TLG 4040 026 :: PHOTIUS :: Fragmenta in epistulam ad Hebraeos (in catenis) PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Fragmenta in epistulam ad Hebraeos (in catenis) Citation: Page — (line) | ||
loc | Hebr 1,2—3 | |
---|---|---|
18 | Ὃν ἔθηκε κληρονόμον πάντων. τίνων; πάντων, πάν‐ των τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσει· κληρονόμος γὰρ | |
20 | καὶ μέτοχος τῆς πατρικῆς οὐσίας καὶ ἐξουσίας καὶ δυνάμεως ὁ υἱός. εἶτα εἰπὼν ὅτι κληρονόμος ἐστὶ τῶν πατρῴων πλεονεκτημάτων ὁ υἱός, ἐπεξηγεῖται καὶ πῶς. δι’ αὐτοῦ, φησίν, οἱ αἰῶνες ἐποιήθη‐ σαν, τοῦτ’ ἔστι κοινόν εἰσιν ἔργον οἱ αἰῶνες αὐτοῦ καὶ τοῦ πατρός. εἰ δὲ οἱ αἰῶνες κοινὸν ἔργον πατρὸς καὶ υἱοῦ, καὶ τὰ ἐν τοῖς αἰῶσι πάντως | |
25 | κοινὰ πατρὸς καὶ υἱοῦ· εἰ δὲ τὰ ἐν τοῖς αἰῶσι, πολλῷ ἔτι μᾶλλον τὰ | 637 |
638 | μετὰ τοὺς αἰῶνας, οἷον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ. εἶτα ἵνα μὴ κληρο‐ νόμον ἀκούσας νομίσῃς οὐ κατὰ φύσιν χρηματίσαι κληρονόμον ἀλλὰ χάριτί τινι καὶ εἰσποιήσει, ἐπάγει· ὃς ὢν ἀπαύγασμα τῆς δόξης, μονονουχὶ λέγων ὡς εἰ καὶ κληρονόμον αὐτὸν εἶπον ὅτι | |
5 | ἔθηκεν ὁ πατήρ, μηδὲν ταπεινὸν ἢ ἀνάξιον θεοῦ ἐννοήσῃς· τὸ γὰρ ἔθηκεν οὐχὶ τῆς εἰσποιήσεως καὶ τοῦ θετὸν εἶναι τὸν κληρονόμον εἴρηταί μοι δηλωτικόν, ἀλλὰ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὡς εἰς αἴτιον κατὰ φύσιν ἀναφορᾶς καὶ συννεύσεως, καὶ ἵνα μὴ ἀναίτιον τὸν υἱὸν ἀπολαβὼν τῆς πατρικῆς συγγενείας ἀλλοτριώσῃς, καὶ δύο ἀρχὰς | |
10 | ἀπεσχισμένας ἀλλήλων ὑπονοήσῃς. διὰ τοῦτο γάρ μοι καὶ αὐτὸ τὸ κληρονόμος εἴρηται, ἵνα τὸν αἴτιον ὅθεν κάτεισιν ἡ κληρονομία, αὐτίκα ἐννοῇς, καὶ μὴ ἀγέννητον ὥσπερ τὸν πατέρα ὑπονοῇς· διὰ τοῦτο γὰρ εἴρηταί μοι καὶ τὸ κληρονόμον καὶ τὸ ἔθηκεν, διὸ ἐπήγαγον αὐτίκα· ὃς ὢν ἀπαύγασμα. εἰ δὲ οὐκ ἐτέθη ἀπαύγασμα εἶναι | |
15 | —ἀλλ’ ἦν ἀπαύγασμα· ὃς ὢν γὰρ ἀπαύγασμα, ἔφην—οὐδὲ κληρονόμος δηλονότι ἐτέθη, ἀλλ’ ἢ καθ’ ὃν εἴρηταί μοι τρόπον. ὅρα δὲ πῶς ἐμφαντικῶς καὶ ἀκριβῶς εἶπεν, ἀπαύγασμα εἰπών, καὶ ὢν καὶ τῆς δόξης· διὰ μὲν γὰρ τοῦ ἀπαύγασμα τὴν κατὰ φύσιν ἐκ τοῦ πατρὸς πρόοδον τοῦ υἱοῦ δηλοῖ· οὐδὲν γὰρ ὅλως οὐδαμοῦ κατὰ | |
20 | χάριν καὶ εἰσποίησιν πρόεισιν ἀπαύγασμά τινος, οὐκ ἀπὸ τοῦ ἡλίου, οὐκ ἀπὸ τοῦ πυρός, οὐκ ἀφ’ ἑτέρου τινὸς ἀφ’ οὗ πέφυκεν ἀπαύγασμα προϊέναι. διὰ δὲ τοῦ ὤν, ὅτι οὐ πρόσφατον ἔχει τὸ εἶναι ἀπαύγασμα, ἀλλ’ ἐξ ἀϊδίου καὶ ἀεὶ ὤν. εἶτα δὲ καὶ τὸ θεϊκὸν ἀξίωμα διὰ τοῦ ὢν παριστᾷ· οὕτως γὰρ καὶ ὁ πατήρ· ἐγώ εἰμι ὁ ὤν, φησὶ χρηματίζων | |
25 | τῷ Μωϋσεῖ. ἱκανὰ μὲν οὖν καὶ τὸ ἀπαύγασμα καὶ τὸ ὢν τήν τε κατὰ φύσιν πρόοδον παραστῆσαι τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς καὶ τὸ ὁμοούσιον καὶ συναΐδιον. τὸ δὲ καὶ δόξης προστίθησιν, ἵνα εἴπῃ· τοῦ τιμιωτάτου καὶ κατ’ οὐσίαν προσόντος καὶ οὗ μεῖζον οὐκ ἔστιν ἐν πατρί, ἐκείνου ὁ υἱὸς ἀεί ἐστιν ἀπαύγασμα. ὁρᾷς πῶς καὶ τίνων ἐστὶ κληρονόμος | |
30 | ὁ υἱός; Εἶτα ἔτι σαφηνίζων τὸ ῥηθὲν ἐπάγει· καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, οἷον· ὅλην ἐν αὐτῷ ἀπεμάξετο τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν· θεός ἐστιν, ἐξουσιαστής ἐστιν, παντοδύναμος, δημιουρ‐ γός, καὶ εἴ τι ἄλλο τὴν πατρικὴν ὕπαρξιν χαρακτηρίζει. πλὴν τοῦ εἶναι | |
35 | πατὴρ πάντα ἐστὶν ὁ υἱός. διὸ καὶ πάντα τῷ ῥήματι τῆς δυνά‐ μεως περιάγει καὶ συνέχει καὶ πηδαλιουχεῖ. εἶδες κληρονόμον ἀληθῶς, πῶς ἅπαντα κέκτηται τὰ τοῦ πατρός; Εἶτα εἰπὼν τὰ θεῖα περὶ τοῦ υἱοῦ καὶ ὑπερφυῆ, μέτεισι καὶ ἐπὶ τὰ λοιπὰ ἃ ὑπερθαύμαστα μέν ἐστιν, οὐδὲν ἔλαττον καὶ ὑπερφυῆ, ταπεινὰ | |
40 | δὲ ὅμως ὡς ἀκοῦσαι δόξαι καὶ εὐτελῆ, θάνατος καὶ σφαγή. ἀλλὰ ... | 638 |
639(loc) | Hebr 1,4—5 | |
1 | Ἡ κληρονομία κυρίως τῶν προσηκόντων γίνεται, ἀλλ’ οὐ τῶν ἠλλοτριωμένων. ἐκληρονόμησεν οὖν, ὅπερ ἄνωθεν ἐνῆν τῷ λόγῳ, τοῦτο κατενεχθὲν δι’ αὐτοῦ καὶ ἡ προσληφθεῖσα σάρξ. τί δέ ἐστι τοῦτο; τὸ υἱός, τὸ λέγεσθαι τὸν τῶν ὅλων θεὸν πατέρα αὐτῆς, τὸ γεγέννηκά | |
5 | σε. τὸ δὲ σήμερον οὐ χρόνου δηλωτικόν, ἀλλὰ τοῦ μηδέποτε διεσπᾶσθαι τὸν πατέρα τῆς γνησιότητος τῆς πρὸς τὸν υἱόν, οἷον· ἀεί, φησίν, οὕτως πρὸς σὲ διάκειμαι οὐχ ὡς παρελθούσης τῆς γεννήσεως, ἀλλ’ ὡς ἐνεστηκυίας διαπαντὸς καὶ καθ’ ἑκάστην ἀρχὴν ἀλλ’ οὐ τέλος λαμβανούσης. σκόπει δέ, μή ποτε μᾶλλον οὕτως ἁρμόζει· ἄμφω μὲν | |
10 | εἰρῆσθαι ἐπὶ τοῦ Χριστοῦ, τό τε υἱός μου εἶ, καὶ τὸ ἐγὼ σήμερον γεγέννηκά σε, ἀλλὰ τὸ μὲν υἱός μου εἶ καθὸ λόγος—τὴν ἀΐδιον γὰρ διὰ τοῦ εἶ γέννησιν σημαίνει—τὸ δὲ σήμερον γεγέννηκά σε καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς γεγέννηται· πνεῦμα γὰρ ἅγιον, ὁ ἄγγελός φησιν, ἐπ‐ | |
15 | ελεύσεται ἐπὶ σέ, εἶτα· καὶ δύναμις ὑψίστου ἐπισκιά‐ σει σοι. | |
loc | Hebr 1,6 | |
17 | Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον, τοῦτ’ ἔστιν ὅταν ηὐδόκησε μετὰ σαρκὸς ἐμφανισθῆναι τὸν πρωτότοκον αὐτοῦ υἱὸν τοῖς κατοικοῦσι τὴν οἰκουμένην· φησὶ γάρ· καὶ προσελ‐ | |
20 | θόντες οἱ ἄγγελοι διηκόνουν αὐτῷ, καί· ἀπάρτι ὄψεσθε τοὺς ἀγγέλους καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. | |
loc | Hebr 1,13 | |
23 | Ἀνήνεγκε τοίνυν τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας τῷ πατρί, καὶ τοῦτο ἐθαύμασε τὸ δῶρον ὁ πατήρ, καὶ διὰ τὴν ἀξίαν τοῦ προσ‐ | |
25 | ενέγκαντος καὶ διὰ τὸ ἄμωμον τοῦ προσενεχθέντος, ὡς οἰκείαις αὐτὸ δέξασθαι χερσὶν καὶ θεῖναι πλησίον τὸ δῶρον καὶ εἰπεῖν· κάθου ἐκ δεξιῶν μου. | |
loc | Hebr 2,6—9 | |
28 | Τίνος χάριν προάγει νῦν τὸ τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ; ἐπειδὴ ἀντιπίπτειν αὐτῷ ἐδόκει πρὸς τὴν πρόθεσιν· | |
30 | ὁ μὲν γὰρ μείζονα δεικνύει τὸν Χριστὸν τῶν ἀγγέλων, τὸ δὲ βραχύ τι | 639 |
640 | ἠλαττῶσθαι παρ’ αὐτούς. διὸ τίθησιν αὐτό, ἵνα τὴν δοκοῦσαν ἀντίθεσιν λύσῃ. καὶ λύων φησὶν εἰρῆσθαι αὐτὸν ἠλαττωμένον διὰ τὸ πάθημα τοῦ θανάτου· εἴδομεν γὰρ αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. συγχωρεῖ δὲ τέως καὶ τὸ ῥητὸν ἐπὶ τοῦ | |
5 | δεσπότου εἰρῆσθαι, ἐπειδὴ ἐχρησίμευεν αὐτῷ καὶ εἰς τὸ ἐκείνους παραμυθήσασθαι τὸ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. | |
loc | Hebr 2,11 | |
8 | Εἰπὼν οὐκ ἐπαισχύνεται. ἔδειξε τὸ διάφορον· οὐ γὰρ κατὰ φύσιν ἀδελφός, καίτοι ὢν ἀληθῶς ἄνθρωπος, ἀλλὰ κατὰ φιλανθρωπίαν, | |
10 | ἐπειδή ἐστι καὶ ἀληθῶς θεός. | |
loc | Hebr 2,14—15 | |
11 | Ἐδεδοίκεσαν οἱ ἄνθρωποι τὸν θάνατον ὡς ἔνοχοι ὄντες τῆς τούτου δουλείας. δουλεία δὲ τοῦ θανάτου τὸ ἐνέχεσθαι καὶ ὑποκεῖσθαι τῇ ἁμαρτίᾳ· ἰσχὺς γὰρ καὶ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία. ἐπεὶ οὖν ὁ Χριστὸς διὰ θανάτου κατήργησε τὸν τὸ | |
15 | κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι τὸν διάβολον, τὸν εὑρετὴν καὶ ἀρχηγὸν τῆς ἁμαρτίας, εἰκότως ἀσθενὴς γίνεται ἡ ἁμαρτία, εἰκότως ἀπηλλάγημεν τῆς κατὰ τὴν ἐπικράτειαν αὐτῆς δουλείας, εἰκότως ἠλευθερώμεθα τοῦ κατὰ τὸν θάνατον φόβου. καὶ ἔστι τοῦτο καὶ ἐν αὐτοῖς τοῖς ἔργοις σαφῶς κατιδεῖν· οἱ γὰρ πρὶν ὡς μέγιστον | |
20 | κακὸν καὶ ἀνυπέρβλητον φοβούμενοί τε καὶ ἀποτρεπόμενοι τὸν θάνατον, νῦν ὡς βελτίονος βίου μεταβολὴν καὶ προοίμιον χαίροντες πρὸς αὐτὸν χωροῦσιν, ὅταν ὑπὲρ Χριστοῦ καὶ τῶν αὐτοῦ νόμων παρὰ τῶν διω‐ κόντων ἐπάγηται. ἆρα οὐ περιφανῶς ἀπήλλαξεν ἡμᾶς ὁ σωτὴρ τοῦ κατὰ τὸν θάνατον φόβου καὶ τῆς ἐκεῖθεν δουλείας; | |
loc | Hebr 2,18 | |
25 | Ἢ δύναται τοῖς πειραζομένοις βοηθῆσαι οὕτως ἐκληπτέον· ἐπειδὴ γάρ, φησίν, ἀναμαρτήτῳ σώματι τῷ δεσποτικῷ ἐπεπήδησεν ὁ πονηρός, καὶ πειρασμοῖς περιβαλεῖν ἐπειράθη—διά τε γὰρ ἑαυτοῦ προσέβαλε πειράζων, καὶ τοὺς Ἰουδαίους αὐτὸς ἦν ὁ ἀνερεθίζων εἰς τὴν κατὰ τοῦ δεσπότου μιαιφονίαν—· ἐπεὶ οὖν ἀναμάρ‐ | |
30 | τητον ἔχων σῶμα ἐπειράσθη καὶ πέπονθεν, ἰσχὺν δικαίαν καὶ εὔλογον ἔχει κατὰ τοῦ πονηροῦ καὶ τοὺς ὑφ’ ἁμαρτίαν τελοῦντας ἀνθρώπους | |
ἀφαρπάζειν τῶν ἐκεῖθεν ἐπαγομένων πειρασμῶν, καὶ βοηθὸς καθίσταται | 640 | |
641 | τοῖς πειραζομένοις· ἡ γὰρ κατὰ τοῦ ἀναμαρτήτου σώματος θρασύτης τοῦ πονηροῦ εὔλογον καὶ δικαίαν τῷ δεσπότῃ παρέσχεν ἰσχὺν εἰς τὸ ῥύεσθαι τοὺς ὑφ’ ἁμαρτίαν τῶν ἐκεῖθεν πειρασμῶν, καὶ βοηθὸν εὑρίσκεσθαι τοῖς πειραζομένοις. | |
loc | Hebr 3,2 | |
5 | Ὡς καὶ Μωϋσῆς, φησίν· ὥστε μάτην διαλοιδοροῦνταί μοι πρὸς ὑμᾶς οἱ ἀποστασίαν με λέγοντες ἀπὸ Μωϋσέως διδάσκειν, καὶ πρὸς αὐτὸν δυσμενῶς διακεῖσθαι. λεληθότως δὲ τοῦτο καὶ οὐ κατὰ προηγού‐ μενον λόγον εἰσάγει, ἵνα μᾶλλον πείσῃ· τὸ γὰρ εἰς ἀπολογίαν παρ‐ εσκευασμένον μᾶλλον ὕποπτον. | |
loc | Hebr 3,3 | |
10 | Πλείονος γὰρ δόξης οὗτος ἠξίωται. εἰπὼν τὴν πρὸς Μωϋσῆν ἰσότητα τοῦ Χριστοῦ, νῦν ἠρέμα τὴν ὑπεροχὴν λέγει. πλείονος οὗτος. τίς; ὁ κατὰ σάρκα νοούμενος Χριστός. παρὰ Μωϋσῆν δόξης ἠξίωται καθ’ ὅσον, φησί, πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. νῦν τὴν ὑπερτάτην | |
15 | ὑπεροχήν, καὶ ὅση θεοῦ πρὸς ἄνθρωπον, λέγει καί φησιν· πιστὸς μὲν ἦν Μωϋσῆς ὑπὲρ πάντα τὸν οἶκον, τοῦτ’ ἔστι τὸν λαόν, πλὴν καὶ οὗτος τοῦ οἴκου ἦν καὶ τοῦ λαοῦ εἷς. τοσούτῳ οὖν πλείονος δόξης ὁ κατὰ σάρκα Χριστὸς παρὰ Μωϋσῆν ἠξίωται ὅσον εἰκός, φησί, τὸν δημιουργὸν τοῦ δημιουργήματος· ὅσον γάρ, φησί, πλείονα τιμὴν | |
20 | ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· οἶκον γὰρ ἐνταῦθα τὸν λαὸν σὺν τῷ Μωϋσεῖ λέγει, ἐπειδὴ καὶ Μωϋσῆς εἷς ἦν τοῦ λαοῦ καὶ τοῦ οἴκου, ποιητὴς δὲ τοῦ οἴκου ὁ Χριστός. | |
loc | Hebr 3,9 | |
23 | Ἢ οὗ ἐπείρασαν πειρασμοῦ, ἵνα ἦ τὸ οὗ ἄρθρον, ἀλλὰ μὴ τόπου δηλωτικόν. | |
loc | Hebr 3,12 | |
25 | Πολλαὶ μέν εἰσι καρδίαι πονηραὶ ἀπιστίας· ἔστι γὰρ καρ‐ δία πονηρὰ ἀπιστίας τὸ μὴ πιστεύειν κακὸν εἶναι τὸ φιλοχρηματεῖν, τὸ ἄρχειν ὕβρεως, τὸ μεθύσκεσθαι, καὶ μυρία ἄλλα. μεῖζον δὲ καὶ ἀσυγκρί‐ τως καρδία ἐστὶ πονηρὰ ἀπιστίας ἡ ἀφισταμένη τῆς πίστεως τῆς πρὸς τὸν θεόν. βλέπετε οὖν, φησί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ | |
30 | ἀπιστίας· ἀπιστίας δέ, φημί, τῆς ἀφεστώσης ἀπὸ θεοῦ ζῶντος. | 641 |
642 | καλῶς δέ φησιν· καρδία πονηρὰ ἀπιστίας· ἔστι γὰρ καὶ καρδία ἀγαθὴ ἀπιστίας ὡς τὸ μὴ πιστεύετε παντὶ πνεύματι, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν. | |
loc | Hebr 4,2 | |
4 | Μὴ συγκεκραμένους, φησί, τοῖς ἀκούσασιν, τοῦτ’ | |
5 | ἔστι τοῖς πεπιστευκόσιν. πῶς δὲ ἦν αὐτοῖς συγκραθῆναι; ἐν τῇ πίστει, φησί, τοῦτ’ ἔστι διὰ πίστεως· εἰ γὰρ ἐπίστευσαν οὗτοι ὥσπερ κἀκεῖνοι, εἰς ἓν ἂν συνηλαύνοντο, τῆς πίστεως οἷον κολλώσης αὐτοὺς καὶ συγκιρνώσης. | |
loc | Hebr 4,3—11 | |
9 | Ὥσπερ ἡ πρώτη κατάπαυσις οὐκ ἐνεπόδισεν τὸ καὶ δευτέραν | |
10 | γενέσθαι, οὕτως οὐδὲ κωλύει καὶ δευτέρας ἐπιγενομένης τρίτην ἄλλην τελεωτέραν ὑπάρξαι. Ἐπειδὴ ἀπέδειξεν ὡς ἔστι τρίτη κατάπαυσις καὶ ὡς ἐλεύσονταί τινες ἐν αὐτῇ, ἐπὶ τὸ συμπέρασμα ἧκε καί φησιν· ἐξ ὧν εἴρηται. φανερὸν ἄρα ὅτι ἔστι τις κατάπαυσις ἄλλη παρὰ τὰς εἰρημένας, καὶ | |
15 | αὕτη οὐ τοῖς τυχοῦσιν ἀλλὰ τῷ λαῷ τοῦ θεοῦ ἀφιερωμένη. λαὸς δὲ ἀληθῶς τοῦ θεοῦ οἱ πιστεύσαντες εἰς αὐτὸν καὶ φυλάττοντες τὰ προστάγματα αὐτοῦ. | |
loc | Hebr 4,15 | |
18 | Διχόθεν κατασκευάζει ὅτι συμπαθήσει ταῖς ἀσθενείαις ἡμῶν· καθ’ ἕνα μὲν τρόπον, ὅτι μέγας ἐστὶ καὶ δυνατὸς ὡς υἱὸς θεοῦ | |
20 | καὶ θεός· καθ’ ἕτερον δέ, ὅτι καὶ αὐτὸς ὡς ἄνθρωπος ἔπαθεν καὶ πεῖραν ἔχει τῶν θλίψεων καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. καὶ δι’ ἄμφω ταῦτα πάντως συμπαθὴς ἔσται ταῖς ἀσθενείαις ἡμῶν. | |
loc | Hebr 5,6 | |
23 | Ὅτι καὶ ὁ Χριστὸς ἀναίμακτον θυσίαν προσήνεγκεν· πρότερον γὰρ ταύτην προσήνεγκεν, εἰθ’ ὕστερον καὶ τὸ ἑαυτοῦ σῶμα. διὰ τοῦτο οὖν | |
25 | ἀναλόγως εἴρηται ἱερέα εἶναι τὸν Χριστὸν κατὰ τὴν τάξιν Μελ‐ | |
χισεδέκ. | 642 | |
643(loc) | Hebr 5,7—9 | |
1 | Δύο ζητεῖται μάλιστα ἐνταῦθα· ἓν μέν· πῶς φησιν ὅτι εἰση‐ κούσθη, καίτοι αὐτὸς μὲν παρελθεῖν ἐδεῖτο τὸν θάνατον; ὁ δὲ οὐ παρῆλθεν, καὶ γὰρ ἐσταυρώθη καὶ ἀπέθανεν. δεύτερον δέ· ἀπὸ ποίας εὐλαβείας εἰσακουσθῆναι αὐτόν φησιν; καὶ τρίτον· τὸ καίπερ ὢν | |
5 | υἱός, τίνι συναπτέον; τῷ εἰσηκούσθη ἀπὸ τῆς εὐλαβείας; ἢ τοῖς ἐφεξῆς, ἵνα ᾖ· καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν; διαφορὰ γὰρ τούτων οὐκ ὀλίγη. Ἀλλὰ πρὸς μὲν τὸ πρῶτόν φαμεν ὅτι οὐκ ἦν ἡ δέησις μία, ἀλλὰ διπλῆ τις· ἡ μὲν παραιτουμένη τὸν θάνατον, ἡ δὲ αἰτουμένη· καὶ γάρ | |
10 | φησιν ἐν τῇ αὐτῇ εὐχῇ καὶ δεήσει· πλὴν μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σὸν γενέσθω. καὶ τοῦτο σαφέστερον δηλῶν ὁ Ἰωάννης φησὶν αἰτεῖσθαι τὸν υἱὸν λέγοντα· πάτερ, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, δόξαν τὸν σταυρὸν καὶ τὸν θάνατον, ὡς δῆλον, ὀνομάζοντα. ὥστε καλῶς φησιν ὁ θεῖος Παῦλος· | |
15 | εἰσηκούσθη. Τὸ δὲ ἀπὸ τῆς εὐλαβείας ἐγγὺς γέγονεν ἐκ τῶν εἰρημένων τοῦ σεσαφηνίσθαι. δύο γὰρ ἔφημεν αἰτήσεις, τὴν μὲν παραιτήσεως τοῦ θανάτου, τὴν δὲ συγκατανεύσεως, ὅπερ ἦν ὡς ἀληθῶς πολλῆς εὐ‐ λαβείας· πλὴν μὴ τὸ ἐμὸν θέλημα ἀλλὰ τὸ σόν. εἰση‐ | |
20 | κούσθη τοίνυν ὁ Χριστὸς οὐκ ἀπὸ τῆς παραιτήσεως, ἀλλ’ ἀπὸ τῆς εὐλαβείας, τοῦτ’ ἔστιν ἐκείνη ἡ αἴτησις αὐτοῦ ἐξέβη, οὐχὶ ἡ κατὰ τὴν παραίτησιν, ἀλλ’ ἡ κατὰ τὴν εὐλάβειαν. διό φησιν· καὶ τε‐ λειωθείς, τοῦτ’ ἔστι διὰ παθημάτων καὶ σταυροῦ καὶ θανάτου τέλειος ἡμῖν ἐπιγνωσθεὶς καὶ ὑπὲρ λόγον ἀγαθὸς καὶ φιλάνθρωπος. | |
25 | τοῦτο δὲ καὶ ἄνωθεν ὑπεδήλου, δεήσεις λέγων καὶ ἱκετηρίας τὸ διπλοῦν τῆς αἰτήσεως αἰνιττόμενος. εἶτα καὶ δεήσεις εἰπὼν καὶ ἱκετηρίας οὐκ ἐπήγαγεν ὑπὲρ τοῦ παρελθεῖν τὸν θάνατον, ἀλλὰ πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καλῶς καὶ πανσόφως τοῦτο προσθείς, ἵνα ὅταν ἐννοῇς αὐτὸν σταυρούμενον καὶ | |
30 | θαπτόμενον, μὴ ἀδυναμίᾳ τοῦ πατρὸς αὐτὸν τοῦτο νομίσῃς ὑπομεμενη‐ κέναι, ἀλλ’ ὅτι κοινὸν θέλημα ἦν τὸ ταῦτα παθεῖν τὸν Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. δύναται δὲ τοῦτο εἰρῆσθαι καὶ διὰ τὴν ἀνάστασιν· πολλαχοῦ γὰρ ταπεινότερα ὁ θεῖος Παῦλος φθεγγόμενος, τὸν πατέρα φησὶν ἀναστῆσαι τὸν Χριστόν. ἀναστήσας οὖν αὐτόν, | |
35 | ἐρρύσατο αὐτὸν ἐκ τοῦ θανάτου καὶ διέσωσεν. ἀλλ’ οὕτως μὲν κατ’ | |
ἐμὴν γνώμην ταῦτα. | 643 | |
644 | Τὸ δὲ καίπερ ὢν υἱός, εἴ τις καθ’ ὑπερβατὸν ἐκλάβοι— ἄπειρος δὲ ἡ τούτου χρῆσις τῷ θεσπεσίῳ ἀποστόλῳ—ἀβίαστος ἂν ἡ ἔννοια προσαχθείη οἷον· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, καίπερ ὢν υἱός, δεήσεις καὶ ἱκετηρίας καὶ ἑξῆς, | |
5 | τοῦτ’ ἔστι καίπερ προνόμιον μέγιστον ἔχων ὡς υἱός, τὸ χωρὶς δεήσεως καὶ αἰτήσεως αὐτοδεσπότῳ γνώμῃ πάντα ποιεῖν ἃ καὶ ὁ πατὴρ ποιεῖ, ὅμως ἐπειδὴ ἐν ἡμέραις ἦν τῆς σαρκός, δεήσεις καὶ ἱκετηρίας προσέφερεν. Δύναται δὲ καὶ κατ’ ἀκολουθίαν ὡς ἔχει τάξεως συναφθῆναι τῷ καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, οἷον· εἰσηκούσθη, φησί, | |
10 | καίπερ υἱὸς ὤν, καὶ μὴ δεόμενος εἰσακουσθῆναι, ἅτε σύνδρομον ἔχων τὸ θέλημα τῷ πατρικῷ βουλήματι καὶ χωρὶς πάσης ἐκπληρούμενον αἰτήσεως. Εἰ δὲ καὶ τοῖς ἐφεξῆς αὐτὸ συνάψεις, ὁ νοῦς καὶ οὕτως εὐοδωθήσεται. ἀλλὰ πρότερον τί δηλοῖ σκεπτέον τὸ ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν. ἆρα γὰρ ὅτι ἔμαθεν αὐτὸς ἀφ’ ὧν ἔπαθε τῷ | |
15 | πατρὶ ὑπακούειν, καὶ πείρᾳ τὴν γνῶσιν ἔσχε τοῦ πειθαρχεῖν αὐτῷ; ἢ μᾶλλον ὅτι πείρᾳ ἔμαθε τὸ μέγεθος τῆς ὑπακοῆς ἡλίκον, ἣν ὑπήκουσεν αὐτῷ ὁ πατήρ, οἷον τὸ σταυρωθῆναι αὐτὸν καὶ ἀποθανεῖν καὶ ἀναστῆναι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς τὸ ἀνθρώπινον φύραμα ἀνυψῶσαι καὶ σῶσαι τὸ γένος ἡμῶν; ταῦτα γὰρ ἐκείνης ἐστὶ τῆς ὑπακοῆς τῆς γεγενημένης ἐν τῷ | |
20 | λέγειν· πάτερ, δόξασόν σου τὸν υἱόν. ταύτην γὰρ τὴν ὑπακοὴν ἡλίκη καὶ ὅση, καὶ πρὸ τοῦ ὑπακοῦσαι τὸν πατέρα, ᾔδει μὲν ὁ Χριστὸς ὡς υἱὸς καὶ θεὸς καθάπερ καὶ ὁ πατήρ, ἐξακουσθεὶς δὲ ἔμαθεν αὐτὴν δι’ ὧν ἔπαθε καὶ πείρᾳ. Ὡς ἂν οὖν τις ἐκλάβοι—ἐμοὶ δὲ μᾶλλον ἡ δευτέρα ἔννοια συμβαίνειν δοκεῖ—οὐδεμίαν ἔτι ἀσάφειαν ἔχει τὸ | |
25 | καίπερ ὢν υἱός. | |
loc | Hebr 6,1—3 | |
26 | Καὶ γὰρ ὀφείλοντες διδάσκαλοι εἶναι, οὐ μόνον οὐκ ἐστὲ διδάσκαλοι, ἀλλ’ οὐδὲ μανθάνειν δύνασθε εἰ μὴ τὰ στοιχειωδέστερα καὶ ταπεινὰ καὶ ἁπλούστερα, καὶ ταῦτα οὐχ ἁπλῶς ἀλλ’ ὃ ἔτι ἀσθενέστερον τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ. οὐ τῶν λογίων φησὶ τὰ στοιχεῖα, | |
30 | ἀλλὰ τῆς ἀρχῆς τῶν λογίων. εἴη δ’ ἂν στοιχεῖα μὲν εἰκότως τῶν τοῦ θεοῦ λογίων οἱ περὶ ἐνανθρωπήσεως λόγοι, ἀρχῆς δὲ λογίων στοιχεῖα ἃ προϊὼν λέγει, μὴ πάλιν θεμέλιον καὶ ἑξῆς. Τὸ ἀκόλουθον τῆς συντάξεως· διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, καὶ | |
35 | τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. | 644 |
645 | Τοῦ Χριστοῦ λόγον. ποῖον λόγον; τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν καταβάλλειν θεμέλιον μετανοίας ἀπὸ νεκρῶν ἔργων, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν πιστεύειν ἐπὶ θεόν, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν βαπτισθῆναι, τὸν λόγον τῆς διδαχῆς τοῦ δεῖν ἀξιωθῆναι πνεύματος | |
5 | ἁγίου, τὸν λόγον τῆς διδαχῆς ὅτι ἀνάστασις, ὅτι ἔσται κρίσις· ἀπὸ κοινοῦ γὰρ κατὰ πάντων καὶ ὁ λόγος καὶ ἡ διδαχή. Εἰπὼν ἀφεῖναι τὸν περὶ Χριστὸν στοιχειώδη καὶ ἀρχῆς ἐπέχοντα τάξιν λόγον καὶ ἐπὶ τὴν τελειότητα φέρεσθαι, οὐχ ἁπλῶς φησι τὴν κυρίως τελειότητα, ἀλλ’ ὡσανεὶ τὴν μεταξὺ τῆς στοιχειώσεώς τε τῶν | |
10 | λογίων τοῦ θεοῦ καὶ μεταξὺ τῆς ἀνωτάτω τελειότητος. ἔστι μὲν γὰρ στοιχεῖα ἀρχῆς λογίων θεοῦ τὸ ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ, τὸ πιστεῦσαι ἐπὶ θεόν, τὸ βαπτισθῆναι, τὸ λαβεῖν πνεῦμα ἅγιον, τὸ εἰδέναι νεκρῶν ἀνάστασιν, τὸ πιστεύειν ὅτι ἔστι κρίσις. ταῦτα μὲν στοιχεῖα ἀρχῆς λογίων θεοῦ. στοιχεῖα δὲ λογίων θεοῦ, καὶ | |
15 | οὐκ ἀρχῆς λογίων θεοῦ, τὸ εἰδέναι ὅτι ἔπαθεν ὑπὲρ ἡμῶν ὁ Χριστός, ὅτι ἀνέλαβε τὰς ἁμαρτίας ἡμῶν, ὅτι σωτηρίαν ἡμῖν εἰργάσατο, ὅτι ἀρχιερεὺς ἡμῶν γέγονεν, ὅτι ἑαυτὸν προσήνεγκεν ὑπὲρ ἡμῶν, καὶ εἴ τι παραπλήσιον. τελειότης δὲ τοῦ μὲν ἀποτάξασθαι τῷ σατανᾷ καὶ τοῖς τούτου συστοίχοις ἡ ἐν ταῖς ἀρεταῖς προκοπή, ἡ τῶν θλίψεων καὶ | |
20 | διωγμῶν καὶ πειρασμῶν ὑπομονή. τελειότης δὲ ἡ ἀνωτάτω, ἡ περὶ τῆς θεολογίας τοῦ Χριστοῦ, καθ’ ὅσον ἐστὶν ἀνθρώπῳ δυνατόν, ἀκριβὴς κατάληψις. πρῶτον οὖν πιστεύοντες βαπτιζόμεθα, εἶτα ἐπιγινώσκομεν ὅσα ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἔπαθέν τε καὶ ἐποίησεν κατὰ τὸ ἀνθρώπινον, εἶτα ταῖς ἀρεταῖς τελειούμεθα, ἔπειτα καὶ τῆς γνώσεως τῆς κατὰ τὴν | |
25 | θεολογίαν ἀξιούμεθα. | |
loc | Hebr 6,5 | |
26 | Δυνάμεις τε μέλλοντος αἰῶνος. ἀντὶ τοῦ ἃ δύναται ὁ μέλλων αἰὼν ἐκμαθόντας· τὸ γὰρ γευσαμένους ἀπὸ κοινοῦ, ὅπερ τροπικῶς εἴληπται, σημαῖνον, τὸ μαθόντας, κατηχηθέντας. τί δὲ δύναται ὁ μέλλων αἰών; καὶ τί ἐστιν αὐτοῦ ἡ χρεία καὶ τὸ ἔργον; ὅτι ἐν αὐτῷ | |
30 | ἕκαστος ὧν ἔπραξε τὴν ἀμοιβὴν εὑρίσκει, ὅτι οὐκ ἔχει τέλος οὔτε ἡ τιμωρία ἡ ἐν αὐτῷ, οὔτε ἡ εὐδαιμονία, ὅτι τότε μᾶλλον τό τε ἀλάθητον τοῦ κριτοῦ καὶ τὸ δίκαιον φανερωθήσεται, καὶ πολλὰ ἕτερα. τοὺς οὖν μετὰ τῶν ἄλλων καὶ ταῦτα μαθόντας, φησίν, εἶτα παραπεσόντας ἀδύνα‐ | |
τον καὶ ἑξῆς. | 645 | |
646(loc) | Hebr 6,6 | |
1 | Τί ἐστιν ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας; ἄνωθεν, φησί, σταυροῦντας ἑαυτοῖς καὶ καταισχύνοντας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἅπαξ ἐσταυρώθη ὁ Χριστός, καὶ ἡμεῖς ἅπαξ συσταυρούμεθα αὐτῷ διὰ τοῦ βαπτίσματος. | |
5 | ὁ τοίνυν, φησίν, οἰόμενος εἶναι δεύτερον βάπτισμα, ὅσον τὸ κατ’ αὐτόν, ἄνωθεν σταυροῖ τὸν κύριον· τί γὰρ ἕτερον ποιεῖ ὁ δεύτερον αὐτῷ διὰ τοῦ βαπτίσματος σταυροῦσθαι νομίζων ἢ ὅτι καὶ αὐτὸν ἡγεῖται δεύτερον ἐσταυρῶσθαι δι’ ὧν ποιεῖ; τὸ δὲ δεύτερον σταυροῦν, φησί, τὸν Χριστὸν τὸ ὅσον ἧκεν εἰς αὐτόν, οὐδὲν ἕτερόν ἐστιν ἢ παραδειγματίσαι αὐτὸν | |
10 | καὶ καταισχῦναι· ἅπαξ γὰρ σταυρωθεὶς ἀθάνατός ἐστι λοιπόν, ὁ δὲ ἀνασταυρῶν ψεῦδος τοῦτο ποιεῖ, ὅπερ αἰσχύνην αὐτῷ φέρει ὡς ψευσα‐ μένῳ τὸ ἅπαξ ἀποθανεῖν. | |
loc | Hebr 6,7 | |
13 | Γεωργεῖται δὲ δηλονότι εἰς σωτηρίαν καὶ κέρδος αὐτῶν ἐκείνων τῶν καρποφορούντων. εἰ δέ ἐστιν, καθώς φησιν ὁ κύριος, γεωργὸς | |
15 | ὁ πατήρ, πάλιν δὲ σπορεὺς καὶ ὁ υἱὸς ὁ τὸ καλὸν σπέρμα σπείρων, ἐὰν ἐπιτήδειος αὐτοῖς ἡ βοτάνη, τοῦτ’ ἔστι τὸ γεώργιον ὀφθῇ—καὶ γὰρ τῷ θεῷ ὀφείλομεν καρποφορεῖν, ὥς πού φησιν· νυνὶ δὲ δουλωθέντες τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν—εἰ οὖν τοῦτο, δηλονότι διὰ τὸν θεὸν γεωργοῦμεν, | |
20 | ἵνα αὐτῷ ἀρέσωμεν τὸν ἐνάρετον βίον· διὸ καὶ ἀξιούμεθα τῆς παρ’ αὐτοῦ εὐλογίας. | |
loc | Hebr 7,3 | |
22 | Ἀγενεαλόγητον τὸν Μελχισεδὲκ 〈λέγει〉 τῷ μὴ εἶναι μὲν ἐκ τοῦ σπέρματος Ἀβραὰμ μηδὲ ὑπὸ Μωϋσέως γενεαλογεῖσθαι, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου ἐκείνης σπορᾶς ὁρμᾶσθαι, | |
25 | δικαίου δὲ τῶν καθ’ αὑτὸν ἀποφανθέντος, καὶ οὐκ ἐκ προγόνων ὁρμω‐ | |
μένου δικαίων οὐδὲ ἀπό τινος δικαίας σπορᾶς, οὐ θέμις ἦν γενεαλογεῖν | 646 | |
647 | τὸν εἰς ἄκρον δικαιοσύνης νεύοντα. ὅτι δὲ Χαναναῖος ἦν τὸ γένος ὁ Μελ‐ χισεδὲκ δείκνυται, καὶ ἔστι δήπου τεκμήρασθαι καὶ ἀπ’ αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων, καὶ οἷς ἐπλησίαζεν· γείτων μὲν γὰρ ἦν Σοδόμων, πλησιαίτερος δὲ τῷ Ἀβραὰμ οἰκοῦντι πρὸς τῇ δρυῒ τῇ | |
5 | Μαμβρῇ. οἴεσθαι δὲ χρὴ ὅτι καὶ Σαλὴμ ἐκείνης ἐτύγχανε βασιλεύς, ἥτις ἐστιν Ἱερουσαλήμ. | |
loc | Hebr 7,5 | |
7 | Καίπερ ἐξεληλυθότας τοῦτό φησιν· καίπερ ὁμοτίμων ὄντων κατὰ τἄλλα πάντα, ὅμως ἐκ τοῦ τοὺς μὲν διδόναι δεκάτας, τοὺς δὲ λαμ‐ βάνειν, πολλὴ ἡ ὑπεροχὴ ἐπιδείκνυται. εἰ δὲ ἐνταῦθα τοῦτο, δῆλον ὅτι | |
10 | καὶ ἐπὶ τοῦ Ἀβραὰμ καὶ Μελχισεδέκ, τοῦ μὲν δόντος, τοῦ δὲ λαβόντος. ὥστε ὁ τοῦ Χριστοῦ τύπος μείζων τοῦ πατριάρχου Ἀβραάμ. εἰ δὲ τοῦ Ἀβραάμ, πολλῷ μᾶλλον τῶν ἱερέων. εἰ δὲ ὁ τύπος, τί ἄν τις εἴποι περὶ αὐτοῦ τοῦ Χριστοῦ; | |
loc | Hebr 7,9—10 | |
14 | Διότι ὁ Ἀβραὰμ ἔδωκε δεκάτας, διὰ τοῦτο, φησί, καὶ Λευὶ ὁ | |
15 | τὰς δεκάτας λαμβάνων δεδεκάτωται, τοῦτ’ ἔστι δέδωκε δεκάτας. ἐν γοῦν τῷ δι’ Ἀβραὰμ δεῖ ὑποστίζειν, ἵνα τὸ νόημα παν‐ τελῶς ἀβίαστον γένηται· διὰ γὰρ τὸν δεκατωθέντα Ἀβραάμ, φησί, τρόπον τινὰ καὶ ὁ ἐν τῇ ὀσφύϊ αὐτοῦ ἔτι ὢν Λευὶ δεδεκάτωται. | |
loc | Hebr 8,1 | |
19 | Ἢ τοῦτο λειτουργῶν καὶ τοῦτο ἱερατεύων, τὸ τοὺς ἀνθρώπους | |
20 | ἀποκαθαίρειν τῶν ἁμαρτιῶν καὶ ἁγίους ποιεῖν· τῷ γὰρ τοιούτῳ λειτουργῷ καὶ αὐτουργῷ τῶν ἁγίων πρέπει ὡς θεῷ ἀληθινῷ καὶ υἱῷ ἐκ δεξιῶν τοῦ πατρὸς καθῆσθαι. | |
loc | Hebr 9,1—2 | |
23 | Τὸ εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας, οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι νομίζω ἀλλὰ περὶ αὐτῆς τῆς παλαιᾶς διαθήκης· | |
25 | οὐ γὰρ τὴν σκηνὴν τῇ νέᾳ συνέκρινε διαθήκῃ, ἀλλ’ ὅλην τὴν παλαιὰν διαθήκην τῇ νέᾳ, καὶ πρὸς ὅλην ἐκείνην ταύτης ἐδείκνυ τὴν ὑπεροχήν. ἰδοὺ γάρ, φησίν, ἡμέραι ἔρχονται, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, | |
οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν | 647 | |
648 | αὐτῶν, καὶ πάλιν· ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην. καὶ ταῦτα εἰπὼν ἐπάγει· εἶχε μὲν οὖν καὶ ἡ πρώτη. ὥστε δῆλον ὅτι περὶ τῆς διαθήκης αὐτῷ ἔτι ὁ λόγος· ἐπεὶ γὰρ κατέβαλεν αὐτὴν τῇ πρὸς τὴν νέαν παραθέσει, ἵνα μή τις εἴπῃ ὅτι οὐκοῦν ἀεὶ | |
5 | ἀπόβλητος ἦν, προλαβών φησιν ὅτι εἶχε κἀκείνη δικαιώματα λατρείας, νόμους, φησί, καὶ τάξιν καὶ ἀκολουθίαν ἐμπρέπουσαν λατρείᾳ θεοῦ. εἰπὼν δὲ κατὰ γένος, ὅτι εἶχε δικαιώματα λα‐ τρείας, ἐπεξέρχεται καὶ κατὰ μέρος ἀρξάμενος ἀπὸ τῆς σκηνῆς· εἶχε, φησί, τὸ ἅγιον κοσμικόν. εἶτα μετὰ τὸ ἅγιον τὸ κοσμικὸν καὶ πᾶσι | |
10 | βατόν, εἶχε πάλιν ἑτέραν σκηνὴν προτεταγμένην τῆς μυστικωτέρας ἔτι καὶ ἁγιωτέρας σκηνῆς. καὶ ἐν μὲν τῇ προτεταγμένῃ ἥ τε λυχνία καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις σκηνὴ οὐ λέγεται κοσμικὸν ἅγιον ὥσπερ ἡ πασῶν σκηνὴ πρώτη, ἀλλ’ ἁπλῶς ἅγια. μετ’ ἐκείνην δὲ σκηνὴ ἡ ... | |
loc | Hebr 9,24—25 | |
15 | Τὸ εἰς αὐτὸν εἰσῆλθε τὸν οὐρανόν, ἀπὸ κοινοῦ ληπτέον οἷον· οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, εἰσῆλθεν εἰς αὐτὸν τὸν οὐρανόν· τὸ γὰρ πολλάκις θυσίας ἐν αἵματι προσφέρειν τῶν εἰσερχομένων εἰς τὰ ἀντίτυπα τῶν ἀληθινῶν ἐστιν, ἀλλ’ οὐχὶ τοῦ εἰσελθόντος εἰς τὸν οὐρανὸν αὐτόν. | |
loc | Hebr 10,5—9 | |
20 | Εἰσερχόμενος εἰς τὸν κόσμον εἶπεν ὁ Χριστός, ἀλλ’ οὐχὶ ‹εἰσελθών›· εἰσήρχετο δὲ δηλονότι, ὅτε τῷ Δαυὶδ ὑπισχνεῖτο καὶ διετείνετο ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἕως τοῦ αἰῶνος. εἰσερχόμενος οὖν εἰς τὸν κόσμον διὰ τῶν πρὸς τὸν Δαυὶδ συνθηκῶν, καὶ τοῦτο λέγει δι’ αὐτοῦ, ὅτι ἐπεὶ θυσίαν καὶ | |
25 | προσφορὰν οὐκ ἠθέλησας, οὐδὲ ηὐδόκησας τὰ ἐν τῷ νόμῳ τελούμενα. καὶ οὐκ εἶπεν ὅτι ‹οὐκ εὐδοκεῖς οὐδὲ θέλεισ›, ἀλλ’ οὐκ ἠθέλησας οὐδὲ ηὐδόκησας, μονονουχὶ λέγων ὡς ἀπ’ αὐτῆς τῆς καταβολῆς αὐτῶν καὶ τῆς εἰσαγωγῆς οὐκ ἦσάν σοι τὸ ὅλον καταθύμιοι καὶ εὐάρεστοι αἱ θυσίαι. ἀλλὰ καὶ εἴ τι αὐτῶν ἀποδέδεκταί σοι, διὰ τὴν | |
30 | ἀσθένειαν ἀποδέδεκται τῶν προσαγόντων. ἐπεὶ οὖν καὶ ταῦτα ἀπώσω καὶ σῶμα κατηρτίσω μοι, τότε ἥκω ἐπὶ τὸ ποιῆσαι τὸ θέλημά σου· τοῦτο γὰρ καὶ εἴρηται περὶ ἐμοῦ οὐχὶ ἁπλῶς καὶ κατὰ | |
πάροδον, ἀλλὰ κεφάλαιον καὶ ὑπόθεσιν τοῦ βιβλίου τὴν περὶ ἐμοῦ | 648 | |
649 | πρόρρησιν ποιουμένου. βιβλίον δὲ ὅλην λέγει τὴν παλαιάν· τὸ γὰρ κεφάλαιον καὶ ἡ ἀξιολογωτάτη ὑπόθεσις τῆς παλαιᾶς αἱ περὶ Χριστοῦ προρρήσεις εἰσίν. | |
loc | Hebr 10,11 | |
4 | Τὰς αὐτάς, φησίν, ὅτι ὑπὲρ τῶν αὐτῶν προσεφέροντο ἀεί, μὴ | |
5 | ἰσχυουσῶν τῶν γεγονυιῶν καὶ γινομένων θυσιῶν καὶ προσφορῶν μηδεμίαν ἁμαρτίαν καθαρῶς περιελεῖν καὶ ὁλοκλήρως. | |
loc | Hebr 10,20 | |
7 | Πρόσφατον εἰπών, ἵνα μή τις εἴπῃ· οὐκοῦν εἰ πρόσφατος, καὶ παυθήσεται· γηράσκουσα γὰρ καὶ παλαιουμένη καὶ αὕτη ὥσπερ καὶ ἡ τῆς παλαιᾶς διαθήκης καταλυθήσεται. οὐμενοῦν, φησίν· ἀλλὰ πρόσφατος | |
10 | οὖσα ἀεὶ νεάζουσα καὶ ζῶσα ἔσται, οὐδέποτε ἐπιδεχομένη θάνατον καὶ κατάλυσιν. | |
loc | Hebr 10,24 | |
12 | Ἢ περὶ ἐκεῖνα ἀλλήλους κατανοῶμεν ὧν ἡ πολυ‐ πραγμοσύνη καὶ ἔρευνα καὶ κατανόησις εἰς ἀγάπην ἀκονᾷ καὶ παραθήγει. τοῦτο δὲ ποιοῦσιν οἱ φαῦλον μὲν περὶ ἀλλήλων μηδὲν ἀνεχόμενοι, πάντα | |
15 | δὲ εἰς τὸ ἀγαθὸν καὶ ἄμεινον ἐκλαμβάνοντες, καὶ ἃ δοκεῖ εἶναι ἐλαττώ‐ ματα. εἶτα ... | |
loc | Hebr 10,25 | |
17 | Ἀλλὰ παρακαλοῦντες. τίνα; τὴν ἐπισυναγωγὴν ἑαυ‐ τῶν, τοῦτ’ ἔστιν ἀλλήλους· ἀπὸ κοινοῦ γὰρ τὴν ἐπισυναγωγὴν ληπτέον. παράκλησις δὲ ἐπισυναγωγῆς τὸ προθύμως καὶ διὰ μακροῦ | |
20 | τοῦ χρόνου ἐπισυνάπτεσθαι ἑαυτοῖς. | |
loc | Hebr 10,35 | |
21 | Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, τὴν ἀπὸ τῶν ἔργων ὑμῶν, τὴν ἀπὸ τῆς πίστεως, τὴν ἀπὸ τῶν πειρασμῶν, τὴν ἀπὸ τῆς ὑπομονῆς· ταῦτα γάρ ἐστι τὰ μεγάλην ἡμῖν τὴν παρρησίαν, ὅτι | |
τευξόμεθα τῆς ἐπαγγελίας, χαριζόμενα. | 649 | |
650(loc) | Hebr 10,36 | |
1 | Θέλημα θεοῦ τὸ πιστεύειν εἰλικρινῶς εἰς αὐτὸν καὶ πράττειν τὰς ἀρετὰς καὶ ἔτι τὸ ὑπὲρ αὐτῶν καιροῦ καλοῦντος μέχρις αἵματος ἀγωνίζεσθαι· οἱ γὰρ τοιοῦτοι κομίζονται τὴν ἐπαγγελίαν. | |
loc | Hebr 11,4 | |
4 | Τὸ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται, ἢ ὅτι αὕτη ἡ θυσία | |
5 | κατέστη τῷ ἀδελφῷ εἰς βασκανίας πρόφασιν καὶ φθόνου, ὁ δὲ ἔτεκε τὸν φόνον· ἢ ὅτι δι’ αὐτῆς λαλεῖται, καίτοι ἀποθανών· αὕτη γὰρ γέγονεν αἰτία τοῦ ἀείμνηστον καὶ ἀλάθητον εἶναι τὸν Ἄβελ. ἢ εἴ τις ἀκριβέστερον ἐπισκοπήσοι ἀμφότερα, ἀπὸ κοινοῦ λαμβανομένου, τὸ δι’ αὐτῆς οἷον κατά τε τοῦ ἀποθανὼν καὶ τοῦ λαλεῖται. | |
10 | Ἔτι λαλεῖται. ἀείμνηστός ἐστιν· οὐκ ἐᾷ αὐτὸν ἡ πρᾶξις αὐτοῦ ἡ ἐκ πίστεως εἰς λήθην, φησίν, ἐλθεῖν. | |
loc | Hebr 11,13 | |
12 | Οὕτω, φησίν, αὐταῖς ἐπίστευον, πόρρωθεν ἰδόντες δι’ ἐλπίδος, ὅτι καὶ ἔχαιρον ἐπ’ αὐταῖς, καὶ μονονουχὶ περιπλεκόμενοι κατησπάζοντο. | |
loc | Hebr 11,19 | |
15 | Τὸ ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο δυνατὸν καὶ οὕτως ἐννοῆσαι· ὅθεν καὶ τὸν Ἰσαὰκ ὁ Ἀβραὰμ ἐν παραβολῇ ἐκομίσατο. ἐπεὶ γάρ, φησίν, ἄφατόν τινα τὴν ὑπακοὴν ἐπεδείξατο καὶ πίστιν νικῶσαν καὶ αὐτῆς τοὺς νόμους τῆς φύσεως, ἀπολαμβάνει πάλιν τὸν υἱόν, οὐχ οἷον προσήνεγκεν ἀλλὰ μετὰ μεγάλης προσθήκης | |
20 | καὶ ἀξίας τῆς αὐτοῦ πίστεως· ἐκομίσατο γὰρ αὐτὸν φέροντα παραβολὴν καὶ ὁμοίωσιν τὴν πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν· τοιαῦτα γὰρ ἡ πίστις δύναται κατορθοῦν. εἰ δὲ τὸ ἐν παραβολῇ κοινὸν ἐκλάβοις τοῦ τε Ἀβραὰμ καὶ τοῦ Ἰσαάκ, ὅτι ὁ μὲν εἰς τύπον τοῦ πατρὸς καὶ εἰς παρα‐ βολὴν καὶ ὁμοίωσιν διὰ τῆς προσαγωγῆς τοῦ παιδὸς ἐχρημάτισεν, ὁ δὲ | |
25 | Ἰσαὰκ εἰς τύπον τοῦ υἱοῦ, καὶ οὕτως ἡ προειρημένη εὐοδοῦται διάνοια. τοσοῦτον κέρδος, φησί, προσεξένησε τῷ Ἀβραὰμ ἡ πίστις αὐτοῦ, ὅτι τὸν υἱὸν προσενέγκας μετὰ μεγίστης προσθήκης ἐκομίσατο. ποίας ταύτης; τὸ ἐν παραβολῇ αὐτὸν καὶ ὁμοιώσει τῆς τε πρὸς τὸν πατέρα καὶ τῆς πρὸς τὸν υἱὸν ἀνακομίσασθαι, τοῦτ’ ἔστιν ἐκομίσατο τὸν υἱὸν ἐπὶ τηλι‐ | |
30 | κούτῳ κέρδει, ἐφ’ ᾧ τύπον ἀμφοτέρους γενέσθαι τῆς προσαγωγῆς ἣν | |
εὐδόκησεν ὁ πατὴρ τελεσθῆναι ἐπὶ τῷ υἱῷ. | 650 | |
651 | Ἢ ἐν παραβολῇ ἐκομίσατο ὁ θεὸς τὸν Ἰσαάκ, τοῦτ’ ἔστι διὰ τὴν πίστιν καὶ τὸ πρόθυμον τοῦ Ἀβραάμ, καίτοι κριοῦ προσαχθέντος καὶ τότε οὐ παρὰ τοῦ Ἀβραὰμ κομισθέντος, ἀλλὰ παρὰ τοῦ θεοῦ τοῦ καὶ κομισαμένου, ὅμως οὖν οὕτως ὁ θεὸς ἐδέξατο τὴν θυσίαν, | |
5 | ὡς τὸν Ἰσαὰκ αὐτὸν κομισάμενος διὰ τῆς παραβολῆς καὶ παρενθήκης τοῦ κριοῦ. διό φησιν· ὅθεν αὐτόν, οἷον τὸν Ἰσαάκ, ἐκομίσατο ἐν τῇ παραβολῇ καὶ καρενθήκῃ τοῦ κριοῦ, τοῦτ’ ἔστιν ὡς τελειω‐ θεῖσαν τὴν πρόθεσιν καὶ τῆς πίστεως αὐτοῦ τὸ πρόθυμον, οὕτως ἐδέξατο τὴν θυσίαν τοῦ Ἀβραὰμ ὁ θεός. | |
loc | Hebr 11,21 | |
10 | Ἐνταῦθα, φησίν, οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάρρει τοῖς ἐσο‐ μένοις ὡς καὶ ἐν τῷ ἔργῳ αὐτὸ ἐπιδεῖξαι· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραῒμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησί, καὶ προσ‐ εκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ, τοῦτ’ ἔστι καὶ γέρων ὢν ἤδη προσκυνεῖ τῷ Ἰωσήφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν | |
15 | δηλῶν τὴν ἐσομένην αὐτῷ. καὶ τοῦτο ἐξέβη ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν, ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν. | |
loc | Hebr 11,26 | |
17 | Τί ἐστι τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ; τοῦτ’ ἔστι τὸ ὀνειδί‐ ζεσθαι τοιαῦτα δεικνὺς τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν. ἢ ὅτι διὰ τὸν Χριστὸν ὑπέμεινεν—ἡ γὰρ πέτρα ἦν ὁ Χριστός—· εἰκὸς | |
20 | γὰρ ἦν κἀκεῖνον ὀνειδίζεσθαι, ὅτε ἤκουσεν· μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; τοῦτό ἐστιν ὀνειδισμὸς τοῦ Χριστοῦ, μέχρι τέλους καὶ ἐσχάτης ἀναπνοῆς πάσχειν κακῶς, ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουσεν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ· ἀμφότεροι | |
25 | γὰρ ὑπὸ τῶν ἰδίων συμφυλετῶν ὑπὲρ ὧν εὐηργέτουν ὠνειδίζοντο. | |
loc | Hebr 11,3 | |
26 | Ἐνταῦθα περὶ τοῦ Δαυίδ, οἶμαι, λέγει. δικαιοσύνην δὲ τὴν φιλανθρωπίαν ἐκάλεσεν. | |
loc | Hebr 12,25 | |
28 | Ἢ τὸν ἐπὶ γῆς χρηματίζοντα, τὸν τὰ γήϊνα καὶ παρερχό‐ μενα ὑπισχνούμενον· γῆν ῥέουσαν γάλα καὶ μέλι, ἐχθρῶν ἐπικράτειαν, | |
30 | εὐπαιδίαν καὶ βίον μακροχρόνιον. ἀπ’ οὐρανοῦ δὲ λαλεῖ ὁ αὐτὸν | 651 |
652 | τὸν οὐρανὸν εἰς κληρονομίαν ἐπαγγελλόμενος, ὁ τῆς ἀφράστου δόξης ἐκείνης καὶ ἀπεράντου τὴν ἀπόλαυσιν χαριζόμενος. Ἢ δύναται τὸ ἐπὶ γῆς εἰρῆσθαι χρηματίζειν, ὅτι σχεδὸν πάντα τῆς διὰ Μωϋσέως νομοθεσίας σωματικοὶ καθαρμοὶ ἐχρημάτιζον· ἡ δὲ νέα καὶ | |
5 | διὰ Χριστοῦ δοθεῖσα ἡμῖν νομοθεσία ψυχῆς ἐστι καθάρσιον καὶ φωτισμός. ἐπὶ γῆς οὖν ἐστιν ἐκεῖνα κεχρηματισμένα, ὅτι ταπεινὰ καὶ περὶ ὑλῶδες σκήνωμα στρεφόμενα· ἀπ’ οὐρανοῦ δὲ ταῦτα, ὅτι θεῖα καὶ ὑψηλὰ καὶ τὸ θεοειδὲς τὴν ψυχὴν ἐκκαθαίροντα καὶ εἰς οὐρανοὺς ἀναφέροντα. | |
loc | Hebr 13,10—13 | |
10 | Τοῦτο πρὸς τοὺς ἐπαπορήσαντας ἄν· πῶς λέγεις· ἔχεις θυσια‐ στήριον; τί γὰρ ἐτύθη ἐν αὐτῷ; καὶ γὰρ καὶ αὐτὸς ὁ Χριστός, ὃν ἄνω καὶ κάτω περιάγεις ὅτι ἐτύθη, ὅτι θυσία γέγονεν ὑπὲρ τοῦ κόσμου καὶ προσφορά, οὐδ’ αὐτὸς οὖν ἐν τῷ θυσιαστηρίῳ σου τέθυται· φανερὸν γάρ, ὅτι ἔξω τῆς πόλεως Ἰερουσαλὴμ ἔπαθεν. πρὸς οὖν τούτους· | |
15 | ναί, φησίν, ἔξω μὲν ἔπαθεν, ἀλλὰ διὰ τούτου μᾶλλον κατασκευάζεται ὅτι ἔχομεν θυσιαστήριον. καὶ γὰρ καὶ παρ’ ὑμῖν οὐκ ἐν αὐτοῖς τοῖς θυσιαστηρίοις κατακαίεται τῶν θυομένων τὰ σώματα, ἀλλ’ ἔξω τῆς παρεμβολῆς. καὶ ἔτι διὰ τοῦτο ἔξω τῆς πύλης ἔπαθεν, ἵνα πάντας, καὶ μὴ μόνους τοὺς ἱερεῖς ἁγιάσῃ. εἰ δὲ θυσία | |
20 | γέγονεν ὑπὲρ πάντων, πῶς οὐχὶ καὶ θυσιαστήριον ἐστιν; Τὸ δὲ ἵνα ἁγιάσῃ τὸν λαόν, καὶ ἄλλην ἔννοιαν δίδωσιν. εἶπον, φησίν, ὅτι οἱ τῇ σκηνῇ λατρεύοντες οὐκ ἔχουσιν ἐξουσίαν φαγεῖν ἐκ τοῦ θυσιαστηρίου ἡμῶν, οὐχ ὅτι ἀδύνατον αὐτοῖς τοῦτο, ἀλλ’ ὅτι κατὰ γνώμην ἑαυτῶν ἀναξίους ἑαυτοὺς ἀποφαίνουσιν, ἐπεί—τό γε ἀπὸ τῆς | |
25 | φιλανθρωπίας τοῦ Χριστοῦ—οὐ μόνον οὐ κεκώλυται, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο πέπονθεν ἵνα ἁγιάσῃ, φησίν, οὐχὶ τόνδε ἢ τόνδε ἀλλὰ σύμπαντα τὸν λαόν, καὶ ποιήσῃ αὐτοὺς ἐξουσίαν ἔχειν καὶ ἐκ τοῦ | |
θυσιαστηρίου αὐτοῦ ἐσθίειν, ἔξω τῆς πύλης ἔπαθεν. | 652 |