TLG 4040 030 :: PHOTIUS :: Lexicon (Ε—Ω) PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Lexicon (Ε—Ω) Cf. et 4040 029 Citation: Alphabetic letter — Page — (line) | ||
epsilon10(20) | Ἐπώνυμοι: διττοί εἰσιν οἱ ἐπώνυμοι· οἱ μὲν δέκα ἀριθμὸν, ἀφ’ ὧν αἱ φυλαί· ἕτεροι δὲ δύο· καὶ τοῖς μὲν, ἀφ’ ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πο‐ λιτῶν καθ’ ἕκαστον ἔτος· ἀπὸ ιηʹ ἔτους μέχρι ξʹ. Ἐπώνυμοι: οἱ κατ’ ἀρετὴν διαπρέποντες, ἀστοὶ καὶ | |
25 | ξένοι, χαλκαῖς εἰκόσιν ἐτιμῶντο· ὑφ’ ὧν ἐνίων καὶ | |
---|---|---|
epsilon11 | ταῖς φυλαῖς ἐτέθη ὀνόματα· φασὶ δὲ ἐκεῖθεν πρῶ‐ τον δόξαι τὰς φυλὰς ἐξηγήσασθαι· ἀπορούντων γὰρ αὐτῶν ὄνομα ταῖς φυλαῖς θέσθαι, ἀπὸ τῶν ἐνδοξο‐ τάτων τοῦτο ποιῆσαι· καὶ ἕκαστον ὀνόματα ἴδια | |
5 | γραψάμενον κληρῶσαι· παρὰ οὖν τὰς εἰκόνας τῶν ἐπωνύμων τούτων εἰσηγοῦντο τοὺς νόμους πρὶν ἢ γενέσθαι κυρίους· ἵν’ ἐντυγχάνοντες αὐτοῖς οἱ βου‐ λόμενοι κατηγοροῖεν. Ἐπωπτευκότων: οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τηῖ δευ‐ | |
10 | τέραι μυήσει ἐποπτεύειν λέγονται. Ἐπώχετο: ἐπεπορεύετο. Ἐραῖ: ἐπιθυμεῖ. Ἐρανεμπόλοις: τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν. | |
15 | Ἐρανέμπολοι: ἀπὸ τῶν ἐράνων βιοῦντες. Ἐργάτης: φιλεργός. Ἐργασείειν: ἐργαστικῶς ἔχειν. Ἔρανα: δῶρα. Ἔρανον: ἐκ συνεισφορᾶς δῶρον. | |
20 | Ἔρανος: ἐντολή· εἰσφορά· ἢ συλλογή· ἢ σπουδαιό‐ τερον ****. Ἐρανίσας: Δημοσθένης· ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐρανιστὴς μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέ‐ χων· καὶ τὴν φορὰν, ἣν ἑκάστου μηνὸς ἔδει κατα‐ | |
25 | βάλλειν, εἰσφέρων. | |
epsilon12 | Ἐρανιστάς: ὡς ἡμεῖς καλοῦσιν· Ἀριστοφάνης Ὁλ‐ κάσιν· πρώην ἐρανιστὰς ἑστιῶν ἥψης’ ἔτνος. Ἐρανίσαι: τὸ λαβεῖν ἔρανον καὶ συλλέξαι παρά τινος. | |
5 | Ἐρανιῶν: ἐρανισθησόμενος. Ἐραστριᾶν καὶ ἐρωτίζειν λέγουσιν. Ἐρατειχεύειν: στρατεύεσθαι. Ἐργάνη: ἡ Ἀθηνᾶ παρὰ τὸ τῶν ἔργων ἐπιστατεῖν· ταύτης εὑραμένης τὰς τέχνας. | |
10 | Ἐργαστίτερον λέγουσιν. Ἔργα νέων: παροιμία τίς ἐστιν· οὕτως προσαγορευο‐ μένη· Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόν‐ των. Ἐργίσκη· τῆς Θράκης ἐστὶν ἀπὸ Ἐργίσκου τοῦ Πο‐ | |
15 | σειδῶνος καὶ Ἄβας νύμφης. Ἐργοκλῆς καὶ Ἐργόφιλος: στρατηγοὶ Ἀθηναίων. Ἔργον εἰπεῖν: χαλεπὸν εἰπεῖν. Ἐργολαβῆσαι λέγουσιν. Ἔργον: ὁ μισθός· καὶ λαβεῖν ἔργον· τὸ μισθῶσαι | |
20 | ἑαυτόν. Ἐργολάβοι: οἱ προϊστάμενοι τινῶν. Ἐρεβίνθινος Διόνυσος: ἀντὶ τοῦ ζωμός· παροιμία· τάττεται δὲ αὕτη ἐπὶ τῶν ἀφορμὰς τῶν εἴτε χρησ‐ | |
τῶν, εἴτε μοχθηρῶν ἐκβάσεων παρεχομένων. | ||
epsilon13 | Ἐρέβινθος: αἰδοῖον. Ἐρείδειν: τὸ ἐσθίειν σφοδρῶς· ἢ ἄλλο τι ἐνεργεῖν συντόνως· Ταγηνισταῖς· Ἐρείδετον, κἀγὼ κατό‐ πιν σφῶν ἕψομαι. | |
5 | Ἔρεσθαι: ἐρωτῆσαι· πυθέσθαι. Ἐρέσσειν: συντόνως ἐσθίειν· ἀπὸ τῶν ἐρεσσόντων. Ἐρεσχηλεῖν: πολὺ παρὰ Πλάτωνι τωῖ φιλοσόφωι καὶ παρὰ Ἴωσιν· γέγονε δὲ ἀπὸ τοῦ ἐρᾶν καὶ ἀπὸ τῆς λέσχης. | |
10 | Ἐρεσχηλοῦντα: σκώπτοντα καὶ χλευάζοντα· καὶ οἷον ἐρίζοντα. Ἐρετρικὸς κατάλογος: ἐπὶ Διφίλου ἄρχοντος ἔ‐ γραψαν ψήφισμα τοὺς ὁμήρους καταλέξαι ἐξ Ἐρετριατῶν πλουσιωτάτων. | |
15 | Ἐρεφθείς: ἐπιστεγάσας. Ἐρήμη δίκη: ὅτ’ ἂν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθηῖ. Ἐρήμην ἁλῶναι: Ἔρημον ἐμβλέπειν: ἀκίνητον καὶ νωθρόν· οἷον ὅτ’ ἂν | |
20 | εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπω‐ μεν· Ἀριστοφάνης Πολυίδω. Ἔριθος: ἡ μισθοῦ ἔρια ἐργαζομένη. Ἐρείκη: εἶδος φυτοῦ. Ἐρικτῶν: τῶν διχερικτῶν πυρῶν καὶ μὴ εἰς ἄλευρα | |
25 | ἀληλεσμένων· ἀλλ’ ὥστε δύο ἐξ ἑνὸς γεγονέναι· | |
τοῦτο λέγουσιν ἐρικτόν. | ||
epsilon14 | Ἐρινάζειν: ὀλύνθους περιάπτειν ταῖς ἡμέραις συκαῖς ἀπὸ τῶν ἐρινεῶν καὶ ἀγρίων συκῶν· ἐξ ὧν οἱ λεγόμενοι ψῆνες μετεισέρχονται εἰς τὸν τῶν ἡμέρων συκῶν καρπὸν καὶ κρατύνουσιν αὐτόν· ὥστε μὴ | |
5 | ἀπορρυῆναι τῶν δένδρων. Ἐριούνιον πάρον: τὸν χθόνιον. Ἐρίπναι· αἱ ἀπερρωγυῖαι πέτραι. Ἐρικνωμένον: Ἐρίωι στέψαντες: ἀντὶ τοῦ στέμμα περιθέντες· Πλά‐ | |
10 | των Πολιτείας ΐ. Ἐρκάνη: φραγμός. Ἔρκεσι: δικτύοις. Ἔρκη: πλεκτά τινα ἐκ τριχῶν οἱ κωμικοὶ οἱ πα‐ λαιοὶ καλοῦσιν. | |
15 | Ἔρκειος: γενναῖος· λέγεται δὲ καὶ Ζεύς. Ἔρρειν: ἰέναι. Ἐρκείου Διός: ἔρκον Ἀθηναῖοι τὸν οἶκον ἐκάλουν· τὸν οὖν φύλακα τοῦ οἴκου ἱδρυσάμενοι, Ἔρκειον Δία καλοῦσιν. | |
20 | Ἔρκειος Ζεύς: ωἷ βωμοὶ ἐντὸς ἔρκους ἐν τηῖ αὐληῖ ἵδρυνται· τὸν γὰρ περίβολον ἔρκος ἔλεγον· μετῆν δὲ τῆς πολιτείας οἷς εἴη Ζεὺς Ἔρκειος. Ἐρκόπεζα· τὰ περιτεθειμένα ἀκανθώδη ξύλα πρὸς | |
τὸ μὴ ὑπερβαίνειν δύνασθαι. | ||
epsilon15 | Ἑρμάν: ὕφαλος πέτρα· Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστοφάνης. Ἑρμαῖ: Μενεκλῆς ἢ Καλλικράτης ἐν τωῖ περὶ Ἀθη‐ ναίων γράφει ταυτί· ἀπὸ γὰρ τῆς ποικίλης καὶ τῆς | |
5 | τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· ἐκαλοῦντο δέ τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου. Ἕρμαιον: τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν· ἃς οἱ ὁδοιπόροι κατεσ‐ | |
10 | θίουσιν. Ἑρμαφρόδιτος: ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια, ἀρρένων καὶ θηλειῶν, φασίν· ἢ τὸν αἰσχρῶς καὶ ποιοῦντα καὶ πάσχοντα. Ἑρμῆς τρικέφαλος: | |
15 | Ἑρμῆς στροφεύς: ὁ παρὰ ταῖς θύραις ἱδρυμένος· ἀπὸ τοῦ στροφέως τῆς θύρας. Ἑρμῆς τετρακέφαλος: ἐν Κεραμεικωῖ Τελεσαρχί‐ δου ἔργον. Ἑρμῆς ὁ πρὸς τηῖ πυλίδι: Φιλόχορος λέγει ὡς οἱ | |
20 | ἐννέα ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα. Ἑρμείας: ὄνομα κύριον· ὁ εὐνοῦχος ὁ τρίπρατος· οἰ‐ κείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην· καὶ τὴν θετὴν | |
αὐτοῦ θυγατέρα ἔδωκε τωῖ φιλοσόφωι. | ||
epsilon16 | Ἑρμῆς: πόσεως εἶδος· ὡς ἀγαθοῦ δαίμονος καὶ Διὸς σωτῆρος. Ἕρμιοι καὶ ἐξ Ἑρμοῦ: τῆς Ἀκαμαντίδος φυλῆς. Ἑρμιόνη: χωρίον ἄσυλον· ἢ πόλις ἡ ἐν Πελοπον‐ | |
5 | νήσω ἔχουσα ἱερὰ Δήμητρος καὶ Περσεφόνης ἄσυλα. Ἑρμοκοπίδαι: οἱ τῶν Ἑρμῶν τοὺς τραχήλους καὶ τὰ αἰδοῖα ἀποκόψαντες· φασὶ δὲ Ἀλκιβιάδην συμ‐ πράττοντα Κορινθίοις τοῦτο πρᾶξαι. | |
10 | Ἑρμοκοπίδαι: οὕτως ἐκλήθησαν οἱ τῆς περικοπῆς τῶν Ἑρμῶν (αἴτιοι)· οὕτως Ἀριστοφάνης. Ἑρμοῦ κλῆρος: ὁ πρῶτος ἀνελκόμενος· εἰώθεσαν γὰρ κατὰ τιμὴν τοῦ θεοῦ φύλλον ἐμβάλλειν ἐλαίας καὶ πρῶτον ἀνέλκειν τοῦτον· ἐλάγχανε δὲ ὁ μετὰ | |
15 | τοῦτον. Ἕρμος: δῆμος ἐστὶ τῆς Ἀκαμαντίδος· Διονύσιος δὲ οὐδετέρως λέγει τὸ Ἕρμος ὡς ἔρκος. Ἑρμώνιος χάρις: ἡ κατὰ ἀνάγκην διδομένη. Ἐρόμενος: ἐρωτῶν. | |
20 | Ἐροιάδαι: οἱ Ἐροιάδαι δῆμος ἐστὶ τῆς Ἱπποθοωντί‐ δος φυλῆς. Ἕρπει: τηῖ κοιλία βαδίζει. Ἑρπήνη: πάθος ἐστὶ χαλεπὸν, ἀπὸ τοῦ ἕρπειν καθ’ ὅλου τοῦ σώματος· ἤτοι ὑπονέμεσθαι. | |
25 | Ἑρπύζων: ἐκ μεταφορᾶς βαδίζων. | |
epsilon17 | Ἔρρε: φθείρου· ἀπαλλάττου. Ἔρρει: κατέπιπτεν. Ἔρρειν: φθείρεσθαι. Ἐρρέτω: οἰμωζέτω· φευγέτω. | |
5 | Ἔρρηκε: φθείρεται. Ἐρρήσετε: φθερεῖσθε· καὶ ἐρρήσας, φθαρείς. Ἐρρηνοβοσκός: ὁ προβατοβοσκὸς ἐν Τυροῖ βʹ Σοφο‐ κλέους· ἴσως ἀπὸ τοῦ ἄρην. Ἐρρήσεις: μετὰ βίας εἰσελεύσηι. | |
10 | Ἐρρήσαντο: ἐψηφίσαντο. Ἔρριον: εἰς φθοράν· Εὐριπίδης. Ἔρριον: τάχιον. Ἐρριπίζετο: ηὔξετο· ἀντὶ τοῦ ἐνεκαίετο· κυρίως γὰρ ἐπὶ πυρὸς λέγεται. | |
15 | Ἐρρόντων: φθειρέσθωσαν. Ἐρρώγασιν: ἐσχίσθησαν. Ἐρρωγότες: διεσπασμένοι. Ἔρρων: μετὰ φθορᾶς παραγενόμενος ἢ πορευόμενος. Ἐρρωπίζομεν: σύμμικτα καὶ συμπεφυρμένα ἐποιοῦ‐ | |
20 | μεν· ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. Ἐρρώσαντο: ἐπωρώθησαν. Ἐρρῶσθαι φράσας: οἰμώζειν εἰπών· κατεγνωκώς. Ἐρσήεις: πρόσφατος· ἐνυγρός τε καὶ ἀμόλυντος. Ἐρσήεντα: δροσώδη καὶ ἁπαλόν· νεαρόν. | |
25 | Ἐρυγγάνειν: ὃ ἡμεῖς ἐρεύγεσθαι. | |
epsilon18 | Ἐρυθαίνει: πυρρὸν ποιεῖ· ὅθεν καὶ ἐρύθημα, ἡ ῥίζα ἡ λεγομένη ἐρυθρόδανον. Ἐρυθραῖοι: οἱ ἀπὸ πόλεως τῆς ἐν Ἰωνίαι Ἐρυθρᾶς καλουμένης. | |
5 | Ἔρυμα: φύλαγμα καὶ τεῖχος. Ἐρυμνήν: ἠσφαλισμένην. Ἐρυσίβη: θηρίδιόν τι ἐν τῶ σίτω γινόμενον· ὃ λυμαίνεται τὸν καρπόν· τινὲς νόσον ἐπιγινομένην τοῖς σπέρμασιν· ἢ ἡ κονιορτώδης φθορὰ τοῦ σίτου. | |
10 | Ἔρυσμον: λάχανον οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες. Ἔρυσος: σπυρίς. Ἐρύσταζεν: εἷλκεν. Ἐρύσιμον: ἑλκύσιμον. | |
15 | Ἔρυφον: οὐκ ἐρρόφησα. Ἑρχθέντα: ὕδατι ἀποπνιγέντα. Ἐρχιάδαι: Ἐρχία δῆμος τῆς Ἀττικῆς. Ἐρωδιός: ὀρνέου εἶδος. Ἐρώμεθα: ἐρωτήσωμεν. | |
20 | Ἔρωμαί σε: ἐρωτήσω σε. Ἐρῶν: ἐφιέμενος· ἐπιθυμῶν. Ἐσάλευε καὶ ἀπεσάλευε: τοῦτο καὶ ἐπὶ νεῶν λέγεται καὶ ἐπὶ ἀνθρώπων· ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα | |
25 | τῶν πλοίων πρὸς τηῖ γηῖ ὥρμει· τὰ δὲ δὴ πλείω καὶ | |
epsilon19 | μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν· ἐπὶ δὲ ἀνθρώπων, ὡς τὸ, ἐφ’ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευε· σημαίνει δὲ (ἡ λέξις τὸ, τὰς ἐλπίδας ἐπὶ τούτωι εἶχεν.) | |
5 | Ἔσβη: ἐσβέσθη· ἐπαύσατο. Ἐσδραμύλιξον: εἴσδραμε. Ἐσέφθην: τὸ ἐσεβάσθην· Σοφοκλῆς. Ἐσθήματα: ἱμάτια. Ἐσθλά: ἀγαθά. | |
10 | Ἔσθοντες: ἐσθίοντες. Ἔσθος: ἱμάτιον. Ἔσθ’ ὅτε: ἔστιν ὅτε. Ἐσίνοντο: ἐβλάπτοντο. Ἔσκαλεν: ἐσκάλευεν· ἐσάλευεν· ἠρεύνα. | |
15 | Ἐσκήνησαν: ἀντὶ τοῦ ωἴκησαν. Ἐσκληκότα: προσλιπαροῦντα· προσεσκληκότα· μετ‐ ῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων. Ἐσκοπεῖτο: ἀνεσκόπει. Ἐσκοπίαζε: περιέβλεπεν. | |
20 | Ἐσκοροδισμένος: παρωξυμμένος· ἀπὸ τῶν σκορόδων· μεταφορὰ δὲ ἀπὸ τῶν ἀλεκτρυόνων τῶν διὰ τὴν νόσον χριομένων σκόροδα. Ἐς κόρακας: εἰς τὸ σκότος· εἰς ὄλεθρον. Ἐς κόρακας: Βοιωτοῖς ὁ θεὸς ἔχρησεν, ὅπου ἂν λευκοὶ | |
25 | κόρακες ὀφθῶσιν, ἐκεῖ κατοικεῖν· περὶ δὲ τὸν | |
epsilon20 | Παγασιτικὸν κόλπον ὑπὸ παίδων ἀκάκων γυψω‐ θέντας κόρακας ἰδόντες περιπετομένους· τοῦ Ἀπόλ‐ λωνος ωἴκησαν χωρίον κόρακας· ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς, τοὺς φυγαδευομένους εἰς αὐτὸ | |
5 | ἔπεμπον· οἱ δὲ, ὡς τοῦ ζώου ἀναιδοῦς καὶ δυνατικοῦ τῶν ἀνθρώπων ὄντος· Ἀριστοτέλης δέ φησι· λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων, τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας, ἐᾶν ζῶντας· καὶ ἐπιλέγειν τῶ λοιμωῖ, φεῦγ’ ἐς | |
10 | κόρακας· ὁ δὲ Αἴσωπος μυθικῶς· κολοιὸν μέγαν νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι, πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ, πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δὲ ἀγανακτήσαντας, παίειν αὐτὸν λέγοντας· φεῦγ’ ἐς κόρακας· Ἀριστείδης δὲ ἀποδί‐ | |
15 | δωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνωδέσι νεοσσοποιεῖσθαι, λέγειν ἡμᾶς· φεῦγ’ ἐς κόρακας. Ἔσμα: Ἀριστοτέλης· ὅπερ Θεόφραστος μίσχον· ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων. Ἐσμός: πληθύς· ὄχλος· κυρίως τῶν μελισσῶν· | |
20 | παρὰ τὸ ἅμα πετομένας ἴεσθαι. Ἐσμυρνισμένον: σμύρνηι ἐπεστυμμένον· μύρον γὰρ παρὰ τὸ τηῖ μοίραι συνέψεσθαι. Ἐς ὀλβίαν: ὡς εἰς μακαρίαν· τὸ εἰς Αἵδου. Ἐς ὀψιγόνους: τοὺς μετὰ ταῦτα. | |
25 | Ἐσπάριζεν: οὐκ ἐσκάριζεν. | |
Ἐσπάθα: σπάθη ὕφαινεν ἢ διέφθειρε τὰ οἰκεῖα. | ||
epsilon21 | Ἐσπαθημένος: πεπυκνωμένος· ἀπὸ τῶν κατακρου‐ ουσῶν σπαθῶν τὴν κρόκην. Ἐσπαθᾶτο: Δημοσθένης ἐν τωῖ κατ’ Αἰσχίνου· ἀντὶ τοῦ ἀπώλλυτο· παρὰ τὴν σπάθην· ἢ τὸ ἐρρίπτετο· | |
5 | ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο, ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὰ ὑφαινόμενα. Ἑσπέραν λέγουσι τὴν τοῦ ἡλίου δύσιν· καὶ ἀφ’ ἑσπέρας· οὐκ ἀφ’ ἑσπέρου. Ἕσπερον κέλευθον: ἑσπέριον· ἐπὶ δυσμὰς ὁδόν. | |
10 | Ἑσπέται: εἰπεῖν ποιήσαντες. Ἔσταλκεν: ἐμείωσεν. Ἐσταθευμένον: τὸ κεχλιασμένον τῶ πυρί· καὶ σταθεῦσαι διὰ τοῦ θ· οὐχὶ στατεῦσαι. Ἔστ’ ἄν: ἕως ἄν. | |
15 | Ἐστηλιτευμένον: ἀναγεγραμμένον. Ἐστῆξι: τὸ μέλλον λέγουσι· καὶ ἔστηξε καὶ τὰ ὅμοια οὕτως. Ἑστιᾶν: τρέφειν· καὶ ἑστιᾶσθαι· τρέφεσθαι· εὐω‐ χεῖσθαι. | |
20 | Ἑστία: δίαιτα· οἴκησις· βωμός· χυτρόπους· ἐσχάρα. Ἑστιατόρια: ἑστίασις. Ἑστιάτωρ: ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν· δαιτυμόνες δὲ οἱ ἀριστηταί. Ἑστία θύομεν: ἀφ’ ὧν οὐκ ἔξεστι μεταδοῦναι οὐδὲ | |
25 | ἐξενεγκεῖν· ἢ ἐφ’ ὧν οὐκ ἐκφέρεται ἀπὸ τῆς θυσίας. Ἐς τί ἔτι: μέχρι τινος. Ἔστιν: ἡ πρώτη ὀξεῖα ἐπειδ’ ἂν ἀποφαινώμεθα αὐτοὶ | |
epsilon22 | περὶ τοῦ ὑπάρχειν τί· Ἔστι πόλις Ἐφύρη· ὅτ’ ἂν δὲ πρὸς ἐρώτησιν ἀποκρινώμεθα, τὴν ὑστέραν ὀξυ‐ τονητέον. Ἑστιῶν: ἀριστοποιῶν. | |
5 | Ἐστόμφασεν: ἠλαζονεύσατο· ἢ σπάθη καθύφηναν· ἀντὶ τοῦ διέφθειραν τὰ ἐν τηῖ οἰκίαι. Ἐς τὸν λιμένα: ὅτ’ ἂν γὰρ ὁρῶνται ἀπὸ τῆς πόλεως σφοδρότερον ἐρέσσουσιν· ὅθεν παροιμία κατὰ τὸ ἐλλιπές· Ἀττικὸς ἐς τὸν λιμένα· λείπει γὰρ | |
10 | ἰσχυρός. Ἐστρωμνημένος: ὁ ἐν τηῖ στρωμνηῖ μένων. Ἐστορέσθη: ἐστρώθη· ὡμαλίσθη. Ἐσφάλιζεν: ἠσφάλισεν· ἔσφηλεν· ἔδησεν· οὕτω καὶ τὸ πέδαις δῆσαι, πεδῆσαι. | |
15 | Ἐσφηκωμένον: ἐσφιγμένον· ἀπὸ τῶν σφηκῶν· οἱ κατὰ μέσον εἰσὶν ἐσφιγμένοι· ἔνθεν καὶ ὁ σφήν· Σοφοκλῆς Αἰθίοψι τοὺς ἐσφιγμένους μύρμηκας τηῖ σαρκώσει· Τετράπτεροι γὰρ νῶτον ἐν δεσμώ‐ μασι Σφηκοι κελαινόρινες· Ὅμηρος· —χρυσωῖ τε | |
20 | καὶ ἀργύρω ἐσφήκωντο. Ἔσφηλε: κατέβαλε. Ἐς φοινικίδας καταξάναι· αἱματόρρυτον ποιῆσαι· οἱ δὲ ὅτι εἰς φοινικίδα κατέξαινον τὰ ἔρια· οἱ δὲ ὅτ | |
οἱ Λάκωνες ἐν φοινικίσι παρετάττοντο. | ||
epsilon23 | Ἐς Φρεάτου: Φρέατος τόπος τῆς Ἀττικῆς· ἐν ωἷ ἐδί‐ καζον περὶ φόνου. Ἐσχάρα: ἡ ἐπὶ γῆς ἑστία στρογγυλοειδής· ἀφ’ ἧς ἐσχάρας λέγομεν καὶ τὰ κοῖλα καὶ περιφερῆ ἕλκη· | |
5 | ὁ δὲ βωμὸς, τὸ ἐν ὕψει ἐστὶ πρὸς θυσίαν οἰκο‐ δόμημα. Ἐσχάρα: ἐσχάραν φησὶ καλεῖσθαι Λυκοῦργος καὶ Ἀμμώνιος τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην· ἢ κοίλην· παρὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν | |
10 | σώματι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. Ἐσχάραι πυρός: ἐπὶ ἐδάφους ἀνθρακιαί. Ἐσχάρας: τὰ τῶν γυναικῶν αἰδοῖα. Ἐσχάριον: θυμιατήριον κοῖλον. Ἐσχαρίτην: ψωμίον ἀπὸ κλιβάνου. | |
15 | Ἐσχάτη ἀδικία: ἄκρα τὲ καὶ τελεία. Ἐσχατιά: τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσ‐ χατιὰς ἔλεγον· οἷς γειτνιᾶ, εἴτε ὄρος, εἴτε θάλασσα. Ἐσχατίαν: ἔσχατον τόπον γῆς· ἢ τὰ νομὰς ἔχοντα | |
20 | χωρία, ὡς καὶ Ἀριστοτέλης ἐν τωῖ ηʹ περὶ τῆς Πολιτείας. Ἔσχατος Μυσῶν: Ἕλλησι λοιμωῖ κρατουμένοις ὁ θεὸς ἔχρησεν ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν· οἱ δὲ τὸ μὲν πρῶτον ἠπόρουν· αὖθις δὲ τὴν Αἰολίδα | |
25 | παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον· ἔνιοι τὴν | |
παροιμίαν ἔκ τινος χρησμοῦ λέγουσι Τηλέφω μαν‐ | ||
epsilon24 | τευομένω γεγονέναι περὶ γονέων, ἐπί τινας τόπους ἐλθὼν, εὕροι τοὺς γονεῖς· τὸν δὲ θεὸν προστάξαι πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν· ἀφικόμενον δὲ εἰς Τευθρανίαν, νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσοὺς, | |
5 | ἐπιτυχεῖν τηῖ μητρὶ αὐτοῦ· τάττεται ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων. Ἔσχε: κατέπαυσε. Ἐσχεδίαζον: ἡτοίμαζον. Ἐσχάτως: ἄκρως· Μένανδρος· —φοβοῦμαί ς’ ἐσ‐ | |
10 | χάτως. Ἔσχεν: ἐπέσχε· Μένανδρος. Ἔσχετο: ἐπεσχέθη. Ἐτεοβουτάδαι: γένος πολὺ, λαμπρόν· ἀπὸ Βούτου· ἀφ’ οὗ ἱερεῖς καθίστανται Ἀθήνηισιν. | |
15 | Ἐτεοβουτίδαι: γένος Ἀθηναίοις· οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου γεγονότες· ἐκ δὲ τούτων καθίστατο ἡ ἱερεία τῆς Πολιάδος· καθαρῶς δὲ ἦν Ἀττικὸν τὸ γένος καὶ γνήσιον· τὸ γὰρ ἐτεὸν τὸ ἀληθὲς δηλοῖ. Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. | |
20 | Ἔτειρε: κατεπόνησε. Ἐτεόν: ἀληθῶς. Ετια: Ἑταίρας Ἀφροδίτης ἱερὸν Ἀθήνηισιν· ἀπὸ τοῦ συνά‐ γειν ἑταίρους καὶ ἑταίρας. | |
25 | Ἑταίρα: φίλη· πόρνη. | |
Ἑταιρικός: ὁ εἰς ἑταίρας καταφερής. | ||
epsilon25 | Ἑταιρίστριαι: γυναῖκες φιλίας κτώμεναι. Ἑταιριζομένη: ἐρεθιζομένη· προσκνωμένη. Ἑταιρισάμενος: συνεργήσας. Ἑταιρία: ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τούνομα τέταχεν | |
5 | Ἀνδοκίδης. Ἑταιρήσας: πορνεύσας. Ἑταιρίστριαι: αἱ καλούμεναι τριβάδες. Ἑταιρῶν ἀνθίνων: νόμος Ἀθήνηισι τὰς ἑταίρας ἄν‐ θινα φορεῖν. | |
10 | Ἕταις: ἑταίροις. Ἑταιρεῖν: καὶ ἐπὶ τοῦ φιλονεικεῖν. Ἑτερότοιχα: ἀσύμφωνα. Ἐτέλει: ἐτέτακτο. Ἐτελέσθησαν: ἐμιάνθησαν· μετέσχον τῆς μιαρᾶς | |
15 | συνουσίας. Ἐτέλεσε: κατήνυσε· Θουκυδίδης· ἐς Φάρσαλον ἐτέλεσεν. Ἑτεραλκέα: ἑτεροκλινῆ. Ἑτεροιούμενοι: ἀλλοιούμενοι. | |
20 | Ἑτεροῖον: ἀλλοῖον. Ἕτερος: Φερεκράτης ἐπὶ πολλῶν. Ἕτερος: ἐπὶ δυεῖν λέγουσιν. Ἑτερόγναθος: ἀπειθής· ἢ ὁ ἄπληστος καὶ ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων. | |
25 | Ἑτερομάσχαλος: χιτὼν δουλικὸς, ἣν ἐξωμίδα λέ‐ | |
γουσιν. | ||
epsilon26 | Ἑτερόφθαλμος: ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημο‐ σθένης ἐν τῶ κατὰ Τιμοκράτους. Ἑτέρωθι: ἐν ἑτέρω τόπω. Ἑτέρωσέ ποι: ἐφ’ ἕτερον τόπον. | |
5 | Ἑτερόπλουν λέγουσι καὶ ἀμφοτερόπλουν. Ἑτερόφθαλμος: οὕτως λέγουσιν, οὐ μονόφθαλμος. Ἑτέρωσε: ἀλλαχόσε. Ἔτειον: ἐνιαύσιον· ἐπέτειον δὲ τὸ μὴ μόνιμον, ἀλλὰ πρὸς ἐνιαυτὸν ἀκμάζον. | |
10 | Ἔτλης: ὑπέμεινας. Ἔτνος: εἶδος ὀσπρίου. Ἔτνα: τῶν ὀσπρίων τὸν χυλόν. Ἔτνος: ἕψημα. Ἐτνήρυσιν: λέγουσι δὲ καὶ ζωμήρυσιν· Ἀριστοφάνης | |
15 | Ἀχαρνεῦσιν· Ὦ μῆτερ, ἀνάδος δεῦρο τὴν ἐτνή‐ ρυσιν. Ἐτησίαι: οἱ ἀπὸ Βορέου ψυχροῦ πνέοντες ἄνεμοι. Ἐτήσιοι: πρόσκαιροι· Ἐτήσιοι γὰρ πρόσιτ’ ἀεὶ πρὸς τὴν τέχνην· Κρατῖνος Δηλιάσιν. | |
20 | Ἐτιθήνευσεν: οὐκ ἐτρόφησεν. Ἔτος: μάτην. Ἐτόπασεν: ὑπενόησεν· ἐνόμισεν. Ἐτραγώδουν: ἐχόρευον. Ἐτρύχωσεν: ἐξέτριψεν. | |
25 | Ἐτύγχανεν: ἔτυχεν. | |
Ἐττημένα: σεσησμένα· Φερεκράτης. | ||
epsilon27 | Εὐαγές: ἁγνόν· εὐσεβές· ὅσιον· θειότατον. Εὐάγωγον: εὐχερές. Εὐάγωγον: εὐθήρατον· εὔληπτον. Εὐαγωγία: εὐπαιδευσία. | |
5 | Εὐαγγέλειν ὑφ’ ἓν λέγουσι καὶ καταγγέλλειν. Εὐαγής: μεταφορικῶς κύκλος. Εὐάγκαλον: εὐβάστακτον. Εὐαγόρας: ὄνομα κύριον. Εὐαίων: ὄνομα κύριον. | |
10 | Εὐανδρία: Δείναρχος· εὐανδρίας ἀγὼν ἤγετο. Εὐάνθης γλῶσσα: Εὐαλδεῖ: εὐεξεῖ. Εὐάντητος: εὐαπάντητος. Εὐάντητος: εὐικέτευτος· ἄντεσθαι γὰρ τὸ ἱκετεῦσαι. | |
15 | Εὐάντυγα: εὐάξονα. Εὐαφές: εὐμάλακτον· εὐψηλάφητον. Εὖ βεβηκότα: εὐσταθῆ. Εὐβοιεῖς: οὐκ Εὐβοεῖς. Εὔβοτον: καλὰ βοσκήματα ἔχον. | |
20 | Εὔβουλος: δημαγωγὸς ἦν ἐπιφανέστατος· ἕτερος δέ ἐστιν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερίδης. Εὖγε: καλῶς· ὁσίως· λέγεται δὲ καὶ ἐπὶ εἰρωνείας πολλάκις. Εὐγενέστερος Κόδρου: τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσση‐ | |
25 | νίου· πατρὸς δὲ Μέδοντος καὶ Νείλεω· οὗτος ὁ | |
Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις· | ||
epsilon28 | ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας ἐδέξατο· ἐν οἷς καὶ Μέλανθον· χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως· νοήσας τὸν χρησμὸν, ἀναλα‐ | |
5 | βὼν ὑλοτόμου ἐσθῆτα, καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων, ἕνα ἐξ αὐτῶν ἀνεῖλε· διοργισθέντες δὲ οἱ λοιποὶ συλλαβόντες αὐτὸν ἀνεῖλον· ὡς Δήμων. Εὐγηρότατος: καλὸς γέρων· ἀξιότιμος. | |
10 | Εὐγμαοδείων: εὐχῆς ἀξίων. Εὐγνώμων: τὸν εὔγνωστον λέγουσι· καὶ τὸν μὴ γι‐ νωσκόμενον ἀγνώμονα. Εὐγνωμοσύνη: εὔνοια· γνησιότης. Εὐδείπνους: τὰς τοῖς τεθνεῶσιν ἐπιφερομένας χοάς. | |
15 | Εὐδιάλογος: ὁ εὐόμιλος. Εὐδαιμονία: εὐτυχία· εὐπραγία. Εὔδικος: εἷς ἐστιν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης. Εὐδίαιος: χειμάρρους· καὶ τὸ τρῆμα τῆς νεὼς, δι’ οὗ | |
20 | ἡ ἀντλία ἐκρεῖ. Εὐδαιμονέστατος: εὐτυχής· πλουσιώτατος· μακαρισ‐ τότατος. Εὔδμητον: καλῶς ωἰκοδομημένον. Εὐδοκιμοῖ: καὶ εὐδοκιμοίη· τὸ εὐκτικὸν ῥῆμα· καὶ | |
25 | ποιοῖ καὶ ποιοίη· καὶ τᾶλλα τὰ ὅμοια σὺν τῶ η καὶ ἄνευ τούτου. | |
Εὕδοντι δ’ αἱρεῖ κύρτος: παροιμία· καθεύδουσι γὰρ | ||
epsilon29 | καθέντες τοὺς κύρτους· παρὰ τοῦτο ἐποίησε Κρατῖ‐ νος Ἀρχιλόχοις· Εὕδοντι δ’ αἱρεῖ πρωκτός. Εὗδον: ἐκάθευδον. Εὐδρανής: | |
5 | Εὖ δρῶσι: καλῶς ποιοῦσιν. Εὖ εἰδότες: καλῶς γινώσκοντες. Εὖεν: ἔβρεχεν. Εὐέδρως: βεβαίως. Εὔειρον: εὐέριον. | |
10 | Εὔεικτον: εὐπειθές· καλῶς εἶκον. Εὖ ἔχειν στόμα: τὸ εὐφημεῖν· οὕτως Εὔπολις. Εὐεκτικῶς: σχετικῶς. Εὐεξία: εὐρωστία σώματος. Εὐεπής: | |
15 | Εὐερμία: εὐτυχία· ὡς δυσερμίαν ἀτυχίαν· ἐντεῦθεν καὶ τὰ ἀπὸ τῆς τύχης εὑρήματα κοινὸν Ἑρ‐ μῆν ἔλεγον. Εὐερνής: εὐθαλὴς βλαστός. Εὐερκής: εὖ τετειχισμένη. | |
20 | Εὐερνῶ: εὐτυχῶ. Εὐετηρία: εὐθηνία· εὐνομία· εἰρήνη· τὸ καλῶς δια‐ κεῖσθαι. Εὐζωΐτου: καλῆς ζωῆς. Εὔζωνοι: ἔνοπλοι· ἢ οἱ μὴ ἔχοντες φορτία. | |
25 | Εὔζωνος: ἡ εὔτοκος· καλή. Εὔζωρον: εὐκέραστον. | |
Εὐηθείας: μωρίας· ἀνοίας. | ||
epsilon30 | Εὐήθης: βλάξ· ἀνόητος· ἢ ἄχρηστος τὸ ἦθος· ἢ μωρὸς εὐφήμως. Εὔηθες: ἐπὶ τοῦ βελτίονος· καὶ Θουκυδίδης καὶ ὁ φιλόσοφος. | |
5 | Εὐήλατον: τὸ καλῶς ἐληλασμένον. Εὔειλος: εὐήλιος· Ἀριστοφάνης. Εὐερκίας: εὐπρεποῦς ἀσφαλείας καὶ περιφράξεως. Εὐέστω: εὐθένεια· παρὰ τὸ ἑστάναι. Εὐζωρότερον: ἀκρατότερον. | |
10 | Εὐήθης: οὐ μόνον ὁ μωρὸς καὶ ἄνους· ἀλλ’ ἐσθ’ ὅπη καὶ ὁ χρηστὸς, ἀπὸ τοῦ εὖ ἔχειν τὸ ἦθος. Εὔηθες: ἐπὶ τοῦ ἀγαθοῦ· ἐν τωῖ κατὰ Τιμοκράτους λόγωι. Εὐημερίαν: τὴν εὐδαιμονίαν· καὶ Ξενοφῶν ἐν τοῖς | |
15 | Ἑλληνικοῖς καὶ Φερεκράτης. Εὐημερία· ὡς ἐν τηῖ συνηθείαι: Ἄλεξις Ὀλυνθία· Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι· καὶ εὐημερή‐ σαντος Ὑπερίδης. Εὐηνέμους: εὐδιεινούς· καλούς· ἀχειμάστους. | |
20 | Εὐηνιώτατα: εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. Εὐήνιον: εὐπειθές· καλῶς ἡνιοχούμενον· ἡνία γὰρ τὰ λῶρα. Εὐήνιος: πρᾶος· ἐπὶ μηδενὶ ἀνιώμενος· ἢ εὐπειθής· | |
25 | ἀπὸ τῶν ἵππων μετάγοντες. | |
epsilon31 | Εὐήνορα: τὸν ἀνδρείαν ποιοῦντα· ἐπὶ τοῦ οἴνου· ἐπὶ δὲ τοῦ χαλκοῦ, τὸν εὖ (τὸν ἄνδρα τιθέντα.) Εὔηνος: δύο ἀναγράφουσι γεγράφθαι ἐλεγείων ποιη‐ τάς· καὶ ἀμφοτέρους Παρίους. | |
5 | Εὐήρεια: εὔπλοια· εὐχέρεια. Εὐηρές: ἐπιεικές· πρᾶον. Εὐήροτον: καλῶς ἠροτριασμένον. Εὐήτριον: ἱμάτιον εὐυφές· ἢ τὸ ὁμαλὸν ὕφασμα. Εὐῆρες: εὐάγωγον· ἀπὸ τῆς εἰρεσίας. | |
10 | Εὐθέ: λέγουσι καὶ εὐθέως· τὸ δὲ εὐθὺ, χωρὶς τοῦ ς, ἐπὶ τόπου τιθέασιν. Εὐθέος: φανεροῦ· εὐθοῦς. Εὐθενεῖν: ἐν τῶ ε λεκτέον· οὐχὶ εὐθηνεῖν. Εὖ θέσθαι: καλῶς διοικῆσαι. | |
15 | Εὐθετῆσαι: κοσμῆσαι· συνθεῖναι. Εὐθημονεῖσθαι: εὖ τίθεσθαι· ἢ συγκεῖσθαι. Εὐθίας: τῶν ἐπὶ συκοφαντίαι διαβεβλημένων ἦν ὁ Εὐθίας. Εὔθικτον: εὐαφές· εὐψηλάφητον. | |
20 | Εὔθινος: ἀρχὴ ἦν τίς· ἐξ ἑκάστης δὲ φυλῆς ἕνα κλη‐ ροῦσι· τούτω δὲ δύο παρέδρους. Εὔθρυπτα: ψωμοὶ οἴνω βεβρεγμένοι· οἷς ἐπιχεῖται καὶ φακή. Εὐθύ: κατευθύ· καὶ κατεναντίον· ἐπ’ εὐθείας. | |
25 | Εὐθυβόλωι: ἐξ εὐθείας βάλλοντι. | |
epsilon32 | Εὐθυγενής: ἴσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος. Εὐθυγνωμίας: ὁ μάρτυς· ὡς τὴν οἰκείαν γνώμην εὐ‐ θείαν διὰ λόγου παριστῶν. Εὐθυμοσύνη: τάξις. | |
5 | Εὐθύδημον: ἁπλοῦν δημότην. Εὐθυεπίαις: ὀρθολογίαις. Εὐθυδικία: ὅτ’ ἂν εἰσάγηταί τις κριθησόμενος περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου· τοῦτο εὐθυ‐ δικία καλεῖται· περὶ ὧν γὰρ κεκρίσθαι τίς φησὶ, | |
10 | περὶ τούτων παραγράφεσθαι ἐφεῖται. Εὐθὺ Λυκείου: τὸ εἰς Λύκειον· ὅθεν Ἐρατοσθένης καὶ διὰ τοῦτο ὑποπτεύει τοὺς Μεταλλεῖς· καὶ Εὐριπί‐ δης οὐκ ὀρθῶς· Τὴν εὐθὺς Ἄργους καὶ Ἐπιδαυρίας ὁδόν. | |
15 | Εὐθύναι: οἱ ἀπολογισμοὶ τῶν ἀρξάντων· καὶ εὔθυνοι οἱ τούτους ἀνακρίνοντες· Νόμων ιβʹ· εἰ δὲ μὴ τού‐ τους κατευθύνειν αὐτοὺς κατευθύνοντα· καὶ μετ’ ὀλίγα· διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι· ἡμεῖς τούτους λογιστὰς λέγο‐ | |
20 | μεν. Εὐθύνα: κυρίως ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως· ἢ πρεσβεῦ‐ σαι κακῶς· καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κλη‐ ροῦσι· κατηγορεῖ δὲ ὁ βουλόμενος· καὶ τοῖς δικασ‐ | |
25 | ταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. Εὐθύναι: ὄνομα ἀρχῆς παρὰ Ἀθηναίοις· δέκα δὲ τὸν | |
ἀριθμὸν ἄνδρες ἦσαν· παρ’ οἷς ἐδίδοσαν οἱ πρεσ‐ | ||
epsilon33 | βεύσαντες, ἢ ἄρξαντες, ἢ διοικήσαντές τι τῶν δη‐ μοσίων τὰς εὐθύνας. Εὐθύναι: ἐξετάσαι ὀρθῶς. Εὐθύνοντας: ὁρμῶντας. | |
5 | Εὔθυνος: εὐθυντής. Εὐθύνας: δίκας· τιμωρίας. Εὐθύνουσιν: ἐρωτῶσι· δίκας εἰσπράττουσιν. Εὐθύωρον: ἀντὶ τοῦ κατ’ εὐθεῖαν· οὕτως Ἀντιφῶν καὶ Ξενοφῶν. | |
10 | Εὐθύορον: τόπος ἐστὶν ἐπ’ εὐθείας ἔχων τὸν ὅρον. Εὐθυτενίζουσα: ὀρθῶς βαδίζουσα· ἐπιτατικῶς τρέ‐ χουσα· ὀρθῶς φρονοῦσα· ἀπταίστως ψηφιζομένη· τὸ εὐθὺ σκοποῦσα· καὶ εὐθυτενίζων, ὁ μάρτυς ὁ τὰ εὐθῆ ἀπαρέγκλητα διατηρῶν· καὶ εὔρυθμον τὴν οἰ‐ | |
15 | κείαν γνώμην διὰ τῆς εὐθυλογίας παριστῶν· ἀπὸ μεταφορᾶς τῆς ἐπιτεταμένης νευρᾶς. Εὐθυρήμων: ἑτοιμολόγος. Εὐθὺς καὶ εὐθέως: ἀμφότερα Ἑλληνικά· τὸ δὲ εὐθὺ διαφέρει τούτων· οὐ γὰρ τὸ παραχρῆμα σημαίνει· | |
20 | ἀλλὰ τὸ ἕως καὶ εἰς· οἷον, εὐθὺ σκοποῦ· ἀκριβὲς κατ’ εὐθεῖαν. Εὐθύ: σύνεγγυς σημαίνει. Εὐθυωρίαν: τὴν εὐθύτητα. Εὐιλατεύειν: εὐμενῆ εἶναι. | |
25 | Εὖ ἴσθι: καλῶς γνῶθι. | |
Εὐκατάπριστος: εὐκατάκαυστος. | ||
epsilon34 | Εὐκερματεῖν: Εὔβουλός που κέχρηται τῶ ὀνόματι. Εὔκηλον: εὔκαυστον: εὔσχιστον· Ἴων ἐν Ὀμφάλην Ἐξανθρακώσας πυθμέν’ εὔκηλον δρυός. Εὐκλευές: | |
5 | Εὔκληρος: εὐεπίτευκτος. Εὐκλεία: καὶ τὰ ὅμοια: μακρὰ ἡ τελευταία καὶ παροξύνεται· ὥσπερ καὶ Ἐρατοσθένης ἐν ιβʹ περὶ (κωμωιδίας.) Εὐκληρία: εὐτυχία. | |
10 | Εὔκολος: ῥάδιος καὶ οὐ συχνός· ὁ ἐναντίος τωῖ δυσ‐ κόλω. Εὐκόμιστος: ἐπιμελείας εὖ τετευχώς· κομιδὴ γὰρ ἡ ἐπιμέλεια· —ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα. Εὔκρας: εὔκρατος· Εὐριπ. Βροτοῖσιν εὔκρας οὐ | |
15 | γένοιτ’ ἂν ἡδέως· ἐν Ἀντιόπηι. Εὐκρινής: συνήθως μὲν ὁ ἐξ ἀρρωστίας ὑγιάνας λέγε‐ ται, διὰ τὸ εὖ κεκρίσθαι· οὗτοι δὲ καὶ ἐπὶ τοῦ νεκροῦ τιθέασι κατὰ ἀντίφρασιν. Εὐκρινές: εὐχερές. | |
20 | Εὐκτάζου: εὔχου. Εὐκταῖον: εὐχῆς ἄξιον πολύτιμον· ὑγιές. Εὔκυκλος: εὔχορος. | |
Εὐλάβησον: καὶ εὐλαβῆσαι λέγουσιν. | ||
epsilon35 | Εὐλαβοῦ: φυλάσσου. Εὐλαχα: τὸ ἄροτρον παρὰ Θουκυδίδηι· Δώριος δὲ ἡ λέξις. Εὐληματεῖ: εὖ ἔχει λήματος καὶ ἀνδρείας. | |
5 | Εὐλόγηκεν: ἐβλασφήμησεν. Εὐλογιστίας: εὐλογίας· εὐβουλίας. Εὐμάρειαι: εὐχέρειαι. Εὐμαρής: εὔκολος· εὐχερής. Εὐμάρειαν: ῥαστώνην· εὐχέρειαν· οἱ δὲ Ἴωνες τὸ | |
10 | περί τινα τῶν ἀναγκαίων τοῦ σώματος ἐκκρίσεων ἀσχοληθῆναι· οἷον οὐρῆσαι· ἀποπατῆσαι. Εὐμαρίδες: ὑποδημάτων γένος. Εὐμενίδες: Αἰσχύλος Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ Ἀθηνᾶ ἐπράϋνε | |
15 | τὰς Ἐρινύας· ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην· Εὐμενίδας αὐτὰς ὠνόμασεν· εἰσὶ δὲ τρεῖς· Ἀληκτώ· Μέγαιρα· Τισιφόνη. Εὐμεταβολώτερος κοθόρνου: κόθορνος ὑπόδημα ἁρμό‐ ζον δεξιῶ τὲ καὶ εὐωνύμωι ποδί· ὅθεν καὶ Θηρα‐ | |
20 | μένην, τὸν ἐπὶ τῶν τριάκοντα, κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι· ἐπὶ τῶν συστρεφομένων οὖν συνεχῶς ἡ παροιμία κεῖται. Εὐμοιρία: εὐκληρία. Εὐμολπία: πολλάκις τῆς ἡμέρας τρεπόμενος· ἢ εὐ‐ | |
25 | φρονίαι· ἢ εὐμενείαι. | |
Εὐμολπίδαι: πατρία Ἀθήνηισιν ἀπὸ Εὐμόλπου· ἐγέ‐ | ||
epsilon36 | νοντο δὲ τρεῖς· ὁ μὲν ἐκ Θράκης ἐπιστρατεύσας, ὃν οὐ προσποιοῦνται οἱ Εὐμολπίδαι· ὁ δὲ Ἀπόλ‐ λωνος καὶ Ἀστυκόμης· ὁ δὲ Μουσαίου καὶ Δηϊό‐ πης. | |
5 | Εὐμολπίδαι: γένος ἀπὸ τοῦ Θρακὸς, ὃς καὶ τὴν μύη‐ σιν εὗρεν· ἢ ἀπὸ τοῦ Μουσαίου υἱοῦ, ὃς ἦν ἀπὸ τοῦ δευτέρου πέμπτος. Εὐνάς: κοίτας· ἢ ἀγκύρας. Εὐνάς: ἰδίως Θουκυδίδης τὰ ἐπίγεια· τὸ ἥμισυ αὐτοῖς | |
10 | τοῦ στρατεύματος ἐν τωῖ πρόσθεν ἦν τεταγμένον ἐπὶ ὀκτώ· τὸ δὲ ἥμισυ ἐν ταῖς εὐναῖς ἐν πλαισίωι. Εὐναῖος: ἐγκεκρυμμένος· Σοφοκλῆς Δόλοψιν· Εὐναῖος εἴη δραπέτιν στέγην ἔχων. Εὖ νένηται: εὖ πεπλήρωται. | |
15 | Εὐνηθέντες: κατακοιτασθέντες. Εὐνεῖδαι: γένος Ἀθήνηισι μουσικόν· ἀπὸ Εὔνεω τοῦ Ἰάσονος καὶ Ὑψιπύλης. Εὐνεῖδαι: γένος ἐστὶ παρὰ Ἀθηναίοις οὕτως ὀνομα‐ ζόμενον· ἦσαν δὲ κιθαρωδοὶ, πρὸς τὰς ἱερουργίας | |
20 | παρέχοντες τὴν χρείαν. Εὖνοι: οἱ εὐνοοῦντες. Εὐνοίας: φιλίας. Εὐνομουμένη: εἰρηνεύουσα· εὐθηνουμένη· καλῶς δια‐ κειμένη. | |
25 | Εὐνούστατα: φιλίως. | |
Εὐνοῦχος: οὐ σπάδων ὑπὸ τῶν Ἀττικῶν καλεῖται. | ||
epsilon37 | Εὔογκον: οὐ τὸ μέγα· ἀλλὰ τὸ μέτριον τωῖ ὄγκω. Εὔνοστος: θεὸς ἐπιμύλιος· ἡ δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων. Εὐοί· σαβοί: μυστικὰ μέν ἐστιν ἐπιφθέγματα· φασὶ | |
5 | δὲ τηῖ Φρυγῶν φωνηῖ τοὺς μύστας δηλοῦν· ἀφ’ οὗ καὶ ὁ Σαβάζιος Διόνυσος. Εὐοί· σαβοί: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· Βακχικόν τι ἐπίφθεγμά ἐστιν. Εὐορνιθίαν: Σοφοκλῆς ἐπὶ οἰωνῶν. | |
10 | Εὐόφθαλμον: τὸ εὔοπτον. Εὐοφθάλμως: Ἀντιφῶν· ἀντὶ τοῦ εὐπρεπῶς. Εὔξεινον: ὄνομα πελάγους. Εὔξοον: καλῶς ἐξεσμένον. Εὐόργητος: πρᾶος. | |
15 | Εὐόχοον: πλήρη· ἀπὸ τῶν ποταμῶν μετῆκται. Εὖ παρασχόν· ἀντὶ τοῦ παρασχόντος· δῆλον δὲ τοῦ δαίμονος· ὅ ἐστι δωρησαμένου τὴν νίκην. Εὐπάρεδρον: καλῶς παραμένον καὶ διηνεκῶς. Εὐπάθεια: διάχυσις καὶ ἄνεσις τῆς ψυχῆς καὶ | |
20 | τρυφή. Εὐπατρίδαι: οἱ αὐτόχθονες καὶ μὴ ἐπήλυδες. Εὐπάριστον: εὐπαράγωγον. Εὐπάρυφα: εὐκατέργαστα ἢ πλούσια. Εὐπάρυφος: ὁ πλατεῖαν παρυφὴν, τουτέστι πορφύραν, | |
25 | ἔχων. Εὐπατρίδαι: εὐγενεῖς. | |
Εὐπερίστατον: μωρόν· ταχέως περιτρεπόμενον. | ||
epsilon38 | Εὐπετής: εὐχερής. Εὐπετῶς: ῥαδίως· εὐχερῶς· εὐκόλως καὶ εὐσταλῶς. Εὐπινές: τὸ ἀφελὲς καὶ μὴ λίαν τετημελημένον· ἀλλὰ μέτριον πίνον ἔχον. | |
5 | Εὐπλοκαμίδες: καλλιπλόκαμοι. Εὔπονος: εὔποτος. Εὐπότμως: εὐτυχῶς. Εὐπραξίαν: οἱ παλαιοὶ κωμικοὶ διὰ τοῦ ξ· Θουκυδίδης δὲ διὰ τοῦ γ. | |
10 | Εὔπρωρον: εὐπρόσωπον. Εὔπρηστον: εὐφύσητον. Εὔπτορθον: εὔκλαδον. Εὐράχαντες: ἥκοντες· ῥαχίας γὰρ ἐκάλουν τοὺς τραχεῖς καὶ παρήκοντας τόπους. | |
15 | Εὕρασθαι: ἐκποιήσασθαι· περιποιήσασθαι. Εὑρέσθαι: ἐκπορίσασθαι. Εὑρήματα: βουλεύματα. Εὑρήματα: οὐχὶ εὑρέματα. Εὑρησιεπής: καινολόγος. | |
20 | Εὑρεσιέπεια: εὑρεσιλογία. Εὑρεσιλόγος: φλύαρος· ἑτοιμολόγος. Εὑρήσεται: ἀντὶ τοῦ εὑρεθήσεται. Εὔριζον: πλατὺ ὄν: ἢ καλὰς ῥίζας χαροποιοὺς ἔχον. | |
25 | Εὔωνον: εὐτελές. | |
epsilon39 | Εὐώνυμον: λέγουσιν, οὐ μόνον ἀριστερόν· καὶ παρὰ Θουκυδίδηι πλεῖστον. Εὐωρεῖ: παίζει· μετεωρίζεται. Εὐωρία: ὀλιγωρία· εἴληπται δὲ ἐκ τῶν ἐναντίων. | |
5 | Εὐωρία: ψιλῶς τὸ μὴ πάνυ φροντίζειν· ἀλλὰ ῥαθυ‐ μότερόν πως ἔχειν. Εὐωριάζειν: ἀφροντιστεῖν κατὰ ἀντίφρασιν· ὥρα γὰρ ἡ φροντίς. Ἔφα: εἶπεν. | |
10 | Ἐφάλια: παραθαλάσσια. Ἐφάμιλλον: ὅμοιον· ἴσον. Ἐφάπαξ λέγουσιν. Ἐφαύλιζον: εὐτέλιζον. Ἐφάψασθαι: ἄρξασθαι· ψηλαφῆσαι. | |
15 | Ἐφάψαι: ἐπὶ τοῦ δῆσαι λέγουσι τὸν λελυμένον ἱμάντα τοῦ ὑποδήματος. Ἐφεδρεύει: ἐπικάθηται. Ἐφεδριάζειν: παιδιὰ τίς. Ἐφ’ ἑαυτῆς: δι’ αὐτῆς. | |
20 | Ἔφεδρον: δίφρον τραπεζοειδές. Ἔφεδρος: ταυλιστὴς τρίτος· καὶ ἐνεδρεύων. Ἐφεῖτο: συνεχωρεῖτο. Ἐφεῖτο: ἐνετείλατο. | |
Ἐφεκτοὺς τόκους: οἱ ἔγγραφοι τόκοι· οἷον ἐπεχόμενον | ||
epsilon40 | καὶ ὡρισμένοι· μὴ μέντοι προϊόντες μήτε συλλε‐ γόμενοι. Ἔφεκτος τόκος: ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου. Ἐφελκυστής: βοηθός. | |
5 | Ἐφέζεται: ἐπικάθηται. Ἐφέξει: σταθῆ· ἐφελκύσει. Ἐφέσια γράμματα: ἐπωδαί τινες δυσπαρακολού‐ θητοι· ἃς καὶ Κροῖσον ἐπὶ τῆς πυρᾶς εἰπεῖν· καὶ ἐν Ὀλυμπία Μιλησίου καὶ Ἐφεσίου παλαιόντων, | |
10 | τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν, διὰ τὸ τὸν ἕτερον περὶ τῶ ἀστραγάλω ἔχειν τὰ Ἐφέσια γράμματα· φανεροῦ δὲ τούτου γενομένου καὶ λυθέντων αὐτῶν, τριάκοντα τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον. | |
15 | Ἐφέσια: δυσπαρακολούθητα· ὡς Ἐφεσίων τινῶν οὐσῶν ἐπαοιδῶν δυσπαρακολουθήτων, ὡς προ‐ είρηται. Ἐφέσια γράμματα: καὶ Ἐφέσια ἀλεξιφάρμακα· ὀνόματα ἄττα καὶ φωναὶ ἀντιπάθειαν τινὰ φυσικὴν | |
20 | ἔχουσαι. Ἔφεσις: ἡ εἰς ἄλλο δικαστήριον ἐφιεμένη δίκη· ὑπὲρ τοῦ κριθῆναι πάλιν· ἐγένετο δὲ Ἀθήνησιν ἐπὶ τῶν ἐν τοῖς δήμοις ἀποψηφισθέντων· ἐφεῖσθαι γὰρ αὖθις ἐξῆν αὐτοῖς εἰς δικαστήριον περὶ τῆς πο‐ | |
25 | λιτείας· καὶ εἰ μὲν ἑάλωσαν, ἐπωλοῦντο ὡς ξένοι· εἰ δὲ μὴ, ἐπανηίεσαν εἰς τοὺς ἐξ ὧν ἀπεψηφίσθησαν | |
δήμους. | ||
epsilon41 | Ἔφες: ἔπεμπον. Ἐφέσεις: ὁρμάς. Ἔφεσις: ἐπιθυμία· ὁρμή· ἔκκλητος αἵρεσις ἄλλου δικαστηρίου· καὶ μεταγωγή. | |
5 | Ἔφεσις: ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μετα‐ γωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται· καὶ τὸ ἐφεῖναι δὲ ῥῆμα ἐξ αὐτοῦ. Ἐφέστιοι: αὐτόχθονες· σύνοικοι. Ἐφεστιασάμενος: εὐωχηθείς. | |
10 | Ἐφεστρίς: χλανίς. Ἐφεστρίδες: ἐπιβολαί. Ἐφέται: ἄνδρες οἵτινες περιιόντες ἐδίκαζον· ἐφέται δὲ ἐκλήθησαν, ἤτοι ὅτι ἐπὶ αἵματι δικάζουσιν· ἢ ὅτι ἔφεσις παρ’ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστή‐ | |
15 | ριον γενέσθαι· τουτέστιν ἔκκλητος. Ἐφέται: ἄνδρες ὑπὲρ πεντήκοντα ἔτη γεγονότες· καὶ ἄριστα βεβιωκέναι ὑπόληψιν ἔχοντες· οἳ καὶ τὰς φονικὰς δίκας ἔκρινον· ἐκαλεῖτο δ’ αὐτῶν τὰ δικα‐ στήρια, Ἐφετῶν. | |
20 | Ἐφέται: οἱ δικάζοντες τὰς ἐφ’ αἵματος κρίσεις· ἐπὶ Παλλαδίωι καὶ ἐπὶ Πρυτανείωι καὶ ἐπὶ Δελφινίωι καὶ ἐν Φρεατοῖ· ἐφέται καλοῦνται. Ἐφετικός: ἐπιθυμητικός. Ἐφετίνδα: παιδιὰ τίς· ὅτ’ ἂν ἄλλω προδείξαντες | |
25 | τὴν σφαῖραν, ἄλλωι ἀφῶσιν. | |
Ἐφεψιώμενοι: ἐμπαίζοντες καὶ ἐπισκώπτοντες. | ||
epsilon42 | Ἐφηβεία: νεότης. Ἔφηβος: παῖς νέος ἐν αὐτηῖ τηῖ ἀκμηῖ· ὅθεν ἐφηβεύων. Ἔφηβον: καὶ τὴν παρθένον ἐνίοτε λέγουσιν. Ἐφήδοιτο: τέρποιτο. | |
5 | Ἐφῆκα: ἔπεμψα. Ἔφηκε: ἐπάνελθε· ἡ πρώτη ὀξεῖα. Ἔφηλος: ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν. Ἔφηλον: καλοῦσιν ὡς ἡμεῖς. Ἐφήγησις: ἐφήγησις ἐστὶ δίκη εἰσαγομένη ἀπὸ τῶν | |
10 | ὑποδεξαμένων τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπι‐ βαίνειν τῆς χώρας· οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅτ’ ἂν τῶν δημοσίων τί κατέχειν δοκῆ τις κρύφα. Ἐφημερία: ἡ πατρία· λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία. | |
15 | Ἐφήμερος: πρόσκαιρος. Ἔφηνεν: ἔδειξεν. Ἐφῆπτο: ἐπεκρέματο· ἐπέκειτο. Ἐφησθεῖεν: ἐπιχαρεῖεν. Ἐφήσθη: ἐχάρη. | |
20 | Ἑφθαλέου: ἑφθοῦ· καὶ ἑφθοῦν· τὸ ὀπτοῦν. Ἐφθάραται: φησὶ Θουκυδίδης καὶ τετάχαται· πάντα τὰ τοιαῦτα ἀρχαϊκά. | |
Ἐφιάλας: ἐπιβαλλόμενος. | ||
epsilon43 | Ἐφιείς: ἐπιπέμπων· ἐπιβάλλων. Ἐφιέμενοι: ἐπιθυμοῦντες. Ἐφιερόν: Δημοσθένης ἐν τωῖ περὶ τοῦ τριηραρχήμα‐ τος· ἱερόν ἐστι τῶν ιβʹ θεῶν ἐν Βοσπόρωι. | |
5 | Ἐφίεται: ἐπιθυμεῖ. Ἐφιέτω: ἀνείτω. Ἐφιζάνει: ἐπικάθηται. Ἐφίζεται: ἐπικαθέζεται. Ἐφίησιν: ἐπιτρέπει. | |
10 | Ἐφικέσθαι: καταλαβέσθαι. Ἐφικνούμενος: καταλαμβανόμενος. Ἐφίκοντο: ἐφήψαντο. Ἐφικτόν: δυνατὸν καταληφθῆναι. Ἐφίππιον: ἀγώνισμα ἐφ’ ἵππων τρεχόντων. | |
15 | Ἔφιππον: Εὔπολις Αἰξίν. Ἔφλα: ἔθλα· ἐμάλασσεν. Ἔφλιψεν: ἔθλιψεν. Ἐφοδευσάτωσαν: κατασκοπησάτωσαν. Ἐφόδια: τὰ πρὸς τὴν ὁδὸν ἐπιτήδεια ἀναλώματα. | |
20 | Ἔφοδος: ὁρμή. Ἐφόλκια: τὰ ἐκ περιττοῦ ἐπιφερόμενα τοῖς ἀποδη‐ μοῦσι σκεύη. Ἐφόλκια: καράβια μικρά· παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων· καλοῦν‐ | |
25 | ται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. Ἐφολκὰ λέγοντες: ὡς Θουκυδίδης· ἀντὶ τοῦ ἐπα‐ | |
γωγά. | ||
epsilon44 | Ἐφ’ ὁρμήν: ὁ ἐναντίος τοῖς πολεμίοις ἐφορμήσειεν. Ἐφορία: ἀγορὰ Ἀθήνησιν οὕτω λεγομένη. Ἐφ’ ὁρμήν: ἐν τῶ ἐφεδρεύειν· οὕτως Δημοσθένης ἐν Φιλιππικοῖς. | |
5 | Ἐφορεία: ἡ ἐπὶ τῶν ὅρων γιγνομένη προαγόρευσις· ὡς Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους. Ἐφορεία: ἐπισκοπή. Ἔφορος: ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός. Ἐφορεύειν: ἐποπτεύειν. | |
10 | Ἔφοροι: ἐν Λακεδαίμονι ἄρχοντες εἰσὶ, κληθέντες ἀπὸ τοῦ πάντα ἐφορᾶν. Ἐφ’ ὅτωι: ἐφ’ ὧ τινί. Ἔφρασεν: ἐμήνυσεν. Ἔφυ: ἐγένετο. | |
15 | Ἔφυγον κακὸν, εὗρον ἄμεινον: νόμος Ἀθήνησιν ἀμφι‐ θαλῆ παῖδα ἐστεμμένον ἀκάνθαις μετὰ δρυίνων καρπῶν, λίκνον βαστάζοντα ἄρτων πλέον, τοῦτο λέγειν· αἰνισσόμενον τὴν ἐπὶ τὸ κρεῖττον μετα‐ βολήν. | |
20 | Ἐφ’ ὕδωρ: ἐπιμελητὴς κλεψύδρων ἐν δίκαις. Ἐφ’ ὕδωρ: ἐν ταῖς πρὸς ὕδωρ δίκαις ἐλάγχανεν ὁ ἐπιμελησόμενος τούτου. Ἔφυδρος: ὕδωρ ἐπάγων. Ἐφύμνιον: τὸ ἐπὶ τῶ ὕμνω ἆσμα. | |
25 | Ἔφυντο: ἐνέφυσαν σφόδρα· ἐπεβάλλοντο, ὥστε δο‐ | |
κεῖν συμπεφυκέναι. | ||
epsilon45 | Ἐφύπερθεν: ὑπὲρ ἄνω. Ἔφυρον: ἔβρεχον ἢ ἔπλυνον. Ἐφώδευσαν: ἐπέτρεχον. Ἐχέγγυον: πιστόν· καὶ ἀνέγγυον, ἄπιστον. | |
5 | Ἐχέγγυος: ὁ ἀσφαλὴς ἐγγυητής· ὁ διὰ πίστεως ἄξιος. Ἔχε δή: ἀντὶ τοῦ ἄγε δή· ἢ ὅρα δή· πρόσεχε· ἢ τὶ τοιοῦτο. Ἔχεεν: ἔχωσεν. | |
10 | Ἔχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσας: ἀντὶ τοῦ τέθνηκεν. Ἐχεμυθία: σιωπή· μυστήρια. Ἐχεμυθεῖ: ἔχει ἐν ἑαυτωῖ τὸν λόγον. Ἐχέμυθον: μυστήριον κρύπτον ἢ φρόνιμον. | |
15 | Ἐχέτλη: τοῦ ἀρότρου τὸ κράτημα. Ἐχελιδών: τόπος ἔχων ἱππόδρομον· ἀπὸ Ἐχέλου ὀνομασθείς. Ἐχθεζινόν: τὸ ἐχθεσινόν. Ἐχθές: καὶ μονοσυλλάβως χθές· ἄμφω Ἑλληνικά· | |
20 | καὶ χθιζινὸν, καὶ ἐχθεζινόν. Ἔχθημα: μίσημα. Ἐχθιζόμεθα: κακυνόμεθα· ἐχθραινόμεθα· ἢ ἐχθροὺς παρασκευάζομεν. Ἐχέφρων: συνετός. | |
25 | Ἐχηρώθησαν: ἀνδρῶν ἐστερήθησαν· ἐχήρευσαν. Ἐχθραίνει: μισεῖ. | |
Ἔχθιστος: ἐχθρότατος. | ||
epsilon46 | Ἐχθοδοπόν: ἐχθροποιόν. Ἐχθόμενος: ἐχθρὸς ἢ μισούμενος. Ἔχθος: ἔχθρα· μῖσος. Ἐχῖνος: ἄγγος τί εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς | |
5 | δίκας ἐτίθεντο· μνημονεύει δὲ Δημοσθένης τὸ ἄγ‐ γος τοῦτο· ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφά‐ νης· ἦν δὲ καὶ πόλις ἣν μνημονεύει Δημοσθένης ἐν εʹ Φιλιππικῶν· ἔστι δέ τι καὶ ζῶον χερσαῖον, καὶ θαλάσσιον ὄστρειον. | |
10 | Ἐχῖνος: καδίσκος τίς ἐστι χαλκοῦς· εἰς ὃν αἵ τε μαρ‐ τυρίαι καὶ αἱ προκλήσεις ἔγγραφοι ἐνεβάλλοντο ὑπὸ τῶν δικαζομένων· καὶ κατεσημαίνοντο ἵνα μηδεὶς κακουργήσηι περὶ τὰ ἐμβαλλόμενα. Ἐχῖνος τὸν τόκον ἀναβάλληι: λέγεται ἐφ’ ὧν τὸ ἀνα‐ | |
15 | βάλλεσθαι πρὸς χεῖρον γίνεται· καὶ γὰρ οἱ χερ‐ σαῖοι ἐχῖνοι κεντούμενοι δοκοῦσιν ἀνέχειν τὸν τόκον· εἶθ’ ὕστερον ὑπὸ τραχυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τωῖ τόκωι. Ἐχῖνοι: οἱ μὲν χαλκοῖ· οἱ δὲ ἐκ κεράμου· εἰς οὓς | |
20 | καθιᾶσιν οἱ διαιτηταὶ τὰ γραμματεῖα τῶν μαρτυ‐ ριῶν, ἃ τινὲς ἐμαρτύρησαν· καὶ κατασημηνάμενοι μετὰ ταῦτα, εἰ ἐγκληθείη ἡ δίαιτα τοῖς δικασταῖς, ἐπεδίδων. Ἐχόμενος: ἐγγύς· ἢ κατέχων. | |
25 | Ἔχοντες: οἰκοῦντες. | |
Ἐχυρῶς: ἰσχυρῶς ἢ ἀσφαλῶς. | ||
epsilon47 | Ἐχύρωσεν: ἰσχυροποίησεν. Ἕψειν: βάπτειν τὰς τρίχας. Ἕψεται: ἀκολουθήσει· ἢ ἀκολουθεῖ. Ἐψημυθιῶσθαι: τὸ προστετρίφθαι τὸ πρόσωπον τρίμ‐ | |
5 | ματι λευκῶ. Ἑψητοί: πληθυντικῶς τὰ ἰχθύδια· ὡς ἀφυῖαι καὶ μεμβράδες· Εὔπολις Αἰξίν· Καὶ τῆς λοπάδος· ἔνεισι δ’ ἑψητοὶ τινές. Ἑψιᾶσθαι: παίζειν. | |
10 | Ἑψιοῦσα: τροφὰς διδοῦσα χόνδρου· καὶ τὰ ἑψητά· Αἰσχύλος Τροφοῖς· βιοτὴν αὔξιμον ἑψιοῦσα· Ἱπ‐ πώναξ. Ἐψυχαγώγησεν: ἐπήλπισε· παρεμυθήσατο· ἢ ψυ‐ χὰς διὰ μαγγανείας τῶν τελευτησάντων ἀνή‐ | |
15 | γαγεν. Ἑωθινὰς δίκας: τὰς κρινούσας ἐντὸς νʹ δραχ‐ μῶν. Ἐωθώς: χωρὶς τοῦ ι Ἄρχιππος· καὶ Ἀραρὼς ἔωθας· καὶ Θουκυδίδης ηʹ ἐώθεσαν. | |
20 | Ἐώκει: ὁμοία ἦν. Ἐώην: λέγουσι τὸ ἀφείην. Ἐώθουν: τὸ ὤθουν οὕτως λέγουσιν. Ἐωλοκρασία: τὸ χθιζὸν βρῶμα κυρίως. | |
Ἐωλοκρασία: Δημοσθένης· αἴτιος δ’ οὗτος, ἐωλο‐ | ||
epsilon48 | κρασίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατασκε‐ δάσας. Ἐωλοκρασία: ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτε‐ ρεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἐώλων | |
5 | δείπνων τοὺς ζωμοὺς, πρὸς τὴν τοιαύτην παιδιὰν κεκραμένους· ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος, ἀπὸ τῶν ἐώλων, ἅ ἐστιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας, κατη‐ γορεῖ ὁ Αἰσχίνης. | |
10 | Ἕωλον: ἐχθεσινόν· ψυχρόν· μάταιον· ἀνωφελές· ἀνίσχυρον. Ἕωλον: τὸ μὴ πρόσφατον· ἀεὶ δασέως τὴν πρώτην συλλαβήν· καὶ γὰρ διὰ τοῦ θ συναλείφεται. Ἐωνημένοι: ἀγοράσαντες· ἢ ἠγορασμένοι. | |
15 | Ἐῶρα: ὕψωσις, ἢ μέταρσις. Ἐωρηθήτω: κρεμασθήτω. Ἑωράκη: τὸ πρῶτον πρόσωπον· ὡς ἐπεπόνθη· καὶ ἐπεποιήκη· καὶ ηἴδη τὸ ηἴδειν· Πλάτων τοῖς τοι‐ ούτοις χρῆται σχηματισμοῖς. | |
20 | Ἐώρησις: κρέμασις. Ἐωροκοπίαις: ὑψηλοφροσύναις. Ἑώρων: οἱ Ἀττικοὶ λέγουσι· τὸ δὲ ἀνάλογον ὥρων· τὰ γὰρ ἀπὸ τοῦ ο ἀρχόμενα ῥήματα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἐπὶ τοῦ παρεληλυθότος ἢ ἀπ’ | |
25 | αὐτοῦ τοῦ ο πάλιν ἄρχεται, ἢ ἀπὸ τοῦ ω· λέγουσι | |
epsilon49 | δὲ ὅμως καὶ ὥρων ἄνευ τοῦ ε οἱ νεώτεροι· Θουκυ‐ δίδης δὲ μόνος ἑώρων. Ἑώς: ἡ πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ὥρα. Ἑώς: οὐχὶ ἠὼς τὸ Ἀττικόν ἐστι· Ξενοφῶν δὲ ἠὼς | |
5 | λέγει ποιητικῶς κατακόρως ἐν Κύρου παιδεία· ἤν τε πρὸς ἠῶ, ἤν τε πρὸς ἑσπέραν. Ἑώνυχον: ἡμερονύκτιον. Ἔωσε: καὶ ἐώσατο λέγουσι· τὸ ἀνέτρεψε καὶ ἀπέ‐ κλεισε τὴν θύραν. | |
10 | Ἑωσφόρος: ἀνατολικὸς ἀστήρ· πρωϊνός· καλούμενος φωσφόρος. Περὶ τῶν ἕνδεκα. Ἕνδεκα ἄνδρες ὑπὲρ τετταράκοντα ἔτη γεγονότες, κλήρωι τὴν ἀρχὴν ταύτην ἐλάμβανον· ἐπεμελοῦν‐ | |
15 | το δὲ τῶν ἐν δεσμωτηρίωι· κλέπτας δὲ καὶ λω‐ ποδύτας καὶ ἀνδραποδιστὰς, εἰ μὲν ἐπ’ αὐτοφώρωι λάβοιεν, ἐκόλαζον θανάτω· εἰ δὲ ἀντιλέγοιεν, εἰς κρίσιν καθίστων. | |
19t | Τέλος σὺν Θεωῖ τοῦ ε στοιχείου. | |
zeta49(20t) | Ἀρχὴ σὺν Θεῶ ζ. | |
21 | Ζαβρόν: πολυφάγον. Ζάγρα: λοιδορίας εἶδος· οὕτως Τιμόστρατος. | |
Ζαγρεύς: ὁ Διόνυσος παρὰ ποιηταῖς· δοκεῖ γὰρ ὁ | ||
zeta50 | Ζεὺς μιγῆναι τηῖ Περσεφόνη· ἐξ ἧς χθόνιος Διό‐ νυσος. Ζάειρα: ἐπιβόλιον κατὰ τῶν ὤμων φερόμενον. Ζαές: μέγα· πολύ· λαμπρόν· ἢ ἰσχυρόν. | |
5 | Ζαὴν ἄνεμον: τὸν σφοδρῶς πνέοντα. Ζάκορος: νεωκόρος· Μένανδρος Δὶς ἐξαπατῶντι· — οὐ Μεγάβυζος ἦν, Ὅστις γένοιτο ζάκορος· καὶ ὁ ὑπηρέτης· Λευκαδία· Ἐπίθες τὸ πῦρ ἡ ζάκορος οὑτωσὶ καλῶς· ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν σαρῶν· κο‐ | |
10 | ρεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. Ζάκοτον: ἄγαν ὀργίλον· κότος γὰρ ἡ ὀργή. Ζάλη: μεγάλη ἄελλα· ἀπὸ τοῦ σφόδρα ἀλίζεσθαι· καὶ ζάπλουτος ὁ σφόδρα πλούσιος· Πολιτείαι· οἷον ἐν χειμῶνι ὑπὸ κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος | |
15 | φερομένου ὑποτείχιον ὑποστάς· καὶ ἐν Τιμαίωι· εἴτε ζάλη πνεύματος ὑπὸ ἀέρος φερομένη καταληφ‐ θείη· συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν· τινὲς ἄνεμος λάβρος· πνεῦμα θορυβῶδες· Κλήμης· δύναται ζάλη τίς εἶναι μεγάλη συστροφὴ ἀνέμου· | |
20 | τινὲς ζάλην τὴν χάλαζαν. Ζαμβύκη: μουσικὸν ὄργανον. Ζάμολξις: Πυθαγόρα δουλεύσας, ὡς Ἡρόδοτος δʹ· Σκύθης· ὃς ἐπανέλθων ἐδίδασκε περὶ τοῦ ἀθάνατον | |
εἶναι τὴν ψυχήν· Μνασέας δὲ παρὰ Γέταις τὸν | ||
zeta51 | Κρόνον οὕτω τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν· Ἑλλάνικος δὲ ἐν τοῖς βαρβαρικοῖς νομίμοις φησὶν, ὅτι Ἑλληνικός τε γεγονὼς τελετὰς κατέδειξε Γέ‐ ταις τοῖς ἐν Θράκη καὶ ἔλεγεν, ὅτι οὔτ’ ἂν αὐτὸς | |
5 | ἀποθάνοι, οὔθ’ οἱ μετ’ αὐτοῦ· ἀλλ’ ἕξουσι πάντα ἀγαθά· ἅμα δὲ ταῦτα λέγων, ὠκοδόμει οἴκημα κατάγαιον· ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρα‐ κῶν, ἐν τούτωι διηιτᾶτο· οἱ δὲ Γέται ἐπόθουν αὐτόν· τετάρτωι δὲ ἔτει πάλιν φαίνεται· καὶ οἱ Θρᾶκες | |
10 | αὐτωῖ πάντα ἐπίστευσαν· λέγουσι δέ τινες ὡς ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόραι Μνησάρχου Σα‐ μίου· καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο· ἀλλὰ πολὺ πρότερός μοι δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι· ἀθανατίζουσι δὲ καὶ Τερέτιζοι καὶ Κρό‐ | |
15 | βυζοι· καὶ τοὺς ἀποθανόντας ὡς Ζάμολξιν φασὶν οἴχεσθαι· ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν· θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξον‐ τος τοῦ ἀποθανόντος. Ζάπλουτος: μεγαλόπλουτος. | |
20 | Ζατῶσαι: ὑποπτεῦσαι. Ζέα: λιμὴν Ἀθήνησιν. Ζειλα: τὸν οἶνον οἱ Θρᾶκες. Ζείδωρον: τὴν πρὸς τὸ ζῆν δωρουμένην. Ζειρά: ἤτοι σειρὰ, ὥς τινες· ἢ ἔνδυμά τι ὃ ἐπενεδύοντο | |
25 | μετὰ τοὺς χιτῶνας, ὥσπερ ἐφαπτίδας. | |
Ζειρά: ζώνης ἐστὶν εἶδος. | ||
zeta52 | Ζειραί: χιτῶνες ἀνακεκολαμμένοι· ἢ ἀνάκωλοι· Ξενοφῶν· καὶ ζειρὰς μέχρι τῶν ποδῶν ἐπὶ τῶν ἵππων ἔχουσιν· ἀλλ’ οὐ χλαμύδας. Ζειρος: ἐνδύματος εἶδος. | |
5 | Ζέσας θυμωῖ: ἐξαφθεὶς τηῖ ψυχηῖ. Ζέτνα: Φρύγιος ἡ λέξις· σημαίνει δὲ τὴν πύλην. Ζευγήσιον: ὃ ἐτέλει ὁ ζευγίτης· τρεῖς δὲ τάξεις Ἀθή‐ νηισιν ἦσαν· πεντακοσιομέδιμνοι· ἱππεῖς, οἱ ἱππάδα τελοῦντες· καὶ τὸ θητικόν· οἱ μὲν πλουσιώτατοι | |
10 | πεντακοσιομέδιμνοι ἐκαλοῦντο. Ζεύγλη: τὸ ἄκρον τοῦ ζυγοῦ· καθ’ ὃ ἐντίθησι τοὺς τραχήλους τὰ ζῶα. Ζεύγλη: ζυγός. Ζεῦγμα: οὐ τὸ σχοινίον· ἀλλ’ ἡ ἐζευγμένη σχεδία, | |
15 | ἐν ποταμωῖ ἢ θαλάττηι· καὶ Θουκυδίδης ζʹ· τὸ ζεῦγ‐ μα τοῦ λιμένος. Ζεῦγος: τὸ ἐκ δυοῖν τινῶν ζευγνύμενον· ἀλλὰ καὶ τὸ ἐκ πλειόνων· καὶ γὰρ καὶ Ἰσοκράτης τέθριππον ζεῦγος εἶπεν· καὶ Αἰσχύλος· Ζεῦγος τεθρίππων· | |
20 | ὥστε κἂν ἐκ τεσσάρων, κἂν ἐκ πέντε ηἶ, ζεῦγος αὐτὸ καλοῦσιν. Ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρωι, τὴν τῆς νύμφης μέθ‐ οδον ποιοῦνται· παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς | |
25 | πατρώας ἑστίας ἐπὶ τὴν ἅμαξαν, ἄγουσιν εἰς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς· κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης· μέση μὲν ἡ νύμφη· ἑκατέρου δέ | |
τε ὁ νυμφίος καὶ ὁ πάροχος· οὗτος δέ ἐστι φίλος ἢ | ||
zeta53 | συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος· ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου παροχούμενος πάροχος ἐκλήθη· καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσι τινὲς κόρην, ὁ τρί‐ | |
5 | τος συμπαρὼν πάροχος λέγεται. Ζεῦξις: Ἀριστοτέλης κατὰ τὸν Ἰσοκράτους χρόνον ζωγράφον. Ζευξίλεως: ωἷ ὑπεζευγμένοι εἰσὶν οἱ λαοί. Ζεὺς κτήσιος: ὃν καὶ ἐν τοῖς ταμιείοις ἱδρύοντο ὡς | |
10 | πλουτοδότην. Ζέφυρος: Λὶψ ἄνεμος. Ζῆ: ἀντὶ τοῦ ζῆθι· Εὐριπίδης. Ζηλοτυπία: ζῆλος ἐξ ὑπονοίας· τοῦ ἄρρενος κατὰ τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια. | |
15 | Ζηλοτυποῦν: Αἰσχίνης ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν· ζηλοτυπεῖν δὲ, τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. Ζηλοῦ: μιμοῦ. Ζηλῶ: μακαρίζω. | |
20 | Ζηλωτός: μακαριστός· ἐπαινετός. Ζητητής: ἀρχὴ τίς Ἀθήνησιν ἡ κατὰ καιροὺς καθ‐ ισταμένη, εἴποτε τοὺς ἀδικοῦντας τι δημοσία δέοι ζητεῖν· Δημοσθένης ἐν τῶ κατὰ Τιμοκράτους. Ζημίαν λαβεῖν: ἀντὶ τοῦ ζημιωθῆναι· οὕτως Σοφο‐ | |
25 | κλῆς. Ζήσει: ἀντὶ τοῦ ζήσεται. | |
Ζητηταί: ἀρχὴ τίς ἦν Ἀθήνησι κατὰ καιροὺς καθ‐ | ||
zeta54 | ισταμένη· πρὸς ἣν ἐμηνύοντο οἱ ὀφείλοντες χρή‐ ματα τῆ πόλει καὶ μὴ ἀποδεδωκότες. Ζητεῖν: ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί· μὴ δὲ σὺ ζήτει τι πυθέσθαι. | |
5 | Ζητήσεται: ἀντὶ τοῦ ζητηθήσεται. Ζητρεῖον: τὸ τῶν δούλων κολαστήριον· Εὔπολις. Ζητόρων: ζητητῶν. Ζιβύνη: ὁλοσίδηρον ἀκόντιον· λόγχη· σπάθη. Ζιγγοῦν: τὸ ὑποπίνειν Κίλικες· οὕτως Νικόστρατος. | |
10 | Ζόφον: δύσιν. Ζυγάδην: συνεζευγμένως. Ζύγαστρον: κιβωτός· κυρίως δὲ ἡ ξυλίνη σορός· παρὰ τὸ ἐζυγῶσθαι· οὕτως Εὐριπίδης· παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλάκιον. | |
15 | Ζύγιοι: ἐρέται τινὲς οὕτω καλοῦνται. Ζυγόν: οὐδετέρως τὸ τῶν ὑποζυγίων. Ζυγόν: ἐν μὲν τοῖς τραγικοῖς χοροῖς, τὸ ἐκ τῶν τριῶν· ἐν δὲ τοῖς κωμικοῖς, τὸ ἐκ τῶν τεττάρων. Ζυγός: τοῦ σανδαλίου τὸ συνέχον τοὺς δακτύλους. | |
20 | Ζυγόδεσμος: ὁ ἱμὰς τοῦ ζυγοῦ. Ζυγομαχεῖ: στασιάζει· ὡς οἱ βόες ἐζευγμένοι· μετ‐ ῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης· ἐκεῖνοι γὰρ πολλάκις ὅτ’ ἂν ἕλκωσι κάμ‐ νοντες, ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους· κέχρη‐ | |
25 | ται Ὑπερίδης. Ζυγός: ἐν τοῖς τακτικοῖς, τὸ ἐκ παρεστηκότων ἀλ‐ | |
λήλοις πλῆθος· ἐρετικὴ καθέδρα· τὰ τοῖς ξώοις ἐπι‐ | ||
zeta55 | τιθέμενα· καὶ τὸν ζυγὸν ἐν θαλάμω· τῶν μουσι‐ κῶν ὀργάνων ὁ πῆχυς· τὸ τὰς ἰσότητας διακρῖνον σκεῦος· καὶ αἱ χηλαὶ τοῦ ἐν οὐρανῶ σκορπίου· καὶ ἡ ζυγοτρυτάνη· τρυτάνη δὲ τὸ στάσιμον· καὶ ὁ | |
5 | περικείμενος ἱμὰς τοῖς δακτύλοις πλαγίοις ἐπὶ τῶν σανδαλίων. Ζυγοφορούμενα: ἐν ζυγωῖ σταθμιζόμενα. Ζυγώσω: καθέξω· δαμάσω. Ζῦθος: οἶνος ἀπὸ κριθῆς. | |
10 | Ζωαρκῆ: τὰ πρὸς ζωὴν ἀρκοῦντα. Ζωάγρια: δι’ ὧν λύτρων τὸ ζῆν περιγίνεται. Ζωγρεῖ: ζῶντας λαμβάνει. Ζωήν: τὴν κτῆσιν· τὴν οὐσίαν. Ζῶμα: ὁ θώραξ καὶ τὸ περίζωμα. | |
15 | Ζῶμα: χιτῶνος τί ζωστοῦ γένος· οὕτω Μένανδρος. Ζωμεύματα: ὑποζώματα. Ζωμίλη: ἄνηθον. Ζωμὸς μέλας: ἡ λεγομένη αἱματία. Ζῶμα φαεινόν: τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι· | |
20 | ἄλλοι δὲ τὸν θώρακα· οἱ δὲ κυρίως τὸ ζῶμα. Ζώννυσθαι: καθοπλίζεσθαι. Ζῶον: καὶ τὸ ἀληθινὸν καὶ τὸ γεγραμμένον λέγουσι. Ζωοδότειρα: ζωὴν παρέχουσα. Ζώπυρα: τοῦ ζῆν ποιητικά. | |
25 | Ζώπυρα: φυσητῆρες ὅθεν οἱ χαλκεῖς τὸ πῦρ φυσῶσι. | |
Ζώπυρα: λείψανα. | ||
zeta56 | Ζωπυρεῖ: ἀναζῆν ποιεῖ ἢ ἐκκαίει. Ζωπυρῆσαι: ἐκ μεταφορᾶς ἀπὸ τοῦ πυρὸς, ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρρωννυμένους λέγουσιν οἱ Ἀττι‐ κοί. | |
5 | Ζωπυρεῖα: φυσητήρια. Ζώπυρον: πεπυρακτωμένον· ἔνθερμον. Ζωπύρου τάλαντα: Ζώπυρος ὁ Πέρσης αἰκισάμενος ἑαυτὸν, Δαρείω Βαβυλῶνα εἷλεν, ὡς Ἡρόδοτος ἐν γʹ· πιστευθεὶς ἀποστάτης εἶναι. | |
10 | Ζωπύρου τάλαντα: Κρατῖνος ἐν Πυλαία· τοῦτον φησὶ Θεόπομπος, ἐν τηῖ ὀγδόη τῶν περὶ Φίλιππον, Πέρσην ὄντα ὑπὸ φιλοτιμίας χαριζόμενον βασιλεῖ μαστιγῶσαι ἑαυτόν· καὶ τῆς ῥινὸς καὶ τῶν ὤτων ἀποστερήσαντα, εἰσελθεῖν εἰς Βαβυλῶνα· καὶ πισ‐ | |
15 | τευθέντα διὰ ταύτην τὴν κακουχίαν, καταλαβεῖν τὴν πόλιν· ἐκ μεταφορᾶς οὖν εἶπε τάλαντα καὶ ζυ‐ γά· οἱονεὶ ἔργα καὶ πράξεις. Ζωροπόται: ἀκρατοπόται. Ζωρότερον: ἀκρατότερον. | |
20 | Ζωστήρ: ηἷ ἐπάνω τοῦ θώρακος χρῶνται. Ζῶστρα: ἐνδύματα τινὰ ἀνδρῶν· οἷον χιτῶνας βα‐ θεῖς. Ζωφυτεῖσθαι: ζωογονεῖσθαι. Ζώννυται: ἡ ζώνη. | |
25t | Τέλος ζ. | |
eta57(1t) | Ἀρχὴ σὺν Θεῶ η. | |
2 | Ἧ: ἀντὶ τοῦ ὣς, καθώς. Ἤ: βαρέως ἀντὶ τοῦ ἄρα. Ἦ: χωρὶς τοῦ ν ἢ περισπωμένως, ἀντὶ τοῦ ἔα, ἤμην· | |
5 | καὶ παρῆ ἀντὶ τοῦ παρήμην· περὶ ψυχῆς· καὶ αὐτὸς οὐκ ἦ μυθολόγος· ἢ σὺν τωῖ ν. Ηἶα: δισυλλάβως· τὸ ἐπορευόμην, σὺν τωῖ ι γράφεται· οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι· καὶ ἤϊσαν, τὸ ηἴεσαν· καὶ παρὰ Θουκυδίδη οὕτως ἀναγνω‐ | |
10 | στέον· ὅτι ἀκμάζοντές τε ηἶσαν ἐς αὐτόν· οἱ δὲ Ἴωνες ηἴεσαν καὶ ηἶσαν· Ἀριστοφάνης Ὁλκάσιν· Ἐπεὶ δ’ ἐγενόμην οἷπερ ηἶ’ ἐπὶ ξύλα. Ἡβαῖ: ἀκμάζει· σφριγαῖ. Ἡβαιόν: μικρόν· ὀλίγον. | |
15 | Ἡβάσκει: ἀκμάζει. Ἥβη: νεότης· ἀκμή. Ἡβηδόν: ἡβῶντας· ἢ τὰς στρατείας· ἢ ἀθρόον· ὅλα καθ’ ἡλικίαν. Ἡβήσαντες: ἀκμάσαντες. | |
20 | Ἧ βούλονται: καθὸ βούλονται. Ἡβρυνόμην: διεχεόμην. | |
Ἡβυλλιᾶν: ἡβᾶν· ἀκμάζειν. | ||
eta58 | Ἤγαλλεν: ἐθεράπευεν· Δίων ἐν ιϛʹ λόγω Ῥωμαϊκῶν· διά τε οὖν ταῦτα καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλε· κέχρηνται οὖν τῆ λέξει ταύτηι ἄλλοι τὲ καὶ Εὐνόμιος ὁ δυσσεβής. | |
5 | Ἠγάμην: ἀπεδεξάμην. Ἦ γάρ: ἀντὶ τοῦ οὐχ’ οὕτως. Ἠγάσαντο: ἐθαύμασαν. Ἠγάσθην: ἐθαύμασα. Ἠγγύα: ὡμολόγει δώσειν. | |
10 | Ἠγγυᾶτο: ὁ λαμβάνων. Ἤγειρα: παρώξυνα. Ἡγεῖσθέ μοι: ἄγετέ μοι. Ἡγεμονεύω: διοικῶ. Ἡγεμονία δικαστηρίου: Αἰσχίνης ἐν τωῖ κατὰ | |
15 | Κτησιφῶντος· ἀλλὰ καὶ πρὸς ἄλλους τῶν ἀρχόν‐ των ἐλαγχάνοντο δίκαι· τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὑτῶν ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον· ἡγουμένη καὶ προεστῶσα· οἷον πρὸς μὲν τὸν ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπι‐ | |
20 | κλήρων· πρὸς δὲ τὸν βασιλέα αἱ τῆς ἀσεβείας· πρὸς δὲ πολέμαρχον ἀπροστασίου τὲ καὶ ἀπρονο‐ ησίου· πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τὲ καὶ δωροξενίας καὶ συκοφαντίας· καὶ ψευδογραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ | |
25 | ἄλλων. | |
Ἡγεμὼν συμμορίας: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησι‐ | ||
eta59 | φῶντος· ὁ προέχων πλούτωι καὶ διὰ τοῦτον τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. Ἡγουμένου: Πολιτείας θʹ· ὑπ’ αὐτοῦ τοῦ Ἔρωτος πάσαις ταῖς δορυφόροις ἡγουμένου· ἀντὶ τοῦ πασῶν | |
5 | προηγουμένου τοῦ Ἔρωτος. Ἠγρηγόρειν καὶ ἐγρηγόρειν: φησὶ Μένανδρος. Ἡγεμονία δικαστηρίου: τοῖς ἄρχουσιν οὐ πάσας πᾶσιν ἐφεῖτο δίκας εἰσάγειν· ἀλλὰ τωῖ μὲν ἄρχοντι τὰς τῶν ὀρφανῶν καὶ τὰς τῆς παρανοίας καὶ τὰς | |
10 | τῶν ἀποκλήρων ἐπιδικασίας· τοῖς δὲ λογισταῖς τὰς κατὰ τῶν ἀρξάντων εὐθύνας· τωῖ μέν τοι γε βασιλεῖ τάς τε φονικὰς καὶ τὰς τῆς ἀσεβείας· καὶ ἄν τις ἱερωσύνης ἠμφισβήτει· πρότερον δὲ καὶ τὰς περὶ τῶν ἱερῶν τοῖς ἱερεῦσιν ἀμφισβητή‐ | |
15 | σεις· προηγόρευε δὲ καὶ τῶν νόμων εἴργεσθαι τοὺς ἐναντία· τωῖ πολεμάρχω δὲ ὅσαι ἀποστασίου γραφὴν ἔφερον· ἔτι μὴν καὶ ὅσα ὁ ἄρχων ἐν τοῖς ἀστοῖς, ὁ πολέμαρχος τοῖς μετοίκοις διηίτει· οἱ θεσμοθέται συκοφαντίας καὶ δώρων καὶ ὕβρεων | |
20 | καὶ μοιχείας καὶ βουλεύσεως· τοῖς ἕνδεκα ὅσαι ληστὰς καὶ λωποδύτας καὶ ἀνδραποδιστὰς εἰσά‐ γουσι· τωῖ στρατηγωῖ περὶ τριηραρχίας καὶ ἀντι‐ δόσεως· οὕτως οὖν διαιτοῦντες ἡγεμονίαν δικα‐ στηρίου ἔχειν λέγονται· ἀλλὰ γὰρ ὁ βασιλεὺς καὶ | |
25 | τῶν μυστηρίων ἅμα τοῖς ἐπιμεληταῖς προΐσταται· | |
ἔχει δὲ μόνος καὶ στέφανον. | ||
eta60 | Ἡγεμονικόν: ὁ νοῦς. Ἡγήμων: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· εἷς ἦν τῶν Μακεδονιζόντων· καὶ τῶν ἐπὶ δωροδοκία διαβεβλημένων. | |
5 | Ἦγεν: ἐν Τιμαίωι· ἡγεῖτο. Ἡγέτης: ἡγεμών. Ἥγημα: βουλή· γνώμη. Ἥγημαι: λελόγισμαι· ἔσχον. Ἠγμένος: τεθηρευμένος καὶ παντὶ πειθαρχῶν. | |
10 | Ἡγήσιππος: οὗτός ἐστιν ὁ Κρώβυλος ἐπικαλού‐ μενος· οὗ δοκεῖ τισὶν εἶναι ὁ ζʹ Φιλιππικὸς, Δημο‐ σθένους ἐπιγραφόμενος. Ἡγήσοιτο: προηγήσοιτο. Ἡγητηρία: παλάθη ἦν σύκων· ἢν ἐν τηῖ πομπῆ | |
15 | τῶν πλυντηρίων φέρουσιν· ὅτι ἡμέρου τροφῆς πρώτης ταύτης ἡγήσαντο. Ἡγήτορες: ἡγεμόνες. Ἠγλαϊσμένη: χαίρουσα· λαμπρυνομένη. Ἡ δέ: ἀντὶ τοῦ ἡ αὐτὴ δέ. | |
20 | Ἠδαξήσατο: ἐκνήσατο. Ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν: τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· | |
πολλὰ δὲ καθαίρει· ὅθεν καὶ τὴν παροιμίαν Δήμων· | ||
eta61 | ἕτεροι δὲ ἐπὶ τῶν ἀποδύντων μὲν πρᾶγμα, στραγ‐ γευσαμένων δέ· φασὶ δὲ ταύτην Τερψίωνος εἶναι. Ἡ δὲ αἲξ τὴν μάχαιραν: ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόν‐ των κακόν· ἀπὸ Κορινθιακῆς παροιμίας· ἡ αἲξ | |
5 | δοῦσα τὴν μάχαιραν· οὕτω γὰρ λέγεται· Κορινθίων γὰρ Ἥραι Ἀκραία θυόντων, ἣν λέγεται ἱδρύσθαι Μήδειαν, οἱ τὴν παροχὴν μεμισθωμένοι, γῆ κρύ‐ ψαντες τὴν μάχαιραν, ἐσκήπτοντο ἐπιλελῆσθαι· ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. | |
10 | Ἥδει: τέρπει· καὶ ἤδη· ἀντὶ τοῦ νῦν. Ἤδη: ἀντὶ τοῦ πάλαι. Ἤδη: ἀντὶ τοῦ ηἴδειν· Εὐθύδημος· καὶ τῶν δὴ περὶ ψυχῆς· ἀλλὰ σχεδὸν μέν τι ἤδη ὁ Κρίτων. Ἤδη: πρὸ τούτου· λοιπόν· ἐγγὺς τοῦ παρόντος νῦν | |
15 | ἀτόμου· μέρος δὲ χρόνου ἢ τοῦ μέλλοντος· ἢ τοῦ παρεληλυθότος· ἤδη τὲ γὰρ βαδιεῖσθαι φαμέν· καὶ τὸ συνάπτον τὸ νῦν· ἤδη τὲ βεβαδικέναι· οὐ πολὺ ἀφιστάντες τοῦ νῦν τὸν χρόνον. Ἥδιστα: ἡδέως. | |
20 | Ἡδίων: ἡδύτερος. Ἡδόμενος: ἀρεσκόμενος. Ἦ δ’ ὅς: οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς· διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς· καὶ ἦ ἀντὶ τοῦ ἔφη· ἀλλὰ περιμε‐ | |
25 | νοῦμεν, ἦ δ’ ὃς ὁ Γλαύκων· καὶ ἦν δὲ ἐγώ· ἀντὶ | |
τοῦ ἔφην δὲ ἐγώ· παρὸ δὴ καὶ Ἕρμιππος ἐν Ἀθηνᾶς | ||
eta62 | γοναῖς ἠσὶν ἀντὶ τοῦ φησίν· Ὁ Ζεὺς, δίδωμι Παλλὰς, ἠσὶ, τούνομα· Ἀρίσταρχος δὲ τὸ μὲν ἦ δ’ ὃς, ἀντὶ τοῦ ἔφη δὲ ὅς· τὸ δὲ ἦν δ’ ἐγὼ, ἔφην δ’ ἐγώ· τὸ δὲ ἦ τῶν ἀρχαίων ἔφη εἶναι λεξειδίων· | |
5 | Ὅμηρον δὲ οὐ κατὰ πάντα χρῆσθαι αὐτῶ· οὐδὲ σχηματίζειν ἀπ’ αὐτοῦ· τὸ ἀνάλογον μὲν, ὡς ὅτ’ ἂν λόγου τελευτὴν σημαίνη· Ἦ καὶ κυανέηισιν ἐπ’ ὀφρύσι· καί· Ἦ καὶ ἐπ’ Ἀντινόω· τοὺς δὲ μεθ’ Ὅμηρον ἀδιαφόρως αὐτὸ τάσσειν. | |
10 | Ἦ δ’ ὅς: ἀντὶ τοῦ ἔφη δὲ οὗτος· καὶ ἀντὶ τοῦ ἔφη· τάττεται δὲ καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικός· καὶ ἀντὶ τοῦ ἔφασαν· καὶ ἀντὶ τοῦ ὦ φίλε· τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνει· διελέγχεται δὲ ὑπὸ πλειόνων. | |
15 | Ἧδος: ἡδονή· ὄφελος. Ἥδρασεν: ἐστήριξεν. Ἡδυεπής: ἡδυλόγος. Ἡδύλειον: ὄρος ἐστὶν ἐν Βοιωτία τὸ Ἡδύλειον. Ἡδυλισμός: εἶδος τι κολακείας· καὶ Μένανδρος ἐν | |
20 | Ἁλιεῖ κέχρηται τωῖ ἡδυλίζειν. Ἡδυπαθής: φιλήδονος· πάθει χαίρων. Ἡδύς: εὐήθης· ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύσματα: βρώματα· ἢ εὐοσμία. Ἡδυντῆρες: ἅλες: τινὲς δὲ λέγουσιν ἡδυντῆτες. | |
25 | Ἡδύνθαι: ἠρτύσθαι. | |
eta63 | Ἡδύχρους: τὸ ἐν γάλατι ὑπάρχον ἀρνίον· καὶ μήπω γεγευμένον πόας· ὃ καὶ ἡδύπνουν λέγουσιν. Ἠέ: βαρυτόνως διαζευκτικὸς σύνδεσμος· Ἠὲ δια‐ τμῆξαι κοῖλον δόρυ· περισπωμένως δὲ ἀπορη‐ | |
5 | ματικόν· —περιπταίη μαχεούμενον ἠὲ καὶ οὐχί. Ἤει: πορεύεται. Ηἴεσαν: ἐπορεύοντο. Ἢ ἐν ὁδωῖ καθελών: ἀντὶ τοῦ ἐνεχθέντα ἑλών· τουτ‐ έστιν ἔν τινι ἐνέδρα καταβαλών· Δημοσθένης ἐν | |
10 | τῶ κατὰ Ἀριστοκράτους. Ἠετιωνεία: οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιῶς ἄκρα· ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος. Ἠεμεν: ἤδειμεν. Ἠεροφοῖτις: ἡ ἀοράτως ἐρχομένη· κατὰ τὸν ἀέρα. | |
15 | Ἠθάδων: συνήθων. Ἧ θέμις: ὡς νόμος· ὡς προσῆκον. Ἠθεῖος: παρὰ Ἴωσι νεωτέρου πρὸς πρεσβύτερον προσαγόρευσις. Ἤθεος: ἄφθαρτος πρὸς γυναῖκας. | |
20 | Ἤθη: συνηθείας· —μετά τ’ ἤθεα καὶ νόμον ἵππων· γράφεται καὶ ἔθη. Ἠθημένος: διυλισμένος· οὕτως Ἐπίλυκος. Ἠθμωδεῖν: ἀλγεῖν τοὺς ὀδόντας. | |
Ἤθνευμαι: ἠκολάστηκα. | ||
eta64 | Ἤθεσι: τοῖς συνήθεσι τόποις· ταῖς ἐξ ἔθους δια‐ τριβαῖς. Ἠθολόγος: θεατριστής. Ἤϊα: τὴν τῶν ὀσπρίων καλάμην· οὕτως Ἐρατο‐ | |
5 | σθένης· ὁ δὲ ποιητὴς ἁπλῶς ἔοικε βρώματα· Θώων παρδαλίων τε λύκων τ’ ἤϊα πέλονται· καὶ τὸν εἰς τὰς ναῦς ἐπισιτισμὸν ὁμοίως. Ἠΐθεος: ὁ ὥραν γάμου ἔχων καὶ μηδέπω γεγαμηκώς· ὁμοίως δὲ καὶ ἡ ἐπίγαμος. | |
10 | Ἤϊα: βρώματα· καὶ τὸ ἐπορευόμην. Ηἴκειν: ὅμοιος ἦν. Ηἶσμεν: ἐπιστάμεθα. Ἠϊόεντι: καλὸν, αἰγιαλὸν ἔχοντι. Ἠϊόνα: αἰγιαλόν· ὄχθον. | |
15 | Ἥκειν: ἀντὶ τοῦ ἥκων. Ἤκειν: τὸ ἐώκειν ἐπὶ γʹ προσώπου· οὕτως Ἀριστο‐ φάνης. Ἠκαιρεῖσθε: ἐκωλύεσθε· καιρὸν οὐκ εἴχετε. Ἧκεν: ἐφῆκεν. | |
20 | Ἠκέσατο: ἰάσατο· ἐθεράπευσεν. Ἠκιδωμένος: ἀκίδας ἔχων. Ἠκισμένους: ἠφανισμένους. Ἥκιστα: οὐδαμῶς· οὐχ ἧττον· καὶ Λιβάνιος φησίν· εἴ τινα ἄλλον τρόπον ὃν ἥκιστα ὤφθη μετελθών· | |
25 | ἐν τωῖ ο ἐπὶ τῆ φιάληι ἔμπορος· ἀντὶ τοῦ πάνυ. | |
Ἡ ’κονήσατο: ἀντὶ τοῦ ἡ ’κόνησεν. | ||
eta65 | Ηϊς: ὑπάρχεις. Ηἶσαν: ἐπίσταντο. Ἡκόντων: ἀντὶ τοῦ ἡκέτωσαν. Ἠκρωτηριασμένος: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησι‐ | |
5 | φῶντος· ἠκρωτηριασμένοι τὰς αὑτῶν ἕκαστοι πατρίδας· ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαι‐ νόμενοι τισὶν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα· τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ τοῦ ἠκρωτηρια‐ κότες. | |
10 | Ἦκται: εἵλκυσται. Ἧκον δέ: ἐληλύθειν. Ἥκω: ἦλθον. Ἡ κυὼν ἐπὶ τῆς φάτνης: παροιμία ἐπὶ τῶν μήτε χρωμένων, μήτε ἄλλοις μεταδιδόντων. | |
15 | Ἠλακάται: καλάμων ῥαβδία· ἀφ’ ὧν καὶ τὰ κῶλα τῶν σταχύων. Ἠλακάτη: ἐργαλεῖον γυναικός. Ἤλασεν: ἔσκαψεν· ἔπληξεν. Ἠλαστρημένον: τὸν περιεφθαρμένον καὶ περιπεπ‐ | |
20 | λανημένον. Ἠλεᾶτο: ἔθαλπεν. Ἠλέκτραι: τὰ ἐν τοῖς κλινόποσι τῶν σφιγγῶν ὄμματα. Ἤλεκτρον: ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλωι | |
25 | καὶ λιθία. | |
Ἠλέκτρων: τῶν ἐν ταῖς κλίναις ποικιλλομένων. | ||
eta66 | Ἠλέκτωρ: ὁ ἥλιος. Ἠλιόμην: ἠλισμένος ἤμην. Ἤλεγχον: ἐφανεροποίουν· ἢ ἀνέκρινον ὡς Ξενοφῶν. Ἤλεις: ἤληθες. | |
5 | Ἠλιαῖα: τόπος Ἀθήνησιν, εἰς ὃν συνάγεται δύο δικαστήρια, ὅτ’ ἂν χίλιοι δικάζωσιν· ὧν προέστη‐ κεν εἷς γραμματεύς. Ἠλιαῖα: καὶ ἠλιάζεσθαι· ἠλιαῖα μέν ἐστι τὸ μέγιστον δικαστήριον Ἀθήνησιν· ἐν ωἷ τὰ δημόσια | |
10 | τῶν πραγμάτων ἐκρίνετο, χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων· συνίασι δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων· οἱ δὲ χίλιοι πεν‐ τακόσιοι ἐκ τριῶν. Ἠλίβατον: ὑψηλόν· ἄβατον· ἤ ἐστιν ἁλεῖν βαί‐ | |
15 | νοντα· ἢ ὅπου ἥλιος πρῶτον βάλλει· ἁλὶ βεβη‐ κυῖαν· Στησίχορος δὲ Τάρταρον ἠλίβατον βαθὺν λέγει· ἔνιοι ἠλίφατον ἀποδιδόασιν, ἡλίω φαινό‐ μενον. Ἠλίβατος: ὑψηλή· ἐφ’ ἣν πρῶτον διὰ τὸ ὕψος ὁ | |
20 | ἥλιος βαίνει. Ἠλίθιος: ἄφρων· ἢ σκληρός· ἢ ἀναίσθητος. Ἡλίκον: μέγα· πηλίκον. Ἡλικία τῆς πόλεως: ἀντὶ τοῦ ἐν ἡλικία οἱ νέοι· οὕτω Λυσίας καὶ Δημοσθένης ἐν Φιλιππικοῖς. | |
25 | Ἠλινδημένον: ἀντὶ τοῦ ἀνεστραμμένον· Δείναρχος ἐν τῶ κατὰ Φορμισίου· ὅπη Ἰσοκράτης καλινδεῖσθαι | |
λέγει. | ||
eta67 | Ἥλιος: ὄνομα κύριον Ἀθηναίου τινός. Ἠλισγημένος: μεμιασμένος· μεμολυσμένος· ἠρτυ‐ μένος. Ἡλίσκον: τὸν μικρὸν ἧλον· Ἀριστοφάνης. | |
5 | Ἡλίσκοντο: ἐπορθοῦντο· ἠλέγχοντο. Ἠλίσμην: ἠλισμένος ἤμην. Ἠλιτόμηνον: τὸ παρὰ μῆνα γεννηθέν. Ἡλιωμένος: ἐπικεκαυμένος. Ἠλύγη: σκιά· σκέπη· καὶ ἐπηλυγησάμενος παρὰ | |
10 | Πλάτωνι τὸ προβαλόμενος καὶ ἐπισκιασάμενος. Ἡ Λύκου δεκάς: Λύκος Ἀθήνησι πρὸς τωῖ δικα‐ στηρίω ἥρως· μορφὴν ἔχων θηρίου· δεκὰς δὲ τὸ δεκάζεσθαι· πρὸς ὃ ἡ παροιμία· καὶ οἱ πρῶτοι δικασταὶ πρὸς τῶ λυκοειδεῖ ἥρωϊ ἐκλήθησαν. | |
15 | Ἠλύσιον: ἱερὸν περίοδον· οἱ δὲ περὶ Αἴγυπτον· οἱ δὲ περὶ Λέσβον· οἱ δὲ τὸ κεκεραυνωμένον χωρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτα ἐστὶν ἄβατα· καλεῖται δὲ καὶ Ἐνηλύσια· Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κατασκαφὲν χωρίον καλεῖν. | |
20 | Ἤλυσις: πορεία. Ἥλω τὸν ἧλον ἐκκρούεις: ἀντὶ τοῦ ἁμαρτήματι τὸ ἁμάρτημα σπεύδεις ἐξελάσαι. Ἥλω: ἐλήφθη· ἐφανερώθη· ἐπορθήθη. Ἥλωσαν: ἐνικήθησαν· ἐλήφθησαν. | |
25 | Ἠμαθόεντος: ἀμμώδους. | |
eta68 | Ἦμαρ: ἡμέρα. Ἤματα: ἡμέρας ἢ ἱμάτια. Ἠμάλαπτεν: ἔκρυπτεν· ἠφάνιζεν. Ἡμέδιμνον: τὸ ἡμιμέδιμνον. | |
5 | Ἡμεδαπῶν: ἰδίων· ἐγχωρίων· αὐτοχθόνων· δάπεδον γὰρ τὸ ἔδαφος· ὅθεν καὶ τὸ ποδαπὸς, ἀντὶ τοῦ ποῖον λαμβάνεται ἢ ποίας χώρας ἢ τῶν πατρίδων. Ἠμείβετο: ἀνταπεκρίνετο. Ἠμείφθη: ἠλλάγη. | |
10 | Ἤμειψα: ἤλλαξα. Ἡμένη πελειάς: παροιμία ἐπὶ τῶν ἁπλουστέρων καὶ ἀκακοήθων ταττομένη· κατ’ ἀντεξέτασιν τῶν παλευτριῶν· αἱ ἐξιπτάμεναι ἄλλας προσάγουσιν. Ἠ μὲν κλέος, ἠ δὲ καὶ ἦσθα: παροιμία ἐπὶ τῶν | |
15 | ὁμοίων τηῖ περὶ αὐτῶν φήμη. Ἡμερίδα: τὴν ἄμπελον· οὕτως Ἀριστοφάνης. Ἡμεροδρόμος: ὁ ἥλιος· λέγονται δὲ καὶ οἱ ἐν ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονούμενοι. Ἡμεροκαλλές: ἄνθος σπειρόμενον ὁ Δίδυμος· οὐκ | |
20 | ἔστι δὲ ἄνθος, ἀλλὰ φοινικοῦν ἔριον διαπεποι‐ κιλμένον, ωἷ χρῶνται πρὸς τὰς ἱερουργίας Ἀθήνησιν· ὡς Θεόδωρος ὁ παναγὴς προσαγορευό‐ μενος ἐν τωῖ αʹ περὶ τοῦ Κηρύκων γένους· καὶ τὴν αἰτίαν τοῦ ὀνόματος ἀποδιδούς· γράφει δέ· καλεῖται | |
25 | ἡμεροκαλλὲς διὰ τὸ πεπλύσθαι καὶ βεβάφθαι καὶ εἰργάσθαι ἐν μιαῖ ἡμέρα· κάλλη δὲ προσαγορεύεται | |
τὰ ἄνθη. | ||
eta69 | Ἡμερόλεγδον: τὸ καθ’ ἑκάστην ἡμέραν ἐξαριθμεῖν. Ἡμερῶα: ἡμεροφυλάκια. Ἡμερωρεῖν: ἡμεροφυλακεῖν. Ἠ μήν: ὄντως δή· καὶ ἀλλ’ οὖν· καὶ ἀλλ’ ὅμως. | |
5 | Ἡμιδιπλοίδιον: γυναικεῖον βραχὺ περίβλημα· ὃ ἔνδον φοροῦσιν ὑπὸ τὸν μηρόν. Ἡμιδαής: ἡμίκαυστος. Ἡμιδαπής: ἡμιτελής. Ἡμίεκτον: τὸ ἕκτον μέρος τοῦ μεδίμνου. | |
10 | Ἡμιθνῆτα: τὸν ἡμιθάνατον. Ἡμίεκτον καὶ ἡμιμέδιμνον: τοῦ μεδίμνου ἔχοντος χοίνικας μηʹ, τὸ ἡμιμέδιμνον δηλονότι κδʹ εἶχεν· ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας· τὸ γὰρ ἕκτον χοίνικες ηʹ. | |
15 | Ἠμιλλᾶτο: ἠπείγετο. Ἡμιμάλλονες: μαινάδες· Νύμφαι ἢ Βάκχαι. Ἡμιμέδιμνον: μέτρον χωροῦν ἥμισυ μεδίμνου· τουτ‐ έστι χοίνικας κδʹ. Ἡμῖν: ἀντὶ τοῦ ἡμᾶς. | |
20 | Ἡμιολία: ληστρικὸν πλοῖον· οὗ τὸ ἡμιόλιον μέρος ψιλῶν ἐρετῶν ἐστι, πρὸς τὸ ἀπ’ αὐτοῦ μάχεσ‐ θαι· τριημιολία δὲ, οὐ τριπλασία ταύτης, ἀλλὰ τριήρης. Ἡμιολία: τὸ ἥμισυ τοῦ κεφαλαίου. | |
25 | Ἡμιολίας: ἡμίσεας. | |
Ἡμιολασμός: Ἀντιφῶν· ἀντὶ τοῦ τὰ ἡμιόλια δοῦναι· | ||
eta70 | ἡμιόλιος δέ ἐστιν ἀριθμὸς, ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ. Ἡμίοποι: κυρίως ἡμιτέλειοι αὐλοί. Ἡμιπέλεκα: αἱ μονόστομοι ἀξίναι. | |
5 | Ἡμιτύβιον: δίκροσσον· Ἀριστοφάνης Πλούτω· Ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών. Ἡμιφόριον: ἥμισυ ἱματίου. Ἡμμένοι: συνημμένοι. Ἠμοιρηκώς: μὴ μετέχων. | |
10 | Ἠμπέσχετο: περιεβάλλετο. Ἤμορος: ἄμοιρος. Ἠμόριξεν: ἄμοιρον ἐποίησεν. Ἤμων: ἐθέριζον. Ἠμύναθον: ἤμυνα. | |
15 | Ἠμπείχετο: περιεβέβλητο. Ἠμπλάκομεν: ἡμάρτομεν. Ἠμφιέσθαι: τὸ περιβεβλῆσθαι. Ἦν: ἤμην. Ἦν: ἀντὶ τοῦ ἦσαν. | |
20 | Ἦν: ἀντὶ τοῦ ὑπῆρχεν. Ἦν: ἀντὶ τοῦ ἤμην· τὸ δὲ παλαιὸν ἔλεγον τὸ ἤμην (ἦ) κατὰ συναλιφὴν, οἷον ἦα καὶ ἔα. Ἦν: ἀντὶ τοῦ η τοῦ ὑποτακτικοῦ. Ἡν: δασέως ὅτ’ ἂν ἠθικῶς λέγηται· οἱ δὲ παλαιοὶ | |
25 | ἐν Μενάνδρωι Αὐτὸν τιμωρουμένω· τὸ δὲ ψιλὸν ἀντὶ τοῦ ἰδού· Ἀλλ’ ἦν χιτών σοι. | |
Ἤνδανεν: ἤρεσκεν. | ||
eta71 | Ἠνδρώθησαν: ἀνδράσιν ὡμίλησαν· οὕτως Δίων πολ‐ λάκις ἐχρήσατο. Ἤναυε πῦρ: λέγουσι τὸ ἧπτε πῦρ. Ἤνας: κόψας. | |
5 | Ἦν δ’ ἐγώ: ἀντὶ τοῦ ἔφην ἐγώ· τάττεται καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικός. Ἠνδρωμένη: παρθένος ἡ γεγαμημένη. Ἠνεμόεσσαν: ὑψηλήν. Ἤνεγκα καὶ ἤνεγκον: ἄμφω λέγουσι· τὸ μὲν ἀπὸ | |
10 | τοῦ ἐνέγκαι· τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν. Ἠνέγκατο: ἀντὶ τοῦ ἤνεγκεν. Ἠνείχετο: καὶ ἠνώχλει· καὶ ἠκηκόει καὶ ἠντιβόλει· κοινὸν τῶν Ἀττικῶν ἰδίωμα. Ἡνίκα ἀνταποδίδοται τῶ τηνικαῦτα καὶ τηνικάδε· | |
15 | σημαίνει δὲ τὸ μὲν ἡνίκα, καθ’ ἣν ὥραν· τὸ δὲ τηνικαῦτα, κατ’ ἐκείνην τὴν ὥραν· ὁμοίως δὲ καὶ τὸ ὅτε δηλοῖ καὶ τότε· τὸ δὲ ὁπηνίκα, καθ’ ὁποίαν ὥραν. Ἡνίαι: λῶροι χαλινῶν. | |
20 | Ἡνίοχοι: οἱ εὐπορώτατοι Ἀθήνησι κατελέγοντο· ἁρματοτροφήσοντες ὥσπερ οἱ ἱππεῖς. Ἡνιόχους: τοὺς ἀκροκέρους κάλους· οὓς νῦν ἐκφόρους λέγουσιν. Ἤνυστρον: ἡ πρώτη κοιλία τῶν μαρυκουμένων | |
25 | ζώων. | |
Ἤνυστρον: τὸ παχυμερὲς τῆς κοιλίας ἔντερον· ωἷ εἰς | ||
eta72 | τρία τέτμηται ἡ γαστήρ· ἤνυστρον· ἐχῖνον· κεκρύ‐ φαλον. Ἠόνησας: κατήντλησας· ἔλουσας· τάχα καὶ τοὺς αἰγιαλοὺς ἠϊόνας φασι, παρὰ τὸ ἐπικλύζεσθαι. | |
5 | Ἠοῦς: ὄρθρου· ἡμέρας· ἀνατολῆς. Ἠπάτησεν: ἐπλάνησεν. Ἠπήτην: οὐδεὶς εἴρηκε τῶν Ἑλλήνων· οὐδὲ ἠπήτριαν· ἀλλὰ ἀκέστριαν. Ἤπειρον: τωῖ Ἰσοκράτει σύνηθές ἐστι τὴν ὑπὸ βα‐ | |
10 | σιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν. Ἤπειρος: χέρσος γῆ· οἷον ἄπειρός τις οὖσα· ἤπειρος δὲ λέγεται παρὰ τοῖς ποιηταῖς ἡ γῆ καταχρηστι‐ κῶς· κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδης· Ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα. | |
15 | Ἠπίαλος: ὁ ῥιγοπύρετος. Ἠπιάλης: ἐπιάλης· ὁ πνιγαλίων ὑπό τινων. Ἡπιόδωρος: ἡπία καὶ προσηνῆ δωρουμένη· χρηστή. Ἥπιος: πρᾶος· ἢ λιπαρός. Ἡ Περγαῖα Ἄρτεμις: τάσσεται ἐπὶ τῶν ἀγυρτῶν | |
20 | καὶ πλανητῶν· παρόσον καὶ ἡ θεὸς ἐν αὐτηῖ. Ἤ ποθεν: ἀμόθεν· οὕτως Ἀριστοφάνης. Ἤ που: ἄρα γε. Ἤπου: ἴσως· σχεδόν. Ἤπου γε: πολλῶι πλέον. | |
25 | Ἡράκλεις: ἐπίφθεγμα θαυμαστικόν· τὸ δὲ Ἥρακλες κλητικὴ πτῶσις· ὥσπερ τὸ ὦ Δάματερ τοῦ Δή‐ | |
μητερ διαφέρει· ἐπικαλοῦνται δὲ καὶ τοὺς Ἡρακλεί‐ | ||
eta73 | δας ὁμοίως· Μένανδρος· Ἀλλ’ Ἡρακλεῖδαι καὶ θεοί. Ἡράκλεια: πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, Δημοσθένης ἐν τῶ κατ’ Αἰσχίνου· | |
5 | ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει μνη‐ μονεύει· ταῦτα γὰρ διὰ τιμῆς μάλιστα ἦγον Ἀθηναῖοι. Ἡρακλείαν λίθον: τινὲς τὴν μαγνῆτιν ἀπέδοσαν· διὰ τὴν Ἡρακλείαν τῆς Μαγνησίας· ἔνιοι δὲ, ὅτι | |
10 | ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον, Ἡρακλεῶτις· ἡ δὲ μαγνῆτις ὁμοία ἐστὶν ἀργύρω [ὁμοία ἐστὶν] ὡς Εὐρ. Οἰν. —τὰς βροτῶν Γνώμας σκοπῶν, ὥστε μαγνῆτις λίθος, Τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν· οὐ λέγει νῦν ὑπὸ τῆς μαγνήτιδος λίθου τὸν | |
15 | σίδηρον· ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι πλανωμένην ὡς ἐπὶ ἀργύρω. Ἡράκλεια λουτρά: τὴν Ἀθηνᾶν ἐν Θερμοπύλαις κατιόντι Ἡρακλεῖ ἀνεῖναι· οἱ δὲ ἐν Σικελία τὰς Νύμφας· οἱ δὲ αὐτὸν αὐτὰ κατασκευάσαι. | |
20 | Ἡρακλεώτης λίθος: ὁ ὑφ’ ἡμῶν μάγνης ὁ ἐπισπώ‐ μενος τὸν σίδηρον· Ἡρακλεία γὰρ ἐλέγετο ἡ Μαγνησία. Ἡρακλείδην: τὸν Ἡρακλέα οὕτως ἔλεγον. Ἤραρεν: ἥρμοσεν. | |
25 | Ἠρασάμην: ἠράσθην. | |
eta74 | Ἥρας δεσμοὺς ὑπὸ υἱέος: Πολιτείας βʹ οὕτω γραπτέον· παρὰ Πινδάρω γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τωῖ ὑπ’ αὐτοῦ κατασκευασθέντι θρόνω· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διὸς | |
5 | καὶ φασὶ δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ· Κλήμεντος ἡ ἱστορία· καὶ παρ’ Ἐπιχάρμω ἐν Κωμασταῖς ἢ Ἡφαίστω. Ήραον τεῖχος: χωρίον ἐστὶν ἐν Θράκη· ὑπὸ Σαμίων δὲ ὠκίσθη. | |
10 | Ἠρᾶτο: εὔξατο. Ἠρδαλωμένος: λεπρὸς καὶ μεμιασμένος. Ἦρδεν: ἀντὶ τοῦ ὕγραινεν, διέβρεχε. Ἠρέμα: ἀτρέμα· πράως· ἡσυχῆ· ἡ γὰρ ἠρεμία ἡσυχία. | |
15 | Ἤρετο: ἠρώτησεν. Ἤρεφεν: ἐστέγαζεν. Ἤρειδε: σφοδρῶς κατηγόρει· ἀπὸ τῶν ἐρεσσόντων. Ἠρία: οἱ τάφοι· φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι· κατ’ ἐξαίρετον | |
20 | δὲ τοὺς μὴ ἐν ὕψει ὠκοδομημένους· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν. Ηἱρηκότες: πεπορθηκότες. Ἡρημένον: ἐπικριθέν· ἐκλελεγμένον. | |
Ἠρήρειστο: ἥρμοστο. | ||
eta75 | Ἤρθη: ηὐξήθη· ὑψώθη. Ἦρι: ὄρθρου· ἕωθεν· ἢ ἔαρι. Ἠριγένειαν: τὸν ὄρθρον. Ἠριδανός: ποταμὸς ἐν τηῖ Ἀττικῆ· οὗ αἱ πηγαὶ ἐντὸς | |
5 | τῶν Διοχάρους πυλῶν. Ἠρικνωμένον: ἐρρυτιδωμένον· παλαιόν. Ἠρινοῦ τόκου: ἐπεὶ ἔαρος οἱ φόροι ἐφέροντο. Ἤρειπεν: εἰς τὴν ἔραν κατέπεσεν. Ἠριστάναι: Ἕρμιππος· ὡς καὶ δεδειπνάναι φασίν. | |
10 | Ἤρκεσεν: ἐβοήθησεν. Ἡρματισμένον: ἠσφαλισμένον. Ἡρμόττετο: οὐχ ἡρμόζετο. Ἠροάνθια: ἑορτὴ γυναικεῖα ὅτε τὸ ἔαρ ἀνθεῖ. Ἠροῦτο: ἠροτριᾶτο. | |
15 | Ἤρρησεν: ἐφθάρη· ἦλθεν· ὅθεν καὶ τὸ εἰσήρρησεν. Ἤρτηται: κρέμαται. Ἤρτα: ἐκρεμάννυεν. Ἠρτικροτοῦντο: συνεφώνουν. Ἠρτίαζον: ἀστραγάλοις ἔπαιζον. | |
20 | Ἠρτυκώς: κατηρτυκώς. Ἠρτύνετο: παρεσκευάζετο. Ἤρυγεν: ἠρεύξατο· ἤντλει. Ἠρύγγη: λεπτὸν καὶ ἀκανθῶδες κάρφος. Ἥρως ἰατρός: οὗ μέμνηται Δημοσθένης ἐν τωῖ περὶ | |
25 | τοῦ στεφάνου. | |
Ἥρως ποικίλος: τοῦτο ἔλεγον ἐπὶ τῶν ἐστιγμένων· | ||
eta76 | ἢ διὰ τὸ τοὺς ὄφεις ποικίλους ὄντας ἥρωας κα‐ λεῖσθαι. Ἥρως: ἡμίθεος· δυνατός· γενναῖος. Ἡρῶσσαι: αἱ ἡρωΐδες. | |
5 | Ἡρωΐναι: ὁμοίως ἡρωΐδες. Ἦσάν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι· παροιμία ἀπὸ χρησμοῦ ἐπὶ τῶν προγεγονότων. Ἤσας: χάριν ἐποίησας· ἔδοξας. Ἥσας: ἡδύνας. | |
10 | Ἦσθα: ἀντὶ τοῦ ὑπῆρχες. Ἥσθην: ἐχάρην. Ἥσσητο: ἥττητο. Ἧσσον ἑτοίμως κατέχειν: ἀντὶ τοῦ οὐδὲ ὁμοίως. Ἥσεις: ἀντὶ τοῦ ἀφήσεις. | |
15 | Ἠσὶ δέ: ἀντὶ τοῦ φησὶ δέ. Ἠσκάριζεν: ἀντὶ τοῦ ἤσπαιρεν. Ἦσμεν: ἀντὶ τοῦ ὑπήρχομεν· ἀπὸ τοῦ ἐσμέν. Ἤστην: ἐκαθίζοντο δυϊκῶς. Ἠσυνθέτηκας: ἢ συνέθου καὶ ὡμολόγησας. | |
20 | Ἠσχάτισεν: ὑστέρησεν. Ἢ τὰν ἢ ἐπὶ τάν: ἢ ταύτην ἢ ἐπὶ ταύτην· ἐκείνην. Ἡττήσομαι: ἡττηθήσομαι. Ἧττον: οὐδαμῶς. | |
Ἡταίρηκεν: ἠτάκτησεν. | ||
eta77 | Ἠτημένην: ἀντὶ τοῦ κεχρημένην· καὶ γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κιχρᾶσθαι. Ἠτίμησεν: ἠτίμασεν· ὕβρισεν. Ἧτορ: ψυχή. | |
5 | Ἠτριαῖον ἢ ἤτριον: ἐφ’ ὕψους τάττεται ἡ φωνή. Ἤτριον: ἔνδυμα ὑμενῶδες. Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι: τὸ γὰρ παλαιὸν τρισὶν ἐχρῶντο κύβοις πρὸς τὴν παιδίαν· διχῶς δὲ λέγε‐ ται, καὶ ὁ ἀναρριπτούμενος καὶ ἰδίως ὁ κενός. | |
10 | Ἦτρον: τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος. Ηὔδα: ἔλεγεν· εἶπεν. Ἠσχάτισεν: ἐταπείνωσε· καὶ ἠσχατίσμαι· τετα‐ πείνωμαι· ἐσχατίζω γὰρ τὸ θέμα. Ηὐλήσαντο: ἐταράχθησαν· ἐστράφησαν· πεφύ‐ | |
15 | σηνται. Ηὖχεν: ἀντὶ τοῦ ἤλπιζεν. Ἡ Φανοῦ θύρα: τὸν Φανὸν φησὶ Δήμων ὀβολοστάτην εἶναι· ἄλλως δὲ τυφλόν· ὑπανοιγομένης δὲ αὐτωῖ τῆς τοῦ ταμιείου θύρας, κατασκευάσαι τοιαύτην ἣν | |
20 | οὐκ ἄν τις ἤνοιξε μὴ ψόφον ποιήσας· ἐνίους δὲ λέγειν ὡς μοιχευομένης αὐτῶ τῆς γυναικὸς, τὴν αὔλειον θύραν εἰργάσατο ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι· τῆς δὲ κατὰ τοῦ τέγους δεχομένης τὸν μοιχὸν, χλευά‐ ζοντας τοὺς γείτονας ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν | |
25 | τῶ φυλάττειν, τὴν Φανοῦ θύραν εἶναι λέγειν. Ἡ φάρυξ: λέγεται θηλυκῶς. | |
Ἥφαιστος: ὁ θεὸς καὶ τὸ πῦρ. | ||
eta78 | Ἡφαιστία: δύο πόλεις ἦσαν τῆς Λήμνου· Μύρρινά τε καὶ Ἡφαιστία. Ἠφειδηκότες: καταπαύσαντες· μὴ φεισάμενοι. Ἠφείθη: ἐάθη· συνεχωρήθη. | |
5 | Ἠχαρίστηκα: τὸ ἀχαριστεῖν λέγουσιν. Ἠχήν: ἦχον· ἢ φήμην. Ἦχθαι: τεθηρεῦσθαι. Ἠχθησμένην: καταβεβαρημένην. Ἤχλυσε: συνεσκότασεν. | |
10 | Ἠχὼ πετραῖα: ἡ Αἴγινα· ἐπειδὴ πετρώδης ἐστὶ καὶ πολλὰ ἔχει κεράμια. Ἡψιμάχουν: συνῆπτον μάχην. Ἠών: Δημοσθένης ἐν τῶ κατὰ Τιμοκράτους πόλις ἐστὶ Μενδαίων ἀποικία. | |
15 | Ἠώς: ἡμέρα ἀπὸ ὄρθρου. Ἠώς: πρωΐ· ἡμέρα· ὄρθρος· ἐπὶ μὲν τῆς θεᾶς· Ἠὼς δ’ ἐκ λεχέων· ἐπὶ δὲ ὅλης ἡμέρας· —ἥδε (δὲ) μοι νῦν Ἠὼς ἑνδεκάτη· ἐπὶ δὲ τῆς πρωΐας ἕως ἕκτης ὥρας· Ἔσσεται ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ. | |
20t | Τέλος η. | |
theta78(21t) | Ἀρχὴ σὺν Θεῶ θ. | |
22 | Θαλαμαῖαι: καταδύσεις· θαλάμαι δὲ τόπος ἱερὸς τῶν Διοσκούρων. | |
Θαιρούς: τοὺς στροφεῖς τῆς θύρας. | ||
theta79 | Θᾶκοι: θρόνοι· καθέδραι. Θαλαμηπόλος: ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη καὶ φυλάττουσα. Θάλαμος: οἶκος ἢ κοιτών. | |
5 | Θαλαμίδιοι κῶπαι: αἱ ἡρέμα ἐλαύνουσαι. Θαλαττοκοπεῖς: ματαιολογεῖς. Θαλλός: λέγεται καὶ ὁ στέφανος τῆς ἐλαίας. Θαλλοφόροι: οἱ γεραίτατοι παρὰ Ἀθηναίοις ἐλέγοντο. Θάλασσα κοίλη: τὸ θέατρον. | |
10 | Θάλεια: εὐωχία· ἀπὸ τοῦ θάλλειν. Θαλεροί: δίυγροι· νέοι· ἀκμαῖοι· ἢ ταχεῖς. Θαλίαις: ἑορταῖς. Θαλλός: κλάδος ἐλαίας· ἢ πᾶν τὸ θάλλον. Θαμᾶ: συνεχῶς· πυκνῶς· διηνεκῶς. | |
15 | Θαμάκις: πυκνῶς. Θαμίζεις: πυκνάζεις· συχνάζεις. Θαμινὰ καὶ θαμινῶς: συνεχῶς πυκνῶς. Θάμνος: ἔστι μὲν τὸ χαμαίζηλον φυτόν· λέγεται δὲ καὶ ὁ σύνδενδρος τόπος. | |
20 | Θανατήσιον: οὐ θανάσιμον λέγουσιν. Θανατῶν: θανάτου ἐπιθυμῶν· λέγεται δὲ καὶ ὁ ἀπο‐ κτέννων. Θαργηλία: ἑορτὴ Ἀρτέμιδος καὶ Ἀπόλλωνος· καὶ μὴν Θαργηλίων· ὁ τῶν σπερμάτων μεστὸς χύτρος | |
25 | ἱεροῦ ἑψέματος· ἥψουν δὲ ἐν αὐτηῖ ἀπαρχὰς τῶ | |
θεωῖ τῶν πεφηνότων καρπῶν· ὀνομαζόμενον ἀπὸ | ||
theta80 | τοῦ θέρειν τὴν γῆν τὸν αὐτὸν ὄντα τῶ Ἡλίω· ἵσταντο δὲ ἐν αὐτηῖ καὶ χοροὶ καὶ ἀγὼν Θαργήλια. Θαργήλεια: Ἀγησαγόρου θυγάτηρ, βασιλεύσασα Θετταλῶν λʹ ἔτη· Μιλησία τὸ γένος, ἀναιρεθεῖσα δὲ | |
5 | ὑπό τινος Ἀργείου δεθέντος ὑπ’ αὐτῆς. Θαργήλια: ἑορτὴ τὰ Θαργήλια· ἄγεται δὲ Θαργη‐ λιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος. Θαργηλιών: μὴν Ἀθήνησιν ιαʹ· ὠνομάσθη δὲ ἐπεὶ ὁ ἥλιος τότε πυρώδης· τὸ δὲ θερμὸν θαργήλιον | |
10 | ὠνόμαζον· τὰ δὲ ἄνθη τότε ἐξηραίνετο. Θάρνυται: θαρσύνεται. Θάρνυσθαι: συγγίνεσθαι. Θαρραλέον: θάρσος. Θάρσυνος: τεθαρρηκώς. | |
15 | Θασίαν: καὶ ῥάφανον καὶ ἅλμην λέγουσιν. Θάσιος πάϊς Ἀγλαοφῶντος: Πολύγνωτος ὁ ζωγρά‐ φος οὕτως ἐπεγέγραπτο. Θάτερα καὶ θάτερον: λέγεται τό, τε ἑνικὸν καὶ τὸ πληθυντικόν· τὸ δὲ ἀρρενικὸν ἅτερος λέγεται· τὰ | |
20 | δὲ θηλυκὰ οὕτω συναλείφεται· ἡτέρα καὶ θητέρα. Θάτερον: ἕτερον μέρος. Θᾶττον: τάχιον. Θᾶττον ἢ Βούτης: οἷον κατεσκευάσθη· Νίκων γὰρ ὁ ζωγράφος ὀφθαλμὸν ποιήσας καὶ κράνος περιφαι‐ | |
25 | νόμενον, ἐπέγραψε Βούτης. | |
theta81 | Θᾶττον ἢ βάδην: λέγουσι συνήθως τάχιον ἢ βραχέως. Θαύματα: ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται. Θαυματίζομαι: ἐκπλήσσομαι. Θαυμαστὴν ὅσην: τουτέστιν, λίαν πολλὴν, ὥστε | |
5 | θαυμάσαι. Θαυμαστικά: ἀντὶ τοῦ θαυμαστά. Θαυμάζω: ὅτε πρὸς γενικὴν συντάσσομεν, τὸ καταγινώσκω σημαίνει· πρὸς δὲ αἰτιατικὴν τὸ ἐπαινῶ. | |
10 | Θαυμαστότερον: οὕτως Πλάτων. Θάψινον χρῶμα: ἀντὶ τοῦ ξανθόν. Θάψος: ξύλον ωἷ ξανθίζουσι τὰ ἔρια καὶ τὰς τρίχας· ὃ Σαπφὼ Σκυθικὸν ξύλον λέγει. Θέαν: τὴν ὄψιν καὶ τὴν θεωρίαν. | |
15 | Θεατήρ: ὁ τὸ θέατρον ὁρῶν· ἢ ὁ τὸ θέατρον συνιστῶν. Θέαν παρ’ αἴγειρον: τὴν πόρρωθεν λέγουσιν· αἴγειρος γὰρ ἦν τῶν ἰκρίων πλησίον. Θεαιδέστατον: θεοῦ ἰδέαν ἔχον· εἶπε δὲ Ἀντιφῶν ἐν τῶ περὶ ὁμονοίας οὕτως· ἄνθρωπος ὃς φησὶ πάν‐ | |
20 | των θηρίων θεαιδέστατος γενέσθαι. Θεατροκορασία: ὀχλοκορασία. Θεάμονας: θεατάς. Θεηγόροι: θεολόγοι. | |
Θεήλατος: ὑπὸ θεοῦ πεμφθείς. | ||
theta82 | Θεηπολεῖν: θεῶν εἰκόνας ἔχοντα περιπολεῖν ἀργύριον εἰσπρασσόμενον. Θέειν καὶ θεῖν: τρέχειν. Θεῖα: εὐθεια· καὶ ὀρθά· καὶ θαυμαστά. | |
5 | Θειαζόντων: μαινομένων. Θειάσαντες: θεόληπτοι γεγονότες. Θιάσω μαινόληι: χορῶ μανικωῖ. Θιασῶται: χορευταί· οἱ τὰ θεῖα ἄδοντες. Θιασώτης: ὁ τῶν θυσιῶν κοινωνός· ἐκαλοῦντο δὲ καὶ | |
10 | ὀργεῶνες· ἐκλήθησαν δὲ ἀπὸ τοῦ θιάσου, ὅσπέρ ἐστιν ἡ ἀπὸ τοῦ πίνειν συναγωγή. Θεῖεν: ποιήσειαν. Θεῖναι: ποιῆσαι. Θεῖον: ἀντὶ τοῦ θεός. | |
15 | Θέλγει: ἀγαπᾶ· ἢ κακοῖ· ἢ ἀπατᾶ· ἢ θάλπει. Θέλγητρον: τὸ εἰς ἡδονὴν ἄγον. Θέλειν: ἀντὶ τοῦ δύνασθαι. Θέλημος: ἀντὶ τοῦ ἥσυχος. Θελητή: εὔκαρπος καὶ γονιμωτάτη. | |
20 | Θελκτώ: κολακευτική. Θέμεθλα: τὰ ἐσώτερα μέρη· τὰ ἐν βάθει. Θέμενος τὰ ὅπλα: ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλι‐ σάμενος· Δημοσθένης καὶ Ὅμηρος καὶ Αἰσχίνης. Θέμιν: δικαιοσύνην. | |
25 | Θέμις: τὸ δίκαιον. | |
Θεμισσέτω: αἰκιζέτω. | ||
theta83 | Θεμιστεύειν: ἀντὶ τοῦ χρησμωιδεῖν· Λυσίας· γέγονε δὲ τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος. Θεμίσων: τυράννου ὄνομα· Δημοσθένης ἐν τῶ ὑπὲρ | |
5 | Κτησιφῶντος. Θεμιτῶς: νομίμως. Θεμιστός: δίκαιος. Θέμιστα: νόμον ἢ δίκην. Θεμιστεύσαντος: ἄρξαντος· δικάσαντος. | |
10 | Θέναρ: τὸ κοῖλον τῆς χειρός· λέγεται δὲ καὶ τὸ τοῦ ποδὸς ἐλλύχνιον. Θεογενεσίαν: Θεόδμητος: ὑπὸ τοῦ θεοῦ κατεσκευασμένος. Θεοδρομῶν: κατὰ θεὸν πορευόμενος. | |
15 | Θεοειδής: θεοῖς τὸ εἶδος ὅμοιος. Θεοείκελος: θεῶ ὅμοιος. Θεόθυτα: ἱερόθυτα. Θεογείτων: Δημοσθένης καὶ Δείναρχος καὶ ἄλλοι Θεογένην ὀνομάζουσιν. | |
20 | Θέογνις: εἷς ἦν τῶν παρ’ Ἀθηναίοις λʹ τυράννων· ἔστι δὲ καὶ ποιητὴς ὁ Θέογνις· οὗτος δ’ ἦν Με‐ γαρεύς. Θεοίνιον: τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγοντο· ἐν οἷς οἱ γεννηταὶ ἀπέθυον· τὸν γὰρ Διόνυσον | |
25 | Θέοινον ἔλεγον. | |
Θεοίνιον: ἱερὸν Διονύσου, ἀφ’ οὗ καὶ γένος. | ||
theta84 | Θεοὶ Μολοττικοί: οἱ χθόνιοι· ἐπεὶ ψυχοπομπεῖον ἦν ἐν Μολοττοῖς. Θεοκλυτήσαντες: θεοῦ ἀκούσαντες· θεὸν ἐπικαλε‐ σάμενοι. | |
5 | Θεοκλυτοῦμαι: θεόθεν μυοῦμαι· θεοφοροῦμαι· θεόθεν δοξάζομαι. Θειοτελὴς φύσις: οἱ ἄγγελοι οἱ τὰ θεῖα τελοῦντες· λέγεται καὶ θεοτελὴς φύσις. Θεοκρίνης: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· | |
10 | ἦν δὲ συκοφάντης. Θεόκλυτος: θεότιμος. Θεόληπτος: Θεομητί: θεόφρονι· θεοβούλωι. Θεομάντεις: οἱ ἐνθουσιῶντες. | |
15 | Θεοπροπία: ἁμαρτία· καὶ θεοπρόπιον· τὸ ἐκ θεοῦ μάν‐ τευμα ἢ προφήτευμα. Θεοπολεῖν: τὸ περὶ θεοὺς ἀναστρέφεσθαι. Θεοπρόπος: μάντις ἢ θεοῦ προφήτης. Θεορημοσύνη: τὴν θείαν διδασκαλίαν· τὴν κατή‐ | |
20 | χησιν. Θεόρρυτον: ἐκ θεοῦ προϊὸν ἢ προχεόμενον. Θεοσέπτωρ: θεοσεβής. Θεοστυγής: θεομίσητος. | |
Θεὸς ἡ Ἀναίδεια: λέγεται ἐπὶ τῶν δι’ ἀναισχυντίαν | ||
theta85 | ὠφελουμένων· ἐτιμᾶτο δὲ καὶ Ἀθήνηισιν ἡ Ἀναί‐ δεια· καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ. Θεσσαλὸν σόφισμα: ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐν ταῖς παρατάξεσιν, ἀλλὰ κακουργούντων. | |
5 | Θεοφορία: θεοφόρησις. Θεραπίς: ἡ θεραπεύτρια. Θεράπναι: τόπος ἐστὶν ἐν Λακεδαίμονι· οὗ μνημονεύει καὶ Ἰσοκράτης καὶ Ἀλκαῖος. Θεράποντες: δοῦλοι· ὑπηρέται. | |
10 | Θέρεται: καίεται. Θεριστον καὶ θέριστρον: θερινὸν ἱμάτιον. Θερίζειν: τὸ ἁμᾶσθαι τὸν καρπόν. Θεριῶ καὶ κομιῶ καὶ ποριῶ καὶ ὁριῶ καὶ πάντα τὰ εἰς ζῶ βαρύτονα καὶ ὑπὲρ δύο συλλαβὰς βραχυνό‐ | |
15 | μενον τὸ ι ἔχοντα, ἐν τῶ μέλλοντι ἄνευ τοῦ ς ἐκφέρουσιν Ἀττικοί· τὰ γοῦν ὁριστικὰ καὶ ἀπαρέμφατα· τὰ δὲ ὑποτακτικὰ οὐδαμῶς· σολοι‐ κισμὸς γὰρ τὸ ἐὰν θεριῶ καὶ ἐὰν κομιῶ· ἐφ’ ὧν δὲ τὸ ι ἐκτείνεται, καὶ σὺν τῶ ς ὁ μέλλων λέγεται | |
20 | χρόνος, καὶ ἐκτεινομένης τῆς παρεσχάτης συλ‐ λαβῆς· οἷον δανείζω, δανείσω· οὐκέτι δὲ τὸ δανειῶ· βάρβαρον οὕτως· ὥστε καὶ τοὺς Ἀθηναίους φασὶν ἀθρόως εἰς ἐκκλησίαν συναθροισθέντας ἐπὶ τῶν διαδόχων· ἐπειδὴ εἰς ἀπορίαν καθειστήκεσαν χρη‐ | |
25 | μάτων· ἔπειτά τις αὐτοῖς τῶν πλουσίων ὑπισχνεῖτο ἀργύριον, οὕτω πως λέγων, ὅτι ἐγὼ ὑμῖν δανειῶ· | |
θορυβεῖν καὶ οὐκ ἀνέχεσθαι λέγοντος διὰ τὸν | ||
theta86 | βαρβαρισμόν· καὶ οὐδὲ λαβεῖν τὸ ἀργύριον ἐθέ‐ λειν· ἕως αἰσθόμενος ὁ μέτοικος, ἢ καὶ ὑποβα‐ λόντος αὐτῶ τινὸς, ἔφη, δανείσω ὑμῖν τοῦτο τὸ ἀργύριον· τότε δὲ ἐπαινέσαι καὶ λαβεῖν· διὰ τοῦτο | |
5 | βαδίσω καὶ βαδιῶ ἀμφότερα δόκιμα· ἐπεὶ καὶ αὐτὸ τὸ ἐνεστηκὸς ἑκατέρως λέγεται, καὶ ἐκτει‐ νομένου καὶ συστελλομένου τοῦ ἐν τῆ μέση συλ‐ λαβῆ ι· οὐκέτι δὲ ἀγορῶ, οὐδὲ κολῶ· οὐδὲ γὰρ ὅλως τὸ ι παραλήγει. | |
10 | Θέρμα: ἡ πύρωσις· Θέρμη δὲ ἡ πόλις, ἀφ’ ἧς ὁ κόλπος καλεῖται. Θερμάν: Θράκιον πόλισμα. Θερμαυστρίς: ἡ σύντονος καὶ διάπυρος ὄρχησις. Θερμοπύλαι: ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας | |
15 | καλοῦσι· Φιλέας δὲ Θερμοπύλας λέγει καλεῖσθαι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ Ἡρακλεῖ ἐποίησε. Θερμός: θρασύς. Θέρος: ὁ θερισμός. Θέσθαι: ὑποθέσθαι. | |
20 | Θέσις: πρᾶξις. Θέσμιον: νόμιμον. Θέρσανδρος: οὗτος εἰς παιδεραστίαν δεινῶς διε‐ βάλλετο. Θέσθαι: ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερίδης· | |
25 | ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι νόμον Δημο‐ | |
theta87 | σθένης ἐν τωῖ περὶ ἀτελειῶν· ἐν μέντοι τῶ κατὰ Στεφάνου φησὶν, ἑαυτῶ νόμους θέμενον, ἀντὶ τοῦ θέντα. Θεσμοθέτης: νομοθέτης ἢ νομοφύλαξ. | |
5 | Θεσμοθέται: ἀρχὴ Ἀθήνησιν ἀνδρῶν ἕξ· οἱ τὴν τῶν νόμων ἐπιμέλειαν ἐποιοῦντο· καὶ τὰς εἰσαγγελίας εἰσήγγελλον εἰς τὸν δῆμον· καὶ τὰς χειροτονίας καὶ τὰς προβολὰς ἁπάσας καὶ γραφὰς παρα‐ νόμων· καὶ ἦσαν διορθωταὶ τῶν νόμων. | |
10 | Θεσμοθέται: ἀρχὴ τίς ἐστιν Ἀθήνηισιν· ἓξ δὲ ὄντων τὸν ἀριθμὸν καίτοι ἐκ τῶν καλουμένων θʹ ἀρχόντων· καλοῦνται δὲ οὕτως ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ’ ἐνιαυ‐ τὸν ἕκαστον, εἴρηκεν Αἰσχίνης ἐν τῶ κατὰ Κτησι‐ | |
15 | φῶντος. Θεσμός: ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός· καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύν‐ ταγμα· Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους εἶπεν. | |
20 | Θεσμοφόρια: ὄνομα ἑορτῆς. Θεσμοφορίων ἡμέραι δʹ: δεκάτη Θεσμοφόρια· ἑνδε‐ κάτη κάθοδος· δωδεκάτη νηστεῖα· τρισκαιδεκάτη Καλλιγένεια. Θεσμοφόρος: ὁ τοὺς νόμους ἐπιφερόμενος. | |
25 | Θεσπέσιος: θεῖος· θαυμαστός· πρᾶος. | |
Θεσπίζει: νομοθετεῖ. | ||
theta88 | Θεσπίσματα: θεῖα δόγματα. Θεσσαλὸν νόμισμα: παροιμιῶδες τοῦτο τασσόμενον ἐπὶ ἀπάτης. Θέτης: ὁ εἰσποιησάμενος θετοὺς τινάς· μήποτε δὲ | |
5 | θέτης ὁ εἰς ὑποθήκην λαβὼν ὁτιοῦν. Θετταλικὰ πτερά: τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς Θετταλικὰς χλαμύδας· πτέρυγες δὲ καλοῦνται αἱ ἑκατέρωθεν γωνίαι, διὰ τὸ ἐοικέναι πτέρυξιν. | |
10 | Θετταλικοὶ δίφροι: διάφοροι. Θετταλικὴ ἔνθεσις: ὁ μέγας ψωμός. Θετταλίς: ὑπόδημα ποιόν. Θετόν: εἰσποιητόν· οὐ γνήσιον. Θετταλός: εἷς τῶν Κίμωνος παίδων οὕτως ἐκαλεῖτο. | |
15 | Θετταλῶν σόφισμα: καὶ ἐπὶ μάχης καὶ ἐπὶ σχή‐ ματος καὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάσσουσιν· ἀπὸ αἰτίας τοιαύτης· Ἀρατίω γὰρ κατιόντι ὁ θεὸς ἔφη φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίας εὐχῆ μείζονι καὶ λαμπροτέρα κατ’ | |
20 | αὐτοῦ χρησάμενοι· ὁ δὲ ἑκατόμβην ἀνδρῶν εὔξατο θύσειν τῶ Ἀπόλλωνι· κατορθώσας δὲ ἃ ἐβούλετο, τὴν θυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι ἀνεβάλ‐ λετο. Θευδουσία: χωρίον κείμενον ἐγγὺς Σκυθῶν· ὃ πολιορ‐ | |
25 | κῶν Σάτυρος ἐτελεύτησεν. Θεωρικὸν καὶ θεωρική: Ἀθήνησιν ἦν χρήματα | |
κοινὰ, ἃ θεωρικὰ ἐκαλεῖτο, διδόμενα τοῖς Ἀθηναίοις | ||
theta89 | εἰς διανομήν· προήχθη δὲ οὕτως· τὸ παλαιὸν ὄχλου γενομένου ἐν τοῖς θεάτροις καὶ τῶν ξένων τὰς θέας προκαταλαμβανόντων, διεδίδοτο τοῖς πολίταις τὸ θεωρικὸν, ὅπερ ἦσαν δύο ὀβολοί· ἵνα τοῦτο λαμβά‐ | |
5 | νοντες οἱ πολίται διδόασιν αὐτὸ τῆ πόλει μισθὸν τῆς θέας· ὁ τοίνυν ἐπιμελούμενος τῶν χρημάτων τούτων ἄρχων ἐλέγετο τῶν θεωρικῶν· ἦν δὲ καὶ ἄλλα θεωρικὰ, ἃ διενέμετο ἐν ταῖς ἑορταῖς ἡ πόλις. Θεωρικά: ἐν ταῖς λεγομέναις Διονυσίαις θεωρίαις, | |
10 | ἀγώνων τελουμένων φιλοτίμων, συνέβαινε τινὰς τῶν πολιτῶν εἰς ὕβρεις καὶ τραύματα διαφέρεσθαι· ἔδοξεν οὖν τῶ δήμω μηκέτι προῖκα θεωρεῖν· ἐκμισ‐ θοῦν δὲ ταῖς θέαις τοὺς τόπους· πλεονεκτουμένων δὲ τῶν πενήτων, διὰ τὸ ῥαδίως τοῖς πλουσίοις πλείο‐ | |
15 | νος τιμῆς τοῦτο γίνεσθαι, ἐψηφίσαντο ἐπὶ δραχμῆ καὶ μόνον εἶναι τὸ τίμημα· θεωρικὸν αὐτῆ θέντες ὄνομα· καὶ τὸν ἐπὶ τούτω ἐφεστηκότα θεωρικὴν ἀρ‐ χὴν ἔλεγον ἄρχειν· ἀπὸ τούτου δὲ καὶ τὰ λοιπὰ ὅσα Ἀθηναῖοι ἐλάμβανον, θεωρικὰ εἴρηται. | |
20 | Θεωρικά: χρήματα τινὰ ἦν ἐν κοινῶ ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ἃ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατηγικά· ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δη‐ μοσίας κατασκευὰς καὶ διανομὰς τῶν πολιτῶν· | |
25 | ἦν δὲ τὸ μὲν πρότερον νομισθὲν δραχμὴ τῆς θέας, | |
ὅθεν καὶ θεωρικὰ ἐκλήθη· Φιλῖνος δέ φησιν, ὅτι | ||
theta90 | διὰ τοῦτο ἐκλήθη θεωρικὰ, διότι τῶν Διονυσίων ὑπογύων ὄντων, διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ μηδεὶς ἀπολείπηται δι’ ἐνδείαν ἀναλωμάτων· ἄλλοτε δὲ ἄλλως ὡρίζετο τὸ | |
5 | διδόμενον· εἴς τε τὰς θέας καὶ τὰς θυσίας καὶ τὰς ἑορτάς· οὐκ ἐξῆν δὲ τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν· ἦν δὲ καὶ ἀρχὴ τίς ἐπὶ τοῦ θεω‐ ρικοῦ· ὡς Αἰσχίνης ἐν τῶ κατὰ Κτησιφῶντος δηλοῖ. | |
10 | Θεωρίς: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστογείτονος, εἰ γνήσιος· μάντις ἦν ἡ Θεωρὶς καὶ ἀσεβείας κρι‐ θεῖσα ἀπέθανεν. Θεωροί: οἱ εἰς θεοὺς πεμπόμενοι φύλακες τῶν θυσιῶν καὶ χρησίμων· θεωροὶ μέντοι λέγονται οὐ μόνον οἱ | |
15 | θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι· καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τὸ θεῖον φροντίζοντας οὕτως ὠνόμαζον· ὥρην γὰρ ἔλεγον τὴν φροντίδα. Θεῶν ἀγορά: ἐπὶ τῶν τολμώντων τι λέγειν ἐν τοῖς ὑπερέχουσι. | |
20 | Θήγοντες: ἀκονῶντες. Θηλάζειν: τὸ τρέφειν τωῖ γάλακτι οἱ ἀρχαῖοι πάν‐ τες· οὕτως μάλιστα οἱ Ἴωνες. Θηλάστριαν: ἣν θηλάσεταί τις· ἰδίως· οὕτως Κρα‐ τῖνος. | |
25 | Θηλή: μαστὸς ὁ γαλουχῶν. Θηλυδρίας: τεθηλυμμένος. | |
Θήλυνοι: ἥσυχοι. | ||
theta91 | Θημακεύς: δῆμος ἐστὶ φυλῆς τῆς Ἐρεχθηΐδος ὁ Θη‐ μακός. Θημαχός: δῆμος Ἐρεχθηΐδος. Θημῶνες: οἱ σωροὶ τῶν δραγμάτων. | |
5 | Θηραστεύεσθαι: ἀναβάλλεσθαι. Θηραμένης: οὗτος ἀνηρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λʹ. Θηράτορας: κυνηγούς. Θηραιον: ποικίλον ἱμάτιον. | |
10 | Θηρικλέους τέκνον: κύλιξ, ἣν λέγεται πρῶτος κερα‐ μεῦσαι Θηρικλῆς. Θηρίκλειον: ποτήριον ὑέλινον. Θηρῶντες: ἐπιτηροῦντες. Θῆσσαν: μισθωτικὴν ἢ εὐτελῆ· (θῆσσαν τράπε‐ | |
15 | ζαν) δουλικὴν τροφήν. Θῆσσα: ἡ πενιχρά· ἀπολειφθεῖσα ὑπὸ τῶν γονέων καὶ ἐπιδικαζομένη γάμου τῶν ἀγχιστείων. Θησεῖον: τὸ Θησέως ἡρῶον, ὃ τοῖς οἰκέταις ἄσυλον ἦν· ἐλέγοντο δὲ δίκαι καὶ ἐνταῦθα. | |
20 | Θησεῖον: τέμενος ἐστὶν ἀνειμένον τῶ Θησεῖ. Θήσομαι: ὁρίσω· ποιήσω· ἀναδείξω. Θητεία: παραμονὴ ἢ δουλεία. | |
Θῆτες: οἱ ἕνεκα τροφῆς δουλεύοντες. | ||
theta92 | Θητεὺς καὶ θητικόν: εἰς τέσσαρα διαιρουμένης παρ’ Ἀθηναίοις τῆς πολιτείας, οἱ ἀπορώτατοι θητεῖς ἐλέ‐ γοντο καὶ θητικὸν τελεῖν· οὗτοι δὲ οὐδὲ μιᾶς μετεῖ‐ χον ἀρχῆς, οὐδὲ ἐστρατεύοντο· καὶ θῆσσαν δὲ ὠνό‐ | |
5 | μαζον οἱ Ἀττικοὶ τὴν πενιχρὰν κόρην, ἣν ἐπάναγ‐ κες ἦν τοὺς ἔγγιστα γένους ἢ λαμβάνειν πρὸς γά‐ μον, ἢ πέντε μνὰς διδόναι. Θητεύειν: μισθῶ ἐργάζεσθαι. Θίασος: τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τέλει καὶ τιμῆ | |
10 | θεοῦ· οὕτως Δημοσθένης καὶ Ξενοφῶν· Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τοὔνομα· θιασῶται δὲ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· οὕτως Ἰσαῖος. Θίβη: κιβώτιον ἐκ βύβλου πλεκτὸν, ὡς κοφινῶδες. | |
15 | Θιβρώνιον νόμισμα: ἐδόκει ἀπὸ Θίβρωνος τοῦ χαράξ‐ αντος εἰρῆσθαι. Θίγειν: ψαῦσαι· ἐγγίσαι. Θιγγάνει: ἅπτεται. Θίμβρων: Λακεδαιμόνιος· οὗτος ἦν πεμφθεὶς εἰς | |
20 | τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά. Θῖνα: αἰγιαλόν· σωρόν. Θλαδίας: εὐνοῦχος. Θλίβει: ἐκπιέζει. Θοάς: ταχείας ὁρμάς. | |
25 | Θοηρός: τεταραγμένος. Θοιμάτιον: τὸ ἱμάτιον. | |
Θοινᾶται: εὐωχεῖται. | ||
theta93 | Θοίνη: τροφή· εὐωχία· κατάβρωμα. Θόλος: οἶκος περιφερής· ἐν ωἷ οἱ πρυτάνεις εἱστιῶν‐ το· πρυτάνειον δὲ ὠνόμασται, ἐπεὶ πύρων ἦν τα‐ μιεῖον. | |
5 | Θόλος: τόπος ἐν τοῖς ἀρχείοις θολοειδής· ὀροφὴν ἔχων ἐξ οἰκοδομῆς, ἀλλ’ οὐχὶ ξυλίνην· ἢ διὰ τὸ οἰκοδο‐ μεῖσθαι αὐτὸν στρογγύλον· λέγεται δὲ καὶ θηλυκῶς ἡ θόλος. Θολερὸς προσβαίνεις: μὴ καθεσταμένην καὶ ἀσφαλῆ | |
10 | πορείαν ἔχων· ἀλλὰ ἀστάτως καὶ τεταραγμένως προΐων. Θοραί: δῆμος Ἀντιοχίδος. Θόρικος: δῆμος Ἀκαμαντίδος. Θοῦ: κατάθου. | |
15 | Θορός: τὸ σπέρμα τοῦ σώματος. Θορών: πηδήσας. Θοῦρον: πηδητικόν· ταχύν· πολεμικώτατον. Θουριομάντεις: τοὺς περὶ Λάμπωνα· τὴν γὰρ εἰς Σύβαριν ἀποικίαν οἱ μὲν Λάμπωνι ἀνατιθέασιν· οἱ | |
20 | δὲ Ξενοκρίτω· οἱ δὲ τῶ Χαλκιδεῖ Διονυσίω· οἱ δὲ καθάριοι τωῖ Λάκωνι· οἱ δὲ Πλησίππω Ἀθηναίω. Θρᾶκες ὅρκια οὐκ ἐπιστάνται: ταύτης μέμνηται Μέ‐ | |
νανδρος ἐν τῆ πρώτη· λέγει γὰρ ὅτι ἐν αὐτῆ τηῖ | ||
theta94 | γηῖ ὁ πρεσβύτατος ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο· καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα ἐγένετο· Θρᾶκες ὅρκια οὐκ ἐπίστανται. Θράνος: ὑποπόδιον· καὶ θρανίδιον λέγουσιν. | |
5 | Θρανίου: δίφρου. Θράττειν: ταράσσειν· ἐνοχλεῖν· νύσσειν· δυσωπεῖσ‐ θαι καὶ ὑφορᾶσθαι. Θρανεύομαι: συντρίβομαι· συγκόπτομαι. Θρανιτρίδες: κῶπαι θρανιτῶν. | |
10 | Θραύεται: κλᾶται. Θραύματα: νευροσπάσματα. Θραῦσις: φθορά· ἧττα ἐν πολέμω· θάνατος· ἀρρωσ‐ τία· συντριβή· πληγή. Θρεῖα: δῆμος Οἰνηΐδος. | |
15 | Θρεκτός: δρόμος. Θρέμματα: πρόβατα. Θρέπτρα: τροφεῖα. Θρέψας: πήξας. Θρησκεύει: θεοσεβεῖ· ὑπηρετεῖ τοῖς θεοῖς. | |
20 | Θρῆσκος: ἑτερόδοξος. Θρῖα: τὰ φύλλα τῆς συκῆς. Θρίαι: αἱ μαντικαὶ ψῆφοι. Θριαμβεύσας: δημοσιεύσας. Θριάμβους: τοὺς ἰάμβους ἔνιοι ἔλεγον. | |
25 | Θρίαμβος: ἐπίδειξις νίκης· πομπή· καὶ τὸ σεμνύ‐ | |
νεσθαι. | ||
theta95 | Θριάσιαι· πύλαι οὕτως καλοῦνται. Θριάσιον: πεδίον. Θριγκός: τὸ περίφραγμα· στεφάνη· μικρὸν τειχίον· περίβολον. | |
5 | Θριδακίνας: εἶδος μάζης. Θρίναξ: ὄργανον γεωργικὸν ὀδοντικόν. Θριπηδέστατα: τὰ ξύλα τὰ ὑπὸ θριπῶν διαβεβρω‐ μένα, οἷς ἀντὶ σφραγίδων ἐχρῶντο· θρὶψ γὰρ ζῶον ἐστὶ κατεσθίον ξύλα καὶ κέρατα. | |
10 | Θριπηδεστόν: Ὑπερίδης τὴν Ἑλλάδα εἶπεν· ἀντὶ τοῦ διεφθαρμένην· ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσ‐ μένων ξύλων. Θρόνιον: πόλις ἐστὶ τῆς Λοκρίδος. Θροῦς: ἦχος· φωνὴ ἄσημος· λαλιά· θόρυβος. | |
15 | Θρυαλλίς: ἐσχάρα· λύχνος· ἀκτίς· καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα· Ἀριστοφάνης Νεφέλαις. Θρυαλλίς: ἄνθος λυχνίδος ἢ λύχνου· τὸ περικαιόμε‐ νον τοῦ ἐλλυχνίου. Θρυλεῖ: λαλεῖ· κυκᾶ. | |
20 | Θρύλος: ψιθυρισμός· ὁμιλία μὴ φανερῶς γινομένη. Θρυμματίς: σκεύασμα διὰ στέατος καὶ σεμιδάλεως καὶ συκαλλίδων. Θρύπτεται: μαλακίζεται· ἢ βλακεύεται· χαυνοῦται ἢ ἀνακλᾶται. | |
25 | Θρωίσκει: πηδᾶ. | |
theta96 | Θρωσμός: βουνοειδὴς τόπος· ἀφ’ οὗ ἐπικαταβαίνοντα θορεῖν, ὅ ἐστι θεάσασθαι. Θυγατριδῆ: ἐγγόνη· τῆς θυγατρὸς θυγάτηρ. Θυγατρίζουσα: θυγατέρα καλοῦσα. | |
5 | Θύειν: τὸ ὁρμᾶν· καὶ τὸ θυμιᾶν. Θύελλα: συστροφὴ ἀνέμου. Θυηλαί: αἱ διὰ τῶν θυσιῶν μαντεῖαι. Θυηπόλος: ὁ θύων ἱερεύς. Θυηπολοῦσι: περὶ τὴν θυσίαν ἀναστρέφονται. | |
10 | Θυηπολοῦσι: περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι θεοὺς ἐξιλάσκεσθαι. Θυηχόοι: οἱ ἱερεῖς οἱ ὑπὲρ τῶν ἄλλων θύοντες τοῖς θεοῖς. Θυηκετάδαι: δῆμος Ἱπποθοωντίδος. | |
15 | Θύλακος: ὁ ῥαπτὸς φάσκωλος. Θυλακοφόροι: οἱ μεταλλεύοντες, ὅτι θυλάκους ἐφό‐ ρουν. Θυλήματα: πέμματα· ἀπαρχάς· ἄλφιτα ἃ ἔμισ‐ γον οἴνω καὶ ἐλαίω εἰς θυσίαν ἀναφέροντες. | |
20 | Θυμαλγέα: λυπηρά. Θυμάλωψ: δαίμων τις οὕτως καλεῖται· καὶ θυμά‐ λωπες, οἱ κεκαυμένοι ἄνθρακες, ἢ ἡμίκαυτα ξύλα, ἢ σπινθῆρες. Θύματα: θυμιάματα. | |
25 | Θυμβροφάγον: δριμύ. | |
Θύμελον: τὸν βωμόν. | ||
theta97 | Θυμηδία: τέρψις· τρυφή· εὐφρασία. Θυμηρέστερον: ἡδύτερον. Θυμῆρες: καταθύμιον. Θυμικόν: ὀργίλον. | |
5 | Θυμαιτάδαι: δῆμος Ἱπποθοωντίδος· ἀπὸ Θυμαίτου τοῦ ἥρωος. Θυμοβόρος: ἡ τὴν γῆν διαφθείρουσα. Θυμολέων: θυμώδης τὴν ψυχήν. Θυμόμαντις: ὁ διὰ τοῦ συλλογίζεσθαι προγινώσκων | |
10 | τὸ μέλλον. Θυμός: ἡ ψυχή. Θυμόσοφος: εὐμαθής· φυσικός· εὐφυής. Θυμοφθόρα: τὰ τὴν ψυχὴν φθείροντα. Θύνων: ὁρμῶν. | |
15 | Θυννάζοντες: ἀντὶ τοῦ κεντοῦντες· τοὺς γὰρ μεγά‐ λους θύννους τριόδοις ἐλάμβανον. Θυοσκόπος: ὁ διὰ τῶν θυσιῶν μαντευόμενος. Θυοσκόποι: καὶ ἱερουργοὶ, καὶ ἱεροσκόποι· καὶ οἱ διὰ τῶν ἐμπύρων σημαίνοντες τὸ μέλλον. | |
20 | Θύραζε καὶ θύραθεν καὶ θύρασιν: τὸ μὲν εἰς τὸ ἐκτός· τὸ δὲ ἔξωθεν· τὸ δὲ ἔξω. Θύραζε Κᾶρες· οὐκέτ’ Ἀνθεστήρια ἦ: οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαι φασίν· ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ | |
25 | ἐργαζομένων· τῆς οὖν ἑορτῆς τελεσθείσης λέγειν | |
ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς· Θύραζε Κᾶρες· | ||
theta98 | οὐκέτ’ Ἀνθεστήρια ἦ· τινὲς δὲ οὕτως τὴν παροιμίαν φασί· Θύραζε κῆρες· οὐκ ἔνι Ἀνθεστήρια· ὡς κατὰ τὴν πόλιν τοῖς Ἀνθεστηρίοις τῶν ψυχῶν περιερ‐ χομένων. | |
5 | Θυρέαν: τὴν τοῦ μεσοτοίχου διακοπήν. Θυραῖα: τὸ ἄνοιγμα τῆς θύρας· Μένανδρος. Θυραυλεῖν: πλανᾶσθαι κατὰ τὴν πόλιν· ἢ παρὰ ταῖς θύραις αὐλίζεσθαι· ὅπέρ ἐστι καθέζεσθαι καὶ προσεδρεύειν. | |
10 | Θυργωνίδαι: δῆμος Πτολεμαΐδος φυλῆς. Θύρετρα: θυρώματα ἢ ἀραιόθυρα. Θυρσός: βακχικὴ ῥάβδος, ἢ λαμπὰς ἣν ἐβάσταζον εἰς τιμὴν τῶ Διονύσωι. Θυρσοί: θύματα. | |
15 | Θυρσόν: τὸ ὅπλον· Φιλήμων. Θυσάνοις: κροσσοῖς. Θύστιον: πόλις τῆς Αἰτωλίας· τινὲς δὲ Θύτιον, ἄνευ τοῦ ς. Θύσθλα: ῥάβδοι· νάρθηκες. | |
20 | Θυτεῖον: ὁ τόπος ὅπου ἔθυον. Θυτηρίοις: θυμιατηρίοις. Θύψαι: καπνίσαι. Θύψαντα: πῦρ καύσαντα. Θυωμάτων: θυμάτων· μύρων· ἀρωμάτων· θυμιαμά‐ | |
25 | των. Θωή: κόλασις. | |
Θώμιγξ: λεπτὸν σχοινίον. | ||
theta99 | Θωμοί: οἱ τῶν σπερμάτων σωροί. Θωμίζει: τῶ κέντρω ἐρεθίζει· καὶ τὸ μαστίζει. Θωπευτικός: κολακευτικός. Θωπεία: κολακεία. | |
5 | Θῶπες: οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακεία. Θωρακείοις: προμαχῶσιν ἢ δρυφάκτοις· λουρικίοις· διὰ διφθόγγου· οὕτως αὐτὸ Ἡρωιδιανός. Θώραξ: πύργος· χιτών· στῆθος· σῶμα· καὶ τὸ ὅπλον. | |
10 | Θωραχθείς: ὁπλισθείς. Θωρήσσετο: καθωπλίζετο. Θωρόντες: ὁρμήσαντες. Θωχθείς: θωραχθείς. Θῶψαι: τὸ θωπεῦσαι. | |
15 | Θώων: θηρία ἐξ ὑαίνης καὶ λύκου γεννώμενα. | |
16t | Τέλος τοῦ θ στοιχείου. | |
iota99(17t) | Ἀρχὴ σὺν θεῶ ι. | |
18 | Ἰαίνει: εὐφραίνει. Ἰαλεμῶ: θρηνῶ· Ἰάλεμος γὰρ θρήνου εἶδος· λέγεται | |
20 | δὲ καὶ Ἰάλεμος ὁ υἱὸς Καλλιόπης· καὶ ὁ καλός· | |
iota100 | καὶ ὁ ὀρφανός· ἔνιοι δὲ καὶ τὸν κακὸν δαίμονα· καὶ Ἰαλεμώδη, τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια. Ἴακχος: Διόνυσος ἐπὶ τῶ μαστῶ· καὶ ἥρως τίς, καὶ ἡ ἐπ’ αὐτῶ ὠδή· καὶ ἡ ἡμέρα καθ’ ἣν εἰς αὐτὸν ἡ | |
5 | πανήγυρις· ἔνιοι δὲ θόρυβος. Ἰαμβίζειν: τὸ χλευάζειν. Ἰαμβύκη: ὄργανον μουσικόν· εἴρηται δὲ ἐν ἑτέροις καὶ ὠνομάσθη, ὡς φασὶν, ὅτι πρὸς αὐτὸ ἰάμβους ἦδον· ἡ δὲ σαμβύκη νεώτερον· καὶ ὀψὲ ὑπὸ Σάμ‐ | |
10 | βυκός τινος εὑρέθη. Ἰαμβύκαι: ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ηἶδον· οἱ δὲ σαμβύκαι. Ἰάνθη: ἥσθη· ἐχάρη· διεχύθη. Ἰάπυξ: ἄνεμος ἐλαφρός. | |
15 | Ἰατήρ: ἰατρός. Ἰαχή: βοή· ἦχος ἢ θρῆνος. Ἴβις: ὄρνεον ὀφιοφάγον. Ἰβύ μέγα: ἀντὶ τοῦ ἀναφθεγξάμενοι μέγα· οὕτως Τηλεκλῆς. | |
20 | Ἰγνύη: ὁ ὑπὸ τὸ γόνυ τόπος, ὀπίσω τοῦ γόνατος. Ἰδάλιμος: εὐειδής. Ἰδαρναῖοι: μάντεις ἀπό τινος Ἰδαρνοῦ μάντεως· οἱ δὲ ἀπὸ πόλεως Καρικῆς· Καλλίστρατος δὲ τοὺς ἐκτο‐ μίας. | |
25 | Ἰδέας: μορφάς· ἐν Ἀλκιβιάδη· ἀπὸ τοῦ ἰδέσθαι. Ἰδέρως: ὁ ἅμα τωῖ ἰδεῖν ἐρῶν. | |
Ἰδίαις δαπάναις: ταῖς ἰδιωτικαῖς. | ||
iota101 | Ἰδιάσαι: τὸ ἰδιολογήσασθαι. Ἰδίαν: ἀντὶ τοῦ ἰδιωτικήν· Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος· καὶ ἴδιον, τὸ ἰδιωτικόν. Ἴδη: πᾶν σύμφυτον ὄρος. | |
5 | Ἰδίειν: ἱδροῦν· καὶ ἀνιδιτὶ, τὸ ἀνιδρωτί. Ἰδιαίτερον: ἰδικώτερον. Ἰδιόξενος: ἴδιος φίλος. Ἰδιόξενος: ὁ ἰδία καθ’ αὑτὸν ξένος ὤν· πρόξενος δὲ ὁ ὅλης πόλεως ξένος· παρ’ ωἷ καὶ οἱ πρέσβεις κατά‐ | |
10 | γονται· καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον· καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τηῖ πατρίδι τηῖ ἑαυτοῦ τὰ τῆ πόλει ἐκείνη δια‐ φέροντα ἧς προξενεῖ· δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονὼς τινί· ἀστόξενος δὲ ὁ ἐκ προγόνων | |
15 | μὲν ἀστῶν αὐτὸς δὲ ξένος καὶ ἀνανεώσεως δεόμε‐ νος· οἷον Ἀγαμέμνων ἐν Λυδία. Ἰδιοπραγεῖ: τὰ ἴδια πράσσει· ἡσυχάζει. Ἰδιώσασθαι: ἰδιοποιήσασθαι. Ἰδίων: ἰδιωτικῶν. | |
20 | Ἰδιώτας: τοὺς πολίτας· οὕτως Θουκυδίδης. Ἰδνωθείς: καμφθείς. Ἱδριεύς: δυνάστης ἦν οὗτος ἐν Καρία· υἱὸς Ἑκατόμ‐ νου· ἀδελφὸς δὲ Μαυσωλοῦ καὶ Ἀρτεμισίας. Ἴδρις: ἔμπειρος. | |
25 | Ἱδρυμένος: τεθεμελιωμένος. | |
Ἱδρύσαντο: ἐκάθισαν· ἵδρυσαν. | ||
iota102 | Ἵδρυσις: ἑδραῖα· ἀσφάλεια. Ἰδύους: τοὺς μάρτυρας· οὕτως Σόλων. Ἵει: πέμπει· ἀμφιβάλλει. Ἰέμενοι: ἐπιθυμοῦντες. | |
5 | Ἰέναι: πορεύεσθαι ἢ πορευθῆναι. Ἴενται: ὁρμῶσιν. Ἱέντες: ἀφιέντες. Ἱερᾶσθαι: ἱερουργεῖν. Ἱέραξ: εἷς ἦν τῶν Ἀμφιπολιτῶν πεμφθέντων πρέσ‐ | |
10 | βεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν. Ἱερὰ συκῆ: οὕτω λέγεται ἡ παρὰ τὴν Ἐλευσῖνα ὁδός. Ἱερὰ ὁδός: ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ ἄστεος | |
15 | ἐπὶ Ἐλευσῖνα. Ἱερὰ τριήρης: λέγοιτ’ ἂν ἡ πάραλος. Ἱεράτω: κατὰ νόμον ὀργιαζέτω· καὶ θυέτω· ὀργεῶνες γὰρ οἱ θύται. Ἱερεῖον: θῦμα· πᾶν τὸ θυόμενον. | |
20 | Ἱερείας ἐνύπνιον: ἄλλοι δὲ φασὶ δεῖν μᾶλλον Ἱμε‐ ραίας ἐνύπνιον λέγεσθαι· Ἱμεραῖα δὲ γραῦς τίς, ὡς φασὶν, ὁρᾶν ἑαυτὴν ἐδόκει εἰς οὐρανοὺς ἀναγομένην, καὶ δῆτα ἐλθοῦσαν εἰς τὰ τοῦ Διὸς οἰκήματα θεά‐ σασθαι ἄνδρα πυρρὸν δεδεμένον ἁλύσει σιδηρᾶ | |
25 | ὑπὸ τὸν βασίλειον θρόνον· πυθομένην δὲ τίς εἴη, ὁ | |
ἀλάστωρ, ἀκοῦσαι, τῆς Σικελίας· τὸ μὲν ἐνύπνιον | ||
iota103 | ἐν τούτω· ὕστερον δὲ χρόνοις ἰδοῦσα τυραννοῦντα τὸν Διονύσιον, τό, τε ὄναρ πολλοῖς διηγήσατο καὶ αὐτὸν εἶναι τὸν τεθεαμένον ἀπήγγελλεν· ἣν ὀργισθεὶς ἀπέκτεινεν ὁ Διονύσιος. | |
5 | Ἱέρευσεν: ἔθυσεν. Ἱερή: θαυμαστή. Ἱερομηνία: αἱ ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται· Δημοσθένης κατὰ Τιμοκράτους. Ἱερομηνία: ἱερὰ ἑορτή· ἢ καταμήνια. | |
10 | Ἱερομνήμονες: οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμ‐ ματεῖς. Ἱερομνήμονες: οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμ‐ φικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν· ἢ οἱ συνθύοντες εἰς τὸ συνέ‐ | |
15 | δριον τῶν Ἀμφικτυόνων ἐξ ἑκάστης πόλεως· ὠνο‐ μάσθησαν δὲ παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν· ἱερὰ δὲ τὰ Ἀμφικτυονικὰ δόγματα· καὶ ἱερὸν τὸ τῶν Ἀμφικτυόνων συνέδριον. Ἱερομύστης: ἱερὰ μυστήρια εἰσηγούμενος· ἅγιος. | |
20 | Ἱερὸν γάμον: Ἀθηναῖοι ἑορτὴν Διὸς ἄγουσι καὶ Ἥρας, ἱερὸν γάμον καλοῦντες. Ἱερὸν τί νεωκορήσας: ἀντὶ τοῦ εὐφημότερον ἱερα‐ τεύσας. Ἱεροποιοί: κληρωτοὶ ἄρχοντες, δέκα τὸν ἀριθμόν· οἳ τά | |
25 | τε μαντεύματα ἱεροθυτοῦσι· κἄν τις καλλιερήση, συγκαλλιεροῦσι τοῖς μαντεύμασι· καὶ θυσίας τὰς | |
νομιζομένας ἐπιτελοῦσι· καὶ τὰς πενταετηρίδας | ||
iota104 | ἁπάσας διοικοῦσι, πλὴν Παναθηναίων· εἰσὶ δὲ καὶ ἄλλοι ἱεροποιοὶ τῶν σεμνῶν θεῶν, οἱ τὸν ἀριθμὸν εἰσὶν ἀόριστοι. Ἱερώνυμος: στρατηγὸς Ἀθηναίων· ἕτερος δέ ἐστιν | |
5 | Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημο‐ σθένης ἐν τωῖ κατ’ Αἰσχίνου. Ἱερώσυνα: τὰ εἰωθότα διδόσθαι ἱερὰ ἐξαίρετα τοῖς ἱερεῦσιν ἐπὶ τιμῆ τῆς ἱερωσύνης. Ἱεροφάντιδες: αἱ τὰ ἱερὰ φαίνουσαι τοῖς μυουμένοις. | |
10 | Ἱεροφάντης: μυσταγωγός· ἱερεύς. Ἱεροφάντης: οὕτως ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην· τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἀπι‐ όντα τὰ ἱερά. Ἱεροφωνῶν: μεγαλοφωνῶν. | |
15 | Ἱερωῖ: θείω· ἤτοι μεγάλωι. Ἱερῶσθαι: φησὶ Θουκυδίδης· νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι· σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι καὶ οἷον καθ‐ ιερῶσθαι. | |
20 | Ἰέσθην: ἐπροθυμοῦντο· ἐπορεύοντο. Ἴεται: προθυμεῖται· πορεύεται. Ἵζει: καθίζει ἢ κάθηται. Ἵησιν: ἀφίησιν. Ἰθαγενής: αὐτόχθων· γνήσιος. | |
25 | Ἰθέως: ὀρθῶς. Ἴθι: ἔρχου ἢ πορεύου. | |
Ἴθματα: ἴχνη· βήματα· δικαιώματα· ὁρμάς. | ||
iota105 | Ἴθορος: παροιμιῶδες ἐπὶ τῶν παρακελευομένων. Ἰθὺ καὶ ἰθύς: ἐπ’ εὐθείας. Ἴθυμβος: ὠδὴ μακρὰ καὶ ὑπόσκαιος. Ἰθύνει: διοικεῖ· κατευθύνει· ὀρθοῖ. | |
5 | Ἰθυντήρ: ὁδηγός· κυβερνήτης· χαλινός· πηδάλιον. Ἴθυσεν: ἐπ’ εὐθείας ὥρμησεν. Ἰθυτενές: εἰς εὐθείαν τεταμένον. Ἰθύφαλλοι: οἱ ἐπίορκοι καὶ ἀκολουθοῦντες τῶ φαλλῶ γυναικείαν στολὴν ἔχοντες· λέγεται δὲ φαλλὸς | |
10 | ὁτὲ μὲν καὶ τὸ αἰδοῖον καὶ ποιήματα δὲ καλεῖσθαι ἃ ἐπὶ τῶ ἱσταμένω φαλλῶ ἄδεται. Ἰθύφαλλοι: οἱ τοὺς ἰθυφάλλους ἐν τῆ ὀρχήστρα ὀρχούμενοι· ποιήματα δέ τινα οὕτω λέγεται, τὰ ἐπὶ τῶ φαλλῶ ἀδόμενα· ἐλέγετο δὲ κυρίως ἰθύφαλλος | |
15 | τὸ ἐντεταμένον αἰδοῖον. Ἱκάνειν: παρεγένετο. Ἱκαριεύς: δῆμος φυλῆς τῆς Αἰγηΐδος· καὶ Ἱκάριοι οἱ αὐτοί. Ἴκελος: ὅμοιος. | |
20 | Ἱκέσθην: παρεγένοντο. Ἱκέτω: παραγενέσθω. Ἱκετηρία: Αἰσχίνης ἐν τῆ ἀπολογία· ἱκετηρία κα‐ λεῖται ἐλαίας κλάδος, στέμματι ἐστεμμένος. Ἱκνοῦμαι: εὔχομαι· ἱκετεύω. | |
25 | Ἱκνούμενος: παρακαλῶν. | |
iota106 | Ἵκοντο: παρεγένοντο. Ἴκρια: ὀρθὰ ξύλα· ἢ σανιδώματα τῆς νεώς. Ἴκρια: τὰ ἐν τῆ ἀγορᾶ· ἀφ’ ὧν ἐθεῶντο τοὺς Διονυ‐ σιακοὺς ἀγῶνας πρὶν ἢ κατασκευασθῆναι τὸ ἐν | |
5 | Διονύσου θέατρον. Ἵκταρ: ἐγγύς· εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι· οὕτως Πλάτων. Ἵκτερος: λέγουσιν εἶναι πόνον ὠχροειδῆ ἀπὸ θυμοῦ ἐγειρόμενον· ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατη‐ | |
10 | μένων ὠχροὺς καὶ μέλανας ποιεῖν, ὡς καὶ τῶν ἰκτίνων, ἀφ’ οὗ καλεῖται. Ἰλαδόν: ἐν ἀθροίσει· κατὰ ἴλας· δηλοῖ δὲ καὶ τὸ δασύ. Ἰλαπινάζω: εὐωχοῦμαι. | |
15 | Ἰλαπίνας: θυσίας· ἑορτάς· εὐωχίας. Ἴλας: ἀγέλας ἢ τάξεις· καὶ ἰλάρχας ταξιάρχας. Ἱλασμός: εὐμενής· πραότατος· συγχώρησις. Ἱλαστήριον: θυσιαστήριον. Ἰλεός: κατάδυσις θηρίου. | |
20 | Ἱλεω: ἱλασμόν. Ἵλεως: ἱλαρὸς καὶ εὔθυμος. Ἱλεωτήριον: ἱλαστήριον. Ἰλιὰς κακῶν: ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν. | |
25 | Ἰλιγγιᾶ: ὅτ’ ἂν περὶ τὴν καρδίαν στρόφος γένηται, | |
ἐπακολουθεῖ σκότος, καὶ τοῦτο λέγουσιν ἴλιγγον. | ||
iota107 | Ἴλιον: τὸ ἐφήβαιον. Ἰλισσός: ποταμὸς ἐν τηῖ Ἀττικηῖ. Ἴλλειν: συνέχειν. Ἰλλόν: στρεβλόν· στραβόν. | |
5 | Ἰλλώπτειν: ἐμβλέπειν ἐπιμύουσι καὶ ἐγκεκλασ‐ μένοις ὀφθαλμοῖς. Ἰλλωτρύει: στραβίζει. Ἰλύς: βόρβορος. Ἰλυσπῶντες: συνειλούμενοι ἢ τὴν ἰλὺν σπώμενοι. | |
10 | Ἰμᾶν καὶ ἰμῆν: ἀντλεῖν· ἀνέλκειν· ἀνασπᾶν. Ἰμᾶν: τὸ ἀνασπᾶν· τὸ γὰρ παλαιὸν ἱμάντας ἐνδησά‐ μενοι, ἀνίμων ἢ καθίμων. Ἰμάντας: τοὺς τῶν ἱστίων· Ἀρισταγόρας. Ἰμάντες: λῶροι· δεσμοί. | |
15 | Ἰμάντωσις: δέσις ξύλων ἐμβαλλομένων ἐν τοῖς οἰκοδομήμασιν. Ἰμαοιδός: ἡ ἐπιμύλιος ὠδή· ἱμαλιὰ γὰρ ἡ τροφή· καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. Ἴμασεν: ἐμάστιξεν. | |
20 | Ἱμάσω: πλήξω· πατάξω. Ἰμαῖος: ἡ ἐπιμύλιος ὠδή. Ἴμβριοι: οἱ τὰς δίκας ὑποφεύγοντες· ἐπειδὴ ἐσκέπ‐ τοντο ἐν Ἴμβρω εἶναι. | |
Ἱμείρω: ἐπιθυμῶ. | ||
iota108 | Ἱμερόεντα: λάμποντα. Ἵμερος: ἐπιθυμία. Ἱμερτός: καλός· ἐπέραστος· ποθεινός. Ἰμονιά: τὸ τοῦ ἀντλήματος σχοινίον. | |
5 | Ἵνα: ὅπου· Ἀντιφῶν ἐν τῶ περὶ τῆς ὁμονοίας· ἵνα οὐδὲν ἔργον ὀκνεῖν. Ἱνᾶσθαι: καθαίρεσθαι· ἐκκενοῦσθαι· καὶ ὑπέρινος· ὁ ὑπερκεκαθαρμένος. Ἰνδάλλεται: καταφαίνεται· ὁμοιοῦται. | |
10 | Ἰνδάλματα: φαντάσματα· ὀνείρατα· ἅπερ μὴ παρ‐ όντα ὑπονοεῖ τίς· ὁμοιώματα· ἀπεικονίσματα. Ἶνες: νεῦρα. Ἶννος: ἐξ ἡμιόνου καὶ θηλείας ἵππου· πεντήκοντα ἔτη ζῆ ἡμίονος· ὁ δέ γ’ ἶννος ἐξ ἀμφοτέρων ἵππων, | |
15 | ἐν τῆ κυήσει νοσησάσης τῆς ἵππου· οἷον νάννος. Ἰνύκιος οἶνος: ἡδύς· Ἴνυκος δὲ πολισμάτιον Σικελικὸν ἐν ωἷ γίνεται οἶνος κάλλιστος. Ἰξάλη: ἡ αἰγεῖα· ἐπεὶ ἴξαλοι οἱ αἶγες· καὶ ἴξαλος πηδητικός. | |
20 | Ἰξία: ὁ παρ’ ἐνίοις λεγόμενος κιρσός· ἔστι δὲ αἷμα νενοσηκὸς, ὀνομασθεὶς ἀπὸ τῶν δρυῶν, ἐν αἷς συστροφαί εἰσιν, ὅθεν ὁ ἰξὸς ἀπορρεῖ. Ἰξύν: τὴν ὀσφύν. Ἰοδόχη: βελοθήκη. | |
25 | Ἰόν: τὸ βέλος. Ἰόνιον πέλαγος: ὁ νῦν Ἀδρίας· καὶ Ἰόνιος κόλπος· | |
τὸν γὰρ Ἀδρίαν οὕτως ὠνόμαζον. | ||
iota109 | Ἰόντες: πορευόμενοι. Ἴοντο: προεθυμοῦντο· προηροῦντο. Ἰού: σχετλιαστικὸν ἐπίρρημα· ἀντὶ τοῦ οἴμοι. Ἰοῦλος: ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ· πολύπουν δέ τι | |
5 | ζῶον· καὶ τὸ ἐξάνθημα τὸ ἐπὶ τῶν γενείων· καὶ τὸ ἐπὶ ταῖς καρύαις ἄνθος· καὶ ὠδῆς τί γένος ἰοῦ‐ λος καὶ ὁ προσφιλὴς τηῖ Ἀρτέμιδι· ἔνιοι δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρείαις γιγνόμενον πολύποδα καὶ συστρε‐ φόμενον ἰοῦλον καλοῦσιν. | |
10 | Ἰοῦλος: τὸ δασὺ ἐπισεῖον τῶν γενείων· καὶ ὠδὴ εἰς Δήμητρα· τοὺς γὰρ ἐκ πολλῶν δραγμάτων δεσ‐ μοὺς ἰούλους καλοῦσι. Ἰοῦλος: χνοῦς τριχῶν· ἤτοι ἡ πρώτη τῶν γενείων βλάστη. | |
15 | Ἰουλίζων: ὁ τῆς γενειάδος ἀρχόμενος. Ἰοῦσαν: πορευομένην. Ἴπορος: πικρὸς περὶ τὰς τιμωρίας. Ἱππαγρέται: τρεῖς οὗτοι ἐγένοντο ἄρχοντες ἐν Σπάρτη. Ἱππάκη: Σκυθικὸν βρῶμα· διὰ γάλακτος ἵππου | |
20 | σκευαζόμενον. Ἱππαλεκτρυών: γρύψ· διὰ τὸ τετράσκελον εἶναι· καὶ πτέρυγας καὶ ῥύγχος ἔχειν ἐπικαμπές· ἔνιοι τὸν μέγαν ἀλεκτρυόνα· ἔνιοι παράσημον. Ἵππαρχοι: δύο ἦσαν· οἳ τῶν ἱππέων ἡγοῦντο, διε‐ | |
25 | λόμενοι τὰς φυλὰς ἑκάτερος ἀνὰ πέντε· ἐπιμελη‐ ταὶ δὲ εἰσὶ τῶν ἱππέων καθάπερ οἱ ταξίαρχοι δέκα | |
ὄντες εἷς ἐφ’ ἑκάστης φυλῆς τῶν ὁπλιτῶν. | ||
iota110 | Ἵππαρχος: ὁ τῶν ἵππων ἄρχων. Ἱππάς: Σόλων τοὺς νόμους Ἀθηναίοις γράψας, εἰς πέντε τέλη τὸ πᾶν πλῆθος αὐτῶν διέταξε καὶ τῶν κατὰ τὰς οὐσίας τιμημάτων· καὶ τὸ πρῶτον ὠνό‐ | |
5 | μασε πεντακοσιομεδίμνων· τὸ δεύτερον ἱππέων· τὸ τρίτον ζευγιτῶν· τὸ τέταρτον θητῶν· τὸ πέμπ‐ τον ἱππὰς ἐκαλεῖτο. Ἱππάς: Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτεία φησὶν ὅτι Σόλων εἰς τέσσαρα διεῖλε τέλη τὸ [δὲ] πλῆθος | |
10 | τῶν Ἀθηναίων· εἰς πεντακοσιομεδίμνους· εἰς ἱπ‐ πέας, ζευγίτας καὶ θῆτας· τῶν οὖν ἱππέων οἱ ἱππάδες. Ἵππαρχος: τύραννος Ἐρετρίας· ἕτερος δὲ Ἵππαρχος ὁ Πεισιστράτου· ἄλλος δὲ Ἵππαρχος ὁ Χάρμου· | |
15 | ὃς συγγενὴς ἦν Πεισιστράτου τοῦ τυράννου· καὶ πρῶτος ὑπέστη τὸν ἐξοστρακισμὸν διὰ τὴν ὑπο‐ ψίαν τὴν Πεισιστράτου· ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν· ἄλλος δέ ἐστιν Ἵππαρχος ὑποκριτὴς οὗ μνημονεύει Δημοσθένης· λέγεται δὲ | |
20 | Ἵππαρχος παρ’ Ἀθηναίοις καὶ ὁ τῶν ἱππέων ἄρ‐ χων· δύο δὲ ἦσαν οὗτοι. Ἱππέας εἰς πεδίον προκαλεῖ: δηλονότι ἔνθα ἂν εὐη‐ μερῆ τίς· τὰ γὰρ ἱππικὰ ἐν πεδίω κρατεῖ· Πλά‐ των εἰς τὸν Θεαίτητον ἐχρήσατο. | |
25 | Ἶπες: θηρίδια λυμαντικὰ τῶν ξύλων καὶ τῶν καρ‐ πῶν. | |
Ἶπνος: ὁ φοῦρνος· ἢ κάμινος· ἢ ὁ φανός. | ||
iota111 | Ἶπνος: μέρος τί τῆς οἰκίας, τὸ λεγόμενον παρ’ ἡμῖν μαγειρεῖον· λέγεται δὲ κυρίως ἶπνος ἡ κάμινος. Ἱππέρων: τὸν ἐφ’ ἵπποις ἔρωτα. Ἱππεῖς: ὁ ἐκ τεσσάρων σταδίων δρόμος. | |
5 | Ἱππήλατον: εὐρύχωρον· πλατύ· λεῖον· ἐψιλωμένον. Ἱππικαί: αἱ ἐξ ἵππων· ἱππικαὶ νευραί. Ἱπποδαμῆ: δῆμος Οἰνηΐδος. Ἱππόβοτος: μεγάλην γῆν ἔχων· δυνάμενος ἵππους τρέφειν. | |
10 | Ἱπποδάμοι: ἐφ’ ἵππους ἀναστρεφόμενοι. Ἱπποδάμου Νέμεσις ἐν Πειραιεῖ: ἦν δὲ Ἱππόδαμος Εὐρυκόοντος Μιλήσιος· ἢ Θούριος μετεωρολόγος· οὗτος διένειμεν Ἀθηναίοις τὸν Πειραιᾶ. Ἱπποδάμεια: ἀγορᾶς τόπος καλούμενος οὕτως ἐν | |
15 | Πειραιεῖ, ὑπὸ Ἱπποδάμου τοῦ Μιλησίου ἀρχιτέκ‐ τονος, τοῦ τὸν Πειραιᾶ κατασκευάσαντος καὶ τὰς τῆς πόλεως ὁδούς. Ἱπποδασείης: ἐξ ἱππείων τριχῶν λόφον ἐχούσης· ὃ δὴ δασύ ἐστιν. | |
20 | Ἱππόθορος: ἵππους βιβάζων· θόρος γὰρ τὸ σπέρμα· ἔστι δὲ καὶ αὔλημα. Ἱπποθοώντειον: τὸ ἡρῶον· ἀπὸ τοῦ Ἀλόπης καὶ Ποσειδῶνος· ἀφ’ οὗ καὶ ἡ φυλή. Ἱπποκλείδην: τὸ γυναικεῖον αἰδοῖον· παρὰ τὸ ἱπ‐ | |
25 | πεύειν. | |
iota112 | Ἱππόλυτος: σωφροσύνης παράδειγμα. Ἱππομανές: ωἷ χρῶνται πρὸς φίλτρον Ἱππόστρατος οφθορα ζῶα· γαλεώτης καταπίνων τὸ γῆρας· φάρ‐ μακον ὂν ἐπιλήπτων· καὶ ἔλαφος τὸ δεξιὸν κέρας | |
5 | ἐνορύττων· ὅτι εἰς πολλὰ χρήσιμον· καὶ ἵππος τῶν πώλων τὸ ἱππομανές· χρήσιμον γὰρ πρὸς φίλτρον. Ἱππία Ἀθηνᾶ: ταύτην Ποσειδῶνος εἶναι φασὶ θυγατέρα καὶ Πολύφης τῆς Ὠκεανοῦ· ἅρμα δὲ | |
10 | πρώτην κατασκευάσασαν, διὰ τοῦτο Ἱππίαν κλη‐ θῆναι. Ἱπποδαμεία: ἀγορὰ ἐν Πειραιεῖ οὕτω καλουμένη ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησα‐ μένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ. | |
15 | Ἱππότης: ἱππεύς· ἔφιππος. Ἱππότροχος: τὸ τρυσίππιον· διὰ τὸ τοῖς διὰ γῆρας ἐκτρυχωθεῖσιν ἵπποις ἐκτυποῦσθαι τροχὸν ἀπολε‐ γόντων αὐτοὺς τῶν στρατηγῶν. Ἱππόπορνε: ἀντὶ τοῦ μεγαλόπορνε· σπανίως. | |
20 | Ἰππούμενος: πιεζόμενος· ἀναγκαζόμενος. Ἵππουριν: τὴν ἐξ ἱππείων τριχῶν κατεσκευασμένον λόφον ἔχουσαν. Ἱππόφορβος: ἱππότροφος· φορβὴ γὰρ ἡ τροφή. | |
Ἵπταται: πέτεται. | ||
iota113 | Ἶρις: νέφος· ὑγρότης κατ’ ἔμπτωσιν ἡλίου πεποι‐ κιλμένον οἷον τόξον. Ἶρος: ὁ πτωχός. Ἴς: δύναμις· νεῦρα. | |
5 | Ἰσάζει: ἴσα ἦ. Ἰσαία: ἡ μερίς. Ἴσα λέγουσιν: ἀντὶ τοῦ παροῦ· ἔστι δὲ σχῆμα λό‐ γου. Ἴσαι ψῆφοι: τὸν νόμον τὸν τοῦ ἀπολύεσθαι τὸν | |
10 | κατηγορούμενον, ἐὰν ἴσων τύχηι ψήφων. Ἴσαι ψῆφοι: ἐπὶ τῶν παρ’ ὀλίγον ἐν τοῖς δικαστη‐ ρίοις ἀλισκομένων· ἀναλύονται γὰρ οἱ διωκόμενοι ἐπὶ τῶν δικαζομένων· καὶ ἴσαι γεννῶνται ψῆφοι· ἐν αἷς ἀπολύεται ὁ ἐγκαλούμενος. | |
15 | Ἴσαι ψῆφοι: Αἰσχίνης κατὰ Κτησιφῶντος· ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀν‐ άνδρως ἤνεγκεν, πρώην μέν ποτε εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῶ ἐγένοντο· εἰ δὲ μία ψῆφος ὑπερ‐ έπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν. | |
20 | Ἴσα βαίνων Πυθοκλεῖ: Δημοσθένης ἐν τῶ κατ’ Αἰσ‐ χίνου ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μὴ βραχὺ ἀφιστά‐ μενος· καὶ Μένανδρος· Παρ’ αὐτὸν ἴσα βαίνους’ | |
ἑταίρα πολυτελής. | ||
iota114 | Ἰσαῖος: εἷς μέν ἐστι τῶν δέκα ῥητόρων· μαθητὴς δὲ Ἰσοκράτους· διδάσκαλος δὲ Δημοσθένους· Ἀθη‐ ναῖος τὸ γένος· Δημήτριος δὲ Χαλκιδέα φησιν αὐ‐ τὸν εἶναι. | |
5 | Ἰσακίωι: ἀνδρείωι. Ἴσαν: ἐπορεύθησαν. Ἴσσα: ἐπιφθέγμα ἐπὶ τῶν ἀπολαχόντων καὶ ὅλως δυσπραγούντων· ἔστι καὶ ἐν Μεσσηνίαι Μενάν‐ δρου καὶ ἑτέρωθι. | |
10 | Ἰσηγορεῖ: ἐπίσης λέγει· ἰσολογεῖ. Ἴσθι: γίνωσκε. Ἴσθμια: περιστόμια· περιτραχήλια. Ἴσθμιον: τὸ τοῦ φρέατος περιστόμιον. Ἰσθμιάζει: καταπίνεται· ἰσθμὸς γὰρ ὁ τράχηλος. | |
15 | Ἰσθμός: θάλασσα μεταξὺ δύο γαιῶν· πορθμὸς γὰρ γῆ μεταξὺ δύο θαλασσῶν. Ἴσκειν: λέγειν· παλαιὸν τὸ λεξείδιον. Ἴσμεν: οἴδαμεν. Ἰσμηνίας: εἷς παρ’ Ἀθηναίοις ἦν πολέμαρχος ἐπι‐ | |
20 | φανής. Ἰσοβόλων: ἰσοστασίων. Ἰσοκλέης: ἰσόδοξος. | |
Ἰσόκτητον: ἴσην ἔχουσαν τὴν κατασκευήν. | ||
iota115 | Ἰσοπαλῆ: ἴσα ἐν κλήρωι· πάλος γὰρ ὁ κλῆρος. Ἰσόρροπον: ἰσοβαρές· ἰσοστάσιον. Ἰσοσθενής: ἰσοδύναμος. Ἰσοστάσιον: ἰσόσταθμον. | |
5 | Ἰσοτελεῖς: ἴσα τελοῦντες· ἴσα τοῖς ἀστοῖς, ὅ ἐστι τοῖς πολίταις, τέλη διδόντες. Ἰσοτελής: ὁ ἐξελεύθερος μετέχων τῶν νόμων· μετοί‐ κιον δὲ οὐ φέρων. Ἰσοτελὴς καὶ ἰσοτέλειαι: πολλάκις τιμὴ τίς ἐδίδοτο | |
10 | τοῖς ἀξίοις φανεῖσι τῶν μετοίκων· καθ’ ἣν τοῦ μετοικίου ἄφεσις αὐτῶν ἐγίγνετο· ὅτι δὲ καὶ τῶν ἄλλων ὧν ἔπραττον οἱ μέτοικοι, ἄφεσιν εἶχον ἰσο‐ τελεῖς, Θεόφραστος λέγει· καὶ πόλεσι δὲ ὅλαις ἐψη‐ φίζοντο τὴν ἀτέλειαν Ἀθηναῖοι· ὥσπερ Ὀλυνθίοις | |
15 | καὶ Θηβαίοις· ὁ δὲ ἰσοτελὴς ὡρισμένον τι τέλος ἐδίδου. Ἰσοδαίτης: ξενικός τις δαίμων ωἷ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει. Ἰσουργός: ἴσα ἐργαζόμενος. | |
20 | Ἰσοφαρίζειν: ἐξισοῦσθαι. Ἰσοφυᾶ: ἴσα. Ἴστε: γινώσκετε. Ἴστεα: δῆμος Αἰγηΐδος. Ἵστη: ἱστάναι προστακτικῶς. | |
25 | Ἰστιατόρια: δειπνητόρια. | |
iota116 | Ἰστιατόρια: τὰ ἐν οἷς εἱστιῶντο χωρία· ἃ νῦν καλεῖ‐ ται ἀγυτήρια ευ. Ἱστίον: ἄρμενον. Ἱστιοφόρος: ἀρμενοφόρος. | |
5 | Ἱστοπέδη: ξύλον ὀρθὸν ἀπὸ τῆς τρόπιδος ωἷ προσδέ‐ δεται ὁ ἱστός. Ἱστορῆσαι: θεάσασθαι. Ἵστορι: μάρτυρι ἢ κριτηῖ. Ἵστωρ: ὁ ἐπ’ ἄκρωι τωῖ ῥυμωῖ ἐμπεπηγμένος πάτ‐ | |
10 | ταλος. Ἱστὸς καὶ κεραία: ὁ μὲν ἱστὸς, τὸ ἐπίμηκες ξύλον ἄνω τεταμένον· κεραία δὲ, τὰ πλάγια, ὥστε γε‐ νέσθαι γράμμα τὸ ταυ· διετείνετο δὲ πολλάκις ὁ τῆς Ἀθηνᾶς πέπλος εἰς τοιοῦτο σχῆμα ξύλων καὶ | |
15 | ἐπόμπευσεν. Ἰσχάνει: κωλύει. Ἴσχανδρος: τραγικὸς ὑποκριτής. Ἴσχε: κατέσχε. Ἴσχεσθαι: παύσασθαι. | |
20 | Ἰσχίον: τὸ κοῖλον τοῦ γλουτοῦ ἐν ωἷ ἡ κοτύλη στρέ‐ φεται. Ἰσχιάζειν: τὸ ἐν τωῖ βαδίζειν ἐπιπολὺ ἑκατέρωσε ἑαυτὸν μεταφέρειν. Ἰσχνομυθίας: λεπτολογίας. | |
25 | Ἰσοευρὴς αὐλός: ἴσον εὖρος κεκτημένος· ὥσπερ τεῖχος, | |
iota117 | εὐτειχής· καὶ σθένος, ἰσοσθένης· οὕτως εὖρος, ἰσο‐ ευρής. Ἰσοπαχής: ἴσον πάχος κεκτημένος. Ἰσομήκης: ὁμοίως· τὰ γὰρ παρὰ τὸ μῆκος σύνθετα | |
5 | βαρύνεται· εὐμήκης· ὀλιγομήκης· ἰσομήκης. Ἰσχνομυθοῦντες: ἀκριβολογοῦντες. Ἰσχνός: σχοιζος· ἰσχνοὶ γὰρ οἱ παλαιοί· οὕτως Ἀριστοφάνης. Ἰσχυρικοί: ἰσχυροί. | |
10 | Ἰσχυρίσκος: ἀντὶ τοῦ ἰσχυρός· οὕτως Ἄλεξις. Ἰσωνία: ἰσοτιμία. Ἰταβύριον: ὄρος οὕτω καλούμενον. Ἰταλιάζειν: ἐν Ἰταλίαι διατρίβειν. Ἰταλιώδης: ὁ ἀλαζὼν ἀπὸ τῶν Πυθαγορικῶν διὰ | |
15 | τὴν Σύβαριν ὁ λάγνος. Ἰταλιώτης: Πυθαγόρειος· ἐκεῖ γὰρ διέτριβον. Ἰταμός: ἀναιδής· σκληρός· ὠμός· παρὰ τὸ ἴεσθαι, ὅ ἐστιν ὁρμᾶν· τοιοῦτοι γὰρ καὶ οἱ ἀναιδεῖς. Ἰτέον: πορευτέον. | |
20 | Ἰτέας: τὰς ἀσπίδας. Ἰτεαῖος: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς Ἰτεα, ἀφ’ ἧς ὁ δημότης Ἰτεαῖος. | |
Ἴτην: ἐπορεύθησαν. | ||
iota118 | Ἴτης: ὁ ἰταμός· οὕτως Ἀριστοφάνης· Θρασὺς, εὔ‐ γλωττος, τολμηρὸς, ἴτης. Ἴτηλον: τὸν οὐκ ἐξίτηλον· ἀλλ’ ἀνεξάλειπτον· οὕ‐ τως Αἰσχύλος. | |
5 | Ἰτρία: καπυρώδη πλάσματα. Ἴτυξ: ὄρνεον. Ἴτυς: περιφέρεια ὅπλου. Ἴτω: ἰέτω· ἐρχέσθω. Ἰυγγαί: γυναικῶν οἰμωγαί· ὀλοφύρσεις. | |
10 | Ἴυγγες: λεπτοὶ πόροι καὶ αἱ τέρψεις. Ἴυγξ: Ἠχοῦς ἢ Πειθοῦς θυγάτηρ ἱερὰ Νίκης καὶ Ἀφροδίτης· καταφαρμάττουσα δὲ τὸν Δία ἐπὶ Ἰοῖ ἀπελιθώθη ὑπὸ Ἥρας· καλεῖται δὲ ὑπ’ ἐνίων κιναίδιον· ἔστι δὲ καὶ ὄργανόν τι Ἴυγξ κα‐ | |
15 | λούμενον ὅπερ εἰώθασιν αἱ φαρμακίδες στρέφειν ὡς κατακαλούμεναι τοὺς ἀγαπωμένους· ἔστι δὲ καὶ ὄρνεόν τι ωἷ πρόκειται τὴν αὐτὴν δύναμιν ἔχειν· ὅθεν δεσμεύουσι τοῖς τροχίσκοις. Ἴυγξ: τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ | |
20 | ἔρωτα. Ἴφθιμος: ἰσχυρός. Ἶφι: ἰσχυρῶς. Ἰφικρατίδες: αἱ Ἐπικρατίδες· ἔστι δὲ εἶδος ὑποδή‐ ματος. | |
25 | Ἴφυον: λάχανόν τι ἄγριον. | |
iota119 | Ἰχθυόκεντρον: τὴν τρίαιναν· χρῶνται γὰρ αὐτηῖ ἐπὶ τῶν μεγάλων ἰχθύων. Ἰχθυουλκὸς καὶ ἰχθυοβολεύς: ὁ ἁλιεύς. Ἰχθυοπτὸς ἐσχάρα: αὕτη ἐπὶ τῶν μεγάλων ἰχθύων. | |
5 | Ἰχνευταί: οἱ ἰχνεύμονες. Ἰχνηλατῆσαι: κατ’ ἴχνος ἀναζητῆσαι. Ἴχνος: ὁδόν· πορείαν· βῆμα. Ἰωκάς: ὁρμάς· διώξεις. Ἰων: βελῶν ἢ πορευθείς. | |
10 | Ἴων: τραγωδίας ποιητὴς, Χῖος τὸ γένος. Ἴωνες: Ἀσιῶται καὶ Ἀττικοὶ Ἀθηναῖοι. Ἰωνιά: ὁ λειμὼν τῶν ἴων. Ἰωνία: πόρνης ὄνομα. Ἰωνίδαι: δῆμος Αἰγηΐδος φυλῆς. | |
15 | Ἰωρός: θυρωρός· φύλαξ. Ἰωνόκυσος: κατεαγώς· οὕτως Κρατῖνος. | |
17t | Τέλος τοῦ ι στοιχείου. | |
kappa119(18t) | Ἀρχὴ σὺν Θεωῖ τῆς κ | |
19 | Κάβαξ: πανοῦργος. | |
20 | Κάβαισος: ἄπληστος· κάβος γὰρ μέτρον σιτικόν· | |
καὶ τὸν μέθυσον ἡμεῖς πίθον. | ||
kappa120 | Κάβειροι: δαίμονες ἐκ Λήμνου διὰ τὸ τόλμημα τῶν γυναικῶν μετενεχθέντες· εἰσὶ δὲ ἤτοι Ἥφαιστοι ἢ Τιτᾶνες. Κάβησις: ὄρνεόν τι. | |
5 | Καβύλη: χωρίον τῆς Θραίκης ἱδρυμένον πρὸς τωῖ Τάξωι ποταμωῖ κατὰ μέσον τῆς Θράκης. Κάγκανον: ξηρόν. Καγχάζει: ἀθρόως γελαῖ. Καδίσκος: οὗ αἱ ψῆφοι τῶν δικαστῶν βάλλονται. | |
10 | Καδίσκος: ἀγγεῖον τί, εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταὶ, οὕτως ἐκαλεῖτο· Φρύνιχος Μούσαις· Ἰδοὺ δέχου τὴν ψῆφον· ὁ καδίσκος δέ σοι Ὁ μὲν ἀπολύων οὗτος, ὁ δ’ ἀπολλὺς ὁδί. Καδμεία: ἡ τῶν Θηβαίων ἀκρόπολις. | |
15 | Καδμεία νίκη: παροιμία· λέγεται ἐπὶ τῶν ἐπὶ κακωῖ νικώντων· οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες, ὕστερον ὑπὸ τῶν Ἐπιγόνων ἡττήθη‐ σαν· οἱ δὲ ὅτι Οἰδίπους τὸ αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγημεν· τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτε‐ | |
20 | λῶν· ὡς δὲ αὐτὸς ὁ τὰ περὶ Θηβῶν συντάξας, ὅτι Κάδμος ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα· θητεύσας Ἄρει ηʹ ἔτη. Καθαγιάζεται: ἀφιεροῦται. Καθάπαξ: παντελῶς. | |
25 | Καθαίρωμεν: ἀντὶ τοῦ διακαθαίρωμεν· Πολιτείας γʹ. | |
kappa121 | Καθαίρων: στάμνος ἐν ωἷ ὁ καταδικάζων τὰς δύο ψήφους ἔπεμπε. Καθάπτω: καθιερώσω· συντελέσω. Καθαρῶς: ἀκριβῶς. | |
5 | Καθάρσιον: χοιρίδιον ἦν ὀπτὸν ωἷ ἐκάθαιρον τὴν ἐκ‐ κλησίαν οἱ λεγόμενοι περιστίαρχοι· περιστίαρχοι δὲ ἀπὸ τοῦ περιστείχειν. Καθάρσιον: ἔθος ἦν Ἀθήνησιν καθαίρειν τὴν ἐκκλη‐ σίαν καὶ τὰ θέατρα· καὶ ὅλως τὰς τοῦ δήμου συν‐ | |
10 | όδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθ‐ άρσια· τοῦτο δὲ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, ὀνομασθέντες οὕτως ἢ ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας. Καθαιρήσονται: καταλήψονται. | |
15 | Καθαιρήσετε: οὐ καθελεῖτε· Θουκυδίδης καὶ τῶν ἄλλων οἱ πλείους. Καθεδοῦνται: καθεσθήσονται. Καθέδρα: ἡ ἐπίσχεσις παρὰ Θουκυδίδη. Καθέδρα: τηῖ πρώτηι ἡμέρα τοῦ τελευτήσαντος οἱ | |
20 | προσήκοντες συνελθόντες ἐδείπνουν ἐπὶ τωῖ τελευ‐ τήσαντι κοινῆ· ἐκαλεῖτο δὲ καθέδρα· ὅτι καθεζό‐ μενοι ἐδείπνουν καὶ τὰ νομιζόμενα ἐπλήρουν. Καθεῖναι: ἐπὶ τὸ κάτω ἀπολῦσαι. | |
Καθέντες: καταγαγόντες. | ||
kappa122 | Καθελών: Δημοσθένης ἀντὶ τοῦ ἀνελὼν ἤτοι ἀπο‐ κτείνας· καὶ Στησίχορος καὶ Σοφοκλῆς. Καθέξει: κρατήσει. Κάθες: χάλασον. | |
5 | Καθεστηκώς: καθεσταμένος. Κάθετον: ἔστι μὲν γραμμή τις παρὰ τοῖς γεωμέ‐ τραις· σημαίνει δὲ καὶ βοῦν τινὰ καθιέμενον εἰς τὴν θάλασσαν ἐπὶ θυσίαι τωῖ Ποσειδῶνι. Καθηγεῖσθαι: τὸ ὑφηγεῖσθαι· οὕτως Φερεκράτης. | |
10 | Καθῆκαν: κατέβαλον. Κάθετος: ὁ καθιέμενος εἰς τὸ πέλαγος ἀμνός· οὕτως Λυσίας καὶ Μελίτων. Καθηκόντως: δεόντως· πρεπόντως. Καθήκοντα: Δημοσθένης ἐν ιαʹ Φιλιππικωῖ φησίν· | |
15 | ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ’ ἑαυτὸν ποιεῖν· ἀντὶ τοῦ τὰ ἥκοντα. Καθῆστο: ἐκαθέζετο. Καθιγμένος: καθελών· φθάσας. Καθιγνῦσαι· νεκροῖς θῦσαι. | |
20 | Κάθιδρος: κεκμηκώς. Καθιεροῖ: θεωῖ ἀνατίθησιν. Καθίζεσθε: καταπήξετε. Καθίκετο: καθήψατο. Καθικνεῖται: ἅπτεται. | |
25 | Καθίμησεν: κατήντλησεν. Καθιμῶσιν: χαλῶσι· καὶ καθιμῆσαι, χαλάσαι | |
σχοινίον ἢ τί τοιοῦτον. | ||
kappa123 | Καθόδοις: ἀγωγαῖς· περιόδοις. Κάθοιμον: κάθοδον. Καθόρμια: περιθέματα. Καθοσίωσις: δικαίωσις. | |
5 | Καθύπερθεν: ὑπεράνωθεν. Καθυπέρτερον: μεῖζον. Καθυφῆκεν: ἐκδέδωκεν· ὑπεκατέβη. Καθωσιωμένος: ἀνακείμενος· ἐγγεγραμμένος. Καὶ ἀπόδος· καὶ κατάστησον καὶ σπεῖρον. | |
10 | Καὶ δή: ὡς δή. Καικίας: ἄνεμος ἀπὸ Καΐκου τοῦ ἐν Μυσίαι ποτα‐ μοῦ. Καὶ μάλα: καὶ πάνυ μὲν οὖν. Καινοτομεῖν: καινὴν λατομίαν τέμνειν κυρίως. | |
15 | Καιρός: σειρά τις ἐν ἱστωῖ δι’ ἧς οἱ στήμονες διεί‐ ρονται. Καιρός: καίριος τόπος καὶ συνήθως. Καὶ τέως: καὶ πρότερον. Καὶ τὸ ἤδη: ἀντὶ τοῦ ἤδειν· καὶ τὸ πεπόνθει ἀντὶ | |
20 | τοῦ ἐπεπόνθει. Καὶ τὸ τοῦ λύκου: φασὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ | |
καὶ κύνα τῶν ποιμενικῶν πρόβατον ἐσθίοντα, εἰ‐ | ||
kappa124 | πεῖν· ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετο. Καὶ μήν: ἀλλὰ μήν. Καινοτάφια: τινά εἰσιν ἑλισσόμενα ὡς τύπος νεκροῦ. Καὶ δή: ἤδη. | |
5 | Καινοτομεῖ: καινουργεῖ. Καινός: Ἰσοκράτης ἀντὶ τοῦ ὃς τοῖς νεωτέροις ἁρ‐ μόττει πράγμασιν· οὕτω δὲ καὶ Ἔφορος. Καινόφιλον: λέγουσι τὸν μὴ τοῖς αὐτοῖς φίλοις χρώ‐ μενον ἀεί. | |
10 | Καίριον: φθοροποιόν· θανατῶδες. Καίριον: εὔκαιρον. Καιριώτατα: ἐπικινδυνότατα· θανάσιμα. Καιροφυλακῆσαι: καιρὸν ἐπιτηρῆσαι. Καιροφυλάκιον: ***** | |
15 | Καὶ τάχα ἴμεν: καὶ ταχέως πορευόμεθα. Καὶ χερσί: καὶ ἔργοις. Κακὰ κακῶν: Διοκλῆς Βάκχη· Πλύνει τε τὰ κακὰ τῶν κακῶν ὑμᾶς. Κακεργέτησιν: κακοἔργοις. | |
20 | Κάκη: κακία· οὕτω Πλάτων. Κακὴ μὲν ὄψις: κόμμα· παροιμία· Κακὴ μὲν ὄψις· ἐν δὲ δειλαῖαι φρένες· Μένανδρος Σικυωνίωι. Κακιζόμενοι: ταπεινούμενοι. Κακκάβην δεῖ λέγειν, οὐχὶ κάκκαβον· σημαίνει δὲ | |
25 | τὴν χύτραν. | |
kappa125 | Κακκάβη: ὃν ἡμεῖς κάκκαβον· ἔστι δὲ λοπαδῶδες, ἔχων ἐξ ἑαυτοῦ τρεῖς πόδας. Κακκάζειν: μίμησις τικτουσῶν ὀρνίθων φωνῆς. Κάκαλον: τεῖχος. | |
5 | Κάκη: δειλία καὶ κακία· ἐν ὧ τὸ μετὰ κακίας περιποιεῖσθαι τὸ ζῆν, ῥιπτοῦντα τὰ ὅπλα· διαβέ‐ βληκεν Νόμων ηʹ. Κάκκη: ἡ δειλία· παρὰ τὸ ἀποπατεῖν· τὸν γὰρ ἀπό‐ πατον κάκκην καλοῦσιν. | |
10 | Κάκη: βαρέως ἡ κακία· ἐν Νόμοις Πλάτων· μετὰ κάκης μᾶλλον ἢ μετὰ ἀνδρείας. Κακοδαίμων: ὁ θεωῖ ἐπαχθής· καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Κακοήθης: κακότροπος. | |
15 | Κακοεπία: βλασφημία. Κακοπαθεῖν: στραγγεύεσθαι. Κακορραφίαι: κακοσυνθέσεις. Κακοττείαν: κακοφημίαν· βλασφημίαν. Κακοτεχνιῶν: δίκης ὄνομα· εἰσήεσαν δὲ ταύτην οἱ | |
20 | λέγοντες μάρτυρας ψευδομαρτυρεῖν κατὰ τῶν παρα‐ σχομένων αὐτούς. Κακοτεχνιῶν: δίκης ὄνομα· ἣν οἱ ἑλόντες τινὰ ψευ‐ δομαρτυριῶν κατὰ τοῦ παρασχομένου ἐδίδοσαν. Κακόχαρτον: κακοῖς χαίροντα. | |
25 | Κακῶς εἰδότες: ἀντὶ τοῦ ἀγνοοῦντες· Ἰσοκράτης ἐν | |
τωῖ περὶ εἰρήνης. | ||
kappa126 | Κακώσεως: δίκης ὄνομά ἐστιν ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων· καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι· καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν· οὕτω Δημοσθένης καὶ Λυσίας καὶ | |
5 | Ὑπερίδης. Κακώσεως: δίκης ὄνομά ἐστιν κατὰ τριῶν ταττό‐ μενον· ἢ γὰρ κατὰ τῶν ἀνδρῶν ταῖς γυναιξίν· ἢ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐξιοῦ‐ σιν· ὧν ἡ μὲν ἐλέγετο κακώσεως· ἡ δὲ παίδων | |
10 | κακώσεως. Καλὰ δὴ παταγεῖς: ἀντὶ τοῦ λέγεις. Κάλλαια: τὰ τῶν ἀλεκτρυόνων γένεια. Καλλαβίδες: τὸ διαβαίνειν ἀσχημόνως καὶ διέλκειν τὰ ἰσχία ταῖς χερσίν. | |
15 | Καλαμίνθα: ὕλη ὁμοία ἡδυόσμωι. Καλαμᾶσθαι: τὰ λείψανα τῶν τετρυγημένων συνά‐ γειν. Καλαμώμενος: σταχυολογῶν. Καλάσειρις: χιτὼν πλατύς· δῆμος πολεμικός· οὕ‐ | |
20 | τως Αἰγύπτιοι. Καλαύρωψ: βουκολικὴ δίκη. Καλαύρεια: νῆσος πλησίον Τροιζῆνος· ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη. Κάλλειον: δικαστήριον Ἀθήνησιν ἀπὸ Καλλείου τοῦ | |
25 | πεποιηκότος ἐπώνυμον. | |
kappa127 | Καλιά: νοσσιά· ἢ οἶκος ξύλινος κυρίως· κάλα γὰρ τὰ ξύλα. Καλινδούμενοι: κυλιόμενοι. Καλήβορον: ἀπεσκολυμμένον. | |
5 | Καλλιέρημα: θυσία εὐπρόσδεκτος. Καλίδιον: μικρὸν οἴκημα. Καλιός: ξύλινον δεσμωτήριον. Καλλιγένειαν: Ἀπολλόδωρος μὲν τὴν γῆν· οἱ δὲ Διὸς καὶ Δήμητρος θυγατέρα· Ἀριστοφάνης δὲ ὁ κω‐ | |
10 | μικὸς τροφόν. Καλλικύριοι: οἱ ἀντὶ τῶν γεωμόρων ἐν Συρακόσσαις γενόμενοι πολλοί τινες τὸ πλῆθος· δοῦλοι δ’ ἦσαν οὗτοι τῶν φυγάδων ὡς Τιμαῖος ἐν ϛʹ· ὅθεν τοὺς ὑπερβολῆ πολλοὺς Καλλικυρίους ἔλεγον· ὠνομά‐ | |
15 | σθησαν δὲ ἀπὸ τοῦ εἰς ταυτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακοσσίων πολιτείαι, ὅμοιοι τοῖς παρὰ Λακεδαιμονίοις Εἴλωσι, καὶ παρὰ Θεσσαλοῖς Πενέσταις, καὶ παρὰ Κρησὶ Κλαρώταις. | |
20 | Καλλιρόην: κρήνην. Καλλίροον: καλῶς ῥέοντα. Καλλιώνυμος: τὸ θαλάσσιον αἰδοῖον. Καλλύνειν: κοσμεῖν· λέγουσι δὲ καὶ σαροῦν. Καλλυντήρια καὶ πλυντήρια: ἑορτῶν ὀνόματα· γίνον‐ | |
25 | ται μὲν αὗται Θαργηλιῶνος μηνὸς, ἐννάτη μὲν ἐπὶ | |
δέκα καλλυντήρια· δευτέρα δὲ φθίνοντος τὰ πλυν‐ | ||
kappa128 | τήρια· τὰ μὲν πλυντήρια φησὶ διὰ τὸν θάνατον τῆς Ἀγραύλου ἐντὸς ἐνιαυτοῦ μὴ πλυθῆναι ἐσθῆτας· εἶθ’ οὕτω πλυθείσας τὴν ὀνομασίαν λαβεῖν ταύτην· τὰ δὲ καλλυντήρια, ὅτι πρώτη δοκεῖ ἡ Ἄγραυλος | |
5 | γενομένη ἱερεία τοὺς θεοὺς κοσμῆσαι· διὸ καὶ καλ‐ λυντήρια αὐτῆ ἀπέδειξαν· καὶ γὰρ τὸ κοσμεῖν καὶ λαμπρύνειν ἐστίν. Καλλωπίζεσθαι: οἷον καλοκαγαθίαν ἐνδείκνυσθαι ἢ σεμνύνεσθαι· οὕτω Πλάτων. | |
10 | Καλοκαγαθία: ἀγαθότης. Κάλος: σχοινίον. Καλὸς κ’ ἀγαθός: λέγεται κατὰ συναλιφὴν, οὐχὶ καλὸς καὶ ἀγαθός. Καλοῦμεν: ἀντὶ τοῦ καλέσομεν. | |
15 | Καλύμματα: ἅ τινες φατνώματα· οὕτως Ἀριστο‐ φάνης. Κάλπη: ὑδρία. Κάλυκας: σύριγγας. Κάλυντρα: κόσμητρα. | |
20 | Κάλυξ: ἄνθος ῥόδου μεμυκός. Καλώδιον: σχοινίον. Καλχαίνει: ἐκ βάθους ταράσσεται. Καλῶς: τιθέασι κατὰ τὸν ἐπιδέξιον· διωτῶν καλῶς ταύτη μετὰ παιγνίας· ἐπὶ τοῦ ἀνανεύειν τιθέασι· | |
25 | καὶ ὅτε καλούμενοι ἐπὶ δεῖπνον ἀρνοῖντο. | |
kappa129 | Καμάριον: κοιτὼν καμάραν ἔχων. Καμάριον: δωμάτιον καμαρωτόν· καὶ ὅλως ἡ καμάρα Ἑλληνικὸν τὸ ὄνομα. Κάμπτεις: ἀντὶ τοῦ θραύεις. | |
5 | Κάμαξ: χάραξ· ὀρθὸν ξύλον. Καμπυλιάζειν: κάμπτειν καὶ στρέφειν. Κάμπιος δρόμος: δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες. Κάναστρον: τρυβλίον. | |
10 | Κάνδυς: ἔφαμμα χειριδωτὸν, τοῖς ναυτικοῖς στε‐ γάστροις ἐοικός. Κάνδυς: χιτὼν Περσικός. Κανδύτανες: ἱμάτιοφορίδες· οἱ δὲ εἶδος ἰχθύος· ἔστι δ’ ὅτε τὸ αἰδοῖον. | |
15 | Κάνδυτος: σκευασία ὀψοποιική· μετὰ γάλακτος καὶ στέατος καὶ μέλιτος· ἔνιοι δὲ διὰ κρέως καὶ ἄρτου καὶ τυροῦ· οὕτως Ἀριστοφάνης. Κανηφόροι: παρθένοι αἱ τὰ κανᾶ φέρουσαι τηῖ Ἀθηναῖ ἐν τῆ Παναθηναίων πομπηῖ· αὗται δὲ τῶν ἀστῶν | |
20 | καὶ τῶν εὐγενῶν ἦσαν. Κανηφόροι: Φιλόχορος φησὶν ὡς Ἐριχθονίου βασι‐ λεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρ‐ | |
θένοι φέρειν τὰ κανᾶ τηῖ θεωῖ ἐφ’ ωἷ ἐπέκειτο τὰ | ||
kappa130 | πρὸς τὴν θυσίαν τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. Κάνθαρος: ποτηρίου εἶδος. Κανθάρου μελάντερος: παροιμία· Μένανδρος Θη‐ | |
5 | σαυρωῖ. Κανθήλιοι: τοὺς βραδεῖς καὶ νωθεῖς οὕτως λέγουσιν μεταφορικῶς ἀπὸ τῶν ὄνων. Κανθήλιοι: ὄνοι· καὶ τὰ ἐπὶ τηῖ πρύμνη σκηνώματα τῶν στρατηγῶν. | |
10 | Κανθήλιος: βραδὺς νοῆσαι ἢ ἀφυής. Κάνθων: ὄνος. Κάναβις: φυτὸν λινωῖ παραπλήσιον, ἐξ οὗ καὶ ἐσθῆτες γίνονται· ἧς τὸ σπέρμα θυμιώμενον ἱδροῦν ποιεῖ πάντας. | |
15 | Κάνιτρον: λυχνίσκιον· κανίσκιον. Κάνναι: πλεκτὰ τινὰ ἐκ καλάμων. Καντήρια: καταβατήρια. Κανοῦν: κανίσκιον. Καπανοι: ἀλφίτων εἶδος. | |
20 | Κάπηλος: μεταβολεὺς, πραγματευτής. Καπηλίας: ἐμπορείας. Καπηλεύειν: μεταπωλεῖν. Κἄπειτα: καὶ ἔπειτα. Καπνίας οἶνος: κεκαπνισμένος. | |
25 | Καπνίας: Ἐκφαντίδης, διὰ τὸ μὴ δ’ ἓν λαμπρὸν | |
γράφειν. | ||
kappa131 | Κάπνοι: ἄλφιτα· οὕτω Φερεκράτης. Καπρῶντας: ὁρμητικῶς ἔχοντας πρὸς συνουσίαν. Καραδοκεῖ: προσδοκεῖ· κατασκοπεῖ. Καρανούσθω: τελειούσθω. | |
5 | Καρατομεῖται: ἀποκεφαλίζεται. Καραντες: καταφέρεις. Καρβατίνη: ἀγροικικὸν ὑπόδημα. Καρβανίζει: βαρβαρίζει. Κάρδακες: οἱ στρατιῶται ἐν Ἀσίαι· λέγονται δὲ καὶ | |
10 | οἱ φύλακες κάρδακες. Καρδαμάλη: μάζα ἐκ καρδάμου μεμαγμένη· βρῶμα γινόμενον Περσικόν· οἱ δὲ παρδαμάλη λέγουσιν. Καρδάμη: ἐπὶ ἐργάτιδος ὄνου καὶ βοὸς λέγεται. Καρδιαλγίαι: λύπαι καρδίας. | |
15 | Καρδιουλκία: τὰς καρδίας ἕλκειν τῶν θυμάτων. Καρδιώττειν: τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖς βουλιμιᾶν· Ἀπολλόδωρος ἐν ϛʹ περὶ Ἐπι‐ χάρμου τοὺς Σικελιώτας φησὶν τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν· ὅπερ | |
20 | βουλιμιᾶν λέγει Ξενοφῶν· καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν. Καρδοπεῖον: καρδόπου πῶμα· ὧ καὶ παυσικάπη | |
χρῶνται. | ||
kappa132 | Καρδοπίων τὴν μητέρα: μύθου ἀρχή. Κάρδοπος: ἡ μάκτρα τοῦ ἀλεύρου. Καρηβαρῶν: τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου. | |
5 | Καρηβοᾶν: ὑπὸ ἤχων τὴν κεφαλὴν ἰλιγγιᾶν· ὑπὸ βοῆς ἐσκοτῶσθαι. Κάρηνα: ἀκρόπολις. Κάριος Ζεύς: ἐν Θεσσαλία καὶ Βοιωτία. Καρκίνοι: ὑποδημάτων εἶδος. | |
10 | Καρκίνος: πυράγρα. Καρκίνος: Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησὶν, αἱ κύνες· καὶ ὅτ’ ἂν ὁ σῖτος ῥιζωθηῖ κατὰ τῆς γῆς, κεκαρκινῶσθαι φασί· Φερεκράτης· Ὁπόταν σχολάζης, νῖψον, ἵνα τὰ | |
15 | λήϊα Συγκαρκινωθηῖ· λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα λέγεται· εὑρίσκεται δὲ πολλάκις· καὶ κύριον ὄνομα. Καρκίνου ποιήματα: Μένανδρος Ψευδηρακλεῖ· αἰνιγ‐ | |
20 | ματώδη· ὁ γὰρ Καρκίνος Ὀρέστην, ὑπὸ Ἡλίου ἀναγκαζόμενον ὁμολογῆσαι ὅτι ἐμητροκτόνησεν, ἐποίησε δι’ αἰνιγμάτων ἀποκρινόμενον. Κάρκαρον: τὸ δεσμωτήριον· οὕτως Σώφρων. Καρκαδόνα: τοῦτο λέγεται Χάροντος δανεῖον, συνα‐ | |
25 | γόμενον ἐκ τοῦ ὀβολοῦ τοῦ συγκηδευομένου τοῖς | |
kappa133 | τελευτῶσιν· οὐχ ὡς ἔνιοι πλανώμενοι βοτάνης ὄνομα φασὶν εἶναι. Καρικηῖ μούση: τῆ θρηνώδει· δοκοῦσι γὰρ οἱ Κᾶρες θρηνωδοί τινες εἶναι καὶ ἀλλοτρίους νεκροὺς ἐπὶ | |
5 | μισθρωῖ θρηνεῖν· τινὲς δὲ ἐξήκουσαν τηῖ βαρβάρωι καὶ ἀσαφεῖ· ἐπειδὴ οἱ Κᾶρες βαρβαρόφωνοι. Καρπαία: εἶδος ὀρχήσεως· οὕτως Ξενοφῶν ἐν τηῖ Ἀναβάσει· λέγει δὲ καὶ τὸ εἶδος ταύτης. Καρποῦ δίκη: οἱ γῆς ἀμφισβητοῦντες ὡς προση‐ | |
10 | κούσης αὐτοῖς λαγχάνουσι τοῖς διακρατοῦσιν· εἶτα ἑλόντες, λαγχάνουσι καὶ περὶ ἐπικαρπίας· τοῦτο καρποῦ δίκη καλεῖται. Καρποῦ δίκη: Λυσίας ἐν τῶ κατὰ Δημοσθένους ἐπι‐ τροπῆς· εἰ γάρ τι ἐγκαλεῖς τῶδε τῶ μειρακίω καὶ | |
15 | τῶν σῶν τί ἔχει, δίκασαι αὐτωῖ κατὰ τοὺς νόμους· εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ· εἰ δὲ οἰκίας, ἐνοικίου· ὥσπερ νῦν οὗτός σοι ἐπιτροπῆς δικά‐ ζεται. Καρπασινοί: κορτῖναι. | |
20 | Καρπίζουσιν: ποτίζουσιν· εὔκαρπα ποιοῦσιν. Κάρπωμα: θυσία· προσφορά. Κάρτα: λίαν ἢ μεγάλως. Καρτερώνυχας: ἰσχυροὺς ὄνυχας ἔχοντας. Καρυάνδα: πόλις Καρίας. | |
25 | Καρυάτεια: ἑορτὴ Ἀρτέμιδος· τὰς δὲ Καρύας, | |
Ἀρκάδων οὔσας, ἀπετέμοντο Λακεδαιμόνιοι. | ||
kappa134 | Καρυβοᾶν: ὑπὸ βοῆς κεκαρῶσθαι. Καρυκεύων: ἀρτύων· ἡδύνων. Καρυκεία: ἡ ἡδύτης τῶν ζωμῶν. Καρύκη: ἔδεσμα ἐκ πολλῶν συγκείμενον. | |
5 | Κάρυννος: βόλων ὀνόματα. Καρυστεία: γένος καρυῶν. Καρφαλέον: ξηρόν· καὶ καρχαλέον· κατάξηρον. Καρχαρίας: ἰχθὺς ποιός· καὶ κήτους εἶδος θαλαττίου. Καρχαρόδους: τραχεῖς ὀδόντας ἔχων· καὶ κάρχαρον | |
10 | τὸ τραχύ. Καρχήσιον: τὸ ἄκρον τοῦ ἱστοῦ. Καρωθείς: βαρηθεὶς τηῖ κεφαληῖ. Κασθανέα: πόλις ἐν Μακεδονία, ἐκ τῶν περιπεφυ‐ κότων δένδρων, ἢ ἀπὸ τῆς νύμφης. | |
15 | Κασαύριον: οἴκημα, ἐφ’ οὗ αἱ πόρναι. Κασίγνητος: γνήσιος ἀδελφός. Κάσις: ἀδελφός. Κάσιν: τὴν πρώτην τῶν σταχύων ἔκφυσιν, ἣ καὶ ἀμφίκαυστις ἐλέγετο. | |
20 | Κατάβα: ἀντὶ τοῦ κατάβηθι. Κατάβαλε: οἷον ῥίψον· ἄφες καὶ κατάθου. Καταβολή: περιοδικὴ λῆψις πυρετοῦ. Καταβολή: τὸ ἐκ περιόδου γινόμενον. Κατά: κυρίως, ἔξ· ἐπί· ἐκ· ἀπό· ἢ ἀντὶ τοῦ εἶτα. | |
25 | Καταβραβευέτω: καταλογιζέσθω· κατακρινέτω· καταγωνιζέσθω. | |
Καταβολή: Δημοσθένης Φιλιππικωῖ· ὥσπερ περίοδος | ||
kappa135 | ἢ καταβολὴ πυρετοῦ· ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολὴ, διὰ τὸ ἐν ἀποδεδειγμένωι προϊέναι χρόνωι· καθάπερ οἱ ἐρανισταὶ τὰς κατα‐ βολὰς ποιοῦνται τῶν χρημάτων. | |
5 | Καταγευσθείς: τηῖ γεύσει νικηθείς. Καταγιγαρτίσαι: συνουσιάσαι. Καταπελτάσονται: καταδραμοῦνται. Καταγλωττίσματα: περίεργα φιλήματα. Καταγλωττίζειν: τὸ βλασφημεῖν· ὡς ἐν Ἀχαρνεῦσι· | |
10 | —ψευδῆ κατεγλώττιζέ μου. Κάταγμα: κατάσπασμα ἢ μήρυμα. Καταγοητεύων: ἀπατῶν. Κατάγραπτος: ποικίλος. Καταγώγιον: τὸ κατάλυμα· καὶ καταγωγὴ, ἡ κατά‐ | |
15 | λυσις· καὶ κατάγεσθαι, τὸ καταλύειν· οὕτως φασὶν Ἀττικοί. Καταγωνίζεσθαι: νικᾶν. Καταδαρθάνειν: κατακοιμᾶσθαι· καθυπνοῦν. Καταδεδέσθαι: ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέ‐ | |
20 | σθαι φαρμάκοις· Δείναρχος ἐν τηῖ κατὰ Πυθέου εἰσαγγελίαι. Καταδείσας: φοβηθείς. Καταδεῖται: φοβεῖται. Κατὰ δὲ φρόνιν ἤγαγεν: ἐμίσησεν· κατεφρόνησεν. | |
25 | Κατὰ δήμους δικασταί: οὗτοι πρότερον μὲν ἦσαν λʹ· | |
kappa136 | καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον· ὕστερον δὲ γεγόνασι μʹ. Καταδηοῦν: κατακόπτειν· καταπραιδεύειν. Καταδιιστᾶσι: καταχωρίζουσι. | |
5 | Καταδικασάμενος: ἀντὶ τοῦ νικήσας· καὶ καταδικα‐ σθῆναί τινα ποιήσας· Ἰσαῖος ἐν τωῖ κατὰ Διο‐ κλέους ὕβρεως. Κατάγειν τὰ πλοῖα: Δημοσθένης ἐν ηʹ Φιλιππικωῖ· ἀντὶ τοῦ ληΐζεσθαι καὶ κακοῦν καὶ μὴ ἐᾶν τοὺς | |
10 | πλέοντας ὅπου βούλοιντο πλεῖν· ἀλλ’ εἰς τὰ οἰκεῖα χωρία τοῖς ληστεύουσι κατάγειν. Κατάδουπος: καταράκτης ἢ ψόφος. Καταδύεται: καταβυθίζεται· κρύπτεται. Καταδύνοντα: κρύπτοντα. | |
15 | Καταδύσεις: φωλεούς· ὑπονόμους· σπήλαια. Καταθεῖναι τιμήν: καταβαλεῖν. Καταθέειν: κατατρέχειν. Καταθεῶτο: βλέποιτο. Καταθλήσαντες: καταγωνισάμενοι. | |
20 | Καταθρήσομεν: κατασκοπήσομεν. Καταθύμιον: κατὰ ψυχὴν εὐάρεστον. Καταθῶμαι: ἀπερείσωμαι· καταπαύσωμαι. Καταιγίς: ἐπιφορὰ ἀνέμου σφοδροῦ· λέγεται δὲ καὶ ἡ ζάλη. | |
25 | Καταιγίσας: κατασχίσας· οἱ γὰρ ἀνατιθέντες τί | |
τοῖς θεοῖς κατασχίζουσιν ἵνα μή τις ἄρη. | ||
kappa137 | Καταιδεῖ: καταισχύνει. Καταινέσαι: συγκαταθέσθαι καὶ συνεπινεῦσαι. Καταίροντες: καταπλέοντες. Κατ’ αἶσαν: κατὰ τρόπον· κατὰ τὸ προσῆκον. | |
5 | Καταῖτυξ: εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον· κατωφερής. Καταιονῶσι: βρέχουσιν· ἀντλοῦσιν· ἀλείφουσιν. Κατακᾶ: κατακαύσει. Κατὰ κάθετον: τὰ ἀπὸ ὕψους εἰς βάθος διαστήματα. | |
10 | Κατακάνειν: ἀνελεῖν. Κατακαχρύσω: καταφρύξω· καὶ συντρίψω· ἀπὸ τῶν καχρύων μετενήνεκται. Κατακεγχροῦται: τραχύνεται· καὶ ἐντεῦθεν καὶ κέγχρος. | |
15 | Κατακεκερματίσθαι: εἰς πολλὰ μέρη διηρῆσθαι. Κατακεχρίσθαι: τὸ λιπαρῶς ἀληλείφθαι. Κατακερτομεῖν: καταχλευάζειν. Κατακηλοῦσαν: θέλγουσαν· πραΰνουσαν. Κατάκλιτα: κλίνας· θρόνους εἰς ἀνάκλισιν ἐπιτη‐ | |
20 | δείους. Κατακορὴς ξυνουσία: ἐπιπλεονάζουσα. Κατακαχρύσαι: ῥῆξαι· ψοφῆσαι· ποιῆσαι ἀπὸ | |
τῶν φρυγομένων κριθῶν. | ||
kappa138 | Κατακρῆσαι: καταχέαι. Κατακορμίσαι: κατακόψαι ξύλον. Κατακριδεῦσαι: καταλαλῆσαι· καταναστῆσαι· λάλοι γὰρ αἱ ἀκρίδες. | |
5 | Κατακροτεῖ: ἄγαν ἐπαινεῖ. Κατακωκῦσαι: θρηνῆσαι. Κατὰ κῶλον: κατὰ λέξεις. Καταλαβεῖς: πάσσαλοι. Καταλαμβάνειν: τίθεται καὶ ἀντὶ τοῦ νοεῖν. | |
10 | Καταλεγέσθω: καταταττέσθω. Καταλελάβηκεν: τὸ κατείληφεν Ἡρόδοτος. Καταλεύσιμον: τὸν ἄξιον τοῦ καταλευσθῆναι λίθοις· εἶπεν Δείναρχος ἐν τωῖ κατὰ Λυκούργου. Καταλείβει: καταστάζει. | |
15 | Καταληΐζεται: διαρπάζει. Καταλιναι: καταλιψαι. Κατάλληλον: ἁρμόδιον. Καταλλήλως: ἀκολούθως· ἁρμοζόντως. Καταλογάδην: τὰ πεζῶ λόγωι γραφόμενα. | |
20 | Καταλογεύς: Ἀθήνησι τινὲς ἦσαν κατάλογον διδόντες ὀνομάτων τῶν τὰ κοινὰ διοικεῖν δυναμένων πράγ‐ ματα· οἱ αὐτοὶ δὲ καὶ συγγραφεῖς ἐκαλοῦντο· ὅτι ἐνέγραφον τινὰς ὡς χρὴ μετέχειν τῆς πολιτείας. Καταλογιεῖται: καταριθμήσει. | |
25 | Κατάλογος: ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύ‐ εσθαι· καὶ ἡ ἐξαρίθμησις. | |
Καταλοφάδεια: κατὰ τοῦ τραχήλου. | ||
kappa139 | Καταλῦσαι: τὸν ἀπαγξάμενον καθελεῖν. Καταλύσας: καταστρέψας· ἀφανίσας· ἢ εὐωχηθείς· τάττεται δὲ καὶ ἐπὶ τῆς τοῦ ἀπαγξαμένου κατε‐ νέξεως· οὐ γὰρ δεῖ λέγειν κυρίως κατενεγκεῖν ἐπ’ | |
5 | αὐτοῦ, ἀλλὰ καταλύσαι. Καταμεμυγμένα: τὰ τὰς ἀμυχὰς ἔχοντα. Καταμηλῶν: μηλῶσαι καλοῦσιν οἱ ἰατροὶ τὸ μήλην καθεῖναί που· ἦν δὲ καὶ παροιμία τίς ἐπὶ τῶν τὰ ἄδηλα τεκμαιρομένων· λέγεται δὲ κατα‐ | |
10 | μηλοῦν, καὶ τὸ βάπτειν ἔρια ὅτ’ ἂν πιέζηται κινού‐ μενα. Καταμόνας: κατιδίαν. Καταμνίων: κατεσθίων. Καταμυκτηρίζειν: τὸ καταγελᾶν. | |
15 | Κάναβος: τὸ πρῶτον τιθέμενον ξύλον ὑπὸ τῶν πλαστῶν· περὶ ὃ τὸν πηλὸν τιθέντες πλάσσουσιν. Καταμύουσιν: κλείονται. Κατὰ ναῦν: κατὰ τάξιν· εἴρηται δὲ ἀπὸ τῆς παρ‐ οιμίας· κατὰ ναῦν τὰ ἄρμενα. | |
20 | Κατανδρίζεσθαι: καταπαλαίειν. Κατανεανιεύεται: κατισχύει ἢ καυχᾶται. Κατάντικρυ: κατ’ ἐναντίον. Καταντικρὺ καὶ κατευθύ: τηῖ τὰ οἰκεῖα συναγούση ἀποτυπώματα. | |
25 | Κάταντες: καταφερές. Κατάνυται: συντελεῖται. Κατανυγείς: λυπηθείς· μεταγνούς. | |
Κατανωτίσασθαι: ἀντὶ τοῦ κατὰ νώτου φέρειν. | ||
kappa140 | Κατάξαι: συντρίψαι. Καταξανεῖ: κατατρίψει. Κατάξεται: καταλύσει. Κατὰ ξυμφοράν: κατὰ συντυχίαν. | |
5 | Καταπέρπερος: **** Καταπέλτης: εἶδος κολαστηρίου. Καταπημήνειεν: καταβλάψειεν. Καταπινεύς: τὸ ἐπιὀρκῆσαι. Καταπεπλησμένον: κατάπλεων. | |
10 | Καταπίονα: λιπαρά. Καταπλαστόν: τὸ περιπεπτόν· προσποιητόν. Καταπλῆσαι: μολῦναι. Καταπλήττεσθαι: κατανίστασθαι. Κατὰ πόδα: παραυτά· κατὰ τάξιν. | |
15 | Καταποντοῦν: καταποντίζειν. Καταπόσον: πλεονάκις. Καταπρέσβην: κατὰ πρεσβυτερίαν. Καταπροΐξεται: καταφρονήσει· καταπροδώσει· οἷον προῖκα ἐκφύγοι. | |
20 | Κατὰ πρόσκλισιν: καθ’ ἑτεροβάρειαν ἢ ἑτερομέρειαν. Καταπρωτείρας: πρωτείραι οἱ περὶ εἴκοσι ἔτη παρὰ | |
Λάκωσι. | ||
kappa141 | Καταπύγους: κιναίδους. Καταπύγων: ὁ μέσος δάκτυλος. Καταπύγων: κατασελγαίνων. Καταπύγων: ὁ λάγνης· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν | |
5 | ἀλφηστῶν οὕτως λεγομένων ἰχθύων, ὅτι ἕπονται κατ’ οὐράν· ἡ γενικὴ δὲ καταπυγόνος καὶ κατα‐ πυγόνα ἡ αἰτιατικὴ καὶ αἱ ἄλλαι πτώσεις εὕ‐ ρηνται· εὕρηται καὶ τὸ θηλυκὸν καταπυγών· καὶ ἡ πρᾶξις καταπυγοσύνη. | |
10 | Καταπυγίζειν: τὸ τὴν πυγὴν ἐπιπολὺ μεταφέρειν ἐν τωῖ βαδίζειν. Κατὰ ῥάβδον ἔφρασεν: κατερραψώδησεν ἢ κατὰ στίχον διῆλθεν. Καταῥαψωδήσει: φλυαρήσει. | |
15 | Κατάρξασθαι τῶν τριχῶν: ἀπάρξασθαι τοῦ ἱερείου. Καταῥουν: κατὰ τρόπον· κατ’ εὐθεῖαν. Κατάρρους: τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καταρρέον διὰ μυκτήρων· οἱ δὲ τὴν διάρροιαν οὕτω καλοῦσιν. Κατάρρησις: κατάγνωσις. | |
20 | Καταρρυῆναι: καταπεσεῖν. Κατασείει: καταράττει· καταβάλλει. Κατασεσείκασι: καταβεβλήκασιν. | |
Κατασίνεσθαι: καταβλάπτεσθαι. | ||
kappa142 | Κατασκελετούμενα: λελεπτυσμένα· ἐξησθενηκότα. Κατασκήψαντος: ἐμπεσόντος. Κατασκεδάζειν: ἔθος ἦν Θράκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅτ’ ἂν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον | |
5 | δύνανται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδά‐ ζειν· οὕτω Ξενοφῶν ἐν τῶ ζʹ τῆς τοῦ Κύρου ἀνα‐ βάσεως· μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις· καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς | |
10 | ὡς εὐθὺς συνέπιεν καὶ συγκατεσκεδάσατο αὐτοῦ τὸ κέρας. Κατασκιδναμένη: σκορπιζομένη. Κατὰ σκοπόν: κατὰ τὸ προκείμενον δέον. Κατασοβεῖται: καταδιώκεται. | |
15 | Κατασοβήσονται: καταδιωχθήσονται. Κατασοφισθεῖσα: χλευασθεῖσα. Κατασοφισόμεθα: τεχνασόμεθα· μηχανῆ τινι κακώ‐ σομεν. Κατασπέρχων: σπουδάζων. | |
20 | Κατάστασις: ἔοικεν ἡ κατάστασις ἀργύριον εἶναι ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῆ καταστάσει· οὕτω Λυσίας· ἀλλὰ καὶ Εὔπολις φησίν· Οὐκ ἐσωφρόνησας, ὦ πρεσ‐ βῦτα, τὴν κατάστασιν Τήνδε λαμβάνων ἄφνω | |
25 | πρὶν καὶ μαθεῖν τὴν ἱππικήν· ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ’ αὐτῶν | |
ἕτεροι καθίσταντο· ἀπήτουν δὲ αὐτὸ οἱ φύλαρχοι. | ||
kappa143 | Καταστολή: ἡ στολή. Κατὰ στόμα: κατὰ τὴν ἀρχὴν μεταφορικῶς. Καταστοχάζεται: κατὰ σκοποῦ βλέπει· κατὰ σκο‐ ποῦ βάλλει. | |
5 | Καταστρέψαντες: τελευτήσαντες. Καταστροφή: τέλος. Κατὰ σφέας: καθ’ ἑαυτούς. Κατὰ σχολήν: πράως καὶ λάθρα· οὕτως Ἀριστο‐ φάνης. | |
10 | Κατατεθήπεσαν: κατεθαύμασαν· ἐξεπλάγησαν. Κατατείνας: συντείνας. Κατατείνας ἐρῶ: ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύ‐ σομαι· Πολιτείας βʹ· διὸ κατατείνας ἐρῶ. Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν: ἔοικεν νόμος περὶ ὠνίων | |
15 | κεῖσθαι, ὃς κελεύει ἀψευδεῖν ἐν τηῖ ἀγοραῖ Θεό‐ φραστος γ’οῦν ἐν τοῖς περὶ νόμων φησίν· δυοῖν τού‐ των ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῆ ἀγορᾶ εὐκοσμίας, καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους. | |
20 | Κατατικόν: χιτωνίσκου γένος· οὕτως Μένανδρος. Κᾶτα τί: εἶτα τί. Κατατομήν: οἱ μὲν τὴν ὀρχήστραν· οἱ δὲ μέρος τι τοῦ θεάτρου. | |
Κατατομή: Ὑπερίδης ἐν τῶ κατὰ Δημοσθένους· | ||
kappa144 | καὶ καθήμενος κάτω ὑπὸ τηῖ κατατομηῖ· καὶ Φιλόχορος· καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας. Καταπλήξ: ὁ συνεχῶς πεπληγμένος· Θεόπομπος· | |
5 | Ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει Ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην. Καταῦσαι: καταντλῆσαι. Καταφαγεῖν: ἀντὶ τοῦ φαγεῖν. Καταφάναι: κατειπεῖν. | |
10 | Κατάφασις: πρόρρησις διὰ συγκαταθέσεως. Καταφάσκει: προλέγει· ἐπινεύει. Καταφερής: οὐχ ὁ ἄσωτος, ἀλλ’ ὁ κάτω φερόμενος. Καταφιλοσοφῶν: διὰ τῆς σιγῆς νικῶν. Καταφορικῶς: σφοδρῶς. | |
15 | Καταφυέν: γεννηθέν. Κατάφωρος: φανερός. Κατὰ χεῖρας: εὐκόλως. Κατὰ χειρὸς ὕδωρ λέγουσιν, οὐ κατὰ χειρῶν, οὐδὲ ἐπὶ χεῖρας, οὐδὲ ἄλλως πως· καὶ τὸ ῥαῖστον πάν‐ | |
20 | των καὶ εὐχερέστατον κατὰ χειρὸς ὕδωρ καλοῦσιν· οὕτως Τηλεκλείδης ἐν Ἀμφικτύοσιν· Εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρῶν. Καταχειροτονίας· ἔθος ἦν Ἀθήνησιν καταχειροτονεῖν τὸν ἄρχοντα· μάλιστα δὲ στρατηγὸν, εἰ δόξειεν | |
25 | ἀδικεῖν. | |
Καταχήνη: κατάγελως. | ||
kappa145 | Καταχήνη: καταχάσμησις. Κατάχυσμα: ἐνίοτε τὸ καταχεόμενον κατὰ τῶν ὄψων ὑπότριμμα· καταχύσματα δὲ πληθυντικῶς· τὰ παρὰ τὴν ἑστίαν κατασκεδαννύμενα τῶν γαμούν‐ | |
5 | των καὶ τῶν πρωτοθεωρῶν· ταῦτα δὲ ἐστὶν ἰσχά‐ δες καὶ πανσπερμία. Καταχύσματα: τῶν νεωνήτων οἱ δεσπόται τραγή‐ ματα κατέχεον· ἀλλὰ καὶ τῶν ἀπὸ θεωρίας ἐλθόν‐ των· κατεχεῖτο δὲ καὶ τῶν νυμφίων, φασὶν, ὡς | |
10 | Θεόπομπος. Καταχύσματα: ἔθος ἦν Ἀθήνησιν, ὅτε νεώνητος οἰ‐ κέτης εἰσάγοιτο εἰς τὴν οἰκίαν, τὸν δεσπότην ἢ τὴν δέσποιναν ἰσχάδων καὶ καρύων πλῆθος κατα‐ χεῖν αὐτοῦ· ἃ καταχύσματα ἐκάλουν· φασὶ δὲ | |
15 | καὶ ἐπὶ τῶν πρῶτον πρεσβευόντων καὶ ἐπὶ τῶν θεωρῶν τοῦτο γίγνεσθαι, ὅτε πρῶτον τοῦτο ἐποίουν. Κατάχυτλον: σκεῦός τι. Καταψαίρουσι: κινοῦνται. Καταψευδομαρτυρησάμενος: ἀντὶ τοῦ παρασχὼν | |
20 | τοὺς τὰ ψευδῆ μαρτυρήσαντας· Δημοσθένης ἐν τῶ κατὰ Στεφάνου. Καταψηφίζεται: κατακρίνει. Καταψήχεται: ἀντὶ τοῦ καταψύχεται τῆς γλισχρό‐ τητος χωριζομένης· ἢ καταψᾶται· οὕτως Πλάτων | |
25 | ἐν Τιμαίωι. | |
kappa146 | Κατεβαυκάλισεν: κατεκοίμησεν. Κατεαγότα: κεκλασμένα. Κατεβρόχθισεν: κατέπιεν. Κατεγγυᾶν: παραδιδόναι. | |
5 | Κατεγγυῶ: ἀνεγγυῶ. Κατεγλώττιζεν: κατεφλυάρει· κατηγόρει· ἐλοιδόρει. Κατεγνυπωμένως: νωθρῶς· ἀνάνδρως· οὕτω Μέναν‐ δρος. Κατεδηδοκώς: καταβεβρωκώς. | |
10 | Κατεδάρθη: κατεκοιμήθη. Κατεδιήτησεν: κατεδίκασεν. Κατέδραθεν: κατεκοιμήθη. Κατέδων: κατεσθίων. Κατέθεμεν: τὸ κατεθήκαμεν. | |
15 | Κατέθορεν: κατεπήδησεν. Κατειργάσατο: κατηγωνίσατο. Κατείρηκεν: κατεῖπεν λάθρα. Κατειλλώπτειν: καταβλεφαρίζεσθαι. Κατειρωνεύεται: μεγαλοφρονεῖ· ὑποκρίνεται· δολιεύ‐ | |
20 | εται. Κατειρωνευσάμενοι: καταρραθυμήσαντες· καὶ στραγ‐ γευσάμενοι· ὅθεν καὶ εἴρωνα τὸν ἀργὸν λέγουσι. Κατεκήλησαν: κατεπράϋναν. Κατεκίκλασκε: κατέκλα. | |
25 | Κατέλεκτο: κατεκοιμήθη. | |
Κατέλευσαν: ἐλίθασαν. | ||
kappa147 | Κατέληξεν: κατέπαυσεν. Κατεντευκτήν: κατεντυγχάνουσαν· καὶ κατεντευκ‐ τής· κατήγορος. Κατεντευχθέντα: κατεντυχηθέντα. | |
5 | Κατεπερπερεύετο: ἐχαριεντίζετο. Κατεπτήχασιν: συνεστάλησαν. Κατέρεψεν: ἐστέγασεν ἢ ἐστεφάνωσεν. Κατεργάσασθαι: ἀντὶ τοῦ καταπονῆσαι· Θουκυ‐ δίδης. | |
10 | Κατερικτά· τὰ ἐρεικόμενα ὄσπρια καὶ σχιζόμενα. Κατερρινημένοις: εὐτελέσιν. Κατερρύηκεν: ἐσάπη· ἠφάνισται. Κατέσβη: ἐσβέσθη· ἐπαύσατο. Κατέσειε· λέγουσιν ἐπὶ τῶν ἐν τοῖς πότοις προπι‐ | |
15 | νόντων· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Κατεσκιρωμένη: πεπαλαιωμένη. Κατεσκηλητευμένος: ἐξίτηλος· τεταλαιπωρημένος. Κατέσκηψεν: κατέσχεν. | |
20 | Κατεσκληκώς: κατεξηραμμένος. Κατεστιγμένον: πεποικιλμένον. Κατεστόρεσεν: κατέστρωσεν. Κατεστρατοπέδευσεν: κατέδραμεν πολεμικῶς. | |
Κατεστυγημένος: μεμισημένος. | ||
kappa148 | Κάτευγμα: κατάρα. Κατευθικτήσας: ἐπιτυχών. Κατευμαρίζων: κατευχειρίζων. Κατευμεγεθεῖν: καταδυναστεύειν. | |
5 | Κατευνάζεται: κατακοιμίζεται. Κατεύχεσθαι: τὸ καταρᾶσθαι· οὕτως Πλάτων. Κατεύχεσθαι τῶν Ἀχαιῶν· ἀντὶ τοῦ κατὰ τῶν Ἀχαιῶν εὔχεσθαι· οὕτως Σοφοκλῆς. Κατεφοίνιξας: κατέβαψας. | |
10 | Κατεφύοντο: κατέτρεχον. Κατεχειροτόνησαν αὐτοῦ· ἀντὶ τοῦ κατεψηφίσαντο αὐτοῦ· καταχειροτονία δὲ καὶ ἀποχειροτονία καὶ διαχειροτονία διαφέρει· καταχειροτονία μὲν γὰρ ἐγένετο οὕτως· ἔλεγεν ὁ κῆρυξ· ὅτω Μειδίας δοκεῖ | |
15 | ἀδικεῖν, ἀράτω τὴν χεῖρα· εἶτα οἱ θέλοντες ἐξέ‐ τεινον τὰς χεῖρας καὶ ἐκαλεῖτο τοῦτο πρῶτον [γίνε‐ ται] καταχειροτονία· (ἀποχειροτονία δὲ) ἐγίνετο οὕτως· ὅτω μὴ δοκεῖ ἀδικεῖν Μειδίας, ἀράτω τὴν χεῖρα, καὶ ἐξέτεινον τινὲς, καὶ ἐκαλεῖτο τοῦτο ἀπο‐ | |
20 | χειροτονία· λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας καὶ ἑώρα ὁ κῆρυξ ποῖαι πλείους εἰσίν· ποτέρων τῶν φασκόντων αὐτὸν ἀδικεῖν ἢ μή· καὶ ὅσαι ἂν ἦσαν πλείους εὑρεθεῖσαι, ἐκεῖ καὶ ἡ γνώμη ἐκράτει. Κατέχεσθαι: θεοφορεῖσθαι. | |
25 | Κατεώρυκτο: κατορωρυγμένον ἦν. | |
kappa149 | Κατηβολή: περιοδικὴ νόσος. Κατηβολή: περιβάλλει. Κατηγορευκότα: κατειπόντα. Κατηγορίας ἔχω: ἀντὶ τοῦ κατηγοροῦμαι Δημοσθέ‐ | |
5 | νης περὶ τοῦ στεφάνου. Κατήδεσαν: κατήσχυναν. Κατήλιψ: μεσόδμη. Κατηλοίωσεν: οὐχ ἁπλῶς ἀπέκτεινεν· ἀλλὰ ξύ‐ λοις παίων· ἀφ’ ὧν καὶ πατραλοίας, ὁ τὸν πατέρα | |
10 | τύπτων. Κατεχορδεύθη: καθηδύνθη· κατεβομβήθη· ὅλος τῆ χορδῆ γέγονεν. Κατήλιψ: μεσοδμή. Κατημαξευμένος: τετριμμένος· ἐγγεγυμνασμένος. | |
15 | Κατημελής: κατήκοος. Κατηρεφέα: κατεστεγασμένα. Κατηρεφον: κατεστεγασμένον ἢ κατώτερον ἐστεγασ‐ μένον. Κατῆρεν: κατέπλευσεν. | |
20 | Κατηφόνες: στυγνοὶ, ἢ ἀναίσχυντοι. Κατηχθημένος: καταβεβαρημένος. Κατιαλίζειν: καταδύνειν. Κάτιμεν: κατερχόμεθα. Κατισχνοῦν: καταλεπτύνειν. | |
25 | Κατ’ ὄναρ, οὐ χρὴ λέγειν: βάρβαρον γὰρ παντελῶς· ἀλλὰ ὄναρ· καὶ κατὰ τοὺς ὕπνους· καὶ ἐνύπνιον. | |
Κατοκωχή: ἔνιοι ἀντὶ τοῦ κατοχή. | ||
kappa150 | Κατόπιν: μετὰ ταῦτα· ἀπὸ τοῦ ὄπισθεν ἰέναι. Κατόπιν: ἢ μετὰ ταῦτα, ἢ μεταξύ. Κατοιόμενος: ὀνομάζων ἑαυτὸν μέγαν καὶ φυσῶν ὑπερήφανος. | |
5 | Κατοιχομένου: νεκροῦ· τεθνεῶτος. Κατ’ ὀρφναίαν: κατὰ τὴν σκοτεινήν. Κατοργᾶν: ὑπερακμάζειν. Κατορώρυκται: κατακέχωσται. Κατουλάδα: Σοφοκλῆς Ναυπλίωι· Ἐπεύχομαι δὲ | |
10 | νυκτὶ τηῖ κατουλάδι· τὴν κατίλλουσαν καὶ κατείρ‐ γουσαν· καὶ ἐξούλης δίκη, ἡ ἐξείρξεως· οἱ δὲ τηῖ πανωλέθρωι ἐσομένηι τοῖς Ἕλλησιν· οὖλον γὰρ τὸ ὀλέθριον· καὶ ἡ κατα πρόθεσις αὔξησιν ἔχει· ἢ ζοφώδη, ἀπὸ τῆς κατὰ τὸ σῶμα γινομένης οὐλῆς· | |
15 | μελάντεραι γάρ· καταιγίδας ἔχουσαν καὶ συστρο‐ φὰς ἀνέμων· εἴλλειν γὰρ τὸ συστρέφειν· Ὅμηρος. Κατ’ οὐράν: κατόπισθεν· ἐκ τῶν ὀπίσω. Καττύεσθαι· Ὑπερίδης τὸ ὑποδεδέσθαι· ἀπὸ τῶν καττυμάτων. | |
20 | Καττύεις: μεταφορικῶς ἀπὸ τῶν ῥαπτόντων τὰ δέρ‐ ματα. Καττύει: συρράπτει· [καττύει]. | |
Καττύμα: ἀπάτη· δόλος. | ||
kappa151 | Καττύν: ἀπότριμμα δερματίου βαλλόμενον εἰς τὴν στελλείαν ὅταν μὴ σφίγγηι. Κατωθούμενος: ἀνατρεπόμενος. Κάτω κάρα: κάτω τὴν κεφαλὴν ἔχοντα. | |
5 | Κατωκοδόμησεν: Ἰσαῖος ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινεν. Κατώλισθον: κατέπεσον. Κατωμαδόν: κατὰ τῶν ὤμων. Καθωραΐζεται: σεμνύνεται. | |
10 | Κατωρχήσαντο: κατεχάρησαν· ἔπαιξαν. Καυλός: τὸ ἄκρον τοῦ δόρατος. Καυνός: σκληρός. Καύνακας: ἔνδυμα ποιόν. Καυρός: κακός· οὕτως Σοφοκλῆς. | |
15 | Καυσία: εἶδος πίλου βαρβαρικοῦ ἐπὶ τῆς κεφαλῆς ὡς τιάρα. Καυστόν: καρπωτόν· ὃ ἐναγίζεται τοῖς τετελευτη‐ κόσιν. Καχλάζει: ταράττεται· φλεγμαίνει· βράττει. | |
20 | Κάχρυς: κριθαὶ πεφρυγμέναι. Καχυπότοπος: καχύποπτος· τοπάσαι γὰρ τὸ ὑπο‐ νοῆσαι. Κάψα: κίστη ἢ θήκη. Κέβρινα: πόλις Τρωάδος Κυμαίων ἄποικος. | |
25 | Κεδνός: συνετός· σώφρων ἢ φρόνιμος. Κεγχρεών: τόπος Ἀθήνησιν· ἐν ὧ ἡ ἀργυρῖτις ἐκαθ‐ αίρετο κέγχρος· καὶ ἡ ἀπὸ τῶν ἀργυρείων ἀνα‐ | |
φερομένη ἄμμος. | ||
kappa152 | Κεγχρεών: Δημοσθένης ἐν τηῖ πρὸς Πανταίνετον γραφηῖ· κἄπειτα ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν Κεγχρεῶνα· ἀντὶ τοῦ εἰς τὸ καθ‐ αριστήριον· ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον | |
5 | διέψυχον. Κέδρον: οὐδετέρως λέγουσι τὸ θυμίαμα. Κεδρίδες: κέδρου καρπός· λέγονται δὲ καὶ ἀρκευ‐ θίδες. Κέδροπα: ὄσπρια· καὶ οἷον χέδροπα. | |
10 | Κειμήλια· κτήματα· ἢ ἀποκείμενα χρήματα. Κείρει: ἐσθίει· κατεσθίει. Κειριάδαι: δῆμος Ἱπποθοωντίδος. Κείρυλοι: οἱ ἄρσενες τῶν ἀλκυόνων· οἵτινες γηρά‐ σαντες ὑπὸ τῶν θηλείων βαστάζονται. | |
15 | Κεκάληκας: καλὸς γέγονας. Κεκαρυκευμένα: συγκεκρυμμένα. Κεκασμένον: κεκοσμημένον. Κεκαυτηριασμένος: μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν. Κεκιβήλευται: διαβέβληται· κατέγνωσται· ἀπο‐ | |
20 | δεδοκίμασται· νενόθευται. Κεκλασμένους: ἰσχύοντας. Κεκλιμένος: περιεχόμενος. Κέκλοιο: ἀντὶ τοῦ λέγοις. Κεκμηκώς: κάμνων. | |
25 | Κεκομψευμένος: σεμνός· ἢ ἀστεῖος ἢ εὐκαλλώπισ‐ τος. Κεκοινωνημένοι: κοινὴν ἔχοντες τὴν οὐσίαν· ὡς φη‐ | |
σὶν Λυσίας. | ||
kappa153 | Κεκοτυλισμέναι: συνεσπειραμέναι. Κεκοῦρος: εἶδος πλοίου βραχέος. Κεκραγμόν: τὴν βοήν. Κεκραιπαληκώς: εὐφραμμένος. | |
5 | Κεκριγότα: τρίζοντα. Κεκρόπη: Ἀθηνῆ. Κεκροπίς: μία τῶν ἐν Ἀθήνησιν δέκα φυλῶν. Κεκρύφαλον: κεκρύφαντον· σαββακάθιον· σουδά‐ ριον. | |
10 | Κεκτώμεθα: κεκτημένοι ὦμεν. Κεκυπτάκασιν: ἀσχολοῦνται. Κεκωδωνισμένος: ἐξητασμένος· ἀπὸ τῶν τοὺς φύλα‐ κας διὰ τοῦ κώδωνος ἐξεταζόντων· καὶ διακωδω‐ νίσαι, τὸ ἐξετάσαι· Ἀριστοφάνης Λυσιστράτηι· | |
15 | Ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν. Κεκωφῶσθαι: κωφὸν γεγονέναι. Κελάδησαν: ἐβόησαν. Κελαδεινή: κυνηγός· θόρυβον κατὰ τὰς ἄγρας ποι‐ οῦσα. | |
20 | Κελαδοῦσιν: ἠχοῦσιν. Κελέοντες: κυρίως κελέοντες καλοῦνται οἱ ἱστόπο‐ δες· Ἀντιφῶν δὲ ἐν τηῖ πρὸς τὸν Δημοσθένην γρα‐ φηῖ τὰ ὀρθὰ ξύλα οὕτως ὠνόμασεν. | |
Κελέοντες: ἱστόποδες· καὶ πάντα τὰ μακρὰ ξύλα. | ||
kappa154 | Κελεός: οὗ αἱ θυγατέρες ὑπεδέξαντο τὴν Δήμητραν ἐν Ἐλευσῖνι. Κελαρύζειν: μετὰ ἠχοῦς ῥεῖν. Κελενδρύονα: κιχήσιππον· ἀπὸ τοῦ κελέοντος καὶ | |
5 | τῆς δρυὸς, ὡς μακρὸν καὶ δασύ. Κέλευθος: ὁδός· ἀπὸ τοῦ κέλλειν, ὅ ἐστιν εἰς τούμ‐ προσθεν ἰέναι· ὅθεν καὶ ἐξω[κέλης, τὸ ληστρικὸν πλοῖον ἢ ἄστρωτος ἵππος] κεῖλεν ὅ ἐστιν ἔξω τοῦ κέλλειν γέγονεν. | |
10 | Κέλης: τὸ ληστρικὸν πλοῖον ἢ ἄστρωτος ἵππος. Κέλυφος: τὸ λέπυρον τοῦ ὠοῦ. Κελύφανα: τὰ λεπίσματα τῶν τραγημάτων. Κελωρύειν: βοᾶν. Κεμάς: ἔλαφος· ὁ κοιμώμενος ἐν σπηλαίωι· κοιμὰς | |
15 | τίς ὤν. Κένανδρον: κένον ἄνδρα. Κενέβρια· ἐν οἷς τὰ νεκριμαῖα καὶ τοὺς ἀπέργους ὄνους κατακόπτουσιν· καὶ τὰ θνησιμαῖα. Κενεμβατεῖν: εἰς κενὰ βαίνειν· κενὰ ἐπιχειρεῖν. | |
20 | Κενεόν: μάταιον. Κενεών: ὁ περὶ τὸν λαγόνα τόπος. Κένκω: πεινῶ. Κενταυρικῶς: ἀγροίκως. Κενοφωνίας: ματαιοφωνίας· ἀσεβείας· ἠγοῦν αἱρετι‐ | |
25 | κάς. | |
Κενοφροσύνη: ἡ ματαιοφροσύνη. | ||
kappa155 | Κένταυρον: τὸ μόριον· ἢ τὸ γυναικεῖον αἰδοῖον· οὕτω Θεόπομπος. Κεντριάδαι: πατριὰ κηρύκων. Κεντρότυπος: μοχθηρός. | |
5 | Κεντυρίων: ἑκατόνταρχος. Κενῶν φάους: τυφλῶν. Κέοιτο: ὑπάρχοιτο. Κέπφος: εἶδος ὀρνέου ὀξύτατον. Κεπφωθείς: ἐπαρθείς· ἐρεθισθείς· ὀξέως ἐλαυνόμε‐ | |
10 | νος. Κεραμίς: δῆμος Ἀκαμαντίδος φυλῆς. Κεραμικαί: πλατεῖαι πληγαί· τοὺς γὰρ ῥαθύμως τρέχοντας τύπτουσιν. Κεραμικαί: ὁ τόπος ἐν ωἷ αἱ πόρναι. | |
15 | Κέραμος: οἱ μὲν τὰ κεράμια· ἀφ’ οὗ καὶ κεραμεύς· οἱ δὲ τὰς ὀπτὰς πλίνθους. Κεραννύουσι: κέρνουσιν· Ὑπερίδης. Κεραόν: τέλειον. Κέρας: τὸ τοῦ πολέμου μέρος καὶ τόξον. | |
20 | Κέρας· κέρως· κέρα: ἐπὶ τῆς παρατάξεως· Θουκυ‐ δίδης ηʹ· τοῦ εὐωνύμου κέρως· ἐν τηῖ αὐτηῖ· καὶ οἱ μὲν Ἀργεῖοι τωῖ σφετέρωι αὐτῶν κέρα· καὶ ἐν πᾶσιν οὕτως. Κεραμικὴ μάστιξ: ὀστρακισμός. | |
25 | Κεραΐζει: πορθεῖ· ἀναιρεῖ· διαρπάζει. | |
Κεραμίς: δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος ἡ | ||
kappa156 | Κεραμίς· εἴληφε δὲ τούνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμω τινὶ ἥρωϊ. Κεραμικός: δύο ἦσαν Κεραμικοί· ὁ μὲν ἔνδον τῆς πόλεως· ὁ δὲ ἔξω· ἔνθα καὶ τοὺς ἐν πολέμωι τελευ‐ | |
5 | τήσαντας ἔθαπτον δημοσία· καὶ τοὺς ἐπιταφίους ἔλεγον. Κερασβόλα: τὰ σκληρὰ καὶ ἐν τοῖς πυροῖς καὶ ἐν τοῖς ὀσπρίοις συμφυόμενα· τηῖ μὲν χροιᾶ μέλανα· στρογγύλα δὲ καὶ ἰσομεγέθη κέγχροις· ἃ συνεψό‐ | |
10 | μενα τοῖς ὀσπρίοις οὐ τήκεται· εἴρηται δὲ οὕτως ἀπὸ τοῦ τὴν κατασπορὰν καὶ τὸ ἄροτρον τοῖς κέ‐ ρασι τῶν βοῶν βεβλῆσθαι καὶ ἀντιτύπτειν· ὅτ’ ἂν οὖν λέγη κερασβόλους, τοὺς ἀπαιδεύτους καὶ σκλη‐ ροὺς καὶ μὴ πειθομένους τοῖς νόμοις φησί. | |
15 | Κερασφόρος: κερατοφόρος. Κεραυνός: ἱμάτιον ποιόν. Κέραμον: λέγεται ἐπὶ τῶν λεκανίδων· αὗται δέ εἰσιν αἱ λεκανίδες κεραμεαῖ παραπλησίαι τηῖ κατα‐ σκευηῖ κρατῆρι· ἃς νῦν ὀψοδόκας αἱ γυναῖκες | |
20 | καλοῦσιν· ἀρώματα οὖν εἰς ταύτας ἐμβάλλουσι καὶ στήμονας· κομίζουσι δὲ αὐτὰς αἱ νύμφαι εἰς τὰς τῶν νυμφίων οἰκίας. Κερβέριοι: οἱ παρ’ Ὁμήρωι Κιμμέριοι· τὴν δὲ πόλιν οἱ μὲν Κίμμερον, οἱ δὲ Κερβερίαν. | |
25 | Κερδίας: κερδοσύνης· φιλοκερδίας. | |
kappa157 | Κερδαλέος: ποικιλος· πανοῦργος· κερδαλῆ γὰρ ἡ ἀλώπηξ. Κερδαλεόφρων: δολιόφρων· σκολιὰ βουλευόμενος. Κέρδιον: κρεῖττον· ὠφελιμώτερον. | |
5 | Κέρδιστος: πανουργότατος. Κερδοσύνη: πανουργία. Κερκίδας: εἷς ἦν τῶν τὰ Μακεδονικὰ φρονούντων. Κερκίς: φυτὸν αἰγείρωι ὅμοιον. Κερκῖται: ἔθνος Ἰνδικόν· ὃ χρῆται μακρωῖ πηδαλίωι | |
10 | ὃ καλεῖται κερκέτης. Κέρκος: ἡ οὐρά. Κέρκουρος: εἶδος πλοίου οὕτως καλοῦσιν. Κερκώπη: τέττιγι παρόμοιον, ἕνα φθόγγον προϊ‐ έμενον. | |
15 | Κέρκωπες: πανοῦργοι δόλιοι· ἀπατεῶνες· κόλακες· οἳ, καθάπερ ἡ ἀλώπηξ τοὺς θηρατικοὺς κύνας ἀπαταῖ, τοὺς ἁπλουστέρους φενακίζουσι τηῖ κέρκωι τῶν λόγων. Κερκωπίζοντες: χλευάζοντες· μωκίζοντες ὡς οἱ | |
20 | πίθηκοι. Κέρκωψ: ἀπατεών· ἢ καὶ γένος πιθήκου. Κέρκωπες: ἐξαπατητῆρες· ἱστοροῦνται καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς | |
μεταβαλεῖν φησί· καὶ τὰς Πιθηκούσσας νήσους | ||
kappa158 | ἀπ’ αὐτῶν κληθῆναι· δύο δὲ ἦσαν οἱ Κέρκωπες· ὧν ὁ μὲν Ἄνδουλος, ὁ δὲ Ἄτλαντος ὀνομάζεται. Κερματίζει: εἰς λεπτὰ διαιρεῖ. Κερουτιᾶν: γαυριᾶν. | |
5 | Κεροβάτας: ὁ Πάν· ὅτι κέρατα ἔχει ἢ κερατίνας βάσεις. Κερουτιασμός: ἀπὸ τοῦ κόρου λέγουσιν. Κερσοβλέπτης: παῖς μὲν ἦν Κότυος· καὶ νεώτατος ὢν, βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θραίκης. | |
10 | Κερτόμιος: ἐρεθιστικός. Κερτομῶν: χλευάζων· ἐρεθίζων· σκώπτων. Κέρχανα: τὰ ἐντάφια. Κερχνοῖ: τραχύνει. Κερχνηΐς: ὄρνεον. | |
15 | Κέρχνος: τραχύ τι ἐν τοῖς ἐνωτίοις. Κερχνῶ: πίνω. Κεστὸν ἱμάντα: ποικίλον ἱμάντα. Κεστός: ὁ διακεκεντημένος καὶ διαπεποικιλμένος ἱμάς· οἷον ἔνδυμα Ἀφροδίτης· καταχρηστικῶς δὲ | |
20 | καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύ‐ ματα. Κεστρεῖς νήστεις ἐκάλουν κεχηνότας καὶ πεινῶντας· | |
λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες· καὶ ἡ παροιμία· | ||
kappa159 | κεστρεὺς νηστεύσεις· εἴρηται ἐπὶ τῶν δικαιοπρα‐ γούντων μὲν, ἧττον δὲ φερομένων διὰ τοῦτο αὐτό· μετενήνεκται δὲ ἀπὸ τοῦ ἰχθύος· οὗτος γὰρ πάντων τῶν ἰχθύων ἀλληλοφαγούντων, μόνος ἀπέχεται· | |
5 | νέμεται δὲ ἰλὺν, ὡς Ἀριστοτέλης ἐν τοῖς περὶ ζωίων· καὶ δῆλον ὅτι ταλαιπωρεῖ καταδυόμενος εἰς τὴν ἰλὺν καὶ ἧττον τι φέρεται. Κέσκος: ἦν πόλις ἐν Κιλικίαι καὶ παρ’ αὐτὴν πο‐ ταμὸς Νοῦς ὄνομα· δι’ ὅπερ οἱ κωμικοὶ παίζοντες | |
10 | τοὺς νοῦν οὐκ ἔχοντας κέσκον φασὶν οὐκ ἔχειν. Κέστραν: τὴν μύραιναν. Κεστρίνους: τὰ τεμάχη τῶν ἰχθύων. Κεστόν: ποικίλον. Κεστρῖνος: εἶδος ἰχθύος· σκεπτέον δὲ εἰ διαφέρει | |
15 | κεστρέως. Κέφαλος: ἔστιν καὶ ὄνομα δημαγωγοῦ. Κεύθειν: κρύπτειν. Κευθήμων: φωλεῶν· ἀποκρύφων τόπων. Κευθμώνων: κρυπτῶν τόπων· ἐνδοτάτων. | |
20 | Κεφάλαιον: παραλαμβάνεται ἐπὶ ἐπιγράμματος· καὶ λόγου· καὶ ἀργυρίου· οὕτως Αἰσχίνης ἐν τῶ κατὰ Κτησιφῶντος καὶ Δημοσθένης ἐν τῶ πρὸς Ἄφοβον. Κεφαλή: δῆμος Ἀκαμαντίδος· καὶ Κεφαλῆθεν· ἐκ | |
τῆς αὐτῆς. | ||
kappa160 | Κεφαλαίωσον: συντόμισον· συνάγαγε. Κεχαρισμένε: πεφιλημένε. Κεχαρισμένως: εἰς χάριν αὐτῶν πάντα ποιεῖν. Κεχειρωμένοι: ἡττημένοι. | |
5 | Κεχήληνται: καταπεπράϋνται. Κεχήνη: κεχηνὼς ἤμην· ὡς τὸ ἤδη (ἤδεα) ἤδειν. Κεχηνότες: χαυνῶς ὁρῶντες. Κεχραμμαίνειν: πικραίνεσθαι· ἢ τοὺς ὀδόντας συγ‐ κρούειν. | |
10 | Κεχρησμωδημένων: μεμαντευμένων. Κηδεία: ταφή· ἐκφορά. Κήδειν: κακοῦν· λυπεῖν. Κηδείους: οἰκείους· προσφιλεῖς. Κηδεμονία: πρόνοια· καὶ κηδεμὼν, φροντιστὴς, προ‐ | |
15 | νοητής. Κηδεστής: ὁ κατ’ ἐπιγαμβρίαν οἰκεῖος· ἢ πενθερός. Κήδεται: φροντίζει· βοηθεῖ· ἐπιμελεῖται. Κηδεύειν: φροντίζειν· ἢ θάπτειν. Κηδίδης: διθυραμβοποιητὴς ἀρχαῖος. | |
20 | Κηδήσαντες: θεραπεύσαντες ἢ λυπήσαντες. Κῆδος: ἡ συναλλαγὴ τοῦ γάμου ἢ τοῦ πένθους. Κηδωνίδης: οὗτος τεθρυλημένος ἦν ἐπὶ παιδεραστίαι ἀνυπερβλήτωι. | |
Κήθια: ὀξύβαφα οἷς κυβεύουσιν. | ||
kappa161 | Κήθιον: πλεκτόν τι σύστομον· εἰς ὃ ἐντιθέντες τοὺς ἀστραγάλους βάλλουσιν. Κηκάζειν: κακολογεῖν. Κηκίς: ἔστι μὲν καὶ καρπός τις περιφερής· ἔστι δὲ | |
5 | καὶ βάμμα τί καὶ στύμμα· ἢ καὶ ὀπὸς δρυὸς ἐπιτήδειος εἰς βαφήν. Κηλῖδες: σπίλοι. Κήλησις: πειθὼ μετὰ τέρψεως. Κηλίς: ῥύπος· μῶμος· μορφή· ἕλκος· οὐλή. | |
10 | Κηλούμενος: φλεγόμενος· τερπόμενος· οἷον αὐλοῖς καὶ ἡδυφωνίαις. Κημός: εἶδος χαλινοῦ· ἢ φιμός. Κημός: πλέγμα κωνοειδές· δι’ οὗ καθιᾶσιν οἱ δικα‐ σταὶ τὴν ψῆφον εἰς τὸν κάδον· καὶ τὸ τοῖς ἵπποις | |
15 | ἐπιτιθέμενον· καὶ γυναικεῖον προκόσμημα· καὶ αἱ αὐλητικαὶ φορβειαί· καὶ κρίκου τι γένος· καὶ πόα τίς· καὶ ὄσπριόν τι παρὰ Θραξίν. Κήνυγμα: σκιὰ καὶ εἴδωλον. Κῆπος: πόλις κατὰ Βόσπορον οὕτω καλουμένη. | |
20 | Κῆπος: κουρὰ τίς ἐπὶ καλλωπισμωῖ διαβαλλο‐ μένη. Κῆπος: γυναικὸς αἰδοῖον. Κῆπος καὶ παράδεισος διαφόρως παρ’ αὐτοῖς λέγεται. Κήπουρεύμα: τὸ ὕδωρ τοῦ κηπουροῦ, εἰς ἄρδευσιν | |
25 | πεποιημένον. | |
kappa162 | Κήρ: ψυχή· θανατηφόρος μοῖρα· καὶ κῆρες, θανα‐ τηφόροι μοῖραι. Κήρυκες: γένος ἐν Ἀθήναις ὠνομασμένον ἀπὸ Κή‐ ρυκος τοῦ Ἑρμοῦ. | |
5 | Κηρίναι: μάστιγες γίνονται τινὲς οὕτως ὡς οἱ κηρίωνες· εἰ μὴ ἄρα αἱ διπλαῖ· ἢ διπύξιναι. Κηρίω βῦσαι: αἱ ὑποβαλλόμεναι κηρίον ἐπετίθεσαν τοῖς παιδίοις ἵνα μὴ βοᾶ. Κηρυκίδαι: γένος Ἀθήνηισιν. | |
10 | Κηραίνει: τήκει· πρὸς φθορὰν ἄγει. Κημᾶν: φιμοῦν· χαλινοῦν. Κηρυκίνην: γυναῖκα κηρύττουσαν λέγουσιν. Κήτειον: λάχανον ἀνθερίκωι ὅμοιον. Κηττός: δῆμος Λεοντίδος φυλῆς. | |
15 | Κήτταν: τὴν περὶ τὸν στόμαχον τῶν κυουσῶν γυναι‐ κῶν διάθεσιν· καὶ τὸ ὄρνεον ὁμοίως καλοῦσιν. Κηφισόδωρος: ἄλλος μὲν ὃς κεκωμώδηται ὡς ὀνώδης· ἕτερος δὲ ὁ ὕπαρχος ὃς ἐν Μαντινείαι μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν. | |
20 | Κηφισόδοτος: οὗτος Ἀλωπεκόννησον πολιορκῶν ἀπε‐ χειροτονήθη· καὶ κριθεὶς ἑάλω· καὶ ἀπέτισε πέντε τάλαντα. | |
Κηφήν: ἀργός· ἀπρόκοπος· μετέωρος. | ||
kappa163 | Κηφήνεσσι κοθούροισι: τοῖς καθεζομένοις καὶ φυλάτ‐ τουσι τὴν τῶν μελισσῶν ἔξοδον· οὖροι γὰρ οἱ φύλακες· καὶ θυρωροὶ, οἱ τὰς θύρας φυλάσσοντες. Κηφισιεύς: δῆμος τῆς Ἐρεχθηΐδος. | |
5 | Κίαλον: χρῶμα ὑπόφαιον. Κιβαδες: ἡμέραι. Κιβδηλιᾶν: ὠχριᾶν. Κιβδηλιῶντας: ὠχριῶντας. Κιβδῶνες: οἱ μετάλλειοι. | |
10 | Κίβδηλον: οὕτως ἐκάλουν τὸ νόθον καὶ ἀδόκιμον νόμισμα καὶ παρακοπέν· Νόμων ιαʹ· ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν· κίβδηλον μέν ἐστιν ὅτἂν ἔχη ἐπιφάνειαν ὡς ἀστεῖον, ηἶ δὲ μοχθηρὸν τωῖ τρόπωι. | |
15 | Κιβωτός: λάρναξ· κίστη. Κιγκλίζει: σαλεύει· μοχλεύει· ἦχον ποιεῖ· κινεῖ. Κιγκλίς: ὁ τοῦ δικαστηρίου κάγκελλος· ἤτοι τοῦ ἱεροῦ οἴκου. Κιγκλίδες: αἱ τῶν δικαστηρίων θύραι. | |
20 | Κίγκλος: ὄρνεον τὴν ὀσφὺν πολλὰ κινοῦν· ὅ τινες | |
σεισοπυγίδα καλοῦσιν· σφόδρα λεπτόν· καὶ | ||
kappa164 | ἡ πτωχότερος κίγκλου παροιμία· ἧ κέχρηται Μένανδρος Θαΐδι. Κίδαρις: περίθεμα κεφαλῆς ἢ ἐκ τῆς τριχὸς ὕφασμα· ἤτοι εἶδος καλαμαυκίου, ὃ καὶ τιάρα νοεῖτε τινὲς | |
5 | δὲ κίδαριν λέγουσι· περικράνιον πίλιον· ἢ στέφανον ἢ φακιόλιον ἢ πῖλον βασιλικὸν Περσῶν· ἢ τὸ στρόφιον ὃ οἱ ἱερεῖς φοροῦσιν. Κιγκιόπραγοι: ἀντὶ τοῦ δασεῖς. Κιγχάνειν: τὸ ἐπεξιέναι· οὕτως Σόλων. | |
10 | Κιδάφη: ἀλώπηξ. Κιδαφίων: πανοῦργος· δόλιος· κιδάφη γὰρ ἡ ἀλώπηξ· οἱ δὲ ἀπὸ τῶν κίων. **** Κίδναται: σκορπίζεται. Κίθαρος: ἰχθὺς ποιός· λέγεται καὶ τὸ στῆθος. | |
15 | Κιθαιρών: ὄρος ἐν Βοιωτίαι. Κικλήσκουσι: καλοῦσι. Κίκκαβος: ὀνοματοπεποίηταί τι νομισμάτιον ἐν Αἵδου. Κίκκασος: ὀβολοῦ ὄνομα. | |
20 | Κικκαβίζειν: τὴν τῶν γλαυκῶν φωνὴν οὕτως καλεῖ Ἀριστοφάνης. | |
Κιλίκων: ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροπος, ἀπὸ | ||
kappa165 | τροφοῦ Κιλίσσης· ὃς τὴν πατρίδα Μίλητον πρού‐ δωκεν τοῖς Πριηνεῦσι· καὶ τὸν βασιλέα στρατηγῶν· ἢ, παρόσον Κίλικες διεβέβληντο ἐπὶ πονηρίαι καὶ ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων· Φερεκράτης· | |
5 | Ἀεὶ πόθ’ ἡμῖν ἐγκιλικίζους’ οἱ θεοί. Κιλίκιος ὄλεθρος: **** Κιλικισμόν: Θεόπομπος ὁ ἱστορικὸς τὸν ἐκ παρα‐ νομίας φόνον λέγει. Κιλικίους: τὰς πικρὰς τιμωρίας οὕτως ἐκάλουν. | |
10 | Κιλλεία: πρὸς τῶ Ὑμηττωῖ δασύ· οἱ δὲ κρήνην· Καλλίστρατος δὲ ἄγριον λάχανον τραχύ· Εὐ‐ φρόνιος δὲ τὰ ἀκανθώδη τῶν ἐχίνων. Κιλλικύριοι: ἐν Συρακόσσαις τινὲς ἐκλήθησαν· οἱ ἀντὶ τῶν γεωμόρων μέρος καταλαβόντες τοῦ πολιτεύ‐ | |
15 | ματος· οἷον Εἴλωτες καὶ Πενέσται τινες. Κίλικι λιμῶ: ἀντὶ τοῦ ὀλέθρωι· καὶ Κιλικιστούς· τοὺς ἔκ τινος παρανομίας φόνους. Κιλλόν: χρῶμα παρὰ τὸ φαιόν. Κίμβικα: σφικία· ἢ μέλισσα· ἡ μικρολογία· ἢ | |
20 | διαστροφή. Κίμβικας· καὶ κικκάβους: τοὺς αἰσχρούς. Κιμμερικόν: εἶδος χιτωνίσκου· οὕτως Ἀριστο‐ | |
φάνης. | ||
kappa166 | Κιμώνεια: ἐρείπια Ἀθήνησιν· ἐν οἷς ἀπεπάτουν καὶ ἐπεραίνοντο. Κιναβευμάτων: πονηρευμάτων. Κινάβρα: μικρολογία· οἱ δὲ τὰ ἀποκαθάρματα· οἱ δὲ | |
5 | τὴν τῆς ἀλώπεκος σόβην. Κιναβρεύεσθαι: τὸ σκευωρεῖσθαι. Κίναδος: θηρίον· Δημοσθένης ἐν τῶ κατὰ Κτησι‐ φῶντος· ἰδίως δὲ Σικελιώτας φασὶ τὴν ἀλώπεκα κινάδιον καλεῖν. | |
10 | Κίναιδος: ἀσελγής· μαλακός. Κιναθισμόν: οἱ μὲν τὴν κίνησιν ἀποδιδόασιν· οἱ δὲ τὸν θησαυρισμὸν κίναθον καλοῦσιν. Κιμβάζειν: στραγγεύεσθαι. Κίνδαξ: κίνδυνος. | |
15 | Κίνδας: εὐκίνητος. Κινδαψός: ὄργανον ποιόν. Κίνδυνον ἀναρρίψαι λέγουσι μεταφέροντες ἀπὸ τῶν κύβων. Κινδυνεύει: ἀντὶ τοῦ ἐγγίζει. | |
20 | Κινεῖ: οἷον ἐρεθίζει· λέγουσι δὲ οὕτω καὶ τὸ ἀροτριᾶν· καὶ ἀκίνητον, τὴν ἀναροτρίατον. Κινησίας: ὄνομα κύριον· οὗτος ἐπὶ ἀσεβείαι καὶ | |
παρανομίαι διεθρυλεῖτο· ἦν δὲ διθυραμβοποιός. | ||
kappa167 | Κινύρα: ὄργανον μουσικόν· ἢ κιθάρα. Κινυρή: οἰκτρά· θρηνητική. Κινύρεσθαι: ὀδύρεσθαι. Κίξας: τοὺς ἐν ὁδωῖ ληστάς. | |
5 | Κίος: νῆσος μὲν μία τῶν Κυκλάδων παρακειμένη τηῖ Ἀττικηῖ· πόλιν δὲ τὴν νῆσον Λυσίας ἐκάλεσεν· ἀλλὰ καὶ ἄλλοι πολλάκις τῶν ῥητόρων τὰς νήσους πόλεις ὀνομάζουσιν. Κίρκον: ἱέρακα· ἢ οὐράν· ἢ κωπηλάτην. | |
10 | Κιρρόν: πυρρόν· ἢ αἷμα τὸ ἀπὸ ζῶντος. Κιρραῖον πεδίον: Κίρρα πόλις ἐστιν ἀπέχουσα Δελ‐ φῶν λʹ σταδίους· ἔοικεν οὖν Αἰσχίνης Κίρραιον πεδίον καλεῖν τὸ παρακείμενον ταύτηι τηῖ πόλει. Κισσύβιον: ἐκ κισυβίνου ξύλου ποτήριον κυρίως. | |
15 | Κισθήνη: ὄρος τῆς Θραίκης. Κίστη καὶ κοίτης: ἀγγεῖον ἐν ωἷ τὰ βρώματα κεῖται· ἢ ἱμάτιά τινα· ἠγοῦν κιβώτια. Κιστοφόρος: ἔοικεν δὲ τὰς κίστας ἱερὰς εἶναι Διο‐ νύσου καὶ ταῖν θεαῖν. | |
20 | Κιττοφόρος: ἔνιοι δὲ μετὰ τοῦ ς γράφουσιν. Κιχλισμός: ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως. Κιχόρεια: τὸ ἄγριον λάχανον· Ἀριστοφάνης. | |
Κιχρᾶ: δανείζει. | ||
kappa168 | Κίων: ἡ ἐν τῶ στόματι σταφυλή. Κλᾶν ἄμπελον: τὸ τέμνειν. Κλαγγή: ποιά τις φωνὴ ὀρνέου. Κλαγγηδόν: μετὰ κραυγῆς. | |
5 | Κλαιήσει: ὃ ἡμεῖς κλαύσει λέγομεν. Κλαρώται: μέτοικοι· ὡς Μαριανδυνοὶ ἐν Ἡρακλείαι· καὶ Εἴλωτες ἐν Λακεδαίμονι· καὶ ἐν Θετταλίαι Πενέσται· καὶ Κιλλικύριοι ἐν Συρακόσσαις. Κλαστάσαι: κλάσαι· προϊέναι· ἢ παρατηρεῖν. | |
10 | Κλαυμυρίζεται καὶ κλαυμυριεῖται λέγουσιν· οὐ κλαίει καὶ κλαύσει. Κλέος: τὴν φαύλην δόξαν Ἀριστοφάνης. Κληῖσαι: οἱ ἀρχαῖοι λέγουσιν· οὐ κλεῖσαι· καὶ κληῖδα· οὕτω καὶ οἱ τραγικοὶ καὶ Θουκυδίδης. | |
15 | Κλειτοριάζειν: τὸ ἀκολάστως ἅπτεσθαι τοῦ γυναι‐ κείου αἰδοίου. Κλείθροις: κλειδώμασιν. Κλεινός: ἔνδοξος· ἀπὸ τοῦ κλέους. Κλεμμάδιον: κλεψιμαῖον. | |
20 | Κλεπία: κλοπή. Κλεπτόμενοι: ἀπατώμενοι. Κλέπτος: φώριον. Κλεψούμενος: λέγουσι τὸ ὑφαιρησόμενος. Κλεψύδρα: κρήνη ἐν ἀκροπόλει οὕτως καλεῖται. | |
25 | Κλεψύδρα: ὄργανον ἀστρολογικόν· ἐν ωἷ αἱ ὧραι | |
μετροῦνται. | ||
kappa169 | Κλῆρος: οὐσία ἢ λαχμὸς λέγεται κλῆρος· καὶ τὸ σύστημα τῶν διακόνων καὶ πρεσβυτέρων, κλῆρος καὶ ἡ κληρονομία· κλῆρος καὶ μέτρον γῆς, ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ οἱ τοὺς κλήρους καὶ τὰ μέτρα | |
5 | τῆς γῆς κατέχοντες. Κλῆρος Ἑρμοῦ: συνήθεια ἀρχαία· ἔβαλλον οἱ κλη‐ ροῦντες εἰς ὑδρίαν ἐλαίας φύλλον, ὃ προσηγόρευον Ἑρμῆν· καὶ πρῶτον ἐξήρουν τοῦτο, τιμὴν τωῖ θεωῖ ταύτην ἀπονέμοντες· ἐλάγχανεν δὲ ὁ μετὰ τὸν | |
10 | θεόν· Εὐριπίδης ἐν Αἰόλωι μνημονεύει τοῦ ἔθους τούτου. Κληδών: φήμη· μαντεία. Κληροῦχοι: οἱ παρὰ τῶν Ἀθηναίων εἰς τὰς πόλεις ἃς ἐλάμβανον πεμπόμενοι εἰς τὸ διανεῖμαι τοὺς | |
15 | κλήρους ἑκάστου· ἡ δὲ κληρουχία αὕτη διανομὴ τῆς χώρας ἦν. Κληροῦχοι ἐκαλοῦντο, οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον· κλήρους ἑκάστοις διανέ‐ μοντας· οὕτως Ἰσοκράτης ἐν Πανηγυρικωῖ· Δημο‐ | |
20 | σθένης δὲ ἐν τωῖ περὶ τῶν συμμορίων κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν, ἥντινα δήποτε κατὰ κληρουχίαν· πῶς γάρ· οὐ γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησιν τρι‐ ηραρχεῖν. | |
25 | Κλητεῦσαι: κοινῶς μὲν τὸ κλητῆρα δίκης γενέσθαι· | |
ἰδίως δὲ ἐπὶ τῶν μαρτύρων λέγεται τὸ κλητεῦσαι· | ||
kappa170 | καὶ ἐκκλητεῦσαι μετὰ τῆς προθέσεως, ὅτ’ ἂν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστη‐ ρίοις ἐφ’ οἷς καλοῦνται· ἐπιτίμιον δὲ ἦν κατὰ τῶν ἁλόντων. | |
5 | Κλητῆρες καὶ κλητεύειν: καὶ κλητῆρες, οἱ ἄνδρες, δι’ ὧν εἰς τὰς δίκας προκαλοῦνται οἱ δικαζόμενοι τισίν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προκλήσεως· κλητεῦσαι δὲ ἔστιν τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος· λέγεται δὲ κλητεύεσθαι καὶ | |
10 | ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων· ὅτἂν μὴ ὑπα‐ κούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τωῖ δικαστηρίωι· καὶ ἔστιν ἐπιτίμιον κατ’ αὐτῶν δραχμαὶ χίλιαι· ὡς Ἰσαῖος ἐν τωῖ ὑπὲρ Πυθῶνος ἀποστασίου. Κλητεύεις: μαρτυρεῖς. | |
15 | Κλητῆρες: οἱ μαρτυροῦντες τοῖς προσκαλουμένοις δίκην τινά· οὗτοι δὲ ἦσαν δύο. Κλιμακίζειν: σκελίζειν καὶ διαστρέφειν· ἔστιν γάρ τι καὶ βασανιστικὸν ὄργανον, κλίμαξ καλούμενον· ὃ τὰ σώματα τῶν βασανιζομένων διαστρέφει. | |
20 | Κλιμακίζειν: μέμνηται Δείναρχος ἐν τηῖ ὑπὲρ Αἰσχίνου εἰσηγορίαι λέγων· οὗτος κλιμακίζει τοὺς νόμους· ἔστι δὲ οἷον παράγει καὶ διαστρέφει· ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος· ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώ‐ | |
25 | ματα τῶν βασανιζομένων. | |
Κλιμάζει: Δείναρχος· ὅτ’ ἂν οὖν κλιμάζηι καὶ | ||
kappa171 | παράγηι τοὺς νόμους· ἀντὶ τοῦ παρακλίνηι καὶ τρέπηι· μήποτε δὲ δεῖ γράφειν βλιμάζειν ἀντὶ τοῦ θλίβειν καὶ βιάζεται. Κλιμακτῆρας: οὓς ἔνιοι βασμοὺς λέγουσι τῶν κλι‐ | |
5 | μάκων. Κλίνη ἀμφικέφαλος: ἡ ἔχουσα ἑκατέρωθεν ἀνά‐ κλιντρον. Κλινίς: κλίνη βραχεῖα· οἷον ἥ τε παράβυστος καὶ ἡ ἐπὶ τωῖ ζεύγει τοῦ νυμφίου καὶ τῆς νύμφης | |
10 | τιθεμένηι. Κλιντήρ: εἶδος φορείου· ἔστιν δὲ καὶ κλινοκαθέδριον. Κλιντηρίδιον: κλινίδιον. Κλισιάδες: αἱ μεγάλαι θύραι τῆς αὐλῆς· δι’ ὧν ζεῦγος εἰσελαύνεται· καλοῦνται δὲ οὕτως διὰ τὸ | |
15 | κεκλεῖσθαι κατὰ τὸ πλεῖστον. Κλινοπετῆ: τὸν κλινήρη λέγουσιν. Κλισιάδες: θύραι δίπτυχαι ἢ σκηναὶ, καὶ κλισία, ἡ σκηνή. Κλίσις: ἡ πρόσκλισις· παραγγελία εἰς κρίσιν· οὕτω | |
20 | Δημοσθένης. Κλῖτος: μέρος. Κλοιός: περιτραχήλιος δεσμός. | |
Κλόνος: θόρυβος· τάραχος· ἢ στρόφος. | ||
kappa172 | Κλοπαί: παραλογισμοί. Κλυδώνιον: τὸν κλύδωνα λέγουσιν. Κλυδώνιον: κῦμα καὶ κλύδωνα ἄμφω· Θουκυδίδης βʹ· καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι | |
5 | ἀναφέρειν. Κλύει: ἀκούει. Κλύθι: ἐπάκουσον. Κλύτος: δόξα. Κλώζειν: ἐκβάλλειν τῆ γλώσσηι ἠχοῦντα· καὶ | |
10 | κλωγμὸν τὴν φωνὴν ἔλεγον ταύτην· ὑποσύροντες γὰρ τὴν γλῶτταν καὶ πλήσσοντες τὸν οὐρανίσκον, ποιὸν ἦχον ἀπετέλουν. Κλώθει: κατασπαῖ· ἐπιμερίζει. Κλώϊος: ὁ δεσμός. | |
15 | Κλωπᾶσθαι: ἐπιθυμεῖν· καὶ τὸ λάθρα. Κλωπωμένη: ἐφιεμένη· ἐπιθυμοῦσα. Κλωστῆρα: ἐκκεκλωσμένον. Κλῶψ: κλέπτης. Κνάπτοντες: καταξύοντες· κατακεντοῦντες. | |
20 | Κνάφος: ἡ γναφικὴ ἄκανθα. Κνάφος: ὄργανόν τι ἐν κύκλωι κέντρα ἔχον· δι’ οὗ τοὺς βασανιζομένους κτείνουσιν· ὅμοιον δέ ἐστι κναφικωῖ κτενί. Κνεόμενον: καταπονούμενον. | |
25 | Κνίψ: εἶδος μύρμηκος. | |
Κνεφαῖος: σκοτεινός. | ||
kappa173 | Κνέφαλον: τύλη. Κνέφας: σκότος· νύξ. Κνέψος: σκότος. Κνέωρον: φυτὸν θαμνῶδες ἐπιτήδειον εἰς κάθαρσιν· | |
5 | ὧ καὶ ἰατροὶ χρῶνται· ὅτε δὲ τὸ γυναικεῖον αἰδοῖον. Κνημία: τὰ ἐν τοῖς θρόνοις καὶ τροχοῖς διερείσματα· καὶ πληγαὶ ἐν κνήμαις· καὶ τὸ κνημιοπαχὲς ξύ‐ λον, ὡς Ἀριστοφάνης. | |
10 | Κνίζων: λυπῶν ἢ τέμνων. Κνησιῶντα: ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι. Κνηκίδας: ὡς ἡμεῖς, τὰς τὸν χειμῶνα σημαινούσας νεφέλας. Κνηστὰ λάχανα: συγκοπτά. | |
15 | Κνοιθιδεύς: ὄρος τῆς Ἀττικῆς. Κνοῦς: τὸ πρὸς τωῖ ἄκρωι ἄξονι τοῦ τροχοῦ. Κνύειν: ξύειν καὶ οἱονεὶ θεῖν· Μένανδρος. Κνώδων: ἡ ἀκμὴ τοῦ ξίφους. Κνίσσαισιν: ἀναθυμιάσεσιν. | |
20 | Κνίσσης: λίπους ἢ ἀναθυμιάσεως. Κνυζώμενον: στένοντα· μεταφορικῶς ἀπὸ τῶν σκυ‐ λάκων. Κνίψ: ζωύφιον· τὸ τοῦ κνιπός ἡ γενικὴ μετέστη εἰς | |
εὐθεῖαν καὶ σημαίνει τὸν ὀλίγα δαπανῶντα. | ||
kappa174 | Κνώδαλον: ζωῖον μικρὸν θηρίον· κυρίως μὲν τὸ θα‐ λάσσιον· ποτὲ δὲ τὸ χερσαῖον. Κόγχη: ἡ κογχύλη, ὅθεν ἡ πορφύρα. Κόγχην: τὸ ἐλάχιστον λέγουσι· καὶ κόγχης ἄξιον· | |
5 | τὸ οὐδενὸς ἄξιον· καὶ κόγχην διελεῖν· ἐπὶ τῶν ῥαιδίων. Κόθορνος: ὑπόδημα ἀμφοτεροδέξιον. Κοῖλον: βαθύ. Κοῖλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν· καὶ οἷον ἐπὶ | |
10 | τοῦ προσώπου μῆλα. Κοινὰ τὰ φίλων: Τιμαῖος φησὶν ἐν τῶ θʹ ταύτην λεχθῆναι κατὰ τὴν μεγάλην Ἑλλάδα· καθ’ οὓς χρόνους Πυθαγόρας ἀνέπειθεν τοὺς ταύτην κατοι‐ κοῦντας ἀδιανέμητα κεκτῆσθαι· κέχρηται τηῖ | |
15 | παροιμίαι Μένανδρος Ἀδελφοῖς. Κοινὸν γραμματεῖον καὶ ληξιαρχικόν: τὸ μὲν κοινὸν, εἰς ὃ ἐνεγράφοντο εἰς τοὺς φράτορας καὶ γεννητάς· τὸ δὲ ληξιαρχικὸν εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι. | |
20 | Κοίθουρον: κηφῆνα· εἴρηται δὲ, ὅτι κεύθει τὴν οὐράν· ἢ ὅτι ἄκεντρος. Κοινεῖον: πορνεῖον. Κοινολογία: κοινὴ διάλεκτος. Κοίρανος: βασιλεύς· ἄρχων. | |
25 | Κοινωνικόν: Δημοσθένης ἐν τῶ περὶ τῶν συμμοριῶν κοινωνικοὺς λέγει τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν | |
νέμοντας ἀδελφούς· ὧν ὁ μὲν πατὴρ ἐδύνατο λει‐ | ||
kappa175 | τουργεῖν· οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ’ ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δ’ ἂν καὶ περὶ τῶν ἑκουσίαν κοινωνίαν συνθεμένων ἐμπορίας ἢ τινὸς ἄλλου· ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα | |
5 | τῆς κοινῆς οὐσίας. Κοῖτος: κοίμημα. Κόγχη: χήμη· σπανίως λέγεται χήμη. Κοάλεμος: ἠλίθιος· φλύαρος. Κόβαλος: ἡ προσποίητος καὶ σὺν ἀπάτη παιδιὰ | |
10 | κοβαλεία ἐκαλεῖτο· καὶ κόβαλος ὁ ταύτηι χρώ‐ μενος. Κόβαλος: πανοῦργος· ἀπατεών· ἢ τωθαστής. Κοβαλεία: οὕτως ἐλέγετο ἡ προσποίητος μετὰ ἀπά‐ της παιδιά· καὶ κόβαλος ὁ ταύτηι χρώμενος· ἔοι‐ | |
15 | κεν δὲ συνώνυμον τωῖ βωμολόχωι· Φιλόχορος βʹ Ἀτθίδος· οὐ γὰρ, ὃ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γενέσθαι νομιστέον τὸν Διόνυ‐ σον· Ἀριστοτέλης δὲ ἐν ζʹ ζώων ἱστορίας τὸν ὦτον φησὶν κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον | |
20 | ἁλίσκεσθαι. Κόβατρα: κοβαλεύματα. | |
Κοδομή: ὄνομα θεραπαίνης. | ||
kappa176 | Κόδρους: τοὺς ἀρχαίους. Κοδομεύτριαι: αἱ φρύγουσαι καὶ ἐν ἰπνωῖ ἀναστρεφό‐ μεναι. Κοδράντης: τὸ πᾶν, ἢ λεπτὰ δύο. | |
5 | Κόθορνος: ὑπόδημα ἀρχαῖον κοινὸν ἀνδρῶν καὶ γυ‐ ναικῶν· ταυτὸν ἀμφοτέροις τοῖς ποσὶν ἐφαρμότ‐ τον. Κοθύλη: καὶ Κυθήριοι· καὶ Κυδαθῆναι· δῆμος Παν‐ δίονος. | |
10 | Κοθωκίδαι: δῆμος Οἰνηΐδος. Κοικύλλειν: περιβλέ(πειν). **** Κρατηρίζων: οἶνον ἐν κρατῆρι κιρνῶν· ἢ ἀπὸ κρα‐ τήρων ἐν τοῖς μυστηρίοις σπένδων. Κραυαλλίδαι ἢ Κραγαλλίδαι: ἡ ἐν Φωκεῦσι πλησίον | |
15 | Κίρρας χώρα. Κραυγασμός· καὶ κραυγάζειν: κραυγὰς λέγουσι τὰς μαρτυρίας τῶν ἐπαίνων· ἃς καὶ βοὰς καλοῦσιν. Κραυγή: νόσημα παιδίων. Κραυμυρίζεται: ἐπὶ τῆς παιδικῆς φωνῆς λέγεται. | |
20 | Κραυρόν: ψαφαρόν· καπυρόν· ξηρόν· καὶ κραυρότε‐ | |
ρον· εὐθραυστότερον, σκληρότερον· κραύρα δὲ καὶ | ||
kappa177 | ἡ τῶν συῶν νόσος, ἰσχυρά τις οὖσα· ὡς Ἀριστο‐ τέλης. Κρέας: τὸ ἐν Ἀρείωι πάγωι ἐπανάρυμα· καὶ τὸ σῶμα· —τὴν περὶ τῶν κρεῶν: ὁ δὲ Ἰξίων γράφει τὴν | |
5 | περὶ τῶν νεκρῶν· τῶν ἐν Ἀργινούσαις ἀτάφων, ὑπὲρ ὧν ἀνηρέθησαν οἱ στρατηγοί. Κρείων: βασιλεὺς ἢ ἄρχων· κρατῶν μεγάλως. Κρείττονες: οἱ ἥρωες· δοκοῦσι δὲ κακωτικοὶ εἶναι· δι’ ὃ καὶ οἱ τὰ ἡρῶα παριόντες σιωπῶσιν. | |
10 | Κρεμβαλιάζειν: ἐλεφαντίνοις τισὶ κροταλίζειν. Κρέξ: ἀντὶ τοῦ ἀλαζών· οὕτως Εὔπολις. Κρεόφυλος: Πολιτείας ιʹ· ὁ γὰρ Κρεόφυλος, ὦ Σώ‐ κρατες, ἴσως ὁ τοῦ Ὁμήρου ἑταῖρος· τοῦτον τινὲς καὶ διδάσκαλον Ὁμήρου λέγουσι γεγονέναι· καὶ | |
15 | ἔστιν αὐτοῦ ποίημα Οἰχαλίας ἅλωσις· ἀρχαῖος μὲν οὖν ἐστι· νεώτερος δὲ ἱκανῶς Ὁμήρου. Κρεῦσις: ἀντὶ τοῦ παραλογισμός. Κρήγυον: ἀληθές· ἀγαθόν. Κρήδεμνον: κεφαλοδέσμιον ἢ μαφόριον. | |
20 | Κρημνοί: ἐξέχοντες τόποι. Κρημνοκοπεῖν: κυμπάζειν· ἀλαζονεύεσθαι. Κρηνοφύλαξ: λέων χαλκοῦς ἐπὶ κρήνης· δι’ οὗ τὸ ὕδωρ ἐφέρετο· ἦν δὲ καὶ ἀρχή τις Ἀθήνησιν. Κρηπίς: θεμέλιος· ἢ εἶδος ὑποδήματος· ὑποβάθρα. | |
25 | Κρηπίς: τόπος Ἀθήνησιν· οὕτω Φιλόχορος. Κρησέρα: ὀθόνιον ἀραιόν· εἰς ὃ ἐμβάλλοντες τὰ ἄλευ‐ | |
ρα σήθουσιν· κατασκευάζουσι δὲ ἔνιοι καὶ ἐρεᾶ· | ||
kappa178 | καλεῖται δέ τι καὶ ὑπὸ τῶν ἁλιέων, ὧ θηρεύουσι τὰς ἀφύας. Κρῆσαι: καταχέαι· καὶ ἐπικρησαμένη· καταχεα‐ μένη. | |
5 | Κρησφύγετα: τὰ πρὸς τοὺς χειμῶνας στεγνὰ καὶ ὀχυρώματα· οἱ δὲ φασὶν ὅτι Κρῆτες τοὺς νησιώτας ἅμα Μίνωι τωῖ βασιλεῖ θαλασσοκρατοῦντι ἔφυγον εἰς σπήλαια τινά· ὅθεν ἐκεῖνα ὠνομάσθησαν κρησ‐ φύγετα. | |
10 | Κρητήριον: ἐπίχυσις· ἐπικρῆσαι δὲ, ἀντὶ τοῦ κατα‐ χέαι. Κρητίζειν: τὸ ψεύδεσθαι· Ἰδομενεὺς γὰρ ἐπιτραπεὶς τὸν ἀπὸ τῶν λαφύρων χαλκὸν διανεῖμαι, τὸν ἄρισ‐ τον αὐτωῖ ἐξείλετο. | |
15 | Κρητίδαι: μάντεις ἀπὸ Κρήτης. Κρητικόν: μέλος τί καὶ ῥυθμός. Κρητικόν: βραχὺ ἱμάτιον· οὕτως Εὔπολις· —οὐ πάνυ ταχὺ Ῥίψας ἐμοὶ τοῦτ’, ἀναβαλεῖ τὸ Κρητικόν. Κριάδδεμεν: τὸ γελᾶν Βοιωτοί. | |
20 | Κρίβανον: οἱ Ἀττικοὶ λέγουσιν, οἷον κριθῶν βαῦνον· τοῦτέστιν κάμινον. Κρίζει: τρίζει ἀπαχθὲς καὶ μιαρόν. | |
Κρινάμενος: ἐπιλεξάμενος. | ||
kappa179 | Κριὸν ἀσελγοκέρων: τὸν Ἀθήνησι χαλκοῦν· κυρίτ‐ τοντα· καὶ ὑβρίζοντα κέρασιν. Κριθώτη: πόλις τῶν ἐν Χερροννήσωι κατοικισθεῖσα ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγε‐ | |
5 | νομένων. Κριὸς τροφεῖα ἀπέτισεν: παροιμία ἐπὶ τῶν ἀχαρίσ‐ των· ἐπεὶ τὰς φάτνας οὗτοι πλήττουσιν. Κριωεύς: δῆμος τῆς Ἀντιοχίδος Κριώα. Κριοῦ διακονία: παρὰ τὴν παροιμίαν· κριὸς τὰ τρο‐ | |
10 | φεῖα· κυρίττει γὰρ τοὺς τρέφοντας. Κρίσσαμις: Κωῖος· οὗτος ἦν πολυθρέμματος· τούτω φασὶν ἔγχελυν τὸ κάλλιστον τῶν προβάτων ἁρπά‐ ζειν· καὶ τὸν Κρίσσαμιν ἀνελεῖν αὐτήν· φαινομέ‐ νην δὲ αὐτῶ ὄναρ κελεῦσαι καταθάψαι αὐτήν· τὸν | |
15 | δὲ μὴ φροντίσαντα, παγγενεὶ ἀπολέσθαι. Κρίσεως: δοκιμασίας· ἀκολουθίας. Κρίσις: ἐξέτασις· ψῆφος· βάσανος. Κριτός: ἐπίλεκτος. Κροαίνων: τοῖς ποσὶ κρούων ἢ ἐπιθυμῶν. | |
20 | Κρόκαι: ψῆφοι παραθαλάσσιοι. | |
(Κρατίκλη:) | ||
kappa180 | Κρόκην νήθειν λέγουσιν: καὶ καθ’ ὅλου δὲ πᾶν τὸ εἰς λεπτὸν ἀγόμενον νῆμα ἐκάλουν· ὅθεν καὶ τὰ μηρύματα νήματα λέγουσιν, ὡς Ὅμηρος· Νήμα‐ τος ἀσκητοῖο βεβυσμένον· καὶ Εὐριπίδης. | |
5 | Κρόνια: ἑορτὴ Κρόνου καὶ μητρὸς τῶν θεῶν. Κρόκη: ῥοδάνη. Κροκοῦν: οἱ μύσται ὡς φασὶ κρόκη τὴν δεξιὰν χεῖρα καὶ τὸν πόδα ἀναδοῦνται· καὶ λέγεται τοῦτο κρο‐ κοῦν· οἱ δὲ ὅτι ἐνίοτε κρόκωι καθαίρονται. | |
10 | Κρόσσας: κλιμακίδας. Κροταλίζειν: οὐ διὰ τῶν χειρῶν κροτεῖν, ἀλλὰ διὰ κροτάλου τῆς κροταλισάσης, ὡς Εὐριπίδης φησὶν ὁ κωμικὸς περὶ τῆς Ὑψιπύλης λέγων. Κρονικώτερα: ἀρχαιότερα· μωρότερα. | |
15 | Κροτήσατε: ἐπαινέσατε ταῖς χερσίν. Κρότωνος: τοῦτο δεῖ ἐπὶ τοῦ ζωίου δέχεσθαι· τὸ γὰρ εἶναι πάντοθεν ὅμοιον καὶ μηδεμίαν ἔχειν δια‐ κοπὴν, ἀλλ’ εἶναι ὁμαλός· διὰ τοῦτο ἀπ’ αὐτοῦ λέγουσιν· ὑγιέστερος κρότωνος. | |
20 | Κροτώνων: κυνείων φθειρῶν. Κρουπέζαι: ξύλινα ὑποδήματα, ἐν οἷς τὰς ἐλαίας ἐπάτουν· οἱ δὲ κρόταλον, ὃ ἐπιψοφοῦσιν οἱ αὐληταί· τὸ βάταλον. Κρουστὰ γράμματα: τὰ ἀπὸ τοῦ παρακρούεσθαι | |
25 | καὶ μὴ εὐθέως λέγειν. | |
kappa181 | Κρουσιδημῶν: ἀντὶ τοῦ κρουσιμετρῶν. Κρουσιμετρεῖν: φαύλως μετρεῖν. Κροῦσις: ἀναλογισμός. Κρύβδην: λαθραίως. | |
5 | Κρυψίνους: δόλιος· πανοῦργος. Κρώβυλος: πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον· ἐκαλεῖτο δὲ τοῦτο ἐπ’ ἀνδρῶν· κόρυμβος δὲ ἐπὶ γυναικῶν· σκορπίος δὲ ἐπὶ παίδων· καὶ Θουκυδίδης· κρωβύ‐ λους ἀναδούμενοι. | |
10 | Κρώβυλος: κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θου‐ κυδίδην. Κρώβυλος: ὁ μαλλὸς τῶν παιδίων. Κρωβύλου ζεῦγος: ἐπὶ πονηρῶν· ἀπὸ πορνοβοσκοῦ δύο πόρνας ἔχοντος. | |
15 | Κρώζει: ὡς κόραξ ἢ κορώνη κράζει. Κρωνεια: δῆμος Λεοντίδος. Κτηδόνες: τριόδοι ἰχθύες· καὶ θηρίδια· καὶ ἐπ’ εὐ‐ θείας τῶν ξύλων ἐκφύσεις. Κτηματίτην: τὸν κτήματα πολλὰ ἔχοντα· οὕτως | |
20 | Λυκοῦργος. Κτίλος: ὁ προηγούμενος τῶν προβάτων κριός. Κτησίου Διός: τὸν κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο. Κτησιφῶν: εἷς τῶν δέκα πρέσβεων τῶν μετὰ Δη‐ | |
25 | μοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων· ἕτερος δ’ | |
kappa182 | ἂν εἴη ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγρα‐ φὼς Δημοσθένει· καθ’ οὗ καὶ λόγος ἐστι τωῖ Αἰσ‐ χίνηι. Κύαθος: ἀντλητήριον· μέτρον ὑγρὸν ὀγκιῶν δύο. | |
5 | Κυαμεῦσαι: κυάμωι ψηφοφορῆσαι· ὧ ἐχρῶντο οἱ βουλευταί. Κυαμοτρώξ: ἀπὸ τοῦ ἐν ταῖς ψήφοις κυάμου. Κυαμίτης: ἡρῶος ἦν ὄνομα κύριον· ἴσως δὲ ἐξ ἐπω‐ νυμίας τῶν κυάμων, δι’ ὅτι παρ’ αὐτωῖ ἐκληροῦντο οἱ | |
10 | κυαμίται ἄρχοντες· ἢ ὅτι ὁ κύαμος ἐπιπράσκετο παρ’ αὐτωῖ. Κυάμω λαχεῖν: νόμος ἦν Ἀθήνησιν ἄρχοντας τινὰς κυάμωι κληροῦν. Κυανέοι: μέλανες. | |
15 | Κυανοχαίτης: μελάνθριξ· πορφυρόθριξ· Ποσειδῶν. Κύβεθρον: θήκη μελισσῶν. Κυβεία: πανουργία. Κυβεία: ἐπὶ τῶν παραβόλων πραγμάτων ἔλεγον. Κυβηβᾶν: μαίνεσθαι· ἐνθουσιᾶν. | |
20 | Κύβηβος: ὁ κατεχόμενος τηῖ μητρὶ τῶν θεῶν· θεο‐ φόρητος· Χάρων δὲ ὁ Λαμψακηνὸς ἐν τηῖ πρώτηι τὴν Ἀφροδίτην ὑπὸ Φρυγῶν καὶ Λυδῶν Κυβήβην λέγεσθαι. | |
Κυβευτήν: τὸν περὶ ἀργύρου κυβεύοντα. | ||
kappa183 | Κύβηβον: Κρατῖνος Θράτταις· τὸν θεοφόρητον· Ἴω‐ νες δὲ τὸν μητραγύρτην καὶ γάλλον νῦν καλούμε‐ νον· οὕτως Σιμωνίδης. Κυβηλίσαι: πελεκῆσαι· κύβηλις γὰρ ὁ πέλεκυς. | |
5 | Κύβηλις: μάχαιρα ἣ τοὺς βοῦς τραχηλοκοπεῖ. Κύβηλις: ἀγγεῖον κεραμεοῦν ὡς πυξίς. Κύβηλος: τυρόκνηστις. Κυβήσινδα: ἐπὶ κεφαλὴν φέρειν ἢ κατὰ νώτου. Κύβηττον: Ἴωνες· τὸ ἄκρον τοῦ ἀγκῶνος· οὕτως | |
10 | Ἐπίχαρμος. Κύβοι: πλάσεις τινὲς ἄρτων· οὕτως Εὔπολις. Κύβος: πᾶν τετράγωνον. Κυδάζεσθαι: λοιδορεῖσθαι. Κυδαθηναιεύς: δῆμος φυλῆς τῆς Πανδιονίδος· ἢ ἀπὸ | |
15 | δήμου τῆς Ἀττικῆς. Κυδοιδοπαῖν: ταράσσειν. Κύδαροι: πλοιάρια ἄττα· παρ’ Ἀντιφάνει τὸ ὄνομα. Κυδαντίδαι: δῆμος τῆς Αἰγηΐδος φυλῆς. Κυδάλιμον: ἔνδοξον· τίμιον· εὐπρεπές. | |
20 | Κυδοιμός: θόρυβος· τάραχος. | |
Κύδιστος: ἔνδοξος. | ||
kappa184 | Κύδος: λοιδορία ἀρσενικῶς· καὶ παροιμία· κύδου δίκην ὀφείλειν (ἐπὶ τῶν) συκοφαντησάντων. Κῦδος: γαῦρος· δύναμις· δόξα· φήμη. Κύει: γεννᾶ. | |
5 | Κύειν: τὴν ἐν γαστρὶ ἔχουσαν λέγουσιν. Κυζικηνοὶ στατῆρες: οἱ καλοὶ μητέρα θεῶν ἔχοντες. Κυζηθμός: ἡ ἀσαφὴς τῶν κυνῶν βοή. Κυθέρεια: οὐχ ὅτι προσέκυρσε Κυθήροις, ὡς Ἡσίοδος φησίν· ἀλλ’ ἡ ἐν αὐτηῖ κευθόμενον ἔχουσα τὸν | |
10 | ἔρωτα, ὃν πᾶσιν ἐφίησιν· διὰ γὰρ τοῦ κεστοῦ ἔχει τὴν δύναμιν. Κυθήριος: Κυθηρὸν δῆμος τῆς Πανδιονίδος. Κύθνιοι: Κύθνος μία τῶν Κυκλάδων. Κυκᾶ: ταράττει. | |
15 | Κυκᾶν: ταράττειν τὰ ἄλφιτα. Κυκεών: πόμα ἐκ διαφόρων μιγμάτων κιρνώμενον. Κυκήθρα: ταραχή· συμφορά· σκυθρωπότης. Κύκλα: τροχούς. Κυκλάμινος: ὁ τῆς κομάρου καρπός· ὃν οἱ πλεῖστοι | |
20 | φαγόντες κεφαλαλγοῦντες διατελοῦσιν· ἔστι δὲ καὶ ἕτερον ταῖς ῥαφανῖσι κυκλοειδές. Κυκλήσομεν: ἀναζεύξομεν. | |
Κυκλόβορος: ποταμὸς τῆς Ἀττικῆς. | ||
kappa185 | Κύκλιον χορόν: ὃν Ἀρείων ἐν Κορίνθωι πρῶτος ἔστη‐ σεν. Κύκλοι: κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντο τινές· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλω περιεστάναι | |
5 | τοὺς πωλουμένους. Κυκλοφορεῖται: κατὰ κύκλον φέρεται ἢ κινεῖται. Κύκλωπες: ἄγριοι ἄνθρωποι. Κύκνοι: τὸ μὲν ζωῖον δῆλον· ἔστιν δὲ καὶ εἶδος πλοίου· ἴσως ὅτι κύκνος κατὰ τῆς πρώρας τῆς | |
10 | νεὼς ἐκτετύπωτο ἐπισήμου ἕνεκα. Κυκώμενος: ταραττόμενος. Κύλα: τὰ ὑποκάτω τῶν ὀφθαλμῶν μέρη· καὶ κυ‐ λοιδιαῖν ἐπειδὰν οἰδηῖ ταῦτα. Κυλάραβις: γυμνάσιον ἐν Ἄργει· ἀπὸ Κυλαράβεως | |
15 | τινός. Κυλινδεῖ: κυλίει· ἐπιφέρει. Κύλιξ: φιάλη· ποτήριον. Κυλιχνίδα: τὴν ἰατρικὴν πυξίδα· ἔσθ’ ὅτε δὲ καὶ τὴν λιβανώτιδα. | |
20 | Κυλλήστεις: τοὺς ὀξεῖς ἄρτους Αἰγύπτιοι. Κυλλοῦ πήραν: ἡ Πήρα χωρίον πρὸς τωῖ Ὑμηττωῖ, ἐν ωἷ ἱερὸν Ἀφροδίτης· καὶ κρήνη ἐξ ἧς αἱ πιοῦσαι | |
εὐτοκοῦσι· καὶ αἱ ἄγονοι γόνιμοι γίνονται· Κρατῖ‐ | ||
kappa186 | νος δὲ ἐν Μαλθακοῖς καλιὰν αὐτὴν φησίν· οἱ δὲ κολλοπήραν· τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Κυλοιδιαῖν: τὸ τὰ κύλα οἰδεῖν ἐκ μέθης· κύλα δὲ | |
5 | λέγεται τὰ ὑποκάτω τοῦ κάτω βλεφάρου· ἃ ἡμεῖς ὑπώπια καλοῦμεν. Κῦμα: τὸ κυούμενον. Κυμαίνει: ταράσσει. Κυμάτια: αἱ ὑπεροχαὶ παρὰ τέκτοσι καὶ λιθοποιοῖς. | |
10 | Κύμβαχος: ἐπὶ κεφαλὴν πεσὼν καὶ ἄνω τοὺς πόδας. Κύμβιον: εἶδος τί ἐκπόματος ἐπίμηκες καὶ στενόν· καὶ τῶ σχήματι παρόμοιον τωῖ πλοίωι, ὃ καλεῖ‐ ται κύμβη. Κύμβηκα: τὸν κύαμον λέγουσιν. | |
15 | Κύμινον: ἐπὶ μικρολόγου Μένανδρος. Κύνα: τονωπα δοκεῖ πρῶτος ὀνομάσαι Σωκράτης. Κυνᾶς: τὰς περικεφαλαίας ἤτοι τὰς ἀπὸ κυνέων δερμάτων γιγνομένας· ἢ ἀπὸ Κυνὸς τινὸς κατα‐ σκευάσαντος πρώτου· μέμνηται Δημοσθένης ἐν τῶ | |
20 | κατὰ Νεαίρας οὕτως· οἱ τὰς κυνᾶς τὰς Βοιωτίας ἔχοντες. | |
Κυνέη: περικεφαλαία. | ||
kappa187 | Κυναλώπεκα: τὸν Φιλόστρατον. Κυνῆ Βοιωτία: ἐπεὶ ἐκεῖ καλαὶ γίνονται αἱ κύνες. Κύνβη: πλοίου εἶδος· Σοφοκλῆς. Κυνηδόν: ὡς κύων. | |
5 | Κυνηδόν: καὶ τὸ χαμαὶ συνουσιάζειν· καὶ τὸ μὴ ἀπολύεσθαι συμπλακέντας. Κύνειος: Ἀπόλλων Ἀθήνησιν οὕτως λεγόμενος· ὃν ἱδρύσατο Κύνης Ἀπόλλωνος καὶ Παρνηθίας νύμφης· ὡς Σωκράτης ἐν ιβʹ· θεμένης τῆς Λητοῦς τὰ βρέφη | |
10 | ὑπὸ κυνῶν ἁρπασθῆναι τοῦ κνύζειν· τοὺς γὰρ αἰσθο‐ μένους κύνας καὶ ποιμένας ἀνασῶσαι τῆ μητρί· ὀνομασθῆναι οὖν ἐν Ὑμηττωῖ ἀπὸ τῶν κυνῶν· Κράτης ἐν τωῖ περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· τὸ δὲ Κυνήειον ἐστιν Ἀπόλλωνος ἱερόν· | |
15 | Κυννείου τὸ ἐκ τοῦ θυννείου γινόμενον· τοῦτο δέ ἐστι τὸ θυννεῖον Ἁληῖσι· καὶ γίνεται πρόσοδος μεγάλη· ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τωῖ Ἀπόλλωνι τωῖ Κυνηείωι· Ἁλησίου Δημήτριος ὁ βασιλεύς. | |
20 | Κύννα: πόρνης ὄνομα. Κυννίδαι: γένος τι Ἀθηναίοις οὕτω καλούμενον. Κυνόσαργες: ἓν τί τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες. Κυνόσαργες: τόπος ἐστι παρὰ Ἀθηναίοις καὶ ἱερὸν | |
25 | Ἡρακλέους κατ’ αἰτίαν τοιαύτην· Δίδυμος ὁ | |
kappa188 | Ἀθηναῖος ἔθυεν ἐν τῆ ἑστίαι· εἶτα κύων λευκὸς παρὼν ἥρπασεν τὸ ἱερεῖον καὶ ἀπέθετο εἴς τινα τόπον· ὁ δὲ περιδεὴς ἦν· ἔχρησε δὲ αὐτῶ ὁ θεὸς, ὅτι εἰς ἐκεῖνον τὸν τόπον, οὗ τὸ ἱερεῖον ἀπέθετο ὁ κύων, | |
5 | Ἡρακλέους βωμὸν ὀφείλει ἱδρύσασθαι· ὅθεν ἐκλήθη Κυνόσαργες· ἐπειδὴ οὖν καὶ ὁ Ἡρακλῆς δοκεῖ νόθος εἶναι, διὰ τοῦτο ἐκεῖ οἱ νόθοι ἐτελοῦντο, οἱ μήτε πρὸς πατρὸς μήτε πρὸς μητρὸς πολῖται. Κυνοδέσμη: δερμάτιον ὧ τὰς ἀκροποσθίας ἀποδοῦσιν | |
10 | οἱ περὶ τὰς ἀποδύσεις ἀσχημονοῦντες. Κυνοκέφαλον: ἐν τοῖς δύο λλ λέγουσιν· οὕτως Ἀρι‐ στοφάνης. Κυνοραισταί: κρότωνες· οἱ τῶν κυνῶν τὸ αἷμα ἐκπιπίζοντες. | |
15 | Κυνόσουρα: φυλὴ Λακωνική· καὶ ἄκρα Μαραθῶνος. Κυνοφθαλμίζεται: ἀναιδῶς ἐμβλέπει. Κυνοπίς: ἀναιδής. Κυνόπιδος: ἀναιδοῦς. Κυνοῦχος: βαλάντιον ἢ θύλακος. | |
20 | Κυντερώτατα: καὶ κυντατώτατα λέγουσιν· Εὔβουλος Παρμενίσκωι· Ἀπὸ τῶν ἐκείνου καὶ τὰ κυντα‐ τώτατα· Φερεκράτης Λήροις· —ἔπειτα (καὶ) ἕτερα Τούτων ποιοῦντα πολλὰ κυντερώτερα· καὶ Αἰσχύλος. | |
25 | Κύος: κύημα. | |
kappa189 | Κύπασσις: ἔνδυμα γυναικεῖον. Κύπελλον: κισσύβιον· ποτήριον. Κύπερον: ὅμορον. Κυπρίζουσαι: ἀνθοῦσαι. | |
5 | Κυπρόθεμις: ὄνομα κύριον· ὃν κατέστησεν Τιγράνης φρούραρχον Σάμου, βασιλέως ὕπαρχον. Κυπτάζουσιν: στραγγεύονται· ἢ διὰ μικρολογίαν περὶ τὰ βραχύτατα ἀσχολοῦνται. Κυρβασίαν: κεφαλὴν ἀλέκτορος. | |
10 | Κυρβασία: τιάρα· ηἷ οἱ μὲν βασιλεῖς ὀρθηῖ ἐχρῶντο· οἱ δὲ στρατηγοὶ ἐπικεκλιμένη· καὶ περικεφαλαίας εἶδος καὶ πίλου. Κύρβεις: τοὺς κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγε‐ γραμμένους ἔχειν τοὺς νόμους· εἶναι (δὲ) λίθους | |
15 | ὀρθοὺς ἑστῶτας· ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι· ἀπὸ δὲ τῆς εἰς ὕψος παραστάσεως, διὰ τὸ κεκορυφῶσθαι, κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην· Ἀριστοτέλης δέ φησιν ἐν τηῖ Ἀθηναίων πολιτείαι· ἀναγράψαντες | |
20 | δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τηῖ στοαῖ τηῖ βασιλίδι. Κύρβεις: τρίγωνοι ἄξονες ἢ πίνακες ἔχοντες τοὺς πολιτικοὺς νόμους καὶ τὰς δημοσίας ἀναγραφάς· | |
εἴρηται δὲ ἀπὸ τοῦ κεκορυφῶσθαι εἰς ὕψος· ἢ κατ‐ | ||
kappa190 | εσκειρῶσθαι, ὡς Ἀπολλόδωρος· Θεόφραστος δὲ ἀπὸ τῶν Κρητικῶν Κορυβάντων· τῶν γὰρ Κορυ‐ βαντικῶν ἱερῶν οἷον ἀντίγραφα αὐτοὺς εἶναι. Κύρβεις: τρίγωνοι πίνακες ἐν οἷς οἱ περὶ τῶν ἱερῶν | |
5 | νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ οἱ πολιτικοί· καὶ ἄξονες δὲ ἐκαλοῦντο οἱ περὶ τῶν ἰδιωτικῶν ἔχοντες τοὺς νόμους καὶ τετράγωνοι. Κυρσάνια: τοὺς μειρακίσκους Λάκωνες. Κυρεῖ: τυγχάνει. | |
10 | Κυρηβάσασθαι: διαμαχέσασθαι. Κυρηβάζεσθαι: λοιδορεῖσθαι. Κυρήβια: πίτυρα καὶ τὰ τῶν κριθῶν ἀποβρέγματα. Κυρήβια: τὰ ἐκ τῶν κυάμων ἐρείγματα· καὶ τὰ ἀπὸ σίτου καρφία· ἃ τινὲς καλοῦσι γόνατα. | |
15 | Κυρηβίων: Δημοσθένης ἐν τωῖ κατ’ Αἰσχίνου· ἐπώνυμόν ἐστιν Ἐπικράτους, τοῦ Αἰσχίνου κη‐ δεστοῦ. Κύρημα: ἐπίτευγμα· συγκύρημα· ἕρμαιον. Κυρήνη: πόρνης ὄνομα. | |
20 | Κυρσῖλος: ὄνομα κύριον· ὃν Ἀθηναῖοι κατέλευσαν, δι’ ὅτι ὑπακούειν Πέρσαις προυτρέπετο. Κυρία ἐκκλησία: οἱ Πρυτάνεις συνῆγον τὴν βουλὴν καὶ τὸν δῆμον· ἢ τὴν βουλὴν ὁσήμεραι, πλὴν ἐάν | |
τις ἀφέσιμος ἦ· τὸν δὲ δῆμον τετράκις τῆς πρυτα‐ | ||
kappa191 | νείας ἑκάστης· ἐν δὲ τηῖ κυρίαι ἐκκλησίαι ἔδει τὰς ἀρχὰς ἀποχειροτονεῖν, οἳ ἐδόκουν μὴ καλῶς ἄρχειν· καὶ περὶ τῆς φυλακῆς δὲ τῆς χώρας· καὶ τὰς εἰσαγγελίας ἐν ταύτη τηῖ ἡμέραι οἱ βουλόμενοι | |
5 | ἐποιοῦντο. Κυρία: ἡ κατὰ φύσιν ὑπάρχουσα δύναμις· καὶ κυρία, ἡ ὡρισμένη καὶ ἐμπρόθεσμος ἡμέρα. Κυρία ἐκκλησία: ἐν ἧ τοὺς ἄρχοντας ἐχειροτόνουν· οἷον στρατηγοὺς, ἱππάρχους καὶ τοὺς τοιούτους· | |
10 | ἄλλοι δὲ φασὶν καθ’ ἕκαστον μῆνα ἐκκλησίας εἶναι τρεῖς, αἳ κύριαι πρὸς σύγκρισιν ἐλέγοντο τῶν συγ‐ κλήτων. Κυριβάσασθαι: διαμαχέσασθαι· οὕτως Κρατῖνος. Κύρειον: Κύρειον στράτευμα Ἰσοκράτης ἐν τωῖ | |
15 | πανηγυρικωῖ φησίν· ἔστιν δὲ τὸ μετὰ Κύρου ἀναβεβηκὸς ἐπὶ Ἀρταξέρξην τὸν ἀδελφὸν αὐτοῦ. Κυρίσσει: κέρατι τύπτει. Κυρίττοντες: κυρίως ἐπὶ τῶν κριῶν, ὅτ’ ἂν ἐνσείωσιν ἀλλήλοις τοῖς κέρασιν. | |
20 | Κυρίσαι: φιλῆσαι. Κυρκανᾶν: κυκᾶν· ταράσσειν. Κύρνος: ἐρώμενος Θεόγνιδος· Μακεδόνες δὲ τοὺς σκοτίους κύρνους καλοῦσιν. Κῦρος: ἐξουσία. | |
25 | Κυραννή: ὄνομα θεοῦ γυναικείας Κιλικίου· οὕτω | |
Μένανδρος. | ||
kappa192 | Κύρρη: στήλη τρίγωνος πυραμοειδὴς, νόμους ἔχουσα περὶ θεῶν. Κυρριβάζεσθαι: λοιδορεῖσθαι· διασύρεσθαι. Κυρσάνια: Λάκωνες τὰ μειράκια. | |
5 | Κυρωνίδαι: γένος ἐστιν ὠνομασμένον ἀπὸ Κύρωνος, ὃν νόθον ἀδελφὸν εἶναι φασὶ τοῦ Κρόκωνος· παρὸ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας τῶν Κυρωνίδων· τριχῆ δὲ αὐτοὺς ὀνομάζουσι· Κυρωνίδας· Φιλιεῖς καὶ Περιθοίδας. | |
10 | Κυσινόχωλος καὶ ἐγκυσινόχωλος: ὁ ἀπὸ τοῦ κατὰ τὸν κυσὸν τόπου χωλός. Κυσολάκων: ὁ Κλεινίας ὁ τωῖ κυσωῖ Λακωνίζων· τὸ δὲ τοῖς παιδικοῖς χρῆσθαι Λακωνίζειν λέγουσιν· Μελαίνηι γὰρ Θησεὺς οὕτως ἐχρήσατο, ὡς Ἀρι‐ | |
15 | στοτέλης. Κυσοχήνη: εὐρυπρωκτία. Κύστιν: οὐρήθραν· ἐφήβιον· ὑπογάστριον. Κύτος: ὄγκος· χώρημα· βάθος. Κύτταρος: ἡ τῆς βαλάνου πυελίς· ἢ τὸ προεξάνθημα | |
20 | τῆς ῥοιᾶς· ἢ ἡ ἐν τοῖς κηρίοις τῶν μελιττῶν πυελὶς | |
καὶ κατάτρησις. | ||
kappa193 | Κύτταροι: σφηκίαι. Κύτταροι: βόστρυχοι, καὶ τὰ τῶν μελισσῶν ἀγγεῖα. Κύτταρος: οἱ μὲν ἀπέδωκαν ἐν ωἷ αἱ σφηκίαι ἐγκά‐ θηνται· μάχεται δὲ αὐτοῖς τὸ τοῦ Ἀριστοφάνους ἐν | |
5 | Σφηξίν· Ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι· ἔοικεν δ’ ἐπὶ τῶν ἀγγειώδων τίθεσθαι· τοῦτο δὲ καὶ Ἀριστοτέλης ἀποδέδωκε· Θεόφραστος δὲ προάνθησιν τινὰ τῆς πεύκης καὶ τῆς πιτύος κύτταρον προσαγορεύει· τοῦτο δέ ἐστιν ὥσπερ ὁ | |
10 | στάχυς μικρὸς ἐκ μεγάλων πυρήνων· ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπέπτει. Κύτινος: τὰ ἄνθη τῶν ῥοιῶν. Κύφων: ὁ εὐτελὴς ἄνθρωπος. Κύφων: ἔστι μὲν δεσμὸς ξύλινος, δι’ οὗ τὸν τράχηλον | |
15 | καὶ τὰς χεῖρας διείρουσιν· χρῶνται δὲ ἤδη τηῖ λέξει καὶ ἐπὶ πάντων τῶν δυσχερῶν. Κυφόν: κεκυμμένον. Κύφωνες: ἱμάτια γυναικεῖα· ἢ χιτῶνος εἶδος· οὕτως Ποσείδιππος. | |
20 | Κυφός: κεκυρτωμένος· καὶ πάγκυφος ἐλαία, ἡ κατα‐ κεκαμμένη. Κύψαι: ἀντὶ τοῦ ἀπάγξασθαι· Ἀρχίλοχος· Κύψαντες ὕβριν ἀθρόην ἀπέφλοσαν. Κυψέλαι: φρονημάτων ἀγγεῖα· ἢ κενοὶ παντάπασιν. | |
25 | Κυψέλη: κυβέρτιον μελισσῶν· λέγεται δὲ καὶ ἡ ὀπὴ | |
τοῦ ὠτός. | ||
kappa194 | Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίαι: ἐν Φαίδρωι· παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίαι ἐστάθη κολοσσὸς, ἀλλ’ οὐ τῶν Κυψε‐ λιδῶν· Κυψέλου δὲ φασὶ τὸ ἀνάθημα· ὡς Ἀγά‐ | |
5 | κλυτος ἐν τωῖ περὶ Ὀλυμπίας φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιὸς, ἀνάθημα Σκιλλουντίων· οὗτοι δὲ εἰσὶν Ἠλείων· ἔνεστιν δὲ ἐν αὐτωῖ χρυσοῦς κολοσσὸς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύ‐ | |
10 | σειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώ‐ σειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον, κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν· Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον· ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν | |
15 | τοὺς Κορινθίους· καὶ γὰρ Θεόφραστος ἐν τωῖ περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δὲ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατείας ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ωἴετο δεῖν τὰ τῶν | |
20 | ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὐτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσιν· ἐοί‐ κασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτωι, καὶ ὁ τῶν | |
Κυψελιδῶν κολοσσὸς, καὶ πάντα τὰ τοιαῦτα τὴν | ||
kappa195 | αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν· φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· Εἰμὶ ἐγὼ χρυσοῦς σφυρήλατος εἰμὶ κολοσσὸς, Ἐξώλης εἴη Κυψελιδῶν γενεά· ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω | |
5 | προφέρεται· Εἰμὶ ἐγὼ ναξος παγχρύσεος εἰμὶ κο‐ λοσσὸς, Ἐξώλης εἴη Κυψελιδῶν γενεά. Κύων: τὸ αἰδοῖον. Κύων ἐπὶ φάτνην: παροιμία ἐπὶ τῶν μήτε χρωμένων, μήτε ἄλλους ἐώντων. | |
10 | Κύων παρ’ ἐντέροις: παροιμία ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν παρακειμένων· ἢ ἐπὶ τῶν ἀχρήστων σφόδρα· καὶ ἀνωφελῶν· δύσβρωτα γὰρ τωῖ κυνὶ καὶ δυσκατάποτα. Κωβηλη: συνουσιασμός. | |
15 | Κώδιον: προβάτειον δέρμα. Κωδύαι: μηκώνων κεφαλαί. Κώδυα: ἡ τῆς μήκωνος κεφαλή. Κωδωνίσαι: ἀπὸ τῶν ἵππων μετενήνεκται· εἰώθασι γὰρ οὕτως δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ | |
20 | καταπλήσσονται τὸν ἐν τωῖ πολέμωι θόρυβον· τοὺς κώδωνας ψοφοῦντες. Κώθων: εἶδος ποτηρίου. Κώθων: ποτήριον Λακωνικὸν στρατιωτικόν· καὶ κουρᾶς εἶδος. | |
25 | Κωθωνίσαι: μεθύσαι. | |
Κωκύοντες: θρηνοῦντες. | ||
kappa196 | Κωκυτός: ὄνομα ποταμοῦ· ἢ θρῆνος· κοπετός· ὀδυρμός. Κωλακρέται: ταμίαι τοῦ δικαστικοῦ· οἳ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα παρεῖχον. | |
5 | Κωδωνοφορῶν: περιπολῶν καὶ ἐξετάζων εἰ γρη‐ γοροῦσιν οἱ φύλακες· οἱ γὰρ τὰς φυλακὰς ἐπισκο‐ ποῦντες κώδωνας εἶχον καὶ ἐψόφουν· ἵν’ οἱ φυλάσ‐ σοντες ἀντιφθέγγωνται· οὕτως Νικοφῶν. Κωλέα: μέρος κρέατος. | |
10 | Κωλήβη: μήποτε ὁ λάσταυρος· κώληβοι γὰρ οἱ ταῦροι. Κωλὴν λεκτέον: οὐχὶ ἀκροκώλιον, οὐδὲ κωλεόν· οὕτως Ἀριστοφάνης. Κωλῆν: κωλέαν. | |
15 | Κωλιάς: τόπος ἐν Ἀττικηῖ ἐκκείμενος, ὅμοιος ἀν‐ θρώπου κώλωι· ἐν ωἷ ἱερὸν Ἀφροδίτης· ἦν δὲ καὶ ναυκληρία. Κώληπα: τὸ ὀπίσω τοῦ γονατίου μέρος· ἡ κόξα. Κωλύμη: κώλυμα· κώλυσις· ἐμπόδιον· ἔστι δὲ ἡ | |
20 | λέξις Θουκυδίδου. Κωλαγρέται: οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων. | |
Κωλώτης: ἀσκαλαβώτης. | ||
kappa197 | Κῶμα: κοίμημα. Κῶμαι: αἱ βραχεῖαι πόλεις. Κώμας: τὰ ἄμφοδα. Κωμάζει: κῶμον ἢ δρᾶμα ἄδει· ὑβρίζει. | |
5 | Κωμαστής· ὁ τρυφῶν μετ’ ὠδῆς ἀσελγοῦς. Κώμην: οἱ πλεῖστοι τὸν στενωπόν· καὶ τὴν οἷον γειτνίασιν· οἱ δὲ τοὺς ἐν τηῖ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι· καὶ κωμήτας τοὺς δημότας ἐν πόλει· καὶ οἷον ἐν τηῖ αὐτηῖ τάξει καὶ μοίραι | |
10 | τῆς πόλεως οἰκοῦντες· οὕτως Ἀριστοφάνης· εἴρη‐ κεν δὲ καὶ Θουκυδίδης κώμας τοὺς δήμους ἐν πρώ‐ τωι· κατὰ κώμας δὲ τωῖ παλαιωῖ τρόπωι οἰκη‐ θεῖσα. Κωμήτης: γείτων· κῶμαι γὰρ τὰ ἄμφοδα [ἐκ τῆς | |
15 | Κωπαΐδος λίμνης τῆς Βοιωτίας·] ὅθεν καὶ τὸ ἐπι‐ κωμάσαι, παρὰ τὸ ἐν αὐτοῖς κοιμᾶσθαι καὶ βιοῦν. Κῶμοι: ὠδαί· ἢ ὀρχήσεις μετὰ μέθης. Κῶμος: εἶδος ὀρχήσεως. Κωμωδεῖν: σκώπτειν. | |
20 | Κώμυθα: δέσμη χόρτου. Κωμωδίαι: ὕβρεις· διασυρμοί· ἐμπαίγματα. Κωνῆσαι: περιενεγκεῖν· διακαῦσαι· ἀπὸ τῶν πισ‐ σούντων· ἐπεὶ περιδινοῦσιν ἐν κύκλωι τὰ πισσού‐ μενα· κώνους γὰρ καλοῦσι τοὺς στροβίλους· εἰκό‐ | |
25 | τως καὶ οἱ πιττοῦντες τὰ ἀγγεῖα ἀπὸ τῆς περιαγω‐ | |
kappa198 | γῆς κωνᾶν· καὶ τοῦ ἐλαίου δὴ περικωνῆσαι· εἴ‐ ληπται ἀπὸ τῆς τῶν κώνων περιαγωγῆς· οὐκ ἀπὸ τῆς πιττώσεως. Κωνειαζομέναις: θανάσιμον φάρμακον πινούσαις. | |
5 | Κώνειον: θανάσιμον· δηλητήριον. Κωνοειδές: σχῆμα τοιοῦτον οἷον στροβιλοειδές. Κῶνοι: στρόβιλοι. Κῶος: ἑξείτης. Κωπαΐδες: ἐγχέλυες (ἐκ τῆς Κωπαΐδος λίμνης τῆς | |
10 | Βοιωτίας). Κωπαῖοι: σφῆκες· οὕτως Ἀριστοφάνης. Κώπην: μαχαίρας λαβήν. Κωπῆρες πλοῖον: ὡς ἡμεῖς· καὶ Θουκυδίδης ἐν δʹ. Κωπητήρ: σκαλμός. | |
15 | Κωραλίσκον: τὸ μειράκιον Κρῆτες. Κώρυκος: θυλάκιον. Κωρυκαῖος: θεὸν τινὰ παρεισάγουσιν οἱ κωμικοὶ ἐπακροώμενον ἀπὸ παροιμίας τινός· Κώρυκος γὰρ τῆς Παμφυλίας ἀκρωτήριον, παρ’ ωἷ πόλις Ἀττα‐ | |
20 | λία· ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως, ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων τὴν ἄκραν | |
ληστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις | ||
kappa199 | λιμέσιν ὁρμοῦντας κατηκροῶντο· καὶ τοῖς λησταῖς ἀπήγγελλον· καὶ τίνες εἰσὶν καὶ ποῖ πλέουσιν· ὅθεν καὶ ἡ παροιμία· Τοῦ δ’ ἆρα Κωρυκαῖος ἠκροάζετο· οἱ δὲ κωμικοὶ Κωρυκαῖον τὸν θεὸν εἰσάγουσι· Μέ‐ | |
5 | νανδρος Ἐνχειριδίωι· Διωξίππος Θησαυρωῖ—μὴ κατακούσειεν δέμας Ὁ Κωρυκαῖος· ἀλλὰ μὴν κατακήκοα Σοῦ κατακολουθῶν ἔνδοθεν· ὁ δὲ Ἔφο‐ ρος ἐν γʹ· ὑπ’ ἄκραι, φησὶν, ωἴκουν οἱ καλούμενοι Κωρυκαῖοι, ἀνατεινούσηι εἰς πέλαγος, συμμικτοὶ | |
10 | τινὲς κατασκευασάμενοι πολισμάτιον, γείτονες Μυονήσωι· τοῖς οὖν ὁρμῶσιν ἐμπόροις προσήεσαν ὡς ἐωνούμενοι σύμπλοοι· εἶτα μαθόντες τί τε κομί‐ ζουσι καὶ ποῖ πλέουσι, τοῖς Μυονησίοις ἀπήγγελ‐ λον· κακεῖνοι ἐπετίθεντο αὐτοῖς· ἐλάμβανον δὲ | |
15 | καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων. Κῶσος: ἀστράγαλος ὁ ἑξείτης ὑπὸ τῶν πολλῶν κα‐ λούμενος. Κώτιλος: πανοῦργος· ἢ κόλαξ· ἀπατεών. Κωτίλλω: λαλῶ. | |
20 | Κωφεῖν: βλάπτειν· πηροῦν. Κωφόν: ἄηχον· ἀσθενές· ἀμβλύ. | |
Κωφός: ὁ οὔτε λαλῶν οὔτε ἀκούων. | ||
kappa200 | Κωφότερος κίχλης: παρ’ Εὐβούλωι ἐν Διονυσίω λέ‐ γεται ἀφωνότερος κίχλης. Κωφότερος τοῦ Τορωνέος λιμένος· περὶ Τορώνην τῆς Θράκης καλεῖται τίς κωφὸς λιμήν. | |
5t | Τέλος τοῦ κ στοιχείου. | |
lambda200(6t) | Ἀρχὴ σὺν Θεῶ λ στοιχείου. | |
7 | Λάμβδα: ἐπὶ ταῖς ἀσπίσιν οἱ Λακεδαιμόνιοι ἐπέγρα‐ φον· ὥσπερ οἱ Μεσήνιοι μ· Εὔπολις· —ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάμβδα· οὕτως καὶ Θεό‐ | |
10 | πομπος. Λαβαῖς: ἐπαφαῖς· ἢ ἀφορμαῖς· ἢ μέμψεσιν. Λαβέ: ὀξυτονεῖν φασὶ τοὺς περὶ Ἀρίσταρχον παρὰ τὴν χρῆσιν καὶ τὸ ἔθος. Λαβήν: ἡ μεταφορὰ μὲν ἀπὸ τῶν παλαιστῶν· λέγε‐ | |
15 | ται δὲ ἐπὶ τῶν ἀφορμὴν κατὰ τῆς τέχνης τῆς κατ’ αὐτῶν διδόντων. Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι. Λαβοῦ: ὡς καλοῦ· καὶ τὰ ὅμοια· τὸ λαβέ. Λάβρα: δημόσιος στενωπός· ἄμφοδος· ῥύμη δι’ ἧς | |
20 | οἱ λαοὶ ῥέουσιν. Λαβραγόρην: σφοδρῶς δημηγοροῦντα. Λαβρώνιον: εἶδος ποτηρίου πλατὺ τηῖ κατασκευηῖ | |
καὶ μεγάλα ὦτα ἔχον· οὕτως Μένανδρος. | ||
lambda201 | Λαβύρινθος: κοχλοειδὴς τόπος· λέγεται δὲ ἐπὶ τῶν φλυάρων. Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι. Λαβών: κυρίως καὶ ἀγοράσας καὶ μισθωσάμενος. | |
5 | Λάγανα: (τὰ λαλάγγια) πλακουντάρια ὡς καπυ‐ ρώδη. Λαγίσκα: ἑταίρα τις ἧς Λυσίας μνημονεύει. Λαγαριζόμενος: σκαλεύοντες· τὰς λαγόνας τύπτον‐ τες. | |
10 | Λάγεσις: θεὸς Σικελιακή. Λαγκρύζεσθαι: λοιδορεῖσθαι. Λάγνας: τοὺς καταφερεῖς εἰς τὰ Ἀφροδίσια. Λάγματα: ἱερὰ ἀπάργματα. Λάγνης: οὐ λάγνος ὑπὸ τῶν Ἀττικῶν λέγεται· Τοι‐ | |
15 | αῦτα μέντοι πολλὰ ἀναγκαίως ἔχει Πάσχειν, ὅτ’ ἂν λάγνην τὸν ὀφθαλμὸν φορῆς· ἡ δὲ ἀναλογία, οἶμαι, καὶ λάγνητα, ὡς κράτητα καὶ μάγνητα. Λάγνος: πόρνος· αἰσχρός· καταφερὴς πρὸς τὰ Ἀφρο‐ δίσια. | |
20 | Λαγῶα: τὰ λάγεια κρέα ὀνομάζουσιν· οὕτως Ἀρισ‐ τοφάνης. Λαγωὸς καθεύδων: παροιμία ἐπὶ τῶν προσποιουμέ‐ νων καθεύδειν. | |
Λαγωὸς περὶ τῶν κρεῶν: παροιμία· δειλὸν γὰρ τὸ | ||
lambda202 | ζῶον ὁ λαγώς· ὅθεν καὶ ὁ Ῥηγῖνος λαγὼς ἐλέχθη· καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίαι ἐκωμώδουν· παρ‐ οιμία δέ τις ἐστιν, λαγὼς τὴν περὶ τῶν κρεῶν τρέχει, ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ | |
5 | πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων ταττομένη. Λαθύρους: ἀράκους. Λαθών: ἀντὶ τοῦ λησόμενος. Λαιά: ἀριστερά· ἢ κολόβιον. Λαιλαι: κατὰ ἀποκοπὴν ἐπὶ τῆς αἰσχρολογίας. | |
10 | Λαίλαψ: μετὰ ἀνέμων ὄμβρος καὶ σκότος. Λαῖμα: ἀπὸ τοῦ λαιμᾶν εἴρηται τὸ βρένθυμα. Λαιμαργία: ἡ σύντονος ἐπιθυμία. Λαιῶν: ἀριστερῶν. Λαῖφος: ἱμάτιον. | |
15 | Λαιψηρόν: ταχύ· ἐλαφρόν· κοῦφον· Λάκωνες τὸ ἡμίξηρον. Λακερύζεσθαι: λογοποιεῖσθαι ἢ λοιδορεῖσθαι. Λακεδαιμῶν: τὴν κλητικὴν περισπῶσιν· οὕτως Ἀριστοφάνης. | |
20 | Λακεδαίμονα καὶ Σπάρτην ὁρίζουσι τινές: Λακεδαί‐ μονα μὲν πᾶσαν νομίζοντες καλεῖσθαι τὴν Λάκαι‐ ναν· Σπάρτην δὲ τὴν μίαν πόλιν· οἱ δ’ οὖν Ἀττι‐ κοὶ τὴν πόλιν αὐτὴν οὐ μόνον Σπάρτην, ἀλλὰ καὶ | |
Λακεδαίμονα καλοῦσιν· οὕτως Κρατῖνος. | ||
lambda203 | Λακέρυζα κορώνη: ἡ μεγάλα κράζουσα. Λακεῖν: ἀντὶ τοῦ φθέγγεσθαι. Λακιάδαι: καὶ Λουσίαι· δῆμος Οἰνηΐδος. Λάκισμα: σχίσμα. | |
5 | Λακκατάρατοι: οἱ ἄγαν κατάρατοι· καὶ λακκατα‐ πύγων, ὁ ἄγαν καταπύγων. Λάκκοι: σιροί· οἰκοδομήματα χριστά· οἴνου· ἐλαίου ὑποδοχεῖα. Λακκόπλουτον: Καλλίαν τὸν Ἀθηναῖον οὕτως ἔλεγον | |
10 | ἐξ αἰτίας τοιαύτης· Ξέρξην ἡττηθέντα ἐν τηῖ περὶ Σαλαμῖνι ναυμαχίαι φεύγειν ἐξ Ἀθηνῶν· ἐσταθ‐ μευκότος δὲ τινὸς τῶν Περσῶν ἐν τοῖς Καλλίου καὶ τὴν ἀποσκευὴν ἐκεῖ καταλελοιπότος· τῶν δὲ βαρβάρων ὀξεῖαν τὴν φυγὴν ποιησαμένων, βαλεῖν | |
15 | τοὺς οἰκέτας τοῦ Πέρσου πολὺν χρυσὸν εἰς λάκ‐ κον, ἐλπίζοντος ὕστερον ἀνασώσειν ἐπανελθόντας· οὐ μὴν γενέσθαι λέγεται· πρότερον γὰρ κυριεῦσαι τῶν χρημάτων Καλλίαν. Λάκκος: ὄρυγμά τι κατασκευαζόμενον ἐν οἰκία ὄμ‐ | |
20 | βρους ὑποδέξασθαι· ἢ πρὸς ἄλλων τινῶν ἀπό‐ θεσιν. Λάκκος: Ἀθηναῖοι καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς ὀρύγματα ὑπὸ γῆν ποιοῦντες εὐρυχωρῆ καὶ στρογ‐ | |
γύλα καὶ τετράγωνα, καὶ κονιῶντες αὐτὰ, οἶνον | ||
lambda204 | ὑποδέχονται καὶ ἔλαιον εἰς αὐτά· ταῦτα καὶ λάκ‐ κους καλοῦσιν· καὶ Δημοσθένης ἐν τωῖ πρὸς Ἄφο‐ βον ψευδομαρτυριῶν· τῆς οἰκίας τὰ σκεύη λαβὼν καὶ τὰ ἀνδράποδα ἀπαγαγὼν καὶ τὰ λακκώματα | |
5 | ἀποσπάσας· καὶ μονονοὺ δὲ αὐτὴν τὴν οἰκίαν ἐμ‐ πρήσας, Μεγάραδε ἐξωικίσθη. Λακωνικὸν τρόπον: περαίνειν ἢ παρέχειν ἑαυτὰς τοῖς ξένοις· ἥκιστα γὰρ τὰς γυναῖκας φυλάσσουσιν οἱ Λάκωνες. | |
10 | Λακωνίζειν: παιδικοῖς χρῆσθαι· Ἀριστοφάνης Θεσ‐ μοφοριαζούσαις βʹ. Λακωνικός: στερρός· ἀνδρεῖος. Λακόπεδον: τοὺς ὄρχεις· οὕτως Ἀνταγόρας. Λακκοσκαπέρδαν: ἀντὶ τοῦ λακκόπρωκτον ἢ μέγαν | |
15 | σκάπερδον· ὡς καὶ λακκαταράτους, τοὺς ἄγαν καταράτους. Λακκοσχέας: τοὺς καθειμένον ἔχοντας τὸν ὄσχεον· ὅ ἐστι τῶν διδύμων ἀγγεῖον. Λακκοσχέων: μαλακῶν. | |
20 | Λακπατεῖν: Φερεκράτης Πετάληι· Παίειν με, | |
τύπτειν, λακπατεῖν, ὠθεῖν, δάκνειν. | ||
lambda205 | Λακρατίδας: τὰ κατεψυγμένα· ἐπὶ γὰρ Λακρατίδα ἄρχοντος πολλὴ χιὼν ἐγένετο. Λάκωνες: κυβευτικοῦ βόλου ὄνομα. Λακωνικαί: ὑπόδημα ἀνδρεῖον· σεμνόν. | |
5 | Λαλίστατον: τὸ κατὰ λόγον σοφόν· λέγεται δὲ καὶ ὁ εὔγλωττος καὶ ὁ εὔφωνος. Λαλίστερον: ἀδολεσχέστερον. Λάμια: θηρίον. Λάμια: ταύτην ἐν τηῖ Λιβύηι Δοῦρις ἐν δευτέρωι | |
10 | Λιβυκῶν ἱστορεῖ γυναῖκα καλὴν γενέσθαι· μιχθέν‐ τος δὲ αὐτηῖ Διὸς, ὑφ’ Ἥρας ζηλοτυπουμένην ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορ‐ φον γεγονέναι· καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπά‐ ζουσαν διαφθείρειν· ἔστι δὲ καὶ πόλις Θεσσαλίας, | |
15 | ὅθεν ὁρμηθέντες οἱ Ἕλληνες μετὰ τὸν Ἀλεξάνδρου θάνατον, Ἀθηναίων ἡγουμένων, τῆς ἐλευθερίας ἀντι‐ ποιησάμενοι τὸν Ἀντίπατρον ἐνίκησαν· Μένανδρος Ἀνδρογύνωι· Πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεως ποθὲν Τὰς ἐν Λαμίαι πάσας. | |
20 | Λάμια: γυνὴ Ἀθήνησιν ἐν ἀγορᾶ διατρίβουσα, σκύ‐ ταλον ἔχουσα καὶ ἐπιψοφοῦσα· ἔστι δὲ καὶ θηρίον. Λαμπάδιον: ὃ νῦν λαμπάδα καλοῦσιν· οὕτω Δείναρ‐ χος καὶ Πλάτων. Λαμπάδος: τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπά‐ | |
25 | δος· Παναθηναίοις· Ἡφαιστείοις· καὶ Προμηθεί‐ | |
lambda206 | οις· Ἴστρος δὲ φησὶν λαμπάδα νομίσαι ποιεῖν πρῶτον Ἀθηναίους, Ἡφαίστωι θύοντας· ὑπόμνημα τοῦ κατανοήσαντος τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους. | |
5 | Λαμπάδιον: Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ἔρια οἰσυ‐ πηρά· οἱ μὲν τὸ λεπτὸν ἐρίδιον, ωἷ καταδεῖται τὰ κατάγματα· οἱ δὲ δεσμοῦ τί γένος· οἱ δὲ τὴν χοί‐ νικα εἰς ἣν καθιᾶσιν τὴν κνήμην οἱ ἀφηρημένοι τὸν πόδα· οἱ δὲ νάρθηκα καὶ καλάμους, οἷς δεσμοῦσι | |
10 | τοὺς τὴν κνήμην κατάξαντας. Λαμπάς: ἀγὼν Ἀθήνησι Πανὶ καὶ Προμηθεῖ ἀγό‐ μενος. Λαμπή: παχὺς ἀφρὸς ἐπιπολῆς τοῦ οἴνου. Λαμπήνη: εἶδος ἅρματος ἁμάξης· οὕτω Μέναν‐ | |
15 | δρος. Λαμπιστίνη: ἅμαξα βασιλική· ἤρδιον περιφανὲς, ὅ ἐστιν, ἅρμα σκεπαστόν. Λαμπουρίς: ἡ ἀλώπηξ παρ’ Αἰσχύλωι. Λαμπρὰν ἡμέραν λέγουσιν, οὐ καθαράν. | |
20 | Λαμπραί: δῆμος Ἐρεχθηΐδος. Λάμιος: ἐκαλεῖτο τίς Ἀθήνησιν· οὕτω καὶ Μνησί‐ θεος. Λαμπριεῖς: δισσοὶ δῆμοι τῆς Ἐρεχθηΐδος φυλῆς. Λαμπροείμων: λαμπροφορῶν. | |
25 | Λαμπρός: ὁ ἐπιπολάζων ἀφρὸς τωῖ οἴνωι καὶ τοῖς | |
ἄλλοις ὑγροῖς. | ||
lambda207 | Λαμπρόψυχος: ἀντὶ τοῦ μεγαλόψυχος. Λαμπρῶς: τὸ φανερῶς, οὐ τὸ ἐνδόξως· καὶ παρὰ Θουκυδίδηι· καὶ λελυμένων λαμπρῶς τῶν σπον‐ δῶν· καὶ παρὰ τοῖς ἄλλοις τοῖς παλαιοῖς. | |
5 | Λαμπτήρ: ὁ νῦν φανός· φανὸς δὲ ἡ ἐκ κλημάτων δέσμη. Λαμπτρεῖς: Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος· δύο δέ εἰσι Λαμπτραί· αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν. Λάμπων: κυβιστικὸς βόλος· οὕτως Εὔβουλος. | |
10 | Λαμύνθιος: ποιητὴς ἐρωτικῶν μελῶν. Λαμυρόν: εὔλαλον· εὐτράπελον· καταπληκτικόν· τερπνόν. Λὰξ ἐντείνων: λακτίσματι τύπτων· λὰξ δέ ἐστιν ὁ ὑπὸ τοὺς δακτύλους τοῦ ποδὸς ποιὸς ψόφος. | |
15 | Λὰξ ποδὶ κινήσας: τῶ πλάτει τοῦ ποδὸς κινήσας. Λαξευτήριον: ἐργαλεῖον οἰκοδομικόν· λαοξόος γὰρ ὁ οἰκοδόμος. Λαοξόος: ὁ λιθοκόπος. Λαοσσός: ἡ τοὺς λαοὺς σώζουσα. | |
20 | Λαπαδες: τὰ ὄστρεα· καὶ λαπάδες τὰ ἀγγεῖα. Λάπαθον: ὄρυγμα εἰς θηρίων ἐνέδραν· καὶ λάχανον κενωτικὸν γαστρός· ὅθεν καὶ τὸ λαπάξαι· κενῶσαι· Ὅμηρος· —νέων ἀλάπαξε φάλαγγας· ἀντὶ τοῦ | |
πορθῶν ἐκένου. | ||
lambda208 | Λαπάττων: παλάσσων καὶ λαρον ποιῶν. Λαπήττειν: τὸ ψεύδεσθαι· καὶ ἀλαζονεύεσθαι· καὶ λαπήκτης, ὁ ψεύστης διὰ τοῦ κ· ὡς σαλπίγκτης· συρίγκτης· οἱ δὲ Δωριεῖς διὰ τοῦ ς· λαμπιστὴν | |
5 | καὶ λαμπίζειν. Λαπιεῖς: λαπίξεις. Λαπιστής: ψεύστης· προπετής. Λαπίστρια: μετεωριζομένη· ῥεμβομένη· θέλουσα εὐωχεῖσθαι. | |
10 | Λαπτώμενος: ἀπὸ τοῦ λάπτειν εἴρηται· ὁ αἰσχρο‐ λοιχός. Λαρινοὶ βόες: οἱ ἐν Ἠπείρωι ἀπὸ Λαρείνου βουκόλου κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος· ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε· Πρόξενος δὲ αὐτὸν | |
15 | τὸν Ἡρακλέα ἀνεῖναι τινας τωῖ Δωδωναίωι Διί· Ἀπολλόδωρος δὲ τοὺς εὐτραφεῖς λαρίνους· λαρι‐ νεύειν γὰρ τὸ σιτεύειν. Λαρινοί: οἱ πίονες· σιτιστοί· λιπαροί. Λάρκος: φορμός ἐστιν εἰς ὃν ἄνθρακας ἐνέβαλον· | |
20 | κέχρηται τωῖ ὀνόματι Λυσίας καὶ Ἀριστοφάνης καὶ ἕτεροι. Λάρκος: ἀνθρακικὸν σκεῦος. | |
Λαρόν: χλιαρόν· προσηνές· ἡδύ. | ||
lambda209 | Λάρναξ: σορὸς ἢ κιβωτός. Λάρος ἐν Νεμέσει: παροιμία ἐπὶ τῶν ταχὺ ἀποδι‐ δόντων. Λάρυγγα: ἀρρενικῶς λέγουσιν· οὕτως Εὔπολις. | |
5 | Λαρυγγίζειν: τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι· ἀλλ’ ἐπιτηδεύειν περι‐ εργότερον τωῖ λάρυγγι χρῆσθαι· Δημοσθένης ἐν τωῖ κατὰ Κτησιφῶντος. Λάσανα: χυτρόποδες κυρίως· ἤδη δὲ καὶ τὸ παρα‐ | |
10 | πλήσιον ἐφ’ ὧν ἄν τις ἴπνον ἐπιστήσειεν ἢ τί τῶν τοιούτων καὶ τῶν ὁμοίων· ἐφ’ ὧν ἔψεταί τι καὶ φρύγεται· καὶ ἐφ’ ὧν ἀπεπάτουν ἔλεγον· οὕτω Φερεκράτης. Λάσια: δασέα. | |
15 | Λάσιοι: πολύτριχοι ἢ συνετοί. Λάσιον: λινοῦν περίζωμα. Λασιόκωφος: ὁ λίαν κωφός· οἷον, λάσια τὰ ὦτα ἔχων, ὡς συγκεκωφῶσθαι καὶ ἀναισθητεῖν. Λάσθαι: συμφοραί. | |
20 | Λάσκε: λέγε. Λάσταυροι: λασιόταυροι καὶ ἐξωστρηκότες σφόδρα. Λάταγες: οἱ κότταβοι· εἰώθασι γὰρ παρὰ τὰς μέθας, χαλκίον στρογγύλον ἐμφερὲς κρανίωι τιθέντες ἐν μέσωι καὶ τούτου στοχαζόμενοι, τοὺς κοττάβους | |
25 | βάλλειν περί τινων ἄθλων καθάπερ οἱ κυβεύ‐ | |
lambda210 | οντες· ἐκρίνετο δὲ νικᾶν ὁ τοῦ χαλκίου τυχὼν καὶ μέγιστον ποιήσας ψόφον· ἐτίθετο δὲ ἔπαθλα ὠὰ καὶ τραγήματα· ἃ ἐκαλεῖτο κοττάβια. Λάτρις: θεράπαινα· δούλη· προσαίτις. | |
5 | Λατύπη: λιθουργική· ἢ τὸ λεπτὸν τοῦ λίθου. Λαύρα: ῥύμη· δι’ ἧς ὁ λαὸς ἐπανέρχεται. Λαυκανία: τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος. Λαυρεῖον: τόπος τῆς Ἀττικῆς, ἐν ωἷ τὰ ἀργύρεια ἦν μέταλλα. | |
10 | Λαυροστάται: μέσοι τοῦ χοροῦ· οἱονεὶ γὰρ ἐν στε‐ νωπῶ εἰσί· φαυλότεροι δὲ οὗτοι· οὕτω Κρατῖνος. Λάφυρα: τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανό‐ μενα· τὰ δὲ τεθνεώτων αὐτῶν σκῦλα λέγεται. Λαφύξας: διασπαράξας· ἀφειδῶς θοινησάμενος. | |
15 | Λαφύττειν: ἀναλίσκειν ἀθρόως καὶ ἀσώτως· καὶ λαφυγμὸς ἡ τοιαύτη δαπάνη· οὕτως Ἀριστοφάνης. Λαχανίζεσθαι: ἀντὶ τοῦ λάχανα συλλέγειν· ὡς ξυλί‐ ζεσθαι καὶ φρυγανίζεσθαι. Λαχεῖν δίκης: τὸ παλαιὸν πολλῶν ὄντων οἳ ἐβούλοντο | |
20 | εἰς δικαστήριον εἰσιέναι, ἢ οἱ ἄρχοντες ἵνα κατὰ τάξιν εἰσίωσιν, κλήρω λαχεῖν αὐτοὺς τῆς δίκης διέταττον· ἢ λαχεῖν δίκης ἐστιν, ὡς ἔνιοι, οἷον τὸ τυχεῖν· ὥσπερ ὕπνου λαχεῖν καὶ τροφῆς καὶ τῶν | |
τοιούτων. | ||
lambda211 | Λαχεῖν δίκην: δικάσασθαι. Λάχνη: τρίχωσις· λέγεται δὲ καὶ ὁ τῆς κεφαλῆς ἀφρός. Λαχνήεντα: δασέα· τετριχωμένα. | |
5 | Λάχνος: δασύς. Λάχος: μέρος· κλῆρος. Λάψαι: τηῖ γλώττη πιεῖν. Λάων: δεδορκώς· διὸ καὶ κατὰ ἀπόφασιν ἀλαὸς ὁ τυφλός· ἔνιοι δὲ ἀπέδωκαν φθεγγόμενος· μαχόμενος | |
10 | ἄμφω. Λέαινα ἐπὶ τυροκνήστιδος: σχῆμα ἀκολάστων· Ἀρι‐ στοφάνης. Λεβαδεία: πόλις Βοιωτίας, ἐν ηἷ Διὸς μαντεῖον, Τροφωνίου κατασκευάσαντος. | |
15 | Λεβερίς: τὸ γῆρας ὃ ἀποδύεται ὁ ὄφις. Λεβηρίς: ὄρνεόν τι δυσοιώνιστον. Λέγει: τοὺς χρόνους ἐναλλάσσουσιν· ὡς καὶ τὸ γαμεῖ ἀντὶ τοῦ ἔγημεν. Λέγειν: ἀντὶ τοῦ οἰκοδομεῖν καὶ συλλέγειν. | |
20 | Λεγνῶδες: ποικίλον. Λεγωνῆσαι: ἀντὶ τοῦ παῖσαι· οὕτως Ἀριστοφάνης. Λεηλασία: αἰχμαλωσία. Λεηλατεύειν: ληστεύειν· ἁρπάζειν. Λεία: ἡ ἐν πολέμωι ὠφέλεια· καὶ λεῖα, ἀροῦραι. | |
25 | Λείας: πραίδας ἀπὸ πολεμίων. | |
lambda212 | Λείβει: βάλλει· στάζει. Λείβηθρον: ὀχετὸς ὑδραγωγικός. Λειόβατος: ἰχθύος εἶδος· ἔστι δὲ ὅμοιον νάρκηι. Λειπομαρτύριον: ἀδικήματος εἶδος· ἐφ’ ωἷ γραφὴ ἦν, | |
5 | εἴτις ἐκλείποι μαρτυρίαν· ἔοικεν δέ πως τωῖ ἐκ‐ κλητεύειν· πλὴν ὅτι ὁ μὲν οὐδὲ τὴν ἀρχὴν θελήσας μαρτυρεῖν ἐξεκλητεύετο· ὁ δὲ ὑποσχόμενος μὲν, ἐκλιπὼν δὲ, λειπομαρτυρίου ἐκρίνετο· ὥσπερ καὶ ὁ μὲν μὴ δ’ ὅλως στρατευσάμενος ἀστρατείας· ὁ δὲ | |
10 | στρατευσάμενος μὲν, λιπὼν δὲ τὴν τάξιν, λειπο‐ ταξίας. Λειπομαρτυρίου δίκη: τοῖς ἐπισταμένοις τί τῶν πεπραγμένων καὶ μάρτυσιν ὑπεσχημένοις ἐν δικα‐ στηρίωι· εἶτα δὲ ὕστερον ἀποφυγοῦσιν ἐλάγχανον | |
15 | δίκην· κὰν μὲν ἥλωσαν, ἐτιμῶντο κατ’ ἀξίαν· εἰ δὲ μὴ ἕλοι ὁ διώκων, πρόστιμον ἐτίθετο δραχμήν. [Λειμωῖ Μηλίωι: παροιμία· ἐπεὶ οἱ Ἀθηναῖοι ἐκά‐ κωσαν Μηλίους πολιορκοῦντες λιμωῖ· ὡς Θουκυ‐ δίδης ἐν τηῖ εʹ.] | |
20 | Λειμών: ἀνθηρὸς τόπος. Λείρια: ἄνθη· ἢ κρίνα. Λειριόεντα: ἁπαλὰ παρὰ τὴν λειότητα· λείριον γὰρ τὸ ἄνθος· προσηνῆ· τερπνά· ἡδέα. Λειτά: τὰ δημόσια· λειτὰ δὲ ὡς εἰ τὰ ἱμάτια παρ’ | |
25 | Ὁμήρωι. | |
Λειτόν: τὸν πένητα ὡς ἡμεῖς· οὕτω Μένανδρος. | ||
lambda213 | Λειτουργίας: ὑπηρεσίας. Λειτουργική: κυρίως μὲν ἡ ἱερατική· καταχρηστικῶς δὲ ἡ δουλική. Λειφαιμεῖ: λείπεται αἵματος. | |
5 | Λειώσας: διακόψας. Λεκανεις: ἐν τοῖς ἐπαυλίοις οἱ πατέρες ταῖς νύμφαις δῶρα ἔπεμπον· ἐν μὲν ταῖς κοίτισι χρυσία· ἐν δὲ ταῖς λεκανίσι παρθενικὰ παίγνια. Λεκανεις: κεραμέα λοπάς· καὶ τὰ ἐκπέταλα τρυβλία. | |
10 | Λεκάνη: παρώνυμος ποῦ λέκους· οὐχὶ ἀπὸ τοῦ λάλακος· λάλαικος δὲ πλατὺ καὶ ἐκπέταλον καὶ ἀναπεπταμένον ἀγγεῖον· ἀλλ’ οἱ παλαιοὶ, ὃ ἡμεῖς λεκάνην, ποδονιπτῆρα ἐκάλουν· λεκάνιον δὲ καὶ λεκανίδα ἀγγεῖα ὦτα ἔχοντα πρὸς ὑποδοχὴν ὄψων | |
15 | καὶ τοιούτων τινῶν· οὕτως Ἀριστοφάνης. Λεκάρια: λεκανίδια. Λεκαρύταινα: εὑρεῖα. [Λέαινα ἐπὶ τυροκνήστιδος: σχῆμα ἀκόλαστον.] Λέκρανα: οἱ ἀγκῶνες. | |
20 | Λέκτροις: κοίταις. Λέκτρον: κοίτη. Λελάβηκεν: Ἡρόδοτος· καὶ καταλελάβηκεν. Λελάφασιν: οἷον πεπώκασιν. Λελιουργημένα: κεκαλλωπισμένα. | |
25 | Λέλογας: ἀντὶ τοῦ εἴρηκας λέγουσι. | |
Λέλογχεν: ἔτυχεν· ἀπήλαυσεν. | ||
lambda214 | Λέκος καὶ λεκίσκιον· καὶ λεκάνη καὶ λεκανίς· τὰ ἐκπέταλα τρυβλία· οὕτως Ἀριστοφάνης. Λελεπασμένον: πεπεμμένον· οὕτως Στράττις. Λελυθρωμένον: ὅλον ἐξ αἵματος πλυνόμενον· αἱματω‐ | |
5 | μένον. Λέμβον: μικρὸν πλοῖον. Λέμβος: εἶδος νεώς. Λέμβος: ἐφόλκιον· καὶ λέμβαρχοι, οἱ τοῖς ἐφολκίοις πλέοντες. | |
10 | Λέμμα: λέπισμα. Λέμμα: κυρίως μὲν ὁ φλοιός· καταχρηστικῶς δὲ ἐπὶ τοῦ δέρματος καὶ τοῦ ἀνθρωπείου· ἐν Τιμαίωι. Λέμφας: πέπωκας. Λέμφοι: τὰ θνησείδια τῶν θρεμμάτων καὶ ξηρὰ ὑπὸ | |
15 | νόσου. Λέμφος: ἀνόητος· μυξώδης. Λέμφους: τὰς πεπηγυίας μύξας. Λέξεται: λεχθήσεται. Λέοντα ξυρᾶς: παροιμία λεγομένη ἐπὶ τῶν τὰ ἀδύ‐ | |
20 | νατα ἐπιχειρούντων. Λεοντή: ἡ δορὰ τοῦ λέοντος. Λεοντίς: φυλὴ Ἀθήνηισιν· ἀπὸ Λεὼ τοῦ Ὀρφέως. Λεωφόρος: δημοσία ὁδός. Λεπαδευόμενος: λεπάδας συλλέγων. | |
25 | Λέπαδνα: οἱ μασχαλιστῆρες τῶν ἵππων. | |
Λέπαργοι: οἱ τὰς λαπάρας λευκὰς ἔχοντες. | ||
lambda215 | Λεπάσται: κύλικες τινὲς οὕτως ἐκαλοῦντο· Κρατῖ‐ νος. Λέπατνα: οἱ περὶ τὰ στήθη τῶν ὑποζυγίων ἱμάντες. Λέπραι: λεπίδας ἔχοντα ταρίχη· καὶ λεβίαι κα‐ | |
5 | λοῦνται. Λέπρεον: τῆς Τριφυλίας πόλις· ἀπὸ τοῦ παρακειμέ‐ νου τραχέος ὄρους· οἱ δ’ ἀπὸ τοῦ τοὺς κτίζοντας αὐτὴν νόσωι χρήσασθαι λέπραι. Λεπτὰ πλοῖα: τὰ μικρά· ηʹ Θουκυδίδης. | |
10 | Λέπτει: κατεσθίει: οὕτως Εὔπολις. Λεπτήκεις: λέπτας. Λεπτὴν πλέκειν: λεγόμενον τί ἐπὶ τῶν πενήτων· οἷον ἀκριβῆ· στενήν· ἀσθενῆ. Λεπτογέα: κακὸς ἀγρός· λεπτὴ γῆ· λυπρά. | |
15 | Λεπτολογίαν: Ἕρμιππος Δημόταις. Λεπτόμιτον φάρος: τὸ λεπτὸν ἱμάτιον. Λέρνη θεατῶν: ἀντὶ τοῦ κακῶν θέατρον· Κρατῖνος· οἱ μὲν διὰ τὴν ὕδραν· οἱ δὲ διὰ τὸ τοὺς Ἀργείους τὰ καθάρματα ἐκεῖ ἀποφέρειν· ὁ γὰρ Δαναὸς ἐν τῆ | |
20 | Λέρνηι τὰς κεφαλὰς τῶν Αἰγυπτιάδων ἀπέθετο· καὶ, ὡς εἰκὸς, ἐφ’ ὕβρει ἐκέλευσεν τὰ δεισαια ἐκεῖ ῥίπτειν. Λεσβίων ἀξία: παροιμία ἐπὶ τῶν ἀπράκτων. | |
Λέσβιον ὠδόν: τὸν Φρύνιχον· οἱ δὲ Εὐαίνετον. | ||
lambda216 | Λεσβίσαι: μολῦναι τὸ στόμα· Λέσβιοι γὰρ διεβάλ‐ λοντο. Λέσχαι: οἱ τόποι εἰς οὓς συνιόντες ἐλέσχαινον. Λέσχαι: λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν | |
5 | οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί· Ὅμηρος· Οὐκ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, Ἠέ που ἐς λέσχην· Κλεάνθης δὲ φησὶν ἀπονενεμῆσθαι τωῖ Ἀπόλλωνι τὰς λέσχας· ἐξέδραις δὲ ὁμοίας γίνεσθαι· καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις | |
10 | λέσχην ὄρειον ἐπικαλεῖσθαι. Λέσχη: πολλὴ ὁμιλία· φλυαρία· τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ τόποι, ἐν οἷς εἰώθεσαν φιλοσοφεῖν ἀθροιζόμενοι, λέσχαι ἐκαλοῦντο· οὕτω φησὶ καὶ Ἱεροκλῆς ἐν αʹ φιλοσοφουμένων. | |
15 | Λεσχηνεύειν: φλυαρεῖν. Λευγαλέα: διάβροχος· οὕτω Σοφοκλῆς. Λευκάς: νῆσος ἐστὶν πρὸ τῆς ἠπείρου κειμένη. Λευκαὶ φρένες: μαινόμεναι· καὶ ἀγαθαὶ, ἢ ἥμεροι. Λευκάτης: σκόπελος τῆς ἠπείρου· ἀφ’ οὗ ῥίπτουσιν | |
20 | αὐτοὺς εἰς τὸ πέλαγος οἱ ἱερεῖς· Σαπφὼ δὲ πρώτην ἐπὶ Φάωνι τοῦτο ποιῆσαι τὴν ποιήτριαν· οἱ δὲ τὴν ἑταίραν· ἐγένετο γὰρ ἄλλη Λεσβία ἑταίρα. Λεύκη: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· τοὺς ἐστεφανωμένους τωῖ μαράθωι καὶ τηῖ λεύκηι· ἐσ‐ | |
25 | τέφοντο δὲ οἱ τὰ Βακχικὰ τελούμενοι τηῖ λεύκηι, διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ | |
τὸν τῆς Περσεφόνης Διόνυσον· τὴν δὲ λεύκην πε‐ | ||
lambda217 | φυκέναι φασὶν πρὸς τωῖ Ἀχέροντι· ὅθεν καὶ Ἀχε‐ ρωΐδα καλεῖσθαι αὐτὴν παρ’ Ὁμήρωι. Λευκὴ ἀκτή: πλειόνων ὄντων λευκῶν, Λυσίας τοὺς ἐν Προποντίδι μνημονεύει. | |
5 | Λευκὴ ἡμέρα: ἡ ἀγαθὴ καὶ ἐπ’ εὐφροσύνηι· Εὔπολις Κόλαξι. Λευκὴν μάζαν φυρῶ σοι: παροιμία ἐπὶ τῶν μεγάλα ὑπισχνουμένων. Λευκὴ στάθμη: ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειου‐ | |
10 | μένων· ἢ ἐπὶ τῶν μηδὲν συνιέντων· Σοφοκλῆς Κη‐ δαλίωνι· Τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρο‐ μαι, Οὐ μᾶλλον ἢ λευκωῖ λίθωι λευκὴ στάθμη. Λευκόνιον: δῆμος Λεοντίδος· οἳ καὶ Λευκόνιοι. Λευκοί: οἱ δειλοὶ καὶ λευκόπυγοι. | |
15 | Λευκοπύγους: δειλούς· ὡς μελαμπύγους τοὺς ἀν‐ δρείους. Λευκόσυροι: οἱ Καππάδοκες· καὶ οὓς οἱ Ἴωνες Σύ‐ ρους. Λευκορύτους: δειλούς. | |
20 | Λευκώλενος: λευκοβραχίων. Λεύκωμα: τοῖχος ἐστὶ γύψωι ἀληλιμμένος, πρὸς γραφὴν τινῶν πολιτικῶν ἐπιτήδειος. Λεύκτρα: χωρίον Βοιώτιον περὶ Θεσπίας. Λευχείμων: λευκοφόρος. | |
25 | Λέχαιον: ἐπίνειον Κορινθίων. | |
lambda218 | Λέχος: συνουσία· κοίτη· μίξις. Λεχώ: ἡ ἀρτίτοκος. Λεωκόρητος: ἐξωλοθρευμένος· τὸ γὰρ λέως ἔστι τε‐ λέως· Ἀρχίλοχος· Λείως γὰρ οὐδὲν ἐφρόνεον· καὶ | |
5 | λεουργὸς ἀπὸ τούτου, ὁ μεγαλουργός. Λεωκόριον: ἱερὸν Ἀθήνηισι· τοῦ δὲ Λεὼ θυγατέρες ἐγένοντο τρεῖς· Φρασιθέα· Θεόπη· Εὐβούλη· αἳ παρθένοι ὑπὲρ τῆς πόλεως ἐσφαγιάσθησαν κατὰ χρησμὸν, ἑκόντος τοῦ πατρὸς ἐπιδόντος· ὁ δὲ Λεὼς | |
10 | υἱὸς ἦν Ὀρφέως, οὗ ἐπώνυμος καὶ ἡ Λεοντὶς φυλή. Λεωκόριον: ἐν μέσωι τωῖ Κεραμεικωῖ ἡρωῖον· Λεὼς γὰρ ὁ Ὀρφέως, υἱὸν μὲν ἔσχε Κύλανθον, θυγατέρας δὲ τρεῖς, Φρασιθέαν, Θεόπην, Εὐβούλην· ἃς ὑπὲρ | |
15 | τῆς χώρας σφαγιασθείσας ἔτι παρθένους ἐτίμη‐ σαν Ἀθηναῖοι τωῖ ἡρώωι. Λεοπετρία: λεῖος λίθος. Λεωργόν: ἐν τωῖ ω, καὶ Ἀττικοὶ καὶ Ἴωνες· καὶ Ξενοφῶν· θερμουργότατον καὶ λεωργότατον· Δωρι‐ | |
20 | εῖς δὲ διὰ τοῦ ου, λεουργόν. Λεώς: ὁ λαὸς, ὁ ὄχλος, Ἀττικῶς. Λῆγε: παύου. Ληθεδών: λήθη. Λήθην κυνῶν: λήθην ἐμποιούντων φαρμάκων. | |
25 | Ληΐδιον: ἱμάτιον· τριβώνιον· ληϊδίωι δὲ τριβωνώδης | |
ἡ χλαμύς. | ||
lambda219 | Λήϊον: ὁ χλωρὸς σῖτος. Ληϊσθείς: ληστευθείς. Ληϊστάς: καὶ τοὺς ἐν τηῖ θαλάττηι. Λήϊα: σιτοφόρα πεδία· χωράφια. | |
5 | Ληϊσταί: ἀντὶ τοῦ πειραταί. Ληϊτόν: δημόσιον. Ληΐσατο: ἐμερίσατο ἢ ἐλαφυραγώγησεν. Ληΐζεται: αἰχμαλωτίζει· διαρπάζει· πορθεῖ· ἐρη‐ μοῖ· ἴσως δὲ καὶ ἐν παθητικωῖ σημαινομένωι λέ‐ | |
10 | γεται. (Ληστικὸν καὶ ληστρικὸν διαφέρει: τὸ μὲν γὰρ ἐκ‐ τὸς τοῦ ρ, σημαίνει τὸ σύστημα τῶν ληστῶν· τὸ δὲ μετὰ τοῦ ρ, τὸ κτῆμα τῶν ληιστῶν· Θουκυδίδης αʹ· τό, τε ληιστικὸν καθήιρει ἐκ τῆς θαλάττης.) | |
15 | Ληκᾶσθαι: περαίνεσθαι. Ληκῆσαι: παῖσαι· καὶ ἐπὶ τοῦ πλησιάσαι τίθεται· οὕτως Φερεκράτης. Ληκούμεσθ’ ὅλην τὴν νύκτα: τουτέστι διαπαιζόμεθα· οὕτως Φερεκράτης. | |
20 | Λήκυθον: τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβασ‐ τον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστον εἶπεν Ἡρόδοτος. Λήκυθος: εἰώθεσαν ἐν ληκύθοις νομισμάτων ἔχειν νέων τινές· ὅθεν καὶ τοὺς ἐκδημοῦντας αὐτοληκύ‐ θους ἔλεγον. | |
25 | Ληκυθιστής: ὁ μικρόφωνος· οὕτως Σοφοκλῆς. | |
lambda220 | Ληκώ: τὸ μόριον λέγουσι τὸ ἀνδρεῖον. Ληλάντου πεδίον: τῆς Εὐβοίας ἀπὸ Ληλάντου βα‐ σιλέως. Λῆμαι: κανθοί· ὄμματα. | |
5 | Λημᾶν χύτραις καὶ λημᾶν κολοκύνταις: ἐπὶ τῶν λίαν παρορώντων καὶ ἀμβλυωττόντων. Λημᾶν καὶ γλαμᾶν: τὸ λήμας ἐν τοῖς ὀφθαλμοῖς ἔχειν. Λημάτια: τὰ βουλεύματα. | |
10 | Λῆμμα: φρόνημα· κέρδος. Λήμματα: προφητεῖαι· λέγεται δὲ καὶ τὰ ἐξ οἰ‐ κείας καρδίας ἀποφθέγματα. Λήμματα λέγουσι: λήψομαι δὲ οὐκέτι· οἱ μέντοι Δω‐ ριεῖς φυλάσσουσι τὴν ἀναλογίαν τοῦ λήψομαι. | |
15 | Ληματίας: φρονηματίας· γεννάδας. Λήμη: λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον, καὶ ἀμβλυώττειν παρασκευάζον. Λημνία δίκη: ἡ κακίστη. Λήμνιον πῦρ: ἔστιν ἀναφορὰ ἐν Λήμνωι πυρὸς χα‐ | |
20 | λεπὴ τίς. | |
Λήμνιον κακὸν βλέπων: πυρῶδες· καὶ παροιμία· | ||
lambda221 | Λήμνιον κακόν· ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυ‐ ναῖκας οἱ Λήμνιοι καὶ τεκνοποιησάμενοι ἐξ αὐτῶν, κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων· ἐπὶ δὲ Θό‐ αντος αἱ γυναῖκες τοὺς ἄνδρας, ὅτι αὐταῖς οὐ προσ‐ | |
5 | εῖχον, ἅμα ταῖς τῶν Θραικῶν γυναιξίν· ἐπὶ τηῖ δυσωδίαι ἣν Μυρσίλος μὲν διὰ τὸν Μηδείας ἐπὶ τηῖ Ὑψιπύληι ζῆλον κατασχεῖν· Καύκασος δὲ διὰ τὸ ὀλιγωρῆσαι τῆς Ἀφροδίτης τὰς Λημνίας· ἔνθεν τὰ μεγάλα κακὰ Λήμνια λέγεται. | |
10 | Λῆνος: τὸ ἔριον οἱ ἀρχαῖοι. Ληναῖον: περίβολος μέγας Ἀθήνηισιν· ἐν ὧ τοὺς ἀγῶνας ἦγον, πρὸ τοῦ τὸ θέατρον οἰκοδομηθῆναι, ὀνομάζοντες ἐπὶ Ληναίωι· ἔστιν δὲ ἐν αὐτωῖ καὶ ἱερὸν Διονύσου Ληναίου. | |
15 | Ληνός: γεωρκικὸν σκεῦος· ἢ ἄγγος ξύλινον οἴνου δεκτικόν. Ληξιαρχικὸν γραμματεῖον: εἰς ὃ ἐνεγράφοντο οἱ τελειωθέντες τῶν παίδων· οἷς ἐξῆν ἤδη τὰ πατρωῖα οἰκονομεῖν· παρὸ καὶ τούνομα γέγονε διὰ τὸ τῶν | |
20 | λήξεων ἄρχειν· λήξεις δέ εἰσιν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι· λῆξις τὸ ἔγκλημα· καθ’ οἷον λόγον φαμὲν καὶ λαχεῖν δίκην. Ληξιαρχικὸν γραμματεῖον: Ἀθηναίων τῶν ἀστῶν τῶν ἐχόντων ἡλικίαν ἄρχειν ἀναγράφεται τὸ ὄνομα | |
25 | προστιθεμένων τῶν δήμων αὐτοῖς· καὶ ἐξ ἐκείνων | |
τῶν γραμματείων κληροῦσι τὰς ἀρχάς. | ||
lambda222 | Λήξεις θεῶν: λάχοι· κλῆροι· τεμένη· ἀρχῆς δὲ λῆξιν, ἀντὶ τοῦ διακλήρωσιν. Λῆξιν δίκης καὶ λαχεῖν δίκην: τὸ καταγγεῖλαι κρίσιν ἰδιωτικῶν πραγμάτων φασίν· τὸ δὲ ἀντικαλέσαι, | |
5 | ἀντιλαχεῖν· τὸ δὲ διανείμασθαι χρήματα, δια‐ λαχεῖν. Λῆξις: παῦσις· ἡ μερίς· κληρονομία. Λῆροι: κόσμος γυναικεῖος χρυσοῦς. Λῆρος: φλύαρος· ματαιόφημος. | |
10 | Λήσομαι: ἐπιλάθωμαι. Ληστικήν: ἀφαιρετικήν. Ληστοσαλπίγκτας: τοὺς Τυρρηνούς· ἀπὸ Πισαίου τοῦ εὑρόντος. Λιάζειν: λίαν ἐσπουδακέναι. | |
15 | Λιαινούσης: πραϋνούσης. Λίαν ἐντός: σφόδρα πόρρω. Λιβαδία: πόλις τῆς Βοιωτίας. Λιβάδα: σταγόνα· κρήνην· ἔνυδρον τόπον. Λιβάζεις: ἀπορρυεὶς ἢ ἀποφθαρείς. | |
20 | Λιβάζω: φθερῶ. Λίβανον: τὸ δένδρον θηλυκῶς· Πίνδαρος. Λίβερνα: καράβια. Λίβηθρα: τὰ ἔφυδρα χωρία· καὶ αἱ διαρύσεις τῶν ὑδάτων· οὕτως Εὔπολις. | |
25 | Λιβρόν: τὸ σκοτεινὸν καὶ ἀόρατον· οἱ τραγικοί. | |
lambda223 | Λιγαίνειν: τὸ τύπτειν· ὥσπερ λέγειν εἰώθαμεν τὸ ξαίνειν. Λιγαίνειν: ὀξέως ὁρμᾶν. Λιγαίνων: κηρύσσων. | |
5 | Λίγδην: οὐ κατὰ βάθος, ἀλλ’ ἐκ τῆς ἐπιφανείας. Λίγδος: χῶνος τρήματα ἔχων συνεχῆ τέσσαρα παρα‐ πλήσια, δι’ ὧν ὁ χαλκὸς ἠθεῖται. Λιγνύς: ἡ ἀνάδοσις τοῦ καπνοῦ. Λιγύς: ἡδύς· ὀξύς. | |
10 | Λιγύφωνος: ἡδύφωνος. Λιθολόγοι: οἰκοδόμοι. Λιθόλευστος: λιθοβόλητος. Λίθων ποτίμων: μήποτε τῶν πώρων λέγει· οἱ πίνοντες τὸ ὕδωρ ἰσχυρότεροι γίνονται· ἢ τῶν τὴν σάρκα | |
15 | τῶν ἐντιθεμένων καταναλισκόντων σωμάτων. Λίθων χοαί: ἄργυρος καὶ χρυσός· καὶ γὰρ Εὐριπίδης φησί· Λευκοὺς λίθους ἔχοντες αὐχοῦσιν μέγα. Λιθῶντας: τρισυλλάβως, οὐ λιθιῶντας· Πλάτων ιαʹ Νόμων· καὶ βραγχᾶν λέγουσιν, οὐ βραγχιᾶν· καὶ | |
20 | ἕτερα τοιαῦτα. Λίθον ἕψεις: παροιμία· ἀδυνάτω ἐπιχειρεῖς. Λίθος: Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος· τῶν τε παρόντων καθ’ ἕνα ἡμῶν οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες· εἰρήκασιν οὖν Ἀθηναῖοι | |
25 | πρός τινι λίθωι τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστο‐ | |
τέλης καὶ Φιλόχορος ὑποδηλοῦσιν. | ||
lambda224 | Λιθουργός: λιθογλύπτης. Λιθουλκῆσαι: τὸ στῆσαι ἐπὶ τῆς βάσεως τὸ ἀνά‐ θημα. Λικμήσονται: λείξουσιν. | |
5 | Λιμοδωριεῖς: Πελοποννησίων οἱ διὰ λιμὸν μετοι‐ κήσαντες εἰς Ῥόδον καὶ Κνίδον. Λικμῶ: κοσκινεύω· διασκορπίζω. Λιμωῖ Μηλίωι: παροιμία· ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λίμωι· ὡς Θουκυδίδης ἐν | |
10 | τηῖ πέμπτηι. Λικνευτης: ἐπὶ δὲ τοῦ Διονύσου ἀπὸ τῶν λίκνων ἐν ἧ τὰ παιδία κοιμᾶται. Λίκνον: κόσκινον ἤτοι πτύον. Λικνοφόρος: ὁ φέρων τὸν λίκνον· καὶ γὰρ μυστικόν | |
15 | τι σημεῖον τῆς Δημητρίου τροφῆς ἐτίθετο ἐπὶ τῶν λίκνων. Λικνοφόρος: τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειον ἐστιν· ὁ δὲ τοῦτο φέρων λικνο‐ φόρος λέγοιτ’ ἄν. | |
20 | Λίμνην: τὴν θάλασσαν κυρίως. Λιμόν: ἀρρενικῶς οἱ Ἀττικοὶ τὴν λιμόν. Λινεύς: κεστρεύς. Λινὸν λινωῖ συνάπτεις: ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν δρώντων· Στράττις Ποταμοῖς· καὶ Ἀρι‐ | |
25 | στείδης ὁ ῥήτωρ καὶ Πλάτων. Λινόν: κοινῶς μὲν ἄνθος· Θεόφραστος δὲ νάρκισσον· | |
Μυρσίλος δὲ Λεσβιακοῖς εἶδος ἄνθους. | ||
lambda225 | Λινόν: Ἡρακλείδης ὁ Ποντικὸς ἐπειδὴ οἱ παλαιοὶ λινοῖς ἀντὶ χορδῶν ἐχρῶντο· ἀλλὰ καὶ Ὅμηρος ἤδη χορδὰς ἐπιστάμενος λινὸν καλεῖ· ἐγένοντο δὲ τρεῖς ἥρωες Λίνοι· Καλλιόπης· ὁ δὲ Ἀλκιόπης καὶ | |
5 | Ἀπόλλωνος· τρίτος δὲ Ψαμάθης τῆς Κροτίου καὶ Ἀπόλλωνος. Λινόπται: οἱ ἀποσκοπούμενοι τὰ ἐμπίπτοντα τοῖς κυνηγετικοῖς λίνοις θηρία· Ἀθηναῖοι δὲ καὶ τοὺς φυλάσσοντας τὰς οἰκίας ὁμοίως ἔλεγον. | |
10 | Λινόπληγος: φρενόπληγος. Λῖξαι: ἐκτεταμένως· Ἀριστοφάνης Ἱππεῦσιν. Λίπα ἀλείψασθαι: τὸ ἐλαίωι ἀλείψασθαι λέγουσιν. Λιπάρα: μία τῶν καλουμένων Αἰόλου νήσων· περὶ τὴν Σικελίαν δὲ ἡ Λιπάρα. | |
15 | Λιπαρέετε μένοντες: προσεδρεύετε μένοντες· ἢ ἐπι‐ μελεῖσθε μένοντες. Λιπαρεῖ: παρακαλεῖ. Λιπαρεῖν: τὸ σφόδρα προσκαρτερεῖν καὶ δεῖσθαι· ἀπὸ τοῦ λίαν παρεῖναι καὶ ἀξιοῦν. | |
20 | Λιπαρές: συνεχές. Λιπαρής: καρτερικός· λίαν ἐγκείμενος. Λιπερνοῦντας: πενιχρούς. Λιπέρνητες: ἤτοι λιποπόλεις ἢ πένητες· τὸ δὲ ὄνομα καὶ παρὰ τοῖς κωμικοῖς, ὅτ’ ἂν παρωδῶσι τοὺς | |
25 | Ἴωνας. Λιπομαρτύριον: Λυσίας· καὶ λειποτάξιον Δημοσθένης | |
ἐν τῶ κατὰ Μειδίου καὶ Πλάτων ἐν Ἀδώνιδι. | ||
lambda226 | Λιπογνώμων: ὁ μηκέτι ἔχων ὀδόντας· γνῶμα γὰρ καὶ γνώμων, ὁ τῶν ὑποζυγίων ὀδούς· ἀφ’ οὗ τὰς ἡλικίας αὐτῶν διαγινώσκομεν. Λιποτάκτης: φυγάς· τὴν τάξιν αὐτοῦ καταλιπών. | |
5 | Λιποτακτήσας: καταλείψας· φυγών. Λιπῶσι: λιπαρῶσι. Λίριον: κοινῶς τὸ ἄνθος· καὶ ἰδίως τὸν νάρκισσον καλοῦσιν Ἀττικοί. Λισσάνιε: ἀγαθὲ ἢ φίλε· Λάκωνες. | |
10 | Λίσσομαι: ἱκετεύω. Λίσπας: ἐκωμωδοῦντο λίσπαι οἱ Ἀθηναῖοι ἀπὸ Θησέως· ἐπεὶ Ἡρακλῆς δοκεῖ ἁρπάσαι ἀπὸ τῆς πέτρας τὸν Θησέα ὁ τὴν ἐν Αἵδου ὡς μειαν την πρὸς τὴν πέτραν τῶν ἰσχίων. | |
15 | Λίσπαι: οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετριμμένοι· καὶ λίσπη γλῶσσα, ἡ ἐπιτετριμ‐ μένη· λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι ἐπιθετικῶς λίσπαι, διὰ τὸ ναυτικοὺς ὄντας ἕνεκα τῆς ἐν τωῖ κωπηλατεῖν συνεχοῦς ἐφέδρας ἀπογλούτους εἶναι· | |
20 | ἐν ωἷ διὰ τὸ Θησέα μετὰ Πειρίθου καταβάντα εἰς Αἵδου καὶ πρός τινα πέτραν ὑπὸ Περσεφόνης ἐπι‐ καθεσθέντα σὺν τωῖ Πειρίθωι· Ἡρακλέους ἐπὶ τὸν | |
Κέρβερον κατελθόντος, παρὰ τῆς θεοῦ τε αὐτὸν | ||
lambda227 | ἐξαιτησαμένου, καὶ τῆς πέτρας ἀποσπῶντος, ἐγ‐ καταλειφθῆναι τὸ προσηνωμένον αὐτηῖ τῶν γλου‐ τῶν μέρος· διόπερ εἰς τιμὴν ἐκείνου καὶ τοὺς λοιποὺς Ἀθηναίους οὕτως ὀνομάζεσθαι. | |
5 | Λίστριον: στρογγύλον· πρυπτυον· ὃ ἡμεῖς τηγανό‐ στροφον. Λισχρός: φειδωλός. Λιτάζομαι: παρακαλῶ· δέομαι. Λιτανεύει: εὔχεται. | |
10 | Λιταργίζειν: τρέχειν. Λιταργίσαι: κνίσαι. Λιταργιοῦμεν: ὀξυνοῦμεν. Λιτή: τῆς Μακεδονίας· ἧς Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου μνημονεύει. | |
15 | Λιτή: παράκλησις. Λιτοῖς: ψιλοῖς· εὐτελέσιν. Λίτρα: ἦν μὲν καὶ νόμισμά τι, ὡς Δίφιλος· ἐπὶ δὲ τοῦ σταθμοῦ Ἐπίχαρμός τε καὶ Σώφρων ἐχρήσαντο· Σοφοκλῆς δὲ λιτροσκόπον φησὶ τὸν ἀργυραμοιβὸν | |
20 | ἀπὸ τοῦ νομίσματος. Λίτρα: τὴν νομισμοδόκην καλοῦσι· τὴν δὲ αὐτὴν καὶ λιτροδόκην καλοῦσιν. Λίτρον: οὐ νίτρον Ἀττικοί· οὕτως Ἀριστοφάνης. Λιτυέρσαν: ὠδὴν τινὰ ἣν ἄδουσιν οἱ θερίζοντες, ὡς | |
25 | ἐπίσημον τινὰ γεγονότα τῶν παλαιῶν τὸν Λιτυέρσαν | |
ἀνακαλούμενοι· ἦν δ’ οὗτος Μίδα υἱὸς νόθος, οἰκῶν | ||
lambda228 | δὲ ἐν Κελαιναις τῆς Φρυγίας τοὺς παριόντας ἠνάγ‐ καζεν σὺν αὐτωῖ θερίζειν· εἶτα ἀποκόπτων τὰς κεφαλὰς τωῖ δρεπάνωι, τὸ λοιπὸν σῶμα τοῖς δράγμασιν ἐνειλῶν ηἶδεν· ἀνηρέθη δὲ ὑπὸ Ἡρακλέους· | |
5 | ἡ δὲ ὠδὴ βάρβαρος· Φρύγες γὰρ αὐτὴν ἦδον. Λιτυέρσης: εἶδος ωἰδῆς· Μένανδρος Χαλκηδονίωι· Αἴδοντα Λιτυέρσην ἀπ’ ἀρίστου τέως· οἱ δὲ αὐλή‐ σεως γένος· Μίδου δὲ ἦν ὁ Λιτυέρσης νόθος υἱός· κατοικῶν δὲ ἐν Κελαιναις, τοὺς παριόντας ὑπο‐ | |
10 | δεχόμενος, ἠνάγκαζεν μετ’ αὐτοῦ θερίζειν· εἶτα ἀποκόπτων τὰς κεφαλὰς, τὸ ἄλλο σῶμα συνείλει ἐν τοῖς δράγμασιν· ἀπέθανεν δὲ ὑπὸ Ἡρακλέους· εἰς τιμὴν δὲ τοῦ Μίδου θεριστικὸς ὕμνος ἐπ’ αὐτωῖ συνετέθη. | |
15 | Λιφαιμεῖ: αἱμορροεῖ· λείπει τωῖ αἵματι. Λιχνεύουσα: λίχνως ζητοῦσα. Λιχνεία: πύκνωσις. Λίχνος: προαπτόμενος τῶν ὄψων· κατεπιθυμῶν· λιμβός· λαίμαργος. | |
20 | Λιψύδριον: χωρίον τῆς Ἀττικῆς. Λοβός: τὸ ἄκρον τοῦ ὠτίου. Λογγάσω: στραγγεύσομαι· ὃ ἡμεῖς λαγγάσω καὶ λαγγονεύσω λέγομεν· Αἰσχύλος δὲ ἐξ ὧν τὰ ἀπό‐ | |
γεια δοῦσιν, τὰ λογγάσια. | ||
lambda229 | Λογάδην: ἐπίλεκτος. Λογίαι: ἐκλογαί· καρποφορίαι. Λογισμόν: ἡ λογιστικὴ τέχνη· ὡς Ἰσοκράτης Βου‐ σίριδι. | |
5 | Λογισμός: ὅτε μὲν συνήθως· ὅτε δὲ ἐπὶ ψήφου ἔλεγον. Λογισταί: οἱ μεθοδικοὶ καὶ περίψηφοι. Λογισταί· καὶ λογιστήρια: ἀρχὴ τίς παρ’ Ἀθηναί‐ οις οἱ λογισταί· εἰσὶν δὲ τὸν ἀριθμὸν δέκα· οἳ τὰς εὐθύνας τῶν διωικημένων ἐκλογίζονται ἐν ἡμέραις | |
10 | τριάκοντα· ὅτ’ ἂν τὰς ἀρχὰς ἀπόθωνται οἱ ἄρχον‐ τες· λογιστήρια δέ ἐστι τὰ τῶν λογιστῶν ἀρχεῖα· ὡς Δείναρχος καὶ Ἀνδοκίδης δηλοῦσιν. Λογιστής: κριτής· δοκιμαστής· ἐξεταστής. Λογογράφος: ὁ δίκας ἢ τοὺς δικανικοὺς γράφων. | |
15 | Λόγον ἔχειν: ἀντὶ τοῦ φροντίζειν· Θεόπομπος Φιλιπ‐ πικῶν πρώτωι. Λογοποιός: ὁ ὑφ’ ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκρά‐ της καὶ Ἡρόδοτος. Λογοποιῶν: πλάττων λόγους ψευδεῖς. | |
20 | Λόγου τυχεῖν: ἀντὶ τοῦ ἐπαίνου· Δημοσθένης ἐν τωῖ κατὰ Κτησιφῶντος. Λόγου χάριν: φησὶν Ὑπερίδης. Λογάρια: Φαίδων Σωκρατικὸς Ζωπύρωι. Λοιβή: σπονδή· θυσία. | |
25 | Λοιγόν: φθοράν· ὄλεθρον. | |
lambda230 | Λοιδίας: ποταμὸς Μακεδονίας· οὗ Αἰσχίνης μέμ‐ νηται. Λοιδορούμενος: ἀντὶ τοῦ λοιδορῶν. Λοιδορησμός: λέγουσιν ἀντὶ **** | |
5 | Λοιμεύεται: φθοροποιεῖ· βλάπτει. Λοιπὰ ἄττα: λοιπὰ τινά. Λοίσθω: ἐσχάτωι. Λοκρῶν ξυνθήματα: παροιμία· τάσσεται ἐπὶ τῶν παρακρουομένων. | |
10 | Λολλοῦν: τὰ παιδία τὸν θεόν· οὕτως Ἕρμιπ‐ πος. Λοξίας: εἰώθασι τὸν πρὸ τῶν θυρῶν ἱδρυμένον βωμὸν τοῦ Ἀπόλλωνος Λοξίαν καὶ Ἀπόλλω προσαγο‐ ρεύειν καὶ Ἀγυιᾶ. | |
15 | Λοξά: σκολιά· καμπύλα· οὐκ ἐξ εὐθείας γινόμενα. Λοπασίν: κλέπταις. Λοπάς: σορός. Λοπάδα: τὴν θεὸν Θεόπομπος. Λοπίζειν: οὐ λεπίζειν. | |
20 | Λόπισμα: καὶ λέμμα. Λοπος: ἡ περικειμένη ἔξωθεν τοῦ κρομμύου λεπίς· καὶ πᾶν λέπος· φλοιός· δέρμα· λεπτόν· ξηρόν. Λορδόν: τὸ ὑπόκυρτον· καὶ λορδότατον, τὸ ἀποσεσι‐ μωμένον καὶ ἐναντίον τωῖ κυρτωῖ, ὃ καὶ κυφὸν | |
25 | καλεῖται. | |
Λορδός: ἀπεξυλώμενος· συγκεκαμμένος τὸ σῶμα. | ||
lambda231 | Λοῦσθαι λέγουσιν, οὐχὶ λούεσθαι· καὶ λούμενος, οὐχὶ λουόμενος· οὕτως Ἀριστοφάνης. Λουσιεύς: δῆμος τῆς Οἰνηΐδος Λουσία· ἀφ’ οὗ οἱ δη‐ μόται Λουσιεῖς. | |
5 | Λουτρά: ἔθος ἐστι κομίζειν ἐπὶ ζεῦγος ταῖς γαμου‐ μέναις καὶ τοῖς γαμοῦσιν· ἔφερον δὲ τὸ μὲν πα‐ λαιὸν ἀπὸ τῆς Ἐννεακρούνου λεγομένης κρήνης ὕδωρ· νῦν πάντοθεν λουτροφόρους εἰς τοὺς γάμους ἔπεμπον· καὶ λουτροφόρον ἐπετίθεσαν τοῖς ἀγά‐ | |
10 | μοις ἐπὶ τῶν τάφων. Λουτρίδες: δύο κόραι περὶ τὸ ἕδος τῆς Ἀθηνᾶς· ἐκα‐ λοῦντο δὲ αὗται καὶ πλυντρίδες· οὕτως Ἀριστο‐ φάνης. Λούτριον: ἀπόλουμα καὶ ἀπόνιμμα. | |
15 | Λουτροφόρον: τὸ ἀγγεῖον, οἷον ἡ ὑδρία· καὶ λουτρο‐ φόρος, ὁ φέρων ἢ ἡ φέρουσα τὸ λουτρόν. Λουτροφόρος καὶ λουτροφορεῖν: ἔθος ἦν τοῖς γαμοῦσιν Ἀθήνηισι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν· ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγ‐ | |
20 | γυτάτω γένους παῖδα ἄρρενα· καὶ οὗτοι ἐλουτρο‐ φόρουν· ἔθος δὲ ἦν καὶ τοῖς ἀγάμοις ἀποθανοῦσι λουτροφορεῖν καὶ ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων· τὰ δὲ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης· πρό‐ | |
25 | τερον δὲ Καλλιρόης. | |
lambda232 | Λοφαδια: κατὰ τοῦ αὐχένος. Λοφίας: ὁ τράχηλος. Λοφαῖν: λόφου ἐπιθυμεῖν· οὕτως Ἀριστοφάνης. Λόφος: γῆς ἀνάστημα· ἢ περικεφαλαία. | |
5 | Λοφοπωλεῖν: ἐπινεύειν· οἱ γὰρ τοὺς λόφους πωλοῦν‐ τες, ἐπὶ τὴν κεφαλὴν ἐπιτιθέμενοι συνεχῶς ἔνευον, ἵνα παραδείξωσιν ὑγιεῖς τὰς τρίχας καὶ ἀβρόχους τοῖς ὠνηταῖς. Λούτριον: τὸ τῶν νενιμμένων ῥυπαρὸν ὕδωρ. | |
10 | Λόφος: τράχηλος· καὶ τὸ τῆς περικεφαλαίας ἄκρον. Λοχαγοῖς: στρατηγοῖς· ταξιάρχαις. Λοχαῖος σῖτος: ὁ βαθύς· ἢ ὁ δι’ ἐπομβρίαν κεκλη‐ μένος. Λοχεία: ἡ τῶν τετοκυιῶν ἐπιμέλεια· ὡς νοσηλεία, | |
15 | ἡ τῶν καμνόντων. Λοχεύει: ἐνεδρεύει. Λοχεύονται: γεννῶσι. Λόχοι: Λακεδαιμονίων δʹ, ὡς Ἀριστοφάνης· Θουκυ‐ δίδης δὲ εʹ· Ἀριστοτέλης ζʹ. | |
20 | Λόχμη: πλαγία σύμφυτος καὶ λοχμώδης. Λόχος: ἐνέδρα· τάξις. Λοχῶντες: ἐνεδρεύοντες. Λυγαίως: σκοτεινῶς. | |
Λυγίζει: στρέφει· κάμπτει· ἀπὸ τῶν λύγων. | ||
lambda233 | Λυγιζόμενος: στρεφόμενος· καμπτόμενος· ἀπὸ τῶν λύγων· λύγος δὲ φυτὸν ἱμαντῶδες· —δίδη μόσχοισι λύγοισιν· ἐν Γοργία· πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διελθὼν ἀποστραφῆναι λυγιζό‐ | |
5 | μενος, ὥστε μὴ παρέχειν δίκην· τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν, λυγίζειν· καὶ αἱ μάσ‐ τιγες αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦν‐ ται. Λυγίσμασιν: συγκλάσμασιν. | |
10 | Λύγκες: εἶδος θηρίου ὀξυδερκές. Λυγμός: ὀλολυγμός. Λύγος: φυτὸν ἱμαντῶδες. Λυγρόν: χαλεπόν· ὀλέθριον· κακόν· ἰσχυρόν· πενθι‐ κόν· ἐλεεινόν. | |
15 | Λυγῶδες: ὄργανον ἐν ωἷ τῶν συμπηγνυμένων ξύλων οἱ τέκτονες συνάγουσι τὰς ἁρμονίας. Λυδία λίθος: καὶ βάσανος· ἡ τὸν χρυσὸν ἐξετάζουσα· ἡ δὲ μαγνῆτις τὸν σίδηρον προσάγεται, ἣν καὶ Ἡρακλειῶτιν ὀνομάζουσιν. | |
20 | Λυδιάζων: Λυδοὶ Μάγνητος τοῦ κωμικοῦ διεσκευάσ‐ θησαν. Λυδὸς ἐν μεσημβρία παίζει: ἐπὶ τῶν ἀκολάστων· ὡς ταύταις ταῖς ὥραις ἀκολασταινόντων. Λύειν τέλη: λυσιτελεῖν. | |
25 | Λύει δὲ χαλινὸν παρθενίας: **** | |
Λύθρος: φόνος· ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμὸς συν‐ | ||
lambda234 | ιστάμενος δι’ ἱδρῶτος καὶ κόνεως καὶ αἵματος μετὰ ἰχῶρος. Λυκάβηττος: ὄρος τῆς Ἀττικῆς. Λύκαμβις ἀρχή: τοῦ πολεμάρχου· ψυχρῶς· ἐπεὶ ἐπο‐ | |
5 | λέμησεν Ἀρχίλοχος τωῖ Λυκάμβει· ἐπὶ δὲ τούτου ἀποστασίου καὶ ἐπικλήρου αἱ δίκαι ὑπήγοντο. Λύκειον: ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Λύ‐ κειον· ὃ Θεόπομπος μὲν Πεισίστρατον ποιεῖσθαι φησίν· Φιλόχορος δὲ ἐπιστατοῦντος Περικλέους | |
10 | γενέσθαι. Λυκεῖον: ἐν τούτω τὰς στρατιωτικὰς ἐξετάσεις ἐποι‐ οῦντο. Λύκιος: ἐκ τῆς Λυκίας· Ἀπόλλων δὲ Λύκειος ἐκ‐ τεταμένως. | |
15 | Λυκιουργίς: εἶδος φιαλῶν ἐπονομασθὲν ἀπὸ τοῦ σκευ‐ άσαντος Λυκίου. Λυκιουργεῖς: Δημοσθένης ἐν τωῖ πρὸς Τιμόθεον κέ‐ χρηται τηῖ λέξει· Δίδυμος δὲ φησὶ τὰς ὑπὸ Λυ‐ κίου κατεσκευασμένας φιάλας τοῦ Μύρωνος υἱοῦ | |
20 | οὕτως εἰρῆσθαι· ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικὸς, ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομά‐ των οὐκ ἄν τις εὕροι γινόμενον· μᾶλλον δὲ ἀπὸ πό‐ λεων καὶ ἐθνῶν· ὡς κλίνη Μηλιουργὴς καὶ τὰ ὅμοια· μήποτε οὖν γραπτέον καὶ παρ’ Ἡροδότωι | |
25 | ἐν τηῖ ηʹ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυ‐ | |
lambda235 | κιοεργέας· ἵνα, ὥσπερ παρὰ τωῖ Δημοσθένει, οὕ‐ τως ὀνομάζηται τὰ ἐν Λυκίαι εἰργασμένα. Λυκάβας: ἐνιαυτὸς, ἀπὸ τοῦ ταχέως βαίνειν· ἢ λυ‐ γαίως βαίνειν· ὅ ἐστι σκοτεινῶς καὶ ἀδήλως. | |
5 | Λύκος ἀετὸν φεύγει: παροιμία ἐπὶ τῶν ἀφυλάκτων. Λύκος ἔχανεν: παροιμία· λέγουσι δὲ τὸν λύκον, ἐπειδ’ ἂν ἁρπάσαι τί βούληται, κεχηνότα παραγίνεσθαι ἐπ’ αὐτό· ὅταν οὖν μὴ λάβηι ὃ προαιρεῖται, κατα‐ κενοῦ αὐτὸν χανεῖν φασίν· ἐπὶ τῶν συνελπιζόντων | |
10 | χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν· Ἀρισ‐ τοφάνης Θεσμοφοριαζούσαις βʹ. Λύκος περὶ φρέαρ χορεύει: παροιμία ἐπὶ τῶν πονούν‐ των ἐπί τι μάτην· καὶ ὅτι ἄπρακτος περίεισιν, ὅταν διψήση, μὴ δυνάμενος πιεῖν· ἐπὰν διώκοντος αὐτοῦ | |
15 | τί, τὸ διωκόμενον ἐμπέση εἰς φρέαρ. Λυκοσπάδες: ἵπποι αἱ Ἐνετίδες. Λυκόποδας: Ἀριστοφάνης Λυσιστράτηι· τοὺς πρὸς Ἱππίαν ἀγωνισαμένους ἐπὶ Λειψυδρίωι, ὡς γενναί‐ ους· ἔλαθον γὰρ τοὺς δορυφόρους τῶν τυράννων διὰ | |
20 | τὸ κατειλεῖσθαι δέρμασι τοὺς πόδας, καὶ λυκόποδας εἶναι· ἢ διὰ τὸ λύκον ἔχειν ἐπίσημον ἐπὶ ταῖς ἀσπίσιν ἀπὸ Διονυσίου πρώτου. Λύκου δεκάς: ἥρως πρὸς τοῖς Ἀθήνηισι δικαστηρίοις τῶν θηρίων μορφὰς ἔχων· πρὸς ὃ οἱ δωροδοκοῦντες | |
25 | κατὰ δέκα συνεστρέφοντο. | |
Λύκου δεκάς: παροιμιῶδες· ἐπεὶ Λύκος ὁ ἥρως ἵδρυτο | ||
lambda236 | παρὰ τοῖς δικαστηρίοις· ἔνθα προσήδρευον οἱ συκο‐ φάνται· ἀφώριστο δὲ αὐτωῖ τριώβολον τῆς ἡμέ‐ ρας. Λυκοῦργος: εἷς τῶν δέκα ῥητόρων· οὗ πάππος Λυ‐ | |
5 | κοῦργος ἐνομοθέτησεν. Λυκοφιλίως: ὑπόπτως· ὑπούλως· οὕτω Μένανδρος. Λυκόφως: τὸ περὶ τὴν αὐγὴν φῶς. Λυλω: ἄρωμά τι παιδίων ἐν Εὐβοίαι, γινόμενον ἐκ γιγάρτων καὶ σύκων κεκομμένων. | |
10 | Λύλλος: ποιητὴς ἐπὶ μωρίαι κωμωδούμενος. Λυμαίνεσθαι: καθαίρεσθαι ἢ ἁγνεύειν. Λυμαίνων: φθείρων· βλάπτων. Λύματα: καθάρματα· αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνας ἐκκρίσεις. | |
15 | Λύμη: βλάβη· φθορά· ὕβρις. Λύξ: οὐχὶ λυγμὸς καλεῖται ὑπὸ τῶν Ἀττικῶν. Λυπηρότεροι σταλαγμοῦ: διὰ τὴν ἐν τωῖ συνεχῶς καταδικάζεσθαι δυσχερείαν λέγεται. Λυόμενος: ἀντὶ τοῦ λυτρούμενος καὶ ἀπολύων· οὕτως | |
20 | Πλάτων. Λυπρόν: λυπηρόν. Λυσάμενον: λυτρωσάμενον. Λυσανδρεία: πανήγυρις ἤγετο ἐν Σάμωι. Λυσανίας: λύων τὰς ἀνίας· οὕτως Ἀριστοφάνης. | |
25 | Λύσανδρος: ναύαρχος Λακεδαιμονίων. | |
Λύσεται: ὠνήσεται. | ||
lambda237 | Λύσιμα ἐνέχυρα: τὰ λυτρώσιμα. Λύση: ἀντὶ τοῦ λυσάτω· Νόμων θʹ· παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύση, πρὶν ἂν ὁ δοῦλος πείσηι τὸν πληγέντα. | |
5 | Λύσιοι θεοί: οἱ καθάρσιοι· λυτικοὶ κακῶν. Λυσίμαχος: οὗ μὲν Δημοσθένης ἐν τῶ περὶ τῶν ἀτε‐ λειῶν μνημονεύει, Ἀριστείδου ἦν υἱὸς τοῦ δικαίου· οὗ δὲ Λυκοῦργος, μελοποιὸς ἦν εὐτελής. Λυσιτελὲς καὶ λυσιτελεῖν: ἡ πρώτη συλλαβὴ μακρά· | |
10 | ἡ μέν γε λυσιτέλεια βάρβαρον. Λυσιτελές: τὸ λῦον εἰς ἃ δαπανώμεθα. Λύσιοι τελεταί: αἱ Διονύσου· Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρακῶν καὶ φυγόντες εἰς Τροφωνίου, κατ’ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύ‐ | |
15 | ουσιν ἐπιθέμενοι τοῖς Θραξὶν ἔλυσαν ἀλλήλους· καὶ Διονύσου Λυσίου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός· ὡς Ἀριστοφάνης δὲ, διὰ τὸ λυτρώσα‐ σθαι Θηβαίους παρὰ Ναξίων Ἄμπελον. Λυσιτελές: ὠφέλιμον ἢ συμφέρον. | |
20 | Λύματα: ἐνέχυρα· οἷον λύσιμα καὶ λυτρώσιμα. Λυσόμενος: λυτρωσόμενος. Λύτρα: μισθός· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας· ἐπὶ τὸ λυτρώσασθαι βάρβαρον δουλείας. Λύχνα: οὐδετέρως Ἡρόδοτος. | |
25 | Λυχνις: σκληρὸς καὶ διαυγής· Πάριος λίθος. | |
Λυχνίον: ἡ λυχνία· λυχνία λεκτέον, οὐχὶ λυχνίαν. | ||
lambda238 | Λύχνον ἐν μεσημβρίαι ἅπτεις: ἐπὶ τῶν ἐν καιρωῖ ἀνεπιτηδείωι τί ποιούντων. Λυχνοῦχος: φανός· λαμπτήρ. Λυχνοκαυτίαι: οὐχὶ λυχνοκαΐαι. | |
5 | Λυχνοῦχον: τὸν κεράτινον φανὸν, ἀπὸ τοῦ λύχνον ἐν αὐτωῖ περιέχεσθαι· φανὸς δὲ ἡ ἐκ ξύλων λαμ‐ πάς· Φιλιππίδης· ἐγένοντο δὲ καὶ ἐκ τῶν καθαρῶν καὶ διαφανῶν δερμάτων λαμπτῆρες· καὶ κεραμεοῖ διατετρημένοι, ὥστε διαφαίνειν· οὕτως Ἀριστο‐ | |
10 | φάνης. Λυχνοκωσα: λυχνοκαυτοῦσα· οὕτω Τηλεκλείδης. Λύων: καὶ ἐκτείνοντες καὶ συστέλλοντες λέγουσιν ὡς λίαν. Λωβᾶται: βλάπτει· λυμαίνεται· ὑβρίζει. | |
15 | Λώβη: βλάβη· ὕβρις. Λωβητῆρα: ὑβριστήν. Λώϊον: βέλτιον. Λωῖστος: βέλτιστος. Λώπην: ἱμάτιον· περίβλημα. | |
20 | Λωποδύτης: ἱματίων κλέπτης. Λωλω: σῦκον μετὰ γιγάρτων κεκομμένων ἐμφερὲς παλασίοις. Λῶπος: ἱμάτιον. Λωτός: βοτάνη εὐώδης· ἣν ἔνιοι μυρόλωτον καλοῦσιν. | |
25 | Λωφᾶν: τὸ ἡρεμεῖν· καὶ τὸ ἐνδεδωκέναι· καὶ ἀνα‐ παύεσθαι δηλοῖ· οὐ τὸ πεπαῦσθαι καὶ παντελῶς. | |
Λωφήσομεν: ἀντὶ τοῦ παύσομεν· κυρίως δὲ εἴρηται | ||
lambda239 | λωφῆσαι τὸ τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποθέσθαι· λόφος γὰρ ὁ τράχηλος. Λωφήσαντος: ἀναπαυσαμένου· ἡσυχάσαντος. Λώφησις: παῦσις· πτῶσις. | |
5t | Τέλος σὺν Θεῶ τοῦ λ στοιχείου. | |
mu239(6t) | Ἀρχὴ σὺν Θεῶ τοῦ μ. | |
7 | Μα: ἀντὶ τοῦ οὔ μα· τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι· ποτὲ μέντοι ἀντὶ τοῦ μα τωῖ ναὶ χρῆται· ὡς, Ναί μα τόδε σκῆπτρον· ὅτε ὄμνυ‐ | |
10 | σιν· ὅτε δὲ ἀπόμνυσι τίς, συζεύγνυσι τὸ τῆς ἀπο‐ φάσεως· οἷον, Οὔ μα γὰρ Ἀπόλλωνα· καὶ ἐν Ὀδυσ‐ σείαι· Οὔ μα Ζῆν’ Ἀγέλαε· ἡμεῖς δὲ τὸ μα ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν, μὰ τὸν Δία λέγοντες· ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. | |
15 | Μάγαδις: ψαλτικὸν ὄργανον· οὕτω Σοφοκλῆς. Μαγγανεύειν: μίσγειν καὶ κυκᾶν καὶ ἀρτύειν. Μαγγανεία: ἣν ἡμεῖς μαγείαν· μάλιστα δὲ ἡ τῶν ἀγύρτων οὕτω λέγεται. Μάγαρον: οὐ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατα‐ | |
20 | τίθενται· οὕτως Μένανδρος. Μάγας: σανὶς τετράγωνος ὑπόκυφος, δεχομένη ἐφ’ | |
ἑαυτῆς τὰς τῆς κιθάρας νευράς. | ||
mu240 | Μάγγανον: παράδοξόν τι· λέγεται δὲ καὶ ἡ γοητεία μαγγανεία. Μαγγανευτής: ὁ μιγνὺς παντοδαπὰ πρὸς φενακισ‐ μόν. | |
5 | Μάγιδες: μάζαι· καὶ τὰ τηῖ Ἑκάτηι συντελούμενα δεῖπνα· οὕτως Ἀριστοφάνης. Μαγίστερ: διδάσκαλε. Μαγίς: μάχαιρα· καὶ μάγειρος, ὁ τὰς μάζας μερί‐ ζων. | |
10 | Μάγνον: Σοφοκλῆς Ὀδυσσεῖ· τὸν μέγαν· τὸν ἀπο‐ μάσσοντα καὶ καθαίροντα. Μάγους: τοὺς μαγγανεύοντας· καὶ μαγείαν οἱ τρα‐ γικοὶ λέγουσιν. Μαγύδαρις: φυτὸν σιλφίου μανώτερον καὶ ἧττον | |
15 | δριμύ· ἔνιοι τὸν τοῦ σιλφίου καυλόν. Μα Δία: οὐκ ἐπὶ τοῦ μὰ τὸν Δία ἔλεγον, ὡς οἴονταί τινες· ἐχρῶντο δὲ αὐτῶ ἀντὶ μα Δία ὥσπερ καὶ τὸ νὴ Δία ἐπὶ τὸ ναί· ὅθεν καὶ τὸ ναὶ Δία λέγουσι καὶ νά. | |
20 | Μαδαγένειον: τὸν μαδαρὰ ἔχοντα γένεια. Μάζα: ἄρτος· φύραμα. Μάζαν: τὴν τροφὴν ἐνίοτε ἔλεγον. Μάζης ὤνιον: ἄρτου πρᾶσις. Μαζονομία: οἱ μεγάλοι καὶ κοῖλοι πινες. | |
25 | Μαζουρωθ: τὰ συστήματα τῶν ἀστέρων, ἃ ἐν τηῖ | |
mu241 | συνηθεία ζωίδια καλοῦνται· Ἑβραϊστὶ δέ τινες λέγε‐ σθαι τὴν λέξιν· σημαίνειν δὲ καὶ τὸν ἀστρῶον κύνα. Μαθηματικόν: ἀντὶ τοῦ φιλομαθῆ· ἐν Τιμαίωι· τὸν δη θη μαθηματικὸν ἤ τινα ἀλλὴ σφόδραν μελετὴν | |
5 | διάνοιαν κατεργαζόμενον· καὶ τὴν τοῦ σώματος ἀποδοτέον κίνησιν γυμνασίαι προσομιλοῦντα. Μάθος: ζήτησις. Μάθος: λέγουσι τὴν μάθησιν· οὕτως Ἀριστοφάνης. Μαῖαν: ὡς ἡμεῖς τὴν ὀμφαλήτομον· ἡ δὲ ὀμφαλή‐ | |
10 | τομος, Ἀττικὸν μᾶλλον ὄνομα· καὶ μαιεύεσθαι λεκτέον, οὐχὶ μαιοῦσθαι. Μαιευτικῆς: ἰατρικῆς. Μαιευόμενοι: ζητοῦντες· ἐρευνῶντες. Μαίμακον: τὸ χαλεπὸν καὶ δύσμαχον· τραγικὴ ἡ | |
15 | λέξις. Μαιμακτηρίων: καὶ οὗτος μὴν Ἀθήνησι εʹ· ὠνομάσθη δὲ ἀπὸ τῆς μαιμάξεως τῆς περὶ τὴν ἄμπελον· μαιμάξαντες γὰρ, ὅ ἐστιν ὁρμήσαντες, ἐτρύγησαν ἄμπελον καὶ οἶνον ἐποίησαν. | |
20 | Μαιμάσσει: σφύζει· προθυμεῖ· κυματοῦται· πηδᾶ· καχλάζει· κλονεῖται. Μαιμακτηρίων: ὁ εʹ μὴν παρὰ Ἀθήνησιν· ὠνομάσθη δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δέ ἐστιν ὁ ἐνθουσιώδης καὶ ταρακτικός· ἀρχὴν δὲ λαμβάνον‐ | |
25 | τος τοῦ χειμῶνος, ἐν τούτωι τωῖ μηνὶ ὁ ἀὴρ τα‐ ράττεται καὶ μεταβολὴν ἴσχει. | |
Μαιμόωσα: ἐνθουσιῶσα. | ||
mu242 | Μαινάδας: μαινομένας· ζητούσας βακχεύειν· παρα‐ φόρους. Μαινάς: βάκχη. Μαινόμενον: μανιοποιόν. | |
5 | Μαινόμενος οἶνος: μανιοποιός. Μαινόλης: μανικός. Μαίνω: ἐνθουσιωδῶς κινοῦμαι. Μαιωθήσονται: λοχευθήσονται· γεννηθήσονται· θερα‐ πευθήσονται. | |
10 | Μάκαιραν: μακαρίαν. Μακαρίτας: τοὺς τεθνηκότας· οὕτως Μένανδρος. Μακκοᾶν: παραφρονεῖν· κοᾶν γὰρ καὶ κοεῖν τὸ νοεῖν, τὸ φρονεῖν. Μακαρίτας: τοὺς τεθνεῶτας εὐφήμως· ὡς μακα‐ | |
15 | ρίων ὄντων τῶν τελευτησάντων, ὅτι οὐκέτι αἰσθά‐ νονται τινός· Δωριέων τινὲς αὐτοὺς ζαμερίτας καλοῦσιν· οἷον τῆς μείζονος μερίδος ἤδη κεκοινωνη‐ κότας· τὸ γὰρ ζα ἐπὶ τοῦ μεγάλου τίθεται, ὡς ζάπλουτος. | |
20 | Μακάρων νῆσος: ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίαι Θηβῶν τὸ παλαιὸν, ὡς Ἁρμένδας. Μάκελλα: δίκελλα. Μακρὰ γραμμή: ἡ καταδικάζουσα· ὁ δ’ ἀπολύων, βραχεῖαν ἐσημειοῦτο. | |
25 | Μακρὰν οὐσίαν: λέγουσι τὴν πολλὴν Ἀττικοί. | |
mu243 | Μακρὰν τίμησιν: τοῖς δικάζουσι πινάκιον ἐδίδοτο, ἐν ωἷ ἔγραφον μακρὰν γραμμὴν, ὅτε τινα καταλαμ‐ βάνοιεν ἐν τωῖ τιμήματι· βραχεῖαν δὲ, ὅτ’ ἂν ἀπο‐ λύοιεν καὶ μὴ καταδικάζοιεν. | |
5 | Μακράν: εἰς τόπον καὶ ἐν τόπωι· μακρόθεν δὲ τὸ ἐκ τόπου· λέγουσι δὲ καὶ τὸ μακρὰν ἐκ τόπου πολ‐ λάκις. Μακραίωνας: μακροβίους. Μακρὰ χαίρειν: οἰμώζειν· στενάζειν. | |
10 | Μακρὸν ποιῶ: ἀντὶ τοῦ μηκύνω· οὕτω Φιλιππίδης. Μακροκεφάλους: ἔθνος ἐστιν οὕτω καλούμενον· Παλαίφατος δέ φησιν ἐν ζʹ τῶν Τρωϊκῶν ἐν τηῖ Λιβύηι ὑπεράνω Κόλχων οἰκεῖν τοὺς μακροκε‐ φάλους. | |
15 | Μακροπόνηρος: (ὁ εἰς μακρὸν ἐκτείνων τὴν πονηρίαν καὶ μνησικακῶν.) Μάκτρα: λίθινον ἢ κεραμεοῦν σκεῦος· ἔστι δὲ καὶ ξύλινον· ἐν ωἷ τὰς μάζας ἀναδεύουσιν· οὕτως Ἀρι‐ στοφάνης. | |
20 | Μάκτραν καὶ καρδοπόν: διχῶς λέγουσιν. Μάλα εἰκότως: πάνυ δικαίως. Μαλακίζεται: ἐν ταῖς νόσοις φασὶν Ἀττικοὶ τὰς γυναῖκας μαλακίζεσθαι· τοὺς δὲ ἄνδρας ἀσθενεῖν. Μαλακία: νόσος. | |
25 | Μαλακόν: ἁπαλόν· ἢ καὶ ὁ ἀσελγής. Μαλακὸς καὶ μαλθακός: ἑκατέρως· Θουκυδίδης δὲ ἄνευ | |
τοῦ θ· καὶ μαλακίζεσθαι, οὐχὶ μαλθακίζεσθαι. | ||
mu244 | Μαλαν: ἀντὶ τοῦ οὐ καλά. Μαλάχιον: κόσμος χρυσοῦς γυναικεῖος· οὕτως Ἀρι‐ στοφάνης. Μαλάχη: οὐ μολόχη· παρ’ οὐδενὶ γὰρ κεῖται· εἴρηται | |
5 | δὲ διὰ τὴν μαλακότητα. Μαλερόν: μαραντικόν. Μαλερόν: λαμπρόν· σπουδαῖον· ἰσχυρόν· ὀξύ· ἀσθε‐ νές· ξηρόν· δριμύ· τὸ δὲ μαλερὸν πῦρ, τὸ ὀξὺ ἢ μαραντικόν· καὶ σφοδρόν· καὶ μαλερὰς φρένας· τὰς | |
10 | ἀσθενεῖς καὶ ξηράς. Μάλευρον: τὸ ἄλευρον· Ἀχαιός. Μαλθακόν: εὔλυτον· [μαλθακόν.] Μαλθακόν: ἀντὶ τοῦ ἀγαθόν· οὕτως Ἀριστοφάνης. Μαλθάξαι: ἀγαθῦναι· καταπραῧναι. | |
15 | Μάλθη: ὁ μεμαγμένος κηρός. Μαλκιῆν: ὑπὸ κρύους κατεσκληκέναι καὶ δυσκίνητος εἶναι. Μαλκίειν: τὸ νεναρκηκέναι τὰς χεῖρας ὑπὸ κρύους. Μαλκίομεν: Δημοσθένης θʹ Φιλιππικῶν φησίν. | |
20 | Μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς ὁ Θουκυδίδης λαμβάνει. Μᾶλλον μᾶλλον: οὕτως λέγουσιν ἄνευ τοῦ και συν‐ δέσμου· οὕτω Μένανδρος. | |
Μᾶλλον μᾶλλον: ἀντὶ τοῦ ἀεὶ καὶ μᾶλλον· Ἄλεξις | ||
mu245 | Ἀτθίδι· Πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ· Ἔπειτα μᾶλλον μᾶλλον· Ἀναξίλας Ὥραις· Ἄλεξ‐ ις Πεζονίκηι. Μᾶλλον Φρύξ: ἡ παροιμία· ἐνθένδε οἱ ἑπτὰ σοφοὶ | |
5 | ἐρωτώμενοι ὑπὸ Κροίσου τίς τῶν σοφῶν εὐδαιμο‐ νέστατος, οἱ μὲν ἀπεκρίνοντο, τὰ ἄγρια ζωῖα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργοὶ δίχα νόμου τηῖ φύσει τὸ δίκαιον ἔχουσιν· Σόλων δὲ οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας· παρεστὼς | |
10 | δὲ ὁ λογοποιὸς Φρὺξ τὸ γένος, τοσοῦτον, εἶπεν, ὑπερέχεις **** Μαμμάκυθος: μωρὸς καὶ τηθαλλαδοῦς. Μαμμᾶν: Ἀργεῖοι τὸ ἐσθίειν· οὕτω Καλλίας. Μάμμην: τὴν μητέρα καλοῦσι καὶ μαμμίαν· καὶ τὸν | |
15 | πατέρα πάππαν καὶ παππίαν. Μαμμίαν: Ἀττικοὶ τὴν μητέρα, ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν. Μαμωνᾶς: χρυσός· γήϊνος πλοῦτος. Μανά: ἀραιά· καὶ μανότης· ἀραιότης· οὕτω | |
20 | Πλάτων. Μαναα: θυσία· σπονδή. Μανδαλωτόν: εἶδος φιλήματος· ὡς γιγγλιμωτὸν καὶ δράπετον καὶ ἕτερα. Μανδαλωτόν: μήποτε κλειστόν· μάνδαλος γὰρ ὁ θύραν | |
25 | κλείων. | |
Μάνδρα: ἵππων σηκοί. | ||
mu246 | Μανδραγόρας: ὑπνωτικὸς καρπός. Μανδύας: εἶδος ἱματίου, ὅπερ καλεῖται λωρίκιον. Μανδύη: τήβεννα. Μάνην: τὴν μανίαν· λέγουσι δὲ καὶ μάναν· Ἀρι‐ | |
5 | στοφάνης. Μάνης: ποτηρίου εἶδος. Μάνης: βόλος φαῦλος· καὶ ἀγγεῖον εἰς ὃ τὰς λάτα‐ γας ἠφίεσαν. Μανόν: ἀραιόν· ἢ χαῦνον· ἢ ἀνωφερὲς ὡς φλόξ· καὶ | |
10 | ὁ μαινόμενος ὁ μὴ ἰσχυρὸς ταῖς φρεσί· καὶ ἡ μάννα ἀπὸ τοῦ τετρίφθαι ὠνόμασται. Μανθάνειν: καὶ τὸ παραλαμβάνειν τί μάθημα καὶ τὸ συνιέναι. Μανοῦμαι: ἀντὶ τοῦ μανήσομαι λέγουσιν. | |
15 | Μάραγνα: μάστιξ. Μάραγνα: μάστιγος γένος· οἷον ταυρεία τίς. Μαράθω καὶ λεύκη: ταῦτα φυτὰ μυστικά ἐστι· καὶ ἡ μὲν μάραθος ἀγωγός ἐστιν ὄφεων· καὶ ἐπ’ αὐτῆς τὸ γῆρας ἀποδύονται· ἡ δὲ λεύκη ὅτι Ἡρακλῆς ἀν‐ | |
20 | ελθὼν ἐστέψατο τούτωι. Μαραθών: δῆμος Αἰαντίδος. Μαραθώνιον ποίημα: Αἰσχύλος· εὐδοκίμησε γὰρ ἐν τωῖ Μαραθῶνι σὺν τωῖ ἀδελφωῖ Κυναιγείρωι. Μαντινέων διοικισμός: εἰς πέντε κώμας τὴν Μαντι‐ | |
25 | νέων διωίκησαν πόλιν οἱ Λακεδαιμόνιοι· καὶ ἐκλήθη | |
τοῦτο Μαντινέων διοικισμός. | ||
mu247 | Μαντινοσύνων: μαντειῶν. Μαργίτης: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος ἐπωνυμίαν Ἀλεξάνδρωι Μαργίτην ἔθετο· ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτως. | |
5 | Μαργίτης: ἐπὶ μωρίαι κωμωδούμενος· ὃν φασὶν ἀριθμῆσαι μὲν μὴ πλείω τῶν πέντε δυνηθῆναι· νύμφην δὲ ἀγόμενον μὴ ἅψασθαι αὐτῆς· ἀλλὰ φοβεῖσθαι λέγοντα μὴ τηῖ μητρὶ αὐτὸν διαβάλληι· ἀγνοεῖν δὲ νεανίαν ἤδη γεγενημένον καὶ πυνθάνεσθαι | |
10 | τῆς μητρὸς εἴ γε ἀπὸ τοῦ αὐτοῦ πατρὸς ἐτέχθη. Μαργαίνει: μαίνεται. Μάργος: μαινόμενος. Μαργῶσαν χέρα: μαινομένην χεῖρα. Μαρμαίρει: λάμπει· καταυγάζει. | |
15 | Μαρμαρέην: λαμπράν. Μαρμαρυγή: ἄστραψις· λαμπηδών. Μαρεινη: ἡ μεμαρασμένη ὕλη· καὶ τοὺς ἀνθρακευτὰς Σοφοκλῆς. Μαρίλη: ὁ χνοῦς τῶν ἀνθράκων· καὶ ἡ ἀπ’ αὐτῶν | |
20 | ἀσβόλη. Μαριανδυνὸν θρηνητήν: οὕτως Αἰσχύλος. Μάρσιππος: σάκκος· θυλάκιον· σακέλλιον. Μάσθλης: δέρμα· καὶ ὑπόδημά τι Ἰακώτερον. Μαρμάριον: τῆς Εὐβοίας ὅρμος· καὶ ἱερὸν Ἀπόλ‐ | |
25 | λωνος· οὕτω Μένανδρος. | |
mu248 | Μαρτύρωνται: ὅτ’ ἂν ἀντὶ τοῦ μαρτυρίαι ἐπάγωνται ἢ παρέχωνται· Πολιτείας βʹ· τὸν Ὅμηρον μαρτύ‐ ρωνται. Μάρτυς: ὁ μάρτυρ· καὶ τὸν μάρτυν καὶ τὸν μάρτυρα· | |
5 | Μένανδρος. Μαρώνεια: τόπος ἐστὶ τῆς Ἀττικῆς· οὗ Δημοσθέ‐ νης ἐν τηῖ πρὸς Πανταίνετον παραγραφηῖ μνημο‐ νεύει· ἔστι δὲ καὶ πόλις ἐν Θράκηι· ἣν φησὶν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην. | |
10 | Μασσαλία: Ἰσοκράτης φησὶν ἐν Ἀρχιδάμωι, ὡς Φωκαεῖς, φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσ‐ ποτείαν, εἰς Μασσαλίαν ἀπωίκησαν· μαρτυρεῖ δὲ τωῖ λόγωι καὶ Ἀριστοτέλης. Μάσμα: μάστευμα· ζήτημα· οὕτω Κρατῖνος. | |
15 | Μάσσει: φυρᾶ· ζυμοῖ. Μασταρύζει: τρέμει· ἀγωνιᾶ. Μάστακα: μάσημα· τροφήν. Μάστακας: τὰς ἀκρίδας· Σοφοκλῆς. Μαστιγίας: δοῦλος ὁ δι’ ἁμάρτημα μαστιζόμενος. | |
20 | Μαστηρύζειν: τὸ κακῶς μασᾶσθαι· Κυρηναῖοι. Μαστῆρες: οἱ τὰ φυγαδευτικὰ χρήματα εἰσπράτ‐ τοντες· οἱονεὶ ζητηταὶ τῶν φυγαδευτικῶν χρημά‐ των· τῶν ἀειφυγίαι φυγαδευθέντων· ἐκλήθησαν δὲ μαστῆρες ἀπὸ τῶν κυνηγῶν τῶν ἐν τοῖς μαστοῖς | |
25 | τῶν ὀρῶν ζητούντων τὰ θηρία. Μαστίξω: ἀντὶ τοῦ κνίσω. | |
Μαστιγώσιμος: μαστίγων ἄξιος. | ||
mu249 | Μαστροπός: μαβλιστής· πορνοβοσκός. Μαστρυλεῖον: τόπος ἔνθα οἱ μαστροποὶ διέτριβον. Μάστηρα: ἐν ηʹ Φιλιππικῶν Δημοσθένης· τῶν μὲν ἐν Θράκηι κακῶν· τί γὰρ ἄλλο τις εἴποι Δρόγγι‐ | |
5 | λον καὶ Καβύλην καὶ Μάστειρα· μήποτε δὲ γραπ‐ τέον ἀντὶ τοῦ Μάστειραν, Βάστειραν, ἢ Πίστει‐ ραν, ἢ Ἐπιμαστόν· ταύτας δὲ τὰς πόλεις εὑρίσ‐ κομεν παρὰ Ἀναξιμένει ἐν ζʹ τῶν περὶ Φίλιππον· τὴν δὲ Μάστειραν οὐδαμοῦ. | |
10 | Μάττεσθαι: μαλακεύεσθαι. Ματτύης: σκευασία τίς περιφορημάτων χρήσιμος εἰς ποτόν· καὶ κῶμον πλείω· Φιλήμων. Ματρυλεῖον: τόπος ἐν ωἷ γρᾶες μαστροποὶ διατρίβου‐ σιν ἑταίρας ἔχουσαι καὶ δέχονται τοὺς βουλομένους· | |
15 | ἐκάλουν δὲ αὐτὰς καὶ μαστρύας εὐφήμως. Μασχάλην αἴρεις: ἀντὶ τοῦ καθωμισθήσηι· οἱ γὰρ μεθύοντες ἦρον τὰς μασχάλας καταμωκώμενοι· καὶ οἱ μνηστῆρες Χεῖρας ἀνίσχοντες γέλω ἔκθανον. Μασχαλίσματα: Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν | |
20 | Ἠλέκτραι κεῖσθαι τὴν λέξιν ἔθος σημαίνουσαν· οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινὰς ὑπὲρ τοῦ μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμάσαντες ἐξεκρήμνασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες· καὶ μασχαλίσματα | |
25 | προσηγόρευσαν· σημαίνει δὲ ἡ λέξις τὰ τοῖς μηροῖς | |
mu250 | ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις. Μαστῆρες: ἀρχή τις ἀποδεδειγμένη ἐπὶ τωῖ ζητεῖν τὰ κοινὰ τοῦ δήμου· ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελ‐ | |
5 | λήνηι μαστροί. Ματαΐσαι: μαται Μάτην: ματαίως. Μάτην: ἄλλως· Ἴωνες. Ματηρεύειν: μαστεύειν· ζητεῖν. | |
10 | Ματιολοιχός: ὁ περὶ τὰ μικρὰ πανοῦργος καὶ λίχνος· μάτιον γὰρ ὡς βέλτιον τωῖ τόνωι μικρόν. Μὰ τὼ θεώ: γυναικεῖος ὅρκος· δυϊκῶς δὲ ὀμνύουσι τὴν κόρην καὶ τὴν Δήμητραν· ἀνδράσι δὲ οὐ πρέπει τοῦτον ὀμνύναι. | |
15 | Μαυρόν: τὸ ἀμαυρὸν καὶ ἀσθενές. Μαυρός: μωρός. Μαχασαι: κρατήσειν λέγουσι. Μαχαιρίδες: αἱ κουρικαὶ μαχαῖραι· οὕτως Εὔπολις. Μαχλάδας: πόρνας. | |
20 | Μαχλός: ἀσελγής· ἄσωτος. Μαχλοσύνη: κατωφερία· γυναικομανία. Μαχλῶντες: πορνεύοντες. Μαύσωλος: ἄρχων Καρῶν· φησὶ δὲ αὐτὸν Θεόπομ‐ πος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων | |
25 | ἕνεκα. | |
Μαχάτας: ὄνομα κύριον. | ||
mu251 | Μάψ: ματαίως. Μαψίδιον: μάταιον· δαψιλές· χαλεπόν· πολύ· δει‐ νόν· ἑκούσιον. Μεγάβυζος: στρατηγὸς βασιλέως, ἀναπεμφθεὶς εἰς | |
5 | Αἴγυπτον, ὑφ’ οὗ ἐνικήθησαν Ἀθηναῖοι. Μεγάθυμος: μεγαλόψυχος. Μεγάλην θεόν: Ἀριστοφάνης ἐν Λημνίαις· ἴσως Τελ‐ βαιναιν· Θραίκιος γάρ. Μεγαίρων: φθονῶν. | |
10 | Μεγάλλιον μύρον: ἀπὸ τοῦ εὑρομένου τὴν κατα‐ σκευὴν αὐτοῦ Μεγάλλου Σικελιώτου· λέγει δὲ καὶ Θεόφραστος εἰς τὸ περὶ ὀσμῶν τὴν κατασκευὴν τοῦ Μεγαλλίου. Μεγαλήτωρ: μεγαλόψυχος. | |
15 | Μεγαλόνοια: ἡ περιφάνεια· μεγαλοφυΐα. Μεγαλοπρεπής: μεγαλοφανής. Μεγαλόφρων: μεγαλόψυχος. Μεγαλώνυμον: μεγαλόδοξον· περίφημον· ὀνομαστόν. Μεγάμυκος: μεγαλομύκητος· ἢ ὄνος. | |
20 | Μεγάνορος πλούτου: ἰσχυροῦ· δυνατοῦ· ἀνδρίαν ἐμ‐ ποιοῦντος· ἐπεὶ μεγάλα δύναται ὁ χρυσός· νεῦρα γὰρ πολέμου λέγεται εἶναι. Μεγαρέων δάκρυα: ἐπεὶ πλεῖστα ἐν τῆ Μεγαρίδι σκόρδα φύεται, εἰς παροιμίαν ἦλθεν ἐπὶ τῶν προσ‐ | |
25 | ποιητῶς δακρυόντων. | |
mu252 | Μεγαρίζοντες: λιμώσσοντες· ἢ μεγάλα λέγοντες. Μεγαρικαὶ Σφίγγες: αἱ πόρναι οὕτως εἴρηνται· ἴσως δὲ ἐντεῦθεν καὶ σφίγκται οἱ μαλακοὶ ὠνομάσθησαν· ἢ καὶ ἀπὸ Μαίας οὕτως λεγομένης ἐν Μεγάροις. | |
5 | Μέγαρον: ὑπερωῖον· οἴκημα. Μέδεσθαι: φροντίζειν. Μέδιμνον: μέτρον χοινίκων μηʹ. Μέδων: βασιλεύων. Μεθαρμοζόμενος: μετερχόμενος. | |
10 | Μεθεῖναι: ἀφεῖναι· ἀμελῆσαι. Μεθήκειν καὶ μετιέναι καὶ μετελθεῖν: τὸ ἐπί τινα ἐλθεῖν. Μεθῆκεν καὶ ἐμέθηκεν: λέγουσιν ἑκατέρως· μᾶλλον δὲ μεθῆκεν· τό γ’ οὖν ἐμέθηκεν Ἰακὸν καὶ παλαιόν. | |
15 | Μεθείς: ἐῶν· ἀφιών. Μεθείω: ἀφῶ· ἐάσω. Μέθεξις: μετοχή· κοινωνία. Μεθέσθαι: καταλιπεῖν. Μεθημοσύνη: ἀμέλεια· ῥαθυμία. | |
20 | Μεθήμων: ἀμελής. Μεθέορτοι ἡμέραι: ἅς τινες ἐπίβδας· αἱ ταῖς ἑορ‐ ταῖς ἐπαγόμεναι· καὶ ἄνθρωπος μεθέορτος, ὁ κατό‐ πιν ἑορτῆς ἥκων. Μεθήσειν: ἀμελήσειν. | |
25 | Μεθίει: ἀμελεῖ· ἀφεῖ. | |
Μεθιεμένους: ἐῶντας· προδίδοντας. | ||
mu253 | Μεθίετο: προΐετο· ἠφίετο. Μεθοδείας: τέχνας ἢ δόλους. Μεθοδεύει: μετέρχεται· τεχνάζεται· ἀπαταῖ. Μεθώνη: Δημοσθένης ἐν Φιλιππικοῖς λέγοι ἂν τὴν | |
5 | ἐν Θράκηι, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν· τέσσαρας δὲ εἶναι φησὶ Μεθώνας Δημήτριος ὁ Μάγνης. Μεθόριον: τὸ μεταξὺ τῶν ὅρων. Μεθορμιζόμενος: μετερχόμενος. | |
10 | Μέθυ: οἶνος. Μεθόδιον: τὸ μετὰ τὴν ὁδόν. Μεθώδιον: τὸ μετὰ τὴν ὠδήν. Μεθύμνιον: τὸ μετὰ τὸν ὕμνον· ἢ ἡ μετὰ μέθης ὠδή. Μειαγωγῆσαι: θῦσαι· μεῖον γάρ ἐστι τὸ ἱερὸν τὸ | |
15 | θυόμενον, ἐπεὶ δ’ ἂν εἰς τοὺς φράτορας τοὺς παῖδας εἰσάγωσιν. Μειλίγμασιν: ἀπαιτήμασιν. Μειλικτηρίοις: προσηνέσιν· ἡδέσιν· πραέσιν. Μειλίξασθαι: πραΰναι. | |
20 | Μειλίχιος: πρᾶος· χρηστός. Μεῖον καὶ μειαγωγός: Ἰσαῖος ἐν τωῖ πρὸς Στρατο‐ κλέα φησί· παρέστη μεῖον· θῦμα δέ ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους· ὅθεν τὰ μὲν ἱερεῖα μεῖον προσηγορεύθη. | |
25 | Μειαγωγός: ὁ εἰσάγων· Ἀπολλόδωρος ἐν τοῖς περὶ | |
θεῶν· οἱ φράτορες, ἵνα μείζονος μερίδος, ἐπεφώ‐ | ||
mu254 | νουν ἑστῶτες· ἱστάνειν δεῖ· μεῖον γάρ ἐστιν μει‐ αγωγῆσαι δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον. Μηρεύεται: σωρεύεται· εἰλεῖται· καὶ μηρευόμενον· | |
5 | καὶ μήρευμα· καὶ μηρεύω, τὸ εἰλῶ καὶ σωρεύω. Μεισητία: πρὸς ὅτι οὖν ἄχαρις ἀπληστία. Μελανίππιον: Μελανίππου τοῦ Θησέως ἡρῶόν ἐστιν. Μελανωπος: οὗτος κηδεστὴς ἦν Διοφάντου τοῦ ῥήτορος. | |
10 | Μεῖον: ἔλαττον· μικρότερον. Μεῖον: τὸ ὑπὲρ τῶν ἐγγραφομένων παίδων εἰς τοὺς φράτορας θυόμενον ἱερεῖον· οὐ μεῖζον ἀποδεδει‐ γμένου τινὸς σταθμοῦ· ωἷ ἐπεφθέγγοντο οἱ φρά‐ τορες, εἰ καὶ μεῖζον εἴη, ὅτι μεῖον· καὶ μειαγωγὸς, | |
15 | ὁ τοῦτο παρέχων. Μειονεκτεῖν: τὸ ἧττον φέρειν· ἐλαττοῦν. Μειονεκτούμενοι: ἐλαττούμενοι. Μειρακιεύεσθαι: ***** Μέλαθρα: οἶκον. | |
20 | Μελαίνη: βαθεῖα. Μελάνυδρος: βαθεῖα· κυρίως δὲ καθαρὰ ὕδατος. Μελεαγρίδες: ὄρνεα ἅπερ ἐνέμοντο ἐν τῆ ἀκροπόλει· λέγουσι δὲ οἱ μὲν τὰς ἀδελφὰς τοῦ Μελεάγρου | |
μεταβάλλειν εἰς τὰς Μελεαγρίδας ὄρνιθας· οἱ δὲ | ||
mu255 | τὰς συνήθεις Ἰοκαλλίδος τῆς ἐν Λέρνηι παρθένου, ἣν τιμῶσι δαιμονίως. Μελάγχρως καὶ μελάγχρης: ἀμφότερα Ἀττικά· μᾶλλον δὲ διὰ τοῦ η· Κρατῖνος. | |
5 | Μελαναίων: τοῦ πλοίου τὸ πεπιττωμένον· τὸ ἔναλον· Ἀριστοφάνης. Μελαμπύγους: ἀνδρείους. Μέλασμα: τὸ βάμμα τῆς κεφαλῆς· Ἀπολλόδωρος. Μελεδήματα: μεριμνήματα. | |
10 | Μελεδωνοί: ἐπίτροποι· φροντισταί· προεστηκότες. Μελαμπύγου τύχης: μελάμπυγοι ἐγένοντο πέρπεροι Λίμνης υἱοί· ἀκολασταινόντων αὐτῶν πολλὰ, ἡ μήτηρ ἔλεγε φυλάσσεσθαι, μήποτε ἐμπέσωσιν εἰς δασύπρωκτον· ἐμπεσόντες οὖν εἰς Ἡρακλέα, ἀνα‐ | |
15 | φόρων ἐδεήθησαν· εἶτα ὁρῶν αὐτοὺς γελῶντας καὶ κατακύπτοντας, ἐπυνθάνετο τὴν αἰτίαν· οἱ δὲ ἔλεγον, ὅτι λόγιον ἦν τὸ τῆς μητρὸς, ἐμπεσεῖσθαι ἡμᾶς εἰς δασύπρωκτον· καὶ γελάσαντα τὸν Ἡρα‐ κλέα ἀφεῖναι αὐτοὺς τῶν δεσμῶν. | |
20 | Μέλεος: ἄθλιος· μάταιος· ταλαίπωρος· δυστυχής. Μέλημα: φρόντισμα. Μελίαι: βέλη. Μελινεως: ἀμπέλου εἶδος. Μελίνη: Δημοσθένης ἐν Φιλιππικωῖ· ὄσπριόν ἐστιν· | |
25 | ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον· μελίνη· | |
Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ | ||
mu256 | μελίνους εἶπεν· ἔνιοι δὲ εἶδος τι κέγχρου νομίζουσι τὴν μελίνην, ὅπέρ τινας καλεῖν ἔλυμον· Θεόφρα‐ στος δὲ ἐν ἑβδόμωι περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει· κέγχρον ἢ μελίνην ἢ ἔλυμον. | |
5 | Μελίνη: εἶδος ὀσπρίου· λέγεται δὲ ἡ λέξις καὶ ἀρρε‐ νικῶς καὶ θηλυκῶς. Μελιτέα κάπρον: Ἀριστοφάνης ἐν Γήραι λέγει ἀντὶ τοῦ Εὐκράτης, ἐπεὶ δασύς ἐστιν· καὶ γὰρ ἄρκτον αὐτὸν ἔλεγον· ἢ ὅτι μυλῶνα εἶχεν ἐν οἷς ἐτρέφοντο | |
10 | σῦς. Μελιτέων οἶκος: ἐν τῶ δήμωι παμμεγέθης ἦν οἶκος· εἰς ὃν οἱ τραγωδοὶ φοιτῶντες ἐμελέτων. Μελίτη: δῆμος Κεκροπίδος. Μελίτη: Δημοσθένης ἐν τωῖ κατὰ Κόνωνος· δῆμος δέ | |
15 | ἐστι τῆς Κεκροπίδος· ὀνομασθεὶς ἀπὸ Μελίτης, κατὰ μὲν Ἡσίοδον, θυγατρὸς Μύρμηκος· κατὰ δὲ Μουσαῖον, Δίου τοῦ Ἀπόλλωνος. Μελίπνους: ἡδύπνους. Μελιτίδης: εἷς καὶ οὗτος τῶν εὐηθῶν· ὡς ὁ Μαρ‐ | |
20 | γίτης· ὃς οὐκ ἤδει πλέον τῶν πέντε ἀριθμεῖν· τοι‐ οῦτος δὲ καὶ ὁ Κόροιβος καὶ ὁ Ἀμφιστείδης. Μελιττοπτηχεῖν: τὸ κρούοντας ψόφον ποιεῖν, ἵνα μὴ αἱ μέλισσαι πρόσπτωνται. Μελιτοῦττα: μάζα διὰ μέλιτος. | |
25 | Μελλήδρυον: ἡ τῆς δρυὸς μήτρα. | |
mu257 | Μελίφρων: ἡδύς· γλυκαίνων τὰς φρένας. Μέλω: ἐν ἐπιμελείαι εἰμί. Μέλλει: ἔοικεν. Μελλήσας: ὑπερθέμενος· βραδύνας· καὶ ἐπὶ τοῦ | |
5 | σπουδάσας. Μέλλησις: ὑπέρθεσις. Μελληταί: ὑπερθετικοί. Μελλήσω: σπουδάσω· φροντίσω. Μελλόντων: ἐπιμελείσθωσαν. | |
10 | Μέλπηθρα: παίγνια· σπαράγματα. Μέλποντες: αἴδοντες· ἀνυμνοῦντες. Μεμάχηται: οὐχὶ μεμάχεσται· καὶ μεμαχημένος, ὁ μεμαχεσμένος. Μεμελημένος: πεπονημένος. | |
15 | Μέμηλεν: μέλει. Μεμηλώς: ἐπιμελούμενος. Μέμηνεν: μαίνεται. Μεμισθαρνηκώς: ὁ μισθωῖ καμών. Μεμοιραμένων: λαχόντων· κληρωσαμένων. | |
20 | Μεμοίραται: μετέχει· εἴληφεν. Μέμονα: προθυμοῦμαι. Μέμορται: μεμοίραται. Μεμύηται: πεπείραται. Μεμυκότα: κρύψαντα· καμμύσαντα· ἢ κεκολλη‐ | |
25 | μένα. Μέμφειραν: τὴν μέμψιν· Τηλεκλείδης. | |
Μεμφθῆ: τὸ μέμψηται· Θουκυδίδης. | ||
mu258 | Μεμφωλή: ἀντὶ τοῦ μέμψις. Μέμφιδος: Ἀττικοὶ τὰ πολλά· Ἴωνες δὲ καθ’ ὑφαί‐ ρεσιν τοῦ δ Μέμφιος· μήτιος· σύρτιος· Αἰσχύλος Πέρσαις· Ὅ, τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων Μέγας | |
5 | Ἀρσάκης. Μεμψιβολεῖν: μέμφεσθαι. Μεμψίμοιρος: φιλεγκλήμων. Μέμψιν καὶ μομφήν: ἄμφω λέγουσιν. Μεμωκημένος: καταπεφρονημένος. | |
10 | Μέν γε: ἢ ἀντὶ τοῦ μέντοι λέγουσιν· ἢ ἀντὶ τοῦ μέν. Μένδη: ἡ ἐν Πελλήνη πόλις· καὶ Μενδαῖος ἄνθρωπος· καὶ οἶνος ὁ ἐκ ταύτης· Μένδης δὲ ὁ ἐν Αἰγύπτω νόμος· καὶ ὁ ἐντεῦθεν Μενδήσιος. Μενέλαος: Δημοσθένης ἐν Φιλιππικοῖς· ἀδελφὸς | |
15 | Φιλίππου ὁμοπάτριος. Μενθηριῶ: μεριμνήσω· διατάξω. Μένος: δύναμις· ὀργή. Μενοῦνγε: ἐκ συνδέσμων τριῶν· τὸ ἀληθές. Μέντοι: τὸ δὲ σὺν τῶ γε παρ’ οὐδενὶ τῶν Ἑλλήνων. | |
20 | Μέντοι: τὸ δὲ μέντον βάρβαρον· ωἷ καὶ Χρύσιππος χρῆται. Μερὶς οὐ πνίξ: τῶν δυνατωτέρων ἁρπαζόντων τὰς τροφὰς τῶν ἀσθενεστέρων· καὶ ἐπὶ τούτωι ἐκεί‐ νων πνιγομένων ὅτι αὐτοῖς βοηθεῖν οὐκ ἠδύναντο, | |
25 | ἐπενοήθη ὁ διαμερισμός· καὶ ἕκαστος ἑκάστωι τὸ | |
ἴσον λαμβάνων ἐπεφώνει· μερίς, οὐ πνίξ. | ||
mu259 | Μεριδαρχίας: μεριτίας· κατὰ δεκαρχίας. Μερμερῶ: φροντίζω ἢ χολῶ. Μέρμερα: μερίμνης ἄξια· χαλεπά. Μέρμηρα: ἡ εἰς ὕπνον καταφορά. | |
5 | Μερμηρίζω: μεριμνῶ. Μέροπες: οἱ ἄνθρωποι· παρὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα, ἤτοι τὴν φωνήν. Μεσάγκυλος: μεσοπόλιος· ὠμογέρων. Μεσάπιον: ὄρος Εὐβοίας· ἀπὸ Μεσάπου τοῦ μετοι‐ | |
10 | κήσαντος εἰς Ἰταλίαν. Μεσαύλιον: κυρίως μὲν ἡ μέση θύρα· καλεῖται δὲ ἀντὶ τοῦ μεσαύλιον. Μεσαύχενες: οἱ ἀσκοτηδες αὐχένες. Μέσσαβον: τὸ μέσον. | |
15 | Μεσεγγύημα: ἀργύριον παρακείμενον ἐφ’ ὁμολογίαι τῶν δόντων ἐπὶ τωῖ διαπραξάμενον λαβεῖν αὐτό. Μεσέγγυος: μεσίτης· ἐγγυητής· μέσος δύο μερῶν. Μεσεγγύονται: ἐγγυηταὶ γίνονται· ἐγγυητὰς ποι‐ οῦνται· ὡς καὶ Ἰσοκράτης ἐν τωῖ κατὰ τῶν | |
20 | σοφιστῶν. Μεσεγγύς: μεταξύ. Μεσεύειν: μέσην. Μεσόκοποι αὐλοί: ὑποδεέστεροι τῶν τελείων καὶ ὄντες μέσοι. | |
25 | Μεσοκρινεῖς: οἱ ἀντὶ στηριγμάτων ἐν τοῖς ἀργυρείοις | |
ὑποκείμενοι· ὥστε μὴ καταπίπτειν ἐπὶ τοὺς ἐργα‐ | ||
mu260 | ζομένους τὰ μέταλλα· ἐκαλοῦντο δὲ μεσοκρινεῖς, ὅτι μέσοι ὄντες τῶν ἔργων, διέκρινον τοὺς ὅρους τῶν μισθουμένων. Μεσομέρδην: ἐκ τῶν μέσων· ἀντὶ τοῦ μεσοφέρδην | |
5 | μεμενηκότα τῶν ἀρχαίων χαρακτήρων. Μέσον: δικαστήριον Ἀθήνησι. Μεσοπορῶν: μέσην ὁδεύων. Μεστοῦται: πληροῦται. Μετα: ὁ τοῦ Ἀρχιβίου πέντε δηλοῦν· εν· Ταῦτα δὲ | |
10 | καὶ μετὰ πᾶσιν· επι· Ἐς Τεμέσην μετὰ χαλκόν· ου—μετόπισθε νεὼς κυανοπρώροιο· υπο· χαῖται δ’ ἐρρώοντο μετὰ πνοιῆς ἀνέμοιο· εις·—μετὰ ἔθνος ἑταίρων· συν· Σὺν δ’ αὖ ἐγὼ μετὰ τοῖσιν· προς· Σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφιπόλους βασιλεία. | |
15 | Μεταβαλών: στραφείς. Μετάβολοι: πραγματευταί· μεταπράται. Μεταγειτνιῶν: μὴν Ἀθήνησι δεύτερος· ὠνομάσθαι δέ φασιν ἀπὸ τῆς μεταβάσεως τῆς εἰς τὸ ἄστυ· ταύτης τωῖ μηνὶ τούτωι γενομένης ὑπὸ Θησέως. | |
20 | Μεταγειτνιών: δεύτερος μὴν παρὰ Ἀθηναίοις· ἐν δὲ τούτωι Ἀπόλλωνι Μεταγειτνίω θύουσιν. Μεταδόρπια: ἐπίδειπνα. | |
Μεταγενής: μεταγενέστερος. | ||
mu261 | Μεταίχμιον: μεταξὺ δύο φαλαγγῶν τοῦ πολέμου. Μετακόσμιον: τοῦ κόσμου κρείττονα. Μετακέρας: τὸ εὔκρατον ἢ τὸ ψυχρόν· Φιλύλλιος. Μέταλλα: τὰ ἀργυρεῖα· ἐκλήθη δὲ ἀπὸ τοῦ μεταλ‐ | |
5 | λᾶν· ἐζητεῖτο γὰρ ἡ ἀργυρῖτις ἄμμος. Μεταλαγχάνειν: μετέχειν ἢ ἀφυστερεῖν· ἢ ἀποτυγ‐ χάνειν κλήρου. Μετὰ Λέσβιον ὠδόν: παρὰ Κρατίνωι παροιμία λεγο‐ μένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων· οἱ γὰρ Λακε‐ | |
10 | δαιμόνιοι τοὺς Λεσβίους κιθαρωδοὺς πρώτους προσ‐ εκαλοῦντο· ἀκαταστατούσης γάρ ποτε τῆς πό‐ λεως αὐτῶν, χρησμὸς ἐγένετο τὸν Λέσβιον ὠδὸν μεταπέμπεσθαι· οἱ δ’ ἐξ Ἀντίσσης Τέρπανδρον ἐφ’ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτῶν | |
15 | ἐν τοῖς συσσιτίοις καὶ κατεστάλησαν. Μεταλλεῖς: οἱ τὰ μέταλλα ἐργαζόμενοι. Μεταλήξαντι: παυσαμένωι. Μεταλλεύει: μεταφέρει. Μεταμαθεῖν: μεταγνῶναι. | |
20 | Μεταμείβων: μεταλλάσσων. Μεταναστεύου: φεῦγε· μετοίκει. Μετανάστης: μέτοικος· φυγάς. Μετάπεμπτος: προκληθείς. Μεταποιοῦμαι: φροντίζω· προνοοῦμαι. | |
25 | Μεταπεττεύειν: τὸ μεταβάλλεσθαι καὶ μεταβαίνειν· | |
mu262 | ἀπὸ μεταφορᾶς τῶν πεττευόντων· οἵτινες πολλά‐ κις μεταβάλλονται ἐν τηῖ παιδιαῖ. Μεταποιεῖσθαι: ἀντιποιεῖσθαι· Πολιτικωῖ Πλάτων· ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης· ἀντι‐ | |
5 | ποιουμένους· Θουκυδίδης ἐν τῆ λοιμικῆ καταστά‐ σει· καὶ μάλισθ’ οἱ ἀρετῆς μεταποιούμενοι· ση‐ μαίνει ἀντιποιούμενοι. Μεταπύργιον: ἐν μέσωι οἰκοδομημάτων ἐπὶ τοῦ τεί‐ χους πύργων μεταπύργιον ἐλέγετο· οὕτω καὶ Θου‐ | |
10 | κυδίδης καὶ Λυσίας. Μετάρσιος: μετέωρος· ὑψηλός. Μετασοβῶν: ἀποδιώκων. Μετασπώμενος: ἐπακολουθήσας· μεταδιώξας. Μεταστῆσαι: καὶ τὸ αἰτῆσαι καὶ τὸ χρήσασθαι. | |
15 | Μεταστοιχειοῦσα: μετασχηματίζουσα. Μετασχεῖν: ἐπιλαβεῖν. Μετατάξασθαι: ἀντὶ τοῦ μετελθεῖν. Μεταφρένων: μεταξὺ τῶν δύο ὤμων. Μεταφῦναι: μεταπλασθῆναι. | |
20 | Μεταχειρίζειν: ἀντὶ τοῦ μεταχειρίζεσθαι· Θουκυδί‐ δης. Μεταχρωννύντες: μετασχηματίζοντες. Μετειλήχει: μετέσχεν. Μέτειμι: μετέρχομαι. | |
25 | Μετελεύσομαι: ἐπελεύσομαι. Μετεκβολή: μεταβολή· καὶ ἐξάλλαξις· Κρατῖνος. | |
Μετελθών: ἐπελθών. | ||
mu263 | Μετ’ ἐμέ: πρὸς ἐμέ. Μετεμόσχευσεν: μετεφύτευσεν. Μετοίκιον: μέτοικος μὲν ἐστὶ ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέραι καὶ μὴ πρὸς ὀλίγον ἐπιδημῶν | |
5 | ὡς ξένος· ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ δώδεκα· ὅπερ ὠνόμασται μετοίκιον· Ἰσαῖ‐ ος δὲ ἐν τῶ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑπο‐ σημαίνει, ὅτι ὁ μὲν ἀνὴρ δώδεκα δραχμὰς ἐτέλει μετοίκιον· ἡ δὲ γυνὴ ἕξ· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος, | |
10 | ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δὲ αὐτὴ ἐτέλει· καὶ οἱ δοῦλοι δὲ ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέ‐ λουν τὸ μετοίκιον· Μένανδρος φησὶ πρὸς ταῖς δώ‐ δεκα δραχμαῖς καὶ τριώβολον τούτους τελεῖν· ἴσως τωῖ τελώνηι· οἱ μέντοι τὸ μετοίκιον μὴ τιθέντες | |
15 | μέτοικοι, ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλοντο, ἐπιπράσκοντο· ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους· ὡς Δημοσθένης ἐν Φιλιππι‐ κοῖς δηλοῖ· ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκό‐ | |
20 | μιζον οὗτοι. Μετοιωνίσασθαι: ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνόν. Μετοίκων λειτουργίαι: αἱ σκαφηφορίαι· εἰσὶ δὲ μέτ‐ οικοι ξένοι· οἱ Ἀθήνησιν οἰκοῦντες, διδόντες τὸ | |
25 | μετοίκιον δραχμῶν δώδεκα. Μετεωρολέσχαι: περὶ οὐρανοῦ φλυαροῦντες. | |
Μετεωροπολῶν: τὰ οὐράνια σκοπῶν. | ||
mu264 | Μετῆ: ἐξῆ. Μετῆλθε τὴν ἄλοχον: ἀντὶ τοῦ προσωμίλησεν αὐτῆι. Μετ’ ἴχνια: κατὰ ἴχνη πορεύεσθαι. Μετοιχήσονται: μεταπορεύσονται· μετέλθωσιν. | |
5 | Μετοίχεσθαι: μετελθεῖν· μεταβαίνειν. Μετοκλάζειν: μετακαθίζειν. Μετόν: ἐξόν. Μετόπισθεν: ἐν ὑστέρωι· μετὰ ταῦτα. Μετουσία: κοινωνία. | |
10 | Μετοχετεύειν: μετακομίζειν. Μετρεῖσθαι: δανείζεσθαι. Μετρήσαντες: διελθόντες. Μετρῆσαι: ἐπὶ τοῦ ἀριθμῆσαι· Ἀλκαῖος. Μετώχετο: ἐπορεύετο. | |
15 | Μετρίως ὠργασμένος: ἀντὶ τοῦ μεμαλαγμένος ἢ δεδευμένος. Μετρίως: τὸ συμμέτρως· Θουκυδίδης. Μετριάζει: ταπεινοφρονεῖ. Μέτριοι: εὐγνώμονες. | |
20 | Μετριοπαθεῖν: ἐκ μέρους τὰ πάθη καταδέχεσθαι· συγγινώσκειν. Μέτριος: ὁ μεμετρημένην ἔχων οὐσίαν· ἢ τὸ ἦθος ἐπιεικής. Μέτρον: ἐν Τιμαίωι τὸ ὅσον μέτρον ὅσοις τὴν συμ‐ | |
25 | μετρίαν τῆς μίξεως. | |
Μετρονόμοι: ἄρχοντες ἦσαν δέκα τὸν ἀριθμὸν, ὧν | ||
mu265 | πέντε μὲν ἐν ἄστει· πέντε δὲ ἐν Πειραιεῖ· καὶ εἶχον τὴν ἐπιμέλειαν ὅπως δίκαια ἦ τὰ μέτρα τῶν πωλούντων. Μετρονόμοι: ἀρχή τις Ἀθήνησιν ἡ τῶν μετρονόμων· | |
5 | ἦσαν δὲ τὸν ἀριθμὸν δεκαπέντε μὲν εἰς Πειραιᾶ· ἐννέα δὲ εἰς ἄστυ· εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ηἶ τὰ μέτρα τῶν πωλούντων. Μέτρωι ὕδωρ πίνοντες, ἀμετρία δὲ μάζαν ἔδοντες: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος | |
10 | χρησμοῦ· ὃν ἀνεῖλεν ὁ θεὸς Συβαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτω‐ νιατῶν· τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρή‐ σθη. Μέχρι αἰδοῦς: ἀντὶ τοῦ μέχρι αἰδοίων. | |
15 | Μέταυλος: ἡ ῥυπαρὰ λεγομένη αὐλή· οὗ ὄρνιθες ἦσαν. Μήδεα: βουλεύματα. Μηδικὴ πόα: ἡ τρίφυλλος λεγομένη. Μηδοσύνη: βουλή. | |
20 | Μηκάδες: ἐπιθετικῶς αἱ αἶγες· ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς. Μηκύβερνα: πόλις ἐστὶν ἐν Θραίκη σταδίους εἴκοσι ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα. Μήκων: ἄμμος μεταλλική. | |
25 | Μηλαφῆσαι: ψηλαφῆσαι. Μῆλα: πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα | |
μηλωτὴ καλεῖται. | ||
mu266 | Μηλοβοτέα: γῆν εὐτραφῆ· ἀνειμένην εἰς νομὴν προ‐ βάτων. Μηλόβιος: εἷς τῶν λʹ τῶν παρὰ Ἀθηναίοις τυραννη‐ σάντων· Ὑπερίδης ἐν τωῖ κατὰ Αὐτοκλέους μέμ‐ | |
5 | νηται. Μηλοβοτήρ: ὁ τῶν προβάτων ποιμήν· καὶ μηλονό‐ μος. Μηλόβοτος: ἡ κατασκαφεῖσα καὶ ἀνεθεῖσα τοῖς μή‐ λοις· ἤτοι τοῖς κτήνεσιν, εἰς νομὴν διὰ τὴν ἐρη‐ | |
10 | μίαν. Μηλολόνθη: χρυσοκάνθαρος. Μηλολόνθαι: τὰ χρυσίζοντα πτηνά. Μηλοσφαγίαις: θυσίαις προβάτων. Μήλωθρα: τὰ βεβαμμένα ἔρια· καὶ τὸ βάψαι, μη‐ | |
15 | λῶσαι· ἀπὸ τῆς εἰς τὴν βαφὴν τῶν ἐρίων καθέ‐ σεως. Μήλω βαλεῖν: τὸ πτοῆσαι τινὰ καὶ εἰς ἔρωτα ὑπο‐ βαλεῖν. Μηλῶσαι: τὸ καθεῖναι τί εἰς βάθος· καὶ τὴν φάρυγγα | |
20 | μηλῶσαι, τὸ διαχρῆσαι τωῖ δακτύλωι· Ἀριστοφά‐ νης· Τὴν φάρυγα μηλῶν, δύο δραχμὰς ἕξει μόνας. Μήν: τὸν μηνίσκον. Μηναγύρτης: ἀπὸ μηνὸς συνάγων. | |
Μήνη: σελήνη. | ||
mu267 | Μήνιγξ: ὑμὴν τοῦ ἐγκεφάλου. Μῆνις: ὀργὴ ἔμμονος. Μηνίς: ὑμένας· πέταλα· περιτραχήλια κόσμια. Μηνίσκους: τοὺς ἐπὶ ταῖς κεφαλαῖς τῶν ἀνδριάντων | |
5 | τιθεμένους, ἵνα τὰ ὄρνεα μὴ προσίζηται. Μηνίω: ὀργίζομαι. Μηνοειδής: σεληνοειδής. Μὴ νόμισον: ἀντὶ τοῦ μὴ νομίσης· οὕτω Θουκυδίδης. Μηνύεσθαι: μηνυτρίζεσθαι. | |
10 | Μηνύτην: τὴν γυναῖκα· Κρατῖνος. Μηονία: ἡ Λυδία ὑπὸ Ἰώνων. Μὴ οὖσα δίκη: οἱ ἐπὶ διαιτητοῦ ἐρήμην λαχόντες· καὶ λέγοντες ἀδίκως καταδεδιητῆσθαι· ἀντελάγ‐ χανον τῶ ἑλόντι αὐτήν· οὐ μόνον δὲ οἱ φεύγοντες, | |
15 | ἀλλὰ καὶ οἱ διώκοντες· ἐντὸς δὲ ἡμερῶν δέκα ἐξῆν λαχεῖν τὴν μὴ οὖσαν δίκην· μετὰ δὲ ταύτας οὐκ‐ έτι. Μὴ παιδὶ μάχαιραν: ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων· καὶ Εὔπολις Δήμοις· Μὴ παιδὶ τὰ κοινά. | |
20 | Μήρυνθος: σπάρτος ἤτοι σχοινίον· δεσμός· βρόχος. Μήρυμα: σπείραμα· κάταγμα· νῆμα. Μηρυομένη: ἕλκουσα· ἐκτεινομένη. Μήστωρ: βουλευτικός· ἔμπειρος. | |
Μήτι: μηδαμῶς. | ||
mu268 | Μήτι γε: πόσω γε μᾶλλον. Μητιοχεῖον: δικαστήριον. Μητίοχος: ἀρχιτέκτων καὶ ῥήτωρ τῶν οὐ τὰ βέλ‐ τιστα συμβουλευόντων. | |
5 | Μῆτις: βουλή· γνώμη· σύνεσις. Μητίσομαι: βουλεύσομαι· ἐρήσομαι. Μητραγύρτης: ἐλθὼν τίς εἰς τὴν Ἀττικὴν ἐμύει τὰς γυναῖκας τηῖ μητρὶ τῶν θεῶν, ὡς ἐκεῖνοι φασίν· οἱ δὲ Ἀθηναῖοι ἀπέκτειναν αὐτόν· ἐμβάλλοντες εἰς | |
10 | βάραθρον ἐπὶ κεφαλήν· λοιμοῦ δὲ γενομένου, ἔλα‐ βον χρησμὸν ἱλάσασθαι τὸν πεφονευμένον· καὶ διὰ τοῦτο ὠκοδόμησαν βουλευτήριον· ἐν ὧ ἀνεῖλον τὸν μητραγύρτην· καὶ περιφράττοντες αὐτὸν καθ‐ ιέρωσαν τηῖ μητρὶ τῶν θεῶν· ἀναστήσαντες καὶ | |
15 | ἀνδριάντα τοῦ μητραγύρτου· ἐχρῶντο δὲ τωῖ μη‐ τρωίω ἀρχείωι καὶ νομοφυλακίωι, καταχώσαντες καὶ τὸ βάραθρον. Μητραλοίας: ὁ τὴν μητέρα τύπτων. Μητρίδα: τὴν πατρίδα· καὶ Πλάτων καὶ Φερεκρά‐ | |
20 | της. Μητροπάτωρ: κατὰ μητέρα πάππος. Μητρυῖον: Θεόπομπος· τὸν πατρυῖον. Μητρωῖον: τὸ ἱερὸν τῆς μητρὸς τῶν θεῶν· ἐν ωἷ ἧν γράμματα δημόσια καὶ οἱ νόμοι. | |
25 | Μητρῶον: Λυκοῦργος ἐν τωῖ κατὰ Ἀριστογεί‐ | |
mu269 | τονος· τοὺς νόμους ἔθεντο ἀναγράψαι ἐν τῶ μη‐ τρώωι. Μὴ φέρειν: ἀντὶ τοῦ μὴ λαμβάνειν· καὶ μισθοφο‐ ρεῖν οἱ λαμβάνοντες. | |
5 | Μηχανή: βουλή. Μηχανικόν: Ξενοφῶν τὸν πανοῦργον καὶ δεινόν. Μηχανορράφος: ἐπινοητής· κακῶν κατασκευαστής. Μιαίνεσθαι· καὶ ἐκμιαίνεσθαι: τὸ ὀνειρώττειν· Σοφο‐ κλῆς. | |
10 | Μιαιφόνος: φονεύς. Μία λόχμη: παροιμία· οὐ τρέφει μία λόχμη δύο ἐριθάκους· ἐπὶ τῶν ἐκ μικροῦ τινὸς κερδαίνειν σπου‐ δαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μο‐ νότροπον. | |
15 | Μίαν μάχαιραν: τὴν ψαλίδα Ἀριστοφάνης. Μία χελιδών: παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ ποιεῖ· βούλεται δέ τι εἰπεῖν· μία ἡμέρα καὶ εἰ τὸν σοφὸν εἰς τελείωσιν ἐμβάλλειν· καὶ δυση‐ μερία μία τὸν σοφὸν εἰς ἀμαθίαν· μέμνηται δὲ αὐ‐ | |
20 | τῆς Ἀριστοτέλης ὁ φιλόσοφος ἐν Ἠθικοῖς. Μιαρὰ ἡμέρα: ἐν τοῖς Χουσὶν Ἀνθεστηριῶνος μηνὸς, ἐν ωἷ δοκοῦσιν αἱ ψυχαὶ τῶν τελευτησάντων ἀνιέ‐ ναι, ῥάμνωι ἕωθεν ἐμασῶντο καὶ πίττηι τὰς θύ‐ ρας ἔχριον. | |
25 | Μίασμα: βαφή. Μιάστωρ: ὅτ’ ἄν τις αὑτὸν μὴ καθαρὸν εἰδὼς παρέρ‐ | |
χηται· ἵνα μὴ δεῖ μεμιγμένος. | ||
mu270 | Μιάστορα: λυμεῶνα· φονέα. Μιγάδες: τὸ ἐκ πολλῶν ἄθροισμα. Μίγδα καὶ μίγδην: μεμιγμένως. Μίδας: βόλου εἶδος· καὶ θηρίδιόν τι λεπτὸν, ἐν τοῖς | |
5 | ὀσπρίοις γινόμενον. Μίθρου: Μίθραν νομίζουσιν εἶναι οἱ Πέρσαι τὸν ἥλιον· καὶ τούτωι θύουσιν πολλὰς θυσίας. Μίκαιον: μικρότατον. Μικρολόγος: σκνιπός· φειδωλός. | |
10 | Μικροῦ δεῖν: παρὰ μικρόν. Μικροῦ δέω: παρὰ μικρὸν λείπω. Μικρὸν τοῦ ὀβολοῦ: τίμιον· λέγεται δὲ ἐπὶ τῶν πο‐ νηρῶν· Εὔπολις Μαρίκα· Τῶν γὰρ πονηρῶν μι‐ κρόν ἐστι τοῦ ὀβολοῦ. | |
15 | Μιλισσόμενος: παρακαλῶν· πραΰνων. Μίλιχον: πρᾶον· χρηστόν. Μίλον: ἄνθος τί. Μιλτωρυχία: τόπος ἐν ωἷ μίλτος ὀρύσσεται· οὕτως Ἀμειψίας. | |
20 | Μιμαίκυλος: ὁ τῆς κρανίας καρπός· οἱ δὲ τῆς κομά‐ ρου. Μίμαρκυς: ἡ κοιλία καὶ τὰ ἔντερα μετὰ αἵματος ἐσκευασμένα. Μίνθα: τὸ παρ’ ἐνίοις ἡδύοσμον· εἰς ὃ μεταβάλλειν | |
25 | φασὶ τὴν Αἵδου παλλακήν· ἀφ’ ἧς καὶ τὸ περὶ τὴν | |
mu271 | Ἦλιν ὄρος· Ζηνόδοτος δὲ τὴν Ἴυγγα ὑπ’ ἐνίων Μίνθαν λέγεσθαι, θυγατέρα μὲν οὖσαν Πειθοῦς, Ναΐδα δὲ νύμφην· Ἀριστοκλῆς δὲ ἐν τωῖ περὶ γι‐ γάντων διαπλασθῆναι τὸν ἐπ’ αὐτηῖ μῦθον, διὰ τὸ | |
5 | καρπῶδες εὑρεθὲν τῶ καταφρονηθῆναι τὸ φυτόν. Μίνθη: καλαμίνθη· ἡδύοσμος· βοτάνη εὐώδης. Μινθωθῆναι: τὸ μολυνθῆναι· καὶ μινθοῦν, τὸ ὀσφραί‐ νειν ἀσχημόνως. Μινύθει: ἐλαττοῦται. | |
10 | Μινυνθάδιον: ὀλιγοχρόνιον. Μινύρεται: κλαίει· θρηνεῖ· εὐφώνως λέγει. Μινυρίζω: θρηνῶ· ἢ τὸ ἠρέμα ἄδω· παρὰ τὸ μείω· Πλάτων ἐν γʹ Πολιτείας· μινυρίζων τε καὶ γεγα‐ νωμένος ὑπὸ τῆς ὠδῆς. | |
15 | Μίξοφρυν: σύνοφρυν. Μίσασθαι: τὸ μιτώσασθαι· Πλάτων. Μισγαγκείαν: τόπος ποικίλος, εἰς ὃν τὰ καταφερό‐ μενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα. Μισθάρνης: μισθὸν ἀντικαταλλάττων. | |
20 | Μισθάριον: τὸν μισθόν· Εὔπολις. Μισθαρνία: ἡ ἐπὶ μισθῶ γινομένη ἐργασία. Μισθαρχίδης: ἐν τηῖ ἀρχηῖ μισθὸν λαμβάνων· ὠψω‐ νιάζοντο γὰρ καὶ οἱ ἄρχοντες. Μισθοφόρος: ἐπὶ μισθωῖ ἐργαζόμενος. | |
25 | Μισθός: τὸ ἔπαθλον. Μισθώσασθαι: τὸ ἐπὶ τόκωι δανείσασθαι. | |
Μισητή: τὴν καταφερῆ μισητὴν ἔλεγον· τὸ γὰρ | ||
mu272 | μῖσος οὐκ ἄποθέν ἐστι τοῦ μιαίνεσθαι· ὃ γὰρ μισεῖ‐ ται, μεμόνωται καὶ ἀμιγές ἐστιν· οἱονεὶ μισγητήν τινα οὖσαν· ὃ καὶ βέλτιον· καὶ τὸ ἐν παροιμίας δὲ μέρει λεγόμενον· Παρὰ σφυρὸν παχεῖα μισητὴ | |
5 | γυνή· κατά τι τοιοῦτο εἰρῆσθαι δοκεῖ· καὶ ὁ Κρα‐ τῖνος που τοῦτο ἔφη· Μισηταὶ δὲ γυναῖκες ὀλίσ‐ βοισι χρήσονται· τὸν δὲ ἁπλῶς μισητὸν τὸν ἀνίκανον λέγει· μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς ἀπλή‐ στου κατὰ τὴν τροφὴν τίθεται ἡ λέξις. | |
10 | Μισητία: ἡ πρὸς ὅτι οὖν ἄχαρις ἀπληστία. Μίτρα: διάδημα ἢ ζώνη. Μιχθῆναι ἢ μιγῆναι: ἀπαντῆσαι· συμμίξαι· ὁμι‐ λῆσαι. Μνᾶ: ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. | |
15 | Μναρόν: μαλακόν· ἡδύ· ῥάδιον· οὕτως Κρατῖνος. Μνᾶται: μνηστεύεται. Μνείαν: τὴν μνήμην· Σοφοκλῆς. Μνείειν: κατεσθίειν. Μνῆμα μὲν ὁ τάφος· μνημεῖον δὲ πᾶν μνημόσυνον· | |
20 | οὕτω Θουκυδίδης. Μνημήϊα: μνημόσυνα. Μνημοσύνη: μνήμη. Μνησικακεῖν: τὸ ὑπομιμνήσκεσθαι τῶν κακῶν. Μνηστή: ἡ κατὰ μνηστείαν γαμηθεῖσα· ἢ ἡ ἐκ | |
25 | παρθενίας μένουσα μνηστῆς· ὅ ἐστιν ἀπείρανδρος. | |
Μνία: τὰ τῆς θαλάσσης ἐξανθήματα, ἢ βρύα. | ||
mu273 | Μνίει: ἐσθίει. Μνῶ: μνήσκω. Μνώμενος: μνηστευόμενος· καὶ ἐμνήσατο· ἐμνηστεύ‐ σατο· Εὔπολις. | |
5 | Μνωμένη: μνηστευομένη. Μογερῶν: μοχθηρῶν. Μογήσας: καμών· κακοπαθήσας. Μογόστοκος: περὶ τοὺς τόκους κακοπαθοῦσα· ἔνιοι δὲ μόγους ταῖς τικτούσαις ἐπιφέρουσα. | |
10 | Μόγω: κακοπαθεία. Μόθος: μάχη· πόλεμος· τάραχος· φόνος· σπάσις· θόρυβος. Μόθων: ὄρχημα φορτικὸν καὶ κορδακῶδες· ἀπὸ δὲ τούτου καὶ ὁ ἀνάγωγος καὶ ὁ ἀκόλαστος ἄνθρωπος. | |
15 | Μοιμυᾶν καὶ μοιμύλλειν: τὸ τὰ χείλη διαστρέφειν. Μοῖρα: μερίς· καὶ τὸ καθῆκον· καὶ ἡ εἰμαρμένη. Μοῖρα: σύνταγμά ἐστι Λακωνικόν· καὶ ὄνομα λόχου· ἦν δὲ ἀνδρῶν, οἱ μὲν φασὶ, φʹ· οἱ δὲ, ͵αʹ. Μοιρηγενές: ἀγαθῆ μοίρα γεγεννημένε. | |
20 | Μοισᾶν: πληθυντικῶς τὰς Μούσας. Μοιχάγρια: τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ τῶ ληφθῆναι μοιχὸν ἀποτινόμενα. Μοιχίδιον: τὸν ἐκ μοιχοῦ γεγενημένον· οὕτως Ὑπερ‐ | |
ίδης. | ||
mu274 | Μολεῖν: ἐλθεῖν. Μολοῦσα: παραγενομένη· πορευθεῖσα. Μολπή: ὠδή. Μόλπης: μετὰ τοὺς λʹ δέκα ἄνδρες ἦρχον ἐν τωῖ | |
5 | Πειραιεῖ· ὧν εἷς ἦν ὁ Μόλπης. Μολύβδαινα: μολυβδίδα. Μολών: ἐλθών· ἐληλυθώς. Μομβρώ: ἡ μορμώ· καὶ τὸ φόβητρον. Μοναυλίαν: τὸν δίχα γάμου βίον. | |
10 | Μονίπποις: τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον. Μονιός: ἄγριος ὕς. Μονοείμονα: μονοχίτωνα. Μονόζωνοι: ἔφοδοι· βάρβαροι· ἢ ἀπελάται· μάχιμοι. | |
15 | Μονόλοπα: μονόφυλλα· μονόδερμα. Μονοπείρας: τοὺς μὴ ἀθρόους, ἀλλὰ μόνον ληστάς· οὕτω Μένανδρος. Μυχόπεδον: γῆς βάθος· Αἵδης· καὶ μυχόνους, ὁ κρυ‐ ψίνους· καὶ μυχορήμων, ὁ βαθύγλωσσος καὶ δεινὰ | |
20 | λέγων. Μονωιδεῖν: θρηνεῖν. Μονονουχί: σχεδόν· ἐγγύς. Μονοστόλωι: μίαν στολὴν ἔχοντι. Μονότροπος: μόνος τραφείς· ἄγαμος· ἀγύναιος. | |
25 | Μονουχία: ὁ μόνος βίος· χωρὶς γάμου. Μονωιδία: ἡ ἀπὸ σκηνῆς ωἰδὴ ἐν τοῖς δράμασι· καὶ μονωιδεῖν, τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ | |
σκηνῆς ωἰδαὶ ἐν τηῖ τραγωιδίαι θρῆνοι εἰσί. | ||
mu275 | Μονωιδία: λέγεται ὅτ’ ἂν εἷς μόνος λέγηι τὴν ωἰδὴν καὶ οὐχ ὁμοῦ ὁ χορός. Μορίαι ἐλαῖαι: ἱεραὶ τῆς Ἀθηνᾶς· ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο τοῖς νικῶσι τὰ Παναθήναια· ἦσαν | |
5 | δὲ πρῶται ιβʹ τὸν ἀριθμόν· αἱ μεταφυτευθεῖσαι ἐκ τῆς ἀκροπόλεως εἰς Ἀκαδημίαν· ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομασθεῖσαι οὕτως· ἢ ὅτι ἐνέμοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι ἅπαντες. | |
10 | Μορμολύκεια: τὰ τῶν τραγωιδῶν προσωπεῖα. Μοιροδοκῆσαι: ἀντὶ τοῦ μέρους μεταλαβεῖν· Ἀν‐ τιφῶν ἐν τηῖ πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπο‐ λογίαι. Μορμολύττεται: φοβεῖ. | |
15 | Μορμορύζει: ἐκφοβεῖ· παρὰ τὴν μορμώ. Μορμορύζει: καταράττει· ἠχεῖ· ὡς ἐπὶ ὑδάτων. Μορμυρίων: ποταμὸς ῥεύματα ἔχων. Μορμώ: ὃν ἡμεῖς μορμόφοβος. Μόρον: τὸ συκάμινον· Αἰσχύλος. | |
20 | Μόρος: ὀδύνη· πόνος· θάνατος. Μόρσιμον: εἰμαρμένον· μεμοιραμένον. Μορυχαία: οἰκία τίς ἀπὸ Μορύχου· ἐν ηἷ καὶ Ἄρτεμις. Μορφή: εἶδος· ἰδέα· πρόσοψις. | |
25 | Μορφνόν: εἶδος ἀετοῦ. | |
mu276 | Μόρφωσιν: σχηματισμόν· εἰκόνα. Μόσσυνες: ἐπάλξεις· πύργοι. Μοσχεύηται: τρέφηται· κυρίως γὰρ μοσχεία, ἡ τῶν λεπτῶν λαχάνων φυτεία. | |
5 | Μοσχεύματα: ἁπαλὰ φυτὰ δένδρων καὶ λαχάνων. Μοσχεύων: μεταφυτεύων. Μοσχεῖα: ἁπαλὰ φυτά. Μόσχον: ἁπαλόν. Μοτοῖ: τιτρώσκει· ταράσσει. | |
10 | Μοτοφαγία: θυσία τις ἐν Σαλαμῖνι τῆς Κύπρου ἐπιτελουμένη. Μοτώσει: ἰάσεται δι’ ὀθονίων. Μουνυχία: τόπος τοῦ Πειραιῶς· ἀπὸ Μουνυχίας Ἀθηνᾶς· ἥτις ἐπωνομάσθη ἀπὸ Μουνύχου τοῦ Παν‐ | |
15 | τακλέους. Μουνυχία καὶ Ζειά: λιμένες ἕτεροι Πειραιῶς. Μουνυχία: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· τόπος παραθαλάσσιος ἐν τηῖ Ἀττικηῖ· Ἑλλάνικος δὲ ἐν βʹ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου | |
20 | τινὸς βασιλέως τοῦ Παντακλέους. Μουνυχιών: ὁ δέκατος μὴν παρὰ Ἀθηναίοις· ἐν δὲ τούτωι Ἀρτέμιδι ἔθυον Μουνυχίαι. Μουνυχιών: καὶ οὗτος μὴν Ἀθήνηισι δέκατος· ὠνο‐ μάσθη δὲ ἀπὸ τῆς ἐν Μουνυχίαι Ἀρτέμιδος· ἡρῶος | |
25 | τινὸς καθιερώσαντος αὐτήν· ἐπὶ τωῖ τοῦ Πειραιῶς ἀκρωτηρίωι ἐν τωῖ μηνὶ τούτωι· δεῖ εἰδέναι ὅτι | |
μετροῦσιν Ἀθηναῖοι τοὺς μῆνας τοῦτον τὸν τρόπον· | ||
mu277 | νουμηνία· εἶτα δευτέρα ἱσταμένου· καὶ τρίτη καὶ τετάρτη· καὶ οὕτως μέχρι τῆς ἐννάτης· εἶτα δεκάτη· ἑνδεκάτη· δωδεκάτη· καὶ λοιπὸν τετάρτη ἐπὶ δέκα· ἕως εἰκάδος· ἔπειτα εἰκάς· καὶ εἰκὰς δευτέρα· καὶ | |
5 | λοιπὸν καθ’ ὑφαίρεσιν ἐνάτη φθίνοντος· ὀγδόη φθί‐ νοντος· ἑβδόμη φθίνοντος· ἕως δευτέρας φθίνοντος· ἥτις ἔστι παρ’ ἡμῖν εἰκὰς ἐνάτη· τὴν δὲ τριακάδα ἔνην καὶ νέαν ἐκάλουν· ἐπειδὴ τὸ μὲν ἔχει παρωι‐ χημένον, ὅπερ ἔνον ἐστίν· τὸ δὲ τοῦ ἐνεστῶτος, | |
10 | ὅπερ νέον ἐστίν. Μουσαῖος: Λυσίας πρὸς τὴν Μιξιδήμου γραφήν· εἰ γνήσιος· καὶ δύο παῖδας αὐτωῖ ἀκολούθους εἶναι· ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον· ὅτι ὁ μὲν ὁ κρινόμενος ἐπετήδευε τοὺς οἰκέτας τοῦτο | |
15 | καλεῖν, δῆλον· περὶ δὲ Μουσαίου, οἱ μὲν ἐκ Θράκης εἰρήκασι τὸν ἄνδρα εἶναι· οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. Μουσικά: τερπνὰ τὰ δι’ αὐλῶν καὶ κινύρας καὶ τὰ ὅμοια. | |
20 | Μουσικήν: καὶ τὴν μαντείαν οἱ παλαιοὶ καὶ τὴν ποιητικήν· λέγεται δὲ καὶ τὸ εὐπαίδευτον καὶ ἐπι‐ δέξιον μουσικόν· καὶ τὸ ἐμμελές. Μοχθεῖ: κακοπαθεῖ. Μοχθηρός: ἐπίπονος ἢ πονηρός· ἢ κακός· καὶ μοχ‐ | |
25 | θηρία ἐπὶ τῆς κακίας τέτακται· οὕτω Δείναρχος· | |
mu278 | Ἀντιφῶν δὲ ὁ παλαιότατος τῶν ῥητόρων τωῖ μὲν μοχθηρωῖ ἐχρήσατο οὐκ ἐπὶ τοῦ κακοῦ ἀνδρὸς καὶ εἰσαγομένου εἰς δικαστήριον ἵνα κατηγορηθῆ, ἀλλ’ ἐπὶ πατρὸς δίκην λαχόντος ὑπὲρ ἀπεσφαγμένου | |
5 | παιδὸς τὸν μοχθηρὸν ἔταξεν· καὶ φησὶν οὗτος ἐν προοιμίοις καὶ ἐπιλόγοις· καγὼ μὲν ὁ μοχθηρὸς, ὅν‐ τινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖς ἐχθροῖς καταγέ‐ λως. Μυᾶτε: σκαρδαμύττετε. | |
10 | Μύαγρος: ὁ μυοθήρας. Μύγης: γέροντος ἀδυναμία. Μύγματα: καταξέσματα. Μυδαλέον: δρύϊνον· παρὰ Ἀρχιλόχωι διάβροχον· λέ‐ γει δὲ τὸ ἐπίδακρυ καὶ κάθυγρον αἷμα· τὸ ἐννότερον· | |
15 | ῥυπαρόν. Μυδαλέον: βεβρεγμένον. Μυδαλέας: διαβρόχους. Μυδιᾶν: νοτιᾶν· δίυγρον εἶναι καὶ σήπεσθαι. Μύδρος: σίδηρος πεπυρωμένος. | |
20 | Μυδῶντες: βρεχθέντες· διυγραμμένοι· σαπέντες. Μυελόεντα: τροφὴν ἔχοντα. Μύζει: θηλάζει· λείχει. Μύζοντες: ἐκπιέζοντες. Μύησις: μαθησία· κατήχησις· ἐπιστήμη. | |
25 | Μυθήσας: εἰπών. | |
Μῦθος: λόγος ψευδὴς εἰκονίζων τὴν ἀλήθειαν. | ||
mu279 | Μῦθος ἐσώθη: ἐπίρρημά ἐστι λεγόμενον ἐπ’ ἐσχάτω τοῖς λεγομένοις μύθοις τοῖς παιδίοις. Μυῖα χαλκῆ: καὶ μυΐνδα· παιδιᾶς εἶδος, ἣν οἱ παί‐ ζοντες ἀποτετακότες τὰς χεῖρας ἐπιμύουσιν, ἕως | |
5 | ἂν ἐπιλάβωνται τινός. Μῦα: καὶ γράφεται καὶ λέγεται ἄνευ τοῦ ι· καὶ δισυλλάβως παρὰ τῶν Ἀττικῶν. Μύκης: τὸ παρὰ τὴν μύξαν τοῦ λύχνου διεγειρόμενον. Μυκηθμός: ἡ τῶν βοῶν φωνή. | |
10 | Μυκόνιον: τὸν γλίσχρον· πλεονέκται γὰρ ἐν μικροῖς οἱ Μυκόνιοι· ἢ διὰ τὸ λυπρὰν εἶναι τὴν Μύκονον. Μυκτῆρας: τὰ ἑκατέρωθεν τῆς ῥινὸς τρήματα. Μυκτηρίζει: ἐξουθενεῖ. Μυκωμένους: βοῶντας. | |
15 | Μυκώνιος γείτων: αὕτη τάττεται κατὰ τῶν διαβε‐ βλημένων ἐπὶ γλισχρότητι καὶ σμικροπρεπείαι· παρὰ τὴν σμικρότητα τῆς νήσου τῆς Μύκωνος καὶ εὐτέλειαν. Μυλαβρίδες: σίλφαι αἱ μαλακαί· ἔλλευκοι· ἢ τρω‐ | |
20 | ξαλλίδες καὶ ἀετρίδες· Πλάτων Λάκωσι. Μύλακες: μυλώδεις λίθοι. Μύλη: τὸ κάτω τοῦ μύλου· τὸ γὰρ ἄνω ὄνος λέγε‐ ται: Μυλάς: ἡ πόρνη. | |
25 | Μύλος ἀκούει: ἐπὶ τῶν ἀκουόντων μὲν, μὴ προσποι‐ ουμένων δὲ ἀκούειν. | |
Μύλωθρον: ὅπου ἄλφιτα ἀλεῖται. | ||
mu280 | Μύλωθρος: ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἑαυτωῖ. Μύξαν: αὐτὸν τὸν μυκτῆρα καλοῦσιν, οὐχὶ τὸ ὑγρόν· οὕτως Ἀριστοφάνης. | |
5 | Μυούμενος: τελούμενος· μυσταγωγούμενος. Μύραιναι: δῆμος Πανδιονίδος. Μύραινα: καταφερής· ἀπὸ τοῦ ζώου· Ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ. Μύρρινος: ὁ στέφανος τῶν Ἀθήνησιν ἀρχόντων· μυρ‐ | |
10 | ρίναις γὰρ στεφανοῦνται οἱ ἄρχοντες. Μυρρινῶν: ἀρχῆς ἐπιθυμῶν· μυρρίναις γὰρ ἐστεφα‐ νοῦντο. Μυρία: πολλά· ἀναρίθμητα. Μυρίοι ἐν Μεγαλοπόλει: Δημοσθένης ἐν τωῖ κατ’ | |
15 | Αἰσχίνου· συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάν‐ των· οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. Μυρίων: συνέδριον ἦν μυρίων ἐν Μεγάληι πόλει τῆς Ἀρκαδίας. Μυρμηκίας: τοὺς εἰς μυρμηκίαν λαλήσαντας ἑλκοῦ‐ | |
20 | σθαι τὴν γλῶτταν φασί. Μύρμηκος ἀτραπός: ἐν Θεσμοφοριαζούσαις Ἀριστο‐ φάνης· ἀντιφωνεῖ ἢ τὶ τοιοῦτο διὰ τὴν βραχύτη‐ τα· ἔστιν Ἀθήνησι Μύρμηκος ἀτραπὸς ἐν Σκιβω‐ νιδῶν ἀπὸ Μύρμηκος τοῦ Μελανίππου τοῦ Κύκλω‐ | |
25 | πος τοῦ Ζευξίππου. | |
Μυρομένη: ὀδυρομένη· θρηνοῦσα. | ||
mu281 | Μυροκλῆς: Σαλαμίνιος τὸ γένος· τῶν παρὰ Ἀθη‐ ναίοις οὐ καλῶς πολιτευσαμένων. Μύρτα: ὁ καρπὸς τῆς μυρσίνης. Μύρτης: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος | |
5 | καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φη‐ σὶν Ἀργείους Μύρτης· Τελέδαμνος· Μνασέας· Θεόπομπος δὲ Πασέα καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς Μακεδονίζοντας· ἰδεῖν οὖν εἰ γραφικὰ ἔστιν ἁμαρτήματα. | |
10 | Μύρτον: τὸ σχῆμα τοῦ γυναικείου αἰδοίου· οὗ τὸ μετ‐ αξὺ κλειτορίς· ἀφ’ οὗ τὸ ἀκολάστως ἅπτεσθαι, κλειτορίζεσθαι· τὸ δὲ χεῖλος ὑποδορίς· τὸ δὲ σύμ‐ πτωμα μυρτοχείλη. Μυρών: οἱ Ἀττικοὶ περισπῶσι· καλοῦσι δὲ οὕτως καὶ | |
15 | τὸ ἀμβλὺ βρῶμα καὶ ἄναλον ὥστε μήτε ἁλμυρὸν εἶναι, μήτε μωρὸν ἐς τὸ πᾶν. Μύσαι: τὸ μετὰ ἀνάγκης τί ὑπομεῖναι. Μύσαντος: καμμύσαντος. Μυσικάρφης: ὄνομα Μυσικάρφους· οὗ μνημονεύει Ἀ‐ | |
20 | πολλοφάνης ἐν Κρησίν· Ἀρίσταρχος δὲ ἐπ’ ὀνόμα‐ τος τινὰ ἀηδῶς ἐπιγλῶτταν· οἱ δὲ ἀνέγνωσαν μυσι‐ κάρφει, ὡς ἀκονιτί· τὸ μεμυκότως καὶ ξηρῶς, μὴ ἐκ φανεροῦ γελᾶν· Κρατῖνος Ὥραις. Μυρτόνιον: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· | |
25 | φρούριον ἦν ἐν Θράκηι. | |
mu282 | Μυσικέλενδρον: τὸ τοῦ μυὸς ἀποπάτημα· μυόχοδον. Μύσκλαι: οἱ λείψωμοι. Μὺς λευκός: οἱ κατοικίδιοι μύες ἄγαν πρὸς τὴν ὀχείαν κεκίνηνται, μάλιστα οἱ λευκοί· οὗτοι δὲ εἰσὶ θήλεις· | |
5 | ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ Ἀφροδίσια ἡ παροιμία εἴρηται. Μύσος: μίασμα. Μῦς πίσσης γεύει: ἐπὶ τῶν νεωστὶ ἀπαλλασσόντων· καὶ ὅσα Μῦς ἐν Πίσσηι· ἀπὸ Μυὸς τοῦ Ταραντίνου | |
10 | πύκτου κακῶς Ὀλυμπιᾶσιν ἀπαλλάξαντος. Μυόχοδον: οὐδενὸς ἄξιον· Μένανδρος Ῥαπιζομένηι· — ὁ μυόχοδος γέρων Λεληθέναι σφόδρ’ οἰόμενος. Μυσταγωγεῖ: μυστήρια ἐπιτελεῖ· εἰς μυστήρια ἄγει· ἢ ἐκδιδάσκει. | |
15 | Μυσταγωγός: ἱερεύς. Μυστήρια: τελεταί. Μύστης: ὁ τὰ μυστήρια ἐπιστάμενος ἢ διδάσκων. Μύστακα: τὸ χεῖλος. Μυστιπόλος: ὁ περὶ τὰ μυστήρια ἀναστρεφόμενος. | |
20 | Μυστηρίων ἐπιμελητής: ὁ ἐπιμελούμενος τῆς ἑορτῆς τῶν μυστηρίων· ὃς ἦν χειροτονούμενος ἄρχων. Μυστίλην: ψωμόν· κοῖλον ἄρτον, ὃν ἐποίουν, ἵνα ζω‐ μὸν ἐν αὐτωῖ ῥοφῶσι. Μύστις: ὃ ἔχει ἀντὶ σπλάγχνων τὰ μὴ ἔχοντα | |
25 | σπλάγχνα ζῶα· ἐφ’ οὗ τὸν θόλον ὃν πλεῖστον καὶ | |
μέγιστον ἡσίοδος ἔχει· κεῖται δ’ εὖ πως ταμα δία | ||
mu283 | δέ τις μύστιχος ὁ στόμαχος τείνει ὡς Ἀριστοτέ‐ λης ἐν τοῖς περὶ ζώων φησί. Μυσῶν λείαν: παροιμία τίς ἔστι, λαβοῦσα τὴν ἀρ‐ χὴν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τὲ καὶ | |
5 | ληστῶν τὴν Μυσίαν κατὰ τὴν Τηλέφου τοῦ βασι‐ λέως ἀποδημίαν. Μυττωτόν: ὑπότριμμα τὶ διὰ σκορόδου. Μυττωτεύσωμεν: συγκύψωμεν· ἀπὸ τοῦ διὰ σκορό‐ δων τρίμματος. | |
10 | Μυσῶν λεία: ἐπὶ τῶν καταφρονητῶν καὶ εὐκατα‐ φρονήτων. Μυχάλμη: βυθὸς θαλάσσης. Μυχέστατον: ἐσώτατον. Μυωξία: ὑβριστικὸς λόγος· σημαίνει δὲ τοὺς τῶν | |
15 | μυῶν χηραμούς. Μυωπιζόμενος: μυωπάζων· παρακαμμύων· ἄκροις τοῖς ὀφθαλμοῖς προσέχων. Μυωτός: χιτῶνος εἶδος. Μύωψ: μυατίς ἐρεθίζουσα τὰς βοῦς. | |
20 | Μῶκος: χλευαστής· μωρός· σκώπτης· καὶ μωκω‐ μένης, χλευαζομένης. Μῶλυ: ἀντιπάθιον· ἢ βοτάνη ἀλεξιφάρμακος, ἤτοι πήγανον ἄγριον. Μωλύτερον: ἀμβλύτερον καὶ ἀπαθέστερον καὶ ἦχον | |
25 | οὐκ ἔχον. | |
Μώλωψ: ἔναιμον ἄλγος. | ||
mu284 | Μωμᾶται: ψέγει. Μωμητά: ψεκτά. Μῶν ἆρα: σημαίνει σύνδεσμον ἐπιζητητικόν· τὸ γὰρ μῶσθαι, ζητεῖν. | |
5 | Μῶν ἐστί: ἄρα ἔστιν. Μώνυχα: ἁπλῆν καὶ μὴ διεστῶσαν. Μωρός: ἔνιοι τὴν πρόσκαιρον εὐήθειαν προπερισπωμέ‐ νως· τὴν δὲ κακίαν ὀξυτόνως· οἱ δὲ ἁπλῶς προπε‐ ρισπῶσι· σύγκειται δὲ κατὰ στέρησιν τῆς ὥρας. | |
10 | Μωρότερος Μωρύχου: παροιμία· Πολέμων λέγεσθαι ταύτην παρὰ Σικελιώταις οὕτως· μωρότερός εἰμι Μωρύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθη‐ ται· Μόρυχος δὲ παρ’ αὐτοῖς ὁ Διόνυσος κατεπεί‐ θετο, διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τηῖ | |
15 | τρύγηι γλεύκει τὲ καὶ σύκοις· μορύξαι δὲ τὸ μολύ‐ ναι· Ὅμηρος γ’ οὖν τὸ μεμολυμμένος μεμορυχ‐ μένος φησίν· εὐήθειαν τούτου καταγνωσθῆναι, παρ’ ὅσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρωι αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τηῖ εἰσόδωι· τάττεται δὲ ἐπὶ τῶν | |
20 | εὔηθές τί διαπραττομένων. Μωρῶν: Δημοσθένης ἐν Φιλιππικοῖς· συντάγματα τινὰ Λακωνικὰ οὕτω καλεῖται· φησὶ δὲ Ἀριστοτέ‐ λης, ὡς εἰσὶ μοῖραι ἑπτὰ ὠνομασμέναι· καὶ διηί‐ ρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες· Ξενο‐ | |
25 | φῶν δὲ φησὶν ἐν τηῖ Λακώνων πολιτεία· ἑκάστη | |
mu285 | δὲ τῶν πολιτικῶν μωρῶν ἔχει πολέμαρχον ἕνα· λοχαγοὺς τέσσαρας· πεντηκοστύας ὀκτώ· ἐνωμο‐ τάρχας ἑκκαίδεκα. Μῶ: τὸ μυ στοιχεῖον· Δημόκριτος. | |
5t | Τέλος τοῦ μ στοιχείου. | |
nu285(6t) | Ἀρχὴ σὺν Θεῶ τοῦ ν στοιχείου. | |
7 | Νάβλα: εἶδος ὀργάνου. Νάει: στάζει· ῥέει. Ναΐδες: πηγαί: ἢ νύμφαι παρὰ τοῖς νάμασι δια‐ | |
10 | τρίβουσαι. Ναΐς: ἑταίρα τίς, ἧς μέμνηται Λυσίας καὶ Ἀριστο‐ φάνης. Ναὶ μὰ Δία: Ἀττικὴν ἔχει συνήθειαν· ἴσον δέ ἐστι τοῦτο, ναὶ μὰ τὸν Δία. | |
15 | Ναικισήρεις: καὶ παρὰ Φερεκράτηι καὶ Ἑρμίππωι· τουναντίον δὲ σημαίνει τῶ ἀληθεύειν. Ναὶ μήν: ναὶ οὕτως. Ναίουσιν: οἰκοῦσιν. Ναὶ τάν: οὕτως ὤμνυον. | |
20 | Ναιχί: τούτωι χρῶνται συνεχῶς. | |
nu286 | Νακην: προβάτου δοράν. Νάκος: ἔντριχον δέρμα· ἤτοι δορὰ προβάτου. Νακοτίλται: οἱ τῶν προβάτων κουρεῖς. Νᾶμα: ὕδωρ· ποτόν. | |
5 | Ναματιαῖα: τὰ ἀπὸ ναμάτων ὕδατα, καὶ πηγῆς, οὐκ ἀπὸ ὑετοῦ. Ναμεργία: ἀλήθεια. Ναρᾶς τὲ Δίρκης: ῥευστικῆς· Αἰσχύλος. Νανός: ἐπὶ τῶν μικρῶν παρὰ Νεοκλείδηι καὶ Ἀρισ‐ | |
10 | τοτέλει· καὶ ὁ Θεόφραστος· ὡς νάννον καὶ αἰδοῖον ἔχοντα μέγα· οἱ γ’ οὖν νάννοι μέγα αἰδοῖον ἔχουσιν. Νάννος: κονδὸς μὴ αὔξων. Ναναρισταί: γένος τί ἄσωτον. Ναξίανθος: ἡ ἀκοή. | |
15 | Νασμούς: τὰς ἀποροιάς. Ναός: ἀπὸ τοῦ νάειν. Ναρᾶς τε Δίρκης: ῥευστικῆς· Αἰσχύλος. Ναννίον: Ἀπολλόδωρος ἐν τωῖ περὶ τῶν ἑταιρῶν· αἶγα λέγεσθαι φησὶ ταύτην τὴν ἑταίραν· διὰ τὸ | |
20 | Θαλλὸν τὸν κάπηλον καταφαγεῖν· χαίρουσι γὰρ αἱ αἶγες τωῖ θαλλωῖ· ἔστιν δὲ αὐτῆς μνήμη καὶ ἐν τηῖ κωμωδίαι· Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τωῖ περὶ τῶν ἑταιρῶν τὴν Ναννίον φησὶ προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν | |
25 | εἶναι. | |
nu287 | Ναξία λίθος: ἡ Κρητικὴ ἀκόνη· Νάξος γὰρ πόλις Κρήτης. Νάπη: ὀρεινὸς ὑλώδης τόπος. Νάπυ: σίνηπι. | |
5 | Νάρκη: μυρμηκίασις. Ναστόν: πυκνόν· μεστόν· πλήρη· μὴ ἔχον ὑπόκου‐ φον τί. Ναστός: πλακοῦντος εἶδος· καὶ ναστοφαγεῖν· λέγουσι δὲ καὶ τὸν ζυμίτην ἄρτον· ὡς ἐπίπαν καὶ μέγα. | |
10 | Ναύαρχος: ὁ τῶν νηῶν ἄρχων. Ναυβάτης: ἐπιβάτης ἢ ναύτης. Ναύειν: ἱκετεύειν· ἐπεὶ ἐν τοῖς ναοῖς ἦσαν· ἢ παρὰ τὴν ἑστίαν παρὰ τὸ ἐναῦσαι. Ναύκληρος: ὁ τῆς νεὼς κύριος· καὶ ὁ ἐπιπλέων | |
15 | αὐτηῖ, ἐπὶ τῶ τὰ ναύλα λαμβάνειν. Ναύκληρος: Ὑπερίδης οὐ μόνον ὡς ἡ συνήθεια κέ‐ χρηται τωῖ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθω‐ μένου ἐπὶ τωῖ τὰ ἐνοίκια ἐκλέγειν, ἢ οἰκίας ἢ συν‐ οικίας. | |
20 | Ναυκληρεῖν: καὶ τὸ οἰκίας δεσπόζειν· Ἄλεξις. Ναυκραρία: Δημοσθένης ἐν τωῖ κατὰ Τιμοκράτους· μήτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς ναυ‐ κρατητικά· ἵνα ἦ ἀπὸ ναυκρατητικοῦ πλοίου ἢ ναυκρατητῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ | |
25 | παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου· ἐὰν δὲ ηἶ Ναυ‐ | |
κρατητικὰ, ἢ ἀντ’ αὐτῶν ἀρχόντων· ναυκράρους | ||
nu288 | γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον· ὡς καὶ Ἡρόδοτος ἐν εʹ ἱστοριῶν. Ναυκράροι: τὸ παλαιὸν Ἀθήνησιν οἱ νῦν δήμαρχοι· καὶ οἱ ἐκμισθοῦντες τὰ δημόσια. | |
5 | Ναυκραρία: τὸ πρότερον οὕτως ἐκάλουν ναυκραρία καὶ ναύκραρος· ναυκραρία μὲν ὁποῖον τι ἡ συμ‐ μορία καὶ ὁ δῆμος· ναύκραρος δὲ ὁποῖον τί ὁ δήμαρ‐ χος, Σόλωνος οὕτως ὀνομάσαντος· ὡς καὶ Ἀριστο‐ τέλης φησί· καὶ ἐν τοῖς νόμοις δὲ ἄν τις ναυκρα‐ | |
10 | ρίας ἀμφισβητῆ· καὶ τοὺς ναυκράρους τοὺς κατὰ ναυκραρίαν· ὕστερον δὲ ἀπὸ Κλεισθένους δῆμοι εἰσίν· καὶ δήμαρχοι ἐκλήθησαν· ἐκ τῆς Ἀριστο‐ τέλους Πολιτείας, ὃν τρόπον διέταξε τὴν πόλιν ὁ Σόλων· φυλαὶ δὲ ἦσαν τέσσαρες καθάπερ πρότε‐ | |
15 | ρον καὶ φυλοβασιλεῖς τέσσαρες· ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι, τριττύες μὲν τρεῖς, ναυ‐ κραρίαι δὲ δώδεκα καθ’ ἑκάστην· ὁ Κλείδημος ἐν τηῖ τρίτη φησὶν, ὅτι Κλεισθένους δέκα φυλὰς ποιή‐ σαντος, ἀντὶ τῶν τεσσάρων, συνέβη καὶ εἰς πεντή‐ | |
20 | κοντα μέρη διαταγῆναι· αὐτοὺς δὲ ἐκάλουν ναυ‐ κράρια· ὥσπερ νῦν εἰς τὰ ἑκατὸν μέρη διαιρεθέντα καλοῦσι συμμορίας. Ναυκρατίαν: Ἀνδοκίδης Συμβουλευτικῶ. Ναυλοχεῖν: ναῦς λοχᾶν καὶ ἐνεδρεύειν· Θουκυδίδης | |
25 | ἑβδόμωι· καὶ ναυλόχιον, ὁ τοιοῦτος τόπος, ωἷ λι‐ | |
μένες ἔνεισιν. | ||
nu289 | Ναυλόχιον ἐν τωῖ μέσωι: Ἀριστοφάνης Βαβυλω‐ νίοις. Ναυλοχεῖ: ἐν τηῖ νηῒ κατατέτακται. Ναύλοχον: εὔδιον ἐν ωἷ αἱ ναῦς λοχῶσιν ἢ ἀναπαύ‐ | |
5 | ονται. Ναύμαχα: μακρὰ δόρατα, ὥστε ἀπὸ τῶν νεῶν μά‐ χεσθαι. Ναυμαχησείοντες: πρὸς ναυμαχίαν ἑτοίμως ἔχοντες. Ναύποδες: οἱ νησιῶται. | |
10 | Ναυσικύδου: καὶ σὺν τωῖ ς· καὶ τὰ ἄλλα τὰ ὅμοια διττῶς· Ἀριστοφάνης. Ναῦς: Ἀττικοί· Ἴωνες δὲ νεὺς ἢ νηύς· καὶ τὰς πλαγίους Ἴωνες νεὼς ἢ νηός· νηΐ· νηΐτην δὲ πλη‐ θυντικήν. | |
15 | Ναυσίουσα: ναυσιῶσα· οὕτως λέγει καὶ πλέουσα. Ναυσίπορος: ὑπὸ νηῶν περώμενος. Ναύσταθμον: τὸν λιμένα. Ναυστολοῦν: ναύστολον. Ναυστολίαν: πλοῦν. | |
20 | Ναυτικὴ συγγραφή: τὸ ναυτικὸν δάνεισμα, ὃ ποιεῖται τίς ἐπὶ ὑποθήκηι. Ναυτίδας: γυναῖκας ὡς ναύτας. Ναυτιλλόμενος: πλέων. Ναυτοδίκαι: Ἀθήνησιν οἱ τὰς τῆς ξενίας δίκας εἰσά‐ | |
25 | γοντες. | |
Ναυτοδίκαι: ἀρχὴ τίς ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· | ||
nu290 | Κρατερὸς γ’ οὖν φησίν· ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατίζη, διώκειν δεῖ τωῖ βουλομένωι Ἀθηναίωι οἷς δίκαι εἰσίν· λαγχάνειν δὲ τηῖ ἔνηι καὶ νέαι πρὸς τοὺς ναυτοδίκας. | |
5 | Ναυτοδίκαι: ἄρχοντες ἐπὶ τοῖς ναυκλήροις δικάζοντες καὶ τοῖς περὶ τὸ ἐμπόριον ἐργαζομένοις, ὡς καὶ ναυφύλακες ἄρχοντες τινὲς ἐπὶ τῆς τῶν νεῶν φυλακῆς. Ναυστολία: ὁ πλοῦς. | |
10 | Ναυττιᾶν: ἐν τοῖς δυσὶ ταυ λέγουσιν. Ναύφρακτον: καὶ ναύφαρκτον τὴν Ἀττικὴν δύναμιν καλοῦσιν. Ναύφαρκτον βλέπειν: φησὶν ἐπὶ τοῦ περιαρθροῦντος καὶ σεμνῶς ἰόντος· Πρὸς τῶν θεῶν ἄνθρωπε ναύ‐ | |
15 | φαρκτον βλέπεις. Νεαλής: ἐκτείνεται τὸ α· Ἀριστοφάνης Λημνίαις· Ἕως νεαλης ἐστὶν αὐτὴν τὴν ἀκμήν· Μένανδρος. Νεαλής: κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς· λέγεται δὲ καὶ ὁ νεωστὶ ἁλισθείς. | |
20 | Νεᾶν: οὐ νεοῦν τὴν γῆν· καὶ νεατὸν Ξενοφῶν, οὐ νέωσιν· Εὔπολις Αἰξίν· Ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν. Νεάζομεν: μειρακιευόμεθα· καὶ ἐπὶ τοῦ νεωστὶ ἥκομεν. | |
25 | Νέακας: τοὺς νέους· Κτησιφῶν Πανδώρα. | |
Νεανίας: τολμηρούς. | ||
nu291 | Νεανιεύεται: νέου ἔργα ποιεῖ. Νεανισκεύεται: Ἄμφις Ἐρίθοις· Ποσείδιππος Δη‐ μόταις· Εὔπολις Σφιγξὶν ἰδίως ἐσχημάτικεν τὸ νεανισκεύειν ἐν Δήμοις· Γυναῖκ’ ἔχοντα μάλα | |
5 | καλὴν τὲ κἀγαθήν· Αὐτὴ νεανικοῦντος ἐπεθύ‐ μησέ μου. Νεανιεύματα: κομάσματα· καινὰ τολμήματα. Νέα νουμηνία: ἡ πρώτη ἡμέρα τοῦ ἐνιαυτοῦ, ἥτις ἔστι νουμηνία Ἑκατομβαιῶνος μηνός. | |
10 | Νεαροί: νέοι· νήπιοι. Νεάσαι: μεταβαλεῖν τὴν ἠροτριασμένην γῆν· ἐπα‐ ροτριάσαι. Νεάτη: ἐσχάτη. Νεάτην: οὐχὶ νήτην λέγουσιν· καὶ παρανεάτην καὶ | |
15 | τρισνέατον· Κρατῖνος Νόμοις. Νεβλάρετοι: περαίνει· ἄσημος φωνὴ ἐπὶ τοῦ περαί‐ νειν· Ἀριστοφάνης Δαιταλεῦσιν. Νεβρίζειν: ἢ νεβροῦ δέρμα φορεῖν, ἢ διασπᾶν νεβρούς· κατὰ μίμησιν τοῦ περὶ τὸν Διόνυσον πάθους. | |
20 | Νεβρίζων: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου· ἢ καὶ τοὺς τελουμένους διαζωννύντος· νεβρίζειν ἐπὶ τοῦ νε‐ βροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. Νεβρίς: ἐλάφου δέρμα. | |
25 | Νεβρός: ἐλάφου γέννημα· οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν | |
καὶ νεμόμενον. | ||
nu292 | Νέεσθαι: πορεύεσθαι. Νεηκές: νεωστὶ ἠκονημένον. Νεήλατα: τὰ νεωστὶ ἀληλεσμένα ἄλφιτα καὶ μέλιτι δεδευμένα· οἷς καὶ ἀσταφίδες καὶ χλωροὶ ἐρέβινθοι | |
5 | συνεφυρῶντο· ἐκάλουν δὲ τινὲς αὐτὰ καὶ ἀμβροσίαν· κατ’ ἔλλειψιν δὲ προφέρουσιν οἱ Ἀττικοὶ τὸ νεή‐ λατα, μὴ προστιθέντες τὸ ἄλφιτα. Νεήλατα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· κατ’ ἔλλειψιν ἀντὶ τοῦ νεήλατα ἄλφιτα, τὰ νεωστὶ | |
10 | ἀληλεσμένα· ἃ δὴ μέλιτι ἀναδεύοντες, ἀσταφίδας δὲ καὶ χλωροὺς ἐρεβίνθους ἐπεμβάλλοντες, τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον· ἐκάλουν δὲ αὐτὰ, οἱ μὲν ἀμ‐ βροσίαν, οἱ δὲ μακαρίαν. Νεήλυδες: νεωστὶ ἐληλυθότες. | |
15 | Νεῖα: τὰ εἰς κατασκευὴν νεῶν ξύλα. Νείκας: τιμὰς ὁμοίως Ἀττικοί. Νεικεῖ: ψέγει· φιλονεικεῖ. Νεῖκος: διαφορὰ μετ’ ἐπιπλήξεως· οἱ δὲ μάχην· φιλονεικίαν· λοιδορίαν· Ὅς με μετ’ ἀπρήκτους | |
20 | ἔριδας καὶ νείκεα βάλλει· λέγων κατάμεμψιν· καί· Νεῖκος Ὀδυσσῆος· καὶ μάχη· —ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη· —Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη. Νεῖν: κολυμβᾶν· καὶ τὸ νήθειν. Νεκάδες: νεκροί. | |
25 | Νεκτάρεον: ἡδύ· καλόν· εὐῶδες· ἐπὶ τοῦ· Νεκταρέου | |
nu293 | ἑανοῦ· καὶ νέκταρ, θεῶν πόμα· καὶ οἶνος οὕτως, ὡς Ἀναξανδρίδης· καὶ τὸ βρῶμα τῶν θεῶν ὁ αὐτός. Νεκταρέου: θείου. Νεκνιζομένου: καινουργουμένου. | |
5 | Νέκταρ: θεῖον πόμα. Νεκυομάντις: ὁ ἐπερωτῶν τὸν νεκρόν. Νέκυς: νεκρός. Νεμέας χαράδρα: τόπος τις οὕτως ἐκαλεῖτο ἐν Πελο‐ ποννήσωι. | |
10 | Νεμέας αὐλητρίδος μνημονεύει Ὑπερίδης. Νεμεσσᾶ: μέμφεται. Νεμεσσᾶν: φθονεῖν ἢ μηνίειν. Νεμεσητόν: μεμπτόν. Νεμεσία: ἡ ἐπὶ τοῖς νεκροῖς γενομένη πανήγυρις· ἐπεὶ | |
15 | ἡ Νέμεσις ἐπὶ τῶν νεκρῶν τέτακται. Νεμεσία: Δημοσθένης ἐν τωῖ κατὰ Σπουδίου· μή‐ ποτε ἑορτὴ τίς ἦν Νεμέσεως· καθ’ ἣν τοῖς κατοι‐ χομένοις ἐπετέλουν τὰ νομιζόμενα. Νέμεσθαι: ὡς τὸ πολὺ, τὸ λαμβάνειν πρόσοδον παρὰ | |
20 | Θουκυδίδη. Νεμεσίζει: μέμφεται· καὶ νεμεσίζομαι· φθονῶ. Νέμεσις: μέμψις· δίκη· ὕβρις· φθόνος· τύχη. Νεμήσασθαι: διαμερίσασθαι. Νεμήσεις ὑποκριτῶν: οἱ ποιηταὶ ἐλάμβανον τρεῖς | |
25 | ὑποκριτὰς κλήρωι νεμηθέντας ὑποκρινομένους τὰ δράματα· ὧν ὁ νικήσας εἰς τουπιὸν ἄκριτος παρα‐ | |
λαμβάνεται· ἔστιν οὖν οἷον διαιρέσεις. | ||
nu294 | Νέμοιτο: καρποῖτο. Νεμόμενα: μεριζόμενα· καὶ νομὴ, διαίρεσις καὶ μερισμός. Νέμοντα: διοικοῦντα. | |
5 | Νέμω: νομήσω. Νενησμένην: σεσωρευμένην. Νένηται: πεπλήρωται ἢ σεσώρευται. Νένωμαι: διανενόημαι. Νενώμεθα: διανενοήμεθα. | |
10 | Νένοφεν: νενέφωται. Νενώπηται: καταπέπληκται καὶ κατεστύγνακεν. Νεοαρδέα: νεωστὶ πεποτισμένην. Νεογαμής: ὁ νεωστὶ γήμας. Νεογιλόν: νεογέννητον. | |
15 | Νεόδμητον: νεοδάμαστον. Νεοεργές: προσφάτως εἰργασμένον. Νεοθνής: ὁ νεωστὶ τεθνεώς. Νεοθαλής: νεωστὶ ἀνελθών. Νεοκαταστάτοις ἀνθρώποις: φησὶ Θουκυδίδης ἀντὶ | |
20 | τοῦ νεωστὶ κατωικισμένοις. Νεοθηλής: νεωστὶ βλαστήσασα. Νεόκμητον: νεωστὶ κατεσκευασμένον. Νεοκράς: νεόκρατος· καὶ χαλκοκρὰς καὶ ἁλικράς. Νεόκρατος: κρατὴρ διττός· ὁ μὲν ἐν σπονδαῖς, ὁ δὲ ἐν | |
25 | περιδείπνοις. | |
nu295 | Νεόκρατος: νεωστὶ κεκραμένος. Νεωκορήσει: ἐνίοτε ἀντὶ τοῦ ἱεροσυλήσει· κορεῖν γὰρ λέγουσι τὸ καλλύνειν· τὸ σαροῦν· καὶ ἐκκαλλύ‐ νειν· τό, τε ἐκκορηθείης, ἀντὶ τοῦ ἐκκαλλυνθείης. | |
5 | Νεολαία: νέος λαός· καὶ οὐ πάλαι εἰς ἄνδρας ἐγγε‐ γραμμένος. Νεολαίαν: τὴν νεότητα τετρασυλλάβως οἱ Ἀττικοί· Βαβυλωνίοις· Ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν. | |
10 | Νεολώφητος: νεωστὶ λελωφηκυῖα. Νεολέως: ἔφηβος. Νεόνανον: τὸ παραχρῆμα γεγονός· παίζειν τι δὲ ἔχειν· ὡς τοὺς μετοίκους νέου προστάτην· ἀντὶ τοῦ ἔχειν. | |
15 | Νεοπεφθῆ: ἀρτιμαθῆ. Νεοσπαδῆ: νεωστὶ τὰ σπάργανα περικείμενον. Νεορρύτοις: νεωστὶ ῥέουσι. Νέορτος: ἔφηβος. Νέος ἐστὶ καὶ ὀξύς: ἀμαθὴς ἔστι καὶ προπετής. | |
20 | Νεοπέπειρος: ὁ ἄρτι πεπανθείς. Νεουργόν: νεωστὶ εἰργασμένον. Νεοτελής: νεωστὶ τετελειωμένος. Νεοτευχές: νεωστὶ κατεσκευασμένον. Νεοττός: ἡ τοῦ ὠοῦ λέκιθος· καὶ τὸ πυρρόν· Μέναν‐ | |
25 | δρος Ἀνδρία· Καὶ τεττάρων ὠῶν μετὰ τοῦτο, φιλ‐ | |
nu296 | τάτη, Τὸ νεοττόν· Κλέαρχος ἐν τωῖ περὶ οἴνων συγγράμματι φησίν· ωἷ διαδίδοται ἡ ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτω γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τωῖ καλουμένωι νεοττωῖ· διεψεύσθησαν γὰρ | |
5 | οἱ πρῶτοι τοῦτο φήσαντες· καὶ ἔστι τὸ ὠχρὸν πε‐ ρίττωμα τοῦ σπέρματος· ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τωῖ περὶ χρησ‐ μῶν· ὄναρ γάρ τινα φασὶν θεασάμενον ἐκ τῆς κλί‐ νης αὐτοῦ κρέμασθαι ὠὰ, προσαναθέσθαι ὀνειρο‐ | |
10 | κρίτηι· τὸν δὲ εἰπεῖν, ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον· εὑρόντα δὲ σταμνίον, ἐν ωἷ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τί τοῦ ἀργυρίου τωῖ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τηῖ λέξει· | |
15 | Ὠῶν δ’ ἐν αὐτηῖ διέτρεχεν νεόττια. Νεόφθιτον: νεωστὶ τελευτῆσαν· νεωστὶ φθαρέν. Νεοχμόν: νέον. Νεύματα: βουλήματα. Νέφος: πλῆθος. | |
20 | Νεφώσεως: συννεφείας. Νεωκόρος: ὁ τὸν ναὸν κοσμῶν καὶ εὐτρεπίζων. | |
Νεολαία: νέων συναγωγή. | ||
nu297 | Νεών: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας φησίν. Νεῶνας: τοὺς νεῶν οἴκους Ἴωνες. Νεώρια καὶ νεώσοικοι: μήποτε νεώρια λέγεται ὁ | |
5 | τόπος ἅπας, εἰς ὃν ἀνέλκονται αἱ τριήρεις, καὶ πά‐ λιν ἐξ αὐτοῦ καθέλκονται· ὡς ὑποσημαίνουσι Λυ‐ κοῦργος τὲ καὶ Ἀνδοκίδης. Νεωρεῖν: νεωφυλακεῖν. Νέωρον: νέον. | |
10 | Νεώς: Ἀττικῶς ὁ ναός. Νεώσατε: ἀροτριάσατε. Νεώσοικοι: οἰκήματα παρὰ τηῖ θαλάττηι οἰκοδομού‐ μενα εἰς ὑποδοχὴν νεῶν ὅτε μὴ θαλαττεύοιεν. Νέωσι: Δημοσθένης κατ’ Αἰσχίνου· πόλις ἐστὶν ἐν | |
15 | Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν ηʹ Νέωνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν ϛʹ Ἀτθίδος Νεῶνας. Νέωτα: τὸ ἐπιὸν ἔτος, ἤτοι εἰς τὸ μέλλον. Νεωτερίζει: καινὰ πράττει. Νεωτερικόν: νεανικόν· λέγουσι δὲ τὸν ἀνδρικόν. | |
20 | Νεωτεροποιός: Ἀντάρτης τύραννος ἐπιθέτης. Νῆα: ναῦν· πλοῖον. Νηγάτεον: λεπτόν· καινόν· ἁπαλόν· λευκόν· εὐυ‐ φές. | |
Νηδι: καὶ νηδία ἑκατέρως. | ||
nu298 | Νηδὺς ἐλαιάεσσα: ἐπὶ Κύκλωπος· Σικελή· ἀπὸ Ὕβλης τῆς ἐλαιηρᾶς. Νηδύς: γαστήρ· μήτρα. Νῆες: τὰ πλοῖα. | |
5 | Νήεον ὕλην: ἐσώρευον ὕλην· καὶ νηήσας, σωρεύσας. Νηΐδα: ἄπειρον· ἀμαθῆ· ἀσθενῆ. Νηΐς: οὐκ εἰδώς· ἄπειρος· τὴν δὲ Νηΐδα νύμφην παρὰ τὰ νάματα ἔνιοι· καὶ τὸν Νεῖλον· καὶ ἐν Σάμωι δὲ θηρία γενέσθαι, ὧν φθεγγομένων ῥήγνυσθαι τὴν | |
10 | γῆν· ἐκαλοῦντο δὲ νηία ωσεῦται αν. Νήθειν: οὐ μόνον νεῖν τὴν κρόκην φασίν. Νηκερδής: ἀνωφελής· ἀσύνετος. Νηκούστησεν: παρήκουσε. Νηκτά: ἔνυδρα· κολυμβητά. | |
15 | Νηλεῶς: ἀπανθρώπως· σκληρῶς. Νημερτές: ἀληθές. Νεῖν: νήθειν κρόκην. Νηνεμία: ἀνέμων ἀπουσία. Νήνεμος: ἄνεμον οὐκ ἔχων. | |
20 | Νηνίποδες: ἀνυπόδητοι. Νηπενθές: ἀπενθές. Νηποινί: ἄνευ τιμωρίας καὶ ποινῆς. Νηπύτιος: ἀνόητος· ἄφρων. Νηρίται: κόγχης τί γένος. | |
25 | Νηρίθμους: ἀναριθμήτους· ἀπείρους. Νήσουσιν: σωρεύσουσιν. | |
Νησαίη λίθος: οἱ μὲν τὸ σαρδόνιον ἀπὸ τῆς νή‐ | ||
nu299 | σου· οἱ δὲ σμάραγδον· ἐν Κύπρωι γὰρ μεταλ‐ λεύεται. Νισαίας: ἵππους. Νισαῖον: πεδίον τῆς ἐρυθρᾶς θαλάσσης. | |
5 | Νήστιν: τὸ ἔντερον ἢ σπλῆνα ἢ γλῶτταν· Ἀριστο‐ φάνης. Νήστις: ὁ ἄσιτος· καὶ τὸ μεταξὺ τῆς κοιλίας καὶ τοῦ στομάχου ἔντερον. Νήστις: ἔντερον ἐν ωἷ περιελίττουσιν οἱ μάγειροι τὰς | |
10 | χορδάς. Νήστης: Σικελικὴ θεός· Ἄλεξις. Νήστειραν: στερουμένην τροφῆς. Νησύδριον: νησίον μικρόν. Νήτην: μάτην. | |
15 | Νητικήν: ἄνευ τοῦ ς· τὴν περὶ τὸ νήθειν τέχνην. Νὴ τὸν καὶ ναὶ μὰ τόν: κατομοτικὰ ταῦτα· ἀπομο‐ τικὰ δὲ, οὐ μὰ τὸν Δία· ὥστε ἐσχάτη ἀκυρολογία τὸ λέγειν μὰ τὸν Δία ποίησον. Νηφάλια θύματα: δίχα σπονδῆς. | |
20 | Νηφάλιοι θυσίαι: ἐν αἷς οἶνος οὐ σπένδεται· ἀλλὰ ὕδωρ καὶ μελίκρατον. Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα· μήτε σύκινα μήτε μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγεται. Νήχεται: κολυμβᾶ. | |
25 | Νίβα: χιόνα· καλεῖται δὲ οὕτως καὶ κρήνη ἐν Θρά‐ | |
κηι. | ||
nu300 | Νιγλαρεύων: τερετίζων· καὶ ὁ νίγλαρος· κρουματι‐ κῆς διαλέκτου ὄνομα· Εὔπολις Δήμοις· Τοιαῦτα μέν τοι νιγλαρεύων κρούματα. Νιγλάρους: τερετισμούς. | |
5 | Νίγλαροι: τερετίσματα· καὶ περίεργα κρούσματα. Νίδες: αἰδοῖα ἢ ὀρχίδια παιδίων· Σικελοί. Νίζει: ῥύπτει· πλύνει· νίπτει· κλύζει· ἀποσμήχει. Νικαίην: νίκην. Νίκαστρον: νικητήριον. | |
10 | Νίκαια: Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσβείας· ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος. Νικάνωρ: τρεῖς γεγόνασι Νικάνορες· ὁ μὲν υἱὸς Βα‐ λάκρου· ἕτερος δὲ Παρμενίωνος· ἄλλος δὲ Στα‐ γειρίτης τὸ γένος· οὗ καὶ Ὑπερίδης μνημονεύει ἐν | |
15 | τωῖ κατὰ Δημοσθένους. Νίκη Ἀθηνᾶ: Λυκοῦργος ἐν τωῖ περὶ τῆς ἱερείας· ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον· ἔχον ἐν μὲν τηῖ δεξιαῖ ῥοὰν, ἐν δὲ τηῖ εὐωνύμωι κράτος, ἐτιμᾶτο παρὰ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιη‐ | |
20 | γητὴς ἐν αʹ περὶ ἀκροπόλεως. Νιοβιδῶν: ἐπὶ τῶν ἀρσένων καὶ ἐπὶ τῶν θηλειῶν. Νιφάδες: σταγόνες. Νίφαργον: νιφάδι λελευκασμένον. Νείφει: χιονίζει. | |
25 | Νιφετός: ἡ κατὰ λεπτὸν καταφερομένη χιών· τέσ‐ | |
σαρες εἰσὶν πήξεις τῆς ἐν τωῖ ἀέρι ὑδατώδους | ||
nu301 | [πήξεως] ὑγρότητος· ὑπὲρ γῆν μὲν ἄνω, ἐπ’ ἔλαττον μὲν χιών· ἐπὶ πλέον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω, ἐπ’ ἔλαττον μὲν πάχνη, ἐπὶ πλέον δὲ κρύσταλλος· ὁ δὲ νιφετὸς πῆξις οὐκ ἔστιν, ἀλλὰ μᾶλλον περὶ | |
5 | τὴν ἀλλοίαν χρείαν ἡ ποιότης αὕτη. Νιφόεσσα σελήνη: λευκή. Νίψαι: μακρὰ ἡ πρώτη συλλαβὴ ὁπότε ἐπὶ νιφετοῦ τάττεται· καὶ ἔνιψεν· καὶ ἐνίφθη ἡ γῆ. Νοητά: τὰ μὴ αἰσθητά· τὰ ἀόρατα. | |
10 | Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρωίων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν· οὕτω Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστο‐ κράτους. | |
15 | Νοβακκίζειν: τὸ ὀρχούμενον τοῖς δακτύλοις ἐπι‐ ψοφεῖν· σεισμὸς Νιόβη. Νοθεύει: ἀπατᾶ· ἀπαλλοτριοῖ. Νόθος: ὁ μὴ δύο ἀστῶν. Νομάδες: βοσκόμεναι ἀγέλαι. | |
20 | Νομαδόστοιχοι: ἀπὸ τῶν νόμων κατὰ στοιχὸν ὀρχούμενοι. Νομάδων: ἀγρίων· βαρβάρων. Νομαί: μερισμοί. Νομεύς: βοσκός· ποιμήν. | |
25 | Νομῆς: ἐνκοίλια πλοίου. | |
Νομιζόμενα: νόμιμα· ἢ ὑπολαμβανόμενα. | ||
nu302 | Νομίζουσιν: ἀντὶ τοῦ νομίσματι χρῶνται. Νομικόν: τὸν ἐπιστήμονα τῶν νόμων· Ἄλεξις Γαλατεία. Νόμιον: δίκαιον. | |
5 | Νομοθέται: καὶ οἱ εἰσηγούμενοι, καὶ ἐκκλησία τίς Ἀθήνησιν οὕτως ἐκαλεῖτο, ηἷ τοὺς εἰσφερομένους ἐδοκίμαζον νόμους. Νομοΐστορες: νομομαθεῖς. Νομόν: νομήν· βοσκήν. | |
10 | Νόμος: θεσμός· συνήθεια. Νομοφύλακες: ἀρχὴ τίς παρὰ Ἀθηναίοις οὕτως ἐκαλεῖτο· διαφέρουσα τῶν θεσμοθετῶν· οἵτινες τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι. Νοσακερῶς: τρυφερωδῶς· μαλακῶς· νοσωδῶς. | |
15 | Νόμος: ὁ κιθαρωδικὸς τρόπος τῆς μελωδίας· ἁρ‐ μονίαν ἔχων ταύτην καὶ ῥυθμὸν ὡρισμένον· ἦσαν δὲ ἑπτὰ οἱ ὑπὸ Τερπάνδρου· ὧν εἷς ὄρθιος· τετράδιος ὀξύς· Δωριεῖς δὲ ἐπὶ νομίσματος χρῶνται τηῖ λέξει· καὶ Ῥωμαῖοι παραστρέψαντες νοῦμμον λέγουσιν· | |
20 | Ἀττικοὶ δὲ τὰ διανενεμημένα μέρη τῆς γῆς, ὡς καὶ ἐν Αἰγύπτωι, καὶ τὸ δίκαιον ἔγγραφον. Νοσηλεία: ἡ τῶν νοσούντων ἐπιμέλεια· καὶ νοση‐ λεύεσθαι, τὸ νοσοκομῆσαι. Νοσηλεύεσθαι: νοσεῖν οὐκ ἐπαχθῶς. | |
25 | Νοσηλεύω: νοσοῦντα θεραπεύω. | |
nu303 | Νορύη: ὄσπριόν τι· Θεόφραστος δὲ συνώνυμα φησὶ τρύχνον· νορύη· τιθύμαλλον. Νορτή: τιθύμαλλον. Νόσον ἔχειν: ἀντὶ τοῦ φαῦλον ἔθος ἔχειν· Εὐριπίδης | |
5 | Ἀντιόπη. Νοστήσας: ἐπανελθών. Νόστος: ἡ οἴκαδε ἐπάνοδος· ἢ ἡ ἀνάδοσις τῆς γεύσεως. Νόστον: ὁδόν· νευχάσας· νεανιευσάμενος. | |
10 | Νοσφιζόμεθα: χωριζόμεθα. Νοῦς οὐκ ἔνι Κενταύροις: παροιμία ἐπὶ τῶν ἀδυνάτων ταττομένη. Νοσφιζόμενον: ὑφαιρούμενον· ἰδιοποιούμενον. Νότιον: χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως. | |
15 | Νότιος: ὑγρός. Νότοθεν: ἐκ μεσημβρίας. Νουβυστικόν: νοῦ βεβυσμένον καὶ γέμον. Νουβυστικῶς: νουνεχῶς. Νουθετίαν: καὶ νουθετησμὸν λέγουσι. | |
20 | Νύκας: ἀνοίξας. Νυκτερίδος αἶνος: αἰνιγματωδῶς δηλοῖ περὶ νυκτε‐ ρίδος ὅπερ ἔκκειται ἐν τοῖς μετὰ ταῦτα. | |
Νυκτερινοὶ κύνες: οἱ λύκοι. | ||
nu304 | Νυκτίβιος: ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέραι διάγων. Νυκτιλόχοι: οἱ λησταί. Νυκτῶν μέσον: διὰ μέσης νυκτός. Νυμφαῖον: νυμφῶν ἱερόν. | |
5 | Νυμφαγωγόν: τὸν παράνυμφον. Νύμφαι: οἱ πτερωτοὶ μύρμηκες, καὶ οἱ ἐν τοῖς κήποις σκώληκες. Νυμφεύτρια: ἡ παράνυμφος. Νυμφεύτρια: ἡ συμπεμπομένη ὑπὸ τῶν γονέων | |
10 | τηῖ νύμφηι· καὶ ἡ νεόγαμος δὲ καὶ ἡ γαμετή· καὶ πρεσβυτέρα Πηνελόπη· καὶ ἡ Ἑλένη παρὰ Ἀθηναίοις· καὶ ἡ τοῦ Διὸς μήτηρ· καὶ ἡ θεὰ ἡ ἐπὶ τῶν ὑδάτων. Νύμφαιον: ὄρος Ἀρκαδίας. | |
15 | Νυμφαῖον: ἐν τωῖ Πόντωι ἐστὶν τὸ Νυμφαῖον· καὶ φησὶ Κρατερὸς ἐν θʹ τῶν ψηφισμάτων, ὅτι Ἀθη‐ ναίοις ἐτέλει τάλαντον. Νύμφαι: σκώληκες· οἱ ἐν τοῖς τῶν μελισσῶν κυτ‐ ταρίοις, ὅτ’ ἂν ἤδη πτεροποιεῖν ἄρξωνται· οἱ δ’ | |
20 | ἁπλῶς τοὺς πτερωτοὺς σκώληκας Σάμιοι· καὶ τὸ ἀναμέσον τῶν γυναικείων αἰδοίων νύμφην κα‐ λοῦσιν· καὶ τῶν ῥόδων αἱ κάλυκες αἱ μεμυκυῖαι, νύμφαι· καὶ αἱ νεόγαμοι κόραι, νύμφαι· καὶ αἱ Μοῦσαι δὲ ὑπὸ Λυδῶν, νύμφαι· ὅτι δὲ πάντων τῶν | |
25 | καρπῶν αἱ ἐκφύσεις οὕτω, δῆλον· περὶ δὲ τῶν θεῶν Διονύσου πᾶσα ἱστορία συνῆκται ἐν τρι‐ | |
άκοντα τρισὶ βίβλοις. | ||
nu305 | Νυμφικὰ λουτρά: τὰ εἰς γάμους ἐκ τῆς ἀγορᾶς ἀπὸ κρήνης λαμβανόμενα. Νύμφη: πηγή· καὶ ἡ νεόγαμος γυνή. Νυμφίος: κτητικῶς· ὡς Τύριος, Φρύγιος, Λύδιος. | |
5 | Νυμφόβας: ὁ Σειληνὸς τῶν νυμφῶν ἀνήρ. Νυμφόληπτοι: αἱ νύμφαι κατημμέναι. Νυμφοστόλος: νυμφαγωγός. Νῦν: τὸν παρόντα χρόνον δηλοῖ. Νῦν δή: ἀρτίως ἢ μικρὸν ἔμπροσθεν· Νόμοις ηʹ· | |
10 | νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις, οὕτω ταῦτ’ ἐτίθεμεν· νῦν δ’ ἐπιλελήσμεθα· καὶ Εὐριπίδης ἐν Ἱππολύτωι· Νῦν δὴ μὲν ὄρος βᾶς’ ἐπὶ θήρας Πόθον ἐστέλλου· νῦν δὲ ψαμάθοις (Ἐπ’) ἀκυμάντοις· καὶ ἐν Μελεάγρωι· Ὁρᾶς σὺ | |
15 | νῦν δή μ’ ὡς ἐπράϋνας τύχην; Μάγνης δὲ ἐν Πυ‐ τακίδηι· Εἰπέ μοι, νῦν δὴ μὲν ὤμνυς μὴ γεγονέναι· νῦν δὲ φῆς· ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρη‐ κεν· τὸ μὲν νῦν ἐπὶ τοῦ παρόντος χρόνου· τὸ δὲ δὴ ἐπὶ συνδέσμου· ὃς δὴ πάντων τῶν πολέμων χαλε‐ | |
20 | πώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. Νυνί μ’ ἔπεισας: μᾶλλον νῦν λέγω. Νύξ: εὐφρόνη· καὶ ἡ σκοτία. Νυός: καλεῖται μὲν ἐπίπαν ἡ τοῦ υἱοῦ γυνὴ τοῖς γο‐ νεῦσιν αὐτοῦ· χρῶνται δὲ τωῖ ὀνόματι ποικίλως οἱ | |
25 | ποιηταί. | |
nu306 | Νυρίζει: ξύει νύσσει. Νύρων: νύττων. Νύσσα: καμπτήρ· τέρμα· βαθμίς. Νύχιος: νυκτερινός. | |
5 | Νύχος: νύξ. Νωδός: ὁ μὴ ἔχων ὀδόντας. Νωγαλεύματα: τὰ κατὰ λεπτὸν ἐδέσματα· τὰ ἐπι‐ δορπίσματα. Νώδυνον: ἀνώδυνον. | |
10 | Νωθείας: βραδυτῆτος. Νωθής: βραδύς· δυσκίνητος· ἄλογος. Νωθρός: ἀσθενής. Νῶ: ἡμεῖς. Νωειν: οἱ τοῖς ξένοις ἡγούμενοι ὁδοί. | |
15 | Νώμενος: ὁ νηθόμενος. Νωνακρεύς: πύκτης· παγκρατιαστής. Νῶντας: ῥέοντας. Νῶντος: σωρεύοντος. Νῶτα θαλάσσης: ἡ ἐπιφάνεια τῆς θαλάσσης. | |
20 | Νώνυμος: ἀνώνυμος· ἄδοξος. Νωτίσαι: ἐπάρασθαι. Νωταλεύματα: Ἀραρὼς Καμπυλίωνι· Τὰ κομψὰ δῆτα ταῦτα νωταλεύματα· Κόγχαι τὲ καὶ σωλῆ‐ νες αἵ τε καμπύλαι Καρῖδες· Ἀντιφάνης Βουσίριδι· | |
25 | Βότρυς· ῥόας· φοίνικας· ἕτερα νωταλαῖν. | |
Νωτόπληγα: μαστιγίαν τὸν εἰς τὰ νῶτα πληγὰς | ||
nu307 | λαμβάνοντα· Φερεκράτης Κραπατάλοις· Καὶ νω‐ τόπληγα μὴ ταχέως διακονεῖν. Νωτοφόρος: ὁ ἐπὶ νώτου βαστάζων. Νῶτον: οὐδετέρως λέγουσι τὸ νῶτον· καὶ πληθυντι‐ | |
5 | κῶς τὰ νῶτα. Νωχελῆ: βραδεῖα. Νωχελής: βραδύς· ὁμαλός· ἄχρηστος. Νωχελωῖ: οὐ δυναμένωι κινεῖσθαι· φεύγοντα. | |
xi307(9t) | Ἀρχὴ σὺν Θεωῖ τοῦ ξ. | |
10 | Ξάνθιον: ἐπικοπτόν. Ξάνθοισιν: ὀρνέοις. Ξανθίζεσθαι: κοσμεῖσθαι τὰς τρίχας. Ξανθήν: πυρροειδῆ. Ξανήσει: κοπιάσει. | |
15 | Ξάνιον: κτένιον ὃ φοροῦσιν αἱ γυναῖκες ἐν τοῖς ἀναδε‐ ματίοις· κόσμος χρυσοῦς ἐπὶ κεφαλῆς. Ξανῶ: κοπιάσω· Σοφοκλῆς Ποιμεσίν· Ἕκτωρ τοῖς Ἀχαιοῖς βουλόμενος μάχεσθαι φησίν· Ἡδὺ ξανῆ‐ σαι καὶ προγυμνάσαι χέρα. | |
20 | Ξαίνω: νήθω· σωρεύω. Ξανᾶν: πονεῖν τοὺς καρποὺς τὰς γυναῖκας τῶν χει‐ ρῶν· διὰ συνεχῆ τῶν ἐρίων ἐργασίαν. | |
Ξεῖνοι: οἱ ἀπὸ ξένης φίλοι. | ||
xi308 | Ξεναγός: ὁ τῶν ξένων ἡγεμών. Ξεναγῶν: ξενοδοχῶν. Ξενηλατεῖν: Λακεδαιμόνιοι μετὰ πληγῶν ἐξήλαυνον τοὺς ξένους. | |
5 | Ξενίαν: καταγώγιον· κατάλυμα. Ξενίζειν: ξένηι χρῆσθαι φωνηῖ ἢ ξενικοῖς ἐπιτηδεύ‐ μασι· δηλοῖ δὲ καὶ τὸ ξενίας χάριν τινὰ ὑποδέξα‐ σθαι. Ξενίζειν: οἱ μὲν ξένηι διαλέκτωι χρῆσθαι· οἱ δὲ ἐν | |
10 | τηῖ ξένη διατρίβειν. Ξενικὸν ἐμπόριον: ὅπου οἱ ξένοι ἐμπορεύονται· ὥσπερ ἀστικὸν, ὅπου οἱ ἀστοί. Ξενικὸν ἐν Κορίνθωι: Δημοσθένης Φιλιππικοῖς· καὶ Ἀριστοφάνης· συνεστήσατο δ’ αὐτὸ πρῶτον Κόνων· | |
15 | παρέλαβεν δὲ αὐτὸ Ἰφικράτης ὕστερον· καὶ Χα‐ βρίας· ωἷ χρησάμενος τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλικλέους. Ξένιος: ὁ τῆς ξενίας ἔφορος. | |
20 | Ξενιτευομένους: ἀντὶ τοῦ μισθοφοροῦντας· Ἀριστο‐ φάνης Εὐθυδίκωι· Ἐγὼ ξενιτευόμενος ἐστρατευό‐ μην. Ξειρης: φυτὸν ἀρωματικόν· Ἀριστοφάνης. Ξενοκοπεῖν: ἐπὶ τοῦ πληγὰς ἔλαβον· οὕτω Μεταγένης. | |
25 | Ξενολόγος: ξένους συλλέγων στρατιώτας. Ξένος: καὶ ὁ καταγόμενος καὶ ὁ ὑποδεχόμενος. | |
Ξενίζειν: τὸ ξενικῶς διαλέγεσθαι. | ||
xi309 | Ξενίσεις: ξενοδοκίας· Θουκυδίδης. Ξεστόν: ὡμαλισμένον. Ξηραλοιφία καὶ ξηραλοιφεῖν: τὸ ἄνευ τοῦ λούεσθαι ἀλείφεσθαι. | |
5 | Ξηραλοιφεῖν: Αἰσχίνης κατὰ Τιμάρχου· ξηραλοι‐ φεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι· μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβε‐ σθαι οὕτως ἐλέγετο. Ξηρὸν καὶ αὖον ἑκατέρως. | |
10 | Ξηρὸς ἱδρώς: ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλ’ ὑπὸ γυμνα‐ σίων καὶ πόνων γινόμενος. Ξεναπάτας: ἰδίως ἐπὶ τῶν **** ὅτἂν μὴ τοι‐ οῦτοι πνέωσιν ἄνεμοι ἐν τοῖς πελάγεσιν, ὁποῖοι ἐν τοῖς λιμέσιν· Εὐριπίδης Σθενεβοίαι· Τίς ἄνδρα τι‐ | |
15 | μᾶ ξεναπάτην. Ξιφισμός: σχῆμα ἐκ τῆς ἐμμελείας καλουμένης· καὶ ξιφίζειν, τὸ χειροτονεῖν, παραπλήσιον ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα. Ξιφήρης: ξίφος ἔχων. | |
20 | Ξιφηφόρος: ξιφήρης. Ξόανον: ἄγαλμα· εἴδωλον· ζώδιον· ἀνδριάς. Ξουθόν: λεπτόν· ἁπαλόν· ἐλαφρόν· χλωρόν· ὑγρόν· ξανθόν· καλόν· πυκνόν· ὀξύ· ταχύ· οἱ δὲ ποικίλον· εὐειδές· διαυγές. | |
25 | Ξοῦθος: ὄνομα κύριον. Ξύει: γράφει· ὡς παρ’ Ὁμήρωι· ἔνθεν καὶ τὰ ξύσ‐ | |
ματα γράμματα. | ||
xi310 | Ξυήλην: ἣν ξυάλην λέγομεν· Ξενοφῶν Κύρου Ἀνα‐ βάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου· ἀντὶ δὲ τῶν πτερύγων σπάρτα πυκνὰ ἐστραμμένα· εἶχον δὲ καὶ κράνη, καὶ παρὰ τὴν ζώνην μαχαίριον | |
5 | ὅσον ξυήλη Λακωνική· ἣν Ἀττικοὶ κνῆστιν, Λά‐ κωνες ξυήλην λέγουσι μόνον· —ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν Κνήστι χαλκείη· οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτω λέγουσιν· —καπικνῆν καπεσθίειν· οἱ δὲ Λάκω‐ νες τούνομα ξυήλην· ὡς καὶ Ξενοφῶν φησὶν ἐν δʹ | |
10 | τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης, παῖς ἔτι ὢν, ἀποκτείνας ξυήληι Λακωνικηῖ παῖδα· διὰ τοῦτο δὲ καὶ τὸ κνῆν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρονα τίς τὸν ξύοντα ἀντιξύει· καὶ πάλιν· ὁ χοραγὸς ξύεται. | |
15 | Ξύλων ἐρεψίμων: στεγάσματά ἐστι τὰ ἐρέψιμα εἰς τὰς οἰκίας κατατεταγμένα. Ξυλοῦχος: σύνδενδρος καὶ ξυλώδης τόπος· δρυμός· ὕλη· χέρσος· ἀγρός· τόπος· οἱ δὲ κοίτην θηρίου. Ξύλον πρῶτον: τὸ βάραθρον. | |
20 | Ξύλοχον: ὑλώδη τόπον. Ξύμβαθι: σύμβαθι· ὅλως δὲ ὁ διὰ τοῦ ξ σχηματισ‐ μὸς κοινὸς ἔστι τῶν τε Ἰώνων καὶ τῶν Ἀττι‐ κῶν. Ξυμβῆ ἡ πεῖρα: ἀντὶ τοῦ ἐπιτευχθῆ παρὰ Θουκυ‐ | |
25 | δίδη. | |
Ξύμβολον: ἀρρενικῶς λέγουσι τὸ ξύμβολον. | ||
xi311 | Ξυμβόλους: οὕτω τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον· ἀνετίθεντο δὲ οὗτοι Δήμητρι. Ξυμφέρειν: συμφωνεῖν. Ξυναυλία: αὔλησις τίς σύμφωνος, ὑπὸ δύο περαινο‐ | |
5 | μένη, αὐλωδία. Ξύν: Θουκυδίδης ἀντὶ τοῦ συν καὶ τὰ ἄλλα τὰ ὅμοια· οὕτω καὶ οἱ παλαιοὶ πάντες. Ξυνδύο: καὶ ξυντρία λέγουσιν οἱ Ἀττικοί. Ξυμβάλλεται: καὶ συμβάλλεται. | |
10 | Ξυναίρεται: συνάπτεται. Ξυνάορον: γαμετήν. Ξυνήϊα: κοινὰ χρήματα. Ξύνες: λέγουσι καὶ σύνες. Ξυννένοφε: ἐπινεφῆ καὶ συννεφῆ καὶ συννέφελα ἐσ‐ | |
15 | τίν· Ἀριστοφάνης Ἀναγύρωι· Καὶ ξυννένοφε καὶ χειμέρια βροντᾶ μάλ’ εὖ· καὶ ἐν Νήσοις· Ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει· ἀντὶ τοῦ σκυθρωπάζουσα. Ξύνθημα: καὶ σύνθημα. | |
20 | Ξυνηρέτης: σύμφωνος· ὡς ὁ ἐναντίος, ἀντηρέτης. Ξυμφορά: συντυχία. Ξύνηβον: συμπότης. Ξυνοθόκος: ξενοδόχος. Ξυνωρίς: συζυγία· ἢ ἅρμα ἐκ δύο ἵππων συνεζευγ‐ | |
25 | μένον. | |
xi312 | Ξυρηκής: ὁ ξυρήσιμος καὶ κουριῶν. Ξυπεταίωνες: δῆμος τῆς Κεκροπίδος φυλῆς Ξυπε‐ ταιή· ἀφ’ ἧς ὁ δημότης Ξυπεταιών. Ξυρίδες: καμπάγια· ζυγάβδια· ἢ ἄλλο ὑπόδημα | |
5 | διάφορον. Ξυροῦ ἀκμῆς: τοῦ ὀξυτάτου· κατὰ λεπτότητα τῶν σιδηρίων. Ξυσταρχεῖς: τοῦ γυμνασίου ἄρχεις. Ξυστίδα: λεπτὸν ὕφασμα· περιβόλαιον. | |
10 | Ξυστίς: γυναικεῖον τί ἔνδυμά ἐστι πεποικιλμένον· ὡς δῆλον ποιοῦσιν ἄλλοι τὲ τῶν κωμικῶν καὶ Ἀν‐ τιφάνης ἐν Εὐπλοίαι· ἔστι μέντοι καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις· ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης ἐν | |
15 | Νεφέλαις. Ξυστίς: χιτὼν ποδήρης γυναικεῖος· οἱ δὲ τραγικὸν ἔνδυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα· οἱ δὲ τὸ λεπτὸν, παρὰ τὸ ἐξύσθαι· ἰδίως δὲ τὸ τῶν τραγωδῶν ἔνδυμα. | |
20 | Ξυστόν: δορύλλιον· ἀκόντιον· καὶ τὸ τέλειον δόρυ· καὶ ὁ τόπος ἔνθα οἱ ἀθληταὶ γυμνάζονται. Ξυνωμοσάμην: συνήγαγον καὶ φίλους ἐποίησα. Ξυνῶνα: τὸν κοινωνόν· Σοφοκλῆς. Ξυναλλαγῆναι: τὸ συμβῆναι· Θουκυδίδης. | |
25 | Ξυνσάσσεται: συσκευάζεται. | |
xi313 | Ξυρεῖσθαι: οὐδὲ ξυρᾶσθαι λέγουσιν. Ξυρόν: ἐκτεταμένως τὰ πολλὰ λέγουσιν. Ξυστίδες: εἶδος ὑποδημάτων· ἢ κόσμος γυναικεῖος· ἢ σκεῦος ἱματίων τί. | |
5 | Ξύστης: περισκελὲς ἔνδυμα. Ξυστόν: κοντόν· ἀκόντιον. Ξυστός: τόπος ἀνειμένος ἀθλητῶν. Ξύστραν: καὶ στλεγγίδα λέγουσι. Ξυστάς: ἀμπελοτόμον δρέπανον· καὶ γῆ ἀμπελο‐ | |
10 | φόρος. | |
omicron313(11t) | Ἀρχὴ τοῦ ο στοιχείου. | |
12 | Ὄα: ἀκροδρύων εἶδος, μήλοις μικροῖς ἐμφερές. Ὀαὶ τῶν ἱματίων: Ἀριστοφάνης Δαιταλεῦσιν· —ὅτε τὰς ὄας ἴσας ἐποιήσατο· οἱ γὰρ παλαιοὶ καὶ ταύ‐ | |
15 | ταις οἰὸς δέρμα προσέρραπτον, ἵνα ἥκιστα τρί‐ βοιντο. Ὀαρισμοί: διάλογοι. Ὄας: μηλωτάς· οἶς γὰρ πρόβατον. Ὄας: τὰς τῶν ἱματίων. | |
20 | Ὀβελίας ἄρτος: ὁ ἐπὶ ὀβελῶν ὀπτώμενος· λέγονται δὲ καὶ ὀβελιαφόροι, οἱ ἐν τοῖς Διονυσίοις τοὺς ὀβε‐ λίας ἄρτους αἴροντες· ἐτάσσετο δὲ ἡ λέξις ἐπὶ τῶν ἐργατῶν καὶ ἀγροίκων. | |
Ὀβελός: ὀβελίσκος. | ||
omicron314 | Ὀβελίας ἄρτος: περιπεπλασμένος μακρωῖ ξύλωι καὶ οὕτως ὀπτώμενος· γίνεται δὲ παραμήκης καὶ γασ‐ τρώδης. Ὀβολὸν ἐκβαλεῖν: τὸ ἐλάχιστον καὶ τὸ μηδὲν ση‐ | |
5 | μειωθῆναι. Ὀβολός: ὁ τόκος· εἶδος νομίσματος· ὀβολὸς δὲ παρ’ Ἀθηναίοις ἕξ ἐστι χαλκῶν· ὁ δὲ χαλκοῦς λεπτῶν ἑπτά· τὸ δὲ τάλαντον τοῦ ἀργυρίου λιτρῶν τῶν νῦν τεσσάρων καὶ νομισμάτων ὀκτὼ καὶ ἕξ· ἡ δὲ μνᾶ | |
10 | ἑξηκοστόν ἐστι τοῦ ταλάντου· τὸ δὲ τάλαντον τοῦ χρυσίου ἑξαπλάσιόν ἐστιν. Ὀβολοστατοῖ: ἀντὶ τοῦ δανείζοι· Λυσίας· οὐδ’ ἂν οἱ πολλοὶ ἐλάττονα τόκον λογίσαιτό τις, ἢ ὅσον οὗτοι ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται· ἔλεγον | |
15 | δὲ ὀβολοστάτας τοὺς δανειστὰς, ὡς Ὑπερίδης καὶ ἡ κωμωδία. Ὀβολοῦ χίμαιρα ἐν Ἅδου. Ὀβολὸς ἡλιαστικός: ὃς τοῖς δικάζουσιν ἐδίδοτο. Ὀβολοστάτης: δανειστὴς ἐπ’ ἐνεχύροις· στήσασθαι | |
20 | γὰρ τὸ δανείσασθαι. Ὀβολοστατῆσαι: τὸ λαβεῖν τόκους. Ὄβρια καὶ ὀβρίκαλα: τὰ τῶν λεόντων καὶ λύκων σκυμνία· Αἰσχύλος Δικτυουλκοῖς. Ὄβριμος: ἰσχυρός. | |
25 | Ὅγε: ὁ δή. Ὀγκίαν: τὸν σταθμόν· Σώφρων καὶ Ἐπίχαρμος. | |
Ὄγκοι: αἱ ἀκίδες. | ||
omicron315 | Ὀγκύλλεσθαι: ὑψαυχενεῖν· καὶ ὄγκους περιβάλ‐ λεσθαι· σεμνύνεσθαι. Ὠγκυλωμένος: ὑπερήφανος. Ὄγμος: ἡ κατὰ στοῖχον ἔφοδος τῶν θεριστῶν· καὶ | |
5 | ὄγμοι σταχύων. Ὄγχναι: ἀχράδες ἢ ἄπιοι. Ὀδάξ: τοῖς ὀδοῦσιν ἐνδεδηχότος. Ὀδαξησμός: κνησμός· καὶ ὀδόντων τρισμός. Ὁδαγός: διὰ τοῦ ἄλφα, οὐχ ὁδηγός. | |
10 | Ὁδαῖος Ἑρμῆς: ὁ ἐνόδιος. Ὀδακτάζειν: δάκνειν. Ὅδ’ ἐγώ: αὐτὸς ἐγώ. Ὁδῆσαι: τὸ ὠνήσασθαι· Εὐριπίδης Ἀλόπη καὶ Κύ‐ κλωπι. | |
15 | Ὁδιός: Ἑρμοῦ ἐπίθετον. Ὁ Διὸς Κόρινθος: παροιμία ἐπὶ τῶν πάλαι μὲν εὐ‐ πραγησάντων, ὕστερον δ’ οὐ καλῶς ἀπαλλαξάν‐ των. Ὁδοιπόριον: τὴν ἐπὶ τωῖ συμπλεῦσαι εὐωχίαν. | |
20 | Ὀδμή: ἀποφορά· ὀσμή. Ὁδοιδοκος: ὁ ἐν ταῖς ὁδοῖς· πανοῦργος· κλώψ. Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς: λεγόμενον· Ἀρι‐ στοφάνης Ἀναγύρω· Ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην. | |
25 | Ὁδός: Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκράτους· ἢ ἐν | |
omicron316 | ὁδῶ καθελών· ἀντὶ τοῦ ἐν λόχωι καὶ ἐνέδρα· τοι‐ οῦτον δὲ καὶ τὸ Ὁμηρικόν· Ἢ ὁδὸν ἐλθέμεναι· εἰ δὲ ψιλωθῆ ἡ προτέρα συλλαβὴ, σημαίνει τὸν βαθ‐ μόν. | |
5 | Ὀδοντισμός: εἶδος αὐλήσεως. Ὁδοποιοί: οἱ ὁδῶν ἐπιμεληταί. Ὀδός: ἀρσενικῶς· καὶ οὐδὸς, ὁ τῆς θύρας· οὗ χρὴ ὁδὸς ὁδεύειν οὐδεὶς εἴρηκε τῶν Ἀττικῶν, ὅσα γε καὶ ἡμᾶς ἐπίστασθαι· παρ’ Ὁμήρω δέ ἐστιν. | |
10 | Ὁδουρις: πρῶτος. Ὁδουρεῖς: προπορεύηι. Ὁδουρούς: τοὺς ἐν ταῖς ὁδοῖς κακουργοῦντας. Ὀδυνήφατος: ἡ τὰς ὀδύνας ἀφανίζουσα. Ὀδυσσέα: ἡ ἐσχάτη μακρά· καὶ τὰ ὅμοια. | |
15 | Ὄδωδεν: ὄζει. Ὁδωρεῖν: ὁδοφυλακεῖν. Ὄζαι: τὰ δέρματα τῶν ὀνάγρων. Ὄζειν: οὐ μόνον ὀδωδέναι λέγουσιν. Ὄζος: κλάδος. | |
20 | Ὅθι: ὅπου. Ὀθνεῖος: ἀλλογενής· ξένος· ἀλλότριος· Ἰσαῖος καὶ Πλάτων. Ὀθόναις: λεπτοῖς ὑφάσμασι· καὶ πᾶν τὸ ἰσχνὸν, κἂν μὴ λινοῦν ηἶ. | |
25 | Οἰστούχου: φαρέτρας. | |
Οἰστόν: δισυλλάβως Ἀττικοὶ λέγουσι τὸ βέλος. | ||
omicron317 | Οἴδια: προβάτια. Οἷ: ὅπου. Οἷ: περισπωμένως ἀντὶ τοῦ ἑαυτωῖ· ὀξυτόνως δὲ τὸ οὗτοι· συμποσίωι· οἷ μὲν γὰρ εὐθὺς παῖδα τινα | |
5 | τῶν ἔνδον ἀπαντήσαντα· καὶ οὗ ἀντὶ τοῦ αὐτοῦ· Πολιτεία· πλὴν οὗ. Οἰητας: τοὺς κωμήτας· Σοφοκλῆς Ἀνδρομέδα. Οἴηθεν: δῆμος Πανδιονίδος ἡ Οἴη· καὶ τὸ Οἴηθεν τοπικὸν ἐπίρρημα· Φιλόχορος δὲ τὴν Οἴην φησὶν | |
10 | Κεφάλου μὲν θυγατέρα εἶναι, Χαροποῦ δὲ γυ‐ ναῖκα. Οἴαι: διφθέραι· μηλωταί. Οἴακες: πηδάλια· αὐχένες. Οἰακίζει: κυβερνᾶ. | |
15 | Οἰακιστής: κυβερνήτης. Οἰακοστρόφος: κυβερνήτης. Οἰακοστροφῶν: κυβερνῶν. Οἰγνύει: ἀνοίγει. Οἰδαίνων: φλεγμαίνων· ψύχων. | |
20 | Οἰδαίνει: οἰδεῖν ποιεῖ. | |
Οἰδεῖ: φλεγμαίνει· πεφύσηται. | ||
omicron318 | Οἴδημα: ὄγκωμα· φλεγμονή· ἀπόστημα· ὡς ἐκ μεταφορᾶς τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται. Οἰδήματα: ἐπάρματα ἢ φυσήματα. | |
5 | Οἴδησις: φλεγμονή· φύσημα. Οἶδμα: κῦμα ἢ πέλαγος. Οἴεσθαι: ὑπονοεῖν. Ὀΐεσσι: προβάτοις. Οἰζύς: πόνος· ταλαιπωρία. | |
10 | Οἰηθείς: ὑπολαβών. Οἴησις: ἔπαρμα· ὑπόνοια. Οἴκαδε: εἰς τὰ οἰκεῖα. Οἰκέα: τὸν οἰκογενῆ οἰκέτην οἱ παλαιοὶ Ἀθηναῖοι· οἰκέτας καλοῦσιν οἱ Ἀττικοὶ καὶ τοὺς κατὰ τὴν | |
15 | οἰκίαν πάντας. Οἰκάριον: τὸ οἰκίδιον. Οἰκείαν: τὰ τοιαῦτα παρεσημειοῦτο Ἀριστοφάνης πρὸς τὴν οἰκείαν· ὅτι οὐ κυρίως κέχρηται τωῖ ὀνόματι· οἰκείους γὰρ ἐκτίθενται ἐν τωῖ περὶ συγ‐ | |
20 | γενῶν τοὺς κατ’ ἐπιγαμίαν παρεσηγμένους ἔξωθεν· ὁ δὲ Μένανδρος ἐνίοτε ἐπὶ τῶν συγγενῶν λέγει, οὐχ ὡς ἡμεῖς ἐπὶ τῶν κατ’ ἐπιγαμίαν φίλων· ὁ γὰρ τὴν ἐπιγαμίαν λαμβάνων ἔστι συγγενής· οἰκεῖος δὲ ὁ συγγενής. | |
25 | Οἰκεῖλαι: ἐκβληθῆναι. Οἰκεῖος: ἴδιος. | |
Οἰκεύς: οἰκέτης. | ||
omicron319 | Οἰκίδιον: τὴν δευτέραν συλλαβὴν ἐκτείνουσιν, ὡς καὶ χρυσίδιον καὶ τὰ ὅμοια. Οἰκίσκος: περδικοτροφεῖον· Ἀριστοφάνης Πελαρ‐ γοῖς. | |
5 | Οἰκογενές: τὸ οἰκόθρεπτον ἀνδράποδον. Οἰκέως: **** Οἴκημα: ἀντὶ τοῦ δεσμωτήριον· Δείναρχος· ἀντὶ δὲ τοῦ πορνεῖον· Αἰσχίνης. Οἰκίσκωι: ἀντὶ τοῦ μικρῶ τινὶ οἴκωι· Δημοσθένης | |
10 | ἐν τωῖ περὶ Κτησιφῶντος· ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον. Οἴκοθι: ἐπὶ τῆς οἰκίας. Οἴκοι: ἐν τωῖ οἴκωι. Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων. | |
15 | Οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. Οἰκόσιτος: ὁ τὰ οἴκοθεν καὶ τὰ ἑαυτοῦ ἐσθίων, οὐχὶ τὰ τῶν πέλας. Οἰκυπορεῖα: τὰ κατ’ οἰκίαν σκεύη. Οἰκότριψ: οἰκέτης. | |
20 | Οἰκοτρύβλιον: τὸ οἰκογενὲς παιδάριον. Οἰκουρός: οἰκονομικὸς ἢ οἰκοφύλαξ· οὐρὸς γὰρ ὁ φύλαξ. Οἰκουρὸν ὄφιν: τὸν τῆς Πολιάδος φύλακα· καὶ Ἡρό‐ δοτος· Φύλαρχος δὲ αὐτοῦ δύο. | |
25 | Οἰκούρια: ἃ καταλείπουσιν ἢ φέρουσιν αἱ μητέρες | |
τοῖς οἴκοις τῶν παιδίων ἀπολειφθεῖσιν· ἢ παίγνια. | ||
omicron320 | Οἰκουρουμένης: τῆς ἀσφαλῶς τηρουμένης καὶ ὑποι‐ κουρουμένης ὑγρότητος· ἤτοι τῆς ἐνδομυχούσης καὶ ἔνδον κατεσπαρμένης. Οἰκονόμους: τοὺς κατὰ τὸν οἶκον νεμομένους. | |
5 | Οἰκότριβες: οἱ ἐκ δούλων δοῦλοι, οἳ καὶ οἰκογενεῖς λέ‐ γονται· ἐνομίζοντο δὲ τὸ παλαιὸν ἀτιμότεροι τῶν ὠνητῶν· ὅτι οἱ μὲν ἐκ δούλων, οἱ δὲ ἐξ ἐλευθέρων ἐγένοντο· καὶ οἱ μὲν ἀεὶ δοῦλοι, οἱ δὲ ὕστερον. Οἴκτιστον: ἐλεεινόν. | |
10 | Οἴμησεν: ὥρμησεν· καὶ οἴματα, ὁρμήματα. Οἶμος: ὁδός· ἢ στίχος· ἢ ῥάβδος κύκλου· ἔνθεν καὶ παροιμία κέκληται, τὸ παροδικὸν διήγημα. Οἰμωγή: στεναγμός. Οἰμώζει: στενάζει. | |
15 | Οἰμώκτιαν: ἀντὶ τοῦ οἰμώξειαν. Οἴναρα: τὰ τῆς ἀμπέλου φύλλα. Οἰνάνθη: ἡ τῆς ἀμπέλου ἔκφυσις, καὶ φυτὸν ὀρεινὸν εὔοδμον. Οἰνήρυσις: κοτύλη· οἰνοχόη. | |
20 | Οἰναῖοι τὴν χαράδραν: ἐπὶ τῶν ἐπ’ ὠφελείαι παρα‐ καλουμένων, βλαπτόντων δέ· τῶν γὰρ Οἰναίων παροχετευόντων τὴν χαράδραν, ἐπιρραγὲν ὕδωρ πολὺ κατέκλυσε πάντα. Οἰνηΐς: μία τῶν δέκα φυλῶν παρὰ Ἀθηναίοις. | |
25 | Οἰνόη· καὶ Οἰνέως: δῆμος τῆς Ἱπποθοωντίδος πρὸς Ἐλευσῖνα· ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνα· | |
ἀφ’ ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰνέως. | ||
omicron321 | Οἰνιαστήρια: σπονδὴ τωῖ Ἡρακλεῖ ἐπιτελουμένη ὑπὸ τῶν ἐφήβων πρὶν ἀποκείρασθαι· Εὔπολις Δήμοις. Οἰνοβαρές: μέθυσε. | |
5 | Οἰνηβόλος: καινὸς καὶ ἀντικείμενος τ εξει. Οἰνίζει: μονάζει. Οἱ νομοφύλακες τίνες: ἔδοξε τισὶ τοὺς αὐτοὺς εἶναι τοῖς θεσμοθέταις· ἀλλ’ οὐκ ἔστιν οὕτως· οἱ μὲν γὰρ θεσμοθέται κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ | |
10 | τὸν Ἄρειον πάγον ἀνέβαινον· οἱ δὲ νομοφύλακες στροφίοις λευκοῖς ἐχρῶντο· καὶ ἐν ταῖς θέαις ἐπὶ θρόνων ἐκάθηντο· κατάντικρυ τῶν ἐννέα ἀρχόντων· καὶ τηῖ Παλλάδι τὴν πομπὴν ἐκόσμουν· ὅτε κομί‐ ζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασσαν· ἠνάγκαζον δὲ | |
15 | καὶ τὰς ἀρχὰς χρῆσθαι τοῖς νόμοις· καὶ ἐν ταῖς ἐκκλησίαις ἐκάθηντο μετὰ τῶν προέδρων, κωλύ‐ οντες ψηφίζειν, εἴ τι παράνομον αὐτοῖς εἶναι δόξειεν ἢ ἀσύμφορον τηῖ πόλει. Οἰνοποτάζων: οἰνοποτῶν· εὐωχούμενος ἐν συμποσίωι. | |
20 | Οἰνόπται: εὐτελὴς ἀρχὴ Ἀθήνησιν, παρέχουσα λύχ‐ νους καὶ θρυαλλίδας ἐν ἑορταῖς τισίν. Οἰνόπται: ἐπιμεληταὶ τοῦ τοὺς φράτορας ἡδὺν οἶνον ἔχειν· Δίδυμος οὕτως ἀποδίδωσιν· εὐτελὴς ἀρχὴ τίς Ἀθήνησιν. | |
25 | Οἶνος ἄνευ παιδευτῶν: δύο παροιμίαι· ἡ μὲν, οἶνος καὶ | |
ἀλήθεια· ἡ δὲ, οἶνος καὶ παῖδες ἀληθεῖς· λαμ‐ | ||
omicron322 | βάνεται δὲ καὶ ἐπὶ τῶν ἁπλοιζομένων καὶ τὴν ἀλή‐ θειαν λεγόντων. Οἰνόσπονδα: αἱ γινόμεναι θυσίαι μετ’ οἴνου σπονδῆς. Οἰνοῦττα: μάζα οἴνωι δεδευμένη· μελιτοῦττα δὲ | |
5 | ἡ μέλιτι. Οἰνοχοεῖ: κιρνᾶ. Οἰνοχόος: πιγκέρνης. Οἰνώνης: οἷον οἶνον συνωνούμενος. Οἰνωπός: οἰνώδης· διαυγής· ἢ μέλανος. | |
10 | Οἴξας: ἀνοίξας. Οἰόθεν οἶος: ἐκ μόνου μόνος· θέλει δὲ εἰπεῖν μόνος πρὸς μόνον. Οἶοι: μόνοι· ἢ δυνατοί. Οἰόμενος: νομίζων. | |
15 | Οἷον: τὸ θαυμαστικόν. Οἶον: δῆμοι εἰσὶν ἐν τηῖ Ἀττικηῖ διττοὶ, οὐδετέρως λεγόμενοι· καλεῖσθαι δὲ φασὶν αὐτοὺς οὕτως, διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι· ἔστι δὲ τὸ | |
20 | μὲν Κεραμικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελικὸν Οἶον τῆς Ἱπποθοωντίδος φυλῆς· οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου· ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται. Οἷόν τε: δυνατόν· ἀρκούντως ἔχειν· κατὰ δυνατόν. | |
25 | Οἶος: μόνος· ἢ ὁποῖος. | |
omicron323 | Οἷος εἶ καὶ οἷός τε εἶ: τὸ μὲν χωρὶς τοῦ τε σημαίνει τὸ βούλει καὶ προηίρησαι· τὸ δὲ σὺν τωῖ τε τὸ δύνασθαι· ἀμφοτέροις δὲ Λυσίας ἐχρήσατο. Οἰός: προβάτου. | |
5 | Οἷος: ἀντὶ τοῦ ἕτοιμος· καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος· καὶ οἷος ἦν, ἀντὶ τοῦ ἕτοιμος ἦν· τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζεν· Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν· σημαίνει δὲ καὶ τὸ ἀνταπο‐ δοτικόν· τοιοῦτος οἷος ἦν ὁ πατήρ. | |
10 | Οἷον: τὸ ἀνταποδοτικὸν τοῦ τοιοῦτον· καὶ τὸ ἐπὶ παρα‐ δειγμάτων παραλαμβανόμενον· καὶ τὸ ἐπὶ θαυ‐ μασμοῦ· ὡς τὸ, οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου· Δημοσθένης ἐν τωῖ κατὰ Μειδίου· οὐδὲν οὕτως καλὸν, οἷον τὸ ἀκούειν αὐτοῦ τοῦ νόμου. | |
15 | Οἶς: αἲξ ἢ πρόβατον. Οἴσει: κομίσει. Οἴσεται: λήψεται. Οἶσθα: ἀντὶ τοῦ οἶδας· λέγεται καὶ χωρὶς τοῦ ς· μετὰ δὲ τοῦ ς ποτὲ ἢ διὰ μέτρον, ἢ διὰ τὸ μὴ | |
20 | συγκροῦσαι σύμφωνα. Οἰσθείς: εἰκασθείς· ὑπολαβών. Οἰσόμενος: κομίσων. Οἰστά: φορητά. Οἰσπώτη: οἰῶν ῥύπος· οἴσυπος· Ἀριστοφάνης | |
25 | Λυσιστράτηι· Ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως ἐπικλίνη. | |
Ὀϊστεύσας: τοξεύσας· σαγιτεύσας. | ||
omicron324 | Οἰστός: βέλος· σαγίτα. Οἰστρᾶ: συντόνως καὶ μανικῶς κινεῖται. Οἰστρεῖ: ἐρεθίζει· ἐκμαίνει. Οἰστρηλατούμενοι: πυρούμενοι· ἐκμαινόμενοι. | |
5 | Οἰστροπλῆγα: τηῖ μανία πεπληγότα. Οἶστρος: ἐρεθισμός· ἔκκαυσις· πύρωσις ἐμμανής. Οἰσύμη: πόλις τῆς Θράκης. Οἰσύπη: ὁ ῥύπος τῶν ἐρίων. Οἰσυπηρός: ῥυπαρός. | |
10 | Οἴσω: κομίσω ἐνέγκω. Οἴφι: χοίνιξ. Οἴχεται: πορεύεται. Οἰχήσομαι: πορεύσομαι. Οἰχόμενος: πορευόμενος. | |
15 | Οἰωνόβρωτος: ὀρνεόβρωτος. Οἰωνοί: σαρκοφάγα ὄρνεα· ἢ σύμβολα. Ὁ κάνης τῆς κοίτης ὑπερέχει: ἐπὶ τῶν τὰ μὴ ἀναγ‐ καῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων. Ὁ κάτωθεν νόμος: Δημοσθένης ἐν τωῖ κατὰ Ἀρι‐ | |
20 | στοκράτους· ἢ τὴν ἡλιαίαν λέγει διὰ τὸ τῶν δικα‐ στηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι· ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστρο‐ φηδὸν γεγραμμένης· ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχο‐ μένων νόμων, κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι | |
25 | γάρ φησι βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρ‐ βεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τωῖ Ἀπολλοδώρωι· ἢ ἐπεί φησι τοὺς ἄξονας καὶ τοὺς | |
κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευ‐ | ||
omicron325 | τήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὡς φησὶν Ἀναξιμένης ἐν Φιλιππικωῖ. [Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τωῖ κατὰ Νεαίρας, λέγων Πλαταιέας γεγράφθαι ἐν τηῖ ποικίληι | |
5 | στοαῖ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν.] [Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττι‐ κῆς· Δημοσθένης δὲ ἐν τωῖ περὶ Συμμοριῶν φησὶν οὕτως· ἡμῖν δὲ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορ‐ μὴν τὰ ὀκτακισχίλια τάλαντα ἀκούσεται· ἤτοι | |
10 | οὖν γραφικὸν ἐστὶν ἁμάρτημα, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει ἵνα δοκῆ πλεῖον τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον.] Ὀκέλλει: προσορμεῖ· ἐκρίπτεται· εἴρηται ἐπὶ τῶν νηῶν. | |
15 | Ὀκιμβάζειν: καὶ σκιμβάζειν, τὸ στραγγεύεσθαι. Ὀκλαδίας δίφρος: ὃν οἱ ἀκόλουθοι τοῖς πλουσίοις εἰς ἀγορὰν ἠκολούθουν φέροντες. Ὀκλάζει: χωλεύει· εἰς τὸ γόνυ κάμπτεται· διστά‐ ζει· ἀποκάμνει· λαγγάζει. | |
20 | Ὀκλάξ: οὕτως καὶ οἱ Ἀττικοὶ λέγουσιν ὡς ἡμεῖς. Ὀκνεῖν: τὸ φοβεῖσθαι δηλοῖ παρὰ τοῖς παλαιοῖς. Ὀκνεῖ: εὐλαβῶς ἔχει. Ὀκνῶν: ἀναδυόμενος. Ὀκρίβαντας: ἐμβάδας. | |
25 | Ὀκρίβας: σχῆμα ἡνιόχου. | |
omicron326 | Ὀκρίβας: σκηνή· ἰδίως πάντων τῶν λεγόντων τὰ πλαστικὰ πήγματα· ἐφ’ οἷς διατυποῦσι τὰς εἰκό‐ νας· καὶ τὰ ὑπερείσματα τῶν ξυλίνων θεάτρων· βέλτιον φαίνεται τὸ λογεῖον, ἐφ’ οὗ ἵστανται οἱ | |
5 | τραγωδοί. Ὀκρίβας: τὸ λογεῖον, ἐφ’ ωἷ οἱ τραγωδοὶ ἠγωνίζοντο· καὶ Πλάτων ὁ φιλόσοφος ἐν Συμποσίωι κέχρηται τωῖ ὀνόματι. Ὀκόρνους: τοὺς πάρνοπας· Αἰσχύλος Φιλοκτήτηι· | |
10 | οἱ δὲ Ἴωνες ἀττελέβους. Ὁ Κρὴς τὴν θάλασσαν: ἰδὼν γὰρ αὐτὴν γαληνίζου‐ σαν ἔφη· εἰ μὴ ηἴδειν σε. Ὀκριάζων: τραχυνόμενος· Σοφοκλῆς. Ὀκτώπηχυς καὶ ὀκτώπους: Φιλήμων. | |
15 | Ὀκτώπαν ποταμὸν Αἰσχύλος διαπέπλευκε Νεανί‐ σκοις. Ὀκτώπας: ἤτοι ὁ σκορπίος. Ὀκτώπους: ἢ ὁ μακρὸς ὀκτὼ ποδῶν. Ὀκτώπουν: Κρατῖνος Θράτταις· Ὀκτώπουν ἀνεγεί‐ | |
20 | ρεις· ἀντὶ τοῦ σκορπίον· παροιμία γάρ· σκορπίον ὀκτώπουν ἀνεγείρεις· ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρί‐ αις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· — ἐκ ποδῶν δ’ ἄνω Ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον | |
κάρα, Κέντημα γλώσσης σκορπίου βέλος λέγω. | ||
omicron327 | Ὄλας: οὐχὶ ἅλας λεκτέον. Ὀλαγμεύειν: ὄλας βάλλειν. Ὀλβιοδαίμων: εὐδαίμων· εὐτυχέστατος. Ὄλβιος: πλούσιος· εὐδαίμων· μακάριος. | |
5 | Ὀλβοδότης: πλουτοδότης. Ὀλέθρου πείρατ’ ἐφῆπται: ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ ὀλέθρου ὑμῶν πέρας· οἷον δεδέσθαι τωῖ ὀλέθρωι. Ὄλεθρον: τὸ μόριον τὸ γυναικεῖον. Ὀλέκει: φονεύει. | |
10 | Ὀλέκρανον: ἀγκών· οἷον τῆς ὠλένης κάρα ἢ κράνιον. Ὀλέκρανον: τὸ ὀστοῦν τοῦ ἀγκῶνος. Ὀλέκρανα: τοὺς ἀγκῶνας καὶ τοὺς πήχεις τῶν ποδῶν λέγουσι. Ὀλέσκει: ὀλοθρεύει. | |
15 | Ὀλετῆρα: φονέα. Ὀλίγα ἄττα: ὀλίγα τινά. Ὀλιγαρχούμενοι: ὑπὸ ὀλίγων ἀρχόμενοι· τρεῖς δὲ εἰσὶ πολιτείαι· βασιλεία· ὀλιγαρχία· δημοκρατία. Ὄλιγγοι: γένος ἀκρίδων. | |
20 | Ὀλιγίστου: παρὰ μικρόν. Ὀλίγωρος: σὺν τωῖ γ. | |
Ὀλιγογνώμων: ὀλίγωρος. | ||
omicron328 | Ὄλιγγος: ὁ γόνος τῶν ἀκρίδων. Ὀλιγοδεής: ὀλίγα χρήζων. Ὀλιγοδρανής: ὀλίγα ἰσχύων. Ὀλίγου δεῖν: σχεδόν· παρὰ μικρόν· λέγεται δὲ καὶ | |
5 | χωρὶς τοῦ δεῖν. Ὀλισθηρός: εὐόλισθος· εὐχερῶς μεταγινώσκων. Ὀλιγωρήσετε: ἀντὶ τοῦ ἀμελήσετε· Δημοσθένης Φιλιππικοῖς· ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὥραν ἔχειν· ἔστι δὲ τὸ μὲν ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην· | |
10 | ὡς ἐν τωῖ, Ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς· ὥρα δὲ ἡ φροντίς. Ὄλιζον: ἔλασσον. Ὄλισβοι: δερμάτινα αἰδοῖα. Ὁλκάδες: πλοῖα. | |
15 | Ὅλκειον: χαλκοῦς λέβης τρεῖς πόδας ἔχων. Ὁλκῆ: δυνάμει· ἢ βάρει ἢ σταθμωῖ. Ὁλκήν: ἐπαγωγήν· τροπήν. Ὁλκοί: σχοινία εἰς τὸ ἕλκειν ἐπιτήδεια. Ὁλκὸς ἄνθρωπος: ὁ ἑλκυστικὸς καὶ ἐπαγωγὸς ἄνθρω‐ | |
20 | πος. Ὅλκοις: ἄγειν καὶ ἐφέλκεσθαι δυνάμενον. Ὁλκόν: ἰσχυρὸν τόνον· ἢ ἑλκυστικόν· ἢ ὅρμον· ἢ ὁδόν. Ὁλκός: ὁδός· ἢ ἀγωγὸς ῥεύματος· ἢ οὐρά· ἢ ὁλκὸς | |
25 | κυρίως τὸ τῶν δρακόντων σύρμα· καταχρηστικῶς δὲ καὶ τὸ τῆς τροπίδος ἔκταμα· δρακοντοειδὲς γὰρ, διὰ πάσης τῆς νεὼς διῆκον. | |
Ὁλκούς: ἐφελκομένας. | ||
omicron329 | Ὁλκούς: ναυστάθμους. Ὅλμοι· καὶ ὑφόλμια: ἐπὶ αὐλῶν· Εὔπολις Φίλοις· Ῥέγκειν δὲ τοὺς ὅλμους οἴμοι τῶν κακῶν. Ὁλοκαρπούμενον: ὅλον προσφερόμενον. | |
5 | Ὁλόκληρος: οἱ ἄρχοντες ἐδοκιμάζοντο, εἰ ὁλόκληροι εἰσίν· Μένανδρος Θετταληῖ· Ὁλόκληρος οὗτος σοὶ ξένε. Ὁλοκαυτισμός: ὁλοκαρπία. Ὅλος: θόλος. | |
10 | Ὁλοσχερῶς: ὁλοτελῶς. Ὁλοσχοίνων: Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσ‐ βείας· Θεόφραστος δὲ τρία εἴδη σχοίνου φησίν· ὧν ὁ τρίτος μεγέθει καὶ εὐσαρκία διαφέρων, ὁλόσχοι‐ νος καλεῖται. | |
15 | Ὁλοσπάδες: ὅλαι καταπινόμεναι καὶ κατασπώμεναι· Σοφοκλῆς. Ὁλόσφυρον: τὸ ὁλοσφύρατον. Ὄλολυν: Μένανδρος τὸν γυναικώδη καὶ κατάθεον καὶ βάκηλον. | |
20 | Ὀλολύττουσιν: οὐχὶ ὀλολύζουσι· Μένανδρος. Ὀλόλους: τοὺς δεισιδαίμονας ἐκάλουν οἰωνιζόμενοι· Μένανδρος Δεισιδαίμονι· Θεόπομπος Τισαμενωῖ καὶ ἄλλοι. Ὁλόσχοινος: ἡ σχοῖνος· καὶ Δημοσθένης καὶ οἱ ἄλ‐ | |
25 | λοι. Ὀλοίτροχος: στρογγύλος λίθος· ἢ ὁ ἐπ’ ὀλέθρωι τρέ‐ | |
χων. | ||
omicron330 | Ὀλούφειν: τίλλειν ἢ κατασπᾶν· οἷον ὁλοσφίζειν. Ὁλοφυκτίς: φλύκταινα ἐπὶ τῆς γλώττης. Ὁλοφυκτίς: οἷον ἐπινυκτὶς ἢ δοθίην· ὅτ’ ἂν δὲ ἐπὶ τῆς γλώττης τοῦτο γένηται, λέγουσιν αἱ γυναῖκες, | |
5 | ὅσα ποθεῖς τίς σοι μερίδα ἐπέδωκεν· δοκεῖ δὲ ταῦτα ἐπιγίνεσθαι τηῖ γλώττηι καὶ ὅταν ὑπὲρ ἀπόντος καλοῦ ἢ καλῆς διαλέγηται. Ὀλοφύρεται: ἀποδύρεται· κλαίει. Ὁλόφωνος: ὁ ἀλεκτρυών· οὕτως Κρατῖνος. | |
10 | Ὀλοφυρμός: θρῆνος. Ὀλύμπια: τὰ ἐν Πίσηι Ὀλύμπια· Ἀθήνησι· καὶ τὸ ἱερὸν Ὀλυμπίειον πεντασυλλάβως ὡς Ἀσκλη‐ πίειον· Ἀριστοφάνης. Ὄλυμπος: οὐρανός· θεοῦ οἰκητήριον· καὶ ὄρος ἐν Μα‐ | |
15 | κεδονίαι. Ὄλυρα: ζειαί· εἶδος σπέρματος. Ὀλώλαμεν: ἀπολώλαμεν. Ὅλω ποδί: ὅληι δυνάμει. Ὁμαδος: θόρυβος· ἀπὸ τοῦ ὁμοῦ αὐδᾶν. | |
20 | Ὅμαιμος καὶ ὁμαίμων: ἀδελφὸς ἢ συγγενὴς καὶ ὁμονήδυος. Ὁμαιχμία: ὁμομαχία· συμμαχία· παρὰ τὸ ὁμοῦ τὰς αἰχμὰς τίθεσθαι. Ὁμαλές: ἐπὶ τοῦ πράγματος· ὁμαλὸν ἐπὶ τόπου· | |
25 | Θουκυδίδης· καὶ προελθόντες εἰς τὸ ὁμαλόν· καὶ | |
omicron331 | πάλιν· ἐν τωῖ ὁμαλωῖ τὴν μάχην ποιεῖσθαι. Ὀμαμαιτα: τὰ οὐρήματα· Αἰσχύλος. Ὄμμα ῥαπτόν: ἐπὶ τῶν παλευτριῶν περιστερῶν. Ὁμαρτῶν: ἀκολουθῶν. | |
5 | Ὅμαυλον: ὁμόκοιτον. Ὀμβρήσαντος: πηγάσαντος. Ὁμέθνιον: ὁμόφυλον. Ὁμείρειν: ὁμοῦ ἡρμόσθαι. Ὁμείρονται: ἐπιθυμοῦσι. | |
10 | Ὁμέστιον: ὁμόοικον· ὁμωρόφιον. Ὁμηρεῦντας: Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάν‐ δρωι· ἦσαν δὲ νʹ· ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῶσαι γὰρ τὸ συμβαλεῖν· Θεόπομπος | |
15 | δὲ ὁμηρεῖν φησὶ λέγεσθαι παρὰ τοῖς Ἀχαιοῖς τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπ’ ἀκολουθίαι τῶν ὁμολογου‐ μένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. Ὁμηρίδαι: γένος ἐν Χίωι ἀπὸ τοῦ ποιητοῦ ὠνομασ‐ μένον· οἱ δὲ φασὶν ἁμαρτάνειν τοὺς οὕτω νομίζον‐ | |
20 | τας· ὀνομάζεσθαι γὰρ ἀπὸ τῶν ὁμήρων· ἐπεὶ αἱ γυναῖκες ποτὲ τῶν Χίων ἐν Διονυσίοις παραφρονή‐ σασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι· καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο· ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. | |
25 | Ὁμηρίταις: ὁμοψήφοις· ἀπὸ τοῦ ὁμοῦ ἐρέσσειν· ὁμο‐ | |
γνώμοσιν. | ||
omicron332 | Ὁμήρους: τὰ ἐνέχυρα· παρὰ τὸ ὁμηρεῦσαι, ὅ ἐστι συντυχεῖν καὶ συμβαίνειν ἀλλήλοις περὶ τῶν δια‐ φόρων. Ὁμευνέτου: συγκοίτου· ἀνδρός. | |
5 | Ὁμήγυριν: ἄθροισμα· πλῆθος. Ὁμηρεύειν: συμφωνεῖν. Ὁμηρίδαι: οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι. Ὅμηρον: ἐνέχυρον τὸ εἰς εἰρήνην διδόμενον. Ὁμιλαδόν: κατ’ ἀθροίσματα καὶ τάγματα. | |
10 | Ὁμιλεῖ: συναναστρέφεται ἢ ἀπαντᾶ ἢ ἐντυγχάνει. Ὅμιλος: ἄθροισμα· ὄχλος· πλῆθος. Ὀμίχλη: ἀορασία· ἢ παχὺς ἀήρ. Ὀμνύναι καὶ ὀμνύειν: διττῶς λέγουσιν· μᾶλλον δὲ διὰ τοῦ ναι· καὶ ζευγνύναι καὶ τὰ ὅμοια· τὸ δὲ | |
15 | ἱστάναι μόνως οὕτως, ἀλλ’ οὐχ ἱστάνειν. Ὄμνυθι: καὶ ἔκδυθι καὶ τὰ ὅμοια διὰ τοῦ θι. Ὁμόδουλος: σύνδουλος. Ὁμόγνια: ὁμογενῆ· ἢ γνήσια· ἢ φίλα. Ὁμοερκές: Δείναρχος ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκος· τουτ‐ | |
20 | έστιν ὑπὸ τὸν αὐτὸν περίβολον. Ὁμοθυμαδόν: ὁμοφρόνως· ὁμοψύχως. Ὁμοδίαιτος: ὁμοτράπεζος. Ὁμοίας λαβάς: ἀντιμεταλήψεις καὶ ἀντιμεταθέ‐ σεις. | |
25 | Ὁμοθύμως: ὁμοψύχως· ὁμοφρόνως· ὁμολόγως. Ὁμογάλακτες: οἱ τοῦ αὐτοῦ γάλακτος· οὓς καὶ | |
γεννήτας ἐκάλουν. | ||
omicron333 | Ὁμόγνιοι θεοί: οἷς οἱ συγγενεῖς κοινῶς ὀργιάζουσιν. Ὁμοείρκτης: ὁμότοιχος· ἐκ τοῦ αὐτοῦ γένους. Ὁμόθεν: ἐκ τοῦ αὐτοῦ τόπου. Ὁμολώϊος Ζεύς: ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι | |
5 | Βοιωτίας· καὶ ὁ ἐν Θεσσαλίαι ἀπὸ Ὁμολώας προ‐ φήτιδος τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελφοὺς πεμφθῆναι ὁ Ἀριστοφάνης ἐν δευτέρωι Θηβαϊκῶν· Ἴστρος δὲ ἐν τηῖ δωδεκάτηι τῆς συναγωγῆς, διὰ τὸ παρ’ Αἰολεῦσιν τὸ ὁμονοητικὸν καὶ εἰρηνικὸν | |
10 | ὅμολον λέγεσθαι· ἔστι δὲ Δημήτηρ Ὁμολωΐα ἐν Θήβαις. Ὁμόπτεροι: ὁμότριχες. Ὁμονήδυος: ἀδελφὸς γνήσιος. Ὁμόνοια: συνέδριον· ἀρχὴ τίς· καλεῖται δὲ ὁμο‐ | |
15 | νοίας ἐπιστάται. Ὀμόργνυσι: ἀπομάσσει· ἀποψύχει. Ὀμόρξας: ἐκμάξας· ἀποψήσας. Ὅμορος: πλησιόχωρος. Ὁμοροῦσα: γειτνιῶσα· πλησίον ἐλθοῦσα. | |
20 | Ὁμορροθεῖ: συμφωνεῖ. Ὁμορρόφιον: ὁμόσκηνον. Ὁμόσε: ὁμοῦ εἰς τὸν αὐτὸν τόπον· ἢ ἐξ ἐναντίας· σφοδρῶς· θρασέως. Ὁμόσε ἰέναι: ἀντὶ τοῦ παραβάλλεσθαι· λέγεται δὲ | |
25 | ἐκ μεταφορᾶς ὁμόσε ταῖς λόγχαις ἰέναι ἀντὶ τοῦ | |
omicron334 | ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι· καὶ μὴ στρέφεσ‐ θαι, μὴ δὲ φεύγειν. Ὁμοῦ: Δημοσθένης ἐν τωῖ κατ’ Ἀριστογείτονος φη‐ σίν· ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι· ἀντὶ τοῦ | |
5 | ἐγγύς· ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς, ὡς καὶ Μένανδρος· Ἤδη γὰρ (ἔστιν ἥδε) τοῦ τίκτειν ὁμοῦ. Ὁμόσιτον: ὁμοῦ τρεφόμενον. Ὁμόσπονδος: φίλος. | |
10 | Ὁμοτέρμονας: πλησιοχώρους· τοὺς ὁμοῦ τὰ τέλη ἔχοντας. Ὁμότεχνον: οὐ σύντεχνον. Ὁμότιτθον: οὐχ ὁμότιθον. Ὁμοῦ: ἐν τωῖ αὐτωῖ· λέγουσι δὲ καὶ τὸ ἀναμὶξ | |
15 | ὁμοῦ. Ὁμοῦ: Δημοσθένης τῶ ὁμοῦ κέχρηται ἐν τωῖ κατὰ Ἀριστογείτονος ἐπὶ τοῦ ἐγγύς· φησὶν γὰρ οὕτως· εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι· ἐνθάδε γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν (δισ)μυρίων εἰσίν· | |
20 | ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι, φανερόν· Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τωῖ πρὸς Δωρόθεον· Λυσίας δὲ καὶ Ὅμηρος ἐπὶ τόπου· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων· δοκεῖ δὲ καὶ Ὅμηρος ὁμοίως τωῖ Λυσίαι κεχρῆσθαι ἐν | |
25 | τοῖς Πατρόκλου λόγοις πρὸς Ἀχιλλέα· φησὶ γάρ· Μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’ Ἀχιλλεῦ, | |
Ἀλλ’ ὁμοῦ ὡς ἐτράφημεν ἐν ἡμετέροισι δόμοισιν. | ||
omicron335 | Ὄμπην: Ἀθηναῖοι ὅτ’ ἂν τὸν νεὼν ἱδρύωνται πυροὺς μέλιτι δεύσαντες, ἐμβαλόντες εἰς καδίσκον, εἶθ’ οὕτως ἐπιθέντες τὸ ἱερεῖον, συντελοῦσι τὰ ἑξῆς· χρῶνται δὲ τούτωι καὶ πρὸς ἄλλας ἱδρύσεις καὶ | |
5 | θυσίας, προσαγορεύοντες ὄμπην, εὐθένειαν οἰωνιζό‐ μενοι· ὅθεν καὶ ἡ Δημήτηρ Ὄμπνια. Ὀμπνεύειν: αὔξειν. Ὄμπναι: πυροὶ μέλιτι πεφυραμένοι. Ὀμπνίου νέφους: μεγίστου. | |
10 | Ὀμφαλόν: τὸ μεσαίτατον. Ὀμφαλητομία: ὅτε αἱ μαῖαι τὸν ὀμφαλὸν τοῦ βρέ‐ φους ἀποτέμνουσι· καὶ αὗται δὲ ὀμφαλητόμοι λέ‐ γονται. Ὄμφακα: πᾶν τὸ αὐστηρὸν λέγουσιν. | |
15 | Ὀμφάλειος: εἶδος σύκου· ἰσχάδος. Ὀμφαλιστήρ: ωἷ τοὺς τῶν παιδίων ὀμφαλοὺς ἀπο‐ τέμνουσιν. Ὀμφή: θεία κληδὼν ἢ φήμη. Ὀμφήν: φωνήν· κληδόνα· φήμην θείαν· ἢ ὄνειρα· | |
20 | φάσματα. Ὀμφύνειν: σεμνύνειν. Ὀμώμοκα: Ἄρχιππος Ὄνωι. Ὁμωχέτας: Θουκυδίδης τοὺς συννάους θεοὺς καὶ ὁμορροφίους· Βοιωτιακὴ δὲ ἡ λέξις. | |
25 | Ὀναίμην: ἀπολαύσω· ἐπιτύχοιμι. Ὄναιντο: ὠφεληθεῖεν· καὶ ὄνασθαι, ὠφεληθῆναι. | |
Ὀνειρόπληκτον: ὑπὸ ὀνείρων πληττόμενον. | ||
omicron336 | Ὀνειροπολεῖ: φαντάζεται. Ὀνειροπόλος: ὀνειροκρίτης. Ὀνήσασθαι: ὠφεληθῆναι· ἀπολαύειν. Ὀνησιφόρος: ὠφελείαν φέρων. | |
5 | Ὠνητήν: ἀγοραστήν· ἐναπόλαυστον. Ὀνήτωρ: ὄνησιν φέρων· καὶ ὀνάτωρ ὁμοίως. Ὀνήτωρ: πρὸς ὃν Δημοσθένης ἔγραψεν τοὺς ἐξούλης λόγους· εἷς δὲ ἦν τῶν χορηγησάντων· οὗ καὶ Ἰσο‐ κράτης ἐν τωῖ περὶ ἀντιδόσεως μέμνηται. | |
10 | Ὄνθος: βόλβιτον· τουτέστιν ἡ τῶν βοῶν κόπρος. Ὀνιαία: τοῦ ἵππου τὸ ἀφόδευμα. Ὀνίνασθαι: ὀνεῖσθαι· ὠφελεῖσθαι. Ὀνίνησιν: ὠφελεῖ. Ὄνοι: ἐν ωἷ κρόκην νήθουσιν. | |
15 | Ὄνοι: κανθήλιοι. Ὀνοκίνδιος: ὀνηλάτης· ἀστραβηλάτης. Ὀνομήνω: ὀνομάσω. Ὀνομάζων: ἀντὶ τοῦ φράζων· ἑρμηνείαι χρώμενος· Δημοσθένης. | |
20 | Ὄνος: τὸ ἐπάνω τοῦ μύλου· Ἀριστοτέλης δὲ κατ’ ἀμφοτέρων τάσσει. | |
Ὄνος ἄγων μυστήρια: ἐπὶ τῶν ἑτέροις κακοπαθούν‐ | ||
omicron337 | των καὶ παρεχόντων εὐφροσύνην· διὰ τὸ τωῖ και‐ ρωῖ τῶν μεγάλων μυστηρίων ἐξ ἄστεος Ἐλευσί‐ ναδε τοὺς ὄνους κομίζειν αὐτοῖς τὰ ἐπιτήδεια· τότε γὰρ θλίβονται μᾶλλον, τὰ πρὸς τὴν χρείαν ἀγό‐ | |
5 | μενα βαστάζοντες· Δήμων ἐπὶ τοῦ μύλου λέγεσθαι φησὶν, ὅτι στεφανοῦσιν αὐτὸν τότε. Ὄνος εἰς ἄχυρα: Παροιμία ἐπὶ τῶν παρ’ ἐλπίδας εἰς ἀγαθὰ ἐμπιπτόντων καὶ τούτοις ἀπολαυστικῶς χρω‐ μένων. | |
10 | Ὄνος ἐν μελίτταις: Κράτης Τόλμαις· καὶ, ὄνος ἐν μύρωι· παροιμία. Ὄνος λύρας: Μένανδρος Ψοφοδεεῖ· ἡδοχη παροιμία· Ὄνος λύρας ἤκουε καὶ σάλπιγγος ὗς· λέγεται δὲ ἐπὶ τῶν μὴ συγκατατιθεμένων μὴ δὲ ἐπαινούν‐ | |
15 | των. Ὄνος ἀκροᾶται σάλπιγγος: Εὔπολις Ταξιάρχαις. Ὄνος ἰσόσπριος: ζωῖον πολύπουν σκωληκῶδες, ὃ συνειληθὲν ὅμοιον κυάμωι φαίνεται. Ὄνος ὕεται: ἐπὶ τῶν μὴ ἐπιστρεφομένων· Κηφισό‐ | |
20 | δωρος Ἀμαζόσι· Σκώπτεις μ’· ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι· Κρατῖνος Δραπέτισιν· Οἱ δὲ πυππά‐ ζουσι περιτρέχοντες· ὁ δ’ ὄνος ὕεται. Ὄνου γνάθος: τόπος τῆς Λακωνικῆς· ἅμα δὲ εἰς πο‐ λυφάγον. | |
25 | Ὄνου πόκοι: παροιμία ἐπὶ τῶν ἀνηνύτων· ὥσπερ | |
omicron338 | αἱ τοιαῦται· πλίνθον πλύνειν· ἀσκὸν τίλλειν· χύ‐ τραν πλύνειν. Ὄνου θάνατος: ἐπὶ τῶν ἀλλόκοτα διηγουμένων. Ὄνου παρακύψεως: ὄνου παρακύψαντος, ὄρνιθες πτοη‐ | |
5 | θεῖσαι ἱστὸν ἀνέρρηξαν· ὁ δὲ δεσπότης τοῦ ἱστοῦ τωῖ τοῦ ὄνου δεσπότηι ἐνεκάλεσεν· ὅθεν ἡ παροι‐ μία. Ὄνου πόκαι: ἐπὶ τῶν ἀνηνύτων καὶ τῶν μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν· ὥσπερ αἱ | |
10 | τοιαῦται· πλίνθον πλύνειν· ἀσκὸν τίλλειν· χύτραν ποικίλλειν· εἰς κοπρῶνα θυμιᾶν· Ἀρίσταρχος δὲ διὰ τὸ Κρατῖνον ὑποθέσθαι ἐν Αἵδου σχοινίον πλέ‐ κοντα· ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα· οἷον ἀπο‐ κείροντα. | |
15 | Ὄνου σκιά: καὶ περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδα‐ λίωνι· Ὅτι ἄν τι γίνηται, τὰ πάντ’ ὄνου σκιά· Ἀριστοφάνης Δαιδάλωι· Περὶ τοῦ γὰρ ὑμῖν ὁ πό‐ λεμος νῦν ἐστί· περὶ ὄνου σκιᾶς· Ἀριστοτέλης δὲ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγρα‐ | |
20 | φὴν, ὄνου σκιάν· οἱ δὲ πρῶτον φθέγξασθαι Δη‐ μοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου· ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκρο‐ ωμένους· παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσ‐ έχειν, ἤρξατο διηγεῖσθαι· ὡς Μεγάραδε ἀπιὼν | |
25 | μισθώσαιτο ὄνον· καύματος δὲ ἐν τηῖ ὁδωῖ γενομέ‐ νου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασ‐ θαι· οὐ παρεῖναι γὰρ οὔτε δένδρον, οὔτ’ ἄλλο τοιοῦ‐ τον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν, φάσκοντα ὄνον | |
αὐτωῖ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε | ||
omicron339 | διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τού‐ του γενέσθαι· ταῦτα δὲ εἰπὼν, ὡς εἶδε τοὺς Ἀθη‐ ναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ πο‐ θοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοὺς, εἰ | |
5 | περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρα‐ καλοῦσιν· ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύον‐ τος, οὐκ ἐθέλουσιν ἀκούειν· δῆλον δὲ ὅτι λεγομέ‐ νωι τούτωι ἐχρήσατο Δημοσθένης· διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς παρωδῶν τὴν παροιμίαν, φησὶ | |
10 | διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. Ὀνοταζομένη: ἐκφαυλιζομένη· Ἴων μεγάλωι δρά‐ ματι. Ὄντως: ἀληθῶς. | |
15 | Ὀνυχίζεται: ἀκριβολογεῖται· οὕτως Ἀριστοφάνης. Ὄνυχος ἕλκος: οἷον ἕλκυσμα· ἢ μακρὰ γραμμή. Ὄνωι τίς ἔλεγε μῦθον: ἐλλείπει ὅτι, ὁ δὲ ἀκούων, ἐκίνει τὰ ὦτα. Ὀξάλειοι: συκαί τινες. | |
20 | Ὀξίνη διάθεσις: ἣν φασὶν οἱ πολλοὶ τοῦ στομάχου ὀξίδα. Ὀξίνην: τὸν οἶνον, οὐκ ὀξίναν· καὶ Ἕρμιππος καὶ Φιλωνίδης καὶ οἱ ἄλλοι. Ὀξίς: λαγύνιον ὀξηρόν. | |
25 | Ὄξος Σφήττιον: ἴσως ἂν οἱ Σφήττιοι ὀξεῖς, ὡς οἱ | |
Ἀχαρνεῖς κακολόγοι. | ||
omicron340 | Ὀξύβαφον: οὐχὶ ὀξόβαφον λεκτέον. Ὀξυβελής: ὀξέως βάλλων· ἢ ὀξὺ βέλος ἔχων. Ὀξυθύμια: Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου φησί· περὶ οὗ πολλωῖ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις | |
5 | ἡ στήλη σταθείη, ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς· ἔνιοι μὲν οὖν, ὧν ἔστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσ‐ θαι φασὶ τὰ ξύλα ἀφ’ ὧν ἀπάγχονται τινές· ἀπὸ τοῦ ὀξέως τωῖ θυμωῖ χρῆσθαι· ταῦτα δὲ ἐκκόπτον‐ τες, ἐξορίζουσι καὶ καίουσιν· Δίδυμος δέ φησιν | |
10 | ὀξυθυμίαν τὰ καθάρματα λέγεσθαι καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους ὅταν τὰς οἰκίας καθαίρωσιν. Ὀξυθύμια: ὅσα καθαίροντες τὰς οἰκίας Ἀθηναῖοι, νύκ‐ τωρ ἔθος ἔχουσιν ἐν ταῖς τριόδοις τεθῆναι, ταῦτα | |
15 | ὀξυθύμια καλεῖται. Ὀξυθύμια: τὰ ἀποκαθάρματα τῶν μυσαρῶν· οἱ δὲ τὰ ἀγχονιμαῖα ξύλα· οἱ δὲ τοὺς τόπους, ἐν οἷς τὰ τοιαῦτα κατεκαίετο· Εὔπολις Δήμοις. Ὀξυθυμεῖσθαι: οὐχὶ ὀξυθυμεῖν λέγουσιν· τὸ ὀργί‐ | |
20 | ζεσθαι ἀκραχόλως. Ὀξυπρώρωι ταύρωι: ὀξυκέρατι. Ὀξυρεγμεῖν: ὅταν μεθ’ ἡμέραν ἐποξίσηι ἡ τροφή· Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις τὴν ὀξυθυμίαν οὕτως ἔφη· Καὶ μὴν ἄκουσον, ὦ γύναι, | |
25 | θυμοῦ δίχα, Καὶ κρῖνον αὐτὴ, μὴ μετ’ ὀξυρεγμίας. | |
Ὀξύρροπον: ὀξέως θέον. | ||
omicron341 | Ὀξυωπέστερος: ὀξύτερον βλέπων. Ὀξυωπεῖν: ὀξέως βλέπειν. Ὀπαζόμεναι: θεραπεύουσαι καὶ ἑπόμεναι. Ὀπασθείς: ἐκ τῶν ὀπίσω δεθείς. | |
5 | Ὀπαία κεραμίς: ἡ τὴν κάπνην ἔχουσα· Δίφιλος Χρυσοχόωι· —διακύψας ὁρῶ Διὰ τῆς ὀπαίας κερα‐ μίδος καλὴν σφόδρα. Ὄπα: φωνήν. Ὀπαδός: ἀκόλουθος. | |
10 | Ὀπάζει: θεωρεῖ ἢ παρέχει ἢ διώκει. Ὅπηι: ὅπου. Ὀπὴν λεκτέον, οὐχὶ τρώγλην. Ὀπή: δι’ ἧς ἐστὶν ἰδεῖν· ἔνθεν καὶ ὀπήτιον. Ὀπιπεύειν: παρατηρεῖν. | |
15 | Ὀπισθόδομος: τὸ ὄπισθεν παντὸς οἰκήματος· ἢ ταμι‐ εῖον τῆς πόλεως ἐν ἀκροπόλει· ὄπισθεν τοῦ τῆς Ἀθηνᾶς νεώ. Ὀπισθοτείλαν: τὴν σηπίαν οἱ Βοιωτοί· ὄπισθεν ἀ(ποτιλῶσαν.) | |
20 | Ὄπισθεν καὶ κατόπιν: Ἱππεῦσιν. Ὀπιάντορον: τὸν πεπηγότα ὑπὸ ὀποῦ. Ὀπικίαν: τὴν τῶν Ὀπικῶν χώραν· Θουκυδίδης. Ὀπικοί: οἱ περὶ τὴν Ἰταλίαν οἰκοῦντες. Ὀπισθόδομος: Δημοσθένης ἐν τωῖ περὶ Συντάξεως· | |
25 | ἀνέωξαν δήπου πρωίην τινὲς τὸν ὀπισθόδομον· ἐκαλεῖτο δὲ οὕτως ὁ ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς | |
οἶκος, ἐν ωἷ ἀπετίθεντο τὰ χρήματα. | ||
omicron342 | Ὀπίστατον: τελευταιότατον. Ὁπλαί: αἱ πυξίδες· τῶν ἵππων οἱ ὄνυχες. Ὅπλα φωτός: αἱ τῶν ἀρετῶν ἐργασίαι. Ὁπλή: ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν· οἷον, βοῶν· | |
5 | προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. Ὁπλιτεύειν: ὁπλίζεσθαι. Ὁπλίττομαι: οὐ πείθομαι· καὶ τοῦτο Βοιώτιον· Ἀρι‐ στοφάνης Ἐκκλησιαζούσαις. | |
10 | Ὄπνιος χείρ: πλουσία χείρ· πλούσιος. Ὄπνιον νέφος: μέγα· πολύ· ηὐξημένον· Σοφοκλῆς Θησεῖ. Ὄπνιος λειμών: ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί· ἐπεὶ Ὀπνία ἡ Δημήτηρ λέγεται. | |
15 | Ὀπνιηρὸν ὕδωρ: τὸ τρόφιμον. Ὅποι: ὅπου. Ὅποι ποτέ: ὅπου ποτέ. Ὀπός: τὸ τῶν δένδρων δάκρυον· καὶ τὸ ἀποστάλαγμα τοῦ γάλακτος. | |
20 | Ὁπότερος: ὁποῖος. Ὁποτέρωθεν: ἀπὸ ποίου μέρους. Ὅπου γε δή: **** Ὁ προτυχών: οὐχ ὁ προστυχών. Ὀπτανεῖον: τὸ μαγειρεῖον. | |
25 | Ὀπτῆρας: κατασκόπους. Ὀπτήρια: ἀνακαλυπτήρια. Ὄπωπα: ἐθεασάμην. | |
Ὀπωπέναι: ἑωρακέναι. | ||
omicron343 | Ὀπωρώνας: ὠνητὰς ὀπώρας. Ὅρα δὴ καὶ σκόπει: Δημοσθένης ἐν τωῖ πρὸς Λεπτίνην· ἀντὶ τοῦ, βλέπε τοῖς ὀφθαλμοῖς. Ὁρᾶτε: ἀντὶ τοῦ ἐνθυμεῖσθε· ὁ αὐτὸς ἐν τωῖ περὶ | |
5 | τῆς παραπρεσβείας. Ὀργᾶν: τὸ ἐπείγεσθαι· καὶ κατοργᾶν, τὸ κατεπεί‐ γειν. Ὄργανα χρόνου: ἐν Τιμαίωι· τοὺς πλανήτας· τοὺς δ’ εἰς σελήνης, τοὺς δ’ εἰς ἄλλα ὅσα ὄργανα | |
10 | χρόνου. Ὀργάς: χωρίον· οἷον ἄλσος μέγα· καὶ ὀργεῶνες, οἱ εἰς τοῦτο συνάγοντες καὶ τοῖς ἐνταῦθα θεοῖς ὀργιά‐ ζοντες. Ὀργάς: τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπερ‐ | |
15 | γαζόμενα οὕτως καλεῖται· ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰς προσωνομάσθη, τοιαύτη τις οὖσα. Ὀργάς: θυσία· τελετή· μυστήρια. Ὀργεῶνας: Ἰσαίου λόγος ἐστι πρὸς Ὀργεῶνας· ὀρ‐ γεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμηῖ θεῶν ἢ ἡρωίων συνι‐ | |
20 | όντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζό‐ μενα δρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν· οἱ μέντοι ποιηταὶ ἔταττον τούνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων· μήποτε δὲ ὕστερον νενόμι‐ | |
25 | σται τὸ ἐπὶ τιμηῖ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι· ὡς ἔστι συνιδεῖν ἐκ τῶν | |
Θεοφράστου διαθηκῶν. | ||
omicron344 | Ὀργάσας: μαλάξας. Ὀργιάζων: θύων· ἐπιτελῶν. Ὀργᾶν: ἐπιθυμεῖν. Ὀργάς: ἡ εὔγειος καὶ σύμφυτος καὶ λιπαρὰ καὶ | |
5 | ἀκμαία. Ὄργια: μυστήρια· ἱερά. Ὀργεῶνες: οἱ τοῖς ἰδίαι ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες· ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν· τουτ‐ έστι μυστήρια καὶ νόμιμα· Νόμων δʹ· μὴ κεκτῆ‐ | |
10 | σθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά· τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια· Σέλευκος δὲ ἐν τωῖ ὑπομνήματι τῶν Σόλωνος ἀξόνων· ὀργεῶνας φησὶ καλεῖσθαι τοὺς συνόδους ἔχοντας περί τινας ἥρωας ἢ θεούς· ἤδη δὲ μετα‐ | |
15 | φέροντες καὶ τοὺς ἱερέας οὕτως καλοῦσιν· ὁ γ’ οὖν Ἀντίμαχος ἐν τηῖ Λυδηῖ· Γενεαῖ Καβάρνους θῆκεν ἀγακλέας ὀργείωνας· καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· Ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργέων· Εὐχαῖς δὲ σωίζοις | |
20 | δεσπότας Παιωνίαις· περὶ δὲ τῶν ὀργεώνων γέ‐ γραφεν καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννητὰς καλοῦμεν. | |
Ὀργάδες: τὰ ἱερὰ χωρία· ἤτοι ἀπὸ τῶν ὀργίων ἢ | ||
omicron345 | τῶν μυστηρίων· ἢ παρὰ τὸ ὀργᾶν· ὅ ἐστιν ἐπιθυ‐ μεῖν· καὶ γὰρ ἐπιθυμοῦντες τρυγᾶν τὰ ἱερὰ φυτὰ, οὐ τολμῶσι, διὰ τὸ ἐπάρατα εἶναι. Ὀργεῶνες: πρῶτοι ὀργίων καὶ τελετῶν συγγενικῶν· | |
5 | ἀλλαχοῦ οὕτως. Ὀργάνη: ἢ Ἐργάνη· ἡ Ἀθηνᾶ. Ὀργεῶνες: σύνταγμά τι ἀνδρῶν· ὡς τῶν γεννητῶν καὶ φρατόρων· ὀνομασθὲν ἀπὸ τοῦ κοινηῖ ὀργιάζειν· οἷον θύειν καὶ εὔχεσθαι. | |
10 | Ὀργεωνικά ἐστι θύματα, τὰ κοινὰ τῶν ὀργεώνων. Ὀργιασταί: οἱ τὰ μυστήρια ἐπιτελοῦντες. Ὀργῶσα: ἐπιθυμοῦσα ἢ μανιῶσα. Ὀργιουμένοις: ἐπιθυμοῦσιν. Ὀρέγει: παρέχει. | |
15 | Ὀρέγεται: ἐπιθυμεῖ. Ὀρεγνύς: ἐκτείνας. Ὄρειοι πόδες: αἱ κῶπαι. Ὀρεκτεῖν: ἐπιθυμεῖν· ταυτὸν καὶ ὀρεκτιᾶν. Ὀρείχαλκος: ὁ διαυγὴς χαλκός. | |
20 | Ὀρέξει: δώσει· ἐκτείνει. Ὄρεξις: ἐπιθυμία. Ὀρεωκόμος: ὁ ἐπιμελητὴς τῶν ἡμιόνων· ὀρεὺς γὰρ ὁ ἡμίονος. Ὀρέστης: ἐν ὄρεσι διαιτώμενος. | |
25 | Ὀρεῖς: ἡμιόνους· καὶ ὀρεωκόμους, τοὺς ἐπιμελουμένους | |
τῶν ἡμιόνων. | ||
omicron346 | Ὀρδάνιον: ἐν ωἷ ἦν ὕδωρ, ἵν’ οἱ περιρραινόμενοι καθαροὶ ἀπέρχωνται. Ὀρθάνης: Πριαπώδης θεός· ἐντέτακται Ἑρμηῖ καὶ Νύμφαις. | |
5 | Ὀρθοκέρως: ὀρθόθριξ· Σοφοκλῆς. Ὀρθόκωμος Ἡρακλῆς: ἵδρυται Ἀθήνηισιν. Ὀρθοῖ: σωίζει. Ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις: ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης· Ὑπερίδης φησίν· | |
10 | ὀρθῆς δ’ ἡμῖν τῆς πατρίδος οὔσης· Αἰσχίνης δὲ ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. Ὀρθὴν δ’ ἐντυγχάνει: ἀντὶ τοῦ εὐθύς· Ὑπερίδης. Ὄρθιον νόμον καὶ τροχαῖον: τοὺς δύο νόμους· ἀπὸ τῶν ῥυθμῶν ὠνόμασεν Τέρπανδρος· ἀνατετραμμένοι δ’ | |
15 | ἦσαν. Ὀρθόπληξ ἵππος: ὀρθὸς ἐπαιρόμενος καὶ πλήσσων· Ἀριστοφάνης Ἀναγύρωι· Ὡς δ’ ὀρθόπληξ· πέφυκε γὰρ δυσγάργαλις. Ὀρθόπτερον: Σοφοκλῆς Αἰθίοψιν· ὀρθοὺς ἔχοντα κο‐ | |
20 | λωνούς· τὰ γὰρ εἰς ὕψος ἀνέχοντα πτερὰ ἔλεγον· καὶ τὰ περίστωα. Ὀρθογόη: χελιδών. Ὀρθόφρων: ἀνατεταμένος καὶ μετέωρος ταῖς φρεσίν· οὕτως Σοφοκλῆς. | |
25 | Ὀρθοστάδιοι: οἱ στατοὶ χιτῶνες· οἱ γὰρ συρόμενοι, | |
συρτοί. | ||
omicron347 | Ὄρθριον: ἀντὶ τοῦ ὄρθρου. Ὀρθριάζειν: μαντεύεσθαι. Ὀρθριοφοίτης: ὁ παραγενόμενος ὄρθρου. Ὀρθῶς: κατ’ ὀρθὴν γνώμην· καὶ ἐστὶν ἀμείνων | |
5 | ἡ λέξις τοῦ καλῶς ἐπὶ τῶν τοιούτων ἐννοιῶν. Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι. Ὀριγνώμεθα: ὀρεγόμεθα. Ὀρικὰ ζεύγη: τὰ τῶν ὀρέων, τουτέστι, τῶν ἡμιόνων. | |
10 | Ὁρκάνη: περίφραγμά τι ἀκανθῶδες. Ὁρκάνη: ὁ περιέχων τοῖχος οἴκησιν ἢ χωρίον· λέγεται δὲ ἀπὸ τοῦ ἕρκος· ὅ ἐστι περιβόλου φράγμα. Ὁρκάνη: Λυκοῦργος κατὰ Λυκόφρονος βʹ· μήποτε ὁ φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, | |
15 | οὕτως καλεῖται· παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι· Ὅμηρος· Αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. Ὁρκάνας: εἱρκτάς. Ὁρκαπάτην: χλευαστὴν δι’ ὅρκων. | |
20 | Ὁρκάνην: τὴν σαργάνην λέγουσιν. Ὁρκίζειν: καὶ ὁρκοῦν· ἑκατέρως. Ὅρκιον: σκῆπτρον· καθ’ ὃ ὤμνυον οἱ βασιλεῖς· ἢ ῥάβδος. Ὁρκίλλεσθαι: τὸ διακενῆς ὀμνύναι. | |
25 | Ὁρκύπτεσθαι: ὑπερκύπτειν ἐπ’ ὀνύχων ἱστάμενον. Ὁρκωμοσία: τὰ θύματα καὶ ἱερεῖα. Ὁρκωμοτεῖν: τὸ ὀμνύναι· Ἀριστοφάνης Βαβυλωνίοις. | |
Ὁρκωντας: οὐχὶ ὁρκιστὰς, οὐδὲ ὁρκωμότας λέγουσιν. | ||
omicron348 | Ὁρμᾶν: οὐ τὸ ἐξιέναι που· ἀλλὰ τὸ ὁρμηῖ πρός τι χρῆσθαι. Ὁρμαθός: σύνδεσμος· στοῖχος. Ὅρμενα: τὰ τῆς κράμβης· Ποσείδιππος Συντρόφοις· | |
5 | —ἔνδοθι προνομεύειν ὅρμενα: παρὰ τοῖς παλαιοῖς οὐχ εὕρομεν· Νικοστράτωι· —ῥήτορες Ἐξωρμενι‐ κότες δυσχερεῖς, πάλιν αἱρετοί. Ὁρμιάν: Ἀντιφάνης Ἁλιευομένη. Ὅρμον: λιμένα. | |
10 | Ὅρμενον: τὸ ἄγριόν τι λάχανον κυρίως οὕτως καλού‐ μενον· καταχρηστικῶς δὲ καὶ πᾶν τὸ ἐκκεκαυ‐ λικὸς παντὸς λαχάνου καὶ ἄνθους. Ὁρμίσκος καὶ ὅρμος: περιτραχήλιος κόσμος· ἐνώτια· χαλαστήρια. | |
15 | Ὁρμωμένους: προθυμουμένος· λέγεται δὲ καὶ ὁ γενε‐ αλογούμενος. Ὀρνιθευομένου: μαντευομένου δι’ ὄρνιθος. Ὀρνιθευτής: ὁ ὀρνιθοθήρας. Ὀρνίθεια δίκτυα: ἐν οἷς τὰ ὄρνεα ἁλίσκεται. | |
20 | Ὀρνιθευτήν: ἰξευτήν. Ὀρνιθοκλόνοι: ὀρνιθοσκόποι. Ὄρνις: Ἀττικοί· Ἴωνες δὲ ὄρνιξ· καὶ αἱ πλάγιαι ἀκολούθως· καὶ Δωριεῖς ὄρνιξ· παρ’ Ἀλκμᾶνι δὲ ἅπαξ ὄρνις· Ἀδεὲς ἦτορ ἔχων ἁλιπόρφυρος εἴαρος | |
25 | ὄρνις. | |
omicron349 | Ὄρνυται: ὁρμαῖ. Ὄροβοι: ὀσπρίου τι εἶδος γνωρίμου. Ὀρογυίας λέγουσιν, οὐχὶ ὀργυίας· Ἀριστοφάνης. Ὀρόγκους: τοὺς τῶν ὀρῶν ὄγκους. | |
5 | Ὅρος: καὶ τὰ ὅρια τῆς χώρας· καὶ τὰ τέλη ὅροι ὀνομάζονται. Ὅρος ἐπιγραφόμενος τοῖς ὑποκειμένοις χωρίοις καὶ ταῖς οἰκίαις. Ὀρός: τὸ λεγόμενον ὑφ’ ἡμῶν ῥυπόν· ἔστι δὲ ὑπο‐ | |
10 | στάθμη γάλακτος. Ὁροσάγγαι: σωματοφύλακες βασιλέως. Ὅρος: οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις ἢ χωρίοις γράμματα· ἃ ἐδή‐ λουν ὅτι ὑπόκεινται δανειστηῖ· οὕτως Δημοσθένης | |
15 | καὶ Μένανδρος. Ὁρονύχιον: ὅρος νυκτερινὸς, τουτέστι φυλακή. Ὅρον: σκεῦος τί γεωργικόν· ὡς Ἰσαῖος δηλοῖ· μήποτε μέντοι τὸ ὅρον παρά τε Αἰσχύλωι καὶ παρὰ Με‐ νάνδρωι ξύλον τί σημαίνει, ωἷ τὴν πεπατημένην | |
20 | σταφυλὴν πιέζουσιν. Ὀρρωιδεῖν: ἀντὶ τοῦ φοβεῖσθαι· καὶ ὀρρωιδία, τὸ δέος. Ὀροτύπος: ὑλοτόμος. Ὀροτύπους: τοὺς γίγαντας, ὅτι ταῖς τῶν ὀρῶν κορυ‐ φαῖς ἔβαλλον. | |
25 | Ὄροφος καὶ ὀροφή: στέγη. Ὀροφοιτῶντα: εἰς ὄρη περιερχόμενα. Ὄρπηξ: κλάδος. | |
Ὀρρωιδεῖ: φοβεῖται. | ||
omicron350 | Ὀρρωιδία: φόβος. Ὀρσοθύρη: θύρα ἐν ὕψει τοῦ τοίχου. Ὄρρος: τράμις· καὶ ὀρροπύγιον· οὕτως καὶ οἱ Ἴωνες· ὀρθοπύγιον δὲ παρ’ οὐδενὶ τῶν Ἑλλήνων. | |
5 | Ὄρρος: ὁ ταῦρος. Ὀρσολοπεῖν: λοιδορεῖν· πολεμεῖν. Ὀρσολοπεῖται: διαπολεμεῖται. Ὀρτάλιχοι: οἱ μηδέπω πετόμενοι νεοττοί. Ὄρτυγας: συστέλλοντες οἱ Ἀττικοὶ λέγουσιν τὸ υ· | |
10 | καὶ τὸν ὀρτυγοκόμον βραχέως· δηλοῖ Ἀριστοφάνης Δαιταλεῦσιν. Ὀρτυγοκόπος: παιδιά τις, ἐν ηἷ ὄρτυγας ἱστᾶσιν ἐν γύρωι, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν· καὶ ὁ μὲν ἐν τωῖ γύρωι καταβαλὼν τὸν ὄρτυγα, λαμβάνει ἑξῆς | |
15 | οὓς ἂν δύνηται· ὁ δὲ ἀποτυχὼν παρέχει θατέρωι τοὺς ὄρτυγας τύπτειν· καὶ τοῦτο ἀνὰ μέρος ποι‐ οῦσιν· λέγει οὖν ἐν Ἀλκιβιάδηι· οὔκ ἀλλὰ πρὸς Μειδίαν δεῖ σὲ ἀποβλέποντα τὸν ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους· ἐν Φαίδωνι· ὅτι οὐ πρὸς τοὺς | |
20 | τυχόντας ὁ ἀγών ἐστι· πρὸς δὲ τοὺς ἀρίστους· διό‐ περ οὐ ῥαθυμητέον. Ὀρτυγομήτρα: ὄρτυξ μέγας. Ὀρτυγοσκοπεῖν: ἐν γύρωι τιθέντες ὄρτυγα, εἰώθασιν ἐπ’ αὐτὸν βαδίζειν· ἔπειτ’ ἐὰν μὲν πληγεὶς ὁ ὄρτυξ | |
25 | ἔλθοι πτερυσσόμενος, περὶ τὸν πατάξαντα γίνεται | |
τὸ βραβεῖον, καὶ ἀποφέρει τὸν ὄρτυγα· ἐὰν δὲ μείνηι | ||
omicron351 | περὶ τὸν ἄντικρυς, καὶ ἀποφέρει τοῦτον τε αὐτὸν καὶ ἕτερον παρὰ τοῦ λειφθέντος. Ὄρυγμα: ἰδίως οὕτως ἐκαλεῖτο· ἐφ’ οὗ οἱ κακοῦργοι ἐκολάζοντο. | |
5 | Ὀρυμαγδός: θόρυβος· τάραχος· κτύπος. Ὀρφανισταί: ἀρχὴ ἐπὶ τῶν ὀρφανικῶν· ἵνα μηδὲν ἀδικῶνται. Ὀρφναίην: σκοτεινήν. Ὄρφνη: σκοτία· νὺξ μελαίνη. | |
10 | Ὄρχαμος: ἡγεμών. Ὀρχάτοις καὶ ὄρχοις: στίχοις ἀμπέλων ἢ ἑτέρων φυτῶν. Ὀρχίλος: βασιλικὸς σαλπιγκτής· ὄρνεον ὁμοίως σάλ‐ πιγγι φθεγγόμενον. | |
15 | Ὀρχιπεδεῖν: τὸ περὶ τὰ παιδία κακοσχολεῖσθαι. Ὀρχήστρα: πρῶτον ἐκλήθη ἐν τηῖ ἀγοραῖ· εἶτα καὶ τοῦ θεάτρου τὸ κάτω ἡμίκυκλον· οὗ καὶ οἱ χοροὶ ηἶδον καὶ ὠρχοῦντο· εἰς τὴν ὀρχήστραν· —ἔτι γὰρ τὴν θέαν ωἴκειτ’ ἐκεῖ, φησὶν ὁ κωμικός. | |
20 | Ὄρχους: τὰς κατὰ στίχον φυτείας. Ὀρχήστρα: τὸ νῦν τοῦ θεάτρου λεγόμενον σίγμα. ἐκεῖ γὰρ ὠρχοῦντο οἱ χοροί. Ὁρωῖτο: βλέποιτο. Ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν: ὅσον καὶ ἐφ’ ὅσον | |
25 | χρόνον οὐκ ἀπῆν αὐτοῦ τὸ ἀτρεμεῖν. | |
omicron352 | Ὅσα μὲν τὸ δοκεῖν κακωθεῖσαι· τὸ δ’ ἀληθὲς κακῶν ἀπαλλαγεῖσαι: ἀντὶ τοῦ τὸ μὲν δοκεῖν κακωθεῖσαι καὶ ἑξῆς. Ὁσημέραι: διαπαντός· πάντοτε· καθ’ ἡμέραν. | |
5 | Ὅσια: τὰ ἰδιωτικὰ καὶ μὴ ἱερά. Ὅσια ταῖς θυσίαις ἐπιλέγεσθαι ἀπηρτισμέναις: οἷον ἐφεῖται καὶ ὅσιόν ἐστι γεύεσθαι ἤδη τῶν ἀποτεθυ‐ μένων. Ὅσιον χωρίον: τὸ βέβηλον· καὶ μὴ ἱερὸν, εἰς ὃ ἔξεσ‐ | |
10 | τιν εἰσιέναι· Ἀριστοφάνης Λυσιστράτηι· Ὦ πότνι’ Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, Ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον· καὶ ὅσια χρήματα, τὰ μὴ ἱερά· λέγεται δὲ καὶ τὸ δίκαιον, ὅσιον. Ὅσιον: Ὑπερίδης ἐν τωῖ πρὸς Ἀριστογείτονα φησί· | |
15 | καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια· καὶ Ἰσο‐ κράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις· τὰ δημόσια ὅσια λέγοντες· καὶ Δημοσθένης δὲ ἐν τωῖ κατὰ Τιμοκράτους σαφῶς διδάσκει τοῦτο· Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον· τό, τε ἱερὸν καὶ τὸ | |
20 | ἰδιωτικόν. Ὁσίους θαλάμους: τοὺς μὴ θείους, ἀλλ’ ἀνθρωπίνους. Ὁσιωθῆναι ἡμέρας λέγουσιν ἐπὶ θανάτωι τινός· οἷον μὴ ἱερὰς, ἀλλ’ ὁσίας νομισθῆναι. Ὀσμή: ἡ δὲ ὀδμὴ Ἰακόν. | |
25 | Ὀσμύλια: ἰχθύδια εὐτελῆ· Ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια· φησὶν Ἀριστοφάνης. | |
Ὅσον βιώσιμον: ὅσον ζῆσαι. | ||
omicron353 | Ὅσον οὐκ ἀποτετέλεστο: ἀντὶ τοῦ σχεδόν. Ὅσον οὔπω: ταχύ· μετ’ ὀλίγον· ἢ ἀντὶ τοῦ ἤδη. Ὄσσος: ὀφθαλμός· ἐν τηῖ τραγωιδίαι ἀρσενικῶς· παρ’ Ὁμήρωι οὐδετέρως. | |
5 | Ὀστακός: οἱ δὲ ἀστακός· καράβου εἶδος· καὶ τὴν πόλιν τὴν Ἄστακον, Ὄστακον Ἴωνες· Κάρ’ ὦ χάρων· Ὄστακος ἐκτίσθη ὑπὸ Χαλκηδονίων. Ὀσταφίδα: οὐχ ὅπως Κρατῖνος Νόμοις· —ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα· ἀλλὰ καὶ Πλάτων ηʹ Νόμοις· | |
10 | τῆς δ’ εἰς ἀπόθεσιν ὀσταφίδος. Ὄστινον: οὐκ ὀστέϊνον· Ἀριστοφάνης Ἀχαρνεῦσι. Ὀστοῦν: δισυλλάβως· οὐκ ὀστέον λέγουσιν οἱ Ἀττι‐ κοί. Ὀστολογεῖν: ὀστᾶ συλλέγειν. | |
15 | Ὀστολόγος: παρὰ Ἐπιλύκωι· καὶ δρᾶμα Αἰσχύλου Ὀστολόγοι. Ὀστράκων: τῶν τοῦ ὠοῦ· Αἰσχύλος. Ὀστρακίνδα: παιδιὰ ἡ ἐπ’ ὀστράκων. Ὀστράκου περιστροφή: παροιμία ἐπὶ τῶν ταχέως | |
20 | τί ποιούντων λεγομένη. Ὀστρακισμός: οἱ κακονούστατοι τωῖ δήμωι ἐξω‐ στρακίζοντο καὶ κατεδικάζοντο· ὀστράκοις ἐγγρα‐ φόντων τὸν ὄνομα τοῦ φευξομένου. Ὀστρακισμὸς καὶ ἐξοστρακισμός: φυγῆς ἐστὶν εἶδος, | |
25 | ὀνομασθὲν ἐκ τοῦ εἰς ὄστρακον ἐγγράφειν ἕκαστον τῶν Ἀθηναίων, εἴ τις αὐτοῖς ἐνομίζετο πρέπειν με‐ | |
θίστασθαι τῆς πόλεως. | ||
omicron354 | Ὄστρεια: σὺν τωῖ ι μᾶλλον. Ὄστριμα: περίβολοι κτηνῶν καὶ οἷον ἐπαύλεις· Ἀν‐ τίμαχος Θηβαΐδι·—βοῦς ὀστρίμου ἐξήλασσεν. Ὀσφραίνεσθαι: λέγουσιν ὡς ἡμεῖς. | |
5 | Ὄσχη: τὸ σὺν τοῖς βότρυσι κλῆμα. Ὀσχοφορεῖν: ἑορτή τις ὀσχοφόρια καλουμένη· ὄσχος γὰρ καλεῖται κληματίς· ἐκκειμένους ἔχουσα τοὺς βότρυας· ἡ οὖν εὐγενὴς παῖς ἔφερεν εἰς τὸ ἱερὸν Σκιράδος· ὁ τρόπος δι’ ὃν τοῦτο ἐγίνετο, διάφορος | |
10 | τοῖς παλαιοῖς ἀπεδόθη. Ὀσχοφόροι: δύο ἦσαν τῶν γένει καὶ πλούτωι διαφε‐ ρόντων· ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτη‐ μένους ἔχον· ταύτην δ’ ἔνιοι ὀρεσχάδα καλοῦσιν. Ὅτ’ ἂν οὖν: πάνυ μὲν οὖν. | |
15 | Ὅτι νόμος ἐστιν, ὑπὲρ τεσσαράκοντα ἔτη γενόμενον χορηγεῖν παισίν. Ὅτι ξένους τινὰς ἑαυτωῖ αἰχμαλώτους σκάπτοντας ἐν τωῖ Φιλίππου ἀμπελουργείωι καὶ δεδεμένους παρὰ πότον ἐξηιτήσατο παρὰ Φιλίππου Σάτυρος· | |
20 | Αἰσχίνης μὲν ἐν τωῖ περὶ παραπρεσβείας φησίν· ὁ δὲ Δημοσθένης ἐν τωῖ κατ’ Αἰσχίνου λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγατέρας ἐξηιτήσατο· καὶ ἔοικεν μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει· Σατύρωι τωῖ | |
25 | ὑποκριτηῖ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. | |
Ὅτι οἱ ἁλόντες ἐπ’ ἀκουσίωι φόνωι, εἶχον εἰς διοί‐ | ||
omicron355 | κησιν τῶν ἰδίων· Δημοσθένης τὲ ἐν τωῖ κατὰ Ἀρισ‐ τοκράτους ὑποσημαίνει· καὶ Θεόφραστος ἐν τωῖ ιγʹ τῶν Νόμων. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρωῖον οἶ‐ | |
5 | κον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους κατα‐ λίποιεν ἐν τωῖ οἴκωι τοῦ ποιησαμένου. Ὅτι τὰ ἐπικηρυττόμενα τισὶ χρήματα ἐπὶ τῶν βω‐ μῶν ἐτίθετο. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κτησαμένου αἱ πρὸς τοὺς δού‐ | |
10 | λους λαγχάνονται δίκαι. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν ἐμβάλλειν πέρα με‐ δίμνου κριθῶν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες. | |
15 | Ὅτί ποτε: ἀντὶ τοῦ ποτέ. Ὄτλος: ὁ πόνος καὶ ὁ μόχθος· καὶ ὀτλεῖν, τὸ μοχθεῖν. Ὄτοβος: θόρυβος. Ὁ τὸν πατέρα εὑρὼν χαλκοῦ χρείαι. Ὁ τὸν κῦσον τρωθεὶς ἤδη Αἰσώπου μάλιστα τοῦ κρά‐ | |
20 | νους χρείαι. Ὅτου χάριν: τίνος ἕνεκεν. Ὀτρηρός: ταχύς· ὀξύτατος· δραστήριος. Ὀτρυγηφάγον: τὸν κριθοφάγον· Ἀρχίλοχος κατὰ πλεονασμὸν τοῦ ο· τρύγη γὰρ ὁ Δημητριακὸς καρ‐ | |
25 | πός. Ὀτρύνοντες: κελεύοντες. Ὄττα: φήμη· μαντεία διὰ κληδόνος· καὶ ὀττεύε‐ | |
σθαι, τὸ μαντεύεσθαι. | ||
omicron356 | Ὁ τυχών: ὁ παρατυχών· λέγουσι δ’ ὅταν τὴν προσ‐ πάθειαν καὶ τὸ φιλόστοργον δηλώσηι, οὐχ ὁ τυ‐ χών. Ὅτωι γὰρ φίλον: ωἷ τινι ἀρέσκει. | |
5 | Οὐ γὰρ ἄκανθαι· λεγόμενον ἐπὶ τῶν ὠφελίμων· ἀπὸ τῆς τοῦ βίου εἰς τὸ ἡμερώτερον μεταβολῆς. Οὐδαμηῖ: ἀντὶ τοῦ οὐδαμόθι· Τηλεκλείδης Ἡσιόδωι. Οὐδαμαῖ: οὐδέποτε· Ἀριστοφάνης. Οὐδαμῶς: κατ’ οὐδένα τρόπον. | |
10 | Οὐδ’ ἀπὸ γείσων ὗσεν: ἐπὶ τοῦ ἐλαχίστου. Οὐδὲ Ἡρακλῆς πρὸς δύο: τοὺς γὰρ Μολιονίδας ἔφυγε· Δίων δὲ ἐν βʹ τῆς δευτέρας συντάξεως, Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδείξαντα Ὀλύμπια, πρὸς βʹ διαπυκτεύσαντα ἡττηθῆναι. | |
15 | Οὐδεὶς δυσώνης χρηστὸν ὀψῶνει κρέας. Οὐδείς: οἱ παλαιοὶ διὰ τοῦ ρ· οἱ δὲ νεώτεροι καὶ διὰ τοῦ θ, οὐθείς. Οὐδεὶς κομήτης, ὅστις οὐ περαίνεται. Οὔδει: ἐδάφει. | |
20 | Οὐδὲν ἀπὸ τρόπου: ἀντὶ τοῦ οὐκ ἀπεικός· Ἀττικοί. Οὐδένες: τὸ πληθυντικὸν τοῦτο σύνηθες τοῖς παλαιοῖς· καὶ οὐδένων καὶ οὐδέσι καὶ οὐδένας. Οὐδ’ ἐν δέρματι: ἀντὶ τοῦ γυμνὸς ὑπερβολικῶς. Οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου: οὐ γὰρ τοι‐ | |
25 | οῦτον ἐγὼ δύναμαι εἰπεῖν, οἷον ὁ νόμος. Οὐδὲν ἱερόν: Ἡρακλῆς εἶπεν Ἀδώνιδος ἰδὼν ξόανον· | |
ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων | ||
omicron357 | ὀφειλόντων τιμᾶσθαι· ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον. Οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος: ***** Οὐδὲν πρὸς ἔπος: **** | |
5 | Οὐδὲν πρὸς τὸν Διόνυσον: Ἐπιγένους τοῦ Σικυωνίου τραγωιδίαν εἰς αὐτὸν ποιήσαντος ἐπεφώνησαν τινὲς τοῦτο· ὅθεν ἡ παροιμία· βέλτιον δὲ οὕτως· τὸ πρόσ‐ θεν εἰς τὸν Διόνυσον γράφοντες, τούτοις ἠγωνί‐ ζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ με‐ | |
10 | ταβάντες εἰς τραγωιδίας γράφειν, κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν· μηκέτι τοῦ θεοῦ μνημονεύοντες· ὅθεν καὶ ἐπεφώνησαν· καὶ Χαμαι‐ λέων ἐν τωῖ περὶ Θέσπιδος τὰ παραπλήσια ἱστο‐ ρεῖ· Θεαίτητος δὲ ἐν τωῖ περὶ παροιμίας, Παρρά‐ | |
15 | σιον φησὶ τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κοριν‐ θίοις ποιῆσαι Διόνυσον κάλλιστον· τοὺς δὲ ὁρῶν‐ τας τά, τε τῶν ἀνταγωνιστῶν ἔργα, ἃ κατὰ πολὺ ἐλείπετο, καὶ τὸν τοῦ Παρρασίου Διόνυσον, ἐπιφω‐ νεῖν, τί πρὸς τὸν Διόνυσον· ἐπὶ τῶν μὴ τὰ προσή‐ | |
20 | κοντα τοῖς ὑποκειμένοις φλυαρούντων. Οὐδ’ ἐν σελίνοις: ἐπὶ τῶν μὴ δ’ ἐπὶ τὴν ἀρχὴν ἐφθα‐ κότων· ἀπὸ τῶν ἐπὶ τοὺς κήπους ἰόντων· ἐπὶ γὰρ τὰ ἄκρα, τοὺς λεγομένους περικήπους, σέλινα καὶ πήγανα κατεφύτευον· βούλεται οὖν λέγειν ἡ παροι‐ | |
25 | μία, οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος· καθά‐ περ οὐδὲ οἱ ἐν τοῖς κήποις εἰσιόντες, ἐν τοῖς σελί‐ | |
νοις εἰσίν. | ||
omicron358 | Οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ: **** Οὐδὲ πυρφόρος: ὅταν πολλοὺς ἀποφῆναι βουλώμεθα τοὺς τελευτήσαντας, λέγομεν ὅτι οὐδὲ πυρφόρος ὑπελείφθη· οἷον, οὐδὲ ὁ τὸ πῦρ οἴσων εἰς τὴν πόλιν, | |
5 | καθάπερ εἰ ἐλέγομεν, οὐδὲ σκηνοφύλαξ· ἤ τις τῶν παραπλησίων. Οὐδὲ τἀρχαῖον ποιεῖ: ἐπὶ τῶν μὴ λυσιτελούντων· ὁ δ’ ὀξὺ κριθεὶς ἐπὶ τῶν ἐλαχίστων. Οὐδός: φλιά· βατήρ· τὸ κάτω τῆς θύρας· ἢ ἔδαφος | |
10 | ἢ βαθμός. Οὐδ’ ὑφ’ ἕνων: Ἀττικοὶ ἀντὶ τοῦ ὑπ’ οὐδένων λέγου‐ σιν ὑπερβιβάζοντες. Οὐδ’ ὥς: οὐδαμῶς. Οὔθαρ: τὸ γονιμώτατον μέλος. | |
15 | Οὔθατα: οἱ μαζοὶ τῶν προβάτων. Οὐκ ἀθεεί: οὐ χωρὶς θείας προνοίας. Οὐ καθέστηκεν: οὐ νήφει· μαίνεται. Οὐκ ἄλλως πονεῖται: ἀντὶ τοῦ οὐ μάτην. Οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν. | |
20 | Οὐ καλῶς: ἀντὶ τοῦ κακῶς. Οὐκ ἂν ἐβίω· οὐκ ἂν ἐβίωσα. Οὐκ αἰσθήσομαι: οὐ προσποιήσομαι. Οὐκ ἀπὸ τρόπου: οὐ πόρρω τρόπου. Οὐ κατὰ κόσμον: οὐ κατὰ τὸ πρέπον. | |
25 | Οὐκ ἂν φθανοίμην τὴν μάχαιραν παρακονῶν. | |
omicron359 | Οὐκ ἀσκίω: ἀντὶ τοῦ κενῶ· ἀσκίοις γὰρ τὰ παιδία μορμύσσεται. Οὐκ ἀποτευκτήσεις: οὐκ ἀποτεύξηι λέγουσι· καὶ οὐκ ἀτυχήσεις. | |
5 | Οὐκ ἀποψάλακτος· οὐκ ἀκρότητος· οὐδὲ ἀράπιστος. Οὐκ ἄτραχυς: ὁ τραχύς. Οὐκ ἐμποίνιμον: οὐ δόκιμον. Οὐκ ἐκφρῶσιν: οὐκ ἐξαφῶσι· Σοφοκλῆς. Οὐκ ἐντελεῖς: ἀντὶ τοῦ οὐκ ἐγκαλέσεις. | |
10 | Οὐκ ἐπιγλωττήσομαι: οὐ βλασφημήσω. Οὐκ ἐπαινεθείης, οὐδ’ ἐν περιδείπνωι: ἐπὶ τῶν μηδε‐ νὸς ἀξίων ἡ παροιμία· εἰώθεσαν γὰρ ἐν τοῖς περι‐ δείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. | |
15 | Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμὴ τοῖς πολλοῖς: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· παροιμία ἐστὶν ἐλλι‐ πῶς εἰρημένη· προσυπακουστέον δὲ ἔξωθεν τὸ ἀγκύ‐ ρας. Οὐκ ἐσκοράκισεν: οὐχ οἷον ἔφη, οὐκ ἐς κόρακας· ἀλλ’ | |
20 | οἷον οὐχ ὑπερηφάνησεν· οὐκ ἐφρυάξατο. Οὐκ ἐς μακράν: ἀντὶ τοῦ ταχέως. Οὐκ ἐτός: οὐκ ἀπεικότως· ἢ οὐ μάτην· παρὰ τὸ ἐτώ‐ σιον, ὅ ἐστι μάταιον· οἱ δὲ οὐκ ἀλόγως. Οὔκουν: οὐδαμῶς. | |
25 | Οὐκ ὤφιξεν: οὐ βλάπτει· Σοφοκλῆς ἐν ἐπὶ τεράρωι Σατύροις. | |
Οὐλάδες: πῆραι. | ||
omicron360 | Οὐλαμός: ἀπὸ τοῦ ἴλλω· καὶ ἴουλος καὶ οὐλὴ, ἀπὸ τοῦ αὐτοῦ. Οὐ λελήθασι: φανεροί εἰσιν. Οὐλή: ἐπιπόλαιον ἕλκος· εἰς ὑγείαν ἧκον. | |
5 | Οὐλοκόμος: Ἄλεξις **** Οὐλόθριξ: οὐχὶ οὐλότριχος· καὶ οὐλότριχα, οὐχὶ οὐ‐ λότριχον. Οὖλον: ἁπαλόν· μαλακόν. Οὐ μάλα κυκκᾶ: τὸ μηδέν. | |
10 | Οὐ μάλα κυκκᾶς: παροιμία οὐδὲν σημαίνουσα. Οὐ μὲν δή: ἀντὶ τοῦ ὅμως δή· ἥκιστα δή· ἀλλὰ οὐ δή. Οὐ μηκέτι: ἀντὶ τοῦ οὐκ ἔτι· Μένανδρος. Οὐ μὴ δ’ ἐρεῖς: ἀντὶ τοῦ παῦσαι λέγων. | |
15 | Οὐ μήν: ἀλλὰ μήν· οὐδαμῶς· οὐ μόνον· ἢ ἔτι μήν· ὅμως δέ. Οὗ: ἑαυτοῦ· ὧν δὲ, ἑαυτῶν. Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς: διὰ τὸ τὰς ἑταίρας ὑπὲρ τῶν Ἑλλήνων εὔξασθαι, φασὶν, | |
20 | ἐν τωῖ μεγάλωι πολέμωι τηῖ Ἀφροδίτηι· ἢ διὰ τὸ δυσείσβολον εἶναι τὸν πλοῦν· ἢ ἐπεὶ πολλαὶ ἦσαν ἑταῖραι, καὶ τῶν πλουσίων μόνον ὁ πλοῦς. Οὐ παρῆν: οὐ παρήμην. Οὔπω: ταυτὸν τωῖ οὐδέποτε. | |
25 | Οὐραγεῖ: τὸ τέλος ἄγει τοῦ στρατοῦ. Οὔπως: οὐδένα τρόπον· καὶ Θουκυδίδης εʹ· καὶ Ὅμη‐ | |
ρος· Ὦ γέρον, οὔπως τοῦτο ἐγὼ τελέεσθαι ὀΐω. | ||
omicron361 | Οὐραγίαν: στρατιὰν τὴν ὄπισθεν ἀκολουθοῦσαν. Οὐ ῥαιδίως: ἀντὶ τοῦ κακῶς· Θουκυδίδης· Ἀριστο‐ γείτων ὕστερον λαμφθεὶς, οὐ ῥαιδίως διετέθη· Ἁρ‐ μόδιος δὲ αὐτοῦ παραχρῆμα ἀπόλλυται. | |
5 | Οὐρανία αἴξ: ηἷ οἱ εὐχόμενοι πάντως ἐπετύγχανον· ἴσως διὰ τὸ τὴν Σελήνην αὐτηῖ ἐποχεῖσθαι· Κρατῖ‐ νος Χείρωσιν· Αἲξ οὐρανία. Οὐράνιον: μέγα. Οὐράνιον παιδιάν: ὅταν τὴν σφαῖραν εἰς τὸν οὐρανὸν | |
10 | ἀναβάλλωσιν. Οὐρανιζέτω: πρὸς τὸν οὐρανὸν διικνείσθω· Αἰσ‐ χύλος. Οὐράνιον ἄχος: τὸν κονιορτόν· Σοφοκλῆς. Οὐράνιον νέφος: ἤτοι τὸ κατ’ οὐρανὸν ἢ ὑπ’ οὐρανὸν | |
15 | ἐλαυνόμενον. Οὐράν: αἰδοῖον· Σοφοκλῆς. Οὐρητιᾶν: ὁμοίως ἡμῖν λέγουσιν. Οὔρια πλεῖν: λέγουσιν. Οὐρίσαι: ἀποκαταστῆσαι εἰς οὔριον. | |
20 | Οὔριος: ἐπιδέξιος· ἐπιτήδειος ἄνεμος. Οὐροδόκην: τὴν ἀμίδα· Ξενοφῶν· οὔρειον δὲ βίκον Ἀντισθένης. Οὖρος: ὁ τῆς γῆς ὅρος καὶ φύλαξ. Οὐρούς: ὀξυτόνως τὰ νεώρια καὶ περιορίσματα τῶν | |
25 | νηῶν Οὐσίας δίκη: οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν, | |
πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν | ||
omicron362 | δίκην· ἡ δὲ προτέρα ἦν, τῶν μὲν οἰκιῶν, ἐνοικίου· τῶν δὲ χωρῶν, καρποῦ· τρίτη δὲ ἐπὶ τούτων, ἐξούλης· καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημά‐ των, καὶ εἰ τὴν δίκην τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου, | |
5 | ἢ καὶ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκ ἔτι ἐξῆν κρατεῖν, ἀλλὰ καὶ ἐξίστασθαι ἤδη τῶν κτημάτων ἔδει τοῖς κατα‐ δικασαμένοις. Οὐσίας δίκη: οὐσίας εἰσάγουσι δίκην πρὸς τοὺς ἑαλω‐ | |
10 | κότας ἐν προτέραι δίκηι χρέους ἢ καρποῦ· ὡς δέον ἀπολαμβάνειν αὐτοὺς ἐξ ὅλης τῆς οὐσίας, ἃ κατε‐ δίκασαν. Οὐσίαν: τὰ χρήματα, ὡς ἡμεῖς· Εὔπολις Πόλεσιν· Ὃς τὴν [ἐν] Μαραθῶνι κατέλιφ’ ἡμῖν οὐσίαν· Ἀρι‐ | |
15 | στοφάνης Πλούτωι· —κ’ οὐσίαν τ’ εἶχον συχνήν. Οὐσίας δίκη: οἱ δικαζόμενοι περὶ χωρίου καὶ οἰκιῶν, πρὸς τοὺς ἔχοντας οὐσίας λέγονται δικάζεσθαι· προτέραν μὲν δίκην τὴν τῶν οἰκιῶν, περὶ ἐνοικίων· δευτέραν δὲ περὶ καρποῦ τῶν χωρίων· τρίτη δὲ ἐπὶ | |
20 | τούτοις ἐγίνετο ἡ ἐξούλης· καὶ ἐξῆν τοῖς ἑλοῦσι τοῦτο κρατεῖν τῶν κτημάτων, κ’ ἂν ἡττηθεῖεν τὴν πρώτην τοῦ ἐνοικίου δίκην, καὶ τοῦ καρποῦ τὴν δευτέραν· εἰ δὲ καὶ τὴν τρίτην ἡττηθεῖεν τὴν ἐξ‐ ούλης, οὐκ ἔτι ἐξῆν ἐπικρατεῖν· ἀλλ’ ἐξίστασθαι | |
25 | ἤδη τῶν κτημάτων. Οὖς: ὠτὸς ἡ γενική· οἱ δὲ Ἴωνες, οὔατος. | |
Οὑτοσί: ἀναφορικῶς καὶ δεικτικῶς λέγουσιν. | ||
omicron363 | Οὐτιδανός: οὐδενὸς ἄξιος. Οὔτοι: οὐδὲν οὐδαμῶς. Οὐ τρέφει μία λόχμη δύο ἐριθάκους: ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων· ἐρίθακος δέ | |
5 | ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. Οὐ φροντὶς Ἱπποκλείδηι: παροιμία, ἧς μέμνηται Ἕρμιππος ἐν Δημόταις· Ἱπποκλείδης ὁ Τισάνδρου μέλλων γαμεῖν Ἀγαρίστην τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα τοῦ τυράννου· ἐν αὐτηῖ τηῖ | |
10 | τῶν γάμων ἡμέραι, ἀπωρχήσατο περιττῶς· μετα‐ βουλευσαμένου δὲ τοῦ Κλεισθένους, καὶ Μεγακλεῖ τωῖ Ἀλκμαίωνος τὴν θυγατέρα δόντος, πρὸς δὲ τὸν Ἱπποκλείδην φανερῶς εἰπόντος, ὅτι ἀπώρχηται τὸν γάμον τὸν Ἀγαρίστης· ὑποτυχὼν ἔφη· οὐ | |
15 | φροντὶς Ἱπποκλείδηι. Οὐχ ἥκιστα: μάλιστα· πάνυ· οὐχ ἧττον. Οὐχὶ καὶ ναῖχι: Ἑλληνικά. Οὐχ οἷόν τε: οὐ δυνατόν. Ὄφελμα: αὔξημα· Σοφοκλῆς. | |
20 | Ὄφελον καὶ ὄφελες καὶ ὄφελε: τοῖς προσώποις συσ‐ χηματίζουσιν ὡς ῥῆμα· καὶ διὰ τοῦ ω· ὤφελον ἐγώ· καὶ ὤφελες σύ· καὶ ὤφελεν οὗτος· τάττουσιν αὐτὰ ἐπὶ πραγμάτων ἤδη γεγονότων, ἃ ἐβουλόμεθ’ ἂν ἄλλως γεγονέναι· οἷον, ὤφελεν μὴ γεγενῆσθαι | |
25 | τόδε· ὤφελον μὴ πεπραχέναι τοῦτο· Μένανδρος. Ὄφεις: ψέλια δρακοντωτά. Ὄφις: ἐκτείνουσι κατὰ τὸ ἑνικόν. | |
Ὄφις ὀροφίας: λέγεται οὕτως. | ||
omicron364 | Ὄφεις παρείας: τοὺς ἐπηρμένας ἔχοντας τὰς παρειάς· δοκοῦσι δὲ ἤπιοι εἶναι καὶ μὴ ἀδικεῖν ἀνθρώπους· ἐσθίειν δὲ τοὺς ἔχεις καὶ εἶναι τῶν μυστηρίων ἱεροί. | |
5 | Ὄφελον: εἴθε· μακάριον. Ὀφθαλμίσαι: φθονῆσαι· ἐπιβαλεῖν ἐπιθυμητικῶς· ἣ τοὺς ὀφθαλμοὺς πάσχειν. Ὀφθαλμὸν ἐπιβάλλειν: τὸ περιέργως θεάσασθαι· οὕτως Ἄλεξις. | |
10 | Ὀφθαλμὸν βασιλέως: **** Ὀφιομάχης: εἶδος ἀκρίδος μὴ ἔχον πτερά. Ὄφλημα: χρεώστημα. Ὄφλησις: χρέος· ὀφειλή. Ὄφλειν: ἀντὶ τοῦ ἡττᾶσθαι ἐν δικαστηρίωι. | |
15 | Ὀφλάνειν: ἀντὶ τοῦ ὀφλισκάνειν. Ὄφλειν καὶ ῥόφειν: τὰς πρώτας συλλαβὰς τῶν τοιούτων οἱ Ἀττικοὶ ὀξύνουσιν. Ὀφλίσκουσι καὶ ὄφλουσι: χρεωστοῦσιν. Ὀφρυάζειν: τὸ συνάγειν τὰς ὀφρῦς. | |
20 | Ὄφρα: ὅπως· ἢ μέχρι· ἢ ἕως· ἢ ἵνα. Ὀφρύην: τὸ μετέωρον· Εὐριπίδης. Ὀφρυόεντες: ὑπερήφανοι. Ὀφρύνιον: πόλις ἐστὶ τῆς Τρωάδος· Δημοσθένης ἐν τωῖ πρὸς Ἀπατούριον. | |
25 | Ὀφρυόεσσα: ὑψηλή. | |
Ὀφρυόεις: ὑπερήφανος. | ||
omicron365 | Ὄχανον: ὅθεν ἡ ἀσπὶς κρατεῖται τηῖ χειρί· [Ὄχοις Ἀκεσταίοισιν ἐμβεβαὼς πόδα]. Ὀχάνοις: δεσμοῖς. Ὄχα: ἐξόχως. | |
5 | Ὄχεα: ἅρματα. Ὀχεία: μίξις· συνουσία. Ὀχεῖον: ἅρμα· δίφρος· ἅμαξα. Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐχρήσατο· ἐχρήσατο δὲ ὁ αὐτὸς ἀντὶ τοῦ εἰς ὀχείαν ἀποδεδει‐ | |
10 | γμένον· φησὶ γάρ· ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον· Λυκοῦργος δὲ ἐν τωῖ περὶ οἰκήσεως γείτονος, τοῦ ὀχείου φησί· καὶ μήποτε ἐπὶ τόπου τινὲς ἔλαβον τὴν λέξιν, ἐν ωἷ ὀχεῖαι γίνονται κτηνῶν· ἢ ὀχήματα μισθοῦται. | |
15 | Ὄχετλα: ὀχήματα· ἐν ἄλλωι· σχήματα. Ὀχετόκρανα: τὰς λεγομένας ἐκχύσεις τῶν μηχανη‐ μάτων· εἰσὶ δὲ αὗται ξύλιναι ἢ κεράτιναι· οἱ δέ φασι τοὺς ὑπονόμους καὶ τοὺς ὑπὸ γῆν ὀχετούς. Ὀχετεύει: σαλεύει· μεταφέρει. | |
20 | Ὀχετηγός: ὑδρηγός. Ὀχετός: σώλην· ἀγωγός· ῥύαξ. Ὀχεύς: ὁ ἱμὰς τῆς περικεφαλαίας· ωἷ συνέχεται περὶ τὸν τράχηλον τοῦ φοροῦντος· καὶ ὁ συνέχων τὴν θωρακοζώνην ἱμάς. | |
25 | Ὀχῆες: δεσμοί· μοχλοί. Ὄχθας: τὰ χείλη τοῦ ποταμοῦ. Ὀχθεῖ: στενάζει. | |
Ὀχθήσας: στενάξας. | ||
omicron366 | Ὄχθοι: αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι· αἱ ἐξοχαί. Ὄχθοιβος: λῶμα· Φερεκράτης Λήροις· Μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα. | |
5 | Ὀχθοίβους: τὰ λώματα· ἔστι δὲ περὶ τὸ στῆθος τοῦ χιτῶνος ἁλουργὲς πρόσραμμα. Ὄχθους: ὕψη· ὑψηλοὺς αἰγιαλούς. Ὀχλίζειν: μοχλεύειν· κινεῖν. Ὄχλος: τὸ πλῆθος· καὶ τὴν ὄχλησιν. | |
10 | Ὀχλῶν: ὀχευτικῶς ὀχῶν. Ὀχμάζεται: συνέχεται· χειροῦται. Ὄχος ἀκεσσαῖος: ἐδόκουν αἱ Σικελικαὶ ἡμίονοι εἶναι σπουδαῖαι· ἡ γὰρ Ἄκεσσα Σικελικὴ πόλις· Σοφοκλῆς Ὑδροφόροις· (Ὄχοις Ἀκεσσαίοισιν ἐμ‐ | |
15 | βεβὼς πόδα). Ὄψανον: τὴν ὄψιν. Ὀψαρτυτής: μάγειρος. Ὀψέ: βραδέως. Ὀψαρτυτική: μαγειρική. | |
20 | Ὀψεπέδων: οὐχὶ ὀψὲ πεπεδημένος· ἀλλὰ ὀψὲ λελυ‐ μένος. Ὀψὲ ὁδοῦ: ὀψὲ πορείας. Ὀψείοντες: ὀπτικῶς ἔχοντες· ἰδεῖν βουλόμενοι. Ὀψιαίτερον: οὐκ ὀψίτερον. | |
25 | Ὀψιγόνων: τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσο‐ | |
μένων. | ||
omicron367 | Ὀψιπέδων: ὁ μέχρι πολλοῦ ἐν πέδαις γεγονώς· σύν‐ ηθες Μενάνδρωι τὸ ὄνομα. Ὄψιν: οὐ τὸ πρόσωπον, οὐδὲ τοὺς ὀφθαλμούς· ἀλλὰ τὴν πρόσοψιν λεκτέον. | |
5 | Ὀψισθῆναι: τὸ ὀψὲ ἐλθεῖν λέγουσιν. Ὄψ’ ἦλθες· ἀλλ’ εἰς τὸν Κολωνὸν ἵεσο: παροιμία λέγεται ἐπὶ τῶν μισθαρνούντων. Ὀψιγεννής: βραδέως γεννηθείς. Ὄψις: ὅρασις. | |
10 | Ὀψιτέλεστον: βραδέως τελειούμενον. Ὄψον: πᾶν προσόψημα ἢ προσφάγιον. Ὄψος: μοχθηρός. Ὀψώνια: κέρδη· χαρίσματα. Ὀψώνιον: τὴν ὀψωνίαν· τὸ δὲ παρ’ ἡμῖν ὀψώνιον μισ‐ | |
15 | θὸν λέγουσι καὶ σιτηρέσιον. | |
16t | Τέλος τοῦ ο στοιχείου. | |
pi367(17t) | Ἀρχὴ σὺν Θεωῖ τοῦ πῖ στοιχείου. | |
18 | Πάγας: δίκτυα· παγίδας. Παγασαί: Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς· ἐπί‐ | |
20 | νειόν ἐστι Φεραίων. Πάγη: θηρατικὸν ὄργανον· καὶ ἔστι τετράγωνον. Παγκάλης: πάνυ καλῆς. | |
Παγκρατιασταῖς: ἀθληταῖς· πύκταις. | ||
pi368 | Παγκράτιον: πυγμή· ἀγών· ἄθλησις. Πάγκυφος ἐλαία: ἡ κατακεκαμμένη. Πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. Πάγον εὐτειχῆ: ἐν ὄρει τετειχισμένην. | |
5 | Παθαίνεσθαι: οὐ δεινοπαθεῖν. Παιάν: εἶδος ωἰδῆς. Παιᾶνας: κώμους· εὐφημίας. Παιανιεῖς καὶ Παιονίδαι: δῆμοι διττοί εἰσι Παιανι‐ έων, τῆς Πανδιονίδος φυλῆς· οὓς Διόδωρος καλεῖσ‐ | |
10 | θαι φησὶ Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπέ‐ νερθεν· τὸν δὲ δημότην ἑκατέρου δήμου καλεῖσθαι ὁμοίως Παιανιέα· διαφέρουσι δὲ οὗτοι τῶν Παιο‐ νιδῶν· δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος. Παιανίσαι: τὸν Παιᾶνα ἐπικαλεῖσθαι· ἦν δὲ ἔθος | |
15 | καὶ ἐπὶ ἔργον ἐρχομένους καὶ ἐπὶ τηῖ νίκηι τοῦτο λέγειν. Παιανίαζε ἐπορεύετο: μὴ Παιανιοῖ· τὸ γὰρ Παια‐ νιοῖ τὴν ἐν τόπωι σημαίνει δύναμιν. Παιδαγωγηθεῖσαν πόλιν: ἀντὶ τοῦ ἀχθεῖσαν. | |
20 | Παιδάρητος: τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἔστιν οὗτος ἁρμοστής· ἀνὴρ εἷς τῶν γεγονότων καλῶν. Παιδάριον: οὐ μόνον τὸ ἄρρεν, ἀλλὰ καὶ τὸ θῆλυ λέ‐ γουσι. | |
25 | Παιδάρια: τὰ μείζονα καὶ τὰ ἄρτι γεγονότα λέγε‐ | |
ται. | ||
pi369 | Παιδέρως: σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος. Παιδεύειν: παιδοτροφεῖν. Παιδιὰν καὶ παίγνιον: ἑκατέρως λέγουσιν. Παιδικά: ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάτ‐ | |
5 | τεται ἡ λέξις· παραδείγματα δὲ τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά· καὶ ἐν τοῖς Ἀχιλλέως δ’ ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται· ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοίνιξ· Παπαῖ, τὰ παιδίχ’, ὡς ὁραῖς, ἀπώ‐ | |
10 | λεσας· καὶ Κρατῖνος Πανόπταις· Μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπηι νῦν· ὅτι δὲ ἐκά‐ λουν οὕτως καὶ τὰ πρὸς τὰς γυναῖκας Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τίς· Ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς· καὶ Κρατῖνος δὲ Ὥραις, | |
15 | τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ’ αὐτοῦ, —μακάριος τῶν παιδικῶν· οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τωῖ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ· κατὰ μεταφο‐ ρὰν τὴν ἀπ’ ἐκείνων· Πλάτων Φαίδρωι· ἐσπούδα‐ | |
20 | κας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐλαβόμην, ἐρεσχελήσων σε· λέγεται δὲ παιδικὸν καὶ τὸ παι‐ δαριῶδες, οἷον τὸ ἁρμόζον παιδί· ἡ δὲ λέξις, ὡς ἐπὶ τὸ πολὺ, ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. [Παιδεύειν: παιδοτροφεῖν.] | |
25 | Παιδικώτερον: ἱλαρώτερον. Παιδισκάριον: κοράσιον δὲ οὐ λέγεται· ἀλλὰ καὶ | |
κεκωμωίδηκεν Φιλιππίδης, ὡς ξενικόν. | ||
pi370 | Παιδείαν: παιδικὴν ἡλικίαν. Παιδιά: παῖγμα. Παιδοκόμον: παῖδα τρέφοντα. Παιδολέτειρα: παιδοφόνον. | |
5 | Παιδοτρίβας: ἀλείπτας· γυμναστάς. Παιδουργία: παιδοποιΐα. Παιδοῦσα: ἐγκύμων. Παίει: τύπτει. Παίειν: ἐσθίειν. | |
10 | Παιπάλη: ἄλευρον, ἀπὸ κριθῶν ἢ ἀπὸ κέγχρου. Παιπάλημα: τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίαι, καὶ παμπόνηρον σὺν ἀγχινοίαι. Παιπάλημα: οἱ μὲν ὁ τραχὺς καὶ ἀνώμαλος ἄνθρω‐ πος· καὶ γὰρ Ὅμηρος τὰς ἀνωμαλίας τῶν ὀρῶν | |
15 | παιπάλημα καλεῖ· οἱ δὲ τὸν εὐρίπιστον καὶ εὐμε‐ τάβολον, ἀπὸ τοῦ λεπτοτάτου ἀλεύρου. Παῖσαι: τύψαι. Παισθείς: τυπτηθείς. Πεττείαις: παιδιαῖς· τάβλαις. | |
20 | Παιῶνας: ἰατρούς· καὶ ἀλαλαγμούς· καὶ παιωνί‐ ζειν, τὸ ἀλαλάζειν. Παιωνεῖον: ἰατρεῖον· θεραπευτήριον· ἢ σωτήριον φάρμακον. Πακτῶσαι: σφηνῶσαι θύραν. | |
25 | Παλάθαι: μάζαι σύκων. Παλαιόν: οἱ ῥήτορες ἐχρήσαντο τωῖ παλαιὸν ἐπὶ ἀργυρίου ἐκ δανείσματος ὀφειλομένου· οὕτως Λυ‐ σίας ἐν τωῖ πρὸς Ἀλκίβιον· καί τοι εἰ ἀποδεδώκει | |
τωῖ Κτησικλεῖ τὰς νʹ παλαιὰς, ὥσπερ οὗτος φησί. | ||
pi371 | Παλαιγενές: πρεσβύτατον. Πάλαι: τὸ ἤδη λέγειν εἰώθασιν. Πάλαι: καὶ τρίπαλαι· καὶ δεκάπαλαι λέγουσιν. Παλαιοθέτης: παλαιοπράγμων καὶ δραστήριος. | |
5 | Παλαιθέου: παλαιᾶς θεοῦ. Παλαιότερον: καὶ ἄνευ τοῦ ο λέγουσι· καὶ τὸ ὑπερ‐ θετικὸν, παλαίτατον. Παλαιστάς: σπιθαμάς· ἢ ἔμπαλιν. Παλαιφάτου: παλαιᾶς καὶ ἀρχαίας· περὶ ἧς ἔφα‐ | |
10 | σαν ἔκπαλαι μῦθοι. Παλαμᾶσθαι: τεχνάζεσθαι. Παλαμίς: τεχνίτης. Παλαμναῖος: φονεύς· ἢ μιαρός· παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες· παρὰ τὴν | |
15 | παλάμην· καὶ Ζεὺς παλαμναῖος, ὁ τοὺς τοιούτους τιμωρούμενος· καὶ προστροπαῖος, ὁ προστρέπων τὸ ἄγος αὐτοῖς. Παλαμωμένων: χερσὶν ἐργαζομένων. Παλαμῶν: χειρῶν. | |
20 | Παλάσια: τὰ συγκεκομμένα σῦκα· παλάθην λέγου‐ σι καὶ παλαθίδα· εἰσὶ δὲ ἐξ ἰσχάδων ἢ σύκων κεκομμένοι βῶλοι πλινθοειδεῖς. Παλαστή: θηλυκῶς· Κρατῖνος Νόμοις· —μεῖζον τὸ δέος παλαιστῆς· Φιλήμων Ἐφεδρίταις· Σκιμπό‐ | |
25 | διον ἓν καὶ κώδιον καὶ ψιαθίον Ἴσως παλαστῆς. Παλεύετε: θηρεύετε· καὶ τὰς περιστερὰς τὰς θηρευ‐ | |
ούσας, παλευτρίας καλοῦσιν. | ||
pi372 | Παλευτά: τὰ λίνα οἷς τὰ θηρία ἁλίσκεται· ὡς καὶ παλευτρίδες, αἱ περιστεραί. Παλεῦσαι: ἐξαπατῆσαι· ὑπαγαγέσθαι· καὶ παλεύ‐ τρια, περιστερὰ πλάνος. | |
5 | Παλεῦσαι: ὑπαγαγέσθαι· ἀπὸ τῆς πάλης ἢ τοῦ παλαίειν· οὕτως δὲ ἔλεγον τὸν εὐεξαπάτητον. Παλημάτιον: λεπτὸν ἄλευρον. Παλίλλογα: παλισύλλεκτα. Παλιλλογία: ταυτολογία. | |
10 | Παλιμβαλής: ὁ ἀνάταυρα πεσών. Παλίμβιος: ὡς ἐξ ἀναβιώσεως. Παλιμβολία: ἡ εὐμετάβλητος γνώμη. Παλίμβολος: ἀδόκιμος· εὐμετάβολος· ἀνελεύθερος· Κλήμης· δύναται καὶ ἀντὶ τοῦ παλίμβολος, ἐναν‐ | |
15 | τιόβουλος· ἐναντιογνώμων· ὡς καὶ παλίνδης ὄνος. Παλιμπετής: ὀπισθόρμητος. Παλίμφημα: δύσφημα· κακά· ἐναντία. Παλινάγγελος: ὀπίσω ἐπανελθὼν ἄγγελος. Παλινάγρετον: πάλιν καὶ αὖθις· ὑστερόληπτον. | |
20 | Παλιναίρετα: ἐπεσκευασμένα· καὶ οἷον ἐπίγναφα· οὐ καινὰ οὐδὲ ὑγιῆ. Παλιναίρετα: φευκτά· ἔκκλιτα· τὸ ἐναντίον αὐτηῖ τηῖ αἱρέσει πάθος ἐμποιοῦντα· σημαίνει δὲ καὶ παλαιά· Πλάτων ἐν Τιμαίωι παλιναίρετα γάρ | |
25 | φησι γεγονότα πάντα καὶ διεφθαρμένα. | |
pi373 | Παλιναίρετος: Δείναρχος ἐν τηῖ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει· μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον· ἐπειδὴ γὰρ συκο‐ φαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις | |
5 | αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτο ἐκωλύετο λέγειν, πρὶν ἀποτίσαι τὴν ζημίαν ἣν ὤφειλεν· ἔπειτα ἀποτίσας τὴν ζημίαν, πάλιν ἔλεγεν· ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρ‐ έτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἄρχοντας | |
10 | τινὰ ἀρχὴν καὶ πάλιν χειροτονηθέντας· Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκοδομη‐ μάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τηῖ λέξει. Παλινδικεῖ: ἐπισυνάπτει δίκην. Παλινδορία: σκύτος. | |
15 | Παλινδρομῶν: ὑποστρέφων. Παλιγκάπηλος: ὁ μεταπράτης. Παλιγκάπηλος: ὁ τὸ αὐτὸ ἀγοράζων καὶ πωλῶν· λέγουσι δὲ καὶ παλινέμπορος. Πάλιν: καὶ αὖθις· καὶ αὖτις· ταῦτα τὰ τρία ταυτὸν | |
20 | σημαίνει· ὥστε καὶ ἐκ παραλλήλου χρῶνται ἀμφοῖν· αὖτις πάλιν, πάλιν αὖτις λέγοντες. Παλινοδία: ἐναντία ὁδός. Παλίνορσος: ὀπισθόρμητος. Παλινοστήσας: ἐπανελθών. | |
25 | Παλινσκίωι: σκοτεινωῖ· τὸ γὰρ πάλιν ἐπίτασιν δηλοῖ· ὡς παλιγκάπηλος καὶ παλίμπρατος. Παλιντράπελον: ἀντίστροφον· ἐναντίον· ἀντεστραμ‐ | |
μένον. | ||
pi374 | Παλινωιδία: ἐναντία ωἰδή· ἢ τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις. Παλίνρυτα: κύμβαλα. Παλίνσκιον: τὸ ὑπὸ ἄλλου σκιαζόμενον. | |
5 | Παλίμβολον: Αἰσχίνης ἐν τωῖ περὶ παραπρεσβείας· ὁ πολλάκις ἐπ’ ἐμποληῖ μεταβεβλημένος, καὶ λε‐ γόμενος ἐν τωῖ βίωι παλίμπρατος, παλίμβολος ἐλέγετο· ὡς Δείναρχος δηλοῖ καὶ Μένανδρος. Παλιρρόθιον: ἐκ τουπίσω ἐφωρμηκός. | |
10 | Παλίνσκιον: Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον· Ἀρχί‐ λοχος δὲ ἀντὶ τοῦ σκοτεινόν· καὶ Σοφοκλῆς· — χειμῶνι (σὺν) παλινσκίωι· ἀντὶ τοῦ ζοφερωῖ. Παλίωξις: ἡ ἐξ ἐπιστροφῆς δίωξις· ὅταν οἱ φεύγοντες μεταβαλλόμενοι διώκωσιν. | |
15 | Παλιώρους: ἀκοντιστάς. Παλλάς: παρθένος μεγάλη· ἔστι δὲ ἐπίθετον Ἀθηνᾶς, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ· ἢ ἀπὸ τοῦ ἀνηιρηκέναι Πάλλαντα ἕνα τῶν Τιτάνων. Παλλάδος πρόσωπον: τοὺς στατῆρας· ἀπὸ τοῦ σεση‐ | |
20 | μασμένου· ἐκ θατέρου γὰρ Ἀθηνᾶς πρόσωπον ἦν. Παλλακίς: κόρη. Παλλακόν: τὸν παλλακευόμενον. Παλαμναῖος: τοὺς αὐτοχειρία τινὰς ἀνελόντας τηῖ παλάμηι παλαμναίους ἐκάλουν. | |
25 | Παλληνεύς: Παλλήνη δῆμος τῆς Ἀντιοχίδος· τὸ δὲ ἐκ τόπου ἐπίρρημα, Παλλήνηθεν· ὁ δὲ δημότης, Παλληνεύς· ὅτι δέ ἐστι καὶ ἐν Θραίκηι Παλλήνη, | |
γνώριμον. | ||
pi375 | Πάλλει: κινεῖ· σείεται· ἅλλεται. Παλλόμενον: ἁλλόμενον· κληρούμενον. Παλμός: τρόμος· σεισμός. Πάλος: κλῆρος. | |
5 | Παλτά: τὰ δόρατα. Παλτάρια: σεμίδαλις. Παμμάχιον: παγκράτιον. Παμμήστορα: πάντων τεχνίτην. Πάμπαν: παντελῶς· Δράκων δὲ ὁ Στρατονικεὺς | |
10 | συναλιφὴν εἶναι φησὶν ἐκ τοῦ (παντάπασι). Παμπήδην: παντελῶς. Παμπησία: παγκτησία. Παμπληθεῖς: πάνυ πολλάς. Παμύλης: Αἰγύπτιος θεὸς Πριαπώδης. | |
15 | Παμφαής: ἡ πᾶσι φαίνουσα φαιδρότης. Πάμφορος: παντοῖα φέρων. Παναγές: καθαρόν· ἅγος γὰρ καὶ ἁγνεία, καὶ μύσος κατὰ ἀντίφρασιν. Παναγής: ὁ κατὰ πάντα ἁγνός. | |
20 | Παναθήναια: Ἀθήνηισιν ἑορτὴ ἐπὶ τωῖ ὑπὸ Θησέως γενομένωι συνοικισμωῖ, πρὸ τοῦ Ἐριχθονίου τοῦ Ἡφαίστου καὶ Γῆς· Ἀθηναίων· ὕστερον δὲ ὑπὸ Θησέως· πεντέτης· καὶ ἀγωνίζεται παῖς, Ἰσθμικοῦ πρεσβύτερος· καὶ ἀγενείου· ἀνήρ· τῶ δὲ νικῶντι | |
25 | δίδοται ἆθλον, ἔλαιον ἀμφιφορεῦσι· καὶ ὁ νικῶν | |
στεφανοῦται ἐλαίαι πλεκτηῖ. | ||
pi376 | Παναθήναια: ἀγὼν πεντετηρικὸς Ἀθήνηισιν. Πανάκεια: θεραπεία. Παναλκές: ἰσχυρότατον. Πανάμερον: δι’ ὅλης τῆς ἡμέρας. | |
5 | Πανάνυτον: παντοδύναμον. Πανάπυστος: ἀνήκοος. Παναρμόνιον: πάντοθεν ἡρμοσμένον. Παναυγές: πάνυ λαμπρόν. Πανδαισίας: πολυτελοῦς τραπέζης· εὐωχίας. | |
10 | Πανδαισία: ἡ πάντα ἔχουσα ἄφθονα καὶ μηδὲν ἐλλείπουσα ἐν τηῖ δαιτί. Πανδαίσιον: πολυτελὴς τράπεζα. Πανδαμάτωρ: πάντας ὑποτάσσων. Παναθήναια: διττὰ Παναθήναια ἤγετο Ἀθήνηισι· τὰ | |
15 | μὲν καθ’ ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἃ καὶ μεγάλα ἐκάλουν· ἤγαγε δὲ τὴν ἑορτὴν πρῶ‐ τος Ἐριχθόνιος ὁ Ἡφαίστου· τὰ δὲ Παναθήναια πρότερον Ἀθήναια ἐκαλοῦντο. Πάνακτος: πόλις μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς | |
20 | Βοιωτίας· Θουκυδίδης δὲ καὶ οὐδετέρως καλεῖ τὸ χωρίον, Μένανδρος δὲ ἀρσενικῶς. Πάνδια: ἑορτή τις· ἀπὸ Πανδίας τῆς Σελήνης· ἢ ἀπὸ Πανδίονος, οὗ ἐστὶ καὶ φυλὴ ἐπώνυμος· ἄγεται δὲ αὕτη τωῖ Διί· ἐπονομασθεῖσα ἴσως οὕτως ἀπὸ τοῦ | |
25 | πάντα δεῖν θύειν τωῖ Διί. Πάνδια: ἑορτή τις Ἀθήνηισι, μετὰ τὰ Διονύσια ἀγομένη. | |
Πανδείνως: εὐφήμως· λέγεται δὲ ὡς παναθλίως. | ||
pi377 | Πανδερκεῖς: πάντα ὁρῶντες. Πάνδημος Ἀφροδίτη: οὕτως ἐκάλουν τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγοράν· διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιόν· ἃς ἐκάλουν | |
5 | ἀγοράς· ἔστι δὲ τὸ πάνδημον πάγκοινον. Πανδήμου: παντὸς τοῦ πλήθους· ἢ παντὸς τοῦ δημώ‐ δους καὶ ἀγελαίου ὄχλου. Πανδιονίς: μία τῶν ιʹ φυλῶν παρὰ Ἀθηναίοις· ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου κληθεῖσα. | |
10 | Πανδοκεῖον: καταγώγιον· τὸ διδόμενον μισθοῦ στε‐ γανόμιον· λέγεται καὶ διὰ τοῦ χῖ, διὰ τὴν τῶν στοιχείων συγγένειαν. Πανδοσία: πόλις μία τῶν ἐν Κασωπία. Πάνδροσος: ὄνομα γυναικός. | |
15 | Πανδωρία: ἡ γῆ. Πανιὰς αἶσα: ἀπὸ τοῦ Πανός. Παγκαρπία: πανσπερμία. Παννύχιον: ὅλην τὴν νύκτα. Πανομφαίωι: ωἷ πᾶσα φήμη καὶ μαντεία ἀναφαί‐ | |
20 | νεται. Πανόν: ἀπὸ τοῦ πάντα φαίνειν σχηματισθέντα, κατὰ μεταβολὴν τοῦ φ· Σοφοκλῆς Ἑλένης γάμωι. Πανόπτης Ζεύς: πολυόφθαλμος· καὶ πανόπτρια. Πανὸς σκῶλος: ὄνομα σχήματος. | |
25 | Πανός: δέσμη κληματίδων· οἱ δὲ νεώτεροι Ἀττικοὶ | |
φανόν· Ἀριστοφάνης. | ||
pi378 | Πανός: σκοπός· μανιώδης· ἐπεὶ τῶν φανταστῶν αἴ‐ τιος ὁ Πάν· παρὰ τὸ φαίνειν λελεγμένος. Πανοσπρία: ἡ ἐκ τῶν ὀσπρίων μίξις. Πάνοψ: ἥρως Ἀττικός· καὶ ἐν τοῖς ἐπωνύμοις. | |
5 | Πανοῦργος: ὁ πάντα ἐν πονηρία ἐργαζόμενος· λέγε‐ ται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστά‐ μενος. Πανσέληνον: λεκτέον, οὐ πληροσέληνον. Πανσθενέστατον: ἰσχυρότατον. | |
10 | Πανσπερμία: παγκαρπία. Πανστρατεία: οὕτως λέγει καὶ Θουκυδίδης καὶ οἱ ἄλ‐ λοι. Πάντα θεῖ κἀλαύνεται: παροιμία ἐπὶ τῶν εὐπόρων. Πάντα κάλων σείειν: παροιμία ἐπὶ τῶν πάσηι προ‐ | |
15 | θυμίαι χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ ἅρμενα χαλώντων. Πάντα κάλων: ἐπὶ τῶν μετὰ πάσης προθυμίας πρατ‐ τόντων. Πάντα λίθον κινεῖν: Πολυκράτει τωῖ Θηβαίωι χρησ‐ | |
20 | μὸς ἐξέπεσεν· πριαμένωι τόπον ἔνθα Μαρδόνιος ἐσκήνωσεν, ὅτε Πέρσαι ἔφυγον, εὑρεῖν χρυσόν· οἱ δὲ εἰρῆσθαι φασὶν ἀπὸ τῶν τοὺς καρκίνους θηρευόν‐ των. Πάντα ὀκτώ: οἱ μὲν Στησίχορον φασὶν ἐν Κατάνηι | |
25 | ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπ’ αὐτοῦ Στησιχο‐ ρείοις πύλαις λεγομέναις· καὶ τοῦ μνημείου ἔχοντος | |
ὀκτὼ κίονας, καὶ ὀκτὼ βαθμοὺς, καὶ ὀκτὼ γωνίας· | ||
pi379 | οἱ δὲ ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων, ὀκτὼ φυλὰς ἐποίησεν πολίτας καὶ ὀκ‐ ταμερῆ τὴν πόλιν. Παντάπασιν: ἀντὶ τοῦ παντελῶς καὶ ὁλοσχερῶς· | |
5 | σφόδρα. Πανταχηῖ: πάντα τρόπον· καὶ πανταχοῦ, ἐν παντὶ τόπωι· καὶ πανταχόθι· πανταχοῖ δὲ καὶ παντα‐ χόσε, εἰς πάντα τόπον. Παντέλειον: ὁλόκληρον. | |
10 | Παντευχίαν: πανοπλίαν. Παντὶ σθένει: ὅλη δυνάμει. Παντί τωι: παντί τινι. Παντοδαπά: παντοῖα. Παντοδαπώτερον: συγκρίνοντες λέγουσιν. | |
15 | Παντὸς μᾶλλον: ἀντὶ τοῦ πάντως. Πάντοσε: πανταχοῦ. Πάνυ: λίαν. Πάνυ σφόδρα: ἀνάπαλιν δ’ οὐ λέγουσι σφόδρα πάνυ. Πανύστατον: πάντων ἔσχατον. | |
20 | Παμφάλυα: τὸν πομφόλυγα· Σώφρων. Πανώλης: πανώλεθρος. Πάξοι: νῆσοι κατ’ Ἰταλίαν. Παπάζοιεν: πατέρα καλοῖεν. Πάπας: τοὺς πατέρας καλοῦσιν. | |
25 | Πάππος: αἱ ἐπὶ τοῦ κάτω χείλους τρίχες· μύσταξ δὲ, αἱ ἐπὶ τοῦ ἄνω. | |
Πάπποι: αἱ τῶν ἀκανθῶν ἐξανθήσεις. | ||
pi380 | Παπταίνειν: ἐρευνᾶν. Παρά: διά. Παραβαλέσθαι: τὸ παύσασθαι καὶ ἀπαλλαγῆναι· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων. | |
5 | Παραβάλλεσθαι: τὸ ἐξαπατῆσαι· Θουκυδίδης αʹ· οὕ‐ τως καὶ Ὅμηρος· παραβλήδην ἀγορεύων. Παραβαλεῖς: παραθήσεις· ὁμοιώσεις· ἐπιφοιτήσεις. Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο· Αἰσχίνης κατὰ Κτησιφῶντος. | |
10 | Παραβαλοῦ: παύου· κυρίως δὲ παραβάλλειν λέγεται τὸ παῦσαι τὴν κώπην τῆς εἰρεσίας. Παραβάλλεσθαι: παρακαθῆσθαι· συνθέσθαι. Παραβεβάσθαι τὰς σπονδάς: τὸ παθητικὸν τοῦ παρα‐ βεβηκέναι, πάνυ ἀκολούθως· Θουκυδίδης. | |
15 | Παραβιβάζεσθαι: παραβαίνεσθαι. Παραβλέπειν: ὑποβλέπειν. Παραβλήδην: ἀπατητικῶς· παραλογιστικῶς. Παραβληθησόμενος: συγκριθησόμενος· ὁμοιωθησόμε‐ νος. | |
20 | Παραβλῶπες: παρορῶντες· στραβοί. Παραβολή: πραγμάτων ὁμοίωσις. Παράβολος: **** Παραβύουσα: παρακαλύπτουσα. Παράβυστον: παρακεκρυμμένον· λάθραι γινόμενον. | |
25 | Παράβυστον: οὕτως ἐκαλεῖτο τί τῶν παρὰ Ἀθη‐ ναίοις δικαστηρίων· ἐν ωἷ ἐδίκαζον οἱ ιαʹ· ἐκαλεῖτο | |
δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παρά‐ | ||
pi381 | βυστος· ἧς μέμνηται καὶ Ὑπερίδης ἐν τωῖ κατὰ Πατροκλέους· λέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μετα‐ φορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι, παραπληρωμάτων. | |
5 | Παραγγείλας **** Παραγκωνίσας: ἀποστρέψας· ἐκ τῶν ἀγκώνων δή‐ σας. Παραγνούς: παρανοήσας. Παραγγελία: (ὅση σπουδὴ καὶ παραγγελία) περὶ | |
10 | τουτονὶ τὸν ἀγῶνα γέγονε· καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τηῖ αὐτηῖ διανοίαι ἐχρήσατο ἐν τωῖ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄν‐ δρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέχρηνται τινές· | |
15 | Δείναρχος ἐν τηῖ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεή‐ σεις. Παραγραφή: δίκη λεγομένη ὑπὲρ τοῦ μὴ εἰσαγώγι‐ μον εἶναι τὴν δίκην· μηδὲ ἀγωνίσασθαι τὴν εὐθυδι‐ | |
20 | κίαν· παρεγράφοντο δὲ διὰ τρόπων δʹ· διὰ προσώ‐ πων· διὰ χρόνων· διὰ τόπων· διὰ τρόπων. Παραγράφεται: ἐξουθενεῖ· παραιτεῖται· ἀποβάλλε‐ ται. Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου | |
25 | τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης | |
παραγραφῆς εἶπεν ἀντὶ τοῦ ἀπογραφῆς· καὶ ἔστι | ||
pi382 | τὸ λεγόμενον παρ’ αὐτοῦ ἀφ’ οὗ ἀντέγραψαν· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην· ὁ δὲ Ὑπερίδης ἐν τῶ κατὰ Δημοσθένους, οὐδὲ μέχρι παραγραφῆς φησίν· ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ | |
5 | παραγεγραμμένου, ὅπέρ ἐστι περιγεγραμμένου. Παραγραφή: ὅτ’ ἂν λέγηι τίς, ὅτι τὸ πρᾶγμα περὶ οὗ τὸ ἔγκλημά ἐστιν, εἰσήχθη πρότερον εἰς δικασ‐ τήριον, καὶ γένηται περὶ αὐτοῦ γνῶσις· καὶ διὰ τοῦτο φησὶ μὴ δεῖν ἔτι περὶ αὐτοῦ συνίστασθαι | |
10 | κρίσιν· μάλιστα δὲ τοὺς νόμους ἀναγινώσκει τοῖς δικασταῖς· οἳ πλεονάκις δικάζεσθαι περὶ τῶν αὐ‐ τῶν οὐ συγχωροῦσιν· λέγει δὲ περὶ αὐτοῦ τοῦ πράγματος ἅμα τοῖς δικασταῖς παραδεικνὺς, ὡς οἱ πάλαι δικάσαντες καὶ δικαίως, καὶ κατὰ τοὺς | |
15 | νόμους ψηφίσαντες· καὶ τοῦτό ἐστι παραγραφή· καὶ ἐπ’ ἐκείνηι τηῖ δίκηι, περὶ ἧς οὐδὲν ὥρισται παρὰ τοῖς νόμοις, οὐδὲ ἔνεστιν αὐτὴν ὁ εἰσάξων, ὥσπερ καὶ τὰς ἄλλας δίκας· τῶν γὰρ ἄλλων δι‐ κῶν προστέτακται ἑκάστωι τῶν ἐν ταῖς ἀρχαῖς | |
20 | εἰσάγειν τινά· παραγράφεσθαι οὖν ἐφεῖται καὶ τοῖς τοσοῦτον τί ἐγκαλουμένοις, περὶ οὗ οὐ νενομοθέτηται. Παράδειγμα: εἰκών· ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰσ‐ θητοῦ πράγματος· ἰστέον δὲ ὅτι ἄλλο παράδειγμα καὶ ἄλλο παραβολή· παράδειγμα μὲν γάρ ἐστιν, | |
25 | ὅτ’ ἂν ἀντιπαραθηῖ τις ὅμοιον ὁμοίωι· οἷον, λογικωῖ λογικόν· παραβολὴ δὲ, ὅτ’ ἂν ἀνόμοιον ἀνομοίωι· | |
οἷον, ἀλόγωι λογικόν· ἢ ἔμπαλιν. | ||
pi383 | Παράδειξις: ὁμοιότης· δήλωσις. Παράδεισος: τὸ ἐνεστώς· σημαίνει δὲ οἷον τὸ ἐμπερι‐ πατεῖσθαι τεθειμένως διὰ τὴν ἀναισθησίαν· ὁ γὰρ παράδεισος ἐπὶ τοῦ περιπάτου δένδρα καὶ ὕδατα | |
5 | ἔχοντος· καὶ χρῶνται συνεχῶς οἱ κωμικοὶ, τιθέντες τὸν παράδεισον ἐπὶ τῶν ἀναισθητῶν· ἔστι δὲ τού‐ νομα Περσικὸν, καὶ λέγεται φαρδαιθί. Παραδιαιτᾶσθαι: τὸ παρ’ ἑτέρω τινὶ τρέφεσθαι. Παρὰ δίκην: παρὰ τὸ δίκαιον. | |
10 | Παράδοξον: ἀπροσδόκητον· θαυμαστόν. Παραζηλῶν: παροξύνων· ζηλοτυπῶν. Παραθέουσι: παρατρέχουσιν. Παραθήγειν: ἀκονᾶν· παροξύνειν. Παραθήκην: Πλάτων Συμμαχίαι. | |
15 | Παραιρημάτων: τῶν ἱματίων· Θουκυδίδης. Παρασαβάζειν: παραμαίνεσθαι· ἀπὸ τοῦ σαβοῦ· τοὺς γὰρ παρὰ τῶ Σαβαζίω βακχεύοντας καλοῦσι σαβούς· καὶ τὸ βακχεύειν σαβάζειν. Παραθήξονται: παρακονήσονται. | |
20 | Παραθρήσειας: παρίδης. Παραιξορουσον: Ἀριστοφάνης Ταγηνισταῖς· ἀπέδω‐ καν δὲ οἱ μὲν παιδιᾶς εἶδος τί· Εὐφρόνιος δὲ παροι‐ μιωδῶς λέγεσθαι ἐπὶ τῶν παρακελευομένων ταχέως ἥκειν, ἢ ἀπαλλάττεσθαι. | |
25 | Παραιρήσεται: ἀφαιρήσεται. Παραιροῦνται: ἀφαιροῦνται. | |
Παρακαρής: ὀλίγου. | ||
pi384 | Παραίσια: ἀπαίσια. Παραιτεῖσθαι: παρακαλεῖν· συγγνώμην αἰτεῖν. Παραιτητής: παρακλήτωρ· ἀπολογούμενος. Παρακαταβολή: πρόθεσις τοῦ δεκάτου μέρους τοῦ | |
5 | τιμήματος. Παρακαταβολὴ καὶ παρακαταβάλλειν: οἱ ἀμφισ‐ βητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν· καὶ οἱ περὶ κλῆρον ἢ ἐπὶ κλῆρον πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριον τί κατετίθεσαν· καὶ | |
10 | τοῦτο ἐχρῆν αὐτοὺς στρέφεσθαι, εἰ τὴν δίκην ἡττη‐ θεῖεν· ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβη‐ τήσεων, δῆλόν ἐστιν ὅτι τὸ πέμπτον μέρος τοῦ ἀμ‐ φισβητουμένου κατετίθετο· Δημοσθένης μέν τοι ἐν τηῖ πρὸς Πανταίνετον παραγραφηῖ περὶ ἰδίας τινὸς | |
15 | δίκης φησί· καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν· ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς. Παρακαταθήκη: ἐνέχυρον. Παρακατάστασις: ἀργύριον ἐν μιαῖ δραχμηῖ ὑπὸ | |
20 | τῶν ἰδίας δικαζομένων δίκας τοῖς διαιτηταῖς κατα‐ βαλλόμενον· ἔτι δὲ καὶ παρὰ τῶν ὑπομνυμένων αὐτάς· κατεβάλλετο δὲ καὶ τοῖς θεσμοθέταις ἐπί τισι γραφαῖς. Παρακεκομμένος: ἐξεστηκώς· παράφρων· μαινό‐ | |
25 | μενος. Παρακελεύεται: προτρέπεται· διεγείρει. Παρακέλευστοι: οἱ ἐκ παρακελεύσεως καὶ παρακλή‐ | |
σεως συλλαμβάνοντες καὶ οὐ στασιάζοντες. | ||
pi385 | Παρακέλευστοι: οἱ σπουδασταί· ὁ γὰρ σπουδαστὴς τὸν αὐστηρὸν καὶ σπουδαῖον οἰκεῖον δηλοῖ. Παράκλησις: ἀντὶ τοῦ προτροπή· Ἰσοκράτης Παρ‐ αινέσεσι· διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, | |
5 | ἀλλὰ παραίνεσιν γράψαντες· Λυκοῦργος δὲ ἀντὶ τῆς δεήσεως ἐχρήσατο, λέγων· ὑμᾶς οἶμαι τοῦτο ποιήσειν, καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως. Παρακινοῦντα: ἐξιστάμενα. Παράκλητος: ὡς ἡμεῖς, εἴρηκεν Λυκοῦργος. | |
10 | Παρακοίτης: ἀνήρ. Παρακοᾶν: παρανοεῖν καὶ παραφρονεῖν· κοᾶν γὰρ καὶ κονᾶν, τὸ φρονεῖν. Παρακονᾶν: τὸ ἐν τῶ φιλεῖν διατρίβειν. Παρὰ κωφὸν ἀποπέρδειν: παροιμία· ἐπὶ ἀναισθήτων. | |
15 | Παρακροτοῦντες: παραθαρσύνοντες· παρορμῶντες. Παρακρούεται: ἀντὶ τοῦ ἐξαπαταῖ· μετῆκται δὲ τού‐ νομα ἀπὸ τοῦ τοὺς ἵσταντας τί ἢ μετροῦντας κρού‐ ειν τὰ μέτρα καὶ διασείειν, ἕνεκα τοῦ πλεονεκτεῖν. Παρακεχόρδικεν: οἷον παρημάρτηκεν· λέγουσιν Ἀτ‐ | |
20 | τικοὶ, καὶ παράχορδον. Παρακρούεσθαι: ἐξαπατῆσαι· ἤτοι ἀπὸ μεταφορᾶς τῶν οὐ βίαι, ἀλλ’ ἐξ ἐνέδρας παρακρουόντων χειρὶ ἢ ποδί. | |
Παρακρουσιχοίνικος: παρακρουόμενος ἐν τῶ μετρεῖν· | ||
pi386 | τὸ γὰρ ἀπατᾶν παρακρούσασθαι ἔλεγον· ὅθεν καὶ κρουσιμετρεῖν καὶ θυροκρουστεῖν. Παραλέγειν: τὰς ὑπερέχουσας ἐν ταῖς ὀφρύσι τρί‐ χας ἐκλέγειν. | |
5 | Πάραλοι: οἵ τε ἐν τηῖ νηῒ τηῖ παράλωι πλέοντες, καὶ οἱ τὴν παράλιον τῆς Ἀττικῆς κατοικοῦντες, ὥσπερ ἕτεροι πεδιάσιοι καὶ διάκριοι· πάραλος δὲ τριήρης ἱερὰ καλεῖται, ἥτις διηνεκῶς ταῖς ἐπειγούσαις χρείαις ὑπηρετεῖ· ὁπότε δὲ ἐκ τῆς ἀλλοδαπῆς με‐ | |
10 | ταπέμψασθαι στρατηγὸν ἠβούλοντο, ὥσπερ Ἀλκι‐ βιάδην ἀπὸ Σικελίας, τηῖ παράλωι ἐχρῶντο· λέγε‐ ται δὲ ἡ αὐτὴ καὶ Σαλαμινία· ὕστερον δὲ ἄλλαι δύο προσεγένοντο αὐταῖς· Ἀντιγονίς τε καὶ Δημη‐ τριάς. | |
15 | Παραλογισμός: ἀπάτη λογισμοῦ. Παραλογιστής: ἀπατεών. Παράλογον: λέγουσιν ἀρσενικῶς οἵ τε ἄλλοι καὶ μάλιστα Θουκυδίδης· τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν· οἷον, τοῦ πολέμου τὸν παράλογον· | |
20 | καὶ, ὅτι ἐγένετο πολὺς ὁ παράλογος. Παράλογος: τὸ ἀνέλπιστον· τὸ παρὰ προσδοκίαν. Παράλιον: ἡρωῖον Παράλου τινὸς ἥρωος, ἀφ’ οὗ τάχα καὶ ἡ πάραλος ναῦς. Πάραλος: ἱερὰ τριήρης, ὥσπερ καὶ ἡ Σαλαμινία· | |
25 | ἦσαν δὲ καὶ ἄλλαι τριήρεις βʹ· Ἀντιγονὶς καὶ Δη‐ μητριάς· ἔτι δὲ καὶ Ἀμμωνιάς· ἀλλ’ ἡ μὲν πάρα‐ | |
λος ἐπέμπετο πρὸς τὰς θεωρίας· εἴς τε Δῆλον φημὶ | ||
pi387 | καὶ Ὀλυμπίαν· ἡ δὲ Σαλαμινία πρὸς τὸ μετα‐ πέμπεσθαι τοὺς ἐξ αὐτῆς Ἀττικοὺς ἀδικεῖν δοκοῦν‐ τας· ἐπολέμουν δὲ ὅμως καὶ αὗται αἱ τριήρεις. Πάραλος: ναῦς ἱερά· θεωρίς· ἦν δὲ καὶ ἑτέρα Σαλα‐ | |
5 | μινία. Παράλλαξον: πάρελθε. Παραλοῦμαι: παροιμιακῶς εἰώθεισαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλούσιοι παραλούειν τοὺς πέ‐ νητας· Ἀριστοφάνης Ἀναγύρωι· Ἀλλὰ πάντας | |
10 | χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν· συνεισ‐ ιέναι τοῖς πλουσίοις, ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι. Πάραλος: Δημοσθένης Φιλιππικοῖς· μία τῶν παρ’ Ἀθηναίοις πρὸς τὰς δημοσίας χρείας διαπεμπο‐ | |
15 | μένων τριηρῶν, ἀπό τινος ἥρῶος τούνομα λαβοῦσα· πάραλοι δ’ ἐκαλοῦντο οἱ ἐπιβεβηκότες αὐταῖς· οἱ καὶ διὰ ταύτην τὴν ὑπηρεσίαν, τέσσαράς τε ὀβο‐ λοὺς ἐλάμβανον· καὶ τὸ πλεῖστον τοῦ ἐνιαυτοῦ οἴ‐ κοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖς παρὰ | |
20 | τῆς πόλεως. Παράλληλον: ὅμοιον· ἀκόλουθον· ἐγγὺς ἀλλήλων· ἐξ ἴσου. Παραλουργίς: παράβαφος. Παραμείψας: παραλλάξας. | |
25 | Παραμπυκίζεται: παραπλέκεται τὰς τρίχας. Παραμυθῆσαι: συμβουλεῦσαι· καὶ παραμυθήσασθαι | |
ὡσαύτως. | ||
pi388 | Παραπαίων: ληρῶν. Παραπέτασμα: τὸ προκάλυμμα κυρίως τῶν πορ‐ νῶν· ὃ προβάλλονται ὑπὲρ τοῦ μὴ ὁρᾶσθαι τοὺς εἰσιόντας· ἔχει δὲ καὶ ἄλλα σημαινόμενα ἡ | |
5 | λέξις. Παραπεπτωκώς: ἀντὶ τοῦ ὑποπεπτωκώς· Δημοσθέ‐ νης ἐν τωῖ κατὰ Στεφάνου. Παραπέτασμα: παρακάλυμμα· παράπλωμα. Παράπηγμα: κανόνα· καὶ εἶδος τί ὀργάνου ἀστρονο‐ | |
10 | μικοῦ. Παραπλαγιάσας: πλασάμενος. Παράπηχυ: ἱμάτιον τὸ παρ’ ἑκάτερον μέρος ἔχον πορφύραν· τοῦτο δὲ καὶ πάρυφες καλοῦσι· τὸ δὲ κύκλωι τὴν πορφύραν ἔχον, ἔγκυκλον. | |
15 | Παραπλέξαι: ἐμπλέξαι. Παραπλήξ: μαινόμενος· παράφρων· τὰς φρένας βεβλαμμένος. Παραπλῆγας πέτρας: παραλίας· πλησσομένας ὑπὸ τῆς θαλάσσης. | |
20 | Παραπληξία: μανία. Παρὰ πόδας: εὐθέως· ἢ ἐγγύς· ἢ πλησίον. Παραπτερυγίζειν: κολακεύειν· ἀπὸ τῶν ἀλεκτρυό‐ νων. Παραρρητοῖς: παρηγορικοῖς λόγοις· παραμυθήμασιν· | |
25 | ὑποθήκαις· οἱ δὲ συμβόλοις. Παναρμόνιον: ὄργανον μουσικόν· Ἄλεξις· —ἐν ωἷ | |
Τὸ παναρμόνιον τὸ καινὸν ἔντεινον τεχνῶν. | ||
pi389 | Παράρυμμα ποδός: τὰ ὑποδήματα τὰ ῥυόμενα τοὺς πόδας. Παραρύμματα: δέρεις· σκεπάσματα. Παραρυῶμεν: παραπέσωμεν. | |
5 | Παρασάγγης: εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι στάδια τριάκοντα. Παρασημαίνει: δηλοῖ· χαράττει. Παράσημος: ἀδόκιμος. Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτη‐ | |
10 | σιφῶντος· ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισ‐ μάτων ἃ καλοῦσι παράσημα οἱ τοιοῦτοι χαράττε‐ ται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείωι τινὶ, ὃ τὴν φαυλότητα δηλοῖ· ἐπειδὴ παρατετύπωται καὶ πα‐ ρακεχάρακται. | |
15 | Παράσημος ῥήτωρ: ὁ φαῦλος· ἀπὸ μεταφορᾶς τῶν νομισμάτων· τούτων γὰρ τὰ φαῦλα παράσημα λέγεται. Παράσιτοι: οἱ ἐπὶ τὴν τοῦ σίτου ἐκλογὴν αἱρούμενοι· κεῖται ἡ λέξις ἐν τωῖ τοῦ βασιλέως νόμωι. | |
20 | Παρασεῖσαι τὰς χεῖρας: τὸ ἐν τωῖ τρέχειν γινό‐ μενον. Παρασκήνια: αἱ εἴσοδοι αἱ εἰς τὴν σκηνήν. Παρασκήνια: ἔοικε παρασκήνια καλεῖσθαι ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν | |
25 | ἀγῶνα παρασκευαῖς· ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν | |
τῆς ὀρχήστρας εἰσόδους οὕτως φησὶ καλεῖσθαι. | ||
pi390 | Παράστασις: στάσις παρά τινα ἄτιμος· γίνεται δὲ καὶ ἐπὶ τῶν χρεωφειλετῶν. Παράστασις: τούνομα πολὺ παρὰ τοῖς ῥήτορσι· ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων | |
5 | τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνηι· —ἕλκει δὲ γραμματίδιον Ἐκεῖσε δίθυρον καὶ παράστασις μία Δραχμή· Ἀριστοτέλης δὲ ἐν Ἀθηναίων Πολιτείαι περὶ τῶν θεσμοθετῶν λέγων φησίν· εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται ξενίας καὶ | |
10 | δωροξενίας· ἄν τις δῶρα δοὺς ἀποφύγοι τὴν ξενίαν· καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύ‐ σεως καὶ (ἀγρα)φίου καὶ μοιχείας· Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ Νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμάς· μίαν μὲν ἀπὸ τῆς | |
15 | λήξεως, ἣν παράστασιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοσίαν ἑκάστην. Παρράσιος: ὅτι μὲν ζωγράφος οὗτος, δῆλον· φασὶ δὲ αὐτὸν υἱὸν εἶναι καὶ μαθητὴν Εὐήνορος· Ἐφέσιον δὲ τὸ γένος. | |
20 | Παράσιτος: κοσσοτράπεζος. Παρασπιστής: παρεστὼς ὁπλίτης. Παράστασις: ἡ διδομένη δραχμὴ ὑπὲρ τοῦ εἰσαχθῆναι τὴν δίκην· Ἄνδρες Ἑλλήνων ἄριστοι καταβαλεῖν παράστασιν. | |
25 | Παρασπονδήσας: παραβὰς τὰς σπονδάς. | |
Παρασπονδοῦμαι: παραβαίνομαι. | ||
pi391 | Παραστησάμενος: παραλαβών· ἑλών· καταστρε‐ ψάμενος. Παρασταδόν: παραστατικῶς· κατὰ τρόπον· κατὰ τὸ δέον. | |
5 | Παραστάται: οἷον οἱ παριστάμενοι ἢ ὑπηρετοῦντες τοῖς ἕνδεκα, τουτέστι, τοῖς βασανισταῖς. Παραστησόμεθα αὐτὸν εἰς κρίσιν: Πολιτείας ηʹ· ἀντὶ τοῦ καταστήσομεν αὐτὸν εἰς κρίσιν· τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία καλεῖται· ὁ δὲ ἐγκαλῶν, | |
10 | γράψας τὸ ο εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθ’ ὑπηρέτου τωῖ ἐγκαλουμένωι ἐπι‐ δίδωσιν. Παρὰ σφίσιν: παρ’ αὐτοῖς. Παρασχεδόν: παραυτίκα. | |
15 | Παραταχθείς: παρ’ αὐτὸν ταχθείς. Παρατέθηγμαι: ἠκόνημαι. Παρατενεῖς: ἀπολεῖς· ἐπὶ πλέον παρελκύσεις. Παρατηρημάτων: ἐπιτηρήσεων· κληδονισμῶν· καὶ ἀπαντήσεων καὶ οἰωνοσκοπιῶν καὶ μαντειῶν. | |
20 | Παρατίλτρια: οὐ δρωπακίστρια· καὶ παρατιλλό‐ μενος, ὁ πιττούμενος. Παρὰ τούτου: ἀντὶ τοῦ ἀπὸ τούτου· καὶ παρὰ τοῦ‐ τον, ἀντὶ τοῦ πρὸς τοῦτον· οὕτως πανταχοῦ Ἀρ‐ ριανός. | |
25 | Παρατρύζει: παραφρονεῖ· εἴληπται δὲ ἀπὸ τῶν | |
pi392 | ὀρνέων, ὅτ’ ἂν τοῖς οἰκείοις νεοττοῖς γοερὰ ἐπιφω‐ νοῦσιν. Παρατεῖναι: τὸ ἐπιστρέψαι καὶ ἀπολέσαι· ὁ κωμικὸς ἐπὶ Εὐβοίας· Οἶδ’· ὑπὸ γὰρ ὑμῶν παρετάθη καὶ | |
5 | Περικλέους. Παραυδήσας: παραμυθησάμενος. Παραύλια: πρόσχωρα. Παραυτίκα: ἔγγιόν τι τοῦ αὐτίκα σημαίνει· καὶ ὑπο‐ γυώτερον· Θουκυδίδης· εἰ δέ τις τὸ παραυτίκα μὴ | |
10 | ἐθέλοι ξυμμαχεῖν. Παραφέρων: παράγων. Παράφορος: ὁ παρ’ ἑαυτὸν καὶ ὑπὸ δαίμονος παρα‐ φερόμενος. Παραφρυκτωρεῖν: τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον | |
15 | χρῆσθαι· τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πο‐ λεμίων, ἐπὶ βλάβηι δὲ τῶν φιλίων· ὡς καὶ Δείναρ‐ χος ἐν οἰκείωι λόγω ἐχρήσατο. Παραχαράκτης: διαστροφεύς. Παραχειμάζοντι: Δημοσθένης· καὶ παρεχείμασεν | |
20 | Ὑπερίδης. Παραχρᾶται πολύ: σφοδρῶς συνουσιάζει· ἀκο‐ λάστως μίγνυται· εἴρηται δὲ καὶ ἐπὶ ἑκάστου πράγματος ὃ ἐκ περιουσίας γίνεται. Παραχορδίζειν: διαφωνεῖν· ἁμαρτάνειν. | |
25 | Παραυχενίζων: παρακρούων. | |
Παρέγγραπτον: νόθον. | ||
pi393 | Παρεγγεγραμμένος: ὁ μὴ ἀστός. Παρεγγύησεν: καὶ παρεγγυηθέντος· παρεγγύησεν μὲν ἀντὶ τοῦ παρέδωκεν· Ἰσαῖος· καὶ παρεγγυη‐ θέντος δὲ ἀντὶ τοῦ παραλαβόντος· ὁ αὐτός. | |
5 | Παρεγγράπτους: ξένους· νόθους. Παρεγγυαῖ: παραδίδωσι· παραγγέλλει· παραινεῖ· παρακατατίθεται. Παρεγγυήσαντος: παρασχόντος. Παρεγγυῶν: παραινῶν· διαβεβαιούμενος. | |
10 | Πάρεδρος: Ἀριστοτέλης ἐν τηῖ Πολιτείαι φησι· λαμβάνουσι δὲ καὶ παρέδρους, ὅ, τε ἄρχων καὶ ὁ πολέμαρχος· δύο ἑκάτερος, οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τωῖ δικαστηρίω πρὶν παρε‐ δρεύειν· καὶ εὐθύνας διδόασιν ἐπἂν παρεδρεύωσιν· | |
15 | ἔστι δὲ ἡ λέξις συνήθης· οὐ τοῖς ῥήτορσι μόνον, ἀλλὰ καὶ τοῖς κωμικοῖς. Παρεθείς: παραλυθείς. Παρεθέντος: ἐκλυθέντος. Παρεῖαι ὄφεις: ὀνομάζονται τινὲς ὄφεις οὕτως, παρὰ | |
20 | τὸ παρειὰς μείζους ἔχειν· ὁ δὲ Ὑπερίδης ἐν τωῖ κατὰ Δημάδου· εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας· τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν· τοὺς δὲ παρείας, αὐτοὺς τοὺς | |
25 | ἔχεις κατεσθίειν. | |
Παρεῖαι ὄφεις: ὄφεις παρειὰς ἔχοντες μεγάλας ἱεροί· | ||
pi394 | οὐ τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς ἄλλους ὄφεις ἀδι‐ κοῦντες. Παρείετο: παρητεῖτο. Παρείεμαι: παραιτοῦμαι. | |
5 | Παρεικάθη: παρέλθη. Παρειά: γνάθος· καὶ μέρος τῆς νεώς. Παρήκοντα: παρατείνοντα· ὡς διήκοντα, ἐπεκτει‐ νόμενα. Παρεικότος: παραλελυμένου. | |
10 | Παρειμένον: κεχαυνωμένον. Παρειμένος: παρεωραμένος. Πάρειμι: παρελεύσομαι. Παρείπηι: παραπείσει. Παρειπών: παραινέσας. | |
15 | Παρείς: ἐάσας· ἀφείς. Παρείσακτον: ἀλλότριον. Πάρεισι: παρελεύσεται. Παρείσεται: παραιτήσεται. Πάρεισι: παραρρηδήσεται. | |
20 | Παρεισκρίνει: παρεισέρχεται· παρεισβάλλει. Παρεῖτε: παραγίνεσθαι. Παρ’ ἕκαστα: ἑκάστοτε. [Παρ’ ἑκάτερον μέρος ἔχον πορφύραν: τοῦτο μὲν καὶ πάρυφες καλοῦσι· τὸ δὲ κύκλω τὴν πορφύραν ἔχον, | |
25 | ἔγκυκλον.] | |
pi395 | Παρεκβατικῶς: συντόμως. Παρεκόπτου: ἠφάνιζες· ἀπὸ τῶν τὰς πτέρυγας παρα‐ κοπτομένων ὀρνέων. Παρεκότει: ὠργίζετο. | |
5 | Παρέλαβεν τὴν πόλιν, οὐ τὴν ἐπὶ τῶν προγόνων, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφοῦσαν. Παρελαχάνιζες: παρέπρασσές τι καὶ μετεῖχες. Παρελθεῖν: ἀντὶ τοῦ νικῆσαι· Δημοσθένης ἐν τηῖ τοῦ | |
10 | ὑπὲρ Κτησιφῶντος. Παρέλεξας: τὰς ὑπερεχούσας τρίχας ἐν ταῖς ὀφρύσιν εἰώθασιν ἐκλέγειν· ἔνιοι δὲ ἐκσύρουσι τὴν τοιαύτην θεραπείαν γίνεσθαι. Παρελθών: ἀντὶ τοῦ εἰσελθών. | |
15 | Παρέλκον: περιττὸν ἢ παρατεῖνον. Παρέλκεσις: ὑπέρθεσις. Παρελογίσασθε: ἠπατήσατε. Παρέλυσαν: ἀπήλλαξαν· μετέστησαν· Θουκυδίδης· τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆς. | |
20 | Παρεμβαλόντων: κυκλωσάντων. Παρεμβολή: σκηνή· κάστρον· στρατόπεδον. Παρέμφασις: παραίνεσις· συμβουλή. Παρενδατη: παρεντεθη. Παρενθήκη: ἐπὶ τῶν παρεργαζομένων τεχνιτῶν. | |
25 | Παρεξερεσίαν: τὸ ἔξω τῶν ἐρεσσόντων· ἐν δʹ Θου‐ κυδίδης. Παρεξηυλημένον καὶ κατατετριμμένον: τὸ ἀμυδρόν· | |
ἀπὸ τῶν γλωσσίδων τῶν αὐλῶν τῶν κατατετριμ‐ | ||
pi396 | μένων· Ἀριστοφάνης· Οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους. Παρενείρει: παρεμβάλλει· ἤγουν λέγει. Παρεπλεξάμην: παρέπλεξα τῶν τριχῶν ἀπὸ τοῦ | |
5 | ἐμπλέκειν. Παρέπτη: παρῆλθεν. Πάρεργος: ὀλίγωρος· καὶ παρέργως, ὀλιγώρως. Παρέρχεται: ὑπερβάλλει. Πάρες: ὑποχώρησον. | |
10 | Πάρεσις: νέκρωσις. Πάρεστιν: ἐκ παντὸς δυνατόν ἐστιν. Παρέσφηλεν: παρεσφάλη· ἀπερρύη. Παρετέον: σιωπητέον· παραληπτέον. Παρευδοκιμησάσης: νικησάσης· ἤτοι εἰς δόξαν ὑπερ‐ | |
15 | βάσης. Παρευθύνει: παραφέρει· βιάζεται. Παρευνηθείς: παρακοιμηθείς. Παρηβηκώς: γεγηρακώς. Παρηβῆσαι: παρακμάσαι. | |
20 | Παρηγορίας: συμβουλῆς ἢ παρακλήσεως. Παρήκαμεν: ἐπέμψαμεν ἢ ἀφήκαμεν. Παρήλασεν: ὑπερήλασεν ἤτοι ἐνίκησεν. Παρῆν: παρήμην. Παρῆσθα: παρῆν. | |
25 | Παρήσω: παράσχω. | |
pi397 | Παρθένιος: ὁ ἐκ παρθένου ἔτι δοκούσης εἶναι γεννώ‐ μενος. Παρθένοι: οἱ γεννώμενοι παρθένω πρὸ τοῦ γήμασθαι· ὑπὸ δὲ Ἀθηναίων Ἐρεχθέως θυγατέρες· παρὰ δὲ | |
5 | Γοργίαι παρθένος ἐπὶ παντὸς ἀμετόχου τέτακται· καλοῦνται δὲ ἐκ μεταλήψεως, καὶ ἄφθοροι. Παρθένοι: τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων· ἦσαν δὲ τὸν ἀριθμὸν ἕξ· πρεσβυτάτη μὲν Πρωτογένεια· δευτέρα δὲ Πανδώρα· τρίτη | |
10 | Πρόκρις· τετάρτη Κρέουσα· πέμπτη Ὠρείθυια· ἕκτη Χθονία· τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρατιᾶς ἐλθούσης ἐκ Βοιωτίας· ἐσφαγιάσθησαν δὲ ἐν τωῖ Ὑακίνθωι καλουμένωι πάγωι ὑπὲρ τῶν | |
15 | Σφενδονίων· διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες· καθάπερ μαρτυρεῖ Φανόδημος ἐν τηῖ εʹ Ἀτθίδι, μεμνημένος τῆς τιμῆς αὐτῶν· καὶ Φρύνιχος Μονοτρόπωι. Παρθενοπίπας: ὁ τὰς παρθένους ἀπατῶν. | |
20 | Παρίαμβοι: καὶ παριαμβίδες καὶ ἴαμβοι· κιθαρωδι‐ κοὶ νόμοι, οἳ προσηύλουν. Παριεμένους: παρερχομένους. Παρίεται: παραλύεται. Παρίεμαι: παραιτοῦμαι. | |
25 | Παριλλαίνουσαν: παραβλέπουσαν. Παριππεύσαντες: παραδραμόντες. | |
Παρ’ ἵππον καὶ κόρην: τόπος Ἀθήνηισιν οὕτω καλού‐ | ||
pi398 | μενος· ἐπειδὴ τίς τοῦ γένους τῶν Κοδριδῶν, Ἱππο‐ μάνης τούνομα, ὃς καὶ τελευταῖος ἐβασίλευσεν, τὴν θυγατέρα καθεῖρξεν ἐν χωρίωι τινὶ μεθ’ ἵππου μαι‐ νομένου, διότι λαθραίω μίξει τὴν παρθενίαν αὐτῆς | |
5 | ἐλυμήνατο· καὶ ὁ ἵππος τὴν κόρην βορὰν ἐποιή‐ σατο· ἀφ’ οὗ πάριππος καὶ κόρη ὁ τόπος, ἐν ωἷ τὸ πάθος ὑπέστη, καλεῖται. Παρίσθι: παραγίνου· παρατύγχανε· Ἕρμιππος Δημόταις. | |
10 | Παρίσθμια: τὰ περὶ τὸν φάρυγα. Πάρνης: τὸ ὄρος θηλυκῶς· Ἐς τὴν Πάρνηθ’ ὀργι‐ σθεῖσαι φροῦδαι κατὰ τὸν Λυκάβηττον· Ἀριστο‐ φάνης Νεφέλαις καὶ ἐξῆς. Παρνησός: ὄρος μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. | |
15 | Πάρνοπες: ἀττέλαβοι· οἱ δὲ τὰς Κυπρίας ἀκρίδας οὕτως ἀπέδοσαν. Πάρνοψ: εἶδος ἀκρίδος. Πάροιθεν: ἔμπροσθεν. Παροιμία: λόγος ὠφέλιμος· καταχρηστικῶς δὲ | |
20 | πᾶν τὸ παροδικὸν διήγημα· οἶμος γὰρ ἡ ὁδός. Παροινίας: ὕβρεις. Πάροινος: μέθυσος. Παροισθέντι: παρενεχθέντι. Παροιστρῶσα: ἐξεστηκυῖα· ἐρεθίζουσα. | |
25 | Παροιστρῶσι: παρακαθίσωσι θυμωῖ. | |
Παρό: διό. | ||
pi399 | Παροκλάζων: γονατίζων. Παροκωχή: παροχὴ παρὰ Θουκυδίδηι· ὡς ἡ ἀνοκωχὴ καὶ διοκωχή. Παρολκή: ὑπέρθεσις. | |
5 | Παρομαρτεῖ: παρακολουθεῖ. Παρ’ ὅντινα οὖν: παρὰ πάντα. Παρόν: ἐξόν· δυνατόν· δέον. Παρορμαῖ: διεγείρει· παροξύνει. Πάρος: χρονικῶς καὶ τοπικῶς, ἀντὶ τοῦ ἔμπροσθεν. | |
10 | Παρ’ οὐδέν: εὔκολον· εἰς οὐδέν. Παρουσία: ἀντὶ τοῦ περιουσία· ἤτοι ἡ αἰτία τοῦ πλούτου· ἡ οὐσία· Δημοσθένης ἐν τωῖ περὶ συν‐ τάξεως· καὶ Κράτης· Ἔχοντες εὐπαθῆ βίον, Παρουσίαν τε χρημάτων. | |
15 | Παροχεύει: παραπλαγιάζει· ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτερον ἐπιβάλλει· ἢ μεταφέρει τὸ ὕδωρ. Παροχετεύοντες: μεταφέροντες. Παροχλίζουσι: μετακινοῦσιν. Παροχήσομαι: πάροχος ἔσομαι. | |
20 | Πάροχος: ὁ παροχούμενος ἐκ τρίτων τῶ νυμφίωι καὶ τηῖ νύμφηι ἐπὶ τῆς ἁμάξης. Παροψίδας: (σκεύη ὑπηρετικὰ τραπέζης.) Παροψίς: ἐμβάφιον· ὀξυβάφιον. Παροψίς: οὐ τὸ ἀγγεῖον, ἀλλὰ καὶ ὄψον καὶ μακα | |
25 | ποιαι | |
pi400 | Παρουσία: λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τωῖ Πλάτωνος Φάωνι·— ὡς καὶ νῦν ἔχομεν παρουσίας· καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς· καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσε‐ | |
5 | ται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· —τὴν παρουσίαν Τῶν ἐγγὺς ὄντων· Θουκυδίδης ἐν τηῖ αʹ· Βυζάντιον γὰρ ἑλὼν τηῖ προτέραι παρουσίαι· τού‐ τω γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. Παρρησία: ἐξουσία· ἄδεια. | |
10 | Παρρησίας: ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας· Ἰσοκράτης Βουσίριδι. Παρυφή: ἡ ἐν ἐσθῆτι ἐργασία. Παρύφως **** Παρῶ: ἀφῶ· συγχωρῶ. | |
15 | Παρῶαι: ἵπποι μεταξὺ τεφροῦ καὶ πυρροῦ χρώ‐ ματος. Παρωδούμενος: λεγόμενος. Παρωθοῦντες: ἐκβάλλοντες. Παρῶμμαι: ἐν ὑπεροψίαι εἰμί· Μένανδρος Ἡνιόχωι. | |
20 | Παρώνυμον: ἐκ τοῦ συμβεβηκότος λεγόμενον. Παρώπια καὶ ἀντήλια: τὰ παρὰ τὰς ὄψεις τῶν ἵππων δερμάτια. Παρῶπτο: παρεωρᾶτο. Παρώσας: παρεκβαλών. | |
25 | Παρώτρυναν: παρώξυναν. | |
Παρώχετο: παρήρχετο. | ||
pi401 | Πάσασθαι: γεύσασθαι. Πάσηι τέχνηι: ἐκ παντὸς τρόπου· Ἀριστοφάνης Λυσιστράτηι· Σὺ δ’ ἢν σχολάσης πάσηι τέχνηι πρὸς ἑσπέραν Ἐλθὼν ἐκείνη τὴν βάλανον ἐνάρ‐ | |
5 | μοσον. Πασῖνος: ὄνομα κύριον. Πασίων: ὄνομα τραπεζίτου. Πασπάλη: τὸ τυχόν· οἱ δὲ κέγχρον· οἱ δὲ τὰ κέγχρινα ἄλευρα· Ἱππώναξ· —πασπαληφάγον | |
10 | γρόμφιν. Πασπακίωι: πασσάλωι. Πανσυδίη: μετὰ πάσης ὁρμῆς· πανστρατιαῖ· ὁμοθυ‐ μαδόν. Πασσυδί: παντελῶς· ὁ Θουκυδίδης ηʹ· μὴ οὕτως τε | |
15 | πασσυδὶ διεφθάρθαι· ὅπερ ἀγνοήσαντές τινες γρά‐ φουσι πασσυδί· ἔστι καὶ ἐν Αὐτομόλοις Φερε‐ κράτους. Παστά: ἔτνος ἀλφίτοις μεμιγμένον. Παστοφορεῖον: τὸ φέρον τὸν παστόν. | |
20 | Πάσσους: παχυτέρους. Πασχητιᾶ: πάσχειν θέλει. Πάταγος: ψόφος. Πατάνια: τὰ ἐκπέταλα καὶ τὰ ἀναπεπταμένα λοπάδια· οἱ δὲ πολλοὶ διαστρέφουσιν ὡς Ῥωμαϊκὸν | |
25 | τὸ ὄνομα. | |
pi402 | Πατάσσει: πλήττει. Πάταχνα: ποτήρια φιαλοειδῆ ἐκπέταλα. Πατεκίων: ὄνομα κλέπτου καὶ τοιχωρύχου. Πάτορες: κτήτορες. | |
5 | Πατάγημα: ἀντίλαλος καὶ πανοῦργος· Μένανδρος· Οἷον πατάγημ’ ἥκεις. Πάτος: ὁδός. Πατραλοίας: πατρατύπτης. Πάτρης: ἡ ἐκ τοῦ αὐτοῦ πατρὸς γέννησις. | |
10 | Πατρίληκτος: ἡ οὐσία ἡ πατρική· καὶ ὑπὸ τοῦ πατρὸς εἰλημμένη κλήρωι. Πατριώτης: ὁ βάρβαρος λέγεται τῶ βαρβάρωι καὶ οὐ πολίτης. Πατριῶται: οἱ δοῦλοι τῶν Ἑλλήνων· πολίται δὲ οἱ | |
15 | ἐλεύθεροι· οἱ δὲ τοὺς βαρβάρους πατριώτας. Πατριαί: χῶραι· φυλαί· τοπαρχίαι. Πατρονομούμενοι: οἱ τοὺς ἀπὸ τῶν πατέρων παραδε‐ δομένους νόμους τηροῦντες. Πατρούχου παρθένου: τῆς ὀρφανῆς καὶ ἐπικλήρου· ηἷ | |
20 | προσήκει τὰ τοῦ πατρὸς ἔχειν. Πατρώζοντα: τὰ τοῦ πατρὸς φρονοῦντα. Πατρώων· πατρίων· καὶ πατρικῶν: πατρωῖα λέγουσιν οἱ παλαιοὶ, ὅτ’ ἂν αὐτοῖς ὁ λόγος ηἶ περὶ χρημά‐ των ἢ τόπων· οὕτως Ἰσαῖος ἐν τωῖ πρὸς Διοκλέα· | |
25 | πάτρια δὲ, τὰ ἔθη καὶ τὰ νόμιμα· καὶ τὰ μυστή‐ | |
ρια· καὶ τὰς ἑορτὰς, ὡς Ἀντιφῶν· πατρικῶν δὲ, | ||
pi403 | ὅτ’ ἂν περὶ προσώπων ποιοῦνται τὸν λόγον, ὡς Αἰσ‐ χίνης ἐν τωῖ κατὰ Κτησιφῶντος. Πατταλεῦσαι: προσπῆξαι. Παῦ: τὸ παῦσαι λέγουσι μονοσυλλάβως. | |
5 | Παῦλα: ἀνάπαυσις. Παυσικάπη: μηχάνημα τροχωῖ ἐμφερές· δι’ οὗ τὸν τράχηλον διεῖρον καὶ τῶν ὑποζυγίων, ὥστε μὴ ἐσ‐ θίειν καὶ τῶν ἀνθρώπων, ὡς μὴ δύνασθαι τὰς χεῖ‐ ρας τῶ στόματι προσάγειν. | |
10 | Παφλάζοντα: ἠχοῦντα· ἀναζέοντα. Παχεῖς: Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Πάχνη: δρόσος πεπηγυῖα· κρύσταλλος δὲ τὸ ὑπὸ κρύ‐ ους συνεσταλμένον καὶ πεπηγός. Παχνουμένης: ἀνιωμένης. | |
15 | Παχνοῦται: πήσσεται· πήγνυται· λυπεῖται. Παχύνοοι: παχύνοες· ἀνόητοι. Παχύτερον: ἀμβλύτερον· οὐκ ἀκριβές. Πεδία καὶ πρόβατα: τόπος Ἀθήνηισιν ἰδίως οὕτως ὀνομάζεται, ἐν ωἷ πρόβατα ἐγίνετο καλὰ νεμό‐ | |
20 | μενα. Πεδίον: ἁπλῶς μὲν τὴν γῆν σημαίνει τὴν ὁμαλήν· σημαίνει δὲ καὶ τόπον τινὰ Ἀθήνηισιν οὕτω κα‐ λούμενον. Πεδοικούσης: μετοικούσης. | |
25 | Πέδαι: δεσμά. Πεδικά: μοῖρα τῆς Ἀττικῆς· ἐκαλεῖτο δὲ οὕτως ἀπὸ | |
τοῦ συμβεβηκότος· εἶχεν καὶ προβάτων νομάς· | ||
pi404 | ἔστι τὸ ὄνομα παρά τε Λυσίαι καὶ παρ’ ἄλλοις ῥήτορσιν. Πέδιλα: ὑποδήματα. Πεδῆται: πεπεδημένοι· συνδεδεμένοι. | |
5 | Πέδον: γῆ· ἔδαφος. Πεδότριψ: ὁ πολλοὺς χρόνους ἐν πέδαις γεγονώς· καὶ πέδων ὁ αὐτὸς, καὶ ὀψιπέδων. Πέδουρος: μετέωρος. Πεζέταιροι: οἱ ἀπὸ ἱερατικῶν ἔργων ἑταῖροι καὶ φί‐ | |
10 | λοι γεγονότες· Δημοσθένης δὲ τοὺς περὶ τὸ σῶμα τοῦ Φιλίππου φρουροὺς οὕτως ὀνομάζει· οἳ ἦσαν καὶ πιστοὶ καὶ ἰσχυροί· ἀπὸ μεταφορᾶς δὲ λέγε‐ ται τῶν πεζῶν, αἵ εἰσι τῶν ἱματίων ωἰαί· ἐπεὶ ἔξωθεν εἰσὶν αὗται περὶ τὰ ἱμάτια κατεσκευασ‐ | |
15 | μέναι. Πεζὰς μόσχους: ἀντὶ τοῦ ἑταίρας· ἐλέγοντο γάρ τινες οὕτως ὡς Ἀριστοτέλης ἐν τηῖ Πολιτείαι· τὰς χωρὶς ὀργάνων· Κάνθαρος Συμμαχία· —αὐλητρίδα πεζήν· καὶ Εὔπολις Κόλαξι. | |
20 | Πεζίδα: τὴν ὦαν τοῦ ἱματίου· Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις· καὶ τὴν ἀργυρόπεζαν τινὲς οὕτως εἰρῆσθαι. Πεζῆ: τὸ τοῖς ποσὶν ἐλθεῖν λέγουσιν· καὶ πεζῆ φρά‐ σαι, τὸ ἄνευ μελῶν· Παῦσαι μελωιδοῦς’, ἀλλὰ | |
25 | πεζῆ μοι φράσον, ὁ Κωμικός· τὰς ἑταίρας τὰς μὴ | |
pi405 | μουσικὰς, ἀλλ’ ἄνευ ὀργάνων καὶ ψιλὰς πέζας καλοῦσιν. Πέζα: τὸ ἄκρον· ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος· ὃ ἡμεῖς ὦαν λέγομεν· πρότερον γὰρ ὑπὲρ τοῦ μὴ τρίβεσθαι, | |
5 | δέρμα προβάτων προσέρραπτον. Πεζέταιροι: Δημοσθένης ἐν Φιλιππικοῖς· Ἀναξιμέ‐ νης δὲ ἐν αʹ Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συν‐ εθίσας, ἑταίρους προσηγόρευσεν· τοὺς δὲ πλείσ‐ | |
10 | τους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν, πεζεταίρους ὠνόμασεν· ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑται‐ ρείας, προθυμότατοι διατελῶσιν ὄντες. Πεζολόγος: συγγραφεύς. | |
15 | Πεζοφοροῦσιν: ἤτοι πέζαν ἐχόντων τῶν χιτώνων· ἢ τοῖς ποδήρεσιν. Πεζῶ γόωι: ἄνευ αὐλοῦ ἢ λύρας· ὡς καὶ πεζαὶ ἑταῖ‐ ραι, αἱ χωρὶς ὀργάνων μισθαρνοῦσαι. Πειρᾶν: τὸ πειράζειν ἐπὶ φθοραῖ καὶ συνουσίαι· Μέ‐ | |
20 | νανδρος. Πειρατῶν: καταποντιστῶν· κατὰ θάλασσαν λησ‐ τῶν. Πειρῶντα: πειράζοντα διὰ λόγων. Πείρινθα: τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὸ | |
25 | κομιζόμενον. | |
pi406 | Πείσματα: τὰ ἀγκύρεια σχοινία παρὰ τὸ πείθεσ‐ θαι δι’ αὐτῶν τὴν ναῦν. Πεισόμενον: παθεῖν μέλλοντα. Πείσων: εἷς τῶν παρὰ Ἀθηναίοις τριάκοντα τυραν‐ | |
5 | νησάντων. Πείσονται: πάθωσιν. Πεκτούμενος: τιλλόμενος. Πέκτειν: κείρειν πρόβατον. Πελαγίζειν: Ὑπερίδης· τὸ ἀπὸ πελάγους περαιοῦσ‐ | |
10 | θαι. Πελάζειν: πλησιάζειν· ἐγγίζειν. Πειρᾶν: τὸ λόγους περὶ συνουσίας προφέρειν· καὶ πειραθῆναι, τὸ ἀκοῦσαι λόγους τοιούτους· Θουκυ‐ δίδης· πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ | |
15 | Πεισιστράτου καταγορεύει τῶ Ἀριστογείτονι· ση‐ μαίνει ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι. Πελανός: γίνεται πέμματά τινα τοῖς θεοῖς ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω· Δίδυμος δέ φησι κυρίως εἶναι πελανὸν τὸ ἐκ τῆς πετάλης πέμμα· | |
20 | ἐξ ἧς ποιοῦνται πέμματα· ἢ καὶ ἀπὸ τοῦ πεπλατύν‐ θαι· ἢ ὅτι λευκόν ἐστιν, ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν· Εὐριπίδης μέντοι ἐν τωῖ Ὀρέστηι ἰδίως φησίν· —ἐκ δ’ ὄμορξον ἀθλίου Στόματος ἀφρώ‐ δη πελανόν· ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δη‐ | |
25 | λοῖ. | |
Πελανοί: πέμματα ἐκ πολῆς, τουτέστιν ἀλεύρου, | ||
pi407 | εἰς θυσίαν ἐπιτήδεια· καρποὶ μέλιτι δεδευμένοι· Διονύσιος Θράξ· θεοῖς ἀπαρχαί τινες· λέγεται δὲ πελανὸς καὶ ὁ περὶ τῶ στόματι πεπηγὼς ἀφρὸς, καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δά‐ | |
5 | κρυον· οἷον, λιβανωτὸς, κόμμι· καὶ ὁ τῶ μάντει διδόμενος μισθὸς ὀβολός. Πελαργικοὶ νόμοι: ἀντεκτρέφειν τοὺς γονεῖς· οὕτως Ἀριστοφάνης. Πελαργικόν: τὸ ὑπὸ τῶν τυράννων κατασκευασθὲν | |
10 | τῆς ἀκροπόλεως τεῖχος· τούτους γὰρ κληθῆναι πε‐ λαργοὺς, οἷον Πελασγοὺς, ὡς πλανήτας τινας· ἢ ὅτι ἰδόντες αὐτοὺς πρῶτον οἱ Ἀθηναῖοι σινδόνας λαμπρὰς περιβεβλημένους, πελαργρῖς εἴκασαν. Πέλας: πλησίον· γείτων. | |
15 | Πέλαθρα: πλέθρα· ἔστι δὲ μέτρα γῆς· τὸ δὲ πλέ‐ θρον, σταδίου ἕκτον. Πελάται: οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι· καὶ θῆτες οἱ αὐτοὶ καὶ ἑκτήμοροι· ἐπειδὴ ἕκτωι μέρει τὸν καρπὸν εἰργάζοντο τὴν γῆν. | |
20 | Πελάται: οἱ μισθῶ δουλεύοντες· ἐπεὶ τὸ πέλας ἐγ‐ γύς· οἷον ἔγγιστα διὰ πενίαν προσιόντες· Ἀριστο‐ τέλης. Πελάτης: ὁ ἀντὶ τροφῶν καὶ ὑπηρετῶν καὶ προσ‐ πελάζων. | |
25 | Πέλει: γίνεται· ἔστιν. | |
Πέλεκυς: ὁ δὲ πέλυξ βάρβαρον. | ||
pi408 | Πελληνικαὶ χλαῖναι: διάφοροι· καὶ τοῖς νικήσασι τὰ Ἑρμαῖα ἐδίδοντο. Πελιάδες: περιστεραί· καὶ πελιὰν, περιστεράν. Πελιδνόν: μέλαν· λέγεται καὶ πελιτνὸν παρὰ Θου‐ | |
5 | κυδίδηι. Πελιοί: μέλανες· ὠχροί. Πέλλης: ἔνθα τυρὸν ἀμέλγουσι· σκάφην τινά. Πέλικαν: Βοιωτοὶ τὴν ξυλίνην λεκάνην, διὰ τὸ ἐκ‐ πεπελεκῆσθαι· Ἀπολλόδωρος δὲ ποτηρίου εἶδος. | |
10 | Πελιτνόν: Θουκυδίδης διὰ τοῦ τ. Πέλται: λόγχαι· καὶ ἀσπίδια τετράγωνα. Πελτασταί: τοξόται· ἢ τοὺς ξυστοὺς κατέχοντες. Πελτασταί, οἱ πέλτας ἔχοντες στρατιῶται· πέλτη δὲ εἶδος ἀσπίδος οὐκ ἐχούσης ἴτυν· οὐδ’ ἐπίχαλκον, | |
15 | οὐδὲ βοός· ἀλλ’ αἰγὸς δέρματι περιτεταμένη. Πελλοίρα: κόσμος τίς. Πέλτη: ὅπλον κοῦφον ἴτυν οὐκ ἔχον· ἀλλ’ ἐκ μόνης βύρσης γεγονός. Πέλωρ: μέγα τεράστιον. | |
20 | Πελώριος: μέγας. Πέλωρον: μέγα. Πελώρου: τέρατος μεγάλου. Πέμματα: πλακούντια. Πέμπτα: πέντε καὶ Αἰολεῖς καὶ Ἴωνες καὶ Ἀττι‐ | |
25 | κοί· πεμπάζειν γὰρ τὸ κατὰ πέντε ἀριθμεῖν· καὶ | |
pi409 | πεμπώλαρχον· καὶ Πλάτων πέμπελα, καὶ Ξενο‐ φῶν. Πέμπειν: τὸ πομπεύειν· Μένανδρος Ὑποβολιμαίω ἢ Ἀγροίκωι· Μικρὰ Παναθήναια, ἐπειδὴ δι’ ἀγορᾶς | |
5 | πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος· καὶ πέμψαντες, τὸ πομπεύσαντες· Θουκυδίδης. Πέμπτη φθίνοντος: ἐν ταύτηι αἱ τῆς μοιχείας γρα‐ φαὶ ἐδίδοντο· Μένανδρος Χαλκίδι. | |
10 | Πέμφιξ: πνοή· Αἰσχύλος Ξαντρίαις ἐπὶ τῶν ἀκτί‐ νων. Πέμψιν: ἀποστολήν. Πενέσται: Δημοσθένης ἐν τῶ κατ’ Ἀριστοκράτους· πενέσται δὲ παρὰ Θετταλοῖς καλοῦνται, οἱ παρὰ | |
15 | Λακεδαιμονίοις Εἴλωτες· οὐ μόνον δὲ αὐτοὺς πε‐ νέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλοικέ‐ τας. Πενέσται: οἱ παρὰ Θεσσαλοῖς μὴ γόνω δοῦλοι, ἀπὸ τῶν ὑπὸ Αἵμονος ἐν Αἰγίνηι νικηθέντων Βοιωτῶν· | |
20 | οὐ φυγόντων τὴν παρ’ αὐτωῖ δουλείαν, ἀλλὰ μει‐ νάντων μέχρι τῆς γʹ γενεᾶς, φιληδούντων τηῖ χώραι· παρέδοσαν δὲ ἑαυτοὺς ἐφ’ ὅρκωι· ἐπὶ τῶ μήτε παθεῖν τί ἐργαζόμενοι, μήτε ἐκβληθῆναι ἀπὸ τῆς χώρας· καὶ ἀπὸ τοῦ μεῖναι μενέσται καλούμενοι, | |
25 | ὕστερον πενέσται μετωνομάσθησαν, παραφθαρέντος τοῦ χαρακτῆρος. | |
Πενέσται: οἱ τῶν Θετταλῶν δοῦλοι, ἴσως παρὰ τὸ | ||
pi410 | πένεσθαι, ὥσπερ οἱ τῶν Λακεδαιμονίων Εἴλωτες, καὶ τῶν Κρητῶν Καλαρῶται. Πενιχρὰν λέγουσι τὴν γυναῖκα καὶ πένισσαν. Πενθερὰ τωῖ νυμφίωι: ἡ τῆς κόρης μήτηρ· καὶ πεν‐ | |
5 | θερὸς ὁ πατήρ· Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει· ὁ γοῦν Ἀλκμαίων τωῖ Φηγεῖ φησί· Καὶ σὲ ὦ γεραιὲ, τήν τε παῖδα μὴ δῶς ἐμοὶ Γαμ‐ βρὸς νομίζηι καὶ πατὴρ σωτήρ τ’ ἐμός· καὶ ὁ Πρωτεσίλαος τωῖ Ἀλκάθω φησίν· —ἀξίως δ’ | |
10 | ἐμὸς Γαμβρὸς κέκλησαι, παῖδα μοι ξυνοικίσας· Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείαι· Ὀδυσσεύς φησι πρὸς Κλυ‐ ταιμνήστραν περὶ Ἀχιλλέως· Σὺ δ’ ὦ μεγίστων τυγχάνουσα πενθερῶν· ἀντὶ γαμβρῶν. | |
15 | Πενταετηρόν: εʹ ἐτῶν. Πένταχα: εἰς εʹ μέρη. Πεντακοσιομέδιμνον: τέσσαρα τέλη ἐποίησεν Ἀθη‐ ναίων πάντων ὁ Σόλων· ὧν ἦν ἓν τέλος καὶ οἱ πεντακοσιομέδιμνοι. | |
20 | Πεντέπηχυ: καὶ πεντέκλινον· καὶ πεντέχαλκον· καὶ πεντέμηνον, καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ε. Πεντέκτενοι: περιπόρφυροι· διὰ τὸ ἐνυφάνθαι παρὰ τὰς ὤας πέντε κτένας πορφυροῦς. | |
25 | Πεντεσύριγγον ξύλον: εʹ ὀπὰς καὶ τρήματα ἔχον· | |
τραχήλω· χερσί· ποσίν· Ἀριστοφάνης. | ||
pi411 | Πέντε κριταί: οἱ τοῖς κωμωδοῖς ἀποδεικνύμενοι. Πεντέλεια: ὄρος Ἀρκαδίας· ἐξ οὗ ὁ Λάδων ποταμός. Πεντελιθίζειν: διὰ τοῦ ε λέγουσιν. Πεντηκόνταρχος: ὁ τῆς πεντηκοστῆς τοῦ τέλους | |
5 | ἄρχων. Πεντηκοστολόγοι: τελῶναι· Μένανδρος. Πεντηκόνταρχος: ὁ τῆς πεντηκοντόρου ἄρχων· ἐκα‐ λεῖτο δὲ πεντηκόντορος ἡ ὑπὸ πεντήκοντα ἐρεσσο‐ μένη ναῦς. | |
10 | Πεντηκοστή: καὶ πεντηκοντεύεσθαι· καὶ πεντηκοστο‐ λόγοι· πεντηκοστὴ μὲν, τὸ τέλος ὃ τελοῦσι· πεντη‐ κοστεύεσθαι δὲ, τὸ πράττεσθαι τὴν πεντηκοστήν· πεντηκοστολόγοι δὲ, οἱ τὸ τέλος ἐκλέγοντες· ταῦτα δέ ἐστιν εὑρεῖν ἐν τωῖ κατὰ Μειδίου καὶ ἐν τωῖ | |
15 | πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους· καὶ Ὑπερίδης ἐν τῶ ὑπὲρ τῶν Εὐβούλου δωρεῶν. Πεντετηρίς: πενταετηρίς. Πεξάμενος: κτενίσας· ξάνας. Πέξαι: κεῖραι. | |
20 | Πεπαλμένος: βεβαμμένος· καὶ πεπαλκέναι λέγεται, τὸ ἐκπίπτειν τὰ πλοῖα. Πεπαλαγμένος: μεμολυσμένος· ἔνθεν καὶ παληλία, τὸ μολύνεσθαι τηῖ κόνει. Πεπάρηθος: νῆσος οὐκ ἄποθεν Εὐβοίας. | |
25 | Πεπαίνει: πραΰνει. Πεπαρμένον: πεπερονημένον· καθηλωμένον· τετρυπη‐ μένον. | |
Πεπαρωινήκασιν: ἡμαρτήκασι. | ||
pi412 | Πέπειρον: ἀκμαῖον· εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. Πεπιναρωμένα: Πεπελτωμένα: πεπιναρωμένα. Πεπεμμένην λέγουσιν, οὐ μόνον ἀπεσταλμένην. | |
5 | Πεπιλημένη: συνεσφιγμένη. Πεπλαδικός: ὑγρανθέν· σεσηπός. Πεπλασμένον: κακοῦργον. Πέπλεκται: ἥττηται· Μένανδρος. Πέπλος: περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τηῖ Ἀθηναῖ | |
10 | τοῖς μεγάλοις Παναθηναίοις, οὐ μόνον παρὰ τοῖς ῥήτορσιν ἐστιν ἡ μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς. Πέπλον: περιβόλαιον· ἱμάτιον γυναικεῖον. Πεπνυμένος: συνετός. | |
15 | Πεποιωμένον: ποιότητα ἔχον. Πέπον: προσηνέστατε· προσφιλέστατε. Πέπονες: ἔκλυτοι· ἀσθενεῖς. Πεπρωμένη: εἰμαρμένη· τύχη· γένεσις. Πεπρωμένον: εἰμαρμένον· ὡρισμένον· πεπερασμένον | |
20 | ἀπὸ μοίρας εἰς πέρας. Πέποσχα: Δωριέων τινὲς τούτωι κέχρηνται· ὧν καὶ Στησίχορός ἐστιν. Πεπραδίδαι: πορδαί· ἢ γένος ἰχθύων ὅμοιον μεμβράδι. Πέπταται: ἥπλωται. | |
25 | Πεπυκασμένον: ἐσκεπασμένον· περιβεβλημένον· καὶ | |
ἀπύκαστον, ἀσκέπαστον. | ||
pi413 | Πέπυστο: ἠκηκόει. Περαῖ: πλέει. Περαίνοντας: τελειοῦντας. Περαιτέρω: πλέον πάνυ. | |
5 | Περγάμιον: δήμιον. Πέργαμον: τὴν πόλιν Ἴωνες λέγουσιν· οἱ δὲ πάντες τὰ ὑψηλά. Περγασῆθεν: δῆμος ἡ Περγάση τῆς Ἐρεχθηΐδος φυλῆς· τὸν μέντοι δημότην διχῶς λέγεσθαι φασί· | |
10 | Περγασέα τε καὶ Περγασῆθεν. Πέρδικος ἱερόν: παρὰ τηῖ ἀκροπόλει· Εὐπαλάμωι γὰρ ἐγένοντο παῖδες Δαίδαλος καὶ Πέρδιξ, ἧς υἱὸς Καλὸς, ωἷ φθονήσας ὁ Δαίδαλος τῆς τέχνης, ἔρριψεν αὐτὸν κατὰ τῆς ἀκροπόλεως· ἐφ’ ωἷ ἡ | |
15 | Πέρδιξ ἑαυτὴν ἀνήρτησεν· Ἀθηναῖοι δὲ αὐτὴν ἐτί‐ μησαν· Σοφοκλῆς δὲ ἐν Κωμικοῖς τὸν ὑπὸ Δαι‐ δάλου ἀναιρεθέντα Πέρδικα εἶναι τούνομα. Πέρι: περισσῶς. Περίτρια: ἡ περιαγγέλλουσα τὴν ὥραν. | |
20 | Περιαγειρόμενοι: ὥσπερ οἱ νικηφόροι περιαγόμενοι ἀθληταί· Πολιτείας εʹ ἐπὶ τέλει· λέγεται γὰρ ὅτι τὸ μὲν ἐξαρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζο‐ μένοις· ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνί‐ | |
25 | ζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγ‐ γένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ’ | |
ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ περισιά‐ | ||
pi414 | ζοντες πλέονος ἄξια ἐπετίθεσαν· οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας· οἱ δὲ χιτῶνας· ἐκ τούτου | |
5 | σύνηθες ἐγένετο κύκλω περιπορευομένους τοὺς ἀθλη‐ τὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα· ὅθεν Σιμωνίδης περὶ Ἀστύλου φησὶν οὕτως· Τίς δὴ τῶν νῦν τοσάσδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων· ἔνιοι | |
10 | δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτί‐ μων. | |
15 | Περιαγές: ἐπικαμπές. Περιαγκώνισμα: **** Περιαλγής: ὃς πενήρης τωῖ γόνωι καὶ τοῦ δράματος τοῦ Πλατωνικοῦ. Περιάγνυται: περικατακλᾶται· οἱονεὶ περιίσχεται. | |
20 | Περιαγοραῖος: λάλος. Περιαθρεῖν: περισκοπεῖν. Περίαλος: τὸ ἰσχίον. Περιαμησάμενος: θερίσας. Περιαμφί: κύκλωι. | |
25 | Περιάοιδος: ἐγκύκλιος ὠδή. | |
pi415 | Περιαυθαδίζεται: ἐν ὑπερηφανίαι ἀναστρέφεται· ἢ μέγα φρονεῖ περὶ ἑαυτοῦ. Περιαυτά πως: οἷον ἐγγὺς καὶ παρὰ μικρόν. Περιαυτίζεται: περὶ ἑαυτοῦ μέγα φρονεῖ· ἢ ἐν αὐτηῖ | |
5 | τηῖ λέξει ἐνδιατρίβει. Περιαυτολογεῖν: περὶ ἑαυτοῦ λέγειν, τουτέστι μετὰ ὑπερηφανίας. Περιβαλλομένους: προσλαμβανομένους. Περίβαλε: οἷον περίλαβε· καὶ κατὰ τὸ ἐναντίον | |
10 | λέγουσι· σπανίως δέ. Περιβάλλων: περιλαμβάνων. Περίβαρα: ὑποδήματα. Περιβαρίδες: ὑποδήματα γυναικῶν. Περίβλεπτος: ἔξοχος· μέγιστος. | |
15 | Περιγηθής: περιχαρής. Περιγράψαι: οἷον ἀποκτεῖναι· ἐπεὶ οἱ ἀποθανόντες περιγράφονται καὶ περιαιροῦνται τῶν ἀρχείων. Περιγίνεται: περιττεύει· Ἀριστοφάνης. Περιγυρίδα: περιφέρειαν. | |
20 | Περιδαρδάπτεσθαι: περικατεσθίεσθαι. Περιδεδόσθαι: τὸ συνθέσθαι· καὶ Ὅμηρος· Εἰ δ’ ἄγε νῦν τρίποδος περιδώμεθον. Περιδεής: περίφοβος. Περίδειπνον: ἡ ἐπὶ τοῖς ἀποθανοῦσιν ἑστίασις γινο‐ | |
25 | μένη. Περιδέξιος: ὁ καὶ τηῖ ἀριστεραῖ ἐργαζόμενος· παρὰ | |
δὲ τωῖ Θεολόγωι λέγοντι, καὶ ὅπως ἀποφεύξηι τὸ | ||
pi416 | σὸν περιδέξιον, περιδέξιόν ἐστι πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ ὃ βούλεται συνάγει. Περιδέραια: περιτραχήλια κόσμια. Περιδήλιον: πειρατήν. | |
5 | Περιδράττεσθαι: περιέχεσθαι. Περιδινοῦνται: περιστρέφονται. Περίδρομος: παντὶ περιέχεσθαι δυνάμενος. Περιδύεται: κρύπτεται· εἰσδύεται. Περιδοῦ: σύνθου· λέγουσι δὲ καὶ περὶ συνθήκης· οὕ‐ | |
10 | τως Δίφιλος. Περιεῖπον: περί τινα ἦσαν φυλακτικῶς καὶ θερα‐ πευτικῶς. Περιδώμεθα: συνθώμεθα. Περιεῖχεν: ὑπερεῖχεν. | |
15 | Περιειλάμενος: περιειλησάμενος. Περιεκόκκασα: περιεγέλασα καὶ κατωρχησάμην· Ἀριστοφάνης. Περιεκτικόν: περιέχον. Περιέπειν: φυλάσσειν· ἢ ἐνεργεῖν. | |
20 | Περιεπτισμένον: λελεπισμένον· περιεξεσμένον· περι‐ κεκαθαρμένον. Περιερέττων: κωπηλατῶν. Περιεργάζεσθαι: ἀντὶ τοῦ πολυπραγμονεῖν. Περιέσσατο: περιεβάλετο. | |
25 | Περιέσεσθαι: περιγενήσεσθαι. Περίεσι: καθαρά. Περιεσκεμμένος: ἠκριβωμένος. | |
Περιεσόμεθα: περιγενησόμεθα. | ||
pi417 | Περιέστηκεν: περιίσταται· περιέστραπται. Περιέστηξαν: περιεκύκλωσαν. Περιεστήξει: περισταθήσεται. Περιέχεσθαι: ἀντέχεσθαι. | |
5 | Περιεχόμενον: ἀντιποιούμενον. Περιήγγελλεν: ἐκέλευεν. Περιῆλθεν: ἐξηπάτησεν. Περιῆν: ἐνίκα· περιεγίνετο· ὑπῆρχεν. Περιήτητος: ὁ περιπόρφυρος χιτών. | |
10 | Περιηχήθην: περιεψιθυρίσθην. Περίθετος κεφαλή: ἡ περιθέτη· Ἀριστοφάνης· Κεφαλὴ περίθετος ἣν ἐγὼ νύκτωρ φορῶ. Περιθοῖδαι: δῆμος τῆς Οἰνηΐδος φυλῆς· ἀπὸ Πειρίθου τοῦ Ἰξίονος· νόμος δ’ ἦν Ἀθήνηισι ξένους εἰσδέχεσθαι | |
15 | τοὺς βουλομένους τῶν Ἑλλήνων· Θεσσαλοὺς δὲ ἐξαιρέτως ὑπεδέχοντο, διὰ τὴν Πειρίθου καὶ Θησέως φιλοξενίαν· τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν ἐκάλεσαν Περιθοίδας· Ἔφορος ἱστορεῖ ἐν γʹ. Περιθρέξει: περιδραμεῖ. | |
20 | Περιθειῶσαι: περικαθάραι. Περιθυρεῖν: περὶ θύρας εἶναι. Περιιόντα: περιερχόμενον. Περιιππεύων: περιτρέχων. Περιιστάμενος: φεύγων. | |
25 | Περιίστασο: ἀντιλαβοῦ· περισκόπησον. Περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον· ἢ τὸν | |
γεγοητευμένον. | ||
pi418 | Περικαλλές: λίαν καλόν. Πέριλλος: Δημοσθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· ὄνομα κύριον. Περικατατραπήσεται: ἀντὶ τοῦ περιτραπήσεται κά‐ | |
5 | τω· συνήθως λέγουσιν. Περικόπται: κλῶπες. Περικεφαλαία: ἡ ἐκ τῶν τριχῶν. Περικνύων: περιξύων. Περικονῆσαι: περισπογγίσαι. | |
10 | Περικόρημα: τὸ περισάρωμα· κόρημα γὰρ λέγεται τὸ σάρον· ἀφ’ οὗ καὶ νεωκόρος, ὁ τὸν ναὸν κορῶν καὶ σαρῶν. Περίνησα: περιβόλαια περιφερῆ καὶ νησοειδῆ· ὅμοια ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις χλαίναις· Μέ‐ | |
15 | νανδρος Βοιωτίαι· Πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ. Περίνεως: ὁ δεύτερος ἱστὸς καὶ πάντα τὰ περιττά. Περινοεῖ: νοεῖ περιττῶς. Περίνεως: τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν· | |
20 | ὡς λειπόνεως, τοὺς λειποτάκτας· Θουκυδίδης. Περίνοια: ὑπερηφανία, ἢ μηχανὴ, ἢ τέχνη. Περινομαί: περιχωρίαι· Ἦσαν περινομαὶ τηῖ θεωῖ· Μένανδρος. Περινοστοῦντας: περιερχομένους. | |
25 | Περίοδος: περιέλευσις· κύκλος. | |
pi419 | Περίοδος: Δημοσθένης Φιλιππικοῖς· περιοδικὰ νοσή‐ ματα καλοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιγινόμενα· οἷον τριταίους, τεταρταίους καὶ τὰ ὅμοια· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες | |
5 | δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲ νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι. Περιοίκιον: ὁ περὶ τὴν πόλιν, ἢ ὁ περὶ τὴν ἔπαυλιν τόπος. Περιοίκιον: Ἰσαῖος ἐν τωῖ πρὸς Μενεκράτην· καὶ τὸ | |
10 | περιοίκιον καὶ τὴν οἰκίαν· μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον. Περιοίσειν: τὸ περιέσεσθαι καὶ ἀνθέξειν· Θουκυδίδης ζʹ· σημαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου. Περιοιστικός: ὁ φορητός. | |
15 | Περιόν: ὑπερβάλλον. Περὶ ὄνου σκιᾶς: παροιμία ἐπὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περίοπτον: περιθέατον· μέγα· ὑψηλόν. Περιορᾶσθαι: καραδοκεῖν· ἀποθεωρεῖν· περισκέπτεσ‐ | |
20 | θαι· φροντίζειν· Θουκυδίδης· καὶ τοὺς Μεγαρέας περιορωμένους ποτέρων ἔσται ἡ νίκη· καὶ πάλιν· περιορωμένους τὸν πόλεμον· λέγει· καὶ, ὁ Βρασίδας τῆς Μένδης περιορώμενος. Περιόργως: ἄγαν παρωρμημένος. | |
25 | Περιοργής: ὡς περιχαρής· ἐν δʹ Θουκυδίδης εἴρηκεν· ὀργιζόμενος. | |
Περιορίσαι: περινοῆσαι. | ||
pi420 | Περιορισθῆναι: γνωρισθῆναι· ἢ ὑπὸ ὅρον γενέσθαι. Περιορισμός: ἐξορισμός. Περιοχή: περιπέτεια· καὶ ὑπόθεσις· θλίψις· συνοχή. Περιόψεται: παρίδηι· καταφρονήσει. | |
5 | Περιουσιασμός: πλῆθος· ὕπαρξις φυσική. Περιπαθῶς: συμπαθῶς· λυπηρῶς. Περιπείρει: περικεντεῖ. Περιπέτεια: προπέτεια· ἢ σύμπτωμα, ἢ σύμβασις. Περιπετῆ γενέσθαι: περιπεπτωκέναι [πλήρη]. | |
10 | Περίπλεον: πλήρη. Περὶ πλήθουσαν ἀγοράν: περὶ ὥραν τετάρτην· ἢ πέμπτην ἢ ἕκτην· τότε γὰρ μάλιστα πληθύει ἡ ἀγορά. Περὶ πόδα: οἷον ἁρμόττον σφόδρα· ὡς τὰ ὑποδήματα | |
15 | τοῖς ποσί· Πλάτων· Ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα· καὶ ἐν Σκευαῖς· Καὶ τοῖς τρόποις ἁρ‐ μόττον ὥσπερ περὶ πόδα. Περιποιήσει: κτήσεται. Περιποίησιν: κτῆσιν. | |
20 | Περίπολος: οἱ ἔφηβοι περίπολοι τῆς χώρας καὶ φύ‐ λακες ἐγένοντο, προγυμναζόμενοι εἰς τὰ πολέμια. Περὶ πολλοῦ ποιοῦ: τίμα· θεράπευε. Περίπολος: Ἀριστοτέλης ἐν τηῖ Ἀθηναίων Πολιτείαι περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον | |
25 | ἐνιαυτὸν ἐκκλησίας ἐν τωῖ θεάτρωι γινομένης, λα‐ βόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περι‐ πολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακ‐ | |
τηρίοις· παρατηρητέον δὲ, ὅτι ὁ μὲν Ἀριστοτέλης | ||
pi421 | ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίνεσθαι τοὺς ἐφήβους· ὁ δὲ Αἰσχίνης δύο. Περιπολῶν: περιτρέχων. Περίπτερα: ἀποσπινθηρισμοί· καὶ περίπτερον, παν‐ | |
5 | ταχόθεν ἐξέχον. Περιπτώσεις: συμφοράς. Περίπυστον: ἐξάκουστον· διαβόητον. Περιρρηδεῖς: οἱ ἐπὶ ὀχημάτων· ἢ οἱ ἐπικείμενοι· ἢ οἱ ἐρριμμένοι. | |
10 | Περισσά: τὰ ἐν τηῖ ἀριθμητικηῖ καλούμενα ἄζυγα· οἷον, ἓν, τρία· καὶ τὰ ὅμοια· ἄρτια δὲ τὰ ζυγά· οἷον, δύο, τέσσαρες. Περίσημα: διαβόητα. Περισκελές: σκληρόν· δυσχερές. | |
15 | Περισκελῆ: βρακία· φημινάλια. Περισκεπές: κεκαλυμμένον. Περίσκεπτον: (ἀφ’ οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν.) Περισκυθίσαντες: σπαράξαντες. Περισκυτίζοντος: ἐκδερματίζοντος. | |
20 | Περισπᾶν: ἐξαπατᾶν· καὶ τὸ μετὰ βίας ἀφαιρεῖσ‐ θαι τί. Περισπώμενος: ἐμπαιζόμενος· ἐξαπατώμενος. Περισο: περιφέρειν· Εὐριπίδης. Περισσαίνεται: τὸ περισσὸν θυμοῦσθαι καὶ ὀργίζεσθαι. | |
25 | Περισσοεπῆσαι: περισσολογῆσαι. | |
Περισταδόν: περιεστῶτες. | ||
pi422 | Περίστασιν: Δείναρχος Τυρρηνικωῖ· μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντος, περίστασιν ποιήσουσιν· οὗ καὶ μαρτυρεῖν ἀξιοῦντος, καὶ τὰ ἑξῆς· μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον· ἐν κύ‐ | |
5 | κλωι περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτωῖ, καὶ μαρτυρεῖν ἠνάγκαζον· ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχηι τωῖ, περίστατόν με ἐποίησαν· ἐν ἐνίοις δὲ παράστασιν ἀντὶ τοῦ περίστασιν γράφεται. Περίστατοι: Ἰσοκράτης ἐν τωῖ περὶ τῆς ἀντιδόσεως· | |
10 | θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις· ἀντὶ τοῦ, περὶ ἃς κύκλωι ἵστανται οἱ θεώμενοι. Περιστεῖλαι: περικαλύψαι. Περιστένεται: περιτείνεται· στενοχωρεῖται. | |
15 | Περίστενος: οὗτος δράκων καλεῖται. Περιστερόν: ἀρσενικῶς· Φερεκράτης. Περιστέρνιον: τὸ περιστερνίδιον· ἔστι δὲ κοσμάριόν τι. Περιστίξαι: περικυκλῶσαι· περιελθεῖν· περιελάσαι· | |
20 | ἀπὸ τοῦ στίχους. Περιστίαρχος: ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν· ἀπὸ τῆς ἑστίας ἢ τοῦ περιστείχειν· Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, περίσ‐ τια, φησὶ, προσαγορεύεται τὰ καθάρσια· καὶ οἱ τὰ | |
25 | ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περι‐ | |
έρχονται χοιροφοροῦντες· ἑκάστου τῶν ἱερῶν οἰκίαις | ||
pi423 | περιειλημμένου δημοσίαις· καὶ περίδρομον ἔχον‐ τες. Περιστοιχίζεται: περιαιρεῖ· λαμβάνει· ἀπὸ μετα‐ φορᾶς τῶν κυνηγῶν· οἵτινες στοίχους περιβάλλου‐ | |
5 | σιν τοῖς ὄρεσι· στοῖχοι δέ εἰσιν αἱ λεγόμεναι στά‐ λικες. Περιστοιχίζεται: Δημοσθένης ἐν Φιλιππικοῖς· μέλ‐ λοντας ἡμᾶς, φησὶ, καὶ καθημένους περιστοιχίζε‐ ται· ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς | |
10 | ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στίχους, καταπεταννύντες αὐτῶν δίκ‐ τυα· ἵνα, ἐὰν αὐτοὺς ἐκφύγηι τὰ θηρία, εἰς τὰ δίκ‐ τυα ἐμπέσηι· ἔνια μέντοι τῶν ἀντιγράφων περιστοι‐ χίζεται ἔχει· ἄλλα δὲ περισχοινίζεται. | |
15 | Περιστοιχίσαντος: περιλαβόντος. Περίστοιχον: Δημοσθένης ἐν τωῖ πρὸς Νικόστρατον· φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν· Δί‐ δυμος δέ τι γένος ἐλαῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσεν· μήποτε δὲ | |
20 | νῦν ὁ ῥήτωρ περιστοίχους κέκληκεν, τῶν κύκλωι περὶ τὸ χωρίον ἐν στοίχωι πεφυκότων. Περιστολή: περιβολή· ἐπαγωγή. Περίστωιον: περίστυλον στοὰς ἔχον. Περισφάτως ἔχων: περιωδύνως. | |
25 | Περισχέσθαι: ἀγαπῆσαι. | |
Περισχιδές: οἰκετικὸν ὑπόδημα. | ||
pi424 | Περισχών: κατασχών· περιβαλών. Περιτελλομένων: περιερχομένων. Περιτεύξεται: συντύχηι· περιπεσεῖται. Περιτροπηῖ: ἐν περιόδωι. | |
5 | Περιτρόχαλα κείρονται: Ἡρόδοτος. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς: Δημοσθένης ἐν Φιλιπ‐ πικοῖς· Δίδυμος φησὶ τὴν περὶ ὄνου σκιᾶς παροι‐ μίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος, περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ | |
10 | τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. Περιττότης: δύο σημαίνει ἡ λέξις· τό, τε ὑπερβάλ‐ λον, οἷον, εἰς περιττότητά σε φιλῶ· καὶ τὸ μὴ ἀναγκαῖον, ἀλλ’ ἄχρηστον. Περιτυλίξας: περιειλήσας. | |
15 | Περιφερές: κύκλωι στρογγύλον. Περιφοιτῶντα: περιερχόμενα. Περιφορά: κίνησις. Περιφοριῶσθαι: Λυσίας· τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ περιφοριῶσθαι· ἐπὶ τοῦ ἀνα‐ | |
20 | κεκλιμένου Εὐφορίων κέχρηται τωῖ ὀνόματι· εἰσὶ δέ τινες ὀφθαλμοὶ, κεχαλασμένα τὰ βλέφαρα ἔχοντες καὶ οἱονεὶ μύοντες· ἐὰν δὲ γράφηται πεφο‐ ρινῶσθαι, εἴη ἂν πεπαχύνθαι· ἀπὸ τῆς φορίνης· τάσσουσι γὰρ ἐπὶ ἀνθρώπων τὴν φορίνην. | |
25 | Περιφρονεῖν: ὑπερφρονεῖν. Περίφρων: περισσόφρων. Περιφύς: περιπλακείς. | |
Περιχάρειαν: περιττὴν χαράν. | ||
pi425 | Περιχλαινίζεται: περιβάλλεται. Περίχολος: ὑπέρχολος. Περίψημα: κάταγμα· ἢ ὑπὸ τὰ ἴχνη· ἢ ἀπολύτρω‐ σις· οὕτως ἐπέλεγον τωῖ κατ’ ἐνιαυτὸν ἐμβαλλο‐ | |
5 | μένωι τηῖ θαλάσσηι νεανίαι ἐπὶ ἀπαλλαγηῖ τῶν συνεχόντων κακῶν· περίψημα ἡμῶν γενοῦ· ἤτοι σωτηρία καὶ ἀπολύτρωσις· καὶ οὕτως ἐνέβαλον τηῖ θαλάσσηι, ὡσανεὶ τωῖ Ποσειδῶνι θυσίαν ἀπο‐ τιννύντες. | |
10 | Περιψῆν: διὰ τοῦ η, οὐ περιψᾶν. Περιωδυνίαν: ἀλγηδονίαν καὶ περιττὴν ὀδύνην. Περιωπή: ἀκρώρεια· ὑψηλὸς τόπος. Περιωπή: καὶ πισύνη· καὶ πύστις· πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδηι· καλεῖ δὲ περιωπὴν | |
15 | τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. Περιώσας: ὠθήσας. Περκάζει: πεπαίνει· μελανίζει. Περκνός: μέλας. | |
20 | Πέρπερος: ὁ μετὰ βλακείας ἐπηρμένος· οἷον, λάλος· προπετής· μηδὲν λογισμωῖ ποιῶν. Περσέα: καὶ Θησέα καὶ Αἰγέα καὶ Ἀχιλλέα· καὶ τῶν ὁμοίων πάντων, ἐκτείνουσι τὸ α τὸ τελευταῖον, καὶ ἐπὶ τῆς αἰτιατικῆς πτώσεως. | |
25 | Περσικά: καὶ περιβαρίδες· ὑποδημάτων εἴδη. Πέσημα: πτῶμα. | |
Πεσκέων: δερμάτων. | ||
pi426 | Πεσσεύων: μετατίθησι τὴν γνώμην ἐπὶ τὸ κρεῖσσον· ἀπὸ τῶν πεσσῶν. Πεσσοί: αἱ παιδιαὶ ἀπὸ τῶν πεσσῶν, οἵπέρ εἰσιν ἀστράγαλοι. | |
5 | Πεστικόν: τὸ παρὰ Θετταλοῖς θητικὸν, ὡς τὸ Εἰ‐ λωτικὸν παρὰ Σπαρτιάταις. Πετάλοις: φύλλοις. Πέταυρα: τίγνα. Πέταχνον: ποτήριον ἐκπέταλον. | |
10 | Πεταχνοῦνται: ἐξυπτιοῦνται· τρυφῶσιν. Πέτευρον: παγίς· βάθος. Πέτευρον: πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ καὶ μετέω‐ ρον ξύλον· Ἀριστοφάνης ἐν τῶ ε. Πετρήεσσα: πετρώδης· βαθεῖα. | |
15 | Πετρόβλητον: τὸ ὑπὸ πέτρας τιτρωσκόμενον· καὶ πετροβλήτους νεφροὺς, τοὺς ὑπὸ λίθων βαλλομένους καὶ πάσχοντας. Πεττεύει: μεταφέρει· ἀπὸ τῶν πεττῶν, τουτέστι τῶν κύβων. | |
20 | Πεττεία: ἡ διὰ ψήφων παιδιά· ἔστι δ’ ὅτε καὶ γεω‐ μετρίαν λέγουσι. Πεττεύουσι: ταβλίζουσιν. Πέττουσιν: ἀρτοποιοῦσιν· καὶ πέττουσα, ἀρτοποι‐ οῦσα. | |
25 | Πεττοί: βόλια ἐν οἷς ταβλίζουσιν. Πευθῆνες: ἐπήκοοι. | |
Πεύσομαι: ἐρωτήσω. | ||
pi427 | Πεφασμένον: εἰρημένον ἢ πεφανερωμένον. Πεφασμένος: ἀντὶ τοῦ γεγενημένος· Λυκοῦργος· Λυ‐ σίας δὲ ἀντὶ τοῦ φανερὸς λέγει. Πεφενάκικεν: ἠπάτησεν. | |
5 | Πέφηνας: τὸ εἴρηκας· Μένανδρος. Πέφηνεν: ἐφανερώθη. Πεφρυγμένα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα χίδρα, σίτου καὶ κριθῆς. Πεφρασμένος: παρεσκευασμένος εἰς τὸ φρασθῆναι· | |
10 | προσεκτικὴν ἔχων διάνοιαν· Αἰσχύλος. Πεφοριρῶσθαι: πεπαχύνθαι τὸ δέρμα τοῦ ὀφθαλμοῦ· κατ’ ἔνδειαν δὲ πρόκειται τοῦ ν· φορίνιον γὰρ λέγε‐ ται τὸ παχυνθὲν δέρμα τοῦ ὀφθαλμοῦ. Πέφρικα: ἀπὸ τοῦ φρίκη. | |
15 | Πέφυκεν: φύσει ὑπάρχει. Πεφυκώς: φύσει ὑπάρχων. Πεφυσιγγωμένοι: οἷον ἐσκοροδισμένοι· φύσιγγες γὰρ αἱ τῶν σκορόδων ἐντεριῶναι. Πεφώραται: πεφανέρωται· εὕρηται. | |
20 | Πεφωρημένα: ἐνηνεγμένα. Πέψει: πραΰνη. Πηῖ: ποῦ· εἰς τίνα τόπον· Πηῖ δὴ τόνδε μολοβρὸν ἄγεις· ἔστι δὲ Ἰακόν· τὸ δὲ ποῖ Ἀττικόν. Πηγαί: τόπος ἐν Μεγάροις καὶ Βυζαντίωι. | |
25 | Πηδάλια: οἴακες· αὐχένες. Πηκτίς: πανδούριον· ἤτοι Λύδιον ὄργανον, χωρὶς | |
πλήκτρου ψαλλόμενον. | ||
pi428 | Πηκτὸς θάνατος: ὁ τοῦ Αἴαντος· περιεπάγη γὰρ τωῖ ξίφει. Πηλέως μάχαιρα: παροιμία· ταύτην ἀναγράφει καὶ Ἀριστοφάνης οὕτως· μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς | |
5 | ἐν τηῖ μαχαίρηι· ἐδόκει σωφροσύνης γέρας Ἡφαι‐ στότευκτος ἣν εἰλήφει μάχαιραν ὁ Πηλεύς· λαμ‐ βάνεται δὲ ἐπὶ τῶν σπανίων καὶ τιμιωτάτων κτη‐ μάτων· διὰ γὰρ σωφροσύνης ὑπερβολὴν παρὰ θεῶν λαβεῖν φασὶ τὸν Πηλέα ξίφος, Ἡφαίστου κατα‐ | |
10 | σκευάσαντος. Πήλασθαι: κληρώσασθαι. Πηλαμύς: διὰ τοῦ υ. Πήληξ: δῆμος Λεοντίδος. Πήληκα: περικεφαλαίαν. | |
15 | Πηλὸς οὗτος: ἀντὶ τοῦ ἀναίσθητος εἰς ὑπερβολήν. Πήλυξ: ῥαγάς. Πῆμα: κακόν· βλάβη· δυστυχία. Πημαίνει: κακοῖ· βλάπτει. Πηῖ μέν: ὅπου μέν. | |
20 | Πημηίνειαν: βλάψειαν· διαφθείρειαν. Πηνήκη: περικεφαλαία τριχωτή· καὶ περιθέτη κόμη· ἔνθεν καὶ πηνηκίζειν τὸ ἀπατᾶν· τῆς δὲ περιθέτης κόμης, τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνήκην ἐκάλουν. | |
25 | Πηνίκα: πότε. Πηνίον: ὁ ἄτρακτος, ἐν ωἷ εἰλεῖται ἡ κρόκη. Πηνίον: ζωῖον ὅμοιον κώνωπι· Ἀριστοφάνης Νεφέ‐ | |
λαις· Κείσεσθον ὥσπερ πηνίω κινουμένω· ἀντὶ | ||
pi429 | τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρεφῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν· ὅτι δὲ κώνωπος εἶδος ἐστι, Σπεύσιππος ἐν τωῖ βʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον· ἐμπίς· κώνωψ. | |
5 | Πηνώμενον: πηνιζόμενον· τριβόμενον. Πῆρος: ὁ παντάπασι μὴ ὁρῶν. Πήχεων: οὕτως· οὐ πηχῶν· ὡς καὶ πήχεως, οὐ πήχους. Πηγύνη: κνίκος, ὁ τὸν τυρὸν πηγνύων. Πίδακες: σταγόνες· πηγαί. | |
10 | Πίδαξ: πηγὴ ἢ σταγών. Πιεζόμενος: βαρούμενος· δαμαζόμενος. Πιερίδες: αἱ Μοῦσαι αἱ ἐν Μακεδονίαι. Πιερία: ὄρος. Πιθάκνη: μικρὸς πίθος, ὃν οἱ παλαιοὶ φιδάκνην λέ‐ | |
15 | γουσιν. Πιθανούς: τοὺς εὐπειθεῖς· Ξενοφῶν Κύρου παιδείαι· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι· ὥσπερ φοβεροὺς τοὺς φοβουμένους Θουκυδίδης. | |
20 | Πιθανώτατος τοῖς πολλοῖς: ὁ πιστικώτατος καὶ πεί‐ θων τοὺς πολλοὺς παρὰ Θουκυδίδηι. Πῖλον χαλκοῦν: εἶδος περικεφαλαίας εἰς ὀξὺ ἠγμένης. Πιλήσεσιν: πυκνώσεσιν. Πίλοις: πιλωτοῖς. | |
25 | Πιμελή: πάχος· λιπαρότης. Πίμπραται: καίεται· ἐμπυρίζεται. | |
Πινάκια: τὰ καθιέμενα ἀντὶ τῶν κλήρων ὑπὸ τῶν | ||
pi430 | κληρουμένων· ἔοικεν δὲ ταῦτα εἶναι χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τωῖ περὶ τοῦ ὀνόματος· ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγηι ὁ ῥήτωρ· μικρὸν, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν πινάκιον, τυχὸν πινάκιον | |
5 | λέγει, εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα κατὰ τῶν εἰσαγγελλομένων. Πινάκιον: σύμβολον δικαστικὸν, χαλκοῦν ἢ πύξινον· ἐν ωἷ γέγραπται τὸ ὄνομα τοῦ κρινομένου καὶ ὁ δῆμος καὶ τὰ γράμματα, ἀπὸ λ ἕως κ· ἦσαν γὰρ | |
10 | δέκα φυλαί. Πινακοπώλην: ὀρνιθοπώλην· τίλλοντες γὰρ αὐτὰ ἐπὶ πίνακος ἐτίθεσαν οἱ πωλοῦντες. Πίννα: εἶδος ὀστρέου. Πίναξ: σανὶς ἐζωγραφημένη. | |
15 | Πιναρά: εὐτελῆ· ῥυπαρά· ταπεινά. Πινώδης: ῥυπαρά. Πιννοτήρης: καρίδιον ἢ καρκινίδιον ἐγκαθήμενον ταῖς πίνναις, οὗ στερηθεῖσαι διαφθείρονται· λέγεται δὲ καὶ πιννοφύλαξ. | |
20 | Πίονα: εὐδαίμονα· λιπαρά· καὶ εὐτραφῆ. Πιππίζειν καὶ τιτίζειν: μίμησις ὀρνέων φωνῶν. Πίσαι: ποτίσαι. Πίσον: τὸ ὄσπριον· Ἄλεξις. Πισσοκωνήτωι πυρί: τωῖ εὐκαύτωι· ἐπεὶ τὰ καιό‐ | |
25 | μενα πίσσηι χρίεται· Αἰσχύλος Κρήσσαις. | |
pi431 | Πιστήριον: ποτιστήριον. Πισύγγιον: σκυτίον. Πισυνός: πεπιστευκώς· τεθαρρηκώς. Πιτάνη: φυλὴ καὶ τόπος τῆς Λακωνικῆς· λόχος δὲ | |
5 | οὐκ ἐγίνετο Πιτανάτης· ὡς Θουκυδίδης. Πιτάνη εἰμί: αὕτη παρὰ Ἀλκαίωι κεῖται· λέγεται δὲ κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων ἅμα καὶ εὐπραξίαις· παρ’ ὅσον καὶ τηῖ Πιτάνηι τοιαῦτα συμβέβηκε πράγματα· ὧν καὶ Ἑλλάνικος μέμνη‐ | |
10 | ται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισ‐ θῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι. Πιτυάνη: ἀσκὸς μικρός. Πιτθεύς: δῆμος τῆς Κεκροπίδος ἡ Πιτθίς. Πίτυλος: κτυπητής· φαντασιοσκόπος. | |
15 | Πλάγγων: κοροκόσμιον κήρινον· ὅπερ δάγυνον οἱ Ἴωνες. Πλαγίως: δολίως. Πλαδαρόν: χαῦνον· ὑγρόν· πλάδος γὰρ καὶ πλά‐ δωσις. | |
20 | Πλάδανον: ωἷ διαπλάττουσι τοὺς ἄρτους. Πλάδος: δούλου ὄνομα. Πλαδῶσιν: ὑγροῖς· χαύνοις· ἀσθενέσιν. Πλαίσιον: τετράγωνος τάξις στρατεύματος· καὶ τὸ ἐκ ξύλων τετράγωνον πῆγμα, ὅ τινες πλινθίον κα‐ | |
25 | λοῦσιν. Πλαισός: οὐ κἀν τωῖ β βλαισός· ὁ γονύκρουσος· οἱ | |
Ἴωνες ἐγγονύκρουστος. | ||
pi432 | Πλάξ: καὶ ἡ γαστὴρ καὶ τὸ ἐν τωῖ πλακοῦντι ῥύμμα. Πλάκα: τὴν χώραν ἢ τὴν γαστέρα. Πλάνον: τὴν πλάνην ἐνίοτε λέγουσιν ἀρρενικῶς. | |
5 | Πλανύττειν: πλανᾶσθαι ἢ πλανᾶν. Πλάστιγξ: τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. Πλαταγώνιον: τὸ μηδέν· κυρίως δὲ τὸ τῆς μήκωνος φύλλον· καὶ τὸ τῆς ἀνεμώνης, ἀπὸ τοῦ πλάσσειν, τουτέστιν ἠχεῖν· καταχρηστικῶς δὲ ωἷ τινι οὖν | |
10 | πλάτος ἔχοντι, ὅθεν καὶ ἡ πλάτη· ἐσημειοῦντο δὲ ἀπ’ αὐτοῦ τὴν τῶν ἐρωμένων στοργήν· τιθέντες ἐπί τε τοῦ ἀντίχειρος καὶ τοῦ λιχανοῦ· καὶ ἀντικόπ‐ τοντες· καὶ εἰ μὲν ἤχησεν, ἐστέργοντο. Πλατά: προσπελαστά. | |
15 | Πλαταμών: πολὺς ποταμός· καὶ τὸ παραθαλάσσιον πλατὺ χωρίον. Πλατιάζειν: ἀλαζονεύεσθαι. Πλατιάσαι: τὸ πλατείαι τηῖ χειρὶ παῖσαι· Φερε‐ κράτης. | |
20 | Πλατίστακος: τὸ γυναικεῖον αἰδοῖον. Πλατυγίζει: τοῖς πτεροῖς κρούει. Πλέα: πλήρη. Πλέας: πλείους. Πλέθρα: μέτρα γῆς ἠγοῦν ἄρουραι· ἢ τοὺς διύγρους | |
25 | τόπους καὶ βοτανώδεις· ἔχει δὲ τὸ πλέθρον πήχεις | |
ξϛʹ δίμοιρον. | ||
pi433 | Πλέθρισμα: δράμημα. Πλέθρον: τὸ τοῦ σταδίου ἕκτον μέρος· ὅπέρ ἐστι πηχῶν ξηʹ· ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρα‐ κοσίων. | |
5 | Πλείω καὶ πλέω: ἄμφω Ἑλληνικά. Πλέκος: πλέγμα. Πλειόνως: καὶ τὸ πολὺ λέγουσι καὶ πλέον. Πλειστηριάσαντες: ἀντὶ τοῦ ὑπερβάλλοντες ἐν τηῖ τιμηῖ τῶν πιπρασκομένων· οὕτως Λυσίας καὶ | |
10 | Πλάτων ὁ κωμικός. Πλειστηριάσας: πλείονος πωλήσας οὗ ὠνήσατο. Πλειστοβολεῖν: διαπαίζειν. Πλειστοβολεῖν: λέγουσιν ὡς ἡμεῖς Ἀττικοί. Πλειστός: ποταμὸς Δελφῶν. | |
15 | Πλεῖστον ὅσον: (πολύ.) Πλεκτάναι: οἱ πόδες τοῦ πολύποδος. Πλευμονίαν: νόσον τὴν ἐρωτικήν. Πλεύμων: διὰ τοῦ λ· καὶ Ὅμηρος· —πάγη δ’ ἐν πλεύμονι χαλκός. | |
20 | Πλῆγμα: βῆμα. Πλῆκτρα: τὰ τῶν ὀρνίθων κέντρα. Πλῆμα: πλήρωμα. Πλημμέλεια: πολλὴ ἀμέλεια. Πλημμελεῖν: τὸ ἀτακτεῖν, καὶ ὑβρίζειν καὶ ῥαθυμεῖν· | |
25 | καὶ πλημμελὲς, τὸ ἐκμελὲς καὶ ἀπαίδευτον· Λύσις· | |
τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν, πλημμελές· | ||
pi434 | Νόμων θʹ· σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημ‐ μελῶς ἂν δόξειε λέγειν. Πλῆμναι: χοινικίδες. Πλημμύρα: οὐ πλήμνη λεκτέον· καὶ πλημμυρίδα. | |
5 | Πληρωτής: Δημοσθένης κατὰ Ἀριστογείτονος· πλη‐ ρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις· εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. Πλησιφαής: ἡ πληροσέληνος ἡμέρα. | |
10 | Πλινθεύεται: ἐξαπατᾶται· ἀπὸ τῆς ἀναισθησίας τοῦ πηλοῦ. Πλινθιεῖον: ὁ τόπος ἐν ὧ πλίνθοι πλάττονται· οὕτως Λυσίας. Πλωΐζει: πορεύεται· πλοῦς γὰρ καὶ ἡ ὁδός. | |
15 | Πλοιάρια: ὑποδήματά τινα. Πλόϊμα: πλευστικά· ἢ τὰ πλωῖ πεμπόμενα. Πλόϊμοι: πλόκαμοι. Πλοιάριον: λεκτέον ὡς παιδάριον· Ἀριστοφάνης. Πλοῖ: τὸ πληθυντικὸν οἱ πλόες· καὶ τοὺς πλοῦς· ἐς | |
20 | τὴν τῶν πλῶν χρείαν, φησὶ Πλάτων. Πλοκαμῖδα: Μένανδρος καὶ οἱ ἄλλοι. Πλοκαμίς: ὁ οὖλος βόστρυχος· κατὰ συστολὴν δὲ ἐκφέρεται· καὶ ἡ τῶν τριχῶν ἐμπλοκή. Πλόκιον: ἁλυσίου χρυσείου πλοκή. | |
25 | Πληθόχωρον: τὸ πολλὰ χωροῦν. Πληθόχορος: ὁ πολλὰ χορεύων· ἢ ὁ περὶ αὐτὸν πλῆ‐ | |
θος χορείας συνιστῶν. | ||
pi435 | Πληθοχορεία: ἡ ἐπὶ πολὺ ἐκτεινομένη χορεία. Πλόκιον Γοργάδος: τὸν δοθέντα πλόκαμον τῆς Γορ‐ γόνης Ἀστεροπηῖ τηῖ Κηφέως· καθ’ ὃν χρόνον Κη‐ φεὺς Ἡρακλεῖ συνεστράτευσεν εἰς Λακεδαίμονα, | |
5 | ἵνα τούτου ἀποδημοῦντος, ἡ πόλις ἀπόρθητος μείνη. Πλύνεται: λοιδορεῖται· αἰσχρῶς ὑβρίζεται. Πλόχανον: πλέγμα ωἷ ὁ σῖτος καθαίρεται. Πλυνοί: πύελοι ἐν οἷς πλύνουσιν. Πλυντήρια: ἑορτὴ Ἀθηναίων. | |
10 | Πλύσμα: οὐ πλύμα. Πλῶτες: εἶδος ἰχθύων. Πλωθεύς: Πλωθεία δῆμος τῆς Αἰγηΐδος, καὶ ὁ δημό‐ της Πλωθεύς. Πλωτόν: πλεόμενον. | |
15 | Πνεύσας: σφοδρῶς ὀργισθείς. Πνιγεύς: ὁ φοῦρνος. Πνῖγος: καῦμα. Πνύξ: Ἀθήνηισιν ἐκκλησία· ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τὸν ὄχλον ἐκεῖ· ἢ ἀπὸ τοῦ πυκνὰ εἶναι τὰ περὶ αὐ‐ | |
20 | τὴν οἰκήματα. Πόα: ἑκάστη βοτάνη οὕτως λέγεται· ἡ δὲ σμή‐ χουσα, ποία λέγεται παρὰ Δημοσθένει καὶ Λυ‐ σία. Ποάστριαι: αἱ τὴν πόαν ἐκλέγουσαι τοῦ σίτου καὶ | |
25 | τὴν καλάμην. Ποδανιπτῆρα: καὶ λεκάνην λέγουσιν. Ποδαπόν: διὰ τοῦ δ, οὐχὶ διὰ τοῦ τ· ἔστι γὰρ οἷον | |
ποίου δαπέδου. | ||
pi436 | Πόδεια: ἐνειλήματα ποδῶν. Ποδεών: κυρίως τοῦ ἀσκοῦ τὰ προύχοντα· ἤτοι τῶν ποδῶν τὰ δέρματα. Ποδηγέστερον: ὁδηγητικώτερον. | |
5 | Ποδήρης: ἕως τῶν ποδῶν χιτών· οἱ δὲ τὸ συρραπ‐ τόμενον εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορφύρας ἢ βύσσου ῥάκιον. Ποδοκάκη: ξύλον ωἷ ἐν εἰρκτηῖ τοὺς πόδας ἐμβάλ‐ λοντες συνέχουσιν· ὃ παρὰ Ῥωμαίοις κοῦσπος λέ‐ | |
10 | γεται. Ποδοκάκη: Δημοσθένης κατὰ Τιμοκράτους· τὸ ξύλον τὸ ἐν τωῖ δεσμωτηρίωι οὕτως ἐκαλεῖτο· ἤτοι παρεμ‐ βεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα· ἢ κατὰ συγκοπὴν, ὡς Δίδυμος, οἷον ποδοκατόχη. | |
15 | Ποδοστράβη: ποδοστράβας ἔλεγον μηχανήματα τινὰ ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα· εἰς ἃ τὰ θη‐ ρία ἐμβαίνοντα ἡλίσκετο· οὕτως Ὑπερίδης καὶ Ξε‐ νοφῶν. Ποδοστράβη: εἶδος πάγης· ωἷ οἱ κυνηγοὶ πρὸς τὰς | |
20 | θήρας ἐχρῶντο. Πανδώνυχον: ἐσθὴς τῆς Πανδρόσου κυκλοτερής. Πόει: χωρὶς τοῦ ι λέγουσι. Πόθεν: ἐκ τόπου. Πόθι: ποῦ. | |
25 | Ποῖ θεῖς: ποῦ τρέχεις. Ποιήεσσαν: σιτοφόρον. | |
Ποίαν: πᾶσαν βοτάνην. | ||
pi437 | Ποιητέον: ἀντὶ τοῦ ἃ δεῖ ποιεῖν. Ποιήσειας: καὶ γράψειας· καὶ ποιήσειαν καὶ γρά‐ ψειαν Ἀττικοὶ μᾶλλον· οἱ Ἴωνες δὲ καὶ οὕτω, καὶ ποιήσαις καὶ γράψαις. | |
5 | Ποίθιοι: τέσσαρες ἄνδρες αἱρετοὶ παρὰ Λάκωσιν· δύο καθ’ ἕκαστον βασιλέα σύσσιτοι. Ποῖ: εἴς τινα τόπον· τὸ δὲ ποῦ, ἔν τινι τόπω καὶ εἴς τινα τόπον. Ποῖ· ἦχος· | |
10 | Ποῖ: ἐγγύς· εἴς τινα τόπον· Ἐρατοσθένης δὲ τὸ ἐγγύς. Ποικιλομήτης: ποικιλόβουλος. Ποικιλτικήν: πολυμιταρικήν. Ποικιλόστερον: ποικιλόβουλος. | |
15 | Ποικιλτής: ὁ ποικίλα ποιῶν ἔργα. Ποικίλον: τὸ Διονυσιακὸν ἱμάτιον οὕτως ἔλεγον. Ποιμένας: καὶ ἐπὶ θηλυκοῦ λέγουσιν. Ποιμάνωρ: ποιμανδρῶν. Ποινήν: τιμωρίαν· ἀντέκτισιν· πρόστιμον. | |
20 | Ποιναν καὶ ἄποιναν: τὸ λύτρον· Σόλων. Πλοκάδες: τρίχες. Πολέμαρχος: ἀρχὴ τίς ἐστι παρ’ Ἀθηναίοις οὕτω καλουμένη· ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων· δι‐ | |
οικεῖ δὲ οὗτος ἄλλά τε καὶ εἰσάγει δίκας, τάς τε | ||
pi438 | τοῦ ἀποστασίου, καὶ ἀπροστασίου, καὶ κλήρων, καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων ἔστι, ταῦτα τοῖς μετοίκοις ὁ πο‐ λέμαρχος· ἔστι δὲ καὶ κύριον ὄνομα, ὁ τοῦ Λυσίου | |
5 | ἀδελφός. Πολέμαρχος: Ἀθήνηισιν ἄρχων εἷς τῶν θʹ· οὗτος τὸ μὲν παλαιὸν τῶν ἐν πολέμοις ἡγεῖτο· ἀφ’ οὗ καὶ τὴν κλῆσιν ἔχει· ὕστερον δὲ τῆς ἡγεμονίας ἐκείνης ἀφαιρεθεὶς, προειστήκει μὲν τῶν τε ξένων καὶ τῶν | |
10 | μετοίκων· οὐκ ἤμειψε δὲ τὴν κλῆσιν. Πολεμησείειν: πολεμητικῶς ἔχειν· Θουκυδίδης ἐν τηῖ αʹ· ὡς καὶ τὸ Ὁμηρικόν· Τῶ ῥ’ οἵγ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο· οὕτως καὶ γαμησείειν Ἀττι‐ κοὶ φασὶ καὶ ἄλλας φωνὰς οὕτως σχηματίζου‐ | |
15 | σιν. Πολεμιστὴς ἵππος: οὐχ ὡς ἄν τις οἰηθηῖ, ὁ εἰς τοὺς πολέμους ἐπιτήδειος, ἀλλ’ ὁ ἐν τοῖς ἀγῶσι σχῆμα φέρων, ὡς εἰς πόλεμον εὐτρεπισμένος· ἦν γὰρ τοι‐ οῦτον ἀγώνισμα. | |
20 | Πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολεμεῖν· ἰστέον δὲ ὅτι τὰ τοιαῦτα θετικὰ ἐπιῤῥήματα ἔχου‐ σιν ἐν αὐτοῖς ἢ χρὴ ἢ τὸ δεῖ· οἷον γαμητέον, ἀντὶ τοῦ, χρὴ γαμῆσαι· ἢ πλευστέον, ἀντὶ τοῦ, δεῖ πλεῦσαι· καὶ, οὐ παραδοτέα, ἀντὶ τοῦ, οὐ χρὴ | |
25 | παραδοῦναι. | |
Πολεορκία: φυλακή. | ||
pi439 | Πόλεις παίζειν: τὰς νῦν χαρὰς καλουμένας ἐν ταῖς ζʹ ψήφοις. Πολιούχοις: τοῖς τῶν πόλεων ἄρχουσιν. Πολίοχος: καὶ Πολυάκης· ὀνόματα κύρια. | |
5 | Πολιτεία: ἰδίως εἰώθασι τῶ ὀνόματι χρῆσθαι οἱ ῥή‐ τορες ἐπὶ τῆς δημοκρατίας· καὶ Ἰσοκράτης ἐν τωῖ Πανηγυρικωῖ· καὶ Δημοσθένης ἐν τοῖς Φιλιπ‐ πικοῖς. Πολιτεύμασιν: ταῖς πολιτείας ἢ ταῖς ἄλλαις αἱ‐ | |
10 | ρέσεσιν. Πολιτοκοπεῖν: Δίφιλος. Πολιτικός: ἀστεῖος μετά τινος τέχνης. Πολλὰ χαίρειν φράσας: ἀποταξάμενος· ἀπογνούς. Πολλοστημόριον: τὸ ἐλάχιστον μέρος. | |
15 | Πολλοστόν: ἐπὶ τάξεως καὶ μορίου· Δημοσθένης καὶ ἄλλοι. Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα: **** Πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως. Πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ· πόρρω λίαν | |
20 | εἰμὶ τοῦ λέγειν· οὐ βούλομαι λέγειν. Πόλου: οὐρανοῦ· ἢ κόσμου. Πολύαινος: πολλοῦ ἐπαίνου ἄξιος. Πολυάνδρειον: μνῆμα· τάφος. | |
Πολυβότειρα: πολλοὺς τρέφουσα. | ||
pi440 | Πολυγηθής: πολυχαρής. Πολύγνωτος: οὗτος ζωγράφος μὲν ἦν τὴν τέχνην· Θάσιος δὲ τὸ γένος· υἱὸς δὲ καὶ μαθητὴς Ἀγλαο‐ φῶντος· τυχὼν δὲ τῆς Ἀθηναίων πολιτείας, ἢ ἐπεὶ | |
5 | τὴν ποικίλην στοὰν ἀνέγραψε προῖκα· ἢ, ὡς ἔνιοι, τὰς ἐν τωῖ Θησαυρωῖ καὶ τὰς ἐν Ἀνακείω γρα‐ φάς. Πολυγνώτου λαγώς: ἐζωγραφημένος ἐν τωῖ Ἀνα‐ κείωι ὑπὸ τοῦ Πολυγνώτου. | |
10 | Πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος. Πολυειδής: πολύμορφος. Πολύευκτον: τίμιον· πολυπόθητον. Πολυζύγωι: πολυκαθέδρωι. Πολύθετον: καὶ πολύσεπτον· ὑπὸ πολλῶν λιτανευό‐ | |
15 | μενον. Πολυθρύλλητον: πεφημισμένον· διαβεβοημένον· ὀνο‐ μαστότατον. Πολυκηδέος: πολυφροντίστου. Πολύκλητοι: ἐκ πολλῶν κεκλημένοι τόπων. | |
20 | Πολύκμητος: πολυκάματος. Πολύκρημνον: δύσβατον· ὀρεινόν. | |
Πολυμάργοις: ἠχητικοῖς. | ||
pi441 | Πολύμητις: πολύβουλος. Πολυμνήστει’ ἀείδειν: γένος τί μελοποιίας· Κολο‐ φώνιος δὲ ὁ Πολύμνηστος. Πολυπάμων: πολλὰ κεκτημένος. | |
5 | Πολυπαίπαλος: πεποικιλμένος· οὐχ ὁμαλός· μετε‐ νήνεκται ἀπὸ τῶν μὴ ἐπ’ εὐθείας ὁδῶν. Πολλύνεται: πολὺς γίνεται· αὐξάνει· πληθύνει. Πολυπίδακα: πολλὰς ἀναβολὰς ἔχουσαν. Πολύποδος δίκην: αὐτὸς ἑαυτὸν καταφαγών. | |
10 | Πολυστείνοις: πολυπορεύτοις. Πολυπτύχου: πολλὰς ἀποκλίσεις ἔχοντος· οἷον πτύχας. Πολύρρηνες: πολλὰ θρέμματα ἔχοντες. Πολύς: σφοδρός. | |
15 | Πολύστρατος: οὗτος αἰτίαν ἔχων τὰς Ἑρμὰς περι‐ κόψαι, ἀνηρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται· ἕτερος δέ ἐστιν ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας· ἄλλος δ’ ἂν εἴη, οὗ μνημονεύει Δημοσθένης ἐν Φιλιππικοῖς· λέγων αὐτὸν ποτὲ ἐν Κορίνθωι | |
20 | ξενικὸν τρέφειν· μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον, ἡγησάμενον τοῦ ἐν Κορίνθωι ξενικοῦ· τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. | |
25 | Πολυσχιδής: πολυμερής. Πολυτελές: τὸ δαπανηρόν· Θουκυδίδης. | |
Πολυτελεῖν: τὸ πολυδαπάνως ζῆν. | ||
pi442 | Πολυτιμητιζόμενος: θεραπευόμενος. Πολύτλας: πολλὰ ὑπομένων. Πολύτορον: δέρμα τὸ τοῦ ἐχίνου. Πολυφασίας: πολυλογίας. | |
5 | Πολυφλοίσβου: πολυταράχου. Πολυφραδέστερον: συνετὸν ἐν λόγωι. Πολύχουν: πολυφόρητον· ἢ πολυειδῆ. Πολυωρήσεις: πολλὴν φροντίδα ποιήσεις· φυλάξεις. Πόλφοι: τὰ ἐκ τῶν χίδρων καὶ ἐκ τῆς ἐρικτῆς ἑψό‐ | |
10 | μενα. Πομπεία: λοιδορία· καὶ οἱ δικανικοὶ χρῶνται τωῖ ὀνόματι. Πομπείας καὶ πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν· Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος· ἡ | |
15 | μεταφορὰ δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομ‐ παῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίαι· Ἐπὶ τῶν ἁμαξῶν εἰσὶ πομ‐ πεῖαι τινὲς, Σφόδρα λοίδοροι. Πομπεία: λέγεται πομπεία καὶ τὰ εἰς πομπὰς | |
20 | κατασκευαζόμενα σκεύη· ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τοῖς κατὰ Ἀνδροτίωνος ὑποσημαίνει· Φιλόχορος δέ φησιν ὡς πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν· ὀψὲ καὶ Ἀνδρο‐ τίων ἄλλα κατεσκεύασεν. | |
25 | Πομπεύει: ὡς νενικηκὼς μεγαληγορεῖ. Πομπή: θεώρημα. | |
Πομπή: ἀπόπεμψις· σημαίνει δὲ καὶ τὸ κοινῶς. | ||
pi443 | Πομπὴν ἔπεμπον: ἢ ἀνεπόμπευον. Πομπήν: τὴν πέμψιν· Θουκυδίδης δʹ· ξύλων τε ναυ‐ πηγησίμων πομπήν. Πομπόν: συνοδοιπόρον καὶ προπέμποντα. | |
5 | Πομποστολεῖ: ἐκπέμπει τηῖ νηῒ τὸν στόλον. Πομφόλυγες: αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλως κατα‐ φερόμεναι. Πομφόλυξ: ἐκβρασμὸς ὕδατος. Πόνηρος: ἐπίπονος· ἡ πρώτη ὀξεῖα. | |
10 | Πονταράκη: τὰ σπαράγματα τῶν σπόγγων. Ποντεινοί: σπόγγοι. Ποντόβροχος: θαλασσόβροχος. Πόντος: κυρίως μὲν ὁ ἔνδον τῆς Χερρονήσου καὶ Εὐξείνου καλούμενος· καταχρηστικῶς δὲ πᾶσα ἡ | |
15 | θάλασσα. Πονωπόνηρος: σφόδρα πονηρός. Πόπανα: πλακούντια πλατέα καὶ λεπτὰ καὶ περι‐ φερῆ. Ποππύσματα: κολακεῖαι εἰς τοὺς ἀδαμάστους ἵπ‐ | |
20 | πους. Πορεῖα: τὰ εἰς πορείαν χρήσιμα. Πορθήσειας: ἕλοις· λάβοις. Πόρθησις: ἐρήμωσις. Πόρδαλιν: οἱ ἄλλοι Ἕλληνες· Ἀττικοὶ πάρδαλιν· | |
25 | Ὅμηρος τὸ μὲν ζῶον διὰ τοῦ ο, τὴν δορὰν δὲ διὰ | |
τοῦ α. | ||
pi444 | Πορθμός: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις ἐστι τῆς Εὐβοίας. Πορθμός: πέραμα· ἀμφίγειος θάλασσα· ἰσθμὸς γάρ ἐστι γῆ στενὴ, ἑκατέρωθεν ἔχουσα θάλασσαν· πορθ‐ | |
5 | μὸς δὲ θάλασσα ὑπὸ γῆς περιεχομένη. Πόριμον: εὐπόριστον. Πορισταί: οἱ τοὺς πόρους εἰσηγούμενοι δημαγωγοὶ ἐπὶ τωῖ ἑαυτῶν λυσιτελεῖν. Πόρκης: ὁ ἐπιδακτύλιος τῆς ἐπιδορατίδος· ὁ περι‐ | |
10 | ειργνύων αὐτὴν πρὸς τὸ ξύλον. Πόρκος: κύρτος θαλάσσιος ὁ εἰς ἄγραν ἰχθύων. Πόρον: διέξοδον· τρίβον· καὶ περαίωσις ποταμοῦ. Πόρος: πέρας ἢ ποταμὸς, ἢ ὁδὸς, ἢ φυσήματα ὑδά‐ των ἢ μηχανὴ, ἢ τέχνασμα. | |
15 | Πόρος: Δημοσθένης ἐν τηῖ πρὸς Εὐβουλίδην ἐφέσει· δῆμός ἐστι τῆς Ἀκαμαντίδος ὁ Πόρος· καὶ ὁ δη‐ μότης Πόριος. Πόρπαξ: τὸ ἐντὸς τῆς ἀσπίδος πρόσθημα, δι’ οὗ τὴν χεῖρα διεῖρον. | |
20 | Πόρπη: φίβλα. Πορποῦσθαι: φιβλοῦσθαι. Πορσύνεται: ὁδεύεται· ἀπὸ τοῦ πόρου· Σοφοκλῆς. Πορφύρει: ταράσσεται. Ποσαπλῶς: ποσαχῶς· ἀναριθμήτως. | |
25 | Ποσειδεών: καὶ οὗτος μὴν Ἀθήνηισιν ὀνομασθεὶς ἀπὸ | |
τοῦ καθιερῶσθαι τωῖ Ποσειδῶνι. | ||
pi445 | Ποσειδεών: ἕκτος μὴν παρὰ Ἀθηναίοις οὕτω καλού‐ μενος. Πόσθιον: αἰδοῖον· ἢ τὴν Ἀφροδίτην. Πόσθων: κυρίως λέγεται παιδάριον· οὕτως γὰρ ὑπο‐ | |
5 | κοριζόμενοι ἔλεγον ἀπὸ τοῦ αἰδοίου· πόσθιον γὰρ τοῦτο καλοῦσιν· δεῖ δὲ καὶ τὸν παιδαριώδη καὶ ἄφρονα κατὰ μεταφοράν. Πόσις: ἀνήρ. Ποταγωγίδες: φάνται ἢ μηνυταί. | |
10 | Ποταμοί: δῆμος τῆς Λεοντίδος· οὗ ὁ δημότης Ποτά‐ μιος· ἐκωμωδοῦντο δὲ, ὡς ῥαιδίως δεχόμενοι τοὺς παρεγγράφους. Ποταίνιος: πρόσφατος· Δώριος δὲ ἡ λέξις. Πότε: λέγεται πρὸς τὸ νῦν κατ’ ἄμφω· καὶ κατὰ τὸ | |
15 | παρεληλυθὸς καὶ κατὰ τὸ μέλλον· κατὰ μὲν τὸ παρεληλυθὸς, πότε ἐγένετο· κατὰ δὲ τὸ μέλλον, πότε ἔσται. Πότερον: τὸ πευστικὸν βαρυτόνως· ὀξυτόνως δὲ πο‐ τερός· ἅτερος· καὶ προστιθέντες τὸ ἕτερον λέγουσι | |
20 | συνήθως ἕτερον. Πότερον: ἆρα· ὁποῖον· ποταπόν. Ποτίκρανον: προσκεφάλαιον· ὅτε δὲ τὸ ὑπειρέσιον, ἐφ’ οὗ καθέζονται οἱ ἐρέσσοντες. Πότις: ἡ γυνὴ ἡ μεθύση. | |
25 | Ποτήριον: λέγουσιν, οὐ μόνον ἔκπωμα· Ἀριστοφάνης. Πότνα: δέσποινα. | |
Πότμον: μόρον· θάνατον. | ||
pi446 | Ποτνιάδας: Βάκχας· Εὐριπίδης. Ποτνιᾶται: παρακαλεῖ· ἐπικαλεῖται θεούς. Ποτνιώμενος: δυσφορῶν· μετ’ οἰμωγῆς παρακαλῶν. Ποτώμεναι: διατρίβουσαι. | |
5 | Ποῦ μήν: ποῦ δὴ οὖν. Πρακτικόν: ἀνυστικόν. Πράγματ’ ἐξ ἀπραξίας: λεγόμενον τί. Πραμεῦσαι: παρελθεῖν· παραλλάξαι. Πράμνειος οἶνος: Ἀρίσταρχος ἐπιμελῶς τὸν ἡδὺν | |
10 | οἶνον Πράμνειον ἔλεγεν· τινὲς τὸν ὤνιον οἶνον ἢ παραμόνιον· τινὲς ἀπὸ ἀμπέλου Πραμνείας ὀνομα‐ ζομένης· ὁ δὲ ἰδίως τὸν μέλανα· ἔνιοι τὸν πραΰνοντα τὸ μένος· Σῆμος ὁ Δήλιος ἐν τρίτωι· ἐν ηἷ καὶ ὁ πράγμων πέτραν εἶναι ἀφ’ ἧς τὸν οἶνον εἶναι. | |
15 | Πρανές: κάταντες. Πρανής: ὁδὸς κατωφερής. Πρανιχθῆναι: τὸ ἐπὶ στόμα πεσεῖν. Πραξιδίκη: θεὸς ἧς κεφαλὴν μόνον ἱδρύοντο· Μνα‐ σέας δὲ ἐν τωῖ περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς | |
20 | ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι· Διονύσιος δὲ ἐν Κτίσεσιν, Ὠγύγου θυγατέρας· Ἀλκομενίαν· Θελ‐ ξινίαν· Αὐλίδα· ἃς ὕστερον Πραξιδίκας ὀνομασ‐ | |
25 | θῆναι. | |
pi447 | Πράστιλλος: πόλις Μακεδονική. Πρασοκουρεῖς: χλωροί. Πρατήρ: οὐχὶ πράτης ὑπὸ τῶν Ἀττικῶν λέγεται. Πρατέας: ὁ τὰ δημόσια πωλῶν· κήρυξ δημόσιος. | |
5 | Πραττομένους: ἀπαιτουμένους· Ἰσοκράτης· καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους. Πραϋπάθειαν: πραΰτητα· ἡσυχίαν. Πράως: οὐ πραέως· καὶ πρᾶον, οὐ πραΰ· καὶ πρᾶος, οὐ πραΰς. | |
10 | Πρέμνα: τὰ παχέα ξύλα. Πρέμνον: στέλεχος δένδρου. Πρεμνίζειν: καταβάλλειν τὰ πρέμνα· τουτέστι τὰ παχέα καὶ μεγάλα ξύλα. Πρέψαι: τὸ ὁμοιῶσαι· Αἰσχύλος. | |
15 | Πρεσβεύειν: προτιμᾶν· Εὐριπίδης. Πρέσβεων καὶ πρεσβευτῶν: ἑκατέρως ὑπὸ τῶν ῥητό‐ ρων εἴρηται· ἔστι δὲ τὸ μὲν καθωμιλημένον καὶ τὴν Ἑλληνικὴν ἀναλογίαν σῶζον· ὅτ’ ἂν εἴπωσι πρέσβεις· καὶ χρῶνται τούτωι συνήθως ἅπαντες· | |
20 | εὑρίσκεται δὲ καὶ τὸ πρεσβευτάς. Πρεσβυγένεια: παλαιοτέρα γένεσις· καὶ συγκριτι‐ κῶς προυργιαίτερον. Πρεσβυτάτην: ἐντιμοτάτην. | |
Πρεσβύτερος: μείζων. | ||
pi448 | Πρεσβύτερος Κόδρου: παροιμία ἐπὶ τῶν πανὺ παλαι‐ ῶν, ἀπὸ τοῦ βασιλεύσαντος Ἀθήνησι Κόδρου. Πρηγοριών: ὁ πράτης καὶ προαγορεύων καὶ προλέ‐ γων. | |
5 | Πρηνές: ἐπὶ πρόσωπον. Πρῆμαι καὶ πρημάδες: γένος ἰχθύων. Πρῆσαι: καῦσαι. Πριάμενος: ἀγοράσας. Πριαμωθῆναι: ξυρηθῆναι· τὸ γὰρ τοῦ Πριάμου πρόσ‐ | |
10 | ωπον ξυρίας ἐστίν. Πριμιγγιλίων: τιμῶν ἤτοι βασιλικῶν δωρεῶν ἢ προνομίων. Πριμικήριος: ὁ πρῶτος τάξεως τυχούσης. Πρινὴ πτίσαι τὰ ἄλευρα: παροιμία· καὶ, Πρὶν τοὺς | |
15 | ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾶς· καὶ, Πρὶν ἐσ‐ φάχθαι δέρεις. Πρίου: ἐλευθέρωσον. Πρηστήρ: πῦρ ἀπ’ οὐρανοῦ. Πριών: ὀξυτόνως, τὸ ἅρμενον· πρίων δὲ, ὡς παίων, | |
20 | ὁ τέμνων τῶ ἁρμένωι τούτωι· τὸ δὲ πληθυντικὸν, πρίονες διὰ τοῦ ο· Κρατῖνος. Πριῶ: ἀγοράσω. Πρό: ἀντὶ τοῦ ἀντί· Φιλήμων Παγκρατιαστηῖ· Δοῦ‐ λος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου· Ἀθλεύων | |
25 | πρὸ ἄνακτος· Ὅμηρος. | |
Προαγήλη: τιμήσει. | ||
pi449 | Προαγωγός: διδάσκαλος κακῶν. Προαιρούμενοι: προφέροντες. Προαλέστατον: προπετέστατον. Προαλίσαντες: προαθροίσαντες. | |
5 | Προαναθρώσκειν: προπηδᾶν. Προανάσχοι: προανατείλοι. Προαύλια: προαυλήματα· ὡς προαμβολὰς καὶ προα‐ νακρούσεις. Προαύλιον: ὃ προενδίδωσιν οἱ αὐληταὶ, οἷον προαύ‐ | |
10 | λημα. Προβάλλεσθαι: ἀντὶ τοῦ προτείνεσθαι· Θουκυδίδης· τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ ξύνιστε, καὶ δι’ ὄχλου μᾶλλον· ἔσται δὲ ἀεὶ προβαλλομένοισι· καὶ ὁ ῥήτωρ· τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένους. | |
15 | Προβαλλομένους: ἀντὶ τοῦ ὑποτιθεμένους· οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους· ὁ Δημο‐ σθένης ἐν τωῖ ὑπὲρ Κτησιφῶντος· καὶ τῶ κατ’ Αἰσ‐ χίνου, τὴν προαίρεσιν, φησὶ, τῆς πολιτείας προβε‐ βλημένην καὶ ἄπιστον εἰπεῖν· ἀντὶ τοῦ εὐλαβῶς | |
20 | ἔχουσαν καὶ φυλαττομένην· ἐν δὲ τωῖ κατὰ Μει‐ δίου· καὶ προυβαλόμην, φησὶν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν· ἀντὶ τοῦ προβοληῖ ἐχρησάμην τηῖ συν‐ ήθει καὶ νομιζομένηι κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων· ἐν δὲ τοῖς Φιλιππικοῖς φησί· προβάλ‐ | |
25 | λεσθαι δ’ ἢ βλέπειν ἐναντίον, οὔτε οἶδεν οὔτε ἐθέ‐ | |
λοι· ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην | ||
pi450 | Πρόβαλλον: ἀσπίδα. Πρόβασις: ἡ τῶν βοσκημάτων κτῆσις. Πρόβατα: πάντα τὰ τετράποδα. Προβατεία: ἡ τῶν προβάτων κτῆσις καὶ νομή. | |
5 | Προβατοκάπηλος: προβατοπῶλος· ἐλέγετο δὲ Λυσι‐ κλῆς. Προβέβουλα: προέκρινα. Προβιβάσαντες: προάξαντες. Προβλῆτας: ἔξω προβεβλημένας ὑπὲρ ἀσφαλείας· | |
10 | οἱ δὲ τὰς πρώτας προβεβλημένας· ὃ καὶ μᾶλλον. Προβολάς: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἢ τινῶν ἄλλων δυνάμεων· ἐπὶ σωτηρίαι καὶ κρά‐ τει γινομένων· οὕτως Δημοσθένης· παρὰ δὲ Αἰσ‐ χίνηι ἡ προβολὴ τούνομα γέγονεν ἀπὸ τοῦ προβάλ‐ | |
15 | λεσθαι τινὰ ἀδικεῖν. Προβουλεύματα: τὰ τῆς βουλῆς περὶ τῶν ψηφισμά‐ των βουλεύματα· ἃ πρὸ τοῦ δήμου ἐβούλευεν· τὰ γὰρ ψηφίσματα πρῶτον μὲν εἰσίετο εἰς τὴν βουλήν· εἶτα δεξαμένης εἰσεφέρετο εἰς τὸν δῆμον, ἤδη | |
20 | προκυρωθέντα καὶ προβουλευθέντα· εἰ δὲ μὴ ἐδέξα‐ το ἡ βουλὴ, οὐδ’ εἰς τὸν δῆμον εἰσεφέρετο· ἀλλὰ παρανομῶν ὁ εἰσάγων ἡλίσκετο· μετὰ μέντοι καὶ τὸν δῆμον χειροτονῆσαι κύρια ἦν τὰ προβουλεύ‐ ματα, εἰ μή τις ἐγράψατο. | |
25 | Προβολή: γραφὴ κατὰ τῶν συκοφαντούντων. | |
pi451 | Προβόλιον: εἶδος τί δόρατος· ωἷ χρῶνται οἱ κυνηγέ‐ ται πρὸς τὴν τῶν συῶν θήραν. Πρόβολον: πρόμολον· πρόμαχον. Πρόβολος: τὸ τῶν σιτίων δοχεῖον. | |
5 | Προβόλωι: προβεβλημένηι εἰς θάλασσαν πέτρα. Πρόβολοι: αἱ εἰς θάλασσαν προκείμεναι πέτραι· καὶ οἷον ἀκταί τινες· Δημοσθένης ἐν Φιλιππικοῖς. Προβούλευμα: τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν, πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τωῖ κατ’ | |
10 | Αἰσχίνου. Πρόβουλος: ἔξαρχος τοῦ βουλευτηρίου. Προβύσαι: ἐξελκύσαι. Πρόδικον δίκην: τὴν ἐπὶ φίλων καὶ διαιτητῶν· Ἀρισ‐ τοφάνης Κενταύρωι· Ἐγὼ γὰρ, εἴ τι ς’ ἠδίκηκ’, | |
15 | ἐθέλω δίκην Δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί. Προδόμωι: τηῖ πρὸ τοῦ οἴκου παστάδι. Προδοσίκομπος: ὁ ὑποσχετικός· ὁ τὰς ἑαυτοῦ ὑπο‐ σχέσεις ἐν οὐδενὶ τιθέμενος, ἀλλὰ προδιδούς. | |
20 | Προδοτίστερον: λέγουσιν ὡς λαγνίστερον· καὶ κλεπ‐ τίστερον· καὶ πτωχίστερον. Πρόδρομοι: ἄδοξοι. Προεγκεῖσθαι: ἐπικεῖσθαι. Πρόεγμα: στήριγμα. | |
25 | Πρόεδροι: οἱ τὰ περὶ τὰς ἐκκλησίας Ἀθήνηισι διοι‐ | |
pi452 | κοῦντες· εἷς ἐκληροῦτο ὑπὸ τῶν Πρυτανέων καθ’ ἑκάστην ἐκκλησίαν ἐξ ἑκάστης φυλῆς· πρόεδροι δὲ, ὅτι προεδρίαν εἶχον ἐν ταῖς ἐκκλησίαις. Πρόεδροι: ἐκληροῦντο τῶν Πρυτανέων καθ’ ἑκάστην | |
5 | πρυτανείαν, εἷς ἐξ ἑκάστης φυλῆς, πλὴν τῆς πρυ‐ τανευούσης· οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διωίκουν· ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων· ὅτι δὲ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς, εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων | |
10 | πολιτείαι. Πρόεδρος: ὁ τῆς πολιτείας ἀρχηγὸς καὶ ἡγεμών. Προέηκεν: προέπεμψεν. Προειδόμενοι: προγνῶσται. Προείλαντο: ἠθέλησαν. | |
15 | Προειλόμεθα: προήκαμεν. Προέμενος: ἐκδιδούς· προδούς· περιφρονήσας. Προέμενος: ἀντὶ τοῦ προαφεὶς τῶν αὐτοῦ τί, πρὶν πίστιν λαβεῖν. Προέπεσον: προπετῶς ἐποίησαν· Ὑπερίδης. | |
20 | Προδικασία: οἱ τὰς ἐπὶ φόνωι δίκας ἐγκαλούμενοι ἐν Πρυτανείω πρὸ τῆς δίκης διατελοῦσιν ἐπὶ τρεῖς μῆνας, ἐν οἷς ἐξ ἑκατέρου μέρους λόγοι προάγονται· τοῦτο φασὶ προδικασίαν. Προέντες: προδόντες. | |
25 | Προέσθαι: προδοῦναι. Προετικός: χαριστικός. | |
Προέτω: προπεμψάτω. | ||
pi453 | Προεχόμεθα: ὑποβαλλόμεθα ἢ προβαλλόμεθα. Προηγγελκέναι: προμεμηνυκέναι. Προήκατο: προέδωκεν. Προημώμενον: τὸν περὶ γάμου ἐντυγχάνοντα καὶ | |
5 | μνηστευόμενον. Προηροσία: ἡ ὑπὲρ τῶν καρπῶν θυσία γινομένη ὑπὸ Ἀθηναίων κατὰ μαντείαν ἐν Ἤλιδι. Προηροσία: ὄνομα θυσίας. Προηροσίαι: αἱ πρὸ τοῦ ἀρότου γινόμεναι θυσίαι. | |
10 | Προήσομαι: προδώσω. Προήχθην: προετράπην· ὡς ἐξήχθην καὶ ἐξετράπην. Προθέλυμνα: συνεχῆ· ἄλλα ἐπ’ ἄλλοις. Προθελύμνους: ἄλλας ἐπ’ ἄλλαις. Πρωθήβας: πρώτους ἀκμάζοντας νέους. | |
15 | Προθεσμίας νόμους: Δημοσθένης ὑπὲρ Φορμίωνος τὴν τῶν εʹ ἐτῶν ἂν λέγοι προθεσμίαν. Πρόθεσις: τὸ τὸν νεκρὸν προθεῖναι· προετίθεσαν δὲ πρὸ τῶν θυρῶν, ὥστε φανερὸν γίνεσθαι ὅτι οὐκ ἐξ ἐπιβουλῆς τινος ἀνηίρηται· ὡς δὲ ἔνιοι, πρὸς τὸ μὴ | |
20 | δοκεῖν ἀνηλῶσθαι· τὰ παλαιὰ γὰρ ἤσθιον ἀλλή‐ λους. Προϊέμενος: προδιδούς. Προΐκτας: τοὺς προϊχνουμένους καὶ ἐπαιτοῦντας τὴν τροφήν. | |
25 | Προΐσταται: ἐπιπολάζει· ἀπὸ τῆς τροφῆς μετενή‐ | |
νεκται. | ||
pi454 | Προικός: δόσεως· ἀντὶ τοῦ δωρεᾶς· πᾶν γὰρ δῶρον οὕτως καλεῖ ὁ ποιητής. Προΐστορες: οἱ μαρτυροῦντες. Προΐσχεται: προβάλλεται. | |
5 | Προκόλπιον: πρὸ τοῦ κόλπου· λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων. Προκόμιον: κόμην. Πρόκλησις: εἰώθεσαν ὁπότε δικάζοιντο τινὲς, ἐξαιτεῖν ἐνίοτε θεράποντας ἢ θεραπαίνας εἰς βάσανον ἢ εἰς | |
10 | μαρτυρίαν τοῦ πράγματος· καὶ τοῦτο ἐκαλεῖτο προ‐ καλεῖσθαι· τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γρα‐ φόμενον, ὠνομάζετο πρόκλησις. Προκαλεῖσθαι: οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθήκας· Θουκυδίδης· οἱ δὲ δι‐ | |
15 | κανικοὶ ἐπὶ πάσης προκλήσεως. Προκαταβολὴ καὶ προσκαταβόλημα: τῶν τελῶν πιπρασκομένων, δύο προθεσμίαι ἐδίδοντο τοῖς ὠνου‐ μένοις· ἐν αἷς ἐχρῆν εἰσενεχθῆναι τὸ ἀργύριον· ὅπερ οὖν μέρος χρημάτων, πρὶν ἄρξασθαι τοῦ ἔργου, | |
20 | εἰσφέρουσιν εἰς τὸ δημόσιον, τοῦτο προκαταβολὴ καλεῖται· τὸ δὲ τηῖ δευτέραι προθεσμίαι διδόμενον, προσκατάβλημα. Προκόττα: κουρᾶς εἶδος. Προκότταν: τὴν πρὸ τῆς κεφαλῆς τρίχωσιν· κόττης | |
25 | γὰρ παρὰ τοῖς Δωριεῦσιν ἡ κεφαλὴ λέγεται. | |
pi455 | Προκνίς: γένος ἰσχάδων. Προκόπα: ἡ πρὸ τῆς κεφαλῆς τρίχωσις. Προκεχωρηκότος: προεληλυθότος· Θουκυδίδης. Πρόκριτον: ἐκλεκτὸν ἢ πονηρόν. | |
5 | Προκώνια: Λυκοῦργος κατὰ Μενεσαίχμου· Δίδυμος δὲ προκώνι, φησὶ, πυροὶ μέλιτι κεχρισμένοι· Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι· ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι· | |
10 | Δήμων δέ φησιν ἐν τωῖ περὶ θυσιῶν· καὶ προκώ‐ νιά ἐστι κάχρυς κατηριγμέναι μετὰ ἀρωμάτων. Προκώνια: ἢ ὡς Κράτης πυροκώνια, αἱ ἄφρυκτοι κριθαί· ἢ πυροὶ μέλιτι κεχρισμένοι. Προκώνια: κριθαὶ ἄφρυκτοι· εἰς ἄλφιτα ἁδρὰ κε‐ | |
15 | κομμέναι· οἷον προκεώνια. Πρόκωπος: ἕτοιμος· πρόχειρος. Πρόληψις: γνῶσις. Προμαντεία: τὸ πρὸ τῶν ἄλλων ἁπάντων χρῆσθαι τωῖ ἐν Δελφοῖς μαντείωι· ἦν δὲ προεδρία τὸ | |
20 | αὐτό. Προμήθεια: πρόνοια. Προμηθεῖσθαι: προβουλεύεσθαι· προνοεῖσθαι. Προμηθεύσασθαι: προνοήσασθαι. Προμνῶμαι: προξενῶ· προμνηστεύομαι. | |
25 | Προμυθίζει: πρόσω χωρεῖ. Προμυλαία: θεὸς προμύλιος· ἣν ἀφίδρυντο ἐν τοῖς | |
μυλῶσιν ὡς εὔνοστον. | ||
pi456 | Προνάπης: ὄνομα κύριον. Πρόνοια: πρόγνωσις. Πρόνοια Ἀθηνᾶ: οἱ μὲν διὰ τὸ πρὸ τοῦ ναοῦ τοῦ ἐν Δελφοῖς ἑστάναι αὐτήν· οἱ δὲ ὅτι προυνόησεν ὅπως | |
5 | τέκη ἡ Λητώ. Πρόνοια: ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Πρό‐ νοια, διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρῦσθαι· ταύτην δὲ Ἡρόδοτος ἐν τηῖ ὀγδόη Προνοίην ὀνομάζει. Προμετρητάς: Σκύθου τοῦ Προμετρητοῦ ἦν υἱὸς καὶ | |
10 | ἐν δημόταις γέγονεν καὶ αὐτὸς ἐν τηῖ ἀγοραῖ προ‐ μετρῶν διατετέλεκεν. Προνομή: διαρπαγή. Προνομίας: τιμῆς πλείονος. Προνομίων: προλημμάτων. | |
15 | Προνωπης: προτεταγμένος· προέχων. Προνώπιον: τὸ προεκκείμενον. Προόδων: ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος. Προοίμιον: πρόλογος. Πρόοπτον: τὸ προορώμενον καὶ προφανές· οἷον τὸ | |
20 | προκείμενον πρὸ τῶν ὀφθαλμῶν. Προπάτωρ: ἢ ὁ πάππος ἢ ὁ πρόγονος. Προπάροιθεν: ἔμπροσθεν. Πρόπεμπτα: τὸ πρὸ πέντε ἡμερῶν τῆς ἐκκλησίας προγράφειν, ὅτι ἔσται ἡ ἐκκλησία εἰ τύχοι· ἵνα καὶ | |
25 | οἱ ἐν τοῖς ἀγροῖς συνέλθωσι καὶ ἕκαστον τῶν βουλῶν προευτρεπισθηῖ. | |
Πρόπεμπτα: Δίδυμός φησι, μήποτε ἄλλα τινά εἰσιν | ||
pi457 | ἐπιτίμια τὰ πρὸ τῆς μεταβολῆς· εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαι φα‐ σίν· εἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸς ἡμέρας πέντε· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει | |
5 | μία ἡμέρα πρὸς τὴν κρίσιν. Προπεπωκότες: ἀντὶ τοῦ προδεδωκότες· ἐκ μεταφορᾶς δὲ λέγεται. Προπέρυσιν: λέγουσιν ὡς ἡμεῖς. Προπηλακίζων: ἀδικῶν· ὑβρίζων· διασύρων· ἐξου‐ | |
10 | θενῶν. Προπίνει: διὰ τοῦ οἴνου τιμαῖ· καὶ προδίδωσι· καὶ Δημοσθένης δὲ τοὺς προδιδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς, προπίνειν ἔφη τοῖς ἐχθροῖς. Πρόπιον: μάντευμα. | |
15 | Πρόποδες: μεγάλους πόδας ἔχοντες. Προποδῶν: τὸ παρατυχόν· οἷον δήποτε. Προπολέμια: ἔοικεν εἶναι τὰ πρὸ τοῦ πολέμου θυό‐ μενα ὑπὲρ τῆς νίκης. Πρόπολος: δούλη προπολεύουσα. | |
20 | Προπόλωι: θεράποντι. Προπύλαια ταῦτα: Δημοσθένης Φιλιππικοῖς· δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προ‐ πυλαίων ἀπὸ τῆς Πυκνός· βέλτιον δὲ ἀναφορικῶς | |
ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτως λέγειν | ||
pi458 | εἰώθασιν· ἐν γοῦν τωῖ κατ’ Αἰσχίνου ὁ αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κω‐ μικὸν ὑποκριτήν· Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνηισιν ἀκροπόλεως φησίν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντε‐ | |
5 | λῶς ἐξεποιήθη· τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ· πέντε δὲ πύλας ἐποίησαν δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν. Πρόρριζον: ἐκ ῥιζῶν. Προσαγώγιον: τὸ τῶν τεκτόνων ὄργανον, ὃ προσά‐ | |
10 | γοντες εὐθύνουσι τὰ στρεβλὰ ξύλα. Πρὸς ἀκτῖνα: ἀνατολή. Προσανέχων: προσέχων· προσκεκολλημένος. Πρόσαντες: δυσχερὲς καὶ ἐναντίον. Πρὸς ἀπαλέξησιν: πρὸς βοήθειαν. | |
15 | Προσαρασσόμενα: προσρηγνύμενα· προσκρουόμενα. Προσαύρετο: προσηγάγετο. Προσβάλλει: προσέρχεται. Προσγράφει: προσκρίνει. Προσδοκᾶν: ὑπονοεῖν· ὑπολαμβάνειν· προσδέχεσθαι. | |
20 | Προσείσεται: προσελεύσεται. Πρόσειλος: πρὸς τὴν τοῦ ἡλίου αὐγὴν ἐστραμμένος. Προσείσας: προσανακινήσας. Προσέκειτο: ἀντὶ τοῦ προσεῖχε· Θουκυδίδης ἐν αʹ. Προσδεχόμενοι: προσδοκῶντες. | |
25 | Προσδεῖσθαι καὶ ἐνδεῖσθαι διαφέρουσι· τὸ μὲν γὰρ δηλοῖ ὀλίγων τινῶν κτῆσιν, τὸ δὲ παντελῶς ἀπο‐ | |
ρίαν τοῦ ὅλου δηλοῖ. | ||
pi459 | Προσείρων: προσάπτων. Προσέκοψεν: ἀντὶ τοῦ προσέπαισεν· Ἄλεξις. Προσέκοψεν τωῖ ἀνθρώπωι: ἀντὶ τοῦ ἠλλοτριώσατο· οὕτως Ποσείδιππος. | |
5 | Πρὸς ἐμοῦ εἶ: οἰκεῖος μου· ἐγγύς μου· φίλος μου· παρ’ ἐμοί. Προσεποίσω: προσεπάξω. Προσεποιήσαντο: Ἰσαῖος· ἀντὶ τοῦ ἀντεποιήσαντο. Προσέπαισεν: προσέπαιξεν· Πλάτων τωῖ ς ἀντὶ | |
10 | τοῦ ξ κέχρηται. Προσερήσομαι: ἐρωτήσω. Προσεῤῥύη: προσεφοίτησεν· προσῆλθεν· οὐ προσέ‐ ρευσεν. Προσέχειν: ἀντὶ τοῦ ἀκούειν καθόλου τιθέασιν· καὶ | |
15 | ἀντὶ τοῦ φυλάσσεσθαι· καὶ ἀντὶ τοῦ παρακεῖσθαι· τιθέασι δὲ καὶ ἐπὶ τῶν εὐνοούντων καὶ φιλοστορ‐ γούντων. Προσεχές: ἐγγύς. Πρὸς ζόφον: πρὸς δυσμάς. | |
20 | Προσηγλαϊσθω: ἐλαμπρύνετο. Προσηγμένον: ὑψηλόν· τιμιώτατον. Προσηγορία: προσφώνησις. Προσημπόλησα: προσέλαβον. Προσηροσίαι: αἱ πρὸ τοῦ ἀρότου γινόμεναι θυσίαι. | |
25 | Προσηρτημένος: προσκεκολλημένος. | |
Πρὸς ἠώ: πρὸς ἀνατολήν. | ||
pi460 | Προσθεῖναι τὰς θύρας: ἀντὶ τοῦ ἐπικλεῖσαι· Ἡρόδο‐ τος ἐν γʹ. Προσίσχε: τὸ πρόσεχε· Κρατῖνος· Καὶ μὴ προσίσ‐ χε βαρβάροισι βουκόλοις· καὶ Εὔπολις· Προσίσ‐ | |
5 | χε τὸν νοῦν τηῖδε· καὶ Θουκυδίδης γʹ· παρανίσ‐ χον δὲ καὶ οἱ ἐκ τῆς πόλεως· οὕτως δὲ καὶ ὑπίσ‐ χομαι, οἵ τε τραγικοὶ καὶ Ἀριστοφάνης· Τὸ πρᾶγ‐ μα τοῦτο συλλαβεῖν ὑπίσχομαι. Προσίασι: προσέρχονται. | |
10 | Προσίενται: προσάγονται. Προσίεται: ἀρέσκεται· προσδέχεται. Προσιζήσαντες: προσκαθίσαντες. Πρόσιμεν: προσερχόμεθα. Προσιτόν: προσδεχόμενον. | |
15 | Προσιών: προσερχόμενος. Προσκαλέσαι: ἀντὶ τοῦ προσκαλέσασθαι. Προσκεφάλαιον κλητέον: ἀλλ’ οὐ τὸ Ῥωμαϊκὸν ὄνομα· καλεῖται δὲ οὕτως καὶ τὸ ὑπηρέσιον. Προσκέψομαι: περισκοπήσω. | |
20 | Προσκείμενοι: οἱ κολλώμενοι· οἱ προσεγγίζοντες. Πρόσκλησις: κλῆσις ἐπὶ δίκην. Πρόσκλησις: ἡ εἰς δικαστήριον κλῆσις· καὶ προσκα‐ λέσασθαι, τὸ παραγγέλλειν εἰς δίκην· Δημο‐ σθένης ἐν τωῖ περὶ τοῦ Ἁγνίου κλήρου. | |
25 | Προσκλήσεις: πρὸς ἃς καλεῖ τίς (εἰς) δικαστήριον ἢ βουλὴν κλητῆρας ἔχων· πρόκλησις δὲ χωρὶς τοῦ | |
ς, καὶ προκαλεῖσθαι, ἐπὶ διαιτητὴν καὶ οἷον ἐπὶ | ||
pi461 | βάσανον τινὸς ἀνδραπόδου ἢ μαρτυρίαν τοῦδε τινὸς βάλλεσθαι. Πρόσκλισις: ἑτερομέρεια. Προσκομιστέον: προσενεκτέον. | |
5 | Πρόσκομμα: ζημία· βλάβη· σκάνδαλον. Προσκυροῖ: προσεγγίζει. Πρόσοδος: εἰσφορά· εἴσοδος· ἢ παρουσία· ὡς Θου‐ κυδίδης καὶ ἕτεροι. Προσμερεῖται: προσαρμόζει. | |
10 | Προσουρίου: ἐπιτηδείου. Πρὸς ὄψιν: πρὸς θεωρίαν. Προσπάλτιοι: Προσπάλτα δῆμος τῆς Ἀκαμαντί‐ δος. Προσπελάζει: προσεγγίζει. | |
15 | Προσπήξομαι: προσκυνήσω. Προσποιεῖται: οἰκειοποιεῖται· ἢ πλάττεται καὶ ὑπο‐ κρίνεται. Προσπορισθέν: ἐπινοηθέν· προσοδευθέν. Προσρήσεσι: προσηγορίαις. | |
20 | Προστατήριος: Ἀπόλλων· ἐπεὶ πρὸ τῶν θυρῶν αὐ‐ τὸν ἱδρύοντο· Σοφοκλῆς. Προστάτης: οἱ τῶν μετοίκων Ἀθήνηισι προεστηκό‐ τες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἑκάσ‐ τωι τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν | |
25 | προστάτην. Προστασία: Δημοσθένης ἐν τωῖ κατὰ Ὀνήτορος· | |
ταῦτα οὐχ ὁμολογουμένη προστασία· ἀντὶ τοῦ | ||
pi462 | βοήθεια, προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τωῖ ἀδικουμένωι· Αἰσχίνης ἐν τωῖ περὶ τῆς παραπρεσ‐ βείας· ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προ‐ πύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδ‐ | |
5 | μείας· Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως· τουτέστι τῆς ὑπ’ ἐνίων προστά‐ δος καλουμένης. Προστέρνησα: περιεπτυξάμην. Προστέτηκεν: προσκεκόλληται. | |
10 | Προστήσας: προαγαγών. Πρόστιμον: ζημίαν· παραγραφήν. Πρὸς τηῖ πυλίδι Ἑρμῆς: Δημοσθένης ἐν τωῖ κατ’ Εὐέργου· Φιλόχορος φησὶ περὶ τοῦ πρὸς τηῖ πυλίδι Ἑρμοῦ· ὡς ἀρξάμενοι τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ | |
15 | ἄρχοντες, τοῦτον ἀναθέντες, ὑπέγραψαν οὕτως· (Ἀρξάμενοι) πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν Βου‐ λῆς καὶ δήμου δόγμασι πειθόμενοι. Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισ‐ μένα κατὰ τῶν ἀδικούντων ἡ ἐπωβελία· ἔστι δὲ | |
20 | καὶ ἄλλα, ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τωῖ κατὰ Τιμοκράτους. Προστρόπαιος: δαίμων τίς ἐπὶ τῶν ἐναγῶν· ἐπεὶ οἱ μετὰ τὸ σταθῆναι ἤδη τὸ τρόπαιον οἱ ἀναιροῦντες τινὰ τῶν πολεμίων, πρόστροποι καὶ ἐναγεῖς εἰσιν. | |
25 | Προστρόπαιος: παρακαλῶν. | |
pi463 | Προστυχής: ὁ κατὰ τύχην ἐντυχών. Προστρέπεσθαι: ἀποπέμπεσθαι· τρέπεσθαι ἐφ’ ἑαυ‐ τοῦ. Προστρόπαιον: τὸ ἄγος· τὸ μίασμα· οὕτως Αἰσχί‐ | |
5 | νης· καὶ προστροπὴ δὲ λέγεται· ἐν γοῦν τωῖ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. Πρόσφατος: κυρίως μὲν ὁ νεωστὶ ἀνηρημένος· φάσαι γὰρ τὸ φονεῦσαι· ἀφ’ οὗ καὶ φάσγανον· καταχρησ‐ | |
10 | τικῶς δὲ καὶ πᾶν ὅτι οὖν ἄρτι συμβεβηκός. Προσφερέστερον: βέλτιον. Προσφέρονται: ἀντὶ τοῦ προστεθῶσιν. Πρὸς φθεῖρα κείρασθαι: Εὔβουλος Δούλωι. Πρόσφορον: οἰκεῖον· ἁρμόδιον· ἐπιτήδειον. | |
15 | Προσφερεῖς: ὁμοίας. Προσφυές: προσοικειούμενον. Προσφύς: προσπλακείς. Προσφυῶς: οἰκείως· ἀκολούθως. Προσφορά: ἀντὶ τοῦ πρόσοδος· ὡς Ἀντιφῶν. | |
20 | Πρόσχημα: προκάλυμμα. Προσχίσματα: εἶδος ὑποδήματος· Ἀριστοφάνης. Πρόσχορδα: σύμφωνα. Πρόσχωροι: περίοικοι. Προσχαιρητήρια: ἑορτὴ παρ’ Ἀθηναίοις γραφομένη, | |
25 | ὅτε δοκεῖ ἀπιέναι ἡ κόρη. Πρόσω: ἔμπροσθεν. | |
Προσωιδία: ἡ μετὰ τοῦ ὀργάνου ωἰδή. | ||
pi464 | Προσωπεῖον: πρόσχημα. Προσοκείλαντες: προσορμίσαντες. Προσώχθικε: προσκέκρουκε· προσκέκοφεν· ἀπὸ τοῦ τὰ ἐπινηχόμενα ταῖς ὄχθαις προσκρούεσθαι. | |
5 | Προσώχθισα: βδελύσσομαι· σιαίνομαι. Προτέλεια: ἡ πρὸ τῶν γάμων θυσία· Μένανδρος. Προτέλεια: τὰ προθύματα· ἐκλήθη δὲ οὕτως ἀπὸ μεταφορᾶς τοῦ γάμου· τέλος γὰρ λέγεται ὁ γάμος· καὶ προτέλειος, ἡ πρὸ τῶν γάμων τελουμένη | |
10 | θυσία. Προτέρα καὶ προτεραία: καὶ ὑστέρα καὶ ὑστεραία. Προτήνιον: ἡλικία τίς αἰγός· ἐν Καμειρέων ἱερο‐ ποιίαι, τράγον προτήνιον θύειν νόμος. Προτιμᾶν: τὸ φροντίζειν· καὶ Δημοσθένης ἐν Φι‐ | |
15 | λιππικοῖς καὶ Ἀριστοφάνης. Προτέλεια: Λυκοῦργος ἐν τωῖ περὶ τῆς ἱερείας· τὰ πρὸ τοῦ τελεσθῆναι τι τῶν εἰς ῥόθιον ἀναφερομέ‐ νων γιγνόμενα ἢ διδόμενα. Προτελείαν ἡμέραν ὀνομάζουσιν, ἐν ηἷ εἰς τὴν ἀκρό‐ | |
20 | πολιν τὴν γαμουμένην παρθένον ἄγουσιν οἱ γονεῖς ὡς τὴν θεὸν, καὶ θυσίαν ἐπιτελοῦσιν. Προτεμενίσματα: προπύλαια· ἢ προάστεια. Πρότμησις: ὁ κατὰ τὸν ὀμφαλὸν τόπος. Πρότμηστιν: ὀμφαλόν. | |
25 | Προτομίζεσθαι: προάρχεσθαι. | |
pi465 | Προτομαὶ βασιλικαί: εἰκόνες βασιλικαί· καὶ προτο‐ μαὶ λέοντος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. Προτόνιον: ἱματίδιον, ὃ ἡ ἱερεία ἀμφιέννυται· ἐπιτί‐ θεται δὲ ἀπὸ τῆς ἱερείας τῶ σφάττοντι· προτόνιον | |
5 | δὲ ἐκλήθη, ὅτι πρώτη Πάνδροσος μετὰ τῶν ἀδελφῶν κατεσκεύασε τοῖς ἀνθρώποις τὴν ἐκ τῶν ἐρίων ἐσθῆτα. Πρότριτα: τῆ τρίτη ἐπάνω ἡμέρα· Θουκυδίδης ἐν βʹ· τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς. | |
10 | Προτροπάδην: προθύμως· ἀμεταστρεπτί· ἢ εἰς τούμ‐ προσθεν. Προύνεικον: οὐ τὸν ἀκόλαστον, ἀλλὰ τὸν κομίζοντα τινὰ ἐξ ἀγορᾶς μισθοῦ· καὶ ἐγκεῖται τὸ ἔνεικα. Προύνεικος: δρομαῖος· γοργός. | |
15 | Προῦπτον: φανερόν. Προυνούστερος: ἀντὶ τοῦ προνοητικώτερος· Σοφοκλῆς. Προυνουργέστατον: προτιμότατον. Προύργου: προέργου· συμφέρον· πλέον· Ἰσοκράτης φησίν· ἵνα προύργου τι γένηται, ἀντὶ τοῦ πλέον. | |
20 | Προύχειν: προέχειν. Προυργιαίτερον: τὸ πρὸ τοῦ ἔργου αἱρετώτερον. Προύτυψαν: προήρξαντο. Προύχοντο: προέβαλον· οὕτως καὶ Θουκυδίδης ἐχρή‐ σατο ἐν αʹ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων | |
25 | ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα πρού‐ | |
χονται· ἀντὶ τοῦ προβάλλουσι· προτείνουσιν. | ||
pi466 | Προφερεῖς: οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινό‐ μενοι· Αἰσχίνης ἐν τωῖ κατὰ Τιμάρχου. Προφορούμενοι: Ἀριστοφάνης Ὄρνισιν· ἀντὶ τοῦ δεῦρο κακεῖσε πορευόμενοι· εἰς τὰ ἐναντία· προφο‐ | |
5 | ρεῖσθαι γὰρ λέγεται τὸ παραφθείρειν τὸν στήμονα τοῖς διαζομένοις. Πρόφρων: πρόθυμος· φρόνιμος. Προφυλακὴ τωῖ κυρίωι: εἰς τέσσαρας φυλακὰς διαιρεῖται ἡ νὺξ, ἑκάστην τρεῖς ὥρας ἔχουσαν. | |
10 | Προχάζοις: προβαίνοις. Πρόχνυ: ἐπὶ γόνυ. Προχειροτονία: ἔοικεν Ἀθήνηισι τοιοῦτον γίνεσθαι, ὁπότ’ ἂν τῆς βουλῆς βουλευσάσης, εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη· πρότερον γίνεται χειροτονία ἐν | |
15 | τηῖ ἐκκλησίαι, πότερον δοκεῖ περὶ τῶν προβουλευ‐ θέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβού‐ λευμα. Προχοαί: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν· καὶ ἡ παντὸς ὕδατος ἐκροή. | |
20 | Προχοίδιον: σταμνίσκιον· ὡς εἰ κατάχυσιν. Πρόχους: ξέστης τὸ μέτρον. Προχόωι: τηῖ ἐπιχύσει· καὶ ἀγγείωι τινὶ εἰς τοῦτο ἐπιτηδείωι κωθωνοειδεῖ. Πρόωμαι: παραχωρήσω. | |
25 | Πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεσθαί ἐστι τὸ | |
pi467 | κατ’ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπη‐ λατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα δόξωσι μὴ φανερῶς φεύγειν, κατ’ ὀλίγον ὑπαπιόντες· ἢ ἵνα μὴ τὰ νῶτα | |
5 | τοῖς πολεμίοις δόντες, τιτρώσκωνται. Πρύμνην: κάτωθεν· ἐκ ῥιζῶν. Πρυμνώρειαν: τὸ κάτω μέρος τοῦ ὄρους. Πρύτανις: διοικητής· προστάτης· φύλαξ· βασιλεύς· ἄρχων· ταμίας· ἔξαρχος. | |
10 | Πρυτανεία: πρόσοδος εἰς τὰ δημόσια κατατασσομένη· ἣν οἱ δικασάμενοι τισὶ καὶ ἡττηθέντες κατέβαλον, ὡρισμένην ζημίαν κατατιθέντες ἑκάστοις. Πρυτανείας: ἔστιν ἀριθμὸς ἡμερῶν ἤτοι λϛʹ ἢ λεʹ· καὶ ἑκάστη φυλὴ πρυτανεύει. | |
15 | Πρυτανεία: ἔστι παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων. Πρυτανεύοντα: κυρίως μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα· ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. | |
20 | Πρυτανεία: ἐκτεταμένως μὲν καὶ θηλυκῶς, ἀριθμός τις ἡμερῶν· οὐδετέρως δὲ, σαφῶς μὲν οὐδεὶς εἶπεν τί δηλοῖ· τινὲς δὲ ἀργύριόν τι ἔφασαν εἶναι, ὃ κατε‐ τίθεσαν οἱ δικαζόμενοι· ἐξ ὧν τὸ δικαστικὸν ἐδίδοτο τοῖς ἐξακισχιλίοις· πρυτανεῖαι δὲ, ὁ τῶν | |
25 | ἡμερῶν ἀριθμός· δέκα ἐγίνοντο κατ’ ἐνιαυτὸν, ὅτι καὶ δέκα αἱ φυλαί· ἐνιαυτὸν δὲ οἱ Ἀθηναῖοι τὸν | |
σεληνιακὸν ἦγον· ἐπέβαλεν δὲ ἑκάστη φυλὴ τῶν | ||
pi468 | δέκα· λεʹ ἡμέρας· καὶ ἐπερίττευον ἐκ τοῦ σεληνια‐ κοῦ ἐνιαυτοῦ ἡμέραι τέσσαρες· ἃς ἐπεμέριζον ταῖς πρώταις λαχούσαις πρυτανεύειν τέσσαρσι φυλαῖς· καὶ τῶν μὲν τεσσάρων πρῶτον ἑκάστη εἶχε τὴν | |
5 | πρυτανείαν ἀπαρτιζομένην εἰς λϛʹ ἡμέρας· αἱ δὲ λοιπαὶ ἓξ ἀνὰ λεʹ. Πρυτάνεις: τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ, νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα· ἐπρυτάνευον δὲ ἐκ δια‐ | |
10 | δοχῆς ἀλλήλοις αἱ δέκα φυλαὶ κλήρωι λαχοῦσαι· ὡς Αἰσχίνης ἐν τωῖ κατὰ Κτησιφῶντος. Πρώην: τὴν τρίτην ἡμέραν· λέγουσι δὲ καὶ ἐπὶ τῶν ἐπάνω ἡμερῶν. Πρωθήβης: ἄρτι ἀκμάζων. | |
15 | Πρωΐ: καὶ τὸ πρὸ μεσημβρίας δηλοῖ καὶ τὸ πρὸ τοῦ καιροῦ, καὶ θᾶττον τοῦ δέοντος, ὥσπερ ὀψὲ καὶ τὸ ἑσπέρας καὶ τὸ βραδέως. Πρωϊαίτερον: θᾶττον· ἢ ἀντὶ τοῦ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον. | |
20 | Πρωΐ: ἔτι ὄρθρου βαθέως. Πρώϊα: οὐ πρώϊμα· καὶ δισυλλάβως πρωΐ. Πρωΐαν: οὐ λέγουσι καθ’ ἑαυτὸ, ἀλλ’ ἐν συντάξει, δείλην πρωΐαν, τὸ πρῶτον τῆς δείλης μέρος· καὶ δείλην ὀψίαν, τὸ περὶ ἡλίου δυσμάς. | |
25 | Πρωΐ: ταχέως· πρὸ ὥρας. | |
Πρωκτὸς λουτροῦ περιγίνηι: παροιμία, ὅτ’ ἄν τις μὴ | ||
pi469 | δύνηται ἀπονίψασθαι, ἀλλ’ ἡ κοιλία ἐπιφέρηται· ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο. Πρωτόλειον: ἀπαρχήν. | |
5 | Πρῶνες: ὀρῶν ἐξοχαί· βουνοί. Πρωτόγονος: πρῶτος· νέος. Πρωτόλεια: τὰ ἀπάργματα τῆς λείας, ἃ τοῖς θεοῖς ἀνετίθεσαν· ἢ αἱ τῶν καρπῶν ἀπαρχαὶ, οἷον πρω‐ τολήϊα. | |
10 | Πρῶτον ξύλον: πρῶτον βάθρον· ἢ προεδρία. Πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον· εἰσπρατ‐ τόμενον. Πρωτονέωι: οἱ πρῶτον πλέοντες, ἢ πρῶτον εἴς τινα τόπον καταπεπλευκότες. | |
15 | Πρωτόνεως: καὶ ἀρχένεως· καὶ ἄλλα πολλὰ ὁμοί‐ ως· καὶ περίνεως· Θουκυδίδης αʹ. Πτακίδες: δεσμοί. Πτακείς: δειλός· ὁ ἐπτηκώς. Πτάμενος: διελθών. | |
20 | Πτακωρεῖν: πτήσσειν· δεδοικέναι. Πτεκάδες: δειλοί. Πτέον: διὰ τοῦ ε λέγουσιν, οὐ πτύον. Πτέρνη: οὐ πτέρνα. Πτερνίδες: τὰ πυθμένια τῶν λεκανίων. | |
25 | Πτερνίζει: ἀπατᾶ ἢ λακτίζει. | |
Πτερόεντα: ταχύκουφα. | ||
pi470 | Πτεροφόρους: πτερὰ εἰώθασιν ἔχειν ἐν ταῖς περι‐ κεφαλαίαις οἱ στρατιῶται παρὰ τοὺς λόφους. Πτέρυγας: τὰ πηδάλια· Σοφοκλῆς. Πτερυγίζων: πετόμενος. | |
5 | Πτερυγίζειν: ἀντὶ τοῦ μηδὲν ἀνύειν· ἀπὸ τῶν ἐπι‐ βαλλομένων πέτεσθαι νεοσσῶν· Ἀριστοφάνης Πλούτωι. Πτερύγιον: ἀκρωτήριον. Πτήσσει: πτοεῖται. | |
10 | Πτῆται: πέτεται. Πτίλον: πτερὸν ἁπαλώτερον. Πτίλλος: ὁ μαδαρὸς τοῖς βλεφάροις. Πτισάνη: κεκομμένη κριθὴ καθαρά. Πτίσαι: κόψαι. | |
15 | Πτοίαν: πτόησιν· θόρυβον· τάραχον· συναθροισμόν· πτυρμόν. Πτολίπορθος: ἀνδρεῖος· πόλεις πορθῶν. Πτόλισμα: πόλις. Πτόρθους καὶ κλῶνας: τὰς ἐκφύσεις τῶν δένδρων· | |
20 | οἱ δ’ Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσιν. Πτύγμα: δίπλωμα. Πύκτης: παγκρατιαστής· ἀθλητής. Πυκτίον: βιβλίον. Πτυκτῶ: πτυσσομένω. | |
25 | Πτυόδωρος: ὄνομα κύριον. Πτύσχλοι: ὑποδημάτιόν τι· καὶ κατὰ ἀφαίρεσιν | |
τοῦ ς πτύχλοι. | ||
pi471 | Πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίσεις· καὶ τὰ διάφορα τῆς ἀσπίδος ἐπ’ ἀλλήλοις ἐλάσματα. Πτῶκα: δειλόν· καὶ πτῶκας, δορκάδας ἢ ἐλάφων νεβροὺς ἢ λαγωούς. | |
5 | Πτῶμα: σῶμα. Πτώματα ἐλαιῶν: Λυσίας ἐν τωῖ κατὰ Νικίου λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα κατά τινα τύχην πεπ‐ τωκότα. | |
10 | Πτώξ: λαγωός. Πτώσσοντες: δειλιῶντες. Πτωχός: ἐπαίτης· προσαίτης· παρὰ τὸ πτώσσειν, ὅ ἐστι ταπεινοῦσθαι. Πυανοί: κύαμοι· ἀφ’ ὧν Πυανόψια. | |
15 | Πυανοψία: Λυκοῦργος ἐν τηῖ κατὰ Μενεσαίχμου· καὶ ἡμεῖς Πυανοψίαν ταύτην τὴν ἑορτὴν καλοῦ‐ μεν· οἱ δὲ ἄλλοι Ἕλληνες Πανοψίαν· ὅτι πάντας εἶδον τοὺς καρποὺς τηῖ ὄψει· Πυανεψίωνος δὲ [ὅτι] ἑβδόμηι τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαι φασίν· | |
20 | δεῖν δέ φασι λέγειν Πυανέψια· καὶ τὸν μῆνα Πυαν‐ εψίωνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς, καὶ ἡ εἰρε‐ σιώνη ἄγεται. Πυανοψία: ἑορτὴ Ἀθήνηισιν Ἀπόλλωνος· ὠνομάσ‐ θη δὲ καὶ διὰ τὸ ἑψόμενον ἔτνος τῶν κυάμων· τὸ | |
25 | γὰρ ἔτνος καὶ τὴν ἀθάραν, πύανα καλοῦσιν· ἀφ’ οὗ καὶ μήν ἐστι, Πυανεψίων λεγόμενος. | |
Πυανεψιών: μὴν Ἀθήνηισιν δʹ· ἐν ωἷ καὶ τὰ πύανα | ||
pi472 | ἕψεται εἰς τιμὴν τοῦ Ἀπόλλωνος· πύανα δὲ πάντα τὰ ἀπὸ γῆς ἐδώδιμα ὀσπριώδη· ἃ συνάγοντες ἕψου‐ σιν ἐν χύτραις, ἀθήραν ποιοῦντες. Πύγαργος: ἀετοῦ γένος. | |
5 | Πύγαια: τὰς σπείρας τῶν κιόνων· καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν. Πύγελα: πόλις ἐν τηῖ Ἰωνίαι τὰ Πύγελα· λαβεῖν δὲ τούνομα, ἐπειδὴ τῶν μετὰ Ἀγαμέμνονος τινὲς νοσήσαντες τὰς πυγὰς ἐνταῦθα κατέμειναν. | |
10 | Πυγμή: πάλη· σύγκλεισις δακτύλων· γρόνθος. Πυγοστόλος: μαυλίστρια. Πυγών: τὸ ἀπὸ τοῦ ὠλεκράνου πρὸς τὸν κόνδυλον τοῦ μικροῦ δακτύλου. Πυδαρίζειν: σκιρτᾶν καὶ οἷον μετὰ τάχους σπαράτ‐ | |
15 | τεσθαι. Πυελίς: ὁ σφραγιδοφύλαξ. Πύελος: ὄρυγμα ἐμβατὴ, ἔνθα ἀπολούονται. Πυελίδα: τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον· οὕτως Λυσίας καὶ Ἀριστοφάνης. | |
20 | Πύθια: πανήγυρις· ἑορτὴ Ἑλληνική. Πύθη: ἀντὶ τοῦ ἱστορήσεις· καὶ μάθης· ὅτε δὲ ἀντὶ τοῦ ἀκούειν. Πύθιον: ἱερὸν Ἀπόλλωνος Ἀθήνηισιν ὑπὸ Πεισι‐ στράτου γεγονός· εἰς ὃ τοὺς τρίποδας ἐτίθεσαν οἱ | |
25 | τωῖ κυκλίωι χορωῖ νικήσαντες τὰ Θαργήλια. Πύθιος: ἑορτὴ Ἀθήνηισιν ἀγομένη Ἀπόλλωνι, ἀπὸ | |
τοῦ Πυθῶνος. | ||
pi473 | Πύθια καὶ Δήλια: φασὶ Πολυκράτην τὸν Σάμου τύραννον Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλωι, πέμψαι εἰς θεοῦ χρησόμενον, εἰ τὰ τῆς θυ‐ σίας ἄγει κατὰ τὸν ὡρισμένον χρόνον· τὴν δὲ Πυ‐ | |
5 | θίαν ἀνελεῖν, ταῦτά σοι Πύθια καὶ Δήλια· βου‐ λομένην δηλοῦν ὅτι ἔσχατα· μετ’ ὀλίγον γὰρ χρό‐ νον αὐτὸν ἀπολέσθαι συνέβη· Ἐπίκουρος δὲ ἔν τινι τῶν πρὸς Ἰδομενέα ἐπιστολῶν ταῦτα. Πυθόληπτος: ὑπὸ τοῦ Πυθίου ληφθείς. | |
10 | Πυθόμενος: ἐρωτήσας. Πύθοντο: ἠρώτων· ἤκουον. Πύθου χελιδόνος: παροιμία ἀπό τινος Χελιδόνος θεο‐ λόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου· ὡς Μνασέας ὁ Πατρεὺς ἐν τωῖ περί‐ | |
15 | πλωι· οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζωῖον· οἱ δὲ ὅτι τὸ ἔαρ προσημαίνει. Πυθώδε ὁδός: παροιμία ἐπὶ τῶν τὰ τοιαῦτα πρασ‐ σόντων ὡς πρὸς Διὸς Κόρινθος. Πύθω: σήπω· καὶ τὸ πυθόμενος, σηπόμενος· ἔνθεν | |
20 | καὶ ἡ Πυθία· διὰ τὸ ἐν ἐκείνω τωῖ τόπωι σαπῆναι τὸ τοῦ δράκοντος σῶμα· Λύκος δὲ ὁ Νεαπολίτης καὶ τὸ πῦον ἐντεῦθεν ὀνομασθῆναι φησίν· ἔστι γὰρ σεσηπὸς αἷμα. Πυθῶνος: δαιμονίου μαντικοῦ. | |
25 | Πυκνά: συχνῶς· ἐπιμελῶς. Πυκάζει: καλύπτει· σκεπάζει. | |
Πυκάζεται: σκεπάζεται· κοσμεῖται. | ||
pi474 | Πυκάζουσι: σκιάζουσι· στεφανοῦσιν. Πυκνή: ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο· Κλείδημος δέ φησιν Πύκναν ὀνομασθῆναι, διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι. | |
5 | Πυκνή: ἡ ἐκκλησία τῶν Ἀθηναίων οὕτως λέγεται· παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτηῖ. Πυκασμός: δασύτης. Πυκτεύειν: εἶδος γυμνασίου καὶ παλαίστρας. Πύκτης: παγκρατιαστής· ἀθλητής. | |
10 | Πυλαγόρος: ὁ πεμπόμενος εἰς τὴν Πυλαίαν εἰς τὴν Ἀμφικτυονίαν ῥήτωρ, ὥς τε ἐκεῖ ἀγορεῦσαι· Πυ‐ λαγόρος δὲ παρὰ τὸ ἐν τηῖ Πυλαίαι ἀγορεύειν· Πυ‐ λαία δὲ τὸ Ἀμφικτυονικὸν συνέδριον· ἦσαν δὲ Πυ‐ λαγόροι τρεῖς. | |
15 | Πυλαιστάτους: τοὺς μηδὲν ὑγιὲς μήτε λέγοντας, μήτε πράσσοντας· διὰ τὸ παραγίνεσθαι τοιούτους τινὰς ἀνθρώπους εἰς τὸν προειρημένον τόπον. Πύλαι· καὶ Πυλαία· καὶ Πυλαγόρας: Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι· ἐκλήθησαν δὲ οὕτως, | |
20 | διὰ τὸ στενὴν εἶναι ταύτην εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις· Πυλαία δὲ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· ἐπέμ‐ ποντο δὲ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμ‐ φικτυονίας τινὲς, οἵπερ ἐκαλοῦντο Πυλαγόροι. | |
25 | Πυλάρτης: δούλου ὄνομα. | |
Πυλάρτου: τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος. | ||
pi475 | Πυλωρεῖ: φυλάσσει. Πύνδαξ: πυθμήν. Πυνθάνεσθαι: μανθάνειν· διδάσκεσθαι· ἱστορεῖν· ἐρω‐ τᾶν· ἢ ἕτερόν τι σημαίνει παραπλήσιον μὲν τοῦ | |
5 | ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφθορὰ μάλιστα παρὰ τοῖς διαλεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. Πύξ: γρόνθον. Πῦον: τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν· τὸ μετα‐ | |
10 | βεβληκὸς αἷμα· αὐτὸ τὸ γάλα· τὸ γαλακτῶδες ὑγρόν· γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθὲν ἔνιοι. Πῦον: τὸ πυρίεφθον· τινὲς δὲ πᾶν γάλα νέον· ἢ ὃ ἂν μετὰ γάλακτος ἑψηθῆ χθεσινοῦ. | |
15 | Πύππαξ: ἐπίφθεγμα σχετλιασμοῦ· ὡς πένθους ἀμε‐ τάφραστον· ὡς τὸ τρισαιδέκατον. Πυρά: καύματα. Πυράγρα ***** Πυράγρη: καρκίνω· παγούρω. | |
20 | Πυραί: πυρκαϊαί. Πυρακτῶν: ἐμπυρσεύων· σφοδρῶς καίων. Πυραμειδής: πυροειδής. Πύραυνος: ὁ τὸ πῦρ ἐναυόμενος. | |
Πυργηρούμεθα: ἐντὸς ἐσμὲν τῶν πύργων. | ||
pi476 | Πυργοῦται: ὑψοῦται. Πυργηδόν: στοιχηδόν· κατὰ τάξιν. Πυργηρούμενοι: τὰ τείχη φυλάττοντες. Πυργοβάρεις: προμαχῶνες· οἱ ὀχυρώτεροι τῶν πύρ‐ | |
5 | γων. Πύργοι: τάξεις. Πύρδανα: τὰ λείψανα. Πυριάτη: θηλυκῶς τὸ πυρίεφθον· οὐχὶ πυρίατος, οὐδὲ πυριατὴ ὀξυτόνως· οὐδὲ πυρίεφθος. | |
10 | Πυριλαμπής: ὄνομα κύριον. Πυριλάμπη: πτηνόν τι μικρὸν, ὃ ἐν τωῖ σκότω λάμ‐ πει· καλεῖται δὲ ὑπὸ ἐνίων λαμπυρίς. Πυριλαμπίς: τὸ ζωῖον καλεῖται ὑπὸ τῶν Ἀττικῶν, οὐ λαμπυρίς. | |
15 | Πῦρ ἐπὶ πυρί: παροιμία ἧς μέμνηται καὶ Πλάτων· κακὸν ἐπὶ κακωῖ. Πυρεῖον: θυμιατήριον. Πυριρραγής: σαθρός· ἄχρηστος· ἀπὸ τοῦ ἐν ταῖς καμίνοις διαρησσομένου κεράμου. | |
20 | Πυροὶ ἐπικάλαμοι: οἱ μήπω θερισθέντες· ἢ οἱ ἐπὶ τῆς ἅλω· οἱ μήπω ἀπηλοημένοι· ἀλλ’ ἐν τοῖς δράγ‐ μασιν ὄντες· ἢ πυροὶ ἐπικάλαμοι λέγονται οἱ ἐπὶ τῆς αὐτῆς γῆς, ἥτις οὐκ ἔσχεν ἀνάπαυμα, ἐπι‐ σπαρέντες· τουτέστιν, ὅτ’ ἂν σῖτος ἐπὶ σίτωι χωρὶς | |
25 | διαλείμματος ἐπισπαρηῖ. Πύρρα: μία πόλις τῶν ἐν Λέσβωι. | |
Πυρραῖς γένυσι: ξανθαῖς θριξίν. | ||
pi477 | Πυρόεσσαν: ἐπίπνουν· πῦρ πνέουσαν. Πυρὸς μένος: πῦρ περιφραστικῶς. Πυρπαλάμην: ὁ ταχέως τι ἐπινοῶν καὶ παλαμώμενος ἴσα πυρί. | |
5 | Πυρπολεῖται: καίεται· ἐμπυρίζεται. Πυρρίχαις: ταῖς ἐνόπλοις ὀρχήσεσιν. Πυρσεύει: πῦρ ἐξάπτει. Πυρσεύσασαν: φλέξασαν. Πυρσοί: λαμπάδες· πυρκαϊαί· λαμπτῆρες· φρυκτω‐ | |
10 | ρίαι. Πυρσοκόρσου λέοντος: Αἰσχύλος ἐν Κάρυξι Σατύροις. Πυρσολόφους: τοὺς ἐκ παροπτηθεισῶν βυρσῶν ἱμάν‐ τας τεμνομένους· Ἀντίμαχος. Πυροφόρος: σιτοφόρος. | |
15 | Πυρφόρος: πῦρ φέρων· πυρφόρους δὲ ἔλεγον τοὺς ἱερέας, τοὺς ἐπιβώμιον πῦρ ἀνάπτοντας· ἐν τοῖς οὖν πολεμίοις εἰώθασι τῶν ἱερέων οἱ νενικηκότες φεί‐ δεσθαι· ἐπὶ δὲ τῶν παντελῶς ἡττηθέντων καὶ συμ‐ πατηθέντων ἐν τῶ πολέμωι, εἰώθασιν ὑπερβοληῖ | |
20 | χρώμενοι οὕτως λέγειν, ὅτι οὕτως ἀπώλοντο, ὥστε οὐδὲ πυρφόρος, ταυτὸν δὲ εἰπεῖν ἱερεὺς, ὑπελείφθη τωῖ στρατωῖ. Πυρῶν: φλέγων καὶ καίων. Πύσμα: ἐρώτημα. | |
25 | Πύστεις: ἐρωτήσεις. Πυστιᾶσθαι: πυνθάνεσθαι. Πύτυλος: ἡ συστροφὴ τῶν χειρῶν· ὅτ’ ἂν πυκνῶς | |
ἐπιφέρηται. | ||
pi478 | Πύτυλος: ἡ συνεχὴς τῶν πυκτῶν κροῦσις. Πυτίνη: πλεκτὴ λάγυνος· Ἀριστοφάνης. Πώγωνα πυρός: τὴν ἀναφορὰν τοῦ πυρός· Εὐριπίδης Φρίξω. | |
5 | Πωληταί: οὗτοι τῶν ὀφειλόντων τωῖ δημοσίωι κατὰ προθεσμίαν καὶ μὴ ἀποδιδόντων ἐπίπρασκον τὰς οὐσίας· ὑπέκειντο δὲ τοῖς πωληταῖς καὶ ὅσοι τὸ διαγραφὲν ἀργύριον ἐν πολέμωι μὴ εἰσέφερον· ἔτι δὲ καὶ οἱ ξενίας ἁλόντες, καὶ ὁ μέτοικος προστά‐ | |
10 | την οὐκ ἔχων· καὶ ὁ ἀποστασίου γραφείς· τούτων γὰρ τὰς οὐσίας πωλοῦντες, παρεκατέβαλον εἰς τὸ δημόσιον. Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τις ἐστὶν Ἀθήνηισιν· δέκα τὸν ἀριθμὸν ἄνδρες, εἷς | |
15 | ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκό‐ μενα ὑπὸ τῆς πόλεως πάντα, τὰ τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· πωλητήριον δὲ καλεῖται ὁ τόπος, ἔνθα συνεδρεύουσιν οἱ πωληταί. Πωλητήριον: τὸ πρατήριον· οὕτως Ὑπερίδης. | |
20 | Πωλοδάμνης: πωλοδαμαστής. Πωλοῦσιν: Δημοσθένης ἐν τωῖ κατὰ Νεαίρας· ἢ ἐν τηῖ ἀγοραῖ πωλοῦσιν τί ἀποπεφασμένως· Δίδυμος φησὶν ἀντὶ τοῦ πορνεύουσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὸν τοῖς βουλομένοις· ὅθεν καὶ τὸ πορ‐ | |
25 | νεύειν, ὅπέρ ἐστι περνάναι· ἐγὼ δέ φημι, ὅτι | |
κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν | ||
pi479 | νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται, ἢ ἐν τηῖ ἀγοραῖ πωλοῦσι τί ἀποπεφασμένως. Πῶλοι καὶ ἐπὶ βοῶν: Ἀλκαῖος ἐν Ἱερῶ γάμωι· | |
5 | Ἀνδράποδα πέντε, πωλικὸν ζεῦγος βοῶν. Πῶμα: τὸ πότον οὕτως λέγουσιν. Πώμαλα: ἀντὶ τοῦ ποθέν· οἷον οὐδαμῶς· ἔστι δὲ τὸ μὲν πω Δώριον· τιθέμενον ἀντὶ τοῦ ποθέν· τὸ δὲ μάλα ἢ παρέλκει, ἢ ἐν πω τοις ἐστὶ λεγόμενον. | |
10 | Πώμαλα: οἴνου μάλα. Πώρινον: λίθον. Πωτᾶσθαι: πετᾶσθαι. Πωλάς: ἀντὶ τοῦ πράσεις· Ὑπερίδης· ἔστι τὸ ὄνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις. | |
15t | Τέλος τοῦ π στοιχείου. | |
rho479(16t) | Ἀρχὴ σὺν Θεωῖ τοῦ ρ. | |
17 | Ῥαβάττειν: σοβεῖν καὶ τρέχειν καὶ συντόνως πο‐ δοκτυπεῖν. Ῥαβάττειν: ἄνω κάτω ἀντιβαδίζειν. | |
20 | Ῥάγα: ῥῶγα. | |
rho480 | Ῥαγδαῖον: ἄθρουν καὶ πολὺ, ἀπὸ τοῦ καταράσσειν· καὶ μεταφορικῶς, ἄνθρωπον ῥαγδαῖον, τὸν πολὺν καὶ ἄθρουν· καὶ ὀξὺς ἄνεμος καὶ πολὺς, ῥαγδαῖος. Ῥάδα: τὰ ῥόδα· ὅθεν καὶ ῥαδινή / | |
5 | Ῥάδια: ὑπόδημα ποιόν. Ῥαδιουργός: οὐχ ὁ γράμματα παραποιῶν, ἀλλ’ ὁ κακοῦργος ἁπλῶς· καὶ ῥαδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία καὶ εὐκαιρία καὶ θρασύτης· Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τηῖ λέξει. | |
10 | Ῥαθαίνεται: ἀντὶ τοῦ σπείρεται. Ῥαθαπυγίζειν: τὸ πλατεῖ τωῖ ποδὶ εἰς τὰ ἰσχία ῥαπίζειν. Ῥαθασσόμενοι: ῥαινόμενοι. Ῥαιβόν: σκαμβόν· καμπύλον. | |
15 | Ῥαικούς: οἱ βάρβαροι τοὺς Ἕλληνας· Σοφοκλῆς τηῖ λέξει κέχρηται. Ῥαίοιτο: φθείροιτο. Ῥά: ἀντὶ τοῦ δή· οὕτως Πλάτων. Ῥαγδαῖος: ταχὺς ἢ σφοδρός. | |
20 | Ῥαγδαίους: κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων· τοὺς κεκινημένους καὶ σφοδροὺς καὶ βιαίους· Ἀντιφάνης Ἀγροίκοις· Ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς· Δίφιλος Πολυπράγμονι· Τί ποτ’ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν· ἔστι καὶ ἐν πρυτάνεσι Τη‐ | |
25 | λεκλείδου τὸ ὄνομα, καὶ ἐν Δαιταλεῦσιν Ἀριστο‐ | |
φάνους. | ||
rho481 | Ῥαδαμάνθυος ὅρκος: ὁ κατὰ χηνὸς ἢ κυνός· ἢ πλα‐ τάνου ἢ κριοῦ ἢ τινὸς ἄλλου τοιούτου· Οἷς ἦν μέ‐ γιστος ὅρκος ἅπαντι λόγωι κύων· Ἔπειτα χήν· θεοὺς δὲ σιγᾶν· Κρατῖνος Χείροσι· τοιοῦτοι δὲ καὶ | |
5 | οἱ Σωκράτους ὅρκοι. Ῥάδαμνος: βλαστὸς τρυφερὸς ἢ κλάδος. Ῥάδιον: εὐχερές. Ῥαδιουργός: πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς· καὶ ῥαδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, | |
10 | καὶ θρασύτης· Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρή‐ σατο τηῖ λέξει. Ῥαιδίως: εὐχερῶς· ταχέως. Ῥάζειν καὶ ῥύζειν: τὸ ὑλακτεῖν· Ἕρμιππος Εὐρώπηι· Ῥυζῶν ἅπαντας ἀπέδομαι τοὺς δακτύλους· ἀπὸ | |
15 | τούτου δὲ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦν‐ τας μετηνέχθη· Κρατῖνος Δηλιάσιν· Ἵνα σιωπηῖ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον· καὶ ἑξῆς· Ἔρραζε πρὸς τὴν γῆν· ὁ δ’ ἐσκάριζε καπέπαρδε. Ῥαθάμιγγες: ῥανίδες· ἢ ὁ ἀπὸ τῶν ἵππων κονιορτός· | |
20 | οἱ δὲ σταγόνας. Ῥαθυμία: ἀμέλεια. Ῥαΐσας: ὑγιάνας. Ῥαΐσας: ἀντὶ τοῦ ῥαῖον ἔχων ἐκ τῆς νόσου. Ῥαθυμεῖν: οὐχ ὡς ἡμεῖς φαμὲν, τὸ τοῖς Ἀφροδισίοις | |
25 | σχολάζειν· ἀλλ’ ἁπλῶς τὸ ἀργεῖν καὶ τρυφᾶν, | |
παρὰ τὸ τὰ ῥᾶστα τωῖ θυμωῖ διδόναι. | ||
rho482 | Ῥακχίζειν: τὸ διαιρεῖν τὰ μέρη τῆς ῥάχεως, ἤτοι διακόπτειν, ὡς φησὶ παρ’ Εὐριπίδηι. Ῥακετρίζειν: τὸ εἰς τὴν ῥάχιν παίειν· οὕτως Πλάτων. Ῥάκιον καὶ ῥάκος: ἄμφω λέγουσιν. | |
5 | Ῥακίδαι: δῆμος Ἀκαμαντίδος. Ῥάκτρια: ῥαιδία· μικρά· τοὺς καρποὺς ἀπαράσ‐ σουσα. Ῥάμνος: φυτὸν ὃ ἐν τοῖς χουσὶν ὡς ἀλεξιφάρμακον ἐμασῶντο ἕωθεν· καὶ πίττηι ἐχρίοντο τὰ σώματα· | |
10 | ἀμίαντος γὰρ αὕτη· διὸ καὶ ἐν ταῖς γενέσεσι τῶν παιδίων χρίουσι τὰς οἰκίας εἰς ἀπέλασιν τῶν δαιμόνων. Ῥαμνουσία Νέμεσις: αὕτη πρῶτον ἀφίδρυτο ἐν Ἀφρο‐ δίτης σχήματι· διὸ καὶ κλάδον εἶχε μηλέας· ἱδρύ‐ | |
15 | σατο δὲ αὐτὴν Ἐρεχθεὺς μητέρα ἑαυτοῦ οὖσαν· ὀνομαζομένην δὲ Νέμεσιν καὶ βασιλεύσασαν ἐν τωῖ τόπωι· τὸ δὲ ἄγαλμα Φειδίας ἐποίησεν· οὗ τὴν ἐπιγραφὴν ἐχαρίσατο Ἀγορακρίτωι τωῖ Παρίωι ἐρωμένωι· ὃς καὶ Ὀλυμπίασι τωῖ δακτύλωι τοῦ | |
20 | Διὸς ἐπέγραψε, Παντάρκης καλός· ἦν δὲ οὗτος Ἀργεῖος, ἐρώμενος αὐτοῦ. Ῥάμφος: ῥύγχος ὄρνιθος. | |
Ῥαντόν: ποικίλον. | ||
rho483 | Ῥαμφάξει: ῥυγχωθήσει. Ῥάξ: θηλυκῶς ἡ ῥάξ· ὁ δὲ ῥὼξ, καὶ βαρβαρισμὸς καὶ σολοικισμός. Ῥάξαι: ἀντὶ τοῦ καταβαλεῖν· οὕτως Ἀπολλόδω‐ | |
5 | ρος. Ῥάξας: τὸ δὲ ῥήξας οὐκ Ἀττικόν· καὶ παρὰ τοῖς δικανικοῖς ἐστὶν ἡ χρῆσις. Ῥᾶον: εὐχερές· εὔκολον. Ῥαπίσαι: πατάξαι τὴν γνάθον ἁπληῖ τηῖ χειρὶ, ὃ | |
10 | λέγουσι καὶ ἐπὶ κόρρης. Ῥαπίς: ῥάβδος. Ῥάρ: Τριπτολέμου πατήρ. Ῥάρον: ἰσχυρόν. Ῥᾶστα: ῥαιδίως· εὐχερῶς. | |
15 | Ῥαστώνη: ἀνάπαυσις· τέρψις· τρυφή· εὐκολία· ῥα‐ θυμία· ἡδυπάθεια· χαυνότης· ἀργία· εἴρηται καὶ ῥαστωνεύειν ἐν τωῖ ληʹ Δίωνος Ῥωμαϊκῶν. Ῥάφανον: τὴν ῥαφανίδα· Ἐπίχαρμος. Ῥάφανος: κράμβη· ῥαφανὶς δὲ, ἣν ἡμεῖς ῥάφανον. | |
20 | Ῥάττει: ἐπιφώνημα χαιρόντων καὶ ὑπορχουμένων. Ῥᾶον ἄν τις τοὺς ὀδόντας ἠρίθμησεν, ἢ τοὺς δακτύ‐ λους. Ῥαχάδας: τὰ δενδρώδη χωρία. Ῥάχετον: τὸ ὄπισθεν τοῦ τραχήλου, ἀφ’ οὗ ἡ ἀρχὴ | |
25 | τῆς ῥάχεως· Δίδυμος δὲ πλευρόν. Ῥαχθέντος: ῥαγέντος. | |
Ῥαχίαν: οἱ Ἀττικοὶ τὴν ἀκτήν· καὶ τὸν τόπον αὐ‐ | ||
rho484 | τὸν, ωἷ προσαράττει τὸ κῦμα· καὶ Θουκυδίδης οὕ‐ τως· οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρη‐ σιν τῆς θαλάττης. Ῥαχίζειν: τὸ ἀλαζονεύεσθαι· καὶ ῥαχιστὴς, ὁ ἀλα‐ | |
5 | ζών· Θεόπομπος Παμφίληι· Τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν. Ῥαχίζων: διακόπτων· καὶ τοὺς κακούργους ῥαχισ‐ τάς. Ῥάχιν: ὀσφῦν· ἢ τὸ νωτιαῖον μέρος· ὁ κανθὸς τοῦ | |
10 | νώτου. Ῥαχιστής: ὁ διατέμνων. Ῥάχοι: αἱ μυρικίναι ῥάβδοι. Ῥάχοισιν ὀρχάδος στέγης: Σοφοκλῆς δὲ τοὺς φραγ‐ μοὺς τῆς ποίμνης. | |
15 | Ῥάχους: τὰς ἀκανθώδεις καὶ τραχείας ῥάβδους λέ‐ γουσιν. Ῥαψωιδοί: τὸ δ’ ἔμπροσθεν ἀρνωδοὶ ἐκαλοῦντο, ἐπά‐ θλου αὐτοῖς ὄντος ἀρνός. Ῥαψωιδὸς κύων: ἡ Σφίγξ· οὕτως Σοφοκλῆς. | |
20 | Ῥάψαι: συνθεῖναι. Ῥαψώδημα: ψεῦσμα. Ῥαψωιδία: φλυαρία· λόγων συναφή· ἀδολεσχία. Ῥαψωιδοί: οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγ‐ γέλλοντες· οἳ ἐκλήθησαν οὕτως, ἐπεὶ ῥάβδους ἔχον‐ | |
25 | τες ἀπήγγελλον· ῥαψωιδῆσαι δέ ἐστι τὸ φλυαρῆ‐ σαι· ἢ τὸ ἁπλῶς λαβεῖν καὶ ἀπαγγεῖλαι, χωρὶς | |
ἔργου τινός. | ||
rho485 | Ῥάων: εὐθυμότερος· καὶ ἀπήμων. Ῥέας πόντος: ὁ Βόσπορος· ἢ ὅτι καὶ Ἀδρίας καλεῖ‐ ται ἀπὸ τοῦ εἰσβάλλοντος ποταμοῦ Ἀδρίου. Ῥεδίων: ἁρμάτων. | |
5 | Ῥέζει: θυσιάζει· ποιεῖ· ἱερεύει· παρασκευάζει. Ῥέθος: πρόσωπον· ἐρύθημα· μέλος· σπλάγχνον. Ῥεῖα: ῥαδίως· εὐμαρῶς· ἰσχυρῶς. Ῥεῖα ζώοντες: ἀπόνως καὶ ἀμόχθως. Ῥειπαι: ὄρη Σκυθικὰ, ὅθεν ὁ Βορρᾶς πνεῖ. | |
10 | Ῥειτά: ἐν Ἐλευσῖνι δύο ναμάτια φερόμενα ἐκ μιᾶς πηγῆς καλούμενα ῥειτά· οὕτως Σοφοκλῆς. Ῥειτῶν τόπος: ἱερῶν ῥευμάτων. Ῥέκος: ζῶμα· ζώνη. Ῥελατρεία: ἀναφορά. | |
15 | Ῥέμει: πειρᾶ· ὀδυνᾶ· σήπει. Ῥέξαι: ποιῆσαι· πράξαι· Ἀθηναῖοι δὲ θῦσαι· παρ’ Ἐπιχάρμω τὸ βλάψαι. Ῥέπει: κλίνει. Ῥερυθμῶσθαι: ἐσχηματίσθαι· συγκεκρίσθαι. | |
20 | Ῥεῦμον: βρέφος νεογνόν. Ῥηγίνους: τοὺς δειλούς· Ξέναρχος γὰρ, ὁ Σώφρονος τοῦ Μιμογράφου υἱὸς, ἐκωμώδει τοὺς Ῥηγίνους ὡς δειλοὺς, ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. Ῥηγίνου δειλότερος: / | |
25 | Ῥῆγμα: ἡ κατὰ μῆκος τοῦ τραύματος οὐλή. | |
Ῥηγμῖνι: αἰγιαλωῖ. | ||
rho486 | Ῥήγνυται: διαιρεῖται καὶ διακόπτεται. Ῥῆμα: οὐ μόνον ἐπὶ μιᾶς λέξεως λέγουσιν, ἀλλὰ καὶ ἐπὶ πλειόνων. Ῥήναια: νῆσος πλησίον Δήλου. | |
5 | Ῥῆνες: πρόβατα. Ῥηξήνορες: ἀνδρεῖοι. Ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. Ῥήσεις: λόγοι. Ῥῆσις μακρά: διεξοδικὸς λόγος μακρός. | |
10 | Ῥῆσις: δημηγορία καὶ συμβουλή· καὶ ὅλος ὁ τοῦ ῥήτορος λόγος· οὕτως Ἀριστοφάνης. Ῥησείδιον: λεξείδιον. Ῥησικοπεῖν: δημηγορεῖν. Ῥήσεις καλεῖται τὰ ὑπὸ τῶν εἰσαγομένων προσώ‐ | |
15 | πων λεγόμενα· ἀναμέσον δὲ τούτων τὰ ὑπὸ τοῦ ποιητοῦ· οἷον, Τὸν δ’ ἀπαμειβόμενος. Ῥῆσις: τὸ ψήφισμα· οὕτως Κράτης. Ῥησίαρχος, ὃς ἐρέσει τὰ θέσφατα: παρ’ Ἐπιχάρ‐ μωι· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρηται· ἢ ὡς Ἀσκλη‐ | |
20 | πιάδης ἐν ϛʹ τραγωιδουμένων, ἄριστον αὐτὸν γεγο‐ νέναι ἀλήθειαν εἰπεῖν· ἐγένετο δὲ καὶ ἕτερος. Ῥησκόμενον: ἀντὶ τοῦ λεγόμενον. Ῥητόν: φανερόν. | |
Ῥήτορα: καὶ τὴν γυναῖκα· Ἀριστοφάνης. | ||
rho487 | Ῥητορικὴ γραφή: ἔοικε ῥητορικὴ γραφὴ καλεῖσθαι, ἡ κατὰ ῥήτορος γράψαντος (ἢ) εἰπόντος ἢ πράξαν‐ τος παράνομον· ὥσπερ λέγεται πρυτανικὴ, ἡ κατὰ πρυτανέως· καὶ ἐπιστατικὴ, ἡ κατ’ ἐπιστάτου· | |
5 | ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαὶ τινὲς καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ τῶν ῥητό‐ ρων γραφαὶ εἰσάγονται. Ῥητορικὴ γραφή· ἣν ἠγωνίζοντο οἱ ῥήτορες· οὐ γὰρ πάσας ἠγωνίζοντο τὰς δίκας τῶν παλαιῶν οἱ ῥήτο‐ | |
10 | ρες, ἀλλ’ ἐνίας· ἄλλοι δὲ ῥητορικὴν γραφὴν εἶναι λέγουσι τὴν κατὰ ῥήτορος γινομένην, γράψαντος τί, ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέ‐ γεται πρυτανικὴ γραφὴ, καὶ ἡ κατὰ πρυτανέως, καὶ ἐπιστατικὴ, ἡ κατ’ ἐπιστάτου. | |
15 | Ῥήτορες: οὐχ οἱ συνήγοροι, ἀλλ’ οἱ τὴν ἰδίαν γνώ‐ μην λέγοντες· καὶ τὸ παρ’ Ὁμήρωι οὕτως ὑπο‐ λαμβάνει. Ῥῆτρα: συνθῆκαι· λόγοι· ὁμολογίαι· Ταραντῖνοι δὲ νόμους· καὶ οἷον ψηφίσματα· παρὰ Λακεδαιμο‐ | |
20 | νίοις ῥήτρα Λυκούργου νόμος, ὡς ἐκ χρησμοῦ τιθέ‐ μενος· οἱ δὲ ῥήτρας ὁμολογίας· οἱ δὲ συγγράμ‐ ματα· καὶ ῥητροφύλακας τοὺς συγγραμματο‐ φύλακας. Ῥήτρας: συνθήκας. | |
25 | Ῥήτωρ: τὸ παλαιὸν ἐκαλεῖτο ὁ δήμωι συμβουλεύων· καὶ ὁ ἐν δήμωι ἀγορεύων· εἴτε ἱκανὸς εἴη λέγειν, εἴτε | |
καὶ ἀδύνατος· εἴτε καὶ ἀπὸ τοῦ βελτίστου καὶ δι‐ | ||
rho488 | καιοτάτου συμβουλεύων, εἴτε ἐπὶ οἰκείοις λήμμα‐ σιν· καὶ ὁ Δημοσθένης τοῦτον καλεῖ ῥήτορα, ἐπειδ’ ἂν λέγηι· ῥήτωρ, ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τού‐ τωι· καὶ ἑτέρωθι· ἐγὼ δὲ εἰ μὲν ὡς συμβουλεύων | |
5 | ὑμῖν ὅτι ἂν συμφέρειν ἡγῆται, ῥήτωρ ἐστὶν, οὔτε ἀρνοῦμαι, οὔτε φύγοιμι ἂν τούνομα τοῦτο· εἰ δὲ, οἵους ἐγὼ καὶ ὑμεῖς δὲ ὁρᾶτε, ἀπαιδεύτους καὶ ἀφ’ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ· καὶ πολλοῖς ψηφίσμασι παραγέγραπται Ῥητορικὴ ἐκ | |
10 | βουλῆς, (εἰ) εἰσφέρει τις γνώμην, ἀλλὰ μὴ αὐτὸς ἰδίαν τύχην ἡγούμενος. Ῥήτωρ: συνήγορος· δικολόγος· καὶ ὁ τὴν ἰδίαν ἀπο‐ φαίνων γνώμην κριτὴς, παρὰ Σοφοκλεῖ. Ῥηχιάδαι ἢ Ῥηχάδαι: οἱ τοὺς καταδίκους εἰς τὰς | |
15 | ῥαχίας βάλλοντες. Ῥία: ἀκρωτήρια· ὄρθια· καὶ τὰ εἰς θάλασσαν ἐγ‐ κείμενα. Ῥιγοῖ: ψύχει· συνέχεται ἀπὸ κρύους. Ῥιζοτόμοι: φαρμακεῖς· βοτανικοί. | |
20 | Ῥικνά: ἐρυτιδωμένα· ἀσθενῆ. Ῥικνόν: καμπύλον. Ῥικνός: ὁ πεφρικὼς, παρὰ Σοφοκλεῖ. Ῥινᾶν: ἐξαπατᾶν: οὕτως Μένανδρος. Ῥινόν: βύρσαν· δέρμα. | |
25 | Ῥίνων: ὄνομα κύριον. | |
rho489 | Ῥικνοῦσθαι: τὸ διέλκεσθαι καὶ παντοδαπῶς διαστρέ‐ φεσθαι κατ’ εἶδος· λέγεται δὲ καὶ ῥιγνοῦσθαι, τὸ καμπύλον γίγνεσθαι ἀσχημόνως, καὶ κατὰ συνου‐ σίαν καὶ ὄρχησιν κάμπτοντα τὴν ὀσφῦν· Σοφοκλῆς | |
5 | Ἰχνευταῖς. Ῥίπας: ἀνέμου συστροφή. Ῥιπῆς: ὁρμῆς· φορᾶς· βολῆς. Ῥιπίζεται: παρακαίεται. Ῥίψασπις: δειλός. | |
10 | Ῥινώμενος: μυκτηριζόμενος. Ῥίσκος: ὁ τὰ ἀργυρώματα ἔχων καὶ τὸ πρόχειρον ἀργύριον. Ῥιψάδ’ ἀγείρων / Ῥοάς: ῥεύματα. | |
15 | Ῥόδια: μύρα. Ῥοδιακὸν καὶ Ῥοδιάς: εἶδος ἐκπώματος· οὕτως Δί‐ φιλος. Ῥοδογούνη: γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δα‐ ρείου μήτηρ. | |
20 | Ῥοδίων χρησμός: Ῥόδιοι τηῖ Λινδίαι Ἀθηναῖ θύοντες καθ’ ἑκάστην ἡμέραν διετέλουν (ἐν) τωῖ ναωῖ εὐ‐ ωχούμενοι· οὐκ ἦν δὲ αὐτοῖς ἔθος ἀμίδα εἰσφέρειν **** ἀμίδα· συγκαταινέσαντος δὲ, πάλιν ἀνε‐ πυνθάνοντο, χαλκῆν ἢ ὀστρακίνην· ὁ δὲ ὀργισθεὶς | |
25 | ἀπεφήνατο, μηδετέραν· διὸ τὴν παροιμίαν τάσ‐ | |
σεσθαι ἐπὶ τῶν περιεργότερον πυνθανομένων. | ||
rho490 | Ῥοδώπιδος ἀνάθημα: ἐν Δελφοῖς ὀβελίσκοι πολλοί· Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτωι πυραμίδα, Ἡροδότου ἐλέγχοντος τὴν δόξαν· ἦν δὲ Θρᾶσσα τὸ γένος· ἐδούλευσε δὲ σὺν Αἰσώπω | |
5 | Ἰάδμονι Μιτυληναίωι· ἐλυτρώσατο δὲ αὐτὴν Χαράξας ὁ Σαπφοῦς ἀδελφός· ἡ δὲ Σαπφὼ Δω‐ ρίχαν αὐτὴν καλεῖ. Ῥόζειν: κυρίως μὲν ἐπὶ τῶν κυνῶν· μεταφορικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων. | |
10 | Ῥοθεῖ: ὁρμεῖ. Ῥόθιον: ἡ εἰρεσία· καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐ‐ τόνως. Ῥοδωνιά: ἔστι μὲν ὁ τῶν ῥόδων λειμών· ἄλλοι δὲ καὶ τὴν ῥοδοδάφνην οὕτω φασὶ καλεῖσθαι· ἕτεροι | |
15 | δὲ εἶδος ἀμπέλου φερούσης σταφυλὴν παραπλησίαν τωῖ ῥόδωι κατὰ τὸ χρῶμα. Ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅτ’ ἂν σφοδρῶς ἐλαύνωσιν. Ῥόθιον: τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα· σημαίνει καὶ | |
20 | τὴν εἰρεσίαν· καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτόνως· Ἀριστοφάνης Βαβυλωνίοις· —κατάγου ῥοθιάζων, φησίν· καὶ πάλιν· Ναῦς ὅτ’ ἂν ἐκ πιτύλων ῥοθιάζηι σώφρονι κόσμωι. Ῥόθωι: ὁρμηῖ. | |
25 | Ῥοιάς: Ἴωνες· ἄνευ δὲ τοῦ ι ῥοάς· οὕτως Ἐπίλυκος. | |
rho491 | Ῥοιβδεῖ: ἀναρροφεῖ· ἀναρριπτεῖ. Ῥοίβδειν: ὡς ἐπὶ ῥεύματος· σφοδρῶς· φοβερῶς. Ῥοίδια: ῥοάς. Ῥοιζηδόν: σφοδρῶς μετ’ ἤχου ἀπειλητικόν. | |
5 | Ῥοῖζος: ῥύμη· ἦχος. Ῥοῖζος: παρ’ Ὁμήρωι θηλυκῶς· Πολληῖ δὲ ῥοίζωι πρὸς ὄρος τρέπε. Ῥομβεῖν: σφενδονᾶν. Ῥόμβον: κίνησιν· ἢ κύλινδρον. | |
10 | Ῥόμβος: ὃ ἔχουσιν οἱ ἐπιθειάζοντες ὡς τύμπανον· οὕτως Εὔπολις. Ῥοδωνιά: ἡ τῶν ῥόδων φυτεία· ἰωνιὰ, ἡ τῶν ἴων. Ῥοδοδάκτυλος: ῥοδόχρους. Ῥομφαία: τὸ μακρὸν ἀκόντιον ἢ μάχαιρα. | |
15 | Ῥοπαλίζει: κινεῖ, στρέφει ὡς ῥόπαλον. Ῥοπή: κλίσις. Ῥόπτρον: Λυσίας κατὰ Ἀνδοκίδου ἀσεβείας· ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ· νῦν τὸν τῆς θύρας κρίκον λέγει. | |
20 | Ῥόπτρον: ῥόπαλον· ἢ παγίς· ἢ τιμωρία. Ῥοῦν: τὸ ἥδυσμα· Σόλων. Ῥοφήσομαι: ἀντὶ τοῦ ῥοφήσω λέγουσιν. Ῥοώδης: ῥεῦμα ἔχων. Ῥυάχετον: θόρυβον. | |
25 | Ῥυάχετον: τὸν ῥέοντα ὀχετόν. Ῥοίβδην: δαψιλῶς. Ῥυγχάσαι: τὸ μυκτηρίσαι. | |
Ῥύγχος: τὸ πρόσωπον· Κρατῖνος καὶ ἕτεροι. | ||
rho492 | Ῥύδην: ὁρμήν. Ῥύδην: σφοδρῶς καὶ ἀθρόως· οὕτως Κρατῖνος. Ῥύζειν: ὑλακτεῖν. Ῥυζῶν: πενθῶν. | |
5 | Ῥυθμίζει: διατυποῖ· κανονίζει· εὐθύνει. Ῥυθμός: τάξις ἔμμελος ἀκόλουθος ἁρμονίαι. Ῥυμβονᾶν: διαρρίπτειν. Ῥυπαίνω: ἀντὶ τοῦ ὑβρίζω· Φερεκράτης. Ῥύπες: πόλις τῶν Ὠλενίων Ἀχαιῶν· οὕτως Αἰ‐ | |
10 | σχύλος. Ῥύπον καὶ ῥύπους: τὰ δεχόμενα τὰς σφραγῖδας· οὕτως Ἀριστοφάνης. Ῥυπᾶν: μεστὰ ῥύπου εἶναι. Ῥύππαπαι: ναυτικὸν ἀναφώνημα. | |
15 | Ῥύπτει: ἀποκλύζει· σμήχει. Ῥύπτομαι: σμήχομαι. Ῥυσά: ἢ μάρανσις, ἢ γῆρας. Ῥυσαί: ῥυτίδας ἔχουσαι. Ῥυσήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων | |
20 | σπιλώματα. Ῥύσια: ἐνέχυρα· καὶ ῥυσιάζεσθαι· τὸ ἐνεχυριά‐ ζειν. Ῥυσίαν: τὴν τῶν τόξων τάσιν. Ῥυσίοισιν: ἑλκυσταῖς. | |
25 | Ῥυστῆρας: καὶ βρυτῆρας· τὰς ἡνίας. | |
rho493 | Ῥυτά: εἶδος φιαλῶν· τάχα δὲ οἷον ῥυτίδας καὶ συνα‐ γωγὰς ἐχουσῶν. Ῥυτά: πήγανα· οὕτως Κρατῖνος. Ῥυτά: συνεσταλμένως· εἶδος ἐστι ποτηρίου· Δημο‐ | |
5 | σθένης κατὰ Μειδίου· ἐκτεταμένως παρ’ ἡμῖν λεγόμενα. Ῥυτήρ: ἁπλῶς μὲν ὁ ἱμάς· κυρίως δὲ ἡνία· παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, ὅπέρ ἐστι σωίζειν· ἢ παρὰ τὸ ῥεύειν, ὅ ἐστιν ἀνακόπτειν καὶ | |
10 | ἀνεγείρειν τοὺς ἵππους. Ῥυτῆρα: ἑλκτικόν· παρὰ τὸ ἐρύειν· καὶ φύλακα. Ῥυτῆρες: χαλινοί· ἡνίαι· ἱμάντες. Ῥυτῆρι κρούων γλουτὸν ὑπτίου ποδός· Σοφοκλῆς. Ῥυτίς: ἀσθένεια. | |
15 | Ῥυτίσματα: αἱ ἀκέστριαι τῶν διερρυηκότων ἱματίων τὰ ἀναπληρώματα ῥυτίσματα ἐκάλουν· οὕτως Μένανδρος. Ῥυφεῖν: τὸ ῥοφεῖν Ἴωνες· οὕτως Ἱππώναξ. Ῥύψαι: σμῆξαι. | |
20 | Ῥωγαλέον: διεσχισμένον. Ῥῶμα: ὅρμημα. Ῥῶμα: τὴν ῥώμην· ὡς γνῶμα, τὴν γνώμην. Ῥωμαλέως: ἰσχυρῶς. Ῥώμη: ἰσχύς. | |
25 | Ῥώξ: κόκκος. Ῥῶπες: δασεῖα ὕλη· ἢ κατάκομος καὶ σύμφυτος | |
τόπος. | ||
rho494 | Ῥῶπος: μίγμα· χρώματα, ὅσα βαφεῦσι, ζωγράφοις, μυρεψοῖς χρησιμεύει· ὅθεν ῥωποπώλης, ὁ μυρο‐ πώλης· τινὲς δὲ καὶ τὸν παντοδαπὸν φόρτον, ῥῶ‐ πον εἰρήκασιν. | |
5 | Ῥῶπος: μηθενὸς ἄξιον. Ῥῶπος καὶ γέλγη: ὁ ποικίλος καὶ λεπτὸς φόρτος. Ῥῶσαι: ῥῆξις. Ῥῶσθαι: σπουδάζειν. Ῥωστήριον: παρορμητήριον. | |
10 | Ῥωχμός: ῥῆγμα γῆς. | |
11t | Τέλος τοῦ ρ στοιχείου. | |
sigma494(12t) | Ἀρχὴ σὺν Θεωῖ τοῦ ς. | |
13 | Σᾶ: περισπωμένως τὰ σῶα· εἴρηται δὲ ἐπὶ θηλυκοῦ· σᾶ ἡ πόλις· οἷον σώα ἡ πόλις. | |
15 | Σᾶ: τὰ σῶα λέγουσι μονοσυλλάβως, ἀπὸ τοῦ σῶα συναιροῦντες· καὶ τὸν σῶον καὶ σῶν· καὶ σῶοι, σοῖ· παρὰ δὲ Θουκυδίδηι δισυλλάβως σῶοι. Σμικρὸς ἐν σμικροῖς, μέγας δὲ ἐν μεγάλοις ἔσομαι· καὶ τὸν ἀμφέποντ’ ἀεὶ φρεσὶ δαίμον’ ἀσκήσω: εἰ | |
20 | μικρὰ ἦ τὰ περὶ ἐμὲ, καὶ αὐτὸς ἐκ τῆς ἀνάγκης ἔσομαι μικρός· εἰ δὲ μεγάλα, εἰκότως ἐπαρθήσομαι καὶ μεγαλοφρονήσω, καὶ τὴν περιέπουσάν με τύχην | |
οἴσω τηῖ διανοία. | ||
sigma495 | Σαβαρίχιν: τὸ γυναικεῖον αἰδοῖον· Τηλεκλείδης. Σαβέκ: ἄφεσις ἀπὸ τῆς Σύρας. Σαβοί: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τωῖ Σαβαζίωι, | |
5 | τουτέστι τῶ Διονύσωι· καθάπερ τοὺς τωῖ Βάκχωι, Βάκχους· τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διό‐ νυσον φασίν· οὕτως δέ φησι καὶ τῶν Ἑλλήνων τινὲς τοὺς Βάκχους Σαβοὺς καλεῖν· Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναι φησὶ τοῦ Διονύσου Σαβάζιον. | |
10 | Σαβοὺς καὶ Σαβὰς καὶ Σαβαζίους: τοὺς βακχεύοντας τωῖ Σαβαζίωι· τὸ γὰρ σαβάζειν τωῖ θεωῖ τοῦτο· ὑπὸ δέ τινων ὁ Διόνυσος Σαβὸς καλεῖται. Σαβύττης: ξυρήσεως εἶδος. Σαβάξαι: διασαλεῦσαι. | |
15 | Σάβυττος: τὸ γυναικεῖον αἰδοῖον· ἀπὸ τοῦ σάττεσθαι καὶ βύεσθαι, ὡς καὶ σάθη. Σαγγάριος: ποταμὸς Φρυγίας καὶ Λυδίας. Σάγαρις: κοπὶς ἢ πέλεκυς. Σάγδας: μύρον τί. | |
20 | Σάγη: τὸ πλῆθος. Σάγη φερέσβιος: τὸν πρὸς τροφῆς παρασκευὴν θύλακον. Σάγη: ἡ πανοπλία· οὕτως Μένανδρος. Σαγήνη: πλέγμα τί ἀπὸ σχοινίων εἰς ὑποδοχὴν | |
25 | ἰχθύων. | |
Σάγμα: τὸ τῆς ἀσπίδος ἔλυτρον. | ||
sigma496 | Σάγρα: αἰ τοῦ/ ἀλήθεια· οὕτως Κρατῖνος. Σάγρα: ποταμὸς ἐν Ἰταλία· καὶ τόπος ἀφ’ οὗ ἡ παροιμία· ἀληθέστερα τῶν ἐπὶ Σάγρα. | |
5 | Σάθων: ὑποκόρισμα παιδίων ἀρρένων· οὕτως Τηλε‐ κλείδης. Σαθρὸν, οὐ σαβακὸν χρὴ λέγειν. Σαικονῆσαι: ἀντὶ τοῦ κινηθῆναι· Ἀριστοφάνης. Σαίνει: κολακεύει· σείει· ὡς ἐπὶ τῶν κυνῶν σαινόν‐ | |
10 | των τηῖ οἰκείαι οὐραῖ. Σαίνεσθαι: κολακεύειν. Σαίνουροι: τὰς οὐρὰς σείοντες. Σαίρει: κοσμεῖ ἢ χαίρει. Σαίρειν: οὐ σαροῦν· μᾶλλον δὲ κορεῖν λέγουσιν· καὶ | |
15 | ἀκόρητον, τὸν ἀσάρωτον· καὶ κορηθῆναι· καὶ τὸ σάρον, κόρηθρον· καὶ κόρημα, τὸ κάθαρμα. Σάκαι: ἔθνος Σκυθικόν. Σάκας: ἐπεκαλεῖτο ὁ τραγωδοποιὸς Ἀκέστωρ, ὡς ξένος καὶ βάρβαρος· οἱ γὰρ Σάκαι Σκυθικὸν γένος. | |
20 | Σακέλλιον: βαλάντιον. Σακεσφόροι: ὁπλοφόροι· ἀσπιδηφόροι. Σακεύουσι: τὸ ὑλίζουσι παρ’ Ἡροδότωι. Σακυφάνται: οἱ πλέκοντες τοὺς γυργάθους· ἢ τῶν | |
λινοΰφων οἱ τοὺς σάκκους ὑφαίνοντες. | ||
sigma497 | Σακίζειν: τὸν τρυγώδη διὰ σάκκου καὶ στρέβλης ἠθεῖν οἶνον· οὕτως Λυκόφρων. Σακοδερμίτης: Σοφοκλῆς Τρωΐλωι· οἱ μὲν τὸν ὄφιν· οἱ δὲ σκώληκα τὰ δέρματα διεσθίοντα· ἄμεινον δὲ | |
5 | τὸν ἐπὶ τωῖ δέρματι χαλκὸν ἔχοντα· παρ’ ὅσον τὰ σάκη ἐπίχαλκα. Σάκος: ὅπλον· ἀσπίδα. Σάκτρα: φορμὸς, ἀπὸ τοῦ σάττεσθαι· οἱ δὲ τὸν τοξι‐ κὸν κάλαμον. | |
10 | Σάκος: οἱ Ἀττικοὶ λέγουσι διὰ τοῦ ἑνὸς κ. Σακτός: ὁ τεθησαυρισμένος καὶ πολύς. Σαλάβην: Σοφοκλῆς τὴν ὀπήν. Σαλαβακχώ: πόρνης ὄνομα. Σάλα: φροντίς· οὕτως Αἰσχύλος. | |
15 | Σαλακωνία: ἀλαζονεία· ὑπὲρ τὸ δέον· καὶ σαλα‐ κωνίσαι, ἀλαζονεύεσθαι· ἀλαζόνας δὲ ἔλεγον τοὺς ψεύστας καὶ μεγαλαύχους. Σαλάκων: προσποιούμενος πλούσιος εἶναι, πένης ὤν. Σάλος: σαλευμός· τάραχος· καὶ ἡ φροντίς. | |
20 | Σαλαμίνιος: ὁ ἐκ τῆς Σαλαμινίας καλουμένης νεὼς ἐρέτης· οἱ δὲ ὅτι Σαλαμίνιοι ἀγαθοὶ ἐρέται. Σαλάμβη: ὀπή· καπνοδόκη· οὕτως Σοφοκλῆς. Σαλμάκιον: κοσμαρίου τί γένος. Σαλαμός: ἀλαζών. | |
25 | Σαλμυδησός: αἰγιαλὸς καὶ ποταμὸς Εὐξείνω πόντωι. | |
sigma498 | Σαλοῦσα: φροντίζουσα· σάλα γὰρ ἡ φροντίς. Σαλπίττει: ἀντὶ τοῦ σαλπίζει. Σάμακα: Ἐρατοσθένης ἀπέδωκε τὸν φορμόν· ἄμεινον δὲ τὸν τοξικὸν κάλαμον· οὕτως Λύσιππος. | |
5 | Σάμαιναι: πλοῖα σάμια ὗσιν ἐμφερεῖς τὰς πρώρας ἔχοντα. Σαμακιν: κομάρου τι γένος τοῖς νεωτέροις. Σάμβαλα: ὑποδήματα. Σαμβύκη: εἶδος ὀργάνου μουσικοῦ. | |
10 | Σαμιακὸν τρόπον: Κρατῖνος Ἀρχιλόχοις· εἰσυαμιαν ἐπισκώπτων μιννύω/ ναυσὶ γὰρ ἐμφερεῖς εἶχε τὰς πρώρας τὰ τῶν Σαμίων πλοῖα, ὡς Χοιρίλοχος ὁ Σάμιος. Σαμικόν: ἀντὶ τοῦ Σάμιον. | |
15 | Σαμίων ὁ δῆμος (ἐστὶν,) ὡς πολυγράμματος: Ἀρι‐ στοφάνης Βαβυλωνίοις· ἐπισκώπτων τοὺς ἐστι‐ γμένους· οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων, σπάνει τῶν πολιτευομένων, ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν· | |
20 | ὡς Ἀριστοτέλης ἐν τηῖ Σαμίων πολιτεία· ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι· τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων | |
γράμμασιν ἄρχειν· οἱ δ’ Ἀθηναίοις ἐπὶ ἄρχοντος | ||
sigma499 | Εὐκλείδου· τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλ‐ λιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου καὶ ἐπὶ Εὐκλέους· περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος· οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας | |
5 | ἐν πολέμω Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι τῆ Σαμαίνη, ὅ ἐστι πλοῖον δίκροτον ὑπὸ Πολυκράτους πρῶτον παρασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νοστῶν· τὸ δὲ πλάσμα Δούριδος· οἱ δὲ τὴν Σάμαιναν νόμισμα εἶναι. | |
10 | Σαμφόρας: ἵππος χαρακτῆρα ἔχων ἐνκεκαυμένον σίγμα, ὡς κοππατίας καὶ βουκέφαλος. Σανδαλοθήκην: οὐ σανδανοθήκην λέγουσιν. Σάνδυξ: χρῶμα κόκκινον. Σανίδα: τὸ δεσμωτικὸν ξύλον. | |
15 | Σανίδα: τὸ λεύκωμα ὅπου αἱ δίκαι λέγονται. Σαννίονον: τὸ αἰδοῖον· ἀντικέρκιον· παρὰ τὸ τηῖ κέρ‐ κωι σαίνειν. Σανίς: καὶ ἐν ηἷ τοὺς κακούργους ἔδουν, καὶ ἐν ηἷ τὰς δίκας ἐνεχάραττον· τὸ μὲν ἐν Θεσμοφοριαζούσαις· | |
20 | τὸ δὲ ἐν Σφηξὶ δεδήλωται. Σανναν: τὸν μωρόν· οὕτως Κρατῖνος. Σάξας: ἀντὶ τοῦ ἁμάξας· οὕτως Εὔπολις. Σαπέρδης: ἰχθὺς ὁ κορακῖνος. Σαπρόν: οὐ τὸ μοχθηρὸν καὶ φαῦλον· ἀλλὰ τὸ πα‐ | |
25 | λαιόν· Εὔπολις. | |
sigma500 | Σάπαι: ἔθνος Θράκιον. Σάραβον: τὸ γυναικεῖον αἰδοῖον οἱ κωμικοὶ καλοῦσι· καὶ σάκταν· καὶ σάβυτταν· καὶ σέλινον· καὶ ταῦ‐ ρον καὶ ἕτερα πολλά. | |
5 | Σαράβαρα: ἐσθὴς Περσική· ἔνιοι δὲ λέγουσι βρακία. Σαβαρίχη: γυναικὸς αἰδοῖον. Σάραπις: χιτὼν Περσικὸς μεσόλευκος. Σάραφιν: ἐμπρηστάς· ἔμπυρα στόματα· ἢ θερμαί‐ νοντας. | |
10 | Σαργάναισι: δεσμοῖς. Σαρδαναπάλους: ἐν βʹ Περσικῶν δύο φησι γεγονέναι Καλλισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν· ἐν Νίνω δ’ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτ’ ἐπιγέγραπται· Ἀνακυνδαράξου παῖς | |
15 | Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρηι μιηῖ· ἔσθιε, πίνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστιν ἄξια· τουτέστιν τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὼς τωῖ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὡς ἂν ἀπολη‐ | |
20 | κοῦν τοῖς δακτύλοις· ταυτὸ καὶ ἐν Ἀγχιάλωι τηῖ πρὸς Ταρσωῖ ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον. Σαρδάζων: μετὰ πικρίας γελῶν. Σαρδόνιος γέλως: παροιμία ἐπὶ τῶν ἐπ’ ὀλέθρωι τωῖ | |
25 | σφῶν αὐτῶν γελώντων· ἣν Δήμων μὲν διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες, αἰχμαλώτων τε τοὺς | |
καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ ἑβδομήκοντα | ||
sigma501 | ἔτη τωῖ Κρόνωι ἔθυον, γελῶντας ἕνεκα τοῦ τὸ ἔπανδρον ἐμφῆναι· Τιμαῖος δὲ τοὺς ἱκανὸν βεβιω‐ κότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν, εἰς ὃν ἔμελλον θάπτεσθαι βόθρον, γελᾶν· | |
5 | οἱ δὲ ἀπὸ τοῦ σεσηρέναι μετὰ ἀνοίας· καὶ φασὶν ἄλλοι τε καὶ Κλείταρχος, ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπι‐ θέντας· ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας, ὑφ’ ὧ κρίβανος· ἔπειτα ὑποκαίειν· τὸν | |
10 | δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν· Σι‐ μωνίδης δὲ τοῦ σιαλον τον Ἡφαιστότευκτον Σαρ‐ δονίους οὐ βουλομένους περαιῶσαι πρὸς Μίνωα εἰς πῦρ καθαλλόμενον, ὡς ἂν χαλκοῦν, προστερνι‐ ζόμενον ἀναιρεῖν ἐπιχάσκοντας· Σειληνὸς δὲ ἐν δʹ | |
15 | τῶν περὶ Συρακόσσας, λάχανον εἶναι παρὰ Σαρδο‐ νίοις ἡδὺ, σελίνωι ἐμφερές· οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας καὶ τὰς σάρκας αὐτῶν ἀποδάκ‐ νειν· ἔνιοι δὲ τοὺς ἐπὶ κακῶ γελῶντας, ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος· —μείδησε δὲ δῖος Ὀδυσ‐ | |
20 | σεὺς Σαρδόνιον· καὶ ἐν ἄλλοις· —ἡ δ’ ἐγέλασσε Χείλεσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέηισιν Ἰάνθη. Σαρείσας: τὰς τῶν χειλῶν σάρκας. Σάρητον: βαρβαρικὸς χιτών. | |
25 | Σάρρισσα: εἶδος ἀκοντίου Ἑλληνικοῦ. | |
Σαρκάζων: μετὰ πικρίας καὶ θυμοῦ γελῶν. | ||
sigma502 | Σαρπηδών: μεγάλη· καὶ Σαρπηδόνιον δέσμα, τὸ μέγα. Σαρπηδὼν ἀκτή: ἄκρα τῆς Θράκης· κρατίστην· με‐ γάλην· καὶ νῆσος πρὸς τωῖ Ὠκεανωῖ, ἐν ηἷ αἱ | |
5 | Γοργόνες. Σαρωνία: Ἄρτεμις· ἀπὸ τοῦ ἐν Τροιζῆνι Σαρωνικοῦ πελάγους. Σάσσειν: καθοπλίζειν. Σάτραι: σατράπαι. | |
10 | Σασσέτω: καθοπλιζέτω· παρὰ τὴν σάγην. Σάτραι: Αἰθιόπων γένος. Σατράπης: ἀρχηγός· στρατηγός. Σατυρικὰ δράματα: πλείονα ἦν ἔθος ὑποκρίνεσθαι, ἐν οἷς μεταξὺ ταῦτα ἐμίγνυον πρὸς διάχυσιν. | |
15 | Σάτυρος: χορευτής. Σαῦλον: τρυφερόν. Σαυλοῦσθαι: θρύπτεσθαι· ἁβρύνεσθαι. Σαύνιον: ἀκόντιον βαρβαρικόν. Σαυρωτῆρσιν: τοῖς στύραξιν· τοῖς ὄπισθε τῶν δορά‐ | |
20 | των. Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας ποτέ: Ἀστυδά‐ μα τῶ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγωιδίας διδασκαλίαι Παρθενοπαίου δοθῆναι ὑπ’ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρωι· τὸν δὲ εἰς αὐτὸν ἐπί‐ | |
25 | γραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο· Εἴθ’ ἐγὼ ἐν | |
κείνοις γενόμην, ἢ κεῖνοι ἅμ’ ἡμῖν, Οἳ γλώσσης | ||
sigma503 | τερπνῆς πρῶτα δοκοῦσι φέρειν· Ὡς ἐπ’ ἀλη‐ θείας ἐκρίθην ἀφεθεὶς παράμιλλος· Νῦν δὲ χρό‐ νω προέχους’, ωἷ φθόνος οὐχ ἕπεται· διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν παραιτήσασθαι | |
5 | τὴν ἐπιγραφήν· καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο, ὡς παρὰ Φιλήμονι· λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ, σαυτὴν ἐπαινεῖς. Σάφα: σαφῶς· φανερῶς. Σαφήνισον: σαφέστερον λέγε. | |
10 | Σαφής: ἀντὶ τοῦ σαφοῦς. Σβέσαι: παῦσαι. Σέβας: τιμή· ἔκπληξις. Σεβίζει: σέβεται. Σεβαστός: προσκυνητός. | |
15 | Σέδας: καθέδρας. Σέες: οὐχὶ σῆτες· καὶ αἱ πτώσεις σέων· σῆσιν· σέας· οὕτως Ἀριστοφάνης. Σείεις: διασείεις· συκοφαντεῖς. Σεῖν: τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὁτ’ | |
20 | ἂν αὐτὰ βούλωνται οὐρῆσαι· οὕτως Ἀριστοφά‐ νης. Σειραφόρον ἵππον: *** Σεμνά: τὰ ἄρρητα μυστήρια· οἱ δὲ ἐπὶ τοῦ ἡσύχου καὶ καταστύγνου. | |
25 | Σειραῖς: λεπτοῖς ἱμάσιν. | |
Σειρὴν μὲν φίλον ἀγγέλλει· ξεῖνον δὲ μέλισσα: σει‐ | ||
sigma504 | ρὴν ζῶον ἐστι κηροποιὸν, μελίσσηι παραπλή‐ σιον. Σειρῆνας: γυναῖκας τινὰς εὐφώνους γεγενῆσθαι μῦ‐ θος πρὶν Ἑλληνικός· αἵτινες ἐν νησίωι καθεζόμεναι | |
5 | οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας, ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου· εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος καὶ ἄνω, εἶδος στρουθῶν· τὰ δὲ κάτω, γυναικῶν. Σειρῆνες: αἱ τῆς ψυχῆς ἐναρμόνιοι καὶ μουσικαὶ δυ‐ | |
10 | νάμεις. Σειρίδες: αἱ σειραί. Σειρῆνα: σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθη‐ τον, οἷον θέριστρον· καθὰ φασὶν οἱ γλωσσογράφοι· καὶ σειρὴν δὲ, ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθε‐ | |
15 | τός τε ὅτε ἐστὶν ὁ Σείριος· ἔστι δὲ καὶ Σειρὶς πό‐ λις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα, εἴ τινα ἄλλα, Λυκοῦργος εἶπεν ἐν τωῖ περὶ τῆς διοι‐ κήσεως· ἐν ἐνίοις μὲν χωρὶς τοῦ ι γράφεται, σε‐ ρῆνα. | |
20 | Σέρρειον τεῖχος: καὶ Σέρριον· ὀνόματα χωρίων. Σείριος: κυρίως τὸν τοῦ κυνός· ὅτε δὲ καὶ τοὺς ἄλ‐ λους ἀστέρας. Σειροί: αἱ ἐπαύλεις. Σείρωσις: δέσμευσις· καὶ σειρᾶν, τὸ δεσμεῖν. | |
25 | Σεῖσαι: τὸ συκοφαντῆσαι· ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων· Τηλεκλείδης Ἀμφικτύοσιν· Ἀλλ’ ὦ | |
πάντων ἀστῶν λωῖστοι σεῖσαι καὶ προσκαλέσαν‐ | ||
sigma505 | τες Παύσασθε δικῶν ἀλληλοφάγων· Ἀριστοφά‐ νης Δαιταλεῦσιν· Ἔσειον· ηἴτουν χρήματ’· ἠπεί‐ λουν· πάλιν Ἐσυκοφάντουν. Σεισάχθεια: χρεωκοπία δημοσίων καὶ ἰδιωτικῶν· | |
5 | ἣν εἰσηγήσατο Σόλων· εἴρηται δὲ παρ’ ὅσον ἔθος ἦν Ἀθήνηισι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις· ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλόχορος δὲ δοκεῖ, ἀπο‐ ψηφισθῆναι τὸ ἄχθος. | |
10 | Σελαγεῖν: φλέγειν· ἀπὸ τοῦ σέλανος. Σέλας: πῦρ· ἢ τὸν κεραυνόν· καὶ τὸ φῶς τῆς σελή‐ νης· ἢ λαμπηδών. Σελατοῦλαν: δαῖδαν τὴν καιομένην καὶ λάμπουσαν. Σελάχια: τὰ ἔσω λεχάζοντα καὶ λοχεύοντα· ὠοτο‐ | |
15 | κοῦντα γὰρ πρότερον ἐν ἑαυτοῖς, εἶτα ζωοτοκεῖ· τοιαῦτα δὲ τὰ χονδρώδη καὶ ἀλέπιδα· καὶ σελά‐ χια βραχέως· οὕτως Εὔπολις. Σελήνας: Ἴσιδος τῆς λαμπηδόνος· τινὲς δὲ ἐπὶ τοῦ πέμματος. | |
20 | Σελήνη: πόπανον ὅμοιον τωῖ ἀστέρι· τὸ δ’ αὐτὸ καὶ σεληνίς· καὶ ἐπισελήνιον· καὶ ἀρεστὴρ καὶ βοῦς καλεῖται. Σελάχιον: ἰχθύδιον, ὃ μόνον ζωοτοκεῖ, πρῶτον ὠοτο‐ κῆσαν ἐν αὐτωῖ πλὴν βατράχου· εἴρηται δὲ ἀπὸ | |
25 | τοῦ ἔσω λεχώζειν· Καλλίστρατος δὲ τὸ τοῦ ἰχθύος | |
κόπαιον· λέγεται δὲ καὶ μαλάχιον. | ||
sigma506 | Σελίδες: τὰ μεταξὺ διαφράγματα τῶν διαστημά‐ των τῆς νεώς· ὡς καὶ ἐν τοῖς βιβλίοις τὰ μεταξὺ τῶν παραγραφῶν. Σέλινον: τὸ γυναικεῖον αἰδοῖον. | |
5 | Σελίνου στέφανος: πένθιμος· τὸ γὰρ σέλινον πένθεσι προσήκει· ὡς ἔφη καὶ Δοῦρις ἐν τωῖ περὶ ἀγώνων. Σελευκίς: ὄρνεόν ἐστιν εὔπεπτον καὶ ἀκόρεστον καὶ πανοῦργον. Σελλασία: τόπος τῆς Λακωνικῆς. | |
10 | Σελμῶν: σανίδων. Σεμναὶ θεαί: κατ’ εὐφημισμὸν αἱ Ἐρινύες· ὥσπερ αἱ αὐταὶ καὶ Εὐμενίδες ἐκαλοῦντο· ἦσαν δὲ τρεῖς. Σεμναὶ θεαί: οὕτως καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας. Σεμνομυθοῦσιν: ὑπερηφανεύονται ἐν λόγοις. | |
15 | Σεμνόν: ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουσιν· ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν· Εὐριπίδης Μη‐ δείαι· —οἶδα γὰρ πολλοὺς βροτῶν Σεμνοὺς γεγῶ‐ τας· καὶ ἐν Ἱππολύτωι· Μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον· καὶ τὸ ἔνδοξον· Πῶς οὐ σὺ σεμ‐ | |
20 | νὴν δαίμον’ οὐ προσεννέπεις· καὶ τὸ μέγα. Σεμνόν: μέγα· ἔνδοξον· ἀξιωματικὸν, ὑπερήφανον. Σεμνυνόμενος: κομπάζων. Σεπτά: θαυμαστά. Σέρειφον: τὴν Λακεδαίμονα· διὰ τὸ σκληρῶς ζῆν· | |
25 | καὶ χρησμὸς αὐτοῖς ἐξέπεσεν. | |
sigma507 | Σέρφοι: οἱ πτερωτοὶ μύρμηκες οὓς ἡμεῖς νύμφας· οὕτω Δίδυμος· Κάσσιος δὲ Λογγῖνος· σέρφος πτη‐ νόν τι μακρὸν κώνωπι ἐμφερὲς κατὰ τὸ μέγεθος· μετὰ δὲ τοῦ τ, στέρφνους φησὶν εἶναι τοὺς πτερω‐ | |
5 | τοὺς μύρμηκας. Σέσακται: ἔσταλται. Σεσάχθαι: καθωπλίσθαι. Σεσέλλισαι: μάτην ἐπῆρσαι· ἀπ’ Αἰσχίνου τοῦ Σέλλου· ὃς ἦν κομπαστὴς καὶ ἀλαζὼν, ἔν τε τωῖ | |
10 | διαλέγεσθαι καὶ ἐν τῶ προσποιεῖσθαι πλουτεῖν· Λυκόφρων δ’ ἀπέδωκε τὸ σελλίζεσθαι, ἀντὶ τοῦ ψελλίζεσθαι. Σεσήκασμαι: οἷον ὡς βόσκημα. Σεσημασμένω: ἀντὶ τοῦ ἐσφραγισμένωι· Δημοσθέ‐ | |
15 | νης ἐν τωῖ περὶ τοῦ ὀνόματος. Σέσηρεν: κέχηνε· διήνοιγεν. Σεσηρέναι: καὶ σαρκάζειν· τὸ τοὺς ὀδόντας φαίνειν ἐπὶ διαμωκήσει. Σεσοβημένος: ἄτακτος τὴν κίνησιν· τεθορυβημένος· | |
20 | τεταραγμένος. Σεσωρευμένον: βεβαρημένον. Σέσωται καὶ σεσωμένος: οἱ παλαιοὶ ἄνευ τοῦ ς· καὶ διεζωμένοι φησὶ Θουκυδίδης· οἱ δὲ νεώτεροι σέ‐ σωσμαι· ἐπ’ ἐνίων ἁπλῶς παραλείπουσι τὸ ς· κε‐ | |
25 | κλειμένον· πεπρημένον. | |
Σεύθης: εἷς τῶν ἐν Θράκη βασιλέων. | ||
sigma508 | Σέφθησαν: καὶ οἱ τραγικοί· καὶ Πλάτων Φαίδρωι· ἀντεσεβάσθησαν. Σέων: σητῶν· οὕτως Ἕρμιππος. Σηγάνιοι πυροί: οἱ τῶ ἔαρι σπειρόμενοι τριμηναῖοι | |
5 | λέγονται. Σηκίδες: τὰ οἰκογενῆ παιδισκάρια· κυρίως δὲ σηκύλη καὶ σηκὶς, ἡ ἐν ἀγρῶ ταμιεῖον φυλάττουσα. Σηκιννίς: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ τραγική· κάρδαξ δὲ κωμική· ὡς Ἀριστόξενος ἐν αʹ περὶ | |
10 | τραγικῆς ὀρχήσεως. Σηκοί: αἱ τῶν βοσκημάτων ἐπαύλεις· παρὰ τὸ σώ‐ ζειν. Σηκός: ὁ ἐνδότερος οἶκος τοῦ ἱεροῦ· ναός· οἶκος· τάφος. | |
15 | Σηκός: τάττουσι τὸ ὄνομα καὶ ἐπὶ ἐλαίας· λέγει γὰρ Λυσίας· ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν, οὔτε μορίαν, οὔτε σηκόν· μήποτε οὖν τὰς μὲν ἰδιω‐ τικὰς καλοῦσιν ἐλαίας· τὰς δὲ δημοσίας, μορίας· σηκὸν δὲ, ὡς ἔοικεν, καὶ μορίαν ὀνομάζουσι τὴν | |
20 | αὐτήν. Σηκός: σημαίνει μὲν τὸ περίφραγμα καὶ τὴν ἔπαυ‐ λιν τῶν προβάτων· σημαίνει δὲ καὶ τὸ ἡρωῖον· ἔτι δὲ καὶ ἐλαίαν· οὐ μονοστέλεχον, ἀλλὰ πολύκλαδον· ὥστε καὶ καλάμην ἔξωθεν ἔχειν περικεχυμένην | |
25 | καὶ πολλὴν καὶ πυκνήν· ἔνεστι γὰρ ὑπὸ ταῖς τοι‐ αύταις ἐλαίαις καὶ σηκάζεσθαι· ὥστε τρία εἴδη | |
ἐλαίας· καὶ αἱ μὲν γὰρ ἁπλῶς ἐλαῖαι καλοῦνται· | ||
sigma509 | αἱ δὲ μορίαι· ὅσαι καὶ ἱεραὶ τῆς Ἀθηνᾶς ἦσαν· αἱ δὲ σηκοὶ, αἱ πολύκλαδοι καὶ κομήτριαι· οὐκ ἐξῆν δὲ οὔτε τὰς σηκοὺς, οὔτε τὰς μορίας ἐκκόπτειν· ἢ γὰρ θάνατος ἦν, ἢ ζημία. | |
5 | Σήλεκτος: χαμαιδικαστής. Σημαῖαι: σίγνα· προτομαί. Σημαίνει: ἐπιτάττει. Σημαίνειν καὶ ἐπισημαίνειν: τὸ σφοδρῶς αὐλεῖν ὥσπερ οἱ σαλπιγκταί· οὕτως Μένανδρος. | |
10 | Σημαίνειν: τὸ σαλπίζειν ἔλεγον· καὶ τὸ ἐνσημαί‐ νειν. Σημάντορες: ἐπιτάκτορες· ἡγεμόνες. Σήμαντρα: σφραγῖδας. Σημασία: φανέρωσις διὰ σάλπιγγος. | |
15 | Σήματα: τέρατα· σημεῖα· Ἀττικοὶ δὲ καὶ τὰ μνή‐ ματα. Σήμαχος: δῆμος Ἀντιοχίδος. Σημεῖα: μίλια. Σημεῖα: οὕτως λέγουσι τὰς σφραγῖδας Δημοσθένης | |
20 | καὶ ἄλλοι. Σημεῖον: τὴν σφραγῖδα· καὶ σημαίνεσθαι, τὸ σφρα‐ γίζεσθαι. Σήραγγες: αἱ ὑπὸ γῆν ὑπομήκεις ἐκῥήξεις· οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς· ἃς ὑποτρέχον τὸ | |
25 | ὕδωρ, ζητεῖ διέξοδον· ἐντεῦθεν καὶ σηραγγώδης τόπος εἴρηται ὁ διατετρημένος. | |
Σηράγγειον: χωρίον τί τοῦ Πειραιῶς. | ||
sigma510 | Σηράγγειον: τόπος τοῦ Πειραιῶς, κτισθεὶς ὑπὸ Ση‐ ράγγου· καὶ ἡρωῖον ἐν αὐτωῖ. Σήραγξ: χάσμα· κοιλάς· καὶ ὕφαλος πέτρα, ῥήγ‐ ματα ἔχουσα. | |
5 | Σῆρες: ἔθνος ἔνθα ἡ μέταξα γίνεται· ἐξ οὗ καὶ Ση‐ ρικὰ τὰ ἐκ μετάξης ὑφασμένα λέγεται. Σήσαμον: μετὰ μέλιτος κεκομμένον, πρῶτον μὲν παρὰ τῶ νυμφίωι τὸ παλαιὸν ἐδίδοσαν τοῖς ἀπαν‐ τῶσι περιιόντες τῶν ἐντίμων ἢ φίλων, ἐπιλέγοντες | |
10 | ὡς παρὰ τοῦ γαμοῦντος ἐστὶν ἢ τῆς γαμουμένης· νῦν δὲ δεῖπνα ποιοῦντες κατ’ οἰκίαν διανέμουσι τοῖς κεκλημένοις· ἔστι δὲ ὅτε τὴν σησάμην θέλον‐ τες περιφέρειν δεῦρο πολυτελῆ· ἐν δὲ τοῖς γάμοις ἐδίδοσαν σησάμην, ἐπεὶ πολυγονώτατον σήσαμον. | |
15 | Σησαμῆν: περισπωμένως καὶ Ἀρίσταρχος καὶ Σέ‐ λευκος· ἡ δὲ χρῆσις ἑτέρως. Σησαμοῦσι: πλακοῦσιν. Σθένελος: τραγωδίας ποιητής· ἐκωμωδεῖτο δὲ, ὡς τὰ ἀλλότρια σφετεριζόμενος. | |
20 | Σθεναρός: ἰσχυρός. Σθένει: δύναται. Σθένης: ἰσχυρός· κάρτερος. Σιγηλός: ἄφωνος· σιγηρός. Σίγειον: πόλις ἐστὶ τῆς Τρωιάδος, οὐκ ἄποθεν τῆς | |
25 | Ἰλίου. | |
Σιγύνους: τὰ δόρατα. | ||
sigma511 | Σιδίωι: κόκκωι ῥοᾶς. Σικάριοι: ληιστῶν γένος· σίκας δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι καλοῦσιν· οἷς χρώμενοι ἐλέγοντο σικάριοι. | |
5 | Σικελίζεις: τὸ ἀτηρεύεσθαι παρὰ Ἐπιχάρμωι· οἱ δὲ πονηρεύεσθαι. (Σίκλος: ὀβολοὶ εἴκοσι.) Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν διὰ μικρὰ ὑποπτευό‐ μενα κέρδη μεγάλως βλαπτομένων· δύναται δὲ καὶ | |
10 | ἐπὶ τῶν τὰ ὡραιότερα ἐκλεγομένων τάττεσθαι. Σίκερα: σκευαστὸν πόμα. Σίκιννις: Σατυρικὴ ὄρχησις· ἐμμέλεια δὲ τραγική· κάρδαξ δὲ κωμική· ὡς Ἀριστόξενος αʹ περὶ τραγι‐ κῆς ὀρχήσεως. | |
15 | Σίκλος: καὶ τὸ ἐναντίον καὶ σταθμὸς βαρβαρικός· δυνάμενος ὀκτὼ ὀβολοὺς Ἀττικούς· οὕτως Σοφο‐ κλῆς. Σικύαν: τὴν τῶν ἰατρῶν· οὕτως Εὔβουλος. Σικυῶν: ἀρρενικῶς· Ξενοφῶν. | |
20 | Σικχός: σκώπτης. Σικχός: ὁ μικρόσιτος. Σιλλαίνει: μυλλαίνει· διὰ τῶν ὀφθαλμῶν σκώπτει καὶ μυλλίζει. Σιληνοί: οἱ Σάτυροι· Εὔπολις. | |
25 | Σιληπορδεῖν: τρυφᾶν· καὶ σιληπορδία, ἡ ἄγαν | |
τρυφή. | ||
sigma512 | Σιλλοῦν: τοὺς ὀφθαλμοὺς ἡρέμα παραφέρειν· οὕτως Ἄρχιππος. Σίλφιον: πᾶν τὸ ξηρὸν καὶ κοῦφον λέγουσιν· τοιοῦτος γὰρ ὁ τοῦ σιλφίου καυλός· οὕτως Ἀριστοφάνης. | |
5 | Σιμαίθα: Μεγαρικὴ ἑταίρα. Σίμβλοι: θῆκαι τῶν μελισσῶν. Σιμικίνθιον: φακιόλιον· ἢ σουδάριον. Σιμόν: ἄναντες· οὕτως Ἀριστοφάνης. Σιμός: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· εἷς τῶν | |
10 | Ἀλευάδων οὗτός ἐστι, τῶν δοκούντων συμπράξαι τωῖ Μακεδόνι. Σίμυλος: Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος φησίν· ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκρι‐ ταῖς, Σιμύλω καὶ Σωκράτηι. | |
15 | Σίμων: ὄνομα κύριον. Σινάμωρος: ἐν τωῖ α, οὐχὶ σινόμωρος· ὁ λίχνος καὶ ἀψίκορος. Σινδοί: Σκυθικὸν γένος. Σινδονίτης χιτών: λινοῦς. | |
20 | Σίνδρων: πονηρός. Σίνεσθαι: βλάπτεσθαι. Σινιάσαι: σεῖσαι· κοσκινίσαι· θορυβῆσαι· ταράξαι· πειρᾶσαι. Σίνος: βλάβη. | |
25 | Σινοῦται: βλάπτεται. Σίντης: βλαπτικός. | |
Σινωπῆσαι: τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν | ||
sigma513 | Σινώπην· ἐκωμωδεῖτο γὰρ ἐπὶ τῶ κατασχημονῆ‐ σαι, καθάπερ Ἄλεξις ἔφη. Σινώπη: ἑταίρα ἥτις καὶ Ἄβυδος ἐλέγετο, διὰ τὸ γραῦς εἶναι. | |
5 | Σιπύα: σιτηρὸν ἀγγεῖον· ὡς Λυσίας τε καὶ Εὔπολις καὶ Ἀριστοφάνης. Σιραῖον: τὸν ἑψημένον οἶνον καὶ γλυκύν. Σιρῆνες: αἱ τῆς ψυχῆς ἐναρμόνιοι καὶ μουσικαὶ δυνάμεις. | |
10 | Σίριον: τὸν κύνα· ὅτε δὲ τὸν ἥλιον· Ἴβυκος δὲ πάντα τὰ ἄστρα Σίρια. Σιροῖς: ὄρυγμα ἐν οἷς κατετίθετο τὰ σπέρματα. Σιρομάστης: σκεῦος τί σιδηροῦν λαβὴν ξυλίνην ἔχον παρὰ τοῖς τελώναις εἰς ἔρευναν. | |
15 | Σισάριον: χρυσοῦν κοσμαρίω ὅμοιον. Σίσυβοι: κροσσοί· ἱμάντες. Σισύρα: βαίτη· τοῦτό ἐστι τὸ ἐκ κωδίων συρρεραμ‐ μένον ἱμάτιον· οὕτως Ἀριστοφάνης. Σισύρα: ἱμάτιον τραχύ· περιβόλαιον ἀγροικικόν· δου‐ | |
20 | λικόν· παλαιόν· ἢ χιτὼν δερμάτινος. Σίτου δίκη: ὅτ’ ἂν γυνὴ ἀποδικεῖν ποιησαμένη πρὸς τὸν ἄνδρα διὰ τοῦ ἄρχοντος· ἢ καὶ ὑπὸ τοῦ ἀνδρὸς ἐκπεμφθεῖσα μὴ ἀπολαμβάνηι τὴν προῖκα, καὶ διαγένηται χρόνος, καὶ δίκην εἰσάγη πρὸς αὐτὸν, | |
25 | καὶ ἀπαιτηῖ τὴν προῖκα, καὶ τροφὰς ἀφ’ ἧς ἀπηλ‐ | |
λάγη ἡμέρας· αὕτη καλεῖται δίκη σίτου. | ||
sigma514 | Σιταρχία: ἡ σῖτον διδοῦσα τοῖς ἐπιβάταις. Σιτηρέσιον: τὸ διδόμενον τισὶν εἰς τροφήν. Σιτηρέσιον: ἐν τῶ ε· οὐ σιτηρόσιον. Σιτίσεων: τροφῶν· δαπανῶν. | |
5 | Σιτοδεία: λιμός· ἔνδεια. Σῖτος: καλεῖται σῖτος καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξίν· ἢ τοῖς ὀρφανοῖς· ὥς ἐστι μαθεῖν κἀκ τῶν τοῦ Σόλωνος πρώτου ἄξονος, καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας· Τιμα‐ | |
10 | χίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγε‐ σθαι τὸν τόκον, οὐκ ὀρθῶς ἡγούμενος. Σῖτος: πᾶς ὁ σιτικὸς καρπὸς, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία· Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τηῖ γηῖ ἡροῦντο, αἱ | |
15 | δὲ μετέωροι ὥρμουν. Σίτου: τροφῆς. Σίτου ἐκβολή: Θουκυδίδης· ὅτ’ ἂν ὁ στάχυς τῆς κά‐ λυκος ἐκφύηται, οὐχ ὅτ’ ἂν ἐκ τῆς γῆς ἀναδίδοται τὰ σπέρματα. | |
20 | Σιτούμενος: ἐσθίων. Σιτοφύλακες: ἀρχή τις ἦν Ἀθήνησιν, ἥτις ἐπεμε‐ λεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται· καὶ τὰ ἄλφιτα· καὶ οἱ ἄρτοι· ἦσαν δὲ τὸν ἀριθμὸν πάλαι μὲν πεντεκαίδεκα ἐν ἄστει, πέντε δὲ ἐν Πειραιεῖ· | |
25 | ὕστερον δὲ λʹ μὲν ἐν ἄστει, εʹ δὲ ἐν Πειραιεῖ. Σίττυβα: δερμάτια. | |
Σιτώνης: ὁ προεστὼς τοῦ δημοσίου σίτου. | ||
sigma515 | Σίφλος: μῶμος. Σιφλώσειεν: μέμψειεν· ἐκφαυλίσειεν. Σιφνιάζειν καὶ Λεσβιάζειν: ἀπὸ τῆς νήσου Σίφνου· ὡς καὶ τὸ Κρητίζειν· καὶ Σίφνιος δὲ ἀρραβὼν | |
5 | ὁμοίως· Σιφνιάζειν γὰρ τὸ ἅπτεσθαι τῆς πυγῆς δακτύλωι· Λεσβιάζειν δὲ στόματι παρανομεῖν. Σιωκόμος: νεωκόρος· Εὔπολις. Σκαβωνίδαι: δῆμος Λεοντίδος. Σκάζει: χωλεύει. | |
10 | Σκαιαῖ: τηῖ ἀριστεραῖ. Σκαιεμβατεῖν: τὸ σκαιῶς καὶ ἀρύθμως ἐμβαίνειν ὀρχούμενον· τὸ ἐν τηῖ συνηθείαι κενεμβατεῖν. Σκαιός: ἀριστερός· ἄφωνος· κακός. Σκαιότης: μωρία· ἀπαιδευσία· ἀγριότης· ἀπάτη. | |
15 | Σκαίροντες: χορεύοντες· σκαρίζοντες. Σκαλαθύρματα: σκαριφήματα· Ἀριστοφάνης. Σκαληνός: ἄνισος. Σκάλλοντες: σκάπτοντες. Σκάλμη: Θρακία μάχαιρα. | |
20 | Σκαλμοί: τὰ ξύλα ὧν δέονται αἱ κῶπαι πρὸς τὴν εἰρεσίαν. Σκαλος: ὃν ἡμεῖς σπάλακα. Σκάλωψ: ὁ σπάλαξ· ἐν Κλεοβουλίναις Κρατῖνος. Σκαμανδριαίους: ποταμιαίους. | |
25 | Σκαμβωνίδαι: δῆμος τῆς Λεοντίδος. | |
sigma516 | Σκανδάληθρα: καὶ σκάνδαλα λέγουσιν· —σκαν‐ δάληθρ’ ἱστὰς ἐπῶν· Κρατῖνος. Σκάνδιξ λάχανον ἄγριον· παρὸ καὶ σκανδικοπώλην τὸν Εὐριπίδην λέγουσιν· ἐπεὶ λαχανοπωλητρίας | |
5 | υἱὸν αὐτὸν εἶναι φασί. Σκαπανέα: λέγουσιν, οὐ σκαφανέα. Σκαπάνη: σκαφίον· ὀρύγιον· δικέλλιον. Σκαπέρδα: παιδιά τις· δοκίδος γὰρ ἐκτετρημένης σχοινίον διεκβαλόντες προσάπτουσιν τοῖς νεανί‐ | |
10 | σκοις· καὶ ὁ προσαγαγὼν πρὸς τὴν δοκίδα τὸν ἕτερον, νικᾶ. Σκαρδαμύττει: πυκνὰ τοὺς ὀφθαλμοὺς κλείει καὶ ἀνοίγει. Σκάρκη: ἀργύρια Θραικιστί. | |
15 | Σκατοφάγος: ἀκάθαρτος· οὕτως Μένανδρος· Ἀλλὰ σκατοφάγος ἐστι καὶ λίαν πικρός. Σκάφας: ἔφερον οἱ μέτοικοι ἐν τηῖ πομπηῖ τῶν Παναθηναίων· οἱ μὲν χαλκᾶς· οἱ δὲ ἀργυρᾶς· κηρίων καὶ ποπάνων πλήρεις, ἐνδεδυκότες φοινικί‐ | |
20 | ους χιτῶνας· οὕτως Μένανδρος. Σκαφεῖον: ἡ νῦν λεγομένη ἄμη· ἐν ἧ σκάπτουσιν. Σκάφιον: τάχα λέγει τὸν καδίσκον, ὧ καταχέονται αἱ γυναῖκες· ἔχει γάρ τι ἐμφερὲς πρὸς τὸ σκάφος, | |
ὅ ἐστιν εἶδος τι πλοίου. | ||
sigma517 | Σκαφηφορεῖν: τὸ τοὺς μετοίκους ἐν ταῖς πομπαῖς σκάφας φέρειν πλήρεις θυσιῶν· αὕτη γὰρ ἦν ἡ τῶν μετοίκων λειτουργία. Σκαφηφόροι: Δείναρχος ἐν τωῖ κατὰ Ἀγησικλέους | |
5 | φησίν· οἱ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρό‐ πολιν ἀναβήσονται· οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τωῖ ἀργυρίω· οὗτοι γὰρ ἐσκαφη‐ φόρουν Ἀθήνησι· Δημήτριος γ’ οὖν ἐν γʹ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν | |
10 | ταῖς πομπαῖς, αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια. Σκαφίδας: οὐ σκάφας τὰ σκεύη. Σκαφίδας μίξας Μοσσυνικὰ μαζονομεῖα· Ἀριστο‐ φάνης. | |
15 | Σκάφιον ἀποκεκαρμένην: καὶ σκαφιόκουρον, τὸν κεί‐ ροντα. Σκάφιον: ἔστιν καὶ εἶδος κουρᾶς· ὡς Ἀντιφῶν καὶ Ἀριστοφάνης. Σκάφιον: κουρὰ περιτρόχαλος· οὕτως Ἀριστοφάνης. | |
20 | Σκεδάζει: σκορπίζει. | |
Σκεδαστήν: τὸν μεριστήν. | ||
sigma518 | Σκεθρόν: ἀκριβές. Σκελετεύεσθαι: ξηραίνεσθαι· Ἀριστοφάνης. Σκελλόμενα: ἀφαυαινόμενα. Σκέπαρνον: ἀρρενικῶς οἱ παλαιοὶ τὸν σκέπαρνον· καὶ | |
5 | παρ’ Ὁμήρωι. Σκέρβορε: λοίδορε. Σκευοθήκη: τόπος τίς ὅπου ἀπετίθετο τὰ σκεύη τῶν δημοσίων τριηρῶν. Σκευοποιοῦντα τὸ πρᾶγμα: Ὑπερίδης ἐν τωῖ κατὰ | |
10 | Μαντιθέου· ἀντὶ τοῦ σκευωρούμενον καὶ κατα‐ σκευάζοντα καὶ πλαττόμενον. Σκεῦος: τὸ αἰδοῖον. Σκευοφορεῖον καὶ ἀναφορεῖον: τὸ ἐπὶ τῶν ὤμων ἀμ‐ φίκοιλον ξύλον· οὗ ἐξαρτῶσι τὰ βάρη. | |
15 | Σκευωρία: κατασκευή· ἐπιβουλή· βλάβη. Σκέψομαι: θεωρήσω. Σκηνή: ἡ οἰκία καὶ καταγωγή· ὡς Ἀσιαγενῆ τὴν λέξιν οὕτως Μένανδρος. Σκηνὴν δὲ ἣν ἔχουσιν· οὐδὲ γὰρ ταύτην λαβόντες | |
20 | ἀναφέρουσιν: Δημοσθένης ἐν τωῖ πρὸς Σπουδίαν· ἔοικεν δὲ σκεῦός τι εἶναι· ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναι φασίν· οἱ δὲ σκιάδειον. | |
Σκηνίτης: Ἰσοκράτης Τραπεζιτικωῖ· Πυθόδωρον γὰρ | ||
sigma519 | τὸν σκηνίτην καλούμενον· ἔοικεν δὲ ἐπωνύμιον εἶναι· μήποτε δὲ ὡς εἰς ἀγοραῖον λεγόμενον· ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. Σκηπάνιον: σκῆπτρον. | |
5 | Σκίπων: ῥόπαλον· παρὸ καὶ σκαπάνιον. Σκήπτεται: προφασίζεται. Σκηπτόμενος: ἐπερειδόμενος· στηριζόμενος. Σκηπτόμενος: ἀξιῶν ἢ ἐμφαίνων. Σκηπτός: κεραυνὸς ἄνωθεν διάπυρος. | |
10 | Σκῆπτρον: βασιλικὴ ῥάβδος. Σκηπτοῦχος: βασιλεύς. Σκῆψις: πρόφασις· ἢ φροντίς· ἀναβολή. Σκῆψις: πόλις ἐστὶν ἐν τηῖ Τροίαι· ἧς μνημονεύει Δημοσθένης ἐν τωῖ κατὰ Ἀριστοκλέους. | |
15 | Σκῆψις: πρόφασις· καὶ ἦν δίκη τίς οἷον ὑπωμοσία καὶ παραγραφή· Δημοσθένης ἐν τηῖ πρὸς Πανταί‐ νετον παραγραφηῖ· ἀλλ’ ἐπὶ ταύτης τῆς σκέψεως εἰσελθὼν ἀμφότερ’ αὐτὸν ἐπιδείξω. Σκιαγράφος: ὁ νῦν σκηνογράφος· οὕτως Ἀπολλό‐ | |
20 | δωρος. Σκιαδείων: καρουχιῶν. Σκίαθος: νῆσος ἐστι πλησίον Εὐβοίας· ἧς μέμνηται Δημοσθένης ἐν Φιλιππικοῖς. Σκιάποδες: Ἀντιφῶν ἐν τωῖ περὶ Ὁμονοίας· ἔθνος | |
25 | ἐστὶ Λιβυκόν· Κτησίας ἐν περίπλωι Ἀσίας φησίν· | |
sigma520 | ὑπὲρ δὲ τοῦτον Σκιάποδες, οἳ τούς τε πόδας οἷον χῆνες ἔχουσιν κάρτα πλατέας, καὶ ὅτ’ ἂν θέρμη ηἶ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη, σκιά‐ ζονται τοῖς ποσίν. | |
5 | Σκιάποδες: Λιβυκὸν ἔθνος· οὕτως Ἄρχιππος. Σκιάς: ἀναδενδράς· σημαίνει δὲ καὶ τὴν παρὰ Ἀθη‐ ναίοις λεγομένην θόλον. Σκιὰς καὶ σκιάδειον: ἐν ωἷ ὁ Διόνυσος κάθηται· οὕ‐ τως Εὔπολις. | |
10 | Σκιδνάμενος: σκορπιζόμενος. Σκιμαλίσαι: καταδακτυλίσαι ἀσχημόνως. Σκιμβάζειν: χωλεύειν καὶ ἀσκωλίζειν· τὸ αὐτὸ τοῦτο· οὕτως Ἀριστοφάνης. Σκίμπους: κράββατος ἢ σκάμνος. | |
15 | Σκινδακίσαι: τὸ νύκτωρ ἐπαναστῆναί τινι ἀσελγῶς. Σκινδάλαμοι: τὰ τῶν καλάμων ἀποξύσματα ἢ σκόλοπες. Σκινδαλεύειν: ἀνασταυροῦν. Σκίνδαρον: προσκίνημα· καὶ τὸ νύκτωρ ἐπαναστῆναι | |
20 | ἀκολάστως, σκινδακίσαι. Σκιόεντα: σύσκια. | |
Σκιραφία: τὰ κυβία· ἢ δι’ ὅτι σκιραφές ἐστιν τὸ | ||
sigma521 | ὄργανον τὸ κυβευτικόν· ἢ ἀπὸ Σκιράφου τινὸς κυβευτοῦ· ὃς πρῶτος εὑρηκέναι δοκεῖ τὰ κυβευτικὰ ὄργανα· ἢ ὅτι ἐν τωῖ τῆς Σκιράδος Ἀθηνᾶς ἱερωῖ ἔπαιζον οἱ κυβευταί. | |
5 | Σκιράφιον: κυβευτήριον. Σκιράφια: τὰ κυβευτήρια φησιν, ἐπειδὴ διέτριβον ἐν Σκιρωῖ οἱ κυβεύοντες, ὡς Θεόπομπος. Σκιρόν: Σκιρὰ ἑορτὴ παρὰ Ἀθηναίοις, ἀφ’ ἧς καὶ ὁ μὴν Σκιροφοριών· φασὶ δὲ οἱ γράψαντες περί τε | |
10 | μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὡς τὸ Σκιρὸν σκιάδειόν ἐστιν· μεθ’ οὗ φερομένου ἐξ ἀκροπό‐ λεως εἴς τινα τόπον καλούμενον Σκιρὸν πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱερεία καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβου‐ | |
15 | τάδαι· σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδο‐ μεῖν· καὶ σκέπας δὲ ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν· καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι· ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινος Ἐλευσινίου μάντεως | |
20 | κεκλῆσθαι· Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. | |
Σκίρον: τόπος Ἀθήνησιν, ἐφ’ οὗ οἱ μάντεις ἐκαθέζον‐ | ||
sigma522 | το· καὶ Σκιράδος Ἀθηνᾶς ἱερόν· καὶ ἡ ἑορτὴ Σκιρά· οὕτω Φερεκράτης. Σκιρός: ἑορτή τις ἀγομένη τηῖ Ἀθηναῖ, ὅτι σκιά‐ δειον ἐφρόντιζον ἐν ἀκμηῖ τοῦ καύματος· σκίρα | |
5 | δὲ τὰ σκιάδεια· οἱ δὲ οὐ διὰ τοῦτο φασὶν, ἀλλὰ διὰ τὴν ἀπὸ Σκίρων Ἀθηνᾶν· ἣν Θησεὺς ἐποίησεν, ὅτε ἐπανήει ἀποκτείνας τὸν Μινώταυρον· ἡ σκίρα δέ ἐστι γῆ λευκὴ, ὥσπερ γύψος· οἱ δὲ φασὶν, ἀπὸ Σκίρου τοῦ Ἐλευσινίου μάντεως γενέσθαι τὴν ἐπω‐ | |
10 | νυμίαν ταύτην· ἄλλοι δὲ ἀπὸ Σκίρου τοῦ συνοικί‐ σαντος Σαλαμῖνα. Σκιροφορία: ὄνομα ἑορτῆς. Σκιροφοριών: μὴν Ἀθηναίων ιβʹ· ὠνομάσθη δὲ ἀπὸ τῆς Σκιράδος Ἀθηνᾶς. | |
15 | Σκιτών: ἀσθενής· οὐδενὸς ἄξιος· οὕτω Φερεκρά‐ της. Σκιωρῖται: λόχος ἀνδρῶν ἑξακοσίων Ἀρκαδικός· ὁ ἀρχόμενός τε ἐν τοῖς πολέμοις καὶ τελευταῖος ἀναχωρῶν. | |
20 | Σκληραύχενας: ἀκαμπεῖς. Σκλῆφρον: τὸν κατεσκληκότα καὶ ἀγεννῆ τὴν ἰδέαν. Σκλῆφρος: ὁ σκληρὸς καὶ παρηβηκώς· ὁ τὰ σκλη‐ ρὰ φέρειν δυνάμενος. Σκνίψ: ζῶον κωνωπῶδες. | |
25 | Σκνὶψ ἐκ χώρας: ἐπὶ τῶν ταχὺ μεταπηδώντων ἡ | |
sigma523 | παροιμία· ἔστι γὰρ ὁ σκνὶψ ζῶον μικρὸν ξυλοφά‐ γον. Σκόθης: διάβολος. Σκοῖδος: ταμίας τὶς καὶ διοικητής· Μακεδονικὸν δὲ τὸ | |
5 | ὄνομα· διὅπερ Μένανδρος ἐν Κιθαριστηῖ Σκοῖδον Διόνυσον λέγει. Σκολιόν: ἡ παροίνιος ὠδή· ὡς μὲν Δικαίαρχος ἐν τῶ περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ὠδῶν· τὸ μὲν ὑπὸ πάντων ἀδόμενον καθ’ ἕνα ἑξῆς· | |
10 | τὸ δὲ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχεν, τηῖ τάξει· ὃ δὴ καλεῖσθαι διὰ τὴν τάξιν σκολιόν· ὡς δ’ Ἀριστόξενος καὶ Φίλης ὁ μουσικὸς, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες, ηἶδον | |
15 | γνώμας καὶ ἐρωτικὰ σύντονα· ἡ δὲ περίοδος σκο‐ λιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν. Σκόλοψ: ξύλον ὀξὺ καὶ οἱ τῶν φοινίκων. Σκολύθρια: ὑποπόδια. Σκόλυθρον: σκνιφὸν καὶ ἀνελεύθερον. | |
20 | Σκομβρίζει: γογγύζει. Σκομβρίσαι: παρὰ Ἰόβα ἐν βʹ φθορᾶς λέξεως, παι‐ διᾶς ἀσελγοῦς εἶδος· ἀποδίδοται καὶ κατὰ τὸ ἦτρον πλατεῖ τῶ ποδὶ πλήσσοντος ὡς ψόφον ἐργάσασ‐ θαι. | |
25 | Σκόνθυλλε: τονθόρυζε. | |
sigma524 | Σκόνυζαν: καὶ χωρὶς τοῦ ς κόνυζαν λέγουσι· Φερε‐ κράτης· Ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο. Σκοπέλωι: ὑψηλωῖ τόπω. Σκοπὴν καὶ σκοπιᾶν λέγουσιν: καὶ σκοπᾶν Ἀρι‐ | |
5 | στοφάνης. Σκοπιά: ὑψηλὸς τόπος. Σκοπιάζων: σκοπῶν· ἀποβλέπων. Σκοπιωροῦνται: φυλακτικῶς σκοποῦσιν ἀπὸ μετεώ‐ ρου. | |
10 | Σκοπόν: τύπον· ὧ στοιχοῦσιν καὶ ἀκολουθοῦσιν. Σκοπός: σχῆμα ὀρχηστικόν· οὕτως Εὔπολις. Σκοπός: κατάσκοπός τις καὶ ἔφορος· καὶ ἀποσκοπῶν τὰ πόρρω. Σκορακίζειν: εἰς ἐρημίαν πέμπει ἢ χλευάζει. | |
15 | Σκορακίζειν: οἷον ἐς κόρακας ἀποπέμπειν· ἀπὸ τού‐ του γὰρ εἴρηται· ὡς καὶ τὸ οἰμώζειν ἀπὸ τοῦ οἴμοι. Σκορακίζονται: ὑβρίζονται καὶ ἐκρίπτονται· πεποίη‐ ται δὲ ἀπὸ τῆς παροιμίας τῆς ἐς κόρακας. | |
20 | Σκορακισμός: ὕβρις· προπηλακισμός. Σκορδινᾶσθαι: τὸ παρὰ φύσιν ἀποτείνειν τὰ μέλη μετὰ τοῦ χασμᾶσθαι διακλώμενον· Ἀριστοφάνης Ἀχαρνεῦσι· Στένω, κέχηνα, σκορδινῶμαι, πέρδο‐ | |
μαι. | ||
sigma525 | Σκοτοδινιᾶ: σκοτοῦται· μετὰ σκότους ὀφθαλμῶν συστρέφει· ὅ ἐστιν ἰλιγγιᾶ. Σκοτομήνη: νὺξ ἀσέληνος. Σκότος καὶ σκότον: ἑκατέρως· οὕτως Ἀμειψίας. | |
5 | Σκυβαλίζεται: ἀποδοκιμάζεται· ἀτιμάζεται. Σκυθικαί: εἶδός τι ὑποδήματος εἰσίν· ὡς Ἀλκαῖος ἐν ηʹ· Σκυθικὰς ὑποδησάμενος. Σκυθρός: αὐθέκαστος· αὐστηρός· Μένανδρος· Ἐγὼ δ’ ἀγροῖκος, ἐργάτης, σκυθρὸς, πικρὸς, Φειδωλός. | |
10 | Σκῦλα: τὰ ἀπὸ τῶν πολεμίων ἀνηρημένα. Σκυθαίνας: Σκυθίδας· Ἄλεξις. Σκῦλα: λέγουσιν ὡς ἡμεῖς· καὶ σκυλεύματα Θου‐ κυδίδης. Σκυλόδεψος: ὁ τὰ κώδια ἐργαζόμενος. | |
15 | Σκύμνος: σκύλαξ λέοντος. Σκυρθάνια: τοὺς ἐφήβους οἱ Λάκωνες. Σκυρίαν δίκην: οἱ σκηπτόμενοι ἐν ταῖς δίκαις ἔφασ‐ κον εἰς Σκῦρον ἀποδημεῖν. Σκυτάλαι: στρογγύλα καὶ λεῖα ξύλα. | |
20 | Σκυτάλη: βακτηρία· ἀκροπάχη· ἢ φραγέλλιον. Σκυτάλη: ἐπιστολὴ Λακωνική· ἦν δὲ ἡ σκυτάλη ξύλον ἐξεσμένον ἐπίμηκες· δύο δὲ παρὰ Λακεδαι‐ | |
μονίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατ‐ | ||
sigma526 | εῖχον οἱ Ἔφοροι τῶν Λακεδαιμονίων· τὴν δὲ ἑτέραν τωῖ ἐκπεμπομένωι παρ’ αὐτῶν στρατηγωῖ παρεῖ‐ χον· καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτωῖ, φέροντες ἱμάντα λευκὸν περιεῖλλον τὴν σκυτάλην· | |
5 | καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον· καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τωῖ ἀποφέροντι· τοῦτο δὲ ἐποί‐ ουν, ἵνα μὴ μανθάνωσιν οἱ ἀποφέροντες τὸ δηλού‐ μενον ἐν αὐτῶ· ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τηῖ ἑαυτοῦ σκυτάλη περιείλιττεν· καὶ | |
10 | ἀνεγίνωσκεν οὕτως τὰ γεγραμμένα· λέγεται οὖν καὶ ἡ ἐπιστολὴ σκυτάλη καὶ αὐτὸ τὸ ξύλον, ἀφ’ οὗ καὶ ἡ ἐπιστολή· Διοσκουρίδης δὲ ἐν τοῖς περὶ νομίμων τοὺς δανείζοντας ἐν Σπάρτηι διαιρεῖν σκυ‐ τάλην δύο παρόντων μαρτύρων καὶ γράφειν τὸ | |
15 | συμβόλαιον ἐν ἑκατέρωι τμήματι· καὶ τὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι· τὸ δὲ δι’ ἑαυτοῦ ἔχειν· ἐχρῶντο δ’ αὐτῶ καὶ ἄλλοι· ὡς Ἀριστοτέλης ἐν τηῖ Ἰθακησίων πολιτείαι μ͂β. Σκύτη: δέρματα· Ἀριστοφάνης. | |
20 | Σκυτοδέψης: δερματομαλάκτης· καὶ βυρσοδέψης. Σκῦτος: πᾶν δέρμα· ἀφ’ οὗ καὶ σκυτεύς. Σκυτοτόμος: σκυτεύς· λωροτόμος. | |
Σκύφος: ποτήριον. | ||
sigma527 | Σκώληξ: τὸ πρὸς τηῖ γηῖ οἴδημα τῆς θαλάσσης· οἷον τὸ προσαράσσον κῦμα. Σκῶλος: εἶδος ἀκάνθης ἢ σκάνδαλον. Σκώπτει: παίζει. | |
5 | Σκῶρ: τὸ ἀποπάτημα· οὐ σκατόν· οὕτως Ἀριστοφά‐ νης. Σκώπευμα: σχῆμα Σατυρικὸν, ὡς καὶ ὁ σκωπός· οὕτως Αἰσχύλος. Σμῆνος: πλῆθος μελισσῶν. | |
10 | Σμήρινθοι: σπάρτα· σχοινία λεπτά. Σμικρόν: καὶ χωρὶς τοῦ ς λέγεται. Σμικυθίων: ὄνομα κύριον. Σμιλεύματα: **** Σμινύην: σκαφίον ἢ δίκελλαν ἢ ἀξίνην. | |
15 | Σμοκορδοῦν: συνουσιάζειν· καὶ τὸ σπλεκοῦν ταυτὸ τοῦτο σημαίνει· καὶ τὸ σποδεῖν. Σμύξαι: καῦσαι. Σμυχόμενος: καιόμενος· ἀναλισκόμενος. Σμώδιγγες: μώλωπες. | |
20 | Σμώδιξ: μώλωψ· τὸ ἐκ πληγῶν οἴδημα. Σμώχειν: σπουδῆ ἐνεργεῖν. Σοβάδες: διώκουσαι πόρναι. Σοβαρός: οὐχ ὁ σεμνὸς, ἀλλ’ ὁ καταπληκτικός. Σοβαρός: λαμπρός· ἐπαιρόμενος· τολμηρός· αὐθά‐ | |
25 | δης· ἔξω τοῦ δέοντος φερόμενος· τὸ δὲ σοβαρὸς | |
sigma528 | λέγουσι γεγονέναι, οἱ μὲν ἀπὸ τῆς Συβαριτῶν ἀρ‐ χῆς τὸ ὄνομα· οἱ δὲ γεγενῆσθαι φασὶν αὐτὸ παρὰ τὸ σέβας· ἄλλοι δὲ σοβαρὸν ὠνομάσθαι λέγουσιν ἀπὸ τοῦ σοβεῖν, ὅπέρ ἐστιν μετὰ σεμνότητος προϊέ‐ | |
5 | ναι· χρῶνται δὲ τηῖ λέξει ταύτηι συνήθως οἱ κυνικοί. Σοβεῖ: διώκει· κομπάζει. Σόλοι: πόλεις Σικελίας καὶ Κύπρου· ἀφ’ ὧν ὁ Σο‐ λοικισμός· βαρβαρίζοντες κατὰ τὴν ἰδίαν γλῶσ‐ | |
10 | σαν. Σόλοι: οἱ μὲν Κύπριος πόλις· οἱ δὲ Κιλικίας. Σόλον: δίσκον. Σορός: μνῆμα· θήκη. Σούνιον: δῆμος Λεοντίδος. | |
15 | Σορέλλη: σκῶμμα εἰς τοὺς γέροντας παρὰ τὴν σο‐ ρόν· οὕτως Ἀριστοφάνης. Σοφίαν: κοινόν· ἀπάτην· μάθησιν· καὶ τὴν τέχνην· τὴν φρόνησιν καὶ ἐπιστήμην· τὸν νοῦν. Σόφισμα: μάθημα· καὶ ἐπινόημα· καὶ εὕρημα πᾶν· | |
20 | οὕτως Φερεκράτης. Σοφιστής: ἀπατεών· παρὰ τὸ σοφίζεσθαι· ὅ ἐστι λόγοις ἀπατᾶν· λέγεται δὲ σοφιστὴς καὶ ὁ διδάσ‐ καλος ὁ σοφίζων· τὸ δὲ παλαιὸν σοφιστὴς ὁ σοφὸς ἐκαλεῖτο. | |
25 | Σοφιστής: πᾶς τεχνίτης· καὶ ὁ τὸ λεκτικὸν ἠσκη‐ | |
κώς· καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις. | ||
sigma529 | Σπάδων: εὐνοῦχος. Σπαδών: ὀξυτόνως τὸ σπάσμα. Σπαθᾶν: Μένανδρος Μισουμένωι· τὸ ἀλαζονεύεσθαι. Σπαθᾶν: εἰκῆ λέγειν ἢ ἀναλίσκειν ἀσώτως. | |
5 | Σπάθημα φρενῶν: τὸν ἄγαν φρόνιμον. Σπαθίδα: τὴν τῶν μυρεψῶν σπάθην· οὕτως Ἀρισ‐ τοφάνης. Σπαθῶσι: σκορπίζουσιν. Σπαίρει: ἄλλεται· σκαρίζει· ἐκπνεῖ τὴν ψυχήν. | |
10 | Σπάλαυθρον: σκάλαυθρον. Σπάνις: ἔνδεια. Σπανίαν: σπάνιν. Σπαργανώματα: αἱ πρῶται φασκίαι καὶ οἱ δεσμοὶ τῶν ἀρτιτόκων παιδίων. | |
15 | Σπαργῶσα: ἀνθοῦσα ἢ σπαραττομένη ὑπὸ θλίψεως καὶ δεομένη ἐκκρίσεως τινός. Σπαργῶσιν: ὀρεκτικῶς καὶ ἐπιθυμητικῶς ἔχουσιν. Σπάρνον: σπάνιον· οὕτως Πλάτων. Σπάρτα: σχοινία. | |
20 | Σπαρτοπώλιον: ὡς ἡμεῖς· καὶ Μένανδρος· —σπαρ‐ τόπωλις ὁμογραῦς. Σπαρτωλός: πόλις ἐστι τῆς Ἀττικῆς ἡ Σπαρτωλός. Σπατάγγαι: ἰχθύες τινές· οἱ δὲ τοὺς μεγάλους ἐχί‐ | |
νους· οὕτως Ἀριστοφάνης. | ||
sigma530 | Σπεῖρα: ἡ συστροφὴ καὶ τὸ ἄθροισμα· οὐχ ὅπως παρὰ τοῖς τραγικοῖς, ἀλλὰ καὶ ἐν Μαμακύθωι. Σπεῖραι: πλήθη στρατευμάτων· φάλαγγες· νούμερα· λεγεών. | |
5 | Σπειρηδόν: παραπεπλεγμένως. Σπένδεται: θύεται· ἢ θυμιᾶ· ἢ φιλιοῦται. Σπένδομαι: θύομαι· ἢ θεωῖ ἀνατίθεμαι. Σπένδοντας: θύοντας· προσφέροντας παρὰ τὴν σπον‐ δὴν καὶ τὸ φιλιοῦσθαι· οὕτως γὰρ ἐκάλουν τὰς ἐπὶ | |
10 | τῶν πολεμίων συμβάσεις καὶ σπονδὰς ἐνόρκους. Σπερματίαν: τὸν εἰς σπέρμα παρειμένον· οὕτως Κρατῖνος. Σπερμολόγος: εὐρυλόγος· ἀκριτόμυθος· καὶ ὁ τὰ σπέρματα συλλέγων. | |
15 | Σπερμολόγος: λέγεται μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος ὠνομασμένον· ἔοικεν δὲ ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν· λέγεται οὖν ἀπὸ τούτου ὁ εὐ‐ τελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος, καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν, σπερμολόγος. | |
20 | Σπεύδειν: οὐ τὸ ἐπιταχύνειν· ἀλλ’ ὅπερ ἡμεῖς σπου‐ δάζειν καὶ συλλαμβάνειν. Σπερχνός: τραχύς. Σπερχόμενος: ἐπειγόμενος. | |
Σπῆλυγξ: σπήλαιον. | ||
sigma531 | Σπιθαμή: τοῦ βίου τὸ ἐλάχιστον. Σπιθαμήν: οἷον χρόνου στιγμήν. Σπιθαμή: τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρόν· τὸ δ’ ἀπὸ τοῦ λιχανοῦ λιχάς· τὴν δὲ σπι‐ | |
5 | θαμὴν τινὲς καὶ δόχμην καλοῦσιν· οὕτως Κρατῖνος. Σπιλάδες: αἱ ἐν ὕδατι κοῖλαι πέτραι ὡς Ἀπίων· Ἡλιόδωρος δὲ τὰς παραθαλασσίας πέτρας καὶ ἐπειλημμένας ὑπὸ τῶν κυμάτων. Σπίλος: μιασμός· ῥύπος. | |
10 | Σπινός: διὰ τοῦ ἑνὸς ν λέγουσιν· Ἀριστοφάνης Ταγη‐ νισταῖς. Σπλήνιον: οὐ τὸ φάρμακον· ἀλλὰ τὸ ὀθόνιον· καὶ σπλῆνα, αὐτὸ τὸ πτύγμα τοῦ ὀθονίου. Σποδοῦν: τὸ συνουσιάζειν· καὶ τύπτειν· ὡς παῖσαι | |
15 | καὶ πατάξαι, τὸ αὐτό· οὕτως Ἀριστοφάνης. Σποδιοῦσιν: ἐν σποδωῖ ὀπτήσουσιν· οὕτως Πλάτων. Σπολάς: δερμάτιον ἐφαπτῶδες, πρὸς τὰς ἐν πολέμωι μάχας χρήσιμον. Σπονδεῖα: ἀγγεῖα ἐν οἷς σπένδουσιν. | |
20 | Σπονδή: οἴνου ἔκχυσις ἐπὶ τιμηῖ δαιμόνων ἢ φιλίαι. Σπονδόφοροι: οἱ τὰς σπονδὰς φέροντες τοῖς πολε‐ μοῦσιν· ἔθος γὰρ ἦν ἐν ταῖς πανηγύρεσι ταῖς κοι‐ ναῖς, σπονδοφόρους περιερχομένους κελεύειν σπονδὰς ποιεῖσθαι τοὺς πολεμοῦντας. | |
25 | Σποράδα γῆς: κονιορτὸν ἢ χνοῦν γῆς. | |
Σποράδην: διεσπαρμένως ὧδε κακεῖσε. | ||
sigma532 | Σπόρθυνγες: αἱ συνεστραμμέναι μετὰ ῥύπου τρίχες. Σπουδάζω περὶ τὸν ἄνδρα: Δημοσθένης κατὰ Μειδίου· ἐπὶ δὲ τοῦ κατεπείγομαι, Θεόπομπος ἐν ἐπιτομηῖ τῶν Ἡροδότου· ἐπὶ δὲ τοῦ βούλομαι, ὁ αὐτὸς ἐν τηῖ | |
5 | ἐπιτομηῖ· ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπου‐ δασμένως, Πλάτων Πολιτείας γʹ· ἐπὶ δὲ τοῦ λίαν θέλω, Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν· ἐπὶ δὲ τοῦ σεμνολογεῖν, τὸ σπουδαιολογεῖν Ξενοφῶν Συμποσίωι· —τίνι σπεύδεις, ἀντὶ τοῦ τίνι σπουδά‐ | |
10 | ζεις· οὕτως καὶ Ἄλεξις. Σπουδαίως: σοφῶς. Σπουδαρχιάσας: ἐπιθυμήσας ἄρξαι· σπουδάσας· ἐπιμεληθεὶς τυχεῖν τῆς ἀρχῆς. Σπουδὴν ποιεῖσθαι: τὸ ὀργίζεσθαι· οὕτως Ἀριστο‐ | |
15 | φάνης ἐν Βατράχοις. Σπυρθίζειν: τὸ ἀνασκιρτᾶν· ἀπὸ τῶν ὄνων· οὕτως Ἀριστοφάνης. Σπυρίζειν: σφαδάζειν· σφύζειν. Σπυρίς: κυρίως τὸ τῶν πυρῶν ἀγγεῖον. | |
20 | Σποράδες νῆσοι: ἃς ἔνιοι Κυκλάδας λέγουσιν· αἱ ἐν τωῖ Αἰγαίωι· εἰσὶ δὲ δέκα. Στάδια καὶ σταδίους: ἑκατέρως λέγουσιν· ὁ Θουκυ‐ δίδης δὲ σταδίους ὡς ἐπὶ τὸ πᾶν· ἅπαξ δὲ μόνον στάδια εἴρηκεν ἐν ζʹ· ἐν γὰρ τωῖ πρόσθεν ἐπὶ | |
25 | πολλὰ στάδια μέλλων ἰέναι. Στάδιον: ὁ τόπος τοῦ ἀγῶνος· καὶ μέρος τί τοῦ | |
λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι | ||
sigma533 | μίλιον· λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν· Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῶ δὲ δὴ σταδίω τῶν σκαφῶν προδιδόμενοι, δεινῶς ἤσχαλ‐ λον· ἀντὶ τοῦ τηῖ στάσει καὶ ἀκινησίαι τῶν σκα‐ | |
5 | φῶν προδιδόμενοι, σφόδρα ἠνιῶντο. Σταθείς: ὑφ’ ἑτέρου· στὰς δὲ, ἀφ’ ἑαυτοῦ· καὶ στα‐ θεῖσα καὶ στᾶσα, ἀνάλογον. Σταθερόν: μόνιμον· στάσιμον. Σταθερόν: ὀξύ· ἰσχυρόν· τὸ διὰ τὴν ὀξύτητα τῆς | |
10 | κινήσεως ἑστάναι δοκοῦν· καὶ σταθερὰν μεσημ‐ βρίαν ἐν Φαίδρω Πλάτων, τὸ μεσαίτατον καὶ πνι‐ γηρότερον τῆς ἡμέρας δῆλον ὅτι. Σταθερόν: ὀξύ· ἰσχυρὸν ἢ θερμόν· τὸ διὰ τὴν ὀξύ‐ τητα τῆς κινήσεως ἑστάναι δοκοῦν· ἐν Φαίδρωι· | |
15 | μή πως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθη· οὐχ ὁρᾶς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά· δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερὰ, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον ὅτ’ ἂν μᾶλλον ἐγκαῆ, ὀξὺν εἰώθασι λέγειν· σημαί‐ | |
20 | νοι δ’ ἂν καὶ τὸ στάσιμον, τῶ μέσον τι εἶναι τῆς ἡμέρας καὶ μὴ δὲ ἐφ’ ἕτερον κλίνειν· καὶ Κρατῖνος δὲ ἐν Σεριφίοις ἐπὶ τοῦ ὀξέως ἢ ἰσχυροῦ· Οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι | |
παφλάζει· Ἀντίμαχος· —θέρεος σταθεροῖο· τινὲς | ||
sigma534 | καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγω‐ γοῖς· —σταθεροῦ χεύματος· καὶ Ἀριστοφάνης ἐν Προάγωνι· Στατερὰ δὲ κάλυξ νεαρᾶς ἥβης· ση‐ μαίνει καὶ τὸ μόνιμον. | |
5 | Στάθμη: τὸ σπαρτίον. Σταθεῦσαι: Ἀχαρνεῦσι· (Κατάχει σὺ) τῆς χορδῆς τὸ μέλι· τὰς σηπίας στάθευε· τοῦτέστιν ἡσυχῆ τῶ πυρὶ χλίαινε. Σταθμός: οὐ τὸ διάστημα τῆς ὁδοῦ· ἀλλὰ ἡ κατά‐ | |
10 | λυσις. Σταθμούς: Ἀριστοφάνης Δράμασιν· Αὐτοῖς σταθ‐ μοῖς ἐξέβαλε τὰς σιάγονας· οἷον τοῖς φλειοῖς. Σταθμῶν: τῶν παραστάδων τῆς θύρας. Σταθμώμενον: δοκιμάζοντα. | |
15 | Σταλαγμόν: ὡς ἡμεῖς· Ἀριστοφάνης Ἀχαρνεῦσι· Σὺ δ’ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα. Στάλικας: πασσάλους. Σταμνία: τὰ Θάσια κεράμια· οἱ δὲ καὶ τὰ Χῖα καὶ τὰ Μενδαῖα. | |
20 | Στατήρ: τετράγραμμον νόμισμα· καὶ τὸ ἐξάγιον· καὶ τὸ ζύγιον. Σταμνίονες: τὰ ἐν ταῖς σχεδίαις ὀρθὰ πεπηγότα | |
ξύλα. | ||
sigma535 | Σταυροί: τὰ ὀρθὰ πεπηγότα ξύλα. Στάς: ἄνευ τοῦ ι ὁ Ἀττικὸς λέγει· ὁ δὲ Ἴων σταῖς. Στασιασμόν: τὴν στάσιν· Μένανδρος. Στάσις: οὐχ ἡ φιλονεικία· ἀλλ’ αὐτοὶ οἱ στασιά‐ | |
5 | ζοντες· καλοῦσι δὲ καὶ τὰ πεφυκότα σπέρματα· οὕτως Ἀριστοφάνης. Στασιώτης: Ἀντιφῶν ἐν τῶ περὶ τῆς μεταστάσεως· περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὁ στασιώ‐ της ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός· ἔοικεν οὖν ἰδίως | |
10 | νῦν ὁ ῥήτωρ ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῶ ὀνό‐ ματι· ἐν γοῦν τοῖς ἑξῆς φησίν· ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι καλέσαι· τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. Στατῆρα: καὶ ἐπὶ τῆς ὁλκῆς λέγουσι καὶ τὸν | |
15 | σταθμὸν ἁπλῶς. Στατήρ: βάρβαρον οἴονται τινὲς εἶναι τὸ ὄνομα· τὸ δὲ τέτραχμον καὶ τετράδραχμον, Ἀττικά. Σταφυλήν: τὸν ἐν τῶ στόματι κίονα· οὕτως Νι‐ κοφῶν. | |
20 | Σταφυλοβολεῖον: οἱ μὲν φασὶ σταφυλοβολεῖον εἶναι, ἐν ωἷ ἀνακόπτουσιν ἐν τῶ ληνωῖ τοὺς βότρυς οἱ πατοῦντες· ἀπὸ τοῦ βάλλειν τὴν σταφυλήν· οἱ δὲ τοὺς κοφίνους φασὶν, ἐν οἷς ἀπὸ τῶν ἀγρῶν φέροντες | |
τὴν σταφυλὴν βάλλουσιν εἰς τὴν ληνόν· ἄλλοι δὲ | ||
sigma536 | λέγουσιν σταφυλοβολεῖον εἶναι ἄγγος τι χωρητικὸν οἴνου. Στέατα: ἄλευρα. Στεγανόμιον: ὁ διδόμενος φόρος ὑπὲρ τῶν στεγῶν. | |
5 | Στεγανώτερον: στερεώτερον· πεπυκνωμένον· συν‐ εχέστερον· στερέμνιον. Στεγανόν: πυκνόν· σφιγκτόν. Στεγναί: στερεαί. Στεγόμενα: κρυπτόμενα. | |
10 | Στείβοντες: πατοῦντες. Στειλάμενοι: στείλαντες. Στειλάμενος: εὐσταλῶς ἐπελθών. Στείλασθαι: ὁδεῦσαι· πλεῦσαι. Στείχειν: πορεύεσθαι. | |
15 | Στείχοντες: πορευόμενοι. Στελεόν: τὸ τοῦ πελέκεως ξύλον. Στέμμα: στεφάνη· πλήρωμα. Στέμφυλον: τὸ ἔκδυμα τῆς σταφυλῆς ἢ τῶν ἐλαῶν· οἷς ἀντὶ ὄψων ἐχρῶντο. | |
20 | Στένει: στενάζει. Στενολεσχία: λεπτολογία. Στενόπρωκτος: ἄπυγος. Στενωπός: στενορύμη διόδων. Στεργέτω: οἷον στεγέτω, ὑπομενέτω· οὕτως Πλάτων. | |
25 | Στέρεσθαι καὶ στερίσκεσθαι: ἄμφω λέγουσιν Ἀτ‐ | |
τικοί. | ||
sigma537 | Στερέμνιον: στερεόν· ἰσχυρόν. Στερίφη: στεῖρα· μὴ τεκοῦσα· μηδὲ τίκτουσα. Στερκτικόν: τὸ ἔμμονον καὶ βέβαιον καὶ ἀσφαλές. Στέριφος: στεῖρος καὶ ἄγονος· παρὰ τὸ στερεὰν ἔχειν | |
5 | τὴν ὑστέραν. Στερίφοις: στερεοῖς ἢ πικροῖς. Στέρνοις: στήθεσιν. Στερνοτύπτης: ὁ τὸ στῆθος τύπτων· καὶ στερνοτυπ‐ τόμενος. | |
10 | [Στερκτικόν: τὸ ἔμμονον καὶ βέβαιον καὶ ἀσφαλές.] Στεροπή: ἀστραπὴ, ἢ λαμπηδών. Στερτοι: στερροί· πεπιλημένοι. Στλεγγίς: ἡ ξύστρα· καὶ στλεγγιζόμενος, ἀποξυό‐ μενος· Ἀριστοφάνης Γήρα· Εἰ παιδαρίοις ἀκολου‐ | |
15 | θεῖν δεῖ, σφαῖραν καὶ στλεγγίδ’ ἔχοντα· Δαιταλεῦ‐ σιν· Οὐδ’ ἔστιν αὕτη στλεγγὶς, οὐδὲ λήκυθος· καλεῖται δὲ στλεγγὶς καὶ χρυσοῦν ἔλασμα τὸ περὶ τηῖ κεφαληῖ τῶν γυναικῶν. Στερρός: στερεός· ἰσχυρός. | |
20 | Στεφάνη: ὄρους ἐξοχή. Στεφάνη: προκόσμημα γυναικεῖον. Στεφανηφόρος: Ἀντιφῶν ἐν τῶ πρὸς Νικοκλέα· Στε‐ φανηφόρου ἡρῶον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις· εἴη δ’ ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων | |
25 | εἷς· τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων· ἢ | |
sigma538 | μήποτε τοῦ ἀστικοῦ Στεφανηφόρου τὸ ἡρῶον ἦν, ὡς φησὶν Ἑλλάνικος ἐν βʹ Ἀτθίδος. Στεφανῶν τοὺς νενικηκότας: ἀντὶ τοῦ τιμῶν, ὡς Δημοσθένης· καὶ γὰρ Λυκοῦργος φησίν· ἀλλὰ μὴν | |
5 | καὶ Καλλισθένην ἑκατὸν μνὰς ἐστεφανώσατε. Στήλας: θεμελίους. Στηλιτεύσας: δημοσιεύσας. Στημον: ὀξὺ ἢ τραχύ. Στήνια: ἑορτὴ Ἀθήνησιν, ἐν ἧ ἐδόκει ἡ ἄνοδος γενέ‐ | |
10 | σθαι τῆς Δήμητρος· ἐλοιδοροῦντο δ’ ἐν αὐτηῖ νυκτὸς αἱ γυναῖκες ἀλλήλαις· οὕτως Εὔβουλος. Στήριγμα: τὸ ὑποτιθέμενον τηῖ ἁμάξηι δίκρουν· οὕτως Νικόστρατος. Στιβάδες: τραπέζαι ἢ στρωμναί. | |
15 | Στιβαρόν: ἰσχυρόν. Στιβαί: χαμαικοίτιον ἀκούβιτον ἀπὸ ῥάβδων· καὶ οἱ τῶν δένδρων ἀκρέμονες. Στίγματα: πληγαί· στρώματα ἢ ποικίλματα. Στιγμήν: ὡς ἡμεῖς, τὸ ἐλάχιστον· οὕτως Μένανδρος. | |
20 | Στιγών: ὁ στιγματίας· Βαβυλωνίοις. Στίλβη: λύχνω τί ἐοικός· Ἕρμιππος Θεοῖς· —ἐξ ἀγορᾶς δ’ ἐγὼ Ὠνησόμαι λύχνον τιν’ ἢ στίλβην. Στίλην: τὸ ἐλάχιστον· Ἀριστοφάνης Σφηξίν· Τί οὐ κατεκοιμήθημεν ὅσον ὅσον στίλην. | |
25 | Στίμην καὶ στίμιν: ὅ τινες στίβην· Ἀντιφάνης | |
sigma539 | Παροιμιαζομένω· Στίμιν, κάτοπτρα, κρωβύλους, κεκρυφάλους. Στίξαι: τὸ ἐγκαῦσαι ἵππον. Στιλπνόν: λαμπρόν· στίλβον. | |
5 | Στιρακη: ἡ ὁδός. Στιριεύς: δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στιρία. Στῖφος: τάξις πολεμική· ἢ φάλαγξ· συστροφή· πλῆθος συστάσεων. Στιφρόν: τὸ πεπηγός· στρυφνὸν δὲ, τὸ πρὸς τὴν | |
10 | γεῦσιν. Στίχος: τάξις. [Στοιχειοῦσιν: διατυποῦσιν.] Στλεγγιδοποιός: ὁ χαλκεύων τὰς στλεγγίδας· ἃ νῦν ξύστρα καλεῖται. | |
15 | Στοαί: τὰ ταμιεῖα· παραμήκη γὰρ ἦν τοῖς παλαιοῖς. Στοάν: καὶ σὺν τῶ ι στοιὰν ἑκατέρως λέγουσιν. Στοιβήν: ὡς ἡμεῖς τὸ ἀναπλήρωμα· καὶ διακόλ‐ λημα τὸ αὐτὸ τοῦτο Εὔπολις. Στοιχεῖον: ἐκάλουν τὴν ναυτῶν σκιὰν, ηἷ τὰς ὥρας | |
20 | ἐσκοποῦντο. Στοιχεῖον: ἡ σκιά· Φιλήμων Ὑποβολιμαίωι. Στοιχειοῦσιν: διατυποῦσιν. | |
Στοιχομυθεῖν ἐφἑξῆς λέγειν. | ||
sigma540 | Στοιχείωσις: ἀκριβεστάτη ἐπιτομή· ἡ πρώτη μάθη‐ σις, ἤτοι διάταξις. Στοῖχος: στίχος· καὶ περιστοίχους ἐλαίας εἴρηκεν Δημοσθένης, οὐχὶ περιστίχους, ἐν τωῖ πρὸς Καλλι‐ | |
5 | κλέα περὶ χωρίου βλάβης· Ἀριστοφάνης Βαβυ‐ λωνίοις· Ἤπου κατὰ στοίχους κεκράξονταί τι βαρ‐ βαριστί. Στόλον: τὰ πλοῖα· Ἄλεξις. Στόλοκρον: κορδύλη· τὸ ἐν τηῖ κεφαληῖ συνεστραμ‐ | |
10 | μένον. Στολήν: μᾶλλον μὲν τὴν ἀποστολὴν καὶ ἔκπεμψιν· λέγουσι δὲ καὶ τὴν ἐσθῆτα ὡς ἡμεῖς. Στόλοκρον: καὶ ἡ ἔσωθεν τῶν κεράτων ἔκφυσις· καὶ τὸ περικεκομμένον τὰς κόμας. | |
15 | Στόμαχος: λαιμός. Στόμις ἵππος: ἀπειθὴς καὶ βίαιος ὅν τινες ἄστο‐ μον. Στόμφακα: τὸν κομπαστήν· καὶ στομφάσαι, τὸ ἀλαζονεύσασθαι. | |
20 | Στόμωμα: τὸ ὀξύνον τὸν σίδηρον· ἀφ’ οὗ καὶ αἱ ἀκ‐ μαὶ γίνονται τῶν μαχαιρῶν. Στοναχας: στεναγμούς. Στονόεσσα: στεναγμὸν ἔχουσα. Στόνος: στεναγμός. | |
25 | Στορέσαι: στρῶσαι. Στόρθυγξ: τὸ ἄκρον τοῦ δόρατος· ἢ τὸ τοῦ βέλους | |
σιδήριον. | ||
sigma541 | Στράβαξ: ὄνομα κύριον. Στράγγα: Μένανδρος Θησαυρωῖ· Ἄσιτος ἐπτὰ μῆ‐ νας, ὕδατος στράγγ’ ἔχων. Στραγγαλᾶν: εἴρηκέν που Μένανδρος. | |
5 | Στραγγαλίδες: τὰ δύσλυτα ἅμματα· Φερεκράτης Αὐτομόλοις· Ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγ‐ γετε. Στραγγαλιῶδες: διεστραμμένον. Στραγγίς: σταγών. | |
10 | Στραγγεύει: διαβάλλει· οὐκ εὐθὺς πορεύεται· ὥσπερ νεάζει· καὶ χρονίζει· ῥαθυμεῖ. Στραγός: ἀναιδής· σκολιός· στρεβλός· δύσκολος. Στραγώτερος: ἀναιδέστερος. Στρατήγημα: σόφισμα ἢ τοῦ στρατοῦ ἡγεμονία ἢ | |
15 | κατόρθωσις. Στρατηγίς: ἡ γυνή· οὕτως Φερεκράτης. Στρατιὰ ἐν τοῖς ἐπωνύμοις: Αἰσχίνης ἐν τῶ περὶ τῆς παραπρεσβείας· Ἀριστοτέλης τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείαι· τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις | |
20 | στρατιά· εἰσὶν γὰρ, φησὶν, ἐπώνυμοι, δέκα μὲν οἱ τῶν φυλῶν· δύο δὲ καὶ τεσσαράκοντα οἱ τῶν ἡλι‐ κιῶν· οἱ δ’ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκασμένα γραμματεῖα ἐνεγράφοντο· καὶ ἐπε‐ γράφοντο αὐτοῖς, ὅ τε ἄρχων ἐφ’ ὃν ἐπεγράφησαν, | |
25 | καὶ ἐπώνυμος ὁ τῶ προτέρωι ἐπιδεδημηκώς· νῦν | |
δὲ εἰς τὴν βουλὴν ἀναγράφονται· καὶ μετ’ ὀλίγα· | ||
sigma542 | χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατιάς· καὶ ὅτ’ ἂν ἡλικίαν ἐκπέμπωσιν, προσγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρα‐ τεύεσθαι. | |
5 | Στρατιά: τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα. Στρατεία: ἡ ἐνέργεια καὶ ὥσπερ πάλη. Στρατηγιᾶν: ἐπιθυμεῖν τῆς στρατηγίδος. Στρατηγοί: οἱ καθ’ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι | |
10 | στρατηγοὶ δέκα ἦσαν· Δημοσθένης ἐν Φιλιππι‐ κοῖς. Στρατιάν: συστέλλοντες τὴν δευτέραν συλλαβὴν, οὐ μόνον τὸ στράτευμα λέγουσιν, ἀλλὰ καὶ αὐτὴν τὴν στράτευσιν· οὕτως Ἀριστοφάνης. | |
15 | Στράτιος: Ἄρης καὶ Ζεύς· ἡ δευτέρα συλλαβὴ βρα‐ χεῖα· καὶ στράτιον, τὸ μέγα καὶ σοβαρόν. Στρατοπεδευσάμενοι: ἀπληκεύσαντες. Στρατόπεδον ἐποιήσαντο: ἀντὶ τοῦ σκηνάς· δύο γὰρ σημαίνει ἡ λέξις· καὶ τὸ στράτευμα, καὶ τὸν | |
20 | τόπον τοῦ στρατεύματος. Στρατός: τὸ πλῆθος τῶν πολεμούντων· ὁ δὲ τόπος, στρατόπεδον· λέγεται γὰρ τοῦ στρατοῦ τὸ πέδον. Στρατοφάνη: τὴν κλητικὴν πτῶσιν· Μένανδρος Σι‐ κυωνίω· Στρατοφάνη, λιτόν ποτ’ εἶχες χλαμύδιον | |
25 | καὶ παῖδα ἕνα· καὶ ἀεὶ οὕτως λέγει. | |
Στρεβλούμενος: δεσμούμενος· μαστιζόμενος. | ||
sigma543 | Στρεβλόν: τὸν στραβὸν λέγουσιν· οὕτως Εὔπολις. Στρέμμα: ἡ τοῦ στρογγύλου ἕλκους οὐλή. Στρεπτά: ψέλια. Στρεπτούς: πλακούντων εἶδος· ὡς Δημοσθένης ὑπὲρ | |
5 | Κτησιφῶντος. Στρέφος: δέρμα· βύρσα. Στρέψα: πόλις τῆς Θραίκης· καὶ οἱ πολίται Στρε‐ ψαῖοι. Στρεψαίους: Ἀριστοφάνης Γεωργοῖς. | |
10 | Στρεψίμαλλος ἄνθρωπος: ὁ μὴ ἁπλοῦς· ἀπὸ τῶν ἐρίων τῶν συνεστραμμένους τοὺς μαλλοὺς ἐχόν‐ των. Στρῆνον: οἱ μὲν τὸ ὀξὺ καὶ τὸ ἀνατεταμένον· Νικό‐ στρατος δὲ τὸ τραχὺ καὶ πρόσαντες τηῖ ἀκοηῖ | |
15 | φθέγμα. Στριφνός: σφιγκτός· στερεός. Στροβεῖ: ταράττει· κινεῖ· περιφοβεῖ· καταπονεῖ. Στρόβιλος: καμπύλος. Στρόβιλοι: καὶ οἱ κοχλίαι καὶ οἱ θαλάσσιοι κήρυκες· | |
20 | καὶ στρόβιλος, εἶδος ὀρχησέως· καὶ ἀνέμων εἶδος· καὶ ὁ τοῦ δένδρου καρπός. Στροβῆσαι: συστρέψαι· καὶ στρόβιλος, ἡ συστρο‐ φή· καὶ ὁ λαῖλαψ· Στρόβιλος ἐν ὅσω συστρέφεται· | |
καὶ ὁ καρπὸς τῆς πιτύος· καὶ εἶδος τί ὀρχήσεως. | ||
sigma544 | Στρομβῆσαι: συστρέψαι. Στρόμβος: ῥόμβος· ἀπὸ τοῦ περιστρέφεσθαι. Στρομβιχίδης: ὄνομα κύριον. Στρούθης: σατράπης τις βασιλικὸς ἦν. | |
5 | Στρουθίζων: τρίζων. Στρουθός: ὁ λελοβημένος. Στρομφίδες: νῆσοι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι. Στροφάλιγγι: τηῖ συστροφηῖ. | |
10 | Στροφαῖος: ὁ παρὰ ταῖς θύραις ἱδρυμένος Ἑρμῆς· παρὰ τὸν στροφέα τῆς θύρας. Στροφάς: ἀντιλογίας. Στρόφιον: τὸ στρογγύλον ζωνάριον· Ἀριστοφάνης· Τὸ στρόφιον ἤδη λύομαι. | |
15 | Στροφιοπανοῦργος: τὸν δεσμὸν Ἡρόδοτος. Στρωματίτης: ἐν ὧ ἑαυτοῖς στρώματα παρεῖχον· οὕτως Κρατῖνος. Στρωτήρ: τὰ μικρὰ δοκίδια, τὰ ἐπάνω τῶν δοκῶν τιθέμενα, στρωτῆρας ἔλεγον. | |
20 | Στρυφόν: στρυφνόν· σκληρόν. Στρύμη: νῆσος ἄποικος Θασίων· ἔστιν δὲ ἐμπόριον Θασίων. | |
Στρωτήρ: λέγεται μὲν ἐν τηῖ συνηθείαι τὸ πλέγμα | ||
sigma545 | τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πε‐ ποιημένον· οἱ δὲ ῥήτορες στρωτῆρας καλοῦσι τὰ μικρὰ δόκια εἰς στροφὰς πεποιημένα· ἄλλοι δὲ πλέγμα λέγουσι τὸν στρωτῆρα ἀπὸ ῥάβδων εἰς | |
5 | ὀρόφωσιν πεποιημένον. Στυγεῖ: μισεῖ ἢ φοβεῖται. Στυρακίζειν: κεντρίζειν. Στυγερωῖ: μισητωῖ ἢ φοβουμένωι. Στυγητός: μισητός. | |
10 | Στύξ: κρήνη ἐν Ἅδου, ὅρκος θεῶν. Στυππεῖον: ἢ στιππεῖον· λίνου εἶδος. Στύραξ: ὁ σαυρωτὴρ καλούμενος· ἡ τοῦ δόρατος ἀρχὴ, ἐφ’ ἧ στηρίζεται. Στύραξ: τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ κατα‐ | |
15 | πηγνύειν εἰς τὴν γῆν εἰώθασιν· καὶ Θουκυδίδης φησί· στυρακίωι ἀκοντίου ἀντὶ βαλάνου χρησά‐ μενος εἰς τὸν μοχλόν. Στυφελίξαι: σεῖσαι· κακῶσαι· διῶξαι. Στωΐδιον: καὶ στοίδιον λέγουσιν. | |
20 | Στωμύλος: λάλος· πολύκομψος· πιθανολόγος· εὐ‐ τράπελος· ἔφεδρος τῶν λόγων· ἀπατεών· κόλαξ. Συβαριτικαῖς: καὶ Συβαρικαῖς· τρυφηλαῖς· λαμ‐ | |
πραῖς· πολυτέλεσιν· τρυφηταὶ γὰρ οἱ Συβαρῖται. | ||
sigma546 | Συβαριτικοὶ λόγοι: οἱ Αἰσώπειοι. Συβήνη: ἡ δερματίνη αὐλοθήκη· ἢ ἡ φαρέτρα· Θεσ‐ μοφοριαζούσαις Ἀριστοφάνης· Ἀλλὰ οὐκ ἔχω οὐδὲν, ἀλλὰ συβήνην λάβε. | |
5 | Συβώτης: χοιροβοσκός. Συβριται: δῆμος Ἐρεχθηΐδος. Συγγαληττος: δῆμος Κεκροπίδος. Συγγραφηῖς: ἄνδρες ἡροῦντο, ἵνα συγγράψωσι τοὺς μεθέξοντας τῆς τῶν υʹ ἀρχῆς· καὶ τῆς τῶν λʹ· | |
10 | ἐκαλοῦντο δὲ οἱ αὐτοὶ καὶ καταλογεῖς. Συγγραφικῶς: στρογγύλως· ὡς οἱ συγγραφεῖς· περὶ ψυχῆς. Συγχεῖ: ἀφανίζει· συμμιγνύει. Συγχυθείς: συνταραχθείς. | |
15 | Σύγκεισθε: ὁμονοεῖτε. Συγκλύδων: συμμίκτων· ἐπηλύδων· παρεισάκτων. Συγκαρύγαι: συνταράξαι. Συγκεκορδημένα: συγκεκυφότα· συνεστηκότα. Σύγκρισις: ὁμοίωσις. | |
20 | Συγκομιδή: ὡς ἐπὶ καρπῶν· Θουκυδίδης ἐν γʹ· καὶ ἐν συγκομιδηῖ καρποῦ ἦσαν· καὶ Λυσίας ἐν τωῖ πρὸς Ξενοφῶντα· συγκομίσας δὲ δῶρα καὶ ἀπο‐ δόμενος τὸ ἀργύριον. Συγκριτικῶς: ὁμοίως. | |
25 | Συγκροτεῖ: συνάγει· αὔξει· συνιστᾶ· καὶ συνδεῖ· | |
πρὸς ἁρμονίαν ἄγει. | ||
sigma547 | Συγκρούειν: συναθροίζειν. Συγκυκῶν: συνταράσσων. Συγκυροῦντα: διαφέροντα· συνεγγίζοντα. Συηνία: καὶ ὑηνία· ἀμαθία· σκαιότης· παρὰ Φερε‐ | |
5 | κράτει καὶ συηνεῖν, Πλάτων ὁ φιλόσοφος, τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδες τί ποιεῖν. Συκάμινα: τὰ μόρα· Φιλιππίδης Φιλαθηναίωι· Τοῖς συκαμίνοις δ’ ἀντὶ τοῦ φύκους ὅλον Τὸ πρόσωπον· τὰ δὲ μόρα, Δώριον μᾶλλον· καὶ Ἐπίχαρμος· | |
10 | Μόρων νέον τὸ φυτόν. Συκίδα: συκίδαφος· ὁ ἐπὶ παντὶ δυσαρεστούμενος καὶ ἀνάγωγος. Συκίνη μάχαιρα: συκοφαντία. Σύκινον: ἀσθενές. | |
15 | Σῦκον ἐφ’ Ἑρμηῖ: τὸ ἐγκείμενον εἰς ὠφέλειαν τωῖ βουλομένωι· τὸ γὰρ πρῶτον φανὲν σῦκον Ἑρμηῖ ἐτίθεσαν· οἱ δὲ πάρνοπες ἦρον. Συκάζειν: συκοφαντεῖν. Σῦκον αἰτεῖν: κολακεύειν· νεωστὶ γὰρ τῶν σύκων | |
20 | φαινομένων ὡς ἂν εἰς ὥρας ἥκοντες, ἐλιπάρουν τοὺς συκώρους δοῦναι. Συκοφαντεῖν: τὸ ψευδῶς τινὸς κατηγορεῖν· κεκλῆσ‐ θαι δὲ φασὶ τοῦτο παρ’ Ἀθηναίοις, πρῶτον εὑρεθέν‐ τος τοῦ φυτοῦ τῆς συκῆς καὶ διὰ τοῦτο κωλυόντων | |
25 | ἐξάγειν τὰ σῦκα, τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας | |
συκοφαντῶν κληθέντων· συνέβη καὶ τοὺς ὁπῶς | ||
sigma548 | οὖν κατηγοροῦντας τινων φιλαπεχθημόνως οὕτως προσαγορευθῆναι. Σύλαι: αἱ συλήσεις παρὰ Δημοσθένει. Σύλας: Δημοσθένης ἐν τῶ περὶ τοῦ στεφάνου· ὁπότ’ | |
5 | ἂν μὴ σύλαι ὦσιν Ἀθηναίοις· ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό φησι· σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν, δεδομένων συλῶν Φασηλίταις κατὰ Ἀθηναίων· ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο | |
10 | ὄνομα θέσθαι τωῖ τοιούτω, ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια· ἀντὶ τοῦ τὰς συλήσεις σύλας ἔλεγον. Συλλήβδην: συλλαβών· ἀθρόως. Συλλήπτορα: βοηθόν. Συλλογῆς: ὄνομα ἀρχῆς. | |
15 | Σύλλογος: ἄθροισις. Συμβαίνοντα: συμφωνοῦντα. Συμβαλεῖν: νοῆσαι· διακρῖναι· συγκρῖναι. Σύμβασις: φιλία· συντυχία· καταλλαγή· σύμμιξις. Συμβατήριοι: εἰρηνικοί· φιλικοί. | |
20 | Συμβιβασέι: εἰς συμβίβασιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινος. Συμβιβάζων: συλλαλῶν· διδάσκων. Συμβιβῶ: διδάξω· ἐπιστήσω· νοήσω· ποιήσω. Σύμβολα: σημεῖα· μέτρα· οἷον σημεῖον τοῦ φθαρτὸν | |
25 | γενέσθαι τὸν ἄνθρωπον πρὸ τοῦ θανάτου οἱ δερ‐ μάτινοι χιτῶνες. | |
Σύμβολα: τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις | ||
sigma549 | θέμεναι τάττουσι τοῖς πολίταις· ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια· πολλάκις ἐν τῶ ζʹ Φιλιπ‐ πικῶν Δημοσθένης. Συμβόλαια: τὰ συναλλάγματα· οὕτως Μένανδρος. | |
5 | Συμβολοκοπῶν: σύμβολον, ὃ ἐλάμβανον οἱ δικασταὶ, εἰς τὸ δικαστήριον εἰσιόντες, εἶτα τοῦτο δόντες, τὸ δικαστικὸν ἐκομίζοντο. Σύμβολον: οἰώνισμα· σημεῖον· μάντευμα. Σύμβουλοι: συνωμόται. | |
10 | Συμβούλους: τοὺς οἰωνοὺς Ἀττικοὶ λέγουσιν. Συμβραβεύσω: συνδιοικήσω. Συμμορία: σύνταγμα ἢ φρατρία. Συμμορία: Δημοσθένης κατὰ Ἀφόβου· οὐχ ἅπαν τὸ πλῆθος ὥσπερ παρ’ ἡμῖν διήρητο εἰς τὰς συμμορίας | |
15 | Ἀθήνησιν· ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τηῖ πόλει δυνάμενοι· ὁ γοῦν Δημοσθένης ἐν τῶ περὶ τῶν συμμοριῶν φησὶ περὶ τῶν ͵αʹ καὶ ςʹ ἀνδρῶν λέγων τῶν πλουσιωτάτων· ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας· κʹ ναῦς εἰσὶν, ξʹ σώματα | |
20 | ἑκάστην ἔχουσαν· Ὑπερίδης δὲ ἐν τωῖ πρὸς Πολύ‐ ευκτον φησίν· εἰσὶν γὰρ ἐν τηῖ συμμορίαι ἑκάστη ιεʹ ἄνδρες· οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημο‐ | |
σθένης φησὶ ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν· ὁ δὲ | ||
sigma550 | Ὑπερίδης ιεʹ· ἐν γὰρ τωῖ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν γράφων ταύτην· ἕως μὲν οἱ πλουσιώ‐ τατοι παρακρουόμενοι τὴν πόλιν σὺν εʹ καὶ ϛʹ τρι‐ ηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· | |
5 | ἐπειδὴ δὲ ταῦτα κατεῖδεν Δημοσθένης, νόμους ἔθη‐ κεν τοὺς τʹ τριηραρχεῖν· καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι· ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῶ κατὰ Πολυεύκτου· συμμορῖται δ’ εἰσὶν οἱ τὴς αὐτῆς αὐ‐ | |
10 | τοῖς μετέχοντες συμμορίας· διηρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρ‐ χοντος, ὡς Φιλόχορος. Συμπαίστορα: συμπαίζοντα. Συμπαρομαρτῶν: συνακολουθῶν. | |
15 | Συμπεπηγός: συνειρημένον· συνεστραμμένον. Συμπλάττεται: ψεύδεται. Σύμπτωμα: συμβεβηκός. Συμφέρεται: συναρμόττει· συμφωνεῖ· ὁμονοεῖ. Σύμφημι: συναινῶ. | |
20 | Συμφορά: ἀτυχία· κακῶν συντυχία. Συμφορῆσαι: συναγαγεῖν. Συμφράδμονες: σύμβουλοι. Συμφυλετῶν: ὁμοεθνῶν· συγγενῶν. | |
Συμφυοῦς: συγγενοῦς. | ||
sigma551 | Συμφύρεται: συμμίγνυται· συνανακρᾶται· συμμι‐ αίνεται. Σύμψηφα: σύμφωνα. Συμψισθείς: βλαβείς· τρωθείς. | |
5 | Συναγείρων: συνάπτων· συνάγων. Συναγηγερμένοι: συνηγμένοι. Συναγορεύειν: συνηγορεῖν· ὑπὲρ αὐτοῦ λέγειν. Συνάδων: ἁρμόττων· συντρέχων· συμφωνῶν. Σύναιμος: ἀδελφός. | |
10 | Συναιρόμενος: συμβαλλόμενος· συνερχόμενος· συμ‐ βοηθῶν. Σύναιχμος: ὁ σύμμαχος. Συναλίσας: συνάξας· ἀθροίσας. Συναλισθείσης: συναχθείσης. | |
15 | Συνανέσχον: συνανέτεινον. Συναπηρτημένος: πεπληρωμένος. Συναραμένου: συνεργήσαντος. Συναρτήσαντες: συνάψαντες. Συναυλία: συμφωνία. | |
20 | Συνάφεια: σύζευξις. Σύνδειπνα: τὰ συμπόσια· καὶ Λυσίας καὶ ἕτεροι. Συγγραφεῖς: εἰθισμένον ἦν παρ’ Ἀθηναίοις· ὁπότε δέοι πλῆθος τι αἱρεῖσθαι εἰς ῥητὴν ἡμέραν, εἰσέφερον γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί· τοῦτο | |
25 | δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἐγίνετο, καθὰ Θουκυδίδης ἐν τηῖ ηʹ· ἐν δὲ τούτωι τωῖ καιρωῖ οἱ | |
περὶ τὸν Πείσανδρον ἐλθόντες, εὐθὺς τῶν λοιπῶν | ||
sigma552 | εἴχοντο· καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην δέκα ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας· τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν εἰς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθὅτι | |
5 | ἄριστα ἡ πόλις οἰκήσεται· ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ, οἱ τότε αἱρεθέντες· ὡς φησὶν Ἀν‐ δροτίων καὶ Φιλόχορος· ὁ δὲ Θουκυδίδης τῶν δέκα ἐμνημόνευσεν μόνων τῶν προβούλων. Σύνδικοι: Ἰσαῖος ἐν τῶ κατὰ Ἐλπαγόρου· σύνδικοι | |
10 | ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο· καὶ Λυκοῦργος φησίν· ἀνδρεῖός ἐστιν οὗτος, πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συν‐ δίκοις ἀπογραφὰς ἀπογράφων· μήποτ’ οὖν ἀρχή τις ἦν καθισταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον οἱ | |
15 | σύνδικοι. Σὺν δορὶ σὺν ἀσπίδι: ἐπὶ τῶν παντὶ τρόπωι πρᾶξαι τι πειρωμένων. Συνδούμενος: συνδεδεμένος. Σύνδρομος: σύμφωνος. | |
20 | Συνδυάσω: συζευχθῶ· κοινωνήσω· συμπράξω. Συνεδεῖσθαι: συγκαθῆσθαι. Συνέθει: συνέτρεχεν. Συνέδριον: καὶ τὸ χωρίον καὶ τοὺς θώκους ἐν οἷς συνεδρεύουσιν Ἀττικοὶ καλοῦσιν. | |
25 | Συνέλκειν τὰς ὀφρῦς: ἀντὶ τοῦ συνάγειν· οὕτως Ἀν‐ τιφάνης. | |
Συνέφηβος: ὁ μετά τινος τῶν ἡλικιωτῶν ἐφηβεύσας· | ||
sigma553 | τοὺς δὲ ἐφήβους, Ἠλεῖοι μὲν σκύθας καλοῦσιν· Σπαρτιᾶται δὲ σιδεύνας· διέκρινον δὲ αὐτοὺς ἄρα τηῖ ἥβηι, τουτέστιν περὶ πεντεκαίδεκα καὶ ἑξῆσ‐ δεκα ἔτη γεγονότας τῶν νεωτέρων παίδων καὶ καθ’ | |
5 | ἑαυτοὺς ἤσκουν ἀνδροῦσθαι. Συνεχῶς: οὐ πυκνῶς, ἀλλ’ ἀδιαλείπτως· οὕτως Εὔπολις. Συνειλεγμένα: συνηγμένα. Συνειλόχασιν: συνήθροισαν. | |
10 | Συνείπετο: συνηκολούθει. Συνειρημένον: συνεστραμμένον. Συνείρει: συνάπτει. Συνεῖρκτο: συνεφυλάττετο· συνεδέδετο. Συνεισέφρησεν: συνεισήνεγκεν. | |
15 | Συνεκδοχικῶς: συλληπτικῶς. Συνεκόμισαν: συνήγαγον. Συνεκτικώτατα: κεφαλαιωδέστατα· συνέχοντα· δια‐ κρατοῦντα. Συνεκύρησεν: συνέτυχεν. | |
20 | Συνελόντι φράσαι: συντόμως εἰπεῖν. Συνελόχησεν: συνήθροισεν. Συνέμπορος: συνοδοιπόρος. Συνενηνεγμένοι: συνελθόντες. Συνέπεσε γενέσθαι: ἀντὶ τοῦ συνέβη· οὕτως Ἰσο‐ | |
25 | κράτης. | |
sigma554 | Συνερανίζεται: συνεισφέρεται. Συνερέσθαι: συνερωτᾶν. Συνέριθος: συνεργός· συνυφαίνουσα. Συνεστιᾶται: συναριστᾶ. | |
5 | Συνευνέτης: σύγκοιτος. Συνεύνιον: σύγκοιτον. Συνεχόμενος: ἀρρωστῶν ἢ κρατούμενος. Συνεψήσθη: συνελεπτύνθη. Συνήγορος: προστάτης· ὑπέρ τινων λέγων. | |
10 | Συνήγοροι: οὐ μόνον οἱ τοῖς ἰδιώταις συναγορεύοντες· ἀλλὰ καὶ ἄρχοντες Ἀθήνησιν. Συνήγοροι: ἐοίκασιν παρὰ Ἀθηναίοις τινὲς χειροτο‐ νεῖσθαι συνήγοροι· ἐπὶ τῶ συναγορεύειν, ὡς Ἀντι‐ φῶν φησί. | |
15 | Συνήδομαι: συγχαίρω. Συνήεσαν: συνῆλθον. Συνήκμαζεν: συνηύξανεν. Συνήλασεν: συνεχώρησεν· συνεδίωξεν. Συνήμονας: συνθήκας ἤτοι παρὰ τὸ ἧσθαι, ἵν’ ἦ, | |
20 | συνέδρους· ἢ παρὰ τὴν ἕσιν, ἵν’ ἦ, συναγωνιστὰς, ὃ καὶ βέλτιον. Συνήθεις: καὶ ἑταίρους καὶ ὁμοήθεις. Συνήορος: συνηρμοσμένη· συνήθης. Συνήρτυες: συνήρμοττες. | |
25 | Συνησθέντες: συγχαρέντες. Συνησθῶσιν: συγχαρῶσιν. | |
Σύνθακος: σύνθρονος. | ||
sigma555 | Σύνθημα: συνθήκη· σύσσημον· λόγος ἐν πολέμω, ἐπὶ γνωρισμωῖ τῶν οἰκείων διδόμενος. Σύνθυμοι: συμπείθεσθαι· οὕτως Ἐπίχαρμος. Συνίημι: συνιῶ· νοῶ. | |
5 | Συνιστορεῖ: σύνοιδεν. Συνίστωρ: συνόμιλος· γνωστός· μάρτυς· συνειδὼς ἐπὶ πράγματι. Συνιστᾶ: ἀντὶ τοῦ συγκροτεῖ. Συγκεκορδυλημένα: κορδύλη γὰρ ἡ συστροφή. | |
10 | Σύγκλητος ἐκκλησία: τῶν ἐκκλησιῶν αἱ μὲν ἔξ‐ ωθεν καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν, ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκα‐ λεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης κατὰ Αἰσχίνου. | |
15 | Συγκόψαι: ἐπὶ τοῦ πληγαῖς αἰκίσασθαι· οὕτως Μετα‐ γένης. Συνοίσει: συνενέγκη. Συνοῖσον: συμφέρον. Συνοιχήσεται: συναναιρεθήσεται. | |
20 | Συνουσία: τὸ συνεῖναι μετ’ ἀλλήλων. Συνουσιασμός: συμμιξία. Σύνταξις: βʹ πραγμάτων ἕνωσις· καὶ τὸ λαμβά‐ νειν καὶ ποιεῖν τὰ δέοντα. Σύνταξις: ἀντὶ τοῦ συντεταγμένη οἴκησις· Δημο‐ | |
25 | σθένης Φιλιππικοῖς· καὶ μίαν σύνταξιν εἶναι τὴν | |
sigma556 | αὐτὴν, τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα· ἔλεγεν δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χα‐ λεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα· Καλλιστράτου οὕτω καλέσαντος· καὶ Ὑπερίδης | |
5 | δὲ φησί· σύνταξιν ἐν τωῖ παρόντι οὐδενὶ διδόντες· ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. Συντελής: χρήσιμος. Συντελεῖς: ὅτε οἱ τριηραρχοῦντες νεὼς μιᾶς ἅμα ἐπεμελοῦντο, συντελεῖς ἐλέγοντο. | |
10 | Συντελεῖς: οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται. Συντέρμων: πλησιόχωρος. Συντετάσθαι: διατετάσθαι. Σύντευξις: συντυχία. | |
15 | Συντεύξομαι: συντύχω. Συντιμηθῆναι: τὸ πολλῆς τιμῆς γενέσθαι τὰ ὤνια, συντιμηθῆναι καλεῖται· οὕτω Δημοσθένης. Συντροχάσαι: καταντῆσαι· πληρωθῆναι· ἐκ μετα‐ φορᾶς τῶν τροχῶν. | |
20 | Σὺν τῶ κυνὶ καὶ τὸν ἱμάντα: *** Συντυχεῖν: οὐ τὸ ἐντυχεῖν, ἀλλὰ τὸ ἐξ αὐτομάτου περιπεσεῖν. Συντύχημα: συντυχία· οὕτως Ἀπολλόδωρος. Συνωδά: σύμφωνα. | |
25 | Συνωθούμενος: συνερχόμενος. | |
Συνωμοσία: ἡ μεθ’ ὅρκου φιλία. | ||
sigma557 | Συνωρίς: συζυγία· δυάς. Συοβοιωτοί: σύες γὰρ ἐκαλοῦντο οἱ πάλαι Βοιωτοί. Συοβαύβαλοι: ἐν οἷς οἱ σύες εὐνάζονται. Συοφορβία: ἀγέλη χοίρων. | |
5 | Συρακοσία τράπεζα: ἡ πολυτελής· ἐδόκουν γὰρ οἱ Σικελιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων. Συρβάβυττα: καὶ τὸν τάραχον τύρβη· ὡς Ἀριστο‐ φάνης. Συρβηνεύς: ὁ ταραχώδης· ἀπὸ τῶν αὐλούντων μετὰ | |
10 | θορύβου· ἢ πένης· διὰ τὸ τὰς αὐλοθήκας καὶ φαρέ‐ τρας κενὰς (ἔχειν·) καὶ συρβηνέων χορός· ὁ τε‐ ταραγμένος καὶ συώδης· ἀπὸ τοῦ τοῖς συσὶν ἐπι‐ φωνουμένου. Σύργαστρος: ὑφορβός· ἐργάτης. | |
15 | Συρμαία: τὸ καθαρτικὸν δι’ ἐμετῶν καὶ κοιλίας· καὶ συρμαΐζειν, τὸ κενοῦσθαι· οὕτως Ἡρόδοτος. Συρμαίαν βλέπων: ἀντὶ τοῦ ναυτιῶν. Σύριγγος: αὐλοῦ ἢ δορατοθήκης. Σύρφαξ: ὁ εἰκαῖος· οὕτως Ἀριστοφάνης. | |
20 | Σύρφα: συρφετός· ὄλεφος. Συρφετός: ἀγυρτώδης ὄχλος ἢ λόγος· ἢ ἡ ἐξ ἀνέμου συλλεγομένη κόπρος καὶ φρυγανώδης. Σύροι πρὸς Φοίνικας: ἑκάτερα τὰ ἔθνη διαβέβληται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι’ ἔχθρας ἀλλήλοις | |
25 | ὄντα οὐδέποτε πιστῶς διαλλάττεται. | |
sigma558 | Συσκευάζει: λόγωι ἐπιβουλεύει. Συσπειραθέντες: συστραφέντες. Συσσεισμός: λαῖλαψ· συστροφὴ ἀνέμου. Συσσιτίαι: τὰ δεῖπνα ἃ κοινὰ ποιοῦνται Λακεδαιμό‐ | |
5 | νιοι· καλεῖται δὲ καὶ φιλίτια· ἐπεὶ καὶ φιλίας ἐστι συναγωγά. Συσσίτιον: εὐωχία· ἄριστον. Συστομώτερον σκάφης: τάσσεται ἐπὶ τῶν διὰ τὸ ἀγεννὲς σιωπώντων· Θεόφραστος γὰρ ἐν τῶ περὶ | |
10 | Νόμων εἰρῆσθαι ἀπὸ τοῦ τοὺς μετοίκους Ἀθήνησιν ἐν ταῖς δημοτελέσι πομπαῖς σκάφας φέροντας πομπεύειν· καὶ ὁπότε δὲ ἐβούλοντο μέτοικον δηλῶ‐ σαι, ἢ σκάφην ἔλεγον ἢ σκαφηφόρον· διὰ δὲ τὸ ἀπαρρησίαστον εἶναι συστομώτερον ποιήσειν ἀπει‐ | |
15 | λεῖν σκάφης. Συστρέμματα: στασιαστῶν πλῆθος. Σῦς: ὗς τοὺς Ἱπποκράτους υἱοὺς ἔλεγον καὶ τοὺς Παναιτίου καὶ Μέμνονος, εἰς ὑηνίαν κωμωδοῦν‐ τες. | |
20 | Συφεός: τόπος ὅπου αἱ σύες τρέφονται. Συχναῖς: συνεχέσιν. | |
Συχνόν: πολύ· πυκνόν. | ||
sigma559 | Συώδης: ἀπὸ τοῦ τοῖς συσὶν ἐπιφωνουμένου. Σφαγεῖον: τὸ ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν σφαζο‐ μένων ἱερείων δέχονται· περισπᾶται ἡ δευτέρα συλλαβή. | |
5 | Σφαγάς: τὰς κατακλείδας· Θουκυδίδης· καὶ τοὺς οἰστοὺς (καθίεσαν ἐς τὰς σφαγάς.) Σφαδάζειν: θράσσειν· δυσθανατεῖν· ματαίως σπᾶσ‐ θαι· χαλεπαίνειν· μετ’ ὀργῆς στενάζειν. Σφαδάζοντες: σπώμενοι ἢ δυσφοροῦντες. | |
10 | Σφαδάζουσα: πανουργεύουσα. Σφαιρωτήρ: σανδαλίου ζινίχιον· τὸ λωρίον τοῦ ὑπο‐ δήματος. Σφακελίζοντες: διασπῶντες· πηδῶντες· ὑποτρέμον‐ τες. | |
15 | Σφακελισμός: παραπληξία. Σφακελισμός: ἡ σῆψις τοῦ μυελοῦ σφακελισμὸς καλεῖται· γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός· λέγεται δὲ καὶ σφάκελος ὁ μέσος τῆς χειρὸς δάκτυλος· λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ | |
20 | παλμός· σφάκελον δ’ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων. Σφαλείς: ἀποτυχών. Σφάραγον: ὁ Ἀπίων φάρυγγα, ἀπὸ τοῦ περὶ αὐτὸν γενομένου ψόφου. | |
25 | Σφᾶς: ἑαυτοὺς, ἢ τὰς ἑαυτῶν. | |
sigma560 | Σφενδαμνίνους: τοὺς σκληρούς· Ἀριστοφάνης. Σφενδόνη: ὁ δακτύλιος ἄνευ τῆς σφραγῖδος. Σφενδόνη: τοῦ δακτυλίου ἡ περιφέρεια· ἢ εἰς λίθου βολήν. | |
5 | Σφενδονᾶσθαι: ἀπορρίπτεσθαι. Σφέτερα: τὰ ἑαυτῶν. Σφετερίζεται: λαμβάνει· ἰδιοποιεῖται. Σφέτερον: τὸ ἑαυτῶν ἢ τὸ ἴδιον. Σφετέρω: τωῖ ἑαυτῶν. | |
10 | Σφῆκες: οἱ τὴν κοιλίαν ἐπισυνηγμένην ἔχοντες. Σφηκώδεις: οἱ κάτισχνοι τοῖς σώμασιν. Σφῆκες καὶ σφηκιαί: τὰ μικρὰ καὶ εἰς ὀξὺ συνηγ‐ μένα ξύλα· οὕτως Φερεκράτης. Σφηκῶσαι: τὸ δῆσαι· οὕτως Φρύνιχος. | |
15 | Σφῆλαι: πλανῆσαι· βλάψαι· ἀπατῆσαι. Σφηνούμενος: στρεβλούμενος· βασανιζόμενος. Σφήττιοι: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· κωμω‐ δοῦνται δὲ ὡς ὀξεῖς· ὥσπερ Ἀχαρνεῖς ἄγριοι· Πο‐ τάμιοι δὲ ὡς ῥαδίως δεχόμενοι τοὺς ἐγγράφους | |
20 | νόμους. Σφιν: αὐτοῖς. Σφίγκτας: Κρατῖνος τοὺς κιναιδώδεις καὶ μαλθα‐ κούς. Σφιγανόν: πολεμικόν. | |
25 | Σφίσιν: αὐτοῖς ἢ τοῖς ἑαυτῶν. | |
sigma561 | Σφραγιδονυχαργοκομῆται: ἐν τοῖς δακτυλίοις σφρα‐ γῖδα ἔχοντες λίθου ὄνυχος. Σφριγῶν: νεάζων· αὔξων· σφύζων· βράζων· εὐσω‐ ματῶν· ἀκμάζων· ἀνθῶν. | |
5 | Σφοδρίας: στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας ἐστίν· φασὶν δὲ αὐτὸν εὐήθη τε εἶναι λίαν καὶ κοῦ‐ φον πρὸς τὰς ἐλπίδας. Σφυγμός: φλεγμονή· παλμός· ζέσις φλεβὸς ἢ ἀρτη‐ ρίας | |
10 | Σφύζει: ἐπείγει· ἢ αἱ φλέβες ἄλλονται. Σφυρά: τὰ περὶ τοὺς ἀστραγάλους. Σφυρήλατος: σφύραις ἐληλαμένος. Σφῶν: αὐτῶν· ἢ ὑμᾶς ἰδίους· ἰδίας. Σχάδονας: τὰ τῶν κηφήνων κηρία· καὶ ζῶον ἄπτε‐ | |
15 | ρον ἄπουν. Σχαλίσαι: θηλάσαι· καὶ ἀνίσχαδον τὴν ἄτοκον καὶ ἀθήλαστον. Σχαστηρία: ἡ ἄφεσις. Σχάσον: κατάπαυσον· μετάβαλε. | |
20 | Σχεδιάζει: ἐκ τοῦ παρατυχόντος λέγει. Σχεδιάζειν: ἐγγίζειν· πλησιάζειν· τὸ εἰκῆ ἀποφαί‐ νεσθαι. Σχεδιασθείς: παραχρῆμα ῥηθείς. Σχέδιοι: εὐτελεῖς. | |
25 | Σχέδιον: ἐκ τοῦ ἑτοίμου. | |
Σχεδόν: πλησίον· πέλας· ἢ ἐκ χειρός. | ||
sigma562 | Σχελίδες: τὰ πλευριαῖα κρέα. Σχέσις: ὁρμή· συνάφεια. Σχετικῶς: οἰκειωτικῶς. Σχετλιάζει: δυσχεραίνει· ἢ βλασφημεῖ. | |
5 | Σχέτλιος: ὀδυνηρός· χαλεπός· ἀγνώμων· ἀτυχής· δεινοπαθής· ἄδικος· ἄπορος· θλιβόμενος· τλήμων· ἀπεχθής. Σχηματιζόμενος: προσποιούμενος ἢ συνταττόμενος. Σχήσειν: ἀνθέξειν. | |
10 | Σχήσεσθαι: ἐπισχεθήσεσθαι. Σχήσουσιν: σχῶσιν· κρατήσουσιν· ἐφέξουσιν. Σχοίητε: νομίσοιτε· ἢ ὑπολάβοιτε. Σχιστὸς ὁδός: ἡ μιξοδία. Σχίζα: ἡ λαμπάς. | |
15 | Σχιζίας: ὁ τετανὸς καὶ ἰσχνός· οὕτως Κρατῖνος. Σχιστὸς χιτών: κατὰ τὸ μέσον πόρπη συνεχόμενος. Σχῖνον: τὴν σκίλλαν, ἐν ἧ διαμασῶνται οἱ καλλω‐ πιζόμενοι ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· ἀφ’ οὗ καὶ σχινίζεσθαι. | |
20 | Σχοινίον μεμιλτωμένον: εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκλη‐ σίαν, οἱ τοξόται σχοινίον μιλτοῦντες, συνήλαυνον, καὶ τὰ πρατήρια διέκλειον. Σχοίνισμα: μέτρου μέρος· κληρουχία. Σχοῖνος: μέτρον γεωμετρικὸν, ὥς φησιν Ἡρόδοτος ἐν | |
25 | τῆ βʹ τῶν ἱστοριῶν. Σχολάζειν καὶ σχολὴν ἄγειν: οὐκ εὐκαιρεῖν λέγουσιν | |
Ἀττικοί. | ||
sigma563 | Σχολαῖον: ἀργόν· διατρίβειν ποιούμενον· καὶ σχο‐ λαίτερον ἢ σχολαιότερον, τὸ ἠρεμαιότερον· ὁμοίως καὶ σχολαιότης. Σχολή: οὐχὶ ὁ τόπος ἐν ωἷ σχολάζουσι καὶ διατρί‐ | |
5 | βουσι περὶ παιδείαν· οὐδὲ αὐτὴ ἡ ἐν λόγοις (εὐ‐ μουσία) καὶ διατριβή· ἀλλὰ ἣν οἱ πολλοὶ ἀκύρως καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν βάρβαρον· ἀλλ’ ἀντὶ μὲν τούτου, σχολὴν ἄγειν λέγουσιν· ἡ δὲ εὐκαιρία βάρβαρον μὲν οὐκ ἔστιν ὄνομα· τάττεται | |
10 | δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλ’ ἐπὶ καιροῦ τινὸς εὐφυίας καὶ ἀρετῆς· καὶ (σχοληῖ) ἀντὶ τοῦ οὐδαμῶς. Σχόλια: σεμνολογήματα· ἢ ὑπομνήματα καὶ ἑρ‐ μηνεῖαι. Σχόμενος: κατασχὼν ἢ κατασχεθείς. | |
15 | Σχών: κατασχών. Σῶ: μονοσυλλάβως οἱ σῶοι· καὶ παρὰ Θουκυδίδη· οἱ δὲ συνηθέστερον γράφουσιν σῶοι. Σωκεῖν: ἀντὶ τοῦ ἰσχύειν. Σῶμα: πᾶν τὸ τεθνηκός· τὸ δὲ τοῦ ζῶντος δέμας | |
20 | λέγεται· διὰ τὸ συνδεδέσθαι τηῖ ψυχηῖ, ὡς εἶπεν Ὅμηρος. Σωμάτια: τὰ ἀναπλάσματα· οἷς οἱ ὑποκριταὶ δια‐ σάττουσιν αὐτούς· οὕτως Πλάτων. Σωρηδόν: ὁμοῦ. | |
25 | Σωρεία: πλῆθος. | |
Σωρός: συναγωγή. | ||
sigma564 | Σῶστρα: σωτήρια· μήνυτρα· λύτρα. Σωτάδεια: τὰ τοῦ Σωτάδου ποιήματα. Σωτὴρ Ζεύς: ὁ ἐλευθέριος. Σωτέος: σωθῆναι ἄξιος. | |
5 | Σωφρονισταί: ἄρχοντες τινες χειροτονητοί· δέκα τὸν ἀριθμὸν ἑκάστης φυλῆς· ἐχειροτόνει μὲν ὁ δῆμος· ἐπεμελοῦντο δὲ οἱ χειροτονηθέντες τῆς τῶν ἐφήβων σωφροσύνης, μισθὸν λαμβάνοντες ἕκαστος παρὰ | |
τῆς πόλεως καθ’ ἡμέραν δραχμήν. | ||
tau564(10t) | Ἀρχὴ σὺν Θεῶ τοῦ τ. | |
11 | Τά: ταῦτα. Ταβερνεῖα: καπηλεῖα· πανδοκεῖα. Τάγηνον: τοῦτο Ἰώνων τινες τήγανον λέγουσιν. Ταγηνίας: πέμματα ἐστὶ τῶν ἀπὸ τηγάνου ἐκ | |
15 | στέατος ὑγροῦ καὶ τυροῦ καὶ μέλιτος καὶ ἀστα‐ φίδος. Τάγυρι: τὸ βραχύτατον καὶ ἐλάχιστον, οἷον ψιλὰ λέγουσιν· Εὔπολις Αἰξίν· Καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς. | |
20 | Τάδε ἐκ τοῦ τρίποδος: τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν· Ἀριστοκλεία γὰρ τηῖ Πυθίαι γενομένη μιχθῆναι | |
Πυθαγόραν τὸν Δελφὸν, καὶ τῶν ὑπ’ αὐτῆς μαν‐ | ||
tau565 | τευμάτων παρασημειοῦσθαι, ὅσα ἔχρα ἔνθεος γενο‐ μένη· καὶ ταῦτα ὡς ἀληθῆ παρασημειοῦσθαι, ὡς ἐκ τοῦ τρίποδος. Τάδε Μῆδος οὐ φυλάξει: κατὰ τὴν Ξέρξου ἔφοδον | |
5 | τοὺς Ἕλληνας ἀπειρηκότας τὰ ἑαυτῶν ἀνα‐ λίσκειν καὶ δαπανᾶν ἐπιλέγοντας, Τάδε Μῆδος οὐ φυλάξει. Τάδ’ οὐ παρὰ Κενταύροισιν: λεγόμενον τί ἦν· Τηλε‐ κλείδης τισί· Τῶν δυνατῶν τί κέλευ’· οὐ γὰρ παρὰ | |
10 | Κενταύροισιν. Τὰ ἐκ τῶν ἁμαξῶν: ἐπὶ τῶν ἀπαρακαλύπτως σκωπ‐ τόντων· Ἀθήνησι γὰρ ἐν τηῖ τῶν Χοῶν ἑορτηῖ οἱ κωμάζοντες ἐπὶ τῶν ἁμαξῶν τοὺς ἀπαντῶντας ἔσκωπτόν τε καὶ ἐλοιδόρουν· τὸ δ’ αὐτὸ καὶ τοῖς | |
15 | Ληναίοις ὕστερον ἐποίουν. Τὰ ἐν ποσίν: τὰ παρόντα ἐν μέσωι. Τὰ ἐπίχειρα: τὰ ἐπιχειρήματα. Ταινίαι: ἐπὶ μὲν ἀνθρώπων τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυμάτια. | |
20 | Ταινιοῦντος: στεφανοῦντος. Τακερόν: ἐφθόν· τετηκός. Τακτικῶς: στρατιωτικῶς. Τἄλλα καὶ φιλώμεθα: λεγόμενον τί· οἷον τᾶλλα καὶ φίλοι ὦμεν. | |
25 | Τάλαντα: τὰ ζυγὰ καὶ τὰ ἱστάμενα. | |
tau566 | Ταλανίζει: θρηνεῖ· ἄθλιον ἀποκαλεῖ. Ταλαντεύει: σταθμίζει. Τάλαντον: πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαινόμενον | |
5 | Δημοσθένης φησὶ πεντήκοντα τάλαντα· ἢ σταθμοῦ τι ὄνομα, ὥσπερ Ἀριστοφάνης· Ἀλλ’ ἢ ταλάντω μουσικὴ κριθήσεται· καὶ τὸ Ὁμηρικόν· —χρύσεια πατὴρ ἐτίταινε τάλαντα· τρίτον σημαινόμενον ἡ ῥοπή· τέταρτον, ἀριθμοῦ τι ὄνομα, ὡς καὶ, πολυ‐ | |
10 | τάλαντος ὁ πλούσιος, καὶ τὸ Ὁμηρικόν· Κεῖτο γὰρ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα· καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται· ἀρ‐ χαία δὲ ἡ χρῆσις· καὶ ἡ τοῦ, τρίτον ἡμιτάλαντον, καὶ, πέμπτον ἡμιτάλαντον, καὶ, ἕβδομον ἡμιτάλαν‐ | |
15 | τον· ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον, δύο ἥμισυ τάλαντα· τὸ δὲ πέμπτον ἡμιτάλαντον, τέσσαρα ἥμισυ· καὶ τὸ ἕβδομον ἡμιτάλαντον, ἓξ ἥμισυ· καὶ ὅλως οὗτινος ἀριθμοῦ παρωνύμωι μέρει ἐπονομάσει τίς τὸ ἡμιτάλαντον· τούτου ὁ προηγούμενος ἀριθμὸς | |
20 | ἐφαρμόσει τοῖς ταλάντοις· οἷον ἂν μὲν ὄγδοον, ἑπτά· ἂν δὲ ἔνατον, ὀκτώ· συναριθμουμένου δῆλον ὅτι καὶ τοῦ ἥμισυ· φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν· ὡς καὶ τρία | |
ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν. | ||
tau567 | Ταλαντουμένην: ἐν Τιμαίωι· τὴν δὲ γῆν ταλαντου‐ μένην ἀνωμάλως σείεσθαι μὲν ὑπ’ ἐκείνων· κινου‐ μένων δ’ αὖ πάλιν ἐκεῖνα σείειν· μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται· καὶ | |
5 | ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν. Ταλάντωσις: στῆσις· στάθμησις. Τάλαρος: καλαθίσκος· κόφινος. Τάλας: ἄθλιος. Ταλάσης: ὑπομείνης. | |
10 | Ταλασίαν: ἐριουργίαν. Ταλάσιον: ἐριούργιον. Ταλασιουργία: ἡ τῶν ἐρίων ἐργασία. Ταλασίφρονα: ὑπομονητικόν. Ταλαιπαθές: ταλαίπωρον. | |
15 | Τάλεσιν: ἀναλώμασιν. Ταλαπείριον: οἱ τραγικοὶ τὸν ταλαίπωρον λέγουσιν. Τάλιδος: τῆς μελλογάμου· οὕτως Ἀριστοφάνης. Ταμίαι: ἄρχοντές εἰσιν Ἀθήνησιν κληρωτοὶ ἀπὸ τῶν πεντακοσιομεδίμνων, οἳ τὰ ἐν τωῖ ἱερωῖ τῆς Ἀθη‐ | |
20 | νᾶς ἐν ἀκροπόλει χρήματα ἱερά τε καὶ δημόσια φυλάττουσιν· ἀλλὰ καὶ αὐτὸ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς· εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι, ἄρχοντες χειρο‐ τονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις· ὁ μὲν ἐπὶ τὴν πάραλον, ὁ δὲ ἐπὶ τὴν τοῦ Ἄμμωνος. | |
25 | Ταμίαι: ἔφοροι· φύλακες· ταμιοῦχοι· διοικηταί. | |
Ταμίαι: ἀρχή τις παρὰ Ἀθηναίοις ἦν οἱ ταμίαι | ||
tau568 | δέκα τὸν ἀριθμόν· παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας, καὶ τὸν ἄλλον κόσμον, καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης· εἰσὶν δέ τινες καὶ τῶν τριηρῶν | |
5 | ταμίαι, ὡς ὁ αὐτός· ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι, δεδήλωκεν Εὔπολις. Ταμιεῖον: κοιτῶνα. Ταμιεύεται: διοικεῖται· ἀποκρύπτει· φυλάττει. Ταμιευόμενον: φυλάττοντα. | |
10 | Ταμίης: δεσποίνης. Τάμισος: πυτία. Ταναϋφῆ: λεπτοϋφῆ. Ταμύναι: πόλις ἐστιν ἐν Εὐβοίαι ἐν τηῖ χώραι τηῖ Ἐρετριέων· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς Αἰσ‐ | |
15 | χίνης φησὶ, καὶ οἱ τὰ Εὐβοιακὰ γράψαντες. Τᾶν: ἑταῖρε, ἢ σύ. Τανύπεπλος: ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ. Τανύποδας: ταχείας. | |
20 | Τανύμηκες: τεταμένην ἔχων τὴν ἀκμὴν ἢ αἰχμὴν ἠκονημένην. Τανύπτερος: παρατεταμένα πτερὰ ἔχουσα. Τάξαι: τὸ τιμῆσαι· ἐν Νήσοις Πλάτων. Τάξασθαι: ταχθήσεται ὡς εἰς πόλεμον. | |
25 | Ταξίαρχος: ἡγεμών· στρατοπεδάρχης. Τάπητες: ἐπιβόλαια ἢ στρώματα· οὕτως Ἀριστοφά‐ | |
νης. | ||
tau569 | Ταονθαρύζειν: τρέμειν. Τὰ πολλά: ἀντὶ τοῦ, ὡς ἐπὶ τὸ πολύ· ὡς ἐπὶ τὸ πλεῖστον. Ταπὶ κοσκίνωι: λεγόμενον ποῖον· τἀληθῆ πάντα. | |
5 | Τὰ πρῶτ’ ἀρίστους παῖδας Αἴγινα τρέφει: παροιμία· ἐν ἀκμηῖ γὰρ, φασὶ, μεταβάλλουσιν ἐπὶ τὸ χεῖρον οἱ Αἰγινῆται ἀπὸ Ἀχιλλέως· Πατρόκλου· Αἴαν‐ τος· Νεοπτολέμου. Ταραντῖνον: λεπτὸν καὶ διαφανὲς ἱμάτιον· οὐ πάν‐ | |
10 | τως πορφυροῦν, ὥς τινες ὑπέλαβον· οὕτως Νικό‐ στρατος. Ταραντῖναι βαφαί: παρὰ Ἀχαιωῖ· οἶμαι, τὰ ἀλουρ‐ γὰ ἢ τὰ ἀπὸ τοῦ ὀστρέου. Ταρβεῖ: φοβεῖται. | |
15 | Ταρβεῖ: καὶ τάρβος· εὐλάβεια· φόβος. Ταριχεύειν· ταριχεύσειν: ὥσπερ οἱ τὰ ὄα τέμνοντες καὶ μέλλοντες ταριχεύσειν· σημαίνει δὲ καὶ τὸ ξη‐ ραίνειν. Ταριχεύει: τήκει· ξηραίνει. | |
20 | Ταρροί: τάλαροι καὶ ταρσοί· καὶ τὰ πλατύσματα τῶν κωπῶν· καὶ αὐτὸ τὸ πτέρωμα· καὶ Θουκυδί‐ δης οὕτως. Ταρσοί: τὰ ἀγγεῖα τῶν τυρῶν· καὶ τὰ ἔξω τῶν κωπῶν· καὶ ταρσοῖς· πτεροῖς ἄκροις. | |
25 | Τάρπη: κόφινος. | |
tau570 | Ταρσός: ἐκ μέρους ἢ τὸ πλάτος τοῦ ποδός· ἢ τὸ ἄκρον τῆς χειρός. Τάρρωμα: τὴν κωπηλασίαν· οὕτως Ἀριστοφάνης. Τάρταρος: ὁ κατώτερος τοῦ Ἅδου τόπος. | |
5 | Τάρταρον: τὸν περὶ τὰ νέφη τόπον οὕτως λέγουσι περὶ ψυχῆς. Ταρτημόριον: δίχαλκον· ὁ γὰρ χαλκὸς ὄγδοον τοῦ ὀβολοῦ· καὶ ταρτημοριαῖον τινὰ καλοῦσιν, οἷον διχάλκου ἄξιον. | |
10 | Ταρτησία μύραινα: ὡς ἐκεῖ γινομένων μεγίστων. Τάσις: ἔκτασις· καὶ δρόμος. Ταντάλου τάλαντα: πλούσιος ὁ Φρὺξ Τάνταλος δια‐ βεβόητο, Πλουτοῦς καὶ Διὸς λεγόμενος· κέχρηται δὲ τηῖ παροιμία καὶ Ἀνακρέων ἐν γʹ· γέγονε δὲ | |
15 | παρὰ τὸ ὄνομα τάλαντα· ὡς καὶ παρὰ τωῖ κωμι‐ κωῖ εἴρηται· (Τὰ) Ταντάλου τάλαντα ταντα‐ λίζεται. Τὰ Σαμίων ὑποπτεύεις: αὕτη λέγεται ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν προδοσίας· παρ‐ | |
20 | ῆλθεν δὲ ἀπὸ τῶν γενομένων ὑπὸ Ἀθηναίων εἰς Σαμίους αἰκισμῶν· ἑλόντες γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι, τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἔστιξαν τηῖ καλουμέ‐ νηι Σαμιηῖ, ἥ ἐστιν εἶδος πάθους Σαμιακοῦ· ἀνθ’ ὧν καὶ οἱ Σάμιοι τοὺς ἁλόντας μετὰ ταῦτα Ἀθη‐ | |
25 | ναίους ἔστιξαν. Τὰ τῶν φόρων κρείττω: παροιμία ἐστι λεγομένη | |
κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν. | ||
tau571 | Ταυρέας: ὄνομα κύριον. Ταῦρον: τὸ γυναικεῖον αἰδοῖον. Ταυροπόλον: τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα· ὡς Ἀπολλόδωρος· Ἴστρος δ’ ἐν γʹ Ἀτάκ‐ | |
5 | των, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππο‐ λύτωι ταῦρον ἐξώστρησεν ἐπὶ πᾶσαν γῆν· οἱ δ’ ὅτι ἔβαλεν, διὸ καὶ ταυροβόλον καὶ Ἀθηνᾶ δὲ Ταυρο‐ βόλος ἐν Ἄνδρωι· ὁ γὰρ Ἄνιος δοὺς ταῦρον τοῖς Ἀτρείδαις, ἐκέλευσεν ὅπου ἂν ἐκ τῆς νεὼς ἅλληται, | |
10 | ἱδρύσασθαι Ἀθηνᾶν· οὕτως γὰρ εὐπλοήσειν· ὁ δὲ ἐν Ἄνδρωι ἐξήλατο. Ταυροφάγον: τὸν Διόνυσον Σοφοκλῆς ἐν Τυροῖ· ἀντὶ τοῦ ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο· ἢ τὸν ὠμηστὴν, ἀφ’ οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετή‐ | |
15 | νεγκε τούνομα Ἀριστοφάνης. Ταυτάζειν: στραγγεύεσθαι· ἐπὶ πολὺ διατρίβειν ἐν τωῖ αὐτωῖ· ὁτὲ δὲ φροντίζειν. Ταῦτα πράσσων φάσκ’ ἀνὴρ οὐδὲν ποῶν: Κρατῖνος Ὥραις· ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούν‐ | |
20 | των. Ταύτη: τούτου ἕνεκεν ἢ οὕτως. Ταυτοεπεῖν: ταυτολογεῖν. Ταυτότητος: ἀπαραλλάκτου φύσεως. Τάφος: καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. | |
25 | Ταφρεῦσαι: διορύξαι· περισκάψαι. | |
tau572 | Τάφρος: τὸ περὶ τὸ τεῖχος ὄρυγμα. Τάχα: ἀντὶ τοῦ ἔπειτα· οὕτως Ἀναξανδρίδης. Τάχα: ἴσως ἢ ταχέως ἢ τυχόν. Τάχας: τοὺς καταστοχασμοὺς παρὰ τὸ τάχα· | |
5 | οὕτως Ἀριστοφάνης. Ταχύ: ἀντὶ τοῦ ταχέως· ἔστι παρὰ πολλοῖς τῶν παλαιῶν. Ταχυβάμονας ὅρκους: Ἀρίσταρχος κατὰ ἀντίφρασιν ἀκούει· ἀντὶ τοῦ βραδεῖς· βέλτιον δὲ τοὺς ἐν ἑτέ‐ | |
10 | ρωι τινὶ γινομένους νοεῖν· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκή‐ σαντες· ὅθεν καὶ παροιμία· Ἀφροδίσιος (γὰρ) ὅρκος οὐκ ἐμποίνιμος. Ταχυναυτεῖ: ταχέως πλεῖ. Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες: ἐπισείοντες τὴν | |
15 | κεφαλήν· ὃ ποιοῦσιν ἐκλελυμένοι. Τέγγει: βρέχει· μαλάττει. Τέγγεσθαι: εἴκειν· ἐνδιδόναι. Τέγξω: βρέξω. Τεγχθέντων: ἀντὶ τοῦ εἰξάντων· ἔνθεν καὶ ὁ ἄτεγ‐ | |
20 | κτος· Πολιτείας βʹ· τὸ μὴ τέγγεσθαι ὑπὸ κακο‐ δοξίας. Τέγος: στέγη ἢ ὑπερῶον· δωμάτιον· οἰκεῖα προσ‐ νοεῖν. Τεθηγμένον: ἠκονημένον. | |
25 | Τεθηλότα: θάλλοντα. | |
tau573 | Τεθημμένον: συγκεχυμένον· τετυφλωμένον. Τέθηπα: καταπέπληγμαι. Τεθηπότες: ἐπτοημένοι· δειλιάσαντες. Τέθμια: νόμος. | |
5 | Τέθνασο: προστακτικόν. Τενθεία: γαστριμαργία πολλή. Τεθολωμένος: καὶ ἐπὶ χαρᾶς· Φερεκράτης Μυρμη‐ κανθρώποις· Γελῶντα καὶ χαίροντα καὶ τεθολω‐ μένον· καὶ ἐπὶ λύπης· Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ’ | |
10 | ἡ καρδία. Τέθριππον: ἐκ δ’ ἵππων ἅρμα. Τεθυκώς: εὐχαριστήσας. Τεθυμμένος: ὑπὸ πυρὸς ἐκκεκαυμένος· ἢ κεκακω‐ μένος. | |
15 | Τεθυωμένοι: τεθυμιαμένοι· εὐώδεις. Τέθωται: τεθοίνηται. Τεικτούς: χρηστούς. Τείρει: καταπονεῖ. Τειχήρεις: τετειχισμένους. | |
20 | Τέκεα: τέκνα. Τεκμήριον: ἀληθινὸν σημεῖον. Τέκμωρ: τέλος· μόρον· θάνατον. Τέκος: τέκνον. Τεκταινόμενος: κατασκευάζων. | |
25 | Τεκτήνατο: κατεσκεύασεν. Τέκτων: κοινὸς τεχνίτης· ὁ λιθοξόος· καὶ ὁ τῶν | |
ξύλων. | ||
tau574 | Τελαμών: ὁ ἀναφορεὺς τοῦ ξίφους (καὶ) τῆς ἀσπί‐ δος. Τελέθει: γίνεται. Τελέθουσι: γίνονται· θάλλουσιν. | |
5 | Τέλλει: ἐπιτέλλει· ποιεῖ. Τελενικίσαι: ἐν Σεριφίοις· τὸ κενῶσαι· ἀπὸ Τελενί‐ κου τινὸς, ὡς τὸ εἰκὸς, πένητος παντελῶς· καὶ λέγεταί τις Τελενίκειος ἠχὼ, ἐκ μεταφορᾶς ἀπὸ τῶν κενῶν ἀγγείων. | |
10 | Τέλεον: καὶ τὸ τέλειον· τελείους τοὺς γεγαμηκό‐ τας καλοῦσιν, καὶ τελεωθῆναι, τὸ γῆμαι. Τελμῖνα καλοῦσι τὸν ἐκ τῶν τελμάτων πηλόν. Τελεσθῆναι: τὸ ἀναλωθῆναι· οὕτως Ἀντιφῶν. Τελεσφόρος: τέλειος μάντις· ἐγγαστρίμυθος. | |
15 | Τελετή: θυσία μυστηριώδης. Τελευτῆσαι: τελέσαι. Τελθεῖν: ἐν ὠδηῖ τέρπειν. Τελισκόμενος: τελειούμενος· πληρούμενος· ἐνθου‐ σιῶν. | |
20 | Τέλμα: τόπος πηλώδης ὕδωρ ἔχων. Τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος ἢ βάθρα· Ἰσαῖος δὲ εἶπεν τὰ γεωργήσιμα χωρία. Τέλος: ἀρχή· πρᾶξις· τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσι· τέλος καὶ τὸ δαπάνημα· ὅθεν καὶ πο‐ | |
25 | λυτελὲς, τὸ πολυανάλωτον· τέλος καὶ τὸ πέρας, καὶ | |
ὁ γάμος· ὅθεν καὶ τὰ προτέλεια. | ||
tau575 | Τελμισεῖς: οἰκοῦσιν ἐν Καρίαι, κατέχοντες ξʹ στά‐ δια Ἁλικαρνασσοῦ, ὡς Πολέμων· Τελμισὸς δὲ πόλις ἐν Λυκίαι, ἀπὸ Τελμισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέρων, ηἷ ἐμίγη εἰς | |
5 | σκύλακα μεταβαλών· διὸ καὶ τερασκόπον αὐτὸν ἐποίησεν, ὡς Διονύσιος ἐν Κτίσεσιν. Τελοῦντα: τεταγμένον. Τελχῖνες: πονηροὶ δαίμονες· φθονεροί· βάσκανοι. Τελχιταίνει: ἀντερίζει· σκληροτραχηλεῖ. | |
10 | Τεμένη: ναοί· ἱερά· ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία. Τέμνειν: πείθειν· τιμᾶν· ἡγεῖσθαι. Τέμνουσι φάρμακον: τιμῶσιν· ἡγοῦνται· οὕτως ἄλ‐ λοι τε καὶ Ἱεροκλῆς. | |
15 | Τέμπη: τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι· στενόταται διεκβολαί. Τέμπλα: ἐπίσημα. Τενάγη: διάβροχοι· κάθυγροι τόποι· πηλώδεις· πε‐ | |
20 | λάγη· ἢ ἰλὺς, ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ, καὶ βοτάνης ἐπιφαινομένης τῶ ὕδατι. Τέναρος: κακοῦργος· συκοφάντης. | |
Τενέδιος ἄνθρωπος: Κύκνον τὸν Ποσειδῶνος, γενό‐ | ||
tau576 | μενον πατέρα Ἡμιθέας καὶ Τέννου, ἐπιγῆμαι τού‐ τοις· καὶ κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆς μη‐ τρυιᾶς ὡς πειρῶντα αὐτήν· πεισθέντα δὲ Κύκνον εἰς λάρνακα βάλλειν τὸν νεανίαν· ἑλομένης δὲ τῆς | |
5 | Ἡμιθέας συγκινδυνεύειν τωῖ ἀδελφωῖ, ἑκατέρους κατεπόντωσεν ἡ δὲ λάρναξ ἠνέχθη ἐπὶ τὴν πρό‐ τερον καλουμένην Λευκόφρυν, ὕστερον δὲ Τένεδον ἀπ’ ἐκείνου· ὃς καὶ βασιλεύσας τῆς νήσου, ἐνομοθέ‐ τησεν τοῖς τὰ ψευδῆ κατηγοροῦσιν ὄπισθεν παρε‐ | |
10 | στάναι τὸν δήμιον πέλεκυν ἐπηρμένον, ὡς ἐλεγχ‐ θέντας παραχρῆμα ἀναιρεῖσθαι· ἀπὸ δὲ τοῦ φοβεροῦ θεάματος ἐκείνου λέγεσθαι, Τενέδιος ἄνθρωπος· εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις. | |
15 | Τενέδιος ξυνήγορος: ἀπότομος· δύο γὰρ πελέκεις ἐν ἀναθήμασι τιμῶσι Τενέδιοι· καὶ παροιμία, Τενέδιος πέλεκυς· Ἀριστοτέλης μέντοι, ὅτι βασιλεὺς Τενέ‐ διος μετὰ πελέκεως δικάζων τὸν ἀδικοῦντα εὐθέως ἀνήρει· ἢ ὅτι Ἀσσερῖνα τόπος ἐν Τενέδωι, ἔνθα | |
20 | ποταμίσκος, ἐν ωἷ καρκίνοι τὰ χελώνια διηρθρω‐ μένα ἐπὶ πλεῖον ἔχοντες καὶ πελέκει ἐμφερῆ· ἢ ὅτι βασιλεὺς τίς νόμον θεὶς πελέκει τοὺς μοιχοὺς ἄμφω καρατομεῖν· καὶ ἐπὶ τοῦ υἱοῦ ἐτήρησεν τοῦτο· καθὸ καὶ ἐν τωῖ νομίσματι ἐφ’ οὗ μὲν πέλεκυς, ἐφ’ | |
25 | οὗ δὲ δύο πρόσωπα ἐξ ἑνὸς αὐχένος· οἱ δ’ ὅτι Τέννης, | |
tau577 | δι’ ἃ ἔπαθεν ὑπὸ τῆς μητρυιᾶς, μετὰ πελέκεως τὰς φονικὰς ἔκρινε δίκας. Τενθεύς: ὁ Πενθεύς· παρ’ Ἑκαταίωι. Τένθης: λίχνος· καὶ τενθεία, ἡ λιχνεία. | |
5 | Τενέδιος πέλεκυς: ἐπὶ τῶν ἀποτόμων· Τέννης γὰρ, διὰ τὰ τῆς μητρὸς αὐτοῦ ψευδῆ κατηγορηθέντα, ἐνομο‐ θέτησεν ἐξόπισθεν τοῦ θανάτου κατηγοροῦντος ἵσ‐ τασθαι τινὰ ἔχοντα πέλεκυν· τὸν δ’ ἀδικεῖν γνωσ‐ θέντα τούτωι παίειν. | |
10 | Ταινίαι: ζῶναι. Τένθης: ὁ γαστρίμαργος. Τένοντας: τραχήλους· τὰ διατεταμένα νεῦρα. Τέρας: παράπλασμα· παρὰ φύσιν τεχθέν· ἢ ση‐ μεῖον. | |
15 | Τεράστια: σημεῖα· θαύματα. Τεραίζεις: ἀντὶ τοῦ τερατεύη· οὕτως Πλάτων. Τέραμνον: ἁπαλόν· ἑψανόν· καὶ ἀτέραμνον, τὸ δυσέψανον· οὕτως Πλάτων. Τεράμων καὶ ἀτεράμων: καὶ τεράμον τὸ ἑψανόν· λέ‐ | |
20 | γουσι δὲ καὶ ὕδωρ οὕτως· ὡς τὸ τῆς Ἀρεθούσης ἐν Χαλκίδι. Τερμέρια: τὰ μεγάλα· Τέρμερος γὰρ καὶ Λύκος θη‐ ριώδεις καὶ λησταὶ ἐγένοντο· καὶ ὁ Τέρμερος πόλιν ἐν ἄκραι τινὶ τῆς Μυνδίας κτίσας ἑαυτοῦ ἐπώνυμον, | |
25 | ἐντεῦθεν ἐλήστευεν ὁρμώμενος. | |
tau578 | Τερατία: ψευδολογία. Τερατίαι: ψευδολογίαι· οἱ θαυμαστὰ καὶ παράδοξα μυθεύοντες. Τερατοσκόπος: μάντις· τερατουργός· θαυματοποιός. | |
5 | Τερατώδη: παράδοξα. Τέρεν: ἁπαλόν. Τερετίζομεν: τὸ αὐτὸ μέλος ἄδομεν. Τερετίσματα: ὠδαὶ ἀπατηλαί· ἢ ἄσματα ἔκλυτα· ἀπὸ μεταφορᾶς τοῦ τέττιγος ἢ τῆς χελιδόνος. | |
10 | Τέρετρον: τρυπάνιον. Τερηδών: σκώληξ ξυλοτρώκτης· οἰκῶν ἐν ξύλωι. Τερθρεία: ἡ λεπτολογία· ἔστιν γάρ τι σχοινίον ἐν τοῖς πλοίοις λεπτὸν, ὃ καλεῖται τέρθρον· φασὶ δέ τινες τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τωῖ ἱστωῖ ὀρ‐ | |
15 | γάνου, ἀφ’ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία· ἄλλοι δὲ τερθρείαν φασὶ τὴν φλυαρίαν τὴν ἐν τοῖς δύο μέρεσι καλουμένην μάχην· οἱ δὲ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους, μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώρας, στρα‐ τεύεσθαι μὲν εἰ συμβαίη πόλεμος· μὴ μέντοι μετὰ | |
20 | τῶν ἄλλων, ἀλλ’ ἰδία ἐν μέρεσι τοῖς ἀκινδύνοις τῆς μάχης· δι’ ὃ τὴν στρατείαν καλεῖσθαι τὴν ἐν τοῖς μέρεσιν· σημαίνει καὶ ἀπάτηι καὶ περι‐ εργίαι. | |
Τέρμα: τέλος· ὅρος ἢ καμπτήρ. | ||
tau579 | Τερματίζεται: τελειοῖ. Τέρπεσθον: τέρπονται δυικῶ. Τέρμινθος: ἐμφερὲς λινωῖ φυτὸν, ἐξ οὗ πλέκεσθαι φασὶν Ἀθήναις ὁρμιὰς χρειώδεις ἐς τὰ πάντα καὶ | |
5 | πρὸς ἀλεξιφάρμακον. Τερπικέραυνος: ὁ τοῖς κεραυνοῖς τερπόμενος. Τερπωλήν: τέρψιν. Τερποτράμις: ἡ τῶν Ἀφροδισίων τέρψις· οὕτως Τη‐ λεκλείδης. | |
10 | Τεταρτημόριον: τὸ δʹ μέρος τοῦ ὀβολοῦ τουτέστι χαλκοῖ δύο· καὶ γὰρ ὁ μὲν ὀβολὸς ὀκτὼ χαλκοῦς ἔχει· τὸ δὲ δʹ αὐτοῦ δῆλον ὅτι δύο χαλκοῖ εἰσιν. Τετάφατε: ἐθάψατε. Τετελεσμένον: μεμιασμένον. | |
15 | Τέτευκται: κατεσκεύασται. Τέτηκα: ἔτηξα· ἢ ἐτάκην. Τέτλαθι: ὑπόμεινον. Τετληκώς: ὑπομείνας. Τετραβάμων: τετράπους | |
20 | Τετράδι γέγονας: ἐπὶ τῶν ἄλλοις πονούντων· καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαι‐ πωρῆσαι· Φιλόχορος δὲ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι· διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτηι εἰς θεοὺς μεταστάντι. | |
25 | Τερμέρια κακά: περὶ Καρίαν χωρίον Τερμέριον κα‐ | |
λεῖται ωἷ ἔχρωντο οἱ τύραννοι δεσμωτηρίωι· τὸ δὲ | ||
tau580 | χωρίον ἐρυμνὸν τυγχάνον κεῖται μεταξὺ Μύλου καὶ Ἁλικαρνασσοῦ· τῶν δὲ ἀπ’ αὐτοῦ ληϊζομένων δυσαλώτων τυγχανόντων, λεχθῆναι τοῦτο. Τεταμένον φῶς εὐθὺ οἷον κίονα: τὸ οὐράνιον λέγει· | |
5 | τὸ γὰρ συνεχὲς τὴν ὑποφορὰν τὸ ὑπόζωσμα τοῦ κόσμου· κατ’ ἄκρα δ’ αὖ διήκων ἐπινοεῖται ὁ ἄξων· εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν· τινὲς τὸν ἄξονα τοῦ κόσμου· οἱ δὲ κύλινδρόν τινα πυρὸς αἰθερίου περὶ τὸν ἄξονα ὄντα. | |
10 | Τετρακόσιοι: οἱ τετρακόσιοι πρὸ ἑπτὰ ἐτῶν κατέ‐ στησαν τῶν λʹ τυράννων παρ’ Ἀθηναίοις, οἵτινες τέσσαρας μῆνας ἦρξαν τῆς πόλεως. Τετρακτύς: οἱ τέσσαρες ἠγοῦν ἡ τετράς. Τετραρχία: τεττάρων μερῶν ὄντων τῆς Θετταλίας· | |
15 | ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο· ὄνομα δὲ φησὶν εἶναι ταῖς τέτταρσιν· Θετταλιῶτιν· Φθιῶτιν· Πελασγιῶτιν· Ἑστιαιῶτιν· καὶ Ἀριστοτέλης δὲ ἐν τηῖ κοινηῖ Θετταλῶν πολιτεία ἐπὶ Ἀλεύα τοῦ Πύρρου διηρῆσθαι φησὶν εἰς τέτταρας μοίρας τὴν | |
20 | Θετταλίαν· εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. Τετραχίζειν: οἷον ἐπὶ τετάρτωι μέρει ποιεῖν τι· οὕτως | |
Ἀριστοφάνης. | ||
tau581 | Τετρίγει: ἔτριζεν· ἢ ποιὸν ἦχον ἀπετέλεσεν. Τετριγυῖα: τρίζουσα. Τετρηχυῖα: τεταραγμένη. Τετρυπημένη ψῆφος: τῶν ψήφων οὐσῶν χαλκῶν· | |
5 | καὶ καυλίσκον ἐχουσῶν, αἱ μὲν ἦσαν τετρυπημέναι· ὅσαι καὶ κατεψηφίσαντο· αἱ δὲ πλήρεις ἀτρύπητοι, ὅσαι ἠφίεσαν τοὺς κρινομένους. Τετρυπημένη: ψῆφοι εἰσὶν χαλκαῖ αὐλίσκον ἔχουσαι ἐν τωῖ μέσωι· αἱ μὲν ἡμισεῖαι τετρυπημέναι· αἱ | |
10 | δὲ ἡμισεῖαι πλήρεις· οἱ δὲ λαχόντες ἐπὶ τὰς ψή‐ φους, ἐπεὶ δ’ ἂν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδό‐ ασιν ἑκάστωι τῶν δικαστῶν δύο ψήφους, τετρυπη‐ μένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρεις μήτε τετρυπημένας λαμβάνωσιν. | |
15 | Τετρύσθαι: καταπεπονῆσθαι. Τετρυχωμένος: κεκακωμένος. Τετρωβολίζων: τὸ δικαστικὸν τετρώβολον λαμ‐ βάνων· ἐγένετο γὰρ καὶ τοσοῦτον ποτέ. Τέτρωρον: τέθριππον ἤγουν τετράϊππον. | |
20 | Τετταράκοντα: κληρωτὴ τίς ἦν Ἀθήνησιν ἀρχὴ μετὰ τὸν ἀριθμὸν, οἳ τὰς ἰδιωτικὰς δίκας ἐδίκαζον· ἀλλὰ τὰς μὲν ἄχρι δέκα δραχμῶν αὐτοτελεῖς ἦσαν δικά‐ ζειν· τὰς δὲ ὑπὲρ ταύτας τοῖς διαιτηταῖς παρεδί‐ δουν. | |
25 | Τεττιγοφόροι: οἱ Ἀθηναῖοι· τέττιγας γὰρ ἐφόρουν | |
χρυσοῦς· σύμβολον τοῦ γηγενεῖς εἶναι· Θουκυδίδης | ||
tau582 | αʹ· καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀνα‐ δούμενοι τῶν ἐν τηῖ κεφαληῖ τριχῶν. Τετύκοντο: παρεσκευάζοντο. Τέτυκται: κατεσκεύασται. | |
5 | Τετυρευμένον: συγκείμενον· πεπηγός. Τετύφωμαι: ἀντὶ τοῦ ἐμβεβρόντημαι· ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν· ἢ ἀπὸ τῶν Τυφωνικῶν καλουμένων πνευμάτων· ἃ δὴ καὶ | |
10 | αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα· καὶ γὰρ Ἀλκαῖος φησί· Πάμπαν δ’ ἐτύφως’, ἐκ δ’ ἕλετο φρένας Τετυφῶσθαι: μεμηνέναι. Τετύχηκεν: οἷον συμβέβηκεν· τέτευχεν δὲ ἐπιτέ‐ | |
15 | τευχεν· τὸ μέντοι γεγράφηκεν παρὰ Θεοπόμπω καὶ ἑτέροις, βάρβαρον. Τευθίδες: σηπίαι. Τευκτῆρι: ποιητηῖ· κατασκευαστηῖ. Τευκτόν: χειροποίητον. | |
20 | Τευμησία: περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγραφηκότες ἱκανῶς ἱστορήκασι, καθά‐ περ Ἀριστόδημος· ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις· διὸ τῆς βασιλείας | |
ἐξέκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας· Κέφαλον δὲ | ||
tau583 | φασὶ τὸν Δηϊόνος Ἀθηναῖον ὄντα καὶ κύνα κεκτη‐ μένον, ὃν οὐδὲν διέφευγεν τῶν θηρίων, ὡς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκριν, καθηράντων αὐτὸν τῶν Καδμείων, διώκειν τὴν ἀλώπεκα μετὰ | |
5 | τοῦ κυνός· καταλαμβανομένους δὲ περὶ τὸν Τευ‐ μησσὸν λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώ‐ πεκα· εἰλήφασι δ’ οὗτοι τὸν μῦθον ἐκ τοῦ ἐπικοῦ κύκλου. Τεῦξαι: κατασκευάσαι. | |
10 | Τευτάζειν: πραγματεύεσθαι ἢ σκευωρεῖσθαι· ἢ στρα‐ γεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τωῖ αὐτωῖ· Λυ‐ κόφρων οὕτως καὶ Δίδυμος προσθεὶς ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν· Ἡρακλέων δὲ κατα‐ μεμψάμενος Λυκόφρονα φησὶν εἶναι τὸ ἐπιστρεφῶς | |
15 | τί πράττειν ἢ ἐνεργεῖν· καὶ Ἀρτεμίδωρος τὸ φρον‐ τίζειν· Φρύνιχος Μύσταις· Μάστιγα δ’ ἐν χερσὶν ἔχων τευτασθαι· Πλάτων Ξάνταις· Ἦν δὴ θόρυβος τευτάζοντων· ἀντὶ τοῦ πραγματευομένων ἢ δια‐ τριβόντων· καὶ ἐν Τιμαίωι· τῶ μὲν οὖν περὶ τὰς | |
20 | ἐπιθυμίας ἢ φιλονεικίας τετευτακότι· οἷον διατε‐ τριφότι· γράφεται καὶ τεταυτακότι· Τηλεκλείδης· Πάντες δὲ τευτάζουσιν οἱ διάκονοι· ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται· Φερεκράτης· Ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτω δεῖπνον παρα‐ | |
25 | θεῖναι· σημαίνει δὲ καὶ τὸ σπουδάζειν· Πολιτείας | |
tau584 | ζʹ· καὶ τὸ ἡσυχάζειν· καὶ τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων· φλυαρῶν. Τευταται: μηχανᾶται. Τεύχεα: ὅπλα· σκεύη. | |
5 | Τεύχοντες: κατασκευάζοντες. Τευτάζων: τὸ αὐτὸ ἀεὶ λέγων· φλυαρῶν. Τεῦχος: οὐ μόνον τὸ βιβλίον, ἀλλὰ πᾶν ἀγγεῖον. Τέφραν: καὶ σποδὸν λέγουσιν Ἀττικοὶ καὶ Πλάτων εἴρηκεν τέφραν ἐν Λύσιδι. | |
10 | Τεφρώσας: ἐμπρήσας· σποδώσας. Τεχνηθέντος: δημιουργηθέντος. Τέως: ἀντὶ τοῦ πρὸ τοῦ· πρίν· ἕως τίνος· ἐπὶ τοσοῦ‐ τον ἕως. Τῆ: ταύτη ἢ δέξαι. | |
15 | Τῆδε: ταῦτα· ἢ ἐνταῦθα· ἢ ὧδε· ἢ ἐνθάδε. Τῆ δ’ ἔνι: ἐν ταύτη δ’ ἔστιν. Τήβεννα: ἱμάτιον ἢ χλαμὺς ὃ φοροῦσιν τύραννοι. Τηθαλλαδοῦς: γυναικοτρόφος· ὑπὸ τίτθηι τεθραμ‐ μένος. | |
20 | Τηθαλλαδοῦς: ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσιν. Τήθεαι: ὄστρεια. Τῆ ἀληθείαι σφραγίζεται: ἀντὶ τοῦ βεβαιοῦται. Τήθη: μάμμη· ἡ πατρὸς ἢ μητρὸς μήτηρ. Τηθίς: θεία· πατρὸς ἢ μητρὸς ἀδελφή. | |
25 | Τηκεδόνι: τηῖ φθίσει. | |
Τηλαυγές: λίαν λαμπρόν. | ||
tau585 | Τηλαύγημα: ἀρχὴ λέπρας ἐν τηῖ τοῦ σώματος ἐπι‐ φανείαι. Τηλεδαπός: μακρὰν ἀφεστηκώς. Τηλεκλειτοί: ἄγαν ἔνδοξοι. | |
5 | Τηλεφάνης: αὐλητής· ὄνομα κύριον. Τηλεφανής: μακρόθεν φαινομένη. Τηλία: πῆγμα τετράγωνον, ἐφ’ οὗ ἤτοι τὰ ἄλφιτα πιπράσκεται, ἢ ἀλεκτρυόνες συμβάλλονται. Τηλικοῦτος: ἐπὶ ἡλικίας τίθεται· οὕτως Μένανδρος. | |
10 | Τήλοθι καὶ τήλοσε: πόρρω· μακράν. Τηλυγέτης: μονογενής· καὶ τηλύγετον, μονογενῆ. Τημελές: ἐπιμελές. Τημελής: ἐπιμελής· σπουδαῖος. Τημελῆσαι: ἐπιμελῆσαι· φροντίσαι. | |
15 | Τημελήσαντες: θλίψαντες. Τημελούμενον: ἐπιμελούμενον· φιλοκαλούμενον. Τῆ μέν: ὅπου μέν· ἢ ἐν μέρει. Τὴν Ἀκεσαίου σελήνην: ἡ παροιμία· λέγεται δὲ ἐπὶ διαμενόντων καὶ βραδυνόντων· ἦν δὲ Νείλεω κυ‐ | |
20 | βερνήτης ὁ Ἀκεσαῖος. Τηνάλλως: μάτην· καὶ οὐ τηνάλλως μετὰ τῆς ἀπο‐ φάσεως λέγεται· ὁ δὲ Φιλήμων Νυκτί· Τὸ κανοῦν δ’ ὁ παῖς περίεισι τηνάλλως ἔχων· ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην· καὶ ἐν Θεαιτήτωι Πλά‐ | |
25 | τωνος. | |
tau586 | Τὴν γλαῦκα τωθάζουσι: παροιμία. Τήνελλα: τοῦ ἐπαυλήματος μίμησις καὶ τοῦ κρού‐ ματος. Τὴν ἐμὴν κάμνειν νόσον: παροιμία, ὡς ἡ τοιαύτη· | |
5 | ταυτὸν ἕλκομεν ζυγόν. Τηνια: ὅτι οἱ ὄφεις ἐν Τήνωι πικροὶ γίνονται. Τηνικαῦτα: τότε. Τὴν κατὰ σαυτὸν ἔλα: τοῦτο οἱ μὲν Πυθικὸν εἶναι φασὶν ἀπόφθεγμα· οἱ δὲ Σόλωνος· ἔνιοι δὲ αὐτὸ | |
10 | Χείλωνα εἰπεῖν συμβουλευομένωι τινὶ, εἰ πλούσιον ἕλοιτο γάμον. Τὴν λεοντῆν ἐνδύου: ἴσον τῶ γενναΐζου. Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν: βοηλάτης ἐκ κώμης ἄμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης | |
15 | εἰς κοιλώδη φάραγγα, δέον βοηθεῖν, ἀργὸς ἵστατο, Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων τῶν θεῶν ἀσπαζόμενος ἐτίμα· ὁ δὲ θεὸς ἐπιστὰς εἶπεν· τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας νύττε· καὶ τότε τὸν θεὸν εὔχου, ὅτἂν καὐτὸς τί ποιῆς· μὴ | |
20 | μέντοι γε μάτην εὔχου· ἐκ τούτου εἰς παροιμίαν εἰσήχθη. Τηροῦ: φυλάττου. Τῆς μητρὸς ὡς αἲξ καλεῖται: οἱ γὰρ ἔριφοι ἐν τοῖς αἰπολίοις ἀπὸ τῶν μητέρων γνωρίζονται· ἀπὸ | |
25 | πατέρων γὰρ ἀδύνατον. | |
Τητᾶσθαι: στερίσκεσθαι. | ||
tau587 | Τῆνος: μία τῶν Κυκλάδων νήσων. Τήτει: σπάνει. Τῆτες: τούτω τωῖ ἔτει· ἐπ’ ἔτος. Τητινοί: πυροὶ οἱ τετράμηνοι· οὓς Ἴωνες σητανίους | |
5 | καλοῦσιν. Τήτθη: μαμμή. Τητώμενον: στερισκόμενον. Τιάρα: κόσμος ἐπικεφάλιος· ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις· οἱ δὲ στρατηγοὶ κε‐ | |
10 | κλιμένην· καὶ Δημάρατος ὁ Λακεδαιμόνιος, ὃς δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰς Ἀθήνας, ἐπί τινος εὐη‐ μερίας συγχωρήσαντος αὐτωῖ τοῦ βασιλέως, ὃ θέλει, αἰτήσασθαι, ηἰτήσατο ἐν ὀρθηῖ τηῖ τιάραι εἰς Σάρδεις εἰσελάσαι, ὡς Φύλαρχος ἐν ιʹ· τὸ δ’ | |
15 | αὐτὸ φασὶν εἶναι καὶ κίταριν· Θεόφραστος δ’ ἐν τῶ περὶ βασιλείας Κυπρίων τὴν κίταριν ὡς διά‐ φορον. Τίβιοι: ἔθνος· Λεύκων ἐν Φράτερσιν· τάχα δὲ οἱ αὐτοὶ τοῖς Τιβαρηνοῖς. | |
20 | Τιαγγάβαρι: τὸ κιννάβαρι· Διοκλῆς. Τιγόνιον: ἐπὶ νηπίου τίθεται. Τί δέ: τί δή· καὶ οὕτως λέγουσι τὸ τί δή. Τί δῆτα ἔχων στρέφη: ἀντὶ τοῦ ἐνδιατρίβεις. | |
Τί δῆτά σοι: τί σοι. | ||
tau588 | Τί ἐστιν τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς, καὶ τὸ θρυλούμενον ποτὲ ἀπόρρητον ἐκεῖνο· Θεόπομπος ἐν λαʹ δεδήλωκε· φησὶ γάρ· καὶ πέμπει πρὸς Φίλιπ‐ πον πρεσβευτὰς, Ἀντιφῶντα καὶ Χαρίδημον, πράξ‐ | |
5 | οντας καὶ περὶ φιλίας· οἳ παραγενόμενοι συμπεί‐ θειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτωι συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν· ὑπισχ‐ νούμενοι Πύδναν· οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων, εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι | |
10 | λανθάνειν τοὺς Πυδναίους ἐκδιδόναι μέλλοντες αὐτούς· ἐν ἀπορρήτω δὲ μετὰ τῆς βουλῆς ἔπρατ‐ τον. Τίζειν: τί λέγειν· οὕτως Ἀριστοφάνης. Τιθασεύει: ἡμεροῖ· πραΰνει. | |
15 | Τιθασόν: ἥμερον. Τιθράσιος: δῆμος Αἰγηΐδος. Τιθαιβώσσειν: τιθασεύειν. Τιθέντες: ποιοῦντες. Τιθήνας: τροφούς. | |
20 | Τιθηνούμενος: τρέφων· τιθηνὸς γὰρ ἡ τροφός. Τίθησι: ποιεῖ. Τιθύμαλλον: πόα πικρά. Τιθωνόν: τὸν γέροντα· Ἀριστοφάνης· Ἄνδρα Τιθω‐ νὸν ταράττων καὶ σπαράττων καὶ κυκῶν. | |
25 | Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάσσεται· ἱστορεῖται δὲ ὅτι Τιθωνὸς, ἐπιθυμία τοῦ τὸ γῆρας ἐκδύσασθαι, εἰς τέττιγα μετέβαλεν. | |
Τί ἱκανόν: τί ὄφελος. | ||
tau589 | Τικτικόν: τὸ ταῖς τικτούσαις διδόμενον φάρμακον· Ἀριστοφάνης. Τίλλειν: διαβάλλειν. Τιλφωσσαῖον: ὄρος ἔστι, μικρὸν ἀπέχον τῆς λίμνης | |
5 | τῆς Κωπαΐδος. Τιμαγόρας: οὗτος πρεσβευτὴς πεμφθεὶς πρὸς βασι‐ λέα ὑπὸ Ἀθηναίων, οὐ μόνον χρυσίον ἔλαβεν παρ’ αὐτοῦ καὶ ἀργύριον· ἀλλὰ καὶ κλίνην πολυτελῆ, καὶ στρωτὰς θεράποντας, καὶ βοῦς πʹ, καὶ κατέβη | |
10 | ἐπὶ θάλασσαν ἐν φορείωι κομιζόμενος· καὶ τοῖς κομίσασι παρὰ βασιλέως ἐδόθη μισθὸς τάλαντα δʹ· τοῦτον οὖν ἀνεῖλον Ἀθηναῖοι. Τοὖψον: ὅπου τὰ ὄψα πιπράσκεται· ὥσπερ τὸ, Παρ‐ ῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα, Καὶ τὸν | |
15 | λιβανωτόν. Τί μαθών: τί βουλόμενος. Τιμαῖος: ὁ πολλῆς τιμῆς· οὕτως Διοκλῆς. Τιμαλφούμενος: τιμὴν εὑρηκώς. Τιμαλφέστερον: τιμιώτερον· λαμπρότερον· ἄλφειν | |
20 | γάρ ἐστιν τὸ εὑρίσκειν· ὥστε γίνεσθαι τὸ τιμαλ‐ φέστατον τιμὴν εὑρίσκον πλείστην· ὃ δὴ συμβέ‐ βηκεν τωῖ χρυσωῖ. Τίμημα: ἀντὶ τοῦ ἐνέχυρον καὶ οἷον ἀποτίμημα, ὡς Λυσίας φησίν· οὗτοι δὲ φάσκοντες πλείονα μισθώ‐ | |
25 | σασθαι, καὶ τίμημα καταστήσασθαι· τοῦτο δ’ ἐν | |
tau590 | τοῖς ἑξῆς ἀποτίμημα καλεῖ· τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῶ περὶ τῶν Συμμοριῶν Δημοσθένης· λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσ‐ φερόμενον παρ’ ἑκάστου τίμημα· ἐν δὲ τωῖ κατὰ | |
5 | Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται. Τιμητικὸν πινάκιον: τὸ τοῖς δικάζουσι διδόμενον, ἐν οἷς γράφουσι τί χρή ***** Ἀριστοφάνης. Τιμήσεως: ζημίας. Τιμιουλκῶν: ἕλκων τὴν τιμήν· τουτέστι βαρυτι‐ | |
10 | μῶν. Τίμιον: ἀντὶ τοῦ ἔντιμον· οὕτως Ἀντιφῶν· ὁ δὲ Δη‐ μοσθένης ἐχρήσατο ἐπὶ τοῦ πιπρασκομένου πολ‐ λῆς τιμῆς. Τί μήν: κατάφασιν δηλοῖ· ἀντὶ τοῦ, πῶς γὰρ οὔ· | |
15 | διὰ τί γὰρ οὔ. Τί μήν: τί γάρ· τί οὖν. Τιμωρεῖν: ἀντὶ τοῦ βοηθεῖν. Τίνειν: διδόναι. Τιννύμενος: ἀπαιτούμενος· ἀποδιδόμενος. | |
20 | Τίννυνται: τιμωροῦνται. Τίοντες: τιμῶντες. Τί οὐκ ἀπήγξω ἵνα Θήβησιν ἥρως γένη: κέχρηται αὐτηῖ Πλάτων ἐν Μενελάωι· παρὰ δὲ τὴν ἱστο‐ ρίαν· οἱ γὰρ ἐν Θήβαις ἑαυτοὺς διαχειρωσάμενοι, | |
25 | οὐδ’ ἧστινος οὖν τιμῆς ἠξιοῦντο. | |
Τίσαι: ἀποδοῦναι. | ||
tau591 | Τίσειαν: ἀποδοῖεν. Τίσις: τιμωρία· ἀπόδοσις· ἀντέκτισις. Τίσομαι: τιμωρήσομαι· ἀπαιτήσομαι. Τίς ἐν Κύδωνος: ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς | |
5 | ξένους· ἀπὸ Κύδωνος Κορινθίου φιλοξένως διατεθέν‐ τος. Τίς πατέρ’ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα: ἴσως ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων. Τίς τρόπος ἵππων: παροιμία ἐπὶ τῶν ἀλλοκότων· | |
10 | Μεταγένης Θουριοπέρσαις· Τίς τρόπος ἵππων· ὡς δ’ ὀρχοῦνται τὸν βαρβαρικὸν τρόπον οὗτοι. Τίσω: ἀποδώσω. Τίσωσιν: τιμήσωσιν· τιμωρήσονται. Τιταγίδαι καὶ Θυργωνίδαι: φρατρίαι τινὲς καὶ γένη | |
15 | ἄδοξα καὶ οὐδενὸς ἄξια· εἰς γὰρ εὐτέλειαν ἐκωμω‐ δεῖτο· οὐχὶ δὲ δῆμοι, ὥς τινες οἴονται. Τιτακίδαι: δῆμος ἐστι τῆς Αἰαντίδος φυλῆς· μήποτε δὲ ἀπὸ Τιτάκου ὠνομάσθησαν οὗ μνημονεύει Ἡρό‐ δοτος. | |
20 | Τιτανίδα γῆν: οἱ μὲν τὴν πᾶσαν· οἱ δὲ τὴν Ἀττικήν· ἀπὸ Τιτινίου ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου οἰκή‐ σαντος περὶ Μαραθῶνα· ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεοὺς, ὡς Φιλόχορος ἐν τετραπόλει· Ἴσ‐ | |
τρος δ’ ἐν αʹ Ἀττικῶν, Τιτᾶνας βοαῖν· ἐβοήθουν | ||
tau592 | γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν· ἐνομίζοντο δὲ τῶν Πριαπωδῶν θεῶν εἶναι. Τίτανον: λευκόν· ἢ γύψον· κονίαν. | |
5 | Τίτθη: τροφός. Τιτθοί: μαστοὶ, ἢ τῶν μαζῶν τὰ ἄκρα. Τιγγάβαρι καὶ κιννάβαρι: τὸ μὲν αὐτοφυὲς περὶ Ἰβη‐ ρίαν καὶ Κόλχους· τὸ δὲ ἐξ ἄμμου λαμπυριζούσης καθάπερ ὁ κόκκος, ὡς Θεόφραστος ἐν τωῖ περὶ | |
10 | λίθων. Τιττιγόνιον: ὅμοιον τέττιγι· Ἐπίλυκος Κοραλίσκω. Τιτίς: βραχὺ ὀρνίθιον· σημαίνει καὶ τὸ γυναικεῖον αἰδοῖον· τιτὶς καὶ ἡ κέρκος. Τιτυρίδες καὶ τίτυροι: τράγου εἶδος. | |
15 | Τιφύς: ὁ καλούμενος ἐπιάλτης. Τί φῶ: τί εἴπω. Τίω: τιμῶ. Τλῆθι: ὑπόμεινον. Τλήμονος: ἐλεεινοῦ. | |
20 | Τλῆναι: ὑπομεῖναι. Τληπαθής: ὑπομένων ἐν τωῖ πάσχειν. Τλήσομαι: ὑπομείνω. Τλητικῶς: ὑπομονητικῶς. Τμήδην: τμητικῶς. | |
25 | Τὸ ἀπὸ τῆς Παλλαινίδος: τὸ φοβερόν· ἀπὸ τῆς ἐπὶ | |
Παλλαινίδι μάχης, ἐν ηἷ ἡττήθησαν Ἀθηναῖοι. | ||
tau593 | Τό γε ἧκον: ὅσον ἐπ’ αὐτωῖ· ὅσον δύναται. Τὸ ἐπίπαν: τὸ σύνολον. Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων· ἡ παροιμία ἀπὸ τῶν | |
5 | ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων· μέμνηται αὐτῆς Σοφοκλῆς. Τοιᾶσδε: τοιαύτης. Τοιγαροῦν: ἀμέλει· ὅθεν δή· οὐκοῦν· διὰ τοῦτο δὴ οὖν. | |
10 | Τοιγάρτοι: τούτου γὰρ ἕνεκεν. Τοίνυν: διὰ γὰρ τοῦτο ἢ οὖν. Τοιχωρύχος: κλέπτης. Τοιχωρύκτης· ληστής. Τοιχωρύχημα τοίχου: γαλῆς ὀπή. | |
15 | Τοκάδα: Εὔβουλος τὸ κηρύκειον ἢ τὴν μάχαιραν· λεγόμενόν τι. Τὸ κατακύλλωμα: τὸ πέρας καὶ ἀνωτάτω τῶν κακῶν. Τοκοφορεῖν: τοκούμενον· γεννώμενον· τικτόμενον. | |
20 | Τοκήων: γονέων ἢ τέκνων. Τολμήεντι: ὑπομονητικωῖ. Τολμῆσαι: ὑπομεῖναι· Νόμων θʹ· εἰ πατέρα ἀπέκτεινε τίς, αὐτὸν τοῦτον ὑπὸ τέκνων τολμῆσαι βία πάσ‐ | |
χοντα· καὶ ἐν βʹ τολμῶ ἀντὶ τοῦ τολμῶν ὑπομένοι. | ||
tau594 | Τολμητίας: τολμηρός. Τολοται: οἱ δημόσιοι ὑπηρέται· τοὺς δ’ αὐτοὺς καὶ Σκύθας ἔλεγον· καὶ σπευσίμους ἀπὸ τοῦ συν‐ τάξαντος αὐτούς. | |
5 | Τολυπεύειν: ἐξεργάζεσθαι· τολύπη γὰρ ἡ ἐργασία. Τολύπη: ἀγριοκολοκύντη. Τολύπευμα: τὸ κατασκευαστὸν καὶ πεφιλοκαλη‐ μένον ἔριον. Τὸ Μηλιακὸν πλοῖον: τοῦτο ἐπὶ τῶν ἄγαν ῥεόντων | |
10 | πλοίων ἀπὸ ἱστορίας τινὸς εἴρηται· φησὶ γὰρ Ἀρι‐ στοτέλης Ἱππότην εἰς ἀποικίαν στελλόμενον, τοῖς μὴ βουληθεῖσιν αὐτωῖ συμπλεῖν καταράσασθαι· ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον· | |
15 | κατηράσατο μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτε καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί. Τόμιον: τὸ τεμνόμενον ἱερεῖον. Τομόν: τὸ τμητικόν· ὀξυτόνως· οὕτως Πλάτων. Τομίας: εὐνοῦχος. | |
20 | Τὸν ἀφ’ ἱερᾶς γραμμῆς: ἐν τηῖ τῶν πέττων παιδιᾶ· Μένανδρος Καταψευδομένω. Τοναίαν: Ἄλεξις Παλλακηῖ· —οὐκ ἔχω γὰρ ἄλλ’ ὅ, τι Εἴπω τοναίας τηλικαύτης ἄξιον· ἡ γὰρ ἐπι‐ πολὺ τῆς φωνῆς ἀπότασις καλεῖται τοναία. | |
25 | Τόνδε: τοῦτον. Τονθορύζει: ὑπόπτως λαλεῖ· ψιθυρίζει· ἠρέμα γογ‐ | |
γύζει. | ||
tau595 | Τόνον: εὔτονον δύναμιν. Τὸ νῦν εἶναι: παρέλκει τὸ εἶναι· Θεόπομπος. Τοξοποιεῖν τὰς ὀφρῦς: ἀντὶ τοῦ σκυθρωπάζειν. Τοξόται: καὶ Σκύθαι καὶ Σπουσίνιοι· οἱ δοῦλοι οἱ | |
5 | δημόσιοι Ἀθήνησιν, ἀπὸ Σπουσίνου τοῦ πρῶτον κα‐ ταστήσαντος αὐτοὺς ἐπὶ τὴν ὑπηρεσίαν. Τοπάζειν: οἷον στοχάζεσθαι· ἐνθυμεῖσθαι· ὑπονοεῖν· καὶ ἐτόπαζον ὁμοίως· καὶ παρὰ Σοφοκλεῖ ἐν Ἠρι‐ γόνηι· —ἃ δὲ Δόξη τοπάζω, ταῦτ’ ἰδεῖν σα‐ | |
10 | φῶς θέλω· δι’ ὃ καὶ ὑποτοπεῖν, τὸ ὑπονοεῖν λέγου‐ σιν. Τὸ παρὸν εὖ ποιεῖν: παροιμία· Πλάτων Γοργίαι· καὶ ὡς ἔοικεν ἀνάγκη μοι, κατὰ τὸν παλαιὸν λόγον, τὸ παρὸν εὖ ποιεῖν· Κρατῖνος (Πυλαίαι· Ἄνδρας) σο‐ | |
15 | φοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τί‐ θεσθαι. Τόπια: σχοινία. Τόπιον: τὰ σχοινία λέγουσιν τόπια· Στράττις Μα‐ κεδόσι· τὸν πέπλον δὲ τοῦτον ἕλκουσι δεσμεύοντες | |
20 | τοπίοις ἄνδρες. Τὸ πέρα: ἔτι ἐπὶ πλέον· ἢ ἕως τέλους· ἢ ὅλως. Τόρα: ὥσπερ δὴ οὖν· ὅπερ οὖν. Τορεύει: γλύφει· τιτρᾶ. Τόργος: ὁ γύψ. | |
25 | Τόρμος: ἡ πλήμη εἰς ἣν ὁ ἄξων ἐνήρμοσται. | |
tau596 | Τόρμος: ὁ δρόμος ὁ ἐν τῶ ἱπποδρόμω ἢ ἡ καμπὴ ἢ ἡ ὕσπληξ. Τόρνος: ξύλον στρογγύλον. Τορνώσασθαι: κατασκευάσασθαι. | |
5 | Τορώνη: πόλις ἐν Θράκηι. Τόρος: ἐργαλεῖον φρεωρυχικόν. Τορῶς: ἰσχυρῶς· τρανῶς· μεγαλοφώνως. Τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθόν: αὕτη δημώδης ἐστι καὶ φανερά· τάττεται δὲ καὶ κατὰ τῶν διά‐ | |
10 | στοφα ξύλα ἢ πράγματα πειρωμένων κατευθύ‐ νειν, μηδὲν ὠφελούντων. Τοῦ: τίνος ἢ ἕνεκα. Τοῦ: καὶ ἐπὶ θηλυκοῦ τάττεται· ὥσπερ τὸ τίνος· Ἀριστοφάνης Ἀμφιαράωι· Ταυτὶ τὰ κρέα αὐτῶ | |
15 | παρὰ γυναικός του φέρω· ἐπὶ δὲ οὐδετέρου Δα‐ ναΐσιν· Ἀλλ’ εἴσιθ’, ὡς τὸ πρᾶγμα λέξαι βούλο‐ μαι Τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ· ἐπὶ δὲ ἀρρενικοῦ Κοριανοι Φερεκράτης· Πάντως γὰρ εἰσὶ τῶν φίλων ἑνός γέ του. | |
20 | Τοῦ Διὸς τὸ σάνδαλον: ἐπὶ τῶν ὡς μέγα δή τι· Εὔ‐ πολις Χρυσῶ γένει. Τούμπαλιν: ἐς τουπίσω. Τούνεκα: οὗ χάριν· ἢ τούτου χάριν. | |
Τοῦ πάνυ: τοῦ πανυμνήτου. | ||
tau597 | Τουπίπεμπτον: οἱ γὰρ μὴ μεταλαβόντες τὸ εʹ μέρος τῶν ψήφων ἄτιμοι ἦσαν· οὕτως Ἀριστοφάνης. Τοὺς ἑτέρους τραγωδοὺς ἀγωνιεῖται: παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς | |
5 | πρὸς τὰ ἐναντία, ὡς Δίδυμος φησί. Τοὺς χωρὶς οἰκοῦντας: Δημοσθένης Φιλιππικοῖς· καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε, καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν· οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλού‐ | |
10 | μενον· ὅτι οἱ ἀπελεύθεροι καθ’ ἑαυτοὺς ωἴκουν χω‐ ρὶς τῶν ἀπελευθερωσάντων· ἐν δὲ τῶ τέως δου‐ λεύοντες ἔτι συνώκουν. Τόφρα: τέως. Τραγικὴ σκηνή: πῆγμα μετέωρον, ἐφ’ οὗ ἐν θεῶν | |
15 | σκευῆ τινὲς παριόντες ἔλεγον· λέγεται δὲ καὶ ἡ τραγικὴ τέχνη σκηνή. Τραγήματα: ὡς ἡμεῖς, τὰ ἐπιφορήματα· Ἀριστο‐ φάνης. Τραγικῆς: τραγωδεῖν εἰδυίας. | |
20 | Τραγικὸν πάθος: συμφορᾶς μεστόν. Τραγικὸς πίθηκος: ἔοικεν τοῦτο λέγειν Δημοσθένης, ὡς καὶ περὶ τὴν ὑπόκρισιν ἀτυχοῦντος τοῦ Αἰσχί‐ νου καὶ μιμουμένου μᾶλλον τραγωδοὺς ἢ τραγω‐ | |
δεῖν δυναμένου. | ||
tau598 | Τραγικὸς πίθηκος: παροιμία· ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνομένων. Τραγωδία: δεινοπάθεια. Τραγωδεῖν: χορεύειν· Ἀριστοφάνης. | |
5 | Τράμις: ὁ ὄρρος· ἢ ἡ διαγραφή· ἢ τὸ τρῆμα τοῦ ἀρχοῦ. Τρανές: τὸ σαφὲς οἱ τραγικοὶ λέγουσι. Τραπεζοφόρος: ἱερωσύνης ὄνομα ἐστίν· καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τηῖ τῆς Ἀθη‐ νᾶς ἱερεία, Λυκοῦργος ἐν τωῖ αὐτῶ λόγωι δεδή‐ | |
10 | λωκεν. Τραπέμπαλιν: ἐπ’ ἀριστεραῖ· ὑπεναντίως· οὕτως Φερεκράτης. Τρασιά: οὗ τὰ σῦκα ψύχεται· οὕτως Εὔπολις. Τραπεζοποιός: ὁ τῶν περὶ τὸ συμπόσιον πάντων ἐπι‐ | |
15 | μελούμενος· τραπεζῶν· σκευῶν· σπονδῶν· ἀκουσ‐ μάτων· οὕτως Μένανδρος. Τραυματισθῆναι· ἀντὶ τοῦ τρωθῆναι· Θουκυδίδης αʹ. Τραυματίας: τετρωμένος. Τραύξανα: τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν | |
20 | ἵππων· ἢ τῶν βοῶν ἢ τῶν ἄλλων κτηνῶν λείψανα· σημαίνει δὲ καὶ τὰ ἀκανθώδη καὶ ξηρὰ ξύλα· οὕ‐ τως Φερεκράτης. Τραφερή: ἡ ξηρὰ γῆ. Τράχηλοι: τῶν θαλασσίων πορφυρῶν· οὕτως Ποσεί‐ | |
25 | διππος. Τρέσας: φοβηθείς· δειλιάσας. | |
Τρέφεσθαι: πήγνυσθαι· συνίστασθαι· περὶ ψυχῆς· | ||
tau599 | τότε δὴ τὰ ζῶα συντρέφεται· ἀντὶ τοῦ συνίσταται· πήγνυται· —ἥμισυ μὲν θρέψας· Πολλὸν δὲ τρόφι κῦμα· τεθραμμένον· συνιστάμενον. Τρέχειν τὸν περὶ ψυχῆς: οἷον δρόμον. | |
5 | Τρήρωνα: δειλήν. Τρήρωσι: δειλαῖς. Τριακάς: τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θανάτου καὶ ἐλέγετο τριακάς· Ὑπερίδης δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ | |
10 | τριακάδας τὴν ἡμέραν καλῶν. Τριάκοντα: πρῶτοι μὲν οἱ κατὰ πόλιν δικασταί· δεύ‐ τεροι οἱ κατὰ δήμους τριάκοντα, τῆς ἐκκλησίας ἐπιμελούμενοι μετὰ τῶν ληξιάρχων· οὕτως Φρύ‐ νιχος. | |
15 | Τρία στησιχόρου: στροφήν· ἀντίστροφον· ἐπωδόν· ἐπωδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις· καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν, οὐδὲ τὰ τρία Στησιχόρου εἰδέναι. Τρία καὶ δύο: ἐπὶ τῆς κράσεως τοῦ οἴνου· Ἀριστο‐ | |
20 | φάνης Ἱππεῦσιν· Ἔχε (καὶ) πιεῖν κεκραμένον τρία καὶ δύο· Ἡσίοδος· Τρὶς ὕδατος προχέειν, τὸ δὲ τέ‐ τρατον ἱέμεν οἶνον· Εὔπολις Αἰξίν· Διόνυσε χαῖρε· μήτι πέντε καὶ δύο· τοιοῦτο καὶ τὸ παροιμιακόν· (Ἢ) πέντε πίνειν, ἢ τρί’, ἢ μὴ τέτταρα· τὸ μὲν γὰρ | |
25 | εʹ ἐστὶ τρία καὶ δύο· τὸ δὲ γʹ ἥμισυ καὶ διπλάσιον· | |
τὸ δὲ τέτταρα ἴσον ἴσωι. | ||
tau600 | Τριαχθῆναι: λέγουσιν οἱ παλαιστριτικοὶ ἀντὶ τοῦ τρὶς πεσεῖν· ἢ τὸ τρὶς στοχάσαντα νικηθῆναι, στάδιον, δίαυλον, δόλιχον· οὕτως Θουγενίδης ἐν Δικασταῖς. | |
5 | Τριακοντούτης: προοξυτονεῖται· κοινὸν δὲ ἐστὶν ἀμ‐ φοτέρων τῶν γενῶν· καὶ τὰ πλήθη τριακοντούτεις· καὶ παρὰ Θουκυδίδηι αἱ τριακοντούτεις σπονδαὶ εἴρηται· καὶ Ἀριστοφάνης. Τριβαλλοί: οἱ ἐν τοῖς βαλανείοις ἀναγώγως διατρι‐ | |
10 | βόμενοι· Δημοσθένης ἐν τῶ κατὰ Κόνωνος οἰκίας καὶ Τριβάλλους ἐπωνυμίαν ἔχειν· οἱ δὲ τοὺς εἰκαί‐ ους καὶ τοὺς βίους κατατρίβοντας. [Τριβωνευόμενοι: ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες· (ἢ) ἀντὶ τοῦ τρίβωνες εἶναι | |
15 | πραγμάτων.] Τρίβωνα: στολισμόν. Τριβήν: ὑπέρθεσιν. Τριβωνευόμενοι: ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες· (ἢ) ἀντὶ τοῦ τρίβωνες | |
20 | εἶναι πραγμάτων. Τριβώνιον: ἱμάτιον παλαιόν. Τρίβωνος: ἐμπείρου. Τριβωνοφόρος: ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα ὡς | |
γαμμάτια. | ||
tau601 | Τρίγληνα: ὁ μὲν Ἡλιόδωρος τρίκορα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη· ὁ δὲ Ἀπίων πολύγληνα· τὰ θέας ἄξια. Τρίγωνον δικαστήριον: ὄνομα ἐστιν δικαστηρίου· ἴσως | |
5 | καὶ τωῖ σχήματι τριγώνου ὄντος. Τρίγωνον: δικαστήριον Ἀθήνησιν, ὡς παράβυστον καὶ μέσον. Τρίγωνος: ἀρρενικῶς· μουσικὸν ὄργανον ψαλτηρίωι τὴν ἐξάρτησιν ὁμοίαν ἔχον. | |
10 | Τριγχός: τειχίον· στεφάνη· περίφραγμα. Τριηράρχημα: τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· ἐπιτριηράρχημα δὲ, τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρικαλίνδητος: τρικυλίνδητος. | |
15 | Τρικάρανον: φρούριον ἔστι τῆς Ἀργείας οὕτω καλού‐ μενον. Τρικέφαλοι: Ἰσαῖος ἐν τωῖ περὶ Εὐκλείδου· μικρὸν δ’ ἄνω τοῦ Τρικεφάλου, παρὰ τὴν Ἑστίαν ὁδόν· τὸ πλῆρες ἔστι, τοῦ τρικεφάλου Ἑρμοῦ. | |
20 | Τρίμμα: δι’ ἀρωμάτων πόμα. Τρίμνων: γʹ μνῶν ἄξιον. Τριήρεις: πλοῖα πολεμικὰ, ἃ καλοῦνται λέβερνοι. Τρικέφαλος: ὁ Ἑρμῆς· ὥσπερ διδάσκων τὰς ὁδοὺς, καὶ ἔχων ὑπογραφὴν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός· | |
25 | ποῦ δὲ ἐκείνη· ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν | |
εἶχεν· ἔστιν δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, | ||
tau602 | ὡς Φιλόχορος φησὶ, Προκλείδης Ἱππάρχου ἐραστής. Τριοβολιμαῖος: τριῶν ὀβολῶν εὔωνος. Τριοπίς: ὄρνεόν τι. | |
5 | Τρίορχος: ὄρνεον. Τρίπαια: ἡ ἐναντία πνοή· οὕτως Σοφοκλῆς. Τρίποδα: λέβητα ἐν Δελφοῖς· ἐπὶ τρίποδα κείμενον μαντικοῦ Ἀπόλλωνος. Τρὶς ἓξ ἢ τρεῖς κύβοι: οἱ μὲν τρὶς ἓξ νίκην· οἱ δὲ | |
10 | τρεῖς κύβοι κενοί· καὶ τὸ παρ’ Εὐριπίδηι τοιοῦτον· Βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα· τριῶν γὰρ ὄντων τῶν ἀναρριπτουμένων βόλων, δύο μὲν κενοὺς αὐτὸν φησὶ βάλλειν· ἕνα δὲ τὸν τέταρτον· διττὸς οὖν ὁ κύβος ὅ, τε ἀναρριπτούμενος, εἴτε | |
15 | κενὸς, εἴτε πλήρης εἴη· καὶ ἰδίως ὁ κενός· ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγα‐ μέμνονι παρίστησι· Τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, Τρὶς ἓξ βαλούσης τῆς ἐμῆς φρυκ‐ τωρίας. | |
20 | Τριστάται: οἱ παρὰ χεῖρα τοῦ βασιλέως, οἷον ἔχοντες λόγχας ἀνατρεῖς κατὰ χεῖρα. Τριτημόριον: τοὺς ἓξ χαλκοῦς εἴρηκεν Φιλήμων τοῦ ὀβολοῦ τριτημόριον· θαυμάζω οὖν ἐγὼ πῶς τεταρτη‐ μόριον εἰσὶ δύο χαλκοῖ, τριτημόριον δὲ ἕξ· εἰ μὴ ἄρα | |
25 | ἐκεῖνο μὲν κυρίως ὠνομάσθη τέταρτον μέρος τοῦ | |
tau603 | ὀβολοῦ· τὸ δὲ τριτημόριον ὡς ἀπὸ τεσσάρων μερῶν ὄντων ἀνὰ δύο χαλκοῦς, τρία ἔχον μέρη, ἓξ χαλ‐ κοῦς συνάγει. Τριτημόριον: Δείναρχος κατὰ Καλλισθένους· ὅτι δὲ | |
5 | τριτημόριον ἐστὶν ἓξ χαλκοῖ, Φιλήμων διδάσκει. Τριπτῆρα: Ἰσαῖος ἐν τῶ κατὰ Διοκλέους· τριπτήρ ἐστι πιθάκνη ἐκπέταλος, οἷα τὰ ἐπιλήνια· ὡς Νί‐ κανδρος φησίν· ἐπὶ τούτου δ’ ἂν τάττοιτο νῦν παρὰ τωῖ ῥήτορι· πολλὰ γὰρ καὶ ἄλλα σημαίνει | |
10 | τούνομα. Τριτογενής: ἡ Ἀθηνᾶ· ἤτοι ὅτι ἐκ τῆς νηδύος καὶ τῆς μήτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν· ἢ ὅτι παρὰ τωῖ Τρίτωνι τῶ ποταμωῖ Λιβύης ἐγεννήθη φθίνοντος, ὡς καὶ Ἀθηναῖοι ἄγουσιν· ἢ ὅτι τρίτη | |
15 | μετὰ Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγεννήθη· ἢ ἐπεὶ τρίτωνα τὴν κεφαλὴν Ἀθαμᾶνες λέγουσιν· ἢ ἐπεὶ παρὰ Τρίτωνι ἐγένετο· ἢ τοῦ τρεῖν καὶ εὐλαβεῖσθαι αἰτία· ἢ γεννητική· ὅτι ἀπελούσατο τῶ Τρίτωνι τωῖ Λιβύης ποταμωῖ. | |
20 | Τριτογένεια: φοβερά· καταπληκτική. Τριτομηνίς: τὴν τρίτην τοῦ μηνὸς τριτομηνίδα ἐκά‐ λουν· δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ· Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτὴν φησὶ λέγεσθαι, τὴν αὐ‐ τὴν τηῖ σελήνηι νομιζομένην. | |
25 | Τρίτον ἡμίδραχμον: τὰς δύο ἥμισυ δραχμὰς οὕτως | |
εἰώθασιν ὀνομάζειν οἱ παλαιοί. | ||
tau604 | Τριτεύς: τὸ τρίτον τοῦ μεδίμνου. Τρίτον ἡμίδραχμον: δύο δραχμαὶ καὶ τῆς τρίτης ἥμισυ· ὡς εἶναι δύο δραχμὰς καὶ τριώβολον. Τριτοπάτορες: Δήμων ἐν τηῖ Ἀτθίδι φησὶν ἀνέμους | |
5 | εἶναι τοὺς τριτοπάτορας· Φιλόχορος δὲ τοὺς Τρι‐ τοπάτρεις πάντων γεγονέναι πρώτους· τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησὶν, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὐτῶν ἐπίσταντο οἱ τότε ἄν‐ θρωποι· τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας· Φανό‐ | |
10 | δημος δὲ ἐν ϛʹ φησὶν, ὅτι μόνοι Ἀθηναῖοι θύουσι καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τωῖ Ὀρφέως φυσικῶ ὀνομάζεσθαι τοὺς τριτοπάτορας, Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα· θυρωροὺς καὶ φύλακας ὄντας | |
15 | τῶν ἀνέμων· ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας, Οὐ‐ ρανοῦ καὶ γῆς φησὶν αὐτοὺς εἶναι· ὀνόματα δὲ αὐτῶν, Κόττον, Βριάρεων καὶ Γύγην. Τρίτην ἐρίων: σταθμόν τινα καλοῦσιν. Τρίτος ἀριστεροῦ: ἐν τοῖς τραγικοῖς χοροῖς τριῶν | |
20 | ὄντων στοίχων καὶ ζυγῶν, ὁ μὲν ἀριστερὸς στοῖχος ὁ πρὸς τωῖ θεάτρωι ἦν· ὁ δὲ δεξιὸς, πρὸς τωῖ προσ‐ κηνίωι· συνέβαινεν οὖν τὸν μέσον τοῦ ἀριστεροῦ στοίχου τὴν ἐντιμοτάτην καὶ τὴν οἷον τοῦ πρωτο‐ στάτου χώραν ἐπέχειν καὶ στάσιν. | |
25 | Τρίτου κρατῆρος: τοῦ σωτῆρος, ὃν καὶ τέλειον ἔλεγον· | |
τὸν μὲν πρῶτον, Ὀλυμπίων φασί· τὸν δὲ δεύτερον | ||
tau605 | ἡρώων· τὸν δὲ τρίτον Ὀλυμπικῶς τωῖ Σωτῆρι τε καὶ Ὀλυμπίωι. Τρίτος κρατήρ: Διὸς τελείου σωτῆρος· πρῶτος γὰρ τέλειος ἀριθμὸς ὁ τρία· ὅτι ἔχει ἀρχὴν καὶ τέλος | |
5 | καὶ μέσα· ὡς Φιλόχορος ἐν τωῖ περὶ ἡμερῶν. Τριόττης: περιτραχήλιος κόσμος· ἔχων τρεῖς οἱονεὶ ὀφθαλμούς· καὶ μήποτε παρὰ τοὺς ὄσσους, ὡς ἀμ‐ βλυώττειν ἐν τωῖ τ. Τριτοπάτωρ: τριτοπάτρεις οἱ μὲν ἀνέμους· Φιλόχορος | |
10 | δὲ τοὺς πρώτους ἐκ γῆς καὶ οὐρανοῦ· ἄρξαντας δὲ γενέσεως· ἐν δὲ τοῖς Ὀρφικοῖς, ἀνέμων παῖδας. Τριττύς: τριάς. Τριττύαν: θυσίαν· Καλλίμαχος μὲν τὴν ἐκ κριοῦ, ταύρου καὶ κάπρου· Ἴστρος δὲ ἐν μὲν Ἀπόλλωνος | |
15 | ἐπιφανείαις, ἐκ βοῶν, αἰγῶν, ὑῶν ἀρρένων, πάντων τριετῶν. Τριττύς: φυλῆς μέρος τρίτον· καὶ τριττύαρχος ὁ ἄρχων. Τριττύς: τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διήρη‐ | |
20 | ται εἰς τρία μέρη· τριττῦς καὶ ἔθνη καὶ φρατρίας, ὡς Ἀριστοτέλης φησί. Τρίτωι καὶ τετάρτωι ἔτει: ἀντὶ τοῦ πρὸ τριῶν καὶ τεσσάρων ἐτῶν· οὕτως Ἀντιφῶν. Τρίτωι φάει: τρίτηι ἡμέραι. | |
25 | Τρίχα: τριχῶς. | |
tau606 | Τριχακτόν: κτένιον. Τριχαπτόν: τὸ βαμβύκινον ὕφασμα· ἱμάτιον πολυ‐ τίμητον. Τριχθά: τριχή. | |
5 | Τριχίδες: θρίσσαι· διὰ τὸ λεπτὰ ἔχειν ὀστᾶ. Τριχόβρως: θηρίον, ὃ τοὺς τῶν περικεφαλαίων λόφους διαβιβρώσκει. Τροπάδια: ἀστραγάλων παιδιά. Τριχολογεῖν: τὰς τρίχας ἀναλέγεσθαι καὶ περὶ αὐ‐ | |
10 | τῶν φροντίζειν. : νικητήρια. Τροπή: δίωξις. Τροπηλίς: ἡ τῶν σκορόδων δέσμη, ἀπὸ τοῦ εἰλῆσθαι· ἐν δὲ τοῖς Σκίροις τῆ ἑορτηῖ ἤσθιον σκόροδα· ἕνεκα | |
15 | τοῦ ἀπέχεσθαι Ἀφροδισίων, ὡς ἂν μὴ μύρων ἀπο‐ πνέοιεν· ὡς Φιλόχορος ἐν τηῖ πρὸς Ἄλυπον ἐπι‐ στοληῖ. Τροπῆς ἀποσκίασμα: ἀντὶ τοῦ ἀλλοιώσεως καὶ με‐ ταβολῆς ἴχνος· καὶ ὁμοίωμα φαντασίας. | |
20 | Τροπίας οἶνος: ὁ τετραμμένος καὶ ἐξεστηκώς· Ἀρι‐ στοφάνης Δαιταλεῦσιν· Ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε. Τροπίδια: τὰ εἰς τρόπιν νεὼς εὐθετοῦντα ξύλα· μετα‐ φορικῶς δὲ καὶ ἐπὶ καταβολῆς τινὸς καὶ ἀρχῆς | |
25 | πράγματος· καὶ ὁ τόπος ἐφ’ οὗ τίθεται ἡ τρόπις· | |
οὕτως Πλάτων. | ||
tau607 | Τροπωτῆρες: οἱ ἱμάντες οἱ ἐν τοῖς πλοίοις, ἐν οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται. Τρόπον: ἦθος. Τρόπον τινά: ἀντὶ τοῦ καλῶς ἄν. | |
5 | Τροποφορεῖν: Τροπώσομαι: νικήσω· ὑποτάξω. Τροφαλίς: τυρός· οὕτως Εὔπολις. Τροφή: ἀντὶ τοῦ ἀγωγὴ καὶ παιδεία· καὶ τραφὲν, ἀντὶ τοῦ ἀχθὲν, παιδευθέν· ἐνίοτε δὲ καὶ ὁμοίως | |
10 | ἡμῖν· Πολιτείας· ἐπιθυμοῦμαι δ’ αὖ τρίτων τινι τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν· τροφὴν μὲν γὰρ βρῶμα καὶ πῶμα λέγει· γέννησιν δὲ, τὰ Ἀφρο‐ δίσια· ἐν δὲ τρίτωι Πολιτείας· καὶ ὑπὸ τωῖ σοφω‐ τάτω Χείρωνι τεθραμμένος· ἀντὶ τοῦ πεπαιδευ‐ | |
15 | μένος· ἵνα μὴ ἐναντιῶνται Ὁμήρωι, πεπαιδεῦσθαι λέγοντι τὸν Ἀχιλλέα παρὰ Χείρωνι, οὐχὶ τετρά‐ φθαι. Τρόφι κῦμα: τεθραμμένον κῦμα. Τρόφιμος: ὁ νεώτερος οἰκοδεσπότης. | |
20 | Τροχάζειν: διατρέχειν. Τροχηλατεῖν: ἐλαύνειν. Τροχίας: πορείας· τρίβους· ἐργασίας. Τροχίμαλλον: σωρὸς λίθου· οὕτως Ἀριστοφάνης. Τροχισθεῖσα: βασανισθεῖσα· ἀπὸ τοῦ τροχοῦ, ὅπερ | |
25 | ἐστιν ὄργανον βασανιστικὸν, διατεῖνον τὰ σώματα. Τρόχμαλος: ἡ ἐκ λίθων στρογγύλων αἱμασιά· ἡ | |
περιωικοδομημένη τοῖς χωρίοις. | ||
tau608 | Τρόχις: ἄγγελος. Τροχόν: δρόμον· Εὐριπίδης Μηδείαι· Ἀλλ’ οἵδε παῖδες ἐκ τροχῶν πεπαυμένοι. Τρύβλιον: ὀξυβάφιον· ἐμβάφιον· πινάκιον· ποτήριον. | |
5 | Τρύγη: παντὸς καρποῦ συγκομιδή. Τρυγόνα ψάλλειν: παροιμία· ἐπὶ τῶν φαύλως πρατ‐ τόντων· ἴσως παρὰ τὸ τρύζειν· Ὡς μή μοι τρύ‐ ζητε. Τρύγοιπος: ὑλιστήρ· οὕτως Ἀριστοφάνης. | |
10 | Τρυγών: τὸ ζῶον· παίζεται δὲ εἰς τὴν τῶν γυναικῶν συνουσίαν. Τρύζει: ψιθυρίζει· γογγύζει· ἀσήμως λαλεῖ· παρὸ καὶ ἡ τρυγὼν, ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογ‐ γυστικῶς. | |
15 | Τρύμη: πανοῦργος· Ἀριστοφάνης. Τρύξ: καὶ τὸ γλεῦκος καὶ ἡ ὑποστάθμη· Ἀριστο‐ φάνης. Τρυσίππιον: ἔγκαυμα ἵππου γεγηρακότος ἐπὶ τῆς γνάθου· τροχωῖ ὅμοιον· οὕτως Εὔπολις. | |
20 | Τρυσμός: γογγυσμός. Τρυτάνη: ὁ ζυγός. Τρυφάλεια: περικεφαλαία. Τρύφος ἄρτου: κλάσμα ἄρτου. Τρύχεται: κακοπαθεῖται· πονεῖται· ταλαιπωρεῖται· | |
25 | ἐκνενεύρισται. | |
tau609 | Τρυχηρά: ῥακώδη. Τρύχνον: τὴν πόαν θηλυκῶς λέγουσιν τὴν τρύχνον, οὐ τὸν τρύχνον· σὺν τῶ ς δὲ στρύχνον οὐδαμοῦ εὗρον· καὶ παρὰ τὴν παροιμίαν τὴν, ἁπαλώτερος | |
5 | τρύχνου, παρωδῶν ὁ κωμικὸς φησίν· Ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου. Τρύχουσιν: ἐλαττοῦσιν. Τρυχωθείς: πιασθείς· ἢ φανερωθείς. Τρώγειν: οὐχὶ τὸ ἐσθίειν ἁπλῶς· ἀλλὰ τὰ τραγή‐ | |
10 | ματα καὶ τρωκτὰ καλούμενα· οὕτως Ἀριστο‐ φάνης. Τρῶγες: θηρία τὰ ἐν τοῖς ὀσπρίοις· οὕτως Στράτ‐ τις. Τρώκτης: ἐκ παντὸς κερδαίνων· οἷον ἀποτρώγων. | |
15 | Τρώκτης: ἀποστερητὴς καὶ ἀπατεών· οἷον ἐπιτρώ‐ γων· Τρώκτης σφόδρ’ ἐστιν, ἅμα σεσηρὼς καὶ γελῶν. Τυκτόν: χειροποίητον. Τύλη: τὸ ἐπὶ τῶν τενόντων φῦμα· Ἀριστοφάνης. | |
20 | Τύλοι: σκαλμοὶ πλοίων. Τύλος: ὁ ἐξέχων ἥλος, περὶ ὃν δεσμεύεται ὁ τροπω‐ τήρ. Τύλος: νενεκρωμένη σάρξ· ἀποσκίρρωμα τῶν γονά‐ των. | |
25 | Τυλοῦται: τραυματίζεται· παχύνεται. | |
tau610 | Τυμβογέροντες: πέμπτη ἡλικία γερόντων· ὡς καὶ Θεόφραστος· παραπλῆγες καὶ τηῖ διανοίαι παρηλ‐ λαγμένοι. Τύμβος: τάφος. | |
5 | Τυμβοχοεῖ: θάπτει. Τυμπανίζεται: ξύλωι πλήσσεται· ἐκδέρεται καὶ κρέ‐ μαται. Τύμπανον: τὸ τοῦ δημίου ξύλον, ωἷ τοὺς παραδιδομέ‐ νους διεχειρίζετο· καὶ τὸ ἀποτυμπανίζειν ἐντεῦθεν. | |
10 | Τύμπανον: ἐκ δερμάτων ἐστὶ γινόμενον, καὶ κροῦον· ὃ κατεῖχον αἱ Βάκχαι. Τυννοῦτο: δεικτικῶς τὸ μικρόν. Τυντλάζειν: εἰς πηλὸν ἐμβαίνειν· Ἀριστοφάνης. Τυντλάζειν: ἐπιρραίνειν πηλωῖ· τύντλος γὰρ ὁ πη‐ | |
15 | λώδης τόπος. Τυντλάζειν: αὐτὸ καὶ αὐτὸ λέγειν. Τύντλος: πηλὸς καὶ τάραχος· Μένανδρος. Τυντλώδους: ἰλυώδους. Τυπαῖς: πληγαῖς. | |
20 | Τυπείς: πληγείς· τρωθείς. Τυπεῖσιν: τρωθεῖσιν. Τυπῆσιν: τρώσεσιν. Τυπτήσεις: οὕτως λέγουσιν τὸ μέλλον· Ἀριστοφά‐ νης. | |
25 | Τύρβη: ἀπόλαυσις ἢ θόρυβος ἢ τάραξις. | |
tau611 | Τυρευθέντα: κινηθέντα· ταραχθέντα. Τυρεύων: κατασκευάζων. Τυραννεύσασαν: οὐ μόνον τυραννήσασαν· καὶ Πλά‐ των καὶ ἕτεροι τῶν παλαιῶν. | |
5 | Τυρεύεται καὶ τυρεῖται: συνίσταται καὶ συμπήγνυ‐ ται. Τυραννικὰ σανδάλια: πολυτελῆ. Τυρμίδαι: δῆμος τῆς Οἰνηΐδος οἱ Τυρμίδαι. Τυρόκνηστις: μαχαίριον· καὶ σχῆμα ἀκόλαστον. | |
10 | Τυροκομεῖον: τάλαρος. Τυροφορεῖον: τὸ ἀναφορεῖον περισπῶντες λέγουσιν. Τύρσις: ὁ περίβολος τοῦ τείχους. Τύρσος: τὸ ἐν ὕψει ωἰκοδομημένον. Τυρταῖος: ὁ τῶν ἐλεγείων ποιητής. | |
15 | Τυτθήν: ὀλίγην ἢ μικράν. Τυφεδανός: τετυφωμένος· καὶ ἀσθενὴς, οἷον καπνός. Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν· καὶ ἴσως περιέπεσεν τοῦτο· Δοιαὶ γάρ τε πύλαι ψευστάων εἰσιν ὀνείρων· ἢ ὅτι μύουσι προσδιαλέγονται. | |
20 | Τύφεται: καίεται. Τυφλοπλαστεῖται: τυφλὸς ἀναπλάττεται. Τυφλότερος λεβηρίδος: καὶ κενότερος λεβηρίδος· ἀμ‐ φότερα λέγεται· λεβηρὶς δὲ, οἷον λεπηρίς· καὶ λέπος· τάττεται καὶ ἐπὶ τεττίγων· καὶ πάντων | |
25 | τῶν τὸ γῆρας ἀπολειπομένων. | |
Τυφλότερος σπάλακος: τοῦτο τὸ γένος οὐκ ἔχει | ||
tau612 | ὀφθαλμούς· φησὶ δ’ αὐτοὺς Στησίμβροτος ὑπὸ τῆς γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς· ἔχει γὰρ ὀδόντας μιαρωτάτους, καὶ ῥύγχος ὡς μαργάλης, καὶ πόδας ὡς ἄρκτου. | |
5 | Τυφομένης: καπνιζομένης. Τῦφος: ἀλαζονεία· μανία. Τυφῶνος: πυρώδους δαίμονος. Τυφών: οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος· ἀλλ’ ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι· ὡς | |
10 | Πλάτων ἐν Φαίδρω. Τυφῶνος πολυπλοκώτερον: Τυφὼν ὁ λεγόμενος κε‐ ραυνωθῆναι ὑπὸ Διός· τούτου ποικιλώτερον. Τυφώς: ὁ κατὰ θάλατταν, ὑφ’ οὗ τὰ πλοῖα φθείρε‐ ται. | |
15 | Τυχηρότερον: εὐτυχέστερον. Τυχηρῶς: ἐπιτυχῶς. Τύχην ἁπλῶς τὴν ἀγαθὴν τύχην καλοῦσιν. Τύψας: ἐκ χειρὸς πατάξας. Τύψον: τρῶσον. | |
20 | Τῶ: χωρὶς τοῦ ι· ἀντὶ τοῦ διό· καὶ δυϊκῶς, ἐπὶ θη‐ λυκοῦ καὶ ἀρσενικοῦ καὶ οὐδετέρου. Τῶ: περισπωμένως διό· καὶ οὕτως ἄνευ τοῦ ι. Τωθάζει: σκώπτει· χλευάζει· λοιδορεῖ· καυχᾶται. Τῶν γὰρ ὑστάτων χάρις: | |
25 | Τῶν ὄνων οὔ μοι μέλει: | |
tau613 | Τῶν δυνατῶν τι κέλευ’, οὐ γὰρ παρὰ Κενταύροισι: Τῶν ἑκτικῶν: τῶν περὶ ἕξιν νοσούντων. Τῶν ἐπὶ σκηνῆς: τῶν θεατρικῶν. Τῶν τριῶν κακῶν ἕν: λεγόμενον τι ἐστί· καὶ Μέ‐ | |
5 | νανδρος δύο προθεὶς, ὡς παροιμιῶδες ἐπιλέγει παί‐ ζων τὸ, Ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν· ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισεν προστιμήματα· Πολύζηλος Δημοτυνδάρεωι· Τριῶν κακῶν γοὖν ἦν ἑλέσθαι αὐτωῖ τί πᾶς’ ἀνάγκη· | |
10 | Ἢ ξύλον ἐφέλκειν, ἢ πιεῖν κώνειον, ἢ προδόντα Τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι· Ταῦτ’ ἔστι τρία Θηραμένους, ἃ σοὶ φυλακτέ’ ἐσ‐ τιν· Ἀριστοφάνης Τριφάλητι· Ἐγὼ γὰρ ἀπὸ Θη‐ ραμένους δέδοικα τὰ τρία ταυτί. | |
15 | Τῶ ῥα: διὸ δή. | |
upsilon613(16t) | Ἀρχὴ σὺν Θεῶ τοῦ υ. | |
17 | Ὑάδες: οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες. Ὑακίνθινον: ὑπομελανίζον· πορφυρίζον. Ὑάλη: ὕαλος. | |
20 | Ὑάλιος: πολέμιος. | |
Ὑακινθίδες: θυγατέρες Ὑακίνθου τοῦ βασιλέως. | ||
upsilon614 | Ὑάλινα: ἀντὶ τοῦ ὑαλᾶ. Ὕαλος: διὰ τοῦ α· οὐχὶ ὕελος· καὶ θηλυκῶς ἡ ὕαλος· καὶ ὑάλινον· Ἀριστοφάνης Ἀχαρνεῦσιν· Ἐξ ὑαλί‐ νων ποτηρίων καὶ χρυσίδων· πάντα δὲ τὰ τοι‐ | |
5 | αῦτα διὰ τοῦ α λέγεται. Ὑβάδαι: δῆμος ἐστὶ τῆς Λεοντίδος. Ὑβός: κυρτός. Ὑβριστοδίκαι: οἱ ἐπὶ τῶν μὴ ἐθελόντων εἰσάγειν τὰς δίκας. | |
10 | Ὕβρις: ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας καὶ αἰκίας· αἰκία δὲ πληγαὶ μόνον· Λυσίας ἐν τωῖ περὶ αἰκίας πρὸς Ἰσοκράτην· καί τοι τίς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἐστὶ μόνον τιμῆσαι· τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν | |
15 | ὑμῖν θανάτωι ζημιοῦν. Ὑγεία Ἀθηνᾶ: ἐπώνυμόν ἐστιν Ἀθηνᾶς· καὶ γὰρ Ὑγεία καλεῖται, καὶ Νίκη, καὶ Ἱππεία, καὶ Ἐρ‐ γάνη. Ὑγιείαν καλοῦσιν Ἀττικοὶ τὴν πεφυραμένα οἴνωι καὶ | |
20 | ἐλαίω ἄλφιτα· καὶ πᾶν ὅτι ἐξ ἱεροῦ φέρει· οἷον θαλλόν τινα ἢ ἄλφιτα. Ὑγιέστερος ὄμφακος: παροιμία· ὥσπερ καὶ, ὑγιέσ‐ τερος Κρότωνος· πολλοὶ γὰρ Κροτωνιάται ἀσκη‐ ταί· καὶ ὑγιέστερος κολοκύντης. | |
25 | Ὑγρὰ κέλευθα: τὴν διὰ θαλάσσης ὁδόν. Ὑγρός: ὁ εὐκατάφορος εἰς τὰς ἡδονάς· ῥευματιζό‐ | |
μενος. | ||
upsilon615 | Ὑγρότης: ἀραιότης· καὶ ὠφέλεια. Ὑδατίδες: σταγόνες. Ὑδερῶν: ὑδρωπιῶν. Ὕδραν τέμνειν: ἐπὶ τῶν ἀμηχάνων λέγεται· ἱστο‐ | |
5 | ρεῖται γὰρ, Ὕδρα τηῖ ἐν Λέρνηι ἑκατοντακεφάλωι τυγχανούσηι μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμ‐ νομένων αὐτῆς κεφαλῶν ἀνεφύοντο πλείους, κε‐ λεῦσαι Ἰολάωι ἐπικαίειν τὰς τεμνομένας. Ὑδρεύειν: ποτίζειν. | |
10 | Ὑδρηλοί: κάθυγροι. Ὑδριαφόροι: ὥσπερ σκαφηφόροι· αἱ μέτοικοι. Ὕδρου: ὄφεως. Ὑδροφορία: ἑορτὴ πένθιμος Ἀθήνησιν, ἐπὶ τοῖς ἐν τῶ κατακλυσμωῖ ἀπολομένοις, ὡς Ἀπολλώνιος. | |
15 | Ὕδωρ αὐτοπαγές: τὸ συνεστηκὸς ἐν τοῖς ἱεροῖς· ἢ τὸ αὐτομάτας πηγὰς ἔχον. Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο ἐξ ἐπιγράμματος εἶναι μέρος, οἱ μὲν Ἀσκληπιάδου, οἱ δὲ Θεαιτήτου φασίν. | |
20 | Ὕδωρ παραρέη: ἐπὶ τῶν ἐπαγγελλομένων παντὶ σθέ‐ νει σπουδάσειν, ὡς κἂν εἰς ῥέοντα πλοῖα ἐμβῆναι οὐκ ὀκνησάντων. Ὗε: ἔβρεχεν. Ὑεικόν: ὑὸς ἴδιον· χοίρου ἔργον· λέγεται τὸν Σωκρά‐ | |
25 | την ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδή‐ | |
upsilon616 | μου εἰπεῖν· ὅτι ὑεικὸν αὐτῶ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμωι προσκνήσασθαι, ὥσπερ τὰ ὕδια τοῖς λίθοις· Ξενοφῶν φησίν. Ὑηνῶν θρεμμάτων: καὶ ἔδοξέν μοι τοῦτο οὐκ ἀνθρώ‐ | |
5 | πινον, ἀλλ’ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων· Πλάτων Νόμων ζʹ· ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκε‐ φάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν· Πλάτων Θεαιτήτωι. | |
10 | Ὕειον: χοίρειον. Ὕης: ἐπίθετον Διονύσου, ὡς Κλείδημος· ἐπειδὴ, φησὶν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῶ, καθ’ ὃν ὁ θεὸς ὕει χρόνον· ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέ‐ γεσθαι, καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας· Ἀρι‐ | |
15 | στοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸν Ὕην. Ὑηνεῖς: ὑϊκόν τι καὶ ζωῶδες ποιεῖς. Ὑηνῶν: σκαιῶν καὶ ἀμαθῶν· καὶ ὑηνία· σκαιότης καὶ ἀμαθία· οὕτως Καλλίας. Ὕης: τοῦ Σαβαζίου ἡ ἐπίκλησις. | |
20 | Ὕθλος: φλυαρία ἢ μωρία. | |
Υἱωνός: ὁ τοῦ υἱοῦ υἱός. | ||
upsilon617 | Υἱῶσαι τὸν παῖδα: υἱὸν ποιῆσαι αὐτὸν θετόν· καὶ υἱώσει, τηῖ υἱοθεσίαι· καὶ υἱώσατο, ἀντὶ τοῦ, υἱὸν θετὸν ἐποιήσατο· καὶ τὰς υἱώσεις καὶ τὰς υἱοθεσίας· ἡ χρῆσις παρ’ Αἰλιανῶ πολλή. | |
5 | Ὑλακόμωροι: ὑλακτικοί· οἱ περὶ τὸ ὑλακτεῖν πονού‐ μενοι. Ὕλαν κραυγάζειν: ἱστοροῦσιν Ὕλαν τὸν Θειοδάμαν‐ τος, καλὸν τὴν ὥραν, ἐρώμενον Ἡρακλέους, ὅτε συνέπλει τοῖς Ἀργοναύταις· γενόμενον δὲ κατὰ | |
10 | Μυσίαν, ἐξελθεῖν ὑδρευσόμενον, ὑπὸ Νυμφῶν δὲ ἀφανισθῆναι· τούτου δὲ ἐπὶ ζήτησιν Πολύφημον πεμφθέντα κεκραγέναι καὶ ὀνομαστὶ ἀνακαλεῖν τὸν Ὕλαν, μηδὲν περαίνοντα· διὸ καὶ τὴν παροιμίαν ἐπὶ τῶν μηδὲν ἀνυόντων λέγεσθαι· καὶ νῦν δὲ Κιανοὺς | |
15 | ἔτι, ἀπομίμημα τῆς ζητήσεως ποιουμένους, ἑορτά‐ ζειν τῶ ἥρωϊ. Ὕλας: ὄνομα οἰκέτου βαρβάρου. Ὑλάστριαι: καὶ ὑλαζόμενοι, οἱ ξύλα συλλέγοντες· καὶ ὑληφόροι, οἱ ξυλοφόροι. | |
20 | Ὕλην: τὸ καθίζον τοῦ οἴνου ἢ τοῦ ὕδατος· οὕτως Ἀρι‐ στοφάνης. Ὑλήεσσα: σύνδενδρος. Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι, οὔτε τέταρτοι: χρη‐ σμοῦ κομμάτιόν ἐστιν παροιμιαζόμενον οὕτως· | |
25 | Ἵππον Θετταλικὴν, Λακεδαιμονίαν τε γυναῖκα· | |
Ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης· Ἀλλ’ | ||
upsilon618 | ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἵτε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου· Ἀργεῖοι λινοθώ‐ ρηκες, κέντρα πτολέμοιο· Ὑμεῖς δ’, Αἰγιέες, οὔτε τρίτοι, οὔτε τέταρτοι, Οὔτε δυωδέκατοι, οὔτ’ ἐν | |
5 | λόγωι, οὔτ’ ἐν ἀριθμωῖ· ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίαι καταναυμαχήσαντες Αἰτω‐ λοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες ἠρώτων τίνες κρείττονες εἶεν τῶν Ἑλλήνων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προ‐ | |
10 | κείμενα· καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησ‐ μὸν ἱστορεῖ· τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν, καὶ προφέρονται· Ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι, οὔτε τέταρτοι· ὡς καὶ Καλλίμαχος ἐν τοῖς ἐπιγραμματίοις· —τῆς δὲ ταλαίνης Νύμφης, | |
15 | ὡς Μεγαρέων, οὐ λόγος, οὐδ’ ἀριθμός. Ὑμεναιοῦν: τὸ ἄδειν τὸν ὑμέναιον καὶ συνάπτειν τὸν γάμον. Ὑμένων: γαμικῶν ὕμνων. Ὑμεδαπῶν: τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους· συγγενῶν· ἢ | |
20 | τῆς αὐτῆς χώρας. Ὑμενῶδες: λεπτότατον καὶ οἷον εἰπεῖν ἀερῶδες. Ὑμήττιον μέλι: τὸ εὔχρηστον πρὸς ἰατρείαν· Ὑμηττὸς δέ ἐστι τόπος τῆς Ἀττικῆς περὶ τὰς Ἀθήνας. | |
25 | Ὑμνηπολείτω: ὑμνείτω. | |
upsilon619 | Ὑμνεῖν: ὀδύρεσθαι· μέμφεσθαι· λοιδορεῖν· κατ’ εὐφη‐ μισμόν· ὡς ἐν αʹ Πολιτείας. Ὑμνούντων: ὅτι ψιλῶς ἀντὶ τοῦ λεγόντων· Νόμων ϛʹ Πλάτων· ψευδῆ φήμην ἡμῶν κατὰ θεῶν ὑμνούν‐ | |
5 | των. Ὕνιν: ῥόπαλον. Ὑόμενος: βρεχόμενος. Ὑοσκυαμᾶν: μεμηνέναι· παραπαίειν· Φερεκράτης Κοριαννοῖ· Ὑοσκυαμᾶς, ἀνὴρ γέρων ὤν. | |
10 | Ὑοσκύαμος: ὃν πίνοντες μαίνονται. Ὑπάγει: ἐξαπαταῖ. Ὑπάγουσιν: ἀντὶ τοῦ προάγουσιν· Δημοσθένης Φιλιπ‐ πικοῖς. Ὑπαγωγαί: ἀπάται. | |
15 | Ὑπαγωγάς: τὰς ἀναχωρήσεις· διώξεις τε καὶ ὑπα‐ γωγὰς, φησὶ Θουκυδίδης. Ὑπάγειν εἰς δίκην: τὸ ἄγειν· καὶ Θουκυδίδης καὶ ἄλλοι. Ὑπαγωγεύς: ἐργαλεῖον οἰκοδομικόν. | |
20 | Ὑπαγωγή: ἡ ταῖς ναυσὶ σκέπη· καὶ προσόρμησις· οἷον ὕφορμός τις. Ὑπαγωγή: ὑποχώρησις. Ὑπαίθριον: ὑπὸ τὸν ἀέρα· καὶ ὕπαιθρον ὁμοίως. Ὑπακτέον: πορευτέον. | |
25 | Ὑπαλύξας: ἐκφυγών. | |
Ὑπάλυξις: ἔκκλισις. | ||
upsilon620 | Ὑπανέντος: ἐνδόντος. Ὑπανίσχει: ὑπανατέλλει. Ὑπαντιάζων: ὑπαντῶν. Ὕπαρ: ἀλήθεια· οὐκ ἐν ὀνείρωι. | |
5 | Ὕπαρ: ἐγρήγορος· ὀπτασία ἀληθής. Ὑπαρκτά: μόνιμα ὑπάρχοντα. Ὑπαρξάμενος: κατάρξας. Ὑπάρχων: προκατάρχων· Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος· καὶ τὸ ὑπάρχειν οὐχ ἁπλῶς τὸ εἶναι | |
10 | σημαίνει· ἀλλὰ τὸ πάλαι εἶναι· καὶ προϋπεῖναι· φθάνειν· Μένανδρος· Οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν, Ἀλλὰ καὶ ὑπάρχειν. Ὑπασπισταί: δορυφόροι. Ὕπατε κρειόντων: βασιλεῦ βασιλευόντων· ἐξοχώ‐ | |
15 | τατε· μέγιστε. Ὕπατον: ὑψηλόν. Ὑπ’ αὐγάς: ὑπὸ τὸν ὄρθρον· ἢ ὑπὸ τὸν πεφωτισ‐ μένον ἀέρα. Ὕπαφρον: ὕπουλον· φανερόν. | |
20 | Ὑπαχθέντες: ἀπατηθέντες. Ὑπειδόμενος: ὑφορώμενος. Ὑπέδυ: ὑπεισῆλθεν. Ὑπεζωσμένος: περιβεβλημένος· ὑποσυρόμενος. Ὑπειλημμένον: ὑπονενοημένον. | |
25 | Ὑπείξομεν: παραχωρήσομεν. | |
upsilon621 | Ὑπείπομεν: ἀντὶ τοῦ προείπομεν· καὶ ὑπειπεῖν, ὑπα‐ γορεύειν. Ὑπελθεῖν: ὑποδραμεῖν. Ὑπέμβρυον: τὸ ὑπὸ τηῖ θηλαζούσηι· νεογνόν. | |
5 | Ὑπένερθεν: ὑποκάτωθεν. Ὑπενήνεκται: ὑπεσύρη. Ὑπενόθευσεν: ὑπέφθειρεν. Ὑπενοστήσαμεν: ὑπεχωρήσαμεν· ἐπανήλθομεν. Ὑπέπισα: ὑπεπότισα. | |
10 | Ὑπέρα: τὸ τοῦ κέρως τοῦ ἱστοῦ σχοινίον, ωἷ ἀνίεταί τε καὶ διατείνεται τὸ σχοινίον· γέγονε δὲ ἀπὸ τούτου παροιμία ἐπὶ τῶν, ἃ δεῖ ἔχειν, ἀφιέντων· ἃ δὲ μὴ δεῖ, κρατούντων. Ὑπεράγασθαι: ὑπερθαυμάζειν. | |
15 | Ὑπέρακμος: ὑπερδραμὼν τὴν ὥραν. Ὑπεραλεῖται: ὑπερπηδήσει. Ὑπερανάστης: μετανάστης· μεταβάτης. Ὑπέρβιον: ὑπερβίως· οἷον ἄγαν βιαίως· ἢ ὑπερβαλ‐ λόντως τηῖ βίαι· ὑπερήφανον. | |
20 | Ὑπερβολήν: τὴν ἀναβολὴν καὶ ὑπέρθεσιν· καὶ ἐν τωῖ περὶ τοῦ στεφάνου Δημοσθένης. Ὑπέρβολος: δημαγωγὸς ἦν, ὃν Θουκυδίδης ἐν τηῖ ηʹ ἐξωστρακίσθαι φησίν. | |
Ὑπεργαμία: ἡ ὀψιγαμία. | ||
upsilon622 | Ὑπερδέα: ὑπερβαλλόντως ἐνδέα· οἷον πάνυ ἐλάσσονα κατὰ δύναμιν. Ὑπερδέξιον χωρίον: εἶχον δ’ ὑπερδέξιον χωρίον, οἷον χαλεπώτατον· Ξενοφῶν φησίν. | |
5 | Ὑπέρδικον: τὸν ἀκροδίκαιον καὶ σφόδρα δίκαιον. Ὑπερείδουσα: ὑποστηρίζουσα. Ὑπερηγάσθην: ὑπερεθαύμασα. Ὑπερημερίας: ὑπερβαλούσης ἐκπροθεσμίας. Ὑπερήμερος: ὑπερπρόθεσμος ἢ ἐκπρόθεσμος. | |
10 | Ὑπερήμερος: οἱ δίκην ὀφείλοντες ὁποίαν οὖν, καὶ τὰ ἐπιτίμια τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις, ὑπερήμεροι ἐκαλοῦντο· τὸ δὲ πρᾶγμα, ὑπερημερία. Ὑπερήμεροι: οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέ‐ | |
15 | ρας λαβόντες καὶ μὴ διαλυσάμενοι. Ὕπερθεν: ἐπάνω. Ὑπέρθεον: ὑπὲρ θεῶν βούλησιν. Ὑπερθέοντες: ὑπερτρέχοντες. Ὑπερθήσει: οἰκοδομήσει. | |
20 | Ὑπερθορών: ὑπερπηδῶν. Ὑπερίονα: ὑπὲρ ἡμᾶς ἀνατέλλοντα. Ὑπέρινος: ὑπερκεκαθαρμένος· οὕτως Δημήτριος. Ὑπὲρ κάρα φοιτῶντα: ὑπὲρ κεφαλῆς ἐρχόμενον. Ὑπερμαζεῖ: ὑπερτρυφαῖ· πλουτεῖ· στρηνιᾶ. | |
25 | Ὑπερμενέα: ἰσχυρότερα λίαν. Ὑπερνήχεται: ὑπερβαίνει. | |
Ὑπεροιαζομένου: ὑπερηφανευομένου. | ||
upsilon623 | Ὑπέροπλον: ὑπερήφανον. Ὑπερορᾶν: ὑπερβλέπειν. Ὑπερόριος: ἐκτὸς τῶν ὁρίων· ἐξόριστος. Ὑπέροπτον: μεγάλην. | |
5 | Ὑπέρου περιτροπή: ἐπὶ τῶν ταυτὰ ποιούντων καὶ μηδὲν περαινόντων· καὶ αὗται δὲ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· ὁ Διὸς Κόρινθος· καὶ, αὖθις αὖ Πυθῶδ’ ὁδός· καὶ, ὁ τὴν δοκὸν φέρων· καὶ, οὐ τυφλὸς, ἀλλ’ ἐξώρυκται· Πλάτων Ἀδώνιδι· Εἶτ’ οὐχ | |
10 | ὑπέρου μοι περιτροπὴ γενήσεται. Ὑπέροφρυς: ὑπερήφανος. Ὑπεροψίαν: καταφρόνησιν. Ὑπερπαίειν: ὑπερβαίνειν· πλεονάζειν. Ὑπὲρ τὰ Καλλικράτους: φησὶ Κλέαρχος ὅτι Καλλι‐ | |
15 | κράτης τις ἐγένετο ἐν Καρύστω πλουσιώτατος· εἴ ποτε οὖν ἐθαύμαζον τινὰ οἱ Καρύστιοι ἐπὶ πλούτω ὑπερβολικῶς, ἔλεγον, ὑπὲρ τὰ Καλλικράτους· Ἀριστοτέλης δὲ φησὶν ἐν τηῖ Ἀθηναίων πολιτείαι Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς | |
20 | μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι· ὅθεν καὶ τὴν παρ‐ οιμίαν εἰρῆσθαι. Ὑπὲρ τὰ ἐσκαμμένα: ὑπὲρ τὰ μέτρα· ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά· λέγεται δὲ ἀπὸ Φαΰλλου τοῦ πεντάθλου τοῦ Κροτωνιάτου εἰρῆσθαι· ὃς, πεντή‐ | |
25 | κοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, | |
πρῶτος αὐτὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, | ||
upsilon624 | ὡς τὸ ἐπίγραμμα λέγει τῆς εἰκόνος αὐτοῦ· Πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος, Δίσκευ‐ σεν δ’ ἑκατὸν, πέντ’ ἀπολειπομένων· καὶ Πλάτων ἐν ὧ ἡ ἐπιγραφὴ, Κρατύλος, περὶ ὀνομάτων ὀρθό‐ | |
5 | τητος. Ὕπερθρον: ὁ οὐρανός· ὑπὸ γὰρ τὸν αἰθέρα ὑπάρχει. Ὑπερτέλλον: ὑπερανατέλλον. Ὑπερτενές: ὑψηλόν· ὑπερέχον. Ὑπέρτερον: κρεῖττον. | |
10 | Ὑπερτεροῦν: δεσπόζον. Ὑπερτίθεται: ἀναβάλλεται. Ὑπὲρ τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων. Ὑπερφερές: μέγα· ὑπερέχον. Ὑπερφυής: μεγαλοφυής· μείζων. | |
15 | Ὑπέρχρεως: κατάχρεως. Ὑπέρχολος γενόμενος: ἀντὶ τοῦ ὑπεραγανακτήσας· οὕτως Ἀντιφάνης. Ὑπερώησαν: ὑπεχώρησαν. Ὑπεστειλάμην: παρητησάμην· ἀπεκρυψάμην. | |
20 | Ὑπέστημεν: ὑπεσχόμεθα. Ὑπετέθυπτο: ὑπεκαίετο· καὶ κέκνιστο· Ἀπολλο‐ φάνης. Ὑπέχει: ὑφίσταται. Ὑπεψηνισμένοι: ἀκμαῖοι πρὸς τόκον· ἀπὸ τῶν σύκων | |
25 | τῶν διὰ τοὺς ψῆνας πεπείρων. Ὑπήγετο: ὑπέπειθεν. | |
Ὑπηνέμια: λέγουσιν ὡς ἡμεῖς· Ἀριστοφάνης Δαιδά‐ | ||
upsilon625 | λωι· Ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίαι Ὑπηνέμια τίκτουσιν ὠὰ πολλάκις· Πλάτων δὲ ὁ φιλόσοφος ἐν Θεαιτήτωι ἀνεμιαῖα· καὶ Μένανδρος Δακτυλίωι· —ἀνεμιαῖον ἐγένετο. | |
5 | Ὑπηνέμιοι: ὑπὸ τὸν ἄνεμον. (Ὑπέρπεδον: ὄρος· βουνός· ἔπαρμα γῆς· πέδον γὰρ ἡ γῆ.) Ὑπηνέμια τίκτουσι: τὰ οὔρια· ἀπὸ τοῦ οὐρίου ἀνέ‐ μου λέγουσιν. | |
10 | Ὑπήνη: μύσταξ· τὸ γένειον· πώγων· ἢ ἡ τοῦ ἄνω χείλους τρίχωσις. Ὑπηνήτηι: ἀκμαίωι· ἄρτι γενειῶντι. Ὑπ’ ἠοῖ: ὑπὸ τὸν ὄρθρον. Ὑπηρέσιον: ὑπαγκώνιον τῶν ἐρετῶν ἤγουν κωπηλα‐ | |
15 | τῶν, ἐφ’ οὗ καθίζουσιν. Ὑπηρέσιον: ὁ διδόμενος μισθὸς τοῖς ὑπηρετοῦσι, τοῖς στρατευομένοις καὶ ἐρέσσουσι καὶ δουλεύουσιν· τοῦ ὀνόματος ἀπὸ τοῦ ὑπηρετεῖν κληθέντος. Ὑπίσχεται: ὑπισχνεῖται. | |
20 | Ὑπό: ὀλίγον. Ὑπόβαθμος: ὑπόβαθρον. Ὑποβάθραν: ὑπόβασιν· θεμέλιον. | |
Ὑποβασμόν: ὑποβάθραν. | ||
upsilon626 | Ὑποβιβάζοντες: ἐλαττοῦντες. Ὑποβιβάζουσιν: ὑποκαταβαίνουσιν. Ὑποβλεπόμενος: ὑπονοῶν· ἐχθραίνων· ἐπιτηρῶν. Ὑποβλήδην: ὑποβάλλων λόγον· ὑποκρουστικῶς ἔτι | |
5 | λέγων. Ὑποβολιμαῖοι: ὑποβαλλόμενοι καὶ εἰσποίητοι, ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλ‐ λουσιν αἱ γυναῖκες. Ὑπόβολον: ὑποκείμενον πρὸς δάνειον καὶ τόκον· Φε‐ | |
10 | ρεκράτης Ἰπνῶ· —οὐχ ὁρᾶς τὴν οἰκίαν Τὴν Πολυ‐ τίωνος κειμένην ὑπώβολον. Ὑποβρύχιοι: ὑπὸ τὸ ὕδωρ ποντισθέντες. Ὑπογεγραμμένη: ἐστειβισμένη· Ἀριστοφάνης. Ὑπόγειον: ὑπὸ τὴν γῆν. | |
15 | Ὑπόγειος: ὁ ὑποτεταγμένος. Ὑπογενειάζων: λιτανεύων· ὑπὸ τοῦ γενείου ἁπτόμενος. Ὑπὸ γῆν οἰκοῦντες: λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶ περίπλω λεγομένους Τρωγλοδύτας· καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ καταλόγου κατουδαίους ὀνομα‐ | |
20 | ζομένους. Ὑποκυδεῖς γὰρ εἰσὶν οἱ τόποι: Δείναρχος ἐν τῶ κατὰ Στεφάνου· ὑποκύδης ἐστὶν ὁ δίυγρος τόπος· ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι. Ὑπογράφεται: δείκνυται. | |
25 | Ὑπογλωττίς: στεφάνου εἶδος. | |
Ὑπόγραμμα: ωἷ τοὺς ὀφθαλμοὺς ὑπογράφουσιν. | ||
upsilon627 | Ὑπόγυον: ἐγγύτερον· πρόσφατον· νεωστὶ γινόμενον· τὸ πρὸ ὀλίγου καὶ μετ’ ὀλίγον. Ὑποδεής: ὑπόφοβος. Ὑποδενδρυάσαι: ὑποδῦναί που καὶ πτῆξαι ὑπὸ σκέπην. | |
5 | Ὑποδέξηι: ὑποδέχη τὰ πρὸς ὑποδοχὴν ἐπιτήδεια. Ὑποδέξιος: ὑποδοχεύς. Ὑποδέραια: περιτραχήλια. Ὑποδερίδα: ὁρμίσκον· πλόκιον. Ὑποδερίς: κόσμος γυναικεῖος, οἷον δείραιον. | |
10 | Ὑποδιδάσκαλος: ὁ τωῖ χορωῖ καταλέγων· διδάσκα‐ λος γὰρ αὐτὸς ὁ ποιητὴς, ὡς Ἀριστοφάνης. Ὑποδρόμους: στόμια. Ὑποδμώς: δοῦλος. Ὑποδύτην: τὸ ἐσώτερον ἱμάτιον. | |
15 | Ὑποδύς: ὑπεισελθών. Ὑποζυγιώδης ἄνθρωπος: ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαι‐ ρέσεως καὶ προθυμίας τί πράττων· ἀλλ’ ἐκ τῆς ἑτέρων κελεύσεως· ὥσπερ καὶ τὰ ὑποζύγια· εἴποις δ’ ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα· Ἀριστοφάνης. | |
20 | Ὑπόθεσις: περιοχή· αἰτία. Ὑποθήκαις: παραινέσεσι. Ὑποθημοσύνη: διδασκαλία. Ὑποθήσομαι: διδάξω. Ὑποικουροῦν λεληθὸς τὶ μῖσος: ὑποικουροῦν ἀντὶ τοῦ | |
25 | ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν. | |
upsilon628 | Ὑποιστόν: φορητόν. Ὑποίσων: ὑπομένων. Ὑποίσω: ὑπενέγκω. Ὑποκαθεῖναι τὰς ὀφρῦς: οἷον παύσασθαι χαλεπαί‐ | |
5 | νοντα καὶ πραότερον γενέσθαι· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς, ὀργῆς ἐστι σημεῖον. Ὑποκατάβασιν: παραχώρησιν. Ὑποκείσεται: ὑποβληθήσεται. Ὑποκορίζεται: κολακεύει· ὑποκρίνεται. | |
10 | Ὑποκηρυξάμενοι: τὸ ὑπὸ τωῖ κήρυκι τωῖ δημοσίωι στῆναι, καὶ ποιῆσαι τι διὰ τοῦ κήρυκος φανερῶς. Ὑποκοριζόμενοι: διασύροντες· Ξενοφῶν φησίν· οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσιν κακίαν· ὁ δὲ Δημοσθένης ἐχρήσατο τηῖ λέξει ἐπὶ τοῦ εὐφη‐ | |
15 | μοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες· λέγει γὰρ ἐν τῶ παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑται‐ ρίαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. Ὑποκοριστικόν: ἔλαττον. | |
20 | Ὑπὸ κρασίν: ὑπὸ ταῖς κεφαλαῖς. Ὑποκρίνεσθαι: τὸ ἀποκρίνεσθαι οἱ παλαιοί· καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῶ χορῶ· Θου‐ κυδίδης ζʹ· οἱ δ’ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο· καὶ οἱ Ἴωνες οὕτως· Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑπο‐ | |
25 | κρινάμενοι, Ἀθηναίων ἀπηλλάττοντο. | |
Ὑποκρίνοντι: ἀποκρίνοντι. | ||
upsilon629 | Ὑποκυσαμένη: ἐγκυμονήσασα. Ὑπολαβών: ὑπονοήσας· ἢ ἀποκριθείς· η ἀντειπών· ἀντικρούσας. Ὑπολαπάξας: ὑποκενώσας. | |
5 | Ὑπόλογον: Λυσίας φησίν· οὐχ ὑπόλογον ὄντα, ἀντὶ τοῦ, οὐκ ἐν λόγω· καὶ Δείναρχος· οὐδεὶς ὑπόλογος βουληῖ γέγονεν· ἀντὶ τοῦ, οὐδὲ μία συγγνώμη, οὐδὲ μία παραίτησις. Ὑπὸ μάλης: τὸ ὄνομα μὲν κεῖται παρὰ τοῖς ῥήτορ‐ | |
10 | σιν· ὅταν μὲν οὖν ἑνικῶς λέγουσιν, οὕτως αὐτὸ πάντες τάττουσιν μετὰ τῆς προθέσεως· ὅταν δὲ πληθυντικῶς, οὐ μάλας λέγουσιν, ἀλλὰ μασχά‐ λας· Λυσίας· καὶ τὴν μὲν κόμην ψιλὴν ἔχεις, τὰς δὲ μασχάλας δασείας. | |
15 | Ὑπὸ μάλης: μάλην δ’ οὐ λέγουσιν, ἀλλὰ μασχά‐ λην. Ὑπομηλαφῆσαι: ὑποψηλαφῆσαι. Ὑπονομεύοντες: ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες· Δεί‐ ναρχος ἐν τῶ κατὰ Καλλίστου. | |
20 | Ὑπόνομος: ὀχετός· διώρυξ. Ὑπονοστῆσαι: ἐπανελθεῖν· ὑποκαταβῆναι. Ὑπόξυλος: κίβδηλος· ὡς ὑπόχαλκος· οὕτως Μέναν‐ δρος. Ὑπὸ παντὶ λίθωι σκορπίος: ἐλλείπει, ὕπεστι· λέγε‐ | |
25 | ται ἐπὶ τῶν κακοήθων καὶ ἐπὶ ἐριστικῶν. | |
upsilon630 | Ὑπώπια: ἀπὸ μέρους τὴν ὄψιν. Ὑποπίνειν: ἀντὶ τοῦ μεθύσκεσθαι· οὕτως Νικοφῶν. Ὑπόπλεως: μεστός. Ὑποποιεῖσθαι: ὑποτάσσειν. | |
5 | Ὑπόπτερος: ταχεῖα. Ὑποπτεύω: ὑπονοῶ. Ὑπ’ ὄροφον: ὑπὸ στέγην. Ὑποσκάλλειν: ὑπεργάζεσθαι. Ὑποσακίζειν: ὑπεξαίρειν· ἀναλογοῦν· καὶ ὑποσακί‐ | |
10 | ζειν τῆς ὁδοῦ φασὶ, τὸ προκόπτειν καὶ ἀναλογοῦν. Ὑπὸ σκότω δὲ γεγονώς: σκότιος· ὅπέρ ἐστι λαθραῖος· παρθένιος, ὁ ὑπὸ παρθένου δοκούσης γεγονώς. Ὕποσμος: ὁ ὑπονοῶν τι καὶ ὑποπτεύων. Ὑποσμύχουσα: ἐνδιερεθίζουσα· ὑποκαίουσα· θλί‐ | |
15 | βουσα· καταπονοῦσα. Ὑπόσπονδος: ὑπὸ φιλίαν ὑποτεταγμένος. Ὑποσταθμίς: τρυγίας. Ὑποστειλάμενος: ἀποκρυψάμενος· φοβηθείς. Ὑποστρωμνίους: τοὺς ἐν τῆ στρωμνῆ κειμένους. | |
20 | Ὑποστέλλεται: ἀναδύεται· ὑποκρίνεται· φεύγει· δολιεύεται. Ὑπόστημα: πλῆθος. Ὑποστήσας: ἀντὶ τοῦ ὑποβαλλόμενος· Ὑπερίδης. | |
Ὑποστολῆς: φυγῆς. | ||
upsilon631 | Ὑποσυγχύτως: συγκεχυμένως. Ὑποσχεῖν: ὑπολαβεῖν· ἀπαιτηθῆναι· ὑποθεῖναι. Ὑποσχέσθαι: ἐκτεῖναι. Ὑπόσχωμεν: ὑποβάλλωμεν. | |
5 | Ὑποτείνουσιν: ὑποβάλλουσιν· ἢ προτείνονται. Ὑποτείνων: ὑπισχνούμενος. Ὑποτεμέσθαι: ἀφελέσθαι. Ὑποτεμνόμενος: ἐκκόπτων. Ὑποτεμνόμενος τὸν πλοῦν: ἀντὶ τοῦ, διὰ τῶν συντο‐ | |
10 | μωτάτων πλέων, ἵνα καταλάβη τὸν διωκόμενον· οὕτως Ξενοφῶν φησίν. Ὑποτίτθια: ὑπομάζια παιδία· καὶ ὑπότιτθον ὁμοίως, τὸ ὑπομάζιον. Ὑποτοπεῖσθαι: ὑπονοεῖσθαι· καὶ καθυποτοπεῖσθαι, τὸ | |
15 | ἐπὶ τὸ χεῖρον ὑπονοεῖν. Ὑποτοπήσας: ὑπονοήσας. Ὑπὸ τὸν τόνον: ὑφειμένω τωῖ τῆς φωνῆς τόνωι. Ὑπότριμμα: ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων. | |
20 | Ὑποτροπάζει: ὑποστρέφει. Ὑπότροπος: ἐξ ἀποστροφῆς. Ὑπὸ τοὺς αὐτοὺς χρόνους: καὶ κατὰ τοὺς αὐτοὺς χρό‐ νους, καὶ ἐν τοῖς αὐτοῖς χρόνοις, καὶ ἐν τῶ αὐτῶ ἐνιαυτῶ, καὶ κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ὁμοίως· καὶ | |
25 | ἔτει καὶ ἔτος· καὶ χρόνω καὶ χρόνους καὶ χρόνον καὶ χρόνοις· [ὑπὸ τοὺς αὐτοὺς χρόνους·] πάντα | |
ταῦτα χρήσιμα. | ||
upsilon632 | Ὑποτυπώσεων: χαρακτήρων λόγοι. Ὕπουλα ἕλκη: τὰ κρυπτά. Ὕπουλοι: οἱ ἐγγὺς τοῦ κατουλωθῆναι μώλωπες. Ὕπουλα γόνατα: καὶ ὕπουλον πόδα· καὶ ὕπουλον | |
5 | χεῖρα· καὶ σῶμα τὸ φλεγμαῖνον διά τινας πληγὰς, καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν· Κρατῖνος. Ὕπουλος: δόλιος· φαινόμενος δῆθεν εἰρηνικὸς, ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς, ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις· ἐξ οὗ ἐπὶ τῶν προσ‐ | |
10 | ποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώπων, ὄντων δὲ μοχθηρῶν, ἐλέχθη οὗτος ὁ λόγος. Ὑπ’ οὔρει: ὑπὸ τῶ ὄρει. Ὑποφέρονται: ὑποβάλλονται· καὶ ὑποφέρων, ὑπο‐ βάλλων. | |
15 | Ὑποφῆται: ἱερεῖς· προφῆται· χρησμολόγοι. Ὑποφθάς: φθάσας· προλαβών. Ὑποφόνια: τὰ ἐπὶ τῶ φόνωι διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος, ἵνα μὴ ἐπεξίωσι· οὕτως Δείναρχος καὶ Θεόφραστος. | |
20 | Ὑπόφορος: ὑπεύθυνος· ὑπὸ κίνσον· ὑπὸ τέλος. Ὑποφύσεις: παραφυάδες φαύλων λογισμῶν ἔξωθεν φυόμεναι. | |
Ὑποχόνδρια: τὰ ἀκροσπάθια· τὰ ὑπὸ τὴν λαγόνα. | ||
upsilon633 | Ὑποχυτῆρες: τρύβλια, δι’ ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπιχέουσιν. Ὕπτια: ὑψηλά. Ὑπτιάζει: ὑποστρέφει. | |
5 | Ὕπτιος: ἐπὶ νῶτον κείμενος. Ὑπωμοσία: τὸ ἀναβάλλεσθαι δίκην τινὰ ἢ τί ἄλλο προφάσει τινι χρώμενον μεθ’ ὅρκου. Ὑπωμοσία: σκῆψις καὶ παραίτησις. Ὑπωμοσία: τὸ ὑπερτίθεσθαι δίκην, προφάσει χρώ‐ | |
10 | μενον ἀποδημία ἢ νόσω· ἢ τινὶ τῶν παραπλησίων μεθ’ ὅρκου, οὕτως ἐλέγετο· καὶ τὸ ποιεῖν τοῦτο, ὑπόμνυσθαι. Ὑπώπια: τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα· ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πῦα. | |
15 | Ὑπώρεια: ἡ ὑπὸ τὸ ὄρος πεδιάς. Ὑπωρόφιοι: ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι· συγγενεῖς. Ὑπώροφον: ὑπόστεγον. Ὕς: χοῖρος ἢ σύαγρος. | |
20 | Ὕσας: βρέξας. Ὓς διὰ ῥόδων: ἐπὶ τῶν σκαιῶν καὶ ἀναγώγων· Κράτης Γείτοσιν. | |
Ὑσμίνης: μάχης. | ||
upsilon634 | Ὕσπληξ: φραγέλιον· ἀφετηρία. Ὕσθην: ὠμβρίσθην· ἐραντίσθην. Ὕρχαι: τὰ βικώδη κεράμια. Ὑρισοί: ἐρυσοί· σπυρίδες. | |
5 | Ὑσίαι: πόλις τῆς Βοιωτίας. Ὕστατος: τελευταῖος· ἔσχατος. Ὑσσάκους: τοὺς πασσάλους· Ἀριστοφάνης Λυσι‐ στράτηι· καὶ οἱ Δωριεῖς. Ὑστέρα δεκάτη: ἡ ἐξ εἰκάδος ἡμέρα καλεῖται ὑπὸ | |
10 | τῶν Ἀττικῶν, ἣν ἡμεῖς πρώτην καὶ εἰκάδα κα‐ λοῦμεν. Ὑστέρας: πληθυντικῶς λέγουσιν, οὐχ ὑστέραν. Ὑστριχίς: καὶ ὕστριξ· ἡ ἐκ τῶν ὑείων τριχῶν μάστιξ. | |
15 | Ὓς ὑπὸ ῥόπαλον δραμεῖται: παροιμία παρὰ Δει‐ νολόχω, ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλ‐ λόντων. Ὑφαιρεῖται: παρεκβάλλει. Ὕφαλοι: ὑποθαλάσσιοι κεκρυμμέναι πέτραι. | |
20 | Ὑφειμένοι: ὑποχείριοι. Ὑφειμένως: ἐνδιδομένως. Ὕφαλος φάτις: ἡ κρυφία. Ὕφεσις: ἐλάττωσις. Ὑφεστώς: ἐνυπόστατος. | |
25 | Ὑφηγήσονται: ὑποδείξουσιν. | |
upsilon635 | Ὑφηνίοχος: ἀντὶ τοῦ ἡνίοχος. Ὑφιέμενον: ἐνδιδόμενον. Ὑφιέναι: ὑπενδοῦναι. Ὑφιζάνει: ὑποκαθέζεται· ἐλαττοῦται. | |
5 | Ὑφιστάς: ὑποστάς· ὑποτιθείς. Ὑφόλμιον: ἀπὸ τῶν αὐλῶν· Φερεκράτης. Ὑφορμία: κόσμου εἶδος. Ὑφορμοῦν: ἀπαντοῦν· ἐναντιούμενον. Ὕφος: ὑφεύς· Φερεκράτης. | |
10 | Ὑφωμαδόν: ὁμοθυμαδόν. Ὑψαγόρας: ὑψίλογος. Ὑψαυχεῖν: ὑψηλοφρονεῖν. Ὑψηγόρε: μεγαληγόρε. Ὑψιβρεμέτης: ἐν ὕψει βροντῶν. | |
15 | Ὑψίζυγος: ἐν ὕψει θρόνον ἔχων. Ὑψικάρηνε: ὑψηλέ. Ὑψικρατεῖν: τὰ ἐν τῶ ὕψει κρατεῖν. Ὑψιμέδοντες: ἐν ὕψει βασιλεύοντες. Ὑψιφοίτης: ὑψηλοπόρος ἢ ὑψηλόφρων. | |
20 | Ὑψόθι: ἐν ὕψει. Ὑψοῦ διάττει: ἐν ὕψει ὁρμᾶ καὶ τρέχει. | |
Ὕων: βρέχων. | ||
phi636(1t) | Ἀρχὴ σὺν Θεωῖ τοῦ φ. | |
2 | Φαγανθρώπων: ἀκαθάρτων. Φαγέδαινα: νόσος λοιμική. Φαγύλιον: μαρσίππιον. | |
5 | Φαέθοντα τόκον: ἐπιφανῆ καὶ καταπληκτικὸν τὴν πρόσοψιν. Φαέθων: λάμπων· ἥλιος. Φαεινόν: λαμπρόν. Φαεσίμβροτον: ἡ φέρουσα φῶς τοῖς ἀνθρώποις. | |
10 | Φαεσφόρους: φωτοφόρους· φωτὸς παρεκτικάς· γνώσει φωτιζούσας. Φάθι: εἰπέ. Φαιδιμόεντες: λαμπροί. Φαίδιμος: λαμπρός· ἰσχυρός. | |
15 | Φαιδίμων: λαμπρός. Φαιδρός: καθαρός. Φαιδρωπόν: τὸ τερπνὸν καὶ χάριεν πρόσωπον. Φαῖεν: εἴποιεν. Φαίημεν: εἴποιμεν. | |
20 | Φαιλόνης: εἰλητὸν τομάριον μεμβράϊνον· ἢ γλωσ‐ σόκομον, ἢ χιτώνιον. Φαινόλης: χιτών· οἱ δὲ παλαιοὶ ἐφεστρίδα. Φαίνων: δεικνύων. | |
Φαιδρυντής: ὁ φαιδρύνων τὰ ἀγάλματα. | ||
phi637 | Φαικω: ἀκμάζοντι καὶ λαμπρῶ· οὕτως Σοφοκλῆς. Φαιόν: χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ· ἠγοῦν μύϊνον. Φάκελον: φορτίον· ἢ εὐάλωτον. | |
5 | Φαινόμενα: Πλάτων Πολιτείας δεκάτηι ἔφη· φαι‐ νόμενα· οὐ μέντοι ὄντα γε που τηῖ ἀληθείαι· ἀντὶ τοῦ φαντασίαν ἀποτελοῦντα· οὐ μέντοι γε ὄντα. Φάκελος: τὸ τῆς κεφαλῆς φόρημα. Φακῆ: τὸ ἕψεμα τοῦ φακοῦ. | |
10 | Φακός: τὸ ὄσπριον ὠμόν. Φάλα: κόσμος τῆς περικεφαλαίας. Φάλαγγες: στίχες· τάξεις· οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος· λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα· καὶ νεὼς ὑπερείσματα· ἔνιοι καὶ | |
15 | τὸ στρογγύλον ξύλον καὶ σύμμετρον, φαλάγγιον· λέγεται καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ· καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα· καὶ ὁ ἀράχνης δὲ, ὃν ἔνιοι φαλάγγιον· καὶ οἱ κόρακες δὲ, παρὰ Ἀττικοῖς φαλάγγια. | |
20 | Φαλάγγια: ζῶόν τι τῶν δακέτων ἐστὶ τὸ φαλάγγιον. Φαλάγγιον: γένος ὄφεως, ὡς φησὶ Νίκανδρος. Φαλλικὸν ποίημα: αὐτοσχέδιον· ἐπὶ τῶ φαλλωῖ ἀδόμενον. | |
Φαλακρόν: ἀντὶ τοῦ κεφαλὴν φαλακράν. | ||
phi638 | Φάλανθοι: φαλακροί· ἄνθος γὰρ ἡ λευκὴ θρίξ. Φάλαρα: τὰς προμετωπίδας· τοὺς ἀσπιδίσκους· τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων· ἢ τὰ τῶν γνάθων σκεπάσματα. | |
5 | Φάλαγξ: θηλυκῶς ὁ ἀράχνης· Πλάτων Ἑλλάδι· —ἡμῖν οἱ νόμοι Εἴκασι τούτοις τοῖσι λεπτοῖς ἀραχ‐ νίοις, Ἃ ’ν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνεται. Φαληρεύς: πολίτης. Φαληροῖ: δῆμος τῆς Ἀντιοχίδος, ἀφ’ οὗ ὁ δημότης | |
10 | Φαληρεύς. Φαληρυκόν: ἱππόδρομον Ἀθήνησιν. Φαλλοί: μόρια δερμάτινα. Φάλον: τὸ προμετωπίδιον. Φαλακρότερος εὐδίας: | |
15 | Φάλος: βῶλος· ἢ λόφος· ἢ ἡ ὑπερέχουσα πέτρα ἐν θαλάσσηι. Φαμέν: λέγομεν. Φάναι: ἐν αὐτῶ ὑπολαμβάνειν· τὸ δὲ λέγειν, ἑτέρωι δηλοῦν. | |
20 | Φάναι: εἰπεῖν. Φάνας: τὰς ἐκλάμψεις. Φανίας: ὄνομα κύριον· τῶν ἐστρατηγηκότων τις οὕ‐ | |
τως ἐκαλεῖτο. | ||
phi639 | Φανίον: τόπος εἰς ὃν τὰ καθάρματα ἐξέβαλον. Φανόν: λευκόν· λαμπρόν· οὕτως Φρύνιχος. Φανότερον: λαμπρότερον. Φανός: λαμπὰς ἡ ἐκ κλημάτων· οὕτως Μένανδρος. | |
5 | Φανοτεύς: ἡ πόλις· οὐχὶ Πανοπεύς. Φαντασία: ἐνύπνιον· ἢ ἴνδαλμα· ἢ ἀποκάλυψις θεία. Φαντασιοκοπεῖς: Φαντάζομαι: συκοφαντοῦμαι· οὕτως Ἀριστοφάνης. Φανοστράτη: Ἀπολλόδωρος ἐν τῶ περὶ τῶν Ἀθήνη‐ | |
10 | σιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειρο‐ πύλην· ἐπειδὴ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθειρίζετο. Φαντασμάτων: ἀντὶ τοῦ, ψευδῶν φαντασιῶν. Φαρέτρα: βελοθήκη. Φάρκτεσθαι: τὸ φράττεσθαι· καὶ ναύφρακτον· καὶ | |
15 | ναυτικὴν δύναμιν. Φαρμακᾶς: μυρεψεῖς. Φάρμακον: παραμυθία· ὁμιλία· εἴρηται δὲ ἀπὸ τοῦ φέρειν τὴν ἄκεσιν· εἴρηται δὲ καὶ ἀπὸ τῶν ἀνθέων. Φαρμακός: ὄνομα κύριον· Λυσίας φησὶ δύο ἄνδρας | |
20 | Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις· ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν· ὅτι δὲ ὄνομα κύριον ἐστὶν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέ‐ ψας, ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσ‐ | |
25 | θη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπο‐ | |
μιμήματά ἐστιν, Ἴστρος ἱστορεῖ· Δημοσθένους δὲ | ||
phi640 | ἐν τῶ κατὰ Ἀριστογείτονος λέγοντος, οὕτως οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισ‐ πᾶν ἀξιοῖ τούνομα· ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν· φαρμακῶντα δὲ Δημοσθένης | |
5 | κατὰ Στεφάνου ἔφη· ἔστιν δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμων ὑποσημαίνει. Φαρμακός: τὸ κάθαρμα· βραχέως· οἱ δὲ Ἴωνες ἐκ‐ τείνοντες λέγουσι φάρμακον· οὗτοι γὰρ διὰ τὴν | |
10 | τῶν βαρβάρων παροίκησιν ἐλυμήναντο τῆς διαλέκ‐ του τὸ πάτριον· τὰ μέτρα· τοὺς χρόνους· δηλοῖ καὶ Ἱππώναξ. Φάρμακα: τὰ τῶν ζωγράφων χρώματα· τὰ δὲ τῶν ἰατρῶν, φαρμάκια. | |
15 | Φαρμακτά: λίμνη οὕτως προσαγορευομένη. Φαρμακοτρίβαι: οἱ βαφεῖς οἱ τὰ φάρμακα τρίβοντες· ἢ οἱ τὰ φάρμακα πωλοῦντες. Φαρμακίδα: τὴν ἐκ τοῦ γήρως ῥυτίδα· οὕτω Σοφο‐ κλῆς. | |
20 | Φαρμάξας: ἀποστήσας· γοητεύσας· ἰατρεύσας. Φάρος: ἱμάτιον· περιβόλαιον· ἀπὸ τοῦ φέρεσθαι ἢ τηῖ ὑφηῖ ἀρηρέναι· λέγεται δὲ ἐπὶ γυναικός. Φαρυγίνδην: ὡς ἀριστίνδην, σκώπτοντες τὴν γαστρι‐ μαργίαν τῶν χορευτῶν Ἀττικοὶ λέγουσιν. | |
25 | Φάρσος: τρύφος· ῥάκος· πτερύγιον· ἀκρωτήριον· | |
κλάσμα. | ||
phi641 | Φάσις: φάσις ἐστὶν ἣν ποιεῖταί τις πρὸς τὸν δοκοῦν‐ τα ὑπορύττειν δημόσιον μέταλλον· ἢ χωρίον· ἢ οἰκίαν· ἢ ἄλλό τι τῶν δημοσίων· ἔτι δὲ καὶ οἱ τοὺς ἐπιτρόπους τῶν ὀρφανῶν αἰτιώμενοι παρὰ τοῖς | |
5 | ἄρχουσιν, ὡς οὐ δεόντως μεμισθωκότας τὸν ὀρφα‐ νὸν οἶκον προφαίνειν λέγονται. Φασί: λέγουσι. Φάσις: λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνηι τῶν δημοσίων ἔχοντα τινὰ μὴ | |
10 | πριάμενον· λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴ‐ κων· ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βου‐ λόμενος πρὸς τὸν ἄρχοντα ἵνα μισθωθηῖ· ἔφαινεν δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο· | |
15 | τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχω καὶ Δημοσθένει· τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίαι πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. Φάς: εἰπών. | |
20 | Φάσγανον: ξίφος. Φασηλιτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν τίθεται· Φαση‐ λίτας γὰρ τάριχον τῶ Κολάβρωι θύειν· φησὶ Καλλίμαχος ἐν βαρβαρικοῖς Νομίμοις. Φασιανοί: ἀλεκτρυόνες καὶ ὄρνεις τινές. | |
25 | Φασκώλιον: ἱματιοφορεῖον· φάσκωλον δέ ἐστιν μαρ‐ | |
phi642 | σίππιον· φάσκωλον· πήρα τις οὕτως ἐκαλεῖτο· ὡς Ἰσαῖος καὶ Λυσίας. Φάσκων: λέγων. Φασιανός: συκοφάντης· παρὰ τὴν φάσιν ἢ τὸ φαί‐ | |
5 | νειν. Φασίμη κύλιξ: παρὰ τὴν φάσιν, τὴν ἔνδειξιν. Φατέ: λέγετε. Φάτις: φήμη· λόγος. Φατνώματα: σανιδώματα· στέγη διάγλυφα. | |
10 | Φατνωτόν: σανιδωτόν. Φατρία: σύνταγμα. Φαύζειν: τὸ φρύγειν· Ἀττικοί. Φαύλια μῆλα: εἶδος τι μήλων. Φαυλία: ἡ κότινος· καὶ ἁπλῶς εἶδος ἐλαίας. | |
15 | Φαῦλον: ἡμεῖς μὲν ἐπὶ τοῦ κακοῦ καὶ μοχθηροῦ τάσσομεν· παρὰ δὲ Πλάτωνι καὶ τοῖς ἄλλοις Ἀτ‐ τικοῖς, σημαίνει τὸ ἁπλοῦν καὶ ῥαίδιον, καὶ τοῖς λοιποῖς. Φαῦλον: τὸ ἁπλοῦν· καὶ Εὐριπίδης ἐν τῶ Λικυμνίωι· | |
20 | Φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν· ἁπλοῦν καὶ ἀπόνηρον λέγων· ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος· Πλάτων ἐν τῶ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς· τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος· οἷον, φαῦλον πρᾶγμα, ἔσται | |
25 | τὸ τυχὸν πρᾶγμα· καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν | |
phi643 | πρὸς τῶ ουτο τυχόν· Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς· τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ· ὅτ’ ἂν ἀντι‐ διαστέλληται πρὸς τὸ σπουδαῖον, ὡς Πλάτων· δοῦ‐ | |
5 | λοι γὰρ καὶ δεσπόται οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπου‐ δαῖοι· τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου· Σοφοκλῆς Αἰχμαλωτίσιν· Εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω· καὶ ἐπὶ τοῦ ῥαιδίου, Πολιτείας αʹ· καὶ φαῦ‐ | |
10 | λόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν· καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον· τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου· ὡς Δημοσθένης· καὶ ἐπὶ τοῦ ταπεινοῦ, ὡς Ἰσαῖος ἐν τῶ περὶ τῶν ἀποφάσεων· καὶ ἐπὶ πένητος, καὶ ἐπὶ τοῦ ἀδόξου, καὶ ἐπὶ τοῦ | |
15 | ἀνοήτου. Φαῦλος: εὐτελής· χαλεπός. Φαῦλος: Δημοσθένης ἐν τῶ κατὰ Ἀριστοκράτους· Ὀνόμαρχός τις ἦν Φωκέων τύραννος· τούτω δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φαῦλος. | |
20 | [Φαῦλος: εὐτελής: χαλεπός.] Φαυλίζει: εὐτελίζει· χλευάζει. Φαύστιγγες: οἱ ἐκ τοῦ πυρὸς ἐν ταῖς κνήμαις σπίλοι· οὕτως Ἀριστοφάνης. Φάων: ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων· τοῦ γὰρ | |
25 | Φάωνος ἐρασθῆναι φασὶ πολλοὶ Σαπφὼ, οὐ τὴν ποιήτριαν, ἀλλὰ Λεσβίαν, καὶ ἀποτυγχάνουσαν | |
ῥίψαι ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας. | ||
phi644 | Φειδήσεται: φείσεται. Φειδώ: πρόνοια· φεισμονή· εὐσπλαγχνία. Φειδωλός: φειδόμενος· κνιπός. Φελλέα: τὰ πετρώδη καὶ αἰγίβοτα χωρία· ὡς | |
5 | Ἰσαῖος. Φελλεύς: σκληρὸς πόσως καὶ πετρώδης τόπος. Φενακίζει: χλευάζει. Φέναξ: χλευαστής· ἀπατεών. Φεννίς: παιδιὰ διὰ σφαίρας· ὅτ’ ἂν ἑτέρω ἀφίωσι | |
10 | τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. Φενάγματα: φενακίσματα. Φεραυγής: κατάλαμπρος. Φέρβει: βόσκει· τρέφει. Φέρε: οἷον, ὑπόθου. | |
15 | Φερέγγυος: ἀσφαλής· ἀξιόπιστος· ἐγγυητής. Φερέοικος: ὁ κοχλίας· ἔνιοι ζῶον λευκὸν, ὅμοιον γαλῆ, ὑπὸ δρυσὶ καὶ ἐλαίαις γιγνόμενον· οἱ δὲ ζῶον σφηκὸς εὐμεγέθους μέγιστον. Φέρειν: λαμβάνειν· Ἀριστοφάνης Ἀχαρνεῦσιν· | |
20 | Ἐπέμψαθ’ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν, Μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας· Μένανδρος Ὀλυνθίαι· Μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας Ὀβολοὺς φέρων· καὶ ὁ μισθοφόρος ἀπὸ | |
τούτου. | ||
phi645 | Φερεσβίους: ζωοποιούς. Φερέτρωι: τηῖ τῶν νεκρῶν κλίνηι. Φέριστον: κράτιστον· ἐξοχώτατον· ἢ ἀγαθόν. Φέρνη: ἀμοιβή. | |
5 | Φέρνην: τὴν προῖκα· καὶ Αἰσχίνης ὁ ῥήτωρ καὶ Μέ‐ νανδρος. Φέρνιξ: προῖξ. Φέροικος: ἐν Κλεοβουλίναις· ζῶον ὅμοιον γαλῆ, λευ‐ κὸν, φωλεῦον ἐν ταῖς ῥίζαις τῶν δρυῶν, βαλανη‐ | |
10 | φάγον, οὕτω καλούμενον. Φέρτερον: κρεῖττον· ἢ ταχύτερον. Φέψαλος: σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Φερώνυμος: ἀληθὲς ἔχων τὸ ὄνομα. | |
15 | Φεσκάσιον: μαγγάνιον πλοϊκόν. Φεῦ: σχετλιαστικὸν ἐπίρρημα ἢ ὀδυνηρὸν οἴμωγμα. Φεύγοιεν: κατηγοροῖντο. Φηγαιεῦσι: δῆμος τῆς Αἰαντίδος. Φήγινος: δρύϊνος. | |
20 | Φηγός: δρῦς ἢ πεύκη. Φηγοῦς: δῆμος Ἐρεχθηΐδος. Φηγούσιον: Λυσίας ἐν τῶ περὶ τοῦ Βατράχου φόνου. Φηλοῦν: ἀπατᾶν· Μένανδρος Ἁλιεῖ· —δύ’ οἰκίας Φηλῶν γερόντων, ὡς λέγεις, ἀβελτέρων. | |
25 | Φηλώματα: ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν· | |
οὕτως Ἀντιφῶν. | ||
phi646 | Φημί: λέγω· ὑπολαμβάνω. Φήσεις: λέξεις. Φθάνει: προλαμβάνει. Φθάνοντος ἔργον γίνεται: | |
5 | Φθέγμα: ῥῆμα. Φθείρ: ὁ τῆς πιτύος καρπός. Φθεῖσθαι: διαφθείρεσθαι. Φθεῖναι: προλαβεῖν. Φθείσεται: καταλήψεται. | |
10 | Φθιάδος: Θετταλικῆς. Φθίνει: φθείρεται· λήγει. Φθινύθων: φθειρόμενος. Φθισίμβροτος: διαφθείρουσα τὸν ἄνδρα. Φθείσονται: διαφθαρήσονται. | |
15 | Φθογγαῖς: βουλαῖς. Φθόην: τὴν νῦν φθίσιν λεγομένην οὕτως ἐκάλουν, ὡς Δημοσθένης. Φθόη: φθίσις· ἢ ὄνομα πάθους ἐξ αἵματος ἀναγωγῆς. Φθοῖς: ὄνομα πλακοῦντος. | |
20 | Φθόνος: πάθος λύπης ἐπὶ τηῖ τῶν πέλας εὐπραγίαι. Φιαρόν: λαμπρόν. Φιβαλέως: γένος συκῆς· λέγουσι δ’ οὕτως καὶ τὰς μυρρίνας· Ἀπολλοφάνης καὶ τὰ σῦκα φιβαλέα· καὶ φιβαλέαι ἰσχάδες. | |
25 | Φιδάκνας: πιθάκνας· Δημοσθένης. | |
phi647 | Φίλα: ἴσα· ὅμοια· προσφιλῆ. Φίλαθλος: φιλόπονος. Φιλαιτίων: τῶν ἐπιλαμβανομένων. Φιλακίζεται: χαριεντίζεται. | |
5 | Φιλάμμων: Δημοσθένης Φιλάμμονα τὸν Ἀθηναίων πύκτην φησί. Φιλαπεχθήμων: φιλομίσητος· φίλεχθρος· φιλομίσης. Φιλαυτίας: ὑπερηφανίας. Φιλαργίδης: ποιητὴς κακός. | |
10 | Φιλεῖ γάρ πως: τέρπεται γάρ πως· ἢ ἔθος γάρ πως. Φιλιότητα: φιλίαν. Φίλεργος: φιλόπονος. Φιλερισταί: φιλόνεικοι. Φιλεριστῆσαι: φιλονεικῆσαι. | |
15 | Φιλέψιος: Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμωδίας ποιηταί· ἐπὶ τωῖ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν· κεκωμώδηται δὲ καὶ εἰς πανουργίαν. Φίλη κεφαλή: προσφιλέστατε. | |
20 | Φιλήκοος: φιλομαθής. Φίλιοι: προσφιλέστατοι. Φίλιος Ζεύς: ὁ τὰ περὶ τὰς φιλίας ἐπισκοπῶν· Μέ‐ νανδρος Ἀνδρογύνωι· Μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία· Φερεκράτης Κραπατάλοις· —τοῖς | |
25 | δὲ κριταῖς Τοῖς νυνὶ κρίνουσι λέγω Μὴ ’πιορκεῖν, | |
μὴδ’ ἀδίκως Κρίνειν, ἢ νὴ τὸν Φίλιον, Μῦθον εἰς | ||
phi648 | ὑμᾶς ἕτερον Φιλοκράτης λέξει πολὺ τού— Του κακη‐ γοριστότερον. Φιλίσκος: ὄνομα κύριον. Φιλοδεσποτεύομαι: οὕτως ὁ Ἀναξίλας. | |
5 | Φιλόπαις: οὐχ ὁ παιδεραστὴς ὑπὸ τῶν Ἑλλήνων καλεῖται· ἀλλ’ ὁ φιλόπαις. Φιλλεῖδαι: γένος ἐστὶν Ἀθήνησιν· ἐκ δὲ τούτων ἡ ἱερεία τῆς Δήμητρος καὶ Κόρης, ἡ μύουσα τοὺς μύστας ἐν Ἐλευσῖνι. | |
10 | Φιλιππίδης: τῶν πολιτευομένων παρ’ Ἀθηναίοις εἷς ἦν· ἐδόκει δὲ ἰσχνὸς εἶναι τὸ σῶμα· διὸ καὶ Ἄλεξις πεφιλιππιδῶσθαι ἔφη, ἀντὶ τοῦ ἐλεπτύνθαι. Φιλοθεάμονες: φιλοθεωρηταί. Φιλοθηρεῖ: φιλεῖ ἀγρεύειν. | |
15 | Φιλοκάλως: καθαρῶς. Φιλοκόμπων: μεγαλορήμων· ὁ ἑαυτὸν ὑψῶν. Φιλοκτέανος: φιλοχρήματος· φιλοκτήμων. Φιλομειδής: φιλογέλως. Φιλοπευστεῖ: φιλοπραγμονεῖ. | |
20 | Φιλόπευστος: ἡδέως μανθάνων· περίεργος. Φιλόπονος: φίλεργος· περὶ τὸ πονεῖν πρόθυμος. | |
Φιλοσοφεῖν: ἀντὶ τοῦ πονεῖσθαι· —φιλοσοφεῖ δὲ τοῦθ’ | ||
phi649 | ὅπως Καταπράξεται τὸν γάμον, ἔφη Μένανδρος οὕτως· καὶ Ἰσοκράτης. Φιλοσοφεῖν: σπουδάζειν. Φιλοτέχνημα: κατασκευή· καύχησις. | |
5 | Φιλοτησίαν προπίνειν: ἔστιν ἡνίκα τίς ἐν ἀρίστω ἀπὸ τῆς δοθείσης αὐτῶ φιάλης πιὼν μέρος, τὸ λοιπὸν παράσχηι φίλωι, καὶ τὴν φιάλην χαρι‐ σάμενος. Φιλοτησία: Δημοσθένης ἐν τῶ κατ’ Αἰσχίνου· ἡ | |
10 | κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προύπινον, φιλο‐ τησία ἐκαλεῖτο, ὡς Ὑπερίδης φησὶ καὶ Ἄλεξις. Φιλοτησία: φιλία· δεξίωσις. Φιλότητα: φιλίαν. Φιλοτιμεῖται: ἐπιδαψιλεύεται· μεγαλοφρονεῖ· σπου‐ | |
15 | δάζει· ἀγαπᾶ. Φιλοτιμίας: δωρεάς· ἢ πλεονεξίας· ἢ κενοδοξίας. Φιλοτησίας: τὰς δεξιώσεις διὰ τῆς φιάλης. Φιλοτίμως: μεγαλοδώρως· ὑπερμέτρως· ἐπιμελῶς. Φιλοφρονέστατα: φιλικώτατα. | |
20 | Φιλοφρονούμενα: παραμυθούμενα. Φιλοφρόνως: προθύμως· σπουδαίως. Φιλοφροσύνη: δεξίωσις ἢ προσήνεια. Φιλουργός: οὗτος ἐφωράθη τὰ ἱερὰ συλήσας καὶ τὸ Γοργόνιον ὑφελόμενος, ὡς Ἰσοκράτης λέγει. | |
25 | Φίλυδρα: φιλοῦντα τὸ ὕδωρ. Φιλύρα: φυτὸν ἔχον φλοιὸν βύβλωι παπύρωι ὅμοιον· | |
ἐξ οὗ τοὺς στεφάνους πλέκουσιν. | ||
phi650 | Φιλυδρίας: φιλῶν τὸ ὕδωρ. Φιμοῖ: ἄγχει· ἐπιστομίζει. Φιμοί: Αἰσχίνης κατὰ Τιμάρχου· καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα· φιμὸς δέ ἐστιν ὁ καλού‐ | |
5 | μενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο· Δίφιλος δέ φησιν· Ἕλκ’ ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάληι. Φίσκος: δημόσιον ταμιεῖον. Φιτρῶν: κορμῶν· ξύλων. Φῖτυ: φυτόν· φύτευμα· Φερεκράτης. | |
10 | Φιτῦσαι: γεννῆσαι· ἐπὶ τοῦ πατρὸς τίθησιν· ἐπὶ δὲ μητρὸς οὐκ ἔτι· ἀλλὰ γεννῆσαι· καὶ φιτύοντος ὁμοίως, τοῦ γεννῶντος· λέγεται δὲ καὶ τὸ γέννημα φῖτυ· Εὔπολις Αὐτολύκωι· Ἀτὰρ ἤγαγες καινὸν (τὸ) φῖτυ τῶν βοῶν. | |
15 | Φλάβιος: ὄνομα χρηματισμοῦ. Φλᾶν: θλᾶν· τύπτειν. Φλᾶν: μαλάττειν· καὶ (ἀναφλᾶν) τὸ ἀναμαλάττειν· Ἀριστοφάνης. Φλαῦρον: ἢ κοῦφον κακόν· διαφέρει γὰρ φλαῦρον καὶ | |
20 | φαῦλον· φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν κακόν· | |
φαῦλον δὲ τὸ μέγα. | ||
phi651 | Φλεβάζοντες: βρύοντες. Φλεγμαίνουσαν πόλιν: ἡ μεταφορὰ ἀπὸ τῶν ἑλκῶν τῶν διὰ φλεγμονὴν κινδυνευόντων ἐκρήσσειν. Φλεήσιον: τὸ Φλιάσιον πεδίον· Ἀριστοφάνης. | |
5 | Φληναφᾶ: φλυαρεῖ. Φλήναφος: μωρολόγος. Φλιει: μιμητικὸς ἦχος τῶν γαμψωνύχων· Ἀριστο‐ φάνης. Φλιοῦντα: ἀρρενικῶς οἱ Ἀττικοί· Ξενοφῶν φησίν· | |
10 | αὖθις δὲ ἐστράτευσαν εἰς τὸν Φλιοῦντα. Φλόγεα: λαμπρά. Φλογμός: καῦμα ἐκ πυρακτώσεως. Φλοίσβου: ταράχου. Φλόμος: λοχμῶδες φυτόν· ωἷ ἀντ’ ἐλλυχνίου | |
15 | ἐχρῶντο. Φλύην: τὴν ἐκ φλοοῦ· Ἡρόδοτος. Φλυκτίδες: τὸ ἀπὸ πυρὸς φύσημα· ἢ ὁ καλούμενος ἄνθραξ. Φοβερός: ὁ φοβούμενος παρὰ Θουκυδίδηι καὶ Φερε‐ | |
20 | κράτει. Φλυεία: δῆμος τῆς Κεκροπίδος· ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγωδίας ποιητής. Φόβος: φυγή. Φοιβάσασα: λαμπρύνασα. | |
25 | Φοιβᾶσθαι: καθαίρεσθαι. | |
phi652 | Φοῖβος: καθαρός· ἁγνός· ἢ μάντις· καὶ ἀμίαντος· καὶ ὁ Ἀπόλλων. Φοινικήϊα γράμματα: Λυδοὶ καὶ Ἴωνες τὰ γράμ‐ ματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος· τού‐ | |
5 | τοις δὲ ἀντιλέγουσι Κρῆτες, ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις· Σκάμων δ’ ἐν τηῖ δευτέραι τῶν εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταί‐ ονος ὀνομασθῆναι· μυθεύεται δ’ οὗτος ἀρσένων μὲν παίδων ἄπαιδα γενέσθαι αὐτῶ θυγατέρας Ἄγλαυ‐ | |
10 | ρον· Ἔρσην· Πάνδροσον· τὴν δὲ Φοινίκην ἔτι παρ‐ θένον οὖσαν τελευτῆσαι· διὸ καὶ Φοινικήϊα γράμ‐ ματα τὸν Ἀκταίονα, βουλόμενον τιμῆς ἀπονεῖμαι τηῖ θυγατρί. Φοινικικὸν τὸ ψεῦδος: ἀπὸ τῶν κατὰ τὸν δράκοντα | |
15 | καὶ τοὺς Σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγο‐ μένων. Φοινικολόφου: ξανθολόφου. Φοινικοῦν: ἐρυθρόν· πυρρόν. Φοινίκων συνθῆκαι: οἱ τὴν Καρχηδόνα κτίσαντες | |
20 | Φοίνικες, ὅτε προσέπλευσαν τηῖ Λιβύηι, ἐδεήθησαν τῶν ἐγχωρίων δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν· ἐπιτυχόντες δὲ τούτου, οὐκ ἐβούλοντο ἀπαλλάσσεσ‐ θαι, ὡς συντιθέμενοι νύκτας καὶ ἡμέρας μένειν· διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθεμένων· | |
25 | τὰ δ’ ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ. | |
phi653 | Φοίνιξ: τὸ μουσικὸν ὄργανον· διὰ τὸ ὑπὸ Φοίνικος εὑρεθῆναι. Φοινίξω: αἱμάξω· βάψω· πυρώσω· ἀπὸ τοῦ φόνου, ἢ τοῦ φοίνικος, ὅτι πυρρός. | |
5 | Φοινίττων: βάπτων αἵματι. Φοινός: πυρρός· φόνιος. Φοιτᾶ: παραγίνεται. Φοιτητάς: μαθητάς· παραγενομένους. Φολίδες: αἱ λεπίδες τοῦ ὄφεως· καταχρηστικῶς δὲ | |
10 | τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. Φολιδωτόν: λεπιδωτόν. Φονᾶ: ἀποκτεῖναι ἐπιθυμεῖ. Φόνου πτερόν: διὰ τῶν οἰστῶν· πτερόεντα ἢ ταχύν· βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον. | |
15 | Φολκός: στραβός. Φονᾶν: ἑτοίμως πρὸς τὸ φονεύειν (ἔχειν). Φόνος ἔρευσεν: αἷμα ἔρευσεν. Φόξινος: ἰχθὺς εὐθέως γενόμενος ἔχων κύημα· τίκτει δὲ ἐν ταῖς προλίμναις τῶν ποταμῶν, ὡς Ἀριστο‐ | |
20 | τέλης. Φοξός: ὀξυκέφαλος. Φορά: ἡ καθόλου τόπου ἐναλλαγή· καὶ μάλιστα ἡ μὴ δυναμένη ἐφ’ ἑαυτῆς στῆναι ὅτἂν ἐθέλη. Φοράδην: ὁρμητικῶς φερόμενος. | |
25 | Φοράς: ὁρμάς· ἢ τύχας. | |
Φορβάδας: τοὺς ἐν τηῖ γηῖ βοσκομένους. | ||
phi654 | Φορβάδων: νομάδων· βοσκομένων. Φορβαντεῖον: Ὑπερίδης ἐν τωῖ κατὰ Πατροκλέους· ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρ‐ βαντος βασιλεύσαντος Κουρήτων, καὶ ὑπ’ Ἐρεχ‐ | |
5 | θέως ἀναιρεθέντος· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας. Φορβειάν: περιστόμιον· καπίστριον. Φορβή: τροφή. Φορεῖον: ὁ νῦν ὄκνος λεγόμενος. | |
10 | Φορεῖται: περιφέρεται. Φορέουσιν: φέρουσιν. Φορῆες: οἱ φέροντες. Φορητή: βαστακτή. Φορητῶς: μεγάλως. **** | |
psi654(15) | (Ψιλεύς: ἐπ’ ἄκρου χοροῦ ἱστάμενος· ὅθεν καὶ φι‐ λόψιλος παρὰ Ἀλκμᾶνι, ἡ φιλοῦσα ἐπ’ ἄκρου) χοροῦ ἵστασθαι. Ψιλοδαπίδας: τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δαπίδας λέγουσιν. | |
20 | Ψιλοκόρρης: φαλακρός. Ψιλὴ γῆ: ἡ μὴ πεφυτευμένη· Πεφυτευμένη δ’ αὕτη | |
’στὶν, ἢ ψιλὴ μόνον· Πόλεσιν. | ||
psi655 | Ψιλόν: γυμνόν. Ψιλώεντα: αἰθαλώδη. Ψίμαρον: εὐδιαῖον. Ψινάδες: παρὰ Θεοφράστω αἱ ῥυάδες, αἱ ἄμπελοι | |
5 | ἔνιοι τὰς δρυπέπεις ἐλαίας. Ψινάζει: ἀπορρεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ· φυλλορροεῖ. Ψινύθιον: φαῦλον. Ψίσαι: ψωμίσαι. Ψίτται: ἰχθύων εἶδος. | |
10 | Ψιττακίαν: ὑποδήματος γυναικείου γένος. Ψίχες: ἀρρενικῶς οἱ ψίχες καὶ τοὺς ψίχας. Ψο: ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος· ἔστι δὲ ἀποκομματικοῦ λεξειδίου· ψόθον γὰρ καλοῦσιν· Ἀριστοφάνης· Πλέω γράσου (τε) καὶ ψοθοίου καὶ | |
15 | ῥύπου [γε] καὶ ψόθου· Αἰσχύλος Θεωροῖς. Ψόθος: ἀκαθαρσία· οὕτως Φρύνιχος. Ψόας: ἢ ψοίας, ἢ ὅπη χρὴ καλεῖν, παρ’ οὐδενὶ Ἀτ‐ τικῶν εὗρον· οἱ δὲ παλαιοὶ γυμνασταὶ ἀλώπεκα προσαγορεύουσιν. | |
20 | Ψοίθης: ἀλαζών. Ψοῖθος: σποδός. Ψολόεν: φλογόεν πῦρ. Ψολόεντα κεραυνόν: τὸν ὀξέως φθείροντα. Ψολοκομπία: ἀλαζονεία· Ἀριστοφάνης Ἱππεῦσιν· | |
25 | Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις. | |
psi656 | Ψούδια: ψευδῆ· Κρῆτες. Ψοφοδεής: δειλός· τοὺς ψόφους φοβούμενος. Ψυκτήρ: σκεῦος ἔνθα διανίζουσι τὰ ποτήρια. Ψύλλα καὶ ψύλλαι: θηλυκῶς· παρὰ δὲ Ἡροδότωι | |
5 | Ψύλλοι, ἔθνος Λιβύης· καὶ τὸ ἐν τηῖ Μεσηνίαι Μενάνδρου κύριον ὄνομα· ὅτι δὲ τὸ ζωῖον τὸ μι‐ κρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπεν καὶ ἕτεροι. Ψύξας: φυσήσας· ἢ ἀμβλύνας. Ψύψαρα τὸν Διόνυσον ἄγοντες: ἡ παροιμία παρὰ | |
10 | Κρατίνωι· τὰ δὲ Ψύρα νησίδιον ἔρημον πλησίον Χίου· λέλεκται δὲ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων. Ψυχαγωγεῖ: παραμυθεῖται· τέρπει. Ψύττα: ἐπὶ τοῦ ἀποδραμεῖν. [Ψυρανις: ϊδιον μικρόν.] | |
15 | Ψυχάζειν: ἀναψύχειν. Ψυχάζουσιν: πρὸς τὸ ψῦχος καὶ τὸ πνεῦμα διατρί‐ βουσιν, ἵνα ἀναψυχήν τινα λάβωσιν· ἔστι δὲ ὅμοιον τὸ χειμάζειν. Ψυχικός: σαρκικός· σημαίνει δὲ καὶ τὸν ἀνδρόθυ‐ | |
20 | μον· οὕτως Ἄλεξις. Ψυχορροφεῖν: τὴν ψυχὴν ἐκπίνειν. Ψῦχος: τὸ ῥῖγος· Ἡρόδοτος· ἀλλὰ καὶ Ἕρμιππος. Ψυχρὸς ἄνθρωπος: ἀντὶ τοῦ δυσκίνητος. Ψυχουλκούμενος: τὴν ψυχὴν ἑλκόμενος. | |
25 | Ψυχρολογία: ψευδολογία· ἀκαιρολογία. | |
Ψυχρὸν πρᾶγμα: | ||
psi657 | Ψυχρός: ἀσθενής. Ψῶζα: νόσος τίς· Εὔπολις Μαρικᾶ· Ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν· οἱ δὲ φασὶ καὶ τὸ τῆς νόσου εἶδος· ὅτι κνησμὸς μετὰ | |
5 | δυσωδίας. Ψώθια: τὸ ὑποκάτω τοῦ ἄρτου. Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου: ἡ παροι‐ μία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν· ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διελκυσμένων· παρὰ δὲ Διφί‐ | |
10 | λωι ἐν τοῖς ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος. Ψωλός: ὁ λιπόδερμος· ὀξυτόνως· καὶ ἀκρόψωλος, ὁ ἐπιβραχὺ τοιοῦτος. Ψωμοκόλακες: Φιλιππίδης. | |
15 | Ψώμισμα: διάσυρμα. Ψωμός: ὡς ἡμεῖς· Ἐπίλυκος. Ψωρᾶν: καὶ βραγχᾶν· δισυλλάβως λέγουσιν. Ψῶχος: γῆ ψαμμώδης. Ψώχοντες: θρύπτοντες· λεπτύνοντες. | |
omega657(20t) | Ἀρχὴ σὺν Θεωῖ τοῦ ω. | |
21 | Ὤα: μηλωτή· διφθέρα· καὶ τὸ λῶμα τοῦ ἐνδύμα‐ | |
τος περὶ τὴν πέζαν· ἢ τὸ περιστόμιον. | ||
omega658 | Ὠατωθήσομαι: ἀκούσομαι· Δωριεῖς. Ὦ: τὸ μὲν ἄρθρον περισπωμένως· τὸ δὲ σχετλιασ‐ τικὸν ὀξυτόνως. Ὤγνυντο: ἠνοίγοντο. | |
5 | Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ συνέβη Κάδ‐ μον τὸν Ὠγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπε‐ σεῖν· ἄμεινον δὲ λέγειν Ὠγύγια κακὰ τὰ παλαία· τοῦτο γὰρ ἡ λέξις δηλοῖ. Ὠγύγιον: ἀρχαῖον· παλαιόν· ἢ ὑπερμέγεθες· ἢ διὰ | |
10 | τὸ Ὠγύγιον πρῶτον ἄρξαι τῶν Θηβῶν. Ὤγμευον: Ξενοφῶν ἐν βʹ ἀντὶ τοῦ ἐπορεύοντο παρὰ τὸν ὀγμὸν, τὸν σημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων. Ὧδε: οὐ μόνον τὸ οὕτως· ἀλλὰ καὶ τὸ ἐνθάδε ὡς | |
15 | ἡμεῖς· Κρατῖνος Δραπέτισι· Τοὺς ὧδε μόνον στα‐ σιάζοντας καὶ βουλομένους τινὰς εἶναι· Ἀριστοφά‐ νης Κωκάλωι· —ἐκδότω δέ τις Καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο· καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς | |
20 | πλείστοις δηλοῖ· Εὔπολις Ταξιάρχοις· Οὐκ, ἢν | |
φυλάττη γ’ ὧδ’ ἔχων τὴν ἀσπίδα. | ||
omega659 | Ὠδεῖον: Ἀθήνησιν ὥσπερ θεάτρον· ὃ πεποίηκεν, ὡς φασὶ, Περικλῆς εἰς τὸ ἐπιδείκνυσθαι τοὺς μουσι‐ κούς· διὰ τοῦτο γὰρ καὶ Ὠδεῖον ἐκλήθη ἀπὸ τῆς ὠδῆς· ἔστι δὲ ἐν αὐτωῖ τὸ δικαστήριον τοῦ ἄρ‐ | |
5 | χοντος· διεμετρεῖτο δὲ καὶ ἄλφιτα ἐκεῖ. Ὡδέ πως: οὕτω πως. Ὠδηκώς: οἰδήσας· φυσήσας. Ὠδίς: ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. Ὤετο: ὑπελάμβανεν. | |
10 | Ὤζειν: θαυμάζειν. Ὤζηκεν λέγουσιν: Ὠ ’ζυροί: κρᾶσις Ἀττική. Ὠήθησαν: ἐνόμισαν. Ὦ Ἡράκλεις: ἐπίφθεγμα θαυμαστικόν. | |
15 | Ὦ Ἥρακλες: ἡ κλητικὴ πτῶσις οὕτως διαφέρει· καὶ τὸ, ὦ Δάματερ, τὸ Δήμητερ· φασὶ δὲ καὶ χωρὶς τοῦ ὦ τοῦ θαυμαστικοῦ, Ἡράκλεις· καὶ μᾶλλον ἐν | |
τηῖ χρήσει. |