TLG 4040 015 :: PHOTIUS :: Fragmenta in epistulam I ad Corinthios (in catenis) PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Fragmenta in epistulam I ad Corinthios (in catenis) Citation: Page — (line) | ||
loc | 1 Kor 1,1—3 | |
---|---|---|
6 | Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω καθαιρεῖν τῆς ἐπὶ τούτῳ φυσιώσεως· ἰδοὺ γὰρ καὶ Σωσθένην ἐμαυτῷ συντάττω, καὶ ἀδελφὸν καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι | |
10 | ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τε γὰρ οὐδὲν ὀνίνησιν, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας, καὶ τὸ κοινὸν μερίζει τῆς ἐκκλησίας σῶμα. Σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου. ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς | |
15 | ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτειν αὐτούς. διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τὴν ἀπὸ θεοῦ, καὶ εἰπὼν κλητοῖς ἁγίοις αὐτίκα συνῆψε σὺν πᾶσι τοῖς ἐπικαλου‐ μένοις καὶ ἑξῆς· καὶ ὑμῖν, φησί, καὶ σύμπασιν εἴη ἡ ἀπὸ θεοῦ πατρὸς χάρις καὶ εἰρήνη. | |
20 | Ἐν παντὶ τόπῳ, αὐτῶν τε καὶ ἡμῶν. ἐπειδὴ εἰπὼν σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου, ἐπ‐ ήγαγε μόνον τὸ ἡμῶν, ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν· αὐτῶν τε καὶ ἡμῶν. εἰ δὲ κοινὸς ἁπάντων κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν | |
25 | ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὧν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε; | |
loc | 1 Kor 1,5 | |
27 | Πόθεν δῆλον ὅτι ἐπλουτίσθητε λόγῳ καὶ γνώσει; ἐκ τοῦ τὸ κήρυγμα τῆς εἰς Χριστὸν πίστεως βεβαιωθῆναι ἐν ὑμῖν· ἡ γὰρ τούτου βεβαίωσις ἐν ὑμῖν καὶ λόγου καὶ γνώσεως γίνεται μαρ‐ | |
30 | τύριον ὑμῶν. | 544 |
545(loc) | 1 Kor 1,6—7 | |
1 | Μαρτύριον Χριστοῦ· ἢ τὸ ἑκούσιον καὶ σωτήριον πάθος, καὶ ἁπλῶς ἡ ὑπὲρ ἡμῶν τοῦ λόγου κένωσις καὶ ἐνανθρώπησις· ἢ μαρ‐ τύριον Χριστοῦ ἡ τῶν σημείων χάρις καὶ δωρεά. καὶ γάρ εἰσι ταῦτα μαρτύριον τῆς εἰς Χριστὸν πίστεως καὶ τῆς θειότητος αὐτῆς καὶ | |
5 | μεγαλειότητος· ἦσαν γὰρ οἱ Κορίνθιοι πλουτοῦντες ἐν τούτοις. ἐπεὶ οὖν ταῦτα, φησίν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει, καλῶς, φησί, προείπομεν ὅτι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλου‐ τίσθητε· μέρος γὰρ τῶν χαρισμάτων ὅ τε λόγος καὶ ἡ γνῶσις, ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι. καὶ τὸ | |
10 | ὥστε μὴ ὑστερεῖσθαι ὑμᾶς πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνᾴδει. | |
loc | 1 Kor 1,9 | |
12 | Δι’ οὗ ἐκλήθητε. οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν υἱόν, εἰ μὴ ἑλκύσει αὐτὸν ὁ πατήρ, ὡς οὐδὲ πρὸς τὸν πατέρα ἔρχεταί τις, εἰ μὴ ᾧ ἂν ἀποκαλύψῃ ὁ υἱός. | |
15 | Δι’ οὗ ἐκλήθητε ἀντὶ τοῦ ὑφ’ οὗ ἐκλήθητε, οἷον ὁ καλέσας ὑμᾶς. καὶ ἐπίστησον πῶς τὸ δι’ οὗ τίθησιν ὁ θεῖος Παῦλος καὶ ἐπὶ τοῦ πατρός, καὶ ἀντὶ τίνος αὐτὸ τίθησιν· ἵνα ὅταν καὶ ἐπὶ τοῦ υἱοῦ αὐτὸ ἀκούσῃς, μὴ παραλλαγὴν οὐσίας ἀλλὰ ταυτότητα ἐννοῇς. Εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ. εἰς κοινωνίαν ἐκλήθητε | |
20 | Χριστοῦ· τί ἄλλους καὶ ἄλλους ἐφιστῶντες ἑαυτοῖς προστάτας καὶ διδασκάλους, τῆς θαυμασίας ἐκείνης καὶ σωτηρίου κοινωνίας ἑαυτοὺς φιλονεικεῖτε διασχίζειν καὶ ἀποτέμνεσθαι; | |
loc | 1Kor 1,14. 17a | |
23 | Τί εὐχαριστεῖς, Παῦλε, ὅτι οὐδένα αὐτῶν ἐβάπτισας πλὴν ὧν εἶπας; μὴ τὸ βάπτισμα ἐν βραχεῖ τιθέμενος λόγῳ; μὴ γένοιτο, φησίν, ἀλλὰ διὰ | |
25 | δύο ταύτας αἰτίας εὐχαριστῶ· μίαν μὲν ὅτι μὴ βαπτίζων, φησίν, οὐδ’ ἔδωκά τισιν ἀφορμὴν λέγειν ὅτι διὰ τοῦτο ἐβάπτισα πολλούς, ἵνα χορὸν ἐμαυτῷ μαθητῶν συστησάμενος, ὄνομα ἐμαυτῷ περιποιήσωμαι διδασκάλου καὶ καθηγητοῦ. δι’ ἑτέραν δέ, ὅτι οὐδ’ εἶχον ἐπὶ τούτῳ | |
παρὰ Χριστοῦ ἀποστολήν, ἀναδεικνὺς ὅτι, εἰ ἐγὼ ὁ ἀποσταλεὶς παρὰ | 545 | |
546 | Χριστοῦ κηρύσσειν καὶ καταγγέλλειν τὸ αὐτοῦ εὐαγγέλιον μετὰ φειδοῦς καὶ σπανίως ἐβάπτισα—καίτοι συγγενές ἐστι καὶ συνέχεται τὸ βάπτισμα τῷ κηρύγματι—, ὑμεῖς οἱ μηδ’ ὅλως ἀποσταλέντες, πῶς τολμᾶτε διδασκάλους ἑαυτοὺς ἀποφαίνειν; πῶς δὲ καὶ βαπτίζετε; ἢ ὅλως τί | |
5 | ποιεῖτε ὧν οὐκ ἐλάβετε χάριν καὶ ἀποστολήν; | |
loc | 1Kor 1,17b | |
6 | Οὐκ εἶπεν ‹οὐκ ἐν σοφίᾳ γνώσεωσ›, ἀλλ’ οὐκ ἐν σοφίᾳ λόγου. καλῶς· καὶ γὰρ ἐν σοφίᾳ γνώσεως εὐηγγελίζετο, διὸ καὶ ἀλλαχοῦ· ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι | |
10 | σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώ‐ πων γένος μακρᾶς καὶ χαλεπωτάτης τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθέρωται; Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. κενοῦται γὰρ καὶ κατευτελίζεται ὁ σταυρὸς τοῦ Χριστοῦ, ἤτοι τὸ ὑπὲρ ἡμῶν ἑκούσιον | |
15 | πάθος αὐτοῦ τοῖς λόγῳ σοφίας καὶ πιθανότητι πειρωμένοις αὐτοῦ τὸ μεγαλεῖον καὶ τὴν θειότητα παραστῆσαι. πῶς γάρ ἐστι τὸ ὑπὲρ λόγον καὶ φύσιν λόγοις καὶ τέχνῃ τινὶ παραστῆσαι; τίς δὲ καὶ χρεία λόγου καὶ πειθοῦς, τῶν σημείων καὶ θαυμάτων μεῖζον φωνῆς ἁπάσης κεκραγότων καὶ πάντα τὸν βουλόμενον ἐπὶ τὴν εὐσέβειαν καὶ τὸ κήρυγμα χειραγω‐ | |
20 | γούντων; | |
loc | 1 Kor 1,18 | |
21 | Δείκνυσι λοιπὸν ὅτι οὐδ’ ἐνῆν λόγῳ σοφίας προσαγάγεσθαί τινας τῷ κηρύγματι, ἀλλὰ μόνῃ τῇ ἄνωθεν συνεργείᾳ καὶ χάριτι. εἰ γὰρ κεφάλαιόν ἐστι τοῦ κηρύγματος ὁ σταυρός, ὁ δὲ περὶ τοῦ σταυροῦ λόγος οὐ μόνον οὐ προσάγει, ἀλλὰ καὶ τοῖς ἀπολλυμένοις μωρία | |
25 | δοκεῖ, τί ἄν τις ἔχοι λέγειν περὶ τοῦ κηρύγματος μὴ πάντα τῆς χάριτος αὐτῷ χορηγούσης; | |
loc | 1 Kor 1,25—31 | |
27 | Βούλει μαθεῖν ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς ἰσχυρότερον; ἀπ’ αὐτῆς καὶ μόνης τῆς κλήσεως ῥᾷόν ἐστι τοῦτο κατανοῆσαι, βλέπε γάρ μοι· | |
30 | οὐχὶ πολλοὶ σοφοὶ ἦσαν τὴν ἐν κόσμῳ σοφίαν, οὐχὶ πολλοὶ | |
δυνατοὶ ταύτην τὴν δύναμιν, οὐχὶ πολλοὶ εὐγενεῖς τὴν ἐπίκαιρον | 546 | |
547 | εὐγένειαν. τί οὖν μὴ τούτους ἐποιήσατο ὁ Χριστὸς ἑαυτοῦ μαθητάς, καὶ δι’ αὐτῶν ἐκλήθητε ὑμεῖς; οὐδαμῶς. ἀλλὰ τοὐναντίον· ἀλλὰ τὰ μωρὰ κατὰ τὸν κόσμον καὶ τὰ ἀσθενῆ καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, ἀνθρώπους ἁλιεῖς, πένητας, ἀγραμ‐ | |
5 | μάτους. καὶ δι’ αὐτῶν ἐποιήσατο τὴν κλῆσιν ὑμῶν πάντων, καὶ σοφῶν καὶ ἰδιωτῶν, καὶ πενήτων καὶ πλουσίων, καὶ ἀσθενῶν καὶ ἰσχυρῶν, καὶ κατῄσχυνε τοὺς εὐγενεῖς καὶ ἰσχυροὺς καὶ σοφούς, ὅτι ὅπερ αὐτοὶ οὐκ ἂν οὐδ’ ἐπιχειρῆσαι ἐτόλμησαν κόσμον ὅλον μεταστῆσαι, τοῦτο τὰ ἀσθενῆ καὶ τὰ μωρὰ περιφανῶς κατεπράξαντο. ἆρ’ οὐχὶ κατῃσχύνθησαν | |
10 | οἱ δοκοῦντες εἶναι σοφοὶ καὶ δυνατοί; ἆρ’ οὐχὶ ἐναργῶς ἀποδέδεικται, ὅτι τὸ μωρὸν καὶ ἀσθενὲς τοῦ θεοῦ σοφώτερον καὶ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν; Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ. οὐκοῦν οὐδὲ ἡμεῖς, φησί, καυχησόμεθα; ναί, φησίν· ὑμεῖς οἱ πιστοὶ | |
15 | καυχᾶσθαι ὀφείλετε· οὐ γάρ ἐστε ὑμεῖς σάρξ, ἀλλ’ ἐξ αὐτοῦ διὰ τῆς παλιγγενεσίας ἐγεννήθητε. καὶ σοφοί ἐστε, ἀλλ’ αὐτὸν ἔχοντες σοφίαν τὸν ἀπολυτρωσάμενον τῆς τυραννίδος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἁγιάσαντα διὰ τοῦ βαπτίσματος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ δι‐ καιώσαντα διὸ τῶν χαρισμάτων. ἡμεῖς οὖν διὰ ταῦτα ὀφείλομεν | |
20 | καυχᾶσθαι· καυχᾶσθαι δὲ οὐχ ὅτι κατορθώματί τινι ἡμετέρῳ τού‐ των ἠξιώθημεν, ἀλλ’ ἐν κυρίῳ, ὅτι πάντα τῆς αὐτοῦ φιλανθρωπίας καὶ δωρεᾶς τῆς εἰς ἡμᾶς τὰ τηλικαῦτα ὑπάρχει πλεονεκτήματα. Σοφία ἀπὸ θεοῦ ἀντὶ τοῦ θεία σοφία, θεϊκή, οὐχ οἵα ἡ ἀνθρωπίνη. | |
loc | 1 Kor 2,3 | |
25 | Καὶ ἐγὼ ἐν ἀσθενείᾳ. μονονουχὶ λέγων· τί προσενείματε ἑαυτούς, οἱ μὲν τοῖς σοφοῖς, οἱ δὲ τοῖς δυνατοῖς; μή τι ταῦτα συμβάλλετε πρὸς τὸ κήρυγμα, ἡ δοκοῦσα σοφία καὶ ὁ πλοῦτος καὶ ἡ δύναμις; ἐν‐ θυμήθητε πῶς ἦλθον κηρύσσων ὑμῖν· ἐν σοφίᾳ; ἀλλ’ οὐκ ἔχοιτ’ ἂν τοῦτο εἰπεῖν. ἀλλ’ ἐν δυναστείᾳ; καὶ μὴν τρέμων καὶ φόβων καὶ ἀπειλῶν | |
30 | γέμων, οὕτως ἐκήρυσσον ἐν ὑμῖν. τί οὖν ὑμεῖς τούτων λήθην λαβόντες, σοφοὺς καὶ πλουσίους καὶ δυνάστας ἐπιζητεῖτε, καὶ τούτους ὑμῖν διδασκάλους καὶ καθηγητὰς ἀποφαίνεσθε; | |
loc | 1 Kor 2,14—16 | |
33 | Ὁ ψυχικὸς χρείαν ἔχει ἀνακρίσεως καὶ ἐξετάσεως καὶ μαθήσεως | |
πνευματικῆς, ἵνα παραδέξηται τὰ τοῦ πνεύματος. ἀλλὰ πρὸς ταύτην | 547 | |
548 | ἀπαυθαδιζόμενος καὶ δοκῶν ἀρκεῖσθαι τοῖς ἀνθρωπίνοις λογισμοῖς, οὐ μόνον οὐδὲν ὧν ἀγνοεῖ καταλαμβάνει, ἀλλὰ καὶ τοὐναντίον εἰς πλείονα καταβαπτιζόμενος ἄγνοιαν, τὸ ἐκείνου πάθος καὶ νόσημα τοῖς τοῦ πνεύματος νόμοις περιάπτει καὶ ἡγεῖται αὐτὰ μωρίαν, δέον ἑαυτῷ | |
5 | μέμφεσθαι ταπεινοῖς καὶ ἀνθρωπίνοις μέτροις τὰ ὑπερφυῆ καὶ κρείττονα λογισμῶν μετρεῖν καὶ καταλαμβάνειν ἐγχειρήσαντι. ὁ δὲ πνευματι‐ κὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ’ αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ’ οὐδενὸς ἀνακρίνεται· ὑπὸ μὲν τῶν πιστῶν ὅτι οὐδὲ διαστασιάζει | |
10 | οὐδὲ διαφωνεῖ πρὸς αὐτούς, ὑπὸ δὲ τῶν ἀπίστων ὅτι πολλῷ κρείττων ἐστὶ τῆς ἐκείνων ἀνακρίσεως, καὶ ὅτι οὐ μόνον οὐ δεῖται ταύτης, ἀλλὰ καὶ σύνοιδεν ἀκριβῶς ἀνακρίνων, ὅτι καὶ τοῖς ταύτῃ χρωμένοις μέγιστον ἐμπόδιον αὐτῇ καθέστηκεν εἰς τὸ πνευματικῶς ἀνακρίνεσθαι καὶ δέ‐ ξασθαι τὰ τοῦ πνεύματος. διὸ καὶ χηρεύουσιν οὗτοι τοῦ κυριακοῦ νοῦ, | |
15 | ἤτοι τῶν ἐντολῶν καὶ τῆς ἐκεῖθεν νομοθεσίας τῆς φρενούσης αὐτοὺς καὶ διεγειρούσης εἰς τὴν τῶν πνευματικῶν ζητημάτων κατάληψιν· αὗται γὰρ αἱ κυριακαὶ ἐντολαὶ συμβιβάζουσαι ἡμᾶς καὶ καταλλάσσουσαι πρὸς αὐτὸν παρασκευάζουσιν ἐπιτηδείους εἰς τὴν ἐκεῖθεν τοῖς ἀξίοις χορηγουμένην ἔλλαμψίν τε καὶ κατανόησιν. διὸ οἱ ταύταις ἑαυτοὺς | |
20 | καταρτίσαντες εἰκότως νοῦν Χριστοῦ ἔχομεν· τὰ γὰρ τοῦ Χριστοῦ φρονοῦντες καὶ νοοῦντες οὐκέτι ἀνθρωπίνῳ καὶ σαρκικῷ λογισμῷ σαλεύοντες κυμαινόμεθα, ταῖς ἑκατέρωθεν ἀντιπνοίαις χειμαζόμενοι, ἀλλὰ πάγιοι καὶ ἀμετάπειστοι γεγονότες ἐν οὐρανίῳ καὶ θείῳ νοῒ τῆς ἀληθείας καρπούμεθα τὴν κατάληψιν. | |
25 | Καθ’ ὑπερβατὸν τὸ τίς ἔγνω νοῦν κυρίου; ἐφ’ ἑξῆς γὰρ ὀφείλει συντάττεσθαι τοῦ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνε‐ ται. δύναται δὲ καὶ χωρὶς ὑπερβατοῦ ὡς ἔχει φράσεως τὸ χωρίον ἐκλαβεῖν. | |
loc | 1 Kor 3,4—9 | |
29 | Ἐπειδὴ πολλὰ κατέδραμε τῶν διδασκάλων λέγων· τίς ἐστι | |
30 | Παῦλος; τίς δὲ Ἀπολλώς; καὶ πάλιν· ὥστε οὔτε ὁ ποτίζων ἔστι τι οὔτε ὁ φυτεύων—τοῦτο δὲ ἐποίει πραΰναι θέλων τὴν φλεγμονὴν τῶν ἐπὶ τῇ διδασκαλίᾳ καταλαζονευομένων καὶ εἰς ἔρεις καὶ στάσεις τὸν λαὸν τοῦ Χριστοῦ καταδιελόντων—· ἐπεὶ οὖν ἱκανῶς ἔδοξε καθαιρεῖν τὸν ἐκείνων τῦφον διὰ τὸ καὶ ἑαυτὸν συνευτελίσαι καὶ τὸν | |
35 | Ἀπολλώ, ἵνα μήτινες εἴπωσιν· οὐκοῦν μάτην διδάσκεις, μάτην τοὺς | 548 |
549 | ὑπὲρ τοῦ κηρύγματος πόνους ἀναδεχόμεθα, ἐπήγαγεν τὰς τοιαύτας ἀποκρουόμενος λαβάς· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, μονονουχὶ λέγων· μηδὲν ἀθυμείτω ὁ καλῶς διδάσκων· εἰ γὰρ καὶ κεκώλυται μερίζειν τὸν λαὸν τοῦ Χριστοῦ | |
5 | καὶ ἰδιοποιεῖσθαι καὶ σεμνολογεῖσθαι ἐν αὐτοῖς ὡς διδάσκαλος, ἀλλ’ οὖν γε μισθὸν λήψεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν ἴδιον κόπον. εἶτα ἐπαίρων ἐπὶ πλέον τὸ πρᾶγμα, καὶ πιστούμενος ὅτι πάντως ἔσται ὁ μισθός· θεοῦ γάρ, φησίν, ἐσμὲν συνεργοί, ἅμα μέν, ὥσπερ εἶπον, καὶ λαμπρύνων τὸ τῆς διδασκαλίας, ἅμα δὲ καὶ πάλιν ὑποδεικνὺς | |
10 | ὅτι θεοῦ ἐστι τὸ ἔργον. ὥστε οὐ δεῖ ἰδιοποιεῖσθαι αὐτὸ καὶ κατατέμνειν αὐτό, μᾶλλον δὲ συνάπτειν καὶ ἑνοποιεῖν· τοῦτο γὰρ συνεργῶν, τὸ δὲ ἰδιοποιεῖσθαι καὶ μερίζειν ἐχθρῶν καὶ πολεμίων. εἶτα ἐπιμένει τῷ αὐτῷ τῆς ἀποδείξεως χρώμενος κανόνι, ὅτι οὐ χρὴ κατανέμεσθαι τὸν λαὸν προσώποις ὅλως· θεοῦ γεώργιόν ἐστε, φησίν, θεοῦ οἰκο‐ | |
15 | δομή. τί κατευτελίζετε ἑαυτούς, ἐνὸν θεοῦ εἶναι τοῖς ὁμοδούλοις ἀνατιθέμενοι; | |
loc | 1 Kor 3,15 | |
17 | Τὸ σωθήσεται, τοῦτ’ ἔστιν οὐκ ἀφανισθήσεται, οὐδὲ εἰς τὸ μὴ ὂν χωρήσει ὥσπερ αἱ πράξεις αὐτοῦ αἱ πονηραί· αὗται γὰρ μέχρι μὲν τοῦ καιροῦ ἐκείνου τὴν ὕπαρξιν ἔχειν ἐδόκουν καὶ ἐπράττοντο, ἐλθούσης | |
20 | δὲ τῆς ἡμέρας ἐκείνης καὶ τοῦ πυρὸς αὗται μὲν φροῦδοι γεγόνασι, μήτε εἶναι μήτε πράττεσθαι δυνάμεναι. ὁ μέντοι καταπραξάμενος αὐτὰς ἄν‐ θρωπος οὐ συναναιρεῖται ταύταις καὶ συναφανίζεται, ἀλλὰ μένει καὶ σώζεται τὴν διὰ πυρὸς δίκην τιννύς. διὰ τοῦτο γὰρ καὶ εἰπὼν σωθήσεται, ἐπήγαγεν ἑρμηνεύων πῶς σωθήσεται, τοῦτ’ ἔστιν εἰς | |
25 | τοῦτο μένει καὶ σώζεται, εἰς τὸ διὰ πυρὸς τὸν αἰῶνα κολάζεσθαι. | |
loc | 1 Kor 3,19 | |
26 | Πῶς ἐδράξατο τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν; ἐνόμισαν διὰ τῆς προσούσης αὐτοῖς ἀνθρωπίνης γνώσεως τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν καταλήψεσθαι· οἱ δὲ οὐ μόνον οὐκ ἔτυχον ὧνπερ ἤλπισαν ἀνθρωπίνοις λογισμοῖς ἑαυτοὺς ἐπιτρέψαντες, | |
30 | ἀλλὰ καὶ εἰς τοὐναντίον ἢ ἔσπευδον τὰ τῆς πανουργίας αὐτῶν ἐχώρησεν, ἀγνοίᾳ καὶ ἀπορίᾳ πλείονι τῆς ἀπὸ τῶν λογισμῶν ἀσθενείας αὐτοὺς | |
περιβαλούσης. | 549 | |
550(loc) | 1 Kor 3,20—23 | |
1 | Εἰ οὖν οἱ διαλογισμοὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισμῶν δεινότης ἰσχύει τι ἢ συντελεῖ πρὸς τὴν τῶν πνευματικῶν διδασκαλίαν καὶ | |
5 | μάθησιν. εἰ δὲ μηδὲν τούτων πρὸς ταῦτα συντελεῖ, πῶς ἄν τις διδάσκων καυχήσαιτο, μηδὲν τῶν ἐν ἀνθρώποις δοκούντων ἰσχύειν ἀποδεδειγμένων, ὡς συντελοῦσι πρὸς ὄνησιν; δῆλον γὰρ ὡς, εἴ τίς τι καὶ διδάσκει, χάριτός ἐστι καὶ δωρεᾶς τῆς ἄνωθεν, ἀλλ’ οὐχὶ οἰκείας σοφίας ἔργον ἢ τῆς κατὰ διάνοιαν ὀξύτητος. τὰ δὲ χαρίσματα οὐχ ἵνα τούτοις ἐπαιρώμεθα | |
10 | λαμβάνομεν, ἀλλ’ ἐπὶ κοινῇ τῶν ἀνθρώπων ὠφελείᾳ. Τὸ ἐν ἀνθρώποις ἢ ἐπὶ τοῖς διδασκάλοις—οὐ γάρ τι ἔχουσιν αὐτοὶ οἴκοθεν—, ἢ ἐπὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς—οὐ γάρ ἐστι δι’ αὐτῶν καταλαβεῖν τὴν ἀλήθειαν. μᾶλλον δὲ ἡ ἀνωτέρω ἐκδοχὴ καὶ τῇ λέξει τοῦ χωρίου καὶ τοῖς ἐφεξῆς ἐστιν ἐφαρμόζουσα. | |
15 | Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. πάντα ὑμῶν ὡς εὐεργεσίαι καὶ δωρεαί, ὑμεῖς δὲ Χριστοῦ ὡς κτήματα καὶ ποιήματα, Χριστὸς δὲ θεοῦ ὡς γέννημα καὶ υἱός. καλῶς δὲ τοῦτο προσέθηκεν· ἐπειδὴ γὰρ εἶπεν· πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ, ἵνα μὴ στάντος αὐτοῦ ἐνταῦθα, ἀγέννητον καὶ ἀναίτιον νομίσωσι τὸν | |
20 | υἱόν, ἐπήγαγεν· Χριστὸς δὲ θεοῦ. | |
loc | 1 Kor 4,1—5 | |
21 | Τοῦτο γάρ ἐστι, φησί, τὸ ζητούμενον καὶ ὀφεῖλον παντὶ τρόπῳ φυλάττεσθαι παρὰ τῶν οἰκονόμων, τὸ πιστοὺς εἶναι καὶ ὑπηρέτας ἡγεῖσθαι ἑαυτούς, καὶ μὴ ἰδιοποιεῖσθαι καὶ σφετερίζεσθαι τὰ τοῦ δεσπότου. ἢ καὶ οὕτως· λογιζέσθω ἡμᾶς ἄνθρωπος· τά τε | |
25 | ἄλλα ἅπερ, φησίν, εἶπον, καὶ ὃ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, κἀκεῖνο ἡμᾶς λογιζέσθω, —ἵνα ᾖ ἀπὸ κοινοῦ τὸ λογιζέσθω. τί δέ ἐστι τοῦτο τὸ ἐν τοῖς οἰκονόμοις ζητούμενον; ἵνα πιστός, φησίν, εὑρεθῇ. εἶτα πρὸς τοὺς ἀναισχυντεῖν μέλλοντας καὶ λέγειν ἐπιχειροῦν‐ τας· τί οὖν; σὺ τοιοῦτος εἶ; προαπαντῶν φησιν· ἐμοὶ δὲ εἰς | |
30 | ἐλάχιστόν ἐστιν ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ. τοῦτο δέ φησιν οὐκ ἐπαίρων ἑαυτόν, ἀλλὰ τὸ πρέπον ἀξίωμα τῷ κηρύγματι καὶ τῇ διδασκαλίᾳ φυλάττων. εἰ γὰρ αὐτὸν ἐπολυπραγμόνουν καὶ ἐξήταζον καὶ ἐν δισταγμῷ εἶχον, σχολῇ γ’ ἂν τὰ παρ’ αὐτοῦ κηρυσσόμενα καὶ | |
διδασκόμενα παρεδέξαντ’ ἄν. εὐλόγως ἄρα καὶ σοφῶς καὶ ἐπὶ τῇ σφῶν | 550 | |
551 | αὐτῶν σωτηρίᾳ τὴν τοιαύτην ὑπόληψιν καὶ περιπέτειαν αὐτῶν προανα‐ στέλλει καὶ ἐπιρραπίζει καὶ ἐπιμόνως ἀναιρεῖ. εἶτα ἵνα μὴ δόξῃ οὐχὶ τοῦ κηρύγματος ἕνεκα ταῦτα εἰπεῖν καὶ τῆς κοινῆς ὠφελείας, ἀλλὰ σεμνολογῶν καὶ ἐπαίρων ἑαυτόν, ἐπάγει· ἀλλ’ οὐκ ἐν τούτῳ | |
5 | δεδικαίωμαι. εἰ γὰρ καὶ μὴ ἔξεστιν ὑμῖν ἀνακρίνειν ἐμὲ μήτε ἁπλῶς ἄλλοις ἀνθρώποις, ἀλλὰ πεπιστευκόσιν ὑμῖν καὶ ἀναμφιβόλως διακειμένοις πρὸς ἐμέ, δεῖ καρποῦσθαι τοῦ κηρύγματος τὴν ὠφέλειαν καὶ διδασκαλίαν, καὶ τοσοῦτον πιστῶς καὶ ἀναμφιβόλως ὡς εἰδότας ὅτι οὐδὲ ἐμαυτὸν αὐτὸς ἀνακρίνειν ἔχω· ὅπερ ἐστὶ μέγιστον καὶ ἀπαράγραπ‐ | |
10 | τον ἀρετῆς μαρτύριον, εἴπερ κατ’ ἀλήθειαν οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ οἰκοῦν ἐν αὐτῷ. ἀλλ’ εἰ καὶ ταῦτά ἐστί μοι, φησίν, οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔτι γὰρ τοῦ κοινοῦ κριτοῦ δέομαι, ἐκείνου δὲ μήπω πάσης ἀφέντος αἰτίας ἐν ἀγῶνι καὶ ἐν φόβῳ εἰμί, ὡς μήπω δεδικαιωμένος. ἀλλ’ οὐδὲ | |
15 | διὰ τοῦτο προσῆκεν ὑμᾶς τοὺς ὑποδεχομένους τὸ κήρυγμα ἀμφιβόλως ἔχειν περὶ ἐμέ, ἢ κρίνειν καὶ ἀνακρίνειν κατατολμᾶν, καὶ ὃ μόνον ἐστὶ τοῦ κοινοῦ κριτοῦ, εἰς τοῦτο ἑαυτοὺς ἀναισθητοῦντας συνωθεῖν καὶ τὸν καιρὸν ἑαυτοῖς προαρπάζειν τῆς κρίσεως. εἰ δὲ τὸ ζητεῖτε ὡς προστακτικὸν ἐκληφθῇ, ἥτε σύμφρασις ὡς δῆλον οὐδὲν ἀσαφὲς ἕξει | |
20 | καὶ ὁ νοῦς πρόχειρος. | |
loc | 1 Kor 4,6 | |
21 | Διὰ τί δι’ ὑμᾶς μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ; δι’ ὑμᾶς, φησίν, ἵνα μὴ ἀνιάσω ὑμᾶς ὀνομαστὶ καθαπτό‐ μενος· διορθοῦσθαι μὲν γὰρ ἔσπευδεν, ἀνιᾶν δὲ ἐφυλάττετο. διὰ δὲ τοῦ μετασχηματισμοῦ, φησίν, ἀμφότερα ὑμῖν βουλομένοις ἔσται, καὶ τὸ | |
25 | διορθωθῆναι καὶ τὸ ἀλυπότερον ἀκοῦσαι τῶν ἐπὶ τῇ διορθώσει ἐλέγχων. ἐποίει δὲ τοῦτο καὶ ἵνα μὴ ὡρισμένα πρόσωπα τῷ ἐλέγχῳ καθυπο‐ βάλλων, δόξῃ ἀνθρωπίνῃ τινὶ προσπαθείᾳ ἢ ἀντιπαθείᾳ τοὺς μὲν ἐᾶν, τῶν δὲ κατατρέχειν. ἄλλως τε δέ· καὶ ἵνα μὴ ἐν τῇ τοιαύτῃ διακρίσει ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ | |
30 | φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ’ ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦτο τύφου μᾶλλον καὶ ἀπονοίας ἐμπλήσῃ. διὸ εἰκότως ἐξ ὀνόματος οὐ καθήψατο, ἀλλ’ εἰς ἑαυτὸν καὶ Ἀπολλὼ τὸν ἔλεγχον μετασχηματίσας, καθαρὰν καὶ εὐπρόσοδον τὴν νουθέτησιν | |
κοινὴν ἅπασιν ἐποιήσατο. | 551 | |
552(loc) | 1 Kor 4,8—9 | |
1 | Δυνατὸν κατ’ ἀπόφασιν καὶ ἐξ εὐθείας λαβεῖν τὸ ῥητόν. δοκῶ γάρ, φησίν, ὅτι ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους κήρυκας καὶ διδασκάλους ὑμῶν προεστήσατο, μεθ’ οὓς οὐκ ἄν τις ἄλλους ἀλλαχόθεν ποθὲν ἀναφανέντας ὀφείλει προσδέχεσθαι· οὐ γὰρ ἂν εἴποιεν | |
5 | ὅτι καὶ αὐτοὶ ἀπὸ Χριστοῦ ἀπεστάλησαν, ἡμεῖς γάρ ἐσμεν οἱ ἐπιθανάτιοι ἀποσταλέντες. τὸ δὲ οἱ ἐπιθανάτιοι διχῶς ἂν νοηθείη· ἢ ὅτι οἱ κατ’ αὐτὸν τὸν θάνατον κυρωθέντες εἶναι μαθηταί, συντάττων καὶ ἑαυτὸν τοῖς ἄλλοις μαθηταῖς, καὶ ἀπὸ τῶν πλειόνων οὕτω πάντας ὀνο‐ μάζων· ἢ μεταφορικῶς τὸ ἐπιθανάτιοι οἷον οἱ βέβαιοι, οἱ ἀληθινοί, | |
10 | μεθ’ οὓς οὔκ εἰσιν ἄλλοι, ἀπὸ τῶν ‹ἐπιθανατίων διαθηκῶν›· αὗται γάρ εἰσι βέβαιοι καὶ ἀμετακίνητοι. αἵ τε γὰρ πρὸ αὐτῶν κινοῦνται, καὶ αἱ μετὰ ταύτας πλασταὶ καὶ κίβδηλοι καὶ ἀπόβλητοι νόμῳ τυγχάνουσιν. καὶ τὸ δοκῶ δὲ οὐ δισταγμοῦ, ἀλλ’ ἤθους ἐστὶν ἐμφαντικόν. εἶτα καὶ πόθεν δῆλον, φησίν, ὅτι ἔσχατοι καὶ τελευταῖοι καὶ μεθ’ οὓς οὐκ ἔστιν | |
15 | ἄλλους ἄλλα κηρύσσοντας ἀποδειχθῆναι· θέατρον ἐγενήθημεν τῷ κόσμῳ, φησίν. ὁ κόσμος, φησίν, αὐτὸς καὶ ἡ οἰκουμένη τοῦτο μαρ‐ τυρεῖ, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ αἱ ἄνω τῶν ἀγγέλων τάξεις. πῶς οὖν ὑμεῖς ὡς ἀρχηγοὶ καινῆς διδασκαλίας καὶ καθηγηταὶ φυσιοῦσθε καὶ ἐπαίρεσθε; εἰ μὲν γὰρ ἃ παρ’ ἡμῶν παρειλήφατε διδάσκετε, μαθηταί | |
20 | ἐστε καὶ μάτην ἐφυσιώθητε· εἰ δὲ ἕτερα παρ’ ἃ παρειλήφατε, γινώσκετε ὅτι ἡμεῖς ἐσμεν οὓς ἐσχάτους καὶ τελευταίους καὶ ἐπιθανατίους ὁ θεὸς ἀπέδειξεν. πόθεν οὖν ὑμεῖς παρειληφότες διδάσκετε; εἰ γὰρ ἡμεῖς ἐσμεν οὓς ὁ Χριστὸς τελευταίους καὶ ἐπιθανατίους ἀποστόλους ἀπέδειξεν, δῆλον ὅτι εἴ τι χρηστὸν παρειλήφατε μάθημα καὶ | |
25 | κατόρθωμα, ἐκ τῶν ἡμετέρων πόνων καὶ τῆς διδασκαλίας ὑμῖν προσγεγόνασιν. εἴθε οὖν ἐν τούτοις ἐπλουτήσατε, εἴθε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν οἱ τὰ σπέρματα τῆς θεογνωσίας καὶ τῶν ἀρετῶν κατα‐ βαλόντες συμβασιλεύσωμεν. ἀλλὰ δέδοικα, μὴ οὐχ οὕτως ἔχῃ τὰ ὑμέτερα. | |
loc | 1 Kor 4,19 | |
30 | Καὶ γνώσομαι οὐ τὸν λόγον· οὐ γὰρ λόγων, φησί, χρεία ἀλλὰ τοῦ ἔργον ποιεῖν πνευματικόν. οὐκ ἂν γὰρ λόγοι χωρὶς ἔργων εἰσενέγκοιεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, δύναμιν γάρ φησι | |
τὴν τῶν ἔργων ἐπίδειξιν. | 552 | |
553(loc) | 1 Kor 5,1 | |
1 | Εἰ ἃ πράττεται ἐν τοῖς ἔθνεσιν, ταῦτα καὶ ἐν ὑμῖν μόνον ἀκουόμενα μέγα ὄνειδος φέρει, τὸ καὶ ὁμοίως ἔν τε τοῖς ἔθνεσι καὶ ἐν ὑμῖν τοῖς πιστοῖς τὰ αὐτὰ αἴσχη πράττεσθαι, πόσην τὴν κατηγορίαν αὔξει; εἰ δὲ τοῦτο, τὸ πράττεσθαι ἐν ὑμῖν ἃ μηδ’ ἐν ἐκείνοις, τίνα κακίαν | |
5 | οὐχ ὑπερακοντίζει; τὸ δὲ ὅλως ἀκούεται ὡς ἐκπεπληγμένου ἐπὶ τῇ φήμῃ καὶ ἀσχάλλοντος. φεῦ τῆς ἀτοπίας. ὅλως, φησίν, ἀκούεται; ὅλως ἐπὶ γλώσσης τινὸς ταῦτα λέγειν περὶ ὑμῶν ἐγκατέσκηψεν; | |
loc | 1 Kor 5,6—8 | |
8 | Καθώς ἐστε ἄζυμοι· καθώς, φησί, χρέος ὑμῖν ἐστιν ἀζύμοις εἶναι. πόθεν δὲ δῆλον ὅτι ἄζυμοι ὀφείλομεν εἶναι; | |
10 | αὐτόθεν φανερόν· τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. ὥσπερ οὖν οἱ ἐν τῷ νόμῳ βιοῦντες θυομένου αὐτοῖς τοῦ προσκαίρου καὶ ἀλόγου ἀμνοῦ ἐν ἑπτὰ ἡμέραις ἄζυμοι ἦσαν—οὐ γὰρ ἐξῆν αὐτοῖς ἐζυμωμένον οὔτε ἔχειν οἴκοι οὔτε φαγεῖν—, οὕτως καὶ ὑμεῖς τοῦ αἰωνίου καὶ λογικοῦ ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρ‐ | |
15 | τίαν τοῦ κόσμου ὑπὲρ ἡμῶν τυθέντος· τοῦτο γάρ ἐστι τὸ ἡμέτερον πάσχα. οὕτως ὀφείλομεν ἄζυμοι ἀεὶ καὶ καινὸν φύραμα εἶναι, μηδὲν τῆς παλαιᾶς ζύμης ἤτοι τῆς ἁμαρτίας ἑαυτοῖς συνεπιφερόμενοι. ὅρα δὲ πῶς καταλλήλως καὶ προσφυῶς ἐπέμεινε τῇ τροπῇ· ἐπειδὴ γὰρ τοῦ πεπορνευκότος τὴν ἁμαρτίαν ζύμην ἐκάλεσεν, | |
20 | ἐμφαίνων ὅτι μὴ ἐκκαθαιρομένης ταύτης ταχὺ καὶ τὸ ἄλλο συναναζυμοῦ‐ ται φύραμα, ἀκολούθως ἥρμοσε καὶ τὰ ἐφεξῆς, ζύμην παλαιὰν καὶ νέον φύραμα καὶ ἀζύμους τὰς ἀρετὰς καὶ κακίας τούτοις τοῖς ὀνόμασιν ὑποδηλῶν. | |
loc | 1 Kor 5,9—11 | |
24 | Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον | |
25 | ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ’ ὅστις ἂν ᾖ τοιοῦτος. καὶ πάλιν· ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, οὐχὶ τήνδε ἢ τήνδε, ἀλλ’ ὅλην τὴν παλαιὰν ζύμην· λαβὼν γὰρ ἀφορμὴν ἀπὸ τοῦ ἑνὸς τοῦ πεπορνευκότος, ἐπὶ τὸ κοινὸν ἀνεβίβασε τὸν λόγον, τοῦτ’ ἔστιν ἐπὶ πάντα πόρνον. κἀκεῖθεν | |
30 | πάλιν κοινότερον ἔτι τὸν λόγον ὑποφαίνει, ἐπάγων τὸ αὐτὸ παράγγελμα καὶ ἐπὶ τῶν τὰ ὅμοια πλημμελούντων, οἷον πλεονεκτούντων, | |
εἰδωλολατρούντων, καὶ εἴ τι ὅμοιον. | 553 | |
554 | Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος. τὸ ὀνο‐ μαζόμενος τινὲς μὲν τῇ προηγουμένῃ λέξει συνάπτουσι καὶ δηλοῦσθαι βούλονται δι’ αὐτοῦ, ὅτι ἀδελφὸς μὲν ὀνομαζόμενος καὶ μέχρι κλήσεως ἔχων τὴν κοινωνίαν, τῷ ὄντι δὲ διὰ τῶν ἔργων ἐχθρὸς ὑπάρχων καὶ | |
5 | διϊστάμενος. ἐμοὶ δὲ εὖ ἔχειν δοκεῖ, καὶ εἴ τις αὐτὸ τοῖς ἑπομένοις συνάψας ἐκλάβοι, οὐκέτι τοῦ ὀνομαζόμενος τὴν αὐτὴν σημαίνοντος ἔννοιαν, ἀλλὰ τοὐναντίον τὸν ἐπὶ προδήλοις ἔργοις ἤδη καὶ παρὰ πᾶσι κατὰ τὰ οἰκεῖα ἔργα ὀνομαζόμενον. καὶ γὰρ ἡ τῆς λέξεως αὐτὴ σημασία, ὥσπερ καὶ ἄλλαι πολλαὶ λέξεις, διχῆ σχίζεται· ἐνίοτε μέν, ὡς ἔφημεν, | |
10 | τὸν μόνῳ κοινωνοῦντα τῷ ὀνόματι προδηλοῦσα, ἐνίοτε δὲ τὸν εἰς ἄκρον ἐλθόντα τῆς πράξεως, ὥστε καὶ τὴν κοινὴν προσηγορίαν εἰς ἑαυτὸν ἐπισπάσαντα ἐκ ταύτης μᾶλλον ἢ ἐκ τοῦ κυρίου ἐπιγινώσκεσθαί τε καὶ ὀνομάζεσθαι. τὸν οὖν τοιοῦτον πόρνον καὶ πλεονέκτην καὶ λοίδορον καὶ μέθυσον, τοῦτ’ ἔστι τὸν πρόδηλον καὶ φανερὸν | |
15 | οὕτως ὥστε παρὰ πᾶσι γινώσκεσθαι καὶ ὀνομάζεσθαι, τοῦτον ἐκτρέ‐ πεσθαι παρακελεύεται, καὶ μηδὲ συνεσθίειν αὐτῷ μήτε κοινολογεῖσθαι μήτε συναναστρέφεσθαι, οὐχὶ δὲ τὸν ὑπ’ ἐνίων ὑποψιθυριζόμενον ἢ λοιδορούμενον. διὸ σοφῶς ἄγαν καὶ δραστηρίως τοῖς ἄλλοις ἀτόποις ἐργάταις συνῆψε καὶ τὸν λοίδορον, ἵνα τὸ αὐτὸ εἰδὼς ἔχειν ἐπιτίμιον | |
20 | ὅπερ ὁ πόρνος καὶ ὁ εἰδωλολάτρης, ὅσον εἰς τὸ ὑπὸ πάντων ἀποτρόπαιος εἶναι, χαλινοῖ τὴν γλῶσσαν καὶ κατέχει, καὶ μὴ ἐπαφίησιν αὐτὴν κατα‐ βόσκεσθαι τοὺς τῶν πλησίον βίους. καὶ τὸ εἰδωλολάτρης δὲ διὰ τοῦτό μοι δοκεῖ ἐνταῦθα συναριθμῆσαι, διδάσκων καὶ ἀσφαλιζόμενος ὡς, εἰ καὶ μέγα εἴη καὶ τῶν ἀτοπωτάτων ἐν ᾧ τινες αἰτιῶνται τὸν | |
25 | ἄνθρωπον, μὴ ᾖ δὲ εἰς φῶς ἠγμένον τὸ τόλμημα, οὐδ’ οὕτω χρὴ τὸν τοιοῦτον ἐξ ὑποψίας μόνης ἐκτρέπεσθαι, ἐπεὶ οὕτω γε ἂν ταῖς εἰς ἀλλήλους ὑποψίαις καὶ διαβολαῖς ἐξερεθιζόμενοι ἄνθρωποι εἰς πολεμίων, μᾶλλον δὲ εἰς θηρίων βίον τὴν πολιτείαν αὐτοῖς μεταστήσωνται. ἀλλ’ ἐκεῖνον δεῖ ἑαυτῶν ἐξαίρειν καὶ ἀποχωρίζειν, ὃς ἐπίδηλος καὶ τοῖς | |
30 | ἔργοις καὶ τῇ παρὰ πάντων ὀνομασίᾳ καθέστηκεν. | |
loc | 1Kor 6,1—9 | |
31 | Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων. τούτων οὕτως, φησί, κατὰ τὸ προσῆκον ἐχόντων, καὶ τοὺς μὲν ἐν ὑμῖν ἀδελφοὺς κρίνειν ἐχόντων τὴν ἐξουσίαν, ἐπὶ δὲ τοὺς ἔξω τοῦτο πράττειν οὐ συγχωρουμένων, τολμᾷ τις τοὺς ἔξω καλεῖν κριτὰς ἑαυτοῖς γενέσθαι ὑμῖν, καὶ οὐ κατα‐ | |
35 | δύεται κἂν εἰς λογισμοὺς τοῦτο λαβεῖν; οἱ πιστοὶ τοὺς πιστοὺς ἑαυτοῖς καθίσουσι κριτάς, ἐκλέξονται δὲ ἀντὶ τῶν ἁγίων τοὺς ἀδίκους. σφοδρῶς | |
δὲ τοῦτό φησι πανταχόθεν ἀσφαλιζόμενος περιστέλλειν ἑαυτούς, καὶ μὴ | 554 | |
555 | διδόναι τοῖς ἀπίστοις λαβὴν ἐν μηδενί, μήτε δικαζομένους μήτε ἄλλο τι τῶν οὐχὶ σεμνῶν καὶ εἰρηνικῶν διαπραττομένους· τοῦτο γὰρ οὔτε τὸ ὄνομα τοῦ θεοῦ δι’ αὐτοὺς βλασφημεῖσθαι παρεσκεύαζεν, κἀκείνους ἐποίει πρὸς τὸν ἔρωτα διανίστασθαι καὶ τὸν θειασμὸν τῆς θρησκείας. | |
5 | Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; εἰ ἀγγέλους τοὺς ἐκπεπτωκότας τῆς οἰκείας τάξεως γνώμης ἰδίας μοχθηρίᾳ, εἰ τούτους κρινοῦμεν ἤτοι ἐλέγξομεν, αὐτοὶ μετὰ σώματος ὄντες, ὅτι ἐκεῖνοι χωρὶς σώματος ὄντες τὸν οἰκεῖον θεσμὸν οὐκ ἐτήρησαν, ἡμεῖς δὲ κατὰ τοὺς δοθέντας ἡμῖν ὑπὸ τοῦ κυρίου νόμους κἀκείνων ἐπηρεαζόντων | |
10 | ἐπολιτευσάμεθα, εἰ οὖν ἐκείνους ἐλέγξομεν καὶ ἀναπολόγητον αὐτοῖς καταστησόμεθα τὸ ἁμάρτημα, πόσῳ μᾶλλόν ἐσμεν ἱκανοὶ τὰ βιωτικὰ διαλύειν φιλονεικήματα καὶ τὰς πρὸς ἀλλήλους δίκας καὶ ἔριδας; εἰ δ’ οὔπω τοῖς εἰρημένοις δυσωπεῖσθε, ἀλλ’ ἔτι νομίζετε ὅτι τῶν πιστῶν τὸ δικαστήριον ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας | |
15 | ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ’ οὖν εἰ καὶ ἀσθενεῖς καθ’ ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ ἀδύνατοι συνιδεῖν δικαιοκρισίαν, ἄμεινόν ἐστι τούτους καθίζειν δικαστάς, ὅταν ἔχητε χρείαν βιωτικῶν κριτηρίων, ἢ τοῖς ἀπίστοις ἑαυτοὺς εἰς κρίσιν ἐκδιδόναι. ἐξουθενη‐ μένους δὲ εἶπον, φησίν, ἐντρέπων ὑμᾶς καὶ αἰσχύνων, ἐπεὶ πολλοί | |
20 | εἰσι ἐν ὑμῖν διαλύειν δίκας ἰσχύοντες καὶ φιλονεικίας. πόσης γὰρ οὐκ ἔστιν αἰσχύνης καὶ καταγνώσεως τοῦτο, εἰ οὐκ ἔνι σοφὸς ἐν ὑμῖν, φησίν, οὐδὲ εἷς ὃς δυνήσεται δικάσαι ἀνὰ μέσον ἀδελφῶν δικαζομένων; διαφόρους δὲ ἀποδείξεις τίθησιν τοῦ μὴ δεῖν καταλιπόντας τοὺς πιστοὺς ἐπὶ τὸ τῶν ἀπίστων βαδίζειν κριτήριον· | |
25 | πρῶτον μέν, ὅτι εἰ ἡμεῖς νῦν οὐ κρίνομεν ἐκείνους, οἱ πιστοὶ τοὺς ἀπίστους, τί γάρ μοι, φησί, καὶ τοὺς ἔξω κρίνειν; πῶς οὐ μέγα ὄνειδος ὑπὸ τῶν ἀπίστων κρίνεσθαι τοὺς πιστούς; δεύτερον· εἰ οἱ μὲν ἄδικοι οἱ δὲ ἅγιοι, πῶς οὐκ ἔστιν ἠλίθιον καταλιπόντα τοὺς ἁγίους ἐπὶ τοὺς ἀδίκους τρέχειν, καὶ ταῦτα τυχεῖν ἐλπίζοντα τοῦ δικαίου; | |
30 | τρίτον· εἰ οἱ ἅγιοι τὸν κόσμον ἐλέγξουσι καὶ ἀναπόδραστον αὐτοῖς τὴν δίκην παρασκευάσουσιν, ἐφ’ οἷς τῆς αὐτῆς φύσεως ὄντες καὶ τὰς ἀρετὰς πράττοντες οὐκ ἔσχον μιμουμένους τοὺς ἐλεγχομένους, πόσῳ μᾶλλόν εἰσι δυνατώτεροι ἀναμεταξὺ δύο δικάζειν καὶ διακρίνειν. τέταρτον· εἰ ἀγγέλους τοὺς ἀσωμάτους δαίμονας ἐλέγχειν ἐσμὲν δυνατοί, πόσῳ | |
35 | μᾶλλον τοὺς ὁμοφυεῖς καὶ ὁμοδιαίτους; πέμπτον· εἰ καὶ μὴ ἴσχυον οἱ πιστοὶ δικάζειν, ἄμεινον ἦν καὶ οὕτως ἐπ’ αὐτῶν ἢ ἐπὶ τῶν ἀπίστων κρίνεσθαι. καὶ πρὸ τούτων, εἰ τὸν κόσμον κρίνομεν, φησίν, πῶς οὐκ ἔστιν ἀνάξιον ὑμῶν κρίνεσθαι ὑπὸ τῶν ἀπίστων; τοῦτο γὰρ δηλοῖ διὰ | |
τοῦ εἰπεῖν· καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε | 555 | |
556 | κριτηρίων ἐλαχίστων; παραθεὶς δὲ τὰς τοσαύτας ἀποδείξεις ὅτι οὐ δεῖ κρίνεσθαι ἐπ’ ἀπίστων, ἐπὶ τὸ τελειότερον ἀνάγει τὸν λόγον καί φησιν· τί λέγω ὅτι οὐ δεῖ κρίνεσθαι ὑμᾶς ἐπ’ ἀπίστων; ἄμεινον ἦν μηδ’ ἐπὶ πιστῶν, ἀλλὰ πολλῷ ἄμεινον ἦν μηδὲ δίκας ἔχειν πρὸς ἀλλήλους· | |
5 | αὐτὸ γὰρ τὸ αἰτιᾶσθαι ὅλως ἀλλήλους ἥττημα ὑμῶν ἐστιν. ἄριστον μὲν οὖν μηδένα μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι—οὕτω γὰρ κοινὴ πάντων ἦν ἡ ἀρετὴ καὶ ἡ σωτηρία—, εἰ δὲ δυοῖν ἀνάγκη, θάτερον αἱρετώτερον τοῦ ἀδικεῖν τὸ ἀδικεῖσθαι· τὸ μὲν γὰρ ἐκβάλλει τῆς βασιλείας, τὸ δὲ ταύτην προξενεῖ. εἰ δὲ οὐ μόνον οὐχ αἱρεῖσθε | |
10 | ἀδικεῖσθαι, ἀλλὰ καὶ ἀδικεῖτε, καὶ τό τε ἀδελφοὺς καὶ ὁμοπίστους, εἰς οἷον ὑμῖν τὰ τῆς τιμωρίας χωρήσει; Βιωτικὰ μὲν οὖν ἐὰν ἔχητε κριτήρια, τοῦτ’ ἔστιν ἐὰν χρείαν αὐτῶν ἔχητε, ἐὰν ἀνάγκη εἶναι αὐτὰ ἐν ὑμῖν, ἐὰν δέῃ συστῆναι αὐτά. καὶ ἡ μὲν πρόχειρος ἔννοιά τε καὶ σύνταξις αὕτη, ἔνι δὲ καὶ | |
15 | βαθύτερον τὴν λέξιν διελόντα συνιδεῖν καὶ τὸ νόημα ἀναπτύξαι. | |
loc | 1 Kor 6,13 | |
16 | Εἰ μὲν ἁπλῶς βρώματα τὴν τροφὴν δεῖ ἐκλαβεῖν καὶ κοιλίαν τὴν ὑποδοχὴν τῶν σιτίων, ἄμεινον εἰς προαγόρευσιν τοῦ μέλλοντος ἐκ‐ δέχεσθαι τὸ ἐπαγόμενον, οἷον· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει, τοῦτ’ ἔστιν· ἀλλὰ ταῦτα ἐν τῇ ἀναστάσει ἀργὰ καὶ | |
20 | ἄχρηστα ἔσται, εἰς ἀφθαρσίαν ἡμᾶς τοῦ θεοῦ μεταστοιχειοῦντος, καὶ μήτε τροφῆς δεῖσθαι μήτε πρὸς ὑποδοχὴν σιτίων γαστρὸς παρασκευά‐ ζοντος. καὶ εἴη ἂν ὁ νοῦς τοῦ τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασι τοιοῦτος, ἀλλήλων ἐστί, φησίν, ἐρεθιστικὰ καὶ ἐπιζητητικά· ἥ τε γὰρ ἐν τῇ κοιλίᾳ ὄρεξις ἐπιζητεῖ τὰ σιτία, τὰ δὲ σιτία | |
25 | τὴν ἐν ἡμῖν πάλιν ὄρεξιν ἐρεθίζει καὶ διεγείρει, ὁ δὲ θεός, φησίν, ἄμφω ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἀποδείξει. οὐ χρὴ οὖν περὶ τῶν μελλόντων ἔσεσθαι ἀχρήστων λίαν σπουδάζειν. εἰ δὲ βρώματα μὲν τὸ ἀκόρεστον τῶν βρωμάτων, κοιλίαν δὲ τὴν ἀπληστίαν τῆς κοιλίας ἐκληψόμεθα—οὐδὲν γὰρ κωλύει καὶ ταῦτα δηλοῦσθαι ὑπὸ τῶν | |
30 | λέξεων—, οὐ προαγορεύσεως ἔννοιαν δίδωσι τὸ ἐπαγόμενον, ἀλλὰ μᾶλλον ἀρᾶς καὶ δίκης. καταργήσει αὐτά, φησίν, ὁ θεός, ἀπελάσει ταῦτα ἀφ’ ἡμῶν, ἐκδιώξει τὴν ἀδηφαγίαν καὶ γαστριμαργίαν, ἐλευθέρους τούτων ἀποδείξει τῶν κακῶν. εἰ δὲ ἀρὰς αὐτοῖς ἐπάγομεν, | |
καὶ ἑαυτοὺς τούτων ἐλευθερωθῆναι εὐχόμεθα, πῶς οὐχὶ βδελυξόμεθα; | 556 | |
557(loc) | 1 Kor 6,17—19 | |
1 | Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. μονο‐ ειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ δουλεύων καὶ μαμωνᾷ, ἀλλ’ ὅλος ἑνιαῖός ἐστι καὶ ὅλος πνευ‐ | |
5 | ματικός, εἰς ἑνότητα συναγόμενος πνεύματος. Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. αὐτὸ μερίζει τὸ ἴδιον σῶμα, καὶ εἰς ἑαυτὸν ἀλλ’ οὐκ εἰς ἄλλον τὴν ἀδικίαν ἐπιδείκνυται, ὅπερ ἐπ’ οὐδενὶ τῶν ἄλλων ἐστὶν εὑρεῖν ἁμαρτημάτων· πάντες γὰρ ἄλλους βλάπτοντες ἁμαρτάνουσιν, ὁ δὲ πορνεύων ἑαυτὸν | |
10 | βλάπτων καὶ κακοποιῶν. Ἡ ἐπαγωγὴ δείκνυσι τὴν ἔννοιαν τοῦ προτεταγμένου αὐτῆς ῥητοῦ τοιαύτην εἶναι· εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, οἷον· εἰς αὐτό, φησί, τὸ ἴδιον τοῦ δεσπότου σῶμα, καὶ γὰρ ἐπάγει· ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου πνεύματός ἐστιν; | |
15 | καὶ πάλιν· καὶ οὐκ ἐστὲ ἑαυτῶν, καὶ πρὸ βραχέος· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; καὶ πάλιν· ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ. ὥστε ὁ πορνεύων εἰς τὰ ἴδια μέλη τοῦ Χριστοῦ καὶ εἰς τὸ σῶμα αὐτοῦ πλημμελεῖ. τί οὖν, φησίν, οἱ λοιπὰς πλημμελοῦντες ἁμαρτίας οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ αὐτοὶ | |
20 | εἰς τὸ τοῦ Χριστοῦ σῶμα πλημμελοῦσιν; καί φαμεν ὅτι οὐχ οὕτως· εἰ γὰρ καὶ διά τινος μέλους ὁ κλέπτων ἢ ὁ φονεύων τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ’ οὐχὶ εἰς τὸ αὐτοῦ μέλος τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ’ ἐκτὸς αὐτὴν καὶ εἰς ἄλλον τινὰ κακουργεῖ, ὁ δὲ πορνεύων καὶ διὰ τῶν μελῶν ὥσπερ ἐκεῖνοι, καὶ εἰς αὐτὰ τὰ μέλη καὶ ὅλον τὸ σῶμα τὴν βλάβην καὶ τὴν | |
25 | ἀδικίαν ἐπιδείκνυσιν. | |
loc | 1 Kor 7,12—14 | |
26 | Εἴ τις γυναῖκα ἔχει ἄπιστον. ἵνα μὴ διασπασθῶσιν οἱ γάμοι καὶ λοιπὸν συγχύσεως καὶ ταραχῆς καὶ οἴκων ἀνατροπῆς ἡ εὐσέβεια νομισθῇ τοῖς πολλοῖς, διὰ τοῦτο τοὺς φθάσαντας ἀπίστοις συνοικεῖν κωλύει διαιρεῖσθαι. | |
30 | Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος. καὶ αὐτὸ δὲ τοῦτο τὸ ἀνέχεσθαι τὸν ἄπιστον καὶ μὴ ἀποπηδᾶν συνοικεῖν τῷ πιστῷ, ἐγγύς ἐστι τοῦ πρὸς τὴν εὐσέβειαν ὁρᾶν. ἀλλ’ εἴποι τις ἂν ἴσως· οὐκοῦν τὸ αὐτὸ νοοῦντες καὶ περὶ τοῦ πιστοῦ ἐγγὺς αὐτὸν εἶναι φαίημεν ἂν τοῦ πρὸς | |
ἀσέβειαν ὁρᾶν. πρὸς ὅ φαμεν ὡς οὐκ ἔστιν ἴσον, οὐδὲ πολλοῦ δεῖ· ὁ | 557 | |
558 | μὲν γὰρ πιστὸς συνοικῶν τῷ ἀπίστῳ τῆς πίστεως ἐντολὴν καὶ νόμον πληροῖ, ὥστε καὶ ταύτῃ μᾶλλον ᾠκείωται τῇ πίστει καὶ διΐσταται τῆς ἀπιστίας· ὁ δὲ ἄπιστος μόνῃ τῇ πρὸς τὸν συνοικοῦντα στοργῇ δεδεμένος τὴν συνάφειαν οὐ λύει, ἀλλ’ οὐχὶ νόμον τὸν ἀπὸ τῆς οἰκείας ἀπιστίας | |
5 | αὐτὸς ἐκτελῶν, στέργων δὲ τὸν συνοικοῦντα χειραγωγηθήσεταί ποτε καὶ πρὸς τὴν αὐτοῦ πίστιν δι’ αὐτοῦ. καὶ τὸ στέργειν δὲ αὐτὸ τῆς εὐσεβοῦς ἐστι νομοθεσίας ἀλλ’ οὐχὶ τῆς ἀσεβείας, ὥστε καὶ ταύτῃ ἐγγύς ἐστι τοῦ εὐσεβεῖν αὐτὸν καὶ ἡγιάσθαι διὰ τῆς συνοικήσεως τοῦ πιστοῦ. | |
loc | 1 Kor 7,15—17 | |
9 | Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιού‐ | |
10 | τοις. οὐκ ἔχει ἀνάγκην, φησίν, ὁ πιστὸς ἢ ἡ πιστὴ ἐν τοῖς ἀπίστοις τοιαύτην, οἵα αὐτῷ ἐπίκειται ἐπὶ τῶν πιστῶν· ἐκεῖ μὲν γὰρ παντὶ τρόπῳ, χωρὶς λόγου πορνείας, οὐκ ἔξεστιν ἀπ’ ἀλλήλων τοὺς συναφθέντας χωρισθῆναι, ἐνταῦθα δὲ ἂν μὲν συνευδοκῇ τὸ ἄπιστον μέρος τῷ πιστῷ συνοικεῖν, δεῖ μὴ λύειν τὸ συνοικέσιον· ἂν δὲ στασιάζῃ, | |
15 | καὶ τὴν λύσιν ἐκεῖνος ποιῇ, οὐ δεδούλωται ὁ πιστὸς εἰς τὸ μὴ χωρισθῆναι, ἀλλ’ ἐλεύθερός ἐστιν ἐκείνου λύοντος τὸν γάμον καὶ αὐτὸς διαστῆναι. πλήν, φησίν, εἰ καὶ ἐλεύθερός ἐστιν τὸ συνοικέσιον διὰ τὴν τοῦ ἀπίστου στάσιν λύειν, ἀλλ’ ἄμεινον πολλῷ ποιήσει, εἰ τὴν ἔριν εἰρήνῃ καὶ καλοκαγαθίᾳ λύσας μὴ λύσει τὸν γάμον. ἐν γὰρ εἰρήνῃ, φησί, | |
20 | κέκληκεν ἡμᾶς ὁ θεός· τοῦτο γάρ, φησί, καὶ τῆς κλήσεως τῆς ἀπὸ θεοῦ σημεῖον, τὸ εἰρηνικοὺς ὅσον τὸ ἐξ ἡμῶν πρὸς πάντας εἶναι. καὶ τὸ ἐφεξῆς δέ· τί γὰρ οἶδας, γύναι, καὶ ἑξῆς ταύτῃ συνᾴδει τῇ ἑρμηνείᾳ διὰ τῆς πρὸς αὐτὴν μάλιστα ἀκολουθίας. Ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός. τὸ γὰρ συμφέρον αὐτὸς | |
25 | μόνος οἶδεν, καὶ πότερον μᾶλλον συνετέλει τὸν πιστὸν ἐξ ἀρχῆς ἀπίστῳ συναφθῆναι ἢ πιστῷ. ἐπ’ ἐνίων μὲν γὰρ συνέφερε πιστὸν πιστῷ συνοικεῖν, καὶ συνήφθη· ἐπ’ ἐνίων δὲ πιστὸν ἀπίστῳ, καὶ γέγονεν οὕτως. καὶ τούτων οὐδείς ἐστιν ἱκανὸς συνιδεῖν τὰς αἰτίας πλὴν τοῦ οὕτω διαταξαμένου καὶ μερίσαντος θεοῦ καὶ τοῦ καλέσαντος κυρίου. εἰ δὲ | |
30 | ὁ θεὸς καὶ ὁ κύριος τὰς τοιαύτας συναφείας ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τούτῳ | |
ἐμμένειν καὶ περιπατεῖν. | 558 | |
559(loc) | 1 Kor 7,18—19 | |
1 | Περιτετμημένος τις ἐκλήθη; φησίν· μὴ ἐπισπάσθω. Ὁ ἅγιος Ἐπιφάνιος τοῦτό φησιν, ὅτι διά τινος θεραπείας φαρμακευτικῆς δύναταί τις ποιῆσαι τὸν ἐμπερίτομον ἀκρόβυστον, καὶ ὅτι ταύτης τῆς ἐπινοίας πρῶτος εὑρετὴς γέγονεν Ἠσαῦ. καὶ διὰ τοῦτό φησιν ὁ θεός· | |
5 | τὸν Ἠσαῦ ἐμίσησα. Ἡ περιτομὴ οὐδέν ἐστιν. οὔτε ἡ περιτομή, φησίν, ὅσον τὸ καθ’ αὑτὴν δύναταί τινα ὠφελῆσαι, οὔτε ἡ ἀκροβυστία· ἡ δὲ ὠφέλεια διὰ τὴν τήρησιν τῆς ἐντολῆς παραγίνεται ὁμοίως καὶ τῇ περιτομῇ καὶ τῇ ἀκροβυστίᾳ. τῶν γὰρ ἐν ἀνθρώποις πράξεων αἱ μὲν καθ’ αὑτὰς | |
10 | ἔχουσι τὸ χρήσιμον, καὶ εἰ μὴ ὦσιν ἐντολῆς ἠρτημέναι θείας, οἷον ἡ δικαιοσύνη καὶ τὰ ὅμοια, αἱ δὲ διὰ μόνην τὴν ἐντολήν, ὡς τὰ πλεῖστα τῶν ἐν τῷ νόμῳ. | |
loc | 1 Kor 7,21—22 | |
13 | Ἵνα μὴ τοῖς δούλοις ἐμπόδιον πρὸς τὴν εὐσέβειαν ἡ δουλεία νομισθῇ, διαρρήδην φησίν, ὅτι τοῦτο τοσοῦτον ἀπέχει τοῦ ἐμποδὼν | |
15 | εἶναι, ὥστε οὐδ’ ἐν φροντίδι εἶναι δεῖ περὶ αὐτῆς. μὴ γὰρ μελέτω σοι, φησίν· ἀλλ’ εἰ καὶ δύνασαι διά τινος σπουδῆς καὶ ἐπιμελείας ἐλεύθερος γενέσθαι, ἔα τοῦτο καὶ κέχρησο μᾶλλον τῇ δουλείᾳ· οὐδ’ οὕτως οὐδὲν ἐλαττοῦσαι τοῦ δεσπότου. ἀπελεύθερος γὰρ εἶ ὥσπερ κἀκεῖνος τοῦ κοινοῦ δεσπότου· δοῦλος μὲν γὰρ εἶ τοῦ | |
20 | κοινοῦ δεσπότου ὥσπερ κἀκεῖνος, καὶ ἀπελεύθερος πάλιν ὥσπερ ἐκεῖνος. τί οὖν σοι τῆς σωματικῆς μέλει δουλείας, τῆς μήτε ἐλαττούσης μήτε τῷ δουλευομένῳ μεῖζόν τι προστιθείσης, ἀλλ’ ἑκάτερον μηδὲν εἰς τὸ τυχεῖν τῶν ἴσων παραβλαπτούσης; | |
loc | 1 Kor 7,25—28 | |
24 | Ὡς ἠλεημένος ὑπὸ κυρίου ἀξιόπιστος εἶναι εἰς τὸ παραινεῖν | |
25 | ὑμᾶς καὶ διδάσκειν τὰ συμφέροντα. καὶ ταύτην ὑμῖν ἀποφαίνομαι τὴν | |
συμβουλὴν καὶ γνώμην. | 559 | |
560 | Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην. τὸν διωγμὸν οἶμαι λέγειν αὐτὸν ἐνταῦθα, τὸν ἀπὸ τῶν ἀπίστων τοῖς πιστοῖς ἐπανατεινό‐ μενον, καὶ τὰς ἄλλας ἐπηρείας καὶ κακώσεις ἃς ὑπέμενον· τοῦτο γὰρ ἀκόλουθον ἐνεστῶσαν ἀνάγκην αὐτὸν καλεῖν. ἐπειδὴ γὰρ παραίνε‐ | |
5 | σιν ὑψηλὴν καὶ μεγάλην ἠθέλησε ποιήσασθαι, μετὰ περιστάσεως αὐτὴν ἔδοξεν εἰσάγειν. καλόν, φησίν, ἡ παρθενία καὶ διὰ τὴν ἐνεστῶσαν τῶν πειρασμῶν φοράν· ῥᾷον γὰρ καὶ ἀκοπώτερον ταύτας οἴσομεν ἢ γυναῖκας καὶ τέκνα ἐν διωγμοῖς καὶ μυρίαις ταλαιπωρίαις συνεπαγόμενοι. κατα‐ μεριζομένης γὰρ εἰς πολλὰ πάθη τῆς ψυχῆς ἐν ἀφορήτῳ κακῷ ἀνάγκη | |
10 | καταβαπτισθῆναι τὸν ἄνθρωπον· μόνον δὲ ὄντα καὶ τοῖς ἑτέρων πάθεσι μὴ κατατεμνόμενον, εὐχερὲς τῆς τῶν κακῶν ὑπερανασχεῖν τρικυμίας. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν καὶ ὁ φθάσας γάμῳ κοινωνῆσαι ἄμεινον ποιήσει λύων τὸν γάμον, ἐπήγαγεν· μὴ γένοιτο—τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· δέδεσαι γυναικί; μὴ ζήτει λύσιν—, ἀλλ’ ὥσπερ, | |
15 | φησίν, ὁ δεδεμένος οὐκ ὀφείλει λύσιν ζητεῖν, οὕτως οὐδὲ ὁ λελυμένος δεσμὸν ἑαυτῷ ὀφείλει περινοεῖν. τὸ δὲ λέλυσαι διχῶς ἐστιν ἐκλαβεῖν, ἢ ὅτι οὔπω ὅλως ἐδέθης, ἢ ὅτι λυθεὶς ἀφ’ οὗ ἐδέθης δεσμοῦ, οὐκ ὀφείλεις ἄλλῳ γυναικὸς δεσμῷ πάλιν συνδεθῆναι. Τὸ ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες καὶ ἐφεξῆς, τοῖς ἄνω | |
20 | καθ’ ὑπερβατὸν συντακτέον, οἷον· καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι, ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες καὶ ἑξῆς. οὐ γὰρ δεῖ συνάπτειν αὐτὸ τῷ λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες. πρῶτον μὲν γὰρ ἀνακόλουθος οὕτω λαμβανομένη ἡ ἔννοια· τί γὰρ τῷ γεγαμηκότι ἤδη καὶ διαλυθέντι | |
25 | προσήκει λέγειν· ἐὰν δὲ καὶ γήμῃς· τοῦτο γὰρ τοῖς μήπω γεγαμη‐ κόσιν ἁρμόδιον. ἔπειτα δὲ καὶ μέγα ἐστὶν ἁμάρτημα, λυσάμενον ἀπὸ τῆς γυναικὸς ἄλλην γήμασθαι· ὥστε οὐκ ἐγχωρεῖ οὕτως συνάψαι τὸ χωρίον, ἀλλ’ ὡς πρότερον εἴρηται. καὶ γὰρ καὶ πρὸ ὀλίγου φησίν· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος. διά τε οὖν τὰ προειρημένα | |
30 | καὶ τὸ νῦν εἰρημένον, ἵνα μὴ ἐναντία λέγειν ἑαυτῷ δόξῃ, καθ’ ὑπερ‐ βατὸν συντακτέον. εἰ δὲ τὸ λέλυσαι οὐχὶ πρὸς τοὺς συναφθέντας, εἶτα διαλυθέντας ἀκούσεις, ἀλλ’ ἁπλῶς πρὸς τοὺς μὴ συνελθόντας ὅλως εἰς γάμου κοινωνίαν, ἀλλὰ λελυμένους ὄντας τοῦ τοιούτου δεσμοῦ, ἐγχωρεῖ καὶ κατὰ πόδα ἡ σύνταξις. | |
loc | 1 Kor 7,34 | |
35 | Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ’ ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει | |
λοιπὸν τὰς διαφοράς, εἰπών τινας καὶ πρὸ τούτων. | 560 | |
561(loc) | 1 Kor 7,36—38 | |
1 | Εἰ δέ τις, φησίν, ἀσχημοσύνην νομίζει φέρειν αὐτῷ, ἀνέκδοτον γάμῳ φυλάττειν οἴκοι τὴν θυγατέρα παρθενεύουσαν, καὶ οἴεται οὕτω μᾶλλον ὀφείλειν γίνεσθαι οἷον ἐκδοῦναι, ποιείτω ὃ θέλει· οὐ γὰρ κεκώλυται ὁ γάμος—μὴ γένοιτο—εἰ καὶ ὑψηλότερον ἡ παρθενία. | |
5 | ὥστε εἰ βούλονται, ἐκγαμείτωσαν αὐτάς, φησίν. εἰ δέ τις ἕστηκεν ἐν ταύτῃ τῇ γνώμῃ ἑδραῖος, ἤτοι εἰς τὸ μὴ ἐκγαμίσαι αὐτήν, μὴ ποιῶν τοῦτο ὡς ἐξ ἀνάγκης καὶ ἀπὸ νόμου κωλυόμενος—ὁ γὰρ οὕτως τοῦτο ποιῶν λίαν ἁμαρτάνει—· ἐὰν οὖν τις τοῦτο ὡς μὴ ἔχων ἀνάγκην ποιῇ, ἀλλ’ ὡς κύριος μὲν ὢν ἑκατέρου θελήματος ἀπὸ τοῦ νόμου, αὐτὸς | |
10 | δὲ αἱρετώτερον κρίνων τὸ μὴ ἐκγαμίζειν, καὶ οὗτος καλῶς ποιεῖ φυλάτ‐ των παρθένον καὶ ἀμέριμνον τὴν ἑαυτοῦ θυγατέρα. δύναται τὸ μὴ ἔχων ἀνάγκην καὶ ἄλλως οὐδὲν ἧττον οἰκείως ἐκληφθῆναι, οἷον· μὴ ἀναγκαζόμενος τὸ ἐναντίον ποιεῖν ἀπὸ τῆς θυγατρός. ἐὰν ὁρᾷ γὰρ τὰ τῆς θυγατρὸς εἰς τὸ ἐκγαμίζειν αὐτὸν ἀναγκάζοντα, οὐκ | |
15 | ὀφείλει παρθένον αὐτὴν τηρεῖν εἰς τὸ ἐναντίον αὐτὴν καὶ τῆς ὁρμῆς καὶ τῆς γνώμης ἐκβιαζόμενος—ἑκούσιον γὰρ ἀλλ’ οὐκ ἀκούσιον τὸ τῆς παρθενίας—, ἐπεὶ μετὰ τοῦ ἀκουσίου καὶ εἰς χεῖρον ἂν ἀποκλίνειεν ἑαυτῇ μὲν συγγνώμην φέρουσα, εἰς δὲ τὸν βιασάμενον παρθενεύειν τῆς ἀτοπίας τὴν αἰτίαν ἀναφέρουσα. ἢ τὸ μὴ ἔχων ἀνάγκην καὶ τοῦτο ἂν | |
20 | ὑποδηλώσειεν· μὴ ἔχων, φησίν, ἀνάγκην τοῦτο ποιεῖν, ἢ ὡς προ‐ αφιερώσας τῷ θεῷ καὶ ἀναθεὶς παρθενεύειν, ἢ ὡς τῆς θυγατρὸς ἐπὶ τούτῳ καταναγκαζούσης· τῷ γὰρ ὑπό τινος τῶν εἰρημένων ἀνάγκην ἔχοντι μὴ ἐκγαμίζειν οὐδὲ βουλεύσασθαι ἄλλως ἔνι, οὐδὲ κρίσιν ἄλλην ἐν τῇ καρδίᾳ μελετῆσαι· ἀλλ’ οὐδ’ ἐπιτελοῦντι τηλικοῦτος ὁ ἔπαινος, ὅσον μὴ ἐπι‐ | |
25 | τελοῦντι τὸ κατάκριμα, ἀλλὰ πολλαπλάσιον. ὃς δὲ χωρὶς ἀνάγκης ἐν τῇ καρδίᾳ τοῦτο κέκρικε ποιεῖν παρθένον μὲν ἔχων, μέγα κατώρθωσεν, ἐκγαμίσας δὲ οὐδὲν ὅλως ἥμαρτεν. | |
loc | 1 Kor 7,40 | |
28 | Κατὰ τὴν ἐμὴν γνώμην· κατὰ τὴν ἐμὴν παραίνεσιν καὶ συμβουλήν, οὐ κατά τινα νομοθεσίας ἀνάγκην. εἶτα ἵνα μή τις εἴπῃ· | |
30 | οὐκοῦν εἰ μὴ ἔστι νομοθεσία, τί χρὴ ὅλως τινὰ κατὰ τὴν παραίνεσιν ποιεῖν; ἐπήγαγεν ὅτι καὶ ταῦτα ἐκ τοῦ παναγίου πνεύματος παραινοῦ‐ μεν, εἰ καὶ μὴ εἰς νόμου ἀνάγκην διὰ τὴν ἀσθένειαν ὑμῶν τὴν συμβου‐ | |
λὴν κατακλείομεν. | 561 | |
562(loc) | 1 Kor 8,4 | |
1 | Ἐν κόσμῳ εἴδωλον οὐδέν ἐστιν, τοῦτ’ ἔστιν οὐδέν ἐστι τῶν ἐν κόσμῳ ὄντων τὸ εἴδωλον, ἐπινοίας δὲ ματαίας ἀναπλασμὸς καὶ ἀνατύπωσις. διὸ ἐν μόναις ταῖς τοιούτων διανοίαις ἡ τῶν εἰδώλων ὕπαρξις ἵδρυται, ἐν ἄλλῳ οὐδενὶ δυναμένων ἔχειν τὴν ὑπόστασιν. | |
loc | 1 Kor 9,2 | |
5 | Εἶτα ἵνα μὴ λέγωσιν· εἰ καὶ ἀπόστολος εἶ, οὐδὲν μέντοι ἔργον ἐπεδείξω· πῶς; φησίν· οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε; τοῦτ’ ἔστιν οὐκ ἐργασίαν ἀποστόλοις πρέπουσαν ἐπεδειξάμην εἰς ὑμᾶς, ἐπιστρέψας ὑμᾶς; ὅπερ ἐν κυρίῳ διὰ Χριστοῦ πέπραχα. | |
loc | 1 Kor 9,6 | |
9 | Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν | |
10 | τοῦ μὴ ἐργάζεσθαι; τοῦ τὰ πρὸς τροφὴν καὶ αὐτάρκειαν ἀπὸ τοῦ κηρύγματος πορίζεσθαι; ἀλλ’ ὅμως ἔχοντες ἐξουσίαν οὐ χρώμεθα τῇ ἐξουσίᾳ, ἵνα μᾶλλον ὑμᾶς ὠφελήσωμεν, ἀδάπανον κηρύσσοντες τὸ εὐαγγέλιον. εἰ δὲ τοῦτο, δηλονότι, εἰ καὶ συνῄδειν σκανδαλιζομένους ὑμᾶς ἕνεκεν κρεωφαγίας, καίτοι ἀκώλυτον ὄν, οὐκ ἂν ἔφαγον εἰς τὸν | |
15 | αἰῶνα, ἵνα μὴ σκανδάλου πρόξενος γενοίμην τῷ ἀδελφῷ. εἰ δὲ τοῦτο, πόσῳ μᾶλλον δεῖ φυλάττεσθαι ὑμᾶς ἐκ τῶν εἰδωλοθύτων, δι’ ὧν οὐ μόνον οἱ ἀδελφοὶ σκανδαλίζονται, ἀλλὰ καὶ τὰς συνειδήσεις μολύνουσιν; τὸ δὲ ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; οἰκειότερόν ἐστι τῆς λέξεως οὕτως ἐκλαβεῖν. | |
20 | οἱ μὲν οὖν ἄλλοι ἀπόστολοι, φησίν, ἐξουσίαν ἔχουσι μὴ ἐργάζεσθαι μηδὲ κοπιᾶν ταῖς χερσίν, ἀλλ’ ἐκ τῶν διακονούντων αὐτοῖς διατρέφεσθαι, ἐγὼ δὲ καὶ Βαρνάβας, ὡς φαίνεται, φησίν, οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι, ἀλλ’ ἀνάγκη ταῖς χερσὶ κοπιῶντας οὕτως ἑαυτοῖς τὰ πρὸς τὴν ἀναγκαίαν χρείαν ἐπαρκεῖν. | |
loc | 1 Kor 9,10 | |
25 | Οὐχὶ ἐφ’ ὅτῳ μηδὲν περαιτέρω ἀπολαύειν, ἀλλ’ ἐφ’ ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι· τῆς γὰρ διακονίας οἱ ἀπόστολοι τῆς ἐπὶ τῇ διατροφῇ ἐλπίδα εἶχον παρὰ τῶν μαθητευομένων | |
30 | τυγχάνειν, καὶ ἐτύγχανον. οὐ μέντοι γε τοῦτο ἦν αὐτοῖς ἡ τελεία ἐλπίς, | 562 |
563 | ἀλλὰ ταύτης ἀπολαύοντες τῆς ἐλπίδος ἔτι τὰ μείζονα ἐκαραδόκουν καὶ ἤλπιζον. τοῦτο δέ φησιν ὅτι οὐδὲν ἐνέκοπτεν, εἰς τὴν τῶν μελλόντων ἐλπίδα καὶ ἀπόλαυσιν δεικνύς, ἡ τῆς παρὰ τῶν μαθητευομένων ἐπὶ τῇ τροφῇ ὑπηρεσίας ἀπόλαυσις, ἐντεῦθεν δηλῶν, ὡς καίτοι μηδὲν ἐμποδὼν | |
5 | ὄντος πρὸς τὴν ἐκεῖθεν ἀπόλαυσιν τοῦ τρέφεσθαι παρὰ τῶν μαθητῶν, ὅμως οὐχ εἱλόμην. πλείοσι δὲ αὐτὸ ἐπιχειρήμασιν ἀκώλυτον ὂν κατα‐ σκευάζει, διά τε τὸ εἰρημένον, καὶ ἵνα μὴ ἀπεχόμενος αὐτὸς τοὺς ἄλλους δόξῃ χρωμένους ἐν διαβολῇ τινι καθιστᾶν. | |
loc | 1 Kor 9,16—18 | |
9 | Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω. εἰ γὰρ τὸ κηρύσσειν τὸ | |
10 | εὐαγγέλιον τῆς ἐμῆς ἦν ὅλως φιλοτιμίας καὶ οὐδεμία μοι ἀνάγκη ἐκ τῆς δεσποτικῆς ἐντολῆς ἐπέκειτο, εἰκότως ἐπὶ τούτῳ μισθὸν μέγαν ἤλπιζον, καὶ ἐξῆν μοι ὡς ἐπ’ ἰδίῳ κατορθώματι καυχᾶσθαι. εἰ δὲ ὡς διακονίαν καταπιστευθεὶς καὶ ἀνάγκην ἔχων ὑπηρετεῖν τοῦτο πράσσω, οὐκέτι ὅμοιος ὁ μισθὸς ἕπεται, οὐδ’ ἔστιν ἐπὶ τούτῳ καυχᾶσθαι. ἐπὶ τίνι οὖν | |
15 | ἐστι λαμπρὸς ὁ μισθὸς καὶ τὸ καύχημα; ἐφ’ ᾧ κηρύσσειν μὲν ὡς προσετάγην τὸ εὐαγγέλιον, μηδὲν δὲ ἐκ τοῦ κηρύγματος μηδ’ ὅσον ἀποζῆν λαμβάνειν, ἀλλ’ ἀδαπάνως καὶ δωρεὰν ὑπηρετεῖν τῇ διακονίᾳ. | |
loc | 1 Kor 9,22 | |
18 | Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής. καὶ ἐν τῇ πρὸς Ῥωμαίους, ὅτε τοὺς διακρινομένους φαγεῖν κρέα διὰ τὴν ἐνίων κρεῶν | |
20 | παρατήρησιν, ὅτε τούτων τῇ ἀσθενείᾳ συγκαταβαίνων οὔτε αὐτὸς τούτοις ἐπετίμα, καὶ τοὺς ἄλλους ὄχλησιν ἐπάγειν αὐτοῖς ἐκώλυεν. Τοῖς πᾶσι γέγονα τὰ πάντα. εἰ γὰρ ἐγώ, φησί, καὶ ὧν οὐκ ἔδει οὐδὲν παριδεῖν, ἵνα πλείους σώσω παρεῖδον, πῶς οὐχὶ δεῖ ἀπέχεσθαι ὑμᾶς τῶν εἰδωλοθύτων; καὶ τό τε τὰς τῶν ἀδελφῶν ἐπὶ | |
25 | τούτῳ τύπτοντας συνειδήσεις; | |
loc | 1 Kor 10,2—4 | |
26 | Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο. εἰς ἐκεῖνον, φησίν, ἀφορῶντες καὶ θαρρήσαντες ἀφῆκαν αὐτοὺς τῷ θαλασσίῳ ῥείθρῳ βαπτίζεσθαι, εἶτα καὶ ὑπὸ τῆς νεφέλης ὡσαύτως ἐκείνῳ κατακολουθοῦν‐ τες ἐσκιάζοντο· εἰ γὰρ καὶ μὴ τῷ ὕδατι ἐκαλύφθησαν, ἀλλ’ οὖν ἐν ἐκείνῳ | |
30 | τῷ χώρῳ τοῦ ὕδατος γεγονότες ἐπορεύοντο, ἐν ᾧ ἀνάγκη τοὺς διαπο‐ | |
ρευομένους ὅλῳ καταβαπτίζεσθαι τῷ ὕδατι. | 563 | |
564 | Ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. αἰσθητὴ μὲν ἦν ἡ πέτρα δηλονότι, ἡ τὸ ὕδωρ τοῖς Ἰσραηλίταις ἀναβλύσασα, ἀλλ’ οὐχὶ τῇ οἰκείᾳ φύσει τοῦτο ἔβλυσεν, ἀλλὰ τῇ δυνάμει τῆς κατ’ ἐνέργειαν παρούσης αὐτῇ πνευματικῆς πέτρας καὶ ἀκολουθούσης τῇ χρείᾳ τῶν | |
5 | διψώντων, τοῦτ’ ἔστι πρὸς τὴν ἐκείνων σωτηρίαν καὶ ὠφέλειαν πάντα μεταποιούσης καὶ μεταπλαττούσης καὶ συνεπομένης αὐτῶν τῷ βουλή‐ ματι, καὶ ποτὲ μὲν τὸ ὕδωρ αὐτοῖς εἰς διάβασιν ἴσα πέτραις στερεούσης, ποτὲ δὲ τὸν οὐρανὸν εἰς βρῶσιν καὶ τροφὴν αὐτοῖς ἄφθονον γεωργούσης, ἄλλοτε δὲ τὴν πέτραν εἰς ὑδάτων γονὰς ἀναστομούσης. διὸ εἰκότως | |
10 | λέγοιντ’ ἂν ἐκ τῆς πνευματικῆς πέτρας πιεῖν· αὕτη γὰρ ἦν ἡ τὴν αἰσθητὴν εἰς ὑδάτων λύσασα πηγήν. τίς δὲ ἦν ἡ πνευματική, φησίν, ἐκείνη πέτρα, ἡ πᾶσι τούτοις παρακολουθοῦσα καὶ πρὸς τὴν ἑκάστου καιροῦ χρείαν τὰς φύσεις τῶν πραγμάτων μεταστοιχειοῦσα καὶ συμμετα‐ βάλλουσα; τίς, φησίν, ἢ δηλονότι ὁ Χριστός, ὁ καὶ νῦν εἰς ἡμᾶς τὰ ὅμοια | |
15 | καὶ μείζω ἐπιδεικνύμενος. ἔστι δὲ τὸ ἀκολουθούσης καὶ ἑτέρως ἐκλαβεῖν· ἡ γὰρ νοητὴ πέτρα ἤτοι ὁ Χριστὸς οὐ μόνον τὰ εἰρημένα αὐτοῖς παραδόξως ἐβράβευσεν, ἀλλὰ καὶ ἐν τοῖς ἐφεξῆς ἠκολούθει καὶ εἵπετο, παραπλήσια τούτοις καὶ μείζονα τὸν Ἰσραηλίτην εὐεργετῶν, ἀλλὰ καὶ νῦν ἡμῖν τοῖς πιστοῖς ἀκολουθούσης· ὥστε εἶναι κατὰ συνέχειαν | |
20 | τῆς αὐτῆς προνοίας καὶ τοῦ αὐτοῦ δεσπότου καὶ θεοῦ τά τε ἐν τῇ παλαιᾷ θαυματουργήματα καὶ τὰς εὐεργεσίας καὶ τὰ ἐν τῇ καινῇ. | |
loc | 1 Kor 10,13 | |
22 | Τὸ ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι τὸν πειρασμὸν συγχωρῶν ἐπελθεῖν, αὐτίκα καὶ διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον | |
25 | χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ ὑπομονῇ καὶ καρτερίᾳ ἔκβασιν, τοῦτ’ ἔστι ποιήσει ὑμᾶς αὐτίκα καρτερικοὺς καὶ ὑπομένειν ἱκανούς, ὥστε μηδὲν ὑμᾶς ἐκ τοῦ πειρασμοῦ βλάπτεσθαι, ἀλλὰ καὶ μᾶλλον πολλὰ κερδαίνειν. | |
loc | 1 Kor 10,16—17 | |
29 | Ἀπόδειξίς ἐστι τοῦ εἰρημένου τὸ ἐπαγόμενον. πόθεν γὰρ δῆλον, | |
30 | φησίν, ὅτι τὸν ἄρτον ὃν κλῶμεν κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν, τοῦτ’ ἔστιν ὅτι εἰς κοινωνίαν τοῦ σώματος ἡμᾶς συνάγει τοῦ Χριστοῦ; πόθεν δῆλον ὅτι ἓν σῶμά ἐσμεν καὶ καλούμεθα οἱ πάντες, Χριστῷ συναπτόμενοι ὡς τοῦ κοινοῦ σώματος κεφαλῇ; εἰ οὖν μὴ τῷ σώματι αὐτοῦ καὶ τῷ αἵματι εἰς κοινωνίαν | |
35 | συνηγόμεθα, τίνι ἂν ἑτέρῳ ἓν σῶμα ἦμεν καὶ ἐκαλούμεθα; | 564 |
565(loc) | 1 Kor 10,19—21 | |
1 | Οὐχ ὅτι τί ἐστι τὰ εἴδωλα, διὰ τοῦτο κωλύω τῶν εἰδωλοθύτων γεύεσθαι—προείρηται γὰρ ὅτι τῶν μὴ ὄντων ἐστὶν καὶ ἀνυπάρκτων κατ’ οὐσίαν, καὶ οὔτε βλάβην οὔτε ὠφέλειαν ἔχουσιν ἰσχὺν προξενῆσαί τινι—, ἀλλὰ διὰ τοῦτο κωλύω, ὅτι διὰ τῶν εἰδώλων τοῖς δαίμοσι προσάγεται ἡ | |
5 | θυσία. πῶς οὖν οὐκ αὐτόθεν βδελυκτὸν καὶ φευκτὸν τὸ μεταλαμβάνειν δαιμονικῆς θυσίας καὶ δι’ αὐτῆς αὐτοῖς ἐκείνοις ἔρχεσθαι εἰς κοινωνίαν; εἶτα καὶ διὰ τῆς παραθέσεως τῆς κυριακῆς τραπέζης καὶ τοῦ κυριακοῦ ποτηρίου μᾶλλον ἐλέγχει τὸ ἄτοπον τῶν γευομένων ἅ ἐστιν εἰδωλόθυτα. καὶ ὅρα τὸ σοφόν· κατ’ ἀρχὰς μὲν ἠρέμα πως ἥπτετο τῶν ἐλέγχων, | |
10 | προϊὼν δὲ ὡς ἐνταῦθα λίαν πικρῶς ἐπεμβαίνει. | |
loc | 1 Kor 10,25—28 | |
11 | Ἀντιπίπτειν δοκοῦν λύει. ἐπειδὴ γὰρ μετὰ σφοδρότητος τῶν εἰδωλο‐ θύτων κατέδραμε καὶ τοὺς ἐσθίοντας ἐπετίμησεν, ἵνα μή τις εἴπῃ· τί οὖν; ἀποσχέσθαι ἄρα δεῖ ἡμᾶς καὶ τῶν ἐν ἀγορᾷ κρεῶν προκειμένων; ἢ ἀνάγκην σχοίημεν ἂν περιϊέναι τὰς ἀγορὰς καὶ ἐπερωτᾶν καὶ ἀνακρίνειν, | |
15 | μή ποτε εἰδωλόθυτον εἴη; εἰς τοιαῦτα ἡμῶν συγκλείσομεν καὶ συνελάσο‐ μεν τὸν βίον; ἵνα οὖν μὴ τοιαῦτά τινες ἀντιτείνειν ἔχοιεν, προφθάσας αὐτὸς δίδωσι τὰς λύσεις, καί φησιν μήτε τὰ ἐν ἀγορᾷ ἀνάγκην εἶναι παραιτεῖσθαι, μήτε ἀνακρίνειν καὶ ἐπερωτᾶν· ἆρα εἰδωλόθυτόν ἐστιν ἢ οὔ; ἀλλ’ ἐκείνων ἀπέχεσθαι μόνων, περὶ ὧν τις φθάσας ἐμήνυσεν | |
20 | εἰδωλόθυτα εἶναι. Πᾶν τὸ ἐν μακέλλῳ, φησίν, ἐσθίετε μηδὲν διστάζοντες κατὰ συνείδησιν, μηδὲ ἀνακρίνοντες καὶ ἐπερωτῶντες δι’ αὐτήν, ἵνα ταύτην ἀμφίβολον οὖσαν θεραπεύσητε· οὐ γὰρ ἐβούλετο δύσκολον αὐτοῖς τὴν μετάληψιν παρασκευάσαι τῆς τροφῆς, ἵνα μὴ ἐκ τούτου ὀλιγωρήσαν‐ | |
25 | τες τὸ πᾶν τῆς ἀκριβείας ὡς ἀδυνάτου οὔσης τῆς ἐντολῆς εἰς τὸ φυλαχθῆναι παραλύσωσιν. Μηδὲν διὰ τὴν συνείδησιν ἀνακρίνοντες, τοῦτ’ ἔστι μηδὲν ἕνεκεν αὐτῆς ἐπερωτῶντες καὶ ἀνακρίνοντες· δεῖ γὰρ αὐτὴν καθαρὰν καὶ ἀδίστακτον ἐσθίοντας ἔχειν καὶ μὴ δεῖσθαι πληροφορίας | |
30 | ἄλλης τῆς ἀπὸ τῆς ἀνακρίσεως. Ἐπειδὴ ἀνωτέρω ὅτε τὰ ἐν μακέλλῳ πωλούμενα οὐκ ἐκώλυεν ἐσθίειν, ἐπήγαγεν· τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, τοῦτ’ ἔστι τὰ ἐν αὐτῇ πάντα· ταῦτα γάρ εἰσι τὰ πληροῦντα αὐτὴν καρποὶ καὶ ζῷα καὶ τὰ ὅμοια. εἶτα προϊὼν λέγει· ἐὰν δέ τις ὑμῖν | |
35 | εἴπῃ ὅτι εἰδωλόθυτόν ἐστιν, μὴ ἐσθίετε. ἵνα μή τις εἴπῃ· | 565 |
566 | τί οὖν; νῦν οὐκ ἔστιν ἡ γῆ τοῦ κυρίου καὶ τὸ πλήρωμα αὐτῆς; ἄλλ’ ὅτε μὲν οὐκ ἐκώλυες ἐσθίειν, τοῦ κυρίου ἦν, νῦν δὲ οὐκ ἔστιν; ἵνα οὖν μὴ ἐξῇ τοῦτο λέγειν τινί, πάλιν τίθησι τὸ αὐτὸ καί φησιν· τοῦ κυρίου μὲν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, ὅπερ καὶ πρόσθεν εἶπον, ἀλλὰ διὰ τὸν | |
5 | μηνύσαντα καὶ τὴν συνείδησιν αὐτοῦ οὐ δεῖ γεύσασθαι τῶν εἰδωλοθύτων ἐκείνων. εἰ γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, αὐτὸς οὐδενὸς ποιήσει ὑμᾶς ἔχειν ἐνδεῶς, κἂν ταύτης δι’ αὐτὸν ἀπόσχησθε τῆς εἰδωλοθύτου θοίνης. ἢ ἐπεὶ τοῦ κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, πολλῷ μᾶλλον καὶ ὁ ἄνθρωπος ὁ ἐν αὐτῇ· διὰ γοῦν τοῦτον τὸν μηνύσαντα ὅς | |
10 | ἐστι τοῦ κυρίου, καὶ τοὺς ἄλλους ἴσως τοὺς μηνύοντος ἀκούσαντας ἵνα μὴ βλαβῶσιν, μὴ ἐσθίετε· τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, καὶ δεῖ ὡς ὁμοδούλων φροντίζειν τῶν ἐν αὐτῇ. οὐ γὰρ ὅτε μὲν ἔδει φαγεῖν τοῦτο ἔδει ἐννοεῖν, ὅτε δὲ μὴ ἐσθίειν τοῦτο παρορᾶν, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχοντας καὶ τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν | |
15 | εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκαν‐ δαλίζειν τοὺς τοῦ κυρίου δούλους καὶ ὁμοδούλους ἡμῶν. | |
loc | 1 Kor 10,30—31 | |
17 | Εἰ σύ, φησίν, ἐκ χάριτος γέγονας τέλειος ὥστε εἰδέναι μηδὲν εἶναι τὰ εἴδωλα, καὶ κατηρτισμένην ἔχεις ψυχὴν εἰς τὸ μηδὲν παραβλάπτεσθαι, κἂν μετασχεῖν βουληθῇς τῶν εἰδωλοθύτων, τί βλασφημεῖσθαι σαυτὸν | |
20 | παρασκευάζεις, καὶ διὰ σοῦ τὴν πίστιν καὶ τὸν θεόν; καὶ τό τε ἐπ’ ἐκείνῳ ὑπὲρ οὗ μᾶλλον ὤφειλες εὐχαριστεῖν τελειωθεὶς τὴν διάνοιαν; αὐτὸς δὲ ἐφ’ ἑαυτοῦ τὸν λόγον ἐσχημάτισεν μετριώτερον τὸν ἔλεγχον ποιῶν. εἶτα ἐπάγει· εἴτε ἐσθίετε καὶ ἑξῆς. ὅτε τῶν ἐλέγχων ἔπαυσε, τότε τὸν εἰς ἑαυτὸν λύσας μετασχηματισμόν, ἐξ εὐθείας αὐτοῖς παραινεῖ λέγων· εἴτε | |
25 | ἐσθίετε καὶ ἑξῆς. | |
loc | 1 Kor 10,33 | |
26 | Τὸ τῶν πολλῶν, φησί, συμφέρον ἤπερ τὸ ἐμαυτοῦ. ἐπειδὴ ἔνιοι ζητοῦσι μὲν τὸ τῶν πολλῶν, ἀλλ’ οἱ μὲν ἵνα κερδήσωσιν αὐτῶν τὴν εὔνοιαν ἐπὶ τὸ σφίσι λυσιτελοῦν, οἱ δὲ ἵνα παρ’ αὐτῶν ἐπαινεθῶσιν, οἱ δὲ ἵνα ἄλλου τινὸς τύχωσι τοιούτου, αὐτὸς δείκνυσιν | |
30 | ἐφ’ ὅτῳ αὐτοῖς ἐσπούδασεν ἀρέσκειν, καί φησιν ὅτι ἐπὶ τὸ ἐκείνοις συμφέρον, καὶ οὐχ ἁπλῶς συμφέρον, ἀλλ’ ἔτι σαφέστερον, ἵνα | |
σωθῶσιν, φησίν. | 566 | |
567 | 1 Kor 11,3 Κεφαλὴ μὲν ἡμῶν τῶν πιστῶν ἐστιν ὁ Χριστός, ὡς συσσώμων καὶ συμμετόχων αὐτῷ γεγενημένων διὰ τῆς κοινωνίας τοῦ σώματος καὶ αἵματος αὐτοῦ· δι’ αὐτὸν γὰρ ἅπαντες ἓν σῶμα χρηματίσαντες κεφαλὴν | |
5 | ἔχομεν αὐτόν. κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεὸς καὶ πατήρ, ὡς | |
5 | γεννήτωρ καὶ προβολεὺς καὶ ὁμοούσιος αὐτοῦ. κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, ὅτι καὶ αὐτὸς γεννήτωρ αὐτῆς καὶ προβολεὺς καὶ ὁμοούσιος ὑπάρχει αὐτῇ. ἀκόλουθος καὶ ἁρμόδιος ἡ ἀναλογία. εἰ δὲ τὸ παντὸς ἀνδρὸς καὶ ἐπὶ τῶν ἀπίστων ἐκλάβοις, κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἐγχωρεῖ· τῶν γὰρ ἄλλων ἄρχειν τὸν ἄνθρωπον ἐπιτρέψας | |
10 | αὐτὸν ὑπὸ τὴν ἰδίαν μόνον εἴασε μένειν ἐξουσίαν καὶ ἀρχήν, μὴ ἐπιστήσας αὐτῷ ἕτερον δεσπότην καὶ ἐξουσιαστήν. | |
loc | 1 Kor 11,5 | |
12 | Ἓν γάρ ἐστι καὶ τὸ αὐτό, ὅσον ἐπὶ τὸ ἀκόσμως καὶ ἀνυπο‐ τάκτως ἑλέσθαι βιοῦν. | |
loc | 1 Kor 11,7—10 | |
14 | Εἰς γὰρ δόξαν θεοῦ ὑποτετάχθαι ὀφείλει ὁ ἀνὴρ τῷ θεῷ, καὶ εἰς | |
15 | δόξαν ἀνδρὸς ἡ γυνὴ τῷ ἀνδρί. τί δέ ἐστιν εἰς δόξαν; εὐπειθῶς καὶ ἑκουσίως καὶ μετὰ χαρᾶς πράττειν τὰ ἀρέσκοντα θεῷ· ὡσαύτως καὶ ἡ γυνὴ τὰ ἀρέσκοντα τῷ ἀνδρί. ὡς ὅ γε κατὰ βίαν καὶ ἄκων ποιῶν καὶ δυσφορῶν οὐχ ὑποτάσσεται εἰς δόξαν θεοῦ, ὡσαύτως οὐδὲ ἡ γυνὴ εἰς δόξαν ἀνδρός. ὥστε δεῖ προθύμως ἀκαταλύπτως προσιέναι θεῷ, καὶ | |
20 | τὴν γυναῖκα ὡσαύτως κατακαλυπτομένην. Δόξα θεοῦ τῆς ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας τὸ τιμιώτατον· δι’ αὐτὸν γὰρ μᾶλλον ἢ δι’ ἄλλο τι τῶν ἐν κόσμῳ δεδόξασται, καὶ τὸ ὑπερ‐ βάλλον τῆς χρηστότητος αὐτοῦ καὶ φιλανθρωπίας πεφανέρωται. ὡσαύτως δόξα ἀνδρός ἐστιν ἡ γυνή· τῆς γὰρ ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας | |
25 | αὕτη ἐστὶ τὸ τιμιώτατον, δι’ ἧς μᾶλλον ἢ δι’ ἑτέρου τινὸς ὧν ἄρχει ἔστιν αὐτῷ ἐγκαλλωπίζεσθαι καὶ δοξάζεσθαι. Ὀφείλει, φησίν, ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, τοῦτ’ ἔστι τὴν τοῦ ἀνδρὸς ἐξουσίαν καὶ κυριότητα ᾗπερ ὑπόκειται ὀφείλει ἔχειν καὶ ἐπιδείκνυσθαι ἐπ’ αὐτῆς τῆς κεφαλῆς. τοῦτο | |
30 | δὲ πῶς κατορθοῦται; διὰ τοῦ κατακαλύπτεσθαι. διὸ καὶ αὐτὸ τὸ κατα‐ | |
κάλυμμα εἰκότως ἂν ἐξουσία κληθείη, ὡς τῆς τοῦ ἀνδρὸς ἐξουσίας καὶ | 567 | |
568 | κυριότητος ἐνδεικτικὸν ὑπάρχον καὶ παραστατικόν. τὸ δὲ διὰ τοὺς ἀγγέλους τοῦτό μοι δοκεῖ ὑποδηλοῦν· ἐπειδὴ γὰρ αἰτίαν τοῦ δοκεῖν ὑποτετάχθαι τῷ ἀνδρὶ τὴν γυναῖκά φησιν, ὅτι οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀνάπαλιν δέ, καὶ διὰ τοῦτο δεῖ ἔχειν αὐτὴν τὸ κατακάλυμμα | |
5 | τὴν ἐπ’ αὐτῆς ἐξουσίαν τοῦ ἀνδρὸς ὁμολογοῦσαν. ἐπαγαγών· διὰ τοὺς ἀγγέλους, δηλοῖ ὅτι, εἰ καὶ μὴ τοὺς ἀνθρώπους αἰσχυνομένη οὐκ ἐθέλει τοῦτο ποιεῖν, ἀλλ’ οὖν αἰσχυνθήτω τοὺς ἀγγέλους οἳ μάρτυρες καὶ ἐπόπται γεγένηνται τῆς ὑποταγῆς αὐτῆς· αὐτοὶ γάρ, εἰ καὶ μὴ ἄνθρωποι, ἐφορῶντες ἦσαν οὐ τὸν ἄνδρα ἀπὸ τῆς γυναικός, ἀλλ’ αὐτὴν ἐκ τοῦ | |
10 | ἀνδρὸς τὴν ἀρχὴν τῆς γενέσεως λαβοῦσαν. | |
loc | 1 Kor 11,17 | |
11 | Οὐκ ἐπαινῶ, φησί, τὸ συνέρχεσθαι ὑμᾶς, καίτοι ἐπαίνου ἄξιον ἦν, ἀλλ’ αὐτοὶ αὐτὸ ψόγου καὶ κατηγορίας αἴτιον ἐποιήσατε· ἅμα καὶ ἐντρέπων ὅτι ἐφ’ οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ | |
15 | συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ τῷ κρείττονι ὥσπερ ἔδει, ἀλλ’ ἐπὶ τῷ χείρονι συνέρχεσθε, ἤτοι ἐπὶ τῷ ἀτιμάζειν τοὺς ἀδελφοὺς καὶ καταισχύνειν, καὶ τὴν ἀλαζονείαν ὑμῶν καὶ γαστριμαργίαν ἐπιδείκνυσθαι. | |
loc | 1 Kor 11,22 | |
18 | Τί ὑμῖν δοκεῖ; ἆρα παραλόγως εἶπον ὑμῖν καὶ ἀρχόμενος τῆς ὑποθέσεως ταύτης ὅτι οὐκ ἐπαινῶ; οὐχὶ καὶ ἀπ’ αὐτῆς τῆς τῶν | |
20 | πραγμάτων ἀκολουθίας ἐμάθετε, ὅτι ἐν ἐπαινουμένῳ πράγματι, τῷ κυριακῷ δείπνῳ, ψόγου ὑμεῖς ἀλλ’ οὐκ ἐπαίνου ἄξια διαπράττεσθε; ὥστε καὶ ἐγὼ δικαίως οὐκ ἐπαινῶ, καίπερ καθ’ ἑαυτὸ ἐπαινετοῦ μάλιστα τοῦ ἔργου τυγχάνοντος. Εἰ ὁ κύριος, φησί, κοινωνεῖν σε τοῦ οἰκείου σώματος καὶ τῆς | |
25 | μυστικῆς τραπέζης οὐκ ἀπηξίωσεν, σὺ τῆς σῆς ἀπαξιοῖς τὸν ὁμόδουλον; Ἢ καὶ οὕτως· εἰ ὁ κύριος ἐπ’ ἴσης σοὶ καὶ τῷ πένητι τοῦ οἰκείου σώματος καὶ αἵματος τὴν τράπεζαν καὶ τὸν κρατῆρα παρατίθησιν, σὺ τολμᾷς τοῦτον τῆς σῆς ἀποσχίζειν τραπέζης καὶ ὑπερορᾶν; εἰ ἐκεῖνος ηὐχαρίστει τὸ οἰκεῖον σῶμα μερίζων καὶ διδούς, σὺ οὐ πολλῷ μᾶλλον | |
30 | εὐχαρίστως καὶ μετὰ πλείστης χαρᾶς τῶν ἐκεῖθέν σοι δωρηθέντων | |
κοινωνοὺς καὶ συνεστιάτορας λαμβάνεις τοὺς πένητας; | 568 | |
569(loc) | 1 Kor 11,26 | |
1 | Τὸ ἄχρις οὗ ἂν ἔλθῃ ἐν ὑπερβατῷ ληπτέον, οἷον· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, ἄχρις οὗ ἂν ἔλθῃ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἕως τότε τὸν θάνατον αὐτοῦ καταγγέλλετε· ἀπὸ τότε γὰρ | |
5 | οὔτε τῶν ἁγίων τούτων μυστηρίων μεταληψόμεθα, εἰς τελειοτέραν καὶ μυστικωτέραν πολιτείαν καὶ ἀπόλαυσιν ἀναγόμενοι. | |
loc | 1 Kor 11,27 | |
7 | Ἐπειδὴ ἀναξίως, φησί, τῇ μεταλήψει τοῦ δεσποτικοῦ προσ‐ έρχεσθε σώματος, διὰ τοῦτο πολλοῖς συμβαίνει νόσοι τε καὶ πάθη καὶ θάνατοι. πόθεν δέ ἐστι τὸ ἀναξίως προσέχεσθαι; ἐκ τῶν ἄλλων | |
10 | ἁμαρτημάτων ὧν πράττετε, καὶ ἐκ τοῦ συνερχομένους ὑμᾶς εἰς τὸ κυριακὸν δεῖπνον ὑπερορᾶν τοὺς πτωχοὺς δι’ οὓς ἐγεγόνει τὸ συνέρχεσθαι· διὰ γὰρ τοῦτο αὐτὸ τὸ κυριακὸν ἰδιωτικὸν ποιοῦντες ἐξυβρίζετε, καὶ τὴν ἐκκλησίαν ἐν ᾗ ποιῆσαι τὸ κυριακὸν δεῖπνον συνέρχεσθε, ἀτιμάζετε, γαστριμαργίας ἑαυτοῖς τράπεζαν ἐν αὐτῇ ἀλλ’ οὐ κυριακὸν δεῖπνον | |
15 | παρατιθέμενοι, καὶ τοὺς πένητας δὲ καταισχύνετε. διὰ γοῦν ταῦτα ἀναξίους τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἑαυτοὺς κατασκευάζετε. | |
loc | 1 Kor 11,29 | |
18 | Μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου, ἀλλ’ ὡς ἀδιαφόρῳ τῶν λοιπῶν μετέχων αὐτοῦ καὶ προσερχόμενος αὐτῷ. | |
loc | 1 Kor 11,33 | |
20 | Ὥστε, ἀδελφοί μου, ἀλλήλους ἐκδέχεσθε. διὰ τί; ἵνα μὴ ἀναξίως δειχθῆτε τοῦ δεσποτικοῦ σώματος καὶ τοῦ αἵματος μετέχον‐ τες· ἵνα μὴ ἀναξίως μετέχοντες ἔνοχοι τοῦ σώματος αὐτοῦ τῆς ἀναιρέσεως καὶ τοῦ αἵματος τῆς ἐκχύσεως γενόμενοι, ἀπαραίτητον τὸ κρίμα ἕξοιτε· ἵνα μὴ κρίματι τηλικούτῳ περιπεπτωκότες νόσοις καὶ πάθεσι καὶ | |
25 | θανάτῳ ἐκδαπανηθήσεσθε· ἵνα μὴ ἂν μὴ τούτοις ἀποδῶτε τὴν ἔκτισιν, εἰς ἀπέραντον κόλασιν σὺν τοῖς ἀπίστοις ἐκδοθείητε. | |
loc | 1 Kor 12,3—11 | |
27 | Οὐδείς, φησίν, ἐν πνεύματι θεοῦ λαλῶν λέγει· | |
ἀνάθεμα Ἰησοῦς. μία μὲν διαφορὰ προφητῶν καὶ ψευδοπροφητῶν, | 569 | |
570 | ὅτι οἱ μὲν καθεστηκότες καὶ μάλιστα σωφρονοῦντες προλέγουσι τὰ ἐσόμενα, οἱ δὲ ψευδοπροφῆται ἐξεστηκότες καὶ μαινόμενοι καὶ ὥσπερ βίᾳ ὑπὸ τῶν κινούντων δαιμόνων ἀγόμενοι· δευτέρα δέ, ὅτι οἱ μὲν οὐδὲν βλάσφημον οὐδὲ ἀπαίσιον φθέγγονται ἀλλὰ καὶ θεολογοῦσιν ὡς | |
5 | ἄριστα καὶ πάντα σεμνῶς λέγουσιν, οἱ δὲ βλασφήμους τε καὶ ἀπηχεῖς φωνὰς ἀπερεύγονται. Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα. χαρίσματα μὲν αὐτὰ καλεῖ τὴν φιλοτιμίαν δεικνὺς τοῦ δωρησαμένου· διακονίας δὲ διδάσκων μὴ ἐπαίρεσθαι τούτοις τοὺς ἀξιωθέντας, ἀλλὰ | |
10 | μετὰ συστολῆς καὶ μετριοφροσύνης ὡς εἰς ὑπηρεσίαν καὶ διακονίαν τῶν πλησίον κληθέντας οὕτως ἐντυγχάνειν τοῖς προσιοῦσιν· ἐνεργήματα δὲ πάλιν αὐτὴν δηλῶν τὴν πρᾶξιν. Ὅρα ἀκριβῶς πῶς τὸ πανάγιον πνεῦμα τρανῶς καὶ κύριον καὶ θεὸν ἀνεκήρυξεν. εἰπὼν γάρ· διαιρέσεις δὲ χαρισμάτων | |
15 | εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ πάλιν ἐπὶ τοῦ πράγματος ἐπαγαγών· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, εἶτα ἔτι ἐπὶ τοῦ αὐτοῦ μείνας νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ | |
20 | πνεύματος πρὸς τὸ συμφέρον, δεικνὺς ὅτι καὶ τὸ θεὸς καὶ τὸ κύριος ἐπὶ τοῦ ἁγίου ἔταξε πνεύματος. πάντα γὰρ ὅσα προεῖπεν εἰς τὴν τοῦ πνεύματος συνῆξεν ὑπόστασιν οὐ μόνον διὰ τοῦ εἰπεῖν· ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος, ἀλλὰ καὶ διὰ τῆς ἐφεξῆς τῶν χαρισμάτων ἀπαριθμήσεως· πάντα γὰρ διὰ τοῦ | |
25 | πνεύματος δίδοσθαι διατείνεται. καὶ συγκεφαλαιούμενος πάλιν λέγει· πάντα δὲ ταῦτα τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα ἐνεργεῖ. ὥστε φανερὸν ὅτι τὸ πανάγιον πνεῦμα καὶ κύριον καὶ θεὸν λαμπρῶς καὶ διαρρήδην ἐνταῦθα ὁ θεῖος Παῦλος θεολογεῖ. εἰ δέ τις τὸ μὲν πνεῦμα ἐπὶ τοῦ ἁγίου πνεύματος ἐκλάβοι, τὸ δὲ κύριος καὶ θεὸς | |
30 | τὸ μὲν ἐπὶ τοῦ υἱοῦ τὸ δὲ ἐπὶ τοῦ πατρός, καὶ οὕτως οὐδὲν ἧττον ἥ τε κυριότης καὶ ἡ θεότης ἐξ αὐτῶν τούτων μαρτυρηθήσεται τῷ ἁγίῳ πνεύ‐ ματι. πῶς καὶ τίνα τρόπον; πρῶτον μὲν ὅτι διαιρεῖν τὰ χαρίσματα εἰπὼν τὸ πανάγιον πνεῦμα, τὸ αὐτὸ τοῦτο πράττειν καὶ τὸν κύριον καὶ τὸν θεόν φησιν, ὥστε ἅπερ ἐνεργεῖ τὸ πνεῦμα, ταῦτα καὶ ὁ κύριος τῇ | |
35 | κυριότητι, καὶ ὁ θεὸς τῇ θεότητι ἐνεργεῖ. εἰκότως ἄρα τὰ αὐτὰ ἐνεργοῦντι τῷ πνεύματι καὶ ἡ κυριότης ὑπάρξει τοῦ υἱοῦ καὶ ἡ θεότης τοῦ πατρός, ὥστε τὸ πνεῦμα καὶ κύριος καὶ θεός. καί μοι δοκεῖ καὶ ὁ θεσπέσιος Παῦλος διὰ τοῦτο ἐπὶ μὲν τοῦ πνεύματος τῷ ὑποστατικῷ ὀνόματι χρήσασθαι, ἐπὶ δὲ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τοῖς κοινοῖς, ἵνα ἐξῇ τοῖς | |
40 | συνορῶσιν ἀπὸ τῆς ταυτότητος τῆς ἐνεργείας τὴν ταυτότητα τῆς οὐσίας, | |
καὶ τὰ αὐτὰ ὀνόματα, τὸ κύριος καὶ θεός, κατὰ τὴν ταυτότητα τῆς | 570 | |
571 | οὐσίας ἐπὶ τοῦ πνεύματος ἐκλαμβάνειν. οὐ μόνον δὲ ἀπὸ τῶν εἰρημένων ἡ κυριότης καὶ ἡ θεότης ἀποδείκνυται τοῦ πνεύματος, ἀλλὰ καὶ ἐκ τῆς ἐπαγομένης συγκεφαλαιώσεως. φησὶ γὰρ καὶ ἐνταῦθα πάλιν σαφέστερον ὅτι πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα | |
5 | διαιροῦν ἰδίᾳ ἑκάστῳ. πῶς; αὐτοκρατορικῶς καὶ κυρίως· καθὼς γὰρ βούλεται, φησίν. ὥστε εἰ πάντα ἃ ὁ πατὴρ καὶ ὁ υἱὸς ἐνεργεῖ, ταῦτα καὶ τὸ πνεῦμα ποιεῖ, καὶ θεϊκῶς καὶ κυρίως ποιεῖ· ὡς γὰρ βούλεται οὕτως ποιεῖ, βούλεται δὲ δηλονότι ὥσπερ ὁ κύριος καὶ ὁ θεός· οὐ γάρ ἐστιν αὐτοῖς ἀντίξουν—ἄπαγε—βούλημα. φανερὸν | |
10 | ὡς ἂν εἴη καὶ κύριος τὸ πνεῦμα καὶ θεός, αὐτοκρατορικῶς τε γὰρ τὰ πατρὸς καὶ υἱοῦ ἔργα ποιεῖ, καὶ ὡς κύριος καὶ θεὸς ποιεῖ, καὶ πάντα ποιεῖ. ἐπισημειῶσαι δὲ δεῖ καὶ τοῦτο ὡς ἐν πορίσματος μοίρᾳ ἀναφανέν· πῶς τὸ αὐτὸ πνεῦμα ἐνεργεῖν ἀποφαινόμενος ἅπαντα, ἄλλοτε μὲν τῇ κατὰ προθέσει κέχρηται, ἄλλοτε δὲ τῇ διά, καὶ πάλιν ἐνίοτε τῇ ἔν, | |
15 | δεικνὺς ὅτι παρ’ αὐτῷ ἡ τῶν προθέσεων χρῆσις ἀδιάφορος. κατ’ αὐτὸ γάρ, φησί, καὶ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ περὶ τοῦ αὐτοῦ δια‐ λαμβάνων ἁγίου πνεύματος. καὶ τούτοις εἰς ἔλεγχον χρήσῃ τῶν λεσχηνευόντων περὶ τοῦ δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ, καὶ διὰ τῆς ἑτερότητος τῶν λεξειδίων εἰς βλασφήμους ἐννοίας ἐξαγομένων. | |
loc | 1 Kor 12,18 | |
20 | Ὅρα κἀνταῦθα πῶς τρανότερον καὶ χωρίς τινος ἀμφιβολίας τὸ πνεῦμα θεὸν ἀνεκήρυξεν· εἰπὼν γὰρ πρὸ βραχέος ὅτι ταῦτα πάντα τὸ πνεῦμα ἐνεργεῖ, νῦν πάλιν περὶ τῶν αὐτῶν λέγων φησίν· ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν καθὼς ἠθέλη‐ σεν. μέλη γὰρ τοὺς χαρίσματα διάφορα παρὰ τοῦ πνεύματος εἰληφότας | |
25 | ὠνόμασεν· κἀκεῖ μὲν ἔλεγεν· ἐνεργεῖ διαιροῦν ἑκάστῳ καθὼς βούλεται, ὧδε δέ· ἔθετο ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. | |
loc | 1 Kor 12,22—25 | |
28 | Τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπ‐ άρχειν, φησίν, ἀναγκαῖά ἐστιν. ὥστε εἰ ἀσθενεῖς οἴεσθε ἑαυτούς, | |
30 | μὴ ἀθυμεῖτε· ἀναγκαῖοί ἐστε. ὅτι δὲ οὐδὲ ἀσθενεῖς ὑμεῖς, ἀλλ’ ἐκεῖνοι μᾶλλον οἷς ἡ οἴησις, δῆλον ἐντεῦθεν, φησίν· ἃ δοκοῦμεν ἀτιμό‐ τερα εἶναι τοῦ σώματος πλέον ἀξιοῦμεν προνοίας καὶ βοηθείας | |
καὶ ἑξῆς. | 571 | |
572 | Καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος. ἔστι δὲ τοῦτο οἰκειότερον καὶ οὕτως ἐκλαβεῖν· οὐ συμβαίνει ὑμῖν ἐλάττους εἶναι, φησίν, ἐκ τοῦ δοκεῖν ἐλάττονος χαρίσματος τυχεῖν· οὐ πάντως γάρ, εἴ τις ἔτυχε μείζονος χαρίσματος, ἤδη καὶ μείζων, ἐπεὶ καὶ πολλοὶ τῶν | |
5 | εἰληφότων τῶν μηδ’ ὅλως εἰληφότων ἐλάττους εἰσίν. καὶ τί λέγω ἐλάττους; ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε—οὐ γὰρ καλῶς ἐχρήσαντο τῷ χαρίσματι—, ἀλλὰ καὶ ἀποχωρεῖν κατὰ κεφαλὴν ἔπραττεν· οἷος ἦν καὶ ὁ μὴ ἀκολουθῶν | |
10 | τῷ Χριστῷ καὶ σημεῖα ποιῶν· οἷος αὐτὸς ὁ Ἰούδας. αὐτὸς δὲ ταῦτα μὲν τέως οὐ καταλέγει, ἀπὸ τῶν σωματικῶς δ’ εἰρημένων αὐτῷ καὶ τοῦτο κατασκευάζει, ὅτι οὐκ ἀνάγκη μείζους νομίζειν τοὺς λογιζομένους μεῖζον εἰληφέναι χάρισμα, τοὐναντίον δ’ ἔσθ’ ὅτε καὶ ἐλάττους· φησὶ γὰρ ὅτι τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν περιτιθέαμεν, | |
15 | καὶ τὰ ἀτιμότερα τιμὴν περισσοτέραν. μὴ ἄρα διὰ τοῦτο καὶ τιμιώτερα καὶ εὐσχημονέστερα τῶν τιμιωτέρων καὶ εὐσχημονεστέρων εἰσίν. οὕτω καὶ ὁ θεός, φησί, ἐνίοτε τῷ ὑστεροῦντι πλεῖον δίδωσι χάρισμα, τῷ δὲ αὐτάρκως καὶ ἱκανῶς ἔχοντι ῥυθμίσαι ἑαυτὸν ἔλαττον. μὴ οὖν ὑμῖν ἀθυμητέον ἔλαττον δοκοῦσιν ἔχειν χάρισμα, ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ τὰ | |
20 | εὐσχημονέστερα καὶ τιμιώτερα ἡμῶν μέλη, ἅτε οὐ πολλῆς ἔχοντα χρείαν εὐσχημοσύνης, ἐφ’ ἧς εἰσι κοσμιότητος καὶ σεμνότητος μένειν ἐῶντες, τοῖς ἀτιμοτέροις καὶ ἀσχημονεστέροις τιμὴν καὶ εὐσχημοσύνην περι‐ τιθέαμεν. ὥστε ἐκ τοῦ ἔλαττον λαβεῖν μᾶλλόν ἐστιν εὐθυμεῖν καὶ εὐχαριστεῖν, ὅτι οὕτω κατ’ ἀρχὰς ἔπλασεν ὁ πάντα σοφῶς καὶ ἀκατα‐ | |
25 | λήπτως θεὸς ἡμῶν ποιῶν, ὥστε ἐλαττόνων δεῖσθαι εἰς αὐτάρκειαν καὶ τελείωσιν. ταῦτα δέ φησι τούς τε ἔλαττον δοκοῦντας ἔχειν ἐπὶ τῇ ἀθυμίᾳ παρακαλῶν, καὶ τοὺς πλέον λαβεῖν οἰομένους τῆς οἰήσεως κατασπῶν. τί φυσᾷς ἑαυτὸν πλέον ἔχειν δοκῶν; ἀσθενείας σου τοῦτο μαρτύριόν ἐστιν, ὅτι πλειόνων ἐδεήθης. τί καταπίπτεις ἔλαττον ἔχειν δοκῶν; ἰσχύος | |
30 | σου τοῦτο τεκμήριόν ἐστιν, ὅτι ἐλαττόνων σε δεηθέντα παρέδειξεν ὁ θεός. καὶ σκόπει πῶς ἤρξατο μὲν κατὰ βραχὺ πρὸς τὴν χρείαν ἰσάζειν αὐτούς, κἂν ἀνίσων ἐδόκουν τῶν χαρισμάτων τυχεῖν. ἔπειτα δὲ καὶ πλέον ἐπῆρε τοὺς ἐλαττοῦσθαι δοκοῦντας· μᾶλλον γὰρ οἱ ἀθυμοῦντες δέονται παραψυχῆς ἢ οἱ ἀλαζονευόμενοι φειδοῦς καὶ ἐπιεικοῦς ἐπι‐ | |
35 | τιμήσεως. εἶτα ταῦτα εἰπὼν πάλιν συμβιβάζει αὐτοὺς εἰς τὴν ὁμοτιμίαν καὶ ὁμόνοιαν, ἵνα μὴ ᾖ, φησί, σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ | |
αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη καὶ ἑξῆς. | 572 | |
573(loc) | 1 Kor 12,31 | |
1 | Τὸ ζηλοῦτε δὲ τὰ χαρίσματα δοκεῖ μοι μὴ κατὰ παραίνεσιν καὶ ἀπόφασιν εἰρηκέναι· πῶς γὰρ ὅ γε πολλάκις πρός τε τὸ συμφέρον εἰπὼν λαβεῖν ἕκαστον τὸ χάρισμα, καὶ μηδὲν διαφέρειν πολλάκις ἐν‐ δειξάμενος τὸν δοκοῦντα ἔχειν τὸ μεῖζον χάρισμα πρὸς τὸν ἔχοντα τὸ | |
5 | ἔλαττον; ἀλλ’ εἰρῆσθαί μοι δοκεῖ τῷ θεσπεσίῳ Παύλῳ κατ’ ἐρώτησιν· ζηλοῦτε, φησί, τὰ χαρίσματα τὰ κρείττονα; καὶ οὔπω ὑμᾶς ἐπείσαμεν μὴ ἀθυμεῖν ἐπὶ τοῖς ἐλάττοσιν; ἀλλ’ ἔτι ἐρασταὶ καὶ ζηλωταὶ τῶν μειζόνων ἐστέ; ἐγὼ δὲ καὶ ἔτι πρὸς τοῖς εἰρημένοις μέθοδον ὑμῖν καὶ ὁδὸν δείκνυμι, δι’ ἧς οὐδὲν τούτων τῶν χαρισμάτων τῶν | |
10 | μεγίστων δεηθέντες καθ’ ὑπερβολὴν ἂν τῶν ἄλλων μείζους ὡς ἀληθῶς καὶ τελειότεροι φανείητε. τί οὖν ἐστι τοῦτο; ἁπλοῦν καὶ ἄκοπον καὶ ἐκ τοῦ ῥᾴστου παραγινόμενον. τί οὖν ἐστιν; τί δὲ ἄλλο ἢ ἀγάπη; ταύτην γὰρ ὁ καθαρῶς ἀναλαβὼν πάντων προέχει, πάντων ὑπεραναβέβηκεν· ὁ δὲ ταύτην μὴ ἔχων πάντων ἐκπέπτωκεν, πάντων ἐστὶν ἔρημος. ἂν δὲ τὴν | |
15 | ἀγάπην ἔχωμεν, οὔτε περὶ χαρισμάτων ἀλλήλοις ἐρίσαντες μικρολογησό‐ μεθα, οὔτ’ ἄλλο τι τῶν οὐ προσηκόντων ἡμῶν ἅψεται. | |
loc | 1 Kor 13,8a | |
17 | Ἡ ἀγάπη, φησίν, οὐδέποτε ἐκπίπτει, ἀλλ’ ἀεὶ προφάσεις ἀγαθὰς καὶ καλὰς ἑαυτῇ ἀνευρίσκει, δι’ ὧν τῆς πρὸς τοὺς πλησίον στοργῆς καὶ συναφείας κατέχει τοὺς χρωμένους αὐτῇ παραμένειν καὶ | |
20 | μὴ διαρρήγνυσθαι, κἂν ἐκεῖνοι ἀφηνιῶσιν καὶ ἀποσκιρτᾶν αἰτίας παρέχω‐ σιν· στέγειν γὰρ ποιεῖ καὶ ἐλπίζειν καὶ ὑπομένειν τὸν ἁμαρτάνοντα εἰς αὐτόν. | |
loc | 1 Kor 13,8b—9 | |
23 | Εἴτε γνῶσις. γνῶσιν ἴσως τὴν τοῦ διδάσκειν φησίν· πλατυνο‐ μένης γὰρ τῆς εὐσεβείας καὶ πίστεως ἀργήσει ἡ διδασκαλία. | |
25 | Πῶς καταργηθήσεται ἡ γνῶσις; τελειοτέραν ταύτην ἀπο‐ λαμβανόντων ἡμῶν, καὶ τῆς ἐνούσης νῦν ἡμῖν ἀχρήστου τότε διὰ τὴν ἀτέλειαν δεικνυμένης. Ἐκ μέρους δὲ γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. | |
30 | Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις καὶ | |
προφητεία καὶ πολιτεία πρὸς τὴν μέλλουσαν. | 573 | |
574(loc) | 1 Kor 13,12—13 | |
1 | Καθὼς καὶ ἐπεγνώσθην. ἀντὶ τοῦ ἀκριβῶς καὶ τελείως· ἐπὶ τούτῳ γάρ, φησί, καὶ τὴν ἀρχὴν ἐγὼ ἐπεγνώσθην, ἵνα καὶ αὐτὸς γνώσωμαι, καθώς ἐστιν ἀνθρώπῳ δυνατόν, τελείως καὶ ἀκριβῶς τὸν ἐπιγνόντα με δεσπότην. | |
5 | Νυνὶ δὲ μένει πίστις. ἡ πίστις καὶ ἡ ἀγάπη οὐ μόνον ἐν τῷ νῦν αἰῶνι τῶν ἄλλων χαρισμάτων παυομένων διαμενοῦσιν, ἀλλὰ πολλῷ πλέον καὶ ἐν τῷ μέλλοντι· τότε γὰρ ὡς ἀληθῶς τοῖς ἁγίοις τὸ εἰρηνικὸν καὶ φιλάλληλον, καθαρὸν καὶ ἀστασίαστον. καὶ ἡ πίστις δὲ ὁμοίως· τότε γὰρ λαμπρότερον καὶ τελεώτερον ἐντρυφᾶν ἐστι τῇ θεωρίᾳ | |
10 | τοῦ ποθουμένου. τὴν δὲ ἐλπίδα εἴποι τις ἴσως ἔτι τότε παρεῖναι, ὡς τῶν ἐλπισθέντων ἤδη παρόντων καὶ μηδὲν διαψεύσασαν τοὺς ἠλπικότας· ἀΐδιον γὰρ τὸ χρῆμα τῆς ἀληθείας. Νυνὶ δὲ μένει πίστις. ἀλλ’ οὐχ οὕτως, φησίν· τὸ γὰρ νῦν ἐνταῦθα οὐκ ἔστι χρόνου δηλωτικόν. οὐχ οὕτως οὖν, φησίν, ἐπὶ τῆς | |
15 | πίστεώς ἐστιν ἰδεῖν καὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης ὥσπερ ἐπὶ τῶν ἄλλων χαρισμάτων. τὰ μὲν γὰρ ἄλλα, ἅπερ καὶ ἀπαριθμήσατο, καὶ ἐν τῷ μέλλοντι ἀργήσει τῶν τελειοτέρων ἡμῖν ἐπιγινομένων τότε, ἀλλὰ καὶ ἐν τῷ παρόντι ἐπιλείψει καὶ ἀργήσει τῆς εὐσεβείας εἰς πάντας ἐξαπλου‐ μένης· εἰδήσουσι γάρ με, φησίν, ἀπὸ μικροῦ ἕως μεγάλου. | |
20 | καὶ γὰρ τὰ πλεῖστα τῶν ἄλλων χαρισμάτων ἐδόθη ἕνεκα τοῦ χειραγω‐ γεῖσθαι καὶ προσάγεσθαι τῇ πίστει τοὺς ἀνθρώπους· προσαχθέντων δὲ καὶ πιστευσάντων δηλονότι παύσεται. ἀλλ’ οὐκέτι ὡσαύτως καὶ ἡ πίστις καὶ ἡ ἐλπὶς καὶ ἡ ἀγάπη· αὗται γὰρ δι’ ὅλου τοῦ ἀνθρωπίνου βίου παραμένουσι καὶ παραταθήσονται, καὶ τότε μᾶλλον ἐκλάμψουσιν, ὅτε | |
25 | τὰ ἄλλα ἀργήσει· τότε γὰρ μᾶλλον ἐπικρατήσει, καὶ μᾶλλον αὐτῶν ἡ χρεία, ὅτε πάντες εὐσεβήσουσι καὶ πιστεύσουσιν· τότε γὰρ μᾶλλον καὶ ἐλπίδος ἐστὶ χρεία καὶ ἐλπίσουσιν, καὶ ἀγάπης καὶ ἀγαπήσουσιν. ὥστε παυομένων τῶν ἄλλων χαρισμάτων αὗται μᾶλλον ἀκμάσουσιν. | |
loc | 1 Kor 14,1 | |
29 | Ζηλοῦτε δὲ τὰ πνευματικά, ἀντὶ τοῦ μηδ’ ἐκείνων ἀμελεῖτε· | |
30 | μείζων μὲν γὰρ ἡ ἀγάπη, καὶ ταύτην γρὴ διώκειν, οὐ δεῖ δὲ οὐδὲ τῶν ἄλλων ἀμελεῖν χαρισμάτων καὶ μάλιστα τοῦ περὶ τὴν προφητείαν | |
χαρίσματος. | 574 | |
575(loc) | 1 Kor 14,6 | |
1 | Νυνὶ δέ, ἀδελφοί. νυνὶ δέ, φησί, βούλομαι ἐπὶ τοῦ ἐμοῦ προσώπου διὰ τὸ μὴ γενέσθαι ὑμῖν φορτικὸν ταῦτα μετασχηματίσαι, καὶ δεῖξαι ὅσον λείπει εἰς τελείωσιν τὸ γλώσσαις μόνον λαλεῖν. ἐὰν γάρ, φησίν, ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν καὶ ἑξῆς. πρότερον δὲ | |
5 | ἐπ’ οἰκείου σχηματίσας, λοιπὸν προϊὼν καὶ ἐπ’ αὐτῶν ἐκείνων ταῦτα γυμνάζει· ἀλλὰ κἀκεῖ ἔνθα τραχύτερόν τι μέλλει λέγειν, εἰς ἑαυτὸν τοῦτο ἀναδέχεται, ὡς τὸ ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ εἴ τι ὅμοιον. Ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν. τὰ εἴδη λέγει | |
10 | τῶν ἐν λόγῳ χαρισμάτων. ταῦτα δέ ἐστι γλώσσας ἑρμηνεύειν καὶ τὰ λαλούμενα παρ’ αὐτῶν ἀποκαλύπτειν, ἢ συνάμφω, καὶ γλώσσαις λαλεῖν καὶ ἀποκαλύπτειν, ὃ καὶ γνῶσιν καλεῖ, ὅτι καὶ λαλεῖ καὶ ἑρμηνεύει ὡς εἰδὼς ὃ λέγει· ἢ προφητεύειν—τοῦτο δὲ δῆλον τί ἐστιν—· ἢ διδάσκειν· ἕτερον γὰρ τοῦτο χάρισμα παρὰ τὰ εἰρημένα. φησὶν οὖν· ἐὰν ἔλθω ἔχων | |
15 | μὲν τὸ χάρισμα τοῦ γλώσσαις λαλεῖν, μὴ ἔχων δέ τι ἄλλο χάρισμα τῶν εἰρημένων τεσσάρων, τί ἔσται ὑμῖν ὄφελος; | |
loc | 1 Kor 14,10—11 | |
17 | Τὸ τοσαῦτα γένη φωνῶν καὶ ἑξῆς διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι πολλά ἐστι γένη φωνῶν καὶ τούτων τῶν γενῶν οὐδέν ἐστιν ἄφωνον, ἵνα ᾖ ἐκ παραλλήλου τὸ τοσαῦτα γένη φωνῶν καὶ τὸ οὐδὲν | |
20 | αὐτῶν ἄφωνον· ἢ πολλά ἐστι γένη φωνῶν, ἀλλ’ οὐδεμία τοῖς ὁμο‐ γενέσιν αὐτῶν ἐστιν ἄσημος καὶ ἀνεπίγνωστος· τὸ γὰρ ἄφωνον τὰ δύο ἐστὶ σημαῖνον εὑρεῖν, καὶ τὸ παντελῶς ἄφωνον καὶ τὸ ἄσημον μόνον καὶ ἀδιάγνωστον. εἰ μὲν οὖν ὡς προείρηται ἐκληψόμεθα, εἴη ἂν τοιοῦτος ὁ ἀποστολικὸς νοῦς· πολλά ἐστι μὲν γένη φωνῶν, καὶ τούτων τῶν γενῶν | |
25 | οὐδέν ἐστιν ἄφωνον. ἀλλὰ τί κερδαίνομεν ἡμεῖς ἐκ τῶν φωνῶν ἐκείνων μηδὲν αὐτῶν συνιέντες; ἐὰν γὰρ μὴ εἰδῶ τί σημαίνει ἡ φωνή, ἔσομαι ἐγώ τε ἐκείνῳ καὶ ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσμῳ, καὶ οὐδὲν τούτων ἐστὶ τοῖς | |
30 | ὁμογενέσιν ἄσημον καὶ ἀνεπίγνωστον. πῶς οὖν ὑμεῖς εἰς ἀέρα λαλοῦντες καὶ ἄσημα τοῖς ὁμογενέσι φθεγγόμενοι, ὡς μέγα τι κατωρθωκότες ἐπαίρεσθε; ἀλλ’ οὐχὶ σπουδάζετε μᾶλλον καὶ ἐπιμελεῖσθε, ἵνα καὶ τὸ διερμηνεύειν τὰς γλώσσας προσλαβόντες εἰς κοινὴν ὠφέλειαν | |
χρήσησθε τῷ χαρίσματι; ὁ γὰρ δὴ μόνον γλώσσαις λαλῶν, ἀσήμου καὶ | 575 | |
576 | ἀνεπιγνώστου τῆς φωνῆς ὑπαρχούσης τῷ ἀκροατῇ, ἀντὶ τοῦ ὠφελεῖν ἔσται αὐτῷ βάρβαρος, καὶ ὁ ἀκροατὴς ὁμοίως τῷ λαλοῦντι βάρβαρος λογισθήσεται. καὶ τί τὸ ἐνταῦθα κέρδος; | |
loc | 1 Kor 14,12—18 | |
4 | Οὕτως καὶ ὑμεῖς, ἀντὶ τοῦ διὰ τοῦτο καὶ ὑμεῖς. διὰ ποῖον; | |
5 | ἵνα μὴ ἦτε ἀλλήλοις βάρβαροι. διὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἐπεὶ ἐπιθυμίαν ἔχετε χαρισμάτων, ἐκείνων τυχεῖν ἀγωνίσασθε, δι’ ὧν ὑμῖν ἡ ὠφέλεια τῆς ἐκκλησίας καὶ ἡ οἰκοδομὴ κατορθωθήσεται. αὐτὸς δὲ ἵνα περισσεύητε, φησίν, τοῦτ’ ἔστιν ἵνα πλέον ἢ νῦν ἔχητε, γλώσσαις νῦν μόνον λαλοῦντες καὶ οὐχ ἑρμηνεύοντες. ἢ ἵνα περισσεύητε | |
10 | μᾶλλον, ἀντὶ τοῦ γλώσσαις λαλεῖν· τὰ γὰρ ἄλλα χαρίσματα περισσεύει τῶν γλωσσῶν ὡς πλείονα ὠφέλειαν παρεχόμενα. Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται. τὸ προσεύχομαι καὶ προσεύξομαι ἀντὶ τοῦ λαλεῖν τι ταῖς γλώσσαις καλὸν καὶ σπουδαῖον εἴληφεν· καὶ γὰρ καὶ ἡ | |
15 | προσευχὴ εἶδός τί ἐστι τοῦ λόγου. φησὶν οὖν ὅτι ἐάν τι λαλῶ τῶν ἀναγκαίων καὶ καλῶν, μὴ διερμηνεύω δὲ αὐτὸ καὶ τοῖς ἀκροαταῖς, ἐμαυτὸν μὲν ὠφελῶ—τοῦτο γάρ ἐστι τὸ πνεῦμά μου προσ‐ εύχεται—, τοῦτ’ ἔστιν ἐγὼ μόνος ἀπολαύω τοῦ ἀναγκαίου ἐκείνου καὶ τοῦ καλοῦ, ἄλλος δὲ οὐκ ὠφελεῖται, ἵνα ἐκέρδησέ μου ἐντεῦθεν ὁ | |
20 | νοῦς καὶ τὸν καρπὸν τῆς ἐκείνων ὠφελείας. τὸν νοῦν δὲ ἐστερῆσθαι τοῦ τοιούτου καρποῦ καὶ πάλιν ἀπολαβεῖν ὑποτίθεται, ὅτι ἐκεῖνος μᾶλλον τῶν ἐν ἡμῖν δυνάμεων ἐραστής ἐστι τῆς τοῦ πλησίον ὠφελείας, ἅτε μήτε πρὸς τὸ θυμικὸν μήτε πρὸς τὸ ἐπιθυμητικὸν ῥᾳδίως οὕτω παθαινόμενος καὶ τῆς ἰδίας καὶ κατὰ φύσιν ἀρετῆς εὐχερῶς μεθιστάμενος. καὶ ἐκεῖνός | |
25 | ἐστι μᾶλλον ὁ καὶ ἄκαρπος, ὅτε ἐστὶ συναισθανόμενος, καὶ πάλιν ἐπειδὰν ἐπιτύχῃ τοῦ καρποῦ ἐνευφραινόμενος. εἶτά φησιν· τί οὖν ἐστιν; οἷον· τί δεῖ γενέσθαι; πῶς ἔσται ἡμῖν μὴ ἀκάρποις εἶναι; πῶς; ἐπι‐ μεληθεῖσι δι’ ἀρετῆς ὥστε γλώσσαις λαλοῦντας καὶ τῷ πνεύματι λαλεῖν καὶ τῷ νοΐ, τοῦτ’ ἔστι καὶ ἕνεκα τῆς ἰδίας ὠφελείας λαλεῖν καὶ | |
30 | ἕνεκα τοῦ ἀπολαύειν τὸν νοῦν τοῦ καταλλήλου καρποῦ· τοῦτο δέ ἐστιν ἡ τῶν πλησίον ὠφέλεια. ἔσται δὲ τοῦτο, ἐὰν ταῖς γλώσσαις λαλοῦντες λάβωμεν χάρισμα καὶ ἵνα διερμηνεύωμεν. ἐπειδὴ δὲ ἐπὶ τοῦ λαλεῖν τι τῶν καλῶν καὶ σπουδαίων τὸ τῆς προσευχῆς ὄνομα λαβὼν ἐπέμεινε χρώμενος αὐτῷ, ἵνα μὴ νομίσῃς ὅτι προηγουμένως περὶ προσευχῆς ἐστιν | |
35 | ὁ λόγος, ἀλλ’ οὐχὶ περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου λόγου γλώσσαις | |
λαλουμένου, μετέπεσεν εἰς τὸ ψάλλειν, ὡσανεὶ λέγων ὅτι εἴτε ἐπὶ | 576 | |
577 | προσευχῆς εἴτε ἐπὶ ψαλμῳδίας εἴτε ἐπὶ ἄλλου τινὸς λόγου τῶν ἀναγκαίων καὶ καλῶν, ἐπὶ πάντων ὁμοίως δεῖ καὶ ἑαυτὸν ὠφελεῖν καὶ τοὺς πλησίον. εἶτα φέρει καὶ παράδειγμα, δεικνὺς ὅτι κατὰ πολλὰ ἐλλείπει καὶ ὑστερεῖ τὸ γλώσσαις μόνον λαλεῖν ἄνευ γε τοῦ διερμηνεύειν· ἐὰν γάρ, φησί, τῷ | |
5 | πνεύματι εὐλογήσῃς, τοῦτ’ ἔστι σὺ μόνος συνιεὶς καὶ σαυτὸν οἷς εὐλογεῖς ὠφελῶν, ὁ δὲ ἀκροατὴς οὐ συνίησιν ἃ λέγεις, τί ἀποκριθήσεται πρὸς σέ; πῶς ἐρεῖ τὸ ἀμήν, ἂν τοῦτο ᾖ χρεία τυχὸν αὐτὸν ἀποκρίνασθαι, μηδὲν ὅλως εἰδὼς ὧν λέγεις σύ; σὺ μὲν γὰρ καλῶς καὶ ἐπὶ σαυτοῦ συμφέροντι εὐλογεῖς ἢ εὐχαριστεῖς εἰ τύχοι, ἢ ἄλλο τι τῶν δεόντων ποιεῖς | |
10 | —καθόλου γὰρ τὸν λόγον βούλεται ἐξακούεσθαι καὶ οὐκ ἐπί τινος εἴδους ὡρισμένου· διὸ ποτὲ μὲν τὸ ψάλλειν, ἄλλοτε δὲ τὸ εὐλογεῖν καὶ μετ’ αὐτὸ καὶ ἀντ’ αὐτοῦ τίθησι τὸ εὐχαριστεῖν, δεικνὺς ὅτι καθόλου περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου γλώσσαις λαλουμένου ἐστὶν αὐτῷ ἡ παραίνεσις καὶ ἡ σπουδή. —ἀλλ’ ὅπερ ἔλεγον, σὺ μέν, φησίν, ἐπὶ τῷ | |
15 | σεαυτοῦ συμφέροντι γλώσσαις λαλῶν εὐλογεῖς ἢ εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. | |
loc | 1 Kor 14,19 | |
17 | Διὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ’ ἔστι διὰ τῆς τοῦ νοός μου καρποφορίας ἥτις ἐστὶν ἡ ὠφέλεια τῶν πολλῶν. διὰ τοῦ νοός μου δέ· ἕνεκα, φησί, τοῦ νοός μου, τοῦ μὴ εἶναι ἄκαρπον αὐτόν, ἀλλὰ ἀπολαύειν | |
20 | καρποῦ τῆς ὠφελείας τῶν πολλῶν. | |
loc | 1 Kor 14,30 | |
21 | Ὁ πρῶτος εἶπεν· οὐχὶ πρῶτος κατὰ τὸ ἀξίωμα τῆς προφητείας, ἀλλὰ καθὸ πρότερος αὐτὸς ἤρξατο λέγειν τοῦ μετ’ αὐτόν. | |
loc | 1 Kor 15,24—25 | |
23 | Παραδίδωσι δὲ οὐκ αὐτὸς στερούμενος—ἀνόητον γὰρ λίαν καὶ ὑπονοεῖν, ὡς στασιάζουσαν μὲν εἶχεν, ἀπαλλάξας δὲ πόνοις ἰδίοις | |
25 | ταύτης ἐστερήθη—ἀλλὰ παραδίδωσιν οἱονεὶ κοινωνὸν ποιεῖται τὸν πατέρα τοῦ ἰδίου κατορθώματος· κοινὰ γὰρ ἅπαντα τὰ τῆς τριάδος. εἰ γὰρ καὶ ὁ υἱὸς σεσάρκωται, ἀλλ’ εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου πνεύματος· οὐκοῦν κοινὰ καὶ ἃ σαρκωθεὶς ὁ υἱὸς καὶ σταυρωθεὶς καὶ ἀναστὰς εἰργάσατο κατορθώματα. καλῶς οὖν φησιν· τὴν βασι‐ | |
30 | λείαν παραδίδωσιν, τοῦτ’ ἔστι κοινοποιεῖται καὶ εὐφραίνει τῷ | 577 |
578 | κατορθώματι. ὥσπερ γὰρ ὁ υἱὸς παραλαβὼν αὐτὴν στασιάζουσαν, οὐκ ἀφείλετο αὐτὴν τοῦ πατρός, οὕτω νῦν παραδιδοὺς οὐδ’ αὐτὸς ἀφαιρεθή‐ σεται αὐτῆς. παραδίδωσιν δέ, εἴποι τις ἄν, οὐκ ἔξω σκοποῦ καὶ οὐκ ἐφ’ ᾧ μὴ ἔχειν, ἀλλ’ ἐφ’ ᾧ μὴ ταλαιπωρεῖσθαι περὶ αὐτὴν καὶ ἐφ’ ᾧ μήτε συμ‐ | |
5 | μαχεῖν μήτε τροποῦσθαι, μήτε ἄλλο τι ποιεῖν ὧν τὰ μὲν πρὸ τοῦ πάθους, τὰ δὲ μετὰ τὴν ἀνάστασιν ὡς υἱὸς θεοῦ καὶ ἄνθρωπος γεγονὼς εἰς ἡμᾶς ἐπεδείξατο. παραδίδωσιν οὖν, ὡς ἔφημεν, οὐκ ἐφ’ ᾧ μὴ ἔχειν ἀλλ’ ἐφ’ ᾧ μηκέτι τῶν εἰρημένων τι περὶ αὐτὴν ἐπιτελεῖν, ἐπεὶ καὶ παρείληφεν οὐκ ἐφ’ ᾧ ἔχειν—εἶχεν γὰρ ὥσπερ ὁ πατήρ—ἀλλ’ ἐφ’ ᾧ πόνοις ἰδίοις | |
10 | στάσεως αὐτὴν καὶ τυραννίδος ἀπαλλάξει. Τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί. εἶχεν ἀεὶ ὁ πατὴρ τὴν τῶν ἀνθρώπων βασιλείαν καὶ τὴν τῶν ἀγγέλων· ἀλλὰ τὴν μὲν τῶν ἀγγέλων ἀστασίαστον, τὴν δὲ τῶν ἀνθρώπων στασιάζουσαν καὶ πάθεσιν αἰχμαλωτιζομένην καὶ δαιμόνων ἐπηρείαις τυραννουμένην. ἀλλ’ ὁ υἱὸς | |
15 | διὰ τοῦ οἰκείου πάθους ὃ ἐν σαρκὶ γεγονὼς ἀνεδέξατο, πᾶσαν ἐσάθρωσε τυραννίδα καὶ ἀσθενεστάτην εἰργάσατο καὶ τὸ αἰχμαλωτίζον ἐταπείνωσε καὶ ᾐχμαλώτισεν. ὅμως τῶν ἐν βίῳ καταρρᾳθυμούντων ἀνθρώπων ὥσπερ σπινθῆρές τινες τῆς κακίας διὰ τῆς ἡμῶν ἀμελείας ἀνάπτουσι καὶ ἀναφλέγονται. μετὰ δὲ τὸ τέλος, τῶν μὲν παθῶν πεπαυμένων, τῶν | |
20 | δὲ δαιμόνων κολαζομένων καὶ τῶν δικαίων ἀνενοχλήτων ἐν παραδείσῳ διαιτωμένων, παραδίδωσιν ὁ υἱὸς τῷ πατρὶ τὴν βασιλείαν ὡς κατορθώσας καθαρὰν καὶ ἀστασίαστον τυραννίδος. Δεῖ γὰρ αὐτὸν βασιλεύειν. τὸ βασιλεύειν ἐνταῦθα οὐχ ἁπλῶς, ἀλλ’ οἷον δεῖ αὐτὸν τὰ τοῦ βασιλεύοντος ποιεῖν, τοῦτ’ ἔστι πολε‐ | |
25 | μεῖν τοῖς ἐχθροῖς, συμμαχεῖν τοῖς ἰδίοις, τοὺς μὲν τροποῦσθαι, τοὺς δὲ ῥύεσθαι. Ἄχρις οὗ ἂν θῇ καὶ ἑξῆς. μετὰ γὰρ ταῦτα οὐδενὸς τῶν εἰρη‐ μένων χρεία· ἀστασίαστος γὰρ λοιπὸν ἡ βασιλεία. | |
loc | 1 Kor 15,28 | |
29 | Τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται, τοῦτ’ ἔστι τότε | |
30 | δείκνυται ἀληθῶς καὶ θεοπρεπῶς ὑποτεταγμένος, ὅτι ἐπλήρωσε τὸ πατρικὸν βούλημα παραστήσας τὴν βασιλείαν πάσης στάσεως καὶ τυραννί‐ | |
δος ἠλευθερωμένην. | 578 | |
579(loc) | 1 Kor 15,29—30 | |
1 | Ἐπεὶ τί ποιήσουσι, φησίν, οἱ βαπτιζόμενοι, ὥστε μὴ εἶναι διὰ παντὸς νεκροὶ καὶ ἐν τῷ ᾅδῃ κατέχεσθαι; οἷον· τῆς ἀναστάσεως, φησί, μὴ οὔσης οἱ ἐπὶ τοιαύταις ἐλπίσι βαπτιζόμενοι ὥστε μετὰ θάνατον ἀναστῆναι, τί ποιήσουσιν; | |
5 | Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζον‐ ται, ἵνα ἀναστῶσιν; αὐτὸς δὲ ἐπιπληκτικώτερον· ὑπὲρ τῶν νεκρῶν, φησίν, οἷον· οὓς ὑμεῖς διὰ τῆς ἰδίας δόξης ἀϊδίους νεκροὺς ἀπεφήνατε, νεκροὺς δὲ καὶ τοὺς ἄλλους καὶ ἑαυτούς, καὶ νεκροὺς αἰωνίους ἀποφηνά‐ μενοι, τί βαπτίζεσθε ὑπὲρ ὑμῶν τῶν μηκέτι· καθ’ ὑμᾶς ἀναστησομένων | |
10 | ἀλλ’ ἀεὶ νεκρῶν ἐσομένων; ἐπ’ ἄλλων δὲ προσώπων προάγει τὸν λόγον καὶ οὐχὶ ἐπ’ αὐτῶν ἐκείνων, ἵνα μὴ πλέον καθαψάμενος εἰς ἀπόνοιαν ἐκκαλέσηται. Καθ’ ἡμέραν ἀποθνήσκω, ὅσον ταῖς ἐπιφοραῖς τῶν θλίψεων καὶ πειρασμῶν καὶ τῇ καθημερινῇ ἐλπίδι τοῦ θανάτου. | |
loc | 1 Kor 15,33 | |
15 | Ἢ ὅτι καὶ τὰ χρηστὰ ἤθη αἱ συνεχεῖς τῶν κακῶν ὁμιλίαι διαφθείρουσι, καὶ γὰρ ‹ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν›. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς ὅτι οὐ βλαβήσονται αὐτοὶ χρηστοὶ ὄντες, τῷ πρὸς αὐτοὺς ἐνδελεχῶς ὁμιλεῖν τῆς ἐκεῖθεν λύμης ἠρέμα καὶ κατὰ | |
20 | μικρὸν ὑποπίμπλασθαι. | |
loc | 1 Kor 15,36—38 | |
21 | Σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται. εἰ οὖν σὺ ὃ σπείρεις καὶ τρόπον τινὰ τάφῳ καλύπτεις καὶ θανατοῖς, τοῦτο ὁ θεὸς ἀνίστησι καὶ δίδωσι τὸ ἴδιον σῶμα τὸ σαπὲν καὶ διαλυθέν, δίδωσι δὲ καθὼς ἠθέλησεν ἐκπρεπέστερον καὶ ὡραιότερον· ὃ αὐτὸς ἐκεῖνος διὰ τῆς | |
25 | οἰκείας ἀποφάσεως εἰς γῆν καὶ τάφον ἐκέλευσε κατατίθεσθαι καὶ ἀποθνήσκειν, τοῦτο αὐτὸς πάλιν οὐκ ἔχει ῥᾷον τὸ ζωοποιῆσαι καὶ ἀναστῆσαι ὅτε βούλεται καὶ θελήσει; Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον, καὶ οὐκ ἄλλο | |
παρ’ ὃ εἶχον πρῶτον πλὴν ὡραιότερον. ἀπὸ κοινοῦ δὲ τὸ δίδωσιν. | 579 | |
580(loc) | 1 Kor 15,42—46 | |
1 | Ἵνα μή τις εἴπῃ· πόθεν ἡμῖν εἰσάγεις σώματα διάφορα καὶ λέγεις ψυχικὸν καὶ σωματικόν, φησίν· ἔστι σῶμα πνευματικὸν καὶ ἔστι σῶμα ψυχικόν. οὐκ ἐγὼ τοιγαροῦν κατ’ ἰδίαν ἐξουσίαν καὶ ἐπίνοιαν ταῦτα λέγω, φησίν, ἀλλ’ ἔστι καὶ πρὸ ἡμῶν εἴρηται. πόθεν | |
5 | δῆλον; φησίν. οὕτως γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν. ὥστε ἔστι σῶμα ψυχικόν. εἶτα· ὁ ἔσχατος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν. ὥστε ἔστι καὶ σῶμα πνευματικόν, τὸ ἁρμόζον τῷ ζωοποιοῦντι πνεύματι. ἀλλὰ τοῦτο πόθεν δῆλον, ὅτι ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν; πόθεν | |
10 | δῆλον; ἐξ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας. ἄλλως τε δὲ καὶ γέγραπται καὶ τοῦτο· τὰ ῥήματα γάρ, φησίν, ἃ ἐγὼ λαλῶ πνεῦμά ἐστι καὶ ζωή ἐστιν. ὥστε καὶ εἰς πνεῦμα ζωοποιεῖ τοὺς ἀκούοντας καὶ πειθομένους αὐτοῖς. εἰ δὲ τοῦτο, δῆλον ὡς καὶ πνευματικὸν ἕξουσιν οὗτοι ἐν τῇ ἀναστάσει σῶμα, μηκέτι δυνάμενον εἰς ψυχικὸν τραπῆναι, | |
15 | ὥσπερ ἐνίοτε συμβαίνει ἔτι τῷ βίῳ παρόντων. Σπείρεται σῶμα ψυχικόν. σῶμα ψυχικόν, εἴ τις ἀκολούθως τοῖς προειρημένοις ἐκλαβεῖν θέλοι ταῦτα, ἐκεῖνο οἶμαι εἰρῆσθαι νῦν ἁπλῶς τὸ θνητὸν ἀνθρώπου σῶμα· τοῦτο γὰρ καὶ ἐν ἀσθενείᾳ καὶ ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ σπείρεται καὶ θάπτεται ἐν τῇ γῇ. τοῦτο | |
20 | οὖν τὸ θνητὸν σῶμα ψυχικόν ἐστιν, ὅτι τοῖς ψυχικοῖς ὑπηρετήσατο πάθεσιν· οὐδεὶς γὰρ ἀπὸ ῥύπου καθαρός, οὐδ’ ἂν μία ἡμέρα ὁ βίος αὐτῷ. καὶ γὰρ ὅσαι σωματικαὶ πράξεις, τὴν πηγὴν καὶ γένεσιν ἀπὸ τῆς ψυχῆς ἔχουσιν, ὥστε τὸ τοῦ ἀνθρώπου θνητὸν σῶμα εἰκότως ἂν ψυχικὸν καλοῖτο. σπείρεται οὖν ψυχικόν, | |
25 | ἐγείρεται δὲ ἀθάνατον, ὅπερ ἐστὶ πνευματικόν· πνευματικὸν δέ, ὅτι οὐκέτι τοῖς ψυχικοῖς ὑπηρετήσει παθήμασιν, οὔτε τὰ τῶν δικαίων, ἀλλ’ οὐδὲ τὰ τῶν ἁμαρτωλῶν σώματα. μᾶλλον μὲν οὖν καὶ πολλὴν μεταμέλειαν, εἰ καὶ ἀνόνητον ἐφ’ οἷς ὑπηρετήσαντο, ἕξουσιν. ἐπειδὴ δὲ τὸ σπείρεται πολλάκις εἶπεν καὶ τὸ ἐγείρεται ὁμοίως, τί δέ ἐστι τὸ | |
30 | σπειρόμενον ἢ τὸ ἐγειρόμενον οὐκ εἶπεν. διὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγε καὶ τοῦτο· σπείρεται, λέγων, σῶμα ψυχικόν ὃ εἶπον ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ καὶ ἐν ἀσθενείᾳ σπείρεσθαι, ἀλλ’ ἐγείρεται σῶμα πνευματικὸν ὃ ἐν δόξῃ καὶ δυνάμει καὶ ἐν ἀφθαρ‐ σίᾳ ἐγερθήσεται· τὸ γὰρ ἀθάνατον κατὰ τὸν οἰκεῖον λόγον καὶ ἔνδοξον | |
35 | καὶ ἔντιμον καὶ ἄφθαρτον, εἰ καὶ τοῖς ἁμαρτωλοῖς αἰσχύνης καὶ ἀδοξίας | |
διὰ τὴν οἰκείαν μοχθηρίαν ὑπόθεσις γίνεται. | 580 | |
581(loc) | 1 Kor 15,47—49 | |
1 | Ὁ πρῶτος γὰρ ἄνθρωπος γήϊνος ἦν, οὐ τῷ ἐκ γῆς παρῆχθαι —οὕτως γὰρ πάντες γήϊνοι, καὶ ἔτι οὐκ ἄν τις αἰτιάσαιτο τὸ ἐκ γῆς παρῆχθαι—, ἀλλ’ ἐκ γῆς, φησί, τοῦτ’ ἔστι γήϊνος καὶ σαρκικὸς καὶ τὰ κάτω φρονῶν. ὁ δὲ δεύτερος μετάρσιος ὅλος καὶ οὐράνιος καὶ μηδεμιᾷ | |
5 | τῶν γηΐνων κηλῖδι βαρυνόμενος. οἷος τοιγαροῦν ἦν ὁ χοϊκὸν ἑαυτὸν δι’ ὧν ἐφρόνει καὶ ἔπραττε καταστήσας, τοιοῦτοι ἔσονται καὶ οἱ πρὸς μίμησιν ἐκείνου βιοῦντες, τοῦτ’ ἔστι χοϊκοὶ καὶ πάσχοντες ὅσα εἰκὸς πάσχειν τοὺς προσηλώσαντας ἑαυτοὺς τῷ χοΐ. καὶ οἷος ἦν ὁ καὶ καθαρὰν μετάρσιον καὶ οὐράνιον τὴν ἐπὶ γῆς αὐτοῦ πολιτείαν ἐνστησάμενος, τοιοῦτοι ἔσονται | |
10 | καὶ οἱ πρὸς ὁμοίωσιν, καθ’ ὅσον ἐστὶν ἀνθρώποις δυνατόν, ἐκείνης τῆς οὐρανίου διαγωγῆς πολιτευσάμενοι, τοῦτ’ ἔστιν ἐπουράνιοί τε ἔσονται καὶ τῶν ἀξίων αὐτοῖς γερῶν ἀπολαύσουσιν. Φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ | |
15 | ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως ἅμα δύναμιν πληροῦσα, τοῦτ’ ἔστι πάντως φορέσομεν τὴν εἰκόνα τοῦ ἐπουρανίου, ὥσπερ ἐφορέσαμεν καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ. καὶ εἴη ἂν εἰκὼν μὲν τοῦ χοϊκοῦ ὁ θάνατος, εἰκὼν δὲ τοῦ ἐπουρανίου ἡ ἀνάστασις καὶ ἡ ἀφθαρσία· ὅ τε γὰρ Ἀδὰμ διὰ τοῦ θανάτου εἰκονίζεται—αὐτὸς | |
20 | γὰρ καὶ πρῶτος καὶ τῶν ἄλλων αἴτιος τοῦ θανεῖν γέγονεν—, καὶ ὁ δεσπότης Χριστὸς πάλιν διὰ τῆς ἀναστάσεως καὶ τῆς ἀφθαρσίας εἰκονί‐ ζεται· αὐτός τε γὰρ πρῶτος ἀνέστη σαρκὶ νικήσας τὸν θάνατον καὶ τῷ γένει παντὶ τῶν ἀνθρώπων τὴν ἀνάστασιν καὶ ἀφθαρσίαν ἐπήγαγεν. εἰ δὲ τὸ φορέσωμεν διὰ μακροῦ γραπτέον ἐστὶ τοῦ ω, παραίνεσίς ἐστι | |
25 | καὶ συμβουλὴ ἐπ’ ἀρετὴν καὶ ἔνθεον πολιτείαν. φορέσωμεν, φησίν, ἐνδυσώμεθα τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἵνα κληρονομήσωμεν τὴν οὐράνιον βασιλείαν. καὶ εἴη ἂν εἰκὼν μὲν ἐνταῦθα χοϊκοῦ λαμβανο‐ μένη αἱ πράξεις αἱ πονηραὶ καὶ βρίθουσαι πρὸς τὰ γήϊνα καὶ σαρκικὰ πάθη—ταῦτα γὰρ μορφοῖ καὶ χαρακτηρίζει τὸν ἁμαρτωλόν, ὅς ἐστι | |
30 | χοϊκός—, εἰκὼν δὲ ἐπουρανίου τὸ ὑψηλὸν καὶ μετάρσιον τῆς πολιτείας καὶ ἡ κτῆσις τῶν οὐρανίων ἀρετῶν. φησὶν οὖν ἅμα καὶ ἐντρέπων· φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου, κτησώ‐ μεθα πολιτείαν ὑψοῦσαν ἡμᾶς πρὸς οὐρανόν. οὐ γὰρ αἰσχύνεσθε οὐδὲ ἐγκαλύπτεσθε ὅτι τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ προθύμως | |
35 | ἐφορέσαμεν, καίτοι κατασπῶσαν ἡμᾶς καὶ τῆς βασιλείας τοῦ θεοῦ | 581 |
582 | ἀναξίους ἀποφαίνουσαν, πρὸς δὲ τὴν εἰκόνα τοῦ ἐπουρανίου ἔτι μέλλομεν καὶ ἀναβαλλόμεθα; σπουδάσωμεν ταύτην ἐνδύσασθαι, ταύτην ζηλῶσαι τὴν οὐράνιον πολιτείαν· ἄλλως γὰρ οὐκ ἔνι τυχεῖν τῆς οὐρανίου βασιλείας. | |
loc | 1 Kor 15,50 | |
4 | Καὶ τὸ τοῦτο δέ φημι, ἀδελφοί, πρὸς τὴν διάφορον ἑρμηνείαν | |
5 | τοῦ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσω‐ μεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἐκληφθήσεται. ἢ γὰρ τῆς προτροπῆς καὶ συμβουλῆς ἐστιν αἰτία, ὅτι διὰ τοῦτο παραινῶ ὑμῖν καὶ συμβουλεύω ταῦτα ποιεῖν, ἵνα τὴν οὐρανῶν κληρονομήσητε βασιλείαν, διότι οἱ σαρκικοὶ καὶ ἐμπαθεῖς βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν· οὐ | |
10 | γάρ ἐστι φύσιν ἢ ἀκολουθίαν ἔχον, ἵνα ὁ καταφθείρας καὶ καταρρυπώσας ἑαυτὸν ταῖς ἀκαθαρσίαις τὰ τῶν ἀπαθῶν καὶ μὴ καταφθαρέντων τοῖς πάθεσι γέρα κληρονομήσῃ. εἰ δὲ τῆς δογματικῶς εἰρημένης ἑρμηνείας αἰτίαν αὐτὸ ἐκληψόμεθα, τοῦτ’ ἔστι τῆς ὅτι ἔσται πάντως ἡ ἀνάστασις, καὶ οὕτως πολλὴν τὴν ἀκολουθίαν ἕξει· συλλογιστικώτερον γὰρ τὸ | |
15 | τοῦτο δέ φημι τὴν ἀνάστασιν κατασκευάζον εἴη ἄν, τὸ δὲ ‹ὅπωσ› ἐν τοῖς πλατυκωτέροις. | |
loc | 1 Kor 15,54—57 | |
17 | Ἐπειδή ἐστι καταποθῆναι θάνατον εἰς φθορὰν τῶν καταπιόντων, ὥσπερ καὶ φάρμακόν ἐστι καταποθῆναι ἐπὶ διαφθορᾷ ὁμοίως τῶν χρησα‐ μένων, διὰ τοῦτο ἐπήγαγε τὸ εἰς νῖκος, ἀντὶ τοῦ οὐχ ἵνα φθείρῃ τὸν | |
20 | καταπιόντα, ἀλλ’ ἵνα αὐτὸς ἀφανισθῇ καὶ κατὰ κράτος ἐκνικηθῇ ὥστε μηκέτι μηδ’ ἴχνος μάχης ἢ σκιὰν ἐνοχλήσεως ὑπολειφθῆναι. καὶ τὸ κατεπόθη δὲ μετὰ τῆς προθέσεως ῥηθὲν τὴν σφοδρὰν αὐτοῦ διαφθορὰν σημαίνει· ὅλος, φησί, κατεπόθη εἰς νῖκος ὥστε μηδὲν αὐτοῦ ἔτι ἐν‐ απολειφθῆναι. | |
25 | Ἐπειδὴ τὸν νόμον εἶπε δύναμιν ἁμαρτίας, ἵνα μή τινες αὐτόν τε τὸν νόμον ὡς φαῦλον πεπαῦσθαι νομίσωσι καὶ τὸν νομοθέτην κατα‐ βλασφημήσωσιν, ἐπάγει· τῷ δὲ θεῷ χάρις, οἷον· τῷ δὲ νομοθέτῃ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις· αὐτὸς γὰρ καὶ τὸν νόμον κατὰ καιροὺς συμφέροντα ἔδωκεν, καὶ τούτῳ ἡμῶν εἰς ἰσχὺν | |
30 | ἁμαρτίας ἀποχρησαμένων καὶ κραταιωσάντων τὴν ἁμαρτίαν, αὐτὸς πάλιν διὰ τοῦ υἱοῦ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔδωκεν ἡμῖν τὸ | |
κατ’ αὐτῆς ἀναμφήριστον κράτος καὶ νῖκος. | 582 | |
583(loc) | 1 Kor 16,6—7 | |
1 | Πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ. τὸ δὲ παρέλκει ἐνταῦθα· πρὸς ὑμᾶς δέ. σύνηθες δὲ τοῦτο τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ παρὰ τοῖς ἔξω συγγραφεῦσι πολλὴ ἡ τοιαύτη χρῆσις, καὶ μάλιστα παρὰ τοῖς ἀττικισταῖς. | |
5 | Ἢ καὶ παραχειμάσω καὶ τὰ ἐφεξῆς εἰς παράκλησιν αὐτῶν καὶ παραμυθίαν εἴρηκεν, οἷον· ἵνα ὑμεῖς με προπέμψητε, καὶ οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν καὶ ἐλπίζω χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμη‐ νεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ | |
10 | παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅτι οὐκ οἶδα, ἐὰν ὁ κύριος | |
ἐπιτρέπῃ. ἀλλ’ οὖν τὸ ἐμὸν θέλημα ἵνα προσμείνω ὑμῖν ἐστιν. | 583 |