TLG 4040 021 :: PHOTIUS :: Fragmenta in epistulam I ad Thessalonicenses (in catenis)

PHOTIUS Lexicogr. Scr. Eccl. Theol., Patriarcha
(Constantinopolitanus: A.D. 9)

Fragmenta in epistulam I ad Thessalonicenses (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 633–636.

Citation: Page — (line)

loc1 Thess 2,4—6
9Ἀλλὰ καθὼς δεδοκιμάσμεθα. τοῦ μὲν μὴ ἐν λόγῳ
10κολακείας ἐλθεῖν αὐτοὺς καλεῖ μάρτυρας—καὶ εἰκότως· αὐτοὶ γὰρ τῶν ἄλλων μᾶλλον τὰ περὶ αὐτοὺς ᾔδεισαν—, ὅτι δὲ οὐδὲ ἐν προ‐ φάσει καὶ σκοπῷ τοῦ λαβεῖν, τὸν θεὸν καλεῖ μάρτυρα· ἄδηλα γὰρ ἀνθρώποις τὰ ἐν διανοίᾳ ἑκάστου μελετώμενα. τὸ μὲν γὰρ λαβεῖν ἢ μὴ λαβεῖν γνωστὸν ἀνθρώποις γίνεται καὶ μαρτυρεῖται, τὸ δὲ μηδὲ
15σκοπόν ποτε κτήσασθαι τοῦ λαβεῖν θεῷ γινώσκεται μόνῳ, χρόνῳ δὲ καὶ ἀνθρώποις ἀποκαλύπτεται· ὁ γὰρ ἔχων τοῦτο σκοπὸν πάντως εἰ μὴ μεταβάλλοι τὸν σκοπόν, ὁτεδήποτε λήψεται. Παύλῳ δὲ οὐδὲ ἐπὶ νοῦν ἧκε τὸ ἐπὶ προφάσει κέρδους κηρύξαι. διὸ εἰκότως τῶν ἐν διανοίᾳ τὸν κύριον μάρτυρα καλεῖ. ὁ αὐτὸς δὲ μάρτυς, φησίν, ὅτι οὐδὲ δόξαν ἐξ
20ἀνθρώπων ζητοῦντες κηρύττομεν. καλῶς δὲ ἐξ ἀνθρώ‐ πων· τὴν γὰρ ἐκ θεοῦ καὶ ἐζήτουν καὶ ἐλάμβανον. σοφῶς δὲ λίαν καὶ τὸ ζητοῦντες· εἰ γὰρ καὶ ἐδοξάζοντο ὑπ’ ἀνθρώπων, ἀλλ’ οὐ ζητοῦν‐ τες οὐδὲ ἐπιτηδεύοντες τὸ δοξασθῆναι. διὸ καὶ τούτου μάρτυς ὁ θεός· ἀπὸ κοινοῦ γὰρ ληπτέον αὐτό.
loc1 Thess 2,10
25 Μάρτυρες ὑμεῖς ὧν ἐθεάσασθε· ὧν δὲ ὑμεῖς οὐκ ἐθεάσασθε, ὁ θεὸς ὁ πάντα εἰδώς. οὕτως οὐδὲ ὑπονοίας αὐτοῖς λαβὴν ἐβούλετο
καταλιπεῖν.633

634

(loc)

1 Thess 2,13
1 Λόγον ἀκοῆς. καλῶς· οὐ γὰρ αὐτόπται πάντες ἠδύναντο γίνεσθαι τοῦ κηρυττομένου. ἔλεγε δὲ καὶ ὁ κύριος· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες, δι’ ἀκοῆς δηλονότι καὶ λόγου παρα‐ δεξάμενοι τὴν εὐσέβειαν.
loc1 Thess 2,15—16
5 Ὅρα ἐπιτεταμένην τὴν Ἰουδαίων κατηγορίαν καὶ ἀξίαν τῆς αὐτῶν μιαιφονίας. φησὶ γὰρ ὅτι πάντα ἃ ἐποίησαν Ἰουδαῖοι, σκοπῷ τοῦ ἁμαρτάνειν ἐποίουν, τοῦτ’ ἔστιν ᾔδεισαν ὅτι ἁμαρτάνουσι, καὶ ἡμάρτα‐ νον· εἰς τὸ ἀναπληρῶσαι γάρ, φησίν, αὐτῶν τὰς ἁμαρτίας, οἷον ὅτι ὥσπερ χρεωστοῦντες ἁμαρτάνειν οὕτως ἡμάρτανον· εἰ γὰρ τὸν
10κύριον ἀγνοοῦντες ἀνεῖλον, τοὺς προφήτας διὰ τί; ἐφ’ οἷς σεμνύνονται. ἡμᾶς διὰ τί διώκουσιν; ὑμᾶς δὲ διὰ τί κακοῦσιν; τὰ ἔθνη διὰ τί κωλύ‐ ουσι σωθῆναι; εἰ γὰρ ἀγαθόν ἐστι τὸ προσελθεῖν τῇ πίστει Χριστοῦ τὰ ἔθνη, τί μὴ προστρέχουσι καὶ αὐτοί, ἀλλὰ καὶ τοὺς προστρέχοντας ἐπιχειροῦσι κωλύειν; εἰ δὲ οὐκ ἀγαθὸν ἡγοῦνται, τί διαφθονοῦνται τοῖς
15προσιοῦσιν; τί δὲ αὐτοῖς καὶ τῶν ἐθνῶν μέλει; ὁρᾷς πῶς ἑκουσίως ἁμαρτάνουσι καὶ πάντα ποιοῦσιν εἰς τὸ πάντοτε ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας, τοῦτ’ ἔστιν ἕνεκα τοῦ μηδέποτε ἀποστῆναι αὐτοὺς τοῦ ἁμαρτάνειν. διὰ τοῦτό φησιν· καὶ ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. ἀεὶ μὲν γὰρ ἁμαρτανόντων εἵπετο ἡ
20ὀργή, ἀνεβάλλετο δὲ τῇ μετανοίᾳ χώραν διδοῦσα, νῦν δὲ κατέλαβεν αὐτούς.
loc1 Thess 4,11
22 Φιλοτιμεῖσθαι. εἰς τί; εἰς τὸ ἡσυχάζειν καὶ πράττειν τὰ ἴδια, ὡς ἂν εἴποις· μὴ αἰσχύνεσθε ὅτι πένητες διὰ τὸν Χριστὸν γεγόνατε· ἀλλὰ καὶ φιλοτιμίαν τοῦτο ἡγεῖσθε τὸ ἡσυχάζειν καὶ
25πράττειν τὰ ἴδια καὶ ἑξῆς. ἢ φιλοτιμεῖσθαι τὸ εὐεργετεῖν τοὺς ἀδελφοὺς καὶ φιλοφρονεῖσθαί φησιν. εἶτα· ἀλλὰ πένητές ἐσμεν· ἀλλ’ ἐν τῷ ἡσυχάζειν καὶ πράσσειν, φησί, τὰ ἴδια ἔσται ὑμῖν πόρος καὶ δύναμις δι’ οὗ κἀκείνους ἕξετε φιλοτιμεῖσθαι καὶ εὐεργετεῖν.
loc1 Thess 4,16
29Κελεύει μὲν ὁ κύριος, καὶ φωνεῖ ὁ ἀρχάγγελος τὸ δεσποτικὸν
30κέλευμα, καὶ ἠχοῦσιν αἱ ἄλλαι τάξεις αἱ οὐράνιαι ἃς τροπικῶς σάλ‐634

635

πιγγας καλεῖ ὥσπερ καὶ τὸ ἠχοῦσιν· ἀλλ’ ὁ μὲν κύριος, ὅπερ ἔφημεν, κελεύει, ὁ δὲ ἀρχάγγελος τὸ δεσποτικὸν κέλευμα μηνύει τοῖς ὑπ’ αὐτόν, οἱ δὲ διακονοῦσιν αὐτὸ καὶ διηχοῦσιν εἰς τὰ τοῦ κόσμου πέρατα. καὶ οἱ νεκροὶ οἱ ἐκ πάσης τῆς οἰκουμένης ἀνίστανται καὶ συνάγονται. ὅρα
5δὲ πῶς εὐφυῶς καὶ λεπτομερῶς ὑπογράφει τὴν τῶν νεκρῶν ἀνάστασιν, ἵνα μᾶλλον ταῖς τῶν ἀκροατῶν εἴη ἐντετυπωμένη διανοίαις. Σάλπιγγας καλεῖ τὰς ἀγγελικὰς δυνάμεις, ὅτι ὥσπερ ἡ σάλπιγξ οὐδὲν ἴδιον ἠχεῖ ἀλλ’ ὅπερ ἂν ὁ τεχνίτης ἐμπνεύσῃ, οὕτως καὶ αἱ τοῦ θεοῦ σάλπιγγες οὐδὲν ἴδιον τολμῶσιν ἠχῆσαι ἀλλ’ ὅπερ ἂν ὁ κοινὸς
10δεσπότης καὶ δημιουργὸς διὰ τοῦ ἀρχαγγέλου αὐταῖς ἐγκελεύσῃ.
loc1 Thess 4,17—18
11 Ἐπιστήσεις ὅτι τὴν ἀνάστασιν διαγράφων οὐκ ἐμνήσθη ῥητῶς τῶν ἐπὶ τιμωρίαν καὶ κόλασιν ἀνισταμένων. τοῦτο δὲ διὰ τρεῖς αἰτίας, οἶμαι, ποιεῖ· πρῶτον μέν, ὅτι παραμυθούμενος τοὺς Θεσσαλονικεῖς τῆς ἀναστάσεως μνημονεύει. οὐ θέλω γὰρ ὑμᾶς, φησί, περὶ τῶν
15κεκοιμημένων ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε. οὐκ ἔδει οὖν παραμυθεῖσθαι μέλλων καταμιγνύειν τὰ σκυθρωπά· ποταπὴ γὰρ παρά‐ κλησις τιμωρία καὶ κόλασις διηνεκὴς καὶ σκότος καὶ σκώληξ καὶ πῦρ; μᾶλλον μὲν οὖν, εἰ οὕτως ἔγραφεν, ἐπέτεινεν ἂν τὴν λύπην, ἀλλ’ οὐ παρεκάλεσέ ποθεν τὰς ψυχὰς αὐτῶν. δεύτερον δέ, πιστοῖς διηγεῖτο τὴν
20ἀνάστασιν. εἰκότως οὖν οὐ μνημονεύει τῶν εἰς τιμωρίαν ἀπαχθησο‐ μένων· οἱ γὰρ πιστοὶ κατὰ τὰς δεσποτικὰς ἐντολὰς πολιτευόμενοι οὐδεμιᾶς τιμωρίας λαμβάνουσι πεῖραν, ἀλλ’ ἐν ἀϊδίῳ χαρᾷ καὶ εὐφροσύνῃ διατελοῦσιν. οὐκ ἦν οὖν χρεία ἀλλοτρίων παθῶν μνήμην καὶ κάκωσιν ἐν τῇ τῶν πιστῶν ἑτοιμαζομένῃ δόξῃ καὶ τρυφῇ καὶ
25μακαριότητι, καὶ τότε πιστοῖς γράφοντι ποιεῖσθαι. τρίτον δέ, ὅτι αὐτὸ τὸ πρᾶγμα, τὴν ἀνάστασιν, δι’ ὃ γέγονεν, καθ’ αὑτὸ νῦν ἐξηγεῖται. καὶ γὰρ τὴν ἀνάστασιν ὁ θεὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων πάντων καὶ ἀφθαρσίᾳ καὶ ἀφράστῳ δόξῃ καὶ χαρᾷ καὶ ἀπολαύσει τῶν αἰωνίων ἀγαθῶν ἐποίησεν· τὴν γὰρ κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέ‐
30λοις αὐτο, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ φησίν, ἀλλ’ οὐ τοῖς ἀνθρώποις ἡτοίμασεν. εἰ δέ τινες οἰκείαις μοχθηρίαις ἀντὶ τῶν ἑτοιμασθέντων αὐτοῖς ἀγαθῶν τὰ τῷ διαβόλῳ ἑτοιμασθέντα ἐκλέγονται, οὐ παρὰ τὴν δεσποτικὴν φιλανθρωπίαν καὶ πρόνοιαν τοῦτο γίνεται. διὸ καὶ ὁ θεῖος Παῦλος αὐτὴν τὴν φύσιν τῆς ἀναστάσεως καὶ ἐφ’ ᾧ ταύτην ὁ δημιουργὸς
35ὑφίστησι λέγων, τῶν εἰς τιμωρίαν ἀχθησομένων—οὐ γὰρ ἐπὶ τιμωρίᾳ
ἀλλ’ ἐπὶ μισθαποδοσίᾳ γίνεται—εἰκότως οὐ μνημονεύει.635

636

(loc)

1 Thess 5,3
1 Περὶ τοῦ αἰφνιδίως ἥξειν Χριστὸν ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθίᾳ καὶ ἑτέροις, ἵνα μὴ ἀπαραμύθητος παντελῶς γένοιτο ἡ τιμωρία τῶν ἀδικουμένων, καὶ ἔτι ἵνα μὴ προειδότες τὴν τελευτὴν ἀνηλεῶς ὅλως καὶ
5ἀφιλανθρώπως τοῖς ἀσθενεστέροις οἱ δυνατώτεροι ἐπεμβαίνοντες εἰς
βλασφημίαν καὶ ἀμηχανίαν συνελάσωσιν.636