TLG 4040 020 :: PHOTIUS :: Fragmenta in epistulam ad Colossenses (in catenis)

PHOTIUS Lexicogr. Scr. Eccl. Theol., Patriarcha
(Constantinopolitanus: A.D. 9)

Fragmenta in epistulam ad Colossenses (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 631–633.

Citation: Page — (line)

631

(loc)

Kol 1,17
1 Καὶ αὐτός ἐστι πρὸ πάντων. οὐκ εἶπεν· ἐγένετο πρὸ πάν‐ των, ἀλλ’· ἔστι πρὸ πάντων, τοῦτ’ ἔστιν ὃ ἂν ἐννοήσῃς, αὐτὸν προόντα καὶ προϋφεστῶτα εὑρήσεις ἀϊδίως συνυπάρχοντα τῷ πατρὶ καὶ τῷ πνεύματι.
locKol 1,20
5 Εἰρηνοποήσας. τὸ ὑπερβατόν· εἰρηνοποιήσας δι’ ἑαυτο, τοῦτ’ ἔστιν αὐτουργήσας, ἀλλ’ οὐ δι’ ἑτέρων ἡμῖν πραγμα‐ τευσάμενος τὴν εἰρήνην. ποίῳ δὲ τρόπῳ ταύτην εἰργάσατο; διὰ τοῦ αἵματος, φησί, τῆς σταυρώσεως αὐτο· σταυρωθεὶς γὰρ ὑπὲρ ἡμῶν καὶ διὰ τῆς σταυρώσεως τὸ οἰκεῖον αἷμα ἐκχέας ὑπὲρ ἡμῶν,
10εἰρήνευσε καὶ κατήλλαξεν ἡμᾶς.
locKol 1,21
11 Καὶ ἐχθροὺς τῇ διανοί. ἀντὶ τοῦ οὐκ ἄκοντες ἐπράττομεν τὰ ἔργα τὰ πονηρὰ καὶ κατά τινα συναρπαγήν, ἀλλὰ μετὰ μελέτης καὶ τὴν ἔχθραν τὴν πρὸς θεὸν τοῖς λογισμοῖς προτυπώσαντες· οὕτως ἐπὶ τὰς ἐχθρὰς αὐτῷ πράξεις ἐχωροῦμεν. διὸ ἄφατος ἡ θεία φιλανθρωπία,
15ὅτι καὶ τοιούτους ὄντας καὶ κατήλλαξε καὶ προσεδέξατο.
locKol 1,24
16 Καὶ ἀνταναπληρώσω. ὁ Χριστὸς ῥαπισθεὶς καὶ ἐμπαιχθεὶς καὶ μαστιχθεὶς καὶ σταυρωθεὶς ὑπὲρ ἡμῶν, οὐχ ἁπλῶς ἐπλήρωσε πάντα ἀλλὰ καὶ ὑπὲρ νοῦν, καὶ ἀφράστῳ λόγῳ ἐξεπλήρωσεν. χρεῶσται οὖν πάντες καθεστήκαμεν ἀντὶ τῶν μυρίων ἐκείνων καὶ σωσικόσμων παθῶν
20καὶ αὐτοὶ ὑπομένειν καὶ ἀντεισάγειν παθήματα. καὶ θλίψεις ὑπὲρ Χριστοῦ καὶ τοῦ σώματος αὐτο, ἵνα ἀνταναπληρώσωμεν ἃ ἔπαθεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν. ἀλλὰ μὴν ἀνταναπληρῶσαι αὐτά, τοῦτ’ ἔστιν ἴσως καὶ ὁμοίως παθεῖν καὶ μηδὲν ἐλλείψειν, ἀδύνατον. ἀλλ’ ὅσα ἂν πάθωμεν, ὑστέρημά ἐστι πρὸς τὰς θλίψεις τοῦ Χριστοῦ.
25πῶς γὰρ ἂν καὶ ἀνταναπληρωθείη τὸ δεσπότην ὑπὲρ δούλου παθεῖν διὰ τοῦ δοῦλον ὑπὲρ δεσπότου; οὐ γὰρ ἴσον τοῦτο οὐδὲ ὅμοιον, πολλοῦ γε καὶ δεῖ. ἢ τὸ ἀναμάρτητον ὑπὲρ ἁμαρτωλῶν καὶ προσκεκρουκότων διὰ τοῦ τοὺς ἐν ἁμαρτίαις ὑπὲρ εὐεργέτου καὶ ἀναμαρτήτου; καὶ μυρία.
διὸ ὅσα ἄν τις πάσχοι ἀνταναπληρῶσαι θέλων, ὑστέρημα τῶν631

632

θλίψεων τοῦ Χριστοῦ ἀνταναπληρο. διὸ καὶ ὁ μακάριος Παῦλος ὁ πάντων πλέον ὑπὲρ Χριστοῦ δραμών, ὁ καθ’ ἑκάστην ἡμέραν μυρία πάσχων δεινά, τοῦτο εἰδὼς καὶ διδάσκων ἔλεγεν.
locKol 2,17
4Διττῶς ἐγχωρεῖ στίζεσθαι, καὶ ἐν τῷ σῶμα ὑποστίζοντας, καὶ
5ἐν τῷ Χριστο.
locKol 3,23
6 Ἀπὸ κοινοῦ τὸ ἐργάζεσθαι, κατὰ μετάπτωσιν ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις ἐργαζόμενοι.
locKol 4,3
8 Ἵνα ὁ θεὸς ἀνοίξ. τὸ κοινὸν τῆς συντάξεως· ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον
10τοῦ Χριστοῦ ὡς δεῖ με λαλῆσαι, δι’ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτ. ὁ δὲ θεῖος Παῦλος καθ’ ὑπερβατὸν τὸν λόγον προήνεγκεν.
locKol 4,6
13 Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι. ὥσπερ ἅλατι ἔστω ἠρτυμένος· ὥσπερ γὰρ οὐδὲν τῶν σῶμα τρεφόντων σχεδὸν χωρὶς
15ἅλατος ἡδύνει καὶ εἰς τροφὴν εὔχυμον ἀναδίδοται, οὕτως καὶ ὁ διδασκαλι‐ κὸς λόγος ὁ τὴν ψυχὴν τρέφων, ἂν μὴ ᾖ τῇ χάριτι ἠρτυμένος, οὔτε θρέψει, οὔτε ἀναδοθήσεται.
locKol 4,16
18 Ἵνα καὶ ἐν τῇ Λαοδικέων. ἦν τι πάντως τῶν γραφέντων καὶ πρὸς τὴν διόρθωσιν τῶν Λαοδικέων συντεῖνον. ἢ ὅτι πλέον ἔμελλον
20προσέχειν ἑαυτοῖς, ὁρῶντες τὰ ἑτέρων ἐλεγχόμενα πλημμελήματα. Καὶ τὴν ἐκ Λαοδικείας. οὐ τὴν ἀπὸ Παύλου πρὸς Λαοδικέας —ἢ γὰρ ἂν εἶπε· καὶ τὴν ἐν Λαοδικείᾳ—ἀλλὰ τὴν ἀπὸ Λαοδικέων πρὸς Παῦλον· ἦν γάρ τι πάντως ἐν αὐτῇ ὠφελοῦν τοὺς Κολοσσαεῖς.
locKol 4,17
24Περὶ τοῦ διδασκάλου γράφει, ἵνα ἐπιτιμῶνται καὶ παραινούμενοι
25πείθωνται, εἰδότες τὰ δηλωθέντα αὐτῷ παρὰ τοῦ Παύλου. ἴσως δὲ632

633

ἐπίσκοπος ἦν αὐτῶν, ἢ ἄλλην ἐγκεχείριστο ψυχῶν διακονίαν. διό φησιν· ἐν κυρίῳ διακονίαν καὶ οὐ κατ’ ἄνθρωπον οὖσαν.
locKol 4,18
3 Μᾶλλον αὐτὴν τοῦ ἀσπασμοῦ τὴν λέξιν ἰδίᾳ χειρὶ ἔγραψεν, ἵνα πάσχωσί τι πλέον τὴν χεῖρα ὁρῶντες τοῦ Παύλου.
5 Μεγίστη προτροπὴ πρὸς τὸ φέρειν γενναίως τοὺς πειρασμούς, τὸ εἰδέναι καὶ διὰ παντὸς μνημονεύειν εἶναι τοῦτον ἐν δεσμοῖς. Δηλονότι μεθ’ ἧς πάντα τὰ ἐπιταγέντα πληρώσουσιν. χάριτος εἰς
τὸ σωθῆναι δέονται. τί γὰρ ἂν ποιήσοι ἄνθρωπος ἄνευ χάριτος;633