TLG 4040 019 :: PHOTIUS :: Fragmenta in epistulam ad Philippenses (in catenis) PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Fragmenta in epistulam ad Philippenses (in catenis) Citation: Page — (line) | ||
loc | Phil 1,5 | |
---|---|---|
27 | Ἐπὶ τῇ κοινωνίᾳ. ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν. τὸ δὲ ἀπὸ πρώτης ἡμέρας· ἢ ὅτι ἀπὸ πρώτης ἡμέρας ἀφ’ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν εὐχαριστῶ τῷ θεῷ μου ὑπὲρ | |
30 | πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, ἢ ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν τῇ ἀπὸ πρώτης ἡμέρας μέχρι τοῦ | |
νῦν διακονουμένῃ. ἔοικε δὲ τὸ ἐφεξῆς μᾶλλον τῇ προτέρᾳ ἐκδοχῇ | 621 | |
622 | συμφωνεῖν. πῶς γὰρ ἀπ’ ἀρχῆς ηὐχαρίστεις μήπω βεβαιωθέντας ἐπὶ τῇ κοινωνίᾳ ἰδών; πεποιθώς, φησίν, ὅτι ὁ τοιαύτην πρόθυμον καὶ θέρμης γέμουσαν ἀρχὴν ἐνθείς, αὐτὸς καὶ εἰς τελειότητα ἔργου ταύτην προαγάγοι. | |
loc | Phil 1,7 | |
4 | Τοῦτο φρονεῖν ὑπὲρ πάντων. φρονεῖ γὰρ καὶ λογίζεται | |
5 | ἀγαθὰ καὶ μεγάλα διανύειν τοὺς μαθητὰς ὁ μεγάλην σπουδὴν καὶ ἐπι‐ μέλειαν εἰς αὐτοὺς καταβεβληκώς. ἢ δίκαιον ἐμοὶ τοῦτο λογίζεσθαι, τῷ τοιαύτην ἔχοντι διάθεσιν περὶ ὑμᾶς ὥστε μηδ’ ἐν τοῖς δεσμοῖς μου ἐπιλανθάνεσθαι ὑμᾶς, ἀλλ’ ἐγκαρδίους ἀεὶ περιφέρειν. τί δὲ τὸ αἴτιον τὸ ἐγκαρδίους αὐτοὺς καὶ ἀνεπιλήστους ἔχειν; ὅτι συγκοινωνοί | |
10 | μου, φησί, τῆς χάριτός εἰσιν· ἢ τῆς διὰ πίστεως ἐπιχορηγουμένης αὐτοῖς πνευματικῆς δωρεᾶς ποικίλως αὐτοῖς ἐνεργουμένης τότε, ἢ ἁπλῶς χάριτος τῆς διὰ τοῦ βαπτίσματος παλιγγενεσίας καὶ υἱοθεσίας. ἢ ἐν τῇ καρδίᾳ εἶπον ἔχειν συγκοινωνούς μου ὄντας ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ | |
15 | ἐν τῇ βεβαιώσει. τὸ δὲ τῆς χάριτος ἀντὶ τοῦ διὰ τῆς χάριτος· ἄνευ γὰρ θείας χάριτος οὐδεὶς ἀξιοῦται τῆς τοιαύτης κοινωνίας. | |
loc | Phil 1,8 | |
17 | Ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. οἷον· οὐκ ἀνθρωπίνοις, οὐδέ τι ἀνθρώπινον πάσχουσιν, ἀλλ’ ὅλον κατὰ Χριστὸν Ἰησοῦν διακειμένοις. μέγα μὲν τὸ ὑπὸ Παύλου ποθεῖσθαι· τὸ δὲ καὶ ἐν | |
20 | σπλάγχνοις μεῖζον· τὸ δὲ καὶ ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ οὐδεμίαν ὑπερβολὴν ἀπολιμπάνει. | |
loc | Phil 1,13 | |
22 | Ὥστε τοὺς δεσμούς. ἢ τοὺς ἐν Χριστῷ δεσμούς, τοῦτ’ ἔστι τοὺς διὰ Χριστόν, ἵνα ᾖ καθ’ ὑπερβατὸν ἡ σύνταξις. ἢ τοὺς δεσμούς, φησί, τοὺς ἐν Χριστῷ φανεροὺς γεγενημένους, τοῦτ’ | |
25 | ἔστι εὐδοκίᾳ καὶ οἰκονομίᾳ Χριστοῦ φανερωθέντας· καὶ γὰρ οὐδὲν ἦν ὁ πάσχων καὶ κατορθῶν Παῦλος, εἰ οὐκ ἀνέφερεν εἰς Χριστόν. ἢ ἐκείνων ἐν Χριστῷ οἱ δεσμοὶ φανεροῦνται, τῶν μὴ κατ’ ἐπίδειξίν τι πραττόντων, ἀλλὰ οὕτως πραττόντων ὥστε τοὺς ὁρῶντας ὠφελεῖσθαι | |
καὶ τὸν ἐν οὐρανοῖς δοξάζειν θεόν. | 622 | |
623(loc) | Phil 1,17 | |
1 | Ἢ τί γὰρ ἄλλο, φησίν, εἰ μὴ τοῦτο; οἷον· τί ἄλλο γὰρ εἰ μὴ εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι; | |
loc | Phil 1,20 | |
3 | Ὡς πάντοτε καὶ νῦν. πάντοτε ἐμεγαλύνετο Χριστὸς ἐν τῷ Παύλῳ, καὶ ὅτε παρεχώρει αὐτὸν τοῖς δεσμοῖς καὶ ταῖς μάστιξιν | |
5 | ἐνταλαιπωρεῖν, καὶ ὅτε ἐξεῖλκε καὶ ἐλυτροῦτο αὐτόν. διὰ μὲν γὰρ ἐκείνου ἐβεβαιοῦτο καὶ ἐκρατύνετο τὸ κήρυγμα, λογιζομένων τῶν ὁρώντων τὰ Παύλου δεσμὰ καὶ τὰς θλίψεις, ὡς εἰ μὴ θεῖόν τι καὶ πανάληθες αὐτοῦ τὸ κήρυγμα, οὐκ ἂν ἑαυτὸν μυρίοις χαίρων ἐξεδίδου κακοῖς ἐνὸν παυσάμενον ἀπαλλάττεσθαι. διὸ εἰκότως ἐμεγαλύνετο ὁ | |
10 | Χριστὸς τοῦ κηρύγματος βεβαιουμένου. πάλιν δὲ ὅτε ἐξεῖλκε καὶ ἐξήρπαζεν αὐτὸν ἐκ τῶν κινδύνων, αὐτόθεν ἐμεγαλύνετο. εἰ μὴ γὰρ θεία τις καὶ ὑπὲρ ἄνθρωπον ἦν ἡ ῥυομένη τὸν Παῦλον χάρις, πῶς ἐλύετο τὰ δεσμά; πῶς ἀνεῴγνυντο αἱ θύραι; πῶς τὰ μυρία ἐκεῖνα θαύ‐ ματα ἐγεγόνει; ἐμαρτύρει οὖν ὁ Χριστὸς δι’ ὧν ἐρρύετο τῶν κινδύνων | |
15 | Παύλῳ· καὶ Παῦλος πάλιν δι’ ὧν ἐνεκαρτέρει τοῖς πειρασμοῖς, ἐμαρτύ‐ ρει τῷ κηρύγματι· καὶ δι’ ἀμφοῖν ὁ Χριστὸς ἐμεγαλύνετο. οὕτως οὖν καὶ νῦν, φησίν· εἴτε ἐξαιρεῖταί με τοῦ θανάτου εἴτε μὴ ὁ Χριστός, ἐν ἐμοὶ μεγαλυνθήσεται· ἐγὼ γὰρ καὶ ζῶν τῆς ὑπὲρ τοῦ κηρύγματος παρρησίας οὐκ ἀποστήσομαι, κἂν δέῃ με τεθνάναι, μετὰ ταύτης τεθνή‐ | |
20 | ξομαι. Εἴτε διὰ ζωῆς. εἴτε διὰ ζωῆς ὡς νῦν ἐξαρπάζων ἐκ τῆς Νέρωνος μιαιφονίας, εἴτε διὰ θανάτου ὡς ὕστερον ἀξιῶν με τὸ ὑπὲρ αὐτοῦ μαρτύριον ξίφει τελειῶσαι. | |
loc | Phil 1,24—25 | |
24 | Καὶ τοῦτο πεποιθὼς οἶδα. ἀντὶ τοῦ καὶ τοῦτο τεθαρρηκῶς | |
25 | καὶ οὐ διστάζων οἶδα. τί δέ ἐστιν ὃ θαρρῶν καὶ οὐ διστάζων οἶδεν; ὅτι ἀναγκαιότερον τὸ δι’ αὐτοὺς ἐπιμένειν τῇ σαρκί. εἶτα· οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ· ἀπὸ κοινοῦ γὰρ τὸ οἶδα. ἢ καὶ τὸ ὅλον ἀπὸ κοινοῦ, οἷον· ὅτι θαρρῶν οἶδα, οὐ μόνον ὅτι ἀναγκαιότερον τὸ ἐπιμένειν με τῇ σαρκί, ἀλλ’ ὅτι καὶ ἐπιμενῶ καὶ | |
30 | συμπαραμενῶ. ὁ γὰρ τῶν ἀπορρήτων καὶ ὑπερουρανίων μύστης | |
οὐδὲ τὴν ἑαυτοῦ ζωὴν ἐν δισταγμῷ ᾔδει, καὶ ὅτι ἔτι νῦν ἐπιβιώσεται. | 623 | |
624 | Δύναται δέ τις καὶ ἑτέρως τὸ ῥητὸν συντάξας, οὕτως ἐκλαβεῖν ἑτοιμό‐ τερον· τὸ ἐπιμένειν, φησίν, ἀναγκαιότερον δι’ ὑμᾶς. εἶτα· καὶ εἰς τοῦτο θαρρῶν ὅτι ἀναγκαιότερόν ἐστι, φησίν, οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ καὶ ἑξῆς. | |
loc | Phil 1,28 | |
5 | Καὶ μὴ πτυρόμενοι ἐν μηδενί. ἐὰν ἦτε, φησί, μὴ πτυρό‐ μενοι ὑπὸ τῶν ἀντικειμένων, ἡ ἐπανάστασις αὐτῶν ἡ καθ’ ὑμῶν τραπήσεται αὐτοῖς εἰς ἔνδειξιν ἀπωλείας, οἷον ἢ ὅτι ἐπι‐ δειχθήσεται αὐτοῖς καὶ φανερωθήσεται διὰ τῆς ὑμῶν στερρότητος τὰ τῆς ἀπωλείας, καὶ ἀποστήσονται ἀπὸ τῆς ματαίας δόξης καὶ τῶν ἐπιτηδευ‐ | |
10 | μάτων αὐτῶν, καὶ ἐκ τούτου ἔσται ὑμῖν μᾶλλον πλοῦτος σωτηρίας ὡς καὶ ἑτέροις προξενήσασι φυγεῖν τὴν ἀπώλειαν καὶ κερδῆσαι τὴν σωτηρίαν. ἢ οὖν οὕτω νοητέον, ἢ ἁπλούστερον ὅτι ἡ ἐπιχείρησις αὐτῶν καὶ ὁ πόλεμος αὐτῶν ὁ καθ’ ὑμῶν, ὑμῶν μὴ πτυρομένων, ἐκείνοις μὲν πλὴν τῆς ἰδίας ἀπωλείας οὐδὲν ἄλλο ἐνδείξεται οὐδὲ προξενήσει, ὑμῖν | |
15 | δὲ ἀντὶ βλάβης καὶ σωτηρίας ὑπόθεσις καὶ ἀφορμὴ τελειοτέρας ἀρετῆς χρηματίσει. | |
loc | Phil 2,3 | |
17 | Ἀλλὰ τῇ ταπεινοφροσύνῃ. βούλεσθε εἰδέναι ὅτι ἡ ταπει‐ νοφροσύνη οὐδὲν ὑμᾶς βλάπτει, οὐδὲ ζημιοῖ, οὐδὲ καταβιβάζει τοῦ παρόντος ὕψους, ἀλλὰ μᾶλλον ἀπόδειξις αὐτοῦ γίνεται; τὸν Χριστόν, | |
20 | φησίν, ἐννοήσατε· μάλιστα γὰρ ἐν τούτῳ δείκνυται φύσει θεὸς εἶναι, ἐν τῷ ταπεινωθῆναι καὶ φορέσαι τὸν ἄνθρωπον. ᾔδει γὰρ ὅτι ἐκ ταύτης τῆς ταπεινώσεως οὐδὲν ζημιωθήσεται τοῦ προσόντος αὐτῷ κατὰ φύσιν τῆς θεότητος ὕψους. εἰ δὲ ταύτην ἐπίκτητον εἶχεν, ἐδεδοίκει ἂν ἑαυτὸν ταπεινῶσαι, ἵνα μὴ ἐκπέσῃ τοῦ μόλις αὐτῷ ἐπικτηθέντος ἀξιώματος. | |
25 | ἀπόδειξις οὖν ἡ ταπείνωσις τοῦ κατὰ φύσιν ὕψους αὐτοῦ τῆς θεότητος. εἴ τις οὖν ὑψηλὸς κατ’ ἀρετὴν καὶ μέγας ἐφίεται εἶναι, ταπεινοφρονείτω· ἡ γὰρ ταπείνωσίς ἐστιν ἡ δεικνύουσα καὶ μαρτυροῦσα τὸ ὕψος τῆς ἀρετῆς. μιμείσθω τὸν Χριστόν· οὐδὲν ἀπολέσει ταπεινούμενος, μᾶλλον δὲ μεγάλα κερδανεῖ. ὁ πένης τὴν ἀρετὴν οὐ δύναται ταπεινωθῆναι· | |
30 | φοβεῖται γὰρ μὴ ἐκπέσῃ τοῦ ἐπιπλάστου καὶ κατεσχηματισμένου ὕψους. ὁ πλούσιος καὶ ὑψηλὸς τὴν ἀρετὴν ταπεινούσθω· ἐν τούτῳ γὰρ μᾶλλον ἑαυτὸν δείκνυσιν ὡς ἀληθῶς ὑψηλόν, ὅτι οὐ δέδοικε ταπεινωθῆναι, καὶ | |
οἶδεν ὅτι ἥδρασται. | 624 | |
625(loc) | Phil 2,5 | |
1 | Τοῦτο γὰρ φρονείσθω. ὁ γὰρ Χριστὸς καὶ θεὸς ἡμῶν οὐ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ τὸ πάντων συμφέρον καὶ σωτήριον. διὰ τοῦτο ταπεινοῖ ἑαυτὸν διὰ σαρκώσεως, καὶ ὑψοῖ πάντας ἡμᾶς διὰ τῆς οἰκείας ταπεινώσεως. ὁ οὖν ἑαυτὸν ταπεινῶν Χριστοῦ γίνεται μιμητής, καίτοι | |
5 | αὐτὸς θεὸς ὢν φύσει καὶ ὑψηλὸς κατ’ οὐσίαν, οἱ δὲ παρ’ ἀνθρώποις ὑψηλοὶ ἐξ ἁρπαγῆς, ἐκ πλεονεξίας προσεκτήσαντο τὸ ἐν αὐτοῖς ὑψηλόν, ἐπεὶ ἥ γε φύσις κοινὴ καὶ ἴση καὶ ὁμότιμος ἀνθρώπων ἁπάν‐ των. εἰ οὖν ὁ φύσει θεὸς καὶ φύσει ὑψηλὸς ἐταπείνωσεν ἑαυτὸν δι’ ἡμᾶς, οἱ φύσει ὁμότιμοι καὶ ὁμοίως ταπεινοὶ οὐκ ὀφείλομεν ἀλλήλοις | |
10 | ταπεινοῦσθαι καὶ τὰ οἰκεῖα συνεπίστασθαι μέτρα; ἐὰν δὲ ταπεινωθῶμεν, ὑπερυψοῖ καὶ ἡμᾶς ὁ θεὸς χαριζόμενος ἡμῖν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. μακάριοι γάρ, φησίν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. καίτοι καὶ εἰ | |
15 | μὴ τοῦτο ἦν, αὐτόθεν ἐστὶν ὑψηλὸν καὶ μέγα τὸ ἀξιωθῆναι μιμητὰς γενέσθαι Χριστοῦ. | |
loc | Phil 2,12—14 | |
17 | Μετὰ φόβου καὶ τρόμου. καλῶς· δεῖ γὰρ φοβεῖσθαι καὶ τρέμειν ἐν τῷ ἐργάζεσθαι τὴν ἰδίαν σωτηρίαν ἕκαστον, μή ποτε ὑποσκελισθεὶς ἐκπέσῃ ταύτης. πολλοὶ γάρ εἰσιν οἱ πειρασμοὶ καὶ πολλοὶ | |
20 | οἱ ἐπιβουλεύοντες, ὅπου γε καὶ αὐτὸ τὸ τὴν ἀρετὴν ἀσκῆσαι ἐνίοις εἰς τοὐναντίον ἐκβέβηκεν, ἀπονοίας καὶ ὑπερηφανίας ὑπόθεσις γενόμενον. δεῖ οὖν διὰ ταῦτα δεδοικότας καὶ τρέμοντας τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι. εἰ μὴ γὰρ ὁ θεὸς τὸν ἀγῶνα καὶ τὴν μετὰ φόβου σπου‐ δὴν βλέπων συναντιλαμβάνηται, καὶ τὸ θέλειν αὐτὸ οὐκ εἰς ἀγαθὸν | |
25 | ἀποβήσεται τέλος, καὶ τὸ ἐνεργεῖν οὐκ ἂν κριθείη πρᾶξις ἀγαθή. ἠθέλησε γὰρ ὁ Κάϊν θυσίαν θεῷ προσαγαγεῖν, πρᾶγμα θελήσας τότε μάλιστα ἐπαινετόν, καὶ ἐνήργησεν—ἔθυσε γάρ—, ἀλλ’ οὐδέτερον ἀπεδέχθη παρὰ θεοῦ· οὐ γὰρ ἦν μετὰ φόβου καὶ τρόμου. διὸ οὐδὲ συναντελάβετο τὸ θεῖον, οὐδ’ εἰς τέλος αὐτῷ ταῦτα ἐξέβη χρηστόν. αὐτὸς | |
30 | δὲ ἐνεργεῖν φησι τὸν θεὸν εἰκότως· καὶ γὰρ συναντιλαμβανόμενος ἡμῶν αὐτός ἐστιν ὁ τελειῶν καὶ οἱονεὶ μορφοποιῶν τὴν ἡμετέραν καὶ θέλησιν καὶ ἐνέργειαν. δύναται δὲ τὸ ὁ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ ἑξῆς, καὶ ὡς αἰτία εἰρῆσθαι τοῦ χωρὶς γογγυσμῶν καὶ λογισμῶν. τί γὰρ γογγύζεις, φησί, ὡς κοπιῶν; ὁ θεός ἐστιν ὁ | |
35 | πάντα ἐνεργῶν· καὶ τί διαλογίζῃ τὸ ἐπίπονον τῆς ἀρετῆς, θεὸν | |
ἔχων συνεργόν; | 625 | |
626(loc) | Phil 2,17—18 | |
1 | Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ. τὸ χωρίον τοῦτο, ἢ ὡς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο ἐκληπτέον, ἢ καὶ οὕτως· ἀλλ’ εἰ καὶ θύομαι τὴν θυσίαν καὶ λειτουργίαν τῆς πίστεως ὑμῶν ἣν ἱερούργησα τῷ θεῷ, χαίρω μὲν ὡς ἀληθῶς—χαρὰ γὰρ διδασκάλου | |
5 | ἡ τῶν μαθητευθέντων τελειότης—συγχαίρω δέ, ὅτι καὶ αὐτοὶ τελειούμενοι χαρᾶς ἀπολαύετε μεγίστης· ὥστε ἐγὼ μὲν διὰ τοῦτο χαίρω καὶ συγχαίρω ὑμῖν. καὶ ὑμεῖς δὲ ὀφείλετε χαίρειν, ὅτι γίνεσθε ἐν τελειότητι, καὶ συγχαίρειν ἐμοί, ὅτι ηὐφράνατε τὸν διδάσκαλον. δοκεῖ δὲ ἴσως τὸ ἀλλ’ εἰ καὶ σπένδομαι ἔννοιαν | |
10 | παρεισάγειν, ὅτι εἰ μὴ ἐπὶ τῇ θυσίᾳ αὐτῶν ἐσπένδετο, ἐλυπεῖτο ἄν· τοῦτο γὰρ ὑποφαίνει ὁ τοῦ λόγου σχηματισμός. καί φαμεν ὅτι οὐδὲ τοῦτο ἄτοπον· εἰ γὰρ αὐτὸς προέφη ἀναγκαιότερον ἡγεῖσθαι τὸ ἐπιμένειν αὐτὸν τῇ σαρκὶ διὰ τὴν προκοπὴν καὶ τελείωσιν τῶν μαθητῶν, πάντως ἂν ἐλυπήθη θυόμενος ἐκείνους μήπω τελειώσας | |
15 | μηδὲ τὴν πίστιν αὐτῶν ὡς θυσίαν ἔχων καὶ λειτουργίαν προσαγαγεῖν τῷ Χριστῷ. —Καὶ ἄλλως δέ· οὐχ ἁπλῶς ἂν ᾑρετίσατο θύεσθαι, εἰ μὴ ἐφ’ ᾧ σπουδαῖος καὶ θερμὸς κῆρυξ τῆς πίστεως γέγονεν, καὶ ἐφ’ ᾧ τοὺς μαθητὰς οὕτω κατήρτισεν ὥστε δύνασθαι αὐτῶν ὡς θυσίαν καὶ λειτουργίαν τὴν πίστιν προσαγαγεῖν τῷ θεῷ· ὁ γὰρ | |
20 | διὰ ταῦτα θυόμενος οὗτος ὡς ἀληθῶς χαίρει καὶ ἀγάλλεται θυόμενος· οὐδεὶς γὰρ μάτην αἱρεῖται σφάττεσθαι. —Δυνατὸν δὲ καὶ οὕτως· σπένδομαι νῦν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσιν—καὶ γὰρ ἀλλαχοῦ φησιν· καθ’ ἡμέραν ἀποθνῄσκω—· ἀλλ’ εἰ καὶ θύομαι, φησί, ταῖς θλίψεσι καὶ τοῖς πειρασμοῖς—δεσμὰ γὰρ περιέκειτο αὐτῷ—ἀλλ’ | |
25 | οὖν ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν χαίρω καὶ ἑξῆς. —Ἢ καὶ οὕτως· ἀλλ’ οὖν ὅτι ἐπὶ τῇ θυσίᾳ, τοῦτ’ ἔστιν ἕνεκεν ὑμῶν καὶ τοῦ εἰς ὑμᾶς κηρύγματος χαίρω καὶ ἑξῆς. | |
loc | Phil 2,30 | |
28 | Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ. καλῶς ἔργον Χριστοῦ αὐτὸ καλεῖ· εἰ γὰρ ὁ δεχόμενος τοὺς μαθητὰς αὐτὸν δέχεται τὸν | |
30 | Χριστόν—ὁ γὰρ δεχόμενος ὑμᾶς, φησίν, ἐμὲ δέχεται—· καὶ ὁ ὑπηρετῶν ἔν τινι τοῖς μαθηταῖς Χριστῷ ὑπηρετεῖ. καὶ ἄλλως δὲ ἔργον ἐστὶ Χριστοῦ· ὅτι ἐντολῆς ἐστι Χριστοῦ τὸ τιθέναι ὑπὲρ τῶν φίλων τὴν ἰδίαν ψυχήν. εἰ δὲ ὑπὲρ φίλων, πόσῳ μᾶλλον ὑπὲρ | |
διδασκάλων; | 626 | |
627(loc) | Phil 3,1 | |
1 | Χαίρετε ἐν κυρίῳ. καὶ ἔτι εἰ ὁ ἀπόστολος ὑμᾶς ἀνέρρωσε, καὶ ἀπεστάλη πάλιν πρὸς ὑμᾶς, καὶ ἐγὼ τῆς ἐπ’ αὐτῷ λύπης ἀπήλλαγμαι, καὶ τὸ ὑστέρημα ὑμῶν ἀναπεπλήρωται, χαίρειν ὀφείλετε χαρὰν πνευματι‐ κὴν καὶ ἀξίαν κυρίου. | |
loc | Phil 3,4 | |
5 | Καίπερ ἐγὼ ἔχων πεποίθησιν. εἰ ἐβουλόμην, φησί, καυχήσασθαι ὥσπερ ἐκεῖνοι, ἔχω μᾶλλον πεποίθησιν κἀγὼ ἐν σαρκί, οἷον· ἠδυνάμην κἀγὼ ὡς ἐκεῖνοι ἐπὶ τῇ τῆς σαρκός μου περιτομῇ καυχήσασθαι καὶ πλέον ἐκείνων. | |
loc | Phil 3,7 | |
9 | Ἀλλ’ ἅτινά μοι ἦν κέρδη. κέρδος λέγει τὰ ἀπὸ τοῦ νόμου | |
10 | αὐτῷ συλλεγέντα· ὥστε οὐ κακίζει τὸν νόμον, ὡς οἱ ἀπὸ Μαρκίωνος ληροῦσιν. εἰ δὲ καὶ ἥγηται αὐτὰ ζημίαν, οὐχ ἁπλῶς λέγει τοῦτο, ὅπερ ἦν ἂν κακίζοντος τὸν νόμον, ἀλλὰ ζημίαν αὐτὰ καλεῖ τῇ πρὸς Χριστὸν συγκρίσει καὶ παραθέσει, ὅπερ μᾶλλον εἰς ἐγκώμιον τοῦ νόμου τελεῖ, τὸ μὴ ἄλλως τολμᾶν ζημίαν αὐτὸν καλεῖν εἰ μὴ τῇ πρὸς | |
15 | Χριστὸν παραθέσει καὶ συγκρίσει. | |
loc | Phil 3,8 | |
16 | Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα. εἰ ἡγῇ πάντα ζημίαν, ὦ Παῦλε, καὶ αὐτὰ τὰ σωματικῶς φυλαττόμενα τοῦ νόμου διὰ τὸ ὑπερβάλλον τῆς γνώσεως Χριστοῦ, πῶς λέγεις εὐθύς· δι’ ὃν πάντα ἐζημιώθην; τὸ γὰρ λέγειν ἐζημιώθην οὐκ ἔστι | |
20 | ζημίαν ἀποβαλεῖν—τοῦτο γὰρ μᾶλλον κερδῆσαί ἐστιν, τὸ ἐλευθερωθῆ‐ ναι ζημίας—ἀλλὰ μᾶλλον πραγμάτων λυσιτελῶν τινων σημαίνει ἀπο‐ βολήν. πῶς οὖν ἃ ἥγησαι ζημίαν, ταῦτα ἀποτιθέμενος λέγεις ὅτι ἐζημιώθην; καί φαμεν ὅτι οὐχ ἁπλῶς ταῦτα ἡγεῖτο ζημίαν, ἀλλὰ πρὸς σύγκρισιν τελειοτέρας τῆς κατὰ Χριστὸν γνώσεως, ἐπεὶ | |
25 | καθ’ αὑτὸ καὶ κέρδος αὐτὰ ἐνόμιζεν· διὸ τὸ μὲν ἡγοῦμαι ζημίαν πρὸς τὴν σύγκρισιν τῶν βελτιόνων, τὸ δὲ ἐζημιώθην καθ’ αὑτὸ πρὸς τὴν φύσιν τοῦ νόμου. Ἢ καὶ τοῦτο δεῖ εἰπεῖν, ὡς οὐ μέλει τῷ θεσπεσίῳ Παύλῳ περὶ ἐκλογῆς Ἑλληνικῶν ὀνομάτων, μόνον τὸ ὑποκεί‐ μενον δηλῶσαι σκοπεῖ. ὥσπερ γὰρ ἀλλαχοῦ τὴν ἐξουσίαν τὴν τοῦ | |
30 | θανάτου τὴν καθ’ ἡμῶν δηλῶσαι θέλων οὐδὲν περὶ τὴν λέξιν ἠκρι‐ | 627 |
628 | βώσατο, ἀλλ’ ἀντὶ τοῦ εἰπεῖν ‹ἐτυράννησεν› ἢ ‹ἐβιάσατο›, εἶπεν· ἐβασίλευσεν, ὀνόματι εὐφήμῳ τὴν δύσφημον αὐτοῦ τυραννίδα σημαίνων, οὕτω καὶ νῦν τὴν ἀποβολὴν τῶν ἐπιζημίων εὔφημον οὖσαν λέξει παρεδήλωσεν οὐκ εὐφήμῳ εἰπών· ἐζημιώθην. | |
loc | Phil 3,13a | |
5 | Ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι, ἅμα διὰ τοῦ καθ’ ἑαυτὸν ὑποδείγματος κἀκείνους διδάσκων μετριοφρονεῖν καὶ μὴ φυσιοῦσθαι ὡς κατειληφότας. | |
loc | Phil 3,13b | |
8 | Ἓν δέ, τὰ μὲν ὀπίσω. τὸ ἓν δέ, ἢ κατ’ ἔλλειψιν εἰρῆσθαι νομιστέον, ὡς οἱ πρὸ ἡμῶν ἐξειλήφασιν—καὶ γὰρ καὶ ἐν τούτῳ τῷ | |
10 | σχήματι πλεονάζει—, ἵνα λείπῃ· ἓν δὲ φροντίζω, ἓν μελετῶ καὶ δια‐ μεριμνῶ. τί τοῦτο; τὰ μὲν ὀπίσω, φησί, καὶ ἑξῆς. Ἢ οὖν οὕτως ἐκληπτέον ἢ ἑτέρῳ μᾶλλον ὑποπίπτειν σχήματι τῷ ἀπὸ κοινοῦ—πολὺς γάρ ἐστι καὶ ἐν τούτῳ ὁ θεῖος Παῦλος—ἵνα ᾖ τὸ λογίζομαι κατ‐ ειληφέναι ἀπὸ κοινοῦ, οἷον· οὐδὲν λογίζομαι κατειληφέναι ἀλλ’ ἢ ἕν. | |
15 | ποῖον δέ ἐστιν ὃ λογίζῃ κατειληφέναι; ὅτι τὰ μὲν ὀπίσω ἐπιλαν‐ θανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω καὶ ἑξῆς. ἔδει γὰρ αὐτὸν κατειληφέναι, ὅτι κατὰ σκοπὸν διώκει, καὶ οὐκ ἔστιν αὐτῷ μάταιος ὁ δρόμος. διὸ καὶ ἀλλαχοῦ φησιν· οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς | |
20 | οὐκ ἀέρα δέρων, καὶ πάλιν· οὕτως τρέχετε, ἵνα κατα‐ λάβητε. | |
loc | Phil 3,16—17a | |
22 | Πλὴν εἰς ὃ ἐφθάσαμεν. τέως, φησίν, ἕως ἂν ὑμῖν ἀπο‐ καλύψῃ τὸ ἀληθές, ὃ κατελάβομεν μὴ ἀπολέσωμεν. ἀπόλλυται δὲ πῶς; ἂν ἀμελήσωμεν καὶ τῆς προτέρας σπουδῆς καὶ τοῦ δρόμου παρατραπῶ‐ | |
25 | μεν. ἀλλὰ δεῖ τῷ αὐτῷ κανόνι στοιχεῖν, τοῦτ’ ἔστι τὸν αὐτὸν ἀγῶνα συντηρεῖν, τὸν αὐτὸν ἐπιδείκνυσθαι τρόπον, τὸ αὐτὸ φρονεῖν περί τε τῆς πολιτείας περί τε τῶν δογμάτων· ὥσπερ γὰρ ὅ τι τῶν δογμάτων ἀλλοιώσας ἅπαντα κατέλυσε καὶ τὰ ἔμπροσθεν, οὕτω καὶ τῆς πολιτείας ὅ τι μεταθέμενος καὶ καθυφεὶς καὶ μὴ τὴν αὐτὴν φυλάττων | |
30 | ἀκρίβειαν καὶ τὰ προλαβόντα ἐλυμήνατο. εἶτα ἵνα μὴ δόξῃ δυσκατόρ‐ θωτον καὶ δύσκολον ἐπιτάττειν τὸ δι’ ὅλου τοῦ βίου ἀρεταῖς καὶ | |
εὐσεβείᾳ συνασκεῖσθαι, ἐπάγει· μιμηταί μου γίνεσθε. ῥᾷστον, | 628 | |
629 | φησίν, οὐδὲν ἀδύνατον ἀπαιτῶ· ἄνθρωπος κἀγὼ ὁμοιοπαθής· ὡς ὁρᾶτέ με, οὕτω καὶ αὐτοὶ ἀγωνίζεσθε. Τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. τὸ χωρίον τοῦτο ἢ προτροπῆς ἐστιν ἢ εὐχῆς. ἀλλ’ εἰ μὲν προτροπῆς, λείπει | |
5 | τὸ δεῖ· δεῖ ὑμᾶς στοιχεῖν τῷ αὐτῷ κανόνι, τὸ αὐτὸ φρονεῖν· ἢ ὀφείλετε στοιχεῖν τῷ αὐτῷ κανόνι, ὀφείλετε τὸ αὐτὸ φρονεῖν. εἰ δὲ εὐχή, ἀπὸ κοινοῦ ληφθήσεται τὸ ἀπο‐ καλύψει, οἷον· ἀποκαλύψει ὑμῖν τῷ αὐτῷ κανόνι στοιχεῖν καὶ ἑξῆς· οἶδε γὰρ ἄνευ θείας ῥοπῆς μηδὲν κατορθούμενον. | |
loc | Phil 3,17b—18 | |
10 | Σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας. τὸ σκοπεῖτε νῦν οὐχὶ ἀντὶ τοῦ παραφυλάττεσθαι, ἀλλ’ ἀντὶ τοῦ παραδείγματος· καὶ σκοπὸν ἑαυτοῖς τούτους ποιεῖσθε καὶ ἔχετε. Περιπατεῖν ἐνταῦθα τὸ βιοῦν καὶ πολιτεύεσθαι λαμβάνει ἁπλῶς. ἐπειδή, φησί, πολλοὶ περιπατοῦσιν, εἰς διάκρισιν τῶν | |
15 | ὀρθῶς περιπατούντων καὶ μή, σκοπεῖτε τίνες περιπατοῦσι κατὰ τὸν τύπον ὃν περιεπατήσαμεν ἡμεῖς καὶ τούτοις ἕπεσθε. | |
loc | Phil 3,21 | |
17 | Ὃς μετασχηματίσει. ἰσχυρὰν καὶ ἀναμφίλεκτον πίστιν τίθησι τοῦ πάντως μετασχηματισθῆναι τὸ σῶμα τῆς ταπει‐ νώσεως ἡμῶν, ἂν μόνον βουλώμεθα, εἰς τὸ γενέσθαι αὐτὸ σύμ‐ | |
20 | μορφον τῆς δόξης αὐτοῦ. εἰ γάρ, φησίν, ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπὶ τούτῳ παραγίνεται, τίς ἀμφισβητήσει ὅτι οὐ πάντως ἔσται τοῦτο; εἶτα θέλεις καὶ ἑτέραν ἀπόδειξιν; ὑποτάξαι ἑαυτῷ βούλεται πάντα· δεῖ γὰρ αὐτόν, φησί, βασιλεύειν ἄχρις ἂν ὑποταγῇ αὐτῷ τὰ πάντα, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ | |
25 | πάντα. εἰ οὖν αὐτὸς ὁ υἱὸς βασιλεύει, ἵνα ὑποτάξῃ αὐτῷ τὰ πάντα, καὶ πάντα ὑποταγήσεται αὐτῷ πάντως, δηλονότι καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, ἄνπερ μόνον ἡμεῖς θελήσωμεν, ὑποταγήσεται αὐτῷ. ὑποτάσσεται δέ, ὅτε μηδὲν στασιῶδες καὶ πολέμιον πρὸς τὸν ὑποτάξαντα ἐν ἑαυτῷ φέρει, ἀλλὰ πάντα σύμφωνα καὶ συνᾴδοντα ἔν | |
30 | τε πίστει καὶ ἐν πολιτείᾳ. ὅταν δὲ οὕτως ὑποταγῇ αὐτῷ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, μετασχηματίζεται δηλονότι ἀπὸ τῆς ταπεινώσεως τῆς κατὰ τὴν ἁμαρτίαν καὶ τὴν φθοράν, καὶ γίνεται | |
σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. μάταιος ὁ φόβος. | 629 | |
630 | οὐ δεῖ δὲ λέγειν ὅτι τῷ σώματι τοῦ υἱοῦ ὁ υἱὸς ὑποτάξει τὰ πάντα, ἀλλ’ ὅτι αὐτὸς ἑαυτῷ, ὁ εἰπών· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὡς καὶ ὁ Παῦλος ἀλλαχοῦ φησιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς | |
5 | ὑπὸ τοὺς πόδας αὐτοῦ, καί· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα. τῶν οὖν θείων λογίων τρανῶς ταῦτα λεγόντων, πῶς οὐ δεῖ λέγειν ὅτι ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν μετασχηματίζων, καὶ ὁ ἐνεργῶν τὴν εἰς αὐτὸν τῶν πάντων ὑποταγήν; τοῦ δὲ υἱοῦ ὑποτάσσοντος καὶ ὁ πατὴρ | |
10 | ὑποτάσσει· κοινὰ γὰρ τὰ πατρὸς καὶ υἱοῦ. | |
loc | Phil 4,11—18 | |
11 | Οὐχ ὅτι καθ’ ὑστέρησιν. εἶπον ὅτι ἐχάρην ἐν κυρίῳ μεγάλως ὅτι ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν. ἀλλὰ μὴ νομίσητε, φησίν, εἰπεῖν με τοῦτο διὰ τὴν ὑστέρησιν ἣν εἶχον· ἐγὼ γάρ, φησί, ἔμαθον καὶ ἑξῆς. γεγυμνασμένος, φησίν, εἰμὶ ἐν πᾶσιν, | |
15 | καὶ οὐδὲ ὑστερούμενος δυσχεραίνω. ἐχάρην δὲ ὅμως ἐφ’ ὑμῖν, ὅτι καλῶς ἐποιήσατε· κοινωνοὺς γὰρ ἑαυτοὺς τῆς ἐμῆς θλίψεως ποιήσαντες καὶ τῶν βραβείων κοινωνήσοιτε. διὰ τοῦτο ἐχάρην μεγάλως. Ἐπειδὴ εἶπεν ὅτι ἐχάρην μεγάλως, διότι ὑμεῖς καλῶς ἐποιήσατε συγκοινωνοὶ γεγονότες μου τῆς θλίψεως, ἐπαναμιμνήσκει αὐτοὺς ὅτι | |
20 | ἀπ’ ἀρχῆς ταύτην αὐτοῖς τὴν χάριν καὶ τὴν εὐεργεσίαν κατετίθετο, τὸ ἐξ αὐτῶν λαμβάνειν τὰ πρὸς τὴν χρείαν, καὶ κοινωνοὺς αὐτοὺς διὰ τούτου παρασκευάζειν καὶ τῶν διὰ Χριστὸν θλίψεων καὶ τῶν ἐπὶ τούτοις ἀποκειμένων βραβείων. μὴ γὰρ νομίσητε, φησίν, ὅτι νῦν διὰ τὸ μακράν με γενέσθαι καὶ ἐν τόπῳ ἐν ᾧ τὸ κήρυγμα ὥσπερ ἐν ὑμῖν | |
25 | οὐκ ἐπλατύνθη, οὐδ’ εἰσὶν οἱ προθύμως οὕτως τὰ πρὸς χρείαν ἐπιχορη‐ γοῦντες, διὰ τοῦτο τὴν ὑμῶν χορηγίαν ἀπεδεξάμην καὶ ἠξίωσα ὑμᾶς κοινωνοὺς καὶ τῆς θλίψεώς μου καὶ τῆς μισθαποδοσίας γενέσθαι. καὶ γὰρ καὶ ἐγγὺς ἔτι ὢν καὶ πολλοὺς ἔχων εἴπερ ἤθελον τοὺς χορη‐ γοῦντας, ὑμᾶς προέκρινα· καὶ ἐξερχόμενος γὰρ ἀπὸ Μακε‐ | |
30 | δονίας καὶ ἐν Θεσσαλονίκῃ ὑμᾶς ἠξίουν χορηγοὺς εἶναι τῆς χρείας μου. μὴ νομίσητε δὲ ταῦτα λέγειν με καὶ ἐπαίρειν τὴν πρᾶξιν ὑμῶν ταύτην, ἵνα ἔτι καὶ ἔτι χορηγῆτε καὶ ταῖς χρείαις μου ὑπουργῆτε· τοσοῦτον γὰρ δέω διὰ τοῦτο εἰπεῖν αὐτά, ὅτι ἰδοὺ ἐγὼ λέγω· ἀπέχω πάντα, ἀντὶ τοῦ ἀπήλλαγμαι πρὸς πάντα τὰ πρὸς χρείαν. ἀπήλλαγμαι | |
35 | δὲ οἷον οὐκέτι χρείαν ἔχω τούτων. εἶτα ἵνα μὴ λυπήσῃ ὡς ἀπαξιῶν· | |
οὐχί, φησίν, ἀλλ’ ὅτι περισσεύω καὶ ἑξῆς. | 630 |