TLG 4040 027 :: PHOTIUS :: Commentarii in Joannem (in catenis)

PHOTIUS Lexicogr. Scr. Eccl. Theol., Patriarcha
(Constantinopolitanus: A.D. 9)

Commentarii in Joannem (in catenis)

Source: Reuss, J. (ed.), Johannes–Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89] Berlin: Akademie–Verlag, 1966: 359–412.

Citation: Fragment — (line)

1

(loc)

Jo 1, 1
1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ’ αἰτίαν. ὅρα πῶς ἑκατέρωθεν ὑπο‐ στηρίζει καὶ συσφίγγει τὴν ὀρθὴν δόξαν περὶ τοῦ υἱοῦ. εἶτα ἐπειδὴ τὸν υἱὸν Λόγον καὶ 〈αὖθισ〉 Λόγον εἶπεν, τὸν δὲ πατέρα θεόν, ἵνα 〈μὴ〉 μείζονα τὸν πατέρα
5ὑπολαβὼν κατ’ οὐσίαν τοῦ υἱοῦ 〈τοῦ ὀρθοῦ〉 ἐκπέσῃς, ἅμα τοῦ εἰπεῖν αὐτὸν θεὸν εὐθέως συνάψας καὶ τὸν υἱὸν ἀνεκήρυξεν θεόν. τί οὖν ὁ πατὴρ οὐκ ἐν ἀρχῇ ἦν καὶ πῶς οὐχί; εἰ γὰρ ὁ ἐν ἀρχῇ υἱὸς πρὸς τὸν θεὸν καὶ πατέρα ἦν, πῶς οὐκ ἂν εἴη καὶ αὐτὸς ἐν ἀρχ, τοῦτ’ ἔστιν ἄχρονος καὶ ἄναρχος; ὁρᾷς πῶς ἐκ τοῦ ἄναρχον ἤτοι ἄχρονον εἶναι τὸν υἱὸν μανθάνομεν ὁμοίως
10ἄχρονον εἶναι καὶ τὸν πατέρα. ἀλλὰ μή ποτέ φησιν, εἰ καὶ ἐν ἀρχῇ ἦν καὶ εἰ ἄναρχος ὁ υἱὸς καὶ εἰ πρὸς τὸν πατέρα ἦν, ἀλλ’ οὔπω δῆλον ἐκ τούτων ὁ ἄχρονος καὶ συνάναρχος καὶ ὁ πατήρ· οὐδὲν γὰρ κωλύει καὶ ἐν ἀρχῇ εἶναι τὸν υἱὸν καὶ πρὸς τὸν πατέρα εἶναι, ἀλλὰ μὴ ἐν ἀρχῇ αὐτὸν εἶναι πρὸς τὸν πατέρα, μὴ γένοιτο, φησίν· οὗτος γάρ, φησίν, ὁ Λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ ἐν
15ἀρχῇ ἦν πρὸς τὸν πατέρα, ὥστε ἐκ τοῦ ἄχρονον εἶναι τὸν υἱὸν ἄχρονον καὶ συνάναρχον διδασκόμεθα καὶ τὸν πατέρα 〈ὡσ〉 καλῶς ἔλεγεν ὁ δεσπότης.

2

(loc)

Jo 1, 1—2
1 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. ἐπεστραμμένος ἦν καὶ νεύων ἀεὶ πρὸς τὴν πατρικὴν αἰτίαν, φησίν· εἰ γὰρ καὶ γεγέννηται ἐξ αὐτοῦ, ἀλλ’ οὐ διέστη αὐτοῦ. σκόπει δὲ θεολογίαν ὑψηλὴν καὶ ἀπηρτισμένην. εἶπεν ἐν ἀρχ, ἐδήλωσεν τὸ ἄχρονον, εἶπεν ὁ Λόγος, παρέστησεν τὸ ἀπαθὲς τῆς γεννήσεως
5καὶ ὅτι, ὥσπερ διὰ τοῦ λόγου τοῦ παρ’ ἡμῖν τὰ ὑπ’ αὐτῷ δηλοῦται καὶ γινώ‐ σκεται, οὕτω καὶ διὰ τοῦ Λόγου τοῦ ὑπὲρ νοῦν τὸν πατέρα ἐπιγινώσκομεν· «ὁ» γὰρ «ἑωρακὼς» τὸν υἱόν, «ἑώρακεν τὸν πατέρα» καὶ οὐδεὶς δύναται ἐπιγνῶναι τὸν πατέρα, εἰ μὴ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. καλῶς οὖν φησιν· ἐν ἀρχῇ ἦν ὁ Λόγος, εἶτα ἵνα μὴ νομίσῃς ἰδίαν ἀρχὴν ἀπεσχισμένην τῆς πατρικῆς ὑπάρχειν359
10τὸν Λόγον, εὐθέως ἐπάγει· καὶ ὁ Λόγος ὁ ἄχρονος, ὁ ἀπαθὴς τὴν γέννησιν, πρὸς τὸν θεὸν ἦν. αὐτὸν αἰτίαν ἔχει, πρὸς αὐτὸν ἐπέστραπται. εἶτα πάλιν ἵνα μὴ νομίσῃς, ὅτι ἦν μὲν ἐν ἀρχ, ὕστερον δὲ τὸν πατέρα προσείληφεν εἰς αἰτίαν, ἐπάγει· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. οὗτος, φησίν, ὁ ἐν ἀρχ, ὁ ἄχρονος ὢν καὶ ἐν ἀρχῇ καὶ ἀχρόνως αἰτίαν εἶχεν τὸν πατέρα. καὶ οὔτε τὸ
15εἶναι τοῦ υἱοῦ πρεσβύτερον τοῦ ἐκ τοῦ πατρὸς αὐτὸν εἶναι καὶ πρὸς αὐτὸν εἶναι, οὔτε ὁ πατὴρ πρεσβύτερος ἢ τοῦ υἱοῦ ἢ τοῦ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱόν, τοῦτ’ ἔστιν οὔτε τῆς ὑπάρξεως τοῦ Λόγου οὔτε τῆς ἀπαθοῦς αὐτοῦ γεννήσεως. διὰ τῶν τοιούτων τοῦ πνεύματος λόγων πολλὰ στόματα προαπο‐ ράπτων τῶν αἱρετικῶν, διὰ μὲν τοῦ ἐν ἀρχῇ Ἀρειανοὺς καὶ Μάρκελλον καὶ
20Φωτεινὸν καὶ μυρίας ἄλλας αἰσχύνων αἱρέσεις, διὰ δὲ τοῦ ὁ Λόγος τοὺς πάθος τι τῇ γεννήσει τολμῶντας προσάπτειν, διὰ δὲ τοῦ καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν Μαρκίωνά τε καὶ τοὺς ὅσοι ἑτέραν ἀρχὴν καὶ ἀντίθεον τῷ τοῦ νόμου δοτῆρι καὶ πατρὶ τὸν υἱὸν εἰπεῖν ἠφρονήσαντο, διὰ δὲ τοῦ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν πατέρα τούς τε προειρημένους Ἀρειανοὺς καὶ τὰς ἐξ
25αὐτῶν ὕστερον ὥσπερ ἀπὸ «σαπροῦ δένδρου» κατατμηθείσας παραφυάδας, τοὺς ἐκεῖθεν ἀποσχισθέντας οἷον θεὸν μὲν ἀεὶ εἶναι τὸν πατέρα, οὐκ ἀεὶ δὲ πατέρα, ἀλλ’ ἐπιγενέσθαι ἐτερατεύσαντο· εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος πρὸς τὸν θεόν, πότε ἦν, ὅτε οὐκ ἦν πατὴρ ὁ θεός, τῆς ἀρχῆς μηδὲν πρὸ αὐτῆς μηδ’ ἀναπλάσαι συγχωρούσης; διὰ τούτων πᾶσαν τὴν τοιαύτην βλασφημίαν ἐπιρρα‐
30πίζων καὶ τὸ ἄχρονον καὶ ἀπαθὲς καὶ πρὸς τὸν πατέρα ἀδιάστατον καὶ συναΐδιον ὑπογράφων καὶ ὅτι ἅμα τέ ἐστι Λόγος καὶ ἅμα υἱὸς καὶ ὅτι ἅμα τέ ἐστι θεὸς ὁ θεὸς καὶ πατήρ, ταῦτα καλῶς καὶ πανσόφως διατάσσων τε καὶ ἀναπλῶν ἐν μέσῳ πως ἐνεφθέγξατο καὶ τὸ ἐκ τούτων συναγόμενον καὶ θεὸς ἦν, φησίν, ὁ Λόγος ὥσπερ καὶ ὁ πατήρ· τοῦτο γὰρ εἴρητο περὶ τοῦ πατρός.
35θεὸς ἦν οὐχ ἁπλῶς ἔχων τὴν κλῆσιν, ἀλλ’ οἷον ἐννοεῖν ἀπαιτεῖ τὰ προειρημένα περὶ αὐτοῦ, τὸ ἄναρχον κατὰ χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ’ ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ Λόγος ὁ πρὸς τὸν πατέρα ἦν καὶ ἦν ὁμοίως καὶ θεὸς καὶ θεὸς ὁμοίως εἷς θεὸς ἦν· καὶ ἦν συνάναρχος γὰρ ὁ πατὴρ τῷ υἱῷ. ἐννόει δὲ καὶ σπουδὴν ἡλίκην τοῦ εὐαγγελιστοῦ
40εἰς τὸ ἀνακηρῦξαι θεὸν τὸν Λόγον· ἐπειδὴ γὰρ εἶπεν Λόγον, εἶπεν καὶ πρὸς τὸν θεόν· ἵνα μή τις καὶ τὰ ἄλλα καταλέγων ἴδια ἄλλο τι τὸν Λόγον ὑπ‐ οπτεύσῃ παρὰ τὸν θεόν, οὐκ ἀνέμεινεν τὰ κατὰ μέρος εἰπεῖν, ἀλλ’ εὐθέως ἀνέκραξεν καὶ θεὸς ἦν ὁ Λόγος μηδὲν ἕτερον ἀνασχόμενος ἐφεξῆς εἰπεῖν τοῦ καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, ἀλλ’ ἢ ὅτι καὶ θεὸς ἦν ὁ Λόγος.
45εἶτα τὸ σπουδαζόμενον ἀνειπὼν πάλιν ἐπεξέρχεται καὶ ἃ ἐμπεριέχεται τούτῳ
χαρακτηριστικὰ καὶ ἴδια τῆς θεότητος.360

3

(loc)

Jo 1, 3—4
1 Οὐ μόνον φησὶ δι’ αὐτοῦ τὰ πάντα ἐγένετο, ἀλλὰ καὶ εἴ τι γέγονε. ἦν ἐν αὐτῷ ζω, τοῦτ’ ἔστιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ἡ πάντων ἀρχή τε καὶ σύστασις ὁρατῶν τε καὶ ἀοράτων, ἡ τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυ‐ τρόπως τοῖς οὖσι χαριζομένη, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα
5τῶν τῇ φύσει διεστώτων χωρῶν. μία δὲ ἡ πάντα ζωὴ χωροῦσα πρὸς ἕκαστον ὡς ἂν αὐτῷ πρέπῃ καὶ δύνηται μετασχεῖν.

4

(loc)

Jo 1, 4
1 Ἐν αὐτῷ ζωὴ ἦν, τοῦτ’ ἔστι πηγή ἐστι τῆς ζωῆς τῆς μὴ φθειρομένης μηδὲ λυομένης. εἰ δὲ ταύτης, πολλῷ μᾶλλον αὐτῆς αἴτιος καὶ τῆς ἐπικήρου ταύτης καὶ πρὸς τὸ συμφέρον λυομένης. ἐν τίνι δὲ ἦν ἡ τοιαύτη ζω; δῆλον ὅτι ἐν τῷ υἱῷ· οὗτος γὰρ ἐλθὼν «ἐν τῷ κόσμῳ» πᾶσιν ἀνθρώποις αὐτὴν ἐπήγαγε
5διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ ἐχορήγησεν.

5

(loc)

Jo 1, 5
1 Ἡ σκοτία ἢ ὁ θάνατος ἢ ἡ πλάνη ἢ ἡ ἁμαρτία· τοὺς γὰρ εἰς αὐτὸν εἰλικρινῶς πεπιστευκότας καὶ τῶν ἐντολῶν αὐτοῦ φύλακας γεγενημένους καὶ τὴν ὡς ἀληθῶς ζωὴν διὰ τούτων ἐν ἑαυτοῖς δεξαμένους οὔτε θάνατος περιγί‐ νεται· «ὁ» γὰρ «πιστεύων εἰς ἐμέ», φησίν, «κἂν ἀποθάνῃ, ζήσεται». οὔτε
5ἁμαρτία· ὑμεῖς γὰρ «οὐκ ἐστὲ ἐκ τοῦ κόσμου»· ἀλλ’ οὐδὲ πλάνη, ἀλλ’ οὐδὲ θλῖψις ἢ κάκωσις· «θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κόσμον». εἰ δὲ οἱ τῆς ἐκεῖθεν χορηγουμένης ζωῆς ἀξιωθέντες τοσούτου φωτὸς ἀπήλαυσαν, ὥστε παντὸς σκότους γεγονέναι κρείττους καὶ τὴν ἐκεῖθεν ἀχλὺν διασκεδάσαι, τί χρὴ διανοῆσαι καὶ περὶ αὐτοῦ τοῦ χορηγοῦντος τὴν ἀνέσπερον καὶ φωτοφόρον
10ζωήν;361

6

(loc)

Jo 1, 6
1 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος ἀντὶ τοῦ εἰς τοῦτο αὐτὸ γέγονεν εἰς τὸ προαπεστάλθαι τοῦ Λόγου καὶ κηρῦξαι τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ· οὐ γὰρ κατὰ πάροδον ἢ κατά τινα συγκυρίαν ἢ ἄλλως κατὰ ἀνθρωπίνην φιλο‐ τιμίαν ἐκήρυξεν ἅπερ ἐκήρυξεν περὶ τοῦ Χριστοῦ, ἀλλὰ κατὰ χρέος καὶ ὡς
5εἰς αὐτὸ τοῦτο γεγενημένος εἰς τὸ πρόδρομος αὐτοῦ καὶ κῆρυξ ἀπεστάλθαι καὶ χρηματίσαι.

7

(loc)

Jo 1, 6—9
1 Ἐπειδὴ ἀνθρωπινώτερον εἶπε τὸ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα μή τισι δόξῃ ἐκ τῆς τοῦ Ἰωάννου μαρτυρίας κερδαίνειν τι τὸν Λόγον, εἰς τὸ ὑψηλὸν καὶ πρέπον πάλιν ἀνέδραμεν καί φησιν· καὶ τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον. ἦν φησιν, οὐ χρείαν ἔχει μαρτυρίας· φῶς
5γὰρ ἦν καὶ ἔστιν ἀεί, ἀλλ’ ἡ μαρτυρία τῶν ἀνθρώπων χάριν, ἵνα πιστεύσαντες καὶ διὰ τοῦ ὁμοδούλου χειραγωγηθέντες σωθῶσιν. ἦν τὸ φῶς καὶ πάντα ἄνθρωπον φωτίζει ὥστε καὶ τὸν Ἰωάννην αὐτὸν φωτίζει τὸ φῶς· ἄνθρω‐ πος γὰρ ἦν ἀπεσταλμένος ὁ Ἰωάννης. οὐκοῦν οὐκ ἐδεῖτο τῆς μαρτυρίας αὐτοῦ τὸ φῶς, ἀλλ’ ὥσπερ ἔφημεν, μαρτυρεῖ, ἵνα πιστεύσαντες οἱ ἀκούσαντες
10σωθῶσιν.

8

(loc)

Jo 1, 10
1 Τοῦτο ἐντρέπων καὶ ἐμφράττων τὰ στόματα τῶν λεγόντων τοῦ πονηροῦ εἶναι τὸν κόσμον· οὐ γὰρ ἂν ἠνέσχετο ἐν τῷ τοῦ ἐχθροῦ καὶ πολεμίου εἶναι ποιήματι ὁ ἀγαθός. διὸ καὶ ἐναργέστερον ταύτην τὴν ὑποψίαν ἀναιρῶν καὶ ὁ κόσμος, φησίν, δι’ αὐτοῦ ἐγένετο· ἄνω μὲν γὰρ καθολικῶς εἶπεν· «πάντα
5δι’ αὐτοῦ ἐγένετο»· νῦν δὲ καὶ ἰδικῶς αὐτὸν τὸν κόσμον, ὅν τινες διὰ τὰς ἐν αὐτῷ δοκούσας ἀνωμαλίας ἑτέρας ἀρχῆς πονηρᾶς, ἀλλ’ οὐ τῆς ἀγαθοποιοῦ
ἐφαντάσθησαν. ὧν τρανῶς τὴν ἀλογίαν καὶ ἀναισχυντίαν διὰ τοῦ εἰπεῖν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο ἐστηλίτευσεν. τὸ δὲ ἐν τῷ κόσμῳ ἦν οὐχ ὡς περιεχόμενος ἢ περιγραφόμενος ἐν αὐτῷ, ἄπαγε, ἀλλ’ ὡς πανταχοῦ. οὕτω362
10καὶ ἐν τῷ κόσμῳ ὡς ποιητὴς ἐν τῷ ποιήματι, ὡς τεχνίτης ἐν τῷ φιλοτεχνή‐ ματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ.

9

(loc)

Jo 1, 11
1 Πῶς ἦλθεν εἰς τὰ ἴδια ὁ ἀεὶ πανταχοῦ καὶ «ἐν τῷ κόσμῳ» παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σωματικῶς συνδιαιτηθεὶς καὶ ἄνθρωπος ἀληθῶς ἐπιγνωσθείς. ἴδιος δὲ αὐτοῦ ὁ κόσμος ὡς ποίημα καὶ δημιούργημα καὶ ὡς διακυβερνώμενος καὶ προνοούμενος ὑπ’ αὐτοῦ, ἔτι δὲ νῦν καὶ ὡς μᾶλλον
5ἀγαπηθείς, ὅτι καὶ ἄνθρωπος γενέσθαι δι’ αὐτὸν ἤτοι διὰ τὸν ἐν αὐτῷ ἄνθρωπον κατηξίωσεν.

10

(loc)

Jo 1, 12
1 Ἔδωκεν αὐτοῖς ἐξουσίαν καὶ τὰ ἑξῆς. τί οὖν οἱ πρὸ τῆς Χριστοῦ παρουσίας οἱ τῷ νόμῳ ζήσαντες οὐκ εἶχον ἐξουσίαν τέκνα θεοῦ γενέσθαι; οὐ μὲν οὖν τοσαύτην οὐδὲ πολλοῦ δεῖ. ἄκουσον Παύλου λέγοντος· «ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον». καὶ «νόμος δὲ παρεισ‐
5ῆλθεν». καί τι καὶ «ἐπλεόνασεν» τὸ ἁμάρτημα, φησίν. καὶ «τὴν» ἁμαρτίαν «οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις». καὶ «χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά», ὥστε ὁ νόμος διδάσκαλος μὲν ἦν ἀρετῆς καὶ κακίας ἀποτροπή, οὐ μὴν δὲ ἐδίδου χάριν καὶ συνεργίαν εἰς τὸ πληρῶσαι τὰς ἐντολάς, ὥστε οὐδὲ ἐξουσίαν εἶχον τοσαύτην πλὴν ὅσον τὴν ἀπὸ τοῦ αὐτεξουσίου γενέσθαι
10τέκνα θεο. τοὐναντίον μὲν οὖν ἐκ περιστάσεως καὶ ἐνεπόδιζεν ὁ νόμος· «ἀφορμὴν» γὰρ «λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν», φησίν. καὶ πάλιν, ὅτι καὶ «ἐξ ἔργων» μόνων ἦν ἡ διὰ νόμου σωτηρία, νῦν δὲ δεῖ μὲν καὶ ἔργων, τὸ δὲ ὅλον χάριτός ἐστιν· «δωρεὰν» γὰρ διὰ τοῦ βαπτίσματος υἱοθετούμεθα καὶ τέκνα θεοῦ ἐκ μόνου τοῦ θελῆσαι
15γινόμεθα, ὥστε ἄφατος ἡμῖν καὶ πολλὴ ἡ ἐξουσία τοῦ γενέσθαι τέκνα
θεο. ἐν δὲ τῷ νόμῳ οὐχ οὕτως, «ἀλλ’ ὁ ποιήσας αὐτὰ» ἄνθρωπος ἐκεῖνος μόνος «ζήσεται ἐν αὐτοῖς». νῦν δὲ πᾶς ὁ βουλόμενος πᾶσαν ἔλαβεν ἐξουσίαν γενέσθαι τέκνα θεο. μετὰ μέντοι τὸ γενέσθαι οὐ δεῖ καταισχύνειν τὸν πατέρα οὐδὲ ἀτιμάζειν τὸν προῖκα καὶ δωρεὰν καὶ οὐχ ὡς ὁ νόμος δι’ ἔργων363
20υἱοποιησάμενον, ἀλλὰ καὶ αὐτόν τι δεῖ συνεισενεγκεῖν εἰς εὐχαριστίαν τῆς τηλικαύτης εὐεργεσίας βίον καθαρὸν καὶ ἀνεπίληπτον καὶ ταῦτα οὐδὲ χαλεποῦ ὄντος τοῦ ἐπιτηδεύματος, ἅτε τῆς χάριτος τὰ μέγιστα ἡμῖν καὶ ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ συνεφαπτομένης καὶ συνεπισχούσης. ὥστε διχῶς ἐν ἡμῖν ἡ ἐξουσία τοῦ τέκνα θεοῦ κληθῆναι καὶ γενέσθαι ἐπεδαψιλεύθη ἔκ τε τοῦ
25προῖκα καὶ δωρεὰν καὶ οὐκ ἐξ ἔργων υἱοθετεῖσθαι, ἀλλ’ ἐκ μόνου τοῦ βούλεσθαι καὶ ἐκ τοῦ μετὰ τὴν υἱοθεσίαν καὶ εἰς αὐτὴν τῶν ἀρετῶν ἐργασίαν παρὰ τῆς χάριτος 〈δύναμιν〉 ἐφευρίσκειν. οἱ δὲ ἐν τῷ νόμῳ οὔτε χωρὶς ἔργων τινὸς δωρεᾶς ἢ υἱοθεσίας ἠξιοῦντο οὔτε ἐν αὐτοῖς τοῖς ἔργοις συμμαχίας τινὸς ἢ συνεργασίας ἀπέλαυον τῆς ἀπὸ τοῦ νόμου. τοὐναντίον μὲν οὖν αὐτοῖς καὶ τὴν
30ἁμαρτίαν ἐκεῖθεν ηὕρισκον μᾶλλον ἀνεζωοποιημένην καὶ σφοδρότερον αὐτοῖς ἐπιτιθεμένην, ὥστε τὴν ἀπὸ τοῦ αὐτεξουσίου μόνην ἐκεῖνοι διεκεκλήρωντο ἐξουσίαν, ἄλλην δὲ παρὰ ταύτην οὐδεμίαν. ἡμεῖς δὲ καὶ ταύτην ἔχομεν ἠλευθερωμένην καὶ τὴν ἀπὸ τῆς χάριτος πολλαπλασίονα καὶ ὑψηλοτέραν ταύτης, ὥστε σοφῶς ἅμα καὶ εὐλόγως φησὶν ἔδωκεν αὐτοῖς ἐξουσίαν
35τέκνα θεοῦ γενέσθαι. εἰ δὲ τοσαύτην ἐξουσίαν εἰληφότες υἱοὶ θεοῦ εἶναι, ἔτι τοῖς πάθεσιν δουλεύομεν, τίς ἡμῖν ἀπολογία ὑπολείψεται, μᾶλλον δέ, τίς κόλασις οὐκ ἀξία ἐπενεχθήσεται τοῖς εἰς τοσαύτην ἑαυτοὺς ῥᾳθυμίαν καὶ ἀμέλειαν καταστήσασιν, ὥστε ἀντὶ τοῦ τέκνα θεοῦ εἶναι δούλους ἑλέσθαι χρηματίζειν παθῶν.

11

(loc)

Jo 1, 12—14
1 Καὶ πῶς ἔνι γενέσθαι, φησίν, τοὺς ἀνθρώπους τέκνα θεο; μὴ θαυ‐ μάσῃς φησίν· καὶ γὰρ ὁ λόγος δι’ αὐτὸ τοῦτο σὰρξ γενέσθαι κατηξίωσε καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα ἐκεῖνος γενόμενος ἄνθρωπος δι’ οἰκονομίαν ἡμᾶς υἱοὺς θεοῦ ποιήσῃ χάριτι καὶ φιλανθρωπίᾳ. σὰρξ ἐγένετο, ὥστε οὐκ
5ἐν φαντασίᾳ ὤφθη, ἀλλ’ ἀληθῶς γέγονεν σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ὥστε οὐκ εἰς σάρκα ἐτράπη καὶ μία γέγονεν φύσις, ἀλλὰ σὰρξ ἀληθῶς γεγονὼς ἐφύλαξεν καὶ τοῦ γεγονότος καὶ τοῦ πρὶν γέγονεν καὶ τὴν φύσιν ἄτρεπτον καὶ τὸ ἰδίωμα. καὶ ἐθεασάμεθα τὴν δόξαν. τίνος; αὐτο, ἐκείνου φησίν, οὐκ αὐτῶν· εἷς γάρ ἐστιν ὁ αὐτὸς κατὰ τὴν ὑπόστασιν, εἰ καὶ ἡ τῶν φύσεων διαφορὰ
10οὐκ ἀναιρεῖται.364

12

(loc)

Jo 1, 15
1 Ἦν ἀεὶ πρῶτος, αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος πρῶτος, ὀπίσω δέ μου ἔρχεται τῷ χρόνῳ τῆς κατὰ σάρκα γεννήσεως καὶ τῇ τῶν πολλῶν ὑμῶν ὑπολήψει καὶ δόξῃ, ἤδη δὲ τοῖς ἀξίοις αὐτὸν συνιδεῖν. καὶ ἔμπροσθεν γέγονεν καὶ ἔτι μᾶλλον καὶ
5μᾶλλον καὶ ἀσυγκρίτως πᾶσιν τοῦ αὐτοῦ καὶ τὸ μεγαλεῖον ἀποκαλυφθήσεται τῆς θεότητος.

13

(loc)

Jo 1, 17
1 Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. ἡ χάρις καὶ ἡ ἀλήθειά φησιν· καὶ γὰρ τὰ Μωυσέως, εἰ καὶ χάρις ἦν, ἀλλ’ ἐν τύποις καὶ σκιᾷ. νῦν δὲ ἡ χάρις οὐκ ἐν τύπῳ, ἀλλ’ αὐτόχαρις καὶ αὐτοαλήθεια, ὥστε καλῶς φησιν· ὁ μὲν νόμος διὰ Μωυσέως, ἡ χάρις δὲ καὶ ἡ ἀλήθεια
5διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

14

(loc)

Jo 1, 18
1 Ἐπειδὴ εἶπεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, τὸ ἄναρχον αὐτῶν, τὴν πρὸς ἀλλήλους ἄφατον καὶ ὑπὲρ νοῦν σχέσιν καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος πρὸς τὸν» πατέρα, ἐπειδὴ εἰς τὴν ὑψηλὴν καὶ θαυμασίαν ταύτην θεολογίαν ἑαυτὸν καθῆκεν, ἵνα μή τις εἴπῃ· ἄνθρωπε, ὑψηλὰ μὲν καὶ θαυμάσια ἃ λέγεις· ἀλλὰ
5πόθεν ἔσχες γνῶναι ταῦτα; εἶδες τὸν θεόν; ἀλλ’ οὐδεὶς εἶδεν. πόθεν ἔμαθες τὰ ἀπόρρητα ταῦτα; τίς ὁ διδάξας; ἵνα οὖν μηδεὶς τοιαῦτα ἐννοῶν στασιάζῃ τοῖς λογισμοῖς, αὐτὸς προφθάσας φησίν· θεὸν μὲν γυμνὸν καὶ χωρὶς σαρκὸς οὐδεὶς οὐδέποτε ἑώρακεν. εἶτα σὺ δὲ πόθεν μαθὼν λέγεις ταῦτα; ὁ μονογενής, φησίν, ὃν προεῖπον, ὅτι θεός, ὅτι «φῶς», ὅτι «ἐν
10ἀρχῇ», ὅτι «πρὸς τὸν» πατέρα, ὅτι «πάντα ἄνθρωπον φωτίζει», ἐκεῖνος ἐξηγήσατο, ἐκεῖνος ἐδίδαξεν· ἐκεῖνον γὰρ «ἐθεασάμεθα» μετὰ σαρκός, ἐκείνου εἴδομεν «τὴν δόξαν», «δόξαν ὡς» ἀληθοῦς «μονογενοῦς». ἐκεῖνος ὁ μονογενής, ὁ τῆς πατρικῆς συγγενείας καὶ οἰκειότητος μηδέποτε ἀφιστά‐ μενος, ἀλλ’ ἀεὶ ἐν τοῖς κόλποις ὢν τοῦ πατρός, ἐκεῖνος ἡμῖν ταῦτα ἀπε‐365
15κάλυψεν καὶ διὰ τοῦτο καὶ ἡμεῖς θαρροῦντες ταῦτα κηρύσσομεν.

15

(loc)

Jo 2, 6—8
1 Καὶ ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ τῶν στοιχείων δημιουργὸς καὶ αὐτός ἐστιν ὁπότε μὲν βουλόμενος εἰς αἷμα τὸ ὕδωρ μεταβάλλειν, ἄλλοτε δ’ εἰς οἶνον, ἄλλοτε δὲ ἀπὸ λίθων αὐτὸ 〈ἐκκαλεῖν〉 καὶ ὅτι ὡς ἐξουσιαστῇ καὶ δεσπότῃ τοῦ παντὸς πάντα εἴκει αὐτῷ καὶ πρὸς τὸ βούλημα ῥᾷον μεταστοιχειοῦται.

16

(loc)

Jo 2, 9—11
1 Φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος ὡς θαυμάζων τὴν καλλονὴν τοῦ οἴνου καὶ τὸ σημεῖον μὲν μὴ συνεγνωκώς, οἰόμενος δ’ αὐτὸν παρενεγκεῖν τὸν ἀνθοσμίας οἶνον ἐκεῖνον. διὸ καί φησιν· πᾶς ἄνθρωπος τὸν καλὸν οἶνον τίθησι καὶ ἑξῆς. οὕτως ὁ δεσπότης ἀνεπιδείκτως ἐποίει τὰ σημεῖα,
5ὥστε τηλικούτου θαύματος τελουμένου ἐπιπλῆξαι δυναμένου πᾶσαν τὴν οἰκουμένην οὐδὲ τοῖς ἐν τῇ αὐτῇ οἰκίᾳ διατρίβουσιν ἐσπούδασεν ἐπιδειχθῆναι. ὅμως μέντοι οὐκ ἔλαθεν· ἐφανερώθη γάρ, φησίν, ἡ δόξα αὐτοῦ καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτο. τοῦ μὲν οὖν περιστέλλειν ἑαυτὸν καὶ μὴ κατ’ ἐπίδειξιν τερατουργεῖν ἀπόδειξις τὸ μηδὲ τὸν ἀρχιτρίκλινον μηδ’ αὐτὸν
10τὸν νυμφίον συνεγνωκέναι· ἀπεκρίθη γὰρ ἄν τι, εἴπερ συνεωράκει, ἐγκαλοῦντι τῷ ἀρχιτρικλίνῳ, ἀλλὰ καὶ αὐτὸς ὡς καινόν τι ἀκούων ἐσιώπα καὶ πρὸς τὸν λόγον ἐθαύμαζεν, τοῦ δὲ μεγέθους καὶ τῆς τοῦ σημείου λαμπρότητος τὸ καὶ οὕτω πραττόμενον μὴ λαθεῖν· καὶ γάρ φησιν· ταύτην τὴν ἀρχὴν τῶν σημείων ἐποίησεν ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτο,
15οὐ δι’ ὧν ἐπεδείξατο, ἀλλὰ δι’ ὧν μᾶλλον ἀνεπιδείκτως ἐθαυματούργησεν.366

17

(loc)

Jo 2, 14—16
1 Τοῦτο δὲ πεποίηκεν, ἵνα καὶ τοὺς Ἰουδαίους δι’ ἔργου ἀξιομνημονεύτου καὶ σιγῶν ἐλέγχειν ἀεὶ ἔχῃ, ὅτι μάτην ἐπὶ τῷ νομοφυλακεῖν καὶ γεραίρειν σεμνύνονται τὸν ναόν· οἱ γὰρ ἀγορὰν αὐτὸν καὶ ἐμπορείαν ἀπεργασάμενοι καὶ ὅρκων καὶ ἐπιορκίας καὶ ἀδικίας καὶ πολλῆς ἄλλης ἀτοπίας ἐργαστήριον
5ἀποδείξαντες· (ταῦτα γὰρ τῆς ἀγορᾶς οὐδὲν ἧττον τῶν ὠνίων τὰ τεκμήρια). τίνα ἄλλην τιμὴν ἐπετήδευον ἢ ποίαν ἄλλην φροντίδα ὑπὲρ τῆς αὐτοῦ κο‐ σμιότητος μετὰ πόθου ἐπιστεύοντο ἂν καταβαλεῖν; ἀλλ’ ἔνθα μὲν κέρδος ἦν, ὁρᾷς αὐτοὺς ἀγορὰν καὶ ἐμπορεῖον τὸν περιβόητον αὐτοῖς ναὸν ἀποδεδειγμένους καὶ οὐδεμία περὶ τούτου φροντὶς ἢ ἐπιτίμησις· ἔνθα δὲ λόγοις μόνον ἔδει
10σοβαρευθῆναι διακένοις, ἐκδικηταὶ τοῦ ναοῦ, ζηλωταὶ τῶν πατρῴων καὶ σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόνος καὶ προκάλυμμα τοῦ φθόνου ὁ ναὸς καὶ ὁ νόμος καὶ τὰ τῆς ἀπονοίας ῥήματα. ἐκβαλὼν οὖν αὐτοὺς ὁ δεσπότης ἔργῳ καὶ λόγῳ ἐκ τοῦ
15ἱεροῦ καὶ δείξας λαμπρῶς καὶ ἀναμφιβόλως καταφρονητὰς τοῦ ναοῦ μεγάλην στήλην κατ’ αὐτῶν ἀνήγειρεν, ὅτι εἴπερ ἂν ὑπὲρ τοῦ νόμου καὶ τοῦ ναοῦ λέγοιεν, οὐκ ἐκ πόθου καὶ πίστεως ταῦτα λέγοιεν; ἀλλ’ ἢ φυσιούμενοι ἢ φθόνον ἴδιον ἐπισκιάζοντες ἢ ἐπὶ τῷ σφῶν κέρδει, ἵνα καλῶνται «ῥαββί», ἵνα πλατύνωσι «τὰ φυλακτήρια», ἵνα τὰς «τῶν χηρῶν» καὶ τῶν ἄλλων κατεσθίωσιν «οἰκίας».

18

(loc)

Jo 3, 12—13
1 Εἶπεν εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· καίτοι ἔδει ἐπιγείοις οὖσι διὰ τῶν συγγενῶν ῥᾷον χειραγωγεῖσθαι, ἀλλ’ οὖν εἰ ταῦτα εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια ὑμῖν ἐπιγείοις οὖσιν πιστεύετε· μᾶλλον γὰρ τῆς ὑμῶν διανοίας τὰ ἐπουράνια
5διέστηκεν ἢ τὰ ἐπίγεια. πῶς οὖν μαθήσεσθε τὰ ἐπουράνια μὴ πιστεύοντες τοῖς παρ’ ἐμοῦ λεγομένοις; ἀναβῆναι ὑμῖν εἰς τὸν οὐρανὸν καὶ μαθεῖν οὐκ ἔνι· οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν οὐδ’ ἕως τοῦ νῦν, οὐ τῶν προφητῶν, οὐ τῶν ἄλλως κατ’ ἀρετὴν πολιτευσαμένων οὐδ’ ὅλως πλὴν ἐμοῦ
τοῦ ἐκεῖθεν καταβεβηκότος. ἐὰν οὖν ὑμῖν μὲν οὐκ ἔνι ἀναβῆναι, ἄλλος δέ τις367
10οὐκ ἀναβέβηκεν, ἐμοὶ δὲ τῷ ἀναβεβηκότι καὶ καταβεβηκότι καὶ ἐκεῖθεν μὴ χωρισθέντι—τοῦτο γὰρ δηλοῖ τὸ ὁ ὢν ἐν τῷ οὐρανῷ—ἐὰν οὖν μηδὲ ἐμοὶ πιστεύητε ἐπαγγέλλοντι καὶ διδάσκοντι τὰ ἐπουράνια καὶ θεῖα καὶ ὑψηλὰ δόγματα, πῶς ἄλλως μαθεῖν ταῦτα δυνήσεσθε; ταῦτα δ’ ἔλεγεν πανταχόθεν συνελαύνων τὸν Νικόδημον εἰς τὸ πιστεῦσαι αὐτῷ, ὅτι «ἂν μή τις γεννηθῇ ἐξ
15ὕδατος καὶ πνεύματος, οὐκ» εἰσελεύσεται «εἰς τὴν βασιλείαν» τῶν οὐρανῶν. αὐτὸς δὲ σφοδρότερον οὐδὲ μὴ ἴδῃ, φησίν, «τὴν βασιλείαν» τῶν οὐρανῶν.

19

(loc)

Jo 3, 19
1 Αὕτη δ’ ἐστὶν ἡ κρίσις, οἷον οὕτω λαμπρά, οὕτως ἀναμφίβολος ὡς μονονουχὶ καὶ δείκνυσθαι. αὕτη, φησίν, ἡ κρίσις οἷον ἡ κατάκρισις τῶν ἀπιστησάντων. πόθεν δ’ ἐστὶν δήλη, πόθεν περιφανὴς καὶ λαμπρὰ καὶ μηδεμίαν δεχομένη ἀμφισβήτησιν; αὐτόθεν φησίν· ὅτι τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον
5καὶ ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς.

20

(loc)

Jo 3, 23
1 Καὶ ὅτι κἀκεῖνος βαπτίζων. οὐκ εἰς τὸ ἐναντίον ἐβάπτιζε τῶν μαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ καὶ μᾶλλον τὰ ἐκείνων βεβαιῶν· βαπτίζων γὰρ τὸν Χριστὸν ἐκήρυττεν, ὅτι οὗτός ἐστιν ὁ νυμφίος καὶ ὁ υἱὸς τοῦ θεοῦ καὶ ὁ ἐκ τοῦ οὐρανοῦ ὥστε βαπτίζων τὴν εἰς αὐτὸν πίστιν ἐκράτυνεν ὥσπερ καὶ οἱ
5τοῦ Χριστοῦ μαθηταί.368

23

(loc)

Jo 4, 12—15
1 Εἰ τῆς γυναικὸς τῆς Σαμαρείτιδος εἰπούσης μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ἀπεκρίθη ὁ δεσπότης πρὸς αὐτήν· ναὶ μείζων εἰμί, τήν τε γυναῖκα ἐλύπησεν ἂν ἐκ τοῦ εὐθέως εὐτελίζειν τὸν πρόγονον δοκῶν ἐφ’ ᾧ ἐκείνη μέγα ἐφρόνει. καὶ οὐδὲν μέγα περὶ ἑαυτοῦ ἐδίδου ὑπονοεῖν·
5τί γὰρ ἄξιον τοῦ Χριστοῦ τὸ κατὰ σύγκρισιν τοῦ Ἰακὼβ αὐτὸν μείζονα νομισθῆναι; διὸ οὐ λέγει μείζων εἰμὶ οὐδὲ κατὰ σύγκρισιν τοῦ Ἰακὼβ αὑτὸν ἐκείνου προτίθησιν, ἀλλ’ ἅμα τε ἀσυγκρίτῳ μέτρῳ τὴν ὑπεροχὴν δεί‐ κνυσιν αὑτοῦ καὶ οὐκ αὐτὸς τοῦτο ξηρῶς ταῖς λέξεσιν λέγει, ἵνα μὴ δόξῃ τ’ ἐκεῖνον εὐτελίζειν καὶ ἀνιᾶν τὴν γυναῖκα, ἀλλ’ αὐτὴν ἐκείνην δι’ ὧν φησι
10δίδωσι τοῦτο συλλογίζεσθαι καὶ ἐννοεῖν· ὃ γὰρ ἄν τις αὐτὸς ἀναλογίσηται καὶ διανοηθῇ, οὐχ ὁμοίως ἡγεῖται φορτικὸν ὡσεὶ παρ’ ἑτέρου ἀκούσειεν ἄν. πῶς δὲ τοῦτο ποιεῖ ὁ Χριστός; ἐκ τῆς τοῦ ὕδατος διαφορᾶς, ὅ τε ὁ Ἰακὼβ αὐτοῖς ἀνεῦρεν καὶ ὃ αὐτὸς ὑπισχνεῖτο δώσειν. καὶ οὐδὲ ἁπλῶς λέγει τὴν διαφορὰν αὐτῶν ἄφατον οὖσαν καὶ πολλήν, ἀλλὰ καὶ μετὰ ὑποσχέσεως τοῦ
15παρασχεῖν, ἵνα καὶ ἀπὸ τῆς ἐπιθυμίας τοῦ λαβεῖν μηδὲν ἄτοπον αὐτοῖς εἶναι δόξῃ ἡ διαφορά. διὸ καὶ ἡ γυνὴ ἡ μήπω μείζονα ἀνεχομένη αὐτὸν εἶναι τοῦ Ἰακώβ, εὐθέως εἰς ὑψηλότερον ἀναχθεῖσα νοῦν εὐγνωμόνως τε ἀκούει τὸ ῥηθὲν καὶ αἰτεῖ τὸ παρ’ αὐτοῦ ὕδωρ καταφρονήσασα ὃ ἐθαύμαζεν τέως πρότερον τοῦ Ἰακώβ.
20 οὕτως οὖν ἀπὸ τῆς ἀσυγκρίτου τοῦ ὕδατος διαφορᾶς καὶ εἰς τὴν ἀσύγ‐ κριτον τῶν προσώπων ὑπεροχὴν ἐχειραγωγήθη ἡ γυνὴ καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χριστὸν
πίστεως.369

24

(loc)

Jo 4, 16
1 Τίνα ἀκολουθίαν ἔχει τῆς Σαμαρείτιδος αἰτούσης «τὸ ὕδωρ τὸ ζῶν» εἰπεῖν τὸν δεσπότην· ὕπαγε φώνησον τὸν ἄνδρα σου; πολλὴν μὲν οὖν· ἐπειδὴ γὰρ τὸ λαβεῖν ἐκεῖνο «τὸ ὕδωρ τὸ ζῶν» ἄλλως οὐκ ἐγχωρεῖ ἀλλ’ ἢ διὰ τῆς εἰς Χριστὸν πίστεως, λέγει αὐτῇ· ὕπαγε φώνησον τὸν ἄνδρα σου,
5ἵνα διὰ τῆς ἀποκρίσεως τῆς γυναικὸς καὶ τῆς ἐπὶ τῇ ἀποκρίσει προγνώσεως τοῦ Χριστοῦ θαυμάσασα ἡ γυνὴ ἐπιγνῷ τὸν δεσπότην καὶ πιστεύσῃ καὶ ἐπι‐ γνοῦσα καὶ πιστεύσασα ἀξιωθῇ τῆς αἰτήσεως ἤτοι τοῦ τυχεῖν τοῦ ζῶντος· ἔμαθεν γὰρ ἀπὸ τῆς τοιαύτης διαλέξεως, ὅτι αὐτός ἐστιν ὁ προσδοκώμενος Μεσσίας. ἐκήρυξεν τοῖς ἐν τῇ πόλει, ὅτι αὐτός «ἐστιν ὁ Χριστός»· τὸ γὰρ
10«μήτι αὐτός ἐστιν ὁ Χριστὸς» οὐ διστάζουσά φησι καὶ τοῦτο δείκνυται ἐκ τῆς πολλῆς σπουδῆς καὶ τοῦ τὴν πόλιν εἰς τὴν θέαν αὐτοῦ συγκαλεῖν, ἀλλὰ «μήτι αὐτός ἐστιν ὁ Χριστός» φησιν, ἵνα μὴ ἐξ εὐθείας καὶ μετὰ ἀποφάσεως ῥηθὲν προστῇ τισι προσανὲς ἐκ πρώτης φανέν. ἐκήρυξεν οὖν, ὅτι αὐτός «ἐστιν ὁ Χριστός». εἶχεν διὰ τούτου, οὗ ἐπεζήτει ζῶντος ὕδατος τοῦ καθαίροντος
15αὐτὴν τῆς ἁμαρτίας καὶ ἀπὸ τῆς φλεγμονῆς ἐκείνης τῶν παθῶν ἀναψύχοντος καὶ εἰς ζωὴν αἰώνιον ἐμβιβάζοντος. πόθεν δὲ τούτων ἔτυχεν; ἦ δῆλον ἐκ τοῦ εἰπεῖν τὸν δεσπότην· ὕπαγε φώνησον τὸν ἄνδρα σου· τοῦτο γὰρ τὸ ῥῆμα ἀρχὴ γέγονεν τοῦ ἐπιγνῶναι καὶ πιστεῦσαι τῇ γυναικί, ὅτι αὐτός «ἐστιν ὁ Χριστός», ἐξ οὗ λαμβάνει καὶ «τὸ ὕδωρ τὸ ζῶν». ὁρᾷς πῶς αἰτούσης τῆς γυναικὸς
20«τὸ ὕδωρ τὸ ζῶν» καταλλήλως φησὶν καὶ λίαν ἀκολούθως ὁ δεσπότης· ὕπαγε φώνησον τὸν ἄνδρα σου μονονουχὶ λέγων· ἐγὼ δώσω σοι αὐτό, ἐὰν μόνον καλῶς ἐπιγνῷς, τίς ἐστιν, ὃν αἰτεῖς· τούτου γὰρ γινομένου καὶ ἡ αἴτησίς σου ἀκολουθήσει. ἄλλως τε δὲ καὶ τύπον ἡμῖν δίδωσιν ἄνευ τοῦ οἰκείου ἀνδρὸς μὴ ἐπὶ πολὺ ὁμιλεῖν τῇ γυναικὶ μήτε μὴν χωρὶς ἐκείνου αἰτουμένῃ τι χαρί‐
25ζεσθαι· εἰ γὰρ καὶ μὴ εἶχεν νόμιμον αὐτῇ, ἀλλ’ ὅμως ἐπὶ τῶν ἐχόντων καὶ πανταχοῦ δεῖ τοῦτο παραφυλάττεσθαι· εἰ γὰρ ὁ δεσπότης τοῦ παντός, ὁ κύριος πάσης πνοῆς, τοῦτο παρεφυλάξατο, τί χρὴ ποιεῖν τοὺς καθ’ ἡμέραν πορθου‐ μένους λογισμοῖς καὶ παθεῖν ἀτόποις; διὰ τοῦτο καὶ αὐτὸς ἀναμάρτητος καὶ ἀπαθὴς ὤν· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι».
30ὅμως εἰς παράδειγμα καὶ τύπον ἡμέτερον ἄνευ τοῦ συνοίκου οὐκ ἠνέσχετο οὔτε πλείονα χρόνον προσομιλεῖν οὔτε κατὰ τὸ φαινόμενον καὶ πρόχειρον τῆς
λέξεως τὴν αἴτησιν εἰς πέρας ἄγειν τῆς γυναικός.370

25

(loc)

Jo 4, 19—20
1 Οἶμαι δὲ ὡς οὐδὲ παντὶ τρόπῳ βουλομένη τὰ ἑαυτῆς προκεκριμένα δεῖξαι τῶν Ἰσραηλιτῶν, διὰ τοῦτο παράγει τό· οἱ πατέρες ἡμῶν προσ‐ εκύνησαν ἐν τῷ ὄρει, ἀλλὰ τὸ συστατικὸν νομιζόμενον εἶναι τῆς ὑπολήψεως τῶν Σαμαρειτῶν προκομίζει. εἶθ’ οὕτως ὡς ἀπὸ προφήτου παρ’ ἐκείνου
5ἐπεζήτει μαθεῖν τῶν δοξῶν τὴν ἀληθεστέραν τε καὶ τιμιωτέραν. διὸ καὶ ἀρχομένη ἔλεγεν· κύριε, θεωρῶ ὅτι προφήτης εἶ σ.

29

(loc)

Jo 4, 23
1Καὶ νῦν ἐστιν τὸ πάντως καὶ διὰ ταχέων γενησόμενον σημαίνει.371

31

(loc)

Jo 5, 19—27
1 Ὥστε εἰ ἃ ὁ πατὴρ ποιε, ταῦτα καὶ ὁ υἱὸς ποιεῖ καὶ μάλιστα ὁμοίως, ἴσος αὐτῷ ἐστι κατὰ πάντα. τὸ δὲ ὁ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ δείκνυσιν αὐτῷ καὶ δείξει καὶ τὴν κρίσιν πᾶσαν δέδωκεν, φησίν, ἵνα ἐπιστομίσῃ αὐτούς, ὅτι οὐκ ἔστιν ἀντίθεος· εἰ γὰρ φιλεῖ τὸν υἱόν, φησίν,
5πῶς ἂν ἐφίλει τὸν πολέμιον; πῶς δὲ συνεχώρει καὶ οὐ μόνον συγχωρεῖ, ἀλλὰ καὶ δείκνυσιν αὐτῷ τὰ αὐτὰ ποιεῖν ὥσπερ ἐφηδόμενος τοῖς ἔργοις αὐτοῦ; πῶς δὲ καὶ πᾶσαν αὐτῷ ἐνεχείριζε τὴν ἐξουσίαν; ἄλλως τε δέ· ὥσπερ ὅτ’ ἂν λέγῃ, ὅτι πᾶσαν αὐτῷ ἔδωκεν τὴν ἐξουσίαν ἤτοι τὴν κρίσιν, οὐχ αὑτὸν ἐξίστησι τῆς ἐξουσίας, ἀλλ’ εἰς τιμὴν λέγει τοῦτο τοῦ υἱοῦ· οὕτω γὰρ
10εἰώθασιν οἱ ἄνθρωποι μᾶλλον τιμᾶν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ τιμωρεῖσθαι καὶ σῴζειν. ὥσπερ οὖν ἐπὶ τιμῇ τοῦτο εἴρηκεν τοῦ υἱοῦ κατὰ τὸν ἀνθρώπινον λογισμόν, οὕτω καὶ τὸ ἔδωκεν ἐπὶ τιμῇ εἴρηται τοῦ πατρός· τιμῶσι γὰρ καὶ τὸν διδόντα τὴν ἐξουσίαν. ἂν μὲν οὖν εἶπεν, ὅτι πᾶσαν τὴν κρίσιν ἔχει ὁ υἱός, ὁ γὰρ πατὴρ οὐ κρίνει οὐδένα, παρέσχεν ἂν ὑπόνοιαν, ὅτι
15αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ ἔδωκεν, ἵνα καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁμοίως τιμήσῃ, τὸν μὲν ὡς δόντα, τὸν δὲ ὡς πᾶσαν εἰληφότα. πάλιν εἰ εἰπὼν τὸ ἔδωκεν οὐκ ἐπήγαγε τὸ πᾶσαν, ἀλλ’ εἶπε μετασχεῖν ἔδωκε τῆς ἐξουσίας, ἐταπείνου τὸ ἀξίωμα τοῦ υἱοῦ. εἰπὼν δὲ τὸ ἔδωκεν
20καὶ ἐπαγαγὼν πᾶσαν τὴν κρίσιν καὶ ὅτι ὁ πατὴρ οὐδένα κρίνει, ἰσοτιμίαν
λαμπρῶς ἔδειξεν.372

32

(loc)

Jo 5, 30
1 Τὸ καθὼς ἀκούω κρίνω τινὲς ἐξειλήφασιν, ὅτι παιδεύων ἡμᾶς μηδὲν πλέον τῶν φαινομένων καὶ λεγομένων ἐν ταῖς κρίσεσιν περιεργάζεσθαι καὶ 〈μὴ〉 ἐξ ὑπονοιῶν καὶ ἀνθρωπίνων λογισμῶν βλάπτειν καὶ λυμαίνεσθαι τοὺς κρινομένους, τὰ πολλὰ τῶν ἀνθρωπίνων λογισμῶν ὑπὸ φιλίας ἢ ἔχθρας τοῦ
5δικαίου παρέλκεσθαι καὶ παρασύρεσθαι δυναμένων. τούτου, φασίν, ἀπάγων ἡμᾶς ἔλεγεν, ὅτι καθὼς ἀκούω κρίνω. εἰ δὲ ἐγὼ «ὁ καρδιογνώστης» οὕτω δι’ αὐτὸ καὶ ἐν τοῖς φαινομένοις καὶ λεγομένοις τὴν κρίσιν ποιοῦμαι μηδὲν περαιτέρω τούτων πολυπραγμονῶν, οὐδὲ ὑμᾶς χρὴ παρὰ τὰ ὁρώμενα καὶ φαινόμενα καὶ λεγόμενα ἄλλο τι περιεργάζεσθαι καὶ τοῖς οἰκείοις θαρρεῖν
10λογισμοῖς καὶ τούτοις ἐπιτρέπειν τὴν τῶν ἀδήλων κρίσιν. οὕτω μὲν οὖν τινες, οὐκ ἐμοὶ δοκοῦν. πρῶτον μὲν γὰρ πολλαχοῦ φαίνεται ὁ δεσπότης ὅτι οὐκ ἔκρινεν, καθὼς ἤκουεν, ἀλλ’ ὡς «καρδιογνώστης θεός», οἷον ὅτε τῇ γυναικὶ ἔλεγεν «καλῶς εἴπας, ὅτι οὐκ ἔχεις ἄνδρα· πέντε γὰρ ἔχεις», καὶ ὅτε ἔλεγεν «ἄρτι πιστεύετε», ἐλεύσεται ὥρα ὅτε πάντες ὑμεῖς διασκορπισθήσεσθε καὶ μυρία
15ἄλλα, ὅτι οὐδὲ προύκειτο αὐτῷ σκοπὸς ἐνταῦθα τοιοῦτος, ἀλλὰ περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ καὶ ἰσότητος καὶ ἐξουσίας καὶ τοιούτων. τί οὖν ἐστιν καθὼς ἀκούω κρίνω; καθὼς ἀκούω, φησίν, παρὰ τοῦ πατρὸς κρίνω; τοῦτ’ ἔστιν ὥσπερ ἐκεῖνος κρίνει, οὕτω κἀγώ. ὥσπερ δὲ τὸ «δείκνυσιν αὐτῷ» καὶ τὸ «δείξει αὐτῷ» καὶ «ἔδωκεν αὐτῷ ἐξουσίαν» θεοπρεπῶς ἐξειλήφαμεν, μᾶλλον δὲ ὥσπερ
20ταῦτα ἡ τοῦ λόγου ἀκολουθία θεοπρεπῶς ἐκλαβεῖν ἐκπαιδεύει καὶ ἀπαιτεῖ, οὕτω καὶ τὸ καθὼς ἀκούω κρίνω θεοπρεπῶς ἐκληφθήσεται· ἐπειδὴ γὰρ εἶπεν, «ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται» οὐ τοῦ πατρός, ἀλλὰ τῆς τοῦ υἱοῦ φωνῆς εἰπὼν τοῦτο τὸ ὑψηλὸν καὶ θεοπρεπὲς περὶ αὐτοῦ, εὐθὺς ἐπήγαγεν καὶ ὃ εἰς τιμὴν συνετέλει τοῦ πατρὸς οἷον οὐκ ἀφῄρηται
25τὴν κρίσιν ὁ πατήρ, ἀλλ’ ἐγὼ κρίνων σύμφωνον αὐτῷ ἐκφαίνω τὴν ψῆφον.373

34

(loc)

Jo 5, 31—34
1 Ἢ μᾶλλον ἄν τις εἴποι, ὅτι τὸ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ καὶ τὰ ἑξῆς, οὐκ ἔστιν κατὰ ἀπόφασιν οὐδ’ ὡς ἐκ τοῦ δεσπότου προτεινόμενον, ἀλλ’ ὡς ἐξ ἀντιθέσεως τῶν Ἰουδαίων καὶ παρ’ ἐκείνων προαγόμενον· ἐπειδὴ γὰρ καὶ πολλὰ καὶ ὑψηλὰ εἶπεν ὁ δεσπότης περὶ ἑαυτοῦ, ὅτι «ὁ μὴ τιμῶν» αὐτὸν ὡς τὸν
5πατέρα οὐδὲ «τὸν πατέρα τιμᾷ», ὅτι «ὁ τὸν λόγον» αὐτοῦ «ἀκούων εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», ὅτι «οἱ νεκροὶ» ἀκούοντες «τῆς φωνῆς» αὐτοῦ ζήσονται καὶ τὰ τοιαῦτα. ἐπειδὴ οὖν ταῦτα λέγοντος ἐδάκνοντο οἱ Ἰουδαῖοι καὶ ἔμελλον λέγειν αὐτῷ· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· τοῦτο γὰρ καὶ ἀλλαχοῦ
10πεποιήκασιν. ταύτην οὖν τὴν ἀντίθεσιν προλαμβάνων οὐδ’ ἐπὶ ταύτῃ δείκνυσιν αὐτοὺς λόγον ἔχοντάς τινα, οἷον· ἐρεῖτέ μοι, φησίν, ὅτι ταῦτα λέγων ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ καὶ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής, ἀλλὰ καὶ αὕτη ὑμῶν ἡ πρόφασις ἐκκέκοπται· οὐ γὰρ ἐγώ εἰμι μόνος ὁ μαρτυρῶν περὶ ἐμαυτο, ἀλλὰ καὶ ὁ Ἰωάννης, ὃν ὑμεῖς ἐθαυμάζετε καὶ ἀξιόπιστον
15ἡγεῖσθε. καὶ τί λέγω Ἰωάννης; ἀλλὰ καὶ αὐτὸς ὁ πατὴρ διὰ τοῦ πνεύματος ἐμαρτύρησεν, οὗτινος ὑμεῖς οὔτε τῆς μαρτυρίας ἐγένεσθε ἀκροαταὶ οὔτε νῦν οὔτε πάλαι οὔτε ὀρθὴν ὑπόληψιν περὶ τῆς μακαρίας αὐτοῦ καὶ ἀκηράτου οὐσίας ἐκτήσασθε. καὶ ἐνταῦθα μὲν δι’ ἐνστάσεως αὐτῶν τὴν νομιζομένην ἀντίθεσιν ἤλεγξεν. προϊὼν δὲ καὶ δι’ ἀντιπαραστάσεως καταβάλλει αὐτὴν λέγων· εἰ καὶ
20ἐγὼ μόνος ἐμαρτύρουν περὶ ἐμαυτο, οὐδὲ τοῦτο ὑμῖν ὤφειλεν εἶναι πρόφασις ἀπιστίας· οὐ γὰρ ὥσπερ τῶν ἀνθρώπων ἐστὶν ἡ περὶ αὐτῶν μαρτυρία ψευδής, ἀλλὰ παναληθεστάτη ἐστὶν ἡ ἐμή.

35

(loc)

Jo 5, 31—34
1 Ἐὰν γάρ τις ὑπὲρ ἑαυτοῦ μαρτυρῇ ὅσον εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, οὐκ ἔστιν ἀληθὴς αὐτοῦ ἡ μαρτυρία. τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· ἐὰν ἐγὼ μόνος, φησίν, μαρτυρῶ περὶ ἐμαυτο. ἴσως ἐξῆν ἡμῖν κατὰ τὰς ἀνθρωπίνους ὑπονοίας ἀπιστεῖν τῇ μαρτυρίᾳ
5ὡς μὴ οὔσῃ ἀληθινῇ. νῦν δέ, φησίν, καὶ αὐτὴ ὑμῶν ἡ πρόφασις διακέκοπται· οὐ γὰρ μόνος ἐγὼ περὶ ἐμαυτοῦ μαρτυρ, ἀλλὰ κἀκεῖνος, ὃν ὑμεῖς ἀξιόπιστον ὑπειληφότες τὴν ἐρώτησιν προσηγάγετε, ὥστε καὶ ἐκ τοῦ τὸν Ἰωάννην παράγειν μαρτυρίαν καὶ ἐκ τοῦ εἰπεῖν ὑμεῖς ἀπεστάλκατε σαφῶς δείκνυται, ὅτι πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τὸν λόγον προήνεγκεν, καὶ τὸ374
10ἐπαγόμενον δέ· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ταῦτα δὲ εἶπον, τοῦτ’ ἔστι διὰ τοῦτο τὸν Ἰωάννην προέφερον ὑμῖν εἰς μαρτυρίαν, ἵνα ὑμεῖς σωθῆτε, τρανῶς τὴν εἰρημένην παρέστησεν ἔννοιαν, ὅτι πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τοῖς λόγοις ἐχρήσατο.

36

(loc)

Jo 5, 32—33
1 Καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ ἀντὶ τοῦ καὶ οἶδα ὅτι οὐκ ἂν οὐδ’ ὑμῖν ἀρνηθείη ὡς ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἂν ἄρα μὴ ἑαυτοῖς μάχησθε· ὑμεῖς γὰρ ἀξιόπιστον αὐτὸν ὑπειληφότες ἀπεστείλατε ἐρωτῶντες αὐτόν. καὶ αὐτὸς ἐμαρτύρησε τῇ ἀληθεί, τῇ ἀληθείᾳ δέ, φησίν,
5ὅτι καὶ πρὸ τῆς Ἰωάννου μαρτυρίας αὐτοαλήθεια ἦν καὶ τῆς ἑτέρων οὐκ ἐδεῖτο μαρτυρίας. οὐκοῦν οἶδα, φησίν, ἂν εὐγνωμονῆτε, ὅτι καὶ ὑμῖν ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.

37

(loc)

Jo 5, 36—39
1 Ὡς ἀκόλουθον τοῖς εἰρημένοις τίθησι τὸ οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε καὶ τὰ ἑξῆς. τὸ δὲ ἑωράκατε. ὡς καὶ προϊών φησιν ἐκληπτέον «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα» ἀντὶ τοῦ οὐκ ἔχετε ὀρθὴν δόξαν καὶ ὑπόληψιν θεοπρεπῆ περὶ αὐτοῦ, κἂν αὐτὸν ἐκδικεῖν σχηματίζησθε.
5πῶς δὲ ὡς ἀκόλουθον; ἐπειδὴ εἶπεν, ὅτι ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ καὶ ὅτι τὰ ἔργα, ἃ ἔδωκέν μοι ποιεῖν ὁ πατήρ, ἐκεῖνα μαρτυρεῖ περὶ ἐμο, ὑμεῖς δὲ οὐδ’ οὕτω πιστεύετε, δῆλον ὅτι, ὡς ἔοικεν, φησὶν οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐδὲ τήν, ὅτε ἔλεγεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα», οὐδὲ περὶ τῆς μακαρίας
10αὐτοῦ καὶ ἀπαθοῦς καὶ παντοκρατορικῆς φύσεως οὐδὲν ὀρθὸν ὑπολογίζεσθε· ἢ γὰρ ἂν τὰ ἔργα, ἃ ἐγὼ ποι, ἐκείνης μόνης τῆς αὐθεντίας καὶ ἐξουσίας
ὀρθῶς κρίναντες εἶναι οὐκ ἂν ἐμὲ τὸν υἱὸν αὐτοῦ τὰ αὐτὰ πράττοντα τῷ πατρὶ ἀντίθεον ἐβλασφημεῖτε. ὁρᾶς πῶς ὡς ἀκόλουθον εἴρηται. τὸ δὲ οὐδέποτε ἀκηκόατε οὐ νῦν φησιν, ἀλλ’ οὐδὲ ὅτε τῷ Μωυσῇ ἐλάλει· πῶς γὰρ οἵ γε375
15παραυτίκα μοσχοποιήσαντες καὶ μετὰ ταῦτα δεξάμενοι τὰς νουθεσίας καὶ μυριάκις εἰς εἰδωλολατρείαν ἐκπορνεύσαντες; διὸ ἀληθῶς οὔτε τότε οὔτε νῦν οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε οὔτε τὴν περὶ αὐτὸν ὀρθὴν δόξαν καὶ ἀδιά‐ στροφον ἐν καρδίᾳ ἐφυλάξατε καὶ διὰ τοῦτο οὐδὲ τοὺς πάλαι περὶ τοῦ υἱοῦ προρρηθέντας χρησμοὺς ἔχετε μένοντας ἐν ὑμῖν οὔτε τὴν νῦν εἰρημένην τῷ
20πατρὶ μαρτυρίαν, ἀλλ’ εἰ βούλοισθε, κἂν γοῦν ὀψέ ποτε, διαβλέψαι πρὸς τὴν ἀλήθειαν καὶ μαθεῖν, ὅτι πάλαι ταῦτα προκατήγγελται περὶ ἐμο, ἐρευνᾶτε τὰς γραφάς· μὴ γὰρ κἀνταῦθα λέγων δοκῶ ὑμῖν ἀσύμφορα λέγειν, οὐχὶ καὶ ὑμῖν δοκεῖ ἐν αὐτοῖς ζωὴν εὑρίσκειν.

38

(loc)

Jo 5, 41—42
1 Εἰ δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνεις, διὰ τί λέγεις ταῦτα; δι’ ὑμᾶς φησιν, «ἵνα» ἐπιστραφῆτε καὶ «σωθῆτε»· θεωρῶ γὰρ ὑμᾶς παντάπασιν τῆς πρὸς τὸν θεὸν ἀγάπης ἀπανεστηκότας, ὅτι ἐμὲ τὸν ἐν τῷ ὀνόματι αὐτοῦ παραγεγονότα ἀπωθεῖσθε· πῶς γὰρ ἔνι λέγειν ἀγαπᾶν τὸν θεὸν καὶ πατέρα, τὸν δὲ ἐξ αὐτοῦ
5ἐληλυθότα ἀποπέμπεσθαι καὶ μισεῖν;

39

(loc)

Jo 5, 43
1 Τοῦτ’ ἔστιν οὐ τῇ ὀρθῇ κρίσει περὶ θεοῦ προσέχετε, ἀλλὰ ἅπερ ἂν ἀκρίτως ὑμῖν νομισθῇ, εἰς τοῦτο φέρεσθε συρρέοντες, δέον μὴ προλήψει ματαίᾳ δουλεύον‐ τας τῆς περὶ θεὸν ὀρθῆς δόξης διαπίπτειν καὶ ἀποσφάλλεσθαι, ἀλλὰ ταύτην ἑδραίως ἐν ἑαυτοῖς λαβόντας καὶ ἔχοντας τὰς κενὰς ὑπολήψεις διωθεῖσθαι καὶ
5ἀποπέμπεσθαι.

40

(loc)

Jo 5, 44
1Δόξαν παρ’ ἀλλήλων λαμβάνοντες ἀντὶ τοῦ ἀρέσκειν ἀλλήλους
ζητοῦντες.376

41

(loc)

Jo 6, 6
1 Πειράζων ἐκεῖνον, οὐχ ὥστε αὐτὸς μαθεῖν· αὐτὸς γὰρ ᾔδει αὐτὸν ἀκριβῶς «ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν», ἀλλ’ ὥστε τὸν Φίλιππον παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι.

42

(loc)

Jo 6, 6
1 Ἢ πειράζων εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικῆς ἐξουσίας χειραγωγῶν· καὶ γάρ ἐστιν παρὰ τῇ γραφῇ τὸ τοιοῦτον τῆς λέξεως σημαινόμενον.

43

(loc)

Jo 6, 42—44
1 Τῶν Ἰουδαίων εἰπόντων οὐχ οὗτος ὁ υἱὸς Ἰωσὴφ αὐτὸς μὲν οὐκ ἀποκρίνεται αὐτοῖς ἐξ εὐθείας καὶ ἁπλῶς οὕτω λέγων, ὅτι οὐκ εἰμὶ υἱὸς τοῦ Ἰωσήφ. τὸ αὐτὸ δὲ τοῦτο δίδωσιν αὐτοῖς ἐννοεῖν· ἐκείνων γάρ, ὡς ἔφημεν, λεγόντων αὐτὸν υἱὸν τοῦ Ἰωσὴφ αὐτός φησιν· οὐδεὶς δύναται ἐλθεῖν
5πρὸς ἐμ, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, μονονουχὶ λέγων πατέρα ἐμὸν λέγετε τὸν Ἰωσήφ, πατὴρ ἐμός ἐστιν, ἐξ οὗ ἐξῆλθον καὶ κατεπέμφθην ὑμῖν, ὁ ἐν οὐρανοῖς κατοικῶν καὶ δεσπόζων τοῦ παντός. διὰ τοῦτο δ’ ἔτι καλεῖτέ με υἱὸν τοῦ Ἰωσὴφ καὶ ἀνάξια φθέγγεσθε περὶ ἐμοῦ, ὅτι ὁ ἀληθινὸς καὶ οὐράνιος πατὴρ οὔπω εἵλκυσεν ὑμᾶς εἰς τὸ ἐπιγνῶναί
10με γνήσιον αὐτοῦ υἱόν. ὅταν δὲ ἑλκύσῃ, γνώσεσθε. ἑλκύει δέ, ὅταν ἀξίους ἑαυτοὺς παρασκευάσητε, ὅταν πίστει προσέλθητε, ὅταν γαστριμαργίαν καὶ ἀλαζονείαν καὶ οἴησιν ἀπορρίψαντες εὐήνιον τὸν αὐχένα τῇ εὐαγγελικῇ καὶ σωτηρίῳ ζεύγλῃ ὑποβάλητε. τότε οὖν ἑλκυσθέντας εἰσδέξομαι κἀγὼ καὶ
ἀναστήσω ὑμᾶς ἐν τῇ ἐσχάτῃ ἡμέρ.377

44

(loc)

Jo 6, 44—48
1 Εἶπεν οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν, ἅμα μὲν δεικνύς, ὅτι τοσοῦτον ἀπέχει τοῦ λυπεῖν τὸν θεὸν ἐφ’ οἷς λέγει τε καὶ ποιεῖ, ὃ ἐκεῖνοι ἐνεκάλουν, ὥστε οὐδὲ πείθεταί τις τοῖς ὑπ’ αὐτοῦ λεγο‐ μένοις καὶ πραττομένοις, εἰ μὴ ὁ πατὴρ ἑλκύσει καὶ συμβιβάσει αὐτόν, ἅμα
5δὲ κἀκείνους ἐλέγχων, ὅτι ὡς ἀνάξιοί εἰσι τοῦ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, διὰ τοῦτο οὐκ ἔρχονται πρὸς αὐτόν. εἶπεν οὖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν. πῶς οὖν ἑλκύσει; διδάσκων φησίν· ἔσονται γὰρ πάντες διδακτοὶ θεο. προφητῶν ὁ λόγος, χρησμοὶ θεῖοι ἄνωθεν προανεφώνησαν ταῦτα. δῆλον δέ φησιν, ὅτι πᾶς ὁ ἀκούων διδάσκοντος
10τοῦ πατρὸς καὶ μαθὼν οὗτος ἔρχεται πρός με· ὁ μὲν γὰρ πατὴρ πάντας ἑλκύει, πάντας διδάσκει, ἀλλ’ οὐ πάντες μανθάνουσιν. ὁ δὲ μαθὼν ἐκεῖνος ἔρχεται πρός με. ἀλλὰ πῶς ἔστι μαθεῖν παρὰ τοῦ πατρός, ὅτι τὸν πατέρα οὐδεὶς ἑώρακεν; εὐκόλως φησὶν ἐξ ἑτοίμου· ὁ γὰρ ἑωρακὼς αὐτὸν καὶ ὑπάρχων ἐξ αὐτοῦ ὡς ἐκ πατρὸς αὐτὸς τὴν πατρικὴν διδασκαλίαν
15διδάσκει. χρὴ οὖν αὐτῷ πείθεσθαι καὶ ὑπακούειν· τὰ γὰρ πατρικὰ διδάγματα ἀπαγγέλλει. τί δὲ διδάσκει; «ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». διδάσκει ὁ υἱὸς περὶ τοῦ πατρὸς καὶ ὁ λαβὼν ὀρθὴν ἔννοιαν περὶ τοῦ πατρὸς ἐχειραγωγήθη καὶ εἱλκύσθη καὶ πρὸς τὴν ἀληθινὴν γνῶσιν τοῦ υἱοῦ. καὶ γὰρ ὁ μαθὼν ὅτι
20πατὴρ ἀσώματος, δημιουργὸς ἀΐδιος, ἀπαθῶς γεννῶν, ἀχρόνως, ἀρεστῶς ὑπὲρ νοῦν, συνεπιγινώσκει καὶ ἑλκύεται εἰς τὸ εἰδέναι, ὅτι καὶ ὁ ἐκ τούτου τοῦ πατρὸς προελθὼν υἱὸς καὶ ἀσώματος ὁμοίως καὶ δημιουργὸς καὶ συναΐδιος καὶ ἀπαθῶς γεννηθεὶς καὶ ἀρεστῶς καὶ ἀχρόνως καὶ ὑπὲρ νοῦν. ὁρᾷς πῶς ὁ πατὴρ διδάσκει διὰ τοῦ υἱοῦ περὶ αὐτοῦ, ἡ δὲ τοῦ πατρὸς γνῶσις ὅπως ἑλκύει ἐπὶ
25τὴν ὁμοίαν γνῶσιν πάλιν τοῦ υἱοῦ. καλῶς ἄρα καὶ εἴρηται, ὅτι καὶ ὁ πατὴρ διδάσκει περὶ τοῦ υἱοῦ καὶ πάλιν, ὅτι ὁ υἱὸς διδάσκει περὶ τοῦ πατρός· «καὶ» γὰρ «οὐδεὶς ἐπιγινώσκει», φησίν, «τὸν πατέρα, εἰ μὴ ᾧ ἂν» ἀποκαλύψῃ «ὁ υἱὸς» καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν υἱόν, εἰ μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν· εἰ γὰρ ἑτέρου γνῶσις ἀληθινὴ καὶ τὴν τοῦ ἑτέρου ἐπεισάγει. ὥσπερ ἡ τινὸς τούτων
30ἀγνωσία ἀγνωσίαν κατηγορεῖ καὶ τὴν περὶ ἑτέρου ἔχειν τοὺς οἰομένους εἰδέναι, ὅπερ ἔπασχον οἱ Ἰουδαῖοι βλασφημοῦντες τὸν υἱὸν καὶ φρεναπατῶντες ἑαυτοὺς
εἰδέναι τὸν πατέρα καὶ εἰς ἐκδίκησιν ἐκείνου ἐπιμαίνεσθαι τῷ υἱῷ. ἀλλ’ οὕτω μὲν ταῦτα. εἰ δέ τις καὶ κατὰ τὸ πρόχειρον ἐκλάβοι, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν, τοῦτ’ ἔστιν ἄνευ τῆς τοῦ378
35πατρὸς εὐδοκίας καὶ συνεργείας καὶ οὐκ ἔρρωται ἡ διάνοια. ὁμοίως δὲ δυνατὸν ἐκλαβεῖν καὶ τὸ «οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ᾧ ἂν ὁ υἱὸς» ἀποκαλύψῃ. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν καὶ μάτην ἤρτησας ἡμᾶς ἐκείνῃ τῇ ἐλπίδι καὶ ἐπαγ‐
40γελίᾳ. ἵνα οὖν μή τινες τοιούτοις ὀκλάζωσι λογισμοῖς, παρρησιαστικώτερον καὶ μετὰ τῆς θεοπρεποῦς ἐξουσίας φησίν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ζωὴν ἔχει καὶ ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἷον κιβδήλοις καὶ ἀνθρωπίνοις διασαλεύεσθε λόγοις, ἐγὼ ἐπὶ τὸ ὑμῶν συμφέρον, ἐπὶ τῇ σωτηρίᾳ τῇ ὑμετέρᾳ λέγω, ἐπὶ τῇ ὑμῶν αἰωνίῳ ζωῇ. γνῶτε καὶ μάθετε ἀφέντες τοὺς
45ματαίους λογισμούς, ὅτι ὁ πιστεύων εἰς ἐμὲ ζωὴν ἔχει· ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς καὶ ἑξῆς.

45

(loc)

Jo 6, 57
1 Κἀγὼ ζῶ διὰ τὸν πατέρα. οἷον ἐπεὶ ὁ πατὴρ ζῶν ἐστι κἀγὼ διὰ τὸ ὁμοούσιον αὐτὸν ἐμοὶ εἶναι ὡσαύτως ζῶν εἰμι καὶ ὁ τρώγων με καὶ ἐν ἑαυτῷ λαμβάνων τῆς ἐμῆς σαρκὸς τὴν οὐσίαν ζήσεται διὰ ταύτην αὐτήν· ταύτην γὰρ τρώγων ἐμὲ τρώγει καὶ διὰ ταύτην ζῶν τὴν ἀληθινὴν ζωὴν δι’ ἐμὲ δῆλον
5ὅτι ζῇ.

46

(loc)

Jo 6, 62—63
1 Ἐὰν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον, ἄρα ἔτι ἐν τῷ σκανδαλίζεσθαι μενεῖτε καὶ οὐδὲ τότε ἐπιγνώσεσθε, ὅτι τὸ πνεῦμα ζωοποιεῖ, ἡ δὲ σαρκικὴ μελέτη καὶ βιωτικὴ διάνοια οὐδὲν ὠφελεῖ καὶ ὅτι τὰ ῥήματα, ἃ ἐγὼ λέγω ὑμῖν, πνευματικά ἐστιν. αὐτὰ δὲ
5πνεῦμά ἐστιν, φησίν, οἷον οὐδὲν ἔχουσιν ἀνθρώπινον καὶ σαρκικόν.379

47

(loc)

Jo 6, 66—68
1 Οὐ πάντες ἐβλάβησαν, ἀλλ’ οἱ ἀμφίβολοι μᾶλλον ἠλέγχθησαν, οἱ δὲ γνησίως ἔχοντες καὶ ἐπὶ πλέον ἐστερεώθησαν. ἄκουσον εὐθέως Πέτρον ὅσον ἀπὸ τῶν ῥημάτων ὠφέληται, πῶς ἀναφθέγγεται καί φησιν· πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύ‐
5καμεν καὶ ἑξῆς. ὥστε εἰ καί τινες ἀπὸ τῶν τοιούτων τοῦ δεσπότου ῥημάτων εἰς τὰ ὀπίσω ἀπέκλινον τῆς γνώμης αὐτῶν, ὅτι σαθρὰ ὑπῆρχεν, ἐξελεγχθείσης, ἀλλ’ οὖν οἱ γνήσιοι μαθηταὶ ἀπ’ αὐτῶν μεγάλα ἐκέρδησαν. πολὺ ἄρα τὸ χρήσιμον τῶν τοιούτων ῥημάτων.

48

(loc)

Jo 7, 17
1 Ἐάν τις ἐπιτρέψῃ ἑαυτὸν τῇ ἀρίστῃ πολιτείᾳ· τοῦτο γάρ ἐστιν ποιεῖν τὸ θέλημα τοῦ πατρός. αὐτίκα καὶ ἡ τῶν ὀρθῶν δογμάτων ἐπεισέρχεται θεωρία καὶ ἐπιγνώσεται καὶ τὴν ἐμὴν διδαχὴν πατρικὴν σοφίαν καὶ διδασκαλίαν εἶναι.

49

(loc)

Jo 7, 19—20
1 Ὁ δεσπότης φησίν· τί με ζητεῖτε ἀποκτεῖναι; οἱ δὲ δέον δι’ ἡμε‐ ρότητος καὶ ἐπιεικῶν λόγων ἀπολογήσασθαι, δι’ ὧν ἔδοξαν ἀρνεῖσθαι τὸν καθ’ αὑτῶν ἔστησαν ἔλεγχον· ἡ γὰρ μανιώδης αὐτῶν διὰ τῶν χειλέων προϊοῦσα ὕβρις τὴν ἐν τῇ καρδίᾳ σφαδάζουσαν ἐπὶ τὴν μιαιφονίαν ὁρμὴν αὐτῶν ἐθριάμβευ‐
5σεν. δαιμόνιον ἔχεις· ὦ στόμα πλῆρες ὡς ἀληθῶς σατανικῶν ῥημάτων· τί γὰρ εἶπεν; οὐχ ὅπερ ὑμεῖς διὰ τῆς βλασφημίας τῆς ἀκράτου ἀπεκαλύψατε, ὅτι πρὸς μιαιφονίαν ἑτοιμάζεσθε; εἰ δὲ τῶν καρδιῶν τοῖς λογισμοῖς ἐμβατεύων ἀποκαλύπτει τὰ κρύφια, βλασφημεῖν χρὴ ἢ δι’ εὐφημίας ἄγειν καὶ σεβασμιότη‐ τος; ἀλλ’ ἐκεῖνοι μὲν ἐβλασφήμουν· ὁ δὲ δεσπότης οὐκέτι ἐλέγχει οὐδὲ ἐπιτιμᾷ
10αὐτοὺς καίτοι αὐτόθεν εἰπεῖν ἦν τί με ζητεῖτε ἀποκτεῖναι ὑμεῖς δηλονότι οἱ πρὸ τῆς πράξεως διὰ τῶν λόγων ταύτην προκαταγγέλλοντες, ἀλλὰ τὸν ἔλεγχον
ἐάσας ἐπ’ ἄλλο ἔρχεται.380

50

(loc)

Jo 7, 22
1 Διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περιτομὴν καὶ ἐν σαββάτῳ περιτέμνεσθε. διὰ τοῦτο· ποῖον· ἵνα ὅταν κἀμὲ ἐν σαββάτῳ βλέπητε ἰώμενον καὶ θεραπεύοντα, μὴ θορυβῆσθε μηδὲ ἀγριαίνησθε ἔχοντες οἴκοθεν καὶ ἐξ ἑαυτῶν παράδειγμα τὴν περιτομήν, ἥτις ἐν σαββάτῳ ὑμῖν ἐπιτέτραπται
5γίνεσθαι.

51

(loc)

Jo 7, 23
1 Ὅλον ὑγιῆ ἐποίησα, φησίν, ὅλον, καὶ ψυχὴν καὶ σῶμα· «ἴδε» γάρ, φησίν, «ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε».

52

(loc)

Jo 7, 28
1 Κἀμὲ οἴδατε. οἴδατέ με, φησίν, ἂν ἄρα εὐγνωμονεῖν βούλοισθε. πόθεν δὲ ἠδύναντο εἰδέναι; ἀπὸ τῶν σημείων, ἀπὸ τῶν παραδόξων καὶ θεοπρεπῶν ἔργων. ὡσαύτως δὲ καὶ τὸ οἴδατε πόθεν εἰμ. τὸ δὲ ὃν ὑμεῖς οὐκ οἴδατε, ἀλλ’ ἀγνωμονοῦντες, φησίν, οὔτε ἐμὲ θέλετε εἰδέναι οὔτε τὸν ἀποστείλαντα
5πατέρα.

53

(loc)

Jo 7, 38—39
1 Οὔπω γὰρ ἦν πνεῦμα οὕτω δαψιλῶς δεδομένον τινί, ὥστε καὶ προ‐ φητεύειν καὶ γλώσσαις λαλεῖν καὶ διακρίνειν καὶ δυνάμεις ἐνεργεῖν καὶ διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως καὶ ἄλλοις ταῦτα χορηγεῖν καὶ παρέχειν. διὸ καὶ ὁ δε‐ σπότης τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ.
5οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμάτων οὕτω λαβὼν ἀφθονίαν. ἐπεὶ οὖν καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι μετεῖχον χάριτος πνευματικῆς δῆλον· οὐ γὰρ ἂν ἐνήργουν, ἃ ἐνήρ‐ γουν τότε οἱ ἀπόστολοι σημεῖα, ἀλλὰ τῆς δαψιλείας καὶ ἀφθονίας καὶ τῆς ἀπειροδυνάμου τοῦ πνεύματος χάριτος οὔτε οἱ πάλαι προφῆται οὔτε οἱ μαθηταὶ381
10ὑπῆρχον ἠξιωμένοι. τὸ οὖν οὔπω γὰρ ἦν πνεῦμα ἅγιον δεδομένον οὕτω φησίν· δαψιλῶς καὶ ἀφθόνως ὡς ἔμελλεν μετὰ ἀνάστασιν δίδοσθαι, ὅτε τοῖς μαθηταῖς ἐν εἴδει γλωσσῶν πυρίνων ἐπεφοίτησεν· ἢ σκοπητέον, εἰ μὴ ἁγίῳ τινὶ δυνάμει οἱ μαθηταὶ ἐπετέλουν, ἃ παραδόξως ἐτέλουν· τὸ γὰρ λέγειν τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ οὐκ οἶδα τί ἐστιν ἄλλο τοῦτο, εἰ μὴ πνευματικῶν χαρι‐
15σμάτων χορηγία. ἔστιν δὲ οἶμαι καὶ τοῦτο εἰπεῖν, ὅτι πρὸ τῆς ἐπιφοιτήσεως τοῦ πνεύματος τῆς γεγενημένης ἐμφανῶς ὀλίγοι τινὲς ἄνθρωποι τῆς τοιαύτης ἠξίωντο χάριτος ὥσπερ οἱ πάλαι προφῆται καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι καὶ οὐδ’ οὗτοι κατ’ αἴσθησιν ἀδίστακτον ταύτην λαμβάνοντες, μετὰ δὲ τὴν ἀνάστασιν καὶ τὴν τοῦ παναγίου πνεύματος κατ’ αἴσθησιν ἐπιφοίτησιν οὐκ ὀλίγοι καὶ
20εὐαρίθμητοι, ἀλλ’ ἁπλῶς πᾶς ὁ πιστεύων πνευματικῶν χαρισμάτων ἠξίωτο. διὸ καὶ ὁ κύριος τοῦτο δεικνὺς ὁ πιστεύων φησίν, διὰ τοῦ ἄρθρου σύμπαντας περιλαμβάνων τοὺς πιστούς.

54

(loc)

Jo 7, 39
1 Ποῖον πνεῦμα οὔπω ἦν; τῶν μυρίων καὶ ἀενάων χρισμάτων, ὧν ἐπλούτη‐ σαν οἱ ἀπόστολοι μετὰ τὴν διὰ γλωσσῶν ἐπιφοίτησιν καὶ διανομήν· εἰ γὰρ καὶ προφήταις ἐνεργεῖ τὸ πνεῦμα, ἀλλ’ οὐχ οὕτως ἀέναον, ἀλλ’ ἕν που ἢ δύο τῶν σημείων κατά τινος καιροῦ ἐνεργοῦντες ἐπαύοντο, οἱ δὲ ἀπόστολοι διὰ βίου τὰ
5τέρατα ἐπεδαψιλεύοντο ὥσπερ ἀπό τινος πηγῆς ἀειβλύστου προχέοντες τὰ θαυμάσια καὶ οὐ καθ’ ἓν εἶδος, ἀλλ’ ἅμα τε ξένοις ἐλάλουν γλώσσαις οἱ αὐτοὶ καὶ ἡρμήνευον ἀνιστάντες νεκροὺς καὶ προεφήτευον καὶ ἄλλα μυρία ὧν ἡ συν‐ δρομὴ ἐπ’ οὐδενὸς ὤφθη τῶν προφητῶν καὶ οὔπω τὸ μεῖζον· οὐ γὰρ αὐτοὶ ἐθαυματούργουν, ἀλλὰ καὶ ἑτέρους τὰ ἴσα τερατουργεῖν ἐθεούργουν· ἡ γὰρ
10τοιαύτη τοῦ παναγίου πνεύματος δύναμις καὶ χάρις οὔπω ἦν ἀνθρώποις κεχαρισμένη.

55

(loc)

Jo 8, 14
1Ἐπειδὴ πρότερον ἀλλαχοῦ ἔφη, ὅτι «ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ»
καὶ παρήγαγεν τὸν Ἰωάννην καὶ τῶν ἔργων τὸ ὑπὲρ ἄνθρωπον καὶ αὐτοῦ τοῦ πατρὸς τὴν διὰ τῆς φωνῆς καὶ τοῦ πνεύματος μαρτυρίαν, ἐπειδὴ ταῦτα ἐκεῖσέ φησιν, νῦν δεσποτικώτερον καὶ θεοπρεπέστερον αὐτοῖς ἀποκρίνεται ἀνακαλύπτων382
5τὴν ἐξουσίαν καὶ θεότητα αὐτοῦ· οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡ ἐμή, φησίν, μαρτυρία ὥσπερ ἡ ὑμετέρα, ἀλλὰ θεϊκὴ καὶ μηδὲ σκιὰν παραδεχομένη ψεύδους. κἀκεῖ μὲν μάρτυρας παράγει συγκαταβαίνων αὐτοῖς καὶ δι’ ὧν ἦν καὶ τοὺς φιλονείκους πείθεσθαι, δι’ ἐκείνων εἰς τὴν περὶ αὐτοῦ πίστιν ἐνάγων αὐτούς. ἐπειδὴ δὲ ἔτι ἐνέμενον τῇ ἀπιστίᾳ καὶ οὐδὲν αὐτοῖς ἡ πολλὴ συγκατάβασις ὤνησεν, ἅτε δὴ
10κατεχομένους ὑπὸ τῆς ἰδίας πωρώσεως, δεσποτικώτερον ἀποφαίνεται νῦν τὴν ἄνοιαν αὐτῶν ἐπιρραπίζων ὡς ἐξουσιαστής.

56

(loc)

Jo 8, 19
1 Ἀντὶ τοῦ οὔτε ἐμὲ βούλεσθε εἰδέναι οὔτε τὸν πατέρα μου· εἰ γὰρ ἐμὲ ᾔδειτε, φησίν, βουλόμενοι μαθεῖν, ἔκ τε τῶν θεοσημείων, ὧν ἐπέδειξα ὑμῖν, ἔκ τε τῶν προφητικῶν χρησμῶν, καὶ τὸν πατέρα μου ἐγνώκετε ἄν. ἢ οὔτε ἐμὲ οἴδατε, δι’ ὧν τἀναντία τῆς ὀρθῆς πολιτείας αἱρεῖσθε, οὔτε τὸν πατέρα
5μου· τοῖς αὐτοῖς γὰρ ἐγώ τε κἀκεῖνος ἡδόμεθα.

57

(loc)

Jo 8, 39—41
1 Οὐ γὰρ ὅτε τυπικῶς καὶ διὰ τῶν ἀγγελικῶν μορφώσεων τὴν τριάδα ὑπεδέξατο, τὸν μὲν ἐτίμησεν, τοῦ δὲ πρὸς μιαιφονίαν ἠρέθιστο, ἀλλ’ ὁμοτίμως τὸ σέβας τῇ τριαδικῇ κυριότητι ἀποδοὺς οὐδὲν τῆς ὁμοουσιότητος οὐδὲ κατὰ διάνοιαν ἐλυμήνατο οὐδὲ ἐστασίασεν τοὺς λογισμοὺς τὴν αὐτὴν ἐν τοῖς τρισὶν
5ἐξουσίαν βλέπων καὶ δύναμιν. διό φησιν· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν, ὑμεῖς δὲ διότι λέγω καὶ εἶπον ὑμῖν τὴν ἀλήθειαν, ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» δεικνὺς καὶ διδάσκων ὑμᾶς τὸ ὁμοούσιον πατρὸς καὶ ἐμοῦ, ζητεῖτέ με ἀποκτεῖναι. καὶ πάλιν ἐκεῖνος ὁρῶν ἐπὶ καταστροφῇ πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους
10οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ’ εἰς ἱκεσίαν μᾶλλον καὶ παράκλησιν καθῆκεν ἑαυτὸν καὶ τότε ὑπὲρ ἑτέρων. ὑμεῖς δὲ διότι ἐλέγχω ὑμᾶς, ἐφ’ οἷς ἁμαρτάνετε, καὶ διότι θέλω ἀπαλλάξαι ὑμᾶς τυραννίδος χρονίας καὶ κρίματος, πρὸς φόνον μᾶλλον ἀντὶ τῆς εὐχαριστίας ἀνερεθίζεσθε. τοῦτο δὲ Ἀβραὰμ οὐκ ἐποίησεν. ὥστε οὐδὲ τέκνα αὐτοῦ ἐστε, ὅτι μηδὲ τὰ ἔργα αὐτοῦ μιμεῖσθε.383

59

(loc)

Jo 8, 44—49
1 Ἀποροῦσί τινες λέγοντες· τίς ἐστιν ὁ τοῦ διαβόλου πατήρ, οὗ καὶ τέκνα ἔφησεν ὁ δεσπότης εἶναι τοὺς Ἰουδαίους; καὶ πρῶτον μὲν ἔνιοί φασιν, ὅτι τὴν ἀπορίαν ἡ σύγχυσις τῆς ἀναγνώσεως ποιεῖ· ἐπειδὴ γὰρ εἶπον οἱ Ἰουδαῖοι, ὅτι «πατέρα ἔχομεν τὸν θεὸν» καὶ ἔφη ὁ δεσπότης πρὸς αὐτούς· «εἰ ὁ θεὸς πατὴρ
5ὑμῶν ἦν» καὶ ἑξῆς, ἐπειδὴ ταῦτά φησιν ὁ δεσπότης καὶ παντελῶς ἔδειξεν αὐτοὺς ἠλλοτριωμένους, ὅπερ εἰώθαμεν λέγειν ἐπὶ τῶν σφόδρα διεστηκότων, ἐπάγει· ὑμεῖς οἱ τοιοῦτοι καὶ τηλικοῦτοι τὴν μοχθηρίαν ἐκ τοῦ πατρός; μὴ γένοιτο, ἐκ τοῦ διαβόλου ἐστὲ καὶ ἑξῆς, ἵνα ᾖ στιγμῆς φησι μεταξὺ κειμένης τοῦ πατρὸς καὶ τοῦ διαβόλου—τὸ μὲν σὺν ἐρωτήσει ἐπιτίμησις, τὸ δὲ τελείως
10ἀπόφασις—, ἀλλ’ ἐνεχώρει τάχα τοῦτον προχωρῆσαι τὸν νοῦν, εἰ μὴ μετ’ ὀλίγον πάλιν ἐπήγαγεν λέγων· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλε, ὅτι ψεύστης ἐστίν, εἶτα καὶ ὁ πατὴρ αὐτο· ἐνταῦθα γὰρ οὔτε στιγμήν ἐστι σοφίσασθαι οὔτε τὴν ἀνάγνωσιν αἰτιάσασθαι. διό φασίν τινες, ὅτι πατέρα διαβόλου τὸν ἐν ὑπερβολῇ πονηρίας ζῶντα ἔφησεν, ὃς καὶ διὰ παντὸς τοῦ
15βίου, δι’ ὧν πράττει καὶ πονηρεύεται, πληθύνει καὶ γεωργεῖ καὶ παιδοποιεῖ τὸν διάβολον καὶ τίκτει αὐτὸν ὥσπερ ἐκ τοῦ ἐναντίου καὶ ἐν ταῖς ᾠδαῖς λέγεται πνεῦμα τίκτειν ὁ σπουδαῖος καὶ τὸ θέλημα τοῦ παρακλήτου πληθύνων καὶ
τίκτων ἐν ἑαυτῷ· «διὰ» γὰρ «τὸν φόβον σου», φησίν, «κύριε ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν» καὶ ἑξῆς. δι’ ὧν γοῦν, φησίν, πράττουσιν οἱ Ἰουδαῖοι, ἐκ384
20τοιούτου παμπονήρου δεικνύουσιν ἑαυτοὺς τεχθῆναι, ἐξ οὗπερ καὶ ὁ διάβολος πληθύνεται καὶ ἀποτίκτεται. ἄλλοι δέ φασιν οἰκειότερον οἶμαι, ὅτι ὁ ἀντί‐ χριστος, ὅταν μέλλῃ ἔρχεσθαι, ὅς ἐστι καὶ διάβολος, ἀνθρώπινον ὄργανον ἄξιον τῆς αὐτοῦ κακουργίας εὑρὼν δι’ αὐτοῦ πράξει, ἅπερ ἂν καὶ συγχωρηθείη τερατεύσασθαι. δῆλον δ’ ὅτι ὁ τοιοῦτος τρισάθλιος ἄνθρωπος, ἐν ᾧ οἰκήσει ὁ
25διάβολος, καὶ ὃς χρηματίσει ἀντίχριστος, ἐκ τοιούτου φύσεται μιαρωτάτου πατρός, ὅς ἐστιν ἄξιος τοιοῦτον παῖδα φῦναι ὅλην χωρῆσαι δυνάμενον τὴν ἐνέργειαν τοῦ σατανᾶ. ὑμεῖς οὖν, φησίν, ἐξ ὧν μιαιφονεῖτε καὶ ἐξ ὧν τῷ ψεύδει μᾶλλον ἢ τῇ παρ’ ἐμοῦ κηρυττομένῃ ἀληθείᾳ προσέχετε, δεικνύετε ἑαυτοὺς ἀξίους εἶναι «τέκνα» οὐχὶ «τοῦ Ἀβραάμ», ἀλλὰ τοιούτου πατρός, ἐξ οὗ ἂν ἀποτε‐
30χθείη ὁ διάβολος, ἤτοι ὁ ἄνθρωπος ἐν ᾧ πᾶσαν αὐτοῦ τὴν ἐνέργειαν κενώσει καὶ ἐν αὐτῷ κατοικήσει ὁ διάβολος. οἱ δὲ καὶ οὕτω φασίν. δῆλον, φησίν, ὅτι οἱ Ἰουδαῖοι «κατὰ σάρκα» «σπέρμα Ἀβραάμ» εἰσιν, ὥστε ὅταν αὐτοῖς ὁ δεσπότης λέγῃ μὴ εἶναι «τέκνα τοῦ Ἀβραὰμ» οὐχὶ «κατὰ σάρκα» λέγει αὐτοὺς μὴ εἶναι «τέκνα» αὐτοῦ, ἀλλὰ «κατὰ πνεῦμα», ὅτι τὰ ὅμοια ἐκείνῳ οὐ διεπράττοντο.
35καὶ ὅτε λέγει «τέκνα» τοῦ πατρὸς τοῦ διαβόλου, οὐ «κατὰ σάρκα» τοῦτό φησιν, ἀλλὰ καθ’ ὃ τὰς πονηρὰς ἐνεργαζόμενοι πράξεις τὴν πρὸς τὸν διάβολον συνάπτουσιν οἰκειότητα, ὅτι, φησίν, ὡς ἀδελφῷ καὶ φίλῳ ἀνάκεισθε τῷ διαβόλῳ καὶ οὕτως οἰκειοποιεῖσθε αὐτὸν ὡσανεὶ τὸν αὐτὸν πατέρα λαχόντες ἦτε καὶ ἐκ τοῦ αὐτοῦ φύντες σπέρματος, ὥστε εἰκότως ὑμᾶς «τέκνα» τοῦ
40πατρὸς τοῦ διαβόλου καλέσει καὶ ἀδελφοὺς αὐτοῦ ἐκείνου· ἐπὶ τοσοῦτον γὰρ ὑμῖν τὰ τῆς μιαιφονίας καὶ παρανομίας ἐπήσκηται. τὸ δὲ ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ καὶ ὁ πατὴρ αὐτο, καὶ ὁ πατὴρ αὐτο, φησίν, ὃν ὑμεῖς ἑαυτοῖς ἐπεγράφεσθε, εἴπερ ἦν καθ’ ὑπόστασιν τοιοῦτος ἂν ἦν. ἄλλοι δέ φασιν, ὅτι οὐ λέγει ὅλως πατέρα ἕτερον διαβόλου ἐνταῦθα,
45ἀλλὰ τὸν αὐτόν, φησίν, καὶ πατέρα καὶ διάβολον λέγει. διάβολον μέν, ὅπερ ἐστίν, πατέρα δὲ τῶν Ἰουδαίων δι’ ὧν αὐτὸν τοῖς ἔργοις οἰκειοποιήσαντο. καὶ τὰ ἐπαγόμενα δέ, φασίν, τοῦτο σαφῶς δείκνυσιν· ἐκεῖνος γάρ, φησίν, ἀνθρω‐ ποκτόνος ἦν ἀπ’ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτ. καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ μὴ αὐτὸς ὁ

59

(50)

διάβολος; πῶς οὖν, φησίν, τὸ ὁ πατὴρ αὐτοῦ ἐπαγόμενον νοήσωμεν; καλῶς καὶ ἀκολούθως· ἐπειδὴ γὰρ εἶπεν περὶ τοῦ διαβόλου ἃ εἶπεν καὶ ὅτι ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, εἶτα λέγει καὶ περὶ τοῦ οἰκειοποιήσαντος αὐτὸν πατέρα, ὅτι κἀκεῖνος ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλε. καὶ
πῶς γέγονεν ἴδιον τὸ ψεῦδος τοῦ λαλοῦντος αὐτὸ παριστὰς ἐπήγαγεν· ὅτι385
55ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτο. πατρικόν ἐστιν, φησίν, τὸ ψεῦδος, τοῦ διαβόλου ἐστίν. διὰ τοῦτο λέγω ἴδιον αὐτὸ καὶ τοῦ υἱοῦ αὐτοῦ εἶναι. ἀλλὰ πῶς, φασίν, προχωρήσει τὸ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου; οὐδὲν δύσκολον, ἀλλὰ καταλλήλως· ὑμεῖς ἐκ τοῦ πατρός ἐστε, φησίν· ποίου; τοῦ διαβόλου· ἵνα μὴ ᾖ τοῦ πατρὸς σχέσιν πρὸς τὸν διάβολον, ἀλλὰ πρὸς
60αὐτοὺς τοὺς Ἰουδαίους δηλοῦν· τοῦτο γὰρ καὶ ἐβούλετο δηλοῦν ὁ Χριστός, οὐχ ὅτι πατέρα ἔχει ὁ διάβολος, ἀλλ’ ὅτι αὐτοὶ τὸν διάβολον ἐκτήσαντο πατέρα. ἐπεὶ κἀκεῖνοί ποτε μὲν τὸν Ἀβραάμ, ποτὲ δὲ τὸν θεὸν ἐμεγαλαύχουν, τὴν οὖν ἀπόνοιαν αὐτῶν καὶ μεγαλορρημοσύνην σφοδρῶς καταβάλλων ὑμεῖς ἐκ τοῦ πατρός ἐστε, φησίν· τίνος; τοῦ διαβόλου· ἐκείνῳ δὲ ἑαυτοὺς υἱοθετήσαντες
65μάτην εἰς τὸν Ἀβραὰμ καὶ εἰς τὸν θεὸν ἐνσεμνύνεσθε. καί μοι δοκεῖ τῶν ἄλλων μᾶλλον προσφυεστέρα εἶναι ἡ ἐξήγησις. ἀλλὰ τιμῶ τὸν πατέρα λέγων ὑμᾶς τοὺς μιαιφόνους μὴ εἶναι ἀξίους τοῦ καλεῖσθαι αὐτοῦ «τέκνα»· ἡ γὰρ τῶν τέκνων κακία πατρός ἐστιν ἀτιμία.

60

(loc)

Jo 8, 55
1 Τοσοῦτον ἐμοὶ προσήκει τὸ εἰδέναι τὸν πατέρα, δι’ ὧν τὰ ἴσα αὐτῷ ποιῶ, ὅσον ὑμῖν, δι’ ὧν ἀπ’ ἐναντίας τῶν θελημάτων αὐτοῦ πράττετε, τὸ μὴ εἰδέναι αὐτὸν θεόν. ὥσπερ οὖν ὑμεῖς λέγοντες, ὅτι γινώσκετε αὐτόν, ψεύδεσθε καὶ ψεῦσταί ἐστε, οὕτως ἦν ἂν κἀγὼ ψεύστης ὅμοιος ὑμῶν, εἰ ἔλεγον μὴ
5εἰδέναι αὐτόν· ἡ γὰρ ἰσότης τῶν ἔργων τὴν τῆς φύσεως ἰσοτιμίαν παριστᾶσα καὶ τὴν γνῶσιν θαυμαστικὴν ἡλίκην μαρτυρεῖ. αὐτὸς δὲ οὐ τὴν ἰσότητα νῦν τῶν ἔργων εἰσάγει διὰ τὴν ἀπόνοιαν αὐτῶν, ἀλλὰ ταπεινὰ φθέγγεται ψυχαγωγῶν καὶ ἕλκων αὐτούς· οἶδα γὰρ αὐτόν, φησίν, ὅτι τὸν λόγον αὐτοῦ τηρ.

61

(loc)

Jo 9, 2—3
1Οἷον οὗτος, φασίν, τυφλὸς ἐγεννήθη; τί ἄν τις εἶποι περὶ αὐτοῦ, ὅτι
διὰ τὰς ἁμαρτίας αὐτοῦ τυφλὸς ἐγεννήθη; ἀλλὰ ἀδύνατον τοῦτο· πῶς γὰρ ἄν τις ἁμάρτοι πρὶν ὅλως ὑπάρξαι; ἀλλὰ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας ὑπέστη τὸ πάθος· ἀλλ’ ὁμοίως ἄτοπον ἑτέρων ἡμαρτηκότων ἕτερον παρέχειν386
5τὰς εὐθύνας. διὸ καὶ ὁ δεσπότης φησίν· οὔτε οὗτος ἥμαρτεν καὶ διὰ τοῦτο ἐγεννήθη τυφλός (ἀδύνατον γὰρ ὅλως τοῦτο). οὔτε πάλιν διὰ τεκόντων ἁμαρτίας οὗτος ἐγεννήθη τυφλός· ἀνάξιον γὰρ τοῦτο τῆς τοῦ θεοῦ δικαιο‐ κρισίας καὶ φιλανθρωπίας. ὁ δὲ λόγος ὁ ἐπὶ τοῦ τυφλοῦ εἰρημένος καὶ καθολικός ἐστιν ἐπὶ πάντων τῶν μετά τινος πάθους ἐκ μήτρας προερχομένων· οὐδεὶς
10γὰρ τούτων τῶν λελωβημένων οὐδὲ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας σεσίνω‐ ται, πολλῷ δὲ μᾶλλον οὐδὲ διὰ τὰς ἰδίας· πῶς γὰρ ἄν τις καὶ ἁμάρτοι μήπω τοῦ εἶναι μετασχών; γίνονται δὲ τὰ τοιαῦτα πάθη τοῖς τικτομένοις διά τινας ἀρρήτους καὶ ὑπερφυεῖς λόγους, οὓς ὁ πλάστης μόνος ἐπίσταται.

62

(loc)

Jo 9, 4
1 Ἕως ἡμέρα ἐστὶν ἐργάζεται ὁ δεσπότης τὰ σημεῖα, τοῦτ’ ἔστι ἕως ὁ παρὼν ἐνέστηκεν βίος, ἵνα καὶ ἡμεῖς ἐργαζώμεθα, τοῦτ’ ἔστιν τὴν εἰς αὐτὸν καρποφορῶμεν πίστιν· καὶ γὰρ δι’ ἡμᾶς ἔπραττεν τὰ σημεῖα, ἵνα πιστεύσωμεν εἰς αὐτὸν «καὶ πιστεύοντες» σωθῶμεν. ἔρχεται δὲ νύξ, ἡ κατάπαυσις τῶν
5ἔργων, ἡ μέλλουσα ἡμέρα, ἐν ᾗ οὐκ ἔστι οὐδὲ τὸν δεσπότην εἰς τὸ πιστεῦσαι ἡμᾶς σημεῖα ποιεῖν· αὐτοὶ γὰρ πεισόμεθα καὶ χωρὶς ἄλλου σημείου αὐτὸν εἶναι τὸν ἁπάντων δεσπότην καὶ κριτήν, ὥστε περιττὰ τότε τὰ σημεῖα. διὸ οὐδὲ ὁ δεσπότης αὐτὰ τότε ἐργάσεται, ἀλλ’ οὐδὲ ἡμεῖς τι τότε δυνησόμεθα ἐργάσασθαι· οὐ γάρ ἐστιν ὁ καιρὸς ἐργασίας καὶ πίστεως, ἀλλὰ μισθαποδοσίας
10καὶ κρίσεως.

63

(loc)

Jo 9, 6—7
1Ἐπέχρισε τὸν πηλόν, ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ
δημιουργήσας ἀπὸ πηλοῦ. ἀπονίψασθαι δὲ κελεύει τὸν πηλὸν δεικνύς, ὅτι καὶ χωρὶς τῆς ὕλης ἠδύνατο πλάττειν τοὺς ὀφθαλμοὺς καὶ ὅτι δι’ οὐδὲν ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν387
5καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει τὸν πηλόν, ἵνα μὴ τοῖς ἀπίστοις καὶ κακογνώμοσιν Ἰουδαίοις εἰς διαβολὴν τοῦ θαύματος πρό‐ φασις γένηται ὁ πηλὸς ὡς τῆς γῆς ἐχούσης δύναμίν τινα φυσικὴν εἰς διάπλασιν ὀφθαλμῶν. πτύει δὲ καὶ οὕτω κατασκευάζει τὸν πηλόν, ἀλλ’ οὐχὶ ἑτέρῳ ὕδατι διαζυμοῖ τὴν γῆν, ἵνα μὴ δόξῃ αὐτοῖς μηδὲν ἀντεισενεγκεῖν τῷ θαύματι,
10ἀλλ’ ὅλον εἶναι τοῦ πηλοῦ καὶ τοῦ ἐν τῷ Σιλωὰμ ὕδατος· πᾶσαν οὖν ἀπολογίαν ἀναιρῶν καὶ πονηρίαν περικόπτων καὶ πηλὸν ποιεῖ καὶ ἀπονίψασθαι κελεύει καὶ διὰ τοῦ πτύσματος ποιεῖ καὶ οὕτως ὑφιστᾷ καὶ διαπλάττει τὴν φύσιν τῶν ὀφθαλμῶν.

64

(loc)

Jo 9, 15
1 Σημείωσαι τί λέγει ἐνταῦθα· τὸ γὰρ εὐαγγέλιον γράφει, ὅτι ἠρώτων αὐτὸν οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. τὸ δὲ «πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοὶ» οὐχ οἱ Φαρισαῖοι, ἀλλὰ πρὸ τούτων τὸ πλῆθος ἠρώτησεν οὕτως. εἶτα ἤγαγον «αὐτὸν καὶ πρὸς τοὺς Φαρισαίους», ὅτε ἐκεῖνοι ἠρώτησαν πῶς
5ἀνέβλεψεν.

65

(loc)

Jo 9, 41
1 Εἰ γὰρ μὴ ἐβλέπετε, φησίν, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς εἴχετε τῶν τελουμένων θαυμάτων μάρτυρας, κουφότερον ἂν ὑμῖν τὸ κατάκριμα ἐπεγρά‐ φετο· νῦν δὲ βλέποντες ἀναπολογήτους ἑαυτοὺς παριστάνετε. αὐτὸς δέ φησιν· νῦν δὲ λέγετε ὅτι βλέπομεν δηλονότι αὐτοὶ μὲν λέγουσιν, ὅτι βλέπουσιν,
5τῇ δὲ ἀληθείᾳ οὐ βλέπουσιν· πῶς γὰρ ἔστιν ἀληθῶς βλέπειν, ὅταν τινὲς ὁρῶντες τυφλῶν ὀφθαλμοὺς ἀνοιγομένους, λεπροὺς καθαιρομένους, δαιμόνια διωκόμενα οὐ μόνον οὐ πιστεύουσιν, ἀλλὰ καὶ βλασφημοῦσιν· τοῦτο γὰρ οὐκ ἔστι βλέπειν,
ἀλλὰ πολλῷ χεῖρον τῶν τυφλωττόντων διακεῖσθαι.388

66

(loc)

Jo 10, 7
1 Θύρα μὲν εἰκότως ἂν εἴη ἡ παλαιὰ γραφή· δι’ αὐτῆς γὰρ εἰσάγεταί τις εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ καὶ τὴν τήρησιν τῶν νομικῶν ἐντολῶν. θύρα δὲ μᾶλλον ἔτι ἂν εἴη ὁ Χριστὸς καὶ τὸ εὐαγγέλιον αὐτοῦ· δι’ αὐτοῦ γὰρ εἰς τὴν ἀκριβεστάτην θεογνωσίαν ἔστιν εἰσελθεῖν καὶ τὴν τῶν ἀρετῶν κατορθῶσαι
5τελειότητα. εἰσῆλθεν οὖν «διὰ τῆς θύρας» ὡς ἄνθρωπος καὶ «ποιμὴν» ὁ Χριστὸς ἀνοίξαντος αὐτῷ τὸν πλοῦτον τῆς αὐλῆς εἴτε τοῦ Μωυσέως ὡς ὑπηρετουμένου εἴτε τοῦ πατρὸς ὡς συνευδοκοῦντος· ἀπ’ ἐμαυτοῦ γάρ, φησίν, οὐδὲν ποιῶ. καὶ διὰ τῆς τῶν γραφῶν διδασκαλίας πολλὰ συνήγαγεν πρόβατα. πάλιν αὐτὸς γέγονεν θύρα τῆς καινῆς καὶ οἱ δι’ αὐτοῦ εἰσιόντες καὶ τῆς εὐαγγελικῆς
10διδαχῆς αὐτοῦ καὶ ποιμένες ἀποκαθίστανται καὶ τὴν τῶν λογικῶν προβάτων ἀγέλην πληθύνουσιν.

67

(loc)

Jo 10, 14
1 Γινώσκω τὰ ἐμὰ τοῦτ ἔστιν φρουρῶ καὶ περιέπω καὶ πάντα εἰς τὴν αὐτῶν σωτηρίαν πράττω. διὰ τί δέ; ἢ δηλονότι διὰ τὸ ἄφατον ἔλεος αὐτοῦ καὶ τὴν ἀνεξιχνίαστον φιλανθρωπίαν. αὐτὸς δὲ καὶ τὴν αἰτίαν τοῦ γινώσκεσθαι ἡμᾶς ὑπ’ αὐτοῦ διὰ πολλὴν ἀγαθότητα καὶ ἡμῖν ἀνατίθησι καὶ ἅμα μὲν ἐπαίρων
5καὶ ψυχαγωγῶν, ἅμα δὲ δεικνύς, ὅτι δεῖ τὸν μέλλοντα τῆς ἄνωθεν ἀπολαύειν ῥοπῆς μὴ ἀργὸν μηδὲ ἀναπεπταμένον εἶναι, ἀλλ’ ἐγρηγορέναι τε καὶ ἐπιγι‐ νώσκειν διὰ τῶν ἔργων καὶ τῆς σπουδῆς καὶ τῆς πίστεως τὸν εὐεργέτην. διό φησιν· γινώσκω τὰ ἐμὰ ὅτι καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. γινώσκω μέν, ὡς εἴρηται, ἀντὶ τοῦ φρουρῶ καὶ περιέπω, γινώσκομαι δὲ οἷον ἐπι‐
10γινώσκομαι ὑπ’ αὐτῶν, ὅτι δημιουργὸς καὶ δεσπότης καὶ τὴν ὀφειλομένην
παρὰ πιστῶν θεραπόντων κατατίθενται λατρείαν.389

68

(loc)

Jo 10, 14—15
1 Ὅρα γνώσεως διαφορὰν καὶ διάφορον τοῦ ὀνόματος σημασίαν. γινώσκω τὰ ἐμ, γινώσκομαι ὑπὸ τῶν ἐμῶν, ἄλλο καὶ ἄλλο σημαινόμενον γνώσεως. τοιοῦτον καὶ τὸ «ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν», πάλιν καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα·
5ἐνταῦθα γὰρ τὴν κατάληψιν καὶ ἐπιστήμην δηλοῖ, τὸ δὲ καθὼς τὸ ἀπαράλλακτον καὶ κατὰ πάντα ὅμοιον τῆς πατρικῆς καὶ τῆς τοῦ υἱοῦ γνώσεως δηλοῖ. ὁ πατὴρ γινώσκει τὸν υἱὸν ὡς ὁμοούσιος ὁμοούσιον καὶ ὁ υἱὸς ὡσαύτως γινώσκει τὸν πατέρα ὡς ὁμοούσιον ὁμοούσιος. καὶ ἄλλα δὲ πλεῖστά ἐστι τοῦ τῆς γνώσεως ὀνόματος συνιδεῖν ἐν τῇ θείᾳ γραφῇ τὰ σημαινόμενα. ἐπειδὴ δὲ
10εἶπεν τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων καὶ ὅτι ποιμήν ἐστι καὶ τοιαῦτά τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνα‐ τρέχει καί φησιν· καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, οἷον οὐκ ἐπειδὴ ταπεινά, φησίν, εἶπον, ἐλάττω ἔχω τοῦ πατρός·
15εἶτα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων τοῦτ’ ἔστιν οὐκ ἐπειδὴ δὲ πάλιν τὰ ὑψηλὰ καὶ θεοπρεπῆ εἶπον καὶ ἴσον ἔδειξα τῷ πατρὶ ἐμαυτόν, διὰ τοῦτο ἀφίσταμαι τῶν ταπεινῶν καὶ φεύγω τὸ πάθος, ὃ ἑκὼν ὑφίστασθαι μέλλω, ἀλλὰ καὶ ὅτι θεός εἰμι δεικνύω καὶ τὴν οἰκονομίαν οὐκ ἀθετῶ. διὸ καὶ τὴν ψυχήν μου, φησίν, τίθημι ὑπὲρ τῶν προβάτων.

69

(loc)

Jo 10, 25—31
1 Ἐρωτηθεὶς τότε μὲν εὐθέως οὐκ εἶπεν, ἀλλ’ ἤλεγξεν τὴν πονηρίαν. εἶτα μετὰ τὸ ἐλέγξαι καὶ προκαταρτίσαι καὶ προμαλάξαι αὐτοὺς ὅσον τὸ εἰς αὐτόν, φησίν, ἐρωτᾶτε, ἵνα ὑμῖν εἴπω ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. οἱ δὲ οὐ μόνον οὐδὲν ἐβελτιώθησαν μαθόντες ὅπερ ζητεῖν ἐδόκουν, ἀλλὰ καὶ λίθοις αὐτὸν
5βάλλειν ἐπεχείρησαν.390

70

(loc)

Jo 11, 18
1 Τί λέγει; ὁ γὰρ εὐαγγελιστὴς τὴν Βηθανίαν ἀπὸ τῶν Ἱεροσολύμων δεκαπέντε στάδια ἀπέχειν λέγει, οὐ τὸν τόπον, ἔνθα διέτριβεν ὁ Χριστὸς πρὸς τὴν Βηθανίαν.

71

(loc)

Jo 11, 32
1 Καὶ διὰ τὸ ἤδη ταῦτα προειρῆσθαι τῇ ἀδελφῇ καὶ εἰδέναι, ὅτι πάντως ἐκείνη πάντα, ἃ ἤκουσεν, ἀπήγγειλεν τῇ ἀδελφῇ.

72

(loc)

Jo 11, 33—38
1 Εἰ τὸ ἐνεβριμήσατο τῷ πνεύματι ἐπετίμησεν τῷ πάθει σημαίνει, πῶς ἐπάγει καὶ ἐτάραξεν ἑαυτὸν καὶ πάλιν Ἰησοῦς οὖν ἐμβριμώμενος ἐν ἑαυτ; τί ποτ’ οὖν ἐστι τὸ ἐνεβριμήσατο καὶ ἐμβριμώμενος; ἢ καλῶς εἴρηται τὸ ἐπετίμησεν σημαίνειν· εἰ γὰρ καὶ ἐπάγει τὸ καὶ ἐτάραξεν
5ἑαυτόν, οὐκ ἔστι τοῦτο μαχόμενον· ἐνεβριμήσατο μὲν γάρ, ὥστε μὴ πέρα τοῦ μέτρου πρὸς τὸ τῆς λύπης πάθος ἐξενεχθῆναι. ὅμως δὲ ἐνέδωκεν τῇ φύσει διὰ τῆς ταραχῆς μηνῦσαι τὸ πάθος. καὶ ἣν συμπάθειαν πρὸς τὸν τετελευτηκότα ἐφύλαττεν, διὸ καὶ ἐδάκρυσεν. ἀλλ’ ἐδάκρυσε μέν, οὐκ εἰς θρῆνον δὲ ἀπηνέχθη. καὶ ἵνα μὴ τοῦτο οἷα τὰ ἀνθρώπινα γένηται—ἀπὸ γὰρ τοῦ δακρύειν
10καὶ εἰς τὸ θρηνεῖν ὑποσύρονται—πάλιν ἐνεβριμήσατο· φησὶν γάρ· Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος, τοῦτ’ ἔστι πάλιν ἐπιτιμῶν τῷ πάθει, ὃ ἐνδέδωκεν ἐπιδείξασθαι τὴν φύσιν διὰ τοῦ δακρῦσαι. τούτῳ οὖν ἐπιτιμῶν, ὥστε μὴ προαχθῆναι ἐπὶ πλέον, ἔρχεται εἰς τὸ μνημεῖον. καλῶς δὲ ἐν ἑαυτῷ φησιν· οὐ γὰρ λόγοις ἐπετίμα, ἀλλὰ τοῖς λογισμοῖς ἀνεῖργε τὸ πάθος. διὸ καὶ
15πρὸ μικροῦ ἐνεβριμήσατό φησιν. πῶς; τῷ πνεύματι; τοῦτ’ ἔστιν οὐ προφέρων διὰ χειλέων τὴν ἐπιτίμησιν, ἀλλὰ κατὰ διάνοιαν καὶ ἐν τῷ πνεύματι
ταύτην ποιούμενος, ὅπερ ἴσον ἐστὶ τῷ ἐν ἑαυτῷ ἐμβριμώμενος. ἐνεμβρι‐ μήσατο δὲ τῷ πνεύματι. ἐπειδὴ ἰδὼν κλαίοντας τοὺς περὶ Μαρίαν εἰς συμπάθειαν ὡς ἄνθρωπος καὶ φιλάνθρωπος ἐκλίθη. ἐπεὶ οὖν οὐκ ἔδει τὸν391
20ἐπὶ σωτηρίᾳ καὶ ἀναστάσει τοῦ τεθνηκότος παραγενόμενον καὶ τοῖς ἄλλοις ὡς παραμυθίαν καὶ λύσιν τῆς λύπης γενησόμενον ἐν τῷ τῆς λύπης πάθει κατέχεσθαι, διὰ τοῦτο ἐπιτιμᾷ καὶ κωλύει τὴν ἀνθρωπίνην φύσιν εἰς θρῆνον κατενεχθῆναι, ἀλλ’ ἐνδίδωσι μὲν ἐπὶ βραχὺ ἀληθεστάτην τὴν ἐνανθρώπησιν δεικνύς, ἀναστέλλει δὲ πάλιν εὐθὺς ἅμα μὲν ἡμᾶς παιδεύων μὴ ὀλοφύρεσθαι
25ἐπὶ τοῖς τελευτῶσιν, ἅμα δὲ τὸ μέγεθος προϋπογράφων τῆς μελλούσης 〈ἀνα‐ στάσεωσ〉.

73

(loc)

Jo 12, 21—23
1 Τίνα ἀκολουθίαν ἔχει τὸ εἰπεῖν τὸν Χριστόν· ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ καὶ τὰ ἑξῆς· τῶν γὰρ μαθητῶν ὡς εἰκὸς εἰπόντων, ὅτι θέλουσιν αὐτὸν οἱ Ἕλληνες ἰδεῖν, αὐτὸς ἔφη τὸ ἐλήλυθεν. τίνα οὖν ἀκολουθίαν ἔχει; πολλὴν μὲν οὖν· ἐπειδὴ γὰρ πρὸ τοῦ σωτηρίου σταυροῦ τοῖς ἰδίοις μόνοις
5ἐκήρυττεν, μετὰ τὸν σταυρὸν δὲ καὶ ὁ κόσμος ὅλος κατήκοος ἔμελλεν εἶναι τοῦ κηρύγματος, τῶν μαθητῶν εἰπόντων, ὅτι θέλουσί σε οἱ Ἕλληνες ἰδεῖν, μονονουχὶ αὐτοῖς ἀποκρίνεται, ὅτι ἔσται αὐτοῖς ὅπερ ἐπιζητοῦσι καὶ τεύξονται τῆς ἐπιθυμίας οὐκ εἰς μακράν· ἐφέστηκε γὰρ ὁ καιρὸς τοῦ σταυροῦ, μεθ’ ὃν οὐκέτι μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ Ἕλλησι καὶ παντὶ τῷ κόσμῳ ἡ εἰς ἐμὲ
10καταγγελθήσεται πίστις καὶ πᾶσιν ἡ τῆς σωτηρίας πύλη ἀναπετασθήσεται· «πορευθέντες» γάρ φησι «μαθητεύσατε πάντα τὰ ἔθνη». λίαν οὖν ἀκολούθως ὁ δεσπότης ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν ἰδεῖν Ἑλλήνων· ὅτε ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.

74

(loc)

Jo 12, 27
1Τὸ μὲν τεταράχθαι παράστασις τῆς ἀνθρωπίνης φύσεως, τὸ δὲ σῷσόν
με ἐκ τῆς ὥρας ταύτης διδασκαλία ἡμετέρα τὸ δεῖν ἐν τοῖς πειρασμοῖς προσεύχεσθαι καὶ τὸ μὴ ἐπιρρίπτειν τούτοις προπετῶς ἑαυτόν· εἰ γὰρ σωθῆναι ἀπὸ τούτων δεῖ προσεύχεσθαι, πῶς ἐπιρρίπτειν οὐκ ἀποτρόπαιον; τὸ δὲ ἀλλὰ392
5διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ὅτι οὐ δεῖ ἐμπεσόντα παντὶ τρόπῳ τὴν ἀπαλλαγὴν ζητεῖν καὶ καταπίπτειν ἐν τούτοις καὶ ἀδημονεῖν· ὥσπερ γὰρ τὸ ἐπιρρίπτειν ἐπισφαλὲς καὶ θρασύ, οὕτως ἐμπεσόντα μὴ καρτερεῖν ἀνάνδρων καὶ μικροψύχων καὶ οὐδενὸς ἀξίων λόγου.

75

(loc)

Jo 12, 31
1 Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, τοῦτ’ ἔστι νῦν κρίνεται καὶ διαδικάζεται ὁ κόσμος οὗτος. καὶ πρὸς τίνα δὲ κρίνεται; πρὸς τὸν ἄρχοντα αὐτοῦ. τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κόσμου; ὁ διάβολος ὁ ἄρξας καὶ κυριεύσας αὐτοῦ ἐκ τῆς παραβάσεως καὶ τῶν ἐκεῖθεν αὐτοῖς πεπραγμένων θελημάτων
5αὐτοῦ. κρίσις μέν ἐστι τοῦ κόσμου καὶ πρὸς τὸν διάβολον. νικᾷ δὲ ὁ κόσμος καὶ ἡττᾶται ὁ ἄρχων αὐτοῦ. πῶς ἡττᾶται; ἐκβάλλεται τῆς ἐξουσίας αὐτοῦ καὶ τῆς ἀρχῆς. καὶ τίνα τρόπον καὶ διὰ τί; ὅτι λαβὼν ὑπεύθυνον τὸν Ἀδὰμ καὶ τοὺς ἐξ αὐτοῦ συνεξημαρτηκότας αὐτῷ καὶ διὰ τῆς ἁμαρτίας τῷ θανάτῳ παραπέμπων ἐτόλμησεν καὶ κατὰ τοῦ ἀνευθύνου καὶ ἀναμαρτήτου ἐμοῦ τὴν ὁμοίαν ἐπι‐
10δείξασθαι ἐξουσίαν καὶ προσέβαλλεν μὲν πρότερον πειρασμοῖς ἄρτους καὶ βασιλείας κόσμου καὶ ἄλλα ἁπτὰ προσάγων. ἐκεῖθεν δὲ ἀποκρουσθεὶς οὐ συνῆκεν οὐδ’ ἡσύχασεν, ἀλλ’ ἔτι ἀναισχυντεῖ καὶ ὡς ὑπεύθυνον καὶ ἡττημένον ὁ ἡττηθεὶς λαβὼν καὶ φθόνον ἐγείρει καὶ θάνατον κατὰ τοῦ νενικηκότος ἐμοῦ. ἐπεὶ οὖν εἰς τοῦτο ἀναισχυντίας καὶ τόλμης καὶ ἀδικίας προέβη, δικαίως
15ἀποστερεῖται καὶ ὧν ἐκυρίευσεν πρότερον· τῶν γὰρ ἄλλων ἦρχεν, ὅτι ὑπετάγησαν αὐτῷ. πῶς καὶ τὸν νενικηκότα ἐτόλμησεν ὑποχείριον ἐγχειρῆσαι ποιεῖν; καλῶς οὖν ὁ δεσπότης φησίν· νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου καὶ νῦν ὁ ἄρχων αὐτοῦ ἐκβληθήσεται ἔξω. ἐν ἄλλοις δὲ τὴν αἰτίαν τῆς ἐκβολῆς
αὐτοῦ λέγων φησίν· «καὶ εὑρήσει ἐν ἐμοὶ οὐδέν».393

77

(loc)

Jo 13, 1
1 Εἰς τέλος ἠγάπησεν αὐτοὺς ἀντὶ τοῦ τελείως. τὸ δὲ ἠγάπησεν τοῦτ’ ἔστιν ἐπεδείξατο ἣν εἰς αὐτοὺς διάθεσιν καὶ ἀγάπην εἶχεν· τελειοτάτης γὰρ ὡς ἀληθῶς ἀγαπήσεως ἀπόδειξίς τε καὶ παράστασις τὸ νίψαι τὸν διδάσκαλον καὶ δεσπότην τῶν μαθητῶν καὶ δούλων τοὺς πόδας.

78

(loc)

Jo 13, 1—3
1 Διὰ τί εἶπεν ὁ εὐαγγελιστής, ὅτι εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα; ἵνα δείξῃ, ὅτι ἑκὼν καὶ εἰδὼς ἐπὶ τὸ πάθος ἔρχεται. λέγει δέ, ὅτι τοῦτο εἰδώς, ὅτι ἐνέστηκεν ἤδη, ἠθέλησεν ἀποκαλύψαι τὴν διάθεσιν καὶ τὴν ἀγάπησιν, ἣν περὶ τοὺς μαθητὰς εἶχεν. διὰ τί δὲ εἰπὼν τοῦτο πρὶν ἢ ἐμβαλεῖν
5〈ὕδωρ〉 εἰς τὸ νίψαι; πάλιν ὥσπερ ἐπαναλαμβάνων λέγει εἰδώς, ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, διότι μεταξὺ εἰρηκὼς ἦν τὴν τοῦ προδότου τόλμαν καὶ προδοσίαν. ἵνα οὖν μὴ τοῦτο ἀκούσας εἴπῃ τις· τί οὖν, πῶς οὐκ ἐρύσατο αὐτὸν ὁ πατὴρ ἐκ τῆς τοῦ Ἰούδα πονηρίας καὶ κακουργίας, εἰ ὅλως ἦν ἐκ τοῦ θεοῦ, εἰ ἐκεῖθεν ἦλθεν; ἵνα οὖν μὴ ᾖ ταῦτα λογισμοῖς τινων
10ἐνοχλοῦντά φησιν ὁ εὐαγγελιστὴς εἰδώς, ὅτι πάντα δέδωκεν αὐτ, τοῦτ’ ἔστιν τί λέγων τι διαλογίζῃ, ἄνθρωπε, τὰ ταπεινὰ καὶ ἀνάξια τῆς δεσποτικῆς αὐθεντίας; πάντα εἰς τὰς χεῖρας αὐτοῦ ἐδεδώκει ὁ πατήρ, τοῦτ’ ἔστιν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πρόχειρον καὶ ἕτοιμον ἦν καὶ τὸ ῥυσθῆναι αὐτὸν καὶ τὸ ἄρδην, εἰ βούλοιτο, πάντας ἀφανίσαι καὶ αὐτὴν τὴν γῆν ἐκ βάθρων ἀνατρέψαι,
15ἀλλ’ ὅμως καὶ τούτων καὶ τῶν ἄλλων πάντων πρόχειρον ἔχων τὴν ἐξουσίαν διὰ ταπεινώσεως καὶ εὐεργεσίας καὶ τὴν τοῦ Ἰούδα πώρωσιν ἠθέλησεν μαλάξαι καὶ
τὴν εἰς τοὺς ἄλλους μαθητὰς ἀγάπην ἐνδεῖξαι.394

79

(loc)

Jo 13, 27
1 Εἰ καὶ μὴ τῆς δεσποτικῆς φωνῆς ἤκουσαν δηλούσης τὸν προδότην, ἀλλ’ οὖν πῶς γε οὐκ ἐστοχάσαντο διὰ τοῦ μόνῳ ἐκείνῳ ἐπιδοῦναι τὸ ψωμίον παρὰ τὸ ἔθος αὐτοῖς πρᾶγμα ἐπ’ αὐτὸν ὁρῶντες γινόμενον; πῶς οὐκ ἐστοχάσαντο ἀπὸ τῆς ὑπερβολῆς τοῦ τολμήματος; εἰ γὰρ καὶ ἤκουον τοῦ δεσπότου· «εἷς ἐξ
5ὑμῶν παραδώσει με», ἀλλ’ οὖν οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμά‐ των τοιούτων ἀξιωθέντα φόνῳ καὶ προδοσίᾳ τὸν εὐεργέτην ἀμείψασθαι, ἔκρινον δὲ τοῦτο οἱ μαθηταὶ ἀπὸ τῆς οἰκείας ἑκάστης εὐγνωμοσύνης καὶ τῆς πρὸς τὸν διδάσκαλον στοργῆς τε καὶ πίστεως καὶ τὸν Ἰούδαν τοιοῦτον ὑπολαμβάνον‐
10τες, ὅτι ὅπερ τις οὐκ ἐμελέτησεν οὐδ’ ἄλλον πράττειν ῥᾳδίως ὑπείληφεν.

80

(loc)

Jo 13, 27—30
1 Μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς, τοῦτ’ ἔστιν ὅτε ἡ παντελὴς αὐτὸν κατεκράτησε πώρωσις· ἐπεὶ γὰρ αὐτὸν οὔτε οἱ κοινοὶ ἅλες οὔτε ἡ ἄφατος τοῦ δεσπότου περὶ τὸ νίψαι τοὺς τῶν δούλων πόδας ταπεινοφροσύνη οὔτε ἡ πρόγνωσις τῆς προδοσίας οὔτε ἡ ἐπ’ αὐτῇ ἀνεξιχνίαστος ἀνεξικακία καὶ
5μακροθυμία, ἀλλ’ οὐδὲ ἡ ἰδιάζουσα διὰ τῆς ἐπιδόσεως τοῦ ψωμίου φιλοφροσύνη, ἐπεὶ οὖν οὐδὲν τούτων ἐμάλαξεν αὐτοῦ τὴν ἀπόνοιαν καὶ σκληροκαρδίαν [ἐμάλαξεν], ἀλλὰ πάντα ταῦτα διὰ τῆς πωρώσεως ἀπεκρούσατο, τότε λοιπὸν πρὸς οἰκεῖον σκεῦος εἰσεπήδησεν ὁ σατανᾶς ἄγων καὶ περιάγων ὅποι βούλοιτο τὸν ἄθλιον ἐκεῖνον.
10 πρὶν μὲν γὰρ προσβάλλων ἔξωθεν, οὐ σφόδρα περιεγίνετο αὐτοῦ, ὥστε καὶ πρὸς τὸ ἔργον ὁμόσε πεῖσαι χωρῆσαι, ἀλλὰ τοὺς μὲν λογισμοὺς ἐθόλου καὶ ἀνεκίνει κατὰ τοῦ δεσπότου, πρὸς δὲ τὴν τῆς πράξεως τόλμαν ἀναδυόμενον εἶχεν τέως καὶ ὀκνοῦντα. ἐπειδὴ δὲ διὰ τῆς παντελοῦς πωρώσεως ὄργανον αὐτὸν ἐπιτήδειον ἀπειργάσατο, τότε κἀκεῖνος μετὰ θάρρους ἐπιπηδῶν καὶ ὅλως ἔνδον
15αὐτοῦ γεγονὼς καὶ πρὸς αὐτὴν τὴν πρᾶξιν καθάπτει· λαβὼν γάρ φησι τὸ ψωμίον εὐθέως ἐξῆλθεν καὶ τότε νυκτὸς οὔσης· οὐδὲ γὰρ τὸ ἄωρον τῶν νυκτῶν τὴν ἐπὶ μιαιφονίαν ὁρμὴν ὀργῶσαν κἂν ἐπὶ βραχὺ κατέσχεν, ἀλλ’ εὐθέως
ἐξῆλθέν φησιν· ἦν δὲ νύξ. τὸ δὲ ὃ ποιεῖς ποίησον τάχιον. τοῦτο εἰώθαμεν καὶ ἐπὶ ταῖς πρὸς ἀλλήλους395
20λέγειν κοινολογίαις οὐκ ἐπιτρέποντες τὴν πρᾶξιν, ἀλλὰ μᾶλλον ὡς προδήλως οὖσαν ἀτοπωτάτην σφοδρῶς ἀποτρέποντες· διττὴ γὰρ ἦν ἡ τε προτροπὴ καὶ ἡ ἀποτροπὴ ἑκατέρας αὐτῶν κατὰ διπλοῦν τρόπον σχηματιζομένης· ἀποτρέπομεν γὰρ ἐξ εὐθείας μὲν καὶ ὃ πλεῖστόν ἐστιν ἐν τῇ χρήσει λέγοντες· οὐδεὶς τόδε εἰπεῖν ἢ ποιῆσαι 〈τολμᾷ〉 καὶ μὴ εἴπῃς τόδε ἢ μὴ ποιήσῃς. ἀποτρέπομεν δὲ καὶ
25ἐπὶ τῶν σφόδρα ἀτόπων ὥσπερ ἐξ ἐπιτιμήσεως ἢ ἐξ εἰρωνείας εἰς καταφατικὸν σχῆμα τυποῦντες τὴν ἀποτροπὴν οἷον· εἰπὲ τόδε ἢ ποίησον τόδε, τοῦτ’ ἔστιν εἰπέ, ὅτι ἐξ ἀκαθάρτου πατρὸς ἔφυς ἢ τύπησόν σου τὸν πατέρα ἢ διόρυξον τοὺς νέους ἢ τοὺς ἀλλοτρίους γάμους· ταῦτα γάρ, εἰ καὶ καταφατικὸν ἔχουσι τὸ σχῆμα, ἀλλ’ οὖν πλέον ἀποτρέπουσιν ἢ εἰ ἀποφατικῶς προενεχθεῖεν. ὡσαύτως
30δὲ πάλιν προτρέποντες καὶ ἐν ἀποφατικῷ καὶ ἐν καταφατικῷ προτρέπομεν σχήματι οἷον· τίμησόν σου τὸν πατέρα, δεῖ σε σωφρονεῖν καὶ τὰ ὅμοια. ἐν ἀποφατικῷ δέ· σὺ δὲ οὐκ εὐσεβήσεις; οὐ τὴν οὐσίαν τοῖς γονεῦσιν ἀπονείμαις; ἀντὶ τοῦ δεῖ σε ταῦτα ποιεῖν. τὰ τοιαῦτα δὲ καὶ συνεσχημάτισται τῷ ἐρωτη‐ ματικῷ τρόπῳ.
35 ἀλλὰ δὲ καὶ χωρὶς ἀποφατικὰ ὄντα καθαρῶς προτροπὴν ἔχουσιν· μὴ εὐσέβει, μὴ τίμα γεννήτορας, μὴ ἐξέλῃς σεαυτὸν ἀγχόνης· εἰ γὰρ καὶ ἀποφατικὸν ἔχει τὸ σχῆμα, ἀλλ’ οὖν δριμέως καὶ ἐπιπληκτικῶς προτρέπεται ὡς εὐσεβεῖν δεῖ καὶ τιμᾶν γονεῖς καὶ ἐξαιρεῖν ἑαυτὸν θανάτου.

81

(loc)

Jo 13, 31
1 Εἰ «οὐδεὶς ἔγνω τῶν» μαθητῶν, διὰ τί κατέπεσον αὐτῶν οἱ λογισμοί; ἢ οὐ τοῦτό φησιν, ὅτι τὴν προδοσίαν ὅλως οὐκ ἔγνωσαν· ἔγνωσαν γάρ, ἀλλ’ ὅτι «τίς ἐστιν» ὁ προδιδούς, οὐκ ἔγνωσαν οὔπω. κατέπεσον δὲ οὐδὲν ἧττον, εἰ καὶ μὴ τὸν προδιδόντα ᾔδεσαν. ἀλλ’ ὅτι ὅλως ἔμελλεν αὐτῶν ὁ διδάσκαλος καὶ
5ὁ δεσπότης προδίδοσθαι τοῖς Ἰουδαίοις μιαιφόνοις ἀνθρώποις καὶ κατὰ τοῦ σωτῆρος ἐκμεμηνόσιν, καὶ διὰ τοῦτο δεομένοις ἀναψυχῆς τινος καὶ παραμυθίας
ἔλεγεν ὁ δεσπότης· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τὰ ἑξῆς.396

82

(loc)

Jo 13, 33
1 Τί δὲ λέγω ὑμῖν, ὅτι ζητήσετέ με, φησίν; λέγω δὲ ὑμῖν τοῦτο ὥσπερ προεῖπεν καὶ τοῖς Ἰουδαίοις, ἀλλ’ ἐκείνοις μὲν εἰπὼν ὁ δεσπότης τὸ «ζητήσετέ με» προσέθηκε καὶ τὸ «ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν»· ἐκεῖνος μὲν γὰρ εἰς δόξαν ἄφραστον καὶ ζωὴν ἀκήρατον σταυρούμενος μεθίστατο, οἱ δὲ Ἰουδαῖοι
5τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ «ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν». ἀλλ’ ἐκείνοις μὲν οὕτω φησίν, τοῖς δὲ μαθηταῖς· τί ζητήσετ, φησίν. οὐκέτι δὲ προστίθησιν, ὅτι καὶ «ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν»· προειρήκει γὰρ αὐτοῖς· ὅτι «ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται» καὶ «ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ
10πατήρ». καλῶς ἄρα νῦν τὸ ζητήσετέ με εἰπὼν οὐδὲν ἕτερον ὡς τοῖς Ἰουδαίοις προσέθηκεν. λέγει δὲ αὐτοῖς καὶ προαναφωνεῖ ταῦτα, ἵνα ὅταν ταῖς θλίψεσιν καὶ τοῖς πειρασμοῖς συνεχόμενοι ἐπιζητῶσιν αὐτόν, εὑρίσκωσιν ἀναψυχὴν καὶ παραμυθίαν αὐτὸ τοῦτο τὸ προειρῆσθαι αὐτοῖς καὶ προεγνωκέναι τὰ συμβησό‐ μενα αὐτοῖς· ἢ προστίθησι καὶ ἐπὶ τῶν μαθητῶν καὶ τὸ ὅπου ἐγὼ ὑπάγω καὶ
15ἑξῆς, ἀλλὰ δι’ ἕτερον καὶ οὐχὶ τὸν αὐτὸν τρόπον.

83

(loc)

Jo 13, 34
1 Τὸ καθὼς ἠγάπησα ὑμᾶς δύο ὑποσημαίνει. καθὼς προῖκα καὶ δωρεὰν μὴ προαγαπηθεὶς ὑφ’ ὑμῶν ἐγὼ προλαβὼν ἠγάπησα ὑμᾶς, οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλους ἀγαπᾶν προφθάνοντες ἀλλήλους εἰς αὐτὸ τοῦτο. ἀλλὰ δεῖ πῶς ἀγαπᾶν, μέχρι τίνος καὶ τοῦτο; καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς
5μέχρι θανάτου· ἐγὼ γὰρ οὕτως ἠγάπησα ὑμᾶς ὥστε τὸν ὑπὲρ ὑμῶν ἀναδέχομαι θάνατον.

84

(loc)

Jo 14, 1—7
1Τί ἐστι τὸ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς; καὶ ποῦ μετὰ
ταῦτα φαίνεται ἐλθὼν καὶ παρειληφὼς αὐτούς; ἢ οὐ τοῦτο λέγει νῦν οὐδὲ ἁπλῶς ἀποφαίνεται, ὅτι ἐλεύσομαι καὶ παραλήψομαι ὑμᾶς, ἀλλ’ ἐξ ὑπο‐ θέσεως αὐτὸ ἔφη τὴν περὶ αὐτοὺς διάθεσιν ἐνδεικνύς· λέγει γάρ· εἰ μὴ ἦσαν397
5ὑμῖν ἡτοιμασμέναι ἐν οὐρανῷ ἀναπαύσεις, τοσοῦτον ὑμῶν κήδομαι, ὅτι ἀπελθὼν ἂν ἡτοίμασα καὶ πάλιν ἐλθὼν καὶ λαβὼν ὑμᾶς ἀποκατέστησα ἂν ὑμᾶς ἐν αὐταῖς. ἀλλὰ τούτων οὐκ ἔστι νῦν χρεία, ὅτι προητοίμασεν ὑμῖν ταῦτα ὁ πατήρ. τὸ δὲ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε ἔνστασιν ἔχει· πῶς γὰρ ἄν τις αὐτοὺς εἰδέναι εἴποι αὐτῶν ἐκείνων ὁμολογούντων ἀγνοεῖν
10τοῦ μὲν Πέτρου δι’ ὧν ἔλεγεν «κύριε 〈ποῦ〉 ὑπάγεις», τοῦ δὲ Θωμᾶ αὐτόθεν ἀνακεκραγότος κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις. πῶς οὖν ἔλεγεν αὐτοῖς ὁ σωτὴρ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε; ἢ οὐδὲ τοῦτο ἁπλῶς εἴρηται, ἀλλὰ συνηρτημένον ἐστὶ τοῖς ὄπισθεν καὶ ἐξ ὑποθέσεως ῥηθεῖσιν οἷον· εἰ μὴ ἦσαν ὑμῖν οἰκίαι, ἀπῆλθον ἂν καὶ ἡτοίμασα καὶ πάλιν ἐλθὼν καὶ
15παραλαβὼν ὑμᾶς ἀποκατέστησα ἂν ὑμᾶς ἐν αὐταῖς, ἵνα ἦτε καὶ ὑμεῖς, ὅπου ἐγώ εἰμι καὶ ἵνα ὅπου ὑπάγω οἴδατε καὶ τὴν ὁδὸν οἴδατε· ἀπὸ κοινοῦ γὰρ τὸ ἵνα καὶ συνήρτηται ταῦτα τοῖς προειρημένοις ἐξ ὑποθέσεως, ὥστε οὐ κατὰ ἀπόφασιν καὶ ἀπολύτως εἴρηται ταῦτα τῷ δεσπότῃ, ἀλλ’ ὡς ἐξ ὑπο‐ θέσεως καὶ τοῖς προειρημένοις ἑπόμενα. διὰ τί δὲ ὅλως αὐτῷ τοιαῦτα εἴρηται;
20ὁ θαυμάσιος Ἰωάννης θεοσόφως τὴν αἰτίαν ἀπεφήνατο. τὸ δὲ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς καὶ βαθυτέραν ἄλλην καὶ μυστικωτέραν ἔννοιαν ἔχει, τοῦτ’ ἔστιν εἰ μὴ ἦν ὑμῖν ἡτοιμασμένα ταῦτα, οὐκ ἂν ἀπώκνησα καὶ πάλιν ἐλθεῖν καὶ παθεῖν ὑπὲρ ὑμῶν μετὰ τὸ πρῶτον πάθος, ἵνα μόνον αὐτοὶ μὴ ἦτε ἐστερημένοι τῆς ἐκεῖθεν σὺν ἐμοὶ διαγωγῆς. τοσοῦτον ἐμοὶ μέλει περὶ
25ὑμῶν. εἰ δὲ ταῦτα, οὐ χρὴ ὑμᾶς ταράσσεσθαι καὶ ἀδημονεῖν. τὸ δὲ π’ ἄρτι γινώσκετε αὐτὸν εἶπε τὸ πάντως ἐσόμενον αὐτοῖς καὶ ἀναμφιβόλως συμβησόμενον παριστὰς οἷον· πάντως ἔσται ἡ ἀληθινὴ γνῶσις περὶ ἐμοῦ τε καὶ τοῦ πατρὸς καὶ τοῦ παρακλήτου ἐπελθόντος ὑμῖν καὶ χρὴ θαρρεῖν ὑμᾶς καὶ ἀναμφιβόλως ἔχειν περὶ τούτου, ὅτι γνώσεσθε ὡς καὶ ἤδη
30ἀπηρτισμένη ὑμῖν ἐτύγχανεν καὶ παροῦσα ἡ τοιαύτη γνῶσις.

85

(loc)

Jo 14, 8—9
1 Τίνα ἀκολουθίαν ἔχει τὸ ἐπιζητοῦντος τοῦ Φιλίππου ἰδεῖν τὸν πατέρα εἰπεῖν τὸν Χριστὸν τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς
με· οὐ γὰρ αὐτὸν ἐπεζήτει ἰδεῖν ὁ Φίλιππος, ἀλλὰ τὸν πατέρα. ἢ καὶ πολλὴν ἄγαν τὴν ἀκολουθίαν ἔχει· ὁ γὰρ Φίλιππος αἰσθητῶς ἰδεῖν ἐπεζήτει398
5τὸν πατέρα. ἐλέγχων οὖν αὐτὸν ὡς κακῶς ἐπιζητοῦντα τοῦτό φησιν οἷον ἀσυνέτως ποιεῖς ἐμοῦ τοῦ λόγου καὶ ἀσωμάτου 〈ὄντοσ〉 τὸν πατέρα αἰσθητοῖς ἰδεῖν ἐπιζητῶν ὀφθαλμοῖς. ἀλλ’ ὡς ἔοικεν οὐδὲ ἐμὲ ἔγνωκας, ὅτι λόγος εἰμὶ καὶ θεὸς καὶ ἀσώματος· εἰ γὰρ τοῦτο ᾔδεις, οὐκ ἂν τὸν ἐμὸν πατέρα σωματι‐ κοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ
10ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ γὰρ συνεωρακὼς καὶ κατειληφώς, ὅτι θεὸς ἐγὼ ὁ υἱὸς καὶ ἀσώματος, κατείληφε πάντως καὶ συνεώρακεν, ὅτι καὶ ὁ ἐμὸς πατὴρ τοῦ τοιούτου υἱοῦ θεός ἐστι καὶ ἀσώματος καὶ αἰσθητοῖς ὀφθαλμοῖς οὐ καταλαμβανόμενος. τὸ δὲ τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, τοῦτο δηλοῖ, τοσοῦτον χρόνον μεθ’ ὑμῶν ὢν
15σημεῖα καὶ τέρατα ἐπεδειξάμην, δι’ ὧν τὸ τῆς θεότητος ἀξίωμα καὶ τῆς ἀσω‐ μάτου καὶ ὑπερκειμένης οὐσίας δυνατὸν ἦν ἀποκαλυφθῆναι τοῖς ὁρῶσιν. καὶ αὐτὸς οὔπω με ἔγνωκας, ὅτι θεός εἰμι καὶ ἀσώματος οὐσία, ἀλλὰ καὶ τὸν πατέρα σωματικὸν ὑπολαμβάνεις καὶ σωματικοῖς ἰδεῖν ἐπιζητεῖς ὀφθαλμοῖς.

86

(loc)

Jo 14, 20
1 Τρία αὐτοῖς ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως ἤτοι ἐν τῷ καιρῷ ἐκείνῳ εἰς γνῶσιν ἐπηγγείλατο ἐλθεῖν, ἓν μὲν τὸ ἐπιγνῶναι, ὅτι ὁ Χριστὸς ὡς ἀληθῶς θεός ἐστι καὶ τοῦ πατρὸς ἀδιαίρετος κατὰ τὸν τῆς οὐσίας καὶ ἐξουσίας καὶ κυριότητος λόγον· δεύτερον δέ, ὅτι καὶ ὑμεῖς μᾶλλον οἰκειωθήσεσθέ μοι καὶ μᾶλλον
5μαθήσεσθε, ὅτι ἐν ἐμοὶ δεῖ ἔχειν ὑμᾶς καὶ ἀνατιθέναι πάσας τὰς ἐλπίδας καὶ μηδὲν περὶ μηδενὸς δεδιέναι· φησὶν γάρ· καὶ ὑμεῖς ἐν ἐμο. καὶ τρίτον· ἐπιγνώσεσθε, ὅτι τότε μᾶλλον ἐγὼ ἐν ὑμῖν· ἐπιδείξω γὰρ ἔτι μᾶλλον τὸ περὶ ὑμᾶς φίλτρον μείζοσι σημείοις καὶ τέρασιν ἢ ἐποίησα ἐγὼ δοξάζων καὶ μεγα‐ λύνων ὑμᾶς καὶ ἔτι ἐνισχύων καὶ δυναμῶν ὑμᾶς ἐλέγχειν ἄρχοντας καὶ βασιλεῖς
10καὶ καταφρονεῖν αὐτῶν πάσας τιμωρίας καὶ βασάνους, οἳ πρότερον ἐκ μόνης τῆς ἐμῆς συλλήψεως ἀποδειλιάσαντες πεφεύγατε καὶ ἐγκατελίπετέ με. ἀλλὰ τότε τοσαύτη δύναμις ὑμῖν καὶ ἰσχὺς ἐπιχορηγηθήσεται, ὥστε μηδὲν ὅλως ἡγεῖσθαι τὸν θάνατον αὐτόν, ἀλλὰ νικᾶν καὶ κρατεῖν ἐν τῷ κολάζεσθαι καὶ περιγίνεσθαι
κατὰ κράτος τῶν ἐχθρῶν.399

87

(loc)

Jo 14, 26
1 Ἐκεῖνος ὑμᾶς διδάξει πάντα, οὐχὶ ἄλλην διδασκαλίαν εἰσάγει παρ’ ἣν ἐγὼ ἐδίδαξα, ἀλλ’ αὐτὴν ταύτην ἐπὶ τὸ σαφέστερον ἀναπτύσσων καὶ ἀπο‐ καλύπτων ὑμῖν. δι’ ὃ εἰπὼν ἐκεῖνος ὑμᾶς διδάξει εὐθέως ἐπήγαγεν καὶ ὑπομνήσει πάντα, τοῦτ’ ἔστιν ἡ διδασκαλία αὐτοῦ ὑπόμνησις καὶ διασάφησις
5ἔσται τῆς παρ’ ἐμοῦ γενομένης διδασκαλίας, ἀλλ’ οὐκ ἄλλη παρ’ αὐτήν.

88

(loc)

Jo 14, 27—28
1 Δύο τίθησιν αἰτίας δι’ ὧν αὐτοὺς πειρᾶται παραμυθεῖσθαι ἀθυμοῦντας λίαν ἐπὶ τῷ πάθει καὶ τῷ σταυρῷ, μίαν μὲν τί ταράσσεται ὑμῶν ἡ καρδία· εἶπον μὲν γάρ, ὅτι ὑπάγω, ἀλλὰ γνωστὸν ὑμῖν, ὅτι πάλιν ἔρχομαι πρὸς ὑμᾶς. εἰ οὖν τὸ ἀπιέναι λύπης αἴτιον, τὸ πάλιν παραγενέσθαι χαρᾶς καὶ
5εὐφροσύνης ὀφείλει καθίστασθαι ὑμῖν, μᾶλλον δὲ ἡ ἐλπὶς τοῦ παραγενέσθαι οὐδὲ ὅλως λύπην ἐπὶ τῇ ἀποδημίᾳ συγχωρεῖν ὀφείλει συνίστασθαι. οὕτως οὖν καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ὀφείλετε ταράσσεσθαι ἢ δειλιᾶν. δι’ ἑτέραν δέ, ὅτι ὑμεῖς αὐτοὶ τὸν πατέρα μείζονα ὑπολαμβάνετε· οὐ γὰρ ἂν ἐλέγετε «δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν»· ἐμὲ γὰρ ἔχοντες μεθ’ ἑαυτῶν καὶ πλείστους
10λόγους παρακλήσεως ἀκούοντες ὅμως ἔτι τὸν πατέρα ἐζητεῖτε ὡς ὑπολαμβά‐ νοντες μείζονα. ἀπ’ αὐτῆς τοιγαροῦν τῆς ὑμετέρας ὑπολήψεως τὴν παραμυθίαν ὑμᾶς χρὴ λαμβάνειν· εἰ γὰρ ὁ πατήρ μου μείζων μού ἐστιν ὡς ὑμεῖς ὑπει‐ λήφατε, ἐγὼ δὲ πρὸς αὐτὸν πορεύομαι, οὐ χρὴ ὑμᾶς ἀθυμεῖν ἢ δειλιᾶν· πρὸς γὰρ τὸν μείζω πορεύομαι. τί δὲ λέγω ὡς οὐ χρὴ ἀθυμεῖν, μᾶλλον δὲ καὶ
15χαίρειν ὑμᾶς δεῖ εἴπερ ἠγαπᾶτέ με, ὅτι πρὸς ἐκεῖνον πορεύομαι, ὃν ὑμεῖς μείζονα ὑπειλήφατε.

89

(loc)

Jo 14, 30
1Τὸ δὲ οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν ἔφη προσεκτικωτέρους αὐτοὺς
τοῖς εἰρημένοις ποιῶν. τοῦτ’ ἔστι προσέχετε τοῖς ῥηθεῖσιν καὶ κατέχετε αὐτὰ ἀσφαλῶς· οὐκέτι γὰρ ἔσται ὑμῖν ἄδεια ὡς τὸ πρότερον ἐπερωτᾶν καὶ ἃ διαλαν‐ θάνει μανθάνειν. καὶ γὰρ οὐδὲ πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἄλλως τε [δέ.] καὶ400
5ἐπεὶ ἔμελλεν ἐρεῖν τὰ ἐφεξῆς ὑψηλὰ καὶ ὑπὲρ ἄνθρωπον ὄντα, τὸ μὲν γὰρ μηδὲν ὅλως μηδ’ ἴχνος ἔχειν ἁμαρτίας, εἶτα «μετὰ ἀνόμων» σταυρωθῆναι καὶ λογισθῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἡλίκην ἔχει τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. ἐπεὶ οὖν καὶ ταῦτα ἔμελλεν λέγειν, ἵνα προσέχωσιν, οὐκέτι, φησίν, πολλὰ λαλήσω μεθ’ ὑμῶν. δεῖ οὖν ἰσχυρῶς προσέχειν ὡς ἤδη τῶν
10λόγων παύεσθαι μελλόντων.

90

(loc)

Jo 15, 9—11
1 Ταῦτα λελάληκα ὑμῖν· ποῖα ταῦτα; ὅτι καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς, ὅτι ἐὰν τὰς ἐντολάς μου τηρήσετε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου καὶ τὰ ἑξῆς. ταῦτα οὖν λελάληκα ὑμῖν, φησίν, ἵνα ἡ χαρὰ ἡ ἐμή—χαρὰν ἰδίαν καλῶν τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς, τοῦτ’
5ἔστι τὸν σταυρόν—ἵνα οὖν ἡ χαρὰ αὕτη ἐν ὑμῖν μείνῃ, οἷον ἵνα ἀεὶ διὰ μνήμης ἔχητε, ὅτι χαίρων ἔπαθον ὑπὲρ τοῦ κόσμου καὶ ὑμῶν καὶ ἵνα ᾖ ἀπηρ‐ τισμένη καὶ τετελειωμένη καὶ ἡ ὑμετέρα χαρ, ὅτι μέλλετε πάσχειν ὑπὲρ ἐμοῦ, ὅτι τὸν διδάσκαλον μιμεῖσθε καὶ ὅτι ὡς ἀληθῶς ἐν τῇ ἀγάπῃ ἐμείνατε τῇ ἐμ.

91

(loc)

Jo 15, 10
1 Ἐντολὴν τοῦ πατρός 〈τηρεῖν〉 ἐστι τὸ σταυρωθῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. σταυροῦται δὲ δῆλον ὅτι καθὸ ἄνθρωπος, ὥστε καὶ τὰς ἐντολὰς τηρεῖν λέγει καθὸ ἄνθρωπος.

92

(loc)

Jo 15, 14—17
1Ταῦτα ἐντέλλομαι ὑμῖν· ταῦτα ποῖα; ὅτι φίλοι μού ἐστε, ὅτι
ὁμοίως ἐξελεξάμην ὑμᾶς, ὅτι ὅπερ ἂν ἕκαστος ὑμῶν αἰτήσῃ, τούτου τεύξεται. διὰ τί δὲ εἶπον ὑμῖν ταῦτα; ἵνα ἐννοοῦντες καὶ ἀναλογιζόμενοι, ὅτι κοινὸν ἔχετε τὸ χάρισμα τῶν ἰάσεων, ὅτι κοινωνίαν ἔχετε ἐν τῇ ἐκλογῇ,401
5ὅτι ὁμοτίμως καὶ κοινῶς εἰς τὴν ἐμὴν φιλίαν συνῆψα ὑμᾶς. ἔχοντες πολλὰς ἀφορμὰς κοινωνίας καὶ τῆς πρὸς ἀλλήλους ἑνώσεως, πολλὴν τὴν εἰς ἀλλήλους ἀγάπην ἐπιδείξασθε, ἔτι δὲ καὶ ὅτι κοινὸν κατὰ πάντων ὑμῶν καὶ ὁμοίως οἱ ἐν τῷ κόσμῳ πονηροὶ τὸ μῖσος ἕξουσιν· συνάπτειν γὰρ οἶδεν καὶ κοινὸν ἐξ ἐχθρῶν ἐπιδεικνύμενον μῖσος τοὺς ὑπ’ ἐκείνων μισουμένους.

93

(loc)

Jo 15, 15
1 Πάντα ὅσα ἤκουσα, οὐχ ἁπλῶς πάντα, ἀλλ’ ὅσα ἤκουσα, περὶ τοῦ πάθους δέ φησι καὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως. καὶ δηλοῖ τὸ προηγού‐ μενον, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος, ὥστε πάντα ἐκεῖνα αὐτοῖς ἐγνώρισεν, ὅσα αὐτὸς κύριος ὢν ἔμελλε ποιεῖν οἷον σταυροῦσθαι,
5πάσχειν, καταλύειν τὸν θάνατον, νεκροὺς ἐγείρειν καὶ συνανιστᾶν ἑαυτῷ· ταῦτα γὰρ πάντα ἐγνώρισεν αὐτοῖς ἃ ἔμελλεν αὐτὸς κύριος ὢν ποιεῖν. διὰ τί δὲ καὶ τὸ σταυροῦσθαι καὶ τὸ θνῄσκειν ποιεῖν λέγει; ἐπειδὴ ἐν τῷ ὑφίστασθαι αὐτὸν καὶ ὑπομένειν ταῦτα οὐχὶ αὐτὸς μᾶλλον ἠνιᾶτο καὶ ἤλγει, ὅσον ἐτραυ‐ μάτιζε τὸν διάβολον καὶ τὸν θάνατον κατήργει καὶ ᾐχμαλώτιζεν. ἄλλως τε δέ.
10καὶ ὅτι ταῦτα πάσχων καὶ ἀναδεχόμενος τὸ θέλημα ἐποίει τοῦ πατρός.

94

(loc)

Jo 15, 18
1 Γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν ἀντὶ τοῦ ἐννοεῖσθε, ἀναλογίζεσθε τοῦτο· ἀρκεῖ γὰρ ὑμῖν τοῦτο εἰς παραμυθίαν πᾶσαν, ὅτι τὰ ἴσα τῷ διδασκάλῳ οἱ μαθηταὶ καὶ τὰ ἴσα τῷ κυρίῳ οἱ δοῦλοι πάσχετε.

95

(loc)

Jo 15, 26
1 Τὸ δὲ ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται εἶπεν δεικνύς, ὅτι καὶ τοῦ πνεύματός ἐστιν αἴτιος καὶ πηγὴ ὁ πατὴρ ὥσπερ δὴ καὶ αὐτοῦ τοῦ υἱοῦ καὶ ὅτι ἄμφω ὁμοούσιοι καὶ ἀλλήλοις καὶ τῷ πατρὶ ὡς ἀπὸ τῆς αὐτῆς οἱονεὶ ῥίζης
ἀναφύντες.402

96

(loc)

Jo 15, 26
1 Τὸ δὲ ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται εἶπεν δεικνύς, ὅτι 〈ἐὰν〉 καὶ διδάγματα τελειότερα καὶ σημεῖα μείζονα θεάσωνται, πολλῷ μᾶλλον κατα‐ κριθήσονται.

97

(loc)

Jo 16, 8
1 Ἐλέγξει τὸν κόσμον καταπεμφθεὶς ὁ παράκλητος λίαν ἡμαρτηκότας, διότι οὐκ ἐπίστευσαν εἰς ἐμέ. ποιήσεται δὲ τὸν ἔλεγχον ἐκ πολλῆς περιουσίας καὶ ἀναμφιλέκτου δικαιοσύνης· ὅταν γὰρ ἐγὼ δείκνυμι πρὸς τὸν πατέρα πορευ‐ θείς, τίς αὐτοῖς λελείψεται πρόφασις τοῦ μὴ πιστεῦσαι; ἆρα ἔτι ἐροῦσί με
5ἀντίθεον τὸν πορευθέντα πρὸς τὸν θεὸν καὶ πατέρα; πόθεν δὲ δῆλον, ὅτι πρὸς ἐκεῖνον πεπόρευμαι; αὐτόθεν τῷ τε ὑποσχέσθαι τὸν παράκλητον ἐλθεῖν καὶ τῷ ἤδη τοῦτον παραγενέσθαι. ἆρ’ ἔστι τι τοῦ ἐλέγχου τούτου λαμπρότερον; ὁ δὲ καὶ ἄλλοθεν αὐτοῦ δείκνυσιν ὑπερβολήν, ὅτι καὶ ὁ πάντων, φησίν, ἀρχηγὸς τῶν κακῶν καὶ πάσης ἰταμότητος καὶ ἀναισχυντίας ταμίας κατακέκριται καὶ
10κατήσχυνται μηδὲν ὅλως μηδ’ ἴχνος ἁμαρτίας ἐν τῷ ἐνανθρωπήσαντι σωτῆρι ἐφευρηκώς. οἱ ἔτι τοίνυν μὴ πιστεύσαντες εἰς ἐμὲ δηλονότι σφοδρῶς ὑπὸ τοῦ παρα‐ κλήτου ἐλεγχθήσονται καὶ κατακριθήσονται, ὅτι καταισχυνθέντος τοῦ ἄρχοντος αὐτῶν αὐτοὶ ἔτι ἀναισχυντεῖν καὶ ἀπαυθαδιάζεσθαι τετολμήκασιν. ἀλλὰ πῶς
15ἐλέγχει τὸν κόσμον ὁ παράκλητος καὶ ποῦ φαίνεται τοῦτο πεποιηκώς; τίνες οἱ τῶν ἐλέγχων λόγοι, ποῦ δὲ συνέστη τὸ κριτήριον; τὸ μὲν κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων γεγένηται. ὁ χρόνος δὲ οὐ πολὺς μεταξὺ τῆς μιαιφονίας καὶ τῆς κρίσεως· οὔπω γὰρ πεντή‐
20κοντα παρῆλθον ἡμέραι καὶ τὸ κριτήριον ἀνεῴχθη καὶ ὁ ἔλεγχος ἐκεῖθεν ἄρξας εἰς πάντα τὸν κόσμον ἐξεχύθη, ὅτε πυρίναις γλώσσαις τὸ πνεῦμα τοὺς ἀποστόλους ἐξώπλισεν, τοὺς μαθητὰς τοῦ ἐσταυρωμένου, ὃν πλάνον καὶ ἀντίθεον οἱ θεομάχοι ἐκάλουν, ὅτε σημείοις καὶ παραδόξοις χαρίσμασι τούτους
ἐνεύρωσεν, ὅτε νεκροὶ τάφων ἠγείροντο καὶ χωλοὶ τὰς βάσεις ὠρθοῦντο καὶ403
25ἀπὸ τῆς σκιᾶς καὶ τῶν σιμικινθίων καὶ σουδαρίων ποικίλα πάθη ἐθεραπεύετο. τότε ἠλέγχθησαν οἱ μὴ πεπιστευκότες Χριστῷ καὶ ἐξ ἐκείνου καὶ εἰς ἔτι καὶ νῦν καὶ ἐλέγχονται καὶ ἀναπολογήτῳ κατακρίσει παραδίδονται.

98

(loc)

Jo 16, 33
1 Ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε, φησίν. ἵνα μὴ στασιάζωσιν οἱ λογισμοὶ ὑμῶν περὶ ἐμοῦ, ὅταν ἐπὶ τὸ πάθος βλέπητε παραγινόμενον, ἀλλ’ ἵνα εἰρήνη βαθεῖα περὶ ἐμοῦ καὶ ἀταραξία τοὺς λογισμοὺς ὑμῶν κατέχῃ, διὰ τοῦτο γὰρ καὶ τὰ ἐγκάρδια ὑμῶν ἀπεκάλυψα ὑμῖν καὶ οὐ παροιμιωδῶς, ἀλλ’ ἐκ τοῦ
5ἐμφανοῦς ἀπογυμνώσας. διὰ τοῦτο καὶ εἶπον· «πορεύομαι πρὸς τὸν πατέρα», διὰ τοῦτο εἶπον καὶ ὅτι «οὐκ εἰμὶ μόνος», «ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν», διὰ τοῦτο καὶ προεῖπον ὑμῖν, ὅτι σκορπισθήσεσθε. ταῦτα πάντα, φησίν, λελάληκα ὑμῖν, ἵνα τούτων μνήμην ἔχοντες ἐν ἐμοὶ εἰρήνην ἔχητε.

99

(loc)

Jo 17, 4—6
1 Ὥσπερ τὸ ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς καὶ τὸ ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις πρὸς τὸν πατέρα λεγόμενα οὐκ ἄγνοιάν ἐστι τούτων κατηγορεῖν τοῦ πατρὸς οὐδὲ λήθης ὀνειδισμός, ὧν ἀπήλαυσεν ἀπὸ τοῦ υἱοῦ, ἀλλὰ πρὸς τὴν διάνοιαν μόνον εἴρηται τῶν ἀκροατῶν· τίνος γὰρ ἄλλου ἕνεκα
5κἂν εἴποι τις ταῦτα εἰρῆσθαι παρὰ τοῦ υἱοῦ πρὸς τὸν πατέρα; ἆρα ὅτι ἠγνόει πρὶν ἢ παρὰ τοῦ υἱοῦ τοῦτο μάθῃ ὁ πατήρ; ἀλλ’ οὐδεὶς οὕτως ἐμμανὴς καὶ ἠλίθιος ὥστε λογίζεσθαι τοῦτο· ἀλλ’ ὅτι ἐπελέληστο; τῆς αὐτῆς καὶ τοῦτο φρενοβλαβείας· ἀλλ’ ὅτι ἀγνώμων εἰ μὴ παρὰ τοῦ υἱοῦ ἠλέγχθη ἐγεγόνει ἂν περὶ τὰς χάριτας; ἀλλ’ οὐδὲ τοῦτο ὑπερβολὴν καταλείπει θεομαχίας. διὰ τί
10οὖν ταῦτα εἴρηται; ἢ δῆλον πρὸς τὴν διάνοιαν, ὡς ἔφημεν, τῶν μαθητῶν,
ἵνα ἐκείνην διαναστήσῃ τῇ ἀθυμίᾳ καταπεσοῦσαν καὶ δείξῃ, ὅτι οὐκ ἂν ὁ πρὸς αὐτὸν λέγων τὸν πατέρα, ὅτι ἐδόξασεν αὐτόν, οὐκ ἂν παρ’ αὐτοῦ περιοραθείη ἢ αὐτὸς ἢ οἱ πιστεύσαντες καὶ ἀκολουθήσαντες αὐτῷ. ὥσπερ οὖν ταῦτα δι’ ἐκείνους εἴρηται καὶ πρὸς τὴν ἐκείνων ἀφορᾷ διάνοιαν, οὕτω καὶ τὸ εἰπεῖν τὸ404
15ἔργον ὃ δέδωκάς μοι ἐτελείωσα. οὕτω καὶ τὸ νῦν δόξασόν με σ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ καὶ τὰ ἑξῆς. τοῦτ’ ἔστιν εἰ καὶ Ἰουδαῖοι ἐπὶ σταυρὸν καὶ θάνατον ἄγουσιν, ἀλλὰ σὺ παρὰ σεαυτῷ δόξασόν με καὶ μὴ παραχωρήσῃς τὴν αὐτῶν ἐπι‐ βουλὴν καὶ μιαιφονίαν ἰσχυροτέραν γενέσθαι εἰς τὸ ἀποκρύψαι καὶ ἐπισκοτίσαι
20διὰ τοῦ θανάτου τὴν δόξαν, ἣν εἶχον, ἀλλὰ καὶ τὸν θάνατον αὐτοῖς προχωρῆσαι συγχώρησον καὶ τὴν δόξαν λαμπρὰν ὁμοίως καὶ ὑπέρθεον διατήρησον. ταῦτα δέ, ὡς εἴπομεν, λέγει οὐχ ὅτι ἔμελλεν ἄδοξος μένειν ἢ ὅτι ἀλλαχόθεν ἐδεῖτο δόξης αὐτὸς ὢν «ἀπαύγασμα» καὶ «εἰκὼν» καὶ «δόξα» τοῦ πατρός, ἀλλὰ πρὸς τὴν διάνοιαν καὶ τὸ κρατοῦν δέος ἀφορῶν τῶν μαθητῶν· ἵνα δὲ μὴ πάντα ταπεινὰ
25λέγων πάλιν κατασπάσῃ αὐτοὺς ἀπὸ τῆς ἀληθείας, ἐπάγει· τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σο· εἰ γὰρ μὴ διὰ τοὺς μαθητὰς καὶ τοῦτο εἴρητο, τίνος ἕνεκα ἑτέρου εἴρηται; ἆρα ἵνα μάθῃ ὁ πατὴρ ποίᾳ δόξῃ ὁ υἱὸς θέλει δοξασθῆναι ὡς ἀγνοῶν τοῦτο, εἰ μὴ παρὰ τοῦ υἱοῦ ἤκουσεν; οὕτω τὰ πλεῖστα τοῖς ἀκροαταῖς συγκαταβαίνων ἐφθέγγετο. δι’ ὃ καὶ ἔλεγεν· «πολλὰ
30ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι»· διὰ τοῦτο γὰρ μετὰ ταῦτα καὶ ἡ τοῦ παναγίου πνεύματος ἀποστολή, ἵνα τελειοτέρους ἀποκαταστήσῃ, ᾠκονόμηται. ἐγχωρεῖ δὲ καὶ ὡς ἐφεξῆς παράκειται ἐκλαβεῖν· οὐ γὰρ μάχεται.

100

(loc)

Jo 17, 5
1 Δείκνυται διὰ τοῦ εἰπεῖν τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σο, ὅτι τὸ μυστήριον τῆς ἐνανθρωπήσεως καὶ τοῦ σταυροῦ, ὃ καὶ δόξαν καλεῖ, πρὸ καταβολῆς κόσμου ἔγνωστο τῷ πατρὶ καὶ τῷ υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· «κατὰ ἀποκάλυψιν μυστηρίου
5χρόνοις αἰωνίοις σεσιγημένου»· ταύτῃ οὖν, φησίν, τῇ δόξῃ οὐ προσφάτως ἐξευρημένῃ, ἀλλὰ πρὸ τοῦ τὸν κόσμον εἶναι διεγνωσμένῃ καὶ ἀφωρισμένῃ παρὰ σο, ταύτῃ με δόξασον· ταύτην γὰρ ἔκτοτε εἶχον τῇ περὶ τὸ πλάσμα συμπαθείᾳ καὶ στοργῇ τὸν ὑπὲρ αὐτῶν ἑκὼν καὶ σὺν εὐφροσύνῃ θάνατον
ὑποστῆναι φιλοτιμούμενος.405
10 ταῦτα δὲ καὶ τὰ τοιαῦτά φησιν, ἵνα δείξῃ, ὅτι οὐκ ἀσθενείας ἦν τὸ παθεῖν αὐτὸν ἢ ἀγνοίας, ἀλλὰ δυνάμεως μᾶλλον καὶ προγνώσεως καὶ τῆς πολλῆς αὐτοῦ καὶ ἀφάτου περὶ τὸν ἄνθρωπον κηδεμονίας ἀπόδειξις ἦν.

101

(loc)

Jo 17, 13
1 Εἰπὼν ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐδήλωσε σαφῶς, ὅτι θέλων αὐτοὺς ἀπὸ τῆς πολλῆς ἀνακτήσασθαι θλίψεως τὰ προειρη‐ μένα ἐλάλησεν. διὸ καὶ πρὸς τὴν ἐκείνων συγκαταβαίνων διάνοιαν (παρα‐ μυθεῖσθαι γὰρ αὐτούς, ἀλλ’ οὐ διδάσκειν νῦν τὴν τῆς θεολογίας ἀκρίβειαν
5ἐβούλετο) ἀνθρωπινώτερον καὶ ὡς ἐκεῖνοι ἠδύναντο παραμυθεῖσθαι διαλέγεται· «τήρησον αὐτοὺς» λέγων «ἐν τῷ ὀνόματί σου» καὶ «ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτοὺς» καὶ τὰ ὅμοια. χαρὰν δὲ τὴν ἐμήν, φησίν, οἷον τὴν πνευ‐ ματικὴν τὴν στηρίζουσαν ψυχήν, ἀλλ’ οὐχὶ τοιαύτην, οἵαν ὁ κόσμος ἔχει διὰ τρυφῆς καὶ ἡδονῶν καὶ σωματικῆς εὐπαθείας συνισταμένην.

102

(loc)

Jo 17, 13—16
1 Ταῦτα λαλῶ ἐν τῷ κόσμ. ποῖα; τὸ «ἐγώ σε ἐδόξασα» ἐν τῷ κόσμῳ, τὸ «δόξασόν με σύ, πάτερ», τὸ «ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς δέδωκάς μοι», «σοὶ ἦσαν», «ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς», «ἐγὼ περὶ αὐτῶν ἐρωτῶ», «τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου» καὶ ὅσα ἄλλα εἰς παρα‐
5μυθίαν εἴρηται τῶν ἀποστόλων· καὶ γάρ, φησίν, ταῦτα λαλῶ εἰς τὸν κόσμον, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς. τοῦτ’ ἔστιν δι’ αὐτοὺς τούτους εἴρηται ταῦτα καὶ εἰς εὐχῆς ἐσχημάτισται τύπον, ἵνα τε ἀναψυχὴν ἀπὸ τῆς συνεχούσης αὐτοὺς θλίψεως λάβωσι καὶ ἵνα μᾶλλον πιστεύσωσι, ὅτι πάντως ἔσται αὐτοῖς ταῦτα τοσαύτην σπουδὴν καταβαλλομένου
10ὑπὲρ αὐτῶν ἐμοῦ, ὥστε καὶ τὸν πατέρα αἰτεῖσθαι γενέσθαι αὐτοῖς ταῦτα. ταῦτα δὲ ἐγένετο, ὅτι ἔτι ἀτελῶς διέκειντο οἱ μαθηταί. ὅτι δὲ ἀτελῶς, δῆλον ἐκ τοῦ λέγειν «οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι». τοῦ κόσμου μὲν γὰρ σωτὴρ περιγέγονεν, ἀλλὰ τέως πρὸς τὸ ἐκείνων ἀτελὲς καὶ ἵνα τὸ ἀθυμοῦν ψυχαγωγήσῃ λέγει καὶ πάλιν· οὐκ ἐρωτ, ἵνα ἄρῃς αὐτοὺς ἐκ406
15τοῦ κόσμου· ᾔδει γὰρ δηλονότι ὁ δεσπότης ἔτι δεδοικότας τὸν θάνατον. καὶ ἐπειδὴ ἔλεγεν· οὐκ εἰμὶ ἐκ τοῦ κόσμου καὶ οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, ἵνα μὴ ὑποπτεύσωσιν, ὅτι ὥσπερ ἐκεῖνος χαίρων ἔρχεται ἐπὶ τὸ πάθος, τοῦτο καὶ αὐτοὺς παθεῖν αἰτεῖται τὸν πατέρα, οὐκ ἐρωτ, φησίν, ἵνα ἄρῃς αὐτοὺς καὶ τὰ ἑξῆς.

103

(loc)

Jo 17, 16
1 Καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. λίαν τοῦτο θαυμασίως φησὶν εἰς τὸ ἀπορράπτεσθαι τὰ τῶν αἱρετικῶν στόματα, οἵτινες αὐτὸν τερατεύονται μὴ ἀνειληφέναι ἀληθῶς τὴν ἡμετέραν σάρκα· εἰπὼν γὰρ περὶ τῶν μαθητῶν, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καὶ ἐπαγαγὼν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ
5κόσμου, παρέστησεν ἀκριβῶς, ὅτι καθὸ οἵ τε μαθηταὶ καὶ αὐτὸς ὁ δεσπότης ἄνθρωποι, δηλονότι ἐκ τοῦ κόσμου εἰσίν, καθὸ δὲ τὴν πρὸς τὸν κόσμον συμπάθειαν διεκρούσαντο, οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, ὥστε τῷ κεχωρίσθαι τῆς ἁμαρτίας μόνον ὁ δεσπότης οὐκ ἔστιν ἐκ τοῦ κόσμου. τῷ δὲ ἀληθεῖ τῆς ἐνανθρωπήσεως ἐκ τοῦ κόσμου ἦν ὥσπερ οἱ μαθηταί, τοῦτ’ ἔστιν
10ὁμοούσιος ἑκάστῳ τῶν ἀνθρώπων.

104

(loc)

Jo 17, 18
1Εἰ δὲ καὶ εἶπεν ἀπέστειλα αὐτοὺς τοῦτ’ ἔστιν ηὐτρέπισα, πρὸς ἀπο‐
στολὴν κατηρτισμένους ἐποίησα, ἔθος αὐτῷ καὶ τὸ μέλλον ὡς γεγονὸς λέγειν.407

105

(loc)

Jo 17, 18
1 Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον ἐπὶ προνοίᾳ καὶ εὐεργεσίᾳ τοῦ κόσμου, οὕτω κἀγὼ ὁμοίως σοὶ προνοῶν τοῦ κόσμου, οὐχὶ ἐπὶ κατα‐ κρίσει καὶ κολάσει. καὶ καθὼς ἐγὼ σημείοις καὶ τέρασι τῷ ἀνθρωπίνῳ βίῳ ἐπεδήμησα, οὕτω καὶ αὐτοὺς σημείοις καὶ τέρασι καθοπλίσας εἰς τὴν
5οἰκουμένην ἀπέστειλα.

106

(loc)

Jo 17, 21
1 Οἱ μὲν ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ ἐν τῷ πατρὶ ἕν εἰσι καὶ ἐν τῷ υἱῷ, τοῦτ’ ἔστι πολλοὶ ὄντες ἑνοποιοῦνται ἐν τῇ πίστει τῇ εἰς αὐτούς. ὁ δὲ πατὴρ ἐν τῷ υἱῷ ἕν ἐστι τῇ ὁμοτιμίᾳ τῆς φύσεως· καὶ γὰρ καὶ ὁ υἱός, φησίν, ἕν ἐστι ἐν τῷ πατρί, τοῦτ’ ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· καθὼς σ,
5πατήρ, ἐμοὶ κἀγὼ σο, ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ λέγων· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». νυνὶ δὲ καὶ ἀκριβέστερον εἴρηκεν· οὐ γὰρ μόνον ὅτι ὁ πατὴρ ἕν ἐστι τῷ υἱῷ, φησίν, ἀλλὰ καὶ τίνι ἐστὶν ἓν συμπαρέστησεν· εἰπὼν γὰρ ἐν ἐμο, τοῦτ’ ἔστιν τῇ ἐν ἐμοὶ οὐσίᾳ καὶ θεότητι, οὐχί τινι τῶν ἔξωθεν ὑπάρχεις ἐμοὶ ἓν ἢ κατά τινα χάριν καὶ οἰκονο‐
10μίαν, ἀλλὰ τῇ ἐμφύτῳ καὶ οἴκοθεν ἐνυπαρχούσῃ θεότητι. θέλων δὲ παρα‐ στῆσαι, ὅτι αὕτη μία ἐστὶ καὶ οὐ πολλαί, ἐπήγαγε λέγων· κἀγὼ ἐν σοὶ ἕν εἰμι οἷον τῇ ἐν σοὶ ἐμφύτῳ θεότητι καὶ οὐσίᾳ· εἰ γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς δύο ὄντες τῇ ὑποστάσει ἑνίζονται τῇ ἐν ἑαυτοῖς θεότητι καὶ οὐσίᾳ, δηλονότι πολλῷ μᾶλλον αὐτὴ ἑνιαία τις καὶ μία ἐστίν. σκόπει δὲ καὶ ἄλλο. οὐκ εἶπεν πρότερον
15τὸ ἐγὼ ἐν σο, ἀλλὰ τὸ σ, πατήρ, ἐν ἐμο. διὰ τί; ἵνα ἐξ αὐτῆς τῆς ἀρχῆς ἐπιστομίσῃ τοὺς κατὰ χάριν ἤ τινα ἄλλον τοιοῦτον τρόπον, ἀλλὰ μὴ κατ’ οὐσίαν ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν ἀναπλάττοντας· εἴπερ γὰρ προέταξε τὸ ἐγὼ ἐν σο, εὐθὺς ἂν ἐπεπήδησεν ὁ αἱρετικὸς μὴ ἀναμείνας τὸ ἐπαγόμενον καὶ ἐκενολόγει, ὅτι ἓν τῇ δόξῃ ἐστὶν ὁ υἱὸς τῷ πατρὶ ἢ τῇ χάριτι ἢ τῇ πρὸς αὐτὸν
20ἀναφορᾷ ἢ τοιούτοις φληνάφοις τισίν. ἐπεὶ δὲ τὸ τὸν πατέρα ἓν εἶναι ἐν τῷ υἱῷ προέταξεν, εὐθὺς αὐτῶν ἐμφράττει τὸ στόμα· εἰ γὰρ μὴ τῇ οὐσίᾳ ἓν ὁ πατὴρ τῷ υἱῷ, τίνι ἕν· ἆρα τῇ πρὸς τὸν υἱὸν ἀναφορᾷ, ἀλλὰ τῇ χάριτι αὐτοῦ, ἀλλ’ ἑτέρῳ παρὰ τὴν οὐσίαν τινί; ὁρᾷς πῶς αὐτίκα πᾶσα τῶν Ἀρειανῶν κατασείεται ἡ δόξα; οὐ μόνον δὲ Ἄρειος, ἀλλὰ καὶ408
25τὸ τῶν τριθεϊτῶν διὰ τῶνδε τῶν παναχράντων ῥημάτων καταλύεται φρύαγμα.

107

(loc)

Jo 17, 21—23
1 Ἓν εἶναι τοὺς μαθητὰς ἀξιοῖ γενέσθαι. πρῶτον μὲν ἀπὸ τῆς ἐν ἀλλήλοις ὁμονοίας· ἵνα γὰρ πάντες, φησίν, ἓν ὦσιν. εἶτα ἀπὸ τῆς αὐτῆς πίστεως· φησὶν γὰρ ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. καὶ τρίτον ἀπὸ τῆς τῶν σημείων δυνάμεως· δέδωκα γὰρ αὐτοῖς, φησίν, τὴν δόξαν, ἵνα ἓν ὦσιν. τὸ δὲ
5καθὼς ἡμεῖς ἕν ἐσμεν, ἵνα, φησίν, καθὼς ἡμεῖς ἐκ τοῦ αὐτεξουσίως ποιεῖν τὰ σημεῖα καὶ τέρατα γινωσκόμεθα τοῖς ὀρθῶς κρίνειν ἐθέλουσιν, ὅτι ἕν ἐσμεν κατ’ οὐσίαν καὶ τῆς αὐτῆς φύσεως, οὕτως οἱ μαθηταὶ ἐκ τοῦ λαβεῖν παρ’ ἡμῶν τὴν ἐνέργειαν τῶν σημείων καὶ διὰ τῆς ἡμῶν ἐπικλήσεως ταῦτα ἐπιτελεῖν ἐπιγνωσθῶσι τῷ κόσμῳ διὰ τούτων, ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ εἰσιν ἀπόστολοι
10καὶ μαθηταὶ καὶ ἕν εἰσι κατὰ τὸν τῆς ὁμονοίας λόγον καὶ τὸν τοῦ κηρύγματος καὶ τῆς τῶν σημείων ἐπιδείξεως. πῶς δὲ γίνεται τοῦτο ἐκ τοῦ κατοικῆσαι ἐν αὐτοῖς τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα; ὁ γὰρ υἱὸς ἀεὶ συνεφέλκεται τὸν πατέρα ὡς καὶ ἔμπαλιν ὁ πατὴρ τὸν υἱόν. τί δὲ γίνεται ἐκ τοῦ οὕτω τοὺς μαθητὰς γενέσθαι τετελειω‐
15μένους; μᾶλλον, φησίν, ὁ κόσμος ἐπιστραφήσεται καὶ γνώσεται, ὅτι ἐκ σοῦ ἀπέσταλμαι καὶ οὔκ εἰμι, ὡς ἐβλασφήμουν τινές, ἀντίθεος.

108

(loc)

Jo 17, 24
1 Εἰπὼν ἣν ἔδωκάς μοι πρὸ καταβολῆς κόσμου εἰς ἀπέραντον καὶ ἀόριστον καὶ ἄναρχον τὸν νοῦν ἀναπέμπει· τὸ γὰρ πρὸ καταβολῆς κόσμου
εἰπεῖν μή ποτε δὲ ἴσον ἐστὶ τῷ εἰπεῖν «ἐν ἀρχῇ ἦν», ὅπερ ἀρχόμενος καὶ ὁ εὐαγ‐ γελιστὴς ἐκ τῶν δεσποτικῶν φωνῶν τοῦτο διδαχθεὶς ἔλεγεν. φησὶν οὖν· ἣν409
5ἔδωκάς μοι ἐν ἀρχῇ, τοῦτ’ ἔστι μεθ’ ἧς γεγέννημαι δόξης πρὸ παντὸς αἰῶνος καὶ πρὸ πάσης ἐπινοίας ἐπιδεχομένης τὸ πρότερον. τίς δέ ἐστιν ἡ τοιαύτη δόξα; ἡ ὁμοουσιότης, ἡ ταὐτότης τῆς ἐξουσίας καὶ κυριότητος καὶ δυνάμεως· ταῦτα μὲν γὰρ θεωροῦσι καὶ ἐνταῦθα οἱ εὐσεβεῖς ταῖς τῶν ἀποστόλων ὀμματωθέντες διδασκαλίαις, ἐκεῖ δὲ μᾶλλον τελειότερον καὶ ἐκτυπώτερον αὐτοί τε οἱ ἀπόστολοι
10καὶ οἱ τῆς ἐκείνων διδασκαλίας ἄξιοι ταῦτα θεωρήσουσι τῇ τοιαύτῃ θεωρίᾳ ἐντρυφῶντες καὶ ἀγαλλόμενοι. διὸ καὶ ὁ θεσπέσιος Παῦλός φησιν· νῦν μὲν γὰρ «δι’ ἐσόπτρου» ὡς «ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον».

109

(loc)

Jo 18, 31
1 Ὅρα πῶς ἐμαίνετο καὶ πρὸς μιαιφονίαν ὁ τῶν Ἰουδαίων δῆμος ἀνηρέθιστο· εἰπόντος γὰρ τοῦ Πιλάτου· λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, αὐτοὶ οὐ λέγουσιν, ὅτι οὐκ ἔξεστιν ἡμῖν κρίνειν, ἀλλ’ οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι· τί γὰρ εἶπεν; ὦ Ἰουδαῖοι, ὅτι λάβετε καὶ
5ἀποκτείνατε; εἶπεν λάβετε καὶ κρίνατε. ἀλλ’ οὐκ ἦσαν πρὸς τὸν φόνον παρεσκευασμένοι τοῦ δεσπότου καὶ οὐκ ἐμέθυον τῷ θυμῷ καὶ τῷ φθόνῳ, ὅτι οὐδὲν ἄλλο ἀκούειν καὶ ὁρᾶν ἐνόμιζον ἢ σφαγιαζόμενον τὸν εὐεργέτην; διὸ εἰπόντος ἐκείνου κρίνατε αὐτοὶ ἔλεγον οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι. οἷον τί ἡμῖν κρίσεις καὶ δίκας λέγεις; ἡμεῖς ἑνός ἐσμεν μόνου τοῦ ἀναιρεθῆναι
10αὐτόν, τοῦτο διψῶμεν, εἰς τοῦτο ἐκκαιόμεθα, ταύτην ἡμῖν κατάθου τὴν χάριν καὶ ἄνελε αὐτόν· ἡμῖν γὰρ καίτοι ὀργῶσιν καὶ σφαδάζουσι τῷ θυμῷ οὐκ ἔξεστιν ἀποκτεῖναι. πῶς δὲ οὐκ ἐξῆν αὐτοῖς; ἢ ὅτι διὰ τὴν ἑορτὴν ἀφωσιοῦντο τοῦτο τὸ μὴ αὐτοχειρίᾳ ἀνελεῖν ὥσπερ καὶ τὸ μὴ εἰσελθεῖν «εἰς τὸ πραιτώριον»; τοιοῦτον γὰρ ὑπόκενον καὶ μάταιον τὸ Ἰουδαίων ἀεὶ γένος. πράττει μὲν τὰ
15ἀτοπώτατα καὶ πρὸς πᾶσαν ἀθεμιτουργίαν ἐξάγεται, τὰ τοιαῦτα δὲ τολμήματα εὐτελῶν τινων καὶ οὐδενὸς ἀξιολόγου παρατηρήσεων ὡς δῆθεν νομοφυλακοῦντες οὐκ ἀφίστανται ἢ οὖν διὰ τοῦτο λέγουσιν, ὅτι ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι ἢ ὅτι οὐδ’ ἐξῆν αὐτοῖς δημοσίᾳ καὶ μετὰ θριάμβου καὶ μετὰ πομπῆς τοιαύτης ἀνελεῖν, μεθ’ ἧς ἐπεθύμουν ἀναιρεθῆναι τὸν Χριστὸν ἢ ὅτι τῶν πεπιστευκότων
20εἰς αὐτὸν ἐδεδοίκεσαν τὸ πλῆθος καὶ οὐκ ἀκίνδυνον ἐνόμιζον τὴν ἐγχείρησιν αὐτοῖς ἔσεσθαι ἄνευ τῆς Πιλάτου χειρὸς καὶ συμμαχίας· καὶ γὰρ καὶ ὅτε ἤθελον συλλαβεῖν αὐτόν, χωρὶς τῆς σπείρας καὶ τῶν στρατιωτῶν οὐκ ἐτόλμησαν
αὐτὸν κατασχεῖν.410

110

(loc)

Jo 19, 28—30
1 Διὰ τί ἀκριβολογεῖται ὁ Χριστὸς καὶ μέχρι τοῦ πιεῖν τὸ ὄξος; ὅτι μὲν γὰρ προφητείαν ἐπλήρου δῆλον «καὶ εἰς τὴν δίψαν μου» γάρ, φησίν, «ἐπότισάν με ὄξος». ἀλλὰ τίνος ἕνεκα, οὐδὲ τοῦτο παραλιπεῖν ἔγνω· φησὶ γὰρ ὁ εὐαγγελιστής· ὅτε οὖν ἔλαβεν τὸ ὄξος, εἶπεν τετέλεσται· ἢ διὰ τοῦτο οὐδὲ τοῦτο
5παραλιμπάνει, ἵνα ἐξῇ τοῖς πιστεύουσιν εἰς αὐτὸν πολλαχόθεν λαμβάνειν τὰς περὶ αὐτοῦ ἀποδείξεις, ὅτι οὗτός ἐστιν ὁ λυτρούμενος τὸν κόσμον ἐκ τῆς πλάνης, Χριστὸς ὁ θεός. διὰ τοῦτο εὔπορον καὶ πλατεῖαν ὁδὸν ποιεῖται τὴν ἄγουσαν εἰς τὴν πίστιν αὐτοῦ καὶ διὰ μικρῶν τεκμηρίων καὶ διὰ μεγάλων καὶ διὰ μέσων καὶ διὰ σημείων καὶ διὰ προφητειῶν καὶ διὰ θεοπρεποῦς διδασκαλίας καὶ διὰ
10πάντων ἁπλῶς, ἅμα δὲ καὶ τῶν ἐν τῇ ἀπιστίᾳ μεμενηκότων τὸ ἐθελόκακον ἐξελέγχων καὶ ἀναπολόγητον αὐτοῖς τὴν ἀπιστίαν ἀποκαθιστάς.

111

(loc)

Jo 20, 8—10
1 Οἱ γὰρ μαθηταὶ ὡς ὑψηλότεροι τῆς γυναικὸς τὴν διάνοιαν πάντως εὐθέως ἐκ τῶν σουδαρίων παρεδέξαντο τὴν ἀνάστασιν. καὶ τοῦτό ἐστιν, ὃ εἶπεν ὁ εὐαγ‐ γελιστής, ὅτι εἶδεν καὶ ἐπίστευσεν καὶ οὐχ ὡς λέγουσί τινες, ὅτι διὰ τὸ κλαπῆναι αὐτὸν ἐπίστευσεν· καὶ γὰρ καὶ ὁ Χρυσόστομος τοῦτο δείκνυται
5ἀνατρέπων ἐν τῷ εἰπεῖν αὐτὸν ὡς προγέγραπται, ὅτι πιστεύσαντες ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι, οὐχὶ πῶς ἐκλάπη δηλονότι ἀλλ’ ὅτι ἀνέστη· ὡς γὰρ μὴ γινώσκοντες τὴν γραφὴν τὴν λέγουσαν περὶ τῆς ἀναστάσεως αὐτοῦ, ἀπῆλθον καὶ εἶδον, ἐπεί, εἰ ἐγίνωσκον, καὶ πρὸ τοῦ ἀπελθεῖν καὶ ἰδεῖν ἐπίστευ‐
σαν ἄν.411

113

(loc)

Jo 20, 17
1 Οὔπω μὲν ἀναβέβηκα, ἀλλ’ οὖν ἐκεῖ σπεύδω, ὅτι δὲ οὐ σοὶ μόνῃ τοῦτο λέγω οὐδὲ σοὶ μόνῃ ἀπαγορεύω τὸ μηκέτι μοι προσιέναι ταπεινῶς καὶ ἀνθρωπί‐ νως ὡς τὸ πρότερον καὶ ἐφίεσθαι ποδῶν ἅπτεσθαι καὶ μύρα κενοῦν καὶ ἀλείφειν κεφαλὴν καὶ πόδας καὶ εἴ τι τοιοῦτον, ἀλλὰ πᾶσιν αὐτὸ τοῦτο ἐντέλλομαι, σοὶ
5χρῶμαι διακόνῳ πρὸς τοὺς μαθητάς· πορεύου γάρ, φησίν, καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου, ὅτι ἀναβαίνω πρὸς τὸν πατέρα μου, οἷον οὐδὲν ἔτι ταπεινὸν ὀφείλουσι καὶ ἀνθρωποπαθὲς οὐδ’ ἐκεῖνοι ὥσπερ πρότερον ἐννοεῖν περὶ ἐμοῦ· ἤδη γάρ, φησίν, καὶ ὑμῖν δείκνυμι εἰς τὴν πατρῴαν δόξαν καὶ τιμὴν ἀναγόμενος καὶ ἐκφαίνων ἐν ἐμαυτῷ τὴν πατρικὴν τῆς θεότητος οὐσίαν καὶ ἐξουσίαν
10ὁ μηδέποτε ταύτης ἐκστάς. ἐπεὶ οὖν ἐν τούτοις ἐμαυτὸν ἀνάγειν καὶ ἐκφαίνειν ἄρχομαι, εἰ καὶ μήπω τὸ πᾶν ἀπεκάλυψα, ἀλλ’ οὖν οὐ χρή σε ταπεινῶς καὶ ὡς τὸ πρότερον προσιέναι μοι· οὔπω μὲν γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα, ἀλλ’ οὖν ἀναβαίνω. πέμπει δὲ ταύτην εἰπεῖν καὶ τοῖς μαθηταῖς, ἅμα τε αὐτὴν δι’ ἐκείνων παραμυθούμενος, ὅτι οὐχ ὡς ἀναξίαν ἀπώσατο ἅψασθαι, ἀλλὰ τὸ
15δεσποτικὸν φυλάττων ἀξίωμα καὶ ὃ πρὸς πάντας ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν.

114

(loc)

Jo 21, 17
1 Ἐπειδὴ τρίτον ἠρώτησεν αὐτὸν ἰσάριθμον τῇ ἀρνήσει ποιούμενος τὴν ἐρώτησιν, εἰς ἀνάμνησιν ἐκείνης ἐλθὼν ἐλυπήθη καὶ αὐτὸ τοῦτο 〈περὶ〉 ἐκείνης ἐννοήσας καὶ περὶ τοῦ μέλλοντος δεδοικὼς ὡς μή τι ἄρα τοιοῦτον αὐτῷ ἐπι‐ συμπέσῃ. δι’ ὃ καὶ σφόδρα ἐλυπήθη· οὐ γὰρ ἂν εἰ μὴ σφόδρα, ἐμέμνητο λύπης
5ὁ εὐαγγελιστής, ἀλλ’ ὡς πολλῆς γεγενημένης καὶ τοῦ μὴ σιγηθῆναι ἀξίας. ἐλυπήθη οὖν καὶ συνεταράχθη τοὺς λογισμοὺς ταῖς ἀπὸ τῆς ἀθυμίας τρικυμίαις κλυδωνιζόμενος. διὸ καὶ πρὸς μόνον τὸν ἄκλυστον τῆς γαλήνης λιμένα καταφεύγει καὶ σ, φησίν, κύριε, πάντα οἶδας, σὺ γινώσκεις, ὅτι φιλῶ σε. ὁ δὲ δεσπότης καὶ διὰ τοῦ πάλιν εἰπεῖν βόσκε τὰ πρόβατά μου καὶ διὰ τῶν ἐφεξῆς
10πᾶσαν αὐτοῦ τὴν λύπην καὶ ἀθυμίαν ἀπετρίψατο.412