TLG 4040 017 :: PHOTIUS :: Fragmenta in epistulam ad Galatas (in catenis) PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Fragmenta in epistulam ad Galatas (in catenis) Citation: Page — (line) | ||
loc | Gal 1,16—22 | |
---|---|---|
30 | Οὐ προσανεθέμην σαρκί. οὐκ ἀπέκλινα εἰς ἄνεσιν καὶ | |
ἡδυπάθειαν, οὐδ’ ὡς μέγα τι κατωρθωκὼς εἰς ῥᾳστώνην καὶ ὀλιγωρίαν | 604 | |
605 | ἀνέπεσα, ἀλλὰ σύντονον τὸν τοῦ εὐαγγελίου δρόμον ἐποιούμην. —Ἢ οὕτως· οὐ προετίμησα ἰδεῖν συγγενεῖς ἢ οἰκίαν ἢ πατρίδα, ἀλλὰ πάντα λιπών—οὐδὲ γὰρ ἐν τούτῳ τῶν περὶ Πέτρον καὶ Ἰωάννην ἐλαττοῦμαι —εὐθέως εἰς Ἀραβίαν καὶ Δαμασκὸν καὶ εἰς τὸ κήρυγμα | |
5 | ἔτρεχον. Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα. οὐκ ἀνῆλθον, φησίν, εἰς Ἱεροσόλυμα πρὸς τὸ θεάσασθαι τοὺς πρὸ ἐμοῦ ἀποστόλους καὶ μαθεῖν τι ἐξ αὐτῶν· ἀνῆλθε μὲν γὰρ εἰς Ἱεροσόλυμα ἀπὸ Δαμασκοῦ, ὡς δηλοῦσιν αἱ Πράξεις, ἀλλ’ οὐκ ἐπὶ τῷ μαθητεῦσαι, ἀλλ’ ἐπὶ τῷ καὶ | |
10 | αὐτὸν κηρύσσειν τὸν Χριστὸν καὶ διδάσκειν τὴν πίστιν. καὶ γὰρ ὃν τρόπον, φησίν, εἰς Ἀραβίαν ἀπῄειν κηρύξων, καὶ πάλιν εἰς Δαμασκὸν τὸν αὐτὸν τρόπον καὶ εἰς Ἱεροσόλυμα. μετὰ δ’ ἔτη τρία τοῦ κηρύσ‐ σειν με καὶ διδάσκειν ἀνῆλθον ἰδεῖν Πέτρον, οὐ μαθεῖν τι παρ’ αὐτοῦ —ἤδη γὰρ ἐγὼ εὐηγγελιζόμην καὶ ἐκήρυττον. —Ἢ οὕτως· παρὰ | |
15 | Πέτρου οὐκ ἔμαθον, μόνον εἶδον αὐτόν. παρὰ Ἰακώβου οὐκ ἔμαθον, κἀκεῖνον γὰρ μόνον εἶδον. ἄλλον τῶν ἀποστόλων οὐκ εἶδον. ἀλλὰ μὴ ἀπό τινος ἑτέρου ταπεινοτέρου καὶ οὐχ οὕτως ἐπισήμου προσώπου; καὶ πῶς τοῦτο χώραν ἔχει, μαθεῖν ἐξ ἐκείνων οἳ οὐδὲ τὸ πρόσωπόν μου ἑωράκασιν; ἀγνοούμενος γὰρ ἤμην τῷ προσώπῳ ταῖς ἐν | |
20 | Χριστῷ ἐκκλησίαις τῆς Ἰουδαίας. οἱ γὰρ λοιποὶ ἐδέοντο διδασκαλίας, ἀλλ’ οὐκ ἐδίδασκον. οὐκοῦν οὐκ ἀπ’ ἀνθρώπου ἔμαθον. | |
loc | Gal 1,24 | |
22 | Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν. ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν, οὐχὶ τὸν δεῖνα ἢ τὸν δεῖνα διδάσκαλον, ἀλλ’ αὐτὸν τὸν θεόν. αὐτὸς ἦν ὁ ἀποκαλύψας ἐν ἐμοὶ τὸ κήρυγμα καὶ διδάξας. | |
loc | Gal 2,2 | |
25 | Διὰ τί κατ’ ἰδίαν; ἵνα μὴ ἔμπροσθεν πάντων ἀναθεὶς σκανδαλίσω νεοπαγεῖς ὄντας τότε τοὺς ἐκ περιτομῆς, καὶ ἀποστῆναι αὐτοὺς παρασκευάσω δι’ ὅλου τῆς πίστεως τοῦ Χριστοῦ, καὶ ἀπολέσω τὸν δρόμον μου, καὶ κενὸς δειχθῇ ὁ ἀγών μου καὶ ἡ σπουδή μου. πῶς γὰρ οὐκ ἔστι κενὸν τρέχειν καὶ δεδραμηκέναι, ὅταν τρέχων ἵνα σώσω | |
30 | ἑτέρους, πάλιν διὰ τῆς ἀπερισκέπτου ἀκριβείας ἀπολλύω; πῶς οὖν νῦν δημοσίᾳ ἐλέγχει; ὅτι προκοπὴ ἦν, καὶ ὅτι δόγμα τινὲς τὴν οἰκονομίαν ἐτόλμων ποιεῖν. ἢ τὸ μήπως δύναται καὶ κατ’ ἐρώτησιν εἰρῆσθαι ὡς βεβαιωτικὸν ὂν τοῦ ὅτι οὐκ εἰς κενὸν τρέχω ἢ ἔδραμον, ἀλλὰ | |
πάντα σὺν ἀσφαλείᾳ ἔπραττον καὶ προνοίᾳ. | 605 | |
606(loc) | Gal 2,3—5 | |
1 | Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοὶ Ἕλλην. οὐδὲ Τίτον, φησί, καίτοι ἐπίδηλον ὄντα ἐξ Ἑλληνικῆς σπορᾶς γεγεννημένον, ἠνάγκασαν οἱ ἀπόστολοι περιτμηθῆναι, καίτοι παρόντας ὁρῶντες καὶ τοὺς ψευδαδέλ‐ φους· τὸ γὰρ ἀλλ’ οὐδὲ ἀπὸ κοινοῦ ἐκληπτέον, οἷον· ἀλλ’ οὐδὲ Τίτος | |
5 | ἠναγκάσθη, φησί, περιτμηθῆναι οὐδὲ διὰ τοὺς παρεισάκτους ψευδαδέλφους. τί οὖν; διὰ τί τὸν Τιμόθεον περιέτεμεν, εἰ λόγον οὐ ποιεῖται τῶν ψευδαδέλφων; οὐδ’ ἐκεῖνον διὰ τούτους περιέτεμεν—μὴ γένοιτο—ἀλλ’ ἵνα κερδήσῃ τοὺς δι’ ἀσθένειαν λογισμῶν σκανδαλιζο‐ μένους. τοῖς μὲν γὰρ ἀσθενοῦσι δεῖ συγκαταβαίνειν ἐπὶ θεραπείᾳ | |
10 | πραείᾳ τοῦ ἀρρωστήματος, τοῖς δ’ ἐκ κακουργίας καὶ πονηρᾶς γνώμης ὁρμωμένοις οὐδὲ τὸ ἐλάχιστον ὑπείκειν· οὗτοι γὰρ οὐ μόνον οὐ δέονται θεραπείας κρείττονος ἁπάσης θεραπείας τοῦ πάθους αὐτοῖς ἐν‐ στηριχθέντος, ἀλλὰ καὶ τοὺς πλησίον ζητοῦσι τῆς οἰκείας νόσου ἀνα‐ πλῆσαι. διὸ οὐδὲ πρὸς ὥραν αὐτοῖς εἴξαμεν, καὶ ὁ θεῖος | |
15 | ἀποφαίνεται Παῦλος. | |
loc | Gal 2,6 | |
16 | Ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδέν. οὐδὲν προσελαβόμην, οὐδέν μοι προσεκτήθη, ἀλλ’ ὥσπερ ἐκείνους ὁ θεὸς ἀποστόλους ἐχειροτόνησεν, οὕτως κἀμέ. καὶ οὐ προέκρινεν ἐκείνους ἐμοῦ· οὐ γὰρ λαμβάνει πρόσωπον ὁ θεὸς ὡς ὑμεῖς. | |
loc | Gal 2,8—14 | |
20 | Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολήν. εἰ εἶπεν ὁ Παῦλος κατ’ οἰκονομίαν πράττειν τὴν περιτομὴν τοὺς περὶ Πέτρον, ἔδοξεν ἂν καὶ αὐτὸς ταύτην συγχωρεῖν, καὶ οὕτως μᾶλλον συντρέχων ἐδείκνυτο ἂν οἷς ἔργον εἶχε πολεμεῖν· εἰ γὰρ Πέτρος καλῶς ποιεῖ συγχωρῶν, τί μὴ καὶ σύ; φασίν. τί δὲ καὶ μέμφῃ πικρῶς ἣν οἰκονομίαν | |
25 | καλεῖς; ἔα πράττειν καὶ μὴ ἐπιτίμα· καὶ ὡς ἄν σοι φίλον ὀνόμαζε, εἴτε οἰκονομίαν εἴτε δόγμα καὶ ἀκρίβειαν. ταῦτα ἂν καὶ ἐλογίζοντο καὶ ἔλεγον πρὸς τὸν Παῦλον, εἰ κατ’ οἰκονομίαν εἶπε τοὺς περὶ Πέτρον τὴν περιτομὴν καταδέχεσθαι· ψυχὴ γὰρ ἐπτοημένη περί τι, μικρᾶς καὶ τῆς τυχούσης ἀφορμῆς λαβομένη, πλέον αὐτῷ οἰκειοῦται καὶ περιπλέκεται. | |
30 | διὸ σοφῶς ἄγαν ὁ Παῦλος τὸ μὲν τῆς οἰκονομίας ὅλως ἀποσιωπᾷ, δριμέως δὲ καθάπτεται τῆς πράξεως, καὶ ὡς παρανομοῦντας δῆθεν ἐλέγχει τοὺς συγχωρήσαντας, ἵνα τῷ σφοδρῷ τῆς περὶ ἐκείνους ἐπιτι‐ | |
μήσεως τοὺς ἀληθῶς παρανομοῦντας πτοήσῃ καὶ διορθώσηται. διὸ καὶ | 606 | |
607 | δοκοῦντας αὐτοὺς καὶ κατεγνωσμένους καὶ ὑποκρινο‐ μένους καὶ μὴ ὀρθοποδοῦντας οὐ παραιτεῖται καλεῖν, ἵνα μόνον τὸ τοῦ Χριστοῦ κήρυγμα βεβαιώσῃ. οὕτως ἀλλήλοις ὑπὲρ τοῦ κηρύγμα‐ τος ἐθάρρουν, καὶ τηλικούτῳ ἐδέδεντο συνδέσμῳ ὡς δεῆσαν, ἂν οὕτω | |
5 | τύχῃ, διὰ τῆς ἀλλήλων καταγνώσεως τὸν τοῦ κηρύγματος κραταιοῦσθαι λόγον, μηδὲ τοῦτο παραιτεῖσθαι. καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, σκόπει· Παῦλος διὰ τῶν ἐπιστολῶν καταγινώσκει Πέτρου, καὶ Πέτρος διὰ τῆς ἐπιστολῆς ἐγκωμιάζει Παῦλον, καὶ τὰς ἐπιστολὰς σοφίας θεοῦ καὶ χάριτος ταύτας εἶναι μαρτυρεῖ πλήρεις, καὶ τοὺς ἀστηρίκτους τὸν | |
10 | ἐν αὐταῖς κεκρυμμένον νοῦν οὐ συνιέναι ἀλλὰ καὶ διαστρέφειν ἀναβοᾷ ἄλλως δὲ καὶ Παῦλος ὑπὲρ τοῦ κηρύγματος ταῦτα περὶ Πέτρου λέγων, κατὰ πολὺ πλέον ἑαυτοῦ περιέπει τοῦτον καὶ τιμᾷ. τί γάρ ἐστιν εἰς λόγον ὕβρεως τὸ δοκεῖν καὶ μὴ ὀρθοποδεῖν πρὸς τὸ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ; | |
loc | Gal 3,4 | |
15 | Τοσαῦτα ἐπάθετε εἰκῇ; εἴγε καὶ εἰκῇ. ἀλλὰ μὴ καὶ ἐπιζημίως; εἰκῇ μὲν γάρ ἐστι τὸ μηδὲν μήτε προσλαβεῖν μήτε ἀποθέσθαι, ὁ δὲ ἐναρξάμενος πνεύματι καὶ διὰ τοῦτο πολλοῖς περιπεσὼν πειρασμοῖς, εἶτα μεταβαλλόμενος, οὐ μόνον εἰκῇ ἔπαθεν ἅπερ ἔπαθεν, ἀλλὰ καὶ ἐπιζημίως, ἀπολέσας ἃ ἀπέκειτο αὐτῷ διὰ τὰς | |
20 | ὑπὲρ Χριστοῦ θλίψεις καὶ τοὺς πειρασμοὺς ἔπαθλα. | |
loc | Gal 3,15 | |
21 | Ὅμως ἀνθρώπου κεκυρωμένην. καλῶς κεκυρωμένην φησίν· ὅρκῳ γὰρ ἐκεκύρωτο. ἀκριβῶς δὲ τὸ κεκυρωμένην φησίν· ἡ γὰρ ἄκυρος καὶ μετατίθεται, ὥσπερ ὁ νόμος αὐτὸς εἰς τὸ εὐαγγέλιον. | |
loc | Gal 3,17 | |
24 | Οἱ τετρακόσιοι τριάκοντα χρόνοι συνάγονται οὕτως· ἀπὸ οεʹ ἔτους | |
25 | Ἀβραὰμ ἕως ρʹ ψηφίζεται ἔτη κεʹ, Ἰσαὰκ ἔτη ξʹ, Ἰακὼβ ἔτη Ϟεʹ, Ἰωσὴφ ἔτη ριʹ, ἐν Αἰγύπτῳ ἔτη ρμδʹ, ὁμοῦ ἔτη υλʹ. | |
loc | Gal 3,20—21 | |
27 | Ὁ δὲ θεὸς εἷς ἐστιν. ὁ δὲ θεὸς εἷς ἐστιν ὁ καὶ τὸν νόμον καὶ | |
τὸ εὐαγγέλιον δούς, καὶ μεσιτεύσας καὶ ἀποκαταλλάξας τῷ πατρί, τοῦτ’ | 607 | |
608 | ἔστιν ὁ αὐτός ἐστιν ὅς ἐστι Χριστός. εἰ γὰρ καὶ δύο τὰ μεσιτευόμενα, ἀλλ’ ὁ μεσίτης εἷς ἐστιν· εἷς γὰρ καὶ ὀφείλει εἶναι. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο. ἀντίθησιν λύει· ἥρπασε γάρ, φαῖεν ἄν τινες, ὁ νόμος τὸ | |
5 | δικαίωμα τῶν ἐπαγγελιῶν καὶ γέγονε κατ’ αὐτῶν. ἀλλὰ μὴ γένοιτο· εἰ μὲν γὰρ ἠδύνατο ζωοποιεῖν, εἰκότως ἄν τις ἐνόμιζε κατὰ τῶν ἐπαγγελιῶν ἐκτεθεῖσθαι καὶ τὸ ἐκείνων δικαίωμα ὑφαρπάσαι ἅτε αὐτὸν ἰσχύοντα δικαιῶσαι. ἐπεὶ δὲ οὐδὲν τοιοῦτον ἰσχύει ποιῆσαι, οὔτε ζωοποιῆσαι οὔτε δικαιῶσαι, δῆλον ὅτι οὐκ ἐδόθη κατὰ τῶν ἐπαγ‐ | |
10 | γελιῶν· αὗται γὰρ τὸ οἰκεῖον ἐπιδείξονται δικαίωμα σώζουσαι καὶ δικαιοῦσαι τὸν ἐκ πίστεως. καὶ ὅρα σοφίαν· ὅπερ γὰρ ἄν τις ἕτερος εἰς διαβολὴν τοῦ νόμου προήνεγκεν, ὅτι οὐ ζωοποιεῖ οὐδὲ δικαιοῖ, τοῦτο αὐτὸς εἰς ἀπολογίαν ἐγκλήματος καὶ εἰς ἐγκώμιον συνεστήσατο. διὰ τοῦτο γάρ, φησίν, ὁ νόμος οὐ γέγονε κατὰ τῶν ἐπαγγελιῶν, ὅτι μηδὲ | |
15 | σώζειν μηδὲ δικαιοῦν ἴσχυσεν. οὐ μόνον δὲ οὐ γέγονε κατ’ αὐτῶν, ἀλλά γε τρόπον τινὰ καὶ συνήργησε καὶ ὑπηρετήσατο αὐταῖς· δι’ ὧν γὰρ οὐκ ἔσωσεν οὐδὲ ἐδικαίωσεν, ἐπὶ τὴν πίστιν καταφυγεῖν προετρέψατο· δι’ ὧν δὲ ἐπὶ τὴν πίστιν συνήλασεν, τὰς ἐπαγγελίας τελειωθῆναι συγκατειργάσατο. | |
loc | Gal 3,22 | |
19 | Ἀλλὰ συνέκλεισεν ἡ γραφή. ὁ νόμος, φησίν, οἱονεὶ περι‐ | |
20 | έλαβε καὶ περιέκλεισε πάντας εἰς ἁμαρτίαν, ἁμαρτωλοὺς ἀπέδειξεν. πῶς; εἶπε γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις τοῦ ποιῆσαι αὐτά. τοῦτο δὲ ἀδύνατον· οὐ μόνον γὰρ οὐχὶ πάντες ἐποίησαν ἅπαντα, ἀλλ’ οὐδ’ ἔνιοί τινες αὐτῶν ἅπαντα, ἀλλὰ μόλις οἱ ἐπιφανέστεροι αὐτῶν τὰ πλείονα, ὥστε τῷ μὴ | |
25 | πάντα ποιῆσαι κἀκεῖνοι ὑπὸ κατάραν καὶ ἁμαρτίαν ἦσαν. ἅπαντες ἄρα συγκεκλεισμένοι ἐτύγχανον εἰς τὴν ἁμαρτίαν. διὸ ἐκ μόνης πίστεως δύνανται τυχεῖν τῆς ἐπαγγελίας· ἐκ γὰρ τοῦ νόμου μᾶλλον καὶ εἰς ἁμαρτίαν συνελαθέντες ἀπεδείχθησαν ἅπαντες. | |
loc | Gal 4,4 | |
29 | Γενόμενον ὑπὸ νόμον. οὕτω γὰρ ὑπὸ νόμον ἐγένετο, ὅτι | |
30 | καὶ περιετμήθη, ἵνα, φησί, τοὺς ὑπὸ νόμον ὄντας καὶ τὴν κατάραν | |
αὐτοῦ ἐξαγοράσῃ τῷ σταυρῷ καὶ τῷ ὅλως ὑπὸ νόμον γενέσθαι. | 608 | |
609(loc) | Gal 4,15 | |
1 | Τίς οὖν ἦν ὁ μακαρισμός; τίς ἦν; οὐκ ἐρωτῶντός ἐστιν, ἀλλ’ οἷον θαυμάζοντος καὶ ἐπαίροντος τὴν τότε πίστιν αὐτῶν καὶ τὸν ἐπὶ ταύτης μακαρισμόν. τίς ἦν; ἡλίκος ἦν, φησί, θαυμαστός; ἡλίκου μακαρισμοῦ ἐξεπέσετε; ἢ κατ’ ἐρώτησιν· τίς ἦν; ἀναμνήσθητε, φησί, τίς | |
5 | ἦν ὁ μακαρισμὸς ὑμῶν· λίαν γὰρ ἐμακάριζον, νῦν δὲ τί ἐλέγχω; διὰ τοῦτο μισοῦμαι. διὰ τί δὲ ἐλέγχω; διὰ τὴν σωτηρίαν ὑμῶν. ἐπεὶ εἰ μὴ τοῦτο ἦν, πῶς ἂν μηδεμίαν ἄλλην παρασχόντων πρόφασιν ὑμῶν, ὁ ἐπαινῶν καὶ μακαρίζων εἰς τὸ ψέγειν ἦλθον; | |
loc | Gal 4,23 | |
9 | Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης. μὴ οὖν τὸ κατὰ σάρκα | |
10 | εἶναι ὑμᾶς συγγενεῖς τοῦ Ἀβραάμ, τοῦτο φυσιούτω καὶ πειθέτω ὅτι καὶ τῆς ἐπαγγελίας ἔσεσθε κληρονόμοι. μᾶλλον δὲ αὐτὸ τοῦτο διδασκέτω, ὅτι εἰ μὴ γένησθε τέκνα κατ’ ἐπαγγελίαν τοῦ Ἀβραάμ, τοῦτ’ ἔστι μέλη καὶ σύσσωμοι Χριστοῦ—οὗτος γὰρ ἐξ ἐπαγγελίας σπέρμα τοῦ Ἀβραάμ—ἔξω ἐστὲ τῆς ἐπαγγελίας. | |
loc | Gal 4,25 | |
15 | Τῇ νῦν Ἱερουσαλήμ, οἷον τῇ ἐνταῦθα τῇ ἐπὶ γῆς, ὥστε τῆς ἄνω καὶ ἐλευθέρας ἄμφω διεστήκασιν. | |
loc | Gal 5,16—17 | |
17 | Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν. ἀντίκειται ἡ ἀρετὴ τῇ κακίᾳ, ἵνα μὴ τῆς κακίας ἐρεθισάσης εὐθέως ὥσπερ ἀπόλυτον καὶ ἀχαλίνωτον καὶ ἐπὶ πρανοῦς φέρηται τὸ σαρκικὸν θέλημα | |
20 | πρὸς τὴν ἁμαρτίαν. πάλιν ἀντίκειται τῇ ἀρετῇ ἡ κακία, ἵνα μὴ τῆς ἀρετῆς ἡ ἐργασία ἀταλαίπωρος πάντη καὶ ἄμισθος εἴη, καὶ οἷον ἐκ φύσεως καὶ ἐξ ἀνάγκης ἡμῖν συγκεκληρωμένη, καὶ ὡς μόνῳ τῷ διανοη‐ θῆναι κατορθουμένη χωρὶς σπουδῆς ἁπάσης καὶ ἀγωνίσματος. αὐτὸς δὲ συντόμως αὐτό φησιν· ἵνα μὴ ἅπερ ἂν θέλητε, ταῦτα ποιῆτε. | |
25 | μήτε τὰ κακά, φησίν, εὐχερῶς ὅλως καὶ ἀκωλύτως, μήτε τὰ ἀγαθὰ ῥᾳδίως πάντη καὶ ὀλιγώρως· τὰ γὰρ οὕτω πραττόμενα οὐδ’ ἀγαθὰ ἂν εἴη. | |
loc | Gal 5,24 | |
27 | Ἔστι δὲ τὸ οἱ δὲ καὶ ἀντὶ τοῦ οὗτοι δὲ ἐξακοῦσαι περισπῶντας τὴν οἵ· οὗτοι δέ εἰσιν οὓς εἶπον, οἵτινες τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν | |
καὶ ἑξῆς. | 609 | |
610(loc) | Gal 6,2 | |
1 | Καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον. ὁ γὰρ τοῦ Χριστοῦ νόμος ὁ διὰ τῶν ἔργων τοιοῦτος ἐδείχθη· αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβεν καὶ τὰς νόσους ἐβάστα‐ σεν. καὶ ἡ ὑπερβολή, ὅτι καὶ σταυρὸν καὶ θάνατον ὑπὲρ ἡμῶν | |
5 | κατεδέξατο. | |
loc | Gal 6,4 | |
6 | Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος. εἰ γάρ τις τὸ ἑαυτοῦ ἔργον δοκιμάζοι καὶ ἑαυτὸν ἐρευνᾷ ἀκριβῶς, μᾶλλον εἰς ἑαυτὸν ἕξει τὸ καύχημα καὶ οὐχὶ καθ’ ἑτέρου, τοῦτ’ ἔστι καθ’ ἑαυτοῦ ἕξει τὸ καύχημα, οἷον ἑαυτοῦ καταγνώσεται καὶ οὐχὶ ἑτέρων. | |
10 | ἢ εἰς ἑαυτὸν ἕξει τὸ καύχημα, τοῦτ’ ἔστιν αὐτὸς ἑαυτὸν ἐλαττούμενον καὶ ἐνδεῶς ἔχοντα βλέπων, ἑαυτὸν μέμψεται καὶ τῆς ἑτέρων ἀποστήσεται καταγνώσεως, εἰδὼς ἑαυτὸν οὐδὲ τὴν αὐτὴν ἀεὶ πολιτείαν αὐτοῦ διαφυλάττοντα, ἀλλὰ καὶ ταύτης ἐσθ’ ὅτε διαπίπτοντα. | |
loc | Gal 6,9 | |
14 | Ἢ μὴ ἐκλυόμενοι, τοῦτ’ ἔστι μὴ ἀποναρκῶντες μηδὲ τῆς | |
15 | ἀγαθοεργίας ἀφιστάμενοι, ἀλλὰ μέχρι βίου σύντονον τὸν πνευματικὸν σπόρον καταβαλλόμενοι· τῶν γὰρ εἰς τέλος ἀγωνιζομένων ἐστὶν ὁ στέφανος. | |
loc | Gal 6,17 | |
18 | Μηδείς μοι κόπους παρεχέτω. μηδείς με πρὸς ἀπολογίαν ὧν πράττω ἐκκαλείτω. ἔχω γὰρ καὶ σιγῶν μείζονα τὴν διὰ τῶν ἔργων | |
20 | ἀπολογίαν· τὰ γὰρ στίγματα τοῦ Χριστοῦ, τοῦτ’ ἔστι αἱ ὑπὲρ Χριστοῦ πληγαὶ καὶ οὐλαί, αὐτὰ βοῶσιν, καὶ τὸν ὑπὲρ αὐτοῦ δρόμον καὶ ζῆλον καὶ τὸ ἀνυπόκριτον καὶ καθαρὸν καὶ ἀνυπόστολον τοῦ κηρύγματος. Ἢ μηδείς μοι κόπους παρεχέτω. μέχρι τίνος θλίψεις μοι καὶ κόπους, φησί, σαλευόμενοι παρέχετε; δυσωπήθητε εἰ | |
25 | καὶ μή τι ἄλλο, ἀλλ’ οὖν τὰ στίγματα τοῦ Χριστοῦ ἃ δι’ ὑμᾶς καὶ διὰ τὸ εἰς ὑμᾶς κήρυγμα ἐν τῷ σώματι περιφέρω. εἰπὼν δὲ στίγματα Χριστοῦ, ἅμα ἀναμιμνήσκει ὅτι κἀκεῖνος ὑπὲρ ὑμῶν ἔπαθεν· παντὶ οὖν τρόπῳ ἀποστῆναι τοῦ νόμου καὶ ἐστηρίχθαι τῇ | |
πίστει προσῆκεν. | 610 |