TLG 4040 022 :: PHOTIUS :: Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis)

PHOTIUS Lexicogr. Scr. Eccl. Theol., Patriarcha
(Constantinopolitanus: A.D. 9)

Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 636.

Citation: Page — (line)

loc2 Thess 1,3
7 Εἰ εὐχαριστεῖν δεῖ περὶ τῶν ἑτέροις κατωρθωμένων, τί πάθωσιν οἱ βασκαίνοντες τοῖς κατορθοῦσιν.
loc2 Thess 1,8
9Ἢ ἐν πυρὶ φλογὸς τὸ εἶδος τῆς τιμωρίας φησὶν αἰνιττόμενος,
10ἣν τίσουσιν οἱ μὴ εἰδότες θεὸν μηδὲ ὑπακούσαντες τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. ἢ ἐν πυρὶ φλογὸς αὐτὴν τὴν δεσποτικὴν παρουσίαν, ὅτι μετὰ πυρὸς φλέγοντος γενήσεται, ὑποδηλῶν. οὕτως γὰρ καὶ οἱ πρὸ ἡμῶν ἐξειλήφασιν.
loc2 Thess 2,6
14Καὶ νῦν τὸ κατέχον, φησίν, οἴδατε, εἰς τὸ μὴ νῦν
15ἀποκαλυφθῆναι αὐτόν, φησίν, ἀλλ’ ἐν τῷ ἑαυτοῦ καιρ, οἷον· ὅταν ὁ ὁρισθεὶς αὐτῷ καὶ συγχωρηθεὶς αὐτῷ ὑπὸ θεοῦ χρόνος ἐπιστῇ. εἰ δὲ μὴ κατείχετο, καὶ νῦν ἂν ἐπέστη. οὕτως ἀεὶ κατὰ τῶν πιστῶν ὀργᾷ, καὶ τὴν κάκωσιν αὐτῶν ὁ πονηρὸς ἐπιθυμεῖ, ἀλλὰ κατέχεται καὶ κωλύεται.
loc2 Thess 3,11
20Ἔτι περὶ τῶν ἀργῶν ὁ λόγος· ἁρμόζει δὲ καὶ περὶ τῶν ἁμαρτα‐
νόντων λέγεσθαι.636