TLG 4040 011 :: PHOTIUS :: Epigramma

PHOTIUS Lexicogr. Scr. Eccl. Theol., Patriarcha
(Constantinopolitanus: A.D. 9)

Epigramma

Citation: Book — epigram — (line)

AG
.

9

.

203

(p1)

[ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ἄλλοι δέ φασιν]
p2ΛΕΟΝΤΟΣ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ
1Ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος· ὁ Λευκίππης δὲ σωφρονέστατος βίος ἅπαντας ἐξίστησι, πῶς τετυμμένη
5κεκαρμένη τε καὶ κατηχρειωμένη, τὸ δὴ μέγιστον, τρὶς θανοῦς’ ἐκαρτέρει. εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλῃς, φίλος, μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν, τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε·
10νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.