TLG 4040 028 :: PHOTIUS :: Commentarii in Matthaeum (in catenis)

PHOTIUS Lexicogr. Scr. Eccl. Theol., Patriarcha
(Constantinopolitanus: A.D. 9)

Commentarii in Matthaeum (in catenis)

Source: Reuss, J. (ed.), Matthäus–Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 61] Berlin: Akademie–Verlag, 1957: 270–337.

Citation: Fragment — (line)

1

(loc)

Mt 1, 2
1 Ἀβραὰμ διὰ πίστεως ἐδικαιώθη· τούτῳ δὲ πιστεύσαντι εἶπεν ὁ θεός· «πληθυνῶ τὸ σπέρμα σου καὶ δώσω σοι τὴν γῆν» καὶ «ἔν σοι ἐνευλογηθήσονται πᾶσαι αἱ φυλαί». εἰ οὖν ἀληθῆ φθέγγεται ὁ θεὸς καὶ «σπέρμα Ἀβραὰμ» οἱ Ἰουδαῖοι μόνοι τυγχάνουσιν, οὗτοι δὲ οὔτε
5τῆς γῆς ἐκράτησαν πώποτε οὔτε κρατοῦσιν, ποῦ ἐστι τὸ τοῦ θεοῦ ἀλη‐ θὲς τὸ πρὸς Ἀβραὰμ εἰρημένον; ἀλλ’ ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν, φανερόν ἐστιν, ὅτι τὴν τῶν ἐθνῶν ἐκκλησίαν «σπέρμα» ἐκάλεσεν ὁ θεὸς τοῦ «Ἀβραάμ». τοῦτο δὲ γέγονε διὰ τοῦ ἐξ αὐτοῦ μέλλοντος γεννη‐ θῆναι Χριστοῦ, εἰς ὃν πιστεύσαντα τὰ ἔθνη «σπέρμα Ἀβραὰμ» ἐκλή‐
10θησαν, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι.

2

(loc)

Mt 1, 19—20

2,col1

Ὅτε εἰς ἀπορίαν λογισμῶν κατέστη ὁ Ἰωσήφ, τότε ὁ ἄγγελος ἐπέστη λύων τὴν ἔριν τῶν λογισμῶν· ὅτι γὰρ διηπορεῖτο, ἐξ ὧν διενοεῖτο δῆλον.
5ἐβουλήθη γάρ, φησίν, αὐτὴν ἀπο‐ λῦσαι λάθρᾳ· οὐκ ἂν οὔτε λάθρᾳ οὔτε ὅλως ἐκπέμψαι βουληθείς, εἰ νόθου γονῆς τὸν ὄγκον ἐπέπειστο τῆς γαστρός· ἀλλὰ καὶ νόμῳ καὶ τιμωρίᾳ
10δίκαιος ὢν μάλιστα παρεδίδου ἄν· ἀλλὰ τοῦτο μὲν οὐκ ἐπέπειστο· οὐδ’ ἐκεῖνο πάλιν ᾔδει θείας ἐνεργείας τὴν
κύησιν εἶναι· ὑπὲρ ἔννοιαν γὰρ ἀνθρω‐ πίνην τὸ ἔργον ἦν. διὸ τοῖς λογισμοῖςColumn end
15ἐκυμαίνετο καὶ ἠγνόει, ὅπερ ἂν δια‐ πραξάμενος εὐάρεστος δόξῃ τῷ θεῷ. ὅτε ἐν τούτοις ἐκλονεῖτο τοῖς διαλογι‐ σμοῖς, τότε λίαν ἁρμοδίως ἧκεν ὁ ἄγγε‐ λος στηρίζων αὐτοῦ ἐφ’ ᾧπερ ἔδει
20τὸν νοῦν καί φησιν· μὴ φοβηθῇς καὶ
ἑξῆς.Column end

2,col2

Εἰς ἀπορίαν καταστὰς ὁ Ἰωσὴφ περὶ τῆς παρθένου οὐκ ἠπίστατο ἀσφαλῶς τί δεῖ καὶ διαπράξασθαι. ἀποροῦντι δὲ αὐτῷ ὤφθη ὁ ἄγγελος
5λύων αὐτοῦ τὴν ἀμηχανίαν καὶ ἔτι πρὸς τὴν ἀλήθειαν ὁδηγῶν· εἰ γὰρ ἐγίνωσκε παρανόμου μίξεως εἶναι τὴν κύησιν, οὔτε λάθρᾳ ἂν ἐβουλήθη ἀπο‐ λῦσαι οὔτε φανερῶς δίκαιος ὤν,
10ἀλλὰ πάντα ποιῆσαι, ὅσα ὁ νόμος ἐκέλευεν· διὰ γὰρ ταύτην τὴν αἰτίαν ἠπόρει ὁ Ἰωσὴφ καὶ ὤφθη ὁ ἄγγε‐
λος λύσων αὐτοῦ τὴν ἀπορίαν.

3

(loc)

Mt 1, 20
1 Πρὸς τοὺς λέγοντας πῶς ἐκ πνεύματος ἁγίου ἡ κύησις—οὐ γάρ ἐστιν ὁ Χριστὸς υἱὸς τοῦ πνεύματος, ἀλλὰ τοῦ πατρός—ἔστιν εἰπεῖν, ὅτι λέγεται πνεῦμα πᾶσα ἡ θεότης, ὥς φησιν ὁ σωτήρ· «πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ
5προσκυνεῖν». λέγεται δὲ ἰδίως καὶ τὸ πνεῦμα τὸ ἅγιον, τοῦτ’ ἔστιν ἡ μία ὑπόστασις· οὐκοῦν καὶ πνεῦμα ἅγιόν ἐστι νοῆσαι καὶ τὴν τοῦ υἱοῦ δύναμιν· καὶ γὰρ καὶ ὁ υἱὸς πνεῦμα καλεῖται καθὸ θεός. οὐ δεῖ δὲ θαυμάσαι· τῷ γὰρ ἐκ μόνου τοῦ ἀνδρὸς ἐξαγαγόντι γυναῖκα δυνατόν ἐστι καὶ ἐκ μόνης γυναικὸς παῖδα ἐξαγαγεῖν.

4

(loc)

Mt 1, 22

4,col1

Ἆρα ἀγγέλου φωνῆς ἐστι τὸ τοῦτο δὲ ὅλον γέγονεν ἢ τῆς τοῦ εὐαγγελιστοῦ σοφῆς διανοίας; ἡ μὲν γὰρ γεγενημένη ἑρμηνεία ὡς
5φωνὴν ἀγγέλου τὸ ῥητὸν ἀναπτύσ‐ σει, ἡ δὲ τοῦ λόγου ἀκολουθία τοῦ συγγραφέως εἶναι ἀπαιτεῖ τὴν αἰτιο‐
λογίαν.Column end

4,col2

Τὸ ῥητὸν τὸ λέγον τοῦτο δὲ ὅλον γέγονεν τίνος ἂν εἴη, τοῦ ἀγγέλου ἢ τοῦ εὐαγγελιστοῦ; τῷ μὲν δοκεῖν τοῦ ἀγγέλου, ὥς
5φασί τινες τῶν ἑρμηνευτῶν, τῇ δὲ
ἀληθείᾳ τοῦ συγγραφέως.Column end

5

(loc)

Mt 1, 24

5,col1

Τὴν γυναῖκα αὐτοῦ, τὴν ὅσον
πρὸς ἕτερον ἄνδρα μηδὲ τὸ ὄμμα ἐπι‐ βαλοῦσαν, τὴν τῆς γυναικὸς τάξιν σώαν αὐτῷ καὶ ἀκαινοτόμητον συντηροῦσανColumn end
5καὶ μηδὲν παραλύσασαν τῆς μνηστείας.Column end

5,col2

Γυναῖκα τοῦ Ἰωσὴφ καλεῖ ἡ
γραφὴ τὴν παρθένον ὡς φυλάξασαν πάντα τὰ τῇ σώφρονι γυναικὶ πρέποντα
πρὸς τὸν ἑαυτῆς σύζυγον.Column end

6

(loc)

Mt 2, 13
1 Εἰς Αἴγυπτον φεύγει ὁ Χριστός, ἵνα καὶ ταύτην ἁγιάσῃ ὥσπερ τὴν Βαβυλῶνα διὰ τῶν μάγων ἡγίασεν ἐλθόντων εἰς προσκύνησιν αὐτοῦ.

7

(loc)

Mt 2, 15
1 Φησὶ Βαλαὰμ ἐν τοῖς Ἀριθμοῖς· ὁ «θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ».

8

(loc)

Mt 3, 9

8,col1

Ἐκ τῶν λίθων τούτων, ἐκ παντὸς ἠτιμωμένου καὶ εὐτελοῦς δύναται ὁ θεὸς ἐπιδόξους καὶ με‐ γάλους ἐγεῖραι τοὺς κάτω κειμένους
5ἐν εὐτελείᾳ προγονικῇ καὶ περι‐ φανεῖς καὶ ἐπισήμους ἐπιδεῖξαι, ἂν αὐτοὶ μόνον ἀκολουθεῖν αὐτοῦ τοῖς προστάγμασιν ἕλοιντο, ὥσπερ ἐπί‐ σημον καὶ τὸν Ἀβραὰμ καταλι‐
10πόντα τὴν πατρῴαν δεισιδαιμονίαν ἀπειργάσατο· οὐ γὰρ πατρὸς δόξῃ, ἀλλ’ ἀρετῆς οἰκείας περιφανείᾳ θεῷ
πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶColumn end
15εὐτελῶν προέλθωσιν, ἐγείρονται ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ γονῆς εἰς τὸν κλῆρον ἐγγράφονται τῆς πατρικῆς αὐτοῖς μηδὲν παρεμ‐ ποδιζούσης δυσγενείας τε καὶ δυσ‐
20σεβείας. ἢ καὶ ἄλλως. ὁ ἐκ γῆς διαπλάσας τὸν πρῶτον ἄνθρωπον καὶ παντὸς ἀνθρώπου τοῦτον ἐγεί‐ ρας πατέρα δύναται καὶ ἐκ τῶν λίθων τοὺς ἐν γῇ ἀνθρώπους δια‐
25πλάσαι καὶ ἐγεῖραι τούτους καὶ ἀνυψῶσαι, ὥστε παραπλησίου τι‐ μῆς καὶ δόξης τῆς τοῦ Ἀβραὰμ
γενέσθαι κληρονόμους.Column end

8,col2

Τὸ ἐκ τῶν λίθων τούτων οὐ τοὺς λίθους αὐτοὺς λέγει, ἀλλ’ ὅτι ἐξ ἀνθρώπων ἀτελῶν καὶ ἀπί‐ στων καὶ πενήτων δύναται μεγά‐
5λους τε καὶ ἐπισήμους ποιῆσαι, ἐάνπερ ἐθέλωσιν, καθάπερ ὁ Ἀβρα‐ ὰμ πιστεύσας θεῶ ἐξ ἀσήμων γέ‐
γονεν ἐπίσημος.

9

(loc)

Mt 3, 12

9,col1

Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, τὴν κριτικὴν δύναμιν καὶ ἐξουσίαν σημαίνει, δι’ ἧς τὸ κρεῖτ‐ τον ἀπὸ τοῦ χείρονος διακρίνεται·
5τὸ δὲ ἐν τῇ χειρὶ αὐτοῦ τὸ πρό‐ χειρον καὶ ἀταλαίπωρον μηνύει· οὐ γὰρ μελέτῃ καὶ χρόνῳ καὶ διασκέ‐ ψει, ἀλλὰ πρόχειρος καὶ ἐκ τοῦ παραχρῆμα βουλομένου θεοῦ ἡ
10διάκρισις. διαχωρίζονται δὲ οἱ δί‐ καιοι τῶν ἁμαρτωλῶν, ὧν τοὺς μὲν σῖτον ὠνόμασεν μηδὲν ἀλλότριον τοῦ ἐξ ἀρχῆς ὑπὸ θεοῦ καλοῦ σπέρματος καταβληθέντος τῇ φύσει
15ἐπισύροντας, τοὺς δὲ ἁμαρτωλοὺς ἄχυρον ὅλον τὸ γένος διανοθεύ‐ σαντας καὶ εἰς ἀλλόκοτον φύσιν διὰ
κακίας ἐντελευτήσαντας.Column end

9,col2

Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἐστι τινὰ ὄργανα δια‐ κριτικὰ τῶν κατὰ τὴν τέχνην καλῶν τε καὶ ἐναντίων, οὕτω καὶ ἐν τοῖς
5γεωργουμένοις ἡ ἅλως ἐστὶ καὶ τὸ πτύον· ἐν γὰρ τῇ ἅλωνι ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται. οἷσ‐ τισι παρεικάζει τήν τε ἐκκλησίαν καὶ τὴν διακρίνουσαν τοῦ θεοῦ δύ‐
10ναμιν ἀπὸ τῶν ἀγαθῶν τοὺς μὴ
τοιούτους.

10

(loc)

Mt 4, 5—8

10,col1

Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος, ἀντὶ τοῦ· ἐνδίδοται καὶ παραχωρεῖται τῷ διαβόλῳ τὸ ἐπιθύμημα, ἵνα πλέον καταισχυνθῇ·
5ἐπεθύμει γὰρ καὶ ἤθελεν εἰς τὸ πτερύγιον καὶ εἰς τὸ ὄρος ἀνελ‐ θεῖν τὸν Χριστὸν ὡς ἂν παλαίσῃ αὐτῷ τοῖς πειρασμοῖς· γίνεται δὴ τοῦτο καὶ ἄνεισιν ὁ κύριος ἡμῶν ἐπὶ
10τὸ πτερύγιον καὶ ἐπὶ τὸ ὄρος καὶ πανταχόθεν αὐτὸν αἰσχύνει
καταβαλών.Column end

10,col2

Τὸ παραλαμβάνει αὐτὸν ὁ διάβολος οὐχ ὅτι μετ’ ἐξουσίας αὐτὸν ἔλαβεν, ἀλλ’ ἐνδείκνυται ὡς παραχωρήσαντος τοῦ Χριστοῦ παρέ‐
5λαβε. καὶ τοῦτο οἰκονομικῶς, ἵνα πληρωθείσης τῆς τοῦ διαβόλου ἐπι‐ θυμίας καταισχυνθῇ τελείως καὶ
ἡττηθῇ.Column end

11

(loc)

Mt 5, 1
1 Ἐκάθισεν ὁ Χριστός, ἵνα οἱ μὲν ὄχλοι διὰ τὰ ὑπ’ αὐτοῦ γινό‐ μενα θαύματα πιστεύσωσιν, οἱ δὲ μαθηταὶ διδασκόμενοι ἔτι ἐλλαμφθή‐ σονται καὶ νοήσωσιν, ὅτι οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεός· οὐ γὰρ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν ὑπῆρξε θεραπευτής.

12

(loc)

Mt 5, 13
1 Ἅλας τῆς γῆς φησι τοὺς τὰ θεῖα διδάσκοντας λόγια στύφοντα καὶ ῥωννύοντα τὸν νοῦν τῶν ἀκουόντων.

13

(loc)

Mt 5, 17

13,col1

Οὐκ ἦλθον καταλῦσαι τὸν
νόμον· ἐκεῖνος γὰρ καταλύει τὸν νόμον ὁ μὴ πληρῶν τὸν νόμον. ὁ δὲ πληρῶν τὸν νόμον, μὴColumn end
5πληρῶν δὲ μόνον, ἀλλὰ καὶ εἰς ἀκρίβειαν τελειοτέραν ἀνάγων πῶς οὐ μᾶλλον φυλάσσει; ὥσπερ οὖν ὁ τὴν ἐν σκιάσμασι τυπωθεῖσαν τοῦ ἀνθρώπου μορφήν, ὥσπερ οὖν ὁ
10ταύτην τῇ τῶν χρωμάτων παρεν‐ θέσει καὶ ἐπιβολῇ μορφοποιῶν οὐ τοὺς ἐν αὐτῇ προχαραχθέντας τύ‐ πους κατέλυσεν, ἀλλ’ εἰς ἀπαρτι‐ σμὸν καὶ τελειότητα τὸ ἀτελὲς αὐτῶν
15ἤνεγκεν, οὕτως καὶ ὁ δεσπότης ἡμῶν θεὸς οὐ τὴν ἐν νόμῳ οἱονεὶ προτυπωθεῖσαν καὶ σκιαγραφηθεῖ‐ σαν τοῦ εὐαγγελίου πολιτείαν κατέ‐ λυσεν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ
20ταύτην ἐφανέρωσέν τε καὶ ἐτράνω‐ σεν πᾶσαν τὴν ἐν νόμῳ ἀναπληρώ‐ σας ἀτέλειαν καὶ προαγαγὼν εἰς
ἀνυπέρβλητον τελειότητα.Column end

13,col2

Ὁ πληρῶν νόμον καὶ εἰς
ἀκρίβειαν ἄγων αὐτόν, φυλάττων μᾶλλον νόμον ἐστίν, οὐ μὴν κατα‐ λύων· ὁ γὰρ τὴν σκιαγραφίαν τῆς
5εἰκόνος ἀναπληρῶν διὰ τῶν χρωμά‐ των, τελειωτὴς ἂν λέγοιτο τῆς εἰκό‐ νος, ἤπερ ἀναιρετὴς αὐτῆς· τὴν γὰρ σκιαγραφηθεῖσαν πρότερον ἐν τῷ νόμῳ πολιτείαν ἐλθὼν ὁ Χριστὸς
10ἐθεράπευσέ τε καὶ τετελείωκεν.Column end

14

(loc)

Mt 5, 19
1 Μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων, τῶν τοῖς πολλοῖς δοκούν‐ των εὐτελῶν καὶ εὐκαταφρονήτων εἶναι· οἱ γὰρ αὐτοῦ ἐκείνου κατεπ‐ αιρόμενοι τοῦ νομοθέτου καὶ «τέκτονος υἱὸν» ἐξευτελίζοντες δηλονότι καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς
5μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσεως τέως οὐχ ὁρίζει τὴν δίκην τῆς μακροθυμίας τὸ πέλαγος ἐνδεικνύμενος, τῆς μέντοι τῶν ἐντολῶν παραβάσεως (αὐτὴν τὴν σωτηρίαν αὐτοῖς ἐπραγματεύετο) ἀπαρ‐ αίτητον τὴν τιμωρίαν εἰσπράττεται ἐλάχιστον τὸν τοιοῦτον καὶ ἠτιμω‐ μένον καὶ ὑπεύθυνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀποφαίνων. σὺ
10μέν, φησίν, τὰς ἐμὰς ἐντολὰς ὡς ἐλαχίστας καὶ εὐκαταφρονήτους ἠθέτεις, ἐγὼ δέ σε διὰ τὴν ἀθέτησιν αὐτῶν ἐλάχιστον καὶ ἐξουθενη‐
μένον δεικνύω· καὶ σὺ μὲν ἔμπροσθεν εὐαρίθμητος τῶν ἀνθρώπων, ἐγὼ δὲ ἐνώπιον καὶ ἀγγέλων καὶ ἀνθρώπων· καὶ σὺ μὲν ἐν τῷ παρόντι βίῳ, ἐγὼ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐλάχιστόν σε εἶναι κατα‐
15δικάζω. δῆλον δὲ ὅτι τοῦ ἐλαχίστου οὐκ ἂν εἴη ἕτερον ὑποβεβηκὸς καὶ ἔσχατον, ὥστε δῆλον ὡς τὴν ἐσχάτην τὸν τοιοῦτον εἰσπράττεται τιμωρίαν, ὅπερ ἐστὶ τὸ πῦρ τὸ ἐξώτερον.

15

(loc)

Mt 5, 19
1 Ἐλαχίστην φησὶν ἐντολὴν τὴν δοκοῦσάν τισι τοιαύτην καὶ μὴ καθ’ ἑαυτήν. ταῦτα δὲ λέγει ἀνάγων ἡμᾶς πρὸς τὰ μείζω τῶν ἐν τῷ νόμῳ κειμένων· οὐ γὰρ τὴν αὐτὴν ἐπιτίμησιν ἔχει ἐντολὴ πᾶσα, ἐπεὶ οὐδὲ πᾶσα πρᾶξις ἴση ἐστὶ πάσαις, ἀλλ’ εἰσί τινες, αἳ καὶ χωρὶς τιμω‐
5ρίας ἀφίενται τοῖς ἁμαρτάνουσιν, ἃς καὶ ἐλαχίστας ἴσως ἐκάλεσεν ὁ Χριστός.

16

(loc)

Mt 5, 22
1 Τῆς ὀργῆς τῷ μὲν ἐπάγει κόλασιν, τῷ δὲ συγγνώμην, τὸν δὲ καὶ βραβείων ἀξιοῖ· ὅταν μὲν γὰρ ὀργιζώμεθα τῷ πονηρῷ καὶ τοῖς ἐργά‐ ταις τῆς πονηρίας ἀναστέλλειν αὐτοὺς τῶν πράξεων σπεύδοντες τῶν κακῶν, μεγάλην ἑαυτοῖς θησαυρίζομεν τὴν ἀμοιβήν· μέγα γὰρ τὸ ἀπο‐
5στρέφειν ἄνθρωπον «ἐκ πλάνης ὁδοῦ αὐτοῦ». τοῦτο δὲ λίαν δεῖται νη‐ φούσης ψυχῆς, ἵνα μὴ τῷ προσωπείῳ τῆς ἑτέρων διορθώσεως ἔχθραν ἑαυτῶν διὰ τῆς ὀργῆς φανῶμεν θεραπεύοντες, ὡς ὅ γε τοῖς ἐπταικόσιν τῆς ἰδίας ἑαυτῶν ἕνεκα σωτηρίας ὀργὴν ἐπιδεικνὺς καὶ μὴ καταμιγνὺς κακίαν τῇ ὀργῇ μακάριος. ὁ μέντοι γε τῷ παραλυπήσαντι αὐτὸν ὀργιζόμενος
10οὐκ ἔξω μὲν μέμψεως, εἴγε δεῖ τὸν κοινὸν ἐκδέχεσθαι κριτὴν κἀκείνῳ τὴν περὶ τῶν ἐπηρεαζόντων κρίσιν ἀνατιθέναι, ἀλλὰ μὴ αὐτὸν ὀργῇ καὶ θυμῷ κεχρημένον, τυφλοῖς καὶ φαύλοις παρέδροις, τὴν ἀπὸ τοῦ πλη‐ σίον ἐπιζητεῖν δίκην. οὐκοῦν ἄμεμπτον τοῦτο τῆς ὀργῆς τὸ εἶδος, συγ‐ γνώμης μέντοι οὐ πόρρω, ὅτι ὠργίσθη αὐτὸς πρότερον κακῶς ὑφ’
15ἑτέρου πεπονθώς. ὁ δὲ μήτε σωτηρίας τινὸς ἕνεκα μήτε ἀμυνόμενος τὸν προλελυπηκότα εἰς ὀργὴν ματαίως καὶ ἀλόγως ἐκφερόμενος καὶ τῷ πλησίον ἐμπαροινῶν εἰκότως ἐστὶ τιμωρίας ἔνοχος. ὃ καὶ ὁ δεσπότης δηλῶν ἔλεγεν· ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκ, ἔνοχος
ἔσται τῇ κρίσει. καὶ ὁ μὲν παλαιὸς νόμος τὸν ἀνελόντα μάτην κολάζει,
20ἡ δὲ τῆς χάριτος ἐντολὴ καὶ τὸν μάτην ὀργιζόμενον ὑπὸ τιμωρίαν ἄγει ἐμφράττουσα τὴν πηγὴν τοῦ φόνου τὸν θυμόν, ἐξ οὗ εἴωθεν ἡ μιαιφονία προχεῖσθαι.

17

(loc)

Mt 5, 22
1 Οὐ πᾶσα ὀργὴ τῆς κρίσεως ἔνοχος, ἀλλ’ ἡ μὲν ματαία καὶ εἰκῆ ἐστιν ἔνοχος, ἡ δὲ ἥττων ταύτης καὶ μὴ διὰ χρημάτων εὐπορίαν ἢ φθόνον γεγονυῖα μήτε μὴν δι’ ἀρετὴν ἢ ψυχῆς ὠφέλειαν συγγνώμης ἐστὶν ἀξία, ἡ δὲ ἑτέρα καὶ κατὰ τῶν ἀμελούντων τῆς ἀρετῆς γενομένη
5οὐ μόνον συγγνώμης, ἀλλὰ καὶ ἐπαίνου καὶ τιμῆς ὅτι πλείστης ἐστὶν ἀξία.

18

(loc)

Mt 5, 22
1 Συνέδριον ἐνταῦθά φησι τὸ τῶν ἁγίων. καὶ ὁ τὸν ἀδελφὸν αὐτοῦ εἰπὼν ῥακά, οὐκ εἰς ἕνα ἡμάρτηκεν, ἀλλ’ εἰς ἅπαν τὸ κοινόν. διὸ καὶ τῷ συνεδρίῳ ἔνοχός ἐστιν ὡς τούτου καταφρονήσας.

19

(loc)

Mt 5, 39
1 Πονηρὸν ἐνταῦθα τὸν ἀδίκως τύπτοντά τινα καὶ ἐπηρεάζοντα λέγει. ὁ δὲ ἀντιπίπτων καὶ ἀντιμαχόμενος ἔοικε τὸν πονηρὸν μιμεῖσθαι, τοῦτ’ ἔστι τὸν τύψαντα αὐτόν. εἰ τοίνυν κακόν ἐστι τὸ ἀντιλυπῆσαι τὸν λυπήσαντα, ἀγαθὸν ἂν εἴη τὸ μὴ τοῦτο ποιῆσαι, ἀλλὰ παντοίως θερα‐
5πεῦσαι τὴν ὀργὴν καὶ παρακαλέσαι· αἰσχυνθήσεται γὰρ καὶ ἀγαθὸς ἀντὶ κακοῦ γενήσεται.

20

(loc)

Mt 5, 39
1 Ἀντιστῆναι τῷ πονηρῷ φησιν, ἀντὶ φιλονικῆσαι, ὁμοίως ἐκείνῳ πρᾶξαι καὶ ἀντιλυπῆσαι καὶ ἀντιπλῆξαι. οὐ δεῖ οὖν, φησίν,
ὁμοίως ποιεῖν τῷ πονηρῷ.

21

(loc)

Mt 5, 45
1 Διὰ τοῦτο ἀδελφοὺς ἡμᾶς κέκληκε δούλους ὄντας αὐτοῦ καὶ συγ‐ κληρονόμους ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς βρέχοντός τε ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως ἀνατέλλοντος τὸν ἥλιον.

22

(loc)

Mt 6, 3—4
1 Μὴ γνώτω, φησίν, ἡ ἐν ἡμῖν ἀλογία τῆς λογικῆς ψυχῆς τὸ ἔργον, ἵνα μὴ ἐμποδίσῃ αὐτὴν καὶ μείνῃ ἀτελὴς ἡ σῴζουσα τὸ κατ’ εἰκόνα. ἀποδώσει σοι δὲ ἐν τῷ φανερῷ, φησίν, ἐν τῇ ἀναστάσει δηλονότι, ὅταν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πάντα τὰ κρυπτὰ φανερωθήσονται.

23

(loc)

Mt 6, 17—18

23,col1

Ἐπειδὴ τὸ ἀλείφεσθαι καὶ νίπτεσθαι τοῖς εὐφραινομένοις καὶ χαίρουσι κατά τι παλαιὸν ἐπετηδεύετο ἔθος καὶ σύμβολα ταῦτα χαρᾶς ἐνο‐
5μίζετο καὶ εὐφροσύνης, ὁ δεσπότης μετὰ χαρᾶς καὶ εὐφροσύνης τὴν νη‐ στείαν κελεύων ἡμᾶς ἐπιτελεῖν, ἄλει‐ ψαί σου, φησίν, τὴν κεφαλὴν ἐλαίῳ καὶ νίψαι τὸ πρόσωπον, ἀπὸ τῶν
10συμβόλων τῆς χαρᾶς καὶ τῆς εὐφρο‐ σύνης χαίρειν ἡμᾶς καὶ εὐφραίνεσθαι ἐν τῷ νηστεύειν νομοθετῶν· οὕτω γὰρ ἑαυτοὺς διατιθέντες τούς τε ἄλ‐ λους λαθεῖν δυνησόμεθα, ὅτι νηστεύο‐
15μεν, καὶ αὐτοῖς ἀνεπάχθητον τῆς νη‐ στείας ἀγῶνα ἀπεργασόμεθα· ἔνθα γὰρ προθυμία καὶ χαρά, ἐκεῖ κοῦφον καὶ τὸ ἐπίπονον· ἄλειψαι οὖν σου τὴν
κεφαλὴν καὶ τὸ πρόσωπόν σουColumn end
20νίψαι ἀντὶ τοῦ· φαίδρυνον σεαυτὸν καὶ ἱλαρὸν ἀπὸ τῆς ἐν τῇ καρδίᾳ εὐθυμίας καὶ ἀγαλλιάσεως παρασκεύασον καὶ ἁπλῶς παντὶ τρόπῳ λαθεῖν ἐπιτήδευε, ἵνα μισθαποδότην ἕξῃς τὸν ἔφορον τῶν
25κρυφίων.Column end

23,col2

Ἄμφω ταῦτα τὸ ἀλείφεσθαι καὶ νίπτεσθαι τοῖς εὐφραινομένοις ὑπῆρχε. διὸ καὶ ὁ Χριστὸς μετὰ χαρᾶς τε καὶ εὐφροσύνης κελεύει μετέρχεσθαι
5τὴν νηστείαν, ὥστε χαίρειν ἡμᾶς δεῖ καὶ εὐφραίνεσθαι, ὅταν τὰ καλὰ ἐργα‐
ζώμεθα.

24

(loc)

Mt 6, 21—23

24,col1

Εἰπὼν ὅπου γάρ ἐστιν ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἐπεξηγεῖται τὴν ἐντεῦθεν βλάβην. καρδίαν δὲ ἐνταῦθα τὸ
5ἡγεμονικὸν λέγει καθὼς καὶ ὁ προ‐ φήτης Δαβὶδ «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός». φησὶν οὖν, ὅτι οἱ θησαυρίζοντες ἐπὶ γῆς, ἐκεῖ καὶ τὸν νοῦν ἔχουσι προσηλωμένον
10καὶ συνδεδεμένον. τούτου δὲ ἐν αἰχμαλώτου καὶ δεσμίου τάξει δια‐ κειμένου τί λοιπὸν ἔσται τῷ σώ‐ ματι ὅλῳ ἢ καὶ αὐτῇ τῇ ψυχῇ ἀλλ’ ἢ συνηνδραποδίσθαι καὶ μᾶλλον δε‐
15δέσθαι; τοῦ γὰρ κυβερνήτου βυθι‐ ζομένου τί λοιπὸν ἢ ναῦς καὶ οἱ ἐμπλέοντες πείσονται; τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ λέγειν ὁ λύχνος τοῦ σώματος ὁ ὀφθαλμός
20ἐστιν. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον. οἰ‐ κείως δὲ τῷ παραδείγματι κέχρη‐ ται· ὡς γὰρ ἐν σώματι ὀφθαλμός, οὕτω νοῦς ἐν ψυχῇ. εἰ οὖν ὁ νοῦς,
25δι’ οὗ ἥ τε ψυχὴ καὶ ὅλον τὸ ζῷον αὐγάζεται, τῷ πάθει τῆς
φιλοχρηματίας ἐτυφλώθη, τί ἂν οὐ πάθοι, ἃ δι’ ἐκείνου ἐνελάμπετο τὸν φωτισμόν; διὰ τοῦτο χρὴ παντὶColumn end
30τρόπῳ τὸ νοερὸν τῆς ψυχῆς ἀπὸ φιλοχρηματίας φυλάττειν ἀπαθές, ἵνα μὴ τῷ ἐκεῖθεν πάθει πληρω‐ θέντος αὐτοῦ ἐν σκότει βαθεῖ τὸν βίον ὦμεν δυστυχοῦντες καὶ ταλαι‐
35πωρούμενοι ἀθλίως τὸν ἡμῶν.Column end

24,col2

Καρδίαν ἐνταῦθα ὁ σωτὴρ τὸν ἡγεμόνα νοῦν καλεῖ· οὕτω γὰρ καὶ ὁ Δαβὶδ αὐτὸν ὠνόμασε λέγων· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί,
5ὁ θεός». κἀντεῦθεν οἱ φιλοχρή‐ ματοι τὸν νοῦν συνδεδεμένον ἔχον‐ τες τοῖς χρήμασιν ἀλλοτριοῦσιν ἑαυ‐
τοὺς τοῦ θεοῦ.

25

(loc)

Mt 6, 25

25,col1

Τὸ μὴ μεριμνήσητε τῇ ψυχῇ, οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς δεῖται. διὰ τοῦτο οὐδὲ εἶπε τί φά‐ γεται ἢ τί πίεται ἡ ψυχή, ἀλλὰ τί
5φάγητε καὶ τί πίητε ὑμεῖς, δη‐ λονότι τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον ζῷον· εἰ γὰρ καὶ ἐκ τῆς ψυχῆς προΐασιν ὥσπερ ἀπό τινος πηγῆς αἱ ὀρεκτικαὶ δυνάμεις
10καὶ χωρὶς αὐτῆς οὐκ ἔνι τρέφεσθαι τὸ ζῷον, ἀλλ’ οὖν οὐκ αὐτὴ τρέ‐ φεται, ἀλλ’ ἐκεῖνο. διὸ καὶ ὁ κύριος ἡμῶν οὔτε αὐτῇ ἀπέδωκε τὸ τρέ‐ φεσθαι οὔτε παντελῶς αὐτὴν ἀπε‐
15ξένωσεν, ἀλλ’ ὡς μὲν τὰς ἀφορμὰς τοῦ ὀρέγεσθαι αὐτῆς παρεχομένης μὴ μεριμνήσητε, φησίν, τῇ ψυ‐ χῇ ὑμῶν, ὡς δὲ μὴ ταύτης, ἀλλὰ τοῦ συνθέτου ἐσθίοντός τε καὶ πί‐
20νοντος, ἐπήγαγε· τί φάγητε καὶ τί πίητε ὑμεῖς, ἀλλ’ οὐχ ἡ ψυχὴ δηλονότι. εἰ δέ τις διὰ τοῦ εἰπεῖν τῇ ψυχῇ ὑμῶν τοῦτο δηλοῦσθαι
βούλεται, ὅτι μὴ μόνον ἐπ’ αὐτοῖςColumn end
25τοῖς ἔργοις καὶ πόνοις τὴν περὶ τῶν τοιούτων μέριμναν μὴ ἐπιδείκνυ‐ σθε, ἀλλὰ μηδ’ ἐν τῇ ψυχῇ ταύτην φῦναι καὶ ἐνοχλεῖν ὑμᾶς εἰς ἔργον ἐλθεῖν συγχωρήσατε, οὐδὲ τοῦτο
30τῆς εὐαγγελικῆς παραινέσεως ἀλλό‐
τριον.Column end

25,col2

Οὐκ εἶπε· τί φάγεται ἡ ψυχὴ ἢ τί πίεται· ψυχὴ γὰρ πᾶσα ἀσώ‐ ματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει, ἀλλὰ μὴ μεριμνήσητε τῇ ψυχῇ
5τί φάγητε ὑμεῖς ἢ τί πίητε· καὶ γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρε‐ κτικὴν δύναμιν, ἀλλ’ οὐ χάριν ἑαυ‐ τῆς, ἀλλὰ τῆς τοῦ σώματος προ‐ νοίας· τοῦτο γάρ ἐστι τὸ τρεφό‐
10μενον.

26

(loc)

Mt 7, 1
1 Ἐὰν κρίνῃς, κριθήσῃ, φησίν, ὑπὸ σεαυτοῦ· εἰ γὰρ ἁμαρτωλοὺς κρίνεις ἁμαρτωλὸς ὤν, κατὰ σεαυτοῦ τὴν ἰδίαν κρίσιν φέρεις. ἄφες λοιπὸν τὸ ἑτέρους κρίνειν καὶ κρῖνε σεαυτὸν μόνον, ὅπως μὴ ἀφ’ ἑτέρων κρινόμενος κληρονομήσῃς γέενναν.

27

(loc)

Mt 7, 2
1 Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε ἀντὶ τοῦ· ἐν αὐτῷ τῷ κατακρίνειν ἑτέρους ὑπὸ κρίμα γίνεσθε κριτοῦ ἁρπάσαντες πρόσ‐ ωπον, οὓς ἐχρῆν τὴν τῶν κρινομένων τάξιν ἐννοοῦντας καὶ τῶν οἰκείων πλημμελημάτων τὸ πλῆθος τρέμειν καὶ δεδοικέναι καὶ περὶ τούτων
5φροντίζειν καὶ ἀγωνιᾶν, ὅπως ἀπολογήσωνται, ἀλλὰ μὴ τούτων ὑπερο‐ ρῶντας ἑτέρων ἐλαττώματα λογοθετεῖν καὶ τούτους κατακρίνειν ἐπὶ τούτοις, ὧν αὐτοὶ χείρονα μακρῷ ἐστιν ὅτε διαπράττονται. ἄν τε οὖν μείζονα ἄν τε ὅμοια ἄν τε ἐλάττονα αὐτοῦ ἡμαρτηκότα κατακρίνῃ τις, ἑαυτὸν κατακρίνει· ὁ μὲν γὰρ ἐλάττονα ἁμαρτήσαντα εὔδηλον, ὅτε μᾶλλον ἑαυτὸν
10κατέκρινε μείζονα αὐτὸς ἡμαρτηκὼς καὶ προσθεὶς τούτοις τὸ καὶ ἑτέρους κατακρίνειν. ὁ δὲ μείζονα ἁμαρτήσαντα κρίνων καὶ αὐτὸς κατέκρινεν ἑαυτόν, ὅτι δέον ἐξαλεῖψαι τὰ οἰκεῖα καὶ τὸν κοινὸν κριτὴν ἐξιλεώσασθαι συντριμμῷ καρδίας καὶ μεταμελείᾳ, ὁ δὲ φυσηθεὶς κατὰ τοῦ πλησίον κριτοῦ ἀξίωμα ἐνέδυ καὶ κρίνειν ἑτέρους ἐπήρθη εἷς καὶ αὐτὸς τυγχά‐
15νων τῶν κρινομένων. ὡσαύτως δὲ καὶ ὁ τὸν τὰ ὅμοια ἡμαρτηκότα κατα‐ κρίνων κοινὴν ἐξάγει τὴν ψῆφον καθ’ ἑαυτοῦ τε 〈καὶ〉 τοῦ κατακρινο‐ μένου, μᾶλλον δὲ καθ’ ἑαυτοῦ· τῷ μὲν γὰρ διὰ τῆς ἰδίας προπετείας
καὶ τὰ ἐνόντα ἐμετρίωσε πλημμελήματα, ἂν φιλοσόφως ἐκεῖνος μάλιστα τὴν παροινίαν ἐνέγκῃ τὴν αὐτοῦ, ἑαυτῷ δὲ προσθήκην εἰργάσατο τῶν
20κακῶν τοῖς ἔμπροσθεν καὶ τὴν ἀπὸ τοῦ κατακρίνειν ἑτέρους τιμωρίαν προσειληφώς. τί οὖν; οὐ δεῖ, φησίν, κρίνειν ἑτέρους κἂν τὰ ἀτοπώτατα εἴησαν ἀναισχυντοῦντες, κλέπτοντες, λῃστεύοντες; μάλιστα μὲν οὐδὲ τούτους σε κατακρίνειν φησίν· τούτους γὰρ καὶ τοὺς τοιούτους νόμοι καὶ δημόσιαι κρίσεις κολάζουσιν, σὲ δὲ συναλγεῖν καὶ συλλυπεῖσθαι
25προσήκει τοῖς κατακρίτοις ἐν τῷ ἐκείνων πάθει τὰ σὰ ἀποβλέπειν δο‐ κοῦντα κακά, ἀλλὰ μὴ ἐπεμβαίνειν μηδὲ ἐπιπλήττειν τὸν ἐν τῷ πτώματι κείμενον. τί οὖν; μηδὲ νουθετῶμεν μηδὲ παραινῶμεν ἀνανῆψαί τινα τοῦ σφάλματος; μενοῦνγε, ἂν ἑαυτοὺς προτέρους διορθωσώμεθα μάλιστα· ἄλλο γὰρ παραίνεσις καὶ νουθεσία καὶ συμπάθεια καὶ ἄλλο κρίσις καὶ
30ἐπιτίμησις καὶ ἐπίπληξις καὶ τὰ μὲν πᾶσίν ἐστι χρήσιμα εὐκαίρως γινό‐ μενα, ἐπιτιμᾶν δὲ καὶ κρίνειν καὶ ἐπιπλήττειν ἀρχιερεῦσι θεοῦ μόνοις ἀνήκει, ἐπειδὰν τὰ λοιπὰ πάντα ἐπιδειξάμενοι οὐδὲν βελτίω τὸν θερα‐ πευόμενον διέθηκαν. κρίνει δὲ καὶ ἐπιτιμᾷ καὶ ὁ τὰς δικαστικὰς ἐμπε‐ πιστευμένος ψήφους, οὓς ἂν αἱ πράξεις εἰς δικαστήριον ἄγωσιν, καὶ
35πατὴρ παῖδα ἐπὶ βελτιώσει ἠθῶν· καὶ δεσπόται δούλοις ἐπιτιμᾶν καὶ κρίνειν καὶ ἐπιπλήττειν φιλανθρώπως καὶ εὐμενῶς οὐ κωλύονται. γί‐ νονται οὖν διαφοραὶ ἀπό τε τῆς κρίσεως αὐτῆς καὶ τῶν κρινόντων καὶ τῶν κρινομένων προσώπων τοσαῦται· μία μὲν ἂν ὁ κρίνων καὶ ἐπιπλήττων, φιλῶν καὶ στέργων, ἀλλὰ μὴ διασύρων καὶ μισῶν τοῦτο ποιῇ· δευτέρα
40δὲ ἂν νόμῳ καὶ κοινῷ τῆς πολιτείας καὶ δικαίῳ τοῦτο ποιῇ· τρίτη δὲ ἂν κατὰ μηδὲν μὲν τούτων, μισῶν δὲ καὶ διακωδωνίζων τοῦτο ποιῇ· ἢ καὶ μάτην οὐδὲ τὸν κρινόμενον καλῶς ἐγνωκώς· ἢ ἐν ταῖς κατ’ ἐκείνου ἐπιτιμήσεσιν ἀκριβής τις εἶναι δόξει πραγματευόμενος καὶ τὰ οἰκεῖα αἴσχη τῇ περὶ ἑτέρους ἀποτομίᾳ καὶ διαβολῇ ἀποκρύπτειν πειρώ‐
45μενος ὡς ὁ ἐπὶ τούτοις ἑτέρους τραχέως ἐπιτιμῶν οὐκ ἂν αὐτὸς νο‐ μισθείη τοῖς ὁμοίοις ἑαλωκώς. ἕκτη δὲ διαφορὰ ἂν αὐτοὶ τῶν κρινο‐ μένων ὄντες κρίνειν ἄλλους ἐπιχειρῶσιν· οὔτε γὰρ φιλίαν οὔτε στοργὴν οἱ τοιοῦτοι ἔχουσιν εἰς ἀπολογίαν.

28

(loc)

Mt 7, 5
1Τὸ ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ
τὰ ἑξῆς ἐπήγαγε πᾶσαν πρόφασιν ἐκκόψαι τὴν εἰς τὸ κατακρίνειν πρό‐ χειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι τὸν ἀδελφὸν θέλων, ἀλλ’ ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς
5τὸ κρίνειν ἐλήλυθα, μάλιστα μὲν οὖν, φησίν, οὐδὲ τοῦτο σόν ἐστι τοῦ ποιμαίνεσθαι δεομένου τυχεῖν· τί γὰρ ἐνὸν τὰ οἰκεῖα ἀκινδύνως σκο‐ πεῖν σὺ δὲ ταῦτα λιπὼν τῶν ἀλλοτρίων γίνῃ κριτής; εἰ δὲ καὶ συγχωρεῖ σοι τῆς διορθώσεως χάριν καὶ προνοίας, ἀλλ’ οὐκ ἀπεχθείας καὶ προ‐ πετείας ταῦτα ποιεῖν, χρὴ πρότερον ἑαυτὸν ἀπαλλάξαι τῶν μειζόνων
10κακῶν, εἶτ’ ἀδέκαστον καὶ καθαρὸν τὸ οἰκεῖον τῆς ψυχῆς ὄμμα κτησά‐ μενον οὕτως αὐτὸ πρᾶον καὶ εἰρηνικὸν ἐπιβάλλειν τοῖς τοῦ πλησίον· κάρφος γὰρ ἂν οὕτως ὁραθείη καὶ τὰ πρὶν δοκοῦντα μέγιστα κακά. κἀντεῦθεν ἢ ὅλως καὶ ταῦτα ἐκβάλλεις ὡς μηδὲ ταῦτα ἐπὶ τῷ τοῦ ἀδελ‐ φοῦ σου ὀφθαλμῷ ἔτι νομίζειν καθορᾶν, ἢ ἐκεῖνον συναισθόμενόν σου
15τῆς φίλης προνοίας καὶ τῆς ἐπὶ τῷ συμφέροντι ἐπισκοπῆς θᾶττόν τε καὶ ἀλύπως παρασκευάσεις ἀποβαλεῖν. οὐ χρὴ τοίνυν τοὺς τὰ μεγάλα πταίοντας, ἅπερ εἰσὶ δοκός, τὰ ἀλλότρια ὀξέως ὁρᾶν μικρὰ ἁμαρτή‐ ματα καὶ διορθοῦσθαι, ἅπερ εἰσὶ κάρφος, καὶ ἁπλῶς ὁ ἁμαρτών τι μὴ ἐπανορθούσθω ἕτερον, πρὶν ἂν ἀπόθηται τὸ κακόν· καὶ γὰρ καὶ
20ὑποκριτὴς πρὸς τῷ ἁμαρτωλός ἐστιν ὁ τοιοῦτος.

29

(loc)

Mt 7, 12

29,col1

Οὗτος γάρ ἐστιν ὁ νόμος. οὐ καινή, φησίν, οὐδὲ πρόσφατος ἡ ἐντολὴ αὕτη, τὸ ἐκεῖνα θέλειν παρὰ τῶν πλησίον καὶ ἀπαιτεῖν
5εὑρίσκειν ὅσα καὶ ἡμεῖς αὐτοῖς πρόθυμοί ἐσμεν κατατιθέναι, ἀλλὰ καὶ ἐν τῷ νόμῳ καὶ τοῖς προ‐ φήταις τοῦτο διατέτακται ὡς κοινὸν ὑπάρχον καὶ φύσει γνώριμον τοῦτο
10τὸ δικαίωμα. πῶς γὰρ οὐ πᾶσι γνώριμον ὡς ἅπερ αὐτὸς ἕκαστος ἡγεῖται καλὰ καὶ τῷ πλησίον ἐστὶ καλά, ἅπερ δὲ αὐτῷ λογίζεσθαι
δυσχερῆ καὶ τῷ πλησίον ἐστὶ δυσ‐Column end
15χερῆ. καὶ δεῖ τὸν βουλόμενον παρὰ τοῦ πλησίον ἀπολαύειν τῶν χρηστῶν μηδ’ αὐτὸν ἀποστερεῖν τῶν ὁμοίων ἐκεῖνον. ὡς ὅ γέ τι τοιοῦτον πράτ‐ τειν ἀναισχυντῶν οὐ τῆς τῶν εὐ‐
20αγγελικῶν ἐντολῶν παραβάσεως ὑφέ‐ ξει τὴν δίκην, ἀλλὰ κἀν τοῖς νόμοις κἀν τοῖς προφήταις καὶ ἐν αὐτῇ 〈τῇ〉 αὐτοδιδάκτῳ καὶ φυσικῇ τῶν ἀνθρώπων ὑπολήψει καταδεδίκα‐
25σται.Column end

29,col2

Ὁ νόμος οὗτος, φησίν, οὐκ ἔστι πρόσφατος οὐδὲ ἀποδείξεών τινων καὶ ἐπιχειρημάτων δεόμενος, ὅτι καλός, ἀλλὰ τῆς φύσεως τῆς
5ἡμετέρας ἐστὶν ὡσανεὶ παράγγελμα, τοῦτ’ ἔστιν ὅσα ἐσμὲν πρόθυμοι καὶ πάσχειν ὑφ’ ἑτέρων καὶ ἀπαιτεῖν παρ’ αὐτῶν, ταῦτα ἐσόμεθα προθυ‐ μότεροι πρὸς τοὺς πλησίον ἐργά‐
10ζεσθαι· τοῦτο γάρ, φησίν, τὸ δι‐ καίωμα κοινόν ἐστιν ἐπὶ πᾶσιν· ὅσα γάρ σοι αὐτῷ δυσχερῆ τυγχάνει, ταῦτα νόμιζε καὶ τοῖς ἑτέροις τοι‐
αῦτα εἶναι· καὶ ὅσα καλὰ καὶ ὠφέ‐
15λιμα, ταῦτα καὶ τοῖς ἄλλοις εἶναι
τοιαῦτα.Column end

30

(loc)

Mt 7, 13—14
1 Οὔτε στενὴ οὔτε τεθλιμμένη ἐστὶν ἡ νῦν γενομένη πύλη, ἀλλὰ φύσει μὲν πλατεῖα καὶ εὐρύχωρος, νόμῳ δὲ ἡμετέρῳ καὶ προαιρέσει καὶ στενή ἐστι καὶ τεθλιμμένη, ὥς φησιν ὁ κύριος.

31

(loc)

Mt 7, 13—14
1 Στενή ἐστιν ἡ πύλη οὐ φύσει οὐδὲ καθ’ ἑαυτήν, ἀλλὰ πρὸς ἀντι‐ διαστολὴν τῆς εἰς τὴν ἀπώλειαν ἀγούσης ὁδοῦ· διὸ καὶ ὁ κύριος εἰσέλθετε διὰ τῆς στενῆς πύλης ἐπήγαγεν· ὅτι πλατεῖά ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν ὡσανεὶ λέγων, ὅτι στενὴν
5αὐτὴν ἐκάλεσα πρὸς ἀντιδιαστολὴν τῆς εἰς ἀπώλειαν ἀναγούσης ὁδοῦ· αὕτη γὰρ πλατεῖα καὶ εὐρύχωρός ἐστιν, ὅτι πολλαί εἰσιν αἱ τῆς ἀπωλείας ὁδοί, μία δὲ ἡ τῆς σωτηρίας. οὐ μόνον δὲ πρὸς ἀντιδιαστολὴν ταύτης ἐκείνη ἐστὶ στενή, φησίν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν διαπορευομένων αὐτὰς προαιρέσεως ἡ μὲν στενή, ἡ δὲ πλατεῖα νομίζεται· τὴν μὲν γὰρ τῆς
10ἀπωλείας πολλοὶ βαδίζουσιν καὶ πολλοὶ γάρ, φησίν, οἱ ἐρχόμενοι δι’ αὐτῆς· τὴν δὲ τῆς βασιλείας πύλην ὀλίγοι διέρχονται· ὀλίγοι γάρ εἰσιν, φησίν, οἱ τοῖς ἔργοις αὐτὴν ἐξευρίσκοντες· ὡς οἵ γε τοῖς ἔργοις εὑρόντες οὐ στενῆς οὐδὲ τεθλιμμένης, ἀλλ’ ἀπορρήτων ἀγαθῶν καὶ θυμηδίας ἁπάσης τὴν ἀπόλαυσιν προξενούσης πειραθήσονται. τὸ δὲ στενὴ ἡ
15πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς οὐκ ἀποφάσκοντός ἐστι καὶ τὴν τῆς πύλης φύσιν διορίζοντος, ἀλλ’ οἷον ἀγανακτοῦντος καὶ ὀνειδίζοντος τὴν ὀλιγότητα τῶν διὰ τῆς πύλης εἰσιόντων, δι’ ἧς ὀλιγότητος καὶ τὸ στενὴν αὐτὴν συνέβη νομίζεσθαι. κατὰ τοῦτον οὖν τὸν τρόπον ἐκλαμβανόντων ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν
20ζωὴν τὴν αἰώνιον στενήν, οὐδὲ τὸ «ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορ‐ τίον μου ἐλαφρόν ἐστιν» ἡμῖν ἐναντιωθήσεται· ἐκεῖ μὲν γὰρ διὰ τούτων ἡ τοῦ πράγματος δηλοῦται φύσις, ἐνταῦθα δὲ ἡ ὀλιγωρία ὀνειδίζεται τῶν ὀφειλόντων αὐτὸ μετιέναι.

32

(loc)

Mt 7, 22—23
1 Οἱ δαίμονας φυγαδεύοντες καὶ νόσους ἀποδιώκοντες καὶ τὰ παρα‐ πλήσια σημεῖα ποιοῦντες παρὰ θεοῦ τὴν τοιαύτην εἰλήφασι δωρεάν. κἀντεῦθεν ἐχρῆν αὐτοὺς καὶ ἀρετὰς κεκτῆσθαι τοῖς χαρίσμασι καταλλή‐ λους. ἐπεὶ δὲ χαρίσματα εἰληφότες οὐκ ἐφύλαττον ἑαυτούς, ἀλλ’ ἐποίουν
5τὰ φαῦλα, ἐρρήθη πρὸς αὐτούς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, «οὐκ οἶδα ὑμᾶς». τοὺς γὰρ γινώσκοντας αὐτὸν καὶ ἀγαπῶντας ἀνταγαπᾷ ὁ θεὸς καὶ γινώσκει.

33

(loc)

Mt 7, 23
1 Τότε, πότε; ὅτε ἐκεῖνοι τὰ δοκοῦντα προάξουσι δίκαια, τὸ προ‐ φητεῦσαι, τὸ δαιμόνια πολλὰ ἐκβαλεῖν, τὸ δυνάμεις πολλὰς ἐπιτελέσαι· ἐκ γὰρ τῶν αὐτοῖς δικαιωμάτων μᾶλλον ἕλκουσιν ἑαυτοῖς τὴν καταδίκην· οἱ γὰρ οὓς ἐχρῆν τοσούτων ἀπολαύσαντας χαρισμάτων βίον κατάλληλον
5σπουδάζειν κεκτῆσθαι, ἵνα καὶ τὸν δεδωκότα διὰ τῶν ἔργων δοξάσωσιν καὶ αὐτοὺς ἀξίους τῆς δωρεᾶς ἐπιδείξωσιν, οἱ δὲ τἀναντία δεδρακότες καὶ βλασφημεῖσθαι μὲν τὸ ὄνομα τοῦ θεοῦ αἴτιοι γεγονότες (ἵνα τί «γὰρ τὸ ὄνομα τοῦ θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν»), ἀναξίους δὲ τῶν εὐεργεσιῶν ἑαυτοὺς ἀποφήναντες, οὗτοι δέον αὐτοὺς ἐγκαλύ‐
10πτεσθαι καὶ σκυθρωπάζειν, ὅτι τὴν δεσποτικὴν ἐνύβρισαν δωρεάν, οἱ δὲ
καὶ ἐπ’ αὐτῇ μέγα φρονοῦσι καὶ ἀξιοῦσιν προάγειν αὐτὰ εἰς δικαίωμα, πῶς οὐ μυρίων κακῶν ἐνόχους 〈ἑαυτοὺσ〉 δεικνύουσιν; διὸ καὶ ὁ δε‐ σπότης ἀποτόμως φησὶν πρὸς αὐτούς· οὐδέποτε ἔγνων ὑμᾶς· ἀπο‐ χωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐ γὰρ νῦν,
15φησίν, ὑμᾶς ἀποστρέφομαι καὶ βδελύσσομαι, ἀλλ’ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔστεργον ὑμᾶς, καθ’ ὃν τοῦ χαρίσματος ἀπολαύοντες διὰ τῆς τοῦ βίου μοχθηρίας ἀχαριστίᾳ με ἠμείβεσθε. ἀλλ’ οὖν εἰς τὸν παρόντα καιρὸν τὴν τιμωρίαν ἀνεβαλόμην τὴν ἐπιστροφὴν ὑμῶν ἐκδεχόμενος. ἐπεὶ δὲ οὐ μετεμελήθητε παρ’ ὅλον τὸν τῆς ζωῆς ὑμῶν χρόνον, νῦν
20ἀποχωρεῖτε ἐξ ἐμοῦ.

34

(loc)

Mt 7, 24—26
1 Σημειωτέον ὅτι τὸ μὲν γενέσθαι φρόνιμον οὐκ ἔστιν ἄνευ τῆς τοῦ θεοῦ συνεργίας καὶ ἐπιπνοίας. διό φησιν· ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ ἀντὶ τοῦ συναντιλήψομαι καὶ συνεργήσω εἰς τὸ τὰ παρ’ αὐτοῦ οἰκοδομηθέντα μὴ διαπεσεῖν μηδὲ διαφθαρῆναι. ἐπὶ δὲ τοῦ μωροῦ
5οὐκέτι ὁμοιώσω, ἀλλ’ ὁμοιωθήσεται, οἷον αὐτὸς ἑαυτῷ αἴτιος ἔσται τῆς ἀφροσύνης καὶ τιμωρίας, ὅτι δὲ τὸν ἀρετὴν διώκοντα τῆς παρὰ τοῦ θεοῦ δεδομένης αὐτῷ τυχεῖν βασιλείας 〈ἀγανακτῶν〉, αὐτὸς διὰ κακίαν μετιὼν ἐντὸς ἑαυτὸν ποιεῖ τῆς κολάσεως. οὕτως οὖν ἡ μὲν τῶν ἀρετῶν κτῆσις ἡμετέρᾳ τε σπουδῇ καὶ τῇ τοῦ θεοῦ κατορθοῦται χάριτι, ἡ δὲ
10τῆς κακίας πρᾶξις γνώμης μοχθηρίᾳ καὶ προαιρέσεως παρατροπῇ ἐπι‐ γίνεται.

35

(loc)

Mt 8, 1—3
1 Ὁ μὲν οὖν Ματθαῖος τὴν ἀπὸ τοῦ ὄρους κάθοδον τοῦ Χριστοῦ λέγων προσάγει τὸν λεπρόν, ὁ δὲ Λουκᾶς τοῦτον «ἐν μιᾷ τῶν πόλεων» λέγει προσελθεῖν αὐτῷ, ὅπερ οὐ μάχης, ἀλλ’ ἀληθείας· ὁ μὲν γὰρ λέγει, ὅτι καταβάντι ἀπὸ τοῦ ὄρους ἠκολούθουν ὄχλοι πολλοὶ τὴν
5εἰς τὴν πόλιν αὐτοῦ πορείαν σημαίνων, ἣν μόνην ὁ Λουκᾶς ἀνέγραψε. πολλὴ δὲ ἡ σύνεσις τοῦ λεπροῦ· οὐδὲ γὰρ εἶπεν, ἐὰν εὔξῃ, ἀλλ’ ἐὰν θέλῃς. διὰ τοῦτο οὐδὲ εἶπεν ἁπλῶς καθαρίσθητι, ἀλλὰ θέλω, καθαρίσθητι. τοῦτ’ ἔστιν ἐπὶ τῷ σῷ ῥήματι τὴν κάθαρσίν σοι χαρίζομαι· τῆς γὰρ ψυχῆς θερμὴν καὶ καθαρὰν τὴν πίστιν ἐδήλωσεν ἡ σὴ φωνή, ἣ τὴν παρ’ ἐμοῦ σοι τῆς
10ἰάσεως πηγὴν ἀνεστόμωσε. θέλω, καθαρίσθητι, ἔχεις πρόχειρον τὴν θεραπείαν, ὅτι βεβαίαν ἔχων προσελήλυθας τὴν γνώμην.

36

(loc)

Mt 9, 5—6
1 Εὐκολώτερον, ἔφη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ἁμαρτη‐ μάτων ἄφεσιν πρᾶξαι ἢ σῶμα παραλελυμένου συσφίγξαι, οὐχ ἁπλῶς τοῦτο λέγων· δῆλον γὰρ ὡς μᾶλλόν ἐστιν εὐχερὴς ἡ τοῦ σώματος θερα‐ πεία ἢ ἡ τῆς ψυχῆς ἰατρεία. οὐχ ἁπλῶς οὖν τοῦτό φησιν, ἀλλὰ πρὸς
5τὴν τῶν Ἰουδαίων ἐργασίαν· καὶ γὰρ κατὰ τὸν νόμον οἱ τούτων ἀρχιερεῖς δῶρα καὶ θυσίας αὐτοῖς προσαγομένας παρὰ τῶν ἡμαρτηκότων δε‐ χόμενοι ἀφίεσθαι αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέ‐ λοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ εὐκοπώτερον ἦν αὐτοῖς
10λέγειν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν καὶ ἐπιλύσασθαι, ὡς ἑκά‐ τερον μὲν τῆς αὐτῆς ἐστιν ἰσχύος· ἄμφω γὰρ τῆς θείας ἐστὶ καὶ ὑπὲρ ἀνθρώπους δυνάμεως· πλὴν ἐπειδὴ τὸ μὲν παρὰ πόδας ἔχει τὸν ἔλεγχον ἤτοι ἡ θεραπεία τοῦ σώματος, τὸ δὲ ἄδηλον ἔχει τῆς ἐπαγγελίας τὴν ἀπό‐
15δειξιν, εἰκότως εὐκοπώτερον ἐρρήθη ἡ τῆς ψυχῆς ἢ ἡ τοῦ σώματος ἴασις. ἔστιν δὲ καὶ ἑτέρως εἰπεῖν· ὅτι νῦν τὸ Ἰουδαίων φῦλον οὐκ ἐνε‐ κάλεσε τῷ Χριστῷ ὡς ἀφιέντι ἁμαρτίας, ἀλλ’ εἰπόντι ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἔνθεν καὶ δεῖ ὑποστίζειν εἰς τὸ εὐκοπώτερον, ἀλλ’ οὐχὶ εἰς τὸ εἰπεῖν, ἵν’ ᾖ τὸ παρὰ τοῦ δεσπότου εἰρημένον ἐν ἐρωτήσει
20τοιοῦτον, ποῖον δέ ἐστιν εὐκοπώτερον, τὸ εἰπεῖν· ἀφέωνταί σου αἱ ἁμαρτίαι.

37

(loc)

Mt 9, 13
1 Τὸ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἶπεν, ἵνα δείξῃ, ὅτι οὐκ ἦλθον καλέσαι ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς, ἀλλὰ τοὺς ὁμολογοῦντας ἁμαρτωλοὺς εἶναι καὶ πειθομένους τοῖς ἐμοῖς
προστάγμασιν.

38

(loc)

Mt 9, 14—17
1 Τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἀκόλουθόν ἐστιν ἐννοεῖν οὐ περὶ τῶν μαθητῶν εἰρημένον, ἀλλὰ περὶ αὐτῶν ἐκείνων τῶν τὴν ἐρώτησιν προσαγηοχότων, ὡσανεὶ ἔλεγεν· οὐχ ὑγιῶς τῇ ἐρωτήσει ἐχρήσασθε· εἰ γὰρ καὶ μηδὲν ὑψηλότερον φαντασθῆναι ἐδυνήθητε, ἀλλ’
5οὖν ἐχρῆν ὑμᾶς τῆς τοῦ διδασκάλου ὑμῶν μεμνῆσθαι φωνῆς «νυμφίον» με κηρυττούσης καὶ μὴ ἀπαιτεῖν νηστείας τοὺς ἅμα τῷ νυμφίῳ διαιτωμέ‐ νους. εἰ δὲ τὴν διάνοιαν κατηρτισμένην εἴχετε τῇ χάριτι, εἶπον ἂν ὑμῖν τὴν ἀκριβεστάτην αἰτίαν τοῦ μὴ δεῖσθαι τούτους νηστείας, ὅτι παρ’ οἷς ὁ θεὸς ὡς ἄνθρωπος συνεχῶς ὑπάρχει συνὼν καὶ συναναστρεφόμενος καὶ
10ῥυθμίζων τὰ ἤθη καὶ ἁγιάζων τὰς διανοίας, οὗτοι νηστείας οὐ δέονται. ἄλλως τε δὲ οὐδὲ πρὸς τοὺς ὑπὲρ ἐμοῦ ἀγῶνας καὶ τὰ ἆθλα οὐδέπω καλεῖ ὁ καιρὸς ἐναποδύεσθαι· ἐὰν δὲ ἀρθῇ ἀπ’ αὐτῶν καὶ οὐκ ἔστι σὺν αὐτοῖς σωματικῶς ὁ δεσπότης, ἀλλὰ καὶ τῶν ἄθλων ὁ καιρὸς ἐπιστῇ, τότε καὶ νηστείαις καὶ ταῖς ἄλλαις ταλαιπωρίαις ὑπὲρ τοῦ κηρύγματος
15ἑαυτοὺς ἐπιδώσουσιν· καὶ ταῦτα ἂν εἶπον ὑμῖν, εἰ τελειοτέρων ἀκούειν ἐδύνασθε, ἀλλ’ οὐ λέγω ταῦτα, ὅτι ἔτι ταῖς σκιαῖς καὶ ταῖς παλαιαῖς νομοθεσίαις ὑποκάθησθε καὶ οὔπω δύνασθε συνιέναι τῆς χάριτος τὴν καινότητα καὶ τῆς ἐμῆς παρουσίας τὸ μυστήριον. διὸ οὐδὲ ἐπιβάλλομεν τέως ὑμῖν τοὺς νέους καὶ καινοὺς ἀνοικονομήτους καὶ ἀγνάφους καὶ
20ἀκατεργάστους λόγους· οὐ γὰρ ὠφελήσομεν, ἀλλὰ μᾶλλον ῥαγήσεται ὑμῖν καὶ τὰ προσόντα πιστὰ καὶ βλαβήσεσθε. ἀσκῶν δὲ καὶ οἴνου μέ‐ μνηται, ἐπειδήπερ ὥσπερ ὁ οἶνος τῷ ἀσκῷ, οὕτω καὶ τὰ τῆς χάριτος ἐν τῇ τοῦ νόμου παλαιότητι περιείχετο καὶ κατεκρύπτετο πότιμα μὲν γε‐ γονότα τοῖς πιστεύσασι, διαρρήξαντα δὲ τοὺς ἐν τῇ νομικῇ παλαιότητι
25διαμείναντας. «ἔλεγον» γάρ φησιν, «οἱ Ἰουδαῖοι ἕως πότε αἴρεις τὴν ψυχὴν ἡμῶν» καὶ ἄλλα τοιαῦτα. οὕτως μὲν εἴ τις ἐκλάβοι περὶ τῶν ἐρωτησάντων ταῦτα εἰρῆσθαι· οὐ γάρ μοι δοκεῖ τῶν μαθητῶν ἀσθέ‐ νειαν πρὸς νηστείαν καταγινώσκειν τὸν δεσπότην καὶ γαστριμαργίᾳ συνειδέναι ἐκείνων, οἵ γε διὰ πολλὴν ἀμέλειαν καὶ τῆς ἀναγκαίας τροφῆς
30στάχυας τίλλοντες καὶ τότε παρὰ τὴν ὁδὸν τὴν πολλὴν ἔνδειαν παρε‐
μυθοῦντο τῆς φύσεως· εἰ γὰρ καὶ ἀτελεῖς ἐτύγχανον ἔτι οὔπω τοῦ πανα‐ γίου πνεύματος αὐτοῖς ἐν πυρίναις γλώσσαις διανεμηθέντος οὐδὲ διὰ τῆς δεσποτικῆς ἐμπνεύσεως αὐτοῖς ἐναυγασθέντος, ἀλλ’ οὖν τῶν μα‐ θητῶν Ἰωάννου καὶ πολλῷ μᾶλλον τῶν Φαρισαίων δῆλον ὅτι τελειό‐
35τεροι ἐχρημάτιζον. οὕτως μὲν εἰ περὶ τῶν ἐρωτησάντων τις ἐκλάβοι τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου καὶ τὰ ἑξῆς, εἰ δὲ περὶ τῶν μαθητῶν, οὐκ ἂν φαίην ὡς μὴ δυναμένων νηστεύειν αὐτῶν εἰρῆσθαι ταῦτα, ἀλλ’ ὡς μὴ προσῆκον τοὺς μαθητὰς τῆς νέας χάριτος ὄντας μαθητὰς τὰς νηστείας τῶν μαθητῶν Ἰωάννου καὶ τῶν Φαρι‐
40σαίων ἐπιτελεῖν· δῆλον γὰρ ὡς οὗτοι νηστεύοντες οὐ κατὰ τὸ θέσπισμα τῆς χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας νομοθέτας καθισταμένους καὶ κήρυκας. νηστεύουσι δὲ νηστείαν οἰκείαν καὶ πρόσφορον. διό φησιν· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς
45καινούς, καὶ ἀμφότεροι συντηροῦνται τὸ εὐάρμοστον καὶ κατάλ‐ ληλον ἀπολαμβάνοντες. οἶνον δὲ νέον εἰς ἀσκοὺς βάλλειν πα‐ λαιοὺς ἢ παλαιὸν εἰς νέους οὐκ ἔστιν τὸ οἰκεῖον καὶ ὁμόστοιχον, ἀλλὰ τὸ ἐναντίον καὶ ἀλλότριον ἀποδιδόναι.

39

(loc)

Mt 9, 17
1 Ἀσκοὺς παλαιοὺς τοὺς ἐν τῷ παλαιῷ νόμῳ κειμένους λέγει, οἶνον δὲ νέον τὴν τοῦ Χριστοῦ χάριν τὴν δοθεῖσαν ἡμῖν ὕστερον ἢ τὴν νέαν διαθήκην.

40

(loc)

Mt 10, 32—33
1 Εἶτα εἰπὼν ὅτι ὁμολογήσω κἀγὼ ἐν αὐτῷ δείκνυσιν, ὅτι οὐ τῆς χάριτός ἐστι γυμνῆς τὸ ἀναγορευθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ καὶ τῆς γνώμης καὶ τῆς σπουδῆς καὶ τοῦ τὴν χάριν ὑποδεχομένου· ἐν αὐτῷ γάρ φησιν ὁμολογήσω· ἐν τῇ πράξει αὐτοῦ, ἐν τοῖς ἔργοις
5αὐτοῦ τοῖς καλοῖς, ἐν τῇ παρρησίᾳ αὐτοῦ, ἣν ὑπὲρ ἐμοῦ πρὸς τοὺς διώ‐ κοντας ἐπεδείξατο καὶ ἐπαρρησιάσατο· καὶ γὰρ ὥσπερ χωρὶς τῆς χά‐ ριτος οὐδὲν δύναται κατορθῶσαι μόνη ἡ προαίρεσις, οὕτως ἂν μὴ καὶ
αὐτοὶ προαιρώμεθα οὐδ’ ἡ χάρις συναντιλαμβάνεται.

41

(loc)

Mt 10, 33
1 Διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; καὶ ὅτι οὐδὲ ἡ κατὰ διάνοιαν πίστις ἔτι διαμένει τελεία καὶ βεβαία διὰ τῆς γλώσσης ἐνυβριζομένη, καὶ ὅτι τοὺς ἀκούοντας μᾶλλον βλάπτει ἢ εἰ κατὰ διάνοιαν ἐξηρνήσατο· τῆς μὲν γὰρ
5ἦν ἐν ἀδήλῳ τὸ πτῶμα· ὁ δὲ διὰ γλώσσης ἐξαρνησάμενος εἰς μέσον ἅπασιν τὸ παράπτωμα προθεὶς κοινὸν τὸ σκάνδαλον κατειργάσατο καὶ τότε εἰς αὐτὸ ἥκων ἀσθένειαν τῆς πίστεως καὶ ψεῦδος κατεψηφίσατο.

42

(loc)

Mt 10, 38
1 «Ὅστις οὐ βαστάζει τὸν σταυρὸν» αὐτοῦ· ὅστις οὐκ ἔστιν οὕτως ἕτοιμος εἰς τὸν ὑπὲρ ἐμοῦ θάνατον, ὥστε δοκεῖν αὐτὸν ἀεὶ μεθ’ ἑαυτοῦ φέρειν καὶ οὕτως ἕπεσθαί μοι, οὐκ ἔστιν μου ἄξιος, ἀλλὰ δεῖ βαστά‐ ζειν καὶ περιφέρειν μεθ’ ἑαυτοῦ ἀεὶ ὑπὲρ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν
5πίστεως τὸν θάνατον, ὡς οἰκεῖον κτῆμα καὶ κατόρθωμα· καὶ γάρ φησιν τὸν σταυρὸν αὐτοῦ, διὰ μὲν τοῦ σταυροῦ τὸν θάνατον καὶ τοῦτον οὐχ ἁπλῶς, ἀλλὰ τὸν βίαιον καὶ ἐπονείδιστον· διὰ δὲ τοῦ αὐτοῦ, δηλον‐ ότι οἰκεῖον λογιζομένους καὶ ἀγαπητῶς πρὸς αὐτὸν διακειμένους δεῖ «βαστάζειν» καὶ περιάγειν αὐτὸν οἷον ὡς ἔφην ἑτοίμους εἶναι πρὸς
10αὐτόν, ὅταν ἐπάγηται παρὰ τῶν διωκόντων ὑμᾶς· οἱ γὰρ οὕτως δια‐ τεθέντες πρὸς τὸν θάνατον οὐδὲν λοιπὸν τῶν ἐν βίῳ δυσχερῶν ἕξουσι περικόπτον αὐτῶν τὴν περὶ τὸν δεσπότην πίστιν καὶ διάθεσιν εἰλικρινῆ. εἰ δὲ τὸ ἐπίταγμα δοκεῖ βαρύ, ἀλλὰ σκοπεῖν χρὴ καὶ τὸ ἔπαθλον ὁποῖον τὸ γενέσθαι ἄξιον Χριστοῦ. τίς ἂν γένοιτο Χριστοῦ ἄξιος; οὗτος γὰρ
15ὡς ἀληθῶς ὁ τρισμακάριστος ὁποῖοι οἱ μαθηταὶ αὐτοῦ καὶ οἱ μάρτυρες.

43

(loc)

Mt 10, 38
1 «Ὅστις οὐ βαστάζει τὸν σταυρόν» μου, φησίν, οὐκ ἔστιν μου ἄξιος· τοῦτ’ ἔστιν ὅστις τὸν ὑπὲρ ἐμοῦ θάνατον οὐκ ἀεὶ ἔχει ἐν τῇ
ψυχῇ καὶ διηνεκῶς τοῦτον μελετᾷ, οὐκ ἔστιν μου ἄξιος.

44

(loc)

Mt 11, 7—10

44,col1

Ἐπειδή τινας ἦν εἰκὸς τῶν ἐκ τοῦ πλήθους σκανδαλισθῆναι ἐπὶ τῇ ἐρωτήσει, ἣν προσήνεγκαν οἱ τοῦ Ἰωάννου μαθηταί, οὐκ
5ἄλλοθεν αὐτῶν τὸ σκάνδαλον, ἀλλ’ αὐτοῖς ἐκείνοις χρώμενος μάρτυσιν διαλύει. ὑμεῖς, φησίν, ἐπίστασθε, ἃ ἐμαρτύρει ὁ Ἰωάννης περὶ ἐμοῦ, καὶ ὑμεῖς τὸν ἄνδρα οἷός ἐστι
10θαυμαστὸς ἔργῳ ἐδείξατε ἐξελ‐ θόντες πρὸς αὐτὸν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου βαπτισθῆναι ὑπ’ αὐτοῦ. ἐπεὶ οὖν ἅ τε μαρτυρεῖ οἴδατε καὶ τὸ ἀξιόπιστον αὐτοῦ
15ἔργῳ ὑμεῖς ἐμαρτυρήσατε, μὴ νομί‐ σητε νυνὶ μεταβεβλῆσθαι αὐτὸν καὶ ἄλλα ἀντ’ ἐκείνων περὶ ἐμοῦ αὐτὸν ὑπονοεῖν ἢ λέγειν· ὡς γὰρ ἐπίπαν οἱ ἐξ ἀρετῆς ἐπὶ κακίαν καὶ ἐξ
20ἀληθείας εἰς ψεῦδος μεταβαλλό‐ μενοι ἢ κουφότητι διανοίας ἢ δόξης καὶ χρημάτων ἐπιθυμίᾳ μεταβάλ‐ λονται, ἀλλὰ τὸν Ἰωάννην ὑμεῖς οὐδὲν τοιοῦτο ὑπενοήσατε· οὐ
25γὰρ ἂν εἰς τὴν ἔρημον ἐξήλ‐ θετε, ἵνα κοῦφον ἄνθρωπον καὶ εὐμετάβολον καὶ ὥσπερ κάλαμον παντὶ ἀνέμῳ περιφερόμενον, [οὐκ ἂν ἐξήλθετε,] ἵνα ἴδητε, ἀλλ’ οὐδὲ
30κενόδοξον ἢ φιλοχρήματον· οἱ γὰρ τοιοῦτοι οὐ τὰς ἐρήμους, ἀλλὰ τὰς
βασιλικὰς οἰκίας καταδιώκουσιν. ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προ‐Column end
35φήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι ἠπιστήθητε, μὴ νομίσητε νῦν ἀπὸ τῆς ἐρωτήσεως μεταβεβλῆσθαι αὐ‐ τοῦ τὴν γνώμην, ἀλλ’ ἑτέρων ἕνεκα ὠφελείας καὶ πληροφορίας ταύτην
40ποιήσασθαι· οὐ γάρ ἐστι προφήτης μόνον, ἀλλὰ καὶ προφήτου πε‐
ρισσότερος.Column end

44,col2

Πολλοὶ ἐσκανδαλίζοντο διὰ τὴν τῶν μαθητῶν τοῦ Ἰωάννου ἐρώ‐ τησιν, ἣν προσήνεγκαν τῷ Χριστῷ. οὐκ ἄλλοθεν οὖν λύει τὴν ἀμφιβο‐
5λίαν εἰ μὴ ἐξ αὐτῶν τῶν ἐρωτησάν‐ των μάρτυσιν αὐτοῖς χρώμενος. τοῦτο δ’ ἦν ἐκ τοῦ θεάσασθαι αὐτοὺς τὰ θαύματα καὶ ὑποστρέ‐ φειν πρὸς Ἰωάννην καὶ ἀπαγγεῖλαι
10αὐτῷ ἃ ἐθεάσαντο. Διὰ τοῦτο πρὸς τοὺς μαθητὰς Ἰωάννου φησὶν ὁ σωτήρ· βλέπετε τὰ θαύματα καὶ ἀπαγγείλατε, ἵνα λύσῃ τὸ σκάνδαλον ὃ ἐσκανδαλίσθη‐
15σαν οἱ Ἰουδαῖοι διὰ τὴν τοῦ Ἰωάννου ἐρώτησιν αὐτοῖς ἐκείνοις τοῖς τοῦ Ἰωάννου μαθηταῖς χρώ‐ μενος μάρτυσι λέγων πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ἀκριβῶς τὴν τοῦ
20Ἰωάννου περὶ ἐμοῦ μαρτυρίαν τὸν ἄνδρα ὁποῖός ἐστι γινώσκοντες καὶ ὑπ’ αὐτοῦ βαπτισθέντες ἐν τῷ
Ἰορδάνῃ.

45

(loc)

Mt 11, 12
1 Βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· ὡσανεὶ ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ δίδοται καὶ ἐγχειρίζεται, οὐ τοῖς τυ‐ χοῦσιν, ἀλλὰ τοῖς βιασταῖς, τοῖς ἐκ καρδίας προσιοῦσιν, ἐκείνοις ἁρπάζεται καὶ κτῆμα γενέσθαι συγχωρεῖται ἡ βασιλεία τῶν οὐρανῶν. βιαστὴν
5δὲ αὐτὴν καὶ βιασταῖς ἁρπαζομένην εἰκότως λέγει, ὅτι καὶ τῆς δεσπο‐ τικῆς εὐεργεσίας ἐστὶ δῶρον, ἀλλ’ οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ῥᾳστώ‐ ναις ἑαυτοὺς ἐκδεδωκόσιν ἀξία ἐστὶν παρατεθῆναι, ἀλλ’ ἐκείνους ἀπο‐ λαῦσαι δεῖ τοῦ δώρου, οἳ καὶ αὐτοὶ πολλὴν σπουδὴν καὶ πόνον καὶ ἀγῶνα κατεβάλλοντο τῆς τηλικαύτης δωρεᾶς ἀξιωθῆναι. πλὴν εἰ καὶ
10μυρίους τις πόνους καὶ ἄφατον βίαν ἐπιδείξαιτο, ἀλλ’ οὐδὲν ἧττον μένει τὸ δῶρον τὴν οἰκείαν φύλαττον ἀξίαν καὶ τῷ μεγέθει τῆς εὐεργεσίας κούφως φέρειν ἅπαντας τοὺς δεχομένους αὐτὸ παρασκευάζον καὶ δυνα‐ μούμενον. πρὸ δὲ τῆς διδασκαλίας καὶ ἐπαγγελίας τοῦ Χριστοῦ ἤτοι πρὸ τῆς Ἰωάννου ἐπὶ τὸ βάπτισμα παρουσίας καὶ ἀναδείξεως αὐτοῦ
15ἐν τῷ Ἰσραὴλ οὔπω ἦν ἡ τῆς βασιλείας ἐπαγγελία πᾶσι σαφὴς καὶ λαμ‐ πρά, ἀλλ’ αἱ ἐπαγγελίαι σωματικώτερα ἦσαν ἀγαθά, γῆς καὶ γένους πληθυσμὸς καὶ κράτος ἐχθρῶν καὶ τὰ τοιαῦτα.

46

(loc)

Mt 11, 12—13

46,col1

Ἀφ’ οὗ δὲ Ἰωάννης τῷ βα‐
πτίσματι ἐπέστη καὶ τὸν τῆς μετα‐ νοίας ἐκήρυξε λόγον καὶ τὸν κοινὸν ἐβαπτίσατο δεσπότην καὶ τὸ πνεῦμαColumn end
5ἐμαρτύρησε τὸν τοῦ πατρὸς γνήσιον καὶ ὁμοφυῆ παῖδα καὶ αὐτὸς ὁ δεσπότης «ἤρξατο κηρύσσειν τὴν βασιλείαν τῶν οὐρανῶν», ἀπὸ τότε ἤρξατο ἐν ἐπιθυμίᾳ γίνεσθαι τοῖς
10ἀνθρώποις ἡ βασιλεία τῶν οὐρανῶν, ἀπὸ τότε ἤρξατο ζητεῖσθαι καὶ βιά‐ ζεσθαι καὶ ἁρπάζεσθαι ὑπὸ τῶν βιαστῶν. εἰ γὰρ καὶ δῶρόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν (τί γὰρ ἄν
15τις καὶ ἀντιδοίη ταύτης;), ἀλλ’ οὖν οὐ προῖκα δίδοται οὐδὲ τοῖς τυ‐ χοῦσιν, ἀλλὰ τοῖς κρούουσιν, τοῖς αἰτοῦσιν, τοῖς ἐπιμένουσιν, τοῖς βια‐ ζομένοις, τούτοις δίδοται, τούτοις
20ἁρπάζεται. ὥσπερ δὲ ὁ μετὰ πολ‐ λῆς καὶ ἀφάτου τῆς προθυμίας ἐπιζητῶν τι, ἐπειδὰν συγχωρηθῇ λαβεῖν τὸ ποθούμενον, ἁρπάζει αὐτό, οὕτως καὶ τοῖς ὑπὸ σφοδρᾶς
25καὶ ἀμέτρου τῆς ἐπιθυμίας οἷον ἁρπάσαι ζητοῦσιν τὴν τῶν οὐρανῶν βασιλείαν δίδοται αὐτὴ καὶ ἁρπά‐ ζεται. πρὶν ἢ δὲ Ἰωάννην ἄρξαι τοῦ βαπτίσματος καὶ τὸν δεσπότην
30ἄρξαι τοῦ κηρύγματος, οὐκ ἦν ἡ τῶν οὐρανῶν βασιλεία τοῖς ἀνθρώποις οὕτως ἐπίδηλος οὐδὲ οὕτως αὐτῆς ἐρασταὶ καὶ βιασταὶ ἐχρημάτιζον ἅτε μηδὲ περιφανῶς οὕτω καὶ συνε‐
35χῶς κηρυττομένης· οἱ γὰρ προφῆ‐ ται καὶ ὁ νόμος, οἱ ἕως Ἰωάννου ἤτοι τῆς ἀρχῆς τοῦ δεσποτικοῦ κηρύγματος προφητεύσαντες καὶ τὸν ὑπ’ αὐτοὺς λαὸν παιδαγωγήσαν‐
40τες οὐ βασιλείαν μᾶλλον ἐπήγγελλον οὐρανῶν, ἀλλὰ «γῆν ῥέουσαν μέλι καὶ γάλας» καὶ γῆς ἀγαθὰ καὶ εὐτεκνίαν καὶ πολεμίων κράτος τοῖς κατορθοῦσιν ὥσπερ μάχαιράν τεColumn end
45κατεσθίουσαν τοῖς ἀπειθοῦσιν καὶ αἰχμαλωσίαν καὶ ὑπερόριον παροι‐
κίαν καὶ τὰ ὅμοια.Column end

46,col2

Βιαστὴν εἶπε τὴν βασιλείαν
τῶν οὐρανῶν καὶ βιαστὰς ἁρπά‐ ζειν αὐτὴν καὶ ἀπὸ τῶν ἡμε‐ ρῶν Ἰωάννου ἡ τοιαύτη γέγονεν
5ἁρπαγὴ οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς καταφρονήσασι πλούτου καὶ περι‐ φανείας καὶ γονέων ἅμα καὶ παίδων καὶ αὐτοῦ τοῦ θανάτου. πρὸ δὲ τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ τῆς
10τοῦ Ἰωάννου παρουσίας οὔπω ἦν ἡ βασιλεία τῶν οὐρανῶν ἐπαγγελλο‐ μένη φανερῶς, ἀλλ’ ἐπαγγελίαι ἦσαν σαρκικαί, τοῦτ’ ἔστι γένους πληθυσμὸς καὶ κατ’ ἐχθρῶν κρά‐
15τος καὶ τὰ παραπλήσια. ἀφ’ οὗ δὲ ὁ Ἰωάννης ἐπέστη τῷ βαπτί‐ σματι καὶ τὸν ἡμέτερον δεσπότην ἐβάπτισε καὶ τὸ πνεῦμα ἐμαρτύ‐ ρησε τὸν μονογενῆ τοῦ πατρὸς
20υἱὸν καὶ αὐτὸς ὁ Χριστὸς «κηρύσ‐ σειν ἤρξατο τὴν βασιλείαν τῶν οὐρανῶν», ἀπὸ τότε γέγονεν τοῖς ἀνθρώποις ἐπιθυμητὴ καὶ βιαστὴ
ἡ βασιλεία τῶν οὐρανῶν.

47

(loc)

Mt 11, 19—20
1 Ἔδει τὰς πόλεις ὀνειδίζειν, ὅτε ἐδικαιώθη ἡ σοφία πάντα ἐκτελέσασα τὰ τῆς σωτηρίας αὐτῶν αἴτια. ἐπεὶ δὲ πάντα ποιήσας οὐκ ἔπεισεν, ἑτέραν τρέπεται ὁδὸν καὶ ταλανίζει αὐτούς, μή πως κἂν διὰ τοῦ ταλανισμοῦ ἑλκύσῃ πρὸς σωτηρίαν αὐτούς.

48

(loc)

Mt 12, 3—4
1Δαβὶδ δίκαιος ἦν ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε, καὶ οἱ ἱερεῖς δὲ δικαιότατοι οἱ δεδωκότες αὐτῷ τοὺς ἄρτους καίπερ οὐκ ἦν δίκαιον ἐσθίειν ἀπ’ ἐκείνων τῶν ἄρτων τινά, εἰ μὴ τοὺς ἱερεῖς μό‐ νους. οὗτος δὲ λαβὼν οὐ μόνον ἔφαγεν, ἀλλὰ καὶ τοῖς μετ’ αὐτοῦ
5ἔδωκε. τοῦτο δὲ πολλῷ μεῖζον ἦν ἢ ὅπερ ἐνεκάλουν τοῖς ἀποστόλοις οἱ Ἰουδαῖοι.

49

(loc)

Mt 12, 28

49,col1

Ἐπειδὴ τῆς τοῦ θεοῦ βασι‐ λείας ἤτοι τῆς δευτέρας παρουσίας καταλαβούσης ἥ τε ἀμοιβὴ τῶν ἀγαθῶν καὶ ἡ τιμωρία καὶ ἡ κό‐
5λασις τῶν φαύλως πολιτευσαμένων
ἐπιτελεῖται, εἰς ἐκεῖνον τὸν καιρὸν τὴν ἀντιμισθίαν τῶν ἑκάστῳ πε‐ πραγμένων ταμιευομένου τοῦ θεοῦ δεικνὺς τὸ ἄτοπον αὐτῶν καὶ σφο‐Column end
10δρὸν τῆς ἁμαρτίας φησίν· ἔφθα‐ σεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ ἀντὶ τοῦ· ὅσον ἐπὶ τῇ ὑπερ‐ βολῇ τῆς ἀπονοίας ὑμῶν καὶ μα‐ νίας προεκκαλεῖσθε προφθάσαι καὶ
15βιάζεσθε τὸν τῆς τιμωρίας καὶ κο‐ λάσεως καιρόν, ὃς κατὰ τὴν δευτέ‐ ραν ἀφώρισται παρουσίαν. διὸ καὶ ἀποτόμως ἀποφαινόμενός φησιν· ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βα‐
20σιλεία τοῦ θεοῦ ἤτοι ὁ τῆς κρίσεως καὶ ἀνταποδόσεως καιρός· πῶς γὰρ οὐκ ἂν αὐτοὶ 〈τοῦ〉 ἐφ’ ἑαυτοὺς τὴν τιμωρίαν καὶ πρὸ και‐ ροῦ ἐκκαλεῖσθαι εἶεν αἴτιοι, οἵ γε
25τοῦ δεσπότου θαυματουργοῦντος καὶ τὰς νόσους ἰωμένου καὶ τοὺς δαιμονῶντας καθαίροντος καὶ τοὺς δαίμονας ἀπελαύνοντος ἐτόλμησαν εἰπεῖν, ὅτι «ἐν τῷ ἄρχοντι τῶν
30δαιμονίων ἐκβάλλει τὰ δαιμόνια»· πόσης γὰρ οὐ γέμει τοῦτο θεο‐ μαχίας, πόσης ἀπονοίας, πόσης δυσσεβείας καὶ παροινίας· ὕβριζον τὸ πνεῦμα, ᾧ ἐξέβαλλεν τὰ δαι‐
35μόνια, καὶ ἡλίκην ὕβριν· εὐεργέτην τῶν ἀνθρώπων τὸν φθορέα καὶ λυμεῶνα τὸν Βεελζεβοὺλ εἰσῆγον. αὐτὸν καθ’ ἑαυτοῦ μάχεσθαι τὸν σατανᾶν ἐφαντασιοῦντο, οὕτως
40ἦσαν τῷ φθόνῳ καὶ τῇ βασκανίᾳ μεμηνότες καὶ βεβακχευμένοι καὶ μηδὲν ὧν λέγουσιν πλὴν τοῦ βλα‐
σφημεῖν ἐπιστάμενοι.

49,col2

Ἀποτόμως λέγει, ὅτι ἔφθα‐ σεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ, τοῦτ’ ἔστιν ὅσον οὔπω λήψεσθε τὴν τῶν ἡμαρτημένων ὑμῖν
5ἀνταπόδοσιν.

50

(loc)

Mt 12, 29

50,col1

Σκεύη αὐτοῦ τοῦτ’ ἔστιν τοῦ διαβόλου τοὺς δαίμονας λέγει. διαρπάζονται δὲ οὗτοι, ἐπειδὰν ἀπελαύνωνται καὶ διώκωνται τῶν
5ἀνθρώπων, οὓς κακοῦν καὶ κολά‐ ζειν διὰ παντὸς πεποίηνται σπού‐ δασμα. τοῦ γοῦν σπουδάσματος αὐτῶν εἰς κενὸν διαλυουμένου δη‐ λονότι καὶ τὰ τῆς ἐξουσίας καὶ
10τυραννίδος τοῦ διαβόλου ἀσθενῆ καὶ σαθρὰ ἀπελέγχεται. ἃ οὐκ ἂν ἐγεγόνει, εἰ μὴ διὰ τῆς οἰκείας ἐπιδημίας ὁ δεσπότης Χριστὸς ἐπ’ ἐλέῳ καὶ σωτηρίᾳ τῶν ἀνθρώπων
15δήσας αὐτὸν καὶ καθελὼν τῆς ἰσχύος καὶ τοὺς αὐτοῦ συνεργοὺς καὶ συναποστάτας εἰς διαρπαγὴν
καὶ ἐξουθένημα κατειργάσατο.Column end

50,col2

Σκεύη ἐνταῦθα τοὺς δαί‐ μονας λέγει, οὓς ὁ σωτὴρ ἀπε‐ λαύνων καὶ διώκων ἐκ τῶν κατεχο‐ μένων ὑπ’ αὐτῶν ἁρπάζει. τοῦτο
5δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ ὁ σωτὴρ πρὸς ἡμᾶς παραγέγονεν ἐπὶ σω‐ τηρίᾳ ἡμῶν τὴν ἰσχὺν αὐτῶν καθ‐
ελών.Column end

51

(loc)

Mt 12, 43—45
1 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ἐπισυνάψας τοῖς προειρημένοις ἐπὶ κατακρίσει τῆς διαπιστούσης γενεᾶς. τὸ ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα καὶ ἑξῆς τοῦτο δηλοῖ· μὴ νομί‐ σητε, φησίν, ὅτι εἰς μάτην ὑμῖν ἠπείληται ταῦτα. διὰ τῆς μὲν εὐεργε‐
5τικῆς μου δυνάμεως ἀπηλαύσατε νοσημάτων καὶ δαιμόνων ἀπαλλα‐ γέντες, τῆς δὲ κολαστικῆς καὶ τιμωρητικῆς οὔπω πεῖραν εἰλήφατε, μᾶλλον δὲ δι’ ὧν τῆς εὐεργεσίας ἀφθόνως ἀπηλαύσατε, δι’ ἐκείνων ἐχρῆν τὴν τιμωρίαν σφοδροτέραν, ἂν ἀγνωμονῆτε, καὶ ἀναμφίβολον ἀπεκδέ‐ χεσθαι· ὥσπερ γάρ, ἐπειδὰν ὁ δαίμονος ἀπαλλαγεὶς ἀναπέσῃ καὶ καταμαλα‐
10κισθῇ καὶ ῥᾳθύμως βιοτεύῃ μὴ μνημονεύων τοῦ πάθους καὶ ἀσφαλιζόμενος ἑαυτὸν καὶ εὐχαριστῶν δι’ ἔργων τῷ εὐεργέτῃ, ὥσπερ οὖν ἐκεῖνος δι’ ὧν ἔπραξεν παρρησίαν μᾶλλον τοῖς ἀκαθάρτοις πνεύμασιν ἐδωρήσατο καὶ αἰχμάλωτον ἑαυτὸν ὅλον τοῖς ἐχθροῖς ἐνεχείρισεν, οὕτως καὶ ὑμεῖς μυρίων ἀπολαύσαντες ἀγαθῶν καὶ ἀφάτων ἀπαλλαγέντες κακῶν καὶ νῦν
15καὶ πάλαι, ἐὰν μὴ μεταγνῶτε καὶ διορθώσησθε καὶ ὑπὲρ τῶν εὐεργε‐ σιῶν εὐχαριστοῦντες μὴ διαλιμπάνητε, πολλαπλάσια ἑαυτοῖς καὶ πολλῷ φρικωδέστερα τὰ κακὰ ἐπισπάσεσθε· οὕτως γάρ φησιν ἔσται τῇ γενεᾷ ταύτῃ, ὥσπερ τῷ ἀνθρώπῳ ἐκείνῳ τῷ ἀπαλλαγέντι μὲν τοῦ ἀκαθάρτου πνεύματος, οἰκείᾳ δὲ βίου ἀμελείᾳ καὶ ἀχαριστίᾳ γνώμης
20εἰς ἑαυτὸν πάλιν πικρότερον καὶ μετὰ πλειόνων ἐπισπασαμένῳ καὶ ἐφελκύσαντι.

52

(loc)

Mt 12, 46—50

52,col1

Ὁ τὴν σωτηρίαν τῆς ψυχῆς τῶν ἄλλων ἁπάντων προτιθέναι διδάσκων καὶ μήτε πατέρα μήτε μητέρα μήτε ἀδελφὸν ἐπίπροσθε ταύτης εἶναι κε‐
5λεύων, μήτε δὲ αὐτὸν συμπάντα τὸν κόσμον, νῦν διὰ τῶν ἔργων αὐτῶν εἰς ἡμετέραν διδασκαλίαν τοῦτο αὐτὸ ἐν‐ δείκνυται καὶ ποιεῖ· ἐπεὶ γὰρ διδάσκον‐ τος αὐτοῦ τοὺς ὄχλους καὶ τὴν ψυχι‐
10κὴν αὐτῶν ὠφέλειαν πραγματευομένου ἐπέστη ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ μετακαλουμένη πρὸς ἑαυτήν, καὶ οὐκ ἐπεστράφη οὐδὲ ὑπήκουσεν οὐδὲ κατα‐ λιπὼν τὴν διδασκαλίαν προυτίμησεν
15τὴν μητέρα τῆς τῶν πολλῶν σωτηρίας, διδάσκων ἐντεῦθεν ὡς ἐπειδάν τινι σωτηρίᾳ ψυχικῇ πραγματεύηται, ἐπι‐ μελῶς ταύτην προσήκει καὶ ἀπερι‐ σπάστως ἐπιτελεῖν μὴ καταμεριζό‐
20μενον πρὸς ἑτέρας φροντίδας μηδ’ ἂν μήτηρ ἤ τις ἄλλος τοῦ ἐγγυτάτω γένους ᾖ ὁ πρὸς ἑαυτὸν ἐκεῖθεν μεθέλ‐
κων καὶ μετακαλούμενος.Column end

52,col2

Διδάξας ἡμᾶς ὁ σωτὴρ διὰ λόγου προτιθέναι τὴν εὐσέβειαν, ἥτις ἐστὶν ἀρχὴ πασῶν ἀρετῶν, καὶ μήτε πατέρα μήτε μητέρα προτιμᾶν αὐτῆς νῦν διὰ
5τῶν ἔργων ἐπιβεβαιοῖ, ἅπερ ἐφθέγξατο· ἐπεὶ γὰρ ὅτε τοὺς ὄχλους ἐπιμελῶς ἐδίδασκε, τότε ἐπέστησαν ἥ τε μήτηρ καὶ οἱ ἀδελφοί, οὐχ ὑπήκουσεν, οὐ καταφρονῶν τῆς μητρός, ἀλλ’ ἵνα μὴ
10ἀμελεῖν δόξῃ τῶν διδασκομένων καὶ περικόψῃ τὴν διδασκαλίαν· καὶ οὐ προ‐ τετίμηκε τὴν μητέρα τῆς τῶν πολλῶν
ὠφελείας.

55

(loc)

Mt 13, 3—7

55,col1

Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς ὡς οἱ παρὰ τὴν ὁδόν· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὡς οἱ παρὰ τὴν πέ‐
5τραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βε‐ βαίως, ἔχοντες δὲ ἐπισπορὰν ἀκαν‐ θῶν καὶ ζιζανίων ὕστερον τούτοις ἐναπεπνίγησαν. διαφέρουσι δὲ οὗτοι, ὅτι οἱ μὲν καθεύδοντες ἐδέξαντο
10τὴν ἐπισποράν, οἱ δὲ καὶ κατὰ τὸν καιρὸν τοῦ καλοῦ σπέρματος καὶ τὰ τῶν παραφυάδων ἐν ἑαυτοῖς μοσχεύοντες εἶχον· ἄλλοι δὲ ἐπι‐ μελῶς τε ἤκουσαν καὶ βεβαίως
15ὅσον εἰς γνῶσιν ἐδέξαντο καὶ οὔτε πρότερον οὔτε ὕστερον ἐπισπορὰν ζιζανίων παρεδέξαντο, βίον δὲ τοῦ κηρύγματος ἀνάξιον ἐπεδείξαντο,
οὓς καὶ σαπροὺς ὀνομάζει ὡς ἐνα‐Column end
20ποσήποντας τῶν ἡδονῶν τῷ βορ‐ βόρῳ. οὗτοι μὲν πάντες ἀποκη‐ ρύττονται τῆς βασιλείας καὶ πρὸς τούτοις οἱ μηδ’ ἀκοῦσαι ἀνασχό‐ μενοι, ἀλλὰ καὶ καταγελῶντες τῆς
25διδασκαλίας, οἱ δὲ καὶ κατεξανι‐ στάμενοι, ὁποῖοι οἱ πεπωρωμένοι τῶν Ἰουδαίων ἐτύγχανον, καὶ τοῦ‐ το οἱ γραμματεῖς καὶ τὴν ἱερω‐ σύνην ὑποδυόμενοι. ζʹ οὖν αἱ τῆς
30ἀπωλείας ὁδοί· διὸ καὶ «πλατεῖά»
ἐστιν «καὶ εὐρύχωρος».Column end

55,col2

Τῶν ἐντολῶν τοῦ Χριστοῦ οἱ μὲν ἤκουσαν ἀμελῶς· οὗτοί εἰσιν οἱ παρὰ τὴν ὁδὸν κείμενοι· οἱ δὲ ἐπιμελῶς μέν, οὐ βεβαίως δέ, ὅσοι
5παρὰ τὴν πέτραν· οἱ δὲ ἐπιμελῶς μὲν καὶ βεβαίως, ἔχοντες δὲ ἐπι‐ σπορὰν ἀκανθῶν καὶ ζιζανίων, οἵτινες καὶ ἀπεπνίγησαν ταῖς βιω‐
τικαῖς φροντίσιν.

56

(loc)

Mt 13, 4—9
1 Τίς ἐστιν ὁ σπείρων; αὐτὸς ὁ Χριστός· πόθεν ἐξῆλθεν; τῆς κρυφίας αὐτοῦ καὶ ἀθεάτου καταλήψεως· πῶς ἐξελθὼν ἐκεῖθεν; τῇ περιβολῇ καὶ οἰκειώσει τῆς σαρκός, ἐν ᾗ ἔγνωσται καὶ κατείληπται ὅσον ἀνθρώπῳ γνῶναι καὶ καταλαβεῖν δυνατόν· ἵνα τί γένηται; ἵνα τὸν τῆς
5διδασκαλίας λόγον κατασπείρῃ τῇ οἰκουμένῃ καὶ σώσῃ τὸ οἰκεῖον πλάσμα ἔργοις ἀγαθοῖς εἰς ἐπίγνωσιν ἀναγόμενον αὐτοῦ τε καὶ τοῦ οἰκείου πα‐ τρὸς καὶ τοῦ ὁμοουσίου καὶ ἰσοσθενοῦς πνεύματος. τέσσαρες οὖν εἰσι τάξεις τῶν τὴν τοῦ Χριστοῦ διδασκαλίαν καὶ τὰς ἐντολὰς μὴ συντηρούντων, ὡς καὶ διὰ τῆς παραβολῆς τοὺς καθ’ ἑκάστην
10τάξιν ὑποφαινομένους παρεδήλωσεν· τούτων γὰρ οἱ μὲν ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ παντελεῖ καὶ οἰκείᾳ μοχθηρίᾳ προαιρέσεως οὐδὲν ὧν ἐδέξαντο συνετήρησαν, ἀλλὰ πάντων ἐζημιώθησαν· οἱ δὲ παρακατέσχον μὲν μη‐ δενὸς ἐνοχλοῦντος, ἐνοχλησάντων δὲ πειρασμῶν καὶ αὐτοὶ τὸ τέως κατα‐ σχεθὲν ἀπεώσαντο μείναντες τῆς διδασκαλίας ὥσπερ οἱ πρότερον ἔρημοι·
15τρίτοι, οἵτινες τὸν μὲν σπόρον οὐκ ἐξ ἐπιπολῆς, ἀλλ’ ἐν βάθει ὑπο‐ δέχονται, διὰ δὲ τὸ καὶ πρὸς ἕτερα μὴ προσήκοντα τὴν σπουδὴν μερίσαι καὶ ἀκάνθας ἀναφῦναι τῷ καλῷ σπέρματι παρεσκεύασαν· ἄκανθαν γὰρ τὸ τῆς ἁμαρτίας κέντρον ἔθος τῇ γραφῇ ὀνομάζειν. διὰ ταύτας οὖν τὰς ἀκάνθας οἳ ὑπεδέξαντο σπέρμα καλὸν ζημιοῦνται, ὧν εἰ μὴ ταχεῖα δι’
20ἐπιμελείας ἡ ἐκκοπὴ γίνηται, ἀνάγκη ταύταις ὅλον ἐναποπνιγῆναι καὶ
ἀφανισθῆναι τὸ σπέρμα.

57

(loc)

Mt 13, 11—12
1 Ὑμῖν δέδοται· τίσιν; τοῖς παρασκευάσασιν ἑαυτοὺς διὰ τῆς ὑπα‐ κοῆς καὶ προσοχῆς ἀξίους τοῦ δωρήματος· ἐκείνοις δὲ οὐ δέδοται. τίσιν; τοῖς μὴ προαιρουμένοις λαβεῖν, ἀλλ’ ἀναξίους τῆς δωρεᾶς διὰ τῆς ἐθελοκάκου αὐτῶν γνώμης καὶ πωρώσεως ἑαυτοὺς ἀποφήνασιν· ὅστις
5γὰρ ἔχει προαίρεσιν καὶ σπουδήν, τούτῳ καὶ παρὰ τοῦ θεοῦ δοθή‐ σεται οὐ κατὰ τὸ μέτρον τῆς τῶν σπουδασάντων ἐπιμελείας καὶ προ‐ αιρέσεως, ἀλλὰ φιλοτιμότερόν τε καὶ περισσότερον· δοθήσεται γὰρ αὐτῷ φησιν καὶ περισσευθήσεται. ὅστις δὲ οὐκ ἔχει σπουδὴν καὶ ἐπιμέλειαν μηδὲ τῇ τοῦ θεοῦ χάριτι συνεισφέρει τὰ παρ’ ἑαυτοῦ,
10οὗτος καὶ ἅπερ ὁ θεὸς ἀφάτῳ φιλανθρωπίας πλούτῳ παρέχειν ἐβού‐ λετο καὶ κατέχειν αὐτόν, καὶ ταῦτα ἀφαιρεθήσεται οὐκ ἄλλου τινὸς ἀφαιροῦντος, ἀλλ’ αὐτοῦ ἐκείνου διὰ τῆς οἰκείας ἀμελείας καὶ μοχθη‐ ρίας ἀποστεροῦντος τῆς δωρεᾶς ἑαυτόν.

58

(loc)

Mt 13, 16
1 Μακαρίζει τοὺς μαθητὰς ὁ σωτήρ, ἐπειδὴ ἐξ ἰδίας προαιρέσεως ἐπεδείξαντο τὴν εἰς αὐτὸν πίστιν, δι’ ἧς καὶ ἐδόθη αὐτοῖς ἡ γνῶσις ὡς ἀξιωθεῖσι θείας ἀκροάσεως.

59

(loc)

Mt 13, 16
1 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμο, ὅτι βλέπουσιν ὀρθῶς καὶ ἀνεπιλήπτως, οὐ φθόνῳ καὶ ἀναισχυντίᾳ τὴν τῶν πραγμάτων ἀλήθειαν ἐπικρύπτοντες καὶ τυφλώττοντες, καὶ τὰ ὦτα, ὅτι εὐκρινῶς καὶ χωρὶς βασκανίας καὶ ἀντιπαθείας τὸν τῆς διδασκαλίας λόγον ἀκούουσιν.

60

(loc)

Mt 13, 16—17
1Ἤτοι μακαρίους αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα ἔσεσθαί
φησιν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως. καὶ περὶ παντὸς δὲ τοῦ βλέποντος τὰ θεῖα ὀφθαλμοῦ καὶ ὤτων ἀκηκοότων τῶν πνευματικῶν λόγων ταῦτα ἂν λέγοιτο ἀντὶ τοῦ συνιέντος τοῖς ἔνδοθεν ὠσὶν τῆς καρδίας· ὁ γὰρ
5ἀπερίτμητος τῇ καρδίᾳ ἐκωφώθη τοῖς ἔνδοθεν ὠσί. διὸ καὶ αὐτὴν τὴν ἀκοήν, ἣν ἐδόκουν ἔχειν τοῦ νόμου καὶ τῶν προφητῶν, ἤρθη καὶ ἐδόθη τοῖς ἔχουσιν τὴν καινὴν διαθήκην. ὅτι δὲ οὐδὲ ταύτην λέγει τὴν ὄψιν οὐδὲ τὴν ἀκοήν, ἀλλὰ τὴν ἀπὸ διανοίας δῆλον. καὶ γὰρ καὶ οὗτοι Ἰουδαῖοι ἦσαν, ἀλλ’ ὅμως οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας, ἐπειδὴ τὴν
10προαίρεσιν καὶ τὴν γνώμην εὖ διακειμένην εἶχον· οὐδὲ γὰρ ἐμακαρί‐ σθησαν, εἰ μὴ αὐτῶν ἦν τὸ κατόρθωμα. εἶτα καὶ ἑτέρωθεν αὐτὸ βεβαιοῖ λέγων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον. οἱ ἐπιθυμοῦντες ἰδεῖν δίκαιοι τὰ καταθύμια γνῶσιν ἔλαβον, ὧν ἐπεθύμουν. ἐκεῖνοι
15μὲν οὖν τῇ πίστει ἐθεάσαντο μόνον, ὑμεῖς δὲ τῇ ὄψει· ἅπερ γάρ φησιν οἱ προφῆται ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον μὴ συγχωρούντων τῶν καιρῶν, τούτων νῦν ὑμεῖς ἠξιώθητε. λέγει δὲ μετὰ τῶν ἄλλων τὴν παρουσίαν αὐτοῦ καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν. οὐ πάντες δὲ οἱ προφῆται οὐδὲ πάντες οἱ δίκαιοι οἱ ἐπιθυμήσαντες ἰδεῖν ἢ ἀκοῦ‐
20σαι οὐκ εἶδον ἢ οὐκ ἤκουσαν, ἀλλὰ πολλοί· τινὲς γὰρ ἐπιθυμή‐ σαντες εἶδον καὶ ἤκουσαν ὡς Ἀβραὰμ καὶ Μωυσῆς καὶ οἱ διαση‐ μότεροι. ὁ δὲ προσιέμενος ταῦτα ἥττονας δώσει εἶναι τοὺς ἐπιθυμήσαν‐ τας τῶν μὴ ἐπιθυμησάντων. ἐπεθύμουν δὲ ἰδεῖν, ἃ οἱ ἀπόστολοι ἔβλεπον, θεὸν ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνὴν θεοῦ ἑνωθέντος
25σαρκὶ καθ’ ὑπόστασιν.

61

(loc)

Mt 13, 24—52
1 Βασιλεία τῶν οὐρανῶν καὶ βασιλεία τοῦ θεοῦ λέγεται μὲν ἡ πρώτη τοῦ δεσπότου Χριστοῦ παρουσία καθὼς λέγει· «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία». καὶ πάλιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι
5καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ· τούτων γὰρ ἑκάτερον τὴν πρώτην ὑπαινίττεται παρουσίαν. λέγεται βασιλεία ἡ ἀνάστασις καθώς φησιν· «ἕως ἂν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ». λέγεται βασιλεία καὶ αὐτὸ τὸ κήρυγμα ὡς τῆς βασιλείας πρόξενον καθώς φησιν· ὁμοιώθη ἡ βασι‐ λεία τῶν οὐρανῶν κόκκῳ σινάπεως καὶ ὁμοία ἐστὶν ἡ βασι‐
10λεία τῶν οὐρανῶν ζύμῃ· δι’ ἑκατέρας γὰρ παραβολῆς τὸ κήρυγμα ὑπαινίττεται· ὥσπερ γὰρ ὁ τοῦ σινάπεως κόκκος βραχύτατος ὢν ἐν τῷ
σπείρεσθαι εἰς δένδρον μέγα ἐξαπλοῦται καὶ ἐκτείνεται, οὕτως καὶ ὁ τοῦ κηρύγματος λόγος βραχύτατος ὢν καὶ ἐν τῇ Ἰουδαίᾳ μόνῃ κατ’ ἀρχὰς σπειρόμενός τε καὶ διαφαινόμενος ὕστερον ἐκεῖθεν εἰς πᾶσαν ἐξηπλώθη
15καὶ διέδραμεν τὴν οἰκουμένην. καὶ ὥσπερ ἡ ζύμη μικρὰ οὖσα ὅλον τὸ φύραμα ζυμοῖ, οὕτω καὶ ἡ τοῦ κηρύγματος χάρις τῷ ἀνθρωπίνῳ φυρά‐ ματι ἐμβληθεῖσα ὅλον μετέστησεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀρτο‐ ποιήσασα καὶ συσφίγξασα καὶ ἑνοποιήσασα τὴν διεσπαρμένην ἐν τῇ πλάνῃ καὶ διεσκεδασμένην καὶ διαλελυμένην φύσιν ἡμῶν. οὕτως καὶ τὸ
20κήρυγμα αὐτὸ λέγεται βασιλεία τῶν οὐρανῶν. λέγεται δὲ βασιλεία τῶν οὐρανῶν καὶ αὕτη ἡ ἀπόλαυσις καὶ ἡ κτῆσις τῶν αἰωνίων ἀγαθῶν καθώς φησιν· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμ‐ μένῳ· κέκρυπται γὰρ αὕτη καὶ ἠσφάλισται ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσι καὶ πόνοις καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι καὶ κόποις καὶ ἐν αὐτοῖς
25κεκρυμμένη εὑρίσκεται· οὐ γάρ ἐστιν αὐτῆς εὕρεσις ἀταλαίπωρος. καὶ ἐν αὐτοῖς πάλιν κρύπτεται καὶ φυλάττεται· οὐ γάρ ἐστιν εὑρόντα ἀναπεσεῖν καὶ διαμελῆσαι, ἀλλὰ δεῖ πονεῖν καὶ ὑπεραγρυπνεῖν τοῦ εὑρήματος ἕως ἂν αὐτοῦ ἐν τελείᾳ κτήσει καὶ ἀπολαύσει περιφανῶς καὶ διὰ πείρας αὐτῆς, ἀλλὰ μὴ κεκρυμμένως καὶ τῇ ἐπιγνώσει μόνῃ καὶ ταῖς ἀγαθαῖς
30ἐλπίσιν γενώμεθα. τούτῳ τῷ σημαινομένῳ τῆς βασιλείας καὶ ἡ τοῦ μαρ‐ γαρίτου παραβολὴ ὑποβάλλεται· ἐμπορίᾳ γὰρ ἔοικεν ὁ βίος ἡμῶν καὶ πάντες τὰ ἐκεῖθεν ζητοῦμεν καὶ πραγματευόμεθα, ἀλλ’ οἱ μὲν τοῖς ἔργοις καὶ ἀληθῶς, οἱ δὲ διὰ τῆς γλώττης καὶ ἐπὶ σχήματος. ὁ οὖν ἀλη‐ θῶς καὶ ἀπὸ καρδίας ζητῶν οὕτως εὗρεν, τοῦτ’ ἔστιν ἐν ἐπιγνώσει καὶ
35καταλήψει τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου γέγονεν· τοῦτο γὰρ ἐν ἑκατέρᾳ τῶν παραβολῶν σημαίνει τὸ εὑρών, τοῦτ’ ἔστιν ἐπιγνούς, κατα‐ νοήσας ἀκριβῶς καὶ λίαν ἐπιθυμητικῶς ἔχων περὶ αὐτὸ εὔελπις ὢν τοῦ τυχεῖν· οὐ γὰρ τὸ εὑρὼν ἐνταῦθα σημαίνει τὸ κτησάμενος ἢ κατασχών· οὐ γὰρ ἂν ἐπῆγεν καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα
40ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. καὶ πάλιν· ἀπελθὼν πάντα ὅσα εἶχεν πέπρακεν καὶ ἑξῆς, ἀλλὰ τὸ εὑρὼν ὥσπερ ἔφαμεν τὸ ἐπιγνοὺς καὶ ἐν ἐπιθυμίᾳ σφόδρα γεγονὼς καὶ εὔελπις ὢν τοῦ τυχεῖν σημαίνει. διὰ τοῦτο καὶ χαίρει καὶ ἀπὸ τῆς χαρᾶς πάντα τὰ ἄλλα πιπράσκει, τοῦτ’ ἔστιν ἀποτίθεται καὶ ἀπο‐
45βάλλεται ἕνεκεν τῆς κτήσεως τῆς βασιλείας τῶν οὐρανῶν. λέγεται βασι‐ λεία καὶ ἡ δευτέρα παρουσία τοῦ Χριστοῦ καὶ τοῦτο πολὺ τὸ σημαινό‐ μενον ἐν τῇ θείᾳ γραφῇ· καθ’ ὃ σημαινόμενον καὶ ἐνταῦθά φησιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ τὰ ἑξῆς. σκόπει οὖν
καὶ τὴν τάξιν τῶν παραβολῶν. ἡ μὲν πρώτη ἀπὸ τῆς παρουσίας

61

(50)

τὸ πρῶτον λαμβάνεται καὶ ἡ δευτέρα ὁμοίως, ἀλλ’ ἡ μὲν βίων εἰσάγει δια‐ φορὰς φαύλων καὶ χρηστῶν, ἡ δὲ δογμάτων μᾶλλον ὀρθῶν καὶ αἱρε‐ τικῶν. ἡ δὲ τρίτη καὶ τετάρτη τοῦ κηρύγματος τὴν δύναμιν καὶ ἰσχὺν καὶ τὸν τρόπον τῆς αὐξήσεως. ἡ δὲ τετάρτη καὶ πέμπτη τῶν κατορ‐ θούντων τὸν τρόπον καὶ τὴν σπουδὴν καὶ τὴν ἐπίτευξιν. ἡ δὲ ἐπὶ πᾶσι
55καὶ ἕκτη τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐν ᾗ τῶν κατορθωσάντων καὶ τῶν διαμαρτόντων ἡ ἀμοιβὴ γίνεται καὶ ἀντίδοσις. ἔστιν σημαινόμενον καὶ ἕτερον βασιλείας ἡ τῆς θείας γραφῆς παλαιᾶς τε καὶ νέας ἀκριβὴς ἐπί‐ γνωσις καὶ κατάληψις καθώς φησιν· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἑξῆς· καὶ γὰρ διὰ
60τῆς γνώσεως αὐτῶν κτώμεθα τὴν βασιλείαν τῶν οὐρανῶν.

62

(loc)

Mt 13, 31—32
1 Ὁ κόκκος τοῦ σινάπεως τὴν τῆς φράσεως καὶ διδασκαλίας εὐτέλειαν ᾐνίξατο, ἐξ οὗ τὸ μέγιστόν τε καὶ θερμότερον τῆς πίστεως πάσης τῆς οἰκουμένης ἐκράτησεν.

63

(loc)

Mt 14, 1—2

63,col1

Εἰκὸς μὲν τὸν Ἡρώδην πολ‐ λάκις ἀκοῦσαι τὰ περὶ Χριστοῦ, διὰ δὲ τὸν ἔμφυτον τοῖς τυράννοις τῦφον καὶ τὴν ἀλαζόνος γνώμην
5ὑπερορᾶν καὶ καταφρονεῖν τῶν λε‐ γομένων. ὅτε δὲ λοιπὸν πᾶσα ἡ γῆ ἐκείνη τῶν θαυμάτων ἐπεπλή‐ ρωτο καὶ πλήθη ἄπειρα πρὸς τὴν διδασκαλίαν ἐπεστρέφοντο καὶ πάν‐
10τα καὶ φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα ἐνέργεια, τότε καὶ αὐτὸς ἐν ἐκείνῳ τῷ καιρῷ ἀκούσας εἰς δέος καὶ θάμβος κατ‐
έστη, ὡς ἄρα μήποτε ὁ ἸωάννηςColumn end
15ἀνέστη, ὃν αὐτὸς εἴη παρανόμως ἀνελών. ἐν λογισμοῖς γὰρ ὑπάρχων τοῦ διαπεπραγμένου αὐτῷ μύσους (τὸ γὰρ μέγεθος τῆς ἀρετῆς τοῦ ἀνδρός, τὸ ἀνυπέρβλητον ἄγος τοῦ
20τολμήματος εἰς λήθην ἐλθεῖν τὸν τολμήσαντα οὐ συνεχώρει τοῦ μιά‐ σματος)· ἐν τούτοις οὖν τὸν λογι‐ σμὸν μαστιζόμενος καὶ τῶν παρα‐ δόξων ἔργων τὴν ἀκοὴν ἐκπληττό‐
25μενος μόνον οὐ παρεῖναι τὸν ἀνῃρη‐ μένον καὶ δίκας εἰσπράττεσθαι τοῦ τολμήματος ἐφαντασιοῦτο. διὸ καὶ τοῖς παισὶ τὴν ὑπόνοιαν ἀνακοι‐ νοῦται οὐ θαρρῶν τοῖς ἄλλοις ἀπο‐
30καλύψαι τὴν ἀγωνίαν.Column end

63,col2

Ὁ μὲν Ἡρώδης πολλάκις ἀκούσας τὰ περὶ Χριστοῦ διὰ τὴν ἔμφυτον αὐτοῦ κακίαν τὴν ὑπάρ‐ χουσαν ἀεὶ τοῖς τυράννοις καὶ τὸν
5τῦφον, ὑπερεώρα καὶ κατεφρόνει τῆς φήμης. ὅτε δὲ λοιπὸν πάντες ἀκηκόασιν καὶ πρὸς τὴν διδασκα‐ λίαν ἔδραμον καὶ πάντα φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα
10ἐνέργεια, τότε ἀκούσας ἐφοβήθη λίαν λέγων· μήποτε Ἰωάννης ἀνέ‐ στη, ὃν ἐγὼ ἀπεκεφάλισα· ψοφο‐ δεὴς γὰρ ἡ μοχθηρία καὶ τοσοῦτον,
ὡς καὶ τοὺς νεκροὺς δεδοικέναι.

64

(loc)

Mt 14, 9—10

64,col1

Λυπεῖται ὁ Ἡρώδης μερι‐ ζόμενος εἰς δύο, τῇ μὲν τοῦ ἀνδρὸς ἀρετῇ ἀναστελλόμενος τῆς μιαι‐ φονίας, τῇ δὲ τῆς ὑποσχέσεως
5ἐπαγγελίᾳ οἰστρηλατούμενος πρὸς τὸν φόνον καὶ τῷ μὲν οἰκείῳ κεν‐ τούμενος συνειδότι, δεῖξαι δὲ τοῖς συνανακειμένοις φιλοτιμούμενος, ὡς εὔορκός τε εἴη καὶ οὐδενὸς φείδεται
10πρὸς ἀρέσκειαν αὐτῶν καὶ θερα‐ πείαν πράττων· εἰκὸς γὰρ τοὺς κόρης ἀσελγοῦς ἀσελγέσι σχήμασι καὶ κινήμασιν ἐκμεθυσθέντας μηδὲ τὸν μισθὸν ἀναβληθῆναι ἐπιτρέπειν
15τῆς ἐπὶ ταῖς τῆς φύσεως ἀκολα‐ σίαις καὶ ὕβρεσιν αὐτοὺς δεξιω‐ σαμένης. καὶ ὅρα ὡς τρυφὴ καὶ ἀνθρωποπαρέσκεια φόνον ἀπέτεκεν τὸν ὅρκον ποιησαμένη παραπέτα‐Column end
20σμα. εἰ δὲ τὴν σὴν ἐπεζήτησεν, ἄθλιε, κεφαλήν, τί ἂν διέπραξας; ἆρα τοὺς ὅρκους καὶ τοὺς συνα‐ νακειμένους ἀφοσιούμενος ἐξέτεμες ἄν; εἰ δὲ τῆς Ἡρωδιάδος αὐτῆς
25ὡς εἴθ’ ὤφελεν; ἀλλὰ τί ταῦτα λέγω; εἰ μισθὸν ᾔτησεν τῆς παρα‐ νόμου μίξεως τὴν φυγήν, ἆρα τὴν ἐπαγγελίαν ἐφύλαξας; καίτοι πόσα ὑπῆρχεν ἐν τούτῳ ἀγαθά· ἀλλ’ οὐκ
30ἂν οὐδ’ ἀπαλλάξαι καλῶς ἐπέτρε‐ ψας τὸ κοράσιον, ὅς γε πάλαι νου‐ θετοῦντα τὸν Ἰωάννην τὴν διά‐ ζευξιν ἀπέκτεινας ἄν, εἰ μὴ τοῦ πλήθους ἐπέσχεν ὁ φόβος· δι’ ὃ
35καὶ ἡ λύπη σου πλάσμα καὶ σχῆμα καὶ ὑπόκρισις· εἰ γὰρ ἦν τελεία καὶ ἀληθής, οὐδὲν ἦν τὸ κωλύον ἀλο‐ γῆσαι τῶν πεπλασμένων προφάσεων καὶ καθαρὸν ὀφθῆναι τῆς μιαιφο‐
40νίας.Column end

64,col2

Ἐλυπεῖτο ὁ Ἡρώδης μερι‐ ζόμενος τὴν ψυχήν· καὶ ποτὲ μὲν τοῦ ἀνδρὸς ἀρετὴν αἰδούμενος ἀνε‐ χαιτίζετο τῆς μιαιφονίας, ποτὲ δὲ
5τὴν ὑπόσχεσιν πληρῶσαι βουλό‐ μενος διηγείρετο πρὸς τὸν φόνον δεῖξαι βουλόμενος ὡς εὔορκός ἐστι καὶ οὐδενὸς φειδόμενος τῶν πρὸς
ἀρέσκειαν τῶν ἀνακειμένων.

65

(loc)

Mt 15, 1—6
1 Καὶ τί κοινωνεῖ τῷ τῶν Φαρισαίων ἐγκλήματι τῷ αἰτιωμένῳ τὸ ἄνιπτον τῶν χειρῶν ἡ τιμᾶσθαι δεῖν παρακελεύουσα τοὺς γονεῖς ἐντολή; φιλαργυρίαν νοσοῦντες οἱ πρεσβύτεροι καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμμα‐ τεῖς ἔχαιρον τῷ περιέργῳ τῶν παραδόσεων καὶ ὁρῶντες λυμαινομένην
5αὐτοῖς τὴν τιμᾶν τοὺς γονεῖς κελεύουσαν ἐντολὴν καὶ τὸν ἐσπουδασμένον αὐτοῖς πόρον ἐγκόπτουσαν τί μηχανῶνται; ἐπιτειχίζουσιν αὐτῇ τὴν πα‐ σῶν μείζονα ἐντολῶν τὴν «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου» καὶ τὰ ἑξῆς· οἱ γὰρ παῖδες οὐδὲν τῶν οἰκείων πόνων καὶ πόρων ἐνόμιζον ἴδιον εἶναι, ἀλλὰ πάντα τοῖς πατράσι προσεπόριζον δε‐
10διότες μὴ προσκρούσωσιν τῷ τιμᾶν τοὺς γονεῖς βουλομένῳ νόμῳ. ἐπέ‐ τρεψαν οὖν οἱ πρεσβύτεροι τοῖς παισὶ τοιαῦτα κηρύττειν καὶ προδια‐ μαρτύρεσθαι τῷ πατρὶ ἢ τῇ μητρὶ καὶ λέγειν πᾶν, ὃ ἐὰν ὠφεληθῇς, τοῦτ’ ἔστιν κερδαίνῃς, ἐξ ἐμοῦ καὶ πρὸς σῆς ὠφελείας εἶναι λογίσαιο, τοῦτο δῶρόν ἐστιν ἀφιερωθὲν ἤδη θεῷ παρ’ ἐμοῦ. καὶ λοιπὸν οἱ γονεῖς
15εὑρίσκοντο κρείττονι μαχόμενοι νόμῳ τῷ βουλομένῳ πάντων προτιμᾶ‐ σθαι θεὸν καὶ ἀναγκαίως παρεχώρουν μηδὲ ἐφάψασθαι τολμῶντες τῶν προεπηγγελμένων καὶ ἀνατεθέντων ὡς ἱερῶν. καὶ ταύτῃ τῇ μηχανῇ τοὺς γονεῖς ἀποστεροῦντες τῆς ὀφειλομένης τιμῆς τῶν ἀνοσίων λημμά‐ των τοῖς πρεσβυτέροις ἐκοινώνουν οἱ παῖδες. ὁ δὲ Μᾶρκος σαφέστερον
20τὸ δῶρον «κορβᾶν» εἶπεν, ὅπερ τῇ τῶν Ἑβραίων γλώττῃ σημαίνει τὴν προσφορὰν καὶ τὸ δῶρον τὸ ἀφιερωθὲν τῷ θεῷ· ἦσαν γάρ τινες, οἳ καθιεροῦν ἑαυτοὺς ἐσπούδαζον τῷ θεῷ. σπάνει δὲ χρημάτων ἀνακοπτόμενοι τὴν εἰς τοὺς γονεῖς αἰδῶ παρα‐ πόδισμα ἔχειν προετείνοντο· μόλις γὰρ σφίσι τε αὐτοῖς κἀκείνοις τὰ
25ζωαρκῆ πορίζεσθαι δύνασθαι. οἱ δὲ πρεσβύτεροι ἀνέπειθον παρ’ οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ θεόν· κἂν εἰ προσίοιεν οἱ γεγεννηκότες τὴν συν‐ ήθη παρ’ αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον, ὅτι ὅπερ ἂν ἐξ ἐμοῦ λάβοις τὸ θεῖον ἴσθι σοι παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς
30δῶρον ἐπήγγελμαι τῷ θεῷ· οἱ δὲ τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν λιμοῦ ἔχοντες. διὰ τί τοίνυν ἠκυρώσατε τὴν ἐντολήν; οὔτε γὰρ τῶν τῷ θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρω‐ πίνων καταρρᾳθυμητέον.

66

(loc)

Mt 15, 2—6
1 Οὐ δεῖ θαυμάζειν, εἰ τοῦ νόμου κωλύσαντός τινα ὡς πρὸς τὸν ἔξω ἄνθρωπον μᾶλλον ἀποβλέποντος ὁ κύριος ἡμῶν πρὸς τὸν ἔσω ἄνθρω‐ πον ποιούμενος τὴν διδασκαλίαν οὐκ ἐκώλυσεν αὐτά.

67

(loc)

Mt 15, 39
1 Ἵνα μὴ καθ’ ἑκάστην ποιῶν σημεῖα δόξῃ φιλόδοξος—τοῦτο γὰρ διήγειρε τοὺς ὄχλους ἀκολουθεῖν αὐτῷ—δεικνὺς τὸ ταπεινὸν ἑαυτοῦ
διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν ἀναχωρεῖ εἰς τὸ πλοῖον.

68

(loc)

Mt 16, 13—17

68,col1

Καὶ ἐπειδὴ οὐκ αὐτὸς ἐβού‐ λετο εἰπεῖν τὸ τῆς θεότητος ἀξί‐ ωμα, ἀλλ’ ἐκείνων τῆς γνώμης τὴν ψῆφον ἀνέμενεν· εἰ γὰρ εἶπεν αὐ‐
5τοῖς· τίνα με λέγουσιν τὸν υἱὸν τοῦ θεοῦ, ὕποπτος ἂν ἦν αὐτῶν ἡ ἀπόκρισις λεγόντων σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὡς ἄρα ἀκολου‐ θοῦντες τῇ φωνῇ τοῦ διδασκάλου
10τοῦτο εἶπον. ἐκείνου 〈δὲ〉 μηδὲν τοιοῦτον εἰπόντος καὶ ἐκείνων ἀπο‐ κρινομένων σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἐδείχθη κα‐ θαρῶς τοῦ οἰκείου εἶναι φρονή‐
15ματος τὴν θαυμασίαν ἐκείνην ἀπό‐ κρισιν. ἄλλως τε δὲ ἐπειδὴ προῄδει ὁ πάντα εἰδὼς τὸν Πέτρον καὶ τοὺς μαθητὰς μέλλοντας αὐτὸν υἱὸν ὁμολογεῖν τοῦ θεοῦ τοῦ
20ζῶντος, αὐτὸς τὸ τῆς οἰκονομίας προλαμβάνει καὶ ἀνθρώπινον ἑαυ‐ τὸν ὁμολογεῖ, ἵνα διά τε τῆς οἰκείας φωνῆς διά τε τῆς τῶν μαθητῶν ἀποκρίσεως τῶν δύο φύσεων πα‐
25ραστήσῃ τὴν ἀλήθειαν τῆς θεότη‐ τος καὶ τῆς ἀνθρωπότητος, καὶ ἐμφράξῃ τῶν αἱρετιζόντων τὰ στό‐ ματα τῶν τε ψιλὸν ἄνθρωπον αὐτὸν βλασφημεῖν μελλόντων καὶ
30τῶν ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι μυθολογούντων. βεβαιοτάτην δὲ καὶ τὴν τῶν μαθητῶν ἀπόκρισιν ποι‐ εῖται τοῦ πατρὸς αὐτὴν ἐπιμαρτυ‐ ρόμενος εἶναι ἀποκάλυψιν, ὥστε,
35ὅτι μὲν θεοῦ υἱὸς οἵ τε ἀπόστολοι ἔφασαν καὶ ὁ πατὴρ ἀπεκάλυψεν καὶ ὁ υἱὸς ἐπιμαρτυρήσας συνω‐ μολόγησεν· ὅτι δὲ ἄνθρωπος, αὐτὴ ἡ ἀλήθεια ὁ υἱὸς ὁμολογήσας ἐξήρ‐Column end
40κεσεν· τὸ μὲν γὰρ ἄγνωστον τοῖς πολλοῖς καὶ πλείονος ἔδει παρα‐ στάσεως, τὸ δὲ πᾶσιν ἑορᾶτο καὶ μόνη ἐξήρκει ἡ τοῦ φοροῦντος ὁμο‐ λογία καὶ συγκατάθεσις. τὸ δὲ
45σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυ‐ ψέν σοι ἀντὶ τοῦ· οὐδὲν σαρκικὸν καὶ γήινον ἤδη περὶ ἐμὲ φανταζο‐ μένῳ, ἀλλ’ ἀνωτέρω τῆς τῶν πολ‐ λῶν καὶ χαμαὶ συρομένων δόξης

68,col1

(50)

γεγονότι ἀπεκάλυψέν σοι καὶ τὴν ὑψηλοτάτην καὶ οὐράνιον γνῶ‐ σιν ὁ πατήρ, τὸ ἐπιγνῶναί σε, ὅτι φύσει καὶ ἀληθῶς εἰμι υἱὸς τοῦ
ζῶντος θεοῦ.Column end

68,col2

Οὐκ ἐβούλετο εἰπεῖν τὸ τῆς θεότητος ἀξίωμα, ἀλλὰ τὴν τῶν μαθητῶν ἀνέμενε γνώμην καὶ μαρ‐ τυρίαν περὶ αὐτοῦ· εἰ γὰρ ἔλεγεν·
5τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν υἱὸν τοῦ θεοῦ, κολακείας ἂν ἦν ἡ τῶν μαθητῶν ἀπόκρισις, ὅτι
σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.

69

(loc)

Mt 16, 25—17, 1

69,col1

Εἰπὼν ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτο, εὑρήσει αὐτὴν προθυμοτέρους καὶ εὐέλ‐ πιδας ποιῶν τοὺς ἀκροατὰς ἐπά‐
5γει· μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δό‐ ξῃ αὐτοῦ· εἰ γὰρ καὶ νῦν τὴν ἑκούσιον κένωσιν καὶ τὸ ταπεινὸν τῆς σαρκὸς ὁρῶντες οὐδὲν μέγα
10δύνασθε διανοηθῆναι περὶ ἐμοῦ, ἀλλ’ οὖν αὐτὸς ἐγώ εἰμι ὁ τὰ ἐπηγγελμένα πληρώσων· μέλλει γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώ‐ που ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ
15πατρὸς αὐτοῦ, τοῦτ’ ἔστιν τὸ
ἀξίωμα δεικνὺς τῆς θεότητος, οὐ μὴν ἀποτιθέμενος τὸ ἀνθρώπινον· διὰ τοῦτο γάρ φησιν ὁ υἱὸς τοῦ ἀνθρώπου· καὶ γὰρ μετὰ τοῦ προσ‐Column end
20λήμματος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ ἤτοι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. καὶ τότε ἔσται τὰ εἰρημένα πέρας λαμβά‐ νοντα· ἀποδώσει γὰρ ἑκάστῳ
25οὐ κατά τινα προσπάθειαν ἢ ἀντι‐ πάθειαν οὐδὲ καθ’ ὕφεσιν ἢ φιλο‐ τιμίας ἐπίδειξιν τῆς ἴσης γνώμης καὶ δικαίας ἀποκλινόμενος, ἀλλ’ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,
30ἅτινα οἷάπερ ἐστίν, τοιαύτην καὶ τὴν ἀμοιβὴν ἐφελκύσει· ἀγαθὰ μέν, ἀγαθήν· φαύλην δέ, φαῦλα. εἶτα πιστούμενος τὰ εἰρημένα οὐ μα‐ κράν, φησίν, ἔσται ὑμῖν ἡ πληρο‐
35φορία· καὶ γάρ τινες τῶν μεθ’ ὑμῶν νυνὶ παρόντων οὔπω θα‐ νόντες ὄψονταί με παραγυμνοῦντα καὶ ἐμφανίζοντα τῆς μελλούσης βασιλείας μου τὴν δόξαν καὶ τὸ
40ἀξίωμα. ὃ καὶ μεθ’ ἡμέρας ἓξ προοιμιαζόμενος καὶ πιστούμενος ἐκείνην ἐπετέλεσεν μεταμορφωθεὶς ἐνώπιον Πέτρου καὶ Ἰωάννου
καὶ Ἰακώβου.Column end

69,col2

Ὃς δ’ ἂν ἀπολέσῃ, φησίν, τὴν ψυχὴν αὐτο, εὑρήσει αὐτήν. εὐέλπιδας ἡμᾶς ποιῶν καὶ καρτερικοὺς ἐπάγει· μέλλει γὰρ
5ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχε‐ σθαι ἐν τῇ δόξῃ αὐτοῦ· εἰ γὰρ νῦν οὐδὲν μέγα δύνασθε διανοη‐ θῆναι περὶ ἐμοῦ διὰ τὴν τῆς σαρ‐ κὸς ταπείνωσιν, ἀλλ’ οὖν αὐτὸς
10ἐγώ εἰμι ὁ μέλλων ἐλθεῖν μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ
πατρός μου.

70

(loc)

Mt 17, 6

70,col1

Ἐπειδὴ τῆς θεότητος οἱ ἀπό‐ στολοι παραγυμνούμενον ἐθεάσαντο τὸ ἀξίωμα καὶ τῆς πατρικῆς ἐκεί‐ νης φωνῆς ἐνωτίσθησαν τὴν ἀκρί‐
5βειαν καὶ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν εἶδον ἄνδρας τῆς ἀνθρω‐
πίνης ἀρετῆς τὴν πρώτην τάξιν ἐπέχοντας δουλοπρεπῶς παρεστη‐ κότας, ἀνῆλθον εἰς τελειοτέραν καὶColumn end
10θειοτέραν ἔννοιαν τὴν περὶ τοῦ δεσπότου, ὡς ἄρα ἀληθῶς οὗτός «ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», οὗτός ἐστιν ὁ μέλλων ἔρχεσθαι, οὗτος «ὁ θεὸς τῶν πα‐
15τέρων», «ὁ κριτὴς ζώντων καὶ νε‐
κρῶν».Column end

70,col2

Ἐπειδὴ τὸ τῆς θεότητος ἀξί‐ ωμα παραγυμνούμενον ἐθεάσαντο οἱ ἀπόστολοι καὶ τῆς τοῦ πατρὸς φωνῆς ἤκουσαν, εἶδον δὲ τὸν Μωυσῆν
5καὶ τὸν Ἠλίαν δουλοπρεπῶς παρ‐ εστηκότας, εἰς τελειοτέραν ἀνήχθη‐
σαν ἔννοιαν περὶ τοῦ σωτῆρος καὶ ὡς ἄρα ἀληθῶς οὗτός «ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραὴλ»
10καὶ ὁ μέλλων ἔρχεσθαι, οὗτος «ὁ θεὸς τῶν πατέρων ἡμῶν», «ὁ κριτὴς
ζώντων καὶ νεκρῶν».Column end

71

(loc)

Mt 17, 9—12
1 Εἶτα καλῶς ἐν τῇ καρδίᾳ ταῦτα πηξάμενοι μόνον οὐ λέγουσιν· ἰδοὺ ὁρῶμεν καὶ πεπείσμεθα, ὅτι σὺ εἶ καὶ οὐκ ἄλλος ὁ ἐρχόμενος θεὸς ἡμῶν καὶ λυτρωτὴς καὶ κριτὴς καὶ ἡ προσδοκωμένη παρουσία σου ἐνέστηκεν. πῶς οὖν λέγουσιν οἱ γραμματεῖς, ὅτι Ἠλίαν δεῖ ἐλ‐
5θεῖν πρῶτον; ἔλεγον δὲ τοῦτο οἱ Ἰουδαῖοι καὶ περιέφερον ἀνατρέπειν πειρώμενοι τὴν ἐνεστῶσαν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ πρὸ ταύτης ὀφείλοντος ἐλθεῖν τοῦ Ἠλίου. οἱ δὲ ἀπόστολοι προήνεγκαν τοῦτο οὐχ ὡς αὐτοὶ διστάζοντες· τοὐναντίον γὰρ λίαν ἦσαν πεπεισμένοι καὶ πολλὴν εἰληφότες τὴν πληροφορίαν καὶ ἔνθερμοι τὴν γνώμην τοῖς ἠκουσμένοις
10καὶ ἑωραμένοις. διὸ καὶ καταβαίνοντες εὐθὺς ἀπὸ τοῦ ὄρους ἐποιή‐ σαντο τὴν ἐρώτησιν οὐδεμίαν ἀναβολὴν ταύτης ποιησάμενοι· προσά‐ γουσιν δὲ τῶν γραμματέων τὸν λόγον, ἵνα μὴ μόνον αὐτοὶ ὦσι πεπει‐ σμένοι ἅτε γεγονότες θεαταὶ τῶν φρικτῶν καὶ ἀπορρήτων, ἀλλ’ ἵνα καὶ τοῖς ἄλλοις ἐπειδὰν βούλωνται ταῦτα κηρύσσειν καὶ ἀποκαλύπτειν καὶ
15διδάσκειν μὴ ἔχωσιν μηδὲ τὸν παρὰ τῶν γραμματέων λόγον προφερό‐ μενον ἀντιπίπτοντα. διὸ καὶ ὁ κύριος τὸ πρόθυμον αὐτῶν τῆς περὶ τὰ θεαθέντα διηγήσεως εἰδὼς τέως ἐπέχει εἰς τὸν μετὰ τὴν ἀνάστασιν καιρὸν ἀνατιθεὶς τῶν ὑψηλοτέρων καὶ θαυμασιωτέρων τὴν διήγησιν. οὐ ποιεῖται δὲ τοῖς γραμματεῦσιν οἰκείαν τῆς δοκούσης ἀπορίας ὁ δεσπότης
20τὴν ἐπίλυσιν δεικνύς, ὅτι οὐδὲν ἡ λύσις τοὺς γραμματεῖς βελτιώσει· οὐ γὰρ ἀγνοίᾳ τοῦ ἀληθοῦς, κακουργίᾳ δὲ καὶ ἀπονοίᾳ γνώμης τοῦτο προέφερον· οὓς γὰρ τηλικούτων θαυμάτων ἐνάργεια οὐκ ἐδυσώπησεν, ἀλλ’ εἰς μείζονα φθόνον ἐξέκαυσεν, οὐδὲ τοσαύτης διδασκαλίας χάρις ἐπέστρεψεν. τί ἂν εἰργάσατο ἑνὸς οὐδ’ ἀπορίαν ἔχοντος λόγου, ἀλλ’ ὑπ’
25αὐτῶν κακουργουμένου διασάφησις; ἐπάγει γοῦν διὰ τοῦτο τὴν λύσιν οὐκ αὐτοῖς Ἰουδαίοις, ἀλλὰ τοῖς ἀποστόλοις ἁρμόζουσαν, ὅτι ἐλεύσεται μέν, ὃν λέγουσιν Ἠλίαν καὶ ἀποκαταστήσει πάντα, ἀλλ’ ἤδη καὶ ὁ τοῦ Ἠλία ὁμοιότροπος ἦλθεν καὶ μυρία κακὰ ἐποίησαν αὐτόν. μὴ οὖν σεμνυνέσθωσαν ἐπὶ τῷ λέγειν Ἠλίαν δεῖ ἐλθεῖν· οἱ γὰρ τὸν
30ὁμοιότροπον οὕτω διαθέντες κἀκεῖνον, εἰ νῦν παρεγένετο, οὐκ ἂν μὴ ὁμοίως κακοποιῆσαι ἐφείσαντο, οἵ γε οὐ μόνον τὸν ὁμοιότροπον τοῦ Ἠλία, ἀλλὰ καὶ αὐτὸν τὸν ἑκατέρου δεσπότην σταυρῷ καὶ θανάτῳ παραδοῦναι συνειδῶσιν. φησὶ δὲ καὶ οὐκ ἐπέγνωσαν αὐτόν. οὐκ ἠθέλησαν γνῶναι αὐτόν, ἀλλὰ καὶ μηδεμίαν λέγειν ἔχοντες αἰτίαν κατ’
35αὐτοῦ πάντα, ὅσα ἐπέτρεπεν ἡ πονηρὰ αὐτῶν γνώμη, εἰς αὐτὸν διεπρά‐ ξαντο. ἐνέβαλλον ὡς κακοῦργον εἰς δεσμωτήριον, μισθὸν ὀρχήσεως τὴν ἐκείνου ζωὴν ἐποιήσαντο, τὴν κεφαλὴν ἐξέτεμον, ἐνύβρισαν καὶ μετὰ θάνατον ἐπὶ πίνακος ὡς ἐνόμιζον θριαμβεύοντες. ἀλλὰ πῶς ἔφη ἐποίησαν; ταῦτα γὰρ Ἡρώδης μόνος ἐποίησεν. οὐ μὲν οὖν μόνος
40Ἡρώδης, ἀλλὰ καὶ οἱ συνανακείμενοι αὐτῷ, δι’ οὓς μᾶλλον καὶ τὴν σφαγὴν ἐξειργάσατο· εἰ γὰρ ἐκεῖνοι μὴ συνέτρεχον, οὐκ ἂν ἡ μιαιφονία ἐξείργαστο τοῦ Ἡρώδου ἤδη πρὸς τὴν τοῦ ἀνδρὸς 〈σφαγὴν〉 ὑποστελλο‐ μένου· εἰ γὰρ πρώην εἰς τὴν τοῦ θείου σφαγὴν ὡρμημένος ὅμως τῷ δέει τοῦ πλήθους ἐπεσχέθη, ὅτε καὶ αὐτὸς εἰς αἴσθησίν τινα τῆς θαυμα‐
45σιότητος ἐληλάκει τοῦ ἀνδρὸς καὶ λύπην ἐπὶ τῇ προπετείᾳ τῆς ὑπο‐ σχέσεως ἐπεδείκνυ, πῶς οὐκ ἂν εὐκόλως ἐπεσχέθη τῶν συνανακειμένων διαγανακτούντων· οἱ δὲ τοσούτου ἐδέησαν τοῦ ἐπισχεῖν, ὥστε μονονουχὶ καὶ αὐτόχειρες γεγόνασιν, εἴπερ τὸ ἀρεστὸν αὐτῶν ποιῶν ὁ Ἡρώδης τὴν μιαιφονίαν ἀπειργάσατο.

72

(loc)

Mt 17, 11—13

72,col1

Ἠλίας ὁ Ἰωάννης οὐ τῷ ὀνόματι, ἀλλὰ τῷ παραπλησίῳ τῆς πράξεως· καὶ γὰρ ἑκάτερος τῆς δεσποτικῆς παρουσίας πρόδρομος,
5εἰ καὶ ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ὅτι καὶ κατὰ τὰ ἄλλα πολλὴν τὴν ὁμοιότητα εἶχον· ἑκάτερος γὰρ αὐτῶν τοὺς θορύβους
καὶ τὰς πόλεις καὶ τὰ δικαστήρια καὶColumn end
10πάντα τὸν ἐκεῖθεν ἐξέφυγεν ὄχλον. ᾤκει τὸν Κάρμηλον Ἠλίας, ἐν τῇ ἐρήμῳ διέτριβεν ὁ Ἰωάννης· ἄσκευον βίον ἐδίωκεν ὁ Ἰωάννης, ἀφρόν‐ τιστον εἶχεν ὁ Ἠλίας μηδὲ τῆς
15ἐφημέρου τροφῆς μεριμνῶν, παρ‐ θενείας ἑκάτερος φύλαξ καὶ πολλὴ 〈οὖν〉 ἡ ὁμοιότης. διὸ οὐ μόνον νῦν ὁ Ἰωάννης εἰς τὴν τοῦ Ἠλία ὁμοιότητα παραλαμβάνεται, ἀλλὰ
20καὶ ἀλλαχοῦ ἐμφαντικώτερον ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι»· καὶ γὰρ τοῦτο δηλοῖ, ὅτι τῷ μέλ‐ λοντι ἔρχεσθαι Ἠλίᾳ ὁ αὐτός ἐστιν
25κατά τε τὴν ὁμοιότητα καὶ ταυτό‐ τητα τῆς διακονίας ὁ Ἰωάννης· πρόδρομός τε γὰρ ὡς ἔφην ἑκά‐ τερος τῆς δεσποτικῆς παρουσίας καὶ κατὰ τὴν ὁμοιότητα καὶ οἰκείω‐
30σιν τῆς θαυμασίου πολιτείας. ὅταν οὖν λέγῃ Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει, τὸν Ἠλίαν λέγει τὸν ὄντα τῷ τε πράγματι καὶ τῷ ὀνόματι· ὅταν δὲ λέγῃ Ἠλίας
35ἤδη ἦλθεν τὸν Ἰωάννην μὲν τῷ ὀνόματι λέγει, Ἠλίαν δὲ τῷ πράγ‐ ματι τὴν πρὸς ἀλλήλους δεικνὺς ὁμοιότητα. ὡσαύτως δὲ καὶ ὅταν λέγῃ «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων
40ἔρχεσθαι» τὸν τῷ πράγματι Ἠλίαν γεγενημένον φησίν, ὃς διὰ τὴν σφο‐ δρὰν ὁμοιότητα, ἣν πρὸς τὸν μέλ‐ λοντα ἔρχεσθαι κέκτηται, Ἠλίας καλεῖται· τὸ γὰρ ὁ μέλλων ἔρ‐
45χεσθαι τοῦτο δηλοῖ, οἷον ὁ διὰ τὴν τοῦ μέλλοντος ἔρχεσθαι ὁμοιό‐ τητα καὶ οἰκειότητα καὶ τὴν κλῆσιν
αὐτοῦ ὑποδὺς αὐτός ἐστιν.Column end

72,col2

Οὐ τῷ ὀνόματί ἐστιν Ἠλίας ὁ Ἰωάννης, ἀλλὰ τῇ ὁμοιότητι τῶν πράξεων· καὶ γὰρ ἀμφότεροι πρό‐ δρομοι ἐτύγχανον τῆς τοῦ Χριστοῦ
5παρουσίας, ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας, καὶ ἀμφότεροι τοὺς πολιτικοὺς θορύβους ἐξέφυ‐ γον. καὶ ὁ μὲν Ἠλίας ᾤκει τὸν
Κάρμηλον, ὁ δὲ Ἰωάννης ἐν τῇ
10ἐρήμῳ διέτριβε καὶ κατὰ τὰ ἄλλα δὲ πλείστη ἐτύγχανεν αὐτοῖς ἡ ὁμοιότης. καὶ τοῦτο δηλοῖ ὁ Χρι‐ στὸς λέγων, ὅτι ἦλθεν Ἠλίας, ἀλλ’ οὐκ ἔγνωσαν αὐτόν, τοῦτ’
15ἔστιν ὁ Ἰωάννης ὁ κατὰ πάντα
ὅμοιος αὐτῷ.

73

(loc)

Mt 17, 19—21

73,col1

Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τὸν δαιμονιζόμενον τρία ᾐτιάσατο· τὴν ἀπιστίαν τῶν παρεστώτων καὶ δια‐ στροφὴν τῆς γνώμης, τὴν περὶ τὰ
5σημεῖα τῶν μαθητῶν ὀλιγοπιστίαν, τὴν τοῦ δεομένου τῆς ἰάσεως γαστρι‐ μαργίαν καὶ ἀδηφαγίαν καὶ τὸ ἐρρᾳ‐ θυμημένον εἰς προσευχήν· ἐνίοτε γὰρ καὶ ἡ τῶν προσιόντων μόνη
10διάθεσις σφοδρὰ καὶ σύντονος οὖσα ἐκβιάζεται τὴν ἴασιν, ἄλλοτε δὲ τοῦ ἰατροῦ ἡ ἄφατος ἰσχὺς καὶ ἡ δύναμις, ἐνιαχοῦ δὲ καὶ τῶν ὁρών‐ των καὶ παρεστώτων ἡ ἐπιστροφὴ
15καὶ ἡ σωτηρία. εἰπὼν οὖν ὁ δεσπό‐ της τοῦτο δὲ τὸ γένος οὐκ ἐξ‐ έρχεται δύο τινὰ παρεδήλωσεν καὶ τοὺς μαθητὰς παρεμυθήσατο· μὴ νομίσητε, φησίν, ὅτι τὸ πᾶν τῆς
20ὑμῶν ὀλιγοπιστίας γέγονεν, ἀλλὰ μέγα γέγονεν ἐμπόδιον εἰς τὴν σφῶν αὐτῶν σωτηρίαν τὸ γαστρίμαργον καὶ πρὸς εὐχὴν ἀφιλόπονον τῶν δεομένων τῆς ἰάσεως. πάλιν δὲ καὶ
25θεραπείας παρέδωκεν θείαν καὶ σοφὴν ὄντως μέθοδον τὴν νηστείαν καὶ προσευχὴν τῶν πασχόντων, δι’ ὧν οὐ μόνον δαιμόνων ἐπηρείας, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν ἀπαλλα‐
30γῆναι δυνάμεθα.Column end

73,col2

Τοῦ μὴ τυχεῖν τῆς ἰάσεως τρία εἰσὶν αἴτια, ἀπιστία τῶν παρ‐ εστώτων καὶ ἡ περὶ τὰ θαύματα ὀλιγοπιστία τῶν μαθητῶν καὶ ἡ
5τοῦ δαιμονιζομένου γαστριμαργία
καὶ ἀδηφαγία.Column end

74

(loc)

Mt 18, 8—9

74,col1

Εἰπὼν περὶ τῶν σκανδάλων
καὶ ταλανίσας τὸν κόσμον διὰ τὴν ἐπισπορὰν καὶ τὸν πληθυσμὸν αὐ‐ τῶν ταλανίζει καὶ τὸν ἄνθρωπονColumn end
5τὸν ἐργάτην καὶ εἰσαγωγέα αὐτῶν. δείκνυσι διὰ τοῦ ταλανισμοῦ, ὅτι οὐ μόνον οὐ προσῆκεν τῶν σκαν‐ δάλων εἶναι ἡμᾶς αὐτουργούς, ἀλλ’ οὐδὲ τοὺς ταῦτα πράττοντας ἀπο‐
10δέχεσθαι, ἀλλὰ ταλανίζειν καὶ ἐκ‐ τρέπεσθαι αὐτούς· ἡ γὰρ μετ’ αὐτῶν φιλία καὶ συναναστροφὴ εἰς μίμησιν κατὰ μικρὸν ἐκκαλεῖται καὶ πρᾶξιν τὴν αὐτήν. εἶτα ἵνα μή
15τις εἴπῃ, τί δέ; ἂν φίλος ᾖ ὁ τοιοῦτος, ἂν τῶν συγγενῶν ὁ ἐπέ‐ ραστος, ἂν τῶν συνοικούντων ὁ τιμιώτατος, πῶς καὶ τοῦτον χρὴ ἀποστρέφεσθαι, ἐπάγει αὐτὸς τὴν
20τοιαύτην ἀμφισβήτησιν προφθάσας καὶ τὸν λογισμὸν ἐκτεμῶν, ὅτι κἂν φίλος ᾖ ὥστε ἐν τάξει αὐτὸν ἔχειν σε ὀφθαλμοῦ καὶ δι’ αὐτοῦ πολλὰ δοκεῖν τῶν χρησίμων σοι καθορᾶν,
25κἂν συγγενής, ὥστε τόπον αὐτὸν ἔχειν χειρὸς καὶ συνεργὸν εὑρί‐ σκειν ἐν πολλοῖς, κἂν ἄλλος τίς ἐστιν, δι’ οὗ σοι πᾶσα ἡ κατὰ τὸν βίον ἐξομαλίζεται τρίβος, ὅστις ἂν
30οὖν ᾖ τοῦτόν σοι διακείμενος τὸν τρόπον, ὅμως δὲ σκανδάλων ἐστὶν ἐργάτης καὶ δημιουργός, ἔκκο‐ ψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, ἀποκολλήθητι αὐτοῦ, φύγε τῆς
35αὐτοῦ συναναστροφῆς τὴν βλάβην καὶ τὸν μεταλαμβανόμενον ἰόν. ἂν δὲ τοὺς οὕτως ἡμῖν κατὰ τὸν βίον
χρησίμους βλάβην προξενοῦντας ψυχικὴν ἐκτρέπεσθαι χρή, πῶς οὐColumn end
40πολλῷ πλέον τοὺς μετὰ τῆς ψυχι‐ κῆς βλάβης μηδὲ συμφέρον τι κατὰ
τὸν βίον συνεισάγοντας ἡμῖν.Column end

74,col2

Πλεῖστα περὶ τῶν σκανδάλων
εἰπὼν ὁ σωτὴρ καὶ θρηνήσας τὸν κόσμον, θρηνεῖ καὶ τὸν ἄνθρωπον ὡς ἐργάτην τῶν κακῶν δεικνύς,
5ὅτι οὐ μόνον χρὴ τὰ σκάνδαλα ἐκφεύγειν καὶ ἀποτρέπεσθαι, ἀλλὰ καὶ τοὺς τοιαῦτα πράσσοντας μὴ ἀποδέχεσθαι· τὴν γὰρ μετὰ τούτων ἀναστροφὴν εἰς μίμησιν αὐτῶν ἐκκα‐
10λεῖσθαι τοὺς ἀνθρώπους ἀναγ‐ καῖον.
30 Κἂν φιλικῶς εἴη τις πρός σε διακείμενος, εἴη δὲ ἐργάτης τε καὶ δημιουργὸς τῶν κακῶν, ἀποκολλή‐ θητι αὐτοῦ τὴν βλάβην ἐκκλίνων τῆς ψυχῆς καὶ τὸν ἐκ τῆς συνουσίας
35αὐτοῦ ἰόν.

75

(loc)

Mt 18, 15—18

75,col1

Ὑπὸ μεγάλην κατάκρισιν ἀγα‐ γὼν τοὺς σκανδαλίζοντας καὶ ἁμαρ‐ τάνοντας εἰς τοὺς πλησίον νῦν τρέ‐ πει τὸν λόγον καὶ εἰς τοὺς ἠδι‐
5κῆσθαι νομιζομένους καί φησιν· καὶ σὺ δὲ αὐτὸς ὁ ἠδικῆσθαι καὶ ἠτιμῶσθαι νομίζων μὴ ἀναπέσῃς μηδὲ τὴν εἰς σὲ τοῦ πλησίον ἁμαρ‐ τίαν ζημίαν ποιήσῃς· δύνασαι ταύ‐
10την καὶ εἰς μέγα κέρδος καταστῆ‐ σαι. πῶς καὶ τίνα τρόπον; ἂν ἀπελ‐ θὼν εἰς τὸν ἁμαρτήσαντα ἐπιδεί‐ ξῃς αὐτῷ τὸ ἁμάρτημα, παραστή‐ σεις αὐτῷ τὸν διὰ τοῦ πράγματος
15ἔλεγχον· πολλοὶ γὰρ κατὰ τὸν και‐ ρὸν τοῦ πάθους ἐπισκοτιζόμενοι τῇ ἐκεῖθεν ἀχλύι οὐδὲν τῶν πραττο‐ μένων συνιδεῖν ἠδυνήθησαν, ὕστε‐ ρον δὲ τῆς συγχύσεως ἐκείνης
20ἀπαλλαγέντες καὶ καθ’ ἑαυτοὺς γεγονότες ἐν συναισθήσει λοιπὸν τῆς ἀτοπίας γεγόνασιν, οἳ καὶ μι‐ κρᾶς προφάσεως ἐπιλαβόμενοι τὸ πᾶν τοῦ πταίσματος διωρθώσαντο.
25σὺ δὲ κἂν σκληρότερός τις ᾖ διορ‐ θώσεως μηδὲ πρὸς ἐκεῖνον ἀμε‐ λήσῃς, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς ἄπελθε δεικνὺς αὐτῷ τὸ ἁμάρ‐
τημα καὶ ἐκκαλούμενος αὐτὸν εἰςColumn end
30ἐπιστροφὴν καὶ διόρθωσιν· μέγα γὰρ τὸ ἐντεῦθέν σοι κέρδος, εἰ σωτὴρ ὀφθήσῃ τοῦ ἀδελφοῦ· κερ‐ δαίνει μὲν γὰρ κἀκεῖνος τὴν ἀπαλλα‐ γὴν τῆς ἁμαρτίας, οὐ τοιοῦτον δὲ
35κέρδος οἷον τὸ σὸν τὸ σωτῆρα γε‐ νέσθαι τοῦ ἀδελφοῦ. διὸ καὶ τοῦ μείζονος κέρδους μνημονεύει ἐκέρ‐ δησας λέγων τὸν ἀδελφόν σου· ἂν δὲ μὴ θέλῃ μεταμεληθῆναι, τί;
40καὶ οὕτως μὲν αὐτὸς τῆς σπουδῆς καὶ προαιρέσεως τὸ κέρδος ἀναφ‐ αίρετον ἔχεις, λαμβάνεις δὲ καὶ ἑτέρας ἐξουσίας ἄφατον ἰσχύν. τίνα ταύτην; κύριος καθίστασαι τῆς τοῦ
45ἡμαρτηκότος τιμωρίας καὶ τὰς σὰς περὶ αὐτοῦ ψήφους ἔχεις τὸν κοι‐ νὸν ἐπικυροῦντα δεσπότην· ὃ ἂν γὰρ δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. εἶδες εἰς ὅσον ἡμᾶς ἡ ἀρετὴ

75,col1

(50)

καὶ ἡ ἀνεξικακία ἀναβιβάζει ἀξίω‐ μα. ἰσοστασίους τοῦ Πέτρου ἐργά‐ ζεται, εἰς τῶν μαθητῶν καταλέγει τὸν χορόν. εἶτα οὐ μόνον τῆς τι‐ μωρίας τὴν ἐξουσίαν ἐγχειρίζει σοι,
55φησίν, ἀλλὰ καὶ τῆς ἀφέσεως, σοί τε τῷ ἠτιμωμένῳ οὐ μόνον τῆς ἀτιμίας πολλαπλασίονα τὴν παρα‐ μυθίαν συλλέγων, ἀλλὰ καὶ ἀσύγ‐ κριτον τὴν ἐξουσίαν κατὰ τοῦ προ‐
60πηλακίσαντος παρέχων κἀκεῖνον πανταχόθεν συνελαύνων ἐπὶ σὲ τὸν ἠδικημένον καταφεύγειν καὶ τῆς παρὰ σοῦ προστασίας καὶ ἐπικου‐ ρίας δεῖσθαι, εἴγε σου μὲν λύοντος
65λέλυται καὶ ἐν οὐρανοῖς, δε‐ σμοῦντος δέ, δέδεται. καὶ οὐκ εἶπεν λυθήσεται καὶ δεθήσεται, ἀλλ’ ἐπὰν λύσῃς, λέλυται καὶ ἐξαυτῆς εὑρὼν
τὴν λύσιν λελυμένος εὑρεθήσεταιColumn end
70καὶ ἐν οὐρανοῖς καὶ ἐὰν δήσῃς, δέδεται καὶ δεδεμένος ἀπ’ ἐκεί‐ νου τοῦ χρόνου ἔσται καὶ ἐν οὐρα‐ νοῖς, δεικνὺς τὸ σφοδρὸν καὶ ἀπα‐ ράβατον τοῦ δεσμοῦ καὶ τῆς λύσε‐
75ως. ἀκούσωμεν, ἀγαπητοί, νήφου‐ σιν λογισμοῖς καὶ ἐννοήσωμεν ὅσον ἡμῖν τὸν καρπὸν ἡ μακροθυμία καὶ ἡ πραότης καὶ ἡ τῶν δεσποτικῶν
ἐντολῶν φυλακὴ προξενεῖ.Column end

75,col2

Τοὺς σκανδαλίζοντας τὸν πλη‐ σίον ἀποτρεπόμενος ὁ σωτὴρ νῦν παραμυθεῖται τοὺς σκανδαλιζομέ‐ νους καὶ λέγει πρὸς αὐτούς· μὴ
5καταπέσητε ἐννοοῦντες ἣν ὑπέστητε ἀδικίαν, ἐπεὶ δυνατόν ἐστιν εἰς μέγα κέρδος μεταστῆσαι. πῶς δὲ τοῦτο γενήσεται; εἰ τὸν ἀδικήσαντά σε κατ’ ἰδίαν ἐλέγξεις δεικνύων αὐτῷ
10τὸ ἁμάρτημα· μετανοοῦντος γὰρ ἐκείνου ἐφ’ οἷς ἔπραξεν εἰς σὲ μέγα σοι κέρδος γενήσεται, σοῦ τε διαλλαγέντος πρὸς αὐτὸν κἀκείνῳ
συγχωρηθέντος τοῦ ἁμαρτήματος.
49ὁρᾷς εἰς ὅσον ἡμᾶς ἡ ἀνεξικακία

75,col2

(50)

καὶ ἡ πρὸς τοὺς ἁμαρτάνοντας συγχώρησις ἀναβιβάζει ἀξίωμα· ἰσοστασίους γὰρ Πέτρῳ πεποίηκε καὶ τοῖς λοιποῖς ἀποστόλοις συνη‐ ρίθμησεν· εἶτα οὐ μόνον τῆς τι‐
55μωρίας τὴν ἐξουσίαν ἐγχειρίζεταί σοι, ἀλλὰ καὶ τῆς ἀφέσεως καὶ πολλαπλασίονα τὴν τιμὴν χαρίζεται. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ παν‐ ταχόθεν τὸν ἀδικήσαντα συνελαύ‐
60νει ἐπὶ σὲ τὸν ἠδικημένον κατα‐ φεύγειν καὶ τῆς παρὰ σοῦ προστα‐ σίας καὶ ἐπικουρίας δεῖσθαι, εἴπερ σοῦ μὲν λύοντος λύεται καὶ ἐν τοῖς οὐρανοῖς, δεσμοῦντος δὲ δεσμεῖ‐
65ται ἐν τοῖς οὐρανοῖς.

76

(loc)

Mt 19, 16—24
1 Ἀγαθὰ ἐνόμιζεν ὁ νεανίσκος καὶ τὸν πλοῦτον καὶ τὰ χρήματα, μᾶλλον δὲ ταῦτα πρὸ τῶν ἄλλων· ἔθος γὰρ τοῖς ἀνθρώποις ἐκεῖνα ἡγεῖ‐ σθαι ἀγαθά, πρὸς ἃ ἂν ὦσιν αὐτοὶ ἐρωτικῶς καὶ περιπαθῶς διακείμενοι. διὸ καὶ ὁ πλούσιος ἐκεῖνος ἔλεγεν· «ἔχεις πολλὰ ἀγαθά· φάγε» καὶ «πίε»
5μετρῶν τὴν εὐδαιμονίαν βρώμασι καὶ πόμασι καὶ γαστριμαργίᾳ καὶ ταῦτα νομίζων ἀγαθά. οὕτως οὖν καὶ ὁ νεανίσκος οὗτος ὁ πλούσιος ἀγαθὰ ἡγούμενος τὰ ὑπάρχοντα καὶ τὸν πλοῦτον αὐτοῦ «ἀγαθὸν» καὶ τὸν δεσπότην ὀνομάζει ἄνθρωπον μὲν αὐτὸν ὡς ἕνα τῶν διδασκάλων λογιζόμενος, τιμῶν δὲ αὐτόν, ὡς ἐνόμιζεν, τῇ προσηγορίᾳ τῇ τοῦ ἀγαθοῦ. ὁ δὲ τῶν ὅλων
10δεσπότης καὶ πάντα εἰδὼς θέλων αὐτὸν τῆς τοῦ πλούτου προσπαθείας ἀποσπάσαι καὶ διδάξαι, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος, ὃν ἐκεῖνος ἔστεργεν, ἀγαθός (καὶ γὰρ τῇ αὐτοῦ φύσει οὔτε τῶν ἀγαθῶν ἐστιν οὔτε τῶν κα‐ κῶν) οὐ μόνον τὸν πλοῦτον λεληθότως ἅμα καὶ σοφῶς τῆς ἐπικλήσεως ἐκβάλλει τοῦ ἀγαθοῦ, ἀλλὰ καὶ τὰ ἄλλα ἅπαντα, τῇ περὶ πάντων ἀπο‐
15φάσει ἀνύποπτόν τε καὶ εὐπαράδεκτον τὴν τοῦ πλούτου ποιούμενος ἐκβολήν· «οὐδεὶς» γάρ φησιν «ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός». προεπιτιμῶν δὲ καὶ τὴν ἐπ’ αὐτοῦ κλῆσιν τοῦ ἀγαθοῦ ἀναρμόστως προσενεχθεῖσαν καὶ πολὺ τῆς ἀκολουθίας παρασφάλλουσαν· «τί με», φησίν, «καλεῖς ἀγαθὸν» ἀντὶ τοῦ τί με ἄνθρωπον ἡγούμενος ψιλὸν ἀγαθὸν καλεῖς; εἰ
20ψιλὸν ἄνθρωπον ἡγῇ, μηδὲ ἀγαθὸν κάλει· εἰ δὲ «καλεῖς ἀγαθόν», ἐπι‐
γίνωσκε καὶ θεόν· «οὐδεὶς» γὰρ «ἀγαθὸς» πλὴν θεοῦ, οὐ διδάσκαλος, οὐκ ἄρχων, οὐκ ἐξουσιαστής, οὐχ ὁ νίκαις κρατῶν τῶν ἄλλων, οὐχ ὁ κάλλει διαφέρων, οὐχ ὁ πλούτῳ κομῶν, οὐδ’ αὐτὸς ὁ πλοῦτος, πρὸς ὃν σὺ κέχηνας· οὐδὲν ὅλως τῶν παρόντων καὶ ῥεόντων ἐστὶν ἀγαθόν.
25οὕτως οὖν ὁ φιλάνθρωπος δεσπότης ἐκ πρώτης ἀποφάσεως τήν τε νο‐ μιζομένην εὐφημίαν ἀσύμβατον οὖσαν τῇ ἄλλῃ αὐτοῦ ὑπολήψει δια‐ κρουσάμενος καὶ μηδὲν ἀγαθὸν ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον πλὴν θεοῦ προτρεψάμενος ἐπὶ τὴν κατὰ μέρος ἔρχεται τῶν ἐντολῶν ἀπαρίθμησιν καὶ διδασκαλίαν, ἐκείνας τέως προάγων εἰς μέσον, πρὸς ἃς μηδ’ ἐκεῖνον
30δυσφόρως ἐγίνωσκεν ἔχειν, ἵνα τῇ περὶ τούτων ἀποδοχῇ καὶ συγκαταθέσει καὶ τὴν τῆς φιλοχρηματίας καὶ τοῦ πλούτου ἐκτομὴν καὶ ἀποστροφὴν ἀκολούθως καταδέξασθαι παρασκευάσῃ. ὁ δὲ πρὸς τὰς προενεχθείσας ἐντολὰς ἕτοιμος καὶ προπαρεσκευασμένος φανεὶς τοσοῦτον ἐδέησεν ἀπο‐ σπασθῆναι τῆς φιλαργυρίας καὶ τοῦ πλούτου, ὥστε καὶ προτεινομένων
35αὐτῷ καὶ ὑποτεινομένων ἐπάθλων καὶ στεφάνων, φημὶ δὴ τὸ τέλειον γενέσθαι καὶ οὐρανίων θησαυρῶν εὐπορῆσαι, οὐ μόνον οὐδὲν ἐνέδωκε τῆς προσπαθείας τῆς πρὸς τὸν πλοῦτον καὶ τὰ χρήματα, ἀλλὰ καὶ τὸν δι‐ δάσκαλον λιπὼν ἀνεχώρησεν. οὕτως ἐστὶ χαλεπὸν καὶ δυσκαταγώνιστον ἡ τῶν χρημάτων ἐπιθυμία, οὕτως ἐστὶν ἀνίατον σχεδὸν τὸ νόσημα τῆς
40φιλαργυρίας. φύγωμεν τὸ πάθος πρὶν κατακυριεύσει ἡμῶν, ἀποσεισώ‐ μεθα τὴν τυραννίδα ταύτην πρὶν ἢ κατακυριεύσει κατὰ κράτος καὶ δεσπόσει ἡμῶν· ἂν γὰρ κατακυριευθῶμεν καὶ καταδουλωθῶμεν ὑπ’ αὐτῆς, εὐκοπώτερον εἰσελεύσεται κάμηλος διὰ τρυπήματος ῥα‐ φίδος ἢ ἡμεῖς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

77

(loc)

Mt 19, 24
1 Οἱ μὲν κάμηλον, οἱ δὲ κάρμηλόν φασιν· ἀμφότεροι δὲ οὐ τὸ ζῷον, ἀλλὰ τὸ σχοινίον λέγουσι τὸ τὰς ἀγκύρας δεσμεῦον.

78

(loc)

Mt 19, 27
1 Οὐ λέγει ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν τὸν πλοῦτον καὶ ἠκολουθήσαμέν σοι (οὐ γὰρ εἶχεν πένης καὶ ἁλιεὺς ὑπάρχων πλοῦ‐ τον), ἀλλ’ ἰδοὺ ἀφήκαμεν πάντα, ὥστε πένης ὢν καὶ σὺ μηδὲν δυσ‐ χεράνῃς ὡς ἐπὶ τῇ ἀποβολῇ τῶν ὑπαρχόντων ἐλαττούμενος τοῦ πλου‐
5σίου· ὥσπερ γὰρ ἐκεῖνος ἀποφορτιζόμενος τὸν πλοῦτον τέλειός τε γίνεται καὶ θησαυροὺς οὐρανίους ἀντιλαμβάνει, οὕτως καὶ σὺ ἂν ἀφῇς πάντα τὰ σά, κἂν εὐτελῆ καὶ ταπεινὰ καὶ δίκτυα μόνα καὶ ὀλίγα ἰχθύδια ὑπάρ‐ χῃ. ἂν οὖν ταῦτα ἀφῇς καὶ ἀκολουθήσῃς τῷ Χριστῷ, τῆς αὐτοῦ δόξης συγκληρονόμος καὶ συμμέτοχος καθάπερ καὶ οἱ ἀπόστολοι ἀνα‐
10δειχθήσῃ· οὐχ ἁπλῶς δὲ ἂν ἀφῇς, ἀλλ’ ἐπὶ τῷ ἀκολουθῆσαι Χριστῷ, ἐπεὶ οὐδ’ ὁ πλούσιος ἐπὶ τῇ ἁπλῶς ἀποθέσει τοῦ πλούτου ἐκείνων ἠξιοῦτο τῶν ἐπάθλων, ἀλλὰ προσλαμβάνων καὶ τὸ ἀκολουθῆσαι Χριστῷ· «καὶ δεῦρο» γάρ φησιν καὶ «ἀκολούθει μοι». τί οὖν ἐστιν ἀκολουθῆσαι αὐτῷ; τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς ἄλλας τηρῆσαι, ἕτοιμον εἶναι πρὸς τὸν
15ὑπὲρ αὐτοῦ, εἰ δέοι, θάνατον καὶ τοῦτον μετὰ χαρᾶς καὶ προθυμίας προσ‐ ίεσθαι. ἕτοιμος δέ ἐστιν εἰς τὸν ὑπὲρ αὐτοῦ θάνατον καὶ ὁ ὑπὲρ τῆς συντηρήσεως τῶν αὐτοῦ ἐντολῶν πάντα πράττων καὶ θανάτου κατα‐ φρονῶν καὶ μήτε δυναστείαν ὑποπτήσσων μήτε βασιλείαν θεραπεύειν ὑπαγόμενος μήτε κολακείαις χαυνούμενος μήτε φιλίᾳ κλεπτόμενος, ἀλλὰ
20πάντα παρορῶν καὶ 〈ὑπὲρ〉 τῆς συντηρήσεως τῶν δεσποτικῶν ἐντολῶν τὰ λοιπὰ παρωθούμενος.

79

(loc)

Mt 19, 28
1 Ἐπειδὴ ἔθος τοὺς ἐλέγχοντας ἀντεξετάζεσθαι καὶ τρόπον 〈τινὰ〉 τῆς αὐτῆς τάξεως εἶναι τοῖς ἐλεγχομένοις, δεικνὺς ὁ Χριστός, ὅτι οὐ κατὰ τοῦτον τὸν τρόπον τῶν διελεγχόντων οἱ ἀπόστολοι ἀπειθήσαντας ἐλέγξουσιν τοὺς Ἰουδαίους, ἀλλ’ αὐτοὶ μὲν ἐν τιμῇ διαλάμποντες καὶ
5δόξῃ, ἐκεῖνοι δὲ ἐν ἀδοξίᾳ ἐσχάτῃ καὶ κατηφείᾳ. ἵνα οὖν ἑκάτερον τού‐ των παραδηλώσῃ, τοῖς μὲν θρόνους καὶ καθέδρας καὶ κρίσιν συνέ‐ ζευξεν, τοὺς δὲ εἰς τὴν τῶν παρεστηκότων καὶ κρινομένων χώραν ὤθη‐ σεν· διὰ γὰρ ἑκατέρου τούτων τῶν μὲν ἡ τιμὴ καὶ ἡ δόξα καὶ ἡ λαμ‐ πρότης, τῶν δὲ σημαίνεται τἀναντία.

80

(loc)

Mt 20, 1—16
1Ἐπειδὴ ἡ παραβολή, εἰ καὶ τὴν μισθαποδοσίαν τὴν ἐκεῖθεν δηλοῖ,
ὅμως πρὸς σωφρονισμὸν καὶ σωτηρίαν τῶν ἐν τῷ παρόντι βίῳ εἴρηται, διὰ τοῦτο ἀνθρωπινώτερον αὐτὴν ἐξυφαίνει καὶ ἐπεξεργάζεται ἀμ‐ πελῶνα καὶ ἐργάτας καὶ κλῆσιν καὶ ἀπολογίαν καὶ συμφωνίαν, εἶτα
5δὲ καὶ ἐπίτροπον καὶ τοῦ ἐπιτρόπου μισθαποδοσίαν, εἶτα καὶ δια‐ γογγυσμὸν καὶ τοῦ οἰκοδεσπότου πρὸς αὐτοὺς δικαιολογίαν καὶ ἐπιτί‐ μησιν· τούτων μὲν γὰρ ἐκεῖθεν οὐδέν ἐστιν οὐδὲ παρ’ ἐπιτρόπου μισθα‐ ποδοσία· αὐτὸς γὰρ ἑκάστῳ ὁ δεσπότης ἀποδίδωσιν· οὐδὲ διαγογγυσμός· οὐδὲ γὰρ ὅλως ἐκεῖ φθόνου λείψανον· οὐ μὴν οὐδὲ τὰ ἐφ’ ἑξῆς, δικαιο‐
10λογία πρὸς αὐτοὺς δεσποτικὴ ἢ ἐπιτίμησις· συνεχρήσατο δὲ τούτοις ἀπὸ τῶν συμβαινόντων πολλάκις τοῖς ἐνταῦθα μισθουμένοις, ἐν οἷς καὶ φθόνος καὶ γογγυσμὸς καὶ τὰ ὅμοια, ἀπὸ τῶν ἡμῖν ἐγνωσμένων εὐμα‐ θεστέραν καὶ σαφεστέραν ποιῶν τὴν ἔννοιαν τῆς παραβολῆς.

81

(loc)

Mt 20,20—23
1 Ἡ μὲν μήτηρ καὶ οἱ υἱοὶ προσῆλθον τῷ Ἰησοῦ τὴν ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων ζητοῦντες προεδρίαν νομίζοντες ἤδη τὴν βασιλείαν αὐτοῦ παρεῖναι διὰ τὸ καὶ εἰς τὰ Ἰεροσόλυμα αὐτὸν ἐπείγεσθαι. ὁ δὲ Ἰησοῦς τὴν πλάνην αὐτῶν διορθούμενος καὶ τῶν πρωτείων μὴ ἐρᾶν
5ἐκπαιδεύων εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε ὑπονοοῦντες πρὸς καιρὸν εἶναι καὶ ἐγγίζειν ἤδη τὴν ἐμὴν βασιλείαν καὶ ὅτι ἐπὶ τούτῳ ἀναβαίνομεν εἰς τὰ Ἱεροσόλυμα· τοσοῦτον γὰρ ἀπέχει τὸ ταῦτα ἤδη παρεῖναι, ὅτι καὶ ἐπὶ σταυρὸν καὶ θάνατον νῦν παραγίνομαι· τοῦτο γὰρ δηλοῖ τὸ ποτήριόν μου καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι.
10ταῦτα οὖν ἐνέστηκε νῦν, πρὸς ταῦτα ἐπείγομαι. ἐὰν οὖν πρὸς ὃ νυνὶ παραγίνομαι τούτου συμμετέχειν καὶ συναπολαύειν ἔρως ὑμῖν καὶ φιλο‐ τιμία, οὐχὶ θρόνους καὶ καθέδρας καὶ προεδρίαν, ἀλλὰ σταυρὸν καὶ θάνατον ἐχρῆν ἐξαιτεῖσθαι· ταῦτα γάρ ἐστιν, ἃ μέλλω νῦν ἀναδέχεσθαι. διὸ οὐκ οἴδατε τί αἰτεῖσθε· ἡ γὰρ κατὰ λόγον αἴτησις νῦν σταυρὸς
15καὶ θάνατός ἐστιν. δύνασθε γάρ, φησίν, τὸ ποτήριον πιεῖν, ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; εἶτα τῶν δὲ καὶ πρὸς ταῦτα ἐλπίδι τοῦ τυχεῖν τῆς αἰτήσεως εἰπόντων ἑτοί‐ μους εἶναι (καὶ γάρ· δυνάμεθα, φασίν, καὶ οὐδὲ τούτων ἀποπηδῶμεν, ἂν μόνον ἡμῖν περιγένηται, ὃ ᾐτησάμεθα· σφόδρα γὰρ κατείχοντο τῇ
20φιλοπρωτείᾳ) καὶ πάλιν πρὸς αὐτούς φησιν ὁ δεσπότης· τὸ μὲν ποτή‐ ριον καὶ ἑξῆς, τοῦτ’ ἔστιν ἂν μὲν ἐγὼ πάσχειν μέλλω, καὶ ὑμεῖς ἐν
οἰκείῳ καιρῷ παθεῖν κατορθώσετε. καθέδραι δὲ καὶ προεδρίαι καὶ θρόνοι οὔκ εἰσιν ἐν τῇ ἐμῇ βασιλείᾳ. εἰ δὲ καὶ ἦν, οὐκ ἂν τοῖς φιλο‐ πρωτοῦσιν καὶ ἐξαιτουμένοις ἐδίδοτο, ἀλλὰ τοῖς παρασκευάσασιν ἀξίους
25ἑαυτούς· εἰ γὰρ καὶ μὴ ταῦτά ἐστιν ἐκεῖ τισι διδόμενα, ἀλλ’ ἔστιν ἕτερα, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν», ἀλλ’ ὅμως οὐδὲ ταῦτα δίδοται τοῖς ἁπλῶς αἰτοῦσιν, ἀλλὰ τοῖς μετὰ αἰτήσεως καὶ τῶν ἀρετῶν ἐπιφερομένοις τὰ κατορθώματα.

82

(loc)

Mt 20, 23
1 Εἰπὼν δὲ ἀλλ’ οἷς ἡτοίμασται καὶ οὐ προσθεὶς ἑτέροις κοινὴν ἔθηκεν τὴν ἀπόλαυσιν καὶ οὐδ’ αὐτοὺς ἐκείνους ἐξέβαλεν ταύτης. οἷς ἡτοίμασται, καὶ ὑμῖν, φησίν, ἔσται, ἂν ἀξίους τῆς δωρεᾶς ἑαυτοὺς ἀπεργάσησθε· εἰ γὰρ καὶ μὴ θρόνοι καὶ καθέδραι τὰ ἔπαθλα, ἀλλ’ «ἃ
5ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων
οὐκ ἀνέβη» τοῖς καλῶς ἀγωνισαμένοις ἀπόκειται.

83

(loc)

Mt 21, 44
1 φ’ ὃν δ’ ἂν πέσ, λικμήσει αὐτόν· καὶ γὰρ καὶ ἐπὶ τὸν θάνατον πεσὼν τῇ σαρκὶ καὶ τάφῳ καλυφθεὶς ἐλίκμησεν αὐτοῦ τὴν ἰσχὺν καὶ τοῦ ᾅδου τὴν τυραννίδα κατέλυσεν καὶ τὰ βασίλεια αὐτοῦ πάν‐ των τῶν κατεχομένων ἐκένωσεν συναναστήσας αὐτῷ τοὺς ἐξ αἰῶνος
5ἅπαντας κατεχομένους νεκρούς.

84

(loc)

Mt 23, 2—5

84,col1

Τὸ δεσμεύουσιν φορτία
βαρέα καὶ δυσβάστακτα οὐχ ἁπλῶς φησιν ὁ δεσπότης, ὅτι βα‐ ρέα τυγχάνει καὶ δυσβάστακτα,Column end
5ἀλλὰ τὰ τῇ αὐτῶν ἐκείνων τῶν ἱερέων κρίσει βαρέα φανέντα καὶ δυσβάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ’ ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, πῶς οὐχὶ
10βαρέα καὶ δυσβάστακτα νομί‐ ζεσθαι πεποιήκασιν; ἀλλ’ οὗτοι βα‐ ρέα καὶ δυσβάστακτα δι’ ὧν οὐ πράττουσιν ἐπιδείξαντες ὅμως ἐπι‐ τιθέασιν αὐτὰ τοῖς ἄλλοις πράττειν
15ἀπαραιτήτως βιαζόμενοι. διὸ πράτ‐ τειν μὲν ὁ δεσπότης τὰ παρ’ αὐτῶν προσταττόμενα τοῖς ὄχλοις ἐπι‐ τρέπει καὶ ταῦτα δὲ οὐχ ἁπλῶς, ἀλλ’ ὅσα τῆς Μωσαϊκῆς καθέ‐
20δρας ἄξια· διὰ τοῦτο γὰρ καὶ ταύτην προέταξεν εἰπών· ἐπὶ τῆς καθέδρας Μωυσέως καὶ ἑξῆς· οὐ γὰρ ὅσα αὐτοῖς ἐπινενόηται ταῦτα ποιεῖν κελεύει (ταῦτα γὰρ
25προδιήλεγξεν παραδόσεις ἀνθρώ‐ πων εἰπὼν ἐπὶ παραλύσει τῶν ἐντο‐ λῶν τοῦ θεοῦ) οὐδὲ τὰ μικρο‐ πρεπῆ ταῦτα καὶ παιδαγωγικὰ καὶ ἀνάξια πολιτείας τελείας καὶ ὑψη‐
30λῆς, οἷα τὰ περὶ βρωμάτων καὶ σαββάτων παρατηρήσεως καὶ τὰ ὅμοια· καὶ γὰρ καὶ ταῦτα προεξέ‐ βαλεν· τούτων γὰρ ἐργάται ἀκριβεῖς ὑπῆρχον οἱ ἱερεῖς. ποῖα οὖν προσ‐
35τασσόντων τῶν γραμματέων ὁ δε‐ σπότης κελεύει τὸν ὄχλον ποιεῖν; ἐκείνα, ὡς ἔφαμεν, ὅσα τῆς Μω‐
σαϊκῆς καθέδρας ἄξια, τοῦτ’ ἔστιν ὅσα δύναται ψυχὴν σαλευο‐Column end
40μένην καὶ ὀκλάζουσαν ὑποστηρίζειν καὶ ἐνδυναμοῦν. ταῦτα δέ ἐστιν ἡ πρὸς θεὸν ἀγάπη εἰλικρινής, ἡ πρὸς τὸν πλησίον καὶ ἁπλῶς ὅσα συνᾴδει τῇ νομοθεσίᾳ τῆς χάριτος·
45ἅπερ οὐ μόνον οὐκ ἐξέβαλλεν ὁ δεσπότης, ἀλλὰ καὶ βεβαίως φυ‐ λάττεσθαι παρέδωκεν, ἅτινα οὐδὲ τῷ δακτύλῳ φησὶν θέλειν τοὺς ἱερέας κινεῖν, ἐξ ὧν αὐτὰ καὶ

84,col1

(50)

βαρέα καὶ δυσβάστακτα καὶ τοῖς ἄλλοις νομίζεσθαι πεποιήκα‐ σιν. ταῦτα πάντα, φησίν, ἂν λέγω‐ σιν ὑμῖν οἱ ἱερεῖς ποιεῖν, ποιεῖτε μὴ ἔχοντες προφάσεως ἀναβολήν,
55ὅτι ἐκεῖνοι οὐ ποιοῦσιν· καὶ γὰρ οὐδὲ κατὰ τὰ ἔργα αὐτῶν καὶ ὑμᾶς ποιεῖν ἐπιτάσσω· τοὐναντίον δὲ καὶ ἀποτρέπω. κατὰ τὰ ἔργα αὐτῶν, φησίν, μὴ ποιεῖτε. πῶς
60οὖν ἃ λέγουσιν ποιεῖν κελεύεις; ἀκολούθως λίαν, ὅτι αὐτοὶ ἃ λέ‐ γουσιν οὐ ποιοῦσιν, ἐν τούτῳ μόνῳ δοκοῦντες εὐδοκιμεῖν, ἐν τῷ τὰς ἐντολὰς τοῦ θεοῦ ἄλλοις ἀναγ‐
65γέλλειν. εἰ δὲ καὶ ἔπραττον, ἃ ἔλε‐ γον, καὶ ἃ πράττουσιν προσέταττεν ἂν μιμεῖσθαι. διὰ τοῦτο δὲ ταλανί‐ ζει αὐτοὺς ὁ δεσπότης, ὅτι ᾔδεσαν αὐτοὶ τὰς ἐντολάς, ὅτι οὐκ ἔπρατ‐
70τον εἰδότες, ὅτι βαρὺ αὐτοῖς καὶ δυσβάστακτον, δι’ ὧν οὐκ ἔπρατ‐ τον, ἐποίουν φορτίον, ὅτι καὶ ἃ ἔπραττον εὐτέλειαν ἔχοντα καὶ τα‐ πεινότητα ἰουδαϊκὴν καὶ αὐτὰ οὐχ
75ὡς ἐντολὴν ἐποίουν, ἀλλ’ ὥστε τοῖς
ὁρῶσιν ἀρέσαι.

84,col2

Οὐχ ἁπλῶς φησιν ὁ κύριος,
βαρέα τυγχάνει καὶ δυσβάστα‐ κτα, ἀλλὰ κατὰ τὴν τῶν ἱερέων κρίσιν βαρέα φανέντα καὶ δυσ‐
5βάστακτα· ἃ γὰρ αὐτοὶ οὐδὲ τῷ δακτύλῳ κινοῦσιν, τοῦτ’ ἔστιν οὐδὲ ἀπάρχονται πράττειν, ταῦτα
τοῖς ἑτέροις ποιεῖν ἐπιτάττουσιν.

85

(loc)

Mt 23, 8—10
1 Μὴ διδασκάλους ἑαυτοὺς καινῶν δογμάτων χειροτονήσητε· πάντων γὰρ τῶν καλῶν καὶ θείων μαθημάτων ἐγὼ ὑμῖν ὁ Χριστός εἰμι κα‐ θηγητὴς καὶ διδάσκαλος, ὑμεῖς δὲ ἀδελφοὶ καὶ τὰ αὐτὰ παρειλή‐ φατε δόγματα καὶ ἀδελφοὶ διὰ τοῦτο χρηματίζετε «πατέρα» κοινὸν
5τὸν «ἐν οὐρανοῖς πατέρα» κτησάμενοι. ὥσπερ οὖν ὁ «πατέρα» ἄλλον παρὰ τὸν «ἐν οὐρανοῖς» ἐπιζητῶν καὶ καλῶν ἐκπίπτει τῆς θαυμασίας ἐκείνης συγγενείας τῶν ἀδελφῶν ἀφαιρούμενος δηλονότι καὶ τὴν τῶν δογμάτων ἀδελφότητα, οὕτως καὶ ὁ τὸν κοινὸν καθηγητὴν παρωσάμενος καὶ ἐκφύλων μαθημάτων καθηγητὴν ἑαυτὸν προστησάμενος ἐξοστρακίζει
10ἑαυτὸν τῆς τῶν δογμάτων ἀδελφότητος καὶ τῆς συγγενείας τῶν ἀδελφῶν, ὧν «ὁ ἐν οὐρανοῖς πατὴρ» κοινὸς ὑπάρχει πατήρ. δείκνυσιν δὲ διὰ τού‐ των, ὅτι, εἰ καὶ αὐτός ἐστιν ὁ διδάσκαλος, ἀλλ’ οὖν τὰ διδάγματα αὐτοῦ εἰς υἱοθεσίαν ἄγει τοὺς ἀνθρώπους τοῦ θεοῦ καὶ πατρός. καὶ εἰ ἐκεῖνος υἱοποιεῖται τοὺς ἀνθρώπους, ἀλλ’ οὖν οὐκ ἄνευ τῆς διδασκαλίας καὶ
15προσενέξεως τοῦ υἱοῦ, πανταχοῦ τὸ σύμφωνον καὶ ὁμόγνωμον καὶ ἰσό‐ τιμον αὐτοῦ τε καὶ τοῦ πατρὸς ἀναδεικνύς.

86

(loc)

Mt 23, 11—12
1 Ἐπειδὴ τοὺς εἰς καινότητα δογμάτων ἐκφερομένους ἔστιν ὡς ἐπί‐ παν ἰδεῖν κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τοῦτον τὸν ὄλεθρον συμ‐ ποδιζομένους, ἐκκόπτει λοιπὸν καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς κενοδοξίας ἀμφιστόμῳ καὶ ἠκονημένῃ μαχαίρᾳ· καὶ γὰρ εἰ δόξης καὶ πρωτείων
5ἐρᾷς, τὴν τῶν διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει, τοῦτ’ ἔστιν ταπεινοφρο‐ σύνην ἄσκει· διὰ ταύτης γάρ ἐστιν τυχεῖν τῶν ὡς ἀληθῶς πρωτείων καὶ τῆς ἀνεκφράστου δόξης. εἰ ἐρῶμεν δόξης τυχεῖν καὶ πρωτείων, μισήσω‐ μεν δόξαν καὶ πρωτεῖα· εἰ δὲ οὐδὲ οὕτως πείθεσθε καταφρονεῖν δόξης καὶ πρωτείων, γινώσκετε ὅτι εἰς τοὐναντίον τὰ τῆς σπουδῆς ὑμῖν περι‐
10τραπήσεται· ταπεινωθήσεσθε γάρ· καὶ γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινω‐ θήσεται. οἱ δὲ τὰς ἐντολάς μου φυλάξαντες καὶ ταπεινωθέντες ὑψω‐
θήσονται· πᾶς γὰρ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἡ γοῦν ταπεί‐ νωσις σύμβολον τῆς τῶν δογμάτων φυλακῆς, ἡ φυλακὴ δὲ σύνδεσμος τῆς συγγενείας τῶν ἀδελφῶν, ἡ δὲ τὸν οὐράνιον πατέρα δείκνυσιν· ἀγα‐
15πήσωμεν ἐκ καρδίας τὴν ταπεινοφροσύνην.

87

(loc)

Mt 23, 15

87,col1

Τὸ υἱὸν γεέννης ἀντὶ τοῦ· οὕτως ἔχειν οἰκείως δι’ ὧν ἁμαρ‐ τάνει πρὸς τὴν γέενναν παρασκευ‐ άζετε ὡς υἱὸς πρὸς τὴν τεκοῦσαν
5μητέρα. τὸ δὲ διπλότερον ὑμῶν τὴν ἄκραν αὐτῶν περὶ τοῦ προση‐ λύτου ῥᾳθυμίαν καὶ ἀμέλειαν δη‐ λοῖ, ὅτι κἂν ἴδητε αὐτὸν διπλό‐ τερον ὑμῶν ἐξαμαρτάνοντα καὶ
10διὰ τοῦτο διπλότερον ὑμῶν υἱὸν γεέννης γινόμενον οὐκ ἐπιστρέ‐ φεσθε καὶ διορθοῦσθε, ἵνα διὰ τῆς ὑμῶν ἐπιστροφῆς καὶ διορθώσεως κἀκείνοις μικρᾶς τινος μεταβολῆς
15ἀφορμὴν καὶ ἐπιμελείας δωρήση‐ σθε. καίτοι εἰ μή τι ἄλλο τὴν ὑμε‐ τέραν σπουδὴν καὶ τὸν ἀγῶνα, ἃ καταβάλλειν ὑμῖν ἔθος εἰς τὸ ποιῆσαι προσήλυτον, ἔδει αἰ‐
20σχυνθῆναι καὶ δυσωπηθῆναι καὶ μὴ σπένδειν μὲν ὑπερβαλλόντως καὶ ἀγωνιᾶν καὶ πάντα πράττειν πρὸ τοῦ ποιῆσαι, ἀμελεῖν δὲ καὶ ὑπερο‐ ρᾶν, ἀλλὰ καὶ εἰς κακίαν ἐπιτρίβειν
25μετὰ τὸ ποιῆσαι.Column end

87,col2

Υἱὸν γεέννης γίνεσθαι τινά φησιν διὰ τὸ ἔχειν οἰκείως πρὸς τοὺς Φαρισαίους κακῶς διακειμέ‐ νους· ὡς γὰρ ὁ υἱὸς πρὸς τὴν
5μητέρα ἔχει, οὕτως ὁ μανθάνων πρὸς τὸν διδάσκαλον. τὸ δὲ δι‐ πλότερον ὑμῶν τὴν ἄκραν αὐτῶν περὶ προσηλύτους ῥᾳθυμίαν καὶ
ἀμέλειαν ἐνδείκνυται.Column end

88

(loc)

Mt 23, 29—32

88,col1

Οἰκοδομεῖτε τοὺς τάφους
τῶν προφητῶν καὶ ἑξῆς ἀντὶ τοῦ· πληθύνετε καὶ ἐποικοδομεῖτε δι’ ὧν καὶ αὐτοὶ προφήτας καὶColumn end
5δικαίους πρόθυμοί ἐστε ἀποκτε‐ νεῖν, καίτοι λέγοντες ὅτι εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν καὶ ἑξῆς. ὥστε μαρτυ‐ ρεῖτε ἑαυτοῖς ἐξ ὧν τε πληθύ‐
10νειν καὶ ἐποικοδομεῖν τάφους προ‐ φητῶν καὶ δικαίων ἐπιθυμεῖτε, ἐξ ὧν τε λέγετε, ὅτι εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων καὶ ἑξῆς. δι’ ἀμφοῖν οὖν μαρτυρεῖτε, ὅτι
15υἱοὶ τῶν προφητοκτόνων ἐστέ. διὸ καὶ δικαίως αὐτοὺς ὁ δεσπότης ταλανίζει, ὅτι ἃ ἐκάκιζον πράττειν ἐπεθύμουν. διὸ καὶ ἐπάγει· καὶ ὑμεῖς πληρώσατε καὶ ἑξῆς ἀντὶ
20τοῦ· ὅπερ τῇ μελέτῃ καὶ τοῖς πονη‐ ροῖς λογισμοῖς καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διεπράξατε, πληρώ‐ σατε κατὰ τὸ μέτρον τῶν πατέ‐ ρων ὑμῶν, τοῦτ’ ἔστιν εἰς ἔργον
25αὐτὸ καὶ πρᾶξιν ὁρωμένην ἐξά‐ γοντες· καὶ γὰρ μέτρον ἦν τοῖς πα‐ τράσιν αὐτῶν τῆς κατὰ τῶν προ‐ φητῶν ἀγανακτήσεως καὶ ὕβρεως ὁ βίαιος καὶ δι’ ἀτιμίας θάνατος,
30ὃν οὗτοι κατὰ τοῦ κοινοῦ τῶν ὅλων δεσπότου ἐκμανέντες ἐξεπλή‐ ρωσαν. τὸ δὲ καὶ ὑμεῖς πληρώ‐ σατε οὐκ ἐπιτάττοντός ἐστιν, ἀλλὰ ἀποτρέποντος μᾶλλον καὶ κωλύ‐
35οντος· καὶ γὰρ οὐ μόνον ἐξ ἀπο‐ φάσεως πολλάκις κωλύειν εἰώθα‐ μεν, οἷον μὴ ποιήσῃς τόδε, ἀλλ’ ἐνίοτε καὶ ἐκ καταφάσεως καὶ τότε μάλιστα ἡνίκα ἐστὶν πρόδηλος ἡ
40ἀτοπία τῆς πράξεως· ἐπὶ γὰρ τῶν τοιούτων καὶ διὰ τῶν ἐναντίων τὴν ἀποτροπὴν ἐκτελεῖν εἰώθαμεν, οἷον ποίησον τόδε, ἄνελε σαυτόν, ἄνελε τὸν σαυτοῦ πατέρα, ἀπότρεχε εἰςColumn end
45τὸν τῆς θαλάσσης βυθόν· ταῦτα γάρ τισιν ἐπιτιμῶντες λέγομεν ἄντι‐ κρυς ἀποτρέποντες κατὰ τὴν πρό‐ δηλον μέν, σιωπωμένην δὲ δι’ αὐτὸ τοῦτο τὴν διάνοιαν, οἷον εἰ οὐκ

88,col1

(50)

αἰσχύνῃ, εἰ οὐ πέφρικας, ἄνελε τὸν πατέρα, εἰ μέμηνας, εἰ ἐξέστηκας, ἄνελε σαυτόν· ῥῖψον σεαυτὸν κατὰ κρημνοῦ, εἰ τολμᾷς. διὸ καὶ ὁ δεσπότης καὶ προεπιτιμήσας διὰ τὸ
55υἱοὺς αὐτοὺς τῶν προφητοκτόνων εἰπεῖν καὶ πικρότερον ἐπικαθαψά‐ μενος μέσον τέθεικεν τὸ πληρώ‐ σατε· ὅπερ ἀποτρέποντος καὶ κω‐ λύοντος ἦν οὐχ ὅτι αὐτὸς ἐδεδίει
60τὸν θάνατον, ἀλλ’ ὅτι τῆς ἐκείνων
ἐφρόντιζε σωτηρίας.Column end

88,col2

Οἰκοδομεῖτε τοὺς τάφους,
φησίν, πληθύνοντες ἅμα καὶ δει‐ κνύντες τὴν τόλμαν τῶν προγόνων καὶ πρόθυμοι ὄντες παραπλησίως
5ἐκείνοις προφήτας τε καὶ δικαίους ἀποκτενεῖν. διὸ καὶ μαρτυρεῖτε τοῖς προγόνοις ὡς ἀσεβέσι ποθοῦντες ὅμοιοι ἐκείνοις γίνεσθαι.
18καὶ ὑμεῖς πληρώσατε, φησίν, τὸ μέτρον τῶν πατέρων ὑμῶν,
20τοῦτ’ ἔστιν ὅπερ τῇ διανοίᾳ ὑμῶν τῇ πονηρᾷ καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ διαπράξασθαι βούλεσθε, πληρώσατε αὐτὸ κατὰ τὸ μέ‐ τρον τῶν πατέρων ὑμῶν, ἤγουν
25εἰς ἔργον φανερὸν καὶ πρᾶξιν ὁρω‐ μένην ἐξαγάγετε· μέτρον γὰρ ἦν τοῖς πατράσιν αὐτῶν κατὰ τῶν προ‐ φητῶν ὁ δι’ ὕβρεως καὶ ἀτιμίας θάνατος. τοῦτο δὲ οὐκ ἐπιτάττον‐
30τός ἐστιν, ἀλλὰ προτρέποντος μᾶλ‐ λον· καὶ γὰρ πολλάκις εἰώθαμεν κωλύειν τινὰς οὐκ ἀπαγορεύοντες τὸ ἔργον, ἀλλὰ μᾶλλον διεγείροντες
πρὸς αὐτό.

89

(loc)

Mt 24, 28
1 Ὥσπερ τὰ τῶν πτηνῶν σαρκοβόρα ἐπὶ τὰ πεπτωκότα σώματα τρέχει, οὕτως καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐρχομένου πάντες οἱ ἀετοὶ συναχθήσονται ἐπ’ αὐτὸν ἤτοι οἱ εἰς τὰ ὑψηλὰ πετόμενοι καὶ ἀνω‐ τάτω τῶν ἐπιγείων πραγμάτων.

90

(loc)

Mt 26, 6—13

90,col1

Δείκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως προσιοῦσα τῷ
Χριστῷ ἔκ τε τοῦ πανευλαβῶς προσελθεῖν καὶ ἐκ τοῦ μύρον προσ‐Column end
5ενεγκεῖν καὶ ἐκ τοῦ ὑπὲρ ἁμαρ‐ τιῶν προσελθεῖν καὶ ἐκ τοῦ ἐλπί‐ ζειν τῆς ἀφέσεως τυχεῖν καὶ οὐχ ὡς ἄνθρωπον ψιλόν, ἀλλ’ ὡς κρείτ‐ τονα πολλῷ τῆς ἀνθρωπίνης φύσεως
10ἡγησαμένη.Column end

90,col2

Ἐκ πολλῶν δείκνυται ἡ γυνὴ μετὰ πολλῆς καὶ ἀφάτου πίστεως
προσιοῦσα τῷ Χριστῷ· καὶ πρῶτον μὲν ἐκ τοῦ εὐλαβῶς εἰσελθεῖν πρὸς
5αὐτόν, εἶτα καὶ ἐκ τοῦ προσενεγ‐ κεῖν τὸ μύρον καὶ ἔτι ἐκ τοῦ ὑπὲρ ἁμαρτιῶν αἰτῆσαι· τὸ δὲ ἀκροτε‐ λεύτιον ἐκ τοῦ ἐλπίζειν τῆς ἀφέσεως
τυχεῖν.Column end

91

(loc)

Mt 26, 6—13
1 Καὶ ταύτης τὴν διάθεσιν ὁ καρδιογνώστης θεὸς ἡμῶν εἰδὼς καὶ ἀνέχεται τῷ προσαχθέντι μύρῳ τὴν κεφαλὴν ἐπιχεθῆναι καὶ ἀποδέχεται ἐκ τηλικαύτης διαθέσεως προελθοῦσαν τῆς γυναικὸς τὴν πρᾶξιν· καλὸν γάρ, φησίν, ἔργον ἐποίησεν· ἀπὸ γὰρ καλῆς καὶ θαυμασίας αὐτὸ γνώμης
5διεπράξατο ἔχουσα παραδείγματα τήν τε «στήλην», ἣν ἤλειφεν ὁ Ἰακὼβ τῷ θεῷ καὶ τὰ προσφερόμενα ἐν ταῖς θυσίαις ἔλαια τῷ θεῷ. ἀλλ’ ὁ μὲν δε‐ σπότης ὡς πάντα εἰδὼς οὕτω καὶ τῆς γυναικὸς ἀπεδέξατο τὴν πρᾶξιν. οἱ δὲ μαθηταὶ τὸ φαινόμενον μόνον ὡς ἄνθρωποι ὁρῶντες τὴν τοῦ μύρου κένωσιν ἐπετίμων τὸ γινόμενον, οὐχ ἁπλῶς δέ, ἀλλ’ εἰς τὴν τῶν πενή‐
10των αὐτὸ εὐποιΐαν φάσκοντες ἐχρῆν διαπραθῆναι καὶ δοθῆναι· τοῦτο γὰρ ἦσαν μεμαθηκότες ὑπὸ τοῦ διδασκάλου περισπούδαστον ὑπάρχειν θεῷ τὴν περὶ τοὺς δεομένους ἐλεημοσύνην· «ἔλεος» γάρ, φησίν, «θέλω καὶ οὐ θυσίαν» καὶ τοῖς ἐλεήσασιν εἰς κληρονομίαν ἑτοιμάσθαι τὴν οὐράνιον βασιλείαν ἔναγχος ἦσαν ἀκηκοότες καὶ μυρία ἄλλα. οὐ πάντες
15δὲ οἱ μαθηταὶ ὁμοίως ἀγανακτοῦντες λέγουσιν· εἰς τί ἡ ἀπώλεια τοῦ μύρου καὶ ἑξῆς, ἀλλ’ οἱ μὲν ἄλλοι φροντίδι καὶ προκρίσει ἐλεημοσύνης, ὁ δὲ Ἰούδας παραπέτασμα μὲν τὴν ἐλεημοσύνην ποιεῖται, ἔρωτι δὲ φιλαργυρίας τὴν ἀγανάκτησιν ἐπεδείκνυτο· τοῦτο γὰρ καὶ ὁ Ἰωάννης ἐδήλωσεν παραπλησίᾳ πράξει, ἣν ἡ τοῦ Λαζάρου ἀδελφὴ Μαρία ἐποίη‐
20σεν ἑστιωμένου τοῦ δεσπότου ἐν τῇ οἰκίᾳ Μάρθας καὶ αὐτῆς τοῦ Λα‐ ζάρου οὔσης ἀδελφῆς· καὶ γὰρ καὶ τότε ἡ Μαρία μύρον ἐκένωσεν ἐπὶ «τοὺς πόδας τοῦ Ἰησοῦ» καὶ οἱ μὲν ἄλλοι μαθηταὶ οὐδὲν φαίνονται εἰπόντες ἅτε δὴ μὴ πρόχειροι ὄντες μηδὲ προπετεῖς τοῖς τοιούτοις ἐπι‐ τιμᾶν. ὁ δὲ ἀναίσχυντος Ἰούδας καὶ ἐπ’ ἐκείνης τῆς πράξεως τὴν αὐτὴν
25ῥήξας ὁρᾶται φωνήν· «διὰ τί γὰρ τοῦτο τὸ μύρον οὐκ ἐπράθη καὶ ἐδόθη πτωχοῖς». διὸ ἐπήγαγεν ὁ εὐαγγελιστής· «οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον» εἶχεν· πῶς γὰρ ἂν ἔμελεν αὐτῷ περὶ τῶν πτωχῶν τῷ καταφρονητῇ τῶν διδασκαλικῶν ἐντολῶν, ἐξ ὧν καὶ ἡ περὶ τῶν πτωχῶν ἐγκατεβάλλετο φροντίς. ἀγα‐
30νακτοῦσιν μὲν οὖν ὡς ἔφην κοινῶς οἱ μαθηταί, οὐχὶ πάντες δὲ ὡσαύτως οὐδ’ ἀπὸ τῆς αὐτῆς καὶ ὁμοίας διανοίας, ἀλλὰ οἱ μὲν ἄλλοι ἐλεημοσύνης τε πολὺν λόγον ἔχοντες καὶ μηδὲ ἐναντία λέγειν δοκοῦντες τῆς τοῦ δε‐ σπότου γνώμης, εἰ γυναῖκα ἐπιτιμῶσιν κατεγνωσμένην τοιαῦτα τολ‐ μῶσαν. διὸ οὐδὲ φαίνονται ἐνοχλήσαντες πρὶν τῇ παραπλήσιον αὐτῇ
35ποιησάσῃ Μαρίᾳ τῇ τοῦ Λαζάρου ἀδελφῇ ἐπ’ εὐλαβείᾳ καὶ βίου σε‐ μνότητι μαρτυρουμένῃ. ὁ δὲ Ἰούδας φλεγμαῖνον ἔχων ἀεὶ τὸ τῆς φιλαρ‐ γυρίας πάθος πανταχοῦ ἀγανακτεῖ ἀποστερούμενος τοῦ κέρδους. διὸ καὶ ὁ δεσπότης πρὸς τὴν ἐκείνων τε καὶ τούτου διάνοιαν ἀφορῶν δύο ἐπάγει αἰτίας, ὅτι μὴ δεῖ ἐπιτιμᾶν τῇ γυναικί· μίαν μὲν ὅτι καλὸν ἔργον ἐποίησεν,
40ὃ τοῖς εὐγνώμοσιν τῶν μαθητῶν ἐξήρκει μόνη ἡ τοῦ διδασκάλου μαρ‐ τυρία. ἑτέραν δέ, ὅτι εἰς «τὸν ἐνταφιασμόν» μου τοῦτο πεποίηκεν, ὅπερ ἄντικρυς εἰς τὸν Ἰούδαν ἀπείρηται οἷον· σὺ ταύτην ἐπιτιμᾷς τὴν γυναῖκα καὶ ἐλεημοσύνης προσποιεῖ φροντίζειν; ὁ εἰς τὸν θάνατον τρέχων τὸν ἐμόν, ὁ κατὰ τοῦ εὐεργέτου φονῶν ἀναξίαν ταύτην κρίνεις μύρον μοι
45ἐπιχέειν, ὁ τὴν σφαγὴν καὶ τὸν τάφον καὶ τὰ ἐντάφια φανταζόμενος καὶ διαμελετῶν· ἐλεᾷς πτωχὸν ὁ τὸν μὴ ἔχοντα «τὴν κεφαλὴν ποῦ κλίνῃ» πιπράσκων· οἰκτείρεις ἄλλον ὁ τὸν διδάσκαλον προδιδούς· τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῆς τοῦ Λαζάρου ἀδελφῆς ἔλεγεν πρὸς αὐτόν, ὅτε μόνος αὐθα‐ δείᾳ γνώμης καὶ καταφρονήσει τοῦ διδασκάλου καὶ πάθει φιλαργυρίας

91

(50)

ἔφασκεν· «διὰ τί μὴ ἐπράθη τοῦτο τὸ μύρον καὶ ἐδόθη πτωχοῖς»; καὶ γὰρ καὶ τότε φησίν· «ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετή‐ ρηκεν αὐτό», διὰ πάντων αὐτὸν ἀνακόπτων τῆς ἐγχειρήσεως καὶ πο‐ νηρᾶς προαιρέσεως καὶ πρὸ ὀφθαλμῶν ἄγων ἃ ἐμελέτα τε καὶ ἔμελλεν πράττειν. ἀλλ’ οὐδὲν ὀνίνησιν ψυχὴν φιλαργυρίᾳ καὶ ἀπογνώσει σὺν
55ἀπονοίᾳ καταποθεῖσαν· καὶ «τοὺς πτωχοὺς» δὲ «πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε» τῆς αὐτῆς ἐννοίας ἐξῆπται. τί, φησίν, τοὺς πτωχοὺς προφασίζῃ, εἰ ἐμὲ ὀλίγον συνδιαιτηθέντα χρόνον καὶ ταχὺ ἀφεστάναι μέλλοντα οὕτως βαρὺν καὶ φορτικὸν ἡγήσω, ὥστε καὶ εἰς θάνατον προδιδόναι καίτοι μυρίων ἀπολαύσας ἀγαθῶν; εἰς οὓς καὶ τὰ
60σὰ δεῖ σε κενοῦν καὶ μεθ’ ὧν ὅλον συναναστρέφεσθαι τὸν βίον ἀνάγκη,
τούτους σὺ ἀβαρῶς οἴσεις καὶ ἐλεεῖν προθυμηθήσῃ; Δεῖ δὲ εἰδέναι, ὅτι τρεῖς φαίνονται γυναῖκες παρὰ τοῖς εὐαγγελισταῖς ἀλείψασαι τὸν κύριον μύρῳ καὶ αἱ τρεῖς ἀπὸ πολλῆς πίστεως καὶ διαπύρου πόθου, πρώτη ἡ παρὰ τῷ Λουκᾷ, δευτέρα ἡ παρὰ τῷ Ἰωάννῃ καὶ
65τρίτη ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ· οὗτοι γὰρ οἱ δύο τῆς αὐτῆς μνημονεύουσιν. ἀλλ’ ἡ μὲν παρὰ τῷ Ἰωάννῃ ἐπ’ εὐλαβείᾳ ἐγνωρίζετο, αἱ δὲ ἄλλαι δύο τῶν κατεγνωσμένων ἐτύγχανον. καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τῆς οἰκείας ἀδελφῆς Μάρθας ἐπέχεεν τὸ μύρον· τῶν δὲ ἡ μὲν ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ἡ δὲ ἐν οἰκίᾳ τοῦ Φαρισαίου. καὶ ἡ μὲν εὐχα‐
70ριστήριον ἄγουσα τῆς ἐγέρσεως τοῦ ἀδελφοῦ Λαζάρου ἐπιχέει τὸ μύ‐ ρον, τούτων δὲ ἑκατέρα ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν. καὶ ἐξ ἄλλων δὲ ἔστιν ἰδεῖν τὴν διαφορὰν τῶν τριῶν· ἡ μὲν γὰρ «πρὸ ἓξ ἡμερῶν τοῦ» νομικοῦ «πάσχα» πρόσεισιν τῷ Ἰησοῦ· ἡ δὲ πρὸ δύο ἡμερῶν, ἡ δὲ ἔμπροσθεν πολλῷ χρόνῳ [ὡς] ἡ παρὰ τῷ Λουκᾷ. καὶ ἡ μὲν «πρὸ ἓξ τοὺς
75πόδας ἀλείφει» μὴ κλαίουσα· εὐφροσύνης γὰρ καὶ εὐεργεσίας τετελε‐ σμένης τὸ γινόμενον χαριστήριον ἦν. ἡ δὲ πρὸ δύο ἡμερῶν οὐ κλαίει μὲν οὐδ’ αὐτὴ τῇ ζεούσῃ πίστει καὶ τῷ πολλῷ πόθῳ ὅλη ἀναφλεχθεῖσα, ὑπὸ πολλῆς δὲ τῆς προθυμίας καὶ δὴ καὶ τῆς πρὸς τὸν δεσπότην εὐλαβείας οὐδὲ ἀλείφειν καὶ ἐφάπτεσθαι τοῦ δεσποτικοῦ καὶ ἀχράντου σώματος
80ἐπιχειρεῖ, ἀλλ’ ὅλον ἀθρόον συντρίψασα τὸ ἀλάβαστρον ἐπιχέει τῇ δε‐ σποτικῇ κεφαλῇ. ἡ μέντοι παρὰ τῷ Λουκᾷ «τοὺς πόδας ἀλείφει μύ‐ ρῳ», δάκρυσιν δὲ μιγνῦσα τὸ μύρον. καὶ αὐτὴ μὲν «ταῖς θριξὶν ἐξέμασσεν τοὺς πόδας» τοὺς δεσποτικοὺς ὡς καὶ ἡ τοῦ Λαζάρου ἀδελφή, ἡ δὲ τὸ ἀλάβαστρον συντρίψασα καὶ ἐπιχέασα τῇ κεφαλῇ οὐδὲ προσψαῦσαι
85ὡς ἔφαμεν ἐτόλμησεν. καὶ ἐπὶ μὲν τῇ τοῦ Λαζάρου ἀδελφῇ ὁ Ἰούδας μόνος ἠγανάκτει καὶ διεγόγγυζεν, ἐπὶ δὲ τῇ συντριψάσῃ τὸ ἀλάβαστρον καὶ οἱ λοιποὶ μαθηταί. ἐπὶ δὲ τῇ παρὰ τῷ Λουκᾷ οὐδεὶς μὲν τῶν μα‐ θητῶν, ὁ δὲ ὑποδεξάμενος εἰς τὴν οἰκίαν Φαρισαῖος, ὃν ἔδει μᾶλλον χαίρειν καὶ πλέον καταρτίζεσθαι τῇ πίστει, ὅτι ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν
90ἑώρα, αὐτὸς μόνος ἐσκανδαλίζετο. καὶ ταύτῃ μὲν εἴρηται· «ἀφέωνταί» σοι «αἱ ἁμαρτίαι» σου καὶ «ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρή‐ νην», τῇ δὲ συντριψαμένῃ τὸ ἀλάβαστρον εἴρηται, ὅτι ὅπου ἂν κη‐ ρυχθῇ τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ καὶ ὃ ἐποίησεν αὕτη κηρυχθήσεται, οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας·
95καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως ἐν ὅλῳ τῷ κόσμῳ κηρύσσεται καὶ μακαρίζεται τούτων ὁμοίως ἑκάστη, ἀλλ’ ἑκατέρᾳ τούτων τὸ μᾶλλον ἁρμόζον εἰς παραμυθίαν ῥηθῆναι τοῦτο εἰπών· καὶ γὰρ ἐκείνῃ μὲν ἐπετίμων οἱ ἀπόστολοι ὡς παράχρησίν τινα καὶ κακὸν ἐργασαμένῃ· περὶ ταύτης δὲ διεγόγγυζεν ὁ Φαρισαῖος ὡς

91

(100)

ἁμαρτωλοῦ. διὸ ταύτῃ μὲν μισθὸς ἐρρήθη ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἐκείνῃ δὲ μισθὸς ἀνεκηρύχθη τὸ εἰς πάντας ἐξενεχθῆναι τὴν πρᾶξιν καὶ παρὰ πάντων μακαρισθῆναι. τῇ μέντοι γε ἀδελφῇ τοῦ Λαζάρου οὐδὲν τοιοῦτον ὑπεσχέθη, ἐπειδὴ οὐδὲ ἐκείνη ὑπὲρ προσδοκωμένης εὐεργεσίας τινὸς προσῆγεν τὸ μύρον, ἀλλ’ ὑπὲρ ὧν ἐπὶ τῇ ἐγέρσει τοῦ
105ἀδελφοῦ εὐηργέτητο.
108 Ἔστιν δὲ καὶ ἄλλη ἐν ταῖς μακαρίαις ταύταις γυναιξὶν διαφορά, ὅτι ἡ μὲν τῷ μύρῳ τὰ δάκρυα μίξασα καὶ «κατεφίλει τοὺς πόδας» τοὺς
110δεσποτικούς, τῶν δὲ λοιπῶν δύο οὐδεμία· αἱ μὲν οἶμαι μὴ τολμῶσαι, ἀλλ’ ὑπὸ εὐλαβείας χαλινωθεῖσαι, ἡ δὲ ἐκνικηθεῖσα τῷ πόθῳ καὶ ταῖς τῶν δακρύων αἷς ἔβρεχεν τοὺς πόδας κατὰ μικρὸν παραθαρρήσασα ῥοαῖς.
116 Ἄλλως τε δέ. καὶ εἰ ἔμελλόν τι τοιοῦτο ποιεῖν, προσεπεσχέθησαν· προλαβὼν γὰρ ὁ Φαρισαῖος καὶ διεγόγγυσεν καὶ μετὰ δικαίου ἐπετι‐ μήθη τοῦ ἐλέγχου. ἐπὶ δὲ τῆς τοῦ Λαζάρου ἀδελφῆς οὐκ ἀγανακτοῦσιν ἀπό τε τῆς εὐλαβείας ἐπεχόμενοι τῆς γυναικὸς καὶ ἀπὸ τοῦ ἐνεστηκότος
120θαύματος καὶ ὅτι καὶ αὐτὴ οὐ τὴν κεφαλήν, ἀλλὰ «τοὺς πόδας ἤλειφεν». ὁ μέντοι γε Ἰούδας ἀγανακτεῖ ἤδη κάτοχος τῇ φιλαργυρίᾳ γενόμενος καὶ τοῖς τῆς προδοσίας λογισμοῖς πολιορκούμενος. ἐπὶ μέντοι τῆς τρίτης ἅπαντες ἀγανακτοῦσιν, οὐκ ἀπὸ τῆς αὐτῆς δὲ γνώμης καὶ διαθέσεως, ἀλλ’ ὁ μὲν Ἰούδας, ὡς καὶ ἀνωτέρω ἔφαμεν, ὑπὸ φιλαργυρίας καὶ ἀπο‐
125νοίας καὶ τῆς πρὸς τὸν διδάσκαλον ὑπεροψίας, οἱ δὲ ἄλλοι ὑπὸ ἐλεημο‐ σύνης καὶ φιλοπτωχίας καὶ τῆς περὶ τὸν διδάσκαλον τιμῆς καὶ εὐλα‐ βείας· οὐ γὰρ ἀπεικὸς ἐνόμιζον ποιεῖν μὴ ἀνεχόμενοι γυναῖκα ἁμαρ‐ τωλὸν τῆς ἀχράντου κεφαλῆς ἐκείνης, εἰ καὶ μύρον ἦν τὸ κενούμενον, τοῦτο καταχέειν. εἰκὸς δὲ αὐτοὺς καὶ τοῦτο διαλογίσασθαι, ὅτι εἰ ὁ
130διδάσκαλος πάντων μὲν ὀλιγωρεῖ, πρὸς δὲ τὸν θάνατον ἐπείγεται (καὶ γὰρ συνεχῶς αὐτοῖς ἤδη τοῦτο ἐπέλεγεν), εἰ οὗτος οὖν εἰς τὸ ἀποθανεῖν ἑτοιμάζεται, τίς ἡ ὠφέλεια τοῦ μύρου, ὅτι κενοῦται; διὸ καὶ ὁ δεσπότης πρὸς τὴν αὐτὴν ἀποφαινόμενος διάνοιάν φησιν· εἰς «τὸν ἐνταφιασμόν» μου τοῦτο «ἐποίησεν», μονονουχὶ λέγων, ὅτι ἐξ ὧν ὑμεῖς λογίζεσθε, ὅτι
135οὐκ ἔδει ἐπιχεθῆναί μοι τὸ μύρον ὀλιγωροῦντι πάντων καὶ πρὸς θά‐ νατον ἐπειγομένῳ, ἐκ τούτου μᾶλλον ἐγὼ τὴν γυναῖκα ἐπαίνοις στε‐ φανῶ· εἰς γὰρ «τὸν ἐνταφιασμόν» μου τοῦτο «ἐποίησεν». καὶ πρὸς μὲν τοὺς ἄλλους μαθητὰς οὕτως ἁρμόσαι ἂν εἰρῆσθαι ὁ λόγος ὁ δεσποτικός, πρὸς δὲ τὸν Ἰούδαν ὡς προείρηται· πρὸς γάρ τοι τὴν τῶν λογισμῶν δια‐
140φορὰν τῶν τὴν ἀγανάκτησιν ἐνδειξαμένων εἰκὸς ἦν καὶ τὸν δεσπότην ταῖς ἑκατέρων γνώμαις ἁρμόζοντα τὸν λόγον εἰρηκέναι καὶ τοὺς ἀκού‐ σαντας πρὸς τὸ οἰκεῖον ἕκαστον συνειδὸς τὴν ἀπόφασιν ἐξειληφέναι.

92

(loc)

Mt 26, 34
1 Τὸ τρὶς ἀπαρνήσῃ με ἢ τῷ πρὶν ἀλέκτορα φωνῆσαι δύνα‐ ται συναφθῆναι καὶ τὴν δοκοῦσαν τῶν εὐαγγελιστῶν διαφωνίαν αὐτόθεν λῦσαι ἢ πρὸς τὸ τρὶς ἀπαρνήσῃ με ὡς οἱ πλείους ἐξέλα‐ βον συνεξακουσθῆναι καὶ ἐπίλυσιν δέξασθαι καθὼς καὶ οὕτως ὁ μακάριος
5Ἰωάννης ἐπελύσατο. Φωνεῖ ὁ ἀλέκτωρ καθ’ ἕκαστον φωνήσεως καιρὸν οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ καὶ τρίτον καὶ ἐπέκεινα καὶ ταῦτα οὐ κατὰ συνέ‐ χειαν, ἀλλὰ καὶ μετά τινος διαστήματος, ὥστε τὴν ὅλην ἐκφώνησιν ἐκ διαφόρων τε φωνήσεων συνεστάναι καὶ τὸν ὅλον τῆς ἐκφω‐
10νήσεως καιρὸν ἐκ τῶν κατὰ μέρος συμπληροῦσθαι διαστημάτων. ἔχει οὖν ἡ πρώτη ἀλεκτοροφωνία διαφόρους φωνήσεις καὶ ἀνάλογα δια‐ στήματα, ἡ δευτέρα ὁμοίως καὶ ἡ τρίτη ὡσαύτως. καλεῖται δὲ καὶ ἡ ὅλη ἀλεκτοροφωνία φώνησις καὶ ἕκαστον τῶν ἐν αὐτῇ περιεχομένων

92,col1

(14)

φωνήσεων. ὅταν οὖν λέγῃ ὁ Ματ‐
15θαῖος καὶ ἄλλοι εὐαγγελισταί, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν ὅλην ἀλε‐ κτοροφωνίαν τὴν πρώτην δηλοῖ καί φησιν, ὅτι πρὶν αὐτὴ ἀπαρτισθῇ
20ἡ ὅλη ἀλεκτοροφωνία ἡ πρώτη, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος φησίν· «πρὶν ἢ δὶς ἀλέ‐ κτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με» τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτορο‐Column end
25φωνίᾳ περιεχομένας φωνήσεις δη‐ λοῖ καί φησιν, ὅτι πρὶν ἢ τὰς δύο τὰς κατὰ μέρος φωνήσεις προελ‐ θεῖν, τρίτον ἀπαρνήσῃ με· ὅπερ καὶ αὐτὸ δηλοῖ, ὅτι πρὶν τὴν ὅλην
30ἀλεκτοροφωνίαν τὴν πρώτην παρ‐ ελθεῖν, τρίτον ἀπαρνήσῃ με· ἡ γὰρ ὅλη ἀλεκτοροφωνία καὶ τρεῖς καὶ τέσσαρας πολλάκις ἔχει φω‐ νήσεις. λίαν οὖν συμφωνοῦσιν κατὰ
35τοῦτο ἀλλήλοις οἱ εὐαγγελισταί· ὅτε γὰρ Μᾶρκος καὶ οἱ ἄλλοι εὐαγγε‐ λισταὶ τὸ αὐτὸ ὑποδηλοῦσιν, ὅτι
οὔπω τῆς πρώτης ἀλεκτοροφωνίαςColumn end

92

(39)

ὅλης ἀπαρτισθείσης καὶ ἐκφωνηθείσης ὁ Πέτρος τρίτον ἠρνήσατο,
40ἀλλ’ οἱ μὲν ἄλλοι ὁλοσχερέστερον καὶ κεφαλαιωδέστερον αὐτό φασιν· οὐ γὰρ ἐπισημαίνονται ἐν ποίᾳ ἐκφωνήσει τῆς πρώτης ἀλεκτοροφω‐ νίας—ἢ ἡ πρώτη ἢ ἡ δευτέρα ἢ ἡ τρίτη—ἄρνησις τοῦ Πέτρου ἐγένετο, μόνον δέ φασιν, ὅτι τρίτον ἀρνησαμένου εὐθέως φώνησις γέγονεν ἀλέκτορος, ἆρα δὲ ἡ πρώτη τῆς πρώτης ἀλεκτοροφωνίας ἦν
45αὕτη ἡ φώνησις ἢ ἡ δευτέρα, οὐδὲν ἐπιδηλοῦσιν. ὁ μέντοι γε Μᾶρκος πάντα μετὰ ἀκριβείας λέγει· φησὶν γὰρ μετὰ τὴν πρώτην ἄρνησιν· «καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν». ἰδοὺ ἔχεις τὴν πρώτην ἄρνησιν, ὅτι ἐγγὺς τῆς πρώτης φωνήσεως τῆς πρώτης ἀλεκτοροφωνίας ἐγένετο· εἶτα ἡ δευτέρα καὶ ἡ τρίτη ἄρνησις· συνεχῶς

92

(50)

γὰρ ἀλλήλαις ἐγένοντο· φησὶν γάρ, ὅτι «καὶ μετὰ μικρὸν πάλιν οἱ παρ‐ εστῶτες ἔλεγον τῷ Πέτρῳ» καὶ ἑξῆς. αὐταὶ οὖν αἱ δύο ἀρνήσεις μεταξὺ γεγόνασιν τῆς πρώτης καὶ δευτέρας φωνήσεως τῆς πρώτης ἀλεκτορο‐ φωνίας· φησὶν γάρ· «ἤρξατο ὀμνύναι, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ
ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν». ταύτης οὖν τῆς φωνήσεως καὶ οἱ ἄλλοι
55εὐαγγελισταὶ μνημονεύσαντες οὐκ ἐπεσημήναντο ὥσπερ οὗτος, ὅτι ἡ «ἐκ δευτέρου» ἦν, τοῦτ’ ἔστιν ἡ δευτέρα φώνησις τῆς πρώτης ἀλεκτορο‐ φωνίας ἦν. διὸ καὶ διαφωνίας ἐδόκει φαντασία τοῖς ῥητοῖς ὑπάρχειν. διὰ τί δὲ μὴ κατὰ τὴν πρώτην φώνησιν τῆς πρώτης ἀλεκτοροφωνίας ἤδη τὸ πρῶτον ἀρνησάμενος ὁ Πέτρος ἀνεμνήσθη τὸ ῥῆμα; ὅτι οὔπω
60ἦν τὸ τρίτον ἀρνησάμενος καὶ οὔπω τελείως κατανυγεὶς ἦν τὴν διάνοιαν καὶ τὴν πολλὴν χαλάσας τῆς αὐθαδείας προπέτειαν, ἀλλ’ ἔτι ὑπόθερμος ἦν καὶ φιλόνεικος ὡς οὐ τελείως ἀρνήσεται. διὸ καὶ ἀφίησιν αὐτὸν ὁ δεσπότης οὐ μόνον ἀρνήσασθαι, ἀλλὰ καὶ τρὶς ἀρνήσασθαι καὶ οὐ μόνον τρίς, ἀλλὰ καὶ μετὰ ὅρκου ἀρνήσασθαι. ὅταν οὖν μέγα τὸ πτῶμα γένηται,
65καὶ τὸ σημεῖον τοῦ πτώματος ἠκολούθησεν ἡ τοῦ ἀλέκτορος φωνὴ «καὶ» ὁ δεσπότης ἐξερχόμενος «ἐνέβλεψεν» αὐτῷ· τότε «ἀνεμνήσθη τὸ ῥῆμα», τότε ἀπέστη τοῦ θαρρεῖν, τότε ἐπέγνω τὸ πτῶμα, τότε ἰάτρευσεν τὸ τραῦμα. καὶ ὅρα, πόσα συνέδραμον, ἵνα εἰς συναίσθησιν αὐτὸν ἀγά‐ γωσιν τοῦ πτώματος· αὐτὸ τὸ μέγεθος τοῦ ἁμαρτήματος, τὸ σημεῖον τοῦ
70ἁμαρτήματος, αὐτὸς ἐμβλέψας ὁ δεσπότης. καὶ τίνα τότε; τὸν Πέτρον, τὴν πέτραν, τὸν θερμόν, τὸν κλειδοῦχον, τὸν πρὸς θάνατον ἕτοιμον, τὸν κορυφαῖον, τὸν πλέον τῶν ἄλλων φιλοῦντα τὸν κύριον. φύγωμεν οὖν, ἀγαπητοί, ἐννοοῦντες ταῦτα τὸ πεποιθέναι ἑαυτοῖς καὶ νομίζειν δύνασθαί τι ἀγαθὸν ἐξανύσειν ἐξ ἰδίας μόνης προθυμίας. κακὸν τὸ πά‐
75θος, χαλεποὺς ἐγείρει τοὺς μώλωπας. συγχωρεῖ τε τῷ Πέτρῳ πεσεῖν ὁ Χριστός, ἀποστῆναί τε αὐτόν, ὡς ἔφημεν, τοῦ μὴ πεποιθέναι ἑαυτῷ, ἀλλὰ πᾶν κατόρθωμα τῆς ἄνωθεν χάριτος ἡγεῖσθαι παιδεύων καὶ ὅτι μεγάλα ἦν ἐμπεπιστευμένος· πέτρα γὰρ τῆς ἐκκλησίας καὶ τὰς κλεῖς αὐτὸς ἐδέξατο καὶ μυρία ἄλλα. ἵνα οὖν μὴ ὑπεραρθῇ, ταῦτα ᾠκονό‐
80μητο· λέγει γὰρ καὶ ὁ Παῦλος· «ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ» καὶ τὰ ἑξῆς. εἰ δὲ τὰ σωματικὰ πάθη κωλύουσιν ὑπεραίρεσθαι, τὸ τῆς ψυχῆς αὐτῆς καθαψάμενον μᾶλλον. ἄλλως τε. ἐπειδὴ τὸν κόσμον ἦν ἐμπεπιστευ‐ μένος διδάσκειν καὶ ὁδηγεῖν, ἵνα μὴ θερμὸς ὢν πικρότερον καὶ ἀσυγ‐ γνώστως ἐπεξέρχηται τοὺς ἀσθενείᾳ σαρκὸς τῶν ὑψηλοτέρων ὀλισθαί‐
85νοντας, παραχωρεῖται πεσεῖν, ἵνα τῷ οἰκείῳ πάθει συγγνωμονικώτερος καὶ αὐτὸς τοῖς ἁμαρτάνουσιν ἂν μετανοῶσιν γίνηται. καὶ εἰς ἡμετέραν δὲ νουθεσίαν καὶ ἀσφάλειαν τοῦτο παρακεχώρηται, ἵνα ἀεὶ νήφωμεν, ἵνα ἀεὶ κἄν τι δοκῶμεν ἀγαθοεργεῖν, τῆς ἄνωθεν αὐτὸ δωρεᾶς ἡγώ‐
μεθα, ἵνα μηδέποτε ἐν μηδενὶ ἀπαυθαδιαζώμεθα, ἵνα ἂν ὑπὸ τοῦ πο‐
90νηροῦ σκελισθῶμεν ἔν τινι, μὴ ἀπογνῶμεν, ἀλλ’ ἐπὶ τὴν μετάνοιαν καὶ τὰ δάκρυα καὶ τὸν τῆς καρδίας συντριμμὸν καὶ τὴν θείαν ἐπικουρίαν εὐθέως τρέχωμεν μηδ’ ἐπὶ βραχὺ ἀναβαλλόμενοι.

92,col2

(14)

Ὅταν ὁ Ματθαῖος
15λέγῃ· πρὶν ἀλέκτορα φωνῆ‐ σαι τρὶς ἀπαρνήσῃ με, τὴν πρώτην ἀλεκτοροφωνίαν αἰνίττεται τὴν ὅλην δηλονότι. διὸ καί φησιν πρὶν αὕτη ἀπαρτισθῇ,
20τοῦτ’ ἔστιν ἡ ὅλη ἀλεκτοροφωνία, τρὶς ἀπαρνήσῃ με. ὅταν δὲ ὁ Μᾶρκος λέγῃ· «πρὶν ἢ δὶς ἀλέ‐ κτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με», τὰς ἐν ὅλῃ τῇ πρώτῃ ἀλεκτορο‐
25φωνίᾳ περιεχομένας φωνήσεις δη‐ λοῖ καί φησιν, ὅτι πρὶν τὰς δύο τὰς κατὰ μέρος φωνήσεις παρελ‐ θεῖν, τρίτον ἀπαρνήσῃ με·
32ἡ γὰρ ὅλη ἀλεκτοροφωνία τρεῖς καὶ τέσσαρας καὶ πλείους ἔχει φω‐ νήσεις, ὥστε συμφωνοῦσιν μᾶλλον
35ἀλλήλοις οἱ εὐαγγελισταί.Column end

93

(loc)

Mt 26,45—46
1Τὸ καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε οὐκ ἐπιτρέποντος ἦν, ἀλλ’ ὀνειδίζοντος, οἷον ἔτι νῦν καθεύδετε καὶ ἀναπαύεσθε καὶ οὔπω ἀνίστασθε οὐδὲ τοῦ παραδιδόντος ἐφεστηκότος αἰσθάνεσθε καὶ οὐ συναποθνῄσκειν ὑπέσχεσθε ὑπὲρ ἐμοῦ;

94

(loc)

Mt 27,51

94,col1

Ἐσχίσθη τὸ καταπέτα‐ σμα τοῦ ναοῦ τὰ ἀθέατα πᾶσιν πλὴν τοῖς ἱερεῦσιν καὶ ἄψαυστα θεατὰ πᾶσιν ἤδη καὶ ψαυστὰ μη‐
5νῦον γινόμενα· τῆς γὰρ καινῆς δια‐ θήκης εἰς τὰ τῆς οἰκουμένης πέ‐ ρατα διαλαμπούσης καὶ τῆς νομι‐ κῆς λατρείας παυομένης καὶ τὰ ἅγια τῶν ἁγίων λεγόμενα, ἅτινα
10ἀθέατα καὶ ἄψαυστα ἐτύγχανεν, πᾶσιν θεατὰ καὶ ψαυστὰ γεγόνα‐ σιν, οὐ τοῖς Ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀλλοφύλοις καὶ πολεμιωτάτοις, ὅτε καὶ αὐτὸς ὁ
15ναὸς εἰς προνομὴν καὶ σκῦλα παρ‐ εδόθη τοῖς ἐκπολιορκήσασιν τὴν
Ἰερουσαλήμ.Column end

94,col2

Ἐσχίσθη τὸ καταπέτα‐ σμα τοῦ ναοῦ καὶ ὤφθησαν τὰ ἀθέατα. τοῦτο σημαῖνον τὸ τὴν καινὴν διαθήκην εἰς πᾶσαν τὴν
5οἰκουμένην διαδραμεῖν καὶ τὴν νο‐ μικὴν λατρείαν ἀργῆσαι καὶ τὰ ἅγια τῶν ἁγίων πᾶσι θεατὰ καὶ βάσιμα
γεγονέναι.

95

(loc)

Mt 28, 18—19
1 Τὸ ἐδόθη μοι πᾶσα ἐξουσία τοῦτο δηλοῖ· ἔπαυσεν τὰ τῆς ἀνθρω‐ πίνης πτωχείας· οὐκέτι κόποι καὶ πόνοι καὶ ἐπιβουλαὶ καὶ ὑποστολαὶ καὶ προδοσία καὶ ῥαπτίσματα· εἰ γὰρ καὶ τὴν ἀνθρωπίνην φύσιν οὐκ ἀπεθέ‐ μην, ἀλλὰ τὰ ἀνθρώπινα πάθη πάντα ἀπεθέμην καὶ λοιπὸν ἀπαρακα‐
5λύπτως ἐκφαίνω τὴν τῆς θεότητος ἐξουσίαν καὶ τὸ ἀξίωμα, δι’ ἧς καὶ οὐρανοῦ καὶ γῆς δεσπότης καὶ δημιουργὸς ἔτι μᾶλλον ἐπιγνωσθήσομαι κηρυττόντων ὑμῶν καὶ μαθητευόντων πᾶσι τοῖς ἔθνεσιν τὴν ἀλήθειαν. ἢ καὶ οὕτως· ἄν τις ἐκλάβοι τὴν διάνοιαν, ὅτι τοῦ μὲν οὐρανοῦ τὴν ἐξου‐ σίαν καὶ πρὶν εἶχον, εἶχον δὲ καὶ τῆς γῆς· ποιητὴς γὰρ καὶ δεσπότης ἁπάν‐
10των ὑπῆρχον. νῦν δὲ καὶ ἄλλη μοι προσετέθη καὶ ἐδόθη διὰ τῆς οἰκο‐ νομίας ἐξουσία. ποία αὕτη; τὸ κῦρος καὶ κράτος, ὃ διὰ τῆς τῶν πιστευόν‐ των καὶ σῳζομένων προσλαμβάνω σωτηρίας· ἐπειδὴ γὰρ πρὸ τῆς ἐναν‐ θρωπήσεως τοῦ δεσπότου ὑπὸ τυραννίδα καὶ δουλείαν ἐτέλει τοῦ δια‐ βόλου τὸ ἀνθρώπινον καὶ τὴν δεσποτικὴν ἐξουσίαν ἀπεσείετο τὰς μὲν
15αὐτοῦ παρωθούμενον ἐντολάς, ταῖς τοῦ τυράννου δὲ ὑποκύπτον προστα‐ γαῖς, καὶ θυσίαις μὲν καὶ εἰδώλοις ἐγέραιρε τὸν λῃστήν, τὸν δὲ ἴδιον οὐκ ἐπεγίνωσκε δεσπότην καὶ ποιητήν, ταύτης οὖν τῆς τυραννίδος τὸν τύραννον διὰ τῆς ἐνανθρωπήσεως καὶ τῶν ἔργων καὶ τοῦ πάθους καὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καθελὼν καὶ ὅλην εἰς ἑαυτὸν τοῦ
20πλάσματος μεταστήσας τὴν προσκύνησιν καὶ λατρείαν καὶ ὑπακοὴν λίαν οἰκείως ἔφη καὶ παναληθῶς· ἐδόθη πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· εἶχεν μὲν γὰρ καὶ πρὶν τὴν ἐξουσίαν τοῦ πλάσματος ὡς πλάστης καὶ δημιουργός, προσείληφεν δὲ πόνοις οἰκείοις καὶ θανάτῳ καὶ σταυρῷ καὶ ἣν εἶχεν πρότερον ὁ τύραννος κατ’ αὐτοῦ. διὸ καὶ πᾶσα, φησίν,
25ἐξουσία, τοῦτ’ ἔστιν πρὸς ἣν πρότερον εἶχον καὶ τὴν λείπουσαν προσ‐ ελαβόμην καὶ νῦν ἔχω πᾶσαν, ἥν τε ὡς πλάστης εἶχον καὶ ἣν ὡς σωτὴρ καὶ λυτρωτὴς καὶ λατρευόμενος ὑπ’ αὐτῶν προσελαβόμην πᾶν τὸ πλάσμα εἰς τὴν ἐμὴν προσκύνησιν καὶ λατρείαν μεταγαγών. τὸ δὲ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπειδὴ τῶν λατρευόντων αὐτῷ καὶ σῳζομένων ἐπὶ γῆς
30μέν ἐστιν ἡ πολιτεία, ἐν οὐρανῷ δὲ ἡ μισθαποδοσία καὶ ἡ κληρονομία. ἐπεὶ δέ, φησίν, ἔλαβον τὴν ἐξουσίαν πάντων, πορευθέντες ἄνευ φόβου καὶ δειλίας καὶ δισταγμοῦ μαθητεύσατε πάντα τὰ ἔθνη καὶ ἑξῆς· τῆς γὰρ ἐμῆς ἐξουσίας ἡ δύναμις προοδοποιήσει καὶ προετοιμάσει λείαν καὶ εὔκολον ὑμῖν τὴν τῆς διδασκαλίας ἐργαζομένη παραδοχήν. ἔστιν δὲ
35τῶν ἄλλων τῶν εἰρημένων φυλαττομένων καὶ τοῦτο εἰπεῖν, ὅτι ἐπειδὴ ἀναστὰς πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κατεχομένους ῥυσόμενος συναν‐
έστησεν καὶ τὴν κατ’ αὐτῶν ἐξουσίαν, ἣν πρότερον ἐκεῖνοις εἶχεν, αὐτὸς ἀνεδέξατο, εἰκότως φησίν· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ἐπὶ γῆς μέν, ὅτι τούς τε τάφους ἐκένωσα τῶν σωμάτων καὶ
40περὶ τοὺς μυχοὺς τῆς γῆς τὰ τοῦ ᾅδου ταμεῖα δοκεῖ· ἐν οὐρανῷ δέ, ὅτι τῶν ἀνισταμένων ὁ κλῆρος ἐν τοῖς οὐρανοῖς. τὸ δὲ πορευθέντες μαθητεύσατε, ὅτι οὕτως ἐξατονήσαντος καὶ καταργηθέντος τοῦ ᾅδου, ὃς τὰς τῶν ἀνθρώπων διὰ τῆς σφῶν ἀπωλείας ὑπεδέχετο ψυχάς, καὶ τῆς ἐξουσίας πάσης εἰς ἐμὲ περιελθούσης ῥᾳδία καὶ ἀταλαίπωρος ἔσται
45ἡ ἐπιστροφὴ καὶ σωτηρία τῶν ἐθνῶν· καὶ γὰρ οὐδ’ ἄλλην τινὰ ὁ δεσπό‐ της φαίνεται ἐξουσίαν ἐν οὐρανῷ προσειληφὼς ἢ ἐπὶ γῆς παρ’ ἃς ἔφθημεν εἰπόντες· οὐδὲ γὰρ οὐδ’ ἔστιν ἄλλη διαγνωσθεῖσα· ἥ τε γὰρ ἐν τῇ ποιήσει καὶ διακοσμήσει τοῦ οὐρανοῦ ἐξ ἀρχῆς αὐτῷ προσοῦσα ἡ αὐτὴ διαμένει. καὶ ἡ ἐπὶ τῆς γῆς δὲ δημιουργία καὶ προαγωγὴ ἀπαρ‐

95

(50)

άλλακτός ἐστιν καὶ ἀλλοίωσιν οὐ δεχομένη, ὡσαύτως δὲ καὶ πάντων τῶν ἐμπεριεχομένων ἐν αὐταῖς ὁ αὐτὸς ἀκαινοτόμητος τῆς προαγωγῆς καὶ δεσποτείας ὅρος καθορᾶται. καλῶς ἄρα καὶ οἰκείως ἂν ἐκληφθείη τὸ ἐδόθη μοι πᾶσα ἐξουσία καὶ ἑξῆς ἐκλαμβανόμενον κατὰ τὰς
προειρημένας καὶ ἀποδεδομένας ἐννοίας.