TLG 4040 029 :: PHOTIUS :: Lexicon (Α—Δ) PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Lexicon (Α—Δ)
Cf. et 4040 030 Citation: Alphabetic letter — entry — (line) | ||
ltr1(1t) | ΛΕΞΕΩΝ ΣΥΝΑΓΩΓΗ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ | |
2t | ΔΙ’ ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ | |
---|---|---|
3t | ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ | |
4t | 〈Φώτιος Θωμᾷ πρωτοσπαθαρίῳ καὶ ἄρχοντι τοῦ | |
5t | Λυκοστομίου φιλτάτῳ μαθητῇ χαίρειν〉. | |
6 | Αἱ τῶν λέξεων πλείους, περὶ ἃς τὸ ποιητικὸν νέμεται ἔθνος, εἰς τὸ ὠφελιμώτατον τοῖς βουλομένοις προσέχειν Διογενιανῷ συνελέγησαν· εἰ γὰρ καὶ πολλοῖς ἄλλοις ἐπὶ νοῦν ἧκεν τὴν ἴσην καὶ ὁμοίαν πραγμα‐ τείαν ἐνστήσασθαι, ἀλλ’ οὖν, ὅσα γε ἐμὲ εἰδέναι, οὐδενὶ τῶν πρωτείων | |
10 | οὗτος περί γε τὸν εἰρημένον πόνον ἐξίσταται. ὅσαι δὲ ῥητόρων τε καὶ λογογράφων ἀττικίζουσι γλῶσσαν καὶ ἁπλῶς εἰς τὸν οὐκ ἐθέλοντα λόγον ἐποχεῖσθαι μέτρῳ συντελεῖν εἰσιν εὖ πεφυκυῖαι, ναὶ δὴ καὶ τῆς καθ’ ἡμᾶς θεοσοφίας ὅσαι δέονται σαφηνείας, ταύτας δὲ ἄρα εἰ καὶ μὴ πάσας—οὔτε γὰρ ῥάδιον οὔτε ἀλαζονείας ἡ ὑπόσχεσις πόρρω, ἅμα δὲ | |
15 | καὶ μείζονος ἢ καθ’ ἡμᾶς σχολῆς—ἀλλ’ οὖν ἃς μάλιστά γε εἰδέναι προσήκει καὶ ἀναγκαῖον κεχρῆσθαι συναγαγὼν τὴν ἀναγραφήν σοι κατὰ στοιχεῖον ἐποιησάμην, οὐδὲ τῶν ποιητικῶν παντελῶς ἀποστάς· ἐπεὶ μηδ’ ὅσοι ταύτας συνειλόχασι τῶν ἁρμοζόντων τῇ χωρὶς μέτρου φράσει παντελῶς ἀπέσχοντο. ταύτην δέ σοι ἄρα τὴν ὑπόθεσιν συνετα‐ | |
20 | ξάμην μνήμης τε ἅμα καὶ φιλίας ἀφοσίωσιν. διὸ εἰ καί τινας τῶν λέξεων περιέχει τὸ σύνταγμα, ἐν αἷς ἡ ποιητικὴ διατρίβει μοῦσα, περιττὸν οὐδὲν οὐδὲ φιλότιμον οὐδὲ νοθεῦον τὴν πρόθεσιν· ἐφ’ ὧν τε γὰρ οὐκ ἔστι πολιτικὴν φωνὴν εὑρεῖν δηλοῦσαν καθαρῶς τὸ ὑποκείμενον, οὐ ποιητικὴν μόνον ἀνάγκη λαβεῖν, ἀλλὰ καὶ εἰ γλῶτταν ἀπομάττοιτο· τὸ | |
25 | γὰρ ἔχειν ὁτιοῦν ὀνόματι εἰπεῖν τοῦ μὴ ἔχειν χρειωδέστερον. ναὶ δὴ καὶ ὁ λίαν σεμνὸς καὶ τὸν ὄγκον πεποιημένος κόσμον λόγος πολλάς, αἷς τὸ ποιητῶν ἐντείνεται μέτρον, τῇ οἰκείᾳ σπουδῇ φιλεῖ ὑποβάλλεσθαι. καὶ μέντοι καὶ ὅσαι σαφέστεραι μέν εἰσι τῶν λέξεων, δοκοῦσι δέ πως μνήμης δεῖσθαι τῆς ἀναγούσης αὐτὰς εἰς τοὺς γεγεννηκότας, οὐδὲ | |
30 | τούτων κατὰ τὸ δυνατὸν τοὺς πατέρας ἀπεσιωπήσαμεν. ἀλλὰ καὶ εἴ πού τις ἐν τοῖς ἀρχαίοις ἀσάφεια τῇ τῶν λέξεων παραπλεκομένη ἑρμη‐ | |
νείᾳ τὸ τοῦ λόγου διέφθειρε χρήσιμον, οὐδὲ ταύτην λελυμασμένην ἐγκατελίπομεν, ἀλλ’ εἰς τὸ σαφέστερον καὶ συνοπτικώτερον ἡρμοσά‐ μεθα. σὺ δὲ κατὰ μέρος ἀναγινώσκων τὴν παροῦσαν τῶν λέξεων συν‐ | ||
35 | αγωγήν, ἀκριβέστερον ἂν εἴης ἐποπτεύων, πότερον κομψευομένη μᾶλλον ἢ τὸ μέτριον τιμῶσα ἡ ὑπόσχεσις προοιμιάσατο. ἀλλὰ γὰρ προσ‐ θείην, ὡς οἶμαι, καὶ πονοῦντί σοι περὶ τοὺς ῥητορικοὺς καὶ συγγρα‐ φικοὺς λόγους ἡ τῶν λογάδων λέξεων μελέτη τὴν ἐπὶ τοῖς ῥήμασι δύ‐ ναμιν σοφωτέραν μᾶλλον ἐπιμαρτυρήσειεν. | |
40 | {Περίφρασίς ἐστιν, ὅτε διὰ πλειόνων λέξεων οὐ πολλά, ἀλλ’ ἕν τι δηλοῦται, οἷον ἀντὶ τοῦ ἄνθρωποι „υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρ‐ | |
διοι“ (Ps. 4, 2)}. | ||
t1 | {ΛΕΞΙΚΟΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΔΙ’ ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ} | |
alphat | 〈Ἀρχὴ σὺν θεῷ τοῦ Α〉 | |
alpha1 | Α· τὸ ἄλφα περισπασθὲν δηλοῖ τὸ εἴθε· οὕτως γὰρ Καλλίμα‐ χος κέχρηται (fr. 1, 33 Pf.). δηλοῖ δὲ καὶ τὸ ὦ ἄρθρον, ὡς Ὅμηρος (υ 351)· „ἆ δειλοί“. βραχέως δὲ καὶ δασέως ἐκφερόμενον ἅτινα σημαίνει, παρὰ δὲ Δημοκρίτῳ ἴδια (68 B 298 D.—K.), καὶ παρ’ Ὁμήρῳ δὲ τὰ ἑαυ‐ | |
5 | τοῦ (β 258)· „τὰ ἃ πρὸς δώμαθ’ ἕκαστοσ“. τάσσεται δὲ τὸ ἅ καὶ ἀντὶ τοῦ ὧν, ὡς καὶ παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (758)· „πράξας’ ἃ μέλλω καὶ τυχοῦσα ἃ βούλομαι“. οὕτως δὲ καὶ Σοφοκλῆς λέγων (OC 1106)· | |
„αἰτεῖς ἃ τεύξῃ“. εἰ δὲ ψιλωθείη περισπασθέν, τὸ νῦν σημαίνει, βρα‐ χέως δὲ καὶ ψιλῶς σημαίνει ἀπόφασιν ἀρνητικήν. οὕτως μὲν εἰ μονο‐ | ||
10 | σύλλαβος ἡ λέξις οὖσα καθ’ ἑαυτὴν αὐτοτελῆ παριστᾷ διάνοιαν, ὡς μέρος δὲ παραλαμβανόμενον λέξεως τὸ α δηλοῖ μὲν καὶ στέρησιν, ὥσπερ τὸ ἄνανδρον, ἄκακον, δηλοῖ δὲ καὶ τὸ μέγα, ὡς τὸ „ἀχανὲς πέλαγοσ“, ἀλλὰ καὶ τὸ πολύ, ὡς τὸ „ἐν ἀξύλῳ ὕλῃ“ (Λ 155), καὶ τὸ ὁμοῦ, ὡς τὸ ἀδελφός, ὁ ἐκ τῆς αὐτῆς δελφύος ἤτοι μήτρας, καὶ τὸ κα‐ | |
15 | κόν, ὡς τὸ „ἀμήχανε“ (Ο 14), ἀντὶ τοῦ κακομήχανε, καὶ τοιαῦτα ἕτερα. | |
alpha2 | ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἀναφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ, ὥς φησι Διογενιανός (fr. 1 Schmidt). | |
alpha3 | ἄ α· σύστημα ὕδατος. | |
alpha4 | Ἀαγές· ἄθραυστον, ἰσχυρόν. | |
alpha5 | Ἀαδεῖν· ὀχλεῖν, ἀπορεῖν, ἀδικεῖν, ἀσιτεῖν. | |
alpha6 | Ἀάλιον· ἄτακτον, ἀκρατές. | |
alpha7 | Ἄαπτον· ἰσχυρόν, βαρύ, χαλεπόν. οἱ δὲ ἄπληστον. καὶ „χεῖρας ἀάπτουσ“ (A 567) μεγάλας, ἀπροσπελάστους, ὧν οὐχ ἅψαιτό τις. εἰ δὲ ψιλωθείη, τὰς ἀπτοήτους. οἱ δὲ ἄαπτον ἄπειρον, ἀπέραντον. | |
alpha8 | Ἀάπτους· οἱ μὲν δασύνοντες τὸ δεύτερον α ἀκούουσιν ἀπροσ‐ πελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλοῦντες †ἀπράκτους†. οἱ δὲ τὰς ἀνεκφεύκτους καὶ χαλεπάς. Ἀπίων δὲ (fr. 1 N.) δασύνει· βούλε‐ ται γὰρ ἀποδιδόναι· ὧν οὐκ ἄν τις ἅψαιτο, ἢ τὰς πολλοῖς προσπελα‐ | |
5 | ζούσας. | |
alpha9 | Ἀᾶσαι· τέσσαρα σημαίνει· κορέσαι, καθυπνῶσαι, βλάψαι, λυπῆσαι. | |
alpha10 | Ἀασάμην· ἥμαρτον, ἐσφάλην, ἐβλάβην, οἷον ἄτῃ περιέπεσον. | |
alpha11 | Ἄασαν· ἔβλαψαν. | |
alpha12 | Ἀάσατο· ἠγνόησεν, ἥμαρτεν, ἐφθόνησεν. | |
alpha13 | Ἀᾶσθαι· λωβᾶσθαι, κακοῦν. | |
alpha14 | Ἀασίφρων· φρενοβλαβής. καὶ ἀασιφρονία· ἡ φρενοβλά‐ βεια. οἱ δὲ 〈ὁ〉 κοιμωμένας 〈τὰσ〉 φρένας ἔχων. | |
alpha15 | Ἄατον· μέγα, ἀκόρητον, πονηρόν. οἱ δὲ ἄβλητον, οἱ δὲ ἄτονον. | |
alpha16 | Ἄατος· ἀβλαβής. ἐνίοτε δὲ ὑπεραποφατικῶς· „οὗ〈τοσ〉 μὲν δὴ ἄεθλος 〈ἀάατος ἐκτετέλεσται〉“ (χ 5). | |
alpha17 | Ἄατος· ἐπιβλαβής. ἔνιοι ἀπλήρωτον, οἱ δὲ μέλανα. | |
alpha18 | Ἀβακέως· ἀσυνέτως. | |
alpha19 | Ἀβακηνούς· τοὺς γυναικὶ μὴ ὁμιλήσαντας. | |
alpha20 | Ἀβακήμων· ἀσύνετος, ἄλαλος, ἄφθογγος. | |
alpha21 | Ἀβακῆσαι· ἁμαρτῆσαι, δυσκωφῆσαι. | |
alpha22 | Ἀβάκησαν· ἠγνόησαν καὶ ἠσυνέτησαν. οἱ δὲ ἡσύχασαν. | |
alpha23 | Ἀβάκητον· ἀνεπίφθονον. | |
alpha24 | Ἄβακτον καὶ ἄβυκτον· τὸν μὴ μακαριστόν. Δωριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ. | |
alpha25 | Ἀβάκιον· ἐφ’ οὗ ἐκύβευον καὶ ἐφ’ οὗ τοὺς λογισμοὺς ἐποιοῦντο. | |
alpha26 | Ἀβάλε· εἴθε· „ἀβάλε 〈***〉“. | |
alpha27 | Ἄβαλεν· ἔβαλεν. | |
alpha28 | Ἄβαπτος· ἀστόμωτος. | |
alpha29 | Ἄβαρις· ὄνομα κύριον· λοιμοῦ γάρ, φασί, κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρε‐ σβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων | |
5 | πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος, ἐν ᾧ παραγέγονε, διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν τρίτην αὐτὸν Ὀλυμ‐ πιάδα λέγει (FGrHist 568 F 4) παραγενέσθαι, ὁ δὲ Πίνδαρος (fr. 270 Snell) κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν εἰκοστὴν καὶ πρώτην Ὀλυμπιάδα. | |
alpha30 | Ἀβασάνιστος· ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας τρίτῳ λόγῳ (fr. 9 Hercher) τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης. | |
alpha31 | Ἄβατον· ἱερόν, ἀπρόσιτον, ἔρημον. | |
alpha32 | Ἄβατος ὁδός· ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοιπορεῖν. | |
alpha33 | Ἀβδέλυκτα· τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι (fr. 137 N.2 = 230 M.)· „καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτα ἐμοὶ τάδε“. | |
alpha34 | Ἀβέβηλος· καθαρός. καὶ ἀβέβηλα· τὰ ἄβατα χωρία καὶ ἱερὰ καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς (OC 10). | |
alpha35 | Ἀβελτερία· ἀνοησία. καὶ ἀβέλτερος· ὁ ἀνόητος, ὁ τὸ βέλ‐ τιον μὴ γινώσκων. | |
alpha36 | Ἀβέλτερος· οὐ μὰ Δία οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλ’ ὁ ἀνόητος καὶ εὐήθης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ (fr. 1b K.‐ Th. = 3 Sandbach)· „ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ’ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπε‐ | |
5 | πραγμένος ἐπαβελτερώσας τὸν πάλαι ἀβέλτερον“. λέγουσι δὲ καὶ †ἀβελτήριον τὴν ἀβελτηρίαν†. Ἀναξανδρίδης Ἑλένῃ (fr. 12 K.)· „ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγειν. ὦ Ἡράκλεις, ἀβελτηρίου †τεμνικοῦ†. ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τισ“. | |
alpha37 | Ἄβιος· ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων βίας. καὶ Ἄβιοι· οἱ νομάδες παρ’ Ὁμήρῳ (N 6), οἷον οἱ τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ μέντοι Εὐριπίδης (Ion. 764) ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου | |
5 | τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατ’ ἐπίτασιν τοῦ α ἄβιος λέγεται παρὰ | |
τοῖς παλαιοῖς. | ||
alpha38 | Ἄβιος· Ἀντιφῶν (87 B 43 D.—K.) ἐπὶ τοῦ πολὺν βίον τάττει κεκτημένου, ὥσπερ καὶ Ὅμηρος (Λ 155) τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυ‐ λον. | |
alpha39 | Ἀβίωτον· κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον ζωῆς· „ἀβίωτον γὰρ αὐτῷ“, φησί, „τὸν βίον διέθηκεν“ (incerti auctoris). | |
alpha40 | Ἀβλεπτήματι· ἁμαρτήματι. | |
alpha41 | Ἀβλήδην· ἐνδόσιμον. | |
alpha42 | Ἀβληχρήν· ἀσθενῆ· βληχρὸν γὰρ τὸ ἰσχυρόν. | |
alpha43 | Ἄβολος· ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας πῶλος. | |
alpha44 | Ἀβόλοις πώλοις (Pl. Leg. 8, 834c)· τοῖς μηδέπω βεβληκόσιν ὀδόντας. | |
alpha45 | Ἀβουλεῖν· μὴ βουλεύεσθαι ἢ μὴ βούλεσθαι. Πλάτων (Reip. 4, 437c). | |
alpha46 | Ἀβούλητον κακόν· ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο. | |
alpha47 | Ἀβουλία· ἀπαιδευσία, ἄνοια, προπέτεια. | |
alpha48 | Ἀβούλως· ἀφρόνως, ἀμαθῶς, προπετῶς. | |
alpha49 | Ἁβρὰ βαίνων· θρυπτόμενος, βλακευόμενος. | |
alpha50 | Ἄβραι· νέαι δοῦλαι. οἱ δέ φασιν οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα | |
λέγεται οὔτε ἡ εὔμορφος, ἀλλ’ ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ (fr. 453 K.—Th.)· „μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν, τρέφει δὲ παλλακή | ||
5 | τις τοῦ πατρὸς αὐτάς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη“. Σικυωνίῳ (fr. 1 Sandbach)· „{καὶ} ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει“. Ἀπίστῳ (fr. 58 K.—Th.)· „ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγο‐ ρασμένην ἔσεσθαι ἄβραν“. | |
alpha51 | Ἀβραμιαῖος· γιγαντιαῖος, ἱεροπρεπής. ἢ ἀπόγονος τοῦ Ἀ‐ βραάμ. | |
alpha52 | †Ἁβροδιαίτη· τρυφερὰ ζωὴ καὶ ἁπαλὴ καὶ ἡδονῆς μεστή†. | |
alpha53 | Ἁβροδίαιτος· τρυφητής, τρυφερόβιος. καὶ ἁβρός· ὁ τρυφε‐ ρὸς καὶ ἁπαλός. καὶ ἁβρὸς λειμὼν καὶ νοτερὸς καὶ εὐθαλής. | |
alpha54 | Ἀβροκόμας· ὄνομα κύριον. σατράπης δ’ ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως. | |
alpha55 | Ἁβρός· λαμπρός, τρυφερός, ἁπαλός. | |
alpha56 | Ἁβροσύνη· φαιδρότης. | |
alpha57 | Ἀβροτήμων· ἁμαρτωλός. | |
alpha58 | Ἁβρότητι· τρυφερότητι, ἁπαλότητι. | |
alpha59 | Ἄβροτον· ἄψυχον, ἀναίσθητον. | |
alpha60 | Ἁβροχίτων· ὁ τρυφερὰ φορῶν. | |
alpha61 | Ἁβρύνεται· κοσμεῖται, θρύπτεται, καυχᾶται. | |
alpha62 | Ἄβρωτος· ὁ νῆστις. | |
alpha63 | Ἄβυδος· ἐπὶ συκοφάντου τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. καὶ ἀβυδοκόμαι οἱ ἐπὶ τῷ συκο‐ φαντεῖν κομῶντες. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶ οὐδενὸς ἀξίου. κωμῳδοῦνται δὲ Ἀβυδηνοὶ καὶ εἰς ἀκολασίαν. | |
alpha64 | Ἄβυθος φλυαρία· ἡ πολλή. | |
alpha65 | Ἀβύρβηλον· ἀναίσχυντον, ἀπεχθές, πολύ, μάταιον. οἱ δὲ δασὺ καὶ συρφετῶδες. | |
alpha66 | Ἀβυρτάκη· ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοι‐ λιολυσίαν ἐχρῶντο. | |
alpha67 | Ἄβυσσος· ἡ πέρας μὴ ἔχουσα διὰ μέγεθος. ἔστι δὲ καὶ ἐν Ἄρ‐ | |
γει λίμνη οὕτω καλουμένη. | ||
alpha68 | Ἀγαθά· ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει (An. 4, 4, 9). | |
alpha69 | Ἀγαθῆς Τύχης νεώς· οὐκ ἄδηλον τὸ σημαινόμενον. | |
alpha70 | Ἀγαθὴ τύχη· τοῦτο προγραφόμενον οἴονταί τινες 〈***〉 ἔνιοι δὲ προστιθέασι τὸ καὶ θεός, ὡς Πλάτων ἐν τρίτῳ Νόμων (6, 757e)· „νῦν δὴ θεὸν καὶ τύχην ἀγαθὴν ἐν εὐχαῖς ἐπικαλούμεθα“. καὶ Τιμοκλῆς (fr. 3 Dem.)· „θεὸς μὲν δηλαδὴ ἀγαθὴ τύχη τ’ ἔνεστιν“. | |
alpha71 | Ἀγαθέστατε· †Εὐριπίδης† εἶπεν. | |
alpha72 | Ἀγαθὴ Τύχη· ἡ Νέμεσις καὶ ἡ Θέμις. | |
alpha73 | Ἀγάθαρχος· κύριον καὶ τοῦτο. ἦν δὲ ζωγράφος ἐπιφανής, Εὐδήμου υἱός, τὸ δὲ γένος Σάμιος. | |
alpha74 | Ἀγαθικά· τὰ σπουδαῖα. | |
alpha75 | Ἀγαθὸν τίνος· ἀντὶ τοῦ τίνος ἕνεκα. Μένανδρος (fr. 726 K.‐ Th.)· „τίνος τὸ ἀγαθὸν τοῦτ’ ἔστιν;“ | |
alpha76 | Ἀγαθὸς δαίμων· Ἀριστοφάνης (fr. 35 Dem.)· „ἀγαθός τε δαίμων καὶ ἀγαθὴ σωτηρία“. | |
alpha77 | Ἀγαθοῦ δαίμονος· οὕτω καλεῖται παρὰ τοῖς παλαιοῖς τὸ μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν προσφερόμενον ποτήριον. | |
alpha78 | Ἀγαθοῦ δαίμονος πόμα· τὸ μετὰ τὸ δεῖπνον ἄκρατον πινό‐ μενον παρὰ Ἀθηναίοις. καὶ τὴν δευτέραν ἡμέραν οὕτως ἐκάλουν. | |
alpha79 | Ἀγαθοεργοί· αἱρετοὶ κατὰ ἀνδραγαθίαν. οἱ δὲ Σπαρτιᾶται | |
τοὺς ἐκ τῶν ἱππέων ἐξιόντας πέντε ἑκάστου ἔτους, ὡς Ἡρόδοτος ἐν αʹ (67, 5), οἱ δὲ ὑπηρέτας ἀρχόντων. Ἀττικοὶ δὲ τοὺς ἀγαθὸν ἐργασαμέ‐ νους τι. ἔστι δὲ καὶ ἀρχή τις ἐν Λακεδαίμονι οἱ ἀγαθοεργοί· ἄρχουσι | ||
5 | δὲ τῶν ἐξαγωγῶν καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω τῆς πόλεως παρα‐ νομησάντων, ὥς φησι Δίδυμος ἐν τῇ Τροπικῇ λέξει (p. 23 Schmidt). | |
alpha80 | Ἀγαθὸς φαγεῖν· σημαίνει τὸν ἐσθίοντα πολλά. | |
alpha81 | Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες· ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων. | |
alpha82 | Ἀγαθῶν ἀγαθίδες· τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς (adesp. fr. 827 K.) ἐπὶ πολλῶν ἀγαθῶν. | |
alpha83 | Ἀγαθώνειος αὔλησις· ἡ μαλακή· Ἀγάθων γὰρ ὁ τραγικὸς ἐπὶ μαλακίᾳ διεβάλλετο (TrGF 39 T 20a). | |
alpha84 | Ἀγαθῶς· σφοδρῶς. | |
alpha85 | Ἀγαῖον· ἐπίφθονον. οἱ δὲ θαυμαστόν. οἱ δὲ φθονερόν. | |
alpha86 | Ἀγάλλει· ποιεῖ, σκευάζει, κοσμεῖ, τιμᾷ, προσεύχεται. | |
alpha87 | Ἀγάλλεσθαι· χαίρειν, μεγαλοφρονεῖν, καλλωπίζεσθαι. Πλά‐ των δὲ ἐν Νόμοις (12, 956b) τὰς γραφὰς ἀγάλματα καλεῖ. Θουκυ‐ δίδης δέ φησιν (4, 95, 3)· „ἕκαστος δὲ πατρίδα ἔχων ἐν τοῖς Ἕλλησιν ἀγάλλεται“, ἀντὶ τοῦ αὐχεῖ. καὶ ἄλλοι πολλοί. φασὶ δὲ καὶ ἀγάλλει | |
5 | τοὺς θεοὺς καὶ ἀγαλοῦμαι καὶ „ἄγαλλε“ (Ar. Thesm. 128) καὶ ἀγάλλου καὶ ἀγάλλεται καὶ ἀγάλλῃ. καὶ πολλὴ παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις. | |
alpha88 | Ἀγάλλιος· λοίδορος. | |
alpha89 | Ἀγάλλων· ἑαυτὸν σεμνοποιῶν. | |
alpha90 | Ἀγαλμός· λοιδορία. | |
alpha91 | Ἀγαλματοφορούμενος· ἀγάλματα ἤ〈τοι〉 τύπους τῶν νοη‐ θέντων φέρων ἐν ἑαυτῷ. οὕτω Φίλων ἐχρήσατο (vita Moys. 1, 27 Cohn). | |
alpha92 | Ἄγαλμα· πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ καὶ τὰς γρα‐ φὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. οἱ δὲ ἁπλῶς ἄγαλμα πᾶν ἀνάθημα καὶ καθιέρωμα, κἂν εἰ μὴ ξόανον ἤ τι ἄλλο τοιοῦτον εἴη. | |
alpha93 | Ἄγγαρος· ὁ νωθρός. λέγεται δὲ παρὰ τοῖς βαρβάροις καὶ ὁ δημόσιος γραμματηφόρος. ὅθεν καὶ ἀγγαρεύεσθαι τὸ εἰς δημοσίαν χρείαν ὑπηρετεῖν. | |
alpha94 | Ἄγγαρος· ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος. ὅθεν ἀγγαρείαν ἀνάγκην ἀκούσιον λέγομεν καὶ ἐκ βίας γινομένην ὑπηρεσίαν. | |
alpha95 | Ἄγγαροι· οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος Ἀγαμέμνονι (282—85)· „φρυκτὸς δὲ φρυκτὸν δεῦρο ἀπ’ ἀγγάρου πυρὸς ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου, μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον Ἀθῷον | |
5 | αἶπος Ζηνὸς ἐξεδέξατο“. τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς. Μένανδρος Πωλουμένοις | |
(fr. 353 K.—Th.)· „ἀγγαροφόρει καὶ ταῦθ’, ἃ νῦν ποιεῖς, ποίει, ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν | ||
10 | διάγειν“. καὶ ἐν Προγαμοῦντι (fr. 349 K.—Th.)· „βάρβαρος, ἄγγαρος ὄντως καὶ οὐδενὸς προορώμενοσ“. καὶ ἐν Θαΐδι (fr. 186 K.—Th.)· „ὁ ἀκρατής, ἄγγαρος, ὄλεθρος, ἡδέως ἄν μοι δοκῶ ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν“. καὶ ἀγγαρεύεσθαι καλοῦσιν, ὥσπερ ἡμεῖς νῦν, τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. Μένανδρος καὶ | |
15 | τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησιν (fr. 4 Sandbach)· „ὁ πλέων κατήχθη. κρίνεθ’ οὗτος πολέμιος. ἐὰν ἔχῃ τι μαλακόν, ἀγγαρεύεται“. | |
alpha96 | Ἀγγελιαφόρος· πρεσβευτής. | |
alpha97 | Ἀγαλματοποιΐα καὶ ἀγαλματουργία ἐρεῖς καὶ ἀγαλμα‐ τοποιός. ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσο‐ φος ἐν τῷ Πρωταγόρᾳ (311c) ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ | |
5 | Πολύκλειτον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφα‐ λείης. | |
alpha98 | Ἀγαμεμνόνεια φρέατα· ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι. | |
alpha99 | Ἀγάμενος· θαυμάζων. | |
alpha100 | Ἀγανακτῶν· τίθεται παρὰ Πλάτωνι (Phaed. 117d) καὶ ἐπὶ τῶν λυπουμένων. | |
alpha101 | Ἀγανακτῶ σου· καινὸν τὸ σχῆμα· τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τὸ δὲ ἀγανακτῶ σου καινὸν καὶ σπάνιον. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητα, φησὶ Φρύνιχος (Praep. soph. fr. 5). | |
alpha102 | Ἀγανακτικὸν καὶ ἀγανακτητέον· τὸ μὲν ἐν Πολιτείᾳ | |
(10, 604e), τὸ δὲ ἐν Ἐπιστολαῖς ὁ Πλάτων ἔφη. | ||
alpha103 | Ἀγανάκτησις· ἐπὶ τύχης Θουκυδίδης δευτέρᾳ (41, 3)· „οὔτε τῷ πολέμῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει“. | |
alpha104 | Ἄγαν ἐγκεῖσθαι τῷδε· οἷον ἐναντιοῦσθαι καὶ ἀποτείνε‐ σθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (309—10)· „οἶδ’ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς 〈ἄγαν〉 ἐγκείμεθα, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων“. | |
alpha105 | Ἀγάννιφον· λίαν χιονιζόμενον. | |
alpha106 | Ἀγανοφροσύνη· προσήνεια, πραότης. | |
alpha107 | Ἀγανώπιδος· πραέα βλεπούσης. | |
alpha108 | Ἄγανον· τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγικώτε‐ ρον τὸ ὄνομα. | |
alpha109 | Ἀγανόν· καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ (885/6)· „ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι καὶ ἀγανώτερον βλέπειν“. | |
alpha110 | Ἄγανον· Σοφοκλῆς Ἐπὶ Ταινάρῳ (fr. 231 P. = 198b R.) ἄγανον ἔφη ξύλον βαρυτόνως τὸ κατεαγὸς ἢ τὸ ἀπελέκητον. | |
alpha111 | Ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς (Cratin. fr. 238, 3 K.). | |
alpha112 | Ἄγαν τείνειν· ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον αὐθαδιζόμενον. συγγραφικὴ ἡ φωνή. | |
alpha113 | Ἀγαλακτία· Αὐτοκράτης (fr. 3 K.)· „ἀμνοὶ δὲ βληχάζουσιν | |
ὑπὸ ἀγαλακτίασ“. | ||
alpha114 | Ἄγαλμα Ἑκάτης· τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης (fr. 594 K.) διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας. ἢ ὅτι καὶ αὐτὴν κυνοκέφα‐ λον πλάττουσιν. εἰσὶ δὲ οἳ καὶ γενέσθαι αὐτὴν κύνα ἐκ γυναικὸς κατ’ ὀργὴν Ἀρτέμιδος, εἶτα ἐλεηθεῖσαν πάλιν ὑπ’ αὐτῆς ἀποκαταστῆναι, | |
5 | ἔπειτα ἐπὶ τοῖς πραχθεῖσιν αἰσχυνθεῖσαν ἐκ τῆς ζώνης ἀπάγξασθαι. τὴν δὲ Ἄρτεμιν περιελομένην τὸν ἑαυτῆς κόσμον περιθεῖναι αὐτῇ καὶ Ἑκάτην προσαγορεῦσαι. | |
alpha115 | Ἄγαμαι τούτου, ἄγαμαι κεραμείων· Εὔπολις (fr. 21 Dem.) καὶ Ἀριστοφάνης (Ach. 489. Av. 1744). | |
alpha116 | Ἀγαί· ἠϊόνες. οὕτω κέχρηται Σοφοκλῆς (fr. 969 R.). οἱ δὲ τραγι‐ κοὶ (adesp. fr. 583a Snell) καὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύ‐ ματα· καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται τῆς σαρκός. | |
alpha117 | Ἀγάμετος· ἀντὶ τοῦ ἄγαμος παρὰ Σοφοκλεῖ (fr. 884 N.2 = 970 R.). | |
alpha118 | Ἀγαπᾶν· ἀποδέχεσθαι. | |
alpha119 | Ἀγαπᾶν· τὸ ἀρκεῖσθαί τινι καὶ μηδὲν πλέον ἐπιζητεῖν. | |
alpha120 | Ἀγαπητὰ ἤθη· τὰ καλὰ καὶ ἀγαθά. | |
alpha121 | Ἀγαπητόν· τὸ ἠγαπημένον ἢ τὸ μονογενές. | |
alpha122 | Ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς πατὴρ καὶ ἀγαπητὸς δεσπότης καὶ ἀγαπητὸν δὲ τέκνον, ἀντὶ τοῦ μόνον. καὶ ἐπὶ κόρης Ἀγαπητή. | |
alpha123 | Ἀγαπησμὸν λέγουσιν Ἀττικοὶ καὶ ἀγάπησιν τὴν φιλο‐ φρόνησιν. Συναριστώσαις Μένανδρος (fr. 387 K.—Th.)· „καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν“. | |
alpha124 | Ἀγάσαιτο· θαυμάσειεν. | |
alpha125 | Ἀγασθῶ τινι· ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν (Cyr. 2, 4, 9)· „ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν“. | |
alpha126 | Ἀγάσσει· ἄγαν τύπτει. ἀπὸ τοῦ ἄγαν ἀγάσσει, ὡς ἀπὸ τοῦ λίαν λιάζει. | |
alpha127 | Ἀγαστὰ καὶ ἀγαστὸς ἐρεῖς καὶ ἐπιρρηματικῶς ἀγαστῶς, ὡς Ξενοφῶν (Ages. 1, 24). | |
alpha128 | Ἀγάστονος· πολυστένακτος. | |
alpha129 | Ἀγαστοῦ· θαυμαστοῦ. | |
alpha130 | Ἀγασικλῆς· ὄνομα κύριον. ὃς λέγεται Ἁλιμουσίνοις συνδι‐ κάσαι καὶ διὰ τοῦτο ξένος ὢν ἐγγραφῆναι τῇ πολιτείᾳ. | |
alpha131 | Ἀγάσματα· σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφοκλῆς κέχρη‐ ται (fr. 885 N.2 = 971 R.). | |
alpha132 | Ἀγαυρίαμα· ἔπαρμα. | |
alpha133 | Ἀγγελή· δῆμος Πανδιονίδος. | |
alpha134 | Ἀγελαίων· ἰδιωτῶν, ῥεμβωδῶν. καὶ ἀγελαίων· τῶν πολλῶν καὶ τυχόντων. εἴη δ’ ἂν ἐκ μεταφορᾶς τῶν ἀγελαίων ζῴων ἢ ἀπὸ τῶν ἰχθύων, οὓς βόσκεσθαι ῥύδην καὶ ἀγεληδόν φασιν. | |
alpha135 | Ἄγε δῆτα· φέρε, κόμιζε, δεῦρο. | |
alpha136 | Ἄγειν· ἀντὶ τοῦ μεγαλύνειν. Ὅμηρος (ε 311)· „καί μευ κλέος ἦγον Ἀχαιοί“. | |
alpha137 | Ἄγειν· ἀντὶ τοῦ ἔχειν. Ὑπερείδης (fr. 220 J.). | |
alpha138 | Ἄγειν· ἀντὶ τοῦ ὑποκρίνασθαι. καὶ ἄγειν· ἀντὶ τοῦ τιμᾶν | |
καὶ ἀντὶ τοῦ πίνειν, ὅπερ καὶ †ἐπάγειν† ἔλεγον Ἀττικοί. | ||
alpha139 | Ἄγειν καὶ φέρειν· τὸ λῃστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ κομίζειν ἀδιαφόρως. | |
alpha140 | Ἀγείρει· συνάγει. | |
alpha141 | Ἀγελαῖος· ἀντὶ τοῦ ἰδιώτης, εὐτελής. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζῴων τῶν συναγελαζομένων, ἐφ’ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ (266a). μετῆκται δὲ ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἀδοξοτέρους. οὕτως Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ αὐτοῦ λόγῳ (immo | |
5 | Panath. 18). καὶ ἀγελαῖον ἄρτον (Pl. com. fr. 76 K.) τὸν χυδαῖον. | |
alpha142 | Ἀγενής· Ἰσαῖος (2, 10) ἀντὶ τοῦ ἄπαις. | |
alpha143 | Ἀγεννῶς· ἀνάνδρως. | |
alpha144 | Ἀγέραστος· ἄτιμος. | |
alpha145 | Ἀγερμός· συναθροισμός. | |
alpha146 | Ἀγερσικύβηλιν· Κρατῖνος (fr. 62 K.) Λάμπωνα τὸν μάντιν ὡς ἀγύρτην καὶ θύτην· κύβηλις γὰρ ὁ πέλεκυς. οἱ δὲ ἐγερσικύβηλιν ἐν τῷ δράματι γράφουσιν, τὸν ἐφ’ ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν. | |
alpha147 | Ἄγει· ἀντὶ τοῦ κομίζει καὶ ἡγεῖται. καὶ ἄγει· τὸ τιμᾷ καὶ σέβεται. Δημοσθένης δὲ τὸ ἄγει ἐν τῷ κατὰ Τιμοκράτους (24, 129) τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· „καὶ τὸν ἀκινάκην τοῦ Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούσ“. καὶ κατὰ Δημάδου | |
5 | (fr. 2 S.)· „ἦγε δὲ πέντε μνᾶσ“. | |
alpha148 | Ἀγέλαστος· ὁ πρὸς γέλωτα οὐκ ἐπιτήδειος. καὶ ὁ στυγνός. | |
ἔστι δὲ καὶ πέτρα Ἀθήνησιν οὕτω λεγομένη. Αἰσχύλος δέ φησι (fr. 290 N.2 = 747 M.) καὶ „φρὴν ἀγέλαστοσ“. οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια ἀγέλαστος καὶ τὰ ὅμοια. | ||
alpha149 | Ἀγέλας πόνων Εὐριπίδης εἶπεν (Herc. 1275/6), „ἀνδρῶν“ δὲ „ἀγέλασ“ Πλάτων (Leg. 3, 694e), „ἀγέλαστα“ δὲ „πρόσωπα“ Αἰ‐ σχύλος (Ag. 794). | |
alpha150 | Ἀγελαιοκομική· Πλάτων ἐχρήσατο (Polit. 275e). | |
alpha151 | Ἀγεννὲς καὶ στενὸν φθέγμα· ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων. | |
alpha152 | Ἀγερωχία· ὑπερηφανία. | |
alpha153 | Ἀγέρωχος· ἔντιμος, ἀνδρεῖος. | |
alpha154 | Ἀγέρωχος· †ταῦρος†, σεμνός, ὑπερόπτης, θρασύς. | |
alpha155 | Ἄγεται· τὸ ἡγεῖσθαι καὶ οἴεσθαι. | |
alpha156 | Ἄγευστος θοίνης, †ἀστείως† βίου ἔχων. | |
alpha157 | Ἄγευστος θοίνης καὶ ἁπλῶς ἄγευστος τοῦδε χρὴ λέγειν. | |
alpha158 | Ἄγευστοι· ἄπειροι. | |
alpha159 | Ἀγεωργίου δικάζεσθαι· εἴρηται μὲν ὡς λειποταξίου, ἀγα‐ μίου, ἀλογίου, σημαίνει δέ, ἐπειδάν τις χωρίον παραλαβὼν ἀγεώργη‐ τον καὶ ἀνέργαστον ἐάσῃ, ἔπειτα ὁ δεσπότης δικάζηται τῷ παραλα‐ | |
βόντι. | ||
alpha160 | Ἄγη· θαῦμα, χαρά, ἀπιστία καὶ ζῆλος παρ’ Ἡροδότῳ (6, 61, 1) καὶ βασκανία. παρ’ Ὁμήρῳ δὲ (Φ 221) ἔκπληξις, πληγή, θραῦσις, κλάσις, ἀπώλεια. ἔνιοι δὲ ἱερεῖα. | |
alpha161 | Ἀγηλατεῖν· ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν. | |
alpha162 | Ἀγηλατῶν· ἀντὶ τοῦ διώκων, φυγαδεύων. οὕτως Νικόμαχος (fr. 2 N.2 = TrGF 127 F 14). | |
alpha163 | Ἀγῆλαι· τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις Δήμοις (fr. 119 K.)· „ἀναθῶμεν νῦν χἠμεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας καὶ προσ‐ αγήλωμεν ἐπελθόντες. χαίρετε πάντες. δεχόμεσθα“. Ἀριστοφάνης Εἰρήνῃ (396—99)· „καί σε θυσίαισιν ἱεραῖσιν προσόδοις τε †μεγάλαις | |
5 | ἰδίᾳ πάντες, ὦ πότνια, καλοῦμεν† ἡμεῖς ἀεί“. Ἕρμιππος Ἀρτοπώλισι (fr. 8 K.)· „φέρε νῦν ἀγήλω τοὺς θεοὺς †οἵους† ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου“. Θεόπομπος Πηνελόπῃ (fr. 47 K.)· „καί σε τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ“. | |
alpha164 | Ἀγῆλαι· τιμῆσαι. τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ Ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς καὶ „ἄγαλλε“ (Ar. Thesm. 128) καὶ προσαγαλεῖ τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν | |
5 | πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν. εἰ δέ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητος λόγων, χρήσαιο 〈ἂν〉 τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνο‐ | |
μάτων, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 6a). | ||
alpha165 | Ἄγημα· τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως. | |
alpha166 | Ἀγήνωρ· ὁ ἄγαν ἀνδρεῖος. ἢ ὁ ἀγαστὸς ἐν ἀνδρείᾳ. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον. ἔστι δὲ καὶ ὄνομα κύριον. | |
alpha167 | Ἀγήρατον· ἀρρενικῶς εἶπε Σοφοκλῆς (fr. 972 R.), θηλυκῶς δὲ Ξενοφῶν (Cyr. 8, 7, 22). καὶ ἀγήρων Πλάτων μὲν ἀρσενικῶς (Polit. 273e), Εὐριπίδης δὲ θηλυκῶς (Suppl. 1178). καὶ οὐδετέρως Θουκυ‐ δίδης (2, 44, 4) καὶ Πλάτων Τιμαίῳ (33a). | |
alpha168 | Ἀγήρω· τὰ μὴ γηρῶντα. ἅγια ἢ σεβάσμια. | |
alpha169 | Ἀγήρω· καὶ σὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ τοῦ ν θηλυκόν φασιν εἶναι. οἱ δὲ τὸ μὲν σὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶσιν, τὸ δ’ ἄνευ τούτου τὴν γενικήν τε καὶ δοτικήν. | |
alpha170 | Ἁγής· τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγὴς ἢ πα‐ ναγής. Ἐμπεδοκλῆς (31 B 47 D.—K.)· „ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναν‐ τίον ἁγέα κύκλον“. | |
alpha171 | Ἀγησίλαος· ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος βασιλεύς, καὶ ᾄδεται παρὰ πολλοῖς τῶν ῥητόρων. | |
alpha172 | Ἁγιάσαι· καρπῶσαι, καῦσαι ἁγίως. | |
alpha173 | Ἁγιάσατε· προευτρεπίσατε, κηρύξατε. | |
alpha174 | Ἅγιος· ὁ σεβάσμιος. καὶ ἅγιον τὸ σεβάσμιον καὶ τίμιον. λέγοιτο δ’ ἂν καὶ ἅγιος ὁ μιαρός, ἀπὸ τοῦ ἄγους, ὡς Κρατῖνος (fr. 373 K.). | |
alpha175 | Ἀγηοχώς· ἐνέγκας. | |
alpha176 | Ἁγιστείας· ἁγιωσύνης, καθαρότητος, λατρείας. | |
alpha177 | Ἁγιστεύειν· ἁγιάζειν. καὶ ἁγιασθέντων· ἀφιερωθέντων. | |
alpha178 | Ἁγιστεύσαντες· τὰ τῆς θυσίας ἐπιτελέσαντες. | |
alpha179 | Ἀγκαλι〈δ〉αγωγοί· οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες, ἢ οἱ παῖδες οἱ ἀκολουθοῦντες τοῖς ἀγκαλι〈δ〉αγωγοῖς ὄνοις. λέγονται δὲ καὶ οἱ πιπράσκοντες τὰς ἀγκαλίδας ἀγκαλιδοπῶλαι. εἰσὶ δὲ ἀγκαλίδες | |
5 | αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι. | |
alpha180 | Ἀγκαλίδα· μερίδα. | |
alpha181 | Ἄγκαθεν· κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως Αἰσχύ‐ λος (Ag. 3). | |
alpha182 | Ἄγκιστρον· τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτω Πλάτων Πολιτείας ιʹ (616c). | |
alpha183 | Ἀγκιστρεύει· δελεάζει. | |
alpha184 | Ἀγκράτος ἐλαύνω εἶπε Ξενοφῶν (An. 1, 8, 1) κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δὲ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει. | |
alpha185 | Ἀγκύλη· ἀκόντιον, καὶ τοῦ ἀγκῶνος ἡ καμπή. λέγεται δὲ καὶ ἡ δεξιὰ χεὶρ ἀγκύλη· ὅθεν καὶ τὰ δόρατα ἀγκυλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται δὲ καὶ ἀγκύλη εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοττάβων παιδιάν. ἀγκύλη οὖν καὶ ἡ δεξιὰ χείρ, ἀλλὰ καὶ ἡ πρὸς | |
5 | κότταβον ἐπιτηδεία κύλιξ διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει· ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. ἔστι δὲ ἀγκύλη καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαΐδι (fr. 31 K.)· „ἀγκύλην τῆς | |
10 | ἐμβάδος οὐ καλῶς ἔσφιγξας λυθεῖσαν“. ἐχρήσαντο καὶ ἄλλοι τῇ λέξει. | |
alpha186 | Ἀγκύλη καὶ ἀράφη· δῆμος Αἰγηΐδος. | |
alpha187 | Ἀγκύλια· οἱ κρίκοι τῶν ἁλύσεων. | |
alpha188 | Ἀγκυλομῆται· σκολιόβουλοι. | |
alpha189 | Ἀγκύλον· καμπύλον, ἐπικαμπές. | |
alpha190 | Ἀγκυλόχειλος· σκολιόχειλος. | |
alpha191 | Ἄγκυραι· ἐκ μεταφορᾶς αἱ ἀσφάλειαι. Σοφοκλῆς (fr. 623 N.2 = 685 R.)· „ἀλλ’ εἰσὶ μητρὶ παῖδες ἄγκυραι βίου“. | |
alpha192 | †Ἄγλαι†· ὄμμα. Εὐριπίδης (fr. 1122 N.2). | |
alpha193 | Ἀγλαΐα· λαμπρότης. | |
alpha194 | Ἀγλαΐαις· λαμπρότησιν. | |
alpha195 | Ἀγλαόκοιτος· πάνυ τίμιος. | |
alpha196 | Ἀγλαότιμον· λαμπρόν, τετιμημένον. | |
alpha197 | Ἄγλαυρος· ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς. | |
alpha198 | Ἄγλαυρος· μία τῶν Κέκροπος θυγατέρων, ἣν διὰ τιμῆς ἔχουσι καὶ ὀμνύουσιν αἱ γυναῖκες· εἰς γὰρ τὴν τοῦ πατρὸς αὐτῆς Κέ‐ κροπος τιμὴν ἀπονεῖμαί τινα γέρα τὴν θεὸν τῇ Ἀγλαύρῳ. οὕτω Βίων ὁ Προκοννήσιος (FGrHist 332 F 1). | |
alpha199 | Ἀγλευκέστερον· ἀντὶ τοῦ ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι (1, 21). | |
alpha200 | Ἀγλευκές· τὸ ἀηδές. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ (8, 3). δοκεῖ δὲ ξενικὸν εἶναι τὸ ὄνομα, Σικελικόν· πολὺ γοῦν ἐστι | |
πάλιν παρὰ Ῥίνθωνι (fr. 28 Kaibel). | ||
alpha201 | Ἄγλιθες· τὸ δὲ αὐτὸ καὶ γέλγιθες· ἐξ ὧν ἡ τοῦ σκορόδου κεφαλὴ σύγκειται. | |
alpha202 | Ἀγλωττία· ἡσυχία, σιωπή. | |
alpha203 | Ἄγμασι· κλάσμασι, τροπαῖς. | |
alpha204 | Ἁγνεία· καθαρότης. | |
alpha205 | †Ἁγνεύεται τὴν πόλιν· ἀντὶ τοῦ ἐκ κατηγορίας παρασήμου, ἀντὶ τοῦ ἁγνίζεται†. | |
alpha206 | Ἁγνίας· ὄνομα κύριον. | |
alpha207 | Ἁγνίσαι· τὸ διαφθεῖραι κατ’ ἀντίφρασιν. καὶ τὸ ἀποθῦσαι. οὕτως Σοφοκλῆς (fr. 112 N.2 = 116 R.). | |
alpha208 | Ἁγνίτης· ἱκέτης καὶ καθάρσιος· καὶ γὰρ ὁ μύσους ἁγνισθεὶς καὶ ὁ καθήρας οὕτως λέγονται. | |
alpha209 | Ἄγναπτος· καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ κ ἔλεγον τοὔνομα. σημαίνει δὲ τὸ μὴ ἐγναμμένον. λέγεται δὲ καὶ ἀρρενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀρρενικῶς μὲν ἄγναπτος χιτών, θηλυκῶς δὲ ἄγναπτος χλαῖνα, οὐδετέρως δὲ ἄγναπτον ἱμάτιον. Πλάτων μέντοι ὁ κωμικὸς (fr. | |
5 | 18 Dem.) τὴν ἄγναπτον καὶ χλαῖναν καλεῖ· οὐ μέντοι γε πᾶσα χλαῖνα καὶ ἄγναπτος. ἔστι δὲ χλαῖνα ἱμάτιον παχύ, εἴτε ἄγναπτον εἴτε ἐγναμ‐ μένον. | |
alpha210 | Ἄγνος· φυτόν, ὃν καὶ λύγον καλοῦσιν. | |
alpha211 | Ἀγνόδικος· ἀγνοοῦσα τὸ δίκαιον. | |
alpha212 | Ἁγνοδικεῖς· οἱ θεοί. | |
alpha213 | Ἄγνοια· ὀλιγωρία. | |
alpha214 | Ἀγνοίη· λύπη. καὶ τὸ ἀγνοεῖν λυπεῖσθαι. | |
alpha215 | Ἁγνοπολεῖσθαι· τὸ σφαγίοις καθαίρεσθαι. | |
alpha216 | Ἁγνούσιος· Ἁγνοῦς δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος, ἧς ὁ φυλέτης Ἁγνούσιος. | |
alpha217 | Ἀγνωμόνως· ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς (Reip. 5, 450d). | |
alpha218 | Ἀγνωμόνως· Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (Ol. 2, 26) ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως. | |
alpha219 | Ἀγνῶτας· μὴ ἐπιγινωσκομένους· „ἀγνῶτα δέ μοι προεκόμι‐ ζεν ἄνθρωπον, ὃς καὶ ἑαυτῷ ἀγνὼς ἐτύγχανεν ὤν“ (incerti auctoris). | |
alpha220 | Ἄγνον, οὐχὶ λύγον καλοῦσι. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι (fr. 2 K.)· „καὶ μὴν μὰ τὸν Δί’ οὐθὲν ἔτι γέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότοσ“. Πλάτων (Phaedr. 230b)· „ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τε τὸ ὕψος καὶ τὸ | |
5 | σύσκιον πάγκαλον“. | |
alpha221 | Ἀγορά· τόπου ὄνομα. καὶ τὰ ἀγοραζόμενα. Θεσσαλοὶ δὲ καὶ τὸν λιμένα ἀγορὰν καλοῦσι. Κρῆτες τὴν ἐκκλησίαν. παρ’ Ὁμήρῳ (A 54) πᾶς ἀθροισμός. Σόλων δὲ (1, 2 West) ἀγορὰν καλεῖ τὸ πεζῷ λόγῳ ἀγορεύειν. καὶ ὁ τόπος παρ’ Ὁμήρῳ (H 382) ἢ ἡ ἐκκλησία ἢ τὸ συναμ‐ | |
5 | φότερον. | |
alpha222 | Ἀγορὰ θεῶν· Ἀθήνησι τόπος ἐκαλεῖτο. | |
alpha223 | Ἄγοι· πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν (fr. 67 S.)· „ἔβλαψε γάρ με“, φησί, „Ξενοκλῆς ἀφε‐ λόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν“. Ἀν‐ τιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγοῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ Περὶ | |
5 | ἀληθείας (87 B 44 A 1, 18 D.—K.)· „τοὺς νόμους μεγάλους ἄγοι“. | |
alpha224 | Ἀγομένων τῶν ἡμετέρων· ἀντὶ τοῦ ἁρπαζομένων καὶ λῃστευομένων. | |
alpha225 | Ἀγοράσω λέγουσι, τὸ δὲ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δ’ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος (fr. 2 K.)· „ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἅπαξ ἅπανθ’, ὅσα κελεύεις, ὦ γύναι“. καὶ ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα. | |
alpha226 | Ἀγοράς· Ὑπερείδης ἀντὶ τοῦ συνόδους· λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου (fr. 150 J.)· „οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται“. δηλοῖ δὲ καὶ ἄλλα τοὔνομα. | |
alpha227 | Ἀγοράζειν· τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορᾷ διατρίβειν. | |
alpha228 | Ἀγορανομίας· λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκο‐ πούντων τὰ τῶν πόλεων ὤνια. | |
alpha229 | Ἀγορανόμοι· οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦντες ὤνια ἄρχοντες. δέκα δὲ ἦσαν, ὧν πέντε μὲν τὰ κατὰ τὸ ἄστυ, πέντε δὲ τὰ κατὰ τὴν χώραν διέταττον. | |
alpha230 | Ἀγοράσαι· τὸ ὠνήσασθαι. | |
alpha231 | Ἀγοραίαν· τὴν δικαιολογίαν. | |
alpha232 | Ἀγοραῖοι· οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι. | |
alpha233 | Ἀγοραῖος νοῦς· ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος· οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς | |
καὶ ἀπαίδευτοί εἰσιν. οὕτως Εὐριπίδης (fr. 1114 N.2). | ||
alpha234 | Ἀγοραῖος Ζεύς· βωμὸς Ἀθήνησιν, ὃς ἐκαλεῖτο ἀγοραίου Διός. | |
alpha235 | Ἀγοραῖος Ἑρμῆς· ἐν Ἀθήναις ἵδρυτο κατὰ τὴν ἀγοράν. | |
alpha236 | Ἀγορὰ Κερκώπων· Ἀθήνησι πλησίον τῆς Ἡλιαίας, ἐν ᾗ μάλιστα τὰ κλοπιμαῖα πιπράσκονται καὶ ὠνοῦνται· τοιούτους γὰρ καὶ τοὺς Κέρκωπας παρειλήφαμεν, κλέπτας καὶ πανούργους. | |
alpha237 | Ἀγορὰ ἐφορεία· οὕτως ἐλέγετο ἡ σύνοδος ἡ πρὸς τοῖς κοι‐ νοῖς ὅροις τῶν ἀστυγειτόνων γινομένη· ἐνταῦθα γὰρ συνιόντες οἱ ὅμοροι περὶ τῶν κοινῶν ὁμοῦ ἐβουλεύοντο. | |
alpha238 | Ἀγορᾶς ὥραν· οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πρά‐ ξεων τῶν κατ’ ἀγοράν· „ἕωθεν ἧκε πρὶν ἀγορὰν πεπληθέναι“. Φερε‐ κράτης (fr. novum). καὶ ἐν Αὐτομόλοις (fr. 29 K.)· „πίνειν ἀεὶ καὶ με‐ θύειν πρὶν ἀγορὰν πεπληθέναι“. | |
alpha239 | Ἀγοραστήν· τὸν τὰ ὄψα ὠνούμενον, ὃν Ῥωμαῖοι ὀψωνιά‐ τορα καλοῦσιν. | |
alpha240 | Ἀγοράσματα· τὰ ὤνια λέγουσι. καὶ ἀγορασμάτων· καὶ Ἀγοράσεως τῆς ὠνήσεως. | |
alpha241 | Ἀγορήν· ἐκκλησίαν. | |
alpha242 | Ἀγορηταί· σύμβουλοι, φρόνιμοι. | |
alpha243 | Ἄγος· κατ’ ἀντίφρασιν τὸ μύσος. καὶ ἐναγὴς ὁ ἐνεχόμενος τῷ μύσει. καὶ ἀγηλατεῖν τὸ τοὺς ἐναγεῖς ἐλαύνειν. ὁ δὲ παναγὴς τὸν ἁγνὸν καὶ καθαρὸν σημαίνει. καὶ παρωνόμασται ὁ μὲν ἐναγὴς ἀπὸ τοῦ ἄγους, ὁ δὲ παναγὴς ἀπὸ τοῦ ἁγνοῦ καὶ καθαροῦ. σημαίνει δὲ καὶ | |
5 | ἅγνισμα καὶ θυσίαν. | |
alpha244 | Ἄγος· μίασμα ἢ ἀγκών. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ | |
ἄξιον σεβάσματος, ἐξ οὗ καὶ ἱέρειαι παναγεῖς καὶ ἄλλα τινά. | ||
alpha245 | Ἀγός· ἡγεμών. | |
alpha246 | Ἄγος· ὁ Ζεὺς παρὰ Τροιζηνίοις. | |
alpha247 | Ἀγόμφιος αἰών· οὕτως ἔλεγον τὸν χρόνον, ἐν ᾧ τις ἑωρᾶτο γεγηρακώς, παρὰ τὸ μὴ ἐνεῖναι τοῖς γηρῶσι τοὺς γομφίους. Διοκλῆς (fr. 14 K.)· „μηδείς ποθ’ ὑμῶν, ἄνδρες, ἐπιθυμησάτω γέρων γενέσθαι, προνοησάτω δὲ ὅπως νέος ὢν ἀγαθόν τι τῇ ψυχῇ παθὼν εἰς ὥραν κα‐ | |
5 | ταλύσῃ μηδ’ ἀγόμφιόν ποτε αἰῶνα τρίψῃ“. | |
alpha248 | Ἄγουσιν ἑορτὴν οἱ κλέπται· χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδικὴν χάριν. σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. οὕτως Κρατῖνος (fr. 18 Dem.). | |
alpha249 | Ἄγρα· Δήμητρος ἱερὸν ἔξω τῆς πόλεως πρὸς τῷ Εἰλισσῷ. | |
alpha250 | Ἄγραυλοι· οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζόμενοι. | |
alpha251 | †Ἀγραπτότατος† αὖος βάτος· ἐπὶ τοῦ σκληροῦ καὶ αὐθά‐ δους τὸν τρόπον. | |
alpha252 | Ἄγραφα ἀδικήματα· οἷον ὑπὲρ ὧν νόμος οὐ κεῖται. | |
alpha253 | Ἀγραφίου· εἶδος δίκης ἐστὶ κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ ἐγγεγραμμένων ὥστε ὀφείλειν, ἀπαλειφθέντων δὲ πρὶν ἀποδοῦναι. ἐνίοτε δὲ τάττεται καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας. ὁ δὲ τοῦτο πράξας καὶ ἁλοὺς αὐτὸς μὲν ἐνεγράφετο ὀφεί‐ | |
5 | λειν, ὁ δὲ μὴ δεόντως ἐγγραφεὶς ἠφίετο τῆς ἀδίκου ἐγγραφῆς. | |
alpha254 | Ἀγραφίου δίκη· τῶν ἐκ καταδίκης ὠφληκότων τῷ δημοσίῳ γράφουσι τὰ ὀνόματα ἐν σανίσιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦν‐ τες, προστιθέντες ἀνὰ πόσον ἐστὶ τὸ ὄφλημα. ὅταν δὲ ἀποδιδῷ ἕκα‐ στος, ἐξαλείφεται τῆς σανίδος τὸ ἐπίγραμμα. ἐὰν οὖν τις ἀναγραφῇ | |
5 | μὲν ὠφληκέναι, δόξῃ δὲ μὴ ἀποδεδωκέναι, καὶ τὸ ὄνομα αὐτοῦ ἐξηλειμ‐ μένον ᾖ ἐκ τῆς σανίδος, συγκεχώρηται τῷ βουλομένῳ τῶν ἀστῶν εἰσά‐ γειν κατ’ αὐτοῦ δίκην ἀγραφίου. | |
alpha255 | Ἀγράφου μετάλλου δίκη· οἱ τὰ ἀργύρεια μέταλλα ἐργαζό‐ μενοι, ὅπου βούλοιντο καινοῦ ἔργου ἄρξασθαι, φανερὸν ἐποιοῦντο τοῖς ἐπ’ ἐκείνοις τεταγμένοις ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τῷ δήμῳ εἰκοστὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἴ τις | |
5 | οὖν ἐδόκει λάθρα ἐργάζεσθαι μέταλλον, τὸν 〈μὴ〉 ἀπογραψάμενον ἐξῆν τῷ βουλομένῳ γράφεσθαι καὶ ἐλέγχειν. | |
alpha256 | Ἀγρευτικὴ στολή· ἡδεῖα ἡ λέξις καὶ ἀστεία. | |
alpha257 | Ἀγρεύματα· τὰ ἐπὶ τῆς ἀγροικίας κτήματα Σόλων εἶπε (fr. 511 M.). σημαίνει δὲ καὶ σκῦλα. | |
alpha258 | Ἀγριόθυμος· ἄγριος τῇ ψυχῇ. | |
alpha259 | Ἄγριοι· τοὺς παιδεραστὰς οὕτως ἐκάλουν, ἤτοι ὅτι ἄγριον τὸ πάθος, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις. καλοῦσι δὲ αὐτοὺς καὶ Κενταύρους. δῆλον ὅτι καὶ τὰ ἀνήμερα τῶν ζῴων ἄγρια καλεῖται. καὶ Ἄγριος ὁ τὸ ἦθος δύσκολος καὶ ὀργίλος. | |
alpha260 | Ἀγρίους· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (52) τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ (fr. 705 K.—Th.) „ἄγριον“ εἶπε „κυβευτὴν“ τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπου‐ δακότα. | |
alpha261 | Ἄγριος ἔλαιος· ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι | |
παρὰ Πινδάρῳ ἐν Ὕμνοις (fr. 46 Snell). | ||
alpha262 | Ἀγροικεῖν· καὶ ἀγροίκων· τῶν σωφρόνων. παρὰ δὲ τὸ ἀγροῖκος γέγονε τὸ ῥῆμα ἀγροικεῖν. | |
alpha263 | Ἄγροικοι· γένος Ἀθήνησιν, ὃ ἀντιδιέστελλον πρὸς τοὺς εὐπατρίδας. ἦν δὲ τὸ τῶν γεωργῶν· καὶ τρίτον τὸ τῶν δημιουργῶν. | |
alpha264 | Ἄγροικος· σκληρός, ἀσκιατρόφητος, οἷον ἐργάτης. | |
alpha265 | Ἄγροικος ὀπώρα· ἀπεναντίως τῇ γενναίᾳ. ἐγένετο δὲ ὡς ἐν διαφορᾷ, τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπόθεσιν καὶ οἰνο‐ ποιΐαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλάτων σαφῶς ἐν Νόμοις (8, 845 ab)· „ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται“. καὶ | |
5 | πάλιν· „τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται, τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω“. | |
alpha266 | Ἄγροικος· ἄφρων, δύσκολος. ἢ ὁ ἐν ἀγρῷ κατοικῶν. | |
alpha267 | Ἀγροβόας ἀνήρ· ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ ἀστείως οὐδὲ ἐμμελῶς. οὕτως Κρατῖνος (fr. 374 K.). | |
alpha268 | Ἀγρόμενοι· συναθροίζοντες. | |
alpha269 | Ἀγροιλῆθεν· Ἀγροίλη δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὁ δὲ δημότης πάλαι ἐλέγετο Ἀγροιλεύς. | |
alpha270 | Ἀγρονόμοι· οἱ ἐν ἀγροῖς διάγοντες. | |
alpha271 | Ἀγρότας· ἀγροίκους. | |
alpha272 | Ἀγροῦ πυγή· τὸ πιότατον. οἱ δὲ ἐπὶ τῶν προσκαθημένων τινὶ λιπαρῶς. οἱ δὲ ὑπερβολικῶς λέγουσιν ἐπὶ τῶν ἐν ἀγρῷ καθημένων. ἢ | |
ἐπὶ τοῦ σφόδρα ἀγροίκου. | ||
alpha273 | Ἄγρυκτα καὶ ἄλεκτα πέπονθα· τὸ μὲν ἄγρυκτά ἐστιν ὥστε μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν· γρύξαι δέ ἐστι τὸ βραχύ‐ τατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστι, μυγμῷ ἢ στεναγμῷ παραπλή‐ σιον. κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης (fr. 157 K.)· „τί δ’ | |
5 | ἔπαθες;— ἄγρυκτα καὶ ἄλεκτα· ἀλλὰ βούλομαι μόνῃ αὐτὴ φράσαι σοι“. | |
alpha274 | Ἀγρῶσται· οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμη‐ ρος (ε 53)· „ἰχθῦς ἀγρώσσων“. | |
alpha275 | Ἀγυιαί· ἄμφοδα, ῥῦμαι. ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη 〈καὶ〉 κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκα‐ τέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. | |
alpha276 | Ἀγυιάν· τὸν στενωπὸν Ξενοφῶν (Cyr. 2, 4, 3). καὶ ὅλως πολλὰ τὰ γλωσσηματικὰ παρ’ αὐτῷ. | |
alpha277 | Ἀγυιεύς· ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς 〈ὁ〉 θεός. Φερεκράτης Κραπατάλοις (fr. 87 K.)· „ὦ δέσποτ’ Ἀγυιεῦ, ταῦτα συμμέμνησό μοι“. καὶ τὸ „κνισᾶν Ἀγυιᾶσ“ (Dem. 21, 51) τοὺς ἀγυιέας δηλοῖ συνῃρημένως, οὐ τὰς | |
5 | ἀγυιὰς καὶ τὰς ὁδούς. | |
alpha278 | Ἀγυιάτιδες· παρ’ Εὐριπίδῃ (Ion. 186) οἱ πρὸ τῶν θυρῶν βωμοί. | |
alpha279 | Ἀγυιᾶς· ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι | |
κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δὲ αὐτούς φασιν εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλό‐ | ||
5 | κληρον ἀγυιεύς, καὶ κατὰ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγό‐ μενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοί, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθη‐ ναίων ἔθη εἰς Τροίαν φησί (fr. 341 N.2 = 370 R.)· „λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμούς, βαρβάρους εὐοσμίασ“. | |
alpha280 | Ἀγύρτης· ἐπαίτης, φιλοκερδής. καὶ ἀγύρτης· εἶδος βόλου. | |
alpha281 | Ἀγύρτης· ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ πε‐ ριαγείρειν τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἤ τινι ἑτέρῳ τοιούτῳ σεμνύνειν. ὁ δὲ ἀγύρτης καὶ κυβευτικοῦ βόλου ἐστὶν ὄνομα. | |
alpha282 | Ἀγυρτικά· χυδαῖα ψεύσματα. | |
alpha283 | Ἀγυρμός· ἐκκλησία, συναγωγή. | |
alpha284 | Ἀγυρτώδη· συρφετώδη. | |
alpha285 | Ἀγύρριος· δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής. | |
alpha286 | Ἄγχαζε· ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς (fr. 886 N.2 = 973 R.). | |
alpha287 | Ἄγχασκε· ἀντὶ τοῦ ἀνάχασκε. οὕτως Φερεκράτης (fr. 196 K.). | |
alpha288 | Ἀγχέμαχος· ἐγγύθεν μαχόμενος. | |
alpha289 | Ἄγχι· ἐγγύς. | |
alpha290 | Ἀγχίθυρος· γείτων. | |
alpha291 | Ἀγχίμολον· ἐγγὺς ἐλθόν. | |
alpha292 | Ἄγχιμος· ἀντὶ τοῦ πλησία. Εὐριπίδης (fr. 867 N.2)· „ἀλλ’ ἄγχιμος γὰρ ἥδε Φοιβεία γυνή“. | |
alpha293 | Ἀγχίνοια· σύνεσις. | |
alpha294 | Ἀγχίνους· συνετός, ὀξὺς τὸν νοῦν. | |
alpha295 | Ἄγχιστα· ἔγγιστα. | |
alpha296 | Ἀγχιστεία· συγγένεια. καὶ ἀγχιστεῖς· οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαν‐ τος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατ’ ἐπιγαμίαν μιχθέν‐ τες τοῖς οἴκοις οἰκεῖοι λέγονται. | |
alpha297 | Ἀγχίσποροι· ἐγγὺς γένους. | |
alpha298 | Ἀγχιστίνδην· τὸ κατὰ ἀγχιστείαν, ὥσπερ ἀριστίνδην καὶ πλουτίνδην, ἐπιρρηματικῶς. | |
alpha299 | Ἀγχίστροφοι· συστραφέντες ἢ ταχὺ ἐπιστρεφόμενοι. | |
alpha300 | Ἀγχιτέρμων· ὁ γείτων, ὁ ὅμορος. | |
alpha301 | Ἀγχοῦ· ἐγγύς. | |
alpha302 | Ἀγχωμάλου· τῆς ἴσης, τῆς ἐγγὺς τοῦ ὁμαλοῦ. | |
alpha303 | Ἀγωγή· ἀναστροφή, τρόπος. ἢ ἡ κομιδή. καὶ τὸ ἀγόμενον βάρος. | |
alpha304 | Ἀγωγεῖ· τῷ ἱμάντι, ᾧ ἄγεται ὁ ἵππος, ὃς καὶ ῥυτὴρ καλεῖται. | |
alpha305 | Ἀγωγεύς· ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν. οὕτως Σοφοκλῆς | |
(fr. 887 N.2 = 974 R.). | ||
alpha306 | Ἀγώγιον· τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξε‐ νοφῶν (Cyr. 6, 1, 54). | |
alpha307 | Ἀγώγιμος· ἄγων, ἀγόμενος. | |
alpha308 | Ἀγωγίμων· φορτίων ἐμπορικῶν. | |
alpha309 | Ἀγωγόν· ἐπακτικόν. | |
alpha310 | Ἀγωγούς· προπομπούς. | |
alpha311 | Ἀγωνία· ὁ ἀγωνισμός. καὶ ἀγών. λέγεται δὲ οὕτως καὶ ἡ ἀγωνιστική. | |
alpha312 | Ἀγωνίᾳ· Ξενοφῶν (Cyr. 2, 3, 15) ἀντὶ τοῦ ἀγῶνι. | |
alpha313 | Ἀγῶνα· καὶ τὴν πρὸς τοὺς ἀγῶνας ἄσκησιν. | |
alpha314 | Ἀγωνιῶ· κινδυνεύω. | |
alpha315 | Ἀγών· ὄνομα κύριον δηλοῖ, ὡς Δοῦρις ἱστορεῖ (FGrHist 76 F 82). σημαίνει δὲ καὶ τὴν ἀγωνίαν καὶ τὸ ἄθροισμα καὶ τὸν ναόν, ἔνθα ἀθροίζονται, καὶ τὸν τόπον, ἔνθα ἀθροίζεται τὸ πλῆθος. | |
alpha316 | Ἀγῶνα· καὶ Ὅμηρος (θ 260) τὸν τόπον αὐτόν, ἐν ᾧ ἀγωνί‐ ζονται. Θουκυδίδης εʹ (50, 4)· „προελθὼν εἰς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον“. | |
alpha317 | Ἀγὼν οὐ δέχεται σκήψεις· τάττεται ἡ παροιμία καὶ ἐπὶ τῶν μηδὲν ὀνησαμένων εἰς σκῆψιν. | |
alpha318 | Ἀγωνιᾶν· Ἰσοκράτης (15, 183.302) ἀντὶ τοῦ ἀγωνίζεσθαι. καὶ ἀγωνιῶντες ἀντὶ τοῦ ἀγωνιζόμενοι ὁ αὐτός (4, 91). | |
alpha319 | Ἄγωνος· κατὰ σχηματισμὸν ἀντὶ τοῦ ὁ ἀγών· ἀπὸ δὲ γενικῆς ἐσχηματίσθη. οὕτως Ἀλκαῖος ὁ λυρικὸς πολλάκις ἐχρήσατο (fr. 403 L.‐ | |
P.). | ||
alpha320 | Ἀγωνοθέτης· ὁ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέτης δὲ ὁ ἐν τοῖς γυμνικοῖς. | |
alpha321 | Ἀγῶνα· τὴν συναγωγήν. οὕτως Ἀριστοφάνης (fr. 927 K.). | |
alpha322 | Ἀδαγμός· ὀδαξησμός, ὅπερ ἐστὶ κνησμός. οὕτως Σοφοκλῆς (Tr. 770). | |
alpha323 | Ἀδαήμονες· ἄπειροι. | |
alpha324 | Ἀδαμάντινα· στερρά. | |
alpha325 | Ἀδαξῆσαι· τὸ κνῆσαι, οὐκ ἐν τῷ 〈ο〉 ὀδαξῆσαι. καὶ ἀδαχεῖν· τὸ κνήθειν· „ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορα ἐκλέγει τ’ ἀεί“. Ἀριστο‐ φάνης ἐν Ὁλκάσιν (fr. 410 K.). | |
alpha326 | Ἄδασμος· οὐδένα δασμὸν ἐκτίνουσα οὐδὲ μερίζουσα δασμὸν τῆς οἰκήσεως. οὕτως Αἰσχύλος (fr. 63 N.2 = 77 M.). | |
alpha327 | Ἄδδιξ· μέτρον τετραχοίνικον. οὕτως Ἀριστοφάνης (fr. 709 K.). | |
alpha328 | Ἀδεὲς δέος (Pl. Symp. 198a)· τάσσεται ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων. ἢ ἀσφαλές, οὐ φοβερόν. | |
alpha329 | Ἀδέητος· Ἀντιφῶν (87 B 10 D.—K.) ἀντὶ τοῦ ἀνενδεής. | |
alpha330 | Ἀδείμαντα· ἄφοβα. | |
alpha331 | Ἀδεκάστως· ἀμερίστως, δικαίως, ἀδωροδοκήτως, ὀρθῶς. | |
alpha332 | Ἀδεκατεύτους· ὧν οὐκ ἀνατέθειται ἡ δεκάτη τοῖς θεοῖς. | |
alpha333 | Ἀδελφίζειν· τὸ ἀδελφόν τινα πυκνῶς καὶ θεραπευτικῶς καλεῖν. οὐ μόνη ἡ κωμῳδία (Apolloph. fr. 4 K.), ἀλλὰ καὶ οἱ ῥήτορες τῇ λέξει ταύτῃ χρῶνται. οὕτως Ἰσοκράτης (19, 30). | |
alpha334 | Ἀδημονεῖν· κυρίως μέν ἐστι τὸ ἀπορεῖν καὶ ἀμηχανεῖν ἔν τινι δήμῳ ἢ χώρᾳ. Ὅμηρος 〈***〉. | |
alpha335 | Ἁδήν· τῶν ἐν τῷ σώματι γεγενημένων ἐστὶ τοῦτο. γίνεται δὲ περὶ βουβῶνας καὶ μασχάλας, καὶ ἔτι ὑπὸ τὰς σιαγόνας. ὀξύνεται δὲ ἡ λέξις καὶ δασύνεται παραλόγως, ὥς φησιν Ἡρωδιανός (1, 539, 20 L.). | |
alpha336 | Ἄδην· τὸ ἅλις. Πλάτων πολλαχοῦ κέχρηται. ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἐν Χαρμίδῃ (153d)· „ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν“. | |
alpha337 | Ἀδημονῶν· ἀγωνιῶν. | |
alpha338 | Ἀδήριτος· ἄμαχος. | |
alpha339 | Ἀδηφάγος· ἀθρόως ἐσθίων, πολυφάγος, γαστρίμαργος. | |
alpha340 | Ἀδηνέως· ἁπλῶς καὶ ἀταλαιπώρως, κατὰ στέρησιν τῶν δηνέων καὶ μεριμνῶν. | |
alpha341 | Ἀδηφάγον ἅρμα· τὸ τέλειον. | |
alpha342 | Ἀδηφάγοι τριήρεις· αἱ μεγάλαι οὕτως ἐλέγοντο· ἢ ἔχουσαι τὰ πληρώματα ἐντελῆ. καὶ ἀδηφάγα ἅρματα τὰ μεγάλα καὶ τέλεια. καὶ ἔστι πεποιημένον ἀπὸ τοῦ ἄδην ἐσθίειν ἤτοι δαψιλῶς. | |
alpha343 | Ἀδηφάγοι τριήρεις· λέγοιντ’ ἂν αἱ ἐντελόμισθοι καὶ πολλὰ | |
ἀναλίσκουσαι, ἐκ μεταφορᾶς τῶν τελείων καὶ ἀγωνιστῶν ἵππων. Ἀλ‐ καῖος δὲ ἐν τῇ Κωμῳδοτραγῳδίᾳ (fr. 21 K.) τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν. | ||
alpha344 | Ἀδῄωτον· ἀπόρθητον, ἀπραίδευτον. | |
alpha345 | Ἀδηφάγοι· 〈οἱ〉 ἀγωνισταὶ ἵπποι οὕτως ἐκαλοῦντο, ὡς Ἀρι‐ στοφάνης (fr. 736 K.) καὶ Φερεκράτης (fr. 197 K.). ἔφη δὲ καὶ ἀδηφα‐ γοῦσα Σοφοκλῆς (fr. 889 N.2 = 976 R.) καὶ ἀδηφαγεῖν Ἕρμιππος (fr. 84 K.). ἀλλὰ καὶ ἀδηφάγον εἷπε Λυσίας (fr. 103 S.) τὴν τέλειον | |
5 | μισθὸν λαμβάνουσαν τριήρη. Ἀλκαῖος δὲ ὁ κωμικὸς (fr. 21 K.) καὶ τοὺς πότας λεγομένους λύχνους ἀδηφάγους ἔφη χαριεντισάμενος. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ ἀδηφάγοι ἐλέγοντο. καὶ οἱ γυμναστικοὶ παρὰ Ἀργείοις οὕτως. λέγουσι δέ τινες καὶ τὸν ἱερὸν λόχον ἀδηφά‐ γον. | |
alpha346 | Ἀδίαντον· ξηρόν, ἄβροχον. ἢ φυτὸν παρ’ ὕδασι φυόμενον, τὸ καλούμενον πολύτριχον. | |
alpha347 | Ἀδιάφθορον· ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μήπω μετ’ ἀνδρὸς παιδισκάριον γεγονός, ὡς Μένανδρος (fr. 812 K.—Th.). καὶ μὴν ἀδιάφθορον τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (106e)· „ὁπότε δὴ τὸ ἀδιάφθορον καὶ ἀθάνατον οἴχεται“. | |
5 | λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρακεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νόμων ϛʹ (768b)· „ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν“. προάγεται δὲ ἡ λέξις καὶ ἐπιρρηματικῶς, ὡς Αἰσχίνης φησὶν (1, 137) Ἀδιαφθόρως. | |
alpha348 | Ἀδιαίτητος· ἀλλότριος, ἀήθης. | |
alpha349 | Ἀδιάκριτος· ἀδιαχώριστος. λαμβάνεται δὲ ἐπὶ τῶν μὴ γινω‐ σκόντων τὰ δέοντα, ἢ ἀφρόνως φλυαρούντων. | |
alpha350 | Ἀδιαλώβητον· ἀβλαβές. | |
alpha351 | Ἀδιάρθρωτον· ἄσημον, ἀτράνωτον. | |
alpha352 | Ἀδίαυλος τόπος· ὅθεν μὴ ἔστιν ἐπανελθεῖν. οὕτως Εὐρι‐ πίδης (fr. 868 N.2). | |
alpha353 | Ἀδιαφορία· ἀμέλεια χωρὶς παρατηρήσεως. | |
alpha354 | Ἀδιάστατον· τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον. Ἀν‐ τιφῶν εἶπεν (87 B 24 D.—K.). | |
alpha355 | Ἀδιάβατος· ὁ μὴ ῥᾴστως ἢ ὁ μηδ’ ὅλως διαβῆναι δυνάμενος. | |
alpha356 | Ἀδιάγλυπτον· ἣν οὐκ ἔστι διαγλύψαι καὶ διελθεῖν· „λαβὴν“ γάρ, φησίν, „ἄφυκτον, ἀδιάγλυπτον“ (Nicoch. fr. 3 Dem.). | |
alpha357 | Ἀδιάλλακτον ἐχθρόν· Δημοσθένης ἔφη (10, 15), καὶ ἀδιά‐ παυστον Ξενοφῶν (Ages. 1, 4). | |
alpha358 | Ἀδιάλυτον· τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (80b). | |
alpha359 | Ἀδιάστατον· ὡς †Ξενοφῶν†· „καὶ τὸ οἰκοδόμημα ἀδιάστα‐ τον“. ἔφη δὲ Πλάτων ἐν Τιμαίῳ (25d) τὸ ἀδιερεύνητον. | |
alpha360 | Ἀδίδακτος· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 17)· „ἀδί‐ δακτος ἂν εἰσῆλθεν ὁ χορόσ“. | |
alpha361 | Ἀδιεξίτητον· ἀδιεξέλευστον. | |
alpha362 | Ἀδικίου· οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἀποδοθῇ· εἰ δὲ μή, διπλοῦν καταβάλλεται. | |
alpha363 | Ἄδικος δίκη· ἡ ἐκ συκοφαντίας γινομένη, ὡς Κρατῖνος (fr. 19 Dem.)· „ὥστε δίκας τ’ ἀδίκους νικᾶν ἐπὶ κέρδεσιν αἰσχροῖσ“. | |
alpha364 | Ἀδικίου· εἶδος δίκης Ἀθήνησιν οὕτω καλουμένης. ἀδίκιον δέ | |
τινές φασι τὴν ἐπὶ τῷ ἀδικήματι τιθεμένην ζημίαν· καὶ γὰρ Κλείδημος ἐν τῇ πρώτῃ τῶν Ἀτθίδων οὕτω γράφει (FGrHist 323 F 4)· „νόσου γὰρ τοῖς Αἰγινήταις γενομένης καὶ μαντευομένοις προηνέχθη τὸ | ||
5 | ἀδίκημα καὶ κατεγνώσθη ἐπὶ τούτῳ τὸ ἀδίκιον“. | |
alpha365 | Ἀδικίου· λέγεται ἡ δίκη κατὰ τῶν τὴν πόλιν ἀδικούντων. τὸ δὲ τίμημα αὐτῆς ἀργύριόν ἐστιν ἀποτιννύμενον ἁπλοῦν. | |
alpha366 | Ἀδικομάχους ἵππους· Ξενοφῶν τοὺς δυσπειθεῖς λέγει. καὶ δίκαιον ἅρμα τὸ εὐπειθές (Cyr. 2, 2, 26). | |
alpha367 | Ἀδιόρθωτον· Δημοσθένης (4, 36)· „ἀόριστα, ἀδιόρθωτα πάντα“. | |
alpha368 | Ἀδίοπον· ἄναρχον καὶ ἀφύλακτον. | |
alpha369 | Ἀδιούνιος ταῦρος· ὁ Ἀπόλλων ὑπὸ τῶν Κρητῶν οὕτως λέγεται· φασὶ γὰρ τὴν πόλιν μετοικίζοντα ταύρῳ πως εἰκασθέντα προηγεῖσθαι. | |
alpha370 | Ἀδμήτου λόγον· ἀρχὴ σκολίου (cf. PMG 749 Page), ὃ οἱ μὲν Ἀλκαίου, οἱ δὲ Σαπφοῦς φασιν. | |
alpha371 | Ἀδολεσχία· ἀκαιρία, φλυαρία, συνέχεια. | |
alpha372 | Ἀδολεσχεῖν· σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε φύσεως καὶ τοῦ παντὸς διαλεσχαίνοντα. οἱ μέντοι ἀρχαῖοι κωμικοὶ (fr. novum) λεσχαίνειν ἔλεγον τὸ διαλέγεσθαι. καὶ λέσχαι οἱ τόποι, εἰς οὓς συν‐ | |
ιόντες λόγοις διημέρευον. | ||
alpha373 | Ἀδόλως· τοῦτο σημαίνει τὸ ἁπλῶς καὶ ἀληθῶς· τὸ γὰρ ἀληθὲς ἁπλοῦν τι καὶ ἄνευ δόλου ἐστί, τὸ δὲ ψεῦδος περιπεπλεγμένον καὶ δόλου μεστόν. | |
alpha374 | Ἀδοκίμαστος· δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγ‐ γραφῆναι, ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος. οὕτως Λυσίας (fr. 73 S.). | |
alpha375 | Ἄδουλος βίος ἐρεῖς, τουτέστιν ὁ μὴ δοῦλον ἔχων. ἐρεῖς δὲ καὶ ἀδιάλεκτος βίος καὶ ἀγέλαστος βίος καὶ ἄγαμος βίος. Φρύνιχος Μονοτρόπῳ (fr. 18 K.)· „ὄνομα δὲ μοὔστι Μονότροπος, ζῶ δὲ Τίμωνος βίον, ἄγαμον, ἄζυγον, ὀξύθυμον, ἀπρόσοδον, ἀγέλαστον, ἀδιάλεκτον, | |
5 | ἰδιογνώμονα“. | |
alpha376 | Ἀδούλευτος οἰκέτης· ὁ ἑνὶ δεδουλευκὼς καὶ μὴ παλίμπρα‐ τος. Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους (fr. 139a J.)· „ἀδούλευτον ἢ βάρβαρον πριάσθω“. λέγει δὲ καὶ τὸν νυμφίον ὁ Μένανδρος (fr. 813 K.—Th.). | |
alpha377 | Ἄδουλος ἐρεῖς, ὡς Εὐριπίδης (Andr. 593), ἀλλὰ καὶ ἀδού‐ λευτος, ὡς Ὑπερείδης (fr. 139a J.). | |
alpha378 | Ἀδόνητον· ἀσάλευτον. | |
alpha379 | Ἄδοξα· τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν. | |
alpha380 | Ἀδόξαστον· τὸ ἀνέλπιστον. Σοφοκλῆς (fr. 204 N.2 = 223 R.). | |
alpha381 | Ἄδοξον· τὸ ἄτιμον, ὡς Ἰσοκράτης ἐν Εὐαγόρᾳ (66) καὶ Δημοσθένης ἐν Φιλιππικοῖς (8, 66). | |
alpha382 | Ἀδοξοῦνται πρὸς τῶν πόλεων· ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν. οὕτως Ξενοφῶν ἐσχημάτισεν ἐν τῷ Οἰκονομικῷ (4, 2)· φησὶ γάρ· „καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων“. | |
alpha383 | Ἀδρανές· ἀσθενές. | |
alpha384 | Ἀδράστεια· ἡ Νέμεσις, ἣν οὐκ ἄν τις ἀποδράσειεν. οἱ δέ φασιν ἑτέραν εἶναι τῆς Νεμέσεως, καὶ οἱ μὲν ἀπὸ Ἀδράστου φασὶ ταύτην ὀνομασθῆναι, ὅτι μόνος σωθεὶς τῶν ἑπτὰ πάλιν μόνος τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις, οἱ δὲ ἀπό τινος Ἀδράστου Μυσοῦ ἱδρυσα‐ | |
5 | μένου αὐτῆς ἱερόν. βέλτιον δὲ ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν. | |
alpha385 | Ἀδράστεια· οἱ μὲν †ταὐτὸν† τῇ Νεμέσει λέγουσι, λαβεῖν δὲ τοὔνομα παρὰ Ἀδράστου τινὸς βασιλέως. ἢ ἀπὸ Ἀδράστου τοῦ †πα‐ λαιοῦ†, νεμεσηθέντος ἐφ’ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσα‐ μένων ἱερὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδραστείας. | |
5 | Δημήτριος δὲ ὁ Σκήψιος (fr. 18 Gaede) Ἄρτεμίν φησιν εἶναι τὴν Ἀ‐ δράστειαν ἀπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ὁ δὲ Ἀντίμαχος λέγει (fr. 53 Wyss)· „ἔστι 〈δέ〉 τις Νέμεσις μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μα‐ κάρων ἔλαχε〈ν〉, βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόῳ“. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτῇ τῇ | |
10 | Νεμέσει, ὡς Μένανδρος (fr. 266 K.—Th.) καὶ Νικόστρατος (fr. 37 K.). | |
alpha386 | Ἄδραστα· ἀποίητα. Ἕρμιππος (fr. 3 Dem.). | |
alpha387 | Ἀδράφαξυς· τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν κα‐ λοῦσι. Φερεκράτης Κοριαννοῖ (fr. 75 K.)· „ἀδράφαξυν ἕψουσα, εἶτα ὀκλὰξ καθημένη“. | |
alpha388 | Ἁδρόν· μέγα, δαψιλές, πλούσιον. καὶ ἁδρότης· ἡ ὑψηλότης. | |
alpha389 | Ἁδρύνοιτο· αὐξάνοιτο. | |
alpha390 | Ἁδρῦναι· ἁδρὸν ποιῆσαι καὶ μέγα. Σοφοκλῆς (fr. 892 N.2 = 979 R.). | |
alpha391 | Ἀδρύφακτον· ἄπονον καὶ ἀταλαίπωρον. | |
alpha392 | Ἀδύνατα εἶναι (Thuc. 1, 59, 2)· ἀντὶ τοῦ ἀδύνατον· πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως. | |
alpha393 | Ἀδύνατοι· οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος, ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς καὶ | |
5 | ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας λέγει (24, 26), ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε (FGrHist 328 F 197). Ἀριστοτέλης δὲ δύο ἔφη (Ath. Pol. 49, 4). | |
alpha394 | Ἀδυναμία ἐρεῖς, ὡς Δημοσθένης (19, 186), καὶ ἀδυνασία, ὡς Ἀντιφῶν (fr. 143 Th.), καὶ ἀδυνατία, ὡς Δεινόλοχος (fr. 9 Kaibel). | |
alpha395 | Ἀδυνάτων ἐρᾶν· Εὐριπίδης εἶπεν (Herc. 318). | |
alpha396 | Ἀδυσώπητον· ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεήσεις ἀμεί‐ λικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν. | |
alpha397 | Ἄδυτον· σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. | |
alpha398 | Ἀδώνιδος κῆποι· ἐν ὀστράκοις ταῦτα κατὰ τὰς οἰκίας ἐσπείρετο. χρῶνται δὲ αὐτῷ παροιμιωδῶς ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων. ἔσπειρον δὲ τῇ Ἀφροδίτῃ τῶν καρπῶν τὴν εὕρεσιν ἀνατιθέντες. | |
alpha399 | Ἀδώνιος· Φερεκράτης εἶπεν (fr. 198 K.) ἀντὶ τοῦ Ἀδώνιδος. λέγει δὲ καὶ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτω δὲ καὶ Πλάτων (fr. 4 K.) καὶ Κρατῖνος (fr. 376 K.), ἀλλὰ καὶ Ἀριστοφάνης (fr. 737 K.) καὶ ἕτεροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις. | |
alpha400 | Ἀδώνια· συνεσταλμένως· „Ἀδώνι’ ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν“. Φερεκράτης (fr. 170 K.). καλοῦσι δὲ καὶ τὸ εἴδωλον τὸ τοῦ | |
Ἀδώνιδος οὕτως Ἀδώνιον. | ||
alpha401 | Ἀδώνια· βραχεῖαν ἔχει τὴν παραλήγουσαν, ὡς Ἀριστοφάνης (Pac. 420) καὶ Φερεκράτης (fr. 170 K.) διὰ τῶν μέτρων μαρτυρεῖ. ἔστι δὲ τὰ Ἀδώνια ἑορτή, οἱ μέν φασιν εἰς τιμὴν Ἀδώνιδος ἀγομένη, οἱ δὲ τῇ Ἀφροδίτῃ. ἔστι δὲ Φοινίκων καὶ Κυπρίων. | |
alpha402 | Ἀδώρητος ἐρεῖς, ὡς Εὐριπίδης (Hec. 42)· „οὐδ’ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν“. καὶ Θουκυδίδης δευτέρᾳ (65, 8)· „χρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενοσ“. Πλάτων μέντοι γε ἐν Συμποσίῳ (197 d) ἄδωρος εἶπεν· καὶ γάρ φησιν· „ἄδωρος δυσμε‐ | |
5 | νείασ“, ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος, ὡς Δημοσθένης (19, 27), ἀλλὰ καὶ ἀδωροδοκήτως, ὡς ὁ αὐτός (18, 250). | |
alpha403 | Ἄδωρος χάρις· ἡ μὴ ἐπὶ τέλος ἐλθοῦσα δωρεά. οὕτως Εὐρι‐ πίδης (fr. 869 N.2). | |
alpha404 | Ἀεί· ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι. | |
alpha405 | Ἀεί· κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι. Πλάτων ἐν Συμποσίῳ (217 d)· „ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν“. καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ (670)· | |
5 | „ἄπαις γὰρ δεῦρο ἀεὶ τείνεις βίον“. καὶ ἄλλοι πολλοί. | |
alpha406 | †Ἀειδές†· λυπηρόν. | |
alpha407 | Ἀειθαλής· ἀεὶ θάλλων. | |
alpha408 | Ἀεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει· παροιμία. ὅτι οὐ μόνον ἐστὶ τὸ ζῷον φιλάλληλον καὶ ἀγεληδὸν πετόμενον, ὡς οἱ ψᾶρες, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν ἑαυτοῦ σκιὰν προσερχόμενον ταύτῃ {καὶ} καθ’ | |
ὕδατος ὁραθείσῃ, ὥς φησι Κλέαρχος. | ||
alpha409 | Ἀείζων ἐρεῖς τρισυλλάβως, ὡς οἱ Ἀττικοί, καὶ ἀείζωον τε‐ τρασυλλάβως. ἔστι δὲ ὅμοιον τῷ ἀείνῳ, ὃ σημαίνει τὸ ἀένναον. ὥσπερ οὖν ἀπὸ τῆς σῶος εὐθείας δισυλλάβου γίνεται σῶς εὐθεῖα μονοσύλλα‐ βος καὶ ἡ αἰτιατικὴ σῶν, οὕτως ἀπὸ τῆς ζῶς ὀρθῆς μονοσυλλάβου, ᾗ | |
5 | κέχρηται καὶ Ὅμηρος (E 887), γίνεται ἡ αἰτιατικὴ ζῶν καὶ κατὰ σύν‐ θεσιν ἀείζων, ὡς Αἰσχύλος Γλαύκῳ Ποντίῳ (fr. 28 N.2 = 60 M.)· „ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών“. Σοφοκλῆς δὲ τὴν εὐθεῖαν ἔφη (fr. 674 N.2 = 740 R.) „ἀείζως γενεά“. ἀπὸ δὲ τῆς ζωὸς δισυλλάβου εὐθείας φιλόζωος εἶπεν ὁ κωμικὸς Πλάτων (fr. 19 Dem.), ἧς ἡ γενικὴ | |
10 | ζωοῦ, ἣν Αἰσχύλος κατὰ σύνθεσιν προάγει εἰπών (fr. 29 N.2 = 60 M.)· „καὶ γεύομαί πως τῆς ἀειζώου πόασ“. | |
alpha410 | Ἀείζων πένθος ἐρεῖς, ὡς Σοφοκλῆς (fr. 675 N.2 = 741 R.), καὶ Ἀείζωον ἕλκος. | |
alpha411 | Ἀειλογία· πολυλογία ἢ ταυτολογία. ἔστι δὲ ἡ λέξις παρὰ Δημοσθένει (19, 2) καὶ Ἰσαίῳ (fr. 141 S.). τὸ μέντοι ῥῆμα, ἤτοι τὸ ἀει‐ λογεῖν, ἀδόκιμον. δηλοῖ δὲ καὶ τὸ ἑκάστοτε διδόναι λόγον καὶ ἀπολο‐ γίαν. καὶ ἀειλογία· τὸ διὰ παντὸς ἐξεῖναι λέγειν. καὶ ἀειλογία· | |
5 | τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος. | |
alpha412 | Ἄειλα· τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος (fr. 334 N.2 = 748 M.). | |
alpha413 | Ἀείνων· τὸ ἀένναον. Ἀριστοφάνης τρισυλλάβως Βατράχοις (146) καὶ ἄλλοι πολλοί. | |
alpha414 | Ἀείνως γλῶσσα καὶ ἀείνως φωνὴ καὶ ὀργὴ καὶ ἐπιθυμία, καὶ ἐπὶ τῶν ὁμοίων χρῶ. Κρατῖνος (fr. 20 Dem.)· „γλῶσσάν τέ σοι | |
δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα κινήσεις λέγων“. ἐρεῖς δὲ καὶ τὸ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη, διὰ τὸ | ||
5 | ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅπερ ἐστὶ ῥεῖν· ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν. | |
alpha415 | Ἀείταν· τὸν ἑταῖρον. †Ἀρίσταρχος† δὲ τὸν ἐρώμενον. | |
alpha416 | Ἀειφυγία· ἡ εἰς ἀεὶ φυγή. | |
alpha417 | Ἄελλα· ἀνέμων συστροφή. | |
alpha418 | Ἀελλόπους· ταχεῖα τοὺς πόδας. | |
alpha419 | Ἀελλάδες ἵπποι· αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν (Soph. OT 467). | |
alpha420 | Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι· ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων. οἱ δὲ ἐπὶ τῶν ἀξίως τιμωρουμένων. | |
alpha421 | Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος· ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπι‐ πτόντων. | |
alpha422 | Ἀειεστώ· Ἀντιφῶν τὴν ἀϊδιότητα ἐν Ἀληθείας βʹ (87 B 22 D.—K.) καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ἡ λέξις Διογενιανοῦ (fr. 2 Schmidt). | |
alpha423 | Ἀειλογία· τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημο‐ | |
σθένης (19, 2) καὶ Ἰσαῖος (fr. 141 S.). | ||
alpha424 | Ἄερκτον· ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν ὁρώμενον. Λυσίας (7, 28). | |
alpha425 | Ἀεροβατεῖν· εἰς τὸν ἀέρα περιπατεῖν. | |
alpha426 | Ἀετός· τό τε πτηνὸν ζῷον καὶ τὸ ἐπὶ τῷ προπυλαίῳ, ὃ καὶ νῦν ἀέτωμα λέγεται· ἡ γὰρ ἐπὶ τοῖς προπυλαίοις κατασκευὴ ἀετοῦ μιμεῖ‐ ται σχῆμα ἀποτετακότος τὰ πτερά. ἔστι δέ τις καὶ βοτάνη ἐν Λιβύῃ. οἱ δέ φασιν ἀετὸν τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὃ καὶ ἀέτωμα | |
5 | καλοῦσιν. | |
alpha427 | Ἀετὸν ἵπτασθαι διδάσκεις· ἐπὶ τῶν ἐγχειρούντων διδά‐ σκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν ἐθελόντων διδάσκειν. | |
alpha428 | Ἄζα· ξηρασία. σημαίνει καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον ὑγρόν. οὕτως Πραξιφάνης (fr. 21 Wehrli). | |
alpha429 | Ἀζάλιον· ξηρόν. ἢ ἄγαν ζέον. | |
alpha430 | Ἄζειν· τὸ διὰ τοῦ στόματος ἀθρόως ἐκπνεῖν ἄζειν λέγουσιν Ἀττικοὶ μιμούμενοι τὸν ἦχον τοῦ πνεύματος. οὕτως Νικοχάρης (fr. 19 K.). | |
alpha431 | Ἄζειν· τὸ στένειν. Σοφοκλῆς (fr. 893 N.2 = 980 R.). | |
alpha432 | Ἀζήν· ὁ πώγων κατὰ Φρύγας λέγεται. ἡ λέξις Ἡρωδιανοῦ(1, 15, 8 L.). | |
alpha433 | Ἀζηνία καὶ †Ἁμαξέντια καὶ Ἀναγκαῖα†, ἔτι δὲ Ἀχερδοῦς καὶ Ἀγριάδαι· δῆμοι πάντα ταῦτα Ἱπποθοωντίδος. | |
alpha434 | Ἁζηνιεῖς καὶ Ἑρχιεῖς καὶ Ἁλιεῖς καὶ πάντα τὰ ὅμοια δασέως φησὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιοὺς Πολέμων ἐν τοῖς πρὸς Ἀδαῖον καὶ Ἀντίγονον (fr. 65 Preller). | |
alpha435 | Ἀζησία· οὕτως ἡ Δημήτηρ παρὰ Σοφοκλεῖ καλεῖται (fr. 894 N.2 = 981 R.). οἱ δὲ τὴν εὐτραφῆ. | |
alpha436 | Ἀζηνιεύς· Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφ’ ἧς ὁ φυλέτης Ἀζηνιεύς. | |
alpha437 | Ἀζήτητον· τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτως Αἰσχίνης (3, 22). | |
alpha438 | Ἀζύμου κράσεως· ἀντὶ τοῦ γλίσχρας. καὶ τὸ ἄζυμον ἐν Τιμαίῳ (74d)· „τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύ‐ μου κράσεως μίαν ἐξ ἀμφοῖν“· λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Πολι‐ | |
5 | τείας ηʹ (553c). | |
alpha439 | Ἄζυξ· ὁ μὴ συνεζευγμένος γάμῳ. | |
alpha440 | Ἀηδές· λυπηρόν. | |
alpha441 | Ἀηδόνα· ἔστι μὲν ἡ ὄρνις, ἐκ μεταφορᾶς δὲ οἱ τραγικοὶ τὴν γλωσσίδα τῶν αὐλῶν λέγουσιν (Eur. fr. 556 N.2), ἔστι δ’ ὅπου καὶ τὸν αὐλόν (Eur. fr. 931 N.2). ἡ λέξις Διδύμου (p. 86 Schmidt). | |
alpha442 | Ἀηδόνειος θρῆνος· Αἰσχύλος (fr. 291 N.2 = 749 M.)· | |
„θρηνεῖ δὲ γόον τὸν ἀηδόνειον“. | ||
alpha443 | Ἀηδόνειος ὕπνος· Νικοχάρης (fr. 16 K. = 4 Dem.)· „εἰ πεύσομαι τὸν ἀηδόνειον ὕπνον τῆς νυκτὸς ἀποδαρθέντα σαυτὸν αἰτιῶ“. | |
alpha444 | Ἀηδόνειος κλαγγή· Νικόμαχος (fr. 1 N.2 = TrGF 127 F 13)· „μέλπουσι τὴν ἀηδόνειον κλαγγήν“. | |
alpha445 | Ἀηδόνειος· ἐπὶ μὲν ὕπνου τὸ ἐλάχιστον, ἐπὶ δὲ λύπης τὸ σφοδρότατον. | |
alpha446 | Ἄηνα· δένδρα μικρὰ ἄκαρπα. | |
alpha447 | Ἄησιν· ἀναπνεῖ. Αἰσχύλος ἐν Ὅπλων κρίσει (fr. 287 M.)· „καὶ διὰ πνευμόνων θερμὸν ἄησιν ὕπνον“. | |
alpha448 | Ἄησιν· ἀντὶ τοῦ χειμῶνα. Εὐριπίδης Ἀλκμέωνι (fr. 78a Snell)· „ὡς ἄπεπλον, ὦ δύστηνε, σῶμ’ ἔχεις σέθεν. —ἐν τοῖσδε ἄησιν καὶ θέρος διέρχομαι“. | |
alpha449 | Ἀήσυρον· ἀσθενὲς καὶ κενόν. | |
alpha450 | Ἄητον· πολὺ ἢ ἀβλαβὲς καὶ οἱονεὶ ἄατον· „θάρσος ἄητον ἔχουσα“ (Φ 395). οἱ δὲ ὁρμὴν ἀποδεδώκασιν ἀπὸ τῶν ἀητῶν μετενεγ‐ κόντες, οἵ εἰσι βίαια καὶ σφοδρὰ πνεύματα. | |
alpha451 | Ἀθαμβής· ἄφοβος. | |
alpha452 | Ἀθάρην, οὐκ †ἀθάρην† τὴν ἐρεικτὴν καλοῦσιν. Ἀριστοφάνης Πλούτῳ (673)· „ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη“. 〈καὶ ἐν〉 Γήρᾳ (fr. 9 Dem.)· „ἀθάρης ἀνακαλύψασα μεστὸν τρύβλιον“. Κράτης Ἥρωσιν (fr. 9 K.)· „οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς | |
5 | ἀθάρησ“. | |
alpha453 | Ἀθέλδεται· διηθεῖται. Διοκλῆς Μελίτταις (fr. 7 K.)· „καὶ διὰ τετρημένων ἀθέλδεται τύπων“. | |
alpha454 | Ἄθεσμος βλάβη· ἦσάν τινες ἄθεσμοι καλούμεναι βλάβαι, περὶ ὧν νόμος οὐκ ἦν κείμενος. τὸ δὲ αὐτὸ ἐκαλεῖτο καὶ ἄθεσμος δίκη. | |
alpha455 | Ἀθέμιστα· ἄδικα. | |
alpha456 | Ἀθέμιστος· ἄνομος. | |
alpha457 | Ἀθεσίαν· παραβασίαν. | |
alpha458 | Ἀθέμιστα καὶ ἀνόσια δρᾶν· Δείναρχος εἶπε (fr. 6, p. 146, 19 C.) καὶ †Ξενοφῶν†. καὶ ἀθεμιστότεροι Ξενοφῶν (Cyr. 8, 8, 5). καὶ „ἀθέμιστοι μοῦσαι“ εἶπεν Ἀγάθων ἐν Ἀλκμέωνι (TrGF 39 F 2). | |
alpha459 | Ἀθετεῖν· ἐπὶ τοῦ μὴ ἁρμόζειν. Δίφιλος κέχρηται (fr. 1 Dem.). | |
alpha460 | Ἄθετος· ὁ ἀποίητος. οὕτως Ποσείδιππος (fr. 39 K.). | |
alpha461 | Ἀθεώρητος· ἀντὶ τοῦ ἀθέατος. | |
alpha462 | Ἀθήλυντον· ἀδάμαστον, σκληρόν. | |
alpha463 | Ἄθηλον· τὸ μὴ τεθηλακός. | |
alpha464 | Ἄθηλον παιδίον· τὸ τροφῆς μὴ μετειληφός, τὸ ἄτροφον. οὕτως Ἀριστοφάνης (Lys. 881). | |
alpha465 | Ἀθηνᾶ ἱππία· ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθ’ ἵππων ἀνήλατο, ἢ ὅτι, ὡς Μνασέας (FHG 3, 149, fr. 2), ἡ Ποσειδῶ‐ νος καὶ Κόρης τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦ‐ ρεν. ἄλλοι δέ φασιν {ὡς} Ἄδραστον φεύγοντα καὶ ἐπὶ Κολωνοῦ | |
5 | στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορεῦ‐ | |
σαι. | ||
alpha466 | Ἀθηναίας ὁ Μεγακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας, ἀλλ’ Ἀττικάς, ἐν τοῖς Περὶ Ὁμήρου (FHG 4, 443), ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ φησι τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι | |
5 | τῇ προσηγορίᾳ καταισχύνωσι. Φερεκράτης δὲ ἐν Γραυσί φησιν (fr. 34 K.)· „Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοισ“. καὶ Κάνθαρος Τηρεῖ (fr. 5 K.)· „γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν“. καὶ Φιλήμων Πτερυγίῳ (fr. 66 K.)· „τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυ‐ σινίκας τὰς Ἀθηναίας λέγω“. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέ‐ | |
10 | γεσθαι τὰς Ἀττικὰς {καὶ} τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται. ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι (fr. 10 K.). καὶ Ἴων δὲ τὴν | |
15 | Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησὶ (FGrHist 392 F 11) καὶ Πίνδαρος ἐν †σχολίοις†. ὁ μέντοι Φρύνιχος (Praep. soph. fr. 8) ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν 〈καὶ〉 θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. | |
alpha467 | Ἀθηνόδωρος· ὄνομα κύριον. ἦν δ’ οὗτος στρατιώτης Ἀθη‐ ναῖος. | |
alpha468 | Ἀθμονεύς· Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ’ | |
οὗ ὁ δημότης Ἀθμονεύς. | ||
alpha469 | Ἀθήρ· ἡ ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἐκ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ στάχυος τὸ ἄκρον καὶ λεπτότατον, ἀφ’ οὗ τὸ ἀθηρηλοιγὸν καὶ ἀθερίζειν πεποίηται. οὕτως Φιλωνίδης (fr. 2 Dem.). | |
alpha470 | Ἄθηρος ἡμέρα· σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μι‐ κρὸν ἔχουσα· καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότισι (fr. 241 N.2 = 419 M.). πρόσεστι δὲ τῷ σεμνῷ τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται δὲ ἐπὶ Ἀκταίωνος· „οὔπω τις Ἀ‐ | |
5 | κταίωνα ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντα ἔπεμψεν εἰς δόμουσ“. συγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 9). | |
alpha471 | Ἀθάρη καὶ ἀθήρα καὶ ἀθέρα καὶ ἀθάρα τὸ αὐτό φασιν. ἔστι δὲ ἡ ἀθάρη ἡ ἐκ πυρῶν ἑψημένων καὶ διακεχυμένων ὥσπερ ἔτνος τροφή. διαφέρει δὲ τοῦ ἔτνους, ὅτι τὸ μὲν ἔτνος ἐκ κυάμων ἢ πισῶν ἢ ἁπλῶς κατερεικτῶν ὡντινωνοῦν σκευάζεται, ἡ δὲ ἀθάρη, ὥσπερ εἴρη‐ | |
5 | ται, πυρῶν ἑψημένων καὶ διακεχυμένων. ἔστι δὲ ἡ χρῆσις τῆς λέξεως πολλὴ παρὰ τοῖς Ἀττικοῖς, κατὰ μὲν τὸ τέλος διὰ τοῦ η προαγομένη, κατὰ δὲ τὴν μέσην διὰ τοῦ α, κατὰ δὲ πολλοὺς ἄλλους κατὰ μὲν τὸ τέλος διὰ τοῦ α, κατὰ δὲ τὴν μέσην διὰ τοῦ η. οὕτως δὲ καὶ Ἑλλάνικος (FGrHist 4 F 192) καὶ Σώφρων (fr. 77 Kaibel) ἐχρήσαντο. ἐκτείνουσι δὲ | |
10 | καὶ τὸ α, ὡς ἀπὸ τοῦ ἀθήρα τῆς λέξεως μεταληφθείσης. ἴσως δέ, φασίν, ἀθέρα ἦν ἡ λέξις διὰ τοῦ ε τὸ πρῶτον, ἡ ἐκ τῶν ἀθέρων κεκαθαρμένη τροφὴ καὶ ἑψημένη ἐκ τῶν πυρῶν, ὕστερον δὲ εἰς τὸ η τὸ ε ἐξετάθη, ὥσπερ καὶ τὸ ἔθος εἰς ἦθος. τὸ μέντοι ἀθέρα εἰς τὸ ἀθάρα Δωρικῶς γέγονεν, οἱ δὲ ἀθάρην λέγοντες Ἰακῶς φασι· καὶ γὰρ καὶ ἄλλοις | |
15 | ἐχρήσαντο Ἰακοῖς διὰ τὴν ἄνωθεν συγγένειαν, ἐσημηνάμην λέγοντες ἀεὶ καὶ σημηνάμενος. ὥστε τὸ ἀθάρη παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τὴν μὲν παραλήγουσαν κατὰ τὴν Δώριον, τὴν δὲ κατάληξιν κατὰ τὴν Ἰωνικὴν ἔσχε διάλεκτον. | |
alpha472 | Ἀθῆναι πατρίς μού ἐστι χρυσάμπυκες· Πλάτων ὁ κωμι‐ κὸς ἔφη (fr. 20 Dem.). | |
alpha473 | Ἀθήναζε· Πλάτων Παρμενίδῃ (126a). τὸ μέντοι ἐν τῷ Περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον. φησὶ δὲ οὕτως (57a)· „καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλιασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθή‐ ναζε“. καὶ τὸ παρὰ Ἀντιφῶντι δὲ ἐν τῷ Περὶ ἀνδραποδισμοῦ λόγῳ (fr. | |
5 | 7 Th.) ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον τὴν σύνταξιν. γράφει δὲ οὕτως· „ἐπειδὴ γὰρ ἀπῳκίσθην Ἀθήναζε καὶ ἀπηλλάγην τῆς κληρουχίασ“. | |
alpha474 | Ἀθηρής· ἴσως μὲν ὁ ἀτειρής, ἢ ὁ ἄγαν θεριστικός. Αἰσχύλος †Ἀγαμέμνονι† (fr. 128 N.2 = 199 M.)· „χαλκὸν †ἀνθερητὸν† ἀσπί‐ δος ὑπερτενῆ“. ἢ ὁ λαμπρός, ὁ διὰ λαμπρότητα ἀθρούμενος. ἢ ὁ ἀθε‐ ρίζων καὶ οὐδενὸς ἔχων λόγον διὰ σκληρότητα. ἢ 〈ὁ〉 ὀξύς, παρὰ | |
5 | τοὺς ἀθέρας. | |
alpha475 | Ἀθήρ· ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον. λέγεται μὲν οὖν καὶ ἡ ἐπιδορατὶς ἀθήρ. λέγεται δὲ καὶ ἀθὴρ πυρός, ὡς Εὐρι‐ πίδης Σθενεβοίᾳ (fr. 665a Snell)· „παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς | |
5 | δ’ ἀθὴρ βάλλει με καὶ τοῦδ’ αἰθαλοῖ πυκνὸν πτερόν“. | |
alpha476 | Ἆθλον· ἀγώνισμα, ἢ τιμή. ὁ μισθός, τὸ τοῦ ἀγῶνος βραβεῖον. | |
alpha477 | Ἆθλος· ἀρρενικῶς τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἔπα‐ θλον. διαφέρει δὲ τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίως τὸ | |
ἔπαθλον, τοῦτο δὲ τὸν ἀγῶνα. | ||
alpha478 | Ἄθραυστον· ἰσχυρόν, ἄκλαστον. | |
alpha479 | Ἄθρει· ὅρα, βλέπε. | |
alpha480 | Ἀθρεῖν· τὸ ἐπισκοπεῖν καὶ μετ’ ἐπιτάσεως ὁρᾶν. παραδει‐ γμάτων δὲ πάντα μεστά. | |
alpha481 | Ἀθροίζει· συνάγει. | |
alpha482 | Ἀθρόους καὶ ἄθρους λέγουσι δισυλλάβως. | |
alpha483 | Ἀθράνευτον· τὸ ἄστρωτον. | |
alpha484 | Ἄθρακτος· ἀτάραχος. καὶ τὸ συνεχύθη ἐθράχθη, ὡς Σοφο‐ κλῆς (fr. 952 N.2 = 1055 R.). | |
alpha485 | Ἄθρους· †εἰς ἅπαν† συνηγμένους ὁμοῦ, ἢ ἀθρόως. | |
alpha486 | Ἀθηνᾷ τὸν αἴλουρον· ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται, ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλοι. | |
alpha487 | Ἄθυμος· ὅ τε ἀόργητος παρὰ Πλάτωνι (Reip. 5, 456a) καὶ τὸ περίλυπος παρ’ Αἰσχίνῃ (3, 147). | |
alpha488 | Ἄθυμος· ἀντὶ τοῦ ἀθυμητής. Πλάτων Πολιτείας εʹ (456a)· ἤγουν ὁ λελυπημένος. | |
alpha489 | Ἀθυμία· Ἡρόδοτος ἐν τῷ πρώτῳ αὐτοῦ λόγῳ (37, 2) τὴν †ἀτυχίαν† λέγει. | |
alpha490 | Ἀθυμεῖν· ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ ἐστιν ἐν τῇ | |
τραγῳδίᾳ. οὕτως Αἰσχύλος (Pr. 474). | ||
alpha491 | Ἀθυρόγλωσσος· Εὐριπίδης Ὀρέστῃ (903)· „ἀνήρ τις ἀθυ‐ ρόγλωσσοσ“. εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅπερ ἐστὶν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυ‐ ρόστομον, τὸν μὴ κατέχοντα τὴν γλῶτταν. | |
alpha492 | Ἄθυρμα· παίγνιον. | |
alpha493 | Ἄθυρμα· παίγνιον. Κρατῖνος Ὀδυσσεῦσι (fr. 145 K.)· „νεο‐ χμὸν παρῆχθαι ἄθυρμα“. καὶ ἀθύρειν τὸ παίζειν. Πλάτων Νόμοις (7, 796b)· „ἡ δ’ αὖ παρ’ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι“. | |
alpha494 | Ἀθύρων· παίζων. | |
alpha495 | Ἀθύρωτος· ἄκλειστος. Ἀριστοφάνης (Ran. 838). | |
alpha496 | Ἀθώπευτον· ἀκολάκευτον, ἄσπλαγχνον. | |
alpha497 | Ἄθων· τὸ ὄρος, θηλυκῶς. | |
alpha498 | Ἀθῷος· ἀζήμιος· θωὴ γὰρ ἡ ζημία. ἢ ὁ ἔξω τῆς αἰτίας. Ἀθῷον δὲ τὸ ἀτιμώρητον. | |
alpha499 | Αἰαῖ· ἠθικὸν τοῦτο. Πλάτων Γρυψίν (fr. 16 K.)· „αἰαῖ· γελῶν δ’ ἐπηκροώμην πάλαι“. ἔστι δὲ πολὺ παρὰ τοῖς τῆς μέσης κωμῳδίας καὶ τῆς νέας ποιηταῖς. | |
alpha500 | †αἶ αἶ· ἀκόντιον Ἀθήνησι καὶ τὸ Αἰακοῦ τέμενος†. | |
alpha501 | Αἶ· ψιλούμενον μὲν καὶ περισπώμενον τὸ ὄφελον σημαίνει, κατὰ ἀποκοπὴν τοῦ αἴθε, δασυνόμενον δὲ ἄρθρον θηλυκὸν καὶ ἀναφο‐ ρικόν. σημαίνει δὲ καὶ ἐπίρρημα θρηνητικὸν περισπώμενον καὶ ψιλού‐ μενον, ὃ καὶ διπλασιάζεται· „αἶ αἶ τάλαινα“ (Lyc. 31). | |
alpha502 | Αἰβοῖ· σχετλιασμοῦ δηλωτικὸν ἐπίφθεγμα παρὰ Δωριεῦσιν. | |
alpha503 | Αἰγάλεως· ὄρος ἐν τῇ Ἀττικῇ ἀπαντικρὺ Σαλαμῖνος. | |
alpha504 | Αἲ γάρ· εἴθε γάρ. | |
alpha505 | Αἰγείρου θέα καὶ ἡ παρ’ αἴγειρον θέα· Ἀθήνησιν αἴγει‐ ρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυον εἰς τὴν θέαν πρὸ τοῦ τὸ θέατρον γενέσθαι. οὕτως Κρατῖνος (fr. 339 K.). | |
alpha506 | Αἰγιάζειν· ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖν. Εὔπολις (fr. 2 K.)· „σὺ δ’ αἰγιάζεις ἐνθαδὶ καθήμενοσ“. | |
alpha507 | Αἰγίζει· ἀντὶ τοῦ καταιγίζει. οὕτω Σοφοκλῆς (fr. 984 R.). | |
alpha508 | Αἰγίβοτος· ἐπιτηδεία αἶγας βόσκειν. | |
alpha509 | Αἰγίθαλλος· ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμή‐ δει (fr. 3 K.)· „ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα“. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος. | |
alpha510 | Αἰγίς· τὸ ἐκ τῶν στεμμάτων δίκτυον. καὶ πλέγμα, καὶ θώραξ, καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης, καὶ τὸ τοῦ Διὸς ὅπλον, καὶ ἀνέ‐ μου συστροφή, ἣν καὶ καταιγίδα καλοῦσιν. | |
alpha511 | Αἰγίπυρος· πόα πυρρά, ἣν αἶγες νέμονται. | |
alpha512 | Αἰγιναῖον σκάφος· τὸ ἐξ Αἰγίνης. καὶ Αἰγίνηθεν ἐρεῖς ηὐτομόληκας. | |
alpha513 | Αἰγίς· περιβολαίου εἶδος ἱεροῦ. οὕτω Δημῶναξ (TrGF 207 F 3) καὶ ἕτεροι. | |
alpha514 | Αἰγύπτιον γῆρας· Σοφοκλῆς (fr. 363 N.2 = 395 R.)· „πρῶτον ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον, ἔπειτα γῆρας λαμβάνεις Αἰγύπτιον“. σημαίνει δὲ 〈***〉. | |
alpha515 | Αἰγύπτιον· ὄνομα ἐθνικόν. καὶ κύριον τοῦ Ἰθακησίου γέ‐ ροντος. | |
alpha516 | Αἰγύπτης· συβώτης, νομεύς. | |
alpha517 | Αἴγυπτος· ὁ Νεῖλος ποταμός, ἀφ’ οὗ καὶ ἡ χώρα ὑπὸ τῶν νεωτέρων Αἴγυπτος ἐκλήθη. | |
alpha518 | Αἰγυπτιάζειν· τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι. | |
alpha519 | Αἰγυπιὸν οἱ παλαιοί, οὐ γῦπα. | |
alpha520 | Αἰγέα καὶ Ἐρεχθέα καὶ πάντων τῶν τοιούτων ἐκτείνουσι τὸ τελευταῖον α. Δαιταλεῦσιν Ἀριστοφάνης (fr. 211 K.)· „τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει“. | |
alpha521 | Αἰγεῖον· Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου (fr. 3, 2 C.). Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις. | |
alpha522 | Αἰγεῖδαι· Δημοσθένης ἐν τῷ Ἐπιταφίῳ (28), εἰ γνήσιός ἐστιν. ἔστι δὲ Αἰγηῒς φυλὴ ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἧς οἱ φυλέται Αἰγεῖδαι. | |
alpha523 | Αἰγίδες· τὰ τῶν στεμμάτων δίκτυα, ὡς Λυκοῦργος (fr. 24 C.) καὶ Ἡρόδοτος (4, 189). Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας | |
φησὶ καλεῖσθαι (FGrHist 572 F 15). | ||
alpha524 | Αἰγιλιεύς· Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἧς ὁ δημότης Αἰγιλιεύς. | |
alpha525 | Αἰγίς· καταιγίς. Φερεκράτης Μυρμηκανθρώποις (fr. 117 K.)· „οἴμοι κακοδαίμων, αἰγὶς 〈αἰγὶσ〉 ἔρχεται“. | |
alpha526 | Αἰγίλιψ· ὑψηλὴ πέτρα, ὡς καὶ τὰς αἶγας λείπεσθαι αὐτῆς ἐπιβαίνειν. ἔστι καὶ πόλις Κεφαλληνίας οὕτω καλουμένη. | |
alpha527 | Αἴγλη· λαμπηδών, αὐγή, φέγγος, φῶς. καὶ ἡ θυσία δὲ ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ {ἡ} εἰς Δελφοὺς ἀπαγομένη αἴγλη ἐκαλεῖτο. καὶ ποπάνου τι εἶδος, ἐν ᾧ διεπλάσσετο εἴδωλα. καὶ βόλος φαῦλος κυβευτι‐ κὸς αἴγλη ἐκαλεῖτο. ἀλλὰ καὶ ἡ σελήνη. καὶ τοῦ ζυγοῦ τὸ περίμεσον. | |
5 | καὶ παιδιά τις ἐκαλεῖτο αἴγλη. καὶ ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο. ἔνιοι δέ φασι σημαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ †τὸν ἀμφιδέα†. ἢ ἁπλῶς ψέλλιον. σημαίνει δὲ καὶ τὴν πέδην, ὡς παρ’ Ἐπιχάρμῳ (fr. 20 Kaibel). | |
alpha528 | Αἰγλήεντος· λαμπροῦ. | |
alpha529 | Αἴγλης Χάριτες· πιθανῶς ἐγενεαλόγησαν τὰς Χάριτας Αἴγλης καὶ Ἡλίου, ἐπεὶ τὰς Χάριτας λαμπρὰς εἶναι δεῖ. | |
alpha530 | Αἴγλη· χλιδὼν παρὰ Σοφοκλεῖ (fr. 537 N.2 = 594 R.) καὶ πέδη παρ’ Ἐπιχάρμῳ (fr. 20 Kaibel). | |
alpha531 | Αἰγὸς τρόπον· παροιμία. λέγεται δὲ „αἰγὸς τρόπον μάχαι‐ | |
ραν ἐσκάλευσά 〈μοι〉“ (com. adesp. fr. 47 Dem.). λέγεται μέντοι καὶ ἑτέρως ἡ παροιμία· „αἲξ ποττὰν μάχαιραν“, ὡς Χρύσιππος καὶ Κλέαρ‐ χος (fr. 63 Wehrli). τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά· ἡ | ||
5 | γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, δι’ ἧς θύεται. | |
alpha532 | Αἰγὸς τρόπον· ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν. ἀπὸ Κορινθιακῆς παροιμίας „ἡ αἲξ δοῦσα τὴν μάχαιραν“· οὕτω γὰρ λέγε‐ ται· Κορινθίων γὰρ τῇ Ἀκραίᾳ Ἥρᾳ θυόντων, ἣν λέγεται ἱδρύσα‐ σθαι Μήδεια, οἱ τὴν παροχὴν μεμισθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν | |
5 | ἐσκήπτοντο ἐπιλελῆσθαι, ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. ἄλλοι δέ φασιν ὅτι ἐν Κορίνθῳ τοῖς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζε‐ σθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν. | |
alpha533 | Αἰδέσιμον· ἀξιοτίμητον, καλόν. | |
alpha534 | Αἰδέσασθαι· ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτως Λυσίας (fr. 74 S.) καὶ Δημοσθένης (38, 22). ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους (23, 72) ἀντὶ τοῦ †ἐξιλάσεται καὶ πείσειν†. | |
alpha535 | 〈***〉· αἰδέσιμος. | |
alpha536 | Αἰδοῖ εἴκων (K 238)· αἰδούμενος. | |
alpha537 | †αἰδοσύνη†· ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λαν‐ θάνειν βουλομένων. | |
alpha538 | Ἄιδεις ἔχων· ἴσον τῷ μάτην λέγεις καὶ ληρεῖς. | |
alpha539 | Αἰδοῦς βωμός· Αἰδοῦς καὶ Ἀφελείας βωμοί εἰσι περὶ τὸν τῆς Πολιάδος νεών, καθάπερ Ἴστρος ἱστορεῖ (FGrHist 334 F 25). | |
alpha540 | Αἰδήμων· αἰδέσιμος. | |
alpha541 | Ἀϊδνόν· τὸ ἀφανιστικόν. οὕτως Αἰσχύλος (Suppl. 781 cf. fr. 750 M.). | |
alpha542 | Ἄϊδρις· ἄπειρος. | |
alpha543 | Ἄϊδρος· Ἴων Τεύκρῳ (TrGF 19 F 34)· „ἡμεῖς τ’ ἄϊδροι πρὸς πέτραις ἐπταίομεν“, ἀντὶ τοῦ ἀΐδριδες. καὶ ἐν Φοίνικι (F 41 a)· „ἐκ τῶν ἀΐδρων“. | |
alpha544 | Ἄϊδρα· ἄπειρα, ἀμαθῆ, μὴ πειραθέντα. Ἴων Ἀλκμήνῃ (TrGF 19 F 5a)· „καὶ μὴν ἅπαντα τίκτεται πρώταις γοναῖς ἄϊδρα, πειραθέντα δὲ ἐκδιδάσκεται“. | |
alpha545 | Ἄϊδρις· ἀμαθής. Αἰσχύλος Ἀγαμέμνονι (1105)· „τούτων ἄϊδρίς εἰμι τῶν μαντευμάτων“. | |
alpha546 | Ἀϊδροδίκης· Σοφοκλῆς ἔφη (fr. 985 R.). | |
alpha547 | Ἀΐδρυτα· τὰ κακά, τὰ κατάρατα, ἃ ἄλλοι αὑτοῖς οὐκ ἂν ἱδρύσαιντο. εἴρηνται δὲ καὶ αἱ σεμναὶ θεαὶ ἀΐδρυται ὑπὸ Κλειδήμου (FGrHist 323 F 26). | |
alpha548 | Ἄϊδος κυνέη· ἀθάνατόν τι νέφος, ὃ περιβάλλονται οἱ θεοί, ὅταν θέλωσιν ἀλλήλοις μὴ γινώσκεσθαι, οἷον νεφέλη ἀφανής, ἣν ὑπο‐ δυσάμενοι οἱ θεοὶ ἀθεώρητοι γίνονται ἀλλήλοις. | |
alpha549 | Ἄιδειν· ἐπὶ τῶν ἀλεκτρυόνων Ἀττικοί φασι, κοκκύζειν δὲ οὔ φασι πλὴν μωκώμενοί τινα ξένον. δηλοῖ δὲ καὶ λέγειν καὶ ὀνομάζειν. | |
alpha550 | Αἰδέσεως· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 43)· „τοὺς δὲ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν“. ὁ αὐτὸς δὲ καὶ „αἰδέσηταί“ φησιν ἀντὶ τοῦ αἰδοῦς καὶ τιμῆς ἀξιώσας οἰκτείρῃ | |
καὶ ἐξιλασθῇ ἐν τῷ πρὸς Πανταίνετον (37, 59), ἀντὶ δὲ τοῦ ἐξιλάσεται | ||
5 | ἐν τῷ κατὰ Ἀριστοκράτους εἶπεν (23, 72)· „καὶ φεύγειν, ἕως ἂν αἰδέσηταί τινα τῶν προσγενῶν τοῦ πεπονθότοσ“. | |
alpha551 | Ἄιδειν ὅμοιον· καινοτάτη ἡ σύνταξις καὶ Ἀττικῶς, εἰ καί τις ἄλλη, εἰρημένη. σημαίνει δὲ τὸ μάτην λέγειν, ὡς εἰ καὶ ἄλλως ᾄδειν ἐθέλοι τις ἐν οὐδενὶ πράγματι ἀνυσίμῳ. Εὔπολις ἐν Ἀστρατεύτοις (fr. 2 Dem.)· „ὅμοιον ᾄδειν· οὐ γὰρ ἔστ’ ἄλλως ἔχων“. Ἀριστοφάνης δὲ | |
5 | ἐν Γεωργοῖς ἐξηγούμενος τὸ ᾄδεις, ὅπερ ἐπὶ τοῦ μάτην λέγεις τίθεται, παροιμιῶδες αὐτὸ ποιεῖ· φησὶ γάρ (fr. 7 Dem.)· „καὶ τὰς δίκας οὖν ἔλεγον ᾄδοντες τότε; —νὴ Δία, φράσω δ’ ἐγὼ μέγα σοι {καὶ} τεκμή‐ ριον· ἔτι γὰρ λέγουσιν οἱ πρεσβύτεροι καθήμενοι, ὅταν κακῶς τις ἀπολογῆται τὴν δίκην, ᾄδεισ“. 〈ἐν〉 συνουσίᾳ χρῶ κατὰ Φρύνιχον | |
10 | (Praep. soph. 20, 1. 11). | |
alpha552 | Αἰδώ· χωρὶς τοῦ ς· „ἀγαθὴ δὲ ἐπὶ ἤθεσιν αἰδώ“ (Philet. fr. 9 Powell). ἡ λέξις Ἡρωδιανοῦ (2, 763, 20 L.). | |
alpha553 | Ἅιδῃ τεκεῖν τέκνα· Εὐριπίδης Πολυΐδῳ (fr. 645 a Snell)· „δύστηνοι καὶ πολύμοχθοι ματέρες Ἅιδῃ τίκτουσαι τέκνα“. | |
alpha554 | Αἰδώς· παρ’ Ὁμήρῳ πολλάκις (E 787, al.), σπάνιον δὲ παρὰ τοῖς ἄλλοις. | |
alpha555 | Αἰδῶ· τὸ αἰδοῖον. καὶ ἡ σελήνη παρὰ Χαλδαίοις. καὶ ἡ ῥιπὴ παρὰ Λάκωσιν. καὶ ἡ τροφὸς τῆς Ἀθηνᾶς. καὶ ὁ βωμὸς ὁ ἐν τῇ ἀκροπό‐ λει. | |
alpha556 | Ἀΐειν· ἀκούειν καὶ αἰσθάνεσθαι. | |
alpha557 | Ἄιδειν τὰ Τελαμῶνος· ἦν τι σκόλιον γεγραμμένον ἐπὶ | |
Αἴαντι, οὗ καὶ ὁ Τελαμὼν κατεμέμικτο. | ||
alpha558 | Αἶα· τὰ λεγόμενα ὄα. φυτὰ δέ ἐστι. Διονύσιος δέ φησι· „τὰ δὲ ὄα τινὲς βάμμα, οἱ δὲ αἶα, οἱ δὲ λεόνεον προσαγορεύουσιν“. | |
alpha559 | Αἰεί· δι’ αἰῶνος· „θεῶν αἰειγενετάων“ (B 400). καὶ τὸ κατὰ χρόνον. καὶ τὸ συνεχῶς καὶ πυκνῶς. καὶ τὸ διόλου· „ἀεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα“ (A 541). καὶ τὸ καθ’ ὥραν τεταγμένην συμβαῖνον· „μάλα κεν βαθὺ λήϊον αἰεί“ (ι 134). καὶ τὸ ἐν βραχεῖ | |
5 | χρόνῳ συνεχές· „αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον“ (Ψ 502). | |
alpha560 | Αἰειγενετάων (B 400)· διὰ παντὸς ὄντων. ἢ διὰ παντὸς ἐνεργούντων καὶ γενεσιουργούντων. | |
alpha561 | Αἰεὶ νέον ἐρχομενάων (B 88)· οἱονεὶ διὰ παντὸς νεωστὶ ἐρχομένων. | |
alpha562 | Αἰετὸν κάνθαρος μαιεύσομαι· παροιμία· τὰ γὰρ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθά‐ ρους ἀναλέγουσιν. | |
alpha563 | Αἰεὶ γεωργὸς εἰς νέωτα πλούσιος· λέγεται καὶ χωρὶς τοῦ ι· „ἀεὶ γεωργόσ“. μέμνηται δὲ τῆς παροιμίας καὶ Θεόπομπος ὁ κωμι‐ κὸς ἐν τῇ Εἰρήνῃ (fr. 1 Dem.) ὡς καὶ ἐν Δελφοῖς ἀναγεγραμμένης· „ἔπειτα κἀν Δελφοῖσιν ἀνατεθῇ γραφείς· ἀεὶ γεωργὸς {ὅτι} χρηστὸς | |
5 | ἦν, πρῶτον πολὺ τὸν λιμὸν ἀποφεύγων“. ἔστι καὶ παρὰ ἄλλοις ἡ ὑπόμνησις, ὥς φησιν Εἰρηναῖος (fr. novum). | |
alpha564 | Αἰέλουρος· τετρασυλλάβως Ἀριστοφάνης (Ach. 879) καὶ Σοφοκλῆς (Ichn. 303 R.). | |
alpha565 | Αἰετοί· τὰ προνόμια τῶν ναῶν καὶ τὰ φατνώματα τῶν | |
ὀρόφων, διὰ τὸ ἐοικέναι πτέρυξιν ἀετοῦ. | ||
alpha566 | Αἰθάλη· σποδός, τέφρα, τὸ ἐκ καμίνου μέλαν. | |
alpha567 | Αἰθαλίδης· δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ φυλέτης Αἰθαλίδης. | |
alpha568 | Αἰθαλόεν· κεκαυμένον. | |
alpha569 | Αἰθαλώδης· σκοτώδης. | |
alpha570 | Αἰθέρα· οὕτω τὸν ἐμπυρισμὸν λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ αἴθεσθαι. | |
alpha571 | Αἴθ’ ὄφελεν· παραλλήλως τὰ εὐκτικὰ μόρια κείμενα κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον προσώπων, τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει. | |
alpha572 | Αἴθε· εἴθε. | |
alpha573 | †αἴθεσιν· λαμπροῖς†. | |
alpha574 | Αἰθήρ· ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέρος καιόμενος ὑπὸ τοῦ ἡλίου. | |
alpha575 | Αἰθιόπιον· τῆς Εὐβοίας ἐστὶ χωρίον. | |
alpha576 | Αἰθόμενος· καιόμενος. | |
alpha577 | Αἰθρία· εὐδία. | |
alpha578 | Αἴθριος· ὁ ὑπὸ τὸν ἀέρα. | |
alpha579 | Αἴθρια στέφη (Cratin. fr. 22 K.)· τὰ αἰθέρια ἢ μεγάλα. οἱ δὲ τὰ ἀπὸ τῶν δένδρων. ἢ τὰ ἐξ Ὑπερβορέων 〈κομιζόμενα, ὡς ἀεὶ ἐν ὑπαίθρῳ〉 τιθέμενα. | |
alpha580 | Αἴθυγμα· οἷον σκίασμα καὶ σημεῖον. | |
alpha581 | Αἰθύσσειν· ἀνασείειν, ἀνακαίειν. | |
alpha582 | Αἴθων· ἀνδρεῖος καὶ πολεμικός. | |
alpha583 | Αἰκάλλειν· ἀντὶ τοῦ σαίνειν, ὅπερ οἱ κύνες ποιοῦσιν. οὕτως Πλάτων (fr. 21 Dem.). | |
alpha584 | Αἰκία· εἶδος δίκης ἐπὶ πληγαῖς. εἰσήγετο δὲ ἐντὸς ἡμερῶν τεσσάρων, πρὶν ἢ τὰ ἴχνη τῶν πληγῶν ἀφανισθῆναι. | |
alpha585 | Αἰκία· ὕβρις ἔμπληγος. | |
alpha586 | Αἰκίζει· κακοῖ, τύπτει, καθυβρίζει. | |
alpha587 | Αἰκίας· εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανο‐ μένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν. | |
alpha588 | Αἰκῶς· χαλεπῶς. δισυλλάβως ἀπὸ τῆς αἰκίας. οὕτως Πλάτων (fr. 225 K.). | |
alpha589 | Αἴλινον· κοινῶς καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐστίν, ἀπὸ Αἰλίνου τοῦ Καλλιόπης. | |
alpha590 | Αἱμασιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἥν τινες ἅρ‐ πεζον. καὶ οἱ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ (180). φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τοῦτο τὸ δι’ αἱμασιῶν πε‐ ριεχόμενον αἱμασιὰν καλοῦσιν. | |
alpha591 | Αἱμασιαῖς· τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις. | |
alpha592 | Αἵματι κλαίειν· παροιμία· ἐπὶ τῶν πάντα πραττόντων καὶ μὴ δυναμένων πεῖσαί τινα οὕτω λέγουσιν οἱ ἀρχαῖοι. | |
alpha593 | Αἷμα νίψαι· οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης (fr. 50 S.). | |
alpha594 | Αἱματόεντα· αἱματώδη. | |
alpha595 | Αἱματοπώτης· οἱ Ἀττικοὶ μηκύνοντες τὸ ο προφέρουσι τὴν λέξιν, ὥσπερ καὶ τὸ οἰνοπώτης καὶ ὑδροπώτης, ἐπεὶ καὶ τὸ πόμα οἱ μὲν ἄλλοι διὰ βραχέος τοῦ ο γράφουσιν, Ἀττικοὶ δὲ ἐπεκτείνοντες. | |
alpha596 | Αἱματῶσαι· ἀντὶ τοῦ φονεῦσαι. Σοφοκλῆς (fr. 897 N.2 = 987 R.). | |
alpha597 | Αἷμα· τὸ γένος· „ταύτης τοι γενεῆς καὶ αἵματος εὔχομαι εἶναι“ (Z 211). καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ κυριώτατον. Σοφο‐ κλῆς δὲ ἐν Ἠλέκτρᾳ (1394) τὴν μάχαιραν αἷμά φησιν. | |
alpha598 | Αἱμηρόν· αἵματος πλήρη. | |
alpha599 | Αἱμούς· τοὺς δρυμούς. Αἰσχύλος (fr. 9 N.2 = 31 M.). | |
alpha600 | Αἱμύλος· κόλαξ, ἀπατεών. | |
alpha601 | Αἰναρέτης· ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος. | |
alpha602 | Αἰνίγματα· ζητήματα. | |
alpha603 | Αἵνειν· τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι | |
φυρῶντα. | ||
alpha604 | Αἶνος· λόγος παροιμιώδης. ἢ ἔπαινος καὶ ἐγκώμιον· „αἶνός τίς ἐστιν ὡς ἀνήρ τε καὶ οὐκ ἀνήρ“. | |
alpha605 | Αἰνίους· Αἶνος πόλις ἐστὶ τῆς Θρᾴκης, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν· ὕστερον δὲ ἐκ Μιτυλήνης καὶ Κύμης ἐπηγάγοντο ἐποίκους. ἀπὸ γοῦν τῆς Αἴνου τὸ ἐθνικὸν Αἴνιοι. | |
alpha606 | Αἰξωνίδα τρίγλην· τὴν ἀρίστην φαγεῖν· κάλλισται γὰρ αἱ Αἰξωνικαί. | |
alpha607 | Αἰξωνεύεσθαι· ἐπὶ τῶν κακούργων τάττεται. ἀπὸ δήμου Αἰξωνέων. | |
alpha608 | Αἰξωνεύεσθαι· ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων ὁ Ἀβδηρίτης. ὡς ἐπὶ βλασφημίᾳ δὲ διαβέβληται· φησὶ γὰρ ὁ κωμικός (Men. fr. 222 K.—Th.)· „γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν“. | |
alpha609 | Αἰξωνῆσιν· Αἰξωνεῖς δῆμός ἐστι φυλῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’ οὗ καὶ τὸ κακῶς λέγεσθαι αἰξω‐ νεύεσθαι ἔλεγον. | |
alpha610 | Αἰόλη νύξ (Soph. Tr. 94)· ἢ μέλαινα, ἢ ποικίλη διὰ τὴν τῶν | |
ἄστρων ὄψιν. | ||
alpha611 | Αἰόλη· ἡ ταχεῖα. οὕτως Αἰσχύλος (Sept. 494). | |
alpha612 | Αἰολίζειν· τὸ ποικίλλειν. οὕτω Σοφοκλῆς (fr. 826 N.2 = 912 R.). | |
alpha613 | Αἰολίδας· οὕτω τοὺς ποικίλους λέγουσιν. | |
alpha614 | Αἰόλος· ποικίλος, εὐκίνητος. | |
alpha615 | Αἰζηοί· νεανίαι τῷ αἵματι ζέοντες, ἢ οἱ ἄγαν θερμοὶ καὶ θυμώδεις. ἢ ὑψηλοί, μεγάλοι, ἰσχυροί. | |
alpha616 | Αἰονᾶν· καταντλεῖν. καὶ τὸ καταχέειν ἢ λούειν. | |
alpha617 | Αἱματωπόν· Εὐριπίδης (fr. 870 N.2)· „δράκοντος αἱματωπὸν ὄμμα“. | |
alpha618 | Αἱματοσταγῆ· Εὐριπίδης (fr. 871 N.2) καὶ Ἀριστοφάνης (Ran. 471). | |
alpha619 | Αἵματος ἆσαι Ἄρηα (E 289)· αἵματος κορέσαι τὸ δόρυ. ἢ αἵματι μολῦναι καὶ χρῶσαι· ἄση γὰρ ἡ ῥυπαρία, ὅθεν καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντες ἐλούοντο, ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες. | |
alpha620 | †αἱμαχάναι†· αἱμάξαι. | |
alpha621 | †αἱμεῖον†· σφάγιον. | |
alpha622 | Αἱματοσταγής· Εὐριπίδης ἔφη (fr. 871 N.2)· „αἱματοσταγεῖ κηλῖδι τέγγει“. | |
alpha623 | Αἱμάτου· ἀντὶ τοῦ ἐξαιμάτου. Εὐριπίδης (Andr. 260)· „αἱμά‐ του θεᾶς βωμόν“. | |
alpha624 | Αἱμορρυγχία· Δώριόν ἐστι τοὔνομα, πλὴν καὶ ὁ Ἀττικὸς Ἕρμιππος ἐχρήσατο τῇ φωνῇ εἰπών (fr. 80 K.)· „ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορρυγχίαν ποιήσω“. σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν (Praep. soph. fr. | |
5 | 11). | |
alpha625 | Αἱμοφθόρος θέσπις· σημαίνει 〈***〉. | |
alpha626 | Αἱματοσπόδητος· Σοφοκλῆς (fr. 817 R.)· „τὸν προβώμιον κλύω δαίμονα αἱματοσπόδητον“. | |
alpha627 | Αἱματορρόφος· Ἄρχιππος εἶπε (fr. 4 Dem.). σημαίνει δὲ 〈***. Σοφοκλῆς δὲ〉 (fr. 677 N.2 = 743 R.)· „Τεισὼ δ’ ἄνωθεν †ἐστὶν ἡ† αἱματορρόφοσ“. | |
alpha628 | Αἱμόφυρτα· Νικόμαχος εἶπε (TrGF 127 F 15). σημαίνει δὲ 〈***〉. | |
alpha629 | Αἱμωδεῖν· καὶ τούτῳ προσεκτέον τὸν νοῦν· οἱ γὰρ πολλοὶ | |
αἱμωδιᾶν λέγουσιν, ὥσπερ κυλοιδιᾶν, τοῦ Κρατίνου ἐν Διονυσαλε‐ ξάνδρῳ (fr. 3 Dem.) ἀπὸ τοῦ αἱμωδῶ κλίνοντος· „εὐθὺς γὰρ ᾑμώδεις ἀκούων τῶν ἐπῶν τοὺς προσθίους ὀδόντασ“. αἱμωδεῖν δὲ οἱ Ἀττικοὶ τὸ | ||
5 | τοὺς ὀδόντας μετὰ κνησμοῦ τινος ἀλγεῖν. | |
alpha630 | Αἷμον· τὸ ὄρος οὐδετέρως Ἑκαταῖος (FGrHist 1 F 167) διὰ παντός. καὶ Διονύσιος (FGrHist 687 F *3) καὶ Ἑλλάνικος ἐν αʹ Ἀτθί‐ δος (FGrHist 4 F 41 = 323a F 4) καὶ Τίμαιος (FGrHist 566 F 76) καὶ Εὔδοξος (fr. 346 Lasserre). | |
alpha631 | Αἱμασιώδεις· Πλάτων εἶπε (Leg. 3, 681a)· „περιβόλους τινὰς αἱμασιώδεισ“. ἤτοι τοὺς ἐκ λίθων ἄνευ πηλοῦ κατεσκευασμένους, ἢ τοὺς ἀπό τινων ἀκανθῶν περιπεφραγμένους. | |
alpha632 | Αἱμασιολογεῖν· Θεόπομπος (fr. 73 K.)· „ὃς αἱμασιολογεῖν ἄριστ’ ἠπίστατο“. | |
alpha633 | Αἱμυλίοισι (a 56)· τοῖς μετ’ ἐμπειρίας συνετοῖς καὶ προ‐ σηνέσι καὶ οἱονεὶ δολίοις τισὶ καὶ παραλογιστικοῖς, μεθ’ ἡδονῆς καὶ κολακείας ἀκουομένοις. | |
alpha634 | Αἱμύλος· ὁ ἔμπειρος. ἢ ἡδὺς ἐν τῷ ἀπατᾶν καὶ κόλαξ. Πλάτων (Leg. 7, 823e) „αἱμύλος ἔρωσ“ φησί· καὶ Σοφοκλῆς (fr. 1015 N.2 = 816 R.). Εὐριπίδης δὲ (fr. 1095 N.2) καὶ αἱμύλην εἶπε θηλυκῶς. Σοφοκλῆς δὲ (Ai. 389) καὶ αἱμυλώτατον. Κρατῖνος δὲ αἱμυλόφρων | |
5 | εἶπε (fr. 379b K.). καὶ αἱμυλοπλόκος ὁ αὐτός (fr. 379a K.). | |
alpha635 | Αἰπόλια· αἰγονόμια. | |
alpha636 | Αἰπόλος· ὁ ἑρμαφρόδιτος ὑπὸ Σινωπέων οὕτω καλεῖται | |
alpha637 | †αἴρασθαι†· προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ (fr. 218 | |
K.)· „οὐ σῖτον ἄρασθαι, οὐχ ὕπνου λαχεῖν μέροσ“. | ||
alpha638 | Αἱρεθέν· θεληθέν. | |
alpha639 | Αἱρησαμένων· βουλευσαμένων. | |
alpha640 | Αἶρε μασχάλην· οὕτως εἰώθασι λέγειν ἀντὶ τοῦ ὀρχήσασθαι ἢ κωθωνίζεσθαι. | |
alpha641 | Αἱρεῖ· καταλαμβάνει. | |
alpha642 | Αἱρετίζειν· οἱ περί τι σπουδάζοντες λέγονται. πολὺ τοῦτο παρὰ τοῖς νεωτέροις τῶν κωμικῶν (fr. novum). | |
alpha643 | Αἱρήσειν· συλλαβεῖν, ἑλκύσαι, χειρώσασθαι, πορθῆσαι. | |
alpha644 | Αἱρήσασθαι· λαβεῖν. | |
alpha645 | Αἱρήσομαι· λήψομαι, σκέψομαι, βουλεύσομαι, ἐκλέξομαι. | |
alpha646 | Αἶρε δάκτυλον· τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ· ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι. | |
alpha647 | Αἱρεῖσθαι· ἐργάζεσθαι. | |
alpha648 | Αἴρειν· καὶ τὸ προσφέρειν δηλοῖ· „αἶρ’ αἶρε μᾶζαν ὡς τά‐ χιστα κανθάρῳ“. Ἀριστοφάνης Εἰρήνῃ (1). καὶ μετὰ τῆς 〈πρόσ〉 προθέσεως Φερεκράτης Πετάλῃ (fr. 137 K.)· „πρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσφερε“. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρα‐ | |
5 | κειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ (fr. 239 K.‐ Th.)· „εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμα‐ | |
σον, σπονδὰς ποίει“. καὶ Συναριστώσαις (fr. 385 K.—Th.)· „ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφ’ ἡμῶν“. | ||
alpha649 | Αἰνῶ· παραιτοῦμαι. καὶ ἐπαινῶ. Σοφοκλῆς (fr. 105 N.2 = 109 R.). | |
alpha650 | Αἰρόμενος· φερόμενος. | |
alpha651 | Αἱρούμενος· βουλόμενος. | |
alpha652 | Αἱρεῖ· καταλαμβάνει. | |
alpha653 | Αἴρειν ἔξω πόδα πηλοῦ· παροιμία ἐπὶ τῶν μὴ βουλομένων ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ „αἴρειν ἔξω πόδα αἰτίασ“. | |
alpha654 | Ἇιπερ· ὥσπερ. | |
alpha655 | Αἰόλλει· ποικίλλει, στρέφει, πλανᾶ. | |
alpha656 | Αἰόλη νύξ (Soph. Tr. 94)· ἤτοι μέλαινα, ἢ ποικίλη διὰ τὰ ἄστρα. | |
alpha657 | Αἴσιμα· καθήκοντα. | |
alpha658 | Αἴσιος· ὁ καθήκων, ἀληθής. | |
alpha659 | Αἰσυητῆρι· χοιροβοσκῷ. | |
alpha660 | Αἲξ οὐρανία· τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐπεψήφιζον καὶ ἐχειροτόνουν. ὁ δὲ Κρατῖνος (fr. 244 K.) καθάπερ τοῦ Διὸς αἶγα Ἀ‐ μαλθείαν τροφόν, οὕτως καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. οἱ δὲ τὰ εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὴν παρέχοντα οὕτως | |
5 | εἰώθασι λέγειν κωμῳδοῦντες {καὶ καταλαμβάνειν}. | |
alpha661 | Αἴσακος· ὁ θαλλὸς τῆς μυρρίνης, ὃν κατέχοντες ἀντὶ βαρβί‐ του παρὰ πότον ᾖδον. οἱ δέ φασι τῆς δάφνης τὸν κλάδον, ὃν κατέχον‐ τες ὕμνουν τοὺς θεούς. | |
alpha662 | Ἀϊστωθείη (Pl. Prot. 321a)· ἀφανισθείη. | |
alpha663 | Ἀΐστωρ· ἀντὶ τοῦ ἀνήκοος, μὴ πεπεισμένος νόμῳ. | |
alpha664 | Ἀϊστώσας· ἀντὶ τοῦ διαχέας, τήξας. Σοφοκλῆς (fr. 493 N.2 = 536 R.). | |
alpha665 | Αἴσχιον· ἀντὶ τοῦ αἰσχρόν. Θουκυδίδης (2, 40, 1). | |
alpha666 | Αἴσθεσθαι καὶ αἰσθάνεσθαι· ἔνιοι διαφορὰν ὑπέλαβον εἶναι τοῦ αἴσθεσθαι καὶ αἰσθάνεσθαι καὶ δὴ ἀπεφήναντο τοὺς ῥήτορας κεχρῆσθαι τῷ αἴσθεσθαι μὲν ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τῷ δὲ αἰσθά‐ νεσθαι ἐπὶ τοῦ ὑπονοεῖν. ἡμεῖς δὲ περὶ ἀμφοτέρων ἐροῦμεν· τὸ αἰσθά‐ | |
5 | νεσθαι κατὰ ἀλήθειαν οἱ παλαιοὶ ἐπὶ τοῦ εἰδέναι τι ἔταξαν. οὕτως Ἀντιφῶν (fr. 68 Th.). καὶ ἐπὶ τοῦ ὑποπτεύειν, ὡς Λυσίας (fr. 12 S.). | |
alpha667 | Αἶσχος· ἀτιμία. | |
alpha668 | Αἰσχίω· χείρω. | |
alpha669 | Αἰσχροεπεῖν· αἰσχρολογεῖν. | |
alpha670 | Αἰσχυνόμενος περιπλέκει τὴν συμφοράν (com. adesp. fr. 576 K.)· ἐν συνουσίᾳ 〈χρῶ〉. | |
alpha671 | Αἰτιαζομένους· τοὺς ἐν αἰτίᾳ ὄντας. | |
alpha672 | Αἴτιον γενέσθαι· ἀντὶ τοῦ ἐν αἰτίᾳ. Θουκυδίδης (8, 56, 4). | |
alpha673 | Αἰτναῖον πῦρ· τὸ Σικελικὸν πῦρ· ἐκ τοῦ ὄρους τοῦ λεγομέ‐ | |
νου Αἴτνη καὶ ἀτμίζοντος. | ||
alpha674 | Αἰχμάσουσι· δορατομαχήσουσιν. | |
alpha675 | Αἰχμή· ἡ ἐπιδορατίς, ὁ σίδηρος τοῦ δόρατος. | |
alpha676 | Αἰχμητής· πολεμικός. | |
alpha677 | Αἰών· μυελός, ὡς Ἱπποκράτης (Epid. 7, 122 = 5, 468, 1 L.), ἢ βίος, ἢ ζωή. ἢ χρόνος ἀΐδιος. | |
alpha678 | Αἰῶ· τὸν αἰῶνα κατὰ ἀποκοπὴν Αἰσχύλος (Ag. 229. Ch. 350). | |
alpha679 | Αἰωνίζει· διὰ παντός ἐστιν. | |
alpha680 | Αἰώρα· ἡ μετέωρος κίνησις. | |
alpha681 | 〈Αἰώρα〉· ἀγχόνη, ὕψος, ἔπαρσις. | |
alpha682 | Αἰωρήσεις· κρεμάσεις. | |
alpha683 | Αἰωροῦνται· κρέμανται. | |
alpha684 | Αἰτούμενος· κιχράμενος. Μένανδρος Ὕμνιδι (fr. 410 K.‐ Th.)· „οὐ πῦρ γὰρ αἰτῶν οὐδὲ λοπάδα αἰτούμενοσ“. | |
alpha685 | Αἰνίζομαι· 〈θαυμάζω〉, ἐπαινῶ. ἢ καταπλήσσομαι, παρὰ τὸ αἰνόν, ὅ ἐστι δεινόν. τινὲς δὲ τὸ εἰς αἶνον καὶ παραβολὴν ἄγω, οἷον | |
αἰνιγματοῦμαί σε. | ||
alpha686 | Αἶρα· σφῦρα, ἢ ἀξίνη. | |
alpha687 | Αἱρεῖν· κατὰ κράτος τι λαμβάνειν καὶ καταλαμβάνειν. | |
alpha688 | Αἴρειν· αὔξειν. | |
alpha689 | Αἱρεῖς· δοξάζεις, ἡγῇ. | |
alpha690 | Αἴρειν· τράπεζαν παρατιθέναι. δηλοῖ καὶ τὸ προσφέρειν· „αἶρ’ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ“. Ἀριστοφάνης (Pac. 1). καὶ μετὰ τῆς πρός προθέσεως „πρόσαιρε“ (Pherecr. fr. 137 K.). καὶ ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. | |
alpha691 | Αἰρόπινον· σκοτεινόν. καὶ κόσκινον, ἐν ᾧ πυροὶ σήθονται ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν. | |
alpha692 | Ἀΐσθων· αἰσθανόμενος. καὶ βασανιζόμενος. ἢ ἐκπνέων. | |
alpha693 | Αἴσιμα· τὰ προσήκοντα· παρὰ τὴν αἶσαν. ἐνίοτε δὲ τὰ καθή‐ κοντα ἢ τὰ ἀγαθά. ἔσθ’ ὅτε δὲ τὰ εἱμαρμένα. | |
alpha694 | Αἴσιον· μέτριον, δίκαιον. καὶ ὑπεραίσιον· τὸ ὑπὲρ τὸ μέ‐ τριον. | |
alpha695 | Αἰσυμνῆται· οἱ τοῦ ἀγῶνος προεστῶτες. ἢ οἱ νεανίαι. ἢ νεμη‐ | |
ταί, ὅ ἐστι βραβευταί. | ||
alpha696 | Αἰσυμνήτην· βασιλέα, ἐπιστάτην, ἄρχοντα. οἱ δὲ τύραννον καὶ βραβευτὴν καὶ πάρεδρον. | |
alpha697 | Αἰσχύνει· αἰκίζεται, λυμαίνεται, αἶσχος περιτίθησι. | |
alpha698 | Αἰτήσασθαι· τὸ χρήσασθαι. Μένανδρος Τίτθῃ (fr. 396 K.‐ Th.)· „ἢ ἄν τις ὑμῶν παιδίον ᾐτήσατο ἢ κέχρηκεν, ἄνδρες γλυκύτα‐ τοι“. καὶ ἐν Ὕμνιδι (fr. 410 K.—Th.)· „οὐ πῦρ γὰρ αἰτῶ〈ν〉 οὐδὲ λοπάδα αἰτούμενοσ“. | |
alpha699 | Ἀκαδημία· τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδημία. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου. | |
alpha700 | Ἀκάθεκτος· ἀκατάσχετος. | |
alpha701 | Ἀκαθοσίωτον· ἄνομον, ἄκοσμον, ἀπόβλητον. | |
alpha702 | Ἄκαινα· ἄκαινά ἐστι μέτρον δεκάπουν. ἔστι δὲ ῥάβδος, ἐν ᾗ κεντοῦσι τοὺς βόας, ὡς τῶν Πελασγῶν τοῦτο εὑρόντων. | |
alpha703 | Ἄκακος· ὁ κακοῦ μὴ πεπειραμένος, οὐχ ὁ χρηστοήθης. οὕτως Σαπφώ (fr. 171 L.—P.). λέγεται δὲ καὶ ὁ χρηστὰ ἤθη ἔχων, εἰ καὶ ἐπ’ ἔλαττον. | |
alpha704 | Ἀκακία· ἀντὶ τοῦ ἁπλότης. | |
alpha705 | Ἀκαλήφη· κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις (fr. 560 K.)· „εἰκὸς δήπου πρῶτον ἁπάντων ἀναφῦναι καὶ τὰς κραναὰς ἀκαλήφασ“. Φερεκράτης | |
Αὐτομόλοις (fr. 24 K.)· „νὴ τὴν Δήμητρ’, ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος | ||
5 | ἀκούειν· βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶ‐ σθαι“. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων (487a 25) καὶ 〈τὰς χερσαίασ〉 Θεόφραστος ἐν ἑβδόμῳ Φυσικῶν (Hist. pl. 7, 7, 2). | |
alpha706 | Ἀκάλανθος· ὄρνεόν τι. | |
alpha707 | †Ἀκάλλειν†· ἰδίως τὸ τῇ οὐρᾷ σαίνειν. | |
alpha708 | Ἀκαμαντὶς καὶ ἀκάμας· μία τῶν δέκα φυλῶν, ἀπὸ Ἀκά‐ μαντος τοῦ Θησέως. | |
alpha709 | Ἀκάμπιον· ἀντὶ τοῦ ἀκαμπές. Σοφοκλῆς (fr. 988 R.). | |
alpha710 | Ἀκάμπιος· ὁ ἐπ’ εὐθείας δρόμος καὶ περίπατος. | |
alpha711 | Ἄκανοι· οὕτως αἱ ἄκανθαι λέγονται. | |
alpha712 | Ἀκαπήλευτον· ἄδολον, καθαρόν, ἀρᾳδιούργητον. | |
alpha713 | Ἀκαρῆ· βραχύ, ὀξύ, ὃ οὐχ οἷόν τε κεῖραι. | |
alpha714 | Ἀκαρής· ὀξύς, βραχύς. διττῶς δὲ λέγεται παρὰ τοῖς Ἀττι‐ κοῖς· καὶ ὀνοματικῶς, οἷον „ἀκαρὴς χρόνοσ“, καὶ τῷ ἀκαρεῖ καὶ τὸν ἀκαρῆ· καὶ ἐπιρρηματικῶς ἀκαρῆ, ἀντὶ τοῦ βραχέως καὶ συντόμως. | |
alpha715 | Ἀκαριαῖον· μικρόν, βραχύ. ῥοπή. | |
alpha716 | Ἀκαρ〈ῆ〉· ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτως Ἀντιφῶν (fr. 146 Th.). | |
alpha717 | Ἄκασκα· ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις (fr. 126 K.)· „ἢ | |
πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντεσ“. | ||
alpha718 | Ἀκαταλήκτως· ἀκαταπαύστως. | |
alpha719 | Ἀκαταλλήλως· ἀναρμοδίως. | |
alpha720 | Ἀκάτιον· μικρὸν πλοῖον. | |
alpha721 | Ἀκάτια· ὑποδημάτων εἶδος. | |
alpha722 | Ἄκατος· φιάλη, διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος (fr. 3 K.). | |
alpha723 | Ἀκατεύναστος· ἀκοίμιστος. | |
alpha724 | Ἀκεανοί· τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκατάκοπτα ὄσπρια. | |
alpha725 | Ἀκέραιον· ἄκακον, ὁλόκληρον, καθαρόν. σημαίνει καὶ τὸν ἔξω κήρας. | |
alpha726 | Ἀκερδὴς χάρις· ἡ μὴ δεόντως διδομένη. | |
alpha727 | Ἀκειρεκόμης· τὴν κόμην μὴ κειρόμενος. | |
alpha728 | Ἀκέραιος· ὁ μηδὲν κακὸν πεπονθώς. | |
alpha729 | Ἀκέσασθαι καὶ ἀκέσαι· ἰάσασθαι. ὅθεν καὶ Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέστριαν καλοῦσιν. | |
alpha730 | Ἀκεῖσθαι· λέγειν, θεραπεύειν. παραιτεῖσθαι, ἰᾶσθαι. καὶ ἀπάγειν ἐπαγωγὰς ἐκ γοητείας καὶ μαγγανείας ἐπηγμένας τισί. Πλάτων ἐν δευτέρῳ Πολιτείας (364c). Σοφοκλῆς δὲ ἐν Ἀντιγόνῃ (1027) ἐκλαμβάνει τὸ ἀκεῖσθαι ἐπὶ τοῦ ἁμαρτίαν ἐπανορθοῦσθαι κατὰ | |
5 | μεταφοράν. | |
alpha731 | Ἄκεσιν· ἴασιν. | |
alpha732 | Ἀκεσίπονον· θεραπευτικόν. | |
alpha733 | Ἀκέσματα· ὑγιάσματα, ἰάματα. | |
alpha734 | Ἀκεσμόν· ἰατρείαν. | |
alpha735 | Ἀκεσίας· ἀντὶ τοῦ ἰατρός. | |
alpha736 | Ἀκεστάς· ἰατρούς. καὶ ἀκέστωρ· ὁ ἰατρός. | |
alpha737 | Ἀκεσταί· οἱ τὰ ἱμάτια ἀκούμενοι. Ξενοφῶν (Cyr. 1, 6, 16)· „ὥσπερ ἱματίων ῥαγέντων εἰσί τινες ἀκεσταί“. | |
alpha738 | Ἀκέφαλον· ἀντὶ τοῦ ἀτελείωτον. Πλάτων Νόμων ἕκτῳ (752a)· „μῦθον ἀκέφαλον ἑκὼν καταλείπομαι“. | |
alpha739 | Ἀκή· ἀκμὴ σιδήρου. καὶ ἡ ἡσυχία. | |
alpha740 | Ἀκήδεστοι· μηδεμιᾶς φροντίδος τυχόντες. ἢ ἀκήδευτοι καὶ ἄταφοι. | |
alpha741 | Ἀκηδής· ὁ μὴ φροντίζων. | |
alpha742 | Ἀκηδής· ἄταφος. | |
alpha743 | Ἀκήματα· ἰάματα. | |
alpha744 | Ἄκη· πόλις ἐν Φοινίκῃ, ἣν οἱ μὲν τὴν νῦν Πτολεμαΐδα καλου‐ μένην οὕτω πάλαι φασὶν ὀνομάζεσθαι, Δημήτριος δὲ (Sceps. fr. novum) οὐ τὴν πόλιν, ἀλλὰ τὴν ταύτης ἀκρόπολιν. | |
alpha745 | Ἀκηλίδωτον· ἄσπιλον, ἀκήρατον. | |
alpha746 | Ἀκήρατος· ἄφθαρτος, ἀπαθής, ἀκέραιος. | |
alpha747 | Ἀκηράσιος· ἀκέραιος. | |
alpha748 | Ἀκίβδηλον· καθαρόν. | |
alpha749 | Ἀκίβδηλος ἀνήρ· ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. οὕτω Φρύνιχος (Praep. soph. fr. 12). | |
alpha750 | Ἀκίδας· τοῦ βέλους τὰς ὀξύτητας. | |
alpha751 | Ἀκιδωτὸς ὅρμος· συγκείμενος ἐκ πολλῶν ἀκίδων. | |
alpha752 | Ἀκιδνότερον (ς 130)· ἀσθενέστερον, μεταφορικῶς ἀπὸ τοῦ μὴ κίειν, τουτέστι μὴ ἰσχύειν, ἢ κίκυν μὴ ἔχειν, οἷον ἰσχύν, διὰ τὴν τῆς ψυχῆς ἀσθένειαν. Δίδυμος δὲ (fr. novum) ταλαιπωρότερον καὶ ἀθλιώ‐ τερον ἔφη. | |
alpha753 | Ἄκικυς· ἀσθενής, ἀδύνατος. κατὰ στέρησιν ἤτοι τοῦ κίειν ἢ τῆς κίκυος, ἥτις παρὰ τὴν κίνησιν λέγεται ἰσχὺς οὖσα. | |
alpha754 | Ἀκινάκης· μικρὸν δόρυ Περσικόν. | |
alpha755 | Ἀκκιζόμενος· θρυπτόμενος, προσποιούμενος, γυναικιζόμε‐ νος. ἢ μωραίνων, ἀπό τινος γυναικὸς μωρᾶς, ἥτις ἐκαλεῖτο Ἀκκώ. | |
σημαίνει δὲ καὶ τὸν θέλοντα μέν, προσποιούμενον δὲ μὴ θέλειν. | ||
alpha756 | Ἀκκισμούς· προσποιήσεις, ὑποκρίσεις. | |
alpha757 | †Ἀκιόμενοι†· ἐπισκευάζοντες. μεταφορικῶς ἀπὸ τοῦ θερα‐ πεύειν. | |
alpha758 | Ἀκίονες· ἀστήρικτοι. | |
alpha759 | Ἀκληρεῖ· οὐ μετέχει, οὐ κεκλήρωται. | |
alpha760 | Ἄκληροι· ἔξω τοῦ κεκληρῶσθαι. Εὐριπίδης (Troad. 32). | |
alpha761 | Ἀκληρία· ἀντὶ τοῦ ἀτυχία. Σοφοκλῆς (fr. 898 N.2 = 989 R.). | |
alpha762 | Ἀκλήρῳ (λ 490)· κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν, πτωχῷ· κλῆρος γὰρ ἡ οὐσία, ὅθεν καὶ ἐπίκληρος. | |
alpha763 | Ἄκλυτον· ἀνώνυμον. | |
alpha764 | Ἀκλητί· ἄνευ κλήσεως. | |
alpha765 | Ἀκλόνητον· ἄσειστον, ἀδόνητον. | |
alpha766 | Ἀκμάζει· νεάζει. | |
alpha767 | Ἀκμάζεις· τὰ νέων πράττεις. οὕτως Ὑπερείδης (fr. 122 J.) καὶ Λυσίας (fr. 188 S.). | |
alpha768 | Ἀκμαῖος· νεανίσκος σφριγῶν. | |
alpha769 | Ἀκμή· ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως. καὶ ἡ δύναμις. καὶ ἡ νεότης. ἀκμὴ δὲ καιροῦ ἡ εὐτυχία. οὕτως καὶ Ἰσο‐ κράτης (2, 33)· „τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν“. λαμβάνεται | |
δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερείδης (fr. 116 J.). | ||
alpha770 | Ἀκμὴ καλεῖ (Eur. Hec. 1042)· καιρὸς καλεῖ. | |
alpha771 | Ἀκμῆτες· μὴ κάμνοντες. | |
alpha772 | Ἀκμητί· ἀκαμάτως. | |
alpha773 | Ἀκμοθέτῳ· τῷ κοιλώματι, ἐν ᾧ ὁ ἄκμων τίθεται. | |
alpha774 | Ἀκμονίδης· ὁ Χάρων. καὶ ὁ Οὐρανός· Ἄκμονος γὰρ παῖς. | |
alpha775 | Ἀκνίσωτος οἶκος· ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος (fr. 292 N.2 = 751 M.). | |
alpha776 | Ἄκοιτις· γαμετή. | |
alpha777 | Ἀκολασία· ἀκρασία. | |
alpha778 | Ἀκόλαστον· ἀκρατῆ, θρασύν. | |
alpha779 | Ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα ἢ ἄνθρωπος· λέγοι δ’ ἄν τις καὶ ὑβριστικόν. | |
alpha780 | Ἀκόλαστος ὄχλος· Εὐριπίδης ἔφη (Hec. 607), ἀκόλαστον δὲ σῶμα Σοφοκλῆς (fr. 678 N.2 = 744 R.). ἀκολαστήμτα δὲ λέγουσι μὲν κατακόρως οἱ Ἐπικούρειοι, πλὴν καὶ Ἀναξανδρίδης κέχρηται τῇ λέξει (fr. 73 K.) καὶ Ἀριστοφάνης (Lys. 398). | |
alpha781 | Ἀκολασία· Θουκυδίδης ἔφη (3, 37, 3)· ἀκολαστία δὲ Ἄλε‐ ξις (fr. 345 K.). ἀκολαστότατον δὲ Ἀριστοφάνης (fr. 36 Dem.) καὶ Ἀκολαστοτέραν Νικόλαος (fr. 2 K.). | |
alpha782 | Ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα· Ἀττικῶς συντέθειται, διττὴν δὲ ἔχει τὴν θεωρίαν· μίαν μὲν ὅτι ἐχρήσατο τῷ ὑβριστὸν ἀντὶ τοῦ ὑβριστικοῦ, ὅμοιον ὂν τῷ τύπῳ τοῖς τοιοῖσδε τῶν ὑπερθετικῶν | |
βέλτιστον, κάλλιστον, κράτιστον καὶ τοῖς ὁμοίοις· ἑτέραν δὲ διότι | ||
5 | συμπέπλεκται τὸ ὑβριστὸν τῷ ἀκολάστῳ. Πλάτων δὲ ἐχρήσατο ἐν Πει‐ σάνδρῳ λέγων (fr. 98 K.)· „γυνὴ γάρ, ἢν μὲν αὐτὴν ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον· ἐὰν δὲ ἀνῇς, ὑβριστόν 〈ἐστι〉 χρῆμα καὶ ἀκόλαστον“. Φερεκράτης δὲ τῷ κόβαλον συμπλέξας τὸ ὑβριστὸν εἶπεν (fr. 162 K.)· „ὑβριστὸν ἔργον καὶ κόβαλον εἰργάσω“. συγγραφικαὶ δὲ | |
10 | αἱ συνθῆκαι. | |
alpha783 | Ἀκολαστανεῖτε· Ἀριστοφάνης ἔφη (Av. 1227) ὁμοίως τῷ σημανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας (8, 555d. 9, 590a et 591a) Ἀκολασταίνειν ἔφη. | |
alpha784 | Ἀκόλουθος· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54, 4) ἀντὶ τοῦ δούλου. ὡσαύτως δὲ καὶ Ξενοφῶν (R. Athen. 1, 19). | |
alpha785 | Ἀκόλουθον· οὐδετέρως μὲν Ἀριστοφάνης (fr. 37 Dem. cf. Ach. 438), θηλυκῶς δὲ Πλάτων ἐν τῷ Περὶ ψυχῆς (111c). Δημοσθένης δὲ ἐν τῷ πρὸς Πανταίνετον (37, 25) ἐν ἴσῳ τῷ ἐφεξῆς εἶπε τὸ ἀκόλουθον. | |
alpha786 | Ἀκόλουθα· Ἀντιφῶν (fr. 147 Th., cf. 87 B 84 D.—K.) τὰ ἑπό‐ μενα καὶ σύμφωνα. | |
alpha787 | Ἀκολουθία· ἡ ἀκολούθησις. Σοφοκλῆς (fr. 899 N.2 = 990 R.). | |
alpha788 | Ἀκολουθοῦντε· ἀντὶ τοῦ ἀκολουθοῦσαι δυϊκῶς. οὕτως Ἕρ‐ μιππος (fr. 85 K.)· καὶ γὰρ κέχρηνται ταῖς ἀρσενικαῖς μετοχαῖς ἀντὶ θηλυκῶν πολλάκις. | |
alpha789 | Ἀκολουθεῖν μετ’ αὐτοῦ· οὕτως συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ· καὶ γὰρ Λυσίας (fr. 53 S.) οὕτω κέχρηται καὶ Πλάτων (Menex. 249d), ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (823) „ἕπου“ φησὶ „μετ’ ἐμοῦ, παιδάριον“. καὶ Μένανδρος (Dysc. 969. Mi‐ | |
5 | sum. 466. Sic. 423)· „Νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτο ἀεί“. κἀν τῇ Πα‐ ρακαταθήκῃ (fr. 330 K.—Th.)· „συνακολούθει μεθ’ ἡμῶν“ φησι. | |
alpha790 | Ἀκόμπαστος λόγος· Εὐριπίδης φησί (fr. 872 N.2), καὶ ἀκόμ‐ παστος φάτις (fr. 873 N.2). | |
alpha791 | Ἄκομψον· ἀπάνουργον. ἄκομψον καὶ φαῦλον (Eur. fr. 473 N.2)· οἷον κομψείας καὶ πανουργίας ἀπηλλαγμένον. οὕτω Φρύνι‐ χος (Praep. soph. 7, 13). | |
alpha792 | Ἀκονιτί· ἄνευ ἀγῶνος καὶ μάχης. ἢ 〈εὐμαρῶς〉, ἐκ μεταφο‐ ρᾶς τῶν ἀθλητῶν τῶν 〈οὕτωσ〉 εὐμαρῶς περιγινομένων, ὥστε μηδὲ κονίσασθαι. | |
alpha793 | Ἀκοήν· ἀντὶ τοῦ οὖς. Φερεκράτης (fr. 199 K.). | |
alpha794 | Ἀκοός· ἀντὶ τοῦ ἀκουστικός. Πλάτων (fr. 226 K.). | |
alpha795 | Ἀκοήν· τὸν λόγον, ὡς καὶ τὰ ἡμέτερα λόγια· „ἀκοὴν ματαίαν μὴ παραδέχου“, οἷον μάταιον λόγον μὴ προσδέχου. | |
alpha796 | Ἄκοπος ἀνήρ· ἀντὶ τοῦ οὐδέπω ἠνωχλημένος ὑπό τινος. οὕτως Ἀμειψίας (fr. 29 K.). | |
alpha797 | Ἄκος· ἴασις, θεραπεία. | |
alpha798 | Ἄκοσμα· ἀπρεπῆ, ἄτακτα. | |
alpha799 | Ἀκόρητος· ἀκόσμητος· κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττι‐ κοῖς. | |
alpha800 | Ἀκορεσταίνω· ἀκόρεστα πράττω. | |
alpha801 | Ἀκοσμήτως· ἀντὶ τοῦ ἀτάκτως. Πλάτων (Leg. 6, 781b). | |
alpha802 | Ἀκούει καλῶς· ἀντὶ τοῦ εὐφημεῖται. οὕτως Ἡρόδοτος. | |
alpha803 | Ἀκούειν· ἐπὶ τοῦ πείθεσθαι. Δημοσθένης (20, 68). | |
alpha804 | Ἄκουε· ἀντὶ τοῦ σίγα. Κρατῖνος (fr. 284 K.). οἷον τόπον δίδου διὰ τῆς σιγῆς τῇ ἀκοῇ. | |
alpha805 | Ἀκουσίμη· ἀντὶ τοῦ ἀκουστή. | |
alpha806 | Ἀκουσείων· ἀντὶ τοῦ ἀκουσόμενος. Σοφοκλῆς (fr. 900N.2 = 991 R.). | |
alpha807 | Ἀκουτίσαι· διδάξαι. | |
alpha808 | Ἀκοῦσαι ὀργῶ· Κρατῖνός φησιν (fr. 21 Dem.), ἀλλὰ καὶ Θουκυδίδης (4, 108, 6)· „Λακεδαιμονίων ὀργώντων“. σημαίνει δὲ τὸ ὀργᾶν 〈τὸ〉 πάνυ ἐπαίρεσθαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι. καθόλου δὲ ποικίλως χρῶνται τῷ ὀνόματι· καὶ γὰρ ἐπὶ τοῦ βρέξαι, ὡς Ἀρχίλο‐ | |
5 | χος (fr. 277 West). Αἰσχύλος δὲ (fr. 765 M.) ἐπὶ τοῦ παίοντα ἐξελαύνειν καὶ μαλάττειν τίθησι. Σοφοκλῆς δὲ ἐν Αἰγεῖ 〈φησι〉 (fr. 25 R.) τὸν Θησέα στρέφοντα καὶ μαλάττοντα τὰς λύγους ποιῆσαι δεσμὰ τῷ ταύρῳ. λέγει δὲ οὕτως· „κλωστῆρσι χειρῶν ὀργάσας κατήνυσε σειραῖα δεσμά“. καὶ Ἡρόδοτος δὲ ἐν τετάρτῳ (64, 2) ἀντὶ τοῦ μαλάξας τῷ | |
10 | ὀργάσας κέχρηται. οὐκοῦν ἐπεὶ τὸ μαλάξαι καὶ βρέξαι σημαίνει ἡ φωνή, ὀργᾶν λέγεται τὸ σπαργᾶν καὶ μετεωρίζεσθαι· καὶ γὰρ τὰ βρεχόμενα ὑποιδεῖ. θεατέον δὲ καὶ οὕτω τὴν δύναμιν τῆς φωνῆς· ὀργάδες καλοῦνται πάντα τὰ ἀνειμένα εἰς ὕλην καὶ ἀνημέρωτα καὶ ἀργά, ὡς καὶ Σόλων φησίν (fr. 91 R.). ἀπὸ τούτου οὖν τὸ ὀργᾶν εἴρη‐ | |
15 | ται ἐπὶ τοῦ ἀνεῖσθαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι. ἢ ἐπεὶ αἱ ὀργάδες ἄτμητοι οὖσαι αὔξουσιν εἰς ὕψος, διὰ τοῦτο καὶ τὸ ὀργᾶν ὑψοῦσθαι καὶ ἐπαίρεσθαι πρὸς τὸ ἀκοῦσαί τι ἢ πρᾶξαι σημαίνει. δοκεῖ δέ μοι καὶ τὸ ὀριγνᾶσθαι καὶ ἡ ὀργή ἐντεῦθεν γεγονέναι, οἷον ὄρεξίς τις καὶ ἔφεσις καὶ αὔξησις καὶ μετεωρισμὸς οὖσα τῆς ψυχῆς. συγγραφικὴ | |
20 | μέντοι ἡ φωνὴ ἡ ἀκοῦσαι ὀργῶ. | |
alpha809 | Ἀκούειν· ἐπὶ τοῦ πείθεσθαι. Δημοσθένης (20, 68) καὶ Ἡρόδο‐ τος (3, 61, 3) καὶ πρὸ αὐτῶν Ὅμηρος (η 11). | |
alpha810 | Ἀκούοντα ἄριστα· ἀντὶ τοῦ εὐφημούμενος. Ἡρόδοτος (6, 86, 2. 8, 93, 1) καὶ Εὔπολις (fr. 375 K.). | |
alpha811 | Ἀκούων διατεθρύληται· τούτῳ προστιθέντες ἐνίοτε καὶ τὰ | |
ὦτα χρῶνται (Pi. Lys. 205b. Reip. 2, 358c). | ||
alpha812 | Ἄκουε τὰς ἐμὰς ἐπιστολάς· ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. Αἰσχύλος εἶπεν (fr. 293 N.2 = 752 M.). | |
alpha813 | Ἄκουε σίγα· Κρατῖνος (fr. 284 K.)· „ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ’ ὅρα“. καὶ Σοφοκλῆς (fr. 1014 N.2 = 815 R.)· „ἄκουε, σίγα, τίς ποτ’ ἐν δόμοις βοή;“ | |
alpha814 | Ἀκουσέτην· Σοφοκλῆς ἔφη (fr. 900 N.2 = 991a R.), ἀκού‐ σεσθαι δὲ Ἀριστοφάνης (fr. 38 Dem.). | |
alpha815 | Ἄκουσμα, οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀττικούς, διαμαρτάνουσι δέ· καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροάματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶν‐ τος (241)· „βαρύτερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνε‐ | |
5 | ται“. καὶ Ξενοφῶν δὲ χρώμενος τῷ ἀκούσματι οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται ἀλλαχοῦ τε λέγων (Hier. 1, 14) καὶ ἐν τῷ Συμ‐ ποσίῳ (2, 2) τὸν Σωκράτην εἰσάγων λέγοντα· „νὴ Δία, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον τὸ δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεισ“. Δίφιλος δὲ ἐκ | |
10 | παραλλήλου τέθεικε τὰς λέξεις (fr. 122 K.)· „μόνος γὰρ ἦν λέγων, ἄκουσμα καὶ ἀκρόαμα“. | |
alpha816 | Ἀκούεις ἃ λέγει σε· οὕτω Φερεκράτης ἔφη λέγων (fr. 73 K.)· „ὦ Ζεῦ πολυτίμητε, ἆρα ἀκούεις ἅ σε λέγει ὁ πανοῦργος υἱός;“ | |
alpha817 | Ἀκουσίμη· ἀντὶ τοῦ ἀκουστή. Σοφοκλῆς (fr. 679 N.2 = 745 R.)· „σπουδὴ γὰρ ἡ κατ’ οἶκον ἐγκεκρυμμένη οὐ πρὸς θυραίων οὐ‐ δαμῶς ἀκουσίμη“. δύναται καὶ φωνὴ ἀκουσίμη λέγεσθαι. | |
alpha818 | Ἀκουστά· ὡς ἐν τῇ Κρεούσῃ (fr. 330 N.2 = 357 R.)· „ἄπελθ’ ἄπελθε, παῖ· τάδ’ οὐκ ἀκουστά σοι“. καὶ Εὐριπίδης δὲ πολλάκις | |
(Andr. 1084. Hel. 663). ὁ μέντοι Σοφοκλῆς 〈καὶ〉 ἀκούσιμά φησι (fr. 991b R.). πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος (Praep. soph. fr. 13) τὸ | ||
5 | ἀκουστὰ μᾶλλον ἢ τὸ ἀκούσιμα. | |
alpha819 | Ἀκούσας ἥκειν, οὐχ ἥκοντα. Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἔφη (3, 1, 1). καὶ Μένανδρος δὲ (fr. 817 K.—Th.) καὶ ἄλλοι πολλοί. | |
alpha820 | Ἀκούμενος· θεραπευόμενος ἢ θεραπεύων. | |
alpha821 | Ἀκουσία· τὸ πρᾶγμα. Σοφοκλῆς (fr. 680 N.2 = 746 R.)· „ἐξαίρετον τίθημι τὴν ἀκουσίαν“. | |
alpha822 | Ἀκοινώνητος· Πλάτων ἐν Νόμων ςʹ (768b). καὶ ἀκοι‐ νώνητα. καὶ Ἀντιφῶν δὲ (87 B 93a D.—K. et fr. 144 Th.) καὶ Εὐ‐ ριπίδης (Andr. 470). | |
alpha823 | Ἀκοινώνητα καὶ ἀκοινωνία· Πλάτων ἐν ταῖς πρὸς τὸν Διονύσιον ἐπιστολαῖς (3, 318e). | |
alpha824 | Ἀκοίτιδος· Εὐριπίδης ἔφη (fr. novum). | |
alpha825 | Ἀκονῶν· Δημοσθένης ἐν Ἐπιστολαῖς (2, 11)· „ἀκονῶν τὴν πόλιν“. | |
alpha826 | Ἀκόρεστα· Εὐριπίδης ἔφη (Med. 638), ἀκορεστότερα δὲ Ξενοφῶν (Symp. 8, 15). | |
alpha827 | Ἀκοσμοῦντες· Σοφοκλῆς (Ph. 387 cf. Ant. 730). ἀκοσμεῖ δὲ Πλάτων ἔφη (Leg. 6, 764b). καὶ ἀκόσμους ὁ αὐτός. καὶ ἀκοσμήτως ἀντὶ τοῦ ἀτάκτως ἐν Νόμων ςʹ (781b)· „τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον“. | |
alpha828 | Ἀκοσμεῖν· τὸ μηδὲν ἐν κόσμῳ καὶ τάξει ποιεῖν, ἀλλ’ ἀκολα‐ σταίνειν. Σοφοκλῆς (Ant. 730. Ph. 387). | |
alpha829 | Ἀκοσμία· Εὐριπίδης (Iph. A. 317)· „τίς ποτ’ ἐν θύραισι θό‐ | |
ρυβος καὶ λόγων ἀκοσμία;“ | ||
alpha830 | Ἄκος περίαπτον· Ἀττικῶς εἴρηται. κέχρηται τῇ συνθήκῃ Κρατῖνος (fr. 22 Dem.). | |
alpha831 | Ἀκραγγές· ἀκρόχολον, ἀσθενές, χαλεπόν. | |
alpha832 | Ἀκράδαντον· ἀσάλευτον, ἀκίνητον. | |
alpha833 | Ἀκραιφνές· καθαρόν, ὑψηλόν, τέλειον. ἢ ἀκραιφνοῦς· οἷον ἀκηροφανοῦς, ἀβλαβοῦς· κὴρ γὰρ ὁ θάνατος. | |
alpha834 | Ἄκρα κόρυμβα (I 241)· τὰ ἀκροστόλια τῶν νεῶν τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρῷραν. | |
alpha835 | Ἀκρέμονες· βλαστοί, κλάδοι. | |
alpha836 | Ἀκρασίας· ἀνωμαλίας. παρὰ τὸ μὴ συγκεκρᾶσθαι. | |
alpha837 | Ἀκράτισμα· ἔμβρωμα. | |
alpha838 | Ἀκρατὴς γάμων· σεμνὸς καὶ εὐπρεπὴς ὁ λόγος ἐπὶ γυναικὸς τιθέμενος ἀκολάστου καὶ μοιχικῆς. οὕτως Φρύνιχος (Praep. soph. 50, 11.23). | |
alpha839 | Ἀκρατὴς χειρός· ὁ κλέπτης. ὅμοιον τῷ ἀκρατὴς γάμων. | |
alpha840 | Ἀκρατῆ γίνεσθαι τοῦδε· οἷον μὴ κατακρατεῖν διὰ τὸ πλῆθος τῶν ἐπιρρεόντων πραγμάτων ἢ λόγων. | |
alpha841 | Ἄκρατος· κατὰ τὸ ἐναντίον τὸ πολύκρατος. | |
alpha842 | Ἀκρατίσασθαι· τὸ μικρὸν ἐμφαγεῖν πρὸ τοῦ ἀρίστου. | |
alpha843 | Ἀκριβοῦν· ἐγνωκέναι τὸ ἀκριβές. | |
alpha844 | Ἀκριτί· ἄνευ κρίσεως. | |
alpha845 | Ἄκριτος· ἀντὶ τοῦ ἀδιάκριτος. οὕτω Δημοσθένης (18, 18). | |
alpha846 | Ἄκριτα· ἀχώριστα. | |
alpha847 | Ἀκριτόμυθος· πολύλογος, ἀδιακρίτους ἔχων τοὺς λόγους. | |
alpha848 | Ἀκριτόφυλλον· σύμφυτον πολλοῖς δένδροις, ὥστε μὴ διακρῖ‐ ναι αὐτῶν τὰ φύλλα, ἃ φέρει. ἢ κατάσκιον. | |
alpha849 | Ἀκροᾶσθαι· ἀντὶ τοῦ ὑπακούειν. οὕτως Ἀντιφῶν (fr. 62 Th.). | |
alpha850 | Ἀκροβολίζεται· τὸ ἐν πολέμῳ προκατάρχεσθαι τῆς συμ‐ βολῆς. ἢ τὸ ἄκραις συμπλέκεσθαι χερσίν. ἢ καὶ τὸ διὰ βελῶν μάχεσθαι. καὶ τὸ ἐπιδείκνυσθαι τὸν πόλεμον. | |
alpha851 | Ἀκροβελίδας· τὰ ἄκρα τῶν ὀβελίσκων. Ἄρχιππος Ἡρακλεῖ γαμοῦντι (fr. 10 K.)· „τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβελίδασ“. | |
alpha852 | Ἀκροβολίζεται· τὰ ἄκρα τοῦ σώματος 〈***〉. | |
alpha853 | Ἀκροβόλοι· ἀκοντισταί, τοξόται. | |
alpha854 | Ἀκροβολισμός· ἐρεθισμός. | |
alpha855 | Ἀκρόδρυα· καρποὶ δενδρικοί. | |
alpha856 | Ἀκροδίκαιος· ὁ εἰς ἄκρον δίκαιος. | |
alpha857 | Ἀκροθίνια· τὰς τῶν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς. ἀκροθί‐ | |
νια δὲ κυρίως καλεῖσθαι τὰς ἀπαρχάς φασιν, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ τοῦ θινός, τουτέστιν τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ | ||
5 | πολλούς, τουτέστι βλάπτεσθαι. ἢ τὰ ἄκρα τῶν σωρῶν. | |
alpha858 | Ἀκροκώλια δίεφθα· Τηλεκλείδης (fr. 48 K.). | |
alpha859 | Ἀκρόκομοι (Δ 533)· μετρίως κομῶντες ἢ λίαν. ἢ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες. | |
alpha860 | Ἀκρωνία· τὰ ἀθροίσματα. καὶ ἡ ἀκρότης. καὶ ἡ ἀκμή. καὶ τὸ ἐπίλεκτον σύστημα. | |
alpha861 | Ἀκρομανής· ὁ φρενήρης. | |
alpha862 | Ἀκρόνυξ· οἷον ἀρχὴ νυκτός. Σοφοκλῆς (fr. 991c R.). | |
alpha863 | †Ἀκροπόλισιν†· ἀκρωρείαις. | |
alpha864 | Ἄκρον φρονεῖν, ἄκρον δρᾶν· οἷον ἐξέχων ἐν τῷ φρονεῖν καὶ πράττειν. οὕτως Σοφοκλῆς (fr. 818 R.). | |
alpha865 | Ἀκροσφαλεῖς· †ἀκροσφαλισμένους†. | |
alpha866 | Ἀκρότομος· σκληρός, ὑψηλός. | |
alpha867 | Ἀκροσφαλές· σημαίνει τὸ ἄκρως σφαλερὸν καὶ μὴ δυνάμενον | |
παγίως ἐν ἀσφαλείᾳ εἶναι. οὕτως Φρύνιχος (Praep. soph. 32, 15.25). | ||
alpha868 | Ἀκρώρεια· ἐξοχή, κορυφή· εἰς τρία γὰρ διῄρηται τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὰ τελευταῖα. | |
alpha869 | Ἀκροτελεύτιον ἔπους· τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητι‐ κοῦ· κυρίως γὰρ ἀκροτελεύτια ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοί. οὕτως Φρύνιχος (Praep. soph. fr. 14). | |
alpha870 | Ἀκροφύσιον· τὸ τῇ χώνῃ προστιθέμενον. Σοφοκλῆς (fr. 901 N.2 = 992 R.). | |
alpha871 | Ἀκροχειρίζεσθαι· πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς. ἢ ὅλως ἄκραις ταῖς χερσὶ μετ’ ἄλλου γυμνάζεσθαι. | |
alpha872 | Ἀκροχόρδων· ἐξοχή τις περὶ τὴν ἕδραν καὶ περὶ ἄλλα μέρη τοῦ σώματος. | |
alpha873 | Ἀκταινῶσαι· ἀντὶ τοῦ ὑψῶσαι καὶ ἐξᾶραι καὶ μετεωρίσαι. πεποίηται δὲ οὕτως· ἔστι δένδρον, ὃ καλεῖται ἀκτῆ, ἀφ’ οὗ τὰ ἀκόντια τέμνεται. οὕτως Ἀνακρέων (PMG 466 Page). | |
alpha874 | Ἀκταίνειν· γαυριᾶν καὶ ἀτάκτως πηδᾶν. ἢ πρὸς συνουσίαν ὁρμᾶν. | |
alpha875 | Ἀκτή· αἰγιαλὸς παραθαλάσσιος. | |
alpha876 | Ἀκτή· ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς· ὅθεν καὶ ὁ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτως καὶ τὴν Ἀττικήν, οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον | |
εἶναι. | ||
alpha877 | Ἄκτια· ἀγὼν παλαιός, ὡς Καλλίμαχος ἐν τῷ Περὶ τῶν ἀγώνων δῆλον ποιεῖ (fr. 403 Pf.). | |
alpha878 | Ἀκύκλιος· ὁ ἀπαίδευτος παρὰ Πλάτωνι (fr. 227 K.). | |
alpha879 | Ἄκυλος· ὁ τῆς πρίνου καρπὸς καλεῖται ὑπὸ τῶν παλαιῶν, βάλανος δὲ ὁ τῆς δρυός· „καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας περιόντασ“. Φερεκράτης Ἀγρίοις (fr. 186 K.). | |
alpha880 | Ἀκύμονα· ἀτάραχον, ἀσάλευτον. | |
alpha881 | Ἀκύμων· 〈ἡ〉 μὴ γεννῶσα, ὡς ἐγκύμων ἡ συνειληφυῖα. λέγε‐ ται καὶ ἀκύμων θάλασσα ἡ μὴ ἀνέμοις ταρασσομένη καὶ κυμαινο‐ μένη. | |
alpha882 | Ἀκώπητον· ἀπαράσκευον. μετῆκται δὲ ἀπὸ τῶν νεῶν τῶν μὴ ἐχουσῶν κώπας μηδὲ τὰ πρὸς τὸν πλοῦν εὐτρεπισμένα. | |
alpha883 | Ἀκωδώνιστον· ἀβασάνιστον, ἀδοκίμαστον. οὕτως Ἀριστο‐ φάνης (Lys. 485). | |
alpha884 | Ἅλα· θάλασσαν. ἢ τὰς τῶν ὀνύχων ὀξύτητας. | |
alpha885 | Ἀλαβαστοθήκας· τὰς θήκας τῶν ἀλαβάστων Δημοσθένης λέγει (19, 237), ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσιν. ἀλάβαστοι δέ εἰσι λήκυθοι, ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα. | |
alpha886 | Ἀλάβαστον· Μένανδρος ἄνευ τοῦ ρ Ὀργῇ (fr. 307 K.—Th.)· | |
„καὶ Λαμπρίας ὄπισθεν ἀλάβαστον φέρων“. σημαίνει δὲ μυροθήκην. | ||
alpha887 | Ἀλάβαστρον· ἄγγος μύρου μὴ ἔχον λαβὰς λίθινον. ἢ ψήφι‐ νος μυροθήκη. | |
alpha888 | Ἀλαβαστροθήκας· ὅπου τίθεται τὰ ἀγγεῖα, τὰ ἀπὸ τῆς ἀλαβάστρου γινόμενα ληκύθια. γράφεται μὲν ἡ λέξις μάλιστα χωρὶς τοῦ ρ, ἔνιοι δὲ αὐτὴν προάγουσι σὺν τῷ ρ. | |
alpha889 | Ἀλαζών· ὑπερήφανος. κυρίως δὲ ὁ ἀπατεών. | |
alpha890 | Ἀλαζὼν καὶ κομπός· ψεύστης καὶ κομπαστής. οὕτως Κρατῖ‐ νος (fr. 380 K.). | |
alpha891 | Ἀλαζονεύεσθαι· τὸ ψεύδεσθαι λέγουσι. καὶ ἀλαζόνα τὸν ψεύστην καὶ φένακα. | |
alpha892 | Ἀλαλαγμός· ἐπινίκιος ὕμνος. | |
alpha893 | Ἁλαιεύς· ὄνομα δήμου. | |
alpha894 | Ἀλαλητόν· θόρυβον. | |
alpha895 | Ἀλαπάξαι· πορθῆσαι, κενῶσαι, ὁμαλίσαι. | |
alpha896 | Ἀλάστωρ· ὁ ἁμαρτωλός. κατὰ μὲν Χρύσιππον (SVF II p.47, | |
fr. 157 Arnim) τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον· κατὰ δὲ Ἀπολλόδωρον (FGrHist 244 F 150) ἀπὸ τοῦ ἀλιτεῖν, τοῦτο δέ ἐστιν ἀλιτανεύτως ἀδικεῖν· κατὰ δὲ Δίδυμον (p. 401 Schmidt) | ||
5 | ἀπὸ τοῦ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνειν. μήποτε δέ ἐστιν ὁ διὰ μέγε‐ θος τῶν πεπραγμένων αὐτῷ κακῶν λιτῆς μὴ καταξιούμενος. | |
alpha897 | Ἀλάστωρ· ὁ ἀλιτὼν εἴς τινα, ὅπερ ἐστὶ τοιοῦτόν τι διαπραξά‐ μενος, ὃ μὴ λιταῖς ἀναλύσῃ. ἤ, ὡς ὁ Χρύσιππος (fr. 157 Arnim), ἐλάστωρ τις ὢν καὶ ἄξιος τοῦ ἐλαύνεσθαι. μήποτε δὲ ὁ αὐτός ἐστι τῷ ἀλιτηρίῳ καὶ ἀλιτρῷ. Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας | |
5 | (19, 305)· „βάρβαρον πολλάκις καὶ ἀλάστορα τὸν Φίλιππον δημη‐ γορῶν ἀπεκάλει“. λέγουσι δὲ ἀλάστορα καὶ τὸν Δία, ὡς οὐδὲν αὐτὸν τῶν τολμωμένων παρὰ ἀνθρώποις λαθεῖν δυνάμενον. | |
alpha898 | Ἀλάστωρ· θηλυκῶς Νικοχάρης „τὴν ἀλάστορα Σφίγγα“ ἔφη | |
(fr. 18 K.). | ||
alpha899 | Ἀλάστωρ· καὶ δαίμων τις καλεῖται ἐπεξιὼν τοὺς ἄλαστα εἰργασμένους. καὶ αὐτὸς ὁ πράξας τι τοιοῦτον, μάλιστα δὲ φόνον αὐτο‐ χειρίᾳ. Περικειρομένῃ Μένανδρος (986/7)· „ὁ δ’ ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωποσ“. 〈καὶ〉 ἐν Ὀργῇ (fr. 308 K.—Th.) ἐμφαίνεται | |
5 | ὅτι προσφάτως ἦν ἐπιχωρία· „καὶ τοὔνομα τί λέγεις ἀλάστωρ;“ φησί. τοῦτο δὴ τοίνυν καινὸν λεγόμενον, εἰ μὴ πρὸς τραγῳδιοποιούς τινας λέγει κατακόρως χρωμένους τῷ ὀνόματι. | |
alpha900 | Ἀλάστορον· ἀντὶ τοῦ ἀλάστορα, ἀπὸ εὐθείας τῆς ἀλάστορος. Αἰσχύλος „μέγαν ἀλάστορον“ εἶπεν (fr. 294 N.2 = 753 M.). | |
alpha901 | Ἀλάστορα προσβαλεῖν· οἷον μύσος καὶ ἀνοσιουργίαν. Εὐριπίδης (fr. 874 N.2)· „οὔ σοι παραινῶ μηχανωμένῃ κακὰ ἐχθροῖσι, σαυτὴν προσβαλεῖν ἀλάστορα“. | |
alpha902 | Ἀλάστωρ· ὁ τοιαῦτα τολμήσας, ὧν μὴ ἔστιν ἐπιλαθέσθαι. | |
alpha903 | Ἀλάστωρ· φονικὸς δαίμων τιμωρῶν καὶ ἀνεπίληστα ποιῶν. | |
alpha904 | Ἀλάστωρ· ὁ πάντα ποιῶν τὰ κακά. | |
alpha905 | Ἀλᾶται· πλανᾶται, ῥέμβεται. | |
alpha906 | Ἄλγεα· κακά, λυπηρά. | |
alpha907 | Ἀλδαίνων· αὐξόμενος. | |
alpha908 | Ἀλέα· θέρμη, ἔλλαμψις. | |
alpha909 | Ἀλεεινός· θερινός, θερμός. | |
alpha910 | Ἁλεῖται (Ies. 35, 6)· πηδήσει. | |
alpha911 | Ἀλείτης· ἁμαρτωλός, πλανήτης. | |
alpha912 | Ἀλείφατι· ἐλαίῳ, ἢ ἑτέρῳ ἀλείμματι. | |
alpha913 | †Ἀλειφοίβιον†· τὸν περὶ παλαίστραν ἀναστρεφόμενον καὶ ὑπηρετοῦντα. Ἀριστοφάνης (fr. 740 K.). | |
alpha914 | Ἀλείψας· διεγείρας, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν. | |
alpha915 | Ἀλέας· πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἀλεῖς. | |
alpha916 | Ἀλέξανδρος· οὗ μνημονεύει Δημοσθένης ἐν ἕκτῳ Φιλιπ‐ πικῶν (6,11), ὁ καλούμενός ἐστι Φιλέλλην, υἱὸς μὲν Ἀμύντου τοῦ βασι‐ λέως, πατὴρ δὲ Περδίκκα. ἕτερος δέ ἐστιν Ἀλέξανδρος ὁ ἀδελφὸς Φιλίππου, οὗ Δημοσθένης ἐν τῷ 〈Περὶ〉 παραπρεσβείας (19, 195) | |
5 | μνημονεύει. ἄλλος δέ ἐστιν ὁ Θετταλός, περὶ οὗ ἐν τῷ κατὰ Ἀριστο‐ κράτους λέγει (23, 120). ἄλλος δέ ἐστιν ὁ Μολοττός, ἀδελφὸς Ὀλυμ‐ πιάδος τῆς γυναικὸς Φιλίππου· μνημονεύει δὲ καὶ τούτου Δημοσθένης | |
ἐν ἑβδόμῳ Φιλιππικῶν (7, 32), καὶ γνήσιος ὁ λόγος. | ||
alpha917 | Ἅλας ἄγων καθεύδεις· ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευ‐ δόντων καὶ ῥᾳστωνευομένων· ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος τὴν ἀντλίαν ἐπαναβῆναι 〈συνέβη〉 καὶ ἐκτῆξαι τοὺς ἅλας. ἔνθεν ἡ παροιμία. | |
alpha918 | Ἀλέξειν· ἀποτρέπειν. | |
alpha919 | Ἀλεξίκακον· κακίας καθαρτικὸν καὶ θεραπευτικόν. | |
alpha920 | Ἀλεξίλογα· οὕτω τὰ γράμματα κέκληκε Κριτίας ὁ τύραννος (88 B 2, 10 D.—K.). | |
alpha921 | Ἀλεξήματα· τὰ βοηθήματα. | |
alpha922 | Ἀλεξητῆρα· βοηθόν. | |
alpha923 | Ἀλεξήσοντα (Ζ 109)· βοηθήσοντα. | |
alpha924 | Ἀλεξιφάρμακον· ἀντιφάρμακον. | |
alpha925 | Ἀλεξιφάρμακα· ἀλεξιτήρια φαρμάκων. Μένανδρος Παιδίῳ (fr. 313 K.—Th.)· „Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ λέγων ἀλε‐ ξιφάρμακα“. | |
alpha926 | †Ἀλέοιμι†· ἀντὶ τοῦ †θερμαίνοιμι†. Ἀριστοφάνης (Eccl. 540). | |
alpha927 | Ἀλετρίβανον· Ἀριστοφάνης εἶπεν (Pac. 259). | |
alpha928 | Ἁλεσούριον· θαλάσσιον αἰδοῖον. καὶ γένος κογχυλίων. | |
alpha929 | Ἀλευάδαι· οἱ ἐν Λαρίσσῃ τῆς Θεσσαλίας εὐγενέστατοι, ἀπὸ | |
Ἀλεύου βασιλέως τὸ γένος ἔχοντες. | ||
alpha930 | Ἀλευρόμαντις· ὁ Ἀπόλλων διὰ τὸ καὶ ἀλεύροις μαντεύε‐ σθαι. | |
alpha931 | Ἀλευρόττησις· ᾧ τὰ ἄλευρα διαττῶσιν. οἱ δὲ τηλίαν αὐτὸ καλοῦσιν. ἔνιοι δὲ καὶ σηλίαν αὐτὸ ὀνομάζουσιν, ὃ καὶ κόσκινον. | |
alpha932 | Ἀλευραττίς· ἀγγεῖον εἰς ἄλφιτα. | |
alpha933 | Ἀλεύσω· ἀντὶ τοῦ φυλάξω. | |
alpha934 | Ἀληθῆ καὶ τὰς ἀληθείας πληθυντικῶς λέγουσι. Μένανδρος Ἀφροδισίῳ (fr. 81 K.—Th.)· „εἰ τὰς ἀληθείας ἃς ἁπλῶς τίς σοι λέγει“. | |
alpha935 | Ἄληθες· ὅταν ἡ πρώτη ὀξύνηται, σημαίνει τι ἐν ἐπερωτήσει λεγόμενον, οἷον ὄντως, ἀληθῶς. | |
alpha936 | Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ· παροιμία ἐπὶ τῶν ἀληθῶν μέν, οὐ πιστευομένων δέ. Σάγρα ποταμὸς τῆς Λοκρίδος. μέμνηται τῆς παροιμίας Μένανδρος ἐν Ἀνατιθεμένῃ (fr. 31 K.—Th.). Λοκροὺς δέ φασι τοὺς Ἐπιζεφυρίους πόλεμον ἔχοντας πρὸς τοὺς πλησιοχώρους | |
5 | Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους. τῶν δὲ στρατὸν μὲν οὐκ ἔχειν φησάντων, διδόναι δ’ αὐτοῖς τοὺς Διοσκούρους τοὺς {δὲ} Λοκροὺς οἰωνισαμένους τὸ κερτομηθὲν τήν τε ναῦν ἀποστρέψαι καὶ δεηθῆναι τῶν Διοσκούρων συμπλεῖν αὐτοῖς. νικησάντων δὲ αὐθημερὸν καὶ τῆς φήμης διαγγελθείσης εἰς Σπάρτην τὸ μὲν πρῶτον ἀπιστηθῆναι, | |
10 | ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐπιλέγεσθαι τοῖς ἀληθεστάτοις μέν, οὐ πιστευο‐ μένοις δέ. | |
alpha937 | Ἀλληλίζειν· ἀλλήλους πειρᾶν, {ὅ ἐστι λόγους περὶ συνουσίας | |
προσφέρειν}. | ||
alpha938 | Ἀληθέγγυος ὅμηρος· ὁ τὴν ἀλήθειαν ἐγγυώμενος. | |
alpha939 | Ἀληλιμμένον· τὰ τοιαῦτα Ἀττικοὶ ἀναδιπλοῦντες λέγουσιν, ἀντὶ τοῦ ἠλειμμένον. οὕτως Θουκυδίδης (4, 68, 6). | |
alpha940 | Ἀλήπτως· ἀκαταγνώστως. | |
alpha941 | Ἀλητεύω· πλανητεύω. | |
alpha942 | Ἄλητον· τὸν ἀληλεσμένον σῖτον. | |
alpha943 | Ἀλλ’ ἤ· ἀντὶ τοῦ εἰ μή. καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλὰ ἄρα καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων (Gorg. 447a)· „ἀλλ’ ἢ κατόπιν ἑορτῆς ἥκομεν“, ἀντὶ τοῦ ἄρα. | |
alpha944 | †Ἀλία†· πορεία. | |
alpha945 | Ἁλιάδας· μικρὰ σκαφίδια. | |
alpha946 | Ἁλιεύεσθαι· τὸ ἁλιεύειν. λέγουσι δὲ καὶ ὡς ἡμεῖς. | |
alpha947 | Ἁλιακή· ἀντὶ τοῦ ἁλιευτική. | |
alpha948 | Ἀλίαστον· τὸ μάταιον. Εὐριπίδης (fr. 1123 N.2). ἔστι δὲ τὸ †ἀνέγκλητον†, ὃ οὐκ ἔστι φυλάξασθαι, κατὰ ἀπόφασιν. | |
alpha949 | Ἀλίβας· ὁ νεκρός. ἢ ποταμὸς ἐν Ἅιδου λέγεται. ἢ ἀλίβας καὶ τὸ ὄξος ἀπὸ τοῦ μὴ λείβεσθαι τοῖς θεοῖς. | |
alpha950 | Ἄλιμον· βοτάνη δενδροειδὴς ἐσθιομένη. | |
alpha951 | Ἁλιμούσιος· Ἁλιμοῦς δῆμός ἐστι τῆς Λεοντίδος. | |
alpha952 | Ἀλίνουσιν· ἀντὶ τοῦ λεπτύνουσι. Σοφοκλῆς (fr. 904 N.2 = 995 R.). | |
alpha953 | Ἁλίπαστα· οἴονται οἱ πολλοὶ ἁλίπαστα τὰ ταριχηρά, οὐ χρῶνται δὲ οὕτως Ἀττικοί, ἀλλ’ ἐπὶ τῶν ἁλσὶ πεπασμένων κρεῶν ὀπτῶν προσφάτων. | |
alpha954 | Ἀλινδῆθραι· κυλίστραι. | |
alpha955 | Ἁλίπεδον· ὁμαλὸν ἔδαφος παρὰ τῇ θαλάσσῃ. | |
alpha956 | Ἁλίπεδον· τινὲς τὸν Πειραιᾶ φασιν. ἔστι δὲ καὶ κοινὸς τόπος, ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ γέγονε πεδίον. διὸ καὶ δασυντέον τὴν πρώτην· ἔστι γὰρ οἷον ἁλὸς πεδίον. οἱ δὲ τὸ παραθαλάσσιον πε‐ δίον οὕτω καλοῦσιν. ἄλλοι δὲ παρὰ τὸ δύνασθαι ἐν αὐτῷ ἵππους ἀλιν‐ | |
5 | δεῖσθαι, τουτέστι κονίσασθαι, τὴν ὀνομασίαν λαβεῖν. | |
alpha957 | Ἁλίπλοα· ἐν θαλάσσῃ πλέοντα. | |
alpha958 | Ἁλιρρόθιον· κῦμα θαλάσσης. | |
alpha959 | Ἁλιρρόθιος· υἱὸς Ποσειδῶνος. | |
alpha960 | Ἅλις ἀφύης μοι, παρατέταμαι γὰρ ἐσθίων· Ἀριστοφάνης Ταγηνισταῖς (fr. 506, 1 K.). | |
alpha961 | Ἅλις· ἱκανῶς, δαψιλῶς. | |
alpha962 | Ἅλις· ἀντὶ τοῦ μετρίως. Εὐριπίδης (Alc. 907). | |
alpha963 | Ἀλῖσαι· κυλῖσαι τὸν ἵππον. | |
alpha964 | Ἀλισγηθέν· ἑστιαθέν, μισηθὲν ἢ λυπηθέν. | |
alpha965 | Ἀλισγημάτων (Act. Ap. 15, 20)· τῶν μιασμάτων ἐκ μιαρᾶς τῶν εἰδώλων θυσίας. | |
alpha966 | Ἁλίσκει· νικᾶ. | |
alpha967 | Ἁλίσκεται· καταλαμβάνεται, κρατεῖται. | |
alpha968 | Ἅλις τοῦδε· οἷον ἀπόχρη καὶ ἱκανῶς ἔχει. εἴρηται δὲ ἀπὸ τῆς ἁλός, ὅτι καὶ αὐτὴ δαψιλὴς καὶ ἱκανή. ἢ ἀπὸ τοῦ ἅλες, ὅπερ ἐστὶν ἀθρόον. | |
alpha969 | Ἁλίσπαρτον· κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον. καὶ τὸ ἄλευρον δὲ οὕτως λέγεται. οἱ δὲ ἰδιῶται συνήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ. | |
alpha970 | Ἀλιτρία· ἀντὶ τοῦ ἁμαρτία. Ἀριστοφάνης (Ach. 907). | |
alpha971 | Ἀλιτήμων· ἁμαρτωλός. | |
alpha972 | Ἀλιτήριος· ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεούς. Ἀριστοφάνης Ἱππεῦσιν (445)· „ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι“. | |
alpha973 | Ἀλιτήριοι· ἁμαρτωλοί. ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκαλοῦντο· | |
λιμὸς κατέλαβέ ποτε τοὺς Ἀθηναίους. ἥρπαζον οὖν τινες ἀλούμενα τὰ ἄλευρα. ἀπὸ γοῦν ἐκείνων καταχρηστικῶς τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. καὶ ἄλλως· ἀλιτήριος δὲ λέγεται, ὅτι λιμὸς ἐγένετο ἐν | ||
5 | Ἀθήναις καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἐλέχθη‐ σαν δὲ οἱ τοὺς ἀλοῦντας τηροῦντες καὶ ἁρπάζοντες ἀλιτήριοι. παρέ‐ τεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων ἀπὸ τῆς σιτοδείας τῆς κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένης. ἔστι δὲ καὶ παράγωγον ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν. | |
alpha974 | Ἀλιτρίας· ἁμαρτωλίας. Ἀριστοφάνης (Ach. 907). | |
alpha975 | Ἁλιῶς· ἀντὶ τοῦ ἁλιέως. Φερεκράτης (fr. 200 K.). | |
alpha976 | Ἀλκάθω καὶ ἀλκάθειν· Σοφοκλῆς (fr. 905 N.2 = 996 R.) καὶ Αἰσχύλος (fr. 411 N.2 = 754 M.). σημαίνει δὲ τὸ βοηθεῖν. | |
alpha977 | Ἀλκαία· οὐρὰ ζῴου, κυρίως δὲ τοῦ λέοντος, ἀπὸ τοῦ ἀλαλ‐ κεῖν, ὅ ἐστι βοηθεῖν, ὥσπερ οὐρὰ ἀπὸ τοῦ οὐρεῖν, ὅ ἐστι φυλάσσειν. ἔνιοι δὲ ἀλκαίαν διὰ τὸ εἰς ἀλκὴν παρορμᾶν, ἐπεὶ ὁ λέων ἰσχία τε καὶ πλευρὰς μαστίζων τῇ οὐρᾷ εἰς μάχην ἑαυτὸν ἐποτρύνει. καὶ ταῦρος δὲ | |
5 | καὶ κύων καὶ ἄλλα ζῷα πολλὰ τῇ οὐρᾷ πρὸς ἀλκὴν κέχρηται. φασὶ δέ τινες καὶ τὴν οὐρὰν εἰρῆσθαι ἀπὸ τοῦ ὀρίνειν καὶ παρορμᾶν εἰς ἀλκήν. | |
alpha978 | †Ἀλκμαίων†· ἰσχυρῶν, ἀνδρείων, γενναίων. | |
alpha979 | Ἀλκμαιωνίδαι· γένος ἐστὶν ἐπιφανὲς Ἀθήνησιν ἀπὸ Ἀλ‐ κμᾶνος. | |
alpha980 | Ἀλκυών· ὄρνεον θαλάσσης, ἥτις τίκτει κατὰ τὸν Ἀριστο‐ τέλην (Hist. an. 542b 4—17) περὶ τροπὰς χειμερινὰς καὶ γίνεται τὸ πέλαγος ἀκίνητον ἐπὶ ἡμέρας ιδʹ. καὶ καλοῦνται αἱ ἡμέραι ἐκεῖναι ἀλκυονίδες. τίκτει δὲ ἡ ἀλκυὼν εʹ καὶ ἐκτρέφει. γίνονται δὲ αἱ ἀλκυονί‐ | |
5 | δες ἡμέραι οὐ πανταχοῦ, ἀλλὰ περὶ τὴν Σικελίαν. δυσοιώνιστον δὲ εἶναι λέγεται τὸ ζῷον. ἐπὶ δὲ τοῦ ἀλκυὼν ὁ μὲν Ποιητὴς (I 563) συστέλλει τὸ υ, ὁ δὲ Εὐφορίων (fr. 143 Powell) ἐκτείνει. λέγεται δὲ παρά τισι καὶ ἀλκυδὼν ἡ ἀλκυών. λέγεται δὲ παρὰ Λάκωσι καὶ δαίμων τις Ἀλκύων. | |
alpha981 | Ἀλκυονίδες ἡμέραι· περὶ τοῦ ἀριθμοῦ διαφέρονται· Σιμω‐ νίδης γὰρ ἐν Πεντάθλοις (PMG 508 Page) ἕνδεκά φησιν αὐτάς. καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων (542b 4—17). Δημαγόρας δὲ ὁ Σάμιος (FHG 4, 378, fr. 3) ἑπτά. Φιλόχορος ἐννέα (FGrHist 328 F 186). τὸν δὲ | |
5 | ἐπ’ αὐταῖς μῦθον Ἀγήσανδρος ἐν τοῖς Περὶ ὑπομνημάτων λέγει οὕτως (FHG 4, 422, fr. 46)· „Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν Χθο‐ νία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δρυμώ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς | |
Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνι‐ | ||
10 | θας ἐποίησε καὶ ἀπὸ τοῦ πατρὸς ἀλκυόνες ἐκλήθησαν“. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται. | |
alpha982 | Ἄλκαρ· βοήθημα, ἀλέξημα. | |
alpha983 | Ἀλκύωρον· εἶδος μαγγάνου. ἢ λίνον θηρευτικόν. | |
alpha984 | Ἀλκέτας· Μολοττῶν βασιλεύς, ἀλλὰ καὶ ὑποστράτηγος ἄλλος Ἀλεξάνδρου. | |
alpha985 | Ἀλκιβιάδης· ὁ Κλεινίου παῖς, ἀλλὰ καὶ ὁ πρόπαππος αὐ‐ τοῦ. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης, οὗ μνημονεύει Ἀντιφῶν (fr. 8 Th.). | |
alpha986 | Ἀλκίμαχος· στρατηγός ἐστιν οὗτος Ἀναγυράσιος τὸν δῆμον. ἕτερος δέ ἐστιν ὁ Μακεδών, οὗ μνημονεύει Ὑπερείδης (fr. 77 J.). | |
alpha987 | Ἀλλ’ ἄναξ· ἐξοδίου κιθαρῳδικοῦ ἀρχή, ὥσπερ κωμικοῦ μὲν (adesp. fr. 48 Dem.) „ἥδε καλλιστέφανοσ“, ῥαψῳδῶν δὲ „νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε“. | |
alpha988 | Ἀλλὰ †οὐ†· ἀντὶ τοῦ ἀλλὰ πάλιν. Πλάτων Νυκτὶ μακρᾷ (fr. 83 K.)· „ἀλλὰ †οὐ† γέλοιον ἄνδρα μοι φροντίσαι μηδέν“. | |
alpha989 | Ἀλλὰ γάρ· ἀντὶ τοῦ δέ. Εὔπολις Βάπταις (fr. 68 K.) „ἀνα‐ ρίστητος ὢν καὶ οὐ βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων“. | |
alpha990 | Ἀλλὰ χρή· ἔστω. | |
alpha991 | Ἀλλὰ χρή· τοῦτο δηλοῖ συγκατάθεσιν, οἷον καὶ μάλα. | |
alpha992 | Ἀλλαχοῖ καὶ ἀλλαχόσε· τὸ εἰς τόπον, ἀλλαχοῦ δὲ καὶ | |
Ἀλλαχόθι τὸ ἐν τόπῳ. | ||
alpha993 | Ἀλλάχθητε· ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆς (fr. 906 N.2 = 997 R.). | |
alpha994 | Ἀλληγορία· ἐπειδὰν ἄλλο τὸ γράμμα κατὰ τὸ πρόχειρον δηλοῖ καὶ ἄλλο τὸ νόημα καταλαμβάνηται. | |
alpha995 | Ἄλλῃ· ἀντὶ τοῦ ἄλλως. ἢ κατ’ ἄλλο. Θουκυδίδης (6, 96, 2). | |
alpha996 | Ἀλλογνοεῖν· τὸ μὴ σαφῶς τι γνωρίζειν. ὅμοιον δέ ἐστι τὸ ἀμφιγνοεῖν. | |
alpha997 | Ἀλλοδαπά· ξένα, παντοῖα. | |
alpha998 | Ἀλλήλων· ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης (Suppl. 676). καὶ Θουκυδίδης (2, 70, 1)· „καί πού τινες ἀλλήλων ἐγεύσαντο“, ἀντὶ τοῦ ἑαυτῶν. | |
alpha999 | Ἀλλοθρόους· ἀλλοφώνους. | |
alpha1000 | Ἀλλόκοτον· ἄτοπον, ἐναντίον, ξένον, ἀλλοφυές, ἔξαλλον, ἀσυνάρτητον, ἀλλότριον. Πλάτων δὲ καὶ ἀλλοκοτώτατον καὶ ἀλλο‐ κοτώτερον εἶπεν (fr. 228 K.), ἀλλοκότως δὲ ἐπιρρηματικῶς Φερε‐ κράτης (fr. 201 K.). | |
alpha1001 | Ἀλλοπρόσαλλος· εὐμετάβλητος. | |
alpha1002 | Ἀλλοτριόγνωμος· σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώμῃ ἔχων καὶ μὴ τὰ ἑαυτοῦ. | |
alpha1003 | Ἀλλοτρίως· πολεμίως. | |
alpha1004 | Ἄλλως· μάτην. ἢ μάλιστα. ἢ κατ’ ἄλλον τρόπον. | |
alpha1005 | Ἄλλως τε· μάλιστα. | |
alpha1006 | Ἀλλοτριονομοῦντες (Pl. Theaet. 195a)· ἐναλλαγὴν ὀνο‐ μάτων ποιοῦντες. ἢ ὅλως τισί τινα μὴ προσηκόντως διανέμοντες. | |
alpha1007 | Ἄλλην δρῦν βαλάνιζε· ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι ἢ παρὰ τῶν αὐτῶν δανειζομένων. | |
alpha1008 | Ἄλλος ἄλλον· ἀντὶ τοῦ ἀλλήλους. | |
alpha1009 | Ἄλλος· ἀντὶ τοῦ ἕτερος. Ὅμηρος (I 313)· „ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“. τάσσεται δὲ καὶ ἀντὶ τοῦ τίς· „〈ὁπ〉πότε 〈κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτησ〉“ (λ 127). | |
alpha1010 | Ἄλλο ἕτερον· ἐκ παραλλήλου λέγουσιν. Μένανδρος Μέθῃ (fr. 267 K.—Th.)· „εἶτ’ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλ’ ὁτιοῦν ἕτερον“. Κράτης Παιδιαῖς (fr. 24 K.)· „τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν λόγος ἄλλος ὅδ’ ἔστιν“. {ἄλλος μάτην}. | |
alpha1011 | Ἄλλος οὗτος Ἡρακλῆς· παροιμιῶδες ἐπὶ Θησεῖ λεχθὲν τὸ πρῶτον, ἢ τῷ τῶν Ἰδαίων Δακτύλων Ἡρακλεῖ, ἢ τῷ Ἀλκμήνης διὰ τοὺς παλαιοτέρους. | |
alpha1012 | Ἀλλόφασις· θόρυβος ταραχώδης. | |
alpha1013 | Ἀλλοφάσειν· ἑτεροχροεῖν, περιορᾶν. | |
alpha1014 | Ἀλλοφάσειν· οὐχ ὑποφέρειν βάρος. | |
alpha1015 | Ἀλλοφάτοις· ὑπὸ ἄλλων πεφατισμένοις, οἷον ἀνῃρημένοις. | |
alpha1016 | Ἅλμα· πήδημα. | |
alpha1017 | Ἁλμάδες· κολυμβάδες ἐλαῖαι. | |
alpha1018 | Ἁλμυρίδες· τόπος τις περὶ τὰς ἐσχατιὰς τῆς Ἀττικῆς. Ἀρι‐ στοφάνης Τηρεῖ (fr. 132 K.)· „ἔδει δέ γέ σε βληθεῖσαν εἰς Ἁλμυρίδας τῇ θυγατρὶ τῃδὶ μὴ παρέχειν σε πράγματα“. | |
alpha1019 | Ἁλμυρόν· τὰ πολλὰ ἐκτεταμένως. λέγουσι δὲ καὶ ἁλυκόν. Ἀριστοφάνης Λυσιστράτῃ (403)· „νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε“. | |
alpha1020 | Ἀλοάσαντα· ἐν τῷ α Φερεκράτης Ἰπνῷ (fr. 65 K.)· „ὑποζυ‐ γίοις ἀλοάσαντ’ εὐθὺς ἐκποιῆσαι“. τὸ δὲ συγκόψαι πληγαῖς ἀλοῆσαι ἐν τῷ η. | |
alpha1021 | Ἀλοᾶν· τύπτειν, βάλλειν. καὶ τὸ θρύπτειν ἐπὶ τῆς ἅλω σῖτον. | |
alpha1022 | Ἀλοία (I 568)· ἔτυπτεν, ἀφ’ οὗ καὶ πατραλοίας Ἀττικῶς, ὁ πατροτύπτης. | |
alpha1023 | Ἁλοῖεν· ληφθεῖεν. | |
alpha1024 | Ἀλογήσει (O 162)· ἀμελήσει, οὐ φροντίσει. | |
alpha1025 | Ἀλογίου δίκη· ἣν φεύγουσιν οἱ ἄρχοντες λόγον οὐ δόντες τῶν τῆς ἀρχῆς διοικημάτων. | |
alpha1026 | Ἄλογα· ἄρρητα. Σοφοκλῆς (fr. 241 N.2 = 262 R.). | |
alpha1027 | Ἄλογοι ἐρανισταί· οἱ μήπω τὸν ἔρανον ἀνῃρημένοι, μηδὲ καταθέμενοι τὴν τοῦ ἐράνου καταβολήν, οἷς οὐδείς ἐστι λόγος πρὸς τὸ μὴ ὀφείλειν. | |
alpha1028 | Ἁλῶα· ἑορτὴ Δήμητρος καὶ Διονύσου. προσηγόρευται δὲ διὰ τὸ ταῖς ἀπαρχαῖς 〈ταῖσ〉 ἀπὸ τῆς ἅλω τότε καταχρήσασθαι φέρον‐ τας εἰς Ἐλευσῖνα. ἢ ἐπεὶ ἐν ἅλωσιν ἔπαιζον ἐν τῇ ἑορτῇ. ἤγετο δὲ ἐπὶ τῇ συγκομιδῇ τῶν καρπῶν ἑορτὴ Ἁλῶα, ἐν ᾗ καὶ Ποσειδῶνος πομπή. | |
5 | ἀπὸ δὲ τοῦ †συναυλίζεσθαι† εἴρηται, ὅθεν καὶ ἅλως. καὶ ἡλιαία δέ, ἐπεὶ πολλοὶ δικασταὶ συναθροίζονται. | |
alpha1029 | Ἀλοῶν· ἀντὶ τοῦ περιάγων, ὡς οἱ ἀλοῶντες βόες. οὕτως Ἀριστοφάνης (Thesm. 2). | |
alpha1030 | Ἀλύειν· ἔνιοι τὸ μὲν ἐπαίρεσθαι δασέως ἀξιοῦσι προφέρε‐ σθαι· „ἦ ἁλύεις ὅτι Ἶρον ἐνίκησασ“ (ς 333). τὸ δὲ λυπεῖσθαι ψιλῶς· „ὡς ἔφαθ’, ἡ δ’ ἀλύουσα ἀπεβήσατο“ (E 352). Δίδυμος δὲ (p. 185 Schmidt) ἀμφότερα ψιλῶς· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησι, τὸ | |
5 | δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασέως· καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα· ἁμίς, ἅμαξα, ἁμνός, Ἁλαεῖς, ἁνύειν, ἁμῶς. | |
alpha1031 | Ἁλόντες· ληφθέντες. | |
alpha1032 | Ἁλὸς ἄχνη (ε 403)· ἀφρὸς θαλάσσης. | |
alpha1033 | Ἁλὸς θείοιο (I 214)· τοῦ ἐντίμου, διὰ τὴν πολλὴν αὐτοῦ καὶ πανταχοῦ χρῆσιν. ἢ τοῦ καθαροῦ καὶ ἀφθάρτου. ἢ τοῦ δικαίου καὶ ἀναγκαίου. δικαίου μέν, καθότι μυστικῶς οὕτως προσαγορεύεται· σπονδαὶ γὰρ καὶ ὁμεστίων καὶ ἱερῶν {καὶ ἱερέων} καὶ τραπέζης κοινω‐ | |
5 | νία τούτῳ χαρακτηρίζονται. ἀναγκαίου δὲ πρὸς διαμονὴν καὶ ἐπιτη‐ δειότητα καὶ εὐεξίαν τῶν χρησίμων ἀνθρώποις. καὶ τὸ πῦρ δὲ θεῖον καὶ ἡ θάλασσα ἔοικε διά τινα τοιαῦτα καλεῖσθαι. ἢ διὰ τὸ καθάρσιον λυ‐ μάτων εἶναι. ἔτι τε τὸ σπουδαῖον 〈καὶ καλὸν〉 καὶ ἀγαθόν, ἢ τὸ μέγα καὶ ἄριστον θεῖον λέγεται. | |
alpha1034 | Ἀλοστατεῖ· στρατεύεται. | |
alpha1035 | Ἀλοκίζειν (Ar. Vesp. 850)· ἀροτριᾶν. | |
alpha1036 | Ἀλοιμός· τὸ τῶν τοίχων χρῖσμα. | |
alpha1037 | Ἀλοιφή· τὸ λίπος. | |
alpha1038 | Ἄλοπον· ἀλέπιστον. | |
alpha1039 | Ἄλογοι ἐρανισταί· οἱ μήπω ἐξειληχότες τὸ ἐπιβάλλον ἑαυ‐ τοῖς. | |
alpha1040 | Ἀλογίαν· τὸ μηδένα λόγον ἔχειν, ἀλογιστὶ δὲ πράττειν. οὕτως Δημοσθένης (23, 168) καὶ Πλάτων (Phaed. 67e. Theaet. 199d, al.). | |
alpha1041 | Ἁλόννησος· νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. | |
alpha1042 | Ἀλόπη· Κερκύονος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱππο‐ | |
θόων, ὁ τῆς Ἱπποθοωντίδος φυλῆς ἐπώνυμος. | ||
alpha1043 | Ἁλοσύδνης· τῆς ἐν ἁλὶ γενομένης. ὁ δὲ Ἡλιόδωρος τῆς θαλάσσης ἀπέδωκεν. | |
alpha1044 | Ἁλουργά· θαλασσοπόρφυρα. | |
alpha1045 | Ἁλουργικά· τὰ πορφυροβαφῆ νήματα καὶ λεπτά. | |
alpha1046 | Ἁλουργίς· πορφύρα. | |
alpha1047 | Ἁλουργοπωλική· ἡ πορφυροπωλικὴ λεγομένη. οὕτως Ἰ‐ σαῖος (fr. 38 S.). | |
alpha1048 | †Ἁλουργαῖον· ἀντὶ τοῦ ἁλουργές†. Ἀριστοφάνης (fr. 741 K.). | |
alpha1049 | Ἀλόχευτος· ἀγέννητος. | |
alpha1050 | Ἁλοῦσα· ληφθεῖσα. | |
alpha1051 | Ἀλύβας· λίμνη λέγεται ἐν Ὑπερβορέοις. | |
alpha1052 | Ἄλυδις· μεταλλαγή. | |
alpha1053 | Ἄλυδις· ἄλλῃ. | |
alpha1054 | Ἀλύει· ἀδημονεῖ, δυσχεραίνει, ἀθυμεῖ, ἀπορεῖ. | |
alpha1055 | Ἀλυκτεῖν· δυσφορεῖν. | |
alpha1056 | Ἀλύξαι· ἐκφυγεῖν. ἢ καταξύσαι. | |
alpha1057 | Ἄλυπος· ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπητος. Θεό‐ πομπος (fr. 81 K.). | |
alpha1058 | Ἄλυπον †ἄνθος† ἀνίας· εἰ θέλοις εἰπεῖν ἐπί τινος πρά‐ γματος, ὃ λύπης ἀπαλλάττει, οὕτως ἂν χρήσαιο, ὡς καὶ Σοφοκλῆς ἐν τῷ †Διονυσιακῷ† τῷ σατυρικῷ (fr. 174 N.2 = 172 R.) ἐπὶ οἴνου πρῶτον γευσαμένων τῶν κατὰ τὸν χορὸν σατύρων· „πόθεν ποτὲ ἄλυπον ὧδε | |
5 | εὗρον †ἄνθος† ἀνίας;“ ὅλον δὲ τὸ μελύδριον πολιτικὸν ἄγαν γέγονε· μετὰ γὰρ τῆς ἄλλης ἐναργείας λελυμένην ἔχει τὴν ἑρμηνείαν καὶ με‐ θύουσιν ἁρμόττουσαν. δεῖ δὲ τὰς λύσεις τῆς ἑρμηνείας ἁρμόττειν τοῖς νοήμασι καὶ μὴ σφίγγειν καὶ μηδαμοῦ σύνδεσμον παρατιθέναι, ἀλλ’ ἀκήρατον τὴν λύσιν φυλάττειν. | |
alpha1059 | Ἀλυσθαίνειν· ἀδυνατεῖν. | |
alpha1060 | Ἄλυς· ἡ ἄλη καὶ ὁ ῥιπτασμός. καὶ ἀλύειν τὸ μηδὲν πράτ‐ τειν· „τί δ’ οὐ ποιεῖς ἄριστον; ὁ δὲ ἀλύει πάλαι κατακείμενοσ“. Μέναν‐ δρος Ἐπιτρέπουσι (fr. 3 Sandbach). | |
alpha1061 | Ἀλυσιτελές· ἀσύμφορον. | |
alpha1062 | Ἁλύσιον· ἁλυσείδιον, πλόκιον. Μένανδρος (fr. 224 K.—Th.)· „περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω“. | |
alpha1063 | Ἀλυσκάζειν· τὸ διεκδύεσθαι καὶ ἀποδιδράσκειν. ἢ περιΐ‐ | |
στασθαι, ἐκκλίνειν. | ||
alpha1064 | Ἄλφα· τοῦτο ὑπὸ Φοινίκων βοὸς κεφαλὴ ἐκαλεῖτο. καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης ὑπὸ Ἰουδαίων διὰ τὸ πολλοὺς ἔχειν ἀλφοὺς ἐν τῷ σώματι οὕτως ἐκαλεῖτο. ἀλλὰ καὶ τοῦτο Νίκαρχος ὁ τοῦ Ἀμμωνίου ἐν τῷ Περὶ Ἰουδαίων (FGrHist 731 F 1) φλυαρεῖ. ἄλφα δὲ ἐκαλεῖτο καὶ | |
5 | ὁ σῦς ὁ πλήξας τὸν Ἄδωνιν. ἐκλήθη δὲ οὕτως ὑπὸ Ἀσβωτῶν τῶν ἐν Φοινίκῃ. καλεῖται δὲ παρὰ Φοίνιξιν ἄλφα ὁ ἀπηνὴς καὶ ἄγριος. Ἄλφα δὲ καλεῖται καὶ ὁ Ὄσιρις ὑπὸ Βυβλίων, ἀλλὰ καὶ τὸ ἐλάχιστον. | |
alpha1065 | Ἀλφάνει· εὑρίσκει. Μένανδρος Ὁμοπατρίοις (fr. 302 K.‐ Th.)· „ἣν †δηλοιουτι† νυμφίος τε ἀλφάνει“. Ἀριστοφάνης Θεσμοφο‐ ριαζούσαις (fr. 324 K.)· „οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέν μ’ ὁ κῆρυξ· οὗτος ἀλφάνει“. Εὔπολις Ταξιάρχαις (fr. 258 K.)· „οὐ | |
5 | θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἄγων ἀποκηρύξει τις, ὅ τι ἂν ἀλφάνῃ“. καὶ ὁ Ποιητής (F 79)· „ἑκατόμβοιον δέ τοι ἦλφον“. | |
alpha1066 | Ἀλφαίνειν· τὸ παραλλάσσειν. ἐξ οὗ καὶ οἱ ἐν τῷ σώματι Ἀλφοί· παραλλάσσουσι γὰρ κατὰ τὸν χρῶτα. | |
alpha1067 | Ἀλφαίνει· ζητεῖ, εὑρίσκει. ἔνθεν τιμαλφὴς ἡ πολλὴν εὑρί‐ σκουσα τιμήν. | |
alpha1068 | Ἀλφινία· ἡ λεύκη. | |
alpha1069 | Ἀλφηστῇσιν (α 349)· ἐντίμοις. | |
alpha1070 | Ἄλφι· ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φασι | |
πρῶτον εὑρεῖν Ἐπίχαρμον (cf. fr. 223 Kaibel). | ||
alpha1071 | Ἄλφιτα· κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλεσθεισῶν κριθῶν θραύσματα, καταχρηστικῶς δὲ καὶ τὰ ἀπὸ πυρῶν ἢ φακῶν. | |
alpha1072 | Ἀλφιταμοιβοί· ἀλφιτοπῶλαι, οὐ πρὸς ἀργύριον, ἀλλὰ ἀλφίτων κριθὰς ἀμειβόμενοι. | |
alpha1073 | Ἀλφιτόχρωτος· τῆς λευκῆς. ἐπὶ δὲ τῆς κεφαλῆς τῆς πολιᾶς. Τελμησσεῦσιν Ἀριστοφάνης (fr. 533 K.). | |
alpha1074 | Ἀλφιτεῖς· οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπερείδης (fr. 224 J.). | |
alpha1075 | Ἀλφίτων στοά· ἡ ἀλφιτόπωλις, ἐν ᾗ καὶ ἡ Ζεύξιδος ἀνέ‐ κειτο Ἑλένη. | |
alpha1076 | Ἀλφός· ἡ μέν τις λευκὴ παραλλαγὴ κατὰ τὸ χρῶμα μετά τινων λεπτῶν στιγμάτων, καὶ καλεῖται λευκὸς ἀλφός, ἡ δὲ ὑπομελανί‐ ζουσα καὶ καλεῖται μέλας ἀλφός. | |
alpha1077 | Ἀλφούς· λευκοὺς ἢ λευκάς. | |
alpha1078 | †Ἅλω· ἀντὶ τοῦ ἅλες†. Φιλύλλιος (fr. 28 K.). | |
alpha1079 | Ἁλῷ· πιασθῇ, καταγνωσθῇ. | |
alpha1080 | Ἁλῶα· 〈***〉 Ποσειδεῶνος πέμπτῃ φθίνοντος. | |
alpha1081 | Ἁλῶα· ἑορτή ἐστιν Ἀττική. Φιλόχορος δέ φησιν (FGrHist 328 F 83) ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς περὶ τὰς ἅλως ποιεῖσθαι. | |
alpha1082 | Ἁλωαί· ἁλωνίαι. ἢ παράδεισοι. | |
alpha1083 | Ἀλώβητον· ἄμωμον, ἀβλαβές. | |
alpha1084 | Ἀλώμενος· πλανώμενος. | |
alpha1085 | Ἀλωπόχρους· ὁ πολιός. | |
alpha1086 | Ἁλώνητος· οἷον βάρβαρος· οἱ γὰρ Θρᾷκες ἀνδράποδα ἁλῶν ἀπεδίδοντο. | |
alpha1087 | Ἁλῶναι· ληφθῆναι, συνδεθῆναι. | |
alpha1088 | Ἀλώπηξ δωροδοκεῖται· ἐπὶ τῶν ῥᾳδίως δώροις ἁλισκο‐ μένων. Κρατῖνος Νόμοις (fr. 128 K.)· „ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται“. | |
alpha1089 | Ἀλώπηξ τὸν βοῦν ἐλαύνει· τάττεται ἐπὶ τῶν μὴ κατὰ λόγον ἀποβαινόντων. | |
alpha1090 | Ἀλωπεκῆθεν· δῆμός ἐστιν ἡ Ἀλωπεκὴ τῆς Ἀντιοχίδος. καὶ ὁ δημότης Ἀλωπεκεύς. | |
alpha1091 | Ἀλωπεκόννησος· πόλις ἐστὶ μία τῶν ἐν Χερρονήσῳ. | |
alpha1092 | Ἁλώσιμα· εὔληπτα. | |
alpha1093 | Ἁλωτοί· ληπτοί, χειρωτοί. | |
alpha1094 | Ἀλωπεκέως· ἀμπέλου εἶδος. | |
alpha1095 | Ἅμα· ἐν τῷ αὐτῷ χρόνῳ. καὶ ἐκ διαφόρων τόπων εἰς ἕνα τόπον. καὶ ὁμόσε. | |
alpha1096 | Ἁμάδρυα· κοκκύμηλα. Σικυώνιοι. | |
alpha1097 | Ἀμᾶν· θερίζειν. παρὰ τὸ ἅμα 〈***〉. | |
alpha1098 | Ἀμάδοκος· δύο γεγόνασι, πατὴρ καὶ υἱός, ὃς Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν κατὰ Κερσοβλέπτου πόλεμον. | |
alpha1099 | Ἀμαζόνιον· ἱερόν, ὃ Ἀμαζόνες ἱδρύσαντο. οὕτως Ἰσαῖος (fr. 27 S.). | |
alpha1100 | Ἀμαθίας ὕψος· λαμπρὰ καὶ συγγραφικὴ ἡ φράσις. Πλάτων ἐχρήσατο ἐν Ἐπιστολαῖς (7, 351d). | |
alpha1101 | Ἀμαθία· ἀντὶ τοῦ ἀναισθησία. Πλάτων (Leg. 3, 689a). | |
alpha1102 | Ἀμαθής· ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. Πλάτων (Apol. 22e). τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. | |
alpha1103 | Ἀμαιμάκ〈ετ〉ον· ἀνυπόστατον. | |
alpha1104 | Ἀμαλθείας βίος· ὁ λιπαρὸς καὶ εὐδαίμων. | |
alpha1105 | Ἀμαλθείας κέρας· τὸ πάντων ἐπιτυγχάνειν, ἐπειδὴ οἱ εὐχόμενοι τῇ οὐρανίᾳ αἰγὶ ἐπιτυγχάνουσιν. Ἀριστοφάνης (fr. 39 Dem.)· „ἡ μὲν πόλις ἐστὶν Ἀμαλθείας κέρας, σὺ μόνον εὖξαι καὶ πάντα παρέσται“. | |
alpha1106 | Ἀμαλθεύειν· ἀντὶ τοῦ τρέφειν. Σοφοκλῆς Ἀλεξάνδρῳ (fr. 95 R.). ἔνθεν καὶ ἡ Ἀμάλθεια. | |
alpha1107 | Ἀμαλδύνεσθαι· ἀφανίζεσθαι. | |
alpha1108 | Ἀμάλθακτον· ἀνένδοτον, ἑδραῖον. | |
alpha1109 | Ἀμαλόν· ἀσθενές. | |
alpha1110 | Ἀμαλλεῖον· νῦν δὲ οὐλόδετόν τινες. οἱ δὲ ὠρόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα. καὶ τὴν συγκειμένην ἐκ τούτων ἀμάλλαν· ἀμάλλαι γὰρ αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. οἱ δὲ ἀμαλλεῖον τὸν δεσμὸν τοῦ δράγματος· ἀμάλλας γὰρ | |
5 | τὰ δράγματα ἐκάλουν. Καλλίας Πεδήταις (fr. 3 Dem.)· „ὅτε ἀμαλλείῳ παῖς ὢν ἐδέθην“. | |
alpha1111 | Ἀμάμαξυς· ἄμπελος ἀναδενδράς. | |
alpha1112 | Ἀμαμιθάδες· ἥδυσμά τι σκευαστὸν διὰ κρεῶν εἰς μικρὰ κεκομμένων. | |
alpha1113 | Ἁμαμηλίδας· τὰς ἀπίους. | |
alpha1114 | Ἅμαξα τὸν βοῦν ἐλαύνει· παροιμία. | |
alpha1115 | Ἅμαξα· ἡ ναῦς παρὰ τοῖς Ἀττικοῖς. καὶ ἴσως εἰκάζουσιν αὐτὴν ἁμάξῃ ἀπὸ τοῦ ἀμᾶν τὴν θάλασσαν. ἡ λέξις παρ’ Αἰσχύλῳ (fr. 8 M.). | |
alpha1116 | Ἀμαξαντεύς· Ἀμαξάντεια δῆμός ἐστι τῆς Ἱπποθοωντίδος φυλῆς. | |
alpha1117 | Ἁμαξίδας· τὰ μικρὰ ἁμάξια, ἃ τοῖς παιδίοις ἐποίουν παί‐ | |
γνια. | ||
alpha1118 | Ἁμαξιαῖα ῥήματα· μεγάλα, ἃ φέρει ἅμαξα, οὐκ ἄνθρωπος ἢ ὑποζύγιον. Πολύζηλος ἐν Διονύσου γοναῖς (fr. 1 Dem.)· „ῥήμαθ’ ἁμαξιαῖα“. ὁ δὲ Κάνθαρος ἐν Τηρεῖ (fr. 1 Dem.) „ἁμαξιαῖα κομπά‐ σματα“ εἴρηκεν. σὺ δὲ οὐ χρήσῃ τῇ τοιαύτῃ φράσει· κωμικὰ γάρ, ἀλλ’ | |
5 | οὐ πολιτικὰ τὰ τοιαῦτα. | |
alpha1119 | Ἁμαξεύς· ζευγηλάτης. | |
alpha1120 | Ἁμαξιτόν· ὁδὸν δημοσίαν. | |
alpha1121 | Ἆμαρ· ἦμαρ, ἡμέρα. | |
alpha1122 | Ἀμάραι· αἱ ἐν τῷ ὠτὶ κοιλότητες. | |
alpha1123 | Ἀμάρακος· γένος τι μύρου, ἀπὸ φυτοῦ ὁμωνύμως καλουμέ‐ νου. | |
alpha1124 | Ἀμάραντον· φυτὸν θαμνῶδες, ἐξ οὗ τοῦ ἄνθους οἱ στέφανοι. | |
alpha1125 | Ἀμαρεῖν· ἀκολουθεῖν, πείθεσθαι. | |
alpha1126 | Ἀμάρην· ὀχετόν, τάφρον. | |
alpha1127 | Ἀμάρῃσι· πόροις. | |
alpha1128 | Ἀμάρη· ἡ ὑδρορρόη, διὰ τὸ τὰ ἐν αὐτῇ φυτὰ ὄντα ἀμάραντα εἶναι. ἢ παρὰ τὸ ἅμα καὶ ἴσως καὶ ὁμαλῶς ῥεῖν. | |
alpha1129 | †Ἀμαρία†· παραγώγως ἀντὶ τοῦ ὁμοῦ. | |
alpha1130 | Ἀμαρυγή· λαμπηδών. | |
alpha1131 | Ἀμάρυγμα· φόρημα, εἴδωλον, κίνησιν, λαμπηδόνα. οἱ δὲ | |
Αἴθυγμα, ὅ ἐστι σκίασμα, ἢ ὁμοίωμα, ἢ κίνημα. | ||
alpha1132 | Ἀμαρύσσει· στίλβει, λάμπει. | |
alpha1133 | Ἀμαρυγάς· ὄψεις. οἱ δὲ ἀκτῖνας ὄψεως. | |
alpha1134 | Ἀμαρύσια· ἑορτὴ Ἀθήνησιν. | |
alpha1135 | Ἀμαρύσσειν καὶ ἀμαρύζειν· καὶ Ἀττικοὶ καὶ Ἴωνες διχῶς. καὶ ἀφάσσειν καὶ ἀφάζειν. | |
alpha1136 | Ἀμαρτυρήτως· ἀντὶ τοῦ ἀμαρτύρως. οὕτως Ἀντιφῶν (fr. 144a Th.). | |
alpha1137 | Ἄμαρτυς· Ἀγάθων εἴρηκεν (TrGF 39 F 16a)· „ἀλλ’ οὐκ ἄμαρτυς ἡ χάρις δοθήσεται“. | |
alpha1138 | Ἁμαρτεῖν (Soph. Phil. 231)· ἀποτυχεῖν. | |
alpha1139 | Ἁμαρτίαν οἱ Ἀττικοί, ἁμαρτάδα Ἡρόδοτος (1, 91, 1) καὶ οἱ ἄλλοι Ἴωνες. | |
alpha1140 | Ἁμαρτωλῶς· ἐπιρρηματικῶς εἶπεν Εὔπολις (fr. 24 Dem.). | |
alpha1141 | Ἁμαρτωλία· Ἀριστοφάνης (Pac. 415). | |
alpha1142 | Ἁμαρτωλή· Φρύνιχος εἶπε (TrGF 3 F 16c) καὶ Σοφοκλῆς (fr. 999 R.). | |
alpha1143 | Ἁμαρτ〈ί〉ας· ἀντὶ τοῦ ἁμαρτάδας Αἰσχύλος (Ag. 1197) καὶ ἁμαρτήμων Πλάτων ἔφη (fr. 22 Dem.). | |
alpha1144 | Ἁματροχιά· ὁ τύπος τῶν τροχῶν. καίτοι τινὲς παρ’ Ὁμήρῳ (Ψ 422) τὰς συμπτώσεις τῶν τροχῶν ἀκούουσιν. | |
alpha1145 | Ἀμαυρά· σκοτεινά· ὅθεν καὶ ἀμαυρὸν τὸ μὴ διαφανές. | |
alpha1146 | Ἀμαυρόβιοι· Ἀριστοφάνης ἔφη (Av. 685). καὶ ἀμαυροῦν Ξενοφῶν (Cyneg. 5, 4), καὶ ἀμαυροῦσθαι Φίλιστος (FGrHist 556 F 71). ἀμαυρὸν δὲ Ὅμηρος (δ 824)· „εἴδωλον ἀμαυρόν“. οὕτως καὶ Μένανδρος (fr. 727 K.—Th.). | |
alpha1147 | Ἀμαυρός· θηλυκῶς Πλάτων Ἑλλάδι (fr. 1 Dem.)· „αὐτὴ δ’ ἀμαυρὸς ἀσθενής τ’ ἐγιγνόμην“. Εὐριπίδης δὲ „ἀμαυρὰ γλῶσσα“ ἔφη (fr. 955a Snell). | |
alpha1148 | Ἀμαυροῖς· Ἀριστοφάνης (fr. 40 Dem.)· „σαυτὸν δ’ ἀμαυ‐ ροῖς, ὥστε λήσει〈σ〉 τῷ χρόνῳ“. | |
alpha1149 | Ἄμαχον· δυσκαταμάχητον. Πίνδαρος (Ol. 13, 13)· „ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθοσ“. | |
alpha1150 | Ἄμαχος· ἀντὶ τοῦ μὴ μαχόμενος. Ξενοφῶν (HG. 4, 4, 9). καὶ Ἀμάχητοι οἱ μήπω μεμαχημένοι (Xen. Cyr. 6, 4, 14). | |
alpha1151 | Ἄμαχον πνῖγος· τὸ ὑπερβάλλον κατὰ τὴν ἰσχύν, ὡς μηδὲ μαχέσασθαι πρὸς αὐτό. οὕτως Κρατῖνος (fr. 23 Dem.). ἐρεῖς δὲ καὶ Ἄμαχος χειμὼν καὶ ἄμαχον πρᾶγμα (Men. fr. 334, 6 K.—Th.). | |
alpha1152 | Ἄμαχον 〈κακόν〉· τὸ καθ’ ὑπερβολὴν κακόν, πρὸς ὃ οὐδὲ μαχέσασθαι ἔνι. | |
alpha1153 | Ἀμαχί· Ξενοφῶν (An. 1, 7, 9)· „οὐκ ἀμαχὶ ταῦτα ἐγὼ λήψο‐ μαι“. καὶ Θουκυδίδης αʹ (143, 4). | |
alpha1154 | Ἀμαχητί· Ἡρόδοτος (9, 2, 1)· „ὅπως ἀμαχητὶ πᾶσαν Ἑλλάδα καταστρέψεται“. | |
alpha1155 | Ἀμάχετοι· Σοφοκλῆς (fr. 813 R.)· „ἀμάχετοι λοχαγοί“. | |
alpha1156 | Ἄμαχοι· ἀντὶ τοῦ οἱ μὴ μαχεσάμενοι. | |
alpha1157 | Ἀμάχαιρος· Φερεκράτης (fr. 82 K.)· „ἀμάχαιρος ἐπὶ βόεια | |
νοστήσω κρέα“. | ||
alpha1158 | Ἀμβλίσκουσιν (Pl. Theaet. 149d)· ἀποβάλλουσιν. | |
alpha1159 | Ἀμβλύς· ὁ μὴ ὀξύς, ἀλλὰ σκοτεινός. καὶ ἀμβλύτερος Θουκυδίδης (2, 44, 4). | |
alpha1160 | Ἀμβλυώττειν· τυφλώττειν. | |
alpha1161 | Ἀμβλωθρίδια· ἐκτρώματα. τὰ ἐξημβλωμένα ἔμβρυα. | |
alpha1162 | Ἀμβλῶσαι καὶ ἐξαμβλῶσαι· τὸ φθεῖραι βρέφος. καὶ Ἀμβλωθρίδιον· αὐτό τε τὸ φθόριον φάρμακον καὶ δὴ καὶ τὸ διαφθα‐ ρέν. | |
alpha1163 | Ἄμβλωσις καὶ ἀμβλωθέντες· Λυσίας ἔφη (fr. 24 S.). καὶ ἀμβλουχία Σοφοκλῆς (fr. 1000 R.) καὶ ἄμβλωμα Ἀντιφῶν (fr. 148 Th.). | |
alpha1164 | Ἀμβλωπός· Εὐριπίδης Ἀνδρομέδᾳ (fr. 155a Snell)· „ἀμ‐ βλωπὸς ὄψισ“. καὶ ἐν Θησεῖ (fr. 386a Snell)· „καὐτῷ δ’ ἔπεισι νυκτὸς ἀμβλωπὸν σέλασ“. καὶ ἀμβλῶπας Εὐριπίδης ἐν Θυέστῃ (fr. 397a Snell)· „ἀμβλῶπας αὐγὰς ὀμμάτων ἔχεις σέθεν“. καὶ Ἴων (TrGF | |
5 | 19 F 53a) καὶ Σοφοκλῆς (fr. 1001 R.) καὶ Πλάτων (fr. 23 Dem.). | |
alpha1165 | Ἀμβλυφαεῖ· Σοφοκλῆς Τυνδάρεῳ (fr. 647 R.)· „ἀμβλυφαεῖ δ’ ὄμμ’ ὑπὸ γήρωσ“. | |
alpha1166 | Ἀμβλυδερκές· Νικόμαχος Ἀλεξάνδρῳ (TrGF 127 F 1)· „Διὸς γὰρ οὐκ ἀμβλυδερκὲς ὄμμα“. | |
alpha1167 | Ἀμβλὺς ὄρθρος· Ἴων (TrGF 19 F 53b)· „νῦν δ’ ἐγγὺς | |
ἠοῦς ἡνίκ’ οὐδέπω φάος οὐδ’ ἀμβλὺς ὄρθροσ“. | ||
alpha1168 | Ἀμβρακοῦ καὶ ἀπαμβρακοῦ· Πλάτων Λαΐῳ (fr. 5 Dem.)· „ἀπαμβρακοῦ καὶ μὴ προδῷς σαυτήν“, ἀντὶ τοῦ καρτέρει, ἀνδρίζου· τικτούσῃ δὲ παρακελεύεται. | |
alpha1169 | Ἀμβρόσιον· θεῖον ἢ ἀθάνατον. ἢ θαυμαστόν. | |
alpha1170 | Ἄμβροτα· θεῖα, ἄφθαρτα. | |
alpha1171 | Ἀμβρακία· πόλις ἐστὶν ἐν τῷ Ἀμβρακικῷ κόλπῳ, ἄποικος Κορινθίων. | |
alpha1172 | Ἄμβρυτοι καὶ ἀμβρύττιοι· ἐχῖνοι. οἱ δὲ πέτρας ἀπέδοσαν, ἐφ’ ὧν φυκία πέφυκεν ἐπιπολῆς. Εὐριπίδου δὲ εἰπόντος (fr. 955b Snell) „βρύττος μέγασ“ τινὲς τὴν τελευταίαν διὰ τοῦ η γράφουσιν, οὐκ ὀρθῶς, 〈ὡσ〉 μαρτυρεῖ Ἡρωδιανός (fr. novum). Ἀριστοτέλης δὲ ἐν | |
5 | τοῖς Περὶ ζῴων (530a 34) πλείω γένη φησὶ τῶν ἐχίνων. ἓν μὲν τὸ ἐσθιό‐ μενον, ἐν ᾧ τὰ λεγόμενα ᾠὰ μεγάλα γίνεται καὶ ἐδώδιμα ὁμοίως ἐν μείζονι καὶ ἐλάττονι· καὶ γὰρ εὐθὺς ἔτι μικροὶ ὄντες ἔχουσι ταῦτα. ἄλλα δὲ δύο γένη τό τε τῶν σπατάγγων καὶ τῶν καλουμένων ἀμβρύτ‐ των. γίνονται δὲ οὗτοι πελάγιοι καὶ σπάνιοι. φησὶ δὲ ὁ Ἡρωδιανὸς | |
10 | ὅτι Ἀριστοτέλης καὶ διὰ τοῦ ς καὶ δισυλλάβως τὴν λέξιν προφέρεται· βρύσσους γὰρ αὐτοὺς λέγει. | |
alpha1173 | Ἄμβωνες· τὰ χείλη τῶν λοπάδων, καὶ οἱ λόφοι τῶν ὀρῶν, καὶ ἡ ἴτυς πᾶσα καὶ οἷον ὀφρὺς καὶ ὑπεροχή. Ἀριστοφάνης ὁ κωμικός (immo Eup. fr. 52 K.)· „ἀλλ’ ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας | |
περιλείξασ“. | ||
alpha1174 | Ἄμβωνες· οἱ ὀρεινοὶ τόποι καὶ αἱ προσαναβάσεις καὶ πᾶσα ἡ ὑπεροχή. | |
alpha1175 | Ἀμέθυστον· οὐδετέρως Θεόφραστος ἐν τῷ Περὶ λίθων εἶπε (5, 31)· „τὸ δ’ ἀμέθυστον οἰνωπὸν τὴν χρόαν“. | |
alpha1176 | Ἀμείβεσθαι· ἀποκρίνεσθαι, μεταβάλλεσθαι. | |
alpha1177 | Ἀμείβεται· ἀντὶ τοῦ παραιτεῖται. Εὐριπίδης (fr. 156 N.2). | |
alpha1178 | Ἀμείβων· ἀλλάσσων. | |
alpha1179 | Ἀμείβεται· ἀντιμετακελεύεται. Δίδυμος (fr. novum). | |
alpha1180 | Ἀμειδές· στυγνόν, σκυθρωπόν. | |
alpha1181 | Ἀμείλικτος· ἀπάνθρωπος, ἀπηνής. | |
alpha1182 | Ἀμείλιχος· σκληρός, ἀκολάκευτος. | |
alpha1183 | Ἀμέλει· τοιγαροῦν, δηλαδή, πάντως· ἐπίρρημα γάρ ἐστι συγκατάθεσιν δηλοῦν. | |
alpha1184 | Ἀμελλητί· ἀνυπερθέτως, ταχέως. | |
alpha1185 | Ἀμελία καὶ ἀμέλεια· ἀμφότερα Ἑλληνικά· καὶ γὰρ καὶ διὰ τοῦ ι γράφεται καὶ διὰ τῆς ει διφθόγγου. | |
alpha1186 | Ἀμειψόμεθα· ἀνταποδώσομεν. | |
alpha1187 | Ἀμέργειν· καρπολογεῖν. Ἀριστοφάνης Νήσοις (fr. 15 Dem.)· „ὁ μέν τις ἀμπέλους τρυγῶν ἄν, ὁ δ’ ἀμέργων ἐλάασ“. | |
alpha1188 | Ἀμήρυτον· πολύ, ἐκτεταμένον, ἀτέλεστον, τουτέστι διηνεκῶς | |
ἐπιμένον, ἀπέραντον. | ||
alpha1189 | Ἀμηγέπη· ὁπωσδήποτε, καθοτιοῦν. λέγεται δὲ καὶ ἀμωσ‐ γέπως καὶ ἀμόθεν καὶ †Ἀμηγέπου† καὶ ἀμοιγέποι καὶ ἀμωσ‐ γέποι. | |
alpha1190 | Ἀμήσαντες· θερίσαντες. ἢ ἁπλῶς ἀντὶ τοῦ ἀποτεμόντες. | |
alpha1191 | Ἀμητῆρες· θερισταί. | |
alpha1192 | Ἀμητός· αὐτὰ τὰ τεθερισμένα ὀξυτόνως. προπαροξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὡς καὶ τρύγητος ὁ καιρὸς τοῦ τρυγᾶν. | |
alpha1193 | Ἀμηχανία· ἀπορία. | |
alpha1194 | Ἀμήχανον· ὑπὲρ λόγον. | |
alpha1195 | Ἄμης· γένος πλακοῦντος. | |
alpha1196 | Ἀμήτορος· Εὐριπίδης (fr. 955c Snell)· „Ἄφιδνε, Γαίας υἱὲ τῆς ἀμήτοροσ“, οἷον τῆς αὐτόχθονος. | |
alpha1197 | Ἁμίδα· δασέως· „τί δῆτ’ ἄν, εἰ μὴ τὴν ἁμίδα καθεῦδ’ ἔχων;“ Εὔπολις Αὐτολύκῳ (fr. 4 Dem.). καὶ ὁ Ἀριστοφάνης (fr. 41 Dem.)· „κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότοσ“. λέγουσι δὲ καὶ ἅμαξαν δα‐ σέως καὶ καθημαξευμένα καὶ ὅλως τῇ δασείᾳ προσῳδίᾳ χαίρουσιν οἱ | |
5 | Ἀττικοί. καὶ παρὰ Μενάνδρῳ {ὡς} λέγεται ἐν τῷ 〈Νομο〉θέτῃ (fr. 292 K.—Th.) διὰ τοῦ θ ἡ συναλιφὴ αὕτη· „ἑκκαίδεκα κεῖνθ’ ἁμίδεσ“. | |
καὶ τὸ ἁμάξιον οὕτως λέγουσι θἀμάξιον καὶ „〈οὐκ〉 ἀναβεβήκει πώποτε ἐφ’ ἅμαξαν, ἀλλ’ ἐφ’ ἵππον“. Νικόστρατος ἐν Παρακολυμβώσῃ (fr. 1 Dem.). | ||
alpha1198 | Ἁμίδας· τὰ ὑπηρέσια. ἰδίως δὲ Δημοσθένης (54, 4) τὰ στα‐ μνίσκια, οἷς ἐνούρουν. λέγεται δὲ ἁμὶς καὶ ἡ χύτρα. | |
alpha1199 | Ἁμίς· οὐχ ὁ ἰπνός, ἀλλὰ πλακοῦντος γένος. Μένανδρος Ὑπο‐ βολιμαίῳ (fr. 425 K.—Th.)· „†τὸν ἅμιτα Χαρίππου κατὰ Ἅδην πέμ‐ πει τινὰ ἅμιτα ἐν Ἅδου† προσδοκᾷσ“. ἔστι καὶ παρὰ τοῖς παλαιοῖς κωμικοῖς τὸ ὄνομα. | |
alpha1200 | Ἀμιθρεῖν· τὸ ἀριθμεῖν. Νικοχάρης (fr. 5 Dem.). | |
alpha1201 | Ἅμιλλα· ἀνταγώνισμα, φιλονεικία, ἐξίσωσις. | |
alpha1202 | Ἁμιλλητηρίους λόγους· τοὺς ἐναγωνίους. | |
alpha1203 | Ἅμιλλον· τὴν ἅμιλλαν Δωρόθεος εἴρηκεν ἀρσενικῶς. καὶ ἁμιλλοφόρος Ἀριστοφάνης (fr. 42 Dem.). | |
alpha1204 | Ἀμισόν· τὴν πόλιν ἀρσενικῶς Δίφιλος εἶπεν (fr. 2 Dem.). | |
alpha1205 | Ἀμμάς· ἡ τροφὸς καὶ ἡ μήτηρ. καὶ ἡ Ῥέα, καὶ ἡ Δημήτηρ, καὶ Ἀρτέμιδος τροφός. καὶ τὰς ἀντλίας δὲ Λέσβιοι οὕτως ἔλεγον. | |
alpha1206 | Ἀμμάθω· μεταμέλωμαι. | |
alpha1207 | Ἀμμαλώ· ἑορτὴ παρὰ Τενεδίοις ἀγομένη Διΐ. | |
alpha1208 | Ἅμματα· δεσμά. | |
alpha1209 | Ἀμμωνίς· ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης, ὡς Δείναρχος (fr. 14, 2 C.). | |
alpha1210 | Ἀμμών· ἑορτὴ Ἀθήνησιν ἀγομένη. καὶ ὄφεις οἱ Κυρηναῖοι. | |
alpha1211 | Ἀμμών· Στράττις (fr. 6 Dem.)· „Ἀμμὼν ὁ κριοῦ δέρμα καὶ κέρατ’ ἔχων“. | |
alpha1212 | Ἅμιππον· ἵπποι ἐζευγμένοι τοῖς τραχήλοις χωρὶς δίφρου, ὃ πάλαι καὶ ξυνωρὶς ἐκαλεῖτο καὶ συνωρίς. ἦν δὲ ἐπὶ μὲν τοῦ ἑτέρου καθεζόμενος ἡνίοχος, ἐπὶ δὲ τοῦ ἑτέρου ὁπλίτης. ἀπὸ οὖν τοῦ ἅμα ἀμφοτέρους καθέζεσθαι ἐκλήθη ἅμιππον. | |
alpha1213 | Ἅμιπποι· οἱ σὺν ἵπποις στρατευόμενοι. οὕτως Ἰσαῖος (fr. 125 S.). | |
alpha1214 | Ἀμογητί (Λ 637)· ἀκόπως. | |
alpha1215 | Ἁμόθεν· ἀπό τινος μέρους, ὁπόθεν θέλεις· „τῶν ἁμόθεν γε θεά, θύγατερ Διός, εἰπέ“ (α 10). δηλοῖ δὲ καὶ τὸ †μοναχὸς† καὶ καθ’ ἕνα τινὰ τρόπον. | |
alpha1216 | Ἀμοιβή· ἀνταπόδοσις. | |
alpha1217 | Ἀμοιγέποι· εἴς τινα τόπον. ἢ ἀντὶ τοῦ καθ’ ἕνα τρόπον. | |
alpha1218 | Ἀμοιβαία ἔκτισις· ἀνταπόδοσις ἡ ἐκ διαδοχῆς ὁμοία. | |
alpha1219 | Ἀμοιβαδόν· †ἐξαίφνης† ἢ ἐφεξῆς. | |
alpha1220 | Ἀμοιρῆσαι· ἀποτυχεῖν. | |
alpha1221 | Ἄμοιροι· ἀμέτοχοι. ἢ κακόμοιροι. | |
alpha1222 | Ἀμολγόν· σκοτεινήν. | |
alpha1223 | Ἀμόργινα· παραπλήσιά ἐστι βύσσῳ. | |
alpha1224 | Ἀμοργίς· κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς γίνεται ἐνδύματα †ἀμοργίδια† λεγόμενα. ἢ ἡ τοῦ ἐλαίου ὑποστάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου. ἔστι δὲ σμηκτή. καὶ ἡ μᾶζα παρ’ Ἡσιόδῳ (Op. 590). λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς. | |
alpha1225 | Ἀμνὴν θερίζειν· παροιμία· ὅταν γὰρ ᾖ ἀμνίον, οὐκ ἀποκεί‐ ρεται. θερίζειν δὲ τὸ διάγειν τὸ θέρος †ἄκαρπον† ὡς τὰ ἀμνία· ἔαρος γὰρ γεννώμενα τοῦ θέρους ἐᾶται †ἄκαρπα†. τίθεται οὖν ἡ παροιμία ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. | |
alpha1226 | Ἀμνημυοῦντες· οἱ ἀθυμοῦντες. | |
alpha1227 | †Ἀμνησία· ἡ ἠλιθυῖα†. | |
alpha1228 | Ἀμνήστευτος γυνή· ἡ παλλακή. Εὐριπίδης (fr. 818 N.2). | |
alpha1229 | Ἀμνίον· τὸν ὑμένα τοῦ σώματος· τοῦτο γὰρ 〈τὸ〉 πρῶτον τοῦ ἐμβρύου. ἔστι δὲ ἐνδοτέρω τοῦ χορίου. λέγεται δὲ ἀμνίον καὶ 〈ἡ〉 σκάφη, εἰς ἣν δέχονται τὸ αἷμα τῶν θυομένων. τινὲς δέ φασι ἀμνίον τὸ | |
πεπληρωμένον ἀγγεῖον †θαλάσσης†. | ||
alpha1230 | Ἀμνοὶ τοὺς τρόπους (Ar. Pac. 935)· πρᾶοι καὶ μαλακοί. | |
alpha1231 | Ἀμνός· πρόβατον μέσον τὴν ἡλικίαν. καὶ ἀμνὴ τὸ θῆλυ· τρεῖς γὰρ ἡλικίαι· ἀρήν, ἀμνός, ἀρνειός. | |
alpha1232 | Ἀμνόν· τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν ταῖς Ἀττικαῖς (FGrHist 334 F 23)· „ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπο‐ γνώμονα, μοσχίαν δὲ τὸν πρῶτον“. | |
alpha1233 | Ἀμοργοί· τὰ κοινὰ διαμοργοῦντες καὶ λυμαινόμενοι ἄνδρες. | |
alpha1234 | Ἀμόργματα· ἀρτύματα. | |
alpha1235 | Ἀμοργοὶ πόλεως ὄλεθροι· οὕτως Κρατῖνος (fr. 214 K.). καλοῦσι δὲ αὐτοὺς καὶ μοργοὺς τὸ α ἀφαιροῦντες, ὥσπερ καὶ μαῦρον τὸ ἀμαυρόν, καὶ σφοδελὸν τὸν ἀσφοδελόν. | |
alpha1236 | Ἀμοργίδα· ἐξεσβηκυῖαν τὸ γάλα. | |
alpha1237 | Ἀμόρφωτος· ἀδιόρθωτος, ἄπλαστος, ἀσχημάτιστος. | |
alpha1238 | Ἀμοχθί· ἄνευ πόνου. Αἰσχύλος Προμηθεῖ (208). συγγρα‐ φικὴ ἡ φωνή, ὥς φησιν ὁ Φρύνιχος (Praep. soph. fr. 15). | |
alpha1239 | Ἄμουσα· ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. | |
alpha1240 | Ἀμούσωτος· Σοφοκλῆς εἴρηκεν (fr. 819 R.)· „ἀμούσωτος γὰρ οὐδαμῶς ἄπει“. | |
alpha1241 | Ἀμπαλίνωρος· ἀναστρέφων τὴν αὐτὴν ὁδόν. Φιλέταιρος Μελεάγρῳ (fr. 11 K.)· „οὐ πρὸς γυναικὸς ὁ κόρος. οἴκαδε, ὦ κόρη, | |
ἄπιθι ἀμπαλίνωροσ“. δοκεῖ δὲ Βοιωτιακὸν εἶναι τὸ ὄνομα. Κρατῖνος Θρᾴτταις (fr. 310 K.)· „οὗτοι δ’ εἰσὶν συοβοιωτοί, 〈κρου〉πεζοφόρον | ||
5 | γένος ἀνδρῶν“. καὶ μετ’ ὀλίγον (Cratin. fr. 5 Dem.)· „ἀμπαλίνωροσ“. σημαίνει δὲ τὸ ἀμπαλίνωρον καὶ τὸ ὀπίσω καὶ τὸ ὀλίγωρον καὶ τὸ παλιμπόρευτον. καὶ ὁδὸν τὴν ἐπιστροφὴν οὐκ ἔχουσαν. | |
alpha1242 | Ἀμπεχόμενος· περιβαλλόμενος. | |
alpha1243 | Ἀμπεχόνη· ἄμφιον, ἱμάτιον, πάλλιον. | |
alpha1244 | Ἀμπέλιοι· ἀρσενικῶς καὶ οὐδετέρως ἀμπέλια λέγουσιν. | |
alpha1245 | Ἀμπελουργὸς καὶ ἀμπελουργεῖν· Ἀριστοφάνης ἔφη (Pac. 190 et fr. 43 Dem.). | |
alpha1246 | Ἀμπέχονον· σύμμετρον καὶ λεπτὸν περίβλημα, ὥς φησιν Ἀριστοφάνης (fr. 320, 7 K.). | |
alpha1247 | Ἀμπέχει καὶ ἅπτει καὶ πάντα τὰ ὅμοια διὰ τῆς ει λέγουσιν ἀντὶ τοῦ η. | |
alpha1248 | Ἀμπλακίαις· ἁμαρτίαις. | |
alpha1249 | Ἀμπρεύειν· ὡς ἡμεῖς τὸ πολλοῖς ζεύγεσιν ἓν μέρος ἕλκειν. Ἀριστοφάνης Λυσιστράτῃ (286—90)· „ἀλλ’ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω. 〈χὤ〉 πως πότ’ ἐξαμπρεύσομεν τοῦτ’ ἄνευ κανθηλίου“. | |
alpha1250 | Ἀμπρευτής· χρήσιμος ἡ φωνή. Σοφοκλῆς (fr. 820 R.)· | |
„ὥσπερ ἀμπρευτὴς ὄνος ἀεὶ μαστιγούμενοσ“. | ||
alpha1251 | Ἀμπρεύοντι· Εὐριπίδης Πρωτεσιλάῳ (fr. 646a Snell)· „ἕπου δὲ μοῦνον ἀμπρεύοντί μοι“, ἀντὶ τοῦ προηγουμένῳ καὶ ὁδηγοῦντί σε καὶ οἷον ἕλκοντι. | |
alpha1252 | Ἄμπρον· ᾧ ἐχρῶντο ἀντὶ ῥυμοῦ σχοινίον μέσον τεταμένῳ τῶν ἑλκόντων ζυγῶν. | |
alpha1253 | Ἄμπυκας· χαλινούς. | |
alpha1254 | Ἄμπυξ· δεσμὸς τριχῶν. ἢ κόσμος κεφαλῆς. | |
alpha1255 | Ἄμπυκες· διάδημα. ἢ τροχοὶ κατὰ μεταφοράν. | |
alpha1256 | Ἀμπυκοῖς καὶ καταμπυκοῖς· Σοφοκλῆς Μελεάγρῳ (fr. 402 R.)· „στεφάνοισι κρᾶτα καταμπυκοῖσ“. ὁ αὐτὸς δὲ (fr. 1002 R.) καὶ Ἀμπυκώμασιν. | |
alpha1257 | Ἄμπωτις· ξηρασία ἢ πλημμύρα. Ἀττικοὶ δὲ ἀνάπωσιν μᾶλλον λέγουσιν. ἰδίως δὲ ἀμπώτιδες τὰ περὶ τῇ θαλάσσῃ στενὰ συμ‐ βαίνοντα πάθη, οἷον αἱ τοῦ ῥοθίου ὑποχωρήσεις καὶ ἐπικλύσεις. λέγεται δὲ ἄμπωτις καὶ ἡ ἀνάπωσις. | |
alpha1258 | Ἀμυδρά· ἀφανῆ, σκοτεινά. | |
alpha1259 | Ἀμυδρῶς· λεπτῶς, ἀσαφῶς, σκοτεινῶς. | |
alpha1260 | Ἀμύητος· ἄπειρος, ἀτέλεστος. | |
alpha1261 | Ἀμύμων· ἄψογος, ἄμεμπτος. | |
alpha1262 | Ἄμυνα· καὶ ἐπὶ ἀμοιβῆς καὶ ἐπὶ εἰσπράξεως δίκης. | |
alpha1263 | Ἄμυνα· ὡς ἐν τῇ συνηθείᾳ λέγομεν οὐδέπω εὕρομεν παρὰ τοῖς ἀρχαίοις, τὸ δὲ χειμάμυνα παρὰ πολλοῖς. | |
alpha1264 | Ἀμυνάθειν καὶ ἀμυνάθετε· Ἀριστοφάνης (Nub. 1323) καὶ ἕτεροι εἶπον (cf. Soph. OC 1015). | |
alpha1265 | Ἀμυδροῦνται· ἐλαττοῦνται. | |
alpha1266 | Ἀμυδροῦται τὰ πράγματα· ἀντὶ τοῦ εἰς κατόπιν ἥκει, μειόνως ἔχει. | |
alpha1267 | Ἀμυνίας (Ar. Equ. 570)· ὁ ἕτοιμος ἀμύνεσθαι. | |
alpha1268 | Ἄμυντρον καὶ ἀμυνάνδρως· Αἰσχύλος εἴρηκεν (fr. 756 M.), Ἀμύνανδρον δὲ Σοφοκλῆς (fr. 1003 R.). | |
alpha1269 | Ἀμύνεσθαι· Θουκυδίδης μὲν (1, 42, 1) ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ (PMG 611 Page) ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ (fr. 908 N.2 = 1004 R.) ἀντὶ τοῦ ἐπαλεξῆσαι. | |
alpha1270 | Ἀμύντης καὶ ἀλκήστης· †στρατηγικὰ† καὶ Αἰσχυληρὰ τὰ ὀνόματα. | |
alpha1271 | Ἀμύναιντο· Κρατῖνος ἔφη (fr. 171 K.). | |
alpha1272 | Ἀμύντωρ· βοηθός. | |
alpha1273 | Ἀμύξ· ἀντὶ τοῦ μόλις. Εὐφορίων (fr. 146 Powell). | |
alpha1274 | Ἄμυξις· σπάραξις. | |
alpha1275 | Ἄμυρις μαίνεται· θεωρὸς ὑπὸ Συβαριτῶν πεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειαν Συ‐ βαριτῶν ἔσεσθαι τότε, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσι, θεασάμενος δοῦλον πρὸς ἱερῷ μαστιγούμενον καὶ προσφυγόντα τῷ ἱερῷ καὶ μὴ | |
5 | ἀπολυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς μνῆμα κατα‐ φυγόντα ἀπολυθῆναι καὶ συνεὶς τὸ λόγιον, ἐξαργυρισάμενος τὰ ἴδια ἀπῆρεν εἰς Πελοπόννησον. ὃ οὖν λογισμῷ πεποίηκεν Ἄμυρις, τοῦτο εἰς μανίαν Συβαρῖται μετέτρεψαν. ὁ δὲ τῷ χρόνῳ μᾶλλον διὰ τὴν προσ‐ ποίητον μανίαν ἐθαυμάσθη. | |
alpha1276 | Ἄμυροι· Σοφοκλῆς Ποιμέσιν (fr. 512 R.)· „ἀμύρους τό‐ πουσ“. ἐπιθετικῶς αὐτῷ ἐχρήσατο, ὡς Ἡρωδιανός (fr. novum). | |
alpha1277 | Ἀμύσσει· †ξέσει, σπαράξει†. | |
alpha1278 | Ἀμυστὶ πιεῖν· ἐπιρρηματικῶς. λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ ἐξαμυστίσαι. λέγεται δὲ καὶ ἀμυστίζειν καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἀμυστὶ Φερεκράτης εἶπεν (fr. 202 K.). | |
alpha1279 | Ἄμυστις· ἡ ἀπνευστὶ γινομένη πόσις. | |
alpha1280 | Ἀμυσχῆναι· καθᾶραι, ἁγνίσαι. | |
alpha1281 | Ἀμύττεται· τοῖς ὄνυξι ξέει. | |
alpha1282 | Ἀμυσχρόν· καθαρόν, ἁγνόν, ἀλλόχροον. | |
alpha1283 | Ἀμυχή· ἐπιπόλαιον ἕλκος. | |
alpha1284 | Ἀμυχρόν· τὸ μὴ μυσαρόν, ἀλλ’ ἁγνὸν καὶ καθαρόν. οὕτως | |
Σοφοκλῆς (fr. 909 N.2 = 1005 R.). | ||
alpha1285 | Ἀμύλους καὶ τὸν ἄμυλον ἀρσενικῶς λέγουσι. 〈Τηλε‐ κλείδησ〉 (fr. 32 K.)· „χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοισ“. Στράττις Καλλιππίδῃ (fr. 2 Dem.)· „δὸς νῦν τὸν ἄμυλον πρῶτον αὐτῷ τουτονί“. Ἀριστοφάνης Νήσοις (fr. 16 Dem.)· „ἄμυλος, τάριχος, πυός, ἰσχάδες, | |
5 | φακῆ“. | |
alpha1286 | Ἀμυγδαλῆ· περισπᾶται τὸ δένδρον, ἀμυγδάλη δὲ ὁ καρπὸς παροξυτονεῖται. Εὔπολις Πόλεσιν (fr. 15 Dem.)· „ὤφειλ’ Ὑάκινθος ἀποθανεῖν ἀμυγδαλῇ“. ἀμύγδαλα δὲ ὡς ἡμεῖς τὸν καρπὸν καὶ Ἕρμιπ‐ πος Φορμοφόροις (fr. 63, 20 K.) καὶ Φιλήμων ἐν Μύστιδι (fr. 2 Dem.) | |
5 | καὶ Δίφιλος Τελεσίᾳ (fr. 79 K.)· „τρωγάλια, μυρτίδες, πλακοῦς, ἀμύγ‐ δαλα“. | |
alpha1287 | Ἄμυδις· ἅμα, κατὰ τὸ αὐτό. | |
alpha1288 | Ἀμύητος· ἄπειρος, ἀτέλεστος. | |
alpha1289 | Ἀμυκλᾶδες· ὑποδημάτων εἶδος. προσγράφεται μὲν τὸ ι, οὐ μὴν καὶ συνεκφωνεῖται. κέκληται δὲ ἀπὸ τῶν ἐν Λακεδαίμονι Ἀ‐ μυκλῶν, ὡς ἐκεῖ κατασκευαζομένου τοῦ τοιούτου ὑποδήματος. οὕτως Ἀριστοφάνης (fr. 44 Dem.) καὶ Φρύνιχος (Praep. soph. fr. 16). | |
alpha1290 | Ἀμυλιδωτόν· χιτωνίσκου τι γένος καλοῦσιν. Ἕρμιππος Θεοῖς (fr. 2 Dem.). | |
alpha1291 | Ἀμφαξονεῖν· τὸ μὴ ἐπ’ εὐθείας πορεύεσθαι. | |
alpha1292 | Ἀμφαρίστερος· ἀμφοτέρωθεν 〈ἀριστερόσ〉, οὐκ αἴσιος οὐδὲ ἐπιτήδειος. σκωπτικὴ δὲ ἡ φωνή, ὥς φησι Φρύνιχος (Praep. soph. 2, 7.17). | |
alpha1293 | Ἀμφ’ αὐτούς· περὶ αὐτούς. | |
alpha1294 | Ἀμφαδόν· Ἴων Φοίνικι (TrGF 19 F 41b)· „ὡς ἀμφαδὸν πέπραγα πανταχῇ καλῶσ“. τοῦτο καὶ ἀναφανδὸν ἔλεγον. | |
alpha1295 | Ἀμφέξομαι· τὸ ἀμφιέσομαι. Φερεκράτης Μυρμηκανθρώποις (fr. novum)· „ἔχω δὲ πάντως εἵμαθ’ ὧν ἀμφέξομαι“. | |
alpha1296 | Ἀμφέμενον· τὸν ἐν μάχαις καὶ λοιδορίαις πρῶτον ὑπείξαντα κατὰ μεγαλοψυχίαν καὶ ἀφιλόνεικον οὕτως ἐκάλουν Λακεδαιμόνιοι. | |
alpha1297 | Ἄμφηκες· ἀμφοτέρωθεν ἠκονημένον. | |
alpha1298 | Ἀμφηρεφές· ἀμφοτέρωθεν ἐστεγασμένον. ἢ κατάσκιον. | |
alpha1299 | Ἀμφηρικόν· μικρὸν ἀκάτιον, ἐν ᾧ εἷς ἐλαύνει τὰς δύο κώπας. ἔστι δ’ ἐν δʹ Θουκυδίδου τὸ ὄνομα (67, 3). | |
alpha1300 | Ἀμφήριστον· ἄνισον, ἀμφίβολον. | |
alpha1301 | Ἀμφηγάπαζες· Κάνθαρος Τηρεῖ (fr. 2 Dem.)· „καὶ πρότε‐ ρον οὖσα παρθένος αὐτὸν ἀμφηγάπαζεσ“. | |
alpha1302 | Ἀμφὶ περί· ἐξ ἑκατέρου μέρους. | |
alpha1303 | Ἀμφιανακτίζειν· ᾄδειν τὸν Τερπάνδρου νόμον τὸν καλού‐ | |
μενον Ὄρθιον. | ||
alpha1304 | Ἀμφὶ ἄνακτας· ἀρχή τίς ἐστι νόμου κιθαρῳδικοῦ Βοιωτίου ἢ Αἰολίου, ἢ τοῦ Ὀρθίου. οὕτω Κρατῖνος (fr. 67 K.) καὶ Ἀριστοφάνης (Nub. 595 et fr. 59 K.) καὶ Ἴων (TrGF 19 F 53c). | |
alpha1305 | Ἀμφιάραος καὶ ἀμφιάρεως· ἑκατέρως λέγουσιν· „ὦ δέσποτ’ Ἀμφιάραε πολυτίμητ’ ἄναξ“ (Ar. fr. 60 Dem.). | |
alpha1306 | Ἀμφὶ ἀγορὰν πλήθουσαν· Ξενοφῶν ἐν Ἀναβάσει (1, 8, 1). | |
alpha1307 | Ἀμφίβιον· ἐν ἀμφοτέραις δυνάμενον βιοῦν, θαλάσσῃ καὶ γῇ. | |
alpha1308 | Ἀμφίβληστρον· Ἐπίλυκος Κωραλίσκῳ (fr. 1 Dem.)· „πλοῖόν τε λαβὼν κατ’ ἐμαυτὸν καὶ ἀμφίβληστρον τήν τε τρίαιναν“. οὕτως δὲ καὶ Στράττις (fr. 7 Dem.). | |
alpha1309 | Ἀμφίβολοι· πανταχόθεν βαλλόμενοι ἢ ἀπορούμενοι, διαφό‐ ροις συνεχόμενοι λογισμοῖς ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε ἐκεῖνο ποιήσουσιν. λέγονται ἀμφίβολοι καὶ οἱ ὑπό τινος πανταχόθεν περισχεθέντες καὶ περιεχόμενοι. | |
alpha1310 | Ἀμφιγνοεῖν· ἀντὶ τοῦ ἀγνοεῖν ἢ ἐνδοιάζειν. ἢ τὸ μὴ ἀκριβῶς γινώσκειν. ἔστι δὲ καὶ ἀμφιβάλλειν. | |
alpha1311 | Ἀμφιγύοισι (N 147)· τοῖς ἐξ ἑκατέρου μέρους πλῆξαι ἢ γυῶσαι δυναμένοις. | |
alpha1312 | Ἀμφιδέα〈ι〉· ψέλια. ἢ κόσμος περιτραχήλιος, ἀπὸ τοῦ περιδεῖσθαι. | |
alpha1313 | Ἀμφιδεές· περιδεές. | |
alpha1314 | Ἀμφιδεξίοις χερσί· διὰ τὸ ἑκατέραν χεῖρα ἐνεργεῖν ἐν τῷ τοξεύειν. | |
alpha1315 | †Ἀμφιδέξιοι† μῦθοι· οἱ διχογνωμονούμενοι. | |
alpha1316 | Ἀμφιδέας· περισκελίδες τινές εἰσιν. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησίν (Fr. 100 S.)· „οὐ δυνάμενος ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρασ“. | |
alpha1317 | Ἀμφιδρομία· ἡμέρα τις ἤγετο 〈ἐπὶ〉 τοῖς νεογνοῖς παι‐ δίοις, ἐν ᾗ τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες καὶ ὑπὸ τῶν οἰκείων 〈καὶ〉 φίλων πολύποδας καὶ σηπίας ἐλάμβανον. ἐκλήθη δὲ ἀπὸ τοῦ ἀμφιδρομεῖν καὶ περιτρέχειν μετὰ τοῦ παιδὸς ἐπιθύοντας τοῖς | |
5 | θεοῖς. | |
alpha1318 | Ἀμφιδρανές· ἱμάτιον διπρόσωπον ἐν τῷ πεποικίλθαι καὶ τὴν αὐτὴν ἔχον ἐπιφάνειαν. | |
alpha1319 | Ἀμφίδοχμοι λίθοι· οἱ μέγεθος ἔχοντες. | |
alpha1320 | Ἀμφίδρομος πορθμός· ὁ ἀμφοτέρωθεν ὅρμον ἔχων. οὕτως Πλάτων (fr. 24 Dem.). | |
alpha1321 | Ἀμφίδρομος δαίμων· οἷον ὁ γενέθλιος. οὕτως Αἰσχύλος (fr. 222 N.2 = 360 M.). | |
alpha1322 | Ἀμφίδρομος· ὁ δολιχὸς δρόμος. Δολίχου δέ τινος Δελφοῦ πολλάκις τοῦτον νικῶντος κληθῆναι δολιχόν. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ Δελφῶν (FGrHist 403 F 1). | |
alpha1323 | Ἀμφίδρυμα τὸ ἐν ταῖς Σφενδόναις· ἀμφίδρυμα μέν ἐστι | |
τὸ ἄγαλμα, Σφενδόνη δὲ Ἀθήνησι τόπος. | ||
alpha1324 | Ἀμφίδουλος· ὁ ἐξ ἑκατέρων τῶν γονέων δοῦλος. ἔστι παρ’ Εὐβούλῳ ἐν Πεντάθλῳ ἡ λέξις (fr. 2 Dem.)· „νόθος, ἀμφίδουλος, οὐδαμόθεν οὐδείς, κύων“. | |
alpha1325 | Ἀμφιετηρίς· ἡ κατ’ ἔτος γινομένη ἑορτή τε καὶ θυσία. Κρα‐ τῖνος Ἀρχιλόχοις (fr. 2 Dem.)· „εἶτ’ ἀμφιετηριζομέναις ὥραις τε καὶ χρόνῳ μακρῷ“. | |
alpha1326 | Ἀμφιέσασθαι· Ἀριστοφάνης Πελαργοῖς (fr. 17 Dem.)· „οὐ γὰρ σὺ παρέχεις ἀμφιέσασθαι τῷ πατρί“. | |
alpha1327 | Ἀμφιετίδαι· οἱ μωροί. ἀπὸ Ἀμφιετίδου τινὸς μωροῦ. Μέ‐ νανδρος Ὑποβολιμαίῳ (fr. 429 K.—Th.). | |
alpha1328 | Ἀμφιετιζομένας· τὰς κατ’ ἔτος περιερχομένας. | |
alpha1329 | Ἀμφιθαλής· ἑκατέρωθεν θάλλων. ἢ ἀμφιθαλεῖς οἱ ἐξ ἀμφοῖν τεθηλότες καὶ ὄντες ἀδελφοὶ ἐκ μητρός τε καὶ πατρός. ἢ ἐφ’ ᾧ ἀμφότεροι θάλλουσιν οἱ γονεῖς. | |
alpha1330 | Ἀμφίθετον 〈φιάλην〉 (Ψ 270)· κατὰ πᾶν μέρος αὐτῆς τιθεμένην, ἀπύθμενον. | |
alpha1331 | Ἀμφίθυρος· ἡ ἔχουσα οἰκία θύρας ἑκατέρωθεν φερούσας εἰς | |
ὁδόν. Σοφοκλῆς δὲ (Phil. 159) „οἶκον ἀμφίθυρον“ εἶπεν τὸ τοῦ Φι‐ λοκτήτου ἄντρον. χρήσῃ δὲ οὐ μόνον ἐπὶ οἴκου, ἀλλὰ καὶ ἐπὶ ἑτέρων, οἷον ἀμφίθυρον τρίκλινον, ἀμφίθυρον δωμάτιον. οὕτως Φρύνι‐ | ||
5 | χος (Praep. soph. fr. 17). | |
alpha1332 | Ἀμφίκαυστις· ἡ πρώτη τῶν ἀσταχύων ἔκφυσις. καλεῖται δὲ καὶ καῦστις, καθ’ ὅσον εἰώθασιν ἔτι χλωροὺς ὄντας τοὺς πρώτους στά‐ χυς καίειν. οἱ δὲ ἁπλῶς τὸν στάχυν φασίν. Φρύνιχος δὲ (Praep. soph. fr. 18) ἀμφίκαυστιν τὴν ὡραιοτάτην. οἱ δὲ τὴν ἐρυσίβην. οἱ δὲ ἀμφίκαυ‐ | |
5 | στιν τὴν ὥριμον κριθήν. παρὰ δὲ τοῖς τραγικοῖς (adesp. fr. 586 N.2) καῦ‐ στις εἴρηται μεταφορικῶς ἡ μάχη, παρά τισι δὲ ἡ ὀσφῦς καὶ τὰ ἰσχία, παρ’ ἐνίοις δὲ ὁ ξηρὸς χόρτος. ἔνιοι δὲ τὸ αἰδοῖον. | |
alpha1333 | Ἀμφικελέμνους· ἀμφιβαρεῖς. | |
alpha1334 | Ἀμφικέφαλος κλίνη· ἡ ἐξ ἑκατέρου μέρους ἔχουσα ἀνά‐ κλιντρον. Πλάτων Ἑορταῖς (fr. 34 K.)· „ἔπειτα κλίνην ἀμφικέφαλον“. καὶ τὰ ὅμοια. | |
alpha1335 | Ἀμφίκρανος ὕδρα· Εὐριπίδης Ἡρακλεῖ (1274). | |
alpha1336 | Ἀμφίκρανος ῥάβδος· Σοφοκλῆς Φιλοκτήτῃ (fr. 701 R.)· „καὶ ῥάβδος ὡς κήρυκος Ἑρμαία διπλοῦ δράκοντος ἀμφίκρανοσ“. | |
alpha1337 | Ἀμφικίων ναός (Soph. Ant. 285)· οἱ δὲ νῦν περίστυλος ναὸς ἢ οἰκία λέγουσιν. | |
alpha1338 | Ἀμφίκρημνος· περίκρημνος. ἢ βραχυτάτη. | |
alpha1339 | Ἀμφικτύονες· οἱ ἐκ πόλεων καὶ ἐθνῶν αἱρετοὶ δικασταί, οἷον ἀμφικτύονες καὶ περίοικοι. | |
alpha1340 | Ἀμφικτύονες· συνέδριόν ἐστιν Ἑλληνικὸν συναγόμενον ἐν | |
Θερμοπύλαις. ὠνομάσθησαν δὲ ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος· αὐτὸς γὰρ συνήγαγε τὰ ἔθνη βασιλεύων. ταῦτα δὲ ἦν δώδεκα· Ἴωνες, Δωριεῖς, Περραιβοί, Βοιωτοί, Μάγνητες, Ἀχαιοί, Φθιῶται, Μηλιεῖς, | ||
5 | Δόλοπες, Αἰνιᾶνες, Δελφοί, Φωκεῖς. οἱ δέ φασιν ὠνομάσθαι ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας. | |
alpha1341 | Ἀμφίκορος· ἣν 〈ἂν〉 ἑκατέρωθεν ἄνδρες περιλάβωσιν. | |
alpha1342 | Ἀμφιλαφές· κατάσκιον, ἀμφοτέρωθεν βοηθούμενον. δαψι‐ λές· „ἥ τε γὰρ πλάτανος αὕτη μάλιστα ἀμφιλαφήσ“. ἐν Φαίδρῳ Πλάτων (230b). πολὺ δέ ἐστι παρὰ τοῖς τραγικοῖς. | |
alpha1343 | Ἀμφιλογῆσαι· ἀντειπεῖν. | |
alpha1344 | Ἀμφιλαφία· ἀμφοτέρωθεν βοήθεια. | |
alpha1345 | Ἀμφιλαφής· μεγάλη· οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἔστιν. | |
alpha1346 | Ἀμφιλαφῆ κακά· ξένως εἴρηται Αἰσχύλῳ Νεανίσκοις (fr. 91 M.)· „πρὸς δ’ ἐπὶ τοῖς ἀμφιλαφῆ πήματ’ ἔχων ἀθανάτων“. | |
alpha1347 | Ἀμφίκορος· ὁ μέσος τῶν τριῶν ἀδελφῶν. | |
alpha1348 | Ἀμφίκουρον· τὸν ἀμφοτέρωθεν κεκαρμένον κορμὸν Σοφο‐ κλῆς εἴρηκεν (fr. 821 R.). | |
alpha1349 | Ἀμφίμα〈λ〉λον· ἀμφίμιτον. 〈τοῦτο〉 ἀπὸ τοῦ μιτώσασθαι. περὶ ὃ τὸν μίτον εἱλοῦσιν ἐν τῷ μιτοῦσθαι. Φερεκράτης Ἀγρίοις (fr. 1 Dem.). | |
alpha1350 | Ἀμφιμάσχαλος χιτών· δύο χειρῖδας ἔχων· καὶ γὰρ τὰς | |
χειρῖδας μασχάλας ἐκάλουν. ὃς ἦν τῶν ἐλευθέρων. ὁ δὲ τῶν οἰκετῶν μίαν εἶχε καὶ διὰ τοῦτο ἑτερομάσχαλος ἐκαλεῖτο. ἦν δὲ τοιοῦτος, ἵνα γυμνῷ τῷ ὤμῳ εὐκολώτερον ἐργάζωνται. | ||
alpha1351 | Ἀμφιμάτορας (Eur. Andr. 466)· ἀμφοτέρους τοὺς γονεῖς ἔχοντας. | |
alpha1352 | Ἀμφιμήτωρ· ὁ ὁμοπάτριος μέν, οὐχ ὁμομήτριος δέ. | |
alpha1353 | †Ἀμφιματῶσαι†· ἀποδῦσαι. | |
alpha1354 | Ἀμφιμήτρια· τὰ μετὰ τὴν τρόπιν τῆς νεὼς ἐξ ἑκατέρου μέ‐ ρους ἐπιτιθέμενα. | |
alpha1355 | Ἀμφίμιλλον· ὃ περὶ τὸν μίτον εἱλοῦσιν ἐν τῷ μιτοῦσθαι. | |
alpha1356 | Ἄμφιον· ἱμάτιον, ἔνδυμα. | |
alpha1357 | Ἀμφιορκία· ἐπειδὰν ὅ τε διώκων καὶ ὁ φεύγων ὀμνύωσι. πολλῶν δὲ κλοπῆς ἔγκλημά τισιν ἐπιφερόντων, ἐπειδὴ τοῦτο πολλάκις ὤφθη μάτην γινόμενον, ἔθεντο Ἀθηναῖοι νόμον κατὰ τῶν ἀπαγόντων εἰς δεσμωτήριόν τινας ἐπὶ δίκῃ κλοπῆς χιλίας διδόναι δραχμὰς τοὺς | |
5 | ἁλόντας. ἀλλὰ καὶ τοὺς οὐσίαν ἀπογράψαντας τῶν πολιτῶν τινος ὡς τῷ δήμῳ προσήκουσαν, εἰ συκοφαντοῦντες ἁλοῖεν, καὶ οὗτοι χιλίαις ἐζημιοῦντο. | |
alpha1358 | Ἀμφιπλίξ (Soph. fr. 539 N.2 = 596 R.)· ἀμφιβάδην. τὸ περιε‐ χόμενον ὑπὸ τῶν ποδῶν· πλὶξ γὰρ τὸ βῆμα. | |
alpha1359 | Ἀμφίπολις· πόλις ἐστὶ τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλοῦντο. φασὶ δέ τινες αὐτὴν Ἀμφίπολιν ὠνομάσθαι διὰ τὸ | |
περιοικεῖσθαι τὸν τόπον. | ||
alpha1360 | Ἀμφίπολος· θεράπαινα, τουτέστιν ἡ περὶ τὸν θάλαμον ἢ τὴν οἰκίαν πολουμένη, ὅ ἐστιν ἀναστρεφομένη καὶ περιέπουσα. | |
alpha1361 | Ἀμφίπρυμνος λόγος· Εὐριπίδης (fr. 955d Snell)· „ὡς ἀμ‐ φιπρύμνω δύο μ’ ἐλέγχετον λόγω“. | |
alpha1362 | Ἀμφιρύτη· περιρρεομένη κύκλῳ. | |
alpha1363 | Ἀμφιπλήκτοις (fr. trag. adesp. novum)· ἀμφιθαλασσίοις, ἑκατέρωθεν πλησσομέναις ὑπὸ θαλάσσης. λέγει δὲ τὸν Ἰσθμόν. | |
alpha1364 | Ἀμφίσβαινα· ὄφις ὁ καὶ ἐπὶ τῆς οὐρᾶς κεφαλὴν ἔχων. Πε‐ λαργοῖς Ἀριστοφάνης (fr. 18 Dem.). | |
alpha1365 | Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν· ὅταν τελευτήσας τις ἄπαις εἶναι δοκῇ, φάσκῃ δέ τις ἑαυτὸν ἐκείνου υἱόν, οὗτος ἀμφισβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντος ἑαυτὸν μὴ εἰσάγοι, λέγοι δὲ ἄλλως κατὰ γένος αὐτῷ προσήκειν τὸν κλῆρον, παρακαταβάλ‐ | |
5 | λειν αὐτὸν οἱ νόμοι κελεύουσι. πλὴν ἀμφότερα ἐπ’ ἀντιλογίας τάσσεται. | |
alpha1366 | Ἀμφισβητεῖν· μὴ συμφωνεῖν, ἀλλ’ οἷον χωρὶς βαίνειν καὶ ἀμφιβάλλειν. | |
alpha1367 | Ἀμφισβητήσιμον· Πλάτων εἶπεν (Soph. 231e, al.) καὶ ὁ Θεόπομπος (FGrHist 115 F 313), ἀμφισβητήτου δὲ Θουκυδίδης (6, 6, 2), ἀμφισβήτησις δὲ Δημοσθένης (18, 131, al.). | |
alpha1368 | Ἄμφι〈σ〉σα· πόλις ἐστὶ τῆς Λοκρίδος. Ἄμφι〈σ〉σα δὲ | |
ὠνομάσθη διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν. | ||
alpha1369 | Ἀμφιστεφέες (Λ 40)· πάντοθεν πλήρεις, περιπεπλεγμέναι ἀλλήλαις. | |
alpha1370 | Ἀμφίταποι· τάπητες ἀμφίμαλλοι. | |
alpha1371 | Ἀμφὶ τὸ λυκόφως· περὶ τὴν αὐγήν. | |
alpha1372 | Ἀμφιτρυχῆ· κατερρωγότα. | |
alpha1373 | Ἀμφίσβατα· τὰ ἀμφισβητήσιμα. Ἑλλάνικος (FGrHist 4 F 193). | |
alpha1374 | Ἀμφιφορεῖα· ἀγγεῖα. | |
alpha1375 | Ἀμφιφορεῦσι (β 290)· κεραμίοις, ἀμφορεῦσιν. | |
alpha1376 | Ἀμφι〈πά〉τορες· οἱ ἀπὸ τοῦ αὐτοῦ πατρός, ἑτέρας δὲ μητρός. | |
alpha1377 | Ἀμφὶ τὰ στρατεύματα δαπανᾶν· καινὸς ὁ λόγος καὶ διεσχηματισμένος· ἦν γὰρ τὸ κατὰ φύσιν εἰπεῖν εἰς τὰ στρατεύματα δαπανᾶν. εἴποις δ’ ἂν καὶ οὕτως· περὶ ἀθλητὰς δαπανᾶν, περὶ ἑταίρας 〈καὶ〉 πᾶν ὅ τι ὅμοιον. οὕτως Ξενοφῶν (An. 1, 1, 8) καὶ Φρύ‐ | |
5 | νιχος (Praep. soph. 49, 18 cf. 49, 1). | |
alpha1378 | Ἀμφίχυτον (Y 145)· περικεχωσμένον. | |
alpha1379 | Ἄμφοδον· δίοδον, ῥύμην. | |
alpha1380 | Ἀμφορεαφόρους· τοὺς μισθίους τοὺς τὰ κεράμια φέρον‐ τας. καὶ ἀμφορεαφορεῖν Ἀριστοφάνης (fr. 299, 3 K.), ἀμφορεί‐ διον δὲ καὶ ἀμφορείδια ὁ αὐτός (Pac. 202. Eccl. 1119). καὶ ἀμφο‐ | |
ρίσκον Μάγνης (fr. 1 Dem.). | ||
alpha1381 | Ἀμφορεῖς (Ar. Nub. 1203)· κέραμοι. καὶ ἀμφορεύς· ἀγγεῖον, μέτρον, κεράμιον. | |
alpha1382 | Ἀμφότερα· ἀντὶ τοῦ κατ’ ἀμφότερα. Θουκυδίδης (1, 13, 5). | |
alpha1383 | Ἀμφοτερόπλουν· ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαι †ποιῶν† κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. οὕτως Δημοσθένης (56, 6). | |
alpha1384 | Ἄμφω τὼ χεῖρε· ἀμφοτέρας τὰς χεῖρας. | |
alpha1385 | Ἀμφοτέρως εἰπεῖν, ὁποῖόν τί ἐστι τοῦτο· Πλάτων ἔφη. | |
alpha1386 | Ἀμφορῆ· τὸ δυϊκὸν συναλείφοντες οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ ἀμφορέε καὶ τὰ ἄλλα ὁμοίως. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (282)· „ἀλλ’, ὦ περικαλλῆ Θεσμοφόρω, δέξασθέ με“. Πλάτων Μετοί‐ κοις (fr. 6 Dem.)· „ὧδ’ ἀναισχυντοῦντε τὼ μιλτηλιφῆ“. 〈καὶ〉 Διῒ | |
5 | Κακουμένῳ (fr. 4 Dem.)· „τὼ προσεμφερῆ τὴν σοφίαν“. οὕτω Τηλε‐ κλείδης Ἡσιόδοις (fr. 2 Dem.) καὶ οἱ λοιποί. | |
alpha1387 | Ἀμφώβολα· τὴν διὰ τῶν σπλάγχνων μαντείαν. Σοφοκλῆς (fr. 910 N.2 = 1006 R.). | |
alpha1388 | Ἀμφώτιδας, οὐκ ἀμπώτιδας· τὰς περὶ τὰ ὦτα. | |
alpha1389 | Ἀμφιφόων· πλακοῦς τις Ἑκάτῃ καὶ Ἀρτέμιδι φερόμενος δᾳδία ἐν κύκλῳ περικείμενα ἔχων. Φιλόχορος ἐν τῇ Περὶ ἡμερῶν (FGrHist 328 F 86)· „ἓξ ἐπὶ δέκα· καὶ τοὺς καλουμένους δὲ νῦν ἀμφιφῶντας ταύτῃ τῇ ἡμέρᾳ πρῶτον ἐνόμισαν οἱ ἀρχαῖοι φέρειν εἰς τὰ | |
5 | ἱερὰ τῇ Ἀρτέμιδι καὶ ἐπὶ τὰς τριόδους· ταύτῃ γὰρ συμβαίνει περικα‐ ταλαμβάνεσθαι τὴν σελήνην πρὸς ταῖς δυσμαῖς ὑπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου“. | |
alpha1390 | Ἄμφω· ἀμφότεροι καὶ ἀμφοτέρους· καὶ αἱ πλάγιοι ἀμφοῖν. | |
alpha1391 | Ἀμωσγέπως· ὁπωσδήποτε, ἔν γέ τινι, καθ’ ὁντιναοῦν τρό‐ πον. λέγεται δὲ καὶ ἀμηγέπη· καθ’ ἕνα τινὰ τρόπον. καὶ ἀμόθεν· ἐξ ἑνός γέ τινος τρόπου ἢ τόπου. καὶ ἀμουγέπου· ἐν ἑνί γέ τινι τόπῳ ἢ τρόπῳ, ἀλλὰ καὶ ἀμοιγέπη. | |
alpha1392 | Ἀμῶσιν· θερίζουσιν. | |
alpha1393 | Ἄνα· ἄναξ. ἢ ἄνω. ἢ ἀνάστηθι. ἢ ἐνέργει. καὶ ἄνα· ἄνυσις. | |
alpha1394 | Ἀναβάτης· ἵππος ὀχευτής. | |
alpha1395 | Ἀναβαλλίδας· ταινίας. ἢ σφαίρας. | |
alpha1396 | Ἀνάβαλλε (τ 584)· ἀναβολὴν δίδου. καὶ ἀναβάλλου. | |
alpha1397 | Ἀναβάδην καθῆσθαι· {ἢ} τὸ μετέωρον καθέζεσθαι. | |
alpha1398 | Ἀναβαλοῦ· περισπῶσιν οἱ Ἀττικοί. | |
alpha1399 | Ἀναβάλλεσθαι τὸ ἱμάτιον, οὐ περιβάλλεσθαι λέγουσιν. | |
alpha1400 | Ἀναβάλλειν· ἀντὶ τοῦ 〈εἰσ〉 ἀναβολὰς καθίστησιν. | |
alpha1401 | Ἀναβασμοί· διὰ τοῦ ς λεκτέον καὶ οὐ διὰ τοῦ θ· ἀμαθῶν γὰρ τὸ οὕτως λέγειν δέον ἀναβασμοὶ καὶ βασμοί· τὰ γὰρ διὰ τοῦ θ ὀνόματα Ἰάδος μᾶλλον· μηνιθμός, κηληθμός. καὶ ἄλλος οὐδεὶς ἂν εὑρεθείη ποιητὴς ἢ ῥήτωρ ἢ ἱστοριογράφος. ῥητέον οὖν μόνως διὰ τοῦ | |
5 | ς, ὡς Ἀριστοφάνης (fr. 46 Dem.)· „ἐκ τῶν ἀναβασμῶν ἀπίασιν“. | |
alpha1402 | Ἀναβεβαμένοι· ἀντὶ τοῦ ἀναβάτην ἔχοντες. οὕτω Ξενοφῶν (Hipparch. 1, 4). | |
alpha1403 | Ἀναβέβρυχεν· ἀναπηδᾷ, ἀναβρύει, ἀναβλύζει. | |
alpha1404 | Ἀναβεβρασμένη· ἀνακεκινημένη. Ἀριστοφάνης Ἀναγύρῳ (fr. 5 Dem. = CGFP 56, 67/8)· „τήνδε ἕωλον ἀναβεβρασμένην“. | |
alpha1405 | Ἀνάβηθι καὶ ἀνάβα· ἑκατέρως λέγουσι. καὶ κατάβηθι καὶ 〈κατάβα, καὶ〉 ἀνάστηθι καὶ ἀνάστα, καὶ ἀνίστω καὶ ἀνίστασο, | |
καὶ τὰ ὅμοια. | ||
alpha1406 | Ἀναβήσομαι· Δημόκριτος (68 B 144a D.—K.) ἀντὶ τοῦ ἐπα‐ νελεύσομαι 〈ἐπὶ τὰ〉 ἐξ ἀρχῆς. δηλοῖ δὲ καὶ τὸ ἀναχωρῆσαι. Ὅμηρος δὲ (cf. a 210) τὸν ἐπὶ τὴν Τροίαν πλοῦν ἀνάβασιν λέγει. | |
alpha1407 | Ἀναβιβῶμαι· ἀντὶ τοῦ ἀναβιβάσομαι. Ἀμειψίας (fr. 30 K.). | |
alpha1408 | Ἀναβιῴην καὶ ἀναβιούς· Ἀριστοφάνης ἔφη (Ran. 177 et fr. 742 K.), ἀναβεβίωκα δὲ Εὐριπίδης (fr. 955e Snell), καὶ ἀναβιῶ‐ ναι Πλάτων (fr. 131 K.) καὶ ἀναβεβιῶσθαι Σαννυρίων (fr. 3 Dem.). | |
alpha1409 | Ἀναβιώσκεσθαι (Pl. Phaed. 71e)· ἀναζῆν. | |
alpha1410 | Ἀναβιώσκειν· τὸ ἀναβιοῦν. καὶ ἀναβιῶσαι λέγουσιν. | |
alpha1411 | Ἀναβοθρεύουσιν· ἀναμοχλεύουσιν. | |
alpha1412 | Ἀναβόλιμοι δίκαι· αἱ διά τινα πολιτικὴν περίστασιν εἰς ὑπέρθεσιν ἐμπίπτουσαι. | |
alpha1413 | Ἀναβολή· προοίμιον διθυραμβικοῦ ᾄσματος. Εὔπολις Βά‐ πταις (fr. 5 Dem.)· „αὔλησον αὕτη κύκλιον ἀναβολήν τινα“. | |
alpha1414 | Ἀναβλυσθωνῆσαι· τὸ ἀναβλύσαι. Εὔπολις Δήμοις (fr. 105 K.). πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παρόντες. | |
alpha1415 | Ἀναβράσσουσιν· ἀναδιδοῦσιν. | |
alpha1416 | Ἀναγαγών· ἀντὶ τοῦ ἀπαγαγών. Ξενοφῶν (Cyr. 7, 1, 45). | |
alpha1417 | Ἀνάγειν· τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. | |
οὕτως Λυσίας (fr. 62 S.) καὶ Δείναρχος (fr. 8, p. 147, 1 C.). | ||
alpha1418 | Ἀναγεῖς· διὰ μὲν τοῦ α τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. οὕτως Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (110). | |
alpha1419 | Ἀναγινωσκομένους· ἀντὶ τοῦ ἀναπειθομένους. οὕτως Ἀν‐ τιφῶν (2 β 7), Ἰσαῖος (fr. 144 S.) καὶ Ἡρόδοτος (8,110, 2). | |
alpha1420 | Ἀναγαλλίς· πόα τις. λέγεται δὲ καὶ ἀρρενικῶς. ἔστι δὲ διτ‐ τὸν τὸ εἶδος αὐτῆς· ἡ μὲν γὰρ φέρει τὸ ἄνθος κυανοῦν, ἡ δὲ ἐρυθρόν, ἥτις καὶ κοράλλιον καλεῖται. | |
alpha1421 | Ἀναγκαῖον· Ἰσαῖος (fr. 52 S.) καὶ Καλλισθένης οὕτως καλεῖ τὸ δεσμωτήριον. Καλλισθένης δὲ ἀνώγαιον εἶπε (FGrHist 124 F 17) καὶ οὕτω δεῖ μᾶλλον λέγεσθαι. | |
alpha1422 | Ἀναγαγγανεύουσιν· ἀναβοῶσιν. | |
alpha1423 | Ἀναγκαία· ἡ ἀνάγκη. | |
alpha1424 | Ἀναγκαῖοι πολεμισταί (ω 499)· κατὰ ἀνάγκην πολεμικοὶ γεγονότες γέροντες ὄντες, ὅ τε Λαέρτης καὶ ὁ Δολίος. | |
alpha1425 | Ἀναγκαῖοι· οἱ προσήκοντες κατὰ γένος. Μένανδρος Θυρωρῷ (fr. 208 K.—Th.)· „οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα οὐδὲ ἑώρακε〈ν〉 τὸ σύνολον, θεῖον οὐδ’ ἀκήκοεν. εὐτύχημα δ’ ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν“. | |
alpha1426 | Ἀνάγκη· ἡ δικαστικὴ κλεψύδρα. | |
alpha1427 | Ἀνάγκης ἄτρακτον (Pl. Reip. 10, 616c)· τὸν ἄξονα λέγει. | |
alpha1428 | Ἀνάγραπτον· τὸ ἀναγεγραμμένον. ἢ τὸ φανερῶς γεγραμ‐ μένον. ἢ τὸ πᾶσιν ἐγνωσμένον. | |
alpha1429 | Ἀναγκόδακρυς· ὁ πρὸς ἀνάγκην δακρύων καὶ μὴ ἐκ πάθους | |
τινὸς ἢ συμφορᾶς. Αἰσχύλος Ξαντρίαις (fr. 413 N.2 = 372 M.). | ||
alpha1430 | Ἀναγυράσιον· τὴν τρίτην ἐκτείνουσι καὶ τὴν τετάρτην βραχύνουσιν. Ἀριστοφάνης Ἀναγύρῳ (fr. 6 Dem.)· „χαίρειν μὲν Ἄλον τὸν Φθιώτην, χαίρειν δ’ ἀτεχνῶς Ἀναγυρασίουσ“. | |
alpha1431 | Ἀναγυροῦς· δῆμος Αἰαντίδος. καὶ ἀναγυράσιος δῆ‐ μος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν δυσῶδες φύεται. | |
alpha1432 | Ἀναγυράσιος δαίμων· ἐπεὶ τὸν παροικοῦντα πρεσβύτην καὶ ἐκτέμνοντα τὸ ἄλσος ἐτιμωρήσατο Ἀνάγυρος ἥρως. Ἀναγυράσιοι δὲ δῆμος τῆς Ἀττικῆς. τούτου δέ τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβαλεν | |
5 | ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ Περὶ τραγῳδιοποιῶν (fr. 32 Wehrli) ἀπεικάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα (p. 621 N.2). ὅταν οὖν ἐπὶ οἰκείοις κακοῖς πράσσῃ τις, λέγεται „κινήσεις τὸν Ἀνάγυρον“. | |
alpha1433 | Ἀνάγυρον κινεῖν· τὸ φυτὸν τὸν ὀνόγυρον κινεῖν. ἔστι δὲ ἀλεξίκακον καὶ δυσῶδες. καὶ ἀναγυράσιος δαίμων καὶ τέμενος Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυρασίων. | |
alpha1434 | Ἀναγρύζειν· Κράτης Γείτοσι (fr. 1 Dem.)· „σὲ δὲ χρὴ σι‐ γᾶν μηδ’ ἀναγρύζειν“. καὶ Ξενοφῶν (Oec. 2, 11)· „οὐδ’ ἀναγρύζειν μοι ἐξουσίαν ἐποίησασ“. | |
alpha1435 | Ἀνάγνωσις· ἀναγνώρισις. ἢ ἀνάπεισις. | |
alpha1436 | Ἀναγνῶναι· ἐπιγνῶναι. | |
alpha1437 | Ἀναγχίππους· τοὺς ἀναγκαστικοὺς ἱππέας. Εὔπολις Πό‐ λεσι (fr. 16 Dem.). καὶ ἀναγχιππεῖν τὸ μετ’ ἀνάγκης ἱππεύειν. | |
alpha1438 | Ἀναγωγή· ἡ τῶν πραθέντων ἀνδραπόδων ἀνάδοσις ἐχόντων αἰτίαν τινά. | |
alpha1439 | Ἀνάγωγος· ὁ μὴ τυχὼν τῆς δεούσης †ἀναγωγῆς†. | |
alpha1440 | Ἀναγωγότερον· ἁμαρτητικώτερον, ἀτακτότερον. | |
alpha1441 | Ἀναγώγῳ· φιληδόνῳ, ἐκλελυμένῳ. | |
alpha1442 | Ἀναγώνιστος· ὁ μὴ ἀγωνισάμενος. Ξενοφῶν (Cyr. 1, 5, 10). | |
alpha1443 | Ἀναγωγή· ἐπὶ πλοῦ. Κρατῖνος Ὥραις (fr. 11 Dem.). | |
alpha1444 | Ἀνάδαστα καὶ ἀναδασμός· τὸ κοινῇ ἀναμερίσασθαι πάν‐ τα. καὶ ἀναδάσασθαι· τὸ ἀναμερίσασθαι. | |
alpha1445 | Ἀναδέσμην· ὅμοιόν τι διαδήματι. ἢ μίτραν κεφαλῆς. | |
alpha1446 | Ἀναδεῖ· ἀναπλέκει, στέφει. | |
alpha1447 | Ἀναδαιμονίζειν· τὸ ἐκ δευτέρου κληροῦσθαι. | |
alpha1448 | Ἀναδήσασθαι· στεφανώσασθαι. καὶ ἀναδήσοντες· στέ‐ ψοντες. καὶ ἀναδῆσαι· ταινιῶσαι. | |
alpha1449 | Ἀναδέχομαι· ἀντὶ τοῦ ἀναλαμβάνω. | |
alpha1450 | Ἀναδιδοῦσαν· ἀντὶ τοῦ ἀναδιδομένην. | |
alpha1451 | Ἀναγνῶσαι· τὸ ἀναπεῖσαι. Ἀττικοὶ καὶ Ἴωνες. | |
alpha1452 | Ἀναδιδάξαι· ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὴ γάρ ἐστι νῦν ἡ ἀνά. | |
alpha1453 | Ἀναδικάσασθαι· τὸ ἄνωθεν δικάσασθαι. οὕτως Ἰσαῖος (fr. 145 S.). ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κρίσεις, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. | |
alpha1454 | Ἀναδενδρᾷς· ἀξιοῖ περισπᾶν Σέλευκος (fr. novum)· ἔλεγον γάρ φησι σὺν τῷ ι· „ἐβλάστουν ἀναδενδρᾷδεσ“ (incerti auctoris). | |
alpha1455 | Ἀνάδικοι κρίσεις· αἱ ἐξ ἀρχῆς ἀνακρινόμεναι. ἐγίνετο δὲ τοῦτο, ἐπειδὰν τῶν μαρτυρούντων ἢ πάντες ἑάλωσαν ψευδομαρτυριῶν ἢ ὑπὲρ ἡμίσεις. οὐ μὴν ἐπὶ πάντων τῶν ἀγώνων 〈ἀν〉άδικοι ἐγίνοντο αἱ κρίσεις, ἀλλ’ ἐπὶ τριῶν τούτων, ξενίας, ψευδομαρτυριῶν καὶ κλήρων. | |
alpha1456 | Ἀνάδοχος καὶ ἀναδέχεσθαι· Δημοσθένης (19, 36, al.). καὶ „ἀνάδοχον τῶν χρημάτων“ Μένανδρος (fr. 449 K.—Th.). | |
alpha1457 | Ἀναδούμενος· στέφανον περιτιθέμενος. | |
alpha1458 | Ἀναδοιδυκίζειν· ἀναταράσσειν, ἀνατρίβειν. | |
alpha1459 | Ἀναδῦναι· ἀναχωρῆσαι. | |
alpha1460 | Ἀναδεύειν· φυρᾶν. | |
alpha1461 | Ἀναδρύψει· †ἀναξηράνει†. | |
alpha1462 | †Ἀναδρύματα†· θύματα. | |
alpha1463 | Ἀναδρομαί· ἀναβάσεις. | |
alpha1464 | Ἀναδῦναι· ἐκκλῖναι. ἢ ἀναφυγεῖν. ἢ ἀνανήξασθαι καὶ ἀνα‐ πνεῦσαι. | |
alpha1465 | Ἀναδύεσθαι· ἀρνεῖσθαι. | |
alpha1466 | Ἀναδυόμενος· φεύγων, ἀναβαλλόμενος. | |
alpha1467 | Ἀναζεύξας· ἀναστὰς καὶ ἀναστήσας. Θουκυδίδης ηʹ (108, 3)· „ἀναζεύξας ἤλαυνεν ἐπὶ τῆς Ἰωνίασ“. | |
alpha1468 | Ἀναζυγαῖς (Exod. 40, 38)· ἀναστροφαῖς, στρατοπεδείαις. | |
alpha1469 | Ἀναζυγῶσαι· τὸ τὰς θύρας ἀναπετάσαι. | |
alpha1470 | Ἀναζωπυρῆσαι· ἀνανεῶσαι, ἀνεγεῖραι, ζωῶσαι. | |
alpha1471 | Ἄνθης (Pl. Phaedr. 230b)· ἀνθήσεως. | |
alpha1472 | Ἀναθέσθαι· Ἀντιφῶν ἐν τῷ Περὶ προνοίας φησίν (87 B 52 D.—K.)· „ἀναθέσθαι ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν“, ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. | |
alpha1473 | Ἀναθερμαίνειν τὰς φρένας, τὴν γνώμην, τὸν νοῦν· οἷον ἀνακινεῖν, ἀνιᾶν, ἀναταράττειν. Σοφοκλῆς (fr. 822 R.). | |
alpha1474 | Ἀναθέντας· ἀντὶ τοῦ ἐπιθέντας. Ξενοφῶν (An. 3, 1, 30). | |
alpha1475 | Ἀναθεῖναι καὶ ἐπαναθεῖναι τὸ αὐτό. Ἀραρὼς ἔφη (fr. 17 K.). | |
alpha1476 | Ἀναθηλήσει (A 236)· ἀναβλαστήσει. | |
alpha1477 | Ἀνάθημα καὶ πάντα τὰ τοιαῦτα διὰ τοῦ η Ἀττικοί. | |
alpha1478 | Ἀναθολῶσαι· ἀναταράξαι. Νόμων ζʹ Πλάτων (824b)· „ὅπως ἀναθολώσῃ“. κυρίως δὲ ἐπὶ τῆς σηπίας, 〈ἧσ〉 τὸ μέλαν θολὸς | |
καλεῖται. | ||
alpha1479 | Ἀναθρεῖ (Pl. Crat. 399c)· 〈ἀναβλέπει〉. | |
alpha1480 | 〈Ἀναθεῖ〉 (Pl. Tim. 60c)· ἀνατρέχει. | |
alpha1481 | Ἀναθρούμενα (Thuc. 4, 87, 1)· ἀνασκοπούμενα. | |
alpha1482 | Ἀναθρώσκει· ἀναπηδᾷ. | |
alpha1483 | Ἀναθυᾶν· ἀνασκιρτᾶν. καὶ αὖθις ἐξ ἀρχῆς ἀνανεάζειν. | |
alpha1484 | Ἀναθύοντες· ἀναιροῦντες, παραβαίνοντες. | |
alpha1485 | Ἀναθύειν· τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερε‐ κράτης (fr. 35 K.)· „πάλιν αὖθις ἀναθύωσιν αἱ γεραίτεραι“. | |
alpha1486 | Ἄναια· οἱ ἄλλοι οὐδετέρως τὰ Ἄναια. Θουκυδίδης ηʹ (19, 1) τὴν Ἀναίαν. | |
alpha1487 | Ἀναιδεία καὶ ἀγνοία καὶ πάντα τὰ τοιαῦτα ἐκτείνοντες προφέρονται τὴν τελευταίαν οἱ παλαιοὶ Ἀττικοὶ καὶ Ἴωνες, μεταβάλ‐ λουσι δ’ οἱ Ἴωνες τὸ τελευταῖον α ἀναιδείη καὶ ἀγνοίη· „σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδοσ“ (Π 498). καὶ Ἀνακρέων (PMG 404 | |
5 | Page)· „νεότης τε καὶ ὑγιείη“. καὶ ἀναρροίη δὲ καὶ εὐπλοΐη καὶ τὰ ὅμοια ἅπαντα παρὰ τοῖς Ἴωσιν ἐκ μακροῦ τοῦ α μετείληπται εἰς τὸ η. | |
alpha1488 | Ἀναιδὲς καὶ θρασὺ βλέπειν· ἀναιδὴς μὲν καὶ θρασὺς καθωμίληται. τὸ δὲ ἀναιδὲς καὶ θρασὺ βλέπειν καινῶς εἴρηκε Κρατῖνος | |
(fr. 24 Dem.). ἡ λέξις Φρυνίχου (Praep. soph. 14, 6.20). | ||
alpha1489 | Ἀναίδην· ἀθρόως, σφοδρῶς, ἀπηρυθριασμένως. | |
alpha1490 | Ἀναίμονες (E 342)· ἀναίματοι. | |
alpha1491 | Ἀναιμωτί· ἄνευ αἵματος. | |
alpha1492 | Ἀναίνομαι· ἀπαρνοῦμαι, προΐεμαι. | |
alpha1493 | Ἀναίνεσθαι· κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τοῦ κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια. | |
alpha1494 | Ἀναιρεθείς· ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφείς. οὕτως Ἰσο‐ κράτης (5, 66). | |
alpha1495 | Ἀναιρεῖν· τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀνατρέ‐ φειν, καὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν, καὶ ἔτι τὸ ἀπολλύναι καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. καὶ τὸ κυΐσκειν, καὶ τὸ ἀμέλγεσθαι. | |
alpha1496 | Ἀναισιμοῦν· δαπανᾶν, ἀναλίσκειν. καὶ ἀναισιμώματα· ἀναλώματα. | |
alpha1497 | Ἀναίτιος εἶναι ἀφροσύνης (Xen. Cyr. 1, 5, 10)· ἀντὶ τοῦ ἀνέγκλητος ἐπὶ ἀφροσύνῃ. | |
alpha1498 | Ἀνακάθαρσις· ἐπίλυσις, διευκρίνησις. | |
alpha1499 | Ἀνακούς· τοὺς Διοσκούρους λέγουσιν, ὡς Αἰακούς. καὶ κατεύχονται οὕτως· καὶ „Ἀνακοῖν Διοσκούροιν“ περισπῶντες. | |
alpha1500 | Ἀνακαίασιν· δῆμος φυλῆς Ἱπποθοωντίδος. | |
alpha1501 | Ἀνακάθισαι· ὡς ἐν τῇ συνηθείᾳ λέγομεν 〈ἐπὶ〉 τῶν πρὸς | |
ὀλίγον διεγειρομένων. Πλάτων ἔφη (Phaed. 60b). | ||
alpha1502 | Ἀνακαλυπτήρια· δῶρα διδόμενα ταῖς νύμφαις παρά τε τοῦ ἀνδρὸς καὶ τῶν οἰκείων 〈καὶ〉 φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτων‐ ται ἀνδράσιν ὁραθῆναι. ἔστι δὲ ταῦτα καὶ ἐπαύλαια. | |
alpha1503 | Ἀνακές· τὸ ἀνίατον. Εὔπολις (fr. 21 K.). οἱ δὲ βαρέως, οἷον ἀνωφελές. | |
alpha1504 | Ἀνάκεια· ἑορτὴ Διοσκούρων. | |
alpha1505 | Ἀνακῶν· τῶν Διοσκούρων περισπωμένως ἀπὸ τῆς Ἀνακοὶ εὐθείας. | |
alpha1506 | Ἀνακεφαλαιοῦται· ἀναπληροῦται, ἀνακτίζει. | |
alpha1507 | Ἀνακῶς· ἀντὶ τοῦ ἐπιμελῶς, φυλακτικῶς, πεφροντισμένως. Πλάτων Φάωνι (fr. 202 K.). | |
alpha1508 | Ἀνακορεῖν καὶ κορεῖν· Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 5 Dem.)· „ῥαίνειν, 〈ἀ〉νακορεῖν ἀγοράσ“. | |
alpha1509 | Ἀναιτίατος· Ἴων Ἀργείοις (TrGF 19 F 8a)· „οὐδεὶς ἀναι‐ τίατος ἀγγέλλων κακά“. | |
alpha1510 | Ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος· ἐπὶ τῶν ἀπηρυ‐ θριακότων καὶ μηδεμίαν μεταβολὴν τρόπου ποιουμένων. | |
alpha1511 | Ἀνακαλλύνειν· τὸ σαίρειν, ὅπερ καὶ ἀνακορεῖν λέγουσι, | |
καὶ εἰκότως· κάλλυντρον γὰρ καὶ κόρημα καλοῦσι τὸ σάρον. Φρύνιχος Ποαστρίαις (fr. 2 Dem.)· „σὺ δ’ εἰσιοῦσα δουλικῶς ἐνσκεύασαι καὶ τἄνδον ἀνακάλλυνον“. | ||
alpha1512 | Ἀνάκειται σκώμμασιν, ἀνάκειται λοιδορίαις, ἀνάκει‐ ται πόρνοις, κύβοις, συμποσίοις· σημαίνει δὲ τὸ οἷον πρόσκειται ἰσχυρῶς. | |
alpha1513 | Ἀνακεχυμένη· ἀνετή. | |
alpha1514 | Ἀνακαλπάζει· τινὲς μὲν ὡς οὐ δόκιμον ἐφυλάξαντο τὴν φωνήν, Αἰσχύλος δὲ ἐχρήσατο Μυσοῖς ὡς δόκιμον· λέγει γάρ (fr. 414 M.)· „εἶδον καλπάζοντας ἐν αἰχμαῖσ“. ὁμοίως Σοφοκλῆς (fr. 1007 R.) καὶ Ἀριστοφάνης (fr. 48 Dem. cf. Thesm. 1174) καὶ Πλάτων (fr. 25 | |
5 | Dem.) καὶ ἕτεροι. | |
alpha1515 | Ἀνακηρυχθῆναι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (60)· „μὴ ἀνακηρυχθῆναι αὐτῶν τὴν βδελυρίαν“. | |
alpha1516 | †Ἀνακηκεῖ†· ἀναπηδᾷ. | |
alpha1517 | Ἀνάκλητος· ὁ μετακληθείς. Σοφοκλῆς ἔφη (fr. 1008 R.). | |
alpha1518 | Ἀνακλῖναι· †ἀνάξαι†. Ὅμηρος (E 751). οὕτως †Ἡρωδια‐ νός†. | |
alpha1519 | Ἀνακομιδή· ἀναγωγή, ἐπάνοδος. | |
alpha1520 | Ἀνακογχυλιάσαι· ἀναγαργαρίσασθαι. | |
alpha1521 | Ἀνακωχή· ἀνάπαυσις. | |
alpha1522 | Ἀνακῶς· βασιλικῶς. | |
alpha1523 | Ἀνακοινώσασθαι καὶ ἀνακοινῶσαι· ἄμφω λέγουσι. Ξε‐ | |
νοφῶν δὲ καὶ ἀνεξυνοῦτο εἴρηκεν ἐν ταῖς Ἑλληνικαῖς (1, 1, 30). | ||
alpha1524 | Ἀνακραγγάνειν λέγουσιν, οὐκ ἀνακραυγάζειν, καὶ ἀνέ‐ κραγε. καὶ παρὰ Μενάνδρῳ (fr. 728 K.—Th.)· „ἤκουσα τῶν ἐκκραγγα‐ νομένων“. | |
alpha1525 | Ἀνάκρισις· ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή. | |
alpha1526 | Ἀνακρουόμεθα· οἷον ἀναπροοιμιαζόμεθα. | |
alpha1527 | Ἄνακτες καὶ ἄνασσαι· Ἀριστοτέλης ἐν τῇ Κυπρίων πολι‐ τείᾳ (fr. 526 Rose)· „καλοῦνται δὲ οἱ μὲν υἱοὶ καὶ ἀδελφοὶ τοῦ βασι‐ λέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι“. | |
alpha1528 | Ἀνακτορία· δεσποτεία. | |
alpha1529 | Ἀνακτόριον· ἱερόν. | |
alpha1530 | Ἀνακτόρων· ἱερατειῶν. | |
alpha1531 | Ἀνακωχεύειν· τὸ ἐν πελάγει χειμῶνος ὄντος στήσαντας τὰ ὀθόνια σαλεύειν. μεταφορικῶς δὲ ἐπὶ τοῦ ἅρματος εἴρηκε Σοφοκλῆς ἐν Ἠλέκτρᾳ (732). | |
alpha1532 | Ἀνακτᾶσθαι· Θουκυδίδης (6, 92, 4) ἀντὶ τοῦ θεραπεύειν. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαβεῖν. | |
alpha1533 | Ἀνακωχῆς· ἀναπαύσεως, ἐνδόσεως, τῆς πρὸς μικρὸν ἐν πο‐ | |
λέμῳ εἰρήνης. ἀνακωχὴ δὲ εἴρηται παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. | ||
alpha1534 | Ἀναλγήτως· ἀναισθήτως, ἀπόνως. καὶ ἀναισθησία ἡ Ἀναλγησία. | |
alpha1535 | Ἀναλδές· ἀναυξές, ἄτροφον. | |
alpha1536 | Ἀνάλημμα· ὕψωμα, στήριγμα. | |
alpha1537 | Ἀναλέγειν· τὸ συλλέγειν χαμόθεν καὶ ἀνοικοδομεῖν. | |
alpha1538 | Ἀναλαβεῖν· 〈οὕτ〉ως φασὶν ἐπὶ τῶν νενοσηκότων. Πλάτων ἐν Σοφισταῖς (fr. 10 Dem.). | |
alpha1539 | Ἀναλεῖ· ἀνειλεῖ τὸ βιβλίον. | |
alpha1540 | Ἀναλθές· ἀνίατον, ἀνυγίαστον, ἀναίσθητον. | |
alpha1541 | Ἀναλκής· ἄνανδρος, ἀσθενής. | |
alpha1542 | Ἄναλτος· ἀπλήρωτος, παρὰ τὴν ἅλσιν καὶ τὴν ἐκ τῆς αὐξή‐ σεως τελειότητα, παρ’ ὃ καὶ ἄλση τὰ κατάφυτα χωρία· πλήρωσις γάρ τις ἡ θεραπεία τοῦ πεπονθότος καὶ λείποντος, ὅθεν καὶ τὸ θεραπεύε‐ σθαι ἄλθεσθαι λέγουσιν. | |
alpha1543 | Ἄναλτος· βραχεῖα ἡ μέση. | |
alpha1544 | Ἀναλίσκειν καὶ ἀναλοῦν ἑκατέρως. καὶ ἀναλῶν Ἀριστο‐ φάνης Πλούτῳ (248). ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η, οἷον ἀνήλισκον, καὶ 〈διὰ τοῦ α, οἷον〉 ἀνάλισκον καὶ ἀνάλουν. | |
alpha1545 | Ἀναλοῦντες· ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης (4, 48, 3). καὶ ἀναλῶν καὶ ἀναλοῦν· τὸ ἀναιρεῖν (2, 24, 1). καὶ ἀνάλωμα ὁ αὐτός (1, 99, 3). | |
alpha1546 | Ἀναλύειν· τὸ ἑτέροις φαρμάκοις καθαίρειν τὸν πεφαρμα‐ | |
γμένον. | ||
alpha1547 | Ἀναλύζειν· σημαίνει τὸ μετὰ βίας καὶ οἷον λύττων κλαίειν τοῦ πνεύματος ἐνιεμένου πολλοῦ ταῖς ἀρτηρίαις. | |
alpha1548 | Ἀναλυθῆναι· τὸ καθαρμῷ τινι χρήσασθαι φαρμάκων. Μέ‐ νανδρος Ἥρῳ (fr. 4 K.—Th.)· „ἐπεφαρμακεύσω γλυκύτατ’ ἀναλυθεὶς μόλισ“. | |
alpha1549 | Ἀναλῦσαι· τὸ δι’ ἐπῳδῆς τινα τῆς βλάβης ἀπαλλάξαι. | |
alpha1550 | Ἀναλογισμοὶ καὶ ἀναλογίζεσθαι καὶ τὰ ἐξ αὐτοῦ Πλάτων εἴρηκεν (Prot. 332d)· „ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν“. καὶ Θουκυδίδης (5, 7, 2)· „ἀναλογιζόμενοι πρὸς οἵαν ἐμπειρίαν“. καὶ ἀνε‐ λογίζοντο ὁ αὐτός (8, 83, 3). | |
alpha1551 | Ἀναλώματα νόμιμα· ὁ Δημοσθένης εἴρηκεν. | |
alpha1552 | Ἀναλφάβητος· ἐδόκει μὲν εἶναι εὐτελές. Νικοχάρης δὲ αὐτὸ ἐποίησεν ἀρχαῖον χρησάμενος ἐν τῇ Γαλατείᾳ οὕτως (fr. 2 Dem.)· „τὸν ἀναλφάβητον, τὸν ἄπονον“. ταῦτα ὁ Φρύνιχος (Praep. soph. fr. 19). | |
alpha1553 | Ἀνάλφιτον· Φιλύλλιος Αἰγεῖ (fr. 1 Dem.). | |
alpha1554 | Ἀναμφίδοξον· ἀναμφίβολον. | |
alpha1555 | Ἀναμάθω· ἐξ ἀρχῆς μάθω. | |
alpha1556 | Ἀναμάττεσθαι· ἀναφυρᾶν. | |
alpha1557 | Ἀναμέλποντες· ἀνυμνοῦντες. | |
alpha1558 | Ἀναμετρήσαιμι (μ 428)· †διεμπεράσαιμι†. | |
alpha1559 | Ἀνὰ μέρος· ἀντὶ τοῦ ἐν μέρει. | |
alpha1560 | Ἀναμηρύσασθαι· ἀνατεῖναι. | |
alpha1561 | Ἀναμίλλητον· ἀφιλόνεικον. | |
alpha1562 | Ἀναμύειν· ἀναβλέπειν. | |
alpha1563 | Ἀναμιλώσαιμι· ἀναγλύψαιμι. | |
alpha1564 | Ἀνανεοῦσθαι· ἀναμιμνήσκεσθαι. πεποίηται δὲ ἀπὸ τῶν τοῖς πέντε δακτύλοις τῆς χειρὸς συνεχὲς ἀριθμούντων καὶ ἐπαναλαμβα‐ νόντων, οἱονεὶ κατὰ πεντάδα ἀριθμούντων. | |
alpha1565 | Ἀνανεοῦσθαι· ὡς ἡμεῖς Θουκυδίδης εʹ (18, 9) καὶ Πλούτοις Κρατῖνος (fr. 167 K.). | |
alpha1566 | Ἄναντα (Ψ 116)· ἄνω, ἀνωφερῆ, δυσχερῆ. | |
alpha1567 | Ἄνανδρος· Ἰσοκράτης Εὐαγόρᾳ (66) καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (24,53)· „τὸ μὲν γὰρ χρηστῶν, τὸ δὲ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστί“. καὶ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους (p. 24 J.). | |
alpha1568 | Ἄναντα· ἀντὶ τοῦ ἀνωφερῆ, ὑψηλά. τινὲς τὰ μὴ βεβρεγμένα, Σοφοκλῆς δὲ Ἰνάχῳ (fr. 272 N.2 = 294 R.) τὰ μὴ ἐκκεκομμένα, παρὰ τὸ αἵνειν, ὅ ἐστι κατακόπτοντα πτίσσειν. Ἀρίσταρχος δὲ (fr. novum) ἐνταῦθα γράφει †ἑνικῶς† ἄνατα, ἀντὶ τοῦ ἄνευ βλάβης. | |
alpha1569 | Ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται· Θουκυδίδης βʹ | |
(45, 1). | ||
alpha1570 | Ἀνάνιος· ὑπερήφανος, ἄλυπος. | |
alpha1571 | Ἄναντες· ἀνωφερές. | |
alpha1572 | Ἄναξ· θηλυκῶς. οὕτως Αἰσχύλος (fr. 342 N.2 = 689 M.). | |
alpha1573 | Ἀναξαγόρας· σοφιστής, Ἡγησιβούλου υἱός, Κλαζομένιος. Νοῦς δὲ ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον εἰπὼν μύδρον διάπυρον. | |
alpha1574 | Ἀναξίβιος· Λακεδαιμονίων στρατηγός. | |
alpha1575 | Ἀναξίαν· βασιλείαν. Αἰσχύλος (fr. 283 N.2 = 32 M.). | |
alpha1576 | Ἀναξιδώρα· ἡ ἀνάγουσα καὶ ἀνιεῖσα τοὺς καρποὺς ἐκ γῆς Δημήτηρ. καὶ Σοφοκλῆς δὲ (fr. 1010 R.) ἀναγαγεῖν ἀμπελῶνάς φησιν. | |
alpha1577 | Ἀνάξοιτο· ἀνασχήσοι〈το〉. Ξενοφῶν (HG. 2, 1, 22). | |
alpha1578 | Ἀναξυρίδας· φιμινάλια, βρακία. ἢ τὰ βαθέα καὶ †ἄβατα† ὑποδήματα. | |
alpha1579 | Ἀνὰ οὐλαμόν (Δ 251)· κατὰ τὸ ἄθροισμα. | |
alpha1580 | Ἀναπάλλει· ἀναπηδᾷ, ἀνασείει. | |
alpha1581 | Ἀνάπαλιν· τὸ τὰ ἔσχατα πρῶτα λέγειν ἢ πράττειν. | |
alpha1582 | Ἀνάπαυλαν· ἀνάπαυσιν. | |
alpha1583 | Ἀναπαύεσθαι· τὸ κατακλίνεσθαι ὡς πρὸς ὕπνον. | |
alpha1584 | Ἀνάπαιστα· κυρίως τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, καὶ ἰδίως τὰ τῶν ῥυθμῶν. ἔστι δὲ καὶ ὁ ἀνάπαιστος ὄνομα | |
μετρικοῦ ποδὸς λεγόμενος ἀρρενικῶς. | ||
alpha1585 | Ἀναπατάξασθαι· ἀνακρούσασθαι ᾆσμα. | |
alpha1586 | Ἀναπαντῶσιν· ἀνακύπτουσιν. | |
alpha1587 | Ἀναπαιστρίδες· σφῦραί τινες παρὰ τοῖς χαλκεῦσιν. | |
alpha1588 | Ἀναπεμπαζόμενοι· ἀριθμούμενοι, σκεπτόμενοι. καὶ τὰ ἐξ αὐτοῦ Πλάτων εἴρηκεν (Leg. 4, 724b). | |
alpha1589 | Ἀναπεμπάσαι· ἀνασκέψασθαι ἢ ἀριθμῆσαι. | |
alpha1590 | Ἀναπεμπάζεσθαι· ἐπαναλαμβάνειν τὰ εἰρημένα. | |
alpha1591 | Ἀναπεποιημένης· ἀναπεφυραμένης, ἐζυμωμένης. | |
alpha1592 | Ἀναπετῶ· ἀναπετάσω. Μένανδρος Θεοφορουμένῃ (fr. 7 K.‐ Th.). | |
alpha1593 | Ἀναπεφλασμένον· ἀνατεταμένον ἔχων τὸ αἰδοῖον· ἀνα‐ φλᾶν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀναμαλάττειν τὰ αἰδοῖα. | |
alpha1594 | Ἀναπῆξαι· ἀνεγεῖραι. | |
alpha1595 | Ἀνάπηρον· οὐδὲν πλέον σημαίνει τοῦ πηρός. | |
alpha1596 | Ἀναπηδύουσα· ἀναπηδῶσα. | |
alpha1597 | Ἀνάπηρον ψυχήν (Pl. Reip. 7, 535d)· τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουσαν, ἀλλὰ σεσινωμένην καὶ ἀχρείαν. | |
alpha1598 | Ἀνάπηρον· νοσώδη. ἢ λυπηρόν. | |
alpha1599 | Ἀναπηρόβιος 〈ἐν〉 ὀργῇ· Φρύνιχος (fr. 4 Dem.)· „ἐν | |
χαλεπαῖς ὀργαῖς ἀναπηροβίων 〈τρι〉γερόντων“. | ||
alpha1600 | Ἀναπίπτειν· τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖς παλαιοῖς. | |
alpha1601 | Ἀναπίμπλαται· ἀναπληροῦται. | |
alpha1602 | Ἀναπίπτειν· οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. Θουκυδίδης αʹ (70, 5)· „καὶ νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσιν“. | |
alpha1603 | Ἀνάπλασμα· σχῆμα. | |
alpha1604 | Ἀνάπλεως· λέγουσι δὲ καὶ ἀνάπλεος καὶ ἀναπλέα (Pl. Phaed. 83d). | |
alpha1605 | Ἀναπλήσας· ἀναπληρώσας. ἢ μολύνας, ὡς Πλάτων (fr. 26 Dem.). | |
alpha1606 | Ἀναποδίζειν· τὸ ἐξετάζειν καὶ ὡσανεὶ συγκρούειν. Ἡρόδο‐ τος (5, 92, 6). | |
alpha1607 | Ἀναπόδραστον· ἄφευκτον. | |
alpha1608 | Ἀναπόμπιμα δῶρα· τὰ ἀποστρεφόμενα. | |
alpha1609 | Ἀναπόνιπτος 〈καὶ〉 ἄνιπτος· διττῶς λέγεται. Φρύνιχος Τραγῳδοῖς (fr. 3 Dem.)· „ἄσιτος, ἄποτος, ἀναπόνιπτοσ“. | |
alpha1610 | Ἀναποδιζόμενα· ἀντὶ τοῦ ἐξεταζόμενα. ἢ ἀντὶ τοῦ ἄνωθεν πολλάκις τὰ αὐτὰ λεγόμενα ἢ πραττόμενα. | |
alpha1611 | Ἀνάποινος· ἄνευ λύτρων. Κυρηναῖοι δὲ ὁ μάταιος. | |
alpha1612 | Ἀναπολεῖ· ἀναμιμνήσκεται. | |
alpha1613 | †Ἀναπόνιπτρον†· ἀνεξάλειπτον. | |
alpha1614 | Ἀναπτεροῖ φόβος, ἢ λόγος, ἢ ἔπαινος, ἢ λοιδορία, ἤ τι τοιοῦτον· Σοφοκλῆς Κρεούσῃ (fr. 355 R.)· „τί δ’, ὦ γεραιέ; τίς ς’ ἀναπτεροῖ φόβος;“ | |
alpha1615 | Ἀναπτερώσας· μετεώρους ποιήσας, προθυμοποιήσας. | |
alpha1616 | Ἀναπρήσας· ἀναφυσήσας, ἀναπέμψας, ἀνενέγκας. | |
alpha1617 | Ἀνεπτερῶσθαι τὴν ψυχήν· οἷον ἀνασεσοβῆσθαι. Κρατῖνος (fr. 384 K.) καὶ Εὔπολις. | |
alpha1618 | Ἀνάπτειν· περιτιθέναι. ἢ ἀνατιθέναι. | |
alpha1619 | Ἀναπτησίκερως· Ἀττικῶς τὸν ἴκτινον. | |
alpha1620 | Ἀναπτήτω· πετασθήτω. | |
alpha1621 | Ἀναπτομένας· ἀναπετασθείσας. | |
alpha1622 | Ἀναπτύξω· ἀντὶ τοῦ ἐπιδείξω. Εὐριπίδης (Herc. 1256). | |
alpha1623 | Ἀνάπτυξις· ἑρμηνεία, διασάφησις. | |
alpha1624 | Ἀνάπυστα· ἔκπυστα, δῆλα. | |
alpha1625 | Ἀνάπυστα (l 274)· ἀνεκλάλητα, ἀνεξάκουστα. ὁ δὲ Ἡλιόδωρος ἀνάγγελτα καὶ ἄρρητα. ἢ ἐξάγγελτα καὶ ἔκδηλα καὶ ἐξά‐ κουστα. | |
alpha1626 | Ἀναπτυχαί· ἀνατολαί. | |
alpha1627 | †Ἄναρ· ἤκουσα. Κρῆτες. οἱ δὲ ὄναρ†. | |
alpha1628 | Ἄναρθρα· ἀτύπωτα, ἀτράνωτα. λαμβάνεται δὲ ἐπὶ συλλαβῆς λειπούσης στοιχεῖον, ἢ λόγου λείποντος λέξιν, ἢ λέξεως λειπούσης συλλαβήν. | |
alpha1629 | Ἀναρᾶσθαι· ἀντὶ τοῦ διαλύειν τὴν γενομένην κατάραν. οὕτως Καλλισθένης (FGrHist 124 F 47). | |
alpha1630 | Ἀνάργυρος· Πλάτων Νόμων γʹ (679b)· „ἄχρυσοί τε καὶ ἀνάργυροι ὄντεσ“. ἀναργυρία δὲ Στράττις (fr. 8 Dem.). | |
alpha1631 | Ἀναρίθμιον· ἐχθρόν. | |
alpha1632 | Ἀνάριστος, μᾶλλον δὲ ἀναρίστητος· Ἀριστοφάνης Πο‐ λυΐδῳ (fr. 454 K.)· „διὰ τῆς ἀγορᾶς τρέχων ἀναρίστητος ὤν“. οὕτως δὲ 〈καὶ〉 Ἄλεξις (fr. 233 K.). Μένανδρος (fr. 821 K.—Th.) 〈ἀ〉νάρι‐ στον. | |
alpha1633 | †Ἄναρκτος†· δήμιος. | |
alpha1634 | Ἄναρκτον· τὸ ἀνυπότακτον. | |
alpha1635 | Ἀναρρηθῆναι· ἀνακηρυχθῆναι. | |
alpha1636 | Ἀνάρρημα· κήρυγμα. | |
alpha1637 | Ἀνάρρησις· ἀναγόρευσις. | |
alpha1638 | Ἀναρριπίζεται· Φερεκράτης Αὐτομόλοις (fr. 4 Dem.)· „ἁνὴρ ἀναρριπίζεται“. | |
alpha1639 | Ἀναρριπτεῖν· ἀναλαμβάνειν. | |
alpha1640 | Ἀναρρίπτεσθαι· μεταμελεῖσθαι, μετατίθεσθαι. | |
alpha1641 | Ἀναρριχᾶσθαι· τὸ πρόσαντες ἀναβαίνειν ἅμα ταῖς χερσὶν ἀντιλαμβανόμενον καὶ στηριζόμενον. Ἀριστοφάνης Εἰρήνῃ (70)· | |
„πρὸς ταῦτ’ ἀνηρριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν“. | ||
alpha1642 | Ἀναρροφεῖ· Κρατῖνος Πανόπταις (fr. 7 Dem.)· „καὶ πάντ’ ἀναρροφεῖ“, καὶ „ταῦτ’ εὐθὺς ὑποκαθήμενοι ἀναρροφοῦσιν ἄνδρεσ“. | |
alpha1643 | Ἀναρροὰς κυμάτων· Νικοχάρης (fr. 7 Dem.)· „ῥηγνὺς δὲ πολλὰς κυμάτων ἀναρροάσ“. | |
alpha1644 | Ἀναροδανισθῆναι· ἀναβληθῆναι. | |
alpha1645 | Ἀναρροιβδεῖν· Ὅμηρος μὲν (μ 104) τὸ ἀναρροφεῖν, Σοφο‐ κλῆς δὲ τοὐναντίον ἔοικεν 〈ἐν〉 Ναυσικάᾳ (fr. 407 N.2 = 440 R.)· „ὄχημά μοι ἐπᾶραν ἡσύχως ἀναρροιβδεῖ πάλιν“. | |
alpha1646 | Ἀνάρσια· ἃ οὐκ ἄν τις ἄραιτο. | |
alpha1647 | Ἀναρσίας· ἐχθράς. οὕτως Ἴων (TrGF 19 F 53d). | |
alpha1648 | Ἀνάρτησον· κρέμασον. | |
alpha1649 | Ἀναρύει· ἀντὶ τοῦ θύει καὶ σφάττει. Εὔπολις (fr. 395 K.). καὶ ἡ θυσία δὲ ἐπανάρρυσις ὀνομάζεται. | |
alpha1650 | Ἀναρύτειν· ἀναντλεῖν, ἀπὸ τοῦ ἀρύτεσθαι. Κρατῖνος Διδα‐ σκαλίαις (fr. 36 K.)· „ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτουσα ἀπηχθάνου“. | |
alpha1651 | †Ἀνασαρῶσαι†· εἰς τὴν ὀροφὴν ἐμπῆξαι. | |
alpha1652 | Ἀνασειράζει· ἀνθέλκει, ἀνατρέπει. | |
alpha1653 | Ἀνασείσας· ἀπειλησάμενος. Δημοσθένης κατὰ Ἀριστογεί‐ τονος (25, 47). | |
alpha1654 | Ἀνασεμνύνειν· ἔστι μὲν καὶ τὸ ἀποσεμνύνειν πολιτικόν, ἀλλὰ τὸ ἀνασεμνύνειν πολιτικώτερον καὶ ὑψηλότερον. | |
alpha1655 | Ἀνασείειν· ἐκτινάσσειν, ἀπειλεῖν, ἐρευνᾶν, ἐπηρεάζειν. | |
alpha1656 | Ἀνασηκῶσαι· ἀνταποδοῦναι, ἀναλαβεῖν, ὅπερ ποιοῦσιν οἱ ἱστάντες, οἷον ἐξισῶσαι τὸ λεῖπον τῷ πλεονάζοντι. λέγεται δὲ καὶ ἀνασήκωσον καὶ ἀνεσηκώθη καὶ ἀνασηκώσας, ἀντὶ τοῦ ἀναθέμε‐ νος, καὶ ἀνασηκωθείς, καὶ ἀνασηκώσασθαι. | |
alpha1657 | Ἀνάσιλλος· ἀναφαλαντίας. | |
alpha1658 | Ἀνασιμοῦν· {ἀναλίσκειν}. καὶ τὸ τὰ ζῷα πρὸς ὀχείαν ὁρμῶντα ὀσφραίνεσθαι. | |
alpha1659 | Ἀνασκευασθείσης τῆς τραπέζης· οἷον ἀναστάτου γενο‐ μένης. οὕτως Δημοσθένης (33, 9). | |
alpha1660 | Ἀνασκαλεύων· ἀνακινῶν, ἀδημονῶν, ἀναλογιζόμενος. | |
alpha1661 | Ἀνασκευασάμενοι· ἀπάραντες. | |
alpha1662 | Ἀνασκινδυλευθῆναι· ἀνασκολοπισθῆναι, ἀνασταυρωθῆ‐ ναι. κέχρηται τῇ λέξει Πλάτων ἐν Πολιτείᾳ (2, 362a). | |
alpha1663 | Ἀνασκυζᾶν· ἐπὶ τοῦ ἐξοιστρεῖν καὶ ἀκολασταίνειν. καὶ ἐκσκυζᾶν Κρατῖνος (fr. 25 Dem.), Φρύνιχος δὲ σκυζᾶν ἔφη (fr. 6 Dem.). | |
alpha1664 | Ἀνασπᾷ· ἀντὶ τοῦ καταλύει, ἢ ἀναιρεῖ. Θουκυδίδης (6, 100, 3). | |
alpha1665 | Ἀνασπᾶν· τὸ ἀντλεῖν τὸ ὕδωρ· „κάδους ἀνασπῶν“, φησὶ | |
Φερεκράτης (fr. 180 K.). | ||
alpha1666 | Ἀνασπᾶν βούλευμα καὶ ἀνασπᾶν γνωμίδιον· Ἀριστο‐ φάνης (fr. 49 Dem.). ἡ συμπλοκὴ ἁρμόζει συνουσίαις. | |
alpha1667 | Ἄνασσα· βασίλισσα. | |
alpha1668 | Ἀνασταδόν· ἀνιστάμενοι. | |
alpha1669 | Ἀνάστασις· ἀντὶ τοῦ ἀναστάτωσις. | |
alpha1670 | Ἀνάστατος· κατεστραμμένος. | |
alpha1671 | Ἀναστάτως· πεπορθημένως. | |
alpha1672 | Ἀναστεῖλαι· ἀντὶ τοῦ ἀνασχέσθαι. | |
alpha1673 | Ἀναστήσας· 〈ἀναστάτους ποιήσας καὶ μετοικίσασ〉. | |
alpha1674 | 〈Ἀνάστατον τὴν πόλιν ποιήσασ〉· ἀνοικίσας ἢ μεταστή‐ σας καὶ μεταγαγών. | |
alpha1675 | Ἀνάστατοι· πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρη‐ φόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι, ἀμφιφῶν‐ τες, φθόϊς, σελῆναι, πελανοί, πόπανα. | |
alpha1676 | Ἀνάστατα ποιεῖν· Πλάτων· φησὶ γάρ (Soph. 252a)· „πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν“. οὕτως Ἄλεξις (fr. 1 Dem.) καὶ Μένανδρος (Epit. 30. Col. 87) καὶ Εὐριπίδης (Andr. 1249 cf. fr. 955f Snell). Δημοσθένης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 39)· „ἀνά‐ | |
5 | στατος αὐτῶν ἡ πόλις γέγονε“. | |
alpha1677 | Ἀναστάτω· ἡ συνήθεια. Θουκυδίδης δὲ (1, 87, 2) ἀναστήτω λέγει διὰ τοῦ η· „ἀναστήτω 〈ἐς ἐκεῖνο τὸ χωρίον〉“. | |
alpha1678 | Ἀναστῆναι ἕωθεν· ὡς καὶ ἀπὸ τοῦ ὕπνου φαμέν. Πλάτων | |
Χαρμίδῃ (155b)· „ἀνιστάμενος ἕωθεν“. | ||
alpha1679 | Ἀναστήσειν· ἀντὶ τοῦ ἀνάστατον ποιῆσαι. Εὐριπίδης (fr. novum). | |
alpha1680 | Ἀναστῶ· ἀντὶ τοῦ ἀναστήσω. Κράτης (fr. 4 Dem.) καὶ Φερε‐ κράτης (fr. 14 Dem.) καὶ Ἄρχιππος (fr. 5 Dem.). | |
alpha1681 | Ἀνασυντάξας· ἀντὶ τοῦ ἄνωθεν συντάξας. Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου (fr. 151 J.). | |
alpha1682 | Ἀνασύνταξις· τὰ διαγεγραμμένα τιμήματα ταῖς συμμορίαις ὅταν δόξῃ τῷ δήμῳ χρῄζειν προσθήκης ἢ ἀφαιρέσεως, καὶ ἕλωνται τοὺς τοῦτο πράξοντας, τοῦτο ἀνασύνταξιν καλοῦσιν. | |
alpha1683 | Ἀναστοιχειοῖ· ἀναπλάττει, ὡς μεταστοιχειοῖ· μεταπλάτ‐ τει. | |
alpha1684 | Ἀναστροφὴ δίκης· ὅταν ὁ ἐγκαλούμενος τῷ ἠδικημένῳ ἐγκαλῇ. | |
alpha1685 | Ἀναστῦψαι· ἢ τὸ αἰδοῖον ἐπᾶραι, ἢ στυγνάσαι. Σοφοκλῆς (fr. 388 N.2 = 421 R.). | |
alpha1686 | Ἀνασῦραι· ἀποκαλύψαι, περιποιῆσαι. | |
alpha1687 | Ἀνασύρειν καὶ ἀνασεσυρμένην· εἰώθαμεν χρῆσθαι τῷ ὀνόματι ἐπὶ τῶν φορτικῶν ἢ ἀναισχυντούντων. Ἀνακρέων ἐν †αἰ† (PMG 350 Page). | |
alpha1688 | Ἀνασφήλας· ἀνανήψας, ἑαυτὸν ἀναστήσας ἢ ἀναλαβών. | |
alpha1689 | Ἀνασχοῦσα· ἀναδοῦσα. | |
alpha1690 | Ἀνασχών· ἀνατείνας. | |
alpha1691 | Ἀνατί· ἀβλαβῶς καὶ ἄνευ τίσεως καὶ τιμωρίας καὶ ἄτης. | |
alpha1692 | Ἀνατεθυμένος· ἀναπεπεισμένος. οἱ δὲ ἀνακεκαυμένος. | |
alpha1693 | Ἀνασχετός· Δημοσθένης καὶ Θουκυδίδης (1, 118, 2). καὶ Ἀνάσχωμαι Φερεκράτης (fr. 15 Dem.), ἀνασχήσομαι δὲ Ἀριστο‐ φάνης (Ach. 299). | |
alpha1694 | Ἀνατίθεμαι· ἀθετῶ. | |
alpha1695 | Ἀνατίθεμαι τὰ πράγματα τούτῳ· οἷον τὴν ἐξουσίαν πᾶ‐ σαν τῶν πραγμάτων τόνδε ἔχειν βούλομαι. | |
alpha1696 | Ἀνατεῖλαι· ἀνθῆσαι, ἐκ μεταφορᾶς τῶν βοτανῶν. | |
alpha1697 | Ἀνατλάντες· ὑπομείναντες. | |
alpha1698 | Ἀνατείνας τὴν ψυχήν· ἐπὶ τὰ ἄνω τρέψας καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν. | |
alpha1699 | Ἄνατος· ὁ ἀβλαβής. | |
alpha1700 | Ἀνατάξασθαι (Ev. Luc. 1, 1)· εὐτρεπίσασθαι. | |
alpha1701 | Ἀνάτλημα· ὑπομονή. καὶ ἀνατλῆναι· ὑπομεῖναι. | |
alpha1702 | Ἀνατύπωσις· διανόησις. | |
alpha1703 | †Ἀνατυπῶσαι†· ἀντὶ τοῦ ἀνατρέψαι. Ἀντίμαχος (fr. 115 Wyss). | |
alpha1704 | Ἄναυδος· ἄφωνος. | |
alpha1705 | Ἀνατρέχω· ἀντὶ τοῦ ἀναλύω. Μένανδρος (fr. 680, 2 K.—Th.). | |
alpha1706 | Ἀνατεθυμιαμένος· ἀναπεπεισμένος. ἢ ἀνακεκαυμένος. | |
alpha1707 | Ἀνατρέπειν· ἀναστρέφειν. | |
alpha1708 | Ἀνάτριπτα ἱμάτια· ἐγνωρίζετο παρὰ τοῖς ἀρχαίοις καὶ αὕτη ἡ χρῆσις τῶν ἱματίων. ἔστι δὲ ἀνάτριπτα τὰ ἀνατριβόμενα ἐν τῷ κνάπτεσθαι καὶ τὴν κροκύδα ἀνιέντα πυκνὴν καὶ λεπτήν. | |
alpha1709 | Ἀναφαίνεις· φανερὰ ποιεῖς. | |
alpha1710 | Ἀναφαιρέτους· μὴ ἀφαιρουμένους. | |
alpha1711 | Ἀναφανδόν· φανερῶς. | |
alpha1712 | Ἀναφῆναι· ἐκφῆναι. | |
alpha1713 | Ἀναφοιτῆσαι· ἀνελθεῖν. | |
alpha1714 | Ἀναφορεῖς· οἱ ἀνέχοντες ἢ ἀναβαστάζοντες. | |
alpha1715 | Ἀναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουσιν. καὶ ἀνάσιλ‐ λον τὸ αὐτό. | |
alpha1716 | Ἀναφλασμόν· τὰ ἀφροδίσια. Εὔπολις Αὐτολύκῳ (fr. 61 K.). καὶ ἀναφλᾶν τὸ μαλάττειν τὸ αἰδοῖον. | |
alpha1717 | Ἀναφλύστιοι· δῆμος φυλῆς Ἀντιοχίδος. ἔνιοι μέντοι τῶν ἱστορικῶν ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν. | |
alpha1718 | Ἀναφοράν· τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλλους. Δημοσθένης κατὰ Κτησιφῶντος (18, 219). | |
alpha1719 | Ἀναφοιβάσας· ἀνακαθάρας. | |
alpha1720 | Ἀναφράξαντες· ἀναπτύξαντες, ἀναπετάσαντες. | |
alpha1721 | Ἀναφρονέων· ἀναλογιζόμενος. | |
alpha1722 | †Ἀναχάσκειν†· ὃ ἡμεῖς ἀνέχασκεν. | |
alpha1723 | Ἀναχαιτίζει· ἀναποδίζει, ἀνακόπτει. | |
alpha1724 | Ἀναχαιτίζειν· τὸ ἀπειθεῖν καὶ ἀντιτείνειν. Σοφοκλῆς (fr. 180 N.2 = 179 R.). | |
alpha1725 | Ἀνὰ χθόνα· ἐπὶ τὴν γῆν. | |
alpha1726 | Ἀνάχυσιν· βλακείαν, ἔκλυσιν. καὶ ἐπίτασίν τινος ἢ πλεο‐ | |
νασμόν. | ||
alpha1727 | Ἀναχωρίζει· ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. Ξενοφῶν (An 5, 2, 10). καὶ ἀναχωρεῖ τὸ παθητικόν. | |
alpha1728 | Ἀνάψαι· ἀναθεῖναι, κοσμῆσαι. | |
alpha1729 | Ἀναψύχουσα· ξηραίνουσα, ῥιπίζουσα. | |
alpha1730 | Ἀναψύχοντα· ἀναπνέοντα πρὸς τὴν τοῦ ἀνέμου πνοήν. | |
alpha1731 | Ἀναψυχῆναι· ἀναπαύσασθαι. ἢ ἀναψύξαι. Ἀμειψίας Μοιχοῖς (fr. 13 K.). | |
alpha1732 | Ἀναψῦχον· ἀντὶ τοῦ ἀναπνοὴν διδοῦν. | |
alpha1733 | Ἀναψηφίσασθαι· τὸ μεταψηφίσασθαι. Φερεκράτης Δουλο‐ διδασκάλῳ (fr. 47 K.)· „κἀναψηφίσασθ’ ἀποδοῦναι πάλιν τὰ χρυσία“. | |
alpha1734 | Ἀναψυχομένη· ἀντὶ τοῦ ἀναπαυομένη. | |
alpha1735 | Ἁνδάνει· ἀρέσκει. | |
alpha1736 | Ἄνδηρα· τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. Ὑπερείδης δὲ (fr. 113 J.) τὰ ἀναχώματα λέγει διὰ τὸ ὑπεράνω εἶναι τῶν διερῶν. | |
alpha1737 | Ἀνδοκίδου Ἑρμῆς· Δοῦρις μὲν (FGrHist 76 F 68) αὐτο‐ σχεδιάζει, ὡς ἔοικεν, Ἀνδοκίδου εἶναι λέγων τὸν Ἑρμῆν ἀνάθημα, Αἰσχίνης δὲ (1, 125) καὶ αὐτὸς Ἀνδοκίδης (1, 62) τῆς Αἰγηΐδος φυλῆς μαρτυροῦσιν εἶναι ἀνάθημα. | |
alpha1738 | Ἀνδράγρια· σκῦλα ἐξ ἀνδρῶν. | |
alpha1739 | Ἀνδράχλη· διὰ τοῦ λ Ἀττικοὶ ἀντὶ τοῦ ν. Σοφοκλῆς (fr. 823 | |
R.)· „χλωροῖσι κορμοῖς ἀνδράχλης ἀναίθεται“. | ||
alpha1740 | Ἀνδραγαθία· Ὑπερείδης (2, 16 J.)· „ἐστεφάνωμαι δὲ ὑπό τε τῶν ἱππέων ἁπάντων ἀνδραγαθίας ἕνεκα“. λέγεται δὲ καὶ ἀνδρα‐ γαθίζεται (Thuc. 2, 63, 2) καὶ ἀνδραγαθίζεσθαι (Thuc. 3, 40, 4). | |
alpha1741 | Ἀνδράποδον· καὶ ἐπὶ θηλείας εἴρηκε Φερεκράτης (fr. 16 Dem.). | |
alpha1742 | Ἀνδραποδοκλόπος· Σοφοκλῆς (fr. 1011 R.), ἀνδραποδο‐ κλέπτης δὲ Μένανδρος (fr. 822 K.—Th.). | |
alpha1743 | Ἀνδράριον· Ἀριστοφάνης (Ach. 517). | |
alpha1744 | Ἀνδρεία φύσις· Ἄρχιππος (fr. 6 Dem.)· „Πειθοῦς γὰρ οὐκ ἦν οὔτε βωμὸς οὔτε πῦρ οὔτ’ ἐν γυναιξὶν οὔτ’ ἐν ἀνδρείᾳ φύσει“. | |
alpha1745 | Ἀνδραποδισμός· αἰχμαλωσία. | |
alpha1746 | Ἀνδραποδοκάπηλος· μεταβολεὺς ἀνδραπόδων. καὶ ἀν‐ δραποδοκάπηλος· ὁ σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀν‐ δράποδα, ὅ ἐστι πιπράσκειν. | |
alpha1747 | Ἀνδραποδώδεις· δουλοπρεπεῖς, δουλογνώμονας. | |
alpha1748 | Ἀνδρακάς· τὸ κατ’ ἄνδρα †χωρίσαι†. Κρατῖνος ἐν Βουκό‐ λοις (fr. 19 K.). {Θουκυδίδης δὲ ἀντὶ τοῦ ἴσον καὶ ἀντικείμενον}. | |
alpha1749 | Ἀνδραποδιστής· οὐ μόνον ὁ τοὺς ἐλευθέρους δουλούμενος, ἀλλὰ καὶ ὁ τῶν δεσποτῶν τοὺς δούλους ὑποσπῶν εἰς ἑαυτόν. | |
alpha1750 | Ἀνδραπόδητοι· οἱ σὺν ἀνδραπόδοις ἀποδημήσαντες. | |
alpha1751 | Ἀνδραφάσσειν· κατ’ ἄνδρα ἐφάπτεσθαι. | |
alpha1752 | Ἄνδραγχος· δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων. | |
alpha1753 | †Ἀνδραφόνων†· οὕτως Σόλων ἐν τοῖς Ἄξοσιν (fr. 3 R.) 〈ἀντὶ〉 τῶν ἀνδροφόνων ἀεί φησιν. | |
alpha1754 | Ἀνδρεία· ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμο‐ νοίας (87 B 67a D.—K.). | |
alpha1755 | Ἀνδρείκελον· ὅμοιον 〈ἀνδρί〉. σημαίνει δὲ καὶ τὸ μίγμα τῶν ζωγράφων, ὃ καλεῖται χρωμάτων κρᾶσις. | |
alpha1756 | Ἀνδραποδώδη τρίχα (Pl. Alc. 1, 120b)· τὴν τῶν ἀνδρα‐ πόδων ἰδίαν κουράν, ἣν ἀπελευθερωθέντες ἤλλασσον Ἀθήνησιν αἱ δοῦλαί τε καὶ οἱ δοῦλοι. | |
alpha1757 | Ἀνδρεῖος πρὸς δωροδοκίαν· ὁ Ῥήτωρ· „πρὸς μὲν τὴν τῶν πραγμάτων κίνησιν, ὡς ἔοικε, δειλὸς τυγχάνεις, πρὸς δὲ τὴν δωροδο‐ κίαν ἀνδρεῖοσ“. | |
alpha1758 | Ἀνδρικήν· τὴν ἰσχυράν. Πλάτων Νόμων ζʹ (814e). | |
alpha1759 | Ἀνδριστὶ μιμεῖσθαι φωνήν· ὡς ἀνήρ. Κράτης Λαμίᾳ (fr. 3 Dem.). | |
alpha1760 | Ἀνδρίον· τὸ ὑποκοριστικόν. Εὐριπίδης Αὐτολύκῳ (fr. 282a Snell)· „μηδὲν τῷ πατρὶ μέμφεσθ’ ἄωρον ἀποκαλοῦντες ἀνδρίον“. | |
alpha1761 | Ἀνδρικὸς καὶ ἀνδρικώτατος· Πλάτων (Phaedr. 273b) καὶ Ἀριστοφάνης (Equ. 81), ἀνδρικώτερος δὲ Ἀναξανδρίδης (fr. 1 Dem.) καὶ ἀνδρωδῶς Ἰσοκράτης Παναθηναϊκῷ (12, 31). | |
alpha1762 | Ἀνδρηλατεῖν· ἄνδρας ἐλαύνειν. καὶ ἀνδρηλατεῖσθαι· ἐλαύνεσθαι. καὶ πολλὴ τῆς τοιαύτης φωνῆς παρὰ τοῖς ἀρχαίοις ἡ | |
χρῆσις. | ||
alpha1763 | Ἀνδρογύνων· ἀσθενῶν, γυναικῶν καρδίας ἐχόντων. | |
alpha1764 | Ἀνδρογύνων ἄθυρμα· Εὔπολις ἐν Ἀστρατεύτοις (fr. 3 Dem.). ἀνδρογύνους δὲ ἔλεγον τοὺς ἄνδρας μὲν τὸ σῶμα φύντας, εἰς γυναῖκας δὲ σφᾶς αὐτοὺς ἀφέντας καὶ τὰς τούτων ἐπιτηδεύσεις ἐπιτη‐ δεύοντας. | |
alpha1765 | Ἀνδροκόβαλος· κακοῦργος, πανοῦργος. | |
alpha1766 | Ἀνδροκτασιάων· ἀνδροφονιῶν. | |
alpha1767 | Ἀνδροληψία· τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύ‐ ραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐ‐ τὸν εἰς τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία, καὶ οὐδετέρως Ἀνδρολήψιον. | |
alpha1768 | Ἀνδριάς· ὡς ἐν τῇ συνηθείᾳ λέγουσιν αἱ μητέρες περὶ τῶν υἱῶν „ὁ καλὸς ἀνδριάς μου“, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 129)· „τὸν καλὸν ἀνδριάντα“ †γράφοντα†. λέγεται δὲ ἀνδριὰς καὶ τὸ ἄγαλμα καὶ ὁ ἐκ χαλκοῦ καὶ ξύλου καὶ χρυσίου καὶ τῆς ἄλλης | |
5 | ὕλης, ὅση δύναται δέξασθαι καὶ κατέχειν εἶδος. λέγεται δὲ τούτων ἕκαστον καὶ κατὰ συνθήκην τῆς ὕλης, ὁ χαλκοῦς ἀνδριὰς καὶ ὁ ξύλινος ἀνδριὰς καὶ τὰ ὅμοια. λέγεται μέντοι καὶ ἐπὶ τῶν ἄλλων ζῴων κα‐ ταχρηστικῶς ἀνδριάς. | |
alpha1769 | Ἀνδρόπαις· ὁ ἤδη ἀνδρούμενος παῖς. | |
alpha1770 | Ἀνδροσάθων· ὁ μέγα ἔχων τὸ αἰδοῖον. | |
alpha1771 | Ἀνδροκάπραινα· Φερεκράτης (fr. 17 Dem.)· „ἀνδροκά‐ | |
πραινα καὶ μεθύση καὶ φαρμακίσ“. | ||
alpha1772 | Ἀνδροσάθης· ἀνδρὸς αἰδοῖον ἔχων· τὸ γὰρ αἰδοῖον σάθη, ἀπὸ τοῦ σάττειν. | |
alpha1773 | Ἀνδρομέοιο· ἀνθρωπίνου. | |
alpha1774 | Ἀνδρωθεῖσα· ἀνδρὶ συνοικήσασα, διακορηθεῖσα. | |
alpha1775 | Ἀνδρώσασθαι· συγγενέσθαι. | |
alpha1776 | Ἀνδρῶνα· οἶκον, ἔνθα ἄνδρες ἀθροίζονται. | |
alpha1777 | Ἀνεβάλλοντο· ἀντὶ τοῦ ἐσχηματίζοντο. | |
alpha1778 | Ἀνέβαλλεν· ἀναβολὴν ἐδίδου. | |
alpha1779 | Ἀνεβάλλετο· ἀνεκρούετο· ἀναβολὰς γὰρ καὶ τὰς ἀνα‐ κρούσεις καὶ τὰς ἀρχάς. ὅθεν καὶ τὸ ἤρχετο καὶ ἀπήρχετο. σημαίνει δὲ καὶ τὸ ὑπερετίθετο. | |
alpha1780 | Ἀνεβίω· ἀνέζησεν. | |
alpha1781 | Ἀνεβίωσα καὶ ἀνεβίωσε καὶ ἀνεβίω, καὶ ἀναβιώσκεται καὶ ἀναβιώσκει μᾶλλον ἢ ἀναβιοῖ. λέγουσι δὲ καὶ ἀναζῆν. | |
alpha1782 | Ἀνέβησεν· ἀντὶ τοῦ ἀνεβίβασεν. Ἡρόδοτος (1, 80, 2). | |
alpha1783 | Ἀνεβιωσάμην· ἀντὶ τοῦ ἀναβιῶναι ἐποίησα. Κράτης (fr. 45 K.). | |
alpha1784 | Ἀνεγείρει καὶ ῥιπίζει τὸν ὄχλον ἢ τὴν πόλιν· ἐναργὴς ἡ συμπλοκὴ τοῦ λόγου, καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζει ἀπὸ τῆς τοῦ πυρὸς ῥιπίσεως εἴρηται. | |
alpha1785 | Ἀνεγνάμφθη· ἀνεκάμφθη. | |
alpha1786 | Ἀνέγρετον· ἀνυπόστροφον. | |
alpha1787 | Ἀνέγγυοι γάμοι· οἱ μὴ γάμῳ ἡνωμένοι. Εὐριπίδης Ἐρε‐ χθεῖ (fr. 369a Snell). | |
alpha1788 | Ἀνέγκλητον· Δημοσθένης ἐν τῷ πρὸς Ἀλέξανδρον (Epist. 2, 14), ἀνεγκλητὶ δὲ Πλάτων Μενελάῳ (fr. 231 K.), ἀνεγκλήτως δὲ Ξενοφῶν. | |
alpha1789 | Ἀνέγνωκας· καὶ ταύτῃ τῇ κλίσει κέχρηνται, καὶ οὐ μόνον ἀνέγνως. Πλάτων Θεαιτήτῳ (152a) καὶ Δημοσθένης (50, 57). | |
alpha1790 | Ἀνεδείματο· †ἀνῆλθεν†. | |
alpha1791 | Ἀνέδραμεν· ἀντὶ τοῦ ηὐξήθη. Ἡρόδοτος (1, 66, 1). | |
alpha1792 | Ἀνέδην· ἀνειμένως. δύναται δὲ καὶ ἀπὸ τῶν ἵππων μετάγε‐ σθαι, οἷς ἂν αἱ ἡνίαι ἀνεθῶσι. Πλάτων Νόμων ιαʹ (919c)· „εὑρεῖν μηχανὴν, ὅπως ἤθη μὴ ἀνέδην“. οὕτως καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (18, 11). | |
alpha1793 | Ἀνεζωπυρήθη· διεθερμάνθη. | |
alpha1794 | Ἀνεζεύγνυον· Ξενοφῶν εἴρηκε Παιδείας ηʹ (5, 28). | |
alpha1795 | Ἀνέζεσεν αἷμα· ἐπὶ ὀργιζομένου σφόδρα θείης ἂν τὴν φωνήν. Φερεκράτης (fr. 18 Dem.). | |
alpha1796 | Ἀνέθει· ἀνέτρεχεν. | |
alpha1797 | Ἀνεκάς· ψιλῶς, τὸ ἄνω λέγουσι, καὶ ἀνέκαθεν τὸ ἄνωθεν. Εὔπολις Αὐτολύκῳ (fr. 50 K.) καὶ Κράτης Ἥρωσι (fr. 10 K.) καὶ Κρα‐ | |
τῖνος Ὥραις (fr. 12 Dem.). | ||
alpha1798 | Ἀνελήμων καὶ ἀνελεήμων φασί. Νικοχάρης δὲ ἀνελεήμων λέγει (fr. 20 K.). | |
alpha1799 | Ἀνεθέλητον· ἀντὶ τοῦ 〈οὐκ〉 ἐθελητόν. Ἡρόδοτος ζʹ (88, 1 et 133, 2). | |
alpha1800 | Ἀνεμοτρεφές· τὸ ὑπὸ ἀνέμου τυπτόμενον καὶ κινούμενον καὶ ηὐξημένον. ἢ στερρὸν καὶ εὔτονον· τοιαῦτα γὰρ τὰ ὑπὸ ἀνέμου δονούμενα τῶν δένδρων. | |
alpha1801 | Ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος· πάνυ καινῶς εἴρηται καὶ ἐναργῶς. ἔστι δὲ Εὐπόλιδος (fr. 376 K.)· τὸ μὲν γὰρ ἄνεμος δηλοῖ τὸ πανταχοῦ φερόμενον ἀνέμου δίκην καὶ ἀλώμενον καὶ ἀβέβαιον, τὸ δὲ ὄλεθρος ὀλέθρου ἄξιον καὶ ἀπωλείας. χρήσῃ δὲ τῷ λόγῳ, ὥς φησι | |
5 | Φρύνιχος (Praep. soph. 21, 12.25), ἐν συνουσίαις. | |
alpha1802 | Ἀνεμιαῖα· τὰ ὑπηνέμια τῶν ᾠῶν. κατὰ μεταφορὰν δὲ καὶ οἱ ἄχρηστοι καὶ μάταιοι τῶν λόγων. | |
alpha1803 | Ἀνεικάσασθε· ἀνασκώψατε. Κρατῖνος Δραπέτισι (fr. 63 K.). | |
alpha1804 | Ἀνεικέναι τιμάς· οἷον ἐπ’ ἔλαττον γεγενῆσθαι, ὅταν ἐξ ἐπιτιμήσεως πρὸς τὸ μεῖον ὑπάγωνται. Δημοσθένης ἐν τῷ κατὰ Διονυ‐ σοδώρου (56, 25)· „τὰς γὰρ τιμὰς τὰς ἐνθάδε ἀνεικέναι ἤκουσα“. | |
alpha1805 | Ἀνείληπτός ἐστι τὸ Ἑλληνικόν, οὐχὶ ἀνάλειπτος οὐδὲ ἕτερον τοιοῦτον οὐδέν. | |
alpha1806 | Ἀνείλεσθαι· συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύ‐ πτειν. | |
alpha1807 | Ἀνείλλεται (Pl. Symp. 206d)· ἀνειλεῖται. | |
alpha1808 | Ἀνεῖλεν· ἀντὶ τοῦ ἐμαντεύσατο· διφορεῖται γὰρ ἡ λέξις, ἐπεὶ ἔστιν ὅτε καὶ ἀντὶ τοῦ ἐφόνευσεν λαμβάνεται. ἀνελεῖν δὲ τὸ μαν‐ τεύεσθαι ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀνα‐ | |
5 | λαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶς ὅπερ ἄν τις ἀναλαμβά‐ νοιτο. | |
alpha1809 | Ἀνειλόμην· δύο δηλοῖ, τό τε ἔθρεψα καὶ τὸ ἐβάστασα. | |
alpha1810 | Ἀνειλήθυιαν· ἄτοκον. Εὐριπίδης (Ion. 453). | |
alpha1811 | Ἀνειλυσπῶ· ἀνέβαινες. | |
alpha1812 | Ἀνιμᾶσθαι· ἀντλεῖν, ἀναφέρειν, ἀρύεσθαι. | |
alpha1813 | Ἀνειμέναι· ἐκλελυμέναι. | |
alpha1814 | Ἀνείμονες· ἀνίματοι, ἄνευ ἱματίων. | |
alpha1815 | Ἀνεῖναι· ἀφεῖναι. | |
alpha1816 | Ἀνεῖναι κύβον· ἀντὶ τοῦ ἀναρρῖψαι κύβον. | |
alpha1817 | Ἀνεῖπεν· ἀνεκήρυξεν, ἀνηγόρευσεν. | |
alpha1818 | Ἀνεῖργεν· ἀπεκώλυεν. | |
alpha1819 | Ἀνείρηκε τὸν χρησμόν· καὶ τὸν κήρυκα ἀνειπεῖν λέγουσιν. | |
alpha1820 | Ἀνείρειν· ἀναπείρειν, ὅθεν καὶ ἡ ἄνερσις παρὰ Θουκυδίδῃ (1, 6, 3)· „καὶ χρυσῶν στεφάνων ἀνέρσει“. | |
alpha1821 | Ἀνεῖσθαι· λελύσθαι. | |
alpha1822 | Ἀνίμων τοῖς δόρασιν (Xen. An. 4, 2, 8)· ἀντὶ τοῦ ἀνεῖλκον. | |
alpha1823 | Ἄνεισιν· ἀνέρχεται. | |
alpha1824 | Ἀνεῖται· ἀπολέλυται. | |
alpha1825 | Ἀνέκραγεν, οὐκ ἀνεκραύγασεν. καὶ ἀνακραγεῖν καὶ πάν‐ τα τὰ ὅμοια οὕτως. | |
alpha1826 | Ἀνεκρούετο· ἀνέκοπτεν, ἀνέστελλεν. | |
alpha1827 | Ἀνεκυμβάλιζον· κτύπον ἐποίουν, ἐκρότουν. | |
alpha1828 | Ἀνεκώχευον· ἀνεχώρουν. | |
alpha1829 | Ἀνεκάχασε· Πλάτων Πολιτείας αʹ (337a)· „καὶ ὃς ἀκούσας ἀνεκάχασε μέγα σαρδόνιον“. χρὴ δὲ δι’ ἑνὸς κ τοῦτο γράφειν. | |
alpha1830 | Ἀνεκτοί· Θουκυδίδης (2, 35, 2)· „καὶ μέχρι τοῦ〈δε〉 ἀνεκτοὶ 〈οἱ〉 ἔπαινοί εἰσιν“. ἀνεκτὰ δὲ Πλάτων Σοφισταῖς (fr. 11 Dem.) καὶ Ἀνεκτῶς Ἰσοκράτης (5, 11). | |
alpha1831 | Ἀνέκτημαι· ἀντὶ τοῦ ἀνείληφα. Σοφοκλῆς εἶπεν (fr. 331 N.2 = 358 R.). | |
alpha1832 | Ἀνελέσθαι πόλεμον· ἀντὶ τοῦ πόλεμον ποιῆσαι. | |
alpha1833 | Ἀνελεύθερον σῶμα· Φερεκράτης Μυρμηκανθρώποις ἔφη (fr. 8 Dem.). | |
alpha1834 | Ἀνελκταῖς ὀφρύσι σεμνόν· εἴρηται παρὰ Κρατίνῳ (fr. 355 K.). | |
alpha1835 | Ἀνελεύθερος· ὁ μικρολόγος. ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν | |
τι. | ||
alpha1836 | Ἀνελοῦσα γὰρ τὸν νόμον ἐχειροτόνησεν †αὐτήν†· τοῦτο τὸ χωρίον Δημοσθένης μὲν ἐν τῷ κατὰ Ἀνδροτίωνος εἶπε (22, 20). διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡς προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὐτῇ αὐτὴν {δὲ} λέγει κατ’ αἰτιατικήν. καὶ ἡ μὲν κατ’ αἰτιατικὴν | |
5 | προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἤτοι παραβᾶσα διαχειροτονίαν περὶ αὑτῆς ἔδωκεν, ὅτι χρὴ στεφανοῦν αὐτήν· ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἐχειροτόνησεν ἐκεῖνον ἑαυτῇ. | |
alpha1837 | Ἀνέλπιστον βίον· τὸν κάλλιστον εἰρήκασιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰς ἐλπίδας ἐπτόηνται, ἀλλὰ πάρεστιν ἤδη τὰ ἀγαθά. οὕτως Πίν‐ δαρος. | |
alpha1838 | Ἀνελπίστως· τὸ ἀπροσδοκήτως ἐν τῷ Περὶ τοῦ στεφάνου Δημοσθένης (18, 182). | |
alpha1839 | Ἀνέμητα· ἀμέριστα. | |
alpha1840 | Ἀνεμοκοῖται· οἱ ἀνέμους κοιμίζοντες· γένος δέ φασι τοιοῦ‐ τον ὑπάρχειν ἐν Κορίνθῳ. | |
alpha1841 | Ἀνεμοτρεφές· τὸ ἐν εὐηνέμοις τόποις τεθραμμένον· εὔτο‐ νον γὰρ τοῦτο. | |
alpha1842 | Ἀνεμῶναι· μάζης τι γένος. καὶ φίλημα δέ τι οὕτω καλεῖται. καὶ ἡ μήκων. οἱ δὲ πᾶν φυτὸν τὸ ταχέως ὑπὸ ἀνέμων φθειρόμενον. | |
alpha1843 | Ἀνενεχθείσας· ἀντὶ τοῦ ἀνενεγκούσας. | |
alpha1844 | Ἀνέντες· ἀναπείσαντες. | |
alpha1845 | Ἀνεξέλεγκτος· ἀβασάνιστος, ἀγύμναστος, ἀδόκιμος. | |
alpha1846 | Ἀνεξεύρετα· ἐν γʹ Θουκυδίδης (87, 3)· „ἀνεξεύρετος ἀρι‐ θμόσ“. οὕτως δὲ καὶ Ἑλλάνικος κέχρηται (FGrHist 4 F 194). | |
alpha1847 | Ἀνεξίτητον· ἀνεξέλευστον. | |
alpha1848 | Ἀνεξέταστος· Δημοσθένης δʹ Φιλιππικῶν (36) καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (22). | |
alpha1849 | Ἀνέξοδον· Εὐριπίδης ἐν Ἐρεχθεῖ εἴρηκεν (fr. 369b Snell). | |
alpha1850 | Ἀνέπαλτο· ἀνεπήδησεν. | |
alpha1851 | Ἀνεπάτησας· ἀντὶ τοῦ κατεπάτησας. | |
alpha1852 | Ἀνέπαφον· ἀνεύθυνον, καθαρόν, ἀθιγές, ἀψηλάφητον. | |
alpha1853 | Ἀνεπαφρόδιτος· ὁ μὴ ἐπίχαρις καὶ ἀηδής. | |
alpha1854 | Ἀνεπαχθές· ἀβαρές, ἐλαφρόν. | |
alpha1855 | Ἀνεπίδικα· τῶν μὴ θεμένων διαθήκας ἐπιδικάζεσθαι τοῖς κλήροις ὁ νόμος συγχωρεῖ τοὺς ἐγγυτάτω γένους, ὅσα ὡς υἱός τις ἢ υἱδοῦς τοῦ τετελευτηκότος ἀξιοῖ κατέχειν. ταῦτα ἀνεπίδικα λέγεται. | |
alpha1856 | Ἀνεπιεικές· ἀντὶ τοῦ οὐκ ἐπιεικές, ἀλλὰ κακόν. Ἀριστο‐ φάνης (fr. 50 Dem.) καὶ Αἰσχίνης (fr. 59 Dittmar). | |
alpha1857 | Ἀνεπικλήρωτοι· οἷον ἄνευ τοῦ κληρώσασθαι. Ἰσαῖος εἴρη‐ κεν (fr. novum). | |
alpha1858 | Ἀνεπίληπτον· ἄμεμπτον. | |
alpha1859 | Ἀνεπίκλητος καὶ ἀνεπικλήτως φασὶ καὶ ἀνεπικλητότε‐ ρον (Xen. Ages. 1, 5), ὡσαύτως καὶ τὸ ἀνέγκλητος. | |
alpha1860 | Ἀνεπίπληκτος· ᾧ οὐδεὶς ἐπιπλήττει ἁμαρτάνοντι. | |
alpha1861 | Ἀνεπιστάτητον· ἀφύλακτον. | |
alpha1862 | Ἀνεπόπτευτον· τὸ μὴ ἐποπτεῦον. οὕτως Ὑπερείδης (fr. 174 J.). τὸ δὲ ἐποπτεῦσαι καὶ ἐποπτικά, ὡς Φιλόχορος δηλοῖ πρὸς Δημήτριον (FGrHist 328 F 69—70). | |
alpha1863 | Ἀνέριστα· ἀφιλονείκητα. | |
alpha1864 | Ἀνερμάτιστον· ἀστήρικτον, ἄοπλον, ἀπαρασκεύαστον. | |
alpha1865 | Ἀνεργήσει· ἀναρτήσει καὶ οἷον κωλύσει. | |
alpha1866 | Ἀνερρίπιζεν· ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν. | |
alpha1867 | Ἀνερρίπτουν· ἀνελάμβανον. | |
alpha1868 | Ἀνέρριπται κύβος· οἷον ἀποκεκινδύνευται. | |
alpha1869 | Ἀνερριχῶντο· 〈εἰσ〉 τὰ προσάντη ἀνέβαινον χερσὶν ἀντι‐ λαμβανόμενοι καὶ στηριζόμενοι. | |
alpha1870 | Ἀνέρριψαν (κ 130)· ἀνέβαλον, ἢ ἀπηρνήσαντο, ἢ ἀνεβάλ‐ λοντο. | |
alpha1871 | Ἀνέρρωγε· Φερεκράτης Τυραννίδι (fr. 10 Dem.)· „ὥστ’ ἀνέρρωγε 〈ν〉 τὸ φώνημα εὐθὺς ὀξὺ καὶ μέγα“. | |
alpha1872 | Ἀνερωτῷ· ἐπὶ εὐκτικοῦ τρίτου προσώπου· περισπᾶται δὲ τὰ τοιαῦτα. λέγουσι δὲ καὶ ἐῷ ἀντὶ τοῦ ἐῴη. ἡ λέξις Διογενιανοῦ (fr. novum). | |
alpha1873 | Ἀνέσαντες (N 657)· ἀνακαθίσαντες. | |
alpha1874 | Ἀνεσία· ἀντὶ τοῦ ἄνεσις. εἴρηται ἀπὸ τοῦ ἀνεῖσθαι. Κρατῖ‐ νος Βουκόλοις (fr. 20 K.). | |
alpha1875 | †Ἀνεσίμου†· ἀνήλισκε, κατεδαπάνα. | |
alpha1876 | Ἀνεσκευασμένοι· τὰ ὅπλα ἐνδυσάμενοι. | |
alpha1877 | Ἀνεσκιρτημέναι· Εὔπολις ἐπὶ τῶν αἰγῶν εἴρηκεν (fr. 22 K.). | |
alpha1878 | Ἀνεσκολοπισμένον· ἀνεσταυρωμένον· σκόλοπες γὰρ τὰ ὀρθὰ ξύλα ἢ καὶ κάλαμοι. | |
alpha1879 | Ἀνεσκευάσαντο· τὸ ἀναστάτους γενέσθαι καὶ οἷον ἀπεί‐ πασθαι. | |
alpha1880 | Ἀνέσπακεν· ἀνεύρηκεν, εἴληφεν. Μένανδρος Ῥαπιζομένῃ (fr. 362 K.—Th.): „πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνέσπακε τοὺς λόγους;“ | |
alpha1881 | Ἀνεστάλη· ἐσείσθη, μετεκινήθη. | |
alpha1882 | Ἀνέστιος· ἄοικος. | |
alpha1883 | Ἀνεστομώθησαν· ἀνεκρούσθησαν, ἢ ἐπληρώθησαν. | |
alpha1884 | Ἀνεσύρατο· ἐγύμνωσεν. | |
alpha1885 | Ἀνέσφηλεν· ἀνέζησεν. | |
alpha1886 | Ἀνέσχετο· ἀνέτεινε. | |
alpha1887 | Ἀνεστόμωσε τὰς τάφρους· ἀντὶ τοῦ ἀνέῳξε. Ξενοφῶν Παιδείας ζʹ (5, 15). | |
alpha1888 | Ἄνετον· Ὑπερείδης (fr. 72 J.) τὸ ἀνειμένον θεῷ ἱερόν. | |
alpha1889 | Ἀνευθέτου (Act. Ap. 27, 12)· ἀχρήστου. | |
alpha1890 | Ἀνεύθυνος· ὁ καθαρὸς αἰτίας καὶ κρείττων τοῦ εὐθύνεσθαι. | |
alpha1891 | Ἀνέφικτον· ἀκατάληπτον. | |
alpha1892 | Ἀνευφήμησεν· ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων (Phaed. 60a). | |
alpha1893 | Ἀνεφθάρη· ἀντὶ τοῦ μετὰ φθορᾶς ἀνέστη. Κρατῖνος Ὥραις | |
(fr. 13 Dem.). | ||
alpha1894 | Ἀνεφόρησαν· ἀντὶ τοῦ ἀνήνεγκαν. Θουκυδίδης δʹ (115, 2). | |
alpha1895 | Ἀνεφυσῶντο· ἀντὶ τοῦ ἐμετεωρίζοντο. | |
alpha1896 | Ἀνέφυ· ἀνέζησεν. | |
alpha1897 | Ἀνέφαπτον· ἧς οὐδεὶς ἐφάπτεται. Θουκυδίδης. | |
alpha1898 | Ἀνεχαίτισεν· ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν. | |
alpha1899 | Ἀνέχειν· τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέγεται ἀνέχειν καὶ τὸ ἐξέχειν καὶ προέχειν. Θουκυδίδης δʹ (53, 3). λέγεται ἀνέχειν καὶ τὸ κωλύειν, ὡς ὁ αὐτὸς ἐν ϛʹ (86, 4). καὶ ἀνέχειν τὸ διαβα‐ στάζειν καὶ φέρειν, ὃ καὶ ἀνέχεσθαι καὶ ἐπανέχειν λέγεται. | |
alpha1900 | Ἀνέχει· σῴζει. οὐχ ὥς τινες ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης (1, 141, 5)· „αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν“, ἀντὶ τοῦ σῴζουσιν. | |
alpha1901 | Ἀνέχεσθαι τοῦτον, οὐχὶ τούτου. Εὔπολις Βάπταις (fr. 6 Dem.)· „οὐκ ἀνέχομαι αὐτόν· ἀντιπράττει παρὰ μέλοσ“. οὕτως Μέ‐ νανδρος (cf. fr. 26 K.—Th.) καὶ Δημοσθένης (18, 160). | |
alpha1902 | Ἀνεχρήσαντο· διέφθειραν. οὕτως Θουκυδίδης (cf. 1, 126, 11). σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν. | |
alpha1903 | Ἄνεχε· ἀντὶ τοῦ πάρεχε. Θεόπομπος (fr. 82 K.). | |
alpha1904 | Ἀνεψιάδαι· Ἀριστοφάνης (fr. 745 K.). καὶ ἀνεψιαδοῦς | |
Φερεκράτης (fr. 203 K.), καὶ Ἕρμιππος (fr. 86 K.) ἀνεψιαδοῦν. καὶ Δημοσθένης ἐν τῷ Περὶ Ἁγνίου κλήρου (43, 57) παρατίθεται νόμον, ἐν ᾧ γέγραπται· „καὶ πενθεροὺς καὶ ἀνεψιαδοῦσ“. καὶ ἀνεψιότης ἐν | ||
5 | τῷ αὐτῷ (43, 63). κέχρηται δὲ τῇ λέξει Πλάτων (Leg. 9, 871b), Ξενοφῶν καὶ Λυσίας (fr. 299 S.). | |
alpha1905 | Ἀνέῳγεν, οὐχὶ ἤνοιγεν· καὶ ἀνεῴγετο λέγουσι. καὶ Θρα‐ συλέων ἐν τῇ γʹ ἢ δʹ (Men. fr. 206 K.—Th.)· „ἡ δ’ ἀνέῳγε τὴν θύραν“. Θετταλῇ (fr. 192 K.—Th.)· „καὶ τὸ κεράμιον ἀνέῳχασ“. Εὔπολις Πόλε‐ σιν (fr. 220 K.)· „ὧν οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποις ἐγώ“. Φερεκράτης | |
5 | Κραπατάλοις (fr. 86 K.)· „οὐδεὶς γὰρ ἐδέχετο οὐδ’ ἀνέῳγέ μοι θύ‐ ραν“. | |
alpha1906 | Ἀνέῳγον· καὶ Ἀμειψίας Μοιχοῖς (fr. 14 K.) καὶ οἱ νεώτεροι πολλαχοῦ. | |
alpha1907 | Ἀνηγάγοντο· ἀνήχθησαν. καὶ τὰ ἀπ’ αὐτοῦ πάντα ὁμοίως. Μένανδρος Ἁλιεῦσιν (fr. 15 K.—Th.)· „ὡς δὲ τὴν ἄκραν κάμπτοντες ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ ἀνηγάγοντο“. | |
alpha1908 | Ἀνηβητηρίαν (Eur. Andr. 552)· πᾶν ἀνελὼν νεότητος. | |
alpha1909 | Ἄνηβος· ὁ μήπω τὴν ὀφειλομένην ἡλικίαν ἐπιφθάσας· ἥβη γὰρ ἡ ἀκμή. | |
alpha1910 | Ἀνηβῶν· ἀνανεάζων. | |
alpha1911 | Ἀνήγρετο ἐξ ὕπνου· Ἀττικῶς ἄγαν τοῦτό ἐστι παρὰ Σοφο‐ κλεῖ (fr. 824 R.). | |
alpha1912 | Ἀνηγμένος· ηὐξημένος. | |
alpha1913 | Ἀνήδομαι ἐφ’ οἷς ἥσθην ποτέ· οὐκέτι ἥδομαι, ἀλλ’ ἐκβάλλω τὴν ἡδονήν. καινὴ ἡ φωνὴ καὶ πολιτικώτερόν τι ἔχουσα. Ἕρ‐ | |
μιππος Θεοῖς (fr. 77 K.). | ||
alpha1914 | Ἀνῆκεν· ἀφῆκεν. | |
alpha1915 | Ἀνήκεστον· ἀθεράπευτον. | |
alpha1916 | Ἀνηκούστησεν· οὐκ εἰσήκουσεν. | |
alpha1917 | Ἀνήκει· Ἀντιφῶν μὲν (87 B 19 D.—K.) ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνήκω ἀντὶ τοῦ ἀναβέβηκα ἔφη (fr. 31 K.), Θουκυδίδης δὲ (3, 45, 3) ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσι. καὶ Δημοσθένης (60, 6) ἀνήκοντα ἀντὶ τοῦ διαφέροντα. | |
alpha1918 | Ἀνηκίδωτοι· ἄνευ ἀκίδος. | |
alpha1919 | Ἀνήκοος εἶ· ἀντὶ τοῦ οὐκ ἀκήκοας. Ξενοφῶν Ἀπομνημονεύ‐ μασιν (2, 1, 31). | |
alpha1920 | Ἀνηλόκισμαι· ἀνέσχισμαι. Σοφοκλῆς Λακαίναις (fr. 376 P. = 369a R.). | |
alpha1921 | Ἀνηλέητος, οὐ μόνον {ὁ} ἀνηλεής. Εὔβουλος Δανάῃ (fr. 1 Dem.)· „ἐκεῖνος δ’ ἦν ἰσχυρὸς σφόδρα καὶ ἀτεράμων, ὅς με κλάουσαν τότ’ οὐκ ἠλέησε“. καὶ Νικόμαχος (TrGF 127 F 16)· „δαίμων ἀνηλέη‐ τοσ“. ἀνηλεήτως δὲ Ἀριστοφάνης ἔφη (fr. 51 Dem.). | |
alpha1922 | Ἀνημμένος· ἐξηρτημένος. | |
alpha1923 | Ἀνηλώκαμεν· Δημοσθένης ἐν τῷ 〈Περὶ〉 παραπρεσβείας (19, 155)· „〈τρεῖσ〉 καὶ εἴκοσιν ἡμέρας ἀνηλώκαμεν“. | |
alpha1924 | Ἀνημέρωτος γῆ· ἡ ὕλης ἀνάμεστος καὶ μὴ κεκαθαρμένη πρὸς γεωργίαν. Σοφοκλῆς (fr. 825 R.) καὶ Κρατῖνος (fr. 26 Dem.) | |
εἶπον. | ||
alpha1925 | Ἀνηνέχθη· ἀνήνεγκε καὶ ἀνελάμβανεν αὑτόν. Ῥαπιζομένῃ Μένανδρος (fr. 369 K.—Th.). | |
alpha1926 | Ἀνήνυτος· ἄπρακτος, ἀτέλεστος. | |
alpha1927 | Ἀνήνυτος πόνος· ὁ πολύς, ὃν οὐχ οἷόν τε διανύσαι, ὅπερ ἐστὶ διαπρᾶξαι ἄχρι τέλους. | |
alpha1928 | Ἀνῄρετο· ἀνέβαλεν. | |
alpha1929 | Ἀνῄρηκεν· ἀντὶ τοῦ ἐκποδὼν ἐποιήσατο. Δημοσθένης (19, 2). | |
alpha1930 | Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον· Ἀριστοφάνης Δαιταλεῦσιν (fr. 11 Dem.) ὡς παροιμιῶδες. | |
alpha1931 | Ἀνήριθμον· ἀναρίθμητον. Αἰσχύλος Προμηθεῖ (90). | |
alpha1932 | Ἀνήρ· Ξενοφῶν Παιδείας γʹ ἰδίως ἀντὶ τοῦ μάχιμος. | |
alpha1933 | Ἀνηρίναστος συκῆ· ᾗ μὴ προσβέβληνται οἱ ἐρινεοί. ἐρινεὸς δέ ἐστιν ὁ τῆς ἀγρίας συκῆς καρπός, ὃν καὶ ἀπαρτῶσι τοῖς ἡμέροις, ὡς ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνες εἰς τοὺς ὀλύνθους μεταστάντες τελε‐ σφορηθῆναι τούτους παρασκευάζωσι. τοῦτο δ’ ἐρινάζειν λέγεται. οἱ δὲ | |
5 | τὸ ἀνηρίναστος ἀντὶ τοῦ μαλακὸς καὶ ἄγονος. | |
alpha1934 | Ἀνήροτον· ἀγεώργητον. | |
alpha1935 | Ἀνηρόμην· ἀντὶ τοῦ ἀνηρώτων. Πλάτων Συμποσίῳ (173b). | |
alpha1936 | Ἀνήρρησεν· ἀνεφθάρη· „ὡς μόλις ἀνήρρησαν· οὐδέν ἐσμεν | |
οἱ σαπροί“. Εὔπολις Πόλεσιν (fr. 221 K.). | ||
alpha1937 | Ἀνήρτησαν· ἀνεποίησαν, ἐκαίνισαν. | |
alpha1938 | Ἀνηρώτιζεν· ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδης (fr. 52 K.). | |
alpha1939 | Ἀνησιδώρα· „σὺ δέδωκας ταῦτ’, Ἀνησιδώρα“. Σοφοκλῆς (fr. 826 R.). λέγει δὲ τὴν Δήμητραν. καὶ Ἀναξιδώραν δὲ λέγει αὐτὴν ὁ αὐτός (fr. 1010 R.). | |
alpha1940 | Ἄνηστις· †ἡ† νῆστις. Κρατῖνος Διονυσαλεξάνδρῳ (fr. 45 K.)· „ἰοὺ γὰρ σύ γε πρῶτον ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστισ“. | |
alpha1941 | Ἄννηττον· τὸ ἄνησσον ἐν τοῖς δύο νν καὶ ἐν τοῖς δύο ττ. | |
alpha1942 | Ἀνήχθημεν (Act. Ap. 27, 2)· ἀνεπλεύσαμεν. | |
alpha1943 | Ἀνῆψεν· ἀνεκρέμασε θεοῖς. | |
alpha1944 | Ἀνθέμιον· τὸ χρυσίον τὸ ἐκλεκτόν. | |
alpha1945 | Ἀνθεμόεντα· ἀναθεματικόν, διηνθισμένον, ποικίλον. | |
alpha1946 | Ἄνθεια· ὄνομα ἑταίρας. τινὲς δὲ ἀντὶ τοῦ θ διὰ τοῦ τ Ἄν‐ τειαν γράφουσιν. | |
alpha1947 | Ἀνθεμόκριτος· Ἀθηναῖος μὲν ἦν κῆρυξ, ἀπεσφάγη δὲ ὑπὸ Μεγαρέων ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ὀργάδα μὴ ἐργάζεσθαι. | |
alpha1948 | Ἀνθεῖν κακοῖς· Αἰσχύλος Ἀγαμέμνονι (659)· „ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖσ“. | |
alpha1949 | Ἀνθεμόστρωτον· Εὐριπίδης Αἰγεῖ (fr. 11a Snell)· „κρήνης πάροιθεν ἀνθεμόστρωτον λέχοσ“. | |
alpha1950 | Ἀνθεμόρρυτον· Εὐριπίδης Ἰφιγενείᾳ (Taur. 634)· „ἀνθε‐ μόρρυτον γάνοσ“. | |
alpha1951 | Ἀνθέξεται· ἀντιλήψεται. | |
alpha1952 | Ἀνθερεών· ὁ ὑπὸ τὸ γένειον τόπος, ὁ λάρυγξ. | |
alpha1953 | Ἀνθέρικες· αἱ τῶν σταχύων προβολαί. καὶ ἀνθερίσκος ὁ καυλὸς τοῦ ἀσφοδελοῦ. | |
alpha1954 | Ἀνθερίκων· ἀνθηρῶν ἢ λαμπρῶν. | |
alpha1955 | Ἀνθεστηριών· μὴν ὄγδοός ἐστι παρ’ Ἀθηναίοις, ἱερὸς Διονύσου. κεκλῆσθαι δὲ αὐτὸν οὕτως διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε. | |
alpha1956 | Ἀνθέων· τὴν γενικὴν ὁμοίως τοῖς Ἴωσιν οἱ Ἀττικοί. Ἕρ‐ μιππος Ἀθηνᾶς γοναῖς (fr. 5. 6 K.)· „κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν“. καὶ ἐν τοῖς ἑξῆς· „λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντασ“. οὕτως δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείω | |
5 | Ξενοφῶν διαιρεῖ (An. 1, 2, 25). | |
alpha1957 | Ἀνθήλιος· ἡ σελήνη. καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου ἀνταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡς Θεόπομπος (fr. 83 K.). σημαίνει δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ ἀνθήλια καλεῖται. | |
alpha1958 | Ἀνθῃρημένος· ἀντιλαμβανόμενος. | |
alpha1959 | Ἄνθης (Pl. Phaedr. 230b)· τῆς ἀνθήσεως. | |
alpha1960 | Ἀνθηρὸς ποιητής, ἢ κιθαρῳδός, ἢ ᾠδὸς ἐρεῖς, ὡς Εὐρι‐ | |
πίδης ἐπὶ Ὀρφέως (fr. 955g Snell). | ||
alpha1961 | Ἀνθηρόν· Δημοσθένης ἐν τῷ Ἐρωτικῷ (61, 11)· „πρὸς μὲν τὴν εὐπρέπειαν ἀνθηρόν“. | |
alpha1962 | Ἄνθινον· ἀνθηρόν, βαπτόν. | |
alpha1963 | Ἀνθίσασθαι μουσικῆς καὶ ἠνθισμένοι μουσικῆς· οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς. | |
alpha1964 | Ἀνθοσμίας· εὐωδίας. ἢ οἶνος εὐώδης. | |
alpha1965 | Ἄνθος· τὸ χρῶμα καὶ τὸ βάμμα τοῦ ἐρίου. Φερεκράτης Δου‐ λοδιδασκάλῳ (fr. 46 K.)· „ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντο‐ δαπῶν κατάγωμεν“. | |
alpha1966 | Ἀνθ’ ὅτου· ἀνθ’ οὗτινος. | |
alpha1967 | Ἀνθοφορηθέντος· ἀποτεχθέντος, ἀποκυηθέντος. | |
alpha1968 | Ἄνθρακες ὁ θησαυρὸς ἦσαν· ἐπὶ τῶν ἐλπιζόντων μὲν ἀγαθά, κακουμένων δὲ ἀφ’ ὧν ἦν αὐτοῖς ἡ τῶν ἀγαθῶν ἐλπίς. | |
alpha1969 | Ἀνθράκιον· βραχὺ τριποδίσκιον παρὰ Ἀλέξιδι (fr. 134 K.). | |
alpha1970 | Ἀνθρήνη· σφηκὶ παραπλήσιον. καὶ τὸ πλάσμα ἀνθρήνιον. | |
alpha1971 | Ἄνθροισκα· ἄγρια λάχανα παραπλήσια ἀνήθοις, οἷα καὶ τὰ μάραθα. | |
alpha1972 | Ἄνθρηκον· ἄνθους τι γένος. | |
alpha1973 | Ἀνθιππασία· ἵππων ἅμιλλα, ἢ ἱππικὸς ἀγών. | |
alpha1974 | Ἄνθρωπος πρόδοξος· ὁ πρὶν ἢ σαφῶς ἐξετάσαι δοξάζων. | |
alpha1975 | Ἄνθρωπος λυπησίλογος· σημαίνει τὸν λυποῦντα διὰ τοῦ | |
λέγειν τοὺς πέλας. οὕτως Κρατῖνος (fr. 343 K.). | ||
alpha1976 | Ἄνθρωπος Εὔριπος, τύχη Εὔριπος, διάνοια Εὔριπος· ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων. | |
alpha1977 | Ἄνθρωπος ἀποφράς· οἷον ἀπαίσιος καὶ ἔξεδρος καὶ ἐπά‐ ρατος. κέχρηται τῷ ὀνόματι Εὔπολις (fr. 309 K.). ἐν συνουσίᾳ χρηστέον τῇ συντάξει, φησὶν ὁ Φρύνιχος (Praep. soph. 5, 11 et 24). | |
alpha1978 | Ἄνθρωπος ἐξ ὁδοῦ· ἀντὶ τοῦ ἄνθρωπος ἐπιτυχὼν καὶ τῶν πολλῶν τῶν ἐν ταῖς ὁδοῖς καλινδουμένων. λέγει δὲ τοῦτο Εὔπολις (fr. 25 Dem.). | |
alpha1979 | Ἄνθρωπος φιλοπραγματίας· πεποίηται μὲν ἡ φωνὴ ὁμοίως τῷ ληματίας, δηλοῖ δὲ τὸν φιλοῦντα καὶ σπουδάζοντα πάντα τρόπον μεταχειρίζεσθαι πράγματα. οὕτως Κρατῖνος (fr. 27 Dem.). | |
alpha1980 | Ἄνθρωπος οὐ σεμνός· ἀντὶ τοῦ ὁ ἐπιτυχὼν καὶ εὐτελής. καινῶς πάνυ εἴρηται παρὰ Ἀριστοφάνει (fr. 52 Dem.). | |
alpha1981 | Ἀνθρωποειδὲς θηρίον· ἐπὶ τοῦ Γλαύκου τοῦ ἀναφανέντος ἐκ τῆς θαλάσσης Αἰσχύλος εἴρηκεν (fr. 26 N.2 = 57M.). χρήσῃ παντα‐ χοῦ. | |
alpha1982 | Ἀνθρωπικὴ παρασκευή· Φρύνιχος εἴρηκεν (fr. 7 Dem.). ἐρεῖς δὲ καὶ ἀνθρωπικὴ φωνὴ καὶ ἀνθρωπικὴ διάνοια καὶ Ἀνθρωπικὴ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον. | |
alpha1983 | Ἀνθρωπικὸς μῦθος· ὁ περὶ ἀνθρωπείων πραγμάτων ἔχων | |
τὴν ὑπόθεσιν. Ἀριστοφάνης Ἀμφιαράῳ (fr. 3 Dem.). | ||
alpha1984 | Ἀνθρωπάριον· Εὔπολις εἴρηκεν (fr. 26 Dem.)· „οὐκ ἐς κόρακας, ἀνθρωπάριον, ἀποφθερεῖ;“ | |
alpha1985 | Ἀνθρώπειον σῶμα· Κάνθαρος εἴρηκεν (fr. 3 Dem.). καὶ Ἀνθρωπεία φύσις Θουκυδίδης (2, 50, 1). | |
alpha1986 | Ἀνθρωπῆ· τὸ τοῦ ἀνθρώπου δέρμα, ὡς λεοντῆ. Ἡρόδοτος αʹ (5, 25, 1)· „σφάξας ἀπέδειρε τὴν ἀνθρωπῆν“. | |
alpha1987 | Ἀνθρωποειδέα θεόν· Ἡρόδοτος εἴρηκεν αʹ (2, 142, 3). | |
alpha1988 | Ἀνθρωποκτόνος· Εὐριπίδης Αἰγεῖ φησιν (fr. 11b Snell). | |
alpha1989 | Ἀνθρωπιστί· Σοφοκλῆς (fr. 827 R.)· „μηκέτ’ ἀνθρωπιστὶ διαλέξῃ τῇδε“. | |
alpha1990 | Ἀνθυπουργῆσαι· τὸ ἀνταποδοῦναι χάριν. ὁ αὐτὸς Κολχίσιν (fr. 315 N.2 = 339 R.)· „ἦ φὴς ὑπομνὺς ἀνθυπουργῆσαι χάριν;“ | |
alpha1991 | †Ἀνθυπωμοσία†· ἀντὶ τοῦ ἀντειπεῖν τῇ ὑπωμοσίᾳ. οὕτω Δημοσθένης κατὰ Ὀλυμπιοδώρου (48, 25). | |
alpha1992 | Ἀνίατον· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 95)· „ἀνίατον τὸ πρᾶγμά ἐστι“. καὶ Ἀντιφῶν (2, 4, 12)· „ἀνίατος ἡ ἁμαρτία ἐστίν“. | |
alpha1993 | Ἀνίει τὰ ἀγαθά· τοῖς τεθνεῶσιν ἔθος εἶχον λέγειν ἐπευχό‐ μενοι. Φρύνιχος Κωμασταῖς (fr. 1 Dem.)· „ἡμῖν δ’ ἀνίει δεῦρο σὺ | |
τἀγαθὰ τοῖς τήνδ’ ἔχουσι τὴν πόλιν ἵλεωσ“. | ||
alpha1994 | Ἀνιαθείς· λυπηθείς. | |
alpha1995 | Ἀνιαρόν· λυπηρόν. | |
alpha1996 | Ἀνίδρυτοι· ἀστήρικτοι. | |
alpha1997 | Ἀνίδρυτο〈ν〉· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 52) ἀντὶ τοῦ ἀνεξίλαστον. | |
alpha1998 | Ἀνιείς· †ἀφείς†, ἢ παρορμῶν. | |
alpha1999 | Ἀνιεμένη (X 80)· ἀνέλκουσα καὶ ἀναχαλῶσα τὸν πέπλον. | |
alpha2000 | Ἀνιέντα· ἐνδόντα. | |
alpha2001 | Ἀνιέρειος· ᾧ ἱερεῖα μὴ θύεται. | |
alpha2002 | Ἀνιερώσαντες· ἀναθέντες. | |
alpha2003 | Ἀνιλλομένη· καθυποκρινομένη. κυρίως δὲ ἀνίλλεσθαι τὸ ἀπαξιοῦν. | |
alpha2004 | Ἀνικμώμενα (Pl. Tim. 53a)· λικμώμενα. | |
alpha2005 | Ἀνιμᾶσθαι· ἀντλεῖν, ἀρύεσθαι. | |
alpha2006 | Ἄνιππος· διὰ μὲν τοῦ ν ὁ μὴ ἔχων ἵππον, διὰ δὲ τοῦ μ ἱππεῖς σημαίνει δύο, ἔχοντας ἐζευγμένους ἱμᾶσιν ἵππους χωρὶς ζυγοῦ, καὶ τὸν μὲν ἡνιοχοῦντα, τὸν δὲ μαχόμενον. | |
alpha2007 | Ἀνίπτοις ποσίν· ἀντὶ τοῦ ἑτοίμοις καὶ χωρίς τινος ἐπιμε‐ λείας. | |
alpha2008 | Ἀνίστη· ἀντὶ τοῦ ἐφίστη. | |
alpha2009 | Ἀνίστω· ἀντὶ τοῦ ἀνίστασο. Ἀμειψίας (fr. 32 K.). | |
alpha2010 | †Ἄνισιν†· ἐνδίδωσιν. | |
alpha2011 | Ἀνισοφυές· ἀνόμοιον. | |
alpha2012 | Ἀνιστάμεναι· αἰχμαλωτιζόμεναι. | |
alpha2013 | Ἀνίσχουσα· ἀναδύουσα. | |
alpha2014 | Ἀνίσχων· ἀνατέλλων. | |
alpha2015 | Ἂν μὴ λεοντῆ 〈γ’〉 ἐξίκηται, {τὴν} ἀλωπεκῆν πρόσ‐ αψον· ὁ νοῦς· ἐὰν μὴ φανερῶς ἀντέχῃς ἀμυνόμενος, πανουργίᾳ χρῆσαι. | |
alpha2016 | Ἀνο〈μ〉βροῦσαι· ἀναβλύζουσαι. | |
alpha2017 | Ἀνόδοντον· Κοριαννοῖ Φερεκράτης (fr. 74 K.)· „ἀνὴρ γέρων ἀνόδοντος ἀλήθει“. | |
alpha2018 | Ἀνόθευτον· γνήσιον, ἀπαραποίητον. | |
alpha2019 | Ἀνόητα, εἰ τοῦτο ἐπιτάξεις· οἱ μὲν ἀγοραῖοι καὶ πολλοὶ οὕτως, Ἀττικῶς δὲ καὶ ἐσχηματισμένως Εὔπολις (fr. 27 Dem.)· „ἀνόητά γ’ 〈εἰ τοῦτ’〉 ἦλθες ἐπιτάξων ἐμοί“. | |
alpha2020 | Ἀνοητίαν· τὴν ἄνοιαν. Ἀριστοφάνης (fr. 746 K.). ἀνοηταί‐ νειν δὲ Ἀμειψίας (fr. 1 Dem.). | |
alpha2021 | Ἀνοίγει καὶ ἀνοιγνύει· διχῶς. | |
alpha2022 | Ἀνοιγομένοις τοῖς κτήνεσιν· ἀντὶ τοῦ σχιζομένοις. Ἡρό‐ δοτος (4, 58). | |
alpha2023 | Ἄνοις· ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος (fr. 89 K.). | |
alpha2024 | Ἀνοίσω· ἀντὶ τοῦ λογιοῦμαι, ἐπὶ ψήφου. ἔστι δέ, ὡς δοκεῖ, | |
ἰδιωτικόν. Φιλωνίδης Κοθόρνοις (fr. 1 Dem.)· „περὶ δ’ ὧν σὺ λέγεις, λόγος ἐστὶν ἐμοὶ πρὸς Ἀθηναίους κατὰ χειρός, ὃν ἐγὼ λογιοῦμαι ἐξ ἀτελείας, τῷ δήμῳ δ’ οὐδὲν ἀνοίσω“. | ||
alpha2025 | Ἀνοιμώξομαι· Τηλεκλείδης Ἀμφικτύοσιν (fr. 1 Dem.)· „ἀνακλαύσομαί τε μεγά〈λα〉 καὶ ἀνοιμώξομαι“. | |
alpha2026 | Ἀνοισθησόμεθα· Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους (1, 9, 25)· „τὰ χρήματ’ ἀνοισθησόμεθ’ εἰς ἀκρόπολιν“. | |
alpha2027 | Ἀνόκαιον· τὸ ὑπερῷον οἴκημα. Ξενοφῶν ἐν Ἀναβάσει (5, 4, 29). καὶ τὸν κωμῳδιοποιόν 〈***〉. | |
alpha2028 | Ἀνοκωχήν· διὰ τοῦ ο τὴν ἀνοχὴν λέγουσι. πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ (1, 40, 4, al.). σημαίνει δὲ καὶ τὴν ἀναχώρησιν. καὶ τὸ ἀνέ‐ χειν ἀνοκωχεύειν. | |
alpha2029 | Ἀν’ ὅμιλον (Γ 449)· κατὰ τὸ πλῆθος. | |
alpha2030 | Ἀνομολογήσασθαι· ἀντὶ τοῦ διομολογήσασθαι ἀργύριον ἤ τι τοιοῦτον. Λυσίας ἐν Τραπεζιτικῷ (fr. novum). | |
alpha2031 | Ἄνομον κατηγορίαν· Λυσίας εἴρηκεν (fr. novum), ἀνο‐ μίαν δὲ Κρατῖνος (fr. 28 Dem.), ἀνόμως δὲ Φιλύλλιος (fr. 2 Dem.), Ἀνόμημα δὲ Λυσίας (fr. novum). | |
alpha2032 | Ἄνοπλοι· Ἴων εἴρηκεν (TrGF 19 F 53e)· „ἀπροσδόκητοι {γὰρ} καὶ ἄνοπλοι πορθούμεθα“. | |
alpha2033 | Ἀνόνητα· Εὐριπίδης Ἑκάβῃ (766)· „ἀνόνητ’ ἦν, ὡς ἔοικε, ταῦτα“. | |
alpha2034 | Ἀνοργίας· ἀμυησίας· ὄργια γὰρ τὰ μυστήρια. | |
alpha2035 | Ἄνοργοι· ἀντὶ τοῦ ἄνευ ὀργῆς. Κρατῖνος (fr. 385K.). | |
alpha2036 | Ἀνοργιάστοις· τῶν μυστηρίων ἀπείροις. | |
alpha2037 | Ἀνορταλίζειν· παίζειν καὶ σκιρτᾶν. λέγουσι δὲ οὕτως καὶ τὸ ἀναβάλλειν ταῖς χερσὶ τὰ παιδία. | |
alpha2038 | Ἀνόσιον· βέβηλον, ἀνίερον, ἄθυτον. | |
alpha2039 | Ἄνοργον· ἀμύητον. καὶ ἀκίνητον. | |
alpha2040 | Ἀνόρεος πόλεμος· ἀνδρεῖος, ὁ πρὸς ἄνδρα γινόμενος. Σο‐ φοκλῆς Ναυπλίῳ (fr. 403 N.2 = 436 R.). | |
alpha2041 | Ἀνοσήλευτον· Σοφοκλῆς Θυέστῃ (fr. 264 R.). | |
alpha2042 | 〈Ἄ〉νους· Πλάτων Νόμων ιβʹ (962c), ἀνούστερος δὲ καὶ Ἀνουστέρα Σοφοκλῆς (fr. 1015 R.), ἀνούστατος δὲ Φερεκράτης (fr. 19 Dem.). | |
alpha2043 | Ἀνοψία· ἀντὶ τοῦ σπάνις ὄψων. | |
alpha2044 | Ἀντανάκλασιν· κατὰ ἀνάκλασιν ἀπό τινος μεταγομένη. γίνεται δὲ τοῦτο ἐπὶ φωνῆς, ὅταν ἀντηχῇ, καὶ ἐπὶ φωτὸς ἡλιακοῦ, ὅταν λείῳ τινὶ ἢ λαμπροτάτῳ ὕδατι προσπέσῃ. | |
alpha2045 | Ἀντακαῖος· ἰχθῦς, ὡς γλάνις καὶ σαπέρδης. | |
alpha2046 | Ἀντα〈να〉γνῶναι, οὐκ ἀντιβάλλειν. οὕτως Κρατῖνος Ὥραις (fr. 386 K.). | |
alpha2047 | Ἀντάλλαγον καλοῦσι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον. Μένανδρος Κανηφόρῳ (fr. 220 K.—Th.)· „ἐδεῖτο χρῆσαι τὴν ἑαυτῆς θυγατέρα ἀντάλλαγον“. 〈καὶ〉 Χήρᾳ (fr. 446 K.—Th.). | |
alpha2048 | †Ἀντάλλεος†· ἀντὶ τοῦ ἄνταλλος. | |
alpha2049 | Ἀνταπαιτῆσαι καὶ ἀπαιτῆσαι· Θουκυδίδης δʹ (3, 58, 1). καὶ Ἀνταποδοῦναι καὶ ἀνταπολαμβάνειν Δημοσθένης ἐν τῷ κατὰ Λεπτίνου (20, 46). | |
alpha2050 | Ἀντεγράψατο· ἀντεδικάσατο. καὶ ἀντιγραφαὶ καὶ ἀν‐ τωμοσίαι αἱ αὐταὶ σχεδόν. | |
alpha2051 | Ἀνταναίρει〈ν〉· οἷον οἱ πολλοὶ ἀνθυφελεῖ〈ν〉 λέγουσιν. Ἀριστοφάνης Κωκάλῳ (fr. 12 Dem.). | |
alpha2052 | Ἀνταίρειν· ἀντανίστασθαι, ἀνταγωνίζεσθαι. | |
alpha2053 | Ἀνταγωνιστής· Εὐριπίδης (Troad. 1006) καὶ Πλάτων (Reip. 8, 554e, al.). | |
alpha2054 | Ἀνταγοράζειν· Δημοσθένης (35, 25)· „οὔτε γὰρ οὐδὲν ἐν τῷ Πόντῳ ἀντηγόρασαν οὔτε ἀντεφορτίσαντο“. | |
alpha2055 | Ἀνταποκτεῖναι· ὅταν τις ἀντί τινος ἀποκτείνῃ τοὺς φονεύ‐ σαντας. Εὐριπίδης Ὀρέστῃ (509). | |
alpha2056 | Ἀνταρκεῖν· οὐδὲν πλέον τοῦ ἐξαρκεῖν σημαίνει. | |
alpha2057 | Ἀνταποπαίζειν· ὅταν τις παίζων ἀστραγάλοις ἢ ψήφοις 〈ἢ〉 καὶ καρύοις ἢ καὶ κυβεύων ἐπ’ ἀργυρίῳ νικήσῃ, εἶτα αὖθις νικᾶ‐ ται ὃ ἐνίκησε. Μενεκράτης Μανέκτορι (fr. 1 Dem.)· „ἀλλ’ ὥσπερ παῖς ὅταν ἀστραγάλους ἐκκόψας ἀνταποπαίζῃ“. | |
alpha2058 | Ἀνταυγὲς κάλλος· πάνυ ἐναργὴς ἡ φωνή. Σαννυρίων Δανάῃ (fr. 1 Dem.) λέγει ἐπαινῶν τὸ κάλλος αὐτῆς. ἡ λέξις Φρυνίχου (Praep. soph. fr. 23). | |
alpha2059 | Ἀνταυγεῖς κόρας· Ἀριστοφάνης Θεσμοφοριαζούσαις | |
(902). | ||
alpha2060 | Ἀντασπάζομαι· ἐν ἴσῳ τῷ φιλοφρονοῦμαι. 〈***〉 καὶ Πλάτων Σοφισταῖς (fr. 12 Dem.). | |
alpha2061 | Ἀνταναιρεῖταί σοι ὅπλα· Ξενοφῶν Παιδείας εʹ (4, 25) καὶ Θουκυδίδης ἱστορίας γʹ (32, 2). | |
alpha2062 | Ἀνταμυνόμενος· ὁ αὐτὸς δʹ (19, 2). | |
alpha2063 | Ἀνταποδοῦναι· ὁ αὐτὸς γʹ (40, 7). | |
alpha2064 | Ἀνταποδίδως· Φερεκράτης Ἀνθρωφηρακλεῖ (fr. 2 Dem.)· „ὦ Ζεῦ, καλῶς γ’ ἀνταποδίδως μοι τὴν χάριν“. καὶ ἀνταπόδος ὁ αὐτός (fr. 3 Dem.). | |
alpha2065 | Ἀνταπολαμβάνειν· Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην (20, 46). | |
alpha2066 | Ἀντάκουε· Κράτης (fr. 5 Dem.)· „ἀντάκουε νῦν ἐμοῦ“. | |
alpha2067 | Ἀντεπιτίθησιν· ἀντὶ τοῦ ἀντεπιστέλλει. οὕτως Ἰσαῖος (fr. 78 S.). | |
alpha2068 | Ἀντερείδει· ἀντὶ τοῦ οὐχ ὑπείκει. | |
alpha2069 | Ἀντετόρησεν· εἰς τὸ ἐναντίον ἦλθε τιτρώσκων. | |
alpha2070 | Ἀντεφέροντο· ἠναντιοῦντο. | |
alpha2071 | Ἀντεύφρασμα· τὸ ἐναντίον τῇ εὐφροσύνῃ ἀγαθόν. | |
alpha2072 | Ἀντεφιλοτιμοῦντο· ἀντὶ 〈τοῦ〉 ἡμιλλῶντο καὶ ἤριζον καὶ ἀντηγωνίζοντο. τοῦτο δὲ τὸ ἀντιφιλοτιμεῖσθαι πρώτης ἐστὶ συζυγίας | |
τῶν περισπωμένων, καὶ †μόνον†. ἔστι δέ τινα ῥήματα, ἃ δύο συζυγιῶν εὑρέθη· οἷον σκηνῶ {σκηνώσω} σκηνοῖς καὶ σκηνεῖς καὶ ἀτολμῶ ἀτολ‐ | ||
5 | μεῖς καὶ ἀτολμοῖς. | |
alpha2073 | Ἀντέχει· ἀντὶ τοῦ ἐξαρκεῖ Δείναρχος (fr. 10, p. 147, 7 C.). ἀντὶ δὲ τοῦ σῴζεται Δημοσθένης (2, 10). καὶ Ὑπερείδης (fr. 229 J.) ἀντὶ τοῦ ἀντιλαμβάνει. | |
alpha2074 | Ἀντεχόμενος· ἀντιλαμβανόμενος. | |
alpha2075 | Ἀντήλιος· ἡ ἀνακλωμένη ἀπὸ τοῦ ἡλίου αὐγή. γίνεται δὲ περί τε δυσμὰς καὶ ἀνατολάς, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν οὔτε ἐκ πλαγίου. | |
alpha2076 | Ἀντηρέτης· ὁ ἀντικαθεζόμενος τῷ ἐλαύνοντι. | |
alpha2077 | Ἀντιάζει· ἐναντιοῦται. | |
alpha2078 | Ἀντιάτας· τοὺς ἀπὸ Ἀντίου πόλεως, ἣ ἀπέχει Ῥώμης στα‐ δίους τʹ. | |
alpha2079 | Ἀντιβληθέντος· ἀντὶ τοῦ ὑπαγορευθέντος. Δείναρχος (fr. 6, 2 C.). | |
alpha2080 | Ἀντιβολῆσαι· ἀπαντῆσαι, μετασχεῖν. καὶ ἐπιτυχεῖν καὶ δυσωπῆσαι. | |
alpha2081 | Ἀντιβόλησις· δέησις καὶ ἱκεσία. Πλάτων ἐν Συμποσίῳ (183a). ὠνόμασται δὲ ἀπὸ τοῦ τὰς χεῖρας προσβάλλειν τοῖς ἐναντίοις τοὺς ἱκετεύοντας. | |
alpha2082 | Ἀντιγενίδας· ἐνδοξότατος γέγονεν αὐλητής, υἱὸς †Διονύ‐ σου†. | |
alpha2083 | Ἀντιβολία· Εὔπολις Κόλαξιν (fr. 317 K.). σημαίνει δὲ ἱκε‐ | |
τείαν. | ||
alpha2084 | Ἀντιβλέπει· Φερεκράτης (fr. 20 Dem.). | |
alpha2085 | Ἀντιβαίνει· ἀντὶ τοῦ ἀπειθεῖ. Εὐριπίδης Ἀλκμέωνι (fr. 87a Snell). | |
alpha2086 | Ἀντιγνωμονεῖν· τὸ ἐναντίαν γνῶσιν ἔχειν. Ξενοφῶν Παι‐ δείας γʹ (4, 3, 8). | |
alpha2087 | Ἀντιγονίς· Πολέμων ἐν ϛʹ τῶν πρὸς Ἀντίγονον (fr. 57 Preller). οὕτως φασὶν ὀνομασθῆναι τὸ ἔκπωμα ἀπὸ Ἀντιγόνου τοῦ βασιλέως, καθάπερ ἀπὸ Σελεύκου Σελευκίδα καὶ ἀπὸ Προυσίου Πρου‐ σιάδα. | |
alpha2088 | Ἀντιγραφή· τοῦτο τὸ ὄνομα κατὰ δυοῖν ταττόμενον πρα‐ γμάτων παρὰ τοῖς Ἀττικοῖς εὑρίσκεται· ποτὲ μὲν γὰρ ἴσον τι δύναται παρ’ αὐτοῖς τῇ ἀντωμοσίᾳ, ποτὲ δὲ σημαίνει τὸ ἀντιποιεῖσθαι. | |
alpha2089 | Ἀντιγραφεύς· ὁ τὰ εἰσφερόμενα χρήματα ἀντιγραφόμενος τρόπῳ γραμματέως, ἄν τε δοῦλος ᾖ ἄν τε ἐλεύθερος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς, ὥς φησι Δημοσθένης (22, 70. 24, 178) καὶ Αἰσχίνης (3, 25). | |
alpha2090 | 〈Ἀντιγραφή〉· ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. | |
alpha2091 | Ἀντίγραφοι διαθῆκαι· Χαρίσιος ἐν τῷ πρὸς Σωκράτην· „ἔχουσαι μὲν τὸν αὐτὸν τρόπον, ἀλλήλαις δὲ ἦσαν ἀντίγραφοι“. | |
alpha2092 | Ἀντιδιαστέλλεται· ἀντιδιΐστησιν. | |
alpha2093 | Ἀντιδοίην κἂν ἐμαυτὸν τῷδε πράξας εὐθέτως (fr. com. | |
novum)· Ἀττικὴ ἡ συμπλοκή· καὶ γὰρ ἐκεῖνοι δοτικὰς ἀντὶ γενικῶν λαμβάνουσιν, οἷον „φιλίᾳ τοῦτο δρῶσα“ (incerti auctoris), ἀντὶ τοῦ ὑπὸ φιλίας. | ||
alpha2094 | Ἀντίδοσις· οὐ μόνον ἐπὶ τριηραρχίας, ἀλλ’ ἐπὶ παντὸς οἵου τε ἀποδοθῆναι. Κρατῖνος Ὥραις (fr. 14 Dem.). | |
alpha2095 | Ἀντιδικουμένου καὶ ἀντιδικούμενον τὸ παθητικόν, ἀντὶ τοῦ ἀμφισβητούμενον. Λυσίας ἐν τῷ Περὶ Δι〈και〉ογένους κλήρου πρὸς Γλαύκωνα (fr. novum). | |
alpha2096 | Ἀντιδικοῦμεν· Θουγενίδης Δικασταῖς (fr. 1 Dem.)· „τί, ὠγαθέ, ἀντιδικοῦμεν ἀλλήλοις ἔτι;“ | |
alpha2097 | Ἀντιδικεῖν· Φρύνιχος ἔφη (fr. 8 Dem.), καὶ ἀντίδικοι Ἀριστοφάνης (fr. novum). | |
alpha2098 | Ἀντίδουπα· Πλάτων εἴρηκεν (fr. 27 Dem. = Aeschyl. Pers. 1040)· „βόα νῦν ἀντίδουπά μοι“. | |
alpha2099 | Ἀντιδιέξειμι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (155). | |
alpha2100 | Ἀντίθεσις· σχῆμα λέξεώς ἐστι, καθ’ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἢ κατὰ μέρος ἢ ἀθρόα. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ (2). | |
alpha2101 | Ἀντίθετον· τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (fr. 326 K.)· „καὶ κατ’ Ἀγάθων’ ἀντίθετον ἐξευρημένον“. | |
alpha2102 | Ἀντίθετα· εἶδος σχήματος ῥητορικοῦ διαφόρως ποικιλλόμε‐ νον. ὁ μέντοι Αἰσχίνης (2, 4) οὐκ ἐπὶ σχήματος εἶπε τὸ ἀντίθετον, ἀλλ’ ὅτι διήγημα διηγήματι ὁ Δημοσθένης ἀντέθηκεν. | |
alpha2103 | Ἀντικάθηται· ἀντὶ τοῦ ἐναντιοῦται. | |
alpha2104 | Ἀντικρύ· κατέναντι, ἐξ ἐναντίας. | |
alpha2105 | Ἀντικόπτειν· Ὑπερείδης (fr. 229a J.) ἐπὶ τοῦ ἐνίστασθαι. | |
alpha2106 | Ἀντικαταλαβεῖν· ἀντιλαχεῖν δίκην. Πλάτων Πεισάνδρῳ (fr. 9 Dem.). | |
alpha2107 | Ἀντίκρισις· ἀντὶ τοῦ ἀπόκρισις. οὕτως Ἀναξίλας (fr. 41 K.). | |
alpha2108 | Ἀντικρύ· ὁ μὲν Βοηθὸς ἐν τῇ τῶν λέξεων αὐτοῦ Συναγωγῇ δέκα φησὶ σημαίνειν τὴν λέξιν· κατέναντι καὶ ἐξ ἐναντίας καὶ διαμπε‐ ρὲς καὶ ἰθὺς καὶ εὐθὺς καὶ ἐπ’ εὐθείας καὶ ἰσχυρῶς καὶ σαφῶς καὶ ἀκριβῶς καὶ ἁπλῶς. οἱ δέ φασιν, ἀκριβέστερον οἶμαι λέγοντες, ὅτι μετὰ | |
5 | μὲν τοῦ ς λεγομένη τὰ πολλὰ τῶν εἰρημένων δηλοῖ, ἄνευ δὲ τοῦ ς, ὅτε καὶ ὀξύνεται, οἷον ἀντικρύ, τὸ κατέναντι καὶ ἐξ ἐναντίας μόνον. | |
alpha2109 | Ἄντικρυς· διόλου, ἢ παντελῶς, ἢ φανερῶς. Διονύσιος. | |
alpha2110 | Ἄντικρυς· τὸ φανερῶς καὶ διαρρήδην. σπάνιον δὲ καὶ τὸ ἐξ | |
ἐναντίας. τὰ δὲ πολλὰ τὸ ἐξ ἐναντίας τὸ ἀντικρὺ ἄνευ τοῦ ς δηλοῖ. | ||
alpha2111 | Ἀντίκυρα· ὄνομα χώρας τινός. | |
alpha2112 | Ἀντίπαλος· δύο σημαίνει ἡ λέξις· ἢ γὰρ τοὺς ἴσους καὶ ἰσορρόπους, ἢ τοὺς πολεμίους καὶ ἐναντίους. | |
alpha2113 | Ἀντίπαις· ὁ πρόσηβος καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλικίαν. ὁ δὲ αὐτὸς καὶ ἀνδρόπαις παρ’ Ἀριστοφάνει (p. 93 Nauck). | |
alpha2114 | Ἀντιλαβή· Πλάτων (Phaed. 84c) καὶ Ξενοφῶν. | |
alpha2115 | Ἀντιλαμβάνεσθαι· καὶ τοῦτο καὶ τὰ ἀπ’ αὐτοῦ ἐν τῇ συνη‐ θείᾳ πολλοὶ ἀντὶ τοῦ αἰσθάνεσθαι παραλαμβάνουσιν. | |
alpha2116 | Ἀντιλογίαι· αἱ ἐν ταῖς τραγῳδίαις κατασκευαὶ καὶ ἀνα‐ σκευαί. Ἀριστοφάνης Βατράχοις (775). | |
alpha2117 | Ἀντιλέγειν· ἀντὶ τοῦ ἴσα λέγειν. Πλάτων (Crito 50e). | |
alpha2118 | Ἀντίληψις· ἀντὶ τοῦ ἐπίληψις. Πλάτων (Phaed. 87a). Θου‐ κυδίδης δὲ (1, 120, 2) ἀντὶ τοῦ ἀντικομίσασθαι. | |
alpha2119 | Ἀντιλογιῶν· Θουκυδίδης δʹ (59, 4). καὶ ἀντιλογῆσαι Νε‐ φέλαις Ἀριστοφάνης (321). | |
alpha2120 | Ἀντίπαλον· τρία σημαίνει· τὸ ἐναντίον καὶ τὸ ἰσόπαλον καὶ τὸ ἰσόστροφον. | |
alpha2121 | Ἀντιπαρεξάγειν· ἀντιτάσσειν. | |
alpha2122 | Ἀντιπεπονθότως· ἀντικειμένως, ἐναντίως. | |
alpha2123 | Ἀντιπροκλήσεις· ἀντιλογίας, ἀντεγκλήματα. | |
alpha2124 | Ἀντία· χαλεπή, προσάντης. | |
alpha2125 | Ἄντλος· ἡ ἀντλία. | |
alpha2126 | Ἄντλιον· ὑπάντλιον. | |
alpha2127 | Ἀντλητήρ· ὁ κάδος †ἢ ὁ ναυτικὸς ἀντλητήρ†. | |
alpha2128 | Ἀντλία· ὅπου τὸ ὕδωρ τὸ ἐν τῷ πλοίῳ γενόμενον ἀπαντλοῦ‐ σιν εἰς θάλασσαν. καὶ νῦν ὁ καλούμενος καδίσκος. | |
alpha2129 | Ἀντλιαντλητῆρας· Μένανδρος Μεσσηνίᾳ (fr. 269 K.—Th.)· „οἱ δ’ ἁρπάσαντες τοὺς κάδους 〈τοὺσ〉 στρογγύλους ὕδρευον ἀν‐ δρειότατα †κἠπόλις† πάλιν. —ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν, ἀλλ’ ἀντλιαντλητῆρασ“. †οὕτως Ἀριστοφάνης καὶ Ἐπίλυκος†. | |
alpha2130 | Ἀντίρροπον· ἰσόρροπον. | |
alpha2131 | Ἀντιστρόφους· ἀντὶ τοῦ ἰσοστρόφους. | |
alpha2132 | Ἀντιτορήσας· διατρήσας, τοιχωρυχήσας. | |
alpha2133 | Ἀντιτυπῆσαι· ἀντιπαθῆσαι. | |
alpha2134 | Ἀντιτυπία· ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὁμοιότητος. | |
alpha2135 | Ἀντιοχίς· ὄνομα φυλῆς. | |
alpha2136 | Ἄντισσα· μία πόλις τῶν ἐν Λέσβῳ. | |
alpha2137 | Ἀντιτύπους ἀνθρώπους (Pl. Theaet. 156a)· σκληροὺς καὶ ἀνενδότους. μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας· „καὶ τύπος ἀντίτυποσ“ (Hdt. 1, 67, 4). | |
alpha2138 | Ἀντιφέρονται· ἐναντιοῦνται. | |
alpha2139 | Ἀντιφιλοτιμεῖ· ἀντιθεραπεύει. | |
alpha2140 | Ἀντίφης (Pl. Gorg. 501c)· ἀντὶ τοῦ ἀντιλέγεις. | |
alpha2141 | Ἀντόμενοι· συμβάλλοντες. | |
alpha2142 | Ἄντρα νύχια (Eur. Andr. 1224)· σκοτεινὰ σπήλαια. | |
alpha2143 | Ἀντρώδη· σπηλαιώδη. | |
alpha2144 | Ἀντρῶνες· πόλις ἐν Θετταλίᾳ. | |
alpha2145 | Ἀντρώνιος ὄνος· ὁ μέγας, ὡς μεγίστων γινομένων ἐν Ἀντρῶσιν. | |
alpha2146 | Ἄντυγες· περιφέρειαι. | |
alpha2147 | Ἄντυξ· περιφέρεια τοῦ ἅρματος. | |
alpha2148 | Ἀντωπεῖ· ἀντοφθαλμεῖ. | |
alpha2149 | Ἀντωπός· ὁ ἀντιβλέπων. | |
alpha2150 | Ἀντωμοσία· γράμματά τινα γράψαντες, περὶ ὧν ἡ δίκη, ὅ τε | |
κατηγορούμενος καὶ ὁ κατηγορῶν ἀποφέρουσι πρὸς τὴν ἀρχήν. καλεῖ‐ ται δὲ οὕτως, ἐπειδὴ ἑκάτερος αὐτῶν ἀντώμνυεν, ὁ μὲν τἀληθῆ κατη‐ γορήσειν, ὁ δὲ τἀληθῆ ἀπολογήσασθαι. | ||
alpha2151 | Ἀνύτειν οἱ Ἀττικοί, ὅπερ ἡμεῖς ἀνύειν. ἁνύειν δέ, τὸ σπεύ‐ δειν, δασεῖα ἡ πρώτη. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς (D 56)· „οὐκ ἀνύω φθονέουσα“. | |
alpha2152 | Ἀνυδρεύσασθαι· ἀντλῆσαι ὕδωρ· „κατάχεον αὐτῆς κἀνύ‐ δρευσαι τὸν κάδον“. Κοριαννοῖ Φερεκράτης (fr. 76 K.). | |
alpha2153 | Ἄνυδρα δάπεδα· περὶ Λιβύης λέγει ὁ Τραγικός (Eur. fr. 955h Snell)· „ἄνυδρα δ’ ᾠκηκὼς ἄναξ κριωπὸς Ἄμμων δάπεδα θεσπί‐ ζει τάδε“. | |
alpha2154 | Ἀνυμεναιοῦν· Σοφοκλῆς Φρυξίν (fr. 725 R.)· „οὐ λήξετ’, οὐ παύσεσθε τούσδε τοὺς γάμους ἀνυμεναιοῦντες;“ | |
alpha2155 | Ἀνυποδησία· Πλάτων εἴρηκε (Leg. 1, 633c) καὶ Ξενοφῶν (Lac. 2, 3). | |
alpha2156 | Ἀνυπόστατον· ἀντὶ τοῦ ἀφόρητον. | |
alpha2157 | Ἀνυπαίτιος· ἀναίτιος. | |
alpha2158 | Ἀνυπόβλητον· προὖχον. | |
alpha2159 | Ἀνύποιστον· ἀβάστακτον. | |
alpha2160 | Ἀνυπόδητος λέγεται, οὐχὶ ἀνυπόδετος. | |
alpha2161 | Ἀνυπεύθυνος· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (22)· „ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον“. | |
alpha2162 | Ἄνυμφον· κακόνυμφον. ἢ τὴν οὐχ οἵαν τε νυμφευθῆναι. | |
Σοφοκλῆς (fr. 1016 R.). | ||
alpha2163 | Ἀνυσίμως· Πλάτων (Theaet. 144b). ἐνεργῶς, πρακτικῶς. καὶ Ἀνύ〈του〉σι· τελοῦσιν, ἀνύουσιν. | |
alpha2164 | Ἁνύσαι· δασέως τὸ σπεῦσαι καὶ συντελέσαι. | |
alpha2165 | Ἄνω καὶ κάτω· ὡς ἐν τῇ συνηθείᾳ λέγομεν. Εὐριπίδης (Bacch. 349)· „ἄνω καὶ κάτω τὰ πάντα συγχέουσιν“. | |
alpha2166 | Ἀνῴμωξεν· ἐστέναξεν. | |
alpha2167 | †Ἀνωρθρίαζον†· Ἀνδοκίδης (1, 29)· ἀντὶ τοῦ †ὄρθριοι† βοῶντες ἔλεγον. | |
alpha2168 | Ἄνω ποταμῶν ῥέουσι πηγαί· παροιμία ἐπὶ τῶν ὑπεναν‐ τίως γινομένων ἢ λεγομένων, οἷον εἰ ὁ πόρνος τὸν †σοφώτερον† ἔλεγε πόρνον. ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω. κέχρηται αὐτῇ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας (19, 287). | |
5 | 〈καὶ ***〉· „ἄνω ποταμῶν τὰ πράγματα εἶναί μοι δοκεῖ“ (com. adesp. fr. 50 Dem.). | |
alpha2169 | Ἀνωφέλητος ἄνθρωπος· Στράττις (fr. 9 Dem.)· „ἀνω‐ φέλητος καὶ θεοῖς ἐχθρόσ“. | |
alpha2170 | Ἀνῳκισμένος· ἐν τοῖς ἀνωτάτω γεννηθείς. ἢ ὁ ἄνω ὤν. | |
alpha2171 | Ἀνόνητον· τὸ ἀνωφελές. | |
alpha2172 | Ἀξιαπηγητότατον (Hdt. 2, 99, 4)· ἀξιολογώτατον. | |
alpha2173 | Ἀξιοῖ· ἀντὶ τοῦ νομίζει. Ἀντιφῶν (fr. 60 Th.) καὶ Λυσίας (fr. 302 S.). | |
alpha2174 | Ἄξιον· τὸ εὔωνον. Ἀριστοφάνης (Equ. 895). | |
alpha2175 | Ἀξιόπιστος· οὐχὶ ὁ κατάπλαστος λέγεται ὑπὸ τῶν παλαιῶν καὶ τερατείᾳ χρώμενος, ἀλλ’ ὁ πιστὸς καὶ δόκιμος καὶ ἀξιόχρεως. | |
alpha2176 | Ἀξιόχρεων· ἐν τῷ ω λέγουσι. καὶ λειπόνεων· καὶ τὰ οὐδέ‐ τερα οἱ {γὰρ} παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον βάρβαρον. | |
alpha2177 | Ἄξιον· ἐπὶ τοῦ δικαίου τέτακται. οὕτως Δημοσθένης (fr. 19 S.). | |
alpha2178 | Ἄξιος θέας· παρὰ Φρυνίχῳ (TrGF 3 F 16b). καὶ ἀξιοθέα‐ τος παρὰ Ξενοφῶντι (HG. 4, 5, 6). | |
alpha2179 | Ἀξιάγαστος· ἀξιοθαύμαστος. | |
alpha2180 | Ἀξιέραστος· ἄξιος ἐρασμοῦ, ἐπέραστος. | |
alpha2181 | Ἄξιος οὐδὲ 〈ἑνὸσ〉 μόνου (Pl. Theaet. 162e)· ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. | |
alpha2182 | Ἀξιῶν· ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Πλάτων (Gorg. 450c) καὶ Λυσίας (fr. 302 S.). | |
alpha2183 | Ἄξονες· ξύλα τετράγωνα ἦν, ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου διήκοντα καὶ διά τινος περόνης στρεφόμενα, ἐφ’ ὧν οἱ Σόλωνος | |
νόμοι ἀνεγράφοντο. λέγονται δὲ καὶ ἐν τοῖς τῶν ἁμαξῶν ἄξοσιν ὁμοίως κώδιξι στρεφόμενοι. λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες, περὶ | ||
5 | οὓς σφαῖραί τε καὶ κύλινδροι καὶ τὰ τοιαῦτα στρέφονται καὶ συνίσταν‐ ται. καὶ τῶν ἁμαξῶν δὲ οἷς οἱ τροχοὶ συνεχόμενοι περιστρέφονται. | |
alpha2184 | Ἀξύμβλητον· ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς (fr. 355 N.2 = 387 R.)· „ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην“. | |
alpha2185 | Ἀξύλῳ (Λ 155)· πολυξύλῳ. | |
alpha2186 | †Ἀξόνητον†· ἀνωφελές. | |
alpha2187 | Ἀοζήσω· διακονήσω, ὑπουργήσω. Αἰσχύλος Ἐλευσινίοις (fr. 54 N.2 = 270 M.). | |
alpha2188 | Ἀοιδή· ᾠδή. | |
alpha2189 | Ἄοζος· ὑπηρέτης, διάκονος. | |
alpha2190 | Ἀοίδιμος· ὑμνητός. | |
alpha2191 | Ἀοιδός· ποιητής. | |
alpha2192 | Ἄοινος· ἐπὶ τῶν μὴ γεγευμένων οἴνου. καὶ ἐπὶ τῶν μὴ ἐχόντων οἶνον. | |
alpha2193 | Ἀολλεῖ· ποιεῖ, συνάγει. | |
alpha2194 | Ἀολλεῖς· παρὰ Σοφοκλεῖ τὰς συνηγμένας (fr. 1017 R.). | |
alpha2195 | Ἀορτά· τὰ ἐξηρτημένα ἢ αἰωρούμενα καὶ οὐ βεβηκότα. οἱ δὲ τὴν τραχεῖαν ἀρτηρίαν τὴν εἰς πνεύμονα φέρουσαν. οἱ δὲ ὄρτρα τὰ βράγχια. οἱ δὲ ἀρτηρίας. ἄλλοι τὸ ἀπηρτημένον τοῦ πνεύμονος μέρος. | |
ἰδίως δὲ ἀορτὴν Ἀριστοτέλης (Hist. an. 495b 7) καλεῖ τὴν παρ’ ἐνίοις | ||
5 | μεγάλην ἀρτηρίαν ὀνομαζομένην, ἣν καὶ φυτοῦ στελέχει παρεικάζου‐ σιν, ὥσπερ ῥίζας τὰς εἰς τὸν πνεύμονα κατασχιζομένας ἀρτηρίας. | |
alpha2196 | Ἄοπτα· Ἀντιφῶν (87 B 4 D.—K.)· ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα μέν, δόξαντα δὲ ὁρᾶσθαι. | |
alpha2197 | Ἄορι· τῷ ξίφει. | |
alpha2198 | Ἀπάγειν, ἐφηγεῖσθαι, γράφεσθαι, δικάζεσθαι· τού‐ των ἕκαστον ἐπὶ τῶν ἑτέρους κατηγορούντων λέγεται. ἀλλ’ ἐὰν μὲν πρὸς διαιτητὴν ἡ διαδικασία γένηται, καλεῖ〈ται〉 δικάζεσθαι. | |
alpha2199 | Ἄπαγε ξένον ἐν χειμῶνι· παροιμία ἐπὶ τῶν ὀχληρῶν. | |
alpha2200 | Ἄπαγε· παῦσαι, μὴ γένοιτο. | |
alpha2201 | Ἄπαγε· ἀντὶ τοῦ χρῶ τῇ ἀπαγωγῇ. οὕτως Δημοσθένης (22, 26). | |
alpha2202 | Ἀπάγου· ἀντὶ τοῦ πρὸς †αὐτὸν† ἄπαγε. οὕτως Εὐριπίδης (fr. 1097 N.2). | |
alpha2203 | Ἀπαγκωνισάμενος· Ἄρχιππος Ἰχθύσιν (fr. 1 Dem.) σεμνῶς πάνυ. ἔλεγον δὲ καὶ ἀγκωνίζειν. | |
alpha2204 | Ἀπαγγελτῆρα· Φρύνιχος (TrGF 3 F 16a)· „ἐσθλῶν ἀπαγ‐ γελτῆρα μᾶλλον ἢ κακῶν“. | |
alpha2205 | Ἀπαγορεύειν· ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν. | |
alpha2206 | Ἀπαγορεύει· ἀποτρέπεται, ἀρνεῖται. | |
alpha2207 | Ἀπαγωγάς· ἀδυνατίας. | |
alpha2208 | Ἀπαγωγή· δίκης ἐστὶν εἶδος. ὠνόμασται ἀπὸ τοῦ ἀπάγειν. ἀπήγοντο δὲ οἱ κακοῦργοι πρὸς τοὺς ἕνδεκα. | |
alpha2209 | Ἀπαγωγή· μήνυσις ἔγγραφος διδομένη τῷ ἄρχοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. λέγεται ἀπαγωγὴ καὶ ἡ αἰχμαλωσία καὶ ἥ τινος κομιδή, οἷον ἡ ἀγωγή. | |
alpha2210 | Ἀπᾷδον· οὐ συνᾷδον. καὶ ἀπᾴδομεν Πλάτων Νόμων βʹ (662b). | |
alpha2211 | Ἀπαίδευτοι· ἀντὶ τοῦ ἀνόητοι. | |
alpha2212 | Ἀπαιδοτρίβητοι· ἀγύμναστοι. | |
alpha2213 | Ἀπαιδοτρίβητον σῶμα· ἀγύμναστον. | |
alpha2214 | Ἀπαιδία· ἡλικία ἐλάσσονι χρόνῳ τοῦ συμπληροῦντος τὸν παῖδα. | |
alpha2215 | Ἀπαιόλη· ἀπάτη, ἀποστέρησις. οὕτως Αἰσχύλος (fr. 186 N.2 = 309 M.). | |
alpha2216 | Ἀπαιόλημα· ἀποπλάνημα, ἀποκάθαρμα. {ἢ θεόν τινα ἀπατητικόν}. | |
alpha2217 | Ἀπαιολᾷ· ἀντὶ τοῦ παραλογίζεται, πλανᾶ. | |
alpha2218 | Ἀπαίροντες· μεθιστάμενοι. | |
alpha2219 | Ἄπαιρε· ὃ οἱ πολλοὶ ἆρον λέγουσιν. | |
alpha2220 | Ἀπαίρειν· ἀντὶ τοῦ παραγίνεσθαι. Ἀριστοφάνης (fr. novum). | |
alpha2221 | Ἀπαίσιον· βλάσφημον, ἀσύμβουλον. | |
alpha2222 | Ἀπαιώνιστον· ἀνίατον, δύσφημον. | |
alpha2223 | Ἀπαιωρούμενον· κρεμάμενον. | |
alpha2224 | Ἀπάλαμνος· ἄπειρος. | |
alpha2225 | Ἀπάλαμνον· ἀμήχανον. | |
alpha2226 | Ἀπαλάμνως· ἀβούλως, σκαιῶς καὶ ἀσυνέτως. | |
alpha2227 | Ἀπαλεξῆσαι· κωλῦσαι. | |
alpha2228 | Ἀπαλεξήσοντες· κωλύσοντες. | |
alpha2229 | Ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις· ἐπὶ τῶν ὑπὸ τρυφῆς καὶ ἁβρότητος διαρρεόντων. | |
alpha2230 | Ἀπαλλάξωμεν· ἀντὶ τοῦ ἀφανίσωμεν. | |
alpha2231 | Ἀπαλλάξας· ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος (fr. 387 K.) καὶ Δημοσθένης (24, 37) καὶ ἄλλοι. | |
alpha2232 | Ἀπάλλεις· ἀποπέμπεις. | |
alpha2233 | Ἀπαλεῖ· σχολάζει, ὀλιγωρεῖ. | |
alpha2234 | Ἁπαλὸς εἴσπλους {τοῦ} λιμένος· ἀντὶ τοῦ τραχέος λαβὼν ὁ Κρατῖνος τὸ ἁπαλὸς σύνταξιν ἡδίστην ἐποίησεν „ἁπαλὸς εἴσπλους λιμένοσ“ εἰπών (fr. 357 K.). | |
alpha2235 | Ἁπαλοσώματος· Ἀριστοφάνης εἴρηκεν (fr. 54 Dem.). | |
alpha2236 | Ἁπαλύνειν· ἀντὶ τοῦ διαχεῖν τὴν ψυχὴν καὶ θηλύνειν. Ἀρι‐ | |
στοφάνης (fr. 54 Dem.). | ||
alpha2237 | Ἁπαλὴ δίαιτα· ἡ τρυφερὰ καὶ ἀνειμένη. | |
alpha2238 | Ἁπαλά· οἷον ἐξηλλαγμένα καὶ καινά. Εὐριπίδης (fr. 955i Snell) καὶ Σοφοκλῆς (fr. 1019 R.). | |
alpha2239 | Ἀπάλλαξόν με φροντίδων· Στράττις ἔφη (fr. novum). | |
alpha2240 | Ἀπαμβρακοῦ· καρτέρει. λέγεται δὲ πρὸς ὠδίνουσαν γυ‐ ναῖκα. οἱ δὲ ἀνδρίζου. ἄλλοι φυλάττου. | |
alpha2241 | Ἀπαμβλύνει· ἐκκαθαίρει σκότους καὶ ἀλλοιώσεως. | |
alpha2242 | Ἀπαμυνεῖ· ἀποστρέψει. | |
alpha2243 | Ἀπαμφιέσαντες· ἐκδύσαντες. | |
alpha2244 | Ἀπαμφίσκων· ἀποκαλύπτων. | |
alpha2245 | Ἀπαμφιεῖ· ἀποκαλύψει. Μισουμένῳ (364—65)· „ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό μου καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ“. | |
alpha2246 | Ἀ〈πα〉νάστασις· ἀποικία, μετάστασις. | |
alpha2247 | Ἀπαντᾶν καὶ συναντᾶν λέγουσιν ἑκατέρως. | |
alpha2248 | Ἅπανθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή· σημαίνει ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί. | |
alpha2249 | Ἀπανθίζειν· Πωλίων εἴρηκεν· „ἀπανθίζειν ἐπεχείρει τοὺς Φρύγας Ἀχιλλεύσ“. | |
alpha2250 | Ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητής (Υ 156)· „τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον“, οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. | |
καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. | ||
alpha2251 | Ἀπαντᾶν· τὸ παραγίνεσθαι εἴς τινα τόπον. | |
alpha2252 | Ἀπάντησις· ὡς ἐν τῇ συνηθείᾳ φαμέν. Σοφοκλῆς (fr. 828 R.)· „ἐγὼ δ’ εἰς ἀπάντησίν τινος σπεύδω“. | |
alpha2253 | Ἁπανταχῇ· Σοφοκλῆς (fr. 828a R.)· „ἁπανταχῇ τοι τὸ φῶς καλόν“. | |
alpha2254 | Ἀπάξω· ἐκεῖθεν ἄξω. | |
alpha2255 | Ἁπαξαπλῶς· κατὰ σύνθεσιν προφέρονται τὴν πρώτην βα‐ ρύνοντες. | |
alpha2256 | Ἁπαξάπαντα· οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσκείμενον. | |
alpha2257 | Ἀπαράβλητος· ἀσύγκριτος, ἀνόμοιος. | |
alpha2258 | Ἀπαραπόδιστον· ἀπλανῆ. | |
alpha2259 | Ἀπαραποίητον· ἄπλαστον. | |
alpha2260 | Ἀπαριθμῶν· ἀποπληρῶν ἀριθμόν. Ἰσοκράτης (5, 27). | |
alpha2261 | Ἀπάργματα· ἀπαρχαὶ καὶ μερίδες θεῶν. | |
alpha2262 | Ἀπαρθένευτος· ἀκέραιος, καθαρά. | |
alpha2263 | Ἄπαρνος· ἀντὶ τοῦ ἔξαρνος· τὸ γὰρ ἄπαρνος σεμνότερον. | |
alpha2264 | Ἀπαρτίαν· ἀποσκευήν, τέλος ἀπαρτισμοῦ. | |
alpha2265 | Ἀπαρκτίας· οὕτως χρὴ λέγειν μετὰ τοῦ τ καὶ οὐχ ὡς ἔνιοι ἀπαρκίαν· καὶ γὰρ ἄρκτον λέγεις. Στράττις εἴρηκεν (fr. novum). | |
alpha2266 | Ἀπαραίτητος καὶ ἄπιστος πρὸς δωροδοκίαν· ἐπὶ | |
ἀδωροδοκήτου καὶ καθαροῦ ἀνδρός. | ||
alpha2267 | Ἀπαρτί· τοῦτο παρὰ τοῖς Ἀττικοῖς ὀξυτόνως. σημαίνει δὲ τὸ ἀπηρτισμένον. Εὔπολις (fr. novum) καὶ Ἡρόδοτος (2, 158, 4). | |
alpha2268 | 〈Ἀπαρτί〉· ἀπηρτισμένως, ἀκριβῶς. | |
alpha2269 | 〈Ἀπαρτία· ***〉 κυρίως δὲ ἡ δυναμένη μετακομίζεσθαι κτῆσις καὶ περιουσία, ἐφ’ ἧς καὶ τὰ ἔπιπλα λέγεται. | |
alpha2270 | Ἀπαρτί· ἀπηρτισμένως. | |
alpha2271 | Ἀπαρτᾶν· ἀντὶ τοῦ μακρὰν ἀπάγει〈ν〉. Δημοσθένης (18, 59). | |
alpha2272 | Ἀπ’ ἀρχῆς εἰς τέλος· Εὐριπίδης (fr. novum). | |
alpha2273 | Ἀπάρχεσθαι· τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμβάλλειν. | |
alpha2274 | Ἀπαρηγόρητος ὀργή· ἐπὶ δυσοργήτου. | |
alpha2275 | Ἀπάρχου· ἀρχὴν βάλλε ἢ ἀπαρχὰς πρόσφερε. | |
alpha2276 | †Ἀπαίσιον†· ἀσινές. | |
alpha2277 | Ἅπασαν τὴν οὐσίαν ἠμφίασται· ἐπὶ τῶν μηδ’ ὁτιοῦν ἄλλο κεκτημένων ἢ ὅπερ ἀμπίσχεται. | |
alpha2278 | Ἀπασκαρίζει· ἐν τῷ α λέγουσιν. Ἀριστοφάνης Ταγηνι‐ σταῖς (fr. 495 K.)· „ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί“. | |
alpha2279 | Ἀπαστία· ἀτροφία. καὶ ἄπαστος· ἄγευστος, οἷον ἄμαστος, | |
ἀμάσητος. | ||
alpha2280 | Ἀπατηλός· ἀπατητικός. | |
alpha2281 | Ἀπατήσει· ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδης (fr. 53 K.). | |
alpha2282 | Ἀπατούρια· ἑορτὴ Ἀθήνησιν, ἣν ἄγουσιν ἐπὶ τρεῖς ἡμέρας. | |
alpha2283 | Ἀπάτωρ· Εὔπολις (fr. novum). | |
alpha2284 | Ἀπάτριοι· οἱ πατέρα μὴ ἔχοντες. | |
alpha2285 | Ἀπαυδῶ· ἀπαγορεύω, ἀπολέγομαι. | |
alpha2286 | Ἀπαυθαδιάζοντας· μεγαλοφρονοῦντας. | |
alpha2287 | Ἀπαυλία· ἡ λέξις εἴρηται παρὰ τοῖς τραγικοῖς (fr. novum). λέγεται δὲ ἀπαυλία ἡ πρώτη τῶν γάμων ἡμέρα, ἐν ᾗ ἡ νύμφη παραδο‐ θεῖσα τῷ νυμφίῳ τῆς πατρῴας οἰκίας ἀπαυλίζεται. | |
alpha2288 | Ἀπαυστί· Σοφοκλῆς Φαίδρᾳ (fr. 687 R.)· „γλώσσης ἀπαυστὶ στάζε μυξώδης ἀφρόσ“. | |
alpha2289 | Ἀπαυτοματισθεῖσα· οὐκ ἀφ’ ἑαυτῆς τελειωθεῖσα. | |
alpha2290 | Ἀπαυτομολῆσαι· ἀναχωρῆσαι. | |
alpha2291 | Ἀπαυχενίζειν· ἀφηνιᾶν, ἀτακτεῖν. | |
alpha2292 | Ἀπεγένετο· ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν (fr. 152 Th.) καὶ Θουκυδίδης (2, 98, 3). | |
alpha2293 | Ἀπεβίω· ἀπέθανεν. | |
alpha2294 | Ἀπέδοξεν· ἀντὶ τοῦ οὐκ ἔδοξεν. | |
alpha2295 | Ἀπέδειξεν· ἀντὶ τοῦ παρέδωκεν. Ξενοφῶν (Lac. 15, 3). | |
alpha2296 | Ἀπέγνωσαν· τὸ ἐναντίον τῷ κατέγνωσαν. | |
alpha2297 | Ἀπεδημηκότες· ἀντὶ τοῦ ἀποδεδημηκότες. Ἕρμιππος (fr. | |
66 K.). | ||
alpha2298 | Ἀπεγνωκώς· ἀντὶ τοῦ ἀποδοκιμάσας. Δημοσθένης (Epist. 2, 17). | |
alpha2299 | Ἀπέδοτο· ἐκδέδωκεν, παρέδωκεν. | |
alpha2300 | Ἀπέδοσθε· ἀπημπολήσατε. | |
alpha2301 | Ἀπέγραψε τὸν καιρόν· ἠκρίβωσε τὸν καιρόν. | |
alpha2302 | Ἀπεδήδοκεν (Ar. Ran. 984), κατεδήδοκεν (Ar. Vesp. 838), ἐδήδοκεν· πάνυ Ἀττικὴ ἡ χρῆσις τῶν φωνῶν. | |
alpha2303 | Ἀπειλεῖταί μοι· Ἄλεξις (cf. fr. 306 K.)· „ἀρτίως ἐνταῦθα ἐπήδα καὶ διηπειλεῖτό μοι“. | |
alpha2304 | Ἀπειρόκαλος· Ἴων εἴρηκεν (fr. novum) καὶ Πλάτων (Leg. 6, 775b) καὶ Δημοσθένης (22, 75. 24, 183). | |
alpha2305 | Ἀπειροκαλία· Ξενοφῶν ἔφη (Cyr. 1, 2, 3). | |
alpha2306 | Ἀπειρία· τὸ ἐναντίον τοῦ ἐμπειρία. | |
alpha2307 | Ἄπειρον· τὸ μὴ ἔμπειρον. Δημοσθένης (27, 2. 58, 24). | |
alpha2308 | Ἄπεδον· τὸ ἰσόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδης (7, 78, 4). | |
alpha2309 | Ἀπέδρα· καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν· „〈τί〉 οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;“ Φερεκράτης (fr. 59 K.). | |
alpha2310 | Ἀπεθέρισεν· ἀπέκειρεν. | |
alpha2311 | Ἀπειθεῖν· ἀπιστεῖν. | |
alpha2312 | Ἀπεικός· ἄτοπον, ἀπρεπές. | |
alpha2313 | Ἄπει· ἀντὶ τοῦ ἀπελεύσῃ. Σοφοκλῆς (OT 431). | |
alpha2314 | Ἀπειλῶν· καυχώμενος. | |
alpha2315 | Ἀπειπεῖν· ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι. ἔστι δὲ καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι. | |
alpha2316 | Ἀπειπεῖν· τὸ καμεῖν καὶ ἀπαγορεῦσαι. σημαίνει δὲ καὶ τὸ ἀποκηρῦξαι παῖδα. καὶ δῆλον τοῦτο ἐκ τοῦ νόμου Σόλωνος τοῦ λέγον‐ τος· „μήτ’ ἀπειπεῖν †μήτε πείθεσθα醓, τουτέστιν μήτε ἀποκηρῦξαι μήτ’ ἄλλον ἐπ’ αὐτοῖς θεῖναι. | |
alpha2317 | Ἀπειργάσθαι· ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν (Cyr. 8, 8, 27). | |
alpha2318 | Ἀπείργων· κωλύων. | |
alpha2319 | Ἀπειρέσια· ἄπειρα τῷ πλήθει. | |
alpha2320 | Ἀπείρηκα· κέκμηκα. | |
alpha2321 | Ἄπεισιν· ἀπέρχεται. | |
alpha2322 | Ἀπείσομαι· ἀντὶ τοῦ ἄπειμι. | |
alpha2323 | Ἀπέκιξαν (Ar. Ach. 869)· †Ἴωνες† ἀποπεσεῖν ἐποίησαν. | |
alpha2324 | Ἀπεκομίσθη· ἀπηνέχθη. | |
alpha2325 | Ἀπεκρίθη· ἀφωρίσθη. Πλάτων (cf. Reip. 8, 564e et Leg. 12, 961b). | |
alpha2326 | Ἀπέκτητον· ἀπόκιστον. | |
alpha2327 | Ἀπέλα (Xen. Cyr. 8, 3, 32)· ἀντὶ τοῦ ἀπέλαυνε. | |
alpha2328 | Ἀπελεύθερος· Ἑλληνικὸν τὸ ὄνομα. καὶ δράματα ἄττα | |
οὕτως ἐπιγέγραπται. | ||
alpha2329 | Ἀπέλητοι· ἀνταγωνισταί. οὕτως Αἰσχύλος (fr. 415 N.2 = 757 M.). | |
alpha2330 | Ἀπέλθῃ· ἀντὶ τοῦ ἐπανέλθῃ. Θουκυδίδης (5, 46, 4). Δημο‐ σθένης δὲ ἀντὶ τοῦ ἀποδρᾶναι. | |
alpha2331 | Ἀπ’ ἐλπίδος σφαλῆναι καλῆς· Ἀριστοφάνης (fr. novum)· „τίς οὐκ ἂν ἐκγελάσειε χαρίεντα εἰσορῶν παθόντα τόνδε καὶ καλῆς ἀπ’ ἐλπίδος σφαλέντα;“ | |
alpha2332 | Ἀπέλιπεν μὲν ἡ γυνὴ τὸν ἄνδρα λέγεται, ἀπέπεμψε δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. οὕτω Μένανδρος (fr. 823 K.—Th.). | |
alpha2333 | Ἀπελυμαίνοντο (A 314)· ἀπεκαθαίροντο. | |
alpha2334 | Ἀπεμόρξατο· ἀπεψήσατο, ἐδάκρυσεν. ἢ ἀπεμύξατο. | |
alpha2335 | Ἀπεμύλλαινον· διεφαύλιζον, ἐξηυτέλιζον. | |
alpha2336 | Ἀπεμπολή· ἀπόστασις ἢ μετὰ ἀπάτης πρᾶσις καὶ ἐμπορία. | |
alpha2337 | Ἀπεμφαίνει· †ἀπείρηκεν†. | |
alpha2338 | Ἀπεμπολήσας· πεπρακώς, ἀποκτησάμενος. | |
alpha2339 | Ἀπεμυθήσω· ἀντὶ τοῦ ἀπελογήσω. Στράττις (fr. 72 K.). | |
alpha2340 | Ἀπενήσω· ἀπέβαλες. | |
alpha2341 | Ἀπενεγκεῖν γραφήν· τὸ γράψασθαι λέγουσιν. | |
alpha2342 | Ἀπενεγκάμενος· κτησάμενος. | |
alpha2343 | Ἀπενιαυτῆσαι· ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν | |
ἀδικήμασιν. | ||
alpha2344 | Ἀπεξεσμένον· ἠκριβωμένον. | |
alpha2345 | Ἀπεοικός· ἀπρεπές. | |
alpha2346 | Ἀπέραντον· ἄπειρον. | |
alpha2347 | Ἀπερράπισεν· ἀπεφίμωσεν, ἐπεστόμισεν. | |
alpha2348 | Ἀπεργάσασθαι· ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστοφάνης (cf. Av. 1154). | |
alpha2349 | Ἀπέρεισιν· τὴν ἐπιστήριξιν. | |
alpha2350 | Ἀπεργασάμενος· ἀντὶ τοῦ ἀποδοὺς ἐξ ὧν εἰργάσατο. οὕτως Ἰσαῖος (fr. 3 S.). | |
alpha2351 | Ἀπερρήσεις· ἀπελεύσῃ, ἀποφθαρήσῃ. | |
alpha2352 | Ἀπερίβλεπτον· ἀνυπονόητον, πολύ. | |
alpha2353 | Ἀπερίγραπτον· ἀπεριόριστον. | |
alpha2354 | Ἀπερίγραπτοι· ἀπερίσκοποι. | |
alpha2355 | Ἀπερίοπτος· Θουκυδίδης (1, 41, 2). | |
alpha2356 | Ἀπερρέθη· ἀντὶ τοῦ ἀπηγορεύθη. | |
alpha2357 | Ἀπερρωγότες· κατεσχισμένοι ἢ ἀπεσχισμένοι. | |
alpha2358 | Ἀπέσβη· ἐσβέσθη ἢ ἐπαύσατο, τέθνηκεν. | |
alpha2359 | Ἀπεσείσατο· ἀπέβαλεν. | |
alpha2360 | Ἀπεσιγάλωσεν· ἀπεσκήνωσεν. | |
alpha2361 | Ἀπεσκῆ· γυμνὰ θήκης τόξα. | |
alpha2362 | Ἀπεσκόλυπτεν· κυρίως τὸ δέρμα ἀφῄρει. ἤδη δὲ καὶ τὸ | |
ἐγύμνου. | ||
alpha2363 | Ἀπεσκοτωμένα· ἐσκιαγραφημένα, κεχρωσμένα· τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγράφοι. οὕτως Ἀριστοφάνης (fr. 712 K.). | |
alpha2364 | Ἀπεσσύα (Xen. HG. 1, 1, 23)· ἐξέλιπεν. | |
alpha2365 | Ἀπεσκελετεύθη· Πλάτων (fr. novum). | |
alpha2366 | Ἀπεσκληκώς· ἀναισθήτως ἔχων καὶ ἀπεσκληρυμμένος. | |
alpha2367 | Ἀπεστλεγγισμένον· ἀπεξυσμένον. οὕτως Ἀριστοφάνης (Equ. 580)· στλεγγὶς γὰρ ἡ ξύστρα. | |
alpha2368 | Ἀπεσταλμένην καὶ πεπεμμένην ἑκατέρως λέγουσιν. | |
alpha2369 | Ἄπεστιν· ἀντὶ τοῦ ἀφέστηκεν. | |
alpha2370 | Ἀπεστομάτισαν· ἀπεφθέγξαντο. | |
alpha2371 | Ἀπέσφηλεν· ἀποτυχεῖν ἐποίησεν. | |
alpha2372 | Ἀπεσφακέλισεν· οἱ μὲν ἰατροὶ ἐσάπη. λέγεται δὲ καὶ ἀντὶ τοῦ †ἀπεσφενδόνησεν†. ἔτι τὸ ἐξαίφνης ἀπέθανεν. ὁ δὲ Ἀριστοφάνης (fr. 424 K.) καὶ ἀντὶ τοῦ ἀπεσπάσθη. | |
alpha2373 | Ἀπέσχαζεν· Πλάτων Πρέσβεσιν (fr. 127 K.). καὶ σχᾶν τὸ σχάζειν. | |
alpha2374 | Ἀπεσχεδιάζετο· ἡτοιμάζετο. | |
alpha2375 | Ἀπεσχοινισμένος· ἀντὶ τοῦ †ἀποκεκλιμένος†. | |
alpha2376 | Ἀπετείχιζον· ἀπεχώριζον, ἀπεκώλυον. | |
alpha2377 | Ἀπετίννυον· ἀπεδίδουν. | |
alpha2378 | Ἀπετίμησεν καὶ ἀποτίμησις καὶ ἀποτίμημα· εἰώθασιν οἱ τῇ γυναικὶ γαμουμένῃ προῖκα διδόντες αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἀντάξιον, ὃ νῦν ὑπάλλαγμα λέγεται. ἐκλήθη δὲ τὸ ὑπάλλαγμα ἀποτίμημα, διότι ἐτιμᾶτο πρὸς τὴν προῖκα, ἵνα μὴ | |
5 | ἔλαττον ᾖ, ἀλλὰ καὶ πλέον αὐτῆς. | |
alpha2379 | Ἀπετύλουν· ἀπέσυρον τὸ αἰδοῖον. | |
alpha2380 | Ἀπέτισα· ἀπέδωκα. | |
alpha2381 | †Ἀπεύρα†· ἀπέλαυσεν. ἢ ἀφείλετο. | |
alpha2382 | Ἀπέφησεν· ἀντὶ τοῦ ἀντεῖπεν. Μένανδρος (fr. 824 K.—Th.). | |
alpha2383 | Ἀπευθύνει· κολάζει. | |
alpha2384 | Ἀπευκτόν· μισητόν. | |
alpha2385 | Ἀπευήκασιν· ἀπεξηρασμέναι εἰσίν. | |
alpha2386 | †Ἀπεφρούρησαν†· ἀπέθηκαν. | |
alpha2387 | Ἀπέφρησαν· ἀφεῖσαν. | |
alpha2388 | Ἄπεφθον χρυσίον· ἐν τῷ π· „χρύς’ ἄπεφθα τοῖς Παταίκοις ἐμφερῆ“ (com. adesp. fr. 423 K.). | |
alpha2389 | Ἀπεχρᾶτο· Ἡρόδοτος μὲν (1, 102, 1) ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. | |
Θουκυδίδης δὲ (3, 81, 2) ἀπεχρῶντο ἀντὶ τοῦ ἀνῄρουν. | ||
alpha2390 | Ἀπεχρήσαντο· διεχρήσαντο, ἀπέκτειναν. Ἀριστοφάνης Λημνίαις (fr. 358 K.)· „τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπό‐ ρουσ“. | |
alpha2391 | Ἀπεχθάνοντο· ἐμισοῦντο. λέγουσι δὲ καὶ ἀπεχθάνεσθαι καὶ ἀπέχθεσθαι. | |
alpha2392 | Ἀπεχοιρίασεν· ἀπεσκίρτησεν. οἱ δὲ ἀπέπληξεν· ἀπὸ τῶν χοίρων. | |
alpha2393 | Ἀπέχθεια· μῖσος. | |
alpha2394 | Ἀπεχθής· ἐχθρός, μισητός. | |
alpha2395 | Ἀπεχρήσατο· ἀπέκτεινεν. | |
alpha2396 | Ἀπέχρησεν· ἐξήρκεσεν. | |
alpha2397 | Ἀπεώσατο· ἀπετινάξατο. | |
alpha2398 | Ἀπεωσμένον· ἀπωσμένον. | |
alpha2399 | Ἀπέωστο· ἐπορθεῖτο. | |
alpha2400 | †Ἀπεωρούμενον†· κρεμάμενον. | |
alpha2401 | Ἀπηγορήσομαι· ἀντὶ τοῦ ἀπολογήσομαι. | |
alpha2402 | Ἀπηδέσθη· ἀπεβρώθη. | |
alpha2403 | Ἀπῃθάλωται· ἠφάνισται. ἐκ μεταφορᾶς τοῦ πυρός· αἰθάλη γὰρ ἡ τοῦ πυρὸς ἀτμίς. | |
alpha2404 | Ἄπηλα πεδία 〈καὶ〉 ἄπηλος ὁδὸς ἐρεῖς, ὡς Σοφοκλῆς (fr. 828b R.). | |
alpha2405 | Ἀπηλγηκότες· ἀποκαμόντες, ἀναισθήτως ἔχοντες. | |
alpha2406 | Ἀπηλλάγησαν· ἐτελεύτησαν. | |
alpha2407 | Ἀπηλιώτης· ἐν τῷ π. καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἔπηλις. οὕτως Ποσείδιππος (fr. 41 K.). | |
alpha2408 | Ἀπηλοημένος· ὁ ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ὅ ἐστι πατηθῆναι. οὕτως Δημοσθένης (42,6). | |
alpha2409 | Ἀπήμαντον· ἀβλαβές. | |
alpha2410 | Ἀπημείφθη (Xen. An. 2, 5, 15)· ἀντὶ τοῦ ἀπεκρίνατο. | |
alpha2411 | Ἀπήμονα· ἀβλαβῆ. | |
alpha2412 | Ἀπηνέμους· μὴ ἔχοντας ἀνέμους. | |
alpha2413 | Ἀπηνέστερον· ἀποτομώτερον. | |
alpha2414 | Ἀπηνήναντο (H 185)· ἀπηρνήσαντο. | |
alpha2415 | Ἀπηνές· ἀντὶ τοῦ οὐχ ἡδὺ οὐδὲ προσηνές. Πλάτων Φαίδρῳ (257b). | |
alpha2416 | Ἀπήνθισται· ἀποβέβληκε τὸ ἄνθος καὶ οἷον ἀποκεκόσμηται. οὕτως Αἰσχύλος (fr. novum). | |
alpha2417 | Ἀπῇξεν· ἀφώρμησεν. | |
alpha2418 | Ἀπηρείσατο· ἀπετινάξατο, ἔπηξεν, ἀπέθετο. | |
alpha2419 | Ἀπηρτημένας· ἀπαιωρουμένας. | |
alpha2420 | †Ἄπηστα†· Πλάτων Σοφισταῖς (fr. novum). | |
alpha2421 | Ἀπηχές· ψευδές, δύσφορον, ἀηδές, ἐχθρόν. | |
alpha2422 | Ἀπήχεια· ἀντὶ τοῦ ἀπέχθεια. ἢ δυσοιωνισμός. οὕτω Δείναρ‐ | |
χος (fr. 49, 2 C.) καὶ Λυσίας (fr. 168 S.). | ||
alpha2423 | Ἀπηχημένον· ἀπόβλητον, ξένον τοῦ κατὰ πάντων ἤχου. | |
alpha2424 | Ἀπήχθετο· ἐμισεῖτο. | |
alpha2425 | Ἀπηχθημένον· ἀπόβλητον. | |
alpha2426 | Ἀπηχθισμένον· βεβαρημένον. | |
alpha2427 | †Ἀπηχθῦς†· τοὺς οὐκ ἐσθιομένους ἰχθύας. Ἀριστοφάνης Ὥραις (fr. 564 K.). | |
alpha2428 | Ἀπίθανον· ἄπιστον. | |
alpha2429 | Ἄπιθι· ἄπελθε, ἀναχώρει. | |
alpha2430 | Ἀπίους εἴρηκε Πλάτων 〈ἐν Νόμοις (8, 845b). ἔστι καὶ παρὰ Ἀλέξιδι〉 (fr. 33 K.). θηλυκῶς Ἀττικοί. | |
alpha2431 | Ἀπιστεῖν· τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ ἀπιστίαν τὴν ἀπεί‐ θειαν. | |
alpha2432 | Ἄπιστος· ὁ μὴ πειθόμενος. οὕτω Πλάτων (Apol. 26e). | |
alpha2433 | Ἀπιὼν ᾤχετο· συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. | |
alpha2434 | Ἄπλαστος· ἀληθινός, ἄδολος. | |
alpha2435 | Ἁπλᾶς· τὰ τῶν ὑποδημάτων μονόπελμα οὕτως ἐκάλουν. | |
alpha2436 | Ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ· πάντα περισπῶσι τὰ τοιαῦ‐ τα· ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοινικοῦν. | |
alpha2437 | Ἀπλάκητον· ἀναμάρτητον. | |
alpha2438 | Ἄπλετον· ἄπειρον. λέγουσι δὲ καὶ ἄπλατον. Δίφιλος Λη‐ μνίαις (fr. novum, cf. com. adesp. fr. 620 K.)· „κυψέλην δ’ ἔχεις ἄ‐ πλατον ἐν τοῖς ὠσὶν ἐγχέοντί σοι“. | |
alpha2439 | Ἁπλοΐς· ἱμάτιον σύμμετρον. | |
alpha2440 | Ἁπλοΐδας· ἁπλᾶς χλανίδας. | |
alpha2441 | Ἁπλήγιος· δασέως, ἁπλοῦς. Εὔπολις 〈Πόλεσιν (fr. 222 K.)· „οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλ’ ἁπλήγιοσ“〉. | |
alpha2442 | Ἁπληγίς· ἱματίδιον σύμμετρον. 〈Ἀναγύρῳ Ἀριστοφάνης (fr. 54 K.)· „ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν“〉. | |
alpha2443 | Ἄπλοοι· ἀδύνατοι πλέειν. | |
alpha2444 | Ἄπλυτον πώγωνα· σκώπτων χρήσῃ τῇ λέξει. | |
alpha2445 | Ἄπλωτον· ἄπλευστον. | |
alpha2446 | Ἄπο· πόρρω, μακράν. | |
alpha2447 | Ἀποβαδίζειν· οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ. | |
alpha2448 | Ἀπόβαθρα· ἀποβατήρια, ἃ ἄν τις ἀποβαίνων εἰς τὴν ἀλλο‐ δαπὴν δοίη, θεῷ θυσίας ἢ ἀνθρώποις δῶρα. πεποίηται δὲ παρὰ τὸ | |
ἀποβαίνειν νεὼς ἢ ὀχήματος. λέγονται δὲ ἀποβάθραι καὶ αἱ κλίμακες, δι’ ὧν ἀπὸ τῆς νεὼς ἔξιμεν καὶ εἴσιμεν. Θουκυδίδης δὲ (4, 12, 1) καὶ | ||
5 | οὐδετέρως ἀπόβαθρον λέγει. | |
alpha2449 | Ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τροχοί· ἀποβάτης μὲν ἱππικόν τι ἀγώνισμά ἐστι, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην· ἀποβατικοὶ δὲ τροχοί, οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. | |
alpha2450 | Ἀποβατῶν ἀγών· οὗτος ὁ ἀγὼν ἤγετο τῇ Ἀθηνᾶ, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα ἅμα θεόντων τῶν ἵππων ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον καὶ πάλιν κατέβαινον. καὶ ἦν τὸ ἀγώνισμα ἱππέως ἅμα καὶ πεζοῦ. καλεῖται δέ τις καὶ ἀποβατικὸς ἡνίοχος, ὁ εἰς | |
5 | τοῦτο δηλονότι ἐπιτήδειος τὸ ἀγώνισμα. | |
alpha2451 | Ἀποβολεὺς ὅπλων· Πλάτων Νόμων ιβʹ (944b)· „ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσι νομίζοιτο ἂν δικαίως, ἀποβολεὺς δὲ ὅπλων“. | |
alpha2452 | Ἀπόβλεπτον· ἔνδοξον. | |
alpha2453 | Ἀποβλεπόμενοι· ἀντὶ τοῦ θαυμάζοντες. οὕτως Αἰσχίνης (fr. 56 Dittmar). | |
alpha2454 | Ἀποβλίσαι· ἀποπιέσαι, ἀποθλῖψαι. | |
alpha2455 | Ἀποβλύζων· ἀναβάλλων. | |
alpha2456 | Ἀποβουκολήσας· ἐξαπατήσας. ἢ οὐ θρέψας. | |
alpha2457 | Ἀποβρίξαι· ἀποκοιμηθῆναι, μετὰ βορὰν ἀπονυστάξαι. | |
alpha2458 | Ἀποβροχθίσαι· τὸ καταπιεῖν, 〈ὡς ἡμεῖσ〉. Ἀριστοφάνης 〈Δαιταλεῦσιν ἐχρήσατο〉 (fr. 236 K.). | |
alpha2459 | Ἀποβύσαντες· ἀποκλείσαντες. | |
alpha2460 | Ἀπογενέσθαι· ὑστερῆσαι σημαίνει ἢ ἀποθανεῖν. | |
alpha2461 | Ἀπογνούς· Δημοσθένης (19, 51) ἀντὶ τοῦ ἀπελπίσας, Δεί‐ ναρχος δὲ (fr. 12, p. 147, 11 C.) ἀντὶ τοῦ ἀποψηφισάμενος. | |
alpha2462 | Ἀπογραφὴ καὶ ἀπογράψαι· λέγεται μὲν καὶ ἐπ’ ἄλλων, ἰδίως δὲ ὅταν τις δημόσιόν τι παρά τινι 〈μὴ〉 πριαμένῳ παρὰ τῆς πόλεως κατέχεσθαι φάσκῃ. ἢ ὅταν τινὸς ὀφλόντος δημεύηται καὶ εἰς τὸ δημόσιον γράφηται ἡ ἴση τῶν ὀφλημάτων περιουσία. | |
alpha2463 | Ἀπὸ γλώττης· ταὐτόν ἐστιν ἀπὸ στόματος. Θουκυδίδης (7, 10). | |
alpha2464 | Ἀπόγνοια (Thuc. 3, 85, 4)· ἡ ἀπόγνωσις. | |
alpha2465 | Ἀπογνώμων· ἅπαντας τοὺς ὀδόντας ἀποβεβληκὼς καὶ μὴ ἔχων δι’ οὗ γνωσθῇ. | |
alpha2466 | Ἀπὸ γραμμῆς· οἷον ἀπ’ ἀρχῆς. εἴρηται δὲ ἀπὸ τῆς τῶν δρο‐ μέων γραμμῆς, ἣν ἄφεσιν καὶ βαλβίδα καλοῦσιν. | |
alpha2467 | Ἀπογράφειν οὐσίαν· τὸ εἰς 〈τὸ〉 δημόσιον ἀναφέρειν πολίτου τινὸς οὐσίαν. | |
alpha2468 | Ἀπογραφή· ἀρίθμησις. | |
alpha2469 | Ἀπογράψαι· τὸ γράψαι καὶ τὸ ὑπογράψασθαι καὶ οἷον σημειώσασθαι δηλοῖ. | |
alpha2470 | Ἀποδάσσομαι· ἀπομερίσομαι. | |
alpha2471 | Ἀποδακρύσας· οὐ σημαίνει τὸ δακρῦσαι, ἀλλὰ τὸ παύσα‐ σθαι δακρύοντα, ὡς τὸ ἀπολοφύρασθαι καὶ τὰ ὅμοια. | |
alpha2472 | Ἀποδακρύομαι· Ἀριστοφάνης Δράμασιν (fr. novum)· „ἀποδακρύομαί σε τὰν δύσποτμον κόραν“. | |
alpha2473 | Ἄποδα θηρία· Φερεκράτης εἴρηκεν (fr. novum). | |
alpha2474 | Ἀποδαρθεῖν· ἀποκοιμηθῆναι. καὶ καταδαρθεῖν. | |
alpha2475 | Ἀποδεῖξαι, οὐ παραδεῖξαι· 〈„ὅμως δ’ ἀπόδειξον ταῦτα τῇ γυναικί“. καὶ Περικειρομένῃ Μένανδροσ〉 (fr. 2 Sandbach). | |
alpha2476 | Ἀποδείξασθαι· τὸ ἐν διδασκάλου τὰ μαθήματα, ἅ τις ἔμα‐ θεν, λέγειν. | |
alpha2477 | Ἀποδειροτομεῖ· ἀποκόπτει τοὺς αὐχένας. | |
alpha2478 | Ἀποδεόντων· λειπόντων, ἀπολειπομένων. | |
alpha2479 | Ἀποδείκνυμί σοι χελιδόνα· ἴσον τὸ μαρτύρομαι. | |
alpha2480 | Ἀποδέκται· ἄρχοντες κληρωτοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλὴν ἦσαν, οἳ παρελάμβανον τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ ἀπεδέχοντο αὐτά, εἶτα ἐξήταζον τὰ ὀφλήματα σὺν τῇ βουλῇ καὶ ἐμέριζον εἰς ἃ ἐχρῆν ἀναλίσκειν. | |
alpha2481 | Ἀποδέχομαι· ὁμολογῶ. | |
alpha2482 | Ἀποδικεῖν· ἀντὶ τοῦ ἀπολογεῖσθαι. οὕτως †Ἀριστοφά‐ νης†. | |
alpha2483 | Ἀποδιοπομπεῖσθαι· ἀποπέμπεσθαι πρὸς τὸν ἀποτρόπαιον Δία καὶ οἱονεὶ καθαίρεσθαι ἢ ἱλάσκεσθαι. | |
alpha2484 | Ἀποδιδόμενοι· Ἀντιφῶν (fr. 54 Th.) ἀντὶ τοῦ ἀποδιδόντες. καὶ ἀποδιδόμεθα· ἀντὶ τοῦ ἀποδίδομεν ἢ πιπράσκομεν. | |
alpha2485 | Ἀπὸ δόξης (K 324)· ἀπὸ εἰκασμοῦ. | |
alpha2486 | Ἀποδόσθαι· πωλῆσαι. | |
alpha2487 | Ἀποδράς· ἀποφυγών. | |
alpha2488 | Ἀποδυσπετεῖ· ἀποδύρεται. | |
alpha2489 | Ἀπόδυσαι· μᾶλλον δὲ ἀπόδυθι οἱ Ἀττικοὶ λέγουσιν. καὶ ἀποδύντες καὶ †ἀπόδυσις† καὶ †ἀποδεδυμένοι† καὶ ἀποδεδυκότα καὶ ἀποδύειν, οὐχ ὡς οἱ πολλοὶ ἀποδεδυμένον καὶ ἀποδύεσθαι. πα‐ ρατηρητέον δὲ ὡς οὕτω τὰ ῥήματα λέγοντες οὐκ ἐπισυνάπτουσι τὰ | |
5 | ἱμάτια ἢ τῶν ἱματίων ἀρκούμενοι μόνῃ τῇ ῥηματικῇ φωνῇ δηλῶσαι τὸ νόημα. πλὴν Κρατῖνος (fr. novum) „ἀπόδυθι“, φησί, „τὴν στολήν“. διόπερ 〈χρὴ〉 ἐννοεῖν τὴν διαφοράν. | |
alpha2490 | Ἀπόζων· ἀποπνέων. | |
alpha2491 | Ἀποζέσαι τὸν θυμόν· ὡς ἂν τῆς ὀργῆς παύσαιτο. Λεύκων (fr. novum). | |
alpha2492 | Ἀποθευσούμεθα· ἀποδραμούμεθα. μάλιστα ἐπὶ πλοῦ λέγε‐ ται. | |
alpha2493 | †Ἀποθράξεις†· συναποτροχάσεις. οὕτω Πλάτων (fr. 232 K.). | |
alpha2494 | Ἀποθεσπίσαι· δογματίσαι, ἐκθέσθαι, εἰπεῖν. | |
alpha2495 | Ἀποθριάσαι· ἀποφυλλίσαι· θρία γὰρ τὰ φύλλα τῆς συκῆς. | |
alpha2496 | Ἀποθρώσκοντα· ἀποπηδῶντα. | |
alpha2497 | Ἀποθύμια (Ξ 261)· λυπηρά, τὰ μὴ καταθύμια. | |
alpha2498 | Ἀποθήκην· ἀντὶ τοῦ ἀποστροφήν. | |
alpha2499 | Ἀποικοδομεῖς· ἀντὶ τοῦ ἀποφράττεις. Δημοσθένης (55, 5). | |
alpha2500 | Ἄποινα· λύτρα, ἃ δίδωσί τις ὑπὲρ φόνου ἢ σώματος. οὕτως | |
Σόλων (fr. 12 R.). καὶ ἄποινοι οἱ ὑδροπόται. | ||
alpha2501 | Ἀποίσετε· ἀπενέγκατε. | |
alpha2502 | Ἀποιχόμενα· παρερχόμενα. | |
alpha2503 | Ἄποκα· πρόβατα ἄκουρα. | |
alpha2504 | Ἀποκαθεύδουσιν· ἀντὶ τοῦ ἀποκοιτοῦσιν. Εὔπολις (fr. 399 K.). | |
alpha2505 | Ἀποκαραδοκία· προσδοκία. | |
alpha2506 | Ἀποκαρτερήσαντα· λιμῷ ἑαυτὸν ἢ ἀγχόνῃ τοῦ βίου ἐξα‐ γαγόντα. | |
alpha2507 | Ἀποκαταλλάξαι· φιλοποιῆσαι. | |
alpha2508 | Ἀποκεκρουμένον· οἷον ἠκρωτηριασμένον καὶ κεκολοβωμέ‐ νον· „κυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον“. Ἀριστοφάνης (Ach. 459). | |
alpha2509 | Ἀποκείλαντες· ἀποκλίναντες. | |
alpha2510 | Ἀποκεῖσθαι πόρρω· ἀτιμάζεσθαι. Κρατῖνος Ὥραις (cf. fr. 367 K.). | |
alpha2511 | Ἀποκηδήσαντες· ἀντὶ τοῦ ἀποκακήσαντες. Ὅμηρος (Ψ 413). παρὰ δὲ Σώφρονι (fr. 78 Kaibel) ἀποκηδεῖ ἀντὶ τοῦ ἀσθενεῖ κεῖται. | |
alpha2512 | Ἀποκήρυκτον· ἀλλότριον. | |
alpha2513 | Ἀποκηρύττοντες· ἀντὶ τοῦ πιπράσκοντες. οὕτω Δημο‐ σθένης (23, 201). | |
alpha2514 | Ἀποκείρασθαι καὶ κείρασθαι· ἑκατέρως λέγουσιν. | |
alpha2515 | Ἀποκινεῖν· τὸ ἀπέρχεσθαι καὶ ἀποτρέχειν. λέγεται δὲ καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρμιζομένων ἀποκινεῖν ταῖς κώπαις. | |
alpha2516 | Ἀπόκινος· γένος ὀρχήσεως φορτικῆς. οἱ δὲ μέλος. ἢ ὁ τῶν | |
κιναιδογράφων ἴαμβος. | ||
alpha2517 | Ἀποκλήρωσις· μέρος. | |
alpha2518 | Ἀποκναίει· διαφθείρει, ἀποκόπτει, ἀπολλύει, λυπεῖ, ὀδυνᾷ, ἐνοχλεῖ, παρεκτείνει, 〈οἷον· „τί οὐ καθεύδεις; σύ μ’ ἀποκναίεις περι‐ πατῶν“〉. Μένανδρος 〈Μισουμένῳ〉 (fr. 3 Sandbach = A 21 Turner). | |
alpha2519 | Ἀπόκνιζε· ἀπόσκαλλε, ἀπότιλλε. | |
alpha2520 | Ἀποκοπῆναι τῶν ἰχνῶν τὴν κύνα λέγουσιν, ὅταν μηκέτι εὑρίσκῃ τὰ ἴχνη. | |
alpha2521 | Ἀποκαλίσαι· καὶ οὕτως λέγουσιν, οὐ μόνον ἀποκυλίσαι. τὸ δὲ διὰ τοῦ α πολιτικώτερον, ὥς φησι Φρύνιχος (fr. novum). | |
alpha2522 | Ἀποκραιπαλισμός· τῆς κραιπάλης ἀπαλλαγὴ καὶ μέθης. | |
alpha2523 | Ἀποκριθῆναι· ἀποχωρισθῆναι. | |
alpha2524 | Ἀποκρίνασθαι· τὸ λόγον δοῦναι ἐρωτώμενον. καὶ ἀνακρί‐ νειν· τὸ διὰ λόγων ἐρωτᾶν. λέγεται μέντοι που ἀποκρίνεται καὶ τὸ ἀποχωρίζεται. | |
alpha2525 | Ἀποκριπάμενος· ἀποσεισάμενος. οὕτως Κρατῖνος (fr. 388K.). | |
alpha2526 | Ἀποκριθείς· ἐπὶ τοῦ ἀποκρινάμενος. Μένανδρος Φανίῳ (fr. novum). | |
alpha2527 | Ἀπὸ καιροῦ, ἀπὸ τρόπου· „βάδιζε· καὶ γὰρ οὐδὲ〈ν〉 ἀπὸ | |
καιροῦ λέγεισ“ (fr. com. novum). | ||
alpha2528 | †Ἀποκρησάμενοι†· ἀντὶ τοῦ ἀποπλυνάμενοι καὶ ἀπολου‐ σάμενοι. | |
alpha2529 | Ἀπόκριμα· κατάκριμα. | |
alpha2530 | Ἀποκρινεῖται λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μέναν‐ δρος 〈Κανηφόρῳ (fr. 221 K.—Th.)· „ἃ δ’ ἀποκρινεῖται, κἂν ἐγὼ λέ‐ γοιμί σοι“. Ὑποβολιμαίᾳ (fr. 426 K.—Th.)· „ὡς μηδὲν ἀποκρινουμένῳ δ’ οὕτω λαλεῖν“〉. | |
alpha2531 | Ἀπόκρισις· ἡ ἀπολογία. οὕτως Λυσίας (fr. 305 S.) 〈καὶ〉 Ἀντιφῶν (fr. 154 Th.), 〈ἀλλὰ〉 καὶ Δημοσθένης 〈ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου (19, 120)· „ἀπόκριναι“, λέγων, „δεῦρό μοι παρελθών“〉. | |
alpha2532 | Ἀποκρούεσθαι· ἀποβάλλεσθαι. | |
alpha2533 | Ἀποκυβιστᾶν· οἷον ἀποπηδᾶν καὶ στρέφεσθαι· οἱ γὰρ κυβιστῶντες στρέφονται. ἢ ἀπαρνεῖσθαι. Φερεκράτης Πέρσαις (fr. novum)· „ἀποκυβιστᾷς τὴν δόσιν“, οἷον ἀποπηδᾷς καὶ ἀπαρνῇ τὴν δόσιν. | |
alpha2534 | Ἀποκτίννυσι λέγουσι μᾶλλον ἢ ἀποκτιννύειν. 〈Κρατῖνος Βουκόλοις (fr. 17 K.)· „καὶ πρὸς τὸν οὐρανὸν σκιαμαχῶν ἀποκτίννυσι ταῖς ἀπειλαῖσ“〉. καὶ ἀπεκτόνασιν, οὐκ ἀπεκτάγκασιν. 〈Μισουμένῳ (fr. 9 Sandbach)· „†πάτερ μὲν Θράσωνι†, ἀπεκτάγκασι δ’ οὔ“〉. | |
alpha2535 | Ἀπολαύειν· οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν, 〈ὡσ〉 Ἰσοκράτης (8, 81)· 〈„δέδοικα μή τι κακὸν | |
ἀπολαύσαιμι“〉. | ||
alpha2536 | Ἀποκυηθέν· ἀποτεχθέν. | |
alpha2537 | Ἀπολαχεῖν· ἀντὶ τοῦ λαχεῖν. οὕτω Λυσίας (fr. 214 S.) 〈καὶ Ἀριστοφάνης (fr. 494 K.) καὶ Ἀντιφῶν〉 (fr. 63 Th.). | |
alpha2538 | Ἀπόλεμος· τίθεται ἐπὶ τῶν μηδεμίαν μὲν πρόφασιν ἐχόντων πολέμου, δρασάντων δὲ τὰ πολεμίων. | |
alpha2539 | Ἀπολέξαι καὶ ἀποστεῖλαι· ὡς ἡμεῖς Ἀριστοφάνης (Lys. 576 et fort. Lys. 1084). | |
alpha2540 | Ἀπολείπουσιν, ἀλλὰ καὶ ἀπολιμπάνουσιν παρὰ Λυσίᾳ (fr. 306 S.). | |
alpha2541 | Ἀπόλειψις· σημαίνει μὲν καὶ ἄλλως τὸ ἀπολιπεῖν, ἰδίως δὲ ὅταν γαμετὴ τὸν ἄνδρα ἀπολίπῃ. λέγεται δὲ χρηματίζειν πρὸς αὐτὸν ἀπόλειψιν. | |
alpha2542 | Ἀπόλεκτον· οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκρι‐ τον καὶ ἐξειλεγμένον ἐκ πλειόνων. καὶ στρατιώτας ἀπολέκτους καὶ λογάδας τοὺς αὐτοὺς καλοῦσιν. | |
alpha2543 | Ἀπολελοιπότες· ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. οὕτως Ἰσο‐ κράτης ἐν τῷ Παναθηναϊκῷ (12, 41). | |
alpha2544 | Ἀπόληγε (N 230)· παύου. | |
alpha2545 | Ἀπολιβάξαι· ἀπορρῖψαι. καὶ ἀπολιβάζειν· ἀποφθείρειν. Φερεκράτης (fr. 42 K.). | |
alpha2546 | Ἀπολιβάξαι· τὸ ἐκρυῆναι, ἀπὸ τῆς λιβάδος. ἄλλοι δὲ τὸ πόρρω ἀπελθεῖν, παρὰ τὴν Λιβύην. | |
alpha2547 | Ἀπολιταργίσαι· ταχέως ἀποδραμεῖν. | |
alpha2548 | Ἀπολοπίζειν· διὰ τοῦ ο μόνως καὶ οὐ διὰ τοῦ ε, ὡς οἱ πολ‐ λοί. οὕτω Φερεκράτης (fr. novum) καὶ ἕτεροι. | |
alpha2549 | Ἀπολογήσασθαι· τὸ ἐπεξελθεῖν ἕκαστα. Δημοσθένης (24, 108). | |
alpha2550 | Ἀπόλλω καὶ ἀπόλλων〈α〉· διχῶς. Πλάτων εὐθὺς ἐν ἀρχῇ τῶν Νόμων (1, 624a)· „παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμο‐ νίοις Ἀπόλλων〈α〉“. | |
alpha2551 | Ἀπολέγομαι· ὡς ἐν τῇ συνηθείᾳ φασίν, ἀντὶ τοῦ ἀρνοῦμαι καὶ παραιτοῦμαι. Φερεκράτης (fr. novum). | |
alpha2552 | Ἀπολλύειν καὶ ἀπολλύναι· διττῶς λέγουσιν. καὶ ἀπο‐ δεικνύειν καὶ ἀποδεικνύναι, καὶ πάντα τὰ ὅμοια. | |
alpha2553 | Ἀπολλώνιον· βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτω καὶ παρὰ Θουκυδίδῃ (2, 91, 1) ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος, ὡς ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς· καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα. | |
alpha2554 | Ἀπόλεμος χρόνος· σημαίνει τὸν εἰρηνικὸν καὶ τὴν ἠρεμίαν τοῦ δόρατος. | |
alpha2555 | Ἀπόλεμος μοῦσα· Πλάτων εἴρηκεν (Leg. 7, 815d). | |
alpha2556 | Ἀπολελεμμένος· οἷον ἀπολελεπισμένος. | |
alpha2557 | †Ἀπολώλει† τῷ φόβῳ· Ξενοφῶν ἐν 〈Κύρου Παιδείᾳ〉 (6, 1, 2)· „ὁ Κῦρος †ἀπολώλει† τῷ φόβῳ μὴ λυθῇ ἡ στρατιά“. | |
alpha2558 | Ἀπολλύασιν· ὡς καὶ τὸ δεικνύασιν. Θουκυδίδης φησίν (7, 51, 2). | |
alpha2559 | Ἀπόλωλα· ἀντὶ τοῦ ἀπώλεσα. Ἀριστοφάνης (Ach. 1027). | |
alpha2560 | Ἀπὸ λύκου θήρας· παροιμία 〈ἐπὶ〉 τῶν ἀπράκτων εὐθὺς ἀπιόντων. οἱ δὲ ἐπὶ τῶν ἀπηνῶν καὶ ἀγρίων. | |
alpha2561 | Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ· αὕτη γέγονεν ἐκ τοῦ †Ἀρίστου† Κύκλωπος (TrGF 9 F 4), ὥς φησι Χαμαιλέων (fr. 37 Wehrli). | |
alpha2562 | Ἀπομαγδαλία καὶ ἀπομαγδαλίς· ψωμὸς εἰς ὃν ἐκμασσό‐ μενοι τὰς χεῖρας μετὰ τὸ δεῖπνον ἔρριπτον τοῖς κυσίν. | |
alpha2563 | Ἀπομάγματα· τὰ ἀποκαθάρματα. καὶ †ἀπομάκτραι†· τὰ αὐτά. | |
alpha2564 | Ἀπόμακτρα †σκυταλῶν· ἀπεσκοτημένα ἐσκιοτροφημένα†. | |
alpha2565 | Ἀπομάττεσθαι· ἀναλαβεῖν, μιμήσασθαι καὶ ἀποτυποῦν. | |
alpha2566 | Ἀπομάττων· Δημοσθένης 〈ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 259). οἱ μὲν〉 ἀντὶ τοῦ ἀποψῶν. οἱ δὲ ἀντὶ τοῦ περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις. ἀπομάττεσθαι τὸν ἀνδριάντα τῷ πηλῷ. | |
alpha2567 | Ἀπομερμηρίξαι· ἀπονυστάξαι. | |
alpha2568 | Ἀπομηνίσας· ἀποχωρήσας δι’ ὀργήν, ἢ παυσάμενος τῆς | |
ὀργῆς. | ||
alpha2569 | Ἀπόμισθος· ἄμισθος. ἢ ὁ μισθοῦ πράξας ἔργον τι καὶ ἀφει‐ μένος. οὕτως Λυσίας (fr. 138 S.). | |
alpha2570 | Ἀπόμισθοι· οἱ μισθὸν μὴ λαβόντες. οὕτως Δημοσθένης (4, 46. 23, 154). | |
alpha2571 | Ἀπὸ μισθωμάτων θύειν· οἱ Ἀττικοὶ ἔλεγον οὕτω θυσίας δημοσίας, ἃς ἐργολαβοῦντες ἐτέλουν. | |
alpha2572 | Ἀπομόρξαι· ἀποψῆσαι τῶν μέτρων τὸ ὑπερχειλές. καὶ ὀμόργματα τὰ ἐπίμετρα λέγεται. καὶ ἀπόμοργμα τὸ ἐκτύπωμα καὶ ὁμοίωμα. | |
alpha2573 | Ἀπομορξάμενον· †ἀποπαυσάμενον†. | |
alpha2574 | Ἀπόμορφα· ξένα, οὐκ ἐοικότα τοῖς ἤθεσιν. | |
alpha2575 | Ἀπομορχθείς (Ar. Vesp. 560)· ἐκμαγείς, πραϋνθείς. | |
alpha2576 | Ἀπομόσαι καὶ κατομόσαι· τὸ μὲν ἀρνητικόν, τὸ δὲ κατα‐ φατικόν. | |
alpha2577 | Ἀπόμυκτον· ἀντὶ τοῦ ἀκάθαρτον. | |
alpha2578 | Ἀπομυξίας· ἀκαθαρσίας. | |
alpha2579 | Ἀπομύττειν· ἐξαπατᾶν, γοητεύειν. | |
alpha2580 | Ἀπόν· ἀπρεπές. | |
alpha2581 | Ἀπόνασθαι· κατατρυφᾶν ἢ ὠφελεῖσθαι. | |
alpha2582 | †Ἀπόναται†· εὐεργετεῖται, ὠφελεῖται. | |
alpha2583 | †Ἀπόνειμαι†· ἀπόδος. | |
alpha2584 | Ἀπονενοημένος· Ξενοφῶν (HG. 7, 5, 12), ἀπονενοημένως | |
δὲ Ἰσοκράτης ἔφη (6, 75). | ||
alpha2585 | †Ἀπονηθήσεται†· περιπραθήσεται. | |
alpha2586 | Ἀπονητί, ἀπνευστί, ἀνιδρωτί, ἀκμητί, ἀμεταστρεπτί· πάντα ταῦτα καὶ ἐκτείνεται καὶ συστέλλεται. | |
alpha2587 | Ἀπόνοια· ἄνοια, ὕβρις. | |
alpha2588 | Ἀπονίψασθαι μετὰ τὸ δεῖπνον ἔλεγον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρός. | |
alpha2589 | Ἀπονομή· ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγινομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως. ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτάς, ἵν’ ἕκαστος λάβῃ τι μέρος. | |
alpha2590 | Ἀπ’ ὄνου καταπεσών· παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχει‐ ρούντων καὶ μὴ δυναμένων ὄνοις χρῆσθαι. Ἀριστοφάνης 〈Νεφέλαις (1273)· „τί δῆτα ληρεῖς ὥσπερ ἀπ’ ὄνου καταπεσών;“〉 ὁ δὲ φιλόσο‐ φος Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγει, ἀλλ’ ἀπὸ τοῦ νοῦ· | |
5 | φησὶ γὰρ ἐν Νόμοις οὕτω (3, 701c)· „καὶ 〈μὴ〉 καθάπερ 〈ἀ〉χάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροι‐ μίαν ἀπό τινος νοῦ πεσεῖν“. | |
alpha2591 | Ἀπονοστήσει· ἐπανελεύσεται. | |
alpha2592 | Ἀπονοσφίζεσθαι· ἀποχωρίζεσθαι. | |
alpha2593 | Ἀπονησαμένη· ἀποσωρεύσασα ἢ ἀποθεμένη. | |
alpha2594 | Ἀπόνιπτρον· τὸ ὕδωρ ἐν ᾧ τις ἀπενίψατο. Ἀριστοφάνης | |
(Ach. 616). | ||
alpha2595 | Ἀπονυχίζεσθαι καὶ ὀνυχίζειν καὶ ἐξονυχίζειν διαφέ‐ ρουσι· τὸ μὲν οὖν ἀπονυχίζειν μετὰ τῆς ἀπό προθέσεως σημαίνει τὸ τοὺς ὄνυχας ἀφαιρεῖν. τὸ δὲ ὀνυχίζειν καὶ ἐξονυχίζειν τιθέασιν ἐπὶ τοῦ ἐρευνᾶν ἀκριβῶς καὶ ἐξετάζειν τὸ ὑποκείμενον πρᾶγμα. Ἀριστοφάνης | |
5 | Ὁλκάσιν (fr. novum)· „ἐξονυχιῶ γὰρ ἔγωγε τοῦτ’ ἀκριβῶσ“. | |
alpha2596 | Ἀπονυχιοῦμαι· Εὔπολις ἔφη (fr. novum). | |
alpha2597 | Ἀποξενωθέντα· Ἰσαῖος εἴρηκεν (fr. 148 S.). | |
alpha2598 | Ἀποξενοῦσθαι· Πλάτων (Leg. 4, 708b). καὶ ἀπόξενος· Αἰσχύλος (Ag. 1282. Choeph. 1042). | |
alpha2599 | Ἀποξένοισιν· †ἀπὸ τοῖς ξένοις†. | |
alpha2600 | Ἀποξύονται· ἀποτίθενται. | |
alpha2601 | Ἀπόπατον καὶ κοπρῶνα λέγουσιν. ὁ δὲ ἀφεδρὼν καὶ †λυτρώνων† βάρβαρα. | |
alpha2602 | Ἀποπάτημα· αὐτὸ τὸ σκύβαλον. οὕτως Εὔπολις 〈Χρυσῷ γένει (fr. 284 K.)· „τί γάρ ἐστ’ ἐκεῖνο; ἀποπάτημ’ ἀλώπεκοσ“. Κρατῖ‐ νος Δραπέτῃσιν (fr. 49 K.)· „τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα“〉. | |
alpha2603 | Ἀποπερατοῦσαν· συμπληροῦσαν. | |
alpha2604 | Ἀποπεφασμένον· ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερω‐ μένον. οὕτω Δείναρχος (fr. 14, p. 147, 17 C. cf. 1, 6) καὶ Λυσίας (10,19) καὶ Δημοσθένης 〈ἐν τῷ κατὰ Νεαίρασ〉 (59, 67). | |
alpha2605 | Ἀποπεφοίτηκεν· ἀπῆλθεν. | |
alpha2606 | Ἀποπληξία· μανία, ἄνοια. καὶ ἀπόπληκτος Δημοσθένης εἴρηκεν (21, 143 et 34, 16). | |
alpha2607 | Ἀποπομπή· ἀντὶ τοῦ ἀποτροπή. | |
alpha2608 | Ἀποπομπαῖοι· θεοί τινες οὕτως ἐκαλοῦντο. | |
alpha2609 | Ἀποπρεσβεύει· ἀπαγγέλλει πρεσβείαν. | |
alpha2610 | Ἀποπροσωπίζεσθαι· ἀπονίπτεσθαι καὶ σμᾶσθαι τὸ πρό‐ σωπον. οὕτω Φερεκράτης 〈Ἀγρίοις (fr. 9 K.)· „οὐδ’ ἀποπροσωπί‐ ζεσθε κυάμοις; πώμαλα“〉. | |
alpha2611 | Ἀπὸ πρώτης· οἷον ἐξ ἀρχῆς. | |
alpha2612 | Ἄποπτον· ἀθεώρητον, ὑψηλόν. | |
alpha2613 | Ἀποπυρίας· ἄρτος ἐπ’ ἀνθράκων ὀπτώμενος. | |
alpha2614 | Ἀποπυριάζων· ἀπὸ πυρὸς ἐσθίων. | |
alpha2615 | Ἀπορέξαι· δοῦναι. | |
alpha2616 | Ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ· τὸ μὲν σφακελίζειν φλεγμαίνειν ἐστὶ καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος (fr. 342 K.). | |
alpha2617 | Ἀπορρέξαντες· ἀπομερίσαντες, ἀπόμοιραν δόντες. | |
alpha2618 | Ἀπόρρησιν· ἀπαγόρευσιν. σημαίνει καὶ ἀποκήρυξιν παιδός. | |
alpha2619 | Ἀπόρρητα· ἀκατάληπτα, ἀπόκρυφα. ἢ τὰ ἀπειρημένα ἐν τοῖς νόμοις. οὕτως Δημοσθένης (18, 123). | |
alpha2620 | Ἀπορροῆς· σταγόνος. | |
alpha2621 | †Ἀπορρυή†· ἀπόρρυσις. | |
alpha2622 | †Ἀπορρύει· ἀπονίπτει, ἀπορρύπτει†. | |
alpha2623 | Ἀπορρῶγας· ἐξοχὰς ἀπεσχισμένας. | |
alpha2624 | Ἀπορρώξ· ἀπόσπασμα ὄρους. | |
alpha2625 | Ἄπορος χώρα· ἀντὶ τοῦ ἀπόρευτος. λέγεται δὲ ἄπορος καὶ ὁ μὴ δυνάμενος μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεής. | |
alpha2626 | Ἀπορησία· ἀντὶ τοῦ ἀπορία. οὕτως Εὔβουλος (fr. 141 K.). | |
alpha2627 | Ἀπορώτατος· ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν. οὕτως Ἰσαῖος (fr. 104 S.). | |
alpha2628 | Ἀπορρηθῇ· ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων (fort. Leg. 11, 929a). | |
alpha2629 | Ἀποσαλεῦσαι καὶ ἀποσαλεύειν· τὸ ἀποφυγεῖν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλῆσαι, τουτέστιν τῷ ἀλιμένῳ τόπῳ, ἔνθα σάλος γίνεται. Θουκυδίδης (1, 137, 2)· „ὁ δὲ ναύκληρος ποιεῖ τε ταῦτα καὶ ἀποσαλεύσας ἡμέραν καὶ νύκτα“. | |
alpha2630 | Ἀποσεμνύνει· γεραίρει. | |
alpha2631 | 〈Ἀ〉ποσάξαντες· Δείναρχος (fr. 13, p. 147, 14 C.) ἀντὶ τοῦ | |
†πράξαντες†. | ||
alpha2632 | Ἀποσημήνασθαι· ἀφομοιοῦσθαι. ἢ σφραγίζειν. | |
alpha2633 | Ἀπόσιτος· ἄσιτος, ἄτροφος. | |
alpha2634 | Ἀποσκευαζόμενος· ἀποβαλλόμενος, ἀπορρίπτων, ἀπο‐ γυμνῶν. | |
alpha2635 | Ἀποσκευάζοντες· ἀποφέροντες. | |
alpha2636 | Ἀποσιμῶσαι· τὸ ἀναχωρήσαντα ἐκ διαστήματος συμβαλεῖν τῇ νηΐ. ἢ τὸ ἐπικύψαι καὶ τὴν πυγὴν †προσθεῖναι† γυμνήν. Θουκυ‐ δίδης δὲ (4, 25, 5) τὸ μετεωρίσαι τὰς ναῦς. | |
alpha2637 | Ἀποσεσύκασται· τετρύγηται. Ἀμειψίας (fr. 33 K.). | |
alpha2638 | Ἀποσκολύψαι· ἀφελεῖν τὸ δέρμα. ἢ γυμνῶσαι. Σοφοκλῆς εἴρηκεν (fr. 390 N.2 = 423 R.). | |
alpha2639 | Ἀπόστασις· ἡ ἐπανάστασις ἔθνους ἢ πόλεως. καὶ ἡ ἀπέλευ‐ σις ἢ διάλυσις. καὶ ἡ τοπικὴ διάστασις. καὶ καθ’ Ἱπποκράτην (Aphor. 4, 31 = 4, 512, 12, 12 L.) ἡ ἐναπόσκηψις, οἷόν τινος συλλογή. | |
alpha2640 | Ἀποστασίου καὶ ἀπροστασίου· δικῶν εἰσιν ὀνόματα. ἀποστασίου μέν, ὅταν δοῦλος †ὑπ’† ἐλευθερίας ἐνίσταται, φάσκων μὴ προσήκειν τοῖς δουλοῦν αὐτὸν ἀντιποιουμένοις, οὗτος ἀποστασίου δίκην λαχεῖν λέγεται. ἀπροστασίου δέ, ὅτι τῶν μετοίκων ἕκαστος προ‐ | |
5 | στάτην †ἔχουσι† κατὰ νόμον ἕνα τῶν ἀστῶν, καὶ δι’ αὐτοῦ τό τε μετοί‐ κιον τίθεται κατὰ ἔτος καὶ τὰ ἄλλα διοικεῖται. ὅταν οὖν τις δοκῶν εἶναι μέτοικος προστάτην μὴ ἔχῃ ἢ μὴ δῷ τὸ μετοίκιον ἢ ἀστὸς εἶναι φάσκῃ παρεγγεγραμμένος εἰς τὴν πολιτείαν, ὁ βουλόμενος δίκην εἰσάγει πρὸς | |
αὐτόν, ἥτις λέγεται ἀπροστασίου. | ||
alpha2641 | Ἀποστολαί· ἀποπέμψεις, δῶρα. | |
alpha2642 | Ἀποσοβεῖ· διώκει. | |
alpha2643 | Ἀποσοβῶμεν· ἀντὶ τοῦ ἀποτρέχωμεν. Μένανδρος (fr. 826 K.—Th.). | |
alpha2644 | Ἀποστήσασθαι· ἀποδοῦναι χρέος. | |
alpha2645 | Ἀποσπουδάζων· παυόμενος τῆς σπουδῆς, ἀμελῶν. | |
alpha2646 | †Ἀποστήσονται†· οἷον σταθμῷ λάβωσιν ἴσῳ. | |
alpha2647 | Ἀποστρακισθῆναι· ἐξορισθῆναι· ἐν ὀστράκοις γὰρ τὸ πρὶν ἐγράφοντο αἱ ἐξορίαι. | |
alpha2648 | Ἀποστοματίζειν· ἀπὸ μνήμης λέγειν. | |
alpha2649 | Ἀποστυγοῦντες (Ep. Rom. 12, 9)· μισοῦντες. | |
alpha2650 | Ἀποσκλαίη· ἀποθάνοι. | |
alpha2651 | Ἀποσκλῆναι (Ar. Vesp. 160)· οἷον ἀποθανεῖν. | |
alpha2652 | Ἀποσκελ〈ετ〉ευθῆναι καὶ ἀποτακῆναι καὶ οὕτως δια‐ φθαρῆναι. | |
alpha2653 | Ἀποσκιρτᾷ· ἀποπηδᾷ. | |
alpha2654 | Ἀπὸ σκοποῦ· μάτην, ἢ περιττῶς, ἢ ἐναντίως. | |
alpha2655 | Ἀποσκοπεῖσθαι λέγουσιν, οὐ σκοπεύειν. | |
alpha2656 | Ἀποσκευάσαι τὴν τράπεζαν· καθαρὰν ποιῆσαι. | |
alpha2657 | Ἀποσκορακίζειν· ὑβρίζειν, εὐτελίζειν, ἐξορίζειν, διώκειν. | |
alpha2658 | Ἀποσκυθίσαι· κυρίως μὲν τὸ ἐπιτεμεῖν τὸ ἐν τῇ κεφαλῇ | |
δέρμα σὺν θριξί, καταχρηστικῶς δὲ τὸ ἀποκεῖραι. | ||
alpha2659 | Ἀπόστολος· στρατηγὸς κατὰ πλοῦν πεμπόμενος. καὶ αὐτὸς δὲ ὁ τῶν νεῶν στόλος, καὶ οἱ ἐν αὐταῖς ἐμπλέοντες. | |
alpha2660 | Ἀποστολεῖς· ιʹ τὸν ἀριθμὸν ἦσαν ἄρχοντες ἐπὶ τῶν ἐκπλεουσῶν τριήρων καὶ τῶν ἀναγομένων στόλων. ἀποστολεῖς δὲ παρὰ τὸ ἀποστέλλειν τὰ πλοῖα. | |
alpha2661 | Ἀποστησάμενον· ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα. Δημοσθένης (49, 52). | |
alpha2662 | Ἀπόστοργον· τὸν ἄστοργον. | |
alpha2663 | Ἀπὸ συμβόλων δικάζειν· Ἀθηναῖοι ἀπὸ συμβόλων ἐδίκα‐ ζον τοῖς ὑπηκόοις. οὕτως Ἀριστοτέλης (Ath. Pol. 59, 6). | |
alpha2664 | Ἀποστάσιον καὶ †λιπόστρατον† καὶ πάντα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν. Εὔπολις (fr. 349 K.)· 〈„καὶ γὰρ αἰσχρὸν ἀλογίου ’στ’ ὀφλεῖν“〉. | |
alpha2665 | Ἀπόστα, οὐ μόνον ἀπόστηθι. καὶ παράστα. οὕτω Μένανδρος 〈Παιδίῳ (fr. 317 K.—Th.)· „ἐνταῦθ’ ἀπόστα μικρόν“. Δὶς ἐξαπατῶντι (fr. 3 Sandbach)· „ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ καλῶ τιν’ αὐτῶν“〉. | |
alpha2666 | Ἀπὸ στόματος· ὡς ἡμεῖς, τὸ μὴ διὰ γραμμάτων, ἀλλὰ ἀπὸ μνήμης. 〈Φιλήμων Νεμομένοις (fr. 48 K.)· „ἀπὸ στόματος ἅπαντ’, ἐὰν βούλησθ’, ἐρῶ“. Κρατῖνος δὲ ταὐτὸ τοῦτ’ ἀπὸ γλώττης· Νόμοις (fr. | |
122 K.)· „ἀλλὰ μὰ Δί’ οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, ἀλλ’ | ||
5 | ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶσ“. Θουκυδίδης ζʹ (10)· „καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου〉 ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον“. Πλάτων Θεαιτήτῳ (142d)· „ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; —Οὐ μὰ τὸν Δί’, οὔκουν οὕτω γε ἀπὸ στόματοσ“. καὶ ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ | |
10 | τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. | |
alpha2667 | Ἀποστροφή· ἀντὶ τοῦ καταφυγή. | |
alpha2668 | Ἀποσυστῆσαι· οὐδὲν πλέον τοῦ συστῆσαι. | |
alpha2669 | †Ἀποσφύδου†· καρτερεῖν. | |
alpha2670 | Ἀποσχεδιάσας· ψευσάμενος. | |
alpha2671 | Ἀπόσχῃ· ἀποσχέσθαι ποιήσῃ. | |
alpha2672 | Ἀποσχῆναι· ἀπενεχθῆναι. | |
alpha2673 | Ἀποσχοινίσαντες· ἀποστρέψαντες. | |
alpha2674 | Ἄπουργοι γωνίαι· εὐτελεῖς, εἰς ἃς τὰ σαρώματα συνῆγον. | |
alpha2675 | Ἀπόταξις· τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντε‐ ταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν ὡρισμένον φόρον. Ἀντιφῶν (fr. 55 Th.). | |
alpha2676 | Ἀπόταφος· ὁ ἀπεστερημένος τῶν προγονικῶν τάφων. | |
alpha2677 | Ἀποτεθρίακεν (Ar. Ach. 158)· ἀποπεφύλλικεν καὶ διακεκά‐ θαρκεν. | |
alpha2678 | Ἀποταμιεύεται· ἀποκλείει. | |
alpha2679 | Ἀποταυρούμενος· θρασυνόμενος. | |
alpha2680 | Ἀποτεθρυωμένος· ἀπηγριωμένος. εἴρηται δὲ κατὰ μεταφο‐ ρὰν τὴν ἀπὸ τῶν †τεθρύων†, ἅπερ ἐστὶν ἄγονα καὶ ἄγρια φυτά. | |
alpha2681 | Ἀποτείνεται· ἐκτείνεται, φιλονεικεῖ. | |
alpha2682 | Ἀποτιμηταὶ καὶ ἀποτίμημα καὶ ἀποτιμᾶν καὶ τὰ ἀπ’ αὐτῶν· οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα πέμπειν τινὰς τιμησομένους τὰ ἐνέχυρα. καὶ ἐλέγοντο τὰ μὲν ἐνέχυρα ἀποτιμήματα, | |
5 | οἱ δὲ ἀποτιμησάμενοι ἀποτιμηταί, τὸ δὲ ἔργον ἀποτιμᾶν. | |
alpha2683 | Ἀποτίσεις χοῖρε γίγαρτα· οἷον ἃ κατέφαγες ἀποδώσεις πλείονα. | |
alpha2684 | Ἀποτειχίζων· ἀποφράσσων. | |
alpha2685 | Ἀποτεμεῖται· ἀποχωρίσειεν. | |
alpha2686 | Ἀποτεύξασθαι· ἀποτυχεῖν. | |
alpha2687 | Ἀποτειχίσαι· τὸ †βαλεῖν† τειχίον καὶ ἀποτειχίσαι καὶ ἀποκλεῖσαι τῆς ἐξόδου. καὶ ἀποτετειχισμένος· ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει. οὕτως Ἀντιφῶν (fr. 9 Th.). | |
alpha2688 | Ἀποτίμησιν· τέλος ἢ φόρον. | |
alpha2689 | Ἀποτιμήματα· τὰ νῦν ἀντίπροικα. | |
alpha2690 | Ἄπο τοῦ πράγματος· ἀντὶ τοῦ ἄποθεν. | |
alpha2691 | Ἀπότριψις· μελέτησις, ἀπάγγελσις, ἀγώνισις, προάγγελσις, | |
τέκμαρσις, κάθεξις, διάφευξις, ἄνοιξις, ἐφόρμησις, ὅπλισις, ξένισις, πλάνησις, κούφισις, βλάψις, ἐπαίνεσις, ψόφησις, διάρπασις, γυναίκι‐ σις, λάλησις. | ||
alpha2692 | Ἀποτραχύνεται· θρασύνεται. | |
alpha2693 | Ἀποτρόπαιοι· φευκτοί, μισεῖσθαι ἄξιοι. | |
alpha2694 | Ἀποτροπίασμα· ἐξίλασμα. ἢ τὸ ἀποτροπῆς ἄξιον, οἷον ἀποτρόπαιον. | |
alpha2695 | Ἀποτρώγειν· ἀφαιρεῖν. οὕτως Μένανδρος 〈Κυβερνήταις (fr. 252 K.—Th.)· „τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθά‐ ριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ“〉. | |
alpha2696 | Ἀποτυμπάνισον· ἄνελε, ὅ ἐστι φόνευσον. | |
alpha2697 | Ἀποτυμπανίσαι· οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνοις ἀποκτεῖναι. τύμπανον δέ ἐστι ξύλον 〈ὥσπερ〉 σκύταλον· τὸ γὰρ πα‐ λαιὸν ξύλοις ἀνῄρουν τοὺς κατακρίτους, ὕστερον δὲ ἔδοξε τῷ ξίφει. | |
alpha2698 | Ἀποτυχίσαι· ἀποπελεκῆσαι. καὶ ἀποτυχισθείς· ἀποτιλ‐ θείς ἢ ἀποπελεκηθείς. | |
alpha2699 | Ἀποφανῶσαι· εἰς τὸ φανερὸν καταστῆσαι. οὕτω Σοφοκλῆς (fr. 919 N.2 = 1023 R.). | |
alpha2700 | Ἀποφαίνει· φανεροποιεῖ. | |
alpha2701 | Ἀποφαντικός· σημαίνει κυρίως τὸν ἐκφαίνοντά τι νόημα, εἴτε διὰ καταφάσεως εἴτε δι’ ἀποφάσεως. σημαίνει δὲ ἰδικῶς καὶ τὸν μὴ συγκατατιθέμενον. | |
alpha2702 | Ἀποφάσκει· ἀπαγορεύει ἢ ἀποφαντικῶς λέγει. | |
alpha2703 | Ἀπόφασις· Δημοσθένης 〈ἐν τῷ πρὸς Φαίνιππον〉 (42, 1) τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος ὁπόσην οὐσίαν ἔχει, 〈ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται〉. καλεῖται δὲ αὐτὸ καὶ ἀπογραφή. | |
alpha2704 | Ἀποφεύγειν καὶ ἀποφυγγάνειν· Δημοσθένης (23, 74). | |
alpha2705 | Ἀπόφημι· ἀποφαίνομαι. | |
alpha2706 | Ἀποφηληκίσαι· ἀποπλανῆσαι. | |
alpha2707 | Ἀποφῆναι· ἀποδεῖξαι. | |
alpha2708 | Ἀποφύλιοι· ξένοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος (fr. 287 N.2 = 493 M.). | |
alpha2709 | Ἀποφθεγγόμενος· μαντευόμενος. | |
alpha2710 | Ἀποφέρει· οἷον παρασύρει καὶ ἄγει. ἡ μεταφορὰ ἀπὸ τοῦ ποταμοῦ. Ἀριστοφάνης (fr. novum). | |
alpha2711 | Ἀπόφυξις· Λυσίας ἐν τῷ κατὰ Ἱππονίκου εἴρηκεν (fr. no‐ vum) „ἀπόφυξιν δίκησ“. ἡ δὲ ἀποφυγὴ ἐπὶ τούτου τοῦ σημαινομένου πάνυ σπάνιος. | |
alpha2712 | Ἀποφλεγμήναντας· Πλάτων Νυκτὶ μακρᾷ (fr. novum)· „ἥξειν ἀποφλεγμήναντας εἰς διαλλαγάσ“. | |
alpha2713 | Ἀπ’ ὀφθαλμῶν ἀπορρῖψαι· τὸ ἐξ ὄψεως ἐκβαλεῖν. Σοφο‐ κλῆς (fr. 828c R.). | |
alpha2714 | Ἀποφράδες ἡμέραι· ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέ‐ ρουσιν. ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. καὶ ἀποφρὰς ἄνθρωπος· | |
ἀντὶ τοῦ ὁ διὰ τὴν βαρύτητα τῶν ὑπ’ αὐτοῦ φραζομένων ἀπρόσδεκτος. | ||
alpha2715 | Ἀποφοράν· ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι με‐ ταξύ. οὕτως Ἰσαῖος (fr. 113 S.). | |
alpha2716 | Ἀποφοιβάζων· ἀποκαθαίρων. | |
alpha2717 | Ἀποφοιτᾶν· ἀποπηδᾶν, ἀναχωρεῖν. | |
alpha2718 | Ἀποφυσήσας τὴν σποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων. 〈Σφηξὶν〉 Ἀριστοφάνης (330)· „κἄπειτ’ ἀνελών μ’ ἀποφυσήσας 〈εἰς ὀξάλμην ἔμβαλε θερμήν“〉. | |
alpha2719 | Ἀποφώλιον· ὀλίγου ἄξιον, ἀπαίδευτον, ἄτεχνον, μάταιον. οἱ δὲ ἄγριον ἢ ἀδόκιμον ἢ θηριώδη, ἀπὸ τῶν φωλεῶν. ἔνιοι δὲ φωλεόν φασι τὸ λαμπρὸν δεῖπνον. | |
alpha2720 | Ἀποχετεύονται· μεταφέρονται. | |
alpha2721 | Ἀπόχρη· ἐξαρκεῖ. | |
alpha2722 | Ἀποχρήσας· ἀντὶ τοῦ ἱκανὸς γενόμενος. Πλάτων Πολιτείας βʹ. | |
alpha2723 | Ἀποχώρησις· ἀντὶ τοῦ ἀποστροφή. | |
alpha2724 | †Ἀπόχραε†· ἐξαρκεῖ. Ἡρόδοτος (9, 79, 2). | |
alpha2725 | Ἀποχρώσης· ἀρκούσης. | |
alpha2726 | Ἀποχοιριάσαι· ἀποσκιρτῆσαι, ἀπολακτίσαι. καὶ ἀποχοι‐ ριάζειν· ἀποσοβεῖν, ἐξελαύνειν ὡς χοῖρον. ἔνιοι δὲ διὰ τοῦ κ ἀποκυ‐ ριάζειν. | |
alpha2727 | Ἀποχρώντως· ἱκανῶς. Ἀριστοφάνης Ταγηνισταῖς (fr. 489 | |
K.)· „ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη“. | ||
alpha2728 | Ἀποχωροῦντα· ἀντὶ τοῦ ἀποπατούμενα. Ξενοφῶν (Mem. 1, 4, 6). | |
alpha2729 | †Ἀπόψας†· ἀδελφοῦ ἢ ἀδελφῆς ὑποκόρισμα. | |
alpha2730 | Ἀποψηφίζονται· ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. οὕτω Δείναρχος (fr. 56, 2 C.). καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ (57, 2). | |
alpha2731 | Ἀπόψηφοι ἐγένοντο τοῦ ἀποκτεῖναι· οἷον οὐκ ἐπήνεγ‐ καν ψῆφον τοῦ ἀτιμῶσαι ἢ ἀποκτεῖναι. οὕτως φησὶ Φρύνιχος (Praep. soph. 13, 1). | |
alpha2732 | Ἀποψοφεῖν· τὸ πέρδεσθαι, εὐσχήμως λέγων. εὐσχημονέστε‐ ρον δὲ διαπνεῖν καὶ ἀποπνεῖν. | |
alpha2733 | Ἀποψύχει· ὃ οἱ πολλοὶ καταψύχει λέγουσιν, ὅταν τὸ καῦμα λήγῃ καὶ εἰς {τὸ} ψῦχος τρέπηται. οὕτω Πλάτων (Phaedr. 242a). | |
alpha2734 | Ἀποψύχειν· τὸ ἀποθνῄσκειν ἐν αʹ (134, 3) Θουκυδίδης. | |
alpha2735 | Ἀπριάτην (A 99)· ἄνευ πράσεως. | |
alpha2736 | Ἀπρίξ· ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς. | |
alpha2737 | Ἄπροικον· τῇ προσωδίᾳ ὡς ἄνθρωπον οἱ Ἀττικοί. | |
alpha2738 | Ἀπροόπτως· ἀπροοράτως, ἀπροσδοκήτως. | |
alpha2739 | Ἀπρόσβλητον· ᾧ οὐδεὶς δύναται προσβαλεῖν. | |
alpha2740 | Ἀπροσδεής· μὴ χρῄζων. | |
alpha2741 | Ἀπροσήγορος ἄνθρωπος· ὃν οὐχ οἷόν τε προσαγορεῦσαι | |
διὰ τρόπου τραχύτητα. | ||
alpha2742 | Ἀπρόσιτος· ἀπροσπέλαστος. | |
alpha2743 | Ἀπρόσκλητον· τὴν οὐ προσκεκλημένην. | |
alpha2744 | Ἀπρόσειλος· ᾧ οὐδεὶς προσειλεῖται. οὕτως Εὐριπίδης (fr. 845 N.2). | |
alpha2745 | 〈Ἀ〉προβουλία καὶ ἀπροβουλεύτως· Πλάτων εἴρηκεν (Leg. 9, 867b). | |
alpha2746 | Ἀπροβούλευτον· τὸ μὴ πρότερον εἰς τὴν βουλήν, ἀλλ’ εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψήφισμα. | |
alpha2747 | †Ἄπροτον†· οἱ μὲν εἶδος εἶναι κογχυλίου φασίν, οἱ δὲ ἀκρίδων, οἱ δὲ μελιττῶν. ἕκαστον δὲ τούτων ἀγεληδὸν νέμεται. καὶ οἱ μὲν τὰ ἄνθη, οἱ δὲ τοὺς καρπούς, οἱ δὲ τὰ ποώδη σίνουσιν. ἀφ’ ὧν καὶ τοὺς κατὰ συμμορίαν κακούργους †ἀπρότους† ὠνόμασαν. | |
alpha2748 | Ἅπτεσθαι· λαμβάνεσθαι. | |
alpha2749 | 〈Ἀ〉πτέρως· ἀντὶ τοῦ ταχέως, ἑτοίμως ἢ ἐλαφρῶς. Ἴων εἴρηκεν (fr. novum). | |
alpha2750 | Ἁπτόν· ψηλαφητόν. | |
alpha2751 | Ἅπτων· δεσμεύων. | |
alpha2752 | Ἄπυστα· ἀνήκουστα. | |
alpha2753 | †Ἄπυτοι†· οἱ Ἀθηναῖοι ἀπὸ Θησέως. | |
alpha2754 | Ἄπυρον πινακίσκον ἰχθυηρόν· μηδέπω πυρὶ προσενηνε‐ γμένον. Ἀριστοφάνης εἴρηκεν (fr. 532 K.). | |
alpha2755 | Ἀπῳδόν· τὸ τῆς ᾠδῆς ἀλλότριον. | |
alpha2756 | Ἄπωθεν· χωρὶς ἢ πόρρωθεν. | |
alpha2757 | Ἀπωτέρω· πόρρω. | |
alpha2758 | Ἀπώμοτον· ἀπηγορευμένον, φευκτὸν καὶ ἀποίητον. Εὔπολις (fr. 217 K.). | |
alpha2759 | Ἄπφα· ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα. | |
alpha2760 | †Ἀπώναται†· ὠφελεῖται, εὐεργετεῖται. | |
alpha2761 | Ἀπωνηθήσεται· περιπραθήσεται. | |
alpha2762 | Ἀπῴχοντο· ἀπεφέροντο. | |
alpha2763 | Ἄρα· συλλογιστικὸς σύνδεσμος. καὶ ἀντὶ τοῦ δή καὶ ὡς ἔοικεν καὶ ὡς φαίνεται. οὕτω Πλάτων (Reip. 2, 358c, al.). | |
alpha2764 | Ἀράβιος αὐλητής· ἐπὶ τῶν ἀκαταπαύστων. Κάνθαρος Μηδείᾳ (fr. 1 K.)· „κιθαρῳδὸν ἐξηγείρατε Ἀράβιον τὸν χορὸν τοῦ‐ τον“. καὶ ἡ παροιμία· „Ἀράβιος αὐλητὴς δραχμῆς μὲν αὐλεῖ, τεττάρων δὲ παύεται“. | |
alpha2765 | Ἀράττων· κρούων. | |
alpha2766 | Ἀρᾶται· εὔχεται, ἢ καταρᾶται, ἢ ἐπιθειάζει. Φερεκράτης (fr. | |
118 K.)· 〈„ὕστερον ἀρᾶται κἀπιθεάζει〉 τῷ πατρί“. | ||
alpha2767 | Ἀραῖς· κατάραις. | |
alpha2768 | Ἀργᾶς· οἱ μέν φασι τοῦτον κακὸν ποιητὴν γεγονέναι, οἱδὲ τὸν ἀργᾶν ὄφεως εἶδός φασι. | |
alpha2769 | Ἀργαλέως· χαλεπῶς. | |
alpha2770 | Ἀργιόδοντα· λευκὸν ἢ ὀξυόδοντα. | |
alpha2771 | Ἀργᾶ〈σ〉· πονηρὸς ποιητὴς κατὰ τὴν σύνθεσιν. μέμνηται τούτου Φανίας ἐν τῷ πρὸς τοὺς σοφιστάς (fr. 10 Wehrli). ἢ ὄφεως εἶδος. | |
alpha2772 | Ἀράκους· τὰ ὄσπρια ἐν τῷ κ λέγουσιν, οὐκ ἐν τῷ χ ἀράχους. | |
alpha2773 | Ἄρρατον· ἰσχυρόν, ἢ δυσκίνητον. ἢ σκληρὸν καὶ ἀμετάστρο‐ φον. | |
alpha2774 | Ἀργέλοφοι· ποδεῶνες μηλωτῆς καὶ τῶν ἀσκῶν. δοκεῖ δὲ Ἰώνων εἶναι καὶ {ἡ φωνὴ} οὐκ Ἀττικῆς συγγραφῆς ὁ ποδεών. τῷ μέν‐ τοι ἀργέλοφοι Ἀριστοφάνης (Vesp. 672) καὶ Ἕρμιππος (fr. novum) κέχρηνται, τῷ δὲ ποδεὼν Αἰσχίνης (Socrat. fr. novum)· φησὶ γάρ· „καὶ | |
5 | τοὺς ποδεῶνας οἷς ἀφῆπτον τὸ κῴδιον ἀπὸ τοῦ ἀριστεροῦ ὤμου“. | |
alpha2775 | Ἀργυρίου δίκη· ὅταν τις προσήκειν αὑτῷ παρά τινος ἀργύ‐ ριον ᾤετο, δίκην αὐτῷ ἀργυρίου ἐλάγχανεν· καὶ ἐκαλεῖτο ἀργυρίου δίκη. | |
alpha2776 | Ἀργυρίς· ἀργυρᾶ φιάλη, ὡς χρυσὶς ἡ χρυσῆ. | |
alpha2777 | Ἀργυραμοιβός· ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλασσόμενος. | |
alpha2778 | Ἀργιλώδης γῆ· λευκὴ καὶ καθαρά. | |
alpha2779 | Ἀργίποδες· ταχεῖς, ὀξύποδες. | |
alpha2780 | Ἄργεμα{τα}· τὰ τῶν ὀφθαλμῶν λευκώματα. | |
alpha2781 | Ἀργέμων· Σοφοκλῆς (fr. 212 N.2 = 198d R.) ἀντὶ ὀφθαλμῶν ἀπὸ τοῦ πάθους μετενεγκὼν τὴν φωνὴν ἐπ’ αὐτὸ τὸ δεκτικὸν τοῦ πά‐ θους. | |
alpha2782 | Ἀργείους ὁρῶ· παροιμιῶδές ἐστι. Φιλωνίδης (fr. novum). | |
alpha2783 | Ἀργυροῦν καὶ χρυσοῦν· τὸ δὲ ἀργύρεον καὶ χρύσεον Ἰακά. | |
alpha2784 | Ἀργύριον καὶ τὸ λεπτὸν νόμισμα καλοῦσιν, 〈ὡς Ἀριστο‐ φάνης Δαναΐσιν〉 (fr. 262 K.). | |
alpha2785 | Ἀργυραμοιβόν· κολλεκτάριον. καλοῦσι δὲ οὕτω καὶ τὸν τραπεζίτην. | |
alpha2786 | Ἀργυρὶς θήκη· διττὰ ἦν γραμματίδια, οἷς ἐχρῶντο Ἀθη‐ ναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον ἑαυτοῖς, τὰ δὲ ὥστε καὶ ἀργυρίδιον κατατίθεσθαι, ἃ καὶ {τὰ} κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα †μαρτύρια†. | |
alpha2787 | Ἀργυρόποδα δίφρον· ὁ Ξέρξου δίφρος, ὃς αἰχμάλωτος ἐπεκαλεῖτο. ἀνέκειτο δ’ εἰς τὸν Παρθενῶνα τῆς Ἀθηνᾶς. | |
alpha2788 | Ἀργύρου κόπις· ἀργυρολόγος. παρὰ τὸ δοκιμάζειν τὸ κίβδηλον τοῦ ἀργυρίου. | |
alpha2789 | Ἀργυρώματα καὶ χρυσώματα· ὁμοίως ὡς ἡμεῖς Λυσίας (fr. | |
148 S.). | ||
alpha2790 | Ἀργυροκοπεῖον· ἐν ᾧ κόπτεται νόμισμα, ὃ νῦν τινες †ἠμαντήριον† καλοῦσιν. | |
alpha2791 | Ἀργυροσκόπος· τὸ μὲν ἀργυρογνώμων καὶ ἀργυραμοιβὸς τέτριπται παρὰ τοῖς Ἀττικισταῖς, τὸ δὲ ἀργυροσκόπος οὐκέτι. εἴρηται δὲ παρὰ τὸ σκοπεῖν τὸ ἀργύριον καὶ διακρίνειν ἀπὸ τοῦ ἀδοκίμου τὸ δόκιμον. | |
alpha2792 | Ἀργυρῖται· οἱ ἀργυρίου εὐποροῦντες. | |
alpha2793 | Ἀργυρογνώμων· δοκιμαστὴς ἀργύρου. | |
alpha2794 | Ἀργυροδίνης· ὁ καλὰς δίνας ἔχων. δῖναι δὲ αἱ τῶν ὑδάτων συστροφαί. | |
alpha2795 | Ἄρδηττος· τόπος ἐστὶν Ἀθήνησιν, ἐν ᾧ πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸν ὅρκον τὸν Ἡλιαστικόν. | |
alpha2796 | Ἄρδα καὶ ἄρδαλος· τὸ μόλυσμα. καὶ ἀρδαλῶσαι τὸ μολῦ‐ ναι ἀσχημόνως. | |
alpha2797 | Ἀρδάνιον· τὸ ἀπὸ τοῦ πυθμένος τοῦ κεραμίου ἕως τῆς γα‐ στρός, ἐν ᾧ ἔπινε τὰ θρέμματα. | |
alpha2798 | Ἀρδεύειν· παρ’ Ἀντιφάνει μόνον (fr. 314 K.). ἐκ τοῦ ἐναν‐ τίου δὲ ἦρσεν καὶ ἄρσῃ Ἡρόδοτος (5, 12, 4 et 2, 14, 2). | |
alpha2799 | Ἄρδειν, οὐκ ἀρδεύειν λέγουσιν. | |
alpha2800 | Ἄρδηττος· τόπος Ἀθήνησιν ἀπὸ Ἀρδήττου ἥρωος. | |
alpha2801 | Ἀρεστήρ· εἶδος ποπάνου. | |
alpha2802 | Ἀρετή· εὐδοξία. οὕτως Ἀνδοκίδης (fr. 6 Blass) καὶ Θουκυ‐ δίδης (1, 33, 2). | |
alpha2803 | Ἄρειος πάγος· δικαστήριον Ἀθήνησιν. ἦσαν οὖν Ἀθή‐ νησι βουλαὶ δύο, ἡ μὲν τῶν φʹ καθ’ ἕκαστον ἐνιαυτὸν κληρουμένη βου‐ λεύειν, ἡ δὲ εἰς μῆνα τῶν Ἀρεοπαγιτῶν. ἐδίκαζε δὲ τὰ φονικὰ καὶ τὰ ἄλλα πολιτικὰ διῴκει σεμνῶς. ἐκλήθη δὲ Ἄρειος πάγος, ἤτοι ὅτι ἐν | |
5 | πάγῳ ἔστη καὶ ἐν ὕψει τὸ δικαστήριον· Ἄρειος δέ, ἐπεὶ τὰ φονικὰ δικάζει. ὁ δὲ Ἄρης ἐπὶ τῶν φόνων· ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ Ἄρης ἐν τῇ πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγα‐ τρός, ὥς φησιν Ἑλλάνικος 〈ἐν〉 αʹ (FGrHist 4 F 38 et 323a F 1). | |
alpha2804 | Ἀρήν, οὐχὶ ἄρης· ὁ τοῦ κριοῦ. ἀρνειὸς δὲ ὁ τέλειος. | |
alpha2805 | Ἀρὴν ἡ ὀρθή, ἡ δὲ γενικὴ ἀρνός· ἀπὸ ταύτης συνεκόπη. | |
alpha2806 | Ἄρης τύραννος· κομμάτιον ἐκ τῶν Τιμοθέου Περσῶν (fr. 15 Wil.), ὃ διὰ τὴν ἐπὶ τῆς ᾠδῆς εὐημερίαν Ἀθήνησιν ἐπιπολάσαν εἰς παροιμίαν ἐχώρησεν. | |
alpha2807 | Ἀρίδακρυς καὶ ἀλίδακρυς· ὁ ἐπίφορος εἰς τὸ δακρύειν. οὕτως Θεόπομπος (fr. novum). | |
alpha2808 | Ἀριστῆσαι· Ἀραρὼς Καμπυλίωνι (fr. 11 K.) καὶ Φιλιππίδης (fr. novum) καὶ ἕτεροι. | |
alpha2809 | Ἄριστα χωλὸς οἰφεῖ· καταφερεῖς γὰρ οἱ χωλοὶ πρὸς συνου‐ σίαν. Δοῦρις δὲ ἐν ζʹ τῶν Φιλιππικῶν ἱστορεῖ (fr. novum) τὰς Ἀμαζό‐ νας χωλοῦν τὴν ἄρρενα γενεάν. | |
alpha2810 | Ἀριστεροστάτης· ἐν τῷ κωμικῷ καλεῖται χορῷ, ἐν δὲ τῷ τραγικῷ μέσος ἀριστεροῦ. Κρατῖνος Σεριφίοις (fr. 215 K.). | |
alpha2811 | Ἀριστερεών· φυτὸν ἐπιτήδειον εἰς τοὺς καθαρμούς. | |
alpha2812 | †Ἀρίφατος†· ὁ ἐν πολέμῳ ἀποθανών. | |
alpha2813 | Ἀριστερός· ὁ ἀμαθὴς καὶ τῷ δεξιῷ ὑπεναντίος. | |
alpha2814 | Ἀριστίνδην· κατ’ ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων †νομο‐ θετῶν†. | |
alpha2815 | Ἀριστεύς· ὄνομα κύριον. | |
alpha2816 | Ἀριστίων· ὡσαύτως· ἔστι δὲ Σάμιος μὲν ἢ Πλαταιεύς, ἐκ | |
μειρακυλλίου δὲ ἑταῖρος Δημοσθένους. | ||
alpha2817 | Ἀρκάδας μιμούμενος· παροιμία, ᾗ κέχρηται Πλάτων ἐν Πεισάνδρῳ (fr. 99 K.), ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲν οὐδέποτε ἐνίκησαν, ἄλλοις δὲ αἴτιοι νίκης πολλοῖς ἐγένοντο. καὶ ὁ Πλάτων τὰς κωμῳδίας ποιῶν ἄλλοις παρέχων διὰ | |
5 | πενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη. | |
alpha2818 | Ἀρκεσίλας· ὁ μὲν λόγος ἐπὶ τοῦ Δωρικοῦ τούτου ὀνόματος Ἀρκεσίλα τὴν γενικὴν λέγει, Θουκυδίδης δὲ Ἀρκεσίλου φησίν (5, 50, 4), ὡς Περδίκκου καὶ Ἀμύντου. | |
alpha2819 | Ἀρκεῖν· ἐπὶ τοῦ ἀρέσκειν. Ἀριστοφάνης (fort. Eccl. 828). | |
alpha2820 | Ἀρκαλέον· ξηρόν, ῥυσόν. | |
alpha2821 | Ἄρκος· ἄρκεσμα, βοήθημα. | |
alpha2822 | Ἄρκαλα· λευκὰ ἐνώτια ἐξ ὑάλου περίχρυσα. | |
alpha2823 | Ἀρκαλᾶν· παραχαλᾶν, μύζειν. | |
alpha2824 | Ἄρκτος· τὸ θηρίον σὺν τῷ τ. Εὔπολις Χρυσῷ γένει (fr. no‐ vum)· „ἄρκτους, ἐλάφους, ἐλέφαντας, ὕστριχας, χελώνασ“. | |
alpha2825 | Ἀρκτεῦσαι· Λυσίας (fr. 249 S.) τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγεν· καὶ γὰρ αἱ ἀρκτευόμε‐ ναι παρθένοι 〈ἄρκτοι〉 καλοῦνται, ὡς Εὐριπίδης (fr. 767 N.2) καὶ Ἀριστοφάνης δηλοῖ (Lys. 645 et fr. 370 K.). | |
alpha2826 | Ἄρκτον, οὐχὶ ἄρκον. Κρατῖνος Ὀδυσσεῦσιν (fr. 140 K.)· „ἐν ἀριστέρ’ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως ἂν ἐφεύρῃσ“. τὸν μέντοι | |
ἄνεμον ἄνευ τοῦ τ, ὡς ἡμεῖς, ἀπαρκίαν διὰ τὸ εὔφωνον. καὶ τὴν πνοὴν ἄρκιον· „καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ ἄρκιος ὣς ναύτῃσιν | ||
5 | ἀσκεύοις μολών“ (Aeschyl. fr. 127 N.2 = 197 M.). | |
alpha2827 | Ἀρκτοῦρος· λέγεται καὶ αὐτὸς ὅλος ὁ Βοώτης, ἰδίως δὲ καὶ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ. | |
alpha2828 | Ἄρκεσις· βοήθεια. | |
alpha2829 | Ἄρκιον· ἕτοιμον, παρόν, αὐτοσχέδιον. | |
alpha2830 | Ἀρκής· ταχύς. | |
alpha2831 | †Ἀρκύσας†· ἀντὶ τοῦ βροχίσας. Ἀριστοφάνης (fr. novum). | |
alpha2832 | Ἄρκυς· λίνα καὶ δίκτυα. ἐκτείνεται ἡ ὑστέρα συλλαβὴ ὁμοίως ἐπί τε τῆς ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως· καὶ ἄρκυς γὰρ καὶ τὰς ἄρκυς. | |
alpha2833 | Ἀρκύ〈σ〉τατα· οἱ τόποι, ἔνθα αἱ ἄρκυες πήγνυνται. | |
alpha2834 | Ἀρκύωρος· ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἔστι δὲ ταῦτα τὰ κυνηγετικὰ πάντα λίνα. | |
alpha2835 | Ἁρμάτειον μέλος· (a) Ἴων μὲν (fr. novum) τὸν ἱππόθορον νόμον, ὃν ᾄδουσι Φρύγες, ὅταν αὐτοῖς οἱ ὄνοι ὀχεύωσιν. (b) οἱ δὲ †ἁρμάτθιον† γεγράφθαι φασὶ δεῖν ἀπὸ τοῦ συνθέντος τὸν τῆς Ἀθηνᾶς νόμον Ὁρμαθοῦ Βοιωτίου. (c) οἱ δὲ τὸ 〈ἐπὶ τῷ〉 ἑλκυσμῷ τοῦ Ἕκτο‐ | |
5 | ρος μέλος γενόμενον ἀπὸ τοῦ θρήνου Τρῳάδων. (d) οἱ δὲ τὸ ὀξὺ καὶ ὅμοιον τῷ ἀπὸ τῶν ἀξόνων καὶ τροχῶν. (e) οἱ δὲ τὸ μητρῷον· τὴν γὰρ μητέρα τῶν θεῶν ἐφ’ ἁρμάτων ἐξάγεσθαι. (f) οἱ δὲ τὸ ταχὺ καὶ †ἀπε‐ | |
σπασμένον† ἀπὸ τοῦ δρόμου τοῦ τῶν ἁρμάτων. (g) οἱ δὲ παρεγγραφὴν εἶναι τὸ ἁρμάτειον μέλος ἐν τῷ ἐκ τοῦ Ὀρέστου ἐξαγγέλῳ καὶ οὐκ ἀπὸ | ||
10 | μέρους τοῦ ᾄσματος. (h) ὁ Δίδυμος οὖν τούτοις ἅπασιν ἀντειπὼν (p. 245 Schmidt) τὸν ἐπᾳδόμενόν φησι ὑμέναιον ταῖς νύμφαις, διότι ἐφ’ ἁρμάτων ἤγοντο. | |
alpha2836 | Ἁρμαλιᾶς ὄχλος· ὁ σιτοφορικὸς ὄχλος, ὁ τὴν τροφὴν τῇ στρατιᾷ κομίζων· ἁρμαλιὰ γὰρ ἡ τροφή. οὕτω Σοφοκλῆς (fr. 828d R.). | |
alpha2837 | Ἄρμενα· τὰ ἁρμόζοντα. | |
alpha2838 | Ἁρμοσταί· οἱ φρούραρχοι τῶν Λακεδαιμονίων. παρὰ τὸ ἁρμόζειν καὶ καθιστᾶν τὰς ὑπ’ αὐτῶν φυλαττομένας πόλεις. | |
alpha2839 | Ἁρμογή· Εὔπολις Αἰξί (fr. 11 K.)· „ταύτην ἐγὼ ἐζήτουν πάλαι τὴν ἁρμογήν“. | |
alpha2840 | Ἁρμοδίων· φίλων, προσηνῶν· ὡς ἔμπαλιν ἀνάρσιοι οἱ πολέ‐ μιοι. Ἀριστοφάνης (fr. novum). | |
alpha2841 | Ἁρμόζοντας· ἀντὶ τοῦ ἁρμοστὰς καθισταμένους. Ξενοφῶν (Lac. 14, 2). | |
alpha2842 | Ἁρματροχιαί· αἱ ἀπὸ τῶν τροχῶν ἐγχαράξεις ἐν τῇ γῇ. | |
alpha2843 | Ἁρμόσυνοι· ἀρχή τις Λακεδαίμονος. | |
alpha2844 | Ἀρμόγματα· ἀρτύματα. | |
alpha2845 | Ἁρμοδίου μέλος· τὸ ἐπὶ Ἁρμοδίῳ ποιηθὲν σκόλιον οὕτως ἔλεγον. | |
alpha2846 | Ἁρμονίας· συνθήκας, σπονδάς. ἡ λέξις Διογενιανοῦ (fr. novum). | |
alpha2847 | Ἀρνακίδα· τὸ κῴδιον, ὡς ἡμεῖς, τοῦ ἀρνειοῦ. | |
alpha2848 | Ἀρνεώς· ὁ ἀρνειός. ἐν Φρίξῳ (trag. adesp. fr. novum). | |
alpha2849 | Ἀρνεῖ· τὸ ὁριστικόν, τὸ δὲ ὑποτακτικὸν ἀρνῇ. καὶ ἐπὶ τῶν ὁμοίων ἁπάντων ὁ αὐτὸς λόγος. | |
alpha2850 | Ἀρότους· τοὺς ἐνιαυτούς. οὕτω Σοφοκλῆς (Tr. 69). | |
alpha2851 | Ἀρότρῳ ἀκοντίζειν· παροιμία ἐπὶ τῶν καθ’ ἑαυτῶν ἀκοντι‐ | |
ζόντων. Σοφοκλῆς εἴρηκεν (fr. 828e R.). | ||
alpha2852 | Ἀροῦν, οὐκ ἀροτριᾶν λέγουσιν. | |
alpha2853 | Ἁρπαγή· ὀξυτόνως ἡ διαρπαγή. τὸ δὲ σκεῦος βαρυτόνως, ἵνα ὀνοματικὸν γένηται. | |
alpha2854 | Ἄρνυσθαι· ἀντικαταλλάττεσθαι. ὅθεν καὶ τὸ μισθαρνεῖν, τὸ μισθὸν ἀντί τινος λαμβάνειν λέγεται. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ περιποιούμενος καὶ ἀντὶ τοῦ φυλάττων. οὕτω Πλάτων (Prot. 349a). | |
alpha2855 | Ἁρπεδόνη· ἡ διὰ σπάρτου θήρα. | |
alpha2856 | Ἅρπη· δρέπανον. Σοφοκλῆς (fr. 391 N.2 = 424 R.). | |
alpha2857 | Ἁρπεδονίζειν· λωποδυτεῖν. καὶ διὰ σπάρτου θηρᾶν. | |
alpha2858 | Ἀρπέζας· τοὺς αἱμασιώδεις τόπους. οἱ δὲ τείχη καὶ περιβό‐ λους. οἱ δὲ κλιμακώδη χωρία. | |
alpha2859 | Ἁρπῖδες· ὑποδήματα. | |
alpha2860 | Ἀρράβακα· τὴν ὀρχηστρίδα ἢ τὸν ὀρχηστήν. ἢ βλάσφημον. | |
ἀπὸ τοῦ ἀρραβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. οὕτως Κρατῖνος (fr. novum). | ||
alpha2861 | Ἀρρενικόν· χρώματος εἶδος χλωρόν, ὅπερ ἡμεῖς ἀρσενικὸν λέγομεν. | |
alpha2862 | Ἄρρηκτον· στερεόν. | |
alpha2863 | Ἀρρηνεῖν· λοιδορεῖν. καὶ γυναικὶ πρὸς ἄνδρα διαφέρεσθαι. | |
alpha2864 | Ἀρρηνές· ἄγριον, δυσχερές. | |
alpha2865 | Ἀρρῆσαι· ἀπαγορεῦσαι, ἀβουλῆσαι. | |
alpha2866 | Ἀρραβών· διὰ τῶν βʹ ρρ. ἡ χρῆσις ἀφθονωτάτη ἐστὶ παρὰ τοῖς Ἀττικοῖς. Κρατῖνος Σεριφίοις (fr. novum). τὸ δὲ σημαινόμενον δῆλον. ἡ λέξις Φρυνίχου (fr. novum). | |
alpha2867 | Ἀρραβὼν κακῶν· Πλάτων Μετοίκοις (fr. novum)· „οὐκ ἐμάνθανον κακῶν μεγίστων ἀρραβῶνα λαμβάνων“. | |
alpha2868 | Ἄραρεν· οἷον βεβαίως οὕτως ἔχει καὶ ἀμετακινήτως. | |
alpha2869 | Ἄρρατον· ἰσχυρόν, στερεόν. οὕτω Πλάτων (Crat. 407d. Reip. 7, 535c). | |
alpha2870 | Ἄρρητα· ἀντὶ τοῦ μὴ εἰρημένα. Πλάτων Συμποσίῳ (189b) καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 79)· „ῥητὰ καὶ ἄρρητα κακά“. | |
alpha2871 | Ἄρρεν, οὐκ ἄρσεν. καὶ ὅλως ὅταν ᾖ μετὰ τοῦ ρ ς καὶ τοῦτο ρ ποιοῦσιν, οἷον θαρρεῖν, μυρρίνη, ταρρός, ἐπὶ κόρρης. Ὅμηρος διὰ τοῦ ς (ι 219)· „ταρσοὶ μὲν τυρῶν βρῖθον“. καὶ οἱ τραγικοί. πολλὰ δὲ καὶ ἄλλα τῶν Ἀττικῶν ὀνόματα φυλάττονται οἱ τραγικοὶ ὡς ἰσχνότερα τῆς | |
5 | τραγῳδίας καὶ πολιτικώτερα. οὐ μέντοι οὐδ’ οἱ Ἀττικοὶ ὁμαλίζουσιν ἐν τούτοις, οἷον Πέρσαι, Ἀρσινόη, Κερσοβλέπτης. καὶ Χερρόνησον μὲν | |
λέγουσιν διὰ τοῦ ρ, χέρσον δὲ διὰ τοῦ ς. | ||
alpha2872 | Ἀρρενικόν, οὐχὶ ἀρσενικὸν καλοῦσιν οἱ Ἀττικοὶ τὸ τῶν γραφέων φάρμακον. Ἀριστοφάνης Δαιταλεῦσιν (fr. novum)· „οὕτως πάρεστιν ἀρρενικόν· κέλευε νῦν“. | |
alpha2873 | Ἀρραγὲς ὄμμα· τὸ μὴ δακρῦον, ἀλλ’ ἀπαθές. Σοφοκλῆς εἴρηκεν (fr. 670 N.2 = 736 R.). | |
alpha2874 | Ἀρραγῶς· στερρῶς, ἐγκρατῶς, ὥστε μὴ ῥαγῆναι καὶ δια‐ φθαρῆναι ὑπὸ βίας. Σοφοκλῆς (fr. 1024a R.). | |
alpha2875 | Ἄρρητον· τὸ ἀνιστόρητον. Σοφοκλῆς εἴρηκεν (fr. 500 N.2 = 543 R.). | |
alpha2876 | Ἀρρηφορεῖν· τὸ τὰ ἀπόρρητα καὶ μυστικὰ φέρειν. καὶ Ἀρρηφόροι καὶ ἀρρηφορία ὁμοίως. | |
alpha2877 | Ἄρριχοι· κόφινοι οἰσύϊνοι, οὓς ἀρσίκους οἱ Ἴωνες. θηλυκῶς δὲ οἱ Ἀττικοὶ τὰς ἀρρίχους. Ἀριστοφάνης (An. 1309). | |
alpha2878 | Ἄρρυ· ἐπίφθεγμα ἐρετῶν, ὥσπερ τὸ ῥυππαπαὶ (Ar. Ran. 1073) καὶ ἕτερα τοιαῦτα. | |
alpha2879 | Ἀρρωδεῖν· τὸ δεδοικέναι. καὶ διὰ τοῦ ο ὀρρωδεῖν. μᾶλλον δὲ τοῦτο Ἑλληνικόν. | |
alpha2880 | Ἀρρωστία τοῦ στρατεύειν· ἀντὶ τοῦ ἀπροθυμία. Θουκυ‐ | |
δίδης (3, 15, 2). | ||
alpha2881 | Ἀρρενωποὺς καὶ ἀρρενωπάδας †τὰς γυναῖκας† καλοῦ‐ σιν. Κρατῖνος (fr. 389 K.). | |
alpha2882 | Ἀρρωστήμων· Εὔπολις Αὐτολύκῳ (fr. 63 K.). | |
alpha2883 | Ἄρσεων (Ps. 80, 7)· βασταγμάτων. | |
alpha2884 | Ἄρσει· ποτιεῖ. | |
alpha2885 | Ἀρτάβη· μέτρον ἐστὶ Περσικόν. | |
alpha2886 | Ἄρταμος· κρεουργός, μάγειρος. τάττει αὐτὸ Σοφοκλῆς καὶ ἐπὶ τοῦ φονέως (fr. 921 N.2 = 1025 R.). | |
alpha2887 | †Ἆρται†· ἐπικρέμαται. | |
alpha2888 | Ἀρτάνη· κυρίως μὲν ἡ τῶν καλῳδίων ἀγχόνη. Σοφοκλῆς δὲ ἐν Αἰχμαλωτίσιν (fr. 48 N.2 = 51 R.) ἐπὶ τοῦ δεσμοῦ. | |
alpha2889 | Ἀρτεμισία· δύο γεγόνασι, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ὧν ἡ μὲν πρώτη γέγονε κατὰ τὰ Περσικά, ἡ δὲ βʹ, ἧς καὶ Δημοσθένης 〈ἐν τῷ Περὶ τῆς Ῥοδίων ἐλευθερίασ〉 (15, 11) μνημονεύει, θυγάτηρ μὲν ἦν Ἑκατόμνου, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου. | |
alpha2890 | Ἄρτημα βαλαντίου· ὁ δεσμὸς τοῦ βαλαντίου. ἢ ὁ τελαμών, ἐξ οὗ ἤρτηται. | |
alpha2891 | Ἀρτήρ· ὑποδήματος γένος. Φερεκράτης 〈Γραυσίν〉 (fr. 38 | |
K.). | ||
alpha2892 | Ἄρτι· ἐπὶ τοῦ ἀπηρτισμένως καὶ πεπληρωμένως. λέγεται δὲ ἄρτι καὶ τὸ μέρος τοῦ παρεληλυθότος συνάπτον τῷ νῦν, ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει τὸ νῦν. | |
alpha2893 | Ἀρτιάζειν· τὸ παίζειν ἄρτια ἢ περιττὰ καρύοις ἢ ἀστραγά‐ λοις ἤ τισι τοιούτοις. οὕτως Πλάτων Λύσιδι (206e)· 〈„ἢ ἀρτιάζων ἀστραγάλοις παμπόλλοις ἐκ φορμίσκων τινῶν προαιρούμενοι“〉. | |
alpha2894 | Ἀρτικροτεῖσθαι· συμφωνεῖσθαι. | |
alpha2895 | Ἄρτια· ἡρμοσμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἄρμενα. | |
alpha2896 | †Ἀρτισμός†· ἀνακρεμασμός. | |
alpha2897 | Ἀρτιμελής· ὑγιὴς τοῖς μέλεσιν. | |
alpha2898 | Ἀρτιεπής· ἀπηρτισμένος ἐν τῷ λέγειν. | |
alpha2899 | Ἀρτιθαλῆ· νεόφυτα. | |
alpha2900 | Ἀρτίπους· ὑγιεῖς τοὺς πόδας ἔχων. | |
alpha2901 | Ἀρτίστομος· ὁ σαφὲς καὶ ἡδὺ φθεγγόμενος. | |
alpha2902 | Ἀρτίφρονες· σώφρονες. | |
alpha2903 | Ἀρτίως· τελείως, ὑγιῶς. | |
alpha2904 | Ἀρτίως, οὐ μόνον ἄρτι· τὸ πρὸ ὀλίγου. Φερεκράτης 〈Μυρμηκανθρώποις· (fr. 119 K.)· „ξένη γυνὴ γραῦς ἀρτίως ἀφι‐ γμένη“〉. | |
alpha2905 | Ἄρτος· ὄνομα τυράννου Μεσσαπίων, ὃν καὶ πρόξενον Ἀθηναίους φησὶ ποιήσασθαι Πολέμων (fr. 89 Preller). | |
alpha2906 | Ἀρτοπόπον· καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοκόπον. ἔστι δὲ τὸ ἀρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου (fr. 27 K.). | |
alpha2907 | Ἀρτοσιτεῖν· τὸ ἐναντίον τοῦ ὀψοφαγεῖν. 〈Πλάτων ἐν Ὑπερβόλῳ (fr. 172 K.) κέχρηται τῷ ὀνόματι〉. | |
alpha2908 | Ἀρτύειν· σκευάζειν. | |
alpha2909 | Ἄρτυεν· ἐβασίλευεν. | |
alpha2910 | Ἀρτύναντες (M 43)· παρασκευάσαντες. | |
alpha2911 | Ἀρύβαλλος· τὸ ἑλκυστὸν βαλάντιον. | |
alpha2912 | Ἀρύβας· κύριον. Ἀλκέτου μὲν ἦν υἱός, Μολοττῶν δὲ βασι‐ λεύς. | |
alpha2913 | Ἀρύει· βοηθεῖ. | |
alpha2914 | †Ἄρυθμος†· ἀδιατύπωτος, ἀκανόνιστος, μὴ ἔχων ῥυθμόν· ῥυθμὸς γὰρ ὁ τύπος. | |
alpha2915 | Ἀρυσάμενος· ἀντλήσας. | |
alpha2916 | Ἀρυστίχους· τὰς οἰνοχόας καὶ κοτύλας. | |
alpha2917 | Ἀρύτεσθαι σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης 〈Νεφέλαις (272)· „εἴτ’ ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύ‐ τεσθε πρόχοισιν“〉. καὶ Πλάτων 〈Νόμοις (1, 636d)· „ὧν ὁ μὲν ἀρυτό‐ μενος ὅθεν τε δὴ καὶ ὁπόσον καὶ ὁπότε“〉. | |
alpha2918 | Ἄρυστις· ἡ ἀπνευστὶ πόσις. | |
alpha2919 | Ἀρχαιϊκὸν καὶ πάντα τὰ τοιαῦτα διὰ τῶν δύο ιι. Ἀριστο‐ φάνης 〈Νεφέλαις (821)· „ὡς παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά“〉. | |
alpha2920 | Ἀρχαῖος· ἀντὶ τοῦ εὐήθης. Πλάτων (Hipp. min. 371d). | |
alpha2921 | †Ἀρχαῖος†· Ἰσοκράτης μὲν 〈ἐν τῷ Πανηγυρικῷ〉 (8) τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτρόποις ὀνόμασι χρῆσθαι. Δημοσθένης δὲ ἐν Φιλιππικοῖς εἰπὼν (9, 48) „οὕτως δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶσ“, ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. | |
alpha2922 | Ἀρχαιρεσίας λέγουσι θηλυκῶς καὶ πληθυντικῶς, οὐκ ἀρχαι‐ ρεσίαν οὐδὲ ἄλλως πως. | |
alpha2923 | Ἀρχαιρεσιάζειν· τὸ πρὸς χάριν τινὶ ζητεῖν. | |
alpha2924 | Ἀρχαίως· ἀπραγμόνως, ἀπαρατηρήτως καὶ ἠλιθίως. | |
alpha2925 | Ἀρχεῖα· ἔνθα οἱ δημόσιοι χάρται ἀπόκεινται, χαρτοφυλά‐ κιον. ἢ τὰ χωρία τῶν κριτῶν. ἢ ἀρχαί, ὡς Ξενοφῶν Ἱστοριῶν ηʹ (5, 17 et | |
6, 10). | ||
alpha2926 | Ἀρχηγέται· ἐπώνυμοι τῶν φυλῶν. Ἀριστοφάνης (fr. 126 K.)· „ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτασ“. | |
alpha2927 | Ἀρχηγέτης· ἡγεμών. | |
alpha2928 | Ἀρχῆθεν· οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρ’ Αἰσχύλῳ (fr. 416 N.2 = 758 M.). παρ’ Ἡροδότῳ δέ ἐστι (7, 104, 1) καὶ τοῖς Ἴωσι. | |
alpha2929 | Ἀρχὴ ἄνδρα δείκνυσι· παροιμιῶδές ἐστι. Σόλωνος δὲ (Nr. 199 Martina) εἶναί φασιν αὐτὸ ἀπόφθεγμα. Ἀριστοτέλης δὲ (EN 1130a 1) καὶ Θεόφραστος (deest ap. Wimmer) Βίαντος. | |
alpha2930 | Ἀρχὴν ἰᾶσθαι πολὺ λῴϊον ἠὲ τελευτήν· παροιμία. δηλοῖ δὲ ὡς †ἀρχόμενός τινος† πάθους καὶ ἄλλου τινὸς δεινοῦ μᾶλλόν ἐστι κωλύειν ἢ ἐνακμάσαντος καὶ τελειωθέντος. | |
alpha2931 | Ἀρχὴν Σκυρίαν· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσι‐ τελὲς ἐχόντων, παρόσον πετρώδης καὶ λυπρὰ ἡ Σκῦρος. | |
alpha2932 | Ἀρχίδια· τὰς ἀρχὰς ὑποκοριζόμενοι λέγουσιν. | |
alpha2933 | Ἀρχιέρεων, οὐκ ἀρχιερέα. Πλάτων (Leg. 12, 947a). | |
alpha2934 | Ἀρχιθεωρός· ὁ ἡγούμενος τῶν θεωρῶν. θεωροὶ δὲ οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς καλλινίκους ἀγῶνας καὶ ὑπὲρ τῶν πατρίδων θύοντες. | |
alpha2935 | Ἀρχιτέκτων· βʹ σημαίνει· καὶ τὸ τῶν οἰκοδομημάτων εἶναι ἐπιστάτην καὶ κυρίως τὸν ἄρχοντα τῶν τεκτόνων, ὃς τὴν διάθεσιν τοῦ | |
κατασκευάσματος ἐπινοεῖ. λέγεται δὲ καὶ ἀπὸ τούτων ἀρχιτέκτων καὶ ὁ κατασκευάσας τινὶ καὶ σκευωρησάμενος πρᾶγμά τι. Δημοσθένης | ||
5 | (56, 11)· 〈„τούτῳ τῷ ἀρχιτέκτονι τῆς ὅλησ“, φησίν, „ἐπιβουλῆσ“〉. | |
alpha2936 | Ἄρχοντες οἱ θʹ τίνες· ἄρχων, πολέμαρχος, βασιλεύς, θεσμο‐ θέται ἕξ. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ’ ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ Βουκολίῳ· τὸ δὲ ἦν πλησίον τοῦ πρυτανείου· ὁ δὲ πολέμαρχος ἐν Λυκείῳ, καὶ ὁ ἄρχων | |
5 | παρὰ τοὺς Ἐπωνύμους, οἱ θεσμοθέται παρὰ τὸ Θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σόλωνος οὐδὲν αὐτοῖς ἕτερον τελεῖται ἢ μόνον ὑποκρίνουσι τοὺς ἀντιδίκους. | |
alpha2937 | Ἄρχων· ἀφ’ οὗ ὁ ἐνιαυτὸς ἐπώνυμος γενόμενος ἐμετρεῖτο. ἦν δὲ ὁ ἄρχων τῶν θʹ εἷς. | |
alpha2938 | Ἀρωγή· βοήθεια. | |
alpha2939 | Ἀρωγός· ὠφέλιμος. | |
alpha2940 | Ἀρώματα· οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦσιν, ἀλλὰ τὰ ἐσπαρμένα. | |
alpha2941 | Ἀσαλὴς μανία· ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φρον‐ τίς. Αἰσχύλος (fr. 319 N.2 = 634 M.). | |
alpha2942 | Ἀσάλπιγκτον ὥραν· τὸ μεσονύκτιον, ἐπεὶ ταύτης τῆς ὥρας | |
οὐκ εἰώθασι σαλπίζειν, ἀλλ’ ἑσπέρας καὶ ὄρθρου. | ||
alpha2943 | Ἆσαι· βλάψαι. οὕτως Αἰσχύλος (fr. 417 N.2 = 759 M.). | |
alpha2944 | Ἄσβεστος (A 599)· ἀκατάπαυστος. | |
alpha2945 | Ἀσαφές· ἀνόητον, ἄδηλον. | |
alpha2946 | Ἄσβολος· θηλυκῶς ἡ ἄσβολος, οὐχὶ ἡ ἀσβόλη, οὐδὲ ἀρσε‐ νικῶς ὁ ἄσβολος. Ἀριστοφάνης Θεσμοφοριαζούσαις (244/5)· „τὰ πλεῖστα γὰρ ἀποπεπόνηκας. φεῦ ἰοὺ τῆς ἀσβόλου“. | |
alpha2947 | Ἀσέλγεια· ἀντὶ τοῦ πολυτέλεια. Αἰσχίνης (1, 95). | |
alpha2948 | Ἀσέλγεια· πορνεία, ἀκαθαρσία. παρῆκται δέ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. | |
alpha2949 | Ἀσελγές· πᾶν τὸ σφοδρὸν καὶ βίαιον. καὶ ἀσέλγεια ἡ μετ’ ἐπηρείας καὶ θρασύτητος βία. καὶ ἀσελγὴς ὁ ἀνάγωγος. Δημοσθένης 〈ἐν τῷ κατὰ Μειδίου (21, 1)· „τὴν μὲν ἀσέλγειαν ἀεὶ καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται“. καὶ ὁ κωμικός (Eup. fr. 320 K.)· „ὥσπερ | |
5 | ἀνέμου ἐξαίφνης ἀσελγοῦς γενομένου“. καὶ Φερεκράτης „οἷον αὖ τὸ πνῖγος ὡς ἀσελγέσ“ φησί που〉 (fr. 176 K.). καὶ ἀσελγόκερων κριὸν Πλάτων (fr. 210 K.) τὸν μεγαλόκερων· ἢ τὸν χαλεπὸν καὶ βίαιον τοῖς κέρασι. | |
alpha2950 | Ἄσεπτον· τὸ ἀσεβές. | |
alpha2951 | Ἄση· λύπη. | |
alpha2952 | Ἀσημάντοις· ἀφυλάκτοις, οὐκ ἔχουσι σημάντορας, τοὺς ἐπιστάτας. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν σφραγίδων. | |
alpha2953 | Ἀσήμαντα· τὰ λεγόμενα ἀσφράγιστα· καὶ γὰρ σημεῖα τὰς σφραγῖδας ἔλεγον. Ξενοφῶν δὲ (Cyneg. 3, 4) ἐπιρρηματικῶς ἀσήμως καὶ ἀσήμων Εὐριπίδης (fr. novum). καὶ ἄσημον τὸ ἀργύριον τὸ ἀχά‐ ρακτον, ἐπίσημον δὲ τὸ κεχαραγμένον. οὕτως δὲ καὶ τὸ χρυσίον | |
5 | ἄσημον καὶ ἐπίσημον. | |
alpha2954 | Ἄσθμα· πνοή. καὶ ἀσθμάζειν ἀντὶ τοῦ ἀσθμαίνειν, οἷον πνευστιᾶν. | |
alpha2955 | Ἀσία· ὑπὸ τῶν παλαιῶν πᾶσα λέγεται, ἧς οἱ Πέρσαι τὴν ἀρχὴν ἐκέκτηντο, οὐχ ἡ νῦν ἰδίως ὀνομαζομένη οὕτως. | |
alpha2956 | Ἀσιάς· ἡ κιθάρα, ἀπὸ Ἀσίου τινός. καὶ Ἀσία καὶ Ἀσιώνη, ἀπὸ Ἀσίας τῆς μητρὸς Προμηθέως. Δοῦριν δὲ (FGrHist 76 F 81) †Ἀριστοτέλης† φησὶ λέγειν ὅτι ἐκλήθη Ἀσιὰς ἀπὸ τῶν χρωμένων Λεσβίων, οἵτινες οἰκοῦσι πρὸς τῇ Ἀσίᾳ. οἱ δὲ ἀπὸ Τυρρηνοῦ Λυδοῦ | |
5 | εὑρόντος πρώτου τὸ τρίγωνον ὄργανον. οἱ δὲ ἀπὸ Τερπάνδρου. | |
alpha2957 | Ἀσιάδος κρούματα· τῆς κιθάρας. οὕτως Ἀριστοφάνης (Thesm. 120). καὶ ἄσσιστα· ἔγγιστα. | |
alpha2958 | Ἀσκάντης· κλινίδιον εὐτελές. καὶ ὑπὸ τῶν Ἀττικῶν ὁ σκίμ‐ | |
πους. ὁ δὲ κράββατος οὐδὲ παρ’ ἑνί. | ||
alpha2959 | Ἀσκαρδαμυκτὶ ὁρᾶν· μὴ καταμύοντα. Ἀριστοφάνης (Equ. 292). | |
alpha2960 | Ἀσκέραι· ὑποδήματα Ἀττικά. | |
alpha2961 | Ἀσκαλαβώτην, οὐχὶ καλαβώτην λέγουσι· μᾶλλον δὲ γα‐ λεώτην. Μένανδρος (fr. 163 K.—Th.). | |
alpha2962 | Ἄσκευον· ἀντὶ τοῦ ἀπαράσκευον. | |
alpha2963 | Ἀσκήσασα· μετ’ ἐπιμελείας ὑφάνασα, κοσμήσασα. | |
alpha2964 | Ἄσκησις· ἀγωνιᾶν καὶ ὡς ἡμεῖς τὸ δεδιέναι καὶ προσδοκᾶν τὸ μέλλον λέγουσιν οἱ παλαιοὶ καὶ Πλάτων. | |
alpha2965 | Ἄσκησίς ἐστιν ἐπίμονος πόνος πρὸς τὸ οἱονοῦν πρᾶγμα. | |
alpha2966 | Ἀσκητικός· φιλομαθής, φιλόσοφος. | |
alpha2967 | Ἄσκοπον· ἀντὶ τοῦ ἀπροσδόκητον. | |
alpha2968 | Ἀσκληπιεῖον· πεντασυλλάβως λεκτέον. | |
alpha2969 | Ἀσκοπήρα· Ἑλληνικὸν τὸ ὄνομα. | |
alpha2970 | Ἀσκορδίνωτος· ὁ μὴ σκορδινώμενος. σκορδινᾶσθαι δέ ἐστι τὸ τὰ μέλη διατείνειν, ὃ μάλιστα ἐπὶ τῶν ἀφυπνισθέντων συμβαίνει. | |
alpha2971 | Ἀσκούμενος· κατασκευάζων, κοσμῶν. | |
alpha2972 | Ἀσκωλιάζοντες· ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι ἢ στερούμενοι | |
τῶν κατὰ φύσιν. | ||
alpha2973 | Ἀσκοθύλακος· Διοκλῆς Βάκχαις (fr. 3 K.) καὶ Ἄρχιππος Ἀμφιτρύωνι 〈δευτέρῳ〉 (fr. 4 K.). | |
alpha2974 | Ἀσκωλιάζειν· τὸ ἐπὶ θατέρῳ τοῖν ποδοῖν πορεύεσθαι χωλαίνοντα. οὕτω Πλάτων (Symp. 190d). καὶ σκιμβάζειν τὸ αὐτὸ τοῦτο λέγουσι. κυρίως δὲ ἀσκωλιάζειν ἐστὶ τὸ ἐπὶ τοῦ ἀσκοῦ ἅλλε‐ σθαι. τιθέασι δὲ καὶ ἐπὶ τοῦ ἅλλεσθαι τὸν ἕτερον τῶν ποδῶν ἄνω | |
5 | ἔχοντα. οἱ δὲ σύμποδα βεβηκότα ἅλλεσθαι. | |
alpha2975 | Ἀσκῷ φλαυρίζεις· οἷον οὐδενὶ καταπλήττῃ, σκιᾷ μορμο‐ λύττῃ. | |
alpha2976 | Ἀσπάθητον χλαῖναν· ἀνύφαντον. | |
alpha2977 | Ἀσπάλαθος· εἶδος ἀκάνθης τραχυτάτης. | |
alpha2978 | Ἀσπαλιεύς· ἁλιεύς, ἀπὸ τοῦ σπᾶν τὸ λίνον. λίνον δὲ ἡ ὁρμιά. | |
alpha2979 | Ἄσμα· τὸ δίασμα. οὕτω Σώφρων (fr. 79 Kaibel). καὶ ἄττε‐ σθαι, ὃ ἡμεῖς διάζεσθαι· μεταβολὴ γὰρ τῶν βʹ ττ εἰς τὸ ζ ἐγένετο. | |
alpha2980 | Ἀσμένως· χαίρων, ἡδέως, προθύμως. | |
alpha2981 | Ἀσολοίκως· τὸ ἀφελῶς. | |
alpha2982 | Ἀσπαίροντες· σκαρίζοντες. | |
alpha2983 | Ἀσπαλίας· ἁλιέως ἔργα. καὶ ἀσπαλιεὺς ἀπὸ τοῦ ἀποσπᾶν τὴν ἄγραν. | |
alpha2984 | Ἀσπασία· πολυθρύλητος γέγονεν. ἦν δὲ γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους. Περικλέους δέ φασιν αὐτὴν διδάσκαλον ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σα‐ μιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι | |
5 | Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον. | |
alpha2985 | Ἀσπαστοί· ἄσμενοι, θεοειδεῖς, ἡδεῖς. | |
alpha2986 | Ἀσπασίως· προσηνῶς, φιλοφρόνως. | |
alpha2987 | Ἀσπίς· ὅπλον, σκουτάριον. | |
alpha2988 | Ἄσπονδοι· ἐχθροὶ ἀδιάλλακτοι. | |
alpha2989 | Ἄσπουδος· ὁ μὴ σπουδαῖος. †οὕτως Ἀρχίδης†. Εὔπολις Πόλεσιν (fr. 234 K.)· „ἄσπουδος δ’ ἀνὴρ σπουδαίου κακίων“. | |
alpha2990 | Ἀσπάζεσθαι· καὶ τὸ προσαγορεύειν, ὡς ἡμεῖς, καὶ τὸ χαί‐ ρειν τινὶ ἁπλῶς, καὶ ἀγαπᾶν καὶ φιλοφρονεῖσθαι. | |
alpha2991 | Ἀσπαζόμεθα· καὶ σὺν τῷ ς „ἀσπαζόμεσθ’ ἐρετμὰ καὶ σκαλμίδια“ φησὶν ὁ κωμικός (com. adesp. fr. 607 K.). καὶ 〈πάντα〉 τὰ ὅμοια διττῶς λέγουσιν. | |
alpha2992 | Ἄσταχυς καὶ ἀσταφίς· καὶ ὅλως τὸ πλεονάζειν τῷ α ἐν | |
ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν. | ||
alpha2993 | Ἀστεῖόν τι καὶ κατερρινημένον εἰπεῖν (Ar. Ran. 901)· κωμικὴ ἡ συμπλοκή. σημαίνει δὲ τὸ κατερρινημένον τὸ ἄκρως διειργα‐ σμένον. 〈ἐν〉 συνουσίᾳ χρῶ. | |
alpha2994 | Ἀστάθμητος· ἄνισος. | |
alpha2995 | Ἀσταθμητότατον· περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι, τί ποτε διανοεῖται ἢ τί †πρᾶξαι†. Δημοσθένης ἐν τῷ Παραπρεσβείας (19, 136). | |
alpha2996 | Ἄστεγος· ὁ μὴ ἔχων στέγην. λέγεται δὲ καὶ 〈ὁ〉 φλύαρος καὶ ἀνυπομόνητος. | |
alpha2997 | Ἀστεῖος· εὐσύνετος, εὐπρόσωπος, χαρίεις, καλός, γελοιώδης. | |
alpha2998 | Ἀστάνδης· γραμματοφόρος. Περσικὸν τὸ ὄνομα. | |
alpha2999 | Ἀσταφίδα καὶ ὀσταφίδα· οἱ Ἀττικοὶ ἑκατέρως λέγουσιν. | |
alpha3000 | Ἀστείων· τῶν ἐν ἄστει διατριβόντων. | |
alpha3001 | Ἀστεΐζεσθαι· τὸ χαριεντίζεσθαι. καὶ ἀστεῖος ὁ χαρίεις. | |
alpha3002 | Ἀστεϊζόμενος· ἀγλαϊζόμενος, ὡραϊζόμενος. | |
alpha3003 | Ἄστεκτα· ἀβάστακτα, ἀνυπομόνητα, οὐ δυνάμενα κατα‐ σχεθῆναι. | |
alpha3004 | Ἄστεσι· πόλεσι. | |
alpha3005 | Ἄστικτον· ἀνέπαφον χωρίον καὶ ἀνυπόθετον. | |
alpha3006 | Ἀστικὸν ἐμπόριον· ἐν ᾧ οἱ ἀστοὶ Ἀθήνησιν ἐνεπορεύοντο. | |
ἦν δὲ καὶ ἄλλο ξενικόν, ἐν ᾧ οἱ ξένοι. | ||
alpha3007 | Ἀστεμφέα· ἀμετακίνητον, βέβαιον. λέγεται δὲ καὶ ἐπιρρημα‐ τικῶς ἀστεμφῶς. | |
alpha3008 | Ἀστερόεντα· ἤτοι ἀστέρας πεποικιλμένους ἔχοντα. | |
alpha3009 | Ἀστέρων τέθριππος (Eur. Troad. 855)· τὸ ἅρμα τοῦ ἡλίου. | |
alpha3010 | Ἀστιβής· ἀσφαλὴς ἢ ἄβατος. | |
alpha3011 | Ἀστεϊσμός· πιθανολογία. | |
alpha3012 | Ἄστομος· ὁ μὴ δυνάμενος λέγειν. Σοφοκλῆς εἴρηκεν (fr. 73 N.2 = 76 R.). | |
alpha3013 | Ἀστόξενοι· οἱ γένει ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ τῆς ἀλλο‐ δαπῆς γεγονότες. | |
alpha3014 | Ἀστός· πολίτης. | |
alpha3015 | Ἄστικτον· ἔστι δὲ χωρίον τὸ μὴ ὑποκείμενον δανειστῇ καὶ μὴ ἔχον ὅρον, ἥτις ἦν στήλη δηλοῦσα ὅτι ἐπ’ αὐτοῖς 〈***〉 δεδάνεικεν· ὅταν γὰρ ὑποκέηται, αὐτὸ τοῦτο ὁ δανείσας διὰ γραμμάτων δηλοῖ ἐπικειμένων τῷ χωρίῳ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ οἰκίας γίνεται. | |
alpha3016 | Ἀστραβηλάτης· ὀνηλάτης. | |
alpha3017 | Ἀστράβη· τὸ ἐπὶ τῶν †ἐφίππων† ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι. καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον. οἱ δὲ τὴν σωματηγὸν | |
ἡμίονον ἀστράβην ἐκάλεσαν. | ||
alpha3018 | Ἀστράγαλος· κυρίως τὸ συνήθως λεγόμενον. καὶ ὁ σπόνδυ‐ λος τοῦ τραχήλου. καὶ ὁ πεττικός. καὶ βοτάνη δὲ οὕτω καλεῖται. | |
alpha3019 | Ἄστροις σημαίνεσθαι· τὸ μακρὰν καὶ ἔρημον ὁδὸν βαδί‐ ζειν. | |
alpha3020 | Ἀστραγαλίζειν· Στράττις εἶπεν (fr. novum). | |
alpha3021 | Ἄστυ ἄστεος· οὐκέτι δὲ ἀναλόγως ἥμισυ ἡμίσεος, ἀλλ’ ἡμί‐ σεως. | |
alpha3022 | Ἀστυγείτων· πλησιόχωρος. | |
alpha3023 | Ἀστυνόμος· δέκα ἦσαν ἀστυνόμοι, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δὲ ἐν ἄστει, οἷς ἔμελε περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ κοπρολόγων καὶ τῶν τοιούτων. | |
alpha3024 | Ἀστυπολεῖν· τὸ ἐν ἄστει διατρίβειν ἄγριον ὄντα. | |
alpha3025 | Ἀστυφίαν καὶ ἀστυσίαν· διά τε τοῦ φ καὶ διὰ τοῦ ς ὁμοίως ἐπὶ τοῦ †ἀσίτου† λέγουσιν. | |
alpha3026 | †Ἀστυφίαν παρὰ τὴν ἀγορασίαν, ἣν ἐκήρυσσον ἐν ταῖς ἐκκλησίαις†. | |
alpha3027 | Ἀσύμβατον· ἀφιλίωτον. | |
alpha3028 | Ἀσυμφανῶς· ἐπικεκαλυμμένως, ἀδήλως. | |
alpha3029 | Ἀσυνδυάστως· ἀσυμπλόκως, ἀσυζεύκτως. | |
alpha3030 | Ἀσυνθεσία· παράβασις συνθηκῶν. | |
alpha3031 | Ἀσύνθετος· ἀσύμφωνος, ἄμικτος. | |
alpha3032 | Ἀσυνθετώτατον· Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρε‐ | |
σβείας (19, 136) ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις διὰ τὸ ἀβέβαιον οὐ τιθέμενον. 〈ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτα‐ | ||
5 | τον. Ὅμηρος δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τις συνιέναι, τί ποτε φρονεῖ· φησὶ γάρ (Z 334)· „σὺ δὲ σύνθεο καί μευ ἄκουσον“〉. | |
alpha3033 | Ἀσύντακτον· μὴ συντεταγμένον, μὴ συμφραξάμενον. | |
alpha3034 | Ἀσυντελής· ἀσύμφορος, ἀχρήσιμος. | |
alpha3035 | Ἀσύφηλον· ἀπαίδευτον, ἀνόητον. | |
alpha3036 | Ἀσφάλεια μὲν καὶ ἀσφαλὲς Ἑλληνικά, τὸ δὲ ἀσφαλίζεσθαι βάρβαρον. | |
alpha3037 | Ἀσφαλεστέρως· Πλάτων. | |
alpha3038 | Ἀσφάραγον· φάρυγα, στόμαχον, λαιμόν. λέγεται δὲ καὶ τὸ ἐξ ἀκανθῶν φυόμενον. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ προφέρου‐ σιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσι. καὶ ἁπλῶς τὰ τῶν | |
5 | λαχάνων ὄρμενα ἀσπαράγους καλοῦσιν. | |
alpha3039 | Ἀσφόδελος· σκιλλῶδες φυτὸν φύλλα ἔχον μακρὰ καὶ ἀνθέρι‐ κον ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτο‐ μένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. προπαροξυτόνως δὲ ἀνα‐ γνωστέον. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρ’ Ὁμήρῳ | |
5 | (λ 539)· „κατ’ ἀσφοδελὸν λειμῶνα“. | |
alpha3040 | Ἀσχάλλων· ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἀγανα‐ κτῶν. | |
alpha3041 | Ἀσχέτως· ἀμέτρως. | |
alpha3042 | Ἀσχέδωρος· παρ’ Αἰσχύλῳ (fr. 261 N.2 = 461 M.) ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος, οἷον βίαιος. Ἰταλιῶται τὸν σύαγρον ἀσχέδωρον καλοῦσιν. | |
alpha3043 | Ἀσχολοῦμαι καὶ ἀσχολεῖ καὶ ἀσχολεῖσθαι λέγουσιν Ἀττικοί. | |
alpha3044 | Ἀσώδης ἐστί· 〈***〉 λέγουσιν οὕτως. Αἰσχύλος δὲ (Suppl. 31) †ἐφυλώδης†. ὁ δὲ ἰατρὸς (Hipp. Art. 19 = 4, 132, 14 L.) τὸν πρὸς τὰ σιτία ἀτάκτως διακείμενον καὶ ἀηδῶς. | |
alpha3045 | Ἀσωμένη· λυπουμένη. | |
alpha3046 | Ἀσώτως· αἰσχρῶς. | |
alpha3047 | Ἀσώδης· ἀμμώδης. | |
alpha3048 | Ἀταλαίπωρον· ἄπονον. ἢ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεως. ἢ τὸ εὐχερὲς καὶ φανερόν. | |
alpha3049 | Ἀταλαιπώρως· ῥᾳθύμως, ὀλιγώρως. Ἀριστοφάνης 〈Δα‐ ναΐσιν (fr. 254 K.)· „οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο“〉. | |
alpha3050 | Ἀτάλαντον· ἴσον, παραπλήσιον. | |
alpha3051 | Ἀταλῇσιν (Y 222)· ἁπαλαῖς, νεογναῖς. | |
alpha3052 | Ἀτάλλει· τρέφει, τιθηνεῖ, φιλεῖ, σαίνει, σκιρτᾷ, χαίρει. | |
alpha3053 | Ἀταλόν· νήπιον, ἁπαλόν. | |
alpha3054 | Ἀταμίευτον· ἀδιοίκητον. ἢ οὗπερ οὐκ ἔστι ταμιεῖον. λέγεται δὲ οὕτως καὶ τὸ πρόχειρον καὶ ἐν ἑτοίμῳ. | |
alpha3055 | Ἀτάρ· καὶ δὴ ἢ πλήν, ἅτε δή. ἢ ὅμως. ἢ ἀντὶ τοῦ δέ. | |
alpha3056 | Ἀτάρβητος· ἄφοβος, ἄτρομος. | |
alpha3057 | Ἀτὰρ δέ· πλὴν ὅμως. | |
alpha3058 | Ἀτὰρ ὡς· εἶτα δή, ὅμως. | |
alpha3059 | Ἀτὰρ οὖν· διὰ τοῦτο οὖν. | |
alpha3060 | Ἀταρνεύς· πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον. | |
alpha3061 | Ἀτάσθαλα· ἄδικα, ἁμαρτωλά. | |
alpha3062 | Ἆται· πληροῦται. Ἱπποκράτης. | |
alpha3063 | Ἀτέγκτοις· τοῖς μήτε δακρύουσι μήτε ἱδροῦσιν, ἀβρόχοις. | |
alpha3064 | Ἄτεγκτος ἄνθρωπος· ὁ μὴ βρεχόμενος μήτε προσιέμενος παραμυθίαν, ἀλλὰ σκληρὸς ὢν ὡς πέτρα ἢ ἄλλο τι τῶν σκληρῶν, ὡς μὴ ὑπὸ ὕδατος βρέχεσθαι. | |
alpha3065 | Ἄτεγκτος· ἄπιστος καὶ ἀναίσθητος, οἷον ὁ μήτε παραινέσει μήτε φόβῳ τὴν πώρωσιν καὶ τὸ τοῦ ἤθους σκληρὸν τεγγόμενος ἢ μα‐ | |
λαττόμενος. | ||
alpha3066 | Ἅτε· ὡς ἄν. | |
alpha3067 | Ἅτε δή· ὡς δή. | |
alpha3068 | Ἀτέκμαρτον· ἀτελείωτον, ἀκαταστόχαστον. | |
alpha3069 | Ἀτελῆ· ἀδάπανα, ὡς πολυτελῆ τὰ πολυδάπανα. | |
alpha3070 | Ἀτέλεια· ἀλειτουργησία. | |
alpha3071 | Ἀτελεύτητον· ἀτελείωτον. ἢ ἀΐδιον, οὐκ ἔχον τελευτήν. | |
alpha3072 | Ἀτέλεστος· ὁ θεῷ μὴ τετελεσμένος. | |
alpha3073 | Ἀτενές· εὐθύ, συνεχές, παντελῶς, καθόλου, παραχρῆμα, ἄγαν, ἰσχυρῶς. | |
alpha3074 | Ἀτενὴς καὶ ἀτεράμων ἄνθρωπος· οἷον ἀτεράμων ἐστὶν ὁ σκληρὸς καὶ οὐκ ἔχων τέρεν, ὃ σημαίνει ἁπαλόν. ὡσαύτως καὶ ὁ ἀτενὴς σκληρὸς καὶ ἀντίτυπος. τὸ μέντοι ἀτέραμνον ἐπὶ τῶν δυσεψήτων ὀσπρίων τιθέασι, τὸ δὲ τέραμνον ἐπὶ τῶν ῥᾳδίως ἑψομένων. οὕτω | |
5 | Πλάτων (Leg. 9, 853d) καὶ Μένανδρος (fr. novum) καὶ Ἀριστοφάνης (Vesp. 730), ὥς φησι Φρύνιχος (Praep. soph. 33, 9 cf. 11, 4). | |
alpha3075 | Ἀτενής· συντείνας· ἀτενίζειν γὰρ τὸ συντείνειν καὶ ἐπερεί‐ δειν τὴν ὄψιν. | |
alpha3076 | Ἄτερ· ἐκτός, χωρίς. | |
alpha3077 | Ἅτερα· ἄλλα. | |
alpha3078 | Ἀτέραμνον· σκληρόν, δυσμετάβλητον. | |
alpha3079 | Ἀτεράμων· ἀκαταπόνητος. | |
alpha3080 | Ἀτεράμονες, οὐχὶ ἀτέραμνοι. 〈καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνοσ〉. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν (181)· „ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι“. | |
alpha3081 | Ἀτερμάτιστος· ἀβέβαιος, ἀθεμελίωτος. | |
alpha3082 | Ἀτερπὲς ἔργον· τὸ μὴ καθ’ ἡδονὴν πραττόμενον. | |
alpha3083 | Ἀτέχνοις· ἀπανούργοις ἢ ἀπείροις. | |
alpha3084 | Ἀτεχνως· περισπωμένως μὲν ἀντὶ τοῦ σαφῶς ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς, παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς καὶ ἄνευ τέχνης. | |
alpha3085 | Ἄτη· ἡ ζημία. Ἡσίοδος (Op. 231) καὶ Σοφοκλῆς (OT 1284). | |
alpha3086 | Ἀτημελήτους· ἀπρονοήτους, λίαν ἠμελημένους. | |
alpha3087 | Ἀτημελὲς καὶ ἀτημέλητος καὶ ἀτημελήτως λέγουσιν. | |
alpha3088 | Ἀτημελῶς· ἀμελῶς, ἀνεπιστημόνως. | |
alpha3089 | Ἀτηρία· ἀναίδεια. | |
alpha3090 | Ἀτηρὸν κακόν· οἷον ἰταμόν. | |
alpha3091 | Ἀτηρότατον· Ἀριστοφάνης (Vesp. 1299). Πλάτων δὲ ἀτη‐ ρίας (fr. 182 K.). | |
alpha3092 | Ἀτίθασον· ἀνήμερον. | |
alpha3093 | Ἄτιμος· λέγεται μὲν ὁ ἀπεστερημένος τῆς ἐπιτιμίας, ὥστε μήτε βουλεύειν μήτε δικάζειν μήτε τὰ κοινὰ πολιτεύεσθαι. Δημοσθένης δὲ τὸν ἀτιμώρητον ἄτιμον εἶπεν (9, 42), οἷον τὸν τοῦ τιμήματος καὶ τῆς | |
καταδίκης ἀφειμένον. | ||
alpha3094 | Ἀτίμητος ἀγὼν καὶ τιμητός· ἀτίμητος μὲν ὁ μηδὲν ἐκ τῶν νόμων ἔχων ὡρισμένον τίμημα, ἀλλὰ τῇ τῶν δικαστῶν γνώμῃ ἰθυνόμε‐ νος. τιμητὸς δὲ ὁ ἐκ τῶν νόμων ἔχων ὡρισμένον τὸ τίμημα. | |
alpha3095 | Ἀτιμαγέλης· ὁ ἀποστάτης τῆς ἀγέλης ταῦρος. οὕτω Σοφο‐ κλῆς (fr. 922 N.2 = 1026 R.). | |
alpha3096 | Ἄτιμος· ἰδίως Δημοσθένης 〈ἐν Φιλιππικοῖσ〉 (9, 42) τὸν ἀτιμώρητον λέγει, τουτέστιν ὃν ἄν τις ἀποκτιννὺς 〈οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ’〉 ἔστι καθαρὸς αἰτίας· ὁ οἷον τὸν ἄτιμον ἀνελών. | |
alpha3097 | Ἀτίμωσις· Λυσίας εἴρηκε (fr. novum) καὶ ἀτιμοσύνην Σοφοκλῆς (fr. 1026a R.) καὶ ἀτιμῶν Δημοσθένης (45, 84), ἀντὶ τοῦ ἀτιμάζων. ἀτιμοῦντι Φρύνιχος (fr. novum)· „τιμοῦντι καὶ ἀτιμοῦντι τοὺς βελτίονασ“. ἀτιμώσαντες δὲ Θεόπομπος (fr. novum)· „αἰσχρῶς | |
5 | ἀτιμώσαντες ἐξελαύνετε“. | |
alpha3098 | Ἀτιμώρητος· ἀβοήθητος {ἢ θαυμαστός}. ἔστι δ’ ὅτε καὶ ὁ μὴ διδοὺς τιμωρίαν. | |
alpha3099 | Ἀταλάντη· τριήρης τις ἦν ὀνομασθεῖσα ἀπὸ Ἀταλάντης, ἥτις ἦν ὀξυτάτη δραμεῖν. ἢ ὅτι ἰσόζυγος ἦν, ὡς „Διῒ μῆτιν ἀτάλαντον“ (B 169). | |
alpha3100 | Ἀτλήτῳ· ἀνυπομονήτῳ. | |
alpha3101 | Ἀτμίς· ἀναθυμίασις, ἄκρον πυρός. | |
alpha3102 | Ἀτμῶν· ἀναθυμιάσεων. | |
alpha3103 | Ἄτομα· λεπτότατα. | |
alpha3104 | Ἄτοπον· ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξένον, κακόν, μοχθηρόν. καὶ ὃ μὴ ἔχει τόπον. καὶ ἀνυπονόητον, ὃ μὴ ἔστι τοπάσαι. | |
alpha3105 | Ἄτοπον· οὐ τὸ πονηρῶς ἔχον καὶ φαύλως, ἀλλὰ τὸ ξένον καὶ ἰδιάζον. καὶ ἀτόπως τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως· „ἀτόπως κα‐ θίζων καὶ οὐδὲ γιγνώσκειν δοκῶν“ φησὶ Φερεκράτης (fr. 163 K.). | |
alpha3106 | Ἄτομον· ἀντὶ τοῦ ἄτμητον. σημαίνει δὲ καὶ τὸ καθ’ ἕκαστον. | |
alpha3107 | Ἀτοπωτάτη· Φερεκράτης (fr. novum). | |
alpha3108 | Ἄτρακτον· βέλος μεταφορικῶς. | |
alpha3109 | Ἀτραπίζειν· βαδίζειν ἢ ὁδοιπορεῖν. οὕτω Φερεκράτης (fr. 26 K.). | |
alpha3110 | Ἀτραπούς· ὁδοὺς τετριμμένας. | |
alpha3111 | Ἀτρέα· καὶ καθόλου τὰς ἀπὸ τῶν εἰς ευς συμφώνῳ παραλη‐ γομένων αἰτιατικὰς μηκύνουσι, τὰς δὲ διὰ καθαροῦ τοῦ ευ συναιροῦ‐ σι· Χοᾶ καὶ Μηλιᾶ καὶ Σουνιᾶ. Ἴωνες δὲ συστέλλουσι τὰς προτέρας. Ἀτρέα καὶ Πηλέα βραχέως λέγοντες· διὸ καὶ παρὰ τοῖς τραγικοῖς οὐκ | |
5 | ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰς ἀπὸ τῶν εἰς ης ὁμοίως· τὸ γὰρ συστέλλειν Ἰακόν. Ἀριστοφάνης 〈Γεωργοῖς (fr. 106 K.)· „†καχέτας† καὶ Μεγακλέας καὶ μαλακούσ“〉. | |
alpha3112 | Ἀτρέως ὄμματα· οἱονεὶ ἄτρεπτα καὶ σκληρά. εἴρηται δὲ ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν | |
Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέ‐ στου συγκόψας καὶ ἑψήσας δειπνοῦντι παρέθηκε τῷ πατρί, αἴσθησιν | ||
5 | παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι. | |
alpha3113 | Ἀτρεκεῖ· ἀληθεῖ, ἀκριβεῖ. | |
alpha3114 | Ἀτρεκές· ἀληθές, ἀκριβές. | |
alpha3115 | Ἀτρέμας· ἠρέμα. 〈καὶ ἀτρέμα〉 λέγουσι καὶ ἀτρεμεῖν. | |
alpha3116 | Ἀτρεμία· ἡσυχία. | |
alpha3117 | Ἀτρεμίζων· ἑδράζων. | |
alpha3118 | Ἀτρείδαιν· τὴν γενικὴν περισπᾶν ἀξιοῦσιν οἱ ἀναλογικοί, τὴν δὲ δοτικὴν βαρυτονεῖν. | |
alpha3119 | Ἄτριψ· ὁ οὐκ ἐντριβής τινι πράγματι. | |
alpha3120 | Ἀτριβὴς φροντὶς λέγουσιν. | |
alpha3121 | Ἄτρυτος· ἀκαταπόνητος. | |
alpha3122 | Ἄτρυτον λῆμα· τὸ μὴ τρυόμενον μηδὲ κάμνον· τρύειν γὰρ καὶ τρύεσθαι τὸ κάμνειν. | |
alpha3123 | Ἀτρύφερος· ἔστιν ἡ λέξις ἐν Βάπταις Εὐπόλιδος (fr. 69 K.)· „ὅτι οὐκ ἀτρύφερος οὔτ’ ἄωρός ἐστ’ ἀνήρ“. | |
alpha3124 | Αττα· τινὰ ἢ ἅτινα. ἢ παραπλήσιον ἢ ὀλίγα. Δημοσθένης (19, 304) ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. | |
alpha3125 | Αττα· σημαίνει δʹ· ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀν‐ τιφῶντι (fr. 27 Th.), ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν | |
Φιλιππικοῖς (4, 50). ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. | ||
alpha3126 | Αττα· σημαίνει μὲν ἡ φωνή, ὁπότε ψιλοῦται, τὸ τινὰ ἢ καὶ τὸ ὀλίγα. ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσι. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον. παραλαμβάνε‐ ται δὲ καὶ 〈χρονικῶς μετὰ〉 τοῦ πότε καὶ τοῦ πηνίκα καὶ τῶν ὁμοίων. | |
alpha3127 | Ἀτταγᾶς· ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν. καὶ αἱ πλάγιοι ἀτταγᾶ καὶ ἀτταγᾶν. καὶ τὸ πληθυντικὸν οἱ ἀτταγαῖ. | |
alpha3128 | Ἀττάραγοι· αἱ ψίχες ὑπὸ τῶν Ἀττικῶν καλοῦνται. οἱ δὲ τὴν ἐπὶ τῶν ἄρτων ὑπὸ τοῦ πυρὸς ἐπανισταμένην φλύκταινάν φασιν οὕτω λέγεσθαι. | |
alpha3129 | Ἄττεσθαι· ὃ ἡμεῖς διάζεσθαι. Ἕρμιππος Ἀθηνᾶς γοναῖς (fr. 2 K.)· „ἀπὸ τῆς τραπέζης τουτονὶ τὸν στήμονα ἄττεσθ’ ἐπινοῶν“. | |
alpha3130 | Ἄττις· παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. | |
alpha3131 | Ἄττιν, οὐχὶ Ἄττια. Δημοσθένης (18, 260). | |
alpha3132 | Ἀττέλαβος· ἀκρίς τις. | |
alpha3133 | ᾌττει· πηδᾷ, ἅλλεται. | |
alpha3134 | Ἀττικισμός· ἡ πρὸς πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια, ὡς Λακωνισμὸς ἡ πρὸς Λάκωνας. | |
alpha3135 | Ἀττικός· τοῦτο τιθέασιν ἐπὶ τοῦ Ἀθηναῖος. | |
alpha3136 | Ἀττικοῖς γράμμασιν· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας (59, 76) ἀντὶ τοῦ τοῖς παλαιοῖς· τὴν γὰρ τῶν κδʹ στοιχείων γραμμα‐ τικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. | |
alpha3137 | Ἀττικουργές· τὸ εἰργασμένον τὸν Ἀττικὸν τρόπον· οὐ μόνον ὑποδήματα καὶ σκεῦος, ἀλλὰ καὶ ῥήματα καὶ εἴ τι ἄλλο. ἀττι‐ κουργῆ φησι Μένανδρος (fr. 829 K.—Th.). | |
alpha3138 | Ἀττικωνικός· ἡ τοιαύτη παραγωγὴ τῶν ὀνομάτων παρὰ τοῖς Ἀθηναίοις ἱκανῶς λέγεται. Ἀριστοφάνης Ὁλκάσι (fr. novum). | |
alpha3139 | Ἀττικὴ φωνή· Πλάτων εἶπεν (Crat. 398d), ἀττίκισις δὲ Κηφισόδωρος (fr. novum) καὶ ἀττικουμένη Λεύκων (fr. novum) καὶ Ἀττικηρῶς ἐπιρρηματικῶς ἀντὶ τοῦ Ἀττικῶς Ἄλεξις (fr. 213, 4 K.). | |
alpha3140 | Ἀτύραννος πόλις· ἡ μὴ τυραννουμένη. Δημήτριος ἐν τῇ Σικελίᾳ (fr. novum)· „τὸν δῆμον ἀνασῶσαι μὲν 〈***〉 κατοικίσαι ἐλεύθερον ἀτύραννον“. οὕτως Φρύνιχος (Praep. soph. 30, 15). | |
alpha3141 | Ἀτυφία· 〈*** τῦφος γὰρ〉 τὸ περὶ μηδὲν σπουδάζειν, ἀλλὰ πάντων προσποιεῖσθαι καταφρονεῖν καὶ εἶναι ὑπερόπτην, ἀφιλότιμον καὶ ἄσπουδον. | |
alpha3142 | Ἀτύφου μοίρας (Pl. Phaedr. 230a)· τῆς ἀβλαβοῦς ὑπὸ τύφου. | |
alpha3143 | Ἀτυφία· ταπεινοφροσύνη. | |
alpha3144 | Ἄτυφον· 〈ἐν Φαίδρῳ (230a) τὸ〉 ἀβλαβές, ἐπεὶ τὸ τῦφον | |
βλάπτει. καὶ ἐπιτεθυμμένον (Pl. Phaedr. 230a). ὁμοίως· τὸ γὰρ θύψαι ἐπικαῦσαι. καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες, οἱ ἡμίκαυστοι. | ||
alpha3145 | Ἀτυχεῖν· τὸ μὴ τυγχάνειν τινός, ἀλλὰ διαμαρτάνειν. Εὔπολις Δήμοις (fr. 114 K.)· „λέγ’ ὅτου ’πιθυμεῖς· οὐ γὰρ ἀτυχήσεις ἐμοῦ“. | |
alpha3146 | Ἀτυχῆσαι· μὴ τυχεῖν. | |
alpha3147 | Αὖ· ποτὲ μὲν ἀντὶ τοῦ πάλιν, ποτὲ δὲ ἐκ περιττοῦ τιθέασιν. | |
alpha3148 | Αὑαίνεται· ξηραίνεται· αὗοι γὰρ οἱ ξηροί. καὶ αὑασμός· ξηρασία. ἡ πρώτη δασεῖα. Ἀριστοφάνης (fr. 612 K.)· 〈„ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται“. καὶ ἑτέρωθι (fr. 613 K.)· „ὥστ’ ἔγωγ’ ηὑαι‐ νόμην θεώμενοσ“〉. | |
alpha3149 | Αὑάνθη· ἐξηράνθη. | |
alpha3150 | Αὐγῶ· ἀντὶ τοῦ αὐγάζομαι. | |
alpha3151 | Αὔδα· λέγε. | |
alpha3152 | Αὐδή· φωνή. | |
alpha3153 | Αὐδήεσσα· ὀνομαστή, ἔνδοξος. αὐδωμένη, εἰς ὁμιλίαν καὶ φωνὴν ἀνθρώπων ἀφικνουμένη. | |
alpha3154 | Αὐδήσας· φωνήσας, βοήσας. | |
alpha3155 | Αὔεσθαι πῦρ καὶ ἐναύεσθαι· Ὅμηρος εἶπεν (cf. e 490) καὶ Ἀριστοφάνης (fr. 750 K.) καὶ Κρατῖνος (fr. 409 K.). | |
alpha3156 | Αὐθάδης· αὐτάρεσκος, θυμώδης, θρασύς, ὑπερόπτης. | |
alpha3157 | Αὐθαίρετος· αὐτεπάγγελτος. | |
alpha3158 | Αὐθέκαστα· αὐτὰ τὰ γενόμενα, οἷον ἀκριβῶς καὶ συντόμως. καὶ λόγοι αὐθέκαστοι οἱ σαφεῖς καὶ σύντομοι· ἢ οἱ ἀληθεῖς. Ἡρό‐ δοτος δὲ διαλύων φησὶν (5, 13, 3) αὐτὰ ἕκαστα, οἷον αὐτὴν τὴν ἀλήθειαν. λέγεται δὲ αὐθέκαστα καὶ τὰ ἀπότομα καὶ σκληρά. Μέναν‐ | |
5 | δρός φησι (fr. 736 K.—Th.)· „πικροῦ γέροντος, αὐθεκάστου τὸν τρό‐ πον“. Ποσείδιππος δὲ ἀντὶ τοῦ ἁπλοῦ ἐχρήσατο (fr. 40 K.). | |
alpha3159 | Αὐθέκαστος· ὁ ἀκριβὴς καὶ σκληρὸς καὶ αὐστηρὸς τῷ λόγῳ καὶ ἀπαρέγκλιτος τῷ τρόπῳ καὶ ἀπαρακάλυπτος. καὶ αὐθέκαστα τὰ ἁπλᾶ καὶ ἀληθῆ ἀκριβῶς. | |
alpha3160 | Αὐθέντης· οὐχ ὁ δεσπότης, ἀλλ’ ὁ αὐτοχειρίᾳ φονεύς. λέγε‐ ται δὲ ὁ αὐτὸς ἐντελέστερον καὶ αὐτοέντης. | |
alpha3161 | Αὐθέντης· Λυσίας (fr. 125 S.) ἰδίως αὐτὸ ἔταξεν ἐπὶ τῶν λʹ, καίτοι δι’ ἑτέρων εἰργάζοντο τοὺς φόνους· ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα σημαίνει. αὐθεντὶς δὲ θηλυκῶς εἴρηκεν Εὐριπίδης (fr. novum). | |
alpha3162 | Αὐθημερόν· Θουκυδίδης (2, 12, 2). | |
alpha3163 | Αὖθι· αὐτόθι. | |
alpha3164 | Αὐθιγενής· αὐτόχθων, γνήσιος. | |
alpha3165 | Αὖθις· ἐξ ἀρχῆς, πάλιν, ἐκ δευτέρου. σημειωτέον δὲ ὅτι τὸ μὲν αὖθις Ἀττικόν, τὸ δὲ αὖτις Ὁμηρικόν. | |
alpha3166 | Αὖθις αὖ πάλιν (Soph. Phil. 952)· ἐξ ἀρχῆς δὴ πάλιν. ἢ ἐκ δευτέρου δὴ πάλιν. | |
alpha3167 | Αὔθαιμος· {εἰς σίδηρον}. Νικόμαχος (fr. novum)· „〈***〉 εἰς σίδηρον ᾖξεν αὔθαιμος σπορά“. αὐθαίμων δὲ Σοφοκλῆς (Tr. 1041). | |
alpha3168 | Αὐθωρήτους· συντόμους. | |
alpha3169 | Αὐλαία· τὸ τῆς σκηνῆς παραπέτασμα. 〈κέχρηται δὲ αὐτῷ〉 Ὑπερείδης 〈ἐν τῷ κατὰ Πατροκλέουσ〉 (fr. 139 J.). | |
alpha3170 | Αὔληρον· ἱμὰς ἢ σχοινίον, ὅπερ οἱ Ἴωνες εὔληρον. | |
alpha3171 | Αὐλεία θύρα· πυλών. ἡ καὶ αὔλειος. | |
alpha3172 | Αὔλια· ἀντὶ τοῦ ἐπαύλεις. ἢ ἀντὶ τοῦ τὰς μικρὰς αὐλάς. οὕτως Λυσίας (fr. 85 S.) καὶ Αἰσχίνης (3, 119). | |
alpha3173 | Αὐλίζεται· κοιμᾶται, φυλάττει, παρεμβάλλει. οὕτως Εὔπο‐ λις (fr. 322 K.). | |
alpha3174 | Αὐλίζεσθαι· τὸ ἐπὶ τῆς αὐλῆς διανυκτερεύειν καὶ κατάγε‐ σθαι καὶ ἐπαυλίζεσθαι καὶ ἐπιμένειν. | |
alpha3175 | Αὐλίκουροι· φύλακες. | |
alpha3176 | Αὔλειος· ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας. | |
alpha3177 | Αὐλείους θύρας· καὶ ἑνικῶς αὔλειον λέγουσιν ὡς ἡμεῖς. Ἀριστοφάνης 〈Δαναΐσι (fr. 255 K.)· „πρὸς τὸν στροφέα τῆς αὐλείας ἐχίνου κεφαλῆς κατορύττειν“〉. | |
alpha3178 | Αὐλιζόμενοι· Ἀντιφῶν (87 B 68 D.—K.) ἀντὶ τοῦ κοιμώμε‐ νοι. | |
alpha3179 | Αὐλός· μουσικόν τι ὄργανον. καὶ ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος καὶ περόνης τι μέτρον. λέγεται δὲ αὐλὸς καὶ τὸ στά‐ διον. καὶ τῶν βασιλικῶν ἵππων τὸ ἔμπλεγμα. | |
alpha3180 | Αὐλὸς χορευτής· Σοφοκλῆς (fr. 828f R.)· „παπαῖ χορευτὴς αὐλὸς οὐκέτι ψοφεῖ“. | |
alpha3181 | Αὐλών· ἔστι μὲν τόπος ἐπιμήκης καὶ στενός, ἀγκάλαις οἷον περιεχόμενος. λέγεται δὲ ἰδίως καὶ τόπος τῆς Ἀττικῆς καὶ αὐτὸς ἐπιμήκης ὢν καὶ στενός. | |
alpha3182 | Αὐλῶνες· φάραγγες ἢ τόποι πλατεῖς περὶ τὰ ὄρη. | |
alpha3183 | Αὐλωνίζουσα· †ἐναύλως† διάγουσα. | |
alpha3184 | Αὐξανόμενος· Φερεκράτης εἴρηκεν (fr. novum). | |
alpha3185 | Αὐξάνεσθαι· Πλάτων Θεαιτήτῳ (163c). καὶ αὐξήσεσθαι | |
ὁ αὐτός (Reip. 6, 497a), αὔξιμον δὲ Εὐριπίδης (fr. 1098a Snell). | ||
alpha3186 | Αὔξησις· Πλάτων 〈Νόμων〉 ιαʹ (10, 897a)· „ἄγονται πάντα εἰς αὔξησιν καὶ φθίσιν“. | |
alpha3187 | Αὔξην καὶ ἄνθην καὶ βλάστην· παροξυτονεῖν ἀξιοῦσι πάντα τὰ τοιαῦτα. ἔστι καὶ παρὰ τοῖς κωμικοῖς (com. adesp. fr. novum) καὶ παρὰ Πλάτωνι. Ἐπίκουρος δὲ (fr. novum) πλεονάζει ἐν αὐτοῖς καὶ διὰ τοῦτο προσίσταται, ὥσπερ ἀττικίζων. | |
alpha3188 | Αὐξίς· εἶδος θυννίδος, ἥν τινες κορδύλην. Φρύνιχος 〈Τραγῳδοῖς (fr. 56 K.)· „καὶ τέμαχος αὐξίδοσ“〉. | |
alpha3189 | Αὔραν· πνοήν. | |
alpha3190 | Ἀυπνίαν· Σοφοκλῆς (fr. 1027a R.), ἀυπνεῖν δὲ Ἀριστο‐ φάνης (fr. novum). καὶ ἀύπνως Σαννυρίων (fr. 2 Dem.). καὶ ἀυπνεῖ‐ σθαι λέγουσιν. | |
alpha3191 | Αὐρίβατον· τὸ αὖρι τιθέασιν ἐπὶ τοῦ ταχέως καὶ τάχα, οὐκ ἀπὸ τῆς αὔρας, ἀλλὰ κατά τινα βαρβαρικὴν λέξιν. τάχα δὲ καὶ ἀπὸ τοῦ αὔριον. | |
alpha3192 | Ἀῧσαι (ι 65)· βοῆσαι. καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ἔνιοι δὲ ἀντὶ τοῦ κορέσαι. | |
alpha3193 | Ἀϋσάντων (B 334)· βοησάντων, κηρυξάντων, φωνησάντων. | |
alpha3194 | Αὐσονίων· Ἰταλῶν. | |
alpha3195 | Αὐτὰ ταῦτα· ἀντὶ τοῦ δι’ αὐτὰ ταῦτα. | |
alpha3196 | Αὑταιΐ· οὐ μόνον ἐπὶ ἑνικῶν ἡ προσθήκη τοῦ ι παρὰ Ἀττι‐ κοῖς, ἀλλὰ καὶ ἐπὶ πληθυντικῶν. | |
alpha3197 | Αὐτάγγελτος· ἀντὶ τοῦ αὐτεπάγγελτος. Σοφοκλῆς εἴρηκεν (fr. 1027b R.). | |
alpha3198 | Ἀϋτήν· βοήν, μάχην. | |
alpha3199 | Αὐτὴ κάμινος· ἐπὶ τῶν τὰ παραπλήσια ποιούντων. | |
alpha3200 | Αὐτὴ νῦν ἡ σοφία ζῇ· ἐπί τινος εὐδοκιμοῦντος. | |
alpha3201 | Αὖτε· μετὰ ταῦτα. | |
alpha3202 | Αὐτερέται· οἱ ἐλαύνοντες καὶ μαχόμενοι. οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται. | |
alpha3203 | Αὐτήκοοι· οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντες. | |
alpha3204 | Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν (Ar. Thesm. 928)· λεγόμενόν τι ἐπὶ τῶν ἀποτυγχανόντων. | |
alpha3205 | Αὐτῆμαρ· αὐτῇ τῇ ἡμέρᾳ. | |
alpha3206 | Αὐτίκα· εὐθέως, παραχρῆμα, συντόμως, πρὸς ὀλίγον, μικρὸν ὕστερον. τὸ δὲ αὐτίκα μάλα ἀντὶ τοῦ εὐθύς. | |
alpha3207 | Αὐτοδάξ· τὸ παραχρῆμα ἀποδεδώκασιν. οἱ δὲ τὸ ἐκ τῶν χειρῶν ἀποδάκνειν. | |
alpha3208 | Αὐτὸ δείξει· παροιμία· ἐλλείπει τὸ ἔργον. | |
alpha3209 | Αὐτοβοεί· τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ τοὺς πολεμίους νικῶντες. οὕτως Θουκυδίδης (2, 81, 4). παρὰ Θεοπόμπῳ δὲ (FGrHist 115 F 309) ἀντὶ τοῦ κατὰ κράτος. | |
alpha3210 | Αὐτογνώμων ἄνθρωπος· ὁ τῇ αὑτοῦ γνώμῃ ἅπαντα πράττων καὶ μὴ πειθόμενος ἑτέρῳ. | |
alpha3211 | Αὐτογνωμονήσαντες· Ξενοφῶν (HG. 7, 3, 6). | |
alpha3212 | Αὐτογεωργοί· οἱ αὐτοὶ δι’ ἑαυτῶν γεωργοῦντες καὶ οὐ δι’ ἄλλων. | |
alpha3213 | Αὐτοβοᾷς ὅμοιος ὢν τῷδε· Ἀττικῶς πάνυ συμπέπλεκται. σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε. | |
alpha3214 | Αὐτοδοκεῖ· Δείναρχος (fr. 66, 2 C.) ἀντὶ τοῦ ἑαυτῷ τὰ δί‐ καια ὁρίζει. | |
alpha3215 | Αὐτοδίκη· ὅταν αὐτὸς δι’ ἑαυτοῦ τις δικάζηται καὶ αὐτο‐ μαχῇ. | |
alpha3216 | Αὐτοκακὸν ἔοικε τῷδε· ἄκρως καὶ καθ’ ὑπερβολὴν ἔοικε τῷδε. | |
alpha3217 | Αὐτοκέρας· αὐτόκρατον. Κρατῖνος Νόμοις (fr. novum). καὶ Αὐτοκέρης ὁ αὐτόκρατος. | |
alpha3218 | Αὐτόκρανον λόγον· τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπιφέροντα. οὕτως Αἰσχύλος (fr. 295 N.2 = 760 M.). | |
alpha3219 | Αὐτοκράτορα· πάντα τὸν ἀνυπεύθυνον. | |
alpha3220 | Αὐτογένεθλον· αὐτογέννητον. | |
alpha3221 | Αὐτοετές· ἐν αὐτῷ τῷ ἔτει. | |
alpha3222 | Αὐτόθεν· ἐκεῖθεν. | |
alpha3223 | Αὐτόθι· ἀντὶ τοῦ †αὐτός†. | |
alpha3224 | Αὐτοκλείδης Κηδωνίδης καὶ Θέρσανδρος ὡς παιδερασταὶ σφοδροὶ διεσύροντο. | |
alpha3225 | Αὐτοκέλευστος· ὁ ἑκών τι πράττων καὶ μὴ ὑπ’ ἄλλου κε‐ λευόμενος. | |
alpha3226 | Αὐτοκῆρυξ· ὁ μὴ δι’ ἑτέρων ἐπικηρυκεύων, ἀλλὰ δι’ αὑτοῦ. ἔστι δὲ ὅμοιον τῷ αὐτουργός, αὐτεπάγγελτος. οὕτως Αἰσχύλος εἴρηκεν (fr. novum). | |
alpha3227 | Αὐτολήκυθοι· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος (54, 14). ἤτοι εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν. ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους. ἢ αὐτουρ‐ γούς. ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστι‐ | |
5 | γοῦντας καὶ ὑβρίζοντας. ἢ τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύρια. καὶ λύσαντες δὲ πολλάκις τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστι‐ γοῦν. | |
alpha3228 | Αὐτολόχευτος· αὐτογέννητος. ἤ, ὥς τινες, ὁ θεὸς ὁ ἀγέννη‐ τος. | |
alpha3229 | Αὐτόλυκος· Ἀρεοπαγίτης οὗτος ἦν καὶ τοὺς οἰκείους ὑπεκ‐ τιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο αὐτοῦ οἱ δικασταί. | |
alpha3230 | †αὐτόλυκοι†· πένητες, οἷον αὐτοδιάκονοι. | |
alpha3231 | Αὐτόματος· καὶ αὐτομάτη Δημοσθένης ἐν τῷ κατὰ Κόνω‐ νος (54, 12). αὐτόματος θηλυκῶς Φιλέταιρος (fr. 1 Dem.) καὶ αὐτο‐ ματίσαντες Ξενοφῶν (Cyr. 4, 5, 21) καὶ αὐτομάτως Δημοσθένης. | |
alpha3232 | Αὐτόμαρτυς· σημαίνει μὲν οἷον αὐτὸς ἑαυτῷ μάρτυς ὤν. ἔστι δὲ παρ’ Αἰσχύλῳ (Ag. 989). | |
alpha3233 | Αὐτομήνυτος· ὁ αὐτὸς ἑαυτὸν καταμηνύων. | |
alpha3234 | Αὐτομαχεῖν· τὸ δι’ αὑτοῦ δικάζεσθαι καὶ μὴ δι’ ἑτέρου. | |
alpha3235 | Αὐτομόλως· προδοτικῶς. | |
alpha3236 | Αὐτόματοι δ’ ἀγαθοί· παροιμία τριχῶς λεγομένη· „αὐτό‐ ματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν“. ἡ δέ· „αὐτόματοι κακοὶ ἀγαθῶν ἐπὶ δαῖτασ“. Πλάτων ἐν Συμποσίῳ (174b) τῇ πρώτῃ κέχρηται. Κρατῖνος δὲ ἐν Πυλαίᾳ τῇ βʹ (fr. 169 K.)· „οἵδ’ αὖθ’ ἡμεῖς, ὡς ὁ | |
5 | παλαιὸς λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι κομψῶν ἐπὶ δαῖτα θεατῶν“. | |
alpha3237 | Αὐτόνομοι· Κρατῖνος (fr. 15 Dem.). καὶ Ξενοφῶν Λακώνων πολιτείᾳ (3, 1)· „αὐτονόμους ἀφιᾶσιν“. | |
alpha3238 | Αὐτονομούμενα· Δημοσθένης εἴρηκεν (4, 4). | |
alpha3239 | Αὐτονυχί· αὐτῇ τῇ νυκτί. | |
alpha3240 | Αὐτὸν τὸν βατῆρα ἔκρουσεν· ἐπὶ τῶν τυγχανόντων οὗ ἐφίενται. | |
alpha3241 | Αὐτόπαιδα· αὐτὸν τρόπῳ τινὶ παῖδα ὄντα. οὕτως Σοφοκλῆς (fr. 925 N.2 = 1029 R.). | |
alpha3242 | Αὐτόπεδον· τὸ πεζῇ ὁδεῦον. | |
alpha3243 | Αὐτόποκον· ἱμάτιον τὸ ἐξ αὐτοῦ τοῦ πόκου εἰς κρόκην με‐ | |
ταβληθέν. {ὃ καὶ αὐτοπυρίτην καλοῦσιν}. | ||
alpha3244 | Αὐτόπρεμνον· αὐτόρριζον. | |
alpha3245 | Αὐτοποίητον· εὐτελές. | |
alpha3246 | Αὐτοπῶλαι· οἱ τῇ τῶν καπήλων ἀντικείμενοι τέχνῃ. 〈καὶ Πλάτων Πολιτικῷ (260c)· „καθάπερ ἡ τῶν καπήλων τέχνη〉 τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνησ“. | |
alpha3247 | Αὐτόρεξον· αὐτόρεκτον, οἷον τὸν ἑαυτὸν ἀποκτείναντα· ῥέξαι γὰρ τὸ θῦσαι. ἢ αὐτὸν ἐφ’ ἑαυτὸν ὀρέγοντα τὴν χεῖρα. Ὅμηρος (Δ 307)· „ἔγχει ὀρεξάσθω“. | |
alpha3248 | Αὐτονομουμένη πόλις· ἡ τοῖς ἑαυτῆς νόμοις χρωμένη καὶ οὐχ ὑπείκουσα ἑτέροις. | |
alpha3249 | Αὑτόν· Σοφοκλῆς (fr. 924 N.2 = 1147 R.) ἀντὶ τοῦ ἐμαυτόν· καὶ Λυσίας 〈ἐν τῷ κατὰ Ἰφικράτουσ〉 (fr. 133 S.) καὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνον. | |
alpha3250 | Αὐτόσσυτον· αὐτοκέλευστον. Σοφοκλῆς (fr. 515 N.2 = 559 R.). | |
alpha3251 | Αὐτόσιτος· ὁ οἰκόσιτος. | |
alpha3252 | Αὐτόσε· ἐκεῖσε. | |
alpha3253 | †αὐτοσχέδιον†· ἐκ τοῦ σύνεγγυς τόπου, ἐκ χειρός. | |
alpha3254 | Αὐτοσχεδιάζειν· Θουκυδίδης εἶπεν (1, 138, 3). καὶ αὐτο‐ σχεδίασμα Πλάτων (fr. 87 K.), αὐτοσχεδιαστὴς δὲ Στράττις (fr. 4 Dem.). | |
alpha3255 | Αὐτοσχεδίως· αὐτομάτως, συντόμως. | |
alpha3256 | Αὐτοτελὴς δίκη· ἀφ’ ἧς οὐκ ἔστιν ἐκκαλέσασθαι ἐφ’ ἑτέραν. καὶ αὐτοτελὲς τὸ κύριον ἁπλῶς. | |
alpha3257 | Αὐτοτελῶς· σημαίνει μὲν τὸ τελείως. Λυσίας δὲ ἀντὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο ἐν τῷ ὑπὲρ Εὐθύνου (fr. 101 S.)· „καὶ τοῦτο ἐποιήσα‐ μεν οὐκ αὐτοτελῶς, ἀλλ’ ἀκριβῶσ“. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ 〈***〉 αὐτόποκον ἱμάτιον. δηλοῖ δὲ τὸ ἐξ αὐτοῦ τοῦ πόκου εὐθὺς | |
5 | εἰς κρόκην ἐργασθέν. | |
alpha3258 | Αὐτοῦ· ἀντὶ τοῦ αὐτόθι. Ἀριστοφάνης (fr. novum)· „αὐτοῦ περὶ τὸ σπήλαιον“. | |
alpha3259 | Αὐτουργὸς χείρ· Σοφοκλῆς εἴρηκεν (Ant. 52). | |
alpha3260 | Αὐτόφορτοι· οἱ τὰ κοινὰ φορτιζόμενοι. Κρατῖνος (fr. 248 K.). | |
alpha3261 | Αὐτόφυτον· Ἀντιφῶν εἶπεν (TrGF 55 F 5). | |
alpha3262 | Αὐτοφρόνων· Ἴων εἴρηκεν (TrGF 19 F 53f)· „αὐτοφρόνων καὶ ὁμοσπόνδων“. | |
alpha3263 | Αὐτόχειρα· οὐ τὸν ἑαυτὸν ἀνελόντα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράξαντος ὁτιοῦν τῇ αὑτοῦ χειρί. οὕτως Θεόπομπος (fr. 86 K.) καὶ Ἀριστοφάνης (An. 1135. Lys. 269) καὶ Πλάτων (Leg. 9, 865b), ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 57)· „λαβὼν αὐτοὺς | |
5 | αὐτοχειρίᾳ πρὸς τὸ πωλητήριον ἀπήγαγε τοῦ μετοικίου“, ἀντὶ τοῦ τῇ ἰδίᾳ χειρί. | |
alpha3264 | Αὐτόχειρες· οἱ ἑαυτοὺς φονεύοντες. | |
alpha3265 | Αὐτοχειρίᾳ· τὸ τῇ ἑαυτοῦ χειρὶ ποιῆσαί τι. | |
alpha3266 | Αὐτόχθονες· οἱ Ἀθηναῖοι· ἢ ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυ‐ | |
δας. αὐτόχθονες δὲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι ἐκαλοῦντο. | ||
alpha3267 | Αὐτόχθων· τῆς αὐτῆς πόλεως. | |
alpha3268 | Αὐτόχρημα ὅμοιον· παντελῶς ὅμοιον. | |
alpha3269 | Αὔτως· ὡς ἔτυχεν. | |
alpha3270 | Αὔχημα· σεμνολόγημα. | |
alpha3271 | Αὐχμηρόν· στυγνὸν ἢ σκοτεινόν. | |
alpha3272 | Αὐχμοί· ἀνομβρίαι. | |
alpha3273 | Αὐχμώδους· ξηροῦ, ῥυπῶντος. | |
alpha3274 | Αὐχμῶντες· στυγνοί. | |
alpha3275 | Αὐχοῦντες· καυχώμενοι. | |
alpha3276 | Αὐχμηρὰ γῆ· ἡ μὴ λιπαρὰ μηδὲ εὔγειος μηδὲ ἐπιτηδεία πρὸς καρπῶν φορὰν καὶ φυτῶν. οὕτως Ἀριστοφάνης (fr. novum). | |
alpha3277 | Αὐχένισμα· Μεταγένης (fr. novum)· „κραταιὸν αὐχένισμα τοὐμόν“. | |
alpha3278 | Αὐχμώδη· Φίλιστος εἴρηκεν (fr. novum). αὐχμηρότατος δὲ Πλάτων (Leg. 6, 761b) καὶ αὔχμησις Θουκυδίδης (6, 16, 5). ὁ αὐτὸς δὲ καὶ αὔχμημα (2, 62, 4), καὶ αὐχμηρόβιος Πλάτων εἶπεν (fr. 16 Dem.). | |
alpha3279 | Αὐχενίζειν· τραχηλίζειν, πνίγειν. | |
alpha3280 | Αὐτοῖς ταλάροις ἐσθίεις τὸν τυρόν· σύντροφον Ἀθη‐ ναίοις ἄνευ τῆς σύν προθέσεως λέγειν· αὐτοῖς ὅπλοις, αὐτοῖς ταλά‐ ροις. | |
alpha3281 | Ἀφαγνίσαι· ἀποδοῦναι, καθιερῶσαι. λέγεται δὲ καὶ τὸ συλῆσαι. | |
alpha3282 | Ἀφανίσαι· οὐ τὸ μολῦναι καὶ χρᾶναι δηλοῖ, ἀλλὰ ὅλως τὸ ἀνελεῖν καὶ ἀφανὲς ποιῆσαι. | |
alpha3283 | Ἀφάκη· ὄσπριόν τι ἐμφερὲς φακῷ. Ἀριστοφάνης (fr. novum). | |
alpha3284 | Ἀφαιρεθείς· οὐ μόνον ἀφαιρεθεὶς τὰ χρήματα, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀφελκυσθείς. Λυσίας (23, 12). | |
alpha3285 | Ἀφαδία· ἡ ἔχθρα. | |
alpha3286 | Ἀφανὴς οὐσία λέγεται ἡ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἡ ἔγγειος. οὕτως Λυσίας (fr. 122 S.). | |
alpha3287 | Ἀφάνισιν· Δημοσθένης ἐν τῇ πρὸς Ἀπατούριον παραγραφῇ (33, 22). | |
alpha3288 | Ἀφαίρεμα· ἀνάθημα, δῶρον ἢ ξένιον. | |
alpha3289 | Ἀφαίρεσις· Ὑπερείδης ἰδίως τὴν εἰς ἐλευθερίαν λέγει (fr. 23 J.). | |
alpha3290 | Ἀφαιρεῖ ὠτὸς ἢ ῥινός· Ἀττικὴ ἡ σύνταξις. | |
alpha3291 | Ἀφαιρεῖν κροκύδας· ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας. ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης (fr. 657 K.)· „εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν“. | |
alpha3292 | Ἁφαῖς· πληγαῖς. καὶ τὸ προσεγγίσαι {καὶ} ἅψασθαι. | |
alpha3293 | Ἀφαυαίνεσθαι· ταὐτὸν δύναται τό τε ἀποθανεῖν καὶ τὸ ἀφαυανθῆναι. | |
alpha3294 | Ἀφάννας· Ἐπίχαρμος Ἡρακλεῖ (fr. 77 Kaibel). | |
alpha3295 | Ἀφάρμακον· τὸ ἄνευ χρώματος καὶ ἄνθους. καὶ τὸ ἀνίατον. | |
alpha3296 | Ἀφάζει· ἀντέχεται, ἀπὸ τῆς ἁφῆς. Αἰσχύλος (fr. novum). | |
alpha3297 | Ἀφαιάσαι· ἀπολέσαι. Σοφοκλῆς (fr. 1029a R.). | |
alpha3298 | Ἀφαμαρτούσῃ (Z 411)· ἀποτυχούσῃ, στερηθείσῃ. | |
alpha3299 | Ἀφασία· ἀφωνία. | |
alpha3300 | Ἁφὰς λύχνων· Ἡρόδοτος λέγει (7, 215). | |
alpha3301 | Ἀφάσσων· ψηλαφῶν. | |
alpha3302 | Ἀφαυροτέροις· ἀσθενεστέροις. | |
alpha3303 | Ἀφάψαι· προσκολλῆσαι. | |
alpha3304 | Ἀφεδρῶνες· σέλλαι, σελλάρια, σωτήρια. | |
alpha3305 | Ἀφεῖσθαι παίζειν· λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων, μάλιστα δὲ ἐπὶ παίδων ἀφει‐ μένων παίζειν. | |
alpha3306 | Ἀφειδία· καρτερία. | |
alpha3307 | Ἀφειδήσας· ἀμελήσας. | |
alpha3308 | Ἀφείλετο· ἥρπασεν, ἀνέσπακεν. | |
alpha3309 | Ἀφείλετο καὶ τὰ ὅμοια διὰ τοῦ ε, ἐφ’ ὧν τὸ αʹ πρόσωπον διὰ τοῦ ο, τὸ δεύτερον διὰ τῆς ου διφθόγγου. ὅτε δὲ τὸ αʹ διὰ τοῦ α, τὸ βʹ διὰ τοῦ ω, τὸ δὲ γʹ πάλιν διὰ τοῦ α ὁμοίως τῷ πρώτῳ, οἷον ἐποιησάμην, ἐδυνάμην. | |
alpha3310 | Ἀφίημι· πολλαχοῦ συνεσταλμένως. | |
alpha3311 | Ἀφελές· τὸ ὑγιὲς καὶ ὁλόκληρον. ἢ τὸ ἁπλοῦν καὶ ἀκατα‐ σκεύαστον. Φιλόχορος δὲ (fr. novum) διαφόρως. | |
alpha3312 | Ἀφελοῦ· περισπᾶν ἀξιοῖ Ἀμμώνιος. | |
alpha3313 | Ἀφεῖναι ἐλεύθερον· τὸ ἐλευθερῶσαι. Ἀριστοφάνης (fr. | |
novum). | ||
alpha3314 | Ἀφεῖτε· βʹ σημαίνει· παρὰ μὲν Θουκυδίδῃ (1, 139, 3) ἀφήκατε, παρὰ δὲ Δημοσθένει (3, 5) συνεχωρήσατε. | |
alpha3315 | Ἀφεῖσαν· συνεχώρησαν. | |
alpha3316 | †Ἀφεῦσαν†· ἀφῆκαν. Πλάτων (fr. 237 K.) καὶ Ἕρμιππος (fr. 87 K.). | |
alpha3317 | Ἀφ’ ἑσπέρας, οὐκ ἀφ’ ἑσπέρου λεκτέον. καὶ περὶ λύχνων ἁφὰς λέγουσιν, ὡς ἡμεῖς. | |
alpha3318 | Ἀφειλόμην· ἐν τῷ ο. καὶ ἀφείλου καὶ ἀφείλετο ἐν τῷ ε. τὰ δὲ διὰ τοῦ α βάρβαρα, οἷον ἀφειλάμην καὶ ἀφείλατο. ὁμοίως δὲ καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων. | |
alpha3319 | Ἀφεὶς καὶ ἀπαλλάξας· τὸ μὲν ἀφείς ἐστιν, ὅταν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτω Δημοσθένης (36, 25) καὶ Ἰσαῖος. | |
alpha3320 | Ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει· παροιμία παρ’ Ὑπε‐ ρείδῃ (fr. 181 J.) ἐπὶ τῶν παρέντων μὲν τὰ σπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δέ εἰσι ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. | |
alpha3321 | Ἀφεωκέναι καὶ ἀφεώκαμεν· ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλι‐ πεῖν. | |
alpha3322 | Ἀφ’ Ἑστίας μυούμενος· τὸ ἀφ’ Ἑστίας μυεῖσθαι. Ἀθη‐ ναῖος δ’ ἦν οὗτος. | |
alpha3323 | Ἀφέμενον· ἀποστάντα, ἀντιλέγοντα. | |
alpha3324 | Ἀφέξει· ἀποκωλύσει, ἀποστήσει. | |
alpha3325 | Ἀφέξομαι· παύσομαι, ἀποστήσομαι. | |
alpha3326 | Ἀφέσθαι· ἀποσχέσθαι. | |
alpha3327 | Ἀφέται· τόπος ἐν Εὐβοίᾳ. | |
alpha3328 | Ἀφ’ ἑστίας· ἀπὸ τῆς οἰκίας. | |
alpha3329 | Ἀφετηρία· ἀρχή, θύρα τοῦ ἱπποδρομίου. | |
alpha3330 | Ἀφεῦσαι· ἀποκαῦσαι, περιφλέξαι. | |
alpha3331 | †Ἀφεψιαίμην†· ἀφωμίλησα. οὕτω Σοφοκλῆς (fr. 134 N.2 = 138 R.). | |
alpha3332 | Ἁφή· μία τῶν εʹ αἰσθήσεων. ἀπὸ τοῦ ἁφῶ ῥήματος βʹ συζυ‐ γίας τῶν περισπωμένων, ἐξ οὗ παράγωγον γέγονε τὸ ἀφάσσω. ἡ δὲ ἁφὴ δύναται καὶ ἀπὸ τοῦ ἁφῶ περισπωμένου γεγονέναι καὶ ἀπὸ τοῦ ἅφω βαρυτόνου. | |
alpha3333 | Ἁφή· χροιὰ λέπρας. λέγεται δὲ καὶ ἡ ψηλάφησις. καὶ αὐτὴ ἡ αἴσθησις. | |
alpha3334 | Ἀφηβηκότι· γηράσαντι, ὑπερβεβηκότι τὴν ἥβην, τουτέστι τὴν νεότητα. | |
alpha3335 | Ἀφήκειν (Pl. Reip. 7, 530e)· ἀντὶ τοῦ ἀφικνεῖσθαι. | |
alpha3336 | Ἀφήκοντος· ἀντὶ τοῦ διήκοντος. Ἀντιφῶν (87 B 16 D.—K.). | |
alpha3337 | Ἀφηγεῖσθαι· τὸ διηγεῖσθαι. Πλάτων Νόμοις (8, 845e). | |
alpha3338 | Ἀφήλικες· οὐδετέρως εἶπε Σοφοκλῆς Πριάμῳ (fr. 528a R.)· „ἀφήλικες θέαμα“. | |
alpha3339 | Ἀφηλικέστερον ἄνδρα· Ἡρόδοτος εἶπεν (3, 14, 7). | |
alpha3340 | Ἀφήλικα· τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδός, ὅπερ δεῖ φυλάττεσθαι· ἐπὶ γὰρ | |
τοῦ πρεσβυτέρου λέγεται. | ||
alpha3341 | Ἀφηνιαστής· ἀνυπότακτος, ὑπερήφανος. | |
alpha3342 | Ἄφθα· καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γινόμενον ἑλκύδριον, ὡς κίχλα καὶ κίχλη καὶ πεῖνα καὶ πείνη καὶ πολλὰ ὅμοια. | |
alpha3343 | Ἀφῖγμαι· παραγέγονα. | |
alpha3344 | Ἄφθαρτον καὶ ἄφθιτον· ἄφθορον, ἀΐδιον, οὐ φθειρόμενον. | |
alpha3345 | Ἀφθίτους· ἀμεταστρέπτους καὶ μὴ διεφθαρμένας ἔχοντας γνώμας. Σοφοκλῆς (fr. 381 N.2 = 414 R.). | |
alpha3346 | Ἄφθονος ἄγρα· Σοφοκλῆς (fr. 737a N.2 = 806 R.)· „λαβόν‐ τες ἄφθονον ἄγραν πρὸς οἴκους εὐτυχοῦντες ἄξομεν“. | |
alpha3347 | Ἄφθονον· τὸν μὴ φθονοῦντα. Ἡρόδοτος (3, 80, 4). | |
alpha3348 | Ἄφθονοι· οἱ ἐν τοῖς ἕλεσι κατοικοῦντες τῆς Αἰγύπτου. | |
alpha3349 | Ἀφθονεστέραν εἶπεν Αἰσχύλος (fr. 72 N.2 = 106 M.), Ἀφθονώτερος καὶ ἀφθόνως Δημοσθένης (18, 89 et Epist. 2, 25), Ἀφθόνητος δὲ Πίνδαρος (Ol. 11, 7 et 13, 25). | |
alpha3350 | Ἄφθογγος· ὁ μὴ φωνὴν προϊείς. καὶ ἄφθογγα γράμματα τὰ λεγόμενα ἄφωνα. | |
alpha3351 | Ἄφθονα· πολλά. | |
alpha3352 | Ἄφθος· θεὸς παρ’ Αἰγυπτίοις, ὥσπερ ἡ Ἶσις καὶ ὁ Τυφῶν. Ἑκαταῖος Περιηγήσει Αἰγύπτου (fr. novum). | |
alpha3353 | Ἀφίδρωσον· ἐν Συμμαχίᾳ ὡς ἐπὶ ἀσκητικοῦ τιθεὶς ἀλληγο‐ | |
ρικῶς Πλάτων (fr. novum = com. adesp. fr. 3 Dem.)· „ἄγε δὴ 〈***〉 κἀνδρείως ὥσπερ πύκτης ἀφίδρωσον καὶ πιτύλευσον τὴν ῥῆσιν ὅλην καὶ κίνησον τὸ θέατρον“. | ||
alpha3354 | Ἀφ’ ἱερᾶς· παροιμία „κινήσω τὸν ἀφ’ ἱερᾶσ“. ἐλλείπει δὲ ἡ παροιμία· τὸ γὰρ ἐντελές· „κινήσω τὸν ἀφ’ ἱερᾶς πεττόν“. τάττεται δὲ μετενηνεγμένον ἀπὸ τῶν πεττῶν ἐπὶ τῶν παραβαλλομένων τινὶ πρά‐ γματι. λέγεται δέ τις παρὰ τοῖς πεσσεύουσιν ἱερὰ γραμμή. οὕτως Ἐπί‐ | |
5 | χαρμος (fr. 225 Kaibel). | |
alpha3355 | Ἀφίει (A 25)· ἀπέπεμπεν. | |
alpha3356 | Ἀφίκετο· ἐλήλυθεν, ἦλθεν. | |
alpha3357 | Ἀφῖκται· παραγέγονεν. | |
alpha3358 | Ἀφίημι καὶ ἀφίεμι· ἑκατέρως προφέρονται καὶ συστέλλον‐ τες καὶ ἐκτείνοντες τὴν δευτέραν συλλαβήν. | |
alpha3359 | †Ἀφιοῖτο†· τὸ εὐκτικὸν περισπῶντες λέγουσιν. καὶ Ἀφεῖεν. καὶ τὸ ἀφιῶσι περισπᾶται. | |
alpha3360 | Ἄφιμος ἵππος· ἀχαλίνωτος. | |
alpha3361 | Ἄφιμον· ἀχαλίνωτον. | |
alpha3362 | †Ἀφείκατο†· Ἀττικόν. τὸ δὲ ἀφέωκα Δώριον. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. | |
alpha3363 | †Ἀφίκετο† καὶ †ἀφείκετο†. ἀφεῖσαν μᾶλλον ἢ ἀφῆκαν λέγουσιν. καὶ ἀφεῖσο {ὁ} τὸ ἴσθι ἀφειμένος. | |
alpha3364 | Ἀφιλασαμένη (Pl. Leg. 9, 873a)· ἐξιλασαμένη. | |
alpha3365 | Ἀφίλητος (Soph. OC 1702)· ὁ μὴ φιλούμενος. | |
alpha3366 | Ἀφιλία· τὸ μὴ ἔχειν φίλον. | |
alpha3367 | Ἀφιλότιμος· ταπεινός. παρὰ τὸ μὴ φιλεῖν τὴν τιμήν. ἢ ὁ πρὸς μηδὲν ἀξιόλογον ἐπεστραμμένος. καὶ ὁ φειδωλὸς παρ’ ἐνίοις. | |
alpha3368 | Ἀφιματῶσαι· ἀποδῦσαι. | |
alpha3369 | Ἄφλαστα· τὰ ἀκροστόλια Ἀπολλόδωρος (FGrHist 244 F 240). ὁ δὲ Δίδυμος (p. 79 et 181 Schmidt) τὸ ἐπὶ τῆς πρύμνης ἀνατετα‐ μένον εἰς ὕψος ἐκ κανονίων πλατέων ἐπικεκαμμένων. | |
alpha3370 | Ἀφλοισμός (O 607)· ἀφρός. | |
alpha3371 | Ἀφνειός· ὁ πλούσιος. | |
alpha3372 | Ἄφνω· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 41) καὶ Μέναν‐ δρος Ἀσπίδι (49 et 335) καὶ ἐν ἄλλοις (Epitr. 275. Cith. 16). | |
alpha3373 | Ἄφιππος· καὶ ὁ ἀνὴρ ὁ ἄπειρος ἱππικῆς καὶ ἡ χώρα ἡ μὴ ἱππάσιμος. | |
alpha3374 | Ἀφοδεῦσαι· Πλάτων Ἀδώνιδι (fr. 5 K.). σημαίνει τὸ ἀπο‐ πατῆσαι. | |
alpha3375 | Ἄφοδον· ἀναχώρησιν, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν. λέγεται δὲ ἄφοδος καὶ ὁ ἀπόπατος. | |
alpha3376 | Ἀφοριζόμενος τὸν λόγον· ὅταν τὸ μὲν πρότερον ἱκανῶς εἰρῆσθαι λέγῃ, μεταβαίνῃ δὲ ἐφ’ ἕτερα. | |
alpha3377 | Ἀφορμήν· τὴν πάροδον λέγουσιν, ἣν οἱ πολλοὶ προχρείαν | |
καὶ ἐνθήκην καὶ αἰτίαν. | ||
alpha3378 | Ἀφορμή· ἰδίως παρὰ τοῖς Ἀττικοῖς, ὅταν τις ἀργύριον δώσῃ ἐνθήκην, ἀφορμὴ καλεῖται. | |
alpha3379 | Ἀφόρητον· ἀβάστακτον. | |
alpha3380 | Ἀφοσιούμεθα· τὸ ὅσιον προσποιούμεθα δῆθεν. | |
alpha3381 | Ἀφοσιούμενος· πληροφορῶν, ποιήσας τὴν ὁσίαν. | |
alpha3382 | Ἀφοσιῶ· ἀντὶ τοῦ ἀποκαθαίρω, †ἀφανίζω†. Αἰσχίνης (3, 120). τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξασθαι ἢ σχηματί‐ σασθαι Ἰσαῖος λέγει (fr. 54 S.). | |
alpha3383 | †Ἀφωσιωμένοι†· τιμῶντες ἢ ἀπαρχόμενοι. | |
alpha3384 | Ἀφοσιώσας· κατάρξας ἢ ξενώσας. ἢ τὴν ὁσίαν ποιῶν, του‐ τέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. | |
alpha3385 | Ἀφοσιώσεται· ἀπάρξεται. | |
alpha3386 | Ἀφοσίωσις· ἀνάθεσις. καὶ ἀφοσιωσάμενοι δικαιωσάμε‐ νοι. | |
alpha3387 | Ἀφοῦ· οἷον ἀπαλλάγηθι καὶ μὴ ἔχου. τῷ τόνῳ ὡς γενοῦ. Σοφοκλῆς Οἰδίποδι (1521). | |
alpha3388 | Ἀφ’ οὗ· τὸ χρονικὸν παρ’ Ὑπερείδῃ (fr. novum)· „οὐ γὰρ διωρίσαντο τὸν χρόνον, ἀφ’ οὗ ἐκαθέζετο ὁ ἄνθρωποσ“. | |
alpha3389 | Ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι· ὁ μὲν πολὺς καὶ ἐξ ὁδοῦ ἄνθρωπος ἢ καὶ ποιητικὸς οὕτως ἂν εἴποι· „ἀφ’ οὗ γόνος ἐστὶν ἀνθρώπων“. Δημοσθένης δὲ ἐν τῷ Περὶ παραπρεσβείας (19, 215)· „ἴστε γὰρ δήπου τοῦθ’, ὅτι ἀφ’ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίνον‐ | |
5 | ται“ καὶ τὰ ἑξῆς. | |
alpha3390 | Ἀφραδέως· ἀνοήτως, ἀπείρως. | |
alpha3391 | Ἀφραίνει· παρανομεῖ, μωραίνει, παραφρονεῖ. | |
alpha3392 | Ἀφράσμων· ἀσύνετος. Σοφοκλῆς (fr. 556 N.2 = 613 R.). | |
alpha3393 | Ἀφροδίσιον· ἔργον Ἀφροδίτης. λαμβάνεται δὲ ἐπὶ τῶν λάγνων, τῶν ἐρωτικῶς περὶ τὴν συνουσίαν καὶ σφοδρῶς διακειμένων. καὶ ἀφροδίσιον ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. | |
alpha3394 | Ἀφροδίσιος ὅρκος· παροιμία· „ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμοσ“. ἢ „ἀφροδίσιος ὅρκος οὐ δάκνει“. | |
alpha3395 | Ἀφροδισία ἄγρα (Soph. fr. 169 N.2 = 166 R.)· οἱ πέρδικες, διὰ τὸ τοὺς θηρῶντας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς. | |
alpha3396 | Ἀφροδίσιον ἄθυρμα· Κράτης Λαμίᾳ (fr. 2 Dem.)· „καὶ μάλιστ’ ἀφροδισίοις ἀθύρμασιν“. 〈***〉 ἡδὺ γὰρ κἀκεῖνο δρᾶν ἐστι, λέγεσθαι δὲ οὐ καλόν. | |
alpha3397 | Ἀφροδίσιον ὑμέναιον· Φερεκράτης (fr. 12 Dem.)· „ὦ Χάριτες, ἀφροδίσιόν τις ὑμέναιον ὑμνεῖ γαμικόν“. | |
alpha3398 | Ἀφροδίσιος κῆπος· Ἄρχιππος (fr. 2 Dem.)· „ὦ μάκαρ, ὃς ἐπὶ χλανιδοτρόφοις κόραισι τὸν ἀφροδίσιον κῆπον ἀποδρέπεισ“. | |
alpha3399 | Ἀφροδίσιος λόγος· Πλάτων εἶπε Διῒ κακουμένῳ (fr. 2 Dem.). καὶ ἀφροδιταρίδιον ὁ αὐτὸς ὑποκοριστικῶς (fr. 3 Dem.)· „οἴμοι τάλας, ἀπολεῖς με. Ἀφροδιταρίδιον γλυκύτατον, ἱκετεύω σε, μή με περιίδῃσ“. ἀφροδιτίδιον δὲ Ἀριστοφάνης (fr. novum). καὶ | |
5 | Ἀφροδίτης γάλα τὸν οἶνον ὁ αὐτὸς εἴρηκεν (fr. 596 K.). | |
alpha3400 | Ἀφροδίτην φεύγειν. | |
alpha3401 | Ἀφροδίτην θηρᾶν· ἐπὶ τῶν κατὰ συνουσίαν ἐρωτικῶν. Εὐριπίδης (Bacch. 459). | |
alpha3402 | Ἀφροδίτης· ἀντὶ τοῦ ἀφροδισίων. Ἀντιφῶν (87 B 17 D.‐ K.). | |
alpha3403 | Ἀφροδίτη ψίθυρος· Κρατῖνος (fr. novum). ἔστι δὲ ὄντως ἐν Ἀθήναις ἱερὸν Ἀφροδίτης ψιθύρου ἀπὸ τοῦ τὰς εὐχομένας πρὸς τὸ οὖς αὐτῆς εὔχεσθαι. | |
alpha3404 | Ἀφρόδιτος· ὁ Ἑρμαφρόδιτος. παραπλήσιοι δὲ τούτῳ καὶ ἄλλοι δαίμονες· Ὀρθάνης, Πρίαπος, Αἰακός, Γενετυλλίς, Τύχων, Γίγων, Κονίσαλος, Κύννειος καὶ ἕτεροι, ὧν καὶ Ἀριστοφάνης μέμνηται Ἥρωσιν (fr. novum = 702 K.). Ἀπολλοφάνης Κρησίν (fr. 1 Dem.)· | |
5 | „Ἀσκληπιός, Κύννειος, Ἀφρόδιτος, Τύχων“. Φερεκράτης (fr. 13 Dem.)· „οὐδ’ εἰς Ἑταίρας οὐδ’ Ἀφροδίτου πώποτε“. | |
alpha3405 | Ἀφρόνη· ἡ ἀφροσύνη. | |
alpha3406 | Ἀφύας· ὀνόματα ἑταιρῶν ἀδελφῶν δύο παρ’ Ὑπερείδῃ (fr. 24 J.). | |
alpha3407 | Ἀφύας πληθυντικῶς λέγουσι, σπανιώτατα δὲ ἀφύην. | |
alpha3408 | Ἀφύα ἐς πῦρ· ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει. | |
alpha3409 | Ἀφύη καὶ ἀφύα· ἔστι μὲν τὸ ἰχθύδιον φαῦλον καὶ λυπρόν, ἀργυρίζον τῇ χροιᾷ. καὶ χρῶμα δὲ ἀφυῶδες καλεῖ †Ἱππασίων†. ἐκλήθη δέ τις καὶ ἑταίρα οὕτως, ἴσως ὅτι καὶ αὐτὴ τοιαύτη ἦν. | |
alpha3410 | Ἄφυκτον· ὃ οὐκ ἔστιν ἐκφυγεῖν. | |
alpha3411 | Ἄφυκτον λαβήν· ὁ λόγος ἐναργής· τροπικῶς ἀπὸ τῶν πα‐ λαιστῶν. Νικοχάρης (fr. 3 Dem.)· „ἀλλ’ εἰλήμμεθα λαβὴν ἄφυκτον“. | |
alpha3412 | Ἀφυβρίσαι· μάλιστα τὸ ἀκολάστως δηλοῖ ὑβρίσαι εἰς κόρον καὶ ὥστε ἀποπληρωθῆναι. οὕτως Μένανδρος Παλλακῇ (fr. 319 K.‐ Th.)· 〈„νῦν πῖθι, νῦν ἀφύβρισον. —ἤν, ἀφύβρικα“〉. | |
alpha3413 | Ἀφυπνισθῆναι· τὸ ἐξ ὕπνου ἐγερθῆναι Φερεκράτης εἴρηκεν (fr. 191 K.). | |
alpha3414 | Ἀφυσμός· ἀργία ἢ ἄντλησις. | |
alpha3415 | Ἀφύσσων· ἀπαντλῶν, ἀρυόμενος. | |
alpha3416 | Ἀφωπλίζοντο (Y 26)· ἀπετίθεντο τὰ ὅπλα. | |
alpha3417 | Ἄφωνον κακόν· ὡς ἄφατον. Πλάτων (fr. novum = com. | |
adesp. fr. 8 Dem.)· „ἐκ Δελφῶν δ’ ἔχων ἥκει τι κακὸν ἄφωνον“. | ||
alpha3418 | Ἀφωρισμένον· Πλάτων Τιμαίῳ (24a)· „τὸ τῶν ἱερέων γέ‐ νος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον“. | |
alpha3419 | Ἀχαία· ἐπίθετον Δήμητρος. βραχεῖα ἡ πρώτη· ἀπὸ τοῦ ἄχους μᾶλλον ἢ ἀπὸ τοῦ ἤχου. Ἀριστοφάνης Ἀχαρνεῦσιν (709)· „οὐδ’ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο“. | |
alpha3420 | Ἀχαιοί· οἱ Ἕλληνες. οὕτως καλεῖ ὁ ποιητὴς πάντας τοὺς Ἕλληνας. εἰσὶ δὲ κυρίως Ἀχαιοὶ οἱ κατοικοῦντες μέρος τι τῆς Πελο‐ ποννήσου τὴν καλουμένην Ἀχαΐαν. καὶ οἱ τὴν Φθιώτιδα Ἀχαΐαν κα‐ τοικοῦντες ὑπὸ Ἀχιλλεῖ τεταγμένοι, ἀφ’ ὧν πάντες οἱ Μυρμιδόνες | |
5 | Ἀχαιοὶ καλοῦνται ὑπὸ Ὁμήρου. | |
alpha3421 | Ἀχάνη· μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοφάνης (Ach. 108). | |
alpha3422 | Ἀχανής· ὁ μὴ κεχηνώς, ὁ ἄφωνος, ὁ ἐνεός, ὁ ἐκπεπληγμένος σιωπῇ. | |
alpha3423 | Ἀχανεῖς· ἀφανεῖς, ἀφεγγεῖς. | |
alpha3424 | Ἄχαρις· ᾗτινι μὴ μέτεστι χάρις. | |
alpha3425 | Ἀχαρίστους· τοὺς μὴ ἀνταποδιδόντας χάριτας. Ἰσοκράτης (1, 31)· „μηδὲ τὰς χάριτας ἀχαρίστοις χαριζόμενοσ“. καὶ ὁ τοὺς εὐερ‐ γέτας κακοῖς ἀμειβόμενος. | |
alpha3426 | †Ἄχαρτον†· 〈***〉 {ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ | |
ἥψατο}. | ||
alpha3427 | Ἀχαριστία· ἡ κατὰ στέρησιν τῆς χάριτος. | |
alpha3428 | Ἀχαριστεῖν· μὴ χαρίζεσθαι. | |
alpha3429 | Ἀχαριστῆσαι· τὸ μὴ χαρίσασθαι μηδ’ ὑπουργῆσαι. | |
alpha3430 | Ἀχείρωτον· ἄμωμον, οὗ χεὶρ οὐχ ἥψατο. | |
alpha3431 | Ἀχέρων· ποταμὸς ἐν Ἅιδου μεμυθευμένος παρὰ τὸ ἄχος. | |
alpha3432 | Ἀχηνία· ἀπορία, πενία. Ἀριστοφάνης Ἀμφιαράῳ (fr. 1 Dem.)· „ἐμβαλὼν ἀχηνίαν“. εἴρηται δὲ κατὰ στέρησιν τοῦ ἔχειν. 〈ἐκ τοῦ ἔχω〉 γίνεται ἀεχὴν καὶ ἀχὴν καὶ ἀχηνία. οἱ δέ φασιν ἀπὸ τοῦ κενὰ ἠχεῖν. λέγονται δὲ καὶ οἱ πένητες ἀχῆνες. | |
alpha3433 | Ἄχθεται· λυπεῖται. | |
alpha3434 | Ἀχθηδών· λύπη. | |
alpha3435 | Ἄχθος· βάρος, λύπη. | |
alpha3436 | Ἀχθοφόρον· βαστάζοντα. | |
alpha3437 | Ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ· ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ· τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτί‐ θεσαν. οὕτω γοῦν †ὑποκονδύλους† λέγουσι τοὺς τοιούτους. | |
alpha3438 | Ἀχιλλέος καὶ Πηλέος· οἱ ἄλλοι Ἕλληνες χωρὶς Ἀττικῶν | |
διὰ τοῦ ο, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ ω. οἱ δὲ Ἴωνες καὶ τῇ τοῦ ε εἰς τὸ η μεταβολῇ χρῶνται Πηλῆος καὶ Ἀχιλλῆος λέγοντες. καὶ διὰ τοῦ ε Ὅμη‐ ρος (B 23)· „εὕδεις Ἀτρέος υἱέ“. λέγουσι δὲ καὶ διὰ τοῦ ως τὰς γενι‐ | ||
5 | κὰς ἐνίοτε, οἷον καὶ Ἑκαταῖος (fr. novum) Κρηθέως καὶ Ἀτρέως ποτὲ λέγει παραπλησίως τοῖς Ἀττικοῖς. καὶ τὰ ἄλλα δὲ διὰ τοῦ ο Ἰακά, οἷον φύσιος, λέξιος, πόλιος. | |
alpha3439 | Ἀχίλλειοι κριθαί· αἱ εὐτελεῖς. | |
alpha3440 | Ἀχιλλεία· ἡ μᾶζα. ἀχίλλεια δὲ τὰ ἐν αὐτῇ ἄλφιτα. | |
alpha3441 | Ἀχίλλειοι· οὕτως κριθαί τινες ἐκαλοῦντο Ἀθήνησιν, ἁδραί τε καὶ ἀδιάφοροι οὖσαι. καὶ τῶν σπόγγων δὲ τοὺς πολυτελεῖς Ἀχιλ‐ λείους ἐκάλουν. | |
alpha3442 | Ἀχιλλείων ἀλφίτων· τῶν γεγονότων ἐκ τῶν Ἀχιλλείων κριθῶν. ἔνιοι δὲ λευκῶν. | |
alpha3443 | Ἀχλύς· ζόφος, ὀμίχλη, σκότος, ἀμβλυωπία. | |
alpha3444 | Ἄχναι· λεπτὰ ἄχυρα. ἢ ἀκαθαρσία. | |
alpha3445 | Ἄχνη· τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς τῆς θαλάσσης. | |
alpha3446 | Ἄχνη πυρός· ὁ καπνός. καὶ ἄχνη ὕπνου. ὁ δὲ Ἱπποκράτης (Mochl. 2 = 4, 346, 1 L.) καὶ ἄχνη †λιμοῦ†. δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. | |
alpha3447 | Ἀχνυμένη σκυτάλη· Κρατῖνος (fr. novum) τὴν ἄχθεσθαι | |
ποιοῦσαν εἶπεν. | ||
alpha3448 | Ἄχορα· ἀρσενικῶς τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα. Ἀριστοφάνης Ὁλκάσιν (fr. 410 K.)· „ἀδαχεῖ γὰρ αὐτοῦ ἄχορα ἐκλέ‐ γετ’ ἀεὶ ἐκ τοῦ γενείου τὰς πολιὰς τοῦ Διόσ“. | |
alpha3449 | Ἀχόρευτος· ὁ ἀπεσπασμένος δι’ ἀπαιδευσίαν τοῦ χοροῦ. | |
alpha3450 | Ἄχος· λύπη σιωπὴν ἐπιφέρουσα. παρὰ τοῦτο καὶ ἀχνύμενος. | |
alpha3451 | Ἄχραντον· ἀμόλυντον, ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ ἥψατο. | |
alpha3452 | Ἀχράς· ὁ καρπὸς τῆς ἀχέρδου. Ἀριστοφάνης Ἐκκλησιαζού‐ σαις (355)· „ἀχράς τις ἐγκλείσασα ἔχει τὰ σιτία“. | |
alpha3453 | Ἀχράδας· τὰς ἀχέρδους λέγουσιν. Εὔπολις Ἀστρατεύτοισιν (fr. 33 K.)· „οἳ πεπείρους ἀχράδας ἐσθίουσιν“. ἴσως δ’ ὁ μὲν καρπὸς ἀχράς, τὸ δένδρον δὲ ἄχερδος. Φερεκράτης (fr. 164 K.)· „ἢ τῆς ἀχέρ‐ δου τῆς ἀκραχολωτάτησ“. Μένανδρος Ἥρῳ (fr. 1 Sandbach)· „νῦν δὲ | |
5 | τοῖς ἐξ ἄστεως κυνηγέταις ἥκουσι περιηγήσομαι τὰς ἀχράδασ“. | |
alpha3454 | Ἀχρειόγελως ἄνθρωπος· ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπου‐ δαίοις γελῶν καὶ χαίρων. | |
alpha3455 | Ἄχρειον· τῷ τόνῳ ὡς ἄμεινον. | |
alpha3456 | Ἄχρηστος· ὁ ἀνωφελής· καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτως | |
Πλάτων (Reip. 1, 332e, al.). | ||
alpha3457 | Ἄχρι, ἄχρις· ἀντὶ μέχρις, ἕως. | |
alpha3458 | Ἄχρι κόρου· παροιμία ἦν· ὅτι ἐκεῖνος ἄχρι κόρου ἀναίσθη‐ τός ἐστιν. καὶ οὗτος ἄχρι κόρου ἐφενάκισεν. | |
alpha3459 | Ἀχρήμων· ὁ μὴ ἔχων χρήματα, ὁ πένης. καὶ ἀχρήματοι καὶ Ἀχρηματωτέρων. καὶ ἀχρηματία Θουκυδίδης εἴρηκεν (1, 11, 1.2). | |
alpha3460 | Ἀχρήστους· ἀντὶ τοῦ ἀχρησίμους, οὐκ ὠφελίμους. Ἀντιφῶν (fr. novum). | |
alpha3461 | Ἄχρηστον· ἀντὶ τοῦ ἀχρησμῴδητον. Πλάτων (fr. novum). „αἰσχύνομαί σε, ὦ ξένε, μακρὰν ὁδὸν ἀνύσαντα ἄχρηστον ἀπολῦσαι“. | |
alpha3462 | Ἄχρυσοι· Πλάτων Νόμων γʹ (679b)· „πλούσιοι δὲ οὐκ ἄν ποτε γένοιντο ἄχρυσοί τε καὶ ἀνάργυροι“. | |
alpha3463 | Ἄχρυσοι· οἱ μὴ ἔχοντες χρυσόν. | |
alpha3464 | Ἀχρώματος· ἀναιδής. | |
alpha3465 | Ἀχυρμιαί· οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποφέρεται λικμώ‐ μενα. | |
alpha3466 | Ἄχυρον· τὸν ἀχυρῶνα. Ἀριστοφάνης Δαιταλεῦσι (fr. 10 Dem.)· „καὶ τὴν Ἑκάβην ὀτοτύζουσαν καὶ καιόμενον τὸν ἄχυρον“. | |
alpha3467 | Ἀχυροπώλης· Νικοχάρης (fr. novum) ἀντὶ τοῦ χοιροπώλης | |
γένῃ. | ||
alpha3468 | Ἀχυνώ· πόα τις οὕτω καλεῖται. | |
alpha3469 | Ἀχυρός· ὁ ἀχυρών. λέγεται δὲ καὶ ἀχυρεών. | |
alpha3470 | Ἀχυρός· ὡς ἀοιδὸς τῷ τόνῳ· καὶ ἐκτεινομένης τῆς μέσης συλλαβῆς. 〈ὁ〉 αὐτὸς 〈καὶ〉 ἀχυροβολών. | |
alpha3471 | Ἄχυρα· καὶ τὰ πίτυρα. Ἀριστοφάνης Ἀχαρνεῦσιν (507/8). „αὐτοὶ γάρ ἐσμεν νῦν τε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω“. | |
alpha3472 | Ἀχών· ἄμπελος. | |
alpha3473 | Ἁψαμένη· ἐξαρτήσασα. | |
alpha3474 | Ἀψάλλακτον· ἀψηλάφητον. | |
alpha3475 | Ἀψαύστως· ἀνεπάφως. | |
alpha3476 | Ἄψαυστον· ἄθικτον. | |
alpha3477 | Ἀψευδία· ἡ ἀλήθεια. λέγεται δὲ καὶ ἀψευδεῖν καὶ ἀψευ‐ δές. | |
alpha3478 | Ἀψευδέστατος μάντις· Κρατῖνος (fr. 29 Dem.)· „τὸν θεὸν δ’ ἐμοῦ κλύων σέβε, ὡς ὄντα μάντιν ἀψευδέστατον“. | |
alpha3479 | Ἀψευδόμαντις· Νικοχάρης Ἀγαμέμνονι (fr. 1a Edmonds)· „οἶδα δ’ ὡς ἀψευδόμαντις ἥδε καὶ τελεσφόροσ“. 〈***〉 „γνώσῃ δὲ τέχνην τὴν ἐμὴν ἐτητύμως ἀψευδόμαντιν οὖσαν“ (trag. adesp. fr. 287a Snell). | |
alpha3480 | Ἀψευδοῦσα· ἡ ἀληθεύουσα καὶ μὴ ἁμαρτάνουσα ἐν τῷ λέ‐ | |
γειν. | ||
alpha3481 | Ἀψήφιστος· ἀντὶ τοῦ μὴ ψηφισάμενος. Ἀριστοφάνης εἴρη‐ κεν (Vesp. 752). | |
alpha3482 | Ἄψηστος· ἀκατάμακτος. Πλάτων (fr. 17 Dem)· „ὦ τᾶν, ταχὺ τρέχων ἀπωλόμην“. | |
alpha3483 | Ἁψίμαχος ἄνθρωπος· οἷον ὁ πάντα τρόπον ἁπτόμενος μάχης τῆς διὰ χειρῶν. οὕτως Θεόπομπος (fr. novum). | |
alpha3484 | Ἁψιμαχία· συνάφεια μάχης. | |
alpha3485 | †Ἁψιμεσία†· πρὸς ὀλίγον διαφορά. | |
alpha3486 | Ἄψορροι· ὀπισθόρμητοι. | |
alpha3487 | Ἀψοφητί· ἠρέμα. | |
alpha3488 | Ἄψ· πάλιν. | |
alpha3489 | Ἁψίς· οὕτως ἐκάλουν τὸν ξύλινον κύκλον τοῦ τροχοῦ, τὸ δὲ ἐπ’ αὐτοῦ ἐπίσωτρον. Ὅμηρος δὲ τὸν μὲν τροχὸν κύκλον ὀνομάζει (Y 340), τὴν δὲ ἁψῖδα ἴτυν (D 486). | |
alpha3490 | Ἁψῖδες· καμάραι. | |
alpha3491 | Ἀψυχεῖν· τὸ ἐναντίον τοῦ εὐψυχεῖν. σημαίνει δὲ τὸ ἀποδει‐ λιᾶν. | |
alpha3492 | Ἀωρί, ἀωρία· Φερεκράτης Κραπατάλοις (fr. 6 Dem.)· „ἐβά‐ | |
διζον δὲ ἀπὸ δείπνου· κνέφας δ’ ἦν ἄρτι κοὐκ ἀωρία“. λέγουσι δὲ {καὶ} ἀωρίαν καὶ τὴν ὥραν. Ἀριστοφάνης Ἀχαρνεῦσιν (23/4)· „εἶτ’ ἀωρίαν ἥκοντες, εἶτα δ’ ὠστιοῦνται πῶς δοκεῖσ“. | ||
alpha3493 | Ἀωρί, ἀωρία· τὸ παρὰ τὸν προσήκοντα καιρὸν καὶ τὴν ὥραν. λέγουσι δὲ ἀωρὶ τῶν νυκτῶν καὶ ἀωρὶ νύκτωρ. Ἀριστοφάνης δὲ ἔφη (fr. 663 K.) καὶ „ἀωροθάνατος ἀπέθανεν“, τουτέστι πρὸ τῆς προσ‐ ηκούσης ὥρας. | |
alpha3494 | Ἄωροι πόδες· ἐμπρόσθιοι· „τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι“ (μ 89). καὶ Φιλήμων (fr. 145 K.)· „οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίουσ“. | |
alpha3495 | Ἄωροι· οἱ πρὸ ὥρας ἀποθνῄσκοντες. σύνηθες δὲ τὸ ὄνομα πολλοῖς καὶ μάλιστα Ἀλεξανδρεῦσιν. ἔστι δὲ Ἀττικόν. Ἀριστοφάνης (fr. novum)· „ἔθανον κἄλλοισιν ἄωροι παῖδεσ“. | |
alpha3496 | Ἄωρον· ἀπρεπές, ἀχαρές. | |
alpha3497 | Ἀωρόλειος· ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος. | |
alpha3498 | Ἄωτον· ἄνθος, κόσμος, στέφανος. | |
alpha3499 | †Ἀωτέβειν†· ὑφαίνειν. | |
alphapost 3499t | Τέλος τοῦ Α στοιχείου | |
betat | Ἀρχὴ σὺν θεῷ τῆς Βῆτα | |
beta1 | Βαβάζειν· τὸ 〈μὴ〉 διηρθρωμένα λέγειν. ἔνιοι βοᾶν. | |
beta2 | Βαβράζων· κεκραγὼς συντόνως. | |
beta3 | Βαβαί· θαυμαστικὴ ἡ φωνή. | |
beta4 | Βαίτων καὶ βαιτάς· ἀντὶ τοῦ μωρὸς ἢ μωρά. οὕτω Φιλήμων (fr. novum). | |
beta5 | Βάβακα· τὸν †γάμον†. | |
beta6 | Βαβάκτης· ὁ μανιώδης καὶ ἀκρατής, καὶ ἰδιαίτερον ὁ Πάν. | |
beta7 | Βάβαλον· αἰδοῖον. | |
beta8 | Βαβάκτης· ὀρχηστής, ὑμνῳδός, μανιώδης, κραύγασος· ὅθεν καὶ Βάκχος. | |
beta9 | Βαβοῦς· ὄνομα κύριον. | |
beta10 | Βαβύας· πηλός, βάθρον, βῆμα. | |
beta11 | †βάβικες†· τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα. | |
beta12 | {Βαβάκκαρις· μύρον τι. Ῥοδίαν γυναῖκα}. | |
beta13 | Βαγεύει· πλανητεύει. | |
beta14 | Βάγιον· μέγα. | |
beta15 | Βάδην· περιπάτῳ ἐρχόμενος. | |
beta16 | Βαδίζου· ἀντὶ τοῦ βάδιζε. οὕτως Κρατῖνος (fr. 391 K.). | |
beta17 | †βάδιστοι†· βραδύτατοι. | |
beta18 | Βάδιος· υἱός. | |
beta19 | Βαθεῖαν αὔλακα (Aeschyl. Sept. 593)· ὅπερ ἐστὶ †στιχὶς† γῆς ὑπὸ ἀρότρου. μεταφορικῶς δὲ ἀπὸ τούτου βαθείας φρένας τὰς κεκρυμμένας σημαίνει. | |
beta20 | Βάθρον· θεμέλιον. καὶ †βάραθρα†· ἀγάλματα. | |
beta21 | Βαθύγλωσσοι· ἐλλόγιμοι, εὔγλωττοι. | |
beta22 | Βαθυδίνης· ἐν βάθει ἔχων τὰ ῥεύματα. | |
beta23 | Βαθυλήϊον· σιτοφόρον πεδίον. | |
beta24 | Βαθυπέπλων· μεγάλων, ἐκ †τῶν παρακολουθούντων†. | |
beta25 | Βαθύσχοινον (Δ 383)· ὑψηλὰς σχοίνους φέροντα. | |
beta26 | Βαθύς· ἀντὶ τοῦ πονηρός. οὕτω Μένανδρος (fr. 830 K.—Th.). | |
beta27 | 〈Βάκκαρις· μύρον τι. „Ῥοδίαν γυναῖκα〉 βακκάριδι μεμι‐ γμένην“. οὕτως 〈Εὔπολις ἐν〉 Αὐτολύκῳ (fr. novum). | |
beta28 | Βακάντιβος· σχολαστής, μὴ παραμένων τῷ πράγματι αὐτοῦ. | |
beta29 | Βάκηλος· μέγας μέν, ἀνόητος δὲ καὶ γυναικώδης. | |
beta30 | Βακτηρεύειν· | |
beta31 | Βακτηρία καὶ σύμβολον· οἱ λαχόντες δικάζειν ἐλάμβανον παρὰ τῶν δημοσίων ὑπηρετῶν σύμβολον καὶ βακτηρίαν, καὶ οὕτως ἐδίκαζον. τὴν χρόαν ὁμοίαν εἶχε τῇ βακτηρίᾳ τὸ δικαστήριον. τὸ μέντοι γε σύμβολον 〈μετὰ〉 τὴν κρίσιν ἀποδιδοῦντες ἐκομίζοντο τριώβολον, | |
5 | ὅπερ καὶ δικαστικὸν ἔλεγον. | |
beta32 | Βακτηρία καὶ σύμβολον· πολλῶν Ἀθήνησι δικαστηρίων ὄντων πολλάκις οἱ κληρωθέντες δικάζειν ἐνταῦθα ἀπῄεσαν ἀλλαχοῦ. ἵνα οὖν μηκέτι τοῦτο γένηται, ὁμόχρωμοι τοῖς δικαστηρίοις ἐδίδοντο βακτηρίαι. | |
beta33 | †Βακάνιον· ἐπικαμίνιον†. Ἀριστοφάνης (fr. 592, 2 K.). | |
beta34 | Βάκχους· τοὺς κλάδους. οὕτως Θεόπομπος (fr. novum). | |
beta35 | Βακχεύων· μαινόμενος. | |
beta36 | Βαλανάγρα· ἡ κλείς, παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. | |
beta37 | Βαλάντιον· μάρσιππος. | |
beta38 | Βαλανειομφάλους· τὰς φιάλας οἱ κωμικοὶ (Cratin. fr. 50 K.) καλοῦσιν. | |
beta39 | Βαλανεύειν· λαμπροφωνεύεσθαι. οὕτως Ἀριστοφάνης (fr. novum). | |
beta40 | Βαλβίς· ἡ ἄφεσις τῶν δρομέων. ἔστι δὲ ξύλα δύο, ἀφ’ ὧν σχοι‐ | |
νίον διατείνεται· ἀφ’ ἧς βαλβῖδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. | ||
beta41 | Βαλβῖσιν· ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγα γινομένη γραμμὴ διὰ τὸ ἐπ’ αὐτῆς βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται. {ὕσπληξ δὲ φραγγέλιον, ἀφετηρία}. | |
beta42 | Βαλβίς· βάσις ταπεινή, ἢ ἀφετηρία καὶ καμπτός. | |
beta43 | Βαλαντιοτόμος· κλέπτης. | |
beta44 | Βαλανεύσασθαι· ἀντὶ τοῦ βαλανείῳ χρήσασθαι. | |
beta45 | Βαλμός· στῆθος. | |
beta46 | Βαλίαν· κατάστικτον. | |
beta47 | Βάλλ’ ἐς Μακαρίαν· οἷον εἰς Ἅιδου· Μακαρία γὰρ ἡ Ἡρακλέους, ὁπηνίκα ἐπεστράτευσεν ὁ Εὐρυσθεὺς ταῖς Ἀθήναις, ἑαυτὴν ἐπέδωκε σφάγιον ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας. τὸ δ’ αὐτὸ τοῦτο καὶ οὕτω λέγουσιν· „ἐς Μακαρίαν“ καὶ „εἰς Μακαρίαν“. | |
beta48 | Βάμμα Κυζικηνόν· τὴν ἀκάθαρτον ἀσχημοσύνην Ἀττικοὶ λέγουσιν. | |
beta49 | Βαμβαίνει· διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώττῃ ἀσήμως φθέγγεται. | |
beta50 | Βάμβαλον· ἱμάτιον Βαβυλώνιον. οὕτως Ἀριστοφάνης (fr. novum). | |
beta51 | Βαμβακεύτριαι· αἱ μαγγανεύουσαι καὶ ἐπᾴδουσαι. | |
beta52 | Βάβαξ· μάταιος, λάλος, φλύαρος, ἐνθουσιῶν, ἀναιδής. | |
beta53 | Βαβάξαι· ὀρχήσασθαι Λύδιον. | |
beta54 | Βαμβαλύζειν· τρέμειν ὑπὸ ψύχους. | |
beta55 | Βαμβαίνοντες· τοῖς χείλεσιν ἠχοῦντες. | |
beta56 | Βάναυσος· πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος· βαῦνος γὰρ ἡ κάμινος. | |
beta57 | Βάραθρον· τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται. | |
beta58 | Βάραθρον· ὄρυγμά ἐστιν, εἰς ὃ ὁ τῆς Ἱπποθοωντίδος δῆμος τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλον. ἐν δὲ τοῖς Φιλιππικοῖς ὁ Δημοσθένης (8, 45 et 10, 16) τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφο‐ ρᾶς, 〈οἷον〉 ἐν τῷ ὀλέθρῳ. | |
beta59 | Βάραθρον· ἔστι μὲν †πᾶσα γῆ† τὰ μὲν ἄνω ἔχουσα ἰσχυρά, ὑπόχαυνα δὲ τὰ κάτω, ὥστε καταδῦναι τὸν ἐπιβάντα. Ἀθήνησι δὲ ἦν καὶ ὄρυγμα, εἰς ὃ τοὺς ἐπὶ θανάτῳ καταγνωσθέντας ἐνέβαλον, ὥσπερ εἰς τὸν Καιάδαν Λακεδαιμόνιοι. | |
beta60 | Βαρυγέτας· σεμνὸς μὲν καὶ βάρος ἔχων, δοῦλος δὲ καὶ Γέτας. οὕτως Εὔπολις (fr. novum). | |
beta61 | Βάραθρον· τόπος ἦν κοῖλος Ἀθήνησιν ὄρυγμα καὶ βάραθρον | |
καλούμενος, εἰς ὃ τοὺς κακούργους ἐνέβαλον. οὗτος ὕστερον ἐχώσθη, ὁπότε τὸν Φρύγα τῆς μητρὸς τῶν θεῶν ὄργια δεικνύντα ἐμβαλόντες ἀπέκτειναν καὶ ἡ θεὸς ἐμήνισεν, κατὰ χρησμὸν δὲ καὶ τέμενος τῆς θεοῦ | ||
5 | ἱδρύσαντο. Ἀριστοφάνης δὲ (fr. 320, 8 K.) κόσμιον γυναικεῖον. | |
beta62 | Βάρβιτον· ψαλτήριον, κιθάρα. | |
beta63 | Βαρβαρίζει· ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. | |
beta64 | Βάρεις· πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι, σφῦραι. | |
beta65 | Βαρύμηνις· μνησίκακος. | |
beta66 | Βαρυπήμων· ἄθλιος, βεβαρημένος, κακός. | |
beta67 | Βαρέως φέρειν· ἀντὶ τοῦ ἀηδῶς. | |
beta68 | Βαρεῖα χείρ· Ἱππῶναξ τὴν δεξιάν (fr. 138a W.). | |
beta69 | Βασανίζειν· οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ἀνακρίνειν καὶ ἐλέγχειν τὸ ἀληθὲς διὰ λόγων. | |
beta70 | Βάσανος· λίθος ἐστίν, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμά‐ ζουσι. οὕτως Ἀντιφῶν (fr. 157 Th.) καὶ Πίνδαρος (Pyth. 10, 67). Ὑπε‐ ρείδης δὲ (fr. 5 J.) τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζο‐ μένων καὶ ἀναγραφόμενα βασάνους ὠνόμασεν. | |
beta71 | Βασανίσας· ἀντὶ τοῦ δοκιμάσας. κέχρηνται σχεδὸν ἅπαντες οἱ | |
ἀξιόλογοι. | ||
beta72 | Βασιλίς· ἡ τοῦ βασιλέως γυνή, ὡς καὶ βαλανὶς ἡ τοῦ βα‐ λανέως. | |
beta73 | Βασιλικὴ διαδρομή· ἡ γενομένη τοῦ βασιλέως παρόντος διαδρομή. ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων Ἀθήνησιν· ὃς βασιλικὴ διαδρομὴ καλεῖται. | |
beta74 | Βασιλεύς· εἷς μέν ἐστι τῶν ἐν Ἀθήνησιν θʹ ἀρχόντων. ἐπεμε‐ λεῖτο δὲ οὗτος τῶν περὶ τοὺς θεούς, καὶ τὰς ἀσεβείας ἐξήταζεν καὶ εἰσῆγεν εἰς τὸ δικαστήριον. καὶ ἀντὶ τοῦ τύραννος. οὕτως Πλάτων ἐν Πολιτικῷ (258e, al.). | |
beta75 | Βασιλίδες· ὑποδήματα. | |
beta76 | Βασίλεια· ἡ βασιλεύουσα. | |
beta77 | Βασιλίνδα· παιδιά τις, ἐν ᾗ βασιλέας τινὰς ἀποδεικνύασι. | |
beta78 | Βασίλειον· ἀντὶ τοῦ βασιλικόν. | |
beta79 | Βάσιμος· πορευτική, εὐεπίβατος. | |
beta80 | Βασίλειος στοά· δύο εἰσὶ στοαὶ παρ’ ἀλλήλας, ἥ τε τοῦ Ἐλευ‐ θερίου Διὸς καὶ ἡ Βασίλειος. ἔστι δὲ καὶ τρίτη, ἣ πάλαι μὲν Πυανά‐ κτιος ἐκαλεῖτο, νῦν δὲ μετωνομάσθη Ποικίλη. | |
beta81 | Βάσκανος· ὁ κακίζων καὶ μεμφόμενος ἅπαντα καὶ πειρώμενος | |
εἰς ἀπέχθειαν ἄγειν. καὶ βλαβερὸς καὶ δηλητικός. οὕτως Ἀριστοφάνης (Equ. 103. Plut. 571) καὶ Εὐριπίδης (fr. 933 N.2 = 379a Snell). 〈Φε‐ ρεκράτης δὲ ἐπὶ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν, οἷον „ὁ λαγώς με | ||
5 | βασκαίνει“ καὶ λυπεῖ〉 (fr. 174 K.). | |
beta82 | Βασκαίνει· μέμφεται. | |
beta83 | Βασκαίνει· ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. οὕτω Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (18, 189). καὶ ἐν τοῖς ἑξῆς (18, 108) „βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμόν“ φησιν, ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. | |
beta84 | Βάσσαρος· ἀλώπηξ κατὰ Ἡρόδοτον (4, 192, 2). | |
beta85 | Βασσάραι· χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι, καλού‐ μεναι οὕτως ἀπὸ τοῦ Βασσαρέως Διονύσου. ἦσαν δὲ ποικίλοι καὶ ποδή‐ ρεις. Αἰσχύλος ἐν Ἠδωνοῖς (fr. 59 N.2 = 73 M.)· „ὅστις χιτῶνας βασ‐ σάρας τε Λυδίας ἔχει ποδήρεισ“. | |
beta86 | Βαστάσαι· οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι, διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. | |
beta87 | Βασμοί· βαθμοί. | |
beta88 | Βαστάσας· ἀντὶ τοῦ δοκιμάσας. οὕτως Εὔπολις (fr. 303, 4 K.). | |
beta89 | Βαστραχηλίσαι· τραχηλίσαι· βάστραχας γὰρ τοὺς τραχή‐ | |
λους Βοιωτοί. | ||
beta90 | Βατός· βάσιμος τόπος. | |
beta91 | Βάταλος· κύριον. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ (fr. 82 K.) τὸν πρωκτὸν βάταλον καλεῖ. καὶ ἴσως ἔνθεν καὶ τοὺς κιναί‐ δους βατάλους καλοῦσι. | |
beta92 | Βατία· οἰκία τις ἀπὸ Βάτωνος ἐπωνομασμένη δεσπότου. ἢ σκεῦος, ἢ χωρίον τι, ἢ κόσμος. | |
beta93 | Βατάνια· τὰς λοπάδας. οὕτως Ἄλεξις (fr. 24, 3 et 172, 9.18 K.). | |
beta94 | Βατή· δῆμος Αἰγηΐδος. | |
beta95 | Βατήρ· ἡ ἀρχὴ τοῦ τῶν πεντάθλων σκάμματος. | |
beta96 | Βάτταλος· βδελυρός, αἰσχρός. | |
beta97 | Βάτταλος· ἐπώνυμον ἦν Δημοσθένους. ἐκάλουν δὲ οἱ παλαιοὶ τὸν μαλακὸν οὕτως ἀπὸ Βαττάλου τινὸς αὐλητοῦ, ὃς μαλακὸς ὢν καὶ αὐλήματα τοιαῦτα ἐξεῦρεν. οἱ δὲ βάτταλον ὀνομάζεσθαι παρὰ τοῖς παλαιοῖς φασι τῶν μαλακιζομένων τὸν πρωκτόν, ἀπὸ τοῦ τύπτεσθαι ἐν | |
5 | τῷ ἔργῳ καὶ μαλακίζεσθαι. | |
beta98 | Βατράχιον· βάμμα τι καὶ ἄνθος οὕτως καλεῖται. καὶ βατρα‐ χὶς ἡ βεβαμμένη ἐσθής. | |
beta99 | Βάττου σίλφιον· ἐπὶ τῶν σπανίους τιμὰς λαμβανόντων· οἱ | |
γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοσαν τὸ σίλφιον, καὶ τοῦ νομίσματος ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου σίλφιον ἐτύπω‐ σαν. οἱ δὲ ἐπὶ Λιβύης Ἀμπελιῶται εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλ‐ | ||
5 | φίου. | |
beta100 | Βατταρισμοί· φλυαρίαι. | |
beta101 | Βατήρ· ἡ ἀρχὴ τοῦ τῶν πεντάθλων σκάμματος. „αὐτὸν κέ‐ κρουκας τὸν βατῆρα τοῦ λόγου“, φησί τις, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. | |
beta102 | Βαυκαλᾶν· τιθηνεῖσθαι μετ’ ᾠδῆς τὰ παιδία. | |
beta103 | Βαυκαλᾶν· τὸ κατακοιμίζειν. | |
beta104 | Βαυκίδες· ὑποδήματα γυναικεῖα, ἀφ’ οὗ τὸ θρύπτεσθαι καὶ Βαυκίζεσθαι. καὶ τὸ τρυφερὸν βαυκόν. | |
beta105 | Βαυκισμός· Ἰωνικὴ ὄρχησις. οὕτως Ἀμειψίας (fr. novum). | |
beta106 | Βαυκόν· ἤτοι τὸ τεθρυμμένον ἢ ποικίλον. | |
beta107 | Βαῦνος· ἡ κάμινος. | |
beta108 | Βάψας τὴν κώπην (cf. Ar. fr. 225 K.)· πλεύσας, ἐλθὼν πρὸς τοὺς ναυτοδίκας, οἳ τὰ τῆς ξενίας ἐδίκαζον. ἢ ἀπὸ τῶν φαρμακο‐ ποιούντων· λέγουσι γὰρ τὸ βάψας ποιήσας μέλαν. | |
beta109 | Βδάλλειν· ἀμέλγειν. | |
beta110 | Βδέλλεται· ἀμέλγεται. Πλάτων δὲ βδάλλεται λέγει (Theaet. 174d). | |
beta111 | Βδελυρός· αἰσχροποιός. | |
beta112 | Βδελύττεσθαι· μυσάττεσθαι, ναυτιᾶν, ἀποστρέφεσθαι. Ἀπολλόδωρος Κυρηναῖος μισεῖν. ἀπὸ τούτου καὶ ἡ βδελυγμία. ἀπὸ τοῦ μύσους καὶ ἡ βδελυρία. | |
beta113 | Βδέννυσθαι· ἐκκενοῦσθαι τὴν κοιλίαν. | |
beta114 | Βέβακε· τὸ δεδαπάνητο λέγουσι Δωρικῶς. | |
beta115 | Βεβαιολόγος· ὁ μάρτυς. | |
beta116 | Βεβαιώσεως· δίκης ἐστὶν ὄνομα, ἣν ἐδικάζοντο τῷ ἀποδο‐ μένῳ οἱ παρ’ αὐτοῦ τι ὠνησάμενοι, ἐνίοτε δὲ καὶ ἀρραβῶνος μόνον δοθέντος. κινήσεως δέ τινος ἐπὶ τὸ πιπρασκόμενον γινομένης ἡ δίκη ἦν. | |
beta117 | Βεβηκός· ἀσφαλές. | |
beta118 | Βέβηλος· ἀκάθαρτος ἢ ἀμύητος. | |
beta119 | Βέβηκεν· ἕστηκεν, ἐπέπηκτο. | |
beta120 | Βέβριθε· βαρύνεται. | |
beta121 | Βεβριθυῖα· βαρεῖα, ἰσχυρά. | |
beta122 | Βέβρυχεν· ἠχεῖ. | |
beta123 | Βεβυσμένα· λαθραῖα ἢ †πεπρωμένα†. | |
beta124 | Βέλος· τραῦμα. | |
beta125 | Βέλεμνα· βέλη. | |
beta126 | Βενδῖς· Θρᾳκία δαίμων ὀπαδὸς Ἀρτέμιδος. διὸ καὶ οἱ ἀγεί‐ | |
ροντες αὐτῇ διλογχιδίῳ ἐχρῶντο. | ||
beta127 | Βέμβιξ· ὁ ῥόμβος. καὶ ἡ περιστροφὴ τῶν στρόμβων. | |
beta128 | Βερβίνια· ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους κατήρτων. | |
beta129 | Βερέσχετοι (Ar. Equ. 635)· ἀνόητοι. | |
beta130 | Βῆ τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βαὶ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ (fr. 43 K.)· „ὁ δ’ ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει“. | |
beta131 | Βησᾶς ἕστηκας· οἷον ἀχανής. οὗτος ἕστηκεν ἀχανὴς καὶ παταγώδης καὶ ὑπόμωρος. | |
beta132 | Βῆ δέ (A 34)· ἐπορεύθη. | |
beta133 | Βηλός· βαθμὸς θύρας. ἢ οὐρανός. | |
beta134 | Βήρηκες· τὰ φυράματα ἐξ ὧν αἱ μᾶζαι γίνονται. | |
beta135 | Βησηΐς· δῆμός ἐστι τῆς Ἀντιοχίδος Βῆσσα. | |
beta136 | Βίας· καὶ τὰς πλαγίους δισυλλάβως λέγουσι. | |
beta137 | Βιβάζεται· ἐπὶ τοῦ ὀχεύεται. καὶ βαίνειν τὸ ὀχεύειν ἔλεγον οἱ παλαιοί. | |
beta138 | Βιβάζει· συζεύει, ὀχεύει. | |
beta139 | Βιαίων· ὄνομα δίκης ἐστὶ κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου (21, 44). εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς φερόμενοι λόγοι βίαιοι (fr. 248 S.). καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων μόνον οὔτε τὸ | |
5 | ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ’ ἄλλων. | |
beta140 | †βίδοις†· κρούματος ὄνομα. | |
beta141 | Βίολα· πέδιλα, ὑποδήματα. | |
beta142 | Βίον μεμαγμένον· παροιμία ἐπὶ τῶν †εὐδαιμονιζόντων† ἐπὶ πολυτελεῖ καὶ ἡδεῖ βίῳ. | |
beta143 | Βίον· ἐπὶ τῆς οὐσίας. Μένανδρος Παλλακῇ (fr. novum). | |
beta144 | Βιοτὴ καὶ βίοτος· ζωὴ καὶ τὰ πρὸς τὸ ζῆν. καὶ ἡ οὐσία. | |
beta145 | Βιοῦται· ἀντὶ τοῦ ζῇ ἢ ζήσεται. οὕτως Ἡρόδοτος (2, 177, 2). | |
beta146 | Βιῶναι· ζῆσαι. | |
beta147 | Βιώτω· ζησάτω. | |
beta148 | Βιώνης· ὁ τὰ δημόσια ἀγοράζων. | |
beta149 | Βλαισός· παραλυτικός. | |
beta150 | Βλάκα· τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς | |
ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ ὄντος, ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι. 〈Πολιτείας δʹ (432d)· „βλακικόν τε ἡμῶν τὸ πάθοσ“, ὡς εἰ λέγοι τις πνευμονίαν, ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου〉. οἱ δὲ ἀπὸ | ||
5 | τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημονεύει καὶ Ἀριστο‐ τέλης (fr. 525 Rose). καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς. | |
beta151 | Βλακᾶς· μωρός τις μὴ εἰδὼς τὰ πράγματα διακρῖναι. | |
beta152 | Βλακεία· ὑπεροψία, μωρία. | |
beta153 | Βλακεύει· μαλακίζεται. | |
beta154 | Βλακεύεται· μαλακίζεται. | |
beta155 | Βλάστη· βλάστημα. | |
beta156 | Βλαύτας· ὑποδήματά τινα. | |
beta157 | Βλεννόν· τὸν μωρόν. οὕτως Σώφρων (fr. 51 Kaibel). σημαίνει δὲ καὶ τὸν νωθῆ. | |
beta158 | Βλέννα· ἡ μύξα. Σώφρων δὲ διὰ τοῦ π φησὶ πλέννα (fr. no‐ vum). | |
beta159 | Βλεπεδαίμων· ὁ διεστραμμένος τὰς ὄψεις καὶ οἷον ὑπὸ δαί‐ μονος πεπληγώς. | |
beta160 | Βλάξ· μωρός. | |
beta161 | †βλέποι†· ἀντὶ τοῦ βλέμμα. οὕτως Ἀριστοφάνης (Nub. 1176). | |
beta162 | Βλέποντες· ἀντὶ τοῦ ζῶντες. οὕτω Σοφοκλῆς (Ai. 962). | |
beta163 | Βλῆμα· 〈ἀντὶ〉 τοῦ βληθέντος βέλους. οὕτως Ἡρόδοτος(3, 35, 3). | |
beta164 | Βλήσπειν· καταβάλλειν. | |
beta165 | Βλητός· ἀπόπληκτος. | |
beta166 | Βληχήματα· φωναὶ προβάτων. | |
beta167 | Βληχρόν· ἀσθενὲς παρ’ Ὁμήρῳ καὶ †Ἀγκαίῳ†. Πίν‐ δαρος δὲ (fr. 245 Snell) ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. | |
beta168 | Βλιμάζειν· τὸ πειράζειν καὶ ψηλαφᾶν καὶ ἅπτεσθαι τῶν ἀπορρήτων μελῶν τῶν γυναικείων καὶ διεγείρειν τὰς ἐπιθυμίας, 〈ὥς φησι Κρατῖνος (fr. 302 K.)· „ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί· καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζεν οὐδὲ ἕν“〉. | |
beta169 | Βλιμάζειν· τὸ ταῖς χερσὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλῖψαι βλίσαι λέγεται. | |
beta170 | Βλιμάζειν· τὸ ἐκθλῖψαι καὶ τὸ τιτθολαβεῖν καὶ ψηλαφᾶν. οὕτω Φερεκράτης (fr. novum). | |
beta171 | Βλιμάζων· ἀποστάζων τοῦ μέλιτος. | |
beta172 | Βλιτομάμας· μαλακός. | |
beta173 | Βλίτων· ἀντὶ τοῦ μάργος. ἢ μωρός. | |
beta174 | Βλιτάδας· οἱ παλαιοὶ τὰς εὐτελεῖς γυναῖκας, ὥς φησι Κράτης (fr. novum). | |
beta175 | Βλίττειν· ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. | |
beta176 | †βλίχων†· ἡ †γλίχων† οὕτω λέγεται παρὰ Ἀττικοῖς. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον Ἀριστοφάνης (Lys. 89) οὕτως ὀνομά‐ ζει. | |
beta177 | Βλοσυρός· ἀξιωματικός, καταπληκτικός, φοβερός, σεμνός. | |
beta178 | Βλόψ· κατὰ μίμησιν ἐπὶ τῆς κλεψύδρας, ὥσπερ κὺξ ἐπὶ τῆς ψήφου. | |
beta179 | Βλωθρά· χλωρά, ἁπαλή, †εὐαξής†. | |
beta180 | Βοανηργές· υἱοὶ βροντῆς. | |
beta181 | Βοείας· | |
beta182 | Βόακας, οὐ βῶκας τοὺς ἰχθύας καλοῦσιν. οὕτω Φερεκράτης (fr. 113, 3 K.). | |
beta183 | Βοηδρομεῖν· μετὰ σπουδῆς παραγίνεσθαι. Κᾶρες δὲ ἀντὶ τοῦ | |
βοηθεῖν. | ||
beta184 | Βοηδρομία· βοηδρομεῖν μὲν τὸ βοηθεῖν ὠνομάζετο, τουτέ‐ στιν ἐπὶ μάχην δραμεῖν. ἔστι δὲ ἡ Βοηδρομία ἑορτή τις Ἀθήνησι καλου‐ μένη, καθ’ ἣν ἡμέραν ἐβοήθησεν 〈Ἴων〉 ὁ Ξούθου σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος. Ἐρεχθεὺς | |
5 | δὲ τότε Ἀθηναίων ἐβασίλευεν. | |
beta185 | Βοήν· μάχην. καὶ μεγάλην φωνήν. | |
beta186 | Βοηδρομιών· μὴν Ἀθήνησι τρίτος ὠνομάσθη. | |
beta187 | Βοηθητικώτερον· τὸ ἐπὶ μᾶλλον ἔχον τὴν βοήθειαν. | |
beta188 | Βοηδρομιών· μὴν Ἀθήνησι τρίτος ὠνομάσθη ἀπὸ τῆς βοῆς· τὸ παλαιὸν γὰρ οἱ ἄνθρωποι ἀπὸ τῆς ἐρημίας συνέτρεχον εἰς τὸ αὐτὸ πάντες μετὰ βοῆς καὶ ἐβουλεύοντο. | |
beta189 | Βοεικόν· τὸ φθέγμα τῶν βοῶν. οὕτω Φερεκράτης (fr. novum). | |
beta190 | Βοηθείας καὶ βοηθεῖν οὐ μόνον τὸ συμμαχεῖν, ἀλλὰ καὶ τὸ ἅμα τῷ πυθέσθαι τὴν ἔφοδον τῶν πολεμίων ἐκδραμεῖν κατ’ αὐτῶν. εἴρηται δὲ οὕτως παρὰ τὸ ἅμα τῇ βοῇ θεῖν, ἤγουν τρέχειν. | |
beta191 | Βοίδης· πρᾶος. ἔστι παρὰ Μενάνδρῳ (fr. 833 K.—Th.). | |
beta192 | Βοῖος· ἀντὶ τοῦ βόειος. | |
beta193 | Βόθυνος· τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος (fr. 55 S.) καὶ Καλλισθένης (FGrHist 124 F 45) ποιεῖ‐ ται. | |
beta194 | Βολεῶνες· οὕτως ἐλέγοντο, ἐν οἷς οἱ ἄνθρωποι ἀποπατοῦσι. Ξενοφῶν δὲ ὑηλεῖα τοὺς τοιούτους τόπους καλεῖ· ἥδονται γὰρ τοῖς τοιούτοις χώροις οἱ ὕες. | |
beta195 | Βολεῶνας οἱ Ἀττικοὶ καλοῦσιν, οὗ ἡ κόπρος τῶν βοῶν καὶ | |
τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται. | ||
beta196 | Βολεῶνες· οἱ δεχόμενοι τόποι τὴν κόπρον οὕτω καλοῦνται. οὕτως Δείναρχος (fr. 3, 3 C.) καὶ Φιλήμων (fr. 221 K.) καὶ ἄλλοι. | |
beta197 | Βολή· ἀντὶ τοῦ βουλή. οὕτως Ἀξιόνικος (fr. novum). | |
beta198 | Βόλβιτον· τὴν παντοδαπῆ κόπρον. | |
beta199 | Βολίς· βέλος, ἀκόντιον, λογχάριον. | |
beta200 | Βόλιτον· βόλβιτον δὲ οἱ Ἴωνες, οἵ τε ἄλλοι καὶ Ἱππῶναξ (fr. 144 W.). | |
beta201 | Βολβορυκτικόν· γενναῖον. οὕτως Ἀριστοφάνης (fr. novum). | |
beta202 | Βολβορυκτικὸν τόλμημα· τὸ μετὰ βίας, γενναῖον. | |
beta203 | Βολβωρυχεῖν· ἀντὶ τοῦ τοιχωρυχεῖν. | |
beta204 | Βομβοῦσιν αἱ μέλισσαι, ὅταν τις προσίῃ μύρου ὄζων. | |
beta205 | Βομβύλιον· ζῷον. ἢ τὸ βησίον λεγόμενον. | |
beta206 | Βομβυλιός· εἶδος μελίττης ἢ παραπλήσιον μελίττῃ ὀνομασθὲν ἀπὸ τοῦ βομβεῖν. ἔστι δὲ καὶ ποτηρίου εἶδος στενοπόρου, ἐπεὶ καὶ τοῦτο βομβεῖ. καὶ τὸ ἐλαιηρὸν δὲ ἀγγεῖον καθ’ ὁμοιότητα 〈***〉 βομ‐ | |
βυλιὸς λέγεται. | ||
beta207 | †βόμβυλος†· σκεῦος στρογγυλοειδές. | |
beta208 | Βόμβυξ· βοοβοσκός. | |
beta209 | Βόμβος· ψόφος τις. | |
beta210 | Βόμβησεν· ἐψόφησέ πως. | |
beta211 | Βόμβυκες· εἶδος αὐλῶν. | |
beta212 | Βομβάζειν· φθέγμα ἐπὶ τῷ διασύρειν καὶ τωθάζειν λεγόμε‐ νον. | |
beta213 | Βορᾶς· βρώσεως ἢ τροφῆς. | |
beta214 | Βορβορυγή· θόρυβος. | |
beta215 | Βορβορουρύκη· βόρβορος ἐξ οὔρου. | |
beta216 | Βορόν· βρωτικόν. | |
beta217 | Βόσιν· τροφήν. | |
beta218 | Βοτά· βοσκήματα. | |
beta219 | Βοτῆρες· ποιμένες. | |
beta220 | Βοτός· τροφὴ ἢ βοσκή. καὶ βροτός· ὁ ἄνθρωπος. | |
beta221 | Βότρυς· ἐνώτια. | |
beta222 | Βότρυν· τὴν ὀπώραν, οὐχὶ τὴν σταφυλὴν μόνην. καὶ μήποτε | |
τὴν βοτρυΐαν ὀπώραν. | ||
beta223 | Βοτρυδόν· ἐπαλλήλους. ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς αἱ ῥᾶγες τῶν βοτρύων. | |
beta224 | Βουκόρυζαν· τὴν μεγάλην κόρυζαν. καὶ βουκορυζᾶν· τὸν ἰσχυρῶς κορυζῶντα. Μένανδρος (fr. 834 K.—Th.). | |
beta225 | Βουδόρῳ νόμῳ· καθάπερ τοὺς βοῦς δέρουσιν. | |
beta226 | †Βούζυγις†· γένος τι Ἀθήνησιν ἱερὸν ἀπὸ Βουζύγου ἥρωος, ὃς πρῶτος ζεύξας βοῦν γῆν ἤροσε καὶ πρὸς γεωργίαν ἐξημέρω‐ σεν. τούτου τοῦ γένους καὶ Λυκοῦργος ἦν. ἀλλὰ καὶ ἡ τῆς Ἀθηνᾶς ἱέρεια ἐκ τούτων ἐγίνετο. | |
beta227 | Βουκολήσας· ἀπατήσας. | |
beta228 | Βουλεύοντι· ἀντὶ τοῦ συμβουλεύοντι. οὕτω Θουκυδίδης (3, 42, 5). | |
beta229 | Βουλεύσεως· τοῦτο τὸ ὄνομα τοῦ ἐγκλήματος ἐπὶ δύο τάττε‐ ται· ἢ ὅταν τις ἐπιβουλεύσῃ τινὶ θάνατον, ἄν τε κτείνῃ ἄν τε μή, ἢ ἐάν τις ἐγγεγραμμένος ὀφείλειν τῷ δημοσίῳ δικάζηται τῷ αἰτιασαμένῳ ὡς μὴ δικαίως ἐγγράψαντι. εἰσήγετο δὲ ὁ μὲν βουλεύσας τὸν θάνατον, ὡς | |
5 | μέν τινές φασιν, ἐπὶ Παλλαδίῳ, ὡς δὲ ἕτεροι, ἐν Ἀρείῳ πάγῳ, ὁ δὲ δικαζόμενος μὴ ὀφείλειν ἐν δικαστηρίοις ἑτέροις. ἑκάτερος δ’ οὖν ἐλέ‐ γετο βουλεύσεως δικάζεσθαι δίκην. | |
beta230 | Βουλεύσεως· ἐγκλήματός ἐστιν ὄνομα ἐπὶ δυεῖν πραγμάτοιν ταττόμενον· τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε καὶ μή, τὸ δὲ ἕτερον ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ | |
5 | δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν (fr. 62 S.) ἐπὶ Παλλαδίῳ | |
λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα, ὡσαύτως καὶ Ἀριστο‐ τέλης (Ath. Pol. 57, 3), Δείναρχος δὲ (fr. 15, 2 C.) ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ (25, 28.73) λέγει. ὁ μέντοι Ὑπερείδης (5, 18) ἰδίως τὸ τῆς βου‐ | ||
10 | λεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς τὰ χρήματα λαμβάνει. | |
beta231 | Βουληφόρος· πρόβουλος, ἀρχίβουλος, ἡγεμών, ἄρχων. | |
beta232 | Βουλαία· Δείναρχος (fr. 19, 2 C.)· Ἑστία ἡ ἐν τῇ βουλῇ ἱδρυ‐ μένη. | |
beta233 | †βουλία†· τὸ χρηματίζοντά τινα τῆς βουλῆς πράττειν, ἃ τοῖς βουλευταῖς προσήκει. οὕτω Δείναρχος (fr. 19, 2 C.) καὶ Ἀριστοφάνης (Thesm. 809). | |
beta234 | †βουλιτὴ† δίκη· τὸ εἰς τὰ ἀλλότρια ἀποτίθεσθαι ἐπὶ τῇ μονῇ. | |
beta235 | Βούλιμος· ἡ ἐπιτεταμένη λιμός. | |
beta236 | Βουλυτός· ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων. | |
beta237 | Βούπαις· ὁ νέος, ἐφῆλιξ, βουκόλος. | |
beta238 | Βουπλήξ· πέλεκυς, μάστιξ, βούκεντρον. | |
beta239 | Βοῦς ἕβδομος· πέμμα κέρατα ἔχον κατὰ μίμησιν τῆς πρωτο‐ φαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν προστιθέντες καὶ τὸ ἕβδομον, ὅτι | |
ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδομος, ὡς Εὐθυκλῆς ἐν Ἀτα‐ λάντῃ (fr. 2 K.). ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλατέα κυκλοτερῆ, | ||
5 | ἃ καὶ οὕτως ἐκάλουν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναι‐ σθήτων. | |
beta240 | Βοῦν ἐν γνάθοις φέρει· ἐπὶ τῶν πολυφάγων. | |
beta241 | Βούσταθμον καὶ βουστάδιον· βοοστάσιον. | |
beta242 | Βούτας· βοονόμος. | |
beta243 | Βουτάδαι· οἱ δημόται ἀπὸ Βούτου καὶ Ἐτεοβουτάδαι κα‐ λοῦνται. | |
beta244 | Βουτάδης· δῆμός ἐστι τῆς Οἰνηΐδος Βουτία, ἀφ’ ἧς Βουτάδαι οἱ δημόται. | |
beta245 | Βούτης· οὗτος τὴν ἱερωσύνην ἔσχεν καὶ 〈οἱ〉 ἀπ’ αὐτοῦ Βουτάδαι ἐκλήθησαν. καλοῦνται δὲ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθὲς δηλοῖ. | |
beta246 | Βουτρόφους· τάξις, ὥς φασι, τὶς ἱερωσύνης ἡ τρέφουσα τοὺς βοῦς, ὥστε θύεσθαι τοῖς θεοῖς δημοσίᾳ. | |
beta247 | Βουτύπος· βοοθύτης, ὁ τοὺς βόας βάλλων πέλυκι. | |
beta248 | Βουτύπος· ἱερεύς τις, ὃς τοὺς βοῦς ἐν ταῖς θυσίαις τύπτων ἔθυεν. | |
beta249 | Βουφόνια· ἑορτὴ Ἀθήνησιν, ἐν ᾗ πολλοὶ ἐθύοντο βόες. καὶ | |
ἤγετο αὕτη Σκιροφοριῶνος μηνὸς τετάρτῃ ἐπὶ δέκα. | ||
beta250 | Βούχετα· πόλις ἐστὶ τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυν‐ τικῶς λεγομένη, ἥν φησι †Φιλόχορος† ὠνομάσθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. | |
beta251 | Βοώμενον· ἐπικαλούμενον. | |
beta252 | Βοώνης· οὗτος παρὰ τῆς πόλεως ᾑρεῖτο, ἵνα βοῦς αὐτῇ πρίη‐ ται πρὸς τὰς θυσίας. ἦν δὲ λαμπρὸν τὸ βοώνην γενέσθαι, ἐπειδὴ στρατηγούς φασι μάλιστα βοώνας χειροτονεῖσθαι. | |
beta253 | Βοῶπις· μεγαλόφθαλμος, εὐόφθαλμος. | |
beta254 | Βοώτης· ἄστρον πλησίον τῶν Ἄρκτων. ὁ δ’ αὐτὸς καὶ Ἀρ‐ κτοφύλαξ καλεῖται. | |
beta255 | †βοώτης†· αἱ μέγισται ἀρχαὶ παρὰ Ἀθηναίοις ἀπὸ τούτων ἐχειροτονοῦντο. | |
beta256 | Βραβεύει· ἐπιψηφίζεται, διανέμει. | |
beta257 | Βραβεῖον· ἐπινίκιος ἀμοιβή. | |
beta258 | Βραβευτής· διοικητής, κριτής, ὁριστής. | |
beta259 | Βράζειν· στεναγμοῦ τι εἶδος. | |
beta260 | Βράκανα· λάχανα δύσπλυτα καὶ ἄγρια. | |
beta261 | Βράσσει· ζέει, ἀναβάλλει. | |
beta262 | Βραυκανᾶσθαι· βοᾶν ὡς τὰ παιδία. | |
beta263 | Βραυρών· τόπος τῆς Ἀττικῆς καὶ ἱερὸν Ἀρτέμιδος. | |
beta264 | Βραυρωνία· Ἀθήνησιν οὕτως ἡ Ἄρτεμις ἐκαλεῖτο ἀπὸ Βραυρῶνος τόπου, ἐν ᾧ μάλιστα αὕτη ἐτιμᾶτο. ἐκλήθη δὲ ὁ χῶρος ἀπό τινος ἥρωος οὕτω καλουμένου. καὶ ἦν τὸ ἱερὸν πρὸς τῷ Ἐρασίνῳ πο‐ ταμῷ κατασκευασθὲν ὑπὸ Πεισιστράτου. | |
beta265 | Βράχιστον· ἀντὶ τοῦ βραχύτατον. Σοφοκλῆς (fr. 172 N.2 = 169 R.). | |
beta266 | Βραχυμυθίας· βραχυλογίας. | |
beta267 | Βραχυτελῆ· σύντομον, μικρόν. | |
beta268 | Βρέγμα καὶ βρεγμόν· τὸ ὑπερμετώπιον μέρος. | |
beta269 | Βρέμει (D 425)· ταράσσει, ἠχεῖν ποιεῖ. | |
beta270 | Βρενθύεσθαι· διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. | |
beta271 | Βρενθυόμενος· ἐπαιρόμενος, μέγα φρονῶν. | |
beta272 | Βρέτας· εἴδωλον, ἄγαλμα. | |
beta273 | Βρέτας· ἀναίσθητος. οὕτως Ἀναξανδρίδης (fr. 11 K.). | |
beta274 | Βριαροί· βαρεῖς, ἄγριοι, στερεοί, φοβεροί. | |
beta275 | Βριθομένη· βαρυνομένη διὰ πλῆθος ὧν ἔφερεν. | |
beta276 | Βρίθων· εὐθηνῶν ἢ βαρῶν. | |
beta277 | Βρικίσματα· τοὺς φόβους. οὕτως Τηλεκλείδης (fr. novum). | |
beta278 | Βρίκαλα· ὄσπριά τινα. | |
beta279 | Βριμάζων· τῇ τοῦ λέοντος χρώμενος φωνῇ. | |
beta280 | Βριμοῦται· ἀπειλεῖ. | |
beta281 | Βρόγχος· καταπότης, ὁ λάρυγξ. | |
beta282 | Βρόμος· σπέρμα λεπτῇ κριθῇ ὅμοιον. | |
beta283 | Βροτάχους· τοὺς βατράχους Ἴωνες. | |
beta284 | Βροτοειδέσιν· ἀνθρωπίναις. | |
beta285 | Βροτόεντα· ᾑμαγμένα. | |
beta286 | Βροτός· φθαρτὸς ἄνθρωπος. | |
beta287 | Βρόχος· σχοινίον ἀγκύλην ἔχον, ὅπερ ἐπισπασθὲν ἀποπνίγει τὸν ἔχοντα. ἢ ξύλινόν τι ὥσπερ κύφων τοῖς τραχήλοις τῶν νομοθε‐ τούντων ἐν Λοκροῖς περιτιθέμενον. | |
beta288 | Βρῦ· χωρὶς τοῦ ο λέγουσιν ἐπὶ τῶν παιδίων τῶν αἰτούντων πιεῖν. | |
beta289 | Βρύα· φυκία θαλάσσης. | |
beta290 | Βρυάζει· †πάλιν† τρυφερῶς διάκειται, θάλλει, εὐφραίνεται. | |
beta291 | Βρυγμός· τρισμὸς ὀδόντων ἢ μύλων ἀκόνησις. | |
beta292 | Βρύει· ἀνθεῖ. | |
beta293 | Βρυκυνισταί· εἰκασταί. | |
beta294 | Βρύλλειν· τὸ πίνειν. οὕτως Ἀριστοφάνης (Equ. 1126). | |
beta295 | Βρῦτον· κρίθινον πόμα. οἱ δὲ ζῦτος. | |
beta296 | Βρύττοντες· ὀρύττοντες. | |
beta297 | Βρύτια· τὰ τῆς σταφυλῆς πιέσματα, ἅ τινες στέμφυλα λέγου‐ σιν. οἱ δὲ Ἀττικοὶ τὰ τῶν ἐλαῶν ἀλέσματα. | |
beta298 | Βρυτίδαι· ὄνομα γένους Ἀττικοῦ. | |
beta299 | Βρύχιος· βυθιζόμενος ὕδατι. | |
beta300 | Βρυώδης· δυσώδης. | |
beta301 | Βρωμᾶσθαι· τὸ ὀγκᾶσθαι πεινῶντα ὄνον. καὶ βρῶμα· ἡ φωνὴ αὕτη. | |
beta302 | Βρώμης· βρώσεως, τροφῆς. | |
beta303 | Βρώσιμον· ἀντὶ τοῦ βρωτόν. | |
beta304 | Βρώταις· ἀντὶ τοῦ διαβιβρωσκούσαις. οὕτω Σοφοκλῆς (fr. 1034a R.). | |
beta305 | Βρωτόν· βρῶσιν, τροφήν. | |
beta306 | Βύας ὤφθη καὶ βύαι ὤφθησαν· Δίων ἐν Ῥωμαϊκοῖς (40, 47, 2 et 40, 17, 1) ἐν τέρατος λόγῳ τοῖς Ῥωμαίοις ταῦτα ἐπιφαίνε‐ σθαι πολλάκις λέγει. σημαίνει δὲ 〈***〉. | |
beta307 | Βυβά· μεστά, πλήρη. καὶ ἐπὶ τοῦ μεγάλου ἔλεγον. | |
beta308 | Βυβλιοφόρον· τὸν ἐπιστοληφόρον. | |
beta309 | Βύβλος· πάπυρος. | |
beta310 | Βύζην· ἀθρόως, πυκνῶς, ἐπαλλήλως, πεπληρωμένως. | |
beta311 | Βυνεῖν· σάττειν. | |
beta312 | Βύουσιν· φράττουσιν. | |
beta313 | Βυρσοδέψης· σκυτοτόμος, ὁ τὰς βύρσας θεραπεύων. | |
beta314 | Βυσαύχην· ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον. | |
beta315 | Βυσσοδομοῦντες· ἐκ βάθους σκεπτόμενοι. | |
beta316 | Βυσσόν· βάθος. | |
beta317 | Βύστρα· τοὺς ἐκ τῶν λαχάνων ψωμούς. | |
beta318 | Βύσταξ· ὁ ὑφ’ ἡμῶν μύσταξ. συστέλλουσι δὲ τὴν δευτέραν μύστακα λέγοντες. | |
beta319 | Βυττάκη· ὄρνεον Ἰνδικόν. οὕτως Κτησίας (FGrHist 688 F 45). | |
beta320 | Βωλίς· ἡ μᾶζα. οὕτως Ἀριστοφάνης (fr. novum). | |
beta321 | Βωμολόχος· ὁ περὶ τοὺς βωμοὺς λοχῶν, ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφε‐ λείας ἕνεκά τινας κολακεύων. καὶ βωμακεύματα καὶ βωμολοχεύ‐ ματα. Ἀπολλόδωρος Κυρηναῖος ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς | |
5 | τὸν μετά τινος εὐτραπελίας κόλακα. καὶ τὸν πανοῦργον δὲ καὶ συκο‐ φάντην. | |
beta322 | Βωμολοχεύεσθαι· βωμολόχοι κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν | |
θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦν‐ τες. ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινες εὔκολοι καὶ | ||
5 | ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. ὥστε τοὔνομα τρία σημαίνει. | |
beta323 | Βωμοί· οὕτως λέγονται αἱ ἀναβάσεις, στιβάδες. | |
beta324 | Βωμός· τέμενος. | |
beta325 | Βῶμαξ· ὁ βωμὸς ὑποκοριστικῶς. οὕτως Ἀριστοφάνης (fr. novum). | |
beta326 | Βώμακες· βωμολόχοι. οὕτως Τηλεκλείδης (fr. novum). | |
beta327 | Βώμαξ· βωμολόχος. οὗτος δὲ ἀπὸ τῶν βωμῶν πρὶν καρπω‐ θῆναι αἴρων. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. | |
beta328 | Βωμόν· †σταπίδα†. Λάκωνες. | |
beta329 | Βῶν· ἀσπίδα. Ἀργεῖοι. | |
beta330 | Βώνυσοι· ἄποικοι, βουκόλοι. | |
beta331 | Βωμακεύμασι· βωμολοχεύμασι. | |
beta332 | Βῶροι· ὀφθαλμοί. | |
beta333 | Βωσόμεθα· καλέσομεν, μαρτυρούμεθα. | |
beta334 | Βῶσον· †βοήθησον†. Κρατῖνος (fr. 396 K.). | |
beta335 | Βῶς· βύρσα, ἀσπίς. | |
beta336 | Βωστρεῖν· καλεῖν, βοᾶν. | |
beta337 | Βωτεῖν· ἀροῦν. Λάκωνες. | |
beta338 | Βωτιάνειρα· ἡ βόσκουσα τοὺς ἄνδρας. | |
beta339 | Βώτορες· †βοήτορες†, νομεῖς. | |
beta340 | Βῶψ· ἰχθῦς. | |
beta341 | Βωῶμεν· ὀμόσωμεν. | |
beta342 | †βάων†· Σιμωνίδης (fr. novum) ἀντὶ τοῦ βοῦν. καὶ Ὅμηρος (H 238) „νωμῆσαι †βάω톓. | |
betapost342t | Τέλος τοῦ Β στοιχείου | |
beta343 | Et. Gen. AB s.v. βόλιμος (unde EM 204, 39): βόλιμος· {τὴν παραγωγὴν ἀπέδωκεν}. καὶ τὸ σημαινόμενον εὗρον εἰς τὸ ῥητορικὸν λεξικόν. ἔστι μόλιβος καὶ κατὰ ἐναλλαγὴν βόλιμος παρὰ Συρακουσίοις | |
(gl. 8 Kaibel). | ||
gammat | Ἀρχὴ σὺν θεῷ τῆς Γ | |
gamma1 | Γαγγίλη· τὸ ἐν τοῖς ἐπισάρκοις ἐπὶ τῶν σιαγόνων καὶ τῶν ἰσχίων γινόμενον. οὕτω Καλλίας (fr. novum). | |
gamma2 | Γαγγαμουλκοί· σαγηνευταί. | |
gamma3 | Γαγγάμη· δίκτυον. κυρίως δὲ σαγήνη· ἔνθεν καὶ οἱ σαγη‐ νεύοντες γαγγαμουλκοί. | |
gamma4 | Γαδειρικὸν τάριχος· ἀπὸ Γαδείρων νήσων, ἐκτὸς τῶν Ἡρακλέους στηλῶν. | |
gamma5 | Γάζα· πόλις Λιβύης. | |
gamma6 | Γαζοφυλάκιον· θησαυροφυλάκιον· γάζα γὰρ θησαυρός. | |
gamma7 | Γαῖα χάνοι (Z 282)· καταπίοι αὐτὸν ἡ γῆ. | |
gamma8 | Γαῖσος· κοντός, εἶδος ἀμυντηρίου, οἷον δόρατος. | |
gamma9 | Γακινίαν· τὸν σεισμόν. Καλλίας (fr. novum). | |
gamma10 | Γαλεάγρα· ἡ τῶν θηρίων ὑποδοχή. | |
gamma11 | Γαλεώτης· ἀσκαλαβώτης, Ἀττικῶς. | |
gamma12 | Γαλερόν· φαιδρόν. γαληνόν, ἥσυχον, προσηνές. | |
gamma13 | Γαλῇ χιτών· αὕτη ἐπὶ τῶν ἀδίκων τάσσεται καὶ μηδὲν | |
ἀνιέντων. | ||
gamma14 | Γαληνιᾶν· γάννυσθαι, χαίρειν, διαχεῖσθαι. | |
gamma15 | Γαληψός· πόλις ἐστὶ τῆς Θρᾴκης. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. | |
gamma16 | Γαλάξια· ἑορτὴ Ἀθήνησι 〈μητρὶ θεῶν ἀγομένη, ἐν ᾗ ἕψουσι τὴν γαλαξίαν. ἔστι δὲ πολτὸς κρίθινος ἐν γάλακτι〉. | |
gamma17 | Γαλῆ Ταρτησία· μεγάλη πονηρία· τοιαῦτα γὰρ ἡ χώρα ἐκείνη φέρει. | |
gamma18 | Γαλιδεύς· εὐτελής, οἷον γαλῆς παῖς. | |
gamma19 | †γαλίνη†· γαλῆ. ὑποκοριστικόν. | |
gamma20 | Γαλήνη· ἑταίρας ὄνομα. οὕτω Θεόπομπος (fr. novum). | |
gamma21 | Γαλεός· εἶδος ἰχθύος. | |
gamma22 | Γάλως· ἀνδρὸς ἀδελφή. | |
gamma23 | Γαλῆ· περισπᾶν ἀξιοῖ ὁ Ἀρίσταρχος (fr. novum)· τὸ γὰρ πλῆρες γαλέα, ὡς λεοντῆ ἡ λεοντέα καὶ κυνῆ ἡ κυνέα. πάνυ γελοίως· οὐ γάρ ἐστιν ἡ γαλῆ τὸ ὄνομα 〈ὅμοιον〉 τούτοις οὐδὲ κτητικόν. | |
gamma24 | Γαμησείειν· τὸ γάμου ἐπιθυμεῖν. | |
gamma25 | Γαμηλία· ἡ διδομένη τοῖς φράτορσιν ἐπὶ γάμοις. ἢ τῶν γυ‐ ναικῶν ἡ εἰς τοὺς φράτορας εἰσαγωγή. οὕτω Δίδυμος 〈ὁ γραμματι‐ κόσ〉 (p. 315 Schmidt). | |
gamma26 | Γαμηλία· ἡ εἰς τοὺς φράτορας ἐγγραφὴ καὶ εἰσαγωγή, ἣν | |
ὠνόμαζον καὶ Κουρεῶτιν. οἱ δέ φασι γαμηλίαν θυσίαν, ἣν ἔθυον τοῖς δημόταις οἱ εἰς τοὺς ἐφήβους ἐγγραφόμενοι καὶ μέλλοντες γαμεῖν. ἐγίνετο δὲ ἡ θυσία Ἥρᾳ καὶ Ἀφροδίτῃ καὶ Χάρισι γαμηλίαις. | ||
gamma27 | Γαμηλιών· μὴν Ἀθηναίων ἕβδομος ἀπὸ τῶν γαμηλίων πελά‐ νων ὀνομασθείς, οὓς καθήγιζον τοῖς γαμηλίοις θεοῖς κατὰ τοὺς τῶν γάμων καιρούς. ἐν τούτῳ δὲ τῷ μηνὶ καὶ προχειρότερον ἐγάμουν. | |
gamma28 | Γαμητίων· πλακοῦς ὁ ἐκ γάμων. | |
gamma29 | Γαμψώνυχας· ἐπικαμπεῖς ὄνυχας ἔχοντας. | |
gamma30 | Γάνος καὶ Γανιάδα· χωρία ἐστὶ Θρᾴκης. | |
gamma31 | Γανυμένη· χαίρουσα. | |
gamma32 | Γάνυσθαι· φαιδρύνεσθαι, χαίρειν καὶ διαχεῖσθαι. | |
gamma33 | Γαργαλίζει· κινεῖ, †ὑποσημαίνει†, προτρέπει, ἐρεθίζει. | |
gamma34 | Γάργαρα· πλῆθος σημαίνει ἡ λέξις. | |
gamma35 | Γαργαρίζει· ἐρεθίζει ἀπὸ τοῦ στόματος ὥστε ἐμέσαι. | |
gamma36 | Γαργηττός· δῆμος Αἰγηΐδος φυλῆς, ἔνθα τὸ Εὐρυσθέως ἀπό‐ κειται σῶμα ἐν τῷ Ἀρατηρίῳ. | |
gamma37 | Γαστρίζεσθαι· λαμπρότερον τρέφεσθαι. | |
gamma38 | Γαστροίδην· τὸν μεγάλην ἔχοντα γαστέρα λέγουσι. | |
gamma39 | Γαῦλος· πλοῖον στρογγύλον. καὶ οἱ κάδοι οὕτως. | |
gamma40 | Γάστρις· ὁ περὶ τὴν γαστέρα ἀκρατής. καλοῦσι δὲ οὕτως καὶ τὸν ἕλμεις ἔχοντα. | |
gamma41 | Γαυνάκας ἀμπεχόμενον. | |
gamma42 | Γαυριᾷ· ἀγάλλεται, ἐπαίρεται, θρασύνεται. | |
gamma43 | Γαῦρον· στερρόν, μέγα, ἀκλινές, ἀκατάπληκτον. | |
gamma44 | Γεγανωμένος· λελαμπρυσμένος. | |
gamma45 | Γέγηθε· χαίρει. | |
gamma46 | Γέγονεν ἐν καλῷ· καλλίστως ἔσχεν. | |
gamma47 | Γεγωνόν· ἐξάκουστον, λαμπρὸν φθέγμα. καὶ γεγωνίσκειν· τὸ φθέγγεσθαι ἐξάκουστα. | |
gamma48 | Γεγωνεῖν· ἐξάκουστον βοῆσαι. | |
gamma49 | Γεγωνοκῶμαι· γυναῖκες αἱ τὰς κώμας ἐμπιπλᾶσαι βοῆς. | |
gamma50 | Γείσιον καὶ γεῖσος· τὸ ἄκρον τείχους. ἢ στεφάνωμα οἴκου. καὶ γεῖσα· τειχῶν ἄκρα. | |
gamma51 | Γεισίπους καὶ γεισιπόδισμα· τὸ ξύλον οὕτως ἐλέγετο τὸ ὑποβληθὲν καὶ φέρον τὴν γεῖσαν. γεῖσα δέ ἐστιν καὶ τὸ ὥσπερ τὸ προ‐ σκήνιον λεγόμενον καὶ ἡ στεφάνη, δι’ ἧς καὶ ἡ ὑδρορρόη ἐφέρετο. | |
gamma52 | Γειῶραι· οἱ τὴν γῆν φυλάττοντες. | |
gamma53 | Γελασείοντα (Pl. Phaed. 64b)· γελαστικῶς ἔχοντα, γελάσαι θέλοντα. | |
gamma54 | Γεισίπους καὶ γεισιπόδισμα καὶ γεισιποδίζειν· τὸ ἐξέ‐ χον τῆς δοκοῦ, ἐφ’ οὗ τὸ γεῖσόν ἐστι, γεισίπους καλεῖται καὶ γεισιπό‐ δισμα. καὶ γεισιποδίζειν δὲ τὸ ποιεῖν τοῦτο. | |
gamma55 | Γέλγη· τὸν ῥῶπον καλοῦσιν. ἔστι δὲ καὶ ὁ ῥῶπος Ἑλληνικόν. καὶ Δημοσθένης χρῆται (34, 9) καὶ ἄλλοι (Aeschyl. fr. 263 N.2 = 245 M., Diph. fr. 55, 5 K.). | |
gamma56 | Γέλγιθες· σκορόδων κεφαλαί. | |
gamma57 | Γελοῖος· ὁ καταγελαστότατος, προπερισπωμένως. †ὀξυτό‐ νως† δὲ ὁ γελωτοποιός. | |
gamma58 | Γενάρχου· πατρός. | |
gamma59 | Γενναῖος εἶ ἐκ βαλαντίου· ἐπὶ τῶν διὰ τὸν πλοῦτον εὐ‐ γενῶν εἶναι δοκούντων. | |
gamma60 | Γένεθλα· γεννήματα. | |
gamma61 | Γενέθλια· ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἑορτή. | |
gamma62 | Γενεθλιαλογία· μαντεία περὶ τῆς γεννήσεως. | |
gamma63 | Γενέσια· ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεθνεῶτος μνήμη. | |
gamma64 | Γέννησιν· τὴν τῶν ἀφροδισίων μίξιν. | |
gamma65 | Γεννάδας· γενναῖος, εὐγενέστατος. | |
gamma66 | Γενναῖος· ὁ εὖ γεγονώς. | |
gamma67 | Γεννῆται· οὐχ οἱ ἐκ γένους καὶ ἀφ’ αἵματος προσήκοντες, ἀλλὰ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φατρίας. οὗτοι δέ εἰσι καθάπερ οἱ δημόται καὶ φράτορες, νόμῳ τινὶ ἔχοντες κοινωνίαν. τὸ δὲ γένος ἔχει ἄνδρας λʹ. αἱ δὲ φατρίαι ἐκαλοῦντο τριττῦς, ὅτι τεσσάρων | |
5 | φυλῶν οὐσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς δʹ ποιήσαν‐ τες, ἀπομιμησάμενοι τὰς τοῦ ἐνιαυτοῦ ὥρας, τὰς δὲ φατρίας καὶ τριτ‐ τῦς δώδεκα, καθάπερ οἱ μῆνες, τὰ δὲ γένη λʹ ἑκάστῃ φατρίᾳ, καθάπερ αἱ τξεʹ ἡμέραι. | |
gamma68 | Γεννῆται· οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες· καὶ γὰρ διῄρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκαστον μέρος τριττὺς καὶ φατρία ὠνομάζετο. πάλιν δὲ τῶν φατριῶν | |
5 | ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκου‐ σαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λʹ γενῶν, οὓς καὶ πρότερόν φησι Φιλόχορος (FGrHist 328 F 35b) ὁμο‐ γάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι (7, 13) τοὺς γεννήτας ἁπλῶς ἐξ αἵματος συγγενεῖς ὀνομάζει. | |
gamma69 | Γενέτειραν· μητέρα, ποιητικῶς. | |
gamma70 | Γεννικῶς· γενναίως. | |
gamma71 | Γενετή· πατριὰ ἢ γενέσια. | |
gamma72 | Γενετυλλίς· γυναικεία τις θεός. οὕτως Ἀριστοφάνης (Nub. 52, al.). | |
gamma73 | Γένυς· τὰ γένεια. | |
gamma74 | Γένυσι· σιαγόσι. | |
gamma75 | Γενούστης (Pl. Phileb. 30d)· οἷον γεννήτης, ἢ συγγενής, ἢ ἔγγονος. τὸ τελευταῖον ἐκδέχεσθαι ἄμεινον. | |
gamma76 | Γεοῦχος· ὁ τὴν γῆν ἔχων. | |
gamma77 | †γεοφανεῖον†· χωρίον, ἐν ᾧ γῆς ἦν μέταλλα ξανθά, ἐπιτή‐ δεια τοῖς ζωγράφοις εἰς τὰς γραφάς· τάχα δὲ 〈ἡ〉 μίλτος ἐστί. | |
gamma78 | Γέρας· ἀμοιβαί, τιμαί, ἀνταποδόσεις. | |
gamma79 | Γεραιός· ἔντιμος. | |
gamma80 | Γεραίρειν· τιμᾶν, δοξάζειν. | |
gamma81 | Γεραιαί· αἱ τῷ Διονύσῳ ἱερωμέναι γυναῖκες. | |
gamma82 | Γερανία· ὄρος τῆς Μεγαρίδος. | |
gamma83 | Γεραρόν· ἔντιμον ἢ πρεσβύτερον. | |
gamma84 | Γεργέριμοι· αἱ δρυπεπεῖς, ἤτοι καρποὶ οἱ ἐν τοῖς δένδροις πέπειροι, ἤτοι ὥριμοι. | |
gamma85 | Γέρδιος· ὑφάντης. | |
gamma86 | Γέργιδες· αἱ τῶν σκορόδων κεφαλαί. | |
gamma87 | Γερήνιος· ἔντιμος γέρων. | |
gamma88 | Γέρην· γέρανος θήλεια. | |
gamma89 | Γερούσιον· ἔντιμον. | |
gamma90 | Γερουσία καὶ γέροντες· ἐν Λακεδαίμονι ἄρχοντες ἦσαν κʹ καὶ ηʹ, οἳ ἀπὸ πρώτης ἡλικίας μέχρι γήρως ἐμαρτυροῦντο βεβιωκέναι καλῶς. καὶ ἦσαν οὗτοι ἡ μεγίστη μετὰ τοὺς ἐφόρους ἀρχή. | |
gamma91 | Γέρρα· Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρη‐ στικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. διὸ καὶ Δημοσθένης (18, 169) τὰ τῶν σκηνῶν σκεπά‐ σματα καὶ παρακαλύμματα 〈γέρρα καλῶν ἐμπίπρασθαι λέγει〉. λέγοιτ’ | |
5 | ἂν ὁμοίως γέρρα καὶ τὰ τῶν σκηνῶν περιφράγματα. καὶ εἶδός τι ὅπλου δερμάτινον. καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς. | |
gamma92 | Γέρροιν· ἀπὸ σταυροῦ φησιν Εὔπολις (fr. 405 K.). καὶ Δημο‐ σθένης (18, 169) „τὰ γέρρα ἐνεπίμπρασαν“. καὶ οἱ τόποι οἱ περιπεφρα‐ γμένοι. καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. | |
gamma93 | Γέρων βοῦς ἀπένθητος δόμοισιν· ἐπὶ τῶν καθ’ ὥραν τε‐ λευτησάντων. | |
gamma94 | Γερράδια· στρωτηρίδια. | |
gamma95 | Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται· ἐπὶ τῶν διὰ χρόνου πλῆθος οὐχ ἁμαρτανόντων. | |
gamma96 | Γεφυρίς· ξένη καὶ ἐπείσακτος· οἱ γὰρ Γεφυραῖοι ξένοι καὶ ἐπήλυτοι ὄντες Ἀθήνησιν ᾤκησαν. οὕτως Ἡρόδοτος (5, 57). | |
gamma97 | Γεωμόριον· γεώργιον. | |
gamma98 | Γεώλοφον· ὀρεινὸν ὄρος, ὕψωμα γῆς. καλοῦσι δὲ οὕτω καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄνθρωπον. | |
gamma99 | Γεωνόμας· τοὺς διανέμοντας τὴν γῆν ἐν ταῖς ἀποικίαις. οὕτως Κρατῖνος (fr. novum). | |
gamma100 | Γεωφανεῖον· χωρίον ἐν ᾧ μέταλλον. | |
gamma101 | Γεωπεῖναι· οἱ μικρὰν καὶ †λυγρὰν† ἔχοντες γῆν. | |
gamma102 | Γήθειν· χαίρειν. | |
gamma103 | Γηθοσύνη· χαρά. | |
gamma104 | Γηθόσυνοι· χαίροντες. | |
gamma105 | Γήθυα· πράσου τι εἶδος. ὅμοιόν τι ἀμπελοπράσῳ. οὕτως Ἀριστοφάνης (fr. 5 K.). | |
gamma106 | Γηθυλλίς· λάχανον πράσῳ ὅμοιον, ὅ τινες ἀμπελόπρασον λέγουσιν. | |
gamma107 | Γήπεδα· τὰ οἰκόπεδα. | |
gamma108 | Γήπεδον· τὸ χωρίον. ὥσπερ καὶ οἰκόπεδον, τὸ γῇ καὶ οἰκήμα‐ | |
σιν ἀπαρτιζόμενον. | ||
gamma109 | Γηράναι· γηρᾶσαι. | |
gamma110 | Γῆν ἰλλομένην (Pl. Tim. 40b)· συγκεκλεισμένην καὶ πε‐ ριειλημμένην· ἰλλάδες γὰρ οἱ δεσμοί. | |
gamma111 | Γήτεια· κρομμύων τι εἶδος. | |
gamma112 | Γηῶραι· †ἐπίμικτοι†, τηρηταὶ τόπων. | |
gamma113 | Γιγλισμός· κιχλισμός, ἀπὸ χειρῶν γέλως, γαργαλισμός. | |
gamma114 | Γίγλυμοι· ἀντεμβολαί τινων ἐξοχῶν πρὸς κοιλότητας, οἵαπέρ ἐστι 〈καὶ ἡ〉 κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή. | |
gamma115 | Γιγγλυμωτόν· εἶδός τι φιλήματος οὕτω καλοῦσιν, ὡς δρε‐ πτὸν καὶ μανδαλωτόν. | |
gamma116 | Γίγγρας· αὐλὸς Καρικός. καὶ τὸ αὔλημα ὁμωνύμως. | |
gamma117 | Γιγγρί· ἐπιφωνημάτιόν τι ἐπὶ καταμωκήσει. | |
gamma118 | Γιγγρών· ἀφροδισιακὸς δαίμων. | |
gamma119 | †γισήποδες†· δοκίδες ἐκκείμεναι, ἐφ’ ὧν τὸ γεῖσον. | |
gamma120 | Γλάγος· γάλα. | |
gamma121 | Γλάμη καὶ γλαμῶντες· οἱ λημῶντες ὀφθαλμοί. ἔστι δὲ καὶ τὸ λημᾶν Ἑλληνικόν. | |
gamma122 | Γλαυκός· λευκός, κυάνεος. | |
gamma123 | Γλαμυρόν· ὑγρόν. | |
gamma124 | Γλαῦκος· ὄνομα κύριον, γένος Καρύστιος. | |
gamma125 | Γλαύκου τέχνη· παροιμία ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζο‐ μένων, ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. | |
gamma126 | Γλαῦκα Ἀθήναζε καὶ γλαῦκα Ἀθηναῖοι· παροιμία ἐπὶ τῶν μάτην τι πραττόντων, ὥσπερ εἴ τις γλαῦκας Ἀθήναζε ἄγοι· πλήθουσι γὰρ ἐνταῦθα γλαῦκες. ἁρμόττει τοίνυν ἐπὶ τῶν ἀλλαχόθεν ὡς σπάνιά τινα ἐμπορευομένων καὶ κομιζόντων αὐτά. | |
gamma127 | Γλαῦκος· οὗτος ἦν πύκτης ἀπὸ Καρύστου τῆς Εὐβοίας μέγε‐ θος ὢν πηχῶν δʹ, ὃς καὶ ὑπὸ Γέλωνος τοῦ Συρακουσίου ἀνῃρέθη, οὗ μέμνηται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (18, 319). | |
gamma128 | Γλαυκῶπις· εὐόφθαλμος. | |
gamma129 | Γλαυκώπιον· τὴν ἀκρόπολιν οἱ ἀρχαῖοι. | |
gamma130 | Γλαῦξ· πετεινὸν νυκτερινόν. καὶ νόμισμα Ἀθήνησι τετρά‐ δραχμον. ἐλέγετο δὲ καὶ ὄρχησίς τις καὶ φυτόν. | |
gamma131 | Γλάμων· ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους 〈αὐτοὺσ〉 | |
ἔχων. | ||
gamma132 | Γλαφυρόν· τὸν εὐτράπελον. οὕτως Μένανδρος (fr. novum). | |
gamma133 | Γλάφειν· τὸ γλύφειν Ἴωνες. | |
gamma134 | Γλαφυρόν· ἡδύ, κοῖλον, βαθύ, σοφόν, ἔμπειρον, ἀκριβές, λαμπρόν. | |
gamma135 | Γλεῦκος· τὰ ἀποσταλάγματα τῆς σταφυλῆς πρὶν πατηθῇ. | |
gamma136 | Γλήνη· κόρη ὀφθαλμοῦ. ἢ †ὄρη†. | |
gamma137 | Γλήναι〈α〉· ἀξιοθέατα. | |
gamma138 | Γλίσχρον· κολλῶδες. καὶ γλίσχρος· φειδωλός, σκνιφός, πάνυ ῥυπαρός. | |
gamma139 | Γλίχεται· λίαν ἔχεται, ἐπιθυμεῖ. | |
gamma140 | Γλοιάζειν· ἐπιμύειν τοὺς ὀφθαλμοὺς καὶ ἐπιλλώπτειν. | |
gamma141 | Γλοίης· ὁ νωθρός. | |
gamma142 | Γλοίητα· τὸν ῥυπαρὸν καὶ μοχθηρὸν τῷ ἤθει. | |
gamma143 | Γλουτόν· τὸ σφαίρωμα τῆς κοτύλης. | |
gamma144 | Γλυκυδερκής· ἡδὺς ἐν τῷ ὁρᾶν. | |
gamma145 | Γλυκέρα· ἑταίρα τις. | |
gamma146 | Γλυκυθυμία· ἡ ἐπὶ τῷ ζῆν ἡδονὴ καὶ οἷον φιλοψυχία. λέγε‐ ται κοινῶς καὶ πᾶσα ἡδονή. | |
gamma147 | Γλυκύθυμος· ἁπαλόψυχος. | |
gamma148 | Γλυκὺς ἀγκών· οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλό‐ μενος εἰπεῖν, ὡς γλυκέα ἤθη. ἔστι δὲ παροιμία ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι (fr. 178 K.). γέρων δὲ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος· „ὦ χρυσοῦν ἀνάδημα, ὦ τοῖσιν | |
5 | ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών“. ὡς εἴ τις λέγοι, ὦ γλυκὺς πῆχυς. | |
gamma149 | Γλυκὺς ἀγκών· ἀπὸ τοῦ κατὰ τὸν Νεῖλον ἀγκῶνος. ἐκεῖνος δὲ κατ’ εὐφημισμὸν οὕτως ἐκλήθη· μακρὸς γὰρ καὶ ἐργώδης. κέχρηται τῇ παροιμίᾳ Πλάτων ὁ φιλόσοφος (Phaedr. 257d). | |
gamma150 | Γλυκωνοχόρδους· τοὺς ἡδύνειν πειρωμένους ταῖς μελοποι‐ ΐαις. οὕτω Κρατῖνος (fr. novum). | |
gamma151 | Γλύκων· ὁ εὐήθης. μωρός, ἔκλυτος. | |
gamma152 | Γλυκυσίδην· βοτάνη τις, ἣν φυλάσσονται αἱ γυναῖκες, ὡς, ἐὰν παρατριβῶσιν αὐτῇ, ἀσχημονοῦσιν. ἔστι δὲ σύκῳ παραπλησία. | |
gamma153 | Γλυφίδας· τὰς χηλὰς τῆς ἀκίδος, αἷς τὴν νευρὰν προσάγο‐ μεν. παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐστι κεκοιλάνθαι. | |
gamma154 | Γλώττας· τὰς τῶν αὐλῶν γλωττίδας. οὕτως Εὔπολις (fr. no‐ | |
vum)· „γλῶσσα εἰ οὐκ ἐμπήξεται, ἄδηλον εἰ ἡσυχάσεται“. | ||
gamma155 | Γλωσσοκηλοκόμπην· τὸν τῇ γλώσσῃ κηλοῦντα καὶ τοῖς κόμποις. | |
gamma156 | Γλῶσσα ποῖ πορεύῃ; πόλιν ἀνορθώσουσα καὶ πόλιν καταστρέψουσα· ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων. | |
gamma157 | Γλωσσαλγίαν· ἀργολογίαν. | |
gamma158 | Γλώσσαργον ἦθος· ἀντὶ τοῦ ταχὺ καὶ στωμύλον. | |
gamma159 | Γλωσσόκομον· θήκη λειψάνων ξυλίνη. | |
gamma160 | Γλωχῖνας· γωνίας. | |
gamma161 | Γνάθων· αὔλημά τι ἢ ἀναφύσημα. | |
gamma162 | Γνέφαλον· τύλη. οἱ δὲ προσκεφάλαιον. | |
gamma163 | Γνυόμενον καὶ κνυόμενον ἑκατέρως. δηλοῖ δὲ τὸ κνώμενον. | |
gamma164 | Γνύξ· ἐπὶ γόνατα. | |
gamma165 | Γνύπετοι· στυγνοὶ καὶ οἷον νενυγμένοι. καὶ τὸ κατεγνυπῶ‐ σθαι τοιοῦτον δηλοῖ. | |
gamma166 | Γνωματεύων· διακρίνων, διαγιγνώσκων ἀκριβῶς. | |
gamma167 | Γνώμην ἐμοί· ὡς ἐμοὶ δοκεῖ. | |
gamma168 | Γνώμη· ποιά τις διάθεσις. καὶ γνώμων· ὁ συνετός. λέγεται | |
δὲ καὶ γνώμων κανόνιόν τι μηχανικόν, καὶ δὴ καί τι σχῆμα γεωμετρι‐ κόν. καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρονομικοῦ. ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα λαμβανόμενον. | ||
gamma169 | Γνῶμα· ὀδούς, δι’ οὗ τὰς ἡλικίας ἐξετάζουσι τῶν ὑποζυγίων. καὶ λιπογνώμων ἐντεῦθεν. | |
gamma170 | Γνώμονας· τοὺς ἐπισκεπτομένους ἄρχοντας καθ’ ἕκαστον ἐνιαυτὸν τὰ χωρία, μήπως ἐξέκοψέ τις μορίαν· μορίας δὲ τὰς ἱερὰς ἐλαίας ἐκάλουν. | |
gamma171 | Γνῶναι· τὸ συνουσιάσαι καλοῦσιν. | |
gamma172 | †γνώνη†· τὸ κοῖλον τοῦ †ἀρτίου† δίφρου, εἰς ὃ τὰς μάστι‐ γας οἱ ἡνίοχοι ἀπετίθεντο. | |
gamma173 | †γνώπωνες† καὶ †γενυπέται†· παρειμένοι διὰ μαλακίαν. | |
gamma174 | Γνώριμος· οὐχ ὁ μαθητὴς μόνον, ἀλλὰ καὶ ὁ γνωριζόμενος καὶ συνήθης. | |
gamma175 | Γνωσιμαχῆσαι· μετανοῆσαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον. | |
gamma176 | Γνωτός· ἀδελφός. καὶ γνωτή· ἀδελφή. | |
gamma177 | Γογγύλιον· στρογγύλον. | |
gamma178 | Γογγύλον οὐχ ἧττον λέγουσιν ἢ στρογγύλον. | |
gamma179 | Γογγρύζειν καὶ γρυλίζειν· ἡ τῶν ὑῶν φωνή. | |
gamma180 | Γοερόν· θρηνῶδες, λυπηρόν, κατανυκτικόν. | |
gamma181 | Γόης· κόλαξ, περίεργος, πλάνος, ἀπατεών. | |
gamma182 | Γόμφοι· μύλοι, σφῆνες, δεσμά, ἄρθρα, σύνδεσμοι ὀδόντων. | |
gamma183 | Γονόπαις· ὁ φύσει καὶ οὐ γνήσιος. | |
gamma184 | Γονύων· γονάτων. | |
gamma185 | Γόον· θρῆνον. | |
gamma186 | Γοργωπὸν ἕδραν· φοβερὰν καθέδραν. | |
gamma187 | Γοργύνα· δεσμοῦ τι εἶδος. | |
gamma188 | Γόργια· τὰ προσωπεῖα. | |
gamma189 | Γόργυρα· ὑπόνομος βορβορώδης. | |
gamma190 | Γουρόν· τὸν πλακοῦντα, ὃν ἡμεῖς αἴγουρον καλοῦμεν. | |
gamma191 | Γοργολόφας (Ar. Ach. 567)· ὁ Λάμαχος, ὁ ἐπὶ τῆς ἀσπίδος Γοργόνα ἔχων. | |
gamma192 | Γόργυρα· τὸ κατὰ γῆς ὄρυγμα. οὕτω Δείναρχος (fr. 16, p. 148, 6 C.) καὶ Ἡρόδοτος (3, 145) καὶ ἄλλοι. | |
gamma193 | Γραμματεύς· ὁ γραμματεὺς γραμμάτων τέ ἐστι κύριος καὶ τὰ γενόμενα ψηφίσματα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ. | |
gamma194 | Γραμματεύς· οὗτος πράξεως μὲν οὐδεμιᾶς ἦν κύριος, ὑπανε‐ γίνωσκε δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δὲ ἀντιγραφεὺς καὶ οὗτος ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμασται. | |
gamma195 | Γραμματοκύφων· Δημοσθένης ἐν τῷ Περὶ στεφάνου | |
(18, 209) διαπαίζων τὸν Αἰσχίνην οὕτως εἶπεν, ἀντὶ τοῦ ὦ γραμματεῦ, διότι οἱ γραμματεῖς προσκεκυφότες γράφουσιν. ἢ γραμματοκύφων, ὡσανεὶ ὁ ἐν ἀγορᾶ γραμματεύων· οἱ γὰρ ἀγοραῖοι τῷ κύφωνι μαστι‐ | ||
5 | γοῦνται. δι’ ὃ καὶ „περίτριμμα ἀγορᾶσ“ αὐτὸν λέγει (18, 127). | |
gamma196 | Γράμμα· τὸ ζωγράφημα. | |
gamma197 | Γραμματεῖον· κυρίως τὸ πινακίδιον. καὶ ἀργυροῦν γλωσσό‐ κομον. | |
gamma198 | Γραμματοκύφων· ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίως γὰρ †κύφη† τὸ ξύλον καλεῖται, {δι’ οὗ τὸν τράχηλον καὶ τὰς χεῖρας διείρου‐ σιν}. | |
gamma199 | Γραμμὴ μακρά· ὁ καταδικάζων ἐν τῷ γραμματιδίῳ εἷλκε πρὸς τῷ ὀνόματι μακρὰν γραμμήν, ὁ δὲ ἀπολύων βραχεῖαν. | |
gamma200 | Γραμματιστής· γραμματοδιδάσκαλος. | |
gamma201 | Γράσον· τὴν δυσωδίαν τῶν μασχαλῶν. | |
gamma202 | Γράφεται· ἀντὶ τοῦ γράφει ἢ κατηγορεῖ. | |
gamma203 | Γραφεύς· ἀντὶ τοῦ ζωγράφος. Δημοσθένης κατὰ Μειδίου (21, 147). καὶ γράφειν τὸ ζωγραφεῖν. | |
gamma204 | Γραφή· ἡ περὶ δημοσίων ἀδικημάτων κατηγορία καὶ περὶ ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ ψηφισμάτων οὐκ ἐπιτηδείων εἰσκομίζεσθαι δοκούντων, αἵτινες γραφαὶ παρανόμων καλοῦνται. | |
gamma205 | Γραφή· δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν | |
ψηφίσματος ἢ νόμου κατηγορῇ τις, παράνομον γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ’ ἄλλοις πολλοῖς δημοσίοις ἀδική‐ μασι. πολλὴ 〈δὲ ἡ〉 χρῆσις τοῖς ῥήτορσι. | ||
gamma206 | Γραφὴ καὶ γράψασθαι δίκης ἐστὶν ὄνομα κατὰ τῶν μέγιστα ἀδικούντων. ἀπετίθετο δὲ ἡ γραφὴ ἐπὶ τούτοις· ἀσεβείας, παρανόμων, ἀργίας, ξενίας, δωροξενίας, συκοφαντίας, προαγωγίας, καὶ ἄν τις ὑποσχόμενος τῷ δήμῳ μὴ ποιῇ, καὶ ἄν τις τοὺς νόμους διαφθείρῃ· ἐπὶ | |
5 | τούτοις γὰρ ἐξῆν γράφεσθαι γραφὴν ἀποθέμενον παρὰ τοὺς θεσμοθέ‐ τας. ἦν δὲ καὶ ὕβρεως γραφὴ καὶ ταύτης ἀγὼν δημόσιος. καὶ ἡ μὲν δημοσία, ἡ δὲ ἰδιωτική. δημοσία μὲν ἣν ἀπέφερέ τις πρὸς τοὺς θεσμοθέ‐ τας, ἰδιωτικὴ δὲ ἣν ἰδίᾳ ἀπέφερεν εἰς τὸ δικαστήριον ὁ ὑβρισθείς. καὶ τῆς μὲν δημοσίας τίμημα ἦν ὡρισμένον, ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι, τῆς | |
10 | δὲ ἰδιωτικῆς ἀργύριον, ὃ τοῖς δικασταῖς ἐδόκει. | |
gamma207 | Γραφήν· λογισμόν. | |
gamma208 | Γραφὴ καὶ ἐγκλήματα· κατηγορία καὶ ἔγκλημα. | |
gamma209 | Γραφεῖς· οἱ ζωγράφοι. | |
gamma210 | Γραφικός· ζωγραφίας ἔμπειρος. | |
gamma211 | Γράψαι· κοιλᾶναι, διασκάψαι. | |
gamma212 | Γραῶν ὕθλοι· ἐπὶ τῶν μάτην ληρούντων. | |
gamma213 | Γρῖφοι· τὰ συμποσιακὰ ζητήματα. | |
gamma214 | Γρῖφος· τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπε‐ πλεγμένος λόγος. | |
gamma215 | Γρομφίς· ὗς, ἡ παλαιὰ σκρόφα. | |
gamma216 | Γρῦ· βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον. | |
gamma217 | Γρῦ· ἀντὶ τοῦ οὐδέν· καὶ γὰρ οὕτως καλεῖται ὁ ἐν τοῖς ὄνυξι ῥύπος. | |
gamma218 | Γρύξαι· φθέγξασθαι, διακράξαι. | |
gamma219 | Γρῦνος· ἡ τρύξ. | |
gamma220 | Γρυπανίζειν· σείεσθαι τὴν γῆν βαλλομένην καὶ ὥσπερ 〈γ〉ρυποῦσθαι ἀπὸ σεισμοῦ. οὕτως ἐχρήσατο Ἀντιφῶν (87 B 31 D.‐ K.). | |
gamma221 | Γρύλος· Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱὸς Γρύλος. καὶ ἕτε‐ ρος Διόδωρος. | |
gamma222 | Γρυπάνιον· γρυπαίνειν τὸ γρυποῦσθαι λέγουσιν, οἷον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας δευτέρῳ (87 B 30 D.—K.)· „καίων γὰρ τὴν γῆν καὶ συντήκων γρυπάνιον ποιεῖ“. καὶ Μελάνθιος· „σεισμόσ“, φησί, „γέ‐ | |
5 | γονε καὶ ἔγρυπεν ἡ γῆ“ (FGrHist 326 F 1). | |
gamma223 | Γυῖα· μέλη, ἢ πόδας τοῦ σώματος. | |
gamma224 | Γύης· καὶ μέτρον τι γῆς καὶ μέρος τι τοῦ ἀρότρου. | |
gamma225 | Γύλιος· εἶδος πήρας στρατιωτικῆς. | |
gamma226 | Γυμνάσια· ἀλειπτήρια, ἢ βαλανεῖα, ἢ λουτρά. | |
gamma227 | Γυμνασίαρχος· δέκα γυμνασίαρχοι ἦσαν, εἷς καθ’ ἑκάστην φυλήν, καὶ οὗτοι ἦγον τὰ λαμπαδηδρόμια τὴν ἑορτήν. ἤλειφε μὲν οὖν ὁ γυμνασίαρχος τοὺς ἐφήβους, οἱ δὲ ἀλειψάμενοι κατὰ διαδοχὴν ἔτρεχον ἄλλος ἄλλῳ τὴν λαμπάδα μεταδιδούς. καὶ ἧπτεν ὁ τελευταῖος τῆς τά‐ | |
5 | ξεως τὸν βωμόν. ἐκ τοίνυν τῶν διαφόρων τάξεων ὁ πρῶτος ἅψας τὸν βωμὸν οὗτος ἐνίκα, καὶ αὐτὸς καὶ ἡ τούτου φυλή. ἤγετο δὲ ἡ ἑορτὴ Προμηθεῖ καὶ Ἡφαίστῳ καὶ Πανί· τῷ μὲν διὰ τὴν κλοπὴν τοῦ πυρός, Ἡφαίστῳ δὲ ὅτι δεσπότης ἐνομίζετο τοῦ πυρός, τῷ Πανὶ δὲ ὅτι συμ‐ μαχήσειν ἔδοξεν Ἀθηναίοις ἐν τοῖς Περσικοῖς. | |
gamma228 | Γύλιος· σκεῦος στρατιωτικὸν πλεκτόν, εἰς ὃ ἐνετίθεντο τὰ ἐπιτήδεια. | |
gamma229 | Γύλιππος καὶ Γύλων· ὀνόματα κύρια. | |
gamma230 | Γυμνοπαιδία· ἑορτὴ Λακεδαιμονίων, ἐν ᾗ 〈παῖδες ᾖδον τῷ Ἀπόλλωνι〉 παιᾶνας γυμνοὶ εἰς τοὺς περὶ Θυραίαν πεσόντας. | |
gamma231 | Γυμνοπαιδία· χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆς Λακωνικῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυραίαις ἀποθανόντων Σπαρτιατῶν. | |
gamma232 | Γυμνητία· τὸ τῶν γυμνητῶν σύνταγμα. | |
gamma233 | Γυμνότερος Ἰαλέμου· ὁ Ἰάλεμος ἐπίρρημα θρήνου. τάσσε‐ ται δὲ ἐπὶ τῶν οἰκτρῶν. | |
gamma234 | Γυναῖκες εἰλίποδες (Eup. fr. 161, 3 K.)· διὰ τὴν ἔνδεσιν τῶν μηρῶν. | |
gamma235 | Γυναιμανής· ἐπὶ γυναιξὶ μαινόμενος. ὁ ἀκόλαστος. | |
gamma236 | Γῦπαι· γυπῶν οἰκήσεις, αἱ νεοσσιαί. | |
gamma237 | Γύννις· ἀνδρόγυνος, μαλακός. | |
gamma238 | Γύρινοι· βάτραχοι οἱ μήπω πόδας ἔχοντες. | |
gamma239 | Γῦροι· οὗ τὰ φυτὰ ἐμβάλλουσιν. | |
gamma240 | Γῦρον· ὡς ἡμεῖς τὸν κύκλον. | |
gamma241 | Γωνίᾳ ἀπορθῶσαι· τὸ ἐν γωνίᾳ ὑπό τινος περανθῆναι. | |
gamma242 | Γωρυτός· θήκη τόξων. | |
gamma243 | Γωνιασμός· Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ ἔστι γνήσιος (fr. 158 S.)· „κάμψαντι“, φησί, „τοῦ τείχους, ὦ βουλή, ἔστι γωνιασμὸς | |
ἐν ἀριστερᾶ καὶ εὐρυχωρία πάνυ πολύσ“. | ||
deltat | Ἀρχὴ σὺν θεῷ τῆς Δ | |
delta1 | Δᾷδες· λαμπάδες. | |
delta2 | Δᾳδουχεῖ· φαίνει. | |
delta3 | Δαιδάλεον· τῇ κατασκευῇ ποικίλον. | |
delta4 | Δαίδαλον· ποικίλον κατασκεύασμα· ἀπὸ Δαιδάλου τινὸς μηχανοποιοῦ, ὃς κατασκευάσας 〈***〉. | |
delta5 | Δάειρα· τινὲς Στυγὸς ἀδελφήν. ἔνιοι τροφὸν Περσεφόνης. ἄλλοι τὴν αὐτὴν Δήμητρι. τινὲς τὴν αὐτὴν τῇ Ἥρᾳ. καὶ πιθανὸν τὴν Ἥραν δάειραν τοῦ Πλούτωνος λέγεσθαι· δαὴρ γάρ ἐστιν ὁ τοῦ ἀνδρὸς ἀδελφός. Ἀριστοφάνης δὲ (fr. novum) Σεμέλης φησὶ μητέρα | |
5 | εἶναι. | |
delta6 | Δαΐα· μεγάλη, σεμνή, φοβερά. | |
delta7 | Δάειρα καὶ Δάμων· ὀνόματα κύρια. | |
delta8 | Δαΐαν ὁδόν (Ar. Ran. 897)· ἔμπειρον, ἀπὸ τοῦ δαῆναι θαυ‐ μασθῆναι. | |
delta9 | Δαιδάλειον· τὸν ὑπὸ Δαιδάλου κατασκευασθέντα ἀνδρι‐ | |
άντα, 〈ὃν〉 διὰ τὸ δοκεῖν ἀποδιδράσκειν νομίζεσθαι δεδεμένον· δό‐ ξα γὰρ κατεῖχεν ὡς τῶν δαιδάλων ἔργων ἐμψύχων ὄντων καὶ κινου‐ μένων· πρῶτος γὰρ οὗτος ὁ Δαίδαλος τῶν ἀγαλμάτων φησὶ διεβί‐ | ||
5 | βασε τὸν ἕτερον τῶν ποδῶν καὶ τοὺς ὀφθαλμοὺς ἀνεπέτασε καὶ τὰς χεῖρας προέτεινε καὶ δόξαν παρέσχεν ὅτι ἔμψυχα ποιεῖ τὰ ἀγάλματα· πρὸ γὰρ αὐτοῦ συμπεπηγότα τε ἐγίνετο καὶ συμμεμυκότα καὶ τὰς χεῖρας καθήκοντα. | |
delta10 | Δαιδαλίδαι· δῆμος Κεκροπίδος. | |
delta11 | Δαίεις· φλέγεις. | |
delta12 | Δαίει· καίει. | |
delta13 | Δαΐζων· διακόπτων. ἢ παρὰ τὴν δάϊν, τὴν μάχην, ὁ καταμαχό‐ μενος. | |
delta14 | Δαιμονᾶν· τὸ ὑπὸ δαίμονος κατέχεσθαι καὶ πλήρη εἶναι δαί‐ μονος, ὡς κορυβαντιᾶν τὸ ὑπὸ τῶν Κορυβάντων κατέχεσθαι. | |
delta15 | Δαίμονα· ἐκστατικόν. | |
delta16 | Δαιμόνιε· μακάριε. | |
delta17 | Δαίνυ· εὐώχει. | |
delta18 | Δαινύμενος· εὐωχούμενος. | |
delta19 | Δαίς· εὐωχία. | |
delta20 | Δαῖτας· εὐωχίας. | |
delta21 | Δαιτὸς ἐΐσης (A 468, al.)· ἐξ ἴσου μεριζομένης εὐωχίας. | |
delta22 | Δαιτρεύειν· μερίζειν. | |
delta23 | Δαιτρόν· μεριστήν, μάγειρον. | |
delta24 | Δαιτρός· προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις· οὕτω γὰρ εἱστιῶντο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρ’ ὃ καὶ λέγει „δαιτὸς ἐΐσησ“ (A 468, al.). | |
delta25 | Δαῖρα· δισυλλάβως ὑπὸ τῶν Ἀττικῶν ὀνομάζεται μήτηρ Ἐλευσῖνος. οἱ δὲ περὶ τὰς τελετὰς καὶ τὰ μυστήρια διατρίβοντες τὴν ὑγρὰν οὐσίαν Δαῖραν ὀνομάζουσι. | |
delta26 | Δᾴς· ἡ ἐκ δᾴδων λαμπάς, φανὸς δὲ ἡ ἐκ τῶν κληματίδων. | |
delta27 | Δαιταλεῖς· δαιτυμόνες καὶ θιασῶται καὶ συμπόται καὶ οἷον συνδαιταλεῖς. 〈οὕτως Ἀριστοφάνησ〉 (I 438 K.). | |
delta28 | Δαιτυμόνες· ἀριστηταί, εὐωχούμενοι. | |
delta29 | Δαΐφρονος· συνετοῦ ἢ πολεμικοῦ. | |
delta30 | Δάκετον· θηρίον ἑρπετόν. | |
delta31 | Δάκη· θηρία. | |
delta32 | Δακρυόεν· μετὰ δακρύων. | |
delta33 | Δακτύλιος· τῷ τόνῳ ὡς δημόσιος. | |
delta34 | Δακτύλιοι· οἱ τετρημένοι λίθοι, ἐξ ὧν τὰ ἀπόγεια 〈σχοινία〉 ἀνάπτουσι. | |
delta35 | †Δαληταί†· διαιρέται. | |
delta36 | Δαλός· λαμπάς, ἢ ξύλου ἀπόκαυμα, ἢ δᾳδίον ἡμίφλεκτον. | |
delta37 | Δάμαρ· ἀνδρὸς γυνή. | |
delta38 | Δάματερ· ἐκπλησσόμενοι λέγουσιν. | |
delta39 | Δάμαρτος· γυναικός. | |
delta40 | Δαμασίφρων· ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος (Ol. 13, 78)· 〈„δαμασίφρονα χρυσόν“〉. | |
delta41 | Δαμαρίππεως· συκῆς γένος. | |
delta42 | Δαμέντα· δαμασθέντα ἢ φονευθέντα. | |
delta43 | Δάμνα· ἐδάμαζεν. | |
delta44 | Δάμνημι· δαμάζω. | |
delta45 | Δανάκη· τοῦτο νομίσματός ἐστιν ὄνομα, ὃ τοῖς νεκροῖς ἐδίδο‐ | |
σαν πάλαι συγκηδεύοντες νεὼς Ἀχερουσίας ἐπίβαθρον. Ἀχερουσία δέ ἐστιν λίμνη ἐν Ἅιδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντες τὸ προειρη‐ μένον νόμισμα τῷ πορθμεῖ διδόντες. | ||
delta46 | Δανά· ξηρὰ ξύλα. καὶ †εὔθραυστα† καὶ θερμά. | |
delta47 | Δανεῖν· κακουργεῖν. | |
delta48 | Δανειζόμενοι· οὐ μόνον οἱ ὑπόχρεοι, ἀλλὰ καὶ οἱ δανεισταὶ οὕτω καλοῦνται. | |
delta49 | Δανειστήν· καὶ τὸν δεδανεισμένον λέγουσιν οἱ Ἀττικοί. | |
delta50 | Δάοχος· εἷς ἐστιν οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα. | |
delta51 | Δανάκης· νομισμάτιόν τι βαρβαρικὸν πλέον ὀβολοῦ, ὃ καὶ τοῖς τεθνεῶσιν ἐδίδοτο. | |
delta52 | Δαπανᾶν· οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τὴν οὐσίαν. οὕτω Δημοσθένης (40, 51). καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ (4, 3, 3) „τὴν πόλιν δαπανᾶν“ φησιν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμβαλεῖν. | |
delta53 | Δάπεδον· ἔδαφος. | |
delta54 | Δάπιδες· στρώματα ἄττα. | |
delta55 | Δαρδάπτει· σπαράσσει, κατεσθίει. | |
delta56 | Δαρεικὸν στατῆρα· ἀπὸ Δαρείου. | |
delta57 | Δαρεικός· νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπε‐ νόησεν. | |
delta58 | Δαρεικός· εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ δαρεικοί, ἠδύνατο δὲ ἕκαστος αὐτῶν ὅπερ καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος χρυσός. οὐκ ἀπὸ Δαρείου δὲ τοῦ Ξέρξου πατρός, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς παλαι‐ τέρου βασιλέως ὠνομάσθησαν. λέγουσι δέ τινες δύνασθαι τὸν δαρει‐ | |
5 | κὸν δραχμὰς ἀργυρίου κʹ, ὡς τοὺς εʹ δαρεικοὺς δύνασθαι μνᾶν ἀργυ‐ ρίου. | |
delta59 | Δᾴς· λαμπάς. | |
delta60 | Δάσασθαι· διαμερίσασθαι. | |
delta61 | Δασμολογία· φορολογία. | |
delta62 | Δασμολόγοι· μερισταί, φορολόγοι. | |
delta63 | Δασυλλίδαι· οἱ δασεῖς. | |
delta64 | Δασύπους· λαγώς. | |
delta65 | Δασύπους κρεῶν ἐπιθυμεῖ· λέγεται ἐπὶ τοῦ ἐπιθυμοῦντος παρ’ ἄλλου γενέσθαι τὰ ὄντα παρ’ ἑαυτῷ. | |
delta66 | Δασύποδα· τὸν λαγὼν καὶ οἱ Ἀττικοί. | |
delta67 | Δασμός· †μέρος†, φόρου ἀπαρχή. | |
delta68 | Δάσονται· διασπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται. | |
delta69 | Δατηταί· οἱ τὰ κοινὰ διανέμοντες. | |
delta70 | Δατεῖσθαι καὶ δατηταί· δατεῖσθαι μὲν τὸ μερίζεσθαι, δατη‐ ταὶ δὲ οἱ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν εἶδός ἐστι δίκης· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις εἰς | |
5 | δατητῶν αἵρεσιν. οὕτως Λυσίας (fr. 7 S.) καὶ Ἀριστοτέλης (Ath. Pol. 56, 6). | |
delta71 | Δατός· πόλις Θρᾴκης σφόδρα εὐδαίμων, ἀφ’ ἧς ἡ παροιμία „Δατὸς ἀγαθῶν“. ταύτην δὲ τὴν πόλιν καὶ τὴν παρακειμένην χώραν καὶ θηλυκῶς καὶ ἀρρενικῶς ὀνομάζουσι. | |
delta72 | Δαυλίαν κορώνην (Ar. fr. 716 K.)· ἀηδόνα. | |
delta73 | Δαυνότατα· καυστικώτατα. | |
delta74 | Δαφνοπῶλαι· ἐν Δελφοῖς. οἱ λαμβάνοντες κερμάτιον ἐδίδο‐ σαν. | |
delta75 | Δαψιλέστατος· πολυτελέστατος. λέγεται δὲ καὶ ἐπὶ ῥευμάτων καὶ ἐπὶ τῶν μεγαλοψυχούντων. | |
delta76 | Δέδασται· μεμέρισται. | |
delta77 | Δεδαυμένον· Ἀττικοὶ λέγουσι τὸ κεκαυμένον. | |
delta78 | Δέδηεν· φεύγει ἢ φλέγει. | |
delta79 | Δεδί〈ττ〉οιντο· φοβοῖντο. | |
delta80 | Δεδείκηλον· δειλόν. | |
delta81 | Δεδιακόνηκεν· ἀντὶ τοῦ διῴκηκεν. | |
delta82 | Δεδίξεσθαι· ἐκφοβῆσαι, διῶξαι. | |
delta83 | Δεδιττόμενος· ἐκφοβῶν. | |
delta84 | Δεδίξεται· καταφοβήσει. καὶ δεδίττομαι τὸ φοβοῦμαι. | |
delta85 | Δεδημευμέναι· ἀπηγορευμέναι. | |
delta86 | Δεδιώς· φοβούμενος. | |
delta87 | Δεδμήμεθα· ὑποτετάγμεθα. | |
delta88 | Δεδοκημένος· ἐκδεχόμενος, ἐνεδρεύων. | |
delta89 | Δέδορκεν· ὁρᾷ, βλέπει. | |
delta90 | Δέδοται καὶ κακοῖσιν ἄγρα· ἐπὶ τῶν παρ’ ἀξίαν εὐπρα‐ γούντων. | |
delta91 | Δεδουπώς· πεπτωκώς, τεθνηκώς. | |
delta92 | Δεδραγμένος· πεπραγμένος. | |
delta93 | Δέδυκεν· εἰσῆλθεν. | |
delta94 | Δεδμημένοι· δεδαμασμένοι. | |
delta95 | †Δεδώνατον†· τὸ δεκαζόμενον. | |
delta96 | †Δείδαρος†· ἀτυχής. | |
delta97 | Δέει· τὸ δεῖ. τὸ ὁριστικὸν δηλονότι. | |
delta98 | Δεήσεις· ἀντὶ τοῦ ἐνδείας. Ἀντιφῶν Ἀληθείας αʹ (87 B 11 D.‐ K.). | |
delta99 | Δεῆσαν· χρείας γενομένης. | |
delta100 | Δεῖ· τέσσαρα ἔχει τὰ σημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐστίν, οἷον „δεῖ δὲ χρημάτων καὶ ἄνευ τούτων οὐδὲν γενέσθαι τῶν δεόντων“ (Dem. 1, 20). καὶ ἀντὶ τοῦ δεσμεῖ. καὶ δέει ἐν διαλύσει ἀντὶ τοῦ ἀπέχει. | |
delta101 | Δείκελον· ἄγαλμα ἢ ὁμοίωμα. | |
delta102 | Δειλάκρα· ἡ ἐλεεινή. καὶ δείλακρος †ὁ† δειλακρίων· ἐλεεινός, ταλαίπωρος. | |
delta103 | Δείλαιος· ἄθλιος. | |
delta104 | Δεῖγμα· κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλου‐ μένων. ἔστι δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δεί‐ γματα ἐκομίζετο, καλούμενος οὕτως. Ἀττικὸν δέ ἐστιν τὸ ἔθος τὸ κα‐ λεῖν ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺς τοὺς τόπους. | |
delta105 | Δείλη ὀψία· ἡ περὶ δύσιν ἡλίου. | |
delta106 | Δείλῃ πρωΐᾳ· τῇ πρὸ ἀρίστου ὥρᾳ. | |
delta107 | Δείλη· τὸ μετὰ τὴν μεσημβρίαν μέρος τῆς ἡμέρας. | |
delta108 | Δείλη ὀψία· τὸ τελευταῖον τῆς δείλης μέρος, τὸ περὶ ἡλίου δυσμάς. καὶ δείλη πρωΐα· τὸ πρῶτον τῆς δείλης, τὸ εὐθὺς ἐκ μεσημ‐ βρίας. | |
delta109 | Δειλόν· δείλαιον, μοχθηρόν. | |
delta110 | †Δειλοκομπήσας†· ἐξαπατήσας. Ἕρμιππος (fr. 88 K.). | |
delta111 | Δειλότερος εἶ τοῦ παρακύπτοντος· ἐπὶ τῶν σφόδρα δειλῶν· ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλός, ὃς παρακύψας ἐκ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα ἀπελιθώθη. καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδής. | |
delta112 | Δεῖμα· φόβος. | |
delta113 | Δειμαλέοι· λεπτοί. | |
delta114 | Δειμαλέος· εὐλαβής. | |
delta115 | Δειμάμενοι· οἰκοδομήσαντες. | |
delta116 | Δειμᾶν· οἰκοδομεῖν. | |
delta117 | Δειμαίνει· φοβεῖται. | |
delta118 | Δειμαίνοντα· φοβούμενον. | |
delta119 | Δείμασθαι· οἰκοδομεῖν. | |
delta120 | Δειματώδης· φοβερός. | |
delta121 | Δειμάτων· φόβων. | |
delta122 | Δείμομεν· οἰκοδομοῦμεν. | |
delta123 | Δεῖν· ὀφείλειν. | |
delta124 | Δεῖν· δεσμεῖν. | |
delta125 | Δεινοί· φοβεροί, ἔμπειροι, σοφοί. | |
delta126 | Δεινοὶ πλέκειν τὰς μηχανὰς Αἰγύπτιοι (Aeschyl. fr. 373 N.2 = 726 M.)· ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. | |
delta127 | Δεινοπαθεῖ· δεινῶς ἔχει, χαλεπὰ πάσχει. | |
delta128 | Δεινός· πανοῦργος, ἱκανός, ἀκολάκευτος, σοφός, ἔμπειρος. | |
delta129 | Δεινότητα· τήν τε τῶν λόγων δύναμιν δηλοῖ τήν τε πανουρ‐ γίαν. | |
delta130 | Δεῖν ᾠήθην· δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα. | |
delta131 | Δεῖνος· προπερισπωμένως ὁ ψυκτήρ. | |
delta132 | Δεινωποί· δειματώδεις, φοβεροί. | |
delta133 | Δείνωσις· δεινότης, σκότωσις. | |
delta134 | Δειπνιστός· ὁ καθ’ ἡμᾶς ἀρίστου καιρός. | |
delta135 | Δειπνολόχον· κλεπτοτρόφον. | |
delta136 | Δειπνοφόρος· αἱ φέρουσαι τοῖς κατακεκλιμένοις ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τὰ δεῖπνα. | |
delta137 | Δεῖπνον· τὸ πρωϊνὸν ἄριστον. | |
delta138 | Δειπνοφόρια· τὰ φερόμενα δεῖπνα ταῖς Κέκροπος θυγατρά‐ σιν Ἕρσῃ καὶ Ἀγραύλῳ καὶ Πανδρόσῳ. ἐφέρετο δὲ πολυτελῶς κατά τινα μυστικὸν λόγον ὑπὸ τῶν φιλοτίμων καὶ πολυτελῶν. | |
delta139 | Δειράδες· οἱ τραχώδεις τόποι τῶν ὀρῶν. | |
delta140 | Δειρατιώτης· δῆμός ἐστι τῆς Λεοντίδος Δειράδες, ἀφ’ οὗ ὁ δημότης Δειρατιώτης. | |
delta141 | Δειρή· τράχηλος. | |
delta142 | Δεισιδαίμων· θεοσεβής. ἢ ἀμφίβολος περὶ τὴν πίστιν καὶ οἱονεὶ δεδοικώς. | |
delta143 | Δεῖται· προσδεσμεύεται ἢ χρῄζει. | |
delta144 | Δεῖται· ἀντὶ τοῦ δεῖ· „ἀπελθεῖν με δεῖται“. Εὐέτης Ἐ‐ πικλήρῳ (fr. novum), Ἐπίχαρμος Πολιτείᾳ (cf. fr. 255, 1 Kaibel). | |
delta145 | Δέκα· διάφοροι γεγόνασιν ὁ ἀριθμὸς οὗτος· οἱ μὲν γὰρ ἦρχον ἐν Πειραιεῖ ἐπὶ τῶν λʹ τυράννων, οἷς οὐκ ἐσπείσαντο Ἀθηναῖοι, καίτοι σπεισάμενοι τοῖς λʹ. ἕτεροι δέ τινες ἐγένοντο δέκα, οὓς Ἀθη‐ ναῖοι μετὰ τὴν καθαίρεσιν τῶν λʹ εἵλοντο. | |
delta146 | Δεκάζειν· διαφθείρειν χρήμασιν ἢ δώροις. | |
delta147 | Δεκάζεσθαι· ἐρρήθη μὲν ἀπὸ τοῦ κατὰ δεκάδα φθείρεσθαι δώροις· ὅτε γὰρ βούλοιντό τινες ἀρχῆς τυχεῖν ἢ ἄλλο τι ἀνύειν, κατὰ δέκα ἀνθρώπους ἐδίδοσάν τινα, ὅπως συμπράττωσιν αὐτοῖς. ἐξ ἐκείνου δὲ ἤδη τὸν λαμβάνοντα ἕνεκα τοῦ συμπράττειν μὴ ἀπαντῶντος τοῦ | |
5 | βελτίστου δεκάζεσθαί φασιν. ὅμοιον καὶ τὸ ἐριθεύεσθαι τῷ δεκάζεσθαί ἐστι· καὶ γὰρ 〈ἡ〉 ἐρίθεια εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως. | |
delta148 | Δεκάζων· τὸ σημαινόμενον δῆλον. ἐποιήθη δὲ τὸ ὄνομα ἐντεῦ‐ θεν. Λύκος μέν ἐστιν ἥρως μορφὴν ἔχων τοῦ θηρίου, πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις· πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ δέκα γινόμενοι ἀνεστρέφοντο. ἔνθα καὶ ἡ παροιμία „Λύκου δεκάσ“. ἐξ | |
5 | οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι. | |
delta149 | Δέκα καὶ δεκαδοῦχος· δέκα μὲν ἦρχον μετὰ τοὺς λʹ κατα‐ στάντες, ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δηλοῖ Λυσίας (fr. 79 S.). | |
delta148a | 〈Δεκάζεσθαι· δωροδοκεῖσθαι〉. | |
delta150 | Δεκαδαρχίαι· τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί. καὶ Φίλιπ‐ πος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν (22). | |
delta151 | Δεκατεύειν· ἀντὶ τοῦ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγω‐ γεῖν. τὰ δὲ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖς. διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι. κατὰ μεταφορὰν δὲ καὶ τὸ δεκάτην ὁπωσοῦν λαβεῖν καὶ ἀπαιτῆσαι. | |
delta152 | Δεκάπαλαι· τὸ πρὸ πολλοῦ πάνυ λέγουσιν. | |
delta153 | Δεκαδέας· τοὺς τῆς αὐτῆς δεκάδος καὶ ὑπὸ τῷ αὐτῷ δεκάρχῃ. οὕτω Ξενοφῶν (Cyr. 2, 2, 30). | |
delta154 | Δεκάδραχμος· τελώνης δεκάτην πράσσων. οὕτως Κράτης (fr. novum). | |
delta155 | Δεκάζειν· διαφθείρειν τοὺς δικάζοντας ἢ τοὺς ἐκκλησιαστὰς χρήμασι καὶ δώροις. ἐκλήθη δὲ ἀπὸ τοῦ κατὰ δέκα ἀθροιζομένους λαμβάνειν τὰ δῶρα. πρῶτον δέ φασι δεκάσαι Μέλητα, εὐθύνας διδόντα τῆς ἐν Πύλῳ στρατηγίας. | |
delta156 | Δεκατεύειν· τὸ τὴν δεκάτην εἰσφέρειν, ὧν ἔχει τις χρημάτων. Θουκυδίδης δὲ ἐπὶ τοῦ τελωνεῖν τὴν δεκάτην τέθεικε καὶ τὸ δεκατεύειν. | |
delta157 | Δεκατευτάς· τοὺς τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας. | |
οὕτως Ἀντιφῶν (fr. 10 Th.). | ||
delta158 | Δεκατηλόγους· τοὺς τὴν δεκάτην ἐκλέγοντας. ταὐτὸν ἄρα τοῖς δεκατευταῖς. | |
delta159 | Δεκάτη πρώτη· ἡ πρὸ τῆς εἰκάδος. καὶ δεκάτη ὑστέρα· ἡ μετὰ τὴν εἰκάδα. | |
delta160 | Δεκάτη 〈ν〉 θύομεν· ἐν ᾗ τὰ ὀνόματα τοῖς παιδίοις τίθεμεν. Ἀριστοτέλης δὲ ἑβδόμῃ φησί (Hist. an. 588a 8). | |
delta161 | Δέκα τοὐβολοῦ· διὰ τὸ μικρὸν εἶναι Ἀσωπόδωρον. Εὔπολις Πόλεσιν (fr. novum). | |
delta162 | Δεκάχοια· δεκαπλάσια. | |
delta163 | Δεκασμός· δωροδοκία. | |
delta164 | Δεκελεικὸν πόλεμον· τὸν Πελοποννησιακὸν λέγουσι. τὸν αὐτὸν δὲ καὶ Ἀρχιδάμειον. Δεκελεικὸν μέν, καθὸ Δεκέλεια Ἀθηναίοις ἐπετειχίσθη, Ἀρχιδάμειον δέ, ὅτι Ἀρχίδαμος αὐτοῦ ἡγεῖτο. | |
delta165 | Δεκτῆρες· ὑποδοχεῖς. | |
delta166 | Δεκατηλόγον· τὴν τὰς δεκάτας συλλέγουσαν. | |
delta167 | Δέκων· ὁ δεκαζόμενος. | |
delta164a | 〈Δεκελεικός· ὁ Πελοποννησιακὸς πόλεμος· ἀπὸ μέρους | |
τοῦ τελευταίου〉. | ||
delta168 | Δέλεαρ· ἀπάτη, δόλος. | |
delta169 | Δελεάστραι· παγίδες. | |
delta170 | Δέλτος· πινακίδιον, τιτλάριον, σχεδάριον. | |
delta171 | Δελφάκιον· χοῖρος. | |
delta172 | Δελφῖνες· ὄργανα †Ἀττικὰ† πρὸς ναυμαχίαν. | |
delta173 | Δελφίς· πρὸς ναυμαχίαν πολεμιστήριον ὄργανον· ὅθεν καὶ δελφινοφόρον ναῦν Θουκυδίδης ἐν ζʹ φησίν (41, 2). | |
delta174 | Δελφῖνα νήχεσθαι διδάσκεις· ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηνται. | |
delta175 | Δελφῖνα πρὸς τοὐραῖον δεῖν· ἐπὶ τοῦ ἀδυνάτου διὰ τὸ εὐκίνητον εἶναι. πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἢ 〈ἃ〉 ἔχουσιν. | |
delta176 | Δελφίνιον· ἔστι μέντοι χωρίον ἐν Χίῳ. ἔστι δὲ καὶ ἐν Ἀθή‐ ναις ἱερὸν Ἀπόλλωνος οὕτω καλούμενον, ἔνθα ἦν τὸ ἐν Δελφινίῳ δικαστήριον. | |
delta177 | Δελφύς· μήτρα· ἔνθεν ἀδελφός. | |
delta178 | Δέμας· σῶμα. | |
delta179 | Δέμνια· ἐγκοίτια στρώματα. | |
delta180 | Δενδρυάζειν· ὑπὸ δένδρον ὑποδύεσθαι. ἀπὸ τῶν τὸ παλαιὸν ταῖς δρυσὶ σκέπῃ χρωμένων πρὶν τὰς οἰκήσεις εὑρεθῆναι. καὶ τὸ καθ’ ὕδατος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν. | |
delta181 | Δενδαλίδες· οἱ μὲν ἄνθος, ἄλλοι τὰς λευκὰς κάγχρυς, οἱ δὲ τὰς ἐπτισμένας κριθὰς πρὸ τοῦ φρυγῆναι. Θεόφραστος δὲ (fr. novum) ὑπὸ Εὐβοέων τὰς κριθὰς οὕτω καλεῖσθαι. οἱ δὲ τὰς ἐκ κριθῶν μάζας γινομένας. | |
delta182 | Δεπύρως· διαπύρως, θερμῶς. | |
delta183 | Δεξάμενος· ἀντὶ τοῦ λαβών. Ἡρόδοτος ηʹ (115, 1). | |
delta184 | Δεξιάς· συνθήκας. | |
delta185 | Δεξιολάβος· παραφύλαξ. | |
delta186 | Δεξιός· ἀγαθός, ἐπιτήδειος. | |
delta187 | Δεξίδωροι· δωροδόκοι. | |
delta188 | Δεξιοῦται· προσάγεται, ξενοδοχεῖ, φιλοφρονεῖται. | |
delta189 | Δεξίωσις· ὑποδοχή. | |
delta190 | Δεξιμήλων θεῶν· ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα. | |
delta191 | Δέοιτο· χρῄζοι. | |
delta192 | Δέοντο (Σ 553)· ἐδεσμεύοντο. | |
delta193 | Δέος· φόβος. | |
delta194 | Δέπυρος· διάπυρος, θερμός. | |
delta195 | Δεπάεσσι· ποτηρίοις. | |
delta196 | †Δέρεα†· ἐπιτραχήλιος κόσμος. | |
delta197 | Δερρίδιον· σκιάδιον δερμάτινον. | |
delta198 | Δερκυλίδας· ὄνομα κύριον βασιλέως Λακεδαιμονίων. | |
delta199 | Δέρκειν· βλέπειν. | |
delta200 | Δερματικόν· Λυκοῦργος λέγει (fr. 1 C.) τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον. | |
delta201 | Δερμηστής· Λυσίας μὲν (fr. 104 S.) τὸν σκώληκά φησιν οὕτω λέγεσθαι, Ἀρίσταρχος δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ τὰ δέρματα ἐσθίων †ἑτοιμότερον† οὕτω καλούμενος. | |
delta202 | Δερμηστὴς ἔσθων· οἱ μέν φασιν εἶδος εἶναι σκώληκος, ὃς κατεσθίει τὰ δέρματα· Ἀρίσταρχος δὲ ὄφεως εἶδος τοῦτο εἶναί φησι. | |
delta203 | Δερκομένων· βλεπόντων. | |
delta204 | Δέρρις· δέρμα. ἢ τρύχινον παραπέτασμα. | |
delta205 | Δέρρεις· τὰ ξηρὰ καὶ ἀμάλακτα δέρματα· καταχρηστικῶς δὲ | |
καὶ τὰ ἄλλα. | ||
delta206 | Δέρος· αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰσιν ἢ Δωρικαί· δέρος, κῶος· ἀπὸ γὰρ τοῦ δέρας καὶ κῶας πεποίηται. | |
delta207 | Δέρτρον (λ 579)· ἐπίπλουν. ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸς τοῦ ἥπατος. ἄμεινον δὲ τὸ ῥάμφος. δέρτρον ἀπὸ τοῦ δέρειν, ὅπερ ἐστὶ κρούειν. τούτῳ 〈δὲ〉 διαρρήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γῦπες τῇ κρούσει τοῦ ῥάμφους. καὶ ἔστι τὸ ὄνομα ῥηματι‐ | |
5 | κόν. ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον. | |
delta208 | Δεσαύχενας· τοὺς ἀσκούς. | |
delta209 | Δεσποτοῦν (Pl. Tim. 44d)· τὸ δεσπόζον καὶ κυριεῦον. | |
delta210 | Δεσπόσυνοι· τοῖς οἰκέταις οἱ παῖδες τῶν δεσποτῶν. | |
delta211 | †Δεσπότου κεκαρμένου· ἀπενθοῦντος†. | |
delta212 | Δεσμοὶ Τυρρηνοί· οἷς ἐχρῶντο κατ’ ἐκεῖνο καιροῦ εἰς τὰς τῶν δεσμωτῶν κακουχίας. | |
delta213 | Δεσποσύνων ὄψων· ἀντὶ τοῦ δεσποτικῶν ὄψων. Ἀριστο‐ φάνης (fr. novum). | |
delta214 | Δεύειν· φυρᾶν. καὶ δέδευκε πεφύρακεν. ἔστι δὲ τὸ φυρᾶν | |
Ἑλληνικόν. | ||
delta215 | Δευθέντα· βραχέντα. | |
delta216 | Δευόμενος· βρεχόμενος. | |
delta217 | Δεῦρο· ἐνθάδε, ἐπὶ τοῦ παρόντος. καὶ τὸ ἐλθέ, ὡς ἡμεῖς. | |
delta218 | Δεῦρο· ἔνιοι ἐπὶ {τοῦ} χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τι‐ μάρχου (1, 174). | |
delta219 | Δεῦρ’ ἀεί· ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ (811 c)· „πρὸς τοὺς λόγους οὓς ἐξ ἕω μέχρι δεῦρ’ ἀεὶ 〈δι〉εληλύθαμεν“. τινὲς δὲ ἀντὶ τοῦ ὡδὶ τιθέασι. | |
delta220 | Δευσοποιός· βαφεύς. σημαίνει δὲ καὶ τὸν ἔμμονον καὶ δυσ‐ απόπλυτον. | |
delta221 | Δευσοποιὸς πονηρία· μετῆκται ἡ λέξις ἀπὸ τῶν καταβεβαμ‐ μένων ἐρίων. σημαίνει δὲ τὸ βέβαιον καὶ ἀνέκπλυτον τοῦ χρώματος. οἱ συγγραφεῖς δὲ ὅταν ἀμετακίνητόν τι δηλῶσαι βούλωνται, καταχρῶνται τῇ λέξει καὶ ἐπ’ ἄλλων. δύναται οὖν ἡ δευσοποιὸς πονηρία ὑπερβάλ‐ | |
5 | λουσα εἶναι καὶ ἧς οὐχ οἷόν τε ἦν περιγενέσθαι. | |
delta222 | Δευσοποιός· κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τὸ ὄνομα, τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς. ἐκ μεταφο‐ ρᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονόν τε καὶ πολυχρόνιον. | |
delta223 | Δεῦτε· παρακελεύσεως ἐπίρρημα. | |
delta224 | Δεύτερος πλοῦς· ὅτε ἀποτυχών τις οὐρίου κώπαις πλεῖ (cf. Men. fr. 205 K.—Th.). | |
delta225 | Δευτέριον· τὸν δευτερίαν ὑφ’ ἡμῶν καλούμενον οἶνον. | |
delta226 | Δέχομαι· ἀντὶ τοῦ ὁμολογῶ. | |
delta227 | Δέω μικροῦ· μικροῦ γε ἔχομαι. | |
delta228 | Δηγμούς· τοὺς δαγμούς. | |
delta229 | Δῆθεν· ὡς δή φησι. τοῦτο δὲ προσποίησιν ἀληθείας ἔχει, δύ‐ ναμιν δὲ ψεύδους. λαμβάνεται δὲ τὸ †δῆθεν† ὡς παραπληρωματικόν. | |
delta230 | Δηϊοτῆτος· μάχης. | |
delta231 | Δηΐουν· διέκοπτον, ἐτίτρωσκον. | |
delta232 | Δηλαϊστή· ἐλεεινή, ἀθλία. | |
delta233 | Δηλήσεται· βλάψει, διαφθερεῖ. | |
delta234 | Δηλιασταί· οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. οὕτως Λυκοῦρ‐ γος (fr. 87 C.). | |
delta235 | Δήλιος· ὁ βωμὸς ὃν ἀπὸ κεράτων παραθέουσιν. | |
delta236 | Δήλιον· χωρίον Ταναγρικόν. | |
delta237 | Δή· τόδε. καὶ Μένανδρος λέγει. | |
delta238 | Δῆλοι· ὁράσεις, ἐνύπνια. | |
delta239 | Δήλων· ὁράσεων. | |
delta240 | Δημαγωγεῖ· στρατηγεῖ. | |
delta241 | Δημαρχία· ὅτε δῆμος ἄρχει. | |
delta242 | Δημαίνετος· ὄνομα κύριον. | |
delta243 | Δήμαρχος· ὁ δήμου τινὸς ἄρχων, ὃς καὶ τοῦ κατὰ χώραν δήμου προΐστατο καὶ ἀπεγράφετο τὰς οὐσίας ἑκάστου πρὸς τὰ δημόσια ὀφλήματα. | |
delta244 | Δήμαρχος· ἑκάστου δήμου τῶν ἐν Ἀθήναις ὁ κατάρχων δήμαρχος ἐλέγετο. οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν προσόντων ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρ’ αὐτοῖς ἦν. ἀλλὰ καὶ συνῆγον τοὺς δήμους, ὁπότε δεήσειε, καὶ ψῆφον αὐτοῖς | |
5 | 〈ἐ〉δίδοσαν, καὶ ἐνεχυρίαζον δὲ οὗτοι. | |
delta245 | Δημήτριος· τραγῳδιῶν ὑποκριτὴς †Διῶν† τὸν πλησσόμενον Ἀγαμέμνονα. | |
delta246 | Δημ〈ι〉όπρατα· ἃ ὁ δῆμος πιπράσκει αὑτοῦ γενόμενα, δημοσιευθέντα. | |
delta247 | Δημελέητος· ἐλεεινός. | |
delta248 | Δημοθήσειε· θεωρήσειε. | |
delta249 | Δημοποίητος· ὁ ὑπὸ τοῦ δήμου γεγονὼς πολίτης. | |
delta250 | Δημεύσας· δημοσιεύσας. | |
delta251 | Δήμιον· δημόσιον. | |
delta252 | Δημηγόρος· ἐπὶ τοῦ δήμου λαλῶν. | |
delta253 | Δημιουργεῖ· τὰ μὴ ὄντα ποιεῖ. | |
delta254 | Δημότης· ὁ τοῦ αὐτοῦ μετέχων δήμου. | |
delta255 | Δημοτικά· τὰ τοῖς πολλοῖς ἐμπρέποντα. | |
delta256 | Δημιουργός· χειροτέχνης, ὁ τὰ μὴ ὄντα ποιῶν. | |
delta257 | Δημοβόρος· ὁ τὰ δημόσια ἐσθίων. | |
delta258 | Δημοκλείδας· ξένους καὶ μοιχούς· τοιοῦτος γὰρ ὁ Δη‐ μοκλῆς. | |
delta259 | Δημόκοινον· δημόσιον. | |
delta260 | Δημόκοινος· ὁ δημόσιος βασανιστής. ἢ ὁ δήμιος. | |
delta261 | Δημογέροντες· οἱ τοῦ δήμου ἐντιμότατοι. | |
delta262 | Δημοθοινία· τοῦ δήμου εὐωχία ἢ θυσία. | |
delta263 | Δημοποίητος· ὁ φύσει μὲν ξένος, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγονώς. | |
delta264 | Δημόσιος· δημοσίους λέγουσι τοὺς τῆς πόλεως δούλους | |
delta265 | Δημόσιος· ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ τοῖς δικαστη‐ ρίοις καὶ τοῖς κοινοῖς ἔργοις. | |
delta266 | Δημότας· οἱ μὲν Ἴωνες τοὺς δημοτικούς. καὶ Ἡρόδοτος οὕτως (2, 172, 2.5 et 5, 11, 2). οἱ δὲ Ἀττικοὶ τοὺς τοῦ αὐτοῦ δήμου μετέ‐ χοντας. | |
delta267 | Δημοτελῆ· δημοσίαν. | |
delta268 | Δημοτελῆ καὶ δημοτικὰ ἱερά· διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν. | |
delta269 | Δημοτελῶς· παντὶ τῷ δήμῳ. | |
delta270 | Δημοτευόμενος· μετὰ τῶν δημοτῶν. φησὶ Δημοσθένης (44, 39 et 57, 49.55). | |
delta271 | Δημοτευόμενος· δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ’ αὐτοῦ. | |
delta272 | Δημοῦσθαι· δημοκοπεῖν. καὶ ἀντὶ τοῦ παίζειν. οὕτως Πλάτων (Theaet. 161e). | |
delta273 | Δημότης· πολίτης. | |
delta274 | Δημότης· ὁ τοῦ αὐτοῦ μετέχων δήμου. | |
delta275 | Δημωδέστερος· ἀσχημονέστερος· διὰ τὸ ἐν ὄψει πάντων γινόμενον, διὰ τὸν δῆμον. | |
delta276 | Δημωφελής· δῆμον ὠφελῶν. | |
delta277 | Δῃοῦν· πολεμεῖν. | |
delta278 | Δηνάριον· εἶδος ἀργυρίου ὁλοκοτίνου. | |
delta279 | Δήξομαι· λυπήσω. | |
delta280 | Δήπου· ὡς δή. | |
delta281 | Δήπουθεν· δηλονότι. ἢ ἔκ τινος τόπου. | |
delta282 | Δῆριν· μάχην ἢ φιλονεικίαν. | |
delta283 | Δῆτα· οὕτως. | |
delta284 | Δημοφάνης· κύριον. | |
delta285 | Δῃώσας· πραιδεύσας, ἀνελών, κατατεμών. | |
delta286 | Διαβασιλίζεται· τῆς βασιλείας ἀντιποιεῖται. | |
delta287 | Διαβάλλειν· τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κρατῖνος (fr. novum). | |
delta288 | Διαβάτης ἢ διαβήτης· ὄργανόν τι τεκτονικόν. ἔστι δὲ καὶ νόσημά τι σωματικὸν ὁ διαβήτης, ᾧ οἱ ἐχόμενοι κατέχειν τὸ ὕδωρ οὐ δύνανται. | |
delta289 | †Διαβούλομαι†· ἀναπείσω. Θουκυδίδης. | |
delta290 | Διάβαθρα· σανδαλίων εἶδος. | |
delta291 | Διαβάλλεις· παραλογίζῃ, εἰς ἀπέχθειαν ἄγεις. τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τοῦ ἐναντίου, οἷον „τῇ θυγατρὶ τῇ ἐμῇ διαβεβλημέ‐ νοσ“ (Hdt. 1, 118, 2), καθὸ καὶ Πλάτων ἐν Πολιτείᾳ (6, 498c) „μὴ διά‐ βαλε ἐμὲ καὶ Θρασύμαχον“. | |
delta292 | Διαγορεύων· ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτως Ἰσαῖος (fr. 20 S.). τὸ δὲ ἐναντίον συναγορεύειν, ὥσπερ ἐναντίον καὶ τὸ συμφέρεσθαι πρὸς τὸ διαφέρεσθαι καὶ τὸ συμφωνεῖν πρὸς τὸ διαφωνεῖν. | |
delta293 | Διὰ γὰρ μαχαιρῶν καὶ πυρὸς ῥιπτεῖν δεῖ· ἐπὶ τῶν παρα‐ βαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων. | |
delta294 | Διαγραφὴ δίκης· ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων, ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τυχόν‐ | |
τος, καὶ μηκέτι παρὰ μηδενὸς ἐγκαλῆται, διαγραφὴ δίκης λέγεται. | ||
delta295 | Διαγραφή· ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων δηλοῦσα διὰ γραμμάτων, ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πι‐ πράσκεται. | |
delta296 | Διάγραμμα· τὸ τεταγμένον ἐν ταῖς συμμορίαις, ὁπόσον ἕκα‐ στον εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τιμὴν τῆς οὐσίας. διαγραφεὺς μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμο‐ ρίαις ἐπὶ τῷ διακρῖναι, πόσον ἕκαστος εἰσενεγκεῖν ὀφείλει. | |
delta297 | Διάγραμμα· ὅταν εἰσφορᾶς δεήσειεν εἰς τὸ κοινὸν πολέμου ὄντος, τὸ ἑκάστῳ ἐπιγραφόμενον ἀργύριον διάγραμμα καλεῖται. | |
delta298 | Διάγραμμα· τὸ μίσθωμα· διέγραφον γὰρ οἱ ἀγορανόμοι ὅσον ἔδει λαμβάνειν τὴν ἑταίραν ἑκάστην. | |
delta299 | Διαβούλια· τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. | |
delta300 | Διαγνώμη· διάγνωσις καὶ διάκρισις. ὥσπερ καὶ καταβοή. ἡ λέξις ἰδικὴ Θουκυδίδου (1, 87, 6 et 3, 42, 1. 67, 7). | |
delta301 | Διαγραμμίζειν· ἐπὶ γραμμαῖς παίζειν. | |
delta302 | Διαγράφειν· διαξέειν, ἐξαλείφειν. ἀπὸ τοῦ τεταραγμένα διεξιόντος. | |
delta303 | Διαγραφεύς· ὁ μερίζων ἑκάστῳ τῶν ἀπὸ τῆς συμμορίας τὴν προσήκουσαν αὐτῷ εἰσφέρειν συμφοράν. | |
delta304 | Διαγράψαι· εἰώθασι μὲν καὶ τὸ διαξύσαι λέγειν οὕτω. λέγε‐ ται δὲ διαγράψαι καὶ τὸ περιελεῖν τὸ ἐπιγραφὲν ἔγκλημα. | |
delta305 | Διαδικασία· οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλ’ ἐν αἷς περί τινος ἀμφισβήτησίς ἐστι. λέγεται δὲ διαδικασία 〈καὶ ὅταν δημευθείσης οὐσίας δικάζηταί〉 τις πρὸς τὸ δημόσιόν τινι, ὡς ὀφειλομένων αὐτῷ | |
χρημάτων ἐν τῇ δημευθείσῃ οὐσίᾳ. | ||
delta306 | Διαδοκίς· διάβολος. οὕτως Κρατῖνος (fr. novum). | |
delta307 | Διαδοκίς· ἡ δεχομένη τὰς ἄλλας καὶ βαστάζουσα, ὑποτιθε‐ μένη δὲ πλαγία. | |
delta308 | Διαδικασία ἐστίν, ἣν ποιοῦνταί τινες τοῖς μέλλουσι χορηγεῖν, οὓς ἂν ὁρισθῆναι βούλωνται, πότε χρὴ λειτουργεῖν αὐτούς. | |
delta309 | Διαγράψαντος· τινὲς μὲν ἀντὶ τοῦ καταβαλόντος καὶ κατα‐ θέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ. | |
delta310 | Διαδιδράσκει· διαφεύγει. | |
delta311 | Διαδρᾶναι· διαφυγεῖν. | |
delta312 | Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι· ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων. | |
delta313 | Δι{α}δοῦσι· τὸ διδόασιν οἱ Ἴωνες καὶ Ἡρόδοτος οὕτως (2, 30, 5). | |
delta314 | Διαθέσθαι· ἀντὶ τοῦ ἀποδόσθαι. | |
delta315 | Διαθείη· διαπράξει. | |
delta316 | Διαθέουσα· διατρέχουσα. | |
delta317 | Διάθεσιν· Πολιτείας ηʹ (Pl. Reip. 6, 489a)· „πρὸς τοὺς ἀληθι‐ νοὺς φιλοσόφους τὴν διάθεσιν ἔοικεν“, καθὸ καὶ εἰκόνια λέγουσιν ἀναθεματικά. | |
delta318 | Διαθετῆρα· Νόμων ηʹ (Pl. Leg. 6, 765a)· „τὸν ἄρχοντα χορῶν καὶ διαθετῆρα“· διακοσμοῦντα, διατάσσοντα. | |
delta319 | Διάθεσις· Ἰσοκράτης (11, 14) ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ (87 B 63 D.—K.) ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπε‐ | |
ρείδης (1, 1, 12 J.) καὶ Δημοσθένης. | ||
delta320 | Διαθήκη· δυϊκῶς ἐκφωνεῖται. ἡ μὲν ἐπὶ θνῃσκόντων διατά‐ ξεως καὶ ἐνταλμάτων χαρακτῆρα φέρουσα. ἡ θατέρα δὲ 〈***〉. | |
delta321 | Διάθημα· ἐπιτήδευμα. | |
delta322 | Διαθλοῦντες· πονοῦντες. | |
delta323 | Διαθρύπτεται· χαυνοῦται, διαλύεται. | |
delta324 | †Δίεδρον†· τὸ μετ’ ἐρυθήματος λαμπρόν. | |
delta325 | Διὰ τοῦ τοίχου λαλεῖν· ἐπὶ τῶν ἀναισθήτως τι διαπραττο‐ μένων. | |
delta326 | Διαίταις· ταῖς χωρὶς δικαστηρίου κρίσεσι. | |
delta327 | Διακεχρημένον· ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον. Δημο‐ σθένης (27, 11). | |
delta328 | Διαιτῶν· δικάζων. | |
delta329 | Διαιωνιεῖ· δι’ αἰῶνος παραμενεῖ. | |
delta330 | Διαιτητῶν αἵρεσις· εἶδός τι δίκης ἐστίν· ὁπότε γὰρ τῶν δικαζομένων οἱ μὲν βούλοιντο διαιτᾶσθαι, οἱ δὲ οὔ, τοῖς μὴ βουλομέ‐ νοις, ἵνα ἀναγκασθῶσιν, ἐδίδοτο ἡ διαιτητῶν αἵρεσις. | |
delta331 | Διακεκναισμένη· διεφθαρμένη. | |
delta332 | Διακαυνίσασθαι· διακληρώσασθαι. | |
delta333 | Διακεκορῆσθαι· διαπεπαρθενεῦσθαι, τετμῆσθαι τῇ μίξει. | |
delta334 | Διακεχυμένος· | |
delta335 | Διακίγκλισον· διάσεισον. | |
delta336 | Διακέκοπται· οἷον ἀδοκίμαστόν ἐστι· διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί. | |
delta337 | Διακεχλοιδέναι· θρύπτεσθαι. | |
delta338 | Διακλιμακίσας· διαπαλαίσας· κλῖμαξ γὰρ καὶ κλιμακισμὸς πάλαισμα ποιόν. | |
delta339 | Διακλῶν· διαθρύπτων. | |
delta340 | Διακναιόμενος· ξεόμενος ἢ λυπούμενος. | |
delta341 | Διακναίουσι· διαφθείρουσι. | |
delta342 | Διακόκκω· ὁ μεταξὺ χρόνος. Φερεκράτης (fr. novum). | |
delta343 | Διακομισθείς· διελθών. | |
delta344 | Διακόνιον· οἱ μὲν τὴν πλακοῦντος κρηπῖδα, Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ (FGrHist 270 F 8) ταῦτ’ εἴρηκε περὶ αὐτοῦ· „Ἀθη‐ ναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην εἰρεσιώνην ὅταν ποιῶσι, πλήττον‐ τες λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλ’ ἄττα κυκλοτερῆ πέμματα | |
5 | ταῦτα καλοῦσι διακόνιον“. {λέγεται δὲ ἐπί τινος ἐγκρατοῦς}. ὁμοίως δὲ καὶ Ἀμερίας (p. 7 Hoffmann) διακόνια τὰ κατὰ τὴν εἰρεσιώνην τῷ Ἀπόλλωνι πλασσόμενα πέμματα. τινὲς δὲ λέγουσι ζωμὸν ποιόν, τινὲς δὲ μᾶζαν. | |
delta345 | Διακορεῦσαι· διαπαρθενεῦσαι, οἱονεὶ διατεμεῖν. | |
delta346 | Διακονίστερος καὶ διακονίστατος· καὶ λαλίστερος καὶ κλεπτίστερος. {παροιμία} „Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονί‐ στερόσ“ φησιν ἡ παροιμία. | |
delta347 | Διακουράζεσθαι· ἀτενὲς βλέπειν· διὰ τὸ τοὺς ὀφθαλμοὺς | |
κόρας λέγεσθαι. | ||
delta348 | Διακρία· τόπος ὑπὲρ Βραυρῶνα. | |
delta349 | Διακριδόν· διακεκριμένως. | |
delta350 | Διακορής· μεμεστωμένος. | |
delta351 | Διακρίνεται· ἀμφιβάλλει, ἀπιστεῖ, διαχωρίζεται. | |
delta352 | Διακρούεσθαι· ἐξωθεῖν ἢ ὑπερτίθεσθαι. καὶ ἄλλοτε ἄλλως διαναβάλλεσθαι. | |
delta353 | Διάκτωρ· διάκονος, ἄγγελος, ἀπαγγέλλων. | |
delta354 | Διακυκῶσι· διαταράσσουσι. | |
delta355 | Διακυνοφθαλμίζεσθαι· τὸ ὑποβλέπεσθαι καὶ ὑφορᾶσθαι ἀλλήλους. | |
delta356 | Διαιτηταί· τοὺς ὑπὲρ πεντήκοντα ἔτη γεγονότας καὶ καθα‐ ροὺς πάσης αἰτίας ὑπειλημμένους ἀπὸ τοῦ ληξιαρχικοῦ γραμματείου κληρώσαντες τὰ τῶν πολιτῶν διαιτᾶν ἐποίουν. ξένοις μέντοι γε ἐπὶ τοῦτο ἐλθεῖν οὐ συγκεχώρητο. ἔξεστι δὲ τοῖς μεμφομένοις †διαιτᾶν† | |
5 | ἐκκαλεῖσθαι τὸ δημόσιον δικαστήριον. | |
delta357 | Διακωδωνίσαντες· δοκιμάσαντες. | |
delta358 | Διακωδωνισθέντες· διαφημισθέντες. ὡς ἐπὶ πλεῖστον δὲ ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται. | |
delta359 | Διακωχή· διάλειψις. | |
delta360 | Διαλαβεῖν· καὶ τὸ ἑκατέρωθέν τινος ἐπιλαβέσθαι. καὶ τὸ διαχωρίσαι εἰς δύο μέρη καὶ εἰς πλείονα. | |
delta361 | Διαλαμβάνων· ὑπομνηματίζων, συγγράφων. | |
delta362 | Διαλαβών· διαδεξάμενος. | |
delta363 | Διαλαγχάνειν· διαμερίζεσθαι, διακληροῦσθαι. | |
delta364 | Διαλέγεσθαι· τὸ συνουσιάζειν. | |
delta365 | Διάλαυρος· ὀμφαλός. | |
delta366 | Διαλέγοιντο γυναιξίν· ὁμιλοῖεν ἢ συνουσιάζοιεν. οὕτως Ἱεροκλῆς (fr. 3 Arnim). | |
delta367 | Διαλεληφότες· ἀπειληφότες. | |
delta368 | Διαλείμματος· διαχωρισμοῦ. | |
delta369 | Διαλέγουσαν· διοικοδομοῦσαν· λέγειν γὰρ τὸ οἰκοδομεῖν. | |
delta370 | Διαλέγουσι· διορύττουσι. Θουκυδίδης. | |
delta371 | Διάληψις· ἐνθύμησις ἢ γνῶσις. | |
delta372 | Διάληξις· διαλαγχάνειν μέν ἐστι τὸ διαιρεῖσθαι κλήρῳ, διάληξις δὲ τὸ πρᾶγμα. | |
delta373 | Διάλειμμα· διάστημα. | |
delta374 | Διαλλακτής· φιλιωτής. | |
delta375 | Διάλογος πορνῶν· τὸ ἔσχατον καὶ λείψανον· διάλογος γὰρ παιδιᾶς μέρος, ὅταν ἐπὶ τέλει διαλέγωσι τὰς ψήφους. | |
delta376 | Διαλύσω· ἀντὶ τοῦ καταλλάξω. | |
delta377 | Διαμαξαμένη· διαψησαμένη. | |
delta378 | Διαμαρτυρία· αὕτη τρόπον τινὰ παραγραφή ἐστι περὶ τοῦ εἰσαγώγιμον εἶναι τὸ πρᾶγμα ἢ μή. | |
delta379 | Διαμαρτυρία καὶ διαμαρτυρεῖν· τρόπος τις ἦν ἡ μαρτυρία παραγραφῆς· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι, ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν μὲν διαμαρτυρίαν | |
5 | γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε ὁ διώκων προὐβάλλετό τινα μαρτυροῦντα εἰσαγώγι‐ μον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρῶτον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον. εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν | |
10 | τινα μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις. τάχα δὲ ἐπὶ μὲν ταῖς τοῦ ἀποστασίου δίκαις ἐκεκώλυτο διαμαρτυρεῖν, ἐν δὲ ταῖς τοῦ ἀπρο‐ στασίου οὐκέτι. | |
delta380 | Διαμάρτοι· ἀποτύχοι. | |
delta381 | Διαμέλλει· ἀναβολῇ χρῆται. | |
delta382 | Διαμεμετρημένη ἡμέρα· τὸ διάστημα τῆς ἡμέρας ὕδατι μεμετρημένῳ διεμέτρουν. καὶ τοῦτο ἐγίνετο ἐν μόνῳ τῷ Ποσειδεῶνι μηνί· βραχυτάτας γὰρ οὗτος ὁ μὴν τὰς ἡμέρας ἔχει. οἱ τοίνυν δημόσιοι καὶ μεγάλοι ἀγῶνες πρὸς τοῦτο τὸ ὕδωρ ἠγωνίζοντο. καὶ διενέμετο εἰς | |
5 | τρία μέρη ἡ ἡμέρα· ἡ μὲν πρώτη ἡμέρα τῷ κατηγόρῳ, ἡ ἐφεξῆς δὲ τῷ κατηγορουμένῳ καὶ ἡ τρίτη τοῖς δικάζουσιν εἰς τὸ σκέψασθαι τὴν ψῆφον. | |
delta383 | Διὰ μέσου τείχους· τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ’ ἑκά‐ τερα τὸ νότιον ἐλέγετο, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ (455e). | |
delta384 | Διαμεμετρημένη ἡμέρα· μέτρον τί ἐστιν ὕδατος πρὸς μεμε‐ τρημένον ἡμέρας διάστημα ῥέον. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς δὴ †τοῦτο† ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, | |
5 | τὸ δὲ τρίτον τοῖς δικάζουσιν. ἐπισκεπτέον δὲ τὸ παρ’ Ἰσαίῳ (fr. 40 S.), ὃς μεμετρημένης ἡμέρας ὁτὲ μὲν χωρὶς ὕδατός φησι γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. | |
delta385 | Διάμετρον· διάμετρον Δείναρχος λέγει (fr. 19, 3 C.) τὸ ἐλλεῖ‐ | |
πον ἀπὸ τοῦ δικαίως μετρηθέντος. | ||
delta386 | Διαμῆσαι· διακόψαι. | |
delta387 | Διαμπάξ· διόλου, διαπαντός. | |
delta388 | Διαμπερές· διόλου διῆκον. | |
delta389 | Διάμορφον Σωκράτην ἀπώλεσεν (com. adesp. fr. 386, 2 K.)· ἀντὶ τοῦ „δίμορφον ὤλεσεν Μίνω γόνον“. παρὰ τὸ ἐκ Μελεάγρου Εὐριπίδου (fr. novum). διάμορφον δὲ αὐτὸν ἔφη, ἐπεὶ ἀμορφότατος ἦν. | |
delta390 | Διαμυλλαίνειν· διεσθίειν, διακόπτειν, διαστρέφειν τὰ χείλη. | |
delta391 | Διαμυδῶντες· διαβρέχοντες. | |
delta392 | Διαμυδαίνεται· ἀντὶ τοῦ διαπηδᾷ καὶ διαρρεῖ καὶ διηθεῖται. | |
delta393 | Διαμώμενοι· διασκάπτοντες, ζητοῦντες. | |
delta394 | Διανενεύκαμεν (Pl. Reip. 4, 441 c)· ἀντὶ τοῦ ἐπεραιώθημεν. | |
delta395 | Διανίζεται· διανίπτεται, καθαρίζεται. | |
delta396 | Διανυσθῆναι· τελειωθῆναι. | |
delta397 | Διαπαρθενεῦσαι· μιγῆναι παρθένῳ. ἐλέγετο δὲ οὕτως καὶ τὸ παρθενοτροφῆσαι καὶ διαφυλάξαι παρθένον. | |
delta398 | Διαπαρατριβαί· ἐνδελέχειαι. | |
delta399 | Διαπατταλεύειν· τὸ διερευνᾶν καὶ ζητεῖν ἐπιμελῶς. | |
delta400 | Διαπατταλευθήσῃ (Ar. Equ. 371)· ἀπὸ τῶν τὰς βύρσας δια‐ τεινόντων. σημαίνει δὲ τὸ ἐρευνᾶν ἐπιμελῶς. | |
delta401 | Διαπεπατταλευμένα· διεσφηκωμένα ὥστε οὐδὲ πάτταλον διεῖραί που διὰ πυκνότητα. δύναται δὲ εἶναι καὶ ἀπὸ τῶν τοίχων τῶν μηκέτι πασσάλου τόπον ἐχόντων. οἷον ἐπ’ ἀκριβὲς ἠγμένα. ἡ μεταφορὰ ἀπὸ τῶν ψυχομένων δερμάτων. | |
delta402 | †Διαπεπάχθαι†· τὸ διαστῆσαι τὰ σκέλη. | |
delta403 | Διαπεπονημένης· κατορθωθείσης. | |
delta404 | Διαπερᾶναι· τελειῶσαι. | |
delta405 | Διαπεράναντες· διακεντήσαντες. | |
delta406 | Διαπηνηκίσαι· ἐξαπατῆσαι· πηνήκην γὰρ οἱ ἀρχαῖοι Ἀττι‐ κοὶ τὴν ἐκ τῶν τριχῶν περιθέτην ἔλεγον. καὶ τὸ φενακίσαι δέ τινες ἀπὸ τούτου εἰρῆσθαι νομίζουσι. | |
delta407 | Διαπιθηκίσαι· τὸ διαπαῖξαι· ἀπὸ τῶν πιθήκων· φιλοπαι‐ γμονέστατον γὰρ τὸ ζῷον. | |
delta408 | Διαπληκτίζονται· διαμάχονται. | |
delta409 | Διαπονεῖν· ἀσκεῖσθαι. | |
delta410 | Διαπορῶ· ζητῶ, ἀμφιβάλλω. | |
delta411 | Διαπορθμεύεται· διακομίζεται, διαπερᾷ. | |
delta412 | Διαπορηθέντες (Pl. Tim. 49b)· διαποροῦντες. | |
delta413 | Διαπορθμεύσων· διαπεράσων, διακομίσων. | |
delta414 | Διαπραξάμενον ἐλευθερίαν· | |
delta415 | Διαπρέπειν· διαφαίνεσθαι, διαφέρειν. | |
delta416 | Διαπρεπής· ἔκδηλος, ἐπίσημος. | |
delta417 | Διαπρύσιον· διὰ παντὸς †δεξιόν†, μέγα, ἐξάκουστον, δια‐ βόητον. | |
delta418 | Διαπυνθάνεται· ἐρωτᾷ. | |
delta419 | Διαρκῶς· δαψιλῶς. | |
delta420 | Διαρθρώσας· διατυπώσας. | |
delta421 | †Διαροίζεται†· ὁρμᾷ. | |
delta422 | Διαρτῆσαι· τὸ ἐξαπατῆσαι. οὕτω Μένανδρος (fr. 839 K.—Th.). | |
delta423 | Διαρρεῖν· διαχεῖσθαι, χαυνοῦσθαι. | |
delta424 | Διαρρέουσα· τρυφηλή. | |
delta425 | Διαρρήδην· σαφῶς, φανερῶς. | |
delta426 | Διαρραῖσαι· διαφθεῖραι. | |
delta427 | Διαρρικνοῦσθαι· τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. Κρατῖ‐ νος 〈Τροφωνίῳ (fr. 219 K.), οἷον „ξίφιζε καὶ σπόδιζε καὶ διαρρι‐ κνοῦ“〉. | |
delta428 | Διαρ{ρ}ύτ{τ}ειν· διαρ{ρ}ύειν, διαντλεῖν, ὡς ἀνύτ{τ}ειν τὸ ἀνύειν. | |
delta429 | Δι’ Ἅρματος· Ἅρμα τόπος Ἀθήνησιν, ἐν ᾧ διοσημείας | |
γινομένης ἔπεμπον εἰς Δελφούς. | ||
delta430 | Διαρτᾶν· κυρίως ἀντὶ τοῦ διαιρεῖν. καὶ τὸ δι〈***〉. | |
delta431 | Διαρτίσαι· ἀναπλάσαι, καταρτίσαι. | |
delta432 | Διαρτωμένων· καταρτιζομένων. | |
delta433 | Διασαλακωνίσαι· διαθρύψαι. | |
delta434 | Διασαυλούμενον· θρυπτόμενον. | |
delta435 | Διασαυλούμενος· ἁβρυνόμενος καὶ διαθρυπτόμενος. 〈Ἀρι‐ στοφάνης (fr. 624 K.)· „ὁρῶ γὰρ ὡς ὄμφακα διασαυλούμενον“. παρὰ τὸν σαῦλον, τὸν τρυφερὸν καὶ γαῦρον. Σιμωνίδης ἐν Ἰάμβοις (fr. 18 W.)· „καὶ σαῦλα βαίνων ἵππος ὡς κορωνίτησ“〉. | |
delta436 | †Διασή〈θειν〉†· διαξύειν, ἀπαλείφειν, παράπτεσθαι. | |
delta437 | Διασκεδαννύουσιν· διασκορπίζουσιν. | |
delta438 | Διασιλλαίνειν· δυσαρεστεῖν. | |
delta439 | Διασκανδικίσῃς (Ar. Equ. 19)· διευριπιδίσῃς· σκάνδιξ γὰρ λάχανον. ἡ δὲ μήτηρ Εὐριπίδου σκάνδικας ἐπίπρασκεν. | |
delta440 | †Διασμύχων†· διαξέων. | |
delta441 | Διασκευάσασθαι· ἀντὶ τοῦ συσκευάσασθαι. Ἰσαῖος (fr. 76 | |
S.). | ||
delta442 | Διασπῶν· κατασπῶν, διαστρέφων. | |
delta443 | Διασπαθᾶν· ἀφειδῶς δαπανᾶν. | |
delta444 | Διασείστους· ἐοίκασιν ὠνομάσθαι οἱ διάσειστοι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵνα 〈ἀ〉κα‐ κούργητοι μᾶλλον ὦσιν. | |
delta445 | Διάστασις· ἀντὶ τοῦ διακόσμησις. Ἀντιφῶν (87 B 23 D.—K.). | |
delta446 | Διαστείχειν· διέρχεσθαι. | |
delta447 | Διαστείχοντες· διαπορευόμενοι. | |
delta448 | Διαστείχουσαν· διερχομένην. | |
delta449 | Διαστελλόμενος· διαχωριζόμενος. | |
delta450 | Διασαφηνίζειν· τὸ τῇ γλώττῃ ἀκριβοῦν. {οἱ νεώτεροι 〈διαφθεῖραι〉 καὶ βιάσασθαι ἐπὶ τοῦ αὐτοῦ τάττουσιν ἀδιαφόρως}. | |
delta451 | Διασφάγες· διεστῶσαι πέτραι. | |
delta452 | Διασφάξ· διατομὴ ὄρους. | |
delta453 | Διάσχεσις· κροῦμά τι, ἢ φορά τις τῶν χειρῶν ἐν τῇ λύρᾳ. | |
delta454 | Διασχών· διελθών, διαστήσας. | |
delta455 | Διαταφρεύει· διασκάπτει. | |
delta456 | Διαττᾶν· σήθειν. | |
delta457 | Διαταμιεύειν (Pl. Leg. 7, 805e)· ἐπιμελεῖσθαι τῶν κατὰ τὴν οἰκίαν. | |
delta458 | Διαστῆσαι· ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι. | |
delta459 | Διαιτηταί· ἕτεροι παρὰ τοὺς δικαστάς εἰσιν οἱ διαιτηταὶ {ἔξω τῶν δικαστηρίων κρίνοντες}. οἱ μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον καὶ τὰς ἀπὸ τῶν διαιτητῶν †ἀφεσίμους† ἔκρινον, οἱ δὲ διαιτηταὶ πρό‐ τερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τοῖς κρινομένοις διῄτουν. | |
5 | καὶ εἰ μὲν ἤρεσκεν τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνά‐ μενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. | |
delta460 | Διατείνεται· διαβεβαιοῦται. | |
delta461 | Διατεθρυμμένος· διακεκλασμένος. | |
delta462 | Διατεθρυλημένος τὰ ὦτα (Pl. Reip. 2, 358c)· οἷον κατηδο‐ λεσχημένος. ἢ οἷον πλειστάκις καὶ περὶ τῶν αὐτῶν πλεῖστα ἀκηκοώς. | |
delta463 | Διατεθώκηται· διακεχώρισται. | |
delta464 | Διατεκμαίρεται· στοχάζεται. | |
delta465 | Διατελεῖς τυραννίδας (Pl. Reip. 10, 618a)· ἃς ἔχων ἄν τις †διατελέσας† ἀφίκοιτο. | |
delta466 | Διατίθεται· πράττει. | |
delta467 | Διατιμᾶται· δοκιμάζεται. | |
delta468 | Διατιμητικός· δοκιμαστικός. | |
delta469 | Διατιτρᾶν· διατρυπᾶν. | |
delta470 | Διατοιχεῖ· ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ πλοίου, ποτὲ δὲ ἐπὶ τοῦ ἀριστεροῦ γίνεται. | |
delta471 | Διάτορον· ἐξάκουστον, μεγαλόφωνον. | |
delta472 | Διατραπῆναι· διὰ φόβον ἀλλάξαι τὸ χρῶμα καὶ ὠχριάσαι. | |
delta473 | †Διατραμεῖσα†· διερρηγυῖα τῶν ἰσχίων καὶ οἱονεὶ ξηρά. | |
delta474 | Διατρίβει· στραγγεύεται, χρονίζει. | |
delta475 | Διατριβή· τόπος ἐν ᾧ τινες μανθάνουσιν. ἢ καιρὸς καθ’ ὃν ἀναστρεφόμεθα περί τινα διάλεξιν φιλόσοφον. | |
delta476 | †Διατταχῶς†· ἀντὶ τοῦ διχῶς. | |
delta477 | Διᾴττειν· ὁρμᾶν, διατρέχειν. ἢ δάκνειν. | |
delta478 | Διαύλια· μεσαύλια. | |
delta479 | Διαύλιον· τὸ μεταξὺ τῆς ᾠδῆς αὐλούμενον. λέγεται καὶ με‐ σαύλιον. | |
delta480 | Δίαυλος· ὁ διστάδιος τόπος. | |
delta481 | Διαυλίζων· βαθύνων ἢ μηκύνων. | |
delta482 | Διαυανθῆναι· ξηρανθῆναι. | |
delta483 | Διαφανής· ὁ ἐπιφανὴς καὶ ἐπίσημος. | |
delta484 | Διαφέρον· ἀντὶ τοῦ συμφέρον. †Ἀριστοφάνης†. | |
delta485 | Διαφαίνει· διαδείκνυσιν. | |
delta486 | Διαφόρως· διαφερόντως. | |
delta487 | Διαφόρων· διαστάσεων καὶ χωρισμῶν τῶν κατὰ τὴν ὀργὴν γινομένων· διαφέρονται γὰρ πρὸς ἀλλήλους οἱ μὴ λέγοντες τὰ αὐτὰ | |
ὑπὲρ οἱουδήποτε πράγματος, ἀλλὰ διχοστατοῦντες. | ||
delta488 | Διαφρυκτοῦν· διαψηφίζειν, διακληροῦν· τὸν γὰρ κύαμον ἐκάλουν φρυκτόν. ἀντὶ δὲ ψήφων κυάμους ἐφόρουν οἱ τῶν Ἀθηναίων δικασταί. | |
delta489 | Διαφανῶς· σαφῶς ἢ συμφώνως. | |
delta490 | Διαφεῖναι· διαλῦσαι. | |
delta491 | Διαφερόντως· ἐξαιρέτως. | |
delta492 | Διαφερώμεθα· φιλονεικήσωμεν. | |
delta493 | Διαφορά· ἔχθρα. | |
delta494 | Διαφορά· τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης. | |
delta495 | Διάφοροι· ἐχθροί. παρὰ τὸ διαφορεῖσθαι τὰς γνώμας. 〈Θουκυδίδησ〉 (1, 57, 2. 3, 61, 2, al.). | |
delta496 | Διάφορα· ἀναλώματα. {Θουκυδίδης}. | |
delta497 | Διαχείριζε· διοίκει. | |
delta498 | Διαχειρίσαι· φονεῦσαι. | |
delta499 | Διαχειροτονία· διάκρισίς τις χειροτονίας ἐν πλήθει γινο‐ μένης. τοῦτο Δημοσθένης (24, 25, al.). | |
delta500 | Διαχεῖται· χαίρει, διαχέεται. | |
delta501 | Διάχυσις· χαρά, τέρψις. | |
delta502 | Διαχύτλαζε· διακίνει, διάχει. | |
delta503 | Διαψαίρουσα· διασύρουσα. καὶ Τιμόθεος τὴν ἐκλυομένην | |
καὶ καταρρέουσαν. σημαίνει δὲ καὶ τὴν ἠρεμαίαν κίνησιν. Εὐριπίδης (fr. 926 N.2) ἐπὶ τοῦ καθαίρειν κέχρηται τῇ λέξει, 〈οἷον „γλώσσῃ διαψαίρουσα μυκτήρων τόπουσ“〉. | ||
delta504 | Διαψαίρουσιν (Ar. Av. 1717)· διαπνέουσιν· ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι. | |
delta505 | Διαψαλάττεσθαι· τὸ διαστέλλεσθαι εἰς ἔρευναν· τὸ γὰρ ἀψάλακτον ἄθικτον. οὕτως Κρατῖνος. | |
delta506 | Διαψήφισις καὶ ἀποψήφισις· οἱ πολῖται συνίασιν ἕκαστοι κατὰ τοὺς αὑτῶν δήμους καὶ περὶ τῶν αἰτίαν ἐχόντων ἢ παρεγγεγραμ‐ μένων εἰς τὴν πολιτείαν ψῆφον φέρουσι κρύβδην· οἷον Ἀχαρνεῖς περὶ Ἀχαρνέων καὶ περὶ Ἐλευσινίων οἱ Ἐλευσίνιοι καὶ οἱ λοιποὶ δημόται | |
5 | παραπλησίως. καὶ τοῦτο †διὰ ψήφου†. οἱ μὲν οὖν πλειόνων ψήφων τυγχάνοντες ἀναμφισβητήτως τὴν πολιτείαν ἔχουσιν, ὅσοι δ’ ἂν ἐλάττο‐ νας ψήφους λάβωσιν, οὐκέτι νομίζονται, καὶ τοῦτό ἐστιν ἡ ἀποψήφισις. | |
delta507 | Διαψήφισις· ἰδίως ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γί‐ νονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστίν, ἢ ξένος ὢν παρεγγέγραπται. | |
delta508 | Διαψήφισις· ἁπλῶς μὲν τὸ ἐνέγκαι ψήφους, κυρίως δὲ ἡ τῶν δημοτῶν ἐξέτασις, ἣν ἐποιοῦντο ἐν ἑαυτοῖς ἐπὶ τὸ ἀποψηφίσασθαι τοὺς ξένους καὶ ἐκβαλεῖν τοῦ δήμου καὶ τῆς πολιτείας. ἐδίδου δὲ ἕκαστος τῶν δημοτῶν τῷ δήμῳ διαψήφισιν ἰδίαν, εἴτε πολίτην ἐδόκει τὸν ἐξετα‐ | |
5 | ζόμενον εἴτε μή. καὶ εἰ ἀπεψηφίσθη παρ’ αὐτῶν, εἰσήγετο εἰς τὸ δι‐ καστήριον καὶ ξενίας ἐκρίνετο. καὶ εἰ μὲν ἑάλω, ἐπιπράσκετο ὡς ξένος. εἰ δὲ ἀπέφυγεν, οἱ δημόται πάλιν αὐτὸν ἀνεδέχοντο. | |
delta509 | Δίγονος μάσθλης· διπλοῦς ἱμάς. ἢ ὅτι οὐ μόνον κατὰ τὴν | |
βαφὴν ἦν τοιοῦτος, ἀλλὰ καὶ ὑπὸ τοῦ αἵματος ἐκέχρωστο. Σοφοκλῆς Ἀνδρομέδᾳ (fr. 125 N.2 = 129 R.)· „δίδου δαφοινὸν μάσθλητα δίγο‐ νον“. | ||
delta510 | Διδάσκαλον· ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. | |
delta511 | Διδάσκαλον, οὐ καθηγητὴν λεκτέον. ἰδίως μέντοι διδασκά‐ λους οἱ Ἀττικοὶ τοὺς μουσικοὺς βούλονται καλεῖν. οὕτως Φερεκράτης (fr. novum). | |
delta512 | Διδαχή· ἀντὶ τοῦ διδασκαλία. Ἡρόδοτος γʹ (134, 4). | |
delta513 | Δίδραχμον· συντέλεσις, εἰσφορά, λειτουργία. ἔχει δὲ τὸ δίδραχμον οὐγγίας ϛʹ. | |
delta514 | Δίδυμοι· συνήθως ἡμῖν καὶ οἱ συμφυεῖς, ἰδίως δὲ οἱ μόνοι. ἢ δισσῶς. καὶ „αὐλοῖσι διδύμοισιν“ (τ 227). | |
delta515 | Διέγνωκα· κέκρικα. | |
delta516 | Διέθει· διέτρεχεν. | |
delta517 | Διέβαλεν· ἠπάτησεν. οὕτω Θουκυδίδης. | |
delta518 | Διεγγύησιν· ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν. Δημοσθένης (24, 73). | |
delta519 | Διειδές· λαμπρόν, διαυγές. | |
delta520 | Διδαξάμενος· τελέσας τι ὑπέρτερον διδασκάλου. | |
delta521 | Δίειμι· διέρχομαι. | |
delta522 | †Δεδιοίκησε†· διέτριψεν. | |
delta523 | Διεῖπεν· διῴκει, περιήρχετο. | |
delta524 | Διέζευξε· διεχώρισε. καὶ παρὰ τοῖς μουσικοῖς διεζευγμένον λέγεται τὸ τετράχορδον. καὶ συνεζεῦχθαι λέγουσι τὸ ἐν αὐτῷ εἶναι. | |
delta525 | Διεκόρησας τὴν παῖδα· | |
delta526 | Διεκωδώνισεν· ἀντὶ τοῦ διεπείρασε καὶ ἐξήτασεν. ἡ δὲ μετα‐ φορὰ ἢ ἀπὸ τῶν περιπολούντων τοῖς κώδωσι νυκτὸς τὰς φυλακάς, ἢ ἀπὸ τῶν δοκιμαζόντων τὰς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος. | |
delta527 | Διεκοσμήθησαν· διετάχθησαν. | |
delta528 | Διεκπαίσαντες· διεκτρυπήσαντες, διεκδραμόντες. | |
delta529 | Διελάφυξας· διερρόφησας, ἀνήλωσας. | |
delta530 | Διειλκύσθησαν· διέτριψαν, διηνέχθησαν. | |
delta531 | Διενέγκαντες· ὑπενέγκαντες. | |
delta532 | †Διεδοιδύκησε†· διέγραψε τῇ χειρὶ στρογγύλην αὐτὴν ποιήσας ὡς δοίδυκα. | |
delta533 | †Δίεξιν†· διεξέλευσιν. | |
delta534 | Δι’ ἐνιαυτοῦ· ἀντὶ τοῦ δι’ ὅλου τοῦ ἐνιαυτοῦ. καὶ δι’ ἡμέ‐ ρας· ἀντὶ τοῦ δι’ ὅλης τῆς ἡμέρας. | |
delta535 | Διεπηνήκισας (Cratin. fr. 282 K.)· ἐξηπάτησας. ἀπὸ τῆς πηνήκης· τὴν γὰρ περιθέτην οὕτως λέγουσιν, ἣν ἔχοντες ἐξαπατῶσι | |
τοὺς ὁρῶντας. | ||
delta536 | Διέπει· ἐνεργεῖ, διοικεῖ, καθίσταται. | |
delta537 | Διέπληντο· ἐπεπλήρωντο. | |
delta538 | Διέπτυξεν· διεσαφήνισεν. | |
delta539 | Διεπυνθάνετο· ἠρώτα. | |
delta540 | Διερός· ὑγρός. | |
delta541 | Διεργασθείς· ἀναλωθείς. | |
delta542 | Διερειδόμεθα· στηριζόμεθα. | |
delta543 | Διερικνοῦντο· διεκαμπυλοῦντο. | |
delta544 | Διερέττοντα· διακωπηλατοῦντα. | |
delta545 | Διερπύσαι· διελθεῖν. | |
delta546 | Διέρρει· διεφθείρετο. | |
delta547 | Δίεσιν· διαχωρισμόν. καὶ ἡ πρώτη κατὰ μουσικῆς ᾠδῆς κίνη‐ σις. | |
delta548 | Διεσαρδώνισεν· διεγέλασεν, οὐκ ἐπὶ διαχύσει, ἀλλ’ οἱονεὶ Σαρδάνιον γέλωτα. | |
delta549 | Διεσκίασται· ἀποκέκρυπται. | |
delta550 | †Διεσκεδασμένον†· διατετυπωμένον. | |
delta551 | Διεσκαριφησάμεθα· σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. | |
delta551a | 〈Διεσκαριφησάμεθα· ἀντὶ τοῦ διελύσαμεν· σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ φρύγανον. ἔστι δὲ τὰ τοιαῦτα εὐδιάλυτα καὶ εὐφύ‐ | |
σητα. οὕτως Ἰσοκράτης (7, 12)〉. | ||
delta552 | Διεσμιλευμένον· διεσχισμένον, ἠκριβωμένον, ἐξεσμένον, πε‐ ρικεκαθαρμένον. | |
delta553 | Διέσχεν· διῆλθεν. | |
delta554 | Διεσπευσάμην· ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην. ἢ ἀντὶ τοῦ διεπραξάμην. | |
delta555 | Διεσπαθικότα· διερριφότα. | |
delta556 | Διεσφηκωμένον (Ar. Vesp. 1072)· διαδεδεμένον. | |
delta557 | Διετείνετο· διαρρήδην εἶπεν. | |
delta558 | †Διετείνετο†· ἰδίως Ἀντιφῶν (5, 46). ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. | |
delta559 | Διευκρινῆ· σαφῆ. | |
delta560 | Διευκρινημένοι· διακρίνοντες. | |
delta561 | Διευκρινησάμενος· ἀντὶ τοῦ διαλυσάμενος, ἀπὸ τοῦ εὖ διακρίνειν. | |
delta562 | Διηγκυλωμένον· | |
delta563 | Διηθεῖται· ἀφυλίζεται. | |
delta564 | Διηθεῖν· διϋλίζειν. | |
delta565 | Διήκει· διέρχεται. | |
delta566 | Διήκουσαν· διελθοῦσαν, διερχομένην. | |
delta567 | Διήλλαξεν· ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν. | |
delta568 | Διηνέχθη· ἐμαχέσατο. | |
delta569 | Διηρθρωμένον· δεδηλωμένον, ἠκριβωμένον. | |
delta570 | Διήρκεσεν· διέμεινεν, παρέμεινεν. | |
delta571 | Διῆρξα· ἀντὶ τοῦ διὰ τέλους ἦρξα. Λυσίας (fr. 177 S.). | |
delta572 | Διῆρες· ὑπερῷον. | |
delta573 | Διήρτησεν· ἐξηπάτησεν, ἐπλάνησεν. | |
delta574 | Διηύθυνεν· ἐκώλυσεν. | |
delta575 | Διθύραμβος· ὕμνος εἰς Διόνυσον. | |
delta576 | Διθύροις· διπτύχοις, διπλαῖς θύραις. | |
delta577 | Διϊέναι· διέρχεσθαι. | |
delta578 | Διϊείς· διαπέμψας. | |
delta579 | Διϊκνούμενος· διερχόμενος. | |
delta580 | Δίϊξις· διεξέλευσις. | |
delta581 | Διῒ Συκασίῳ· ἀντὶ τοῦ καθαρσίῳ· τῇ γὰρ συκῇ ἐχρῶντο ἐν τοῖς καθαρμοῖς. | |
delta582 | Διϊστάς· διαχωρίζων. | |
delta583 | Διΐσταται· διαχωρίζεται. | |
delta584 | Διιππασία καὶ †Ἀνιππασία†· τῶν ἵππων ἅμιλλα· ὥσπερ | |
δὴ διωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ ἄμφω δηλοῖ. | ||
delta585 | Διϊπόλια· ἑορτὴ ἀγομένη Διΐ, Σκιροφοριῶνος μηνὸς ἕκτῃ ἐπὶ δέκα. | |
delta586 | Δίκη ἐμπορική· ἡ πρὸς τοὺς ἐμπόρους περὶ ὅτου λαγχανο‐ μένη. ἦσαν δὲ αὗται ἔμμηνοι ὑπὲρ τοῦ μὴ τρίβεσθαι αὐτοὺς καὶ ἀργεῖν δικαζομένους. | |
delta587 | Δίκροτος ναῦς· ἡ δύο στοίχους ἐρετῶν ἔχουσα, ὥσπερ τριήρης ἡ τρεῖς λέγεται. | |
delta588 | Δίκρα· διπλῆ. καὶ δίκροοι ὄφεις παρὰ Ἀριστοτέλει οἱ δικέ‐ φαλοι. | |
delta589 | Δίκρον· τὸ δίκρανον οὕτως ἔλεγον δύο ἐξοχὰς ἔχον, οἷον δίκρανον, δικέφαλον. | |
delta590 | Δίλογχον Βενδῖν· διαπλάσσεται παρά τισιν ἡ Ἄρτεμις δύο λόγχας ἔχουσα. παρὸ καὶ Ἀθήνησι πομπεύοντες δύο λόγχας ἔχουσι τοῖς Βενδιδείοις. ἢ δύο τιμῶν λελογχυῖαν, οὐρανίων καὶ ἐπιγείων. ἢ τὴν δύο λαμπάδας ἔχουσαν· λόγχας δὲ καὶ ἔγχη τὰς δᾷδας λέγεσθαι. | |
delta591 | Δικαιότερον σταχάνης ἢ τρυτάνης· ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων· σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν, ἴσως παρὰ τὴν στάσιν. | |
delta592 | Δικαιογένης· ὄνομα κύριον, ὃς τραγῳδίας (TrGF 52 T 1) | |
καὶ διθυράμβους ἔγραψεν. | ||
delta593 | Δικαιόπολις· πόλις ἐν Θρᾴκῃ. | |
delta594 | Δικαιώσεις· Λυσίας (9, 8) τὰς δικαιολογίας, Θουκυδίδης δὲ τὰς κολάσεις λέγει (8, 66, 2). | |
delta595 | Δικαιοῦν· δύο δηλοῖ· τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν. οὕτως Ἡρόδοτος (1, 100, 2 et 3, 42, 2). | |
delta596 | Δίκας πραττόμενοι· | |
delta597 | Δικασπόλοι· δικασταί. | |
delta598 | Δίκη· ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις. | |
delta599 | Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην· ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις. | |
delta600 | Δίκη· κρίσις. καὶ σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων λέγεται, ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος δῆλον ποιεῖ (54, 1). | |
delta601 | Δείκηλα· μιμήματα, εἰκάσματα. | |
delta602 | Δίκης· δικαιοσύνης ἢ τιμωρίας. | |
delta603 | Δικητροπεῖ· φυγαδεύει. | |
delta604 | Δίκης ἀνάκρισις· οὐ πάσας δίκας κελεύουσιν οἱ νόμοι εἰσά‐ γεσθαι, ἀλλ’ ὅταν ὁ φεύγων ἀντιλέγῃ καὶ παραγράφηται, λέγων εἰσαγώγιμον μὴ εἶναι αὐτήν, πρότερον ἐπὶ τούτῳ γίνεται κρίσις, ἥτις δίκης ἀνάκρισις λέγεται. | |
delta605 | Δικαιούμενος· κολαζόμενος. δίκης τυγχάνων. | |
delta606 | Δικαιωτήρια (Pl. Phaedr. 249a)· οἷον δικαστήρια. | |
delta607 | Δίκορσον· δικόρυφον. | |
delta608 | Δικορραφεῖν· δίκας συρράπτειν, ἐν τοῖς δικαστηρίοις ἀνα‐ στρέφεσθαι. | |
delta609 | Δικραές· δικέφαλον. | |
delta610 | Δικτάτωρ· ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὃς παρὰ Ῥωμαίοις δισύπατος καλεῖται. ἀρχὴ δ’ ἦν πρόσκαιρος, οὐ διὰ βίου, καὶ ἀνεύθυ‐ νος. | |
delta611 | Δικτυωτή· καγκελλωτή. | |
delta612 | Δικτύῳ ἄνεμον θηρᾷ· ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τι ποιούντων. | |
delta613 | Διλήμματον· διχῶς νοούμενον. | |
delta614 | Δῖναι· αἱ τῶν ὑδάτων συστροφαί. | |
delta615 | Δῖνος· σχῆμα χορικόν. | |
delta616 | Δίκυμα· τὰ διδυμοτόκα πρόβατα. | |
delta617 | Δινεύοντες· στρέφοντες. | |
delta618 | Δινήεντος· δίνας ἔχοντος, συστροφὰς ὕδατος περιφερεῖς τινας πεποιημένας. | |
delta619 | Δινήσας· στρέψας. | |
delta620 | Δίνης· συστροφῆς ὑδάτων. | |
delta621 | Διογενές· εὐγενέστατον. | |
delta622 | †Διοβελία†· δύο ὀβολοί. | |
delta623 | Διοικιεῖν· ἀντὶ τοῦ διαιρήσειν, ὥστε μὴ ἐν ταὐτῷ πάντας | |
οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μέρος. | ||
delta624 | Διμοιρίτης †τοῦτο† ἐνίοτε τριώβολον ἀποδεδώκασιν, ἐπει‐ δὴ τοῦτο δίμοιρόν ἐστι τῆς δραχμῆς. ὁ οὖν τοῦτο λαμβάνων στρατιώ‐ της διμοιρίτης ἐλέγετο. ἔστι δέ τις καὶ στρατιωτικὴ ἀρχή, ὡς λοχαγός, διὰ τὸ παρὰ τοὺς ἄλλους στρατιώτας δύο μοίρας λαμβάνειν. | |
delta625 | Διοιδηκώς· πεφυσημένος. | |
delta626 | Διοιδούντων· ἐκφυσώντων. | |
delta627 | Διοικίζεσθαι· χωρίζεσθαι. | |
delta628 | Διοικίσαι τοῦ συνοικίσαι 〈διαφέρει〉· συνοικίζει μὲν γάρ τις τοὺς διεσπαρμένους εἰς ἕν, διοικίζει δὲ ἀπὸ ἑνὸς χωρίου εἰς πολλοὺς διανέμων τόπους. | |
delta629 | Διοικητής· ὁ ἐπὶ τῶν ἀναλισκομένων. καὶ ἀρχὴ Ἀθήνησιν ὁ ἐπὶ τῆς διοικήσεως, οἷον τῶν προσιόντων τῇ πόλει καὶ ἀναλισκομένων. | |
delta630 | Διολούφειν· τὸ διατίλλειν. | |
delta631 | Διολκή· †ἀνακωχὴ χρόνου†. | |
delta632 | Διωλύγιον· ἄνυδρος τόπος. | |
delta633 | Διωλύγιον· τὸ μέγα. Ἰσαῖος (fr. 123 S.) καὶ Πλάτων (Theaet. 162a. Leg. 10, 890e). | |
delta634 | Διοίσασα· διαπεράσασα. | |
delta635 | Διοίσειν· διαφέρειν. | |
delta636 | Διομεῖς· δῆμος τῆς Ἀττικῆς ἐν ᾧ ὁ Ἡρακλῆς. | |
delta637 | Διομήδειος ἀνάγκη· παροιμία ἀπὸ τοῦ Τυδέως ἢ ἀπὸ τοῦ | |
Θρᾳκός, ὃς ἠνάγκαζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς θυγατράσιν αὐτοῦ μίσγεσθαι, ἃς καὶ ἵππους ἀλληγορεῖ, εἶτα ἀνῄρει. οἱ δὲ ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ Παλλάδιον κλέψαντες νυκτὸς ἐπανῄεσαν. | ||
5 | ἑπόμενος δὲ ὁ Ὀδυσσεὺς τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ σελήνῃ δὲ ἰδὼν τὴν σκιὰν τοῦ ξίφους ὁ Διομήδης δήσας τὸν Ὀδυσσέα ἐποίησε προάγειν παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατὰ ἀνάγκην τι πραττόντων. | |
delta638 | Διωμοσία καὶ ἀντωμοσία· ὅταν οἱ κατηγοροῦντες ὀμνύω‐ σιν, ὡς ἀληθῶς κατηγοροῦσι, τοῦτο διωμοσία· ὅταν δὲ οἱ κατηγορού‐ μενοι ὀμνύωσι τὸν αὐτὸν ὅρκον διαλυόμενοι τὰ ἐγκλήματα, τοῦτο ἀντωμοσία. | |
delta639 | Δῖον· ἔνδοξον. | |
delta640 | Διονύσιον· τὸ ἱερὸν τοῦ Διονύσου. | |
delta641 | †Διόνεια· δῆμος Αἰνηΐδος†. | |
delta642 | Διόπαι· ἐνώτια. τινὲς δὲ εἶδος ὑποδημάτων. | |
delta643 | Διοπετές· ἐξ οὐρανοῦ κατερχόμενον. | |
delta644 | Δίοποι· βασιλεῖς. παρὰ τὸ διόπτειν ἢ διοπτεύειν. | |
delta645 | Δίοπος· ναυφύλαξ, ἄρχων, ναύαρχος, οὐχὶ πρῳρεύς, ὥς τινες νομίζουσιν· οὐ γὰρ ὡς προόπτης τις ὠνόμασται, ἀλλ’ ὡς ἐπισκοπῶν καὶ ἐφορῶν. ἔστι καὶ παρὰ Δημοσθένει ὁ διϊθύνων τὴν ναῦν. | |
delta646 | Διοπομπεῖσθαι· τὸ ἀποτρέπεσθαι καὶ ἀποπέμπεσθαι τὸν | |
προστρόπαιον Δία. | ||
delta647 | Διοπτεύσων (K 451)· διοψόμενος, κατασκοπήσων. | |
delta648 | Διοπομπεῖσθαι· ἀποτροπιάζεσθαι καὶ ἀποκαθαίρεσθαι. | |
delta649 | Διοπτεύων· δίοπος λέγεται ὁ διέπων καὶ ἐποπτεύων. | |
delta650 | Διοπτῆρα (K 562)· κατάσκοπον, οἰκονόμον. | |
delta651 | Διοριστέον· διαχωριστέον. | |
delta652 | Διόρμησον· κατασκεύασον, εὐτρέπισον, ἕτοιμον ἀπέργασαι. | |
delta653 | Διὸς ἄνθος· φυτὸν ἀκανθῶδες. | |
delta654 | Διὸς βαλάνους (Hermipp. fr. 63, 20 K.)· ἃ καὶ καστάνια καλοῦσί τινες. | |
delta655 | Διὸς ἐγκέφαλος· τὸ κάλλιστον βρῶμα. | |
delta656 | Διὸς Κόρινθος· ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων παροιμία. ἐρρέθη δὲ δι’ αἰτίαν τοιαύτην· Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κο‐ ρινθίων δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα καὶ τοῦ δήμου μὴ προσέχον‐ | |
5 | τος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· „οὐκ ἀνέξεται ταῦτα 〈ὁ〉 Διὸς Κόρινθοσ“. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· „παῖε τὸν Διὸς Κόρινθον“. | |
delta657 | Διὸς κῴδιον· οὗ τὸ ἱερεῖον Διῒ τέθυται. θύουσι δὲ τῷ τε Μειλιχίῳ καὶ τῷ Κτησίῳ Διΐ. τὰ δὲ κῴδια τούτων φυλάσσουσι δῖα προσαγορεύοντες. χρῶνται δ’ αὐτοῖς οἵ τε Σκιροφορίων τὴν πομπὴν στέλλοντες καὶ ὁ δᾳδοῦχος ἐν Ἐλευσῖνι καὶ ἄλλοι τινὲς πρὸς τοὺς | |
5 | καθαρμοὺς ὑποστρωννύντες αὐτὰ τοῖς ποσὶ τῶν ἐναγῶν. | |
delta658 | Δίοψις· διάβλεψις, διάσκεψις. | |
delta659 | Διὸς ψῆφος· οὕτως καλεῖται, ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν | |
ἐκρίθησαν. Κρατῖνος Ἀρχιλόχοις (fr. 7 K.)· „ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται“· ὁ γὰρ τόπος, ἐν ᾧ ἐκρίθησαν, Διὸς ψῆ‐ φος καλεῖται. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. | ||
delta660 | Διοτρεφής· ὑπὸ Διὸς τεθραμμένος. | |
delta661 | Διότι· ἔσθ’ ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται· οὕτω γὰρ ἄλλοι πολλοὶ καὶ Ἱεροκλῆς (fr. 4 Arnim). | |
delta662 | Διότιμος· κύριον. καὶ Διόφαντος ὁμοίως. | |
delta663 | Διποδία· εἶδος Λακωνικῆς ὀρχήσεως. | |
delta664 | Διπτύχια· δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν ὑπεστρῶσθαι, τὸ δὲ ἕτερον †ὑποβεβλῆσθαι†. | |
delta665 | Δίπυρον· Δωρίδα ἑταίραν δύο ἐραστὰς ἔχουσαν. οὕτω Μέ‐ νανδρος (fr. novum). | |
delta666 | Δίρκοι· φθεῖρες. | |
delta667 | Δίσεπτα· ὑφ’ ἓν λέγειν καὶ τὴν πρώτην συλλαβὴν ὀξυτονεῖν ἀξιοῦσιν Ἀττικοί. | |
delta668 | Δὶς ἑπτὰ πληγαῖς πολύπους πιλούμενος· ἐπὶ τῶν κολά‐ σεως ἀξίων. παρ’ ὅσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι. | |
delta669 | Δισκεύων· ἐκδεχόμενος, κυλίων. | |
delta670 | Δίστομον· τὸν διπλοῦν λέγουσιν. | |
delta671 | Διφᾶν· ζητεῖν. {καὶ ὑπὸ τρυφῆς διαρρεῖν}. | |
delta672 | Διφροφόροι· Στράττις ἐν Ἀταλάνταις (fr. 8 K.). διφροφο‐ ρουμένους· Ἡρόδοτος (3, 146, 3) τοὺς παρὰ Πέρσαις φορείοις φερο‐ μένους. | |
delta673 | Δίφρον· ἅρμα ἢ καθιστήριον. | |
delta674 | Δίφορος· συκῆ τις. Ἀριστοφάνης (Eccl. 708). | |
delta675 | Διφυᾶ· δύο φύσεις ἔχοντα. | |
delta676 | Διχῇ· διχῶς. | |
delta677 | Διχοφορία· ἡ εἰς δύο διαμεριζομένη. | |
delta678 | Διχομηνιαία· πεντεκαιδεκαταία τοῦ μηνὸς ἢ τῆς σελήνης. | |
delta679 | Δίωκε· ἀντὶ τοῦ κατάτρεχε. | |
delta680 | Δίωκε· ζήλου, ἐπιτήδευε. | |
delta681 | Διωθούμενοι· ἀνατρεπόμενοι, ἐκβαλλόμενοι. | |
delta682 | Διῳκισμένος· κεχωρισμένος. | |
delta683 | Διωλύγιον· μέγα, ἐπὶ πολὺ διῆκον, δι’ ὅλου τοῦ πράγματος 〈ἰόν〉, μακρόν. Αἰολεῖς δὲ τὸ μὴ ἀπολλύμενον. | |
delta684 | Διωλύγιον κακόν· ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων· διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ 〈ἐπὶ〉 πολὺ διῆκον. οὕτως „οὐ μακρὰ καὶ διωλύγιος φλυαρία“. Πλάτων (Theaet. 162a). | |
delta685 | Διωμοσία· ὅρκοι οἱ ὑπὸ τῶν δικαζομένων γινόμενοι, τοῦ μὲν ὀμνύοντος ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ ὅτι οὐκ ἐποίησεν. | |
delta686 | Διωμοσία· 〈ὅρκος ἐστίν, ὃν〉 ὤμνυον καὶ οἱ φόνου ἀγῶνα | |
διώκοντες καὶ οἱ φεύγοντες καὶ μετὰ τὸ εἰπεῖν τὸν πάντα λόγον καὶ πρὸ τοῦ εἰπεῖν· ὁ μὲν ἦ μὴν τὰ ἀληθῆ κατηγορήσειν, ὁ δὲ ἦ μὴν τὰ ἀληθῆ ἀπολελογῆσθαι. καὶ ἐπενεχθείσης δὲ λοιπὸν ἤδη τῆς ψήφου | ||
5 | πάλιν ὤμνυεν ὁ κρατήσας, ἦ μὴν δικαίως νενικηκέναι ἐξώλειαν αὑτῷ ἐπαρώμενος, εἰ ἐξηπάτησεν. | |
delta687 | Διώνυμον· διαβόητον, ὀνομαστόν, περίφημον. | |
delta688 | Διωρυχή· διάνοιξις τοίχων ἢ χωμάτων ἢ ποταμῶν. | |
delta689 | Διωρίζετο· διεβεβαιοῦτο. | |
delta690 | Διωσόμεθα· ἀπωσόμεθα καὶ πεμψόμεθα. | |
delta691 | Διωστῆρσιν (Exod. 38, 10)· ἀναφορεῦσι τοῖς ἀναβαστάζου‐ σιν. | |
delta692 | Δμηθέντα· δαμασθέντα, ὑπείξαντα. | |
delta693 | Δνοπαλίξεις· τουτέστι διὰ τῶν χειρῶν κινήσεις καὶ δονήσεις καὶ ἐκτινάξεις. | |
delta694 | Δνοφερόν· μέλαν, σκοτεινόν. | |
delta695 | Δοάζω· ἀμφιδοξῶ. | |
delta696 | Δογματίζει· θεολογεῖ, φυσιοῦται. | |
delta697 | Δόκησις· ὑπόνοια. ἢ τὸ μὴ ὄν, νομιζόμενον δέ. ὅ ἐστι φαντα‐ σία καὶ σκιὰ καὶ ὄναρ. | |
delta698 | Δοκεῖν· ὅταν ἔξωθέν τι προσδοκῶμεν. | |
delta699 | Δοκιμάσας· κρίνας. | |
delta700 | Δοκιμασθείς· Δημοσθένης μὲν (30, 6) ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς· λέγει γὰρ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι (57, 25). ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμασθῆναι, εἰ καὶ μηδ’ | |
ἥντινα ἦρχον ἀρχήν. ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίος. Λυκοῦργος | ||
5 | δὲ (fr. 18 C.) τρεῖς δοκιμασίας φησὶ κατὰ τὸν νόμον γίνεσθαι· καὶ γὰρ μία μέν ἐστιν, ἣν οἱ ἐννέα ἄρχοντες δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτο‐ ρες, τρίτη δέ, ἣν οἱ στρατηγοί. λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. | |
delta701 | Δόκωσις· ἡ στέγη. | |
delta702 | Δοκιμασίαν ἐπαγγεῖλαι· τὸ δίκην ἑταιρήσεώς τινα καταγ‐ γεῖλαι. γίνεται δὲ ἡ τῆς ἑταιρήσεως δοκιμασία οὐ πᾶσιν, ἀλλὰ πολι‐ τευομένοις ῥήτορσι καὶ ψηφίσματα γράφουσιν. | |
delta703 | Δοκιμασία· ἰδίως ἡ τῶν στρατηγῶν καὶ τῶν ἄλλων ἀρχόντων καὶ ῥητόρων ἐξέτασις, εἰ προΐστασθαι τῶν πολιτικῶν ἐπιτήδειοί εἰσιν. | |
delta704 | Δολιχά· μακρά, πολλά. | |
delta705 | Δόλιχον· τὸ ἀγώνισμα. Ἐπίχαρμος. | |
delta706 | Δολιχεύειν· περιοδεύειν. | |
delta707 | Δολιχὸν κύκλον· μακρόν, πολύν. | |
delta708 | Δολομήτης· δολιόβουλος. | |
delta709 | Δόνακα ὑπολύριον (Ar. Ran. 233)· πρότερον ταῖς λύραις ἀντὶ κέρατος ὑπετίθεσαν καλάμους. | |
delta710 | Δόνακες· κάλαμοι ἁλιευτικοί. ἢ αὐλοί. | |
delta711 | Δόξα· ὑπόνοια, ὑπόληψις. | |
delta712 | Δοξάριον· δόξα ὑποκοριστικῶς. | |
delta713 | Δοξοκοπία· κενοδοξία. | |
delta714 | Δοξασίας· δόξης, ὑπολήψεως. Δίων ἐν Ῥωμαϊκῶν νγʹ (19, 6)· „προσέσται δὲ καὶ τῆς ἐμῆς δοξασίασ“. | |
delta715 | †Δοξίας· ὁμοίως†. | |
delta716 | Δόρατα· λογχάρια. | |
delta717 | Δορπία· ἡ πρώτη ἡμέρα ἡ τῶν Ἀπατουρίων· ἡ δὲ ἑξῆς Ἀ‐ νάρρυσις, ἡ δὲ τρίτη Κουρεῶτις. | |
delta718 | Δόρπιστος· δείπνου ὥρα. | |
delta719 | Δορίδες· σκεύη μαγειρικά. | |
delta720 | Δόρπος· δεῖπνος, βορά. | |
delta721 | Δορυξεῖον· †δορύξεστον†. | |
delta722 | Δόρυ ἐπ’ ἐκφορᾷ· ἔθος ἦν ἐπάγεσθαι δόρυ καὶ πηγνύναι τοῖς τάφοις τῶν βιαίως ἀνῃρημένων εἰς παράστασιν τῆς μιαιφονίας. | |
delta723 | Δόρυ κηρύκειον· παροιμία ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες εἰς Δελφοὺς ὑπ’ Ἀθηναίων Γεφυραῖοι λαβόντες χρησμὸν (Delphic Oracle II 312 P.—W.) „ἀνδρὶ Γεφυραίῳ φίλος οἶκοσ“, ἀκολουθοῦντες βουσίν, ἕως ἂν ἐκεῖνοι κοπιάσωσιν, ὡς ὁ | |
5 | θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσιν, πολεμουμένων Ἀθη‐ ναίων ὑπὸ Εὐμόλπου ἐπὶ τὴν Τάναγραν καλουμένην ὥδευσαν, δόντες | |
μὲν τῷ προηγουμένῳ κηρύκειον, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους. | ||
delta724 | Δορύξενος· ὁ ἐκ τῶν πολεμίων φίλος, ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. | |
delta725 | Δορύκτητος· αἰχμάλωτος. | |
delta726 | Δορυφορεῖ· τιμὴν περιποιεῖ. | |
delta727 | Δορύληπτος· αἰχμάλωτος. | |
delta728 | Δορυφόροι· φύλακες, ὑπηρέται βασιλέως, ὁπλοφόροι, ὑπα‐ σπισταί. | |
delta729 | Δούλων πόλις· ἐν Λιβύῃ. Ἔφορος πέμπτῃ (FGrHist 70 F 50). καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης 〈ἐν τῇ πρώτῃ τῶν Κρητικῶν〉 (FGrHist 461 F 2). ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ᾗ Φίλιπ‐ | |
5 | πόν φασι συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συνα‐ γαγόντα συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηροὺς ὡς δισχιλίους, ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν φησι (FGrHist 115 F 110). | |
delta730 | Δούπησεν (Δ 504)· ἔπεσεν, ὥστε ψόφον ἀποτελέσαι. | |
delta731 | Δοῦπον· ψόφον. | |
delta732 | Δουροδόκης (α 128)· τῆς τὰ δόρατα δεχομένης. | |
delta733 | Δορίσκος· χωρίον Θρᾳκικόν. | |
delta734 | Δόσις· ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσι συμβόλαιον γραφό‐ μενον, ὅταν τις τὰ αὑτοῦ διαδῷ διὰ τῶν ἀρχόντων. | |
delta735 | Δοχμόλοφοι· ἐκ πλαγίων τοὺς λόφους ἔχοντες. | |
delta736 | Δόχμη· σπιθαμή. | |
delta737 | Δρᾷ· ποιεῖ. | |
delta738 | Δραμητέον καὶ τροχαστέον. | |
delta739 | Δράγματα· χειρόληπτα θερίσματα. | |
delta740 | Δρακοντίδης· εἷς τῶν λʹ. | |
delta741 | Δράκων· ἐπιφανέστατος γέγονε νομοθετῶν. | |
delta742 | Δραπετίνδα· παιδιᾶς εἶδος. {ὅταν ἑτέρῳ δείξαντες ἄλλῳ μεθῶσιν}. | |
delta743 | Δρᾶμα· ποίημα, πρᾶγμα, ὡς καὶ δρᾶσαι πρᾶξαι. λέγεται δὲ δρᾶμα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα ὡς ἐν ὑποκρίσει. | |
delta744 | Δραματουργήσας· συνθείς. | |
delta745 | Δραπετεύσας· φυγών. | |
delta746 | Δρασμός· φυγή. | |
delta747 | Δράσας· ποιήσας. | |
delta748 | Δρασκάζειν· περιΐστασθαι. | |
delta749 | Δραστήριος· πρακτικώτατος. | |
delta750 | †Δραύκαλος†· Σοφοκλῆς Τυμπανισταῖς (fr. 585 N.2 = 643 R.). ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παρ’ αὐταῖς αὐλίσαι τὸν δράκοντα ταῖς Κέ‐ κροπος θυγατράσιν. ὅτι συναυλίζονται κατὰ τὸ εἰκὸς Κέκροπι ὄντι διφυεῖ. ὅτι συναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι προσημε‐ | |
5 | ρεύουσα τῇ θεῷ. | |
delta751 | Δραχμήν· ἐπὶ χρυσίου λέγουσιν, ὅταν ἕλκῃ μὲν ἡμίχρυσον, ἰσχύῃ δὲ δραχμὰς ιʹ. | |
delta752 | †Δρέμνα†· κλάσμα. | |
delta753 | Δρεπανηφόρος· ξιφοφόρος. | |
delta754 | Δρέπεται· θερίζεται, τρυγᾶται, ἀπανθίζεται. | |
delta755 | Δρέπου· τρύγα. | |
delta756 | Δρεφθῆναι· ἀποδρεπανισθῆναι. | |
delta757 | Δρογγίλον· χωρίον Θρᾳκικόν. | |
delta758 | Δρόμοις· τοῖς γυμνασίοις κατὰ Κρῆτας. | |
delta759 | Δρομοκήρυκες· ἡμεροδρόμοι. | |
delta760 | Δρόμοι· οἱ περίπατοι. | |
delta761 | Δρομοκήρυκες· οἱ δρόμῳ τι ἀπαγγέλλοντες καὶ σημαίνον‐ τες. | |
delta762 | Δρυαχαρνεῦ· δρύϊνε Ἀχαρνεῦ, ἀναίσθητε· ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί (com. adesp. fr. 75 K.), Ποτά‐ μιοι δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράφους. 〈Θυμοιτάδαι καὶ | |
Προσπάλτιοι ὡς δικαστικοί〉. | ||
delta763 | Δρυμός· 〈ἐν τῷ Παραπρεσβείασ〉 Δημοσθένης (19, 326). πόλις ἐστὶ μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. | |
delta764 | Δρυμός· χωρίον τῆς Ἀττικῆς. | |
delta765 | †Δρυμαράξεις†· σπαράξεις. | |
delta766 | Δρύϊνος· ξύλινος, ὡς ἄν τις εἴποι λίθινος· πᾶν γὰρ ξύλον δρῦς καλεῖται κατὰ τὸ ἡγεμονικόν. ἀπὸ τούτου καὶ τὰ ἀκρόδρυα. καὶ δρύφακτοι καὶ δρυμοὶ καὶ δόρατα καὶ δούρειος ἵππος καὶ δρυπεπεῖς ἐλαῖαι. | |
delta767 | Δρύοχοι· δρυόχους ἐν Τιμαίῳ (81b) καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς. | |
delta768 | Δρυοπαγῆ στόλον· τὸν δρύϊνον στόλον. | |
delta769 | Δρυπεπής· ὁ πέπειρος καρπὸς τῶν δένδρων. | |
delta770 | Δρυπολεῖν· τὸ ξύλοις πολιορκεῖν. | |
delta771 | Δρύπτεται· ξύεται. | |
delta772 | Δρῦς· εἶδος δένδρου. καὶ πᾶν δένδρον. | |
delta773 | Δρῦς· ἔστι μὲν πόλις ἐν Ἠπείρῳ, ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ. | |
delta774 | Δρυτόμος· ὑλοτόμος, δενδροτόμος. | |
delta775 | Δρύφακτοι· ξύλινοι θώρακες. τὰ διαφράγματα ἢ τὰ περιτει‐ | |
χίσματα. | ||
delta776 | Δρυφάκτους· τὰς θύρας τοῦ δικαστηρίου, ἃς καὶ κιγκλίδας ἔλεγον. φασὶ δὲ καὶ οὓς ἡμεῖς †ἐπανωγέω† περιπάτους λέγομεν. | |
delta777 | Δρύφεσθαι· περαίνεσθαι. | |
delta778 | Δρύφη· ξέσματα. | |
delta779 | Δρύψαι· ἀποξέσαι. | |
delta780 | Δρωπακίζεσθαι· οἱ μὲν ψιλίζειν, οἱ δὲ λεαίνεσθαι, οἱ δὲ πιττοκοπεῖν. | |
delta781 | †Δρώπειν†· διασκώπτειν. | |
delta782 | Δρώμενα· πραττόμενα, ἐνεργούμενα. | |
delta783 | †Δυάζει†· φλυαρεῖ, ἀλογεῖ. | |
delta784 | Δύης· κακοπαθείας· δύη γὰρ ἡ δυστυχία. ὅθεν καὶ δοῦλος· δύηλός τις ὤν. | |
delta785 | Δῦναι· κατελθεῖν. ἢ εἰς δύσιν ἀπελθεῖν. | |
delta786 | Δύο τοίχους ἀλείφεις· λέγεται ἐπὶ τῶν ἐπαμφοτεριζόντων καὶ διὰ μέσου χωρούντων ἐν μάχαις ἢ φιλίαις. εἴρηται δὲ ἴσως ἀπὸ τῶν | |
δύο τοίχους εὐφεγγέας ποιούντων. | ||
delta787 | Δυοῖν· ἀντὶ τοῦ δύο. | |
delta788 | {δυσαγώγους, δυσμετόχους, τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνίαι γὰρ τὰ λῶρα}. | |
delta789 | Δυσάγωγος· δυσχερής, ἀπειθής. | |
delta790 | Δῦσαι· ἀποδῦσαι. | |
delta791 | Δυσάλγητος· ἀσυμπαθής. | |
delta792 | Δυσαλθής· δυσίατος. | |
delta793 | Δυσάλωτον· δύσληπτον. | |
delta794 | Δυσανασχετοῦσι· βαρέως οἴσουσι, παραιτοῦνται. | |
delta795 | †Δυσάνισος†· Ἀντιφῶν (87 B 89 D.—K.). ὁ ἐπὶ παντὶ ἀνιώ‐ μενος, κἂν μικρὸν κἂν εὐκαταφρόνητον ᾖ. | |
delta796 | Δυσάντητον· δυσχερές, δυσαπάντητον. | |
delta797 | Δυσαρεστούμενος· μὴ ἀρεσκόμενος. | |
delta798 | Δυσαύλης· οὗτος αὐτόχθων μὲν ἦν, συνῴκησε δὲ Βαυβοῖ καὶ ἔσχε παῖδας Πρωτονόην τε καὶ Νῆσαν. | |
delta799 | †Δυσβάρκανος†· δυσκατανόητος· βράκανα γὰρ ἄγρια λάχανα δύσπλυτα. | |
delta800 | Δυσαριστοτόκεια (Σ 54)· δυστυχῶς τὸν ἄριστον τεκοῦσα. ἢ διὰ τὴν ἀριστείαν δύστηνον. | |
delta801 | Δυσαχθές· βαρύ, ἀβάστακτον. | |
delta802 | Δυσβουλία· κακοβουλία. | |
delta803 | Δυσγενής· ὁ ἐκ κακοῦ γένους. | |
delta804 | Δυσγάργαλις· δυσυπότακτος· γαργαλίζειν γὰρ τὸ εἰς γέλωτα κινεῖν καὶ πείθειν. | |
delta805 | Δυσδιάλλακτον· †δυσθρήνητον†. | |
delta806 | Δυσδιάφευκτον· δυσχερῶς λανθάνον. | |
delta807 | †Δυσεάκτου†· δυσθρηνήτου. | |
delta808 | Δυσέκλυτα· δυσχερῶς λυόμενα. | |
delta809 | Δύσερμος· ὡς δύσελπις. | |
delta810 | Δυσέκτων· δυσγνωμόνων. | |
delta811 | Δυσέμβολος· δυσεπιχείρητος. | |
delta812 | Δυσερμίας· κακῆς ἀποτυχίας· εὐερμίαν γὰρ τὴν ἐπιτυχίαν καλοῦσιν. | |
delta813 | Δυσέξοιστον· δυσεκκόμιστον. | |
delta814 | Δύσεριν· φιλόνεικον. παρὰ τὸ δυς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν. | |
delta815 | Δύσερως· κακὸς ἔρως. | |
delta816 | Δυσθήρατος· δυσεύρετος. | |
delta817 | Δυσθύροις· δυσφυλάκτοις. | |
delta818 | Δυσήνεμον· τὸ κακοὺς ἀνέμους ἔχον, δυστάραχον. | |
delta819 | Δυσηκεῖ· δυσιάτῳ. | |
delta820 | Δυσηνίους· δυσπειθεῖς, ἀνυποτάκτους, δυσαγώγους, δυσμε‐ τόχους, 〈τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνίαι γὰρ τὰ λῶρα〉. | |
delta821 | Δυσήνυτον· δυσκατόρθωτον. | |
delta822 | Δυσῆρες· δυσχερές. | |
delta823 | Δυσκάθεκτον· δυσνόητον, ἀκατάληπτον. | |
delta824 | Δυσκελάδου (Π 357)· κακοήχου. | |
delta825 | Δυσκλεές· ἄδοξον, ἄτιμον, ἀπρεπές. | |
delta826 | Δύσλοφα· χαλεπῶς φερόμενα. | |
delta827 | Δύσκωφος· ὁ ἐκ μέρους ἀκούων. | |
delta828 | Δυσμαῖς βίου· τῷ τέλει τῆς ζωῆς. | |
delta829 | Δυσμένεια· ἔχθρα, κακόνοια. | |
delta830 | Δύσμηνις· βαρύθυμος, ὀργίλος, μνησίκακος. | |
delta831 | Δυσξύμβολα· δυσνόητα. | |
delta832 | Δύσοδος· τραχεῖα, δυσχερῆ διάβασιν ἔχουσα. | |
delta833 | Δυσοίζου{σα}· ἄγαν ὑπόπτευε καὶ οἰωνίζου. | |
delta834 | Δυσόμοια· ἀνόμοια. Στράττις (fr. 75 K.). | |
delta835 | Δυσοίκτου· δυσθρηνήτου. | |
delta836 | Δύσοιστος· δυσφόρητος. | |
delta837 | Δύσοιμος· δύσοδος, οἷον ἐπὶ κακῷ ἄγουσα. | |
delta838 | Δυσόρφναια· μέλανα. | |
delta839 | Δύσοσμος· δυσώδης. | |
delta840 | Δυσπαίπαλος· τραχεῖα. | |
delta841 | Δυσπάλαιστος· δυσκαταγώνιστος. οὕτως Εὐριπίδης (Alc. 889). | |
delta842 | Δύσπαρι (Γ 39)· ἐπὶ κακῷ ὠνομασμένε, οἷον ζήσας ὡς Πάρις, δυσώνυμε. καὶ δυσπάριτον χωρίον· τὸ ἄβατον. οὕτως Ξενοφῶν ἐν τῇ Ἀναβάσει (4, 1, 25). | |
delta843 | Δυσπέμφελον· δυσάρεστον, χαλεπόν, μεμψίμοιρον. | |
delta844 | Δυσπετοῦντα· κακῶς πάσχοντα. | |
delta845 | Δυσπετής· δυσχερής. | |
delta846 | Δυσπόριστον· δυσεύρετον. | |
delta847 | Δυσπρόσιτα· δυσχερῆ ἐγγισθῆναι. | |
delta848 | Δυσποτμότερον· ἀθλιώτερον. | |
delta849 | Δυστεκμαρτότερον· δυσκαταληπτότερον. | |
delta850 | Δύστηνος· ταλαίπωρος, δυστυχής, ἄθλιος. | |
delta851 | Δύστροπον· σκολιόν, δυσάρεστον. | |
delta852 | Δυστόπαστος· κακοϋπονόητος. | |
delta853 | Δυστοπώτατα· δυσχερέστατα. | |
delta854 | Δυστράπελος· δύστροπος, ἄμορφος, δυσμετάθετος. | |
delta855 | Δυσφώρατος· δυσκόλως ἐλεγχόμενος. {ἢ ὁ κακῶς ὑφορώμε‐ | |
νος καὶ ὑπονοῶν}. | ||
delta856 | Δυσχεραίνειν· μισεῖν. | |
delta857 | Δυσώνυμος· κακώνυμος. | |
delta858 | Δυσωπεῖσθαι· ὑφορᾶσθαι καὶ ὑπόπτως ἔχειν, φοβεῖσθαι μεθ’ ὑπονοίας. | |
delta859 | 〈Δυσωπεῖσθαι· ὑφορᾶσθαι, φοβεῖσθαι μεθ’ ὑπονοίας, σκυθρωπάζειν〉. ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. | |
delta860 | Δυσωποῦμαι· Δημοσθένης 〈ἐν Φιλιππικοῖσ〉 (9, 65) καὶ Ξενοφῶν 〈ἐν Ἀπομνημονεύμασιν〉 (2, 1, 4) ἀντὶ τοῦ φοβοῦμαι. | |
delta861 | Δύω· καὶ ἐν τῷ ω δύω λέγουσιν ἑκατέρως. | |
delta862 | Δῶ· κατὰ ἀποκοπὴν δῶμα, οἶκος. | |
delta863 | Δωδωναῖος· ὁ Ζεύς, παρόσον ἐν Δωδώνῃ τῆς Θεσπρωτίας | |
τιμᾶται. | ||
delta864 | Δωδώνη· πόλις ἐν τῇ Θεσπρωτίᾳ Πελασγία. | |
delta865 | Δωδεκάκρουνος· κρήνη Ἀθήνησιν, ἣν Θουκυδίδης Ἐν‐ νεάκρουνον (2, 15, 5). | |
delta866 | Δωδωναῖον χαλκεῖον· Δήμων μέν φησι (FGrHist 327 F 20) ἐν τῇ Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, ὅταν τις ἑνὸς ἅψηται, ἐκ διαδοχῆς πάντας ἠχεῖν. †Ἀριστοτέλης† δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ | |
5 | θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ’ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Αὐλητρίσι (fr. 60, 3 K.—Th.). 〈***〉 πρὸς Δήμωνα. εἰ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροι‐ μία. | |
delta867 | Δωδεκῇδες· θυσίαι δώδεκα ἱερείων, ὡς τριττύς, ἡ ἐκ τριῶν. | |
delta868 | Δωδεκαμήχανος· πόρνη δώδεκα σχήμασι χρωμένη, Κυρήνη τὸ ὄνομα. | |
delta869 | Δωμάτιον· οἰκημάτιον. | |
delta870 | Δωριάζειν· παραγυμνοῦσθαι· Δωρικὸν γάρ ἐστι τὸ παρα‐ φαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν. ἐν | |
δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι. | ||
delta871 | Δωρογραφή· ὅταν τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ’ αὐτοῦ διχῇ ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. | |
delta872 | Δωροδοκήσας· δῶρα λαβών. | |
delta873 | Δωροδόκος· δῶρα δεχόμενος. | |
delta874 | Δωροδόκησιν· τὴν δωροδοκίαν. Θουκυδίδης (5, 16, 3). | |
delta875 | Δωροξενία· ὅταν τις γραφεὶς ξενίας καὶ δῶρα δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέγεται. | |
delta876 | Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. | |
delta877 | Δειλὸν ὁ πλοῦτος· παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλί‐ ζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς αὑτῶν ποιοῦνται φυλακάς. | |
delta878 | Δωριάζειν· τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολὺ τοῦ σώματος· αἱ γὰρ κατὰ Πελοπόννησον κόραι διημέρευον ἄζωστοι καὶ | |
ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θάτερα ἐπιπεπορπημέναι. |