TLG 4066 002 :: DAMASCIUS :: Vita Isidori (ap. Sudam, Hesychium, Photium et e cod. Vat. 1950) DAMASCIUS Phil., Diadochus
Neoplatonicus Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728) Vita Isidori (ap. Sudam, Hesychium, Photium et e cod. Vat. 1950) Dup. partim 4066 007 Citation: Fragment — (line) | ||
ante | Photius Bibliotheca, cod. 181 p. 125b 32 Bekker (= Henry II p. 189) Γράφειν δὲ τὸν Ἰσιδώρου βίον προθέμενος, Θεοδώρᾳ τινὶ τὸ σύνταγμα προσπεφώνηκεν, Ἕλληνα μὲν καὶ αὐτῇ θρησκείαν τιμώσῃ, μαθημάτων δὲ τῶν τε κατὰ φιλοσοφίαν, καὶ ὅσα περὶ ποιητάς τε καὶ γραμματικὴν στρέφεται | |
5 | ἐμπειρίαν, οὐκ ἀπείρως ἐχούσῃ, ἀλλά γε καὶ πρὸς γεωμετρικήν τε καὶ ἀριθμητι‐ κὴν ἀνηγμένῃ θεωρίαν, αὐτοῦ τε Δαμασκίου καὶ Ἰσιδώρου τὴν διδασκαλίαν αὐτῇ τε καὶ ταῖς νεωτέραις ἀδελφαῖς κατὰ διαφόρους χρόνους πεποιημένων. αὕτη θυγάτηρ ἐγεγόνει Κυρίνας καὶ Διογένους τοῦ Εὐσεβίου τοῦ Φλαβιανοῦ, ὃς εἷλκε τὸ γένος ἀπὸ Σαμψιγεράμου τε καὶ Μονίμου, εἰς οὓς ἀνάγεται καὶ | |
---|---|---|
10 | Ἰάμβλιχος, ἄνδρας τὰ πρῶτα τῆς εἰδωλολατρούσης ἀσεβείας ἀπενεγκαμένους. τὴν μὲν οὖν βιογραφίαν Ἰσιδώρου ὁ Δαμάσκιος ταύτῃ προσφωνεῖ, ἧς καὶ ἡ ἀξίωσις, καὶ ἄλλων τινῶν συναιτίων γεγενημένων τῆς προτροπῆς, αἰτία κατέστη τῷ συγγραφεῖ, καθάπερ αὐτὸς ἐπιμαρτύρεται, τῆς σπουδῆς. | |
1* | cod. Vaticanus 1950, folium 401 Σεμνότητος μὲν ὁ λόγος ἀντέχεται· εἰς σεμνότητα δέ, οὐκ εἰς ἀλαζονικήν τινα οὐδὲ σκοτεινὴν οὐδὲ περιοδικὴν ἀχθήσεται, σαφὴς δὲ καὶ αὐτοφυὴς καὶ ἀσύνδεσμος ἔσται καὶ τῆς νεαροπρεποῦς ῥητορείας οὐκ ἐθελήσει ἀντέχεσθαι. | |
5 | οἰκεῖον γὰρ τὸ σεμνόν, τὸ σῶφρον, τὸ σαφές, τὸ μὴ ἐπιτετηδευμένον, τὸ ἀρχαῖον τοῦ θείου φιλοσόφου, περὶ οὗ ὁ λόγος, τῷ εἴδει καὶ τύπῳ τῆς διηγήσεως. καὶ τὸ μὴ προσκορὲς δὲ διὰ πλῆθος τῷ μὴ ἀπειροκάλῳ λόγῳ ἀναγκαῖον ὑπάρχειν. ὅπως δὲ τὸ σεμνὸν καὶ ἀρχαῖον καὶ σαφὲς καὶ σύντομον εἰς ταὐτὸ δυνατὸν ἰέναι, εἰ καὶ τοῦτο οὐ ῥᾳδίον, καὶ ποῖαι τῶν ἰδεῶν τοῦτο ἐργάζονται, καὶ | |
10 | τίς ἡ τούτων μῖξις, εἰπεῖν μὲν οὐ πάνυ δυσχερές, χρήσασθαι δὲ ταύταις ἐν τῷ λόγῳ καὶ κατανοῆσαι ταύτας ἑτέρου λέγοντος, τίνες τε καὶ ὅπως μεμιγμέναι καὶ τί ἑκάστης πλεονάζει, οὐκέτι εὐπετὲς τῷ μὴ μελέτῃ καὶ μαθήσει τεχνικῇ ἠγμένῳ. ἐννοίαις τε οὖν καὶ μεθόδοις ταῖς κατὰ ἀπόφασιν καὶ δίχα ἐνδοιασμοῦ καὶ μετὰ ἀξιώματος προφερομέναις χρηστέον, αἷς καὶ | |
15 | ἀνάγκη ἀκολουθεῖν τὸν βίον καὶ πράξεις θείου ἀνδρὸς γράφοντα, λέξει δὲ μὴ τετραμμένῃ μηδὲ ἐφ’ ἑαυτῆς σκληρᾷ, σχήμασι δὲ ὀρθοῖς καὶ μὴ ἀποστρέ‐ φουσι τὸν λόγον ἀλλ’ ἐκ τῆς τοῦ λέγοντος γνώμης προφερομένοις, κώλοις | |
δὲ καὶ κόμμασι, μέτροις τῶν λόγων οὖσιν, ὡς ἐνδέχεται μὴ περιοδικοῖς μηδὲ συνδεδεμένοις μηδὲ ἀλλήλων ἐξηρτημένοις, ἀλλὰ δεῖ τὴν συνέχειαν μὲν | ||
20 | αὐτῶν φυλάττεσθαι καὶ μὴ κενὰς τρόπον τινὰ χώρας εἶναι, συγκεῖσθαι δὲ καὶ ἑνοῦσθαι δίκην λίθων καλῶς ἐξεσμένων πρὸς τὸ ἀλλήλοις εὐρύθμως συνάπτεσθαι δίχα τῶν ἔξωθεν δεσμῶν (τοῦτο δὲ ἤδη τῶν πάνυ χαλεπῶν ἐν τοῖς λόγοις τῷ ὄντι ἐγγίνεσθαι), τὰς δὲ συνθέσεις αὐτοφυῶς συγκεῖσθαι, καὶ τὰς ἀναπαύσεις βεβηκέναι ἐπί τινων ὀνοματικῶν ἢ ἄλλως μακροτέρων ἢ τοῖς | |
25 | χρόνοις ἢ τῷ πλήθει τῶν συλλαβῶν καὶ λέξεων. καὶ τούτοις ἑπέσθω ὁ ῥυθμὸς μὴ εὐρίπιστος ἀλλ’ ἀκόλουθος μάλιστα ταῖς ἀναπαύσεσι. τούτων δὴ ἕξεται πᾶς ὁ σεμνὸς ἅμα καὶ σαφὴς καὶ σύντομος καὶ ἀρχαῖος λόγος ἐσόμενος. ὅπως δὲ ἕκαστον τούτων κἀν τοῖς παροῦσιν ἔστι καὶ μέμικται, καὶ τίνα πλεονάζει καὶ τίνα παρεῖται καὶ δι’ ἃς αἰτίας ἕκαστον, ὅ γε τεχνίτης καὶ | |
30 | εὔνους τῷ λόγῳ γνώσεται. ἴστω δὲ πᾶς, ὡς οὐκ ἐπιδείξεως χάριν ἀλλὰ τοῦ ὁσίου τοῦ πρὸς τὸν κοινὸν εὐεργέτην ἅπαντα γέγραπται. μάρτυς δὲ τούτου καὶ ἡ ἀλήθεια καὶ αὐτὸς ὁ θεῖος πατήρ, περὶ οὗ ὁ λόγος, μετὰ τοῦ θεοῦ | |
γινώσκων τὴν ἑκάστου περὶ ἅπαντα προαίρεσιν. | ||
2 | Epitoma Photiana 231 διὰ μηχανῆς τινος ἀπόρου καὶ ἀνθρωπίνης ἐλπίδος ἔξω καθεστηκυίας ἐν ἀπορρήτοις τὰ ἀπόρρητα διαμηχανωμένους ὑπέρ τε σφῶν αὐτῶν τῆς οὐρανίας ἐλπίδος καὶ ὑπὲρ τῶν ἄλλων Αἰγυπτίων τῆς ὅλης εὐθημοσύνης. | |
3 | Suda II 613, 14; IV 267, 18 s. vv. ἱερατική; Πυθαγόρας ἱερατικὴ καὶ φιλοσοφία οὐκ ἀπὸ τῶν αὐτῶν ἄρχονται ἀρχῶν, ἀλλ’ ἡ μὲν φιλοσοφία ἀπὸ τῆς μιᾶς τῶν πάντων αἰτίας, εἰς τὴν ὑποστάθμην τῶν ὄντων καθήκουσα διὰ μέσων τῶν ὅλων γενῶν, θείων τε καὶ τῶν μετὰ θεοὺς | |
5 | κρειττόνων καὶ ἐν τρίτῳ, φασί, βήματι φαινομένων. ἓν γὰρ οὐδέν ἐστι τῶν καθόλου προειρημένων τοῖς ἑκατέρωθι φιλοσόφοις, ὥστε καὶ ῥᾳδίαν εἶναι τὴν ἐφαρμογὴν τῷ βουλομένῳ προσαρμόττειν τοῖς Αἰγυπτίοις τὰ τῶν Ἑλλήνων. τὴν δὲ ἱερατικήν, ἥ ἐστι θεῶν | |
10 | θεραπεία, ἐντεῦθέν ποθεν ἀπὸ τῶν περικοσμίων αἰτιῶν ἄρχεσθαι καὶ περὶ ταῦτα πραγματεύεσθαι, ψυχῶν περὶ ἀθανασίας, ὅτι κατὰ τὰ αὐτὰ καὶ Αἰγυπτίοις φιλοσοφεῖται, τῶν τε | |
15 | ἐν ᾅδου {μυρίων} λήξεων παντοίων πρὸς ἀρετὴν καὶ κακίαν ἀφωρισμένων, ἔτι τῶν περὶ τὸν βίον μυρίων μεταβολῶν, ὡς ἄλλοτε ἐν ἄλλοις σώμασιν ἢ γένεσιν ζῴων καὶ φυτῶν διατριβουσῶν. Αἰγύπτιοι δὲ ταῦτά εἰσιν οἱ πρῶτοι φιλοσοφοῦντες· ἀπὸ γὰρ τῶν Αἰγυπτίων ἕκαστα τούτων οἱ Πυθαγόρειοι ἐξήνεγκαν εἰς τοὺς Ἕλληνας. | |
3a | Epitoma Photiana 232 ἀλλ’ ἐντεῦθέν ποθεν ἀπὸ τῆς τρίτης καὶ περικοσμίου γενέσεως ἀναδήσα‐ σθαι τὰ πείσματα τῆς ἀναγωγοῦ σω‐ | |
5 | τηρίας. | |
4* | Suda III 568, 31 s. v. Ὄσιρις Ὄσιρις· τοῦτον οἱ μὲν λέγουσιν εἶναι τὸν Διόνυσον, οἱ δὲ ἄλλον· ὃν ὑπὸ Τυφῶνος δαίμονος ἐσπαράχθαι, | |
5 | καὶ μέγα πένθος γενέσθαι τοῖς Αἰγυπτίοις, καὶ τοῦ σπαραγμοῦ μνήμην ποιεῖσθαι ἐπὶ πάντα τὸν χρόνον. | |
4a | Suda III 568, 14 s. v. ὅσιον χωρίον | |
Δαμάσκιος· Ὄσιρις Διόνυσος | ||
5 | Suda III 35, 30 s. v. κάρρων ᾤμην αὐτὸν κεκραγέναι καταβάντα εἰς γένεσιν· “ἐγὼ δὲ καρρόθεν ἐνθάδε | |
ἀφικόμην.” | ||
6 | Epitoma Photiana 233; Suda IV 335, 11 s. v. Σεβῆρος καὶ δὴ Σεβῆρος ἀνὴρ τῆς Ῥώμης πατρίκιος, ἄλλα τε διηγεῖτο ἐν Ἀλε‐ ξανδρείᾳ συνδιαιτώμενος, καὶ ὅτι λίθον ἐθεάσατο ἐν ᾧ σελήνης ἐγίνετο σχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δ’ ἄλλα πρὸς ἥλιον αὐξο‐ | |
5 | μένης καὶ μειουμένης ἐνόντα τῷ λίθῳ, καὶ αὐτὸν τὸν ἥλιον· ὅθεν ἡ φήμη τοὺς τοιούτους λίθους καλεῖ συνοδίτας. καὶ ἡλίτην δὲ λίθον ἔλεγεν ἑωρακέναι, οὐχ οἷον οἱ πολλοὶ ἑωράκαμεν, ἀκτῖνας διαφαίνοντα ἀπὸ τοῦ βάθους χρυσί‐ τιδας, ἀλλὰ δίσκον ἡλιοειδῆ κείμενον μέσον τοῦ λίθου, σφαῖραν αὐτόθεν πυρὸς ὡς ἰδεῖν· ἀπ’ αὐτῆς δὲ τὰς ἀκτῖνας ἐκθρώσκειν ἕως ἐπὶ τὴν ἴτυν· | |
10 | εἶναι γὰρ σφαιροειδῆ καὶ ὅλον τὸν λίθον. ἰδεῖν δὲ καὶ σεληνίτην, οὐ τὸν ὕδατι τεγγόμενον, εἶτα ἐκφαίνοντα τὸν μηνίσκον, καὶ διὰ τοῦτο ὑδροσεληνίτην καλούμενον, ἀλλὰ κατὰ φύσιν τὴν ἑαυτοῦ τρεπόμενον ὅτε καὶ ὅπως ἡ σελήνη | |
τρέποιτο, θαυμάσιον χρῆμα τοῦτό γε φύσεως. | ||
7 | Suda II 668, 25; II 12, 18; II 562, 29 s. vv. Ἰσίδωρος et δαιμονίᾳ et ἡλικιώτης νέῳ δὲ ὄντι θαυμαστόν τι συμβέβηκεν. ἀδελφῆς γὰρ υἱὸς αὐτῷ καὶ ἡλικιώτης ἔτη ὀκτωκαίδεκα γεγονώς, ἐπιδειξάμενος εὐθὺς ἐκ νέων φύσεώς | |
5 | τινα ῥώμην δαιμονίαν, ἀπὸ τοῦ τέγους πεσὼν ἐτελεύτα παραχρῆμα τὸν βίον· καὶ πένθους ἐπ’ αὐτῷ μεγάλου συνεστῶτος, ἐπιφοιτῶν ἐνύπνιος τῷ Ἰσιδώρῳ τοῦτον παρεμυθεῖτο. | |
8 | Epitoma Photiana 234 τυφλῆς δὲ καὶ ἀσαφοῦς τῆς φήμης περιπλανωμένης. | |
9 | Epitoma Photiana 235 ὁ μὲν οὖν πλεῖστος λόγος ἀπολωλέναι τὸν Αἰγύπτιον, διεφέρετο δὲ ὅμως καὶ σωτηρίας τις ἄγγελος φήμη. | |
10 | Suda III 568, 16 s. v. ὅσιον χωρίον ἐπεὶ δ’ ὅσιον ἦν ἐπιζητῆσαι τὸν ἀφανῆ γεγονότα ἀδελφὸν τὴν ἐπὶ Καρίας ἐτράπετο. | |
11 | Suda I 284, 8 s. v. ἀπήντα | |
πάντα αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν. | ||
12 | Epitoma Photiana 312 καταβοῶν δὲ τῶν αἰσθήσεων πασῶν, μᾶλλον τῶν ἄλλων τῆς ἁπτικῆς κατεβόα· εἶναι γὰρ αὐτὴν τῷ ὄντι χθονίαν καὶ ἀντίτυπον καὶ κατασπῶσαν | |
τὴν ψυχὴν εἰς τὸν τῆς γενέσεως ἀέναον ὀχετόν. | ||
13* | Suda II 630, 20 s. v. ἱλαρός | |
ἐπέπρεπε δὲ αὐτῷ μάλιστα τὸ τῆς ψυχῆς ἱλαρόν. | ||
14 | Suda III 111, 8 s. v. κήρινον ἐκμαγεῖον κήρινον ἐκμαγεῖον· ἡ φαντασία τοῦ νοός. | |
15 | Suda IV 671, 18 s. v. ὑποκορίζεται προχειρότερος ἦν εἰς ἐπιτίμησιν. διὸ καὶ θαμὰ πολλοῖς προσέκρουεν, οὐκ | |
ἀνεχόμενος αὐτῶν τὴν κακίαν ὑποκορίζεσθαι. | ||
16 | Epitoma Photiana 236 καὶ τάχα ἂν ἥδε ἡ πάθη ἀπροαίρετος ἂν εἴη, καὶ διὰ τοῦτο συμβαίνοι ἂν ἴσως καὶ ταῖς ἀκηράτοις. | |
17* | Suda II 675, 17 s. v. ἰσχυρογνώμων ὁ δὲ ἐπὶ τοῖς ἁμαρτανομένοις ἰσχυρογνώμων. | |
18* | Suda III 443, 3 s. v. ναὶ μὰ τόν ἁμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ ἀνέστειλε τοῦ ἀδικεῖν πατρικῇ, ναὶ μὰ τόν, ὁ γενναῖος τῇ παρρησίᾳ. | |
19 | Suda II 266, 24; I 136, 5; II 303, 26 s. vv. ἐναγεῖς et ἄμαχον et ἐξαίσια τοὺς δὲ παντάπασιν ἀπεωθεῖτο ὡς ἐναγεῖς ὄντας καὶ ἀνιάτους, οὐδέν τε αὐτὸν ἐδυσώπει προσδέχεσθαι σφῶν τὴν ὁμιλίαν, οὐ πλοῦτος ἐξαίσιος, οὐ | |
περιφάνεια πολιτείας, οὐ δυναστεία ἄμαχος, οὐ κακοήθεια τυραννική τις. | ||
20 | Suda II 732, 19 s. v. θοίνη τοὺς πλουσίους οὐκ ἐν θοίνῃ ποιούμενος, οὐδὲ τὰ τούτων δῶρα προσιέμενος. | |
21 | Epitoma Photiana 237 τὰ βέλτιστα παραινῶν καὶ παροξύ‐ νων τῷ λόγῳ τοὺς ἐν τῷ ἔργῳ βλα‐ κεύοντας. | |
21a | Suda I 474, 16 s. v. βλακεύεται καὶ παροξύνων τῷ λόγῳ τοὺς ἐν ἔργῳ βλακεύοντας. οὐδεμιᾶς γοῦν ἐτίθετο κακίας ἐλάττω | |
5 | τὴν ῥᾳθυμίαν, ἁπασῶν δὲ σχεδὸν τὴν μεγίστην. | |
22* | Suda IV 285, 22 s. v. ῥᾳστώνη ῥᾳστώνῃ συζῶντας καὶ ἀνειμένον βίον ἀσπαζομένους. | |
23* | Suda IV 631, 20 s. v. ὑβρίζειν ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστωνεύεσθαι. | |
24 | Suda I 15, 10 s. v. ἀγαθοεργία | |
ὡς δὲ ἑνὶ λόγῳ τὸ πᾶν συλλαβεῖν, ὅπερ ἔφη ὁ Πυθαγόρας ὁμοιότατον ἔχειν τῷ θεῷ τὸν ἄνθρωπον, τοῦτο σαφῶς ἐπὶ τῶν ἔργων αὐτὸς ἐπεδείκνυτο, τὴν ἀγαθοεργὸν προθυμίαν καὶ τὴν ἐς πάντας ἐπεκτεινομένην εὐεργεσίαν· | ||
5 | μάλιστα μὲν τὴν ἀναγωγὸν τῶν ψυχῶν ἀπὸ τῆς κάτω βριθούσης παντοίας κακίας· ἔπειτα καὶ τὴν σωτήριον τῶν σωμάτων ἐκ τῆς ἀδίκου ἢ ἀνοσίου ταλαιπωρίας· τὸ δ’ αὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅση δύναμις. | |
25* | Suda I 15, 19 s. v. ἀγαθοθέλεια οὐκ ἀρκεῖ τοῖς πράγμασιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμης καὶ ἐπιστρεφείας. | |
26 | Suda II 384, 20 s. v. ἐπιστρεφής ὁ δὲ ἀγχίνους ὢν καὶ ἐπιστρεφὴς ὅμως τι εὐπαράγωγον ἐπεδείκνυτο. | |
27* | Suda II 454, 19; III 509, 13 s. vv. εὔκολος et Ὀδύσσεια ὁ δὲ ἁπλοῦς ἦν καὶ μάλα εὔκολος, συμπειθόμενος καὶ παρελκόμενος ἀγωνιᾶν τὸ ἀνδράποδον, καθάπερ Ὀδύσσειόν τινα καὶ Θεμιστόκλειον παρεληλυθότα δεινότητα καὶ πανουργίαν. | |
28 | Suda I 512, 9 s. v. γελασείω νῦν δὲ καὶ τῷ μὴ πάνυ γελασείοντι γέλωτα παρέξει γενναῖον ἡ τοῦ ἔργου διέξοδος. | |
29 | Suda II 573, 17 s. v. ἠνείχοντο | |
οὔτε ἐπεγγελᾶν ἠνείχοντο τοῖς εἰρημένοις. | ||
30 | Epitoma Photiana 238 ὅτι τριῶν ὄντων εἰδῶν τῆς ψυχῆς τριττὴ καὶ ἡ πολιτεία, καὶ ἔχει μὲν ἑκάστη τὰς τρεῖς, ἀλλ’ ἑνὶ διαμορ‐ | |
5 | φοῦται καὶ ὀνομάζεται τῷ ἐπικρα‐ τοῦντι. καὶ λόγῳ μὲν ἰθύνεται ὁ ὡς ἐπὶ Κρόνου Βίος 〈ἢ〉 ἡ λεγομένη χρυσῆ γενεὰ ἢ τὸ τῶν θεῶν ἀγχίσ‐ πορον γένος, οἷα ἐν σχήματι μύθου | |
10 | σεμνύνουσιν οἱ ἐν τῷ τρίποδι τῆς | |
Μούσης καθήμενοι ποιηταί· θυμῷ δὲ διανισταμένην πολιτείαν τὴν ἐπὶ πολέμους καὶ μάχας, καὶ ὡς ἐπίπαν φάναι, τὴν περὶ πρωτείων | Column end | |
15 | καὶ δόξης ἀγωνιζομένην, οἵαν γε‐ νέσθαι τὴν ἐπὶ τῆς ἱστορίας ἑκάστοτε θρυλουμένην ἀκούομεν· ἐπιθυμίᾳ δὲ τὴν πανταχῇ διαρρέ‐ ουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάστου | |
20 | διεφθαρμένην, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνείᾳ καλινδουμένην, φιλο‐ χρήμονα, μικροπρεπῆ, δουλεύειν | |
ἀσφαλῶς ἐθέλουσαν, | Column end | |
25 | οἵα τῶν ἐν τῇ νῦν | |
γενέσει πολιτευομένων ἡ ζωή. | Column end | |
30a | Suda IV 852, 19; IV 637, 10; 637, 17 s. vv. ψυχή et ὑηνεία ὅτι μέρη τῆς ψυχῆς ἢ εἴδη τρία· λογιζόμενον, θυμούμενον, ἐπιθυ‐ | |
5 | μοῦν. ἀναγκαῖον οὖν καὶ τριττὴ πολι‐ τεία ἐγένετο, ἔχουσα ἑκάστη τὰς τρεῖς, ἀλλὰ τῷ κρατοῦντι ἑνὶ τὸ πᾶν μορφουμένη. καὶ τὴν μὲν προιέναι κα‐ τὰ λόγον, ἣν ἄν τις τὴν ἐπὶ Κρόνου | |
10 | ὀνομάσειε ζωὴν καὶ πολιτείαν· τὴν δὲ κατὰ θυμόν, διανισταμένην εἰς πολέμους καὶ μάχας περὶ πρω‐ τείων καὶ δόξης, οἷα τὰ ἐν ταῖς ἱστορίαις θρυλούμενας· | |
15 | τὴν δὲ κατ’ ἐπιθυμίαν, πανταχῇ διαρρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάσ‐ του διεφθαρμένην, ταπεινὰ καὶ γυ‐ ναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνείᾳ καλινδουμένην, | |
20 | φιλοχρήμονα, δουλοπρεπῆ, οὐδὲν τί‐ μιον οὐδὲ ἐλεύθερον διαπραττομένην, ἀνδραποδώδη καὶ ἀσθενῆ, γαστρὶ καὶ | |
αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦ‐ σαν οὐδὲ θυμῷ γενναίῳ χρωμένην· | ||
25 | οἶον σῶμα παρειμένον ἐν μιᾷ χώρα κείμενον ἐκνενευρισμένον, οὐδὲ κι‐ νεῖσθαι ἔτι δυνάμενον· καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυτο τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευο‐ | |
30 | μένων ἀνθρώπων. | |
31* | Suda II 314, 30 s. v. ἐξητασμένον οὐκ ἂν εὕροι τις οὔτε δαψιλὲς οὔτε πρὸς τὸ δίκαιόν τε καὶ ἴσον ἐξητασμένον. | |
32* | Suda I 67, 31 s. v. ἄθεον ἄθεόν ἐστι τὸ μὴ τὴν ἀθανασίαν τῆς ψυχῆς διασῴζειν καὶ ἀνάγειν εἰς τὸ θεοειδὲς καὶ συνάγειν αὐτὴν πρὸς τὸ θεῖον ἀρρήκτοις καὶ ἀλύτοις δεσμοῖς. ἢ τἀναντία τούτων τὸ κατασπᾶν καὶ καθέλκειν τὸ ἐν ἡμῖν θεῖον εἰς τὸ | |
5 | γηγενὲς καὶ ἀλιτήριον καὶ γιγαντῶδες ἢ τιτανικὸν δεσμωτήριον. | |
33* | Suda IV 324, 22 s. v. Σαραπίων ὃν μόνως οἰκεῖον ἐγνωρίζειν ὄντα καὶ προσεδέχετο. καὶ δὴ ἐν αὐτῷ | |
θεάσασθαι ἐδόκει τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνος ἢ συνάγων ἑαυτὸν ἀεὶ καὶ συναιρῶν, ὡς οἷόν τε, | ||
5 | πρὸς τὸ εἴσω καὶ τὸ ἀμερέστερον. | |
34* | Suda IV 323, 28; III 228, 4 s. vv. Σαραπίων et λάθε Σαραπίων· τοῦτον ἐποιήσατο φίλον ὁ Ἰσίδωρος, τὸν 〈ὑπερ〉βαλόντα πάντας ἀνθρώπους ἐπὶ εὐσεβείᾳ τε καὶ ὅλῃ βίου φιλοσοφίᾳ, πλὴν αὐτοῦ τοῦ Ἰσι‐ δώρου. τοσοῦτον δὲ τῷ ἀνδρὶ περιῆν ἀληθοῦς τρόπου τε καὶ λόγου, τοῦ τε | |
5 | ἐν παροιμίᾳ λέγεσθαι εἰωθότος, ἔργῳ δὲ βεβαιωθέντος ὑπ’ ἐκείνου, τοῦ “λάθε βιώσας”, ὥστε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν νεω‐ τέρων οὔτε τῶν πρεσβυτέρων ἐλπίσαιμι ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τις ἄλλος, οἷος ἦν ὁ Σαραπίων ἐκεῖνος, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιστάμην, εἰ μή μοι αὐτὸς ὁ φιλόσοφος ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ | |
10 | ποτὲ ἔφη πείσεσθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλως τε καὶ ὅτε ἐγήρα, μηκέτι καταβαίνειν θαμὰ ἀπὸ τῆς σφετέρας οἰκίας, οἰκεῖν δὲ μόνον ἐν οἰκίσκῳ μικρῷ, τῷ ὄντι μονάδα βίον ἀναδεδεγμένον, πρὸς μόνον τὰ ἀναγκαιό‐ | |
τατα χρώμενον τῶν γειτόνων ἐνίοις. εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντως ἔλεγε καὶ ἐν ἰδιώτου | Column end | |
15 | σχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆς ἑορτῆς | |
νόμος. | Column end | |
35* | Suda II 335, 8 s. v. ἐπαινέσας οὓς ἐπαινέσας τῆς προθυμίας ἀρ‐ | |
κεῖσθαι ἔφη τοῖς παροῦσι. | ||
36* | Suda III 300, 23 s. v. λυπρά λυπρά τε σιτούμενος καὶ σκληρῶς ἐγ‐ καθεύδων καὶ πᾶσι κεχρημένος πολὺ ἐνδεέστερον ἢ πρὸς τὴν ἐξουσίαν. | |
37* | Suda IV 84, 11 s. v. πενία καὶ πένης οὐχ ὁ μηδὲν κεκτημένος, ἀλλ’ ὁ πολλῶν ἐφιέμενος· καὶ πλού‐ σιος οὐχ ὁ πολλὰ περιβεβλημένος, | |
5 | ἀλλ’ ὁ μὴ πολλῶν δεόμενος. | |
38 | Epitoma Photiana 239 προθυμότατος εἰς ἀποδημίαν οὐ τὴν μάταιον καὶ τρυφῶσαν, εἰς ἀνθρώπινα οἰκοδομήματα καὶ μεγέθη καὶ κάλλη πόλεων διαχαίνουσαν· ἀλλ’ εἴ πού τι θαυμαστὸν ἀκήκοεν ἢ ἱεροπρεπές, ἀφανὲς ἢ φανόν, αὐτόπτης ἠβούλετο γενέ‐ | |
5 | σθαι τοῦ θαύματος. | |
39* | Suda IV 324, 14 s. v. Σαραπίων τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλ’ ἀτεχνῶς εἰπεῖν θείαν, εὐχάς τε ἀεὶ καὶ ἀρετὰς πρὸς ἑαυτὸν ἢ πρὸς τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ σιγῇ διανοούμενον. | |
40 | Epitoma Photiana 240 | |
αὐτὴν δὲ τὴν ψυχὴν ἐν ταῖς ἱεραῖς εὐχαῖς πρὸς ὅλον τὸ θεῖον πέλαγος ἔλεγε τὰ μὲν πρῶτα συναγειρομένην ἀπὸ τοῦ σώματος εἰς ἑαυτήν, αὖθις δὲ ἐξισταμένην τῶν ἰδίων ἠθῶν καὶ ἀναχωροῦσαν ἀπὸ τῶν λογικῶν ἐννοιῶν | ||
5 | ἐπὶ τὰς τῷ νῷ συγγενεῖς, ἐκ δ’ αὖ τρίτων ἐνθουσιῶσαν καὶ παραλλάττουσαν εἰς ἀήθη τινὰ γαλήνην θεοπρεπῆ καὶ οὐκ ἀνθρωπίνην. | |
41* | Suda IV 324, 17 s. v. Σαραπίων ζητητικὸς δὲ ὢν τῆς ἀληθείας καὶ φύσει θεωρητικὸς οὐ περὶ τὰ τεχνικώ‐ τερα τῆς φιλοσοφίας ἠξίου διατρίβειν, ἀλλὰ τοῖς ἁδροτέροις καὶ ἐνθουσιαστι‐ κωτέροις νοήμασιν ἐνεφύετο. διὸ μόνον σχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ | |
5 | ἀνεγίνωσκεν, ἐρωτῶν ἐφ’ ἑκάστοις ἀεὶ τοῖς παραπίπτουσι ζητήμασι τὸν Ἰσίδωρον, ἄκραν ὡς εἰπεῖν ἐπιστήμην ἐν θεολογίᾳ προβεβλημένον. | |
42* | Suda II 124, 30 s. v. δοκοῦντα πολλὰ λέγει παράδοξα καὶ δοκοῦντα τοῖς φιλοσόφοις, πολλὰ τῶν καθ’ | |
ᾅδου, οὔπω τινὰ ἀκοὴν φέροντι τῷ Ἰσιδώρῳ τοσούτων ἀκουσμάτων. | ||
43* | Suda I 260, 4 s. v. ἀπαθῆ τὸ ὑγιαίνειν ἐν τῷ τεθνάναι μᾶλλον ἢ ἐν τῷ ζῆν. | |
44 | Epitoma Photiana 241 τοῦτον ἐπαινῶν Ἰσίδωρος ὁ φιλόσοφος κατὰ στόμα εἶχε. | |
45 | Suda I 428, 27; II 450, 16; IV 232, 11 s. vv. ἀφέλεια et εὐθύγλωττος et προσποιεῖται καὶ Δαμάσκιός φησιν, ὡς Ἰσίδωρος πρὸς τῇ ἀφελείᾳ καὶ ἀψεύδειαν ἠγάπα διαφερόντως καὶ ἀπεδέχετο, ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος, | |
5 | καὶ οὐδ’ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προσποιούμενον. | |
46* | Suda II 558, 4; II 534, 21 s. vv. ἥκιστα et εἴρων ἥκιστα δ’ ἄν τις αὐτὸν ἐθεάσατο παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ | |
ποτέ, ἤτοι πρὸς τὸ εἰρωνικώτερον ἢ ἀλαζονέστερον. | ||
47* | Suda II 298, 12 s. v. ἐξάγιστος ὁ δὲ τὸ ψεῦδος ἀπεστρέφετο καθάπερ ἄλλο τι τῶν ἐξαγίστων. | |
48* | Suda I 513, 24 s. v. γενναῖος ὅτι χρημάτων κρείττων ὁ γενναῖος ἀνήρ. | |
49 | Suda IV 204, 27; IV 723, 17 s. vv. προέμενος et φιλία ὁ δὲ τῶν φίλων ἐχρῆτο τοῖς βουλεύμασι, τὰ οἰκεῖα προέμενος· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακεν ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν. | |
50 | Suda II 57, 6 s. v. διαθέτης ἦν δὲ καὶ τἄλλα σοφὸς οἴκου διαθέτης καὶ πολύ τι τῆς ἡμέρας μέρος εἰς | |
ταῦτα ἀνήλισκε, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων. | ||
51* | Suda IV 580, 22; IV 687, 24 s. vv. τραγήματα et ὑφορώμενος καὶ παρατιθέναι τῶν τραγημάτων πολλοῖς ἅμα συνεστιωμένοις ἐνίοτε καρύων μὲν τρία ἢ τέτταρα, τῶν δὲ ἰσχάδων, ἂν οὕτω τύχοι, πέντε ἢ ἕξ. εἰ δὲ παρρησιασθέντες ἡμεῖς χαρίεσσάν τινα παρρησίαν ᾐτήσαμεν ἔτι πλείους, | |
5 | προσέθηκεν ἂν ἴσως δύο ἢ τρία, μάλα σεμνῷ προσώπῳ καὶ οὐδὲν ὑφορώ‐ μενος τὸν τῶν νεωτέρων γέλωτα. | |
52 | Suda IV 223, 6 s. v. προσεποιήθη ᾐσθάνετο μὲν οὖν ἡμῶν ταύτῃ πῃ διακειμένων, οὐ μέντοι προσεποιήθη τὸν νοῦν προσέχειν. | |
53 | Suda IV 57, 30; I 33, 2 s. vv. παρίστασθαι et ἀγοραῖοι οὐ γὰρ προΐετο τὰ χρήματα ῥᾳδίως, οὐδὲ πρόχειρος ἦν καταφρονεῖν χρημάτων δικαίως ὀφειλομένων, ἀλλὰ παρίστατο καὶ 〈ἐπ〉εξῄει τοῖς | |
ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων. | ||
54 | Epitoma Photiana 242 μετριωτέρα γὰρ πειθὼ καὶ παραίνεσις τῆς ἀπὸ τῶν ἄλλων λόγων τοῖς πολλοῖς ἡ ἀπὸ τῆς ἱστορίας, καὶ μᾶλλον τῆς παλαιοτέρας ἡ ἀπὸ τῆς νεωτέρας καὶ τοῖς ἀκροωμένοις φέρουσά τι γνωριμώτερον. | |
55 | Suda IV 378, 17; II 522, 14 s. vv. σκιὰ ὀνείρων et εἴδωλον ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα συγγραφώμεθα, σκιὰν ὀνείρων, κατὰ Πίνδαρον (Pyth. 8, 95). | |
56 | Suda II 94, 18; II 124, 12 s. vv. δίκαιος et δοκιμάσας κατὰ τὸν Αἰσχύλον (Septem 592sqq.) οὐ δοκεῖν δίκαιος, ἀλλ’ εἶναι θέλων, βαθεῖαν τῷ ὄντι καὶ αὐτὸς αὔλακα διὰ φρενῶν καρπούμενος. | |
57* | Suda IV 136, 17 s. v. πιστότης | |
πάντως δὲ ἐπιτηδεία ἐξ αὐτῆς τῆς συμβάσεως τὴν πιστότητα. | ||
58 | Suda I 91, 26 s. v. ἀκροατής ὁ δὲ ἠκροᾶτο λόγων γεγηρακότων καὶ σοφίᾳ τινὶ κεκραμένων. | |
59 | Suda II 273, 27; II 205, 25 s. vv. ἐνδόμυχος et ἐδοκίμαζεν οὕτω δὲ ἐνδόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ τούτοις, ἃ κρύπτειν ἐδοκί‐ μαζεν, ὥστε μηδὲ ἐρωτώσῃ τῇ μητέρι λέγειν ὅπη ἀπίοι. | |
60 | Suda II 611, 1; II 492, 19; III 197, 30; III 517, 12; III 381, 1 s. vv. ἰδιώτης et ἐχέμυθον et κρυψίνους et ὅλην et μεῖον Πάντων τῶν καθ’ αὑτὸν ἰδιωτῶν ὁμοίως καὶ φιλοσόφων ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους ἦν, ἀλλ’ εἴς γε συναύξησιν τῆς ἀρετῆς καὶ τῆς κακίας | |
5 | μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν. | |
61 | Suda III 162, 20; IV 507, 26 s. vv. κοσμιότης et τάττουσα κοσμιότης καὶ σωφροσύνη οὐ μόνον εἰσὶν ἀπαλλαγαὶ καὶ ἀφαιρέσεις τῶν ἀντικειμένων πονηριῶν, ἀκοσμίας καὶ ἀκολασίας, ἀλλὰ ζωαὶ ἐνεργεῖς καὶ αὐτοθελεῖς· καὶ ἡ μὲν ἐπιστρέφει τὰ χείρω ἐν ἡμῖν πρὸς τὰ κρείττω, ἡ δὲ, | |
5 | ὅσα πάθη ἐστὶ τῆς ψυχῆς, τάττουσα ταῦτα καὶ διακοσμοῦσα· ἐκγόνους τε ἑαυτῶν ἀρετὰς ἐν ταῖς τῶν πλησιαζόντων ψυχαῖς ἀποτίκτουσαι. | |
62* | Suda II 140, 4 s. v. δραστήριον τὸ κόσμιον καὶ ἡσύχιον μετὰ τοῦ δραστηρίου αὐτῷ ἐτέτακτο καὶ τοῦ ἀνδρώδους· ἐπιεικὴς γὰρ ὢν καὶ πρός γ’ ἔτι ἀπράγμων ὅμως εἰς ἀγῶνα πραγμάτων ἐμβεβηκὼς ἐξ ἀνάγκης οὐδενὸς ἐλείπετο τῶν περὶ ταῦτα | |
5 | καλινδουμένων. | |
63* | Suda II 314, 24 s. v. ἐξήσκει καὶ πλὴν ἀγαθῆς ψυχῆς σῶμα οὐκ ἔχων ὅμως ἔκαμνε, καὶ τὰς δυνάμεις ἐξήσκει καὶ κατεκόσμει πρὸς τὸ ἀνδρικώτερον. | |
64* | Suda II 337, 2 s. v. ἐπεκάλει | |
καὶ αὐτῷ μὲν οὐδεὶς ἐπεκάλει τῶν πώποτε φίλων οὔτε ὄκνου πρόφασιν οὔτε μαλακιζομένην τινὰ ἀναβολὴν ἐν ταῖς χρείαις, οὔτε ῥᾳθυμίαν ἀργίας ἔκγονον ἢ δειλίας. | ||
5 | ὁ δὲ πολλοῖς ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα. | |
65 | Suda IV 758, 18; I 174, 15; III 40, 18; II 55, 20 s. vv. φῶτα et ἄναλκις et κατάβα et διαείδεται οὐ γὰρ μόνον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡς λέγει Πίνδαρος (Ol. 1, 81), ἀλλὰ καὶ ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίε‐ | |
5 | ται· ἀλλ’ ὅπου φυγάδες ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα κατα‐ βαίνει παραβαλλόμενος, ἐνθ’ ἀρετὴ διαείδεται ἀνδρῶν κατὰ τὸν ποιητήν. | |
66* | Suda II 292, 18 s. v. ἐνστατικός ὁ δὲ Ἰσίδωρος ἐνστατικὸς ὢν ἀήττητος ἔμενεν. | |
67* | Suda II 292, 8 s. v. ἔνστασις κατὰ τὴν ἐξ ἀρχῆς αἱρεθεῖσαν ἔνστασιν τῆς ζωῆς. | |
68* | Suda IV 228, 17 s. v. πρόσκλισις | |
μὴ διαπράξασθαί τι κατ’ ἔχθραν ἢ κατὰ πρόσκλισιν. | ||
69 | Suda I 78, 6 s. v. ἀκέραιον συνειδός οὐδὲν γὰρ εἶναι τῶν ἀνθρωπίνων ἀκεραίου συνειδότος ἀντάξιον. —δεῖ δὲ τὸν εὐσχήμονα τρόπον συνδιαιτᾶσθαι τοῖς πέλας. —εἰ καὶ ἐναντίον εἴη τῷ φαινομένῳ τὸ ἀληθινὸν ἀγαθὸν, μηδέποτε ἐκεῖνο τούτου ἐπίπροσθεν ἄγειν | |
5 | μηδὲ ἄλλο ὁτιοῦν περὶ πλείονος ποιεῖσθαι τῆς ἀληθείας, μήτε κίνδυνον ἀγῶνος ἐπιφερομένου μήτε ὄκνῳ ἀποστρεφόμενον ἔργον ἐπίπονον, μηδὲ κέρδος ἐπαίνου ἀδίκου, μηδὲ συνήθειαν φιλίας, μηδὲ συγγενείας τινὸς ἀνάγκην. | |
69a* | Suda I 108, 18 s. v. ἀληθές ἀλήθεια δέ ἐστι θείων τε καὶ ἀν‐ θρωπίνων ἡγεμών. | |
70* | Suda II 42, 15 s. v. δημιουργός ἑαυτόν τι παρέχων ὑπόδειγμα, ὥσπερ οἱ πλαστικώτεροι τῶν δημιουργῶν, τὸν χαλκὸν ἄμορφον παραλαβόντες καὶ ἀειδέστερον, εἰς μορφὴν ἐντείνουσι | |
καὶ κατασχηματίζουσι. | ||
71 | Suda IV 446, 6; IV 730, 16; II 418, 8; I 41, 15; I 408, 25 s. vv. στοιχεῖα et φιλοπονία et ἔρως et ἀγχίνοια et ἄτρυτος a) 〈τρία τὰ〉 ὁμολογούμενα στοιχεῖα πρῶτα καὶ μέγιστα τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας, ἔρως, φιλοπονία, ἀγχίνοια. | |
5 | b) ἔρως τὸ πρῶτον στοιχεῖον καὶ μέγιστον, ὁ τῶν ἁπάντων τῶν καλῶν καὶ προσέτι ἀγαθῶν δεινότατος ἰχνευτής. c) ὀξεῖαν δὲ καὶ ἀγχίνουν φύσεως δύναμιν, ἐπὶ πολλὰ δι’ ὀλίγου φέρεσθαι δυναμένην ἑτοιμοτάτην συνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων. | |
d) 〈ἐκ δ’ αὖ τρίτων〉 φιλοπονίαν ἔχειν ἄτρυτον. | ||
72 | Suda III 47, 29 s. v. κατακωχή τὴν δὲ εἶναι θείαν κατακωχὴν ἠρέμα διανοίγουσαν καὶ ἀποκαθαίρουσαν τὰ τῆς ψυχῆς ὄμματα. | |
73 | Suda II 459, 3 s. v. εὐμοιρία εἰς θέαν καὶ νόησιν τοῦ ἀληθοῦς καὶ ψευδοῦς, εὐμοιρίαν. | |
74 | Suda III 564, 1; IV 516, 24 s. vv. ὅροι et τεκμήριον ὅρους δὲ ἐτίθετο καὶ τεκμήρια ὁ Ἰσίδωρος τῶν θείων ἀφωρισμένα στοιχείων πρὸς τὴν τῶν ἀνθρωπείων διάκρισιν· τῆς μὲν φιλοπονίας τὸ ἀνύσιμον ὑπὲρ πάντα λόγον, τῆς δὲ εὐσυνέτου γνώμης τὸ ἐξιστάμενον τῆς | |
5 | ἐμφανοῦς καὶ συνήθους τοῖς πολλοῖς ἀκολουθίας, τοῦ δὲ ἔρωτος αὐτοῦ τὸ παρηρεθισμένον εἰς τὴν τοῦ νοητοῦ κάλλους ἀπόλαυσιν ἄλλῃ δὲ οὐδαμοῦ | |
ἀποπλανώμενον. | ||
75* | Suda I 514, 18 s. v. γένεσις ὁ δὲ Ἰσίδωρος διαπτύων τὴν γένεσιν ἀεὶ πρὸς θεὸν ἐτέτατο τὴν ψυχήν. καὶ οὐδὲν ἦν ἰδεῖν ἢ ἀκοῦσαι φθεγγόμενον ἢ τὰ αὐτὰ περὶ τῶν αὐτῶν, {ἢ} περὶ ἀρετῆς καὶ κακίας. | |
76* | Suda IV 653, 26 s. v. ὑπερηγορῶν ὁ δὲ Ἰσίδωρος ὑπερηγορῶν τοῦ Σωκράτους βαθύτερον ἢ κατ’ ἀκροατὰς | |
διελέγετο. | ||
77 | Suda IV 479, 2; 274, 11; 463, 9 s. vv. Συριανός et πυργοῦται et συ‐ ναγυρμός ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι | |
5 | Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκρι‐ βέστατον. προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ | |
10 | τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπα‐ δοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς | |
15 | συναγυρμὸν ἀληθοῦς ἐπιστήμης. | |
78* | Suda IV 252, 12 s. v. πτερο‐ φοίτωρ τάχους ὡς ἔχει τις πτεροφοίτορος ἀτεχνῶς ἐς τὸν ὑπερουράνιον ἱέμενον | |
5 | τόπον, ὅπου τὸ τῶν ἐπτερωμένων νέμεται γένος. | |
79 | Suda IV 471, 17 s. v. συννήσας καὶ ἄλλους ἐν μέσῳ τοῦ χρόνου πολὺν | |
θησαυρὸν συννήσαντας. | ||
80 | Epitoma Photiana 243 οἱ δὲ καὶ ἐν τοῖς Αἰγυπτίοις φιλοσοφήμασι τὸν Ἰσίδωρον σύνεργον καὶ συγκυνηγέτην παρελάμβανον τῆς ἐν βυθῷ κεκρυμμένης ὡς ἀληθῶς ἱερᾶς ἀληθείας. καὶ πολλαχοῦ φῶς ἀνῆπτεν αὐτοῖς ἐν ταῖς ζητήσεσι τῆς ἀρχαιο‐ | |
5 | τρόπου σοφίας. τὸ δὲ σύμπαν αὐτῷ τῆς εὐπορίας οὐκ ἀπὸ βιβλίων καὶ δοξασ‐ μάτων ἐπορίζετο ἀλλοτρίων διὰ μνήμης, ἀλλ’ ἕξιν τινὰ βεβαίαν καὶ πάμφορον ἀληθείας τῆς γε τοιαύτης ἀπ’ ἀρχῆς ἐκτήσατο. | |
81* | Suda IV 224, 8 s. v. προσέχοιεν | |
οὐδὲ πάνυ τι προσεῖχε τοῖς βιβλίοις. | ||
82* | Suda IV 821, 24 s. v. χρῆμα κινδυνεύει ἀποσβῆναι τῆς ἀληθείας τὸ χρῆμα. | |
83 | Epitoma Photiana 244 καὶ δύσεται τοῖς ἀνθρώποις, ἅτε οὐ δυναμένοις αὐτοῦ φέρειν τὴν θείαν ἀνατολήν. | |
84 | Epitoma Photiana 245 ἠναγκάζετο ἐπιμελεῖσθαι τῆς τῶν παίδων εὐαγωγίας. | |
85 | Epitoma Photiana 246 καὶ μὴν ἐν ταῖς ἐξηγήσεσιν ἐνδεέστερος τῷ λόγῳ ἢ ὥστε ἑρμηνεύειν τὰ δοκοῦντα ἀποχρώντως. οὐ μὴν οὐδ’ ἐνταῦθα ἀβοήθητος ἦν ὑπὸ τῆς φύσεως καὶ τῆς ἄλλης μελέτης, ἀλλὰ κατεβάλλετο μὲν σπουδὴν πρὸς τὴν σαφήνειαν, | |
5 | τὴν δὲ τῶν ὀνομάτων εὐρυθμίαν ἀφι‐ εὶς ἑτέροις πρὸς ἐπίδειξιν εἴχετο τῶν πραγμάτων, οὐ λόγους τὸ πλέον ἢ νοήσεις φθεγγόμενος, οὐδὲ νοήσεις μᾶλλον ἢ τὰς οὐσίας αὐτῶν τῶν | |
10 | πραγμάτων ἄγων εἰς φῶς. | |
85a | Suda IV 164, 28 s. v. πολυή‐ κοος εἶπεν οὖν τις τῶν φοιτητῶν, ὡς οὗτος ὁ ἀνὴρ οὐ φθέγγοιτο λόγους, ἀλλὰ | |
5 | πραγμάτων οὐσίας. | |
86 | Suda II 467, 2 s. v. εὑρετής ἦν δὲ καὶ εὑρετὴς ἑτοιμότατος ὧν τε αὐτὸς ἠπόρει πρὸς ἑτέρους καὶ ὧν ἕτεροι πρὸς αὐτόν, οὐ πολυμαθίᾳ καὶ ἀλλοτρίων δοξασμάτων ἱστορίᾳ κατα‐ χωννὺς μὲν τὴν ἀλήθειαν καὶ ἀποκρύπτων, ἐπιστομίζων δὲ τοὺς ἀποροῦντας. | |
87 | Suda IV 164, 26; I 41, 19 s. vv. πολυήκοος et ἀγχίσποροι οὐδὲ ἦν τῶν βιβλίων πολυήκοος, ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου ἐν ταῖς ἐξηγήσεσιν ἦν θαυμάσιος. | |
88 | Suda I 141, 18 s. v. ἀμήχανον πόθῳ τε ἀμηχάνῳ τῆς περὶ τὸ θεῖον βακχείας οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆς ἀληθείας εὕρεσιν. | |
89 | Suda IV 235, 12 s. v. πρόσοιτο ἦν δὲ ἱκανὸς ἰδεῖν ὅπη τε σαθρὸν φθέγγεται ὁ λόγος, καὶ ὅπη ὑγιές, ἵνα τὸ μὲν πρόσοιτο, τὸ δὲ ἐξελέγξειε. | |
90 | Suda III 324, 16 s. v. Μαρῖνος οὗτος Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον | |
5 | ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ | |
10 | τὸ βιβλίον. | |
91 | Suda III 522, 5 s. v. Ὄλυμπος Ὄλυμπος, ἀδελφὸς Γενερώσης· ὃς ἧκεν ἀπὸ τῆς Κιλικίας εἰς Ἀλεξάνδρειαν ἐπὶ τὴν θεραπείαν τοῦ Σαράπιδος. | |
92 | Suda III 522, 10; I 402, 6 s. vv. Ὄλυμπος et ἀτεράμων οὐδεὶς δὲ ἦν οὕτως ἀτεράμων καὶ βάρβαρος τὴν ψυχήν, ὃς οὐκ ἐπείθετο | |
καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις. τοιάδε τις ἐπεκάθητο πειθὼ τοῖς χείλεσι τοῦ ἀνδρός, οὐκ ἀνθρώπειόν τι χρῆμα, | ||
5 | ἀλλὰ θειότερον. | |
93* | Suda III 577, 4 s. v. οὐδὲν ἔλαττον ὁ δὲ ἐκήλει τοὺς ἀκούοντας οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον 〈ἢ〉 Ὀδυσ‐ σεὺς Ὁμήρου τοὺς Φαίακας. ὁ μέν γε †Ἀλκίνοος ἀπολογίας† μεστός, ἐν μὲν | |
5 | ὑπονοίαις ἀληθευούσης, ἐν δὲ τῷ φανερῷ διαβεβλημένης εἰς τὸ ψευδέστερον. | |
93a* | Suda II 219, 3 s. v. ἐκήλει ὁ δὲ διηγεῖτο μυρία ὅσα, δι’ ὧν ἐκήλει τοὺς ἀκούοντας. | |
94 | Suda III 522, 6 s. v. Ὄλυμπος ἦν δὲ ἐς πάντα φύσιν ἀξιάγαστον κεκτημένος, μέγας μὲν τὸ σῶμα καὶ εὐμήκης ἰδεῖν, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν. τῆς δὲ ἡλικίας ἐν τῷ φρονιμωτάτῳ τότε γεγονὼς εὐόμιλός τε ἦν καὶ ἡδὺς ἱκανῶς τοῖς ἐντυγχάνουσι καὶ ὠφέλιμος | |
5 | εἴπερ τις ἕτερος τοῖς πειθομένοις. | |
95 | Epitoma Photiana 247 | |
τὴν περὶ τὸ θεῖον ἁγιστεύουσαν θέμιν. | ||
96* | Suda IV 510, 20 s. v. ταῦτά ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε δι’ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶσαι τῷ θεῷ. | |
97 | Suda III 522, 14 s. v. Ὄλυμπος ταῦτά τοι τοῖς Ἀλεξανδρεῦσι κατέστη ἱεροδιδάσκαλος, ἤδη κατασυρομένης ὑπὸ τοῦ χειμάρρου τῆς πολιτείας. ὁ δὲ συναγείρων ἑκάστοτε τοὺς παρατυγχά‐ νοντας ἐδίδασκε τὰ ἀρχαῖα νόμιμα καὶ τὴν τούτοις ἐφεπομένην εὐδαιμονίαν, | |
5 | ὅση τε καὶ οἵα θεόθεν ἀπήντα τοῖς ἀκριβῶς ταῦτα διαφυλάττουσιν. οὕτω δὲ ἦν ὁ Ὄλυμπος πλήρης τοῦ θεοῦ, ὥστε καὶ προεῖπε τοῖς ἑταίροις, ὅτι Σάραπις ἀφίησι τὸν νεών· ὃ καὶ γέγονεν. | |
98 | Suda II 136, 3; I 72, 20 s. vv. Δώριος et ἄθρυπτος τὴν δὲ τροφὴν ἐκληρώσατο μετρίαν τινα καὶ ἄθρυπτον, οὔτε κακουργοῦσαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουσαν, ἀλλὰ μέσην καὶ μουσικήν, τὸν Δώριον τρόπον τῆς τύχης ἀληθῶς ἡρμοσμένην. | |
99 | Suda II 563, 7 s. v. ἥλιξ μόνος ἀνθρώπων ὧν ἀκοῇ ἴσμεν τὴν παλαιὰν παροιμίαν ἔργῳ διήλεγξεν· | |
οὐ γὰρ ἐκεῖνόν γε ἥλιξ ἔτερπεν ἥλικα ὄντα, ὁ νέος τὸν νέον, ἀλλά τινι λόγῳ ἑτέρῳ κατακολουθοῦσα ἡ φύσις τοῖς ὁμοίοις αὐτὸν συνῆπτε κατὰ τὸ ὅμοιον | ||
5 | οὐ τῶν ἐτῶν τοῦ σώματος, ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς. | |
100* | Suda II 391, 29; II 1, 17; II 349, 13 s. vv. Ἐπιφάνιος et δαημονέστατος et ἐπιβεβήκασιν Ἐπιφάνιος καὶ Εὐπρέπιος ἐγενέσθην Ἀλεξανδρεῖς τὸ γένος ἀμφότεροι καὶ τῶν παρὰ Ἀλεξανδρεῦσι τελετῶν νομιζομένων δαημονέστατοι, τῶν μὲν | |
5 | Περσικῶν καλουμένων ὁ Εὐπρέπιος ἐξάρχων, τῶν δὲ ἀμφὶ τὸν Ὄσιριν ὁ Ἐπιφάνιος· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν τοῦ Αἰῶνος ὑμνουμένου θεοῦ· ὃν ἔχων εἰπεῖν ὅστις ἐστὶν ὅμως οὐ γράφω κατά γε τὴν παροῦσαν ταύτην ὁρμήν. ὁ δὲ Ἐπιφάνιος ἐξηγεῖτο καὶ τῶνδε τῶν ἱερῶν. οὗτοι μέντοι οἱ ἄνδρες οὐκ ἐγένοντο μὲν ἐπὶ τῆς ἀρχαιοπρεποῦς πολιτείας, | |
10 | τοῖς δὲ γενομένοις ἐπιβεβήκασι καὶ ἐνέτυχον, καὶ παρ’ ἐκείνων ὠφεληθέντες ἔπειτα τοῖς καθ’ ἑαυτοὺς ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνες, τῶν τε ἄλλων καὶ παλαιῶν διηγημάτων πολύφωνοι κήρυκες. | |
101* | Suda II 449, 28 s. v. εὐθημοσύνη | |
ἱερὸν καὶ πολιτικὸν διήγημα τῆς τῶν Ἀλεξανδρέων εὐθημοσύνης ἐλέγετο. | ||
102* | Suda IV 644, 12 s. v. Ὑπατία αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς. | |
5 | περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεως ποιουμένη τὰς προόδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ τὰ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπ’ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε | |
10 | καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλ’ αἴσθησιν ἤδη παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν †αὐτοῦ βαλομένην† καὶ τὸ | |
15 | σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, “τούτου μέντοι”, φάναι, “ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ | |
οὐδενός”. τὸν δὲ ὑπ’ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος | Column end | |
20 | ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχοντες ἀεὶ προχειριζόμενοι 〈τὰ〉 τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. | |
25 | εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλο‐ πρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, “ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων”, τῶν μὲν προσιόντων, τῶν | |
30 | δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, | |
πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι | Column end | |
35 | πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε “θεῶν ὄπιν εἰδότες” οὔτ’ “ἀνθρώπων νέμεσιν” ἀναιροῦσι τὴν φιλόσοφον, ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστριψάμενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ 〈...〉 εἰ μὴ Αἰδέσιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφ’ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφ’ ἑαυτοῦ | |
40 | ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος. | Column end |
103 | Suda IV 772, 23 s. v. Φυλάκια Φυλάκια· παρὰ Ἀλεξανδρεῦσι τὰ | |
ἐκμαγεῖα τῶν γυναικείων μολυσμῶν | ||
104* | Suda III 111, 19 s. v. Κηρύ‐ καινα καὶ Κηρυκίνας ἐκάλουν Ἀλεξαν‐ δρεῖς γυναῖκας, αἵτινες εἰς τὰς αὐλὰς | |
5 | παριοῦσαι καὶ τὰς συνοικίας, ἐφ’ ᾧτε συναγείρειν τὰ μιάσματα καὶ ἀπο‐ φέρειν εἰς θάλασσαν, ἅπερ ἐκάλουν | |
φυλάκια. | ||
105* | Suda IV 676, 1 s. v. ὑποσπαι‐ ρούσης καὶ τοὺς ὀφθαλμοὺς αὐτῆς μικρὸν ὑποσπαιρούσης ἔτι ἐκκόπτουσιν. | |
106 | Suda II 616, 4 s. v. Ἱεροκλῆς Ἱεροκλῆς, φιλόσοφος Ἀλεξανδρεύς. οὗτος μετὰ τοῦ ἀτρέπτου καὶ μεγα‐ λοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν 〈ἦν〉, καὶ διαφέρων εὐ‐ γλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε | |
5 | πανταχοῦ τοὺς ἀκροωμένους. ἦν δὲ αὐτῷ καὶ μαθητὴς Θεοσέβιος, ἀνήρ, εἴπερ τις ἕτερος ὧν ἡμεῖς ἴσμεν, εἰωθὼς ἀποβλέπειν εἰς τὰς τῶν ἀνθρώπων ψυχάς· ἔλεγε δὲ ὁ αὐτὸς Θεοσέβιος ἐξηγούμενον φάναι ποτὲ τὸν Ἱεροκλέα, κύβοις ἐοικέναι τοὺς Σωκράτους λόγους· ἀπτῶτας γὰρ εἶναι πανταχοῦ, ὅπῃ ἂν πέσωσι. | |
10 | τοῦ δὲ Ἱεροκλέους τὸ ἀνδρεῖον καὶ μεγαλόθυμον ἦθος ἀπέδειξεν ἡ συμβᾶσα τύχη περὶ αὐτόν. εἰς γὰρ τὸ Βυζάντιον ἀνελθὼν προσέκρουσε τοῖς κρατοῦσι καὶ εἰς δικαστήριον ἀχθεὶς ἐτύπτετο τὰς ἐξ ἀνθρώπων πληγάς. ῥεόμενος δὲ τῷ αἵματι βάψας κοίλην τὴν χεῖρα προσραίνει τὸν κριτὴν ἅμα λέγων· “Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα” (Hom. ι 347). φυγὴν | |
15 | δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξάνδρειαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν. ἔξεστι δὲ μαθεῖν τὴν Ἱεροκλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφεν εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων καὶ ἑτέρων βιβλίων περὶ προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν | |
20 | ζωὴν ὑψηλόφρων, τὴν δὲ γνῶσιν οὐκ ἀκριβής. | |
107* | Suda I 410, 11 s. v. αὐγοειδής ἔφασκε δ’ οὖν παρ’ ἐκείνου καὶ ἐκεῖ‐ νο ἀκηκοέναι ὁ Ἰσίδωρος, ὡς ἔχει τι ἡ ψυχὴ αὐγοειδὲς ὄχημα λεγό‐ | |
5 | μενον, ἀστροειδές τι καὶ ἀΐδιον. καὶ τοῦτο μέντοι τῷ ἀστροειδεῖ σώματι τῷδε ἀποκέκλειται ἐνίοις μὲν εἴσω τῆς κεφαλῆς, ἐνίοις δὲ εἴσω τοῦ δεξιοῦ ὤμου. | |
108* | Suda III 534, 3 s. v. ὁμό‐ στολος τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα. | |
109 | Suda II 365, 27; I 401, 3 s. vv. Ἐπίκτητος et ἄτεγκτος ὅτι Θεοσέβιος ὁ φιλόσοφος ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα Μούσης, ἱκανὰ πείθειν | |
καὶ δυσωπεῖν τῶν ψυχῶν τὰς μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμονας· | ||
5 | ἀποστρέφεσθαι δὲ καὶ ἀποδιδράσκειν τὰ χείρω τῆς ζωῆς εἴδη κατὰ δύναμιν, ἀσπάζεσθαι δὲ τὰ ἀμείνω καὶ μεταδιώκειν, καθόσον οἷόν τε παντὶ σθένει· τοιγαροῦν καὶ ἐν συγγράμμασι καταλέλοιπε τοιούτοις τισὶ τὰς ἑαυτοῦ νουθετήσεις οἵοις Ἐπίκτητος πρότερον. καί μοι δοκεῖ ὁ ἀνὴρ γεγονέναι ἄντικρυς, ὡς ἕνα πρὸς ἕνα ἀντιβαλεῖν, ὁ τοῦ καθ’ ἡμᾶς χρόνου Ἐπίκτητος, | |
10 | ἄνευ μέντοι τῶν Στωϊκῶν δοξασμάτων. ὁ γὰρ Θεοσέβιος οὐδὲν τοσοῦτον ὅσον τὴν Πλάτωνος ἀλήθειαν ἠσπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ συνε‐ γράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείᾳ τῇ μεγάλῃ κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκουσαν θεοσοφίαν ἐξαίρων λόγῳ· ταύτην γὰρ διαφερόντως ἐτίμα καὶ ἔσεβεν. ἀεὶ γὰρ ἐν τοῖς ἠθικωτέροις φιλοσοφήμασι διατρίβων ἐφαίνετο. | |
15 | καὶ γὰρ εὖ ἐπεφύκει πρὸς εὐζωΐαν μᾶλλον ἢ ἐπιστήμην, οὐδὲ ταύτην ἡσυχά‐ ζουσαν, οὐδὲ ἐν μόναις ταῖς φαντασίαις γυμναζομένην, ἀλλὰ ζῶσαν ἱκανῶς ἐπ’ αὐτῶν τῶν πραγμάτων· εἰ μὴ γὰρ καὶ τὸν δημόσιον ἐπολιτεύσατο τρόπον, ἀλλὰ τὸν ἴδιον, ὃν καὶ Σωκράτης ἐκεῖνος καὶ ὁ Ἐπίκτητος καὶ πᾶς εὖ φρονῶν μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ ἐν ἑαυτῷ πολιτείαν διακοσμῶν· | |
20 | τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸς ἄλλους ἐν μέρει καθέκαστον ἰδίᾳ συνιστάμενος πρὸς τὸ βέλτιστον. | |
110 | Epitoma Photiana 311 ὁ δὲ Θεοσέβιος τὸν τῆς σωφροσύνης δακτύλιον, ὃν ὁ Χαλδαῖος εἰσιὼν παραδίδωσι, τοῦτον οὗτος κατασκευασάμενος, προσελθὼν τῇ γυναικὶ ἔφη “πάλαι μέν σοι ἐπιδέδωκα δακτύλιον ἁρμοστὴν παιδουργοῦ συμβιώσεως· | |
5 | τὰ νῦν δὲ τοῦτον ἐπιδίδωμί σοι σωφρονιστήν, ἐπίκουρον παρεσόμενον τῆς σώφρονος οἰκουρίας.” ἡ δὲ ἀσμένως ἐδέξατο, καὶ συνέζησε τῷ ἀνδρὶ τὸν | |
λοιπὸν χρόνον ἄνευ σωματικῆς κοινωνίας. τῷ δὲ φυλακτηρίῳ τούτῳ τὸ δραστήριον οὐκ ἐπὶ τῇ γαμετῇ μόνον ἀλλὰ καὶ ἐφ’ ἑαυτοῦ πάλαι εἰώθει μαρτυρεῖν· καὶ γὰρ ὅτε νεώτερος ἦν, ὡμολόγει καὶ αὐτὸς ἀγωνιεῖσθαι τὸν | ||
10 | παιδείας ἀγῶνα πρὸς τοὺς γενεσιουργοὺς πολεμίους, τούς τε ἔξωθεν ἐπιτι‐ θεμένους καὶ τοὺς ἔνδον προδιδόντας. | |
111 | Suda I 145, 20 s. v. Ἀμμωνιανός Ἀμμωνιανός, γραμματικός, κοσμούμενος τῇ συγγενείᾳ Συριανοῦ καὶ ἅμα τῇ συμφύτῳ ὁμοιότητι τῶν τε ἠθῶν καὶ τοῦ σώματος κατὰ τὸν Ὅμηρον “εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐῴκει” (B 58). τό τε γὰρ σῶμα | |
5 | καλός τε καὶ μέγας ἦν ἑκάτερος. καὶ ἔτι προσῆν ὑγεία καὶ ἰσχὺς οὐδὲν ἀποδέουσα τῆς ἄλλης εὐφυΐας τοῦ τε ὅλου καὶ τῶν μερῶν· ἥ τε ψυχὴ ἔρρωτο πρὸς τὸ βέλτιστον, αὐτοῖς τὸ ὁμοιότροπον. ἀλλ’ ὁ μὲν θεοφιλέστερος ἦν ὁ Συριανὸς καὶ τῷ ὄντι φιλόσοφος· ὁ δὲ ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήσει καὶ διορθώσει τῆς Ἑλληνικῆς λέξεως καθημένην τέχνην. οὗτος ἦν Ἀμμωνιανός, | |
10 | ᾧ κεκτῆσθαι συμβέβηκεν ὄνον σοφίας ἀκροατήν. | |
112 | Suda I 397, 17; II 145, 11; II 337, 24 s. vv. ἄττα et δύναμις et ἐπ’ ἐλάχιστον ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, | |
5 | ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. | |
113 | Suda II 271, 21; IV 518, 17; 305, 20 s. vv. ἐνδεέστερος et τελεσιουργόν et ῥυθμίζει ἐνδεέστερος δὲ ἦν ἀεὶ τῆς συμβαινούσης χρείας. διὸ καὶ ὅσα ἔγραψεν, εὕροι τις ἂν τὸ μὲν ὑψηλόνουν καὶ τελεσιουργὸν ἔχοντα, τοῖς δὲ ἔπεσιν οὐ πάνυ | |
5 | συνηρμοσμένα. ἀλλὰ τούτων ὅσον ἄμετρον ἀπέβαινε, καὶ ἄλλως οὐ κατὰ τὸν πρεπώδη ῥυθμόν, ἐμοὶ ἐπανορθοῦσθαι ἐπέτρεπε. | |
114 | Suda IV 292, 23 s. v. ῥητορική οὐδὲ τῇ ῥητορικῇ προσέσχε τὸν νοῦν, ὅ τι καὶ λόγου ἄξιον, τὸ σοβαρὸν αὐτῆς καὶ ἀλαζονικὸν εὐλαβηθεὶς καὶ μισήσας. | |
115 | Suda II 702, 26; II 323, 2; IV 92, 17 s. vv. Θέων et ἐξ ὑπογύου et περιβαλόμενος Θέων, σοφιστὴς λόγων ῥητορικῶν, γεγονὼς ἀπὸ τῆς ἱερᾶς Μαρκέλλης τό γε ἀνέκαθεν, τὸ δὲ ἐξ ὑπογύου πατρόθεν ἀπὸ Ἐκδικίου, διδασκάλου καὶ | |
5 | τούτου τέχνης ῥητορικῆς. ἦν δὲ οὗτος ὁ Θέων οὐ μάλα ἀγχίνους οὐδὲ ὀξύς, | |
φιλομαθὴς δὲ καὶ φιλόπονος εἰς ὑπερβολήν. ταῦτά τοι καὶ ἐγεγόνει πολυμαθέστατος ἐν ὀλίγῳ χρόνῳ πολλὴν ἀρχαίαν | ||
ἱστορίαν, πολλὴν δὲ νέαν περιβαλόμενος. | ||
116 | Sudas IV 335, 28 s. v. Σεβῆρος | |
ὁ Σεβῆρος οὗτος ἐπὶ Ἀνθεμίου βασιλέως ἦν. ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενος τὸν ἀπράγμονα βίον ἔζη, | ||
5 | φιλοσοφῶν ἐν βιβλίοις ἀφθόνοις οὖσιν αὐτῷ καὶ παντοδαποῖς. εἴπερ δέ τις ἕτερος ἱκανὸς ἦν ἐπαγαγέσθαι τοὺς ἐπὶ παιδείᾳ διενεγκόντας ὡς ἑαυτὸν ἰέναι πολλάκις· ἐπιεικής τε ... | |
117 | Suda II 154, 29 s. v. δυσχερασ‐ μάτων ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτρά‐ πετο, μίσει τῶν ἐν πολιτείᾳ δυσ‐ | |
5 | χερασμάτων. | |
118* | Suda III 66, 20 s. v. κατεβόα πολλὰ δὲ τοῦ δήμου τῶν Ῥωμαίων | |
καὶ τῶν αὐτοκρατόρων κατεβόα. | ||
119 | Suda II 412, 22 s. v. Ἑρμείας Ἑρμείας, φιλόσοφος, Ἀμμωνίου καὶ Ἡλιοδώρου, τῶν διδασκάλων Δαμασκίου, πατήρ. ἦν δὲ ὁ Ἑρμείας φίλος ἐς τὰ μάλιστα Αἰγύπτῳ, ἀδελφῷ Θεοδότης, μητρὸς Ἰσιδώρου φιλοσόφου. ὁ δὲ Αἴγυπτος ἦν φιλομαθής. | |
120 | Suda II 412, 26 s. v. Ἑρμείας οὗτος ὁ φιλόσοφος, ἐπιεικὴς φύσει καὶ ἁπλοῦς τὸ ἦθος, φιλοσοφήσας δὲ ὑπὸ τῷ μεγάλῳ Συριανῷ, φιλοπονίᾳ μὲν οὐδενὸς ἐλείπετο τῶν ἑταίρων, οὐδὲ αὐτοῦ γε συνακροωμένου τοῦ πάνυ Πρόκλου 〈τοῦ διαδόχου〉 γεγονότος | |
5 | ὕστερον· οὐδὲ ἔρωτος μαθημάτων, οἷα παρέχεται φιλοσοφία τῷ ὄντι ἀξιέραστα. ἀγχίνους δὲ καὶ ὀξὺς 〈οὔτι〉 σφόδρα ἦν 〈.....〉 ὥστε ὀμωμοκέναι λέγεται πρὸς τὸν Αἴγυπτον τελευτῶντα ἀθάνατον εἶναι | |
καὶ ἀνώλεθρον τὴν ψυχήν. ἐποίει δὲ τοῦτο τὸ θάρρος ἡ εὐζωΐα ἀναινομένη τὴν τοῦ σώματος φύσιν καὶ εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ συναισθανομένη | ||
10 | τοῦ χωρισμοῦ καὶ ἄντικρυς ἤδη τῆς ἀθανασίας. | |
121 | Suda I 420, 20 s. v. αὐτοκίνητον τῷ δὲ Ἑρμείᾳ τῷ φιλοσόφῳ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυμαθίᾳ. | |
122 | Suda II 413, 6; III 418, 16; II 412, 12 s. vv. Ἑρμείας et μῶμος et ἑρμαῖον ἦν γὰρ τὰ μὲν περὶ λόγους ἐνδεέστερος ἢ κατὰ τὴν ἀρκίβειαν, τὰ δὲ πρὸς ἀρετὴν εὖ ἠσκημένος, ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι, μηδ’ | |
5 | αὖ μισῆσαι τὸν Φθόνον· τοσαύτη πραότης ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιο‐ σύνη. τοιγαροῦν εἴ τι πρίαιτο τῶν πωλουμένων (συχνὸν δ’ ἐπὶ βιβλίοις τοῦτο συνέβαινεν), ὁ μὲν πωλῶν ἰδιώτης ὤν, ἂν οὕτω τύχῃ, τίμημα μὲν ἀπῄτει τῆς ἀξίας ἔλαττον, ὁ δὲ Ἑρμείας ἐπηνωρθοῦτο τὴν πλάνην, καὶ πλείονος εἶναι φήσας ἄξιον τὸ βιβλίον τοσοῦτον ἂν ἐπέδωκεν, | |
10 | οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, | |
εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. καὶ γὰρ ἐνέδραν τινὰ ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος, ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, ὥστε καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον ἀλλὰ κλοπιμαίαν, οὐδὲ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην | ||
15 | κλέπτουσαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. τοιοῦτος ἦν ὁ Ἑρμείας. | |
123 | Suda I 543, 8 s. v. Γρηγόριος Γρηγόριος, ἀδελφὸς Ἑρμείου τοῦ φιλοσόφου· ὃς ἅπαν τοὐναντίον ἦν τῷ Ἑρμείᾳ, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπί τε τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, | |
5 | ἀλλά τι καὶ παρακεκινηκώς. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰς Ἀλεξάνδρειαν, ὕστερον ὁ Γρηγόριος ἑάλω τῇ νόσῳ ἐπὶ τὸ πλέον, ὥστε δύσχρηστον αὐτοῦ καὶ πολλαχῇ παραλλάττον γενέσθαι τὸ ὄργανον. | |
124* | Suda II 161, 18 s. v. Αἰδεσία Αἰδεσία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προσήκουσα γένει τῷ μεγάλῳ Συριανῷ, καλλίστη καὶ ἀρίστη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν ἤθη τῷ ἀνδρὶ παραπλησία, ἁπλῆ καὶ γενναία καὶ δικαιοσύνης οὐδὲν ἧττον ἢ | |
5 | σωφροσύνης ἐπιμεληθεῖσα διὰ βίου παντός· τὸ δὲ ἐξαίρετον αὐτῆς, 〈τὸ〉 φιλό‐ θεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺς δεομένους, ὥστε καὶ τοῦ Ἑρμείου τελευτήσαντος ἐπὶ παισὶν ὀρφανοῖς ἀπο‐ λειφθεῖσα τῶν αὐτῶν εἴχετο δαπανημάτων εἰς τὰς εὐποιΐας. τοιγάρτοι καὶ ὑπόχρεων τοῖς υἱέσι τὸν βίον ἐποίησεν, ἐφ’ ᾧ καὶ μέμψασθαί τινες αὐτὴν | |
10 | ἐπεχείρουν. ἡ δὲ ἕνα θησαυρὸν ἡγουμένη τῆς ἀμείνονος ἐλπίδος, εἴ τις ἐθέλοι | |
τοῖς ἱεροῖς καὶ ἐπιεικέσιν ἀνθρώποις ἐπικουφίζειν τὰ ἄχθη τῆς χρησμοσύνης, οὐδενὸς ἐφείδετο διὰ τὸν ἔλεον τῆς κατὰ τὰ ἀνθρώπεια τύχης· τοιγαροῦν ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ πονηρότατοι. μάλιστα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοσοφίαν, ὀρεγομένη τὴν τοῦ πατρὸς ἐπιστήμην αὐτοῖς | ||
15 | παραδοῦναι καθάπερ κλῆρόν τινα πατρῴας οὐσίας. ἥ γε καὶ τὴν δημοσίαν τῷ πατρὶ σίτησιν διδομένην τοῖς παισὶ διεφύλαξε νέοις ἔτι οὖσιν, ἕως ἐφιλοσό‐ φησαν· ὅπερ οὐκ ἴσμεν οὐδὲ ἀνδρῶν ἕτερον πεποιηκότα μήτι γε δὴ γυναικῶν. ἦν γὰρ παρὰ πᾶσι τιμὴ καὶ αἰδὼς οὐκ ὀλίγη τῆς Αἰδεσίας. ἀλλ’ ἐπεὶ καὶ συνέ‐ πλευσε τοῖς υἱέσιν Ἀθήναζε στελλομένοις ἐπὶ φιλοσοφίαν, ἐθαύμασεν αὐτῆς | |
20 | τὴν ἀρετὴν ὅ τε ἄλλος χορὸς τῶν φιλοσόφων καὶ ὁ κορυφαῖος Πρόκλος. αὕτη ἐστὶν Αἰδεσία, ἣν κόρην οὖσαν ἔτι τῷ Πρόκλῳ κατεγγυήσειν ἔμελλεν ὁ Συριανός, εἰ μὴ θεῶν τις ἀπεκώλυσεν ἐπὶ γάμον ὁρμῆσαι τὸν Πρόκλον. τὰ δὲ πρὸς θεὸν εὐσεβὴς οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάναι θεοφιλής, ὥστε πολλῶν ἐπιφανειῶν ἀξιοῦσθαι. | |
25 | ἡ δὲ Αἰδεσία τοιαύτη ἦν καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεῶν τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ ἐπαινουμένη· καὶ ταύτην ἐπίσταμαι γραῦν γυναῖκα· καὶ ἐπ’ αὐτῇ τεθνεώσῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεσθαι νομιζόμενον ἔπαινον ἐπεδειξάμην ἡρωικοῖς ἔπεσι κεκοσμημένον ἔτι νέος ὢν τότε καὶ κομιδῇ μειράκιον. | |
125* | Suda I 402, 18 s. v. ἀτέχνοις δεῖται τοῦ θεοῦ συμβουλὴν ἀτεχνῶς ἱερὰν παρασχεῖν αὑτῇ καὶ διδάξαι | |
περὶ τῶν πρακτέων. | ||
126 | Suda III 628, 21; IV 503, 6; III 66, 13 s. vv. ὦτα et τὰ ὦτα et κατεαγό‐ των “ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρρητα.” | |
5 | Δαμάσκιός φησι, διὰ τὸ τινὰς ἐκφερομυθεῖν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. | |
127* | Suda II 162, 13 s. v. Αἰδεσία ταύτης δὲ παῖδες ἀπὸ τοῦ Ἑρμείου νεώτερος μὲν Ἡλιόδωρος, πρεσβύτερος δὲ Ἀμμώνιος. οὗτος μὲν οὖν εὐφυέστερος ἦν καὶ φιλομαθέστερος, ὁ δὲ ἁπλούστερος καὶ ἐπιπολαιότερος ἔν τε τοῖς ἤθεσιν ἔν τε τοῖς λόγοις. ἄμφω | |
5 | μὲν γὰρ ἐφιλοσοφησάτην ὑπὸ Πρόκλῳ μετὰ τῆς μητρὸς ὡς αὐτὸν ἀφικομένω παιδαγωγούσης. καὶ ὁ Πρόκλος αὐτοῖς προσεῖχε τὸν νοῦν ἐπιμελέστερον ὡς παισὶν Ἑρμείου, φίλου τε καὶ ἑταίρου ἀνδρός, παισὶ δὲ Αἰδεσίας, τῆς γένει Συριανῷ προσηκούσης καὶ ἅμα σφίσι τὸ τηνικαῦτα παρούσης. ἀφίκετο μὲν | |
δὴ σὺν αὐτοῖς Ἀθήναζε καὶ Ἱέραξ ὁ Συνεσίου ἀδελφός. | ||
128* | Suda IV 761, 3 s. v. φρενοβλαβής ἐπὶ Λέοντος τοῦ βασιλέως Ῥωμαίων Αἰθίοπες ἐκόμισαν καμηλοπαρδάλεις καὶ δύο ἐν βραχυτάτοις σώμασιν ἄνδρας φρενοβλαβεῖς, οὓς δὴ πυγμαίους Ὅμηρος ὠνόμασε (cf. Γ 6). | |
5 | Photius Cod. 181 p. 127 a 2 (Henry II p. 192) τῆς τε φιλοσόφου θεωρίας ὅτε Ζηνόδοτος αὐτῷ καθηγεμὼν Ἀθήνησι καὶ αὐτὸς ἐγεγόνει (διάδοχος δὲ καὶ οὗτος Πρόκλου, τὰ δεύτερα Μαρίνου φέρων) καὶ Ἀμμώνιος ἐν Ἀλεξανδρείᾳ ὁ Ἑρμείου, ὃν οὐ μικρῷ μέτρῳ τῶν καθ’ ἑαυτὸν ἐπὶ φιλοσοφίᾳ φησὶ διαφέρειν, καὶ μάλιστα | |
10 | τοῖς μαθήμασι. τοῦτον καὶ τῶν Πλατωνικῶν ἐξηγητὴν αὐτῷ γεγενῆσθαι Δαμάσκιος ἀναγράφει. | |
129 | Epitoma Photiana 248 εὐφραίνετο δὲ ὁρῶν τὸν Πρόκλον ὁ Ἰσίδωρος αἰδοῖόν τε ἅμα καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖ ὁρᾶν | |
5 | τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. | |
129a | Suda II 163, 9 s. v. αἰδοῖος ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ | |
5 | φιλοσοφίας τῷ ὄντι πρόσωπον. | |
130* | Suda II 519, 20 s. v. εἰδέα | |
καλὸς τὴν εἰδέαν εἴ τις καὶ ἄλλος. | ||
131 | Suda II 521, 18; II 541, 18 s. vv. εἶδος et εἴσω ὁ δὲ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος ὡς ἔνθεον καὶ | |
5 | πλῆρες εἴσω φιλοσόφου ζωῆς. | |
131a | Epitoma Photiana 249 ἐπεὶ καὶ ὁ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς. | |
132 | Suda II 476, 27; I 317, 23 s. vv. εὔτροχον et ἀποσαφοῦντες οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔτροχον ἀποσαφοῦντες. | |
133 | Suda I 289, 9 s. v. ἄπλαστος καὶ ἅμα αὐτοῖς ἐπιθέουσα σεμνότης ἡδεῖα καὶ ἄπλαστος αἰδὼς ἐπέστρεφεν ἱκανῶς τὸν φιλόσοφον καὶ ἤδη γνώριμον ἐποίει αὐτῷ τὸν νεανίσκον. | |
134 | Suda II 375, 27 s. v. ἐπίπροσθεν ὅτι Πρόκλος τῆς φιλοσοφίας πάσης ἐπίπροσθεν ἦγε τὴν θεολογίαν· τῆς δὲ πρὸς ἀρετὴν ζωῆς ἐρρωμένης τὴν ἀντίστροφον πρὸς ἐκείνην εὐσέβειαν προτιμῶν ἐφαίνετο. | |
135* | Suda IV 588, 27; IV 648, 27 s. vv. τριβωνοφόρος et ὑπέμεινεν ὁ δὲ Πρόκλος προσέταξεν Ἰσίδωρον μετασχηματίσασθαι πρὸς τὸν ἄριστον βίον καὶ τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε, καὶ ταῦτα Πρόκλον ἴσα καὶ | |
θεῷ σεβόμενος. | ||
136* | Suda IV 421, 11; IV 199, 12 s. vv. σπουδή et προβεβηκόσι Ἰσίδωρος ἔφη τὴν μὲν ἐν φιλοσοφίᾳ σπουδὴν ἀνδρὶ νεωτέρῳ καὶ ἄρτι λόγων ἁπτομένῳ φιλοσόφων εἶναι πρεπωδεστέραν, τὴν δὲ εὐσεβῆ προθυμίαν καὶ φιλόθεον προσήκειν μάλιστα τοῖς ἤδη προβεβηκόσι καὶ πόρρωθεν | |
5 | ἐλαύνουσι τοῦτο μὲν ἡλικίας, τοῦτο δὲ φιλοσοφίας. | |
137* | Suda IV 650, 30 s. v. ὑπερβάθμιον οὐδὲ ὑπερβάθμιον πόδα ῥιπτῶν, κατὰ τὸ λόγιον, εἰς τὴν θεοσέβειαν, ἀλλὰ μέτρα ὁρίζων ἑαυτῷ τῆς ἡλικίας ἄξια, γνησίῳ καὶ καθαρῷ συνειδότι μετα‐ χειρίζων τὰ περὶ τοὺς θεούς. | |
138 | Suda IV 315, 12 s. v. Σαλούστιος οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, | |
5 | πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινὶ ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ 〈....〉 Συρίας, τὰ δὲ | |
πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φιλότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ | ||
10 | ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσ‐ εῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμε‐ λέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς | |
15 | φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζό‐ μενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους | |
20 | ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλει‐ πομένους. τὸν δὲ ἡμέτερον πολίτην | |
25 | Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημό‐ νευε τὰ ὀκτὼ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον | |
ἀκοῆς. | Column end | |
30 | καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπιεικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν | |
35 | καὶ γράφειν ἐς κάλλος. ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν καὶ ἀπεπειρᾶτο | |
τῶν ῥητορικῶν διδασκαλιῶν. | Column end | |
138a | Epitoma Photiana 250 ὁ δὲ Σαλούστιος οὐκέτι τῷ δικανικῷ ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν· | |
5 | ἐξέμαθε δὲ καὶ τοὺς δημοσίους ἅπαντας τοῦ Δημοσθένους λόγους. καὶ δὴ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νέους μιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον τόνον τῆς λογογραφίας | |
10 | ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων λειπο‐ μένους. | |
139* | Suda II 634, 5 s. v. ἵμερος ἵμερος αὐτὸν εἰσῆλθε διάπυρος ἰδεῖν | |
Μάρκελλον νεκρόν. | ||
140 | Suda IV 399, 19; III 602, 1; 239, 6; I 237, 10 s. vv. Σουπηριανὸς et ὀψιμαθής et Λαχάρης et ἀντικρύ Σουπηριανός, σοφιστής, τὸ γένος Ἴσαυρος, τῆς Λαχάρου διατριβῆς. ἐγένετο δὲ οὗτος ὁ Σουπηριανὸς ὀψιμαθὴς μὲν ἱκανῶς καὶ τὴν φύσιν ὑπονω‐ | |
5 | θέστερος, οὕτω δὲ ἐπίπονος καὶ σπουδαῖος, ὥστε πλειόνων ἢ τριάκοντα ἐτῶν ἀρξάμενον ἀναγινώσκειν τὰ τῶν ῥητόρων βιβλία, καὶ ἁπλῶς φάναι λόγοις ἐλευθέροις προσέχειν τὴν διάνοιαν, ἑαυτὸν ἀπαιτεῖν πρὸς ἀνάγκης, οὐδὲ ἐπιτιμήσεων οὐδὲ μαστίγων φειδόμενον, ἐκμανθάνειν ἐν τῷ τηλικούτῳ τῆς ἡλικίας, ἅπερ οἱ ἄλλοι πάντες ἐν τῇ νεότητι ἀπαιτοῦνται παῖδες ἔτι ὄντες | |
10 | ὑπὸ παιδαγωγῶν τε καὶ διδασκάλων. ἀλλ’ ὅγε Σουπηριανὸς αὐτὸς ὑφ’ ἑαυτοῦ μεμαστιγωμένος ἑωρᾶτο πολλάκις ἐν τοῖς βαλανείοις. οὔκουν οὐδὲ διήμαρτεν | |
ἐλπίδος· ἀλλὰ μικρὸν ὕστερον ἐν ταῖς λιπαραῖς καὶ ἀοιδίμοις Ἀθήναις ἀνηγορεύετο σοφιστής, οὐ πάνυ τῆς Λαχάρου δόξης ἀπολειπόμενος. οἶδα γὰρ καὶ Λαχάρην γεγονότα σοφιστὴν ἐξ ἐπιμελείας τὸ πλέον ἢ φύσεως· ἐνέτυχον | ||
15 | γὰρ αὐτοῦ λόγοις· καὶ {μοι} ἔδοξεν ἀπὸ τοῦ λόγου εἰκάζοντί μοι τὴν πρώτην ἐπιμελὴς μὲν εἶναι σφόδρα, τὴν δὲ φύσιν ἀγεννέστερος. εἶδον δὲ καὶ εἰκόνα τοῦ ἀνδρός, ἄντικρυς ἀπαγγέλλουσαν οἷος ἦν Λαχάρης τὴν φύσιν· ὅτι βραδύτερος μὲν πρὸς τοὺς λόγους, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν πρὸς ἀρετήν, φιλόσοφος ἄξιος καλεῖσθαι μᾶλλον ἢ σοφιστής· ἐπεὶ καὶ ἄλλως | |
20 | θεοφιλὴς ἀνὴρ ἦν ὁ Λαχάρης, ὅς γε τὰς ὄψεις ἀποβαλὼν πάλιν ἀνεκτήσατο. | |
141 | Suda III 391, 21 s. v. Μητροφάνης Μητροφάνης, ἔκγονος Λαχάρου. ὢν δὲ ἐν παισὶν ἔτι νήπιος ἀνεφθέγξατο βοῶν· “ἐγώ εἰμι”, ἔφη, “Ἀριστο‐ φάνης ὁ φαλακρός”, οὔπω τι τῶν τοιούτων ἀκηκοώς. ἐπεὶ δὲ οἱ ἀκούσαντες | |
5 | ἀνέκρινον ὅ τι εἴποι, μηδὲν εἰδέναι τῶν εἰρημένων διϊσχυρίζετο. κατὰ τούτου | |
τοῦ Μητροφάνους ἔγραψε λόγον Σουπηριανὸς ὁ σοφιστής. | ||
142* | Suda III 507, 16 s. v. Ὀδαίναθος Ὀδαίναθος, ἀπὸ Συρίας. οὗτος τῷ φιλοσόφῳ Πλουτάρχῳ συνὼν ἀποριῶν | |
ἐνεπίπλα τὰς τοῦ διδασκάλου διατριβὰς καὶ οὐκ εἴα τὸν λόγον ἀνύτειν συμποδιζόμενον. {ἀλλὰ πρὸς σύνεσιν τοῦ ἀληθοῦς ἐνδεέστερος ἦν ὁ Ὀδαίναθος.} | ||
5 | οὔκουν οἴεσθαι δεῖν ἐκεῖνος ἠξίου τὸν φιλόσοφον ἐρωτᾶσθαι, οὐδὲ ἀποκρίνε‐ σθαι ἐκ τοῦ παρατυχόντος ὁτιοῦν. 〈ἀλλὰ πρὸς σύνεσιν τοῦ ἀληθοῦς ἐνδεέστερος ἦν ὁ Ὀδαίναθος.〉 μάλιστα δὲ χαλεπὸν καὶ ἐγγύς τι ἀδύνατον εἶναι περὶ θεῶν τι λέγειν ἢ φρονεῖν, ἀνθρώπους ὄντας. | |
143* | Suda II 507, 31 s. v. Ζήνων ἦν δὲ καὶ ἕτερος Ζήνων, τοῦ Πρόκλου ἑταῖρος, κατὰ τὸν αὐτὸν χρόνον, τῷ μὲν γένει Περγαμηνός, τῇ δὲ φύσει καὶ αὐτὸς ἐνδεέστερος τά γε πρὸς ἐπιστήμην· ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κατηρτυμένος. ὁπότερος δὲ αὐτοῖν | |
5 | ἀφορμὴν τῇ διαστάσει παρέσχετο τῷ Σαλουστίῳ πρὸς τὸν Πρόκλον, οὐκ ἔχω φράζειν. | |
144* | Suda I 282, 9 s. v. ἀπῆγεν ὁ δὲ Σαλούστιος ἀπῆγε τοὺς νέους τῆς φιλοσοφίας, δυοῖν τὰ ἕτερα πεπον‐ θώς, ἢ προσκρούσων τοῖς καθηγουμένοις, ἔχθρᾳ τῇ πρὸς ἐκείνους ἐπι‐ βουλεύων ταῖς φιλοσόφοις διατριβαῖς, ἢ τὸ μέγεθος τοῦ ἐπιτηδεύματος | |
5 | ἐκλογιζόμενος, οἰόμενος πάντας ἀνθρώπους ἀναξίους εἶναι αὐτοῦ. | |
145* | Suda I 70, 26 s. v. Ἀθηνόδωρος | |
ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεσκεύαστο πρὸς φιλοσοφίαν τά τε ἀπὸ τῆς φύσεως καὶ τὰ ἀπὸ τῆς ἐπιεικοῦς προαιρέσεως 〈....〉 ὅτε Πρόκλος ἔζη. καὶ διαφανῶς ἐξηγεῖτο τοῖς πλησιάζουσιν. ὃν ὁ Σαλούστιος θαυμάζων ἐπὶ | ||
5 | σπουδῆς ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωπος ἐξάπτοντι πάντα τὰ παρακείμενα. ἀλλ’ ὅμως ἔπεισεν Ἀθηνόδωρον μὴ φιλοσοφῆσαι. | |
146 | Suda I 314, 8 s. v. ἀπόπειρα τῷ γὰρ ὄντι συνέβαινε τοὺς τῷ ὄντι φιλοσοφίας ἐρῶντας τῶν νέων ὥσπερ ἐν πυρὶ χρυσὸν δοκιμάζεσθαι. εἰ δὲ μὴ ὡμολόγει τὴν ἀπόπειραν, αὐτὸ τοῦτο μάλιστα δὴ ἦν ἡ ἀπόπειρα, σπουδή τις εἶναι προσποιουμένη καὶ ἐλλοχῶσα | |
5 | τὰς νεοπρεπῶς ᾀττούσας κινήσεις. ἐμὲ γοῦν διεκώλυεν ὡς χαλεπωτάτου ὄντος τοῦ πράγματος. | |
147 | Suda IV 316, 4 s. v. Σαλούστιος Σαλούστιος, φιλόσοφος· ὃς ἔφη ἀνθρώποις οὐ ῥᾴδιον εἶναι φιλοσοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούσας ἀπέστυξα δὴ τότε τὸν λόγον, ὡς οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεσθαι ἄξιον. | |
5 | ἀλλὰ γὰρ ὁ Σαλούστιος ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸς τοὺς φιλοσόφους ἁπλῶς, ἀλλὰ φύσει μισοπόνηρος ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδορος καὶ πᾶσιν ἐπιτιθέμενος τοῖς ἁμαρτάνουσι, καὶ ὁπωσοῦν ἐκ πάσης προφάσεως ἐλέγχων ἑκάστους καὶ διακωμῳδῶν· ἐνίοτε μὲν σπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοσκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλού‐ | Column end |
10 | στιος εὐτράπελος ἱκανῶς καὶ σκώπτειν εὐφυέστατός τε καὶ προχειρότατος, ἐξαιρέτους μὲν ἔχων αὐτός, ἐκ γένους δὲ ὅμως τὰς τοιαύτας χάριτας. 〈.....〉 ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάσας τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦσαν ἐνεῖναί ποτε τοῖς πονηροτάτοις, Σαλούστιός ἐστιν. ἔτι δὲ πρὸς ἐνίους τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦντας, ἓν δὲ αὐτῷ λείπειν εἰρηκότας, | |
15 | τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖς πολλοῖς· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεσιν προσεῖναί μοι. {τῷ δὲ Παμπρεπίῳ μέγιστον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνος ὡραϊζόμενος, τί θεοὶ πρὸς ἀνθρώπους, ἔφη· τίς δέ, ἔφη, οὐκ οἶδεν, ὡς οὔτ’ ἐγὼ πώποτε θεὸς ἐγενόμην οὔτε σὺ ἄνθρωπος.} | |
ταῦτα περὶ Σαλουστίου. | Column end | |
20 | κυνικώτερον δὲ ἐφιλοσόφει. | Column end |
148* | Suda IV 223, 4 s. v. προσε‐ ποιήθη ὃ δὲ ὠργίζετο μὲν ἀθετηθείς, οὐ | |
μὴν προσεποιήθη κατὰ τὸ παρόν. | ||
149 | Suda IV 788, 28 s. v. χαριεν‐ τίζεις κινδυνεύομεν εἰς αὐτὰ ἐμπεπτωκέναι | |
τὰ τῶν χαριέντων σκώμματα. | ||
150* | Suda II 292, 25 s. v. ἔντασις καθ’ ὅσον ἡ τοῦ βίου ἔντασις ἐπεδέχετο κυνικωτέρα προελθοῦσα καὶ φύσει καὶ ἐπιτηδεύσει. | |
151 | Suda II 678, 24 s. v. ἰφικρατίδες εἴποτε δὲ τὰς Ἀττικὰς ἰφικρατίδας ἢ τὰ συνήθη σάνδαλα περιδεδεμένος περιενόστει. | |
152 | Suda II 456, 31 s. v. εὐλόφως εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο, οὔτε τὸ σῶμα κεκακωμένος οὔτε τὴν ψυχὴν τεταλαιπωρημένος. | |
153* | Suda IV 837, 1 s. v. χυτρόπους εἰσιὼν καὶ ἐξιὼν ὁ Σαλούστιος πρὸς τοὺς ἑταίρους ἑώρα τοὺς χυτρόποδας ἀχράντους ἀεὶ καὶ ἀκάπνους, ὥσπερ ἐν ἀγορᾷ πρὸς ὠνὴν ἐγκειμένους· ἐποιεῖτο δὲ μέγιστον ἀπύρῳ διαίτῃ κεχρῆσθαι πολὺν χρόνον. | |
154 | Epitoma Photiana 251 ἀνυπόδετος περιιὼν τὴν οἰκουμένην, ὡς φάναι λόγον, ἅπασαν. | |
155* | Suda III 325, 28 s. v. Μαρκελλῖνος μετὰ δικαιοσύνης ἐξηγούμενος τῶν ὑπηκόων. παρῆν δὲ αὐτῷ καὶ φρόνησις | |
ἱκανὴ πολιτεύματος καὶ ἀνδρεία θαυμαστή, μεμελετηκυῖα τὰ πρὸς πόλεμον. | ||
156* | Suda II 473, 20 s. v. εὐσταλής ἦν δὲ τὸ ἑπόμενον στράτευμα Μαρκελλίνῳ ἐπιφανέστερον τῷ εὐσταλεῖ τῆς ὁπλίσεως. | |
157* | Suda IV 136, 15 s. v. πιστότης τοσοῦτον αὐτοῖς ἐνεποίει τῆς βεβαίας ἐλπίδος ἡ τοῦ Μαρκελλίνου περὶ τὰ θεῖα πιστότης. | |
158 | Suda III 325, 23 s. v. Μαρκελλῖνος Μαρκελλῖνος, ἀνὴρ ἐπιεικὴς καὶ γενναῖος, ἐδυνάστευε μὲν Δαλματ〈ί〉ας ἐν Ἠπείρῳ κατῳκημένων Ἰλλυριῶν ἐπεπαίδευτο δὲ τὴν Ῥωμαΐδα παιδείαν καὶ μαντικῆς ἐμπειρότατος ἐγεγόνει καὶ τἄλλα φιλολογώτατος· ὃς ἐλευθέραν | |
5 | ἐκέκτητο τὴν ἀρχὴν οὔτε Ῥωμαίων βασιλείᾳ δουλεύων οὔτε ἄλλῳ δυνα‐ στεύοντι τῶν ἐθνῶν οὐδενί, ἀλλ’ ἦν αὐτόνομος. | |
159 | Suda III 325, 30 s. v. Μαρκελλῖνος | |
ᾧ συνῆν Σαλούστιος ὁ φιλόσοφος. | ||
160* | Suda II 668, 20 s. v. Ἰσί‐ δωρος Ἰσίδωρος φιλόσοφος· ὃς ἐφιλοσόφησε μὲν ὑπὸ τοῖς ἀδελφοῖς. | |
161 | Suda II 579, 3 s. v. Ἡραΐσκος ὅτι τὴν μὲν φύσιν θεοειδέστερος ἦν Ἡραΐσκος, ὁ δὲ τὴν Αἰγυπτίων σοφίαν δαημονέστερος, ὁ Ἀσκληπιά‐ | |
5 | δης, ἅτε τοσοῦτον χρόνον οὗτος μὲν τῇ Αἰγυπτίων προσδιατρίβων, ἐκεῖ‐ νος δὲ ἀποδημῶν 〈....〉. ὁ δ’ ἕτερος ὅμως τῆς τοῦ ἑτέρου κατὰ πολὺ | |
ἐλείπετο φύσεως ἢ ἐπιστήμης. | ||
162* | Suda II 668, 21 s. v. Ἰσίδωρος ἐν ἱεροῖς καὶ τὰ πρὸς ταῦτα κα‐ τασκευάζειν ἅπαντα, ὡς ἔπος εἰπεῖν, ἱκανώτατος εἰς ὑπερβολήν. | |
5 | ἐμοί τε δοκεῖν τὴν ζωὴν μὲν ἦν φιλόσοφος, τὰ δὲ πρὸς ἐπιστήμην οὐ διεξητασμένος, ἀγύμναστος ὢν μᾶλ‐ λον ἢ ἀφυὴς τὰ διαλεκτικά. | |
163 | Suda II 579, 29 s. v. Ἡραΐσκος ὅθεν αὐτῷ καὶ ὁ βίος ἐς τοῦτο προῆλθεν, ἐν ἀδύτοις ἑκάστοτε καὶ τελεστηρίοις ἐνδιαιτᾶσθαι τὴν ψυχήν, | |
5 | οὔτι κατ’ Αἴγυπτον μόνην κινοῦντι τὰς πατρίους τελετάς, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς, εἴπου τι κατελέλειπτο τῶν τοιούτων. | |
164 | Suda II 579, 33 s. v. Ἡραΐσκος ὁ δὲ Ἀσκληπιάδης ἐπιπλεῖον ἐν τοῖς Αἰγυπτίοις βιβλίοις ἀνατραφεὶς ἀκριβέστερος ἦν ἀμφὶ θεολογίαν τὴν | |
5 | πάτριον, ἀρχάς τε αὐτῆς καὶ μέσα διεσκεμμένος καὶ τὴν ἀπειρίαν ἀτεχ‐ νῶς τῶν ἐσχάτων περάτων πολυ‐ πραγμονήσας, ὡς ἔξεστιν εἰδέναι | |
σαφῶς ἀπό τε τῶν ὕμνων, ὧν συγ‐ | Column end | |
10 | γέγραφεν εἰς τοὺς Αἰγυπτίων θεούς, καὶ ἀπὸ τῆς πραγματείας, ἣν ὥρμη‐ σε γράφειν, περιέχουσαν τῶν θεο‐ λογιῶν ἁπασῶν τὴν συμφωνίαν. καὶ συγγραφὴν δὲ ἔγραψεν Αἰγυπ‐ | |
15 | τίων ὠγυγίων πράγματα περιέχου‐ σαν οὐκ ἐλαττόνων ἐτῶν ἢ τριῶν | |
μυριάδων, ἀλλὰ πλειόνων ὀλίγῳ. | Column end | |
164a* | Suda III 577, 25 s. v. οὐδέν οὐδὲν ἐπαύετο ἀεὶ τοῖς βιβλίοις | |
ἐνδιαιτώμενος. | ||
165* | Suda I 40, 1 s. v. ἄγυρις ὁ δὲ ἐσπούδασεν εἰς τὸ δυνατὸν πρὸς ἀγυρισμὸν τῆς ἀπορρήτου τῶν θείων θεραπείας. | |
166* | Suda I 498, 17; III 59, 1 s. vv. βρύει et κατὰ σπουδήν ὁ δὲ εὐθὺ Λιβάνου τοῦ ὄρους ἀνέδραμε καὶ τὸ ὑποκείμενον πεδίον στάχυσι | |
βρύον τοξεύει πυρί, καὶ τὸ λήϊον πᾶν τέφραν ᾤετο γεγονέναι. | ||
167 | Epitoma Photiana 252 ὅτι τὰ ἕδη καὶ ἐπὶ αὐτῶν λαμβάνει τῶν τεμενῶν, τάττεται δὲ καὶ ἐπὶ τῶν | |
ἀγαλμάτων· λέγεται δὲ ἕδος καὶ τὸ ἔδαφος τοῦ νεώ. | ||
168 | Epitoma Photiana 253 ὄναρ μὲν μυριάκις παρῆν ὡς φάναι τὸ ἔπος, ἅπαξ δὲ καὶ ὕπαρ ἐφάνη τὸ φάσμα. | |
169 | Epitoma Photiana 254 “περιορώμενον τὸν ἄνθρωπον” ἀντὶ τοῦ “ἐμβλέπον ἀκριβῶς, ἐπισκοποῦν”, ἐναντίως τῆς τῶν πολλῶν χρήσεως. | |
170 | Epitoma Photiana 255 | |
ἀκώλυτοι διέμενον ὑπὸ τῶν εἰωθότων κατὰ τὸ ἀνθρώπινον κωλυμάτων. | ||
171* | Suda IV 627, 7 s. v. οἰωνισάμενος δαιμονίως πως οἰωνισάμενος τὸ μέλλον. | |
172 | Suda II 579, 32 s. v. Ἡραΐσκος καὶ ἐγεγόνει ὁ Ἡραΐσκος Βάκχος, ὡς ὄνειρος αὐτὸν κατεμήνυσεν. | |
173 | Suda II 580, 8 s. v. Ἡραΐσκος ὁ δὲ Ἡραΐσκος οὐ μόνον ἀγαθὸς ἦν καὶ ἤπιος, ἀλλ’ εἶχέ τι καὶ πρὸς τὴν πονηρίαν θυμούμενον καὶ πρὸς τὰς ἐπιβουλὰς τῶν ἀνθρώπων ἀνδριζόμενον, οὐδαμοῦ δὲ παρεκβαῖνον τὸ μέτρον τῆς δικαιοσύνης. | |
5 | ὅ τε γὰρ Ἀμμώνιος καὶ Ἐρύθριος ὁ Αἰγύπτιος διεμάχοντο πρὸς ἀλλήλους ἐν Βυζαντίῳ, καὶ διετέλει προωθῶν ἀεὶ ὁ ἕτερος τὸν ἕτερον εἰς τοὺς ἐσχάτους | |
κινδύνους. | ||
174 | Suda II 579, 7; II 52, 23 s. vv. Ἡραΐσκος et διαγνώμων ὁ μὲν δὴ Ἡραΐσκος αὐτοφυὴς ἐγένετο διαγνώμων τῶν τε ζώντων καὶ τῶν μὴ ζώντων ἱερῶν ἀγαλμάτων. εὐθὺς γὰρ ἐμβλέπων ἐτιτρώσκετο τὴν καρδίαν ὑπὸ τοῦ θειασμοῦ καὶ ἀνεπήδα τό τε σῶμα καὶ τὴν ψυχήν, ὥσπερ | |
5 | ὑπὸ τοῦ θεοῦ κατάσχετος. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα καὶ ἄμοιρον θείας ἐπιπνοίας. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνος ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃν Ἀλεξανδρεῖς ἐτίμησαν, Ὄσιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυστικὴν ὡς ἀληθῶς φάναι θεοκρασίαν. ἐνῆν δὲ τοῦ Ἡραΐσκου τῇ φύσει καί τι τοὺς μολυσμοὺς τῆς φύσεως ἀναινό‐ | |
10 | μενον. εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν. καὶ τοῦτο σημεῖον ἐποιεῖτο τῆς ἀφεδρείας. οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές· ἀποθανόντι δέ, ἐπειδὴ τὰ νομιζόμενα τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι παρεσκευάζετο τά τε ἄλλα καὶ τὰς Ὀσίριδος ἐπὶ τῷ σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο | |
15 | πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων εἴδη θεοπρεπῆ ἐπιδεικνύντων τὴν ψυχὴν ἐναργῶς, ποίοις ἄρα | |
θεοῖς ἐγεγόνει συνέστιος. ἦν δὲ αὐτοῦ καὶ ἡ πρώτη γένεσις τῷ ὄντι μυστική. λέγεται γὰρ κατελθεῖν ἀπὸ τῆς μητρὸς ἐπὶ τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον | ||
20 | Αἰγύπτιοι μυθολογοῦσι γενέσθαι τὸν Ὧρον καὶ πρὸ τοῦ Ὥρου τὸν Ἥλιον. τοιγαροῦν ἐπεί οἱ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένον ἰδεῖν ἅπασι φανερόν, τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως. | |
175* | Suda II 167, 9 s. v. αἴθυγμα ὁ δὲ βασιλείαν ὠνειροπόλει καὶ αἴθυγμα ἀμηγέπη καὶ φαντασίαν τινὰ ἀπετέλει μοναρχίας. ταύτῃ τοι καὶ ἐκποδὼν ἐγένετο τῷ ἀνδρὶ ὑπάτῳ γενέσθαι. | |
176* | Suda II 77, 18 s. v. διαφθονούμενος | |
ὁ δὲ διαφθονούμενος Ζήνωνι ἐν ἡσυχίᾳ ἔμενεν. | ||
177* | Suda IV 510, 25 s. v. ταύτῃ ταύτῃ τοι οὐ πολὺ ὕστερον παρελύθη τῆς ἀρχῆς. | |
178 | Suda IV 14, 33; III 152, 13; II 262, 5 s. vv. Παμπρέπιος et κομψόν et ἐμποδών ὅτι ὁ Ἴλλους φιλόλογος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς | |
5 | πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστατος ὤφθη, Μάρσος ἔφη δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώτως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς | |
τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ | ||
10 | διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσι, ὡς εἶπε Πλάτων (Gorg. 459 D 6), πιθανώ‐ τερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τοῦ Βυζαντίου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παραμυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν | |
15 | ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφρορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. | |
179* | Suda IV 153, 17; I 538, 14 s. vv. πνεύσας et γραμματείου ὁ δὲ νέος ὢν καὶ φιλόνεικος ἅτε προηγμένος ἀνελπίστως ἐκ τοῦ γραμ‐ ματείου καὶ τῆς τοιαύτης διαθέσεως πολὺς ἐπέπνει. | |
180 | Epitoma Photiana 256 οὐδείς ἐστιν οὕτω τὸ θεῖον ἐκκεκωφημένος, ὃς οὐκ αἰσθάνεται αὐτοῦ τῆς ἐνεργείας πάσης μέν, οὐχ ἥκιστα δὲ τῆς κολαζούσης τοὺς ἁμαρτάνοντας. | |
181 | Epitoma Photiana 257 | |
“οὐκ ἂν ἁμάρτοι Μούσης ἀληθοῦς”, ἢ “οὐκ ἂν ἁμάρτοι ἀληθείας ἱερᾶς”. | ||
182 | Suda IV 469, 26; II 580, 15 s. vv. συνεῖναι et Ἡραΐσκος ὁ δὲ Ἡραΐσκος ὁ Αἰγύπτιος ἦν μὲν συνεῖναι δεινότατος, ἀγωνιστὴς δὲ οὐκ ἰσχυρὸς ὑπὲρ τῆς ἀληθείας, οὐδὲ τὰς ἔξω φερούσας ἀπὸ ταύτης ὁδοὺς ἀνιχνεῦσαι καὶ διεξελθεῖν. οὗτος γὰρ ἐς τοὐναντίον ἐκεκλήρωτο τὴν εὐμοιρίαν. | |
183* | Suda I 383, 9 s. v. Ἀσκληπιόδοτος οὗτος ἐκ παίδων εὐθὺς ὡμολογεῖτο ὀξύτατος καὶ πολυμαθέστατος εἶναι τῶν ἡλικιωτῶν, ὥστε καὶ πολυπραγμονῶν οὐδὲν ἐπαύετο περὶ ἑκάστου τῶν παραπιπτόντων, ὧν ἥ τε {ἡ} φύσις ἀπεργάζεται θαυμασίων καὶ τέχνη | |
5 | ἑκάστη παρέχεται δημιουργημάτων. ἐν γοῦν ὀλίγῳ χρόνῳ παντάπασι κατανενοήκει τῶν τε βαφικῶν χρωμάτων τὰς μίξεις ἁπάσας καὶ τῶν περὶ | |
ἐσθῆτα κοσμουμένων βαμμάτων παντοδαπῶν, ἔτι δὲ τῶν ξύλων τὰς μυρίας διαφορότητας, ὅπως αὐτῶν αἱ ἶνες ἔχουσιν εὐθύτητος πέρι καὶ διαπλοκῆς. ἀλλὰ μέντοι λίθων καὶ βοτανῶν αἱ ποικίλαι δυνάμεις τε καὶ ἰδέαι, τῶν τε ἐν | ||
10 | ποσὶ κειμένων καὶ τῶν σπανιωτάτων, ἀνεζητοῦντο καὶ εὑρίσκοντο πάσῃ μηχανῇ. ὄχλον δὲ παρείχετο πολὺν τοῖς περὶ ἕκαστα διατρίβουσι παρακαθήμενός τε συχνὰ καὶ περὶ ἑκάστου ἀνερωτῶν ἐς τὸ ἀκριβέστατον. τὴν δὲ περὶ φυτῶν ἱστορίαν ἐπὶ μείζονος ἠγάπα τιμῆς, καὶ ἔτι μᾶλλον τὴν περὶ ζῴων, τά τε | |
15 | ἐνόντα διὰ τῆς ὄψεως ἀνακρίνων καὶ τὰ μὴ δυνατὰ διὰ τῆς ἀκοῆς ἐξετά‐ ζων ἐπὶ τὸ μακρότατον, ὅσα τε τοῖς πρεσβύταις ἀναγέγραπται περὶ τούτων ἀναλεγόμενος. | |
184* | Suda II 256, 13 s. v. ἐμέλ‐ λησεν ὁ δὲ οὐδὲν ὧν ἔχρῃζε μαθεῖν | |
ἀπεκρύψατο ἢ λέγων ἐμέλλησεν. | ||
185* | Suda I 383, 24; II 69, 1 s. vv. Ἀσκληπιόδοτος et διὰ πείρας ἦν δὲ Ἀλεξανδρεὺς τὸ γένος. τοῦτον οὖν ἐπίσταμαι διὰ πείρας συχνῆς εὖ μάλα τήν τε ἀγαθοειδῆ προαίρεσιν προβεβλημένον καὶ τοῦ πατρὸς οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐσεβῆ προθυμίαν καὶ τὴν πρὸς τὸ θεῖον | |
5 | ἀναγομένην ἐλπίδα σύντονόν τε καὶ ἐρωτικήν· φιλοσοφοῦντα μέντοι ὑπὲρ ἐκεῖνον καὶ τῇ ἄλλῃ προπαιδείᾳ κεκοσμημένον. | |
186* | Suda I 249, 7 s. v. Ἀντώνιος Ἀντώνιος, Ἀλεξανδρεύς, ὃς ἐνδεέστερον ἔχων πρὸς τοὺς λόγους οὐ πάνυ τις ἦν ἀκριβής· πρὸς δὲ ἀλήθειαν ἱερώτατος ἐγεγόνει καὶ λίαν ἔρρωτο τὴν ψυχὴν πρὸς θεοῦ θεραπείαν, τήν τε δημοτελῆ τήν τε ἀπορρητοτέραν· ὥστε | |
5 | καὶ τὴν Γάζαν ἀπέφηνεν ἱερωτέραν πολλῷ μᾶλλον ἢ πρότερον ἦν. ἐμβὰς δὲ εἰς πολιτικὰς ὑποθέσεις καὶ δικασάμενος ὑπὲρ τῆς ἀδελφῆς προέστη αὐτῆς | |
ἐκθυμότερον τοῦ μετρίου καὶ ὑπερεδικάσατο κατὰ τὸ καρτερώτατον, οὔτε χρόνου φειδόμενος εἰς οὐδὲν δέον δαπανωμένου οὔτε δόξης ἀμείνονος ἐπιστροφήν τινα ποιησάμενος. ἤκουσε γὰρ κακῶς ὑπὸ τῶν τότε ἀνθρώπων | ||
10 | οὐχ ὡς ἀδικῶν, ἀλλ’ ὡς φιλοδικῶν. ἀνέβη γὰρ καὶ ἐς τὸ Βυζάντιον ἐπὶ τῇ δίκῃ καὶ σφόδρα φιλόνεικος ἔδοξέ τις εἶναι. περιγενόμενος δὲ τῶν ἀντιδίκων ταύτην μὲν ἐξέδωκεν ἑτέρῳ ἀνδρί, αὐτὸς δὲ ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ τὸ λοιπὸν τοῦ βίου διετέλει, ὀλίγα μὲν ἐν φιλοσοφίᾳ, τὰ δὲ πλείω διαιτώμενος ἐν τοῖς ἱεροῖς. ἁπλοῦς δὲ ἦν τὸ ἦθος καὶ ἕτοιμος εἰς εὐεργεσίας, ἄλλως τε | |
15 | καὶ τὰς διὰ τῶν ἱερῶν. ἔγωγε οὖν καὶ αὐτὸς ὁμολογῶ τῷ ἀνδρὶ μεγίστην ἀτεχνῶς τὴν χάριν, ἣν ἀμείψασθαι αὐτὸν εὔχομαι τοὺς θεοὺς ἐν μακάρων νήσοις ἤδη συζῆν ἠξιωμένον. | |
187* | Suda I 408, 23 s. v. ἄτρυτος ταῖς δὲ ἡμέραις ἀτρύτοις πόνοις ἑαυτὸν πρὸς γεωργίαν ἐξεδίδου. | |
188* | Suda I 297, 7 s. v. ἀποθέσθαι ὁ δὲ βουλόμενος μηδένα χρόνον ἀργὸν ποιεῖν, προέθετο τὸ τοῦ χειμῶνος ἄπρακτον εἴς τινας χρείας ἀποθέσθαι | |
189* | Suda I 384, 4; I 296, 29; IV 823, 12 s. vv. Ἀσκληπιόδοτος et ἀποθάνωμεν et χρηματισμός οἰκονομικὸς δὲ ὢν καὶ γεωργικός, ἀποθανόντος αὐτῷ τοῦ πατρός, | |
ἀπέτισε χρέα πολλά. ἐν χρηματισμῷ δὲ δικαίῳ καταστὰς ὅμως ἐν δαπανή‐ | ||
5 | μασι μεγάλοις ἐγένετο, τῆς τε ἱερᾶς εἵνεκα προαιρέσεως καὶ τῆς ἄλλης πολιτικῆς φιλοτιμίας ἀναγκαίας εἶναι δοκούσης καὶ τῷ οἴκῳ συνήθους. ὥστε ἠναγκάσθη καὶ αὐτὸς ὕστερον ὑπόχρεων τὴν οὐσίαν καταλιπεῖν ταῖς θυγατράσι. | |
190 | Suda II 601, 14 s. v. Ἰάκωβος Ἰάκωβος, Ἡσυχίου υἱὸς ἰατροῦ, ὁ ἐπικληθεὶς Ψύχριστος, τὸ ἀνέκαθεν ἐκ τοῦ Δαμασκοῦ. εἰς Ῥόδον δὲ γενομένου τοῦ πατρός, εἶτα εἰς Δρέπανον τὸ ἐν Ἄργει ἐλθόντος κἀκεῖ γήμαντος τὴν ἐξ αὐτοῦ τεκοῦσαν τὸν Ἰάκωβον, | |
5 | καταλιπόντος δὲ τήν τε γαμετὴν καὶ τὸν παῖδα καὶ ἐκδημήσαντος ἐπὶ ἔτη ἐννεακαίδεκα εἴς τε Ἀλεξάνδρειαν καὶ Ἰταλίαν καὶ οὐδὲ περιεῖναι δοκοῦντος· ὅθεν γαμεῖται μὲν ἡ Ἰακώβου μήτηρ δευτέρῳ ἀνδρί· καὶ παίδων αὐτῇ γενομένων δύο καὶ θηλείας, τελευτᾷ τὸν βίον ὁ γαμήσας αὐτήν· ἐπάνεισι δὲ Ἡσύχιος ἐν Βυζαντίῳ· ὅπερ γνοὺς Ἰάκωβος ἦλθε πρὸς αὐτόν· καὶ τότε | |
10 | παιδείας ἤρξατο καὶ ἰάτρευσεν ἐν Βυζαντίῳ ἐπὶ Λέοντος βασιλέως. | |
191 | Suda II 601, 24 s. v. Ἰάκωβος | |
Ἰάκωβος, ἰατρός. ἀπὸ Δαμασκοῦ εἷλκε τὸ γένος καὶ ἐς τὸ ἀκριβέστατον ἀναβὰς τῆς ἐπιστήμης τέλειος ἦν, οὐ διαγινώσκων μόνον τὰς νόσους, ἀλλὰ καὶ ἰώμενος, ὁμοῦ μὲν κατὰ τὸν λόγον, ὁμοῦ δὲ κατὰ τὴν πεῖραν, ἐπιμελῶς | ||
5 | τε καὶ ἱκανῶς· ὥστε τὰ πρωτεῖα τῆς ἰατρικῆς εὐκλείας ἀπενέγκασθαι τῶν καθ’ ἑαυτὸν ἰατρῶν, παραβάλλεσθαι δὲ ἤδη πρὸς τοὺς ἀρχαίους, ὑπερ‐ βάλλειν δὲ αὐτῶν τούς γε πλείους· οἷα δὲ ἔχοντα δύναμιν ἰσόθεον ἀγαπᾶσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν δεομένων· οὕτω δὲ θαρρεῖν ἐφ’ ἑαυτῷ καὶ ἐπὶ τῇ κρίσει τῶν οἰκείων μεθόδων, ὥστε εἰ ἀπελθὼν πρὸς τὸν ἄρρωστον καὶ τοῖς | |
10 | σημείοις τὸ νόσημα διαγνοὺς ἀπεφήνατο βιώσιμον εἶναι τὸν ἄνθρωπον, εὐέλπιδας γίνεσθαι πάντας, ὡς ὑγείας ἐσομένης, εἰ δὲ μὴ ὡς τελευτῆς· καὶ μηδένα πώποτε τῶν ἐλπίδων διαψευσθῆναι. ἔλεγε δὲ ὁ αὐτός, χρῆναι τὸν ἄριστον ἰατρὸν ἤτοι ἀπογνῶναι τῆς νόσου ἢ ἁψάμενον εὐθὺς εἰς ῥᾷον μεταβαλεῖν τὸν νοσοῦντα καὶ ἔχοντα μετριώτερον | |
15 | ἀπολείπειν· ἄλλως δὲ μὴ ἀποστῆναι πρότερον. πάντας δὲ ὡς εἰπεῖν ἀπήλλαττε τῶν ἐνοχλούντων παθῶν παραυτίκα ἢ μικρὸν ὕστερον. διόπερ | |
οἱ μὲν ἄλλοι σωτῆρα τὸν Ἰάκωβον ἀπεκάλουν, οἷά ποτε καὶ τὸν Ἀσκληπιόν, οἱ δὲ ἰατροὶ διέβαλλον ἀεὶ καὶ ἐλοιδόρουν ὡς | Column end | |
20 | ὄντα οὐκ ἰατρόν, ἀλλὰ θεοφιλῆ τινα καὶ ἱερόν. καὶ οὐκ ἐψεύδοντο· ἦν γὰρ ἐπιεικὴς ὁ ἀνὴρ καὶ θεῷ τῷ ὄντι κεχαρισμένος. εἰ δὲ δεῖ τὸ τοῦ φιλοσόφου εἰπεῖν, Ἀσκληπιαδικὴν ᾤετο τὴν τοῦ Ἰακώβου ψυχὴν καὶ κατὰ φύσιν Παιώνειον· προσεῖναι δὲ καὶ τὴν ἐρωτικὴν τοῦ ἐπιτηδεύματος ἐπιμέλειαν, ἣ μάλιστα φιλεῖ τοὺς τεχνίτας ἑκάστους οἰκειοῦν καὶ προσάγειν | |
25 | τοῖς ἐφόροις τῆς τέχνης. οὕτω καὶ Φειδίαν ἐνθουσιῶντα δημιουργεῖν, οὕτω | |
καὶ Ζεῦξιν εἰκάζειν τὰ ἀγάλματα. | Column end | |
192* | Suda IV 477, 28 s. v. συντυχία ὑπολαβὼν οὖν οὐ κατὰ συντυχίαν, ἀλλ’ ἀπό τινος ἕξεως τοιαύτην εἶναι περὶ αὐτὸν διάθεσιν. | |
193* | Suda II 450, 11 s. v. εὐθιξίᾳ ἔχων τὸν νοῦν εὐθιξίᾳ πρὸς τὴν | |
θεραπείαν εὐθυβολοῦντα. | ||
194 | Epitoma Photiana 258 οἱ 〈δὲ〉 τῆς ἀλλοφύλου δόξης ἑταῖροι | |
καὶ συστασιῶται. | ||
195 | Suda II 116, 9 s. v. διωλύγιον ταῦτα οὐ διωλύγιος φλυαρία δόξειεν ἂν εἶναι, καὶ δικαίως οὐ κατὰ γραῶν ὕθλον λεγόμενον, ἀλλὰ πέρα τοῦ μεγίστου φληνάφου; | |
196* | Suda IV 779, 23 s. v. χαλαρά καὶ χαλαρὸν ἦν αὐτῷ καὶ θῆλυ τὸ σπλάγχνον πρὸς τοὺς δεομένους, εἴπερ | |
τινὶ τῶν καθ’ αὑτὸν ἀνθρώπων. | ||
197* | Suda I 42, 26 s. v. ἀδαήμονες ὁ δὲ τὴν τῶν Αἰγυπτίων σοφίαν ἦν ἀδαημονέστερος, ὁ Ἀσκληπιόδοτος. | |
198 | Suda III 111, 11 s. v. κηροῦ εὐ‐ πλαστότερος τῷ δὲ Ἀσκληπιοδότῳ σπουδὴ ἦν εἰς τὸ χρωματικὸν καὶ διατονικὸν | |
5 | εἶδος τῆς μουσικῆς. ὥστε τὴν ἑαυτοῦ φωνὴν καὶ τὰ περὶ αὐτὴν ὄργανα τῆς φύσεως εὐπλαστό‐ τερα κηροῦ διετίθετο καὶ μετερ‐ ρύθμιζεν ἐς ὅ τι ἠβούλετο καὶ ἡ | |
10 | χρεία παρῆν· ὥστε καὶ ζῴων ἁπάν‐ των μιμεῖσθαι καὶ τῶν ἄλλων κτύ‐ πων τὰς ἀπηχήσεις. | |
199 | Suda II 87, 4 s. v. δίεσιν δίεσις λέγεται τὸ ἐλάχιστον μέτρον τῶν ἐναρμονίων διαστημάτων, ὅπερ ἀπολωλὸς ἐκ τῆς ἡμετέρας αἰσθή‐ | |
5 | σεως καὶ τὸ ἐναρμόνιον προσαπώλε‐ σεν, ἀγυμνάστου πρὸς αὐτὸ τῆς ἀκοῆς ἀπολελειμμένης. | |
200* | Suda IV 780, 11 s. v. Χαλδαϊκοῖς ἐπιτηδεύμασι διαπορουμένῳ γοῦν τῷ Πρόκλῳ περὶ τῶν Ἰσιδώρου μιμήσεων τῶν ὀρνέων {καὶ} τῶν φωνῶν 〈καὶ〉 τῶν ἀπηχημάτων ἐνίοτε ἐν τοῖς Χαλδαϊκοῖς | |
ἐπιτηδεύμασιν αὐτὸς ὑπεδείκνυε τὴν ὁδὸν τῆς μιμήσεως ἄλλων τε καὶ | ||
5 | στρουθῶν τῶν μικρῶν τούτων καὶ κατοικιδίων τῆς πτήσεως, οἷα ψοφοῦσι ταῖς πτέρυξιν ἐγειρόμενοι πρὸς τὸ πετᾶσθαι. | |
201 | Suda IV 407, 25 s. v. Σωρανός ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος καὶ τὴν ἰατρικὴν ἐκμαθὼν τῶν μὲν νεωτέ‐ ρων οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν | |
5 | Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην. | |
202* | Suda II 35, 22 s. v. δεισιδαιμονία ὅτι Ἀσκληπιόδοτος ὅσιος ἦν καὶ εὐσεβής· καὶ τὰ μὲν πρῶτα δεισιδαίμων ἐγεγόνει καὶ εὐλαβὴς οὕτως σφόδρα ὥστε μήτε θύειν ἀνέχεσθαι μήτε τινὸς ἀπορρήτου μηδενὸς ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆς γενέσεως ἄξια, ἀλλὰ | |
5 | τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. | |
203 | Suda IV 223, 7 s. v. προσεποιήθη | |
ὁ δὲ πολλάκις ἀκούων οὐ προσεποιεῖτο. | ||
204 | Suda I 383, 29 s. v. Ἀσκληπιόδοτος τοιγαροῦν ἀνέθηλεν ἐπ’ αὐτοῦ ἡ πόλις τῆς Ἀφροδίτης εἰς τὸ ἱερώτερον. ἤδη δὲ καὶ ἐς τὰς ὑπερορίους ἀπῴκισε τὴν ἀπόρρητον θέμιν, ἔς τε Ἀλεξ‐ άνδρειαν τὴν ὀσιρ〈ι〉άζουσαν καὶ τῆς ἕω πολλαχῇ τὴν μαγεύουσαν. | |
205 | Epitoma Photiana 259 καὶ πρὸς φιλοσοφίαν ἔρρωντο, καίτοι ἀρχὴν ἀτυχοῦντες εὐαγωγίας φιλοσόφου. | |
206 | Suda II 731, 27 s. v. θρύπτεται ἡ δὲ ἦν ἀνδρόβιος καὶ ἄθρυπτος ἐς συμβίωσιν. | |
207 | Suda I 260, 3 s. v. ἀπαθῆ | |
οἱ δὲ κακῶν παντάπασιν ἀπαθεῖς ἔμειναν. | ||
208 | Epitoma Photiana 260 καὶ τῇ εὐχῇ χρησάμενος εἰς τὴν συνήθη καὶ ἀνθρωπίνην αἴσθησιν ἀπὸ τῶν ἀλλοκότων ὄψεων ἐπανῆλθε. | |
209 | Suda I 384, 1 s. v. Ἀσκληπιόδοτος εὐφυὴς δὲ ἐκ παίδων γεγονὼς ἄχρι γήρως πολλὰ συνεισήνεγκεν εἰς τὰ ἱερὰ τῆς οἰκείας φύσεως ἔκγονα μηχανήματα, ἀγάλματά τε διακοσμῶν καὶ ὕμνους προστιθεὶς ἔστιν οἷς. | |
210 | Epitoma Photiana 261 καὶ δὴ ἐξέδωκεν ἱκνουμένῳ τῷ τοῦ γάμου καιρῷ. | |
211 | Epitoma Photiana 262 | |
ἀλλὰ καὶ τρίβωνα φιλοσοφίας περιβαλών, ὡς φιλόσοφον, τὴν νύμφην. | ||
212* | Suda I 40, 10 s. v. ἀγύρτης ἦν γὰρ αὐτὸς ἀγύρτης τῷ ὄντι καὶ φιλομαντευτής. | |
213 | Suda III 577, 21; IV 818, 21 s. vv. οὐδὲν ἧττον et χωρὶς φιλοσοφοῦντος οὐκ ἔστι μαντικὴν ἐπαγγέλλεσθαι καὶ προφέρειν οὐδὲ τὴν ἄλλην ἱερατικὴν ἐπιστήμην· χωρὶς γὰρ τὰ τῶν φιλοσόφων καὶ τὰ τῶν ἱερέων ὁρίσματα, οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυσῶν καὶ Φρυγῶν. | |
214 | Epitoma Photiana 263 τῆς περὶ τὰ θεῖα διατριβούσης θρησκείας, ὅση τε ῥητὴ καὶ ὅση ἀπόρρητος. | |
215* | Suda I 40, 14 s. v. ἀγύρτης ἐμέμφετο αὐτοῦ τὸ περὶ τὰς μαντείας ἐπτοημένον καὶ βουλόμενον ἀεὶ | |
τοῖς ἀγύρταις ἐπιτρέπειν τὰ οἰκεῖα πράγματα. | ||
216 | Suda IV 329, 4; I 73, 15 s. vv. σαρκοφαγία et ἀθύτους ἐδεῖτο μὲν γὰρ οἱ τὸ σῶμα σαρκοφαγίας, ἀθύτου δὲ οὐκ ἠνέσχετο μεταλα‐ βεῖν, τὸ παλαιὸν παράγγελμα “θνησειδίων ἀπέχεσθαι” τοῦτο σημαίνειν ὑπολαμβάνων. | |
217* | Suda II 437, 4 s. v. ἐτίθετο οὐδὲ τῇ ὄψει τῶν ὀνείρων ἐτίθετο | |
218 | Suda II 127, 29; II 52, 18 s. vv. Δομνῖνος et διαγκωνισάμενος ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ’ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. | |
5 | ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμ‐ ποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ (καὶ γὰρ ἐτύγχανεν | |
ἐγκαδεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ), ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας | ||
10 | Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς 〈ἱεὶσ〉 αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δέ, οὐ{δὲ} κατὰ θέμιν 〈τὴν Σύροις πάτριον〉, πεισθεὶς τῷ ὀνείρῳ {θέμιν τὴν Σύροις πάτριον} οὐδὲ παραδείγματι τῷ | |
15 | Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. | |
219 | Suda I 383, 32 s. v. Ἀσκληπιόδοτος γενόμενος δὲ πρὸς τῷ σεμνῷ καὶ εὐτράπελος ἡδίστην παρείχετο τοῖς ἐντυγχάνουσι τὴν αὑτοῦ συνδιαίτησιν. | |
220 | Epitoma Photiana 264 οὐδ’ εἰς Ἀφροδισιάδα μετεχώρησε παράκλητος. | |
221* | Suda III 378, 4 s. v. μέτριοι Ἀθήνηθεν ἀποπλεύσας Ἀσκληπιόδοτος καὶ εἰς Σελεύκειαν τῆς Συρίας ἀφικόμενος διεσκοπεῖτο τὰ ἤθη τῶν ἀνθρώπων· καὶ ἐν τῇ περιόδῳ ὅλῃ τρισὶ μόνοις ἔφη ἐντετυχηκέναι μετρίως ἔχουσιν ἀνθρώποις· Ἱλαρίῳ τε τῷ | |
5 | φιλοσόφῳ κατ’ Ἀντιόχειαν, ἐν δὲ Λαοδικείᾳ τῇ ἐχομένῃ πόλει τῶν Σύρων Μάρᾳ τῷ δικαιοτάτῳ τῶν καθ’ ἡμᾶς ἀνθρώπων καὶ τὴν Ἀριστείδου | |
ἐπωνυμίαν ἀπενεγκαμένῳ, Δομνίνῳ τε τῷ φιλοσόφῳ. | ||
222* | Suda II 629, 21 s. v. Ἱλάριος Ἱλάριος, Ἀντιοχεύς, τῆς ἐν Συρίᾳ πόλεως, ἐν τῷ βουλευτηρίῳ τὰ πρωτεῖα φέρων· ἐπιεικὴς δὲ τὴν φύσιν ὢν καὶ φιλομαθὴς καὶ προσέτι ὀξὺς ἐν τοῖς λόγοις καὶ βιβλίων παντοδαπῶν εὐπορώτατος, ὅμως ὀψιμαθὴς ἐγεγόνει | |
5 | λόγων φιλοσόφων. πολιτεύεσθαι γὰρ ἀναγκαζόμενος τὰ κοινὰ πολιτεύματα τῆς πατρίδος οὐδεμίαν εἶχε σχολὴν πρὸς φιλοσοφίαν. ἐνῆν δὲ αὐτῷ δυσάγωγον ἦθος ἐν τῇ νεότητι πρὸς σωφροσύνην· ὥστε καὶ τοῦτο πολλὴν ἀσχολίαν παρείχετό οἱ πρὸς καλλίω βίον. ἀλλὰ γὰρ ἡ τύχη σοφώτερον τούτῳ κατέστη καὶ ὁ καιρός, ἅμα παρηκούσης ἤδη τῆς ἀκρατοῦς ἡλικίας. ἀτύχημα γάρ τι | |
10 | συνέβη κατὰ τὸν οἶκον, ὅπερ εὐτύχημα ἀπέβη κατὰ τὸ ἀληθέστερον· ἡ γὰρ γυνὴ αὐτοῦ τῶν οἰκείων τινὶ συμφθειρομένη κατείληπτο. ὁ οὖν οἰκοφθόρος τὸ ἐπιτήδευμα ῥήτωρ ἐγεγόνει, Μόσχος δὲ ὄνομα. 〈....〉 τυγχάνων δὲ τοῦ Ἱλαρίου τινὸς εὐνοίας καὶ οἰκειότητος ἄδικος ἐφάνη περὶ τὸν εὐεργέτην· ἑάλω γὰρ συνὼν τῇ γυναικί. καὶ ὃς οὐδὲν ταραχθεὶς | |
15 | ἐπὶ τῇ συμφορᾷ πρᾶγμα ἐποίησεν ἀνδρείας τε καὶ φρονήσεως ἐχόμενον. τὸν γὰρ ἄνδρα παραλαβὼν ἐξέστη μὲν αὐτῷ τῆς γυναικός, ἐξέστη δὲ τοῦ σφετέρου κλήρου, ἐφ’ ᾧ τε κατὰ τὸν νόμον ἐκεῖνον βουλεύειν, αὐτὸς δὲ, (καὶ γὰρ ἄπαιδα βίον τῇ γυναικὶ | |
20 | συμβεβίωκεν) ἀπολιπὼν τὴν πατρίδα μετεσκευάσατο τὸν βίον πρὸς τοὺς φιλοσόφους, εἰς Καρίαν τε καὶ Λυδίαν μεταναστάς. Ἀθήναζε γὰρ ἀφικόμενος ἠβού‐ | |
25 | λετο τοῦ Πρόκλου ἀκροάσασθαι καὶ λόγων φιλοσόφων· ὡς δὲ οὐκ ἤνεγκεν αὐτοῦ τὴν τρυφὴν ὁ Πρόκλος, ἀκη‐ | |
κοὼς αὐτὸν ἐληλυθέναι μετὰ τῶν παλλακίδων καὶ τῆς συνήθους ἔτι | Column end | |
30 | ἐκδιαιτήσεως, ἀναχωρήσας Ἀθήνη‐ θεν ὁ Ἱλάριος ἄλλον μετεδίωκε τρόπον ὠφελείας τὸν συμμετρότερον | |
ἢ κατὰ τὸν Πρόκλειον. | Column end | |
223 | Epitoma Photiana 265 ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν | |
224 | Epitoma Photiana 266 ὁ δὲ Ἱλάριος φιλοσοφῶν μέν, ἐκδε‐ διῃτημένος δὲ τὰς ὑπογαστρίους ἡδονάς, οὐκ ἔτυχε Πρόκλου διδασκά‐ | |
5 | λου. | |
225* | Suda II 216, 12 s. v. ἐκδιαί‐ τησις ἀπαγορεύει πρὸς τοὺς πόνους πόθῳ τῆς ἐν Συρίᾳ ἐκδιαιτήσεως. | |
226* | Suda III 322, 20 s. v. Μάρας Μάρας, ἀπὸ Βεροίας τῆς ἐν Συρίᾳ πόλεως, ἀνὴρ τῶν πλουσιωτάτων· ἀλλ’ ὅμως ὁ κόρος οὐδεμίαν αὐτῷ ὕβριν ἐνέτεκεν· οὐδὲ γὰρ κόρος οὐδεὶς ἐφαίνετο τῶν χρημάτων, ἀλλὰ ταῦτα μὲν ὄργανα ἐποιεῖτο δικαιοσύνης τε καὶ φιλαν‐ | |
5 | θρωπίας, ἐπιχορηγῶν τε τοῖς δεομένοις καὶ φιλοτιμούμενος ἐν τοῖς πολιτεύ‐ μασιν. οὕτω παρεῖχεν ἑαυτὸν τοῖς πᾶσιν ἐπιεικῆ καὶ δίκαιον, ὥστε οὔτε τῶν πολιτῶν οὐδεὶς αὐτῷ ἐγκέκληκε πώποτε οὔτε ξένων οὔτε τῶν κατ’ ἄστυ γειτό‐ νων οὔτε τῶν ἐν ἀγροῖς ὁμορούντων. οὐ μὴν ταῦτα δικαιοσύνης ἔργα ἀπελογί‐ ζετο, εἰ μηδένα ἀδικεῖ τῶν πολιτευομένων, ἀλλ’ ἐκεῖνα μᾶλλον, εἰ μὴ κάμνοι | |
10 | εὐεργετῶν. τοιγαροῦν οὐ τῶν ἑαυτοῦ μόνον ἐπεμελεῖτο πραγμάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, μάλιστα τῶν παρακεκτημένων ἔν τε τῷ ἄστει καὶ κατ’ ἀγρούς. μάλιστα δὲ τούτου τεκμήριον, εἴ τις ἠβούλετό τι πωλεῖν ἤ τις ὠνεῖσθαι τῶν πλησιαζόντων αὐτῷ, ὁ μὲν προσαπῄτει, ὁ δὲ προσετίθει τῷ τιμήματι τῆς ἄλλης ἀξίας, ὑπὲρ αὐτοῦ γέ τοι δήπουθεν, ὑπὲρ τοῦ κτήσασθαι | |
15 | ὅμορον καὶ γείτονα Μάραν, τὸν πάντων ἀνθρώπων δικαιότατον. ὥστε καὶ | |
ἐξενίκησεν εἰς παροιμίαν ὁ Μάρας, ἐπὶ δικαίᾳ χρήσει τῶν πέλας. | ||
227 | Suda II 127, 21 s. v. Δομνῖνος Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφή‐ | |
5 | μασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέστρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν. | |
228 | Suda II 128, 13; IV 223, 18 s. vv. Δομνῖνος et προσέσθαι τούτῳ οὖν ἤδη προγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφές, οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ | |
5 | διαφέρειν αὐχοῦντας· ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον, ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτὸν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω | |
θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν. | ||
229 | Epitoma Photiana 267 πεπεῖσθαι ἔλεγε πολυχρονιώτερόν οἱ γενέσθαι τὸν μετὰ τοῦ σώματος βίον διὰ τὴν δεξιότητα τῆς γυναικός. καὶ ταῦτα ἔλεγεν οὐ χάριν ὁμολογῶν, ὡς ἄν τῳ δόξειεν, ἀλλὰ δυσχεραίνων πρὸς τὴν ἐν σώματι διατριβήν, καὶ εἰς | |
5 | ἐκείνην ἀναφέρων, ὅσα γε εἰς ἄνθρωπον, τὴν τοῦ θανάτου ἀναβολήν. | |
230 | Epitoma Photiana 268 καὶ τῆς γυναικὸς ἐπῄνει τὴν εὐαγω‐ γίαν, καὶ συνήδετο. | |
231* | Suda II 335, 9 s. v. ἐπαινέσας ἐπαινέσας αὐτὴν τῆς φιλανδρίας. | |
232 | Epitoma Photiana 269 κατελεήσας τοῦ γάμου τὰς πρώτας ἐλπίδας ὁ θεὸς ἐδίδου σύμβολον τῆς ἐσομένης γονῆς· καὶ τὴν γαμετὴν λοιπὸν ἑώρα ἐπίτεκα οὖσαν ὁ ἀνήρ. | |
233 | Suda II 387, 26 s. v. ἐπιτίθησιν καὶ δὴ γραψάμενος ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλοσόφους ἐπιτίθη‐ | |
σιν. | ||
234 | Epitoma Photiana 270 καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάγνωσιν τῷ Ἀσκληπιοδότῳ ὁ σκότος ἐγίνετο. | |
235 | Epitoma Photiana 271 διηγεῖτο δὲ ἄλλα τε ὧν ἀκήκοε, καὶ δὴ καὶ τῆς αὐτοῦ ὄψεως οὐκ ὀλίγα θαύματος ἄξια. | |
236 | Epitoma Photiana 272 ἡ δ’ ἄγνωστος φωνὴ ὅτου εἴη τὴν ναῦν ἀνακωχάζειν ἐκέλευε. | |
237 | Epitoma Photiana 273 τοῦ ὀμμακοΐου· τῆς αὐτοψίας καὶ ἀκοῆς ἅμα. | |
238 | Epitoma Photiana 274 καὶ διετέλεσεν ἄχρι θανάτου ἀμιγὴς παντὸς σώματος. οὐδ’ ἔστιν ὅστις | |
ἐσυκοφάντησεν αὐτὸν ἐπὶ τοιαύταις διαβολαῖς, οὐδὲ τῶν ἐχθίστων. | ||
239* | Suda II 507, 24 s. v. Ζήνων Ζήνων, Ἀλεξανδρεύς, ἀνὴρ Ἰουδαῖος μὲν γεγονώς, ἀπειπάμενος δὲ δη‐ μοσίᾳ πρὸς τὸ φῦλον τῶν Ἰουδαίων, ὡς παρὰ σφίσι νενόμισται, τὸν λευκὸν ὄνον ἐν τῇ ἀργούσῃ ἡμέρᾳ διὰ τῆς καλουμένης αὐτῶν συναγωγῆς ἐλασάμενος. | |
5 | οὗτος ὁ Ζήνων ἐπιεικὴς μὲν ἦν φύσει καὶ ἱερός, ἀλλὰ νωθέστερος ἐν λόγοις καὶ μαθήμασιν, ἐφιέμενος μὲν ἀεί τι μανθάνειν καὶ ἐρωτῶν, ὅ τι ἂν ἀγνοοῖ, πάντα δὲ σχεδὸν ἀγνοῶν. καὶ γὰρ νοῆσαι βραδύτατος ἦν, καὶ τῶν νοηθέντων ὀψέ ποτε προδότης ὑπὸ λήθης ἑτοιμότατος. | |
240 | Suda I 408, 21 s. v. ἄτρυτος φιλοπονίᾳ τε καὶ ἀτρύτοις πόνοις ἐγκείμενος, εὐφυεστέρων καὶ πρεσβυτέ‐ ρων κατέχωσε δόξας τῷ ἑαυτοῦ ὀνόματι. | |
241 | Suda III 600, 29 s. v. ὄχλου οὔτε ἐξετάσαι τὸν ἄνθρωπον οἷόν τε ἦν ἀκριβῶς, ἀσθενείᾳ σώματος | |
ὀχλούμενον, οὔτε ἐρωτᾶν, εὐλαβείᾳ τοῦ ὀχλώδους. Photius, cod. 181, p. 126b, 42 (= Henry II p. 192) | ||
5 | γεωμετρίας δὲ καὶ ἀριθμητικῆς καὶ τῶν ἄλλων μαθημάτων Μαρῖνον τὸν διάδοχον Πρόκλου ἐν Ἀθήναις ἔσχε (sc. ὁ Δαμάσκιος) διδάσκαλον. Photius, cod. 181, p. 127a, 8 (= Henry II p. 192) τοῦτον (sc. Ἀμμώνιον) ... ἐξηγητὴν αὑτῷ γεγενῆσθαι Δαμάσκιος ἀναγράφει καὶ τῆς συντάξεως τῶν ἀστρονομικῶν Πτολεμαίου βιβλίων. | |
242 | Suda III 261, 3 s. v. λήθη ὁ δὲ τοὺς θείους ἐξηγητὰς ἀπεγράφετο μάλα ἀκριβῶς, εἰς τὸ τῆς λήθης γῆρας, ὡς ἔφη ὁ Πλάτων, ὑπομνήματα καταλείπων ἑαυτῷ καὶ ἀποθησαυριζό‐ μενος. | |
243* | Suda IV 482, 4 s. v. συστοιχία ὁ δὲ ἐν τῇ στάσει ἐγίνετο τῆς χείρονος συστοιχίας, ἀποστὰς μὲν ἀπὸ τῶν πρώτων μαθημάτων, προσρυεὶς δὲ τοῖς ἄλλοις. | |
244 | Epitoma Photiana 275 ὁ δὲ Μαρῖνος τῷ ἀτόνῳ τῆς φύσεως οὐδὲ τοῦ Παρμενίδου τὴν ὑπεραίρουσαν | |
ἐξήγησιν τοῦ διδασκάλου ἤνεγκεν, ἐπὶ τὰ εἴδη δὲ τὴν θεωρίαν κατήγαγεν ἀπὸ τῶν ὑπερουσίων ἑνάδων, ταῖς Φίρμου καὶ Γαληνοῦ τὸ πλέον ἐννοίαις | ||
5 | ἐπισπώμενος ἢ ταῖς ἀκηράτοις ἐπιβολαῖς τῶν μακαρίων ἀνδρῶν. | |
245* | Suda III 324, 25 s. v. Μαρῖνος ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν (sc. Ἰσίδωρον) τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ | |
5 | θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπομνήματα κατεβάλετο τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλό‐ μενος ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ | |
10 | αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ | |
Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην αὐτοῦ Μαρίνου ἐσομένων. | ||
246 | Suda IV 138, 12 s. v. πλαδαρόν οὐ γὰρ ἔτι ὀρέγεσθαι τροφῆς, πλαδῶντος αὐτῷ τοῦ στομάχου. | |
247* | Suda III 452, 1 s. v. νεοττός οἶδά τοι ἔγωγε καὶ ἐς ὀκτὼ ὅλας ἡμέρας ἀναλωθέντα αὐτῷ κατοικιδίας ὄρνιθος οὐ μέγαν νεοττόν. | |
248* | Suda III 569, 16 s. v. ὅσον βιώσιμον “ὅσον βιώσιμον”. ὅσον ζῆσαι. | |
249* | Suda IV 345, 25 s. v. σειρά | |
τοῖς γὰρ τοῦ φιλοσόφου μαντεύμασι περὶ τῆς οἰκείας σειρᾶς ἑπόμενος. | ||
250 | Suda I 254, 26 s. v. ἀξίωμα μὴ διωθεῖσθαι τὴν πατρικὴν ἐπίταξιν, μηδὲ τὸ τοῦ Πλάτωνος ἀξίωμα ἀτιμάζειν. | |
251 | Suda III 51, 31 s. v. κατανωτίσασθαι μηδὲ τὴν τοῦ Πλουτάρχου κατανωτίσασθαι κρίσιν, μηδὲ αὖ μείζω φρονεῖν τῆς κοινωφελοῦς προαιρέσεως. | |
252 | Suda I 336, 28 s. v. ἄρασθαι ὅσῳ δὲ ηὔξετο τῆς διαδοχῆς τὸ μέγεθος ἐν τῷ λόγῳ, τοσούτῳ μᾶλλον οὗτος πρὸς τὴν πειθὼ συνεστέλλετο, μεῖζόν γε ὂν ἢ καθ’ ἑαυτὸν ἄρασθαι φορτίον. καὶ γὰρ εἴ τίς με, ἔφη, πρὸς ἱερωσύνην ἐκάλει, ὁμολογῶν εἶναι τὸ | |
5 | χρῆμα θεοφιλέστατόν τε καὶ ὁσιώτατον, ὅμως τὸ ἐμαυτοῦ δέος ὡμολόγησα ἂν τῆς ἀσθενείας· ὑποκατακλινόμενός τε καὶ δυσωπούμενος πρὸς τὸ μέγα τοῦτο καὶ πάμμεγα τῆς ἱερωσύνης ἀφίσταμαι κατὰ Πίνδαρον (Olymp. 1, 52), οὐ μέντοι τοῦ χείρονος, ὡς ἐκεῖνος, ἀλλὰ τοῦ κρείττονος κατ’ ἐμαυτόν. | |
253* | Suda III 390, 14; I 146, 29; II 607, 7 s. vv. μή τι et ἀμπλάκημα et Ἰβύκειον ῥησείδιον οὔπω δὲ ἐπείθετο τῷ προστάγματι ὁ Ἰσίδωρος, ἀλλὰ τὸ τοῦ Ἰβύκου ἔπος αὐτὸν ἐπῄει μή τι παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων | |
5 | ἀμείψῃ. | |
254* | Suda IV 824, 10 s. v. χρῆναι χρῆναι γὰρ ἤδη ἀφῖχθαι παρ’ αὐτόν. | |
255 | Suda I 109, 10 s. v. ἀληθινὸς ἔρως ἀληθινὸς ἔρως ἐμφύεται αὐτῷ φιλοσοφίας, καὶ πάντα γηγενῆ δεσμὸν ἀπορρήξας, ἐλπίδας τε πάσας τιμῶν τε καὶ χρημάτων καταπατήσας, ἀφικνεῖται πρὸς Πρόκλον. | |
256* | Suda I 300, 3 s. v. ἀποκλήρωσις εἰς ἀμείνονα λῆξιν ἀποκληρῶσαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνησε. Photius cod. 181 p. 127a, 2 (Henry II p. 192) τῆς τε φιλοσόφου θεωρίας ὅ τε Ζηνόδοτος αὐτῷ (sc. τῷ Δαμασκίῳ) καθηγεμὼν | |
5 | Ἀθήνησι καὶ αὐτὸς ἐγεγόνει (διάδοχος δὲ καὶ οὗτος Πρόκλου, τὰ δεύτερα Μαρίνου φέρων). | |
257 | Suda II 687, 3 s. v. Θεαγένης Θεαγένης Ἀθηναῖος, ἄρχων, φιλότιμος ἀνὴρ καὶ μεγαλοφυής, Ἑλλήνων | |
τε ὅτι μάλιστα χρήμασι λαμπρυνόμενος, οἷς εἰς δέον ἐχρῆτο τὰ πολλὰ πόλεών τε ἐνίων τὰ πταίσματα ἐπανορθούμενος καὶ τοῖς δεομένοις τῶν ἀνθρώπων | ||
5 | ἐπικουρῶν, {οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλ’ ἀμφοῖν, κατὰ τὴν παροιμίαν}. | |
258 | Suda II 687, 10 s. v. Θεαγένης ὢν δὲ θυμοειδὴς καὶ οὐδαμοῦ καταφρονεῖσθαι ἀνεχόμενος, ἀλλὰ καὶ θεραπεύεσθαι σπουδάζων ὑπὸ πάντων, καὶ οὐχ ἥκιστα τῶν φιλοσοφούντων, ὑπερορῶν δὲ καὶ διαπτύων τοὺς ἄλλους καὶ μάλιστα τοὺς ἐν δυνάμει δοκοῦντας | |
5 | εἶναι καὶ προθυμουμένους ἐν τῇ Ῥωμαίων πολιτείᾳ λαμπρύνεσθαι, καὶ τὰ νέα ἀξιώματα προτιμῶν τῶν ἀρχαίων ἠθῶν τῆς εὐσεβείας, ἔλαθεν ἑαυτὸν ἐμπεσὼν εἰς τὸν τῶν πολλῶν βίον ἀποσπασθεὶς τῶν Ἑλλήνων καὶ τῶν ἔτι ἄνω προγόνων· ἔλαθε δὲ τοὺς πέλας οὐκ ἔτι φίλους ἀληθινούς, ἀλλὰ κό‐ | |
10 | λακας ἀπατηλοὺς κεκτημένος. οὔκουν ἔτι διέσῳζε τὴν πάλαι αἰδῶ πρὸς φιλοσοφίαν, ἀλλὰ τῷ μὲν λόγῳ τοὺς φιλοσόφους ἐπεποίητο περὶ ἑαυτόν, τῷ δὲ ἔργῳ τοὺς θεραπεύοντας. | |
259* | Suda II 723, 14 s. v. θῶπες θῶπάς τε καὶ ἀπατηλοὺς προτεί‐ νοντες λόγους. | |
260 | Suda IV 374, 9 s. v. σκαιός ὁ δὲ ἐν μὲν ταῖς ἐντεύξεσι σκαιὸς ἦν, ἐν δὲ ταῖς πράξεσι καὶ μάλα ἐς | |
τοὐναντίον ἤπιος καὶ τὸ ἀγχίνουν ἀποχρώντως ἔχων. | ||
261 | Suda II 687, 20 s. v. Θεαγένης αὕτη πρώτη ἀρχὴ ἐγεγόνει τῆς πρὸς Μαρῖνον ὑποψίας. ὁ γὰρ Μαρῖνος ἐμμένων τῇ παρα‐ δοθείσῃ σεμνότητι τῶν φιλοσόφων | |
5 | ἐθεράπευε μὲν τὰ εἰκότα τὸν Θεαγένη· καὶ οὐκ ἦν τις ἄρα πρὸς αὐτὸν ἀλα‐ ζὼν οὐδὲ σκαιὸς οὐδὲ σοβαρὸς τὴν ἔντευξιν οὐδὲ δυσόμιλος οὐδὲ ἄλλως | |
10 | ὑπὲρ τὸν ἰδιώτην εἶναι βουλόμενος, ἀλλὰ προσδεχόμενός τε καὶ προπέμπων ἐγίνετο δῆλος καὶ τὰς ὀφειλομένας αὐτῷ τιμὰς ἀπονέμων, οἵας ὠφείλετο πρωτεύων ἀνὴρ ἐν τῇ πόλει, τάχα δὲ καὶ ἐν τῇ Ῥωμαίων πολιτείᾳ συμπάσῃ. καὶ γὰρ ἦν τῶν Ῥωμαϊκῶν πατέρων εἷς καὶ πρῶτος τῆς περὶ τὰ βασίλεια συγκλήτου βουλῆς, τῇ τε ἀνέκαθεν | |
15 | εὐγενείᾳ καὶ τῇ μεγαλειότητι τῶν τρόπων καὶ τῇ περὶ τοὺς λόγους διαφανεῖ | |
σπουδῇ τε καὶ ἐπιμελείᾳ· ὥστε καὶ ὁ Μαρῖνος ἐσπούδαζεν αὐτῷ συναύξειν τὸ μέγεθος τῆς κατὰ πάντα | Column end | |
περιφανείας. | Column end | |
262 | Epitoma Photiana 276 et Suda II 723, 15 s. v. θῶπες ἐθεράπευε τὰ δίκαια καὶ φιλοσοφίᾳ πρέποντα, ἀλλ’ οὐ τὸν θῶπα τρόπον | |
5 | καὶ βάναυσον. | |
263* | Suda IV 394, 23 s. v. σοβαρός καὶ ἐτιμᾶτο τιμαῖς τῆς ἐς ἀνθρώπους | |
αἰδοῦς τε σοβαρωτέραις. | ||
264 | Suda II 687, 7 s. v. Θεαγένης ἦν γὰρ φιλόδωρός τε καὶ μεγαλόδωρος εἰς ὑπερβολήν. ἀναλοῦτο δὲ αὐτῷ πολλὰ τῶν χρημάτων εἴς τε διδασκάλους καὶ ἰατροὺς καὶ τὴν ἄλλην τῆς πατρίδος εὐθημοσύνην. | |
265 | Suda IV 142, 3 s. v. Πλάτων Πλάτων ὁ φιλοσόφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ | |
5 | καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. | |
266 | Epitoma Photiana 277 διὰ τὴν στάσιν ὁ Μαρῖνος ἐξ Ἀθηνῶν εἰς Ἐπίδαυρον ἀνεχώρησε, τὰς | |
ἄχρι τοῦ σώματος ἐκβαινούσας ἐπιβουλὰς ὑφορώμενος. | ||
267 | Suda II 668, 21 s. v. Ἰσίδωρος εἴπερ τις ἄλλος ἐν τοῖς μαθήμασιν ἐπιμελής. | |
268 | Epitoma Photiana 278 ὁ δὲ Μαρῖνος, καὶ αὐτὸς ὁ Πρόκλος, οὐ τῇ ἑτέρᾳ μόνον ἀλλ’ ἀμφοῖν τοῖν χεροῖν τοῦ Ἰσιδώρου περιείχοντο. | |
269 | Epitoma Photiana 279 ὁ δὲ Πρόκλος ὁρῶν αὐτοῦ τὴν προθυμίαν ἄτρυτον οὖσαν καὶ τὴν φιλομά‐ θειαν ἀκόρεστον, πηγὰς λόγων εἰς τὴν ἐκείνου ψυχὴν ἀφιεὶς ἱερῶν τε καὶ φιλοσόφων, γαννύμενος αὐτῷ διετέλει πλατεῖαν ὑπέχοντι καὶ ἀριήκοον τὴν | |
5 | τῆς διανοίας ὑποδοχήν. | |
270 | Epitoma Photiana 280 εἶξε δεδιὼς τὴν ἑκατέρου ἐπιτίμησιν καὶ ἅμα λύπην ἀγανακτοῦσαν. | |
271 | Epitoma Photiana 281 ἔσεισεν ὑπερφυῆ τινὰ σεισμὸν καὶ οὐ φύσεως ἔκγονον. | |
272 | Epitoma Photiana 282 | |
ἦν ἄρα τις Ἀττικὴ γυνή, πολλὰς εἰδυῖα μηχανὰς εἰς πειθώ, ὡς διέδειξεν. | ||
273* | Suda I 375, 3 s. v. Ἀρχιάδας Ἀρχιάδας· οὗτος οἷος ἦν τὴν ψυχὴν ἀπεδείκνυτο· πλείστων γὰρ αὐτῷ χρημάτων διηρπασμένων, ἐπειδὴ ᾔσθετο Θεαγένη ἔτι παιδίον ὄντα λυπού‐ μενον ἐπὶ τοῖς ἀπολωλόσι καὶ πεπορθημένοις, ὦ Θεάγενες, ἔφη, θαρρεῖν | |
5 | ἤδη σε χρὴ καὶ τοῖς θεοῖς ὁμολογεῖν σωτηρίους χάριτας ὑπὲρ τῶν σωμάτων, ὑπὲρ δὲ τῶν χρημάτων οὐκ ἀθυμητέον. εἰ γὰρ Ἀθηνᾶ ἡ Πολιὰς ἐκέλευσεν αὐτὰ ἀναλῶσαι Παναθηναίοις, πόσου ἂν ἐπριάμεθα τὴν δαπάνην ταύτην; ἀλλὰ τὸν παρόντα ἀγῶνα καὶ Παναθηναίων ἡγεῖσθαι δεῖ καὶ παντὸς ἑτέρου λαμπρότερόν τε καὶ εὐσεβέστερον. | |
274 | Epitoma Photiana 283 et Suda II 687, 6; I 160, 2 s. vv. Θεαγένης et ἄμφω οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλ’ ἀμφοῖν, κατὰ τὴν παροιμίαν. | |
275 | Epitoma Photiana 284 τοιοῦτος ἦν τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε καταπληγνύναι τῇ συννοίᾳ τοὺς ἐντυγχάνοντας, ἡνίκα καιρὸς ἦν σεμνότητος καὶ ἐμβριθεστέρων ἠθῶν | |
τε καὶ λόγων· χαρίεις δ’ αὖ πρὸς τοὺς χαρίεντας. | ||
276 | Suda IV 645, 19 s. v. Ὑπατία τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν, ὅτε καὶ τοιούτου ἐπικρεμαμένου δέους ὅμως ἕκαστοι ἔσπευδον | |
5 | αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶ‐ σθαι λόγων· ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν. εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. | |
10 | τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων. | |
15 | τῶν δὲ ἐπ’ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους 〈......〉 ἄνευ τε μέτρου (τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις | |
ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων· ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων, μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης), ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ | ||
20 | πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος. | |
277* | Suda I 20, 16 s. v. Ἀγάπιος Ἀγάπιος· Ἀθηναῖος φιλόσοφος, μετὰ Πρόκλον ἀποιχόμενον, ὑπὸ Μαρίνῳ. ὃς ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπιβόλων. | |
278 | Suda IV 332, 27; II 392, 42 s. vv. Σεβηριανός et ἐπίφορος Σεβηριανός· φησὶ Δαμάσκιος. ἀπὸ Δαμασκοῦ τῶν εἰς τὰ πρῶτα γένους ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱός, εἰς Ῥωμαίους ἀναγόμενος προ‐ γόνους, ἐπῳκηκότας πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείας τε τυχών, πρὸς | |
5 | τῇ ὀξύτητι τῆς φύσεως, ποιητικῆς τε καὶ ῥητορικῆς, ἔτι δὲ καὶ τῆς περὶ νόμους τοὺς Ῥωμαίων διατριβούσης, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. στερρὸς δὲ τὸ ἦθος ὢν καὶ ἅπερ ἂν διανοηθείη ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη. | |
10 | προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆς ἐπὶ φιλοσοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ | |
φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλος Ἀθήνησιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκας λέγειν καὶ χρηματίζεσθαι τὸν ἐπιμίσθιον τοῦτον χρηματισμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡς τάχιστα τελευτᾷ τὸν βίον, αὐτὸς δὲ ἐπὶ τὰς Ἀθήνας ὁρμήσας ὄνειρον | ||
15 | ἐθεάσατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸς ὄρους ἐπικαθῆσθαι ὥσπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄρος. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐστὶ κακόν, εἰς βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον. ὃ καὶ αὐτὸς ἐπέκρινε, καὶ ἡ πεῖρα τῆς ἐκβάσεως ἀποδέδειχεν. | |
20 | ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμο‐ σύνης εὐδαίμονος εἰς τὴν πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅτι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, | |
25 | ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος, ἀλλ’ ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν | |
ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, περὶ μὲν χρηματισμὸν οὐ διέτριβεν οὐδὲ ὁπωστιοῦν, οὐδὲ πρὸς | Column end | |
30 | ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς ἀεὶ πρὸς τοὺς ὑπερέχον‐ τας, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόν‐ των ἀξιῶν παρὰ τὰ νομιζόμενα δίκαια | |
35 | εἶναι ἐξίστασθαι. | Column end |
278a | Epitoma Photiana 285 ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμο‐ σύνης εὐδαίμονος εἰς πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει | |
5 | δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅ τι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδ’ 〈εἴ τισ〉 ἕτερος, ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν | |
ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς | ||
10 | ψυχῆς, προσκρουστικὸς ἀεὶ καὶ ἁμιλλητικὸς πρὸς τοὺς ὑπερέχοντας ἦν. | |
279 | Suda IV 334, 14 s. v. Σεβηριανός καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίσσης δι’ ἐπιστολῆς ἐπετίμησε. καὶ γὰρ ἐπιστέλλειν δεινὸς ἦν ὁ Σεβηριανὸς καὶ ἔμφρων, ὡς ἔστι μαθεῖν ἐντυχόντα ταῖς τοῦ ἀνδρὸς ἐπιστολαῖς. | |
280 | Suda IV 333, 25 s. v. Σεβηριανός δικάζων δὲ πικρότατος ἦν. καὶ δή ποτε ἐξαγόμενος ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητος εἶναι σπουδάζων, φόνους τε εἰργάσατό τινας οὐκ εὐαγεῖς οὐδὲ εὐτυχεῖς καὶ ἐς τούτους ἀνέφερε τὴν αἰτίαν τῆς ὕστερον ἐπιγενομένης | |
5 | αὐτῷ τοῦ βίου κακοπραγίας. | |
281 | Epitoma Photiana 286 ἠβούλετο δὲ μόνον ἀξιωθῆναι ὁ δεόμενος τῆς τὸν ἄρχοντα προσκυνούσης | |
ἐντεύξεως. | ||
282 | Suda IV 333, 35; I 155, 3; II 469, 13 s. vv. Σεβηριανός et ἀμφιλαφῆ et εὔρρους ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγους Ἰσοκρατείους τοὺς μείζους καὶ πολιτικωτέ‐ ρους, οὐ τὸν τεχνικόν τε καὶ σοφιστικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόσοφον | |
5 | τρόπον· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις, ἔτι δὲ κριτὴν ἄριστον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ νεώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰς φιλολογίαν, ὥστε καὶ ἐκμαθόντος ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺς εὐδοκιμοῦντας· μισθόν τε ἐδίδου τῆς προθυμίας φιλοτιμίαν προσήκουσαν ἑταίρῳ ἑστίασιν. | |
10 | τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίως, τὸν δὲ Καλλίμαχον εἰς χεῖρας λαβών, οὐκ ἔστιν ὅτε οὐ κατέσκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενος δὲ ἐπὶ μᾶλλον ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προσέπτυε. | |
283* | Suda III 54, 11 s. v. καταπειθές | |
ἄλλως τε ἀτάσθαλον εἶναι καὶ οὐδαμῇ καταπειθὲς τοῖς ἐξηγουμένοις. | ||
284 | Suda III 476, 32 s. v. Νόμος Νόμος καὶ Ἰαννουάριος ἐπιεικείᾳ καὶ δικαιοσύνῃ τῶν πολιτῶν ὑπερφέροντες, | |
5 | οἶμαι 〈δὲ〉 καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀνθρώπων τῶν γε νῦν ζώντων καὶ ἐν πράγμασι πολιτικοῖς ἀναστρεφομένων, ἐπῃνοῦντο καὶ ἠγαπῶντο πρός τε ἀστῶν καὶ ξένων· τῇ τε γὰρ πατρίδι χρησιμώτατοι γεγόνασιν καὶ δεξιώτατοι πρὸς τοὺς ξένους. ἑλόμενοι τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἐλαττοῦσθαι μᾶλλον ᾑροῦντο τὰ οἰκεῖα ἢ πλέον τι ἔχειν ἀπὸ τῶν ἀλλοτρίων. κοινὰ μὲν | |
10 | οὖν ταῦτα αὐτοῖς· ἰδίᾳ δὲ ὁ μὲν Νόμος εὐφυέστερος ἦν καὶ φιλομαθέστερος ἐν λόγοις τοῖς τε φιλοσοφίας ἀπογεύεσθαι βουλομένοις καὶ ὅσοι προπαι‐ δεύουσι τοὺς νέους. ἦν δὲ καὶ κριτικώτατος τῶν καθ’ ἡμᾶς ἐλλογίμων ἀνδρῶν, ποιημάτων τε πάντων καὶ συγγραμμάτων τῆς λογογραφικῆς ἀρετῆς καὶ κακίας· ὡς γοῦν φάναι τὸ ὅλον, οὔτε Σεβηριανὸν οὔτε Ἀγάπιον τὸν | |
15 | φιλόσοφον εἴποιμι ἂν γενέσθαι τοιούσδε περὶ λόγων κρίσιν. ὁ δὲ Ἰαννουάριος ἐμπειροπράγμων ἦν καὶ φρόνιμος ἐν τοῖς πολιτικοῖς ἐπὶ πλέον ἢ ὁ ἀδελφὸς αὐτοῦ Νόμος, ἔτι δὲ σωφρονέστερος καὶ τὰ ἄλλα μᾶλλον τεταγμένος. | |
285* | Suda I 125, 27; II 348, 2 s. vv. ἄλλως et ἐπήρκεσεν τὰ δὲ ἄλλα τοῖς φιλοσόφοις ἐπήρκουν καὶ τοῖς δεομένοις ἄλλως δι’ ἐπιεί‐ | |
5 | κειαν καὶ ἐλευθέραν προαίρεσιν. | |
286 | Suda III 54, 20; II 354, 27 s. vv. κατὰ πῆχυν ἐπεδίδου et ἐπίδοσιν ὁ δὲ φιλοσοφῶν ἀνεμποδίστως εἰς ἐπίδοσιν διετέλει καὶ ἐπεδίδου κατὰ πῆχυν, ὡς φάναι ἀτεχνῶς, ἄχρι τοῦ πανικοῦ δυστυχήματος. | |
287 | Suda IV 324, 26 s. v. Σαραπίων ὃς οὕτω μὲν κατεφρόνει χρημάτων, ὥστε κεκτῆσθαι μηδοτιοῦν ἢ μόνα δύο ἢ τρία βιβλία, ὧν ἦν καὶ ἡ Ὀρφέως ποίησις· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ σῶμα, ὥστε ἐξ ἀρχῆς εὐθὺς τὰ ἀναγκαῖα {καὶ} μόνα προσφέρειν τῷ σώματι, | |
5 | ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. οὕτω δὲ ἠμέλει τιμῆς τῆς παρὰ ἀνθρώπων, ὥστε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώσθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τις ἠβουλήθη παράδειγμα τοῖς ἀνθρώποις χαρίσα‐ σθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθος εἶναι ὁ λόγος, μὴ ἔχων ἐπιμαρτυροῦ‐ | |
σαν τὴν ἱστορίαν. ὁ μὲν γὰρ Χείρων λεγόμενος ἐν μεθορίῳ μᾶλλον εἱστήκει | ||
10 | τῆς Κρόνου καὶ Διὸς ἀρχῆς, ὅθεν διφυής. Σαραπίων δὲ οὗτος ὑπὸ τοῦ φιλοσόφου γνωσθεὶς ἀναγεγράφθω τοιοῦτος· ὃς κληρονόμῳ τῷ Ἰσιδώρῳ ἐχρήσατο, μηδένα πρὸς γένους ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆς ἑαυτοῦ οὐσίας, δυεῖν λέγω ἢ τριῶν βιβλίων. ἐν δὲ τούτῳ χρόνῳ ἕτερος ἀνὴρ ἀφίκετο εἰς Ἀλεξάνδρειαν, κατὰ | |
15 | διάμετρον ὅλην τοῦ Σαραπίωνος ἀφεστώς, μᾶλλον δὲ ἔτι καὶ τῆς διαμέτρου μειζόνως, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιός τις καὶ Δίϊος, ὁ δὲ Τυφώνειος, καὶ Τυφῶνος ἔτι πολυπλοκώτερον θηρίον καὶ μᾶλλον ἐπι‐ τεθυμμένον. οὔπω γάρ τις ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷος ὁ Παμπρέπιος ἐγεγόνει τήν τε ψυχὴν καὶ τὴν τύχην. | |
288 | Suda IV 316, 19 s. v. Σαλούστιος τῷ δὲ Παμπρεπίῳ μέγιστον ἤδη δυναμένῳ ἐντυχών (sc. ὁ Σαλούστιος), ἐπειδὴ ἐκεῖνος ὡραϊζόμενος, τί θεοὶ πρὸς ἀνθρώπους, ἔφη· τίς δέ, ἔφη, οὐκ οἶδεν, ὡς οὔτ’ ἐγὼ πώποτε θεὸς ἐγενόμην οὔτε σὺ ἄνθρωπος; | |
289 | Suda IV 15, 16 s. v. Παμπρέπιος ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος ἁμιλλώμενος | |
ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τοῦ δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν | ||
5 | οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Ἱερίου τε τοῦ Πλουτάρχου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλε‐ ξανδρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. | |
290 | Suda IV 15, 12 s. v. Παμπρέπιος ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπτιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. | |
5 | οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα διδάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ | |
10 | κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς. | |
291* | Suda II 227, 7 s. v. ἐκ περιουσίας μεταπεμψάμενοι ἐκ περιουσίας καὶ | |
Παμπρέπιον. | ||
292* | Suda II 177, 1 s. v. αἵρεσις διὸ καὶ πρώτῳ τῶν ἄλλων ἐπέθεντο δι’ ἐπιβουλῆς, ἵνα σφίσι τὸ λεγόμενον κατ’ ἄκρας ἡ 〈καθ〉αίρεσις γένηται τῶν θεοφιλῶν καὶ ἀρχαιονόμων ἠθῶν τε καὶ ἐπιτηδευμάτων. | |
293* | Suda II 358, 22 s. v. ἐπικολουμένων ἐνίας τῶν κατηγοριῶν εἴωθεν ἀπίστους ποιεῖν ὁ τῶν ἐπικαλουμένων βίος. | |
294 | Epitoma Photiana 287 οἱ δὲ πλεῖστοι ὠρθοῦντο πρὸς τὰ ἀρχαῖα ταῖς ἐλπίσιν. | |
295 | Epitoma Photiana 288 ὄργανον ὁ Παμπρέπιος ἐπιτήδειον τῆς πρὸς τὸ κάλλιον ἀντιπνεούσης ἀνάγκης ἦν. | |
296 | Epitoma Photiana 289 | |
“κατὰ τὸν ἱκνούμενον χρόνον”, ἀντὶ τοῦ “κατὰ τὸν ἐπιόντα”. | ||
297* | Suda IV 260, 15 s. v. ποινήλατον τοῦτον ὡς ποινήλατον ὁ φιλόσοφος ἐξετρέπετο. | |
298* | Suda I 433, 17 s. v. ἀφοσιούμεθα ὡς δὲ ᾔσθετο σαφῶς ἀποσειόμενον καὶ μόνον ἀφοσιούμενον τὸν Ἰσίδωρον, ᾤχετο ἀπιών, καὶ οὐκέτι προσῄει. | |
299* | Suda IV 679, 15 s. v. ὑπούλως ὁ δὲ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν. | |
300* | Suda I 152, 19 s. v. ἀμφίβολοι ὁ δὲ Παμπρέπιος τούτοις ἀμφίβολος ὀφθείς, βραχὺ παρεωρᾶτο. | |
301 | Epitoma Photiana 308 | |
εἰς ὕψος καὶ μῆκος οἷον θαυμάσιον. | ||
302 | Suda I 93, 9 s. v. ἀκρόπολις τὰ γὰρ ἐπιφανέστατα τῶν ὀχυρωμάτων ὡς ἐπίπαν κοινὴν ἔχει τὴν φύσιν. γνοίη δ’ ἄν τις τὸ λεγόμενον ἐκ τῶν περὶ τὰς ἀκροπόλεις συμβαινόντων. αὗται γὰρ δοκοῦσι μὲν μεγάλα συμβάλλεσθαι πρὸς ἀσφάλειαν τῶν πόλεων, | |
5 | ἐν αἷς ἂν ὦσι, καὶ πρὸς τὴν τῆς ἐλευθερίας φυλακήν, γίνονται δὲ καὶ πολλάκις αἴτιαι δουλείας καὶ κακῶν ὁμολογουμένων, ὥς φησι Πολύβιος. | |
303 | Epitoma Photiana 290 ὅτι τοὺς κατὰ τῆς ἱερᾶς ἡμῶν καὶ ἀκαταλύτου πίστεως ἐπιλυττήσαντας ὁ Δαμάσκιος ἀριθμούμενος καὶ ἄκων ὡς ἔοικε καὶ ὑπὸ τῆς κατὰ τὴν ἐνάργειαν ἀληθείας βιαζόμενος τάδε ἀναγράφει. | |
5 | ἐπεχείρησε μὲν γὰρ καὶ Ἰουλιανὸς ὁ βασιλεύς, ἀλλ’ ἐτέων οὐκ ἐπέβη πισύρων, ἐπεχείρησε δὲ χρόνοις ὕστερον καὶ Λούκιος, ἀνὴρ ἐν Βυζαντίῳ τὴν στρατηγίδα ἀρχὴν ὑπὸ βασιλεῖ Θεοδοσίῳ κοσμῶν, ὃς πειραθεὶς τὸν βασιλέα ἀνελεῖν εἴσω τῶν βασιλείων παρῆλθε, καὶ τρὶς θελήσας ἐξελκύσαι τοῦ κολεοῦ τὸ ξίφος ἀπετρέπετο καταπεπληγμένος· ἑώρα γὰρ ἐξαίφνης | |
10 | γυναῖκα μεγάλην καὶ βλοσυρὰν περιπτυσσομένην κατὰ νώτων τὸν Θεοδόσιον. μετὰ ταῦτα ὁ μέγας τῆς ἕω στρατηλάτης ἐπεχείρησεν, ἀλλ’ ἐπεσχέθη βίαιον εὑράμενος θάνατον· ἀπὸ γὰρ τοῦ ἵππου πεσὼν καὶ τὸ σκέλος κακῶς διατεθεὶς ἐτελεύτησε τὸν βίον. | |
εἶτα Σεβηριανός, φησίν, ὁ πολίτης ἡμῶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις μετὰ | ||
15 | καὶ ἄλλων συχνῶν· ἀλλ’ ὀλίγου δεῖν θανάτῳ ἐζημιώθη δι’ ἀπιστίαν τῶν συνειδότων, ἄλλων τε ἴσως καὶ Ἑρμενερίχου τοῦ Ἄσπερος παιδὸς ἐξειπόντος τὴν συνωμοσίαν τῷ Ζή‐ | |
νωνι. | Column end | |
20 | πρὸς οἷς Μάρσος καὶ Ἴλλους· ὧν ὁ μὲν Μάρσος ἐν αὐτῇ τῇ ἐπαναστάσει νόσῳ τέθνηκεν, ὁ δὲ Ἴλλους συλ‐ | |
ληφθεὶς ξίφει τὸν βίον κατέστρεψεν. | Column end | |
304 | Suda IV 333, 29 s. v. Σεβηρια‐ νός ἐπεὶ καὶ Ἀρδαβουρίῳ προσκρούσας, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄσπερος. | |
5 | βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιστα δὲ παρὰ βασιλεῖ δυναμένου, στρατη‐ γοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ παρέσχετο πράγ‐ ματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω | |
10 | δὲ καὶ ἀτοπώτερα πεπονθὼς καὶ ὑβρισθεὶς οὐθὲν ἀπώνατο τῆς πολλῆς ταύτης ἐνστάσεως. ἱερώτατος δὲ εἰς ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδω‐ | |
15 | κεν ὁ ἀλιτήριος. | |
305 | Suda IV 334, 11 s. v. Σεβη‐ ριανός | |
τούτῳ κατεπηγγείλατο Ζήνων βασι‐ λεύς, εἰ γένοιτο τῶν κρατούντων, | ||
5 | τὴν μετὰ βασιλέα μεγίστην ἀρχήν. ἀλλ’ οὐδὲ ὣς ἔπειθεν, οὐδὲ ἐμέλλησε πείσειν. καὶ ἡμῖν ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιστολὴν καὶ μὴ πείθουσαν. | |
306 | Epitoma Photiana 291 ἀκοντίζει τὴν κεφαλὴν εἰς τὸ τῶν πολεμίων στρατόπεδον, ἄνωθεν ἀπὸ τῆς πέτρας ἀποδισκεύσας. | |
307 | Epitoma Photiana 309 | |
ὥστε τὰ ἀρχαῖα καὶ πρὸς τὸ μυθῶδες ἐκνενικηκότα μηκέτι ἄπιστα εἶναι. | ||
308* | Suda III 605, 17 s. v. ᾠδηκός ᾠδηκός τε γὰρ ἦθος ὑπὸ πλούτου καταστέλλει, τὸ εὔδαιμον ἑτέρωθι δείξας· καὶ τὸ καταπεπτωκὸς ὑπὸ πενίας ἐγείρει καὶ ἀταπείνωτον εἶναι παρασκευάζει τῷ καταμελιττοῦντι τὰς ἁπάντων ἀκοὰς διηγήματι· ὑφ’ οὗ | |
5 | κἂν Ξέρξης ἐπείσθη, Ξέρξης ἐκεῖνος ὁ τὴν μεγάλην στρατιὰν ἐλάσας ἐπὶ τοὺς Ἕλληνας. | |
309 | Epitoma Photiana 307 ὃ δὲ καὶ παράδοξον ἀκοῦσαι, μετὰ σεμνότητος εὐγενοῦς καὶ βεβαίας ἐφαίνετο τοῖς παροῦσι | |
5 | χαρίεις, τὰ μὲν πολλὰ σπουδάζων εἰς τὸ κοινὸν τοῖς ἀκούουσιν ὄφε‐ λος, ἀνιεὶς δὲ ἐνίοτε τῷ παίζοντι τὴν σπουδήν, καὶ | Column end |
10 | σκώπτων εὐφυῶς τοὺς ἁμαρ‐ τάνοντας, ὥστε ἐπικαλύπτειν | |
τῷ γελοίῳ τὸν ἔλεγχον. | Column end | |
310* | Suda IV 340, 25, II 393, 18 s. vv. σεμνόν et ἐπίχαρις ὁ αὐτὸς σεμνότατος ὢν | |
5 | καὶ σπουδαστικώτατος, | |
ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις, οὐδενὸς ἥττων τῶν ἐπὶ χάρισι | Column end | |
θαυμαζομένων. | Column end | |
311 | Suda I 491, 6 s. v. βωμολόχος | |
ὁ δὲ ἐπίχαρις ἦν, εὐτραπελίας μὲν | ||
5 | καὶ βωμολοχίας ὅτι πορρωτάτω. | |
312* | Suda I 185, 25 s. v. ἀνασεσυρμένην καλοῦσι δὲ τὸν μὲν σκωπτικὸν ἐπίχαριν, τὸν δὲ εὐτράπελον ἐπιδέξιον, τὸν δ’ ἀνασεσυρμένον ἄπλαστον καὶ ἁπλοῦν. οἷς ἐπακολουθεῖ καὶ τὸν αὐστηρὸν ἄγροικον ἡγεῖσθαι, τὸν δὲ δίκαιον οὐ πολιτικόν, οὐδ’ ἥμερον. | |
313* | Suda I 366, 23 s. v. Ἁρποκρᾶς Ἁρποκρᾶς· οὗτος συνήθης ἦν Ἀμμωνίῳ, ἀνὴρ Αἰγύπτιος, γραμματικός, ἐπὶ Ζήνωνος τοῦ βασιλέως· ὃν ἀκούσας ὁ Νικομήδης τὰ ἀμφὶ τὸν Ἀμμώνιον ἐπίστασθαι συλλαβεῖν ἠπείγετο. ὁ δὲ τὰ μέλλοντα ἀπ’ ἀρχῆς εἰκάσας ἢ καὶ | |
5 | προπυθόμενος εὐθὺς ἀφανὴς ἐγεγόνει. | |
314* | Suda III 615 s. v. Ὡραπόλλων ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει 〈....〉 διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· | |
5 | καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνα‐ κρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτε‐ ρον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. | |
315* | Suda III 61, 3; II 264, 3 s. vv κατατείνας et ἐμπρίσαντες καὶ κατατεινομένω ταῖς στρέβλαις ὑπὲρ τοῦ κατειπεῖν τοὺς συνεγνωκό‐ | |
5 | τας. οἱ δὲ ἐμπρίσαντες τοὺς ὀδόντας τοῦ εἶξαι τῷ τυράννῳ γεγόνασι κρείττους | |
316 | Epitoma Photiana 292 ὁ δὲ Ἀμμώνιος αἰσχροκερδὴς ὢν καὶ πάντα ὁρῶν εἰς χρηματισμὸν ὁντιναοῦν, ὁμολογίας τίθεται πρὸς τὸν ἐπισκοποῦντα τὸ τηνικαῦτα τὴν | |
κρατοῦσαν δόξαν. | ||
317* | Suda III 615, 17 s. v. Ὡραπόλλων ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος 〈....〉 φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ | |
5 | Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπ’ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τι ἔστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως. | |
318 | Epitoma Photiana 293 γρυμαία ἔκειτο παντοδαπῶν βιβλίων. | |
319* | Suda I 163, 25 s. v. ἀναγκαῖον | |
οἱ δὲ πρὸς ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. | ||
320* | Suda II 332, 30 s. v. ἐπαρτωμένων τὸν ἄνδρα ἐπὶ τοσόνδε καρτερίας ἐλθεῖν ὥστε μεγίστων φόβων ἐπαρτω‐ μένων καὶ βασάνων προσαγομένων αὐτῷ οὐδὲν τῶν ἀπορρήτων εἰπεῖν. | |
321 | Epitoma Photiana 310 καὶ ᾔτει παρ’ ἐμοὶ ὑποδοχὴν λανθάνουσαν. | |
322 | Epitoma Photiana 294 ὅταν ἀφροδισιάζῃ ἐπὶ παιδοποιΐᾳ πολιτικῇ. | |
323 | Epitoma Photiana 295 “λόγους”, φησὶν ὁ συγγραφεύς, “ἐπεδεικνύμην πρότερον, τὸν ἐπὶ ῥητορικῇ τρίβωνα περιθέμενος”, ὥστε ἦν καὶ τρίβων ῥητορικός, ὡς καὶ φιλόσοφος. | |
324 | Suda III 587, 20; IV 510, 27; III 401, 25 s. vv. Οὐλπιανός et ταύτῃ et μισοπράγμων et Epitoma Photiana 296 Οὐλπιανός, ἀδελφὸς Ἰσιδώρου τοῦ φιλοσόφου· ὃς εὐφυέστατος ἐγεγόνει πρὸς τὰς μαθηματικὰς ἐπιστήμας, ὥστε καὶ πολλὰς εἰσενέγκασθαι καινὰς | |
5 | ἀπορίας καὶ λύσεις γε τῶν ἀποριῶν πρὸς τὰς τῶν μαθημάτων ἐξηγήσεις· ὄνομά τε αὐτῷ μέγα ἦν ἐπὶ τοῖς μαθήμασιν Ἀθήνησιν. θαυμάζων δὲ αὐτοῦ | |
τὴν φύσιν ὁ Συριανὸς διηγεῖτο πολλοῖς τισιν, ὡς οὐδὲν ἦν αὐτῷ προβαλέσθαι κλειδίον οὕτω πολύπλοκόν τε καὶ μηχανικῶς εἰργασμένον, ὅπερ οὐκ ἀνοιγνύ‐ ναι ῥᾳδίως αὐτόματον· ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην φιλοσοφίαν μηδὲν ἐπιδεί‐ | ||
10 | κνυσθαι λόγου ἄξιον. ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κεκοσμημένος ὁ Οὐλπιανὸς ἐγεγόνει καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ διαφέρειν, ἴσως δὲ ἐπειδὴ πραγμάτων πολιτικῶν ἀπ‐ έσχετο τὸ πάμπαν ἐξ ἀρχῆς εἰς τέλος. πεφύκασι γὰρ οἱ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, | |
15 | οὐχ οὕτως ἔχον κατά γε τὴν ἐμὴν κρίσιν. ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸς τὸ ἐρρωμενέστερον καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας, ὅσον αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον, ὅσον δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπίναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοιμότερον καθίσταται | |
20 | πρὸς διόρθωσιν. τὸ δὲ ἀγαθοεργόν τε καὶ ὠφελητικὸν ὅσον ἐστὶν ἐν τοῖς πολιτεύμασιν; τὸ δὲ θαρραλέον καὶ βέβαιον ἡλίκον; τοιγαροῦν οἱ ἐν γωνίᾳ | |
καθήμενοι λόγιοι καὶ πολλὰ φιλοσοφοῦντες εὖ μάλα σεμνῶς περὶ δικαιοσύνης καὶ σωφροσύνης, ἐκβαίνειν ἐπὶ τὰς πράξεις ἀναγκαζόμενοι δεινὰ ἀσχημονοῦσιν. ὡς ἅπας λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. | Column end | |
25 | τοιοῦτος ὁ Οὐλπιανὸς γενόμενος ἔτι νέος ὢν ἄγαμος ἐτελεύτα τὸν βίον, πολὺν | |
ἔπαινον ἑαυτοῦ τῆς ἐπιεικείας ἀπολιπών. | Column end | |
325* | Suda I 391, 24 s. v. ἀστισμός ἀποστῆναι ῥητορικῆς καὶ ποιητικῆς | |
καὶ ἀστεϊσμῶν. | ||
326* | Suda II 276, 16 s. v. ἐνέβη ἐνέβη δὲ ναῦν ἀποχρῶσαν τοῖς ἑταίροις. | |
327 | Epitoma Photiana 297 | |
εἰς Ἀθήνας καὶ Πρόκλον ἀπαίρει ἔτι διακρατούμενον ἐν τῷ σώματι. | ||
328 | Suda I 521, 6 s. v. Γέσιος ὁ δὲ ἀποσταλεὶς βασιλικὸς Ἀγάπιον καὶ τοὺς ἄλλους φιλοσόφους κατασχὼν εἰς τὸ ἀρχεῖον ἀπήγαγε. | |
329* | Suda II 456, 28 s. v. εὐλόφως ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος ἐπέδειξεν ἀληθῆ ὄντα τὸν λόγον, ὃν ἔφη Σωκράτην εἰπεῖν ὁ Ξενοφῶν πρὸς Ἰσχόμαχον, ὡς | |
5 | ἔστιν ἄρα τὸν ἀγαθὸν ὠφελεῖσθαι καὶ ὑπὸ τῶν βλάπτειν αὐτὸν πειρωμένων. | |
330* | Suda I 20, 19 s. v. Ἀγάπιος Ἀγάπιος· οὗτος ἦν Ἀλεξανδρεὺς μὲν τὸ γένος· ἐκ παίδων δὲ λόγοις ἐντραφεὶς ἐλευθερίοις καὶ ἰατρικῶν μαθημάτων ἐξηγητὴς γεγονὼς ἀνελθὼν ἐς τὸ Βυζάντιον διατριβήν τε συνεπήξατο μάλα διαπρεπῆ, φυσεώς τε | |
5 | μεγέθει καὶ δεξιότητι τύχης χρησάμενος, ἔνδοξός τε ἐπὶ τῇ τέχνῃ γέγονε | |
καὶ χρήματα μεγάλα συνείλοχεν. | ||
331 | Epitoma Photiana 298 et Suda III 561, 2 s. v. ὁρμώμενος σεμνὸς ὢν ἅμα καὶ εὐόμιλος ὁ Ἀγάπιος, τήν τε ἀρχαίαν γλῶτταν | |
5 | ὑπὲρ τὸν ἰδιώτην μελετήσας, ἐπέστρε‐ ψεν εἰς ἑαυτὸν τοὺς ἐν Βυζαντίῳ ἀν‐ θρώπους, θαῦμα δὲ ἑαυτοῦ παρέσ‐ χετο καὶ ἐν Ἀλεξανδρείᾳ τοῖς λογι‐ μωτέροις. ὥρμητο γὰρ ἀπὸ πάσης | |
10 | τῆς παιδείας, ζητητικός τε καὶ κριτι‐ κὸς ἠβούλετο εἶναι γραμματικῶν τε καὶ ῥητορικῶν, καὶ συλλήβδην εἰπεῖν, ἐδόκει τετράγωνος εἶναι καὶ ἦν τὴν σοφίαν. | |
332 | Suda IV 529, 26 s. v. τετρά‐ γωνος σεμνὸς δὲ ἦν καὶ εὐσχήμων τὰ πάντα καὶ τετράγωνος ἄνευ ψόγου τεταγ‐ | |
5 | μένος, ὡς φάναι κατὰ τὸν Σιμωνίδην. ὥστε μηδὲ τοὺς ἐπαναστάντας αὐτῷ συκοφάντας τούτους ἀρνεῖσθαι, τὸ μὴ οὐ πάντῃ ἀξιάγαστον εἶναι τὸν ἄνθρωπον. | |
333* | Suda II 525, 4 s. v. εἰκός καὶ ἦν τῇ τε ἄλλῃ ἀγαστὸς ἀρετῇ, καὶ ταύτῃ, διότι κἀν ταῖς εὐπραγίαις τῷ τῆς φύσεως θεσμῷ τὸ εἰκὸς ἀποδιδοὺς οὐ πέρα τοῦ νενομισμένου τῇ | |
εὐτυχίᾳ ἐπεξῄει. | ||
334 | Suda I 521, 2 s. v. Γέσιος ἀποδέχομαι δὲ τὸ ἀνδρεῖον παράστημα τῆς ἀγαθῆς ψυχῆς. τόν τε γὰρ Ἡραΐσκον ἐπιζητούμενον ὑπὸ Ζήνωνος βασιλέως οἴκῳ τῷ ἰδίῳ κατέκρυψε παραβαλόμενος πρὸς τὸν κίνδυνον, καὶ ἐπειδὴ ἐν τῇ φυγῇ νοσήσας ἀπηλλάγη | |
5 | τοῦ σώματος, εὖ τε περιστείλας καὶ τὰ νομιζόμενα θεραπεύσας 〈ἔθαψεν〉. | |
335 | Suda I 520, s. v. Γέσιος Γέσιος· ἐπὶ Ζήνωνος ἦν λαμπρυνόμενος ἐπὶ τέχνῃ ἰατρικῇ, Πετραῖος τὸ γένος. καθελὼν δὲ τὸν ἑαυτοῦ διδάσκαλον Δόμνον τὸν Ἰουδαῖον καὶ τοὺς ἑταίρους πρὸς ἑαυτὸν μεταστησάμε‐ | |
5 | νος ὀλίγου πάντας πανταχοῦ ἐγνωρίζετο καὶ μέγα κλέος εἶχεν, οὐ μόνον ἰατρικῆς ἕνεκα παρασκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργά‐ τιδος, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης | |
10 | παιδείας. φιλότιμος γὰρ καὶ φιλόπονος ὢν ὁ ἀνὴρ ἄλλην τε πολλὴν ἐν πολλῷ χρόνῳ μελέτῃ καὶ οὐ φύσει προσπεριεβάλετο δοξοσοφίαν, καὶ τὴν τῶν ἰατρικῶν ἔργων τε καὶ λόγων ἀκριβεστέραν τῶν καθ’ ἑαυτὸν πάντων ἰατρῶν τε καὶ ἰατροσοφιστῶν κατώρθωσε τέχνην. βραδέως δὲ ἀρξάμενος ἐπιδεικνύναι δημοσίᾳ τὴν | |
15 | ἐπιστήμην ταχέως ἀνέδραμέ τε καὶ εὐθήνησεν ἐπ’ αὐτῇ, πομπικὸς ὢν καὶ ἐπιδεικτικός, φιλοσοφίας μὲν ἐπ’ ὀλίγον ἥκων, ἰατρικῆς δὲ ἐπὶ πλεῖστον. ὅθεν καὶ χρημάτων μεγάλων ἐγένετο κύριος καὶ Ῥωμαϊκῶν ἔτυχεν ἀξιωμά‐ των οὐ τῶν τυχόντων. | |
335a | Epitoma Photiana 299 καὶ εἰς κλέος ὁ Γέσιος μέγα ἀνέβη, οὐ μόνον ἰατρικῆς εἵνεκα παρασ‐ κευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς | |
5 | ἐργάτιδος, ἀλλὰ καὶ τῆς ἄλλης πάσης | |
παιδείας. | ||
336* | Suda III 381, 2 s. v. μεῖον οὐδέν τι μεῖον ἢ ὁ Σωκράτης εἰς τὴν ζήτησιν τοῦ ἀληθοῦς. ἐπεὶ καὶ ἐκεῖνος ὑπὸ τῶν τριάκοντα μὴ διαλέγεσθαι προσταχθεὶς οὐχ οἷός τε ἦν πείθεσθαι τῷ προστάγματι. | |
337 | Epitoma Photiana 300 διαλεκτικαῖς συνουσίαις ἀρδόμενος τὴν ψυχήν. | |
338 | Suda II 137, 3 s. v. Δῶρος Δῶρος, ὁ ἀπὸ τῆς Ἀραβίας· ὅν φησι Δαμάσκιος εἰς τὴν φιλόσοφον ἱστορίαν δεινότατον εἶναι ζητητὴν τῆς ἀληθείας. τοῦτον Ἰσίδωρος ὁ φιλόσοφος ᾐσθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖς Ἀριστοτέλους ὑποθέσεσιν | |
5 | ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖς τεθραμμένον πορρωτέρω τῆς ἡλικίας, καὶ διὰ τὴν ἀήθειαν τῆς Πλάτωνος μεγαλοπρεποῦς ἐπιστήμης οὐ δυνά‐ μενον ἀναπτῆναι πρὸς τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ | |
ἔχοντα καταμαθὼν ἀνεκαλέσατό τε κατὰ βραχὺ καὶ ἀνεπέτασεν αὐτοῦ τὴν ψυχὴν εἰς τὸ μέγα πέλαγος τῆς ἀληθείας, ὥστε ἀποσκευασάμενον τὴν τὰ | ||
10 | μικρὰ συλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰς τὴν διὰ Προμηθέως τινὸς ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖσαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰσοικίσαι τὰς τοῦ βίου φιλοσόφους ἐλπίδας. Photii Bibliotheca, cod. 181 p. 127a 10 (= II p. 192 Henry) | |
15 | τῆς μέντοι διαλεκτικῆς τριβῆς τὰς Ἰσιδώρου συνουσίας τὴν ἰσχὺν αὑτῷ διατείνεται παρασχεῖν· ὃν καὶ ἐπὶ τῇ τοιαύτῃ τῶν λόγων δυνάμει πάντας ἀν‐ θρώπους, ὅσους ὁ κατ’ ἐκείνην τὴν γενεὰν ἤνεγκε χρόνος, ἀποκρύψασθαί φησιν. | |
339 | Epitoma Photiana 301 ὅτι ἀγαγομένῳ Ἰσιδώρῳ Δόμναν γυναῖκα τίκτεται αὐτῷ παῖς ἐξ αὐτῆς· Πρόκλον τὸ παιδίον ἐπωνόμασε. καὶ ἡ Δόμνα ἐπί γε τῷ τόκῳ πέμπτῃ ὕστερον ἡμέρᾳ ἀποθνήσκει, κακοῦ θηρίου καὶ πικροῦ συνοικεσίου ἐλευθερώσασα τὸν | |
5 | φιλόσοφον ἑαυτῆς. | |
340* | Suda I 191, 5 s. v. Ἀνατόλιος Ἀνατόλιος, μάγιστρος Θεοδοσίου τοῦ βασιλέως, ὃς ἦν φιλότιμος· προσῆν δὲ αὐτῷ καὶ τὸ μὴ φείδεσθαι χρημάτων, τὸ παρὸν διαθεῖναι ἐσπουδακότι. | |
341 | Suda III 447, 23; I 206, 29; II 412, 16 s. vv. Νεμεσίων et ἀνεπτεροῦτο et ἑρμαῖον ὁ δὲ Νεμεσίων ἀνεπτεροῦτο καὶ μετέωρος ἦν ταῖς ἐλπίσι καὶ ἐδόκει | |
ἑρμαίῳ ἐντετυχηκέναι, ἐμοὶ περιτυχών. | ||
342* | Hesychii Lexicon Δ 2277 (I 475 Latte) | |
Δουσάρην τὸν Διόνυσον Ναβαταῖοι, ὥς φησιν Ἰσίδωρος. Photii Bibliotheca, cod. 181 p. 126b, 41 (= Henry II 192) προὔστη διατριβῶν ῥητορικῶν ἐπὶ ἔτη ἐννέα. | ||
343 | Suda IV 823, 12 s. v. χρηματισμός ὅτι φησὶ Δαμάσκιος, τὸν χρηματισμόν {τουτέστι τὴν τῶν χρημάτων συλ‐ λογήν} μηδὲν φανεῖσθαι 〈χρήσιμον〉 τοῖς ἐν ᾅδου πρὸς βοήθειαν, οὐδὲ τὴν τρυφήν, οὐδὲ τὰς πολυαράτους ταύτας τιμάς, ὧν οὐδὲν προτιμῶσιν οἱ | |
5 | πολιτικοὶ καὶ σφόδρα ὑπὸ τῶν πολλῶν μακαριζόμενοι ὡς εὐδαίμονες, ὄντες | |
γε τῇ ἀληθείᾳ κακοδαίμονες. | ||
344* | Suda II 326, 7 s. v. ἐπαγαγέσθαι ἀνὴρ δι’ ἀρετὴν ἱκανὸς ἐπαγαγέσθαι τὸ θεῖον. | |
345* | Suda I 75, 17 s. v. Ἀκαμάτιος Ἀκαμάτιος· Ἡλιουπολίτης, ἐπιεικέστερος τῶν ἄλλων πολιτῶν· οὕτω δὲ ἰδιωτικῶς εἶχεν, ὥστε οὐδὲν προμαθὼν οὐδὲ ἐπιμαθὼν τῶν ἐς λόγους ἡκόντων οἱουσδήτινας ἠξίου καλεῖσθαι φιλόσοφος καὶ τῷ ὀνόματι τούτῳ | |
5 | πρὸς ἅπαντας ἑαυτὸν κατεμήνυεν, οὐδὲ τῶν Ἡλιουπολιτῶν ἄλλως οὐδεὶς | |
αὐτὸν ἐπωνόμαζεν ἢ τὸν φιλόσοφον. τοῦτο μὲν τοίνυν ὄνειδος ἔστω τῆς ἀνθρωπίνης ἀπαιδευσίας. παραγεγονότων δὲ ἡμῶν εἰς Ἡλιού‐ | ||
10 | πολιν, ἀπέβη σχεδὸν τοῦτο τὸ πλάσ‐ μα τῆς Ἀκαματίου φιλοσοφίας. ἠβούλετο δέ τις εἶναι καὶ τῶν ἱεροσκόπων. τοῦτο μέντοι συγγνώμης ἄξιον, ὅτι | |
15 | καὶ ὁπωσοῦν ἠδύνατο τὰ τοιαῦτα περιλαβεῖν, ἄλλως τε καὶ πρὸς ἰδιώτας. | |
346* | Suda I 165, 7 s. v. ἀναγωγία ὁ δὲ δι’ ἀναγωγίαν ταῦτα ἔπασχεν. | |
347* | Suda II 525, 20; I 97, 10 s. vv. εἰκότων et ἀλαζών ὁ δέ, εἴ τι τύχοι, πρὸς ἕκαστον τῶν προσιόντων ἠλαζονεύετο, συμπλάτ‐ | |
5 | των ἀπὸ τῶν εἰκότων. | |
348 | Epitoma Photiana 302 ὅτι ὁ ἐν Βηρυτῷ, φησίν, Ἀσκληπιὸς οὐκ ἔστιν Ἕλλην οὐδὲ Αἰγύπτιος, ἀλλά τις ἐπιχώριος Φοῖνιξ. Σαδύκῳ γὰρ ἐγένοντο παῖδες, οὓς Διοσκούρους ἑρμηνεύουσι καὶ Καβείρους. ὄγδοος δὲ ἐγένετο ἐπὶ τούτοις ὁ Ἔσμουνος, | |
5 | ὃν Ἀσκληπιὸν ἑρμηνεύουσιν. οὗτος κάλλιστος ὢν θέαν καὶ νεανίας ἰδεῖν ἀξιάγαστος, ἐρώμενος γέγονεν, ὥς φησιν ὁ μῦθος, Ἀστρονόης θεοῦ Φοινίσσης, μητρὸς θεῶν. εἰωθώς τε κυνηγετεῖν ἐν ταῖσδε ταῖς νάπαις, ἐπειδὴ ἐθεάσατο τὴν θεὸν αὐτὸν ἐκκυνηγετοῦσαν καὶ φεύγοντα ἐπιδιώκουσαν καὶ ἤδη κατα‐ ληψομένην, ἀποτέμνει πελέκει τὴν αὐτὸς αὑτοῦ παιδοσπόρον φύσιν. ἡ δὲ τῷ | |
10 | πάθει περιαλγήσασα, καὶ Παιᾶνα καλέσασα, τὸν νεανίσκον τῇ τε ζωογόνῳ θέρμῃ ἀναζωπυρήσασα θεὸν ἐποίησεν, Ἔσμουνον ὑπὸ Φοινίκων ὠνομασ‐ μένον ἐπὶ τῇ θέρμῃ τῆς ζωῆς. οἱ δὲ τὸν Ἔσμουνον ὄγδοον ἀξιοῦσιν ἑρμηνεύειν | |
ὅτι ὄγδοος ἦν τῷ Σαδύκῳ παῖς. | ||
349 | Suda I 384, 9; IV 790, 1 s. vv. Ἀσκληπιόδοτος et χαρίσιον ταῦτα ἀναγεγράφθω μοι χαρίσια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. | |
350 | Suda IV 758, 14 s. v. φωσσώνιον φωσσώνιον, προσώπου τι ἐκμαγεῖον. λέγεται δὲ οὕτως καὶ ὃ παρὰ Ῥωμαίοις καλεῖται ὀράριον. | |
351 | Suda II 550, 3 s. v. Ἡγίας οὗτος ἀμείνω τοῦ πατρὸς ἦν τὰ πρὸς ἀρετὴν ἥκοντα καὶ τὰ πρὸς λόγους. ἔτι μὴν μειράκιον γεγονὼς ἐλπίδας ἔσχεν ἐφ’ ἑαυτῷ καὶ πᾶσι παρέσχεν ὡς οὐ πολύ τι ἀπολειψόμενος τοῦ μεγάλου Πλουτάρχου. τοιγαροῦν ὁ Πρόκλος | |
5 | ἠξίωσεν αὐτὸν ἔτι νέον ὄντα τῆς τῶν Χαλδαϊκῶν λογίων ἀκροάσεως. | |
φιλομαθία τις αὐτῷ καὶ ἐπιείκεια προσῆν κατὰ φύσιν. ἀλλὰ τοῦτο δὴ τὸ εἰωθός, ὁ πλοῦτος μέγα κακὸν ταῖς ψυχαῖς ἔοικεν εἶναι, νομὴν ἄφθονον τοῖς κόλαξι παρεχόμενος, οὐ χρυσίου μόνον (οὔπω γὰρ τοῦτο δεινόν), ἀλλὰ νέου ψυχῆς ἁπαλῆς καὶ ῥᾳδίως ὑπὸ τῶν τοιούτων θηρίων καταβοσκομένης, | ||
10 | ὥσπερ ἀτεχνῶς ἄρτι ἀνθούσης βοτάνης. οὗτοι διέφθειραν τὴν Ἡγίου ζωὴν πρός γε τὸ μὴ γνησίως φιλοσοφεῖν. ἄλλως δὲ φιλομαθὴς ὅσα τὴν φύσιν ἐξηγήσασθαι· ἐπεὶ κατὰ τὴν ἄλλην συνήθειαν ἔστιν ὅπη καὶ διεκπίπτει τῶν ὀρθῶν λογισμῶν. ἱερὸς εἴπερ τις ἄλλος εἶναι βουλόμενος τά τε τῶν κηδεστῶν ἱερὰ λαθὼν ἐτελειώσατο κατὰ τὴν Ἀττικήν, οὐ πείσας ἐκείνους, καὶ πολλὰ | |
15 | ἄλλα τῶν κειμένων τέως ἐκ πλείστου χρόνου πάλιν ἐκίνησε παραβολώτερον ἢ εὐσεβέστερον τῇ προθυμίᾳ χρησάμενος. ὅθεν ἐν τῇ πολιτείᾳ περιβόητος ἐγένετο καὶ χαλεποὺς ἐφ’ ἑαυτῷ τοὺς ἐχθροὺς ἐπεσπάσατο τούς τε μεγάλων χρημάτων ὀρεγομένους, ὧν κύριος ἦν, καὶ ἀπὸ τῶν καθεστώτων νομίμων ἐπιβουλεύοντας· ἐνῆν γάρ τι τῷ Ἡγίᾳ καὶ τῆς Θεαγένους μεγαλόφρονος | |
20 | φύσεως ἐν ταῖς εὐεργεσίαις· ἀκριβέστερον δὲ ἐκείνου τοσοῦτον ὅσον ἐς φίλους καὶ δεομένους ἀναλίσκειν. | |
352 | Suda II 464, 20 s. v. Εὐπείθιος Εὐπείθιος καὶ Ἀρχιάδας, δύο υἱοὶ Ἡγίου. | |
353 | Suda II 464, 23 s. v. Εὐπείθιος ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸς οὐκ ὀλίγῳ διαφέρων εἰς ἀρετὴν καὶ τῶν πολλῶν, τὰ δὲ ἐς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε πρὸς ταῦτα ἀνάγω‐ | |
γος ὢν διὰ τὴν οὐκ ἀκολάκευτον πατρῴαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλη‐ | ||
5 | μένος, εἴπερ τις ἕτερος, καὶ πολυπειρίαν ἀσκήσας ἱερῶν ἔργων τε καὶ λόγων οὐδέν τι μεῖον τοῦ πατρός· ἔχω γὰρ τοῦτο καὶ τῷ Ἡγίᾳ μαρτυρεῖν. ὁ δὲ Ἀρχιάδας καὶ τοῦ καθαροῦ συνειδότος ἐπεμελεῖτο διαφερόντως οὐδὲν ἧττον τῶν φιλοσοφούντων. | |
354 | Suda II 464, 20 s. v. Εὐπείθιος καὶ ὁ μὲν Εὐπείθιος εὐφυέστερος ἐγένετο, τὰ δὲ ἤθη ἐπισεσυρμένος ἐς ἰδιωτισμόν, ἤδη δέ τι καὶ ἀτοπώτερον ἔχων ἢ κατὰ ἰδιώτην, ὡς δὲ συλλήβδην εἰπεῖν, πολλῷ τοῦ πατρὸς ἀπολειπόμενος. | |
355 | Suda II 464, 30 s. v. Εὐπείθιος ἦν οὖν αἰσθάνεσθαι πάντων, ᾐσθανόμην δὲ καὶ αὐτὸς ἑκάστοτε τῶν ἀμφ’ αὐτῷ κενοῦ φυσήματος ἄνευ νοῦ ἐμπιπλαμένων. | |
356* | Suda IV 73, 4; I 29, 30; II 62, 16; II 328, 31; IV 19, 23 s. vv. παχύνοοι et ἀγνόημα et διαλεκτική et ἐπαΐειν et πάνδοκοι τοσαύτην δὲ ἡμεῖς ταχύτητα καὶ ἀμαθίαν κατεγνώκαμεν, ὥστε ἐτολμήσα‐ μεν ἐξελέγχειν αὐτοὺς ἀγνόημα τοσοῦτον ἠγνοηκότας ὅσον οὐδεὶς ἂν ἠγνόησεν | |
5 | ὀλίγα διαλεκτικῆς ἁψάμενος καὶ ὅσα ἐπαΐειν ὑπὲρ αὐτῶν ἔχων, ἄλλο οὐδὲν πλέον περιεργασάμενος. τὸ γὰρ “εἰ τὸ α, τὸ β. ἀλλὰ μὴν τὸ α· τὸ ἄρα β.” ἴσασιν ἤδη περιφερόμενον | |
καὶ αἱ πάνδοκοι γρᾶες. | ||
357* | Suda II 432, 7 s. v. ἐσχάτη ἀμαθία τὸ δέ ἐστι τῆς ἐσχάτης ἀμαθίας· ὑπὲρ οὗ πολλὰ λέγειν ἔχων νῦν ἀφίημι. | |
358 | Suda II 464, 32 s. v. Εὐπείθιος παθῶν δὲ παντοίων κατάμεστοι ὄντες οὐδὲ ἐν μέσοις αὐτοῖς τοῖς δρω‐ μένοις οἷοί τε ἦσαν ἤθεσι μετρίοις ἐγκαρτερεῖν, ἐπεὶ τά γε ἔξω μισγάγκεια κακῶν ἐφαίνετο μηδὲν διαφέρουσα τῆς τῶν ἀγελαίων ἀνθρώπων. ὁ δ’ οὖν | |
5 | Διομήδης διέφθαρτο καὶ αὐτὸς ὑπὸ τῆς συνουσίας καὶ οὐδὲν ἔχων ἔξαρμα φύσεως ἔτι ταπεινότερος ἐγεγόνει πρὸς τὰ ἐπιταττόμενα. καίτοι ὑπὸ κολάκων διεφθάρη τὴν διάνοιαν, εὐφυής {τε} γεγονὼς ἀνὴρ πρὸς φιλοσοφίαν, ἣ οὐδὲν ἀλλοτρίῳ κακῷ βλάπτεται οὐδὲ φθείρεται, οἰκείῳ δὲ μόνῳ, ὡς ἔφη Σωκράτης. διὸ καὶ φιλοσοφίαν ἐλυμήνατο τοῦτο αὐτὸ τὸ οἴκοθεν ὄνειδος. ὃν γὰρ ἔδει | |
10 | μάλιστα διασῴζειν καὶ θεραπεύειν πρὸς τὸ βέλτιστον, τοῦτον πρὸς ἡδονὰς ἀνατρέφοντες καὶ μετεωρίζοντες ἐς αὔχημα μεῖζον ἢ καθ’ ἑαυτόν, ἔλαθον ἑαυτοὺς ἐς πᾶσαν ἀτιμίαν καταβαλόντες. | |
359* | Suda IV 358, 20; II 375, 6 s. vv. Σιλβανός et ἐπιπόλαιος Σιλβανός, φιλόσοφος· ὃς ἐπιεικὴς μὲν ἦν τὰ ἄλλα καὶ ἱερός, ἁπλούστερος | |
δὲ τὰ ἤθη καὶ ἐπιπόλαιος. | ||
360 | Epitoma Photiana 303 ἐν σκότῳ διωλυγίῳ πολὺ φῶς ἀνάψας. | |
361 | Suda IV 224, 26 s. v. προσηγάσθη‐ σαν τοῦτον ἀπεδέξαντο τὸν λόγον τοῦ νεανίσκου καὶ προσηγάσθησαν, πῶς | |
5 | οἴει σφόδρα, τὸν Πρόκλον. | |
361a | Epitoma Photiana 304 τοῦτον ἀπεδέξαντο τοῦ νεανίσκου τὸν λόγον καὶ ἠγάσθησαν οἱ ἀμφὶ τὸν Μαρῖνον, πῶς οἴει σφόδρα. | |
362* | Suda III 568, 15 s. v. ὅσιον χωρίον | |
οὐχ ὅσιόν ἐστι τὰ μεγάλα σοφὸν γενέσθαι τὸν τὰ μικρὰ μὴ δυνάμενον. | ||
363 | Suda I 226, 4 s. v. ἄνθρωπος ἀλλ’ ἔγωγε, ἔφην, ταύτης μόνης ἐπιδεῖσθαι νομίζω τῆς μαντικῆς τοὺς ἀνθρώπους εἶναι βουλομένους καὶ μὴ δίκην θηρίων ἔξω κεχηνέναι ἐς προνομὰς ἀπεράντους. | |
364* | Suda I 377, 10 s. v. ἄρχων χρότιος τὸν ἄρχοντα τῶν ἀρχομένων εἵνεκα πάντα διαπράττεσθαι δεῖν. ὁ δὲ Ἡγίας ἠξίου οὐ μόνον τὸν ἄρχοντα τῶν ἀρχομένων τίθεσθαι πρόνοιαν, ἀλλὰ καὶ αὑτοῦ πρὸ ἐκείνων. ἑκάστῳ γὰρ εἶναι τὴν ἔφεσιν τοῦ ἀγαθοῦ πρὸς | |
5 | ἑαυτὸν μᾶλλον ἢ πρὸς ἕτερον. ὁ δὲ Ἰσίδωρός φησιν τὸν ἄρχοντα ᾗ 〈ἄρχων προνοεῖν τῶν ἀρχομένων· διὰ τοῦτο γὰρ αὐτοὺς τοῦ〉 ἄρχοντος ἀκούειν· εἰ δὲ καὶ ἑαυτοῦ φροντίδα ποιοῖτο, ὡς ἑνός γε καὶ ἑαυτοῦ τῶν ἀρχο‐ μένων καὶ δεομένων προνοίας. τὸν γάρ τοι ἄρχοντα τῷ ἀκριβεῖ λόγῳ δεῖ‐ σθαι μηδενός, ᾗ δὲ ἄνθρωπος, 〈δέοιτο ἄν· ὥσπερ καὶ τῆς τέχνης, ᾗ μὲν | |
10 | ἄνθρωποσ〉 ὁ τεχνίτης, δέοιτο ἄν, οἷον ἰατρὸς τῆς ἰατρικῆς, εἰ νοσήσειεν· ἰατρικὴ δὲ οὐκ ἄν ποτε νοσήσειεν, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἰατρικὴν ἑστὼς ἰατρός, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἀρχικὴν ἐπιστήμην ἄρχων ὡρισ‐ μένος. λογικώτερον δὲ εἰπεῖν ἐπιχειρητέον, ὡς τὰ πρός τι οὐ λέγεται μόνον, | |
15 | ἀλλὰ καὶ ἔστι προσάλληλα. ἄρχων ἄρα πρὸς ἀρχομένους καὶ ἀρχόμενοι πρὸς ἄρχοντα καὶ λέγονται καὶ εἰσίν, ὥστε εἴ τι τὸ ἄρχειν ὠφελεῖ τοὺς | |
ἀρχομένους, ὠφελήσει καὶ οἷς τὸ ἄρχειν προσβέβληται. | ||
365* | Suda II 95, 9 s. v. δικαιοσύνη δικαιοσύνην δὲ τὴν ἑκάστῃ τῶν λοιπῶν ἀρετῶν οἰκειοπραγίαν ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι. | |
366* | Suda IV 734, 1 s. v. φιλόσοφος ὅτι μείζονα τὸν βίον εὐεργετεῖ φιλόσοφος ἀνὴρ ἤπερ ἄριστος βασιλεύς. | |
367 | Epitoma Photiana 305 οὔπω ἐξερρώγει τὰ δύσκολα τῆς ὑποθέσεως. | |
368 | Suda IV 345, 26 s. v. σειρά οὐκ οἶδ’ ὅπως ἡ τοῦ λόγου ῥύμη | |
κατ’ ἴχνος ἐπιζητοῦσα τὴν ἐν τῇ σειρᾷ τάξιν τῆς αὐτοῦ ψυχῆς οὐκ ἐν | Column end | |
5 | τῷ ἀκηράτῳ χορῷ, μετὰ δὲ τοῦτον, ὡς δέδεικται, τεταγμένης ἀφανοῦς, ἀπέστειλεν ὡς ἐμέ, τὰ σαφέστατα | |
ἀπαγγεῖλαι προστάξασ〈α〉. | Column end | |
369 | Epitoma Photiana 306 ἐμὲ δὲ ἐπεσπάσατο ἡ ῥύμη τοῦ | |
λόγου πρὸς τὰ μετὰ ταῦτα ἐκβεβηκότα | ||
5 | ποιήσασθαι τὴν ἐκβολήν, ἐπακολου‐ θήσαντα παριόντι τῷ βίῳ τῶν δια‐ δόχων, οὓς εἵλετο Πρόκλος. | |
370* | Suda IV 631, 21; III 334, 19 s. vv. ὑβρίζειν et μαστεύων ὁ δὲ οὐ μάτην ἔζη, ὥς γε ἐμὲ κρίνειν, οὐδὲ μὴν ὡς οἱ πολλοὶ ἐς τραπέζας κεκυφέναι καὶ ἐμπίπλασθαι καὶ ὑβρίζειν σπεύδων, ἀλλὰ πλέον τι εἰδέναι καὶ | |
σπεύδων καὶ μαστεύων ὑφ’ ἡγεμόνι θεῷ. | ||
371* | Suda I 51, 21 s. v. ἀδικεῖν τὸ δὲ μὴ ἀδικεῖσθαι θεὸν ἔνδοξον καὶ ἐναργές· ὑπ’ οὐδενὸς γὰρ θεὸς ἀδικηθήσεται. | |
372* | Suda I 105, 19 s. v. ἀλεξόμενον τὸν κακῶς ἄρξαντα κακῶσαι θέλειν, καθάπερ ἐπὶ τῶν κατ’ ἰδίαν ἀδικημά‐ των οἱ νομοθέται καὶ δικασταὶ πάσας τὰς τῶν συμβαινόντων βλάβας οὐκ ἐπὶ τὸν ἀλεξόμενον, ἀλλ’ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουσι. | |
373* | Suda I 281, 25 s. v. ἀπειροκαλία ἀλλ’ εἰμὶ λίαν ἀπειρόκαλος, ὡς διαβεβοημένα ἐπιδιηγούμενος. | |
374* | Suda I 316, 17 s. v. ἀποροῦντι ἀποροῦντι δὲ αὐτῷ, τίνι μηχανῇ ἀνεβίω, τόνδε φάναι. | |
375* | Suda I 389, 5 s. v. ἀστάθμητον καὶ δὴ καὶ τὴν ἄλλην ἀρετὴν ἀστάθμητος, ὡς εἰπεῖν, ὁ ἄνθρωπος οὗτος ἦν. | |
376* | Suda I 423, 6 s. v. αὐτόστοιχος ὁ βουλόμενος ἐν τῷδε τῷ βίῳ ἀβέβηλον βίον πολιτεύεσθαι, αὐτόστοιχος | |
ἐθέλει εἶναι. | ||
377* | Suda I 486, 13 s. v. βουλομένῳ ὁ δὲ ἔφη θαυμάζων, ἐθελήσεις τί μοι μαντεύσασθαι; πάνυ γε, ἔφην, εἴ σοι βουλομένῳ ἐστίν. | |
378* | Suda I 525, 14 s. v. γινώσκω ἤδη γάρ σε γινώσκω, καὶ ὧν εἶπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα. | |
379* | Suda II 66, 26 s. v. διαμνημονεύω οὓς καὶ διαμνημονεῦσαι καθέκαστον ὁ λόγος διὰ τὸ πλῆθος καὶ πρὸς ὄνομα διελθεῖν παρῃτήσατο. | |
380* | Suda II 75, 10 s. v. διατριβή ἐγίνετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβὴ καὶ τῆς ἐφόδου ἡ σχολαιότης, τοῦ τε ἀτάκτου ἕνεκα καὶ τοῦ ἐς τὸ ἀποβησόμενον προμηθοῦς. | |
381* | Suda II 210, 16 s. v. ἔθει | |
ὁ δὲ ἐξελθὼν ἐκ τῆς πόλεως ἔθει δρόμῳ. | ||
382* | Suda II 225, 14 s. v. ἔκκοπος ὁ δὲ διανύσας τετρακοσίους σταδίους καὶ γενόμενος ἔκκοπος ἐπέμεινεν. | |
383* | Suda II 440, 24 s. v. εὐανθὴς γλῶσσα ἡ ἄκρως ἠττικισμένη ὁμιλία καὶ πολλῶν γέμουσα χαρίτων καὶ μουσικῶν ἀπηχημάτων ἀπόζουσα. | |
384* | Suda II 444, 5 s. v. εὐδαίμων πᾶσα ἀνάγκη τοῖς μὲν ἀγαθοῖς ἐν ᾅδου ἔσεσθαι ἄμεινον, τοῖς δὲ κακοῖς κάκιον. οἶμαι δὲ ὅτι καὶ ἐνθάδε ἔτι διατρίβουσι, τοῖς μὲν δικαίοις ἀκολουθή‐ σειν εὐδαίμονα χάριν, τοῖς δὲ ἀδίκοις κακοδαίμονα τίσιν. | |
385* | Suda II 454, 3 s. v. εὔκλεια ἡγεῖσθαι μὲν ἀγαθὸν οὐδὲν εἶναι τὴν εὔκλειαν, ἀντιποιεῖσθαι μὴν αὐτῆς ἱκανῶς, ὠφελείας ἕνεκα τῶν ἄλλων ἀνθρώπων, ὡς τῶν γε φιλοσόφων δοξάντων ἀσχημονεῖν οἴχεσθαι ἐκ τοῦ βίου πᾶσαν αἰδῶ καὶ ζήλωσιν τοῦ | |
5 | ἀμείνονος ἤθους. | |
386* | Suda II 472, 12 s. v. εὐσεβεῖν ὁδὸς ἀνθρώποις εἰς εὐδαιμονίαν ὑπὸ θεοῦ κατεδείχθη μία διὰ τῆς ἀρετῆς. τιμιώτατον δὲ ἐν αὐτῇ καὶ ὥσπερ κεφάλαιον ἀρετῆς ἁπάσης εὐσέβεια· μόνη γὰρ αὕτη τῶν ἀνθρωπίνων πραγμάτων ἱκανῶς ἐπιμελεῖται καὶ πρὸς τὰ | |
5 | θεῖα γίνεται ἡγεμὼν ἀνθρώποις ἀγαθή. | |
387* | Suda II 524, 6 s. v. εἰκαῖον μηδὲν γὰρ εἰκαῖον Πλάτων λέγειν φησίν. | |
388* | Suda III 82, 3 s. v. καχέκται ταῖς δὲ ἀληθείαις ὑπῆρχον ἐν αὐτοῖς καχέκται μεταβολῆς οἰκεῖοι. | |
389* | Suda III 185, 26 s. v. κρείσσων κρείσσων δόξης ἀτίμου εὐτέλεια εὐκλεής, καὶ μικροπρεποῦς ἀρχῆς μεγα‐ λοφυὴς μετριότης, καὶ ὕψους ἐπισφαλοῦς ταπεινότης ἀκίνδυνος. | |
390* | Suda III 314, 14 s. v. μαλθάξαι τὸ γὰρ δυνάμενον ἐκεῖνον τὸν ἄνδρα μαλθάξαι ἓν μόνον ἦν, ἡ τῶν τρόπων ἐπιείκεια καὶ ὁ τοῦ δικαίου κατὰ φύσιν ἔρως. | |
391* | Suda III 410, 14 s. v. μονῳδία καὶ τὸ μεῖζον, οἱ μὲν ἄλλοι τοὺς ἐκπεπτωκότας σοφίας θρηνοῦσι, σὺ δὲ ὡς ἀλιτηρίους καὶ μηδέποτε γευσαμένους αὐτῆς τεθρήνηκας. | |
392* | Suda III 585, 6 s. v. οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλο ὁ δὲ οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμένειν αὐτοῖς ἔμελλεν, ἀλλ’ ἵν’ ἐκ τῶν παρόντων ἀναπνεύσῃ. | |
393* | Suda III 607, 21 s. v. ὠκύμορος τὰ ἀνθρώπεια ὠκύμορα καὶ ἐφήμερα. ταῦτά τοι καὶ σπουδῆς ἀνάπλεα· | |
καὶ συγγνώμην αὐτοῖς νέμειν ὑπὲρ τῆς ἄγαν σπουδῆς. | ||
394* | Suda IV 96, 22 s. v. περιεργάζεσθαι ὁ δὲ περιεργασάμενος τοὺς οἴκους, ἐν οἷς συντρέχοντες ἐκκλησιάζουσι, τούτοις συνέσχηκεν. | |
395* | Suda IV 132, 4 s. v. πίμπραται ὁ δὲ τὸν θυμὸν αὐτοῦ εἰδὼς πιμπράμενον. | |
396* | Suda IV 139, 3 s. v. πλάνης ὥσπερ πλάνης ἄνθρωπος κατὰ βίου πρόφασιν πορευόμενος. | |
397* | Suda IV 192, 13 s. v. πρεσβεῖα καὶ χρηστὰ πρεσβεῖα τούτῳ τῆς μνήμης νῦν τε καὶ ἀεὶ νέμει. | |
398* | Suda IV 241, 14 s. v. προὔργου προὔργου νενόμικα καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγών, ὅσα προσῆκε ταῖς παλαιαῖς ἱστορίαις, ταῦτα προσαρμόσαι. | |
399* | Suda IV 314, 19 s. v. σαλεύει τὸν τῆς οἰκουμένης δεσπότην, ἐν ᾧ σαλεύει τὰ πάντα. | |
400* | Suda IV 460, 34 s. v. σύμπαν | |
ὃ λέγομεν κόσμον, τὸ σύμπαν τόδε. | ||
401* | Suda IV 487, 5 s. v. Σφιγγός Σφιγγὸς πράγματα παρέχων πολλὰ ἐπὶ πολλαῖς ταῖς ζητήσεσι τῶν ἀτόπων τούτων αἰνιγμάτων, οὐ τῆς Καδμείας Σφιγγός, ἀλλὰ Σφιγγὸς μέν τινος ἀτεχνῶς, ἔτι δὲ θειοτέρας καὶ πολὺ σοφωτέρας. | |
402* | Suda IV 574, 20 s. v. τοσούτῳ θεῷ καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι, καταγράφοντες κοινήν. | |
403* | Suda IV 775, 8 s. v. φύσει ὅτι οἱ παλαιοὶ ἔλεγον μηδὲν τῶν φύσει μάτην εἶναι. τὰ σχήματα δὲ τὰ τῶν συλλογισμῶν μὴ εἶναι φύσει. οὐκ ἀναγκαῖον δὲ ταῦτα λέγειν χρήσιμα· τὸ δὲ χρησίμου τινὸς χάριν ἔξωθεν ἐπισυμβαίνειν αὐτὰ γινόμενα. οἱ δὲ | |
5 | συλλογισμοὶ οὐχ ὡς σιτία καὶ ποτὰ κατὰ φύσιν ἡμῖν. ἕτεροι γὰρ οἱ τούτων κανόνες, ἔθη, νόμοι καὶ ἐπιτηδεύματα δημόσια, καὶ καθέκαστον, καὶ κατ’ ἄνδρα ἰδίᾳ. μεταθέσθαι γοῦν ἔξεστιν αὐτὰ καὶ πρὸς τὴν ἐναντιωτάτην μετα‐ βαλεῖν, ὡς ἄν τις ἐθέλοι, δίαιταν. ὅθεν ἐνίοις οὐδὲ τὰ φύσει δοκοῦντα φθαρτικὰ σιτία καὶ δηλητήρια φάρμακα προσενεγκαμένοις ἐφάνη λυπηρά. | |
10 | φασὶ γοῦν τὴν Ἀττικὴν γυναῖκα τοῦ κωνείου καθάπερ λαχάνων ἐσθίειν, | |
καὶ τὸ Ποντικὸν θηρίον, ὅστις ποτὲ ἦν ὁ Μιθριδάτης ἐκεῖνος, ἐκπιόντα γενναίαν κύλικα δηλητηρίου φαρμάκου μὴ διαφθαρῆναι, τῷ κατισχῆσθαι τὸ σῶμα, καθάπερ σίδηρον τῇ βαφῇ, παρὰ τῶν ἀντιπαθῶν, ἃ προσεφέρετο πολλάκις· ὑποπτεύων ὁ βδελυρός, ἀπὸ τῶν υἱῶν ἀρξάμενος, ἅπαντας ἀν‐ | ||
15 | θρώπους, ὡς ἐπιβουλεύοντας αὐτῷ μόνῳ διὰ τὴν καλὴν τυραννίδα. |