TLG 4040 018 :: PHOTIUS :: Fragmenta in epistulam ad Ephesios (in catenis)

PHOTIUS Lexicogr. Scr. Eccl. Theol., Patriarcha
(Constantinopolitanus: A.D. 9)

Fragmenta in epistulam ad Ephesios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 611–621.

Citation: Page — (line)

611

(loc)

Eph 1,3—13
1 Ὁ εὐλογήσας ἡμᾶς. εὐλόγησε διὰ τοῦ υἱοῦ, ἐξελέξατο διὰ τοῦ υἱοῦ, υἱοθέτησε διὰ τοῦ υἱοῦ, ἐχαρίτωσε διὰ τοῦ υἱοῦ. πῶς δὲ διὰ τοῦ υἱοῦ; ὦ θαῦμα· διὰ τοῦ αἵματος αὐτο, φησίν. εἶδες πλοῦτον χάριτος; μᾶλλον δὲ περισσείαν καὶ ἄφατον ἔλεος; οὐ μόνον δὲ
5ταῦτα, ἀλλὰ καὶ ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελή‐ ματος αὐτο. διὰ τίνος τοῦτο; καὶ τοῦτο διὰ τοῦ υἱοῦ· πάντα διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν ἅπασι τοῦ πατρός· οὐδὲ γὰρ ἔν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἠγαπημένου υἱοῦ. ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε, πάλιν τῆς υἱοθεσίας
10μέμνηται, δι’ ο, λέγων, καὶ ἐκληρώθημεν· οἱ γὰρ υἱοθετηθέντες ἐπὶ τῷ κληρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται, ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόν‐ τος. γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτω πολιτεύσασθαι, ὥστε εἰς ἔπαινον γενέσθαι τῆς δόξης αὐτο, τοῦτ’ ἔστιν εἰς ἐπαινουμένην
15δόξαν αὐτοῦ καὶ εὐάρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὁρᾶσθαι παρὰ πάντων· ὅπως γὰρ ἴδωσιν, φησί, τὰ καλὰ ὑμῶν ἔργα, ὁ κύριος ἐν Εὐαγγελίοις, καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν οὐρανοῖς. Εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον ἐν πάσῃ πνευματικῇ εὐλογί,
20ἀλλὰ καὶ ἐν πνευματικοῖς πράγμασι καὶ ἐπουρανίοις. διὰ τίνος; διὰ Ἰησοῦ Χριστοῦ. πῶς; καθὼς ἐξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου· οὕτως ἀρχαία ἡ ἡμῶν ἐκλογὴ καὶ εὐλογία. ἐπὶ τί δὲ ἡμᾶς ἐξελέξατο; ἐπὶ τὸ εἶναι ἁγίους καὶ ἀμώμους, τιμίους καὶ καθαροὺς ἐν τῷ βίῳ. πόθεν εἰς τοῦτο κινηθείς; ἐξ ἀγάπης μόνης. ἵνα
25τί γίνηται; ἵνα υἱοθετήσῃ ἡμᾶς διὰ τοῦ Χριστοῦ ἑαυτῷ· τοῦτο γὰρ καὶ προώριστο. ἐκ ποίας ἡμῶν ἐργασίας; ἐξ οὐδεμιᾶς, πλὴν ὅτι δι’ εὐδο‐ κίαν τοῦ θελήματος αὐτο· ηὐδόκησε γὰρ καὶ ἠθέλησε τοῦτο ἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων. πῶς γὰρ ἦν συνεισενεγκεῖν τοὺς μηδ’ ἀρχήν που τοῦ εἶναι λαβόντας; καὶ τί τὸ ἐκ τούτου κέρδος; ἄφατος
30ἀνακύπτει ἔπαινος καὶ ἐγκώμιον τῆς δεδοξασμένης αὐτοῦ χάρι‐ τος ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς. διὰ τίνος; ἢ δῆλον ὅτι καὶ τοῦτο διὰ τοῦ ἠγαπημένου αὐτοῦ υἱοῦ. πῶς; ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσιν ἡμῶν· ἦμεν γὰρ αἰχμάλωτοι διὰ τὰ παραπτώματα ἡμῶν, δοὺς δὲ τὸ αἷμα αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθα
35τυραννίδος. καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν; οὐκ ἔστιν εἰπεῖν, πλὴν ὅτι πλοῦτος ἐστὶ χάριτος, περισσεία χάριτος, ὑπερβολή· οὐκ ἔστιν ἄλλο εἰπεῖν. τοῦτο δὲ τὸ περὶ ἡμᾶς ἄφατον μυστήριον οὐ μόνον
ἐνήργησε, ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό. πῶς; φρενώσας καὶ σοφίσας611

612

ἡμᾶς εἰς κατάληψιν αὐτοῦ. πάντα τῆς ἐκείνου εὐεργεσίας, τὸ ἐνεργῆσαι περὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον, τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν· καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἀφάτου στοργῆς καὶ κηδεμονίας, τὸ γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον,
5οἷον τὸ ἐγκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα. ὁρᾷς τίνων ἡμᾶς ἀξιοῖ; καὶ τοῦτο ἦν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐν τῷ υἱῷ αὐτο, τοῦτ’ ἔστι διὰ τοῦ υἱοῦ αὐτοῦ προωρισμένον κατ’ εὐδοκίαν γενέσθαι. εὐλόγως δὲ πάλιν εἶπεν τὸ κατ’ εὐδοκίαν, καὶ ὅτι διὰ τοῦ υἱοῦ ἦν προτεθειμένον γενέσθαι· ἐπειδὴ γὰρ εἰπὼν αὐτὸ
10κατ’ ἀρχάς, καὶ αἰτίας αἰτίαις ἐν τῷ μεταξὺ συναίρων ἀπέστησε πολὺ τὸν ἀκροατὴν τοῦ λόγου, πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶ ἐπαναλαμβάνων, ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκίᾳ τοῦ πατρός, τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν. εἶτα ταῦτα δέ, φησίν, εἰς οἰκονομίαν, τοῦτ’ ἔστιν ἐπὶ ἀφάτῳ προνοίᾳ καὶ διοικήσει τῶν τῆς
15συντελείας καιρῶν, τοῦτ’ ἔστι τῶν κατὰ τὴν συντέλειαν πραγμάτων· ὅσα γὰρ ἐπράχθη, διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξαν ἐπράχθη. διὸ καὶ ὁ Χριστὸς τότε διὰ τῆς ἐκβάσεως τῶν πραγμάτων φανεροῦται, ἀνακεφαλαιούμενος τὰ πάντα ἐν αὐτ. Ἢ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦ
20υἱοῦ προωρίσθη γενέσθαι κατ’ εὐδοκίαν τοῦ θελήματος τοῦ πατρός, ἀλλὰ καὶ τὸ ἀξιωθῆναι ἡμᾶς μαθεῖν τοῦτο, ὁμοίως διὰ τοῦ υἱοῦ ἡμῖν γέγονε κατ’ εὐδοκίαν τοῦ πατρός. πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησε καὶ ἔπαθεν, ἵνα υἱοθετήσῃ, καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέτη‐ σεν· ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ηὐδόκησεν ὁ πατὴρ καὶ ἠθέλησεν. ἢ οὖν
25ὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν δεύτερον τὸν θεῖον Παῦλον· τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν καὶ ἑξῆς, ἢ ὡς νῦν ἀνεπτύχθη· ἑκατέρᾳ γὰρ διανοίᾳ οὐ διΐσταται τοῦ εὐλόγου.
locEph 1,14
29Ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν. ὅς ἐστι
30τὸ πνεῦμα, φησίν. ἐποιήσατο δὲ τὴν μετάληψιν τοῦ ἄρθρου οὐκ ἀπὸ τῆς προφορᾶς τῆς κατὰ τὸ πνεῦμα, ἀλλὰ ἀπὸ τῆς ἐννοίας τῆς ἀπὸ τοῦ θεοῦ. ἐπεὶ γὰρ εἶπε πνεύματι, τοῦτο δέ ἐστι θεός, ἐπάγει οἰκείως καὶ βαθύτερον συντάσσων· ὅς ἐστιν ἀρραβὼν καὶ ἑξῆς.
locEph 1,15
34Καθ’ ὑπερβατὸν τὴν ἐν τῷ κυρίῳ Ἰησοῦ καθ’ ὑμᾶς
35πίστιν· ἣν ὑμεῖς, φησί, κέκτησθε.612

613

(loc)

Eph 1,19—21
1 Καὶ τί τὸ ὑπερβάλλον μέγεθος. τὸ γὰρ καθ’ ὑπερβολὴν μέγεθος τῆς ἀφάτου δυνάμεως αὐτοῦ καὶ εἰς ἡμᾶς τοὺς πιστεύ‐ οντας ἐπιδείκνυται. πῶς; ὅτι τοῖς πάθεσι πάσας τὰς αἰσθήσεις νενεκρω‐ μένας ἔχοντας καὶ αὐτὸν τὸν λογισμὸν τούτοις ἐντεθαμμένον καὶ
5συγκεχωσμένον, ἀνέστησε καὶ ἐζώωσεν εἰς τὸ δέξασθαι ἡμᾶς τῆς πίστεως αὐτοῦ τὴν αἴγλην καὶ τὴν λαμπρότητα. ὄντως τοῦτο κράτος ἰσχύος αὐτο. διὸ καὶ συνιέναι αὐτοὺς διὰ τῆς τοῦ πνεύματος σοφίας ἐπεύχεται τοῦτο· ἂν γὰρ συνίωμεν ὃ εὐεργετήμεθα, μᾶλλόν τε τὸ δῶρον περιπτυξόμεθα καὶ τῷ εὐεργέτῃ εὐχαρίστως ἐσόμεθα διακείμενοι. τὸ δὲ
10κατὰ τὴν ἐνέργειαν ἣν ἐνήργησεν ἐν τῷ Χριστ, ἢ ὅτι τῆς αὐτῆς ἐστιν ἰσχύος καὶ ἐνεργείας τὸ ἀναστῆναι ἡμᾶς τοῦ ψυχικοῦ θανάτου καὶ τὸ ἀναστῆναι τοῦ σωματικοῦ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν· ἢ κατὰ τὴν ἐνέργειάν φησιν, αἰτίαν ἀποδιδοὺς τῆς ἐγέρσεως ἡμῶν, οἷον δι’ ἣν πεπιστεύκαμεν καὶ δι’ ἣν ἀνέστημεν τοῦ ψυχικοῦ θανάτου. ἡ γὰρ
15ἐνέργεια ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν καὶ ἑξῆς, αὕτη γέγονεν αἰτία τοῦ πιστεῦσαι καὶ ἀνενεγκεῖν ἡμᾶς τῆς προτέρας πλάνης· ἀνέστη γάρ, ὅτι τέθνηκεν· τέθνηκε δέ, ὅτι σεσάρκωται· σεσάρ‐ κωται δέ, ἵνα ἡμᾶς υἱοποιήσηται. καὶ ταῦτα πάντα τῆς ἐνεργείας ἐστὶ τῆς αὐτῆς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. τὸ οὖν κατὰ τὴν
20ἐνέργειαν, ἵνα εἴπῃ· διὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ· κατ’ ἐκείνην γὰρ καὶ δι’ ἐκείνην καὶ πεπιστεύκαμεν καὶ σεσώσμεθα. Ἢ καὶ τί τὸ ὑπερβάλλον μέγεθος αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας τοῦτό φησιν, ὅτι τὴν ἀπαρχὴν ἡμῶν ὑπεράνω πάσης ἀρχῆς καὶ δυνάμεως καὶ ἐξουσίας καὶ
25κυριότητος ἀναστήσας τὸν Χριστόν, ἐν δεξιᾷ αὐτοῦ ἐκά‐ θισεν. εἰ γὰρ καὶ ἐξ ὅλου τοῦ ἀνθρωπίνου φυράματος τὸ πρόσλημμα ἡμῶν ὁ λόγος καὶ θεὸς ἡμῶν προσελάβετο, ἀλλ’ οὖν ἀπαρχὴ τῶν πιστευόντων ἐστὶ μόνων καὶ αὐτῷ κατακολουθούντων, ὥσπερ καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς τοῖς πιστεύουσιν, ἀλλ’ οὐκ
30ἐν πᾶσιν· οὐ γὰρ κἀν τοῖς ἀπίστοις. οὕτως δὲ ἐκλαμβανομένου καὶ τί τὸ ὑπερβάλλον μέγεθος καὶ ἑξῆς—τοῦτο γὰρ καὶ τὸ καθ’ ὑπερβολὴν μέγεθος αὐτοῦ μάλιστα παρίστησιν, τὸ τὴν γηγενῆ φύσιν ὑπεράνω τῶν οὐρανῶν ἀνυψῶσαι καὶ ὑπὸ τῶν ἀσωμάτων τάξεων προσκυνουμένην δεῖξαι—οὕτως οὖν παραληφθείσης τῆς τοῦ ῥητοῦ
35διανοίας, ἀκόλουθός τε καὶ σαφὴς καὶ ἡ ἔννοια τῶν ἐφεξῆς· ἐκ γὰρ τῆς ἐνεργείας ἧς ἐνήργησεν ἀναστήσας τὸν Χριστόν, καὶ τὸ τὴν ἡμετέραν ἀπαρχὴν συνεδριάσαι γέγονε τῷ πατρὶ καὶ ἡμῖν τοῖς πιστοῖς τὸ ὑπερ‐
σεμνύνεσθαι καὶ ὑπερκαλλωπίζεσθαι ἐπὶ τούτῳ.613

614

Καὶ ἐκάθισεν ἐν δεξι. πάλιν καὶ ἑτέρως τὸ κράτος τῆς ἰσχύος δηλοῖ τοῦ πατρός, οὐ μόνον τῷ ἐγεῖραι τὸν κύριον ἀλλὰ καὶ τῷ καθίσαι ἐν δεξιᾷ αὐτοῦ. Ὑπεράνω πάσης ἀρχῆς. ἀντὶ τοῦ παντὸς ῥητοῦ καὶ ὀνο‐
5μαστοῦ, οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν δυναμένου ῥηθῆναι καὶ ὀνομασθῆναι· ὑπεράνω γὰρ πάντων ὁ υἱός ἐστιν, εἰ καὶ σεσάρκωται.
locEph 1,22—23
8 Καὶ αὐτὸν ἔδωκε κεφαλήν. εἰπὼν τὸν Χριστὸν κεφαλὴν τῶν πιστῶν, εἰπὼν τοὺς πιστοὺς σῶμα αὐτοῦ καὶ πλήρωμα αὐτοῦ,
10καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ οἰκονομίας εὐεργετήματα, ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὐσίας ἔνδειγμα. ἀλλὰ τίνος ἐστὲ σῶμα; φησίν· τίνος πλήρωμα; τίνος; τοῦ πληροῦντος τὰ πάντα. οὐχ ἑνί τινι ἐνεργείᾳ καὶ διοικήσει, ἀλλ’ ἐν πᾶσιν αὐτὸς ἐδημιούργησε πάντα. αὐτὸς ἔδωκε πνοὴν τοῖς ζῶσιν, αὐτὸς συνέχει, αὐτὸς
15προνοεῖται, αὐτὸς τὰ πάντα ἐν πᾶσι πράγμασι πληροῖ καὶ διέπει. τούτου οὖν τοῦ τηλικούτου καὶ τοσούτου, τοῦ εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος αὐτοῦ τὰς ἐνεργείας, σῶμα καὶ πλήρωμα ἠξιώθημεν καλεῖσθαι. — Ἀλλ’ εἰ οὕτως νοηθείη τὸ πληρουμένου, ἀντὶ τοῦ πληροῦντος ἐκληφθήσεται. ἀκολουθότερον οὖν τῇ λέξει ὡς ἐνόησαν οἱ πρὸ ἡμῶν.
locEph 2,1
20 Ἡ ἀνταπόδοσις μετὰ πολλὴν σύμφρασιν. καὶ ὑμᾶς ὄντας, φησί, νεκροὺς τοῖς παραπτώμασιν· εἶτα πολλαῖς περιβολαῖς μεστώσας τὸν λόγον μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ, οἷον· καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, ἀπέδωκε τὸ κατὰ πόδας, συνεζωοποίησε τῷ Χριστῷ. πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος ἡ
25χρῆσις.
locEph 2,2—5
26 Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος. ἄρχει γὰρ καὶ ἐξουσιάζει ὁ σατανᾶς τῶν ἀερίων καὶ πονηρῶν πνευμάτων· καθ’ ὃν, τοῦτ’ ἔστι καθ’ οὗ βουλὴν καὶ θέλημα ὑμεῖς περιπατήσαντες καὶ νεκρωθέντες καὶ ὀργῆς τέκνα γεγονότες τῷ πλουσίῳ ἐλέει
30τοῦ θεοῦ καὶ τῇ ἀνυπερβλήτῳ ἀγάπῃ ἀνέστημεν καὶ ἐζωοποιήθημεν. Ὁ θεὸς πλούσιος ὢν ἐν ἐλέει. ἐν γὰρ τοῖς πειθαρχοῦσι
Χριστῷ ἀνενέργητός ἐστιν, οὐδὲν ἰσχύει, οὐδὲν ἐξουσιάζει· οἱ δὲ αὑτοὺς614

615

υἱοὺς καὶ κληρονόμους τῆς ἀπειθείας αὐτοῦ ἀπεργασάμενοι, οὗτοι καὶ ἐνεργοῦνται καὶ ἐξουσιάζονται ὑπ’ αὐτοῦ. καὶ ἦμεν ἡμεῖς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ. πῶς; ἐν τῷ ποιεῖν τὰ θελήματα αὐτοῦ. ἀλλ’ ὁ θεὸς πλούτῳ ἐλέους καὶ ὑπεραγαπήσεως ὡς ἐρρύσατο ἐκεῖθεν, καὶ νεκρωθέν‐
5τας ἀνέστησεν.
locEph 2,9—10
6 Οὐκ ἐξ ἔργων, ἵνα μή τις πρόφασιν ἀπονοίας λάβῃ, ὡς ἐξ οἰκείων ἔργων σωθείς. καίτοι καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι, οὐδ’ οὕτως, φησίν, ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχησιν ἐκπεσεῖν. διὰ τί; ὅτι ποίημά ἐσμεν τοῦ θεοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῷ
10ἀγαθοεργεῖν κτισθέντες· ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα, εἰς θεὸν ἂν εἴημεν δίκαιοι ἀναφέρειν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν, ὅτι αὐτὸς ἡμᾶς ἐπὶ τούτῳ ἔκτισεν, ἀλλ’ οὐχὶ εἰς ἑαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν. ὅτε δὲ καὶ κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς οὐ μόνον οὐδὲν ἠγαθουργήσαμεν, ἀλλὰ καὶ εἰς τοὐναντίον ἀπηνέχθημεν, καὶ ἀπενεχθέν‐
15τες οὐκ ἐξ ἑαυτῶν ἀπεστράφημεν, ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ, πηλίκη τις ἡ εὐχαριστία παρ’ ἡμῶν ὀφείλεται τῷ θεῷ; τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς κτισθέντες ἅμα καὶ προτρέποντός ἐστι καὶ διανιστῶντος ἐπὶ πράξεις ἀγαθάς, ἵνα εἴπῃ· χρεῶσταί ἐστε ποιεῖν τὸ ἀγαθόν, καὶ ἀρχαῖόν ἐστι τὸ χρέος· ἐπὶ τούτῳ γὰρ ἐκτίσθητε. ἀλλὰ καὶ
20τόκοις αὐτὸ πολλοῖς ἐβαρύνατε καὶ ηὐξήσατε, μηδὲν ἀποδιδόντες ἀλλὰ καὶ διὰ παραβάσεως προστιθέντες. χρεία οὖν πολλῆς σπουδῆς καὶ ἐπι‐ μελείας εἰς τὸ τὰ ὀφειλόμενα ἀποτίσαι.
locEph 2,12
23 Καὶ ἄθεοι ἐν τῷ κόσμ. ἐν τῇ κατὰ τὸν παρόντα βίον πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ· ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες ἅπαντες
25ἐπιγνώσονται τὸν θεόν. οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα, ὡς δημιουργήματα καὶ προνοούμενα, οὐκ ἦσαν ἄθεοι. πῶς οὖν ἄθεοι; ἀπὸ τῆς κατὰ κόσμον πολιτείας, ἀπὸ τῆς λατρείας, ἀπὸ τῆς βεβήλου προαιρέσεως.
locEph 2,14
29Καὶ τὸ μεσότοιχον τοῦ φραγμο. διπλῆ ἦν ἡ ἔχθρα καὶ
30διπλοῦν τὸ μεσότοιχον, μᾶλλον καὶ τριπλῆ· καὶ γὰρ καὶ πρὸς ἀγγέ‐ λους ἐξεπολέμωτο τὸ ἀνθρώπινον. νῦν δὲ τέως περὶ τῶν δύο διαλαμβάνει ἣν εἶχον οἱ ἐξ ἐθνῶν πρὸς τοὺς ἐξ Ἰουδαίων, καὶ ἣν ἄμφω πρὸς τὸν θεὸν τῶν ὅλων. ἀλλ’ ἑκατέραν ἔχθραν καὶ ἑκάτερον μεσότοιχον ἔλυσε
Χριστὸς ὁ θεὸς ἡμῶν.615

616

(loc)

Eph 2,16
1 Καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους. διὰ μὲν τοῦ ἐν ἑνὶ σώματι τὴν πρὸς ἀλλήλους ἐμφαίνει καταλλαγήν, διὰ δὲ τοῦ τῷ θεῷ τὴν πρὸς θεὸν ἀμφοτέρων.
locEph 3,1
4Τούτου χάριν ἐγὼ Παῦλος ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
5δέσμιος τοῦ Χριστοῦ Ἰησο. ἔστι γὰρ εἶναι μὲν δέσμιον τοῦ Χριστο, τοῦτ’ ἔστι διὰ τὴν εἰς αὐτὸν ἀμετάτρεπτον πίστιν δεδέσθαι καὶ κολάζεσθαι, ἀλλ’ οὐχὶ καὶ ὑπὲρ τῶν ἐθνῶν, τοῦτ’ ἔστι διὰ τὴν διδασκαλίαν καὶ τὸ κήρυγμα ὃ κηρύσσει τις ἐν τοῖς ἔθνεσιν, ὥσπερ πολλοὶ τῶν μαρτύρων· οὐχ ὅτι γὰρ ἐδίδασκον τὰ ἔθνη, ἀλλ’ ὅτι οὐκ ἐξηρνοῦντο,
10ἐκολάζοντο. ὁ δὲ Παῦλος διὰ ἀμφότερα, καὶ ὑπὲρ τοῦ Χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν.
locEph 3,8
12 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων. λείπει τὸ ‹γάρ›, οἷον· ἐμοὶ γάρ. ἢ μᾶλλον οὐδὲν ἐλλείπει, ἀλλὰ ἀνταπόδοσίς ἐστι τοῦ τούτου χάριν, οἷον· τούτου χάριν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάν‐
15των ἁγίων ἐδόθη καὶ ἑξῆς. σκόπει δὲ ὅτι ἀρξάμενος τῆς περιόδου κατὰ τὸ ὀρθὸν σχῆμα, ἐν τῇ ἀνταποδόσει ἐπλαγίασεν σχηματίσας τὴν ἀνταπόδοσιν πρὸς τὸν τῶν περιβολῶν τύπον. οὕτως καὶ Θουκυδίδης καὶ Δημοσθένης πολλαχοῦ. τὸ δὲ τούτου χάριν φησὶν οἷον· χάριν τοῦ συνοικοδομηθῆναι ἡμᾶς εἰς κατοικητήριον θεοῦ.
locEph 3,10—11
20 Ἡ πολυποίκιλος σοφία. ἡ κατὰ πρόθεσιν τῶν αἰώνων πολυποίκιλος σοφία τοῦ θεοῦ· αὕτη γὰρ καὶ τῶν αἰώνων προετίθετο καὶ προώριστο, εἰ καὶ ἐν ἐσχάτοις καιροῖς διὰ τῆς ἐκκλησίας ἐγνωρίσθη. τὸ δὲ ἣν ἐποίησεν, ὅτι καὶ ταύτην διὰ τοῦ Χριστοῦ καὶ προέθετο τῶν αἰώνων καὶ προώρισεν· οὐδὲν γὰρ ἄνευ τοῦ υἱοῦ οὔτε ἠβουλήθη
25οὔτε ὥρισεν οὔτε ἐποίησεν.
locEph 3,13
26Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς ὑπὲρ ὑμῶν
θλίψεσί μου· καθ’ ὑπερβατὸν γὰρ ἡ σύνταξις.616

617

(loc)

Eph 3,18—19
1 Ἐν ἀγάπῃ ἐρριζωμένοι. τὸ ἐρριζωμένοι καὶ τεθε‐ μελιωμένοι ἢ σφάλμα ἐστὶ καλλιγραφικόν, δέον κατ’ αἰτιατικὴν γράψαι ‹ἐρριζωμένους καὶ τεθεμελιωμένουσ›· ἢ εἰ μὴ τοῦτο, κατ’ ἔθος ἀρχαϊκῆς συντάξεως ἐχρήσατο ὁ θεῖος Παῦλος ἀντὶ αἰτιατικῆς μετοχικῇ
5εὐθείᾳ. πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τὸ τοιοῦτον σχῆμα καὶ μάλιστα παρὰ Θουκυδίδῃ. εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν ὡς εὐθεῖαν ἀλλὰ μὴ κατ’ ἀντίπτωσιν ἐκλαβεῖν, καὶ οὕτως τὸ ἀκόλουθον φυλαχθήσεται, καθ’ ὑπερ‐ βατὸν τὴν σύνταξιν ποιουμένων, ᾧ καὶ μάλιστα σχήματι φαίνεται κεχρημένος ὁ θεῖος Παῦλος, οἷον ἵνα ᾖ συντεταγμένον τὸ ῥητὸν οὕτως·
10ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύ‐ σητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ἑξῆς. Ἀπὸ κοινοῦ τὸ ἵνα ἐξισχύσητε, οἷον· ἵνα ἐξισχύσητε κατα‐ λαβέσθαι καὶ γνῶναι.
15 Τί τὸ πλάτος καὶ μῆκος. τίνος πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος; ἢ τοῦ μυστηρίου, ἵνα ᾖ κατ’ ἔλλειψιν εἰρημένον· ἢ καὶ χωρὶς ἐλλείψεως, καθ’ ὑπερβατὸν δέ· ἵνα ἐξισχύσητε, φησί, καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τῆς γνώσεως τοῦ Χριστο, γνῶναί τε τὴν ὑπερ‐
20βάλλουσαν εἰς ἡμᾶς ἀγάπην αὐτο. ἔστι δὲ γνῶσις μὲν Χριστοῦ ἡ τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας φανέρωσις. γνῶσις δέ ἐστι Χριστο, ὅτι τε τὴν πρᾶξιν αὐτοῦ τὴν ὑπερθαύμαστον αὐτὸς καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργάσατο, καὶ ὅτι αὐτός ἐστιν ἡμῖν χορηγὸς ταύτης τῆς γνώσεως, καὶ ὅτι δι’ αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν Χριστόν.
25ἀλλὰ γνῶσις μὲν Χριστοῦ αὕτη. μῆκος δέ ἐστιν αὐτῆς τὸ ἀπὸ τῶν αἰώνων. αὐτὴν προωρίσθαι. πλάτος δέ, ὅτι εἰς πάντας αὐτῆς ἡ εὐεργεσία ἐξαπλοῦται, εἰς τοὺς πρὸ νόμου, εἰς τοὺς ἐν νόμῳ καὶ μετὰ τὸν νόμον, εἰς τοὺς ζῶντας, εἰς τοὺς τετελευτηκότας, εἰς τοὺς Ἰουδαίους, εἰς τοὺς Ἕλληνας, εἰς τοὺς βαρβάρους, εἰς πάντα τὰ ἔθνη, εἰς τὰ
30οὐράνια, εἰς τὰ ἐπίγεια· εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς ὁ Χριστὸς πρότερον ἐκπεπολεμωμένοις οὖσιν εἰς ἀλλήλους τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις. εὔχεται οὖν αὐτοὺς ταῦτα καταλαβέσθαι, καὶ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὸ βάθος αὐτῆς καὶ τὸ ὕψος, ὅτι μέχρι τῶν τοῦ ᾅδου ταμείων τὴν ἄφατον αὐτοῦ δύναμιν καὶ εὐεργεσίαν ἐπεδείξατο,
35ἐκεῖνον μὲν καταργήσας καὶ αἰχμαλωτίσας, τοὺς δὲ αἰχμαλώτους ἀναρρυ‐ σάμενος καὶ ἐλευθερώσας. εἶτα καὶ τὸ ὕψος, ὅτι ὁ καταβὰς
αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὅτι ὑπεράνω τῶν οὐρανῶν617

618

ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν, ὅτι ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος. ὁρᾷς ὕψος ἄφατον τῆς οἰκονομίας Χριστοῦ καὶ τῆς γνώσεως αὐτοῦ· ταῦτα ἐπεύχεται αὐτοὺς ὁ Παῦλος κατανοῆσαι, ταῦτα καταλαβέσθαι. ἂν
5δὲ ταῦτα καταλάβωνται, τί; τότε γνώσονται τὴν εἰς ἡμᾶς ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ. ἂν δὲ γνῶμεν, τί; τίς ἀντερεῖ τὸ μὴ οὐ χρεώστας εἶναι πληρωθῆναι ἐν παντὶ πληρώματι θεο, οἷον ὅλον αὐτὸν διὰ τῶν ἔργων τὸν οὕτως ἀγαπήσαντα εἰσδέξασθαι;
locEph 4,3—4
10 Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος. ἐν τῷ συνδεδέσθαι ἀλλήλους εἰρηνικῶς καθ’ ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα· τοῦτο γὰρ ἡ ἑνότης τοῦ πνεύματος ἣν ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗ ἐκλήθητε. ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνότητα τοῦ
15πνεύματος, καθὼς ἡμᾶς τὸ ἅγιον ἥνωσεν πνεῦμα, καθὼς καὶ ἐκλήθητε. τὴν τοιαύτην δὲ φυλάττει ἕνωσιν ὁ τῆς ἀγάπης σύνδεσμος. ἀλλ’ εἰ μὲν ὡς τὸ πρότερον ἐλλειπτικὴ ἂν εἴη μόνον ἡ σύνταξις, λείπουσα τὴν ‹κατὰ› πρόθεσιν, οἷον· καθ’ ἓν σῶμα καὶ καθ’ ἓν πνεῦμα. εἰ δὲ ὡς τὸ δεύτερον, τρεῖς ἔχει τρόπους, ὑπερβατὸν καὶ ἀπὸ κοινοῦ μετὰ ζεύγμα‐
20τος καὶ τρίτον τὸν ἐλλειπτικόν, κἀνταῦθα τῆς αὐτῆς μὲν προθέσεως ἐλλειπούσης οἷον· κατὰ τὴν ἑνότητα, τοῦ δὲ ‹ἀλλήλων› ἀπὸ κοινοῦ μετὰ ζεύγματος λαμβανομένου· ἀλλήλους γὰρ ἐξακουσθήσεται. τὸ δὲ ὑπερ‐ βατὸν εὔδηλον.
locEph 4,4
24Ἢ ὡς ἓν ὄντες πνεῦμα καὶ ἓν σῶμα· οὕτω γὰρ ἐκλήθητε.
locEph 4,8
25 Ἀναβὰς εἰς ὕψος. λέγει δὲ τὸ τοῦ σταυροῦ, ὡς αὐτὸς ἐπηγγεί‐ λατο· ὅτε ὑψωθ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἠιχμαλώτευσε μὲν τὸν διάβολον, ἔδωκε δὲ ἀντὶ τιμωρίας δόματα καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν, ἐπειδὴ ὁ ἀναβαίνων ἢ ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν τοῦ ἄνω γενέσθαι, ὥσπερ ὅτε τις
30ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω, ἢ οὐ νῦν λαμβάνει τὴν ἀρχὴν
τῆς ἀνόδου ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἦν ἄνω, καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν618

619

ἄνεισιν. εἰπὼν δὲ ἀναβάς, ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ ἀναβάς· ὅτι οὐχ ὡς νῦν, φησίν, ἀρξάμενος ἀναβαίνει—ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δόξης—ἀλλ’ ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθόδου εἰς τὴν
5πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν, λέγεται ὅτι ἀνέβη.
locEph 4,10
7 Ὁ αὐτός, φησίν, ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς· κατα‐ βαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεός, ἀναβαίνει δὲ ὡς ἄνθρωπος. καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος, ἀνίσταται δὲ ὡς θεός.
10οὐ μόνον δέ, ἀλλὰ καὶ ὑπεράνω γίνεται τῶν οὐρανῶν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάντων τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας τὸ πρόσλημμα ἡμῶν ἀξιῶν.
locEph 4,13
13 Τοῦ πληρώματος. οὐ γὰρ ὁ τυχὼν γίνεται μέρος τοῦ ὅλου πληρώματος ἤτοι τοῦ σώματος τοῦ Χριστο, ἀλλ’ ὁ εἰς
15ἄνδρα τέλειον τῆς ἐπιγνώσεως αὐτοῦ καταντήσας, καὶ εἰς μέτρον ἡλικίας ἀξίας τοῦ πληρώματος τοῦ Χριστο.
locEph 4,16
17 Ἐξ οὗ πᾶν τὸ σῶμα, ἤγουν οἱ πιστοί, συναρμολογού‐ μενον καὶ συμβιβαζόμενον τὴν αὔξησιν τὴν ἰδίαν ποιεῖ‐ ται ἐπ’ ἰδίᾳ οἰκοδομῇ καὶ τελειότητι, ἀλλ’ οὐχὶ ἑτέρου τινὸς χάριν.
20τὸ δὲ ἐν ἀγάπ, ὅτι οὐδ’ ἄλλο μέν τι τῶν καλῶν χωρὶς ἀγάπης συνίσταται καὶ τελειοῦται, μάλιστα δὲ ἡ κατὰ πίστιν ἑνότης καὶ ἁρμολογία. ἀλλὰ πῶς ἁρμολογοῦνται καὶ συμβιβάζονται οἱ πιστοί; διὰ πάσης ἁφῆς, φησίν, ἵνα μὴ ὁ μὲν τῷδε συνάπτηται, ὁ δὲ τῷδε, ἀλλὰ πάντες πᾶσιν· διὰ γὰρ τῆς ἁπάντων συναφῆς ἡ κοινὴ τοῦ σώματος παντὸς
25αὔξησις γίνεται. αὕτη δὲ ἡ ἁφὴ καὶ συνάφεια πόθεν φύεται; τῆς ἐπιχορηγίας ἐστὶ τοῦ Χριστοῦ, φησίν· ἐπιχορηγίας δέ, ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ εὐεργεσιῶν καὶ τὴν ἀλλήλων συνάφειαν αὐτὸς ἐπιχορηγεῖ. τὸ δὲ κατ’ ἐνέργειαν, ὅτι οὐ μόνον τὸ ἐπιτηδείως ἔχειν πρὸς τὴν συνάφειαν, ἀλλὰ καὶ αὐτὸ τὸ συνάπτεσθαι τῆς αὐτῆς ἐπιχορηγίας ἐστίν.
30τὸ δὲ ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, ἵνα μὴ ἀκούσας ὅτι αὐτὸς ἡμᾶς ἀλλήλοις συναρμολογεῖ, αὐτὸς ἐπιχορηγεῖ καὶ τὴν κατ’ ἐνέργειαν
συνάφειαν, τῆς αὐτοῦ ἐστι δωρεᾶς καὶ ἐπιχορηγίας ἅπαντα· ἵνα μὴ619

620

ταῦτα λογισάμενος αὐτὸς εἰς ῥᾳθυμίαν ἀποκλίνῃς ὡς πάντα ἔχων ἐκεῖθεν προῖκα. προστίθησι ταῦτα, ὅτι εἰ καὶ προῖκα ἐπιχορηγεῖται, ἀλλὰ κατὰ τὸ μέτρον τῆς προθυμίας ἑνὸς ἑκάστου τῶν δεχομένων ἡ διανέμησις γίνεται.
locEph 4,17—18
5 Ἐν ματαιότητι τοῦ νοός. οὐ τὰ τῆς ἀληθείας φρονοῦντες καὶ πιστεύοντες καὶ ἀποδεχόμενοι, ἀλλ’ ἅπερ ἂν ὁ νοῦς αὐτῶν μάτην ἀνα‐ πλάσῃ καὶ λογίσηται. τί δ’ ἂν καὶ λογίσοιτο τῶν καλῶν ὁ ἐσκοτισμέ‐ νην ἔχων τὴν διάνοιαν;
locEph 4,19
9Ἑαυτοὺς παρέδωκαν. ἢ ὅτι δυσὶν ἑαυτοὺς παρέδωκαν
10πάθεσιν, ἀσελγείᾳ καὶ πλεονεξί, ἅ ἐστιν ἐπιπολάζοντα μᾶλλον τῶν ἄλλων ἁμαρτιῶν· ἢ ὅτι τὴν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἁπλῶς ἐν πλεονεξί, τοῦτ’ ἔστι καθ’ ὑπερβολὴν καὶ ἀνενδότως εἰργάσαντο.
locEph 4,21—23
14Κατὰ τὴν προτέραν. ἐδιδάχθητε ἀποθέσθαι, ἐδι‐
15δάχθητε ἐνδύσασθαι· ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε. Τὸν παλαιὸν ἄνθρωπον. τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον.
locEph 5,11—14
18 Καὶ μὴ συγκοινωνεῖτε. ἔργα σκότους εἶπε γενικῶς ὀνο‐ μάσας πᾶσαν ἁμαρτίαν. διὰ τί δέ, φησίν, οὐκ ἐπεξῆλθον ἑκάστην αὐτῶν
20ὀνομαστὶ πρᾶξιν; ὅτι καὶ ἐν αὐτῷ τῷ λέγειν αὐτὰς αἰσχρότητος πληροῦται καὶ ὁ ἐπεξιὼν αὐτάς. Ἢ οὕτως· ἐλέγχετε, φησί, τῇ παραθέσει τοῦ οἰκείου βίου. οὐδὲ γὰρ λέγω ἐλέγχειν αὐτοὺς τὰς πράξεις αὐτῶν ἐπεξιόν‐ τας αὐτοῖς καὶ ὀνειδίζοντας—οἶδα γὰρ ὅτι τοῖς σπουδαίοις καὶ τὸ ὅλως μνημονεύειν αὐτῶν αἰσχρότης νομίζεται—οὐδὲν γὰρ ἔλαττον, φησί,
25τῶν ὑμετέρων ἔργων ταῖς ἀρεταῖς ἀστραπτόντων ἐλεγχθήσονται ἢ εἰ διὰ λόγων τις αὐτοὺς ἀνεκάλυπτεν. ἀλλὰ καὶ μᾶλλον ἅπαντα τὰ ἔργα αὐτῶν διὰ τοῦ φωτὸς τοῦ ὑμετέρου βίου ἐλέγχεται καὶ ἀποκαλύπτεται καὶ φανεροῦται, φανερούμενα δὲ φωτίζεται καὶ εἰς τὸ ἄμεινον μετάγεται καὶ μεταποιεῖται· ἡ γὰρ τῶν κρυφίων διὰ τῆς ἐναρέτου πολιτείας φανέ‐
30ρωσις εἰς κατάγνωσιν προτρέπεται, ἡ δὲ ἀρχὴ γίνεται ἐπιστροφῆς. αὕτη620

621

δὲ εἰς ἐργασίαν ἀρετῆς καταλήγει, ὅπερ ἐστὶ φῶς, ὡς πρόξενον τοῦ ἐκεῖθεν φωτός. καὶ φῶς πάλιν, ὅτι τυφλῶττον ἐν ἡμῖν πρότερον περὶ τὰ πάθη, αὕτη καταλάμψασα τὸ ἡγεμονικόν, ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχρότητα καὶ ἀμορφίαν. τὸ δὲ πᾶν
5γὰρ τὸ φανερούμενον φῶς ἐστιν, ἢ ὡς εἴρηται ληπτέον, ἢ κατασκευαστικὸν τοῦ δύνασθαι ἐλέγχειν τοὺς σπουδαίους διὰ τοῦ οἰκείου βίου τὴν τῶν φαύλων πολιτείαν. φανεροῦται μὲν γὰρ ὁ τοῦ σπουδαίου βίος, φησίν, φανερούμενος δὲ φῶς ἐστιν, φωτὸς δὲ λάμποντος τὸ σκότος ἐλέγχεται, ὅπερ ἐστὶν ὁ τῶν φαύλων βίος.
10 Μᾶλλον δὲ καὶ ἐλέγχετε. ἢ οὕτως· ἐλέγχετε αὐτοὶ διὰ τοῦ ὑμετέρου λαμπροῦ καὶ σπουδαίου βίου, καὶ μὴ ἀναμένετε ἐκείνους ἑαυτοὺς προσαγγέλλειν καὶ κωμῳδεῖν τὰ οἰκεῖα καὶ εἰς μέσον ἄγειν καὶ οὕτω βελτιοῦσθαι. εἰ γὰρ καὶ πράττουσιν ἃ μὴ θέμις, ἀλλ’ οὖν ὑπὸ τῆς ἐμφύτου γνώσεως εἰδότες αὐτῶν τὴν αἰσχρότητα αἰσχύνονται, καίτοι
15δέον ἀνακαλύπτειν τὴν αἰσχημοσύνην ἑαυτῶν. Πᾶν γὰρ τὸ φανερούμενον. ὅτι, φησί, τὸ φανερούμενον καὶ ἀνακαλυπτόμενον φῶς γίνεται, μαρτυρεῖ καὶ ἡ χρῆσις· ἔγειρε γάρ, φησίν, ὁ καθεύδων, οἷον· διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατα‐ κλίσεως καὶ προσεδρείας. καὶ ἀνάστα ἐκ τῶν νεκρῶν· ἔασον
20αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι. καὶ ἂν ταῦτα γένηται, ἐπιφαύσει σοι τότε καὶ φωτίσει καὶ καταυγάσει σε ὁ Χριστός, ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται.
locEph 5,17—21
23 Ἀλλὰ συνιέντες. συνιέντες περιπατεῖτε—ἀπὸ κοινοῦ γὰρ ὥσπερ καὶ τὸ πληροῦσθε πάλιν ἐστὶν ἀπὸ κοινοῦ—πρὸς τὸ
25λαλοῦντες γὰρ καὶ ᾄδοντες καὶ ψάλλοντες καὶ εὐχαρι‐
στοῦντες ἀποδίδοται, καὶ πρὸς τὸ ὑποτασσόμενοι.621