι· καὶ ἔτι ἐκ τρίτων, ἡ μὲν νοητὴ κατὰ τὴν πατρικὴν ὕπαρξιν, ἡ δὲ νοητὴ καὶ νοερὰ κατὰ τὴν πατρικὴν | |
15 | δύναμιν, ἡ δὲ νοερὰ κατὰ τὸν πατρικὸν νοῦν. Εἰς ταὐτὸ ἄρα συμβαίνει τὸ διακεκριμένον καὶ ἐπεστραμμένον εἰς τὴν τοῦ νοῦ μίαν ὑπόστασιν. | |
16 | Τίς οὖν ἡ τῆς ὑποστάσεως ταύτης τριχῆ διαίρεσις, ὅπερ ἦν τὸ πέμπτον; ἢ ὁ αὐτὸς τρόπος τῆς διαιρέσεως, ὥσπερ ἦν τῶν ὅλων, οὗτος καὶ τῶν διῃρημένων τριῶν τμημάτων ὁμοιομερῶς τεμνομένων τῷ ὅλῳ τῶν μερῶν. Καὶ | |
20 | γὰρ τοῦ νοητοῦ, τὸ μὲν “ἦν” πάντη ἡνωμένον καὶ ἀδιάκριτον· τὸ δὲ “ὡς ἐν τῷ ἡνωμένῳ”, διακρινόμενον· τὸ δὲ “ὡς ἐκεῖ διακεκριμένον” εἰς ἄπειρον πλῆθος. Ἔτι δὲ τὸ νοητὸν καὶ νοερὸν ὁμοίως ἡνωμένον, διακρινόμενον, διακεκριμένον· ὁ μὲν γὰρ ἀριθμός, εἰ καὶ ἀριθμὸς ἦν, ἀλλ’ ὅτι μάλιστα ἑνοειδής, τὸ δὲ ὅλον καὶ μέρη, διεκρίνετό πως, ἡ δὲ ἀρχὴ καὶ τὸ μέσον καὶ τὸ τέλος παντελῶς | |
25 | διεκέκριτο· ὡσαύτως δὲ διαιρετέον καὶ τοὺς νοερούς· καὶ τὸ μὲν ἐν τούτοις ἡνωμένον ἀποδοτέον τῷ πρώτῳ κατὰ δίκην, τὸ δὲ διακρινόμενον τῷ δευτέρῳ, τὸ δὲ διακεκριμένον τῷ τρίτῳ. Διανέμειν δὲ ἔξεστιν καὶ τοὺς ἄλλους διαιρετι‐ κοὺς δύο τρόπους εἰς τὰς αὐτὰς τριάδας κατὰ τὸν αὐτὸν λόγον· ὥστε καὶ ἐν τοῖς νοεροῖς τὸν μὲν πρῶτον κόσμον ἐν τῷ μένειν ὁρᾶσθαι, τὸν δὲ δεύτερον | |
30 | ἐν τῷ προϊέναι, τὸν δὲ τρίτον ἐν τῷ ἐπεστράφθαι, καὶ τὸν μὲν πρῶτον | 135 |
136 | ὑφεστάναι κατὰ τὸν πατέρα, τὸν δὲ δεύτερον κατὰ τὴν δύναμιν, τὸν δὲ τρίτον κατὰ τὸν νοῦν· νοῦ γὰρ νοῦς ἐστιν ὁ κόσμου τεχνίτης, περὶ οὗ φησιν τὸ λόγιον. | |
3 | Τί οὖν πρὸς τὸ ἕκτον ἐροῦμεν; ἆρα ὡς οἱ παλαιότεροι τῶν ἐξηγη‐ | |
5 | τῶν; ἀλλὰ καλῶς αὐτοὺς διελέγχει κακῶς ἐξηγησαμένους· ἀλλ’ ὅτι τὸ μὲν ἐν ἑαυτῷ ὁ ἀμείλικτος, τὸ δὲ ἐν ἄλλῳ ἡ πρὸς τὸ κρεῖττον ἐπιστροφή· ἀλλ’ εἴ‐ ρηται καὶ πρόσθεν ὅτι οὐδὲ τοῦτο ἔχει λόγον. Βέλτιον οὖν τὴν τοῦ φιλοσόφου Συριάνου θαυμασίαν ἐπιβολὴν ἐκδέχεσθαι, ὡς, τριῶν οὐσῶν ἐπιστροφῶν, ἡ μὲν πρὸς τὸ χεῖρον οὐδὲν προσήκει τῷ νῷ, ἄλλως τε φαίη ἂν καὶ τῷ Κρόνῳ, | |
9 | ||
10 | οὐ γὰρ ἐς ὕλην πῦρ ἐπέκεινα τὸ πρῶτον ἑὴν δύναμιν κατακλείει ... | |
11 | ἡ δὲ εἰς ἑαυτὸν καὶ τὸ εἰς τὸ κρεῖττον καὶ πάνυ ἴδιος· ὧν τὴν μὲν ἡ ἐν αὑτῷ, τὴν δὲ ἡ ἐν ἄλλῳ δηλοῖ κατηγορία. Καὶ δὴ διὰ τοῦτο κρεῖττον εἶναι τὸ ἐν ἄλλῳ τοῦ ἐν ἑαυτῷ· μήποτε δὲ τὸ ἐν ἄλλῳ οὐκ ἐν τῷ κρείττονι ληπτέον, | |
15 | ἀλλὰ νοεῖν ἀρχομένην τὴν πρὸς τὰ δεύτερα σχέσιν, ἀπὸ τοῦ Κρόνου, ἀλλ’ ἐξ‐ ῃρημένως καὶ ἀπολύτως, καὶ τοῦτο πολλοῖς ἄν τις πιστώσαιτο λόγοις θεο‐ λογικοῖς· πρῶτον μὲν γὰρ καὶ τὸ λόγιον, εἰ καὶ ἔργῳ οὐ φησὶ κατακλείειν εἰς ὕλην τὴν ἑαυτοῦ δύναμιν “πῦρ ἐπέκεινα τὸ πρῶτον, ἀλλὰ νόῳ” φησίν. Τοῦτο δέ ἐστιν, ὡς ἐμοὶ δοκεῖ, ὅτι κοσμοποιεῖ μὲν καὶ αὐτὸς τὴν ὕλην, ἀλλὰ | |
20 | νοερῶς μόνον, τουτέστι παραδειγματικῶς, ἐξῃρημένως, διὰ μέσου τοῦ οἰκείου, ὃς ἦν δημιουργὸς νοῦ, παρὰ τῷδε κάθηται· αὕτη δέ ἐστιν ἡ εἴσω τε καὶ ἔξω τοῦ πατρικοῦ νοῦ τούτου ἐνέργεια· τῷ μέντοι ἑαυτοῦ νῷ κοσμοποιεῖ καὶ ὁ πατήρ, ἀλλ’ οὔτε τῇ δυνάμει· καὶ αὕτη γὰρ ὑπὲρ τὸν δημιουργόν, οὔτε πολλῷ μᾶλλον τῷ ἔργῳ αὐτὸς ἐπιστατῶν· ἐπεὶ καὶ τὸ μὴ “κατακλείειν ἑὴν δύναμιν” | |
25 | τὸ μὴ συντάττειν δηλοῖ κατὰ τὸ σύμμετρον, ἀλλ’ ἐξῃρημένως προνοεῖν τῆς κοσμοποιίας. Οὐχὶ δὲ καὶ Ὀρφεὺς ἐν τῷ Κρόνῳ ἐξάπτει τὰ πείσματα τῆς ὅλης δημιουργίας, ὅ γέ τοι δημιουργικός, καὶ εὔχεται πρὸς αὐτόν; | |
28 | ||
Ὄρθου δ’ ἡμετέρην γενέην, ἀριδείκετε δαῖμον ... | 136 | |
137 | Ἀπευθύνει ἄρα καὶ ἀπορθοῖ τὴν ὅλην κοσμοποιίαν· ἔτι τοίνυν σαφέστερον οἱ Φοίνικες ταῦτα περὶ αὐτοῦ ἀξιοῦσιν, πρῶτον μὲν δαίμονα αὐτὸν ποιοῦντες εἰληχότα τὸν δημιουργόν. Ὡς οὖν τοῦ ἡμετέρου βίου προνοεῖ ὁ δαίμων, οὐ καταβαίνων εἰς αὐτόν, ἀλλ’ ἐξῃρημένως, οὕτω καὶ ὁ Κρόνος τοῦ κόσμου | |
5 | προέστηκεν, οὐ κοσμοποιὸς ὢν αὐτόθεν, ἀλλὰ τοῦ κόσμου κηδεμών, καὶ εὐ‐ εργέτης καὶ ἀποπληρωτὴς τοῦ κοσμικοῦ βίου παντός, καὶ πρό γε ἔτι αὐτοῦ δημιουργοῦ. Ἔπειτα καὶ δημιουργὸν ἐντεῦθεν ἀνυμνοῦσι τὸν Κρόνον, τὸν προ‐ χειρισμὸν τῆς δημιουργίας ἐν ἑαυτῷ θεασάμενον. Καὶ πῶς γὰρ οὐκ ἔμελλεν προβεβλῆσθαι τὸ δημιουργικὸν ἐν ἑαυτῷ ἰδίωμα, | |
10 | ὅτε δημιουργῶν ἐστι γεννητής, οὓς προάγει διακοσμεῖν τὴν δημιουργίαν. Ἀλλὰ μὴν καὶ Πλάτων αὐτὸς ἐν τῷ Πολιτικῷ τὸν Κρόνον ποιεῖ δαίμονα ἐφιστῶντα τοῖς μέρεσι τοῦ παντὸς ἀπολύτους δαίμονας, ὡς καὶ αὐτὸς τοῦ κόσ‐ μου προνοῶν· ὅλως δὲ ὁ ἐπὶ Κρόνου βίος ἐν τῷδε τῷ κόσμῳ ἐστίν, πλὴν ὅτι ἀπολυόμενος τοῦ κόσμου κατ’ ἐπιστροφήν, ὥσπερ ὁ τοῦ Διὸς τῷ κόσμῳ συμ‐ | |
15 | φυόμενος κατὰ πρόοδον. Καὶ τίνος γὰρ εἵνεκα δύο βίοι μυθολογοῦνται, Διὸς καὶ Κρόνου, ἀλλ’ οὐχὶ καὶ τῶν πρεσβυτέρων τινὸς ἐπωνύμων θεῶν; ἢ ὅτι ἐπεφύκει ὁ Κρόνος νοῦς τὸν κόσμον ὑφιστάνειν οὐ κατὰ τὴν εἰς ὕλην πρόοδον, ἀλλὰ καθόσον χωρίζεται ἀπὸ τῆς ὕλης. Οὔκ ἐστι γὰρ κοσμουργός, ἐν ὕλῃ γὰρ τοῦτο τὸ ὄνομα, καὶ μεθ’ ὕλης, ἀλλὰ τοῦ γενομένου κόσμου ἐπιστροφεύς τε καὶ | |
20 | συνοχεύς, καὶ ἔτι προσεχέστερον αὐτοῦ τοῦ δημιουργοῦ. Τοῦτο δὴ οὖν τὸ πρὸς τὸν κόσμον ἀπονεῦον καὶ τὰ ἐγκόσμια πράγματα ὁπωσοῦν τοῦδε τοῦ Θεοῦ ἐν ἄλλῳ ἐξηγητέον· ἐν αὐτῷ γὰρ πρώτῳ προβέβληται ἡ τοιάδε σχέσις, ἅτε πατρὶ ὄντι τοῦ ὅλου δημιουργοῦ. Κατὰ γὰρ ταύτην αὐτὸν καὶ προὐβάλλετο καὶ τοὺς ἄλλους δημιουργικοὺς Θεούς· ἀλλ’ ἐπειδὴ ἐν ἑαυτῷ βούλεται μᾶλλον ἢ ἐν ἄλλῳ | |
25 | εἶναι, διὰ τοῦτο κατέχει τὰ αἴτια τῆς δημιουργίας ἐν ἑαυτῷ, καὶ οὐ προΐεται ὁ πατήρ, ἀλλ’ ἡ δύναμις αὐτοῦ, ἡ μεγάλη τῷ ὄντι Ῥέα κινεῖ ταῦτα εἰς πρόοδον. | |
Καὶ ἐπειδὴ ἀμιστύλλευτός ἐστιν ὁ Κρόνος, οὐκ ἐν ἄλλοις, οὐδὲ ὡς ἐν πεπλη‐ | 137 | |
138 | θυσμένοις ἐστὶ τοῖς ἐγκοσμίοις, ἀλλ’ ὡς ἔτι ἐν ἀδιαιρέτῳ τῷ κόσμῳ· καὶ γὰρ ἐπιστρέφει αὐτὸν ἀπὸ τοῦ οἰκείου μερισμοῦ εἰς τὴν ἑαυτοῦ ὁλότητα· καὶ εἴ τι ἔχει ὁ κόσμος οὐκ ἐν ἄλλῳ, ἀλλ’ ἐν ἑαυτῷ, ἀπὸ τοῦ θεοῦ τούτου παραδέχεται. Μήποτε δὲ καὶ ὁ δημιουργὸς ἄλλο πρὸς τῶν ἄλλων ὡς τῶν ἄλλων αἴτιος· καὶ | |
5 | ὡς πρῶτος ἔνυλος κατὰ δή τινα τρόπον. Ὁ οὖν πατὴρ ἐν αὐτῷ ὡς ἐν ἄλλῳ πρῶτος ἐν ἄλλῳ· ὅτι ἄλλῳ πρῶτον ὁ δημιουργὸς τῶν ἄλλων ἐν ᾧ ἐπινήχεται ὁ πατήρ. Ὡς δὲ ἐπὶ ταύτης μᾶλλον τῆς ἐννοίας ὁ Παρμενίδης ἐστί, μάθοιμεν ἂν ἐννοήσαντες, ἓν μὲν ὅτι οὐκ ἐν ἑτέρῳ φησίν, ἀλλ’ ἐν ἄλλῳ· τοῦτο δὲ ὄνομα ἦν τῶν προσύλων εἰδῶν, ὡς ἐν τοῖς ἑξῆς πολλαχοῦ λέγεται καὶ εἴρηται πρό‐ | |
10 | σθεν· δεύτερον δὲ ὅτι προϊὼν τὸ ἐν ἑαυτῷ πρὸς τὸ ἐν ἄλλοις ἀντιδιαιρεῖ, ὅτε οὐδὲ αὐτὸς ἀμφισβητεῖ μὴ οὐχὶ τὰ ἄλλα εἶναι τὰ μετὰ ταῦτα καὶ πρόσυλα· τρίτον δὲ ὅτι ἐν τῷ ἑξῆς συμπεράσματι τὸ μὲν ἐν ἑαυτῷ συμπροφαίνει τὴν ταυτότητα, τὸ δὲ ἐν ἄλλῳ τὴν ἑτερότητα, ὥστε κρεῖττον εἶναι τὸ ἐν ἑαυτῷ τοῦ ἐν ἄλλῳ, ὡς τὴν ταυτότητα τῆς ἑτερότητος. | |
14 | ||
15 | Ἀλλ’ ἐπὶ τούτοις ῥητέον καὶ τὸ ἕβδομον· ὅτι γὰρ τοῦ ἐν ἄλλῳ τὸ ἐν ἑαυτῷ κρεῖττον, ἀπὸ τῆς ἀποδείξεως διισχυρίζεται, εἴπερ τὸ μὲν ἐν ἑαυτῷ ἀπὸ τῶν μερῶν. Τίς οὖν ἀπόδειξις τοῦ ἐν ἑαυτῷ πρότερον σκεπτέον. Ἆρα τοίνυν οὕτως ἐν ἑαυτῷ τὸ ἕν, ὡς τὰ πάντα μέρη ἐν τῷ ὅλῳ, διὰ τοῦτο τὰ μέρη τὸ ὅλον ἐστίν, οὐκ ἔσται κατὰ ἀλήθειαν πᾶς νοῦς ἐν ἑαυτῷ, ἀλλὰ τὰ | |
20 | μέρη ἐν τῷ ὅλῳ; καίτοι τὰ μέρη ἐν ὅλῳ, καὶ πρὸ αὐτοῦ, ἀλλ’ οὐ τὸ ἐν ἑαυτῷ πρὸ αὐτοῦ. Μήποτε οὖν ἐπειδὴ αὐθυπόστατος οὗτος ὁ νοῦς, ὡς παράγων ἑαυτὸν περιέχει, ὡς δὲ παραγόμενος, περιέχεται· ὅλος ἄρα ἐν ὅλῳ, ὡς αὐθ‐ υπόστατος. Ἀλλὰ τοῦτο μὲν ἀληθές· οὐ μὴν τῷ γε Παρμενίδῃ ἀκολουθεῖ. Εἰ μὴ ἄρα ὑφίστησι μὲν τὸ ὅλον, ὑφίσταται δὲ τὰ πάντα μέρη· οὕτω δὲ οὔτε | |
25 | τὸ ὅλον ἐν ἑαυτῷ, ἀλλ’ ἐν ἄλλῳ, οὔτε τὰ μέρη ἐν ἑαυτοῖς, ἀλλ’ ἐν τῷ ὅλῳ. Ἀλλ’ ἔστιν καὶ ὧδε, φησίν, ἐν ἑαυτῷ, ᾗ καταπίνει τὰ οἰκεῖα γεννήματα, καὶ τροφὴν ἑαυτοῦ ποιεῖται, ὡς ἂν τῶν παίδων εἰς τὴν αὐτοῦ οὐσίαν τελούντων· καὶ ἔτι οὗτοι ἐν αὐτῷ, αὐτὸς δὲ οὗτοι· αὐτὸς ἄρα ἐν ἑαυτῷ, ἀλλ’ οὐδὲν διαφέρει παῖδας ἢ μέρη λαβεῖν· ὥστε πάλιν οὔτε ὁ πατὴρ ἐν ἑαυτῷ, οὔτε τῶν παίδων | |
30 | ἕκαστος. Ἔτι δέ, φησί, τὰ εἴδη ὁμοῦ πάντα ἐν ἀλλήλοις· πολλῷ ἄρα μᾶλλον αἱ | |
ἑνάδες οὐ μόνον ὁμοῦ πᾶσαι, ἀλλὰ καὶ μία πᾶσαι. Ἡ μία ἄρα περιέχουσα τὰς | 138 | |
139 | πολλὰς ὡς μίαν καὶ ἑαυτὴν οὕτω περιέχει τὰς πάσας· αὐτὴ ἄρα ἐν ἑαυτῇ. Ἀλλ’ ἔστι μὲν τὰ αὐτὰ καὶ πρὸς τοῦτο εἰπεῖν, ἤδη δὲ καὶ τοῖς πρὸ τοῦδε τοῦ νοῦ οἱ λόγοι οὗτοι ἁρμόζουσιν. Ἐξηγητέον ἄρα τῇ παρούσῃ τάξει ἰδίως τὴν ἀπόδειξιν. Ὁ δὴ νοῦς ἐν διακρίσει καὶ ἐπιστροφῇ οὐσιωμένος· καὶ γὰρ δεῖ | |
5 | προελθεῖν, εἶτα ἐπιστραφῆναι· μερισθεὶς οὖν, εἶτα ἐπιστραφεὶς μετὰ τὸ προ‐ ελθεῖν, μερισμὸς ὑπέστη πρὸς ἑαυτὸν ἐπεστραμμένος, καὶ αὕτη κοινὴ οὐσία. Τοῦ νοῦ δὲ πρώτου τὸ ὁλότητα μᾶλλον εἶναι ἢ μερισμόν, καὶ ἕνωσιν μᾶλλον ἢ ἐπιστροφήν, τοῦ δὲ τρίτου ἀνάπαλιν ἐπιστροφὴν μᾶλλον ἢ ἕνωσιν, καὶ με‐ ρισμὸν μᾶλλον ἢ ὁλότητα, τοῦ δὲ μέσου ἐπίσης ἄμφω· καὶ ταῦτα μὲν εἰς | |
10 | ὕστερον βασανιοῦμεν. Τὸ δ’ οὖν προκείμενον ὁ πρῶτος νοῦς ἐπεστραμμένος ὢν μερισμὸς καὶ ἡνωμένη ὁλότης· μᾶλλον δὲ ὁλοφυὴς μερισμὸς καὶ ἀμέριστος, κατὰ τὸ λόγιον, καὶ ἡνωμένη ἐπιστρόφη, αὐτὸς ἂν ἐν δίκῃ λέγοιτο τὰ πάντα μέρη, καὶ αὐτὸς τὸ ὅλον. Καὶ οὐ μάτην ἐπὶ τούτου πρώτου τὰ πάντα μέρη ἔφατο τὸ ὅλον. Διότι ὁ νοῦς αὐτὸ ὅ ἐστι μερισμός ἐστιν ἐπεστραμμένος. Οὗτος | |
15 | δὲ καὶ διαφερόντως, ὅτι ὁλοφυὴς ὁ μερισμός· ᾗ μὲν οὖν μερισμός, αὐτός, ᾗ δὲ ἐπεστραμμένος πρὸς ἑαυτόν, ἐν ἑαυτῷ, πᾶς δὲ καὶ ὅλος, τὸ συναμφότερον· τὸ γὰρ ἓν εἶδος τοῦ νοῦ ὁ ἐπεστραμμένος ἐστὶ μερισμός. Κατὰ πάντα οὖν τὰ μέρη τὸ ὅλον, καὶ τὸ ὅλον τὰ πάντα μέρη· καὶ γὰρ εἰ καὶ ἐν αὐτῷ πρόοδός ἐστιν, καὶ τὰ μὲν ἥνωται μᾶλλον, τὰ δὲ ἧττον, ἀλλ’ ὁ σύμπας καὶ εἷς μερισμός | |
20 | ἐστιν ὁ ὅλος νοῦς, καὶ ὁ μερισμὸς ἡ ὁλότης αὐτοῦ ἐστιν, ὅτι ἐν τῷ μερισμῷ ἔχει τὸ εἶναι. Τί οὖν οὐκ ἔστιν ἐν αὐτῷ πρὸ τῶν μερῶν ὅλον; πῶς οὖν ἐκεῖνο μερισμός; ἢ μάλιστα μὲν τὸ μὲν νοητὸν ὅλον μᾶλλον ἢ μέρη, τὸ δὲ νοητὸν καὶ νοερὸν ἐπίσης ὅλον καὶ μέρη, τὸ δὲ νοερὸν μέρη μᾶλλον ἢ ὅλον, καὶ πάντα μέρη τὸ ὅλον, ἀλλ’ οὐ τὸ πρὸ τῶν πάντων. Ὡς γὰρ ἐν τῷ νοητῷ τὰ μέρη | |
25 | ἔμεινεν ἐν τῷ ὅλῳ, καὶ οὐ προῆλθεν ἀπ’ αὐτοῦ, οὕτω καὶ ἐν τῷ νῷ ἡ ὁλότης συνεμερίσθη τοῖς μέρεσιν, καὶ ἐγένετο τὰ πάντα μέρη· ἐν δὲ τῷ μέσῳ διακόσμῳ κατὰ ἴσην στάσιν ἀντιδιῄρηται πρὸς τὰ μέρη τὸ ὅλον. Δεύτερον δέ, καθὸ μὲν νοῦς ὁ μερισμός ἐστιν· ἐπιστροφὴ γὰρ καθόσον νοῦς· ἡ δὲ ἐπιστροφὴ τῶν προεληλυθότων ἐστὶν καὶ διακριθέντων· καθόσον δὲ ἔχει τι καὶ ὁ νοῦς νοητόν, | |
30 | κατὰ τοσοῦτον ἔχει τὴν πρὸ μερισμοῦ ὁλότητα. Ἔτι δὲ τὸ τρίτον συμβιβαστέον | |
ἄμφω τοὺς λόγους, καὶ ὅλον δι’ ὅλου τὸν νοῦν θεατέον ἐπεστραμμένον τε καὶ | 139 | |
140 | μεμερισμένον. Ἀλλ’ ἔστι καὶ ἐν τῇ τοιαύτῃ φύσει τὸ ὅλον καὶ τὰ μέρη, ἑκά‐ τερον δὲ μερισμὸς ἐπεστραμμένος· καὶ μᾶλλον δὲ τὰ μέρη μερισμός· μᾶλλον δὲ τὸ ὅλον ἐπεστραμμένος. Εἰ γὰρ νοῦς ὅλος δι’ ὅλου, πάντως ὅτι καὶ ἐπέστρα‐ πται ὅλος, ὥστε καὶ μεμέρισται· μετὰ γὰρ τὴν πρόοδον ἡ ἐπιστροφή· καὶ δὴ | |
5 | οὕτως καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος κατέπιεν, ὅτι καὶ αὐτὸς ἐν ἐπιστρο‐ φαῖς οὐσίωται, καὶ οἱ παῖδες ἕτοιμοι ἦσαν εἰς ἐπιστροφήν. Μὴ τοίνυν οἰώμεθα τὰ πάντα μέρη τὰ ἀπὸ τοῦ ὅλου γεννήματα λέγεσθαι, ἀλλὰ τὸν πάντα μερισμὸν ἐν ᾧ συνείληπται καὶ τὰ γεννήματα τὸ ὅλον εἶναι τοῦδε τοῦ πατρός, καὶ ἐπὶ τοιαύτης ἐννοίας ὁρμεῖν τὴν Παρμενίδου ἀπόδειξιν. | |
9 | ||
10 | Τὸ τοίνυν ὄγδοον πῶς ἀποδείκνυται τὸ ἐν ἄλλῳ· ἆρα, ὥς φησιν, ὅτι τὸ ἐξῃρημένον ὅλον οὔτε ἐν ἑνί ἐστι τῶν μερῶν, οὔτε ἐν πᾶσιν ὡς κατὰ σύνταξιν; Αὐτὸ δὲ ὂν καθ’ ἑαυτὸ πρὸ τῶν μερῶν εἰς πάντα ἐλλάμπει χωρι‐ στῶς, οὔτε ἑνὸς ὄν, οὔτε πλειόνων, οὔτε πάντων, ἀλλ’ ἑαυτοῦ μόνον, καὶ πρὸ πάντων, καὶ ταύτῃ οὐκ ἐν τοῖς μέρεσιν. Δεῖ δὲ εἶναί που, ἐν ἄλλῳ ἄρα τῷ | |
15 | πρὸ αὐτοῦ, φησίν. Καὶ γὰρ τὸ μὲν πρὸ μερῶν ὅλον ἐν τῇ αἰτίᾳ εἶναι, τὸ δὲ ἐκ μερῶν, ὅ ἐστι τὰ πάντα μέρη, ἐν τῷ πρὸ μερῶν. Ἀλλ’ εἰ οὕτω νοοῖμεν, πρῶτον μὲν οὐχ ὅλος ἔσται ἐν ἄλλῳ ὁ νοῦς, εἴπερ τὰ πάντα μέρη ἐν τῷ ὅλῳ, ἀλλ’ οὐκ ἐν ἄλλῳ. Ἔπειτα τὸ πρὸ μερῶν ὅλον ἔστω, μὴ ἐν τοῖς μέρεσιν. Διὰ τί οὖν οὐκ ἐν ἑαυτῷ, ἀλλὰ πάντως ἐν ἄλλῳ; Τρίτον δὲ τὸ ὅλον, ᾗ ὅλον, μερῶν | |
20 | ἐστιν ὅλον· ᾗ ἄρα ὅλον ἐν τοῖς μέρεσιν ἔχει τὸ εἶναι. Εἰ μὲν δὴ σώζοιμεν τὴν ἀρχαίαν ἐξήγησιν, τὸν νοῦν ῥητέον διὰ μὲν τὸ ἐν ἑαυτῷ μερισμὸν ἐπεστράφθαι πρὸς ἑαυτόν, καὶ ἔτι διὰ τὸν πρὸς ἄλλους, ὁμοταγεῖς αὐτῷ νόας, εἴ τινες εἶεν, διὰ δὲ τὸν ἀπὸ τῆς αἰτίας, καθ’ ὃν ἐξέτεμεν ἑαυτὸν ἀπὸ τῶν πρὸ αὐτοῦ, εἰς τὴν αἰτίαν ἐπιστρέφεται. Διττὸς γὰρ ὁ μερισμός, διττὴ καὶ ἡ ἐπι‐ | |
25 | στροφή, ὥστε ὅλος ὁ νοῦς, ᾗ νοῦς, ἄλλου ἐστὶν νοῦς, καὶ ἐν ἄλλῳ διὰ τοῦτο. Καὶ γὰρ ὁ πατρικὸς νοῦς ἐν τῷ πατρί· καὶ ὁ ἄλλου ἄρα ἐν ἄλλῳ οὗ ἐστιν νοῦς. Εἰ δὴ τὸ νοητὸν τοῦ Κρόνου ὁ νύχιός ἐστι διάκοσμος, ἐν αὐτῷ ἂν | |
εἴη ὁ Κρόνος ὡς νοῦς ἐν τῷ νοητῷ. Καὶ ὁρᾷς ὅτι μάλιστα οὕτως ἡ ἀπόδειξις | 140 | |
141 | βεβαιοῦται· ὁ γὰρ νοῦς, ᾗ νοῦς ὅλος, οὐχ ἑαυτοῦ, οὐδὲ τῶν μερῶν ἑαυτοῦ, ἀλλὰ τοῦ νοητοῦ, καί, ὡς ἂν εἴποιεν οἱ θεουργοί, τοῦ πατρός· οὔτε γὰρ ἑνὸς ἑκάστου μέρους ὡς νοητοῦ ὅλος νοῦς, οὔτε πάντων ὁμοῦ τῶν μερῶν· κρεῖττον γὰρ ἀεὶ τοῦ νοῦ τὸ νοητόν, οὔτε ἑαυτοῦ, διὰ τὴν αὐτὴν αἰτίαν. Ἔτι | |
5 | δὲ κατὰ τὰς Παρμενίδου φωνάς, τὸ ἓν αὐτὸ ὅλον, ὅ ἐστιν ὁ σύμπας ἐπιστρε‐ φὴς μερισμός, οὐκ ἂν ἐν τοῖς μέρεσιν εἴη, οὐδὲ ἐν τῷ ὅλῳ, ὅτι συνείληπται ὁ σύμπας, ἔκ τε τοῦ ὅλου καὶ τῶν μερῶν· ἔστι δὲ καθ’ ἑαυτὸν καὶ ἐν ἑαυτῷ ὁ μερισμὸς οὗτος. Μερισμὸς ἄρα ἐστὶν καὶ κατὰ τὴν ἀπὸ τῆς αἰτίας ἴδιον περι‐ γραφήν· μερισθεὶς ἄρα ἀπ’ ἐκείνης ὅλως ἀνέδραμεν πρὸς αὐτήν, καὶ ἐν αὐτῇ | |
10 | γέγονεν ἀφ’ ἧς προελήλυθεν, μᾶλλον δὲ ἐν αὐτῇ μείνας οὕτως ἐμερίσθη· καὶ γὰρ ἐν ἑαυτῷ πρότερον, εἰ οἷόν τε εἰπεῖν, εἶτα ἐμερίσθη ἀφ’ ἑαυτοῦ, καὶ ἐπεστράφη πρὸς ἑαυτόν· καὶ μήποτε αὐτὸς μὲν ἐν ἑαυτῷ, ὁ δὲ ζωογονικὸς νοῦς, ἀφ’ ἑαυτοῦ, ὁ δὲ δημιουργικὸς πρὸς ἑαυτὸν ποιεῖται τὴν ἐπιστροφήν. Ἤδη δὲ καὶ κατὰ τὴν ἡμῖν δοκοῦσαν ἐπιβολὴν ἀποδεικτέον ὅπως ὁ νοῦς, ἐν | |
15 | ἑαυτῷ ὤν, χωρεῖ καὶ εἰς πρόνοιαν τῶν δευτέρων, εἴτε τοῦ ἄλλου, εἴτε τῶν ἄλλων. Ὁ δὴ νοῦς τὰ πάντα μέρη ἦν, τουτέστιν ὁ σύμπας μερισμός· ᾗ μὲν οὖν ἐπέστραπτο ὁ μερισμός, τὰ πάντα μέρη τὸ ὅλον· τοῦτο γὰρ ἐνδείκνυται ἡ τῶν μερῶν πρὸς τὸ ὅλον ἕνωσις· ᾗ δὲ μερισμὸς θεωρούμενος ὡς οὐ συγχεόμενος ὑπὸ τῆς ἐπιστροφῆς, ἀλλὰ μένων, οὐδὲν ἧττον διῃρημένος, ταύτῃ γε καὶ κατὰ | |
20 | τοσοῦτον σύμμετρός ἐστι πρὸς τὴν τῶν δευτέρων μέθεξιν. Καὶ γὰρ ᾗ μερισμός, ἤδη προβάλλεται, καὶ οἷον ἐξεμεῖ τὰ οἰκεῖα γεννήματα, καί τινα σύνταξιν ἀναδέχεται πρὸς τὰ μεθ’ ἑαυτόν, ὥσπερ καὶ ὁ εἰληχὼς δαίμων ἡμᾶς τῷ ἑαυτοῦ πλήθει συμμέτρως ἔχει πρὸς τὸν διασπασμὸν τοῦ ἡμετέρου βίου παντός. Καὶ διὰ τοῦτο ὁ Παρμενίδης οὐχ ὁρᾷ νῦν τὸ ἓν οὔτε ἐν ἑαυτῷ ἁπλῶς, οὔτε ἐν | |
25 | πᾶσιν τοῖς ἑαυτοῦ μέρεσιν· ἐπέστραπτο γὰρ καὶ ταῦτα πρὸς τὸ ὅλον, ἀλλ’ ὡς ἀνεπίστροφον μερισμόν. Καὶ διὰ τοῦτο εὐθὺς ἐν ἄλλῳ αὐτὸν ἀπεφήνατο· τοιοῦτος γὰρ ὤν, οὐδὲ ἐν τοῖς πρὸ αὐτοῦ πολλῷ μᾶλλον εἴη ἄν· ἀμερεστέρᾳ γὰρ ἐπιστροφῇ συνάπτει τὰ αἰτιατὰ πρὸς τὰ αἴτια. Ἢ οὖν οὕτως, ἢ καὶ ὅλον τὸν ἐπιστρεφῆ μερισμὸν ἅμα πάντα ὄντα ὡς ἓν τὸ σύμπαν, ἢ οὐδαμοῦ φατέον, | |
30 | ὅπερ ἄτοπον, ἢ ἐν ἑαυτῷ· ἀλλὰ συνῄρηται τῷ ἐν ἑαυτῷ ἐν οὐ σὺν ἐπιστρεφεῖ | 141 |
142 | μερισμῷ. Τοῦτο δὴ οὖν τὸ ἐν ἑαυτῷ ἓν συνεσπειραμένον οὐκ ἔστιν ἐν ἑνὶ μέρει, οὐδὲ ἐν πλείοσιν, οὐδὲ ἐν πᾶσιν. Τοῦ γὰρ ὅλου ἐν ἑαυτῷ πλήρωμα ἦν κατὰ πάντα μέρη, ἀλλ’ ὡς μέρη διώριστο ἀπὸ τῆς ἐπιστροφῆς· νῦν δὲ μετ’ αὐτῆς τὸ ὅλον. Εἰ οὖν μὴ ἐν πᾶσι τοῖς μέρεσιν ἡ τοῦ ὅλου νοῦ ἰδιότης, | |
5 | ἢ ἀκοινώνητος ἔσται πρὸς τὰ ἄλλα, ἢ μεταδώσει αὐτοῖς, οὕτως ἔχων καὶ τῆς ἑαυτοῦ κοινωνίας· ἢ οὖν ἐν τῷ πρὸ αὐτοῦ ὡς ἐν ἄλλῳ, ἀλλ’ οὐκ ἦν ἐν ἐκείνῳ ὡς ὅλον, ἀλλ’ ὡς μέρος· ὡς δὲ ὅλον, παραλαμβάνει ὁ Παρμενίδης· ὥστε ἐν ἄλλῳ τῷ μετ’ αὐτό, ἢ ὡς ὅλον μέν, κατὰ μέθεξιν δὲ καὶ κατὰ πρόνοιαν τὴν ὡς εἰς ἄλλο καθήκουσαν, ἀλλ’ οὐκ εἰς μέρος· ἢ μᾶλλον, ὥς φησιν ὁ μέγας Ἰάμ‐ | |
10 | βλιχος, ὡς μέρη μὲν εἰς ἑαυτὸν ἐπέστραπται, τὸν μερισμὸν ἀνακαλούμενος· ὡς δὲ εἴδη, ἐν ἑαυτῷ τέλειος ὑπὸ τῶν δευτέρων μετέχεται χωριστῶς. Ἴσως δὲ καὶ ὧδε· ὡς μὲν εἶδος ἐξ εἰδῶν, ἐν ἑαυτῷ ὅλος, ὡς δὲ παράδειγμα ἐκ παρα‐ δειγμάτων, ἐν ἄλλῳ καὶ πρὸς ἄλλο, καὶ πολὺ διαφερόντως ὁ προσεχέστατος τῷ δημιουργῷ παραδειγματικῶς νοῦς τεταγμένος· χωρὶς δὲ τούτων ὁ πρῶτος | |
15 | νοῦς ἀποτεμὼν ἑαυτὸν τῶν πρὸ ἑαυτοῦ, καὶ ἐν ἑαυτῷ διὰ τοῦτο γεγονώς, οὐκ ἂν εἴη καθὸ ἐν ἑαυτῷ, ἔτι γε ἐν τῷ αἰτίῳ, ἢ οὖν ἐν οὐδενί, ὅπερ ἄτοπον· ἢ ὅσον ἀπέστη τοῦ πρὸ αὐτοῦ, τοσοῦτον ἀπέδωκεν ἑαυτὸν τῷ μετ’ αὐτόν. Καθὸ ἄρα οὐκ ἐν τῷ πρὸ αὐτοῦ, κατὰ τοῦτο ἐν τῷ μετ’ αὐτόν, ἀλλ’ ἐξῃρημένως ἐν τούτῳ· ὡς ἐν ἄλλῳ γὰρ καὶ ὡς ἐν τῷ προνοουμένῳ τὸ προνοοῦν. Ὁμοῦ ἄρα | |
20 | ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ οὗτος ὁ νοῦς, ὅτι τε κεχώρισται, καὶ ὅτι προνοητικὸν τοῦτο τὸ ἐν ταῖς δημιουργίαις. Εἰ δὲ καὶ ἐν ἄλλῳ τῷ πρὸ αὐτοῦ ἐστιν, οὔτε ὡς ἐν ἄλλῳ, ἀλλ’ ὡς ἐν αἰτίῳ, οὔτε ἐν ἑαυτῷ, ἀλλὰ κρειττόνως, καὶ κατὰ τὴν ἀπειρόγραφον ἑαυτοῦ ὑπόστασιν· ᾗ μέντοι ἐν ἑαυτῷ, προνοεῖν τῶν δευ‐ τέρων. Δεῖ γὰρ ἀεὶ τὸ προνοοῦν τῶν χειρόνων ἐν τῷ ἑαυτοῦ ἱδρῦσθαι κατὰ | |
25 | τρόπον ἤθει. | |
25 | Ἀλλ’ ἐπεὶ καὶ ταῦτα διήλθομεν, ἔνατον σκεπτέον πῶς οὐχ ἁρμό‐ σουσιν καὶ τοῖς πρὸ τοῦδε τοῦ νοῦ αἱ ἀποδείξεις αὗται, καὶ διὰ τί μὴ ἂν εἴη οὗτος ὁ νοῦς ἐν τῷ ὅλῳ ἀφ’ οὗ καὶ πρόεισιν· ἢ πρὸς μὲν τοῦτο ῥητέον. Καὶ | |
εἴποιεν ἂν οἱ τὴν παλαιὰν πρεσβεύοντες ἐξήγησιν, καὶ δὴ λέγουσιν ὅτι νύχιός | 142 | |
143 | ἐστιν ὁ θεός, καὶ διαιρέσεων παντοδαπῶν ἀρχηγέτης, καὶ συναγωγεὺς τῶν διῃρημένων, καὶ αὖ τοῦτον ἔχων τὸν λόγον πρὸς τὴν Οὐρανοῦ βασιλείαν, ὃν ὁ Διόνυσος μὲν πρὸς τὸν Δία, ἡ δὲ Νὺξ πρὸς τὸν Φάνητα ἔχουσιν. Διαι‐ ρέται γὰρ οἱ δεύτεροι τρεῖς τῶν προτέρων τριῶν· κατὰ πάντα δὴ ταῦτα οἰκείως | |
5 | ἔχει ὁ Κρόνος ἐν τῇ νυχίᾳ μένειν ἑτερότητι. Ἆρα οὖν ἐν τῷ ἑαυτοῦ αἰτίῳ οὐ μένει καὶ ἐν τῇ τελεσιουργῷ διακοσμήσει; πῶς οὖν μένει ἐν τούτοις; ἢ γὰρ ὡς ἐν τῷ αὐτῷ, ἢ ὡς ἐν ἄλλῳ ἐκείνῳ· ἀλλ’ ἔσται μόνον ὡς αἰτιατὸν ἐν αἰτίῳ, καὶ ὡς μέρος ἐν ὅλῳ, καὶ ὡς ἐν τῷ τελειοῦντι τὸ τελειούμενον· εἰ δὲ καὶ ὡς ἐν ἄλλῳ ἑκάστῳ τούτων, κατὰ μέθεξιν ὡς ἐν ἄλλῳ· καθ’ ὕπαρξιν ἄρα ἐν τῷ πρώ‐ | |
10 | τως ἄλλῳ. Ταῦτα μὲν οὖν ὑπὲρ τούτων. Πρὸς δὲ τὸ πρότερον, εἰ μὲν λέγοιμεν ὅτι ἐκεῖνα οὐχ ὡς ἐν ἄλλῳ κατὰ διάστασιν, ἀλλὰ καθ’ ἕνωσίν ἐστιν ἐν τοῖς πρὸ αὐτῶν· πρῶτος δὲ οὗτος ὁ νοῦς κατὰ διάστασιν, ὡς ἄλλως ἐν ἄλλῳ ἵδρυται. Πρῶτον μὲν ἔροιτό τις ἂν εἰ ὅλος ἐν τῇ νυκτὶ ὁ οὐρανός· πῶς δὲ οὐ φήσομεν; ἡ δὲ νὺξ ἕτερον· ἐν ἄλλῳ | |
15 | ἄρα καὶ οὐρανός. Εἰ γὰρ καὶ καθ’ ἕνωσιν, ἀλλ’ ἐν ἄλλῳ ἄρα καὶ ὁ οὐρανός, ὡς εἴ τις εἴποι ἐν νυκτὶ καθ’ ἕνωσιν, εἶτα εἰ καὶ κατὰ διάστασιν, ὡς ἄλλος ἐν ἄλλῳ· οὐχ ὅτι τὴν γόνιμον ἑτερότητα διασώσομεν, ἀλλ’ ὡς ἑτεροποιὸν καὶ τῇ ταυτότητι ἀντίθετον ληψόμεθα, ἢ οὐχ ὡς ἄλλο ἐν ἄλλῳ, ἀλλ’ ὡς διωρισ‐ μένον ἐν ἀριθμῷ. Ἀλλ’ οὕτω καὶ τὰ πρότερα ἐν τῷ ἀριθμῷ, ὡς διωρισμένα· | |
20 | πρῶτα γὰρ ἐκεῖνα δέχεται τὸν ἀριθμητικὸν διορισμόν· καὶ ἐκεῖνα ἄρα ὡς διωρισμένα ἐν ἑτέρῳ, εἰ καὶ καθ’ ἕνωσιν· ἔτι δὲ καὶ ἐκεῖ ὅλον καὶ μέρη. Διὰ τί οὖν μὴ πάντα τὰ μέρη τὸ ὅλον καὶ μέρη τὸ ὅλον ἐστίν, ὥστε ἐν ἑαυτῷ εἶναι καὶ ἐκεῖνο τὸ ἕν; ἀσφαλέστερον οὖν ἔχεσθαι τῆς ἡμετέρας ἐπιβολῆς, ὅτι ἡ ἀπόδειξις εἴληπται τοῦ 〈ἐν〉 ἑαυτῷ καὶ ἐν ἄλλῳ ἀπὸ τῆς τοῦ νοῦ φύσεως, ἥ | |
25 | ἐστιν ὁ μετὰ τὴν πρόοδον ἐπιστρεφὴς μερισμός. Ἐν ἐκείνοις δὲ ἔτι πρόοδος ἀπὸ τοῦ ἑνὸς τῶν πολλῶν καὶ ἀπὸ τοῦ ὅλου τῶν μερῶν, καὶ ἀπὸ τοῦ παντὸς ἐξ ἀρχῆς καὶ μέσου καὶ τελευτῆς. Διὰ τοῦτο οὔπω ἦν ἐκεῖ τὰ πάντα μέρη, οὔπω γὰρ ἦν παντελὴς ἡ διάκρισις. Διόπερ ἔτι προϊὸν τὸ ἓν οὔπω ἐπέστρεφεν, οὐδὲ ἄρα ἐν ἑαυτῷ ἦν. Καὶ μὴν οὐδὲ ὅλον εἱστήκει ἐπεστραμμένον καθ’ ἑαυτὸ | |
30 | ἀποτετμημένον τῶν πρὸ ἑαυτοῦ μετεχόμενον ὑπὸ τῶν μεθ’ ἑαυτὸν ἐξῃρημένως. Διὰ τοῦτο ἄρα οὐδὲ ἐν ἄλλῳ, οὔτε τῷ χείρονι, ὅτι οὔπω προνοητικὸν ἐγεγόνει | |
τῶν ἐγκοσμίων, οὔτε τῷ κρείττονι, ὅτι οὔπω ἐν ἑαυτῷ ἦν περιγεγραμμένον. | 143 | |
144 | Ἡ γὰρ αὐτοπερίγραφος ὑπόστασις ἀπὸ τοῦδε ἄρχεται τοῦ διακόσμου, καθ’ ἣν ὁ νοῦς ὑφέστηκεν. Ἔτι τοίνυν ἐν ἄλλῳ μὲν ἐκεῖνα οὐκ ἦν, ὅτι οὔπω ἦν προ‐ βεβλημένον ἐν ἑαυτοῖς τὸ δεόμενον τῆς προνοίας· τοῦτο δὲ ἦν ἡ δημιουργία, ἐν ἑαυτοῖς δὲ οὐκ ἦν, ὅτι ἐν τοῖς αἰτίοις ἠγάπα εἶναι, καὶ οὐκ ἐν ἑαυτοῖς· ἔτι | |
5 | τὸ μὲν νοητὸν αὐτὸ μόνον ἦν, τὸ δὲ νοητὸν καὶ νοερὸν ἑαυτοῦ, τὸ δὲ νοερὸν ἐν ἑαυτῷ, καὶ ὡς οὐκ ἔτι ἑαυτοῦ, ἤδη καὶ ἄλλου, καὶ ἐν ἄλλῳ. Κατὰ πάσας δὴ τὰς τοιαύτας ἐπιβολὰς οὐχ ἁρμόσουσιν ἐπ’ ἐκείνων αἱ ἀποδείξεις· τὸ γὰρ ἓν τὰ πάντα μέρη· ταῦτα δὲ ἐν τῷ ὅλῳ· τὰ δὲ πάντα μέρη τὸ ὅλον· ἐπὶ γὰρ ἐκείνων οὔτε τὰ πάντα μέρη τὸ ὅλον, ἀλλ’ ἔστι τὸ ἀμέριστον ὅλον πρὸ μερῶν | |
10 | ἀκριβῶς ἡνωμένον, οὔτε τὸ ἓν καὶ ὅλον ταὐτόν. Ἔστι γὰρ τὸ ἓν πρὸ τοῦ ὅλου, ὡς ἐν τῷ ἀριθμῷ, οὔτε τὰ πάντα μέρη ἐν τῷ ὅλῳ πάντως ὡς ὅλον, ἀλλ’ ὡς μέρη ἐν τῇ οἰκείᾳ ὁλότητι· ἐπὶ ὅλου ἄρα τοῦ νοεροῦ μερισμοῦ ἡ ἀπόδειξις πρόεισιν, ὡς εἴρηται. Ἔτι δὲ ἐκεῖνα ὡς ὅλα ἐν μέρεσίν ἐστι τοῖς οἰκείοις ἐν πᾶσι τὸ ὅλον, καὶ ἐν ἑκάστῳ διὰ τὴν ὁμοιομέρειαν. Ἐπὶ δὲ τοῦ νοῦ ὁ πολὺς | |
15 | μερισμὸς καὶ τὴν ὁλότητα διασπάσας, οὐκ εἴασεν αὐτὴν ἐν τοῖς μέρεσιν εἶναι ὅλην πανταχοῦ, οὐ μέντοι οὐδὲ μένειν ἐφ’ ἑαυτῆς, ἀλλ’ ἐπιδιδόναι ἑαυτὴν συμμέτρως καὶ τοῖς μεθ’ ἑαυτήν· ὥστε δεῖ τῷ Παρμενίδῃ κατακολουθεῖν ἄλλο καὶ ἄλλο ἑκασταχοῦ τὸ ἓν προβαλλομένῳ καὶ ἐπὶ τούτου ἰδίως συμπε‐ ραίνοντι [συμπεραίνεται]. | |
19 | ||
20 | Ἀλλὰ μὴν καὶ πρὸς τὸ δέκατον ἀπαντησόμεθα λέγοντες ἓν μὲν ὅτι, εἰ καὶ πάντα τὰ μέρη τὸ ὅλον ἐστίν, ἀλλ’ οὐκ ἐν τῷ ὅλῳ δοκεῖ εἶναι τὰ μέρη· ἀλλ’ οὐκ ἔστιν ἐν αὐτῷ κατὰ τὸ ἀληθές, ἀλλὰ σὺν αὐτῷ μᾶλλον, ἐπεὶ καὶ τὸ ὅλον αὐτὸ ὅ ἐστιν ἐν τοῖς μέρεσίν ἐστιν, ἢ σὺν τοῖς μέρεσιν. Ἕτερον δὲ ὡς εἴ που καὶ ἄλλοθι, τὰ μέρη τὸ ὅλον καὶ ἐν ὅλῳ· ἀλλὰ τοῦτο ἀπὸ ταύτης ἄρχεται | |
25 | τῆς τάξεως, καὶ πρόεισιν εἰς τὰ ἑξῆς πάντα, ὥστε τινὰ καὶ ἐν τοῖς ἐνύλοις ἔμφασιν ἐνεῖναι τῆς τοιαύτης ἰδιότητος. Καὶ γὰρ τὸ εἶδος ᾗ εἶδος ἐπέστραπται πρὸς ἑαυτὸ καὶ ἅμα ἐστὶν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, κἂν τὸ ἔνυλον εἴπῃς. | |
27 | Καὶ δὴ πρὸς τὸ ἑνδέκατον, αὐτὸς ἔοικε συγχωρεῖν τὸ ἐν ἑαυτῷ καὶ | |
αὐθυπόστατον εἶναι πρῶτον, καὶ λόγον ἔχειν τινά· ὃ γὰρ ἐπιστρέφει πρῶτον, | 144 | |
145 | τοῦτο καὶ ὑφίστησιν ἑαυτὸ πρὸ πάντων, ἐπειδὴ καὶ τὸ αὐθυπόστατον κατ’ ἐπι‐ στροφήν. Καὶ μήποτε ὁ μὲν Κρόνιος νοῦς πρῶτος αὐθυπόστατος, ὁ δὲ ζωο‐ γόνος πρῶτος αὐτόγνωστος, ὥστε κατ’ ἐπικράτειαν εἰπεῖν· ἤδη γὰρ ταῦτα καὶ ἐν τοῖς νοητοῖς ἀπεφήναμεν τὸν κρυφιμώτερον τρόπον, κατὰ τοὺς πατρι‐ | |
5 | κοὺς ὑφεστῶτα νόας. Ἀλλ’ ὥσπερ οἱ νοεροὶ θεοὶ ὄντως νόες εἰσίν, οὕτω καὶ τὰ ὑπάρχοντα ὡς νοῖς ἐκείνοις ἔτι μειζόνως καὶ ἐμφανέστερον ἐν τούτοις ὁρᾶται· τὰ δὲ πρὸ τούτων ζῷα γίγνονται ἀντὶ οὐσιῶν, ἐν τῷ προϊέναι λαχοῦσαι τὴν ὑπόστασιν. Τάχα δ’ ἄν τις ἀκριβολογούμενος εὕροι τὸ αὐθ‐ υπόστατον τοῦ ἐν ἑαυτῷ πρεσβύτερον· ὡς γὰρ τοῦ ὑφ’ ἑτέρου ὑφιστάμενον | |
10 | προτέτακται τοῦ ἐν ἄλλῳ. Τὰ γοῦν πρὸ τῶν νοερῶν ὑφίστατο μὲν ὑπὸ ἄλλων πρὸ αὐτῶν. Οὐκ ἦν δὲ ἐν αὐτοῖς ὡς ἐν ἄλλοις, καθάπερ εἴρηται· οὕτω καὶ τὸ ὑφ’ ἑαυτοῦ ὑφιστάμενον οὐ πάντως ἐν ἑαυτῷ. Δεύτερον δέ, εἰ τὸ ἐν ἄλλῳ σημαίνοι τὸ ἐν τῷ δευτέρῳ, ἢ ἐν τοῖς ἐφεξῆς, τὸ ἐν ἑαυτῷ μονή τις ἂν εἴη τοῦδε τοῦ ἐν ἄλλῳ, καὶ οἷον ῥίζα, ἵνα ἐν ἑαυτῷ ὄν, οὕτως ᾖ ἐν ἄλλῳ· εἰ δὲ | |
15 | τοῦτο, δύναταί τι αὐθυπόστατον εἶναι, ὃ μὴ ἐν ἑαυτῷ ἐστιν. Τρίτον δέ, εἰ τὸ μὲν ἐν ἑαυτῷ πάντως καὶ ἐν ἄλλῳ καθ’ ὅντινα τρόπον, τὸ δὲ αὐθυπόστατον καθ’ ἑαυτὸ βούλεται εἶναι, ὡς αὔταρκες ὄν, οὐκ ἂν εἴη ταὐτὸν τῷ ἐν ἑαυτῷ, ἀλλὰ καὶ τοῦτο πρεσβύτερον. Ἔτι τοίνυν κατανοητέον ὅτι τὸ μὲν αὐθυπόστατον οὐσίαν ἐν ἑαυτῷ χορηγεῖ τὴν ἑαυτοῦ, τὸ δὲ ἐν ἑαυτῷ· δεῖ δὲ εἶναι πρότερον, | |
20 | εἶτά που εἶναι· φύσει ἄρα ἡ τοῦ αὐθυποστάτου ἰδιότης πρεσβυτέρα ἐστὶ τῆς ἐν ἑαυτῷ θέσεως. Καὶ ἐν προτέροις ἄρα κόσμοις φανήσεται· εἰ δὲ μὴ παρ‐ ήγαγεν αὐτὴν ὁ Παρμενίδης, τί θαυμαστόν; ἐλαχίστων γὰρ ἰδιωμάτων ποιεῖται μνήμην, μήποτε δὲ καὶ ἐνδείκνυται ὅτι ἀπὸ τοῦ ἑνὸς ὄντος ἄρχεται· ἐκεῖνο γὰρ οὐκ ἀπὸ αἰτίας παρήγαγεν, ἀλλ’ ἀπὸ τῆς ὑποθέσεως συνελογίσατο, | |
25 | ὅ ἐστιν αὐτὸ ἀφ’ ἑαυτοῦ προήγαγεν· καὶ γὰρ τὸ αὐθυπόστατον οὐσιοποιόν ἐστι· τοῦτο δὲ μάλιστα καὶ κυριώτατα τῇ νοητῇ προσήκει οὐσίᾳ· εἰ δὲ μὴ τὸ αὐτόζων καὶ τὸ αὐτόγνωστον εἰς μέσον προσήνεγκεν, αἴτιον ὡς ἐπὶ ὄντων ποιεῖσθαι τοὺς λόγους. | |
28 | Ἀλλὰ γὰρ τὸ δυοδέκατον, εἰ μὲν τὸν αὐτοῦ λόγον ἐθέλοιμεν τελεώ‐ | |
30 | σασθαι, ῥητέον ὡς τὸ ἐν πᾶσι λεγόμενον εἶναι οὐ διττόν ἐστιν, ὥς φησιν, | |
ἀλλὰ τριττόν· τὸ μὲν ὡς ἐν ἑκάστῳ, οὕτω γὰρ ἐν πᾶσιν ἡ μονάς, τὸ δὲ ὡς | 145 | |
146 | ἐν τῷ ἀθροίσματι, ὡς ἡ τετράς, τὸ δὲ ὡς τὸ συναμφότερον, ὡς ὁ ἄνθρωπος. Ὃ δὴ νῦν ἀναιρεῖ ὡς οὐκ ἐν πᾶσιν ὄν, ὅτι μὴ ἐν ἑκάστῳ καὶ ἐν πλείοσι τὸ αὐτό· οὐδὲ ἄρα ἐν πᾶσιν. Ὡς δὲ τὴν Ἰαμβλίχου παραθέσθαι ἐξήγησιν, ἐκεῖνος ὁ ἀνὴρ οὐδὲ εἶναί τί φησιν ἐν τοῖς ὄντως οὖσιν, ὃ ἐν πᾶσι μέν, οὐκ ἐν | |
5 | ἑκάστῳ δέ, τὸ γὰρ ἐὸν ἓν πλεῖον ἐόντος φάναι καὶ τὸν ἐν ἔπεσι Παρμε‐ νίδην, ὡς πᾶν ὅπερ ἂν ᾖ ἐκεῖ διὰ πάντων χωροῦν, καὶ πανταχοῦ παραφαι‐ νόμενον· καὶ λέγει “πᾶν” καλῶς. Εἰ γοῦν εἴη καὶ ἀριθμὸς ἐκεῖ τις, οὐσιώδης ἐστὶν ἰδιότης, ὁμοῦ μὲν ἐν τῷ ἀθροίσματι, ὁμοῦ δὲ ἐν ἑκάστῳ οὖσα· δυοδεκα‐ δικὴ γὰρ καὶ ἡ τῶν δώδεκα ἡγεμόνων πληθύς· καὶ αὐτὸς ἕκαστος τῷ εἴδει συν‐ | |
10 | ουσίωται τῆς δυοδεκάδος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀριθμῶν. Μήποτε δέ, ὡς ἐδείχθη ἐν ἑαυτῷ ὡς τὰ πάντα μέρη, οὕτως ἐν ἄλλῳ δείκνυται ὡς οὐκ ὄντα μέρη· ἡ μὲν γὰρ ἐκ μερῶν ὁλότης ἐν ἑαυτῷ, ἡ δὲ πρὸ μερῶν ἐν ἄλλῳ. Τὸ δὲ πρὸ μερῶν προϋπάρχει ἑκάστου, ὥστε καὶ πάντων, καὶ εἰ μὲν ἐν τῷ κρείττονι, ὥς φησιν αὐτός· εἰ δὲ ἐν τῷ χείρονι κατὰ τὸ κρεῖττον, ἀπερίγραφον | |
15 | τὴν εἰς τὰ ἄλλα ποιεῖται πρόνοιαν καὶ ἀμέριστον καὶ ἐξῃρημένην, ὡς Ἰάμβλι‐ χος, κατὰ τὴν ἡμετέραν ἐπιβολήν, ὡς μὲν ἐπεστραμμένων τῶν μερῶν εἰς τὸ ὅλον καὶ ὁλουμένων ἐν ἑαυτῷ, ὡς δὲ τοῦ ὅλου μὴ ἐνόντος τοῖς μέρεσιν, ἀλλὰ μερισμοῦ μόνου ὄντος ἐν τῷ χείρονι. Χείρων γὰρ ὁ μερισμὸς τῆς ἐπιστροφῆς, ἢ καὶ ὅλος οὗτος ὁ ἐπιστρεφὴς ἐν ἑαυτῷ μερισμὸς οὐκ ἂν εἴη ἐν μέρει, οὐδὲ | |
20 | ἐν μέρεσιν· συνείληπται γὰρ καὶ τὰ μέρη καὶ τὸ ὅλον ἐν τῷ τοιῷδε. Οὕτω γε μὴν ἔχων οὗτος ὁ νοῦς, ἢ ἐν ἄλλῳ ἐστίν, ἢ οὐδαμοῦ· τὸ δὲ οὐδαμοῦ οὐ προσήκει αὐτῷ, πολλῶν μὲν ὄντων πρὸ αὐτοῦ, πολλῶν δὲ μετ’ αὐτόν. Ἐν ἄλλῳ ἄρα ἢ τῷ κρείττονι ἢ τῷ χείρονι, καὶ μήποτε (μικροῦ γάρ με τοῦτο παρῆλθεν εἰπεῖν), ὡς μὲν πρῶτος τῆς ἐξῃρημένης τῶν ἑπτὰ κόσμων ἑβδομάδος, | |
25 | ἐν ἑαυτῷ, ὡς δὲ τὴν συντεταγμένην ἀπογεννῶν, ἐν ἄλλῳ, καὶ ἕκαστος τῶν ἑπτὰ κατὰ τὸν αὐτὸν τρόπον. Πρῶτος δὲ οὕτω διττὸς ὁ ἅπαξ ἐπέκεινα. | |
26 | Ἐπὶ πᾶσι τὸ τρίτον καὶ δέκατον λέγωμεν ἓν μὲν ὅτι καὶ οἱ ἄλλοι | |
θεολόγοι τὸν νοῦν τοῦτον ἀπὸ τοῦ συνοχικοῦ διακόσμου παράγουσιν· ἕτερον | 146 | |
147 | δὲ ὅτι ὁ τελεταρχικὸς νοῦς οὐκ ἔστιν οὐσιοποιός, ἀλλὰ τελεσιουργός, ὥστε ἄλλον μὲν διάκοσμον συμπληροῦν, μὴ εἶναι δὲ γεννήτην διακόσμου τινὸς ἀνομοειδοῦς· τρίτον δέ, ὥς φησιν Ἰάμβλιχος, ὅτι ἥνωται ἀλλήλοις τὰ δύο αἴτια τοῦ συμπεράσματος, ὥστε καὶ συνειλῆσθαι τοῖς συνοχεῦσι τοὺς τελετ‐ | |
5 | άρχας. Εἴποι γὰρ ἄν τις καὶ τοῦτο, βεβαιῶν τὸν ἐκείνου λόγον. Μήποτε δὲ συνείληφε τὰ δύο αἴτια καὶ ἡ ἀπόδειξις, εἴπερ τὰ πάντα μέρη ἡ τελειότης ἐστί, καὶ ἀπὸ ταύτης ὁλότητος καὶ μετὰ ταύτης, ὡς ἀπὸ τῆς ὁλότητος οὗτος ὁ νοῦς ἀπογεννᾶται. Καθόλου δὲ εἴ τις ζητοίη, ἀληθὴς ὁ λόγος ὅτι οὐ πάντως οἱ μερικώτεροι θεοὶ ἀπὸ τῶν προσεχῶς ὑπερκειμένων παράγονται, ὡς δέδεικται | |
10 | πρότερον. Ὡς μέντοι ὁλοτελεῖς διακόσμους εἰπεῖν, ὁ δεύτερος ἀεὶ καὶ ἀπὸ τοῦ προσεχοῦς τῶν περὶ τὴν λέξιν τὸ μὲν προοίμιον, ἆρα οὖν οὕτως ἔχον, σημαίνει τὴν ἀπόδειξιν προϊέναι, καθάπερ φησὶν καὶ Ἰάμβλιχος, οὐ μόνον ἀπὸ τοῦ ὅλου, ἀλλὰ καὶ ἀπὸ τῶν προσεχῶν συμπερασμάτων ἐν οἷς τὰ πάντα μέρη τὸ ὅλον ἦν; Ἔτι δὲ τὸ αὐτοπερίγραφον, ἀπὸ τοῦ σχήματος, ὥστε ἐν ἑαυτῷ καὶ | |
15 | ἐν ἄλλῳ καὶ διὰ τὸ σχῆμα. Καὶ μὴν τὸ τέλειον ἐκεῖθεν· τοῦτο δὲ αὔταρκες, ἐν ἑαυτῷ ἄρα· τὸ δὲ αὐτῷ ἀρκοῦν καὶ ἄλλῳ δύναται μεταδοῦναι τῆς ἑαυτοῦ αὐταρκείας, καὶ ἐν ἄλλῳ ἄρα τὸ τέλειον, ἐπεὶ καὶ τοῦ κρείττονος ἔχοιτο ἂν τὸ τέλειον· καὶ ταύτῃ οὖν ἐν ἄλλῳ ᾗ τέλειον. Ἴσως δὲ καὶ πρὸς πάντα ἀνενεκ‐ τέον τὰ πρότερα, τὸ “οὕτω δ’ ἔχον”, ἐπειδὴ ἀεὶ τὰ ἑξῆς ἀπὸ πάντων πρόεισι | |
20 | τῶν πρεσβυτέρων· τὸ δὲ “αὐτὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ” τὴν συναίρεσιν δηλοῖ τῆς ἀντιθέσεως· οὐ γὰρ δύο τὸ ἐν αὐτῷ καὶ τὸ ἐν ἄλλῳ, ἀλλ’ ἓν τὰ δύο, καὶ μονὰς ἡ δυάς, καὶ τὸ ἐν ἑαυτῷ ἐν ἄλλῳ, καὶ ὃ ἐν ἄλλῳ ἐν ἑαυτῷ· οὕτω γὰρ πᾶσαν ἀντίθεσιν εἰς μίαν συνάγει νόησιν ὁ μέγας Ἰάμβλιχος. Τὸ δὲ ἐπὶ τούτοις· “Τῶν μερῶν που ἕκαστον ἐν τῷ ὅλῳ ἐστίν, καὶ οὐδὲν | |
25 | ἐκτὸς τοῦ ὅλου. —Οὕτω. —Πάντα δὲ τὰ μέρη ὑπὸ τοῦ ὅλου περιέχεται; — Ναί. —Καὶ μὴν τά γε πάντα μέρη τὰ αὑτοῦ τὸ ἕν ἐστιν ...” ὁδῷ προάγει τὴν ἀπόδειξιν· ἐκλεκτὸν γὰρ μέρος ἐν τῷ ὅλῳ. Οὐκοῦν καὶ πάντα ἐν τῷ ὅλῳ, | |
εἴπερ ἕκαστον ἅμα τὰ πάντα τὸ ὅλον· τὸ ὅλον ἄρα ἐν τῷ ὅλῳ. Ἐνδείκνυται | 147 | |
148 | δὲ ὅτι εἰς πρόοδον τὴν ἤδη μεμερισμένην εἰς ἄτομα προῆλθεν τὰ πολλά, ὡς ἕκαστον ὀνομάζεσθαι πᾶν. Καὶ δὴ ἐπιστρέφει πρὸς τὸ ὅλον ἰδίᾳ ἕκαστον, καὶ πάντα κοινῇ, καὶ μετὰ τὴν ἐπιστροφὴν τὰ πάντα μέρη γίγνεται τὸ ὅλον, ὥστε πάντα μὲν μέρη ὁ νοῦς ὡς μερισμός, ὅλον δὲ ὡς ἐπεστραμμένος. Τὸ δὲ “οὔτε τι | |
5 | πλέον, οὔτε ἔλαττον, ἢ πάντα” δηλοῖ ὅτι ὅσα τὰ μέρη διῃρημένα, τοσοῦτον συνῃρημένον τὸ ὅλον, καὶ ὅτι ἡ ὁλότης τοῦ νοῦ ἐπιδίδωσιν ἑαυτὴν μᾶλλον τοῖς μέρεσιν, καὶ μέρη μᾶλλόν ἐστιν ἢ ὁλότης. Ὅθεν καὶ δέονται τῶν συνοχέων καὶ τῶν τελεταρχῶν οἱ νοεροὶ θεοί, τούτων μὲν τὰ μέρη πάντα ἀνελλιπῶς συν‐ όντα ἀλλήλοις παρεχομένων, ἐκείνων δὲ συνεχιζόντων αὐτὰ καὶ συναιρούντων. | |
10 | Καθ’ αὑτὸν γὰρ ὁ νοῦς εἰς πολλὰ μεμέρισται, ὧν ἕκαστον καθ’ αὑτὸ βούλεται εἶναι, εἰ καὶ ἐν τῷ πρώτῳ οὔπω τὸ καθ’ αὑτό, διότι ἀμιστύλλευτος, ἅτε κρα‐ τούσης ἐν αὐτῷ τῆς ἐπιστροφῆς ἢ τοῦ μερισμοῦ, ὅθεν καὶ “συνοχεὺς” ὀνομά‐ ζεται καὶ οὗτος ὁ θεὸς ὑπὸ τῶν λογίων. Ὅθεν καὶ ἐν τούτοις περιέχεται ὑπὸ τοῦ ὅλου τὰ πάντα εἴρηται κατὰ τὴν συνοχικὴν ἰδιότητα· ὡς γὰρ τοὺς | |
15 | τελετάρχας οἱ συνοχεῖς περιέχουσιν, οὕτω καὶ ἐν τῷδε τῷ νῷ τὰ πάντα μέρη ἐν τῷ ὅλῳ συνέχεται. “Ἀλλὰ μέντοι τό γε ὅλον αὖ οὐκ ἐν τοῖς μέρεσίν ἐστιν, οὔτε ἐν πᾶσιν, οὔτε ἔν τινι,” ἢ κατὰ τὸ συνοχικόν, ὅτι πρὸ μερῶν, ἢ ὅτι τὸ ὅλον τὰ πάντα μέρη ἦν, καὶ οὐκ ἐν πᾶσιν τοῖς μέρεσιν ὡς ὅλον ἐν μέρεσιν· αὐτὰ γὰρ ἦν τὸ ὅλον. Διὸ οὐκ ἐν ἑνί, ὅτι πάντα, οὐδὲ ἄρα ἐν πᾶσιν, ὅτι | |
20 | οὐδὲ ἐν ἑνὶ τῶν πάντων, τὰ γὰρ μέρη τὸ ὅλον· καὶ τοῦτο πρέπει τῇ διαιρέσει τῆς νοερᾶς· ὅθεν εὐθὺς ἐν ἄλλῳ ἢ τῷ αἰτίῳ τοῦ διορισμοῦ, ἢ τῷ συμμέτρως ἔχοντι πρὸς τὸν διορισμόν. Ἐπὶ τούτοις “ἀνάγκη, ἔφη, ἐν ἑτέρῳ τινὶ εἶναι, ἢ μηδαμοῦ ἔτι εἶναι”. Τίς οὖν ἡ ἀνάγκη τῆς διαιρέσεως; μία μέν, εἰ ἤδη Θέσιν που ἔχει τοῦτο τὸ ἕν, εἴτε ὡς πόρρω προελθόν, καὶ ἐπιστρέφον εἰς τὴν οἰκείαν | |
25 | ἀρχήν, εἴτε ὡς ἤδη τὰ ἄλλα προβεβλημένον, ἀνάγκη αὐτὸ ἔν τινι εἶναι· ἢ οὖν ἐν ἑαυτῷ μόνον, ὅπερ συνείληπται αὐτοῦ τῇ οὐσίᾳ, καὶ ὡς ἐν ἑαυτῷ ὂν ἤδη ἐν ἄλλῳ γίγνεται, ἢ οὐδαμοῦ, ὅπερ ἀδύνατον. Εἰ γὰρ μὴ χωρεῖ ἐπὶ τὰ ἄλλα, οὐκ ἔσται προνοητικὸν τῆς δημιουργίας· καὶ εἰ μὴ ἐπιστρέφοιτο πρὸς τὸ κρεῖττον, οὐκ ἔσται νοῦς, ἀλλ’ ἔτι κρεῖττον τοῦ νοῦ, ἢ χεῖρον. Ἔτι δὲ καθὸ οὐκ | |
30 | ἐν ἑαυτῷ, ἐν ἄλλῳ πάντως· τὸ γὰρ ἐν ἑαυτῷ γεννητικὸν τοῦ ἐν ἄλλῳ· ἐν ἑαυτῷ | |
γὰρ ἀνάγκη εἶναι πρότερον, εἶτα ἐν ἄλλῳ. Ἔτι δὲ ἐπὶ πάσης ἀντιθέσεως, εἰ | 148 | |
149 | μὴ τὸ ἕτερον, πάντως τὸ λοιπόν· καὶ γὰρ ἐν τοῖς ἑξῆς οὕτως ὀψόμεθα ἔχον. Εἰ ἄρα ... εἰ μὴ ἐν ἑαυτῷ δὲ καθόσον μεμερισμένος· εἰ καθόσον προβάλλεται τὴν δημιουργίαν· εἰ δὲ ἐν ἑτέρῳ εἰπών, ἐν ἄλλῳ πλεονάκις εἴρηκεν, ἐνδείκ‐ νυσθαί μοι δοκεῖ ὅτι οὐκ ἐν τῷ ἑτέρῳ τὸ πρὸ αὐτοῦ ἵδρυται, ἀλλ’ ἐν ἄλλῳ | |
5 | ὡς ἐν ἄλλοις τοῖς περικοσμίοις, “ᾗ μὲν ἄρα ὅλον, ἐν ἄλλῳ, ᾗ δὲ τὰ πάντα μέρη, ἐν ἑαυτῷ”. Οὐκοῦν ᾗ μὲν τὸ κρεῖττον ἐν τῷ κρείττονι, φησίν, ᾗ δὲ τὸ χεῖρον ἐν τῷ χείρονι. Βέλτιον δὲ ᾗ μὲν τὸ κρεῖττον διὰ πάντων ἐξῃρημένως χωρεῖν, ᾗ δὲ τὸ χεῖρον ἀγαπᾶν τὴν οἰκείαν αὐτάρκειαν. Καὶ ᾗ μὲν ἐπιστρέφει τὰ μέρη πρὸς τὸ ὅλον, προάγει τὰ μέρη ἀφ’ ἑαυτοῦ. Καὶ αὐτὸς γὰρ ὁ Κρόνος | |
10 | ἐξεμεῖ τὰ οἰκεῖα γεννήματα, οἷον κορεσθεὶς αὐτῶν, καὶ ἐν ἑαυτῷ πρότερον ποιησάμενος, εἶτα ἐν ἄλλῳ. Ὅλως δὲ τὸ μὲν ἐν ἑαυτῷ κατὰ τὸ πλῆρες ἑαυτοῦ παραγίγνεται, τὸ δὲ ἐν ἄλλῳ κατὰ τὸ ὑπέρπληρες, καὶ τὸ μὲν ἑαυτοῦ πληρω‐ τικὸν ἀπὸ τῆς τελεταρχικῆς ἰδιότητος ἥκει τῷ νῷ, τὸ δὲ ἄλλων ἀπὸ τῆς συν‐ οχικῆς. Αὕτη μὲν γὰρ τῶν μερῶν ἐστι γεννητικὴ καὶ προαγωγός, ἐκείνη δὲ | |
15 | μόνον τελεσιουργός, ἐν τῷ ὅλῳ μένειν ποιοῦσα· ἡ δὲ ὁλότης αὐτοῖς παρείχετο καὶ τὴν εἰς ἄλλα πρόοδον· ἦν γὰρ ὅλον καὶ ἕκαστον μέρος καὶ ταύτῃ ἄλλων γεννητικόν· ᾗ μὲν ἄρα μέρη ἀγαπᾷ μένειν ἐν ἑαυτῷ, ᾗ δὲ ὅλον ὡς διόλου τοιοῦτον οἷον ἠφανισμένων τῶν μερῶν ὑπὸ τῆς ὁλότητος, εὐθὺς ἐν ἄλλοις, ὅτι πρόεισιν εἰς τὰ ἄλλα. | |
19 | ||
20 | ΠΕΡΙ ΤΗΣ ΜΕΣΗΣ ΤΩΝ ΝΟΕΡΩΝ ΤΑΞΕΩΣ. —Περὶ τῆς μέσης τῶν νοερῶν τάξεως διαλεγομένους ἀναγκαῖον ζητῆσαι πρῶτον μὲν εἰ ὅσα παρα‐ λαμβάνει ὁ Παρμενίδης γένη τοῦ ὄντος ἐστίν, οἷον καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, ἢ τὸ ἔσχατα ἔχον, ἢ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, ἢ τὸ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι, ἢ καὶ σύμβολα πάντα ποιεῖται τῶν θείων διακοσμήσεων. | |
25 | Δεύτερον δέ, εἰ ἐν τῷ δημιουργῷ τὰ γένη τοῦ ὄντος ἵδρυται, ὡς ἠξίου ὁ μέγας Ἰαμβλίχος, μᾶλλον δὲ καὶ ὁ τούτου ὀπαδὸς Συριανός, ὡς νῦν ἱστορεῖ καὶ αὐτός, τῷ καθηγεμόνι συνέπεσθαι ὁμολογῶν, καίτοι ἄλλοθι πολλαχοῦ καὶ ἐν τοῖς πρὸ τοῦ δημιουργοῦ ταῦτα τιθέμενος. | |
Τρίτον δέ, πῶς κίνησις καὶ στάσις μετὰ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ. | 149 | |
150 | Τέταρτον, τί μὲν ἡ στάσις, τί δὲ ἡ κίνησις, καὶ ποία κρείττων τῆς ἑτέρας, ἢ ἡ κίνησις, ὥς φησι, τῆς στάσεως. Πέμπτον, πῶς οὐ τὴν ζωὴν ταῦτα χαρακτηρίζει, ἀλλὰ τὴν ζωογόνον θεόν, καὶ τί τὸ ζωογόνον ἰδίωμα διαφέρει τῆς ζωῆς αὐτῆς· καὶ διὰ τί οὐ μόνον κί‐ | |
5 | νησις, ἀλλὰ καὶ στάσις αὐτὴν εἰδοποιεῖ. Ἕκτον τοίνυν, πῶς καὶ κατ’ Ὀρφέα καὶ κατὰ τὰ λόγια τῆς ζωογόνου θεοῦ ἐξῆπται ἡ φύσις· τί γὰρ ἂν εἴη ζωῆς ἔσχατον ἴχνος ἄλλο παρὰ τὴν φύσιν; ἔδει δέ τι καὶ τῆς πρὸ τοῦ ζωογόνου ἰδιώματος ζωῆς εἶναί τι ἴχνος, εἴπερ καὶ τοῦ ὄντος, ἐν ᾧ καὶ ἐπισκεψόμεθα ἀκριβέστερον τὰ τοιαῦτα ἀξιώματα. | |
10 | Ἕβδομον οὖν, διὰ τί μὴ κίνησιν ἔφατο καὶ στάσιν εἶναι ταύτην τὴν τάξιν, ἀλλὰ κινούμενον καὶ ἑστώς. Καὶ μὴν ὄγδοον, διὰ τί μὴ καὶ τῷ νοερῷ τὸ κινεῖσθαι καὶ ἑστάναι ἁρμόζει, ἀλλὰ τῷ ζωογονικῷ, εἴπερ καὶ τὸ νοεῖν, ὥς φησι, κινεῖσθαί ἐστιν. Ἔνατον, πῶς τῆς μὲν ζωογόνου θεοῦ ἡ ἔλλαμψις ἄχρι τῶν φυτῶν, τῆς δὲ | |
15 | ζωῆς ἄχρι τῶν ἀψυχοτέρων λίθων, τῆς δὲ νοητῆς ζωῆς, ἄχρι τῶν πάντη ἀψύχων, κινουμένων δὲ ὅμως κατὰ φύσιν. Δέκατον, τίς ἡ ἀπόδειξις τοῦ ἑστάναι. Ἑνδέκατον, πῶς οὐχὶ καὶ τὸ ἐν ἑαυτῷ ἕστηκε. Δυοδέκατον, τίς ἡ ἀπόδειξις τοῦ κινεῖσθαι. | |
20 | Τρίτον καὶ δέκατον, πῶς οὐχὶ καὶ τὸ ἐν ἄλλῳ κινεῖται, εἴπερ διὰ τὸ ἐν ἄλλῳ καὶ τοῦτο κινεῖται. Τέταρτον καὶ δέκατον, αὐτὸ καθ’ αὑτὸ ζητήσωμεν διὰ τί ὁ μὲν πρῶτος πα‐ τὴρ καὶ ὁ τρίτος οὐ παράγει κουρητικὴν τάξιν παρὰ τοῖς Ἕλλησιν, μόνη δὲ ἡ Ῥέα τοὺς κουρῆτας ἀπογεννᾷ, οὓς ἀμειλίκτους εἶναί φαμεν· ὅλως δὲ διὰ τί | |
25 | αὐτῇ συντετάχθαι τρεῖς, ἑνὸς ὄντος αὐτῆς ἀμειλίκτου κατὰ τὴν θεοπαράδοτον φήμην. Πέμπτον καὶ δέκατον ἐπὶ πᾶσιν, πῶς καὶ τῇ Ἑκάτῃ προσήκει τὸ κινού‐ | |
μενον καὶ ἑστώς, καὶ τῇ Ῥέᾳ τῇ ἑλληνικῇ. | 150 | |
151 | Λέγωμεν τοίνυν ἀπ’ ἀρχῆς ἀναλαβόντες περὶ ἑκάστου. Καὶ δὴ πρὸς τὸ πρῶτον ἀποκριτέον ὅτι οὐδὲν ἐπεισοδιῶδες ἐκεῖ, οὐδὲ ὃ προηγουμένην αἰτίαν ἔχει, οὐδὲ ὃ μὴ ἰδιώτης ἐστὶν οἰκείας ἀρχῆς ἠρτημένη, καὶ μάλιστα τῶν ἐπὶ πάντα χωρούντων, καὶ πλεῖστα ἑαυτοῖς εἰδοποιούντων, | |
5 | ἄλλως τε καὶ τοῦ Παρμενίδου τὰ ἐκεῖ διαλάμποντα καθ’ ἕκαστον διάκοσμον ἐξαγγέλλοντος· ὥστε φύσις τις ἴδιός ἐστι τὸ ἐν ἑαυτῷ εἶναι καὶ ἐν ἄλλῳ· καὶ αὕτη κρατήσασα ἐν τῷ πρώτῳ νῷ τὴν ἐπωνυμίαν αὐτῷ παρέσχετο τὴν ἑαυτῆς μετὰ τῆς ἰδιότητος, δῆλον ὅτι ἧς ἡ ἐπωνυμία. Κατὰ τὸν αὐτὸν ἄρα λόγον καὶ τὸ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι ἰδιότης ἐστὶν ἀπόλυτος, καὶ μία φύσις ἴδιος | |
10 | αὕτη τὸν πάντα τοῦτον εἰδοποιοῦσα διάκοσμον, καὶ ὥσπερ αἱ ἄλλαι ὁλοφυεῖς ἰδιότητες τοῦ κόσμου εἰδοποιοῦσαι, εἰς τὸν ἕνα νοῦν ἕκαστον συρρεύσασαι κατὰ τὸν τοῦ νοῦ μερισμόν, γένη τοῦ ὄντος καὶ οἷον εἴδη ἀντὶ κόσμων γεγό‐ νασιν. Βουληθεὶς γὰρ ὁ νοῦς ἕκαστος πάγκοσμος εἶναι προὐβάλετο μερικῶς ἐν ἑαυτῷ τὰς κοσμικὰς ἰδιότητας, αἳ διὰ πάντων χωρήσασαι τῶν ἐν αὐτῷ πλη‐ | |
15 | ρωμάτων γένη κέκληνται τοῦ ὄντος. Αὐτῷ γὰρ καὶ τὸ ἓν καὶ τὸ ὄν, καὶ τὸ ὅλον καὶ μέρη, καὶ πλῆθος καὶ ἀριθμός, ἐν αὐτῷ ὡς γένη τοῦ ὄντος. Οὕτως ἄρα καὶ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, συζυγία γενῶν ἅπερ αἰτία· εἰ δὲ ἑκάστῳ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ· ὥσπερ καὶ ἄλλη συζυγία τοῦ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι, τῆς ἐγκοσμίου καὶ ἐνύλου φύσεως. Περὶ πάντων οὖν διανοητέον ὡς περὶ γενῶν | |
20 | ὑπὸ Παρμενίδου παρειλημμένων, εἰς συμβολικὴν ἅμα καὶ εἰδοποιὸν ἔνδειξιν τῶν ὁλοτελῶν θείων διακόσμων. | |
21 | Ἀλλὰ μὴν πρὸς τὸ δεύτερον ῥᾴδιον εἰπεῖν ὅτι πανταχοῦ μὲν τὰ γένη τοῦ ὄντος οὐ τὰ πέντε μόνον, ἀλλὰ καὶ τὰ ἄλλα· καὶ οὐ μόνον ἐν τοῖς νοητοῖς καὶ νοεροῖς, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς νοητοῖς, κατ’ ἐπικράτειαν δὲ | |
25 | ὅμως καὶ ἔκφασιν παντελῆ καὶ ἀντιδιαίρεσιν διεστῶσαν, ἄλλα ἀλλαχοῦ παραφαίνεται, ἀεὶ τῶν κοινοτέρων καὶ θειοτέρων προαναφαινομένων, ἅτε πλησιαζόντων τῇ μιᾷ συναιρέσει τοῦ ὄντος· ἐκεῖνο γὰρ ἡ πηγὴ πάντων ἐστίν, καὶ ὁμοῦ πάντα ἐκεῖνο κατὰ μίαν φύσιν, ἐκεῖθεν δὲ ἐκμηρύεται πάντα ἐφεξῆς, ἀεὶ δὲ πρότερα τὰ ὀλίγης ἰδιότητος· ὅθεν ἄλλα μὲν ἐν τοῖς πρόσθεν, ἄλλα δὲ | |
30 | ἐν τοῖς αὖθις διακόσμοις ἐκφαίνεται, κρατοῦντα καὶ ἀκμάζοντα, καὶ τὰ ἄλλα | 151 |
152 | συναλλοιοῦντα ἑαυτοῖς. Νῦν δὲ κίνησις καὶ στάσις ἔλαχον τὸ κράτος τοῦ μέ‐ σου νοεροῦ διακόσμου· καὶ πάντα μὲν καὶ ἐν τούτῳ· πανταχοῦ γὰρ πάντα· ἀλλ’ οἰκεῖα μάλιστα τῇ τούτου φύσει στάσις καὶ κίνησις, ἀλλ’ ἐνταῦθα μέν, οὔπω διῃρημένα, οὐδὲ ὡς εἴδη τὰ γένη τοῦ ὄντος, ἀλλ’ ἔτι ὡς μέρη, καὶ ἔτι | |
5 | ἀδιάκριτα, ὡς ἔπος εἰπεῖν. Ἐν δὲ τῷ δημιουργῷ πάντα εἰδητικῶς διώρισται ἀπ’ ἀλλήλων· ὅπου καὶ ἡ ταυτότης ἐστί, καὶ ἡ ἑτερότης ἐμφανέστερον εἶεν. | |
6 | Πρὸς δὲ δὴ τὸ τρίτον λεκτέον ἓν μὲν ὅτι τὸ μὲν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ οἷον τόποι τινές εἰσιν, ὡς καὶ Ἰαμβλίχῳ δοκεῖ· τὸ δὲ κινούμενον καὶ ἑστὼς ἐν χώρᾳ τινὶ καὶ κινεῖται καὶ ἕστηκεν. Δεῖ ἄρα προϋπάρχειν τοῦ ἐν | |
10 | τόπῳ ἢ κινουμένου ἢ ἑστῶτος αὐτὸν τὸν τόπον. Ἕτερον δὲ ὅτι τὸ ἑστὼς ἢ τὸ κινούμενον δεῖ πεφυκέναι πρότερον ἐν ἄλλῳ εἶναι, ἵνα καὶ εἰς ἄλλο κινηθῇ ἢ ἐν ἄλλῳ ἑστήκῃ· εἰ δὲ μή, μάτην κινηθήσεται ἢ ἑστήξεται· ὥστε εἰ κινοῖτο, καὶ πρὸς ἑαυτό, ἢ ἑστήκοι ποτέ, ἐν ἑαυτῷ. Εἰ γὰρ μὴ τοῦτο προϋπάρχοι, ματαία ἡ κίνησις καὶ ἡ στάσις, ἡ μὲν πρὸς ἑαυτὸ | |
15 | κινοῦσα, ἡ δὲ ἡμερίζουσα ἐν ἑαυτῷ. Τρίτον δὲ τέλη μὲν τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, ὁδοὶ δὲ πρὸς ταῦτα κίνησις καὶ στάσις· κινεῖται γάρ τι, ἵνα ἐν ἄλλῳ ἢ ἐν ἑαυτῷ ᾖ, καὶ ἵσταται ὁμοίως· ὅθεν τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ἐφετόν ἐστι πατρικὸν πᾶσι τοῖς νοεροῖς θεοῖς, καὶ ὁ Ζεύς, καὶ τὰ ἄλλα γένη μετ’ αὐτοῦ, στέλλεται, κατὰ Πίνδαρον, παρὰ | |
20 | Κρόνου τύρσιν· οὐκοῦν καὶ ἵσταται ἐν τῇ Κρόνου τύρσει. Δεῖ ἄρα προϋπ‐ άρχειν αὐτὴν τῶν ἐπ’ αὐτὴν στελλομένων, ἀλλὰ καὶ τὸ κινούμενον καὶ ἑστὼς πρὸ τούτων, ὡς ἡ ὁδὸς πρὸ τῶν ὁδευόντων. Καὶ γὰρ ὁ Ζεὺς διὰ τῆς Ῥέας, καὶ ὁ “δὶς ἐπέκεινα” διὰ τῆς ἀμφιφαοῦς Ἑκάτης, τῷ τε “ἅπαξ ἐπέκεινα” καὶ τῷ Κρόνῳ συνάπτεται. | |
25 | Ἔτι δὲ τέταρτον τὸ μὲν ἐν ἑαυτῷ ὂν καὶ ἐν ἄλλῳ λέγεται εἶναι ἐν ἑαυτῷ ὄν, καὶ ἐν ἄλλῳ ὄν· τὸ δὲ κινούμενον καὶ ἑστὼς ἐνεργεῖν βούλεται, ἀλλ’ οὐκ εἶναι. Δεῖ ἄρα τὸ εἶναι προϋπάρχειν [πρὸ] τοῦ ἐνεργεῖν. Ἔτι δὲ πέμπτον, ὡς ἔχει τὰ ἁπλᾶ ἐν τῇ συνθέσει, οὕτω καὶ καθ’ ἑαυτὰ | |
πρὸς ἄλληλα ἔχει· οἷον εἰ καὶ σύνθετον τὸ ἑστὼς ἐν ἑαυτῷ ἢ κινούμενον ἐν | 152 | |
153 | ἑαυτῷ, προϋπάρχει δὲ ἐν τῇ συνθέσει τὸ ἐν ἑαυτῷ. Τοῦτο μὲν γὰρ οὐδὲν δεῖται κινήσεως, οὐδὲ στάσεως, τὸ δὲ κινούμενον ἢ ἑστὼς ἐν ἑαυτῷ ἕστηκεν ἢ κινεῖται. Καὶ ἁπλᾶ ἄρα λαμβανόμενα τὰ ἐν ἑαυτῷ προϋπάρχει τοῦ κινουμένου καὶ ἑστῶτος. Ὁμοίως δὲ καὶ τὸ ἐν ἄλλῳ δείξομεν πρὸ τοῦ ἑστῶτος καὶ κινουμένου. | |
5 | Ἕκτον τοίνυν κατανοητέον ὅτι τὸ ἐν ἄλλῳ κινήσεως ἤδη ἐν ἑαυτῷ πρὸ κινήσεως, καὶ τὸ ἐν ἄλλῳ πρὸ στάσεως κατὰ τὸν ὅμοιον λόγον. Ἕβδομον ἐπὶ πᾶσιν τὸ κινούμενον καὶ ἑστὼς διχῶς ἑκάτερον, ἢ ἐν ἑαυτῷ, ἢ ἐν ἄλλῳ. Τετρὰς ἄρα τὸ κινούμενον ἐν ἄλλῳ, τὸ ἑστὼς ἐν ἄλλῳ, τὸ ἑστὼς ἐν ἑαυτῷ, τὸ κινούμενον ἐν ἑαυτῷ. Τὸ ἐν ἑαυτῷ ἄρα καὶ ἐν ἄλλῳ δυὰς πρὸ | |
10 | τετράδος· οὐ γὰρ ἐν ταύτῃ προσεννοοῦμεν τὸ κινούμενον καὶ ἑστώς, ὡς ἐπὶ τοῦ κινουμένου καὶ ἑστῶτος, τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ. Τοιγαροῦν τὸ μὲν ἑστὼς καὶ κινούμενον πάντως ἐν ἄλλῳ ἢ ἐν ἑαυτῷ· ἡ μὲν ψυχὴ ἐν ἑαυτῷ, φέρε εἰπεῖν, τὸ δὲ σῶμα ἐν ἄλλῳ· οὐ πάντως δὲ τὸ ἐν ἄλλῳ, ἢ κινεῖται, ἢ ἕστηκεν· οὐδὲ τὸ ἐν ἑαυτῷ, εἴπερ τὸ μὲν ἐν ἄλλῳ ὡς ἐν τόπῳ ἢ κινεῖται, ἢ ἕστηκεν, τὸ δὲ ἐν | |
15 | ἄλλῳ ἐπὶ πλέον τοῦ ὡς ἐν τόπῳ· ὥστε καὶ τὸ ἐν ἑαυτῷ τοῦ ὡς ἐν τόπῳ ἐν ἑαυτῷ ἐπιπλέον· ἔστιν γὰρ ἐν ἑαυτῷ καὶ ὡς ἐν τόπῳ καὶ ὡς ἐν αἰτίῳ, καὶ ὡς ἐν ὅλῳ, καὶ ὡς ἐν ἄρχοντι· ὡς δὲ μόνον ἐν τόπῳ κινεῖται ἢ ἕστηκεν. | |
17 | Ἀλλὰ τίς ἡ στάσις καὶ τίς ἡ κίνησις; τοῦτο γὰρ ἦν τέταρτον τῶν προβεβλημένων. Ἆρα ἡ στάσις ὁ ἀμείλικτος, ὡς ἔστι τούτου τοῦ νοῦ; ἔσται | |
20 | ἄρα κίνησις μόνον ἡ ζωογόνος ἡ θεός· καίτοι ὡς καὶ πρόσθεν ἐλέγομεν, ἑκάστη ἀντίθεσις ἑκάστου ἑνὸς κατηγορεῖται. Βέλτιον ἄρα ὡς ὁ φιλόσοφος Συριανὸς ἐπὶ τοῦ αὐτοῦ νοῦ ἑκάτερον ἀκούειν, ἐπειδὴ καὶ ἀνάγκη τὸ κινού‐ μενον ἑστὼς οὕτω κινεῖσθαι· καὶ ἔστιν ἀντὶ μὲν τοῦ ἐν ἑαυτῷ τὸ ἑστάναι, ἀντὶ δὲ τοῦ ἐν ἄλλῳ τὸ κινεῖσθαι. Μήποτε δὲ ὁ μὲν πρῶτος νοῦς μονοειδὴς | |
25 | ἦν καὶ ἀμέριστος, καὶ οὐσιώδης, ὡς νοῦ φάναι οὐσίαν, ὁ δὲ δεύτερος ἐν τῷ προϊέναι καὶ μερίζεσθαι ἀφ’ ἑαυτοῦ καὶ ζωτικὸς εἶναι, ὁρᾶται οἷον ἐν προ‐ όδῳ οὐσιωμένος, καὶ διὰ τοῦτο κινεῖται καὶ ἕστηκεν, ὥσπερ ὁ τρίτος, ἤδη τὴν ὅλην τοῦ νοῦ πρόοδον προσεληλυθώς, ἐν ταυτότητι καὶ ἑτερότητι διακέκριται· | |
ὁ δὲ δεύτερος διακρίνεται στάσει καὶ κινήσει· ὁ δέ γε πρῶτος ἀδιάκριτός | 153 | |
154 | ἐστιν, ὡς νοῦν εἰπεῖν ἐν μερισμῷ ὑφεστῶτα ὅτι μάλιστα ἡνωμένῳ. Εἰ μὲν δὴ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ὡς ἐν τῷ κρείττονι νοοῖμεν, καὶ τὸ κινούμενον ὡς εἰς τὸ κρεῖττον ληψόμεθα, πῶς οὖν κρεῖττον τῆς στάσεως ἡ κίνησις; ἢ οὐκ ἀνάγκη οὐδὲ ὡς σύμβολον τὴν κίνησιν κρείττω ποιεῖν τῆς στάσεως, ὡς αὐτὸς ποιεῖ. | |
5 | Διττὴ γὰρ καὶ ἡ στάσις, ἡ μὲν ἐν ἑαυτῷ, ἡ δὲ ἐν ἄλλῳ τῷ κρείττονι, καὶ δῆλον ὅτι κρείττων αὕτη τῆς 〈ἐπ’〉 ἄλλο κινήσεως ἡ ἐν ἄλλῳ· διττὴ γὰρ καὶ ἡ κίνησις, ἡ μὲν ἐν ἑαυτῷ, ἡ δὲ ἐν ἄλλῳ· καὶ αὕτη ἄρα ἡ στάσις ταύτης τῆς κινήσεως ἀμείνων, ὥστε καθ’ ἑκατέραν συζυγίαν ἡ στάσις ἀμείνων. Ἀλλ’ ὅ γε Πλάτων, φαίην ἄν, ἀπὸ μὲν τῆς κρείττονος συζυγίας τὸ χεῖρον λαβών, ἀπὸ | |
10 | δὲ τῆς χείρονος τὸ κρεῖττον, οὕτω συνέθηκεν τὴν παροῦσαν ἀντίθεσιν, ἀναλο‐ γοῦσαν τῇ διττῇ τοῦ νοῦ ἐπιστροφῇ, τῇ τε πρὸς ἑαυτόν, καὶ τῇ πρὸς τὸ κρεῖττον, κατὰ τὸν Συριανόν. Εἰ δὲ κατὰ τὴν ὑμετέραν ὑπόνοιαν ἐκδεχοί‐ μεθα τὸ ἐν ἄλλῳ ἐν τῷ χείρονι κατὰ πρόνοιαν τοῦ κρείττονος, ἐροῦμεν καὶ τὸ κινούμενον ἐπὶ τὰ κάτω χωρεῖν, ἀπὸ στάσεως ὁρμώμενον τῆς ἐν ἑαυτῷ, καὶ | |
15 | συμφωνότερον ταῖς θεολογίαις. Ἥ τε γὰρ Ῥέα πάντων ἐστὶ ῥοὴ κατὰ τὸν ἐν Κρατύλῳ Σωκράτην, καὶ πάντα ἵστησιν ἐν ἑαυτοῖς καὶ ἀνακαλεῖται πρὸς ἑαυτήν, ὡς καὶ οἱ Φρύγιοι διδάσκουσι λόγοι· ἥ τε μεγάλη Ἑκάτη κέντρον τέ ἐστι πεφορημένον πρὸς ἑκάτερον τῶν πατέρων, καὶ ζωογόνον ῥοίζημα προΐησι, καὶ τῷ τε ἅπαξ ἐπέκεινα συντέτακται κατὰ μίαν ἑστῶσαν ἕνωσιν, | |
20 | καὶ μετὰ τοῦ δὶς ἐπὶ πάντα προέρχεται. Καὶ ἅμα ἔχομεν κατὰ φύσιν τὴν στάσιν πρεσβυτέραν τῆς κινήσεως, οὕτω καὶ ἐν τοῖς κοσμικοῖς συμβόλοις ὡς ἐν τοῖς γένεσιν. | |
22 | Ἔτι τοίνυν τὸ πέμπτον, ἡ μέν ἐστι ζωή, ὡς μέση τεταγμένη νοῦ καὶ οὐσίας, ἡ δὲ ὡς ἐν οὐσίᾳ ζωή, ἡ νοητή, ἡ δὲ ὡς ἐν νῷ, αὕτη ἡ νῦν προ‐ | |
25 | κειμένη, ἣν ζωογόνον ἀνυμνοῦσιν. Ἡ μὲν οὖν νοητὴ ζωὴ οὐσία μᾶλλον εἶναι δοκεῖ ἢ ζωή, ἡ δὲ ζωή ἐστιν ὡς ἀληθῶς ἐκφανεῖσα, ἡ δὲ νοῦς εἶναι βούλεται μᾶλλον ἢ ζωή. Καὶ εἴη ἂν ἐπ’ ἐσχάτοις ταύτης μὲν ἴχνος ἡ αἰσθητικὴ ζωή, ὡς νοερᾶς· τῆς δὲ ἁπλῶς ζωῆς ἡ μετὰ τὴν αἴσθησιν, εἴτε τῶν φυτῶν ὡς οὐ τρανοῦς οὔσης ἐν αὐτοῖς τῆς αἰσθήσεως, καθόσον ἡ ζωὴ ἐκφανής, εἴτε καὶ αὕτη | |
30 | μὲν τῆς νοερᾶς ἀπήχημα, ὡς αἰσθητική, ἡ δὲ τῶν φιλτρίδων καὶ τῶν ἄλλων | 154 |
155 | αὐτοκινήτων εἶναι δοκούντων λίθων αὐτῆς τῆς ζωῆς, τῆς δὲ νοητῆς, ἡ φύσις οὐσία μᾶλλον ἢ ζωὴ εἶναι βουλομένη· τάχα δ’ ἄν τις καὶ ὧδε λέγων οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Τὸ μὲν φυτὸν ὡς ἔσχατον ζῷον, ἴχνος τοῦ πρώτου ζῴου τοῦ νοητοῦ, τῆς δὲ ὕπερ τὸ ζῷον ἐκεῖνο ζωῆς, ἡ τοῦ φυτοῦ καταδεεστέρα | |
5 | φύσις· ὁλότης δὲ μετὰ τὸ ζῷον κατὰ ἀλήθειαν ζωῆς, ἡ ἄλογος, ἀμυδρὰν ἔχουσα γνῶσιν· ὡς ἐκείνη νοητὴ ἦν καὶ νοερά· τῆς δέ γε νοερᾶς, ἡ γενικὴ λογικὴ ψυχή. Διὸ λογική ἐστι ζωή, ὡς ἐκείνη ἡ νοερά· μήποτε δὲ καὶ ταύτῃ σώζοιμεν ἂν τὴν ἀναλογίαν· ἔστω τὸ φυτὸν τῆς νοερᾶς ὡς αἰσθητικόν, τῆς δὲ νοητῆς καὶ νοερᾶς ἡ φύσις, τῆς δὲ νοητῆς ἡ γένεσις ἁπλῶς· κίνησις γὰρ καὶ ἡ γένεσις. | |
10 | Ταῦτα μὲν οὖν μικρὸν ὕστερον διοριοῦμεν, νῦν δὲ τὸ κινούμενον καὶ ἑστώς. Διὰ τί μὴ τὴν ζωὴν ἁπλῶς σημαίνει, ἀλλὰ τὴν ζωογόνον; Ἆρα ὅτι, ὥς φησι, τὸ μὲν ἐν μεθέξει κινούμενον καὶ ἑστώς, ἡ δὲ στάσις καὶ ἡ κίνησις αὕτη ἐστὶν ζωὴ ἡ πρὸ τῆς ζωογόνου θεότητος; Ἀλλ’ οὐδαμοῦ στάσιν καὶ κίνησιν ὁ Παρ‐ μενίδης παρέλαβεν· ὥστε τὸ κινούμενον καὶ ἑστὼς ἐν ἴσῳ τῇ στάσει καὶ τῇ | |
15 | κινήσει παρέλαβεν. Ἤδη μὲν οὖν διὰ πολλῶν τοῦτο ἐν τοῖς πρόσθεν διεσκε‐ ψάμεθα· νῦν δὲ ὅσον πρὸς τὸ προκείμενον λέγωμεν, ὡς τὸ κινούμενον καὶ ἑστὼς ἴδιόν ἐστι μάλιστα τῆς νοερᾶς· ὡς ἡ μὲν στάσις τῆς νοητῆς καὶ νοερᾶς· οὕτω γὰρ καὶ ὁμοῦ αἱ δύο τῆς νοερᾶς, κατὰ τὸ μικτόν· ἴσως δὲ τοῦτο μὲν ἀναγκάζει καὶ τὰς ἄλλας ἀντιθέσεις οὕτω διαιρεῖν. Οὐκοῦν ἐκεῖνο μᾶλλον ῥη‐ | |
20 | τέον ὅτι ὁ μέσος νοῦς ἄρχει τῆς ἐπὶ ὕλην κινήσεως, ὥστε καὶ τῆς πρὸ ταύτης ἀντιδιαιρουμένης στάσεως, καὶ ἔξω τῆς ὕλης τὸ προερχόμενον κατεχούσης. Αὕτη γὰρ ἀπὸ τοῦ Κρόνου τούς τε ἄλλους Κρονίδας ἐξάγει καὶ αὐτὸν ἤδη τὸν δημιουργόν· ἐξῃρημένη τε αὐτοῦ κατὰ τὴν στάσιν, συνδιακοσμεῖ αὐτῷ πάντα κατὰ τὴν κίνησιν· καὶ τῷ μὲν πρώτῳ πατρὶ συνέστη κατὰ τὴν στάσιν, | |
25 | τῷ δὲ τρίτῳ κατὰ τὴν κίνησιν· διόπερ ὡς ἐν ἄλλῳ κινεῖται κατὰ τὸν Παρ‐ μενίδην. Ὡς οὖν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ νοῦν ἐδήλου καθ’ ἑαυτὸν μὲν ὑφεσ‐ τῶτα, ὠδίνοντα δὲ τὴν ἄλλων φύσιν, ἢ τὴν τῶν ἄλλων δημιουργίαν, οὕτω καὶ τὸ κινούμενον καὶ ἑστώς, τὴν τοιαύτην ζωὴν ἀκουστέον ἢ ῥοπὴν ἤδη ἔχειν τινὰ πρὸς τόνδε τὸν κόσμον, ἢ μετὰ τοῦ ἑστάναι ἐφ’ ἑαυτῆς ἔξω τῆς δημιουργίας. | |
30 | Καὶ μήποτε αὕτη ἐστὶν ἡ ἀληθεστάτη διαφορὰ τῆς τε νοερᾶς ταύτης ζωο‐ γονίας καὶ τῆς ἁπλῶς ζωῆς, ὅτι αὕτη μὲν ἀσύμμετρός ἐστι πρὸς τόνδε τὸν | |
κόσμον, καὶ ἔτι ζωοποιὸς τῶν θείων διακόσμων, ἡ δὲ ζωογόνος ἰδιότης ἤδη | 155 | |
156 | προβέβληται τὴν δημιουργίαν, καὶ τῷ δημιουργῷ συνυφίστησι τὰ ἐγκόσμιά τε καὶ περικόσμια. Καὶ μήποτε ζωογόνος κέκληται, ὅτι ζωοποιός ἐστι τῆς ὅλης γενέσεως· καὶ ὡς ἁπλῶς εἰπεῖν, ἡ τῶν εἰδῶν τῶν δημιουργικῶν συνεκτικὴ ζωὴ αὕτη ἐστὶ καὶ κινητική, ὡς ἡ ἁπλῶς ζωὴ τῶν μέσων εἰδῶν, ὡς ἡ νοητὴ τῶν | |
5 | νοητῶν· πανταχοῦ γὰρ ἡ ζωὴ πρὸ τῶν εἰδῶν. Ἡ αὐτὴ ἄρα τῶν τε εἰδῶν διαφορὰ πρὸς ἄλληλα καὶ τῶν ζῴων· καὶ ἐπειδὴ τὸ μὲν νοητὸν κατὰ τὴν μονὴν μᾶλλον, τὸ δὲ νοητὸν καὶ νοερὸν κατὰ τὴν πρόοδον, τὸ δὲ νοερὸν κατὰ τὴν ἐπιστροφήν, διὰ τοῦτο ζωή ἐστι περιγράφουσα τὸ εἶδος πρὸς ἑαυτό, καὶ αὐτὸν νοῦν. Κατὰ γὰρ ἐπιστροφὴν καὶ ὁ νοῦς καὶ τὸ εἶδος οὐσίωται, καὶ μήποτε οὐ | |
10 | κίνησις μόνον, ἀλλὰ καὶ στάσις, διὰ τοῦτο ὅτι πρὸς ὕλην ἤδη νενευκυῖα ἥδε ζωὴ δεῖται καὶ τῆς ἀνεχούσης ἀπὸ τῆς ὕλης δυνάμεως· ὅθεν καὶ ἡ τῶν ἀμει‐ λίκτων προβολὴ ἐν τῇδε τῇ τάξει προβέβληται, ἅτε ἤδη τῆς θεότητος εἰς ὕλην καὶ ὅλως τὰ μετ’ αὐτὴν ἀφορώσης, καὶ μάλιστα καὶ πρὸ τοῦδε δημιουργοῦ, τῆς ζωογονίας. Διόπερ καὶ ἑστὼς καὶ κινούμενον κέκληται, ὡς ἄρχουσα πρώτη | |
15 | τῆς ἐπὶ τὰ κάτω ῥοπῆς, ἀλλὰ μετὰ τῆς ἀρρεποῦς ὑπεροχῆς· ὅθεν καὶ διακε‐ κριμένην ἔχει καὶ ἐκφανῆ τήν τε ἐπὶ πάντα φοιτῶσαν ἐκροίζησιν τοῦ ζωογόνου φωτὸς καὶ τὴν ἀμείλικτον δύναμιν. Ἔτι δέ, κατ’ Ὀρφέα, δύο προβάλλεται ζωογόνους θεότητας, τὴν μὲν κατὰ τὸ κινούμενον μᾶλλον, τὴν δὲ μᾶλλον κατὰ τὸ 〈ἑστώσ〉, Ἥραν φημὶ καὶ Ἑστίαν· ταύτην μὲν ἑδράζουσαν τοὺς εἰς τόδε τὸ | |
20 | πᾶν προϊόντας θεοὺς, ἐκείνην δὲ πάντας εἰς πρόοδον ἐκκαλουμένην. Ἐξ οὗ καὶ δῆλον ὅτι καὶ ἡ ἀμερίστως ἄμφω οὖσα, κινούμενόν ἐστιν εἰς κόσμον τόνδε, καὶ ἑστὼς οὐδὲν ἧττον ὑπὲρ τὴν δημιουργίαν· ὥστε καὶ εἰ ἡ ἁπλῶς ζωὴ ἐν ἄλλοις λέγοιτο κίνησις καὶ στάσις, ἀλλ’ ὡς ῥηθήσεται, οὐχ ὡς πρὸς ὕλην, οὐδὲ ὡς ὑπὲρ ὕλην, ἀλλ’ ὅτι πρώτη ἐστὶν ἀπὸ τῆς νοητῆς ἑνώσεως τοῦ ὄντος | |
25 | διακρινομένη, ἅμα καὶ ἑνουμένη ἔκβασις, ἡ ζωή· καὶ ταύτῃ ἁπλῶς κίνησις καὶ στάσις· ἣν νῦν ὅλως σημαίνει διὰ τοῦ ἀριθμοῦ καὶ τῆς προϊούσης εἰς τὰ μέρη ὁλότητος, καὶ τῆς τῶν μερῶν ἀρχῆς καὶ μεσότητος καὶ τελευτῆς, εἰς μίαν ἐπιστρεπτικὴν τελειότητα· ταῦτα γὰρ οἰκειότερα τῇ ἁπλῶς ζωῇ, κίνησις δὲ καὶ στάσις τῇ εἰς ἄλλο προϊούσῃ καὶ ἔξω ἄλλου μενούσῃ, ἄλλο δὲ ὁ κόσμος | |
30 | ὅδε καὶ ἁπλῶς ἡ δημιουργία. | |
30 | ||
Πρὸς δὲ τὸ ἕκτον, ὅτι μὲν ἀπὸ τῆς ζωογόνου θεοῦ ἐξῆπται κατὰ | 156 | |
157 | δίκην ἡ φύσις, δηλοῖ τὸ τὴν φύσιν εἰδοποιὸν εἶναι, καὶ τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ εἶδος ἐν ᾧ ἐστιν, ὃν ἡ ὅλη ζωογονία πρὸς τὸν δημιουργὸν σὺν ᾧ τὸ πᾶν τόδε ἐπιτροπεύει. Καὶ ἐπειδὴ ἔχει τι ἐξῃρημένον ἡ Θεὸς τοῦ δημιουργοῦ, καὶ τῷ Κρόνῳ συνταττόμενον, τοῦτο μὲν αὐτῆς τὸ εἶδος ἀμέριστον· ὁ δὲ | |
5 | μερισμὸς αὐτῆς τῷ δημιουργῷ προσεχής, ἐν ᾧ καὶ ἡ πηγαία φύσις ἐσχάτη μεμέρισται. Ἔτι δὲ εἰδοποιὸς μέν, ὥς φαμεν, ὁ δημιουργός, ζωοποιὸς δὲ τῶν δημιουργικῶν εἰδῶν ἡ Ῥέα. Ἀνάγκη ἄρα τό τε ἔσχατον εἶδος εἶναι τοῦ Διός, καὶ τὴν ἐσχάτην ζωὴν τῆς Ῥέας· αὕτη δέ ἐστιν ἡ φύσις. Ἔτι γε μὴν ἐκ τρί‐ των κατὰ τὸν Παρμενίδην, ἥ τε θεὸς ἀρχὴ κινήσεως καὶ στάσεως, ἥ τε | |
10 | φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας. Οὐκοῦν ζητητέον πρῶτον ποίαν φύσιν λέγομεν τὴν ὅμοια γεννῶσαν ἑαυτῇ, ὥς φησιν, ἢ τὴν ἁπλῶς κινοῦσαν καὶ ἠρεμίζουσαν. Ὁ μὲν γὰρ Ὀρφεὺς δοκεῖ μᾶλλον τὴν ἄχρι φυτῶν τε καὶ τῶν ἄλλων καρπῶν ὑποστρωννύναι φύσιν ὑπὸ τὴν Ῥέαν. Εἰ μὴ ἄρα καὶ τὴν Γορ‐ γόνα νοοῖμεν ἄχρι τῶν λίθων αὐτῶν ἐκτείνουσαν τὴν ἑαυτῆς ζωογονίαν. | |
15 | Τὰ δὲ λόγια ἁπλῶς φύσιν λέγει τὴν διὰ πάντων χωροῦσαν ἀπῃωρῆσθαι τῆς μεγάλης Ἑκάτης, ἣ καὶ τῆς σωματικῆς ἁπάσης κινήσεως προκατάρχειν εἴρηται τῆς Ἑκάτῃ πρεπούσης· | |
17 | ἄρχει γὰρ φύσις ἀκαμάτη κόσμων τε καὶ ἔργων, οὐρανὸς ὄφρα θεῇ δρόμον ἀΐδιον κατασύρων, | |
20 | καὶ ταχὺς ἠέλιος περὶ κέντρον ὅπως ἐθὰς ἔλθῃ. | |
20 | Χωρὶς δὲ τούτων ἡ ἐν ὑποκειμένῳ πᾶσα ζωὴ φύσις καλεῖται, καὶ ἀντι‐ διῄρηται πρὸς τὴν χωριστὴν μέν, ἐπιβατεύουσαν δὲ τῆς ἀχωρίστου, ὡς ἡ πηγαία φύσις ἔχει πρὸς τὴν πηγαίαν ψυχήν. Ἔτι δὲ ἡ ζωὴ κατὰ εἴδη τριττή τις ἐστίν, ἢ νοερά, ἢ λογική, ἢ ἄλογος πᾶσα, καὶ πρὸς ἑαυτὴν ἀνεπίστροφος· | |
25 | ὥστε καὶ τὸ ἔσχατον ταύτης ἴχνος εἰς αὐτὴν ἀνάγεται τὴν ἄλογον φύσιν. Ἀπορητέον ἄρα καὶ ἕτερον πῶς ἡ ὑπὲρ τὴν πηγαίαν φύσιν ζωὴ οὐχ ὁρᾶται ἐνταῦθα τῆς φυσικῆς ἐπίταδε ζωῆς, ὡς ἐπέκεινα. Καὶ ἔτι τρίτον πῶς ἡ φύσις τῆς ψυχῆς ἐπιπλέον πρόεισιν, καὶ ἡ ψυχὴ τῆς | |
νοερᾶς ζωῆς· ἔδει γὰρ ἐπιπλέον τὰ ὑπέρτερα. Ἀλλ’ εἰ ταῦτα μέλλοιμεν ὀρθῶς | 157 | |
158 | διασκέπτεσθαι, καὶ περὶ τοῦ ὄντος τὰ αὐτὰ ζητητέον. Ἔδει γὰρ καὶ τὸ ὂν ὁρᾶσθαι μετὰ τὰ εἴδη. Καὶ τί ἂν λάβοις ὡς ὂν ὃ μὴ καὶ εἶδός ἐστιν; Ἡ μὲν γὰρ ὕλη οὔπω ὄν, τὸ δὲ ἤδη ὂν εὐθὺς καὶ εἶδος. Ἀλλ’ ἴσως εἴποιμεν ἂν τὴν στέρησιν εἶναι μέν, οὐκ εἶδος δὲ εἶναι· καὶ δὴ πολλάκις εἴπομεν· ἀλλ’ ἡ στέρησις, καὶ | |
5 | δὴ τοῦ εἴδους ἡ στέρησις, οὐ μετὰ τὸ εἶδος ἔχει τὸ εἶναι, ἀλλ’ ἀπ’ αὐτοῦ· καὶ κινδυνεύει ἀμυδρότατον εἶδος εἶναι. Τοιγαροῦν οὐκ ἔστιν ἀνείδεος οἷον ἡ τυφλότης, οὐδὲ ἡ κωφότης, οὐδὲ ὅλως ἡ νόσος. Εἰ δὲ τὴν παντελῆ στέρησιν λάβοις, ἢ ὕλην ἐρεῖς, ἢ τὸ μηδαμῶς, ὂν δὲ οὐδέτερον, ἅμα ἄρα ὄν· καὶ εἶδος, ἢ παρόν, ἢ ἀπόν, ἐπεὶ καὶ ἅμα ζωή, καὶ εἶδος εὐθύς· ἢ γὰρ ἄλογος, ἢ λογική, ἢ | |
10 | νοερά, καὶ σὺν εἴδει πάντως ἢ φυσικῷ, ἢ λογικῷ, ἢ νοερῷ. Τίς οὖν ἐνταῦθα ἡ ἁπλῶς ζωή, καὶ ὑπὲρ εἶδος, οὐκ ἂν ἔχοιμεν λέγειν, ὡς πρὸ μὲν εἴδους ζωή, πρὸ δὲ ζωῆς ὄν. Καὶ ἔτι ἐκεῖνο διασκεπτέον ὅπως λέγομεν τὴν ζωὴν προ‐ ϋπάρχειν τῶν εἰδῶν, ἅτε ἐν νῷ τούτων ὑφεστώτων. Ὁρῶμεν δὲ ἐνταῦθα ἐπί‐ ταδε τῆς ζωῆς ὄντα εἴδη μὴ ζῶντα· εἰ γὰρ καὶ πάντα ἡ φύσις κατείληφεν, | |
15 | ἀλλ’ οὔτι γε πάντα καὶ ζῷά φαμεν, τὰ δὲ μετὰ ζωὴν ἐκεῖ πάντως ζῷον. Πῶς οὖν οὐ καὶ ἐν τούτοις τοῦ ζῴου ἐπίταδε ἡ ζωή; Ἀλλὰ μὴν καὶ τόδε ἄτοπον, ἢ τὸ σῶμα πρώτιστον ποιεῖν τῶν εἰδῶν, ἢ ἐπίταδε πάντων ὄν, μὴ οὐχὶ καὶ πρὸ τῶν ἄλλων τετάχθαι πάντων. Ἓν μὲν οὖν ἐκεῖνο πρὸ πάντων διοριστέον ὅτι οὐ πάντως τὸ ἐπίταδε ἐξ ὑπερτέρων αἰτίων, εἰ μὴ διὰ πάντων χωρῆσαν ἐπίταδε | |
20 | γέγονεν· τοῦτο γὰρ ἦν τὸ ἐπιπλέον. Εἰ δὲ κάτωθεν ἀρξάμενον περὶ κάτω στρέφεται, καὶ ταύτῃ ἐπίταδε, ᾗ ἔσχατον, ἀλλ’ οὐχ ᾗ πρῶτον, ἐπίταδέ ἐστιν. Οὐκ ἄρα τὸ σῶμα ὑπέρτερον, ὅτι μὴ σῶμα χωρεῖ καὶ διὰ τῶν πρὸ τοῦ σώ‐ ματος· οὐδὲ εἰ ἐσχάτη ἡ φύσις, ἤδη καὶ τῆς λογικῆς ἢ νοερᾶς ζωῆς ὑπερτέρα καὶ ἐξ ὑπερτέρων. Διὰ τοῦτο γὰρ ἐπίταδε ὅτι τρίτη μετ’ ἐκείνας ἐκφύεται· | |
25 | εἰ δὲ μή, ἦν ἂν καὶ ἐν ἐκείναις ἡ φύσις, εἴπερ δι’ αὐτῶν χωροῦσα ἐπιπλέον προῄει. Οὐ τοίνυν οὐδὲ τὸ ἄψυχον εἶδος ἐπιπλέον τοῦ ζῴου, καίτοι ἐπίταδέ ἐστιν, ἀλλ’ ὡς ἔσχατον πάντων εἰδῶν εἰς τὸ ἔσχατον ἀπερρύη. Τὰ μέντοι διὰ πάντων χωροῦντα ἐπιπλέον φθάνοντα ὑπέρτερά ἐστιν καὶ ἐξ ὑπερτέρων, οἷον τὸ εἶδος καὶ τὸ ζῷον· εἰ γὰρ εἶδος, καὶ τὸ φυτὸν καὶ τὸ ἄψυχον. Ἔτι | |
30 | δὲ ἡ ἁπλῶς ζωὴ ἔν τε νῷ καὶ ἐν ψυχῇ καὶ ἐν τῇ φύσει ὁρᾶται. Διὰ πάντων | 158 |
159 | ἄρα αὕτη κεχώρηκεν· ἔτι δὲ τὸ ὂν διὰ πάντων ἄχρι τοῦ ἐσχάτου εἴδους, οὗ τὸ σῶμά φαμεν. Τοῦτό τε οὖν ταύτῃ διορίζομαι, καὶ ἕτερον τὸ ὑπέρτερον λαμβάνειν ἐκ τοῦ ἐν πλείοσιν ὁρᾶσθαι ἢ ἐν πᾶσιν, ἀλλὰ μὴ ἐκ τοῦ πάντως ὑπερεκτείνεσθαι. Τὸ γοῦν ὂν ἐν πᾶσι μέν, οὐδὲν δὲ ὂν ἐπίταδε τῶν εἰδῶν· | |
5 | καὶ τὸ σῶμα γὰρ εἶδος ἔσχατον πάσης τῆς γενέσεως. Καὶ γὰρ εἰ καὶ τὰ ἴχνη τῶν εἰδῶν προεννοοῖμεν, ἀλλὰ καὶ ταῦτα ἴχνη βούλεται εἶναι τῶν εἰδῶν εἴδη τοῦ ὄντος, ἀλλὰ σὺν τοῖς εἴδεσιν ὄντος, καὶ ἡ ζώη ὁμοίως ἄχρι διήκει τῆς φύσεως ἄνωθεν ἀρξαμένη, καὶ διὰ τοῦτο κοινή ἐστιν, καὶ τὸ εἶδος ὡσ‐ αύτως, ὅπερ ἦν ἴχνος τοῦ νοῦ. Πάντα οὖν εἰς τὸ αὐτὸ συνέρχεται κατὰ τὴν | |
10 | ἀποπεράτωσιν· ἀλλ’ ὅμως αἱ κοινότητες τῶν πολλῶν ἐξ ἀρχῶν κοινοτέρων προΐασιν· καὶ ἡ κοινότης, ἀλλ’ οὐχ ἡ ἐπέκτασις τεκμηριοῖ τὸ ὑπέρτερον. Ἔτι τοίνυν τρίτον πᾶσα ἀρχὴ πάντα ἐστὶ τὰ ἀπ’ αὐτῆς, καὶ διὰ πάντων χωρεῖ τῶν ἀπ’ αὐτῆς. Ἀλλ’ οὐκ ἔτι πλέον χωρήσει τῶν ἀπ’ αὐτῆς· ἔσται γὰρ καὶ ἐκεῖνό τι τῶν ἀπ’ αὐτῆς, ἐφ’ ὃ πρόεισιν ἐπιπλέον. Ἴση ἄρα πᾶσα ἀρχὴ | |
15 | τοῖς ἀπ’ αὐτῆς, ὥστε ταύτῃ ἀρχὴ ὅτι ἀπὸ τοῦ πρώτου μέχρι τοῦ ἐσχάτου. Οὐκοῦν ἔσχατον εἶδος τὸ σῶμα, καὶ ἐσχάτη ζωὴ ἡ φύσις ἡ συνοῦσα τῷ σώματι· καὶ ἔσχατόν γε ὄν, τὸ τῷ σώματι συγκεκρυμμένον· πάντα ἄρα εἰς τὸ αὐτό. Τέταρτον ἐπὶ τούτοις ὅτι καὶ εἰ σύνεστιν ἀλλήλοις κάτω, ἀλλὰ τῇ ἰδιό‐ τητι διακέκριται. Τὸ μὲν γὰρ εἶδος πᾶν πάντως καὶ ὄν· τὸ δὲ ὂν ἐπινοήσειεν ἄν | |
20 | τις καὶ ἄνευ τοῦ εἴδους. Καὶ πάλιν ἡ μὲν ζωή, πάντως ὄν, τὸ δὲ ὂν οὐ πάντως ζῇ καθὸ ὂν μόνον· εἰ δὲ καὶ τῷ εἴδει σύνεστιν ἀεὶ ζωή τις, οἷον ἡ κίνησις αὐτῇ. Ἀλλ’ ἐννοήσειεν ἄν τις τὴν κίνησιν ἐπ’ ἀόριστον καὶ ἐπὶ εἶδος, ἀλλ’ οὔπω εἶδος· τὸ δὲ ἤδη εἶδος ἤδη τῇ κινήσει συμπεπλήρωται· καὶ μήποτε ὡς τὸ ὂν διὰ ζωῆς εἰς τὸ νοερὸν εἶδος πρόεισιν, οὕτω καὶ κάτωθεν τὸ ὂν διὰ μεταβολῆς | |
25 | καὶ κινήσεως εἰς τὸ εἶδος προκέκυφεν. Ἔτι δὲ πέμπτον καὶ ὧδε ῥητέον ὅτι ὡς ἐν τῷ νῷ, οὕτω καὶ ἐν τῷ κόσμῳ πάντα εἰδητικῶς ὑφέστηκεν· εἰ γὰρ καὶ πάντα πανταχοῦ, ἀλλ’ οἰκείως ἐν ἑκάστοις, ὅπου μὲν οὐσιωδῶς, ὅπου δὲ πάντα εἰδητικῶς. Τοιγαροῦν τῶν εἰδῶν τὰ μὲν κατὰ τὸ νοεῖν ὑφέστηκεν ἔχοντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι δηλαδή, τὰ δὲ κατὰ τὸ ζῆν μόνον καὶ εἶναι, | |
30 | τὰ δὲ κατὰ μόνον τὸ εἶναι εἴδη ἐστίν, ὡς τὰ τῶν ἀψύχων ἐν τῷ εἰδητικῷ δια‐ | |
κόσμῳ, καὶ τῷ παραδειγματικῷ καὶ τῷ εἰκονικῷ. Τὰ μὲν κατὰ τὸ εἶναι εἴδη | 159 | |
160 | οὐσιωμένα ἔσχατά ἐστιν, καίτοι διὰ πάντων χωροῦντος τοῦ εἰδητικοῦ ὄντος, τὰ δὲ κατὰ ζωὴν δεύτερα κάτωθεν, τὰ δὲ κατὰ τὸ νοεῖν τρίτα καὶ πρῶτα ἄνωθεν, καὶ ἐλάχιστα ἔσχατα τῶν ἄλλων, δῆλον ὡς ἐπιπλέον διήκει τὸ εἰδη‐ τικὸν ὂν τῆς εἰδητικῆς ζωῆς, καὶ αὕτη τοῦ εἰδητικοῦ νοεροῦ ἰδιώματος· ὡς δὲ | |
5 | ἔν τινι ταῦτα πρὸς ἄλληλα, οὕτω καὶ ἁπλῶς. Εἰ ἄρα τὸ οὐσιῶδες εἶδος κοι‐ νότερον τοῦ ζωτικοῦ, καὶ ἁπλῶς τὸ ὂν ὑπέρτερον τῆς ζωῆς. Ἐοίκασι γὰρ καὶ οἱ ταῦτα ἀξιοῦντες ἀπὸ τῶν εἰδητικῶς ὑφεστώτων ταῦτα ἀνάγειν ἐπὶ τὰς πρώτας ἀρχάς. Καὶ μήποτε, ὡς ἕκτον εἰπεῖν, τὰ χείριστα πανταχοῦ μιμή‐ ματά ἐστιν τῶν πρωτίστων· τὰ μὲν ἄψυχα εἴδη τοῦ ὄντος, τὰ μετὰ ζωὴν | |
10 | τοῦ πρὸ ζωῆς, καὶ τὰ ζῶντα κατὰ φύσιν τῆς πρὸ νοῦ ζωῆς, καὶ τὰ νοοῦντα ἅπερ ἐστὶν πρώτιστα τῶν ἔνθαδε εἰδῶν τῆς νοερᾶς ἐν ἐκείνοις τρίτης ὑποστά‐ σεως. Μὴ τοίνυν Θαυμαζέτω τις εἰ ἡ φύσις ἐσχάτη ἐστὶ ζωή, καὶ ταῦτα ἀπὸ τῆς νοερᾶς ζωογονίας ἐξηρτημένη· μηδὲ ζητείτω ζωῆς ἴχνος ἐπίταδε τῆς φύσεως, προϊὸν ἀπὸ τῆς ἐπέκεινα τῆς ὅλης νοερᾶς ζωῆς· ἀλλ’ ἐννοείτω ὅτι κόσμος | |
15 | ὅδε κατὰ τὸν νοερὸν κόσμον δεδημιούργηται· καὶ ὅσα ἐν τούτῳ ὁρᾶται ἐκείνῳ προϋπάρχει. Παράδειγμα γὰρ ὁ νοῦς τοῦ κόσμου· εἰ δὲ καὶ ὁ νοῦς ἄλλης μετέχει ζωῆς τῆς πρὸ αὐτοῦ, καὶ τὰ τῇδε ὑφεστῶτα φέρει ἐν ἑαυτοῖς ἐν κοινῷ τήνδε τὴν μέθεξιν, ἀλλ’ οὐκ ἰδίᾳ τι ἀφωρισμένον ζωῆς ἐκείνης ἀπήχημα· κρείττων γὰρ ἦν ἢ ὥστε προελθεῖν ἄχρι τῆς ὕλης· ἀλλὰ τὰ εἴδη τὰ ἐν τῇ ὕλῃ | |
20 | ἐν ἐκείνῃ, ὡς κοινή ἐστιν, ἐνερρίζωται. Οὕτω δὲ νοητέον καὶ τὸ ὂν ἐν τῇ κοι‐ νότητι τῶν ἐνθάδε ὄντων· ἀπὸ γὰρ τοῦ τρίτου ὅ ἐστιν τοῦ νοῦ προῆλθεν ἡ κοσμοποιία· ἀλλὰ τούτων μὲν ἅλις. | |
22 | Πρὸς δὲ τὸ ἕβδομον ῥητέον οὐχ ὅτι κίνησις, ὥς φησι, καὶ στάσις ἴδια ἦν στοιχεῖα ζωῆς, ἡ δὲ ζωογονία κατὰ μέθεξιν κινούμενον καὶ ἑστώς. | |
25 | Οὕτω γὰρ ἀπολιπὼν ὁ Παρμενίδης φανεῖται στάσιν καὶ κίνησιν· οὐδαμοῦ γὰρ αὐτὰς παρήγαγεν· ἀλλ’ ἐπειδὴ τὸ ἓν πανταχοῦ ὑπόκειται ἀφ’ ἑαυτοῦ τὰ ἄλλα γένη προβαλλόμενον, ἃ καὶ λέγεται πεπονθέναι, διὰ τοῦτο οὐ κίνησις καὶ στάσις τὸ ἕν, ἀλλὰ κινούμενον καὶ ἑστώς, αὐτό γε τὸ ἕν. Τὸ μὲν οὖν ἀληθὲς ὥδε ἔχει· ἴσως δὲ ἐνδείκνυται καὶ ὅτι πρῶτος οὗτος ὁ νοῦς ἐπεχεί‐ | |
30 | ρησεν εἰς ὕλην κινηθῆναι. Εἶτα ἔστη ἔτι ἐξῃρημένος, ὡς ἂν ἀσύμμετρος ἔτι | 160 |
161 | ὢν πρὸς τὴν κοσμοποιίαν· πλὴν ἄλλον διεγείρει κατὰ τὸ σύμμετρον τῆς δημι‐ ουργίας ἑστῶτα. | |
2 | Φέρε δὴ οὖν καὶ πρὸς τὸ ὄγδοον ἀποκρινώμεθα τὰ δοκοῦντα ἓν μὲν ὅτι καὶ τῷ νοερῷ τὸ νοεῖν κινεῖσθαι ὂν ἀπὸ ταύτης ἐκεῖ τῆς τάξεως, αὐτὸ δὲ | |
5 | τὸ γιγνώσκειν ἀφ’ ἑαυτοῦ· τρίτος γὰρ ὁ νοῶν νοῦς, ὢν δὲ ὁ πρῶτος· διόπερ καὶ ὑπὲρ κίνησιν καὶ ζωήν· εἰ δὲ νοεῖ καὶ αὐτός, ἀλλὰ μᾶλλόν ἐστιν, καὶ κατὰ τοῦτο ὁρᾶται. Ἕτερον δὲ εἰ καὶ πανταχοῦ τὸ νοεῖν καὶ κίνησις καὶ στάσις, ἀλλ’ ὅπου μὲν πάντα κατὰ τὸ νοεῖν, ὅπου δὲ πάντα κατὰ στάσιν καὶ κίνησιν, οἷον κινούμενα καὶ ἑστῶτα, ὅπου δὲ εἶναι πάντα καὶ στοιχεῖα τῆς | |
10 | νοερᾶς οὐσίας· εἰ γὰρ καὶ τὰ αὐτά, ἀλλ’ ἐν μὲν τῷ πρώτῳ, ὡς ὄντα, ἐν δὲ τῷ δευτέρῳ, ὡς κινούμενα καὶ ἑστῶτα, ἐν δὲ τῷ τρίτῳ, ὡς γιγνώσκοντα καὶ γιγνωσκόμενα. | |
12 | Ἀλλὰ μὴν πρὸς τὸ ἔνατον διώρισται μὲν τὰ ἀληθέστατα περὶ τούτων, λεγέσθω δὲ καὶ νῦν ὅτι τὸ μὲν γεννᾶν ὅμοια νοερᾶς ἐστιν ἐπιστροφῆς καὶ αὐθ‐ | |
15 | υποστάτου εἰκών· καὶ ἔστω γε τὸ τοιοῦτον ἧκον ἀπὸ τῆς νοερᾶς γονιμότητος· τὸ δὲ αὐτοκίνητον εἶναι τῶν λίθων δοκοῦν ἀπὸ τῆς πηγαίας φύσεως· ἡ δὲ ἁπλῶς, ἐν πᾶσιν εὐκινησίας, ἀπὸ τῆς ἁπλῶς καὶ ὑπὲρ πάντα ταῦτα ζωῆς. | |
17 | Ἀλλὰ δὴ τὸ δέκατον ἐπισκεπτέον τὴν ἀπόδειξιν τῆς στάσεως. Ἀλλ’ ἐκεῖνο πάλιν προδιοριστέον ὅτι μετὰ τῆς ἀπὸ τῶν πρώτων προόδου, τῶν ἀεὶ | |
20 | δευτέρων καὶ τὴν αὐθυπόστατον αὐτῶν ἐνδείκνυται πρόοδον. Ἑκάστη γὰρ ἰδιότης ἀπὸ τῆς πρὸ αὐτῆς ἑαυτὴν προβάλλεται, ὥσπερ καὶ νῦν· ἀπὸ γὰρ τοῦ πρώτου ὁ δεύτερος ἐν ἑαυτῷ· ἀφ’ ἑαυτοῦ δὲ τὸ ἀεὶ μένειν ἐν ἑαυτῷ. Καὶ τοῦτο πόθεν εἴληφεν; ἢ ἀπὸ τοῦ μὴ ἀραρὸς ἐν τῷ δευτέρῳ εἶναι τῷ ἐν ἑαυτῷ, μηδὲ καθ’ ὕπαρξιν ὡς ἐν τῷ πρώτῳ. Βουληθεὶς οὖν ὁ δεύτερος ἐν ἑαυτῷ εἶναι, καὶ | |
25 | οὐκ ἔχων ἐν τούτῳ τὸ εἶναι, προὐβάλετο ὥσπερ τινὰ φρουρὰν τοῦ ἐν ἑαυτῷ, τὴν στάσιν, ἵνα τῷ ἵστασθαι ἐν ἑαυτῷ μιμῆται τὸν ὄντα ἐν ἑαυτῷ. Καὶ ὅπερ | |
ἐκεῖνος ἔχει κατ’ οὐσίαν, τοῦτο οὗτος ἔχει δι’ ἐνεργείας. Ἔστιν μὲν οὖν καὶ | 161 | |
162 | ὡς τελικὸν αἴτιον τὸ ἐν ἑαυτῷ τῆς στάσεως· τὸ γὰρ ὀρεγόμενον ἐν ἑαυτῷ εἶναι οὐδέποτε ἐκβαίνει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ἐν ἑαυτῷ ἕστηκεν ἀεὶ τοῦ τέλους ἐμφορού‐ μενον. Ἔστι δὲ καὶ ὡς παραδειγματικόν, ὅτι μιμεῖται τὸ ὂν ἐν ἑαυτῷ ὅ τι ἂν ἑστήκῃ ἐν ἑαυτῷ. Ἔστι δὲ καὶ ὡς ποιητικόν· τὸ 〈μὲν〉 γὰρ ἐν ἑαυτῷ ἓν εἴη | |
5 | ἂν ἐν ἑνὶ ὄντι ἐν ἑαυτῷ, τὸ δὲ ἐν ἑνὶ ὄν, καθὸ ἐν ἑνί ἐστιν, οὐκ ἔσται ἐν ἄλλῳ καὶ ἄλλῳ. Οὐδέποτε ἄρα ἐκβαίνει τοῦ ἐν ἑνὶ τῷ αὐτῷ εἶναι· τοῦτο δὲ ἕστηκεν· ὥστε τὸ ἐν ἑαυτῷ ἓν ὂν αἴτιόν ἐστι γεννητικὸν τοῦ ἐν ἑνὶ τῷ αὐτῷ εἶναι. Τοῦτο δὲ ἦν ἡ στάσις, ἡ ἐν ἑνὶ τῷ αὐτῷ κατάστασις. Τὸ ἄρα ἐν ἑαυτῷ ὂν ἕν, ᾗ μὲν ἕν, τὸ ἐν ἑνὶ ποιεῖ, ᾗ δὲ ἑαυτῷ, τὸ ἐν τῷ αὐτῷ. Ταῦτα δὲ στοιχεῖα τῆς στά‐ | |
10 | σεως, ὥσπερ τῆς κινήσεως, τὸ ἐν ἄλλῳ καὶ ἄλλῳ, καὶ οὐδέποτε ἐν ἑνὶ καθὸ κινούμενον. Ἀλλὰ πόθεν τὸ οὐδέποτε ἐκβαίνειν λαμβάνει, καὶ πόθεν τὸ “ἀεὶ” συλλογίζεται; ἢ κατὰ κοινὰς ἐννοίας, ὥς φησιν. Καὶ τίς ἂν εἴη κοινὴ ἔννοια; τὸ ὂν ἐν ἑαυτῷ κατ’ οὐσίαν, μᾶλλον δὲ κατὰ μέθεξιν, μηδέποτε ἐκ τούτου ἐκ‐ βαίνειν. Τί γὰρ κωλύει εἶναι μόνον ἐν ἑαυτῷ; εἰ γὰρ ἐκβαίη ἀφ’ ἑαυτοῦ, εἰς | |
15 | κίνησιν ἥξει, οὔπω δὲ κίνησις· οὐδέποτε ἄρα ἐκβήσεται. Καὶ μὴν πέφυκεν ἐκβαίνειν εἰς ἀλλό, μὴ ἐκβαῖνον ἄρα, ἐν τῷ αὐτῷ ἕστηκεν. ᾟ ἄρα ἐν ἑαυτῷ εἶναι βούλεται, ταύτῃ ἕστηκεν, καὶ τὸ μὲν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ὁμοῦ, τὸ συναμφότερον. Διὸ τὸ μὴ ὂν μὲν τοῦτο, εἶναι δὲ βουλόμενον, οἷον παρὰ μέρος ἔχει ἑκάτερον, ἑστὼς ἅμα καὶ κινούμενον. | |
19 | ||
20 | Ἀλλὰ πῶς οὐχὶ τὰ αὐτὰ συλλογίσαιτο ἄν τις καὶ ἐπὶ τοῦ ἐν ἑαυτῷ, εἴπερ τῷ ἐν ἑαυτῷ ἀκολουθεῖ τὸ ἑστάναι ἐν ἑαυτῷ, ὅπερ ἦν τὸ ἑνδέκατον; Ἢ ὅτι, φησίν, ὁ μὲν πρῶτος 〈νοῦσ〉 ἐν ἑαυτῷ ἦν καὶ ἐν ἄλλῳ ἀεὶ ὡσαύτως, ὁ δὲ δεύτερος, ἅτε καὶ προϊών, ἐδεῖτο τῆς στάσεως· καὶ ὅτι ἐν ἐκείνῳ μὲν συνοχὴ ἦν μία τῶν ἐν ἑαυτῷ γεννημάτων, ἐν δὲ τούτῳ κατὰ διαίρεσιν ἀντίκειται τὸ | |
25 | ἑστὼς τῷ κινουμένῳ· καὶ ὅτι ἐκεῖ μὲν οὐσία τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, ἐνταῦθα δὲ μέθεξις δι’ ἠρεμίας εἰς ὕπαρξιν καταστᾶσα, οἷον δι’ ἐνεργείας· πρὸ δὲ ἐνεργείας, ἡ οὐσία. Εἴποι δ’ ἄν τις πρὸς τούτοις καὶ ὅτι τὸ μὲν ἐν ἑαυτῷ ὂν ταὐτὸν ἔχει τὸ ἐν ᾧ καὶ τὸ κατ’ οὐσίαν, τὸ δὲ ἑστὼς ἐν ἑαυτῷ διαφέρει ἑαυτοῦ, ὡς τὸ ἐν τόπῳ τοῦ τόπου. Ἔτι δὲ ὥσπερ τὸ εἶναι τοῦ ἀεὶ εἶναι ἁπλούστερον, | |
30 | οὕτω τὸ ἐν ἑαυτῷ τοῦ ἀεὶ ἐν ἑαυτῷ ἁπλούστερον. Ἔτι δὲ θεολογικώτερον | 162 |
163 | ἐκείνου μὲν τὰ μέρη εἰς τὸ ὅλον ἀναχεῖται· διὸ τὰ πάντα μέρη τὸ ὅλον ἐστίν. Τοῦ δὲ δευτέρου νοῦ τὰ μέρη ἀφ’ ἑαυτῶν μέν ἐστιν, καὶ μέρη μόνον, ἀνεκφοί‐ τητα δὲ τοῦ ὅλου· ὡς τά γε τοῦ τρίτου εἰς ὕλην ἀπορρεῖ. Ἔτι δὲ ὁ μὲν πρῶτος νοῦς, εἰ καὶ κινεῖται καὶ ἕστηκεν, ἀλλ’ εἴσω ἑαυτοῦ καὶ ταῦτα συνέκλεισεν· ὁ | |
5 | δὲ δεύτερος ἤδη λαμπρῶς ἕστηκέν τε ἐν ἑαυτῷ καὶ πρὸς τὰ ἔξω κινεῖται. | |
5 | Ἀλλὰ τίς ἡ ἀπόδειξις τοῦ κινεῖσθαι, κατὰ τὸ δυοδέκατον πρόβλημα; Τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν· οὐδέποτε ἄρα ἕστηκεν· ἀεὶ ἄρα κινεῖται. Πρῶτον μὲν πόθεν τὸ ἐν ἑτέρῳ ὂν ἀεὶ ἐν ἑτέρῳ προστίθησιν; Ἔπειτα τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν διὰ τί μὴ ἐν τῷ αὐτῷ ἐστιν οὐχ ἑαυτῷ, ἀλλ’ ἑτέρῳ; Τρίτον | |
10 | δὲ πῶς οὐ διάλληλος ἡ δεῖξις, εἴπερ ἐκ μὲν τοῦ μηδέποτε ἐκβαίνειν τὸ ἑστάναι δείκνυται, ἐκ δὲ τοῦ μηδέποτε ἐν τῷ αὐτῷ εἶναι, τὸ κινεῖσθαι; Πρὸς μὲν δὴ τὸ πρῶτον ῥητέον οὐχ ὅτι προσήκει τὸ ἀεὶ τοῖς αἰωνίοις· κοινὸν γὰρ τοῦτο πάντων τῶν συμπερασμάτων· ἀλλ’ ὥσπερ ἐκ τοῦ ἐν ἑνὶ εἶναι, τὸ ἀεὶ συνελογιζόμεθα (φρουρητικὸν γὰρ τὸ ἀεὶ τῆς ἐν ἑνὶ σχήματι | |
15 | καταστάσεως), οὕτω καὶ τὸ ἐν ἑτέρῳ εἶναι· ᾗ ἄρα ἐν ἑτέρῳ, ἀεὶ ἐν ἑτέρῳ. Πρὸς δὲ τὸ δεύτερον, οὐχ ὅτι μόνον ἐν ἑτέρῳ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἑνὶ ἑστη‐ κότος, ὡς λέγει, ἀλλὰ καὶ ὅτι, εἰ ἀεὶ ἐν ἑτέρῳ, πάντως ὅτι ἀεὶ ἐν ἄλλῳ καὶ ἄλλῳ. Εἰ γὰρ μείνῃ ἐν τῷ αὐτῷ, οὐκέτι ἐν ἑτέρῳ ἔσται. ᾟ ἄρα ἐν ἑτέρῳ, οὐκ ἐν τῷ αὐτῷ ἕστηκεν· κινεῖται γάρ. Ταυτότητι μὲν γὰρ ἡ στάσις, ἑτερότητι δὲ | |
20 | ἡ κίνησις συγγενής. Πρὸς δέ γε τὸ τρίτον ἓν μὲν ἐροῦμεν ὅτι ἡ αὐτὴ τῶν ἀντικειμένων ἀντίληψις, καὶ ἑκάτερον μετὰ τοῦ ἑτέρου γνωρίζεται, ὥσπερ καὶ ὑφέστηκεν. Δεύτερον δὲ ὅτι ἡ μὲν ἀπόδειξις ἑκατέρωθι διὰ μέσου τοῦ ἀεὶ συνάγει τὸ συμπέρασμα, τὰ δὲ ἄλλα σαφηνείας εἵνεκα προσέρριπται· οἷον τὸ ἐν ἑαυτῷ, ἀεὶ ἐν ἑαυτῷ | |
25 | ὄν, ἕστηκεν, καὶ τὸ ἐν ἑτέρῳ ὂν κινεῖται. Ἔτι δὲ τρίτον οὐκ ἐκ καταφάσεως τοῦ ἑτέρου ἑκάτερον ἀποδείκνυται, ὅπερ ἡ δι’ ἀλλήλων ἦν δεῖξις, ἄλλ’ ὅ τι οὐ κινεῖται ἕστηκεν, καὶ ὅ τι οὐχ ἕστηκεν κινεῖται. | |
27 | Τί οὖν; πρὸς τὸ τρίτον καὶ δέκατον τί ἡμεῖς ἐροῦμεν; αὐτὸς μὲν | |
γὰρ τὸ πεπονθέναι πάλιν αἰτιᾶται, ᾧ συνεισάγεσθαι τὴν κίνησιν, ὡς οὐ | 163 | |
164 | καθ’ ὕπαρξιν ὄν· ἢ τὸ μὲν γὰρ ἐν ἑτέρῳ, διὰ κινήσεως ἄρα, ὥσπερ διὰ στάσεως τὸ ἐν ἑαυτῷ. Εἴποι δ’ ἄν τις καὶ ὅσα εἴρηται πρὸς τὸ ἐν ἑαυτῷ κατὰ τὸ ἑνδέ‐ κατον πρόβλημα. Καὶ ἔτι ἐκεῖνο μὲν ἅπαξ ὡς ἀληθῶς ἐν ἑτέρῳ ἐστίν, τοῦτο δὲ ἀεὶ ἐν ἑτέρῳ. Καὶ γὰρ τοῦτο μὲν ἀεὶ ἐν ἑαυτῷ μένει, ἐκεῖνο δὲ οἷον ἅπαξ | |
5 | ἐν ἑαυτῷ ἄνευ τινὸς παρατάσεως. Διόπερ τοῦτο μὲν κινεῖται ἤδη καὶ ἕστηκεν, ἐκεῖνο δὲ πάντη συνῄρηται εἰς τὸ εἶναι μόνον ὅ ἐστιν. | |
6 | Οὐκοῦν πρὸς τὸ τέταρτον καὶ δέκατον λέγωμεν ὡς ὁ μὲν Κρόνος, δι’ ἄκραν ἕνωσιν, οὐδὲ τὸν ἀμείλικτον ἑαυτοῦ διεστήσατο ἀφ’ ἑαυτοῦ, οὐδὲ τὸ κουρητικὸν ἰδίωμα· ἐπλήρου δὲ ὅμως αὐτὸς τὴν Ῥέαν, ἅτε κορόνους ὢν | |
10 | κατ’ οὐσίαν, καὶ “νοῦς καθαρός”, ὥς φησιν ὁ ἐν Κρατύλῳ· ἡ δὲ ἐν διαιρέσει τῶν ἐκείνῳ ἡνωμένων ὑποστᾶσα ἑτέραν ἀφ’ ἑαυτῆς κουρητικὴν διεστήσατο τάξιν, ὥσπερ ὁ Ζεύς· ἡ δὲ τοῖς γεννηθεῖσι κέχρηται συνοῦσιν· οὐ γὰρ ὅπου εἰσὶν οἱ θεοί, ἐκεῖ λέγονται γεννᾶσθαι, ἀλλ’ ὅπου πρῶτον ἐφάνησαν. Διὸ κατ’ αἰτίαν μὲν ἐν Κρόνῳ οἱ Κουρῆτες, καθ’ ὕπαρξιν δὲ μετὰ τῆς Ῥέας, | |
15 | κατὰ μέθεξιν δὲ σὺν Διί. Διὸ καὶ οἱ τρεῖς ἐν ἑαυτῇ κατὰ τὴν μίαν ὁμοῦ τῶν τριῶν συνυπόστασιν· καὶ ὅτι ὁ μὲν αὐτῆς ἀπ’ αὐτῆς προῄει, ὁ δὲ πρὸ αὐτῆς ἐν ἑαυτῇ προὐβέβλητο διαφανῶς, ἀλλ’ οὐχ ὡς ἐν τῷ Κρόνῳ κρυφίως. | |
17 | Καὶ τοίνυν ἐπὶ πᾶσι πρὸς τὸ πέμπτον καὶ δέκατον, εἰ λέγεται ὑπὸ τῶν θεῶν μέσον τῶν πατέρων Ἑκάτης κέντρον πεφορῆσθαι, ᾗ μὲν κέντρον, | |
20 | ἕστηκεν, ᾗ δὲ πεφόρηται, κινεῖται. Καὶ εἰ Ἑστίαν καὶ Ἥραν συνείληφεν ἐν ἑαυτῇ ἡ μεγάλη Ῥέα, κατὰ μὲν τὴν Ἥραν κινεῖται, κατὰ δὲ τὴν Ἑστίαν ἕστηκεν. Καὶ μὴν εἰ ἡ μὲν τῷ Διί, κατὰ τὴν στάσιν ἐν ἑαυτῇ μένειν ἐθέλουσα χωριστῇ· διαλλάττεται δὲ καὶ συνδιακοσμεῖ τὸ πᾶν κατὰ τὴν κίνησιν. Ἔτι δὲ ἕστηκε μὲν κατὰ τὴν ἀμβροσίαν, κινεῖται δὲ κατὰ τὸ νέκταρ, ἃ Δημήτηρ | |
25 | ἐπορίσατο τοῖς θεοῖς. | 164 |
165 | Ἔτι καὶ τάδε ἀπορητέον πρῶτον μέν, 〈εἰ〉 τὸ ἐν ἑαυτῷ ἑστάναι δείκνυσι, καὶ τὸ ἐν ἄλλῳ κινεῖσθαι, ὡς δοκεῖ λέγειν, ἢ ἁπλῶς ἑστάναι καὶ κινεῖσθαι, ὡς καὶ τοῦτο δοκεῖ. Προβάλλεται μὲν γὰρ ὅτι ἕστηκεν καὶ κινεῖται ἀπόδειξις, ἀποδείκνυσι δὲ τὸ ἐν ἑαυτῷ ἑστάναι, καὶ ἐν ἑτέρῳ κινεῖσθαι. | |
5 | Δεύτερον δέ, διὰ τί ἀπὸ μὲν τοῦ ἐν ἑτέρῳ δείκνυσιν τὸ κινεῖσθαι, ἔστι γὰρ καὶ ἑστάναι ἐν ἑτέρῳ, ἀπὸ δὲ τοῦ ἐν ἑαυτῷ τὸ ἑστάναι· ἔστι γὰρ ἐν ἑαυτῷ καὶ κινεῖσθαι. Τρίτον δέ, εἰ οἷόν τε τὸ ἐν ἑτέρῳ τῷ κρείττονι κινεῖσθαι κατὰ τὴν αὐτοῦ ἐξήγησιν, καὶ εἰ ἄμεινον ἐν ἑτέρῳ τῷ χείρονι. | |
10 | Τέταρτον, διὰ τί τὸ ἀεὶ προσλαμβάνει τοῖς προδεδειγμένοις ἀναπόδεικτον, καὶ διὰ τοῦτο συνάγει στάσιν καὶ κίνησιν· τίς γάρ; Πέμπτον, πῶς διὰ ταυτότητος μὲν ἀποδείκνυσιν τὴν στάσιν, δι’ ἑτερό‐ τητος δὲ τὴν κίνησιν, μήπω ταὐτοῦ καὶ ἑτέρου φανέντων. Τὸ γὰρ ἐν ἑαυτῷ οὔπω ταὐτόν· οὐδὲ ἄρα πω τὸ ἐν ἄλλῳ ἕτερον, ἅτε τῷ ἐν ἑαυτῷ ἀντικείμενον, | |
15 | ἀλλ’ οὐχὶ ταὐτῷ. Ἕκτον ἐπὶ τούτοις, πῶς νοητέον ἐπὶ τοῦ νοῦ τούτου τὸ κινούμενον καὶ ἑστώς, ὡς τὸν πρὸ αὐτοῦ τιθέμεθα ἐν ἑαυτῷ μὲν κατὰ τὸν ἐπεστραμμένον μερισμόν, ἐν ἄλλῳ δὲ ἢ κατὰ τὸν ἀνεπίστροφον μερισμόν, ἢ κατὰ τὴν ἀμέριστον ἐπιστροφήν, ἅτε οὐκ ἐν τοῖς μέρεσιν ὑφεστῶτα, ἢ κατὰ τὸ χεῖρον, ἢ κατὰ τὸ κρεῖττον. | |
19 | ||
20 | Λέγωμεν δὲ συντόμως πρὸς μὲν τὸ πρῶτον ὅτι τὸ ἁπλῶς ἑστάναι καὶ κινεῖσθαι δείκνυται· τὸ γὰρ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ πρόσεστιν ὡς μέθεξις, καὶ ὡς ἡ αἰτία τῆς στάσεως καὶ κινήσεως. Εἰ γὰρ καὶ δοκεῖ ἐν ἑαυτῷ ἑστάναι λέγειν, ἀλλὰ τὸ ἐν ἑαυτῷ, ὅτι ἐν ἑνὶ τῷ αὐτῷ βούλεται σημαίνειν, ὡς σαφῶς ὁ Παρμενίδης. Εἰ τοίνυν ἐν ἑνὶ κατ’ εἶδος, τὸ αὐτὸ ἂν εἴη ἀεὶ καὶ ἐν μιᾷ | |
25 | φύσει τοῦ ἑνὸς οὐκ ἐξιστάμενον. Ἀεὶ οὖν ἐν ἑνὶ ὂν ἀεὶ ἕστηκεν· ἀμέλει τὸ κινεῖσθαι οὐκ ἐν ἑτέρῳ ἀεί, καὶ οὐκ ἐν ἑνὶ τῷ αὐτῷ μεταμείβει ἄλλοτε ἄλλο· καὶ ἐν πολλοῖς γίγνεται ἅτε οὐκ ἐν ἑνί· τοῦτο δὲ κινεῖσθαι ἁπλῶς, ἀλλ’ οὐκ ἐν ἄλλῳ κινεῖσθαι λέγομεν. Καὶ γὰρ ὅταν κίνησιν ὁριζώμεθα τὴν ἀπ’ ἄλλου ἐπ’ ἄλλο μετάβασιν, οὐ τὸ ἐν ἄλλῳ κινεῖσθαι, ἀλλὰ τὸ ἁπλῶς ὁριζόμεθα· ὥστε | |
30 | τὸ ἐν ἑτέρῳ ἀεὶ τὸ μὲν εἶναι ἔχει ἐν ἑτέρῳ καὶ ἑτέρῳ ἀεί· τοῦτο δὲ ἁπλῶς | 165 |
166 | κινεῖσθαί ἐστιν. Οὕτως ἄρα καὶ ἁπλῶς ἑστάναι τὸ ἐν ἑνὶ τῷ αὐτῷ μένειν εἴδει· ἀλλ’ ἐπεὶ νῦν τὸ μένον τὸ ἕν ἐστι, συντρέχει τὸ ἐν ἑαυτῷ εἶναι τῷ ἐν αὐτῷ, ἐπεὶ ὁ ἄνθρωπος ἐν ἑνὶ τῷ αὐτῷ ἔστη τῷ ζῴῳ, ἀλλ’ οὐκ ἐν ἑαυτῷ. Οὐ γὰρ ἐν ἀνθρώπῳ εἴρηται, ἀλλ’ οὐκ ἐν ἑαυτῷ, οὐ καθὸ ἐν ἑαυτῷ ἕστηκεν, ἀλλὰ καθὸ | |
5 | ἐν ἑνὶ τῷ αὐτῷ. | |
5 | Πρὸς δὲ τὸ δεύτερον, ὅτι κἂν ἑτέρῳ τι ἕστηκεν, ἀλλ’ ᾗ ἐν ἑνὶ τῷ αὐτῷ ἕστηκεν, καὶ εἰ ἐν ἑαυτῷ κινεῖται, ἀλλ’ ᾗ ἐν ἑτέρῳ τῶν ἐν ἑαυτῷ αὐτῷ κινεῖται· πανταχοῦ γὰρ οὐσία τῆς μὲν κινήσεως τὸ ἐν ἑτέρῳ ἀεί, τῆς δὲ στάσεως τὸ ἐν ἑνὶ τῷ αὐτῷ. | |
9 | ||
10 | Πρὸς δὲ τὸ τρίτον, εἰ ἐν ἑτέρῳ τῷ κρείττονι, πῶς οὐχὶ μᾶλλον ἕστηκεν ἐν ἐκείνῳ; πλέον γὰρ ἐν τοῖς πρὸ αὐτῶν ἑστάναι ἀναγκαῖον τὰ προ‐ ϊόντα ἢ ἐν ἑαυτοῖς· ἢ κατὰ τὴν ἰδιότητα, φαίη ἄν, πληρουμένη τῆς εἰς πάντα προϊούσης ἑτερότητος ἐκείνης, ἡ μεγάλη θεὸς οὕτω κινεῖται. Οὐκοῦν, ὥσπερ ἐκείνη ἐπὶ τὰ δεύτερα, φησίν, ἑαυτὴν διὰ τῶν πολλαπλασιώσεων, οὕτω καὶ | |
15 | αὕτη κινεῖται πρὸς τὰ μεθ’ ἑαυτήν. Καλῶς ἄρα λέγωμεν τὴν κίνησιν ἐπὶ τὰ κάτω νεύειν, ὅτι καὶ ἡ ἑτερότης ἐκείνη κινητικὴ ἦν εἰς τὸ ἐκτός, ὃ μιμεῖσθαι τὸν ἀριθμὸν ἐλέγομεν. Ἄμεινον ἄρα τὸ διὰ κινήσεως ἄλλοτε ἐν ἄλλῳ γιγνό‐ μενον ἐν τοῖς κάτω ἄλλως νοεῖν ἀναστρεφόμενον, ἐπειδὴ καὶ ἡ κίνησις εἰς τὰ κάτω δέδεικται οὖσα, καὶ κατὰ τὴν αὐτοῦ ἐξήγησιν. | |
19 | ||
20 | Πρὸς τοίνυν τὸ τέταρτον τὸ ἀεί φαμεν παράτασιν ἔχειν· ἐν παρα‐ τάσει δὲ τὸ ἵστασθαι καὶ κινεῖσθαι παῦλαν ἔχει κινήσεως, καὶ τὸ ἑστηκέναι παῦλαν τῆς στάσεως ἐνδείκνυται. Ἀνάγκη ἄρα συνεῖναι τὸ ἀεὶ τῷ ἱσταμένῳ καὶ κινουμένῳ, ἔτι δὲ εἰ ὁμοῦ κατὰ μίαν ἰδέαν καὶ φύσιν κινούμενόν ἐστι καὶ ἑστώς. Ἀκολουθητέον γὰρ Ἰαμβλίχῳ συναιροῦντι πᾶσαν ἀντίθεσιν εἰς ἓν οἷον εἶδος | |
25 | καὶ μίαν νόησιν· ἀνάγκη 〈γὰρ τὸ〉 ἀεὶ συνεῖναι τῷ κινεῖσθαι καὶ τῷ ἑστάναι τὸ κινεῖσθαι· ἓν γάρ τι τὸ συναμφότερον. Οὐκοῦν μένει μὲν ἐν τῷ κινεῖσθαι ἡ κίνησις· ἀεὶ ἄρα κινήσεται· ἡ δὲ στάσις παραταθήσεται ἐν τῷ ἑστάναι· ἀεὶ | |
ἄρα καὶ αὕτη ἑστήξεται, ἅτε τῆς μὲν κινήσεως οὐκ ἐώσης οἷον καθεύδειν τὴν | 166 | |
167 | στάσιν, τῆς δὲ στάσεως οὐ συγχωρούσης ἐκστῆναι καὶ ἑαυτῆς τὴν κίνησιν. Οὕτως ἄρα τῷ ἑστάναι τε καὶ κινεῖσθαι τὸ ἀεὶ συμπέφυκεν. Ἔτι δὲ ἐκ τρίτων ὁ αἰὼν τὰ ἐξίστασθαι πεφυκότα εἰς πλῆθος εἰς ἓν βούλεται συνάγειν. Ὥσπερ οὖν ὅπου πρῶτα μέρη, ἐνταῦθα ὁ πρῶτος αἰών, καὶ τὸ ἀεὶ καὶ ἐν ἐκείνῃ τῇ | |
5 | τάξει πολὺ ἐφαίνετο, οὕτω δὴ ὅπου πρώτη κίνησις καὶ στάσις ἀναγκαῖον τὸ ἀεὶ παρεῖναι συνάγον τὸ κινούμενον εἰς τὸ ἑστώς, ὡς εἰς τὸ ὅλον τὰ μέρη, ὥστε καὶ ἀναλογεῖν τήνδε τὴν τάξιν τῇ δευτέρᾳ τῶν νοητῶν. Καὶ κατὰ τὸ αἰώνιον, ἐπεὶ καὶ τοῦ αἰῶνος τρεῖς ἰδιότητες, ἡ ἑνοποιός, ἡ συνεκτική τε καὶ ὁλοποιός, ἣ προσήκει μάλιστα τῇ μέσῃ τάξει τῶν νοητῶν καὶ νοερῶν, καὶ | |
10 | τρίτη ἡ στασιμοποιός, ἣν νῦν ἐνδείκνυται. Καὶ πῶς ἀναπόδεικτον τὸ ἀεὶ προσ‐ ειλκύσατο; ἢ μάλιστα μὲν ἀπὸ τῆς τοῦ ἑνὸς τούτου ἐν ἑνὶ ὄντος φύσεως, τὸ ἀεὶ προὐβάλετο· ἐν γὰρ ἑνὶ πεφυκὸς εἶναι οὐδέποτε ἐκβαίνει τοῦ ἑνός. Ἀεὶ ἄρα ἐν ἑνί· οὕτω δὲ καὶ τὸ ἐν ἑτέρῳ· τὸ γὰρ “οὐδέποτε” ἐν τοῖς οὖσι τὸ “ἀεὶ” σημαίνει· εἶτα καὶ πολλαχῆ τὰ καθ’ ἑκάστην ἀναφυόμενα τάξιν ἀναπόδεικτα | |
15 | λαμβάνεται, δηλοῦντος τοῦ ἀναποδείκτου τὸ αὐθυπόστατον. | |
15 | Ἀλλὰ δὴ πρὸς τὸ πέμπτον ῥητέον ὅτι Θαυμαστὸν μὲν οὐδὲν ἐν παντὶ τῷ νοερῷ διακόσμῳ ταὐτὸν εἶναι καὶ θάτερον, ὡς εἴρηται πρότερον, εἰ καὶ μάλιστα ἐκφαίνεται ἐν τῷ τρίτῳ νῷ. Ἔπειτα διοριστέον ὡς εἰ καὶ ἐνίοτε, καὶ νῦν καὶ αὖθις τὰ ἄλλα καὶ ἕτερα καλεῖ· ἀλλ’ οὐκ ἔστι ταὐτὸν ἑτερότητα φάναι | |
20 | καὶ τὰ ἄλλα τοῦ ἑνός, καὶ τὰ αὐτὰ γὰρ ὄντα ὅμως οὐδὲν ἧττον ἄλλα τοῦ ἑνός. Ἐδήλωσεν δὲ τοῦτο μάλιστα ἐπὶ τῆς τρίτης τῶν νοερῶν τάξεως, παραλαβὼν αὐτὴν τοῖς ἄλλοις καὶ κατὰ ταὐτὸν καὶ κατὰ θάτερον, ὡς οὐκ ὂν ταὐτόν, ἀλλὰ φάναι τοῦ ἑνὸς καὶ ἕτερα. Ἁπλῶς γὰρ τὰ μὲν “ἄλλα” σημαίνει τὰ περὶ ὕλην, τὸ δὲ ἕτερον, γένος. Ὅταν οὖν λέγῃ ὅτι ἀεὶ ἐν ἑτέρῳ τὸ ἐν ἄλλῳ, φησὶ καθόσον | |
25 | ἀποκλίνει πρὸς τὰ ἔνυλα τὸ κινούμενον· οὕτω γὰρ καὶ τὸ ἐν ἄλλῳ ὂν ἐννοοῦμεν, ἐπεὶ καὶ ἐν ἑνὶ τῷ αὐτῷ ἑστώς, οὐ ταυτότητα σημαίνει, ἀλλ’ ὅτι ἐν ἑνί, καὶ οὐκ ἐν τῷ ἄλλῳ τοῦ ἑνός, καὶ ὅτι ἐν ἑαυτῷ, ἀλλ’ οὐκ ἐν ταὐτῷ διὰ ταυτότητος, ἐν τούτῳ δὲ ὡς ἐν ἑνί, ἀλλ’ οὐχ ὡς ἐν ταυτότητι. | |
28 | Ἐφ’ ἅπασιν δὴ πρὸς τὸ ἕκτον λέγωμεν ὡς ὁ μὲν πρῶτος νοῦς ἐν | |
30 | τῷ μένειν μόνον ἔχει τὸν ἐπεστραμμένον μερισμόν, ὁ δὲ τρίτος ἐν τῷ προελη‐ | 167 |
168 | λυθέναι μόνον, ὁ δὲ μέσος οὕτως ἐν τῷ μένειν ἅμα καὶ προϊέναι. Διὸ κινού‐ μενον ἅμα καὶ ἑστώς· τὸ δὲ προεληλυθέναι τοῦ τρίτου πέρας ἤδη τῆς κινήσεως, καὶ τὸ μένειν τοῦ πρώτου ἀρχὴ τῆς στάσεως ἐν τῷ μεμενηκέναι θεωρουμένη. Ἔτι δὲ ὁ μὲν πρῶτος ἐπέστραπται μᾶλλον ἢ μεμέρισται, ὁ δὲ τρίτος μεμέ‐ | |
5 | ρισται μᾶλλον ἢ ἐπέστραπται· ὅθεν οὗτος μὲν πρὸς τὴν ὕλην ἀπέκλινεν, ἐκεῖνος δὲ παντάπασιν ἄϋλος, ὁ δὲ μέσος ἐπίσης ἑκάτερον ἔχει. Μεριζόμενος μὲν οὖν πρὸς τὰ κάτω κινεῖται διὰ συμμετρίαν τὴν πρὸς τὰ ἄλλα, ἐπιστρε‐ φόμενος δὲ οὐδὲν ἧττον ἵσταται πόρρω τῆς ὕλης. Ἔτι δὲ ἐκ τρίτων, * καθόσον δὲ προβάλλεται εἰς τὸ ἔξω τὸν τρίτον, κινεῖται· ἕτερον γὰρ ὁ τρίτος καὶ ἄλλο, | |
10 | ὡς τῶν ἄλλων ὑποστατικόν. Διὸ καθὸ ἐν ἑτέρῳ κινεῖται ὁ μέσος περὶ τὴν λέξιν, ἓν μὲν ζητητέον διὰ τί ἐν μὲν τῷ πρώτῳ τὸ “οὕτως ἔχον” προεῖπεν, ἐν δὲ τῷ δευτέρῳ τὸ “οὕτω δὴ πεφυκός”. Ἢ ὅτι ἐκεῖνος μὲν ὁ νοῦς ἐν ἑαυτῷ ὢν περιεῖχεν ἑαυτόν, καὶ εἶχεν καὶ ἐν οὐσίᾳ περιουσίαν αὐτὸς περὶ ἑαυτόν, ὁ δὲ δεύτερος πέφυκεν ὡς ζωογονικός, ὡς εἰς τὸ ἔξω προερχόμενον, καὶ ὂν | |
15 | ἀποβλαστάνον, ὡς ἀρχὴ κινήσεως καὶ ἠρεμίας, καθάπερ ἡ φύσις, ὅ γέ τοι τρίτος, εἴπερ καὶ τὸ πρόσθεν εἴρηται, καὶ τοῦτο ζητήσομεν εἰσαῦθις. Δεύτερον δὲ διὰ τί ἐπὶ μὲν τοῦ ἑστάναι τὸ “που” προσέθηκεν “μέν”, που εἰπών, ἐπὶ δὲ τοῦ κινεῖσθαι, οὐκέτι, καίτοι καὶ τὸ κινούμενον ἐν τόπῳ κινεῖται. Ἢ τάχα μὲν οὐ τόπον σημαίνει τὸ “που”, ἀλλὰ σύνδεσμον παραπληροῦντα τὴν φάσιν. | |
20 | Τάχα δὲ καὶ τῇ στάσει μᾶλλον οἰκεῖος ὁ τόπος, ὡς ἀκίνητος, καὶ ὅτι καθὸ ἐν τόπῳ ἕστηκεν. Εἰ γὰρ ἐν ἄλλῳ παρὰ τὸν τόπον, ἐξέστη ἀπὸ τοῦ τόπου, καὶ οὐκέτι οὐδὲ κινεῖται ἐν τόπῳ. Τρίτον δὲ διὰ τί καὶ “ἐκ τούτου” ἔφη “μὴ μετα‐ βαῖνον”, ἀλλ’ οὐχὶ μὴ κινούμενον, καίτοι ἐπὶ τοῦ κινεῖσθαι τὸ μὴ ἑστάναι εἴρηκεν. Ἢ τὸ μὲν ἑστάναι ἤδη προαπεδέδεικτο καὶ ἐχρήσατο αὐτῷ πρὸς τὴν | |
25 | ἀπόδειξιν τοῦ κινεῖσθαι. Τότε δὲ οὔπω κινήσεως ἀποδειχθείσης, τὸ “μετα‐ βαίνειν” ἀντὶ τοῦ “κινεῖσθαι” παρέθετο, τὴν πρόληψιν τοῦ ζητουμένου φυ‐ λαξάμενος, καίτοι τὸ πρᾶγμα ταὐτὸν φαίη τις ἄν, ἢ οὐδὲ τὸ πρᾶγμα. Διοτὶ τῇ ἀποφάσει ἐχρήσατο· οὐ γὰρ μεταβαίνειν ὑπέθετο, ἀλλὰ μὴ μεταβαίνειν, | |
ἐπεὶ οὐδὲ τῷ ἑστάναι. Ἐπιστῆσαι δὲ χρὴ καὶ ὅτι πρώτην ἀποδείκνυσι τὴν | 168 | |
169 | στάσιν τῆς κινήσεως· εἴωθεν δὲ τὰ κρείττω πρὸ τῶν χειρόνων ἀποφαίνειν, ὡς δῆλός ἐστι καὶ ἐν τοῖς ἑξῆς καὶ ἐν τοῖς πρόσθεν· ὥστε καὶ ἡ στάσις τῆς κινήσεως κρείττων· ἀλλ’ οὐ ἀνάπαλιν, ὡς αὐτὸς ἠξίωσεν. Καὶ δῆλον ὅτι καὶ τὸ ἐν ἑαυτῷ τοῦ ἐν ἄλλῳ σεμνότερον, ὡς ἐλέγομεν. | |
4 | ||
5 | ΠΕΡΙ ΤΗΣ ΤΡΙΤΗΣ ΤΩΝ ΝΟΕΡΩΝ ΔΙΑΚΟΣΜΗΣΕΩΣ. —Περὶ τῆς τρίτης τῶν νοερῶν διακοσμήσεως τάδε προδιαπορητέον, ἓν μέν, διὰ τί μετὰ κίνησιν καὶ στάσιν ταυτότης καὶ ἑτερότης, μᾶλλον δὲ τὸ ἕτερον καὶ ταὐτὸν μετὰ τὸ κινούμενον καὶ ἑστώς. Δεύτερον δέ, τίνος ἕνεκα τῷ δημιουργικῷ νῷ καὶ τῷ τρίτῳ προσήκει ταῦτα | |
10 | τὰ σύμβολα. Τρίτον, πῶς, ὡς συντόμως εἰπεῖν, ὁ αὐτός ἐστιν ἐν ἑαυτῷ καὶ ἕτερος ἑαυτοῦ, εἴτε ὡς τρίτος νοῦς, εἴτε ὡς δημιουργός. Τέταρτον, πῶς τοῖς ἄλλοις ὁ αὐτός, καὶ πῶς ἕτερος τῶν ἄλλων· καὶ διὰ τί ὅλως ἀπὸ τούτου ἡ πρὸς ἄλλα σύγκρισις. | |
15 | Πέμπτον, τίνα τὰ ἄλλα διοριστέον, πρός τε τὸν νῦν λόγον καὶ τοὺς ἑξῆς ἅπαντας χρησίμου ἐσομένου τοῦ τοιούτου διορισμοῦ. Ἕκτον, πῶς ἡ πρὸς ἄλλα ἑτερότης κρείττων τῆς ὁμοταγοῦς ταυτότητος, εἴπερ ἀεὶ ἡ ταυτότης κρείττων τῆς ἑτερότητος. Ἕβδομον, τίνι διαφέρει ἥδε ἡ ἑτερότης τῆς προειρημένης ἑτερότητος. | |
20 | Ὄγδοον, εἰ τὰ γένη τοῦ ὄντος ληπτέον εἰς παράστασιν τῆς δημιουργικῆς τάξεως. Ἔνατον, πῶς μὲν πρὸ τοῦ δημιουργοῦ, πῶς δὲ ἐν αὐτῷ τὰ γένη τοῦ ὄντος. Δέκατον ἐπὶ πᾶσιν, πῶς οἱ Θεολόγοι τὸ ταὐτὸν καὶ τὸ ἕτερον τῷ δημι‐ ουργῷ προσάπτουσιν. | |
24 | ||
25 | Λέγομεν οὖν ἤδη συντομώτερον πρὸς μὲν τὸ πρῶτον ἓν μὲν ὅτι τὸ μὲν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ τὸ ἀφ’ οὗ ἐστιν, ἀπὸ δὲ τούτου πρόοδός τε καὶ ἐν προόδῳ τὸ κινούμενον καὶ ἑστώς, εἰς ὃ δὲ ταὐτὸν καὶ ἕτερον· προελθὸν γὰρ ταὐτὸν ἐφάνη καὶ ἕτερον. Ἔτι δὲ ἕτερον τὸ μὲν ἐν ἑαυτῷ ὂν καὶ ἐν ἄλλῳ κατὰ | |
τὸ εἶναι μᾶλλον ὁρᾶται, τὸ δὲ κινούμενον καὶ ἑστὼς κατὰ δύναμίν τινα καὶ | 169 | |
170 | ἐνέργειαν, τὸ δὲ ταὐτὸν καὶ ἕτερον ἤδη κατὰ σχέσιν ἔτι πορρωτέρω τῆς ἐνερ‐ γείας. Τρίτον δὲ ἐπὶ τούτοις τὸ μὲν πρῶτον ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, ὡς ἀμέρι‐ στον καὶ πρὸς ἑαυτὸ ἡνωμένον, καὶ πρὸς ἄλλο ὁμοῦ συντεταγμένον μονοειδῶς, τὸ δὲ κινούμενον καὶ ἑστὼς αὐτὸ ἐν ἑαυτῷ πληθυόμενον καὶ ἀφ’ ἑαυτοῦ ἐγει‐ | |
5 | ρόμενον εἰς ἄλλο, καὶ ἱστάμενον ἐν ἑαυτῷ ἅμα τῇ κινήσει, τὸ δὲ ταὐτὸν καὶ ἕτερον οὐκ ἐν ἄλλῳ οὐδὲ εἰς ἄλλο (αὐτὸ δὲ ἤδη τὸ ἄλλο καὶ ταὐτὸν τοῖς ἄλλοις), ἀλλὰ μένον ἑαυτῷ ταὐτόν· εἰ δὲ καὶ ἕτερον τῶν ἄλλων, ἀλλὰ καὶ ἑαυτοῦ ἕτερον, ὡς ἔχον εἴσω ἐν ἑαυτῷ τὸ πλῆθος τῶν ἄλλων. Ὅλως δέ, ὡς φάναι τέταρτον, εἰδῶν ἐστι κοινωνία ἡ ταυτότης, καὶ διάκρισις ἡ ἑτερότης. | |
10 | Πᾶν δὲ εἶδος αὐτὸ ἀφ’ ἑαυτοῦ περιγεγράφθαι βούλεται, καὶ ἕτερον εἶναι τῶν ἄλλων μετὰ τοῦ πῆ καὶ ταὐτὸν αὐτοῖς εἶναι. Εἰδοποιὸς δὲ μάλιστα ὁ τρίτος νοῦς, ἅτε δημιουργικὸς καὶ διῃρημένα καὶ ταύτῃ σύμμετρα πρὸς ὕλην εἴδη περιέχων, ὁ δὲ δεύτερος ἔτι διαιρούμενα καὶ μεριζόμενα ἔχει ἀπ’ ἀλλήλων τὰ εἴδη, ὁ δὲ πρῶτος ἀμέριστα πάντη, ὅθεν ἥκιστα ἤδη ἐστίν, ἀλλ’ ἔτι μέρη, καὶ | |
15 | ὅλον καὶ μέρη εἰς ταὐτὸν ἰόντα τῷ ὅλῳ. | |
15 | Ὥστε καὶ τὸ δεύτερον ῥᾴδιον συνιδεῖν ὅτι κατὰ δίκην τῷ τρίτῳ νῷ καὶ δημιουργικῷ ταῦτα προσήκει τὰ σύμβολα, ὡς εἰδοποιῷ καὶ μᾶλλον διῃρη‐ μένῳ, καὶ ἐναργῆ τὴν σχέσιν ἔχοντι πρὸς τὰ ἐκτὸς ὁμοῦ καὶ πρὸς ἑαυτόν, ἔτι δὲ ὡς νοερῷ, καὶ κατὰ μόνην οὐσιωμένῳ τὴν εἴδησιν. Καὶ γὰρ τὸ εἶδος τὸ | |
20 | μάλιστά ἐστιν εἰδητόν τε καὶ οἷον ὁρατὸν διὰ τὴν πλείω διάκρισιν, οὗ καὶ ἕνω‐ σις ἑτεροειδής, οἷα ἡ ταυτότης ἀνθυποχωροῦσα τῇ ἑτερότητι, καὶ ἐνδιδοῦσα τῇ διακρίσει. | |
22 | Οὐκοῦν τὸ τρίτον ὁ μὲν πρῶτος νοῦς ἀμέριστος εἶναι βούλεται μᾶλλον καὶ ἡνωμένος πρὸς ἑαυτόν, ὁ δὲ δεύτερος μεριζόμενός τε καὶ ἐπιστρε‐ | |
25 | φόμενος, ὁ δὲ τρίτος μεμερισμένος τε καὶ ἐπεστραμμένος. Καὶ ὁ μὲν πρῶτος ἐπιστραφὴς μᾶλλον, ὡς ἑνώσει ἐοικέναι τὴν ἐπιστροφήν, ὁ δὲ δεύτερος μερίζεται ἅμα καὶ ἐπιστρέφεται, ὁ δὲ τρίτος ἐν τῷ μεμερίσθαι μᾶλλον ἔχει τὸ εἶναι. Ἔτι δὲ ὁ μὲν πρῶτος ἀκλινὴς εἰς ὕλην, ὁ δὲ δεύτερος κλινόμενος, ὁ δὲ τρίτος ἤδη | |
κεκλιμένος. Κατὰ δὴ τὰς τοιαύτας μορφὰς ὁ τρίτος ταὐτόν ἐστιν καὶ ἕτερον | 170 | |
171 | πρὸς ἑαυτό τε καὶ πρὸς ἄλλο· καθόσον 〈μὲν〉 γὰρ ἐμερίσθη εἰς τὸ πολυειδές, μεμέστωται τῆς ἑτερότητος καὶ πρὸς ἑαυτὸν ἕτερος γέγονε, καθόσον δὲ αὐτὸς ὅλος ἐστὶν ὁ πρὸς ἑαυτὸν διαστάς, ὁ αὐτὸς ἑαυτῷ τυγχάνει ὤν· καὶ καθόσον μὲν ἔξω τέταται, ἕτερος ἑαυτοῦ εἴσω ὁρῶντος οὐδὲν ἧττον, καθόσον δὲ τῷ εἴσω | |
5 | ὁρᾶν, καὶ τὰ ἔξω δημιουργεῖ, ὁ αὐτὸς ἑαυτῷ. Ἔτι δὲ ἐκ τρίτων, ἐπειδὴ ὅλος δι’ ὅλου μεμερισμένος ἐστὶ καὶ ἐπεστραμμένος, εἰς ταὐτὸν ἑαυτῷ καθίσταται, ὡς ἕτερος ἑαυτοῦ γίγνεται. | |
7 | Καὶ μὴν τὸ τέταρτον ὁ αὐτός ἐστι τοῖς ἄλλοις καὶ τῶν ἄλλων ἕτερος, ὡς ἤδη τὴν πρὸς ἄλληλα συμμετρίαν προβεβλημένος. Τοῦτο γὰρ αὐτὸν καὶ | |
10 | δημιουργὸν ἐποίησεν τὸ ἤδη δύνασθαι κοσμῆσαι τὴν ὕλην. Τοῦτο δὲ καὶ τὸν Παρμενίδην παρεσκεύασεν ἐντεῦθεν ἄρξασθαι τῆς πρὸς ἄλλα συγκρίσεως, ὅτι τοῦτο τὸ ἓν ἀρχὴ ἦν τῆς κοσμοποιίας καὶ τῆς περὶ τὴν ὕλην προνοίας. Εἰκότως ἄρα ὁ αὐτὸς τοῖς ἄλλοις ἐστίν, καθόσον ἐν ἑαυτῷ προὐβάλετο τὴν τῶν ἄλλων φύσιν, καὶ καθόσον ἀφ’ ἑαυτοῦ τὰ ἄλλα γεγέννηκεν, καὶ ὡς ἐπιδοὺς | |
15 | ἑαυτὸν κατ’ οὐσίαν τοῖς ἄλλοις. Ὡς γὰρ ὁ ἥλιος ὁ αὐτὸς τῷ ἑαυτοῦ φωτὶ διὰ τὴν ἀδιάλυτον συμπλοκήν, οὕτω καὶ ὁ δημιουργὸς ὁ αὐτὸς τῇ κοσμοποιίᾳ. Διὸ καὶ συναφίσταται ἀναχωροῦντι καὶ πάλιν ἁπτομένῳ τῶν πηδαλίων συναποκαθ‐ ίσταται. Ὁ αὐτὸς ἄρα τοῖς ἄλλοις κατὰ τοσοῦτον, ἀλλὰ καὶ ἕτερος οὐδὲν ἧττον, καθόσον ἀντιδιαιρεῖται πρὸς αὐτὰ συμμέτρως καὶ σὺν ταυτότητι, καὶ ὅτι χω‐ | |
20 | ριστὸς ὢν ἀπ’ αὐτῶν, οὕτω φοιτᾷ διὰ πάντων, καὶ ἐπειδὴ σχέσιν ἔχων πρὸς τὰ ἄλλα, ὅμως ἄσχετός ἐστι κατὰ τὴν σχέσιν. Ἔτι δὲ κοινότερον ὁ αὐτὸς καὶ ἕτερος πρὸς τὰ ἄλλα, ὡς ταυτοποιὸς ἅμα καὶ ἑτεροποιὸς ὢν τῶν ἄλλων, καὶ ὅσον μὲν πρὸς ἑαυτὸν ἑτεροιοῦται, πρὸς τὰ ἄλλα ταυτούμενος, ὅσον δὲ πρὸς ἑαυτὸν ταυτοῦται, τῶν ἄλλων ἑτεροιούμενος, καὶ ἔτι ὡς ἐφίστησι καὶ αὐτὸς τῇ | |
25 | μὲν ταυτότητι τὴν ὁλικὴν δημιουργίαν, τῇ δὲ ἑτερότητι τὴν μεριστὴν ἄρα συν‐ ειληφὼς ὁ πρῶτος δημιουργός. | |
26 | Πέμπτον· ἀλλὰ δὴ τὰ ἄλλα, τίνα φατέον ὡς ἀληθῶς; Εἰ μὲν γὰρ τὰ | |
ἄλλα τοῦ ἑνὸς καὶ ἕτερα παρὰ τὸ ἓν ἰδιώματα, οἷον πολλά, καὶ ὅλον καὶ μέρη, | 171 | |
172 | καὶ στάσιν καὶ κίνησιν, καὶ τὰ ἄλλα ὅσα πεπονθέναι τὸ ἓν ἀπεδείκνυτο, πῶς ταῦτα μέχρι τοῦδε παρελαμβάνομεν, οὔπω τὰ ἄλλα τῆς μεθόδου ὑποτεθείσης; πῶς δὲ τὸ ἓν πάθοι ἂν τὰ ἄλλα χαλεπὸν κατιδεῖν, εἰ μὴ καὶ ταῦτα ἑνιαῖα ἦν. Ὅλως δὲ τί ἓν ἕκαστον τούτων ἐστὶν ὁμοῦ ἡ ἀντίθεσις, εἰ καὶ κατά τινας ἰδιό‐ | |
5 | τητας ἕστηκεν τοῦ ἑνός, ἀλλ’ οὐ κατὰ τὴν κοινὴν τοῦ ἑνός; Ὡς γὰρ ὁ ἄνθρωπός τι ζῷον, εἰ καὶ ἄλλο ἔχει ζῷον, καὶ ἄλλο ὁ ἄνθρωπος τῇ ἰδιότητι, οὕτω καὶ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ τι ἕν ἐστι καὶ ἕκαστον τῶν ἄλλων ἰδιωμάτων, εἰ καὶ ἄλλο μὲν τὸ κοινὸν ἕν, ἄλλο δὲ τὸ ἰδίωμα. Μήποτε οὖν τὰ ἐν τῷ δημιουργῷ πλήθη τὰ ἄλλα ἐστίν, ὡς καὶ οἱ παλαιότεροι λέγουσιν τῶν φιλοσόφων· ἢ οὕτω γε | |
10 | ταὐτὸν ἦν εἰπεῖν ἕτερον ἑαυτοῦ καὶ τῶν ἄλλων καὶ ταὐτὸν ἑαυτῷ καὶ τοῖς ἄλλοις. Νῦν δὲ ταῦτα διορίζει ὁ Παρμενίδης· ἀλλ’ ἴσως τὰ μετὰ τὸν δημιουργὸν πάντα γένη, θεῖά τε καὶ μὴ θεῖα, τὰ ἄλλα ταῦτά ἐστιν, ὡς αὐτὸς ἀξιοῖ. Ἢ καὶ τοῦτο ἄτοπον ὅτι καὶ ἓν τὸ μετὰ τὸν δημιουργὸν ἔσται τῶν ἄλλων, καὶ ὅτι πρός τι τὸ ἓν καὶ τὰ ἄλλα ποιοῦμεν, εἴπερ, ὥς φησιν, ἀεὶ τὰ δεύτερα ἄλλα | |
15 | ἐστὶ πρὸς τὸ πρὸ αὐτῶν ἕν. Εἰ δὲ τοῦτο ἦν, ἔδει καὶ ἐξ ἀρχῆς ἀναφανῆναι τὰ ἄλλα ὡς δεύτερα πρὸς τὸ πρότερον. Βέλτιον ἄρα τῷ διορισμῷ αὐτοῦ ἐμμένειν, κατὰ τὴν πυθαγορικὴν συνήθειαν καὶ τὴν αὐτοῦ τοῦ Πλάτωνος, ἀλλὰ νοοῦντας τὰ ἔνυλα πράγματα καὶ αὐτὴν τὴν ὕλην. Ἔν τε γὰρ τῷ Φαίδωνι οὕτως ὀνομάζει τὰ ἄλλα τὰ εἴδη, τὰ αἰσθητὰ λέγων “ἄλλα καὶ ἐν ἄλλοις”. | |
20 | Ἀριστοτέλης δὲ ἐν τοῖς Ἀρχυτείοις ἱστορεῖ καὶ Πυθαγόραν “ἄλλο” τὴν ὕλην καλεῖν ὡς ῥευστὴν καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γιγνόμενον· ὥστε δῆλός ἐστι καὶ ὁ Πλάτων ταύτῃ τὰ ἄλλα ἀφοριζόμενος. Καὶ ἐν τοῖς ἑξῆς ἄρχεται τῶν ἄλλων μετὰ τὸ ἔσχατον ἕν, ὅ τί ποτε τοῦτό ἐστιν. Ἔτι δὲ οὐκ ἔστι τὰ ἄλλα | |
ἕτερα τοῦ ἑνὸς ἁπλῶς; ἢ οὕτω γε πάντα τὰ εἴδη ἕτερα τοῦ ἑνός, καὶ ἔτι | 172 | |
173 | ἀλλήλων, ὥστε καὶ τὸ ἓν ἄλλο τῶν ἄλλων, ἀλλὰ σημαινομένων, τοῦτο ἴδιόν ἐστιν οὐ πρὸς ταὐτὸν ὡς ἕτερον διῃρημένον, ἀλλὰ σημαῖνον οὐσίας τινὰ ἀκυ‐ ρότητα ὡς κυριότητα τὸ αὐτοκαλὸν καὶ τὸ αὐτοαγαθόν, καὶ αὐτὰ ἕκαστα, ὥς φαμεν, ἅ ἐστιν τὰ κυρίως ὄντα. Ὡς οὖν ταῦτα αὐτά, οὕτως ἄλλα τὰ τούτοις | |
5 | ὁμώνυμα, ἅ ἐστιν ἐκείνων ὁμοιώματα, ἀλλὰ οὐκ αὐτὰ ἃ λέγεται ὄντα. Καὶ τάχα οὕτω καὶ ὁ Λογγῖνος ἔλεγεν οὐσίαν τὰ ἄλλα τινὰ σημαίνειν, ἀλλ’ οὐχ ἑτερότητι οὐσίαν ἄκυρον, ὡς τὴν κυρίαν ἐδήλου τὸ αὐτὸ προστιθέμενον τοῖς εἴδεσιν. Ὅτι δὲ οὕτω τὰ ἄλλα νοητέον, ἢ δῆλον ἐκ τοῦ ταὐτὸν λέγεσθαι τὸ ἐν τοῖς ἄλλοις. Καίτοι ταὐτὸν τοῖς ἑτέροις οὐκ ἂν εἴποι τις κατὰ τὴν ἑτερότητα, | |
10 | καὶ πάλιν ἐκ τοῦ καὶ τὰ ἄλλα τὰ αὐτὰ δείκνυσθαι ἀλλήλοις καὶ τῷ ἑνὶ ἐν τοῖς ἑξῆς. Ὅλως δὲ διὰ τοῦτο καὶ ὁ Παρμενίδης ἰδίας τοῖς ἄλλοις ἀπένειμεν ἐξ‐ ετάσεις παρὰ τὰς τοῦ ἑνὸς πάσας ὑποθέσεις. Ταῦτα μὲν οὖν καὶ εἰσαῦθις. | |
12 | Τὸ δὲ ἕκτον πῶς ἡ πρὸς τὰ ἄλλα ἑτερότης κρείττων τῆς πρὸς τὰ ἄλλα ταυτότητος; ὅτι πρὸς τὸ χεῖρον συνάπτει ἡ ταυτότης αὕτη, κατὰ συμβε‐ | |
15 | βηκὸς ἄρα κρείττων τῆς ἀπὸ τοῦ χείρονος διιστώσης. Ἡ μέντοι ταυτότης ἀεὶ κρείττων τῆς ἑτερότητος, ἐπεὶ οὕτω γε καὶ ἡ εἰς τὸ κρεῖττον κίνησις ἀμείνων τῆς ἐν τῷ χείρονι στάσεως· ἀλλ’ ἡ στάσις τῆς κινήσεως ἀμείνων. Μήποτε δὲ καὶ ὡς δημιουργῷ προσήκει μᾶλλον καὶ βέλτιον κατὰ φύσιν ἡ ταυτότης τῆς ἑτερότητος· τῇ μὲν γὰρ ἑτερότητι δυνάμει ἐστὶν δημιουργός, τῇ δὲ ταυτότητι | |
20 | πρὸς τὰ ἄλλα ἐνεργείᾳ. Τάχα δὲ καὶ ἐνταῦθα κράτιστον παραλαβεῖν τὸν Ἰαμβλίχου λόγον· ὡς γὰρ κατὰ τὸ ὅλον ἐν ἄλλῳ ἦν ὁ πρῶτος νοῦς, κατὰ δὲ τὰ μέρη ἐν ἑαυτῷ, οὕτω καὶ ὁ τρίτος κατὰ μὲν τὴν ἑαυτοῦ ἑτερότητα ἧττόν ἐστι δημιουργός, καὶ ταύτῃ τῶν ἄλλων ἕτερος, κατὰ δὲ τὴν ὑπερπλήρη ταυτό‐ τητα προτείνει ἑαυτὸν εἰς κοινωνίαν τοῖς ἄλλοις, καὶ γίγνεται αὐτοῖς ὁ αὐτός. | |
25 | Ἔσται ἄρα ἡ μὲν πρὸς τὰ ἄλλα ταυτότης ἔγγονος τῆς πρὸς ἑαυτόν, ἡ δὲ ἑτε‐ ρότης τῆς ἑτερότητος, εἰ καὶ ἀνάπαλιν ἀληθὲς εἰπεῖν. Ὅσον τε γὰρ ὑπερανέχει | |
τῆς ὕλης, τοσούτῳ μᾶλλον ἐπ’ αὐτὴν χωρεῖ ἀκωλύτως καὶ ἀφέτως, ὅσον τε | 173 | |
174 | πρόεισιν εἰς μερισμόν, τοσούτῳ μᾶλλον ἐκφανοῦς προσδεῖται τῆς χωριζούσης καὶ ἀνεχούσης ἑτερότητος. | |
2 | Ἀλλὰ μὴν πρὸς τὸ ἕβδομον εἴρηται μὲν καὶ ἐν τοῖς πρόσθεν, λεγέσθω δὲ καὶ νῦν ὡς ἡ μὲν προτέρα ἑτερότης γόνιμος ἦν δύναμις, αἰτία πάντων τῶν | |
5 | κατὰ ἀριθμὸν προϊόντων, ἡ δὲ νῦν προβληθεῖσα ἅμα καὶ οὐ μέρη ὄντα· ᾗ γὰρ εἴδη, οὐ μέρη, καὶ ᾗ μέρη, οὐκ εἴδη, εἰ καὶ ἀμφότερα τὰ αὐτὰ εἶναι συμβαίνει ποτέ. Τότε γὰρ μέρος ἀτελὲς πάντως, ᾗ μέρος, καὶ οὐχ ἑαυτοῦ, οὐδὲ αὐτο‐ περίγραφον, ἀλλὰ σὺν ἄλλῳ καὶ ἄλλου συμπληρωτικόν, τὸ δὲ εἶδος καθ’ ἑαυτὸ καὶ τέλειον, καὶ ἑαυτοῦ, ὅ ἐστι καὶ μόνον αὔταρκες εἶναι δυνάμενον. Τοιγαρ‐ | |
10 | οῦν ἔστι μὲν εἶδος ὃ οὐχὶ καὶ μέρος, ὡς ὁ κόσμος ὅλος, ἔστι δὲ μέρος ὃ οὐχὶ καὶ εἶδος, ὡς κεφαλὴ καὶ χεῖρες καὶ τὰ ἄλλα μέρη τῶν ἀτόμων ζῴων. Ἐπεὶ οὖν διττὸς ὁ διορισμός, ὁ μὲν αὐτοτελῶν εἰδῶν, ὁ δὲ μερῶν ἀτελῶν, τούτου μὲν αἰτία ἡ ἑτερότης ἐκείνη. Διὸ μετ’ αὐτὴν εὐθὺς ὅλον καὶ μέρη, ἐπεὶ καὶ τοῦ ὅλου καὶ τῶν μερῶν ἐκείνη διοριστική, ἅτε οὐδετέρου ἄνευ τοῦ ἑτέρου ἑστῶτος | |
15 | ὡς εἴδους· καὶ τοῦτο γὰρ ἴδιον τῶν εἰδῶν τὸ μὴ δεῖσθαι ἀλλήλων ὡς εἰδῶν· ἀλλ’ εἴπερ δέοιτο ὡς μερῶν, τὸ δὲ ὅλον ὡς μερῶν δεῖται τῶν μερῶν, ὥστε οὐκ εἰδοποιὸς ἡ διαφορά. Πρὸς δὲ τούτοις τρίτον καὶ ἐκεῖνο συννοητέον ὅτι ἐκείνη μὲν ἡ ἑτερότης ἑνώσει ἀντιδιῄρητο ὡς διάκρισις. ᾟ ἄρα διαφέρει ταυτότητος ἕνωσις πρὸς τὸ ἀμερέστερον, ταύτῃ διοίσει τῆς ἑτερότητος ἐκείνης αὕτη ἡ | |
20 | ἑτερότης. Ἆρα οὖν μείζων κατὰ διάστασιν ἡ πρώτη ἑτερότης τῆς δευτέρας, ὥσπερ ἡ ἕνωσις τῆς ταυτότητος ἀδιάστατος ἐπιπλέον; Ἔδει γάρ, φαίη τις ἄν, τῷ μείζονι ἐναντίῳ τὸ μεῖζον ἀντικεῖσθαι ἐναντίον. Ἄτοπον δὲ μᾶλλον διεστάναι τὰ νοητὰ καὶ νοερὰ τῶν νοερῶν; ἢ μάλιστα μὲν οὐκ ἐπὶ πάντων ἀληθὴς ὁ κανών. Εὐεξία γοῦν, φασί, κρείττων ὑγείας, ἀλλ’ ὅμως χείρων τῆς καχεξίας ἡ νόσος. | |
25 | Ἔπειτα ἡ πρώτη ἑτερότης οὐ τὰ νοητὰ καὶ νοερὰ μόνα διέκρινεν, ἀλλὰ πάντα τὰ ἐφεξῆς, καὶ δῆλον ὡς ἀεὶ μᾶλλον τὰ ἐπιόντα· ὥστε μᾶλλον διακέκριται κατ’ αὐτὴν τὰ νοερὰ τῶν νοητῶν καὶ νοερῶν, καὶ τὰ ἐγκόσμια τῶν νοερῶν, καὶ τῶν ὑπερκοσμίων τὰ ἐγκόσμια. Εἰ δὲ ἡ διακριτικὴ τῶν εἰδῶν ἑτερότης | |
ἧττον διίστησιν, ἀσύμβλητός ἐστι πρὸς ἐκείνην, ἑτερογενὴς γάρ ἐστιν καὶ | 174 | |
175 | ἀλλόφυλος πρὸς αὐτήν. Μήποτε δὲ καὶ ἀληθὲς ἑκάτερον ὅτι καὶ ἥνωται μᾶλλον τὰ νοητὰ καὶ νοερά, καὶ διακέκριται μᾶλλον, ἐπεὶ καὶ τὰ νοερὰ εἴδη τῶν ὑπερ‐ κοσμίων καὶ τῶν ψυχικῶν, καὶ ἥνωται μᾶλλον καὶ διακέκριται. Οὐ γὰρ ἐμπο‐ δίζει τὴν ἕνωσιν ἡ διάκρισις, οὐδὲ ἡ διάκρισις τὴν ἕνωσιν· ἀλλὰ καὶ ὅπου ἦν | |
5 | μείζων καὶ ἡ τῶν εἰδῶν ἡ καθαρότης. Διττὴ γὰρ ἡ διάστασις, ἡ μὲν κατὰ πρό‐ οδον καὶ ὑπόστασιν, ἥ τις ἀεὶ πλείων ἐν τοῖς ἐπιγιγνομένοις ὁρᾶται, ἡ δὲ κατὰ τὴν ἰδιότητα τῶν εἰδῶν, ἄμικτος οὖσα καὶ ἀσύγχυτος αὐτῶν καθαρότης. Ὅπου γὰρ ἕκαστα ἄρχεται, ἐνταῦθα μάλιστα διαφανῶς ἐκπρέπει τε καὶ στίλβει, καὶ τὴν ἰδιότητα προφαίνει τὴν σφετέραν μετὰ τῆς ἀφάτου πρὸς ἄλληλα ἑνώ‐ | |
10 | σεως. Οὕτως ἄρα καὶ τὰ τῇ ἑτερότητι ἐκείνῃ διωρισμένα μάλιστα διώρισται κατὰ τὴν εὐπρεπῆ τοῦ πρωτίστου τῶν ἀριθμῶν ἰδιότητα, ἀλλὰ μετὰ τῆς ὁμο‐ φυοῦς καὶ σχεδὸν νοητῆς ἑνώσεως· ἐφεξῆς δὲ ἀεὶ τό τε διοριστικὸν ἐπιλείπει τοῦ ἀριθμοῦ καὶ τὸ συναγωγόν. Οὕτω δὲ ἄρα καὶ σώσομεν τὸ ἀξίωμα· “ὅπου ἕκαστον ἐκφαίνεται, ἐνταῦθα μάλιστα ἐπικρατεῖν·” ὥστε καὶ ἡ ἑτερότης, εἰ | |
15 | μὲν ἀριθμοποιός, ἐκεῖ μάλιστα δυναστεύει, εἰ δὲ εἰδοποιός, ἐν τῷ δημιουργικῷ νῷ. Καὶ οὐδὲν θαυμαστὸν εἰ διορίζει μᾶλλον ἐκείνη ταύτης, ὅτι ἐκείνη καὶ τὰ μάλιστα ἡνωμένα δύναται διορίζειν, καὶ τὸ ταύτης διοριστικὸν ἀπ’ ἐκείνης, καὶ ὅτι τὰ μὲν εἴδη μᾶλλον διεστάναι δοκεῖ κατὰ τὴν προϊοῦσαν διάστασιν ἀποστάντα τῆς πρὸς ἄλληλα ἑνώσεως, καὶ πρὸς τὸ ὅλον καὶ ἀντὶ μερῶν εἴδη | |
20 | βουληθέντα εἶναι, καὶ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ἀντὶ τοῦ μετ’ ἀλλήλων. Οὕτως γὰρ ἕκαστον εἶδος ἐγένετο τέλειον, ὡς δοκεῖ, καὶ αὐτοπερίγραφον. Ἡ ἄρα ἑτερότης αὐτῶν κατὰ τὴν ὑπόβασιν ἐπλεόνασεν, ἀλλ’ οὐ κατὰ τὴν διοριστικὴν δύναμιν. Διὸ καὶ ἡ ἕνωσις εἰς ταυτότητα ὑποβέβηκεν· ἀμέλει ἐν τοῖς νοητοῖς καὶ νοεροῖς, καὶ ἔτι ἐν τοῖς πρώτοις τῶν νοερῶν, ὅπου ἕνωσις ἐπικρατεῖ τῶν | |
25 | ὄντων, καὶ μέρη μᾶλλον ἢ εἴδη βούλεται εἶναι, συνέσταλται μὲν ἡ ταυτότης εἰς ἕνωσιν, διέσταλται δὲ ἡ ἑτερότης εἰς διορισμόν, ὅτε τῶν εἰδῶν ἐκεῖ ὡς μερῶν ὑφεστώτων. Ὁ μὲν ἄρα διορισμὸς αὐτόθεν μερίζει, ἡ δὲ ἑτερότης αὕτη τὸ εἶδος ἕκαστον περιγράφει καθ’ ἑαυτό, οἷον συνάγουσα ἕκαστον εἰς ἑαυτὸ καὶ ταύτῃ ἑτέραν ποιοῦσα τῶν ἄλλων· ἀμέλει ἡ ταυτότης πρὸς ἄλληλα συν‐ | |
30 | άγει τὰ εἴδη. Ἡ ἄρα ἑτερότης πρὸς ἑαυτὰ ἀπ’ ἀλλήλων· ἧττον ἄρα διοριστικὴ | |
τῆς πάντα μεριζούσης ἑτερότητος ἐκείνης. Τοσαῦτα καὶ νῦν περὶ τούτων. | 175 | |
176 | Καὶ μὴν πρὸς τὸ ὄγδοον ἐροῦμεν ὅτι οὐ τὰ γένη τοῦ ὄντος, ἄλλως τε καὶ δύο μόνα παραληπτέον εἰς παράστασιν τῆς δημιουργικῆς ὅλης διακοσ‐ μήσεως. Οὐδὲ γὰρ ἂν πάντα ὁμοῦ συνελθόντα τὰ γένη ἱκανὰ περιλαβεῖν τὸν ὅλον τοῦτον δημιουργικὸν κόσμον· μέρη γὰρ οἷον τὰ γένη ἐν αὐτῷ καὶ τὰ εἴδη· | |
5 | αὐτὸς δὲ ὅλος ἐστὶν νοῦς παντελής τε καὶ μονοειδής, ἐπεὶ καὶ εἴ τις τὰ γένη ταῦτα μάλιστα φαίη τῷ δημιουργῷ προσήκειν ὡς κοσμοποιῷ, κόσμον γὰρ εἶναι τὴν τάξιν, τὴν δὲ τάξιν ὁρᾶσθαι ἐν πλείοσι καὶ διαφόροις, ἀλλὰ συνδεδε‐ μένοις πρὸς ἄλληλα, ὅπερ ἐστὶ ταυτότητι καὶ ἑτερότητι συγκεκραμένα, ἀληθῆ μὲν ἐρεῖ, καὶ μάλιστα εἰ μὴ οὐσιώδη, ἀλλ’ ἑνιαῖα νοεῖ τὰ γένη τοῦ ὄντος, ἵνα | |
10 | δύναιτο κατηγορεῖσθαι τοῦ ἑνός. Ἴστω μέντοι οὐκέτι ὡς γένη ταῦτα παραλαμ‐ βάνων, ἀλλ’ ὡς ὁλοτελεῖς ἰδιότητας, μᾶλλον δὲ μίαν ἱσταμένην. Ἓν γάρ ἐστιν ὃ φαμὲν ταὐτὸν καὶ ἕτερον, καὶ ἓν ὁλοτελὲς πάντα περιειληφὸς ἐν τῇ ἀπερι‐ λήπτῳ ἑαυτοῦ διακοσμήσει τὰ γένη τοῦ ὄντος. Ἅμα γὰρ διαιρέσει τε καὶ ἀντι‐ διαιρέσει τὰ γένη ὑφίσταται ὥσπερ τὰ εἴδη· τὸ δὲ ταὐτὸν τοῦτο θάτερον, ἕν | |
15 | τε ὁμοῦ ἐστι καὶ πάντων ὑπερηπλωμένον τῶν μεμερισμένων γενῶν. | |
15 | Τὸ τοίνυν ἔνατον ἤδη πρόχειρον ἐκ τῶν εἰρημένων· ἔστω μὲν γὰρ καὶ πρὸ τοῦ δημιουργοῦ καὶ τὰ εἴδη καὶ τὰ γένη, ἀλλὰ μέρη μᾶλλον εἶναι βουλόμενα, καὶ τοῦ ὅλου, ἀλλ’ οὐχ ἑαυτῶν, οὐδὲ εἴδη μᾶλλον· ἢ ἄρα εἴδη καὶ οὐ μέρη ἐν τῷ δημιουργῷ μάλιστα ὑφέστηκεν, εἰ καὶ ἔστιν ἐν τοῖς πρόσθεν. | |
20 | Ἀλλ’ οἷον κατ’ ἔμφασιν τοιαῦτα· ἀπὸ δὲ τοῦ δημιουργοῦ ἄρχεται ὡς ἀληθῶς ἡ αὐτοπερίγραφος εἰδητικὴ ταυτότης καὶ ἑτερότης ἁπάντων τῶν γενῶν τε καὶ εἰδῶν. Καὶ οὐ μάτην ἄρα πρῶτον τοῦτον εἰδοποιὸν καὶ πρῶτον δημιουργὸν οἱ θεολόγοι παραδεδώκασιν, ἐπὶ καὶ οἱ θεοὶ τὰς ἰδέας ἐν αὐτῷ πρώτῳ ἀπ‐ έθεντο διὰ τοιαύτας αἰτίας. Μήποτε δὲ καὶ τῶν μερικῶν πηγῶν διὰ τοῦτο αὐτὸς | |
25 | ἡγεμών, ὅτι, ὥσπερ ἕκαστον εἶδος εἶναι καθ’ ἑαυτὸ ἠβουλήθη, οὕτω καὶ ὁ θεὸς ἕκαστος αὐτοπερίγραφος εἶναι βουληθεὶς διίστησι καθ’ ἑαυτὸν ἀπὸ τῶν ἄλλων· καὶ ὁ πρῶτος διαστὰς πηγαῖός ἐστι κατὰ τὴν διάστασιν, ὅ ἐστι πηγὴ μερική. Διὸ καὶ πᾶς ᾗ καθ’ ἑαυτὸν πρῶτος γιγνόμενος πηγαῖός ἐστιν· ὅθεν καὶ παντὸς θεοῦ, φησί, πηγή ἐστι μερικὴ καὶ ἀπὸ πηγῆς. Εἴτε δὲ ἐν τῷ δημιουργῷ τῷ | |
30 | πρώτῳ πᾶσαι αἱ μερικαὶ πηγαί, εἴτε ἐν τοῖς ἄλλοις τοῖς τὴν ἑβδομάδα συμ‐ | |
πληροῦσιν ἄλλαι καὶ ἄλλαι προστίθενται, εἴτε εἴσω, εἴτε περὶ αὐτὸν ἢ περὶ | 176 | |
177 | αὐτούς, εἴτε αἱ μὲν ὧδε, αἱ δὲ ὧδε, ὃ μᾶλλον εἰκός, οὐκ ἔστι τοῦ παρόντος λόγου πολυπραγμονεῖν. Ἐκεῖνό γε μὴν καὶ ἐκ τούτων ποριστέον ὅτι καθολική τίς ἐστιν καὶ θεία ὄντως ἡ ταυτότης αὕτη καὶ ἡ ἑτερότης διαστήσασα καὶ ἑνώσασα τὸν πάντα | |
5 | διάκοσμον τῶν μερικῶν πηγῶν ἁπασῶν. Καὶ ἔτι τὰ γένη τοῦ ὄντος, ἅτε καὶ αὐτὰ εἴδη ὄντα γενικώτατα ἐν μιᾷ πηγῇ καὶ ταύτῃ μερικῇ περιέχονται τῇ τῶν εἰδῶν. | |
7 | Τί οὖν ἐπὶ τούτοις πρὸς τὸ δέκατον λέγομεν; ἢ κατὰ μὲν Ὀρφέα, ὁ αὐτὸς μέν ἐστι πρὸς ἑαυτὸν ὁ Ζεύς, ἐν οἷς λέγει· | |
9 | ||
10 | Ζεὺς πρῶτος γένετο, Ζεὺς δ’ ὕστατος ἀρχικέραυνος· Ζεὺς ἄρσην γένετο, Ζεὺς δ’ ἄμβροτος ἔπλετο νύμφη· | |
11 | Πάντα γὰρ ὅσα ἐστὶν ὁ αὐτός ἐστιν, καὶ ἓν τὰ πάντα ὁ Ζεύς· ἕτερος δὲ αὐτοῦ κατὰ τὰ πάντα, ἄλλα γὰρ καὶ ἄλλα ὁ Ζεύς. Τὰ μὲν οὖν ἄλλα καὶ ἄλλα τῆς ἑτερότητος σύμβολον, τὸ δὲ Ζεὺς ἐπὶ πᾶσιν ταὐτὸν γενόμενον, τῆς ταυτό‐ | |
15 | τητος· πρὸς δὲ τὰ ἄλλα ὁ αὐτὸς μὲν ὅτι ἐκεῖνα λέγεται εἶναι αὐτός· | |
15 | Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος· ὄμματα δ’ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη. | |
17 | Ἕτερος δὲ τῶν ἄλλων ὅτι ἐξῄρηται πάντων· εὐθὺς καὶ τοῦτο εἰρημένον· | |
18 | Ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων· | |
19 | ||
20 | Καὶ τάδε περὶ ἄλλου οὐδενὸς ἀπεφήνατο τῶν θεῶν ὁ θεολόγος, κατὰ δὲ αὖ τὴν θεοπαράδοτον σοφίαν, τῆς μὲν διπλόης αὐτοῦ σύμβολον τῆς τε πρὸς τὰ αὐτὰ ἕκαστα καὶ τῆς πρὸς τὰ ἄλλα τῷ νῷ μὲν κατέχειν τὰ νοητά, αἴσθησιν δ’ ἐπάγειν κόσμοις· τῆς δὲ αὐτοῦ πρὸς ἑαυτὸν ἑτερότητος, ὁ μερισμὸς τῶν ἐν αὐτῷ περιεχομένων πηγῶν μερικῶν· τῆς δὲ ταυτότητος, ἡ μία πάντων | |
25 | περιοχὴ τῆς ὅλης πηγῆς πανταχοῦ τῆς αὐτῆς παρούσης· τῆς δὲ αὖ πρὸς τὰ | |
ἄλλα ταυτότητος μὲν ὅτι νοῦς ἐστιν ὁ κόσμου τεχνίτης πυρίου, ὁ δὲ τεχνίτης | 177 | |
178 | ἐν τοῖς τεχνικοῖς ἔχει τὸ εἶναι, καὶ ὅτι ἐν αὐτῷ οὔσας ἐκροιζεῖ τὰς παμμόρφους ἰδέας ἄχρι τοῦδε τοῦ παντός, ὡς ἂν ὁ αὐτὸς ὢν κατὰ τὰς ἐκροιζουμένας ἰδέας ἐκεῖθεν τῷ κόσμῳ τῷδε. Τὰ γὰρ ἄλλα ἦν τὰ ἐκεῖθεν ἐκροιζούμενα· τῆς δὲ ἑτε‐ ρότητος, καθὸ πατὴρ ὤν, | |
4 | ||
5 | Ἑπτὰ ἐξώγκωσεν, | |
5 | ὥς φησι τὸ λόγιον, | |
6 | στερεώματα κόσμων, | |
7 | εἰ μέλλοιμεν ταῖς πλατωνικαῖς ἀποδείξεσιν παρακολουθεῖν. | |
8 | Διαπορητέον πρότερον περὶ τοῦ κανόνος ὃν προλαμβάνει τῶν ἀπο‐ | |
10 | δείξεων· “πᾶν γάρ, ἔφη, πρὸς πᾶν ὧδε ἔχει· ἢ ταὐτόν ἐστιν ἢ ἕτερον, ἤ, εἰ μηδέτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη.” Ζητήσειεν γὰρ ἄν τις πρῶτον μὲν 〈εἰ〉 τὸ ὅλον καὶ μέρος ἔξω ταὐτοῦ καὶ ἑτέρου ἐστίν, ὡς μήτε ταὐτόν, μήτε ἐκείνων μίγμα ἀμφοῖν, ὡς πῆ μὲν ταὐτόν, | |
15 | πῆ δὲ ἕτερον, ἢ ὡς αὐτόθεν ταὐτὸν καὶ ἕτερον, οὐδὲν διαφέρον εἰπεῖν, οὐδέ πη μόνον, ἀλλ’ ὥσπερ τὰ ἄλλα, ὡδὶ μὲν τὰ αὐτά, ὡδὶ δὲ ἕτερα ἢ ταὐτὰ μόνον, ἢ ἕτερα μόνον· ἤδη γὰρ ἄλλοι ἄλλως διετάξαντο περὶ τούτων. Δεύτερον δὲ εἰ τελεία ἡ τοῦ κανόνος διαίρεσις· ἔστι γὰρ παρὰ τὴν τούτων σχέσιν καὶ ἄλλως ἔχοντα πρὸς ἄλληλα, οἷον αἴτιον καὶ αἰτιατόν, γένος καὶ | |
20 | εἶδος, οὐσία καὶ συμβεβηκός. Ἔτι δὲ τὰ μέρη πρὸς ἄλληλα πῶς ἔχει ᾗ μέρη· οὐ γὰρ ὡς μέρος πρὸς ὅλον οὐδὲ ταὐτὸν ἢ ἕτερον, ὅτι οὔπω εἴδη ὡς μέρη. Ἔτι δὲ κατὰ ἄλλον τρόπον γραμμὴ πρὸς λευκότητα οὔτε ὅλον, οὔτε μέρος, οὔτε ταὐτόν· οὐδαμῶς δὲ οὖσα ταὐτόν, ἅτε οὐδὲ κατὰ γένος, οὐδ’ ἂν ἕτερον λέγοιτο· ἅμα γὰρ ταυτότητι ἑτερότης. | |
25 | Καὶ μὴν τρίτον ἐπισκεπτέον εἰ ἀληθὴς ὁ τοῦ ἐξηγητοῦ περὶ τούτων διορισμός, | 178 |
179 | ὡς ἀνάγκη πᾶν πρὸς πᾶν ἢ ἰσόστοιχον εἶναι, καὶ ἔσται ταὐτόν, ἢ ἕτερον, καὶ ἔσται ὅλον, ὡς περιεκτικώτερον ἢ καταδεέστερον. Καὶ ἔσται μέρος ὡς περι‐ εχόμενον, ὥστε πᾶσιν ἐφαρμόζειν τὴν διαίρεσιν. Πρῶτον μὲν γὰρ ἐπινοήσειεν ἄν τις οὔτε ὁμόστοιχον, οὔτε μέρος, οὔτε ὅλον· οἷον ὁ τὶς ἄνθρωπος πρὸς | |
5 | τὴν ἁπλῶς γραμμήν· οὐδὲν γὰρ τῶν τεττάρων ἔσται πρὸς αὐτήν, εἴπερ ἐν ὁμοταγέσιν ἡ ἑτερότης. Δεύτερον δὲ ἡ τὶς γραμμὴ ἰσόστοιχος πρὸς τὴν τινὰ ἐπιφανείαν· ἀλλ’ ὅμως ὡς μέρος ἡ γραμμὴ ἐν τῇ πεπερασμένῃ ἐπιφανείᾳ ἐστί. Τρίτον δὲ τὰ πάντα μέρη πρὸς τὸ ὅλον ὁμοταγῆ· ἀεὶ γὰρ τὰ πρός τι ᾗ πρός τι τοιαῦτα· ἀλλ’ ὅμως οὔτε ἕτερα, οὔτε τὰ αὐτὰ πρὸς τὸ ὅλον τὰ μέρη, ἐπεὶ | |
10 | οὐδὲ πρὸς ἄλληλα τὰ αὐτά, οὐδὲ ἕτερα ὡς μέρη· εἰδῶν γὰρ ἡ ἑτερότης. Ἀλλὰ μὴν τέταρτον ἐξ ἀρχῆς ἐπιζητητέον τὸ ταὐτὸν καὶ ἕτερον πῶς νοη‐ τέον, πότερον ὡς ἐν διορισμῷ καὶ ἑνώσει τὸ ταὐτὸν καὶ ἕτερον λέγοντας· ἀλλ’ οὕτω γε καὶ πρὸ τοῦ δημιουργοῦ ποιήσωμεν τὴν διαίρεσιν· ἔστι γὰρ ἐκεῖ καὶ ὅλον καὶ μέρη. Διὰ τί οὖν οὐ πρόσθεν, ἀλλὰ νῦν αὐτὴν εἰς τὸ μέσον παρ‐ | |
15 | ήγαγεν; Ἔτι δὲ κατὰ τὸν ἁπλῶς διορισμὸν τὸ μέρος πρὸς τὸ ὅλον ἕτερον ἔσται, ἀλλ’ οὐ μέρος· διώρισται γὰρ ὡς μέρος πρὸς ὅλον καὶ ὅλον πρὸς μέρος. Εἰ δὲ καὶ ἥνωται, ἔστω καὶ ταὐτόν· ὅλως δὲ διατελοῦμεν λέγοντες ἄλλην εἶναι ταυτότητα καὶ ἕνωσιν, ὥστε καὶ ἑτερότητα ἄλλην μὲν ἐκείνην, ἄλλην δὲ ταύ‐ την. Ἐπὶ δὲ τούτων πεποίηται τὴν διαίρεσιν ταὐτοῦ καὶ ἑτέρου, ἀλλ’ οὐχ ἑνὸς | |
20 | καὶ πολλῶν. Εἰ δὲ ἐπὶ τούτων μόνον ὁ κανὼν προῆλθεν, πῶς τὰ ὑπὲρ τὸν δημιουργὸν περιλήψεται; μέρος μὲν γὰρ καὶ ὅλον ἐστὶν καὶ ἐκεῖ· τὰ δὲ μέρη πρὸς ἄλληλα τί φήσομεν; ἢ τὰς ἑτερογενεῖς ὁλότητας πρὸς ἀλλήλας, ἢ τὰ πολλὰ πρός τι· ἐπέκεινα γὰρ τὰ πολλὰ τῶν μερῶν, καὶ τοῦ ὅλου τὸ ἕν· πῶς δὲ ἡ ἑτερότης ἐκείνη διοριεῖ ἀπ’ ἀλλήλων τὰς τοῦ ἀριθμοῦ μονάδας; οὐ γὰρ | |
25 | ἄλλη ἄλλης ὅλον ἢ μέρος. Πέμπτον ἐπὶ τούτοις ἀπορητέον αὐτὸ καθ’ αὑτὸ διὰ τί ἐν τῇδε τῇ τάξει τὸν κανόνα τοῦτον παρέλαβεν, καὶ πῶς τῷ δημιουργῷ προσήκει ἡ διαίρεσις. Ἕκτον, πότερον τῶν ὄντων ἐστὶν ἡ διαίρεσις, ἢ τῶν σχέσεων μόνων ὡς δοκεῖ λέγειν, καὶ τῶν πρός τι ὄντων ἢ ὁμωνύμων ὄντων, καὶ ἀντιστοίχων ὡς | |
30 | τὸ ἴσον πρὸς τὸ ἴσον, ἢ ἀντιστοίχων μέν, ἑτερωνύμων δέ, ὡς τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν, ἢ ἑτερωνύμων μέν, περιέχοντος δὲ καὶ περιεχομένου, ὡς μεῖζον | |
καὶ ἔλαττον. | 179 | |
180 | Ἕβδομον, διὰ τί ἐπὶ τῆς ταυτότητος μόνης καὶ ἐπὶ τοῦ πρώτου καὶ ἐσχάτου συμπεράσματος τῷ κανόνι τούτῳ ἐχρήσατο. | |
2 | Ῥητέον δὴ πρὸς μὲν τὸ πρῶτον ἐκεῖνο προδιελομένους ὅτι ἀναγκαῖον τὸ ὅλον καὶ μέρος ἢ ταὐτὰ καὶ ἕτερα εἶναι, ἢ οὔτε ταὐτὰ οὔτε ἕτερα εἶναι, | |
5 | ἢ ταὐτὰ μέν, οὐχ ἕτερα δέ, ἢ ἕτερα μέν, οὐ ταὐτὰ δέ. Καὶ περὶ τὴν διαίρεσιν ταύτην οἱ παλαιοὶ πρὸς ἀλλήλους οἱ μὲν ἄλλο τι αὐτῆς, οἱ δὲ ἄλλο τμῆμα αἱρούμενοι. Οὔκουν τι ὅλον καὶ μέρος ταὐτὸν φάναι δυνατόν, οὐδ’ ἂν πάντα τις εἴπῃ τὰ μέρη· ᾗ γὰρ μέρη, οὐ ταὐτὸν τῷ ὅλῳ, ὥσπερ οὐδὲ κίνησις στάσει ταὐτόν, οὐδὲ ταυτότητι ἑτερότης, οὐδὲ ὅλως τὰ μέρη τῆς ἀντιθέσεως. Εἰ δὲ μὴ | |
10 | ἁπλῶς τὰ αὐτά, οὐδέ πη· ᾗ γὰρ μέρη πάντη ἀντιδιῄρηται πρὸς τὸ ὅλον, ἐπεὶ οὐδὲ κίνησις ταὐτόν πη τῇ στάσει, καθόσον ἀντιδιῄρηται κίνησις πρὸς στάσιν. Ἀλλὰ μὴν οὐδὲ τὰ αὐτὰ ἅμα καὶ ἕτερα· ἔσται γὰρ καὶ τὰ αὐτά. Μήποτε οὖν ἕτερα μόνον, ἀλλὰ σὺν ταυτότητι ἡ ἑτερότης· καὶ οὐκ ἔστι τὰ ἕτερα μόνον, ἀλλὰ πάντα πῆ ἕτερα, καὶ πῆ τὰ αὐτά. Τὰ γὰρ εἴδη πάντως ὁμογενῆ· καὶ | |
15 | γὰρ κίνησις καὶ στάσις εἴδη ἑνός, ὃ κοινῇ καὶ κατ’ ἀμφοῖν λέγεται, καὶ καθὸ συνδέδεται ἡ ἀντίθεσις ὡς κατὰ μονάδα πρὸ δυάδος. Οὕτω μὲν οὖν καὶ τὸ ὅλον καὶ μέρη ταὐτά, καὶ τὰ ἕτερα κατὰ τὴν κοινὴν τῶν ἀντιθέσεων φύσιν· ἀλλ’ οὐχ ᾗ ἀντίκειται ὡς μέρη πρὸς ὅλον. Οὕτω γὰρ καὶ οἱ διαφερόμενοι τὰς οἰκείας κατασκευάζουσιν δόξας, ὡς ἐπὶ ὅλου καὶ μερῶν ἀντιδιῃρημένων· ταύτῃ ἄρα οὐ | |
20 | τὰ αὐτά. Διὰ τί οὖν μὴ ἕτερα; ἢ οὐ τὰ αὐτὰ καὶ ᾗ διέστηκεν· εἰ γὰρ ὅπου ἑτε‐ ρότης, ἀπαιτοῖμεν καὶ ταυτότητα, κατ’ αὐτὸ τοῦτο ὅπου ἑτερότης, οὐδαμοῦ φήσομεν εἶναί τινα ἑτερότητα, ἐπεὶ οὐδὲ ἄνθρωπος ὁ αὐτὸς ἵππῳ, καθὸ ἵππος καὶ ἄνθρωπος. Διὰ τί οὖν μὴ ἕτερα μέρη καὶ ὅλον; ἢ μᾶλλον ῥητέον ὅτι τὸ μέρος συμπληροῖ τὸ ὅλον, τὸ δὲ ἕτερον τοῦ ἑτέρου οὐκ ἔστι συμπληρωτικόν. | |
25 | Ἀλλὰ μήποτε τὰ πρός τι ἀλλήλων ἐστὶ συστατικά, ἀλλ’ ὅμως ἕτερον τοῦ ἀριστεροῦ τὸ δεξιόν. Ἢ οὐχ ὡς πρός τι μόνον τὰ μέρη τὸ ὅλον συνίστησιν, οὕτω γοῦν καὶ τὸ ὅλον τοῦ μέρους ἐστὶ συστατικόν. Ἀλλ’ ἰδιαίτερον οὐσία τοῦ ὅλου τὰ μέρη, καὶ τέλει τὸ μέρος εἰς τὴν οὐσίαν τοῦ ὅλου· διὸ καὶ δοκεῖ ταὐτὸν εἶναι. Εἰ τοίνυν ἄλλο μὲν τὸ ὅλον, ἄλλα δὲ τὰ μέρη κατ’ εἶδος, οὐμενοῦν | |
30 | οὐσίωται τὸ ὅλον ἄνευ τῶν μερῶν, ἀλλ’ οἷον ὕλη τὰ μέρη τοῦ ὅλου ὡς μέρη, | 180 |
181 | ἀλλ’ οὐχ ὡς ὑποκείμενον, ἁπλῶς οὐκ ἂν ἕτερον εἴη τὰ μέρη τοῦ ὅλου, ὥσπερ οὐδὲ ταὐτόν· λείπεται ἄρα μηδέτερον εἶναι. Ἔτι δὲ ἁπλούστερον οὐ ταὐτὸν φάναι ταὐτὸν καὶ ὅλον, οὐδὲ ἕτερον καὶ μέρος, οὐδὲ ὅλον μέρους· καὶ ταὐτὸν μέρει, οὐδὲ ἕτερον ἑτέρου, καὶ μέρος ὅλου· ἄλλη γὰρ φύσις τὸ παράπαν, καὶ | |
5 | ἄλλη σχέσις. Διὸ καὶ ἐν ἄλλῃ μὲν τάξει τὸ ὅλον καὶ τὰ μέρη πέφηνεν, ἐν ἄλλῃ δὲ ταὐτὸν καὶ θάτερον, οὐκ ἂν εἴπερ ἦν ταὐτὰ ἀλλήλοις. Ἔτι ἐκ τρίτων ὁ Πλάτων τετραχῆ πεποίηται τὴν διαίρεσιν, οἷον “οὐ ταὐτὸν” φάναι, “ταὐτὸν καὶ ἕτερον”, καὶ “ὅλον” καὶ “μέρος”. Εἰ δὲ μή, γελοῖον ἦν εἰπεῖν ὡς πᾶν πρὸς πᾶν ἢ ταὐτόν, ἢ ἕτερον, ἢ πῆ ταὐτόν, πῆ ἕτερον· καὶ ταῦτα γὰρ ταὐτὸν | |
10 | καὶ ἕτερον· αἱ γὰρ διαιρέσεις τῶν ὁλικῶν γίγνονται· οὐ γὰρ ἂν εἴποι τις ἢ ἄνθρωπος, ἢ ἵππος, ἢ ἄνθρωπός τις, ἵππος τις. Εἶτα οὐδέ ἐστι μονοειδῶς οὔτε ταὐτὸν εὑρεῖν, οὔτε ἕτερον, ἀλλὰ πᾶν πρὸς πᾶν, πῆ ταὐτὸν καὶ πῆ ἕτερόν ἐστι. Διὸ καὶ ὁ μέγας Ἰάμβλιχος ἀξιοῖ τελείαν εἶναι ἐπὶ πάντων διαίρεσιν, ἢ ταὐτὸν εἶναι, ἢ ἕτερον πᾶν πρὸς πᾶν, ἀλλ’ ὅμως προσκεῖσθαι, ἢ ὅλον πρὸς | |
15 | μέρος, ἢ μέρος πρὸς ὅλον ἐξ ὑποθέσεώς φησιν. Εἰ γὰρ μὴ ταὐτὸν ἢ ἕτερον οἰηθείη τις, ὅλον οἰήσεται πρὸς μέρος, καὶ μέρος πρὸς ὅλον, ὃ πάλιν ἐστὶ ταὐτὸν καὶ ἕτερον· πῆ γὰρ ταὐτὸν καὶ ἕτερον τὸ ὅλον καὶ μέρος· ὥστε τοῦτο μόνον διαιρεῖν κατὰ ἀλήθειαν τὸν Παρμενίδην τὸ πᾶν πρὸς πᾶν, ἢ ταὐτόν, ἢ ἕτερον. Ὅτι δὲ οὐκ ἐξ ὑποθέσεως εἴρηται τὸ ὅλον καὶ μέρος, ἐδήλωσε μὲν | |
20 | προσδιορισάμενος πρὸς ὃ οὕτως ἔχει ὡς μήτε ταὐτὸν εἶναι, μήτε ἕτερον πρὸς τὸ ὅλον ἢ μέρος εἶναι. Ἐδήλωσεν δὲ καὶ τῷ διαιρετικῷ χρώμενος ἐν ταῖς ἀπο‐ δείξεσιν· εἰ γὰρ μήτε ὅλον, μήτε μέρος, μήτε ἕτερον, ταὐτὸν ἄρα, ἔφη. Ἄμεινον ἄρα πανταχῆ τὸ ὅλον καὶ μέρος μήτε ταὐτὸν οἴεσθαι, μήτε ἕτερον, ἀλλ’ εἶναί τινα φύσιν ἴδιον τῶν πρός τι τούτων κατὰ τὸ ὅλον καὶ μέρος, ὡς ἄλλη κατὰ | |
25 | θάτερον καὶ ταὐτόν. | |
25 | Οὐκοῦν πρὸς τὸ δεύτερον ἀπαντητέον, εὐθὺς γὰρ ἀπορήσειεν ἄν τις, ὅτι καὶ ἄλλαι πολλαὶ φύσεις εἶεν ἂν τῶν πρὸς ἄλληλα λεγομένων παρὰ τάσδε τὰς τέτταρας· ὥστε ἐλλειπὴς ἡ διαίρεσις. Ἢ ῥητέον πρὸς τοῦτο ὅτι τὸ πρός τι οὖν λεγόμενον, ἢ ὡς ταὐτὸν λέγεται, ἢ ὡς πρὸς ἕτερον, ἢ ὡς πρὸς ὅλον μέρος, | |
30 | ἢ πρὸς μέρος ὅλον· οὐκοῦν καὶ λευκότης πρὸς γραμμὴν πρὸς ἕτερον. Ἔστιν | 181 |
182 | γὰρ ὅπη καὶ ταὐτὸν καθὸ ὂν ἑκάτερον, καὶ τὰ μέρη πρὸς ἄλληλα ἕτερα· ᾗ δὲ ἓν ἐπὶ πᾶσιν ἰδίωμα τὸ τοῦ μέρους τὰ αὐτά· εἰ δὲ οὔπω εἴδη, οὐδὲ ἡ ἑτερότης αὐτῶν εἰδοποιός ἐστιν, ἀλλὰ διοριστικὴ μόνον, καὶ ἑνώσεως αἰτία ἡ ταυτότης. Ἀλλὰ καὶ τὸ αἴτιον καὶ αἰτιατόν, ἢ τὰ αὐτὰ ὡς τὸ αὐθυπόστατον, ἢ ἕτερα, | |
5 | ὡς τὸ ἓν καὶ τὸ ὄν, ἢ ψυχὴ καὶ νοῦς, ἢ ὅλον καὶ μέρος, ὡς ὁ νοῦς καὶ ὁ αὐτο‐ άνθρωπος· οὕτω δὲ καὶ γένος καὶ εἶδος, ὡς ὅλον καὶ μέρος· γένος γὰρ τὸ περιέχον φαμέν, τοῦτο δὲ ὅλον, εἶδος δὲ τὸ περιεχόμενον, τοῦτο δὲ μέρος. Καὶ πῶς ᾗ εἶδος μέρος; ἢ πῶς ᾗ γένος ὅλον; ἢ ταύτῃ μὲν οὔτε ὅλον οὔτε μέρος. Ἀλλ’ οὕτω λέγεται γένος τῶν εἰδῶν, ἢ ὡς γεννητικὸν αἴτιον, ἢ ὡς περιεκτικόν· | |
10 | εἰ δὲ ὡς εἴδη ἄττα πάντα νοοῖμεν, οὐκ ἔσται πρὸς ἄλληλα, καθόσον ἀντιδι‐ ῄρηται. Πᾶσαν ἄρα σχέσιν ὑπὸ ταύτην ἀνοίσομεν τὴν διαίρεσιν, οἷον δεξιὸν καὶ ἀριστερόν, ἕτερα καὶ τὰ αὐτά, ἴσον πρὸς ἴσον, τὰ αὐτὰ καὶ ἕτερα, πατὴρ καὶ υἱός, ἕτερα, ἄνθρωπος πρὸς ἄνθρωπον, τὰ αὐτά, εἰκὼν πρὸς παράδειγμα, πῶς μὲν τὰ αὐτά, πῶς δὲ ἕτερα, περιεχόμενον καὶ περιέχον, ὅλον καὶ μέρος, εἰ | |
15 | κατ’ οὐσίαν· εἰ δὲ ἔξωθεν, ἕτερα, ὡς τόπος καὶ τὸ ἐν τόπῳ. | |
15 | Καὶ μὴν τὸ τρίτον ἡμεῖς οὕτω διορθωσόμεθα, οὐ τὸ κρεῖττον καὶ τὸ καταδεέστερον ἀντιτιθέντες, ὡς ὅλον καὶ μέρος, ἀλλὰ τὸ συμπληροῦν καὶ συμ‐ πληρούμενον, καὶ ταύτῃ περιέχον καὶ περιεχόμενον. Εἰ γὰρ οὕτως ἔχει πρὸς ἄλληλα, ἢ πάντη κεχώρισται, ἢ πάντη ἥνωται, ὅπως ἂν ἔχῃ τοῦ κρείττονος | |
20 | πέρι καὶ χείρονος. Αὐτίκα ἡ τὶς γραμμὴ πρὸς τὸν ἁπλῶς ἄνθρωπον οὔτε ἡ αὐτή, οὔτε συμπληροῖ τὸν ἁπλῶς ἄνθρωπον· ἕτερα ἄρα μόνον. Ἔχει δέ πη καὶ ταὐτόν, ὅτι ὂν ἑκάτερον· οὐκ ἄρα ἐν ὁμοταγέσιν μόνον ἡ ἑτερότης, ἀλλὰ μόνοις ἐν κεχωρισμένοις· καὶ ἡ τὶς γραμμὴ ἐν τῇ τινὶ ἐπιφανείᾳ, καὶ ἡ ὁμο‐ ταγῶς, ἀλλὰ μέρος τῆς πεπερασμένης ἐπιφανείας· συμπληροῦται γὰρ τὸ | |
25 | πεπερασμένον ὑπὸ τοῦ πέρατος. Διὸ καὶ μέρος τὸ σημεῖον, ὡς πέρας τῆς πεπερασμένης γραμμῆς, οὐ μὴν ὡς σημεῖον γραμμῆς, οὐδὲ ὡς περατωτοῦ περατωτικόν, ἀλλ’ οὕτω γε ἕτερα, οὔτε τὰ αὐτά, καίτοι ὁμοταγῆ ὡς πρὸς ἄλληλα, ὅμως δὲ μέρη καὶ ὅλον, ὅτι συμπληροῖ τὰ μέρη τὸ ὅλον, καὶ περιέχει τὰ μέρη κατ’ οὐσίαν τὸ ὅλον. Οὐκοῦν ταὐτὸν μὲν καὶ ἕτερον οὐ συμπληροῖ τι | |
30 | ᾗ ταὐτὸν καὶ ἕτερον πρὸς ἐκεῖνο. Τὸ μὲν γὰρ αὐτό ἐστι, τὸ δὲ κεχώρισται· τὸ | 182 |
183 | δὲ μέρος οὔτε ταὐτόν, οὔτε κεχώρισται. Διὸ συμπληροῖ καὶ καλεῖται “μέρος τοῦ συμπληρουμένου”. | |
2 | Ἀλλὰ μὴν τὸ τέταρτον, εἰ μὲν πάντα ἐν πᾶσιν ἴδοιμεν, ἔσται παν‐ ταχοῦ καὶ ἥδε ἡ διαίρεσις ὅπου ταυτότης καὶ ἑτερότης, καὶ ὅλον καὶ μέρη. | |
5 | Εἰ δὲ πειθόμεθα τῷ Παρμενίδῃ πρὸ μὲν ταυτότητος καὶ ἑτερότητος ἐκφαί‐ νοντι τὸ ὅλον καὶ μέρη, ταυτότητα δὲ καὶ ἑτερότητα ἐν πρώτῃ ὁρῶντι τῇ φύσει τοῦ δημιουργοῦ, δῆλον ὡς ἐπὶ τῶν πρὸ τοῦ δημιουργοῦ πραγμάτων, οὐ φήσομεν κρατεῖν τὴν διαίρεσιν, ἀλλὰ μέρη μόνον καὶ ὅλον· οὐ γὰρ ἅμα τὰ μέρη καὶ εἴδη, ὡς δέδεικται πρότερον. Εἰ οὖν ὡς μέρη μόνον, καὶ ὡς μέρη πρὸς ὅλον | |
10 | πέφηνεν, οὔπω ἂν εἴδη ἐκεῖνα λέγοιτο κατὰ δίκην. Οὐδὲ ἄρα τὰ αὐτὰ ἢ ἕτερα, ταῦτα γὰρ ἴδια τῶν εἰδῶν. Ἀλλὰ πῶς ἐκεῖ διακρίνεται τὰ ὄντα; διορισμῷ φήσω τῷ κατὰ ἀριθμόν, καὶ ἑτερότητι ἀριθμοποιῷ, οὐκ εἰδοποιῷ· ᾗ καὶ τὸ ἓν διω‐ ρίσθη τοῦ ὄντος, καὶ τὰ πολλὰ τοῦ ἑνός, καὶ τὰ μέρη ἀλλήλων τε καὶ τοῦ ὅλου, καὶ αἱ τοῦ ἀριθμοῦ μονάδες ἀλλήλων, καὶ αἱ τρεῖς ὅλαι διατάξεις ὡς ἀριθμῶν | |
15 | τινες ἰδιότητες· ὅλως δὲ οὐκ εἰδῶν, ἀλλ’ ἰδιοτήτων ὁ τῆς ἑτερότητος ἐκείνης διορισμός, καὶ τοῦ ἑνὸς ἡ ἕνωσις. Ἡνῶσθαι οὖν καὶ διακεκρίσθαι λέγοιτο ἂν ἐκεῖνα μόνον, τὰ αὐτὰ δὲ ἢ ἕτερα, οὐδαμῶς, εἰ μὴ ἄρα τις καταχρῷτο τοῖς ὀνόμασιν, ἕτερα μὲν τὰ διωρισμένα καλῶν, τὰ αὐτὰ δὲ τὰ ἡνωμένα. Οὐκ ἄρα ἐπὶ πάντων ἀληθὴς ὁ κανών· οὐδὲ ἄρα πᾶν, ὥς φησι, πρὸς πᾶν ἢ ταὐτόν, ἢ | |
20 | ἕτερον, ἢ ὅλον καὶ μέρος. Ἐκεῖ γὰρ ὅλον μόνον καὶ μέρος ἐστίν· ἢ εἰ καὶ μή ἐστι ταυτότης ἐκεῖ καὶ ἑτερότης, ὁ διορισμὸς καὶ ἕνωσις ἀναλογοῦσι ταυτότητι καὶ ἑτερότητι· ὥστε ἁπλούστερον καὶ ἐκεῖ πᾶσα ἡ διαίρεσις νοητέα ἡ κατὰ ἀναλογίαν, κατὰ φύσιν δὲ τὴν ἐκείνοις προσήκουσαν, ὅλον μόνον καὶ μέρη. Λέγω δὲ ὅλον καὶ μέρη καθόλου, ὡς ἐπιγεννῶντος ὅλου καὶ μερῶν γεννωμένων· | |
25 | οὕτω γὰρ καὶ ἓν καὶ τὰ πολλὰ περιληψόμεθα ἐν τῷ ὅλῳ καὶ τοῖς μέρεσιν, ἐπεὶ καὶ ἐν τῷ νοητῷ ὅλον μόνον καὶ μέρη, ὥστε πρὸς μὲν ἐκεῖνα ἀποβλέψας, εἶπεν ἂν πρὸς πᾶν ἢ μέρος εἶναι ἢ ὅλον, πρὸς δὲ τὴν ἀπὸ τοῦ δημιουργοῦ φύσιν ἀρχομένην, ὁμοῦ τῷ ὅλῳ καὶ μέρη τὸ ταὐτὸν καὶ θάτερον εἴληφεν ἡ διαίρεσις. Ἆρα οὖν προσλήψεταί τι καὶ ἄλλο ἐν τοῖς ἑξῆς, οἷον τὸ ὅμοιον | |
30 | καὶ ἀνόμοιον, τὸ ἴσον καὶ ἄνισον, τὸ νεώτερον καὶ πρεσβύτερον καὶ ἰσήλικον; | 183 |
184 | Ἢ πάντα ταῦτα συνείληφεν ἡ ταυτότης καὶ ἡ ἑτερότης. Πάντα γὰρ μετέχει τῶν πρὸ αὐτῶν, ὥστε καὶ ἕκαστον τούτων πρὸς τὸ ἐναντίον ταὐτὸν καὶ ἕτερον. Ἔτι καὶ ταὐτοῦ πεπόνθησις ἡ ὁμοιότης, καὶ θατέρου ἡ ἀνομοιότης· κατὰ πε‐ πόνθησιν ἄρα, ταὐτὸν καὶ ἕτερον. Οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει πρὸς | |
5 | τὸ ἀντικείμενον· ἀλλὰ τὸ ὅμοιον, ᾗ ὅμοιον, οὔτε ταὐτόν, οὔτε ἕτερον, ὡς ἐδεί‐ κνυμεν, ἢ ἕτερον τοῦ ἀνομοίου· ὅτι πᾶσα ἀντίθεσις εἰδῶν ἑτερότητι διώρισται· τὸ δὲ ὅμοιον ὁμοίῳ ταὐτόν, ὡς ταὐτῷ εἴδει τῷ τῆς ὁμοιότητος κατεχόμενα· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. Εἰ γὰρ τὸ αὐτὸ εἶδος ἐν πλείοσιν ὅ τι ποτὲ ἂν ᾖ, ἢ ἕτερον. Ἐπὶ μόνης ἄρα τῆς δημιουργικῆς τάξεως καὶ πρώτης ἀληθὴς ὁ | |
10 | παρειλημμένος κανών. | |
10 | Τοῦτο δὲ ἦν τὸ πέμπτον τῶν προβεβλημένων, ὡς εἰκότως τῷ δημι‐ ουργῷ τὸν κανόνα τοῦτον ἀνιέρωσεν ὁ Παρμενίδης· καὶ δι’ αὐτοῦ τὴν ἰδιό‐ τητα τοῦ τρίτου νοῦ ἐμφανίζων, ὡς τὰ ἐν αὐτῷ καὶ ἀπ’ αὐτοῦ, ἢ τὰ αὐτὰ ἢ ἕτερα, ἢ μέρη, ἢ ὅλα πρὸς ἄλληλα συγκρινόμενα. Εἰ γὰρ ἡ ταυτότης καὶ ἡ | |
15 | ἑτερότης αὐτῷ ἀνάκειται, καθήκει δὲ εἰς αὐτὸν τὰ ὅλα καὶ τὰ μέρη, τὰ τέτταρα ὁμοῦ ἐν αὐτῷ συντεταγμένα ἀλλήλοις κατὰ μίαν δημιουργικὴν διαίρεσιν. Ἔτι δὲ ὁ ἁπλῶς δημιουργὸς καὶ τὰ ὅλα ποιεῖ καὶ τὰ μέρη, καὶ ταυτότητι καὶ ἑτερότητι, τά τε ὅλα καὶ τὰ μέρη διακοσμεῖ. Πᾶν ἄρα πρὸς πᾶν ἀπεργάζεται, ἢ ὅλον, ἢ μέρος, ἢ ταὐτόν, ἢ ἕτερον. Ἔτι δὲ ἐν αὐτῷ σαφὴς διώρισται οὐσία | |
20 | πᾶσα εἰδητική, ταυτότητι καὶ ἑτερότητι συγκεκραμένη, ὡς ἐν δημιουργῷ, ὡς δὲ ἐν τῷ τρίτῳ νῷ τὰ μέρη διέστη ἀπὸ τοῦ ὅλου πλείω διάστασιν. Ἐν μὲν γὰρ τῷ πρώτῳ τὰ μέρη εἰς τὸ ὅλον ἀνέφευγεν, ἐν δὲ τῷ δευτέρῳ ἐκινεῖτο ἀπὸ τοῦ ὅλου τὰ μέρη, ἐν δὲ τῷ τρίτῳ ἤδη κεκίνηται καὶ ὑπέστη πορρωτέρω τοῦ ὅλου, ὡς οἷόν τε. Ὅθεν πολλαὶ μὲν αἱ μερικαὶ πηγαὶ διεφάνησαν ἐν τῇ ὅλῃ· τὸ δὲ | |
25 | ὅλον αὐτὸ καὶ τὰ μέρη ὡς εἴδη ἐφάνη περιγεγραμμένα ταῖς ἑαυτῶν ἰδιότησιν· ὅθεν καὶ ἐπεφύκει ταὐτῷ καὶ θατέρῳ συνδιελεῖν τὸν κανόνα, ὅτι εἰδητικὸν ἦν τὸ ὅλον καὶ τὸ μέρος ὁμοίως εἰδητικόν· ἀλλὰ καὶ εἴδη καὶ τὰ γένη μέρη, καὶ | |
ὁ νοῦς ὁ ταῦτα περιέχων ὅλως εἰδητικῶς. Πᾶν ἄρα πρὸς πᾶν ὅλον ἢ μέρος, | 184 | |
185 | ἢ ταὐτὸν ἢ θάτερον, κατὰ τὴν δημιουργοῦ 〈φύσιν〉 οὐ πόρρω βάλλει τῆς τοῦ Πλάτωνος ἀληθείας. | |
2 | Πρὸς δέ γε τὸ ἕκτον ἀποκρίνασθαι ῥᾴδιον ὅτι περὶ ὄντων ἐστίν, ἀλλ’ οὐ περὶ σχέσεων ψιλῶν, εἴτε ὁμωνύμων, εἴτε ἑτερωνύμων, περὶ ὄντων δὲ | |
5 | κατὰ τὰς σχέσεις θεωρουμένων· μᾶλλον δὲ κατὰ τὴν δημιουργικὴν ὑπόστασιν εἰς τὸ εἶναι ἐν σχέσει τῇ πρὸς ὕλην ὁρᾶται, καὶ ὅλως πρὸς ἄλλα, ὥστε καὶ διὰ τῆς σχετικῆς διαιρέσεως ἐνδείκνυται ἡμῖν ὡς τὸ ἕν, τούτων ἕνεκεν, ἤδη πρὸς τὴν τῶν ἄλλων πρόνοιαν· καὶ οὕτως ἔχει πρὸς τὰ ἄλλα, ὡς ὅλον πρὸς μέρη, ἀλλὰ μέρη ἀπ’ αὐτοῦ προϊόντα εἰς ὕλην, καὶ ὡς μέρος πρὸς ὅλον, ὅτι | |
10 | συντελεῖ τι καὶ ἡ ὕλη πρὸς τὸν κόσμον. Αὐτὸς δὲ τὸ μεῖζον μέρος παρέχεται ἔτι ταὐτὸν ὡς κόσμος ἐν κόσμῳ, καὶ ἕτερον ὡς ἄϋλος καὶ χωριστός. | |
11 | Πρός γε μὴν ἐπὶ πᾶσι τὸ ἕβδομον, ἐπειδὴ ὁ κανὼν οὗτος ἡ παντελὴς ἦν τοῦ δημιουργοῦ μία φύσις, εἰκότως κατὰ ταύτην ἑστώς, ἑαυτῷ τε αὐτὸς φαίνεται καὶ τοῖς ἄλλοις ἐπ’ ἔσχατον μᾶλλον ὁ αὐτός. Διττὴ γὰρ ἡ τάξις, ὥς | |
15 | φησιν ἐκεῖνος, καὶ ἡ τέχνη ἄρα διττή, ἡ μὲν ἐν ἑαυτῷ, ἡ δὲ ἀπ’ αὐτοῦ· καὶ ὁ κανὼν ἄρα ὁ δημιουργικός, ὁ μὲν ἐν ἑαυτῷ μένων, ὁ δὲ εἰς τὴν ὕλην προϊών, καὶ ὁ αὐτὸς τῷ προελθόντι κατ’ εἶδος ὁ μένων. Διὸ κατ’ αὐτὸν ὁ δημιουργὸς καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ὁ αὐτός, ἐν μέσῳ δὲ ἑαυτοῦ μὲν ἕτερος ὡς ἀφ’ ἑαυτοῦ προϊών, τῶν δὲ ἄλλων ὡς ἐπιστρεφόμενος ἀπὸ τῶν ἄλλων. Ἢ ἄρα δημιουργὸς | |
20 | παντελὴς ἡ τετρακτύς ἐστι τοῦ κανόνος εἰς ταυτότητα συναιρουμένη τὴν πρὸς ἑαυτὸν καὶ πρὸς τὰ ἄλλα. Ἔτι γὰρ καὶ εἰ πάντα ἐστίν, ἀλλὰ μάλιστά ἐστι ταυτοποιός, ὡς τὰς κοινότητας ὑφιστὰς πάντων τῶν εἰδῶν, τουτέστι τὰς ταυ‐ τότητας καὶ τῶν ὅλων καὶ τῶν μερῶν· ὡς τὰς ἑτερότητας μάλιστα ἄλλος τις, οἶμαι, ὅτι δημιουργικός, πηγαῖος, ὑπεζωκώς· εἰ δὲ εἷς οὗτος, ἀλλ’ ᾗ τῷ δημι‐ | |
25 | ουργῷ συνέστη, διαιρέτης ἐστὶ τῶν δημιουργημάτων, ἀλλ’ οὐκ εἰδοποιὸς ἢ ταυτοποιός· εἰ δὲ καὶ πάντα αὐτός, ἀλλ’ ὁ πρῶτος πάντα κατὰ τὸ κράτιστον· τοῦτο δὲ ἡ ταυτότης. Ἔτι τοίνυν ὁ δημιουργὸς τάξεώς ἐστιν ὑποστάτης, ἡ δὲ τάξις πολλῶν ἐστι καὶ διαφερόντων σύνταξις, ἡ δὲ σύνταξις κοινωνία τις, ἡ | |
δὲ κοινωνία ταὐτοῦ μέθεξις. Ὁ ἄρα δημιουργὸς ταυτοποιός ἐστι προηγουμένως· | 185 | |
186 | ὅθεν κατὰ ἄρσιν τῶν ἄλλων τριῶν χαρακτηρίζεται τῇ ταυτότητι καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὰ ἄλλα, δημιουργὸς ὤν, καὶ τὰ ἄλλα δημιουργῶν. | |
2 | ΑΝΑΠΤΥΞΙΣ ΤΩΝ ΣΥΛΛΟΓΙΣΜΩΝ. —Περὶ τῶν τεττάρων συλλογισμῶν ἐπὶ τούτοις διανοητέον ὅπως ἔχουσιν ἀληθείας, καὶ τίνα συμπεραίνονται, καὶ | |
5 | ἐκ τίνων. Ὁ δὴ πρῶτος ἐξ ἀναιρέσεως τῶν τριῶν τμημάτων τῆς διαιρέσεως ἀποφαίνειν τὸ τέταρτον ἀληθές, πῶς τοῦτο ποιῶν· “τὸ ἕν, φησίν, οὐκ ἔστι μέρος ἑαυτοῦ, οὐδὲ ἄρα ὅλον.” Ἀλλὰ μὴν “οὐδὲ ἕτερον ἑαυτοῦ”, εἴη γὰρ ἂν μὴ ἓν τὸ ἕν· οὐδὲν ἄρα τῶν τριῶν· τὸ τέταρτον ἄρα, ὅπερ ἦν ταὐτὸν ἑαυτῷ. Οὐκοῦν ζητητέον τί ἐστι τὸ ἕν, οὗ κατὰ ἔννοιαν ἡ ἀπόδειξις πρόεισιν καὶ τί | |
10 | τὸ μὴ ἕν, ὃ κατὰ τὴν ἑτερότητα τὴν πρὸς ἑαυτὸ κινδυνεύσει εἶναι, ὃ καὶ ἐν τοῖς ἑξῆς ὀνομάζει σαφῶς, καὶ νῦν ἀπὸ τῆς τούτου ἐννοίας, οὐκ ἂν εἶναι τὸ ἓν ἕτερον ἑαυτοῦ ἀποφαίνεται. Καὶ ἔτι τρίτον, τί τὸ ὅλον, καὶ τί τὸ μέρος ὃ μὴ ὑπάρχειν ἀποφαίνεται τῷ ἑνί· καίτοι προαπεδέδεικτο τὸ ἓν ὅλον εἶναι καὶ μέρη. Καὶ ἐπὶ τούτοις τέταρτον, τί τὸ ἕτερον τοῦ νῦν ἀναιρούμενον καὶ αὖθις | |
15 | τιθέμενον· παίζοντι γὰρ ἔοικεν ὁ Παρμενίδης· καὶ ἤδη τισὶν ἔδοξεν λογι‐ κεύεσθαι πρὸς ἐπίδειξιν. Ῥητέον δ’ ἐξ ἀρχῆς ὡς τὸ ἓν οὐκ ἔστι τὸ μόνον νοού‐ μενον ἓν χωρὶς τῶν ἄλλων ἰδιοτήτων, ὡς ἁπλούστατον. Καὶ οὕτως οὔτε ὅλον, οὔτε μέρος, οὔτε ἕτερον ἑαυτοῦ ὄν, ὡς αὐτὸς ἐξηγεῖται· οὕτω γὰρ οὔδε ταὐτὸν ἑαυτῷ ἔσται. ᾟ γὰρ ἓν οὐδεμίαν ἔχει διπλόην, τὸ δὲ ἑαυτῷ ταὐτὸν ἤδη διπλα‐ | |
20 | σιάζεται· ἀλλὰ καὶ προείρηται ὑπὸ τοῦ Παρμενίδου ὡς τάδε πεπονθὸς τὸ ἕν. Καὶ ταὐτὸν ἂν εἴη καὶ ἕτερον καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα. Πλῆρες ἄρα τῶν προαποδεδειγμένων ληπτέον τοῦτο τὸ ἕν. Πῶς οὖν οὐκ ἔστιν ἐν αὐτοῖς ὅλον καὶ μέρη, ὅτι φησὶν ὁ Ἰάμβλιχος, ἐκεῖνα μὲν ἐν αὐτῷ τὰ προαποδε‐ δειγμένα, νῦν δὲ ἀναιρεῖται ὅλον καὶ μέρη, ἀλλ’ ἄττα; ἐκεῖ μὲν γὰρ τὸ ὅλον | |
25 | ἕτερον τῶν μερῶν ὡς κεχωρισμένον, ἐνταῦθα δὲ συγκέχυται πρὸς τὰ μέρη καὶ ἐν αὐτοῖς ἔχει τὸ εἶναι, καὶ τὰ μέρη τὸ ὅλον εἶναι δοκεῖν. Διὸ ταῦτα τοῦ ἑνὸς | |
ἀπέφησεν, ὡς προσήκοντα μᾶλλον τοῖς ἄλλοις καὶ αἰσθητοῖς. Ἀλλ’ οὔτε ὁ | 186 | |
187 | Πλάτων ταῦτα διώρισεν· καθόλου δὲ τὸ ὅλον ἀναιρεῖ καὶ τὰ μέρη κατὰ τὴν ἔννοιαν τοῦ ἑνὸς ἱστάμενος, ὡς οὐκ ἐνδεχομένου τὸ περιέχειν καὶ περιέχεσθαι, ὡς αὐτὸς ἐξηγεῖται, ᾗ ἓν οὔτε ταυτότητα ἔχει τὴν ἄλλοις προσήκουσαν, ὥστε οὕτω γε καὶ ἡ ταυτότης ἀναιρεθήσεται. Ἀλλ’ ἄρα οὐκ ἔστιν ἑαυτοῦ μέρος ὅτι | |
5 | ἔσται ἔλαττον ἑαυτοῦ. Ἤδη γάρ που ἐν τοῖς ἑξῆς, καὶ τῇ ἐννοίᾳ ταύτῃ προσ‐ χρῆται ὁ Παρμενίδης, ἀλλὰ νῦν οὐδὲ τοιοῦτον προσδιώρισεν· καὶ ὅτε προσ‐ διορίζει ὡς ὅλον λαβών, οὕτω συνάγει μὴ δύνασθαι τὸ ὅλον ἐν τῷ μέρει εἶναι, τὸ μεῖζον ἐν τῷ ἐλάττονι. Ἄλλος οὖν ὁ τρόπος ἐκεῖνος· νῦν γὰρ καὶ τὸ ὅλον ἀνεῖλεν κατὰ τὸ ἕν· καθό γε καὶ τὸ ἕτερον, ἵνα μὴ ἓν γένηται· ᾗ γὰρ ἕν, πῶς | |
10 | οὐχ ἕν; Καὶ μὴν καὶ τὸ ἓν δειχθήσεται ἕτερον, ἀλλ’ οὐχ ᾗ ἕν, φησίν, ἀλλ’ ᾗ διπλόην ἔχει τινά, τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ. Ἀλλὰ καὶ ταῦτα ἐπεπόνθει ᾗ ἕν· ὅλως δὲ οὐδὲ ταὐτὸν ἔσται κατὰ τὸ ἕν, ὡς λαμβάνεται· ἔσται γὰρ οὐχ ἓν καὶ οὕτως ὥσπερ οὐ τὸ ἓν ἡ ταυτότης. ᾟ ἄρα ταὐτόν, οὐχ ἕν, καὶ ᾗ ἄρα ἕν, οὐ ταὐτόν· οὐδὲ γὰρ τὸ μὴ ἓν τὸ ἕτερόν ἐστιν, οὐδὲ τὸ ἕτερον, ὅπερ διῃρημένον | |
15 | ἐστὶν ἐν τῷ νῷ τούτῳ μετὰ τὸ ἀδιαίρετον καὶ πάντη ἕν. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τὸ ὅλον πλήρωμα τοῦδε τοῦ νοῦ παρὰ τὸ ἓν μόνον τῇ ἑτερότητι προσνε‐ μοῦμεν· δεῖ δὲ ὅλον δι’ ὅλου ταὐτὸν εἶναι καὶ ἕτερον. Καὶ γὰρ ἡ ἀντίθεσις τοῦ “ἑνὸς ἦν”, καὶ ἦν τὰ δύο ἦν, ὡς ἐνόει ὁ Ἰάμβλιχος. Ἔτι δὲ εἰ τὸ μὲν ἕν, τὸ δὲ μὴ ἓν τοῦ νοῦ ποιήσομεν, ἔσται τὸ ἓν καὶ τὸ μὴ ἓν μέρη τοῦ νοῦ, καὶ | |
20 | τοῦ κατὰ τὸν νοῦν τοῦτον ἑνὸς καὶ τῇ ἑτερότητι προσήκειν. Πῶς οὖν οὔτε τὸ ὅλον, οὔτε μέρος, οὔτε ἕτερον ἑαυτοῦ τοῦτο τὸ ἕν; Ἔτι δὲ ἄλλον τρόπον ἀπο‐ ρήσειεν ἄν τις πῶς οὐχὶ καὶ πρὸ τοῦ δημιουργοῦ τὸ ἓν οὔτε ὅλον, οὔτε μέρος, οὔτε ἕτερον, ταὐτὸν ἄρα. Ἢ πρὸς μὲν τοῦτο ῥᾴδιον εἰπεῖν ὅτι ἐπὶ τῶν πεφυ‐ κότων ἡ ταυτότης ὑποληφθήσεται· ἐκεῖ δὲ οὔτε ταὐτόν, οὔτε ἕτερον εἴποι τις ἄν. | |
25 | Διὸ καὶ τὸν κανόνα τοῦτον ἐλέγομεν ἀπὸ τῆς δημιουργικῆς ἄρχεσθαι τάξεως· τὸ δὲ ἓν τὸ δημιουργικὸν ἀφοριστέον ὡς εἰδητικὸν καὶ ταυτότητι καὶ ἑτερότητι συγκεκραμένον ὅλον δι’ ὅλου. Καὶ γὰρ ἓν ὁμοῦ ταὐτὸν καὶ ἕτερον· ὅπου γε καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα, καθὸ μὲν δημιουργικόν, πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα, καθὸ δὲ εἰδητικὸν ταὐτὸν καὶ ἕτερον· καθὸ ἄρα τοιοῦτον ἕν, ταὐτὸν | |
30 | ἂν εἴη καὶ ἕτερον οὐ μεμερισμένον καὶ ὅλον. Τὰ μὲν γὰρ μέρη εἰς εἴδη ὑπέβη | |
διὰ τὴν πλείω διάστασιν, τὸ δὲ ὅλον εἰς εἶδος τὸ ἐξ εἰδῶν, ἤ, εἰ βούλει, τὸ τῶν | 187 | |
188 | εἰδῶν γένος· καὶ τὸ μεμερισμένον μὲν εἰς ἕτερον ἑαυτοῦ, τὸ δὲ ὁλοφυὲς εἰς ταὐτὸν ἑαυτῷ. Ἥ τε γὰρ ἕνωσις τῶν εἰδῶν ἡ πρὸς ἄλληλα ταυτότης ἐστί, καὶ ὁ μερισμὸς ἑτερότης. Διὰ τοῦτο οὔτε ὅλον οὔτε μέρος καθ’ ὕπαρξιν τοῦτο τὸ ἕν, κατὰ δὲ μέθεξιν πάντα τὰ πρὸ αὐτοῦ. Καὶ ὅρα τὴν πρόοδον τῆς ὑποβάσεως· | |
5 | τὰ μὲν νοητὰ καὶ νοερὰ πάντα ὅλα ἦν καὶ μέρη, τὸ δὲ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ κατὰ τὸ ὅλον καὶ τὰ μέρη προσεχῶς ἐδείκνυτο τοιοῦτον, καὶ ἐκαλεῖτο ὅλον καὶ μέρη, τὸ δὲ κινούμενον καὶ ἑστὼς οὐ παρεῖχεν ἔμφασιν οὔτε θέσεως, οὔτε ἀναιρέσεως. Τό γε μὴν ταὐτὸν καὶ ἕτερον αὐτόθεν ἀναίνεται τὸ ὅλον καὶ τὰ μέρη. Καὶ μήποτε ὥσπερ τὸ ἓν ἐποίει τὴν νοητὴν οὐσίαν, οὕτω καὶ τὸ ὅλον καὶ | |
10 | τὰ μέρη τὴν νοητὴν καὶ νοεράν, οὕτω καὶ ταὐτὸν καὶ θάτερον τὴν νοεράν· ὅθεν τὰ μὲν νοητὰ τοῦ ἑνὸς ὄντος ἐμεμέστωτο, τὰ δὲ νοητὰ καὶ νοερὰ τοῦ ὅλου καὶ τῶν μερῶν ἄχρι τοῦ δημιουργοῦ, σχεδὸν εἰπεῖν. Πρῶτος γὰρ οὗτος ἄνευ τοῦ νοητοῦ τὸ νοερὸν ἐπεδείκνυτο, ταυτότης δὲ καὶ ἑτερότης ἀπὸ τοῦδε ἀρχο‐ μένη διὰ πάντων χωρεῖ τῶν ἐφεξῆς θείων γενῶν. Τῆς γὰρ νοερᾶς ἐστι πάντα | |
15 | καὶ τρίτης διακοσμήσεως, ὡς μιᾶς τῆς ὅλης θεωρουμένης. Ἔτι δὲ κατὰ ἄλλον τρόπον, ὡς πρῶτος δημιουργὸς οὔπω διῄρηται εἰς ὁλικήν τε καὶ μεριστὴν δημιουργίαν, ἀλλ’ ἔστιν ἁπλῶς δημιουργός, ὥστε τοῦ δημιουργικοῦ ὅλου καὶ μέρους εἶναι τὴν ἀναίρεσιν. Ἔτι δὲ ἐκ τρίτων τὸ ἓν ὁμοῦ πάντα ὂν διαιρετέον εἰς ὅλον καὶ μέρη. Ἓν γὰρ πάντα ἐστίν· οὕτω δὲ ἔχον ἡνωμένον τέ ἐστι κατὰ | |
20 | τὸ ἕν, καὶ κατὰ πάντα διακεκριμένον· ὁμοῦ ἄρα ἑκάτερον. ᾟ μὲν οὖν ὁμοῦ, ταὐτόν, ᾗ δὲ ἑκάτερον, ἕτερον, ἄμφω δὲ τὸ σύμπαν, καὶ ἄμφω κατὰ διάστασιν αὐτοτελῆ. Καὶ ὁμοῦ κατὰ τὸ ἓν τῶν διεστώτων, ὥστε εἰδητικῶς πάντα τε καὶ ὁμοῦ καὶ ἑκάτερον, καὶ τὸ συναμφότερον, ὅπερ ἔδει δεῖξαι. | |
23 | Ὁ δεύτερος συλλογισμὸς ἐπαναπαύεται τῇ ἐννοίᾳ τοῦ ἑνός· εἴη γὰρ | |
25 | ἂν οὐχ ἕν, εἰ ἕτερόν ἐστιν ἑαυτοῦ. Ἀλλὰ μὴν οὐχ ἕν ἐστι καθόσον ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ· οὐ γὰρ καθὸ ἕν, φησίν, ἔστιν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ. Ἕτερον ἄρα ἑνὸς ᾗ οὐχ ἕν, ἐπειδὴ ᾗ ἕν, ταὐτὸν ἑαυτῷ. Ἀλλὰ πάλιν ζητητέον ἓν μὲν πῶς οὐ καθὸ ἕν ἐστιν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ· αὐτὸ γὰρ τὸ ἓν ἐδείκνυτο ἐν τοῖς πρόσθεν ἐν ἑαυτῷ ὂν καὶ ἐν ἄλλῳ. | |
30 | Ἕτερον δὲ τί τὸ μὴ ἓν εἴη ἂν ἐν τῷ ἑνί, οὐδὲ τοῦ Παρμενίδου τολμή‐ | 188 |
189 | σαντος τοῦ ἑνὸς κατηγορῆσαι τὸ μὴ ἕν, ἀλλὰ τῶν ἄλλων μόνον ἐν τοῖς ἑξῆς συλλογισμοῖς. Τρίτον δὲ ἐπὶ τούτοις διὰ τί τὸ ἕτερον ἀπὸ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ δέδειχεν· ἠδύνατο γὰρ καὶ ἀπὸ τοῦ κινουμένου καὶ ἑστῶτος καὶ ἀπὸ πάσης | |
5 | ἀντιθέσεως προαποδειχθείσης. Τέταρτον τοίνυν πόθεν ἡ κατὰ ἄρσιν γέγονεν τοῦ ὅλου καὶ μέρους ἀπό‐ δειξις· καὶ εἰ ἀπὸ τοῦ ἑνὸς ὄντος, ὥς φησι, καὶ τῶν νοητῶν, ὅπου οὐκ ἦν ὅλον καὶ μέρος. Ῥητέον οὖν ὡς τοῦτο τὸ ἓν ἅμα ταὐτόν ἐστι καὶ ἕτερον, ἐπεὶ καὶ ὅπου ταυτότης, καὶ ἑτερότης, ἐν δὲ τῇ εἰδητικῇ οὐσίᾳ τὸ συναμφότερον. Ἀλλ’ ὅμως | |
10 | ὁ Πλάτων ἀπὸ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ συνάγει τὸ ἕτερον· οὐχ ὅτι τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ οὐχ ἑνός φησιν, οὐδαμοῦ γὰρ τοῦτο προστίθησιν ὁ Παρ‐ μενίδης, ἀλλ’ ὅτι τὸ ἐν ἑαυτῷ τοῦ ἐν ἄλλῳ ἕτερον· ἓν δὲ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ἕν, ὅμως ὄν, τὸ δὲ οὐχ ἓν εἰς τὴν τῶν ἄλλων φύσιν ἀποπεμπτέον. Εἰ δὲ ἡ ἑτερότης ἀπολείπει τινὰ ἔννοιαν τοῦ οὐχ ἑνὸς ἐν τῷ ἑνί, τοῦτο αἰτία εἴη ἂν | |
15 | ἐν τῷ δημιουργῷ ἑνὶ τῶν ἄλλων· ἐν δὲ τῷ πρώτῳ νῷ ὄντι ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ· ἐν δὲ τῷ δημιουργῷ διειστήκει. Μήποτε δὲ ἄμεινον λέγειν ὡς ἐκεῖ μέρη ἦν τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, ἐνταῦθα δὲ εἴδη καὶ ταῦτα. Διὰ τί οὖν ἀπὸ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, ἀλλ’ οὐκ ἀπὸ τοῦ κινουμένου καὶ ἑστῶτος τοῦτο συνήγαγεν, ἢ ἀπό τινος ἄλλης ἀντιθέσεως; ἢ ὅτι τὸ μὲν κινούμενον καὶ ἑστὼς ἅτε περὶ | |
20 | ἐνεργείας ὁρώμενον, ἢ ἐν ὁδῷ τινι οὐκ ἂν συνήγαγεν τὸ ζητούμενον. Τί γὰρ εἰ ἓν ὂν καὶ ταὐτὸν εἱστήκει τε καὶ ἐκινεῖτο; ἢ οὔπω μὲν ἕτερον ἦν, ἐγίγνετο δὲ ἕτερον· τέλος γὰρ ἤδη τὸ ἕτερον καὶ ταὐτόν. Ἀπὸ δὲ τῶν προτέρων ἀντι‐ θέσεων οὐχ οἷόν τε ἦν, ὅτι πᾶσαι ἐμφαίνουσι τὰ ἀνῃρημένα, τὸ ὅλον φημὶ καὶ τὰ μέρη. Ὡς μὲν οὖν φάναι διαλεκτικῶς, οὕτω ῥητέον, ὡς δὲ θεολογικῶς, ἀπὸ | |
25 | τοῦ Κρόνου μάλιστα πρόεισιν ὁ Ζεύς, μᾶλλον δὲ κατὰ τὸν Παρμενίδην, “τὸ ἅμα ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ” συνῃρήκει τὴν αἰτίαν τοῦ δημιουργήσαντος τὰ ἄλλα, καὶ “μείναντος ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει” κατὰ τὸν Τίμαιον. Τὸ μὲν γὰρ ἐν ἐκείνῳ ἐν ἑαυτῷ ταὐτὸν ἑαυτῷ γέγονεν, τὸ δὲ ἐν ἄλλῳ ἕτερον ἑαυτοῦ, οὐ μόνον, ὡς ἐλέγετο, κατὰ τὴν διῃρημένην εἰδητικῶς οὐσίαν, ἀλλ’ ὅτι | |
30 | καὶ ὁ δημιουργὸς ἀλλοποιὸς ἦν ὡς ἐκεῖνος ἐν ἄλλῳ, καθόσον προνοεῖ τῶν ἄλλων ὑπὸ τοῦ τρίτου παραγομένων. Ἕτερος ἄρα ὁ τρίτος ἑαυτοῦ νοῦς, καὶ ὅτι οὐχ ἑαυτὸν μόνον ὑφίστη, ἀλλὰ καὶ τὰ ἄλλα· ὥστε ὡς μὲν νῷ κατέχων τὰ νοητά, | |
ὁ αὐτὸς ἑαυτῷ, ὡς δὲ αἴσθησιν ἐπάγων τοῖς ἄλλοις, ἕτερος ἑαυτοῦ ὡς αἴσθησιν | 189 | |
190 | νοῦ. Καὶ ἐπειδὴ ἐκεῖνος μὲν οὐκ ἔργῳ, ἀλλὰ νῷ καὶ προνοίᾳ τινὶ κατακλίνει πρὸς ὕλην ἑαυτόν, οὗτος δὲ ἔργῳ καὶ ὑποστάσει, ἀλλ’ οὐ προνοίᾳ, διὰ τοῦτο ἐκείνῳ μὲν ἡ ἀντίθεσις αὕτη οὐ συνεισέφερεν ἑτερότητα, τούτῳ μέντοι ὡς προ‐ βαλλομένῳ ἅμα τῷ νῷ τὴν θείαν αἴσθησιν. Ἀλλ’ αὕτη μὲν ἡ ἀπόδειξις ἀπὸ | |
5 | τοῦ πατρός· ἡ δὲ πρὸ ταύτης πόθεν; ἆρα ἀπὸ τοῦ ἑνὸς ὄντος ἢ τῶν νοητῶν, ἐν οἷς οὐκ ἔστι τὰ μέρη καὶ τὸ ὅλον; Ἀλλὰ πόρρω τε φήσομεν, καὶ οὐκ ἐάσομεν τὸ νοητὸν πάντων ἐπίσης αἴτιον εἶναι, ἅτε πάντα ὄν. Πρὸς δὲ ἔτι καὶ ἀπὸ τοῦ ἑνὸς μόνου ἀναιρεῖ τὸ ὅλον καὶ τὰ μέρη. Τὸ ἓν ἄρα ὅλον καὶ μέρη, ἀλλ’ οὐ τὸ ἓν ὂν τὸ νοητὸν ἀναιρεῖ. Βέλτιον ἄρα ἀπὸ τῆς ἀκρότητος τῶν νοερῶν καὶ νοητῶν, | |
10 | ἥτις ἦν, πρὸ τοῦ ἑνιαίου ὅλου καὶ τῶν μερῶν ἕλκειν τὴν ἀπόδειξιν. Αὕτη γάρ ἐστιν ἡ θεότης ἡ τὸν δημιουργὸν τελειοῦσα, καὶ εἰς αὐτὸν ἄγουσα τῷ νοητῷ πατρί. Καὶ ὥσπερ ὁ μὲν τρίτος νοῦς ὑφίστησι τὰ ἄλλα, προνοεῖ δὲ αὐτὸν ὁ τούτου πατὴρ ἐξῃρημένος κατὰ τὴν πρὸς τὸν δημιουργὸν οἰκειότητα (κατὰ γὰρ ταύτην ἐπιστρέφει καὶ τὰ δημιουργήματα πρὸς ἑαυτόν, ᾗ καὶ ἐν ἄλλῳ ἐστὶν | |
15 | ὡς τῷ ἄλλῳ ἐν ἑαυτῷ ποιῶν), οὕτω καὶ αὐτὸν ἢ τὸν δημιουργὸν ὑφίστησι μὲν ὁ πρῶτος νοῦς. Κατὰ δὲ τὴν πρὸς τοῦτον οἰκειότητα ἡ ἀκρότης τῶν νοητῶν καὶ νοερῶν τελειοῖ τὸν τρίτον ἐξῃρημένως, καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν ὑπὲρ ἑτε‐ ρότητα τὴν εἰδητικήν, καὶ ὅλον καὶ μέρη τῇ οἰκείᾳ ταυτότητι συναπτόμενον τῇ συναγωγῷ πάντων ἀρχῇ. Καὶ γὰρ ἔδει ταὐτὸν μὲν ἀπὸ τῆς συναγωγοῦ προ‐ | |
20 | ελθεῖν αἰτίας, ἕτερον δὲ γενέσθαι ἀπὸ τῆς τιτανικῆς. Μήποτε δὲ εἰ καὶ κατὰ ἀναίρεσιν, ὡς ἀπὸ αἰτιατοῦ τῶν αἰτίων ἀναιρουμένων ὅμως ἀπὸ τῆς συνοχικῆς τάξεως, τὸ ταὐτὸν ὁ δημιουργὸς ἐκληρώσατο. ᾟ μὲν οὖν οὔτε ὅλον οὔτε μέρος ἀπὸ τοῦ ὅλου προῆλθεν καὶ τῶν μερῶν, ᾗ δὲ ἀπὸ τούτων ταὐτόν· συνεκτικὴ γὰρ τῶν ἑτέρων ἡ ταυτότης, ἀλλ’ οὐδὲ ἕτερον καθὸ ταὐτόν, ὅτι καθὸ ἕτερον | |
25 | ἀπ’ ἄλλης αἰτίας πρόεισιν τῆς ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ. Τάχα δὲ ἀπὸ τοῦ πρώτου νοῦ κατὰ ἄμφω προῆλθεν, ᾗ μὲν 〈ἐν〉 ἑαυτῷ καὶ ἐν ἄλλῳ, ὡς ἕτερον, ᾗ δὲ τὰ πάντα μέρη, τὸ ὅλον· καὶ ᾗ ὅλον, ἐν οὐδενὶ τῶν μερῶν, οὐδὲ ἔν τισιν, οὐδὲ ἐν πᾶσιν, ὡς οὔτε ὅλον, οὔτε μέρος, ταὐτὸν δὲ μόνον καὶ ἕτερον· μᾶλλον δέ, ὡς μὲν πάντα μέρη ἐν ὅλῳ, καὶ οὕτως ἐν ἑαυτῷ ταὐτόν, ὡς δὲ ἓν ὅλον οὐκ ἐν μέ‐ | |
30 | ρεσιν, καὶ οὕτως ἐν ἄλλῳ ἕτερον· ὥστε καὶ ὡς ἄμφω ταὐτόν, καὶ ὡς ἑκάτερον | |
ἕτερον, ὃ δὴ μάλιστα λαμβάνει ὁ Παρμενίδης. | 190 | |
191 | Ὁ τρίτος συλλογισμὸς δύο χρῆται ἀξιώμασιν, ἓν μὲν ὅτι τὸ μὴ ἓν ἕτερον τοῦ ἑνός, ἕτερον δὲ ὅτι τὸ ἕτερον ἑτέρου ἕτερον. Εἰ δὴ τὰ μὴ ἓν ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν ἄρα ἕτερον τῶν μὴ ἕν. Τὰ δὲ μὴ ἓν τὰ ἄλλα ἐστίν, ἅπερ διώρισται πρότερον ὡς ἔνυλα εἴδη, καὶ ὕλη, καὶ ἕτερα, τῶν αὐτῶν ἑκάστων | |
5 | ἀνευφημουμένων. Εἰ δὲ ταῦτα ἄλλα, καὶ ἕτερα ἂν εἴη τῶν αὐτῶν· καὶ ἐκεῖνα ἄρα τὰ αὐτὰ ἕτερα τῶν ἄλλων· ὥστε καὶ τὸ ἓν ἕτερον τῶν ἄλλων· αὐτὸ γὰρ ἓν ὂν ὑπερέχει τῶν ἄλλων καὶ τοῦ ἄλλου ἑνὸς ὃ καὶ μὴ ἓν θήσεται προϊών. Ζητητέον οὖν τίς ἡ ἑτερότης, καὶ εἰ ἔστιν ὁ τοῦ δημιουργοῦ ἀμείλικτος, ὥς φησιν· ἔτι δὲ τίς ἡ τῶν ἄλλων ἑτερότης, ᾗ λέγεται ἕτερα τοῦ ἑνός· δοκεῖ γὰρ εἶναι | |
10 | μία τῶν ἑτέρων ἡ ἑτερότης· τρίτον δὲ πόθεν ἡ ἀπόδειξις εἴληπται, κατὰ τίνα τε ἔννοιαν καὶ ἀπὸ ποίας αἰτίας. Λεγέσθω δὴ ὡς ἐπὶ τοῦ αὐτοῦ ἑνὸς πάντα συμ‐ περαίνεται· αὐτὸς ἄρα ὁ δημιουργικὸς νοῦς, ᾗ τῶν ἄλλων αἴτιος, ἕτερός ἐστι τῶν ἄλλων· ἕτερον γὰρ ἀεὶ τὸ αἴτιον, καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτία. Οὐκ ἄρα τὸν ἀμείλικτον ἡμεῖς γε φήσομεν, ἀλλ’ ἄρα τὸ χωριστὸν τῶν ἄλλων, ὡς | |
15 | ἤδη καὶ τοῦτο λέγεται, ὥσπερ τὸ συντεταγμένον τοῖς ἄλλοις ἡ ταυτότης δηλώσει. Ἀλλ’ οὕτως οὐκ ἔσται δημιουργικὴ ἡ ἑτερότης, εἴπερ αὐτὸν χωρίζει τῶν ἄλλων. Νοητέον ἄρα αὐτὴν ὡς αἰτίαν τῶν ἄλλων· διὸ καὶ πρὸς τὰ ἄλλα ἐστὶν ὅ ἐστιν· ἕτερον γὰρ τῶν ἄλλων εἴρηται ὡς ἂν ἑτεροποιὸν τῶν ἄλλων, καὶ ταὐτὸν γὰρ τοῖς ἄλλοις, ὅτι τῶν ἄλλων ταυτοποιός· καὶ περὶ αὐτὰ ἐνεργεῖ διὰ ταυτότητος· | |
20 | ὃ γὰρ εἶναι λέγεται πρὸς τὰ ἄλλα, τοῦτο ἄλλα ἐργάζεται· αὕτη μὲν ἡ τοῦ ἑνὸς ἑτερότης, ἡ δὲ τῶν ἄλλων ἔκγονος ταύτης· ἕτερα γὰρ τοῦ ἑνὸς τὰ ἄλλα οὐ τῇ αὐτῇ ἑτερότητι, πλὴν ἰδιότητι τῇ αὐτῇ. Ἕτερα οὖν τὰ ἄλλα τοῦ ἑνός, ὡς ἀπὸ τῆς ἐκείνου ἑτερότητος προελθόντα ἕτερα· κατὰ ἄλλην ἄρα ἑτερότητα, καὶ οὐ τὴν αὐτοετερότητα. Τὸ δὲ τρίτον ἡ ἀπόδειξις πρόεισιν ἀπὸ τῆς πρὸς | |
25 | τὰ αἴτια τοῦ αἰτίου σεμνότητος, ὅτι τὸ ἓν τῶν ἄλλων ἕτερον. Πολλαχοῦ μὲν οὖν τῷ αὐθυποστάτῳ προσχρῆται εἰς ἀπόδειξιν, νῦν δὲ διαφανῶς, ἅτε παρα‐ βαλὼν τὸ ἓν πρὸς τὰ μὴ ἕν, τουτέστι πρὸς τὰ ἑτέρωθεν τὸ εἶναι δεχόμενα, καὶ γενητά, καὶ ἄλλα διὰ τοῦτο λεγόμενα. Τὸ ἓν ἄρα τὸ δημιουργικὸν ἕτερον | |
τῶν ἄλλων· καὶ μὴ ἓν καθόσον δημιουργικὸν αὐτῶν ἐστιν ὡς γενητῶν ἀγένητον. | 191 | |
192 | Ὁ τέταρτος συλλογισμὸς ἐξ ἀναιρέσεως τῶν τριῶν πάλιν εἰσάγει τὴν πρὸς τὰ ἄλλα ταυτότητα. Ἕτερον μὲν γὰρ οὐκ ἔστι τῶν ἄλλων, ὅτι οὐδὲ οἷόν τε εἶναί τι ἕτερον· οὐχ οἷόν τε δέ, ὅτι δεήσει καὶ ταὐτὸν εἶναι τὸ ἕτερον, οὐχ οἷόν τε δέ, ὅτι τὸ ἐναντίον. Οὕτω μὲν οὐκ ἕτερον δείκνυται, ἀλλ’ οὐδὲ ὅλον | |
5 | τὸ ἓν τῶν ἄλλων, οὐδὲ μέρη τὰ ἄλλα τοῦ ἑνός, οὐδὲ αὖ ὅλον τὰ ἄλλα, μέρος δὲ αὐτῶν τὸ ἕν. Ταῦτα δὲ ἤρτηται ἑνὸς ἀξιώματος, ὅτι “τὰ μὴ ἓν οὐ μετέχει τοῦ ἑνός”. Οὕτω γὰρ οὔτε μέρη τὰ ἄλλα τοῦ ἑνός, μετέχοι γὰρ ἂν τὰ μέρη τοῦ οἰκείου ὅλου, ὑφ’ οὗ συνέχεται, οὔτε μέρος τὸ ἓν τῶν ἄλλων, εἴη γὰρ ἂν ἀριθμὸς τὰ ἄλλα· τὸ γὰρ ἓν ἀριθμοῦ τινος μέρος. | |
9 | ||
10 | Ζητητέον δὴ πρῶτον μὲν εἰ οὗτος ὁ δημιουργὸς τοῖς ἄλλοις, τὸ δὲ μετ’ αὐτὸν ἓν ὅμοιον μόνον, ἀλλ’ οὐ ταὐτόν, πῶς οὐ κρεῖττον τοῦτο τοῦ δημιουρ‐ γικοῦ ἑνός· τὸ γὰρ τῷ χείρονι ταὐτὸν τοῦ ὁμοίου χεῖρον, ὥσπερ τὸ τῷ κρείτ‐ τονι ταὐτὸν κρεῖττον τοῦ ὁμοίου μόνον. Δεύτερον, ἐπισκεπτέον αὐτοῦ τὴν ἐξήγησιν καθ’ ἣν εὐθὺς ἀπὸ τῆς θέσεως | |
15 | τοῦ ἑτέρου τὸ ταὐτὸν ἀποδείκνυσιν, εἰ ἔχει κατὰ λόγον. Τρίτον, διασκεπτέον πῶς οἷόν τε, ὥς φησιν, ἐκ τοῦ μὴ εἶναι ταυτότητα ἀνελεῖν καὶ ὅλον καὶ μέρη. Τέταρτον, πῶς ἀληθῶς εἴληπται τὸ οὗ μέρος τὸ ἕν, τοῦτο ἀριθμός· τοῦ γὰρ ἑνὸς μέρος ὄντως τὸ ἕν, ἀλλὰ τὸ ἓν ὂν οὐκ ἀριθμός. | |
20 | Πέμπτον, εἰ διὰ τοῦτο οὔτε ὅλον οὔτε μέρος ἀπέδειξεν, ἵνα δείξῃ ὅτι οὐ πῆ ταὐτόν, ἀλλὰ πάντη ταὐτὸν τὸ ἓν τοῖς ἄλλοις. Ἕκτον πάλιν, ὑπομνηστέον διὰ τί καὶ ἐπὶ τῆσδε τῆς ταυτότητος τῇ ἀναιρέσει κέχρηται τῶν τριῶν. Ἕβδομον διὰ τί οὐδὲ ὁντιναοῦν χρόνον ἔφη ἕτερον εἶναι ἄνευ ταυτότητος· | |
25 | οὐ γὰρ ἐν χρόνῳ τὸ δημιουργικὸν ἕν. Ὄγδοον, διὰ τί οὐδὲ ἀριθμὸν εἶναι λέγει τὰ ἄλλα, καίτοι καὶ ἀριθμὸν ἔχοντα. Ἔνατον, διὰ τί μὴ μετέχειν τὰ μὴ ἓν ἔφατο τοῦ ἑνός, καίτοι καὶ ἐν τοῖς | |
ἄλλοις ἐστὶ τὸ ἄλλο ἕν, εἰ καὶ μὴ τὸ αὐτοέν. | 192 | |
193 | Δέκατον, σκοπητέον πῶς τὸ ἓν ταὐτὸν τοῖς ἄλλοις· ἔσται γοῦν καὶ τὰ ἄλλα τὰ αὐτὰ τῷ ἑνί· καὶ ἓν ἄρα τὰ μὴ ἓν ἔσται· καὶ πῶς ἔστι μὴ ἕν, πῶς δὲ οὐχ ὅλον πέπονθεν τὸ ἕν, πῶς δὲ οὐ μέρος τὸ ἕν, εἴπερ καὶ ἕκαστον ἕν, ὥς φησι, καὶ τὸ ἓν πάντων πάλιν ἕν. | |
5 | Ἑνδέκατον, εἰ τὰ μὴ ἓν ἐνταῦθα τοιοῦτόν ἐστιν, ὥς φησιν, οἷον τὸ μὴ ὂν ἐν Σοφίστῃ λέγεται κατὰ τὴν ἑτερότητα. Δυοδέκατον ἐπὶ πᾶσι, ζητητέον διὰ τί ἐφ’ ἑκάτερα τὴν ταυτότητα ἔταξεν, ἐν μέσῳ δὲ τὴν ἑτερότητα ἀπέδειξεν, διελὼν ἑκάτεραν πρός τε ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα. | |
9 | ||
10 | Λεκτέον οὖν ἐξ ἀρχῆς πρὸς μὲν τὸ πρῶτον, οὐχ ὅπερ φησίν, ὅτι τὸ μὴ ἓν ἀπὸ τῶν ἀφομοιωτικῶν ἄρχεται θεῶν· πᾶν γὰρ ἓν τὸ μετὰ τὸ δημιουρ‐ γικὸν ἓν εὐθὺς εἶναι μὴ ἕν· καὶ τούτῳ μάλιστα ταὐτὸν εἶναι τὸ δημιουργικὸν ἓν τῷ μετ’ αὐτὸ καὶ περὶ αὐτό, οὐ μέντοι τοῖς πορρωτέρω τοῦ ὁμοίου καὶ ἀνομοίου· εἶναι γὰρ τῶν ἄλλων καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον ἕν. Εἰ δὲ μένει | |
15 | ἡμῖν ὁ τῶν ἄλλων διορισμός, ἐκεῖνο μᾶλλον ῥητέον ὅτι ἀπὸ μὲν τοῦ δημιουργοῦ ἡ τῶν ἄλλων οὐσία πρόεισιν, ἀπὸ δὲ τῶν ἀφομοιωτικῶν θεῶν τὸ ἀπείκασθαι τοῖς παραδείγμασιν. Εἰκότως ἄρα τοῦτο μὲν τὸ ἓν ὅμοιον τοῖς ἄλλοις, ἐκεῖνο δὲ ταὐτόν, καὶ χεῖρον τοῦτο ἐκείνου, πρῶτον μὲν ὅτι τῷ κρείττονι τῶν ἄλλων ταὐτὸν τῇ οὐσίᾳ, ἐκεῖνο δὲ τῷ χείρονι ὅμοιον τῇ ἀπεικασίᾳ· δεύτερον δὲ ὅτι | |
20 | τὸ μᾶλλον ἐξῃρημένον μᾶλλον καὶ χωρεῖ διὰ τῶν ἄλλων· ὥστε εἰ ταὐτὸν πε‐ λάζει μᾶλλον, τοῦτο δὲ ὑπέρτερον εἶναι οὐδὲν κωλύει· τὸ γὰρ ὑπέρτερον πάντως πλησιαίτερον ἐξῃρημένως· τρίτον δέ, ταὐτὸν ὁ δημιουργὸς τοῖς ἄλλοις ὡς εἰδοποιὸς αὐτῶν καὶ συνοχεύς· τὸ δὲ ὅμοιον, ὡς μόνης ὁμοιότητος αἴτιον, τοῖς ἄλλοις. | |
24 | ||
25 | Πρὸς δὲ τὸ δεύτερον ἀπορητέον ἓν μὲν ὅτι, εἰ διὰ τοῦ δευτέρου δείκ‐ νυται τὸ ταὐτόν, τίς ἦν ἡ χρεία τῆς ἀναιρέσεως τοῦ ὅλου καὶ τῶν μερῶν, ἤδη ταυτότητος εἰσενηνεγμένης· ἕτερον δὲ μάτην ἔσται προλαβὼν ὁ Παρμενίδης | |
τὸ ἐναντία εἶναι ταὐτὸν καὶ ἕτερον· τὰ δὲ ἐναντία οὐκ ἐθέλειν ἐν ἀλλήλοις | 193 | |
194 | εἶναι, εἰ μὴ διὰ τούτου ἀνελεῖν ἐβούλετο τὴν ἑτερότητα, ἐπεὶ καὶ ἀπαιτήσειεν ἄν τις, εἰ δέδεικται μὲν ἕτερον, τῷ δὲ ἑτέρῳ σύνεστι τὸ ταὐτόν, ἔχοιμεν ἂν ἤδη τὸ ταὐτὸν πρὸς τῷ ἑτέρῳ. Ἀλλ’ ἐροῦμεν ὅτι τῇ ἐννοίᾳ τῶν ἐναντίων οὐκ ἐᾷ τῷ ἑτέρῳ συνεισάγεσθαι τὸ ταὐτόν. Εἰ τοίνυν ἐναντίον ταὐτῷ θάτερον, | |
5 | οὐκ ἔστι δὲ ἐν τῷ ἐναντίῳ τὸ ἐναντίον, οὐκ ἂν εἴη ταὐτὸν ἐν θατέρῳ· οὐδὲ ἄρα θάτερον ἔσται. Ἀδύνατος γὰρ ἡ θατέρου θέσις, ὡς ἂν τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ ποιοῦσα· ὅτι δὲ ἐπὶ ἀναιρέσει τῆς ἑτερότητος, ἀλλ’ οὐκ ἐπὶ θέσει τῆς ταυτότητος τοῦτο προείληφεν, δηλοῖ ἐπάγων. “Εἰ ἄρα τὸ ἕτερον ἐν ταὐτῷ μηδέποτε ἔσται, οὐδέν ἐστι τῶν ὄντων ἐν ᾧ ἐστιν τὸ ἕτερον χρόνον οὐδένα.” | |
10 | Καὶ ἔτι σαφέστερον συνεπεράνατο· “οὔτε ἄρα ἐν τοῖς μὴ ἕν, οὔτε ἐν τῷ ἑνὶ ἐνείη ἂν τὸ ἕτερον.” Καίτοι εἰ πρόσθεσιν ἑώρα τῆς ταυτότητος, οὐκ ἂν ἀπό‐ φασιν μόνην συνήγαγεν τῆς ἑτερότητος. Καὶ δὴ ἔτι τρίτον συμπεραίνεται ἐπὶ πᾶσιν· “εἰ δὲ μήτε ἑαυτοῖς ἕτερά ἐστιν, μήτε τῷ ἑτέρῳ, οὐ πάντη ἂν ἤδη ἐκφεύγοι τὸ μὴ ἕτερα εἶναι ἀλλήλων.” Ἐφ’ οἷς ἀποδείκνυσιν ὅτι οὔτε ὅλον | |
15 | οὔτε μέρος· οἷς ἐπάγει τὴν θέσιν τοῦ λειπομένου τούτου· “ἀλλὰ μὴν ἔφαμεν τὰ μήτε μόρια, μήτε ὅλα, μήτε ἕτερα ἀλλήλων τὰ αὐτὰ ἔσεσθαι ἀλλήλοις. —Ἔφαμεν γάρ.” Εἰ δέ τις ἐπιζητοῖ διὰ τί δὲ οὐ διὰ τῆς ἑτερότητος τὴν ταυ‐ τότητα συνεισαγούσης ἀπέδειξεν ἑτοιμότερον τὸ ταὐτόν, μνησθῶμεν καὶ τῶν ἤδη περὶ τούτου προειρημένων, ὅτε ἐλέγομεν δι’ ἣν αἰτίαν τὴν ταυτότητα | |
20 | εἰσάγει δι’ ἀναιρέσεως τῶν τριῶν. Εἰ δὴ τῷδε καὶ ὅτι ἄλλη μὲν ἡ ἐν κινήσει στάσις ὅλον κατὰ μέθεξιν, ἄλλη δὲ ἡ καθ’ ἑαυτὴν ἀντιδιῃρημένη πρὸς τὴν ὅλην κίνησιν, αὕτη δὲ καθ’ ὕπαρξιν, ἡ δὲ καθ’ ἑαυτήν, αὐτόθεν ἡ ζητουμένη ταυτότης. Οὐ γὰρ τὴν ἐν τῷ κεχωρίσθαι τῶν ἄλλων τὸ ἓν ταυτότητα, ἀλλὰ τὴν ἐν τῷ συνῆφθαι ἀπῄτει ὁ λόγος. Ἀμέλει καὶ τὴν στάσιν ἄνευ τῆς κινήσεως ἀπέδειξεν, | |
25 | ἀλλ’ οὐ τὴν ἐν κινήσει θεωρουμένην. | |
25 | Καὶ μέντοι καὶ τὸ τρίτον οὐκ ἔχει λόγον ἀναιρουμένης ταυτότητος ἀναιρεῖσθαι τὰ μέρη καὶ τὸ ὅλον· ὅτι καὶ ταῦτα πῆ ἦν τὰ αὐτά, καὶ πῆ ἕτερα· ἀλλ’ οὔτε οὕτω γε μέσα ἦν, ὡς δέδεικται. Καὶ περιττὸς ἂν ἦν πάλιν ὁ Παρ‐ | |
μενίδης τὰ συνανῃρημένα αὖθις ἀναιρῶν δι’ ἄλλων λόγων. | 194 | |
195 | Ἀλλὰ δὴ πρὸς τὸ τέταρτον ἀποκριτέον ὅτι τὸ ἓν ὄν, οὐ τὸ ἓν ἔχει μέρος ὡς ἓν διωρισμένον ἀπὸ τοῦ ὄντος, ἀλλὰ καὶ τὸ μέρος ἓν ὄν, ὡς σαφῶς ἐν τῇ τρίτῃ τάξει τῶν νοητῶν δεδήλωται, καὶ ὅτι νῦν ἓν λαμβάνει ὁ λόγος τὸ διωρισμένον ἀπὸ τοῦ ὄντος. Τοῦτο οὖν τὸ ἕν, ἐὰν μέρος ᾖ πλήθους τινός, | |
5 | ἀριθμὸς πάντως ἐστὶν τοῦτο τὸ πλῆθος· ἔσται γὰρ ἤδη διωρισμένον. | |
5 | Ἔτι 〈δὲ〉 τὸ πέμπτον οὐ καλῶς ὑπείληφεν διὰ τοῦτο ἀνελεῖν τὰ μέρη καὶ τὸ ὅλον ἵνα μή πη ταὐτὸν ὑπολάβῃ τις εἶναι τὸ ἓν τοῖς ἄλλοις· πάντη γὰρ εἶναι ταὐτόν. Μάλιστα μὲν γὰρ οὐκ ἔστι ταῦτα πῆ ταὐτόν, καὶ πῆ ἕτερον, δέδεικται 〈δὲ〉 πάντως ὅτι πῆ ταὐτὸν καὶ πῆ ἕτερον τὸ ἓν φανεῖται τοῖς ἄλλοις. | |
9 | ||
10 | Ἀλλὰ μὴν πρὸς τὸ ἕκτον πρὸς τοῖς εἰρημένοις καὶ τόδε ἐννοητέον ὅτι γεννητική ἐστιν ἡ ταυτότης ἐν τοῖς ἄλλοις ὅλου τε καὶ μερῶν καὶ ἑτερό‐ τητος τῆς ἐν αὐτοῖς· εἰ γὰρ μὴ ἐπέλασεν τοῦτο τὸ ἓν τοῖς ἄλλοις, οὔτε ὅλον, οὔτε μέρος ἐν αὐτοῖς ἦν, οὐδὲ ἕτερον. Ἔτι δὲ ἐνδείκνυται ἡ τῶν ἄλλων ἀναίρεσις οἵα τίς ἐστιν ἡ ταυτότης ὅτι κεχώρισται τῶν ἄλλων, καὶ καθ’ ἑαυτὴν ὑφεστη‐ | |
15 | κυῖα, καὶ τὰ ἄλλα ἔξω γεννῶσα ἑαυτῆς. Διὰ τοῦτο γὰρ οὔτε τὸ ἑνὸς μέρος ἐν τοῖς ἄλλοις, οὔτε ὅλον ἐκείνων ὡς μερῶν ὡς ἐκτεθέντων εἰς ὕλην, οὔτε μὴν τὰ ἄλλα τὸ πάμπαν αὐτοῦ κεχώρισται, ὡς τῶν πρὸ αὐτοῦ· ἐδείχθη γὰρ ὅτι οὐδὲ ἕτερον. Ταὐτὸν ἄρα οὕτως ὡς κατ’ αἰτίαν καὶ ὡς κατ’ εἶδος· ὃ γὰρ ἐκεῖνο παρα‐ δειγματικῶς, τοῦτο τὰ ἄλλα εἰκονικῶς· ταὐτὸν ἄρα κατὰ τὴν ὡς ἀφ’ ἑνὸς καὶ | |
20 | πρὸς ἓν ὁμωνυμίαν. | |
20 | Τὸ τοίνυν ἕβδομον καὶ αὐτὸς ἀπελύσατο δεόντως ὅτι τε ἐκ περιου‐ σίας, εἰ μὴ ἐν χρόνῳ, οὐδὲ ἐν αἰῶνι σταίη ἂν ἡ ἑτερότης ἄνευ ταυτότητος, καὶ ὅτι ἐγχρόνων πραγμάτων ἐστὶν ὑποστατικόν· τοῦτο δὲ ἕν. Μήποτε δὲ καὶ ἐνδείκνυται ὃ πάλαι ἐδείκνυμεν, ὅτι τὸν δημιουργικὸν αἰῶνα χρόνον ῥητέον, | |
25 | ὡς ἂν ἤδη προβαλλόμενον τὴν γένεσιν, καὶ ὡς τῶν εἰς τὴν γένεσιν ὁρώντων ἤδη πραγμάτων μετρητικόν, καὶ ἔτι ὡς ὅμοιον ὂν τῷ δημιουργῷ καθάπερ | |
ὅδε ὁ χρόνος τῷ κόσμῳ. | 195 | |
196 | Πρὸς δὴ τὸ ὄγδοον, εἰ καὶ ἔχει τὰ ἄλλα ἀριθμόν, εἰ καὶ ἔχει τὸ ἐν ἄλλῳ, ἀλλὰ καὶ ταῦτα· αὐτὸ δὲ τὸ ἓν οὐκ ἂν ἔχοι. Οὐδὲ ἄρα ἀριθμὸν τοιοῦ‐ τον, οὗ μέρος ἂν εἴη τὸ αὐτὸ ἕν. Καὶ δεῖ ἀπὸ τοῦ νῦν ἐπιστῆσαι ὅτι καὶ τὸ ἐν τοῖς ἄλλοις ὡς ἄλλο ἐστίν, ἐν τῷ πλήθει τῶν ἄλλων ὁρώμενον. Διὰ τί | |
5 | δὲ ὅλως παρήγαγεν τὸν ἀριθμόν; οὐ διότι ὁ δημιουργὸς ἀριθμοῖς καὶ εἴδεσι διακοσμεῖ τὸ πᾶν; αὐτὸ γὰρ τοὐναντίον λέγει ὁ Παρμενίδης ὅτι οὐ μετέχει ἀριθμοῦ τὰ ἄλλα, ἵνα μὴ ταύτῃ μετέχῃ ἑνός, ἀλλ’ ἐκεῖνο κατασκευάζων ὅτι οὐ μέρος τὸ ἓν τῶν ἄλλων· ᾠήθη γὰρ ἄν τις τὸ ἓν ὡς πολλῶν μέρος εἶναι τῶν ἄλλων. Προέδειξεν οὖν ὅτι τὰ μὴ ἓν οὐκ ἂν ἔχοι τὸ ἕν· οὐδὲ ἄρα ἀριθμόν, | |
10 | καθόσον μὴ ἕν. | |
10 | Καὶ πάλιν πρὸς τὸ ἔνατον ἐπιστήσωμεν ἤδη ἐντεῦθεν ὅτι τὰ ἄλλα, ᾗ ἄλλα, μὴ ἕν· καὶ ᾗ μὴ ἕν, ἄλλα τοῦ ἑνός. Καὶ εἰ μετέχοι ἑνός, ὡς ἄλλα μετέχει ἑνὸς τοῦ αὐτοενός, ὡς οὐκ αὐτὰ τὰ ὄντα ἕν· ὥστε καὶ τῶν ἑπομένων τῷ ἑνί, ὡς οὐκ ὄντα αὐτά, ἄλλα δὲ αὐτῶν ἑκάστων. Ταῦτα δὲ προδιορίζομαι | |
15 | πρὸς τὴν τετάρτην ὑπόθεσιν. Πῶς οὖν οὐ μετέχειν ἔφη τὰ ἄλλα τοῦ ἑνὸς καὶ μὴ ἕν; ταύτῃ γὰρ κεχώρισται φύσει τοῦ ἑνός. | |
16 | Ὥστε καὶ πρὸς τὸ δέκατον ἀπαντῶμεν λέγοντες ὅτι ὁμώνυμος ἡ ταυ‐ τότης, ὡς εἴρηται πρότερον. Ἔστω οὖν καὶ τὰ ἄλλα ἓν ὁμωνύμως, καὶ ἀριθμὸς καὶ τὰ ἑπόμενα τῷ ἑνὶ πάντα· ἀλλ’ ὅμως οὐδὲν ἧττον ἄλλα ἐστὶ τοῦ ἑνός. | |
20 | Ἔτι δὲ ταὐτὸν μὲν τὸ ἐν τοῖς ἄλλοις, ὡς δημιουργοῦν δημιουργουμένοις. Καὶ τὰ ἄλλα ἄρα, ὡς δημιουργήματα, ἔσται ταὐτὰ τῷ δημιουργικῷ ἑνί· οὐκοῦν καὶ τὸ ἓν εἰ καὶ ἑκατέρωθι, ἀλλ’ ὅπου μὲν δημιουργοῦν, ὅπου δὲ δημιουργούμενον, καὶ τὰ ἄλλα ὡσαύτως. | |
23 | Ἔτι οὖν πρὸς τὸ ἑνδέκατον ἀποκρινοῦμαι ὅτι ἐν Σοφίστῃ μὲν τὸ | |
25 | μὴ ὂν τὴν ἑτερότητα ἔλεγεν, ἣν εἶναι καὶ ἐν τοῖς νοητοῖς, ἐνταῦθα δὲ τὰ μὴ | 196 |
197 | ἓν τὰ ἄλλα φησίν, ἃ διώκισται τῶν εἰδῶν καὶ ἐν ὕλῃ ἐστίν. Διὸ οὐδὲ “τὸ μὴ ἕν”, ἀλλὰ “τὰ μὴ ἓν” καλεῖ πληθυντικῶς· ἐκεῖ δὲ τὸ μὴ ὄν, εἰ ἀκούοις, οὐκ ἂν εἴη ἐν τοῖς νοητοῖς, ἀλλ’ ἐν ὕλῃ καὶ τὸ μὴ ὄν, ὥστε οὕτω γε ἀναλογήσει τῷ μὴ ἑνί· καὶ γὰρ ὅλως τοῦτο τὸ μὴ ὂν ὄνομα ἐδείκνυμεν ἐν ἐκείνοις οὐ | |
5 | δυνάμενον εἶναι σὺν τοῖς οὖσιν. | |
5 | Ἐπὶ πᾶσι δὴ οὖν πρὸς τὸ δυοδέκατον ἓν μὲν λέγομεν ὅτι ἓν δημιουρ‐ γικόν ἐστι τοῦτο τὸ ἕν· οὐκοῦν ὡς μὲν ἔν, ταὐτὸν ἑαυτῷ, ὡς δὲ δημιουργικόν, ταὐτὸν τοῖς ἄλλοις, ὡς δὲ ἀληθινόν, ἓν καὶ αἴτιον, ἀλλ’ οὐ συναίτιον ἕτερον τῶν ἄλλων, καὶ ὡς οὐ μόνον ἕν, ἀλλὰ πεπονθὸς ἕτερον ἑαυτοῦ. Τὰ ἄρα προ‐ | |
10 | ηγούμενα τὸ πρῶτον καὶ ἔσχατον· ἕτερον δὲ καὶ ὁδῷ προῆλθεν ὁ λόγος· καὶ ὁ δημιουργὸς ἥνωται μὲν πρῶτον, εἶτα πρόεισιν εἰς τὸν ὅλον ἑαυτοῦ διάκοσμον, οὕτω δὲ στὰς ἐφ’ ἑαυτοῦ, ἔξω τῆς ὕλης τῶν εἰδῶν ἁπάντων πεπληρωμένος, οὕτως ἅπτεται τῆς κοσμοποιίας, καὶ ἔσχατον. Μήποτε καὶ ὡς δημιουργῷ πρε‐ πωδεστέρα καὶ κρείττων ἡ ταυτότης ἐστὶν τῆς ἑτερότητος. Διὸ τὰ χείρω ἐν τῷ | |
15 | μέσῳ συνείληφεν· ὅθεν καὶ ἀρχόμενος τῆς τάξεως ταύτης, τὸ ταὐτὸν ἑκάτερον προέθηκεν τοῦ οἰκείου θατέρου· καὶ ἐν τῷ τέλει κατὰ ἀναστροφὴν ἀπὸ τοῦ χείρονος ἀεὶ ἐπὶ τὸ κρεῖττον ἄνεισιν, ἀπὸ τῆς πρὸς ἄλλα ἑτερότητος ἐπὶ τὴν πρὸς ἑαυτὸ καὶ ἀπὸ τῆς τῶν ἄλλων ταυτότητος ἐπὶ τὴν πρὸς ἑαυτό. Τάχα δὲ ἄλλοτε εἰς ἄλλο βλέψας, ἄλλοτε ἄλλην παρέδωκε τούτων τὴν τάξιν κατὰ τὴν | |
20 | ἀντιπλεονεκτοῦσαν ἰσότητα. | |
20 | Περὶ δὲ τὴν λέξιν τοιάδε ἄττα ἀπορητέον διὰ τί “εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν” ἔφη. Ἢ ὅτι πάντα ἐκεῖνα καταπιών, ὁ Ζεὺς οὕτως ἤρξατο τοῦ δημιουργεῖν, ἢ ὅτι πεπονθότων ἐστὶ πραγμάτων δημιουργός· ἡ γὰρ ἔνυλος εἰδοποιία πεπόνθησίς ἐστι τῆς ἀΰλου. | |
25 | Διὰ τί ἐξ ὑποθέσεως εἶπεν· “ἢ ἐὰν μὴ ταὐτὸν ᾖ, μηδὲ ἕτερον,” ὁμοῦ δὲ ὅλον καὶ μέρη· δύο δὲ αἱ συζυγίαι κεχωρισμέναι ἀλλήλων· καὶ ὅπου ἡ ἑτέρα οὐκ ἂν ἡ ἑτέρα εἴη, ὡς δέδεικται πρότερον· ὥστε καὶ τούτῳ τῷ ὑποθετικῷ τῆς ἀναιρέσεως δηλοῦται ὡς οὐκ ἔστι τὸ ὅλον καὶ μέρος πῆ ταὐτὸν καὶ ἕτερον, | |
ἀλλὰ τοὐναντίον τό τε ὅλον καὶ μέρος ἐστὶν ὅταν μὴ ᾖ ταὐτὸν καὶ ἕτερον. | 197 | |
198 | Διὰ τί ἀπὸ τοῦ μέρους ἤρξατο τὸ ἀναιρεῖν καὶ ἐτελεύτησεν εἰς τὸ ἕτερον; ἢ 〈ὅτι〉 ἀπὸ τῶν ὁμολογουμένων ἐπὶ τὰ ἧττον. Μέρος μὲν γὰρ οὐδὲ δοκεῖ ἑαυτοῦ, ὅλον δὲ μᾶλλον, ἀλλ’ εἰ μὴ μέρος, οὐδὲ ὅλον· ἕτερον δὲ καὶ ἔστιν ἑαυτοῦ· εἰ καὶ νῦν ἀναιρεῖται τὸ ἕτερον, διὰ τί ἀντὶ τοῦ “ἐν ἑτέρῳ”, τὸ “ἑτέ‐ | |
5 | ρωθι” εἶπεν, καὶ ἀντὶ τοῦ “ἐν ἑαυτῷ” τὸ “ἐν τῷ αὐτῷ ἑαυτῷ”; ἢ τοῦτο μὲν ὅτι ἐδέδεικτο ταὐτὸν ἑαυτῷ ὂν τὸ ἕν, καὶ οὐκ ἦν ἐν ἑαυτῷ μόνον, ἀλλ’ ἐν ταὐτῷ ἑαυτῷ, ἐκεῖνο δέ, ὅτι ἀνῄρητο τὸ ἕτερον ἑαυτοῦ. Ἵνα οὖν μὴ ὡς ἐν ἑτέρῳ ἑαυτῷ δόξῃ εἶναι καὶ λάβῃ τὸ ζητούμενον ὡς ὁμολογούμενον, παρήλλαξέ πως εἰς τὸ “ἑτέρωθι” τὸ ἕτερον. Ἐδήλου δὲ ἡμῖν τῷ ἐν ἄλλῳ, ἐν τοῖς ἄλλοις· ὥστε καὶ | |
10 | διὰ τοῦτο οὐκ εἶπεν ἐν ἑτέρῳ· οὐ γὰρ ἔτι ὡς ἐν ἄλλῳ, ἀλλ’ ἤδη ἐν ἄλλοις· ἑκάτερον δὲ τὸ “ἑτέρωθι” παρίστησιν, ᾧ καὶ δῆλον ὅτι ἕτερος ἑαυτοῦ, ὡς προ‐ βεβλημένος τὴν τῶν ἄλλων φύσιν, καθάπερ εἴρηται. Διὰ τί “τὰ μὴ ἓν” ὀνομάζει, ἀλλ’ οὐχὶ “τὸ μὴ ἕν”; ἢ τὰ μὴ ἓν ἀεί· τοῦτο μὲν ἀρχαιοπρεπῶς. Τὸ γὰρ “ἓν” οὐκ ἔχει πληθυντικὸν σχηματισμόν, οὐδὲ | |
15 | τὰ “πολλὰ” ἑνικόν, οἷον τὰ τρία ποσὰ ἀριθμὸν σημαίνει· ἔτι δὲ ὡς ἄλλα τοῦ ἑνός, οὕτω μὴ ἓν εἶναι τὰ ἄλλα δηλοῦται ὅτι οὐκ ἔστι τὸ ἕν· ἐκεῖνο δέ, ὅτι ἄλλα τοῦ εἶναι εἴληπται ὡς ἀντικείμενα τῷ ἑνί· ὥστε μετὰ πλήθους τὰ ἄλλα. Καὶ τὸ ἓν γὰρ ἐν τοῖς ἄλλοις πολλά ἐστιν· μερίζει γὰρ γένεσις, ὥσπερ καὶ τὰ πολλὰ ἐν τῷ νοητῷ ἕν πώς ἐστιν. Τὸ γὰρ ὂν ἡνωμένον εἰς ἄκρον· ὥστε πᾶν | |
20 | μεμνήμεθα καὶ τούτου πρὸς τὴν τετάρτην ὑπόθεσιν ὅτι πᾶν ἄλλο εὐθὺς ἄλλα καὶ οὐκ ἄλλο· τοῦτο δὲ χρήσιμον φανεῖται καὶ πρὸς τὴν ἕκτην ὑπόθεσιν. Διὰ τί οὐκ ἐθέλειν ἔφη τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ εἶναι, ἀλλ’ οὐ σὺν τῷ ἐναντίῳ; ἢ ὅτι σὺν αὐτῷ μὲν ἀνάγκη εἶναι, ἐν αὐτῷ δὲ ὡς ἐναντίῳ ἀδύνατον· οὐδὲ γὰρ ἡ κίνησις ἔχει τὴν στάσιν, ἀλλ’ ἡ μένουσα κίνησις· ὥστε οὐδὲ ἡ ταυ‐ | |
25 | τότης 〈ἐν〉 τῇ ἑτερότητι. Εἰ ἄρα ὡς ἑτερότης ληφθείη, οὐκ ἂν εἴη ἑτερότης· δέδεικται δὲ ὡς μόνον ἑτερότης. Διὸ νῦν ἀνῄρηται ὡς τοῦτο μόνον οὖσα πρὸς τὰ ἄλλα, ἵνα δειχθῇ καὶ ἡ πρὸς τὰ ἄλλα ταυτότης. Διὰ τί οὖν οὐδὲ ἐν τῷ ἑνὶ τὸ ἕτερον; δέδεικται γὰρ ἤδη ταὐτὸν ἑαυτῷ, καὶ ἑαυτοῦ ἕτερον. Ἢ ἐν τῷ ἑνὶ οὐκ ἔστι τὸ ἕτερον, ὥστε πρὸς τὰ ἄλλα. | |
30 | Διὰ τί οὔτε ὅλα ἔφη ὡς μορίῳ τῷ ἑνί, ἀλλ’ οὐχὶ ὡς μορίου τοῦ ἑνός; ἢ ὅτι τὸ ὅλον ἕν, ᾗ ὅλον, ἐστί· πεπονθὸς γὰρ ἓν τὸ ὅλον· ἀλλ’ ἔστω ὅλα τῷ ἑνὶ γίγ‐ | |
νεσθαι, ἀλλ’ οὔτι γε ὡς μορίῳ τῷ ἑνί, ἀλλ’ ὡς ὁλοποιῷ. Πρὸς δὲ τὴν τοιαύτην | 198 | |
199 | ἔννοιαν ἀπιδών, “τὰ μὴ ἓν οὐδὲ ὅλα ἔφατο εἶναι, ὡς μορίῳ γε τῷ ἑνί”, ἵνα μή τις εἴπῃ ὅτι εἰ ὅλα καὶ ἑνὶ ὅλα γίγνεται, ἀλλ’ οὐχ ὡς μορίῳ. Διὰ τί τὸ “ἕν πως” ἔφη; τὸ γὰρ ἓν τοῦτο οὔ πώς ἐστιν ἕν, ἀλλὰ πάντη ἕν. Ἢ τὸ “πως” πρὸς τὸ “οὕτω” συντακτέον· “οὕτω γάρ πως ἔχον τὸ ἓν | |
5 | πρὸς τὰ μὴ ἕν.” Καὶ διὰ τί “οὕτω πως”; ἢ ὅτι κατὰ δή τινα τρόπον ἐξηγούμεθα τὸ μὴ ἕτε‐ ρον, τὸ μὴ ὅλον, τὸ μὴ μόριον. Τάχα δὲ ἄμεινον τὸ “πως” πρὸς τοῦτο ταὐτὸν εἶναι συντάττειν· τὸ ἕν πως ταὐτὸν εἶναι τοῖς ἄλλοις, οὕτως ἔχον πρὸς τὰ μὴ ἕν. Μάλιστα γὰρ ἡ πρὸς τὰ ἄλλα ταυτότης τοῦ ἑνὸς προσδεῖται τοῦ “πως”, | |
10 | ταὐτὸν γάρ πως τοῖς ἄλλοις, ἀλλ’ οὐχ ἁπλῶς. Ἀλλ’ ὅτι οἷός ἐστιν ὁ δημιουργός, τοιοῦτον ποιεῖ τὸν κόσμον, πρὸς ἑαυτὸν ἐξομοιοῖ, μᾶλλον δὲ οὐσιοῖ. Διὸ ταὐτὸν τοῖς ἄλλοις τοῦτο τὸ ἕν, ἀλλ’ οὐχ ὅμοιον. | |
12 | ΠΕΡΙ ΤΗΣ ΑΦΟΜΟΙΩΤΙΚΗΣ ΔΙΑΚΟΣΜΗΣΕΩΣ. —Περὶ τῆς ἀφομοιω‐ τικῆς διακοσμήσεως τοιαῦτα ἄττα ζητητέον· ἓν μέν, διὰ τί καὶ πόθεν ἀφομοιω‐ | |
15 | τικὴ ὀνομάζεται. Ἕτερον δέ, διὰ τί μετὰ τὴν δημιουργικὴν ταυτότητα καὶ ἑτερότητα ἡ ὁμοιό‐ της ἐστὶν καὶ ἀνομοιότης. Τρίτον, εἰ καὶ ὁ δημιουργὸς εἰκόνα ἐποίει, τί καταλείψομεν ἔργον τοῖς ἀφομοιωτικοῖς ὑμνουμένοις θεοῖς· εἰ δὲ οὗτοι εἰκόνων καὶ ὁμοιωμάτων εἰσὶν | |
20 | ὑποστάται, τί ἂν ποιοῖ ὁ δημιουργός. Τέταρτον, πόσα καὶ τίνα τὰ συμπεράσματα, καὶ διὰ τί πλείω τὸν ἀριθμὸν αὐτῶν ἐποίησεν. Πέμπτον, διὰ τί διχῶς ἕκαστον ἀποδείκνυσιν πρὸς τὰ ἄλλα, εἶτα τὰ πρὸς ἑαυτό, καίτοι ἀνάπαλιν ἐποίει ἐπὶ τοῦ δημιουργικοῦ ἑνός. | |
25 | Ἕβδομον, πῶς ὅμοιον τὸ ἓν τοῖς ἄλλοις· οὕτω γὰρ ἔσται πρὸ ἀμφοῖν τὸ παράδειγμα, πρὸς ὃ ἑκάτερον ἀφωμοίωται. Ὄγδοον, πῶς τὸ ταὐτὸν πεπονθὸς ὅμοιον καὶ τὸ ἕτερον ἀνόμοιον· μήποτε | |
γὰρ οὕτω λέγει πεπονθός, ὡς καὶ ἐπὶ τοῦ δημιουργικοῦ ἑνὸς ἔλεγεν, εἴπερ καὶ | 199 | |
200 | τὰ πρόσθεν πέπονθεν· αἱ γὰρ τῶν προτέρων πεπονθήσεις ὡς αἰτίαι παρα‐ λαμβάνονται τῶν ἀποδείξεων. Οὐ τοίνυν ὁριζόμενοι λέγομεν οὔτε κίνησιν πεπόνθησιν τοῦ ἐν ἑτέρῳ, οὔτε στάσιν τοῦ ἐν ἑαυτῷ, ἀλλ’ οὐδὲ ταὐτὸν οὐδὲ ἕτερον πεπονθήσεις, οὐδὲ ἑτέρου τὸ ἀνόμοιον. Πῶς οὖν τὸ ἐν ἄλλοις ἐπείσακτον | |
5 | εἶδος ταὐτὸν ποιεῖ ταῦτα ὅμοια, ὡς πάλαι ἐλέγομεν. Ἔδει γὰρ τὸ ἐπείσακτον πανταχοῦ πρότερον ἐν δευτέροις τὸ δεύτερον ποιεῖν, ᾗ εἶδος, οἷον τὸ κατὰ πεπόνθησιν ἐν ἑαυτῷ εἶναι τὴν στάσιν καὶ τὸ ἐν ἑτέρῳ τὴν κίνησιν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Ἔνατον, πῶς ἧττον οὖσα διακεκριμένη τῆς ἑτερότητος ἡ ἀνομοιότης, ὅμως | |
10 | δευτέρα ἐκείνη ἐστίν, καίτοι ἡ ὁμοιότης δευτέρα, ὡς ἧττον ἡνωμένη τῆς ταυ‐ τότητος. Δέκατον, εἰ μέμνηται Πλάτων ἐν ἄλλοις θεῶν ἀρχικῶν. Ὑπεραρχίων γὰρ ἢ ἀρχαγγελικῶν οὐδεὶς ἂν γένοιτο λόγος πιθανὸς εἰς μνήμην πλατωνικήν. | |
13 | Πρὸς μὲν τοίνυν τὸ πρῶτον ἐροῦμεν ὅτι τῶν θεολόγων οἱ μὲν ἀπὸ | |
15 | τῆς θείας ὁρμώμενοι παραδόσεως “ἀρχικὴν” καλοῦσι ταύτην τὴν διακόσμησιν, ὁ δὲ μέγας Ἰάμβλιχος “ἡγεμονικὴν” αὐτὴν ἀνευφημεῖ, εἴτε τὸ τῆς ἀρχῆς ὑπαλλάξας ὄνομα, εἴτε ἀπὸ τῶν ἐν Φαίδρῳ δώδεκα ἡγεμόνων ἐναχθεὶς ἐπὶ τοῦτο· οἱ δὲ “ὑπερκόσμιον”, ἅτε ἐξῃρημένως ἐπιβατεύουσαν τοῦ παντὸς καὶ ἀναφῶς διὰ πάντων χωροῦσαν. Ἤδη δὲ οἱ νεώτεροι καὶ “ἀφομοιωτικὴν” αὐτὴν | |
20 | κεκλήκασιν, ἴσως μὲν ἀπὸ τῆς παρ’ Ὀρφεῖ κορικῆς ὑπερκοσμίου πεπλοποιίας ὁρμηθέντες (ἐν ᾗ τὰ μιμήματα τῶν νοερῶν εἰδῶν ἐνυφαίνεται), σαφῶς δὲ καὶ ἀπὸ τῶν λογίων· εἴρηται γὰρ | |
22 | ἀρχὰς αἳ πατρὸς ἔργα νοήσασαι τὰ νοητὰ αἰσθητοῖς ἔργοις καὶ σώμασιν ἀμφεκάλυψαν. | |
24 | ||
25 | Τὰ ἄρα αἰσθητὰ ἐργάζονται πρὸς τὰ νοητὰ ἃ νοοῦσιν· ἔργα δὲ ὅμως, καὶ | |
ταῦτα τοῦ πατρός, ἀλλὰ κεκαλυμμένα τοῖς ἔξωθεν περικειμένοις μορφώμασιν. | 200 | |
201 | Ἤδη δὲ τοῦτο λάβοι τις ἂν καὶ ἀπὸ τῆς μαγικῆς ἀληθείας, τῆς τε ἀπὸ τῶν λογίων καὶ τῆς περσικῆς. Οἱ γὰρ ἐπὶ μαγειῶν πατέρες εἴς τε τὸ ἐμφανὲς πάντα προάγουσιν, καὶ πάλιν εἰς τὸ ἀφανὲς περιάγουσιν, ὡς ἂν “διαπόρθμιοι ἑστῶτες”, κατὰ λόγιον φάναι, τῷ πατρὶ καὶ τῇ ὕλῃ, καὶ τά τε ἐμφανῆ μιμή‐ | |
5 | ματα τῶν ἀφανῶν ἐργαζόμενοι καὶ τὰ ἀφανῆ εἰς τὴν ἐμφανῆ κοσμοποιίαν ἐγγράφοντες. Ταῦτα μὲν οὖν εἰσαῦθις ἀκριβέστερον. | |
6 | Ἤδη δὲ πρὸς τὸ δεύτερον λέγωμεν· ἐπειδὴ ὁ δημιουργὸς ταὐτῷ καὶ ἑτέρῳ εἰδοποιεῖται, εὐθὺς δὲ μετὰ τὰ γένη ταῦτα ὁμοιότης ἦν καὶ ἀνομοιότης, εἰκότως τοῖς μετὰ τὸν δημιουργὸν θεοῖς ταῦτα προσήρμοσεν. Οὕτω μὲν οὖν, | |
10 | λογικῶς εἰπεῖν, ἐν μὲν τῷ δημιουργῷ τὰ εἴδη ἥνωτο μάλιστα, καὶ μάλιστα ἀσύγχυτα ἦν διακεκριμένα τε καὶ ἡνωμένα διαφερόντως, ἐν δὲ τοῖς ἀφομοιω‐ τικοῖς θεοῖς ὅμοιά τε καὶ ἀνόμοια, οἷον ταυτοειδῆ καὶ ἑτεροειδῆ φαινόμενα. Διὸ καὶ σύμμετρα γέγονεν πρὸς τὴν ὕλην καὶ εἰκόνων ἐστὶ ποιητικὰ κατ’ οὐ‐ σίαν· ὅτι καὶ ἡ εἰκὼν τοιοῦτον ἕτερον, ἀλλ’ οὐ τοῦτο οὐδὲ ταὐτὸν ἢ ἕτερον. | |
15 | Ἐπεὶ οὖν ἅπαξ ἐφάνη τὰ εἴδη ἐν τῷ ὅλῳ δημιουργῷ, αὐτὰ ἅ ἐστιν τὰ ἐφεξῆς πάντα αὐτοειδῆ ἐστιν ἀρχόμενα ἀπὸ τῶν θεῶν τούτων. Ἔτι δὲ ἐκ τρίτων ὁ μὲν πατὴρ αὐτῶν ἑκάστων ἐστὶν ὑποστάτης, οἱ δὲ ἀφομοιωτικοὶ θεοὶ τοιῶνδε ἑκάστων, οἷον αἰσθητῶν, καὶ αὖ μὴ αἰσθητῶν, κατὰ ἀντιδιαίρεσιν, ἐκεῖνος δὲ ἁπλῶς εἰδῶν. Πρὸς δὲ τούτοις, ἐκεῖνος πρωτότυπα ἔχει τὰ δημιουργικὰ εἴδη, | |
20 | οἱ δὲ μετ’ αὐτὸν πρὸς ἐκεῖνα ὁρῶντες δημιουργοῦσιν· εἰ δὲ καὶ ἐκεῖνος πρὸς ἄλλα παραδείγματα ἀφορᾷ, ἀλλ’ οὐ δημιουργικὰ ἐκεῖνα ἦν, κοινὰ δὲ καὶ πρὸς ἄλλας οὐσίας. | |
22 | Καὶ μὴν πρὸς τὸ τρίτον εἴρηται μέντοι καὶ ἐν τούτοις, λεγέσθω δὲ ἔτι σαφέστερον ὅτι ὁ μὲν ὅλος δημιουργὸς καὶ οὐσιοποιός ἐστιν καὶ ἀφομοιω‐ | |
25 | τικός, καὶ τελεσιουργὸς τοῦ παντός, καὶ ἔτι πολλὰς ἄλλας ἐν ἑαυτῷ κοσμο‐ ποιοὺς ἰδιότητας προβαλλόμενος. Οἱ δὲ μετ’ αὐτὸν θεοὶ διανέμονται ταύτας, καὶ εἰσὶν οἱ ἑξῆς πάντες διάκοσμοι διανομαὶ τῆς πατρικῆς ὁλότητος, τὸ μὲν εἰδοποιὸν αὐτοῦ διαδεξάμενοι οἱ ἀφομοιωτικοὶ οὗτοι θεοί, τὸ δὲ ἁπτόμενον | |
τῶν πηδαλίων τοῦ παντός, εἶτα ἀφιέμενον οἱ ἀπόλυτοι, τὸ δὲ πρῶτον ἐγκλίνον | 201 | |
202 | εἰς ὕλην καὶ ταύτῃ προσκαθήμενον οἱ ἐγκόσμιοι. Ἔτι γε μὴν μερικώτερον ἄλλοι ἄλλην αὐτοῦ διεδέξαντο δύναμιν. Ἀλλὰ μὴν δεύτερον εἴποιμεν ἂν ὡς ἐκεῖνος μὲν αὐτὰ ἕκαστα παράγει κατὰ τὴν ὑποβαίνουσαν ἰδιότητα, οἷον ἄνθρωπον πρῶτον καὶ μέσον καὶ τελευταῖον, | |
5 | οἱ δὲ ἀφομοιωτικοὶ θεοὶ ὡς εἰς εἰκόνας παράγουσιν τὰ εἴδη, ἀλλ’ οὐ κατὰ μίαν ἰδιότητα, ἀλλ’ ᾗ οὕτως ἔοικεν ἐκείνῳ. Διόπερ ἐκεῖνος μὲν ὁ αὐτὸς τοῖς ἄλλοις ἰδιότητι, οὗτοι δὲ ὅμοιοι τῇ ἀπεικασίᾳ. Τρίτον τοίνυν ὁ μὲν τὴν οὐσίαν αὐτὴν τοῖς τῇδε παρέχεται, καθ’ ἣν τὸ εἶναι ἔσχεν ὅ ἐστιν, οἱ δὲ τὸ ἐοικέναι τοῖς νοητοῖς εἴδεσιν ἐπιχωρηγοῦσιν. | |
10 | Καὶ μὴν τέταρτον ὁ μὲν ἀφ’ ἑαυτοῦ τὰ ἐν τῷ κόσμῳ γεννᾷ δημιουργικῶς, οἱ δὲ τὰ γεννήματα διαρθροῦσι καὶ ἐπιλεπτουργοῦσι καὶ προσεικάζουσι τοῖς πατρικοῖς εἴδεσιν. Πρὸς δὲ τούτοις πέμπτον ὁ πατὴρ ἀσύμμετρος ἦν ἔτι πρὸς τὴν ὕλην. Διόπερ οὐσία μὲν εἰδητικὴ ἐνεγίγνετο τῇ ὕλῃ· παρεφύετο δέ τις ἀνωμαλία καὶ | |
15 | ἀναρμοστία πρὸς τὴν ἐξομοίωσιν. Διόπερ οἵδε οἱ θεοὶ ταύτην εἰλήχασι μοῖραν εἰς συμμετρίαν ἄγειν παντελῆ τό τε εἶδος τῇ ὕλῃ, καὶ τὴν ὕλην τῷ εἴδει, ὅπερ ἠκρίβου διαφερόντως τὴν εἰκονοποιίαν, ὥστε ὑπουργοί τινες οἵδε εἰσὶν τοῦ πατρός. Ἕκτον τοίνυν ἀπολογισμὸν ἐκτίθεμαι τοιοῦτον τῆς διαφορᾶς· ἐξωμοίου μὲν | |
20 | καὶ ὁ δημιουργός, ἀλλὰ κατὰ μίαν ἕνωσιν, πάντα τὸν κόσμον τῷ ἑαυτοῦ ἡνω‐ μένῳ κόσμῳ, οἷον μίαν ὁμοῦ ὅλην εἰκόνα ποιῶν συμπεπληρωμένην τοῖς οἰκείοις πληρώμασιν κατὰ πᾶσαν δημιουργικὴν τελειότητα καὶ οὐσίαν· ἀλλ’ εἰς ἄκρον ἀνήκουσα αὕτη ἡ ὁμοιότης ταυτότης ἦν ἀπαράλλακτος. Ἡμεῖς δὲ κατὰ τὴν ταυτοφανῆ ὁμοιότητα καὶ συνήθη καὶ γνώριμον, καὶ ἀφισταμένην ὅλῳ βήματι | |
25 | τῆς ταυτότητος τοὺς ἀφομοιωτικοὺς θεοὺς εἰδοποιοῦμεν. Ἀλλὰ δὴ ἕβδομον τὰ μὲν ἔργα τοῦ πατρὸς οὔπω φύσιν εἶχεν εἰς αἴσθησιν προελθεῖν τὴν φανερὰν ταύτην καὶ εἰθισμένην· ἀλλ’ ἦν μόνον αἰσθητὰ κατ’ οὐ‐ σίαν. Οἱ δὲ χρώμασιν καὶ σχήμασι καὶ ταῖς ἄλλαις αἰσθηταῖς διαφοραῖς, οἷον δή τισι γραφικοῖς ἄνθεσι διαποικίλλουσι τὴν εἰκόνα, οἷον πρὸ τοῦ ἀνθρώπου | |
30 | τὸν ἔξω φαινόμενον ἄνθρωπον. Πῶς οὖν ἐλέγομεν πάλαι ὅτι καὶ ἀφανοῦς | 202 |
203 | προΐστανται δημιουργίας; ἢ καὶ τῆς ἀφανοῦς τὸ ἔξωθεν εἶδος ἐπιθέον ποιοῦσι· Καὶ γὰρ πᾶσα εἰκὼν ἔξω βούλεται εἶναι ὅ ἐστιν· ὅσον δὲ ἐν αὐτῇ ἀληθὲς καὶ οὐσιῶδες καὶ ταὐτὸν πρὸς τὸ παράδειγμα. Κατὰ γοῦν τὴν ἰδιότητα τοῦτο ὅλον ἀπὸ τῆς πατρικῆς ἥκει δημιουργίας. | |
5 | Ἔτι οὖν ὄγδοον λέγομεν ὡς ὁ μὲν πατὴρ τὰς κοινότητας ὑφίστησιν τῶν εἰδῶν, αἳ μᾶλλον οὐσίαι εἰσὶν ἢ εἰκόνες, καὶ νοηταὶ μᾶλλον, ἢ αἰσθηταὶ μᾶλλον. Ἀφανὴς γοῦν ὁ κοινὸς ἄνθρωπος καὶ λογισμῷ ληπτός· οἱ δὲ τὰ ἄτομα καὶ αἰσθητὰ δημιουργοῦσιν κατὰ τὸ λόγιον, καὶ σωματοειδῆ καὶ κατα‐ τεταγμένα εἰς ὕλην, ἃ καὶ πολλὴν ἔχει δόκησιν τῆς ἀληθείας· οὔκουν τὰ | |
10 | ἀληθῆ, μᾶλλον γὰρ ἄνθρωπος ὁ κοινὸς καὶ ἀΐδιος ἢ ὁ ἄτομος καὶ φθαρτός. Ἀλλ’ ἴσως ἄν τις ἀπορήσειεν πρὸς ταῦτα ἓν μὲν ὅτι καὶ τὰ διακόσμια εἴδη ἔφαμέν ποτε δημιουργεῖσθαι μεμερισμένως ὑπὸ τῶν μαγικῶν πατέρων, ἕτε‐ ρον δὲ ὅτι τὰς κοινότητας ἐοίκαμεν ἀΰλους ποιεῖν, εἴπερ ἀκατατάκτους αὐτὰς εἰς ὕλην ποιοῦμεν. Ἢ πρὸς μὲν τοῦτο λέγομεν ὅτι ἐν τοῖς αἰσθητοῖς ἔχουσιν | |
15 | τὸ εἶναι αἱ κοινότητες· οὐ γάρ εἰσιν χωρισταὶ τῶν ἀτόμων, μᾶλλον δὲ τὰ ἄτομα ἐν αὐταῖς ἐγκεκέντρισται ὡς ὑπερτέραις. Ἆρα οὖν πρῶται τὴν ὕλην καταλαμ‐ βάνουσιν, ἢ ὕστεραι τῶν ἀτόμων; Εἰ μὲν γὰρ τοῦτο, πῶς ἀπὸ τῶν ὑπερτέρων προΐασιν; εἰ δὲ ἐκεῖνο, πῶς οὐ χείρους εἰσὶ τῶν ἀτόμων, ἅτε πρότεραι κατα‐ λαμβάνουσαι τὴν ὕλην; Ῥητέον ὡς προλαμβάνουσι μὲν αὐτῶν ἐμφάσεις τινές, | |
20 | ἅτε ἀπὸ τῶν ὑπερτέρων ἐλλαμπόμεναι, ἐνοικοδομεῖται δὲ ταύταις ὡς κοιναῖς ὑποδοχαῖς τὰ αἰσθητά, ἐπιγίγνονται δὲ τοῖς αἰσθητοῖς αἱ αὐταὶ κοινότητες ἔτι τρανέστερον καὶ μᾶλλον οὐσιωμέναι. Καὶ μὴ θαυμάσῃ τις τὸ ῥηθέν, ἐννοησάτω δὲ ὅτι καὶ ἡ ὅλη ζωογονία προϋποστρώννυται μὲν [ὅτι] τῆς μεριστῆς, λέγεται δὲ ὅμως ἐπιγίγνεσθαι τῇ μεριστῇ διαρρήδην, ἅτε ἤδη τῶν δεχομένων ἐπιτη‐ | |
25 | δειοτέρων γενομένων. Πολλαχοῦ μὲν οὖν ταῦτα ἀνεγραψάμεθα καὶ τῷ ἡμετέρῳ δοκοῦντα καθηγε‐ μόνι. Πρὸς δὲ τὸ πρῶτον τῇ δέ τι ἀποκριτέον ἓν μὲν λέγοντας ὅτι οἱ θεοὶ καὶ αὐτὸς ὁ θεουργὸς τὴν αἰσθητὴν τοῖς μαγικοῖς πατράσιν ὑποτίθεται δημι‐ ουργίαν. Σαφῶς γοῦν τὸν τρίτον τά τε ἄλλα διακρῖναί φησιν ἐν τοῖς ὑφηγη‐ | |
30 | ματικοῖς, καὶ τὸν ἥλιον μεσεμβολῆσαι τοῖς ἑπτὰ κοσμοκράτορσι. Καὶ τάχα | |
ἂν οἱ ἐν τῷ πατρὶ πηγαῖοι μείναντες ποιοῖεν τὰ διακόσμια μεμερισμένως. | 203 | |
204 | Ἴσως μὲν τοίνυν οὕτως ἄν τις διαδοξάσειεν. Μήποτε δὲ φυλακτέον καὶ τὸν πρῶτον λόγον· ἔδει γὰρ τὸν μὲν πατέρα ἀμερίστως ποιεῖν καὶ τὸ ἡνωμένον τῶν διακοσμίων εἰδῶν καὶ τὸ διακρινόμενον καὶ τὸ διακεκριμένον, μεμερισ‐ μένως δὲ τοὺς ἐπὶ μαγειῶν πατέρας, τὸν μὲν ὡς ἡνωμένα, τὸν δὲ ὡς κινού‐ | |
5 | μενα ἀπ’ ἀλλήλων, τὸν δὲ ὡς κατ’ εἶδος ἀφωρισμένα. Καὶ οὕτω δὲ ὅμως ὁ μὲν ἁπλῶς, οἱ δὲ προάγοντες ταῦτα εἰς αἴσθησιν, καὶ τοῖς ἀτόμοις συνάπτοντες. Ὡς γὰρ τὰ πατρικὰ εἴδη προάγειν λέγονται, οὕτω καὶ τὰ αἰσθητὰ ἐπιστρέ‐ φειν ἐπ’ ἐκεῖνα, καὶ τὸν κοινὸν ἀμφοῖν συνέχειν σύνδεσμον, ἐπεὶ οὐδὲ τὸ λόγιον τὰ αἰσθητὰ μόνα ποιεῖν αὐτοὺς ἀπεφήνατο, ἀλλὰ προστιθέναι αὐτοῖς | |
10 | τὰ αἰσθητά, καὶ ὡς ἐν αἰσθητοῖς ἐκεῖνα ποιεῖν, ἐπεὶ ὅτι καὶ ἀφανοῦς προΐσ‐ τανται δημιουργίας εἴρηται ἐν τοῖς ὑπεζωκόσιν· καὶ αὐτὸς ἐξηγεῖται τοῦτον τὸν τρόπον. Εἰ δὲ ὁ θεουργὸς τὴν αἰσθητὴν αὐτῷ παραδίδωσι δημιουργίαν, οὐδὲν θαυμαστόν· μήποτε δὲ καὶ τὰ τούτου νοητέον κατὰ τὰς κοινότητας τῶν διωρισμένων εἰδῶν, ἐπεὶ καὶ ὁ ἥλιος πανταχοῦ μεμεσεμβόληται· καὶ ἔστι | |
15 | τοῦτο κοινὸν πᾶσιν ἡλίοις. Οὐκοῦν ἐξ ἀρχῆς ἔνατον ῥητέον ὅτι ὁ μὲν ὅλος δημιουργὸς τὰ κοσμικὰ εἴδη ἐγέννησεν κατὰ τὴν δημιουργικὴν πρόοδον, οἱ δὲ ἀφομοιωτικοὶ θεοὶ εἰκόνα ἑαυτῶν ἐξήρτησαν τὴν ψυχήν· τέως δὲ οὐσία μόνη ἐξήπτετο τῶν θεῶν. Ἐν τούτοις ἄρα πρώτοις ἡ ἰδιότης πέφηνε τῆς εἰκόνος, αὕτη δέ ἐστι τὸ ὅμοιον, | |
20 | ὡς νοῦ νοεροῦ τὸ ταὐτὸν καὶ ἕτερον καὶ ἴδιόν τι ἄλλο ἄλλου. Διενεγκὼν οὖν ὁ ἀρχικὸς θεὸς τοῦ νοεροῦ τῇ συναρτήσει τῆς εἰκονικῆς οὐσίας, εἰκότως ὁμοιό‐ τητι καὶ ἀνομοιότητι χαρακτηρίζεται· τούτων μὲν ἅλις ἔστω. | |
22 | Πρὸς δὲ τὸ τέταρτον ἐφεξῆς ἀποκρίνομαι ὀκτὼ μὲν εἶναι τὰ συμπε‐ ράσματα· ἐδιπλασιάσθη γὰρ τὰ πρῶτα τέσσαρα, ὅτι διχῶς ἕκαστον ἀπεδείχθη, | |
25 | ἀπό τε ταυτότητος ὁμοιότης, καὶ ἀπὸ ἑτερότητος ἀνομοιότης, καὶ ἔτι ἐναλλάξ, ἀπό τε ἑτερότητος ὁμοιότης, καὶ ἀπὸ ταυτότητος ἀνομοιότης. Πλείω μέντοι τὰ συμπεράσματα ἐποίησεν, ἢ ἵνα τὰς τρεῖς ἀρχικὰς ὑποστάσεις παραδῷ, ὡς αὐτὸς ἐξηγεῖται πάνυ πιθανῶς ὅλην τὴν ἐξήγησιν ὑπὲρ τούτων ἐνστησάμενος, ἢ ἐπειδὴ ἕκαστον συμπέρασμα καὶ ἑκάστην ἀντίθεσιν ἐπὶ μιᾶς τάξεως ἑωρῶμεν· | |
30 | οὕτω καὶ νῦν τὸ ὅμοιον καὶ ἀνόμοιον ἐπὶ μιᾶς διακοσμήσεως ἐκληπτέον τῆς | 204 |
205 | ὑπερκοσμίου καὶ ἡγεμονικῆς, ἣν καὶ μόνην ὁ Πλάτων οἶδεν, ὡς φαίνεται ἐν τοῖς διαλόγοις. Ἡ δ’ οὖν ποικιλία τῶν συμπερασμάτων ἐνδείκνυται μὲν τὸ πολυειδὲς καὶ μεριστὸν τοῦδε τοῦ διακόσμου, ἐνδείκνυται δὲ καὶ ὅτι ἐξομοιοῦσιν τὴν τῇδε ἑτερότητα τῇ ἐκεῖ ἑτερότητι καὶ τὴν ταυτότητα ἀνομοιοῦσι τῇ ἐκεῖ | |
5 | ταυτότητι. Οὕτω μὲν ἐναλλάξ, οἷον δὲ κατ’ εὐθεῖαν τὴν μὲν ταυτότητα τῇ ταυ‐ τότητι ὁμοιοῦσι, τὴν δὲ ἑτερότητα τῇ ἑτερότητι ἀνομοιοῦσιν, καὶ ἔτι γένη τινὸς ἑνώσεως καὶ εἴδη, καὶ ἀνάπαλιν καὶ μᾶλλον κατὰ φύσιν. Ἔτι δὲ σαφέσ‐ τερον εἰπεῖν, ὁ μὲν Ἄρης ἀνομοιοποιὸς μᾶλλον κατὰ τὴν ἑτερότητα ὁ δὲ Ἀπόλλων ὁμοιοποιὸς κατὰ τὴν ταυτότητα, οὗτοι μὲν ἀπὸ διαμέτρου ἑστῶτες· | |
10 | πάλιν δὲ ἡ μὲν Ἀφροδίτη ὁμοιοποιὸς κατὰ τὴν ἑτερότητα· διὸ καὶ Ἄρει προσφιλὴς καὶ συναρμοστικὴ τῶν ἐναντίων· ἡ δὲ Δίκη ἀνομοιοποιὸς κατὰ τὴν ταυτότητα. Διότι, τὸ κατ’ ἀξίαν ἑκάστοις ἀφορίζουσα, τὰ ἀνόμοια δια‐ νέμει κατὰ τὸ ἴσον. Πολλοὺς δ’ ἄν τις εὕροι καὶ ἄλλους θεοὺς ταύτῃ διῃρη‐ μένους· εἰ δὲ ὁμοῦ συνέλοιμεν τὸ ὅμοιον, οἱ μὲν τὴν ταυτότητα μιμήσονται | |
15 | τὴν δημιουργικήν, προάγοντες ἔξω τὰ εἴδη ὡς ὅμοια καὶ ἀνόμοια, οἱ δὲ μιμήσονται τὴν ἑτερότητα, χωρίζοντες αὐτὰ τῆς ὕλης, καὶ ἐπιστρέφοντες ὡς ὅμοια καὶ ἀνόμοια. | |
17 | Τί οὖν καὶ πρὸς τὸ πέμπτον ἐροῦμεν; ἢ ὅτι πρὸς μονάδα τὸν ὅλον δημιουργὸν καὶ τὴν ἐκείνου τετρακτὺν δυάς ἐστιν ὁ τῶν ἀρχῶν διάκοσμος καὶ | |
20 | ἡ τῶν συμπερασμάτων τούτων ὀγδοάς. Ὡς γὰρ ἡ πρὸ τοῦ δημιουργοῦ δυὰς ἐδιπλασιάσθη, δημιουργικὸν δὲ μέτρον δυάς· “δυὰς γὰρ παρὰ τῷδε κάθηται”, φησὶ τὸ λόγιον, ὥστε καὶ ὁ διπλασιασμὸς ἐνδείκνυται τὸ δημιουργικὸν τῶν ἀρχικῶν θεῶν, καὶ ἐναργέστερον τὸ μιμεῖσθαι αὐτοὺς κατ’ οὐσίαν ἐκεῖνον. Ὡς οὖν δὶς τὸ ἅπαξ ἐκεῖνος, οὕτω δὶς τόγε δὶς οὗτοι οἱ θεοί, ἀλλά πως διχῶς, | |
25 | ὅπου καὶ τὸ ἀπὸ τῆς ἑτερότητος ὡς ἀπὸ ταυτότητος συμπεραίνεται, καὶ τὸ ἀπὸ τῆς ταυτότητος ὡς ἀπὸ ἑτερότητος. Μονοειδῶς ἄρα ἀπὸ μὲν ταυτότητος ὁμοιότης, ἀπὸ δὲ ἑτερότητος ἀνομοιότης· ἢ ἀληθὲς μὲν τοῦτό γε· αἰτία δὲ ἡ φύσις ὁμοίου καὶ ἀνομοίου τῶν διττῶν συμπερασμάτων· ἅμα γὰρ ἑτερότητι ὁμοιότης, καὶ ἅμα ταυτότητι ἡ ἀνομοιότης. Διὸ καὶ μέσαι δοκοῦσιν εἶναι | |
30 | ἐκείνων ὡς μῖγμα ἀμφοῖν· ὅθεν καὶ τῆς ἑτερότητος καὶ τῆς ταυτότητος ἔκγονον | 205 |
206 | ποιεῖ τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα. Φύσει δὲ ὅμως ἡ μὲν ὡς ἀπὸ ταυ‐ τότητος πρόεισιν, ἡ δὲ ὡς ἀπὸ ἑτερότητος. Δῆλον δὲ ποτέρα ἀπὸ ποτέρας· δηλοῖ δὲ καὶ ὅτι τῶν ἀρχικῶν θεῶν οἱ μὲν ὁμοιοῦσι μᾶλλον, οἱ δὲ ἀνομοιοῦσιν, οὗτοι μὲν ἔχοντες τὸ ὅμοιον ἀπὸ τῆς ἑτερότητος, ἐκεῖνοι δὲ τὸ ἀνόμοιον ἀπὸ | |
5 | τῆς ταυτότητος. | |
5 | Ἔτι οὖν πρὸς τὸ ἕκτον λέγωμεν ὅτι ὁ μὲν δημιουργὸς ἐφ’ ἑαυτοῦ μᾶλλον ἕστηκεν ἢ νένευκε πρὸς τὴν ὕλην. Ἄρχεται δὲ ἡ τῶν δημιουργικῶν αἰτιῶν κατάταξις ἀπὸ τῶνδε τῶν θεῶν. Ἔτι δὲ ἀφομοιωτικοί εἰσιν κατ’ ἐπι‐ στροφήν· ἡ δὲ ἐπιστροφὴ ἀπὸ τῶν ἐσχάτων ἄρχεται. Πρὸς δὲ τούτοις ἐκ τρίτων | |
10 | ἀρχικοί εἰσιν ὡς πρῶτοι ἄρξαντες τοῦ ἀπορρεῖν τῶν οἰκείων πηγῶν. Διὸ καὶ “κρηνήϊος ἀρχὴ” ὁ διάκοσμος ὑμνεῖται. Εἰκότως ἄρα τεταμένος εἰς τὰ ἄλλα ἀπὸ τούτων κατάρχεται τῆς οἰκείας ἰδιότητος. Τοιγαροῦν καὶ οἱ ἑξῆς ἀεὶ θεοὶ σχεδὸν πάντες ἀπὸ τῶν ἄλλων ἄρχονται τῶν οἰκείων συμπερασμάτων· εἰ δέ που μὴ οὕτως, ἐπιζητήσομεν τὴν αἰτίαν. | |
14 | ||
15 | Καὶ μὴν πρὸς τὸ ἕβδομον οὔτι γε ἡμεῖς ὁμολογήσομεν ὅμοιον εἶναι τὸ ἓν τοῖς ἄλλοις, ὅτι πρὸ ἀμφοῖν ἄλλο παράδειγμα τὸ δημιουργικόν. Πρῶτον μὲν γὰρ ἄτοπον πρὸς παράδειγμα γεγονέναι τοῦτο τὸ ἕν, ὃ καὶ αὐτὸς ὑπείδεταί πως εἰπεῖν. Εἶτα καὶ δεήσει καὶ τῆς ταυτότητος ἄλλο προϋποστήσασθαι εἶδος, ᾗ πρὸς τὸ δημιουργικὸν ἓν ταὐτὸν τοῖς ἄλλοις· εἰ δὲ δύναται ταὐτὸν εἶναι, διὰ | |
20 | τί μὴ καὶ ὅμοιον; Τρίτον δὲ καὶ αὐτὸς ἐν τοῖς πρόσθεν ἐτίθετο καλῶς ὅτι οὐκ ἀνάγκη ἐπ’ ἄπειρον ἀνιέναι· τὸ γὰρ εἶδος ἑαυτῷ τὴν εἰκόνα ἐξομοιοῖ· καὶ εἴρηται πρότερον περὶ τούτων, ὥστε ῥητέον ὅτι καὶ νῦν πρὸς τὸ ὄγδοον. | |
22 | Ἤδη γὰρ καὶ πρὸς τοῦτο πάλαι μυρία γέγραπται, νῦν δὲ λεγέσθω συντόμως ἓν μὲν ὅτι οὐδὲ ἡ ὁμοιότης ἡ μέθεξίς ἐστιν τῆς ταυτότητος, ἀλλ’ εἶ‐ | |
25 | δός τι καθ’ ἑαυτό, ᾗ οὐδὲ ἡ ἀνομοιότης τῆς ἑτερότητος πεπόνθησις, ἀλλὰ καὶ αὐτὴ εἶδός τι, ὡς κίνησίς τε καὶ στάσις· ἕτερον δὲ ὅτι ταὐτοῦ πεπόνθησις | |
ἡ ὁμοιότης, κατὰ ἄλλο τι σημαινόμενον πεπονθήσεως κατὰ τὸ ἐπείσακτον | 206 | |
207 | ἄλλου εἴδους ἐν ἄλλῳ οὐ συμπληροῦντος τὸ ἐν ᾧ ἐστιν, ὡς ἐν ἀνθρώπῳ τὸ λεόν‐ τειον εἶδος, ἢ ἐν λέοντι τὸ ἀνθρώπειον κατὰ πεπόνθησιν, καὶ 〈τὸ〉 μὴ ὂν πρὸς τὸ καθ’ ὕπαρξιν προβαλλόμενον· ἢ καὶ ὁ τῇδε ἄνθρωπος εἰκὼν τοῦ ἐκεῖ ἔτι ἀνθρωποειδής, ἀλλ’ οὐκ ἄνθρωπος, καὶ τὸ ἀνθρώπου ἰδίωμα ὡς ἐν ἄλλῃ φύσει | |
5 | ἐν τῇ γενέσει καὶ τῇδε ἐπείσακτον, ὡς ἄνθρωπος. Διὸ παραβαλλόμενος πρὸς ἐκεῖνον ὅμοιον λέγεται, ἀλλ’ οὐ τὸ αὐτὸ κατὰ τὴν ἰδιότητα, ἀλλὰ ταυτοειδές, ὥστε πάλιν ταὐτῷ ὅμοιον, ἀλλ’ οὐ ταὐτόν. Ἀλλήλαις δὲ αἱ αὐταὶ κατ’ εἶδος αἱ εἰκόνες, ὅτι, κατὰ τὴν ἐνθάδε ὕπαρξιν, οὐκ εἰσὶν ἀλλήλων εἰκόνες. Τρίτον δὲ ἐπὶ τούτοις ἰστέον ὅτι ἐπὶ τῶν προτέρων συμπερασμάτων οὐχ οἷόν τε ἦν | |
10 | τοῦτο ποιεῖν, ἐπειδὴ ταυτότης καὶ ἑτερότης ἦσαν πρῶται συγκριτικαί τε καὶ διακριτικαὶ τῶν εἰδῶν, καὶ μετὰ ταύτας, ὁμοιότης καὶ ἀνομοιότης, ἄλλον τινὰ τρόπον εἰρημένον. Τὴν δὲ πεπόνθησιν κατὰ τὴν σύγκρισιν λαμβάνομεν ἐπὶ τῆς ὁμοιότητος τὴν τῶν ἑτέρων εἰδῶν, μενόντων ἑτέρων, καὶ τὴν ἀνομοιότητα, 〈κατὰ〉 διάκρισιν τῶν αὐτῶν πάλιν μενόντων τῶν αὐτῶν· ἄνθρωπος γὰρ ἀν‐ | |
15 | θρώπῳ ἀνόμοιος, ὁ αὐτὸς ὢν κατ’ εἶδος. Ὅτι δὲ τὸ πεπονθέναι ἄλλως πως ἢ ὡς ἐπὶ τῶν πρώτων λαμβάνει ὁ Παρμενίδης, καὶ οὐχ ὡς αἰτίαν τῆς ἀποδεί‐ ξεως, ἀλλ’ ὡς οἷον ὁρισμὸν τοῦ ὁμοίου, δηλοῖ καὶ πρόσθεν ὡς ἐν ὁρισμῷ τὴν πεπόνθησιν ταὐτοῦ προσφέρων· καὶ νῦν τὸ “ταὐτὸν πεπονθὸς ὅμοιον εἶναι” φησίν, οὐδέποτε ἐπὶ τῶν ἄλλων οὕτω ὁρισάμενος τὸ δεύτερον κατὰ τὴν τοῦ | |
20 | προτέρου μέθεξιν. | |
20 | Πρὸς δὲ τὸ ἔνατον λέγει μὲν καὶ αὐτὸς ὀρθῶς ὅτι ἐν τῷ δημιουργῷ τὰ εἴδη καὶ μάλιστα ἕτερα. Λεγέσθω δὲ ὃ καὶ αὐτῷ πάλαι ἐδόκει, μὴ ἄνεσιν ποιεῖν ἢ τῆς ταυτότητος τὴν ὁμοιότητα, ἢ τῆς ἑτερότητος τὴν ἀνομοιότητα, ἀλλ’ εἴδη ἄττα ἐφ’ ἑαυτῶν ἰδίᾳ χείρω τῶν προτέρων· ὅτι ἐκεῖνα μὲν τὴν καθ’ ὕπ‐ | |
25 | αρξιν ἐποίει σύγκρισιν καὶ διάκρισιν, ἡ δὲ ὁμοιότης τὴν κατὰ πεπόνθησιν, ὡς εἴρηται. | |
26 | Ἀλλ’ ἐπὶ πᾶσιν πρὸς τὸ δέκατον φήσομεν ὅτι ὁμολογουμένως οἱ | |
ἐν Γοργίᾳ Κρονίδαι, διαδεχόμενοι τὴν τοῦ πατρὸς βασιλείαν, ἀρχικοί | 207 | |
208 | εἰσιν, ἐπειδὴ προσεχεῖς τῷ νοερῷ διακόσμῳ, τινὶ τοῦτο δηλῶν ὅτι “ὁ νόμος, φησίν, ἐπὶ Κρόνου ἔνος καὶ νεωστί, τοῦ Διὸς βασιλεύοντος”. Ἔτι δὲ οἱ ἐν Φαίδρῳ ἡγεμόνες ἀρχικοὶ μᾶλλον ἢ ἀπόλυτοι. Τεκμαίρομαι δὲ ἀπό τε τοῦ ὀνόματος (ἡγεμονικοὶ γὰρ οἱ ἀρχικοί), καὶ ἀπὸ τῆς θείας δυοδεκάδος ἀρχικῆς | |
5 | οὔσης προηγουμένως· καὶ ἔτι ἐναργέστερον ὅτι ὁ “μέγας ἡγεμὼν πάντα περι‐ πορεύεται, διακοσμῶν τε καὶ ἐπιμελούμενος”, οὐκ ἂν πᾶσιν ἐξουσιάζων, εἴπερ ἀπόλυτος ἦν. Ὅτι δὲ ὑπὲρ τούτους τοὺς ἡγεμόνας αἱ “μακάριαί εἰσιν θέαι τε καὶ διέξοδοι”, ἃς καὶ αὐτὸς εἶναι ἀποφαίνεται τὸν νοερὸν διάκοσμον. Ὅλως δὲ τὸ ἀφομοιωτικὸν πρὸς τὰ ὑπέρτερα καὶ ἐπιστρεπτικὸν καὶ ἡγούμενον εἰς | |
10 | ἐπιστροφήν, καὶ πάλιν καταβαῖνον εἰς ἐπιμέλειαν τῶν τῇδε πραγμάτων οἵ τε θεολόγοι τοῖς ἀρχικοῖς θεοῖς ἀπονέμουσι καὶ ὁ Πλάτων ἐν ἐκείνοις τοῖς δώδεκα ἡγεμόσιν. | |
12 | Ζητητέον ἐπὶ τούτοις πῶς συμπεραίνεται τὸν πρῶτον συλλογισμόν, καὶ πῶς τὸν δεύτερον· οἱ γὰρ ἄλλοι σαφεῖς ἀπὸ τούτων γενήσονται. Ἕτερον | |
15 | δὲ τὸ ἓν τῶν ἄλλων καὶ τὰ ἄλλα ἕτερα τοῦ ἑνὸς κατὰ τὴν αὐτὴν ἀπόστασιν τῆς ἑτερότητος· ὡσαύτως ἄρα, καὶ “οὔτε μᾶλλον οὔτε ἧττον· ὁμοίως ἄρα”. Τὸ γὰρ “ὡσαύτως” ταὐτὸν ἐπ’ ἀμφοῖν· ταὐτὸν δὲ πεπονθότα ὅμοια ἂν εἴη. Οὕτω μὲν δοκεῖ τὴν πρώτην ἐπιχειρεῖν 〈ἐπιχείρησιν〉. Αὖθις δὲ ἀπὸ τῆς ἑτε‐ ρότητος ὡς ἑκατέρωθι τῆς αὐτῆς οὔσης. Ἴσως δὲ ταὐτόν ἐστιν τὸ ὧδε, ἢ ὧδε· | |
20 | τὸ γὰρ “ὡσαύτως” καὶ “μήτε μᾶλλον μήτε ἧττον”, τοῦτο ἐδείκνυ τὸ τὴν αὐτὴν ἑκατέρωθι ἑτερότητα εἶναι. Διὸ καὶ ὡς τὸν αὐτὸν σαφηνίζων λόγον εἰς τὴν δευτέραν μέτεισιν ἐπιχείρησιν ὡς σαφεστέραν. Τοῦτο μὲν οὖν πρῶτον ἔστω τοιοῦτον. Δεύτερον δὲ ἐκεῖνο κατανοήσωμεν ὅτι νῦν πρῶτον τὰ ἄλλα παραλαμβάνει | |
25 | συγκρινόμενα πρὸς τὸ ἕν· πρότερον δὲ τὸ ἓν μόνον ἐδείκνυτο ἕτερον τῶν ἄλλων. Εἰ γὰρ καὶ ὡς λημμάτιον “τὰ μὴ ὂν τοῦ ἑνὸς ἕτερα” ἐλέγετο, | |
ἀλλὰ συνεπεραίνετο τὸ ἓν ἕτερον τῶν ἄλλων. Μᾶλλον δὲ ὧδε λεγέσθω ὡς ἐκεῖ | 208 | |
209 | μὲν ἀπὸ τῆς τῶν μὴ ἓν πρὸς τὸ ἓν ἑτερότητος ἐδείκνυ τὸ ἓν ἕτερον τῶν μὴ 〈ἕν〉, ἐνταῦθα δὲ ἀνάπαλιν, “ἐπειδή, ἔφη, τὸ ἓν ἕτερον ἐφάνη τῶν ἄλλων, καὶ τὰ ἄλλα που ἕτερα ἂν ἐκείνου εἴη”. Τούτου δὲ αἴτιον ἓν μὲν ὅτι μὴ ἓν τὰ ἄλλα ἐκεῖ ἐλάμβανεν, ἐνταῦθα δὲ ἄλλα· καὶ ἐπεὶ “τὸ ἓν ἕτερον τῶν ἄλλων”· | |
5 | τοῦτο δὲ ἐπειδὴ τὰ ἄλλα μὴ ἕν, τὰ δὲ μὴ ἓν ἕτερα τοῦ ἑνός· ἕτερον δὲ αἴτιον ὅτι ὁ μὲν δημιουργὸς ἑαυτὸν ἐχώριζεν τῆς ὕλης κατὰ τὴν ἑαυτοῦ ἕνω‐ σιν, οἱ δὲ ἀφομοιωτικοὶ θεοὶ δι’ ἐκείνου χωρίζονται, καὶ ἕτεροι γίγνονται τῶν ἄλλων. Τρίτον διὰ τί παρεμβέβληκεν τὸ “μήτε μᾶλλον μήτε ἧττον”, ἀλλ’ “ὡσ‐ | |
10 | αύτως”; ἢ μάλιστα μέν, ὡς εἴρηται, ἵνα ταὐτὸν εἶδος ἀποφήνῃ τῆς ἑτερό‐ τητος, ἔπειτα καὶ ἵνα τὸ ἀφομοιωτικὸν ἀναφύῃ ἰδίωμα, ὃ τὴν ἑτερότητα τῶν ἄλλων ἐξομοιοῖ πρὸς τὴν ἑαυτοῦ. Ἐπὶ δὲ τρίτον ὁ μὲν δημιουργὸς ἕτερον τῶν ἄλλων ἁπλῶς ἐλέγετο, τὸ δὲ ἀφομοιωτικὸν ἕν, ὡς ἤδη ἀσθενεστέρᾳ χρώμενον ἑτερότητι, δεῖται τοῦ “μήτε μᾶλλον μήτε ἧττον” διορισμοῦ, ὡς τάχα ἂν ἢ | |
15 | καὶ ἧττον συμβᾶσα. Τέταρτον ἐνδείκνυται καὶ τὸ ἓν ὁμοιότητι γενεσιουργὸν καὶ ἀόριστον καὶ προσῆκον τοῖς αἰσθητοῖς πράγμασιν. Ἀμέλει καὶ ἐφεξῆς τὸ τῶν ὀνομάτων παράδειγμα παρέλαβεν εἰς ἔνδειξιν τῆς τῶν εἰκόνων ὑπο‐ στάσεως· ἀμέλει τὸ αὐτὸ πρότερον ἀποδεικνύων, οὐκ ἐδεήθη τῶν ὀνομάτων, ἀλλ’ ἀπ’ αὐτῶν ἐδείκνυ τῶν εἰδῶν οὐδένα χρόνον τὴν ἑτερότητα μένουσαν ἄνευ | |
20 | ταυτότητος. Οὐκοῦν τέταρτον ἀπορητέον πῶς ἡ αὐτὴ ἑτερότης εἴη ἂν ἔν τε τῷ ἑνὶ καὶ ἐν τοῖς ἄλλοις· ᾗ μὲν γὰρ ἐν τῷ ἑνὶ οὐσιώδης ἢ καὶ ἑνιαία, ᾗ δὲ ἐν τοῖς ἄλλοις γενητὴ καὶ ὑλαία τις· ἢ τῇ ἰδιότητι ἡ αὐτή, ὡς ἄνθρωπος ἐκεῖνός τε καὶ ὁ τῇδε ὡσαύτως. Κατὰ γοῦν τὸ ἴδιον, εἶτα καὶ ἐνδείκνυται ὡς ὁμοιοῦντος | |
25 | πρὸς ὁμοιούμενον εἶναι τὴν ἑτερότητα, μήτε “μᾶλλον” μήτε “ἧττον”, εἰπών, ἀλλ’ “ὡσαύτως”, τουτέστιν ταυτοειδῶς· τὸ γὰρ “ὡς” παραβολὴν καὶ ὁμοίωσιν δηλοῖ τοῦ “αὕτως”· ὥστε οὐχ αὕτως ἀπαραλλάκτως, ἀλλ’ οἷον αὕτως. Καὶ γὰρ ἡ ὁμοιότης ἔοικεν ταυτότητι, καὶ ὡς ταυτότης ἐστίν, ἀλλ’ οὐ ταυτότης· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς ἑτερότητος εἴποιμι ἂν καὶ τῆς ἀνομοιότητος. | |
30 | Πέμπτον τοίνυν ζητητέον πῶς οὐχὶ καὶ τὸ δημιουργικὸν ἓν ὅμοιον ἔσται | 209 |
210 | τοῖς ἄλλοις, εἴπερ καὶ τὰ ἄλλα αὐτοῦ καὶ αὐτὸ τῶν ἄλλων ἕτερον ὡσαύτως. Ἢ μάλιστα μὲν οὐχ “ὡσαύτως”, ἀλλὰ μόνον “αὕτως”, εἰ οἷόν τε φάναι τὸ ῥῆμα· ἡ αὐτὴ γὰρ ἑτερότης, ἀλλ’ οὐχὶ ὡς 〈ἡ〉 αὐτή. Ἔπειτα ἐκεῖ μὲν καθ’ ὕπ‐ αρξιν ἡ ἑτερότης· τὸ δὲ ὅμοιον ἢ τὸ ἀνόμοιον ταῖς μεθέξεσιν τούτων ἐπισυν‐ | |
5 | ίσταται, ὡς δευτέραν ἐπάγοντα τοῖς ἑτέροις γενομένοις καὶ ταὐτοῖς σύγ‐ κρισιν καὶ διάκρισιν. | |
6 | Ταῦτα μὲν εἰρήσθω περὶ τῆς πρώτης ἀποδείξεως· περὶ δὲ τῆς δευ‐ τέρας ἐκεῖνο μόνον ζητητέον εἰ λογική ἐστιν ἡ ἀπόδειξις, ὥς φησιν καὶ ὡς φαίνεται· ἢ καὶ αὐτὴ πρὸς τὴν ἐν ταυτότητι κρυπτομένην ἑτερότητα ἀποβλέπει, | |
10 | ἀφ’ ἧς τῷ ὄντι πρόεισιν ἡ ἀνομοιότης· καὶ τοῦτό ἐστιν ὃ προσέθηκεν “κατὰ τοὐναντίον πάθος τῷ ὁμοιοῦντι πάθει”. Τὸ γὰρ πάθος τὸ ταὐτοῦ ἐν τῷ ἑτέρῳ ὡμοίου· ἀνομοιώσει ἄρα τὸ ἑτέρου πάθος ἐν ταὐτῷ κρυπτόμενον. Φέρε οὖν ἤδη τῶν περὶ τὴν λέξιν ἁψώμεθα ζητημάτων· οὐκοῦν ἐκεῖνο πρὸ πάντων ἐπιστάσεως ἀξιώσωμεν ὅτι ἐπὶ μὲν τῶν μάλιστα ἡνωμένων οὐκ ἐμέ‐ | |
15 | μνητο τῶν προαποδειχθέντων· οὐδὲ ὡς ἐπ’ ἐκείνοις τὰ λοιπὰ συνεπεραίνετο. Ἐπὶ δὲ τῶν νοερῶν ἐποίει διὰ τέλους, καὶ ὡς διῃρημένων, καὶ ὡς ἐπιστρεφο‐ μένων πρὸς τὰς οἰκείας ἀρχάς, “εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν” λέγων, καὶ οὕτω δὴ πεφυκός. Καὶ ἆρα οὖν οὕτως ἔχων, ἐντεῦθεν δὲ πάλιν, ἐπαύσατο τῶν τοιούτων προοιμίων, ἅτε τούτων ἤδη μᾶλλον πρὸς τὴν κοσμοποιίαν ἀποκλι‐ | |
20 | νόντων; Δεύτερον δὲ ἐπιστήσωμεν ὅτι συνεισήνεγκεν τὸ “ὁμοίως” τῷ “μήτε μᾶλλον μήτε ἧττον”. Εἶτα ἀντιμετέλαβεν, προελθὼν τῷ “ὡσαύτως” ἀποδεί‐ κνυται τὸ “ὁμοίως”, ἐδήλου, ὡς πρόσθεν ἐλέγομεν, πῶς διὰ τοῦ “ὁμοίως” αὐτὸν πεπονθότα δείκνυται, ἵνα δειχθῇ διὰ τούτου ὅμοια. Ἔσται γὰρ διὰ τοῦτο ὁμοίως τὰ ὅμοια δεικνύμενα· τοῦτο δὲ προλαβεῖν ἐστι τὸ ζητούμενον, ἢ τὸ | |
25 | “ὁμοίως” καὶ τὸ “ὡσαύτως” κατὰ ἀπορίαν ἔλαβεν ὀνόματος τοῦ δεικνύντος τὴν μέσην ἕξιν τοῦ “μήτε μᾶλλον μήτε ἧττον”. Οὐ γὰρ ἔχομεν ἀπὸ τούτου παρηγμένον ἐπίρρημα τοιοῦτον, εἰ μὴ τὸ “ὡσαύτως”, ὃ κατὰ ἀλήθειαν ἐδήλου | |
τὸ “ὁμοίως”. Διὸ καὶ αὐτὸς ἀμφότερα εἶπεν, ἵνα μὴ δοκῇ τὸ ζητούμενον προ‐ | 210 | |
211 | λαβεῖν· οὐκ ἐδράξατο τοῦ “ὁμοίως” εἰρημένου κατὰ χρείαν, ἀλλὰ τοῦ δι’ αὐτοῦ σημανθέντος ταὐτοῦ· “ταύτῃ γάρ, ἔφη, ταὐτὸν πεπονθότα ἂν εἴη” κατὰ τὸ μέσον τοῦ μᾶλλον καὶ ἧττον, ὃ δὴ κατὰ τὸ ἀληθὲς “ὁμοίως” ἐστίν. Ἀλλὰ νῦν κείσθω ταὐτὸν εἰς τὴν ἀπόδειξιν. Εἶτα ἑξῆς ἔφη· “Πότερον οὖν, ἐὰν μὲν ἅπαξ | |
5 | εἴπῃς, ἐκεῖνο προσαγορεύεις, οὗπέρ ἐστι τοὔνομα;” οὕτως ἄμεινον γράφειν, οὐχ “ὅπερ ἐστίν”· Ἐδήλωσε δὲ καὶ ἔπειτα οὕτως εἰπών· “οὐδέ τι ἄλλο ὀνο‐ μάζεις ἢ ἐκεῖνο οὗπερ ἦν ὄνομα.” Τὸ δὴ· “ᾟ ἄρα ἕτερον τῶν ἄλλων τὸ ἓν καὶ τὰ ἄλλα τοῦ ἑνὸς κατὰ ταὐτὸ ἕτερον πεπονθέναι·” οὔτε τὸ προστεθέν, οὔτε τὸ “τὸ” οὐδὲ διαιρεθὲν τὸ πρόσωπον εἰς τάξιν ἀποκαθίστησιν τὴν δεοῦσαν· | |
10 | οὔτε γὰρ ὁ νεανίας ἀποκρίνεται πρὸς λόγον· ναί. “Οὐκ ἄλλο, ἀλλὰ ταὐτὸ ἂν πεπονθὸς εἴη τὸ ἓν τοῖς ἄλλοις” (οὐ γὰρ ἠρωτήθη τοῦτο) ἀπεκρίνατο· οὔτε αὖ “κατ’ αὐτὸ τῷ ἑτέρῳ πεπονθέναι”, ἢ τὸ ἕτερον εἴποι τις ἂν κατά τινα καὶ ἰδιώτην λόγον. Ἤδη μὲν οὖν ἐνίοις γέγραπται ὀρθῶς “κατ’ αὐτὸ τὸ ἕτερον πεπονθέναι”· εἰ δὲ καὶ οὕτω γράφοιτο· “κατ’ αὐτὸ ἕτερον πεπον‐ | |
15 | θέναι” λέγοι ἄν· “ᾗ ἄρα τὸ ἓν τῶν ἄλλων ἕτερον, καὶ τὰ ἄλλα τοῦ ἑνός·” ἀλλ’ “ἕτερον καὶ ἕτερα, κατὰ τὸ αὐτὸ ἕτερον”· ἀλλ’ οὐχὶ “κατὰ ἄλλο καὶ ἄλλο ἕτερον”. Ἐδείχθη γὰρ τὸ αὐτὸ ὂν ἕτερον. Κατὰ ἄρα τὸ πεπονθέναι τὸ αὐτὸ ἕτερον οὐκ ἄλλο πέπονθεν ἢ ταὐτόν· ἀλλὰ συναλείψας τὸ ἄρθρον μετὰ τοῦ “αὐτό”, τὴν ἀσάφειαν εἰργάσατο διὰ δόξαν ἀσυνταξίας. Ἀττικὴ μέντοι ἡ | |
20 | συναλοιφή. Διελὼν οὖν ἐρεῖς καταλλήλως· “κατὰ τὸ αὐτὸ ἕτερον πεπονθέναι·” αὐτὸ γὰρ ἑκάτερον ἐν ἑκατέρῳ, ὅτι ὡσαύτως ἕτερα ἦν. Ἐπὶ τούτοις διὰ τί συμπεραίνεται· “ἅπαν ἅπασιν ὅμοιον ἂν εἴη·” καὶ πάλιν· “ἅπαν γὰρ ἁπάντων ἕτερόν ἐστιν.” Τί βούλεται τοῦτο τὸ ἅπαν ἀντὶ τοῦ ἑνὸς μεταληφθέν; ἢ οὖν εἰς τὸ καθόλου τὸν λόγον ἀναφέρων, οὕτως ἀπήγγειλεν, ἢ ἐνδείκνυται τοῦτο τὸ | |
25 | ἓν πολύχουν τε ὂν καὶ μεμερισμένον. Οὐ γάρ ἐστιν εἷς θεὸς ἀρχικός, ἐφ’ οὗ ταῦτα συνάγεται πρώτου, ὡς ἐπὶ τῶν προτέρων συμπερασμάτων. Ἴσως δὲ ἵνα | |
μή τις οἰηθῇ συλλογίζεσθαι κατ’ αὐτὸ μόνον τὸ ἕτερον εἶναι ὅμοιον, προσ‐ | 211 | |
212 | έθηκεν ὅτι “πᾶν ἐν αὐτῷ εἶδος ὅμοιον τοῖς ἄλλοις”. Διὰ τοῦτο καὶ προσ‐ έθηκεν· “ἅπαν γὰρ ἁπάντων ἕτερον.” Ἐπὶ τούτοις διὰ τί τὸ ταὐτὸν πεπον‐ θέναι εἰς τὸ μὴ ἀλλοῖον μετήγαγεν, καὶ τὸ ἄλλο πεπονθὸς εἰς τὸ ἀλλοῖον, οὐδὲ ταὐτὸν καὶ μὴ ἀλλοῖον; ἢ τὸ μὲν ἄλλο ἀλλοῖόν ἐστιν, ὑποβάσης τῆς ἑτε‐ | |
5 | ρότητος εἰς ἀνομοιότητα· πεπόνθησις γὰρ ἦν ἡ ἀνομοιότης ἑτερότητος· τὸ δὲ “μὴ ἀλλοῖον” ἔφη ἀντὶ τοῦ φάναι “ταυτοῖον”, τοῦτο γὰρ οὐκ ἦν ἑλληνικόν, ἐπεὶ βούλεται τὸ ταὐτὸ τὸ εἶναι τὸ ὅμοιον, ὡς ἀλλοῖον τὸ ἀνόμοιον. Ἐπὶ τούτοις ἐκεῖνο θεατέον τί δήποτε οὐ καθ’ ἑκάτερον μόνον, ἀλλὰ καὶ κατ’ ἀμφό‐ τερα τὰ αὐτὰ συμπεραίνεται. Τί γὰρ αὐτῷ ποιεῖ πλέον τούτῳ προσκείμενον; | |
10 | ἢ τάχα μὲν τὴν δυοδεκάδα αὐτῶν ἠβουλήθη πληρῶσαι· τὸ μὲν γὰρ καθ’ ἑκάτερον ὀκτὼ γεννᾷ συμπεράσματα, τὸ δὲ κατ’ ἀμφότερα, τέτταρα· τάχα δὲ τὴν ἕνωσιν αὐτῶν καὶ τὴν διάκρισιν ἐνδείκνυται, καὶ μιμοῖτο ἂν τὸ μὲν “κατ’ ἀμφότερα” τὴν δημιουργικὴν ταυτότητα, τὸ δὲ καθ’ ἑκάτερον τὴν ἑτερότητα. Μήποτε δὲ καὶ τῶν ἐν αὐτοῖς τριττῶν γενῶν ἐστιν ἐμφανιστικόν, τῶν τε πρὸς τῇ ἑτερότητι, | |
15 | ὧν καὶ ἡ ὁμοιότης ἀμυδροτέρα, καὶ ἡ ἀνομοιότης τρανεστέρα, ἅτε οὔσης ἑκα‐ τέρας ἀπὸ τῆς ἑτερότητος, καὶ τῶν πρὸς τῇ ταυτότητι, ὧν καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης ἀπὸ ταυτότητος ὁμοῦ καὶ ἑτερότητος. Ἔστι δὲ καὶ οὕτω διελεῖν· αἱ μέν εἰσιν πρῶται ἀρχαί, αἱ δὲ μέσαι, αἱ δὲ ἔσχαται, κατὰ τὴν χαλδαϊκὴν θεοσοφίαν. Οἰκεῖον οὖν ταῖς μὲν ἐσχάταις τὸ παραλλὰξ ὅμοιον | |
20 | καὶ ἀνόμοιον, ὡς οὐκ εἰλικρινές, οὐδὲ γνήσιον, ἀλλ’ οἷον συγκεχυμένον, καὶ ὡς ἀπὸ μεθέξεων προϊόν, ἀλλ’ οὐκ ἀπὸ τῶν ὑπάρξεων· ἐν δὲ ταῖς πρώταις τὸ κατ’ εὐθεῖαν ἐκ τῶν ἐναντίων πλεονεκτημάτων· ταῖς δὲ μέσαις τὸ μέσον ἀμφοῖν αὐτό γε τὸ “κατ’ ἀμφότερα”. | |
23 | ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΟΛΥΤΩΝ ΔΙΑΚΟΣΜΗΣΕΩΣ. —Περὶ τῶν ἀπολύτων | |
25 | θεῶν ἐκεῖνο μὲν πρῶτον ζητητέον πόθεν καλοῦνται “ἀπόλυτοι”, καὶ εἰ οἶδεν αὐτῶν τὴν ἐπωνυμίαν ὁ Πλάτων, καὶ διὰ τί ἄζωνοι οἱ αὐτοί. Δεύτερον δέ, τίς ἡ ἰδιότης αὐτῶν, καὶ εἰ πλειόνων εἷς ἡγεῖται πάντως ἐγκοσμίων ἀπόλυτος. | |
Τρίτον δέ, διὰ τί ὁ Πλάτων τὴν μὲν νοητῶν καὶ νοερῶν μεσότητα παρα‐ | 212 | |
213 | δέδωκεν τοὺς νοεροὺς ἅμα καὶ νοητοὺς θεούς, καὶ τὴν ὑπερκόσμιον τοὺς ἀπο‐ λύτους, τὴν δὲ νοερῶν καὶ ὑπερκοσμίων τοὺς ὑπεραρχίους οὐ παραδίδωσιν. Εἰ μὴ ἄρα καὶ τούτους, ὥς φησιν, διὰ τοῦ ὁμοίου καὶ ἀνομοίου, ὅπερ οὐ προσ‐ ιέμεθα. | |
5 | Τέταρτον, διὰ τί μετὰ τὸ ὅμοιον καὶ ἀνόμοιον τέτακται τὸ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι. Πέμπτον, διὰ τί ἐν ταῖς ἀποφάσεσι τῆς πρώτης ὑποθέσεως παραλέλειπται τὸ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι. Ἕκτον, τί δηλοῖ τῷ Πλάτωνι τὸ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι, καὶ ἀλλαχοῦ | |
10 | καὶ ἐν τούτοις. Ἕβδομον, εἰ μόνοι ἀπόλυτοί εἰσιν, ἢ καὶ ἐγκόσμιοί τινες οἱ δεκαδάρχαι καὶ ζῳδιοκράτορες καὶ ὡρονόμοι καὶ κραταιοί. Ὄγδοον, εἰ οἶδεν αὐτόθεν ἀπολύτους ὁ Πλάτων θεούς, ἐν ᾧ καὶ περὶ τῆς Λαχέσεως ἐπισκεπτέον εἰ ἀπόλυτον αὐτὴν ὑποτίθεται ὁ ἐν Πολιτείᾳ Σω‐ | |
15 | κράτης, καὶ εἰ ἀπολύτους τίθεται τοὺς δώδεκα ἡγεμόνας ὁ ἐν τῷ Φαίδρῳ. Ἔνατον, διὰ τί ἐπὶ τούτων καὶ ἀποφάσει κέχρηται, καίτοι πάσης καταφα‐ τικῆς οὔσης τῆς ὑποθέσεως. Δέκατον, διὰ τί ἐπὶ τῶν ἀπολύτων ἠρκέσθη μόνοις τοῖς τέτρασι συμπερά‐ σμασιν, καίτοι πολλῆς καὶ τούτων τῆς ποικιλίας. | |
20 | Ἑνδέκατον, διὰ τί ἀπὸ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ δείκνυσι τὸ ἅπτεσθαι, καὶ ἀπὸ τοῦ ἑνὸς τὸ μὴ ἅπτεσθαι, καὶ ποίου ἑνός. Δυοδέκατον, πῶς ἄν τις ἴδοι καὶ ἐν τοῖς ἀπολύτοις τὴν δημιουργικὴν ταυ‐ τότητα καὶ ἑτερότητα. Τρίτον ἐπὶ τούτοις καὶ δέκατον, διὰ τί πρὸς τὰ ἄλλα συγκρίνει αὐτὸ πρό‐ | |
25 | τερον, εἶτα πρὸς ἑαυτό. Τέταρτον καὶ δέκατον, διὰ τί μέμνηται χώρας τε καὶ ἕδρας ἐνταῦθα, ἐν ᾧ διασκεπτέον καὶ εἰ συνδιῄρηνται οἱ ἀπόλυτοι ταῖς τοῦ κόσμου χώραις. Πέμπτον καὶ δέκατον, τί ἀνάλογον ἐν τοῖς ἀσωμάτοις τῷ ἀσωματικῷ τόπῳ, καὶ εἰ τὸ ἐν τοῖς δευτέροις, ἢ τὸ ἐν ἑαυτῷ λέγειν δυνατόν. | |
30 | Ἕκτον καὶ δέκατον, κατὰ πόσους τρόπους αἱ συναφαὶ γίγνονται τῶν θεῶν, | |
καὶ ὅτι μία τούτων ἡ κατὰ ἁφήν. | 213 | |
214 | Ἑπτακαιδέκατον ἐπισκεπτέον εἰ ἀπὸ τῶν ἀπολύτων ἡγεμόνων αἱ σειραὶ κατὰ Πλάτωνα καθήκουσιν, ὥς φησιν. | |
2 | Φέρε οὖν διὰ βραχέων ὡς οἷόν τε ἀποκρινώμεθα περὶ ἑκάστου χωρίς. Αὐτίκα πρὸς τὸ πρῶτον ἔχωμεν καὶ παρὰ τοῖς θεολόγοις ὅτι εἰσὶν θεοὶ | |
5 | ἐν ὑπερτέρᾳ μὲν τάξει τὴν λῆξιν ἱδρυσάμενοι, τοῦ δὲ ἑξῆς διακόσμου προϊστά‐ μενοι κατ’ ἰδιότητα· οἷον ὁ Ἄττις ἐν τῇ σεληναίᾳ καθήμενος λήξει δημιουργεῖ τὸ γενητόν. Οὕτως ἔχοντα καὶ τὸν Ἄδωνιν εὑρίσκομεν ἐν ἀπορρήτοις, οὕτω πολλοὺς θεοὺς παρ’ Ὀρφεῖ τε καὶ τοῖς θεουργοῖς. Οὕτω τοίνυν νοητέον καὶ τοὺς ἀπολύτους ἐσχάτους μὲν ὄντας τῶν ὑπερκοσμίων, προνοοῦντας δὲ | |
10 | τοῦδε τοῦ κόσμου. Ἆρα οὖν οὕτως οἱ τοιοῦτοι αὐτόθεν τὴν ἀκρότητα τῶν ἐγ‐ κοσμίων κατέχουσιν καὶ συναριθμοῦνται κατ’ ἰδιότητα τοῖς ἐγκοσμίοις, οἱ δὲ ἀπόλυτοι οὐ μόνην ἐγκόσμιον, ἀλλὰ ὑπερκόσμιον ἐπιδείκνυνται φύσιν; Οὕτω μὲν οὖν τὴν μεσότητα αὐτῶν ἐκληπτέον κατ’ αὐτὸ τὸ εἶδος. Ἀπολύτους δὲ αὐτοὺς εἶναι λέγομεν, ὡς προνοοῦντας μὲν τοῦ παντός, οὐκ ἐνδεδεμένους δὲ αὐτοῦ τῇ | |
15 | φύσει, οὐδὲ συμπληροῦντας αὐτό. Διὸ καὶ “ἄζωνοι” κέκληνται πρὸς αὐτῶν τῶν θεῶν, ὡς οὐ περιβάλλοντες ἑαυτοῖς τὸν κόσμον, οὐδὲ ἐνδεθέντες αὐτοῦ ταῖς μοίραις, οἷον ζώναις τισίν. Καὶ οἶδεν τὸ τοιοῦτον εἶδος τῆς προνοίας ὁ Πλάτων ἐν Πολιτικῷ, τοὺς τὰ μέρη τοῦ κόσμου διαλαχόντας ἐν τῇ Κρόνου περιόδῳ δαίμονας εἰσηγούμενος, νῦν μὲν ἐπιμελουμένους, νῦν δὲ ἀφιεμένους | |
20 | τοῦ παντός. Καὶ δῆλον ὅτι ὁμοῦ ἑκάτερον· τοῦτο δὲ ἦν τὸ ἀπόλυτον εἶδος. Καὶ ἐπιστήσομεν ἓν μὲν ὅτι τῆς κρονίας ἰδιότητος οὗτοί εἰσιν, καὶ κατ’ αὐτόν· ἦν γὰρ καὶ ὁ Κρόνος οἷον ἀπόλυτος δημιουργὸς “οὐκ ἔργοις, ἀλλὰ νόῳ” τὴν ὕλην διακοσμῶν κατὰ τὸ λόγιον· διὸ καὶ ὁ Ξένος καὶ τῷ ὅλῳ δημι‐ ουργῷ μεταδίδωσι ταύτης τῆς ἀφειμένης ἐξουσίας, καὶ πᾶσι τοῖς ἄλλοις θεοῖς· | |
25 | ἀλλ’ οἵ γε ἀπόλυτοι λεγόμενοι μάλιστα κατὰ ταύτην ἵστανται τὴν φύσιν· ἕτερον δὲ ὅτι “νομέας” καὶ “δαιμόνας” αὐτοὺς κέκληκεν, καὶ ἄλλου γένους ὄντας, ἄλλου προνοεῖν καὶ διαλαχεῖν τὰ μέρη τοῦ κόσμου· καὶ γὰρ οἱ εἰλη‐ χότες ἡμᾶς δαίμονες ἀπόλυτον ἔχουσι πρὸς ἡμᾶς ἀξίαν, καὶ οἱ νομεῖς πρὸς τὰ ποίμνια, καὶ ὅλως ἄλλου γένους ὄντες· ὑπερκόσμιοι γὰρ ἄλλου προεστᾶσι | |
30 | τοῦ ἐγκοσμίου. | 214 |
215 | Καὶ μὴν πρὸς τὸ δεύτερον δυνατὸν μὲν ἀεὶ πλειόνων ἡγεῖσθαι με‐ ρίδων τὸν ἕνα ἀπόλυτον· εἰ γὰρ καὶ ἑνός, ἀλλὰ καὶ τοῦτο συνελίσσει τὸ πλῆθος, ὥς φησιν· βούλεται γὰρ ὁ ἀπόλυτος εἷς συναγωγὸς εἶναι τοῦ ἐγ‐ κοσμίου πλήθους. Ἐμφανίζει γε μὴν τρανέστερον τὴν μεσότητα αὐτῶν ἡ κατὰ | |
5 | τὸ ἡμίσχετον θέσις, ὥσπερ τὸ κατὰ σχέσιν τὸ ἐγκόσμιον, καὶ τὸ ἄσχετον τὸ ὑπερκόσμιον παρίστησιν· φύσις γάρ ἐστι μία, διττὸν ὡς ἕνα βίον προ‐ βαλλομένη, τόν τε ἐγκόσμιον καὶ τὸν ὑπερκόσμιον. | |
7 | Ἔτι τοίνυν τὸ τρίτον φαίνεται ὁ Πλάτων οὐχ οὕτω διελών, ὡς αὐτός, ἀλλὰ κατὰ τὴν ἑλληνικὴν μᾶλλον συνήθειαν εἰς ὁλικούς τε καὶ με‐ | |
10 | ρικούς, καὶ τούτους τριττοὺς ἀποφήνας, τοὺς μὲν ὁλικοὺς ἀπὸ τῶν νοητῶν προαγαγὼν ἕως τῶν νοερῶν διὰ μέσον τῶν νοητῶν καὶ νοερῶν, τοὺς δὲ νοεροὺς ἀπὸ τῶν ὑπερκοσμίων ἄχρι τῶν ἐγκοσμίων διὰ μέσων τῶν ὑπερκοσμίων ἅμα καὶ ἐγκοσμίων. Τὰς δὲ τούτων καταπυκνώσεις καὶ μεσότητας ἡμῖν καταλέ‐ λοιπεν ἐπιλεπτουργεῖν. | |
14 | ||
15 | Ἀλλὰ δὴ πρὸς τὸ τέταρτον λέγομεν ὡς τὸ μὲν ὅμοιον καὶ ἀνόμοιον, εἰ καὶ μεθέξεις ἦσάν τινες, ἀλλὰ συμπληροῦσιν αὐτὴν τὴν οὐσίαν· τὸ δὲ ἅπ‐ τεσθαι οὐκ ἐν τῷ βάθει τῆς οὐσίας ὁρᾶται, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν μᾶλλον ἵσταται τὸ ἰδίωμα. Καὶ τὸ μὲν ὅμοιον καὶ ἀνόμοιον ὅλῳ συγκέκραται τῷ ἐν ᾧ ἐστιν, τὸ δὲ ἅπτεσθαι περὶ μέρος τὴν ἐπιφάνειαν. Καὶ ἔτι τρίτον ὁ μὲν ὅμοιος | |
20 | ὁτῳοῦν πόρρωθεν ἐοικέναι δύναται, ὁ δὲ ἁπτόμενος ὁτουοῦν πελάζειν ἀναγ‐ κάζεται τῷ ἁπτῷ. Ἔτι δὲ ἡ μὲν ὁμοιότης οἷον ταυτότης ἐστίν, καὶ ἑτερότης ἡ ἀνομοιότης· τὸ δὲ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι πορρωτέρω ἐστὶν τῆς πρὸς ἐκείνας συγγενείας. | |
23 | Πρὸς τοίνυν τὸ πέμπτον εὖ λέγει καὶ αὐτὸς ὅτι ἐν τῷ μὴ ἐν ἑαυτῷ | |
25 | καὶ ἐν ἄλλῳ συναπεδείχθη τὸ μὴ ἅπτεσθαι, ἥ ἐστιν ἀπόφασις τοῦ ἅπτεσθαι· | |
τὸ δὲ μὴ ἅπτεσθαι αὐτόθεν ἀπόφασις ἦν, καὶ οὐκ ἦν αὐτὴν ἐκεῖ ἀποφῆσαι. | 215 | |
216 | Πῶς οὖν τὴν ἀπὸ τοῦ χρόνου ὑπόθεσιν ἐκεῖ ἀπέφησεν· καίτοι καὶ ἐν αὐτῇ τῷ καταφατικῷ συντέτακται τὸ μήτε νεώτερον μήτε πρεσβύτερον; Ἢ καὶ τοῦτο ὡς καταφατικὸν κατὰ τὸ ἰσήλικον ἐν ἐκείνοις ἀπέφησεν. | |
3 | Καὶ τούτων δὲ εὖ λεγομένων, μήποτε καὶ ὡς μεσότητας παρῆκεν τὰς | |
5 | δύο τάξεις, τήν τε τοῦ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι, καὶ πρὸ ταύτης τὴν τῶν νοητῶν καὶ νοερῶν, ἵνα μᾶλλον ἐπὶ τῶν νοητῶν ἀκούωμεν τὰ πολλά, καὶ ὅλον καὶ μέρη, καὶ ἀρχὴ καὶ μέσον καὶ τελευτὴ κοινῇ συμπερανθῆναι δοκοῦντα, ἐπεὶ οὐδὲ φαίνεται περὶ τὰς τάξεις ἀκριβολογούμενος ὁ Παρμενίδης ἐν ταῖς ἀποφάσεσιν, ἅτε προηγούμενον ἔχων σκοπὸν τὴν τοῦ πρώτου ἐξαίρεσιν ἀπὸ | |
10 | πάντων. | |
10 | Τὸ δὲ ἕβδομον οὔτε ὁ μέγας Ἰάμβλιχος οὕτως ἔχειν συγχωρεῖ, οὔτε ὁ ἀληθὴς λόγος. Τὰ γὰρ ζῴδια τοῦ κόσμου μοῖραί τινές εἰσιν· ἐγκόσμιοι ἄρα οἱ ζωδιοκράτορες, ὥστε καὶ οἱ δεκαδάρχαι καὶ οἱ ἄλλοι πάντες, οἵ τε κατεκλη‐ ρούχησαν τὸ πᾶν. Εἰσὶ μὴν τούτοις ὁμώνυμοι καὶ ἀπόλυτοι θεοί, ἀπολύτως | |
15 | τῶν αὐτῶν προεστῶτες, ὥσπερ καὶ τῶν κοσμοκρατόρων ἕκαστος διττός, ὁ μὲν ἐγκόσμιος, ὁ δὲ ὑπερκόσμιος. Ταῦτα μὲν οὖν καὶ ἐν τοῖς εἰς τὸν Τίμαιον ἐπεστήσαμεν. | |
17 | Τὸ δὲ ὄγδοον ἀπολύτους μὲν ἤδη ὑπεθέμεθα τὸν Πλάτωνα γι‐ γνώσκειν ἐν Πολιτικῷ τοὺς κρονίους ἄρχοντας, οὔτε κατὰ μέθεξιν ὄντας | |
20 | τοιούτους οἵους ἂν εἴποι τις εἶναι τοὺς ἐγκοσμίους, οὔτε κατ’ αἰτίαν, ὡς τοὺς ὑπερκοσμίους καὶ αὐτὸν τὸν ὅλον δημιουργόν, ἀλλὰ τοὺς ἰδίως ποιμένας τῶν ἀπολυομένων τοῦ κόσμου γενῶν. Οὐ μὴν τὴν Λάχεσιν εἶναι τοιαύτην ὑπο‐ ληπτέον· ὁμοταγῆ γὰρ εἶναι δεῖ τὴν ὅλην μοιραίαν τριάδα καὶ ὅλως ἀεὶ τὴν Λάχεσιν ἁπτομένην ποιεῖ τοῦ παντός, εἰ καὶ ποτὲ μὲν τῆς ταὐτοῦ, ποτὲ | |
25 | δὲ τῆς θατέρου περιφορᾶς, εἰ μὴ ἄρα πάσας ἀπολύτους ῥητέον, ἐπειδὴ καὶ | 216 |
217 | διαλείπειν αὐτὰς ἔφατο χρόνον τινὰ κινούσας· ὅλως γὰρ καὶ ἐν ὑπερτάξει ᾖ τὸ ἁπτόμενον καὶ μή, ἀπολύτου ἂν εἴη ἰδιότητος. Τοὺς δέ γε ἐν Φαίδρῳ ἡγεμόνας πῶς οἷόν τε ἀπολύτους ποιεῖν, ὧν ὁ ἡγεμὼν περιπορεύεται πάντα καὶ ἐπιμελείας ἀξιοῖ. Τὸ γὰρ λέγειν ὅτι ὁ ἀρχικὸς Ζεὺς τριάδος ἡγεῖται | |
5 | οὐκ ἐχυρόν· ἡ γὰρ τριὰς ἀρχή ἐστιν καὶ πρώτη τῆς δυοκαιδεκάδος. Εἰ δὲ ἐν οὐρανῷ λέγεται οὗτος ὁ Ζεύς, ἔστι καὶ ἀρχικοὺς ὄντας εἰς οὐράνιον διῃρῆσθαι καὶ χθόνιον, καὶ τὸν μέσον τοὺς τρεῖς πατέρας, ὡς μαρτύρει καὶ τὰ λόγια ἐν τούτοις· | |
7 | ... ἱερὸς πρῶτος δρόμος, ἐν δ’ ἄρα μέσσῳ ἠέριος, τρίτος ἄλλος ὃς ἐν πυρὶ τὴν χθόνα θάλπει· | |
10 | ἀρχαῖς γὰρ τρισὶ ταῖσδε λάβρως δουλεύει ἅπαντα. | |
10 | Ἔνατον ἐκεῖνο μᾶλλον εἰπεῖν ἀληθὲς ὅτι ἡ ἀπόφασις “τὸ μὴ ἅπτεσ‐ θαι” τὸ ἀναφὲς δηλοῖ, ὡς εἶναι καταφατικὴν τὴν συζυγίαν, ἀναφές τε καὶ ἁπτικὸν λέγουσαν εἶναι τοῦτο τὸ ἕν. Ἔχει μέντοι λόγον καὶ τῷ ἀποφατικῷ σχήματι δηλοῦσθαι τὸ ἀπόλυτον καὶ ἀφιέμενον καί πη ἄσχετον καὶ ἄζωνον | |
15 | τῆς διακοσμήσεως· καὶ ταῦτα γὰρ οἷον στερητικά ἐστιν ὀνόματα. | |
15 | Ἀλλὰ δὴ πρὸς τὸ δέκατον ἐροῦμεν, εἰ καὶ πλείους εἰσὶν τῶν ὑπερ‐ κοσμίων οἱ ἀπόλυτοι, ἀλλ’ οἱ μὲν ἀρχικοὶ μερίζειν ἐθέλουσι τοὺς πηγαιοὺς θεοὺς καὶ ἄρχουσι τοῦ μερισμοῦ· οἱ δὲ ἀπόλυτοι συναιρεῖν ἐθέλουσι τὴν ἐγ‐ κόσμιον ποικιλίαν, καὶ πρὸς αὐτοὺς ἐν τῇ πατρικῇ τετράδι μένουσιν ἐν ᾗ | |
20 | συνῄρηται ἡ τοῦ κόσμου δεκάς. Ἐοίκασι δὲ καὶ ἄλλως οἱ ἀπόλυτοι κατ’ ἐπι‐ στροφὴν ἑστάναι πρὸς τὴν δημιουργικὴν μονήν, καὶ ὡς πρὸς πατέρα νοῦς εἶναι πατρικός, καὶ διὰ τοῦτο πρὸς αὐτὸν ἀφωμοιῶσθαι τῇ τετρακτύι τῶν συμπε‐ ρασμάτων· οἱ δὲ μέσοι κατὰ τὴν ἀπ’ ἐκείνου πρόοδον ἔστησαν καὶ τῇ πα‐ τρικῇ συνθεωροῦνται. | |
24 | ||
25 | Τί οὖν πρὸς τὸ ἑνδέκατον λέγομεν; ἢ καλῶς μὲν εἴρηται καὶ ὅτι | 217 |
218 | ἀναλογοῦσι τῷ Κρόνῳ ὑπερκαθημένῳ τοῦ δημιουργοῦ ὑπερκαθήμενοι τοῦ παντὸς ἐν δαίμονος εἰληχότος ἑκάτεροι τάξει, καὶ ὅτι τῆς ἀμειλίκτου πηγῆς ἔκγονοί εἰσι. Αὕτη δὲ τῷ “ἅπαξ ἐπέκεινα” συγκέκραται κατ’ οὐσίαν· | |
3 | οὐ γὰρ ἐς ὕλην | |
5 | πῦρ ἐπέκεινα τὸ πρῶτον ἑὴν δύναμιν κατακλείει ἔργοις, ἀλλὰ νόῳ. | |
6 | Λέγεται δὲ μάλιστα καλῶς ὅτι ἀπὸ τοῦ δημιουργικοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλοις ἡ ἀπόδειξις πρόεισιν· οὐ γὰρ “ἐν ἄλλῳ”, ἀλλ’ “ἐν ἄλλοις” εἰρῆσθαι· τὰ γὰρ “ἄλλα” οὔπω ἐκείνου. Ἐκεῖνο μέντοι καὶ νῦν ἐπιμαρτύρομαι ὅτι τὸ κρόνιον | |
10 | ἐν ἄλλῳ κατὰ συναίρεσιν ἦν τὸ ἐν ἄλλοις. Ἡ μὲν γὰρ ἰδιότης τῶν ἄλλων ἤδη καὶ ἐκεῖ. Συνῄρητό γε μὴν εἰς ἓν τὸ ἄλλο, καὶ οὔπω ἦν τὰ ἄλλα, εἰ μὴ ἄρα τὸ προκείμενον ἓν εἶναι λέγει ἐν ἄλλοις, προελθὸν ἀπὸ τοῦ πρώτου “ἐν ἄλλῳ”· καὶ μήποτε τὸ ἀφιέμενον τοῦ κόσμου καὶ τὸ ἐπιστρεπτικὸν ἀπὸ τοῦ Κρόνου ἔχουσιν οἵδε οἱ θεοί, τὸν κρόνιον ἀπομιμούμενοι βίον, μᾶλλον δὲ τὸ προοίμιον | |
15 | τούτου προβεβλημένοι, ὡς ἀφιέμενοι δέ εἰσιν ὑπερκόσμιοι. Μήποτε δὲ καὶ ἐκεῖνο ἀληθὲς ὅτι περὶ ἃ μὴ ἔχουσι τόδε τὸ πᾶν τὸν αὐτὸν τρόπον ὅνπερ ὁ Κρόνος τὴν ὅλην νοερὰν διακόσμησιν, καὶ ἀφ’ ἑαυτῶν ἄρχονται τῆς περιοχῆς ὡς ἐκεῖνος. Πρῶτος γὰρ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ, πλὴν ἐκεῖνος μὲν ἁπλῶς, οὗτοι δὲ σωματοειδεῖς, ὡς σωματοειδῆ κόσμον περιέχοντες, ἅπτονται καὶ οὐκ | |
20 | ἅπτονται. Ἀλλὰ τὸ μὴ ἅπτεσθαι διὰ τὸ ἀπὸ τοῦ ἑνός· ἴσως μὲν καὶ ὅτι τὸ ἀποφατικὸν τῷ ἑνὶ ἔπρεπεν, πάντως δὲ καὶ ὅτι ἁπτόμενοι μὲν τῶν κοσμικῶν εἰδῶν συμπληθύονται αὐτοῖς, ἀπολυόμενοι δὲ αὐτῶν, ἑνίζονται καὶ συναιροῦσι τὸ οἰκεῖον πλῆθος, ὃ καὶ ἐπὶ τοῦ κρονίου βίου παραδίδοται γιγνόμενον, ἐπὶ τὸ ἀμερέστερον ἀεὶ πάντων χωρούντων· ὥστε τοῦτο τὸ ἓν οὐκ ἔστι τὸ πρῶτον, | |
25 | οὐδὲ τὸ δημιουργικόν, ἀλλὰ τοῦτο δὴ τὸ ἀπόλυτον, καὶ τὸ συμπέρασμα κατὰ τὸ αὐθυπόστατον πρόεισιν, ὡς πολλὰ καὶ ἄλλα πρότερον. Ἀμέλει καὶ τὸ μὴ | |
ἅπτεσθαι μάλιστα αὐτῶν ἴδιον, ἀφ’ οὗ καὶ ἄζωνοι καὶ ἀπόλυτοι κέκληνται· | 218 | |
219 | καὶ ἓν ἄρα οὐ τὸ ἁπλούστατον νοητέον, ἀλλὰ τὸ πάμπληρες ἑαυτοῦ καὶ ἀδιαί‐ ρετον, ὁμοῦ ὂν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ τὸ ὅλον τοῦτο, ὡς καὶ αὐτὸς ἐφίστησιν. | |
2 | Τί οὖν ἐροῦμεν πρὸς τὸ δυοδέκατον; ἢ ὅτι τὸ μὲν ἅπτεσθαι τῆς ταυ‐ τότητος ἔκγονον, ὡς τὸ ὅμοιον, τὸ δὲ μὴ ἅπτεσθαι τῆς ἑτερότητος. Καὶ γὰρ | |
5 | τὸ μὲν ἅπτεσθαι διὰ συγγένειαν φύσεως τοῦ ἁπτοῦ καὶ ἁπτικοῦ ἀποτελεῖται, τὸ δὲ μὴ ἅπτεσθαι κατὰ τὴν ἑτερόφυλον ἰδιότητα. | |
6 | Πρὸς δὲ τὸ τρίτον καὶ δέκατον ῥᾴδιον εἰπεῖν ὅτι τὰ μετὰ τὸν δημι‐ ουργὸν ἤδη πρὸς τὰ ἄλλα μᾶλλον ἀπονεύει ἢ πρὸς ἑαυτά, εἰ καὶ ἡ ἰδιότης ἀπολύοιτο μᾶλλον ἀπὸ τῶν ἄλλων. | |
9 | ||
10 | Τὸ δὲ τέταρτον καὶ δέκατον οὐ διότι συνδιαιροῦνται οἱ ἀπόλυτοι θεοὶ τοῖς κοσμικοῖς τόποις, διὰ τοῦτο μέμνηται χώρας, ἐπεὶ καὶ τῶν ἀρχικῶν οἱ μὲν οὐράνιοι καλοῦνται, οἱ δὲ χθόνιοι, οἱ δὲ μέσοι, ἢ χαλδαϊκῶς εἰπεῖν, οἱ μὲν ἐμπύριοι, οἱ δὲ ἀέριοι, οἱ δὲ χθόνιοι· ἀλλ’ ἔοικεν καὶ τοῦτο ἀπὸ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ἥκειν εἰς αὐτούς· τὸ δὲ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ. Καὶ ὁ Ἰάμ‐ | |
15 | βλιχος εἰς τὸν νοητὸν ἀνήνεγκε τόπον, καὶ ὅλως τὰ ὀνόματα μᾶλλον ἐπὶ τόπων ἐλήφθη· δηλοῖ δὲ ἐπ’ αὐτοῖς ἀποδειχθὲν τὸ κινούμενον καὶ ἑστώς. | |
16 | Ἆρα οὖν τὸ πέμπτον καὶ δέκατον καὶ ἐν τοῖς ἀσωμάτοις, ὥς φησιν, ἢ τὸ κρεῖττον ἐν τῷ χείρονι, ὡς ἐν τόπῳ, ἢ ἐν ἑαυτῷ; Καὶ μήν, ὥς φαμεν, ὁ τόπος τοῦ ἐν τόπῳ κρείττων, ὥστε τὸ ἐν τῷ κρείττονι ὡς ἐν τόπῳ μᾶλλον. | |
20 | Καὶ δὴ ὁ ὑπερουράνιος τόπος ὑπέρτερος τῶν εἰς αὐτὸν στελλομένων ψυχῶν τε καὶ θεῶν· ἢ τριττὸς ὁ τόπος, ὁ μὲν ὡς ἐν χείρονι, ὡς τὸ ἡλίου φῶς ἐν τῷ ἀέρι λέγομεν, ἢ τὸ ἐν ὁμοταγεῖ, ὡς τὸν ἥλιον ἐν τῇ ἑαυτοῦ σφαίρᾳ τάττομεν ὡς ἐν | |
τόπῳ, ἢ ἐν τῷ κρείττονι, ὡς ἐν τῷ διαστάτῳ φωτὶ αὐτὸς ὁ ἥλιος· καὶ τόπος | 219 | |
220 | μὲν οὗτος κυρίως, οἱ δὲ ἄλλοι πρός τι τόποι. Διὸ καὶ ὁ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ Κρόνος ὡμοίωται πρὸς τὸν ὑπερουράνιον τόπον, εἰ μὴ ἄρα ἐπὶ μὲν τῶν ἀσω‐ μάτων οἱ τρεῖς τόποι φύσιν ἔχουσιν, ἐπὶ δὲ τῶν σωμάτων, οὔτε ἐν ἑαυτῷ ἐστιν τόπος, οὔτε ἐν τῷ χείρονι, ἀλλ’ ἐν ἄλλῳ τῷ κρείττονι. | |
4 | ||
5 | Ἀλλ’ ἔτι τὸ ἕκτον καὶ δέκατον ἡ μέν ἐστι συναφὴ κατὰ ἕνωσιν, ἡ δὲ κατὰ ταυτότητα, ἡ δὲ ἐκφαντορική. Βούλεται μὲν γὰρ λέγειν διὰ 〈τὴν〉 τῶν ἀγγέλων συναγωγήν· ἔδει δὲ μᾶλλον εἰπεῖν ὡς ἡ μέν ἐστι κατὰ ἕνωσιν ἡ τῶν πολλῶν, ἡ δὲ κατὰ ἕνωσιν ἡ τῶν μερῶν, ἡ δὲ κατὰ τελειότητα ἡ ἀρχῆς καὶ μέσου καὶ τελευτῆς, ἡ δὲ ταυτότης, ἡ δὲ ὁμοιότης, ἡ δὲ κατὰ ἁφήν, ἡ δὲ κατὰ | |
10 | ἰσότητα· καὶ αὕτη γὰρ ἕνωσίς τις καὶ συναφή· πολλὰς δὲ καὶ ἄλλας εὕροι ἂν θείας κοινωνίας. | |
11 | Ἐπὶ πᾶσι δὲ οὖν τὸ ἑπτακαιδέκατον λέγωμεν ὡς ὁ μὲν δημιουργὸς τῷ ὄντι πηγή ἐστιν τῶν μερικῶν σειρῶν ἁπασῶν κατὰ πάντας τοὺς θεο‐ λόγους, αἱ δὲ ἀρχαὶ διωρισμέναι εἰσὶν ἀρχαὶ (σειρᾶς ἑκάστης μία προτεταγ‐ | |
15 | μένη, ἀλλὰ διὰ παντὸς χωρούσης τοῦ κόσμου), εἰ καὶ κατὰ μεριστὴν ἰδιότητα· οἱ δὲ ἀπόλυτοι ἡγεμόνες εἰσὶ τῶν ἐγκοσμίων σειρῶν ἐν μοίραις τοῦ κόσμου τεταγμένων ἄλλαις ἄλλων, ὥστε κατά γε τοῦτον τὸν τρόπον ἀληθὴς ὁ λόγος. Ἔοικεν δὲ καὶ ὁ Παρμενίδης πλείονα φάναι διὰ τοῦτο περὶ τῶν ἅψεων· ἄλλως γὰρ ἡ μακρολογία αὕτη παρέλκει. | |
19 | ||
20 | Ταῦτα μὲν περὶ τούτων, τὰ δὲ ἄλλα καὶ αὐτὸς ἱκανῶς τίς ὁ σκοπὸς τῶν ἐφεξῆς τριῶν ὑποθέσεών τε καὶ συμπερασμάτων, ὅ ἐστι περὶ ποίου ἑνὸς ἐν αὐτοῖς διαλέγεται, καὶ ποίων θείων διακοσμήσεων· τοῦτο μὲν οὖν πρῶτον διοριστέον. Δεύτερον δέ, διὰ τί μετὰ τὸ ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι τὸ ἴσον καὶ ἄνισον | |
25 | παρέθηκεν, καὶ ὅλως περὶ τῆς τάξεως τῶν ἐφεξῆς τριῶν συμπερασμάτων. Τρίτον ἐπὶ τούτοις, πῶς νοητέον τὸ ἴσον καὶ ἄνισον ἐπὶ τῶνδε τῶν θεῶν, | |
καὶ τὸ μεῖζον καὶ μικρότερον. | 220 | |
221 | Τέταρτον δέ, εἰ ἔστιν ἕνα κλῆρον εἰς πολλοὺς ἀνηρτῆσθαι θεούς, καὶ ἕνα θεὸν πολλῶν ἅμα προεστάναι κλήρων. Πέμπτον, πότερον ἡ ἰσότης κρείττων τῆς ἀνισότητος, ἢ ἀνάπαλιν· εἰ μὲν γὰρ τοῦτο, διὰ τί μὴ καὶ ἡ ἀνομοιότης κρείττων ὁμοιότητος, καὶ ταυτότητος | |
5 | ἑτερότης, καὶ κίνησις στάσεως· εἰ δὲ ἐκεῖνο, πῶς τὸ μεῖζον ὑπεροχὴν δηλοῖ κατὰ τῆς ἰσότητος μόριόν γε ὂν τῆς ἀνισότητος. Ἕκτον, τί τὸ μέγεθος τοῦτο καὶ τὸ σμικρὸν ὃ νῦν παραλαμβάνει, καὶ διὰ τί νῦν ἀποδείκνυσιν εἶναι ταῦτα εἴδη, καὶ πῶς “εἴδη” αὐτὰ κέκληκεν, ἀλλ’ οὐ “γένη”. | |
10 | Ἕβδομον, ποῖα καὶ πόσα τὰ συμπεράσματα, καὶ διὰ τί οὕτω τεταγμένα. Ὄγδοον, ἐπιδρομὴν εὐκρινῆ ποιητέον τῶν ἀποδείξεων, εἴ πού τινος δέοιντο διορθώσεως. | |
12 | Καὶ δὴ λέγωμεν ἐξ ἀρχῆς περὶ τοῦ πρώτου. Αὐτὸς μὲν οὖν τὴν μὲν ἐν πηλίκῳ ἰσότητα ἀπονέμει τοῖς οὐρανίοις, τὴν δὲ ἐν ποσῷ τοῖς ὑπὸ σελήνην | |
15 | θεοῖς, καὶ τὴν σύζυγον ἀνισότητα, τὴν δὲ ἐν χρόνῳ ταῖς θείαις ψυχαῖς ἄχρι τινός, εἶτα αὖ τοῖς κρείττοσι γένεσιν. Ἡμῖν δὲ ἄμεινον εἶναι δοκεῖ τὰ μὲν πρῶτα συμπεράσματα ἀφιεροῦν τοῖς ἀπλανέσι θεοῖς, ἅτε κατὰ μίαν συνέχειαν ἡνω‐ μένην πρὸς ἀλλήλους συντεταγμένοις, τὰ δὲ μέσα τοῖς πλανωμένοις ἀπ’ ἀλ‐ λήλων καὶ τὴν ποικιλίαν τῶν κινήσεων καὶ οὐκέτι φυλάττουσι τὸ συνεχὲς | |
20 | καὶ ἀμετάλλακτον τῆς διακοσμήσεως. Ἔτι δὲ οὐδὲ ἁπλῶς κατὰ ἀριθμὸν αὐτῶν θεωροῦμεν τὸ ἴσον καὶ ἄνισον, ἀλλὰ κατὰ ἀριθμὸν τῶν μέτρων καὶ μερῶν τῆς πηλικότητος. Καὶ γὰρ ἀπὸ τῶν ἀπλανῶν οἱ πλανώμενοι δέχονται τὴν ἐγ‐ κόσμιον ἰδιότητα. Καὶ ἔτι τὸ τρίτον περὶ ἀκινήτους ἐκείνους οὗτοι κινούμενοι διίστανται περὶ τοὺς ἀδιαστάτους καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ τόπῳ μένοντας. | |
25 | Τὰ δέ γε ἔσχατα τῶν συμπερασμάτων τῆς δευτέρας ὅλης ὑποθέσεως εἰς τοὺς ὑπὸ σελήνην θεοὺς ἀνενεκτέον. Πρῶτον μὲν γὰρ θεογονίαν γράφοντας πάντα περὶ θεῶν ἀκούειν δίκαιον. Εἶτα τὴν ἐξημμένην οὐσίαν τοῦ ἑνὸς πάλαι ἀφῆκεν ὁ Παρμενίδης. Ἐκ δὲ τρίτων διὰ τί τὴν μὲν θείαν ψυχὴν, ἣ τὰ κρείττω γένη | |
ἰδίων συμπερασμάτων, τὸ δὲ ὂν ἢ τὴν ζωὴν ἢ τὸν νοῦν οὐδαμοῦ καθ’ ἑαυτὰ | 221 | |
222 | παρέλαβεν; εἰ δὲ ὅτι θεῖα ὄντα συνήνωτο τῷ ἑνί, διὰ τοῦτο παρεῖται ἐκεῖνα, πάντως ὅτι καὶ τὴν ψυχὴν δι’ αὐτὸ τοῦτο παραληπτέον, καὶ ἔτι τὰ κρείττω γένη· ὀπαδοὶ γὰρ κατ’ οὐσίαν τῶν θεῶν οἱ δαίμονες. Ἀλλὰ μὴν τέταρτον, εἰ διότι θεία ἐστὶν ἡ ψυχή, παραληπτέα νῦν ἐν τοῖς συμπεράσμασιν, διὰ τί μὴ | |
5 | καὶ τὸ θεῖον σῶμα ἢ τῆς αὐτὴς ἢ ἰδίας ἠξίωται μνήμης; θεία γὰρ καὶ αὕτη τις οὐσία. Μήποτε οὖν ἄμεινον λέγειν ὅτι περὶ τοῦ ἑνὸς διαλεγόμενος περὶ θεοῦ μὲν διαλέγεται πάντως, κατὰ τὴν δευτέραν ὑπόθεσιν, ἅμα δὲ καὶ περὶ τῆς ἐξημμένης αὐτοῦ πάσης οὐσίας, εἴτε νοερᾶς, εἴτε ψυχικῆς, εἴτε σωμα‐ τικῆς. Αὖ πάλιν εἴτε συμφυῶς καθ’ ἓν οἷον ζῷον, εἴτε κατὰ τὴν τῶν ὀπαδῶν | |
10 | συμπεριπόλησιν· ἁπλῶς γὰρ οὐσίαν τῷ ἑνὶ συνθεωρεῖ, τὴν ἰδιότητα τοῦ ἑνὸς ἀεὶ σώζουσαν καὶ ἀεὶ τῷ ἑνὶ συνημμένην· ὅση δὲ τοῦ ἑνὸς ἀφίσταταί ποτε καὶ ἀποσπᾶται ἄλλης ὑποτίθεται φύσεως τῆς καθ’ ἑαυτὴν καὶ ἄνευ τοῦ ἑνὸς ὑφεστώσης. Ταῦτα μὲν οὖν εἰσαῦθις σαφηνιοῦμεν, ἀλλὰ γὰρ καὶ ὅτι τὰ τρίτα τῶν συμπερασμάτων ἁρμόζει μάλιστα τοῖς ὑπὸ σελήνην θεοῖς, ἀποδείξομεν | |
15 | προϊόντες. | |
15 | Νῦν δὲ ἀποκριτέον καὶ πρὸς τὸ δεύτερον ἓν μὲν ὅτι τὸ ἴσον συμμε‐ τρούμενον τῷ ἴσῳ οὐχ ἁπλῶς ἅπτεται, ἀλλ’ ἑαυτῷ ὅλῳ, τοῦ ἴσου, τὸ δὲ ἁπτό‐ μενον δύναται καὶ καθ’ ἓν σημεῖον· ἕτερον δὲ ὅτι τὸ μὴ ἅπτεσθαι ἀντιστρόφως ὅλην ἀναιρεῖ τὴν ἁφήν, τὸ δὲ ἄνισόν πη συνεισφέρει τὸ μὴ ἅπτεσθαι κατὰ | |
20 | τὸ ὑπερέχον ἢ ἐλλεῖπον· τρίτον δὲ ὅτι ἡ μὲν ἰσότης ἰσοτιμίαν τινὰ δηλοῖ τῆς οὐσίας, τὸ δὲ ἅπτεσθαι λέγεται σχέσιν τινὰ μόνην δηλοῖ τοῦ κρείττονος πρὸς τὸ χεῖρον, ἤ πού γε καὶ μὴ ἁπτόμενον. Τέταρτον τοίνυν ἡ μὲν ὁμοιότης πόρ‐ ρωθεν ἐπιτελεῖται, ἡ δὲ ἰσότης πελαζόντων ἐστὶν συμμέτρησις. Δεῖ ἄρα τὸ πελάζειν αὐτὸ μέσον ἀμφοῖν προϋπάρχειν, ἄλλως μὴ συμμετρούμενον· τοῦτο | |
25 | δέ ἐστιν ἁφὴ ἀναφής. Ταῦτα μὲν πρὸς τὰ πρότερα· τριῶν δὲ ὄντων συμπε‐ ρασμάτων, ἰσότητος καὶ ἀνισότητος ἐν δίκῃ προτέτακται τὰ μὲν συνεχῆ τῶν διωρισμένων, ταῦτα δὲ τῶν χρονικῶν καὶ κατὰ τὰς ἡλικίας ὁρωμένων. Τὸ μὲν | |
γὰρ πηλίκον, ὡς συνεχές, προτακτέον ἦν τοῦ διαιροῦντος εἰς τὰ μέτρα τὸ | 222 | |
223 | συνεχές, ὡς ἀμέριστον μεριστοῦ, ταῦτα δὲ ἄμφω τῶν χρονικῶν, δι’ ἓν μὲν ὅτι ὁ χρόνος ἅμα καὶ συνεχής ἐστι καὶ διωρισμένος καὶ ἔστι μῖγμα πηλίκου καὶ ποσοῦ, δι’ ἕτερον δὲ ὅτι τὰ ἀμετάβλητα πρὸ τῶν μεταβαλλομένων, διὰ δὲ τρίτον ὅτι ἐν ἐκείνοις μὲν ἡ ἰσότης καὶ ἡ ἀνισότης κατ’ αὐτὴν ὁρᾶται τὴν | |
5 | πρώτην οὐσίαν, ἡ δὲ ἐν χρόνῳ κατὰ τὰς τῶν ἡλικιῶν ἀλλοιώσεις. | |
5 | Τὸ δὲ τρίτον αὐτὸς κατὰ πολλοὺς τρόπους μεταχειρίζεται· μάλιστα δὲ ἐγκριτέον πρὸς μὲν ἑαυτὸ ὅτι ἴσον μὲν ὡς ἀμέριστον καὶ τὸ σύμπαν ὅ ἐστι πλὴν τῆς σχέσεως μόνης ἐχούσης τινὰ καὶ ταύτης διπλόην· ᾗ δὲ διαιρεῖται εἰς ὅλον καὶ μέρη, ἢ τὸ ἡνωμένον καὶ πεπληθυσμένον, ἐνταῦθα τὸ μεῖζον ὁρᾶται | |
10 | ἢ σμικρότερον. Πρὸς δὲ τὰ ἄλλα, ὧν μὲν λέγει πιθανώτατον ὅτι ἴσον μέν, ὡς ἓν ἑνὸς κλήρου προϊστάμενον, μεῖζον δὲ ὡς ὑπερέχον πρεσβείᾳ καὶ δυνάμει τοῦ κλήρου, σμικρότερον δὲ οὐχ ὡς ἀμερέστερον (τοῦτο γὰρ εἰς τὸ μεῖζον ἀποκαθίσταται, καὶ εἴη ἄν πως κρεῖττον τοῦ μεῖζον), ἀλλ’ ὅτι συνθέτου ὄντος τοῦ ὅλου ἐγκοσμίου θεοῦ, ἓν μέρος ἐστὶ τὸ ἓν τῆς συνθέσεως, τὰ δὲ ἄλλα μέρη | |
15 | πλείω τοῦ ἑνός· μᾶλλον δὲ οὐ πλείω, ἀλλὰ τὸ σύνθετον ἄλλο μέρος μεῖζον τοῦ ἑνός, ᾗ σύνθετον ἐκ πλειόνων, οἷον ὕλης καὶ εἴδους σωματοειδοῦς καὶ φύσεως καὶ ζωῆς ἁπάσης ἐν ὑποκειμένῳ καὶ ψυχῆς καὶ νοῦ, εἴπερ αὐτὸ καθ’ αὑτὸ νοοῖμεν τὸ ἕν. Εἰ δὲ καὶ μετὰ νοῦ καὶ ψυχῆς, καὶ οὕτω μεῖζον τὸ ἐξ ἄλλων σύνθετον· πολλὰ γὰρ τὰ ἄλλα εἴδη ἐξ ὧν ὁ σωματοειδὴς συνίσταται | |
20 | κλῆρος. Ἴσως δὲ καὶ τὸ ἀμερέστερον εἰ νοοῖμεν ὡς ἀογκότερον, ἔχοι ἂν καὶ τοῦτο βέλτιον λόγον. Μήποτε δὲ ἄμεινον ὡς αὐτὸ πρὸς ἑαυτὸ παραβέβληκεν, οὕτω καὶ πρὸς τὰ ἄλλα ποιεῖσθαι τὴν παραβολήν, ὡς μὲν ἀδιαίρετον ἀδιαιρέτῳ τῷ κλήρῳ ἰσούμενον κατὰ τὴν ἰδιότητα τῶν αὐτῶν μέτρων, ὡς δὲ διαιρούμενον εἰς μέρη καὶ ὅλον τοῦ τε ἑνὸς καὶ τοῦ κλήρου, μεῖζον τὸ τοῦ ἑνὸς ὅλον φανεῖται | |
25 | ἢ τὸ τοῦ κλήρου, καὶ ἔλαττον τὸ τοῦ ἑνὸς μεριστὸν ἢ τὸ τοῦ κλήρου, διότι μεγέθους καὶ σμικρότητος ἐκφανέντων ἐν τῇ διαιρέσει, τὸ μὲν ἡνωμένον ἐν τῷ ἑνὶ μᾶλλόν ἐστιν, τὸ δὲ διακεκριμένον ἐν τῷ κλήρῳ μᾶλλον· ἧττον ἄρα ἐν τῷ ἑνί· σμικρότερον ἄρα τοῦτο ἐν τῷ ἑνί· οὕτω γὰρ ἔσται κατὰ λόγον τὸ μᾶλλον | |
μεῖζον πρὸς τὸ μᾶλλον σμικρότερον παραβαλλόμενον. Μήποτε δὲ πάντα ὅσα | 223 | |
224 | ἂν ᾖ μᾶλλόν ἐστιν ἐν τοῖς ὑπερτέροις· καὶ ἡ μὲν ἰσότης ὁμώνυμος ἐν ἀμφοῖν, τὸ δὲ μεῖζον καὶ τὸ σμικρότερον ἐν τῷ ἑνὶ ἀκριβέστερον ἐν τοῖς ἄλλοις, ὥσπερ καὶ τὸ ἕτερον ἐλέγομεν πρότερον. Ἔστι δὲ καὶ μεῖζον μὲν λέγειν τὸ καθ’ ἑαυτὸ ἕν, σμικρότερον δέ, καθόσον ἐγγίγνεται τοῖς μετέχουσιν. Τάχα | |
5 | δ’ ἄν τις εἴποι καὶ τοιοῦτον λόγον ὡς οἱ μὲν πρότεροι θεοὶ οὐχ ὅλοι προῄε‐ σαν εἰς τοὺς οἰκείους κλήρους οἵ τινές ποτε ἦσαν, οὐδὲ ὅλως εἰς τὰ δεύτερα, ἀλλ’ ἐν τῇ ἑαυτῶν ὑπεροχῇ μένουσιν πρὸς τὰ ἐφεξῆς, οὗτοι δὲ διὰ τὸν ἔσχατον μερισμὸν πᾶν ὅσον εἶχον προῆλθον, καὶ συνέταξαν τὴν οἰκείαν πρόνοιαν ὅλην τοῖς προνοουμένοις διὰ τὴν πρὸς αὐτὰ συμμετρίαν, καὶ ταύτῃ μὲν ἴσοι. Ἐπειδὴ | |
10 | δὲ φύσει τὸ ἓν καὶ ὁ θεὸς τῶν ἀπ’ αὐτοῦ κρείττων ἐστίν, μείζων εἶναι λέγεται τῶν οἰκείων γεννημάτων καὶ τῶν εἴσω καὶ τῶν ἐκτός. Εἶτα ἐπειδὴ καὶ συντέ‐ τακταί πως ἀπὸ τοῦ ἴσου καὶ συναριθμεῖται τοῖς ἀπ’ αὐτοῦ προελθοῦσιν [ἡ] εἴσω καὶ ἔξω, διὰ τοῦτο σμικρότερον τῶν ἄλλων, ὡς ἐν πολλοῖς οἷον ὁμοτα‐ γέσιν καὶ ὡς πέρας ἐν πεπερασμένοις. | |
14 | ||
15 | Πρὸς δὲ τὸ τέταρτον εἴρηται μὲν καὶ πρόσθεν, λεγέσθω δὲ καὶ νῦν συντόμως ὅτι ἀνάγκη ἑνὸς σώματος μίαν εἶναι ψυχήν, καὶ μιᾶς ψυχῆς ἕνα νοῦν πάντως, καὶ νοῦ γε ἑνὸς μίαν ἑνάδα προΐστασθαι τὴν κυριωτάτην καὶ γενικωτάτην. Καὶ μαρτυρεῖ μὲν τούτοις ὁ Τίμαιος ἐν μιᾷ μὲν ψυχῇ ἕνα νοῦν, ἐν ἑνὶ δὲ σώματι μίαν ψυχὴν ἀποτιθέμενος· ἔχει δὲ καὶ λόγον κατὰ μίαν | |
20 | ψυχήν, καὶ σῶμά γε ἓν ἐπὶ πᾶσιν. Εἰ δὲ ὁμοῦ πλείους θεοὶ ἐν ἡλίῳ ἢ σε‐ λήνῃ, ἢ ἄλλῳ τινὶ τῶν θείων σωμάτων, πολλοὶ τρόποι τῆς συμπλοκῆς, ἢ γὰρ κατ’ αἰτίαν, ἢ κατὰ μέθεξιν, ἢ καθ’ ὕπαρξιν, εἷς μὲν ὁ κοινὸς ἁπάντων, οἱ δὲ μερικώτεροι, καὶ τὸ ἓν ἐκείνου κλῆρον διανειμάμενοι. | |
23 | Πρὸς τοίνυν τὸ πέμπτον, ἐπειδὴ τὸ μεῖζον ὁμοῦ καὶ τὸ σμικρότερον | |
25 | εἰς ταὐτὸν ἰόντα ποιεῖ τὸ ὅλον πλήρωμα τοῦ ἑνός, ἐν ᾧ τὸ ἴσον ἐθεωροῦμεν, δῆλον ὅτι κρεῖττον ἡ ἰσότης ἐστὶν τῆς πάσης ἀνισότητος. Ἐν γὰρ διαιρέσει ἡ ἀνισότης, ἡ δὲ ἰσότης ἐν τῇ ἑνώσει· κρεῖττον δὲ ἡ ἕνωσις τῆς διακρίσεως. Ἔτι δὲ κατὰ τὴν πρὸς τὸν κλῆρον συμμετρίαν ὁ ἐγκόσμιος εἰδοποιεῖται θεός· | |
κατὰ δὲ ταύτην καὶ ἡ ἰσότης, ὥστε εἶδος μᾶλλον ἡ ἰσότης τοῦδε τοῦ ἑνός, καὶ | 224 | |
225 | ταύτῃ γε κρείττων τῆς ἀνισότητος. Ἔτι δὲ καὶ οἱ μαθηματικοὶ μητέρα τῶν ἀνίσων σχέσεων ἀποφαίνουσι τὴν ἰσότητα· μετὰ γὰρ αὐτὴν ἡ ἀνωμαλία συν‐ ίσταται τῆς ἀνισότητος, ὥστε καὶ ἡ ὑπεροχὴ ὡς ἐν ἀνίσοις ἔχει τὸ πρεσβεῖον. Καὶ γὰρ ὁ πρόλογος καὶ ὁ ὑπόλογος μετὰ τὴν ἰσότητα καὶ ἀπὸ τῆς ἰσότητος. | |
4 | ||
5 | Ἀλλὰ δὴ τὸ ἕκτον, μέγεθος καὶ σμικρότης, ἔτι δὲ ἡ ἰσότης ἐνταῦθα παραλαμβάνεται, οὖσαι μὲν καὶ ἐν τοῖς ὑπερτέροις, ἀλλ’ ἐν τούτοις ἐκφαινό‐ μεναι, διότι διάστασις ἐν τῷ κόσμῳ τούτῳ ἐφάνη· ὅπου δὲ ἡ διάστασις ἐκ‐ πρεπής, ἐνταῦθα καὶ οἱ ὅροι τῆς διαστάσεως, ὥστε μέγεθος καὶ σμικρότης. Εἰλήφθω νῦν καὶ ἡ μεσότης αὐτῶν εἶναι δοκοῦσα ὡς κορυφὴ καὶ ἀκρότης, | |
10 | ὡς ἐν ὄγκοις καὶ διαστατοῖς πράγμασιν καὶ ἤδη πηλίκοις κατ’ οὐσίαν. Διόπερ καὶ ἐδεήθη ὁ λόγος ἀποδεῖξαι αὐτὰ ὄντα, ὅ ἐστιν ἐν οὐσίαις ὑφεστῶτα νοηταῖς, ἵνα μήτις οἰηθῇ σωματικὰ αὐτὰ εἶναι καὶ οὐδὲν τῷ ἑνὶ προσήκοντα. Διὸ καὶ “εἴδη” κέκληται, ὡς ἂν φαίη τις παραδείγματα· γένη δὲ ὅμως ἐστίν, ὅ ἐστιν εἰδῶν τὰ γενικώτερα· εἴδη γὰρ ἦν κοινὰ καὶ τὰ γένη. | |
14 | ||
15 | Πρὸς τοίνυν τὸ ἕβδομον ἓξ μὲν τὰ συμπεράσματα, δείκνυται δὲ κατὰ συζυγίαν ἴσον τοῖς ἄλλοις καὶ ἑαυτῷ, μία μὲν αὕτη δυάς, εἶτα μεῖζον ἑαυτοῦ καὶ σμικρότερον, δευτέρα δὲ αὕτη, πρὸς δὲ ταύταις τρίτη συζυγία τῶν ἄλλων τὸ ἓν μεῖζόν τε καὶ σμικρότερον. Αἰτία δὲ τῆς τοιαύτης τάξεως πάντως μὲν καὶ ἡ ἀπόδειξις οὕτως εὐοδοῦσα πρὸς τὰ συμπεράσματα. Τάχα δ’ ἄν τις εἴποι | |
20 | καὶ ἀπ’ αὐτῶν τῶν πραγμάτων ὅτι τὴν μὲν ἰσότητα προτετίμηκεν τῶν ἄλλων σχέσεων, ὡς κατὰ τὸ κρεῖττον ἑστῶσαν, τῶν δὲ κατὰ τὴν ἰσότητα συμπερα‐ σμάτων τὸ πρὸς τὰ ἄλλα τοῦ πρὸς ἑαυτό, διότι μάλιστα οἱ ἐγκόσμιοι ἐν τῷ πρὸς τὰ ἄλλα τετάσθαι τὸ εἶναι ἔχουσιν, τῆς δὲ ἀνισότητος, τὰ πρὸς ἑαυτὸ τῶν πρὸς τὰ ἄλλα, ἵνα καὶ εἰς τὰ ἄλλα καταλήξῃ ὁ λόγος, ἀφ’ ὧνπερ ἤρξατο· | |
25 | ἢ ὅτι τὸ μέγα καὶ τὸ μικρὸν σωματοειδέστατα ἦν, ἠβουλήθη προσαποδεῖξαι αὐτὰ ἐν τῷ ἑνὶ προϋπάρχοντα πόρρω τῶν σωμάτων, ἵνα ἐν τοῖς ἄλλοις οὕτω | |
πως ἀσωμάτως αὐτὰ νοοῖμεν, ὅταν παραβάλλωμεν τὸ ἓν πρὸς τὰ ἄλλα. Ἓξ δὲ | 225 | |
226 | τὰ συμπεράσματα γέγονεν ἀντὶ τεσσάρων, ἐπειδὴ ἡ ἀνισότης εἰς τὸ μεῖζον καὶ σμικρότερον διῄρητο, ὥστε πανταχοῦ ἡ δημιουργικὴ τετρὰς προελή‐ λυθεν. | |
3 | Ἐπὶ πᾶσι ῥητέον ἤδη πρὸς τὸ ὄγδοον ἀποκρινομένους. Ὁ μὲν δὴ | |
5 | πρῶτος συλλογισμὸς ἀναιρεῖ τὴν σμικρότητα πρότερον· εἶτα τὸ μέγεθος ἀν‐ ῄρηκεν, καὶ ὄντως εἰσάγει τὴν ἰσότητα. Ζητητέον ἄρα πρῶτον μὲν διὰ τί ἐξ ἀναιρέσεως εἰσάγει τὸ ἴσον, δεύτερον διὰ τί ἀπὸ τῆς ἀναιρουμένης σμικρό‐ τητος ἀναιρεῖ τὸ μέγεθος, ἀλλὰ μὴ ἀνάπαλιν· οὐδὲ γὰρ τὸ μεῖζον ὑπάρχοι ἄν τινι ἄνευ ἰσότητος διὰ τοὺς αὐτοὺς λόγους· ἢ γὰρ ὅλῳ ἢ μέρει ὑπάρξει τὸ | |
10 | μέγεθος, καὶ φανεῖται ὡσαύτως ἑκάτερον ἄτοπον· τρίτον, πῶς οὐ διάλληλος ἡ δεῖξις, εἴπερ ἔκ τε τοῦ μὴ εἶναι ἰσότητα δείκνυται μὴ ὂν τὸ μέγα καὶ τὸ μικρόν, καὶ ἐκ τούτου αὖ δείκνυται οὖσα ἰσότης· τοῦτο δὲ καὶ μάχεται αὐτὸ πρὸς ἑαυτό· εἰ γὰρ μὴ ἔστιν ἰσότης ... Λέγωμεν τοίνυν πρὸς μὲν τὸ πρῶτον ὅτι προϋπάρχει τῆς ἀνισότητος ἡ | |
15 | ἰσότης. Εἰκότως ἄρα διὰ τῶν ἀποφάσεων τῆς ἀνισότητος εἰσάγει τὴν κατά‐ φασιν τῆς ἰσότητος· εἴωθεν γὰρ ἀπὸ τῶν κρειττόνων ἀποφάσκειν τὰ χείρω. Πρὸς δὲ τὸ δεύτερον ἐροῦμεν ὅτι οὐχ ἥρμοζε τῷ μείζονι τὸ διαιρετικὸν τοῦ συλλογισμοῦ· οὔτε γὰρ ὅλῳ ὑπάρχει τὸ μεῖζον, εἴπερ μεῖζον τοῦ ὅλου ἐστίν, οὔτε μέρει πολλῷ μᾶλλον· δοκεῖ δὲ τὸ σμικρὸν μέρει ὑπάρχειν, καὶ ὅλῳ δέ, | |
20 | ἀλλ’ ἑκατέρῳ μετὰ τῆς ἰσότητος· τὸ δὲ μεῖζον ὑπερβάλλειν δοκεῖ τὴν ἰσότητα. Τάχα δὲ ἄμεινον λέγειν ὅτι δοκεῖ ἡ ἰσότης ἐν τῷ μείζονι περιειλῆφθαι ὡς καὶ τὸ μικρόν, ὥστε τοῦ μείζονος ἀναιρεθέντος, ἀνῃρεῖτο καὶ ἡ ἰσότης. Βέλτιον δὲ ἀπὸ τούτων τῶν πραγμάτων (ἐπειδὴ ἀπὸ τῶν χειρόνων σχέσεων εἰς τὴν ἄκραν ἰσότητα ὁδῷ ἄρα προῆλθεν ὁ λόγος), καὶ ἅμα ἔδειξεν ὅτι μᾶλλον ἡ ἰσότης τῷ | |
25 | μείζονι συγγενὴς ἢ τῷ ἐλάττονι, καὶ ὅτι τὸ ἔλαττον τὸ χείριστόν ἐστι τῆς προκειμένης τριάδος. Οὐκ ἄρα κατὰ τὸ ἀμερὲς εἰδοποιεῖται τὸ σμικρόν· εἰ δὲ | |
ἦν, τοῦτο μὲν ἡ διῃρημένη οὐσία καὶ διὰ τοῦτο ὑφειμένη, τὸ δὲ μέγα ἡ ἡνωμένη | 226 | |
227 | κατὰ λόγον ἐπὶ τὴν συναμφότερον, καθ’ ἣν ἦν ἡ ἰσότης, ἀπὸ τῆς διῃρημένης ἔδραμεν διὰ τῆς ἡνωμένης. Καὶ μὴν πρὸς τὸ τρίτον οὐκ ἀναιρεῖ τὴν ἰσότητα ἵνα ἀνέλῃ τὸ μέγα καὶ μικρόν, ἀλλὰ κατὰ τὴν αὐτῶν φύσιν ἀποφαίνει μὴ ὑπάρχοντα, ἵνα δείξῃ τὴν | |
5 | ἰσότητα οὖσαν. Ὡς δὲ ἀπὸ τῶν πραγμάτων ὁρᾷ τὸ ἴσον ἐν τῷ συναμφοτέρῳ τῆς οὐσίας, ἐν δὲ τούτῳ μήτε σμικρότητα εἶναι δυναμένην, ὡς οὐ πράττουσαν τὰ ἰσότητος, μήτε μέγεθος· ἐν ἀντιδιαιρέσει γὰρ καὶ τοῦτο πρὸς τὸ μικρόν. Καὶ ἵνα μήτις οἰηθῇ ὅτι οὐχ ὅλη μὲν ἡ ἰσότης ἐστὶν τὸ σμικρόν, μερικὴ δέ τις ἰσότης, καὶ οὐκ εἶναι πάντη ἰσότητα, ἀλλὰ μικρὸν καὶ μέγα μόνον, κατ‐ | |
10 | εσκεύασεν ὅτι οὔτε ὅλῳ τῷ συναμφοτέρῳ, οὔτε μέρει τοῦ τοιούτου ὑπάρχει σμικρότης· ἔτι δὲ μέγεθος μὲν καὶ σμικρότητα προαπέδειξεν ὄντα. Νῦν δὲ ὅτι καὶ ἰσότης ἔνεστιν τῷ ἑνὶ συναποδείκνυσιν, ἢ οὐδ’ ἂν τὰ ἄλλα εἶναι· ὅτι δὲ κατὰ τὸ συναμφότερον τῆς οὐσίας ὁρᾷ τὸ ἴσον ἐδήλωσεν εἰπών· “καὶ μὴν καὶ αὐτό γε τὸ ἓν πρὸς ἑαυτὸ οὕτως ἂν ἔχοι· μήτε μέγεθος ἐν ἑαυτῷ μήτε μικρότητα | |
15 | ἔχον, οὔτ’ ἂν ὑπερέχοι ἑαυτοῦ, ἀλλ’ ἐξ ἴσου ὄν, ἴσον ἂν εἴη ἑαυτῷ.” Ὥστε διαιροῦμεν εἰς τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, τό τε μεῖζον καὶ σμικρότερον γίγνεται· καὶ τοῦτο δηλοῖ τὸ ἑξῆς. Ὁ μὲν δὴ συλλογισμὸς οὗτος κατὰ τὸ αὐθ‐ υπόστατον γέγονεν, ἐξ ἀποφάσεως γὰρ τοῦ μεγάλου καὶ σμικροῦ τὸ ἴσον ἀν‐ εγυμνώθη, ὁ δὲ δεύτερος ἀπὸ τοῦ ἐν ἑαυτῷ πρόεισιν, καὶ ὁ τρίτος ἀπὸ τοῦ | |
20 | ἐν ἄλλῳ· ἅμα 〈μὲν〉 γὰρ ἐν ἑαυτῷ καὶ περιέχον καὶ περιεχόμενον, ὅπερ ἐστὶ μεῖζον καὶ ἔλαττον, ἅμα δὲ ἐν ἄλλοις καὶ περιέχεται, καὶ εἰ τὰ ἄλλα ἐν ἑαυτῷ περιείληφεν. Ζητητέον ἄρα ἓν μὲν διὰ τί ἀπὸ τοῦ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ταῦτα συν‐ ήγαγεν, ἕτερον δὲ πῶς αὐτὸ τὸ ἓν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ οὐκ ἔσται μεῖζον καὶ | |
25 | ἔλαττον, τρίτον δὲ τὸ μὲν εἶναι τὸ ἐν τοῖς ἄλλοις ἀπὸ τοῦ ἐν ἄλλῳ ἔλαβεν, τὸ δὲ καὶ τὰ ἄλλα ἐν τῷ ἑνί, πόθεν. Πρὸς μὲν οὖν τὸ πρῶτον λέγωμεν ὅτι τὸ προσεχέστατον παράδειγμα τῆς ἐξῃρημένως τῶν δευτέρων προνοούσης οὐσίας ὁ μέγας Κρόνος ἐστίν. Ἔστι | |
δὲ τὸ μὲν ἐν ἑαυτῷ κατὰ τὸ ἐξῃρημένον, τὸ δὲ εἰς τὰ δεύτερα προϊὸν ἀπὸ τοῦ | 227 | |
228 | ἐν ἄλλῳ, καὶ ὅτι πρῶτος ἐκεῖνος τὰ οἰκεῖα γεννήματα βούλεται περιέχειν· διὸ καὶ τοῖς ἱερατικοῖς οἱ κρόνιοι τετήρηνται δαίμονες παιδοβρωσίαις χαί‐ ροντες καὶ τὴν τοιαύτην τιμωρὸν προβεβλημένοι δύναμιν. Πᾶν οὖν τὸ περι‐ έχειν καὶ περιέχεσθαι πᾶσιν ἐκεῖθεν. | |
5 | Πρὸς δ’ οὖν τὸ δεύτερον, ὅτι ἐν ἐκείνῳ ἄφραστός ἐστιν ἡ ἕνωσις τοῦ περι‐ έχοντος καὶ τῶν περιεχομένων. Διόπερ “ἐν ἑαυτῷ” λέγεται, ἀλλ’ οὐχὶ “τὰ αὐτοῦ ἐν ἑαυτῷ”· “αὐτὸς” γάρ ἐστι καὶ τὸ περιεχόμενον, ὥστε μᾶλλον ἴσον ἑαυτῷ, εἴπερ οἷόν τε εἰπεῖν. Πρὸς δὲ τὸ τρίτον, ὅτι ἡ πρὸς τὰ ἄλλα ἰσότης καὶ τὰ ἄλλα ἐν τῷ ἑνὶ πε‐ | |
10 | ποίηκεν. Ἀντιπεριέχει γὰρ ἄλληλα τὰ ἴσα κατὰ τὸ ἀντίστροφον, ἐπεὶ καὶ ὁ Τίμαιος οὐ μόνον ἐν σώματι τὴν ψυχὴν ἀποτίθεται, ὁμοίως δὲ καὶ τὸν νοῦν ἔθηκεν ἐν ψυχῇ καὶ τὴν ψυχὴν τῇ τοῦ νοῦ περιόδῳ ἐνέδησεν. Φαίνεται δέ τι καὶ ἄλλο προσλαμβάνων τὸ δεῖν ἕκαστον εἶναί που καὶ ἀπὸ τούτου συνάγων τὸ ἐν ἀλλήλοις εἶναι τό τε ἓν καὶ τὰ ἄλλα. Ἥκει δὲ καὶ τοῦτο ἀπὸ τῆς αὐτῆς | |
15 | ἅπασιν τάξεως· ἐκεῖνο γὰρ ἦν τὸ ἓν ἐφ’ οὗ πρώτου ἐλέγετο δεῖν εἶναί που, ἢ οὐδαμοῦ ὂν μηδὲν εἶναι· καὶ εἰκότως· πρῶτος γὰρ ἦν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ· καὶ ἔστω κοινὸν τὸ ἐν ἄλλῳ, ἵνα συναγάγωμεν τοὺς δύο λόγους ἅμα μὲν ἐν τῷ πρὸ αὐτοῦ, ἅμα δὲ ἐν τῷ μετ’ αὐτόν, ἀλλ’ ἐν τούτῳ μὲν ὡς νοητὸν ἐν τῷ νῷ τῷ ἑαυτοῦ, ἐν ἐκείνῳ δὲ ὡς ὁ νοῦς ἐν τῷ ἑαυτοῦ νοητῷ· ἁπλῶς ἄρα ἐν ἑαυτῷ καὶ | |
20 | ἐν ἄλλῳ. Εἰ ἄρα μὴ ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ, οὐδὲν ἂν εἴη τοῦτο τὸ ἕν· ἐκεῖ γὰρ ὅ ἐστιν ἕκαστον τοῦτο μόνον ἐστίν· εἰ οὖν μὴ τοῦτο, οὐδέν ἐστιν· καὶ τὸ ἐγκόσμιον ἄρα ἕν, εἰ μήτε ἐν ἑαυτῷ μήτε ἐν ἄλλῳ, ὡς μέντοι μεῖζον καὶ ἔλαττον, οὐδὲν ἂν εἴη. Καὶ τὰ ἄλλα ἄρα ἐν ἑαυτοῖς μὲν οὐ δύναται εἶναι, ἐν ἄλλῳ δὲ τῷ ἑνὶ πάντως ἐστίν· μετὰ γὰρ τὸ πρῶτον ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ | |
25 | ἁπλῶς τὸ ἐν ἑαυτῷ ἐστι καὶ ἐν τῷ χείρονι, καὶ ἔτι τὸ χεῖρον ἐν τῷ κρείττονι, μερισάμενα τὴν ἐκείνου μίαν ὑπεροχήν. Τοσαῦτα περὶ τούτων· τὰ δὲ ἄλλα καὶ αὐτὸς ἱκανῶς οὐ μόνον ἐπὶ τῆς συνεχοῦς ἰσότητος, ἀλλὰ καὶ ἐπὶ τῆς δι‐ ωρισμένης· πλὴν ὅσον ἐπὶ τῶν πλανωμένων θεῶν ταῦτα ἀκουστέον. Καὶ γὰρ | |
τὰ ἡμῖν γεγραμμένα κοινά ἐστιν ἐπ’ ἀμφοῖν τοῖν ἰσοτήτοιν, μόνον εἰ ἀντὶ | 228 | |
229 | πηλίκου μεταλάβοιμεν τὸ πόσον, ὡς εἴρηται· ὥστε ἡμῖν ἤδη μεταβατέον ἐπὶ τὴν ἐσχάτην διακόσμησιν τῶν θεῶν. | |
2 | ΠΕΡΙ ΤΗΣ ΕΣΧΑΤΗΣ ΔΙΑΚΟΣΜΗΣΕΩΣ. —Περὶ τῆς ἐσχάτης δια‐ κοσμήσεως τάδε ζητητέον· ἓν μέν, ὅτι οὐ περὶ ψυχικῆς οὐσίας ὁ λόγος, ὥς | |
5 | φησιν. Ἕτερον δέ, ὅτι περὶ θείας καὶ ταῦτα ἰδιότητος συμπεραίνεται. Τρίτον δέ, ὅτι μάλιστα τοῖς ὑπὸ σελήνην θεοῖς καὶ προεστῶσι τῆς γενέ‐ σεως ἁρμόζει ταῦτα τὰ συμπεράσματα. Τέταρτον, πόσα καὶ τίνα τὰ συμπεράσματα, καὶ διὰ τί τόσα, καίτοι καὶ | |
10 | ὡδὶ τεταγμένα. Πέμπτον, διὰ τί καὶ τὸ εἶναι καὶ τὸ γίγνεσθαι συμπαρέλαβεν. Ἕκτον, διὰ τί καὶ καταφάσκει ἐν τούτοις. Ἕβδομον, διοριστέον σαφῶς ὅπως ἅμα νεώτερον καὶ πρεσβύτερον γίγνεται αὐτὸ ἑαυτοῦ. | |
15 | Ὄγδοον, διὰ τί νῦν τὴν πρὸς ἑαυτὸ παραβολὴν ἐποιήσατο πρώτην τῆς πρὸς τὰ ἄλλα. Ἔνατον, περὶ τοῦ χρόνου σκεπτέον ἅ φησιν· εἰ ἀπόλυτος· εἰ τοῦ παντὸς κρείττων, ὡς ὁ αἰὼν τοῦ αὐτοζῴου, καὶ πῶς κρεῖττον. Δέκατον, ποῦ ἐστιν ἡ τοῦ χρόνου πηγή, πότερον ἐν τῇ μέσῃ θεότητι ἢ | |
20 | ἐν τῷ δημιουργῷ. Ἑνδέκατον, πῶς ἐξ ἀμερῶν τῶν νῦν ὁ χρόνος μεριστὸς ὤν, πῶς δὲ ἅμα συν‐ εχὴς καὶ διωρισμένος. Δυοδέκατον, πῶς ἐστιν ὁ χρόνος, ὅτε τὸ μὲν ὅσον ἐστίν, οὐκ ἔστιν χρόνος, οἷον τὸ νῦν, ὅσον δὲ χρόνος, τοῦτο οὐκ ἔστιν. | |
25 | Τρίτον καὶ δέκατον, καθόλου σκεπτέον πῶς δεῖ νοεῖν τὸ νεώτερον καὶ πρεσβύτερον καὶ ἰσήλικον ἐπὶ τοῦ ἑνός, εἴτε πρὸς ἑαυτό, εἴτε πρὸς τὰ ἄλλα. Τέταρτον καὶ δέκατον, τὸ ἦν καὶ ἔστι καὶ ἔσται, καὶ ὅλως τὰ ἐπαγόμενα | |
μόρια τοῦ χρόνου, εἰ μὴ εἴη δήλωμα τῶν κρειττόνων γενῶν, ὥς φησι, τίνα | 229 | |
230 | ἂν δηλοῖ, καὶ πῶς μετὰ τὴν τῶν προτέρων συμπερασμάτων μίαν πάντων συναγωγήν, ὥσπερ ἐξ ἄλλης ἀρχῆς καὶ ταῦτα συνάγει, ὡσὰν ἐπ’ ἄλλην φύσιν τι ἑπόμενος. Πέμπτον καὶ δέκατον, πῶς ἐπὶ πᾶσι τὴν εἰς τὰ πρῶτα ἐπιστροφὴν ἐποιή‐ | |
5 | σατο πάντων εἴδη τῶν θείων συμπερασμάτων. | |
5 | Λέγωμεν οὖν ἤδη ἀπὸ τοῦ πρώτου ἀρξάμενοι περὶ ἑκάστου χωρίς· οὐκοῦν ὅτι οὐ περὶ ψυχῆς ἐστιν τῷ Παρμενίδῃ ὁ λόγος ἴδοι τις ἂν ἐννοήσας ἓν μὲν ὡς τὸ ὑπερκόσμιον εἶδος καὶ τὸ ἐγκόσμιον ὅσον οὐράνιον ὁμοίῳ καὶ ἀνομοίῳ ἐχαρακτήρισεν, καὶ τῷ ἅπτεσθαι καὶ ἴσῳ καὶ μείζονι καὶ σμικροτέρῳ, | |
10 | καὶ ἔτι ἴσῳ καὶ πλείονι καὶ ἐλάττονι, οἷς ἰδιώμασι κατέχεται πάντως ἥ τε ὑπερκοσμία ψυχὴ καὶ ἡ ἀπόλυτος, ἥ τε ἀπλανὴς καὶ ἡ πλανωμένη· καὶ τοῖς συμβόλοις τούτοις διοίσουσιν ἀλλήλων οἱ τέτταρες κόσμοι· ὁμοιοειδεῖς γὰρ ἀεὶ τοῖς οἰκείοις κόσμοις αἱ ἐν αὐτοῖς πᾶσαι οὐσίαι· δεύτερον δὲ ὅτι σαφῶς καὶ αἰσθητὸν καὶ δοξαστὸν εἶναι τὸ τῆς δευτέρας ὑποθέσεως ἕν, ἔτι δὲ ἐπιστητὸν | |
15 | καὶ γνωστὸν ὁ Παρμενίδης ἀποφαίνεται. Τί οὖν τῶν συμπερανθέντων, ἢ δοξαστόν, ἢ αἰσθητόν, εἰ μὴ καὶ τὸ θεῖον σωματοειδὲς ἐν αὐτῇ περιέχοιτο; Οὐκ ἄρα μέχρι ψυχῶν προελήλυθεν· εἰ ἄρα μέχρι καὶ τῶν θείων σωμάτων, οὐκ ἂν τὰ ἔσχατα συμπεράσματα περὶ ψυχῶν δικαίως ἀκούοιμεν. Τρίτον δὲ πρὸς τούτοις, οὐδαμοῦ φαίνεται παλινδρομῶν ὁ Παρμενίδης εἰς τὸ ἄναντες, | |
20 | ἀλλ’ ἀεὶ χωρῶν πρὸς τὸ κοιλότερον. Πῶς οὖν κατελθὼν ἕως τῶν ἐσχάτων, αὖθις ἐξ ἄλλης ἀρχῆς ἀντιλαμβάνεται ὑπερκοσμίων πρώτων, καὶ ἐπὶ τὰ ἑξῆς προσέρχεται; Ταῦτα κείσθω καὶ νῦν εἰρημένα περὶ τούτων. | |
22 | Ἀλλὰ μὴν ὅτι περὶ θείας διακοσμήσεως καὶ ταῦτα συμπεραίνεται, δῆλον μὲν ἐποιήσαμεν καὶ πρότερον, λέγομεν δὲ καὶ νῦν ὅτι τὰ χρονικὰ ταῦτα | |
25 | σύμβολα εἴδη ἄττα καὶ γένη ἐστίν· ὥστε καὶ ἀπὸ τῶν οὐσιῶν τούτων ἔδει χα‐ ρακτηρίσαι τινὰ θεῖον διάκοσμον. Ἕτερον δὲ καὶ πᾶσα ἰδιότης θεόθεν ἄρχεται· | |
ὥστε καὶ τὸ νεώτερον τοῦτο καὶ πρεσβύτερον καὶ ἰσήλικον ἀπὸ θεῶν ποιή‐ | 230 | |
231 | σεται τὴν ἀρχήν. Τρίτον δὲ ὅτι καὶ ὁ χρόνος αὐτὸς θεὸς αὐτόθεν ἐφ’ οὗ καὶ οἱ θεουργοὶ ταῦτα κατηγοροῦσιν ὡς νεώτερος καὶ πρεσβύτερος, ὡς αἴτιος τοῦ γίγνεσθαι τοῖς γιγνομένοις, ὥστε καὶ τὰ τοιαῦτα πρώτοις ἁρμόζει τοῖς θείοις αὐτοῖς. Ἔτι δὲ τέταρτον, εἰ ἔστιν γένεσις ἐν τῷ παντὶ καὶ φθορά, μᾶλλον δὲ | |
5 | καὶ ἐν αὐτοῖς ἤδη τοῖς εἴδεσιν, ὡς πρόσθεν ἔλεγεν ὁ Παρμενίδης, πάντως ὅτι καὶ θεοί εἰσιν τῆς τοιαύτης φύσεως αἴτιοι καὶ προστάται, οὓς κατ’ αὐτὰ εἰδοποιεῖν ἄξιον. | |
7 | Ἀλλὰ δὴ πρὸς τὸ τρίτον λεκτέον ἓν μὲν ὅτι εἰ οὐράνιός ἐστιν ἡ διττὴ ἰσότης, δῆλον ὡς τὰ χρονικὰ συμπεράσματα τῶν ὑπερουρανίων ἐστὶ θεῶν | |
10 | ἱερά. Δεύτερον δὲ εἰ ἀπὸ τῆς γενέσεως καὶ φθορᾶς ταῦτα λαμβάνεται καὶ τῆς κατὰ τὰς ἡλικίας ἀλλοιώσεως, φανερὸν ὡς ἐν τοῖς ὑπὸ σελήνην τὰ τοιαῦτα ἐγχωρεῖ θεωρεῖν, ὡς ἰδιότης ἐν αὐτοῖς προείληπται τοῖς γενεσιουργοῖς, ἢ ὅλως ὑποσελήνοις θεοῖς. Τρίτον δὲ εἰ οὐσίας ἀποδείκνυσι καὶ ἀπὸ οὐσιῶν λαμβάνει τὰς ἀποδείξεις, φανερὸν ὅτι καὶ τὸν χρόνον οὐκ ἂν ἐν ταῖς ἐνεργείαις | |
15 | λαμβάνοι, ἀλλὰ κατ’ αὐτὴν τὴν οὐσίαν, ἐπεὶ καὶ τὸ νεώτερον καὶ πρεσβύτερον καὶ πάθη αὐτῶν ἐστιν τῶν οὐσιῶν, καί που λαμπρῶς ἡ οὐσία ὁρᾶται ἀλλοιου‐ μένη κατὰ τὰς ἡλικίας ἐν τοῖς ὑπὸ σελήνην πράγμασιν. Ἔστι μὲν γὰρ ἐν οὐρανῷ χρόνος οὐσιώδης, ἀλλ’ οἷον ἀμετάβλητος καὶ ὁ αὐτὸς ἀεί, κατὰ δὲ τὰς ἡλικίας μεταβαλλόμενος, ἐνθάδε ἐστὶν διαρρήδην· ἐν οἷς δὲ κρατεῖ τὰ σύμβολα, | |
20 | ἐπὶ τούτων κατηγορεῖται. Τέταρτον ἐννοητέον ὅτι ὁ μὲν συνεγνωσμένος οὗτός ἐστιν ὁ ἐκ νυκτῶν καὶ ἡμερῶν συγκείμενος, ὁ δὲ τοιοῦτος ὑπὸ σελήνην ἐστί. Διὸ καὶ ὁ Τίμαιος τὴν γῆν ἐποίει φύλακα νυκτὸς καὶ ἡμέρας. Ἔτι δὲ πέμπτον οἱ θεολόγοι τοὺς ἐν τῷδε τῷ κόσμῳ θεοὺς ἐκφαινομένους, ἀλλὰ μὴ ἀπὸ τῶν ἄνω σειρῶν ἀπορρέοντας, ἢ νεωτέρους, ἢ γέροντας ὡς ἐπίπαν εἰσηγοῦνται | |
25 | ἡμῖν. Καὶ μεσταὶ τούτων αὐταὶ αἱ ὀρφικαὶ θεολογίαι, καὶ αἱ πάτριοι | |
καθ’ ἑκάστους. “Ἕκτῃ δ’ ἐν γενεᾷ” τῷ ὄντι θεῶν ὁ Παρμενίδης ἄχρι τοῦδε | 231 | |
232 | διετέλεσεν, ἄλλους καὶ ἄλλους διακόσμους ἡμῖν ἀφηγούμενος. Ἔσχατος δὲ πάντων ἐστὶν ὁ ὑποσέληνος κόσμος, ὡς οἵ τε θεοὶ μαρτυροῦσιν καὶ οἱ ἀπὸ φιλοσοφίας ὁρμώμενοι λόγοι καὶ αὐτή γε ὡς εἰπεῖν ἡ αἴσθησις. | |
3 | Τὸ δὲ τέταρτον ποικίλλεται μὲν τὰ συμπεράσματα παντοδαπῶς τῷ | |
5 | τε γίγνεσθαι, τῷ ἰέναι, τῷ τε καταφατικῷ καὶ ἀποφατικῷ ποτὲ νεωτέρῳ καὶ τῷ πρεσβυτέρῳ, τῷ τε πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα· καὶ γίγνεται τὰ πάντα, εἰ μὲν τῷ ἰσηλίκῳ χρησοίμεθα, δώδεκα· εἰ δὲ ἀντὶ τούτου τῷ οὔτε νεώτερον οὔτε πρεσβύτερον, δεκαέξ, ὡς καὶ αὐτὸς ἀπαριθμεῖται σαφέστερον. Διὰ τί οὖν τοσαῦτα; ἢ ἴσως μὲν καὶ διότι τὸ πλῆθος καὶ πολυσύνθετον καὶ διεσπαρμένον | |
10 | τῆς γενέσεως, ἐν ᾗ καὶ τὸ γίγνεσθαι ὁρᾶται καὶ τὸ εἶναι ἰνδάλλεται· ἔτι δὲ τό τε καταφατικὸν τοῦ εἴδους καὶ τὸ στερητικὸν τῆς φθορᾶς· ἔτι δὲ αἱ τρεῖς μεταβολαὶ τῶν ἡλικιῶν, ἐξ ὧν ἁπάντων ἥτε ποικιλία τῶν ἐν αὐτῇ πραγμάτων συνίσταται, καὶ τὸ πλῆθος τῶν περὶ αὐτῆς συμπερασμάτων. Ἴσως δὲ καὶ ἐκεῖνο ὁ Πλάτων ἐνδείκνυται ὅτι ἡ οὐρανία ἑξὰς ἐν τῷ ὑπὸ σελήνην κόσμῳ διπλα‐ | |
15 | σιάζεται, ὥσπερ καὶ οἱ Χαλδαῖοι τὰ ὑπουράνια γένη τῶν οὐρανίων διπλασίω παραδιδόασιν. Εἰ δὲ καὶ τὸ ἰσήλικον διαιροῖμεν εἰς δύο ἀποφάσεις, ἡ ἑκκαι‐ δεκὰς σύμβολον ἔσται τῆς εἰς ἔσχατον μερισμὸν προόδου γενομένης ἀπὸ τῆς δημιουργικῆς τετρακτύος. Ἀνέλιξις γὰρ παντελὴς τῆς τετράδος ὁ ἀπ’ αὐτῆς τετράγωνος. Διὰ τί δὲ τὸ πρὸς ἑαυτὸ τῶν πρὸς τὰ ἄλλα προέταξεν, καίτοι | |
20 | αἴτιον ποιεῖν ἀπὸ τοῦ δημιουργοῦ ἀρξάμενος; ἢ ὅτι τὰ συναγόμενα θνητοειδῆ ἦν καὶ ἀνάξια τοῦ ἑνὸς ὡς οὕτω δοκεῖν. Ἵνα οὖν μὴ οἰηθῶμεν ἀπὸ τῶν ἄλλων τῷ ἑνὶ ταῦτα προστίθεσθαι, ἀλλ’ ἔχωμεν κατ’ ἰδιότητα καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς προβαλλόμενα, διὰ τοῦτο ἄνευ τῶν ἄλλων ἐν αὐτῷ ταῦτα προαποδείκνυσιν τῷ ἑνὶ ἀναφυόμενα, καὶ οὐδὲ ταῦτα ἀπὸ τῆς ὕλης ἢ τῆς γενέσεως. Διὰ τί δὲ | |
25 | ἐν μὲν τοῖς πρὸς ἑαυτὸ τὰ τοῦ γίγνεσθαι προέταξεν, ἐν δὲ τοῖς πρὸς τὰ ἄλλα, τὰ τοῦ εἶναι συμπεράσματα; ἢ τάχα μὲν ἐπειδὴ γενεσιουργὸν τοῦτο τὸ ἕν, ἵνα ἀπὸ τοῦ γίγνεσθαι ἄρξηται, καὶ εἰς τοῦτο κατάξῃ, τάχα δὲ καὶ τὴν | |
ἰδιότητα οὕτω σαφῶς ἐνδείκνυται τοῦδε τοῦ ἑνός. Πρὸς ἑαυτό τε γὰρ γιγνόμενόν | 232 | |
233 | ἐστι προηγουμένως καὶ πρὸς τὰ ἄλλα, οὐδὲν ἧττον οὐσία φαίνεται ὄν· εὐοδεῖ δὲ αὐτῷ καὶ ἡ ἀπόδειξις οὕτω μᾶλλον. Διὰ τί δὲ αὖ πάλιν ἐν μὲν τοῖς πρὸς ἑαυτὸ συμπεράσμασι τὰ τέτταρα καταφατικὰ προτάττει τῶν τεττάρων ἀπο‐ φατικῶν, ἐν δὲ τῷ πρὸς τὰ ἄλλα, τοῖς δύο καταφατικοῖς τοῦ εἶναι τὰ δύο | |
5 | προσνέμει ἀποφατικὰ καὶ τοῖς τοῦ γίγνεσθαι τὰ δύο ἀποφατικά; ἢ ὅτι ἐν αὐτῷ μὲν διακεκριμένη ἐστὶν ἡ ἰδιότης ἡ γενέσεως αἰτία τῆς φθοροποιοῦ, εἶναι τοῦ μὴ εἶναι· συμπέπλεκται δὲ ἀδιακρίτως τῇ τε γενέσει ἡ οὐσία (γενεσιουργὸς γάρ ἐστιν ἡ οὐσία), καὶ τῇ φθορᾷ ἡ μὴ οὐσία. Τὸ γὰρ τῆς φθορᾶς αἴτιον ἐν τῷ ἑνὶ τὸ μὴ ὄν ἐστιν τῆς τοῦ ἑνὸς ἰδιότητος· ἐν δὲ τοῖς ἄλλοις ἄλλο τὸ εἶναι | |
10 | καὶ ἄλλο τὸ γίγνεσθαι· καὶ τὸ μὲν γίγνεσθαι παρεπομένην εὐθὺς ἔχει τὴν οἰκείαν φθοράν, τὸ δὲ εἶναι τῷ μὴ εἶναι σύνεστιν, ἡγούμενον ἑπομένῳ. Διὰ τί δὲ ἐκ τῶν ἀποφάσεων ἤρξατο τῆς ἐσχάτης τετράδος; ἢ ἔδει ἀπὸ καταφάσεως ἀρξάμενον εἰς κατάφασιν τελευτῆσαι· καὶ γὰρ ὁ τῆς γενέσεως κύκλος ἀπὸ γενέσεως εἰς γένεσιν. Μήποτε δὲ ἐν τοῖς ἄλλοις ἡ μὲν γένεσις ἀπὸ τοῦ δυ‐ | |
15 | νάμει ποιοῦσα ἀπὸ τῆς οἰκείας στερήσεως εἰς τὸ εἶδος προκόπτει· πρὸ ἄρα τῆς γενέσεως ἡ τοιάδε ἀπόφασις· τὸ δὲ εἶναι, ἅτε αὐτὸ ὂν τὸ τέλος τῆς γενέ‐ σεως ἐν ᾧ μήκετι τὸ προκόπτειν, οὐκ ἂν ἔχοι πρὸ αὐτοῦ τὸ μὴ εἶναι, ἀλλὰ τὸ γίγνεσθαι. Ἐπίταδε γὰρ τὸ τέλος ἀεὶ καὶ τὸ τούτῳ ἀντικείμενον τοῦ γίγ‐ νεσθαι καὶ φθείρεσθαι. Διὰ τί δὲ πανταχοῦ τὸ πρεσβύτερον τιμιώτερόν ἐστιν; | |
20 | ἢ μᾶλλον τὸ πρότερον κατὰ χρόνον τὸ πρεσβύτερόν ἐστιν. Ἔδει οὖν καὶ ἐν τῇ ἀποδείξει τάττειν αὐτὸ πρότερον. | |
21 | Διὰ τί οὖν τῷ εἶναι τὸ γίγνεσθαι συνέπλεξεν; τοῦτο γὰρ ἦν πέμπτον τῶν ἐζητημένων. Ἢ ὅτι τὸ ἓν τοῦτο καὶ τὴν γένεσιν ἤδη ἀφ’ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ προὐβάλετο, καὶ ἔστιν ἔσχατον, καὶ οἷον γένεσις ἐν τῷ κόσμῳ τῶν | |
25 | ἑνάδων. | |
25 | Διὰ τί δὲ προσέμιξεν αὐτῷ καὶ τὴν ἀπόφασιν; τοῦτο γὰρ ἕκτον ἠποροῦμεν· ὅτι γὰρ οὐ τὸ ἰσήλικον κατασκευάζει διὰ τῶν ἀποφάσεων δηλοῖ | |
ἀνάπαλιν διὰ τοῦ ἰσηλίκου συνάγων τὰς ἀποφάσεις. Ἢ ὥσπερ οὐσία τὸ ἕν, | 233 | |
234 | ἀλλὰ γενεσιουργός, οὕτω καὶ στέρησιν προὐβάλετο· ἄνευ γὰρ στερήσεως οὐκ ἔστι γένεσις· ἀλλὰ κατὰ τὸ ἰσήλικον ἡ ἀπόφασις συνάγεται· ἢ καὶ τοῦτο εὔλογον ἅμα τῇ ἀκμῇ ἄρχεσθαι τὴν ἀπόφασιν. Ἴσως δὲ καὶ ἐκ περιουσίας ἡ ἀπόδειξις· εἰ γὰρ τῇ ἀκμῇ σύνεστι πάντως στέρησις, ἤ πού γε ταῖς ἄλλαις | |
5 | ἡλικίαις συνείη ἂν ἔτι μειζόνως. Μήποτε δὲ παραβέβληται μὲν τὸ ἀποφατικὸν εἰς ἔνδειξιν καὶ τῆς φθοροποιοῦ στερήσεως· ἐνδείκνυται δὲ μᾶλλον τὸ κράτιστον καὶ μάλιστα ἀκμάζον τῶν γενητῶν. Διὸ καὶ τῇ ἰσότητι ἀναλογεῖ τὸ ἰσήλικον, ὡς τὸ μὲν πρεσβύτερον τῷ μείζονι, τὸ δὲ νεώτερον τῷ σμικροτέρῳ. Τοῦτο δὲ συνάγει διχῶς, καὶ ὡς ἰσήλικον, διὰ τὸ κράτιστον, καὶ ὡς οὔτε νεώτερον οὔτε | |
10 | πρεσβύτερον, ὡς τοῦτο μὲν τέλος, ἐκείνων δὲ τὸ μὲν πρὸς τὸ τέλος, τὸ δὲ ἀπὸ τοῦ τέλους. | |
11 | Ἀλλὰ τὸ ἕβδομον εἴρηται μὲν καὶ πρόσθεν, λεγέσθω δὲ καὶ νῦν ὅτι μάλιστα πρός τι καὶ γίγνεται καὶ ἔστιν· ἅμα ἄρα προστεθέντι ἐποίησεν τὸ μὲν πρεσβύτερον μετὰ τῆς προσθήκης, τὸ δὲ νεώτερον ἄνευ ταύτης. Ἔνεστι δὲ | |
15 | τὸ ἄνευ προσθήκης τῷ μετὰ προσθήκης· αὐτὸ ἄρα ὅλον ἑαυτοῦ, οὐχ ὅλου πρεσβύτερον· ἔτι δὲ ἐν ἑνὶ νῦν πάντα ἐπιτελεῖται, ὥστε παραυτίκα νεώ‐ τερον καὶ πρεσβύτερον· ἀλλὰ τὸ μὲν ἀπόν, τὸ δὲ προσιόν. Καὶ ἔτι ἐκ τρίτων ἡ τοῦ χρόνου συνέχεια συνδεῖ τὸ ἀεὶ νεώτερον τῷ ἀεὶ πρεσβυτέρῳ, καὶ ἐν τούτῳ σώζει τὴν συνέχειαν, ἐν τῷ ὁμοῦ νεώτερον γίγνεσθαι καὶ πρεσβύτερον. | |
19 | ||
20 | ἀλλὰ μὴν πρὸς τὸ ὄγδοον εἴρηται πρότερον ἐν τοῖς συμπερά‐ σμασιν, λεγέσθω δὲ καὶ νῦν τό γε τοσοῦτον ὅτι κινδυνεῦον τοῦτο τὸ ἓν τὰ ἄλλα εἶναι δοκεῖν, διὰ τοῦτο πρότερον αὐτὸ καθ’ αὑτό, καὶ πρὸς ἑαυτῷ συν‐ εστήσατο, καὶ ἅμα τέλος ἀρχῇ συνάπτων· καὶ γὰρ τὸ δημιουργικὸν ἓν πρὸς ἑαυτὸ συνεκρίνετο πρότερον. | |
24 | ||
25 | Τὸ τοίνυν ἔνατον, ὅτι μὲν οὐ μόνον ἀπόλυτος ὁ χρόνος ἐστὶν καὶ αὐτὸς διωρθώσατο προελθών· πῶς δ’ ἂν εἴη κρείττων τοῦ παντός, ὁμόγονος | |
ὢν αὐτῷ κατὰ τὸν Τίμαιον; εἰ δὲ τῷ κόσμῳ ὁμόγονος, ἐγκόσμιος ἂν εἴη ὁ τοῦ | 234 | |
235 | κόσμου χρόνος· καὶ γὰρ μέτρον ἐστὶν ἐν τῷ μετρουμένῳ. Συμπληροῖ γοῦν καὶ αὐτὸς τὴν τοῦ δημιουργήματος ὁμοιότητα πρὸς τὸ παράδειγμα. Καὶ γὰρ ἡ τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος· καὶ ὁ αἰώνιος δὲ οὐ πρὸ τοῦ ζῴου αἰών, ἀλλ’ ἐν αὐτῷ καὶ τῷ ζῴῳ ὁμόγονος, ἀλλ’ ὅμως μέτρον τοῦ ζῴου, καὶ ταύτῃ | |
5 | κρείττων τοῦ ζῴου. Οὕτως ἄρα καὶ ὁ χρόνος τοῦ κόσμου κρείττων, ὡς ὁμο‐ ταγής, καὶ κατὰ τὴν μετρητικὴν ἰδιότητα. | |
6 | Πρὸς τὸ δέκατον δὴ τί ἡμεῖς ἐροῦμεν; ἢ τὸ μὲν ἀληθέστατον ὡς οὐκ ἔστιν ἀφορίσασθαι τὰ τοιαῦτα διανοίας ἀνθρωπίνης. Οὐδὲ γὰρ ὅτι ἡ πηγὴ τῆς ψυχῆς ἐν τῇ Ἑκάτῃ ἐστὶν ἐπενόησεν ἄν τις, εἰ μὴ παρ’ αὐτῶν ἤκουσε τῶν | |
10 | θεῶν. Εἰ δὲ ἄρα τολμητέον εἰπεῖν τι ἀνθρωπικόν, οὐκ οἶμαι τὸν πηγαῖον χρόνον ἐν τῇ Μεγάλῃ εἶναι θεῷ, ἀλλὰ μᾶλλον ἐν τῷ δημιουργῷ. Στοχάζομαι δὲ ὅτι οὐκ ἔστι ζωογονικῆς ἰδιότητος ὁ χρόνος, ἀλλὰ δημιουργικῆς καὶ μετρη‐ τικῆς τῶν εἰδῶν. Εἰ δὲ μετρεῖ καὶ τὴν ψυχῆς κίνησιν, οὐδὲν παρὰ τοῦτο· καὶ γὰρ ἡ πηγαία κρίσις ἐν τῷ δημιουργῷ οὖσα κρίνει τὴν ψυχήν, καὶ ἡ πηγαία | |
15 | αἴσθησις ἐν αὐτῷ οὖσα συνέζευκται τῇ φύσει ἀπαιωρουμένῃ τῶν τῆς θεοῦ νώτων. Ἔτι δὲ ὁ δημιουργὸς τὴν μὲν ψυχὴν ὑφιστῶν ἐπιδεῖται τοῦ ζωογονικοῦ κρατῆρος, τὸν δὲ χρόνον αὐτὸς ἐπινοεῖ καθ’ ἑαυτόν, ὥς φησιν ὁ Τίμαιος, ἅτε ἔχων ἐν ἑαυτῷ τὸν πηγαῖον χρόνον. Ἔτι δὲ ἐκ τρίτων τὸ τοῦ χρόνου παρά‐ δειγμα οὐκ ἔστιν ὁ πρῶτος αἰών, ἀλλ’ ὁ συνὼν τῷ αὐτοζῴῳ, ὡς πολλάκις | |
20 | ἐδείξαμεν. Καὶ ὁ χρόνος ἄρα ἐν τῷ τρίτῳ τῶν νοερῶν ἐκφανήσεται, ἀλλ’ οὐκ ἐν τῇ νοερᾷ ζωῇ, ἥτις ἀναλογεῖ τῷ πρώτῳ αἰῶνι· ὁ δὲ δημιουργὸς οἷον αὐτο‐ ζῷόν ἐστιν ἐν τοῖς νοεροῖς. Καὶ δὴ ἐπὶ τούτοις, εἰ καὶ ζωναῖός ἐστιν οἷος ὁ θεουργοῖς ἐκφανείς ποτε χρόνος, ἀλλὰ τὰ συνθήματα αὐτοῦ δημιουργικὴν ἐμφαίνει μᾶλλον συγγένειαν, οἷον τὸ νεώτερον καὶ πρεσβύτερον, τὸ αἴτιον | |
25 | γενέσεως τοῖς γιγνομένοις, τὸ μισογύναιον, ὡς ἂν οὐ ζωογονικῆς, οὐδὲ θηλυ‐ | 235 |
236 | πρεποῦς ὄντος ἰδιοτροπίας· τοῦτο μὲν οὖν ὅπη ἂν τῷ θεῷ δοκῇ, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω. | |
2 | Πρὸς δὲ τὸ ἑνδέκατον ἀπορήσειεν ἄν τις, εἰ διάστημα ὁ χρόνος, πῶς συνθήσει αὐτὸν τὸ ἀδιάστατον· μυρία γὰρ ἐπὶ μυρίοις τὰ νῦν συνελθόντα ἓν | |
5 | ποιεῖ νῦν ἀδιάστατον, ἀλλ’ οὔτε ἡμιωρίαν οὔτε ὁποστονοῦν μόριον ὥρας. Διότι πᾶν ἐπ’ ἄπειρον εἰς τὰ νῦν οὐ παύσεται διαιρούμενον· εἰ γὰρ καὶ ἀσώματος ὁ χρόνος, ἀλλ’ οὐκ ἀδιάστατος, ἐπεὶ καὶ τὸ μαθηματικὸν μέγεθος ἀσώματον, ἀλλ’ ὅμως οὐκ ἄν ποτε συντεθείη ἀπὸ σημείων. Εὐλαβητέον ἄρα τὸ ἐξ ἀμερῶν εἶναι τὸν χρόνον. Τί οὖν; οὐδὲ συνεχής ἐστι καὶ διωρισμένος, ὡς ἀποδείκνυσιν, | |
10 | πάνυ γε φήσω, ἀλλ’ οὐκ ἐκ μερῶν ἀμερῶν, ἀλλ’ ἐκ διαστατῶν διωρισμένων συγκείμενος. Ἔστιν γὰρ σύνθετος, ὥς φησι Στράτων, ἐκ μερῶν μὴ μενόντων· ταύτῃ οὖν ἐκ διωρισμένων· ἕκαστον δὲ μέρος συνεχές ἐστι, καὶ οἷον μέτρον ἐστὶν ἐκ πολλῶν μέτρων· ἐδείκνυμεν γὰρ καὶ ἐν τοῖς εἰς Τίμαιον ὅτι οὐ κατὰ τὰ νῦν προκόπτει ὁ χρόνος· οὐδὲ γὰρ ἂν προέκοψεν ἀπείρων ὄντων | |
15 | ἀεὶ τῶν νῦν. Ἀλλ’ ὥσπερ ἡ κίνησις προκόπτει διαστηματικῶς, ἀλλ’ οὐ κατὰ σημεῖον, ἀλλ’ οἷον κατὰ ἅλματα, ὡς ἔλεγε καὶ Ἀριστοτέλης, οὕτως ἀνάγκη καὶ τὸ χρόνον κατὰ μέτρα ὅλα προβαίνειν ἃ μετρητικὰ τῶν ἁλμάτων γίγνεται τῆς κινήσεως. Οὕτως ἄρα ἐκ μέτρων ὁ χρόνος· ἀλλὰ μέτρον πέρασι διειλημ‐ μένον καὶ διωρισμένον. Διὸ καὶ ὁ Παρμενίδης τὸν χρόνον παρήγαγεν μετὰ τὸ | |
20 | συνεχὲς πηλίκον καὶ τὸ διωρισμένον πλῆθος, ὅτι καὶ αὐτὸς ὡς ἐκ μέτρων τε καὶ μερῶν, συνεχής τέ ἐστι καὶ διωρισμένος. Ἀλλ’ οὕτω, φαίη τις ἄν, καὶ ἡ κίνησις ἔσται συνεχὴς καὶ διωρισμένη, ὅτι οὐδὲ ταύτης τὰ μέρη μένει; ἢ ἀληθὲς τοῦτό ἐστι· συνεχίζεται γὰρ ὑπὸ τοῦ σώματος ἐφ’ οὗ τε καὶ οὗ ἡ κίνησις, διακοπτο‐ μένη δὲ διορίζεται τοῖς ἑαυτῆς ἅλμασιν· τὸ δὲ ἀληθῶς συνεχὲς τὸ μέγεθός ἐστιν | |
25 | οὗ καὶ ἡ συνέχεια ὅλη ὁμοῦ οὖσα παραιτεῖται τὸν διορισμόν. Ὅτι δὲ ἐκ μέτρων | 236 |
237 | διωρισμένων σύγκειται ὁ χρόνος, ἀλλ’ οὐκ ἐκ τῶν ἀμερῶν νῦν, δηλοῖ αὐτοῦ τὸ ἐπὶ ψυχῆς παράδειγμα. Ἔστω μὲν γὰρ συνεχὴς ἡ ψυχικὴ νόησις, διοριζέσθω δὲ ταῖς μεταβάσεσι καθορώσης μὲν δικαιοσύνην, καθορώσης δὲ σωφροσύνην, καθορώσης δὲ ἐπιστήμην. Ἆρα οὖν καθ’ ἕκαστον εἶδος ἓν νῦν διατρίβει μόνον, | |
5 | ἢ χρόνον ὅλον ἕστηκεν ἐν ἑκάστῳ; εἰ μὲν γὰρ τοῦτο, ἅλμασιν ἐοικότα ἔσται τὰ νοήματα· οὕτω δὲ καὶ τὰ διαστήματα τῶν μεταβάσεων ἐν χρόνῳ φανεῖται, ἀλλ’ οὐκ ἐν τῷ νῦν· τὸ μὲν γὰρ νενοηκέναι ἐν τῷ νῦν, τὸ δὲ νοεῖν ἐν τῷ χρόνῳ. Ὁ δὲ διορισμὸς ἐκ τῶν μερῶν σύγκειται τῶν κατὰ τὸ νοεῖν τε καὶ καθορᾶν, ἢ οὐκ ἂν ἐνέμεινέν τινι νοητῷ χρόνον οὐδένα· τοῦτο δὲ ἄτοπον κινεῖσθαι μόνον, | |
10 | οὐ στάσιν δὲ μηδεμίαν ἐνεῖναι ταῖς νοήσεσιν. Πῶς οὖν ὁ Παρμενίδης ἐν μέσῳ τοῦ γιγνομένου κατὰ τὸ νῦν θεωρεῖ τὸ μήτε νεώτερον μήτε πρεσβύτερον; ἐπειδὰν γὰρ ἐντύχῃ τῷ νῦν, πέπαυται γιγνόμενον. Ἢ καὶ τὸ διάστημα ἕκαστον τοῦ χρόνου νῦν καλεῖται, ὡς ἐνεστὼς χρόνος, ἀλλ’ οὐχ ὡς τὸ τοῦ χρόνου πέ‐ ρας· ἔστι γάρ τι διάστημα χρόνου ὃ ἐνέστηκεν ὅλον ὁμοῦ, οὐ παρὰ τὰ δύο νῦν· | |
15 | καὶ ὅτι τοῦτο τὸ διάστημα κέκληκεν νῦν ὁ Παρμενίδης ἐδήλωσεν χρόνον αὐτὸ ὀνομάσας· λέγει γάρ· “ἆρα οὐχ ὅταν κατὰ τὸν νῦν χρόνον, ᾗ γιγνόμενον τὸν μεταξὺ τοῦ ἦν τε καὶ ἔσται;” καὶ ὅτι πλάτος ἔχει τοῦτο τὸ νῦν, καὶ ὅλον τί ἐστι καὶ μέρη ἔχει, σαφέστατα παρέστησεν ἐπαγαγών· “τὸ γὰρ προϊὸν οὕτως ἔχει, ὡς ἀμφοτέρων ἐφάπτεσθαι, τοῦ τε νῦν ἀφιέμενον, τοῦ δ’ ἔπειτα ἐπι‐ | |
20 | λαμβανόμενον.” Ἔστιν ἄρα ἅπτεσθαι ἅμα καὶ ἀφίεσθαι τοῦ νῦν· μέρους μὲν ἄρα ἅψεται, μέρους δὲ ἀφεθήσεται· μεριστὸν ἄρα τὸ νῦν· χρόνος ἄρα, καὶ οὐ πέρας χρόνου. Ἔτι δὲ πορεύεται μὲν ἐν τῷ γίγνεσθαι τὸ γιγνόμενον, ἐπίσχει δὲ καὶ ἵσταται ἐν τῷ εἶναι, ὡς δὲ ἡ κίνησις, οὕτω καὶ ἡ στάσις ἐν χρόνῳ τοῖς τῇδε πράγμασιν. Καὶ ἕστηκεν ἄρα ἐν χρόνῳ τὸ ὄν, ὥσπερ κινεῖται τὸ γιγνό‐ | |
25 | μενον. Χρονικὸν ἄρα καὶ τὸ νῦν διάστημα, καὶ ἐκ τοιούτων σύγκειται ὁ χρόνος. Τῇ μὲν οὖν διαδοχῇ καὶ οἷον κινήσει τῶν τοιούτων διαστημάτων, ἄλλος ἀεὶ καὶ ἄλλος ὁ χρόνος, τῇ δὲ καὶ ὁπωσοῦν ἀθρόᾳ μονῇ τοῦ διαστήματος ἑκάστου | |
ἐν χρόνῳ τὸ ἀεὶ ὄν ἐστιν, ὥσπερ ἐν ἄλλῳ τὸ γιγνόμενον. | 237 | |
238 | Ἤδη δὲ καὶ πρὸς τὸ δυοδέκατον λέγομεν ὡς οὕτω μόνως ἐπιλύεσθαι δυνατὸν τὴν Ἀριστοτέλους ἀπορίαν, εἶναι χρόνον ἐνεστῶτα ὑποθεμένοις τὸ χρονικὸν τοιόνδε μέτρον· ὅπερ ὡς μὲν παρόν, ἐνεστώς ἐστιν, ὡς δὲ φθειρό‐ μενον, παρεληλυθώς, ὡς δὲ ἐπιγιγνόμενον ἀδιαλείπτως, μέλλων. Εἰσὶν ἄρα | |
5 | καὶ οἱ δύο περὶ τὸν ἐνεστῶτα χρόνον· ἄλλος γὰρ ἀεὶ καὶ ἄλλος ὁ ἐνεστώς· ἔν γέ τοι τῇ ἀφθάρτῳ γενέσει ἐν τῷ ἐνεστῶτι συνέπτυκται πᾶς ὁ χρόνος· κατὰ δὴ τὸν ἀεὶ ἐνεστῶτα τοῦτον δυνάμεθα καὶ ὅπως μετρεῖ τὴν κίνησιν ὁ χρόνος ἰδεῖν, ἢ καὶ ὅλως τὴν γένεσιν· ὃ γὰρ αὐτῆς ἀεὶ πάρεστιν τοῦτο μετρεῖ ὅλον ὁ χρόνος. Διόπερ ὡς ὅλον ἔν γε τῷ νῦν οὐδὲ γίγνεται, ἀλλ’ ἔστιν τό τε ἅτε ὅλον | |
10 | ὁμοῦ ὃ τότε ἐστὶν ἓν τότε· ὡς δὲ καὶ ἄλλο καὶ ἄλλο τοιοῦτον νῦν ὁ γιγνό‐ μενος, οὕτως ἄλλο καὶ ἄλλο τοιόνδε ὂν ἡ γένεσις, ὡς τήν τε γένεσιν ἄλλην ἀεί, καὶ ἄλλην εἶναι οὐσίαν, καὶ τὸν χρόνον ἄλλο καὶ ἄλλο νῦν. | |
12 | Ἀλλὰ μὴν πρὸς τὸ τρίτον καὶ δέκατον ἓν μὲν διοριστέον ὅτι τὸ μὲν νεώτερον καὶ πρεσβύτερον κατὰ τὸ πρότερον τοῦ χρόνου καὶ ὕστερον θεατέον, | |
15 | τὸ δὲ ἰσήλικον κατὰ τὸν ἐνεστῶτα. Στάσει γάρ τινι ἡ ἰσότης ἀναλογεῖ. Δεύτερον δὲ ὅτι καὶ κατὰ τὸ πρότερον τὸ νεώτερον, κατὰ δὲ τὸ ὕστερον τὸ πρεσβύτερον ἐνδέχεται θεωρεῖν, καὶ αὖ ἀνάπαλιν. Ὅταν μὲν γὰρ ἄλλο πρὸς ἄλλο συγκρίνηται, τὸ μὲν πρότερον πρεσβύτερόν ἐστιν, τὸ δὲ ὕστερον νεώ‐ τερον· ὅταν δὲ αὐτὸ πρὸς ἑαυτὸ ἀνάπαλιν, τὸ μὲν πρότερον νεώτερον, τὸ δὲ | |
20 | ὕστερον πρεσβύτερον. Τρίτον δὲ ἐπὶ τούτοις ἐπιστάσεως ἄξιον ὅτι πάντων μὲν τιμιώτατος ὁ ἐνεστώς, ἐν ᾧ τὸ ἑκάστου εἶναι, δεύτερος δὲ ὁ μέλλων, ὡς ἔτι ὁδεύων εἰς τὸ εἶναι, καὶ κατὰ τὸ δυνάμει ἱστάμενος, ἔσχατος δὲ ὁ παρεληλυθώς, οἷα παρ‐ ελθὼν τὸν ἐνεστῶτα, καὶ κατὰ τὴν στέρησιν ὑφεστώς. Ἀνάγκη ἄρα καὶ τῶν | |
25 | ἡλικιῶν τὸ μὲν ἰσήλικον εἶναι κράτιστον, τῶν δὲ πέριξ τὸ νεώτερον εἶναι κρεῖττον τοῦ πρεσβυτέρου, ὡς τὸ ἐπὶ τὴν ἀκμὴν τοῦ ἀπὸ τῆς ἀκμῆς. Οὕτω | |
μὲν ὡς ἐν γενέσει, δυνατὸν δὲ κατὰ ἄλλην ἐπιβολὴν τὸ πρεσβύτερον προτιμᾶν. | 238 | |
239 | Ἔτι τέταρτον ῥητέον ὡς τὸ ἓν τοῦτο καὶ τὰ ἄλλα καὶ ἑαυτὸ διὰ μὲν τοῦ νεωτέρου ἀνανεοῖ τε καὶ εἰς φῶς ἄγει, διὰ δὲ τοῦ πρεσβυτέρου ἀφανίζει τε καὶ καταμαραίνει, διὰ δὲ τοῦ ἰσηλίκου ἢ συνηλίκου συνέχει ἕκαστον ἐν τῷ εἶναι ὅ ἐστιν ἐν τῷ νῦν. Ἀμέλει καὶ αὐτὸς ὁ Παρμενίδης ἐν τῷ νῦν ὁρᾷ τὸ ἰσήλικον, | |
5 | ὃ οὔτε νεώτερόν ἐστιν οὔτε πρεσβύτερον. Ἔτι δὲ ἐπειδὴ ἡ γένεσις καὶ προέρ‐ χεται καὶ ἵσταται, πῶς ἐν τῷ προϊέναι τὴν μὲν στάσιν αὐτῆς διακρατεῖ διὰ τοῦ ἰσηλίκου, τὴν δὲ κίνησιν προάγει διὰ τοῦ νεωτέρου καὶ πρεσβυτέρου; Πέμπτον ἐπὶ τούτοις νεώτερον μὲν τὸ ἓν ἑαυτοῦ κατὰ τὴν ἡνωμένην οὐσίαν, πρὸ γὰρ τῆς προόδου τὸ ἡνωμένον, πρεσβύτερον δὲ κατὰ τὴν προελθοῦσαν | |
10 | καὶ διῃρημένην, ἰσήλικον δὲ κατὰ τὴν ὁμοῦ συναμφότερον. Καὶ δὴ πρὸς τὰ ἄλλα νεώτερον μὲν αὐτῶν ὡς ἑνοειδῶς αὐτὰ τελειοῦν, πρεσβύτερον δὲ ὡς με‐ μερισμένως αὐτῶν ἐφαπτόμενον, ἰσήλικον δὲ ὡς ὁμοῦ κατὰ τὸ συναμφότερον προνοούμενον. Καὶ γὰρ ὅλῳ μὲν ἑαυτῷ ὅλον τὸν οἰκεῖον κλῆρον διακρατεῖ, τῷ δὲ ἡνωμένῳ ἑαυτοῦ τὸ ἐκείνου συνῃρημένον, τῷ δὲ μεριστῷ ἑαυτοῦ τὸ ἐκείνου | |
15 | πολυμέριστον συγκροτεῖ. Καὶ ὥσπερ εἰς ἰσήλικον τοῖς ἄλλοις, ὅτι παρέχεται αὐτοῖς τὴν ἰσήλικον ἰδιότητα, οὕτω νεώτερον αὐτῶν, ὅτι τοῦ νεωτέρου μετα‐ δίδωσιν αὐτοῖς οὖσιν πολυμερίστοις καὶ πρεσβυτέροις, καὶ οὕτω πρεσβύτερον αὐτῶν, ὡς διαιροῦν αὐτὰ καὶ πλουτίζον τοῖς πολλοῖς εἴδεσιν. Διὸ τὸ μὲν δι‐ ῃρημένον τοῦ ἑνὸς τὸ τῶν ἄλλων ἡνωμένον εἰδῶν πληροῖ διαιρέσεως, τὸ δὲ | |
20 | ἡνωμένον τοῦ ἑνὸς τὸ διακεκριμένον ἑνοποιεῖ τῶν εἰδῶν. Ἔτι δὲ ἕκτον κατὰ τὸν Παρμενίδην τὸ ἓν πρότερόν γε τῶν 〈ἄλλων〉, ἐν αὐτῷ γὰρ ἐφάνη πρότερον ἡ τῆς γενέσεως ἰδιότης καὶ ἡ τοῦ χρόνου, ὕστε‐ ρον δὲ ἐν τοῖς ἄλλοις, ὥστε ταῦτα μὲν νεώτερα, ἐκεῖνο δὲ πρεσβύτερον. Καὶ μὴν δεῖ τὰ ἄλλα προϋφεστάναι, ἵνα δέξηται καὶ τὴν τοῦδε τοῦ ἑνὸς ἰδιότητα | |
25 | ἐπὶ ταῖς πρότερον ὑπαρχούσαις· ταύτῃ ἄρα πρεσβύτερα, τὸ δὲ νεώτερον. Ἀλλ’ ὁμοῦ καὶ προάρχει καὶ μεταδίδωσι τοῖς ἄλλοις τῆς αὐτῆς ἰδιότητος. Οὔτε ἄρα νεώτερον οὔτε πρεσβύτερον τὸ ἓν τῶν ἄλλων· ὁμοίως δὲ καὶ πρὸς | |
ἑαυτό, ὡς μὲν αὐτὸ ὂν τὸ γεννῶν τὸ γενητόν, πρεσβύτερον ἑαυτοῦ, ὡς δὲ | 239 | |
240 | τὸ γεννώμενον, νεώτερον, ὡς δὲ τὸ συναμφότερον ὁμοῦ ταὐτόν, οὔτε νεώτερον οὔτε πρεσβύτερον, τιμιώτερον πέφηνεν. | |
2 | Καὶ μὴν πρὸς τὸ τέταρτον καὶ δέκατον ἐκεῖνο λέγομεν, ὅτι τῶν περὶ γένεσιν θείων γενῶν τὰ μὲν ὅλης καὶ κατὰ πάντα τὸν χρόνον προΐενται τῆς | |
5 | γενέσεως, τὰ δὲ μερίζεται τὰ τοῦ χρόνου μόρια καὶ τὰ τῆς γενέσεως. Οἱ μὲν γὰρ τῶν θεῶν ἐκ τοῦ μὴ εἶναι γεννῶσιν τὰ εἴδη, κατὰ τὸν μέλλοντα οὗτοι εἰδοποιούμενοι, οἱ δὲ ἀπὸ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι περιάγουσιν, οἱ κατὰ τὸν παρῳχημένον, οἱ δὲ τὴν τῶν ὄντων κατὰ τὸν ἐνεστῶτα συνέχουσιν φύσιν. Ἔτι δὲ οἱ μὲν τῶν ἀεὶ ἑστώτων εἰδῶν εἰσι δημιουργοί, οἱ δὲ τὴν τῶν γιγνομένων | |
10 | ἀεὶ καὶ φθειρομένων διαμείβουσιν μεταβολήν, οὗτοι μὲν κατὰ τὸ ἦν καὶ ἔσται, ἐκεῖνοι δὲ κατὰ τὸ εἶναι ἑστῶτες. | |
11 | Ἐπὶ πᾶσι πρὸς τὸ πέμπτον καὶ δέκατον, ἡ τῶν συμπερασμάτων ποικιλία προῆλθεν εἰς τὸν ἔσχατον μερισμόν· εἶτα προστίθησι τὸ ἀπὸ τῆς γνώσεως, ἀνατρέχουσα ἀπὸ τοῦ αἰσθητοῦ εἰς τὸ ἐπιστητόν τε καὶ νοητόν, ἵνα | |
15 | ταύτῃ γε ἀνατρέψῃ πρὸς τὴν οἰκείαν ἀρχήν. Ἅμα δὲ κατὰ ἄκραν παραδοὺς τὴν οὐσίαν διὰ τῶν γενῶν τοῦ ὄντος καὶ τὴν τοῦ νοῦ γνωστικὴν ἰδιότητα, ἔχει διὰ τῶν ἄκρων καὶ τὴν μέσην ζωὴν ἐνδεδειγμένην. Ἴσως δὲ καὶ ταῦτα τῶν πρὸς τὰ ἄλλα ἐστὶν συμπερασμάτων, ὅτι γνωστὸν καὶ δοξαστὸν καὶ αἰσθητὸν τὸ ἕν. Ἔτι δὲ τέταρτον, ἐπειδὴ τὸ πρῶτον ἓν ἄγνωστον εἶναι, δεῖ κατασκευά‐ | |
20 | σαι ὅτι γνωστὸν τὸ δεύτερον, ἵνα μὴ δοκῇ τοσαῦτα συμπεραίνεσθαι περὶ ἀγνώστου πράγματος. | |
21 | Φέρε νῦν τοῖς συλλογισμοῖς ἐπεξίωμεν, ὅσα δεῖται προσθήκης τινὸς ἐπὶ ταῖς ἐξηγήσεσι τοσαῦτα ἡμεῖς προστιθέντες. Πρῶτον δὴ ὅτι χρόνου μετέχει, ἀποδείκνυσιν 〈μὲν〉 ὅτι τῷ γιγνομένῳ, ᾗ | |
25 | γιγνόμενον, ἐπιτίθησι τὸ οἰκεῖον μέτρον τὸν χρόνον, ὃ κοινώτατόν ἐστιν τῶν ὁπωσοῦν γιγνομένων, ἀποδείκνυσι δὲ αὐτὸ ἀπὸ τοῦ εἶναι, ἅμα μὲν ἀπὸ τέλους | |
ἐπὶ τὴν ἀρχὴν ἀνακάμπτων, ἀπὸ τοῦ γενητοῦ ἑνὸς ἐπὶ τὸ ὄν, ἅμα δὲ ὅτι | 240 | |
241 | γένεσις οὐδεμία αὐτοκρατής ἐστιν εἰ μὴ ἔχοι τι ὄν, τὸ διακρατοῦν αὐτῆς τὸν σκορπισμόν, ὥσπερ καὶ τὸ τοῦ χρόνου συνεχὲς τὸ νῦν, ὅ ἐστιν ἴχνος αἰώνιον, ἔτι δὲ ἐκ τρίτων ἐνδεικνύμενος ὅτι τὸ ἔσχατον ἀπὸ τοῦ πρώτου γεννᾶται, τὸ γενητὸν ἀπὸ τοῦ ὄντος, ὡς ἡ ὕλη ἀπὸ τοῦ ἑνός. Δείκνυσι δὲ ἀπὸ τοῦ | |
5 | εἶναι ὅτι τὸ εἶναι χρόνου ἐστὶν ἐνεστῶτος, οὐχ ὅτι παντὶ ὄντι σύνεστι χρόνος, ἀλλ’ ὅτι τοῦτο τὸ ὂν προὐβάλετο ἐν ἑαυτῷ τὸν χρόνον, ἐπειδὴ καὶ τὴν γένε‐ σιν προεστήσατο· καὶ γάρ ἐστιν οὐσία μὲν τῇ ὑποστάσει, θεῖον γάρ ἐστιν, γένεσις δὲ τῇ ἰδιότητι. Καὶ ὅτι ἐξήρτησεν τὴν γένεσιν τῆς οἰκείας προνοίας ἐπὶ τούτῳ συνάγει ὅτι νεώτερον γίγνεται καὶ πρεσβύτερον, ὅπερ τῆς γενητῆς | |
10 | ἐστιν οὐσίας πάθος κατὰ τὸν χρόνον ἀποτελούμενον. Αἱ γὰρ ἡλικίαι οὐσιῶν ἀλλοιώσεις ἀπὸ τοῦ χρόνου ἐπιγιγνόμεναι σημαίνουσιν τὸ μὴ μένειν ἐν τῷ αὐτῷ τὴν γένεσιν, ἀλλὰ ἀπὸ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον καὶ ἀπὸ τοῦ τελείου πάλιν εἰς τὸ ἀτελὲς περιάγονται. Πρότερον δὲ συνάγει τὸ πρεσβύτερον, διότι πορευομένῳ τῷ χρόνῳ καὶ προκόπτοντι συνυφίσταται· οὐ νοοῦμεν δὲ χρόνον | |
15 | ἄνευ τῆς πορείας. Κατὰ ἀριθμὸν γοῦν ἰοῦσαν αἰώνιον εἰκόνα καὶ ὁ Τίμαιος αὐτὸν πεποίηκεν. Καὶ ἔτι ἐπειδὴ ἐν οἷς πλεῖον τὸ εἶδος ὁτιοῦν, ταῦτα μᾶλλον ἐμφαίνει τὸ εἶδος, τὸ δὲ πρεσβύτερον μᾶλλον τοῦ νεωτέρου μεμέστωται τοῦ χρόνου. Τάχα δ’ ἂν καὶ διὰ τοῦτο προαποδείκνυσιν τὸ γιγνόμενον, ὅτι τοῦτο διὰ τῆς ἐναργοῦς τοῦ χρόνου κινήσεως δείκνυται· ἐκεῖνο δὲ τὸ ὂν λέγω διὰ τῆς | |
20 | στάσεως, ἣν οὐ ῥᾴδιον συνιδεῖν ἄνευ τῆς κινήσεως. Ἆρα οὖν τὸ νῦν τὴν στάσιν εἰσάγει τῇ γενέσει; καὶ μὴν ἐν τῷ ὅλῳ χρόνῳ καὶ τὸ ἑστὼς ἕστηκε τὸν ἄπειρον χρόνον, οὐ ῥέον τῷ νῦν μόνον, ἀλλὰ καὶ ἐν τῷ ῥέοντι χρόνῳ. Καὶ πῶς ἡ μὴ ῥέουσα τῷ ῥέοντι συνυφέστηκεν; ἢ ὅτι γένεσίς ἐστι καὶ ἡ στάσις ἐν τῇ ὕλῃ, καὶ ἐν τῷ γίγνεσθαι ἔχει τὸ εἶναι· ἀλλ’ οὐχ ὅλη ἤδη ἐστὶν ὅ ἐστιν· ὁ δὲ | |
25 | χρόνος μετρεῖ τὴν γένεσιν, πορευόμενος πορευομένην. Οὐκ ἄρα τὴν ἐν τῷ νῦν ἐπίσχεσιν τὴν ἐν παραστάσει ἀκουστέον στάσιν ἀντικειμένην τῇ κινήσει· ἀλλ’ ἤτοι τὸ μεταξὺ τῆς πορείας τοῦ τε χρόνου καὶ τῆς γενέσεως, ὄν τε καὶ νῦν ἀπολαμβανόμενον, ἀμερὲς μεριστῆς, τοῦ μὲν χρόνου τὸ νῦν, τῆς δὲ νῦν γενέσεως τὸ ὄν, ὡς καὶ αὐτὸς ὁ ἐξηγητὴς ἀξιοῖ, ἢ ὡς ἄρτι ἐλέγομεν, ἀεὶ | |
30 | τοῦ χρόνου ῥέοντος καὶ κατὰ ἅλματα προκόπτοντος, ἕκαστον ἅλμα ὅλον ὁμοῦ | 241 |
242 | ἐστι καὶ ἀμέριστον, καθ’ ὑπόστασιν τῆς διαστηματικῆς προκοπῆς· ἄλλου δὲ ἄλλο μέτρον τῶν ἁλμάτων, τοῦ μὲν βράδιον κινουμένου ἀστέρος ἐλάττω, τοῦ δὲ τάχιον μείζω· διὸ θᾶττον διανύει τὸν αὐτὸν κύκλον. Ἀνάγκη δὲ ἄλλων καὶ ἄλλων οὐσῶν τῶν κινήσεων, ἄλλους εἶναι καὶ ἄλλους τοὺς χρόνους· ὁμοίως δὲ | |
5 | καὶ τῶν στάσεων. Καὶ ταύτης γὰρ ἡ γένεσις δι’ ἁλμάτων· ἄλλως γὰρ οὐκ ἐν‐ δέχεται προκόπτειν, εἰ κατὰ τὰ ἀδιάστατα γίγνοιτο ἡ πορεία. Οὐ γὰρ κίνησις μόνον ἐστὶν ἡ γένεσις, ἀλλὰ καὶ στάσις, ὥσπερ καὶ ἐν οὐσίᾳ κίνησις ἅμα καὶ στάσις. Οὐ γὰρ τῇ ἰδιότητι κίνησις, ἀλλὰ τῷ μερισμῷ τοῦ χρόνου, ὡς οὐδὲ ἡ οὐσία τῇ ἰδιότητι στάσις, ἀλλὰ τῇ συνοχῇ τοῦ αἰῶνος. Ταῦτα δ’ οὖν τὰ ἅλματα | |
10 | μέτρα ὄντα χρονικὰ δημιουργικαῖς τομαῖς διωρισμένα καὶ ταύτῃ γε ἀμέριστα, καὶ ὅλον ὁμοῦ ἕκαστον τὴν ἐπίσχεσιν τοῦ πορευομένου χρόνου φατέον ἐνδεί‐ κνυσθαι, καὶ νῦν καλεῖσθαι, οὐχ ὡς πέρας χρόνου, ἀλλ’ ὡς χρόνον ἀμέριστον δημιουργικῶς, εἰ καὶ τῇ ἡμετέρᾳ ἐπινοίᾳ διαιρετόν, καὶ τοῦτο ἐπ’ ἄπειρον, ἐπεὶ καὶ πᾶν σῶμα ἐπ’ ἄπειρον διαιρετόν. Ἀλλ’ εἰσὶν ἀμέριστοι δημιουργικαὶ | |
15 | τομαὶ τῶν σωμάτων· ἀμέλει καὶ τὰ ἅλματα τῆς γενέσεως τοιαῦτα ἂν εἴη γενητά· εἰ γὰρ γενητά, ἐπ’ ἄπειρον μεριστά. Οὕτω δὲ οὐκ ἂν προέλθοι ποτὲ εἰς τέλος ἡ γένεσις· διὸ τὸ ἅλμα τῆς γενέσεως ἀγένητόν ἐστι, κατ’ αὐτήν γε τὴν συναίρεσιν τῆς προκοπῆς. Διὸ καὶ ὂν λέγεται ὡς πρὸς τὴν σύνθετον ἐκ τῶν ἁλμάτων γένεσιν, ὥσπερ καὶ τὸ ἅλμα τοῦ χρόνου νῦν ὀνομάζεται ὡς | |
20 | πρὸς τὸν χρόνον, ὅς ἐστιν ἐκ τῶνδε τῶν ἁλμάτων σύνθετος. Ἐν τούτῳ ἄρα τὸ νῦν οὐκέτι γίγνεται, ἀλλ’ ἔστιν νεώτερον καὶ πρεσβύτερον. Πῶς οὖν τοῦ μὲν ἀφίεται, τοῦ δὲ ἐπιλαμβάνεται τῶν ἁλμάτων τὸ πορευόμενον, εἴπερ οὐ τέμνει τὸ ἅλμα ἕκαστον εἰς ἄλλα ἅλματα; ἢ δυνατὸν μέν, ὡς καὶ ἐπὶ τῶν ἀμερῶν νῦν ἀκούει αὐτός, καὶ ἐπὶ τούτων ἀκούειν. Ὅμως δὲ ταῦτα πεπέρασται ὑπὸ | |
25 | δύο νῦν κατ’ ἐνέργειαν, καὶ τὸ πέρας τοῦ προτέρου ἅλματος ἀρχή ἐστι τοῦ δευτέρου. | |
26 | Τὸ τοίνυν ἀπὸ τοῦ προτέρου μεταβὰν εἰς τὸ δεύτερον ἔχεται τοῦ προτέρου ἔτι κατὰ τὴν ἀρχὴν τοῦ δευτέρου πέρας οὖσαν τοῦ προτέρου. Οὕτω γὰρ καὶ ἡ συνέχεια τοῦ χρόνου τοῦτό ἐστιν· ἐκ γὰρ τῶν τοιούτων μέτρων ὁ | |
30 | χρόνος, καὶ οὐδὲν ἄλλο, ἢ ἄλλο καὶ ἄλλο ἀεὶ τὸ τοιοῦτον. Οὕτω καὶ ἡ γένεσις ἄλλο καὶ ἄλλο ὂν ἐνδιδόμενον ἀπὸ τοῦ ὄντος. Ἐπὶ δὲ τούτοις, συλλαβὼν τὸ νεώτερον καὶ πρεσβύτερον ὡς ὅλον ὁμοῦ, τοῦτο κατὰ τὸν ἕνα τοῦ ἑνὸς χρόνον, | |
ἰσήλικον ἑαυτῷ ἀποφαίνει τὸ ἐν ᾧ. Καὶ δῆλον ὅτι κρεῖττον τὸ ἰσήλικον, ὡς | 242 | |
243 | ἀμφοῖν περιεκτικὸν ὁμοῦ κατὰ φύσιν ἀμέριστον. Μετὰ δὲ τὸ ἰσήλικον ἀπο‐ δείκνυσιν, ὡς οὔτε νεώτερον οὔτε πρεσβύτερον, πάντως μὲν τὴν ἀκρότητα τῆς ἰσότητος ταύτης, ὡς πρὸ ἀμφοῖν οὖσαν καὶ παρακτικὴν ἀμφοῖν ἐνδεικνύμενος, ἴσως δὲ καὶ τὴν συνοῦσαν τῇ γενέσει καὶ τῇ ἀκμαζούσῃ στερήσιν ἐνδεικνύμενος. | |
5 | Μήποτε δὲ ἐπειδὴ συναίρεσίς ἐστι τὸ ἰσήλικον τοῦ νεωτέρου καὶ πρεσβυτέρου, ἐφίστησιν ὅτι ἓν εἶδος τὸ ὅλον, φησίν, πρὸ τῆς εἰς τὸ νεώτερον καὶ πρεσβύ‐ τερον διαιρέσεως. Καὶ γὰρ ὁ χρόνος εἶδος ὅλον, τοῦτο δὲ τὸ πρότερον καὶ ὕστερον, μόρια ἤδη δύο ἀπὸ τοῦ ἑνὸς προελθόντα· καὶ γὰρ εἰς δύο ταῦτα διαιρεῖται ὁ χρόνος πρὸ τῆς εἰς τρία τομῆς, εἰς τὸ πρότερον καὶ ὕστερον, | |
10 | ὧν ἐν μέσῳ οὐ χρόνος, ἀλλὰ πέρας χρόνου, τὸ νῦν· ὥσπερ καὶ ἡ γένεσις ἀεὶ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον ἔχει· μέσον δὲ τὸ πέρας ὃ κατὰ τὸ γεγονέναι ὁρᾶται, ἀμερὲς ὂν καὶ τοῦτο. Ἔστιν ἄρα τὸ πρότερον καὶ ὕστερον μία φύσις τοῦ χρόνου, ἀλλ’ οὔπω τὸ ὕστερον καὶ πρότερον ἀντιδιῃρημένα. Οὕτως ἄρα καὶ τὸ ἰσήλικον μία ἰδέα τοῦ νεωτέρου καὶ πρεσβυτέρου, ἀλλ’ οὔπω ἀντιδι‐ | |
15 | ῃρημένα τὸ νεώτερον καὶ πρεσβύτερον. Ἐπὶ τούτοις μεταβαίνει πρὸς τὰ ἄλλα· καὶ γὰρ εἰ πᾶν ἀφ’ ἑαυτοῦ τῆς οἰκείας ἄρχεται ἰδιότητος, καὶ τὸ γιγνόμενον ἐν ἑαυτῷ πρῶτον καὶ πρὸς ἑαυτό, τὰ στοιχεῖα τῆς γενέσεως ἐπιδείξεται, ἅπερ ἐστὶν τὸ νεώτερον καὶ πρεσβύτερον καὶ ἰσήλικον· ὥσπερ τοῦ χρόνου στοιχεῖα τὸ πρότερον καὶ ὕστερον καὶ νῦν, ἢ ὡς πέρατα, ἢ ὡς μέτρα ἁλ‐ | |
20 | μάτων, ὅτε καὶ οἱ τρεῖς χρόνοι συνίστανται. | |
20 | Τίνες οὖν οἱ πρὸς τὰ ἄλλα συλλογισμοί; Ὁ πρῶτος δείκνυσιν ὅτι πρῶτον γιγνόμενόν ἐστιν τὸ ἕν, ἅτε πρῶτον προβαλλόμενον τὴν τῆς γενέ‐ σεως ἰδιότητα. Ὁ δεύτερος δείκνυσιν ὅτι πρὸ τοῦ γίγνεσθαι εἶναι δεῖ τὰ ἄλλα, οὔπω μετασχόντα τοῦδε τοῦ ἑνός, ταῦτα δὲ εἰς γένεσιν καθιστάμενα ἐπὶ πᾶσιν | |
25 | εἰδοποιεῖται τῷ γενητῷ τούτῳ ἑνί. Καθόσον μὲν δὴ τελειοῦται τὰ ἄλλα ὑπὸ τοῦδε τοῦ ἑνός, ἐπὶ πᾶσιν τὸ ἓν ἐπιγίγνεται, καθόσον δὲ γεννᾶται, προϋπ‐ άρχει τῶν γεννωμένων, καθόσον δὲ ὁμοῦ τὸ συναμφότερον ἰσήλικον τὸ ἓν τοῖς ἄλλοις· ὁμοῦ γὰρ καὶ γεννᾶται καὶ τελειοῦται. Ἡ μὲν τοίνυν ἔννοια τῶν ἀποδείξεων αὕτη ἐστίν· λαμβάνεται δὲ ὁ μὲν πρῶτος συλλογισμὸς ἀπὸ λημμα‐ | |
30 | τίου τοῦ “εἶναι τὰ ἄλλα ἀριθμόν”· καὶ δῆλον ὅτι κατὰ μέθεξιν. Ἔστι γοῦν | 243 |
244 | ὅπου καὶ τὸν ἀριθμὸν ἀφαιρεῖ ἀπὸ τῶν ἄλλων· ἀλλ’ εἰ ἀριθμὸς τὰ ἄλλα, μέρος αὐτῶν ἔσται τὸ ἕν, ἢ τὰ ἄλλα νοητέον τὸν κοσμικὸν τοῦδε τοῦ ἑνὸς κλῆρον ᾧ συντέτακται. Οὐκοῦν μετὰ τοῦ ἑνὸς ἀριθμὸς ὁ κλῆρος· πρὸ τοῦ ἀριθμοῦ ἄρα τὸ ἕν, ὡς ἄνωθεν προϊέναι, ὡς δὲ κάτωθεν ἀναλύειν ἐπὶ πᾶσιν τοῖς ἄλλοις τὸ | |
5 | ἓν ἀναφαίνεται· ὡς δὲ ἄνωθεν κάτω, καὶ κάτωθεν ἄνω δὲ διὰ πάντων χωροῦν, καὶ πανταχοῦ τοῦ κλήρου παρόν, ἰσήλικον. Ἔτι δὲ ᾗ μὲν μέρη ἔχει τὰ ἄλλα, τουτέστιν ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἡ γένεσις πρόεισιν κατὰ μέρος, ταύτῃ πρότερα τὰ ἄλλα τοῦ ἑνός, ᾗ δὲ καὶ τὴν κατὰ μέρος γένεσιν τὸ ἓν παρέχεται, ταύτῃ ὕστερα. Διὸ τοῦτο μὲν ἔλαβεν ἀπὸ τῆς φύσεως τοῦ ἑνός, | |
10 | ἐκεῖνο δὲ ἀπὸ τῆς φύσεως τῶν ἄλλων, ἀπὸ δὲ τοῦ ἑνὸς ὁμοῦ καὶ τῶν ἄλλων τὸ ἰσήλικον κατασκευάζει. Τῶν γὰρ μερῶν ἕκαστον γιγνόμενον ἓν γίγνεται, καὶ τὸ ὅλον πάλιν ἕν, καὶ τὸ ὁμοῦ ὅλον καὶ μέρη ἦν τὸ ἰσήλικον, ὡς ἐν τοῖς πρόσθεν ἐλέγομεν. Ἐπιστῆσαι δὲ χρὴ ὅτι ἀπὸ τοῦ γεγονέναι τὸ εἶναι συλλο‐ γίζεται· ἐπειδὴ καὶ τὸ γεγονέναι οὐκ ἐν μερισμῷ τῆς γενέσεως, ὥσπερ καὶ τὸ | |
15 | εἶναι· διὸ καὶ ἐπήγαγεν· “ἔστι μὲν δὴ οὕτως ἔχον τε καὶ γεγονός.” Ἐπὶ τούτοις ἀποδείκνυσιν ὡς οὔτε νεώτερον γίγνεται οὔτε πρεσβύτερον τὸ ἓν τῶν ἄλλων ἀπὸ τῆς ἀριθμητικῆς ἰσότητος, ἀπὸ δὲ τῆς γεωμετρικῆς τὸ γίγνεσθαι νεώτε‐ ρον καὶ πρεσβύτερον. Τί δὲ βούλεται διὰ τούτων; δοκεῖ γὰρ μαθηματικεύεσθαι πέρα τοῦ δέοντος. Ἢ μάλιστα μὲν τῇ γενέσει παρομαρτεῖ τὰ τοιαῦτα συμπτώ‐ | |
20 | ματα, καὶ ἔδει καὶ ταῦτα, ὡς συμπληροῦντα τὴν γένεσιν, ἀπὸ τοῦ γενητοῦ ἑνὸς προελθεῖν. Ἔπειτα δὲ ἡ μὲν ἀριθμητικὴ ἰσότης ἐνδείκνυται ὅτι ὁ αὐτὸς χρόνος καὶ ἡ αὐτὴ ἡλικία κατὰ ἰδιότητα ὑπάρχει ἔν τε τῷ ἑνὶ καὶ τοῖς ἄλλοις, καὶ γὰρ ἄνθρωπος ὅ τε ἐκεῖ ὅ τε ἐνθάδε, ἡ δὲ γεωμετρικὴ τὴν κατὰ ὕφεσιν ἐξαλλαγὴν τοῦ αὐτοῦ εἴδους, καθόσον ὁ ἐκεῖ ἄνθρωπος τοῦ τῇδε πρεσβείᾳ καὶ | |
25 | δυνάμει προέχει, ἢ καὶ ὁ τῇδε τοῦ ἐκεῖ κατὰ τὸ ἀντίστροφον. Τό τε γὰρ νεώτερον ὂν πρεσβύτερον γίγνεται πρὸς ἐκεῖνο πρὸς ὃ νεώτερον, ἵνα τῇ ἐλαττώσει τῆς ὑπεροχῆς κατὰ τὸν λόγον ἐγγυτέρω γίγνηται τοῦ πρεσβυτέρου, καὶ αὖ τὸ πρεσβύτερον τοῦ νεωτέρου ἐγγυτέρω γιγνόμενον, νεώτερον πρὸς | |
αὐτό ἐστιν διὰ τὴν αὐτὴν τοῦ λόγου ἀνάγκην. Οὐ τοίνυν ἑαυτοῦ γίγνεται ὡς | 244 | |
245 | αὐτὸς ἀπορεῖ, ἀλλ’ ὡς ὁ Πλάτων διορίζεται συνεχῶς, πρὸς ἐκεῖνο διαμείβει τὴν φύσιν, πρὸς ὃ πρότερον ἦν ἢ νεώτερον ἢ πρεσβύτερον. Πλησιάζοντα γὰρ ἀλλήλοις κατὰ τὴν ἐλάττωσιν τῆς ὑπεροχῆς ἀντιμεταλαμβάνει τῆς ἀλλήλων ἰδιότητος. Εἰ δὲ καὶ ἐπὶ τοῦ κύκλου τῆς γενέσεως ταῦτα νοοῖμεν, ὀψόμεθα | |
5 | ὅπως καὶ τὸ πρεσβύτερον εἰς τὸ νεώτερον ἀνακάμπτει, καὶ τὸ νεώτερον εἰς τὸ πρεσβύτερον ἀεὶ προχωρεῖ, ὡς μὲν ἀπ’ ἀρχῆς προκόπτον, ὡς δὲ ἐπὶ τέλος ἀνακάμπτον. Μήποτε δὲ σημαίνει καὶ ὅτι τὸ μὲν ἓν εἰς τὰ ἄλλα χωροῦν ἀλ‐ λοιοῦται, τὰ δὲ ἄλλα εἰς τὸ ἓν ἀναγόμενα ἑνοποιεῖται· ἀλλοιοῦται δὲ τὸ ἓν οὐχ ὑπὸ τῶν ἄλλων, οὐ γὰρ θέμις, ἀλλ’ ὑφ’ ἑαυτοῦ κατὰ τὴν εἰς τὰ ἄλλα πρόοδον. | |
10 | Ἐπὶ δὲ τούτοις ἀντιστρέφει καὶ τὴν τῶν ἄλλων πρὸς τὸ ἓν παραβολὴν ὡσὰν συντεταγμένων τῷ ἑνὶ καὶ τῶν ἄλλων, μάλιστα πάντων ἐπ’ ἐσχάτοις, διά τε τὴν ὕφεσιν τοῦ ἑνὸς καὶ τὴν ἐκ πάντων τῶν προτέρων συμπερασμάτων ἄκραν τελειότητα τῶν ἄλλων. Εἶτα διαιρεῖ τὸν ἕνα χρόνον εἰς τοὺς τρεῖς χρόνους, οὐκ ἀναλίσκων εἰς τοὺς τρεῖς τὸν ἕνα, γεννῶν δὲ τοὺς τρεῖς ἀπὸ τοῦ ἑνός· ᾧ | |
15 | δῆλον ὅτι θεῖα γένη καὶ ταῦτα, κατὰ μέρη διελόμενα τὴν γένεσιν. Οὐ γὰρ τὰ αὐτὰ τὸ ποτὲ καὶ τὸ νῦν καὶ τὸ ἔπειτα τῷ πρεσβυτέρῳ καὶ ἰσηλίκῳ καὶ νεω‐ τέρῳ. Λέγει γοῦν· “ἐπειδὴ χρόνου μετέχει τὸ ἓν καὶ τοῦ πρεσβύτερόν τε καὶ νεώτερον γίγνεσθαι, ἆρα οὐκ ἀνάγκη καὶ τοῦ ποτὲ καὶ ἔπειτα καὶ νῦν μετ‐ έχειν;” Γεννήματα ἄρα ταῦτα ἐκείνων· τὸ μὲν γὰρ ἰσήλικον γεννητικὸν τοῦ | |
20 | ἐνεστῶτος χρόνου, τὸ δὲ νεώτερον καὶ πρεσβύτερον τοῦ μέλλοντος καὶ παρ‐ εληλυθότος· ποτέρου δὲ πότερον, ἐπ’ ἀμφότερα λάβοι τις ἂν κατὰ ἄλλην καὶ ἄλλην ἐπιβολήν. Καὶ γὰρ ὁ μέλλων πρότερος καὶ ὁ παρεληλυθὼς ἄλλον τρόπον, ὥστε καὶ ὕστερος. Μήποτε δὲ ἄμεινον διορίζειν πρὸς ἑαυτὸ μὲν τὸ πρότερον καὶ τὸ πρεσβύτερον, πρὸς δὲ ἄλλο τὸ νεώτερον καὶ ὕστερον, ὡς εἴρηται | |
25 | πρόσθεν. Ἐπὶ πᾶσι τὰ ἀπὸ τῆς γνώσεως συνάγων συμπεράσματα, “καὶ εἴη ἄν τι ἐκείνῳ, φησίν, καὶ ἐκείνου, καὶ ἦν, καὶ ἔστιν, καὶ ἔσται”, διὰ μὲν τοῦ “εἴη” τὸ ἀνὰ πάντα τὸν χρόνον ἐνδεικνύμενος, διὰ δὲ τοῦ “ἦν καὶ ἔστι καὶ ἔσται” τὰ μεμερισμένα τοῖς τοῦ χρόνου μορίοις. Τάχα δὲ ἄμεινον διὰ μὲν τούτων τὸ γενητὸν ἅπαν τῆς γενέσεως συλλογίζεσθαι, διὰ δὲ τοῦ “εἴη” 〈τὸ〉 | |
30 | ἀγένητον καὶ οὐσιῶδες καὶ αἰώνιον. | 245 |
246 | ΠΕΡΙ ΤΗΣ ΤΡΙΤΗΣ ΥΠΟΘΕΣΕΩΣ. —Περὶ τῆς τρίτης ὑποθέσεως ζη‐ τητέον πρῶτον μὲν τίς αὐτῆς ὁ σκοπός. Δεύτερον δέ, καὶ πῶς αὐτὸ ὁ Παρμενίδης ἀφορίζεται ἕν τε ὂν καὶ πολλά, καὶ οὔτε ἓν οὔτε πολλά, καὶ χρόνου μετέχον. | |
5 | Τρίτον δέ, πότερον περὶ τῆς ἐνεργείας ἢ περὶ τὴν οὐσίαν τῆς ψυχῆς τὴν μεταβολὴν τοῦ χρόνου θεωρητέον, καὶ ὅλως τὴν ἄλλοτε ἄλλως ἐπὶ τὰ ἐναντία μεταρρέουσαν φύσιν. Τέταρτον, πόσα τὰ συμπεράσματα, καὶ τίνων ἐνδεικτικά, καὶ διὰ τί τοσ‐ αῦτα καὶ οὕτω τεταγμένα. | |
10 | Πέμπτον, τίς ὁ διάκοσμος τῶν μερικῶν ψυχῶν ὁ διὰ τῶν συμπερασμάτων συναγόμενος· ὅσα γὰρ ταῦτα, τοσαῦται καὶ αἱ τάξεις τῶν τοιούτων ψυχῶν. Ἕκτον, ἀπὸ ποίων αἰτίων προέρχεται τὰ ἐν τοῖς συμπεράσμασιν ἰδιώματα. Ἕβδομον, πότερον αἱ εἰρημέναι ἐναντιώσεις κινήσεις τινὲς ἦσαν, καὶ πῶς παρῆκεν τὰς στάσεις· εἰ δὲ καὶ στάσεις σὺν ταῖς κινήσεσιν, ποῦ τὰς στάσεις | |
15 | παρέλαβεν. Ὄγδοον, τίς ἡ 〈τοῦ〉 ἐξαίφνης αὕτη φύσις, καὶ πότερον ἐν μέσῳ δύο κινήσεών ἐστιν ἢ δύο στάσεων, ἢ στάσεως καὶ κινήσεως, ὃ συνάγει ὁ Παρμενίδης. Ἔτι δὲ εἰ ἄχρονος τῷ ὄντι καὶ ἐν ταῖς ἐνεργείαις ὁρᾶται μεταβαλλομέναις, ἡ οὐσία ἐστὶν τῆς ψυχῆς. Καὶ ἔτι πῶς τὸ ἐξαίφνης πανταχοῦ πάρεστιν τῇ | |
20 | ψυχῇ· καὶ γὰρ ἐν τῇ ἐσχάτῃ γενέσει οὖσα κινεῖται καὶ ἕστηκεν· ὥστε καὶ ἐν τῷ ἐξαίφνης ἐν μέσῳ φανεῖται. Καὶ πῶς ἄχρονος ἔσται αὐτῆς ἐνέργεια ἐν τῇ γενέσει. Ἔνατον, πότερον κάτεισιν εἰς γένεσιν τὸ ἐξαίφνης, ἢ οὔ. Εἰ μὲν γὰρ τοῦτο, μένει τι ἀεὶ τῆς ψυχῆς ἀγένητον, καὶ οὐχ ὅλη κάτεισιν· εἰ δὲ ἐκεῖνο, μετα‐ | |
25 | βαλεῖ καὶ αὐτὸ καὶ δεήσεται ἄλλου ἐξαίφνης, καὶ τοῦτο ἐπ’ ἄπειρον. Δέκατον ἐπὶ τούτοις, πότερον μεταξὺ τῶν ἐναντιώσεων τὸ ἐξαίφνης, ἢ μετ’ αὐτάς, ἢ πρὸ ἀμφοῖν. Ἑνδέκατον, τίνι διαφέρει τοῦτο τὸ ἐξαίφνης τοῦ ἐν τῇ δευτέρᾳ ὑποθέσει νῦν, ᾧ ἐντυγχάνουσα ἡ γένεσις παύεται γιγνομένη· καὶ διὰ τί τὸ νῦν ἐκεῖνο | |
30 | οὐκ ἐκάλει ἐξαίφνης, ἢ τοῦτο οὐ κέκληκεν νῦν. Δυοδέκατον, πῶς οὐχὶ καὶ ταῖς κρείττοσι ψυχαῖς τό τε ἐξαίφνης τοῦτο | |
καὶ αἱ πέριξ ἐναντιώσεις. | 246 | |
247 | Τρίτον καὶ δέκατον, εἰ ἀεικίνητος ἡ ψυχή, πῶς ἂν εἴη τις ἐν αὐτῇ στάσις, ὥστε οὐδὲ τὸ ἐξαίφνης εἴη ἄν. Τέταρτον καὶ δέκατον, διὰ τί τὰς μὲν ἄλλας σωματικὰς κινήσεις δοκεῖ ἀνα‐ φέρειν εἰς τὴν ψυχήν, παρέλειπεν δὲ μόνην τὴν τοπικήν. | |
5 | Πέμπτον ἐπὶ πᾶσι καὶ δέκατον, διὰ τί ἐπὶ τοῦδε τοῦ ἑνὸς καὶ ἀποφάσεσι χρῆται καὶ καταφάσεσιν· καὶ διὰ τί τὸ ἐξαίφνης διὰ τῶν ἀποφάσεων παρ‐ ίστησιν. | |
7 | Ἐξ ἀρχῆς οὖν ἀναλαβόντες ἀποκρινώμεθα πρὸς ἕκαστον. Καὶ δὴ πρὸς τὸ πρῶτον, ὅτι μὲν καλῶς διώρισται περὶ ψυχῆς εἶναι κατ‐ | |
10 | ιούσης καὶ ἀνιούσης ἀπὸ γενέσεως καὶ εἰς γένεσιν, ἀποδείξειεν ἄν τις ῥᾳδίως. Εἰ γὰρ περὶ τῶν ἐν ὑποκειμένῳ εἰδῶν ποιεῖται τὸν λόγον, ταῦτα δὲ ἄλλα καλεῖ, τὸ δὲ νῦν πρόκειται οὐ περὶ τῶν ἄλλων, ἀλλὰ περὶ τοῦ ἑνός· ἔτι, φησίν, εἰ περὶ οὐσίας θείας, εἴτε ψυχικῆς, εἴτε σωματοειδοῦς, ἀλλὰ καὶ αὐτή πως συνείληπται τοῖς θείοις συμπεράσμασιν κατὰ τὴν μίαν σύνθετον φύσιν· | |
15 | λείπεται δὴ ἡ περὶ τῶν ἀεὶ θεοῖς ἑπομένων εἶναι τὴν ὑπόθεσιν, κατὰ τὸν μέγαν Ἰάμβλιχον. Ἔστιν γὰρ αὕτη πιθανωτάτη πασῶν τῶν παλαιῶν ἐξηγή‐ σεων καὶ πολλὰς ἔχουσα πρὸς πίστιν ἀφορμὰς ἐκ τῶν ἐν Συμποσίῳ δαι‐ μονίων συμπερασμάτων. Ἀλλ’ ὅμως ὀπαδοὶ καὶ οἱλοιοί (?) εἰσιν οἱ περὶ τούτων τὰς ἰδιότητας ἐν τάξει ὑποδεχόμενοι τῶν θείων συμπερασμάτων. Τῶν γὰρ | |
20 | δὴ τοῖς θεοῖς κλήρων ὑπεστρωμένων πληρώματα καὶ τὰ κρείττω γένη, ἅτε οὐδ’ ὁπωστιοῦν ἀφιστάμενα τῶν θείων. Ἀνάγκη ἄρα περὶ τῆς οὐκ ἀεὶ θεοῖς ἑπομένης οὐσίας, ἀλλά ποτε καὶ ἀφισταμένης εἶναι τῷ Παρμενίδῃ τὸν λόγον· ἐπεὶ καὶ τὰ συναγόμενα συμπεράσματα τὴν κατὰ χρόνον ἐνδείκνυται μεταβολήν. Οὐ γὰρ ἔτι κατὰ ἰδιότητα ὁ χρόνος οὐδὲ ἡ γένεσις, ὡς ἐν τῷ τέλει | |
25 | τῆς δευτέρας ὑποθέσεως, ἀλλ’ ἤδη τῷ ὄντι γένεσις καὶ χρόνος ἄλλος, ποτὲ | |
μὲν αὐτός, ποτὲ δὲ ἐκεῖνος. Διὸ καὶ τὸ ἀπόλλυσθαι σύνεστιν τῷ γίγνεσθαι, | 247 | |
248 | καὶ τὸ ἄχρονον ἀντιδιαιρεῖται τῷ χρόνῳ. Ἔτι δὲ ἐκ τρίτων μετὰ τὴν γενεσι‐ ουργὸν ἰδιότητα τῶν θεῶν ἀναφαίνεται τοῦτο τὸ ἕν· οἱ δὲ οὐράνιοι δαίμονες τῷ ἴσῳ καὶ ἀνίσῳ· πάντως ὅτι εἰδοποιοῦνται ἅτε οὐκ ὄντες ὑποσέληνοι. Τοῦτο δὲ τὸ ἓν καὶ χρόνου μετέχειν ὑπόκειται, διότι καὶ ἀπὸ τῶν ὑποσελήνων θεῶν | |
5 | παράγεται, ἢ οὐκ ἂν κατὰ φύσιν τὴν ἑαυτοῦ κατῆλθεν εἰς γένεσιν. | |
5 | Πρὸς δέ γε τὸ δεύτερον, ὅτι μὲν οὐκ ἀπὸ τῆς πρώτης ὑποθέσεως ἕλκει τὰ ἀποφατικὰ ταῦτα καλῶς ἀποδείκνυται· καὶ ὅτι οὐχ ὡς δειχθησόμεθα προβάλλεται, καὶ τοῦτο λέγεται μετρίως. Ἀποδείξει μὲν γάρ τι τοιοῦτον ὡς δοκεῖ, τό τε ἓν φθείρων καὶ τὰ πολλά· ἀλλ’ οὐκ ἔστι ταὐτὸν εἶναι οὐχ ἕν, καὶ | |
10 | φθαρῆναι τὸ ἕν, εἰς τὴν τῶν πολλῶν γένεσιν, ἢ τὰ πολλὰ εἰς τὴν τοῦ ἑνός. Ὅλως δὲ ἀπὸ τῶν ἀποφατικῶν τούτων συνάγει τὰς γενέσεις καὶ τὰς ἀπωλείας, ὡς προειλημμένων δηλονότι. Πόθεν οὖν ταῦτα προείληφεν; ἆρα, ὥς φησιν, ἀπὸ τοῦ δημιουργικοῦ ἑνός, ἐκεῖνο γὰρ εἶναι πρῶτον, καὶ μὴ ἓν καὶ οὐ πολλά; ἕτερον γὰρ ἑαυτοῦ ὄν, οὐχ ἓν ἂν εἴη, καὶ αὖ ταυτὸν ἑαυτῷ, οὐ πολλά, ἢ οὐδαμοῦ | |
15 | ἀποφάσει περὶ ἐκείνου ἐχρῆτο. Πόθεν οὖν τὸ οὐ πολλὰ καὶ οὐχ ἕν; εἰ δὲ ἄκρα μὲν οὐ φησὶν τὰ ἀποφατικά, μέσα δὲ τὰ ὁμοῦ καὶ καταφατικὰ καὶ ἀποφατικά. Ἀλλὰ τούτων ἓν μὲν μᾶλλον τὰ τῆς δευτέρας ὑποθέσεως, πολλὰ δὲ μᾶλλον τὰ τῆς τετάρτης· ἐπίσης δὲ τὰ τῆς προκειμένης. Διὸ ἕν τε καὶ οὐχ ἕν, καὶ πολλὰ καὶ οὐ πολλά, οὐδὲ τοῦτο συνάγει ἡ διαίρεσις, ἀλλὰ μόνον ὅτι ἓν καὶ | |
20 | πολλὰ ἐπίσης. Μήποτε οὖν ἄμεινον λέγειν ὅτι ἡ μερικὴ ψυχὴ μέση οὖσα τοῦ τε ἑνὸς καὶ τῶν ἄλλων κατ’ αὐτὴν τὴν μεσότητα τῆς φύσεως, ἕν τέ ἐστι καὶ οὐχ ἕν· τὰ γὰρ ἄλλα, ἦν πολλάκις, “οὐχ ἓν” ἐκάλεσεν ὁ Παρμενίδης. Ὁμοίως δὲ πολλὰ μὲν ὡς τῷ ἑνὶ συγγενῆ, ᾧ τὰ πολλὰ εἵπετο, οὐ πολλὰ δὲ ὡς τοῖς ἄλλοις σύνορος, ὅτι οὐδὲ ταῦτα πολλὰ ἦν ἀφ’ ἑαυτῶν, ἀλλ’ ὅτε μετέσχε τοῦ | |
25 | ἑνός, τότε ἐπηκολούθησε καὶ τὰ πολλά, ὡς δειχθήσεται. Ὡς οὖν ὁ Τίμαιος μεριστὸν καὶ ἀμέριστον ποιεῖ τὸ τῆς ψυχῆς εἶδος, οὕτω καὶ ὁ Παρμενίδης ἕν τε καὶ οὐχ ἕν, καὶ πολλὰ καὶ οὐ πολλά· καὶ δῆλον ὅτι καὶ ὅλον καὶ οὐχ | |
ὅλον, καὶ μέρη καὶ οὐ μέρη, καὶ ταὐτὸν καὶ ἕτερον, καὶ οὔτε ταὐτὸν οὔτε | 248 | |
249 | ἕτερον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἀντιθέσεων. Ἀλλ’ ἠρκέσθη ταῖς πρώταις μόναις εἰς ἀφορισμὸν τοῦ προκειμένου ἑνός, τῷ τε ἑνὶ καὶ τοῖς πολλοῖς, καὶ τῷ εἶναι καὶ μὴ εἶναι. Τῷ γὰρ ἓν εἶναι ἀντίκειται τὸ μὴ εἶναι ἕν· διὸ καὶ ἐπήγαγεν “ὅτι μέν ἐστιν ἕν, οὐσίας μετέχειν ποτέ, ὅτι δὲ οὐκ ἔστιν, μὴ | |
5 | μετέχειν αὖ ποτε οὐσίας”. Ἀναλογεῖ οὖν τῷ μὲν ἀμερίστῳ τὸ ἕν, τῷ δὲ με‐ ριστῷ τὸ οὐχ ἕν, καὶ τῷ μὲν ὄντι τὸ ἓν εἶναι, τῷ δὲ γιγνομένῳ τὸ μὴ εἶναι ἕν. Καὶ ἐπεὶ καὶ τὰ πολλὰ εἶδος οὐσίας, ἡ ψυχὴ ἄρα, ᾗ μὲν οὐσία, πολλά, ᾗ δὲ γένεσις καὶ οὐκ οὐσία, οὐ πολλά· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. Εἰ δὲ καὶ τῇ ὅλῃ ψυχῇ ὁ Τίμαιος ἐπάγει τὸ μικτόν, ὁ δὲ Παρμενίδης τῇ μερικῇ | |
10 | ταῦτα προσήρμοσεν, οὐ θαυμαστόν· εἴποι γὰρ ἂν καὶ ἐκεῖνος ἐν τῇδε μάλιστα διαφαίνεσθαι τοῦ μεριστοῦ καὶ ἀμερίστου τὴν ἀντιδιαίρεσιν, ἅτε οὐχ ὁμοῦ ἐν ταύτῃ φαινομένων, ἀλλὰ παρὰ μέρος, καὶ ἐν ἄλλῳ μὲν χρόνῳ τοῦ ἀμερίστου κρατοῦντος, ἐν ἄλλῳ δὲ τοῦ μεριστοῦ, ὡς ἀποδείκνυσιν ὁ Παρμενίδης. Καὶ μήποτε τοῦτό ἐστιν τὸ ποιῆσαν ἐν αὐτῇ τὸ οὔτε πολλά, τὸ ποτὲ μὲν ἐν τῷ | |
15 | ἑνὶ καθίστασθαι τῶν πολλῶν φθαρέντων, ὅτε οὐ πολλά ἐστιν, ποτὲ δὲ ἐν τοῖς πολλοῖς τοῦ ἑνὸς οἰχομένου, ὅτε οὐχ ἕν· καὶ ποτὲ μὲν ἐν τῷ εἶναι μένει, οὔτε γιγνομένη, ἀλλὰ πάντη ἄχρονος καὶ ἀγενής, ὡς ἐρεῖ, ποτὲ δὲ ἐν τῷ γίγνεσθαι καὶ ἀπόλλυσθαι. Ταῦτα μὲν οὖν εἰσαῦθις. Νῦν δὲ ἐκεῖνο καὶ διοριστέον ὅτι ἄλλο τὸ πληθύεσθαι καὶ ἑνίζεσθαι, ἄλλο | |
20 | τὸ ἓν εἶναι καὶ πολλά, καὶ αὖ πάλιν, ἄλλο τὸ φθείρεσθαι τὸ ἓν ἢ τὰ πολλά, ἄλλο τὸ μὴ ἓν εἶναι μηδὲ πολλά. Ὡς γὰρ ἁπλῶς εἰπεῖν, τὸ μὲν εἶδος αὐτῆς, οἷον αὐτὸ τὸ ὑποκείμενον, τὸ ἕν ἐστιν καὶ οὐχ ἕν, καὶ πολλὰ καὶ οὐ πολλά, καὶ ὂν καὶ μὴ ὄν· καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον ἀντιθέμενα, ἃ συλλαβὼν ὁ Τίμαιος πάντα, μεριστὸν ἔφατο ἢ καὶ ἀμέριστον· ὧν τὸ μὲν ἀμέριστον | |
25 | ἀληθὲς ἕκαστον ἀποφαίνει, τὸ δὲ μεριστόν, ψευδώνυμον. Διόπερ ὁ Παρμε‐ νίδης τῷ ἀποφατικῷ τῶν ἀληθῶν εἰσηγεῖται τὰ εἴδωλα αὐτῶν, ἐπεὶ καὶ ἐν Σοφιστῇ μὴ ὂν ὀνομάζει τὸ εἴδωλον ὁ ἀπὸ τοῦ αὐτοῦ γυμνασίου ξένος, περὶ δὲ τοῦτο τὸ εἶδος ἀποτελεῖσθαι τὰς ἐφεξῆς συναγομένας ἐναντιώσεις, καὶ ὥς | |
φησιν αὐτός, καθόδους τε καὶ ἀνόδους. | 249 | |
250 | Δεύτερον δὲ ἐκεῖνο ἐπισημαίνομαι ὅτι τὸ μίγμα τοῦτο αὐθυπόστατόν ἐστιν ἐν τῇ ψυχῇ τὸ ἓν καὶ οὐχ ἕν, καὶ ὂν καὶ μὴ ὄν. Ἐντεῦθεν γὰρ ἀπὸ τούτου τοῦ ἑνὸς ἀναφύεται, ἀλλ’ οὐκ ἀπὸ τῶν προδεδειγμένων λαμβάνεται. Ἀμέλει ὡς καὶ ταῦτα συνάγων τρόπον τινά, οὕτω ἐδιώρισεν ἀπὸ τῶν δεδειγμένων· “τὸ | |
5 | ἓν εἰ ἔστιν οἷον διεληλύθαμεν, ἆρα οὐκ ἀνάγκη αὐτὸ ἕν τε ὂν καὶ πολλά, καὶ οὔτε ἕν, οὔτε πολλά,” ἀπὸ τῆς οἰκείας φύσεως. Τὰ γοῦν ἀπὸ τούτων ἐστὶ τὰ τῷ ὄντι δεικνύμενα ὡς προϋποκειμένων, ἐπεὶ καὶ τὸ “ἔτι δὴ λέγωμεν” ἐνδεί‐ κνυται ὡς ἔσχατόν ἐστι τοῦτο τὸ ἕν, καὶ ὡς οὐχ ἓν ἰνδαλλόμενον. Ὡς δὲ τὸ ἓν ἔχει, οὕτω καὶ τὰ ἑπόμενα τῷ ἑνὶ πάντα, οὐκ αὐτά, ἀλλ’ ἔτι ὅμως αὐτὰ καὶ | |
10 | ἄλλα εἶναι φανταζόμενα· οὔτε ἄρα πολλά, οὔτε τι τῶν ἑπομένων, τῇ κατα‐ φάσει τοῦ ἑνός. Δηλοῖ ἄρα τοῦτο καὶ ὅτι αὐθυπόστατός ἐστιν ἡ ἡμετέρα ψυχή, εἰ καὶ ἀμυδρὸν ἔχει τὸ αὐθυπόστατον. Τὸ ἄρα γιγνόμενον αὐτῆς ὡς αἴτιον νοητέον, καὶ τὸ οὐχ ἓν ὡς ἔτι ἕν, καὶ τὸ οὐ πολλὰ ὡς ἔτι πολλά, καὶ ἕκαστον τῶν ἄλλων ὁμοίως. | |
15 | Ἐπὶ δὲ τούτοις καὶ τὸ μετέχειν χρόνου προϋπέθετο, διδοὺς αὐτῇ καὶ ἀπὸ τῶν ὑποσελήνων θεῶν ὑπόστασιν, ἵνα ἀρχὴν ταύτην καταλάβηται τῶν καθόδων αὐτῆς καὶ ἀνόδων. Καὶ γὰρ οἱ ἱερατικοί, καὶ οἱ θεόλογοι ὁμολογοῦσιν ὡς τὰ αὐτὰ πάσχει τοῖς θεοῖς ἡ ἡμετέρα ψυχή, ἀνιοῦσα καὶ κατιοῦσα, ἀπο‐ θνήσκουσά τε καὶ ἀναβιωσκομένη, καθόσον ἀπὸ τῶν τοιούτων παράγεται | |
20 | θεῶν. Ἔστιν ἄρα φυτὸν οὐ μόνον οὐράνιον, ἀλλὰ καὶ ἔγγειον ἡ ψυχὴ κατὰ τὸν Παρμενίδην, εἰ καὶ ἄλλον τρόπον οὐράνιον, ἀλλ’ οὐκ ἔγγειον κατὰ τὸν Τίμαιον· μᾶλλον δὲ καὶ ἐπὶ τούτων τὸ μίγμα ἀληθέστατον οὐράνιον καὶ ἔγγειον, καὶ οὔτε οὐράνιον οὔτε ἔγγειον. Οὐκοῦν ὑποσέληνον μὲν ὡς χρόνου μετέχον, ὡς δὲ ἄχρονον ἐφεξῆς ἀποδεικνύμενον, οὐράνιον καὶ ὑπερκόσμιον καὶ | |
25 | νοερόν. Πάντα γὰρ ἐν αὐτῇ τὰ πρὸ αὐτῆς, ἃ διεῖλεν εἰς τὸ ἔγχρονον καὶ τὸ ἄχρονον ὁ Παρμενίδης, καὶ πάντα ἐν αὐτῇ τὰ μεθ’ ἑαυτήν, ἃ διὰ τῶν ἀπο‐ φάσεων ἐνδείκνυται. Οὕτω γὰρ τὸ οὐχ ἓν καὶ οὐ πολλὰ καὶ οὐχ ὂν ἐν αὐτῇ ἐνοοῦμεν. Καὶ μηδεὶς οἰέσθω τὰς διὰ τοῦ ἐξαίφνης ἀποφάσεις τὰ χείρω εἰσ‐ άγειν· αὗται γὰρ καὶ τὰ κρείττω ὁμοῦ τοῖς χείροσιν εἰσηγοῦνται. Πρὸ γὰρ τῆς | |
30 | τοῦ χρόνου μετοχῆς, ἐν τῷ ἀχρόνῳ τε καὶ ἐξαίφνης, ἕν τέ ἐστι καὶ οὐχ ἓν καὶ | |
πολλά. Διὸ καὶ μετὰ ταῦτα ἐπάγει τὸ “χρόνου μετέχειν”, ὡσὰν ἐκείνων πρὸ | 250 | |
251 | χρόνου ὄντων ἐν τῇ ψυχῇ. Αἱ δὲ τοῦ ἐξαίφνης ἀποφάσεις τὰς κατὰ γένεσιν ἀνῄρουν καταφάσεις τὰς ἀπὸ τοῦ χρόνου προελθούσας, ἀλλ’ οὐ τὸ ἓν καὶ πολλὰ καὶ τὸ εἶναι· οὐδὲ τὰς τούτοις ἀντικειμένας ἀποφάσεις, τὸ οὐχ ἓν καὶ οὐ πολλὰ καὶ οὐκ ὄν, ἃς δὴ ταύτας φημὶ προλείψεις εἶναι τῶν ἄλλων ἐν τῇ ψυχῇ, ὡς | |
5 | περὶ τὰ σώματα μεριστῶν ἐν αὐτῇ ἀποτιθέμεθα τὰ παραδείγματα. Εἰ δὲ τῷ μετέχειν τοῦ χρόνου οὐκ ἀντέθεικεν εὐθὺς τὸ ἄχρονον, ὅπερ ἐστὶ τὸ μὴ χρόνου μετέχειν, αἰτία ἡ ἐπιστημονικὴ τῶν προβλημάτων διοίκησις. Διὰ μὲν γὰρ τοῦ χρόνου τὸ γενεσιουργὸν αὐτῆς καὶ ὑποσέληνον ἀποδείκνυται, τὸ δὲ ὂν καὶ ἀγένητον διὰ τοῦ ἀχρόνου. Ταῦτα δὲ διαστήσασθαι προὔκειτο ἀπ’ ἀλλήλων, | |
10 | ἅτε μερισθέντων ἐν τῇδε τῇ οὐσίᾳ, καὶ διαστάντων παρὰ μέρος τρόπον τινὰ ὄντων καὶ μὴ ὄντων. Ἐν γὰρ ταῖς κρείττοσι ψυχαῖς ὁμοῦ τὸ μεριστὸν καὶ ἀμέριστον, καὶ ἔγχρονον καὶ αἰώνιον, καὶ ὂν καὶ μὴ ὄν· ἐν ἡμῖν δὲ διὰ τὸν ἔσχατον μερισμὸν ποτὲ μὲν τόδε προκύπτει, ποτὲ δὲ τόδε· ὅθεν καὶ αὐτὸς ἐχώρισεν τὸ ἄχρονον ἀπὸ τοῦ ἐγχρόνου. Εἰ δὲ τὸ ἄχρονον καταφατικόν, | |
15 | καίτοι ἀπόφασις εἶναι βουλόμενον τοῦ μετέχειν χρόνου, σαφὲς ὅτι καὶ τὸ οὐχ ἓν καὶ τὸ οὐ πολλὰ καὶ τὸ οὐκ ὄν, καὶ πάντα τὰ τοιαῦτα καταφατικῶς νοητέον ὡς ὑφεστῶτα ἐν τῇ ψυχῇ παραδείγματα τῶν ἄλλων, μᾶλλον δὲ ὡς ἄλλα κατὰ ἔμφασιν ἤδη πως προφαινόμενα. Πρὸς δὲ τούτοις καὶ ἐκεῖνο νῦν ἤδη διοριστέον ὅτι οὐκ ἄλλο μὲν τὸ ἓν ἐν τῇ | |
20 | ψυχῇ, ἄλλο δὲ τὸ οὐχ ἕν, οὐδὲ ἄλλο μὲν τὸ ὄν, ἄλλο δὲ τὸ οὐκ ὄν, οὐδὲ τὸ ἔγχρονον ἄρα ἄλλο καὶ τὸ ἄχρονον. Διασπάσομεν γὰρ οὕτω τὴν ψυχὴν εἰς οὐσίαν καὶ γένεσιν, καὶ σύνθετον αὐτὴν ποιήσομεν. Ἀλλ’ ὥσπερ ἐν τοῖς εἰς Τίμαιον τὸ μεριστὸν ὁμοῦ καὶ ἀμέριστον, ὡς μίαν φύσιν ἀμφίβιον θεωρεῖν, οὕτω καὶ νῦν τὸ ἓν καὶ οὐχ ἓν ταὐτόν, ὡς ἑκάτερον εἶναι φανταζόμενον, καὶ | |
25 | τὰ πολλά, καὶ τὸ ὂν καὶ οὐκ ὄν, καὶ τὸ ἔγχρονον καὶ τὸ ἄχρονον. Ὅλη γὰρ δι’ ὅλης ἡ ψυχὴ τοιαύτη, καὶ ὂν καὶ γιγνόμενον· καὶ ὅπερ ἕν, τοῦτο καὶ οὐχ ἕν· καὶ ὅπερ ἔγχρονον, τοῦτο καὶ ἄχρονον· ὅμως δὲ τῇ ἰδιότητι διπλοῦν ἕκα‐ στον, ἀλλ’ ἐν ἁπλῇ ὑποστάσει καὶ τὸ διπλοῦν. Ἔτι γε μὴν καὶ τοῦτο προσθεωρητέον ὅτι, εἰ καὶ ὅλη δι’ ὅλης μεριστὴ καὶ | |
30 | ἀμέριστος, ἀλλ’ ἤδη τὸ μὲν ἄκρον αὐτῆς ἀμέριστον μᾶλλον, τὸ δὲ ἔσχατον | 251 |
252 | μᾶλλον μεριστόν, τὸ δὲ μέσον ἄμφω ἐπίσης· ὥστε καὶ κατὰ τὸν Παρμενίδην τὸ μὲν ἄκρον αὐτῆς ἔσται μᾶλλον ἓν καὶ πολλὰ καὶ ὄν, καὶ πάντα μᾶλλον, ὅ ἐστιν ἕκαστον, τὸ δὲ ἔσχατον οὐχ ἕν, οὐ πολλὰ ὁμοίως μᾶλλον, τὸ δὲ μέσον ἐπίσης. Οὐκοῦν καὶ ἄχρονον μὲν εἰς τὰ μάλιστα τὸ ἄκρον, ἔγχρονον δὲ εἰς τὰ | |
5 | μάλιστα τὸ ἔσχατον, τὸ δὲ μέσον ἐπίσης. Τούτων δὲ προειλημμένων, εἴδομεν περὶ τῶν ἐχομένων ὅ τι ῥητέον. | |
6 | Πρὸς δὴ τὸ τρίτον αὐτὸς μὲν περὶ τὰς ἐνεργείας καὶ ἔτι τὰς δυνάμεις ὁρᾷ τὰς τῶν συμπερασμάτων μεταβολάς. Τὴν 〈μὲν〉 γὰρ οὐσίαν αὐτῆς αἰώνιον εἶναι, τὴν δὲ γένεσιν, περὶ τὰς προβολὰς τῶν τοίων καὶ τοίων ζῴων τε καὶ | |
10 | νοήσεων, καὶ περὶ μὲν ταύτας τὸν χρόνον, περὶ δὲ τὴν οὐσίαν τὸ ἄχρονον ὡς αἰώνιον ἐκδεχόμενος. Ἡμεῖς δὲ καὶ ἐν τοῖς εἰς Τίμαιον ἀπεδείκνυμεν ὅλην δι’ ὅλης γενητὴν τὴν ψυχὴν ἅμα καὶ ἀγένητον κατ’ οὐσίαν, καὶ νῦν ἀξιοῦμεν ταῦτα τὰ συμπεράσματα ἐπὶ τῆς οὐσίας ἀκούειν. Καὶ γὰρ πανταχοῦ οὐσίας ὁ Παρμενίδης παραδίδωσιν, μᾶλλον δέ τι καὶ ὑπὲρ τὰς οὐσίας ταύτας τὰς | |
15 | ἑνάδας· καὶ “νῦν ἓν εἰ ἔστιν, ἔφη, ἀνάγκη αὐτὸ τοῖον εἶναι καὶ τοῖον”. Ἴσως οὖν ἀπὸ τῶν ἐνεργειῶν ἐνδείκνυται τὸ πεφυκὸς τῆς οὐσίας ἐπ’ ἀμφότερα ῥέπειν, καὶ τὸ οἷον ἀμφίβιον. Ἢ ὅλως οὐσιώδη πάντα τὰ συμπεράσματα ὁ Παρμε‐ νίδης ἀεὶ συνάγειν ἐσπούδακεν, τὰς δὲ ἐνεργείας ὡς ὁμοειδεῖς ταῖς οὐσίαις ἀφίησιν. Μήποτε οὖν ἐν τῇ οὐσίᾳ τῆς ψυχῆς καὶ ταῦτα θεατέον κατ’ ἰδιότητα | |
20 | τῆς μεταβολῆς ὁρωμένης, ὥσπερ τῆς γενέσεως. Ὅπου γὰρ γένεσις ἐκεῖ χρόνος, ὅπου δὲ χρόνος ἐκεῖ τὸ πρότερον καὶ ὕστερον. Εἰ δὲ ὁμοῦ πᾶς ὁ χρόνος καὶ τὰ μέρη αὐτοῦ πάντα ὁμοῦ, ὥστε καὶ 〈αἱ〉 περὶ τὸν χρόνον μεταβολαὶ ἀμετά‐ βλητοι, καὶ ἐν τῷ ἀχρόνῳ τὸ ἔγχρονον, ὡς ἐν τῷ ἀγενητῷ τὸ γενητόν· ἢ οὕτω γε καὶ ἐν τῷ θείῳ ἑνὶ ταῦτα ἑωρᾶτο. Πρόκειται δὲ νῦν οὐ τὸ θεῖον, ἀλλὰ τὸ | |
25 | ἀνθρώπειον ἕν· ὥστε ἄλλον τρόπον ἢ τὸν κατ’ ἰδιότητα ταῦτα νοητέον, ἐπεὶ οὐδὲ ὁμοῦ πᾶς ὁ χρόνος ἐν τούτῳ, ὡς ἐν τῷ θείῳ ἑνί τῳ, ἄλλος δὲ καὶ ἄλλος ὁ χρόνος, ὡς Παρμενίδης βούλεται. Μήποτε οὖν τολμητέον ὃ πάλαι ὠδίνομεν νῦν ἐξειπεῖν· μήποτε γάρ ἐστί τις μεταβολὴ περὶ τὴν ἡμετέραν οὐσίαν· ὅτι | |
μὲν γὰρ οὐδὲ αὐτὴ αἰώνιος καὶ ὁ Τίμαιος διδάσκει σαφῶς, ὅτι δὲ οὐδὲ πάντα | 252 | |
253 | συνῄρηκεν ὁμοῦ τὸν χρόνον ὡς ἡ κρείττων ψυχή, δηλοῖ ἡ ὕφεσις εἰς τὸν ἔσ‐ χατον ὑφιζήσασα μερισμὸν τῆς ψυχικῆς οὐσίας. Ἔτι δὲ εἰ μὴ καθ’ ὅλην ὁμοῦ ταύτην ἐνεργεῖ, πῶς οὐκ ἂν πάθοι τί ἡ οὐσία; ταύτης γὰρ ἀπαθοῦς μενούσης, οὐκ ἂν ἡ πρὸς τὸ χεῖρον ἐγένετο ῥοπὴ κατὰ τὰς ἐνεργείας. Αἱ γὰρ ἐνέργειαι | |
5 | ταῖς οὐσίαις ἐξομοιοῦνται καὶ ἀπὸ τῶν οὐσιῶν ἀπογεννῶνται, ἐπεὶ καὶ πρὸ τοῦ σώματος αὐτὴ ἡ ψυχὴ ἐπικλίνει· καὶ τὸ σωματοειδὲς οὐκ ἂν αὐτὴν ἐκώ‐ λυσεν, εἰ μὴ αὐτῷ ἑαυτὴν ἐγκατέδησεν. Τί γὰρ ἂν γένοιτο ἀσωμάτῳ καὶ χωριστῷ εἴδει παράφραγμα καὶ ἐμπόδιον σῶμα καὶ ζωὴ σώματος; οὐδὲν γὰρ ταῦτα πρὸς τὴν ἀρρεπῆ εἰς αὐτὰ ψυχὴν πολλῷ μᾶλλον ἢ πρὸς τὸν οὐρανὸν | |
10 | ἡ γένεσις. Ἀλλ’ ἡ συμπάθεια ὁ δεσμός ἐστιν, αὐτῇ δὲ οἴκοθεν ἐξ ἀρχῆς, ἀπὸ τῆς οὐσίας ἄρα παθούσης τι καὶ ἐπικλινάσης πρὸς τὸ χεῖρον. Ἔτι δὲ ἐκ τρίτων ἔδει τι καὶ τοιοῦτον εἶναι μέσον εἶδος ἐν τοῖς ἀσωμάτοις, ἐν μέσῳ τῶν πάντη φθειρομένων καὶ τῶν πάντη ἀφθάρτων, τὸ πῶς μέν, πῶς δὲ οὔ, ἑκάτερον, οἷον ἐπιγινόμενον καὶ ἀνιέμενον, ἢ ἑνιζόμενον καὶ πληθυόμενον, ἢ οὐσιω‐ | |
15 | μένον καὶ γιγνόμενον, ἐπεὶ καὶ ἐν τοῖς σώμασίν ἐστί τι τοιοῦτον, τὸ μὲν τῶν κρειττόνων παντάπασιν ἀπαθές, τὸ δὲ θνητὸν παντελῶς, οἷον καὶ ἐν ἡμῖν τὸ γενεσιουργὸν ἅπαν, τὸ δὲ αὐγοειδὲς ἀθάνατον μέν, ὅμως δὲ ἀλλοιούμενον ἁμηγέπη καὶ σχήματι καὶ οὐσίας συγκρίσει καὶ διακρίσει τινί, ὡς καὶ αὐτὸς ἠξίωσεν ἐν τοῖς εἰς Πλωτῖνον. Τί οὖν κωλύει; πῶς δὲ οὐκ ἀναγκαῖον καὶ τὴν | |
20 | ψυχὴν τὴν ἡμετέραν, ἀλλοιοῦσάν τε καὶ ἀλλοιουμένην ἑαυτήν, καὶ ὑφ’ ἑαυτῆς οὕτως, ἄνω τε καὶ κάτω μεθίστασθαι; ᾗ οὐ τοῦτο καὶ ὁ Ἀθηναῖος ἠβούλετο ξένος, ἀέναον οὐσίαν εἶναι τὴν ψυχὴν ἀποφηνάμενος, καὶ ταύτῃ ἄρα τὸ εἶδος αὐτῆς ἐν γενέσει τινὶ καὶ ῥοῇ ὑφέστηκεν. Ἔτι τοίνυν κατιοῦσα μὲν εἰς γένεσιν προβάλλεται μυρίας ὅσας ζωάς, καὶ δηλονότι πρὸ τῶν ἐνεργουσῶν τὰς οὐ‐ | |
25 | σιώδεις, ἀνιοῦσα δὲ ἀναστέλλει μὲν ταύτας καὶ συναιρεῖ καὶ ἀφανίζει, ἵστησι δὲ αὐτὴν κατὰ τὸ ἡνωμένον ὡς μάλιστα καὶ ἀμέριστον. Αὐτὴ οὖν ἑαυτὴν ἄγει | |
ἄνω καὶ κάτω ἔνδοθεν ἐκ πρύμνης, ἀπ’ αὐτῆς ἄρα τῆς οὐσίας ἑαυτὴν κινοῦσα. | 253 | |
254 | Ἔτι δὲ ᾗ αὐτοκίνητος ἀεί ἐστιν τῷ αὐτοκινήτῳ χρωμένη, ἄνω καὶ κάτω μεθ‐ ίσταται· κατ’ οὐσίαν ἄρα, τὸ γὰρ αὐτοκίνητον κατ’ οὐσίαν κινεῖ καὶ κινεῖται τὸ αὐτό· οὐ γὰρ μόνῳ ζωτικῶς, ἢ οὕτω γε καὶ ὁ νοῦς αὐτοκίνητος. Πρὸς δὲ τούτοις αἰώνιος ἡ οὐσία ἡ ὅλως ἀμετάβλητος οὐδὲ ποτὲ μὲν εἰς γένεσιν | |
5 | κάτεισιν, ποτὲ δὲ ἄνεισιν ἀπὸ γενέσεως· ἀεὶ δὲ ἄνω ἐστίν· εἰ δὲ τοῦτο, καὶ ἐνέργειαν ἕξει τὴν ἀεὶ ἄνω· ὥστε ἀληθὴς ὁ Πλωτίνου λόγος, ὡς οὐ πᾶσα κάτεισιν ἡ ψυχή· τοῦτον δὲ οὐ προΐεται· καὶ πῶς γὰρ οἷόν τε ἦν, τοῦ ἑτέρου ὄντος ἐν τῷ νοητῷ, θάτερον μέρος ἐν τῇ ἐσχάτῃ εἶναι κακίᾳ, καὶ ἡ ψυχῆς ἄρα οὐσία κάτεισιν, ἀντὶ ἑνοειδοῦς μεριστοτέρα γενομένη, καὶ ἀντὶ οὐσιώδους | |
10 | γενεσιουργός; Ἔτι δὲ ᾗ ὅλη δι’ ὅλης γενητὴ καὶ ἀγένητος, ὅλη ἂν ὁμοῦ πάσας ἐνεργοίη τὰς ἐνεργείας, ἔν τε τῷ νοητῷ καὶ ἐν τῷ Ταρτάρῳ· ἀλλ’ ὅπου μὲν ὅλης ἱσταμένης κατὰ τὸ γενητόν, ὅπου δὲ ὅλης κατὰ τὸ ἀγένητον. Ἔτι δὲ εἰ πεδᾶται ὁ ταὐτοῦ κύκλος, ὁ δὲ θατέρου διαστρέφεται, καὶ παντοίας ὑπομένει κλάσεις, οὗτος μὲν δῆλον ὅτι ἀλλοιοῦταί πως· ἀλλὰ καὶ ἐκεῖνος εἰ πεδᾶται, | |
15 | οὐκ ἐνεργεῖ· εἰ δὲ μὴ ἐνεργεῖ, πέπονθέν τι γενεσιουργὸν πάθημα, καὶ τρόπον τινὰ ἐμερίσθη εἰς τὸν θατέρου διαστάς, ἐκείνου ἐνεργῶν ἐνεργείας τὰς οἰκείας πεπέδηται. Καὶ γὰρ 〈ὁ〉 θατέρου πεδᾶται ἐν τῷ νοητῷ ἅτε τῷ ταὐτοῦ εἴδει, τῆς ψυχῆς ἐνδεδεμένης ὅλης δι’ ὅλης. Ἔτι δὲ καὶ οὕτω καὶ ὃ λέγεται ἀληθὲς φανεῖται, ὅτι ᾗ ἕκαστος, τοῦτο καὶ εἶναι τῇ ἀληθείᾳ. | |
20 | Πρὸς δὴ τὴν ὑπόθεσιν ταύτην, πολλὰ ἄν τις ἀπορήσειεν· ἓν μέν, πῶς οὐχὶ ταῦτα καὶ ταῖς θείαις ἁρμόσει ψύχαις· μεταβατικαὶ γὰρ καὶ ἐκείνων αἱ ἐν‐ έργειαι· ἕτερον δέ, πῶς αὐτοκίνητος ἡ ψυχὴ οὖσα οὐχ ὅσον ἐστὶν ἀεί ἐστιν κατ’ οὐσίαν· οἷον εἰ ἡνωμένη κατὰ τὸ αὐτοκίνητον, ἀεὶ ἡνωμένη· εἰ διακεκρι‐ μένη, ἀεὶ καὶ τοῦτο· εἰ δὲ ὁμοῦ ἀμφότερα ὥς τι μέσον, καὶ τοῦτο ἀεί, πῶς οὖν | |
25 | ἀλλοιοῦται παρὰ μέρος ᾗ γε οὐσία. Τρίτον δέ, τὸ μὲν ἡνωμένον καὶ ὀλύμπιον αὐτῆς εἶδος, εἰ προβάλλοι ποτὲ τὸ πεπληθυσμένον, ἧττον θαυμαστόν· πῶς δὲ τὸ ἐν τῇ γενέσει ἀπογεννήσει, ἢ προβαλεῖται τὸ ἑαυτοῦ κρεῖττον; Οὕτω γὰρ ἔσται τὰ δεύτερα αἴτια τῶν προτέρων αἴτια· οὕτω γὰρ δὴ καὶ τὰ αὐτὰ αἴτια καὶ αἰτιατὰ ποιήσομεν. Τέταρτον ἐπὶ τούτοις, πότερον ταὐτὸν ἀριθμῷ | |
30 | τὸ εἶδος αὐτῆς ἀεὶ μένει, ἢ κατὰ εἶδος μόνον ταὐτόν, ἀεὶ τοῖς μέρεσιν ἀπορρέον· | 254 |
255 | εἰ μὲν γὰρ τοῦτο, οὐκ ἂν εἴη τὰ ἀπορρέοντα αὐτοκίνητα, οὐδὲ τὸ μένον, εἴπερ ἄλλο καὶ ἄλλο καὶ τὸ κοινὸν τῇ μεταρροῇ τῶν μερῶν, εἰ δὲ ἐκεῖνο, πῶς ἄν τι εἴη ἐν αὐτῇ γιγνόμενον καὶ φθειρόμενον, εἰ μηδὲν ἀποβάλλει ἡ οὐσία; Πρὸς μὲν οὖν τοῦτο ῥητέον τὸ εἶδος· καὶ γάρ ἐστιν ὅλη δι’ ὅλης αὐτοκί‐ | |
5 | νητος, ἀλλ’ οὐ πάντη ὅμως ὡσαύτως. Ἀλλὰ συνοῦσα μὲν τοῖς κρείττοσιν αὐτὴ ἑαυτῆς ἐστι τελειοτέρα καὶ μονοειδεστέρα, συνοῦσα δὲ τοῖς χείροσιν μερίζει καὶ πολλαπλασιάζει ἑαυτὴν περὶ ἐκεῖνα, οἷον σπογγιά, οὐδὲν μὲν ἀπολλῦσα τοῦ εἶναι, μανουμένη δὲ μόνον καὶ πυκνουμένη· ἢ ὡς τὸ σῶμα αὐτῆς τὸ ἀθά‐ νατον μένει μὲν τὸ αὐτὸ κατὰ ἀριθμόν, ἀλλὰ ποτὲ μὲν σφαιροῦται μᾶλλον, | |
10 | ποτὲ δὲ ἧττον, καὶ ποτὲ μὲν πληροῦται θείου φωτός, ποτὲ δὲ κηλίδων γενεσιουργῶν, καὶ πάσχει τι κατ’ οὐσίαν τὸ ζῷον, οὕτω καὶ αὐτὴ ἡ ψυχὴ μένουσα ὅ ἐστιν ἀλλοιοῦται περὶ ἑαυτὴν καὶ ὑφ’ ἑαυτῆς, ὡς τὸ ἀσώματον ἀλλοιοῦσθαι πέφυκεν, ἐπεὶ καὶ ἡ ὄψις μένουσα τελειοῦται μὲν ὑπὸ τοῦ φωτός, ἀχλύεται δὲ ὑπὸ τοῦ σκότους, καὶ ὅμως οὐ φθείρεται ἐὰν μὴ ὑπερβάλλῃ αὐτὴν | |
15 | ἢ τὸ φῶς ἢ τὸ σκότος. Καὶ ἡ ψυχὴ οὖν αὐτοκίνητος οὖσα τὸ πάμπαν ἀλλοιοῦται κατ’ οὐσίαν πρός τε τὸ χεῖρον καὶ τὸ κρεῖττον· ἢ πῶς ἐνδέχεται, καὶ ὅταν ἡλίῳ ἄνω ἴῃ τὸ αὐγοειδὲς ὄχημα, μὴ καὶ αὐτὴν αὐτοῦ τὴν οὐσίαν εἶναι θειο‐ τέραν, καὶ ὅταν ἐν τῇ ἡλίου ψυχῇ ἡ ἡμετέρα ἱδρυθῇ, μὴ καὶ κατ’ οὐσίαν πάντως γίγνεσθαι τελειοτέραν ἢ ἄτοπον τὰς μὲν ἐνεργείας θειοῦσθαί ποτε, | |
20 | τὰς δὲ οὐσίας μηδέποτε. Καὶ ἐκ τῶν ἐναντίων ἄρα, οὐχ αἱ ἐνέργειαι μόνον ὑλοῦνται, ἀλλά τι καὶ ἡ οὐσία πάσχει ἀλλοῖον ὑφ’ ἑαυτῆς, ἢ ὑπὸ τῆς κατὰ τούτων θεῶν ἀνάγκης ἢ τῶν δαιμόνων. Καὶ μήποτε καὶ τοῦ κατ’ εἶδος καὶ ἀριθμὸν μένοντος μέση ἐστὶν ἡ ψυχῆς οὐσία. Καὶ μήποτε τὸ μὲν αὐτοκίνητον ἀεὶ ἔχει ταὐτόν, ἐξομοιοῖ δὲ αὐτὸ ποτὲ μὲν τοῖς χείροσιν, ποτὲ δὲ τοῖς | |
25 | κρείττοσιν. Καὶ προσάγει κατ’ οὐσίαν ποτὲ μὲν τοῖς θεοῖς, ποτὲ δὲ τοῖς θη‐ ρίοις· καὶ οὕτω μὲν τὸ αὐτὸ ἀεί, τὸ δὲ τοιόνδε τῆς οὐσίας ἄλλοτε ἀλλοῖον. Ἐν τούτῳ γὰρ ἔχει τὸ εἶναι τὸ αὐτοκίνητον ἐν τῷ ποιεῖν ἑαυτὸ ὅ τι ἂν βού‐ ληται· ποιεῖ δὲ πᾶν αὐτοκίνητον μένον ἀεί, καὶ πάντα ὂν κατ’ αἰτίαν, καὶ πάντα γιγνόμενον κατὰ προβολὴν ἄλλοτε ἄλλης οὐσίας, λέγω δὲ ἄλλοτε | |
30 | ἀλλοίας. Περὶ μὲν δὴ τούτου καὶ αὖθις ἴσως ἐροῦμεν. | |
Πρὸς δὲ τὸ τρίτον φήσομεν νῦν ὅτι τὸ αὐτοκίνητόν ἐστιν πανταχοῦ τὸ | 255 | |
256 | ἀλλοιοῦν ἑαυτὸ πρὸς τὸ χεῖρον καὶ κρεῖττον· ὥστε κἂν ἀπὸ χείρονος εἴδους αὐτὸ ἀναστὰν ἐπὶ τὸ κρεῖττον μετέβη, αὐτὸ ἑαυτὸ κεκίνηκεν ὡς αὐτοκίνητον· οὕτω δὲ καὶ ἐπὶ τὸ χεῖρον. Οὐ γάρ ἐστιν, ἵνα καὶ πρὸς τὸν δεύτερον ἀπαντήσωμεν, αὐτοκίνητον ἀγαθὸν | |
5 | ἢ κακόν, τό γε τῆς ἡμετέρας προαιρέσεως, ἀλλ’ αὐτοκίνητον ὀφεῖλον ἀγαθὸν εἶναι, δυνάμενον δὲ καὶ πρὸς τὸ χεῖρον ἑαυτὸ κινεῖν. Οὕτως ἄρα καὶ ἡ οὐσία οὔτε ἡνωμένον αὐτοκίνητον, οὔτε διακεκριμένον ἐστίν· οὐδὲ ὁμοῦ τὸ συναμφό‐ τερον, ἀλλὰ πεφυκὸς ἐπιτείνειν ἑαυτὸ καὶ ἀνιέναι πρὸς σύγκρισιν καὶ διά‐ κρισιν, τουτέστι προσάγειν ἑαυτὸ τῷ τε θείῳ φωτὶ εἰς τελείωσιν τῆς οὐσίας | |
10 | (ἑνοῦται γὰρ ἐν τούτῳ καὶ ἡ οὐσία), καὶ αὖ πάλιν ἐπάγειν ἀπ’ αὐτοῦ, ὅτε τὸ μέγιστον αὐτῆς μάλιστα γυμνοῦται καὶ διελέγχεται, ἀποστερηθὲν τῆς θείας ἑνώσεως. Εἰ γὰρ δεῖ συντόμως εἰπεῖν τὸ δοκοῦν, ἔχει μὲν ἡ ψυχὴ ταὐτὸν εἶδος ἀεὶ τό γε μεριστὸν ὡς οἷόν τε· τοῦτο δὲ μένον ὅ ἐστιν πληροῦται θειοτέρας ἑνώσεως, ὅταν πελάσῃ θεῷ, ὅταν δὲ ἀποστῇ, ἀποβάλλει τὴν ἐνδοθεῖσαν | |
15 | αὐτῇ οὐσίαν ἄνωθεν. Ἡ 〈μὲν〉 γὰρ ἔλλαμψις οὐσιοῖ τὴν ψυχὴν εἰς τὸ ἄμεινον, ἡ δὲ ἀπουσία φθείρει τὸ τοιοῦτον εἶδος αὐτῆς· ὅθεν καὶ τὸ αὐτοκίνητον ἀμυ‐ δρότερον γίγνεται. Ὥστε καὶ πρὸς τὸ πρῶτον ἤδη ῥᾴδιον ἀποκρίνασθαι ὡς τὸ μὲν τῶν κρειτ‐ τόνων ψυχῶν αὐτοκίνητον πάντα ὁμοῦ ἑαυτὸ εἰδοποιεῖ, καὶ ταύτῃ γε ὡσαύτως | |
20 | ἀεὶ ἔχει. Εἰ δὲ καὶ μεταβαίνει ἀπ’ ἄλλων νοητῶν ἐπὶ ἄλλα, συναλλοιοῦται μέν πη καὶ ἡ οὐσία ταῖς ἐνεργείαις, ἀλλ’ οὐ πρὸς κακίαν ἢ ἀρετήν, οὐδὲ πρὸς οὐσίαν καὶ γένεσιν. Τὸ δὲ ἡμέτερον ἓν πρὸς ταῦτα νῦν ὑπόκειται ἀλλοιού‐ μενον· εἰ δέ τι καὶ τῶν κρειττόνων γενῶν πάσχει τινὰ κάθοδον καὶ ἄνοδον ἁμωσγέπως (ἤδη γάρ τοι καὶ τοιοῦτον ὁ θεῖος Ἰάμβλιχος ἐν τούτοις αὐτοῖς | |
25 | ὑποτίθεται), ἀλλ’ ἐκπρεπέστατον τὸ πάθος ἐν ταῖς ἡμετέραις ψυχαῖς. Διὸ | |
περὶ τούτων ὑπόκειται ἡ τρίτη ὑπόθεσις. Εἰ δὲ καὶ ἀλόγων ἔνιαι κατίασιν | 256 | |
257 | καὶ ἀνίασιν, ἀλλὰ καὶ αὐτὴ ἐν τοῖς ἄλλοις μᾶλλον τετάχαται· ἴδιος ἄρα τῶν μερικῶν ψυχῶν ἥδε ὑπόθεσις. | |
2 | Καὶ μὴν πρὸς τὸ τέταρτον τῶν ἐξ ἀρχῆς ἠπορημένων λέγωμεν ὅτι ἕξ ἐστι τὰ συμπεράσματα, καὶ ἴσως ὅτι ψυχικὴ ἡ ἑξάς· ἔτι δὲ μετέχει οὐσίας, | |
5 | γίγνεται, ἀπόλλυται· ἓν γίγνεται, πολλὰ ἀπόλλυται· ἓν ἀπόλλυται, πολλὰ γίγνεται· τοῦτο ὡς ἓν ὅλον, ἓν καὶ πολλὰ γίγνεται καὶ ἀπόλλυται· εἶτα συγ‐ κρίνεται, διακρίνεται, ὁμοιοῦται, ἀνομοιοῦται, ἰσοῦται, ἀνισοῦται. Ἐνδείκνυται δὲ τὸ μὲν πρῶτον ὅτι πελάζει οὐσίᾳ τοῦτο τὸ ἕν, καὶ αὖθις ἀφίσταται, μᾶλλον δὲ καὶ ὅτι οὐσία τέ ἐστι καὶ οὐκ ἔστιν, ὡς ὂν καὶ γιγνό‐ | |
10 | μενον. Τὸ γὰρ γιγνόμενον μὴ ὄν ἐστιν, ἀφ’ οὗ ἑξῆς διαιρεῖ τὸν χρόνον τοῦ μετέχειν. Τάχα δὲ βέλτιον ἑκάτερον νοεῖν· ὂν γὰρ καὶ οὐκ ὂν τοῦτο τὸ ἕν, ποτὲ μὲν κατὰ τὸ εἶναι τῇ οὐσίᾳ πελάζει, ποτὲ δὲ ἀφίσταται κατὰ τὸ γίγ‐ νεσθαι. Τὸ δὲ δεύτερον αὐτὸ ἤδη γιγνόμενον προβάλλεται ἀποστὰν τῆς οὐσίας. | |
15 | Δεῖ γὰρ ἀποστῆναι πρότερον τοῦ ὄντος, εἶτα προβάλλεσθαι τὸ γενητόν, ᾧ σύνεστι καὶ τὸ φθαρτὸν ἐξ ἀνάγκης. Τὸ δὲ τρίτον ἀκολούθως ἕπεται καὶ συμπλακέν τι τῷ ἑνὶ πρὸς γένεσιν μερισθῆναι εἰς πολλὰ ἀφ’ ἑνός, καὶ ὅταν ἂν εἴη, συναθροισθῆναι ἀπὸ τῶν πολλῶν εἰς τὸ ἕν· ἕν τε γὰρ πληθυσμῷ τὸ πολλὰ γιγνόμενον, ᾗ καὶ διαφέρει | |
20 | τοῦ εἶναι ἓν καὶ πολλὰ τὸ γίγνεσθαι ἓν καὶ πολλά. Τοῦτο μὲν γὰρ παρὰ μέρος καὶ ὡς γένεσις, ἐκεῖνο δὲ ὡς οὐσία καὶ ὁμοῦ. Τὸ τοίνυν τέταρτον συγκρίνεσθαι οὐ ταῦτα ὄντα τῷ πληθύεσθαι καὶ ἑνί‐ ζεσθαι· ἐπεὶ ταῦτα μὲν ἀριθμοῦ μείωσιν ἔχει καὶ αὔξησιν, ἐκεῖνα δὲ μάνωσιν μόνον καὶ πύκνωσιν τῶν αὐτῶν, σημαίνει τε τὰ μὲν κάθοδον εἰς μερισμὸν καὶ | |
25 | ἄνοδον εἰς τὸ ἀμέριστον, τὰ δὲ ἐπιστροφήν τε εἰς ἑαυτὸ καὶ ἔκστασιν εἰς τὸ ἔξω, ἢ κόλλησίν τε πρὸς τὸ σῶμα καὶ ἀπ’ αὐτοῦ διάστασιν. Ἀλλὰ μὴν τὸ πέμπτον ὁμοίωσιν δηλοῖ πρός τε τὸ χεῖρον καὶ τὸ κρεῖττον, καὶ τὸ ἕκτον πολλὴν πρὸς ἑκάτερον συμμετρίαν. Τάχα δὲ ἄμεινον πάντα τῆς χείρονος ποιεῖν συστοιχίας· ἰσοῦται γὰρ τοῖς ἄλλοις καὶ ὁμοιοῦται, καὶ δια‐ | |
30 | κρίνεται ἀπὸ τῶν ἄλλων, καὶ ἔτι γίγνεται μὲν ἀναχωροῦν τῶν ἄλλων πρὸς | 257 |
258 | οὐσίαν, ἀπόλλυται δὲ ἀπιὸν πρὸς αὐτὰ ἀπὸ τῆς οὐσίας· ὥστε καὶ οὐ μετέχει μὲν οὐσίας ὡς ῥέπον ἤδη εἰς γένεσιν, μετέχει δὲ ὡς ἀποτιθέμενον τὴν γένεσιν. Πάντα ἄρα συνίσταται κατὰ τὸ γιγνόμενον τῆς ψυχῆς, ὥσπερ τὰ ἐφεξῆς κατὰ τὸ ἀγένητον. Διὰ τοῦτο προστρέχει πολλαχοῦ τῶν συμπερασμάτων τὸ “γίγ‐ | |
5 | νεται”, καί ποτε καὶ τὸ “ἀπόλλυται”, ἐνδεικνύμενος ὅτι πάντα ταῦτα πρὸς γένεσίν τε ἄγει καὶ ἀπὸ γενέσεως τὴν ψυχήν. Καὶ δῆλον ὅτι πασχούσης τῆς οὐσίας, τοιοῦτον οὖν συνάγει συμπέρασμα ἕκαστον. Ὁρᾷς δὲ ὅτι καὶ ἡ τάξις αὐτῶν κατὰ λόγον προῆλθεν· δεῖ 〈οὖν〉 ἀποστῆναι πρότερον τῆς οὐσίας, εἶτα προβάλλεσθαι τὴν γένεσιν, εἶτα μεριστῆναι περὶ αὐτήν, εἶτα συγκριθῆναι | |
10 | πρὸς αὐτήν, εἶτα ὁμοιωθῆναι καὶ γενέσθαι ἀλογοειδῆ ἢ σωματοειδῆ τὴν ψυχήν, εἶτα καὶ εἰς τάξιν καταστῆναι τῇ γενητῇ φύσει, καὶ τῷ αὐτῷ μέτρῳ μετρηθῆναι πρὸς αὐτήν. Οὕτω μὲν ἡ κάθοδος ἀντιστρόφως· δεῖ γὰρ ἀνισωθῆναι πρὸς τὸ γενητόν, εἶτα ἀνομοιωθῆναι, λογικὰς ἤδη καὶ ἀσωμάτους ἐνεργείας προβαλ‐ λομένην, εἶτα καὶ διακριθῆναι τοῦ σώματος, εἶτα συμπτύξαι τὸ πλῆθος εἰς | |
15 | ἕν, εἶτα ὁδεῦσαι πρὸς μετάληψιν τῆς οὐσίας, εἶτα ἀπαλλαγεῖσαν τῆς ἀνόδου πληρωθῆναι τοῦ ὄντος. Καὶ μὴ θαυμάσῃς εἰ τὰ χείρω τῶν ἀντικειμένων εἰς κάθοδον κινεῖ τὴν ψυχήν, τὰ μέντοι κρείττω πρὸς ἄνοδον· τὰ γὰρ αὐτὰ πρὸς ἄλλα καὶ ἄλλα οὐ τὴν αὐτὴν ἔχει δύναμιν. Ἔτι δὲ ἐν τοῖς ἄλλοις τὰ χείρω κρείττω φανεῖται, ὡς καὶ αὐτὸς ἐφίστησιν ἐν τῇ ἕκτῃ ὑποθέσει. Καὶ ἔοικέν γε | |
20 | τῇ τρίτῃ ἡ ἕκτη, ὡς δείξομεν· εἰκότως ἄρα καὶ ἐν ταύτῃ προείληπται τὸ τοιοῦτον· μήποτε δὲ καὶ ἀντιστρέψαντα ἔστιν εἰπεῖν ὡς τὸ μὲν ἰσωθῆναι τοῖς ἄλλοις ἀνισότητός ἐστιν ἀναπλησθῆναι, τὸ δὲ ἀνισωθῆναι τούτοις, ἰσό‐ τητός γε πρὸς ἑαυτό, καὶ αὐτὸ μὲν ὁμοιοῦσθαι αὐτοῖς εἰς τὸν τῆς ἀνομοιό‐ τητος πόντον ἐκπίπτειν, ἔστιν δὲ ἀνομοιωθῆναι εἰς τὸ αὐτὸ ἑαυτὸ ὅμοιον | |
25 | περιελθεῖν· καὶ συγκρίνεται μὲν πρὸς τὸ σῶμα, διακρίνεται δὲ ἀφ’ ἑαυτοῦ. Καὶ γὰρ ἐπὶ τῶν πολλῶν καὶ τοῦ ἑνὸς αὐτὸς ὁ Παρμενίδης τὸ διττὸν τοῦτο | |
εἶδος παρέδωκεν τῆς ἀπωλείας καὶ τῆς γενέσεως· ἀμέλει καὶ ἐπὶ τῶν πρώτων | 258 | |
259 | συμπερασμάτων, τὰ κρείττω πρὸς ἄνοδον παρέλαβεν τὸ γίγνεσθαι καὶ τὸ μετέχειν οὐσίας. Οὐκοῦν τὸ μὲν πρῶτον καὶ δεύτερον καὶ τρίτον ἀπὸ τῶν κρειττόνων συνάγειν τὴν ἀμείνω κατάστασιν· καὶ γὰρ τὸ ἓν γιγνόμενον συν‐ αγερμός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἑξῆς τρία διχῶς· αἴτιον δὲ ὅτι ταῦτα καὶ πρὸς | |
5 | ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα συνάγεται. Διόπερ οὐκ ἀστόχως αὐτὸς τὸ συγκρίνεσθαι ὡς ταὐτὸν καὶ ἕτερον παρέλαβεν, ὅθεν ἤρχετο καὶ ἡ πρὸς τὰ ἄλλα σχέσις ἀποδεικνυμένη. | |
7 | Τὸ τοίνυν πέμπτον ἤδη μὲν καὶ αὐτῷ μοι ἐδόκει, εὕρισκον δὲ καὶ τὸν φιλόσοφον Συριανὸν βουλόμενον καὶ τὰς ἄλλας ὑποθέσεις καὶ τὰ ἄρθρα | |
10 | διαιρεῖν, ὥσπερ τὴν δευτέραν· εἰπὼν δὲ ἀπέλειπεν τὴν διαίρεσιν. Μήποτε οὖν ἓξ εἴδη ψυχῶν ἐν τούτοις παραδίδωσιν ὁ Παρμενίδης. Ἓν μὲν διὰ τοῦ μετέχειν τὸ ἀκρότατον αὐτῶν, ὅπερ καὶ κατιὸν εἰς γένεσιν, ὅμως οὐ κάτεισιν, ὥς φησιν ὁ μέγας Ἰάμβλιχος ἐν τῷ περὶ ψυχῆς μετ‐ αναστάσεως, ἀπὸ σώματος· τοῦτο οὖν ἀγενήτως κατιὸν καὶ ἀνιόν, μετέχει | |
15 | μόνον οὐσίας καὶ οὐ μετέχει· σύνεστιν γὰρ τῷ νοητῷ μόνον ἢ οὐ σύνεστιν, καὶ ἡ κάθοδος τῶν τοιούτων ψυχῶν παρουσίαν μόνον ἐμποιεῖ πρὸς τὰ τῇδε. Ἐφ’ ᾧ δεύτερον τὸ ἤδη τὴν γένεσιν προβάλλον, ἀλλ’ ἀμερίστως ὡς οἷόν τε καὶ μονοειδῶς καὶ οἷον κατὰ τὴν μεγάλην τοῦ Πλάτωνος Πολιτείαν. Τρίτον δὲ τὸ μεριζόμενον ἤδη καὶ πληθυόμενον ἤδη περὶ τὴν γένεσιν· ἔτι | |
20 | δὲ ὅμως ἀπαθῶς καὶ τοῦτο, πλὴν ὅτι ποικιλώτερον πολιτεύσεται. Τὸ δὲ τέταρτον συμπέρασμα ψυχῶν εἶδος ἡμῖν εἰσήγηται μετὰ τὴν ποικι‐ λίαν, καὶ ἤδη τῷ σώματι προσκρινόμενον, καὶ εἰς αὐτὸ καταδυόμενον, καὶ μίαν πρὸς αὐτὸ συμπλοκὴν ποιούμενον. Ἔτι οὖν τὸ πέμπτον ἤδη καὶ σωματοειδῆ ζωὴν προβάλλεται, καὶ ὁμότροπον | |
25 | τῷ σώματι γίγνεται, καὶ μειοῦται καὶ αὔξεται ὡς πρὸς σῶμα, καὶ ὅλως εἰπεῖν, ὄγκου πληροῦταί τινος· δῆλον γὰρ ὅτι καὶ ὁ τῶν ψυχῶν ἀριθμὸς διὰ τῶν | |
οἰκείων πρόεισιν μεσοτήτων ἀπὸ τῶν ἄκρων ἄχρι τῶν ἐσχάτων. | 259 | |
260 | Ἀλλὰ τί πρὸς τὸ ἕκτον ἐροῦμεν; ἢ τὸ μὲν χρόνου μετέχειν ἀπὸ τῶν ὑπουρανίων θεῶν ἐγγέγονεν ταῖς ψυχαῖς. Διὸ καὶ τὰ ἄλλα ἀποδείκ‐ νυται κατὰ τὴν γιγνομένην οὐσίαν, ὥσπερ κατὰ τὴν ἄχρονον αὐτὰ τὰ εἴδη ὡς ὄντα· ἄλλο γὰρ τὸ εἶναι ὅμοιον καὶ ἀνόμοιον τοῦτο τὸ ἕν, ἄλλο τὸ ὁμοιοῦσθαι | |
5 | καὶ ἀνομοιοῦσθαι. Τοῦτο μὲν γὰρ ὡς γιγνομένῳ τῷ ἐνὶ πάρεστιν, ἐκεῖνο δὲ ὡς ὄντι, καὶ τὰ ἄλλα ὡσαύτως. Διὰ τοῦτο μὲν τὸ ἔσχατον συμπέρασμα προὔ‐ ταξεν ὅτι κατὰ τοῦτο ἡ γένεσις, κατὰ δὲ τὴν γένεσιν καὶ τὰ ἄλλα ἤμελλεν συμπεραίνεσθαι· ὥστε τοῦτο μὲν ἀπὸ τῶν ὑπουρανίων θεῶν ἥκει τὸ ἰδίωμα τῆς ψυχῆς, τὸ δὲ ἴσον καὶ ἄνισον ἀπὸ τῶν οὐρανίων, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον | |
10 | ἀπὸ τῶν ὑπερκοσμίων, τὸ δὲ συγκρίνεσθαι κοινῶς ἀπὸ πάντων τῶν νοερῶν· ἐν παντὶ γὰρ νῷ τὰ ὄντα ἐν συγκρίσει καὶ διακρίσει ὑφέστηκεν, εἰ καὶ μάλιστα ἐν τῷ δημιουργικῷ τὸ τοιοῦτον ὁρᾶται. Τό γε μὴν ἓν καὶ πολλὰ ἀπὸ πάντων ἤδη τῶν νοερῶν διακόσμων κατὰ τὸν ἀριθμὸν ὑφεστῶτα· τὸ δὲ γίγνεσθαι καὶ ἀπόλλυσθαι εἴρηται ὅτι ἀπὸ τῶν ὑπουρανίων θεῶν· ὥστε τὸ μετέχειν οὐσίας | |
15 | ἀπὸ τῶν νοητῶν ἐλήλυθεν· καθὸ γὰρ ἕν, καὶ ἔστιν, ὥς φησιν, ἐκεῖ δὲ τὸ ἓν ὂν προφαίνεται. Προαγαγὼν οὖν ὁ λόγος τὴν ψυχὴν κατὰ τὸ εἶναι εὐθὺς προάγει κατὰ τὸ γίγνεσθαι, ἐπειδὴ τὸ εἶναι ἐν τῷ ποτε χρόνῳ συνεπεράνθη, τοῦτο δὲ ἐπειδὴ διὰ τῶν ὑπουρανίων θεῶν καὶ τοῦ νοητοῦ μετείληφεν. Οὐκοῦν χρόνου μετασχοῦσα ἅμα ἐστὶ καὶ γίγνεται, τὸ μὲν εἶναι λαβοῦσα ἀπὸ τῶν νοητῶν, | |
20 | τὸ δὲ γίγνεσθαι ἀπὸ τῶν ὑπουρανίων. Πάλιν ἕν ἐστι καὶ πολλά, καὶ γιγνό‐ μενον καὶ ἀπολλύμενον, ταῦτα μὲν ἀπὸ τῶν ὑπουρανίων θεῶν, ἐκεῖνα δὲ ἀπὸ τῶν νοητῶν καὶ νοερῶν. Οὕτως ἄρα τὸ συγκρίνεσθαι καὶ διακρίνεσθαι ἀπ’ ἀμφοῖν· ἀλλ’ ᾗ μὲν διίσταται καὶ συνέρχεται, ἀπὸ τῶν νοερῶν ἔχει τὴν ἰδιότητα ταύτην, ᾗ δὲ γιγνόμενον καὶ ἀπολλύμενον, ταῦτα πάσχει πάλιν ἀπὸ | |
25 | τῶν ὑπουρανίων. Διὸ καὶ προέθηκεν τὸ γιγνόμενον καὶ ἀπολλύμενον καὶ ἐν τῷ τετάρτῳ συμπεράσματι τοῦ συγκρίνεσθαι καὶ διακρίνεσθαι· ὅτι δὲ ἕκαστον μετὰ τῆς γενέσεως καὶ κατὰ τὴν γένεσιν, καὶ διὰ τῶν γενεσιουργῶν προάγει θεῶν, ἐνδείκνυται καὶ τοῖς ἑξῆς, τὸ γίγνεσθαι προστιθεὶς καὶ πᾶσιν ἁπλῶς, πλὴν ἑνὸς τοῦ πρώτου, δι’ οὗ τὴν ἀγένητον ἐνδείκνυται γένεσιν τῶν οὕτω | |
30 | κατιέναι δυναμένων ψυχῶν. | 260 |
261 | Πρὸς τοίνυν τὸ ἕβδομον αὐτὸς μὲν ἀφορίζεται τὰς στάσεις ἄλλοτε ἄλλως, ποτὲ μὲν τὰς μεταξὺ τῶν δύο ἐναντίων κινήσεων, ὡς Ἀριστοτέλης, ποτὲ δὲ τὸ μὲν οὐκ εἶναι κίνησιν, τὸ δὲ μετέχειν οὐσίας στάσιν ποιεῖ, ποτὲ δὲ αὖ τὸ μὲν εἶναι καὶ οὐκ εἶναι στάσεις, τὸ δὲ γίγνεσθαι καὶ ἀπόλλυσθαι | |
5 | κινήσεις ταύταις ἀντικειμένας. Ὅτι μὲν οὖν καὶ στάσεις δεῖ ταῖς κινήσεσιν συμπλέκειν φανερόν· μεταξὺ γὰρ τῶν κινήσεων καὶ τῶν στάσεων θεωρεῖ τὸ ἐξαίφνης· ἐν δὲ τοῖς ἤδη συναχθεῖσιν οὐδαμοῦ στάσιν ἐνεδείξατο οὖσαν· αἱ γὰρ γενέσεις καὶ αἱ κατὰ χρόνον μεταβολαὶ κινήσεις ἦσαν. Ἆρα οὖν τὴν κινου‐ μένην οὐσίαν εἰπὼν τῆς ψυχῆς νῦν, ἐν τῷ ἀχρόνῳ τὴν στάσιν εἰσήγηται, καὶ | |
10 | πῶς; ἐν μέσῳ γὰρ στάσεως καὶ κινήσεως τὸ ἐξαίφνης. Ἀλλ’ ἆρα νῦν προσ‐ τίθησιν τῇ κινήσει τὴν στάσιν; καὶ τί οὖσαν ἄλλο τὴν στάσιν ἢ γένεσιν καὶ ἔγχρονον οὐσίαν; ὥστε περιέχεται ἐν ταῖς γενέσεσιν καὶ ἡ στάσις ταῖς εἰρη‐ μέναις. Διὰ τί οὖν οὐ καὶ ἀπὸ τούτων ἐποιήσατο συμπέρασμα ἴδιον ἀπὸ στά‐ σεως καὶ κινήσεως, ὡς ἀπὸ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, καὶ ἀπὸ τοῦ ὁμοίου καὶ | |
15 | ἀνομοίου; ἢ ῥητέον ὅτι μετέλαβεν τὴν γένεσιν εἰς ἐναντίωσιν γενέσεων δυεῖν, ὅπως ἐν μέσῳ ὠφθῇ τὸ ἄχρονον. Ἐπινοητέον οὖν κατιοῦσαν μὲν ἐνθάδε τὴν ψυχὴν καὶ ἀνιοῦσαν ἐντεῦθεν κινεῖσθαι, μένουσαν δὲ ὁποτέρωθι ὁποσονοῦν χρόνον ἵστασθαι· ἀλλ’ ἵστασθαί φημι χρονικῶς τε καὶ ὡς γενέσει· αὕτη γὰρ ἡ στάσις ἀντίκειται ἐκείνῃ τῇ ἐγχρόνῳ κινήσει. Καὶ μεταξὺ δὲ εἴ που τὴν | |
20 | κάθοδον ἐπισχοῦσαν τὴν ἄνοδον διατρίψειεν, ἵστασθαι λέγεται· εἰ γὰρ καὶ ἀεικίνητος, ἀλλ’ ἡ περὶ τὸ αὐτὸ ἠρεμιζομένη ἐνέργεια στάσις ἐστὶν ἡ νῦν προ‐ κειμένη· καὶ εἰ ἠρέμισται δέ, συμπαραγίνεται δὲ τῷ χρόνῳ ἡ στᾶσα ἐνέργεια· καὶ οὕτως οὐ κωλύεται τὸ ἀεικίνητον, ὅπως ἂν ταῦτα νοοῖμεν εἴτε κατ’ οὐσίαν, εἴτε κατὰ τὰς ἐνεργείας. Ἀνωτέρω μὲν οὖν γένεσιν ἁπλῶς ἐσκόπει καὶ φθοράν, | |
25 | διελὼν δὲ εἰς κίνησιν καὶ στάσιν τὰ εἰρημένα συμπεράσματα, θεωρεῖ μεταξὺ τῶν ἀντικειμένων γενέσεων τὴν ἄχρονον φύσιν. Ὥσπερ δὲ τὰ πρότερα συμ‐ περάσματα κατὰ γενέσιν ἐλαμβάνετο καὶ φθοράν, οὕτω τὰ ἀποφατικὰ κατὰ στάσιν καὶ κίνησιν. Αἴτιον δὲ καὶ τούτου, ὅτι ἡ ψυχή, ὡς μὲν οὐσία, κινού‐ | |
μενόν ἐστι καὶ ἑστώς (ἐπειδὴ ἡ ζωογόνος θεότης προείληφεν αὐτῆς τὴν | 261 | |
262 | πηγήν), ὡς δὲ γένεσις, χρόνου ἄλλου καὶ ἄλλου μετέχει, μᾶλλον δὲ κατὰ χρόνον ἐπιδείκνυσι καὶ τὴν ζωογόνον αὐτῆς ἰδιότητα. Διὸ μετάληψίς ἐστι τὸ κινεῖσθαι καὶ ἱστάναι ἀντὶ τῆς γενέσεως· καὶ ἀπ’ αὐτῆς ὅθεν ἴδιον οὐκ ἐποιή‐ σατο συμπέρασμα τοῦτο, ὡς περιεχόμενον μονοειδῶς ἐν τῇ γενέσει, ἐπεὶ κατά | |
5 | γε τὸ ἄχρονον, ὥσπερ ἓν καὶ πολλά, καὶ οὔτε ἓν οὔτε πολλά, οὕτω καὶ κι‐ νούμενον καὶ ἑστώς, καὶ οὔτε κινούμενον οὔτε ἑστώς. Τοῦτο δὲ τὸ ἄχρονον ἀναγυμνοῦται μεταξὺ τῶν κινήσεων καὶ τῶν στάσεων, ὡς δυεῖν εἰδῶν γενε‐ σιουργῶν. | |
8 | Τί οὖν τοῦτό ἐστι τὸ ἐξαίφνης, καὶ τί τὸ ἄχρονον, ὅπερ ὄγδοον | |
10 | ἦν; Ἆρα τὸ αἰώνιον τῆς ψυχῆς καὶ τὸ ὂν αὐτό, ὥς φησιν; καὶ πῶς μέσον τῶν κινήσεων καὶ τῶν στάσεων ἀναφαίνεται; ἢ ὡς πρὸ ἀμφοῖν. Ἀπ’ αὐτοῦ γοῦν, φησίν, καὶ περὶ αὐτοῦ ἡ γένεσις, καί πως πανταχοῦ κατ’ αὐτὸν ἐνεργεῖ ἡ ψυχή· οὕτω γὰρ ἔσται καὶ ἐν τῷ αἰωνίῳ τῆς ζωῆς εἴδει, καὶ ἀπὸ τῆς ἐσχάτης εἰ ἀναστρέφοι κακίας. Πῶς δὲ τὸ ἐξαίφνης ὁρᾶται καὶ ἐν ταῖς ἐνεργείαις, εἰ | |
15 | μόνη ἐστὶν ἡ οὐσία κατ’ αὐτὸν αἰώνιος; ἢ πρὸς μὲν τοῦτο εἴποι τις ἂν ὅτι εἴδωλον τοῦτο ἐκείνου, εἰ στάσις τὰς ἐνεργείας πρόεισιν ἀπὸ τοῦ αἰωνίου· καὶ γὰρ ἐν τοῖς σώμασι τὸ νῦν εἴδωλον αἰῶνος. Πρὸς δὲ τὸ πρότερον, ὅτι πανταχοῦ ἡ αὐτὴ οὐσία πάρεστιν αἰώνιος οὖσα καὶ ἐν τοῖς ἐσχάτοις οὕτω μὲν ἄν τις πιθανολογοῖτο, εἰ περὶ τὰς ἐνεργείας ὁρῴη τὴν γένεσιν· εἰ δὲ περὶ τὴν οὐσίαν | |
20 | καὶ ταύτην, πῶς τὸ ἐξαίφνης αὐτῷ προβήσεται καὶ τὸ ἄχρονον; Ἆρα οἷον κέντρον εἴη ἂν τῆς γενέσεως τοῦτο περὶ αὐτὸ κυκλουμένης; καὶ πῶς ἔσται ποτὲ ἐν τῇ ἐσχάτῃ ζωῇ κατὰ τὸ κέντρον ἀπογυμνωθεῖσα τῆς γενέσεως; Πῶς δὲ καὶ ἐν τῷ μέσῳ τῶν γιγνομένων κινήσεων καὶ στάσεων τὸ ἐξαίφνης συνίσ‐ ταται; τούτων γὰρ ὑπερανέχει τὸ ἄχρονον, κέντρον γε ὄν, ἀλλ’ οὐκ ἐν τῇ περι‐ | |
25 | φερείᾳ τεταγμένον. Πῶς δὲ οὐ διασπάσομεν τὴν ψυχὴν εἰς ὂν καὶ γιγνόμενον, ἄλλο καὶ ἄλλο μόριον; Τί δὲ ἔσται τὸ αὐτοκίνητον; εἰ μὲν γὰρ τὸ γιγνόμενον, οὐκ ἂν εἴη τὸ ὂν αὐτῆς αὐτοκίνητον, ἀλλ’ ἀκίνητον· εἰ δὲ τὸ ὄν, οὐκ ἂν εἴη τὸ γιγνόμενον, ἀλλ’ ἑτεροκίνητον. Καὶ τί ἂν εἴη τὸ ἐξαίφνης ἄλλο παρὰ τὸ αἰώνιον ἔγχρονον καὶ ὂν ἢ γιγνόμενον; Μήποτε οὖν ἀσφαλέστατον μῖξαι τῷ ἑτέρῳ | |
30 | ἑκάτερον· οὐδὲν γὰρ ἐν τῇ ψυχῇ καθαρὸν καὶ ἄκρατον· ἀμέλει καὶ τὸ μεριστὸν | 262 |
263 | αὐτῆς ἀμέριστόν ἐστιν, καὶ τὸ ἀμέριστον μεριστόν. Καὶ τὸ ὂν ἄρα γιγνόμενον, καὶ τὸ γιγνόμενον αὖ πάλιν ὄν· καὶ διὰ τοῦτο ποτὲ μὲν οὐσίαν αὐτὴν καλεῖ, ποτὲ δὲ γένεσιν ὁ Πλάτων. Οὕτως ἄρα οὔτε ἄχρονον πάντη, οὔτε ἔγχρονον, ἀλλ’ ὁμοῦ καὶ τὸ ἄχρονον ἔγχρονον, καὶ τὸ ἔγχρονον ἄχρονον. Οὕτω γὰρ | |
5 | λέγομεν αὐτὴν ἓν καὶ οὐχ ἕν, καὶ πολλὰ καὶ οὐ πολλά, καὶ μετέχον ἄρα χρόνου καὶ οὐ μετέχον, καὶ κινούμενον καὶ ἑστώς, καὶ οὔτε κινούμενον οὔτε ἑστώς, καὶ δὴ καὶ γιγνόμενον καθόλου καὶ ἀπολλύμενον, καὶ οὔτε γιγνόμενον οὔτε ἀπολλύμενον, ὥστε καὶ ἀκίνητον κατὰ τὸ αἰώνιον, καὶ ἑτεροκίνητον κατὰ τὸ ἔγχρονον, καὶ αὐτοκίνητον ἄρα κατὰ τὸ σύγκρατον. ᾟ γὰρ κινοῦν, ἀκίνητον, | |
10 | καὶ ᾗ κινούμενον, ἑτεροκίνητον, ᾗ δὲ τὸ αὐτὸ ἄμφω, αὐτοκίνητον. Διὸ μετὰ τοῦ ἀμεταβλήτου ἔχει τὸ μεταβαλλόμενον, ὡς μετὰ τοῦ κινοῦντος τὸ κινού‐ μενον· ὥστε καὶ αὐτομετάβλητος, καὶ ἀειμετάβλητος ἄρα, οὕτως τὸ τούτῳ ἔχουσα τὸ εἶναι ἀεί, ἐν τῷ συναλλοιοῦν πως ἑαυτήν, κατὰ τὸ αὐτομετάβλητον τῆς οὐσίας, οἷον ποτὲ μὲν μᾶλλον συναιρουμένην, ποτὲ δὲ ἧττον. Ἡ μὲν δὴ | |
15 | ψυχῆς οὐσία συγκέκραται παντάπασιν ἐξ ἀμφοῖν, καὶ οὐδέτερον τοῦ ἑτέρου χωρίς· ταὐτὸν γάρ πως ἑκάτερον τῷ ὑποκειμένῳ, εἰ καὶ τῇ στοιχειώδει ἰδιό‐ τητι, ἄλλο καὶ ἄλλο καὶ ὁμοῦ τῆς ψυχῆς καταφατικόν τε καὶ ἀποφατικόν, ὡς ἂν εἴποι τις. Ὁ μέντοι λόγος ἰδίᾳ μὲν τὸ γιγνόμενον αὐτῆς καὶ ἔγχρονον παρα‐ δίδωσι διὰ τῶν καταφάσεων· τὸ δὲ ἀληθές, μία τούτων ἡ σύγκρατος ἰδέα καὶ | |
20 | φύσις, ὥστε πανταχοῦ μὲν πάντα. Ἀλλ’ ἐπειδὴ μετέχει ἀλλήλων ἐν τῇ συγ‐ κράσει, τό τε ἔγχρονον αἰωνίζεταί πως καὶ οὐσίωται τὸ γενητόν· καὶ αὖ τὸ αἰώνιον χρονίζεται, καὶ τὸ ὂν τῇ γενέσει συμπλέκεται· καὶ ἔστι μὲν ἡ ψυχὴ τὸ συναμφότερον. Ἀλλ’ ἐπειδὴ ἥ γε ἡμετέρα γένεσις μᾶλλον οὐσία ἢ γένεσις, αἱ δὲ τῶν κρειττόνων γενῶν ἴσως ἐπίσης, διὰ τοῦτο ποτὲ μὲν κατὰ τὴν γένεσιν | |
25 | ἵσταται μᾶλλον ὁ βίος αὐτῆς, ποτὲ δὲ μᾶλλον κατὰ τὸ ὄν, ἀεὶ δὲ ὅμως ἡ οὐσία κατὰ τὸ συναμφότερον, ἐπεὶ αἵ γε ἐνέργειαι κινδυνεύουσί ποτε καὶ πάντη σχεδὸν ἐκπεσεῖν τοῦ ὄντος. Ἡ γὰρ ἀπὸ τῶν κρειττόνων ἔκπτωσις πλείων ἐν ταῖς ἐνεργείαις ὁρᾶται. Οὐδὲν ἄρα ἔτι ἄπορον εἰ καὶ ἐν τῇ ἐσχάτῃ κακίᾳ πάρεστι τὸ ἐξαίφνης. Εἰ μὲν γὰρ ἐν ταῖς ἐνεργείαις εἴδωλον, ἔστιν τοῦ ἐξαίφνης, εἰ | |
30 | δὲ ἐν τῇ οὐσίᾳ ἀεί, ἥ γε οὐσία αἰώνιος ἅμα ἐστὶ καὶ ἔγχρονος· εἰ καὶ ὅπου | |
μὲν αἰωνίζεται μᾶλλον, ὅπου δὲ μᾶλλον χρονίζεται, διὰ τὴν εἰρημένην οὐσιώδη | 263 | |
264 | μεταβολήν, καὶ ὅπου μὲν τὸ αἰωνιζόμενον κρατεῖ τοῦ χρονιζομένου, ὅπου δὲ ἀνάπαλιν· ὥστε καὶ εἰ κάτω ἐν τῷ ἐξαίφνης, ἀλλ’ ἐν ἀμυδρῷ μὲν τούτῳ ὄντι, ἰσχυροτέρῳ δὲ τῷ μεριστοτάτῳ τῆς ψυχῆς, ἀσθενὲς τὸ ἀμέριστον. Εἰ δὲ ἐν μέσῳ τῆς γενέσεως τὸ ἐξαίφνης, οὐδὲ τοῦτο θαυμαστόν· ἐγκέκραται γὰρ τῇ | |
5 | γενέσει τὸ ὄν, ὡς τῷ χρονικῷ τὸ αἰώνιον ἰδίωμα, ὡς τῷ κινουμένῳ τὸ ἑστώς. Οὐ γὰρ τὸ μὲν ἕστηκε τῆς οὐσίας, τὸ δὲ κινεῖται, ἀλλ’ ὁμοῦ πᾶν ἕστηκεν καὶ κινεῖται (κατὰ τὸ ἀγένητον λέγω), κατὰ δὲ τὸ γιγνόμενον, παρὰ μέρος, μᾶλλον δὲ καὶ κατὰ τοῦτο ὁμοῦ· ἀλλ’ ἤτοι πλέον ἢ ἔλαττον τόδε ἢ τόδε ἐκ μεταβολῆς. | |
9 | ||
10 | Οὕτω δὲ τούτων κειμένων, οὐ χαλεπὸν ἤδη καὶ πρὸς τὸ ἔνατον ἀπαντᾶν· κάτεισιν γὰρ ὅλη ἡ ψυχή· γενητὴ γὰρ ὅλη δι’ ὅλης, καὶ τὸ ἄχρονον κάτεισιν καὶ τὸ ὄν, ὅτι καὶ ἔγχρονον ἦν καὶ γιγνόμενον τὸ αὐτό, πλὴν οὐχ ὁμοίως, ἀλλ’ ὅσον τῆς ψυχῆς κατὰ τὸ μᾶλλον οὐσίωται, τοῦτο ἧττον κάτεισιν, ὅσον δὲ μᾶλλον κατὰ τὸ γιγνόμενον, ἐκεῖνο πλέον· καὶ οὐ δεήσεται τοῦ ἐξαίφνης | |
15 | τὸ ἐξαίφνης. Οὐ γὰρ ᾗ ἐξαίφνης κάτεισιν, ἀλλ’ ᾗ γενητόν· ᾗ δὲ γενητὸν ἔχει τὸ ἐξαίφνης ἐγκεκραμένον· οὐκ ἄρα ἐπ’ ἄπειρον ἥξομεν εἰ κατίοι τὸ ἄχρονον τῆς ψυχῆς, ὅτι ἦν καὶ τοῦτο ἔγχρονον. | |
17 | Καὶ δὴ πρὸς τὸ δέκατον ἀποκρινοῦμαι συντόμως ὅτι τῇ μὲν ἰδιότητι πρὸ ἀμφοῖν, τῇ δὲ συγκράσει μέσον ἀεὶ πανταχοῦ παρόν, τῇ δὲ μεταβολῇ | |
20 | μετὰ τὰς ἐναντιώσεις. Τότε γὰρ παραφαίνεται κατὰ τὰς μεταστάσεις τῶν ἀντι‐ κειμένων, καίτοι πάντη ἀεὶ τῷ γιγνομένῳ ἐνόν. | |
21 | Ἀλλὰ μὴν καὶ πρὸς τὸ ἑνδέκατον τοῦτο μὲν τὸ ἐξαίφνης ἀμερές ἐστι τῇ ἰδιότητι, καὶ διὰ τοῦτο ἄχρονον, ἐκεῖνο δὲ χρόνου μέτρον ἦν καὶ διάστημα ὡς ἐδείκνυμεν, καὶ ἐκεῖνο μὲν ἐκάλει νῦν, ἵνα τὸν ἐνεστῶτα δηλώσῃ χρόνον, τοῦτο | |
25 | δὲ ἐξαίφνης ὠνόμασεν ὡς ἐκ τῶν ἀφανῶν καὶ ἐξῃρημένων αἰτίων ἧκον εἰς | |
τὴν ψυχήν. Εἰ δὲ ἄρα καὶ ἐκεῖ τὸ νῦν ἀμερῶς ἀκούοιμεν, εἴη ἂν καὶ αὐτὸ | 264 | |
265 | σωματικὸν ἐξαίφνης, τοῦτο δὲ ψυχικόν· καὶ διὰ τοῦτο, τοῦτο μὲν ἐξαίφνης, ὅτι νοητὸν τρόπον τινὰ καὶ αἰώνιον, ἐκεῖνο δὲ νῦν, ὡς χρόνου πέρας τοῦ μετροῦντος τὴν σωματοειδῆ γένεσιν. | |
3 | Πρὸς δὲ τὸ δυοδέκατον πάντως μὲν ὅτι καὶ ἐν ταῖς κρείττοσι ψυχαῖς, | |
5 | ἔστι τὸ μεταβαλλόμενόν πως καὶ ἔνδον τῆς οὐσίας· ἀλλὰ μάλιστα διαφαίνεται παρ’ ἡμῖν ἡ μεταβολή. Καὶ ἔτι ἄλλως μὲν ἐκεῖναι μεταβάλλονται, καὶ ἀγε‐ νήτως καὶ ἐπ’ ἐλάχιστον, αἱ δὲ ἡμέτεραι πρὸς γένεσιν καὶ οὐσίαν ἀμείβονται, καὶ πρὸς κακίαν καὶ ἀρετήν, καὶ παραλύουσιν ἐπὶ μᾶλλον τὴν ἕνωσιν. Ἐκ δὲ τρίτων ἐκεῖναι μὲν τῇ οὐσίᾳ μᾶλλον ἢ τῇ γενέσει εἰδοποιοῦνται, ἢ ἐπίσης | |
10 | ἀμφοῖν, αἱ δὲ ἡμέτεραι πολλαὶ τῇ γενέσει συνυπέστησαν, ἅτε οὐδὲ ἐξ ἀκη‐ ράτων τὸ πάμπαν ὑποστᾶσαι στοιχείων κατὰ τὸν Τίμαιον. | |
11 | Καὶ μὴν πρὸς τὸ τρίτον καὶ δέκατον ἀεικίνητος μὲν ἡ ψυχή, ἀλλὰ ταὐτὸν εἰπεῖν, ἀειγένητος ὄντως καὶ αὐτογένητος· ἐν δὲ τῇ γενέσει καὶ στάσις ἔνεστι μετὰ τῆς κινήσεως· ὥστε κἂν ἵστηται κατὰ τὸ “αὐτοκίνητον ἵσταται”, | |
15 | ἅτε ἑαυτὴν ἱστῶσα, ἤ, εἰ βούλει λέγω, κινοῦσα πρὸς στάσιν ἢ κατά γε στάσιν. Ἔτι δὲ τὸ τρίτον κατὰ μὲν τὴν ἰδιότητα τοῦ ἐξαίφνης ἀκίνητός ἐστιν, κατὰ δὲ τὴν γένεσιν αὐτοκίνητος· κατὰ δὲ τὸ σύγκρατον εἶδος, ἀκίνητον ἔχει τὸ αὐτοκίνητον, ὡς καὶ τὸ γενητὸν ἀγένητον. | |
18 | Ἀλλὰ καὶ τὸ τέταρτον καὶ δέκατον ἐπιλυόμεθα λέγοντες ὅτι καὶ τὰς | |
20 | ἄλλας κινήσεις ἐν ταῖς ἀνόδοις τε καὶ καθόδοις ἑώρα· ἅμα γὰρ ἀλλοιοῦται, καὶ ἤτοι ἄνω ἐστίν, ἢ κάτω, ἤ που ἐν τῷ μέσῳ κατὰ τὸ εἶδος τῆς ἀλλοιώσεως. Διὸ πανταχοῦ παροῦσαν τὴν τοπικὴν κίνησιν παρέλειπεν ἰδίᾳ ὀνομάσαι, ἐπεὶ καὶ τὸ κινούμενον καὶ ἑστώς, ὡς κοινῇ πάντη παρόν, οὐκ ἰδίᾳ συνήγαγεν, ἀλλὰ χρείας εἵνεκα τῆς τοῦ ἐξαίφνης ἀποδείξεως· αἴτιον δὲ ὅτι πανταχοῦ τῇ | |
25 | ψυχῇ πάρεστιν ἡ κατὰ τόπον μετάστασις, ἐπειδὴ καὶ ἴδιον δῶρον αὐτῆς ἥδε | |
ἡ κίνησις, ὡς διδάσκει ὁ Τίμαιος. | 265 | |
266 | Ἐπὶ πᾶσι τοίνυν πρὸς τὸ πέμπτον καὶ δέκατον ἀποφάσεσι χρῆται καὶ καταφάσεσιν, ἤδη μὲν καὶ τὴν διαίρεσιν τῆς μεθόδου ἀποπληρῶν. Εἶτα καὶ τῷ ἐσχάτῳ τούτῳ ἑνὶ προσήκουσιν αἱ ἀποφάσεις, ὡς ὄντι καὶ οὐχ ἑνί. Μή‐ ποτε δὲ ἄμεινον λέγειν ὅτι τὸ μὲν πρῶτον ἓν ἀποφατικῶς ἐξῄρηται πάντων, | |
5 | τὸ δὲ δεύτερον καταφατικῶς διὰ πάντων προῄει, τὸ δὲ τρίτον πάλιν ἀποφα‐ τικῶς ἐπιστρέφει εἰς τὰ πρὸ αὐτοῦ. Διὸ καὶ τὸ κρεῖττον αὐτοῦ εἶδος αἱ ἀπο‐ φάσεις εἰσάγουσιν· ἔπειτα καὶ ἡ μεσότης τῆς ψυχῆς ἀπαιτεῖ τὰ ἀντικείμενα, τὸ μεριστὸν καὶ ἀμέριστον, τὸ ἔγχρονον καὶ ἄχρονον· οὕτως ἄρα τὸ καταφα‐ τικὸν καὶ ἀποφατικόν. Φέρε νῦν ὡς οἷόν τε διὰ βραχυτάτων καὶ ταῖς ἀπο‐ | |
10 | δείξεσι παρακολουθήσωμεν, εἴ τι εὕροιμεν δεόμενον λόγου τινός. “Οὐκοῦν, εἰ τοιοῦτόν ἐστι τὸ ἓν οἷον διεληλύθαμεν, ἕν τε ὂν καὶ πολλά, καὶ οὔτε ἓν οὔτε πολλά, καὶ μετέχον χρόνου.” Εἰ γὰρ ἐκ πάντων τῶν εἰρημένων προῆλθεν, δῆλον ὡς μετὰ πάντα ἐστίν. Οὐκ ἄρα ἓν μόνον, ἀλλὰ καὶ οὐχ ἕν, οὐδὲ πολλὰ μόνον, ἀλλὰ καὶ οὐ πολλά, καὶ τῶν ἄλλων ἕκαστον ὡσαύτως· εἰ δὲ καὶ μετὰ | |
15 | τὸ χρόνου μετέχον, εἴη ἄν ποτε μετέχον, καί ποτε ἄλλου δηλαδὴ καὶ ἄλλου χρόνου. Ὁ δὲ συνήγαγεν ἐφεξῆς, ἅμα αὐτῷ καὶ πρῶτον συμπέρασμα συνάγων, ὅτι ποτὲ μετέχει οὐσίας, καί ποτε οὐ μετέχει. Εἰ γὰρ τῷ ἑνὶ τὸ ὂν ἀκολουθεῖ, ἀνάπαλιν ἄρα τῷ οὐχ ἑνὶ ἕψεται τὸ μὴ ὄν, ὅ ἐστιν μὴ μετέχον οὐσίας. Ἔστιν ἄρα καὶ οὐκ ἔστιν, εἰ ἓν καὶ οὐχ ἕν· τοῦτο μὲν οὖν ἀληθές· πῶς δὲ οὐ καὶ ἀπὸ | |
20 | τῶν πολλῶν ἄλλο συνήγαγεν; ἦν γὰρ πολλὰ καὶ οὐ πολλά· ἢ μάλιστα μὲν ἤρκει δι’ ἑνὸς ἐνδείξασθαι καὶ περὶ πάντων. Εἶτα καὶ ἡ ὑπόθεσις τοῦ ἑνὸς ἦν, καὶ τὸ τοῦ ἐνδεδειγμένου εἰ ἕν ἐστιν μετέχειν οὐσίας, ἀλλ’ οὐκ εἰ πολλά ἐστιν, οὐδέ τι τῶν ἄλλων. Ἵνα δὲ μήτις οἰηθῇ ποτε εἰρῆσθαι κατ’ ἰδιότητα, ὡς ἐπὶ τῶν τῆς δευτέρας 〈ὑποθέσεωσ〉 συμπερασμάτων, ἐπάγει σαφῆ διορισμὸν τοῦ | |
25 | ἄλλου καὶ ἄλλου χρόνου. Καὶ πρώτη, ὡς ἔοικεν, ἡ ἡμετέρα οὐσία σχίζει τὸν χρόνον, καὶ μεταβολῆς ἄρχει τῆς κατὰ χρόνον· ὥστε, διαρρήδην εἰπεῖν, λέγω δὴ τὴν μεταβολὴν κατ’ αὐτὴν τὴν οὐσίαν τῆσδε τῆς σχίσεως γενομένης, εὐθὺς ἕπεται γένεσις καὶ φθορὰ ἡ κατὰ μεταβολήν· εἶτα τὴν εἰς τὸ ὂν ἄνοδον γένεσιν εἰπών, καὶ τὴν κάθοδον φθοράν, κατ’ αὐτὸ τὸ ἀληθὲς τὸ ἐν τῷ τρίτῳ συμπε‐ | |
30 | ράσματι, καὶ τὰ ἄλλα σημαινόμενα τοῦτο προστίθησιν. Διττὸς γὰρ καὶ ὁ | |
θάνατος καὶ ἡ ἀναβίωσις, ὅτι καὶ ἡ οὐσία διττή, ἡ μὲν κατὰ τὸ ἕν, ἡ δὲ | 266 | |
267 | κατὰ τὰ πολλά, ἐφ’ ὧν ἑκατέρας γένεσις καὶ ἀπώλεια θεωρεῖται· ὥστε καὶ ἑξῆς ἡ διάκρισις καὶ ἡ σύγκρισις διχῶς ἑκατέρα. Ἡ μὲν γὰρ σύγκρισις, ἤτοι ὡς φθορὰ τοῦ ἑνός, ἡ γένεσις τῶν πολλῶν· ἡ αὐτὴ δὲ ἑκατέρα καὶ μία κατὰ τὸ ἀληθές, ἐπεὶ καὶ ἡ φθορὰ τοῦ ἑνὸς γένεσις τῶν πολλῶν, καὶ ἡ φθορὰ τῶν | |
5 | πολλῶν γένεσις τοῦ ἑνός. Ἀλλὰ τῇ σχέσει ὅμως διαφέρει ἕκαστον· τὸ γὰρ αὐτὸ πρὸς μὲν ἄλλο φθορά, πρὸς δὲ ἄλλο γένεσις. “Καὶ μὴν ἀνόμοιον τὸ ὅμοιον ὅταν γίγνηται, ὁμοιοῦσθαί τε καὶ ἀνομοιοῦσθαι;” φαίνεται ἐπὶ τῆς ἡμετέρας οὐσίας μὴ ἀκριβολογούμενος περὶ τὴν τάξιν τῶν προβαλλομένων, ὅπου μὲν τὸ ἀνόμοιον, ὅπου δὲ τὸ ὁμοιοῦσθαι προτάττων, καὶ ὅπου μὲν τὸ | |
10 | κρεῖττον τῆς ἀντιθέσεως προτιθείς, ὅπου δὲ τὸ χεῖρον· ἴσως ὅτι καὶ ἀντι‐ στρόφως ἔξεστιν ἐπὶ τοῦδε τοῦ ἑνὸς ταῦτα θεωρεῖν, ὡς ἐπεστήσαμεν καὶ πρό‐ τερον, ἐντεῦθεν ἐπὶ τὸ ἐξαίφνης. Λαμβάνει δὲ ἴσως μὲν καὶ καθόλου· ἤδη δὲ καὶ ἐπὶ τοῦδε τοῦ ἑνὸς τὸ κινεῖσθαι καὶ ἑστάναι. Καὶ ἀπὸ τῆς πρώτης ζωογόνου πηγῆς, καὶ ἀπὸ τῆς ἰδιότητος καὶ ἐσχάτου ἑνός, ἐν ᾧ ποτὲ μὲν ἡ κίνησις | |
15 | εἰδοποιεῖ μᾶλλον τὴν οὐσίαν, ποτὲ δὲ ἡ στάσις, ὧν ἐν μέσῳ δεῖ εἶναι τὸ πᾶσαν διακρατοῦν τὴν ψυχήν. Ὅπως δὲ δείκνυται τὸ ἐξαίφνης ἱκανῶς ἐξηγήσατο· τὸ δὲ “ὡς ἐξ ἐκείνου μεταβάλλον εἰς ἑκάτερον”, ὡς ἐκ τοῦ ὄντος προϊόντος τοῦ γιγνομένου, καὶ ὡς ἐκ τοῦ ἀειαμεταβλήτου τῆς μεταβολῆς γιγνομένης. Ἅμα γὰρ ἀμετάβλητος ἡμῶν ἡ οὐσία καὶ μεταβλητή· “ἀλλ’ ἡ ἐξαίφνης αὕτη | |
20 | φύσις ἄτοπός τις ἐγκάθηται,” ἄτοπος μὲν ὅτι οὐσία γιγνομένη ἐστὶν ἅμα τε τὰ ἀντικείμενα, φύσις δὲ ὅτι οὐ πέρας χρόνου, οὐδὲ πέρας τῆς γενέσεως, ἀλλά τι εἶδος δημιουργικὸν ἢ ζωογονικόν, ἐγκάθηται δὲ ὅτι τὸ μάλιστα ἱδρυμένον τῆς ψυχῆς, καὶ σταθερὸν καὶ συνεκτικὸν τοῦτό ἐστιν· καὶ εἰς ταύτην δὲ καὶ ἐκ ταύτης, ὅτι ἀρχὴ μὲν τῆς προόδου, τέλος δὲ τῆς ἐπιστροφῆς ἡ τοῦ ἐξ‐ | |
25 | αίφνης αὕτη ἰδιότης· “καὶ τὸ ἓν δὴ εἴπερ ἕστηκέν τε καὶ κινεῖται, μεταβάλλοι ἂν ἐφ’ ἑκάτερα· μόνως γὰρ ἂν οὕτως ἀμφότερα ποιοῖ.” Εἰ ἄρα κινεῖται, καὶ ἕστηκεν ἅμα ἀμφότερα· διότι ἔσχατόν ἐστιν ἕν, καὶ ποτὲ γιγνόμενον, ποτὲ ἀπολλύμενον, κατὰ μεταβολήν, δηλονότι τῆς ἐπικρατούσης ἕξεως ἢ μεριστῆς ἢ ἀμερίστου. Συνάγει δὲ ἑκάτερον τὸ ἐξαίφνης, καὶ τῇ μεταβολῇ τὸ ἀμετά‐ | |
30 | βλητον ἐγκίρνησιν· εἶτα κοινῇ πρὸς πάσας ἐξάγει τὰς ἐναντιώσεις τὴν ἀπό‐ | 267 |
268 | δειξιν· καὶ πρώτην λαμβάνει τὸ εἶναι καὶ ἀπόλλυσθαι, καὶ τὸ μὴ εἶναι καὶ γίγνεσθαι, τέλη μὲν λαβὼν τὸ εἶναι ἐν οἷς ἂν καὶ ἱσταῖτο, ὁδοὺς δὲ πρὸς ταῦτα γένεσιν καὶ ἀπώλειαν. Πρῶτον μὲν ἐπιστήσωμεν ὅτι τὸ πρῶτον συμπέρασμα παραλέλοιπεν τὸ μετέχειν οὐσίας καὶ μὴ μετέχειν, ἴσως μὲν ὡς ἐν τούτοις | |
5 | περιεχόμενον, μήποτε δὲ καὶ ὡς τῶν πρώτων ψυχῶν ἀγένητον καὶ τὴν γένεσιν ποιουμένων, ἐφ’ ὧν ταὐτὸν ἦν τῷ γιγνομένῳ τὸ ὄν, καὶ τῷ ἀμεταβλήτῳ τὸ μεταβαλλόμενον. Τάχα δὲ τὸ κινούμενον καὶ ἑστὼς αὐταῖς ἁρμόσει, ὡς ἢ μετ‐ εχούσαις οὐσίας καὶ πρὸς αὐτῇ ἱσταμέναις, ἢ μὴ μετεχούσαις καὶ κινηθείσαις, ἢ καὶ μόνον κινουμέναις τε καὶ ἑστώσαις ἄνω καὶ κάτω, γένεσιν δὲ ἢ ἀπώλειαν | |
10 | ἢ μερισμὸν ἢ συναθροισμὸν ἢ ὁτιοῦν μεταβολῆς οὐσιώδους οὐ πασχούσαις, ἀλλ’ οἷον κατὰ τόπον μόνον κινουμέναις τε καὶ ἑστώσαις. Εἶτα ἐπάγει τὴν τοῦ τρίτου συμπεράσματος ἀπόφασιν, λαβὼν μὲν πάλιν τὸ ἓν καὶ τὰ πολλά, ὡς τέλη ἐν οἷς ὁρᾶται τὴν στάσιν. Τῷ γὰρ ὄντι ἡ στάσις ἐν τέλει βούλεται ἀπο‐ βαίνειν· κινεῖται γάρ τι ἕως ἂν φθάσῃ τι τέλος· εἶτα ἕστηκεν· ὥστε κίνησις | |
15 | τὸ ἰέναι ἐπὶ τὰ πολλὰ καὶ ἰέναι ἐπὶ τὸ ἕν. Ὥστε καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτὸ νοητέον, ὡς μὲν ἐν τέλεσιν οὖσαν τὴν στάσιν, ὡς δὲ ἐπὶ τέλει τὴν κίνησιν· ὥστε τὸ οὔτε ὅμοιον οὔτε ἀνόμοιον, οὔτε ὁμοιούμενον οὔτε ἀνομοιούμενον, ταῦτα μὲν κινήσεις, ἐκεῖνα δὲ στάσεις, ἅσπερ ἐκ τῶν εἰδῶν ἐνδείκνυται. Διότι οὐκ ἦν τῶν στάσεων ὀνόματα κατὰ τὰ εἴδη, ὡς τῶν κινήσεων τὸ ἀνομοιούμενον | |
20 | καὶ ὁμοιούμενον· ὥστε τὰ αὐτὰ ἐφίστημι καὶ περὶ ἰσότητος καὶ ἀνισότητος. | |
20 | Ἔτι περὶ ψυχῆς ἀπορητέον. Ἴδωμεν γὰρ ὅ τι λέγομεν. Ἆρα αἱ ἐνέρ‐ γειαι μεταβαίνουσαι μεταβαλλομένην ἐλέγχουσιν τὴν οὐσίαν; Ἀλλ’ οὕτω γε ἀνερματιστόν τι καὶ ἄστατον αὐτῆς τὸ εἶδος ἀποφανοῦμεν, οὐδὲν διαφέρον τοῦ ῥέοντος καὶ ἀπορρέοντος σώματος. Ἔσται γὰρ καὶ ὁσάκις μεταβάλλεται ἡ ἐν‐ | |
25 | έργεια καὶ ἡ οὐσία μεταβαλλομένη. Καὶ περὶ μὲν τῆς ἡμετέρας ψυχῆς ἧττον ἴσως χαλεπόν· τὰ αὐτὰ δὲ συμβήσεται καὶ περὶ τὴν θείαν, τὸ ἀνίδρυτον τῆς οὐσίας, τὸ ἀεὶ πολλαχοῦ μεταρρέον, καὶ οὐδέποτε ἐν τῷ αὐτῷ εἴδει τεταγ‐ μένον. Ἐν γὰρ τῷ διαλλάττοντι τῶν ἐνεργειῶν καὶ αἱ διαφοραὶ καθίστανται τῆς οὐσίας· ὥστε καὶ ὅσαι εἰσὶν ἐν τῇ ὅλῃ περιόδῳ ἐνέργειαι, τοσαῦται καὶ | |
30 | οὐσίαι αὐτῆς γενήσονται. | 268 |
269 | Δεύτερον δὲ πῶς ἔτι ἀθάνατος ἡ ψυχὴ καὶ ἄπειρον ἔχουσα δύναμιν, ὅπερ ἐδείκνυμεν ἐν τοῖς εἰς τὸν Τίμαιον, εἰ ἄλλη καὶ ἄλλη ἀεὶ αὐτῆς οὐσία, μένει δὲ οὐδεμία ἐπ’ ἄπειρον. Τρίτον ἀπολοῦμεν τὸ αὐτοκίνητον αὐτῆς· εἰ γὰρ τὸ ὅλον μένει τῶν μερῶν | |
5 | μεταβαλλομένων, καὶ οὐ μένει ἡ αὐτὴ κατὰ ἀριθμόν, ἀλλὰ μόνον κατ’ εἶδος, ὥστε οὐχ ἑαυτὴν ὑποστήσει. Πάντη δὲ ἑτεροκίνητος ἔσται ἡ μένουσα κατὰ ἀριθμόν, τῷ μὲν κινήσει τῷ ἀεὶ μένοντι, τῷ δὲ κινήσεται τῷ μεταρρέοντι. Καὶ οὐκ ἄρα ὅλη αὐτοκίνητός ἐστι· τὸ δὲ αὐτοκίνητον οὔποτε ἑαυτὸ ἀπολείπει, αὐτὸ γάρ ἐστιν τὸ αὐτὸ ἀεί. Οὐκ ἄρα μεταβληθήσεται, οὐδὲ ὁπωστιοῦν· εἰ δὲ | |
10 | μή, ἄλλο καὶ ἄλλο ἔσται· οὐκ ἄρα αὐτό. Ἔτι δεῖ αὐτὸ εἶναι ὅ ἐστιν, ἵνα κινῇ ἑαυτό, ᾗ δὲ ἄλλο καὶ ἄλλο γένηται, ἢ ὑφ’ ἑαυτοῦ μετεβλήθη, ἢ ὑπὸ ἄλλου. Εἰ μὲν οὖν ὑπ’ ἄλλου, οὐκ αὐτοκίνητον· εἰ δὲ ὑφ’ ἑαυτοῦ ἦν ὅτε ἦν ἀμετά‐ βλητον, οὐκ ἄρα μεταβάλλει, ᾗ μετεβλήθη ἑαυτό· εἰ δὲ ἅμα, ἔσται ἅμα ἀμετά‐ βλητον καὶ μεταβαλλόμενον. | |
15 | Χωρὶς δὲ τούτων τέταρτον ἀπορητέον εἰ τὸ οὐράνιον σῶμα ἄλλοτε ἄλλο τῷ εἴδει γίγνεται, ἢ ταὐτὸν εἶδος ἀεὶ κατὰ ἀριθμόν, ὡς ἐδείκνυμεν ἐν τοῖς εἰς Τίμαιον. Εἰ γὰρ τοῦτο, πῶς οὐχὶ πολλῷ μᾶλλον ἡ θεία ψυχὴ καὶ κατὰ ἀριθμὸν ταὐτὸν εἶδος φυλάξει; Ἔτι δὲ εἰς τὸ οὐράνιον μήτε συγκρίνεται μήτε διακρίνεται, πῶς ἂν τοῦτο ἡ ψυχὴ πάσχοι, καὶ ὅπως οὔ; τὰ δὲ αὐτά, καὶ | |
20 | ἀπὸ τοῦ ἡμετέρου αὐγοειδοῦς σώματος ἀπορήσομεν περὶ τῆς ἡμετέρας ψυχῆς. Ἔτι τοίνυν ἐρωτητέον ἡμᾶς αὐτοὺς πότερον ἀποβάλλει τι ἡ ψυχὴ ἐν ταῖς μεταβολαῖς, ἢ οὐδέν· εἰ μὲν γὰρ τοῦτο, οὐδ’ ἂν μεταβάλλοι οὐδαμῆ οὐδαμῶς, εἰ δὲ ἐκεῖνο, οὐκέτι ἀθάνατος ἔσται ὅλη δι’ ὅλης. | |
23 | Φέρε οὖν ἕνα ὅρον θέμενοι πρὸς τοῦτον ἀναγάγωμεν ταύτας τε καὶ | |
25 | τὰς τοιαύτας ἀπορίας ἁπάσας. Οὐκοῦν ἐκεῖνο κείσθω ἡμῖν διωμολογημένον ὅτι κατὰ ἀριθμὸν τὸ αὐτὸ μένει τῆς ψυχῆς εἶδος, καὶ τῆς θείας καὶ τῆς ἡμετέρας. Ἀλλ’ εἰ οἷόν τε καὶ οὕτω μένουσαν μεταβάλλεσθαί πως αὐτήν, τοῦτο σκεπτέον, ἀλλ’ ἐκεῖνο πρὸ τούτου διοριστέον ὅτι οὐ πᾶσα μεταβολὴ φθοροποιός ἐστιν τοῦ μεταβαλλομένου· ἀλλοιοῦται γὰρ καὶ ἡ αἴσθησις ὑπὸ τοῦ ὁρατοῦ μετα‐ | |
30 | βαλλομένη, μένει δὲ ὅμως ἡ αὐτὴ κατ’ οὐσίαν· ὁρῶν γὰρ ποτὲ μὲν τὸν Διὸς | 269 |
270 | ἀστέρα, ποτὲ δὲ τὸν Ἄρεος, τὴν μὲν αὐτὴν αἴσθησιν παραφέρω πρὸς ἑκά‐ τερον, συναλλοιουμένην δὲ ἑκατέρῳ. Καὶ δὴ τὸ αὐγοειδὲς ἡμῶν ἐν οὐρανῷ μὲν οὐρανίας αὐγῆς πεπλήρωται, διὰ βάθους αὐτοῦ κεχυμένης, καὶ ῥωννύσης αὐτὸ θειότερον· κάτω δὲ ἀπολειφθὲν ἐκείνης, οἷον αὐχμεῖ, καὶ αὐτὸ ἑαυτοῦ σκο‐ | |
5 | τεινότερον γίγνεται, καὶ ἐνυλότερον· ἀμέλει καὶ ῥέπει κάτω πρὸς γῆν, καίτοι τῷ ἀριθμῷ ταὐτὸν κατ’ οὐσίαν. Οὕτω δὲ καὶ αὐτὴ ἡ ἡμετέρα ψυχὴ ὅτε μὲν εἰς νοῦν καὶ θεὸν ἀνατείνεται, μεστοῦται αὐτῆς ἡ οὐσία νοεροῦ τε καὶ θείου φωτός, ὅπερ οὐ πρότερον εἶχεν, ἢ θεία ἂν ἦν ἀεί· νῦν δὲ οὐκ ἀεί· ἀφίσταται ἄρα νοῦ τε καὶ θεοῦ· ἀπολείπεται ἄρα ἡ αὐτὴ μὲν οὖσα κατὰ ἀριθμόν, καὶ | |
10 | ταὐτὸν εἶδος· ἄλλη δὲ ἧττον νοερὰ καὶ ἧττον ἡνωμένη· εἰ δὲ καὶ εἰς τὸ γενητὸν ἑαυτῆς ἀπορρυεῖσα τῇ γενέσει καὶ τῇ ὕλῃ προσπαθεῖ καὶ τοῖς ἐνύλοις δαίμοσιν, πάσχει τι ὑπ’ αὐτῶν πρὸς τὸ χεῖρον, καὶ ἀναπίμπλαται δαιμονίας καὶ κατα‐ γωγοῦ ζωῆς, ἡ αὐτὴ μὲν κατ’ ἀριθμὸν οὖσα, ᾗ καὶ πρόσθεν, ἔρημος δὲ οὖσα τοῦ τελειοῦντος καὶ πλήρης δαιμονίου σκότους. Διὸ καίτοι ὅλη οὖσα καὶ νῦν ὃ | |
15 | πρότερον ἦν, ὅμως κατὰ τὸ ἔσχατον ἑαυτῆς ἐνεργεῖ, καὶ κατὰ τοῦτο ἔστησεν ἑαυτήν, οὐκ ἀποβάλλουσα τὸ κρεῖττον τῆς οὐσίας, ἀλλ’ ἔχουσα αὐτὸ πρὸς τὸ χεῖρον ἁμηγέπη συντεταγμένον ὅσον καὶ ἐν ἑαυτῷ ἦν γενεσιουργόν τε καὶ με‐ ριστόν, ἐπεὶ καὶ τὸ ἔσχατον ἀνανεῦσαί ποτε δύναται εἰς τὸ κρεῖττον, καθόσον καὶ αὐτῷ ἐγκέκραταί τι ἀγένητον καὶ ἀμέριστον. Οὕτω δὲ ἄρα καὶ ἀπὸ τῶν | |
20 | ἄστρων τὴν ἀλλοίωσιν νοητέον· οἷον τὸ σελήνης σῶμα προσιὸν τῷ ἡλίῳ, καὶ πάλιν ἀπ’ αὐτοῦ ἀποχωροῦν, πάντως ὅτι ἄλλην καὶ ἄλλην δέχεται ζωήν, καὶ ἄλλῳ καὶ ἄλλῳ φωτὶ κατ’ οὐσίαν κέχρηται. Δῆλον 〈ὅτι〉 ὁ ἥλιος δρᾷ τι καὶ εἰς τὴν οὐσίαν αὐτῆς τε καὶ τῶν ἄλλων οὐρανίων σωμάτων· ὥστε τὰ οὐράνια ζῷα συναλλοιοῦσθαί πως ἀλλήλοις κατὰ τὰς προόδους τε καὶ ἀφόδους. Ἀμέλει καὶ | |
25 | αὐτῶν ἀπόρροιαι ἐν τῷδε τῷ τόπῳ ἄλλαι φαίνονται καὶ ἄλλαι, καίτοι μένει ἕκαστον τὸ αὐτὸ κατὰ ἀριθμὸν ἀεὶ ὂν εἶδος, ποικιλλόμενον δὲ ἄλλαις καὶ ἄλλαις μεθέξεσιν οὐσιώδεσιν, ὅ ἐστι δρώσαις καὶ εἰς αὐτὴν τὴν οὐσίαν. Ἀνάγκη ἄρα τὸν αὐτὸν τρόπον καὶ τὰς θείας ψυχὰς οὕτω συναλλοιοῦσθαι τοῖς διαφόροις νοητοῖς· οὐχ ὁμοῦ γὰρ ἐπιβάλλει πᾶσιν, ἢ οὐχὶ ὡσαύτως, εἰ καὶ ὁμοῦ ἔνιαι. | |
30 | Κατὰ τοσοῦτον ἄρα ἀλλοιοῦνται πᾶσαι, καθόσον ἄλλοτε ἄλλων ἐμπίμπλανται | |
νοητῶν· ὥστε καὶ τούτων ἡ μὲν οὐσία ἡ αὐτὴ κατὰ ἀριθμόν, ἡ δὲ οὐσιώδης | 270 | |
271 | μέθεξις ἡ εἰς αὐτὴν δρῶσα τὴν οὐσίαν μεταβάλλεται παντοίως, καὶ ἐπὶ τοσοῦτον ἡ οὐσία μεταβάλλεται κατ’ αὐτήν. Ἔοικεν ἄρα ὁ λόγος τὸν ἕνα ὅρον ἡμῖν ὑφηγεῖσθαι τοῦτον, ὡς ἄρα καθ’ ἑαυτὴν μὲν ἡ οὐσία ὅση κατὰ χρόνον ὑφέστηκεν ἀθάνατος ἡ αὐτὴ μένει τῷ ἀριθμῷ, | |
5 | οὐδὲν ἀποβάλλουσα τοῦ οἰκείου εἴδους ἐν ταῖς μυρίαις μεταβολαῖς, ἀλλοιοῦται δὲ ὅμως κατὰ μέθεξιν, καὶ ἀλλοιοῦται τὴν διὰ φθορὰν ἀλλοίωσιν, ἢ ῥωννῦσαν αὐτῆς τὸ εἶδος ἢ χαλῶσαν, οὐδέποτε δὲ συγχέουσαν αὐτῆς τὴν οὐσίαν ἣν ἐξ ἀρχῆς κεκλήρωται. Αὐτὴ μέντοι ἄγει ἑαυτὴν πρὸς ἑκάστην ἀλλοίωσίν τε καὶ μέθεξιν· πάντα γὰρ οὖσα, πάντων βούλεται μετέχειν· καὶ ἡ μέν ἐστιν ἡ αὐτὴ | |
10 | κατὰ ἀριθμόν, ἡ δὲ μετέχει ἄλλοτε ἀλλοία, ἀλλοιοῦσα δὲ ἑαυτὴν ἐνεργεῖ ἐν‐ εργείας ἀπὸ τῆς οὐσίας προβαλλομένας, καὶ εἰς αὐτὴν ἀναστρεφούσας, τοῦτο μὲν ὅτι ἀλλοιώσει πως αὐτὴν πρὸς τάδε μᾶλλον ἢ τάδε ἀποκλίνουσαι, ἐκεῖνο δὲ ὡς ἀπὸ ἀμεταβλήτου μεταβαλλομένη. Μᾶλλον δὲ προβάλλονται μὲν ὡς ἀπὸ οὐσίας ἀμεταβλήτου, μεταβάλλονται δὲ ὡς ἀπὸ μεταβλητῆς. Ἔνδοθεν γὰρ ἡ | |
15 | ἀλλοίωσις ἄρχεται, καὶ κατὰ ταύτην αἱ μεταβαλλόμεναι συνίστανται ἐνέρ‐ γειαι. Πάσχουσα γὰρ ἡ οὐσία τάδε τοιάσδε ἐνεργείας ἀφίησιν, καὶ πάλιν συν‐ αλλοιοῦται ταῖς ἐνεργείαις. Εἰσὶ δὲ αἱ τῶν ἐνεργειῶν ἀκίνητοι, εἰσὶν αἱ τῇ ἀναλλοιώτῳ οὐσίᾳ συμπεπηγυῖαι, αἱ γεννητικαὶ τῶν ἄλλων τῷ ἄγοντι ἄνω ἢ κάτω τὴν ψυχήν. Πέφυκεν ἄρα δι’ ἑαυτὴν καὶ ἑνοῦσθαι, οἷον στομουμένη | |
20 | ὑπὸ τοῦ θείου φωτός, καὶ πληθύεσθαι ἀποβάλλουσα τὴν στόμωσιν, καὶ μέ‐ νουσα ὃ ἦν καθ’ ἑαυτήν, μᾶλλον δὲ πάσχουσά τι καὶ ὑπὸ τοῦ χείρονος. Ἆρα οὖν τὸ μένον, ὅπερ ἐστὶ τὸ ἐξαίφνης, καταδεέστερον τῆς πρὸς τὸ ἄνω γενέ‐ σεως; ἢ οὐ χωριστέον ἀπὸ τοῦ ἀχρόνου· καὶ αὐτὸ γὰρ τὸ ἐξαίφνης ποτὲ μὲν ῥώννυται, ποτὲ δὲ ἀμυδροῦται. Ὅλη γὰρ δι’ ὅλης, οἷόν ἐστι καὶ μένει | |
25 | καὶ μεταβάλλεται ὧδέ πως. Καὶ ταύτῃ ἄρα μέση ἡ τοιαύτη φύσις νοῦ μὲν τοῦ πάντα ὅσα ἐστὶν καὶ ὅσον μετέχει ἀναλλοιώτου παντάπασιν, γενέσεως δὲ τῆς φθαρτῆς, οὐδὲ ὅ ἐστιν οὐδὲ ὃ οὐ μετέχει σωζούσης τὸ αὐτὸ κατὰ ἀριθμόν, αὐτὴ τὸ μὲν ἑαυτῆς εἶδος σώζουσα τῆς ὑπάρξεως, τὸ δὲ τῆς οὐσιώδους μεθέξεως ἀλλοιοῦσα. Ἔτι δὲ ὁ μὲν νοῦς πάντη ἀπάθης, ἡ δὲ γένεσις πάντη | |
30 | παθητή· ὅ τι γὰρ ἄν τι παθῇ κινεῖ τὴν οὐσίαν εἰς ἕτερόν τι κατ’ ἀριθμόν, ἡ | |
δὲ ἀθάνατος γένεσις μένει τε ἅμα καὶ ἀλλοιοῦται ἀπαθῶς· πλὴν ὅτι πολὺ | 271 | |
272 | καὶ ταύτης τὸ πλάτος ἐνοεῖτο ἔσχατον, ἢ ἡμετέρα πολλῷ τῷ γενητῷ συγκε‐ κραμένη ἀλλοιοῦται μᾶλλον, ἢ μένει, οἷον σεισμὸν ὑπομένουσά τινα κατὰ τὰς ἀλλοιώσεις. | |
3 | Οὕτω δὲ τούτων ὑποκειμένων, ῥητέον πρὸς μὲν τὰ πρῶτα τῶν ἠπο‐ | |
5 | ρημένων, ὅτι μένει σταθερὸν καὶ ἱδρυμένον ἐν ἑαυτῷ τὸ τῆς ψυχῆς εἶδος, εἰ καὶ ἀλλοιοῦταί πως περὶ τὸ μένον ἀλλοίωσιν οὐ σαλεύουσαν τὸ εἶδος εἰς τὸ μὴ εἶναι ὅ ἐστιν, διατιθεῖσαν δὲ μόνον εἰς τὸ εἶναι τοιόνδε, αὐτὸ ὂν ὅ ἐστιν, τὸ δὲ τοιόνδε κατὰ τὴν οὐσιώδη μέθεξιν καὶ εἴσω τοῦ ὅλου χωροῦσαν εἴδους· ὥστε αἱ ἀεὶ ἐνέργειαι ἀλλοιουμένην μὲν αὐτὴν ἀπελέγχουσιν, καὶ ὡς ἀπ’ ἀλλοιου‐ | |
10 | μένης προΐασιν, οὐ κινοῦσι δὲ αὐτῆς τὸ κατὰ ἀριθμὸν εἶδος, ᾗ οὐδὲ ὡς ἀπὸ τοιούτου προΐασιν, ἅτε μεταβαλλόμεναι. Ὅλη μέντοι δι’ ὅλης τοιάδε, μήποτε δὲ καὶ ὡς ἀπὸ ἀμεταβλήτου, ἀλλ’ ἤδη τὴν μεταβολὴν ὠδίνοντος· τοιοῦτον γὰρ καὶ τὸ ἀμετάβλητον τῆς ψυχῆς, ἐπεὶ οὐδὲ χωρὶς μὲν τὸ ἀλλοιούμενον, χωρὶς δὲ τὸ ἀναλλοίωτον ἐλέγομεν, ἀλλὰ ταὐτόν, κατὰ ἄλλο δὲ καὶ ἄλλο ταὐτόν, | |
15 | ἀμετάβλητον ἅμα καὶ μεταβαλλόμενον. Πρὸς δὲ τὰ δεύτερα φήσωμεν ὅτι μένει ἐπ’ ἄπειρον τὸ ψυχῆς εἶδος ἀεὶ τὸ αὐτό, ἄλλοτε καὶ ἄλλως διατιθέμενον τὸν εἰρημένον τρόπον. Πρὸς δὲ τὰ τρίτα τῶν ἀπορημάτων, ὅτι οὐδὲν ἧττον αὐτοκίνητος ἡ ψυχή, ἅτε κατὰ ἀριθμὸν ὅλη ἀεὶ μένουσα· καὶ κατ’ αὐτὸ δὲ τὸ ἀλλοιούμενον, οὔτ’ ἀλ‐ | |
20 | λοιωτός ἐστιν, ἑαυτὴν γὰρ ἑκάσταις προσάγει ταῖς ἀλλοιώσεσι· πλὴν ὅτι ἡ ἡμετέρα καὶ ἀκουσίως ἀλλοιοῦταί ποτε, εἰ καὶ τὸ ἐνδόσιμον αὐτῇ παρέσχετο ἐξ ἀρχῆς τῆς ἀκουσίου καὶ βιαίας ἀλλοιώσεως. Καὶ μὴν πρὸς τὰ τέταρτα ῥᾴδιον εἰπεῖν ὅτι πολλῷ μᾶλλον τοῦ οἰκείου σώματος ἡ ψυχὴ μένει κατὰ ἀριθμόν, ἅτε καὶ τὸ αἰώνιον ἔχουσα ἐγκεκραμένον. | |
25 | Ὥσπερ δὲ ἐκεῖνο ἀλλοιοῦται κατὰ τὰς σχέσεις τῶν κινήσεων, οὕτω πάσχει τι τοιοῦτον καὶ ἡ ψυχῆς οὐσία διατιθεμένη πρὸς τὰς νοήσεις τῶν διαφόρων νοητῶν. Ὥστε καὶ πρὸς τὰ πέμπτα τῶν ἠπορημένων οὐ χαλεπὸν ἀποκρίνασθαι ὡς αὐτῆς μὲν τῆς οὐσίας καὶ αὐτοῦ τοῦ εἴδους οὐδὲν ἀποβάλλεται, τὰς δὲ ἀλλοιώ‐ | |
30 | σεις ἀνάγκη παρεῖναί τε καὶ ἀπεῖναι καὶ τὰς τῆς οὐσίας διαθέσεις. Αὗται δὲ | 272 |
273 | ἦσαν ἀλλοιώσεις τε καὶ αἱ μεθέξεις ἐν ταῖς μὲν ὅλαις ψυχαῖς καὶ τοῖς θείοις σώμασιν, ἀπ’ ἄλλης τελειότητος εἰς ἄλλην μετάγουσαι τὴν ψυχήν, ἐφ’ ἡμῶν δὲ καὶ ἀπὸ τοῦ τελείου εἰς τὸ ἀτελές, καὶ ἀπὸ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον, ἔτι δὲ ἀπὸ τῆς θείας ἢ νοερᾶς ἀλλοιώσεως εἰς τὴν διανοητικήν, ἀπὸ δὲ ταύτης εἰς τὴν | |
5 | δοξαστικήν τε καὶ αἰσθητικήν, καὶ ἀνάπαλιν αὖ κατ’ ἐπιστροφήν· ἐκεῖ δὲ πάντα ὁμοῦ τὰ μόρια τῆς ψυχῆς ἐνεργεῖ. Διὸ καὶ ὁ Παρμενίδης ἐπὶ τῆς ἡμετέρας ἐτόλμησεν εἰπεῖν ὡς ποτὲ μὲν οὐσίας μετέχειν, ποτὲ δὲ οὐ μετέχειν, καὶ ποτὲ μὲν γίγνεται, ποτὲ δὲ ἀπόλλυται. Διὸ καὶ στερητική τις ἀλλοίωσις ἡμῖν ἐπισυμβαίνει οἷά γε ἔνυλος ῥηθεῖσα πρότερον· ὥστε ἡ μὲν πρώτη μετα‐ | |
10 | βολὴ κατὰ ὠδῖνα τοῦ ἀμεταβλήτου εἴδους, ἡ δὲ δευτέρα τοῦ αὐτοῦ μέν, ἀλλὰ κατὰ μέθεξιν τὴν οὐσιώδη, ἡ τρίτη δὲ ἡ ἐν δυνάμεσιν καὶ ἐνεργείαις. | |
11 | ΠΕΡΙ ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΥΠΟΘΕΣΕΩΣ. —Περὶ τῆς τετάρτης ὑποθέ‐ σεως ζητητέον ἓν μὲν εἰ μηδέν, ἀλλὰ τέταρτόν ἐστιν ἕν, ἀλλὰ τὰ ἑξῆς πάντα ἄλλα τοῦ ἑνός· ἐν ᾧ καὶ τίνα ἐστὶ τὰ ἄλλα ἀναμιμνήσκομεν ἡμᾶς αὐτούς. | |
15 | Τούτῳ ἑξῆς ἐπισκεπτέον τίς ὁ τῆσδε ὑποθέσεως ἂν εἴη τῷ ὄντι σκοπός. Τρίτον ἐπὶ τούτοις, ὅταν λέγῃ· “ἓν εἰ ἔστι,” καὶ ἐπὶ ταύτης ποῖον ἓν ὑποτίθεται. Ἐπὶ μὲν γὰρ τῶν πρώτων ὑποθέσεων ὑπέκειτό τις τοῦ ἑνὸς ἑκάστοτε φύσις, ἐπὶ δὲ τῶν ἄλλων οὐκ ἔστι τὸ ὑποτιθέμενον· εἰ δὲ τὸ πρὸ αὐτῶν ὑποτίθεται, πῶς τὰ συμβαίνοντα ἄλλοις, ἀλλ’ οὐκ αὐτῷ συμβαίνει; | |
20 | Ἔτι τέταρτον, ζητήσωμεν εἰ καὶ τοῦ ἑνὸς καὶ τῶν ἑπομένων τῷ ἑνὶ μετέχει τὰ ἄλλα, τίνα ὄντα καθ’ ἑαυτὰ μετέχει τῶν τε εἰδῶν καὶ τοῦ ἑνός. Πέμπτον, πρὸς ποῖον ἓν τὰ ἄλλα παραβάλλομεν, πότερον τὸ δημιουργικόν, οὗ καὶ μετέχειν τὰ ἄλλα φήσομεν, ἀλλ’ οὕτω τε οὐδὲν ἥξει εἰς αὐτὰ ἀπὸ τῶν πρεσβυτέρων· εἰ δὲ καὶ ἀπὸ τούτων ἥκει τι, διὰ τί μὴ καὶ ἀπὸ τοῦ δημιουργοῦ | |
25 | ἄρχεται ἡ τῶν ἄλλων μεταβολή. Ἕκτον, πόσα καὶ τίνα τὰ συμπεράσματα, καὶ πῶς τεταγμένα, καὶ ἀπὸ | |
ποίων ἀρχῶν εἰλημμένα. | 273 | |
274 | Ἕβδομον, τίς ἡ τῶν ὅλων διαίρεσις κατὰ τὴν τῶν συμπερασμάτων διά‐ ταξιν. | |
2 | Πρὸς τοίνυν τὸ πρῶτον ῥητέον ὡς ἡ ὅλη ὑπόθεσις τὸ ἓν εἶναι παρ‐ ελάμβανεν· ἄχρι δὲ τῆς ψυχῆς ἥκει τὸ ὂν ἐπ’ ἔσχατον καὶ τῷ γιγνομένῳ συμ‐ | |
5 | πεφυρμένον· τὰ δὲ ἐπίταδε πάντη ἤδη γένεσις. Ἔτι ἓν λαμβάνομεν τὸ ἀληθές, ἀλλ’ οὐ τὸ φανταζόμενον, ἓν ὂν μέντοι, οὐχ ἕν, τοιοῦτον δὲ τὸ γιγνόμενον ἕν· πᾶσα γὰρ γένεσις ἐν μερισμῷ τινι, τὸ δὲ ἓν ἀμερὲς εἶναι καὶ ὁπωσοῦν. Ἔτι τὸ μέν ἐστιν ἓν μόνον, τὸ δὲ οὐχ ἓν μόνον· ἡ δὲ ψυχὴ ἕν τε καὶ οὐχ ἕν, ἀλλ’ ἓν ὅμως μᾶλλον· ἀεὶ γὰρ ἐν ἑκάστῳ τὸ κρεῖττον κρατεῖ πρὸς εἰδοποιίαν. Πρὸς | |
10 | δὲ τούτοις πᾶν τὸ ἐν ὕλῃ ὂν καὶ αὐτὴν τὴν ὕλην ἄλλα καλεῖ ὁ ἐν Φαίδωνι Σωκράτης, καὶ πρὸ αὐτοῦ οἱ Πυθαγόρειοι, πρὸς ἀντιδιαίρεσιν τῶν αὐτῶν εἰδῶν λεγομένων· ὥστε καὶ τὸ μὲν αὐτό, ἄχρι ψυχῆς, ὅτι καὶ παραδειγμα‐ τικόν ἐστιν ἕν, ἀλλ’ οὐκ αὐτοέν, ἐπεὶ καὶ τὸ μὲν ὕπαρξίς ἐστιν, ὡς αὐθυπό‐ στατον τὸ τῆς ψυχῆς ἕν, τὸ δὲ ἔνυλον μέθεξις μόνον καὶ μόνον ἑτέρωθι ἓν | |
15 | ἐλλαμπόμενον· διὸ καὶ ὡς ἐν μεθέξει τὸ ἓν ἑώρακεν ἐν τοῖς ἄλλοις καὶ παρ‐ έδωκεν, οὐκ ἄρα ἐστί τι ἓν μετὰ τὸ ψυχικόν, ἀλλ’ ἤδη ἡ τῶν ἄλλων ὑπολεί‐ πεται φύσις τῇ μεταχειρίσει. | |
17 | Τὸ τοίνυν δεύτερον πρόκειται νῦν διελθεῖν οὐ περὶ πάντων τῶν ἐνύλων εἰδῶν· τὸ γὰρ θεῖον ἐν ὕλῃ εἶδος, ἅτε τοῦ ἑνὸς ἀποκρεμαμένον, καὶ | |
20 | ὅλως τὸ τοῦ ἑνὸς ἀδιάσπαστον ἐν ἐκείναις περιείχετο ταῖς ὑποθέσεσιν· ἀμέλει καὶ αἰσθητὸν ἐποίει καὶ δοξαστὸν ἐκεῖνο τὸ ἕν· καὶ ὅλως ἡ θεία οὐσία πᾶσα μετὰ τοῦ ἑνὸς ἐλαμβάνετο πανταχοῦ. Καὶ ἔτι τρίτον εἰ καὶ πᾶν ὅ ἐστιν ἐν ὕλῃ ἄλλο ἐστίν, ἀλλὰ μάλιστα τοῦτο ἂν εἴη τὸ ἀποστὰν τοῦ ἑνός, ἄλλο τοῦ ἑνός· τοιοῦτον δὲ τὸ γιγνόμενον καὶ | |
25 | φθειρόμενον εἶδος, ἔνυλον τὸ ὑπὸ σελήνην, εἴτε ὁλικόν, εἴτε μερικόν, καὶ τοῦτο οὐχ ἓν μάλιστα. Πανταχοῦ δὲ αἱ ὑποθέσεις ἵσταντο κατὰ τὸ ἐπικρατοῦν· ἔτι δὲ οὖν, ἐν μὲν τῇ ψυχῇ, εἴτε τὸ ἓν εἶχέ τι χωριστόν, ὥς γε ἐν ὑποκειμένῳ | |
τῇ οὐσίᾳ, ὡς φέρε εἰπεῖν, ἡ φύσις ἔχει τι χωριστόν, καίτοι ἐν τῷ σώματι | 274 | |
275 | ὑφεστῶσα, ἀλλὰ καὶ ἐν τῷ θείῳ ἐνύλῳ εἴδει ἐνεκέκρατο κατ’ οὐσίαν ἑνοειδές. Ὡς γὰρ ἡ ζωὴ οὐκ ἐπείσακτος ἐκείνῳ τῷ σώματι, ἀλλὰ συγκεκραμένη αὐτῷ, τὸν αὐτὸν τρόπον ὃν τῷ πυρὶ ἡ θερμότης, οὕτω καὶ τὸ ἓν οἷον στοιχεῖόν ἐστιν ἀληθινὸν τοῦ θείου εἴδους. Ἐν δὲ τῷ γιγνομένῳ καὶ φθειρομένῳ τὸ ἓν ἐπείσ‐ | |
5 | ακτον, ὡς ἐν λίθῳ ἡ θερμότης. Διὸ καὶ ἀφίσταταί ποτε, ὅτε καὶ εἰς σκεδασμὸν ὁδεύει τὸ ὑποκείμενον. Σκοπὸς ἄρα τῇδε τῇ ὑποθέσει περὶ τοῦ τοιούτου διελθεῖν εἴδους· οὐκ ἔξω δὲ οὐδὲ τοῦτο τῶν ἀρχῶν, ὅτι συναίτιον καὶ τοῦτο τῆς ὑπο‐ σελήνου διακοσμήσεως. Οὐ γὰρ περὶ τῶν νῦν ὄντων διαλεχθήσεται, ἀτόμων ὄντων, ἀλλὰ καθόλου περὶ τῆς τοιᾶσδε φύσεως. | |
9 | ||
10 | Καὶ μὴν πρὸς τὸ τρίτον ὑπόκειται μὲν ἓν πρὸς τὸ ἀποδεδειγμένον· πρὸς γὰρ τὸ ἓν τὰ ἄλλα ἡ μέθοδος ἐπισκέπτεται, ὡς πρὸς ψυχὴν τὰ ἄλλα τῆς ψυχῆς. Τείνει μέντοι καὶ τοῦτο πρὸς τὴν τοῦ ἑνὸς θεωρίαν, ὅτι καὶ τοῖς ἄλλοις αἴτιον τοῦ ἄλλοις εἶναι τὸ ἕν ἐστιν. Εἰ γοῦν μὴ προῆλθεν ἡ τοῦ ἑνὸς μέθεξις, οὐκ ἂν οὐδὲ ὅλου οὐδέ τινος ἑτέρου προῆλθεν. | |
14 | ||
15 | Τί οὖν πρὸς τὸ τέταρτον ἐροῦμεν; ἢ ὅτι τὰ ἄλλα ἐν τούτῳ ἔχει τὸ εἶναι, ἐν τῷ μεθέξεις εἶναι τῶν προτέρων εἰδῶν καὶ αὐτοῦ τοῦ ἑνός. Καὶ ὑπ‐ έθετο μὲν αὐτὰ ὡς ὄντα, ὁρᾷ δὲ αὐτὰ κατὰ μέθεξιν ὄντα· τοιγαροῦν ἀνελὼν τὸ ἓν καὶ αὐτὰ ἐσκέδασεν εἰς αὐτὸ τὸ μὴ εἶναι μηδὲ ἄλλα τοῦ ἑνὸς οἷα ὑπό‐ κειται. | |
19 | ||
20 | Τί δὲ πρὸς τὸ πέμπτον; ἢ ὅτι τὰ ἄλλα πρὸς πᾶν εἴρηται ἕν· πᾶν γὰρ ἓν τὰ ἄλλα ὑφίστησιν καὶ ὑπὸ τῶν ἄλλων μετέχεται, οἷον μετέχει τοῦ ἑνὸς ὄντος τὰ ἄλλα, μετέχει τοῦ ὅλου καὶ τῶν μερῶν, ἔτι δὲ κινουμένου καὶ ἑστῶτος καὶ πάντων ἁπλῶς τῶν προαποδεδειγμένων συμπερασμάτων· ἀλλὰ μέχρι μὲν τοῦ δημιουργοῦ οὔπω ἦν ἄλλα, μόνον δὲ ἴχνη τῶν ἄλλων, ὥς φησιν ὁ Τίμαιος. | |
25 | Ἡ δὴ πρὸς ὕλην τοῦ δημιουργοῦ συμμετρία τέλεια αὐτὰ ἄλλα ἐποίησεν· διὰ τοῦτο ἀπὸ τοῦ δημιουργικοῦ ἑνὸς ἄρχεται ἡ πρὸς τὰ ἄλλα παραβολή· ὥστε | |
κἀνταῦθα πρὸς τὸ ἐπικρατοῦν ἡ ὑπόθεσις γίγνεται τῆς ἀντιπαραθέσεως ταύτης· | 275 | |
276 | ἀπέδειξεν καὶ ὅλον καὶ μέρη, δεύτερον οὖν ὅλον καὶ μέρη τὰ ἄλλα, τρίτον πεπε‐ ρασμένα καὶ ἄπειρα, τέταρτον ὅμοια καὶ ἀνόμοια, πέμπτον τὰ αὐτὰ καὶ ἕτερα, ἕκτον κινούμενα καὶ ἑστῶτα, εἶτα καὶ τὰς ἄλλας ἐναντιώσεις. Οὐ χαλεπὸν δ’ ἔφη συνιδεῖν, ὥστε σαφῶς ὁμολογεῖ μὴ πάντα συνάγειν πανταχοῦ, ἀλλ’ ὅσα | |
5 | δῆλον ὅτι προκείμενον ἐμφανίζει μάλιστα. Τίς οὖν ἡ τάξις τῶνδε τῶν συμπε‐ ρασμάτων; ἀλλοκότως γάρ, ὡς οὕτως εἰπεῖν, καὶ ὁ ἐξηγητὴς ἄλλοτε ἐπ’ ἄλλα τρέπεται. Τί οὖν ἐροῦμεν ἡμεῖς; ἢ προδιοριστέον ἀπὸ ποίων ἕκαστα ἀρχῶν ἐλήλυθεν. Τὸ μὲν δὴ ἓν καὶ τὰ πολλὰ ἀπό τε τῆς ἀκρότητος τῶν νοητῶν καὶ νοερῶν· κοινὸν γὰρ ἦν, ὡς ἐδείκνυμεν, τὸ συμπέρασμα· τὸ δὲ ὅλον καὶ τὰ | |
10 | μέρη ἀπὸ τῆς μεσότητος ἑκάτερον· κοινὸν γὰρ καὶ τοῦτο ἦν· τὸ δὲ πεπερα‐ σμένον καὶ ἄπειρον ἀπὸ τῆς τελευτῆς ἑκατέρας, ὅτι καὶ τοῦτο ἐπὶ τῆς τρίτης ἑωρῶμεν τῶν τε νοητῶν, ὅπου τὸ ἄπειρον πλῆθος, καὶ τῶν νοητῶν καὶ νοερῶν, ὅπου τὸ συγκλεῖον πέρας ἢ ὅλως τὰ ἔσχατα ἔχον. | |
13 | Ἀλλὰ μὴν τὸ ἑξῆς ἕκτον δῆλον ὅθεν ἐλήλυθεν· διὰ τί δὲ ταῦτα μόνα | |
15 | παρείληφεν, καὶ τίς ἡ τάξις αὐτῶν; ἢ ταῦτα μάλιστα εἰδοποιεῖ τὴν τῶν ἄλλων φύσιν, ὡς μὲν ἁπλῶς ὄντων, τὰ πρότερα τρία, ὡς δὲ εἰκόνων, τὰ δεύτερα. Ἔστιν γὰρ καὶ τὰ ἄλλα εἴδη ἅ ἐστιν. Ἔστι μέντοι ὁμοιώματα τῶν πρὸ αὐτῶν· καὶ τὸ μὲν ἔχει κατὰ πρόοδον τὴν ἀπὸ τῶν αἰτίων εἰς ἔσχατον προελθοῦσαν, τὸ δὲ κατ’ ἐπιστροφὴν τὴν εἰς τὰ αἴτια ἀπὸ τῶν ἐσχάτων ἀναγομένην. Διὰ | |
20 | τοῦτο μὲν ἡ πρώτη τριὰς προτέτακται τῆς δευτέρας· εἰ δὲ ἦν ἑκατέρα τάξις ἡ αὐτὴ ἣ καὶ πρόσθεν ἦν, πλὴν ὅτι ἡ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον πρόεισιν, ἡ δὲ ἀνάπαλιν ἀπὸ τοῦ χείρονος ὡς ἐπὶ τὸ κρεῖττον ἐπιστρέφει. Ἄρχεται δὲ ἡ μὲν ἀπὸ τοῦ ἑνός, ὅτι τούτῳ πᾶσα πρόοδος ἕπεται, καὶ θέσις εἶναι τιθεμένῳ. Ἓν γὰρ ὁμοῦ καὶ πολλά, ὅ ἐστιν τὰ πάντα σὺν τῷ ἑνί, μετὰ | |
25 | δὲ τοῦτο, ὅλον καὶ μέρη, ὅτι διαφανὴς ἦν ἐν τῇ γενέσει ὁ μερισμός, ὥστε καὶ ἡ ὁλότης, εἶτα τρίτον τὸ πεπερασμένον καὶ ἄπειρον, ὅτι πολὺ τὸ ἄπειρον ἐνθάδε, ὥστε καὶ πέρας τί ἐστιν. Διόπερ ἀπὸ τῶν προχειροτέρων ἐπιχειρῶν τὰ μέρη, πρῶτον ἀποδείκνυσιν ἐν τοῖς ἄλλοις, ᾧ ἕπεται καὶ τὸ ὅλον ἓν εἶναι, ᾧ ἕπεται καὶ τὸ ἕν· εἶτα πάλιν τὸ πολλὰ πρότερον, ᾧ ἕπεται τὸ ἄπειρον εἶναι | |
30 | πολλὰ μόνον ὄντα· ἀλλ’ εἰ ἄπειρα, πάντως ὅτι καὶ πεπερασμένα· οὐδὲ γὰρ | 276 |
277 | ἀπειρία ἐστὶν ἄνευ πέρατος, τοσαύτη δύναμις ἐν τῷ λόγῳ, καὶ κυβερνῶσα καὶ εὐθετίζουσα τὰς ἀποδείξεις. Εἶτα ἡ δευτέρα τριὰς ἄρχεται μὲν ἀπὸ τοῦ ὁμοίου καὶ ἀνομοίου, ὅτι ἄνευ τούτων οὐκ ἂν γένοιτό τις εἰκών· πρόεισι δὲ καὶ ἐπὶ ταὐτὸν καὶ θάτερον, ὅτι διὰ τῶν ἀφομοιωτικῶν θεῶν τὰ τῇδε μεταλαμβάνει | |
5 | τῆς πρὸς τὸν δημιουργὸν ἐπιστροφῆς. Εἶτα ἐπὶ τούτοις καὶ εἰς τὸ κινούμενον προέρχεται καὶ ἑστώς, ἐπεὶ διὰ τοῦ δημιουργοῦ καὶ ἡ ἐσχάτη φύσις ἑδράζεται τῶν ἄλλων ἐν τοῖς κόλποις τῆς Ῥέας, ὡς ποιεῖ Ὀρφεύς· καὶ ὅλως ὁ δημιουρ‐ γικὸς ἅπασιν ὅρμος, ᾗδέ ἐστιν ἡ θεὸς ἣ καὶ πρώτη προάγει τὴν δημιουργίαν εἰς ὕλην. Καὶ ταῦτα δὲ μάλιστα ἀναγκαιότατα τοῖς ἄλλοις τὸ ὡμοιῶσθαι, τὸ | |
10 | εἰδοπεποιῆσθαι, τὸ ζῆν τε καὶ κινεῖσθαι καὶ ἑστάναι· ἐν κινήσει γὰρ μάλιστα ἡ γένεσις, ὥστε καὶ ἐν στάσει τινί. | |
11 | Ἐπὶ πᾶσιν δὴ πρὸς τὸ ἕβδομον λέγωμεν ὡς ἡ τῶν ἄλλων διακόσμησις τρισὶ διώρισται διαβήμασιν· ἔστι γὰρ ἄλλα τὸ ἓν σῶμα ὑποκείμενον, καὶ τὰ πολλὰ ἐν ὑποκειμένῳ αὐτῷ· ὧν ἕκαστον καθ’ αὑτὸ οὐχ ὑφέστηκεν. Ἀλλ’ ἔστιν | |
15 | ἄλλα στοιχειώδη, καὶ οἷον ἑνάδες· εἶτα ἐκ τούτων γέγονεν ἄλλος διάκοσμος, ὁ τοῦ ὅλου καὶ τῶν μερῶν. Ὅλον τε γὰρ ὁ σύμπας ὑποσέληνος κόσμος, καὶ μέρη αὐτοῦ ἕκαστον πλήρωμα, καὶ πάλιν ὁλότητες τῶν τεσσάρων στοιχείων, καὶ τούτων μέρη· καὶ ἐπιπλέον αὑτῷ διαιροῦν τι φανεῖται. Τρίτος δὲ τρόπος τῆς τῶν ἄλλων ὑποστάσεως ὁ τῶν νῦν ἀεὶ ὑφεστώτων, καὶ τῶν ἐπ’ ἄπειρον γιγνο‐ | |
20 | μένων καὶ φθειρομένων, ὧν δηλωτικὰ τὰ πεπερασμένα καὶ ἄπειρα. Τὰ δὲ αὐτὰ συνάγει καὶ ἡ δευτέρα τριὰς τὸν εἰκονικώτερον τρόπον· ὅμοια μὲν γάρ, ὅτι πάντα σωματοειδῆ, ἀνόμοια δέ, ὅτι κατ’ εἴδη ἕτερα. Διὸ κατὰ τὸ πεπερα‐ σμένον ἐμφαίνει καὶ τὸ ἄπειρον· πεπερασμένον γὰρ ὄν, ἐπ’ ἄπειρον διαιρεῖται. Τῷ μὲν οὖν ἑνὶ καὶ τοῖς πολλοῖς ἀναλογεῖ τὸ ὅμοιον καὶ ἀνόμοιον, τῷ δὲ ὅλῳ | |
25 | καὶ τοῖς μέρεσιν ταὐτὸν καὶ θάτερον· ἐν κοινωνίᾳ μέν τινι τὸ ὅλον καὶ ταὐτόν, ἐν διαστάσει δὲ τὰ μέρη καὶ θάτερον, τοῖς δὲ νῦν οὖσι πεπερασμένοις καὶ ἐπ’ ἄπειρον ἀεὶ γιγνομένοις τὸ κινούμενον καὶ ἑστώς. Τὰ μὲν γὰρ νῦν ἕστηκεν, τὰ δὲ ἄλλοτε ἄλλα κινεῖται· ὥστε τὰ μὲν πρῶτα συμπεράσματα τῶν δύο | |
τριάδων ἐνδείκνυται τὰς στοιχειώδεις τῶν γενητῶν ἰδιότητας, τὰ δὲ δεύτερα | 277 | |
278 | τὰς ἐκ τῶν στοιχείων οὐσίας ὁλικάς τε καὶ μερικάς, τὰ δὲ τρίτα τὰς ἀεὶ ἐν τῷ γίγνεσθαι ἄλλα καὶ φθείρεσθαι ἄλλα παντοίας μεταβολάς. Ἀλλ’ ἐπεὶ ταῦτα διεπερανάμεθα, ὑπόλοιπον εἴ τί ἐστιν τοῖς ἐπιχειρήμασιν ἐνιδεῖν ἀκριβέστερον καὶ τοῦτο ποιῆσαι διὰ βραχυτάτων. Οὐκοῦν πρόκειται | |
5 | μὲν δεῖξαι ὅτι μετέχει τὰ ἄλλα τοῦ ἑνός· ἀλλ’ ἐπειδὴ ἐν ἄλλῳ ἐστὶ μερισμῷ τὰ ἄλλα, ἠπόρησεν ὁ λόγος ὅπη ἂν δείξειεν τὸ ἓν ἐν τοῖς ἄλλοις· εἰ δ’ οὖν ὅλον ἀποδείξειεν τὸ ἕν, ἔχει ἂν ἐν τῷ ὅλῳ καὶ τὸ ἕν. Καὶ πῶς ἂν δειχθείη τὸ ὅλον; ἢ ὅτι πολὺς ἐν τοῖς ἄλλοις ὁ μερισμός· ὅπου δὲ μερισμός, ἐκεῖ καὶ μέρη· ὅπου δὲ μέρη, τὸ ὅλον· ὅπου δὲ ὅλον, τὸ ἕν. Καὶ πόθεν ὅτι μερισμὸς | |
10 | ἐν τοῖς ἄλλοις; καὶ τὸ μέρεσιν γὰρ εἶναι κατὰ μέθεξιν ἐν αὐτοῖς· ἢ τοῦτο ἀπὸ τῆς ἐνεργείας εἴληφεν, ὅτι μετέχει τῆς τῶν μερῶν ἰδιότητος. Ἐν μερισμῷ γὰρ πᾶσα γένεσις, καὶ διαφαίνεται μᾶλλον τὰ μέρη ἢ τὸ ὅλον, καὶ μᾶλλον τὸ ὅλον ἢ τὸ ἕν. Καὶ μήποτε οὐ μόνον διὰ τὴν ἀνάγκην τῆς ἀποδείξεως οὕτω χρῆται τῇ τάξει, ἀλλὰ καὶ ὅτι ἡ γένεσις ἀπὸ τῶν μερῶν εἰς τὸ ὅλον | |
15 | προκόπτει καὶ ἀπὸ τοῦ ὅλου πρὸς αὐτὸ τὸ ἕν. “Εἰ γὰρ μόρια, ἔφη, μὴ ἔχοι, παντελῶς ἂν 〈ἓν〉 εἴη·” τουτέστιν εἰ μὴ ἔστι μεριστὰ φύσει τὰ ἄλλα κατὰ τὴν μέθεξιν τῶν μερῶν ὑφεστῶτα, ἀμερῆ ἂν εἴη· τὸ δὲ ἀμερὲς ἕν, εἴπερ καὶ ὁτιοῦν ἐστιν τῶν ὄντων. Λαβὼν δὲ ὅτι μέρη, τοῦτον τὸν τρόπον ἑξῆς ἀποδείκ‐ νυσιν ὅτι ὅλου τὰ μέρη, ἀεὶ μὲν πρότερον τοῦτο λαμβάνων, νῦν δὲ ἀποδεικνὺς | |
20 | διὰ τὴν ἐν τούτοις ἀμύδρωσιν τῆς ὁλότητος καὶ τοῦ ἑνός. Πάντων γὰρ πολλῶν φαινομένων, μήποτε τὰ μέρη τῶν πολλῶν εἴη μέρη· ὁ δὲ ἀποδείκνυσιν ὅτι καὶ “μιᾶς τινος ἰδέας καὶ ἑνός τινος ὃ καλοῦμεν ὅλον”. Καὶ πῶς γὰρ τὰ μέρη ἂν ἦν τῶν πολλῶν; ἔστι μὲν γὰρ καὶ τὸ ὅλον ἐν τῇ γενέσει μεριστόν, καὶ τὸ ἓν πεπληθυσμένον· ἀλλ’ ὅμως ᾗ ἓν καὶ ᾗ ὅλον τὰ μέρη καὶ τὰ πολλὰ περιείληφεν. | |
25 | Πῶς οὖν ἀποδείκνυσιν πολλῶν μόριον εἶναι; ἢ ἐν οἷς αὐτὸ εἴη, “ἑαυτοῦ δήπου μόριον ἂν εἴη, ὅπερ ἐστὶν ἀδύνατον”· ᾗ γὰρ τῶν πολλῶν· ἐν δὲ τοῖς πολλοῖς καὶ αὐτό· καὶ ἑαυτοῦ ἄρα μόριον ἔσται. Εἰ δὲ τὰ πάντα μέρη ὅσα ἄλλα καὶ ἔστι μέρη πολλῶν, αὐτὰ ἂν ἑαυτῶν εἴη, ὅπερ αὐτὸς ἐφ’ ἑνὸς συνήγαγεν ὡς | |
ἀδύνατον. Ἀλλὰ μήποτε οὐ πάντων τῶν πολλῶν, ἀλλὰ πλὴν ἑαυτοῦ τῶν ἄλλων | 278 | |
279 | μέρος τὸ μέρος· τοῦτο δὲ ἐλέγχων, φησὶν ὅτι ὁμοῦ τῶν πολλῶν ἐστι μέρος· ἑκάστου ἄρα μόνου οὐκ ἔσται· οὐδένος ἄρα ἴδιον· οὐδὲ ἄρα πάντων ὁμοῦ τῶν πολλῶν, ᾗ πολλά· εἰ δὲ ὡς ἑνὸς τοῦ ἐκ πολλῶν, ἔχοιμεν ἂν τὸ ζητούμενον ἕν. Εἶτα ἑξῆς δείκνυσιν ὅτι οὐ μόνον τὸ ὅλον εἰσάγει τὸ ἕν, ἀλλὰ καὶ τὸ μόριον· | |
5 | ἓν γὰρ δεῖ εἶναι τὸ μόριον, καὶ ἐπιμαρτύρεται τὸ ὄνομα· ἕκαστον λέγεται κυ‐ ρίως τὸ μέρος, ὅτι καὶ τὸ ἕκαστον ἐν διαστάσει καὶ χωρισμῷ τῷ ἀπ’ ἀλλήλων· “τὸ δὲ ἕκαστον εἶναι ἓν δήπου σημαίνει· ἓν γὰρ ἕκαστόν τι ὂν σημαίνει τὸ ἕκαστον ἀφωρισμένον μὲν τῶν ἄλλων, καθ’ ἑαυτὸ δὲ ὄν, εἴπερ ἕκαστον ἔσται.” Οὕτω δὲ τὸ ἓν ἀποδείξας ἐν τοῖς ἄλλοις, εἰ καὶ ὁμοῦ συναπέδειξεν μέρη τε καὶ | |
10 | ὅλον, εὐθὺς ἐπάγει τῷ ἑνὶ τὰ πολλά, καθόσον τὰ ἄλλα οὐχ ἕν, καὶ ταύτῃ πολλά. Ἀλλ’ ὥσπερ καὶ μέρη ἦν κατὰ μέθεξιν, εἰ καὶ μᾶλλον οἰκείως, οὕτω καὶ πολλὰ κατὰ μέθεξιν, εἰ καὶ τῇ φύσει αὐτῶν τὰ πολλὰ μᾶλλον προσήκει. Εἶτα ἀπὸ τῶν πολλῶν ἀποστήσας τὸ ἕν, ἑώρακεν αὐτὰ ἄπειρα· οὐχ ὅτι τὰ πολλὰ καὶ τὰ ἄπειρα ταὐτόν (ἄλλο γὰρ καὶ ἄλλο γένος, ὡς δέδεικται πρό‐ | |
15 | τερον), ἀλλ’ ὅτι σύνεστι τοῖς πολλοῖς τούτοις τὸ ἄπειρον, ἐπεὶ καὶ τὰ πεπε‐ ρασμένα πολλὰ οὐδὲν ἧττον πολλὰ τῇ ἰδιότητι. Πάλιν δὲ ἐνδείκνυται ὅτι ἐν τοῖς ἄλλοις, ὡς τὰ μέρη τοῦ ὅλου προφαίνεται, οὕτω καὶ τὰ πολλὰ τοῦ ἑνός· οὕτω δὲ καὶ ἄπειρα πρότερον, εἶτα πεπερασμένα· ἀεὶ γὰρ ἀπὸ τοῦ ἀτελοῦς ἡ προκοπὴ τῆς γενέσεως. Δείκνυσι μὴν ὡς τὸ ἓν κατά τε ὅλον καὶ τὸ μέρος | |
20 | ἕκαστον, οὕτω καὶ τὰ πολλά, κατά τε τὸ πᾶν καὶ κατὰ τὸ ὅλιστον· οὕτω δὲ καὶ τὸ ἄπειρον. “Οὐκοῦν οὕτως ἀεὶ σκοποῦντες αὐτὴν καθ’ αὑτὴν τὴν ἑτέραν φύσιν τοῦ εἴδους, ὅσον αὐτῆς ἀεὶ ὁρῶμεν ἄπειρον ἔσται πλήθει.” Οὐ τὴν ὕλην λέγει τὴν ἑτέραν φύσιν ὡς οἴεται (οὔτε γὰρ πλήθους οὔτε ἀπειρίας δειχθή‐ σεται ἡ ὕλη μετέχουσα), ἀλλὰ τὴν παρὰ τὸ ἑνοειδὲς ἑτέραν φύσιν αὐτοῦ τοῦ | |
25 | εἴδους· λέγει δὲ τὴν πληθοειδῆ καὶ ἄπειρον. Εἶτα ἀκολούθως κατά τε αὖ ὅλον καὶ μέρος ἕκαστον ἀποδείκνυσιν ἐκ τῆς μετοχῆς τοῦ ἑνός, ἀλλ’ οὐ ταὐτὸν ἦν ἓν καὶ πέρας ἢ καὶ πεπερασμένον· διὸ ἐπήγαγεν· “τοῖς ἄλλοις δὲ συμβαίνει ἐκ μὲν τοῦ ἑνὸς καὶ ἐξ ἑαυτῶν κοινωνησάντων, ὡς ἔοικεν, ἕτερόν τι γίγνεσθαι ἐν | |
αὐτοῖς, ὃ δὴ πέρας παρέσχε πρὸς ἄλληλα,” ἐνδεικνύμενος ὅτι κατὰ τὸ ὅλον | 279 | |
280 | ἀπέβη τὸ πεπερασμένον, ὡς καὶ ἐν τῇ δευτέρᾳ ὑποθέσει ἐδείκνυτο· τὸ γὰρ “ἐξ ἑαυτῶν καὶ ἐκ τοῦ ἑνός”, τὸ ὅλον ἐστίν, “ὃ δὴ πέρας αὐτοῖς παρέσχε πρὸς ἄλληλα”· τὸ μὲν γὰρ ὅλον περιέχει, “τὸ δὲ περιέχον, πέρας”· “ἡ δὲ αὐτῶν φύσις, ἔφη, καθ’ ἑαυτὴν ἀπειρίαν.” Δῆλον μὲν ὅτι παρέσχεν· δῆλον | |
5 | δὲ ὅτι καὶ τὴν αὐτῶν φύσιν λέγει τὴν κατὰ τὴν μετεχομένην ἀπειρίαν ὑφ‐ εστῶσαν. Δῆλον δὲ γέγονεν καὶ ὅτι αὐτῶν εἶναι λέγει καὶ τὴν ἑτέραν φύσιν, ἀλλ’ οὐ τὴν ὕλην. Ἐπειδὴ δὲ προσφυεστέρα τοῖς ἄλλοις ἡ ἀπειρία τοῦ πέρατος, διὰ τοῦτο “ἄπειρά τέ ἐστιν, ἔφη, καὶ πέρατος μετέχει”. Ὅτι δὲ καὶ τὴν ἀπει‐ ρίαν κατὰ μέθεξιν λέγει ἐν τοῖς ἄλλοις, ἐδήλωσεν ἀποδείξας ὅμοια τὰ ἄλλα | |
10 | καθόσον ταὐτὸν πέπονθέν τι τὴν ἀπειρίαν. Διὸ καὶ κοινότερον ἐπήγαγεν· “ᾗ δὲ πεπερασμένα τε εἶναι καὶ ἄπειρα πέπονθεν, ἐναντία πάθη ἀλλήλοις ὄντα ταῦτα πάθη πέπονθεν”. “Τὰ δὲ ἐναντία, φησίν, ἀνομοιότατα·” ὡς γὰρ ταὐτὸν πεπονθότα ὅμοια, οὕτως ἕτερον ἀνόμοια· τὰ δὲ ἐναντία ἑτερότητος ἔχει ὑπερβολήν. Διὸ καὶ ἀνομοιότατα δείκνυται· καὶ γὰρ τῷ ὄντι πλεονάζει ἐν | |
15 | τούτοις ἡ ἀνομοιότης. “Κατὰ μὲν ἄρα ἑκάτερον τὸ πάθος ὅμοια ἂν εἴη αὐτά τε αὑτοῖς καὶ ἀλλήλοις”, ἑαυτῷ ἕκαστον λέγει καὶ τοῖς ἄλλοις ὅμοιον καὶ ἀν‐ ομοιότατον. Καὶ πῶς τὰ ἄλλα συγκρίνει; ἢ ὅτι ὡς ἓν ἕκαστον ἔλαβεν κατὰ τὴν μέθεξιν τοῦ ἑνὸς πρὸς τὰ ἄλλα παραβαλλόμενον. Ἐπειδὴ δὲ καὶ τὸ ἓν πε‐ πληθυσμένον ἦν τὰ ἄλλα, ἔφη, ἑαυτοῖς καὶ ἀλλήλοις, ἵνα μηδαμῆ ἀποστῇ τῆς | |
20 | τῶν ἄλλων φύσεως· εἶχεν δὲ καὶ ἡ μέθοδος τὰ ἄλλα σκοπεῖν, πρός τε τὸ ἓν ὅπως ἔχει, καὶ πρὸς ἑαυτά· τὸ δὴ “πρὸς ἑαυτὰ” διεῖλεν εἰς τὸ ἑαυτὰ καὶ ἄλληλα· καὶ τὰ αὐτὰ δὴ καὶ ἕτερα ἀλλήλων, καὶ κινούμενα καὶ ἑστῶτα, οὐ χαλεπόν, φησίν, ἀποδεῖξαι. Ἐνταῦθα γὰρ ἤδη ἡ μὲν κοινωνία ἡ καθ’ ἓν εἶδος, ταυτότης, ἡ δὲ ἀκοινωνησία ἕτερον, καὶ ᾗ μὲν οὐκ ἔστιν ἃ καλεῖται, γίγνεται | |
25 | δέ, κινεῖται, ᾗ δὲ μένει καὶ ὁπωσοῦν ἐν τῇ μεθέξει, ἕστηκεν· τελευτῶν δὲ ἐπ‐ άγει καὶ τὰ ἄλλα ἐναντία, οὐ διὰ τὸν πόλεμον τῆς γενέσεως, ἀεὶ γὰρ ἐναντία ἦν, ἀλλ’ ὅτι πάντα ἐν τῇ ὕλῃ ἐστὶν ὅσα ἐν τῷ νῷ. | |
27 | ΠΕΡΙ ΤΗΣ ΠΕΜΠΤΗΣ ΥΠΟΘΕΣΕΩΣ. —Τίς ὁ σκοπὸς τῆς πέμπτης | |
εἴη ἂν ὑποθέσεως. | 280 | |
281 | Καὶ ἐπὶ τούτῳ ζητητέον τίς οὖσα ἓν ἡ ὕλη, ἢ τί ὅλως οὖσα, οὐ μετέχειν λέγεται τοῦ ἑνός, καὶ ποίου ἑνός. Καὶ ἔτι τρίτον, πῶς ἄλλα ἡ ὕλη λέγεται τοῦ ἑνός, καὶ ποίου ἑνός· τί γὰρ ὑποτίθεται, “ἓν εἰ ἔστι” λέγων, πρὸς ἄλλα ἡ ὕλη; | |
5 | Καὶ τέταρτον, πῶς καὶ τὸ ἓν ἀφαιρεῖ τῆς ὕλης· οὕτω γὰρ ἔσται οὐδέν. Πέμπτον, τίνα καὶ ποῖα τὰ συμπεράσματα, καὶ πῶς τεταγμένα. Ἕκτον, διὰ τί ἐν τοῖς ἄλλοις οὐ προστίθησιν τὰ ὁμοῦ καταφατικὰ καὶ ἀπο‐ φατικὰ συμπεράσματα πρός τε ἑαυτὰ καὶ πρὸς τὸ ἕν. Ἕβδομον, διὰ τί ἐν τοῖς ἄλλοις τὴν πρὸς τὸ ἓν παραλιμπάνει παραβολήν, | |
10 | αὐτὰ δὲ μόνον πρὸς ἑαυτὰ καὶ πρὸς ἄλληλα ἐξετάζει. | |
10 | Πρὸς μὲν οὖν τὸ πρῶτον εἰρήσθω ὅτι περὶ ὕλης μὲν πρόκειται τῷ Παρμενίδῃ διελθεῖν· τί γὰρ ἄλλο μετὰ τὰ ἔνυλα εἴδη παρὰ τὴν ὕλην; πῶς δὲ ἡ ἐσχάτη τῶν ὑποθέσεων οὐ τῇ ἐσχάτῃ ὑποστάσει πρέψειεν; Ἀλλὰ καὶ τὸ μὴ μετέχον τῶν εἰδῶν ἡ ὕλη ἐστὶν ἡ ἀνείδεος καὶ ἡ πρὸς τὸ πρῶτον ἀντίθετος, | |
15 | καὶ τὰς ἐκείνου μιμουμένη ἀποφάσεις αὕτη ἐστίν. Περὶ ποίας οὖν ὕλης; ἆρα καὶ περὶ τῆς πρός τι ὕλης, ὥς φησι προϊών; καὶ πῶς οἷόν τε τὴν εἰδοπεποιη‐ μένην ὑπόστασιν μὴ μετέχειν ἑνός; Ὅλως δὲ περὶ οὐσιῶν ὁ λόγος, ἀλλ’ οὐ περὶ σχέσεων καὶ μεταφορῶν, ἀλλὰ περὶ πάσης ἄρα τῆς ἀνειδέου ὕλης. Ἢ πρῶτον μὲν ἡ θεία ὕλη συνείληπται τῇ ὅλῃ ἐξηρτημένῃ τῶν θεῶν ὑπο‐ | |
20 | στάσει κατὰ τὴν συμφυῆ πρόοδον, ὡς καὶ ἐπὶ τοῦ σώματος ἐλέγομεν. Δεύτερον δὲ καὶ αὐτὸς ἐν τοῖς εἰς Τίμαιον ἠξίου μὴ πάντη ἀνείδεον εἶναι τὴν θείαν ὕλην· εἰ δὲ καὶ ἀνείδεος, ἀλλὰ τρανῶς ἔχουσα τὸ δυνάμει καὶ ἐγγύς τι εἴδους· ὅθεν καὶ πολλοὺς λέληθεν ὁ οὐρανὸς ἔνυλος ὤν. Ἔτι δὲ ἐκ τρίτων, εἴδωμεν τί τὸ ποιῆσαν ὕλην εἶναι, τὸ ἔσχατον ἕν· τοῦτο | |
25 | γὰρ ἡμῖν συμβαλεῖται καὶ πρὸς τὴν πρώτην ἀπόδειξιν τῶν συμπερασμάτων. | |
Οὐκοῦν τὸ ἓν διετέλει ἄνωθεν ἀρξάμενον ἀεὶ τῇ οὐσίᾳ συνόν, ὅπου μὲν γεννῶν | 281 | |
282 | αὐτήν, ὅπου δὲ συνυφιστῶν, ὅπου δὲ διακρατοῦν καὶ συνέχον. Ἐπειδὴ δὲ ἐξ‐ ῄρητο τῆς οὐσίας, ἦν τι αὐτοῦ ἔσχατον ἴχνος καὶ μετὰ τὴν οὐσίαν. Πανταχοῦ μὲν ἄρα τὸ ἕν, οὐ πανταχοῦ δὲ ὕλη λέγεται οὐδὲ ἔστιν, ἀλλ’ ἐνταῦθα μόνον ὅπου διέστη ἀπὸ τῆς οὐσίας, καὶ διέστη ἐπὶ τὸ χεῖρον, ὥστε δεῖσθαι τῆς οὐσίας. | |
5 | Καὶ γὰρ ὡς ὕλην καὶ τρύγα καὶ ὑποστάθμην αὐτὴν ὀνομάζομεν, καὶ ὡς ἐκκειμένην εἰς ὑποδοχὴν τῶν εἰδῶν, οἷον τὸ κενὸν εἰς ὑποδοχὴν τῶν σωμάτων· κατὰ γοῦν τοὺς εἰπόντας, ὅπου ἄρα μάλιστα καὶ ἐνέργειαι τοῦ εἴδους ἀφίσ‐ τανται ἐνταῦθα μάλιστα ὕλη ἐστίν· ἀφίσταται δὲ μάλιστα ἡ ὑποδοχὴ τῶν φθειρομένων ἀφ’ ἧς καὶ περὶ τῆς ἄλλης ἔχομέν τι συλλογίζεσθαι, ἐπεὶ ἥ γε | |
10 | ἐπουρανία ὕλη σύνεστιν ἀεὶ καὶ συνουσίωται τῷ εἴδει οὕτως, ὡς ἡ ζωὴ τῷ σώματι, ἢ τὸ σῶμα τῇ ζωῇ. Καὶ ἔστιν οἷον μέρος τοῦ εἴδους τὸ ἔσχατον· καὶ οὐδαμοῦ καθ’ αὑτὴν οὐδὲ ἐπινοίᾳ, εἴ τις αὐτῆς τὸ δυνάμει θεάσαιτο πεπλη‐ ρωμένον ἀεὶ τοῦ ἐνεργείᾳ· καὶ οἷον τὸ ἓν τοῦ εἴδους εἶναι βουλόμενον, ἢ ὅτι μάλιστα πρὸς αὐτὸ συμφυόμενον. Κάτω δὲ ἐλέγχεται αὐτῆς τὸ ἀνείδεον, ὡς | |
15 | ἐπίταδε διαστάν· καὶ ἡ μάλιστα μιμουμένη τὴν ἐπὶ τὸ ἄνω τοῦ πρώτου διάστα‐ σιν ἀπὸ τῆς οὐσίας, αὕτη ἐστὶν ἡ ἐσχάτη ὕλη. Καὶ μήποτε καὶ τὰ ἄϋλα τῶν στερεωμάτων ὑμνούμενα οὕτω νοητέον κατὰ τὴν ἔτι μειζόνως ἀδιάστατον πρὸς τὸ εἶδος ὑπόστασιν τοῦ ὑποκειμένου. Κατὰ γὰρ τοῦτο τὸ ἀδιάστατον καὶ οὕτω ῥεῦσαν ἀπὸ τῆς οὐσίας ἓν οὐδὲ ἡ ψυχὴ λέγεται ἔνυλος, καίτοι ἔχουσα τὸ ἕν, | |
20 | ἀλλὰ πρὸ τῆς οὐσίας, καὶ συνυφιστῶν τὴν οὐσίαν· ὃ δὲ μετὰ τὴν οὐσίαν ἐστίν, τοῦτο ἡ ὕλη. Τὸ ἄρα σὺν αὐτῇ οὔτε ἔτι ἕν, ὅτι μὴ κρεῖττον, οὔτε πω ἡ ὕλη, ὅτι μὴ χεῖρον, ἀλλ’ ἔν τινι μέσῃ φύσει. Δεῖ γὰρ καὶ τοιάνδε θεωρεῖν ἐν τῷ προόδῳ μεσότητα· κατὰ δὴ ταύτην, ὡς ἔοικεν, ὑφέστηκεν τὰ ἄϋλα στερεώ‐ ματα, καὶ διὰ τοῦτο ἄϋλα. Τοῦτο μὲν οὖν ἐνταῦθα ἡμῖν κείσθω πεπερασμένον· | |
25 | ἡ δὲ οὐρανία ὕλη ἤδη μέν πως ὑπέβη, κρατεῖ δὲ ὅμως τὸ συμφυὲς τῇ οὐσίᾳ καὶ ἀνυπόστατον· κάτω δὲ πᾶσα ἤδη ἀπέστη καὶ ἤλεγξεν ἑαυτῆς τὸ ἔσχατον αἶσχος. Περὶ τοίνυν ταύτης ἀκούειν δεῖ τῶν προκειμένων συμπερασμάτων. | |
27 | ||
Πρὸς δὲ τὸ δεύτερον ὅτι μὲν οὐκ ἀνύπαρκτος ἡ ὕλη καὶ τὸ μηδαμῆ | 282 | |
283 | μηδαμῶς φανερόν. Ἀντιδιαιρεῖται γοῦν ὡς ἄλλα πρὸς ἕν· καὶ ἔστιν οἷον ἀπορρὼξ τῆς πρώτης αἰτίας· καὶ οὕτω γε οὐκ ἔστιν ὡσὰν ἐκείνην μὴ εἶναι λέγοιμεν. Καὶ ἄλλα μὲν εἶναι λέγεται, μὴ μετέχειν δὲ τοῦ ἑνός, καὶ ταύτῃ διαφέρειν τῶν προτέρων ἄλλων· τοῦτο μὲν δὴ φανερόν. Τί οὖν ἐστιν; ἢ ὅπερ | |
5 | τὸ πρῶτόν ἐστιν καὶ οὐκ ἔστιν τοῦτο· καὶ τὸ ἔσχατον εἴη ἂν καὶ οὐκ εἴη. Δεῖ γὰρ τὸ πρώτιστον φθάνειν ἐπὶ τὸ ἔσχατον, ἵνα πάντων αἴτιον ᾖ. Εἰ δὲ ἐκεῖνο ἄρρητον, καὶ οὔτε ὂν οὔτε ἕν, ὡς ἐδείκνυμεν, καὶ τοῦτο τοιοῦτον ὑπονοητέον. Ὡς ἄρα ἐκείνου πᾶν ἓν ἀποφάσκομεν, οὕτω καὶ τῆς ὕλης· καὶ ὡς ἐκεῖνο οὐδὲν κατὰ τὸ κρεῖττον τοῦ ἑνός, οὕτω καὶ τὸ ἔσχατον. Ὅτι γὰρ καὶ τὸ ἐν αὐτῷ | |
10 | ἀμφοῖν ἀποφάσκει, ἀλλ’ οὐ μόνον τὸ τῇ οὐσίᾳ συνὸν ἕν, ὡς ἐνιότε φησίν, ἐδήλωσε καὶ ἐν τῷ τέλει τῆσδε τῆς ὑποθέσεως, οὕτω κοινῇ συμπερανάμενος· “οὕτω δὴ ἓν εἰ ἔστιν, πάντα τέ ἐστιν τὸ ἕν, καὶ οὐδὲ ἕν ἐστι καὶ πρὸς ἑαυτό, καὶ πρὸς τὰ ἄλλα.” Οὐδὲ ἓν ἄρα οὐδὲ ἡ ὕλη, ἅτε κατὰ τὴν φύσιν ἑστῶσα τοῦ μηδὲ ἑνὸς ἀποδειχθέντος. Καὶ γὰρ πάντα διχῶς ἢ αὐτά ἐστιν, ἢ ἄλλα, καὶ | |
15 | τὸ οὐδὲ ἓν ἄρα διχῶς· ἢ τὸ αὐτὸ οὐδὲ ἓν ὃ πρῶτον αὐτῶν ἐστιν τῶν πολλῶν, ἢ τὸ ἄλλο οὐδὲ ἕν, ὃ μετὰ τὸ ἄλλα ἐστίν. Οὕτω δὲ ὑφεστῶσα ἡ ὕλη οὐ μετέχει ἑνὸς καὶ ποίου ἑνός. Ἆρα τοῦ εἰδητικοῦ ὃ πρὸ αὐτῆς ἐδείκνυτο; ἀλλ’ οὕτω γε μεθέξει τοῦ ψυχικοῦ ἢ τοῦ οὐσιώδους ἑνὸς τοῦ δημιουργικοῦ· ἢ μᾶλλον τοῦ δημιουργικοῦ ἑνὸς οὐ μετέχει, καθ’ ὅσον ἀνείδεος; ἀλλ’ οὕτω γε τοῦ πρὸ αὐτοῦ | |
20 | μεθέξει, οἷον τοῦ κινουμένου καὶ ἑστῶτος, καὶ σχήματος, καὶ ὅλου καὶ μερῶν, καὶ ἀριθμοῦ· ἃ πάντα ἀποφάσκει ὁ Παρμενίδης ὡς μηδὲ τὰ ἴχνη ἐνόντα τῇ ὕλῃ. Ἀλλὰ μήποτε τὰ τέλεια ἀπέφησεν εἴδη· καὶ ταύτῃ μετὰ τῶν ἰχνῶν ὁρᾷ τὴν ὕλην. Πῶς οὖν οὐδὲν ἡ ὕλη συμπεπέρασται, εἴπερ ἐν αὐτῇ καὶ τὰ ἴχνη; πῶς δὲ κατὰ τὴν πρώτην ὑπόθεσιν ἡ πέμπτη ἕστηκεν; πῶς δὲ χωρὶς μὲν τὸ | |
25 | ἕν, χωρὶς δὲ τὰ ἄλλα, εἰ ἐν τοῖς ἄλλοις καὶ τὸ ἓν καὶ τὰ ἑπόμενα τῷ ἑνὶ ἢ τὰ ἴχνη τούτων, οὐδὲν γὰρ διοίσει πρὸς τὸ λεγόμενον. Ἆρα οὖν πᾶν τὸ οὐσιῶδες ἀποφάσκει ἕν, καὶ αὐτὸ τὸ ἓν ὄν; καταλείπει δὲ ὅμως τὸ ἕν. Πῶς οὖν “οὐδὲ ἓν” λέγεται; ὅλως δὲ πάλαι ἡμῖν ἀποδέδεικται οὐδὲ τὸ πρῶτον ἓν δυνάμενον ὑπο‐ | |
τεθῆναι· ὥστε καὶ ἡ ὕλη κατὰ τὸ ἐκείνου ἀπόρρητον ἕστηκεν. Πᾶν ἄρα τὸ ἓν | 283 | |
284 | ἀποφάσκει· καὶ οὐ τὸ μέν, τὸ δὲ οὔ, ἀπὸ τῆς ὕλης· διὸ καὶ πάντα αὐτῷ συν‐ ανῄρηκεν. | |
2 | Φέρε οὖν ἤδη καὶ πρὸς τὸ τρίτον ἀπαντῶμεν ὡς ἡ μὲν ὑπόθεσις “εἰ ἕν ἐστι”, πᾶν ἓν ὑποτίθεται, καὶ πρὸ πάντων τὸ ἁπλῶς ἕν. Οὕτω γὰρ καὶ | |
5 | ἐπὶ τῆς πρώτης ὑποθέσεως ἔλεγεν· “εἰ ἕν ἐστιν”, οὐδὲ αὐτὸ τοῦτο ὃ λέγεταί ἐστιν, ἀπόρρητον γάρ ἐστιν, οὔτε οὖν ἁπλῶς ἕν, οὔτε τόδε ἢ τόδε ἐστίν· ἢ ἁπλῶς ἓν οὐκ ἂν τοῦτο εἴη ὕλη, οὔτε τὸ ἁπλῶς, οὔτε τὸ τοιόνδε. Ἄλλο γὰρ ἡ ὕλη παρ’ ὃ ἂν λάβοι τίς ἕν· ὅπου γε οὐδὲ τὸ τῶν ἄλλων ἓν ἔχειν πέφυκεν, οὐδὲ τὸ ἁπλῶς ἓν τῷ ὄντι ὄν· οὐδὲ ἄρα τὰ μέσα. Εἰ ἄρα ἐστὶν ἓν ἕκαστον τὰ | |
10 | ἄλλα τοῦ ἑνός, ταῦτα οὐδὲν ἂν εἴη ἕν. Ἔστω μὲν οὖν ἡ ὑπόθεσις παντὸς ἑνὸς σύλληψις. Πῶς δὲ ἄλλα παντὸς ἡ ὕλη, εἴπερ ἐλέγομεν ἀπὸ τοῦ δημιουργοῦ ἄρχεσθαι τὰ ἄλλα; ἢ ἀνάγκη μὲν τὰ ἄλλα πρὸς πᾶν λέγεσθαι ἕν· τὸ μέντοι δημιουργικὸν ἓν πρῶτον ἄρξασθαι τῆς πρὸς τὰ ἄλλα σχέσεως· τὰ δὲ πρὸ τοῦ δημιουργοῦ ὑφέστη μὲν τὰ ἄλλα πάντως, ἀλλ’ ἐξῃρημένως καὶ ἀσχέτως, καὶ | |
15 | ἀσυμμέτρως οὐκ ἔργοις, ὡς ἔφη τὸ λόγιον, ἀλλὰ νόῳ ἕν, οὐ γὰρ νοῦς ἐστιν ὁ κόσμου τεχνίτης πυρίου. | |
22 | Ὅλως γὰρ εἰ τὰ ἄνω πάντα τὰ αὐτὰ λέγομεν αὐτοὲν ὄν, αὐτόολον καὶ μέρη ἄπειρον πλῆθος, αὐτοέκαστον γένος, δῆλον ὡς τὰ ἐνθάδε ἐκείνοις ὁμώνυμα, τά τε οὐσιώδη τοῖς οὐσιώδεσιν καὶ τὰ ἑνιαῖα τοῖς ἑνιαίοις ἄλλα ἐκείνων ἐστίν. | |
25 | Καὶ ἡ ὕλη ἄρα ἡ ἐσχάτη κατ’ αὐτὸ ἑστῶσα τὸ ἀπ’ αὐτῆς ἀρρήτου ἀρχῆς προ‐ ελθόν, οὕτω τὰς ἀπὸ τῶν ἑνάδων δεξαμένη δυνάμεις, οἷον ἄλλα βούλεται εἶναι τοῦ ἀπορρήτου ἀπόρρητα. Πῶς οὖν καὶ παντὸς ἑνός; ἢ ὅτι καὶ πᾶν ἓν ὑφίσ‐ | |
τησιν αὐτὴν κατὰ τὸ ἑαυτοῦ μερικὸν ἀπόρρητον· ἐν ἑκάστῳ γάρ ἐστι τὸ ἀπὸ | 284 | |
285 | τοῦ πρώτου ἴχνος συνουσιωμένον, καὶ διὰ τοῦτο οὐκ ἄλλο λέγεται· ἄλλα δὲ ἡ ὕλη ὡς πολλὴ αἱ ὕλαι, καὶ τοσαῦται ὅσαι αἱ παράγουσαι ἑνάδες· ἐντιθέασιν γὰρ αὐτῇ πᾶσαι τὰς οἰκείας φύσεις, ἀλλὰ τὰς ἀπορρήτους. Οὕτω δὲ προοργά‐ σασαι τῷ ἀπορρήτῳ πλήθει μετὰ ταῦτα καὶ τῷ προβαλλομένῳ τὴν οὐσίαν | |
5 | ἑκάστῳ ἑκάστην δευσοποιοῦσιν, ὅπου καὶ τὸ δυνάμει τρανὲς ἀναφαίνεται καὶ ὄν, ὠδίνουσα τὴν ὑποδοχὴν τῶν εἰδῶν. Ἐκεῖνο δὲ ἀπόρρητος ἦν ἐπιτηδειότης ὅτι καὶ ἐν ταῖς ἑνάσιν οἰστικὸν ἦν τῶν ῥητῶν τὸ ἀπόρρητον, ὡς ἐν τῇ ὕλῃ δεκ‐ τικόν· ἀλλὰ ἄρα ἡ ὕλη ἡ ἐσχάτη οἷον ἀπόρρητα ἄλλα· τὰ δὲ ἐν αὐτῇ δυνάμει πρὸς εἰδοποιίαν ἢ οὐσίαν πρόδρομα ἦν ἴχνη τῶν ἰχνῶν καὶ τῶν εἰδῶν. Διὸ | |
10 | καὶ ταῦτα οὐ συνείληπται τοῖς προτέροις ἄλλοις· τάχα δὲ ἡ μὲν ὕλη χωρὶς καὶ τὰ εἴδη χωρίς, ἐν δὲ τῇ συνόδῳ προτρέχει τι ἀπὸ τῶν εἰδῶν εἰς τὴν ὕλην, ὃ δυνάμει καλοῦμεν τὸ συνεγνωσμένον. Οὐκοῦν καὶ πρὸς τὸ ἓν ἕκαστον ἄλλα ἡ ὕλη κατὰ τὸ ἀπόρρητον· πάλιν αὖ πρὸς ἕκαστον· τὸ δὲ ἐν ὕλῃ δυνάμει παρ‐ εῖται, ὡς ἐν τῇ συνόδῳ προσγιγνόμενον. | |
14 | ||
15 | Τί οὖν ἐροῦμεν καὶ πρὸς τὸ τέταρτον; ἢ ὅτι ἀφαιρεῖ καὶ τὸ ἕν, καὶ ἡ ὕλη οὐδέν· ἀλλ’ οὐχ ὡς τὸ μηδαμῶς ὄν, μηδὲ ὡς ἄρρητον, ἀλλ’ ὡς ἔσχατον ἀπήχημα τοῦ πρωτίστου· διττὸν γὰρ τὸ οὐδέν, τὸ μὲν κενὸν ὄνομα καὶ πρᾶγμα, εἰ οἷόν τε εἰπεῖν, τὸ δὲ κατὰ τὸ ἀπόρρητον φύσει ἐκφεῦγον καὶ τὴν τοῦ ἑνὸς θέσιν. | |
19 | ||
20 | Λέγωμεν οὖν πρὸς τὸ πέμπτον ὅτι συνάγει ὡς οὔτε ἓν οὔτε πολλά, οὔτε ὅλον οὔτε μέρη, οὔτε ἀριθμὸς ἐπὶ τούτοις. Φαίνεται δὲ μεταλαβὼν εἰς ἀριθμὸν τὸ πεπερασμένον καὶ ἄπειρον, καὶ ἀντὶ τούτου τὸ μὴ ἀριθμοῦ μετέχειν συναγαγών, ὡς ταχίστην αὐτῷ παρεχόμενον ἀπόδειξιν τῆς τῶν ἄλλων εἰδῶν ἀποφάσεως, ἐπεὶ τά γε ἄλλα ὁμοίως ἐπὶ τούτων ἀπέφησεν, ὡς ἐπὶ τῶν προ‐ | |
25 | τέρων ἄλλων κατέφησεν· ὥστε καὶ τάξις ἡ αὐτὴ καὶ αἰτίαι ἀφ’ ὧν πρόεισιν, πλὴν μετὰ τὴν δευτέραν τριάδα προστίθησιν. Ἀλλὰ τὸ μήτε γίγνεσθαι μήτε ἀπόλλυσθαι, καὶ τὸ μήτε μεῖζον μήτε ἔλαττον εἶναι, μηδὲ αὖ ἴσον, τὴν ὕλην, | |
περιλαβὼν μὲν καὶ ταῦτα ἐν ταῖς παραληφθείσαις ἐκεῖ ἐναντιώσεσι, νῦν δὲ | 285 | |
286 | καὶ ὀνομάσας, ἵνα καὶ ἀγένητον καὶ ἄφθαρτον ἐπιδείξῃ τὴν ὕλην, καὶ ὑποδοχὴν πάσης τῆς γενέσεως· καὶ οὐδὲ μέγα οὐδὲ μικρόν, ὡσάν τῳ καὶ δόξειεν εἰρη‐ κέναι ὁ Πλάτων. Καὶ ὅτι ἀσώματος πάντη καὶ ἄποσος καὶ ἀσώματος καὶ ἀμεγέθης· ταῦτα γὰρ μάλιστα περὶ αὐτὴν ἐφαντάζετο. Οὕτως ἄρα τὰ χαρακ‐ | |
5 | τηριστικὰ μάλιστα τῶν πραγμάτων συμπεραίνεται. Νοητέον δὲ ὅτι καὶ τὴν τριττὴν εἰδοποιίαν τῶν προτέρων ἄλλων ἀποφασκομένην ἀπὸ τῶν δευτέρων, ἵνα καὶ τὴν ἀπόρρητον ἐν αὐτῇ θεασώμεθα ἀποφαντικὴν διακόσμησιν. Διὰ τί οὖν μόνον τὸ τρίτον συμπέρασμα τῆς πρώτης τριάδος ὑπήλλαξεν; ἆρα δι’ εὐ‐ πορίαν ἀποδείξεως; ἢ καὶ πρὸς τὰ πράγματα ἀποβλέπων, ὅτι καὶ ὁ Τίμαιος | |
10 | ἀριθμοῖς καὶ εἴδεσι τὴν ὕλην διακοσμεῖ. Μήποτε δὲ καὶ ὑπείδετο ὡς πρέποντα τῇ ὕλῃ τὸ πέρας καὶ τὸ ἄπειρον, τοῦτο μὲν διὰ τὴν ἀοριστίαν, ἐκεῖνο δὲ διὰ τὴν πάντων ἀποπεράτωσιν. Ἔδοξε γοῦν καὶ τῆς πρώτης αἰτίας τὸ ἄπειρον καταφάσκειν ὡς μὴ ἔχον πέρας. Μήποτε δὲ ἅμα καὶ ἀριθμὸν παρέλαβεν καὶ τὸ πεπερασμένον καὶ ἄπειρον, ὡς ἐν τῷ ἀριθμῷ. | |
14 | ||
15 | Ἀλλὰ δὴ τὸ ἕκτον τίνος εἵνεκα οὐ συνήγαγεν ἐπὶ τῶν ἄλλων, ὡς ἐπὶ τοῦ ἑνός, τί ἅμα συμβαίνει καὶ οὐ συμβαίνει; ἆρα ὅτι ἐπὶ τοῦ συνθέτου συν‐ ήχθη ἂν ταῦτα, τὸ δὲ σύνθετον ἐξ ἀμφοῖν, δεῖ ἄρα συνθεῖναι ἑκατέραν εἰς μίαν; δεῖν ἄρα συνθεῖναι τὴν τοῦ συνθέτου ἐνδείκνυται φύσιν· διόπερ αὐτὸς οὐ συν‐ έθηκεν, ἄλλως τέ φησιν, καὶ οὐκ ἀρχὴ τὸ σύνθετον, ἀλλ’ ἀπὸ ἀρχῆς. Ὁ δὲ | |
20 | διάλογός ἐστιν περὶ ἀρχῶν· ἢ πρὸς τοῦτό γε ἀντιτίθεμεν τὸν μέγαν Ἰάμ‐ βλιχον εὖ λέγοντα καὶ τὸ σύνθετον εἶναι ἀρχήν, οἷον τὰ τέσσαρα στοιχεῖα, ἀρχὴ τῶν ζῴων καὶ τοῦ ὑποσελήνου παντός, καὶ σφαῖραι τοῦ οὐρανοῦ, καὶ ὁ οὐρανὸς ἀρχὴ καὶ αἰτία τῆς γενέσεως. Πρὸς δὲ τὸ πρότερον, ὅτι μάλιστα ἐχρῆν συνθεῖναι τὰς δύο τῶν ἄλλων ὑποθέσεις, ἵνα ἔργῳ ἐπιδείξῃ τὴν τοῦ | |
25 | συνθέτου γένεσιν· ἀλλὰ μήποτε ἐκεῖνο μᾶλλον αἴτιον ὅτι τὸ σύνθετον ἐτήρει εἰς τὰς ἑξῆς ὑποθέσεις. Τὴν γοῦν ἕκτην ἐπιδείξομεν περὶ τούτου οὖσαν, ὡς οὐκ ὄντος ἑνός· διὸ καὶ συνάγει ἐπ’ αὐτοῦ τά τε συμβαίνοντα καὶ τὰ μὴ συμβαί‐ | |
νοντα. Ἵνα οὖν μὴ διλογῇ, παρῆκεν νῦν ταῦτα· ἀποδώσει δὲ αὐτὰ ἐφεξῆς | 286 | |
287 | τὴν τοῦ μὴ εἶναι τὸ ἓν διαίρεσιν ἐνστησάμενος· ὥστε κατὰ μὲν τὴν μέθοδον διπλασιαστέον τὰ τοιαῦτα καὶ ἐκεῖ ὄντα καὶ ἐνταῦθα ὀφείλοντα· κατὰ δὲ τὰ πράγματα ἅπαξ ἔδει τεθῆναι ὥσπερ καὶ ἐτέθη ὅπου αὐτὰ ἡ τοῦ συνθέτου μετήγαγεν φύσις εἰς τὴν τοῦ μὴ ὄντος ἑνὸς διαίρεσιν. Καὶ γὰρ φαίνεται ὁ | |
5 | Παρμενίδης τῶν πραγμάτων μᾶλλον ἢ τῆς μεθόδου ἐχόμενος. | |
5 | Ἐπεὶ καὶ πρὸς τὸ ἕβδομον ταὐτὸν ἐροῦμεν ὡς δίδωσι μὲν ἀφορμὰς τῆς συναγωγῆς τῶν τμημάτων τῆς μεθόδου πάντων, αὐτὸς δὲ τοῖς πράγμασιν προσέχει τὸν νοῦν. Τὰ γοῦν ἄλλα πρὸς τὸ ἓν οὐ συνέκρινεν, οὐχ ὅτι μετεῖχεν τὰ ἄλλα τοῦ ἑνὸς καὶ ἐν τούτῳ περιείχετο τὰ πρὸς τὸ ἓν τῶν ἄλλων συμπε‐ | |
10 | ράσματα· οὐ γὰρ τὸ αὐτὸ σχέσις καὶ μέθεξις, οὐδὲ τὰ ἄλλα κατὰ τὴν μέθεξιν τοῦ ἑνὸς ἠδύνατο τῷ ἑνὶ συγκριθῆναι. Οὐδὲ γὰρ τὸ ἓν οὕτω λέγεται ὡς ἓν τῶν ἄλλων, οὐδὲ γὰρ ὅλον καὶ μέρη, οὐδὲ ἀριθμός, οὐδὲ σχῆμα, οὐδὲ κινούμενον καὶ ἑστώς· ἀλλ’ αἱ σχέσεις ἄρχονται ἀπὸ ταυτότητος καὶ ἑτερότητος. Ἀλλ’ ἐκεῖνο εἰπεῖν ἀληθέστερον, ὃ καὶ αὐτός φησιν, ὡς εἰ ταὐτὸν τὸ ἓν τοῖς ἄλλοις, καὶ | |
15 | τὰ ἄλλα τὰ αὐτὰ τῷ ἑνί, καὶ εἰ ἕτερον, ἕτερα καὶ πάντα οὕτως. Καὶ γὰρ ἤδη καὶ τὴν ἀντιστροφὴν τῶν ἄλλων πρὸς τὸ ἓν πολλαχοῦ καὶ αὐτὸς ὁ Παρ‐ μενίδης συνήγαγεν, ὡσὰν οὐ μέλλων καὶ ἰδίᾳ πραγματεύεσθαι ταῦτα, ὑπό‐ λοιπον ἐπισκέψασθαι τὰς ἀποδείξεις, εἴ τινος δέονται ἐπιδιαρθρώσεως. “Λέγο‐ μεν δὴ ἐξ ἀρχῆς ἓν εἰ ἔστιν, τί χρὴ τὰ ἄλλα τοῦ ἑνὸς πεπονθέναι.” Εἰ τοίνυν | |
20 | “τί χρὴ πεπονθέναι τὰ ἄλλα”, πρῶτον ἔχει τινὰ ὑπόστασιν· εἶτα ἐνδείκνυται ὅτι καὶ ἡ ὕλη καὶ ὅ ἐστιν ἀπόρρητον κατὰ πεπόνθησιν ἔχει. Διὸ καὶ ἐν τῇ τῶν ἄλλων τέτακται μοίρᾳ· καὶ ὥσπερ τὰ πρότερα ἄλλα τὰς καταφάσεις πέ‐ πονθεν τοῦ ἑνός, οὕτω καὶ τὰ ὑλικὰ ἄλλα τὰς ἀποφάσεις τῆς πρώτης αἰτίας, ἣν καὶ αὐτὴν ὡς ἓν ὑποτιθέμεθα ἀναιρούμενον, ὅτι ἄλλα ἦν τοῦ ἑνὸς περὶ οὗ νῦν | |
25 | ὁ λόγος. “Ἆρα οὖν οὐ χωρὶς μὲν τὸ ἓν τῶν ἄλλων, χωρὶς δὲ τὰ ἄλλα τοῦ ἑνός;” ἐνδείκνυται μὲν τὴν προρηθεῖσαν τῆς ὕλης ἀπὸ τῆς οὐσίας διάστασιν ἐπὶ τὸ κοιλότερον οὕτως χωρισμός· τόδε ἐστὶ δῆλος “ὅτι, ἔφη, οὐκ ἔστι παρὰ ταῦτα ἕτερον, ... ἐν ᾧ τό τε ἓν ἂν εἴη τῷ αὐτῷ καὶ τὰ ἄλλα”. Τίς γὰρ ἡ ἀνάγκη ἐν | |
ἄλλῳ εἶναι τῷ αὐτῷ τὰ μὴ χωρίς; Ἀλλὰ μὴν καὶ τὸ ἕτερον ἐν τῷ ἑτέρῳ, ὡς | 287 | |
288 | λευκότης ἐν ἐπιφανείᾳ· τί δὲ εἰ ἐν κρείττονι τὰ δύο, ἀλλὰ μὴ ἐν χείρονι, οἷον ἐν τῇ φύσει, ἐπεὶ καὶ τὸ ἓν ἐν τοῖς ἄλλοις ἦν πρότερον κατὰ μέθεξιν; ἢ ὁ εἰρημένος ἐπὶ τὰ κάτω χωρισμὸς τοῦ ὑλικοῦ ἰδιώματος οὔτε ἐν τῷ κρείττονι συγχωρεῖ εἶναι τὰ δύο ὁμοταγῆ, οὔτε ἐν τῷ εἴδει τὴν ὕλην (κοιλότερα γὰρ καὶ | |
5 | τοῦ εἴδους), οὔτε ἐν ἄλλῳ ὑποκειμένῳ, ὅτι οὐκ ἔστιν ἄλλο. Ἔτι δὲ ἀνάγκη τὰ συνιόντα ἢ τῇ ἑαυτῶν συγγενείᾳ συνιέναι εἰς ταὐτόν· ἢ ἑτερόφυλα εἴη, ἢ τῇ τοῦ κρείττονος περιοχῇ καθ’ ἕνωσιν, ὡς ἄνθρωπος καὶ ἵππος ἐν τῷ νῷ, ἢ ἐν τῇ τοῦ χείρονος ὑποδοχῇ καθ’ ἕνωσιν ὡς ἐν τῇ ὕλῃ ἢ τῷ σώματι λευκότης καὶ ἐπιφάνεια. Ὕλη δὲ καὶ εἶδος καὶ οὐσία καθόλου καὶ τὸ ἓν τῇ ἰδιότητι κεχώ‐ | |
10 | ρισται ἀπ’ ἀλλήλων, ἓν δὲ ὑποκειμένῳ οὐκ ἔστιν ὁμοῦ, ὅτι ἔσχατον τοῦτο ὑπο‐ κείμενον· οὐδὲ ἓν ἐν τῷ νῷ· πῶς γὰρ ἂν εἴη ἐν τῷ νῷ ἡ ὕλη ἢ ἐν τῇ ψυχῇ ἔν γε τῇ φύσει; πάντων γὰρ ἀπέστη τῶν πρὸ αὐτῆς. Διὸ ταῦτα ὡς ἐναργῆ παρα‐ λείπων, τὸ ἐσχάτην εἶναι τὴν ὕλην ἐπέστησεν· ὅτι καὶ τοῦτο ἐχαρακτήρισεν αὐτῆς τὴν φύσιν. Χωρὶς δὲ τούτων τοῖς μὲν προτέροις ἄλλοις ἐνεκέκρατο φύσει | |
15 | ἡ τοῦ ἑνὸς μέθεξις, ἡ δὲ ὕλη αὐτὸ τοὐναντίον τοῦ μηδὲ ἑνὸς ἦν εἰκών· ἔπος ταῦτα ἄρα τὰ ἄλλα τοῦ ἑνὸς οὐδεμίαν ἔχει πρὸς τὸ ἓν κοινωνίαν, ὅτι μηδὲ τὸ πρῶτον ἢ ὅσον ὑποδοχὴ αὐτοῦ εἶναι, ὡς τὸ πρῶτον αἴτιον τοῦ ἑνός· καὶ ὡς ἔοικεν, οὕτω καὶ ὁ Τίμαιος ἔλεγεν ἐν ὕλῃ τὸ εἶδος εἶναι, ἀλλ’ οὐκ ἐξ ὕλης καὶ εἴδους, ὅτι ἡ ἐσχάτη ὕλη, οὐδ’ ἐὰν ὑπὸ τοῦ εἴδους ἀλλοιωθείη, εἰ καί τι | |
20 | δυνάμει ἐν αὐτῇ εἰδοποιεῖται ὃ ἀπὸ τοῦ οὐσίᾳ συνόντος ἑνὸς ἓν γέγονεν. Οὐ‐ δαμῆ ἄρα ἓν τὰ ἄλλα ἐστίν, οὐδὲ ἔχειν ἐν ἑαυτοῖς ἓν οὐδέν. Ἐπιστῆσαι χρὴ ὅτι παντάπασιν ἀναιρεῖ τὸ ἓν ἀπὸ τῆς ὕλης, ἀλλ’ οὐ τό τι ἓν ὡς αὐτὸς ἠξίου· “οὐδὲ ὅμοια ἄρα οὐδὲ ἀνόμοια, οὔτε αὐτά ἐστιν τῷ ἑνὶ τὰ ἄλλα.” Ἐπίστησον ὅτι καὶ τὰ ἄλλα συγκρίνει πρὸς τὸ ἕν, ἀλλ’ ἢ μόνον πρὸς ἄλληλα, ὡς ἠπόρει, | |
25 | “οὐδὲ ἄλλο οὐδὲν πέπονθεν τῶν τοιούτων”· καλῶς προσέθηκεν “τῶν τοιού‐ των”, ἐπεὶ τῶν γε ἀπορρήτων ἀποφάσεων μετέχει ἡ ὕλη· “εἰ γάρ τι τοιοῦτον πεπονθέναι ὑπομένει τὰ ἄλλα, καὶ ἑνὸς καὶ δυοῖν καὶ τριῶν, καὶ περιττοῦ καὶ ἀρτίου μεθέξει ὧν αὐτοῖς ἀδύνατον ἐφάνη μετέχειν.” Ἆρα ὅπως ἐναργέστατα | |
τὸν ἀριθμὸν ἀποφάσκει τῆς ὕλης ὡς μάλιστα αὐτὴν εἰδοποιεῖν δυνάμενον; | 288 | |
289 | ἀριθμῷ γὰρ ἔοικεν ὁ κόσμος κατὰ τὸν ἀρχαῖον λόγον. Οὕτω δὲ ἕν ἐστι κοινὸν τοῦτο συμπέρασμα τῶν πέντε ὑποθέσεων· εἰ γάρ ἐστι τὸ ἕν, καὶ οὐδέν ἐστιν, ὡς ἡ πρώτη καὶ πέμπτη· καὶ πάντα ἐστίν, ὡς ἡ δευτέρα καὶ τετάρτη, καὶ ἔστιν ὁμοῦ καὶ οὐκ ἔστιν, ὡς ἡ τρίτη καὶ μέση τῆς ὅλης πεμπάδος. | |
4 | ||
5 | ΠΕΡΙ ΤΗΣ ΕΚΤΗΣ ΥΠΟΘΕΣΕΩΣ. —Περὶ τῆς ἕκτης ὑποθέσεως ἀρ‐ χόμενοι λέγειν ἐκεῖνο πρῶτον ζητήσωμεν πότερον κατ’ εὐθεῖαν προΐασιν ἢ κατὰ τὸ μὴ εἶναι τὸ ἓν αἱ ὑποθέσεις, ἢ ἀνακάμπτουσιν ἐπὶ τὴν ἀρχήν· αὗται μὲν εἰς τὴν τῶν ἀδυνάτων συναγωγήν, ἐκεῖναι δὲ εἰς ἄλλων πραγμάτων ἔκ‐ φανσιν. | |
10 | Δεύτερον δέ, τίς ὁ τῆς ἕκτης ὑποθέσεως ἀφορισθείη ἂν ἐν δίκῃ σκοπός. Τρίτον ἐπὶ τούτοις, ἀκριβεστέρα ἐξέτασις τοῦ ἑνὸς μὴ ὄντος καὶ αὐτὰ μαρ‐ τυρομένη τὰ τοῦ Πλάτωνος ῥήματα. Τέταρτον, πῶς αὐτὸς ὁ Παρμενίδης ἐξ ἀρχῆς διορίζεται περὶ τοῦ τοιούτου μὴ ὄντος ἑνός. | |
15 | Πέμπτον, τίνα τὰ ἄλλα πρὸς ἃ συγκρίνει τοῦτο τὸ ἓν μὴ ὄν· πότερον τὰ τῆς τετάρτης ὑποθέσεως ἢ τὰ τῆς ὀγδόης. Ἕκτον δὴ οὖν, πῶς οὐχὶ καὶ τοῦτο τὸ ἓν μὴ ὂν ἐν τοῖς ἄλλοις τέτακται τοῖς πρώτοις, ἢ τὸ ἐν ἐκείνοις ἕν, διὰ τί μὴ ἔστιν ἓν μὴ ὄν, ἐν ᾧ καὶ τί τὸ σύνθετον φανεῖται. | |
20 | Ἕβδομον, ἐπισκεπτέον τίνα καὶ πόσα τὰ συμπεράσματα, καὶ πῶς τεταγ‐ μένα, καὶ ἀπὸ ποίων ἀρχῶν ὡρμημένα. Ὄγδοον, τίς ἡ διὰ τῶν συμπερασμάτων δηλουμένη τοῦ ἑνὸς μὴ ὄντος δια‐ κόσμησις. | |
23 | Λέγομεν οὖν ἤδη πρὸς τὸ πρότερον, ὡς εἰ μὲν κατ’ εὐθεῖαν ἥ τε | |
25 | μέθοδος ἀτελής, καὶ οὐχ ἕξομεν ἢ τὴν ἑβδόμην ἢ τὴν ἐνάτην εἰς πραγμάτων | 289 |
290 | τινὰ φύσιν ἀνενεγκεῖν, τοῦ Παρμενίδου σαφῶς εἰς τὸ μηδαμῆ μηδαμῶς ὂν ἀπωθουμένου ταύτας τὰς ὑποθέσεις. Εἰ δὲ ἀνακάμπτουσιν πᾶσαι εἰς τὸ ἀδύ‐ νατον, ἀτελεῖς μὲν καὶ οὕτως αἱ διαιρέσεις· διττὸν γὰρ τὸ μὴ ὂν ὡς καὶ ἐν Σοφιστῇ ἀποδέδεικται, τό τε πάντη καὶ τὸ πῆ οὐκ ὄν. Ἔτι δὲ τὴν ἕκτην καὶ | |
5 | τὴν ὀγδόην οὐχ ἕξομεν ἀδυνάτους ἀποφαίνειν, σαφῶς τοῦ Παρμενίδου ὡς δυνατὰ καταφάσκοντος ἐπ’ αὐτῶν καὶ ἀποφάσκοντος τὰ συμπεράσματα, καί τινα φύσιν ὑποτιθεμένου γνωστόν τε καὶ οὖσαν ἁμωσγέπως καὶ τὸ ἓν ἔχουσαν τροπὸν δή τινα. Ἆρ’ οὖν, ὥς φησιν, αἱ δύο αὗται ὑποθέσεις προηγουμένως μὲν τὰ ἀδύνατα συνάγουσιν, ἐν παρέργῳ δὲ καὶ φύσιν ἐνδείκνυταί τινα πραγμάτων; | |
10 | τὰ γὰρ πρὸς ἄλλο δυνατὰ οὐδὲν κωλύειν πρὸς ἄλλο εἶναι ἀδύνατα. Ἀλλ’ οὐδὲ ὁ Πλάτων ὥς τι ἀδύνατον ἐπὶ τούτων συνήγαγεν, ἀλλὰ διατελεῖ πράγματα ἄττα παραδιδούς, οὔτε ἅπερ ἀδύνατα λέγεται ἀληθῶς λέγεται, ὡς ἔσται δῆλον ἐν ταῖς ἐξηγήσεσιν τῶν λεγομένων. Ἔτι δὲ ἐκ τρίτων καὶ ἡ δευτέρα ὑπόθεσις ἀδύνατα ἂν οὕτως συνάγοι πρὸς τὴν πρώτην, ἅτε καταφατικὴ πρὸς ἀποφα‐ | |
15 | τικήν, καὶ ἡ τρίτη πρὸς τὴν δευτέραν, καὶ πρὸς τὴν τρίτην ἡ τετάρτη, καὶ πρὸς τὴν τετάρτην ἡ πέμπτη. Τί οὖν ἡμεῖς ἐροῦμεν; ἢ ὅτι προηγουμένως ἐν ταῖς δύο ταύταις ὑποθέσεσιν πράγματα παραδίδωσιν, καὶ οὐδὲν ἀδύνατον. Πᾶσι γὰρ ἐπεξιὼν τῇ τοῦ ἑνὸς καὶ τῶν ἄλλων ἀπὸ τῆς ἄκρας ἑνώσεως ἄχρι τῆς δια‐ πεφορημένης τοῦ ἑνὸς ἐμφάσεως καὶ τῶν ἄλλων βούλεται τὸν λόγον προαγα‐ | |
20 | γεῖν. Ὡς γὰρ τὸ ἔσχατον τοῦ ὄντος ἤδη τὸ μὴ ὂν ἐν τῷ μὴ εἶναι ἔχον τὸ εἶναι, ὡς καὶ αὐτὸς ἐρεῖ ὁ Παρμενίδης, οὕτω καὶ τοῦ ἑνὸς ἡ ἀποπεράτωσις ἐν τῷ μὴ εἶναι ἓν ἔχει τὸ εἶναι ἕν· καὶ τὰ ἄλλα τῷ τοιούτῳ ἑνὶ ἀνάλογον. Ἐν δὲ ταῖς ἄλλαις δύο, τῇ τε ἑβδόμῃ καὶ τῇ ἐνάτῃ τὰ ἀδύνατα συνάγεσθαι φήσομεν, ἅτε παντάπασιν τοῦ ἑνὸς ἀναιρουμένου, καὶ ἀπ’ αὐτῆς τῆς ἐσχάτης ἐμφάσεως· καὶ | |
25 | γὰρ ἡ μέθοδος ἐξ ἀρχῆς ἡ παρμενίδειος τὸ εἶναι διῄρει καὶ τὸ μὴ εἶναι | |
ἁπλῶς. Ἀλλ’ ὁ Πλάτων, ὥσπερ ἐν τῷ Σοφιστῇ, καὶ ἐνταῦθα τὸν Παρμε‐ | 290 | |
291 | νίδην διορθούμενος ἀποφαίνει τι καὶ τοιοῦτον μὴ ἓν οἷον εἶναι ἔσχατον ἑνός, ἐκεῖ τοιοῦτον μὴ ὄν, οἷον ἔσχατον ὄν. Εἰ δὲ καὶ ἐν τοῖς οὖσι τὸ μὴ ὂν κατὰ τὴν ἑτερότητα, ἀλλ’ ᾗ γε μὴ ὄν, καὶ εἴδωλον τοῦ ὄντος ἐν τῇ γενέσει εἰ ἔστιν, ὡς καὶ ὁ Πλάτων ἐν ἐκείνοις ἐνεδείκνυτο καὶ ἡμεῖς ἀπεδείκνυμεν, οὕτως ἄρα καὶ | |
5 | ἐνταῦθα τὸ ἓν μὴ ὂν εἴη μὲν ἂν κατὰ τὴν ἑτερότητα, καὶ ἐν τοῖς νοητοῖς ὅτι στάσις καὶ κίνησις, ὅτι ὅλον καὶ μέρη, ὅτι οὐσία. Διαφέρει γὰρ ταῦτά τε καὶ τὸ ἓν τῇ ἰδιότητι· τὸ δὲ ὡς ἀληθῶς ἓν μὴ ὄν, ὡς εἴδωλον τοῦ ἑνὸς ἐν τῇ γενέσει τυγχάνει ὄν, ὃ δὴ καὶ πρόκειται, ὅ τί ποτέ ἐστι παραδοῦναι τῷ Παρμενίδῃ. Τὰ ἄρα δυνατὰ ἐν τῇ ἀποπτώσει καὶ τοῦ εἰδώλου ζητητέον, ὡς ἐκεῖ τὸ μηδαμῶς | |
10 | ὄν, κατὰ τὴν παντελῆ στέρησιν τοῦ ὄντος· εἶεν. | |
10 | Τί οὖν τὸ προκείμενόν ἐστιν εἰς ἐξέτασιν; τοῦτο γὰρ δεύτερον προὐ‐ βαλλόμεθα· οὐδὲν γὰρ ὑπόλοιπον εἶναι δοκεῖ, ὃ καὶ εἰς τὰ ἀδύνατα περιέωσεν τοὺς φιλοσόφους. Ἆρα οὖν περὶ τοῦ ὑποκειμένου ὁ λόγος, ὥς φησιν, περὶ ὕλης ὁμοῦ, καὶ τοῦ σωματοειδοῦς ὑποκειμένου, καὶ ἀνωτέρω περὶ τοῦ πλημμελῶς | |
15 | καὶ ἀτάκτως κινουμένου; Ἀλλὰ πρῶτον μὲν οὐ διώρισται τό τῳ ἀπλημμελῶς καὶ ἀτάκτως κινούμενον ὡς τρίτον μετὰ τὸ δεύτερον ὑποκείμενον. Καὶ γὰρ τὸ σώματος εἶδος, οὔπω τῆς ὕλης κρατοῦν, πλημμελές ἐστιν καὶ ἄτακτον· εἶτα ἐν τῇ διακοσμήσει πρῶτον τὸ σῶμα καλύπτει τὸ τῆς ὕλης αἶσχος· ὥστε τρίτον ὑποκείμενον, ὥς γε πρὸς τὸ πλημμελὲς τὸ σῶμά ἐστιν· ἔπειτα ὁδός ἐστιν ἡ | |
20 | πλημμέλεια πρὸς τὸ εἶδος. Ὁ δὲ Παρμενίδης ὑποστάσεων φύσεις ἡμῖν παρ‐ εδίδου τὰς ἐν μέσῳ προκοπάς. Τρίτον δὲ ἐπὶ τούτοις παρέδωκεν ἤδη τὰ εἴδη καθ’ ἑαυτά, παρέδωκεν ἐφ’ ἑαυτῆς καὶ τὴν ὕλην· τὸ δὲ πλημμελὲς ἐν τῇ συμ‐ πλοκῇ, καὶ ἔτι μᾶλλον τὸ σῶμα ἤδη τεταγμένον. Διὰ τί οὖν μὴ πᾶν τὸ σύν‐ θετον ἤδη προκεῖσθαι φήσομεν ἐν τῇ ἕκτῃ ὑποθέσει; (λέγω δὴ τὸ ἐκ τῶν ἄλλων | |
25 | συγκείμενον, τῶν τε εἰδητικῶν καὶ τῶν ὑλικῶν τῶν εἰρημένων·) ὥστε εἶναι τὸν λόγον περὶ τῶν ὑπὸ σελήνην ἀτόμων τε καὶ συνθέτων πραγμάτων· τοῦτο γὰρ ὑπελέλειπτο τῶν ὄντων τὸ φῦλον· καὶ τοῦτο ἦν τὸ φαινόμενον ἓν καὶ ἓν μὴ ὂν ὡς ἀληθῶς· ὡς γὰρ σύνθετον, ἅμα μὲν τὸ ἓν ἐμιμήσατο τῇ συγκράσει τῶν ἄλλων, ἅμα δὲ οὐκ ἔστιν ἕν· ἀναίνεται γὰρ τὸ ἓν πᾶσαν διπλόην καὶ μάλιστα | |
30 | σύνθεσιν, καὶ ἔτι μειζόνως τὴν ἐξ ἄλλων δυεῖν. Εἰ μὲν γὰρ ἓν καὶ ἓν στοιχεῖα | 291 |
292 | ἦν τῆς συνθέσεως, τάχα ἂν ἦν ἐν τῷ ὄντι, ὡς τὸ ὄν, ἔστιν ἓν ἐξ ἑνιαίων στοι‐ χείων. Τοῦτο δὲ ἐξ ἄλλων ἐστὶν εἰς ἕν πως συνδραμόντων ἔτι μὴ ἄρα ἑνῶν τοῦτο τὸ ἕν· καὶ ταύτῃ ἄρα ἓν μὴ ὄν, καὶ ὡσὰν εἴποι τις ἀλλοῖον ἓν καὶ ψευδόμενον ἕν, ὅτι τε σύνθετον καὶ ὅτι ἐξ ἄλλων ἅπερ ἄλλα ἦν τοῦ ἑνός. Πάντη | |
5 | ἄρα τὸ τοιοῦτον ἓν μὴ ὄν ἐστιν. Καὶ ἔστιν τις ἐν τῷ παντὶ καὶ ἐν τῷ ὑποσελήνῳ κόσμῳ καὶ τοιάδε τις ἀρχή, ὡς τὰ τέσσαρα στοιχεῖα, καὶ τὸ ἐκ τούτων ἓν πλήρωμα σύνθετον ἐξ οὗ καὶ εἰς ὃ πάντα γίγνεται καὶ φθείρεται· ὅτι δὲ οὐδὲν ἀπεμφαῖνον λέγομεν τοῖς παλαιοῖς δηλοῖ μὲν καὶ Ἰάμβλιχος, ἤδη τινὰς ὑπο‐ θέσεις τοῖς αἰσθητοῖς ἀπονείμας καὶ ἀτόμοις, δηλοῖ δὲ καὶ ὁ ἱερὸς Πλούτ‐ | |
10 | αρχος, αὐτὴν ταύτην τὴν ἕκτην ὑπόθεσιν περὶ τῶν αἰσθητῶν ὑποθέμενος. | |
10 | Ἀλλὰ δὴ τὸ τρίτον, ἐπειδὴ τὸ θεῖον αἰσθητόν, καὶ ὅλως εἰπεῖν τὸ ἀΐδιον ἐν ταῖς πρώταις συνείληφεν ὑποθέσεσιν μετὰ τῆς ἄλλης θείας οὐσίας, τὸ γιγνόμενον καὶ ἀπολλύμενον, καὶ θεοῦ ἀφιστάμενον αἰσθητὸν καὶ σύνθετον καὶ ἄτομον (ταὐτὸν γὰρ πάντα), ποῦ ἂν παραδιδοίη; εἰ ἡ μὲν πέμπτη περὶ | |
15 | ὕλης ἦν ἀνειδέου, ἡ δὲ τετάρτη περὶ εἰδῶν οὔπω τῇ ὕλῃ συμπεφυρμένων, ἀνάγκη ἄρα καὶ περὶ τῆς τοιαύτης φύσεως διελθεῖν, ἄλλως τε καὶ δειχθείσης ἀρχοειδοῦς. Δεύτερον δέ, ὡς τὸ ὂν ὑπέβη εἰς τὸ μὴ ὄν, οὔπω τὸ εἶναι παντά‐ πασιν ἀποβεβηκός, ἀλλ’ ὂν μὴ ὂν τὸ ὅλον τοῦτο, ὡς καὶ ὁ Παρμενίδης ἐπισημαίνεται κατὰ τήνδε τὴν ὑπόθεσιν, οὕτω καὶ ἡ τοῦ ἑνὸς ὄντος πρόοδος εἰς | |
20 | τὸ ἓν μὴ ὂν ὑποβέβηκεν, οὔπω “στερόμενον πάντη τοῦ ἑνὸς ὄντος”, ἀλλ’ ἔχον τὸ εἶναι ἓν ὂν ἐν τῷ ἓν μὴ εἶναι, ὡς καὶ τοῦτο ἐνδείκνυται σαφέστερον. Ἔτι δὲ ἐκ τρίτων, ὥσπερ ἐν ταῖς πρώταις ὑποθέσεσιν τὸ μὲν ἐπέκεινα πάντων ἦν, τὸ δὲ πάντων πλῆρες, τὸ δὲ τρίτον ἕν, ἤδη τινὰ καὶ τῶν ἄλλων ἔμφασιν ὑποφαῖνον, καὶ ὡσὰν εἴποι τις ἄλλα οὐκ ὂν ὡς προτύπωμα τῶν ἄλλων ὂν | |
25 | ἀλλ’ οὐκ ἄλλα, οὕτω καὶ ἐν ταῖς ἄλλαις ὑποθέσεσιν τῷ μὲν ἐπέκεινα πάντων τὸ ἐπίταδε πάντων ἀναλογεῖ, τῷ δὲ πλήρει πάντων τὰ εἰδητικὰ ἄλλα, τῷ δὲ τρίτῳ τὸ νῦν προκείμενον ἓν μὴ ὄν, τελειότερον τοῦτο ὂν τῶν ἄλλων ἐκείνων. Ἀεὶ γὰρ τὸ σύνθετον κρεῖττον τῶν οἰκείων στοιχείων. Διὸ καὶ ὡς ἤδη ἓν μὴ | |
ὂν καὶ φαινόμενον ἓν εἰσάγεται, καὶ ὡς τοῦτο σύνθετον ἐν τούτοις, οὕτως ἐν | 292 | |
293 | ἐκείνοις τὸ τρίτον ἓν οἷον σύνθετον (τὸ ψυχικὸν λέγω ἕν), τὸ δὲ νῦν προκεί‐ μενον ἀνάπαλιν, σύνθετον μὲν τῇ ἀληθείᾳ, οἷον δὲ ἕν. Ὅτι μὲν οὖν περὶ ὑφ‐ εστῶτος διαλέγεται πράγματος δηλοῖ γνωστὸν αὐτὸ λέγων ὁ Παρμενίδης, καὶ τὰ ἄλλα αὐτοῦ καταφάσκων· ὅτι δὲ καὶ ἓν αὐτὸ βούλεται εἶναί πως καὶ ἓν | |
5 | σύνθετον καὶ οἷον ἓν δηλοῖ τὸ μὲν ἓν τιθείς, προστιθεὶς δὲ τὸ μὴ ὄν, οὐ τὸ πάντη, ἀλλ’ ὅτι οὐ πάντη ὄν, ὡς τὴν ἀναίρεσιν τοῦ ἑνὸς οὐκ εἶναι παντελῆ, ἀλλ’ ὥστε μὴ εἶναι αὐτό τι τῶν ἄλλων, ἀλλ’ ἕτερον τῶν ἄλλων, ὥς φησιν. Οὔτε ἄρα ἦν οὔτε τὰ ἄλλα ἐστίν, ἀλλ’ ἓν μὲν οὐκ ὄν, ἕτερον δὲ τῶν ἄλλων. Τοῦτο μὲν δὴ καὶ μικρὸν ὕστερον σαφηνιοῦμεν. Δηλοῖ δὲ καὶ ἓν αὐτὸ καλῶν, ὅταν | |
10 | λέγῃ· “εἰ δὲ τὸ ἓν ἐκεῖνο καὶ μὴ ἄλλο ὑπόκειται μὴ εἶναι.” Ἔτι δὲ ἀφεὶς τὸ μὴ εἶναι, αὐτόθεν ἓν αὐτὸ κέκληκεν εἰπών· “Οὐκοῦν εἴπερ τῷ ἑνὶ ἀνόμοιά ἐστιν, δῆλον ὅτι ἀνομοίῳ τά γε ἀνόμοια ἂν εἴη. —Δῆλον. —Εἴη δὴ ἂν καὶ τῷ ἑνὶ ἀνομοιότης ...” καὶ πάλιν ἑξῆς· “Ἆρα οὐκ ἀνάγκη ἑαυτῷ ὁμοιότητα αὐτῷ εἶναι; —Πῶς; —Εἰ ἑνὸς ἀνομοιότης ἐστὶ τῷ ἑνί, οὐκ ἄν που περὶ τοῦ τοιού‐ | |
15 | του ὁ λόγος εἴη, οἵου τοῦ ἑνός· οὐ δ’ ἂν ἡ ὑπόθεσις εἴη περὶ ἑνός, ἀλλὰ περὶ ἄλλου ἢ ἑνός.” Ἐν οἷς καὶ ἓν ὂν αὐτὰ βούλεται εἶναι. Διὸ μετὰ ταῦτα καὶ ὡς μὴ ὄντι ἑνὶ ἀποκέχρηται εἰς τὰς ἀποδείξεις, προϊὼν δὲ ὅμως καὶ οὐσίας αὐτῷ μεταδίδωσιν ἐκεῖνο τὸ ἐν Σοφιστῇ πεπλεγμένον, οὐκ ὄντως οὐκ ὄν, ἐνδεικ‐ νύμενος τοῦ ἐσχάτου ὄντος· ὡς δὲ τὸ μὴ ὂν αὐτοῦ ἔχει, οὕτως δῆλον ὅτι καὶ | |
20 | τὸ ἓν ἔσται τε καὶ οὐκ ἔσται ἕν. Ἀλλὰ μὴν καὶ ὅτι σύνθετον δηλοῖ τὸ “οὕτως ἔχον” καὶ “οὐχ οὕτως”, ἐκ μεταβολῆς αὐτοῦ καταφασκόμενον, ὃ γίγνεται κατὰ τὴν συμφθείρουσαν τὰ στοιχεῖα σύνθεσιν, ὡς καὶ αὖθις ἐπιστήσομεν. Ἔτι δὲ ἀλλοιοῦται καὶ γίγνεται καὶ φθείρεται, ἃ δὴ τοῖς ἀτόμοις τούτοις καὶ συνθέτοις προσήκει. | |
24 | ||
25 | Καὶ μὴν πρὸς τὸ τέταρτον ἤδη τί ἀποκριτέον; ἀπιδὼν τοίνυν ὁ Παρμενίδης εἰς τὴν τοῦ ὑποκειμένου ἑνὸς μὴ ὄντος ἀμφίβολον φύσιν, ἐδεήθη διορίσασθαι αὐτὴν ἥτις ποτὲ οὖσα τυγχάνει, καὶ ἠρώτησεν εἰ ταὐτὸν φάναι | |
ἓν μὴ εἶναι καὶ μὴ ἓν μὴ εἶναι, τί τοῦτο ἐρωτῶν. Ἆρα τὸ μὴ ἓν μὴ εἶναι τὸ | 293 | |
294 | μηδαμῶς ὂν λέγει ὡς ἤδη καὶ προελθὼν διοικίζει τὸ ἓν μὴ εἶναι ἀπὸ τοῦ μη‐ δαμῆ ὄντος; ἢ ἄλλο τὸ μὴ ἓν μὴ εἶναι τοῦ μηδὲ ἓν μὴ εἶναι, ὥς φησι. Καίτοι τὸ μὴ εἶναι τὸ μηδὲ ἓν ἀναιρεῖ τὸ μηδαμῶς, καὶ τὸ εἶναί πως δίδωσιν, ἢ τὸ μὴ ἓν μὴ εἶναι σημαίνει καὶ τὸ ὄντως ἓν εἶναι, ὡς τὸ οὐκ ἔστιν οὐ δίκαιος τὸν | |
5 | δίκαιόν φησιν. Ἆρα οὖν τὸ ἓν εἶναι σημαίνει ὡς ἄλλους εἰπεῖν, ἤ, ὥς φησιν, τὸ μὴ ἓν μὴ εἶναι καὶ τὰ πολλὰ ἐν μηδενὶ μὴ εἶναι; Μὴ ἓν γὰρ τὰ πολλά, ὃ δὴ καὶ τίθεται αὐτός. Ἀλλ’ εἴποι ἄν τις ἐκ τῶν ἐναντίων ὅτι καὶ τὸ ἓν εἶναι σημαίνει, ἀλλ’ ἵνα, φησί, μή τις ὑπολάβῃ τὰ πολλὰ μὴ εἶναι λέγειν αὐτόν, λέγοντα ἓν μὴ εἶναι· καὶ τίς ἂν ὑπέλαβεν τὸ ἓν εἶναι πολλά, ἵνα τὸ ἓν μὴ εἶναι | |
10 | ὑπολάβῃ πολλὰ μὴ εἶναι; Πιθανώτερόν γέ τοι ἑρμηνεύουσιν ἢ τὸ μηδαμῶς ὂν διοριζόμενοι πρὸς τὸ ἓν μὴ ὄν, ὡς οὐ ταὐτόν. Ἀμέλει καὶ διορίζεται τοῦτο αὐτὸς ἐν τοῖς ἑξῆς ὁ Παρμενίδης. Ἐπεὶ καὶ τὸ ἓν ὂν διοριζόμενοι ἀπίθανοι; (τίς γὰρ ἂν νομίσειεν τὸ ἓν μὴ ὂν αὐτὸ εἶναι τὸ ἓν ὄν;) οὕτως ἁπλῶς· μήποτε οὖν, ὡς ὁ φιλόσοφος ἠξίου Μαρῖνος, προείληπται ὁ διορισμὸς εἰς ἐπίστασιν | |
15 | τοῦ γνωστὸν εἶναι καὶ ὡρισμένον τοῦτο τὸ ἓν μὴ ὄν, ἅτε οὐκ ὄν, οὐχ ἓν μὴ ὄν. Τὸ γὰρ “οὐχ ἕν”, ἀόριστον ὄνομα, ὡς τὸ “οὐκ ἄνθρωπος”· ταῦτα δὲ ἀορι‐ σταίνειν ποιεῖ τὴν γνῶσιν, καὶ ἄγνοιαν ἐντίθησιν ταῖς ψυχαῖς. Οὐ τοίνυν τοιοῦτον τὸ ἓν μὴ ὄν· ὡρισμένον γὰρ ὄνομα τὸ ἕν, ἀλλ’ οὐκ ἀόριστον, ὡς τὸ μὴ ὂν μὴ εἶναι· τοῦτο δὲ πιθανόν, εἴπερ τι τῶν εἰρημένων. | |
20 | Τὴν δὲ γνῶσιν ἐν τῷ δευτέρῳ διορισμῷ φαίνεται εἰσηγούμενος, ἐπεὶ καὶ τὸ ἓν μὴ εἶναι δοκεῖ ἀναίρεσις εἶναι τοῦ ἑνός, ὥστε πάλιν ἀνάγκη ἀορισταίνειν· τὸ γὰρ ὡρισμένον ἡ ἀπόφασις ἀνῄρηκεν. Τί οὖν τὸ καταλειπόμενον ἀγνοοῦμεν; ἆρα οὖν τὸν τοῦ ἀδυνάτου διορισμὸν ἐγκριτέον ὡς πιθανώτατον; διορίζει γὰρ τὴν ἕκτην ἀπὸ τῆς ἑβδόμης. Ἢ τοῦτο ποιῆσαι βουληθείς, ἐπήγαγε τὸν δεύτερον | |
25 | διορισμὸν ὡς τὸ μὴ ὂν τοῦτο οὐκ ἔστιν τὸ πάντη μὴ ὄν, ἀλλοῖον τὸ μὴ εἶναι αὐτοὲν κυρίως. Μήποτε οὖν, “ὅπερ ᾖα ἐρῶν”, εἰς τὴν ἀμφίβολον ἰδέαν τοῦ ἑνὸς μὴ ὄντος ἀποβλέψας, εἶδεν αὐτὴν ἅτε οὖσαν, ἅτε ἐξ ἄλλων συγκειμένην, καὶ | |
εὐλαβήθη μήτις αὐτὴν ὑπονοήσειεν ἐν τῇ τῶν ἄλλων μοίρᾳ τετάχθαι· ὅπερ | 294 | |
295 | καὶ ὁ τῶν ἐξηγητῶν ἀκριβέστατος ὑπενόησεν τὰ ἄλλα εἰσάγειν, τὸ νῦν ἐξεταζό‐ μενον ἓν μὴ ὄν. Διὰ δὴ τοῦτο ὅτι καὶ ἐξ ἄλλων σύγκειται καὶ ὅτι φαινόμενον, ἀλλ’ οὐκ αὐτοὲν πανταχῶς ἐδόκει ἄλλα εἶναι, δικαίως, οἶμαι, προεφίστησιν ὡς ἓν μέν ἐστιν, ἓν δὲ τῶν ἄλλων καὶ ἐκ τῶν ἄλλων ὑφεστὼς κατὰ σύνθεσιν. | |
5 | Πῶς οὖν αὐτὸ διορίζει ἀπὸ τῶν ἄλλων; τὰ ἄλλα, φαίη ἄν, ἕτερά ἐστι τοῦ ἑνός, μὴ ἓν ἄρα τὰ ἄλλα· καὶ ἀναμνήσει ἡμᾶς ὡς ἐν ταῖς πρώταις ὑποθέσεσι μὴ ἓν ἐλέγετο τὰ ἄλλα. Οὐκοῦν τοῦτο μὲν ἓν μὴ ὄν, ἐκεῖνα δὲ μὴ ἓν ὄν, καὶ εἰ ἀπο‐ φατικῶς λέγοιτο μὴ ἓν μὴ εἶναι, ἔσται τὰ ἄλλα, τὸ δὲ ἓν μὴ εἶναι ὃ νῦν λέγομεν ἕν, ὑποκεῖσθαι καὶ οἷον ἕν. Διόπερ ἀπόφασιν ἀποφάσει συγκρίνων, διαφέρειν | |
10 | ἔφατο καὶ τὸ ἐναντίον σημαίνειν τὴν ἑτέραν τῆς ἑτέρας· ἡ μὲν γὰρ τὸ οἷον ἕν, ἡ δὲ τὰ ἄλλα παρὰ τὸ ἓν εἰσηγεῖται, καὶ δῆλον ὡς τὰ οἰκεῖα ἄλλα τούτου τοῦ ἑνός. Εἰ γὰρ ἔχει ἄλλα ὥσπερ καὶ ἔχει, οὐκ ἂν εἴη ἄλλα, ἓν δὲ ὡς ἐν ἄλλοις καὶ ὡς ἐξ ἄλλων· εἰ γὰρ καὶ ὁπωσοῦν τῆς τοῦ ἑνὸς ὅμως σείρας ἐστίν, ἀλλ’ οὐ τῆς τῶν ἄλλων. Πάλιν δὲ ἓν οὕτως ἀποφήνας τὸ προκείμενον ὡς τοῖς ἄλλοις | |
15 | ἀντικείμενον καὶ ὡς ἕν, ἵνα μὴ λάθῃ ἢ τῇ ἀναιρέσει τοῦ ἑνὸς τὸ μηδαμῶς ὂν ἀπολείπων, ἢ τῇ θέσει τὸ κυρίως ἓν ὑποτιθέμενος. Ἰνδάλλεται γὰρ ἑκάτερον οὔτε μὴ εἶναι πάντη, φησίν, οὐδὲ ἀναιρεῖν παντάπασιν ἕν, ἵνα καταλειφθείη τὸ μηδέν· οὕτω γὰρ μὴ εἶναι ὡς πῆ μέν, πῆ δὲ οὔ· οὔτε τιθέναι πάντη τὸ ἕν, ἀλλὰ μετὰ τοῦ μὴ εἶναι αὐτὸ ὃ δοκεῖ εἶναι, ὡς τεττάρων τούτων ὄντων, ἓν αὐτῶν | |
20 | ἀφορίζεσθαι τοῦτο τὸ φαινόμενον. Ἔστι γὰρ ἓν ὄν, μὴ ἓν ὂν ὃ σημαίνει τὰ ἄλλα, ἓν μὴ ὄν, μηδὲ ὄν. Οὔτε οὖν τὸ ἓν ὄν· ἓν γάρ ἐστιν μὴ ὄν, οὔτε μηδὲν ὄν, ὅτι πῆ τὸ μὴ ὂν τοῦ ἑνός, ἀλλ’ οὐ παντελὴς ἀναίρεσις. Ταῦτα μὲν ὁ δεύ‐ τερος εἰσάγει διορισμός, οὐ μέντοι οὐδὲ μὴ ἓν ὄν, ὅπερ διέκρινεν ὁ πρότερος. | |
23 | Ἀλλ’ ἤδη καὶ πρὸς τὸ πέμπτον λέγωμεν ὡς ὁ μὲν πρότερος διορισμὸς | |
25 | ὑπονοεῖν δίδωσιν πρὸς τὰ προειρημένα ἄλλα αὐτὸ συγκρίνεσθαι, εἴπερ ἀπ’ ἐκεί‐ νων διώρισται, ὁ δὲ δεύτερος πρὸς τὰ κυρίως ἕνα· πολὺς γὰρ ἤδη πέφηνεν τῶν ἑνάδων ἀριθμός, οὗ ἕτερον τοῦτο τὸ ἓν κατὰ τὴν ἑτερότητα τοῦ μὴ ὄντος. | |
Ὡς γὰρ τὸ οὐ μέγεθος ἕτερον δηλοῖ μεγέθους, οὕτω καὶ τὸ ἓν μὴ εἶναι ὅτι | 295 | |
296 | οὐχ ἕν τι τῶν προτέρων ἐκείνων καὶ ἀληθῶς ὑποτεθέντων. Ἀφ’ οὗ γὰρ ἡ ἀπό‐ φασις πρὸς τοῦτο ἡ ἑτερότης, ἐπειδὴ τὴν ἑτερότητα δηλοῖ ἡ ἀπόφασις· εἰ ἄρα ἓν μὴ ὄν, ἕτερον ἂν εἴη τοῦ ἑνός· ὁ δὲ ἕτερον ἔφη τῶν ἄλλων, ὡς αὐτὰς προτέρας ἑνάδας ἐν πλήθει παραλαβών, καὶ πρὸς ταύτας τὸ ἓν μὴ ὂν συγκρίνας, ὡς | |
5 | ἕτερον τῶν κυρίως οὐσῶν ἑνάδων, ὅ ἐστιν τῶν ἄλλων ἑνῶν, ὅ ἐστιν οὐ τὸ πρῶτον, οὐ τὸ δεύτερον, οὐ τὸ τρίτον, ὅ ἐστιν οὐδὲν τῶν δεδειγμένων καὶ ἄλλων παρὰ τὸ προκείμενον, ἄλλων δὲ κατά τι σημαινόμενον, οὐ τὸ διωρισμένον ἐν ταῖς ὑποθέσεσιν, ἀλλὰ τὸ ἐν τῷ κανόνι τῷ ἐν Σοφιστῇ παραδοθέντι, τοῦ πῆ μὴ ὄντος, ἐν ᾧ λέγομεν τὸ δίκαιον τὰ ἄλλα εἴδη μὴ εἶναι. Οὐ γὰρ καλόν, οὐδὲ | |
10 | ἵππος, οὐδὲ ἄνθρωπος, ἀλλ’ ὅλως ἕτερον τῶν ἄλλων· οὕτως ἄρα ἓν μὴ ὄν, ὡς τὸ τῶν ἄλλων ἕτερον, μὴ ὄν· οὕτως ἄρα καὶ αἱ πολλαὶ ἑνάδες ἄλλα εἶναι πρὸς τοῦτο δοκοῦσιν, ἢ ὅπερ εἴρηται ἄλλο τοῦτο δήλωμα τῶν ἄλλων ἢ ὡς νῦν ζητοῦμεν· μήποτε δὲ καὶ τὰ οἰκεία ἄλλα αὐτοῦ τοῦ ἑνὸς μὴ ὄντος ἐκδεκτέον ἐν τῷ δευτέρῳ διορισμῷ. Εἰ γάρ πη ἕν ἐστι, ταύτῃ ἂν ἕτερον εἴη τῶν ἑαυτοῦ | |
15 | ἄλλων· πανταχοῦ γὰρ τὰ ἄλλα ἕτερα τοῦ οἰκείου ἑνὸς οὐκ ἄλλα λέγεται· ὥστε τὸ μὴ ὂν σημαῖνον τὴν ἑτερότητα, ὡς ὁ κανὼν λέγει, ποιεῖ τὸ ἓν μὴ ὂν ἕτερον τῶν ἑαυτοῦ ἄλλων. Ἄλλο τι πρὸς αὐτὰ ἡ ἀπόφασις, ἄλλο τι τὸ κυρίως ἓν ἀφελοῦσα καταλείπει τὸ φαινόμενον ἕν· τὸ δὲ ὁπωσοῦν ἓν τῶν ἄλλων ἕτερον· δύναται δὲ καὶ ἕτερον αὐτὸ ἀποφαίνειν τῶν προαποδεδειγμένων ἄλλων, καὶ | |
20 | οὗτος ὁ διορισμός. Εἰ γὰρ ἓν ὁπωσοῦν καὶ ἐν τάξει τοῦ ἑνὸς ἵσταται, οὐκ ἂν εἴη τὰ ἄλλα ἅπερ ἀντιδιῄρηται πρὸς τὸ ἕν. Τὰ μὲν οὖν ἄλλα ἐν τῷ δευτέρῳ διορισμῷ πολλαχῶς ἄν τις νοήσειεν· καὶ οἶμαι ὅτι καταλληλοτέρα πρὸς τὸν κανόνα ἡ πρώτη ἐξήγησις, καὶ μάλιστα εἰ τὸ μὴ ὂν αὐτὸ καθ’ αὑτὸ σκοποῖμεν, ὡς ἕτερον πρὸς τὰ ἄλλα, ὡς ὂν καὶ ὡς ὄντα, εἶτα οὕτως ἑτερότητι τὸ μὴ ὂν | |
25 | συνδήσοντας, μᾶλλον δὲ τῷ δηλουμένῳ τῆς ἑτερότητος, ὡς τοῦτο δυνάμενον τῷ ἑνὶ συμπλέξωμεν, ἓν μὴ ὂν λέγοντες οὐκ ἐπ’ ἀναιρέσει τοῦ ἑνός, ἀλλ’ ἐπὶ ἑνὸς ἑτέρου παρὰ τὸ κύριον σημασίᾳ. Οὕτω γὰρ καὶ αὐτὸς ἰδίᾳ τὸ μὴ ὄν, ὡς ἕτερον συνάγει τῶν ἄλλων ὅταν λέγῃ· “οὐκοῦν καὶ νῦν δηλοῖ ὅτι ἕτερον λέγει τῶν ἄλλων τὸ μὴ ὄν, ὅταν εἴπῃ· ἓν εἰ μὴ ἔστιν,” τὸ συνὸν ἢ ὂν ἕτερον τῶν ἄλλων. | |
30 | “Πρῶτον μὲν ἄρα γνωστόν τι λέγει· ἔπειτα ἕτερον τῶν ἄλλων, ὅταν εἴπῃ ἕν,” | 296 |
297 | οὐ τοῦτό φησιν ὅτι τὸ ἓν ἕτερον τῶν ἄλλων κατὰ τὸ μὴ εἶναι αὐτὸ τὸ ἕν; Προσέθηκε γοῦν· “εἴτε τὸ εἶναι προσθῇς, εἴτε τὸ μὴ εἶναι.” Πῶς γὰρ τὸ ἓν εἶναι ἕτερον δηλοῖ τοῦ ἑνός, εἰ καὶ τοῦτο ἐδήλου τὸ ἓν μὴ εἶναι, ἀλλὰ διὰ τῆς τοῦ μὴ ὄντος ἑτερότητος; ἢ πρὸς ἄλλα ποιεῖ τὸ μὴ ὂν ἕτερον, ὑποστησάμενος | |
5 | τὸ φαινόμενον ἕν, ὡς ἕτερον ἑνὸς τοῦ γε ἀληθοῦς, εἶτα θέμενος τοῦτο ὡς ἓν εἴτε ὂν καθόσον φαίνεται, εἴτε μὴ ὂν οὐκ ἀληθές. Τὸ γὰρ φαινόμενον, καὶ ὡς ὂν ἐδόκει, καὶ ὡς μὴ ὂν ὅτι δοκεῖ, εἴποι τις ἄν. Τοῦτο δὴ οὖν εὐθὺς ἑώρακεν ἕτερον τῶν ἄλλων, καὶ τῶν πρὸ αὐτοῦ καὶ τῶν ἑαυτοῦ· καὶ ταύτῃ αὐτὸ ἕτερον τῶν ἄλλων ἀπεφήνατο. Διὸ καὶ ὡς συνάγων φησίν· “πρῶτον μὲν ἄρα γνωστόν | |
10 | τι λέγει, ἔτι εἶτα ἕτερον τῶν ἄλλων,” ὅτι τὸ μὴ ὂν οὕτως, καὶ γνωστὸν αὐτὸ ποιεῖ, καθόσον πή ἐστι· γνωστὸν γὰρ τὸ ὄν, ὡς ὁ ἐν Πολιτείᾳ λέγει Σω‐ κράτης, καὶ ἑτερότητος αὐτῷ μεταδίδωσιν· ὥστε καὶ τῶν ἄλλων ἕτερον ἔσται, ὥσπερ τοῦ ἑνός, ἀλλὰ τοῦ μὲν ἑνός, ὅτι οὐκ ἔστιν· τῶν δὲ ἄλλων, ὅτι ἔστιν πως ἕν. Καὶ μήποτε καὶ διὰ τοῦτο, “εἴτε εἶναι, ἔφη, αὐτῷ προσθῇς, εἴτε μὴ | |
15 | εἶναι,” ἵνα τῷ μὲν εἶναι καὶ γνωστὸν ἀποφήνῃ αὐτό, καὶ τῶν ἄλλων ἕτερον, ἅπερ οὐχ ἕν· τῷ δὲ μὴ εἶναι ἕτερον τοῦ ἑνός. Μήποτε δὲ καὶ ἐκ τῶν δύο διορισμῶν συνήγαγεν τὸ μὲν γνωστὸν ἀπὸ τοῦ δευτέρου, ὅτι οὐκ ἦν πάντη μὴ ὄν (τοῦτο γὰρ ἄγνωστον), τὸ δὲ ἕτερον τῶν ἄλλων, ἀπὸ τοῦ προτέρου, ὅπου διέφερεν τὸ ἓν μὴ εἶναι τοῦ μὴ ἓν μὴ εἶναι. Καὶ δῆλον ὅτι τῶν τε πρὸ αὐτοῦ | |
20 | ἄλλων καὶ τῶν πρὸς αὐτό· καθόλου γὰρ τὰ ἄλλα μὴ ἓν καὶ παρὰ τὸ ἕν. Διὸ καὶ ἐπήγαγεν· “οὐδὲν ἧττον γιγνώσκεταί τι τὸ λεγόμενον μὴ εἶναι, καὶ ὅτι διάφορον τῶν ἄλλων,” ὡσὰν τοῦ μὲν διαφόρου ἀπὸ τοῦ πρώτου ληφθέντος, τοῦ δὲ γνωστοῦ ἀπὸ τοῦ δευτέρου, διὰ τὸ πῆ μὴ ὂν ἕν, ἐκ δὲ πάντων ἐκεῖνο συνάγομεν ὅτι, ὥσπερ ἕκαστον ἓν πρὸς τὰ ἑαυτοῦ ἄλλα παρεβάλλομεν, οὕτω | |
25 | καὶ τὸ φαινόμενον ἓν πρὸς τὰ φαινόμενα ἄλλα ἅπερ ἐν τῇ ὀγδόῃ παραδίδοται. Ὅτι γὰρ φαινόμενα ἄλλα ἐκεῖνα ποιεῖ δηλώσει αὐτὸς ὁ Παρμενίδης· ὥστε καὶ τὸ ἓν αὐτῶν φαινόμενον ἂν εἴη. Μᾶλλον δὲ καὶ τοῦτο σαφῶς ἐν ἐκείνοις φαινόμενον λέγει· καὶ μέντοι καὶ πρὸς τῷ τέλει τοῦ παντὸς διαλόγου φαί‐ | |
νεσθαι καὶ τὸ ἓν συμπεραίνεται. Τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. | 297 | |
298 | Πρὸς δὲ τὸ ἕκτον ἐροῦμεν, πρότερον διομολογησάμενοι τί τὸ σύν‐ θετον λέγομεν. Ἆρα τὸ ἐξ ὕλης καὶ εἴδους, ὡς ἠξίου Ἀριστοτέλης; ἀλλ’ οὕτω γε συμφθαρήσεται τῷ εἴδει ἡ ὕλη, καὶ ἓν ἐξ ἀμφοῖν ἀποβήσεται, φθείρεσθαι δὲ τὴν ὕλην ἢ ἀλλοιοῦσθαι οὐδὲ ἐκεῖνος ἐβούλετο. Ἢ ἆρα εἶδος ἐν ὕλῃ τὸ σύνθετον | |
5 | εἶναί φαμεν, ὡς ὁ Τίμαιος ἡμᾶς ἐδίδασκεν; ἀλλ’ οὕτω γε οὐκ ἔσται τὸ εἶδος ἔτι σύνθετον, ἁπλοῦν δὲ ἐν τῇ ὕλῃ νηχόμενον. Ὡς οὖν οὐκ ἔστιν σύνθετον τὸ ἐν τόπῳ ᾗ ἐν τόπῳ ἐστίν, οὕτω καὶ ἔτι μειζόνως τὸ ἐν ὕλῃ εἶδος ἔνυλον μὲν ὅτι ἐν ὕλῃ, ἀσύνθετον δὲ ὅτι ἡ χώρα οὐδὲν μέρος αὐτοῦ, ἄτοπον δὲ καὶ τὸ μηδὲν δρᾶν τὸ εἶδος εἰς τὸ ὑποκείμενον· τοῦτο μὲν ὅτι πάσχειν μόνον ἡ ὕλη δοκεῖ, | |
10 | ἐκεῖνο δὲ ὅτι οὐκ ἔχει ὃ μένει ἀλλοιουμένης. Μήποτε οὖν ἑκάτερον ἀληθές, καὶ τὸ ἐν ὕλῃ καὶ τὸ ἐξ ὕλης· ἤδη γὰρ καὶ τοῦτό που οἶδεν ὁ Πλάτων, ὡς καὶ αὐτὸς ἐν ἄλλοις ἐπισημαίνεται. Μήποτε οὖν ὧδε ῥητέον ὡς τὸ μὲν ἄρρητον καὶ ἀπὸ τῆς μιᾶς ἧκον αἰτίας, ἀπαθές ἐστιν καὶ πάντη ἀναλλοίωτον, καὶ ἐν αὐτῷ μόνον τὸ εἶδος ὑφίσταται, οὐδὲ δρῶν ἔτι εἰς αὐτό, οὐδὲ πάσχον ὑπ’ αὐτοῦ διὰ | |
15 | τὴν ἄληπτον ἀπὸ τῆς τοῦ πρώτου ὑπερβολῆς ὑφιζήσασαν τῶν πάντων ἔκβασιν. Ἀλλ’ ὥσπερ αἱ ὑπερούσιοι πολλαὶ ἑνάδες ἄφραστόν τινα τρόπον ἀπὸ τῆς ἀφράστου αἰτίας προΐασιν, οὕτω καὶ εἰς τὸ ἄφραστον τῆς ὕλης ἄφραστόν τινα καὶ τοῦτον τρόπον ἐναπερείδονται τὰς οἰκείας ἐμφάσεις προλαμβανούσας τὰς τῶν ὄντων καὶ τῶν εἰδῶν ἐλλάμψεις· καὶ ταύτῃ συνίσταται ἐν τῇ ὕλῃ τό τε ἓν | |
20 | δυνάμει καὶ τὰ πολλὰ δυνάμει, ταῦτα μὲν ἀπὸ τῶν μερικωτέρων ἑνάδων, ἐκεῖνο δὲ ἀπὸ τῆς πρώτης δυνάμεως, καθάπερ ἀπὸ τοῦ πρώτου πατρὸς ἡ τῶν δυνάμει πάντων ἡτισοῦν ἐμφανταζομένη ὕπαρξις. Καὶ οὕτως ἐν μέσῳ τῶν εἰδῶν καὶ τῆς ἐσχάτης φύσεως ἡ πρόδρομος ὑπέστη τῶν δυνάμει προέμφασις, ᾗ ἐπι‐ γίγνεται τελειότερον ἄλλο δυνάμει ἀπ’ αὐτῶν τῶν εἰδῶν καὶ τοῦ ὄντος. Τὰ δὴ | |
25 | ὄντα καὶ τὰ εἴδη ἐνεργείᾳ, ὅ ἐστιν εἶναι βουλόμενα καὶ ἐνθάδε, τελειοῖ μὲν εἰς τὸ ἐνεργείᾳ τὸ ἀφ’ ἑαυτῶν δυνάμει προσδραμὸν εἰς τὴν ὕλην, ὡς μηκέτι εἶναι τοῦτο δυνάμει, ἀλλὰ δύναμιν τοῦ ἐνεργείᾳ. Πῶς γὰρ ἐν τῷ τελείῳ μένει ἔτι τὸ | |
ἀτελές; οὐδὲ γὰρ ἡ γένεσις ἐν τῷ γεγονότι, οἷον τὸ ἔμβρυον ἐν τῷ ἀνθρώπῳ, | 298 | |
299 | συμφύεται δὲ καὶ τῷ ἐπίταδε ἄλλῳ δυνάμει τῷ ἀπὸ τῶν ἑνάδων ἥκοντι. Καὶ ἐπειδὴ ἐκεῖ τὸ ὂν προῄει ἀπὸ τοῦ ἑνὸς καὶ ἐτελειοῦτο ὑπ’ αὐτοῦ, καὶ ἐνθάδε τὸ ὂν ῥώννυσιν αὐτὸ καὶ ποιεῖ τρανέστερον εἶναι ὅ ἐστιν. Ἔστι δὲ ἓν καὶ τούτῳ συντίθεται· ἦν γάρ πως σύνθετον καὶ τὸ ἓν ὄν, ὅτι οὐσία ὁμοῦ καὶ ἑνάς· ἀλλὰ | |
5 | τοῦτο μὲν ἕνωσις, τοῦτο δὲ σύνθεσις· καὶ ὡς ἐκεῖ ἡ ἕνωσις συμπτύσσει μὲν τὸ ὂν πρὸς τὸ ἕν, οὐ μὴν διαφθείρει, οὕτω καὶ ἡ σύνθεσις τὸ ἓν τῆς ὕλης συνάγει πρὸς τὸ ἐν ἐνεργείᾳ ὄν, καὶ ἀλλοιοῖ πρὸς τὸ κρεῖττον, δυνάμει δὲ οὐδὲν ἧττον ἐπεστραμμένον εἰς τὸ ἐνεργείᾳ καὶ ἕν, ὑπὸ τοῦ ὄντος ὁπωσοῦν εἰς τὸ μὴ χυθῆναι διακρατούμενον. Τοῦτο δὲ ὅλον τὸ ἐξ ἀμφοῖν ἐν τῷ ἀπορρήτῳ τῆς ὕλης ἔχει | |
10 | τὴν οἰκείαν ὑπόστασιν, οὐ δυνάμενον αὐτὸ καταλαβεῖν ὑποφεῦγον, ἀεὶ δὲ ὅμως αὐτὸ μεταδιῶκον, ὥσπερ καὶ τὸ ἓν ὂν ἐκεῖ ἐν τῇ μιᾷ αἰτίᾳ σταθερῶς ἱδρυμένον, οὕτως ἐνδείξασθαι ὃ βούλομαι λόγῳ ἀλλοτρίῳ τοῦ πράγματος, καὶ ἐκείνην ἀναπνέον καὶ μεταδιῶκον ὅλῃ σπουδῇ, καὶ ὅλῃ τῇ ἑαυτοῦ ὑποστάσει, ὅμως οὐ καταλαμβάνει τὸ ὀρεκτόν. Ἔχομεν ἄρα καὶ ὅπως αὐτὸ τὸ δυνάμει τῶν εἰδῶν εἰς | |
15 | τὸ ἐνεργείᾳ μεθίσταται, καὶ ὅπως ἐστίν τι ἐν τῇ ὕλῃ τῷ εἴδει συντιθέμενον ὃ ἀναλογεῖ ταῖς συντεταγμέναις τοῖς οὖσιν ἑνάσιν. Καὶ ἔτι ἐκ τρίτων ὅτι πᾶν τοῦτο ὅσον ἐστὶν ἐν τῷ ἀκινήτῳ τῆς ὕλης ἔχει τὸ εἶναι, κατὰ τοσοῦτον αὐτὸ διακοσμοῦν, καθόσον καλύπτει αὐτοῦ τὸ αἶσχος, καὶ ἐν αὐτῷ εἶναι ἐσπούδακεν, καὶ οὐκ ἐᾷ αὐτὸ πάντη τῶν ὄντων ἀποπλανηθῆναι. Τοιοῦτον δὲ ὂν τὸ σύνθετον | |
20 | ὅρα καὶ ὅτι οὔτε εἶδος μόνον ἐστὶν οὔτε ὕλη μόνον, ἀλλὰ τὸ συναμφότερον, καὶ οὔτε ἐν ὕλῃ μόνον οὔτε ἐξ ὕλης μόνον, ἀλλὰ πάλιν τὸ συναμφότερον, καὶ οὔτε ἐκ συμφερομένων ἀλλήλοις οὔτε ἐκ μενόντων, ἀλλὰ καὶ τοῦτο συναμφό‐ τερον. Ὅπη δὲ καὶ ὅπως, εἴρηται· νῦν δὲ ἐκεῖνο λέγομεν ὅτι μιμεῖται τὸ σύν‐ θετον τὴν τοῦ ἑνὸς ὄντος μίαν σύγκρασιν, ἐξ ὑποκειμένου ὂν καὶ εἴδους ἐκείνου | |
25 | ἐξ ὄντος καὶ τοῦ συντεταγμένου ἑνός. Ἀναλογεῖ δὲ τῷ μὲν ὄντι τὸ εἶδος, τῷ δὲ ἑνὶ ἡ δυνάμει ὕλη. Ἐν μὲν δὴ τῇ τετάρτῃ ὑποθέσει τὰ εἴδη κατὰ τὸ ἑαυτῶν ἐνεργείᾳ μόνον ἐθεωρεῖτο, ἔχοντα μὲν τὸ ἓν κατὰ μέθεξιν, ἀλλὰ τὸ ἀσύνθετον, ὃ καὶ ἐν τῷ ὄντι ἦν, κατ’ αὐτὴν λέγω τὴν οὐσίαν τοῦ ὄντος, οἷον καὶ τὸ ψυ‐ χικὸν ἑωρᾶτο πρότερον· ἐν δὲ τῇ πέμπτῃ τὸ ἀπόρρητον ὑπεστήσατο τῆς ὕλης, | |
30 | οἷον τὴν ὑποδοχὴν τοῦ ὄντος, καὶ τῶν εἰδῶν καὶ τῶν προδρόμων ἐμφάσεων· | |
ἅμα δὲ τῷ συνθέτῳ πάντα συνεισάγεται· καὶ γὰρ τὸ σύνθετον ἀπόρροιά τις | 299 | |
300 | ἦν τοῦ ἑνὸς ὄντος. Διὸ ἐν αὐτῷ καὶ τῷ δυνάμει ὁρᾶται τοῦ ἑνὸς ὂν προαπήχημα καὶ τὸ ὂν αὐτὸ καὶ τὸ εἶδος, ὃ τῷ ἑνὶ σύνεστι πανταχοῦ, καὶ ἐνταῦθα τῷ δυνάμει συνυφίσταται· καὶ γίγνεται δὴ τοιοῦτον οἷον τὸ ἓν ὂν καὶ φαινόμενον ἕν, καὶ διὰ τοῦτο ἓν μὴ ὄν, ὅτι φαινόμενον, καὶ ὅτι συμπαγὲς ἐξ ἄλλων, καὶ | |
5 | ὅτι κατὰ ἀναλογίαν ἕν ἐστιν ἐπὶ τῆς τῶν ἄλλων φύσεως. Καὶ τὸ “ἔστιν” ὡσαύτως διαρρήδην ὁ Παρμενίδης ἐρεῖ ἐν τῇ ὀγδόῃ τῶν ὑποθέσεων· τρία γοῦν καὶ τὰ ἄλλα ἐφάσκομεν πρότερον, τὸ μὲν ἔσχατον ἄλλο, οἷον πρῶτον, τὸ δὲ δεύτερον, ἀναλογοῦν τοῖς νοητοῖς εἴδεσιν, τὸ δὲ πρῶτον, ὃ δὴ τὸ σύνθετον λέγομεν, ἀναλογοῦν τῷ τρίτῳ ἑνί. Οὕτω γὰρ τὰ ἐκείνων κρείττω κατὰ τὴν | |
10 | μυριόλεκτον ἀντιστροφὴν τῶν πρώτων καὶ τῶν ἐσχάτων. Καὶ μὴ θαυμάσῃς εἰ ἄνω μὲν διετελοῦμεν τὸ ἓν τῷ ὄντι συνάπτοντες, ἐνταῦθα δὲ διεστήσαμεν τὸ μὲν ἓν εἰς τὸ δυνάμει τῆς ὕλης, τὸ δὲ ὂν εἰς τὸ ἐνεργείᾳ τῶν εἰδῶν. Πρῶτον μὲν γὰρ οὐδὲ ταῦτα ἀλλήλων χωρὶς ὑφίσταται, ἀλλὰ ἐν τῷ συνθέτῳ ἑκάτερον ἔχει τὸ εἶναι· ἔπειτα τί θαυμαστὸν προϊόντα τὰ πράγματα διίστασθαι ἀπ’ ἀλ‐ | |
15 | λήλων, ὡς ἐκεῖ μὲν πανταχοῦ τῷ ἑνὶ συνεῖναι τὸ ὄν, ἐνταῦθα δὲ διαστῆναι, καὶ προλαβεῖν μὲν τὸ ἓν εἰς τὴν ἀπόρρητον ὕλην καὶ τὸ δυνάμει, ὑπολειφθῆναι δὲ καὶ ὅπως τὸ ἐνεργείᾳ τοῦ ὄντος καὶ τῶν εἰδῶν; | |
17 | Ἀλλὰ γὰρ ἤδη τί ῥητέον πρὸς τὸ ἕβδομον τῶν ἠπορημένων; Πρῶτον μὲν οὖν συμπέρασμα τὸ γνωστόν. | |
20 | Δεύτερον δέ, τὸ ἑτεροῖον τῶν ἄλλων. Τρίτον δέ, τὸ ἐκεῖνο καὶ τοῦτο καὶ τί. Ἐπὶ τούτοις τέταρτον δείκνυται ἀνόμοιον τοῖς ἄλλοις καὶ ὅμοιον ἑαυτῷ. Πέμπτον, ἄνισον τοῖς ἄλλοις, καὶ ἑαυτῷ ἴσον. Ἕκτον τοίνυν, εἶναί τε καὶ μὴ εἶναι συνάγεται. | |
25 | Ἕβδομον, κινεῖσθαί τε καὶ ἑστάναι. Ὄγδοον, ἀλλοιοῦσθαί τε καὶ μὴ ἀλλοιοῦσθαι. Ἔνατον ἐπὶ πᾶσιν, γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, καὶ οὔτε γίγνεσθαι οὔτε | |
ἀπόλλυσθαι. | 300 | |
301 | Τὸ μὲν οὖν γνωστὸν ὅτι αἰσθητὸν καὶ ὅτι δοξαστὸν ἐνδείκνυται, ὡς σαφῶς ἐν τῇ ὀγδόῃ λέγεται ὑποθέσει. Τὸ δὲ ἑτεροῖον σημαίνει ὅτι οὐχ ἕτερον ἁπλῶς τῶν ἄλλων· καὶ αὐτὸ γὰρ τῆς τῶν ἄλλων ἐστὶ φύσεως· ἀλλὰ ταὐτὸν μὲν τῇ ἀληθείᾳ, κατὰ δὲ τὴν τοῦ | |
5 | ἑνὸς ἔμφασιν καθ’ ἣν καὶ λαμβάνεται ἓν μὴ ὄν, κατὰ δὴ ταύτην ἔχει τι πρὸς τὰ ἄλλα ἑτεροῖον, καὶ τὰ πρὸ αὐτοῦ ἄλλα ἐξ ὧν αὐτὸ σύγκειται· καὶ πρὸς τὰ ἑαυτοῦ τὰ τῆς ὀγδόης ὑποθέσεως, πρὸς ἃ καὶ τῷ ὄντι παραβάλλεται· ὥστε ἐν τῷ ἑτεροίῳ καὶ ταὐτὸν συνάγεται, καθόσον ἀνεῖται ἡ ἑτερότης καὶ οἷον δοκοῦσά ἐστιν ἑτερότης. | |
10 | Τὸ δὲ τὶ καὶ τοῦτο καὶ ἐκεῖνο οὐ ταυτότητα σημαίνει, ὥς φησιν, ἀλλὰ τὸ ἄτομον καὶ αἰσθητὸν ἤδη καὶ δεικτὸν καὶ ὡρισμένον καὶ ὑφεστώς, ἀλλ’ οὐ κατὰ ἐπίνοιαν ὁρωμένον, ὡς τὰ εἴδη καθ’ ἑαυτὰ καὶ ἡ ὕλη. Τὸ δὲ ἀνόμοιον τοῖς ἄλλοις ἔοικεν τῷ ἑτέρῳ· βούλεται γὰρ συστῆσαι ὅτι οὐκ ἄλλο τοῦτο τὸ ἕν, ἀλλ’ ἀνόμοιον τοῖς ἄλλοις, εἰ καὶ δοκεῖ ὅμοιον. Διὸ οὐ | |
15 | συνάγει τὰ συγκολλῶντα τοῖς ἄλλοις τὸ ἓν μὴ ὄν, ὅτι ἔργον διιστάνειν τὰ συμπεφυκότα καὶ δοκοῦντα εἶναι διάφορα· ὅθεν καὶ ἑαυτῷ δείκνυται ὅμοιον. Εἰ γὰρ εἴη ἀνόμοιον ἑαυτῷ, καὶ τὸ δοκοῦν ἀπολέσειεν. Δοτέον ἄρα αὐτῷ τὴν πρὸς ἑαυτὸ ὁμοιότητα, ἵνα καὶ ὁπωσοῦν διακρατήσωμεν αὐτοῦ τὸ ἑνοειδές, ὡς ὅμοιον ἑαυτῷ φανταζόμενον. Κατὰ γοῦν μόνον τὸ ἑνοειδὲς ὅμοιον ἑαυτῷ, ὥς | |
20 | φησιν ὁ Παρμενίδης, ἐπεὶ ἥ γε ἄλλη φύσις ἐν τοῖς ἄλλοις τέτακται, ἐν οἷς ἡ ἀνομοιότης κρατεῖ. Τὰ δὲ αὐτὰ καὶ περὶ ἰσότητος ἐροῦμεν καὶ ἀνισότητος. Ὥστε τὸ εἶναι καὶ μὴ σκεπτέον; ἢ τοῦτο εὔσκεπτον ὅτι τὸ γιγνόμενον δέ· ὄν ἐστιν τὸ ὅλον τοῦτο· ἐν τῷ γίγνεσθαι ἄρα ἔχον τὸ εἶναι· ἐν τῷ μὴ | |
25 | εἶναι ἄρα τὸ εἶναι. Καὶ μὴν ἐπὶ τούτοις κινεῖται καὶ ἕστηκεν, ἀλλὰ κινεῖται ὡς ἐν ῥοῇ τὸ εἶναι ἔχον, καὶ ἕστηκεν ἁμηγέπη καθόσον οὐκ ἔστιν ἕν, ἀλλὰ γιγνόμενον ἐν τῷ γίγνεσθαι διακρατούμενον καὶ οὐ δυνάμενον ἀπὸ τοῦ γίγνεσθαι μεταβῆναι, ἵνα | |
μὴ ἐκπέσῃ εἰς τὸ μηδαμῶς ὂν ἢ ἀναδράμῃ εἰς τὸ ὄντως ὄν. | 301 | |
302 | Εἶτα ἀλλοιοῦται μὲν ὡς γιγνόμενον, οὐκ ἀλλοιοῦται δὲ ὡς οὐ καὶ ἀπὸ τοῦ γίγνεσθαι μεθιστάμενον. Γίγνεταί γε μὴν καὶ ἀπόλλυται ὅτι γενητὸν καὶ φθαρτὸν φύσει ἐστίν. Ἰδιώματα μὲν οὖν, ὡς συντόμως εἰπεῖν, ταῦτα τῶν συμπερασμάτων, τάξις | |
5 | δὲ ὅτι τὰ μὲν πρῶτα τῶν συμπερασμάτων πρὸς τὰ ἄλλα λαμβάνεται ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ ἴσου καὶ ἀνίσου. Καὶ γὰρ τὸ γνωστὸν καὶ ὑπὸ ἄλλου· καὶ τὸ ἐκεῖνο καὶ τοῦτο καὶ τὶ ἀφ‐ ορισμὸν ἔχει τινὰ πρὸς τὰ ἄλλα καὶ διαστολήν, εἴπερ τό γε ἓν ἐκεῖνο καὶ μὴ ἄλλο μὴ ἔσται. Ἀπὸ δὲ τοῦ εἶναι καὶ μὴ εἶναι πρὸς ἑαυτὸ συνάγεται καθ’ ἑαυτό, | |
10 | ἕως τοῦ γίγνεσθαι καὶ ἀπόλλυσθαι. Προτάττει οὖν τὰ πρὸς ἄλλα τοῦ πρὸς ἑαυτό, δι’ ἓν μὲν ὅτι καὶ αὐτὸ τῶν ἄλλων μᾶλλόν ἐστιν, δι’ ἕτερον δὲ ὅτι χω‐ ρισμοῦ δεῖται τοῦ πρὸς τὰ ἄλλα· τοῦτο δὲ ποιεῖ ἡ πρὸς ἑαυτὸ ἅμα καὶ τὰ ἄλλα σύγκρισις· ἐκ δὲ τρίτων ὅτι ἓν μὴ ὄν ἐστιν, καὶ ἀπὸ τῶν ἄλλων συσταίη ἄν, ὅτι ἐστὶν ἕν πως· αὐτῶν δὲ ἑκατέρωθι τούτων προτάττει ὅπου μὲν τὸ γνωστόν, | |
15 | ὅπου δὲ τὸ εἶναι. Ἑκάτερον γὰρ ἀπὸ τῶν νοητῶν εἰς ἔσχατον ἀπορρεῖ. Δεύτερον ἑκατέρωθι ὅπου μὲν ἑτεροῖον καὶ ταυτότητός πη μετέχον, οἷον ταυτοῖον, εἴποι τις ἂν τὸ ὄνομα καινουργῶν, ὅπου δὲ κινούμενον καὶ ἑστώς. Διότι εἶδός ἐστιν ἀεὶ ἐν τῷ ῥεῖν ἔχον τὸ εἶναι, καὶ ἐκεῖ ἑκάτερον ἀπὸ τῶν νοερῶν. | |
20 | Τὸ δὲ τὶ καὶ ἐκεῖνο καὶ τοῦτο τὸ τρίτον ἐν τοῖς πρώτοις, καὶ τὸ ἀλλοιοῦ‐ σθαι ἐν τοῖς δευτέροις, ὅπου μὲν τὸ δεικτὸν καὶ τὸ ἄτομον, ὅπου δὲ ἀλλοιού‐ μενον, καὶ ἐν τῷ ἀλλοιοῦσθαι ἔχον τὸ ὡρισμένον καὶ ἄτομον. Ἔστι δὲ τὸ μὲν ἀποτέλεσμα ἔσχατον ταὐτοῦ καὶ ἑτέρου, τὸ δὲ κινουμένου καὶ ἑστῶτος. Τέταρτα δὴ οὖν τὸ ὅμοιον καὶ ἀνόμοιον, καὶ γίγνεσθαι καὶ ἀπόλλυσθαι, | |
25 | τοῦτο μὲν ἀπὸ τῶν ὑποσελήνων θεῶν, ἐκεῖνο δὲ ἀπὸ τῶν ὑπερκοσμίων. Πέμπτον δὲ ἐν τοῖς πρώτοις ἴσον καὶ ἄνισον, ὃ καὶ τοῦ τε γίγνεσθαι καὶ ἀπόλλυσθαι αἴτιόν ἐστιν. Ἡ γὰρ οὐρανία ἰσότης τῆς ἐν χρόνῳ ἀρχῆς οὖσα ἐδείκνυτο. Διότι μέσον ἐστὶν τῆς ἐννεάδος τοῦτο συμπέρασμα ὡς αἴτιον προσ‐ εχὲς τῶν δεδειγμένων ἁπάντων. Ὑπὸ γοῦν τῶν οὐρανίων δημιουργεῖται πᾶν | |
30 | τὸ γιγνόμενον καὶ φθειρόμενον. | 302 |
303 | Εἰ μὴ ἄρα τὸ μὲν γνωστόν, ἐξαιρετέον πρῶτον ὡς κοινὸν πᾶσιν, καὶ οὐ τὸ εἶναι, ἀλλὰ τὸ γνωστὸν εἶναι σημαῖνον, καὶ πρῶτον ὡς τῇ αἰσθήσει πρὸ ἁπάντων. Ἔπειτα τετράδα πρὸς τετράδα παραβλητέον κατὰ συζυγίαν, οἷον ταὐτὸν καὶ ἕτερον πρὸς ὂν καὶ μὴ ὄν· ὡς εἶδος τὸ ὅλον τοῦτο ὂν καὶ μὴ ὄν· | |
5 | μᾶλλον δὲ ἐν τῷ μὴ εἶναι ἀπὸ τῆς οὐσίας, τὸ δὲ μὴ εἶναι ἀπὸ τῆς ὑποβάσεως, εἶτα ταὐτὸν καὶ ἕτερον ἀπὸ τῆς δημιουργικῆς ἰδιότητος. Δεύτερον δὲ τοῦτο καὶ ἐκεῖνο καὶ τὶ πρὸς κινούμενον καὶ ἑστώς, ὡς οὕτως ὡρισμένον, ὡς κινούμενον ὁμοῦ καὶ ἑστώς· καὶ ἔχοι ἂν ταῦτα ἀπὸ τοῦ μὲν ἐν ἑαυτῷ τὸ ὡρισμένον καὶ ἄτομον· ἡ γὰρ πρώτη περιγραφὴ καὶ οἷον ἄτομος, | |
10 | ἀπὸ τοῦδε ἥκει τοῦ θεοῦ τοῖς ἑξῆς ἅπασιν· τὸ δὲ κινεῖσθαι καὶ ἑστάναι πρό‐ δηλον ὅθεν. Οὐκοῦν τρίτα ὅμοιον καὶ ἀνόμοιον, καὶ ἀλλοῖον καὶ οὐκ ἀλλοῖον κατά τινα ἔμφασιν τῶν ὑπερκοσμίων θεῶν. Καὶ γὰρ τὸ ἀνόμοιον ἐν τοῖς αἰσθήτοις τούτοις ἀλλοῖον εἶναι βούλεται. Καὶ τὸ ὅμοιον καθόσον οὐκ ἀλλοῖον, ἐφ’ οἷς τὸ | |
15 | ἴσον καὶ ἄνισον, καὶ γιγνόμενον καὶ ἀπολλύμενον, τοῦτο μὲν ἀπὸ τῶν ὑπου‐ ρανίων· εἰ δὲ πολλῇ τῇ τάξει χρῆται ὁ λόγος, θαυμάζειν καὶ ταύτῃ ἄξιον τὸν θεῖον Πλάτωνα, ἐν μὲν τοῖς νοητοῖς πᾶσι τάξει χρησάμενον, ἐν δὲ τῷ τρίτῳ ἑνὶ ὑποφηναντά τι καὶ ἄτακτον, ἐν δὲ τοῖς ἄλλοις καὶ ἔτι ἐπιτείναντα τὴν ἀταξίαν, ἐν δὲ ἑνὶ μὴ ὄντι καὶ εἰς ἔσχατον, ὡς δοκεῖ, προσελθόντα συγχύσεως. | |
20 | Ἐν γὰρ τοῖς γιγνομένοις ἀνάγκη συγχεῖσθαι τὰ εἴδη πρὸς ἄλληλα· ἀμέλει καὶ χαλεπώτατον ἀπὸ τούτων εὑρεῖν τὴν τάξιν ἐκείνων. Τοσαῦτα μὲν πρὸς τὸ ἕβδομον ἔχομεν λέγειν. | |
22 | Πρὸς δὲ τὸ ὄγδοον ἴσως μὲν τὰ συμπεράσματα συγχυθέντα οὐ δηλώσει ἡμῖν διακεκριμένην πρόοδον τοῦ ἑνὸς μὴ ὄντος, ἴσως δὲ διαιρετέον καὶ τὰ | |
25 | φαινόμενα τετραχῆ εἰς τὰς κοινότητας τῶν ὁλικῶν καὶ εἰς τὰ ὁλικὰ αὐτὰ πλη‐ ρώματα, οἷον τὰ νῦν ἑστῶτα στοιχεῖα· ὧν τοῖς μὲν κοινοῖς ἀποδοτέον τὴν πρώτην συζυγίαν, ὡς τὸ ἑνοειδὲς μάλιστα καὶ οὐσιῶδες ἔχουσαν, τοῖς δὲ ὁλικοῖς ἀτόμοις τὴν δευτέραν, ὡς μᾶλλον ὡρισμένοις καὶ μᾶλλον ἑστῶσιν ἐν τῷ κινεῖσθαι· ἔτι δὲ εἰς τὰς κοινότητας τῶν μερικῶν ἀτόμων καὶ εἰς αὐτὰ τὰ | |
30 | καθ’ ἕκαστα, οἷον ἐμὲ καὶ σέ. Καὶ ἀφοριστέον ταῖς μὲν κοινότησιν τὴν τρίτην | |
συζυγίαν, ὡς ἐοικυίαις ταῖς πρώταις κοινότησιν κατὰ τὸ ὅμοιον, ἐφ’ οἷς τὴν | 303 | |
304 | τετάρτην τοῖς πάντη ἀτόμοις, ἐν οἷς πᾶσα μὲν ἀνωμαλία, πᾶσα δὲ γένεσις καὶ φθορὰ ἐμφανής. Εἰ γὰρ καὶ οὔτε γίγνεται οὔτε φθείρεται, συνάγεται· καὶ εἴπερ ἡ ἰσότης πρὸς τῇ ἀνισότητι, ἀλλ’ ἥ τε ἰσότης κατὰ ἔμφασιν ἐν τούτοις· διόπερ εἴληπται ὑπὸ σμικροτέρου καὶ μείζονος καὶ διὰ τοῦτο φαν‐ | |
5 | τάζεται ἥ τε ἀπόφασις τῆς γενέσεως καὶ τῆς φθορᾶς οὐκ ἐᾷ αὐτὰ ἐκβαίνειν τῆς ἐσχάτης ταύτης καταφάσεως τοῦ γίγνεσθαι καὶ φθείρεσθαι. Διόπερ ἀπὸ τοῦ μὴ ἀλλοιοῦσθαι συνάγεται· τὸ δὲ μὴ ἀλλοιούμενον ἦν τὸ μένον ἐν τῷ ἀλλοιοῦσθαι. Ἀλλ’ ἐπὶ τούτοις καὶ τῇ λέξει ἐπακολουθήσωμεν, εἴ τι πλέον ἡμῖν καὶ ταύτῃ | |
10 | ἐπιοῦσιν ὀφθήσεται. Μήποτε οὖν οἱ προληφθέντες διορισμοὶ πρὸς τοῖς εἰρη‐ μένοις καὶ ἀφορμὴν καταβάλλονται πρὸς τὰς ἀποδείξεις· ὁ μὲν πρότερος ὅτι οὐκ ἄλλα τοῦτο τὸ ἕν, ἀλλ’ ἓν ὡς ἐν ἄλλοις, διὰ τοῦτο καὶ ἓν ὑπόκειται καὶ μὴ ὂν ὅτι ἐν τοῖς μὴ ἓν ἔχει τὸ εἶναι ἕν· προσκείσεται γὰρ ὕστερον καὶ τῷ μὴ εἶναι τὸ εἶναι. Ἓν ἄρα μὴ ὄν ἐστιν τὸ ὅλον τοῦτο· ἔχει ἄρα καὶ ἄλλα πρὸς ἃ συγκρι‐ | |
15 | θήσεται ἴδια μὴ ἕν, μὴ ὄντα ἐστίν, ὥστε “πᾶν τοὐναντίον” σημαίνειν, εἴπερ ἀντίκειται πᾶν ἐν τοῖς ἑαυτοῦ ἄλλοις. Ὁ δὲ δεύτερος ὅτι ἑτερότητος μετέχει τοῦτο τὸ ἕν· τὸ γὰρ μὴ ὂν σημαίνει τὸ ἕτερον· ὥστε τῷ ἑνὶ συνὸν τὸ μὴ ὂν ἕτερον αὐτὸ ἀποφαίνει· ἕτερον ἄρα τὸ ἓν τῶν ἑαυτοῦ ἄλλων· τίνος γὰρ ἄλλου τὸ ἓν ἕτερον ἢ ἑτέρου; ἕτερον δὲ τοῦ ἑνὸς τὸ παρὰ τοῦτο. Ἀλλὰ τοῦτο μὲν | |
20 | ὕστερον συνάξει, νῦν δὲ ὡς ἐν λημματίῳ προείληπται ὅτι δύναται τὸ ἓν τοῦτο ἕτερον λέγεσθαι ἄλλων· καὶ ἔχοι ἄν τινα πρὸς ἄλλα διαφορὰν κατὰ τὴν ἑτερο‐ ποιὸν τοῦ μὴ ὄντος δύναμιν. Προσεπιδείκνυται δὲ καὶ ὅτι γνωστὸν τὸ τοιόνδε μὴ ὄν, ἅτε οὐκ ὂν τὸ μηδαμῶς 〈ὄν〉· ἐκεῖνο γὰρ ἄγνωστον· κεῖται δὲ καὶ ἕν· οὐ γὰρ πάντη ἀνῄρηται· ὥστε καὶ ταύτῃ γνωστόν. Διὸ ἐπήγαγεν· “εἴτε τὸ | |
25 | εἶναι αὐτῷ προσθῇς, εἴτε τὸ μὴ εἶναι·” ὥστε καὶ ἕν πως καὶ οὐχ ἓν τοῦτο τὸ ἓν μὴ ὄν. Διὸ καὶ ποτὲ μὲν αὐτὸ καλεῖ “ἕν”, ποτὲ δὲ “μὴ ὄν”, ποτὲ δὲ τὸ συναμφότερον, καὶ ἐπιχειρεῖ ποτὲ μὲν ἀπὸ τοῦ ἓν αὐτὸ εἶναι, ποτὲ δὲ ἀπὸ τοῦ μὴ ἕν, ποτὲ δὲ ἀπ’ ἀμφοῖν. Τούτων δὴ προδιωρισμένων ἐπάγει τὰ συμπε‐ ράσματα. | |
30 | Καὶ πρῶτον τὸ γνωστόν, ὅτι προχειρότατον εἰς αἴσθησιν καὶ εἰς δόξαν | 304 |
305 | τοῦτο τὸ ἓν μὴ ὄν· κοινότερον γὰρ τὴν ἐπιστήμην ἀκουστέον ἐπὶ πάσης γνώ‐ σεως, εἰ μὴ ἄρα ἐπὶ μόνης τῆς δόξης ὡς καθόλου καὶ μᾶλλον τῷ ἑνὶ τούτῳ πρεπούσης. Ὅτι δὲ ἀμυδρὰν ἐνδείκνυται γνῶσιν ἐδήλωσεν εἰπών· “εἰ μηδὲ ὅτι λέγεται γιγνώσκεσθαι”, ὡσὰν ἀγαπῶν, εἰ καὶ ὅπως γιγνώσκοιτο λεγό‐ | |
5 | μενον. Οὐκοῦν εἰ τοῦτο ὅπως ποτὲ ἕν, ἕτερα ἂν αὐτοῦ εἴη τὰ ἄλλα· ὅτι γὰρ ἅμα τε ἓν καὶ ἔσται ἄλλα πρὸς αὐτό, εὐθὺς ἡ μέθοδος δίδωσιν ἕκαστον ὑποτιθέμενον πρὸς τὰ ἄλλα συγκρίνουσα. Ὅτι μὲν δὴ ἕτερα λέγοιτο ἂν τὰ ἄλλα ὁμολο‐ γεῖται· πόθεν δὲ ὅτι καὶ τοῦ ἑνὸς ἕτερα; μήποτε γὰρ οὐκ ἔχει τὴν ἑτερότητα τοῦτο τὸ ἕν, ἀλλ’ ἔχει διὰ τὸ μὴ ὄν· ἢ οὐκ ἂν ἕτερον ἐλέγετο τῶν ἄλλων, οὐδ’ ἂν | |
10 | οὕτω μὴ ὂν ἦν ὡς ἕτερον. Ἕτερα ἄρα αὐτοῦ ὡς ἑτέρου, καὶ τὰ ἄλλα πρὸς αὐτὸ μὴ ἀντιτεταγμένα· καὶ ἑτεροιότης ἄρα ἐστὶν αὐτῷ πρὸς τὰ ἄλλα. Καὶ μὴν ἐκεῖ τὸ ἕτερον τῶν ἄλλων δείκνυται, δι’ ἀλλήλων γὰρ ἄντικρυς ἡ δεῖξις. Ἢ πρῶτον μὲν καθόλου ὅτι τὸ ἓν ἕτερον τῶν ἄλλων ἐδείκνυτο, καὶ ὅλως τῇ ἑτε‐ ρότητι συνόν. Εἶτα διὰ τούτου ἐδείκνυτο ἕτερα αὐτοῦ τὰ ἴδια ἄλλα ἃ πρὸς | |
15 | αὐτὸ συγκριθήσεται. Εἶτα τρίτον αὐτὸ πάλιν ἐδείκνυτο τούτων γε τῶν ἄλλων ἕτερον, μᾶλλον δὲ ἕτερον ὄν, ἅμα μὲν ἵνα ἐνδείξηται τὴν διαφορὰν τοῦ πρώτου ληφθέντος (ἐκεῖ μὲν γὰρ ἕτερον ἦν, ἐνταῦθα δὲ ἑτεροῖον δείκνυται), ἅμα δὲ καὶ οὐχὶ ἁπλῶς πρὸς ἄλλα συγκρίνεται, ἀλλὰ πρὸς τὰ οἰκεῖα ἄλλα καὶ ἀντι‐ διῃρημένα· τούτων γὰρ ὀλίγῳ τινὶ διαφέρει· σύνθετα γὰρ καὶ ἐκεῖνα δειχθή‐ | |
20 | σεται καὶ τῆς συνθέτου φύσεως· κἂν αὐτὸ γὰρ τὸ ἓν μὴ ὄν, ὁμοειδές ἐστι τρόπον τινὰ τοῖς ἑαυτοῦ ἄλλοις. Διὸ οὐχ ἕτερον, ἀλλ’ ἑτεροῖον πρὸς αὐτά, καὶ ἐκεῖνα πρὸς ἑαυτὸ ἑτεροῖα· ὅθεν καὶ ἀπέλειπεν τὴν ταυτότητα, ἵνα μὴ ἀφανίσῃ τὴν ὁπωσοῦν φαντασθεῖσαν ἑτεροιότητα. Ἔτι δὲ ἐκ τρίτων ἐνδείκνυται καὶ ὅτι τὸ γιγνόμενον εἶδος οὐκ ἔστιν ὃ λέγεται ἀληθῶς, ἀλλ’ οἷον τοιοῦτον. Οὐ γὰρ | |
25 | πῦρ, ἀλλὰ πυροειδὲς τὸ τῇδε πῦρ, καὶ ὁ ἄνθρωπος ἀνθρωποειδές, καὶ τὸ ἀγαθὸν ἀγαθοειδές, καὶ τὸ ἓν γὰρ φαινόμενον ἕν, καὶ ἡ ἑτερότης ἄρα ἑτεροιότης. Καὶ οἶμαι ὅτι βούλεται ἡμᾶς ἐπὶ πάντων τὴν αὐτὴν ποιεῖσθαι παρέγκλισιν τῆς οὐσίας, εἰ καὶ μὴ τοῦ ὀνόματος δυνατόν, ὡς τὸ ἕτερον ἑτεροῖον λέγειν. Καὶ μὴν ἐπὶ τούτοις καὶ τὶ καὶ τοῦτο καὶ ἐκεῖνό ἐστιν, καὶ ὡς ἄτομον, καὶ ὡς τῇ | |
30 | αἰσθήσει δεικτόν, καὶ ἅμα εὐλαβηθείη μὴ τὸ ἑτεροῖον πᾶσαν αὐτῷ ἀοριστίαν | 305 |
306 | ἐμποιήσῃ, ὡς οὐδὲ εἶδός τι δυνάμενον εἶναι, ἀλλά τι ῥέον ἀνείδεον καὶ τὸ πλημμελῶς αὐτὸ καὶ ἀτάκτως κινούμενον. Τῷ γὰρ ὄντι τοῦ ἑνὸς μὴ εἶναι δοκοῦντος πᾶσα ἀνερμάτιστος ἡ τοιάδε οὐσία· διὰ δὲ τοῦτο ὁρίζει αὐτήν πως ἐν τούτοις ὁ Παρμενίδης ἐκ τοῦ ἐναντίου· εἰ γὰρ ὅτι μὴ ἓν διὰ τοῦτο | |
5 | ἀόριστον καὶ ἑτεροῖον, ὅτι ἄρα ἓν ὅπως δήποτε κατὰ τοσοῦτον ἔχοι ἂν τὸ ὡρισμένον καὶ βέβαιον. Εἶτα ἀντιτίθησιν ἑαυτῷ, καὶ πῶς εἰ μὴ ἔστιν ἕν, ἔχοι ἂν τὸ ὡρισμένον; Εἶτα ἀποκρίνεται πρὸς ἑαυτὸν ἓν μὲν οὐκ ἔστιν ὅτι ἓν μὴ ὄν ἐστιν· “κωλύει δὲ οὐδὲν πολλῶν αὐτὸ μετέχειν,” ὅ ἐστίν τι πεπληθυσμένον ἓν εἶναι καὶ σύνθετον. Ἑνὶ μὲν γὰρ εἶναι οὐκ ἔστιν κατὰ ἀλήθειαν· συνθέτῳ δὲ εἶναι | |
10 | καὶ φαινομένῳ ἑνί, τί κωλύει; Μᾶλλον δὲ πῶς οὐκ ἀναγκαῖον ὁρίσαι πως αὐτὸ πρὸς ἀντιδιαστολὴν τοῦ κυρίως ἑνός, εἴπερ μὴ ὂν λέγομεν τοῦτό γε τὸ ἕν; Ἀλλ’ οὐχ ἁπλῶς τὸ ἕν· οὐ γὰρ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον, οὐδὲ τὸ τρίτον ἓν καλοῦμεν ἓν μὴ ὄν, ἀλλὰ τὸ ἔσχατον. Ἐκεῖνο ἄρα ἐστίν, ἀλλ’ οὐκ ἄλλο τι τῶν πρὸ αὐτοῦ ὃ μὴ εἶναι ὑπόκειται. Δεῖ ἄρα αὐτῷ ὑπάρχειν τινὰ ἀφορισμὸν πρὸ | |
15 | αὐτοῦ ἕν· μία μὲν αὐτοῦ ἡ ἀπόδειξις, ἑτέρα δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. Εἰ μέντοι μήτε τὸ ἕν, μήτε ἐκεῖνο μὴ ἔσται· εἰ δέ τις λέγοι μὴ ἔστω τὸ ἕν, μηδὲ ἀφορίσθω διὰ τοῦ ἐκείνου. Εἰ τοίνυν μηδὲ ἓν εἴη, μήτε πρὸς τὸ ἓν ἀντι‐ διαστελλόμενον διὰ τῆς ἀντωνυμίας, οὐκ ἔσται αὐτοῦ τὸ μὴ εἶναι καθ’ ἑτερότητα τὴν πρὸς τὸ κυρίως ἕν. Ἅμα γὰρ τῇ ἑτερότητι καὶ ἡ διαστολή, ἅμα δὲ ταύτῃ | |
20 | τὸ ἐκεῖνο καὶ τοῦτο. Οὕτως οὖν ἔσται τὸ μηδαμῶς ὄν· εἰ δὲ τὸ ἓν ἐκεῖνο καὶ μὴ ἄλλο ὑπόκειται μὴ εἶναι, τοῦτο κοινὸν ὑποτίθεται πρὸς τὰς δύο ἀποδείξεις. Εἰ γὰρ τὸ φαινόμενον ἓν ὑπόκειται ὡς ἓν μὴ ὄν, καὶ οὐκ ἄλλο, ἤτοι τὸ μηδαμῶς, ὃ ἦν τῆς δευτέρας ἀποδείξεως, ἢ τὸ κυρίως ἕν, ὃ ἦν τῆς προτέρας, ἀνάγκη ἄρα καὶ τοῦτο καὶ ἐκεῖνο λέγειν αὐτό, καὶ ἄλλα πολλὰ ἐν αὐτῷ θεωρεῖν, εἴπερ | |
25 | τὸ ἓν μὴ ὂν ἐκεῖνο καὶ τοῦτο ὑπόκειται, ὃ μήτε τὸ κυρίως ἐστίν, εἰ καὶ ἓν λέγεται, μήτε τὸ μηδαμῶς, εἰ καὶ μὴ ὀνομάζεται. Ἐπεὶ γὰρ ἓν μὴ ὂν ἀφ’ ἑκατέρου ἀπέδειξεν ὅτι διέσταλται· ὡς μὲν ἓν πρὸς τὸ κυρίως μὴ ὄν, τριχῆ ἄρα τὴν ἀπόδειξιν ἐποιήσατο, πρῶτον μὲν κατὰ τὴν ἔννοιαν τοῦ ἑνός· εἶτα ἀντιθεὶς ὅτι οὐχ ἕν, ἔδειξεν ὅτι καὶ οὕτως ἀνάγκη μετέχειν τούτου καὶ ἐκείνου, ἵνα διαστέλ‐ | |
30 | ληται πρὸς τὰ ἄκρα αὐτὸ μέσον· καὶ ὅτι τὸ ἐκεῖνο καὶ τοῦτο βούλεται συμπε‐ | |
ραίνεσθαι ἐδήλωσεν ἐπαγαγών· “καὶ τοῦ ἐκείνου καὶ ἄλλων πολλῶν ἀνάγκη | 306 | |
307 | μετεῖναι.” Τοῦτο δὲ ἐπέστησα ὡς τὴν αὐτοῦ ἐξήγησιν παραιτούμενος, ᾕπερ, φησί, τό γε ἓν ἐκεῖνο, τουτέστι τὸ κυρίως ἕν, λέγομεν μὴ εἶναι· ἐκεῖνο γὰρ ἀναιροῦντες τίθεμεν τοῦτο. Εἰ μέντοι μήτε τὸ ἓν μήτε ἐκεῖνο μὴ ἔσται, εἰ μήτε ἐκεῖνό φησι τὸ κυρίως ἕν, μήτε τὸ ἕν, ἁπλῶς οὐδὲν ἂν εἴη, καίτοι ἄμεινον | |
5 | ἦν, εἰ μήτε φάναι τὸ ἓν τὸ κυρίως, ὡς δηλοῖ καὶ τὸ ἄρθρον, μήτε ἐκεῖνό ἐστιν τὸ πρὸς τὸ κυρίως ἓν ἀντιδιαστελλόμενον, δεήσει αὐτὸ μηδὲν εἶναι. Εἰ ἄρα καὶ τὸ ἓν ἀναιρεῖ τις κατὰ τὸ σχῆμα τῆς ὑποθέσεως, ἀλλὰ τὸ ἐκεῖνο δώσει, ὅπερ μιμεῖται τὸ ἕν, ὡς ὁρίζον, καὶ ὡς διορίζον πρός τε τὸ κυρίως ἓν καὶ πρὸς τὸ μηδαμῶς ἕν, καὶ ἔτι ἐκ τρίτων, ὡς ἄτομον, καὶ εἰς ἕν, οὕτω γε ἀπεστενωμένον· | |
10 | δοκεῖ γὰρ τὸ ἄτομον, ὥσπερ τὸ ἕν, ἀδιαίρετον εἶναι. Ἐπὶ τούτοις δείκνυσιν ὅτι ἀνόμοιον τὸ ἓν τοῦτο τοῖς ἄλλοις, εἶτα ὅτι ὅμοιον ἑαυτῷ. Καὶ εἴρηται διὰ τί οὔτε ἀνόμοιον ἑαυτῷ, οὔτε ὅμοιον τοῖς ἄλλοις ἀπο‐ δείκνυται· ὅτι ἀνόμοιον ἑαυτῷ ὂν ἀπολεῖ καὶ τὸ φαίνεσθαι ἕν, ὅμοιον δὲ τοῖς ἄλλοις ὄν, ἐλεγχθήσεται ὂν τῆς τῶν ἄλλων φύσεως. Μόλις γὰρ οὕτω διακρα‐ | |
15 | τεῖται ἐν τῷ φαινομένῳ ἑνί, εἰ ἑαυτῷ μὲν ὅμοιον εἴη, τοῖς δὲ ἄλλοις ἀνόμοιον. Ἐπιστῆσαι δὲ χρὴ ὅτι καὶ τὴν ἀνομοιότητα κατὰ τὴν ἑτεροιότητα δείκνυσιν, οὐ κατὰ τὴν ἑτερότητα, διότι καὶ ἡ ἀνομοιότης φαινομένη ἐστὶν καὶ ἀνομοιοειδής, ἀλλ’ οὐ τῷ ὄντι ἀνομοιότης, ἢ καὶ ἡ παρέγκλισις τοῦ ὀνόματος οὐ δύναται τοῦτο παριστάνειν, ὡς τὸ φαινόμενον ἕτερον τὸ ἑτεροῖον. Ἔσται ἄρα καὶ ἐν τῷ ἑνὶ | |
20 | ἀνομοιότης, ἵνα καὶ αὐτὸ ἀνόμοιον ᾖ τοῖς ἄλλοις· ἑαυτῷ δέ φησιν ὅμοιον, εἴπερ οἷον ἓν μένει, καὶ οὐ πάντη ἐκστήσεται τοῦ ἑνός. “Καὶ μὴν οὐδ’ αὖ ἴσον γέ ἐστι τοῖς ἄλλοις· εἰ γὰρ εἴη ἴσον, εἴη τε ἂν ἤδη καὶ ὅμοιον ἂν εἴη αὐτοῖς κατὰ τὴν ἰσότητα· ταῦτα δὲ ἀμφότερα ἀδύνατα, εἴπερ μὴ ἔστιν ἕν.” Ὅπως δὲ τοῦτο διατίθησι τὸ ἐπιχείρημα, σκεπτέον. Πῶς γὰρ εἰ μὲν ἴσον, ἤδη ἂν εἴη· εἰ δὲ | |
25 | ἄνισον, οὐ συμβαίνει τὸ ἄτοπον εἶναι τὸ μὴ ὄν; καὶ γὰρ τὸ ἄνισον εἶναί φαμεν. Πῶς δὲ εἰ ἄνισον, οὐχὶ καὶ ὅμοιον κατὰ τὴν ἀνισότητα; Ταὐτὸν πεπονθὸς ἄρα, ὥς φησιν, ὅτι μεῖζον εὐθὺς καὶ ἔλαττον, ταῦτα δὲ ἀνόμοια· ἀλλὰ κατὰ τὸ κοινὸν τῆς ἀνισότητος, ὅμοια φανεῖται ὡς ταὐτὸν πεπονθότα. Τὸ δὲ πρό‐ τερον ἄρα, ὥς φησιν, τὸ τοῖς οὖσιν ἴσον πάντως, τὸ δὲ ἄνισον οὐ πάντως. | |
30 | Καὶ τὸ μηδαμῶς γὰρ ὂν οὐκ ἴσον εὐθὺς εἰς τὸ ἄνισον, ἀλλ’ ἐπὶ τῶν ὄντων ὁ | 307 |
308 | λόγος. Ἀμέλει τὸ οὐκ ἴσον εὐθὺς εἰς τὸ ἄνισον μεταλαμβάνει ὁ Παρμενίδης, “τὰ δὲ μὴ ἴσα οὐκ ἄνισα”. Ἐπεὶ καὶ τρίτον τοῦτο ἀποφήσειεν ἄν τις, ὡς δι’ ἀλλήλων δεικνῦντος τὸ ἓν τοῖς ἄλλοις οὐκ ἴσον, καὶ τὰ ἄλλα ἄρα τῷ ἑνὶ οὐκ ἴσα, ἄνισα ἄρα τῷ ἑνί, καὶ τὸ ἓν ἄρα τοῖς ἄλλοις ἄνισον. Ἄμεινον ἄρα τὸν | |
5 | ὅλον συλλαβεῖν ὧδέ πως λόγον, εἰ μὴ ἔστιν ἕν, ὡς ἔφη, οὐδ’ ἂν ἴσον εἴη τῇ ἀληθείᾳ· ὡς γὰρ ἔχει τὸ ἕν, οὕτω καὶ πάντα· εἰ ἄρα ἴσον τῷ ὄντι, ὑπόκειται δὲ μὴ εἶναι, οὐκ ἄρα ἴσον ἐστὶ τοῖς ἄλλοις. Διὰ τί οὖν μὴ φαινόμενον ἴσον, ὥσπερ καὶ ἦν; οὐκοῦν μὴ ὂν ἴσον, φαμέν, ὡς ἓν μὴ ὄν· τοῦτο δέ ἐστιν οὐκ εἶναι ἴσον τοῖς ἄλλοις οὐ συνάγεται. Τοῦτο δὲ τὸ οὐκ ὂν ἴσον καθόσον μὲν οὐκ ὄν, ἄνισον, | |
10 | καθόσον δὲ ὁπωσοῦν, ἴσον· τὸ αὐτὸ ἄρα ἴσον καὶ οὐκ ἴσον, ὡς ἓν καὶ μὴ ἕν. ᾟ μὲν ἄρα ἕν, ταύτῃ πως ἴσον, ὅπερ ἐν μέσῳ ἀναφαίνεται τῆς ἀνισότητος ἐν τοῖς ἑξῆς, καθὸ δὲ οὐχ ἕν, οὐδὲ ἴσον· ταύτῃ ἄρα ἄνισον, ᾗ τὸ ἴσον κατεχάλασται πολὺ τῆς ἀκριβείας. Ὡς γὰρ ἐν τῷ γιγνομένῳ ἐν ῥοῇ θεωρεῖται τὸ στάσιμον, οὕτως ἐν ἀνισότητι τὸ ἴσον ὁρᾶται· καὶ καθόλου τῶν ἀντιθέσεων ἁπασῶν, τὰ | |
15 | μὲν κρείττω διαφαίνεται ἐν τοῖς νοητοῖς, τὰ δὲ χείρω ἐν τοῖς αἰσθήτοις. Οὕτω μὲν ἄρα εἰ ἓν μὴ ἔστιν, οὐκ ἂν εἴη ἴσον, ἔφη, καὶ ὅμοιον· ἅμα γὰρ τῷ ἑνὶ πάντα ἐστὶν ἀληθῶς. Ταὐτὸν οὖν οὖσα πάθος ἀληθὲς ἡ ἰσότης ποιήσει τὴν ὁμοιότητα, ἀνῄρητο δὲ πρόσθεν ἡ ὁμοιότης. Ἀλλὰ μὴν εἰ ἂν ᾖ ἓν ὄν, οὐχὶ καὶ ὅμοιον, ὅτι ἡ ἀνισότης, κατὰ τὸ μὴ τὸ ἀκριβὲς τοῦ ἑνός, τὸ ἓν μὴ ὄν. Τὸ τοιόνδε | |
20 | ἄρα ἄνισον ἀνόμοιον ἐποίει τὸ ἓν τοῖς ἄλλοις· διόπερ οὐδὲ διάλληλος ἡ δεῖξις· ὅτι μὲν γὰρ οὐκ ἴσα τὸ ἓν καὶ τὰ ἄλλα δηλοῖ ἡ ἀνωμαλία τοῦ ἑνός, ὅτι δὲ τὸ οὐκ ἴσον ὡς ἀνισότης ὑφέστηκεν, ἀλλ’ οὐχ ὡς τὸ μηδαμῶς ὄν, δηλοῖ ἐν τοῖς ἄλλοις ὄν, οὖσί γε τὸ οὐκ ἴσον. Ὑποτεθήσεται γὰρ ὄντα τὰ ἄλλα τοῦ ἑνὸς μὴ ὄντος. Ἄνισα ἄρα τὰ ἄλλα τῷ ἑνί, καὶ τὸ ἓν ἄρα ἄνισον τοῖς ἄλλοις. Εἶτα | |
25 | δαιμονίως ὅτι καὶ ἐν τῷ οὐκ ἴσῳ ᾗ ἕν ἐστιν τὸ ἴσον ἀποδείκνυσιν· ὡς γὰρ ἀδύνατον εἶναι κίνησιν ἄνευ στάσεως, οὕτω καὶ ἄνευ ἰσότητος οὐκ ἂν εἴη ἀνισότης. Δεῖ γὰρ εἶναί τι τὸ μέσον τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως, ἢ οὐκ ἂν εἴη τὸ ἐλλεῖπον καὶ ὑπερβάλλον, πρὸς γὰρ τὸ μέσον ἑκάτερον. Καὶ δῆλον, εἰ μὴ καὶ τοῦτο προσέθηκεν ὅτι ἑαυτῷ ἴσον ἔσται τὸ ἓν μὴ ὄν, εἴπερ τοῖς ἄλλοις | |
30 | οὐκ ἔστιν ἴσον, καὶ τοῦτο ἔχοι ἄν, καθόσον ἕν πώς ἐστιν· ἀλλὰ αὐτῷ μὲν ἔστω | 308 |
309 | ἴσον. Πῶς δὲ τῶν ἄλλων μεῖζον καὶ ἔλαττον; ἢ ἔλαττον μὲν ὡς καταπινόμενον ὑπὸ τῶν ἄλλων καὶ ἀλλὸ κινδυνεῦον εἶναι, μεῖζον δὲ ὡς ἐκ πάντων σύνθετον καὶ πάντα συνάγον εἰς ἓν καὶ οἷον αὐτὰ περιέχον. Ἐπὶ τούτοις ἀποδείκνυται καὶ τοῦ εἶναι μετέχον τοῦτο τὸ μὴ ὄν· εἰ δέ ἐστι τὸ μὴ ὄν, καὶ τὸ ἓν ἄρα | |
5 | ἐστίν τε καὶ οὐκ ἔστιν, οὐκ ὂν γάρ ἐστι· καὶ ταῦτα σαφηνίζει αὐτὸς ἱκανῶς, καὶ ἅμα ἡ λέξις οὐ πάνυ ἀσαφής. Ἀλλ’ ἡ μίξις αὕτη, φησίν, “μεταβολήν τινα σημαίνει.” Τί τοῦτο λέγων σύμφθαρσιν ἢ συναλλοίωσιν καὶ τοῦ ὄντος πρὸς τὸ μὴ εἶναι καὶ τοῦ μὴ ὄντος πρὸς τὸ εἶναι; Οὐδέτερον ἄρα ἀκραιφνές, ἀλλὰ συμ‐ μεταβέβληται τῷ ἑτέρῳ ἑκάτερον, ἐπεὶ καὶ ἡ θεία οὐσία, οὔτε οὐσία μόνον, | |
10 | οὔτε μὴ οὐσία κατὰ τὸ κρεῖττον, ἀλλὰ μῖγμα ἀμφοῖν (ὅπερ ἐστὶν ἡ θεία οὐσία τὸ ὅλον τοῦτο). Ταῦτα μὲν οὖν εἴρηται μετρίως· πῶς δὲ τὸ οὕτως κατὰ τὴν οὐσιώδη μετα‐ βολὴν εὐθὺς κινηθήσεται; ἢ τὸ ἓν τοῦτο φανταζόμενον ἓν οὐκ ἀεὶ δύναται συνέχειν τὸ ὑποκείμενον· ᾗ δὲ ὅμως ἓν συνέχει μέχρι τινός. Ἀρχὴ ἄρα κινή‐ | |
15 | σεως αὐτοῦ ἡ φύσις· ᾗ μὲν γὰρ βούλεται εἶναι ἕν, ὁδὸν ἔχει πρὸς τὸ εἶναι, ᾗ δὲ μὴ εἶναι διηνάγκασται, πρὸς τὸ μὴ ὂν ὑπονοστεῖ· αὗται δὲ κινήσεις αἱ ἐν τῷ ὁπωσοῦν ὑφεστάναι. Ἀλλ’ εἰ μὴ ἔστιν, ἔφη, τὸ ἓν οὐ κινεῖται, τὸ δὲ μὴ κινού‐ μενον ἕστηκεν, πόθεν τοῦτο αὖ ἐπιχειρῶν; ἆρα κατὰ τὴν ἀπὸ τῆς ὕλης πάρεσιν ἐπιγιγνομένη τῇ κινήσει; ἢ μᾶλλον κατὰ τὸ ἀληθινὸν καὶ μὴ ὂν τῆς κινήσεως | |
20 | ἐπισυμβαίνει τὸ οἷον ἀργὸν καὶ στάσιμον, ἢ τό γε ἀληθὲς ἐκεῖνο τυγχάνει ὂν ὅτι τὸ μὴ ὂν τοῦ ἑνὸς εἰ μεταβάλλοιτο, ἢ πρὸς τὸ μηδαμῶς ἓν μεταβληθήσεται, ἢ πρὸς τὸ ἓν ὄν· ὑπόκειται δὲ ἓν μὴ ὄν. Εἰ ἄρα οὕτω μὴ ὄν, ὡς γιγνόμενον καὶ φαινόμενον, οὐκ ἂν ἐκσταίη τῆς τοιαύτης φύσεως· οὔτε οὖν κατὰ τόπον κινηθήσεται (πόθεν γὰρ καὶ ποῖ ἂν μεταχωρήσειεν ἐν τῷ μὴ εἶναι μόνον ἔχον | |
25 | τὸ εἶναι;) οὔτε ἐν τῷ αὐτῷ (τί γὰρ ἂν εἴη ταὐτὸν ἐν τῷ γιγνομένῳ καὶ ἀεὶ ἀλλοιουμένῳ, καὶ μὴν οὐδὲ ἀλλοιοῦται;) μένει γὰρ ἀεὶ ἐν τῷ ἀλλοιοῦσθαι, μᾶλλον δὲ ἐν τῷ μὴ εἶναι. Ταύτῃ ἄρα ἡσυχίαν τε ἄγει καὶ ἕστηκεν. Οὕτως ἄρα καὶ δείκνυται ἀλλοιούμενόν τε καὶ οὐκ ἀλλοιούμενον, καὶ γιγνόμενον | |
καὶ ἀπολλύμενον. | 309 | |
310 | ΠΕΡΙ ΤΗΣ ΕΒΔΟΜΗΣ ΥΠΟΘΕΣΕΩΣ. —Τίς ὁ σκοπὸς τῆς ἑβδόμης ὑποθέσεως· τοῦτο πρῶτον ἀφοριστέον. Καὶ δεύτερον, πῶς οὐχὶ καὶ τῇ μιᾷ τῶν ὅλων ἀρχῇ αἱ ἀποφάσεις αὗται ἁρμόσουσιν. | |
5 | Τρίτον δέ, εἰ τὸ μηδαμῶς ὂν καὶ τὸ οὐδὲν ἐσχατιά ἐστιν τῆς πρώτης αἰτίας· ἑκάτερα γὰρ οὐδὲ ἕν. Τέταρτον, διὰ τίνα πάλιν ἀποφάσκει ταῖς εἰρημέναις καταφάσεσιν, καὶ ποίας ἀναιρεῖ καταφάσεις· δοκεῖ μὲν γὰρ τὰς τοῦ ἑνὸς μὴ ὄντος. Πέμπτον, εἰ καὶ πρὸς τὴν πρώτην ὑπόθεσιν τὰ ἀδύνατα συνάγεται, ἢ πρὸς | |
10 | τὰς ἄλλας μόνον, καὶ τίνας ταύτας. Ἕκτον, πόσα καὶ τίνα τὰ συμπεράσματα. | |
11 | Λέγωμεν δὲ συντόμως πρὸς ἕκαστον. Πρὸς μὲν τὸ πρῶτον ὅτι πρό‐ κειται ἀνῃρημένου πάντη τοῦ ἑνός, μήτε αὐτὸ εἶναι τὸ ἕν, μηδὲ ὅπερ ἀπόρ‐ ρητον λέγομεν· ἢ ἄνω λέγομεν ὡς τὴν μίαν αἰτίαν, ἢ κάτω περὶ τὴν ὕλην, | |
15 | οὔτε τι τῶν ἑπομένων τῷ ἑνὶ καὶ ἀπ’ αὐτοῦ προϊόντων, ὥστε πάσῃ τῇ σειρᾷ τοῦ ἑνὸς μάχεται ἥδε ἡ ὑπόθεσις· καὶ εἰσηγεῖται ἡμῖν τὸ κατὰ μηδένα τρόπον ὑφεστάναι ὑπονοούμενον, μηδὲ ὁπωστιοῦν. | |
17 | Πρὸς δὲ τὸ δεύτερον ὅτι ἐροῦμεν ἡ μὲν μία τῶν ὅλων ἀρχὴ πάντων αἰτία ἐστί, κἂν μηδὲν ᾖ τῶν πάντων, ἡ δὲ νῦν προκειμένη τοῦ μηδαμῶς ὄντος | |
20 | ἑνὸς ἀχάνεια τὸ μηδέν ἐστιν. Καὶ γὰρ τὸ οὐδὲν διττόν, τὸ μὲν κατὰ τὸ κρεῖττον τοῦ ἑνός, τὸ δὲ ἁπάσης ἐννοίας ἀποπεπτωκός. Ἔτι δὲ ἐκεῖ μὲν ἀπὸ τῆς ἐννοίας τοῦ ὄντος ἀφεῖλεν καὶ τὸ ἕν, ὅτι καὶ ἓν τῷ ὄντι συνῆν, τὸ δὲ ἦν οἷον ἀπόρρητον ἓν καὶ οὐδὲ ἓν ἄξιον ὀνομασθῆναι· ἐνταῦθα δὲ κατὰ τὴν ἔννοιαν τοῦ ἑνὸς αἱ ἀποφάσεις. Οὐδαμῶς γὰρ ἕν· οὐδὲ ἄρα τὸ ἀπόρρητον· ὅλως γὰρ ἡ μὲν πρώτη | |
25 | ὑπόθεσις, “εἰ ἕν ἐστιν,” ὑπετίθετο καὶ ἐδείκνυ ὅτι οὐδὲ ἕν ἐστιν, ὑποτιθε‐ μένη μὲν αὐτὸ κατὰ τὴν πρὸς αὐτὸ τῆς ψυχῆς ἀνατεινομένην ὠδῖνα, αὖθις δὲ | |
ἀναιροῦσα, κατὰ τὴν ἄληπτον αὐτοῦ πάντη ὑπὸ πάντων ὑπερβολήν· ἐνταῦθα | 310 | |
311 | δὲ ἡ παροῦσα ὑπόθεσις καὶ αὐτὴν ἀναιρεῖ τὴν ὠδῖνα τῆς ἡμετέρας ἐννοίας, οὐδὲ δόκησιν ἀπολείπουσα τοῦ ἑνός. | |
2 | Ἀλλ’ εἴποι τις ἂν κατὰ τὸ τρίτον ὅτι τὸ μηδαμῶς ὂν ἑκατέρῳ προσ‐ ήκει· καὶ γὰρ αὐτὸς μίμημά φησιν εἶναι τοῦ πρώτου τὸ ἔσχατον, ὃ μηδαμῶς | |
5 | λέγομεν εἶναι, καὶ ὡς ἐκεῖνο πάντα προάγει, οὕτως τοῦτο πάντα δέχεσθαι τὰ φθειρόμενα. Ἔτι δὲ ἑκάτερον ἄρρητον, εἰ καὶ τὸ μὲν κατὰ τὸ κρεῖττον, τὸ δὲ κατὰ τὸ χεῖρον. Πῶς δὲ οὐκ ἔδει τὸ πάντα ἐκβεβληκὸς ἐφ’ ἑκάτερα τάττειν, ὥστε καὶ τὴν ὕλην ἐκβεβληκέναι; Καὶ μὴν τὸ ἀπόρρητον τῆς ὕλης κατ’ αὐτὸ τοῦτο ῥητέον· τὸ ἄρα μηδαμῶς ὂν οὐδὲ ἀπόρρητον εἶναι δύναται· ὥσπερ ἵνα | |
10 | καὶ τῶν πάντων ἐπέκεινα. Ὅλως δὲ εἰ πάντων ἐστὶν στέρησις τὸ μηδαμῶς ὄν, μηδὲ τὸ ἓν τούτῳ ἀντίξουν πάντων ἂν αἴτιον εἶναι κατὰ τὸ κρεῖττον τῆς στερήσεως. Τί δ’ ἄν τις καὶ ἐννοήσειεν ἔξω τῆς ἀρχῆς τῆσδε καὶ τοῦ πέρατος; πανταχοῦ γὰρ τὰ ὄντα ὑπὸ τοῦ μὴ ὄντος περιείληπται. Ῥητέον δὲ πρὸς ταῦτα ἓν μὲν ὅτι πάντα ὅσα ἂν εἴποι τις περὶ τῆς πρώτης | |
15 | ὑποθέσεως, τὰ αὐτὰ ἐρεῖ καὶ περὶ τῆς πέμπτης καὶ τοῦ ἀπορρήτου τῆς ὕλης· ἡ ἄρα ἑβδόμη τὸ πάντη μηδέν. Ἕτερον δὲ ὅτι εἰ τὸ μηδαμῶς ὂν ἀπήχημα τοῦ πρώτου, εἴη ἄν τι καὶ ἄλλο αἴτιον τῆς πρώτης ὕλης, ἔπειτα δὲ τοῦ πρώτου, ἵνα διαφέρῃ τοῦ μηδαμῶς ὄντος, καίτοι μετ’ ἐκεῖνο τὸ δὴ ἓν εἶναι βουλόμεθα, ὥστε ἡ ὕλη ἀπὸ τούτου πρόεισιν· ἓν ἀπόρρητον ἄρα, καὶ οὐδὲ τὸ ἓν ἀπὸ τοῦ | |
20 | πρώτου καὶ οὐδὲ ἑνός. Τρίτον δὲ ἐπὶ τούτοις διὰ πάντων πάρεισιν ἡ μία τῶν ὅλων ἀρχή, ὥστε καὶ τὸ ἀπόρρητον ἐν πᾶσιν. Εἰ δὲ καὶ τὸ μηδαμῶς ὂν εἴη πανταχοῦ, ἀνατρέψει τοῦτο τὴν τῶν ὄντων ἑστίαν, εἴπερ οὐδὲ ῥητὸν οὐδὲ ἀπόρρητον τὸ τοιοῦτον. Ἔτι δὲ ᾗ ἀπὸ τῆς μιᾶς παράγεται τῶν ὅλων ἀρχῆς καὶ ἀπὸ τῶν μετ’ αὐτὴν παραχθήσεται, ὥσπερ καὶ ἡ ὕλη, τὸ ἄρα μηδαμῆ ἓν | |
25 | τοῦ ὄντως ὄντος γέννημα φανεῖται. Πῶς δὲ οὐκ ἄλογον τὰς ἡμετέρας φαντα‐ σίας κενεμβατούσας αὐτῶν ἐπιλαμβάνεσθαι τῶν τοῦ ἑνὸς γεννημάτων; φαν‐ τάζομαι γάρ· κἂν οὕτω τύχοι, δοξάζω πολλοὺς εἶναι κόσμους διωρισμένους | |
καὶ ἀπείρους τε καὶ τὸν ἐμὲ τῷ ἀριθμῷ τὸν αὐτὸν ἀθάνατον, καὶ τὰ δὶς δύο | 311 | |
312 | μύρια εἶναι, καὶ ὅλως τὰ ἀδυνατώτατα τῶν ἀδυνάτων ἔκγονα φήσομεν τἀγαθοῦ τε καὶ ἑνός. Χωρὶς δὲ τούτων, ἀεὶ τὰ δεύτερα ὑφεῖται τῶν πρὸ αὐτῶν· κἂν οὖν ἀπόρρητος εἴη ὕλη, ἀλλ’ ὅσον ὑφεῖται ἐπὶ τὸ ῥητὸν ἀποκλίνει, ὥστε ἐπὶ τὸ ἓν καὶ τὸ ὄν. Ταύτῃ οὖν οὐ πάντη μὴ ὄν· καὶ τὸ μηδαμῶς ἄρα ἔχοι ἄν τι | |
5 | ὄν, καθόσον οὐ πάντη ἄρρητον, ὅπερ ἄτοπον. Ὅλως δὲ μερικὴ μὲν στέρησίς ἐστιν, ἀφ’ ἧς καὶ τὴν κοινὴν πάντων φανταζόμεθα. Οὐ μήν ἐστίν τι ὁπωσοῦν κοινὴ πάντων στέρησις ὅτι οὐδέποτε φθείρεται πάντα. Εἰ δὲ αὐτὸς κατὰ ἀνα‐ λογίαν ἢ μεταφορὰν βούλοιτο τι ἐνδείξασθαι περὶ οὗ λέγειν ἐπιχειροῦμεν, τί θαυμαστόν; Πῶς οὖν ἐκ τοῦ μὴ ὄντος γίγνεταί τι καὶ εἰ τὸ μὴ ὂν ἀπόλ‐ | |
10 | λυται; ἢ ἀπόλλυται μὲν οὐχ ὡς εἰς ὑποδοχὴν ἀπιόν, οὐδὲ ὡς εἴς τι κενὸν οἷον χάσμα, ἀλλ’ εἰς τὸ μηδὲ εἰς χάσμα τι χωρεῖν, μηδὲ εἰς κενὸν ἀναλύεσθαι, ἀλλ’ εἰς τὸ πάντη πάντων ἐκπεπτωκέναι, γίγνεται δὲ ὅτι τότε παρήχθη εἰς τὸ εἶναι. Πρότερον δὲ ἦν τὸ μηδέν, πλὴν ἴσως δυνάμει ἐν τῇ ὕλῃ μὲν τὸ ποιοῦν τι, ὅτι ἠδύνατο καὶ τοῦτο ποιῆσαι ὃ νῦν γίγνεται, καθόλου ἔχον τὴν τῶν | |
15 | τοιούτων ποιητικὴν δύναμιν. | |
15 | Πρὸς τοίνυν τὸ τέταρτον ἀπαντῶμεν λέγοντες ἓν μὲν ὅ φησιν, ὅτι τὸ μὲν πρῶτον εἰ τὰ πρῶτα οὐκ ἦν, πολλῷ μᾶλλον οὐδὲ τὰ δεύτερα· καὶ οὕτω διὰ τῶν προτέρων ἀπεφάσκετο τὰ δεύτερα· τὸ δὲ μηδὲν ὄν, εἰ μὴ τὰ δεύτερα δύναται εἶναι, πολλῷ μᾶλλον οὐδὲ τὰ πρότερα ἔσται. Ἕτερον δὲ ὅτι ἐκεῖνο | |
20 | μὲν ἀεὶ πρὸ τῶν δευτέρων ἐγέννα τὰ πρότερα, τοῦτο δὲ ἀποστερούμενον ἀεὶ τῶν προσεχεστέρων ἀπέπιπτεν ἀεὶ τῶν προτέρων, ἅτε ἐπιπλέον ἀεὶ τούτων ἐκτεινομένων. Καὶ γὰρ ἡ ὕλη ζωῆς ἀποπεσοῦσα μετέχει τοῦ εἴδους. Καὶ αὖ ἕτερον μέν, ᾗ τοῦ εἴδους ἔχει τὸ πλημμελὲς ἴχνος, εἶτα καὶ τούτου ἀποτυχοῦσα τὸ δυνάμει ἔχει καὶ τὴν στέρησιν ἀπὸ τῶν πρώτων ἀρχῶν· εἶτα τοῦτο ἀπολέ‐ | |
25 | σασα τὸ ἓν οὐκ ἀπώλεσεν. Εἰ δὲ καὶ τοῦτο ἀπέβαλλεν, ἦν ἂν μόνον ἀπόρ‐ ρητος αὐτῆς μόνης μετέχουσα τῆς μιᾶς τῶν ὅλων αἰτίας. Μήποτε δὲ τῇ μὲν συνθέσει πρὸς ὑπόστασιν χρῆται καὶ γένεσιν, τῇ δὲ ἀναλύσει πρὸς φθορὰν καὶ τὸ μὴ ὄν. Ἔστι γὰρ καὶ τὸ μηδαμῶς ὂν ἡ παντελὴς διαφθορὰ ἣν ἀνάγκη | |
κατὰ ἀνάλυσιν καὶ σκορπισμὸν γεγονέναι τοῦ ὄντος, μᾶλλον δὲ τοῦ ἑνὸς μὴ | 312 | |
313 | ὄντος· τοῦτο γάρ ἐστιν τὸ σκεδαννύμενον εἰς φθοράν. Καὶ πρὸς τοῦτο, ὡς ἔοικεν, ἀντίκειται μάλιστα τὸ μηδαμῶς ὄν, ὡς τούτου στέρησις ὂν ἡ παντελής, ὥστε μηδὲ εἶναι στέρησις ὃ λέγεται, ἅτε μὴ συνηρτημένη τῷ ὄντι, ὡς ὀφθαλμῷ τυφλότης, ἀλλὰ τοῦ μὴ ὄντος ἔτι οὖσα στέρησις, οὐδὲ στέρησις· ὅθεν, οἶμαι, | |
5 | καὶ ὁ Πλάτων τὰς ἐπὶ τοῦ συνθέτου καταφάσεις ἀπέφησεν. Ὅτι γὰρ τούτου εἰσὶν ἀναιρούμεναι καταφάσεις δῆλον ἐπιστήσαντι τοῖς συμπεράσμασιν. Ἀμέλει καὶ ὡς ἑτεροῖον ἀποφάσκεται· διότι καὶ ἐκεῖ τὸ ἑτεροῖον κατεφάσκετο, καὶ τοῦτο καὶ ἐκεῖνο καὶ τὰ τοιαῦτα. Αἴτιον οὖν τὸ μετὰ τὸ σύνθετον καὶ ἀπὸ τούτου τὸ μηδαμῶς ὂν ὑφίστασθαι, εἰ οἷόν τε εἰπεῖν· εἰ δὲ μηδὲ φαινόμενον ἓν | |
10 | ἠδυνήθη εἶναι, πολλῷ μᾶλλον οὐδὲ τὸ ἀληθές. Διὸ προηγουμένως μὲν ἀπο‐ φάσκειν τὴν ἕκτην ὑπόθεσιν διὰ τὴν εἰρημένην αἰτίαν, συναποφάσκει δὲ ἐκ περιουσίας καὶ τὰς τοῦ ἑνὸς ὄντος ἁπάσας προόδους· ὅπερ ἐνδείξασθαι βου‐ ληθείς, καὶ ἀπὸ τῆς δευτέρας ὑποθέσεως παρέθετο συμπεράσματα ἄττα, οἷον τὰ χρονικὰ μέρη τρία καὶ τὸ μηδὲ ὄνομα μηδὲ λόγον εἶναι αὐτοῦ, εἰ καὶ περι‐ | |
15 | είχετο καὶ ταῦτα ἐν τῷ γνωστῷ τοῦ ἑνὸς μὴ ὄντος ἐπὶ τῆς ἕκτης· ἀλλ’ ὅμως οὐκ αὐτόθεν καὶ ταῦτα κατεφάσκετο τοῦ ἑνὸς μὴ ὄντος. | |
16 | Πέμπτον δὴ οὖν εἰ καὶ ἄλλως οὐ συνήγετο τὰ ἀδύνατα ἐπὶ τῆς πρώτης ὑποθέσεως διὰ τὸ ἄρρητον, ἀλλὰ νῦν τὰ συναγόμενα καὶ τὸ πάντη ἀνυπόστατον ἀδύνατα στῆναι πρὸς τὴν ἄνω αἰτίαν. Ἐκείνη μὲν γὰρ τιθεῖσα | |
20 | ὅπως ποτὲ πάντα συνεισῆγεν, αὐτὴ ἀφ’ ἑαυτῆς προβαλλομένη, εἰ θέμις εἰπεῖν, τοῦτο δὲ ὑποτεθὲν ὡς οἷόν τε διαφθείρει πάντα καὶ ἀφανίζει· ταύτῃ οὖν μάχεται καὶ πρὸς τὴν πρώτην ὑπόθεσιν ἡ ἑβδόμη, οὐχ ἁπλῶς κατὰ τὰ συμπεράσματα, οὐδὲν γὰρ ἰσχύει ταῦτα ἐκείνην συναγαγεῖν, ἀλλὰ κατὰ τὰς ἀρρήτους ἡμῶν ἐννοίας, καθ’ ἃς ὁρῶμεν ἐκεῖθεν μὲν πάντα ἐκφαινόμενα, | |
25 | ἐνταῦθα δὲ ἀφανιζόμενα, τοῖσδε συμπεράσμασι μάχεται, μάλιστα μὲν τῇ ἕκτῃ καὶ προηγουμένως, τοῦτο γάρ ἐστι τὸ ἓν μὴ ὄν, τὸ ὡς ἀληθῶς εἰς τὸ μηδαμῶς ὂν ἐκπίπτον, ἤδη δὲ καὶ τῶν ἄλλων ἐστὶν ἀναίρεσις, ὥς γε τῷ | |
λόγῳ ὑποθέσθαι. | 313 | |
314 | Σαφὲς οὖν ἤδη καὶ τὸ ἕκτον ἐστίν, εἴπερ τὰ τῆς ἕκτης συμπερά‐ σματα ἀποφάσκεται πάντα σχεδὸν ὄντα ἐκείνης· πλὴν ἐκεῖνο προσθετέον ὅτι ὅσοι κόσμοι εἰσὶν τοῦ ἑνός, τοσοῦτοι καὶ ἐν τῷ μηδένι φαντάζονται κατὰ τὰς ἑκάστων παντελεῖς ἀναιρέσεις. Δῆλαι δέ εἰσιν καὶ τῶν ἐπιχειρημάτων αἱ | |
5 | ἔφοδοι, ὥστε μεταβατέον ἐπὶ τὴν ὀγδόην ὑπόθεσιν. | |
5 | ΠΕΡΙ ΤΗΣ ΟΓΔΟΗΣ ΥΠΟΘΕΣΕΩΣ. —Τίς ὁ σκοπὸς τῆς ὀγδόης ὑπο‐ θέσεως ἀφοριστέος πρότερον. Δεύτερον δέ, πῶς τὰ μὲν ἄλλα ἐστίν, τὸ δὲ ἓν αὐτὸ οὐκ ἔστιν, εἴπερ τὸ ἓν κρεῖττον τῶν αὐτοῦ ἄλλων. | |
10 | Τρίτον, πῶς οὐχ ἑνὸς λέγεται ἄλλα ταῦτα τὰ ἄλλα, μόνον δὲ ἀλλήλων· καὶ ποίου ἑνὸς οὐ λέγεται ἄλλα. Τέταρτον, τίς ἡ τῶν ἄλλων φύσις, καὶ διὰ τί τὰ ἄλλα μετέλαβεν εἰς ἕτερα. Πέμπτον, τίς ἡ ἐσκιαγραφημένη τῶν ὑποκειμένων πραγμάτων ὑπόστασις, | |
15 | καὶ ὀνείρασιν ἐοικυῖα· μήποτε γὰρ ταῦτα οὐ πρέπει τοῖς γιγνομένοις τε καὶ συνθέτοις. Ἕκτον ἐπὶ τούτοις ἐξεταστέον τὰ συμπεράσματα, πόσα καὶ ποῖά ἐστι καὶ πῶς ἔχοντα τάξεως. | |
18 | Πρὸς μὲν οὖν τὸ πρῶτον ἀποκρινούμεθα ὡς πρόκειται διελθεῖν τοῦ | |
20 | ἑνὸς μὴ ὄντος τὰ ἄλλα, τοῦ προτέρου δηλαδὴ τὰ πρότερα· οἷον ἄρα ἐκεῖνο, τοιαῦτα καὶ τὰ ἄλλα αὐτοῦ· ἐκεῖνο δὲ τὸ σύνθετον ἓν καὶ τὸ φαινόμενον ἕν· τοιαῦτα ἄρα καὶ τὰ ἄλλα σύνθετα καὶ φαινόμενα. Ὅτι μὲν γὰρ φαινόμενα διαρρήδην ὁ Παρμενίδης ἀποφαίνεται, ὅτι δὲ καὶ σύνθετα σαφῶς λέγει ὄγκον αὐτὰ ἔχειν καὶ εἴδη εἶναι διαστατά. Μόνον δὲ ὤγκωται τὸ σύνθετον· | |
25 | οὔτε γὰρ ἡ ὕλη οὔτε τὸ εἶδος αὐτὸ καθ’ αὑτό. Ποῖα οὖν εἰσήγηται διὰ τῶν ἄλλων; ἢ τὰ σύνθετα μέρη τοῦ συνθέτου ἑνός. Καὶ ἵνα μὴ ἀποστῶμεν τοῦ | |
περὶ ἀρχῶν λέγειν, τὰ μερικώτερα στοιχεῖα φήσομεν εἶναι τὰ ἄλλα, οἷον | 314 | |
315 | τὰ κατὰ ἔθνη ἢ πόλεις, ἐξ ὧν τὰ ἐθνικὰ καὶ διάφορα ζῷα συντίθεται καὶ γεννᾶται, καὶ οὐ ζῷα μόνον, ἀλλὰ καὶ ὅσα φυτὰ καὶ ὅσα ἄψυχα. Εἰ δὲ βούλει, τὰ μὲν ὅλα ἔστω ἓν μὴ ὄν, τὰ δὲ καθέκαστα καὶ ἄτομα, οὐ τὰ νῦν ὄντα, ἀλλὰ τὰ ἀεὶ τοιαῦτα γιγνόμενα καὶ φθειρόμενα, ἔστω τὰ ἄλλα τοῦ ἑνὸς μὴ ὄντος. | |
5 | Καὶ τὰ ἄτομα γάρ, ᾗ ἄτομα, ἁπλῶς ἀρχή τις ἐσχάτη ἐμοῦ, εἰ τύχοι, καὶ σοῦ, καὶ ἑκάστου τῶν κατὰ μέρος, καὶ αὐτὸ τὸ κοινὸν τῶν ἀτόμων εἶδος. | |
6 | Πρὸς δὲ τὸ δεύτερον λέγομεν, ἄλλα ἐστὶ τῷ ὄντι, ἀλλὰ ὡς οὐκ αὐτὰ ἅ ἐστιν, ἀλλ’ ἐκείνων ὁμοιώματα ὄντα. Τὰ δὲ ἓν οὐκ ὂν εἴρηται ὅτι καὶ αὐτὸ τῶν ἄλλων ἐστίν· ὥστε οὐκ ὂν ἕν· ὅμως δὲ ἐπειδὴ ἔχει τινὰ ἔμφασιν τοῦ ἑνός, | |
10 | πρός γε τὰ ἑαυτοῦ ἄλλα καὶ ὡς ἐν ἄλλοις, διὰ τοῦτο ἐν τῇ τάξει τρόπον τινὰ τέτακται τοῦ ἑνός, ἀλλ’ ἓν μὴ ὂν τὸ ὅλον τοῦτο ὑποκείμενον. | |
11 | Πρὸς γοῦν τὸ τρίτον ἀποκρινόμενοι, φαμὲν ὅτι καὶ αὐτὸς ὁ Παρμε‐ νίδης ἐνδείκνυται τὸ ἓν τοῦτο μὴ ὄν, τῆς τῶν ἄλλων φύσεως ὄν. Ἐπεὶ γὰρ ἓν μὴ ὄν, τουτέστιν οὐκ ὂν ἕν, δῆλον ὡς τὰ ἄλλα οὐκ ἂν εἴη ἑνός· πῶς γὰρ | |
15 | “τοῦ γε μὴ ὄντος ... ἀλλήλων ἄρα ἐστίν”; καὶ πῶς “ἀλλήλων”; τὰ γὰρ ἄλλα τοῦ ἑνὸς εἶναι βούλεται· ἢ καὶ ἔστι τοῦ ἑνός γε μὴ ὄντος, καθόσον φαινόμενον ἓν τοῦτό ἐστιν, οὐκ ἄλλα μόνον. Διὸ καὶ ἡ μέθοδος τὸ μὲν ὡς ἕν, τὰ δὲ ὡς ἄλλα ἀντιδιεῖλεν· καὶ ἀρχόμενος τῆς ὀγδόης ὑποθέσεως “ἓν εἰ μὴ ἔστι, φησί, τὰ ἄλλα τί χρὴ πεπονθέναι;” ὡσὰν τὸ ἓν μὴ ὄν, ὅτι καὶ τῷ μὴ ὄντι ἑνὶ | |
20 | μετεδίδου τοῦ εἶναι, ὥστε καὶ ἓν ἦν, ὥσπερ ταῦτα τὰ ἄλλα καὶ τοῖς ἄλλοις τοῦ μὴ εἶναι μεταδώσει, κατὰ δόκησιν αὐτὰ ποιοῦν ὑφεστῶτα, ὥσπερ τὸ ἓν μὴ ὄν. Ἀπέδωκεν δὲ ὅμως τοῖς μὲν ἄλλοις τὸ εἶναι, τῷ δὲ ἑνὶ τὸ μὴ εἶναι, διότι ἡ μέθοδος περὶ τὸ ἓν διῄρητο τὰς οἰκείας ὑποθέσεις κατά τε τὸ εἶναι καὶ τὸ μὴ εἶναι τὰ συμβαίνοντα ἐπισκοπουμένη. Οὐκ ἄρα τοῦ ὄντος ἑνὸς οὐ λέ‐ | |
25 | γεται, ὥς φησιν, ἀλλὰ τοῦ ἑνὸς μὴ ὄντος· τούτου γὰρ καὶ ἄλλα ἐστὶν καθὸ | |
ἀλλήλων· ὅτι καὶ τὸ ἓν τοῦτο ἄλλα ἐστὶ μᾶλλον ἢ ἕν, καὶ ὡς ἑνὸς οὖν καὶ ὡς | 315 | |
316 | ἑνὸς μὴ ὄντος, καὶ ὡς ἄλλων, αὐτοῦ ἂν εἴη τὰ ἄλλα, καὶ σὺν αὐτῷ. Αὐτὸ γὰρ ἦν τὸ φανταζόμενον, ποτὲ μὲν ὡς ἕν, ποτὲ δὲ ὡς ἄλλα, ποτὲ δὲ ὡς ἓν μὴ ὄν, ἐπεὶ καὶ μεταρρεῖ εἰς ἄλληλα τό τε ἓν μὴ ὂν καὶ τὰ ἄλλα. Τά τε γὰρ στοιχεῖα ἐκ τῶν ἀτόμων γιγνομένων καὶ φθειρομένων, καὶ ταῦτα μέντοι ἐκ τῶν στοι‐ | |
5 | χείων· ὥστε καὶ ταύτῃ ἄλλα ἔσται ἀλλήλων. | |
5 | Τέταρτον δὴ καὶ πάλαι μὲν εἴρηται, καὶ νῦν δὲ λεγέσθω, ὅτι τὰ ἄλλα οὐ σημαίνει τὰ ἕτερα, οὐδὲ ὑπόστασιν ἁπλῶς, ὡς Λογγῖνος, ἀλλὰ τρόπον ὑποστάσεως. Ἐπεὶ καὶ τὸ αὐτοκαλόν, τοιάδε τοῦ καλοῦ ὑπόστασις καὶ οἷον ἀρχέτυπος καὶ ἀληθής, τὸ ἄρα ἄλλο καλὸν εἰκὼν ἐκείνου ἐστίν, οὐκ ὂν μὲν | |
10 | καλόν, ἕτερον δὲ τοιοῦτον. Διὸ καὶ τὸ ἄλλο, ὡς ἀπὸ τῆς ὑποβάσεως ἕτερον γενόμενον, ἔχει συνοῦσαν τῷ τρόπῳ τῆς οὐσίας καὶ τὴν πρὸς ὃ λέγεται ἑτε‐ ρότητα. Ὅθεν καὶ ἔδοξεν σχέσιν μόνην σημαίνειν ὡς τὸ ἕτερον· τὸ δὲ ἀληθὲς δηλοῖ μὲν τοιάδε ὄντα· σύνεστι δὲ τῷ τοιῷδε καὶ ἡ ἑτερότης· ἣν καὶ ὁ Παρ‐ μενίδης εἰς τὴν ἀπόδειξιν προχειρισάμενος, ἔδοξεν εἰς ταὐτὸν ἄγειν τά τε | |
15 | ἄλλα καὶ τὰ ἕτερα. | |
15 | Πρὸς τοίνυν τὸ πέμπτον οὐδὲν καινὸν ἐν τοῖσδε περὶ τῶν αἰσθητῶν ἄλλως τε καὶ τῶν ὑπὸ σελήνην διατάττεται ὁ Πλάτων, ὡς εἰδωλικῶν καὶ ψευδωνύμων, καὶ μυρίαις μεταβολαῖς ὑποκείμενον. Οὐ γὰρ καὶ ὁ ἐν Θεαιτήτῳ Σωκράτης, οὐ γὰρ καὶ ὁ ἐν τῷ Φαίδωνι, οὐ γὰρ καὶ ὁ πανταχοῦ καὶ | |
20 | πρὸς τῷ Σωκράτει ὅ τε Ἐλεάτης ξένος καὶ αὐτὸς ὁ Τίμαιος τοιαύτην ἡμῖν ὑπογράφουσιν τῶν γιγνομένων πραγμάτων 〈ὑπόστασιν〉; Τί δέ; οἱ | |
θεολόγοι τοὺς τούτων δημιουργοὺς οὐκ εἴδωλα ἡμῖν εἰσηγοῦνται συντιθέμενά | 316 | |
317 | τε καὶ ἀναλυόμενα; καὶ δοκοῦντα μέν, οὐκ ὄντα δὲ ὁ Διόνυσος; Τί δέ; οἱ θεοὶ περὶ τοῦδε τοῦ κόσμου οὐ τὰ αὐτὰ χρησμῳδοῦσιν; | |
2 | Μηδὲ κάτω βλέψῃς εἰς τὸν μελαναυγέα κόσμον ᾧ βυθὸς αἰὲν ἄμορφος ὑπέστρωται καὶ ἀειδής, | |
5 | ἀμφικνεφής, ῥυπόων, εἰδωλοχαρής, ἀνόνητος, κρημνώδης, σκολιός, πηρὸν βάθος, αἰὲν ἑλίσσων, αἰεὶ νυμφεύων, ἀφανὲς δέμας, ἀργόν, ἄπνευμον. | |
7 | Ταῦτα γὰρ καὶ ὁ Παρμενίδης συνάγει, ὅτι ἀμενηνὸν καὶ εἴδωλον, καὶ ὀνείρῳ προσεοικός, ἔτι δὲ ἀφανὲς τῇ ἀληθείᾳ, πρὸς βραχὺ δὲ φαινόμενον, | |
10 | ὥσπερ αἱ νύμφαι ἀλλοτρίῳ κόσμῳ κοσμούμενον χήτει οἰκείων. | |
10 | Ἀλλὰ μὴν πρὸς τὸ ἕκτον εἰπεῖν, ἔστι μὲν συμπεράσματα ὅτι ἄλλα ἀλλήλων, ὅ ἐστιν ἑνὸς ὄγκου τὰ πολλά· καὶ γὰρ ὁ ὄγκος πολλά, ὅτι ἓν καὶ πολλά· εἷς γὰρ ὄγκος καὶ πολλοὶ ὄγκοι· ὅτι καὶ ἀριθμὸς ἐν τούτοις εἶναι δοκεῖ· ὅτι ἴσον καὶ ἄνισον· ὅτι πεπερασμένα καὶ ἄπειρα· ὅτι ὅμοια καὶ ἀν‐ | |
15 | όμοια· ἔτι δὲ τὰ αὐτὰ καὶ ἕτερα· ἔτι δὲ κινούμενα καὶ ἑστῶτα· ἔτι δὲ γιγνό‐ μενα καὶ ἀπολλύμενα καὶ μηδέτερα. Ἐννέα μὲν οὖν τὰ συμπεράσματα. Ὅθεν μὲν οὖν ἕκαστον ἥκει τῶν συμπερασμάτων εἴρηται πολλάκις, ἡ δὲ συγκεχυ‐ μένη αὐτῶν παράδοσις ἐνδείκνυται διαρρήδην τὴν τῶν γενητῶν καὶ φθαρτῶν ἀκοσμίαν. | |
20 | Φέρε διὰ βραχέων καὶ τὴν λέξιν αὐτὴν ἐπιδραμῶμεν. Δεῖ εἶναι τὰ ἄλλα· εἰ γὰρ μήτε ἓν εἴη ταῦτα, μήτε ἄλλα τοῦ ἑνός, δεήσει αὐτὰ μηδὲν εἶναι. Εἰ δέ ἐστιν ἄλλα, πάντως ὅτι καὶ ἕτερά ἐστιν· ὡς γὰρ τὸ ἕτερον ἑτέρου ἕτερον, οὕτω καὶ τὸ ἄλλο ἄλλου φαμὲν ἄλλο· διὰ δὲ τῆς σχέσεως λαμβάνει τὰ ἄλλα ἕτερα εἶναι. Καὶ μέντοι τὸ πάλαι ἔκειτο ἄλλα εἶναι τοῦ ἑνός, ἀλλὰ τὸ ἓν οὐκ | |
25 | ἔστιν· ὃ γὰρ εἶναι δοκεῖ ἕν, τοῦτο κατὰ τὸ ἀληθὲς ἄλλα ἐστίν· τὸ γὰρ σύνθετον ἕν, ὃ καλεῖ ὄγκον ἕνα, πλῆθός ἐστιν καὶ ἄλλα· οὕτως ἄρα τὰ ἄλλα ἄλλων | |
ἐστὶν ἄλλα· ἀλλήλων ἄρα, πλὴν ὅτι ἄλλα μὲν ὡς διῃρημένα λέγεται, ἄλλων | 317 | |
318 | δὲ τῶν εἰς ἕνα ὄγκον συνῃρημένων, ὃ δὴ ”ἓν μὴ ὂν” ἐκαλοῦμεν καὶ “ἓν φαι‐ νόμενον”. “Κἂν γὰρ τὸ σμικρότατον δοκοῦν εἶναι λάβῃ τις, ὥσπερ ὄναρ ἐν ὕπνῳ φαίνεται ἐξαίφνης, ἀντὶ ἑνὸς δόξαντος εἶναι πολλά,” ὥστε καὶ φαινό‐ μενον ἓν καὶ σύνθετόν γε τὸ ἓν μὴ ὄν. Καὶ αὐτὸς ἐν τούτοις εἶναι σαφηνίζει· | |
5 | “οὐκοῦν πολλοὶ ὄγκοι ἔσονται, εἷς ἕκαστος φαινόμενος, ὢν δὲ οὔ, εἴπερ ἓν μὴ ἔσται.” Τὸ ἓν ἄρα μὴ ὂν οὐ μία φύσις, ἀλλ’ ἕκαστος ὄγκος ἓν μὴ ὄν ἐστιν, καὶ ἄλλα τούτου τὰ τούτου μόρια. Καὶ μήποτε πᾶν εἶδος ὄγκος ἐστὶν ἐκ πολλῶν τῶν ἀτόμων συγκείμενος, εἰ καὶ ἐπ’ ἐνίων οὐ συνεχὴς ἀλλὰ διεχὴς ἡ σύνθεσις, ὡς ὁ κοινὸς οὗτος ἄνθρωπος ἐκ τῶν ἀτόμων ἀνθρώπων. Τούτοις ἐπάγει τὸν | |
10 | φαινόμενον ἀριθμόν, ᾧ ἕπεται καὶ τὰ ἄλλα εἴδη φαινόμενα, τὸ σμικρόν, τὸ μέγα, τὸ ἴσον· ἔτι δὲ πρὸς μὲν ἄλληλα διώρισται· ταύτῃ ἄρα πεπέρασται. Ὄγκος δὲ αὐτὸς ἕκαστος ἐπ’ ἄπειρόν ἐστι διαιρετός, ὥστε ταύτῃ γε ἄπειρον, ἅτε οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἔχον. Ἀνάγκη ἄρα καὶ ἓν καὶ πολλὰ ἕκαστον εἶναι, πολλὰ μὲν κατὰ τὸ ἄπειρον τῆς διαιρέσεως, ἓν δὲ κατὰ τὸ | |
15 | πέρας τοῦ συνθέτου ὄγκου. Εἶτα ἐπὶ τούτοις ἕτερα καὶ τὰ αὐτά, μᾶλλον δὲ οὐχ ἕτερα, ἀλλὰ “τῷ τοῦ ἑτέρου φαντάσματι ἑτεροῖα”. Ὥστε τὸ ἑτεροῖον, ὡς ἠξιοῦμεν ἐπὶ τῆς ἕκτης ὑποθέσεως, φαινομένην ἐδήλου καὶ ἐκεῖ ἑτερότητα. Ἀλλὰ μὴν “καὶ ἁπτομένους καὶ χωρὶς ἑαυτῶν” ἀνάγκη εἶναι τοὺς ὄγκους ἑκάστους, οὐ μάτην καὶ τοῦ ἅπτεσθαι μνησθεὶς ἐν τούτοις· ἀλλ’ ὅτι ταῦτα τὰ | |
20 | σώματα οὐκ ἂν ἔχοι τις λέγειν, ὡς οὐ πεπορωμένα ἐστὶν διὰ παχύτητα, καὶ ὅτι συνέστηκεν οὐ κατὰ ἕνωσιν, ἀλλὰ κατά τινα ἀθροισμὸν τῶν σμικρῶν ὄγκων, καὶ “διὰ σμικρότητα ἀοράτων”, ὥς φησιν ὁ Τίμαιος. Καὶ ἔτι πρὸς τούτοις, ὅτι ταῦτα οὐ χωρεῖ δι’ ἀλλήλων ὡς τὰ ἄϋλα, ἀλλὰ τῆς χώρας ἐξίστησιν ἄλληλα δι’ ἀντιτυπίαν· ἔτι δὲ κινουμένους καὶ ἑστῶτας κατὰ δόκησιν, ὅτι οὐδὲ | |
25 | κίνησις οὐδὲ στάσις ἐν τούτοις ἀληθής, ὥσπερ οὐδὲ ἄλλοτι τῶν ἄλλων· ὡς μὲν γὰρ ἀεὶ ῥέοντα κινεῖται, ὡς δὲ ἐν τούτῳ μένοντα καὶ ὁπωσοῦν ἕστηκεν. | |
26 | ΠΕΡΙ ΤΗΣ ΕΝΑΤΗΣ ΥΠΟΘΕΣΕΩΣ. —Τίς ὁ σκοπὸς τῆς ἐνάτης ὑπο‐ | |
θέσεως πρῶτον ζητητέον. | 318 | |
319 | Δεύτερον, διὰ τί ἄλλα ταῦτα λέγεται ἃ μηδέν ἐστιν. Τρίτον, τίνος εἰσὶν αἱ προκείμεναι ἀποφάσεις, ποίαν φύσιν ἀναιροῦσιν. Τέταρτον, εἰπεῖν τί χρὴ καὶ περὶ τῶν συνηγμένων συμπερασμάτων. | |
3 | Λεκτέον οὖν πρὸς μὲν τὸ πρῶτον ὅτι πρόκειται ἀποδοῦναι ὡς ἔχει | |
5 | τὰ ἄλλα πρὸς τὸ ἀνῃρημένον ἓν κατὰ τὴν ἑβδόμην. Ὡς μὲν γὰρ τὸ ἓν ἔχειν μὴ εἴη ἕν, εἴρηται ὅτι οὐδὲν ἔχει τῶν τῷ ἑνὶ συνεπομένων, οὐ ταὐτόν, οὐχ ἕτερον, οὐ κίνησιν, οὐ στάσιν, οὐ τὰ τοιαῦτα, ἅτε μὴ ἔχον τὸ τούτων αἴτιον. Μήποτε δὲ καὶ τὰ ἄλλα δύναιτο ἂν ἔχειν τὰς τούτων μεθέξεις, καὶ εἶναι ἢ ὄντως ἕκαστα, ἢ φαινομένως κατὰ τὴν ὀγδόην. Πρόκειται οὖν δεῖξαι ὅτι οὐδὲ τὰ ἄλλα | |
10 | ταῦτα ἂν πεπόνθοι. | |
10 | Πρὸς δὲ τὸ δεύτερον, ὅτι οὐκ ἐξ ὑποθέσεως κεῖται ἄλλα καὶ ὡσὰν οἰηθείη τις· δείκνυται δὲ μηδὲ ἄλλα ὄντα, ἅτε μηδενὸς ὄντα ἄλλα, ὥστε οὐδὲ ἄλλα. | |
13 | Ἀλλὰ μὴν πρὸς τὸ τρίτον, ἐπειδὴ τὸ μηδαμῶς ὂν οὔτε ἕν τί ἐστιν, | |
15 | οὔτε φαινόμενον ἕν, οὔτε ἄλλα οὔτε φαινόμενα ἄλλα, ὡς μὲν οὐχ ἓν ἔδειξεν ἡ ἑβδόμη, ὡς δὲ οὐδὲ ἄλλα ἡ ἐνάτη δείκνυσιν, ὥστε αἱ ἀποφάσεις αὗται τῶν ἄλλων εἰσὶν ἀναιρετικαί. Καὶ ὥσπερ ἡ ἑβδόμη πᾶν μὲν ἀνῄρηκεν, ἀπετείνετο δὲ μάλιστα πρὸς τὸ ἔσχατον εἶναι δυνάμενον, οὕτω καὶ ἡ ἐνάτη ὑπόθεσις ἀναιρεῖ μὲν πάντα τὰ ἄλλα, ἀποτείνεται δὲ μάλιστα πρὸς τὴν ὀγδόην, δεικνῦσα | |
20 | ἐκ περιουσίας ὅτι οὐδὲ φαινομένως εἶναι δύναται τὰ προκείμενα. | |
20 | Πρὸς τοίνυν τὸ τέταρτον ἓν μὲν οὖν λέγεται ὅτι οὔτε ἓν οὔτε πολλά, οὔτε ἐστὶν οὔτε φαίνεται· ὥστε καὶ ἐνταῦθα δῆλός ἐστιν πρὸς τὰ φαινόμενα ἄλλα τὸ φαινόμενον ἓν ἀντιτάττων, ὡς ἐλέγομεν· ὡς μέντοι δεύτερον συμπέ‐ ρασμα ἐπάγει ὅτι οὔτε φαινομένως ἕν, ἢ πολλά. Τοῦτο δὲ εἰς ταὐτὸν ἄγει | |
25 | τὸ μὴ δοξαστὸν εἶναι τὸ προκείμενον· ἐξ οὗ δῆλός ἐστιν ὅτι καὶ πρότερον τὸ | 319 |
320 | φαινόμενον ἐπί τε τοῦ ἑνὸς καὶ τῶν ἄλλων τὸ δοξαστὸν ἐβούλετο λέγειν, καὶ τὸ φανταστὸν ὅ ἐστιν τὸ αἰσθητόν. Τὴν γὰρ αἴσθησιν φαντασίαν ὁ Πλάτων καλεῖ, ἄλλοθί τε καὶ ἐν Θεαιτήτῳ· τὸ δὲ αἰσθητὸν καὶ δοξαστὸν παντὶ δῆλον ὅτι τὸ σύνθετόν ἐστιν. Εἶτα τρίτον συμπεραίνεται ὡς “οὐδὲ ὅμοια οὐδὲ ἀν‐ | |
5 | όμοια”, καὶ τέταρτον ὡς “οὐ τὰ αὐτὰ οὐδὲ ἕτερα,” καὶ πέμπτον “οὐδὲ ἁπτόμενα οὐδὲ χωρίς”· ἔπειτα ἑνὶ λόγῳ καὶ πάντα ἄγειν παρακελεύεται. Τὰ μὲν οὖν δύο τὰ πρῶτα εἰς τὸ μήτε εἶναι μήτε φαίνεσθαι διῃρημένα πρὸς πᾶσαν τὴν τῶν ἄλλων ἀποτείνεται φύσιν, τά τε φαινόμενα κατὰ τὴν ὀγδόην, καὶ ὅσα εἶναι ἐλέγετο ἐν ταῖς πρόσθεν ὑποθέσεσιν· τὰ δὲ ἄλλα τρία ἀποκλίνει μᾶλλον πρὸς | |
10 | τὴν ὀγδόην. Ἐν αὐτῇ γὰρ συνήγετο τὰ ἁπτόμενα καὶ χωρίς. Καὶ αὐτὸς δὲ πρὸς τὸ “οὐ δοξάζεται” καὶ ταῦτα συνήγαγεν· “Ἓν ἄρα εἰ μὴ ἔστιν, τὰ ἄλλα οὔτε ἐστὶν οὔτε δοξάζεται ἓν οὔτε πολλά. —Οὐκ ἔοικεν. —Οὐδὲ ἄρα ὅμοια, οὐδὲ ἀνόμοια.” Εἰ μὴ ἄρα καὶ πρὸς τὸ “ἔστιν” καὶ πρὸς τὸ “δοξάζεται” ὁμοῦ εἴρηται. Ἀλλὰ τό γε ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι ἐν τοῖς ἄλλοις τῆς ὀγδόης | |
15 | μόνοις συνεπεράνθη. Ἐπίστησον δὲ καὶ νῦν ὅτι τὸ μὴ ἅπτεσθαι καταφατικῶς ἐνταῦθα χωρὶς εἶναι συνήγαγεν, ὁμοίως δὲ καὶ ἐν τῇ ὀγδόῃ· ὥστε καὶ ἐν τῇ δευτέρᾳ τὸ μὴ ἅπτεσθαι εἰς τὸ χωρὶς εἶναι μεταλαβεῖν ἀξιώσει, καὶ τὴν κατά‐ φασιν νοεῖ ἀντὶ τῆς ἀποφάσεως. | |
18 | Εἴδομεν ἔτι τὸ λειπόμενον εἴ τι δεῖται σαφηνείας ἡ λέξις καὶ ἡ τῶν | |
20 | ἐπιχειρημάτων δύναμις. Ἐπεὶ οὖν συμπεπλήρωται πᾶσα ἡ μέθοδος, ἐφάπαξ ἰέναι φησὶν ἐπὶ τὴν ὑπόθεσιν “εἰ μὴ ἔστι τὸ ἕν, τί χρὴ εἶναι τὰ ἄλλα;” οὐ γὰρ τί πεπονθέναι· οὐδὲν γὰρ ὑπόκειται τὸ πεισόμενον, ἢ οὐ πεισόμενον. Οὐκοῦν ᾗ ἄλλα ὑπόκειται τοῦ ἑνός, οὐκ ἂν εἴη ἕν· ἀλλὰ μὴν οὐδὲ πολλά· ὅπου γὰρ τὰ πολλὰ καὶ τὸ ἓν πάντως. Ἀντίθεσις γὰρ μία τὸ ἓν καὶ τὰ πολλά· καὶ μὴν | |
25 | οὐδὲ φαίνεται· “Τί δή; (ἔφη ὁ Ἀριστοτέλης τὸ τί.) —Ὅτι τὰ ἄλλα τῶν μὴ | |
ὄντων οὐδενὶ οὐδαμῆ οὐδαμῶς οὐδεμίαν κοινωνίαν ἔχει, οὐδέ τι τῶν μὴ ὄντων | 320 | |
321 | παρὰ τῶν ἄλλων τῴ ἐστιν· οὐδὲ γὰρ μέρος ἐστὶ τοῖς μὴ οὖσιν.” Τί τοῦτο λέγων ὁ Παρμενίδης; ἢ ὅτι τὰ ἄλλα· λέγει δὲ νῦν ἄλλα οὐ τὰ προκείμενα, ταῦτα γὰρ μὴ ὄντα καλεῖ νῦν, ἀλλ’ ὅσα ἐστὶν καὶ ὁρᾶν δύναται καὶ δοξάζειν. Ταῦτα οὖν, φησίν, “οὐδεμίαν ἔχει κοινωνίαν οὐδενὶ τῶν μὴ ὄντων οὐδαμῆ | |
5 | οὐδαμῶς”· ὥστε οὐδὲ τὴν ὁρωμένου καὶ ὁρῶντος, οὐδὲ τὴν δοξαζομένου καὶ δοξάζοντος· κοινωνίαι γὰρ αὗταί τινες· ἐπεὶ καὶ ἔστιν τι τοῦ δοξαστοῦ ἐν τῷ δοξάζοντι αὐτό γε τὸ εἶδος ἀναματτόμενον. Πῶς δ’ ἂν εἴη τι καὶ ὁτιοῦν τῶν μὴ ὄντων ἔν τινι τῶν ὄντων ἅπερ ἐκάλεσεν ἄλλα νῦν παρὰ τὰ μὴ εἶναι ὑπο‐ κείμενα; Καὶ ἐπίστησον ὅτι καὶ κατὰ συνήθειαν ἐνίοτε τὰ ἄλλα ὀνομάζει, οὐχ | |
10 | ὡς ἄλλα τοῦ ἑνὸς κατὰ τὴν μέθοδον ἀντιδιῃρημένα πρὸς τὸ ἕν, ἀλλ’ ὡσεὶ καὶ τὰ αὐτὰ ὠνόμαζεν ἄλλα πρὸς τὰ ἄλλα οἷς τὰ νοητὰ πρὸς τὰ αἰσθητά· καίτοι τὰ μὲν αἰσθητὰ ἄλλα κυρίως, αὐτὰ δὲ κυρίως τὰ νοητά. Ταῦτα δὲ ἀκριβολο‐ γοῦμαι ὅτι καὶ ἐν τῷ δευτέρῳ διορισμῷ τῆς ἕκτης ὑποθέσεως ἕτερον ἐλέγομεν τῶν ἄλλων τὸ ἓν μὴ ὄν, ἄλλων λέγοντες τῶν προτέρων ἑνῶν, πρὸς ἃ τοῦτο | |
15 | συγκρινόμενον ἦν ἓν μὴ ὄν, ὡς ἕτερον τοῦ ἑνὸς καὶ τῶν ἄλλων ἑνάδων ἁπασῶν τῶν προειρημένων. Ἤδη γάρ τι καὶ τοιοῦτον ἀξιοῦμεν νοεῖν; ἢ οὖν οὕτως τὰ ἄλλα νοητέον; ἢ τοῦτο μᾶλλον λέγει ὅτι τὰ ἄλλα ἃ νῦν ὑπόκειται τῶν μὴ ὄντων ἐστίν, εἴπερ τοῦ μηδενὸς ἄλλα ἐστίν. Μὴ ὄντα οὖν οὐδεμίαν ἔχει κοινω‐ νίαν οὐδενὶ οὐδὲ πάρεστι τῶν ἄλλων τούτων τινὶ τῶν μὴ ὄντων· οὐδὲ γὰρ τὰ | |
20 | παρὰ τὰ ἄλλα ἐστίν, οἷον τὸ ἓν ἢ τὰ συνεπόμενα τῷ ἑνί. Οὐδὲν ἄρα τούτων παρά τινι τῶν ἄλλων· οὐδὲ ἄρα δοξάζω τοῦ μὴ ὄντος παρὰ τοῖς ἄλλοις· οὐ γὰρ δοξάζει τό γε μὴ ὄν. Καὶ μήποτε ἀμείνων ἡ προτέρα ἐξήγησις· ἐπάγει γὰρ αὐτῇ μαρτυρῶν τάδε· “οὐδὲ δοξάζεται οὐδαμῆ οὐδαμῶς τὸ μὴ ὂν ὑπὸ τῶν ἄλλων,” ὡσὰν τῶν ἄλλων παρὰ τὰ προκείμενα ἄλλα δοξάζειν, ἅτε μηδὲ ὄντα. | |
25 | Εἰ μὴ ἄρα τοῦτο λέγει ὅτι τὰ νῦν ὑποκείμενα ἄλλα οὔτε δοξάζεται, “δόξα γὰρ οὐκ ἔστι τοῦ μὴ ὄντος δοξάζοντος παρὰ τοῖς ἄλλοις” ὡς δοξαζομένοις, οὔτε δοξάζει· τὸ γὰρ μὴ ὂν οὐ δοξάζεται ὑπὸ τῶν ἄλλων. Οἶμαι δὲ ὅτι ταῦτα | |
μὲν ἐν λημματίου τάξει προείληφεν ὅτι τὸ μὴ ὂν οὐ δοξάζεται ὑπὸ τῶν ἄλλων, | 321 | |
322 | οὐδέ ἐστιν αὐτοῦ δόξα παρὰ τοῖς ἄλλοις. Οὐδεμία γὰρ κοινωνία τῷ ὄντι πρὸς τὸ μὴ ὄν, οὐδὲ τῷ μὴ ὄντι πρὸς τὸ ὄν. Τούτων δὲ προληφθέντων συλλογίζεται λοιπὸν ὅτι τὰ νῦν προκείμενα ἄλλα, ὅτι μὲν οὐχ ἓν οὐκ ἂν δοξασθείη ἕν, ἅτε μὴ ἕν· τὸ γὰρ μὴ ὂν οὐ δοξάζεται ὃ οὐκ ἔστιν, ἀλλὰ μὴν οὐδὲ πολλά· “ἄνευ | |
5 | γὰρ ἑνὸς πολλὰ δοξάσαι ἀδύνατον,” ὅτι μηδέ ἐστι πολλὰ τὰ ἄλλα. Οὔτε ἄρα ὡς ἓν οὔτε ὡς πολλὰ δοξασθήσεται· οὐδὲ πολλὰ ἄρα οὐδὲ ἓν εἴη ἂν φαινο‐ μένως, ὃ δεῖξαι προέκειτο. “Οὐκοῦν καὶ συλλήβδην εἰ εἴποιμεν· ἓν εἰ μὴ ἔστιν, οὐδέν ἐστιν, ὀρθῶς ἂν εἴποιμεν;” Οὐκ ἔστι τοῦτο συμπέρασμα τῶν τεσσάρων ὑποθέσεων, ὥς φησιν (οὐ γὰρ πᾶσαι τὰ ἀδύνατα συνῆγον), ἀλλὰ τῶν δυεῖν | |
10 | μόνων ἐν αἷς τὸ μὴ εἶναι παντελῆ ἀπόφασιν ἐδήλου· ταύταις γὰρ εἵπετο “τὸ οὐδέν”. | |
12t | Δαμασκίου διαδόχου εἰς τὸν Πλάτωνος Παρμενίδην ἀπορίαι καὶ | |
13t | ἐπιλύσεις ἀντιπαρατεινόμεναι τοῖς εἰς αὐτὸν ὑπομνήμασιν τοῦ φιλο‐ | |
14t | σόφου. Τέλος. | 322 |