TLG 4040 014 :: PHOTIUS :: Fragmenta in epistulam ad Romanos (in catenis) PHOTIUS Lexicogr.
Scr. Eccl.
Theol., Patriarcha Fragmenta in epistulam ad Romanos (in catenis) Citation: Page — (line) | ||
470(loc) | Röm 1,1 | |
1 | Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμενος, οἷον· Παῦλος, φησίν, ὁ καὶ αὐτὴν τὴν κλῆσιν ἐξ εὐεργεσίας, ἐκ χάριτος, ἐκ φιλοτιμίας ἔχων δεσπο‐ τικῆς· Παῦλος, ὁ πάντα φέρων ἀπὸ τοῦ Χριστοῦ, τὴν κλῆσιν, τὴν | |
---|---|---|
5 | χάριν, τὴν πολιτείαν. —Δοῦλος· αὐτῷ γὰρ ὅλος πέπραμαι, ἐλευθερω‐ θεὶς ἀπὸ τοῦ νόμου καὶ τῆς ἁμαρτίας. δοῦλος· τοῦτό μου τὸ ἀξίωμα, ἀπὸ τούτου βούλομαι πᾶσι γνωρίζεσθαι. οἱ μὲν ἐν κόσμῳ ἀναστρεφό‐ μενοι ἀπὸ τῶν ἐν κόσμῳ ἀξιωμάτων δηλοῦσθαι βούλονται, ὑπάτους ἑαυτοὺς καὶ στρατηγοὺς ἀναγράφοντες, Παύλῳ δὲ ἀρκεῖ εἰς μέγεθος | |
10 | ἀξιώματος τὸ δοῦλος εἶναι Χριστοῦ. | |
loc | Röm 1,2 | |
11 | Εὐαγγέλιον θεοῦ, ὅτι θεὸν εὐηγγελίζετο· θεὸς γὰρ ὁ Χριστὸς ὃν ὁ Παῦλος εὐηγγελίζετο. μᾶλλον δὲ θεοῦ τοῦ πατρὸς λέγει· οὗτος γὰρ διὰ τῶν προφητῶν αὐτοῦ περὶ τοῦ ἀληθῶς υἱοῦ αὐτοῦ ἐλάλησεν. | |
loc | Röm 1,3—5 | |
15 | Ἀναστάσεως δέ φησιν, ἧς ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. οὐκ εἶπεν ‹περὶ υἱοῦ αὐτοῦ,› ἀλλὰ τοῦ υἱοῦ αὐτοῦ, τὸν φύσει καὶ ἕνα καὶ κυρίως υἱὸν καὶ μονογενῆ δηλῶν. Τοῦ ὁρισθέντος, ἐπιγνωσθέντος, εἰς γνῶσιν ἀνθρώποις ἐλθόντος· εἰώθαμεν γὰρ δι’ ὁρισμῶν τινων ἐπιγινώσκειν ἃ βεβαίως καὶ | |
20 | οὐκ ἐν δισταγμῷ ἐπιστάμεθα. εἶτα πῶς οὖν ὡρίσθη; πῶς εἰς γνῶσιν ἧκεν; ἐκ προφητικῶν χρησμῶν, ἐκ τῶν δυνάμεων ἃς ἐπετέλει, ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ὃ παρεῖχεν τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἐκ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· τούτων γὰρ ἡ συνδρομὴ διορίζει αὐτὸν ἐκ τῶν ἄλλων ἁπάντων τῶν κατὰ χάριν κληθέντων υἱῶν, καὶ δείκνυσιν | |
25 | αὐτὸν καὶ διδάσκει πάντας αὐτὸν εἶναι τὸν ἀληθῆ καὶ φύσει υἱὸν τοῦ θεοῦ καὶ θεόν. ὅθεν δυνάμεθα καὶ κατ’ εὐθείαν ταῦτα συνείραντες, τό | |
τε ἐξαίρετον τῆς υἱότητος αὐτοῦ καὶ ἀκοινώνητον παραστῆσαι καὶ τὴν | 470 | |
471 | περὶ αὐτοῦ γνῶσιν σαφῆ τοῖς πιστοῖς παρασχέσθαι, οἷον λέγοντες· Χριστός ἐστιν ὁ διὰ τῶν προφητῶν μὲν προκηρυχθείς, γενόμενος δὲ κατὰ σάρκα ἐκ σπέρματος Δαυίδ, δυνάμεσι δὲ καὶ πνεύματος ἁγίου χορηγίᾳ τὸ τῶν ἀνθρώπων γένος εὐεργετῶν καὶ διὰ τῆς οἰκείας | |
5 | ἀναστάσεως θάνατον νεκρώσας καὶ συναναστήσας τοὺς ἀπ’ αἰῶνος νεκρούς· οὗτός ἐστιν ὁ Χριστός, οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὡς ἔστιν ἐν ἀφορισμῷ καὶ συνόψει εἰπεῖν. πρόσθες εἰ βούλει πρὸς ἐξάπλωσιν σαφεστέραν, δι’ οὗ καὶ Παῦλος ἔλαβε χάριν ἀποστολῆς, εἰς τὸ πεῖσαι τὰ βάρβαρα ἔθνη καὶ παρασκευάσαι ὑπακοῦσαι τῇ πίστει τῇ | |
10 | εἰς τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦτ’ ἔστι πιστεῦσαι εἰς αὐτὸν καὶ λατρεύειν αὐτῷ ὡς ἀληθινῷ θεῷ καὶ υἱῷ θεοῦ. | |
loc | Röm 1,5—7 | |
12 | Χάριν καὶ ἀποστολὴν ἀντὶ τοῦ χάριν εἰς ἀποστολήν. ἔστι δὲ παρὰ πολλοῖς τὸ τοιοῦτον σχῆμα τοῦ λόγου, καὶ μάλιστα παρὰ τῇ θεοπνεύστῳ γραφῇ ὡς ἐπίπαν ὁ καὶ παρέλκει. | |
15 | Εἰς ὑπακοὴν πίστεως. ἡ πίστις εἰς τὸ ὄνομα αὐτοῦ γέγονεν· αὐτὸν γὰρ τὰ ἔθνη οὐκ ἐθεάσατο, ἀλλὰ μόνου κηρυττομένου τοῦ ὀνό‐ ματος ἐκεῖνοι ἐπίστευον. ὄντως πλήρης ἦν χάριτος ἡ ἀποστολὴ τῶν μαθητῶν, ὅτι ἔπεισαν ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη τῷ Χριστῷ, καὶ τό τε ἄνθρωποι καὶ ἁλιεῖς καὶ ἀγράμματοι. | |
20 | Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς. ἐξ αὐτῆς τῆς προσφωνήσεως ταπεινοφρονεῖν αὐτοὺς προοιμιάζεται· εἰπὼν γὰρ πᾶσι καὶ μὴ μερίσας εἰς ἄρχοντας καὶ ἀρχομένους, δούλους καὶ ἐλευθέρους, ὁμοτίμους ἀλλήλους ἡγεῖσθαι λεληθότως συμβουλεύει. εἶτα, ἵνα μὴ εἴπωσιν· τί οὖν; πάντας ὁμοτίμους ἡγῇ, καὶ ἀγαθοὺς καὶ φαύλους, καὶ | |
25 | πιστοὺς καὶ ἀπίστους; ἐπισυνῆψε· κλητοῖς ἁγίοις· ἅπαντες γὰρ αὐτῷ οἱ ἅγιοι ὁμότιμοι, καὶ διαστολὴ οὐκ ἔστιν ἐν αὐτοῖς. Κλητοῖς. πόθεν ἐκλήθητε; ἐκ ποίων πόνων; ἐκ ποίων κατορθω‐ μάτων; πόθεν ἐστὲ ἅγιοι; ἀλλ’ ἢ ἐκ μόνης τῆς ἀγάπης θεοῦ· αὐτὸς γὰρ δωρεὰν ἀγαπήσας ἡμᾶς, καὶ τὸ αἷμα αὐτοῦ ὑπὲρ ἡμῶν ἐκχέας, ἐκάλεσεν | |
30 | ἡμᾶς εἰς ἁγιασμὸν καὶ κληρονομίαν τῆς βασιλείας αὐτοῦ. ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. | |
loc | Röm 1,11—12 | |
32 | Τὸ μεταδοῦναι ὑμῖν χάρισμα οὐκ ἔστιν ἐμὸν μόνον, ἀλλὰ | |
τῆς διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ | 471 | |
472 | ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυσανασχετήσωσι, κοινοποιεῖται καὶ τὸ χάρισμα τὸ πνευ‐ ματικὸν καὶ τὸ στηριχθῆναι αὐτούς. καὶ οὐκ ἔστι, φησί, τὸ ταῦτα γενέσθαι ἐμὸν ἢ τῆς ἐμῆς μόνης προαιρέσεως καὶ διακονίας, ἀλλὰ | |
5 | κοινόν ἐστιν ὑμῶν τε καὶ ἐμοῦ· καὶ οὐδὲ τό τε ἁπλῶς, ἀλλὰ διὰ τῆς ἐν ἀλλήλοις πίστεως. πῶς καὶ τίνα τρόπον; ἐὰν αὐτοὶ ἔχητε, φησί, πίστιν τοῦ λαβεῖν τὸ χάρισμα, ἐγώ τε πάλιν πίστιν τοῦ δοῦναι ὑμῖν, τότε δὴ καὶ τὸ χάρισμα πνευματικὸν ὑπάρχον διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἐνεργεῖται καὶ δίδοται· ἐὰν γὰρ ἐγὼ μὲν πίστιν ἔχω τοῦ δοῦναι | |
10 | καὶ πολὺν ἀγῶνα καὶ σπουδήν, ὑμεῖς δὲ οὐκ ἔχητε πίστιν τοῦ λαβεῖν, οὐδ’ ἐπιθυμίαν καὶ ἐπιμέλειαν περὶ τὸ λαβεῖν, οὐ παραγίνεται ὑμῖν, κἂν ἐγὼ βούλωμαι, τὸ χάρισμα τὸ πνευματικόν. δεῖ οὖν ἀμφότερα συνδρα‐ μεῖν, καὶ τὸ ἐξ ἐμοῦ καὶ τὸ ἐξ ὑμῶν· ἀλλὰ τὸ ἐξ ἐμοῦ πάρεστιν—ἐγὼ γὰρ οὐ μόνον ἁπλῶς κρίνω δεῖν ὑμᾶς λαβεῖν τὴν δωρεὰν ἀλλὰ καὶ | |
15 | ἐπιποθῶ—, λοιπόν ἐστι τὸ ἐξ ὑμῶν. τοῦτο δὲ παραγίνεται δι’ ἔργων ἀγαθῶν καὶ καρπῶν ἀξίων τῆς δωρεᾶς· τότε γὰρ αὐτοὶ πίστιν ἕξετε τοῦ λαβεῖν καὶ ἐπιθυμίαν, ὅτε ἀξίους ἑαυτοὺς παρασκευάσετε τῆς δωρεᾶς· καὶ τότε ἔτι μᾶλλον κἀγὼ πλέον ἕξω πίστιν καὶ ἐπιπόθησιν τοῦ δοῦναι, ὥστε πανταχόθεν ἐξ ὑμῶν ὑπάρχει τὸ λαβεῖν ὑμᾶς. λαμβανόντων δὲ | |
20 | ὑμῶν τὸ χάρισμα, κοινὸν γίνεται τὸ κέρδος, καὶ δηλονότι παρακαλούμεθα καὶ εὐφραινόμεθα ἐν ἀλλήλοις. Διὰ τῆς ἐν ἀλλήλοις πίστεως· ὑμῶν μὲν διὰ τοῦ παρα‐ λαβεῖν καὶ παραδέξασθαι τὴν πίστιν, ἐμοῦ δὲ διὰ τοῦ κηρύξαι καὶ παραδοῦναι ταύτην· ἢ καὶ ὑμῶν μὲν ἀξιόπιστον εἰς τὸ κηρύξαι καὶ | |
25 | διδάξαι με ὑπολαμβανόντων, ἐμοῦ δὲ πάλιν ἀξιοπίστους εἰς τὸ ἐμπιστευθῆναι τὰ λόγια τοῦ θεοῦ καὶ τὴν τελειοτέραν κρίναντος διδασκα‐ λίαν· ἢ ἐμοῦ μὲν ὁρῶντος προθύμως ὑποδεχομένους ὑμᾶς καὶ ἐξ ἑτοίμου τὸ κήρυγμα, ὑμῶν δὲ πάλιν τὴν ἐμὴν σπουδὴν καὶ τὴν περὶ αὐτὸ ἐπιμέλειαν αὐτῇ παραλαμβανόντων ὄψει· μέγα γὰρ εἰς παράκλησιν | |
30 | μαθητῶν σπουδὴ διδασκάλου, καὶ πάλιν εἰς διδασκάλου παράκλησιν μαθητῶν ἑτοιμότης καὶ προθυμία. συντελεῖ δὲ τοῦτο καὶ εἰς μείζονα πληροφορίαν τῆς πίστεως ἑκατέροις, ὅταν ὁ μὲν κηρύσσων ὁρᾷ τὰς τῶν ἀνθρώπων ψυχὰς παραδόξως εἰς ὑπακοὴν ἑλκομένας—μᾶλλον γὰρ τὴν θειότητα καὶ τὸ μεγαλεῖον τῆς πίστεως ἀποθαυμάζει καὶ μᾶλλον | |
35 | ῥώννυται εἰς τὸ κηρύσσειν ταύτην—, καὶ ὅταν πάλιν ὁρῶσιν οἱ μαθηταὶ εὐτόνως καὶ σὺν ἐλπίδι βεβαίᾳ τὸν κήρυκα τὴν πίστιν παραδιδόντα· μᾶλλον γὰρ ὑποδέχονται αὐτὴν καὶ μᾶλλον στηρίζονται ἐν αὐτῇ, καὶ διὰ | |
τῆς ἐν ἀλλήλοις πίστεως οὕτως ἑκάτεροι παρακαλοῦνται. | 472 | |
473(loc) | Röm 1,13—14 | |
1 | Τὸ ἵνα τινὰ καρπὸν σχῶ καθ’ ὑπερβατὸν κεῖται· τὸ γὰρ ἀκόλουθον εἴη ἄν· πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καρπόν τινα σχῶ ἐν ὑμῖν, ἀλλ’ ἐκωλύθην ἄχρι τοῦ δεῦρο. ἀλλ’ εἴποι τις ὅτι εἰ ἡ πίστις αὐτῶν ἐν ὅλῳ τῷ κόσμῳ | |
5 | κατηγγέλλετο, τίνα καρπὸν αὐτὸς ἤθελε παραγενόμενος παρασχεῖν; ἀλλὰ πολὺν μὲν οὖν ἐροῦμεν· εἰ γὰρ καὶ ἐπεπιστεύκεισαν, παμπόλλων ὅμως ἐδέοντο. καὶ τοῦτο δηλοῦται καὶ δι’ ὅλης τῆς ἐπιστολῆς καὶ πρὸ ὀλίγου λέγοντος εἰς τὸ στηριχθῆναι ὑμᾶς, καὶ ἡνίκα μὴ κρίνειν ἀλλήλους παραινεῖ, καὶ ἡνίκα ἐκκλίνειν τὰς διχοστα‐ | |
10 | σίας καὶ τὰ σκάνδαλα παραινεῖ, καὶ μυρία. οὐδὲν οὖν ἀπεικὸς καὶ τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι καὶ αὐτοὺς ἔτι πολλῆς δεῖσθαι τῆς Παύλου ἐπικουρίας καὶ τῆς δι’ αὐτοῦ καρποφορίας. ὅρα δὲ πῶς φησίν· ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν; τοῦτο μὲν δεικνύς, ὅτι ὁ ἐκείνων καρπὸς οἰκεῖος ἐλογίζετο τῷ Παύλῳ καρπός, καὶ οὕτως ἔχαιρεν | |
15 | ἐν τοῖς τῶν πλησίον κατορθώμασιν, ὥστε καὶ αὐτὸς ἔχειν ἡγεῖτο τὸν καρπόν. τοῦτο δὲ πάλιν δεικνύς, ὅτι ἕνεκεν τῆς αὐτῶν ὠφελείας τὴν πρὸς αὐτοὺς ἔσπευδε στείλασθαι πορείαν, ἄλλ’ ὥστε δὲ καὶ Παύλου καρπὸς ἦν ἀληθῶς ὁ ἐκείνων καρπός· ἔργον γὰρ ἦν καὶ σπευδὴ τὸ καρποφορεῖν τὰ ἔθνη. καλῶς οὖν φησιν· ἵνα τινὰ καρπὸν σχῶ, | |
20 | ἀμφότερα δηλῶν, καὶ τὸ ἐκείνους τὴν ἀρετὴν καρποφορεῖν καὶ τὸ ἐκεῖνον αὐτοὺς τούτους· ἐν γὰρ τῇ ἐκείνων καρποφορίᾳ ἡ τοῦ Παύλου ἐδείκνυτο καρποφορία. ἀλλ’ οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ’ ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ’ ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν νοῦν· | |
25 | ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί; φησίν. ἵνα μὴ θᾶττον ἐλθὼν ἀκάρπους ὑμᾶς ἔτι καταλήψωμαι, διὸ ἀνεβαλόμην τὴν παρουσίαν, ἕως οὗ καὶ ἐν ὑμῖν καρπόν τινα βλαστάνοντα τῆς πίστεως ἄξιον καὶ τελεσφορούμενον μάθω. τί οὖν ἂν καὶ καρποφορῶσιν; τίς ἡ χρεία τῆς Παύλου παρουσίας; πολλὴ μὲν οὖν· οὐ γὰρ πάντα τὸν καρπὸν ἀνέμενεν | |
30 | Παῦλος αὐτοὺς καρποφορῆσαι, ἀλλὰ τινά. καὶ μάλα εἰκότως· ὥσπερ γὰρ περιττὸν τὸ τὸν τελείως καρποφοροῦντα εἰς καρποφορίαν παραινεῖν, οὕτως ἐπίπονον καὶ ὄκνον ἐμποιεῖ τὸ μὴ πρὸς καρπογονίαν εὔχρηστον καὶ παρέχον ἐλπίδας χρηστάς. εἰ δὲ καὶ καρπὸς τὶς ἦν καὶ οὗτος τέλειος, οὐδ’ οὕτως ἁπλῶς ἐνεκόπτετο τὴν παρουσίαν ὁ Παῦλος· ὀφειλέτην | |
35 | γὰρ αὐτὸν ἀποκαλεῖ ὥστε, εἰ καὶ τοῖς ἔργοις ἐκόμων, αὐτὸς ἂν τὸ αὐτοῦ | |
οὐκ ἀπέστη ποιῶν. | 473 | |
474 | Ἔστι δὲ καὶ ἄλλως τὸ νόημα συνιδεῖν. ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί; ὅτι καρπόν τινα ἔτι μοι συνέλεγον λείποντα. καὶ ταύτην τὴν ἔννοιαν ἐπὶ τέλει τῆς ἐπιστολῆς ὥσπερ τὰ προοιμιασθέντα ἐπιλογι‐ ζομένου τοῦ ἀποστόλου ἔστι βεβαιουμένην τῶν ἄλλων ἑρμηνειῶν μᾶλλον | |
5 | ἰδεῖν· καὶ γάρ φησιν· διὸ καὶ ἐνεκοπτόμην ἐλθεῖν πρὸς ὑμᾶς, νυνὶ δὲ μηκέτι ἔχων τόπον ἐν τοῖς κλίμασι τούτοις, ἐλεύσομαι πρὸς ὑμᾶς. ὥστε ὁ ἕως τοῦ νῦν ἐλπιζό‐ μενος εἰς συλλογὴν καρπὸς ἐν τοῖς ἄλλοις κλίμασιν ἐκώλυεν αὐτὸν ἐπὶ Ῥώμην δραμεῖν, ἀτέλεστον ἐν ἐκείνοις τὸ ἔργον καταλείποντα. εἶτα τὸ | |
10 | ἐν ὑμῖν καὶ τὰ ἐφεξῆς ὥσπερ ἀντιπίπτοντος λύσις ἐστίν, οἷόν· τί; φησίν, ἐν ἡμῖν οὐ μέλει σοι καρπὸν σχεῖν; ναί, φησί, καὶ ἐν ὑμῖν τοῦτο σπεύδω, τοῦτο ἐπιζητῶ, ὀφειλέτης εἰμί, χρεωστῶ πᾶσιν. | |
loc | Röm 1,16—18 | |
13 | Ἰουδαίῳ δὲ πρῶτον. ὁ γὰρ Ἰουδαῖος ἀπαιτεῖται πρῶτον πιστεύειν, ἅτε δὴ κατηχημένος τὰ περὶ τοῦ Χριστοῦ ἐκ νόμου καὶ τῶν | |
15 | προφητῶν μᾶλλον τῶν ἐθνῶν, καὶ ὅτι, εἰ καὶ ἐπὶ κοινῇ τοῦ γένους τῶν ἀνθρώπων σωτηρίᾳ ἐπεδήμησεν ὁ Χριστός, ἀλλ’ οὖν ἐν τοῖς Ἰουδαίοις καὶ ἐγεννήθη καὶ ἐπολιτεύσατο καὶ ἐδίδαξεν καὶ τὰς θεοσημείας ἐν αὐτοῖς εἰργάσατο· δι’ ἃ πάντα ὀφειλέται εἰσὶν οἱ Ἰουδαῖοι πρῶτον πιστεύειν εἰς Χριστὸν ἤπερ τὰ ἔθνη. | |
20 | Δικαιοσύνη γὰρ θεοῦ, φησίν, ἐν τῷ εὐαγγελίῳ ἀπο‐ καλύπτεται, τοῦτ’ ἔστιν ἅπασα ἡ ἀρετὴ διὰ τοῦ εὐαγγελίου φανεροῦται· δικαιοσύνην γὰρ πολλάκις εἴωθε πᾶσαν λέγειν τὴν ἀρετήν. πῶς δὲ ἀποκαλύπτεται καὶ τίσιν; τοῖς ἐκ πίστεως τῷ εὐαγγελίῳ προσιοῦσιν· πᾶσι μὲν γὰρ κηρύττει τὴν ἀρετὴν τὸ εὐαγγέλιον καὶ πᾶσι | |
25 | παραινεῖ ἀντέχεσθαι τῆς ἀρετῆς, ἐκείνοις δὲ ἀποκαλύπτει τὸ κάλλος τῆς ἀρετῆς, καὶ ἐκείνους ποιεῖ ἐραστὰς αὐτῆς, τοὺς μετὰ πίστεως προσιόντας. τί οὖν; παύεται ἡ πίστις τῆς ἀρετῆς κατορθουμένης; οὐμενοῦν, ἀλλὰ καὶ εἰς τὸ τελειότερον καὶ ὑψηλότερον πρόεισιν. ἐπίστευσεν, πράττει διὰ τοῦτο τὴν ἀρετήν· ἀρετὴν κατορθοῖ, εἰς τελειοτέραν προκόπτει πίστιν· | |
30 | ἡ μὲν γὰρ πρώτη πίστις κατάνυξίς τις ψυχῆς ἦν καὶ προθυμία, ἡ δὲ τῇ τῶν ἀρετῶν ἐργασίᾳ συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις βεβαίωσίς ἐστιν ἀμετάπιστος καὶ πληροφορία. καὶ ἡ μὲν ἔοικε καταβολῇ σπέρματος, ἡ δὲ τῶν ἀρετῶν ἐργασίᾳ καὶ καρποφορίᾳ, ἡ δὲ δι’ αὐτῶν συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις ἀπολαύσει καὶ εὐδαιμονίᾳ. οὕτως οὖν δικαιο‐ | |
35 | σύνη θεοῦ ἀποκαλύπτεται ἐν τῷ εὐαγγελίῳ ἐκ πίστεως | 474 |
475 | εἰς πίστιν. καλεῖ δὲ θεοῦ δικαιοσύνην τὴν ἀρετήν, ὅτι θεῖόν τί ἐστιν ἡ ἀρετή, καὶ ὅτι πάντα τὰ ἀγαθὰ ἐκ θεοῦ. Ἐκ πίστεως εἰς πίστιν. πιστεύειν γὰρ δεῖ ὅτι θεὸς ἐφάνη ἐπὶ γῆς μετὰ σαρκός, ὅπερ ἐστὶν ἀρχή· καὶ πάλιν ὅτι ἔσται τοῖς | |
5 | πιστεύσασιν εἰς κλῆρον ἡ βασιλεία τῶν οὐρανῶν, ὅπερ ἐστὶ πίστεως τέλος. Τὸ δὲ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται μαρτυρία μέν ἐστι τῶν εἰρημένων καὶ ἀπόδειξις· προφητικὴ γὰρ ἡ ῥῆσις εἰρημένη τῷ Ἀμβακούμ, τοιοῦτον δέ τί φησιν· καλῶς εἶπον, φησί, τὸν σπουδαῖον ἐκ πίστεως εἰς πίστιν δι’ ἀρετῆς προϊέναι, καὶ γὰρ ὁ Ἀμβακούμ, φησίν, | |
10 | ἄνωθεν τοῦτο διὰ τοῦ αὐτοῦ πνεύματος βοᾷ, ὅτι ὁ σπουδαῖος ἄνθρωπος ἐκ πίστεως ζῇ, τοῦτ’ ἔστι πᾶσαν τὴν ζωὴν αὐτοῦ πίστει παρατεινομένην ἔχει. ἢ οἰκειότερον· ἐπεὶ ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζωῆς γὰρ ἐνταῦθα τοῦ ῥητοῦ τῆς | |
15 | ῥεούσης καὶ ἐπικλήρου. οὐ λίαν ὁ λόγος οἰκεῖος, καὶ εἴη ἂν τὸ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται κατασκευαστικὸν τοῦ ἀπο‐ καλύπτεται δικαιοσύνη ἐκ πίστεως. ἀλλ’ οὕτω μὲν ταῦτα. Εἰ δὲ τὸ δικαιοσύνη θεοῦ οὐχὶ τὴν ἐν ἀνθρώπῳ παρὰ θεοῦ διδομένην ἐκλάβοι τις, ἀλλ’, ἐγγύτερον τῆς λέξεως, τὴν ἐνοῦσαν τῷ θεῷ | |
20 | καὶ ἐνεργουμένην ὑπ’ αὐτοῦ, τοιοῦτόν τινά μοι δοκεῖ ἀνακύπτειν τὸν ἀποστολικὸν νοῦν, ὅτι ἡ τοῦ θεοῦ δικαιοσύνη ἣν περὶ ἡμᾶς ἐπιδείκνυται φιλανθρωπίας ὅρῳ καὶ νόμῳ, ἐν τῷ εὐαγγελίῳ αὐτοῦ δείκνυται. πῶς καὶ τίνα τρόπον; ὅτι ἐκ μόνης πίστεως ἡμᾶς σώζει καὶ νεκρωθέντας ἤδη ζωοποιεῖ, μὴ προεπιδειξαμένους ἔργα. καὶ τοῦτο καὶ προϊὼν ὁ | |
25 | Παῦλος ἐμφανέστερον περιστᾷ ἐν οἷς φησιν· καὶ δικαιοῦντα τὸν ἐκ πίστεως, καὶ πάλιν· δικαιωθέντες οὖν ἐκ πίστεως, καὶ πάλιν· ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, εἶτα καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, σωθήσῃ. τοῦτο οὖν δικαιοσύνης θεοῦ νικώσης φιλανθρωπίαν ἀνθρωπίνην, τὸ | |
30 | ἐκ μόνης πίστεως νεκρωθέντας ἡμᾶς ταῖς ἁμαρτίαις ἤδη ἀνεγεῖραι καὶ ζωοποιῆσαι, ὥστε καλῶς προεῖπεν ὅτι δύναμίς ἐστι τὸ εὐαγγέ‐ λιον εἰς σωτηρίαν τῷ πιστεύοντι· καὶ γὰρ δυναμοῦται ὁ πιστεύσας διὰ τῆς ἐν αὐτῷ ἀποκαλυπτομένης δικαιοσύνης ἀναστῆναι τοῦ ἀπὸ τῶν ἁμαρτιῶν πτώματος καὶ ζωοποιηθῆναι. | |
35 | Καλῶς δὲ εἶπεν· ἀποκαλύπτεται· τοῖς μὲν γὰρ μὴ πιστεύουσι κέκρυπται ἡ τοιαύτη τοῦ θεοῦ δικαιοσύνη, διὰ δὲ τῶν πιστευόντων ἀπο‐ καλύπτεται καὶ φανεροῦται. ἀλλ’ εἰς τί ζωοποιεῖται, φησίν, ὁ πιστεύσας; εἰς τὴν τελειοτάτην καὶ κατ’ ἀμετάπιστον ἕξεως ἰσχὺν πίστιν· ἐκ γὰρ | |
πίστεως εἰς πίστιν ἡ ζωοποίησις. δυνατὸν δὲ καὶ ἄλλως κατα‐ | 475 | |
476 | νοῆσαι· ἡ τοῦ θεοῦ δικαιοσύνη διὰ τοῦ εὐαγγελίου ἀποκαλύπτεται, ὅτι λαμβάνων παρ’ ἡμῶν ἀρχὴν μόνον καὶ σπέρμα πίστεως, αὐτὸς αὐξάνει καὶ ἑδράζει καὶ τελειοποιεῖ ἡμᾶς εἰς αὐτὴν ταύτην. τοῦτο δικαιοσύνης ὡς ἀληθῶς θεοῦ, τὸ μόνον ἀφορμὴν προαιρέσεως λαβόντα αὐτὸν ἀπαρτίσαι | |
5 | τὸ πᾶν· ἵνα γὰρ μήτις εἴπῃ, ἀνωτέρω λέγοντος τοῦ Παύλου ὅτι δύνα‐ μίς ἐστι τῷ πιστεύοντι εἰς σωτηρίαν τὸ εὐαγγέλιον· καὶ πῶς ἔνι πιστεῦσαι ἀκούοντα σταυρόν, ἀκούοντα θάνατον, ἀκούοντα πάθη; ἐπάγει τὸ δικαιοσύνη θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. μὴ ἔστω, φησί, ταῦτα πρόφασις· ἐὰν γὰρ μόνον προαιρεθῇς, τότε μᾶλλον | |
10 | ἔχεις θαυμάσαι τὴν τοῦ θεοῦ περὶ σὲ κηδεμονίαν καὶ πρόνοιαν, ὅτι τὴν ἀπὸ γνώμης πίστιν λαβών, αὐτός σοι χορηγεῖ τὴν ἐκ πληροφορίας πίστιν καὶ βεβαίωσιν. ἀλλὰ τῶν ἀπίστων μέν τις τοῦτο οὐκ ἂν ἐπιγνῷ, μυριάκις ἑρμηνευόμενος, τῶν δὲ πιστῶν μόνης δεῖται ἀναμνήσεως· οἶδεν γὰρ τοῦτο τῇ πείρᾳ ὅτι τὴν ἐκ προαιρέσεως κατ’ ἀρχὰς πίστιν αὐτὸς | |
15 | προβαλλόμενος, ἐκ ταύτης εἰς τὴν κατὰ γνῶσιν καὶ τελειότητα πίστιν ἀνατρέχει καὶ ἀναβιβάζεται. Εἶτα ἵνα μὴ νομίσῃς ὅτι καινόν τι λέγει καὶ πρόσφατον, τὸν προφήτην παράγει μάρτυρα· τὸ αὐτό μοι, φησί, καὶ ὁ προφήτης Ἀμβακοὺμ ἔκπαλαι, ὅτι ἡ τοῦ δικαίου ζωὴ πίστει περιλαμβάνεται καὶ | |
20 | περατοῦται, ἀρχομένη μὲν ἀπὸ τῆς κατὰ προαίρεσιν πίστεως, τελειουμένη δὲ καὶ προϊοῦσα εἰς τὴν κατὰ θείαν συνεργίαν καὶ ἀποκάλυψιν πίστιν. διόπερ ἀεὶ ὁ δίκαιος ἐκ πίστεως ζῇ. τὸ δὲ ζήσεται καλῶς εἴρηται, τοῦτ’ ἔστιν ὁ δίκαιος οὐ ζῇ μὲν ἐκ πίστεως, παύεται δέ, ἀλλὰ διὰ παντὸς ζήσεται ἐν αὐτῇ προκόπτων καὶ στηριζόμενος. ζήσεται δὲ | |
25 | εἶπεν, οὐκ ἄλλο τι οἷον ἐκ πίστεως προκόπτει ἢ στηρίζεται ἢ ἄλλο τι, τὴν ἐπιτεταμένην διάθεσιν δηλῶν, ὅτι οὐδὲ ζῆν αἱρήσεται οὐδ’ ἀναπνεῖν χωρὶς πίστεως. εἰ οὖν καὶ δύναμίς ἐστιν εἰς σωτηρίαν τῷ πιστεύοντι τὸ εὐαγγέλιον, καὶ πιστεῦσαι ῥᾷον—προαιρέσεως γὰρ μόνης δεῖται—, καὶ πιστεύσαντα ἔνι κατὰ τὴν πίστιν ἑδρασθῆναι | |
30 | ὑπὸ θεοῦ καὶ τελειωθῆναι. καὶ τελειωθεῖσι κατὰ τὴν πίστιν ἔρως καὶ ἡδονὴ ἐμφύεται περὶ αὐτήν, ὥστε μηδὲ ζῆν αἱρεῖσθαι ἄνευ ταύτης. δεῖ ἄρα προθύμως διὰ ταῦτα πάντα καὶ μετὰ σπουδῆς προσιέναι τῷ κηρύγ‐ ματι τοῦ εὐαγγελίου. καλῶς δὲ ἄρα καὶ Παῦλος ἔλεγεν· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων | |
35 | ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόν‐ | |
των, γνώμης πονηρίᾳ ἐπισκοτιζόντων· ῥᾷον γάρ, εἴπερ ἐβούλοντο, ἀπὸ | 476 | |
477 | τῶν ὁρωμένων καὶ ἑαυτοὺς καὶ ἑτέρους ὠφελῆσαι εἰς θεογνωσίαν. οἱ δὲ μᾶλλον δι’ αὐτῶν τούτων συνεκάλυψαν καὶ κατέσχον μὴ διαλάμψαι τὴν θεογνωσίαν, αὐτὰ ταῦτα θεοποιήσαντες, καὶ ἀδικήσαντες, τὸ ὅσον ἐπ’ αὐτοῖς, τήν τε τῆς θεογνωσίας ἀλήθειαν καὶ ἑαυτοὺς καὶ αὐτά γε δὴ | |
5 | ἅπερ τιμᾶν ἔδοξαν. δῆλον δὲ ὅτι τοὺς τῶν Ἑλλήνων σοφοὺς ἐπιπλήττει καὶ τοὺς ὁμοίους ἐκείνοις. | |
loc | Röm 1,19—26 | |
7 | Διότι τὸ γνωστὸν τοῦ θεοῦ, ὅπερ ἐστὶν αὐτοῦ δυνατὸν γνωσθῆναι, ὅτι ποιητής, ὅτι προνοητής, καὶ τὰ ὅμοια. Τὰ γὰρ ἀόρατα αὐτοῦ, οἷον ἄγγελοι καὶ αἱ ἄλλοι ἀσώματοι | |
10 | οὐσίαι, ἀπὸ τῆς τοῦ κόσμου κτίσεως καταλαμβάνεται καὶ καθορᾶται. πῶς; καὶ αὐτὰ ἐν τοῖς ποιήμασι νοούμενα καὶ συναριθμούμενα. καθ’ ὑπερβατὸν οὖν ἡ σύνταξις· ἢ τοῖς ποιήμασι νοούμενα, ἀντὶ τοῦ ἐν αὐτοῖς τοῖς ποιήμασιν ἐνεῖναι καὶ τῇ τοῦ θεοῦ βουλήσει ὑπηρετεῖν καὶ πληροῦν τὰ κελευόμενα· ἢ ἀόρατα | |
15 | αὐτοῦ λέγει αὐτὸ τὸ ἀόρατον αὐτοῦ τῆς οὐσίας. καὶ πῶς ἔνι, φησί, τὸ θεῖον ἀόρατον ὂν κατιδεῖν καὶ κατανοῆσαι; ναί ἐστι, φησίν, ἀπὸ τῶν κτισμάτων αὐτοῦ κατιδεῖν αὐτοῦ τὴν θειότητα καὶ τὴν δύναμιν. Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. πῶς ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ θειότης τοῦ θεοῦ καὶ ἀΐδιος | |
20 | δύναμις γινώσκεται; εἶδέν τις τὸν κόσμον καὶ ἐν αὐτῷ ἀστέρων κάλλη, μέγεθος καὶ δρόμον σελήνης καὶ ἡλίου τάξιν καὶ εἱρμὸν ἀπαρά‐ βατον· οὐχ ἡμέραν σελήνη ποιεῖ οὐδὲ τὴν νύκτα ὁ ἥλιος, αἱ νύκτες εὐτάκτως ταῖς ἡμέραις ἐξίστανται, καὶ αἱ ἡμέραι ταῖς νυξὶ παραχωροῦσι τὸ ἀνάλογον. ὁ αἰθὴρ τὸν οἰκεῖον τόπον φυλάττει, καὶ ὁ ἀὴρ ὑφίσταται, | |
25 | καὶ οὔτε ἐκεῖνος τὴν ἀλλοτρίαν ὑπέρχεται χώραν, οὔτε ὁ ἀὴρ εἰς τὰ ὑπὲρ αὐτὸν ἐπεκτείνεται. ἕστηκεν ἡ γῆ, οὐκ ἔχουσα τὸν ὑπερείδοντα βάρος ἄπειρον καὶ μηδὲ δυναμένη ἐπερείδεσθαι, ἐκκέχυται αὐτῇ τὸ ὕδωρ καὶ περικέχυται προσθήκῃ θαύματος· τοῦ τε γὰρ βάρους προσθήκην ποιεῖ καὶ εὐδιάλυτον καὶ πρὸς τὸ καταφέρεσθαι πολυπλάσιον τὸ αἴτιον, ἀλλ’ | |
30 | ὅμως ἀκίνητος ἕστηκεν, φωνῆς ἁπάσης λαμπρότερον τὴν κατέχουσαν ἀνακηρύττουσα δύναμιν. φέρει καρποὺς μυρίους, μυρίαις ἰδέαις ἐξαλ‐ λάττοντας, μυρίαις δυνάμεσι διαφέροντας, χρώμασι, μεγέθεσι, μία οὖσα, γῆ οὖσα. τρέφει ζῴων γένη ἄπειρα, ἥμερα, ἄγρια, ζῳοτόκα, ᾠοτόκα, ἄπειρον ἄλλην διαφορὰν καὶ ἀνομοιότητα κατὰ γένεσιν ἔχοντα, ἰοβόλα, | |
35 | ἀλεξιτήρια, ἕρποντα, ἱπτάμενα, βαδίζοντα, νηχόμενα. τί ἄν τις ἐπιχειροίη λέγειν τὰς διαφορὰς ὧν εἰς πέρας οὐ στήσεται; ἀλλὰ καιρῶν εὐτάκτους | |
μεταβολάς, ἀλλ’ ὑετοὺς ἐτησίους, ἀλλὰ καὶ τὰ δοκοῦντα πάθη, σεισμούς, | 477 | |
478 | κεραυνούς, ἀλλ’ εἴ τι τούτων ἐπισκοπήσεις, εἰς τὸν δημιουργὸν παρα‐ πέμπει τὸν προσέχοντα· τί τὸ συνέχον; τί τὸ συγκρατοῦν; πῶς κυβερ‐ νᾶται; πῶς διασώζεται; ἔστιν ἄρα γνῶναι σαφῶς ἀπὸ τῆς κτίσεως, ὅτι ἔστι δημιουργός, ὅτι προνοητής, ὅτι παντοδύναμος, ὅτι ἀγαθός— | |
5 | ἀγαθοῦ γὰρ καὶ ἡ δημιουργία καὶ ἡ πρόνοια—, ὅτι ἀΐδιος· τῷ γὰρ παντοδυνάμῳ τίς ἐπιβουλεύσει; καὶ εἰ μὴ οὗτος ἀΐδιος, ὑπ’ ἄλλου πάντως ἀϊδίου καὶ συνέχεται καὶ προήχθη· καὶ τοῦτο ἐπάπειρον, ὥστε καὶ ἀΐδιος. οὕτως οὖν ἡ θειότης αὐτοῦ καὶ ἀΐδιος δύναμις ἐν τοῖς ποιήμασι καθορᾶται, οὕτως ἀπὸ τῆς τοῦ κόσμου | |
10 | κτίσεως ἡ τοῦ θεοῦ γνῶσις τοῖς ἀνθρώποις ἐγγίνεται, οὕτως τὸ γνωστὸν αὐτοῦ ἐν πᾶσιν ἐφανέρωσεν· τὸ γὰρ γνωστὸν τοῦ θεοῦ ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, οὐσία δὲ καὶ φύσις παντελῶς πᾶσιν ἄληπτα. ταῦτα καὶ Ἕλληνες ἔγνωσαν, ἀλλὰ γνόντες οὐχ ὡς θεὸν ἐδόξασαν. ἀλλ’ ὦ πολλῆς ματαιότητος καὶ μωρίας· ἅπερ ὡς περὶ | |
15 | θεοῦ θεοπρεπῶς ἐφαντάσθησαν, ταῦτα εἰδώλοις καὶ δαίμοσι καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ λίαν ἀθλίως καὶ δυσσεβῶς περιέθηκαν, ἀλλάξαντες τὴν τοῦ θεοῦ δόξαν εἰδώλων δόξῃ. καὶ ἀντὶ τοῦ σέβειν θεὸν ἐσεβάσθησαν εἰδώλοις, καὶ φθαρτῶν εἰδώλοις—ἐπίτασις πωρώσεως καὶ ἀνοίας—, καί—ἔτι τὸ κακὸν ὑπερβολὴν οὐκ ἔχον—ἑρπετῶν | |
20 | καὶ πετεινῶν καὶ τετραπόδων εἰδώλοις. ἴδε μανίαν, μᾶλλον δὲ ἴδε πρᾶξιν ἧς οὐκ ἔστιν οὐδ’ ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ’ ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν, δῆλον. πῶς δὲ ἐματαιώθησαν ἐν τοῖς | |
25 | διαλογισμοῖς αὐτῶν; ποίων γὰρ διαλογισμῶν προσκυνεῖν λίθοις καὶ ξύλοις; ποίων διαλογισμῶν δημιουργοὺς καὶ θεοὺς καὶ ἀϊδίους καὶ κηδεμόνας ταῦτα καλεῖν; τί οὖν ἀπορεῖς, ὅτι οὐ προσεκύνησαν, ὅτι οὐκ ἐθεοποίησαν; ἢ τοῦτο μὲν δῆλον. ποίοις δὲ ζητεῖς λογισμοῖς; ἀλλ’ ἔχεις καὶ τοῦτο· ματαίοις γὰρ καὶ ἐσκοτισμένοις καὶ μωροῖς. | |
30 | Γνόντες τὸν θεόν, τοῦτ’ ἔστι· τί ποτέ ἐστι θεός; τί ὀφείλει ὑπολαμβάνεσθαι θεός; τοῦτο γνόντες τοῖς ἑξῆς ἑκόντες ἐσφάλησαν. Ἄλλως· Διότι γνόντες τὸν θεόν, τοῦτ’ ἔστι γνῶναι δυνη‐ θέντες, εἴπερ ἠθέλησαν. γνόντες δέ, φησίν, ὅτι ὅσον ἀπὸ τῆς τῶν ὁρωμένων διδασκαλίας ἔγνωσαν, καὶ ἀπήρτιστο αὐτῶν ἡ γνῶσις. ἢ | |
35 | γνόντες, φησί, κυρίως, ὅτι καὶ ἔγνωσαν τὸν θεὸν καθ’ ὅσον ἐστὶν αὐτοῦ τοῖς ἀνθρώποις γνωστόν· διὸ καὶ ἔλεγεν ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. τί οὖν ἐστι τὸ γνωστὸν | |
αὐτοῦ; ὅτι προνοητικός, ὅτι δημιουργικός, ὅτι ἀγαθός, ὅτι δεσπότης, | 478 | |
479 | ὅτι ἐξουσιαστής· ταῦτα οὗτοι ὅτι εἶναι δεῖ τῷ θεῷ ἔγνωσαν, καὶ ὅτι δεῖ σέβεσθαι αὐτόν· γνόντες δ’ ἐν τούτῳ τὸν θεὸν καὶ μέχρι τούτου προελθόντες καλῶς, ἐξετράπησαν τοῦ λοιποῦ καὶ τῆς ἀληθείας ἀπηνέχθησαν· ταῦτα γὰρ τὰ ὑψηλὰ καὶ ἀξιοπρεπῆ περὶ θεοῦ φαντασθέν‐ | |
5 | τες, ἐφ’ ἑξῆς οὐχ ὡς προσῆκον θεῷ, οὐδ’ ὡς θεὸν ὑπέλαβον καὶ ἐδόξασαν, ἀλλὰ κατηνέχθησαν εἰς ἀλόγους παντελῶς καὶ ματαίους ἐννοίας, εἴδωλον φθαρτοῦ ἀνθρώπου καὶ ἀλόγων ζῴων τὸν θεὸν εἶναι φαντασιωθέντες καὶ ἀνατυπώσαντες. συμβέβηκε δὲ αὐτοῖς τοῦτο τὸ πάθος καὶ ἡ ἐσχάτη ἀπώλεια, ὅτι λογισμοῖς ἐπίστευον τὸ πᾶν τῆς περὶ | |
10 | θεὸν καταλήψεως. εἰς τοῦτο δὲ πάλιν περιῆλθον ἐκ τοῦ νομίζειν αὐτοὺς ὅτι σοφοί εἰσι καὶ ἱκανοὶ εἰς τὸ θηρᾶσαι πᾶν ὅπερ ἐστὶν ἀνθρώποις καταληπτόν. ὦ πόσον ἡ οἴησις κακόν. διὸ καὶ τελείως μωρανθέντες ἔλαβον τὰς θεοπρεπεῖς ἐννοίας καὶ ὀνομασίας, οἷον τὰ εἰρημένα· τὸ δημιουργικός, τὸ ἀγαθός, τὸ προνοητικός, τὸ δεσποτικός, τὸ ἐξουσιαστής, | |
15 | τὸ σεβαστὸς καὶ τὰ ὅμοια, καὶ περιῆψαν αὐτὰ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀλλάξαντες τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι καὶ ἑξῆς. ἀλλ’ ὅρα τὴν τιμωρίαν, σκόπει τὴν ἀντιμισθίαν· ἐγκατελείφθησαν ὑπὸ τοῦ θεοῦ καὶ ἐγένοντο εἰς πάθη ἀτιμίας παραδεδομένοι, προοίμιον ταῦτα τῆς ἐκεῖθεν ἀτελευτήτου κολάσεως ἑαυτοῖς ὑποστησάμενοι. | |
20 | Τὸ παρέδωκεν αὐτοὺς ὁ θεός, τοῦτ’ ἔστιν ἡ εἰς τὸν θεὸν πλημμέλεια καὶ παροινία· καὶ ἐπὶ τοῦ ἐναντίου γὰρ εἰώθαμεν λέγειν ὅτι ἀπώλεσεν αὐτὸν τὸ ἀργύριον, καίτοι οὐ τὸ ἀργύριον ἀπόλλυσιν ἀλλ’ ἡ ἄσωτος αὐτοῦ καὶ ἐπὶ κακῷ χρῆσις. καὶ διέφθειρεν αὐτὸν τῶν κολάκων τὸ πλῆθος, καίτοι οὐκ ἐκεῖνοι διαφθείρουσιν ἀλλὰ τὸ προσέχειν | |
25 | καὶ πείθεσθαι τούτοις· τὸ μὲν γὰρ εἶναι κόλακας ἢ μὴ εἶναι οὐκ ἐν ἐμοί, τὸ δὲ πείθεσθαι τούτοις ἢ μὴ ἐν τῇ γνώμῃ τῇ ἐμῇ. καὶ μυρία ἐστὶν ἡ τοιαύτη χρῆσις, ἔν τε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ καὶ τῇ τῶν συγγραμμάτων ἑρμηνείᾳ, οὐ τῶν καθ’ ἡμᾶς μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἔξω τῆς ἡμετέρας ἑστηκότων αὐλῆς. | |
30 | Ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν. ἐκ τῶν ὁρατῶν καὶ ἐκ τῶν νοητῶν, φησίν, ἃ ἔκτισεν ὁ θεός, ἠδύναντο τὴν δύναμιν αὐτοῦ καὶ θειότητα κατιδεῖν καὶ ἐπιγνῶναι, ἀλλ’ οὐκ ἠβου‐ λήθησαν. διὸ αὐτοὶ ἑαυτοὺς ἀναπολογήτους κατέστησαν· ποῖον γὰρ ἦν εὐκολώτερον, κύκλους καὶ ζώδια εἰδωλοποιῆσαι ἐν οὐρανῷ καὶ | |
35 | ἀτράκτους καὶ νήματα καὶ εἱμαρμένην καὶ λοξὸν καὶ τέμνοντα καὶ πόλους καὶ ἀντίποδας καὶ ἀντώμους καὶ μακρὰν φλυαρίαν, ἢ τὸ γνῶναι ὅτι ἔστι ταύτης τῆς ὁρωμένης καὶ ὑπερφυοῦς καλλονῆς δημιουργὸς καὶ | |
κηδεμὼν καὶ πηδαλιοῦχος; | 479 | |
480(loc) | Röm 1,28 | |
1 | Κἀνταῦθα τὸ παρέδωκεν ὁ θεός, ἀντὶ τοῦ ἡ εἰς θεὸν ὕβρις καὶ τόλμα, ἡ οἰκεία αὐτῶν πρᾶξις, ἡ ἑκούσιος πώρωσις· αὕτη παρέδωκεν αὐτοὺς εἰς τὰ τῆς ἀτιμίας πάθη. | |
loc | Röm 1,29—32 | |
4 | Τοῦτο γὰρ ὁ νόμος ὁ Μωϋσαϊκὸς τρανῶς καὶ ἀποτόμως διακε‐ | |
5 | λεύεται, ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας. | |
loc | Röm 2,1—5 | |
6 | Ὑπερβολὴν παρανομίας λέγει· καὶ ἔπραττον αὐτοὶ τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ’ ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτοὶ ἔπραττον καὶ ᾧ εἰς τὸ πράττειν συνέτρεχον, καὶ ὅμως κατέκρινον αὐτόν. | |
10 | οὕτως ᾔδεισαν ὅτι ἁμαρτάνουσιν, ὥστε πολλῷ μᾶλλον ἑαυτοὺς προ‐ κατέκρινον. | |
loc | Röm 2,6—8 | |
12 | Ἀπὸ κοινοῦ τὸ ἀποδώσει· ὃς καὶ ἀποδώσει· ἀποδώσει γὰρ τοῖς μὲν τὰ ἀγαθά, τοῖς δὲ ἀποδοθήσεται θυμὸς καὶ ὀργὴ καὶ τὰ ὅμοια. ἔστι δὲ διπλοῦν τὸ σχῆμα τοῦ λόγου· καὶ ἀπὸ κοινοῦ γὰρ καὶ | |
15 | ζεῦγμα. σκόπει δὲ ὅτι τὰ μὲν ἀγαθὰ ἀποδώσει, φησί, τὴν δὲ κόλασιν οὐκ ἀποδώσει ἀλλ’ ἀποδοθήσεται· καὶ οὐδὲ τοῦτο κατὰ λέξιν εἶπεν, ἀλλ’ ἀφῆκεν συνεπινοηθῆναι. οὕτως οἶδε τὸ μὲν δικαιοῦν καὶ σώζειν οἰκεῖον θεοῦ, τὸ δὲ τιμωρεῖν αὐτὸν καὶ κολάζειν ἀπὸ τῆς τῶν ἁμαρτανόντων πωρώσεως καὶ τοῦ μὴ μετανοεῖν καὶ ἐπιστρέφειν. | |
loc | Röm 2,15—16 | |
20 | Τὸ μεταξὺ ἀλλήλων τῶν λογισμῶν καθ’ ὑπερβατὸν εἴρηται· ἐφεξῆς γάρ ἐστι τοῦ οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· ἑρμηνεία γάρ ἐστι, πῶς οἱ μὲν οὐ δικαιοῦνται, οἱ δὲ δικαιοῦνται. καί φησιν ὅτι οὐ δεομένου τοῦ κριτηρίου μαρτύρων, οὔ | |
25 | τινων ἔξωθεν ἀποδείξεων, ἀλλ’ οἴκοθεν ἐξ αὐτῶν τῶν λογισμῶν καὶ ἡ | |
ἁμαρτία παρίσταται καὶ ἡ ἀρετὴ ἐπίδηλος γίνεται. διὸ κἂν οἱ ἄνθρωποι | 480 | |
481 | ἐνταῦθα ἀθῳῶσιν, οὐ δεῖ τούτοις θαρρεῖν· οὐδὲν γὰρ ἐκείνους ὠφελή‐ σουσιν. κἂν πάλιν κατακρίνωσιν, οὐ χρὴ φροντίζειν· οὐδὲν γὰρ ἐκεῖ βλάψουσιν, ἀλλ’ ἀρκεῖ καὶ εἰς κατάκρισιν καὶ εἰς ἀθῴωσιν ἡ τῶν οἰκείων λογισμῶν συναίσθησις καὶ μαρτυρία. διὰ τί δὲ εἰπὼν κατηγορούν‐ | |
5 | των τῶν λογισμῶν, οὐκ εἶπε ‹καὶ δικαιούντων›; οὕτω γὰρ ἂν ἐδηλοῦντο οἱ κολαζόμενοί τε διὰ τοῦ κατηγορούντων, καὶ οἱ σωζόμενοι διὰ τοῦ ‹δικαιούντων›. νῦν δὲ ὡς ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προτρέπεται νοεῖν ἡ ἀκολουθία, καὶ τὸ κατηγορούντων καὶ τὸ ἀπολογουμένων. φαμὲν οὖν ὅτι οὐ δεῖ ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ | |
10 | ἀμφότερα λαβεῖν, ἀλλὰ κατηγορούντων μὲν τῶν λογισμῶν ἐφ’ ἑτέρων ἤτοι τῶν κολασθησομένων, ἀπολογουμένων δὲ ἐφ’ ἑτέρων ἤτοι τῶν σωθησομένων. διὰ τί οὐκ εἶπεν· ‹δικαιούντων καὶ κατακρινόν‐ των›; ὅτι οὐ δικαιοῦσιν οὗτοι οὐδὲ τιμωροῦνται, ἀλλὰ κατηγοροῦσι μὲν ἢ ἀπολογοῦνται· τὴν δὲ κρίσιν τῆς τιμωρίας ἢ τῆς δικαιώσεως ὁ κριτὴς | |
15 | ἐπάγει. καλῶς οὖν φησιν· τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. Πάλιν ἔστιν εἰπεῖν· τί οὖν; πῶς ἀπολογοῦνται μηδενὸς κατηγοροῦν‐ τος; τὸ γὰρ κατηγορούντων εἴρηται, ὅτι ἐπὶ τῶν κολασθησομένων δεῖ λαβεῖν, τὸ δὲ ἀπολογουμένων ἐπὶ τῶν δικαιωθησομένων καλῶς | |
20 | εἴρηται. πῶς οὖν ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος; κατηγοροῦσι καὶ ἐνταῦθα—οὐ γάρ ἔστιν, οὐκ ἔστιν ἄνθρωπον ἄνευ ἁμαρτίας ἐκεῖθεν ὀφθῆναι—, ἀλλ’ ἡ κατηγορία, ἐπεὶ οὐκ ἔστι βάρος ἔχοντα καὶ ὄγκον τὰ ἁμαρτήματα, οὐκ ἔστι σφοδρὰ οὐδὲ ἀπαράγραπτος· ἀλλ’ ἀπο‐ λογίαν προάγουσι πρὸς αὐτὴν οἱ λογισμοί, τὸ εὐόλισθον τῆς φύσεως, τὸ | |
25 | ἀσθενές, τὴν τοῦ θεοῦ φιλανθρωπίαν, τὸν ἔλεον. καὶ παύεται μὲν ἐκείνη, νικᾷ δὲ ἡ ἀπολογία. ἀπὸ τῆς ἀπολογίας οὖν εἰσιν, κἂν ἡ κατηγορία προηγήσατο, ἄξιοι οὗτοι σημαίνεσθαι. ἐπειδὴ δὲ ἐν τοῖς ἀπολλυμένοις ἄτοπα μὲν καὶ χαλεπὰ τὰ ἁμαρτήματα, σφοδρὰ δὲ καὶ ἀπαραίτητος ἡ κατηγορία, οὐδαμοῦ δὲ ἡ ἀπολογία, τίθησι πάλιν μόνον ἐπ’ αὐτῶν τὸ | |
30 | κατηγορούντων. εἰσὶ δὲ συγγνωστὰ μὲν ἃ κατὰ λογισμοὺς ἡμάρτο‐ μεν, ἀσύγγνωστα δὲ ἃ μέχρι πράξεων παρειλκύσαμεν· καὶ πάλιν συγγνωστὰ μὲν ἃ διὰ μετανοίας καθηράμεθα, ἀσύγγνωστα δὲ οἷς μηδὲ τὸ διὰ ταύτης ἰατήριον καὶ τὴν θεραπείαν προσενηνόχαμεν. Δύναται δὲ καὶ ὡς ἔχει τάξεως ἡ λέξις, τοῦ ῥητοῦ ἡ διάνοια | |
35 | παραληφθῆναι, οἷον· οἱ μὲν τὸν νόμον λαβόντες καὶ τὸν νόμον καὶ τὴν συνείδησιν ἔχουσιν ἐφ’ οἷς ἁμαρτάνουσι κατηγοροῦσαν. οἱ δὲ μὴ παρειληφότες, φησί, τὸν νόμον, πράττοντες δὲ ἀπὸ συνειδήσεως τὰ τοῦ νόμου, οὗτοι τὴν συνείδησιν προβάλλονται μάρτυρα τῆς ἀγαθοεργίας· | |
ἵνα γὰρ μή τις εἴπῃ· οὐκοῦν κατὰ τύχην πράττουσι τὸ ἀγαθόν, εἰ μὴ | 481 | |
482 | νόμῳ πράττουσιν, οὐμενοῦν, φησίν, ἀλλὰ μετὰ συνειδήσεως, διδάσκαλον ταύτην καὶ μάρτυρα ἔχοντες τῆς ἀγαθοεργίας. διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσιν, ἀλλ’ | |
5 | εἰσὶν οἳ καὶ πλημμελοῦσιν, δείκνυσιν οὐδ’ αὐτοὺς ἐσομένους ἀτιμωρή‐ τους· εἰ γὰρ καὶ μὴ νόμον ἔχουσι, φησί, τὸν κατηγοροῦντα, ἀλλὰ καὶ οὗτοι δίκας ὑφέξουσι μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατη‐ γορούντων. τὸ δὲ ἢ καὶ ἀπολογουμένων πίστωσίς ἐστιν ἐκ τοῦ ἐναντίου ἐπαγομένη, ὡσανεὶ ἔλεγεν ὅτι, ὥσπερ ἀπολογουμένων τῶν | |
10 | λογισμῶν ἀθῴωσις ἀκολουθεῖ τοῦ νόμου χωρίς, οὕτω κατηγορούν‐ των πάλιν χωρὶς τοῦ νόμου ἡ κατάκρισις ἕπεται. πότε δὲ ταῦτα; ἐν τῇ δευτέρᾳ παρουσίᾳ. | |
loc | Röm 2,18—21 | |
13 | Μορφοῦται τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας ὁ εἰδὼς αὐτὸν καὶ πολιτευόμενος κατ’ αὐτόν· | |
15 | τέθεικε γὰρ τὸ μὲν μόρφωσιν γνώσεως ἐπὶ τοῦ εἰδέναι, τὸ δὲ μόρφωσιν ἀληθείας ἐπὶ τοῦ πράττειν· ἐκεῖνος γὰρ ἀληθῆ τὴν ἐν τῷ νόμῳ γνῶσιν δεικνύει, ὁ διὰ τῶν ἔργων πληρῶν αὐτήν, ἐκεῖνος πιστήν. σὺ δέ, φησί, πέποιθας μὲν σεαυτὸν εἶναι παιδευτὴν καὶ ὁδηγὸν καὶ διδάσκαλον, οὐχ ἁπλῶς, ἀλλ’ ἔχοντα τὴν | |
20 | μόρφωσιν τῆς ἐν τῷ νόμῳ γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ ἀληθείας· οὕτως δὲ πολιτεύῃ ὡς μηδὲ διδασκαλίας νομικῆς πώποτε ἀκούσας. ὁ οὖν τὴν μόρφωσιν πεποιθὼς ἔχειν τῆς γνώσεως καὶ τῆς ἀληθείας, ὁ τῶν ἀφρόνων παιδευτὴς εἶναι πεποιθώς, ὁ ὁδηγός, ὁ διδάσκαλος εἶναι πεποιθώς, πρῶτον σεαυτὸν δίδαξον· διδάξεις δέ, ὅτε | |
25 | ἐπὶ τοῖς ἔργοις δείξεις ἀληθεύουσαν τὴν διδασκαλίαν. | |
loc | Röm 2,22—26 | |
26 | Ὁ βδελυσσόμενος, φησί, τὰ εἴδωλα ἱεροσυλεῖς; εἰ γάρ τις βδελύσσεται τὰ εἴδωλα, ὡς τῶν οἰκείων ἐθῶν καὶ νομίμων καὶ ἱερῶν ἀκριβὴς φύλαξ, ἔπειτα τὰ οἰκεῖα ἱερὰ ἀποσυλᾷ, πόσης οὗτος οὐκ ἔστιν ἄξιος τιμωρίας; δι’ ὧν μὲν προσποιεῖται ἀποστρέφεσθαι τὰ | |
30 | εἴδωλα, τιμᾶν καὶ περιπτύσσεσθαι δοκῶν τὴν ἰδίαν λατρείαν καὶ τὰ περὶ αὐτὴν ἱερά, δι’ ὧν δὲ τολμηρὰν καὶ κλέπτουσαν χεῖρα ἐπαφίησιν αὐτοῖς, μᾶλλον τῶν εἰδώλων ἐξυβρίζων καὶ εἰς τὸ μηδὲν ἡγούμενος αὐτά, παραπλήσιός ἐστιν οὗτος ὡς ἀληθῶς τῷ λέγοντι μὲν ἑτέροις μὴ δεῖ κλέπτειν, πράττοντι δὲ τὰ τῶν κλεπτόντων· ὥσπερ γὰρ ἐκεῖνος ἐναντία | |
35 | τοῖς λόγοις διὰ τῶν ἔργων πράττων ἐπιδείκνυται, οὕτω καὶ οὗτος | 482 |
483 | ἐναντία τοῦ βδελύσσεσθαι τὰ εἴδωλα δι’ ὧν ἱεροσυλεῖ διαπράττεται, διὰ τῆς εἰς τὰ ἱερὰ κλοπῆς καὶ ὕβρεως θεραπεύων τοὺς δαίμονας ὧν ἦσαν τὰ εἴδωλα οἰκητήρια. Ἐπεὶ οὖν σημεῖόν ἐστιν ἡ περιτομὴ παθῶν ἐκκοπῆς, εἴ τις οὐκ | |
5 | ἐκκέκοπται τὰ πάθη, δηλονότι ἀκρόβυστός ἐστι, κἂν τὸ σημεῖον ἐπὶ τοῦ σώματος φέρῃ· τοὐναντίον γὰρ οὐ μόνον οὐδὲν ὠφελεῖται οὗτος ἀλλὰ καὶ πλέον βλάπτεται, ψευδόμενός τε κατὰ τῆς ἀληθοῦς περιτομῆς ἧς ἦν σύμβολον ἡ κατὰ σάρκα, καὶ αὐτὴν ταύτην ὑβρίζων ὡς ἄχρηστον ποιῶν καὶ μηδὲν σημαίνουσαν ὧν ἐδόθη σημεῖον εἶναι. εἰ δέ τις | |
10 | ἐκκέκοπται τὰ πάθη, κἂν τὸ σημεῖον οὐκ ἐντετύπωται τῇ σαρκί, οὐδὲν ἧττον περιτέτμηται τὴν ἀληθινὴν περιτομήν, εἰ μὴ καὶ μᾶλλον ὅσῳ μηδὲ δεηθεὶς τῆς αἰσθητῆς, ἥτις χάριν παρελαμβάνετο μνήμης καὶ συμβόλου. Ἡ περιτομή σου ἀκροβυστία γέγονεν, τοῦτ’ ἔστι | |
15 | βδελυκτὸν κατὰ τὸν ἐκείνων νοῦν· βδελυκτὸν γὰρ ἐκεῖνοι τὸν ἀκρό‐ βυστον ἡγοῦντο. ἐὰν οὖν, φησίν, οὐ φυλάττῃς οὐδὲ πράττῃς τὰ τοῦ νόμου, ἡ περιτομή σου ὅπερ ἦν θεάρεστον, γέγονε βδελυκτὸν καὶ ἀπόβλητον. ἐὰν δὲ ὁ ἀκρόβυστος τὰ δικαιώματα φυλάττῃ τοῦ νόμου, ἡ ἀκροβυστία αὐτοῦ ὅπερ ἦν βδελυκτόν, θεάρεστον καὶ θεοφιλὲς λογισθή‐ | |
20 | σεται αὐτῷ τῷ νομοθέτῃ καὶ δημιουργῷ, καὶ τοσοῦτον θεάρεστον καὶ ἀπόδεκτον ὅσον καὶ σὲ διὰ τοῦ αὐτοῦ ἐλέγχεσθαι καὶ κατακρίνεσθαι. σκόπει δὲ πῶς σοφῶς καὶ δριμέως φησίν· ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ, καὶ οὐκ εἶπε ‹τὸν νόμον φυλάττῃ›, ἵνα γὰρ μὴ εἴπῃ ὁ Ἰουδαῖος· ‹καὶ πῶς ἔνι τὸν ἀκρόβυστον | |
25 | φυλάττειν τὸν νόμον αὐτῷ τούτῳ παραβαίνοντα, τῷ ἀκρόβυστον εἶναι› ἵνα οὖν μηδ’ ἐν τούτῳ δῷ αὐτοῖς λαβήν, οὐχ οὕτως φησὶν ἀλλὰ τὰ δικαιώματα τοῦ νόμου. καὶ ἐπὶ μὲν αὐτῶν ἐκείνων τὸν νόμον φησίν, ἐπὶ δὲ τῶν ἀκροβύστων τὰ δικαιώματα τοῦ νόμου. οὐ πάντα, φησί, τὸν νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, | |
30 | ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συνεφώνει τῇ χάριτι, τὰ δὲ ἕνεκεν μόνης τῆς ἐκείνων ἀσθενείας ἦσαν δεδομένα. | |
loc | Röm 2,27 | |
33 | Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία. ἐλέγξει σε, φησίν, ὁ τὸ σημεῖον μὲν μὴ ἔχων, τὰ δὲ τοῦ σημείου κατορθώσας, ὡς μὴ | |
35 | κατορθώσαντα, καίτοι δέον, ἐπεὶ καὶ ὑπέσχου διὰ τοῦ σημείου, μᾶλλον | |
ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι. | 483 | |
484 | Τὸν νόμον τελοῦσα, κατ’ ἐκεῖνο δηλονότι καθὸ τὰ δικαιώ‐ ματα αὐτοῦ φυλάττει. σκόπει δέ· πρῶτον μὲν δικαιώματα νόμου εἰπὼν καὶ οὐκ αὐτὸν τὸν νόμον, νῦν αὐτὸν τὸν νόμον τελεῖν φησιν, ὑποδηλῶν ὅτι ταῦτά ἐστι κυρίως νόμος, ἡ δὲ περιτομὴ καὶ τὰ τοιαῦτα | |
5 | οὐδὲ κυρίως νόμος. | |
loc | Röm 3,3 | |
6 | Ἀντιπίπτον λύει· τί γὰρ εἰ ἠπίστησάν τινες; ἀπορήσειε γὰρ ἄν τις ὅτι ἐνεπιστεύθησαν μὲν τὰ λόγια τοῦ θεοῦ, τὰ δὲ λόγια τοῦ θεοῦ μεγάλας μὲν δωρεὰς καὶ εὐεργεσίας ὑπισχνεῖτο, ἀλλ’ ἐν τῇ τῶν παραδεξαμένων πίστει καὶ παραφυλακῇ αὗται τὴν ὑπόστασιν καὶ | |
10 | τὴν ἔκβασιν εἶχον. πολλῶν δὲ ἀπιστησάντων καὶ παραβεβηκότων ἀκόλουθον κεκωλύσθαι μὲν τὰς ὑποσχέσεις εἰς πέρας ἐξελθεῖν, μάτην δὲ καὶ τὰ λόγια τοῦ θεοῦ καταπιστευθῆναι τούτοις, εἰς μηδὲν δὲ χρήσιμον καὶ τὴν περιτομὴν ἐξελεγχθῆναι, εἴ γε ἡ μὲν περιτομὴ διὰ τὰ λόγια, τὰ λόγια δὲ διὰ τὰς δωρεάς, αἱ δὲ δωρεαὶ διὰ τῆς πίστεως ἐλάμβανον | |
15 | πέρας· τὴν πίστιν δὲ ἠθέτησαν οἱ παραβεβηκότες, ὥστε οὐδεμία, φησίν, ὠφέλεια τῆς περιτομῆς. ταύτην οὖν ἐπιλυόμενος τὴν ἀπορίαν φησίν· τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; τοῦτ’ ἔστι τὸ πιστὸν τῶν ὑποσχέσεων αὐτοῦ, τὸ ἀληθές, τὸ ἀμετάθετον. μὴ γένοιτο, φησί, | |
20 | διὰ τὴν ἐκείνων ἀπιστίαν ἢ τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ ἀληθὲς μάταιον ἀπελεγχθῆναι, ἢ τῆς περιτομῆς τὴν νομοθεσίαν εἰς μηδὲν ὠφέλιμον χρηματίσαι· τὴν γὰρ αἰτίαν ἔχειν οὐκ ἄλλος ἀλλ’ οἱ παραβεβηκότες εἰσὶ δίκαιοι. ἢ μᾶλλον οὕτως· μὴ γένοιτο ὑπερισχύσαι τὴν ἀπιστίαν ἐκείνων, ὥστε δι’ ἐκείνων καταργηθῆναι καὶ ἀτελὲς καὶ | |
25 | ἀνέκβατον ὀφθῆναι τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ πανάληθες· κἂν γὰρ ἐκεῖνοι ἠπίστησαν, αὐτὸς οὐδὲν ἔλαττον τὸ ἑαυτοῦ ἐποίησεν καὶ τὰς ἐπαγγελίας ἐξεπλήρωσεν. δυνατὸν δὲ πίστιν θεοῦ ἐκλαβεῖν καὶ τὴν ἐν τοῖς μὴ παραβεβηκόσι διαμείνασαν πίστιν· αὕτη γὰρ θεοῦ πίστις, ὡς εἰς θεὸν οὖσα καὶ ἐκ θεοῦ αὐτοῖς διαφυλαχθεῖσα· ἡ μὲν γὰρ ἀπιστία τῆς | |
30 | μοχθηρίας τῶν ἀπιστησάντων, ἡ δὲ πίστις ἐκ θεοῦ ἑδράζεται τοῖς ἀξίοις. ἡ οὖν ἐκείνων ἀπιστία, μὴ γένοιτο, φησίν, ὅτι νικᾷ τὴν εἰς θεὸν καὶ διὰ θεοῦ μεμενηκυῖαν πίστιν· ὥστε τέλος ἕξουσιν αἱ ἐπαγγελίαι, ὥστε ἐστὶν ὠφέλεια καὶ τῆς περιτομῆς. | |
loc | Röm 3,4 | |
34 | Γινέσθω ὑμῖν, φησίν, ὁ θεὸς ἀληθής· λογιζέσθω, νοείσθω, | |
35 | φρονείσθω ὅτι ὁ θεὸς ἀληθής, καὶ ὅτι πᾶς ἄνθρωπος | |
ψεύστης. εἰ οὖν τοῦτο, εἰ καί τινες ἠπείθησαν, οὐδὲν ἧττον ὁ θεὸς ἃ | 484 | |
485 | ἐπηγγείλατο τῷ Ἀβραὰμ εἰς τέλος ἄξει. πῶς οὖν, φησί, καὶ ἀπιστοῦσι καὶ παρανομοῦσιν; ναί, φησίν· τὰς γὰρ οἰκείας ἐπαγγελίας αὐτοῦ ἐπάγον‐ τος, ἐκείνων παραβεβηκότων καὶ ἡμαρτηκότων, καὶ τὸ ἐκείνων ἄγνωμον καὶ ἀχάριστον μᾶλλον ἐλέγχεται. οὐ μὴν ἀλλὰ καὶ τὸ ὑπερβάλλον τῆς | |
5 | εὐεργεσίας καὶ ἀληθείας τοῦ θεοῦ καὶ δικαιοσύνης ἐπίπλεον ἀπογυμνοῦ‐ ται καὶ ἐπιδείκνυται, καὶ νίκη αὐτῷ λαμπρὰ ἐκ τούτου περιγίνεται, ὡς καὶ ὁ Δαυὶδ μαρτυρεῖ λέγων· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ὥστε εἰ ἐκ τῆς ἐπαγγελίας τὸ πέρας τῆς ἐπαγγελίας, ταύτην δὲ κατεπιστεύθησαν οἱ | |
10 | Ἰουδαῖοι, πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τοῦ Ἰουδαίου, εἰ καί τινες αὐτῶν γεγόνασι παραβάται. εἶτα τί οὖν, φησίν, εἰ ἐκ τῆς ἡμῶν ἀδικίας νίκη γίνεται τῷ θεῷ καὶ ἑξῆς; | |
loc | Röm 3,5—8 | |
13 | Ἀπορίαν διὰ τούτων μεγάλην ἀνακινεῖ καὶ ἐπιλύεται λίαν σοφῶς καὶ ἐμφρόνως. εἰ μὴ ἥμαρτον, φησίν, ἐροῦσί τινες, οὐκ ἂν ὁ θεὸς ἐφάνη | |
15 | ἀληθής, οὐκ ἂν δίκαιος, οὐκ ἂν ἐνίκησεν. πρὸς οὓς λέγει· εἰ σὺ τῆς νίκης αὐτῷ καὶ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιος, πῶς σε κολάζει ἁμαρτάνοντα; πῶς σε τιμωρεῖται; μὴ ἄδικον αὐτὸν ἐρεῖς; καὶ ποίας δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ | |
20 | πῶς αὐτὸν δίκαιον ἔλεγες καὶ κριτήν; δι’ ὧν γὰρ σαυτὸν αἴτιον ἔλεγες τῆς δικαιοσύνης αὐτοῦ, κριτὴν ἀνωμολόγεις αὐτὸν καὶ δίκαιον· δικαιο‐ σύνη γὰρ τέλος κρίσεως. εἰ οὖν ἐπάγει ὀργὴν τοῖς ἁμαρτάνουσιν, πῶς αἴτιοι τῆς δικαιοσύνης αὐτοῦ; ἀλλ’ ἄδικον ἐρεῖς, φησίν, ἀλλ’ οὐκ ἔχεις εἰπεῖν· δίκαιον γὰρ δι’ ὧν ἠπόρεις, ἀνωμολόγησας. ὥστε οὔκ εἰσιν οἱ | |
25 | ἁμαρτάνοντες οὔτε τῆς νίκης οὔτε τῆς ἀληθείας οὔτε τῆς δικαιοσύνης αἴτιοι. εἶτα προάγει καὶ ἑτέρως τὸ ἐπιχείρημα· εἰ διὰ τοῦ ἐμοῦ ψεύδους, ὡς λέγεις, δοξάζεται ὁ θεὸς ἀληθής, οὐ κατακρίσεως ἀλλὰ τιμῆς ἀπολαύειν μᾶλλον ὤφειλον. καὶ πλέον ψεύδεσθαι καὶ ἁμαρτάνειν ἔδει με, ἵνα πλέον ἐδοξάζετο ὁ θεὸς καὶ πλέον ἀπέλαυον ἐγὼ τῶν ἀγαθῶν. | |
30 | ἀλλὰ μὴν οὐδεὶς ἂν τοῦτο τολμήσειε λέγειν· δῆλον γὰρ τὸ ἄτοπον. διὸ καὶ εἴ τινες λέγουσι περὶ ἡμῶν, ὅτι φρονοῦμεν ὡς ἐν τῇ πράξει τῶν κακῶν ἔρχεται ἡμῖν τὰ ἀγαθά, ἀπαραίτητον κρίμα ἕξουσιν, ὅτι εἰς τοιαύτην συκοφαντίαν ἡμᾶς διασύρουσιν. καὶ ὅρα σοφίαν· αὐξῆσαι γὰρ θέλων τὸ ἄτοπον, οὐδὲ τοὺς ἀποροῦντας ταῦτα τοῦτο λέγοντας εἰσάγει | |
35 | ἀλλ’ ἑτέρους τινάς, καὶ βλασφημίαν αὐτὸ καλεῖ· καθὼς γάρ, φησί, | |
βλασφημούμεθα. εἰ οὖν οἱ λέγοντες τοῦτο καθ’ ἡμῶν ἀπαραίτητον | 485 | |
486 | ἕξουσι τὴν δίκην, πολλῷ μᾶλλον οὐκ ἂν τολμήσαιμεν ἡμεῖς οὐδ’ εἰς νοῦν παραδέξασθαι, ὅτι ἐν τῇ πράξει τῶν κακῶν παραγίνεται τὰ ἀγαθά. εἰ δὲ μὴ τοῦτο, οὐδ’ ὅτι ἐπίπλεον ἁμαρτάνειν δεῖ, ἵνα πλεῖον δοξασθῇ ὁ θεός· εἰ δὲ μηδὲ τοῦτο, δῆλον ὡς οὐδὲ τὸ λέγειν ὅτι διὰ τοῦ ἐμοῦ | |
5 | ψεύσματος δοξάζεται ὁ θεὸς ἀληθής. οὐδεὶς ἄρα αἴτιος θεῷ οὔτε τῆς ἀληθείας αὐτοῦ οὔτε τῆς δικαιοσύνης οὔτε τῆς νίκης αὐτοῦ. | |
loc | Röm 3,9 | |
7 | Τί οὖν; προεχόμεθα; οὐ πάντως. τί οὖν ἔχομεν, φησίν, ἡμεῖς οἱ Ἰουδαῖοι πλέον; τί; οὐδέν. τί δήποτε; ὅτι πάντες ὑφ’ ἁμαρτίαν ἐσμὲν Ἰουδαῖοι καὶ Ἕλληνες. διὰ τοῦ νόμου, | |
10 | φησί, καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν. Τὸ χωρίον τοῦτο διττῶς δύναται ἀναγνωσθῆναι καὶ δύο καὶ τὰς ἐννοίας ἔχειν· μίαν μὲν ὡς ἀπὸ τῶν Ἰουδαίων προτεινόμενον, ἑτέραν δὲ ὡς ἀπὸ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν προβαλλόμενον. εἰ μὲν οὖν ἀναγνῶμεν τί οὖν προεχόμεθα; ἅμα συνείροντες τῷ ἐρωτηματικῷ | |
15 | μορίῳ τὸ προεχόμεθα, ὡς ἀπὸ τῶν Ἰουδαίων δηλοῦται προτεινό‐ μενον, καὶ ἔννοιαν ἔχοι ἂν τοιαύτην· τί οὖν, φησίν, προέχομεν; καὶ τί ἐκερδήσαμεν προκριθέντες τῶν ἀκροβύστων; πρὸς οὓς τὸ οὐ πάντως ἀπόκρισις ἀποδίδοται, τοῦτ’ ἔστιν οὐκ ἐκ παντὸς τρόπου κέρδος ὑμῖν τοῦτο· μὴ φυλάξασι γὰρ τὰ ἐμπιστευθέντα οὐδεμία διαφορὰ οὐδὲ κέρδος, | |
20 | ἀλλὰ καὶ ἡ τιμωρία μείζων. οὕτῳ μέν, εἰ ἐν συνεπείᾳ τὸ τί οὖν μετὰ τοῦ προεχόμεθά τις ἀναγνῷ. εἰ δὲ κατὰ διαστολὴν ἄμφω ποιῶν ἐρωτηματικὰ καὶ τὸ τί οὖν; καὶ τὸ προεχόμεθα; ὡς ἀπὸ τῶν ἀκροβύστων πιστῶν εἴη ἂν διαπορούμενον. ἐπειδὴ γὰρ προεῖπεν ὅτι πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου, ἐπάγει ὁ ἀκρόβυστος διαπορῶν καὶ | |
25 | λέγων· τί οὖν; προεκρίθησαν ἐκεῖνοι; προέλαβον; ἡμεῖς προελείφθημεν; προεχόμεθα; ποῦ ἡ τοῦ θεοῦ δικαιοσύνη; πρὸς οὓς ὁ θεῖος Παῦλός φησιν· μὴ γένοιτο· οὐ πάντως γάρ, φησί, τοῦτ’ ἔστι μὴ κατορθώσαντες μὲν ὑπαίτιοί εἰσιν ὥσπερ καὶ ὑμεῖς μὴ κατορθώσαντες· κατορθωσάν‐ των δὲ ἑκατέρων ἴση ἡ σωτηρία. ὥστε οὐ προέχεσθε. | |
30 | Μάχεσθαι δοκεῖ τὸ τί οὖν; προεχόμεθα; καὶ ἑξῆς πρὸς τὸ προειρημένον, ὅτι πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τῶν Ἰουδαίων καὶ ἡ ὠφέλεια τῆς περιτομῆς· λέγει γὰρ ἐκεῖ μὲν πολὺ προκεκρίσθαι καὶ πλέον τοὺς περιτετμημένους τῶν ἀκροβύστων ἔχειν, ἐνταῦθα δὲ οὐδὲν προέχειν. ἢ οὐκ ἔστι μαχόμενον· ἐκεῖ μὲν γὰρ πλέον | |
35 | ἔχειν φησὶν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἀληθείας τοῦ θεοῦ, ὅτι τὰ λόγια κατεπίστευσεν, ὅτι τὰς ὑποσχέσεις ἐπλήρωσεν μὴ κωλυθεὶς ὑπὸ τῶν | |
ἀπιστησάντων, ἐνταῦθα δὲ αὐτὰ καθ’ ἑαυτὰ τὰ πρόσωπα συγκρίνει τῶν | 486 | |
487 | ἀκροβύστων καὶ τῶν περιτετμημένων, καὶ λέγει αὐτοὺς μηδὲν ἑτέρους ἑτέρων προέχειν. οἵ τε γὰρ κατορθοῦντες τὴν ἀρετήν, ὁποίας ἂν εἴησαν τάξεως, ὁμοίως τῆς εὐεργεσίας ἀπολαύουσιν· οἵ τε πάλιν παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν | |
5 | τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ ‹οὐδὲν προεχόμεθα› καὶ τὸ ‹πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου› καὶ ‹ἡ ὠφέλεια τῆς περι‐ τομῆσ›· κατ’ ἄλλον γὰρ τρόπον ἐκεῖ εἴρηται καὶ κατ’ ἄλλον νῦν ἡ σύγκρισις παρείληπται. | |
loc | Röm 3,19—20 | |
9 | Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ, ὑπόχρεως | |
10 | εἰς τὸ πιστεῦσαι Χριστῷ τῷ θεῷ· εἰ γὰρ τοῖς ὑπὸ νόμον εἴρηται ὑπ’ αὐτῶν τῶν προφητῶν, ὅτι οὐκ ὀρθοποδοῦσιν ἀλλὰ πόρρω τῆς ὀρθῆς βαδίζουσι πολιτείας, τὰ δὲ ἔθνη πολλῷ μᾶλλον ὑπάρχει ἐν ἀπωλείᾳ καὶ πλάνῃ, δηλονότι πᾶς ὁ κόσμος ὑπόχρεώς ἐστι πιστεῦσαι Χριστῷ τῷ θεῷ, τῷ μόνῳ δυναμένῳ ῥύσασθαι καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ | |
15 | πάντα τὸν κόσμον διὰ τῆς οἰκείας χάριτος ἐκ τῶν ἁμαρτημάτων αὐτῶν καὶ τῆς μακρᾶς πλάνης καὶ ἀπωλείας αὐτῶν. εἶτα πάλιν ὥσπερ ἀντι‐ πίπτον λύει. ἴνα γὰρ μή τις εἴπῃ· τί οὖν; ὁ νόμος οὐδὲν ὠφέλησεν; ἐπάγει· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ, ὡσεὶ ἔλεγεν ὅτι ὠφέλει ἂν ἴσως ὁ νόμος, εἰ ἐφύλαξαν οἱ παρει‐ | |
20 | ληφότες τὰ προστάγματα αὐτοῦ. ἐπειδὴ δὲ οὐκ ἐφύλαξαν, ἐκ περιστάσεως καὶ ἔβλαψεν, οὐ τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῇ τῶν μὴ φυλαξάντων γνώμῃ. | |
loc | Röm 3,21 | |
22 | Δικαιοσύνη θεοῦ ἡ ἀπὸ θεοῦ δικαίωσις καὶ ἀθῴωσις καὶ ἀπαλλαγὴ τῶν ἁμαρτιῶν ὧν ὁ νόμος οὐκ ἴσχυσεν ἀπαλλάξαι. | |
loc | Röm 3,23—24 | |
24 | Ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ· κατόπιν ἐγένοντο, οὐκ | |
25 | ἔφθασαν τοῦ δοξάζειν τὸν θεόν. ἐκπεπτώκασιν ἅπαντες τοῦ τιμᾶν αὐτόν, οἱ μὲν Ἰουδαῖοι παραβάται γινόμενοι τῶν διὰ τοῦ νόμου ἐντολῶν, οἱ δὲ ἐθνικοὶ εἰδώλοις λατρεύσαντες· διὸ πάντες πιστεύοντες εἰς Χριστὸν δωρεὰν δικαιοῦνται, τὸ πιστεύειν μόνον συνεισάγοντες. πῶς δὲ δικαιού‐ μεθα; ἀπολυτρούμενοι τὰς ἁμαρτίας ἡμῶν. διὰ τίνος δὲ ἀπολυτρούμεθα; | |
30 | διὰ Ἰησοῦ Χριστοῦ. πῶς λυτροῦντος ἐκείνου; τῷ ἰδίῳ αἵματι. Ἢ καὶ οὕτω νοητέον· θεὸς αὐτοὺς δοξάζει πιστεύοντας· υἱοθεσίας γὰρ ἀξιοῖ καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας ἀποφαίνεται, ἧς δηλονότι ἐξ ὧν | |
ἡμάρτομεν, πάντες ὁμοίως ὑστερούμεθα· διὸ δωρεὰν ἡμᾶς τούτων ἀξιοῖ. | 487 | |
488(loc) | Röm 3,25—26 | |
1 | Παρείθημεν ταῖς ἁμαρτίαις καὶ παρελελύμεθα· εἶτα δέον τῆς παρέσεως ἀπαιτηθῆναι δίκας, ἀνοχῆς καὶ φιλανθρωπίας ἐτύχομεν. ἀλλὰ καὶ τῆς ἀνοχῆς τυχόντες, δέον μετανοεῖν καὶ τὰ φθάσαντα ἐξιλεοῦσθαι, ἔτι τοῖς αὐτοῖς ἐγκαλινδούμεθα. τί οὖν ἔδει τότε καὶ τὸν λίαν | |
5 | φιλάνθρωπον κριτὴν πρᾶξαι; πάντως κολάσαι καὶ τιμωρήσασθαι ὑπὲρ ὧν τε ἐξ ἀρχῆς ἡμάρτομεν, καὶ ὑπὲρ ὧν ἀνοχῆς τυχόντες οὐ μετεμελή‐ θημεν, καὶ ὑπὲρ ὧν οὐ μόνον οὐ μετεμελήθημεν ἀλλὰ καὶ τὴν κακίαν ἐπετείνομεν. ὁ δὲ τί ποιεῖ; τότε λύτρον ἑαυτὸν δίδωσιν ὑπὲρ ἡμῶν, καὶ οὐ μόνον ἐξαρπάζει τῆς τιμωρίας, ἀλλὰ καὶ δικαιοῖ καὶ σώζει καὶ | |
10 | κληρονόμους αὐτοῦ ποιεῖται τῆς βασιλείας. ὄντως χάρις μέτρον οὐκ ἔχουσα, ὄντως τοῦτο δωρεά, δωρεᾶς ἁπάσης νικῶσα τὴν δύναμιν. τοῦτο ἔνδειξις ὡς ἀληθῶς ἀφάτου δικαιοσύνης, καὶ δικαιοσύνης οὐκ ἀνθρωπίνης ἀλλὰ θείας καὶ ὑπὲρ ἄνθρωπον. διὸ καὶ αὐτὸς εἰπὼν εἰς ἔνδειξιν τῆς δικαιοσύνης, οὐχ ἁπλῶς ἀλλὰ αὐτοῦ φησιν, | |
15 | τοῦτ’ ἔστι αὐτοῦ μόνου ἡ τοιαύτη καὶ τοσαύτη δικαιοσύνη· ἐν ᾧ γὰρ ἔδει καιρῷ κολασθῆναι, τότε ἠξίωσε τῆς εὐεργεσίας. ὦ παράστασις ἄφατος δικαιοσύνης, ὦ ἀπόδειξις παντὸς δύναμιν λόγου ἐλέγχουσα. Πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ εἰπών, ἐπήγαγεν· ἐν τῷ νῦν καιρῷ· ἡ γὰρ ἐν τῷ νῦν καιρῷ δικαιοσύνη τοῦ θεοῦ, | |
20 | τοῦτ’ ἔστιν ἐν ᾧ τὴν ἀπολύτρωσιν ἡμῶν εἰργάσατο, πλήρης ἦν φιλανθρω‐ πίας, πλήρης δωρεᾶς, πλήρης χάριτος. διὸ καὶ ἔλεγεν· οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος. ἡ δὲ μέλλουσα δικαιοσύνη οὐκέτι ὁμοίως, ἀλλ’ ἀνταπόδοσίς ἐστιν ἑκάστῳ τῶν βεβιωμένων, ὡς καὶ αὐτὸς πάλιν φησίν· ἀποκαλύπτεται γὰρ | |
25 | ὀργὴ θεοῦ καὶ ἑξῆς. Ἢ καὶ οὕτως ἐκληπτέον· ἔνδειξις γέγονεν ἐν τῷ νῦν καιρῷ ἡ ἀνοχὴ αὐτοῦ καὶ ἡ δωρεὰ καὶ ἡ χάρις τῆς μελλούσης δικαιοσύνης. πῶς καὶ τίνα τρόπον; εἰ γὰρ τοσοῦτον μακροθυμήσας, τοσοῦτον χαρισάμενος, τοσαύτης δωρεᾶς ἀξιώσας οὐκ ἐπέστρεψεν οὐδ’ ἔσχε βελτιωθέντας, μετὰ πολλῆς ἄρα δικαιοσύνης ἐκεῖθεν ἐπάγει τὰς | |
30 | τιμωρίας. | |
loc | Röm 4,1—3 | |
31 | Τὸ κατὰ σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδαίους δὲ ὁ λόγος, οἷον· ἐπεί, φησί, τὸ πᾶν ὑμῖν τῆς σεμνολογίας καὶ μεγα‐ | |
35 | λαυχίας ἐν τῷ κατὰ σάρκα πατρὶ ἡμῶν Ἀβραάμ ἐστιν, σκοπήσωμεν τί | |
ἂν εἴποιμεν ἐκεῖνον εὑρηκέναι. καί φησιν αὐτὸς προϊών, ὅτι δικαιοσύνην | 488 | |
489 | εὗρεν· τοῦτο γάρ ἐστι τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, τοῦτ’ ἔστιν ὅτι ἐδικαιώθη· τὸ γὰρ εὑρεῖν δικαιοσύνην δικαιωθῆναί ἐστιν. εὗρεν οὖν δικαιοσύνην, ἀλλὰ πῶς εὗρεν; ἐξ ἔργων ἢ ἐκ πίστεως; καὶ δείκνυσιν ὅτι ἐκ πίστεως, μάρτυρα τὴν γραφὴν παριστάς· ἐπίστευσε | |
5 | γάρ, φησίν, Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. τί οὖν; φησίν· οὐκ εἶχεν ἔργα Ἀβραάμ; οὐκ ἐδικαίου ταῦτα αὐτόν; μὴ γένοιτο· ἔργα μὲν γὰρ εἶχεν, ὥστε πρὸς τοὺς συμπολι‐ τευομένους αὐτῷ ἀνθρώπους κρινόμενον δικαιωθῆναι καὶ προκριθῆναι ἐκείνων· τὸ δὲ πρὸς τὸν θεὸν δικαιωθῆναι ἐκ τῶν ἔργων αὐτοῦ, | |
10 | ὥστε ἄξιον καὶ ἰσοστάσιον ἑαυτὸν παραστῆσαι τῆς ἐκεῖθεν παρεχομένης εὐεργεσίας καὶ δωρεᾶς, παντελῶς ἀπελείπετο. οὐκοῦν οὐδὲν ὅλως ἔχει καύχημα ἤτοι προτέρημα καὶ κατόρθωμα πρὸς τὸν θεὸν εἰς τὸ ἀξιωθῆναι τῆς εὐεργεσίας καὶ δωρεᾶς. τί γὰρ ἄν τις καὶ δι’ ἔργων ἐπιδείξειεν ἄξιον τοῦ μετὰ στείρωσιν καὶ παρακμὴν δύο παθῶν τὰς πηγὰς τῆς γονῆς | |
15 | ξηρανάντων καὶ τοὺς τῆς γενέσεως ὀφθαλμοὺς πηρωσάντων; τί οὖν τις ἄξιον πράξοι, ὥστε μετὰ τηλικαύτην φύσεως νέκρωσιν παιδὸς πατέρα ὀφθῆναι καὶ βλαστὸν κοιλίας ἐκφῦναι; τί δ’ ἄν τις ὅλως ἄξιον οἴσει τοῦ πληθυνθῆναι τὸ σπέρμα αὐτοῦ ὡς τὴν ἄμμον τῆς θαλάσσης, τοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, τοῦ Χριστὸν αὐτὸν | |
20 | ἐκεῖθεν τὸν κοινὸν σωτῆρα προελθεῖν; ὁρᾷς ὅτι οὐδὲν ὅλως ἔχει, οὐδ’ ἴχνος ἔργων πρὸς τὰς τηλικαύτας ἐκ θεοῦ δωρεάς. πόθεν οὖν ἠξιώθη ταῦτα; ἐκ μόνης πίστεως· ἐπίστευσεν γάρ, φησὶν ἡ γραφή, Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἐπίστευσε, καὶ ἐδικαιώθη παρὰ θεοῦ τοσούτων καὶ τηλικούτων τυχεῖν. | |
25 | ὦ πίστεως πᾶσαν πρᾶξιν τὴν ἐν νόμῳ δευτέραν ποιούσης. ἐκείνην πράττων Ἀβραὰμ εἶχέν τι μικρὸν καύχημα, ἀλλὰ πρὸς τοὺς ὑπὸ τὸν αὐτὸν αὐτῷ τελοῦντας νόμον· τὴν πίστιν δὲ προβαλλόμενος, ἀθρόον πατὴρ ἐγένετο πάντων, καὶ τῶν μυρίων ἐκείνων ἀγαθῶν ἐδικαιώθη ἀπολαύειν. ὡς ἐν πορίσματος δὲ μοίρᾳ εἴληπται, καὶ λύσις ἐκ τῶν | |
30 | εἰρημένων. πῶς οὗτος μὲν ἐκ πίστεως λέγει δικαιωθῆναι τὸν Ἀβραάμ, ὁ δὲ θεῖος Ἰάκωβος ἐξ ἔργων λέγων· Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας τὸν υἱὸν αὐτοῦ καὶ ἑξῆς; | |
loc | Röm 4,5 | |
34 | Τῷ μὴ θαρροῦντι μὲν ἀπὸ τῶν ἔργων, προσιόντι δὲ ἐκ πίστεως, | |
35 | λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, καὶ δικαιοῦται | |
δι’ αὐτῆς. | 489 | |
490(loc) | Röm 4,6—10 | |
1 | Κατάλληλος λίαν καὶ ἁρμόζουσα ἡ ψαλμικὴ χρῆσις· καὶ γὰρ πᾶσα δικαίωσις ἀπὸ θεοῦ· ἢ ἐκ τοῦ ἀφεθῆναι γίνεται τὰς ἀνομίας καὶ ἁμαρ‐ τίας, ἢ ἐκ τοῦ ἐπικαλυφθῆναι, οἷον διά τινων κατορθωμάτων ἐκνικηθῆ‐ ναι καὶ καταποθῆναι, ἢ ἐκ τοῦ μὴ λογίσασθαι τὸν θεὸν τὸ πραχθὲν εἰς | |
5 | ἁμαρτίαν. καὶ διὰ τῶν τριῶν τούτων φιλανθρώπων τρόπων λογίζεται ὁ θεὸς τῷ ἀνθρώπῳ τὴν δικαιοσύνην ὡς συμπαθῶν, ὡς οἰκονομῶν, ὡς φιλοτιμούμενος· ἡ μὲν γὰρ ἄφεσις συμπαθείας, ἡ δὲ ἐπικάλυψις οἰκονο‐ μίας, τὸ δὲ μὴ λογίσασθαι εἰς ἁμαρτίαν φιλοτιμίας. τίνες οὖν ἀξιοῦνται τούτων; οἱ πιστοί, καὶ διὰ τῆς πίστεως· διὸ καὶ μακαρίζει αὐτοὺς ὁ | |
10 | προφήτης Δαυίδ. τοῖς δὲ ἐν νόμῳ καὶ ἐξ ἔργων ζητοῦσι δικαιωθῆναι οὐδεμία τῶν τριῶν δικαίωσις ἕπεται, τοῖς δὲ ἐκ πίστεως διὰ τῶν τριῶν τούτων τρόπων ἡ δικαιοσύνη λογίζεται. προσφόρως ἄρα τὴν Δαυϊδικὴν μαρτυρίαν ὁ θεσπέσιος Παῦλος τῇ ἰδίᾳ ἥρμοσε διδασκαλίᾳ. | |
loc | Röm 4,11—12 | |
14 | Διὰ τί, φησί, πρῶτον ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ οὕτω | |
15 | περιετμήθη; πρῶτον μέν, ἵνα ὡς σημεῖον νομισθῇ ἀρετῆς ἡ περιτομή, καὶ οὐχ ὡς αὐτοαρετὴ καὶ κατόρθωμα· τὸ γὰρ σημεῖον τῆς περιτομῆς, φησί, σφραγίς ἐστιν, οἷον· σημεῖόν ἐστι καὶ παράστασις τῆς ἐν ἀκροβυστίᾳ διὰ πίστεως δικαιοσύνης. δεύτερον δέ, ἵνα καὶ τῶν ἀκροβύστων καὶ τῶν ἐμπεριτόμων κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ | |
20 | πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶς μετὰ τὸ πιστεῦσαι. πάντων οὖν εἰκότως ἂν λογισθείη πατὴρ τῶν τὴν πίστιν δηλονότι παραδεξαμένων, εἴτε ἀπερίτμητοι, εἴτε περιτετμημένοι εἶεν. ἂν δὲ τὴν πίστιν μὴ ἔχωσιν, οὐδὲ τὴν πρὸς ἐκεῖνον συγγένειαν ἔχουσιν, | |
25 | οἵτινες ἂν εἶεν, οὐδὲ κληρονόμοι ἄρα τῆς πρὸς ἐκεῖνον ἐπαγγελίας· τοῖς γὰρ συγγενέσι, τῷ γὰρ σπέρματι αὐτοῦ, αἱ ὑποσχέσεις καὶ αἱ εὐλογίαι. Καὶ πατέρα περιτομῆς· οὐχ ἁπλῶς φησι πατὴρ τῶν ἐμπεριτόμων—τοῦτο γὰρ δηλοῖ τὸ περιτομῆς—, ἀλλὰ πατὴρ ἐκείνων τῶν ἐμπεριτμήτων, τῶν μὴ μόνον περιτετμημένων ἀλλὰ καὶ | |
30 | κατὰ τὰ ἴχνη αὐτοῦ τὴν πίστιν Χριστοῦ εἰσοικιζομένων. ἐκεῖνοι δὲ κατὰ τὰ ἴχνη καὶ κατὰ μίμησιν τοῦ Ἀβραὰμ πιστεύουσιν εἰς Χριστόν, οἱ ἀδιστάκτως καὶ χωρὶς φιλονεικίας καὶ συνδοιασμοῦ προσερχόμενοι τῷ | |
Χριστῷ. | 490 | |
491 | Ἴχνη λέγεται τὰ τῶν προοδευσάντων σύμβολα καὶ σημεῖα τῶν ποδῶν. ἐπεὶ οὖν οὗτοι μεταγενέστεροι, οἰκείως καὶ ἁρμοδίως φησίν· τοῖς ἐμμένουσι καὶ ἐπακολουθοῦσι τοῖς ἴχνεσιν, ἤτοι πορευομένοις κατὰ τὰ ἐκείνου ἴχνη καὶ τὴν ἐκείνου ὁδὸν ἥτις χωρὶς περιτομῆς ὑπῆρχεν. | |
loc | Röm 4,14—16 | |
5 | Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι. εἰπὼν πρότερον ὅτι διὰ τοῦτο ἀκρόβυστος ὢν ὁ Ἀβραὰμ ἐπίστευσε καὶ ἐδικαιώθη, ἵνα πατὴρ λογισθῇ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν, καὶ διὰ τοῦτο πάλιν περιετμήθη, ἵνα καὶ τῶν ἐν περιτομῇ πιστῶν πατὴρ λογισθῇ, καὶ ἐπαγαγὼν καὶ ἀποδείξας ὅτι μᾶλλον λογίζεται πατὴρ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν, ὅσῳ | |
10 | καὶ πρὸ τῆς περιτομῆς καὶ πρὸ αὐτοῦ τοῦ νόμου τοῦ καὶ τὴν περιτομὴν περιέχοντος αὐτὸς καὶ ἐπίστευσεν, καὶ ἡ πίστις αὐτοῦ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· ταῦτα εἰπὼν καὶ παραστήσας, νῦν καὶ ἑτέρῳ τρόπῳ τὸ αὐτὸ δείκνυσι καί φησιν· ὑποκείσθω μὴ οὕτως ἔχειν ὡς ἔφημεν, ἀλλὰ τοὺς ἐκ νόμου μόνους εἶναι κληρονόμους τῶν πρὸς Ἀβραὰμ ἐπαγγελιῶν, | |
15 | οὔκουν εἰς μάτην γέγονεν ἡ πίστις τῷ Ἀβραάμ; αὐτὸς γὰρ πρὸ τοῦ νόμου καὶ χωρὶς τοῦ νόμου ἐπίστευσεν. κεκένωται ἄρα ἡ πίστις, οὐδέν ἐστιν αὐτῆς, τὸ ὅλον ἠφάνισται· ἀλλὰ καὶ αἱ ἐπαγγελίαι κατηρ‐ γήθησαν, οἷον ἄχρηστοι καὶ ἀτέλεστοι γεγένηνται. εἰ γὰρ ἡ πίστις δι’ ἣν ἡ ἐπαγγελία ἐκενώθη, καὶ αἱ ἐπαγγελίαι δηλονότι, αἱ ἐπὶ τῇ πίστει | |
20 | ἑδραζόμεναι συναπερρύησαν καὶ γεγόνασι φροῦδοι. τί οὖν οἱ διὰ νόμου κληρονομήσουσιν, τῆς μὲν πίστεως κενωθείσης, συνεκρυείσης δὲ τῇ πίστει τῆς ἐπαγγελίας; ὁρᾷς ὡς δι’ ὧν λέγουσι διὰ νόμου κληρονομεῖν, διὰ τούτων δείκνυνται μηδ’ ὅλως κληρονομεῖν. οὕτω τοίνυν διχῶς τὰς ἀποδείξεις ἐποιήσατο, ὅτι ὁ μακαρισμὸς ἐπὶ τὴν διὰ πίστεως ἀκροβυστίαν | |
25 | μᾶλλον ἁρμόζει ἢ ἐπὶ τὴν περιτομήν, τὴν πρώτην μὲν ἐπ’ εὐθείας προσαγαγὼν καὶ ἐξ αὐτῶν τῶν κατὰ τὸν Ἀβραὰμ πραχθέντων, τὴν δευτέραν δὲ συνδραμὼν ἐκείνοις καὶ ὑποθεὶς τὸ παρὰ τὼν ἐναντίων λεγόμενον, καὶ δείξας οἷον ἄτοπον ἕπεται τῇ ὑποθέσει αὐτῶν. τίθησι δὲ καὶ τρίτην ἀπόδειξιν ἐξ αὐτοῦ λαμβανομένην τοῦ νόμου καί φησιν· | |
30 | ὁ νόμος ἐφ’ ᾧ ἐπερείδεσθε, παραβαθεὶς ὀργὴν κατεργάζεται. τοῦτο εἰπών, τὸ ἀκόλουθον ὡς δῆλον ὑπάρχον κατέλιπεν, οἷον· ὑμεῖς δὲ παραβεβήκατε—δῆλον γὰρ τοῦτο καὶ συνεπινοούμενον—· εἰ οὖν ὁ νόμος ὀργὴν κατεργάζεται παραβαθείς, ὑμεῖς δὲ παραβεβήκατε, οὐ μόνον ἐπαγγελιῶν οὔκ ἐστε ἄξιοι, ἀλλὰ καὶ τιμωρηθήσεσθε· τοῦτο γὰρ | |
35 | ὑμῖν ὁ νόμος παραβεβηκόσιν διὰ παντὸς ἐπανατείνεται. πόθεν οὖν | 491 |
492 | σωθήσεσθε; πόθεν ὑμῖν αἱ ἐπαγγελίαι; ἐπεὶ οὖν τά τε ἄλλα εἴρηται καὶ δέδεικται ὅτι καὶ ἐκ τοῦ νόμου οὐκ ἔστιν ὅλως δικαιωθῆναι, λείπεται καταφυγεῖν ἐπὶ τὴν διὰ πίστεως χάριν· διὰ ταύτης γὰρ καὶ αἱ ἐπαγγελίαι περατοῦνται, καὶ ὁ Ἀβραὰμ πάντων γίνεται πατήρ. ὥστε ὁ τοῦ Δαυὶδ | |
5 | μακαρισμὸς κοινὸς ὑπάρχων ἐπὶ τῶν διὰ πίστεως σωζομένων πάντων, οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλόν ἐστιν ἐπὶ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν ἐφαρ‐ μόζων, ὅσῳ καὶ πρῶτον ἐπὶ τοῦ ἐν ἀκροβυστίᾳ Ἀβραὰμ ἐφάνη ἐπαλη‐ θεύων. ταῦτα δὲ ἤρτηται τοῦ νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ | |
10 | ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. | |
loc | Röm 4,17 | |
11 | Κατέναντι· ἐναντίον, ἐνώπιον, εἰς πρόσωπον θεοῦ· εἰς πρόσω‐ πον γὰρ θεοῦ εἴρηται, οἷον ὡς ἐκ προσώπου θεοῦ τὸ πατέρα πολ‐ λῶν ἐθνῶν τέθεικά σε. ἐπειδὴ γὰρ εἶπεν καθὼς γέγραπται, μὴ προσθείς, ποῦ γέγραπται ἢ πῶς, ἐπήγαγεν, εἰ καὶ ὑπερβάς, τὸ | |
15 | κατέναντι θεοῦ, τὸ ἀξιόπιστον καὶ βέβαιον τοῦ γέγραπται παριστῶν. καθὼς γέγραπται κατενώπιον θεοῦ, τοῦτ’ ἔστιν εἰς πρόσωπον θεοῦ καὶ ἐκ προσώπου θεοῦ. ἀξιόπιστός ἐστι, φησίν, ἡ γραφή, ἀμετάπτωτος, βεβαία, θεός ἐστιν ἐν αὐτῇ εἰπών· πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. τὸ γοῦν ἐφεξῆς τῆς τοῦ λόγου | |
20 | συμφράσεως· καθὼς γέγραπται κατέναντι οὗ ἐπίστευσε θεοῦ, ὅτι πατέρα πολλῶν ἐθνῶν καὶ ἑξῆς. Καλῶς φησιν· καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· λόγῳ γὰρ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καὶ ἅμα τῷ καλέσαι παράγει, ὥστε εἶναι. παρ’ αὐτῷ δυνατὸν καὶ ῥᾷον, καὶ τὰ μὴ ὄντα ὡς ὄντα, καὶ ἔμπαλιν εἰ | |
25 | βουληθείη, καὶ τὰ ὄντα ὡς μὴ ὄντα καλεῖν. | |
loc | Röm 4,18 | |
26 | Ὃς παρ’ ἐλπίδα ἐπίστευσεν, ἀντὶ τοῦ ἐπαγγελίαις ἐπίστευσεν, πολὺ τὸ ἀνέλπιστον ἐχούσαις κατ’ ἀνθρώπινον λογισμόν, μόνῃ ἑδρασθεὶς τῇ ἐπὶ θεὸν ἐλπίδι. | |
loc | Röm 4,24—5,5 | |
29 | Δείκνυσι τοὺς Ἰουδαίους στασιάζοντας πρὸς τὴν πίστιν, καὶ μὴ | |
30 | παραδεχομένους τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ πρὸς αὐτὸν | 492 |
493 | στασιάζειν τὸν πατέρα τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν. ἵνα γάρ, φησί, δικαιωθῶμεν ἡμεῖς, διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλογίσθη καὶ ἀνέστη ἐκ τῶν νεκρῶν, ὑμεῖς δὲ οὐ προσδεχόμενοι αὐτόν, καὶ τῷ πατρὶ πολεμεῖτε τῷ ἀναστήσαντι αὐτόν. ἀλλ’ οἱ δικαιωθέντες, φησίν, | |
5 | εἰρήνην ἔχωμεν πρὸς τὸν πατέρα, καταλύσωμεν τελείως τὸν πρὸς αὐτὸν πόλεμον. πῶς δὲ καταλύεται; διὰ τελείας καὶ ἀδιστάκτου πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· αὐτὸς γάρ ἐστι καὶ ὁ προσάγων ἡμᾶς αὐτῷ τῷ πατρί. Εἰς τὴν χάριν ταύτην. δεικτικῶς εἶπε τὸ μέγεθος τῶν | |
10 | ἐμπεριεχομένων τῇ χάριτι καὶ τὸ πλῆθος δηλῶν, καὶ γὰρ αὐτὴ ἡ προσαγωγὴ μέγα καὶ θαυμάσιον, καὶ πρὸ τούτου ἡ τῶν ἁμαρτιῶν ἄφεσις, καὶ μετὰ ταῦτα ἡ τῶν οὐρανῶν ἐπηγγελμένη βασιλεία. ἐπὶ ποίᾳ πράξει; ἐπὶ ποίῳ κατορθώματι αὕτη ἡ χάρις ἐδόθη; ἐπὶ πίστει μόνῃ· μόνον γὰρ ἐπιστεύσαμεν, καὶ διὰ τοῦ βαπτίσματος πάντα ἡμῖν | |
15 | ταῦτα ἡ χάρις ἐχαρίσατο. ἢ οὕτως· ὥσπερ εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ, οὕτω πάλιν καυχώμεθα καὶ ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι δι’ αὐτῶν καὶ διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς εἰς τὴν αὐτὴν ἀκαταίσχυντον ἐπανατρέχομεν ἐλπίδα. | |
20 | Ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. ἢ ὅτι δοξάζεται ὁ θεός, ἢ ὅτι δοξάζει ἡμᾶς ὁ θεός· καὶ γὰρ δοξάζει ἡμᾶς ἀρρήτῳ καὶ ὑπερφυεῖ δόξῃ, δωρούμενος ἃ ἐπηγγείλατο, υἱοθεσίας καὶ βασιλείας οὐρανῶν ἀξιῶν, καὶ δοξάζεται καὶ αὐτός, εἰ καὶ μὴ κατ’ ἀξίαν ἀλλ’ ὅσον ἐστὶν ἀγγέλοις καὶ ἀνθρώποις δυνατόν, τοσαύτην φιλοτιμίαν περὶ τὸ ἀνθρώ‐ | |
25 | πινον ἐπιδεικνύμενος γένος, καὶ ταῦτα περαίνων καὶ εἰς ἔργον ἄγων ἃ μόνης ἐστὶ τῆς αὐτοῦ θειότητος καὶ φιλανθρωπίας ἐνδεικτικά. Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψε‐ σιν. πόθεν καυχώμεθα ἐν ταῖς θλίψεσιν; ὅτι ἐρῶμεν σφόδρα τοῦ θεοῦ· ἐραστὴς γὰρ ἅπας χαίρει καὶ σεμνύνεται, ἡνίκα πάσχει ὑπὲρ οὗ ἐρᾷ. | |
30 | ἀλλὰ πόθεν ὁ θεῖος ἔρως ἐκεῖνος ἐκκέχυται καὶ ὅλην ἐμπεριείληφε τὴν ἡμῶν καρδίαν; ἐκ τοῦ παναγίου πνεύματος τοῦ δοθέντος ἡμῖν, ὥστε τὸ ὅλον τῆς ἄνω χάριτος. ἀλλὰ καὶ χρεωστοῦμεν ὑπερερᾶν αὐτοῦ, κἄν τι δέοι παθεῖν, μὴ ἀφίστασθαι τοῦ πρὸς αὐτὸν ἔρωτος. διὰ τί; ὅτι αὐτὸς ἡμῶν ἠράσθη πρῶτος. καὶ τότε τίνων; ἐχθρῶν καὶ πο‐ | |
35 | λεμίων ὑπαρχόντων. εἶδες ὑπερβολήν, εἶδες πόσον τὸ χρέος. πρόσθες καὶ τὸ ἔτι μεῖζον· οὐκ ἠράσθη μόνον ἀλλὰ καὶ ἠτιμάσθη ὑπὲρ ἡμῶν καὶ ἐρραπίσθη καὶ ἐσταυρώθη καὶ ἐν νεκροῖς ἐλογίσθη. διὰ τούτων ἁπάντων τὸν περὶ ἡμᾶς αὐτοῦ παρέστησεν ἔρωτα. ὦ ἔρωτος ἀγγέλους | |
καταπλήξαντος, ἀνθρώπους εἰς οὐρανοὺς ἀνυψώσαντος, καὶ δαιμόνων | 493 | |
494 | τυραννίδα καταργήσαντος. τίς ἐραστὴν τοιοῦτον οὐ φιλεῖ; μᾶλλον δὲ τίς τί πράξας ἄξιον τοῦ τηλικούτου ἔρωτος ἐπιτελέσει, ἢ κἂν βραχὺ γοῦν τοῦ χρέους ἀποτίσει; κἂν γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ’ οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων | |
5 | ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσχει. διὸ ἡνίκα πάσχομεν, χαίρειν ὀφείλομεν καὶ σεμνύνεσθαι, ὅτι κἂν βραχὺ γοῦν ὑπὲρ τηλικούτου ἐραστοῦ καὶ ἡμεῖς παθεῖν τι κατηξιώθημεν. Πῶς καυχώμεθα ἐν ταῖς θλίψεσιν; καλῶς φησιν· αἱ γὰρ θλίψεις γυμνάζουσι πρὸς ὑπομονήν. ἀλλὰ τί τὸ κέρδος τῆς ὑπομονῆς; μέγα, | |
10 | φησίν· δοκιμωτέρους γὰρ ἐργάζονται ὥσπερ καὶ τὸν χρυσὸν ἡ χωνεία. τί δὲ γίνεται ἐκ τοῦ δοκιμωτέρους ὀφθῆναι; πολὺ ὄφελος· ἡ γὰρ ἐλπὶς ἡμῶν ἐντεῦθεν βεβαιοτέρα καὶ ἀσφαλεστέρα καθίσταται. ἐκ δὲ ταύτης τί; τὸ πᾶν ἀνύεται, φησίν. ποῖον; τυγχάνομεν ὧν ἐλπίζομεν· ἡ γὰρ ἐλπὶς ἡ βεβαία καὶ διὰ δοκιμῆς ἀχθεῖσα καὶ ὑπομονῆς καὶ θλίψεων, οὐδέποτε | |
15 | καταισχύνει. καὶ ὅρα πῶς εἰπὼν ἀνωτέρω ὅτι καυχώμεθα ἐπ’ ἐλπίδι, πάλιν καὶ ἐνταῦθα εἰς ἐλπίδα κατέληξεν· καὶ γὰρ ἀπ’ ἐλπίδος δεῖ ἄρχεσθαι, καὶ ὁμοίως εἰς ἐλπίδα καταλήγειν. ἀλλ’ ἡ μὲν ἀρχο‐ μένων ἐλπίς, οὔπω δῆλον ὅπως ἔχει, μήπω θλίψεων καὶ πειρασμῶν προσβαλόντων· ἡ δὲ διὰ τούτων ὁδεύσασα καὶ δοκιμασθεῖσα καὶ | |
20 | φανεῖσα ἀδίστακτος καὶ μὴ σαλευομένη, αὕτη καὶ τὸ τέλειον ἔχει, καὶ τῶν ἐλπισθέντων ἐν ἀπολαύσει γενέσθαι παρασκευάζει. ἤλπισεν ὁ Ἀβραὰμ μετὰ γῆρας καὶ στείρωσιν μήτρας ὅτι ἔσται κατὰ τὴν ἐπαγγελίαν πατήρ· μέγα μέν, ἀλλ’ οὐχ οἷον μετὰ τὴν δοκιμήν. ἐπείρασεν αὐτὸν ὁ θεὸς καὶ ἐχώνευσεν ὡς ἀληθῶς χωνείαν φρικτὴν καὶ φοβερὰν πῦρ τοῖς ἐγκάτοις | |
25 | ὑφάψας, ὅτε σφάξαι προσέταξε τὸν υἱόν. ἔδειξεν ἐκεῖνος καὶ διὰ τούτων ἀσάλευτον καὶ σταθερὰν τὴν ἐλπίδα· ἔδραμε γὰρ σφάξαι τὸν υἱόν, καὶ οὐκ ἐδίστασε λογισάμενος· πῶς οὖν ἔσομαι πατήρ. τοῦτο ὑπερμεγέθης ὡς ἀληθῶς ἐλπίς, διὸ καὶ τυγχάνει ὧν ἤλπισεν. | |
loc | Röm 5,6—11 | |
29 | Τρία τίθησι τὴν ὑπερβολὴν δεικνύντα τῆς ἀγάπης τοῦ θεοῦ καὶ | |
30 | ἅμα συνιστῶντα καὶ τὴν εἰς τὸ ἔπειτα αὐτοῦ πρόνοιαν καὶ φιλανθρωπίαν. ταῦτα δὲ τὰ τρία ἀπὸ μόνου λαμβάνεται τοῦ ὑποκειμένου, ἤτοι ἐξ ἐκεί‐ νων περὶ ἃ ἡ τῆς ἀγάπης ἐπίδειξις. ἐπεὶ ἔστι καὶ ἄλλα πάλιν ἐξ αὐτοῦ τοῦ ἀγαπήσαντος, δι’ ὧν πάλιν ἡ ὑπερβολὴ τῆς ἀγαπήσεως συνίσταται καὶ παρίσταται, οἷον αὐτὸ τὸ παρθενικὴν ἐνοικῆσαι μήτραν καὶ σαρκωθῆναι | |
35 | ἐξ αὐτῆς, ὑπηρετήσασθαι ταῖς κατὰ νόμον ἐντολαῖς τὸν νομοθέτην, εἶτα | |
ἀτιμασθῆναι, ὑβρισθῆναι, ῥαπισθῆναι, καὶ τὸ κεφάλαιον· διὰ σταυροῦ | 494 | |
495 | θανατωθῆναι. αὐτὸς δὲ τὰ μὲν ἐκ τοῦ ἀγαπήσαντος συνκεφαλαιωσά‐ μενος, καὶ τὸν θάνατον μόνον τέως εἰπὼν τὰ ἀπὸ τῶν ἀγαπηθέντων διεῖλεν, συντελούσης αὐτῷ ἐνταῦθα τῆς τοιαύτης μεταχειρήσεως εἰς τὸ ὅτι ἔτι καὶ ἔτι προνοήσεται καὶ ὑπερασπιεῖ καὶ ῥύσεται ἐκ πάσης ὀργῆς, | |
5 | τῆς τε παρούσης ὅτι τοῦτο συμφέρειν οἶδεν, καὶ τῆς μελλούσης ἥτις ἐστιν ὡς ἀληθῶς ἐσχάτη ὀργή. ἃ δὲ τίθησι τρία ταῦτά ἐστιν· ἀσθενεῖς ἦμεν, φησίν, ἀσθενεῖς δὲ οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ οἰκείας γνώμης καὶ πράξεως· ἀσθενεῖς οὖν ἦμεν καὶ πολλῆς βοηθείας ἐχρῄζομεν. ἀλλὰ καὶ ἀσεβεῖς ἦμεν, αὐτὸν τὸν μέλλοντα, φησί, βοηθεῖν ἀπωθούμεθα, | |
10 | ἑτέροις μὲν τὸ σέβας προσάπτοντες, αὐτὸν δὲ τοῖς ἐχθροῖς ἴσα καὶ πολεμίοις ἐνυβρίζοντες. οὐκοῦν ἄπορα πανταχόθεν τὰ ἡμέτερα· εἰ γὰρ αὐτοὶ μὲν καὶ ἀσθενεῖς καὶ ἀδύνατοι ἀναστῆναι τοῦ νοσήματος, πολλῆς δὲ βοηθείας δεόμενοι, τὸν δὲ βοηθὸν ἐνυβρίσαντες ἀπωσάμεθα, πῶς οὐκ εἰς ἔσχατον ἀπορίας τὰ ἡμέτερα; εἶτα ἀλλὰ καὶ ἁμαρτωλοί, | |
15 | φησί, καὶ ὁ βίος, φησί, καθεῖλκε μᾶλλον ἐπὶ τὸ πτῶμα καὶ ἀνενεγκεῖν οὐ συνεχώρει. οὕτως δὲ ἐχόντων καὶ πάσης ὑπαρχούσης ἀπογνώσεως, τότε αὐτὸς ὁ ἀγαθός, ὁ φιλάνθρωπος, ὁ τοῦ θεοῦ παῖς καὶ ἠγάπησε καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν τέθεικεν. εἰ δὲ τότε μυρίοις ἐνεχομένους κακοῖς καὶ εἰς παντελῆ ἀσχημοσύνην καὶ αἰσχρότητα | |
20 | κατηντηκότας καὶ ἠγάπησε καὶ τῆς ἀσθενείας ἀνέστησε καὶ ἐνεδυνάμωσε, τὸ αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν δεδωκὼς αἷμα, πολλῷ μᾶλλον οἰκειωσά‐ μενος καὶ δικαιώσας, καὶ προστήσεται καὶ ἀντιλήψεται καὶ ὑπερασπιεῖ, ὅτε μήτε χρεία θανεῖν αὐτόν, μήτε οὕτως ὡς πρότερον εἰς ἀρρωστίαν καὶ ἀσχημοσύνην κατηνέχθημεν, ἀλλὰ μηδ’ αὐτὸν ἀπωσάμεθα τὸ σέβας | |
25 | ἑτέροις περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸν ἐπαγγειλάμενον καὶ παρέξοντα πάντως κύριον ἡμῶν καὶ θεόν· οὐ γὰρ μόνον ἀπὸ τῆς ὀργῆς σώσει ἡμᾶς, ἀλλὰ καὶ τῆς οὐρανίου δόξης ἀξιώσει. | |
loc | Röm 5,12 | |
30 | Σωθησόμεθα, φησί, πάντες ὑπὸ τοῦ θεοῦ, ἐάν περ αὐτοὶ μόνον θέλωμεν, καὶ εἴρηνται μὲν μικρῷ πρόσθεν αἱ ἀποδείξεις· ἀλλὰ καὶ διὰ τοῦτο, φησί, σωθησόμεθα. διὰ ποῖον; ὅτι καὶ δυνατὸν τοῦτο καὶ εὔλογον καὶ ἀκόλουθον. πόθεν τοῦτο δῆλον; ἐκ τοῦ ἐναντίου, φησίν· καὶ γὰρ δι’ ἑνὸς ἀνθρώπου καὶ ἡ ἁμαρτία εἰσῆλθεν εἰς | |
35 | τὸν κόσμον καὶ αὐτὸς ὁ θάνατος. εἰ οὖν δι’ ἑνὸς ἀνθρώπου ταῦτα γέγονεν ἡμῖν τὰ χαλεπά, δυνατὸν καὶ ἀκόλουθον δι’ ἑνὸς ἀνθρώ‐ | |
που, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ παρεισαχθέντα ἀναιρεθῆναι | 495 | |
496 | χαλεπὰ καὶ τὰ ἀμείνω δωρηθῆναι ἡμῖν. αὐτὸς δὲ τὰ τοῦ Ἀδὰμ παραθείς, κατέλιπεν ἅπερ ἔπραξεν ὁ Χριστός, διδοὺς τοῦτο ἐκ τοῦ ἐναντίου ἐννοεῖν, καὶ ἅμα προειρηκὼς αὐτά, καὶ δυνατὸν κἀνταῦθα ἐκεῖνα συνεπινοεῖν. διὸ μόνον τὴν παραβολὴν προτάξας ὡς ἐφελκυστικὸν ἐκείνου τοῦ | |
5 | νοήματος· ἀπαιτεῖ γὰρ πάντως τὸ εἰπεῖν· ὥσπερ τόδε καὶ τὸ ἀκόλουθον, οὕτως καὶ τόδε. ἀλλ’ ὡς ἔφημεν, διὰ τῆς παραβολῆς τὸ ἀκόλουθον ἐνδειξάμενος ῥητῶς οὐ παρέθετο, ἀλλ’ αὐτοὺς ἡμᾶς συνεπινοεῖν προετρέψατο. Ἐφ’ ᾧ πάντες ἥμαρτον. ἐφ’ ᾧ· ἐπὶ τούτῳ, φησίν, συν‐ | |
10 | αποθνήσκομεν τῷ Ἀδάμ, ἐφ’ ᾧ καὶ συναμαρτάνομεν. καὶ τὴν μὲν ἀρχὴν ἐκεῖνος παρέσχεν, ἡμεῖς δ’ ἐκεῖθεν τὴν ἀφορμὴν λαβόντες οὐκ ἐκω‐ λύσαμεν τὸ κακόν, ἀλλὰ καὶ συνηργήσαμεν καὶ ἐπὶ μέγα χωρῆσαι παρ‐ εσκευάσαμεν. | |
loc | Röm 5,13—14a | |
14 | Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ. εἰπὼν ἐφ’ ᾧ | |
15 | πάντες ἥμαρτον, ἵνα μή τις εἴπῃ· καὶ πῶς ἦν ἁμαρτεῖν νόμου μὴ ὄντος; αὐτὸς γὰρ σὺ ἀνωτέρω ἔφης ὅτι οὗ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· παραβάσεως δὲ μὴ οὔσης, οὐδὲ ἁμαρτία δηλονότι. πῶς οὖν διῆλθεν ὁ θάνατος εἰς πάντας, ἐφ’ ᾧ πάντες ἥμαρτον; ἵνα οὖν μὴ ᾖ τις λέγων τοῦτο, προλαβὼν λύει τὴν ἀπορίαν, | |
20 | καί φησιν ὅτι ἦν καὶ πρὸ τοῦ νόμου· ἐπράττετο γάρ, καὶ τὸ πραττόμενον οὐκ ἔστι μὴ γενέσθαι. ἦν οὖν ἡ ἁμαρτία, ἀλλ’ οὐχ οὕτω πᾶσιν ἐλογίζετο, οὐδ’ εἰς ὅσον χωρεῖ τιμωρίας τῶν ἁμαρτανομένων ἕκαστον ἐγνωρίζετο. τοῦ δὲ νόμου τάξαντος καὶ ὁρίσαντος τὰς τιμωρίας, καὶ διὰ τῆς ποινηλασίας ἐκδηλότερον αὐτὰς καταστήσαντος, καὶ τὰ μεγέθη τῶν | |
25 | ἁμαρτημάτων ἐμφανίσαντος, μᾶλλον καὶ πᾶσιν ἐγένοντο γνώριμοι, καὶ συνετῷ καὶ ἀσυνέτῳ, καὶ νέῳ καὶ πρεσβύτῃ, καὶ γυναικὶ καὶ ἀνδρί. διὰ τοῦτο οὖν πρὸ τοῦ νόμου οὐχ ὁμοίως ἐλογίζετο ἡ ἁμαρτία, ὅτι τε οὐχ ὥριστο ἡ τιμωρία, καὶ ὅτι οὐδὲ τὸ μέγεθος αὐτῶν ἀκριβῶς ἐγινώσκετο, καὶ ὅτι οὐδὲ κατὰ πόδας ἠκολούθει τοῖς πλημμελοῦσιν ἡ τιμωρία. ἐπεὶ | |
30 | ὅτι ἦν ἡ ἁμαρτία, καὶ ὅτι εἰ καὶ μετὰ πολλῆς ἀνοχῆς καὶ μακροθυμίας ὅμως ἐπιμενόντων αὐτῶν καὶ ἀνιάτως ἐχόντων, αἱ τῶν δικῶν εἰσπράξεις ἐγένοντο, μαρτυρεῖ σαφῶς τά τε Σοδομιτῶν πάθη, καὶ πρό γε τούτου τὸ κοινὸν ναυάγιον ὁ κατακλυσμός, καὶ τοιαῦτα ἕτερα. ἦν οὖν ἁμαρτία πρὸ τοῦ νόμου καὶ ἐλογίζετο, ἀλλ’ οὐχ οὕτως ὡς μετὰ τὸν νόμον· ὥστε | |
35 | ἄμφω καλῶς ἔχει, καὶ τὸ διῆλθεν εἰς πάντας ἀνθρώπους ὁ | 496 |
497 | θάνατος, ἐφ’ ᾧ πάντες ἥμαρτον, καὶ τὸ οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· λέλυται γὰρ τὸ δοκοῦν ἀντιπίπτειν διὰ τοῦ εἰπεῖν τὸν θεσπέσιον Παῦλον· ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ καὶ ἑξῆς. | |
5 | Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος, τοῦτ’ ἔστιν εἰς ἔννομον ἐξουσίαν ἐλογίσθη αὐτῷ ἡ τυραννὶς τῷ τε χρόνῳ σεμνυνομένη καὶ τοῖς ἡμῶν ἁμαρτήμασι κρατυνομένη. ἀπὸ Ἀδάμ, φησί, τοῦ κατὰ παρά‐ βασιν ἐντολῆς νενομοθετημένης ἁμαρτήσαντος· ἀπὸ Ἀδὰμ οὖν ὁ θάνατος ἐβασίλευσεν, τοῦτ’ ἔστι κατ’ ἐξουσίαν πολλὴν ἐκρά‐ | |
10 | τησεν, καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τοῦ Ἀδὰμ ἁμαρ‐ τήσαντας. μέχρι τίνος; μέχρι Μωϋσέως· οἱ γὰρ μεταξὺ Ἀδὰμ καὶ Μωϋσέως ἥμαρτον μέν, ἀλλ’ οὐχὶ ἐπὶ ὁμοιώματι τῆς τοῦ Ἀδὰμ παραβάσεως· ὁ μὲν γὰρ ὡρισμένην καὶ νομοθετηθεῖσαν ἐν‐ τολὴν θεοῦ παρέβη καὶ ἥμαρτεν, οἱ δὲ ἡμάρτανον τὸν αὐτοδίδακτον τῆς | |
15 | φύσεως λόγον ἐνυβρίζοντες, οὐ μήν γε νόμον εἰσαχθέντα ῥητῶς παρα‐ βαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ’ ὁμοιότητα τῆς τοῦ Ἀδὰμ παραβάσεως ἡμάρτανον, νόμους ῥητοὺς καὶ νόμους ἐκ θεοῦ διὰ Μωϋσέως δοθέντας παραβαίνοντες ἡμάρτανον. ἐβασίλευσε δὲ ὁ | |
20 | θάνατος, εἰπών, ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ ἁμαρτή‐ σαντας, οὐκ ἐξάγει τοὺς ἐξ ἐκείνου μέχρι Χριστοῦ ἡμαρτηκότας· πῶς γὰρ ἂν ἐξῆγε τοὺς μᾶλλον ἐοικότας ταῖς παραβάσεσι τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ; οὐκ ἐξάγει τοίνυν τούτους τῆς τοῦ θανάτου βασιλείας καὶ | |
25 | ἐπικρατείας, ἀλλὰ διὰ τοῦ εἰπεῖν καὶ ἐπὶ τοὺς μὴ καθ’ ὁμοιό‐ τητα τοῦ Ἀδὰμ ἁμαρτήσαντας τῇ προσρήσει τοῦ καὶ ἐκείνους μάλιστα παρεδήλωσεν, οἷον· οὐ μόνον ἐπὶ τῶν καθ’ ὁμοιότητα τοῦ Ἀδὰμ ἁμαρτησάντων ἐβασίλευσεν ὁ θάνατος, ἀλλὰ καὶ ἐπὶ τῶν μὴ ἐπὶ τῷ ὁμοιώματι αὐτοῦ ἁμαρτησάντων. ἢ οὖν οὕτω ῥητέον, ἢ ἐν ὑπερβατῷ | |
30 | νοήσαντας τὸ ἐπὶ τῷ ὁμοιώματι καὶ συμφράσαντας τὸ ῥητὸν τὸν τρόπον τοῦτον· ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. οὕτω οὖν συντάξαντας δεῖ τὸν νοῦν ἀναπτύξαι. | |
35 | Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως. τρία ἐστὶν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρα‐ τεθεῖσιν· ὁμοιότης τις, ἐναντιότης, ὑπερβολὴ κατὰ τὴν ὁμοιότητα. | |
ἐναντιότης μέν· ἁμαρτία, ἀναμάρτητον· ἔχθρα πρὸς θεόν, καταλλαγὴ | 497 | |
498 | πρὸς θεόν· κατάκριμα, δικαίωμα· ἀπώλεια καὶ πτῶμα καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. ἡ μὲν οὖν ἐναντιότης ἐν τούτοις. ἡ δὲ ὁμοιότης· ὥσπερ δι’ ἑνὸς τοῖς πᾶσι τὰ χείρω συνέπεσεν, οὕτω δι’ ἑνὸς τὰ ἀμείνω τοῖς πᾶσιν ἐπιγέγονεν. ἡ δὲ ὑπερβολή· ὅτι ἐπὶ μὲν τῶν χειρόνων | |
5 | συνέπραξαν τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν ἀμεινόνων οὐδεὶς συνέπραξεν, ἀλλὰ μόνου τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν, ὥστε οὐχ ὁμοίως καὶ ἐπ’ ἴσης, ἀλλὰ καθ’ ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης. πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων, οὐκ ἀνῃρέθη μόνον ταῦτα—ὅπερ ἐν ἐναντίοις ὅμοιον καὶ | |
10 | ἀνάλογον—, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χριστοῦ τὰ ἀμείνω, ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν. | |
loc | Röm 5,14b—19 | |
12 | Εἰπὼν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ, τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου—ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις θανάτου, οὕτως ὁ Χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως—· εἰπὼν οὖν, ὡς ἔφημεν, ὅτι | |
15 | τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ, ἐπειδὴ μέλλων αὐτὸ κατασκευάζειν, οὐ μόνον τὴν ὁμοιότητα κατασκευάζει καὶ τὸν τύπον, ἀλλὰ καὶ τὴν ἐν τῷ τύπῳ καὶ ὁμοιότητι ὑπεροχὴν καὶ περισσείαν· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν· ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, καὶ πάλιν· καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος. ἐπεὶ οὖν σύνθετον αὐτῷ πως | |
20 | γέγονε τὸ ἐπιχείρημα, ἀνομοιότητά πως ἐν ὁμοιότητι διαπλέκοντι, νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτό, καθαρῶς δὲ τὴν ὁμοιότητα δείκνυσι, καὶ οὐκ ἐπιπλέκων ὅσον ἀπὸ τῆς λέξεώς τινα ἀνομοιότητος μάχην. εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος, ὅτι ὥσπερ δι’ ἑνὸς ἐβασίλευσεν ὁ θάνατος, πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσουσι δι’ ἑνὸς Χριστοῦ, ἐπάγει | |
25 | ὥσπερ συμπεραινόμενος καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον, καί φησιν· ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώ‐ ματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα καὶ τὰ ἑξῆς. εἶτα ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι, καὶ ἐν τῷ δευτέρῳ καὶ διακεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ, καὶ ἐν τῷ ὥσπερ | |
30 | συμπεράσματι ἐπενεχθέντι, παραπτώματος μὲν καὶ χαρίσματος, καὶ κατακρίματος καὶ δωρήματος καὶ δικαιώματος, καὶ τοιούτων μνημονεύει, ὅθεν δὲ τὴν ἀρχὴν εἴληφεν ἑκάτερα τῶν ἐναντίων, ἡ συστοιχία αὕτη οὐδέπω ἐπεσημήνατο, νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύπτει, καί φησιν ὅτι τὰ μὲν ἐκ παρακοῆς ἐρρύη, τὰ δὲ ἐξ ὑπακοῆς ἤνθησεν, | |
35 | ὥστε κατασκευαστικὸν ἂν εἴη τοῦτο τοῦ ἐπιχειρήματος τοῦ κατασκευ‐ άζοντος τὸν τύπον καὶ τὴν ὁμοιότητα, οἷον· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος καὶ ἑξῆς. οὐ ταυτολογεῖ τοίνυν, ὡς ἄν τις οἰηθείη, ὁ θεῖος ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκρι‐ | |
βωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν | 498 | |
499 | οὖν τὸ μὲν ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα καὶ ἑξῆς ἕως τοῦ ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα ἐπιχείρημα μέν, ὡς ἔφημεν, δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιότητος, ἀλλὰ διαπεπλεγμένον πως καὶ συντεθειμένον δι’ ἀνομοιότητος. ἐδεῖτο οὖν σαφηνείας καὶ | |
5 | διακαθάρσεως· τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα ἐπαναλαμβάνον τὸ προειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἐπαγγέλλον. ἀλλ’ ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον. οὐδὲ τοῦτο παρορᾷ, ἀλλ’ ὥσπερ συμπεραινόμενος καὶ τῇ τοῦ λόγου θαρρῶν ἀληθείᾳ, μετὰ βεβαιώσεως ἀποφαίνεται· ἄρα οὖν ὡς δι’ ἑνὸς | |
10 | παραπτώματος καὶ ἑξῆς. εἶτα ἐπεὶ οὐκ ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ, πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατά‐ κριμα, οὐδὲ τοῦτο παρορᾷ, ἀλλὰ τίθησι λέγων· ὥσπερ γὰρ διὰ τῆς παρακοῆς καὶ ἑξῆς. | |
loc | Röm 5,20 | |
14 | Τὸ γεγονὸς λέγει, οὐκ αἰτίαν φησὶ τὸν νόμον τῆς ἁμαρτίας, οἷον· | |
15 | νόμος δὲ παρεισῆλθε καὶ ἐπλεόνασε τὸ παράπτωμα· τοῦτο γὰρ ἐπ’ αὐτῶν ὤφθη τῶν ἔργων καὶ πράξεων. ἅμα δὲ καὶ ἐπιπληκτικῶς πρὸς τοὺς Ἰουδαίους εἴρηται· πρὸς γὰρ ἐκείνους ἀποτείνεται, καὶ ἐκεῖνοι ἦσαν οἱ ὑπέρογκα τῷ νόμῳ φρονοῦντες. ἐπιπλήττων οὖν ὑπαινίττεται, ὅτι μάτην τῷ νόμῳ μέγα φρονεῖτε· ὅσῳ γὰρ ἐπὶ ταῖς ἡμετέραις ἐργασίαις | |
20 | ὁ νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. τοῦτο δὲ νῦν ἔφη, ἐπειδὴ τῶν ἐκ τοῦ Ἀδὰμ χαλεπῶν ἐπεμνήσθη, καὶ τούτων ἀπαλλαγὴν μόνον ἔφη γενέσθαι τὸν σωτῆρα, ἵνα μὴ λέγωσιν· τί οὖν; ὁ νόμος οὐδὲν συνεβάλλετο εἰς τὴν ἐκείνων ἀπαλλαγήν; τίθησι τοῦτο, ὅτι οὐ μόνον οὐδὲν συνεισήνεγκεν, ἀλλ’ ὅσον ἐφ’ ἡμῖν καὶ | |
25 | ἐπλεόνασε τὴν ἁμαρτίαν ἐκείνην. | |
loc | Röm 5,21 | |
26 | Οὕτω καὶ ἡ χάρις, φησί, βασιλεύσει διὰ δικαιοσύνης. ἡ σύνταξις· διὰ δικαιοσύνης τῆς διὰ Ἰησοῦ Χριστοῦ ἐπιτελεσθείσης καὶ καταπαραχθείσης. | |
loc | Röm 6,3—4 | |
29 | Εἰς τὸ παραπλήσιον αὐτοῦ θάνατον ἀποθανεῖν, ἢ εἰς τὸ τέλειον | |
30 | αὐτὸν καὶ λυσιτελέστατον ὀφθῆναι. γίνεται δὲ ταῦτα διὰ τοῦ βαπτίσ‐ | |
ματος· βαπτιζόμενοι γὰρ ἀποτιθέμεθα τὰς ἁμαρτίας, ὅπερ ἤρξατο | 499 | |
500 | κατεργάζεσθαι ὁ θάνατος τοῦ Χριστοῦ· καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων ἀπέθανεν ἁμαρτιῶν, ἐλευθερῶσαι τούτων ἡμᾶς βουλόμενος. ἐνήργησεν οὖν ὁ θάνατος τοῦ Χριστοῦ τὴν ἀπόθεσιν καὶ νέκρωσιν τῶν ἁμαρτιῶν, καὶ ὅσον ἐφ’ ἑαυτῷ, τὸ ὅλον ἀπήρτισεν. λείπει δὲ μόνη ἡ ἡμῶν πίστις | |
5 | καὶ γνώμη καὶ προαίρεσις· ταῦτα δὲ διὰ τοῦ βαπτίσματος ἐπιδείκνυται, οὗπερ ἐπιτελουμένου, ὁ θάνατος μᾶλλον τοῦ Χριστοῦ εἰς ὅσον ὤνησε σωτηρίας ἐμφανίζεται. καλῶς οὖν φησιν· εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν, οἷον· εἰς τὸ ἀποθανεῖν ἡμᾶς τὸν παραπλήσιον αὐτῷ θάνατον, τὰς ἁμαρτίας τῷ βαπτίσματι ἐνθάπτοντας, καὶ εἰς τὸ | |
10 | ἐμφανέστερον τοῦ σωτηρίου θανάτου αὐτοῦ τὸ κέρδος διὰ πάντων ἐπι‐ δειχθῆναι, καὶ ἡμῶν πρὸς τὴν ὁλοκληρίαν τῆς σωτηρίας τὴν γνώμην καὶ τὴν προαίρεσιν καὶ τὴν πίστιν συνεισαγόντων διὰ τοῦ βαπτίσματος. Οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατή‐ σωμεν. νέαν δεῖ εἶναι τὴν τῶν πιστῶν ζωήν, μηδὲν τῆς παλαιᾶς | |
15 | ἁμαρτίας ἐπισυρομένην ἐφόδιον. | |
loc | Röm 6,5 | |
16 | Εἰ γὰρ σύμφυτοι. κατὰ μεταφορὰν ἡ λέξις ἀπὸ τῶν κατὰ συγγένειαν δένδρων ἅμα φυτευομένων καὶ σὺν ἀλλήλοις. σύμφυτοι οὖν, φησί, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, τοῦτ’ ἔστι συναπεθάνομεν αὐτῷ. οἰκείως δὲ ἐχρήσατο τῇ τροπῇ· ὥσπερ | |
20 | γὰρ τὸ φυτὸν ἐν τῇ γῇ κατατεθὲν χρόνον τινὰ οἷον νέκρωσίν τινα καὶ ἀκινησίαν ὑπομένει, ἔπειτα δὲ ἀθρόον ἀναζῇ καὶ ἀναθάλλει, οὕτως καὶ τὸ κυριακὸν σῶμα ἐπὶ χρόνον βραχὺν τεθὲν ἐν τῷ τάφῳ, ἀθρόον ἤνθησεν ἐκεῖθεν καὶ ἐβλάστησε τῇ οἰκουμένῃ τὴν σωτηρίαν. καὶ ἡμεῖς δὲ βαπτιζόμενοι καὶ ἐνθαπτόμενοι, καὶ τρόπον τινὰ ὥσπερ τὰ φυτὰ τῇ γῇ, | |
25 | οὕτως καὶ ἡμεῖς ἐννεκρούμενοι τῷ ὕδατι, ἀθρόον θάλλοντες καὶ ἀκμά‐ ζοντες τὴν σφῶν σωτηρίαν ἀνερχόμεθα. καλῶς δὲ οὐκ εἶπεν· ‹σύμφυτοι τῷ θανάτῳ›, ἀλλὰ τῷ ὁμοιώματι τοῦ θανάτου· ἀλλὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν διευκρίνηται. | |
loc | Röm 6,6 | |
29 | Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, τοῦτ’ | |
30 | ἔστιν ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσ‐ ματος καινοὶ καὶ πρόσφατοι, πάντα τὸν παλαιωθέντα ἄνθρωπον ἀπο‐ | |
θέμενοι, καὶ καταργεῖται καὶ τὸ σῶμα τῆς ἁμαρτίας ἐν ᾗ | 500 | |
501 | ἐστηρίζετο καὶ ὑφ’ ἧς ἐμορφοποιεῖτο ὁ παλαιὸς ἡμῶν ἄνθρωπος, τοῦτ’ ἔστιν ὁ καταγηράσας βίος ἡμῶν τοῖς παραπτώμασιν. ἄνθρωπον δὲ καλεῖ τὸν τοιοῦτον, τὴν τῶν ἀνθρώπων πρὸς αὐτὸν δηλῶν δυσα‐ πόσπαστον καὶ πολυχρόνιον σχέσιν· οὕτω γὰρ ἐντετήκεσαν αὐτῷ πρὸ | |
5 | τῆς δεσποτικῆς ἐπιδημίας καὶ οἰκονομίας οἱ ἄνθρωποι, ὡς μηδ’ ἂν ἄνθρωποι αἱρεῖσθαι εἶναι, καὶ μηδ’ ὅλως εἶναι χωρὶς φιληδόνου πολιτείας καὶ ἀκολάστων πράξεων. τῷ οὖν συμπεπλέχθαι αὐτῷ τοὺς ἀνθρώπους καὶ συνανακεκρᾶσθαι καὶ δυσαποσπάστως ἔχειν, ἄνθρωπον ἐπιπληκτι‐ κῶς τὸν τοιοῦτον βίον ἐκάλεσεν, τοῦτ’ ἔστιν ὃν ὡς αὐτοὺς ἡμᾶς, μᾶλλον | |
10 | δὲ καὶ ἡμῶν πλέον καὶ ἐστέργομεν καὶ περιειχόμεθα. Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας. τὸ σῶμα τῆς ἁμαρτίας περιφραστικῶς αὐτὴ ἡ ἁμαρτία, τοῦτ’ ἔστιν ὅλη δι’ ὅλου ἀργὴ καὶ ἄχρηστος τὸ λοιπὸν χρηματίζουσα. πῶς δὲ καταργεῖται; ἡμῶν μὴ χρωμένων αὐτῇ. εἶτα καὶ τὸν τρόπον τῆς χρήσεως δριμέως | |
15 | καὶ ὀνειδιστικῶς· τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ἡ γὰρ χρῆσις τῆς ἁμαρτίας δούλους ἡμᾶς ποιεῖ τῆς ἁμαρτίας. | |
loc | Röm 6,8—9 | |
17 | Εἰ δὲ ἀπεθάνομεν. ὀφείλομεν, φησί, πιστεύειν ὅτι καὶ συζήσομεν αὐτῷ· παρακελεύσεως οὖν τὸ πιστεύομεν καὶ συμβουλῆς. | |
20 | Εἰ δὲ περιπατήσομεν ἐν καινότητι ζωῆς, δηλονότι καὶ ἀναστησόμεθα—ὥσπερ γὰρ ὁ Χριστὸς ἠγέρθη ἐκ νεκρῶν· τοῦτο γὰρ ἀκόλουθον τοῦ εἰρημένου—, αὐτὸς δὲ τὴν προηγουμένην τῆς ἀναστάσεως πολιτείαν ἐπαγαγὼν τοῖς εἰρημένοις, τὸ ἐξ ἀνάγκης ἑπόμενον κατέλιπεν ἐννοεῖν. | |
loc | Röm 6,12—14 | |
25 | Ἐπεὶ γάρ, φησίν, ἀπεθάνομεν καὶ νεκρὸν ἡμῶν γέγονε τὸ σῶμα τῇ ἁμαρτίᾳ, μὴ ποιήσωμεν πάλιν αὐτὸ ἀναζῆσαι τὴν ἐν τῇ ἁμαρτίᾳ ζωήν, μηδὲ παρασκευασώμεθα οὕτως ὥστε πάλιν ἐν αὐτῷ θνητῷ γενομένῳ διὰ τοῦ βαπτίσματος βασιλεύειν τὴν ἁμαρτίαν. τί δέ ἐστιν βασιλεύειν ἐν ἡμῖν τὴν ἁμαρτίαν; τὸ ἐπιτελεῖν τὰς ἐπιθυμίας | |
30 | τοῦ σώματος. Ὡς ἐκ νεκρῶν ζῶντας. ὡς ἔστιν ἄξιον τοὺς τηλικαύτης εὐεργεσίας ἀξιωθέντας καὶ ἐκ τῶν νεκρῶν καὶ φθοροποιῶν παθῶν | |
ἐλευθερωθέντας καὶ ζῶντας ἐπιδειχθέντας. | 501 | |
502 | Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει. μὴ γὰρ ἔστω ὑμῖν ὁ τῆς ἁμαρτίας πόλεμος πρόφασις· ἀσθενής ἐστι νῦν ἡ ἁμαρτία, οὐ δύναται κυριεύειν, ἐὰν μὴ ἡμεῖς ἑκόντες ὑποκατακλιθῶμεν αὐτῇ· ἀλλὰ προσβάλλει μέν, οὐ κυριεύει δέ. πῶς οὖν ἐκυρίευεν ἕως τοῦ νῦν; ὅτι | |
5 | ὑπὸ νόμον ἦσαν οἱ ὑπ’ αὐτῆς κυριευόμενοι, ὑπὸ νόμον ὃς ἀπεθέσπιζε μὲν τὴν τῆς ἁμαρτίας πρᾶξιν, οὐκ ἐνίσχυε δὲ εἰς τὸ κρατεῖν αὐτῆς καὶ περιγίνεσθαι. ἡμεῖς δὲ ὑπὸ χάριν ἐσμὲν ἥτις μετὰ τοῦ συμβουλεύειν καὶ διατάττεσθαι ἃ χρή, καὶ ἐνισχύει καὶ συνεργεῖ εἰς τὴν πρᾶξιν αὐτῶν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς προγεγενημένας ἡμῖν ἁμαρτίας | |
10 | ἐξαλείφει. | |
loc | Röm 6,16 | |
11 | Ὧι πράγματι διὰ τῆς ὑπακοῆς δούλους ἑαυτοὺς παρ‐ ιστάνετε, τούτῳ καὶ εἰς τὸ ἑξῆς δοῦλοι χρηματίσετε τῆς ἑκου‐ σίου ὑμῶν ὑπακοῆς τὴν δουλείαν παρασχομένης, ἤτοι τῆς ἐπὶ θάνατον ἀγούσης ἁμαρτίας, ἢ τῆς ὡς ἀληθῶς ὑπακοῆς τῆς εἰς δικαιοσύνην | |
15 | χειραγωγούσης. ἢ τὸ ᾧ ὑπακούετε μᾶλλον ἀντὶ τοῦ ἐν ᾧ καὶ καθ’ ὃν τρόπον, οἷον· ὅτι ἐν τούτῳ καὶ κατὰ τοῦτον τὸν τρόπον δοῦλοί ἐστε, ἢ τῆς ἁμαρτίας ἢ τῆς δικαιοσύνης, καθὸ καὶ ἐν ᾧ θατέρᾳ αὐτῶν ὑπακούετε. ἵνα γὰρ μή τις εἴπῃ· πῶς ἐστι δοῦλον τούτων γενέσθαι; τὸν τρόπον τίθησιν. | |
loc | Röm 6,18—22 | |
20 | Ἀνθρώπινον λέγω, φησί, τὸ ἐδουλώθητε· οὐ γάρ ἐστι τοῦτο κατ’ ἀλήθειαν δουλεία τὸ κατὰ τὴν δικαιοσύνην πολιτεύεσθαι, ἀλλὰ τοῦτο ἡ ἀληθὴς ἐλευθερία καὶ εὐδαιμονία. τί οὖν καλεῖς αὐτὴν δουλείαν, εἰ μή ἐστι δουλεία; διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν, φησί, τοῦτ’ ἔστιν ἐπειδὴ ἀντιπίπτειν δοκεῖ τὸ φρόνημα | |
25 | τῆς σαρκὸς καὶ τραχύνεσθαι καὶ ἀλγύνεσθαι κατ’ ἀρχὰς πρὸς τὰ ἐπιτάγματα τῆς δικαιοσύνης. διὰ τοῦτο τὸ ἀπὸ τῆς ὑμετέρας σαρκὸς ἀσθενὲς καὶ ἀλγυνόμενον λογιζόμενος, κατὰ τὴν ἀνθρωπίνην συνήθειαν δουλείαν αὐτὸ ἐκάλεσα· καὶ γὰρ εἰώθαμεν ἐφ’ ὧν ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. | |
30 | οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ’ ἄνθρωπον λέγω τὸ ἐδουλώθητε τῇ δικαιοσύνῃ· εἶτα κατασκευάζει αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου· ὥσπερ γάρ, φησί, τὰ τῆς ἀκαθαρσίας πράττοντες δοῦλοι | |
ἦτε τῆς ἀκαθαρσίας, οὕτω τὰ τῆς δικαιοσύνης ἐπιτελοῦντες δοῦλοι οὐκ | 502 | |
503 | ἀπεικότως ἂν καλεῖσθε τῆς δικαιοσύνης. τοῦτο δὲ καὶ ἐντρέπων ἅμα ἐπήγαγεν· εἰ γὰρ δοῦλοι εἶναι οὐκ ᾐσχύνεσθε τῆς ἀκαθαρσίας, πῶς οὐκ ἂν καὶ μέγα φρονήσητε, δοῦλοι καταξιωθέντες γενέσθαι τῆς δικαιοσύνης; εἶτα κατασκευάζει τοῦτο καὶ ἑτέρως, καὶ προϊὼν δείκνυσι | |
5 | τῆς τοιαύτης δουλείας τὸ ἀξίωμα, συμπερανάμενος ὅτι αὕτη ἡ δουλεία δούλους ποιεῖ τοῦ θεοῦ, οὗ τί ἂν εἴη ἐλευθερώτερον ἢ εὐδαιμονέστερον; καὶ γάρ φησι· νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ καὶ ἑξῆς. Ἢ τὸ ἀνθρώπινον λέγω, εἰ νοηθείη καθ’ ὑπερβατόν, ὡς ἐφεξῆς ὀφεῖλον τάττεσθαι τὸ | |
10 | οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιο‐ σύνῃ εἰς ἁγιασμόν. εἰ οὖν οὕτως ἐκληφθείη, σημαίνοι ἂν ὅτι μέτριόν τι εἶπον καὶ ταπεινὸν ταῦτα εἰπών· ὁ γὰρ τὸ τέλειον λέγων εἴποι ἂν ὅτι παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιο‐ σύνῃ, μὴ ὡς τῇ ἁμαρτίᾳ ἀλλὰ πολὺ μᾶλλον σπουδαιότερον καὶ προθυ‐ | |
15 | μότερον. νῦν δὲ διὰ τὸ ἀσθενὲς ὑμῶν, φησίν, οὕτως εἶπον ταπεινῶς καὶ μετρίως. | |
loc | Röm 6,23 | |
17 | Τὰ γὰρ ὀψώνια· ἃ διὰ τῆς ἁμαρτίας ὠνούμεθα, ἃ ἡμῖν ἐκείνη πραττομένη ἀντιδίδωσι καὶ προξενεῖ. | |
loc | Röm 7,1—2 | |
19 | Ἐφ’ ὅσον χρόνον ζῇ. τίς; ἢ δηλονότι ὁ ἀνήρ. ἐλλειπτικῶς | |
20 | εἴρηται, σαφὲς δὲ αὐτὸ ποιεῖ τὸ ἐπαγόμενον. Κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός, ἀπὸ τοῦ νόμου τοῦ νομοθετοῦντος περὶ τοῦ ἀνδρὸς καὶ δεσμοῦντος τὴν γυναῖκα πρὸς αὐτόν. κατήργηται, ἀντὶ τοῦ ἀπολέλυται, ἠλευθέρωται. | |
loc | Röm 7,7 | |
24 | Οὐκ εἶπεν· τί οὖν; ὁ νόμος ἀπέθανεν ἢ κατήργηται; —τοῦτο γὰρ | |
25 | ἐβούλετο—ἀλλ’ ὅπερ μηδὲ αὐτῷ ἐδόκει· τί οὖν; φησίν, ὁ νόμος ἁμαρτία; διὸ ἐπάγει· μὴ γένοιτο, ἅμα κἀκείνους λεαίνων καὶ τὸ αὐτοῦ οὐκ ἀναιρῶν· οὐ γάρ, εἰ μή ἐστιν ἁμαρτία, ἤδη καὶ οὐκ | |
ἀπέθανεν ἢ οὐ κατήργηται, ὅπερ ἐκεῖνος καὶ ἐδείκνυ καὶ ἐβούλετο. | 503 | |
504(loc) | Röm 7,8—11 | |
1 | Ἡ μὲν ἁμαρτία νεκρά, ἐγὼ δὲ ἐν ζωῇ, ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος μηδὲ νεκρούμενος ὑπ’ αὐτῆς. πῶς οὖν ἀνέζησεν ἐκείνη; διὰ τοῦ νόμου. τίνα τρόπον; ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸς ἐπίθεσιν παρωξύνθη καὶ οἷον ἐπηρεάσαι | |
5 | ὥρμησεν, ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξοντα τὴν ἐντολὴν ὑπολογιζομένη, καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα. καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν, ὡς ἐν γνώσει πράττων ἃ φεύγειν ἔδει, μᾶλλον κατὰ τοῦτο ἡμάρτανον, καὶ μᾶλλον αὐτὴν κατ’ ἐμαυτοῦ ἐπερρώννυον, ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτόπου πράξεως ἐπι‐ | |
10 | χορηγῶν, καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν. ἡ δὲ ζήσασα ἐμὲ ἐνέκρωσεν. πρὸ δὲ τοῦ ἀναζῆσαι ἐκείνην ἐγὼ ἔζων μᾶλλον· τοῦτο δὲ ἦν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς, ὥστε, εἰ καὶ μὴ ὁ νόμος ἁμαρτία, ἀλλ’ οὖν ἐκείνου δοθέντος κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν· αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν | |
15 | ἀνακινηθείσης καὶ διεγερθείσης, καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτόπῳ πράξει ἐνισχυσάντων αὐτὴν καὶ τὴν καθ’ ἡμῶν ἐπιβουλὴν σὺν παρρησίᾳ παρασχομένων. ἀλλ’ ἐκείνη μὲν ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα. ἀνωτέρω εἰπὼν ὅτι ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ | |
20 | πᾶσαν ἐπιθυμίαν, ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο, ἀλλὰ καὶ ἐθανάτωσέ με αὕτη μοι γενομένη εἰς θάνατον. εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν καὶ τὴν ἀκο‐ λουθίαν ἐνδεικνύναι καὶ τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καί φησιν ὅτι ἀφορμὴν | |
25 | λαβοῦσα ἐξηπάτησέ με. εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα, ὅτι ἐκ τούτου εἰργάσατο τὴν ἐπιθυμίαν, καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει τὸ τέλος· καὶ ἀπέκτεινεν, ἵνα ᾖ κατὰ συνέχειαν, εἴ τις ἀναλάβοι, οὕτως αὐτῷ εἰρήμενον· ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατ‐ ειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, τὴν δὲ ἐπιθυμίαν | |
30 | κατειργάσατο ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία, ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς, διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης. | |
loc | Röm 7,12 | |
35 | Ἅγιος ὁ νόμος, ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιος, ὅτι τοῖς μὲν κατορθοῦσιν ἠμείβετο δωρεαῖς, τοῖς δὲ | |
παραβαίνουσιν ἐπετίθει τὰς τιμωρίας· ἀγαθός, ὅτι οὐχ ἡδόμενος ταῖς | 504 | |
505 | τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν, ἀλλὰ τῆς αὐτῶν ἕνεκα σωτηρίας καὶ ὠφελείας καὶ βελτιώσεως, καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μεγάλα ἐχαρίζετο, καὶ ἁμαρτάνοντας περιεῖπε, καὶ οὐ κατ’ ἀξίαν τῶν πλημμελη‐ μάτων ἐκόλαζεν. αὐτὸς δὲ τέως ταῦτα παραδραμὼν ἐκ τούτων συμ‐ | |
5 | περαίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἤτοι τὴν ἐντολήν· ἐξ ἑνὸς μὲν ὅτι ἐδίδαξέ με γνωρίσαι τὴν ἁμαρτίαν καὶ ἐπέταξε φυγεῖν αὐτήν, ἐξ ἑτέρου δὲ ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν—εἰς γὰρ ζωὴν ἐμοὶ καὶ σωτηρίαν ταῦτα ἐποίησεν—. ἅγιος οὖν, ὅτι ἐδίδαξε καὶ φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας αὐτῆς ἐπέταξεν· | |
10 | δίκαιος, ὅτι διδάξας οὕτω τὴν τιμωρίαν τοὺς μὴ φυλάξαντας ἀπαιτεῖ· ἀγαθὸς δὲ πάλιν, ὅτι ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει. | |
loc | Röm 7,13 | |
12 | Ἐπειδὴ τῆς ἁμαρτίας ἠθέλησε τὸ μέγεθος δεῖξαι, μεῖζον δὲ ταύτης εἰς κακίαν οὐκ ἦν εὑρεῖν, δι’ αὐτῆς ταύτης τὸ μέγεθος αὐτῆς ἐνδεικνύ‐ μενός φησιν· ἀλλ’ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, τοῦτ’ ἔστιν | |
15 | ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ, ἵνα ὅπερ ἐστὶν ὅλη ὡς ὅλη γένηται ἐκφανής. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι, δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρομένῳ ὑφ’ ἡμῶν, οἷον· μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν, ὅτι καὶ ἀδελφοκτόνος ἐγένετο, ὅτι καὶ θεὸν πρῶτος ἐψεύσατο, καὶ τὰ ὅμοια. | |
20 | καὶ πάλιν· οὐδὲ μετὰ τὴν τῶν τεραστείων ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας, ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν καὶ ἀτίθασον τῆς γνώμης καὶ θεομισές. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων οὗ καὶ μετασχόντες οἱ πονηρευόμενοι, τὰς κατ’ ἐκεῖνο προσηγορίας ἐπιδέχονται. ἐπὶ δὲ τῆς ἁμαρτίας, ἐπεὶ ταύτης, ὡς | |
25 | ἔφημεν, οὐκ ἔστι χεῖρον εὑρεῖν, αὐτὴν ἐφ’ ἑαυτῆς κατηγόρησε, πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς καὶ τὸ τυραννικὸν καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος. ἐπειδὴ δὲ ἀσαφέστερόν πως ἔδοξεν εἰρῆσθαι τῇ ταυτο‐ λογίᾳ τοῦ ὀνόματος, πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνόματος ἡ τῆς ὑπερβολῆς καὶ δριμύτητος ἔνδειξις ἐξελύετο, παρονομάζει μέν, καὶ οὐ | |
30 | τελείως ἀφίσταται τοῦ ὀνόματος· ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδόκει, τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ καθ’ ὑπερβολήν, καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ὁμοίως ἔντονον καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησίν· ἵνα γένηται καθ’ ὑπερβολὴν | |
ἁμαρτωλὸς ἡ ἁμαρτία. | 505 | |
506(loc) | Röm 7,14 | |
1 | Πνευματικός ἐστιν, ὅτι τὰ τοῦ πνεύματος βούλεται, τὰ συμφέροντα ζητεῖ τῆς ψυχῆς· ἐγὼ δὲ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων σαρκικός εἰμι. οὐκ εἶπεν δὲ ὅτι ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες, ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ τὸν λόγον ποιήσῃ· ἀλλ’ | |
5 | ἐγώ, φησί, τὰ ἐκείνων ἐφ’ ἑαυτοῦ σχηματίζων, καὶ ἐφεξῆς δὲ οὕτω ποιεῖ, τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων καὶ λεαίνων τῇ περὶ αὐτὸν σχηματολογίᾳ. | |
loc | Röm 7,15—20 | |
8 | Μετὰ γὰρ τὸ πραθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον ὑπὸ τὴν ἁμαρτίαν, οὐ γινώσκει ὃ κατεργάζεται, τῆς συνηθείας τῆς αἰσχρᾶς | |
10 | παντελῶς αὐτοῦ κυριευσάσης, καὶ μηδὲ συγχωρούσης εἰδέναι ὅτι ὃ πράττει κακόν ἐστιν. διὸ καὶ ὃ ἐμίσει ἄν, εἰ ἄπρατος καὶ ἐλεύθερος ἦν, καὶ ὃ οὐκ ἂν εἵλετο, τοῦτο καὶ αἱρεῖται πεπραμένος ἤδη ὢν καὶ πράττει. εἰ δὲ νῦν ἐλεύθερος ὢν καὶ ἄπρατος, καὶ κατὰ φύσιν οὐκ ἂν εἱλόμην ἃ νῦν ποιῶ, συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλός· ἐκεῖνα γάρ μοι ψηφίζεται | |
15 | φεύγειν, ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων ἔκρινα φευκτέα εἶναι καὶ μισητά. νῦν δὲ πραθείς, φησί, καὶ ὑπὸ τὴν ἁμαρτίαν πεσών, ὡς ὑπ’ ἐκείνης δεσποζόμενος καὶ κυριευόμενος καὶ ἐκείνῃ ὑπηρετῶν, οὕτως ἐργάζομαι τὸ κακὸν ὅπερ οὐκ ἂν ἔπραξα ἐγὼ ἐν ἐλευθερίᾳ ὤν· διὸ τρόπον τινὰ οὐκ ἐργάζομαι αὐτὸ ἐγώ, ἀλλ’ ὁ | |
20 | κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνος πάντα τὰ κατὰ τὴν οἰκίαν πράττει κἂν κέχρηται ἔν τισι τῇ οἰκίᾳ συνεργῷ, οὕτω, φησί, καὶ ἡ ἁμαρτία λαβοῦσά με ἔκδοτον καὶ πραθέντα αὐτῇ ἐνῴκησε, καὶ ἑαυτῆς ὅλον ἐποιήσατο, πᾶν ἀγαθὸν | |
25 | ἀπελάσασα τῆς ἐμῆς σαρκός, οἷον ἐπίγνωσιν ὧν πράττω, μετάνοιαν ἐφ’ οἷς ἁμαρτάνω, καὶ εἴ τι τοιοῦτον. εἶτα· τὸ γὰρ θέλειν παράκει‐ ταί μοι. οὐ παντάπασι δέ, φησίν, ἐξέστην ἐμαυτοῦ ὥστε μηδ’ εἰδέναι τὸ ἀγαθὸν ὅλως μηδ’ ἔχειν ἐπιθυμίαν αὐτοῦ, ἀλλ’ ἔσθ’ ὅτε διανίσταμαι πρὸς αὐτό· διὰ τοῦτο γὰρ ἔφη· παράκειταί μοι, οἷον· κεῖται παρ’ | |
30 | ἐμοὶ ὅμοια νεκρῷ· ὅμως διανίσταμαι κειμένου αὐτοῦ παρ’ ἐμοί, ἀλλὰ κυριευόμενος ὑπὸ τῆς ἁμαρτίας τὴν προαίρεσιν εἰς τέλος οὐκ ἄγω. Ἢ οὖν ὡς εἴρηται, ἢ καὶ οὕτως ἐκληπτέον τὰ εἰρημένα· οὐ γινώσκω, πραθεὶς δηλονότι· οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὤν, τοῦτο πράσσω νῦν πεπραμένος ὤν, ἀλλ’ ὃ μισῶ ἐλεύθερος ὤν, τοῦτο ποιῶ πεπραμένος | |
35 | ὤν. εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὤν, τοῦτο πράσσω πεπραμένος ὤν, | 506 |
507 | συμμαρτυρῶ ἐλεύθερος ὢν ὅτι καλὸς ὁ νόμος· τὰ γὰρ αὐτὰ ἐκείνῳ βούλομαι τότε καὶ οὐχὶ ἃ νῦν ποιῶ. —Ἢ οὕτως· οὐ γὰρ ὅπερ ἤθελον, φησί, καὶ ἔστεργον τυχὸν πρὸ βραχέως τοῦτο νῦν πράσσω, ἀλλ’ ὃ ἐμίσουν· ὥστε ἐξ ὧν ὃ ἐμίσουν ποιῶ. κἂν ποιῶ, ὅμως διὰ τοῦ μισεῖν | |
5 | καλῶς τὸν νόμον λέγειν μαρτυρῶ καὶ καλὸν εἶναι. πόθεν δῆλον ὅτι πεπραμένος εἰμὶ ὑπὸ τὴν ἁμαρτίαν; ἐκ τοῦ μὴ εἰδέναι με ἃ ποιῶ· ἐλεύθερος γὰρ καὶ ἀκυρίευτος ὢν ὑπ’ αὐτῆς, ἐγίνωσκον ὅ με δεῖ κατεργάζεσθαι, καὶ ὑπὸ τοῦ φυσικοῦ καὶ ὑπὸ τοῦ γραπτοῦ διδασκό‐ μενος νόμου· ἀλλ’ ἑκὼν αὐτῇ ὑποκατακλιθεὶς ἐκυριεύθην καὶ ἐπράθην | |
10 | καὶ διὰ τοῦτο οὐδ’ οἶδα τί κατεργάζομαι. | |
loc | Röm 7,21 | |
11 | Ἐξ ὧν εἶπον, φησί, καὶ ἐξ ὧν ἐσκόπησα, τοῦτό μοι συμπεραίνεται καὶ τοῦτο εὑρίσκω. ποῖον; τὸ εἶναι τὸν νόμον νόμον μὲν εἰς καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν καὶ τοῦτο μόνον χαριζό‐ μενον· τὸ γὰρ κακὸν εὑρίσκω, ὅτι ὁμοίως ἐμοὶ παράκειται, καὶ | |
15 | οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου, εἰ μὴ καὶ βλάβην μᾶλλον ἐδεξάμην, ὅτι παρακεῖσθαί μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχεν ἀφορμήν. ὁ νόμος οὖν μόνον νόμος, φησίν, ἐγένετό μοι εἰς τὸ καλόν, ἄλλο δὲ οὐδέν· πόθεν δῆλον ὅτι τὸ κακόν μοι ὡσαύτως παράκειται. Ἢ καὶ οὕτως· εὑρίσκω τὸν νόμον καλόν, ἵνα ᾖ τὸ | |
20 | καλὸν καὶ ἐν ὑπερβατῷ καὶ ἀπὸ κοινοῦ κείμενον. εὑρίσκω, φησί, τὸν νόμον καλὸν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν. τί οὖν οὐ πράτ‐ τεις αὐτό; ὅτι κακόν μοι παράκειται. ὥστε τὸ καλὸν τοῦ νόμου ἐν τῷ μόνον νομοθετεῖν, ἀλλ’ οὐχὶ καὶ ῥύεσθαι τοῦ κακοῦ καὶ σώζειν ἰσχύει. διὸ φευκτέον αὐτοῦ καὶ προσιτέον Χριστῷ. —Ἢ μᾶλλον | |
25 | οὕτως· εὑρίσκω ἄρα τὸν νόμον, τοῦτ’ ἔστι κατενόησα καὶ κατελαβόμην τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου. ἐξεῦρον αὐτὸν ἀκριβῶς, ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσεν· πόθεν δῆλον; ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν οὐδὲν ἐπικουρεῖ, ἀλλ’ ὁμοίως τὸ κακὸν παρά‐ κειται, ἄπρακτόν μοι τὸ θέλειν ποιοῦν. ἐν τούτῳ οὖν εὗρον ἀκριβῶς | |
30 | τὸν νόμον ὅσον ἰσχύει, καὶ τίς ἐστιν ἡ φύσις αὐτοῦ, ἐν τῷ ἐν ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν εὑρίσκειν ὅτι τὸ κακὸν παράκειται, καὶ οὐκ ἀπελήλαται ὑπ’ αὐτοῦ ἐξ ἐμοῦ. καὶ εἴη ἂν καὶ τὰ ἐφεξῆς ῥηθησόμενα Παύλῳ τῶν προειρημένων δύο διαλήψεων κατασκευαστικά, ἑκατέρας ἐγχωρούσης διανοίας καὶ τὴν ἀκολουθίαν ἀπαραπόδιστον διασωζούσης. | |
35 | —Δυνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν· εὑρίσκω | 507 |
508 | ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· καὶ γὰρ οἱ κατὰ τὸ Εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν οὐχ εὑρίσκουσιν, ὅτι παράκειται αὐτοῖς τὸ κακόν. διὰ γὰρ τοῦ βαπτίσματος ἐξώσθη καὶ ἀπελήλαται, ὥστε δεῖ | |
5 | Χριστῷ διὰ τοῦ βαπτίσματος προσελθεῖν καταλιπόντας τὸν νόμον. — Ἐκλάβοις δ’ ἂν καὶ οὕτως οὐκ ἀπεικότως· εὑρίσκω τὸν νόμον οἷον σύμμαχον, μᾶλλον δὲ συμφωνοῦντα τῷ θέλοντι ἐμοὶ τὸ καλόν. καὶ τίς χρεία συμφωνίας ἢ συμμαχίας; πολλῆς, φησί, διότι ἐμοὶ τὸ κακὸν παράκειται καὶ ἀντιστρατεύεται καὶ πολεμεῖ. καὶ ἑξῆς | |
10 | αὐτὸ τοῦτο πλατύνει καὶ διασαφεῖ, πῶς συμφωνεῖ ὁ νόμος, πῶς ἐπι‐ τίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευομένου γὰρ τοῦ ἑτέρου νόμου ἤτοι τοῦ τῆς ἁμαρτίας, οὐχ ὑφίσταται καὶ ἐπικουρεῖ καίτοι θέλοντι αὐτὸν καὶ | |
15 | ἡδομένῳ αὐτῷ, ἀλλ’ ἀφίσταται καταλιμπάνων, καὶ μὴ δυνάμενος ἑαυτῷ ἀρκέσαι αἰχμάλωτος γίνομαι. εἴη δ’ ἄν, εἰ συνταχθείη οὕτω, τῶν εἰρημένων σαφέστερον· εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ἤτοι τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. | |
loc | Röm 7,22—23 | |
19 | Τρεῖς εἰσι νόμοι· ὁ γραπτός, ὃν λέγει νόμον θεοῦ· ὁ ἔμφυτος, | |
20 | ὃν λέγει νόμον νοός· ὁ διὰ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας, ὃν καὶ ἀντιστρατευόμενον λέγει καὶ ἐν τοῖς μέλεσιν ἔχειν τὴν ἰσχὺν τοῦ ἀντιστρατεύεσθαι. νόμον δὲ τοῦτον, ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ φησιν. εἶτα οὗτος ὁ νόμος, φησίν, ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθών, ὁ ἀντιστρατευόμενος, | |
25 | αἰχμαλωτίζει με. ἀλλὰ πῶς; ἐπειδὴ γὰρ ἀντιστρατείαν εἶπεν, ἵνα μὴ νομίσῃς ὅτι δικαίως αἰχμαλωτίζει καὶ νόμῳ πολέμου, ἐπάγει καί φησιν· νόμῳ ἁμαρτίας. οὐ ‹δικαίωσ› φησίν—μὴ γίνοιτο—ποῖον γὰρ δίκαιον, τὸν ἀλλότριον δοῦλον καὶ ποίημα ὑφ’ ἑαυτῇ ποιεῖν; ἀλλὰ πῶς; νόμῳ ἁμαρτίας, τοῦτ’ ἔστι κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με | |
30 | αἰχμαλωτίζει, κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς, ἐξ ἀναισχυντίας, ἐκ πολλῆς ἰταμότητος, ἐξ ἐπιβουλῆς, ἐξ ἐνέδρας, οὐκ ἐκ τοῦ φανεροῦ ἀλλ’ ἀπατῶσα, συναρπάζουσα. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ | |
αἰχμαλωτισθῆναί με, εἴπερ καὶ αἰχμαλωτίζει με, καὶ τῷ οἰκείῳ ἔθει με | 508 | |
509 | αἰχμαλωτίζει, ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτεθειμένη, προστίθησιν· ἐν τοῖς μέλεσίν μου, οἷον· ὅτι τὸ ἐγκαθιδρύσθαι αὐτὴν ἐν τούτοις ἐμόν ἐστι καὶ ἑξῆς. | |
loc | Röm 8,2 | |
4 | Ὁ γὰρ νόμος τοῦ πνεύματος· ὁ εὐαγγελικός· οὗτος γὰρ | |
5 | κυρίως νόμος τοῦ πνεύματος. | |
loc | Röm 8,3 | |
6 | Καὶ περὶ ἁμαρτίας διχῶς ἐστιν ἐκλαβεῖν· ἢ στίζοντας ἐνταῦθα, ἵνα ᾖ· ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν ἐν ὁμοιώματι τῆς ἁμαρ‐ τησάσης σαρκός, καὶ περὶ ἁμαρτίας δέ, τοῦτ’ ἔστι ἕνεκεν τῆς ἁμαρτίας τοῦ ἐξᾶραι αὐτὴν καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς | |
10 | οὖν ἐξῆρεν; κατακρίνας αὐτήν· οὐ γὰρ ἁπλῶς ὡς ἐξουσιαστικῶς ἀλλ’ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται; ἐν τῇ σαρκὶ αὐτοῦ· προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα ἑάλω καὶ ἥττηται. ἢ οὖν οὕτως ἐκληπτέον ἐνταῦθα στίζοντας, ἢ συνάπτοντας αὐτὸ τοῖς ἐφεξῆς, ἵνα ᾖ· καὶ περὶ ἁμαρτίας | |
15 | κατέκρινε τὴν ἁμαρτίαν, τοῦτ’ ἔστιν ὡς ὑπερβαλλόντως ἁμαρ‐ τήσασαν, οἷον ὡς διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐπιτελέσασαν, ὅπερ ἀνωτέρω ἔλεγεν· καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. πῶς δὲ τοῦτο γέγονεν; καὶ πῶς κατεκρίθη; διὰ τῆς σαρκὸς αὐτοῦ, φησίν. | |
loc | Röm 8,7 | |
19 | Καλῶς φησιν ὅτι τὸ φρόνημα τὸ σαρκικὸν τῷ νόμῳ τοῦ | |
20 | θεοῦ οὐχ ὑποτάσσεται· ἐν ὅσῳ μὲν γὰρ ἔστι, δηλονότι οὐχ ὑποτάσσεται, ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου, οὐδ’ ὅλος ἔστιν, ὥστε οὐδ’ οὕτως ὑποτάσσεται· πῶς γὰρ ἂν τὸ μὴ ὂν ἢ ἀντισταίη ἢ ὑποταγείη τινί; οὐδ’ ὅλως ἄρα δύναται ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ. τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα. | |
25 | ἀλλ’ ἔτι μὲν τοῦ σαρκικοῦ παρόντος φρονήματος οὐδ’ ἐκεῖνος, κατα‐ βληθέντος δὲ διὰ μετανοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ καὶ ὑποτάσσεται τῷ νόμῳ τοῦ θεοῦ. | |
loc | Röm 8,9—10 | |
28 | Ὅρα πῶς φησιν· εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν, καὶ | |
πάλιν· εἰ δὲ Χριστὸς ἐν ὑμῖν· ἔνθα γὰρ ἓν τῶν τῆς ἁγίας τριάδος | 509 | |
510 | οἰκήσει, ἐκεῖ πάρεστιν ἡ τριάς. εἶτά φησιν· ἐπειδὴ Χριστὸς ἐν ὑμῖν, δηλονότι τὸ μὲν σῶμα νεκρὸν κατὰ τὴν ἁμαρτίαν· τοῦτο γὰρ δηλοῖ τὸ δι’ ἁμαρτίαν· οὐ γὰρ ἂν ἐνῴκει Χριστός, εἰ μὴ κατὰ τὴν ἁμαρτίαν τὸ σῶμα νενέκρωτο. νεκρὸν οὖν τὸ σῶμα κατὰ τὴν ἁμαρτίαν. | |
loc | Röm 8,15—17 | |
5 | Ἐλάβετε, φησί, πνεῦμα υἱοθεσίας. πόθεν δῆλον; πατέρα καλοῦμεν τὸν θεόν, φησίν, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ πατήρ· ἐν αὐτῷ γὰρ τῷ τῆς υἱοθεσίας πνεύματι τὴν φωνὴν ταύτην ἠξιώμεθα προσάπτειν τῷ θεῷ καὶ πατέρα καλεῖν αὐτόν. καὶ πόθεν δῆλον ὅτι καλῶς καὶ ἀρεσκόντως τῷ θεῷ ταύτην αὐτῷ ἀναφέρομεν τὴν φωνήν; | |
10 | ὁ υἱὸς ἡμᾶς ἐδίδαξεν οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖν· Χριστοῦ γὰρ παραδεδωκότος ταύτην τὴν εὐχὴν καὶ τὸ πνεῦμα παρα‐ δίδωσι καὶ συμμαρτυρεῖ τῷ ἐν ἡμῖν δοθέντι χαρίσματι δι’ αὐτοῦ. τί | |
15 | δὲ συμμαρτυρεῖ; ὅτι καλῶς καὶ ἀρεσκόντως θεῷ λέγομεν αὐτὸν πατέρα ἡμῶν, ὅτι τέκνα αὐτοῦ ἐσμεν υἱοθετηθέντες αὐτῷ τῷ βαπτίσματι. εἰ δὲ τέκνα, φησί, καὶ κληρονόμοι. οἱ δέ γε Ἰουδαῖοι, εἰ καὶ ἐκαλοῦντο τέκνα θεοῦ, ἀλλὰ παμπόλλη κλήσεως ἑκατέρας καὶ υἱοθεσίας ἡ διαφορά· οἱ μὲν γὰρ τυπικῶς ὠνομάζοντο, | |
20 | ὥσπερ καὶ τὰ ἄλλα αὐτοῖς εἰς τύπον ἐτελεῖτο τῆς χάριτος, ἡμεῖς δὲ οὐ τυπικῶς ἀλλ’ αὐτοτελῶς· καὶ οἱ μὲν εἰ καὶ ἐκαλοῦντο υἱοί, ἀλλ’ οὐκ ἦν αὐτοῖς δεδομένον τὸ καὶ αὐτοὺς τὸν θεὸν καλεῖν πατέρα, ἡμῖν δὲ καὶ τοῦτο κεχάρισται. καὶ πολλὴ ἡ ἄλλη διαφορά. | |
loc | Röm 8,23—27 | |
24 | Υἱοθεσίαν ἀπεκδεχόμενοι. ποίαν; τί γὰρ οὐκ ἐλάβομεν | |
25 | ταύτην διὰ τοῦ βαπτίσματος; οὐχὶ δὲ καὶ αὐτὸς πρὸ μικροῦ ἔφης ὅτι πνεῦμα υἱοθεσίας ἐλάβετε; ναί, φησίν. ποίαν οὖν ἐκδεχόμεθα; τὴν φανερουμένην, φησί, κατὰ τὴν ἀπολύτρωσιν τοῦ σώμα‐ τος. ἄλλην παρὰ τὴν εἰρημένην; μὴ γένοιτο· ἀλλ’ αὐτὴν ἐκείνην, τελειότερον φανερουμένην καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ | |
30 | γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις, τότε αὐτοῦ τοῦ σώματος ἡ ἀνάστασις καὶ ἀφθαρσία, τότε ἡ τῆς τῶν οὐρανῶν βασιλείας κληρονομία, τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα· καὶ νῦν γὰρ ἐπ’ ἐλπίδι τούτων ἐλάβομεν τὴν | |
υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον εἶπεν· ἐσώθημεν, δηλῶν ὡς | 510 | |
511 | ἀπὸ κλύδωνος καὶ ταραχῆς μεγάλης τῆς κατὰ τὴν ἁμαρτίαν υἱοθετηθέν‐ τες ἐσώθημεν. πῶς οὖν ἠλπίσαμεν ταῦτα μὴ τούτων παραγεγονότων ἤδη, μηδ’ ὑπ’ ὄψιν ἡμῶν πεσόντων, μηδ’ ὑπὸ πεῖραν; καλῶς φησι καὶ εὐλόγως· εἰ γὰρ ὑπ’ ὄψιν ἡμῶν καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα | |
5 | ἐγεγόνει, οὐκ ἂν ἦν ἐλπιζόμενα· ὃ γάρ τις κατέχει, πῶς οἷόν τέ ἐστιν ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν τῆς ἐλπίδος ἴδιον τοῦτο, τὸ περὶ τῶν μελλόντων αὐτὴν καὶ μήπω παρόντων εἶναι· ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δεῖ ἐλπίζειν. εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν χρὴ καὶ ἀποδέχεσθαι τὰ προσδοκηθέντα καὶ | |
10 | μὴ ἀθρόον ἐπιζητεῖν αὐτὰ παραγενέσθαι, μάλιστα τοῦ πνεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων καὶ εὐεργεσιῶν πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς, ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, ἐρευνῶν τὰς | |
15 | καρδίας καὶ πάντα εἰς ἀγαθὸν συνεργοῦν; Ἄλλως· υἱοθεσίαν ἀπεκδεχόμεθα. διὰ τί ἀπεκδέχῃ; ὅτι τῇ ἀπεκδοχῇ καὶ ἐλπίδι ἐσώθημεν. πῶς οὖν οὐ χρὴ ἀπεκδέχεσθαι καὶ ἐλπίζειν ἔτι; εἰ δὲ δεῖ ἐλπίζειν, δεῖ πάντως ὑπομένειν καὶ δι’ ὑπομονῆς τὰ ἐλπιζόμενα ἐκδέχεσθαι. ἔχομεν δὲ πρὸς τούτοις καὶ | |
20 | τὰ πνευματικὰ χαρίσματα συναντιλαμβάνοντα ταῖς ἀσθε‐ νείαις ἡμῶν καὶ μὴ ἐῶντα ἡμᾶς πρὸς τὰς ἐλπίδας ὀκλάσαι. ὅτι δὲ τὸ πνευματικὸν χάρισμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν, αὐτίκα δῆλον καὶ ἀπὸ τοῦ πνευματικοῦ χαρίσματος τοῦ περὶ τὰς εὐχὰς χορηγηθέντος ἡμῖν· τὸ πνεῦμα γὰρ ἐνταῦθα τρὶς ὀνομάσας, τὸ πνευ‐ | |
25 | ματικὸν ἐδήλωσε χάρισμα. ἐρευνῶν δὲ τὰς καρδίας αὐτὸ τὸ πανάγιον πνεῦμα τὸ ἐκ πατρὸς προερχόμενον. 〈Ὡσ〉αύτως δὲ καὶ τὸ πνεῦμα· πνεῦμα λέγει τὸ πνευ‐ ματικὸν χάρισμα. Οὐκ εἶπεν ‹ἐντυγχάνει›, ἀλλ’ ὑπερεντυγχάνει, τὴν σύντονον | |
30 | καὶ ἐσπουδασμένην δηλῶν ἔντευξιν, καὶ ὅτι καὶ ἀνύσει ὑπὲρ ὧν ἐντυγχάνει. Ὅτι κατὰ θεόν, φησίν, ἐντυγχάνει ὑπὲρ ἁγίων· τῶν διὰ τῆς εὐχῆς ἁγιαζομένων, ἢ ὅτι ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων | |
τὰς αἰτήσεις ποιεῖται, ἢ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων. | 511 | |
512(loc) | Röm 8,28 | |
1 | Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, τοῦτ’ ἔστι τοῖς κατὰ γνώμην ἤτοι προαίρεσιν ἀξιωθεῖσι τῆς κλήσεως. | |
loc | Röm 8,30—33 | |
3 | Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ποῖα; ὅτι προώρισεν, ὅτι ἐκάλεσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἐδόξασεν. πρὸς τοσαύτην | |
5 | ἀφθονίαν εὐεργεσιῶν τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησί, λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; οὐδείς· κἂν γάρ τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν ἀλλ’ ὠφελήσουσιν. πόθεν δῆλον | |
10 | ὅτι ὑπὲρ ἡμῶν ὁ θεός; ἔκ τε τῶν προειρημένων, καὶ τὸ μέγιστον καὶ πᾶσαν ἐκπλῆττον διάνοιαν· ὅτι ὑπὲρ ἡμῶν τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο. εἰ οὖν ὁ θεὸς ὑπὲρ ἡμῶν, δηλονότι πάντα εἰς συμφέρον μεταστήσει, καὶ τὰ δοκοῦντα λυπηρὰ χαρᾶς πρόξενα παρασκευάσει, ὥσπερ καὶ ἐπὶ τῶν ἀποστόλων αὐτῶν καὶ μαρτύρων τὰς θλίψεις καὶ | |
15 | τοὺς διωγμοὺς καὶ τοὺς θανάτους ὑπόθεσιν στεφάνων καὶ βραβείων ἐποιήσατο καὶ πρόξενα τῆς βασιλείας τῶν οὐρανῶν. οὕτως οὖν ἂν ἡμεῖς μόνον μὴ ἐκλυθῶμεν, οὐδεὶς ἰσχύσει καθ’ ἡμῶν. τέθεικε δὲ τὸ ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ἑξῆς, τήν τε κηδεμονίαν τὴν ἄφατον, ὡς ἔφημεν, τοῦ θεοῦ περὶ ἡμᾶς ἐνδεικνύμενος, καὶ ἅμα εἴ τι | |
20 | δυσχερὲς ὑπό τινων πάσχομεν, ὑπομένειν καὶ καρτερεῖν διὰ τοῦ παρα‐ δείγματος παραινῶν· οὐ μόνον δέ, ἀλλὰ καὶ ἀνακτώμενος καὶ παρηγο‐ ρῶν. εἰ γὰρ ὁ υἱὸς ὑπὲρ σοῦ τοσαῦτα ἔπαθεν, τί σε χρὴ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοσαῦτα παθὼν τῆς πατρικῆς δόξης καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο, μηδὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα· | |
25 | πάντων γὰρ τῶν ἐπηγγελμένων καὶ μετὰ τὰ πάθη καὶ μετὰ τὸν θάνατον ἀξιωθήσῃ. τὸ δὲ πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; τὸ ἀπροφάσιστον καὶ ἀπαραίτητον θέλων παραστῆσαι τῆς δωρεᾶς, σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται, φησίν. ἐρεῖς, φησίν, ὅτι μή ποτε ἡμῶν ἐπιλήσεται; οὐκοῦν καὶ τοῦ υἱοῦ· σὺν αὐτῷ γὰρ τὰ πάντα | |
30 | ἡμῖν χαρίζεται· ὥστε πάντως καὶ ἀπροφασίστως τευξόμεθα ὧν ἐπηγγέλμεθα. εἰπὼν δὲ τοὺς πειρασμοὺς τοὺς διὰ θλίψεων καὶ βασάνων | |
ἐν τῷ εἰπεῖν· τίς καθ’ ἡμῶν; νῦν ἕτερον εἶδος πειρασμῶν λέγει· | 512 | |
513 | τοὺς ὀνειδισμούς, τὰς μέμψεις, τὰς λοιδορίας, τὰς διαβολὰς ἃς κατέχεον οἱ ἄπιστοι τῶν πιστῶν. καὶ τοῦτο δηλοῖ διὰ τοῦ λέγειν· τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; καὶ ἀποδείκνυσι κἀνταῦθα ὥσπερ καὶ ἐπὶ τῶν προειρημένων, ὅτι θεοῦ δικαιοῦντος εἰς μάτην γλωσσαλγοῦσιν οἱ | |
5 | αἰτιώμενοι καὶ κατακρίνοντες. | |
loc | Röm 8,34 | |
6 | Τῆς κυριακῆς ἐκείνης φωνῆς ἐνταῦθα τὸν νοῦν δηλοῖ καὶ ὑπαινίττε‐ ται τῆς ἐν τύπῳ εὐχῆς τῷ πατρὶ προσαγομένης· πάτερ, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, καί· ἵνα φυλάξῃς αὐτοὺς ἀπὸ τοῦ πονηροῦ. εἰ οὖν οὕτως κήδεται ὁ υἱὸς ὥστε καὶ ἐντυγχάνειν | |
10 | —ἡ γὰρ τότε ῥηθεῖσα εὐχὴ τοσαύτην ἰσχὺν ἔχει ὥστε διαπαντὸς ἐν‐ εργὴς εἶναι καὶ τὰ τῆς ἐντυχίας ἀπαρτίζειν—, εἰ οὖν οὕτως κήδεται, τίς ὁ κατακρίνων τοὺς ἐν αὐτῷ πεπιστευκότας; ὁ πατὴρ ἐδι‐ καίωσε καὶ ἐδόξασε, τὸ πνεῦμα συναντιλαμβάνεται, ὁ Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη καὶ ἐντυγχάνει· τίς | |
15 | λοιπὸν ὁ κατακρίνων ἢ ἐγκαλῶν, οὕτως τῆς ἁγίας τριάδος ὑπερασπιζούσης καὶ δικαιούσης ἡμᾶς; | |
loc | Röm 8,35 | |
17 | Τὸ τίς ἡμᾶς χωρίσει; τοῦ τί οὖν ἐροῦμεν; ἐστὶν ἐπανα‐ ληπτικόν, ὥσπερ καὶ τὸ θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; τοῦ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; κέχρηται γὰρ τῷ | |
20 | τοιούτῳ σχήματι πολλαχῶς διὰ τὴν συνέχειαν τῆς περιβολῆς· οὐδεὶς γὰρ σχεδόν, ὅσα γε ἐμὲ εἰδέναι, οὔτε τῶν καθ’ ἡμᾶς οὔτε τῶν θύραθεν τῇ ἰδέᾳ ταύτῃ ὡς ὁ μέγας Παῦλος ἐχρήσατο. ἵνα οὖν μὴ εἰς τὸ ἀσαφὲς αὐτῷ ἐκπίπτοι λίαν ὁ λόγος, καὶ ταῖς ἐπαναλήψεσι προσεχρήσατο. δύναται δὲ καὶ ἀπ’ ἰδίας ἀρχῆς τὰ χωρία ταῦτα εἰλῆφθαι καὶ μὴ ὡς | |
25 | ἐπαναληπτικὰ τῶν εἰρημένων. | |
loc | Röm 9,1—5 | |
26 | Ὃν οὐδὲν δύναται χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ, οὐ θάνατος | |
ἀπειλούμενος, οὐ ζωὴ προτεινομένη, οὐ τὰ ἐκεῖθεν ἁπλῶς οὐδὲ τὰ ἐν‐ | 513 | |
514 | ταῦθα, οὐχ ὅπερ ἄν τις ἐπινοήσῃ—διὰ τοῦτο γὰρ καὶ ἀγγέλων ἐμνήσθη καὶ δυνάμεων καὶ βάθους καὶ ὕψους—, ὃν τοίνυν οὐδὲν χωρίσαι δύνα‐ ται, πῶς αὐτὸς ἑκουσίως ἀφίσταται, καὶ τό τε ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν; καὶ οὐ μόνον ἑκουσίως χωρίζεται, ἀλλὰ καὶ | |
5 | ἐπιθυμεῖ καὶ ἐπιζητεῖ καὶ εὔχεται χωρισθῆναι τῆς ἀγάπης τοῦ Χριστοῦ· ηὐχόμην γάρ, φησίν, αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. τί οὖν ἐστι τοῦτο; πῶς συμβήσεται τὰ ἀσύμβατα; πρῶτον μέν, φαμέν, ὅτι οὐκ ἔστι ταῦτα ἐναντία· οὐ γάρ ἐστιν ἐναντίον τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι’ ὑποσχέσεως | |
10 | πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτηρίαν αὐτῶν ἴσην καὶ μείζονα τῆς ἰδίας ἡγεῖσθαι σωτηρίας. οὔκουν ταῦτα ἐναντία, ἀλλὰ καὶ μᾶλλον συνᾴδοντα· ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἀγαπᾷ καὶ τὸν δεσπότην, καὶ ἔμπαλιν· καὶ ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε | |
15 | ἀλλήλους. καὶ αὐτὸς ὁ Παῦλός φησιν· πλήρωμα τοῦ νόμου ἡ ἀγάπη, καὶ ὁ κύριος πάλιν περὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τῆς εἰς τὸν πλησίον· ἐν ταύταις, φησί, ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, ὡς κεφάλαιον οὐσῶν τῶν ἄλλων πάντων, τῆς τε εἰς θεὸν καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης. | |
20 | ναί, φησίν· ἀλλ’ ἐνταῦθα προκρίνει τὴν τῶν πλησίον ἀγάπην τῆς πρὸς τὸν θεόν, καὶ εὔχεται ἐκεῖνον ἀπαρνήσασθαι καὶ ἐκείνους κερδῆσαι· ὁ δὲ Χριστός φησιν· ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος. ἀλλ’ οὐκ ἔστι τοῦτο φιλεῖν ὑπὲρ τὸν Χριστόν. τί γὰρ ἦν τὸ φιλεῖν ἐκείνους; τὸ οἰκειῶσαι αὐτοὺς τῷ Χριστῷ. πῶς οὖν | |
25 | ἐστι φιλεῖν ἐκείνους ὑπὲρ Χριστόν, ὅπου κἀκείνους εἰς τὴν φιλίαν καὶ ὑπακοὴν ἑλκύσαι ἔσπευδε τοῦ Χριστοῦ; μᾶλλον γὰρ ἐπιδεικνύντος τὴν ὑπερβάλλουσαν ἀγάπην ἣν εἶχεν εἰς Χριστόν, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. ναί, φησίν, εἰ μὴ ἐχώριζεν ἑαυτὸν τοῦ Χριστοῦ λέγων· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ καὶ ἑξῆς. τί οὖν φαμεν; ἢ ὅτι μὴ | |
30 | γένοιτο, οὐκ ἐχώριζεν· οὐ γὰρ εἶπεν ‹εὔχομαι τοῦτο γενέσθαι›, ἀλλὰ διὰ τὸ διάπυρον τοῦ πόθου ὅπερ πρὸς τὸν Χριστὸν εἶχεν, καὶ τὴν σπουδὴν ἣν κατεβάλλετο εἰς τὸ προσαγαγεῖν πάντας αὐτῷ, καὶ μάλιστα τοὺς Ἰουδαίους· οὗτοι γὰρ καὶ συγγενεῖς καὶ μάλιστα ἀντιπίπτοντες ἐτύγχανον. ταῦτα οὖν παραστῆσαι βουλόμενός φησιν, ὅτι εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς | |
35 | ἀπωλείας δοξασθῆναι τὸν Χριστὸν καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ | 514 |
515 | τοῦτο ἂν παρῃτησάμην. ηὐχόμην γάρ, φησίν, εἰ ἐνεχώρει, εἰ ἐνεδέχετο, εἴ τίς μοι ταύτην ἐδίδου τὴν αἵρεσιν· πότερον βούλει διαστῆναι Χριστοῦ ἵνα πᾶν τὸ Ἰουδαίων ἔθνος ἑνωθῇ καὶ δοξασθῇ ὁ Χριστὸς καὶ πληρωθῶσιν αἱ ἐπαγγελίαι τοῦ πατρός, ἢ ἐν τῇ σῇ ἑνώσει | |
5 | ἵνα τὸ Ἰουδαίων ἔθνος στασιάζῃ καὶ διΐσταται καὶ βλασφημεῖται ὁ Χριστός· εἰ οὖν ταῦτα προετίθει, προετίμησα ἄν, φησί, τὴν δόξαν Χριστοῦ καὶ τὴν τῶν πολλῶν σωτηρίαν τῆς ἰδίας. εἶδες ὑπερβολὴν ἀγαπήσεως Χριστοῦ; ἐπειδὴ ἐκ τῶν ὄντων πάντων τὴν ἀγάπην ἐπεδείξατο τοῦ Χριστοῦ, νῦν καὶ ἐκ τῶν μὴ ὄντων μέν, καθ’ ὑπόθεσιν | |
10 | δὲ λαμβανομένων, διὰ τοῦ νοήματος τούτου ταύτην παρίστησιν, ὅτι καὶ τὴν ἐμὴν σωτηρίαν ἐν ὑποθέσει ὑπὲρ τῆς δόξης αὐτοῦ καὶ τῆς εἰς αὐτὸν τῶν Ἰουδαίων ἐπιστροφῆς κατεβαλόμην ἄν. καὶ γὰρ διϊστάμενος Παῦλος ὑπὲρ τῆς δόξης Χριστοῦ καὶ τῆς ἐν αὐτῷ τῶν Ἰουδαίων ἑνώσεως, ῥᾷον πάλιν ἡνοῦτο καὶ συνήπτετο, ὥσπερ τις πῶλος μικρὸν τῆς μητρὸς | |
15 | ἀποσπασθείς· καὶ οὕτω πάλιν αὐτός τε ἐσώζετο, καὶ ὁ Χριστὸς ἐπὶ πλέον ἐδοξάζετο, καὶ τὸ Ἰουδαίων ἔθνος ἐσώζετο, καὶ αἱ διαθῆκαι καὶ αἱ ἐπαγγελίαι εἰς πέρας ἤρχοντο· μᾶλλον δέ· οὕτω καὶ ἐπὶ τούτοις διϊστάμενος οὐ διΐστατο, ἀλλὰ πλέον ἡνοῦτο. ἢ οὐ δοκεῖ σοι, ὅτε Τιμόθεον περιέτεμεν, ὅτε αὐτὸς ἡγνίσατο, ὅτε τὰ τοῦ νόμου ἐτέλει τὴν | |
20 | χάριν κηρύσσων, ὅτι τρόπον τινὰ πρὸς τὴν χάριν ἐδόκει διΐστασθαι καὶ ἑαυτῷ ἐναντιοῦσθαι; ἀλλ’ οὔτε διΐστατο, οὔτε ἑαυτῷ ἐναντιοῦτο· ὑπὲρ γὰρ τῆς χάριτος καὶ τοῦ προσαγαγεῖν πάντας τῷ Χριστῷ, καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα ἔπραττεν· τοῦτ’ ἔστιν ἀγάπης ἀξίας Χριστοῦ, τοῦτ’ ἔστι ψυχῆς ὅλης δι’ ὅλου εἰς τὸν πόθον ἀναφλεγομένης τοῦ Χριστοῦ. ἄλλως | |
25 | τε δέ· οὐδὲ λέγει ‹ἀνάθεμα γενέσθαι›, τοῦτ’ ἔστιν ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι—τοῦτο γὰρ ἀπευκτότατον—, ἀλλὰ ἀνάθεμα εἶναι, τοῦτ’ ἔστι κεχωρισμένος ἔτι εἶναι καὶ μήπω τῷ Χριστῷ προσελθεῖν. τοῦτο, φησίν, ηὐχόμην ἄν, τὸ ἐμὲ αὐτὸν μήπω προσελθεῖν τῷ Χριστῷ, ἀλλ’ ἔτι κεχωρισμένον αὐτοῦ εἶναι, εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ | |
30 | πίστιν τὴν εἰς αὐτὸν συνετέλει· μὴ γὰρ ὅτι προσῆλθον Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προσκαλεῖσθαι νομίσητε, φησίν· καὶ πρὸ ἐμοῦ ὑμᾶς ἐβουλόμην προσδραμεῖν αὐτῷ. εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ’ οὐδὲ ἐμὲ | |
35 | αὐτόν· εἱλόμην γὰρ ἂν μήπω προσελθεῖν αὐτῷ, ἂν διὰ τούτου ὑμεῖς προσήρχεσθε. Ὑπὲρ τῶν ἀδελφῶν μου. θέλων δεῖξαι τὴν ἄφατον αὐτοῦ | |
στοργὴν καὶ σπουδὴν τὴν πρὸς Ἰουδαίους, αὐτίκα μετὰ τὸ εἰπεῖν ὅτι | 515 | |
516 | οὐδέν με δύναται χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ, ἐπάγει· ἀλλ’ ὑπὲρ τῶν ἀδελφῶν μου, εἰ ἦν τοῦτο συντελοῦν εἰς ὄνησιν αὐτῶν, ηὐξάμην ἂν χωρισθῆναι· τοῦτο γὰρ τὸ ἀνάθεμα συσσημαίνει. Ὁ ὢν ἐπὶ πάντων θεός. ἐνταῦθα λαμπρότατα θεὸν τὸν | |
5 | Χριστὸν ὀνομάζει ὁ ἀπόστολος. | |
loc | Röm 9,6—7 | |
6 | Οὐ μόνον, φησίν, οὐκ ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ, ἀλλ’ οὐδὲ οἷον ἐκπέπτωκεν, οἷον· ἀλλ’ οὐδ’ ἐγγὺς γέγονε τοῦ ἐκπεσεῖν ἢ δοκεῖν ἐκπεπτωκέναι. Εἰ οὐχὶ πάντες, φησίν, οἱ ἐκ σπέρματος Ἀβραάμ, | |
10 | οὗτοι καὶ τέκνα τοῦ Ἀβραάμ, δηλονότι ἄλλος ἐστὶ τρόπος ὁ ποιῶν αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, καὶ οὐχὶ ἡ ἐξ αὐτοῦ γέννησις· τίς δὲ οὗτος; ὁ τῆς ἐπαγγελίας, τοῦτ’ ἔστιν ἐκεῖνοι τέκνα εἰσίν, οἱ καὶ τῆς ἐπαγγελίας ἀξιωθέντες καὶ πληθυνθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οἷοί εἰσιν οἱ πιστοί. | |
loc | Röm 9,11—15 | |
15 | Εἰπών· πρόθεσις τοῦ θεοῦ, τὴν βουλὴν αὐτοῦ ἐδήλωσεν. εἰπών· κατ’ ἐκλογήν, ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων· οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ’ ἑτέρου, εἰ μή τι αὐτοῦ διαλλάσσει. εἰπὼν δέ· οὐκ ἐξ ἔργων, παρέστησε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ, ὅτι καὶ μηδὲν πραξάντων ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ’ εἰ μηδὲν | |
20 | πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες τί διαφέρουσιν; καὶ πάνυ· ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς, ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲν διαφέρου‐ σιν, θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος πολλὰ διαφέρουσιν· καὶ γὰρ ὁ μὲν εὐηρέστησε τῷ θεῷ, ὁ δὲ οὐκέτι. ὥστε ἡ ἐκλογὴ καὶ οὐκ ἐξ ἔργων γέγονε, | |
25 | καὶ ἀπὸ τῆς κλήσεως καὶ τῆς χάριτος γέγονεν. καὶ δικαία γέγονεν, ἀλλὰ τὸ δίκαιον τοὺς ἀνθρώπους ἐλάνθανεν, ὥσπερ πλέον καὶ ἔτι νῦν λανθάνει τὸ δίκαιον ἐπὶ τῆς ἀναιρέσεως τῶν μοσχοποιησάντων· πάντων γὰρ μοσχοποιησάντων οὐ πάντες ἀνῃρέθησαν. ἀλλ’ εἰ καὶ τοὺς ἀνθρώ‐ πους τὸ ἐν τῇ τούτων ἀναιρέσει ἐκπέφευγε δίκαιον, τῷ κριτῇ τῶν ὅλων | |
30 | ἀκριβῶς καὶ ἀδιαπτώτως ἔγνωσται, καὶ ἐπὶ μυρίων δὲ ἄλλων ὡσαύτως καὶ ἐπὶ τῶν καθ’ ἑκάστην συμβαινόντων· πολλὰ γὰρ ἀγνώστους ἡμῖν ἔχοντα τοὺς λόγους καὶ τοῖς ἀσυνέτοις ἄλογα δοκοῦντα διὰ τοῦτο, τῷ παντεπόπτῃ καὶ παντεφόρῳ τῆς δίκης ὀφθαλμῷ δικαίως καὶ κρίνεται γεγενῆσθαι καὶ διαπράττεται. ὁ δὲ θεῖος Παῦλός φησιν, ὅτι εἰ καὶ μηδεὶς | |
35 | λόγος ἀπόρρητος ἐνῆν τοῖς πραττομένοις, οὐδ’ οὕτως ἐχρῆν τινας ἀδημο‐ | 516 |
517 | νεῖν καὶ ἐπικαλεῖν, διὰ τί ὁ μὲν οὕτως ὁ δὲ οὕτως τὸν βίον διαπορεύεται· ἐξουσίαν γὰρ ἔχει ὁ πλάστης δημιουργεῖν ὡς βούλεται. τοῦτο δὲ ἐκ περιουσίας φησίν, ἐπεὶ καὶ τὸν προειρημένον τρόπον τῆς ἀπολογίας φησὶν ἐν οἷς λέγει ὅτι ἡ γραφὴ λέγει τῷ Φαραὼ ὅτι εἰς αὐτὸ | |
5 | τοῦτο ἐξήγειρά σε καὶ ἑξῆς. ἐνταῦθα γὰρ οἱονεί φησιν ὅτι ἄλογον ἂν ἔδοξε τοῖς πολλοῖς τὸ ὑψωθῆναι τὸν Φαραὼ καὶ βασιλεῦσαι, μιαρὸν οὕτω καὶ ὠμὸν καὶ ἀπάνθρωπον ὄντα, ἀλλ’ ἡ γραφὴ διδάξασα τὴν αἰτίαν εἰς εὔλογον μετενήνοχε τὸ ἄλογον. καίτοι, φησί, καὶ αὐτὸ τὸ εὔλογον καὶ ἡ λύσις ἀπορίαν πάλιν τοῖς φιλονείκοις καὶ ἀγνώμοσι | |
10 | δύναται τεκεῖν· ἐροῦσι γὰρ ὅτι, εἰ διὰ τοῦτο ἐξήγειρε τὸν Φαραὼ εἰς βασιλέα, ἵνα τὸ ὄνομα αὐτοῦ τιμωρησαμένου αὐτὸν τιμωρίᾳ παραδόξῳ καὶ θαυμαστῇ ἐνδοξασθῇ, τί ὅτι μέμφεται αὐτόν; μᾶλλον δέ· τί ὅτι ἐτιμωρήσατο αὐτόν; ἃ γὰρ ἥμαρτεν, εἰς δόξαν αὐτοῦ ἥμαρτεν· εἰ μὴ γὰρ ἥμαρτεν, οὐκ ἂν ἐτιμωρήσατο· εἰ μὴ ἐτιμωρήσατο, οὐκ ἂν ἐδοξάσθη. | |
15 | ἀλλὰ τοῦτο ἐβούλετο· ὅπως γάρ, φησίν, ἐνδείξωμαι καὶ ἑξῆς. εἰ δὲ ἐβούλετο, τίς ἀντιστῆναι δύναται αὐτοῦ τῷ βουλήματι; ὁρᾷς πῶς ἡ τῆς ἀπορίας λύσις καὶ τῆς αἰτίας ἀπόδοσις οὐκ ἔλυσε τὸ ἀπορούμενον τοῖς ἀγνώμοσιν, ἀλλὰ καὶ ἑτέρας ἀπορίας ἀφορμὴ γέγονεν; δι’ ὃ ἄμεινον μὴ ζητεῖν τὰς τοιαύτας αἰτίας, ἢ ζητοῦντας μειζόνων ἀποριῶν αἰτίας | |
20 | τὰς λύσεις ποιεῖσθαι· τοῦτο γὰρ εὐγνωμόνων πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ’ ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους δι’ οὓς γίνεται. μᾶλλον δὲ ἐπὶ τῶν τοιούτων πλέον ὀφείλομεν εὐχαριστεῖν· δῆλον γὰρ πρὸς ὧν μὴ κατειλήφαμεν, ἐπὶ τούτων μείζους εἰσὶν οἱ λόγοι | |
25 | καὶ θαυμασιώτεροι καὶ τῆς ἡμῶν ὑπερκείμενοι καταλήψεως, ὥστε μείζους δεῖ καὶ τὰς εὐεργεσίας προσάγεσθαι. αὐτὸς δὲ προϊὼν καὶ τῆς δευτέρας ἀπορίας τίθησι τὴν λύσιν. | |
loc | Röm 9,16—21 | |
28 | Οὐ τοῦ θέλοντος μόνον οὐδὲ τοῦ τρέχοντος μόνον, ἀλλὰ δεῖ καὶ τοῦ θεόθεν ἐλέου καὶ τῆς ἐκεῖθεν συμμαχίας. ἢ καὶ οὕτως· | |
30 | τὸ ἄρα οὖν οὐ τοῦ θέλοντος καὶ ἑξῆς οὐκ ἔστιν ὡς Παύλῳ ὁμολογούμενον, ἀλλὰ μᾶλλον παρὰ τῶν ἀπορούντων προτεινόμενον. εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ἑξῆς, εἰ οὖν τοῦτο, φησί, μάτην θέλομεν καὶ μάτην τρέχομεν, καὶ ἡ ῥῆσις δὲ εἰς βεβαίωσιν τῆς ἀπορίας, ἀλλ’ οὐκ εἰς ἐπίλυσίν τινος ἑτέρας. εἶτα πάλιν ἐπανάληψις τῆς ἀπορίας· ἄρα οὖν | |
35 | ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει. εἶτα ὡς μὴ | |
ἐξαρκούσης τῆς ἀπορίας τοῦ ἀτόπου τὸ μέγεθος παραστῆσαι, μετάληψις | 517 | |
518 | αὐτῆς ἐπὶ τὸ ἐκ ταύτης ἀνακύπτον ἀτοπώτερον καὶ ἀπορώτερον· τί γὰρ ἔτι μέμφεται; φησίν. τί λοιπὸν κολάζει; τίς γὰρ ἀντιστῆναι δύναται τῇ βουλῇ αὐτοῦ; οὕτω τὴν ἀπορίαν αὐξήσας καὶ τραχύνας ἐπάγει δι’ ἐπιτιμήσεως τὴν λύσιν σφόδρα δριμέως καὶ προσφυῶς λέγων· σὺ τίς | |
5 | εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; οἷον· σὺ τί νῦν ποιεῖς ἀνταποκρινόμενος τῷ θεῷ; ἀνθίστασαι καὶ πολεμεῖς τῇ βουλῇ αὐτοῦ καὶ τῇ πράξει αὐτοῦ ἢ οὔ; εἰ μὲν γὰρ οὐχί, τί ἀντιλέγεις; τί ἀνταποκρίνῃ τῷ θεῷ; εἰ δὲ ἀνθίστασαι καὶ ἀντιλέγεις καὶ ἀνταποκρίνῃ, πῶς λέγεις ὅτι τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; | |
10 | ὥστε εἰ μὲν ἀνθίστασαι, μάτην καὶ κατὰ σεαυτοῦ ἐρεῖς· τί ὅτι μέμφε‐ ται; εἰ δὲ μὴ ἀνθίστασαι, οὐκέτι ἐρεῖς ὅλως τὸ τί ὅτι μέμφεται; οὐδὲ τὸ ἄρα ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, οὐδ’ εἰς λογισμοὺς ἄρα ὅλως ἐξαχθήσῃ τοιούτους λογοθετεῖν τὸν δημιουργὸν ἐφ’ οἷς πράττει καὶ διοικεῖ τὸν κόσμον, οὐδ’ ἀντιλέγειν αὐτῷ καὶ | |
15 | ἀνθίστασθαι. οὕτως οὖν σπερματικῶς εἰπὼν τὴν ἀνατροπὴν τῆς ἀπορίας, καὶ ἑτέραν λύσιν ἀπὸ τῆς τῶν παρ’ ἡμῖν δημιουργημάτων φύσεως καὶ ἰδιότητος ἐπάγει, τοῦτο μὲν παραινετικὴν περιέχουσαν συμβουλὴν καὶ διδασκαλίαν, τοῦτο δὲ καὶ ἀντιρρητικὸν ἔλεγχον. καὶ ἡ μὲν παραινετικὴ συμβουλὴ καὶ διδασκαλία τοιαύτη· τί ἀντιλέγεις; τί ἀνταποκρίνῃ τῷ | |
20 | πλάστῃ καὶ δημιουργῷ; μίμησαι τὰ ἄλλα πλάσματα, ὁ λογικὸς τὰ ἄλογα, ὁ ἔμψυχος τὰ ἄψυχα, ὁ πλέον χρεωστῶν ἐξυμνεῖν τὸν πλάστην ἢ ἐκεῖνα τοὺς πλαστουργοὺς τοὺς ἰδίους. ἐκεῖνα οὐκ ἀντιλέγει οὐδὲ ἀνθίσταται τῷ δημιουργοῦντι, καίτοι φύσει δουλεύοντα, ἀλλ’ ὅμως πρὸς τὸ ἐκείνου μετασχηματίζεται βούλημα, πάντα παραχωροῦντα τῷ | |
25 | τεχνίτῃ. καὶ σὺ μηδὲ φύσεως ἀνάγκῃ δουλεύων ἀλλὰ λόγῳ τιμηθεὶς καὶ αὐτεξουσιότητι, οὐχ ὑπείκεις τῷ τοῦ πλάσαντος βουλήματι καὶ στέργεις τὴν κυβέρνησιν, ἀλλὰ λογοθετεῖς καὶ ἀντιπίπτεις καὶ εὐθύνας ἀπαιτεῖς τῶν πραττομένων καὶ προνοουμένων. μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας; ἡ δέ γε κατ’ ἔλεγχον ἀντίρρησις | |
30 | τοιαύτη· ἀνταποκρίνῃ τῷ θεῷ, φησίν, ὡς ἄκων ἁμαρτάνεις, ἅτε νικῶντος αὐτοῦ τὴν σὴν γνώμην τοῦ βουλήματος, καὶ τὸ αὐτεξούσιον ταύτῃ περιῃρημένος. καὶ μὴν οὐχ ὁρῶμεν ἐπὶ τῶν μὴ αὐτεξουσίων πλασμάτων ἃ σὺ ποιεῖς. ἐκεῖνα οὐκ ἀντιλέγει τοῖς πλάττουσιν· τί με οὕτως ἀλλὰ μὴ οὕτως ἐποίησας; ἢ τόδε τί οὕτως ἀλλὰ μὴ οὕτως; ἢ | |
35 | ὅλως τί με ἐποίησας; σὺ δὲ καὶ ἀντιλέγεις καὶ εὐθύνας τὸν πλάστην ἀπαιτεῖς, οὐκ ἄρα τοῦ αὐτεξουσίου ἐστέρησαι, οὐκ ἄρα ἄκων ἁμαρτάνεις. δικαίως ἄρα καὶ κολάζῃ σὺ καὶ ὑπὸ μέμψιν πίπτεις, αὐτεξούσιος ὢν καὶ | |
μὴ πράττων τὰ δέοντα. καὶ ταῦτα μὲν περὶ τούτων. | 518 | |
519 | Τὸ δὲ ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς καὶ ἑξῆς, ἄλλο ἐστὶν ἐπιχείρημα κατ’ ἀντιπαράστασιν προαγόμενον. δεδόσθω, φησί, κατὰ τὸν σὸν λόγον καίτοι ἐλεγχθέντα, ὅτι οὐκ εἶ αὐτεξούσιος, ὅτι ὁ θεὸς οὕτως ἔπλασέν σε· οὐδ’ οὕτως ἐστὶ δίκαιον ἀντιλέγειν καὶ | |
5 | μέμφεσθαι τῷ θεῷ. εἰ καὶ μηδὲν γὰρ ἄλλο προνόμιον αὐτῷ ἀποδοῦναι βούλει τῷ ὑπὲρ πάντα ὄντι καὶ λόγον καὶ ἔννοιαν, ἀλλὰ τέως τὸ πᾶσι κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ’ αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργη‐ μάτων τὸν οἰκεῖον δημιουργὸν ἐπιμέμφεται καὶ εὐθύνει, ἀλλ’ ἐξουσίαν | |
10 | ἔχει ἕκαστος δημιουργὸς δημιουργεῖν ὡς βούλεται καὶ πλάττειν, καὶ ἀνεύθυνός ἐστι καὶ μάλιστα ὑπὸ τῶν πλασμάτων. ὥστε καὶ σὺ εἰκαίως λέγεις· οὕτως ἐπλάσθην. οὐκ ὀφείλεις μέμφεσθαι ἢ ἀντιλέγειν κατὰ τὸν κοινὸν τῶν πλασμάτων νόμον καὶ ὅρον. | |
loc | Röm 9,22—23 | |
14 | Τὸ εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι ἢ τοῦ πρὸ αὐτοῦ | |
15 | ἐπιχειρήματός ἐστιν ἐξαγγελτικὸν διὰ πλειόνων ἐκεῖνο πλατύνων καὶ ἀπαγγέλλων, ἢ ἰδίως πρὸς τοῖς εἰρημένοις ἕτερον εἰσάγει εἰς τὴν αὐτὴν ὑπόθεσιν συντελοῦν. ἔδει, φησί, γνωρισθῆναι τὴν τιμωρητικὴν δύναμιν τοῦ θεοῦ, ἔδει τὴν μακροθυμίαν, ἔδει τὴν φιλανθρωπίαν καὶ τὸ ἔλεος καὶ τὴν ἄφατον αὐτοῦ δόξαν καὶ πολλήν. ταῦτα δὲ πόθεν δείκνυται; ἐκ | |
20 | τῶν δοκούντων τοῖς πολλοῖς παραλόγων, ἐκ τοῦ Φαραώ, ἐκ τοῦ καλέσαι τὸν οὐ λαὸν λαόν, ἐκ τοῦ τὸ κατάλειμμα σωθῆ‐ ναι, καὶ ἐκ τῶν παραπλησίων· ὥστε ἐξ ὧν οἱ ἀγνώμονες ἀδικίαν καταψηφίζονται τοῦ θεοῦ, οἱ εὐγνώμονες μεγάλα κερδαίνουσιν. οὔκ‐ ουν ἡ τῶν πραγμάτων φύσις ἔχει τὸ ἄπορον, ἄλλ’ ἡ τῶν ἀγνωμονούντων | |
25 | τὸ βλάσφημον. ἢ μᾶλλον τῶν πρὸ αὐτοῦ ἤρτηται· εἰ θέλων, φησίν, ὁ θεὸς ἐνδείξασθαι, καὶ ἵνα γνωρίσῃ, καὶ ἐκεῖ κληθή‐ σονται υἱοὶ θεοῦ ζῶντος, καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ σωθῇ· εἰ ταῦτα ποιεῖ, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, τοῦτ’ ἔστι πάνυ ἐμακρο‐ | |
30 | θύμησεν εἰς μετάνοιαν ἄγων τὸν Φαραώ. ὡς δὲ οὐκ ἦλθεν πρὸς | |
σωφρονισμόν, ἐτιμωρήσατο αὐτόν. | 519 | |
520 | Κατηρτισμένα εἰς ἀπώλειαν. ἀπώλειαν νῦν τὴν διαφθοράν φησιν. ἤνεγκε δέ, φησίν, ὁ θεὸς εἰς ἀπώλειαν, οὐχ ὡς ἔτυχεν, ἀλλ’ ἐκείνους τοὺς καταρτίσαντας ἑαυτοὺς εἰς σκεύη ὀργῆς, ἀλλ’ ὅμως οὖν καὶ ἐπὶ τούτων καίτοι τοιούτων ἑαυτοὺς | |
5 | παρασκευασάντων πολλὰ πρότερον μακροθυμήσας. οὕτως ἐχρήσατο τῇ κατὰ τὸ δίκαιον τιμωρίᾳ. —Ἢ μᾶλλον οὕτω νοήσεις· ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· ὑπήνεγκε, φησίν, ὑπέμεινε καὶ ἐν πολλῇ μακροθυμίᾳ. πῶς δὲ ἐν πολλῇ μακροθυμίᾳ; ὅτι ἕτοιμα καὶ ἀπηρτισμένα | |
10 | ὄντα εἰς ἀπώλειαν καὶ μόνον οὐ διὰ τὴν ὑπερβολὴν τῆς κακίας πεπληρωμένα ὄντα δικαίας ὀργῆς, ὅμως ἔτι ἀνέχετο καὶ διεβάσταζεν ἐπιστροφὴν ἐκδεχόμενος. τί οὖν οὐκ ἀπόλλυται ταῦτα; παντί που δῆλον· κατήρτισε γὰρ ἑαυτὰ εἰς ἀπώλειαν, ἀπόλλυται δὲ μετὰ τὸ ἀπαρτίσαι ἑαυτά, μετὰ τὸ εἰς τέλος κακίας ἀναδραμεῖν, μετὰ τὸ μηδὲν ἀπὸ τῆς | |
15 | μακροθυμίας ἀπόνασθαι. καὶ δείκνυται διὰ τῆς εἰς αὐτοὺς δικαίας τιμωρίας τοῦ θεοῦ καὶ τὸ δυνατὸν αὐτοῦ, τοῦτ’ ἔστιν ἡ τιμωρητικὴ δύναμις καὶ ἡ ἔνδειξις τῆς ὀργῆς ἧς εἰσιν ἄξιοι τυγχάνειν οἱ τοιοῦτοι. τοῖς γὰρ καταφρονοῦσι καὶ ὑπερορῶσι τῆς δυνάμεως τοῦ θεοῦ ἀναγκαῖον καὶ συμφέρον ἦν γνωρίσαι αὐτοῖς διὰ τιμωρίας τὸ δυνατὸν καὶ πανσθε‐ | |
20 | νὲς καὶ πανεπίσκοπον αὐτοῦ. Καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ. δυσὶ τρόποις σχηματίζεται τόδε τὸ ῥητόν, ἀπὸ κοινοῦ καὶ ἐλλειπτικῶς· ἀπὸ κοινοῦ μὲν γὰρ δεῖ λαβεῖν τὸ ἤνεγκεν—ἤνεγκε σκεύη ὀργῆς καὶ ἤνεγκε σκεύη ἐλέους—· ἐλλειπτικῶς δέ, ὅτι οὐκ εἶπεν εἰς τί ἤνεγκεν | |
25 | τὰ σκεύη τοῦ ἐλέους, ὥσπερ ἐκεῖ εἶπεν ὅτι τὰ σκεύη τῆς ὀργῆς εἰς ἀπώλειαν. ἐξακουστέον οὖν ἐνταῦθα τὸ εἰς σωτηρίαν. Ἃ προητοίμασεν εἰς δόξαν. προητοίμασεν ὡς προγνώστης καὶ εἰδὼς ὅτι σπουδαῖοι ἔσονται. προητοίμασεν οὖν αὐτὰ τὰ ἄξια ἐλέους σκεύη εἰς δόξαν, τοῦτ’ ἔστιν εἰς τὸ δοξασθῆναι αὐτά· καὶ γὰρ | |
30 | ὁ πλοῦτος τῆς δόξης αὐτοῦ ἐγνωρίσθη ἐν ἡμῖν, ὅτι τοῖς εἰδώλοις προσανακειμένους καὶ δούλους ὑπάρχοντας παθῶν καὶ ἁμαρ‐ τίας οὐ μόνον τούτων ἠλευθέρωσεν, ἀλλὰ καὶ δι’ υἱοθεσίας ἐδόξασεν. | |
loc | Röm 9,27—28 | |
33 | Τὸ κατάλειμμα σωθήσεται. πρὸς ταῦτα τὰ ἀνεξιχνίαστα κρίματα αὐτοῦ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; κατὰ | |
35 | κοινοῦ γὰρ τοῦτο ἀκουστέον. ἢ κατ’ ἔλλειψιν ἔκληπται, οἷον· εἰ θέλων | 520 |
521 | ὁ θεὸς ἐνδείξασθαι, εἰ τάδε καὶ τάδε ἐποίησεν, καὶ πάντα ἐπὶ συμφέροντι καὶ σοφῶς, πῶς σὺ τολμᾷς εὐθύνας ἀπαιτεῖν τῶν τοιούτων πανσόφων καὶ ἀκαταλήπτων ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. | |
5 | ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγρά‐ φοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐαγγελικὸν δίδωσι συντελῶν καὶ συντέμνων, τοῦτ’ ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον ἄγων, μηδεμίαν ἑτέραν δυνάμενον ἐπανόρθωσιν ἢ τελείωσιν δέξασθαι. —Ἑτέρως· τοῦ λόγον γὰρ συντελῶν καὶ συντέμνων τίνος | |
10 | ἕνεκα ἐμνήσθη; ὥσπερ γὰρ αἰτίαν τινὰ τῶν προειρημένων ἀποδιδοὺς τοῦτο συνῆψεν. καὶ λέγομεν ὅτι λίαν ἁρμοζόντως καὶ ὑπερφυῶς αὐτὸ διὰ πολλὰς αἰτίας ἐπισυνῆψεν· πρῶτον μὲν γάρ, ἐπειδὴ εἶπεν· καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ ἑξῆς, ἵνα μή τις εἴπῃ· καὶ τί τοῦτο; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινες οὐ λαός, οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς | |
15 | γένωνται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτως, φησίν· λόγον γὰρ συντελῶν καὶ συντέμνων· ἐκεῖνα μὲν γὰρ μετέπιπτε καὶ μετετίθετο ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλόντων μεταρρυθμίζεσθαι, νῦν δὲ οὐκέτι, ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ πνευματικὴ νομοθεσία καὶ ἡ ὑπόσχεσις. διὰ τοῦτο μὲν ἐμνήσθη | |
20 | τὸ λόγον γὰρ συντελῶν. δεύτερον δέ, ἐπειδὴ εἶπεν ὅτι ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης καὶ ἑξῆς, ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις πολλῶν ἐπαγγελιῶν ἀκούσαντες ἢ οὐδ’ ὅλως ἐτύχομεν ἢ μετὰ μακρὸν καὶ πολὺν χρόνον—καὶ γὰρ καὶ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν—· ἵνα | |
25 | οὖν μὴ οὕτω λέγωσιν οἱ Ἰουδαῖοι, οὐχ οὕτω καὶ νῦν, φησίν, ἀλλ’ ἐὰν μόνον βούλησθε, τετελειωμένη καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία. καὶ ταῦτα μέν, ὅτι λίαν ἡρμοσμένως ἐπισυνῆψεν. Ἔχει δὲ καὶ ἰδίαν διδασκαλίαν—τοιοῦτον γὰρ τὸ ἰδίωμα τοῦ θεσπεσίου—καὶ συνάπτει καὶ ἀλληλουχεῖ τὰ ἐφεξῆς λεγόμενα τοῖς προειρημένοις, καὶ | |
30 | ἰδίαν πάλιν ἔννοιαν καὶ διδασκαλίαν δι’ αὐτῶν πηγάζει· γονιμώτατος γὰρ ὢν τοῖς νοήμασι, βραχυτάτοις ῥήμασι πολλὰς καὶ ποικίλας διανοίας περιλαμβάνει. καὶ νῦν οὖν φησιν· μὴ νομίζετε, ὦ Ἰουδαῖοι, ὅτι ἡ εὐαγ‐ γελικὴ νομοθεσία ὥσπερ ἡ Μωϋσαϊκὴ παυθήσεται. ἐκείνη τύπος ἦν, πρὸς ἄλλην ἔβλεπεν τελειότητα, καλῶς οὖν ἐπαύθη· ἡ δὲ δεσποτικὴ | |
35 | νομοθεσία τετελειωμένη ἐστίν, πρὸς ταύτην ἔβλεπεν ἡ Μωϋσαϊκή, ταύ‐ της ἦν τύπος· ἐν αὐτῇ γάρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν | |
καὶ σωτηρία, καὶ μετ’ αὐτὴν οὐκ ἔστιν ἑτέρα. δι’ ὃ εἰκότως ἐκείνη μὲν | 521 | |
522 | πέπαυται καὶ ἔτι τελείως παυθήσεται, αὕτη δὲ διὰ παντὸς ἔσται. ταῦτα δὲ δηλονότι φησὶ προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον. | |
loc | Röm 9,29—30 | |
4 | Διὰ τούτων δεδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς ὡς· εἰ μὴ πάντως τινὲς | |
5 | ὑμῶν πιστεύσουσι τῷ Χριστῷ, Σοδόμων καὶ Γομόρρας οὐδὲν ἂν διενηνοχότες εἴητε, εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραὰμ ἐναβρύνεσθε. ἢ μᾶλλον πρὸς τὸ ποιήσει τὸν συντετμημένον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν, οἷον· εἰ μὴ ἐποίησεν τοῦτο ὁ κύριος, καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον διὰ τοῦ υἱοῦ αὐτοῦ | |
10 | εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν, πάντες ἂν ὡς Σόδομα ἐγενή‐ θημεν καὶ ἑξῆς· τὸ γὰρ σπέρμα τὸν εὐαγγελικὸν λόγον σημαίνει, ὡς καὶ ὁ κύριός φησιν· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. τὸ δὲ ἐγκατέλιπεν· ὅτι οὐ μόνον, φησίν, ἔσπειρεν ἀλλ’ οὐδ’ εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑφ’ ἑτέρων τινῶν | |
15 | ἀγρίων καὶ ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν, ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν ὥστε ἐγκαταλειφθῆναι ἡμῖν καὶ εἰς γεώργιον καὶ καρπὸν προελθεῖν. δύναιο δ’ ἂν καὶ σπέρμα τοὺς ἀποστόλους ἐκλαβεῖν, οἳ ἐκ πάντων τῶν Ἰουδαίων δίκην σπέρματος ἀφαιρεθέντες τῇ οἰκουμένῃ ἐγκατελείφθησαν, καὶ τὰ ἔθνη πάντα τῇ ἐκκλησίᾳ Χριστοῦ ἐγεώργησαν· | |
20 | καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ καὶ αὐτοῖς ἐφαρμό‐ ζουσα τοῖς πατράσιν ἡμῶν οὐκ ὀλίγοις παρείληπται. ὅσον οὖν, φησίν, εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν, ὡς Σόδομα καὶ Γομόρρα ἂν ἐγενήθημεν, ἀλλὰ τὸ ἀπὸ κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα, οἱ ἀπόστολοι, καὶ τὰ ἔθνη καρποφορήσαντες καὶ πολύχουν τὸ | |
25 | γεώργιον δείξαντες, τὰς εἰς τὸν Ἀβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ’ αὐτῶν ἀνθούσας καὶ τελειουμένας τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί ὁ οὐ λαὸς ἐγένετο λαός, καὶ οἱ ἐκ περιτομῆς ἐκβάλ‐ | |
30 | λονται. εἶπον μὲν πολλὰ ὅτι οὐδ’ ὅλως σε χρὴ ταῦτα λογοθετεῖν, ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ πολλὰ γέγονεν ὧν ἀγνοεῖς τοὺς λόγους· ὁ Ἰακὼβ πρὸ τοῦ τι διαπράξασθαι προτιμηθεὶς τοῦ Ἡσαῦ, οἱ τῶν μοσχοποιησάν‐ των καταδικασθέντες θανάτῳ καίτοι πάντων εἰς τὴν δυσσέβειαν κατενεχθέντων, ὁ Φαραώ, μυρία ἄλλα. νῦν δέ σοι καὶ τοῦτο προστίθημι, | |
35 | ὅτι διὰ τοῦτο οἱ ἐξ ἐθνῶν εἰς σπέρμα Ἀβραὰμ ἐλογίσθησαν, σὺ δὲ | 522 |
523 | οὐκέτι, διότι ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως, σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ τῶν τοῦ νόμου ἔργων, καὶ τὴν διὰ πίστεως δικαίωσιν ὑπερορῶν, εἰκότως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἀβραὰμ ἀλλότριος ὤφθης | |
5 | τοῦ σπέρματος, καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαός, καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες. | |
loc | Röm 10,1—3 | |
7 | Ἐπειδὴ καθήψατο τῶν Ἰουδαίων, μέλλει δὲ καὶ ἔτι διὰ τοῦ ἀδελφοὶ καὶ τῶν ἄλλων καταλεαίνειν αὐτοὺς καὶ εἰς νουθεσίαν λεληθότως προκαταρτίζειν, ἵνα μὴ ὀργισθέντες ὅλως ἀνήκοοι γένωνται. | |
10 | Ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν. οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν αἰτοῦμαι ἀλλ’ εἰς σωτηρίαν, ἵνα πιστεύσαντες Χριστῷ σωθῶσιν. Καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι. φιλονεικοῦντες κυρῶσαι τὴν ἰδίαν δικαιοσύνην. | |
loc | Röm 10,4 | |
15 | Πῶς τέλος νόμου Χριστός; ὅτι ἐδικαίωσεν, καὶ ἅπερ ἐκεῖνος ἠθέλησε ποιῆσαι, οὐκ ἴσχυσε δέ, ταῦτα ὁ Χριστὸς ἐλθὼν ἀπήρ‐ τισε καὶ ἐτελείωσεν εἰς τοὺς αὐτῷ πιστεύσαντας. | |
loc | Röm 10,12—15 | |
18 | Λίαν ἐνταῦθα συμπεπλεγμένας ἐννοίας συνείρει καὶ θαυμασίως προσάγει. πλοῦτον ἡγεῖται, φησίν, ὁ Χριστὸς τὸ πιστεῦσαι καὶ | |
20 | σωθῆναί σε, ὥστε τὸ ἀπό γε τοῦ Χριστοῦ ἅπαν γέγονεν. θέλεις οὖν σωθῆναι; ἐπικάλεσαι τὸν Χριστόν. ἀλλὰ θέλεις ἐπικαλέσασθαι; πιστεῦσαι δεῖ πρότερον. θέλεις δὲ πιστεῦσαι; ἀκοῦσαί σε δεῖ πρό‐ τερον τοῦ κηρύγματος. ἀλλὰ τὸν κηρύσσοντα ζητεῖς; ἰδοὺ ἐγὼ βοῶ. ἀλλ’ ἀγνοεῖς εἰ ἀπέσταλμαι κηρύσσειν; προφητεία ἐστὶν ἄνωθεν | |
25 | τοῦτο κηρύσσουσα, ὅτι οὐ μόνον κηρύξουσι καὶ εὐαγγελίσονται τὴν σωτηρίαν καὶ εἰρήνην, ἀλλ’ ὅτι καὶ μεγάλα καὶ ὑπερφυῆ ἐξανύσουσιν· ὡς ὡραῖοι γὰρ οἱ πόδες τῶν ἐπὶ τὸ κήρυγμα τρεχόντων, φησί, τῶν τὸ εὐαγγέλιον καταγγελλόντων. ὥστε οὐδεμία πρόφασις ὑμῖν τοῦ | |
μὴ σωθῆναι. | 523 | |
524(loc) | Röm 10,20—21 | |
1 | Ἐμφανέστερον γὰρ καὶ ἐπιπληκτικώτερον προφητεύων καθήψατο οὗτος τῆς Ἰουδαίων ἀγνωμοσύνης λέγων· πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. διὰ τοῦτό φησιν· ἀποτολμᾷ. | |
loc | Röm 11,6 | |
4 | Εἰ χάριτι ἐκλεγόμεθα, ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι | |
5 | Χριστῷ· οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι, ἀλλὰ μόνη γνώμη καὶ προαίρεσις ἀρκεῖ· κατὰ χάριν γὰρ καὶ οὐ δι’ ἔργα προσδέχεται. ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται, οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων, ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων, οὐκέτι μένει χάρις ἡ χάρις, διὰ τοῦ ἔργου εἰς ἀντιμισθίαν περιϊσταμένη, ὥστε | |
10 | οὐκ ἔστι χάρις ἡ χάρις. οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ, ἀλλὰ καὶ ἕτερον ὅμοιον· εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν, δῆλον ὡς ἀνῄρηται ἡ χάρις, ἐπεὶ εἰ μὴ ἀνῄρηται, οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι, ἀλλὰ προῖκα | |
15 | τὴν ἐκλογὴν ἐπιδεικνυμένης. κεχώρισται μὲν γὰρ ἀπ’ ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον, καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς ἀλλ’ οὐ χάρις, ἡ δὲ χάρις δίδοται οὐχ ὡς ἀντιμισθία ἀλλὰ δῶρον καὶ φιλοτιμία. δῆλον οὖν ὅτι τῆς χάριτος τὴν εὐεργεσίαν παρεχομένης, εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν, ἀναιρεῖ τὴν χάριν τὸ ὅσον γε ἐφ’ ἑαυτῷ, καὶ οὐ μένει | |
20 | ἡ χάρις ἔτι χάρις. πάλιν δὲ οὐδὲ τὰ ἔργα μένει ἔργα· τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν, ἐπεὶ τοῖς ἔργοις μισθὸς ἀλλ’ οὐ χάρις ἀκολουθεῖ. τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν κἄν τις δι’ ἔργων ταύτης τυχεῖν πειραθείη, εἰς μάτην ἔσται ἡ πεῖρα, μήτε τῶν ἔργων ἔργων ἔτι δυνα‐ μένων διαμεῖναι· οὐ γὰρ ἔσται τούτοις μισθὸς τῆς χάριτος προλαβούσης | |
25 | καὶ ματαιοπονοῦντος λαβεῖν δι’ ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρις χάρις εἶναι. πάλιν· εἰ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις, οὐκέτι μένει τὸ ἔργον ἔργον. | |
loc | Röm 11,11—15 | |
30 | Ἐπειδὴ τῶν προσπταιόντων οἱ μὲν πταίοντες ὑποσκελίζονται μόνον, οἱ δὲ καὶ καταπίπτουσιν, θέλων τοὺς Ἰουδαίους ἅμα μὲν τῆς πολλῆς ἀθυμίας ὡς προϋβρισμένους ἀπαγαγεῖν, ἅμα δὲ καὶ ἐπὶ τὴν πίστιν | |
προτρέψασθαι, φησὶν ὅτι τὸ πταῖσμα αὐτῶν οὐχὶ εἰς κατάπτωσιν | 524 | |
525 | τελείαν γέγονεν, ἀλλὰ μόνον οἷον ὑπεσκελίσθησαν. καὶ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ διά τινα οἰκονομίαν συνεχωρήθη, ἵνα ἐν τῷ ἐκείνων παραπτώματι γένηται ἡ σωτηρία τοῖς ἔθνεσιν, γένηται δὲ καὶ αὐτῶν ἐκείνων ἡ ἀνόρθωσις παραζηλούντων καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν. ὥστε τὸ | |
5 | παραπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνόρθωσιν αὐτῶν συντελεῖ, εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν, ἐν δὲ τῇ σωτηρίᾳ ἡ παραζήλωσις, διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἀνόρθωσις· τοιαύτη γὰρ ἡ τοῦ θεοῦ ἄρρητος καὶ ἀκατάληπτος πρόνοια καὶ οἰκονομία, ἐξ ἀπόρων πόρους παρέχει καὶ ἐκ τῶν ἐναντίων τὰ | |
10 | χρηστότερα. οἱ μὲν γὰρ Ἰουδαῖοι ἔπταισαν ὥστε καὶ πεσεῖν καὶ κεῖσθαι καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινος γενήσεσθαι αἴτιοι, ὁ δὲ θεὸς τῷ ἐκείνων παραπτώματι καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν ἀπεχρήσατο καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἀπὸ τοῦ πτώματος ἐπανόρθωσιν. ὥστε οὐκ ἔπταισαν—ταῦτα τοῦ θεοῦ οἰκονομοῦντος—ἵνα | |
15 | πέσωσιν, ἀλλ’ ἔπταισαν ἵνα διορθώσωνται· μᾶλλον δέ, ὡς αὐτός φησιν, ἵνα πλοῦτος κόσμου γένηται καὶ πλοῦτος ἐθνῶν. καὶ ἐκ τούτου πάλιν τελεία καταλλαγὴ κόσμου καὶ τελεία πάντων ἀναβίωσις, οὐ μόνον τῶν προσπταισάντων ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων. καὶ ὅρα· ἀρχόμενος μὲν πταῖσμα τὴν | |
20 | ἀπείθειαν ἐκάλει τῶν Ἰουδαίων, εἶτα παράπτωμα. ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς, ἐὰν βούλωνται μόνον πεισθῆναι, τὸ μέγεθος τῶν ἀγαθῶν καὶ ἐπῆρεν αὐτοὺς πλοῦτον ἐθνῶν καλῶν καὶ καταλλαγὴν κόσμου καὶ σάρκα οἰκείαν, τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶν δεικνύει, νεκροὺς αὐτοὺς διὰ ταύτης ἀποφαινόμενος | |
25 | γενέσθαι. ἀλλὰ καὶ τοῦτο λίαν θαυμαστῶς ποιεῖ καὶ σοφῶς· ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ἁπλῶς ὀνομασθῆναι λίαν ἦν πικρὸν καὶ καταφορι‐ κὸν καὶ εἰς ὕβριν μᾶλλον ἢ παραίνεσιν συντελοῦν, οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς, ἀλλὰ μίγνυσιν αὐτὸ καὶ ἐν τάξει ἐπαίνου προάγει λέγων· τίς ἡ πρόσληψις αὐτῶν εἰ μὴ ζωὴ ἐκ νεκρῶν; διὰ μὲν | |
30 | τοῦ ζωὴ τὸ εὐφραῖνον τιθείς, διὰ δὲ τοῦ ἐκ νεκρῶν ὑποσημαίνων ὅτι ἡ ἀπείθεια αὐτῶν νέκρωσις ἦν. εἶτα εἰπὼν ὅτι τὸ παράπτωμα αὐτῶν σωτηρία γέγονε τῶν ἐθνῶν, ἐφεξῆς ἐκ τούτου μᾶλλον ἐπιχειρεῖ ὅτι πάντως καὶ αὐτῶν ἔσται σωτηρία. προαγαγὼν δὲ τὸ ἐπιχείρημα, ἐπειδὴ ὡς ἔθος αὐτῷ πρὸ τοῦ ἀπαρτίσαι τὴν περίοδον περιβολαῖς | |
35 | ἐχρήσατο διὰ τοῦ ὑμῖν γὰρ λέγω καὶ ἑξῆς, πάλιν ἐπαναλαμβάνει τὸ ἐπιχείρημα καί φησιν· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς. καὶ σημείωσαι ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπαναλήψεσιν οὐχ οὕτω γυμνῶς καὶ ὡς ἐπεχείρησε πάλιν ἐπαναλαμβάνει, ἀλλ’ ἢ μετὰ αὐξήσεως ἢ μετὰ τελειοτέρας διακαθάρσεως ἢ ἐμφαντικώτερον, καὶ ἁπλῶς ἄνευ τινὸς | |
40 | σχηματισμοῦ καὶ διαμορφώσεως σπανιάκας εὕροις ἂν αὐτὸν καίτοι | |
συνεχῶς σχεδόν τι χρώμενον, τῇ ἐπαναλήψει κεχρημένον. | 525 | |
526 | Πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν, οἷον· τὸ συναπαρτισθῆ‐ ναι καὶ αὐτοὺς τοῖς σωζομένοις. εἰ οὖν καὶ τούτων ἐλλειπόντων πλοῦ‐ τος κόσμου, φησί, γέγονε καὶ πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς ἔσται πλοῦτος κόσμου καὶ πλοῦ‐ | |
5 | τος ἐθνῶν. | |
loc | Röm 11,15 | |
6 | Τὸ γὰρ εἰ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, ἢ ἐπανάληψίς ἐστι τοῦ εἰ δὲ τὸ παράπτωμα αὐτῶν, ὡς προείπομεν, ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτούς, ὡς ἂν εἴ τις ἔλεγεν· τί σπεύδεις, Παῦλε, ὑπὲρ τῶν Ἰουδαίων; τί λέγεις· εἴ πως παραζη‐ | |
10 | λώσω τὴν σάρκα μου καὶ σώσω τινὰς ἐξ αὐτῶν; τί ἐστιν ὁ τοσοῦτός σου ἀγών; ναί, φησίν· προσήκει μοι σπεύδειν καὶ ἀγω‐ νίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ’ ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας, τί ἂν οὐ γένοιτο χρηστὸν | |
15 | καὶ ὑπερθαύμαστον καὶ τούτων σωθέντων καὶ προστεθέντων; Τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; εἰ γὰρ καὶ μεγίστῳ μέρει, φησί, ζημιουμένων τῶν σωζομένων, ὅμως ἡ σωτηρία αὐτῶν καταλλαγὴ γίνεται κόσμου καὶ ἡ ἔχθρα ἡ πρὸς τὸν θεὸν διαλύεται τῶν ἀνθρώπων, τί χρὴ λογίζεσθαι, ἐπειδὰν καὶ αὐτὸ τὸ | |
20 | μέρος ὅπερ ἐστὶν οἱ Ἰουδαῖοι προσληφθῇ καὶ προστεθῇ τοῖς σωζομένοις; τίς οὖν αὐτῶν ἐστιν ἡ πρόσληψις καὶ ἡ προσθήκη εἰ μὴ μέγας πλοῦτος, εἰ μὴ τελεία καὶ ὁλόκληρος χαρά, ὡς ἐπὶ τελείᾳ καὶ κοινῇ ζωῇ καὶ ἀνα‐ βιώσει ἐκ νεκρῶν; | |
loc | Röm 11,16 | |
24 | Τοῦτο ἐπικατασκευαστικὸν ὅτι πάντως, ἐάν περ θέλωσι, σωθήσονται | |
25 | οἱ Ἰουδαῖοι. καὶ κατασκευάζει αὐτὸ διχῶς· πρῶτον μὲν ἐκ τῆς ἀκολου‐ θίας, δεύτερον δὲ ἀπορίαν πρὸς τοῦτο φερομένην πολλαχῶς ἐπιλυό‐ μενος. | |
loc | Röm 11,28 | |
28 | Εἰ ἐχθροὶ γεγόνασιν οἱ Ἰουδαῖοι διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευ‐ κότας, πῶς ἀνωτέρω ἔλεγεν· ἐφ’ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν | |
30 | ἀπόστολος, τὴν διακονίαν μου δοξάζω; διὰ τί φησιν· εἴ | |
πως παραζηλώσω μου τὴν σάρκα; εἰ γὰρ διὰ τῆς πίστεως τῶν | 526 | |
527 | ἐθνῶν παραζηλοῦσι καὶ μιμοῦνται οἱ Ἰουδαῖοι καὶ πιστοὶ γίνονται, πῶς δι’ αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου; ἀλλὰ πρῶτόν φαμεν, ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐξ ἐθνῶν παρα‐ ζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους, ἀλλὰ διὰ τὸ δοξάζεσθαι αὐτούς, | |
5 | διὰ τὸ ἐπαινεῖσθαι· ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνερεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν παρακαλέσει, ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα. δεύτερον δέ, οὐδὲ κατ’ ἀπόφασιν ἔφη ὅτι παραζηλώσουσιν οἱ Ἰουδαῖοι, ἀλλ’ ἀμφιβόλως καὶ διστάζων· εἴ πως γάρ, φησί, παραζηλώσω μου τὴν σάρκα, οἷον· ἴσως | |
10 | τάχα· ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως, οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους. οὐδ’ οὕτως ἐμάχετο· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἐχθροὶ δι’ ὑμᾶς τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει καὶ τὴν αἰτίαν δι’ ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει. διὰ δὲ τοῦ εἴ πως παραζηλώσω μου τὴν σάρκα, τὴν ἰδίαν ἐνδείκνυται | |
15 | σπουδὴν καὶ προθυμίαν ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων. καὶ χωρὶς δὲ τῶν εἰρημένων οὐδ’ οὕτως ἐμάχετο τὰ λεχθέντα, κἂν ἄμφω ἀποφαντικῶς εἴρητο· καὶ γὰρ οὐδὲν ἐκώλυέν τινας μὲν τῶν πεπιστευ‐ κότων ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν παραζηλῶσαι καὶ πιστεῦσαι, καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς ἀπεχθείᾳ καὶ μίσει τῷ πρὸς | |
20 | τοὺς ἐξ ἐθνῶν σκληροτέρους καὶ ἀπειθεστέρους γενέσθαι τῷ εὐαγγελικῷ κηρύγματι, ὡς ἔστι καὶ ἐπ’ αὐτῶν ἰδεῖν τῶν πραγμάτων. οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν προσέρχονται τῇ πίστει καὶ σώζονται, οἱ δὲ τούτοις ἀπεχθανόμενοι σφοδρότεροι ἐχθροὶ καὶ τῆς πίστεως καθίστανται. | |
loc | Röm 11,30—32 | |
24 | Προτρέπεται τοὺς Ἰουδαίους ἐπὶ τὴν εἰς Χριστὸν πίστιν διὰ τούτων, | |
25 | καὶ ἅμα χρηστὰς ἐλπίδας αὐτοῖς ὑποτείνει καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ. μὴ αἰσχυνθῇς, φησί, κἂν ἠπείθησας προσελθεῖν, μηδ’ ἀπελπίσῃς ὡς βραδύτερον προσερχόμενος· τεύξῃ καὶ ὀψὲ προσϊὼν τοῦ ἐλέους. καὶ γὰρ καὶ τὰ ἔθνη κληθέντα ἠπείθησε πρότερον, ἀλλὰ νῦν ἐπίστευσεν, μήτε τὴν προτέραν αἰσχυνθέντα ἀπείθειαν, μήτε ὑπὸ τῆς βραδυτῆτος εἰς τὴν | |
30 | σωτηρίαν παρεμποδισθέντα. μηδ’ αὐτὸς τοίνυν, ὦ Ἰουδαῖε, μήτ’ αἰσχυνθῇς μήτ’ ἀπελπίσῃς, ἀλλὰ πρόσελθε προθύμως τῇ πίστει καὶ πάντως ἐλεηθήσῃ. ἢ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα, ἢ καὶ προφητείας, πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκότων παραθέσεως καὶ μαρτυρίας. τὸ δὲ ἠλεήθητε τῇ τού‐ | |
35 | των ἀπειθείᾳ, καὶ ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, φησίν, οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη, οὐδ’ ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς Ἰουδαίων ἀπειθείας, ἀλλὰ | |
ταῦτά φησι δεικνὺς καὶ διδάσκων, ὅτι ὁ θεὸς οὐδέποτε διέλιπε τὸ αὐτοῦ | 527 | |
528 | ποιῶν καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων. κἂν πάλαι μὲν γὰρ ἠπείθει τὰ ἔθνη, νῦν δ’ ἀπειθοῦσιν οἱ Ἰουδαῖοι, αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπειθούντων τῶν | |
5 | Ἰουδαίων. καὶ τὸ ἔτι σαφέστερον, ὅτι καὶ ἔτι τοὺς Ἰουδαίους, κἂν ἠπείθησαν, ἐλεήσει· ἅμα δὲ καὶ ἔνδειξίς ἐστι πρὸς τοὺς Ἰουδαίους, ὅτι κἂν αὐτοί, φησίν, ἐξέστητε τῆς πίστεως, μὴ νομίσητε ὅτι ἔλαττόν τι ἔσχεν ἡ πίστις· ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκότων οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς θεὸν θεραπείας, οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων | |
10 | τῆς πίστεως οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει. ἐσχημάτισται δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα, ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλομένου ποιεῖσθαι. δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα, ὡς μὴ μεγαλοφρονεῖν ὅτι ἐπίστευσαν· ἐλέει γὰρ καὶ ὑμεῖς πεπιστεύκατε καὶ οἱ ἀπειθήσαντες, φησίν, ἐλεηθήσονται καὶ | |
15 | πιστεύσουσιν. Τὸ συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν δύο δύναται δηλοῦν· ἢ ὅτι ἀπειθεῖς ἐποίησεν, ὅπερ οὐκ ἔχει χώραν, ἢ ὅτι ἀπειθεῖς ἀπέδειξεν, ὅπερ ἐστὶν ἀληθές· διὰ γὰρ τῆς πολλῆς αὐτοῦ προνοίας καὶ εὐεργεσίας ἣν διὰ παντὸς εἰς ἀνθρώπους ἐπεδείξατο, | |
20 | μᾶλλον αὐτῶν τὴν ἀπείθειαν καὶ ἀγνωμοσύνην ἐστηλίτευσέ τε καὶ ἐθριάμβευσεν. δῆλον δ’ ὅτι τῶν μὴ πεπιστευκότων εἰς αὐτόν, εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ ἐθνῶν εἶεν· διὸ καὶ τὸ πάντας φησί, τοὺς ἐκ τῶν δύο λαῶν ἀπιστήσαντας περιλαμβάνων. Πῶς συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν; | |
25 | εὐεργετῶν καὶ προνοούμενος καὶ οἰκτείρων. τί οὖν; ἀπειθεῖς γεγονότες οὐ δώσουσι δίκην; καὶ τί τοῦτο πρὸς τὸν εὐεργέτην; ἐκεῖνος μὲν γὰρ ἵνα πάντας ἐλεήσῃ, πάντων προὐνόει καὶ εὐηργέτει. εἰ δὲ ἠπείθησαν ἐκεῖνοι, οὐδὲν τοῦτο πρὸς τὸν εὐεργέτην; ὅμως οὖν καὶ οὕτως ἐπιστρέ‐ φοντας ἐλεήσει καὶ οὐκ ἀποστραφήσεται. Ἢ οὕτως· ἠπείθησε τὰ ἔθνη | |
30 | πάλαι, ἠπείθησαν νῦν οἱ Ἰουδαῖοι· καίτοι ἔδει κἀκείνους τηλικούτοις τέρασι καὶ σημείοις εὐεργετουμένους τοὺς Ἰουδαίους ὁρῶντας μὴ ἀπει‐ θῆσαι, καὶ τοὺς Ἰουδαίους νῦν μείζονα βλέποντας θαυματουργούμενα πρὸ τῶν ἐθνῶν τῇ πίστει προσελθεῖν. ἀλλ’ οὔτε τὰ ἔθνη τότε, οὔτε νῦν οἱ Ἰουδαῖοι τὸ ἄμεινον σφίσιν εἵλοντο, ὥστε δῆλον ὅτι καὶ τότε οἱ | |
35 | Ἰουδαῖοι καὶ νῦν τὰ ἔθνη ἐλέει θεοῦ καὶ φιλανθρωπίᾳ καὶ πρὸς τὴν πίστιν ἐχειραγωγήθησαν καὶ τῆς σωτηρίας ἔτυχον. Ἢ μᾶλλον οὕτως· | |
ἐπειδὴ εἶπεν· ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν, τοὺς Ἰουδαίους δηλῶν. | 528 | |
529(loc) | Röm 12,1 | |
1 | Εἰς τὰ δύο προτρέπεται, εἰς τὴν τοῦ βίου ἐπιμέλειαν καὶ εἰς τὴν τῆς πίστεως σπουδήν· δι’ ὧν μὲν γάρ φησι παραστῆσαι τὰ σώ‐ ματα ὑμῶν καὶ ἑξῆς, ἀρίστην πολιτείαν πολιτεύεσθαι παραινεῖ, δι’ ὧν δὲ τὴν λογικὴν ὑμῶν λατρείαν φησίν, τὴν ὀρθότητα τῆς | |
5 | πίστεως διώκειν αὐτοὺς ἀπαιτεῖ. προτίθησι δὲ τὰ τῆς πολιτείας, ἐπειδὴ τῷ καθαρῷ βίῳ καὶ ὁ τῆς εὐσεβείας ἀκολουθεῖν εἴωθε λόγος. ὅρα δὲ πῶς εἶπεν ἄμφω εὐφυῶς καὶ δριμέως· παραστήσατε γάρ, φησί, τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ. εἶτα μὴ ἀρκεσθεὶς τούτοις ἐπάγει καὶ ἕτερον· ποῖον; κατὰ τὴν | |
10 | λογικὴν λατρείαν ὑμῶν, φησίν, τοῦτ’ ἔστι κατὰ τοὺς ἐκείνης νόμους, συμφώνως ἐκείνῃ, κατ’ ἐκείνην, ἐν μηδενὶ διαφωνοῦντες αὐτῇ· τοῦτο γάρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θεῷ θυσίαν παραστῆσαι τὰ σώματα ἡμῶν, τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετη‐ θέντων πολιτεύεσθαι. δεῖ γὰρ ἄμφω, τὴν πίστιν τῷ βίῳ καὶ τὸν βίον | |
15 | συνομολογεῖν τῇ πίστει. ὥσπερ γὰρ ὁ πίστιν ἐπαγγειλάμενος ὀρθήν, φαῦλος δὲ τρόπον, δι’ ὧν πράττει τὴν ὁμολογίαν ἐλέγχει τῆς πίστεως, οὕτω καὶ ὁ πράξεις δεικνύμενος ἀγαθάς, πίστιν δὲ πρεσβεύων δυσσεβῆ, δι’ ὧν δυσσεβεῖ καὶ τὰ πράξεις φαυλίζει καὶ θριαμβεύει μηδένα καρπὸν αὐταῖς ἐνεῖναι πνευματικόν. δεῖ ἄρα πολιτεύεσθαι κατὰ τὴν λογικὴν | |
20 | λατρείαν ἡμῶν. | |
loc | Röm 12,2 | |
21 | Εἰπών· μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, τοῦτ’ ἔστι μὴ συμμεταβάλλεσθε καὶ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγόντων· τοῦτο εἰπών, ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν· οὐκοῦν | |
25 | οὐδ’ ὅλως δεῖ ἡμᾶς μετατίθεσθαι καὶ μετασχηματίζεσθαι ἀπὸ τῆς παρα‐ δεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ’ ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ κόσμου διδασκαλίας καὶ τῆς κατὰ τὸ θέλημα τοῦ θεοῦ σοφίας· καὶ ἡ μὲν καὶ | |
30 | αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπόλλυσιν, εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα, ἡ δὲ οὐ μόνον οὐκ ἀπόλλυσι τὸ τοῦ νόμου σχῆμα —ἐν σχήματι γὰρ καὶ τύπῳ καὶ σκιᾷ τὰ τοῦ νόμου ὑπῆρχεν—ἀλλὰ καὶ βελτιοῖ αὐτό, τὴν λειπομένην αὐτῷ μορφὴν καὶ τὸ κάλλος ἀπαρτί‐ ζουσα καὶ ἀναπληροῦσα. διὸ καλῶς μὴ συσχηματίζεσθε, φησίν, | |
35 | ἀλλὰ μεταμορφοῦσθε· τὸ μὲν γάρ ἐστιν ἀπώλεια, τὸ δὲ σωτηρία | |
καὶ τελειότης. | 529 | |
530(loc) | Röm 12,3a | |
1 | Τὸ παντὶ τῷ ὄντι ἐν ὑμῖν διαφόρως ἐγχωρεῖ νοηθῆναι· ἢ ὅτι λέγω παντὶ τῷ ὄντι ἐν ὑμῖν, τοῦτ’ ἔστι πᾶσι λέγω, πᾶσι παραινῶ, καὶ ταύτην τὴν ἐξουσίαν ἐκ τῆς χάριτος ἔχω· ἢ λέγω μὴ ὑπερφρονεῖν ὑμᾶς ἐν παντὶ χαρίσματι τῷ ὄντι ἐν ὑμῖν· ταύτην γὰρ τὴν ἔννοιαν καὶ | |
5 | τὰ ἐπαγόμενα δηλοῖ ἐν οἷς φησιν· ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε καὶ ἑξῆς. σοφῶς δὲ λίαν καὶ συνετῶς προέταξε, μέλλων αὐτοὺς νουθετεῖν εἰς τὸ μὴ ὑπερφρονεῖν, τὸ διὰ τῆς χάριτος τοῦ θεοῦ· ἐπειδὴ γὰρ καὶ τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται, παραλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμούς. οὐκ ἔστι, φησίν, ἐξ ἐμῆς | |
10 | ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς, διὰ τῆς χάριτος τοῦτο ποιῶ τοῦ θεοῦ. αὐτὸς κελεύει, αὐτοῦ τὸ ἐπίταγμα πληρῶ. δεῖ οὖν πείθεσθαι καὶ μὴ ἀντιλέγειν. | |
loc | Röm 12,3b | |
12 | Πῶς ἐμέρισεν; κατὰ φιλοτιμίαν; μὴ γένοιτο. ἀλλὰ πῶς; κατὰ τὸ μέτρον τῆς πίστεως. πίστεως δὲ οὐ τῆς κατὰ τὴν λατρείαν φησίν· πάντες γὰρ πιστοὶ καὶ εὐσεβεῖς καὶ τέλειοι ἐν αὐτῇ εἰσι δηλονότι | |
15 | οἱ χαρισμάτων ἀξιωθέντες, ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα νῦν φησι πίστεως, καθὼς καὶ ἐν Εὐαγγελίοις εἴρηται· κύριε δὸς ἡμῖν πίστιν, καὶ πάλιν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, καὶ πάλιν· διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν. δῆλον γὰρ ὡς ἕτερον τοῦτο τὸ σημαινόμενον τῆς πίστεως παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβα‐ | |
20 | νόμενον. | |
loc | Röm 12,4—8a | |
21 | Δυσὶ τρόποις ἐσχημάτισται ὅλον τὸ χωρίον τοῦτο ἕως τοῦ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει. ποίοις τούτοις; τῷ λεγομένῳ ἀπὸ κοινοῦ καὶ τῷ ἐλλειπτικῷ. καὶ γὰρ τὸ ἔχοντες ἀπὸ κοινοῦ καθ’ ἕκαστον κῶλον παραλαμβάνεται, οἷον· εἴτε προφητείαν ἔχει τις, | |
25 | εἴτε διακονίαν ἔχει τις. τοῦτο δὲ τὸ ἀπὸ κοινοῦ καὶ ζεῦγμα καλεῖται, ὅτι συζεύγνυσι πληθυντικὸν ἑνικῷ καὶ μετοχὴν ῥήματι. οὕτως οὖν ἀπὸ κοινοῦ τὸ ἔχοντες κατὰ τὸ ζεῦγμα λαμβανόμενον, ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ. ἐλλειπτικῷ δὲ πάλιν ἐσχημάτισται, ὅτι λείπει τι πρὸς αὐτοτέλειαν τοῦ νοήματος, οἷον τὸ | |
30 | μενέτω ἐν ᾧ ἔλαβεν ἕκαστος χαρίσματι, ἢ ἀρκείσθω, ἢ στοιχείτω ἤ τι τοιοῦτον οἷον· εἴτε προφητείαν ἔχει τις, εἴτε διακονίαν, μενέτω ἕκαστος, | |
καὶ ὁ τὴν προφητείαν ἔχων καὶ ὁ τὴν διακονίαν καὶ ὁ τὴν διδασκαλίαν | 530 | |
531 | καὶ ὁ τὴν παράκλησιν ἔχων, καὶ ἁπλῶς ἕκαστος ἐν ᾧ ἔλαβε χαρίσματι. καὶ πολλή ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ. καὶ μὴ θαυμάσῃς, εἰ ἀμαθὴς ὢν τούτων ἐκέχρητο τούτοις· ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα καὶ τῶν εὐτελῶν πολλάκις παρεῖχε τὴν γνῶσιν. | |
5 | οὐχ ὡς μέγα τι τούτων ὑπαρχόντων, τί γὰρ ἂν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνόματα; οὔκουν ὡς μεγάλων τινῶν ὄντων ἐκέχρητο τούτοις, ἀλλ’ εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας, καὶ κερδῆσαι αὐτοὺς εἰς ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας· ἄοκνα | |
10 | γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσα σωτηρίαν ἔφερεν ἀνθρώποις. διὸ καὶ χρήσεις ποιητικῶν στίχων καὶ ἱστορίας Ἑλληνικὰς καὶ μυρία τοιαῦτα οὐκ ὀκνεῖ προκομίζειν, ἂν μόνον καὶ διὰ τούτων ἐλπίζῃ τινὰ σωτηρίαν ἀνθρώπων ἁρπάσαι. βαβαὶ τῆς τηλικαύτης ψυχῆς καὶ σπουδῆς. καλῶς δὲ καὶ τῷ τοιούτῳ κέχρηται τῶν λόγων εἴδει, καὶ πάλιν τοῦ ἀποστολικοῦ | |
15 | καὶ ἁπλοῦ καὶ εὐγενοῦς καὶ ἀπεριέργου χαρακτῆρος οὐκ ἀφίσταται. εἰ μὲν γὰρ οὐδ’ ὅλως ἐκέχρητο τούτοις, ἀδυναμίαν ἂν οἱ πάντα τολμῶντες καὶ ἰδιωτισμὸν ᾐτιάσαντο, ὅπου καὶ νῦν τινες μὴ συνιέντες τὰ τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ’ αὐτοὶ συνίσασιν, ὑπολαμ‐ βάνουσιν. εἰ δ’ αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς | |
20 | χαρακτὴρ ἐν τοῖς παρεωραμένοις ἐτίθετο. διῄτησιν οὖν συνετῶς καὶ πανσόφως ἄμφω· ἐχρήσατο μὲν γὰρ ἐκείνοις ὥστε δεῖξαι ῥᾴδιον εἶναι βουλομένῳ τὸ τοιοῦτον, καὶ ὅτι οὐκ ἀγνοεῖ, ἐνέμεινε δὲ τῷ ἀποστολικῷ χαρακτῆρι, τὴν εὐγένειαν καὶ τὸ ἀπερίεργον καὶ καθαρὸν καὶ αὐτοφυὲς τοῦ λόγου τιμῶν. τί οὖν μὴ καὶ οἱ λοιποὶ οὕτω τοὺς ἑαυτῶν κατέμιξαν | |
25 | λόγους; ἀρκεῖ καὶ οὗτος μόνος δεῖξαι ὅτι κἀκείνοις ῥᾷον ἦν εἴπερ ἐβούλοντο ποιεῖν. καίτοι καὶ ἐν ταῖς ἐκείνων ἐπιστολαῖς ἐστιν, εἰ καὶ σπανιώτερον, τὰ τοιαῦτα εὑρεῖν. εἰ δὲ τὸ ἔχοντες χαρίσματα μηδαμοῦ ἀναπαυστέον μέχρι τοῦ εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, ἄλλη μὲν διάνοια ἀνακύψει, μονοσχημάτιστος δὲ ἡ σύνταξις | |
30 | ἔσται, εἰς πνεῦμα δὲ λίαν ἡ περίοδος ἀποτετμημένη. | |
loc | Röm 12,8b | |
31 | Ἐπειδὴ τὰ χαρίσματα ἢ ἐν δόσει τὴν ἐνέργειαν αὐτῶν ἐπιδείκνυσιν ἢ ἐν προστασίᾳ ἢ ἐν ἐλέῳ, φησὶν ὅτι οὐχ ἁπλῶς ταῦτα δεῖ ἐπιτελεῖν, ἀλλὰ διδόναι μὲν μεθ’ ἁπλότητος καὶ χαρᾶς, οὐχ ὡς ζημιούμενόν τι ἀλλὰ μᾶλλον κερδαίνοντα, καὶ προΐστασθαι μὴ ἀμελῶς ἀλλ’ ὡς | |
35 | ὑπὲρ ἑαυτοῦ σπουδάζοντα, καὶ ἐλεεῖν ἱλαρῶς καὶ εὐθύμως ὡς | 531 |
532 | αὐτόν τι καρπούμενον. ἔσται δὲ ταῦτα πῶς; ἂν ἀγάπην ἔχωμεν πρὸς ἀλλήλους, ἀγάπην δὲ μὴ πεπλασμένην καὶ ἐν ὑποκρίσει, ἀλλ’ ἄπλαστον καὶ ἀνυπόκριτον καὶ τελείαν καὶ ἀληθῶς ἀγάπην. | |
loc | Röm 12,9—10 | |
4 | Πῶς ἐστι κολληθῆναι τῷ ἀγαθῷ; ἐν τῇ φιλαδελφίᾳ, | |
5 | φησί, τοῦτ’ ἔστι διὰ τῆς φιλαδελφίας· ἐν τούτῳ γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. ὁ δὲ μαθητὴς φυλάττων τὰ μαθήματα κεκόλληται καὶ ἥνωται τῷ διδασκάλῳ, ὅπερ ἐστὶ τὸ κυρίως ἀγαθόν, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. ἀλλὰ πόθεν φύεται ἡ φιλαδελφία; πόθεν ἐστὶ θηρᾶσαι αὐτήν; | |
10 | ἐκ τοῦ προηγεῖσθαι ἀλλήλους, φησί, τῇ τιμῇ· ὡς ἀληθῶς γὰρ ἀρχὴν λαμβάνει φιλία ἀσφαλῆ, ἐὰν ἕκαστος ἀγωνίζηται προλαβεῖν εἰς τὸ τιμῆσαι τὸν πλησίον. | |
loc | Röm 12,13 | |
13 | Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες. τὴν πρὸς τοὺς ἁγίους ἐλεημοσύνην εἰσάγει, διὸ καὶ ἐφύλαξεν αὐτὴν ἐν ἐξαιρέτῳ. ἄνω | |
15 | μὲν περὶ καθολικῆς εἶπεν ἐλεημοσύνης, κοινωνοῦντες, φησίν· κοινωνία γὰρ τὸ πρᾶγμα· σὺ μὲν γὰρ εἰσφέρεις χρήματα αὐτοῖς, ἐκεῖνοι δὲ σοὶ τὴν πρὸς θεὸν παρρησίαν καὶ τὰ μυρία ἀγαθά. | |
loc | Röm 12,19 | |
18 | Εἰ καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρόν, ὁ θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ, καὶ πῦρ πειρασμῶν καὶ κακώσεων ἃ κατὰ τοῦ πλησίον ἐκεῖνος | |
20 | ἐτέκταινεν, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στρέφει, ἀλλ’ οὖν σὺ μὴ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν, ἵνα ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς, ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ, κἀκεῖνος μὲν οὐδὲν ἧττον ἃ ἔδει παθεῖν αὐτὸν πάσχει, σὺ δὲ ἀπώλεσας τὸν μισθὸν νικηθεὶς ὑπὸ τοῦ κακοῦ. μᾶλλον δέ, εἰ τοιαύτην σου τὴν γνώμην ὁ θεὸς ἴδῃ, οὐδ’ ἐκδικεῖ· τὸν γὰρ | |
25 | ἀγαθόν, τὸν πρᾷον, τὸν ἀδικηθέντα ἐκδικεῖ, ἀλλ’ οὐχὶ τὸν διὰ τοῦ θυμοῦ καὶ τῆς προαιρέσεως ἑαυτὸν ἐκδικήσαντα, καὶ διὰ πράξεως ἀγαθῆς τῆς εὐεργεσίας πονηρευσάμενον τὴν διαφθορὰν ἰδεῖν τοῦ λυπήσαντος. εὐεργέτει οὖν σύ, ἵνα νικήσῃς τὸ κακόν, καὶ ἵνα | |
γένῃ υἱός, ὡς ὁ κύριός φησι, τοῦ ἐν οὐρανοῖς πατρός. | 532 | |
533(loc) | Röm 12,20—21 | |
1 | Οὐκοῦν οὐ δεῖ, φησί, ποιεῖν ἵνα μὴ σωρεύωμεν ἄνθρακας, ἀλλ’ ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις. καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία· οὐ γὰρ σὺ τοῦτο ποιεῖς ἀλλ’ ἐκεῖνος ὁ θηριώδης. εἰ γὰρ εὐεργετοῦντός σου μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ | |
5 | τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὐτοῦ τὴν κεφαλήν, σὺ δὲ ἀναίτιος εἶ. μὴ γίνου τοῦ θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά, μηδὲ σοφιζώμεθα τὰ προστάγματα τοῦ θεοῦ. εἶπεν· τοῦτο ποιῶν ἄν‐ θρακας πυρὸς σωρεύσεις, σὺ δὲ λέγεις· φείδομαι τοῦ ἐχθροῦ. εἴθε σαυτοῦ ἐφρόντιζες. μὴ ποίει σκοπῷ τοιούτῳ, μᾶλλον δὲ κἂν | |
10 | τοιούτῳ ποίησον σκοπῷ, ἀλλ’ οὐ ποιεῖς. οὐ λέγω σοι ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· μόνον ποίησον. ταῦτα γὰρ πάντα ἵνα σε ἐκκαλέσῃ τε, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν· οὐδὲ γάρ ἐστιν εὐεργετοῦντα καὶ εὐεργετού‐ μενον μεῖναι ἐχθρόν. | |
loc | Röm 13,1—4 | |
15 | Κερδαίνεις κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ’ ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ’ αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χειρίζοντα. μακάριος οὖν ὁ οὕτω καὶ διὰ ταῦτα τὴν ἐξουσίαν τιμῶν καὶ ὑποτασσόμενος, ὥσπερ ἄθλιος ὁ διὰ ταῦτα μὴ ὑποκείμενος. καὶ διπλοῦν γὰρ ἀποφέρεται κρίμα· | |
20 | πρῶτον ἐκ τοῦ θεοῦ, ὅτι τὴν ὑπ’ αὐτοῦ τεταγμένην καὶ ὁρισθεῖσαν ἀρχὴν ἐξουθενεῖ, δεύτερον καὶ ἐκ τῶν ἠτιμασμένων ἀρχόντων. ὅρα δὲ καὶ τὸ κέρδος τῶν ἀρχόντων· κωλύουσι τοὺς φαύλους, προτρέπονται τοὺς σπουδαίους δι’ ὧν αὐτοὺς τιμῶσι καὶ ἐπαινοῦσιν εἰς ἀρετήν. χρὴ οὖν αὐτοὺς ἀποδέχεσθαι καὶ διὰ τοῦτο, καὶ ὅτι θεοῦ διάκονοί εἰσι, | |
25 | τῷ αὐτοῦ θελήματι ὑπηρετούμενοι. καὶ τρίτον, ὅτι τὰ ἴδια λιπόντες ὑπὲρ τῶν κοινῶν φροντίζουσι, τῇ τῶν πλησίον ὠφελείᾳ προσκαρτεροῦν‐ τες καὶ πρὸ τῆς ἰδίας ἀνέσεως τὸν ὑπὲρ ἐκείνων πόνον ἀποδεχόμενοι. τίς τούτοις, εἰ καὶ μήτις φόβος ἐπέκειτο, ἐξ αὐτῆς τοῦ συνειδότος τῆς κρίσεως οὐκ ἂν ἀγάσαιτο, καὶ ἐν πατέρων θήσῃ καὶ προστατῶν λόγῳ. | |
30 | μακάριοί εἰσιν, οἱ τοιοῦτοι ἄρχοντες. Καὶ σοί, φησίν, ἐστὶ διάκονος εἰς τὸ ἀγαθόν, τοῦ θεοῦ δηλονότι διάκονος ὑπάρχων. πῶς δέ ἐστι σοὶ διάκονος; κωλύων τοὺς κακοὺς καὶ τὴν ἀπ’ αὐτῶν βλάβην σοι ἀφαιρούμενος καὶ ἄδειαν παρέχων εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δὲ σοὶ εἰς τὸ ἀγαθόν, καὶ | |
35 | ὅταν σε ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν καὶ προτρεπόμενος ἐπ’ ἀρετήν· ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος προτρέπει εἰς αὐτὸ | |
τοῦτο. | 533 | |
534(loc) | Röm 13,5 | |
1 | Διό, φησίν, ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. εἰ γὰρ διάκονός ἐστι θεοῦ, εἰ ἐπαίνους ἕξεις ἐξ αὐτῆς, οὐ μόνον δεῖ διὰ τὴν ἐξ αὐτῆς ὀργὴν ἐγγινομένην τοῖς ἁμαρτάνουσιν ὑποτάσσεσθαι αὐτῇ, ἀλλά γε πολλῷ | |
5 | μᾶλλον προσήκει καὶ ὡς διάκονον θεοῦ καὶ ὡς ἐπαινοῦσαν καὶ ἐπαλεί‐ φουσαν ἐπ’ ἀρετὴν τιμῆς αὐτὴν ἀξιοῦν· καὶ γὰρ κἂν μηδεὶς ᾖ φόβος, αὐτὴ ἡ συνείδησις εἰς ὑπακοὴν αὐτῆς καὶ ὑποταγὴν προτρέπεται. Ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. διὰ μὲν τὴν ὀργὴν οἱ φαῦλοι καὶ μὴ θέλοντες ὑποτάσσονται, διὰ δὲ τὴν συνείδησιν ὀφείλουσιν | |
10 | οἱ σπουδαῖοι ἑκόντες καὶ σὺν προθυμίᾳ ὑποτάσσεσθαι. | |
loc | Röm 13,8—10 | |
11 | Πῶς ὁ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν; ἢ αὐτόθεν δῆλον· ἀγαπῶν γὰρ οὐκ ἂν τοῦ ἀγαπωμένου τὸν γάμον διορύξῃ, εἰς αὐτὸ τὸ κεφάλαιον τοῦ βίου ἐπιβουλεύων τὸν φιλούμενον καὶ ζημιῶν, ἀλλ’ οὐδὲ μιαιφόνους χεῖρας ὁπλίσῃ κατ’ αὐτοῦ· οὐ μὴν | |
15 | οὐδὲ κλέπτειν ἐπιχειρήσῃ, οὐδ’ ἄλλως πως εἰς ἐπιθυμίαν τινὸς τῶν αὐτοῦ καταστὰς ἀφαιρήσεται βίᾳ λαβών—οὐδὲν γὰρ τούτων ἐστὶ φιλοῦντος—· οὐ μὴν οὐδὲ μαρτυρίαν ψευδῆ κατὰ τοῦ πλησίον μαρ‐ τυρήσει, οὐδ’ ἐπίορκον ὅρκον ὀμόσει. πατέρα δὲ καὶ μητέρα πῶς ὁ τὸν πλησίον φιλῶν οὐ διαφερόντως φιλήσει καὶ τιμήσει; πῶς δ’ οὐχὶ τὸ | |
20 | θεῖον οὗτος ὡς ἀληθῶς ἐξ ὅλης αὐτοῦ τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ ἀγαπήσει καὶ δοξολογήσει; ὁ δὲ τούτοις ἑαυτὸν περιφράξας, ποίαν ἄλλην ἀρετὴν ταῖς προαιρημέναις οὐ συναυξήσει καὶ συναπαρτίσει; ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὅλον τὸν νόμον πεπληρωκὼς ἂν εἴη. ἐπειδὴ δὲ τὸ τῆς ἀγάπης ὄνομα εἰώθασιν οἱ | |
25 | ἄνθρωποι καὶ ἐπὶ τῶν ἀναξίων διαθέσεων τῆς κλήσεως ταύτης τιθέναι, ὑπογραφὴν αὐτῆς αὐτὸς ἀποδίδωσιν, ποίαν ἔφησεν ἀγάπην, περιστὰς ἐν αὑτῇ περιέχειν τὸν νόμον καὶ συγκεφαλαιοῦσθαι τῶν ἀρετῶν τὸ πλῆθος· ἡ ἀγάπη γάρ, φησίν, ἣν ἔφην, συνάπτουσα τοὺς πλησίον ἀλλήλοις οὕτως ἑνοποιεῖ ὡς ἑκάτερον οὐχ ἕτερον ἡγεῖσθαι τὸν συναφθέντα, ἀλλὰ | |
30 | νομίζειν ἄλλον αὐτὸν εἶναι ἐκεῖνον. ἐξ οὗ δηλονότι οὐδὲν ἑκάτερος τῷ πλησίον ἐργάζεται κακόν. εἶτα ἐπαναληπτικὸν συμπέρασμα· πλή‐ ρωμα οὖν νόμου ἡ ἀγάπη, ἀντὶ τοῦ ἀληθῶς ἄρα καὶ δικαίως | |
ἔφην, ὅτι ὁ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. | 534 | |
535(loc) | Röm 13,11—12 | |
1 | Καὶ τοῦτο εἰδότες τὸν καιρόν. τοῖς ἄνω τοῦτο συνήρτηται καὶ πρὸς ἐκεῖνα ἀποδίδοται, ἐπίτασις μᾶλλον ὂν καὶ προτροπὴν ἐμφαῖνον τῶν εἰρημένων. ποίοις δὲ ἄνω; πᾶσα ψυχὴ ἐξουσίαις ὑπερ‐ εχούσαις ὑποτασσέσθω, καὶ ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, | |
5 | καὶ μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους. ταῦτα οὖν, φησί, ποιεῖτε διά τε τὰ προειρημένα καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ ὕπνου κἂν νῦν γοῦν ἐξεγερθῆναι· φανερὸν γὰρ ὅτι νῦν μᾶλλον | |
10 | πρὸς τὸ τέλος ἐσμὲν τῆς ζωῆς ἡμῶν ἢ ὅτι ἐπιστεύσαμεν· σωτηρίαν δὲ καλεῖ τὸ τέλος τῆς ζωῆς, ὅτι τότε τοῖς ἀξίοις ἡ σωτηρία καὶ ἡ ἀπόλαυσις ἀποκαλύπτεται μᾶλλον. διὸ καὶ ἡμέραν αὐτὴν καλεῖ, ὡς ἡδονὴν παρέχουσαν καὶ φωτίζουσαν καὶ φανεροποιοῦσαν τὰ πρὶν ἐν ἀγνοίᾳ τῇ κατὰ πεῖραν καὶ κατ’ ἀπόλαυσιν κείμενα, μόνῃ δὲ τῇ | |
15 | ἐλπίδι θεωρούμενα. εἰκότως δὲ τὸν παρόντα βίον νύκτα καλεῖ πρὸς τὴν μέλλουσαν ἡμέραν· πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται, καὶ πολλὰ τῶν ἀγνοουμένων ἐνταῦθα ὡς ἐν σκότει, ἐκεῖ ὡς ἐν φωτὶ ἐπιγνωσθήσε‐ ται, πάσης σκηνῆς λυομένης καὶ παντὸς προσωπείου περιαιρουμένου | |
20 | καὶ τῆς ἐπιπροσθούσης ἀχλύος τοῖς λογισμοῖς ἐκκαθαιρομένης. συν‐ ετμήθη οὖν, φησίν, ἡ νύξ, τοῦτ’ ἔστιν ὁ βίος ἡμῶν, καὶ ἐγγίζει τὸ τέλος, ἤ τοι ἡ ἡμέρα ἤδη πλησιάζει τῆς τελευτῆς καὶ τῆς ἀνταποδόσεως. χρὴ οὖν καὶ διὰ ταῦτα πᾶσαν ἐντολὴν προθύμως ἡμᾶς ἐπιτελεῖν, ἀγαπᾶν ἀλλήλους, ἀποδιδόναι πᾶσι τὰς ὀφειλάς, ὑποτάσσεσθαι ταῖς ἀρχαῖς· καὶ | |
25 | γὰρ καὶ ὀλίγος ὁ πόνος ἤδη, οὐκ εἰς μῆκος οἱ ἀγῶνες, εἴ τι καὶ δέοι ἀγωνίσασθαι, ἐκτείνονται. βραχὺ λίαν γέγονε τὸ στάδιον τῆς ζωῆς ἡμῶν· μηδεὶς ὀκνείτω, πάντες σπουδάσωμεν. | |
loc | Röm 13,13 | |
28 | Ὡς ἐν ἡμέρᾳ. ὡς ἤδη παρούσης, ὡς ἐνεστηκυίας τῆς ὅσον οὔπω παρεσομένης ἡμέρας, οὕτω πολιτευσώμεθα εὐσχημόνως. τί δέ ἐστι | |
30 | τὸ εὐσχημόνως; ἑρμηνεύει αὐτὸς ἐπάγων· μὴ κώμοις καὶ ἑξῆς. εὐσχημόνως δέ φησι λίαν ἐντρέπων, ὅτι εἰ καὶ μὴ κόλασις ἦν ἀποκειμένη τοῖς ἁμαρτάνουσι καὶ ἀπόλαυσις τοῖς κατορθοῦσιν, ἔδει τὸ αἰσχρὸν καὶ ἀπρεπὲς καὶ ἀσχημονοῦν φεύγοντας ἔχεσθαι τῆς ἀρετῆς. | |
ὅτε δὲ καὶ τὰ ῥηθέντα ἑκατέρῳ βίῳ ἀκολουθεῖ, τί χρὴ ποιεῖν. | 535 | |
536(loc) | Röm 14, 1—5 | |
1 | Ὅρα τὸ συνετὸν καὶ δραστήριον καὶ προνοητικὸν τοῦ Παύλου. δεξιούμενος ἐπιπλήττει τὸν τοῖς βρώμασι διακρινόμενον, τὸ μὲν ἵνα μὴ ἀποσκιρτήσῃ ἀκράτου τοῦ ἐλέγχου προτεινομένου, τὸ δὲ ἵνα μὴ δόξῃ καλῶς ποιεῖν ἀνεπιτίμητος μένων. διὸ προσλαμβάνεσθε αὐτόν, | |
5 | φησίν, ἀσθενής ἐστιν. μὴ κρίνῃς αὐτόν, φησίν. διὰ τί; οὐχὶ ὅτι οὐ ποιεῖ κακόν, ἀλλ’ ὅτι κύριον ἔχει τὸν κρίνοντα αὐτὸν ἄλλον. τούτῳ καὶ ἐκεῖνον παραμυθούμενος, ὡς ἔφημεν, ἐπὶ τῷ μὴ κατακρίνεσθαι ὑπὸ τοῦ πλησίον, καὶ διδοὺς πάλιν ἐννοεῖν ὅτι κἂν οὗτος αὐτὸν οὐ κρίνῃ, ἀλλ’ οὖν ὑπὸ κρίμα ἐστὶ παρατηρούμενος τὰ βρώματα· εἰ γὰρ καὶ οὗτος οὐ κρίνει | |
10 | σε, μονονουχὶ λέγων, ἀλλ’ ἔχεις κύριον τὸν κρίνοντά σε. διὸ δεῖ σε τῆς τοιαύτης ἀποσχέσθαι σμικρολογίας. κωλύει δὲ περὶ βρωμάτων κρίνειν ἀλλήλους, ἵνα μὴ κατ’ ἀρχὰς τῆς πίστεως περὶ ταῦτα ἐρίζοντες καὶ διαφιλονεικοῦντες, ἐκ τούτου καὶ εἰς αὐτὰ τὰ καίρια διαστῆναι κιν‐ δυνεύσωσιν, καὶ τὸ κεφάλαιον, αὐτὴν τὴν εἰς Χριστὸν πίστιν ζημιω‐ | |
15 | θῶσιν. τί οὖν; ἂν ἴδωμεν νῦν περὶ τὰ βρώματα Ἰουδαϊκῶς παρα‐ τηρούμενον, οὐ μὴ κατακρίνομεν; καὶ μάλιστά γε. πῶς οὖν φησιν· μὴ κρίνετε καὶ οὐ μὴ κριθῆτε; οὐ περὶ τῆς πίστεως ἢ τῶν εἰς πίστιν συντελούντων τοῦτο δεῖ ἐκλαμβάνειν—μὴ γένοιτο—οὐδὲ περὶ τῶν ἀναίδην πραττομένων ἀτόπων, ἀλλὰ περὶ τῶν κατὰ τὸν βίον | |
20 | ἔργων, περὶ τῶν ὑπονοουμένων, περὶ τῶν, ὡς αὐτὸς ὁ δεσπότης ἔφη, κάρφους λόγον ἐχόντων· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐδὲ στόμα διᾶραι δεῖ. καὶ μάλιστα οἷς συμπαρατίθησι τῷ προειρημένῳ κεφαλαίῳ καὶ ἕτερον, καί φησιν ὅτι οὐ μόνον ἐπὶ τοῦ προειρημένου οὐ δεῖ κατακρίνειν καὶ ἐξουθενεῖν τὸν πλησίον, ἀλλ’ οὐδ’ ἐπὶ τοῦ ῥηθῆναι | |
25 | μέλλοντος. ἔστι δὲ τοῦτο τοιοῦτον· οἱ μὲν ἡμέραν παρ’ ἡμέραν ἤσθιον, οἱ δὲ καθ’ ἡμέραν. φησὶν οὖν ὅτι οὐ δεῖ ἐπὶ τούτων κρίνειν καὶ κατακρίνειν ἀλλήλους, οὔτε τὸν ἐσθίοντα—νηστεύει γὰρ ὁ πλησίον καὶ ἀγαθοποιεῖ ποιῶν αὐτὸ διὰ τὸν θεόν—, οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ’ ἡμέραν· οὐ γὰρ νομοθεσίας ἐστὶν | |
30 | ἵνα ἡ παράβασις προξενῇ κρίμα, ἀλλὰ μόνης προαιρέσεως. | |
loc | Röm 14,6—13 | |
31 | Ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ | |
τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος | 536 | |
537 | καλὸν εἶναι καθ’ ἡμέραν φαγεῖν, τῷ κυρίῳ φρονεῖ, τοῦτ’ ἔστιν ἐν κυρίῳ τοῦτο λογίζεται, τοῦτ’ ἔστι διὰ τὸν κύριον αὐτὸ ποιεῖ· καὶ ὁ μὴ κρίνων τοῦτο μηδὲ λογιζόμενος ὅτι καλόν ἐστι καθ’ ἡμέραν φαγεῖν, διὰ τὸν κύριον τοῦτο κρίνει καλὸν εἶναι καὶ λογίζεται· αἰτία γάρ ἐστιν αὐτῷ | |
5 | ταῦτα εἰρημένα τοῦ ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. πῶς λέγεις τοῦτο, Παῦλε; καλῶς εἶπον, φησίν, ἐπειδὴ καὶ ὁ νηστεύων ὑπὲρ ἡμέραν καὶ ὁ ἐσθίων καθ’ ἡμέραν εἰς ἀρέσκειαν κυρίου τοῦτο ποιοῦσι, καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα καὶ ἐπιτείνει τὴν αἰτίαν καί φησιν· καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ θεῷ ἐν τῷ | |
10 | ἐσθίειν, ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς, καὶ ὁ νηστεύων εὐχαριστεῖ, ὅτι ἔδωκεν ἀνθρώποις καρτερίαν καὶ ὑπομονὴν καὶ μεθόδους δι’ ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν. ὁ δὲ ἄλλως πως νηστεύων ἢ ἐσθίων κατάκριτος ὥσπερ τῶν αἱρέσεών τινες. Ταῦτα οὖν περὶ τῶν νηστευόντων καὶ ἐσθιόντων ἰδικῶς ἐκληπτέον, | |
15 | ἀλλὰ μὴ ἐπὶ ἄλλων τινῶν· οὐ γὰρ ἐπὶ παντὶ ὁ κανὼν οὗτος διήκει, ἀλλ’ ὡς ἔφημεν, ἰδικός ἐστιν ἐπὶ τούτου μόνου καὶ τῶν ὁμοίων παραλαμ‐ βανόμενος. διὸ οὐδ’ ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμόζει, οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου· καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων οὐχὶ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Χριστοῦ, ἀλλ’ ὡς ἀσθενὴς καὶ ἀστήρικτος | |
20 | ἐν τῇ πίστει. ἀλλ’ ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρόν, ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν, τὸν δὲ ἐσθίοντα καθ’ ἡμέραν καὶ νηστεύοντα ὑπὲρ ἡμέραν οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν, ὅτι ἄμφω εἰς δόξαν κυρίου ποιοῦσιν ὃ ποιοῦσιν. καὶ τὰ ἑξῆς ὅσα περὶ τὴν τοιαύτην ἔννοιαν στρέφεται, ἐπὶ τῶν νηστευόντων ὑπὲρ ἡμέραν καὶ ἐσθιόντων | |
25 | καθ’ ἡμέραν ἐκληπτέον μόνον, οἷον· σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ ἄρα οὖν ἕκαστος ἡμῶν περὶ αὑτοῦ λόγον δώσει τῷ θεῷ. εἶτα λαβὼν ἐντεῦθεν ἀφορμὴν καὶ ἀναμνήσας ὅτι κύριον ἔχομεν, καὶ τοῦ βήματος αὐτοῦ εἰς παραίνεσιν ἀνάγει τὸν λόγον καθολικήν. τί, φησί, τοῦτο ἢ ἐκεῖνο λέγω; οὕτω δεῖ | |
30 | πρὸς ἀλλήλους διακεῖσθαι ὥστε ἐν μηδενὶ τὸ ὅσον ἐφ’ ἡμῖν ἐπάγειν ἀλλήλοις πρόσκομμα ἢ σκάνδαλον. τῷ ἀδελφῷ δὲ εἴρηκε καὶ ἐκ τοῦ ὀνόματος δυσωπῆσαι θέλων. τί, φησί, σκανδαλίζεις; ἀδελφός σού. ἐστιν, μέλος σού ἐστιν, ἕνα πατέρα ἔχετε, ἕνα δημιουργόν. ἂν οὖν ἀναιρεθῇ ἀφ’ ὑμῶν τὰ σκάνδαλα καὶ τὰ σκόμματα, πολλῷ μᾶλλον | |
35 | ἀναιρεθήσεται τὸ κρίνειν. οὐχὶ μόνον τὸ ἐπὶ τούτῳ κρίνειν καὶ κατα‐ κρίνειν ἢ ἐπὶ τούτῳ, ἀλλ’ ἁπλῶς καὶ καθόλου ἀναιρεθήσεται τὸ κρίνειν ὅλως ἀλλήλους καὶ κατακρίνειν. καὶ τότε ἔσται ὡς ἀληθῶς ὅ τε μὴ | |
κρινόμενος τρισμακάριστος, καὶ ὁ μὴ κρίνων παραπλήσιος, ἐν ἀρετῇ | 537 | |
538 | καὶ ἁγιότητι ζώντων ἡμῶν καὶ τοῦ κρίνειν καὶ κρίνεσθαι πᾶσαν ἐκποδὼν ποιησαμένων πρόφασιν. ὦ Παύλου φωνῆς, ὦ οἰκοδόμου θεμέλιος. τοῦτο κρίνατε, φησί, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. ταύτην κρηπῖδα πρώτην καταβάλλεσθε. ἂν | |
5 | αὕτη ἑδρασθῇ ἐν ὑμῖν ἡ κρηπίς, ῥᾷον τἄλλα ἐποικοδομεῖν ἐστιν. | |
loc | Röm 14,14 | |
6 | Ἐντεῦθεν πάλιν εἰς τὰ περὶ βρωμάτων ἐπάνεισι, καὶ παραινεῖ τοὺς δυνατοὺς κατὰ τὴν πίστιν ἀντιλαμβάνεσθαι τῶν ἀσθενῶν, καὶ δείκνυσιν ἐξ ὧν λέγει· καλὸν μὲν καὶ τὸ ἐν βρώμασιν ἐκεῖνον διακρινόμενον πειρᾶσθαι διορθοῦν, ἄμεινον δὲ τὸ ἀδυνατοῦντα ἐν τούτῳ ὑπερορᾶν τὸ | |
10 | ἐλάττωμα καὶ χειραγωγεῖν παντὶ τρόπῳ ἐπὶ τὸ κερδῆσαι καὶ σῶσαι αὐτόν. | |
loc | Röm 14,16—17 | |
12 | Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. ἀγαθὸν μὲν γὰρ τὸ διὰ τὸ ἐστηριγμένον εἶναι τῇ πίστει μὴ διακρίνεσθαι ἐν τοῖς βρώμασιν, ἐρίζοντες δὲ καὶ διαφιλονεικοῦντες σφόδρα πρὸς τοὺς | |
15 | διακρινομένους ποιεῖτε τὸ ἀγαθὸν ὑμῶν βλασφημεῖσθαι· ἐλεγχόμενοι γὰρ ἐκεῖνοι συνελαύνονται λέγειν πρὸς ὑμᾶς ὡς οὐ διὰ πίστιν τοῦτο ποιεῖτε, ἀλλὰ τὴν γαστέρα θεραπεύοντες. εἰ οὖν καὶ μὴ δι’ ἄλλο τι ἐχρῆν τῆς περὶ τοῦτο ἔριδος ἀποσχέσθαι, ἀλλ’ οὖν καὶ αὐτὸ τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν | |
20 | ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς πίστεως, ἀλλὰ τιμᾶν ἐν τῷ τὰς κατ’ αὐτῆς κωλύειν βλασφημίας. εἰκὸς δὲ καὶ τῶν ἔξω τινὰς τὰς ἔριδας διακούοντας ἐπιγελᾶν καὶ τὰ τῶν Χριστιανῶν χλευάζειν καὶ βλασφημεῖν. δι’ ἃ πάντα ἄμεινον ἦν ἀντὶ τοῦ ἐρίζειν περὶ τὰ μὴ καίρια, ὁμονοοῦντας περὶ τὰ καίρια καὶ τῇ | |
25 | ἀγάπῃ συνηρμοσμένους πᾶσαν διαβολῆς καὶ βλασφημίας πρόφασιν ἐκκόπτειν· ταῦτα γάρ ἐστι τὰ εἰσάγοντα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ ἐν πίστει καὶ εἰρήνῃ καὶ ἡ ἐν ἁγίῳ πνεύματι χαρὰ καὶ ἡ δικαιοσύνη. Εἰπών· οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ | |
30 | πόσις, δείκνυσι τὴν περὶ τὰ βρώματα αὐτῶν ἔριν σφοδροτάτην οὖσαν καὶ πέρα τοῦ μέτρου, καὶ αἰνίττεται ὡς εἰ ἦν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, οὐκ ἂν πλέον διηγωνίσασθε ἄν· ἅμα δὲ καὶ ἐντρεπτικῶς, ὅτι εἰ ὑπὲρ τούτων οὕτω ποιεῖτε, τί χρὴ πράττειν ὑπὲρ δικαιοσύνης καὶ | |
εἰρήνης καὶ τῆς πνευματικῆς χαρᾶς. | 538 | |
539(loc) | Röm 14,18 | |
1 | Ὁ γὰρ ἐν τούτῳ δουλεύων. οὕτω πράττων αὐτὰ ὡς χρεωστῶν, ὡς ὀφειλέτης μετὰ φόβου καὶ μετὰ συντριμμοῦ, ὡς πιστὸς δοῦλος θεοῦ· ὁ γὰρ φυσιούμενος καὶ ἀλαζονευόμενος ἐν τούτοις οὔτε δουλεύει θεῷ οὔτε εὐάρεστος αὐτῷ ἐστιν. | |
loc | Röm 14,22—23 | |
5 | Ἀντιπίπτον λύει. τί οὖν, φησίν, ἂν διὰ τὸν ἀσθενῆ μηδ’ ἐγὼ φάγω; οὐ παραβάλλομαι αὐτῷ; οὐ γίνομαι αὐτῷ ὅμοιος; πρὸς οὖν τοῦτο μονονουχὶ λέγει ὅτι μὴ γένοιτο· ἡ γὰρ πίστις σου ἡ ἐνώπιον τοῦ θεοῦ καθαρὰ καὶ ἀκίβδηλος μένει. εἶτα τί δὲ λέγω; ὅτι οὐδὲν παραβλάπτῃ ἐκ τούτου, καὶ ὅτι ἡ πίστις σου μένει ἐνώπιον τοῦ θεοῦ, καὶ μακαρισμὸν | |
10 | προξενεῖς σεαυτῷ, ἐὰν διὰ τὴν ὠφέλειαν καὶ σωτηρίαν τοῦ ἀδελφοῦ οὐ τρώγῃς. μακάριος γάρ, φησίν, ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει, τοῦτ’ ἔστιν ὁ ἔχων τὸ συνειδὸς αὐτοῦ μαρτυροῦν αὐτῷ, οὐκ ἐν τούτῳ μόνον ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων, ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι ὃ ἂν διὰ δοκιμῆς | |
15 | ἀκριβοῦς κατανοήσῃ, ὅτι ἀγαθόν ἐστιν· ἔπειτα πράττῃ αὐτὸ τὴν συνείδησιν ἔχων μαρτυροῦσαν. μακάριός ἐστιν ὁ τοιοῦτος, τοσοῦτον ἀπέχει τοῦ λαβήν τινα ἕνεκεν τούτου δέξασθαι. | |
loc | Röm 15,8 | |
18 | Λέγω γὰρ Χριστὸν Ἰησοῦν καὶ ἑξῆς. οἷον· πῶς προσ‐ ελάβετο ὑμᾶς ὁ Χριστός; οὕτω λέγω, φησίν· τοὺς μὲν Ἰουδαίους | |
20 | περιτμηθεὶς καὶ χρηματίσας κατὰ σάρκα ἐκ τοῦ σπέρματος αὐτῶν, ἐξ οὗ ἀληθεῦσαί τε συνήργησε τὸν πατέρα καὶ τὰς ἐπαγγελίας ἐκπληρῶσαι. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τίς χρεία τοῦ προσληφθῆναι τοὺς Ἰουδαίους πάλαι τῷ πατρὶ προσῳκειωμένους ὄντας, καὶ ἐπαγγελίας ἐκδεχομένους ἃς οὐχ οἷόν τε ἦν μὴ ἐκβῆναι, ἐπεὶ παναληθὴς ὁ ὑποσχό‐ | |
25 | μενος; ταῦτα, φησίν, ὅτι κἂν προελήφθησαν οἱ Ἰουδαῖοι, κἂν ἐπαγγελίας ἐδέξαντο, εἰ μὴ προσελάβετο αὐτοὺς ὁ υἱὸς σαρκωθεὶς καὶ περιτμηθείς, οὔτε τῶν ἐπαγγελιῶν ἠξιώθησαν ἂν ἑαυτοὺς τῶν ἐντολῶν παραβάτας ἀπεργασάμενοι, οὔτ’ ἂν τὸ περὶ τὴν ἀλήθειαν ἄτρεπτον καὶ ἀμετάβλητον τοῦ πατρὸς εἰς συμφέρον αὐτοῖς ἐχρημάτιζε, διὰ τῆς παραβάσεως | |
30 | παρεμποδίζουσι ταύτην ἀποβῆναι. διὸ προσλαβόμενος αὐτοὺς καὶ περιτμηθεὶς καὶ τῇ τοῦ πατρὸς ἀληθείᾳ συνέπραξεν, καὶ τὰς | |
ἐπαγγελίας τελεσθῆναι καὶ βεβαιωθῆναι συνήργησεν. ἀλλὰ τοὺς | 539 | |
540 | μὲν Ἰουδαίους οὕτω τε καὶ διὰ ταῦτα· τὰ δὲ ἔθνη, φησί, διὰ τί προσελά‐ βετο; δι’ ἄφατον ἔλεος καὶ τοῦ δοξασθῆναι μᾶλλον τὸν πατέρα. εἰ γὰρ τὸ τὰς ἐπαγγελίας ἐκπληρῶσαι καὶ μὴ δόξαι τισὶ διαψεύσασθαι τὸν πατέρα, εἰς δόξαν αὐτοῦ συνετέλει, τὸ μηδ’ ὑποσχέσθαι μηδ’ ἐπ‐ | |
5 | αγγείλασθαι, ἀλλ’ οὕτως ἀθρόον χαρίσασθαι τὰ ὑπερφυῆ καὶ μεγάλα καὶ ἀνέλπιστα, πῶς οὐχὶ εἰς ἄφατον δόξαν τοῦ πατρὸς συντελέσει; Διάκονον, φησί, γεγενῆσθαι περιτομῆς. ὁ Χριστὸς μόνος ἐπλήρωσε τὸν νόμον πάσας τὰς ἐντολὰς κατορθώσας, ἀλλὰ καὶ Ἰουδαῖος ἦν κατὰ σάρκα· τοῦτο γὰρ καὶ διὰ τῆς περιτομῆς δηλοῦται. | |
10 | ἀλλὰ καὶ οἱ αὑτῷ υἱοθετηθέντες ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ ἐπληθύνθησαν καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσ‐ σης. ὥστε αὐτὸς καὶ τῷ πατρὶ συνήργησεν εἰς τὸ ἀληθεῦσαι καὶ εἰς τὸ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ἀποπληρωθῆναι, καθορθώσας μὲν πᾶσαν ἐντολήν, εἰς Ἀβραὰμ δὲ σπέρμα λογισθεὶς πᾶσάν τε τὴν οἰκου‐ | |
15 | μένην πληρώσας διὰ τῶν πιστῶν. | |
loc | Röm 15,13 | |
16 | Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπίζω γὰρ ἐνεργῆσαι τὴν εὐχήν, ἂν αὐτοὶ μόνον βούλοισθε. ἐν δὲ τῷ πιστεύειν χαρᾶς καὶ εἰρήνης τῆς κατὰ τοὺς λογισμοὺς πληρούμενοι, ὅπερ ὑμῶν ὑπερεύχο‐ | |
20 | μαι, ἐστὲ καὶ ἐν τῇ ἐλπίδι περισσεύοντες, οἷον πλουτοῦντες καὶ δαψιλῶς διακείμενοι. ταῦτα δὲ διὰ τῆς χάριτος καὶ δυνάμεως τοῦ παναγίου παραγίνεται πνεύματος. | |
loc | Röm 15,15—16 | |
23 | Τολμηρότερον ἀπὸ μέρους, ἀντὶ τοῦ τρόπον τινά. καὶ εἴ τις μὴ τὴν διάνοιαν ὅλην βλέπει, ἀλλ’ αὐτὰς τὰς λέξεις ἐκ μέρους | |
25 | πολυπραγμονεῖ γυμνώσας τῆς διανοίας, εἴ τις οὖν ἐκ μέρους σκοπεῖ, δόξει ἂν αὐτῷ σκληρότερόν με καὶ τραχύτερον ὑμῖν προσενεχθῆναι διὰ τῶν γραμμάτων, ἀλλ’ ἐγὼ ὡς ἐπαναμιμνήσκων ἔγραψα. καὶ πάλιν ἀνάγκην εἶχον τοῦ γράφειν, ὅτι χάρις μοι ἀπὸ θεοῦ ἐδόθη εἰς τὸ κηρύσσειν καὶ διδάσκειν τὰ ἔθνη· λειτουργὸς γάρ εἰμι Χριστοῦ, | |
30 | οἷον ὑπουργὸς καὶ ὑπηρέτης. καὶ τί ἐργάζῃ; ἱερουργῶ, φησί, τὸ εὐαγγέλιον αὐτοῦ, τοῦτ’ ἔστι θυσίαν αὐτῷ ταύτην θύω, τὸ εὐαγγέλιον αὐτοῦ. καὶ πῶς ἐστι θύειν καὶ ἱερουργεῖν τὸ εὐαγγέλιον; ἐκ τοῦ προσφέρειν αὐτῷ, φησί, τὰ δι’ αὐτοῦ πιστεύοντα ἔθνη καὶ γίνεσθαι αὐτὰ | |
εὐπρόσδεκτα καὶ ἡγιασμένα ἐν πνεύματι ἁγίῳ· ὥστε ὁ | 540 | |
541 | προσάγων τῇ πίστει τὸ εὐαγγέλιον τοῦ θεοῦ ἱερουργεῖ. ἢ ἱερουρ‐ γοῦντα ἀκουστέον ἁπλούστερον οἷον ἱερῶς ἐργαζόμενον καὶ σπου‐ δαίως, ἀλλὰ μὴ ὡς ἔτυχε καὶ ἠμελημένως. ἢ οὖν οὕτως ἢ μᾶλλον οὕτως ἐκληπτέον, τολμηρότερον ἔγραψα ἐκ μέρους ὑμῖν καὶ ὡς | |
5 | ἐπαναμιμνήσκων γράψας· ἡ γὰρ ἐπικειμένη μοι ἀνάγκη καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ. ἐγὼ δὲ ἐτόλμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι καὶ οὐχ ὡς διδάσκαλος γράφειν, ἀλλὰ μετὰ πολλῆς φειδοῦς καὶ ὡς ἐπαναμιμνήσκων, καίτοι χρεωστῶν καὶ ἀκριβέστερον καὶ σφοδρότερον· εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προκεχεί‐ | |
10 | ρισμαι, καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι. ὡσανεί τις ἔλεγεν ἴσως· ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν, καὶ ἔδοξά τισιν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι· ἐγὼ δὲ τοσούτῳ δέω τοῦτο ποιῆσαι, ὅτι καὶ φοβοῦμαι, μή πως οὕτω μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς γράψας καὶ εὐθύνας ὑφέξω, ὡς τολμήσας ἔλαττον ἔργον διδασκάλου | |
15 | ποιῆσαι. Τί λέγεις; τοσαῦτα γράφων τολμηρότερον λέγεις γράφειν καὶ ἐκ μέρους καὶ ὡς ἐπαναμιμνήσκων καὶ ἐνδεῖν τι νομίζεις τῆς τελειότητος καὶ ἀκριβείας; ναί, φησίν· καὶ γὰρ μείζονα γράφειν καὶ πλείω ὡς τὸ διδάσκειν ἐμπεπιστευμένος χρεωστῶ, νῦν δὲ ὡς φειδόμενος | |
20 | καὶ ὡς τολμηρόν τι πράττων, οὕτως ὑφειμένως ἔγραψα. | |
loc | Röm 15,17—19 | |
21 | Τί οὖν; σὺ ἐνεπιστεύθης τὴν τῶν ἐθνῶν προσφοράν; ναί, φησί, καὶ καυχήσασθαι δύναμαι ἐν οἷς εἰργασάμην ἐν αὐτοῖς. ἡ δὲ καύχησίς μου οὐκ ἐν ἐμοί, τοῦτ’ ἔστιν οὐκ ἐν τῇ ἰσχύϊ ἢ τῇ δυνάμει τῇ ἐμῇ, ἀλλ’ ἐν Χριστῷ Ἰησοῦ· καὶ γὰρ εἴ τι ἂν εἴπω καὶ καυχήσωμαι, οὐδὲν | |
25 | ἄλλο τολμήσω λέγειν, ἀλλ’ ἢ ἅπερ ἐν ἐμοὶ ὁ Χριστὸς κατειργάσατο εἰς τὸ ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη. τί οὖν κατειργάσατο; λόγον εἰς τὸ κηρύττειν ἔδωκεν, σημεῖα καὶ τέρατα εἰς τὸ εὐεργετεῖν καὶ πείθειν ἐχορήγησεν. τέλος οὕτως ηὔξησε καὶ ἐπλάτυνε καὶ ἐστήριξε τὴν δι’ ἐμοῦ κηρυττομένην πίστιν, ὥστε ἀπὸ Ἰερουσαλὴμ ἑξῆς τὴν πρώτην ἤνεγκε | |
30 | βλάστην, καὶ πέριξ μέχρι τοῦ Ἰλλυρικοῦ διαριζωθῆναι καὶ διαφῦναι καὶ πληρῶσαι τὸ κήρυγμα τὴν τοσαύτην οἰκουμένην. οὐκοῦν καλῶς καὶ ὑμῖν ἔγραψα καὶ ὑπέμνησα τῶν ἐν ἐκείνοις κατορθωθέντων, θαρρεῖν καὶ περὶ ὑμᾶς ὑποτιθεμένων, καὶ τὴν ἐξουσίαν καὶ ἄδειαν τοῦ νουθετεῖν | |
μετὰ τοῦ πνεύματος ἐγγυωμένων. | 541 | |
542(loc) | Röm 15,32 | |
1 | Καὶ συναναπαύσωμαι ὑμῖν, ὅπερ κατ’ ἀρχὰς ἔλεγεν· τοῦτο δέ ἐστι συμπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως. | |
loc | Röm 16,9 | |
4 | Καὶ Στάχυν. τοῦτόν φασι πρῶτον ἐπίσκοπον γενέσθαι τοῦ | |
5 | Βυζαντίου ὑπὸ Ἀνδρέου. | |
loc | Röm 16,15 | |
6 | Τὸν Φιλόλογόν φασι πρῶτον ἐπίσκοπον γενέσθαι Σινώπης ὑπὸ Ἀνδρέου. | |
loc | Röm 16,25—27a | |
8 | Τί ἐστι τὸ κήρυγμα τοῦ Ἰησοῦ; ἵνα γινώσκωσίν σε, φησί, καὶ ὃν ἀπέστειλας Ἰησοῦν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε | |
10 | τὸν πατέρα· ἐγὼ δὲ καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύ‐ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ | |
15 | τὰ ὅμοια. Τίς δέ ἐστιν οὗτος ὁ Ἰησοῦς Χριστός; ὁ ἐξ ἀρχῆς μὲν συνὼν τῷ πατρί, φανερωθεὶς δὲ νῦν. πῶς φανερωθείς; τοῦ μυστηρίου, φησίν, ἀποκαλυφθέντος· ἐν χρόνοις γὰρ αἰωνίοις τοῦτο σεσιγημένον ὑπῆρχε μόνῳ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι | |
20 | γινωσκόμενον, νῦν δὲ τοῦ μυστηρίου ἀποκαλυφθέντος εἰς πάντα τὰ ἔθνη ἐφανερώθη ὁ Χριστός, υἱὸς ὢν τοῦ θεοῦ καὶ θεὸς ὁμοούσιος. ἀλλὰ πῶς ἐφανερώθη; διὰ τῶν προφητῶν, διὰ τῶν γραφῶν αὐτῶν. καὶ πόθεν οὗτοι ἐλάλησαν καὶ ἔγραψαν; ἐπιτάττοντος καὶ ἐμπνέον‐ τος αὐτοῖς τοῦ παναγίου πνεύματος· τοῦτο γὰρ αἰώνιον θεὸν καλεῖ, | |
25 | τοῦτ’ ἔστιν ἄχρονον. τί οὖν τὸ ἔργον τῶν προφητικῶν γραφῶν ἃς διὰ τοῦ πνεύματος ἐλάλησαν; γνωρισθῆναι τὸν Χριστὸν πᾶσιν ἔθνεσιν. πῶς; ὑπακουσάντων αὐτῶν τῇ πίστει διὰ τῶν | |
εὐαγγελισαμένων αὐτοῖς ταύτην, ὧν τὸ πλεῖστον μέρος ὁ τοῦ Παύλου | 542 | |
543 | δρόμος καὶ τὸ εὐαγγέλιον ἤνυσεν. ἔχεις οὖν κἀνταῦθα τὴν τριάδα συναπτομένην· διὰ μὲν τοῦ σοφῷ θεῷ τὸν πατέρα, διὰ δὲ τοῦ Ἰησοῦ Χριστοῦ δηλονότι τὸν υἱόν, διὰ δὲ τοῦ κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ τοὺς προφήτας προφητεῦσαι τὸ ἅγιον πνεῦμα. | |
5 | καὶ ὅρα τῆς ὡς ἀληθῶς ὑψηλῆς καὶ οὐρανοδρόμου διανοίας Παύλου τὸ ὀξυωπές· ἐπεὶ γὰρ ὡς ἐπίπαν τὸ μὲν σοφὸν εἶναι τὸ πνεῦμα οὐ προσίσταταί τισιν, τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς, ἤμειψε ταῦτα. καὶ τὸ μὲν ὃ προὔστη ἄν τισιν, εἰ μὴ Παῦλος ἐβόα, τίθησιν ἐπὶ τοῦ πνεύματος αἰώνιον θεὸν καλῶν· τὸ δὲ ὃ καὶ μὴ | |
10 | μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ πνεύματος, τοῦτο τίθησι μηδὲν δεδιὼς ἐπὶ τοῦ πατρός, σοφὸν ἀποκαλῶν. οὐ γὰρ ἐδεδίει, μή τις ἀφαιρήσῃ τῶν πολλῶν ἢ τὸ σοφὸν ἀπὸ τοῦ πνεύματος ἢ τὸ αἰώνιον ἀπὸ τοῦ πατρός, τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ υἱοῦ· τὸ γὰρ χρόνοις αἰωνίοις καὶ τὸ φανερωθέντος τὸ ἄχρονον κηρύσσει | |
15 | τοῦ υἱοῦ, περὶ ὃ προσκόπτειν ἔμελλόν τινες, τοῦτο προθεραπεύων. ὥσπερ οὖν ῥηθέντος τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αἰωνίου καὶ τὸν πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι νοεῖν, οὕτω σοφοῦ ῥηθέντος τοῦ πατρὸς καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα εἰκότως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἄν, καὶ οὔτε τὸ αἰώνιον τοῦ πατρὸς ἀφαιρεθείη, οὔτε | |
20 | τὸ σοφὸν τοῦ πνεύματος ἢ τοῦ υἱοῦ ἀποστερηθείη. καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ πατρὸς ἐνταῦθα σοφῷ συνάψαντα τὸ μόνῳ, τῆς ὡς ἀληθῶς ἦν τοῦ πνεύματος σοφίας καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλῳ διανοίας· ἐν τούτῳ γὰρ τέθεικεν τὸ μόνῳ, ἐν ᾧ πᾶσίν ἐστι ἀναμφίβολον, καὶ τοῖς λίαν φιλονείκοις ὅτι ὁ υἱὸς καὶ τὸ | |
25 | πνεῦμα οὐκ ἀπεστέρηται τούτου. τί τοῦτο ποιήσας; ἵνα καὶ ἐν οἷς ἂν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνόμασι τὸ μόνον ἐπισυναπτόμενον ἀκούσῃς, μὴ πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν φωνὴν ἐκλάβοις, ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων, ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος· ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν | |
30 | φανερῶς ὑποτιθεὶς καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑπόληψιν ἔχειν διακελεύεται. ἤκουσας σοφὸν τὸν πατέρα· καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα συνεξάκουσον σοφόν. αἰώνιον εἶπον τὸν υἱὸν ἢ τὸ πνεῦμα· καὶ τὸν πατέρα οὕτω μοι νόησον. βασιλέα εἶπον τὸν πατέρα, δυνατόν, ἐξουσιαστήν· καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα οὕτω δοξάζειν σε χρή. μόνον | |
35 | εἶπον καλῶς, ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον, οὐχ ἵνα σχίσας αὐτὴν ἀφαιρήσω τὸ ἀξίωμα. μόνον ὅταν συνάψω, τἄλλα πάντα διαστέλλω, ἐκείνην δὲ μᾶλλον διὰ τοῦ μόνον ἑνοποιῶ, τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον, ἀλλὰ συσφίγγων ταῖς τῶν | |
ἀκροατῶν διανοίαις τὴν ἑνότητα. | 543 | |
544(loc) | Röm 16,27b | |
1 | Τὸ ᾧ παρέλκεται. τὸ ᾧ ἡ δόξα πρὸς τὰ τρία ἀκουστέον, ὡς τὸ τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι μόνῳ σοφῷ θεῷ, καὶ ὡς τὸ κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, καὶ ὡς τὸ διὰ Ἰησοῦ Χριστοῦ· τῆς τριάδος γὰρ διὰ τούτων δηλουμένης καὶ τῇ τριάδι τὴν | |
5 | δόξαν ἤνεγκεν. | 544 |